Homily LXIHomilia LXI
Homily LXIIHomilia LXII
Homily LXIIIHomilia LXIII
Homily LXIVHomilia LXIV
Homily LXVHomilia LXV
Homily LXVIHomilia LXVI
Homily LXVIIHomilia LXVII
Homily LXVIIIHomilia LXVIII
Homily LXIXHomilia LXIX
Homily LXXHomilia LXX
Homily LXXIHomilia LXXI
Homily LXXIIHomilia LXXII
Homily LXXIIIHomilia LXXIII
Homily LXXIVHomilia LXXIV
Homily LXXVHomilia LXXV
Homily LXXVIHomilia LXXVI
Homily LXXVIIHomilia LXXVII
Homily LXXVIIHomilia LXXVII
Homily LXXVIIIHomilia LXXVIII
Homily LXXIXHomilia LXXIX
Homily LXXXHomilia LXXX
Homily LXXXIHomilia LXXXI
Homily LXXXIIHomilia LXXXII
Homily LXXXIIIHomilia LXXXIII
Homily LXXXIVHomilia LXXXIV
Homily LXXXVHomilia LXXXV
Homily LXXXVIHomilia LXXXVI
Homily LXXXVIIHomilia LXXXVII
Homily LXXXVIIIHomilia LXXXVIII
Second witness · khazarzar edition
In Joannem (homiliae 1-88) ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Ἀπόστολον καὶ Εὐαγγελιστήν. 59.23 ΟΜΙΛΙΑ Αʹ. αʹ. Οἱ τῶν ἀγώνων τῶν ἔξωθεν θεαταὶ, ὅταν τινὰ γενναῖον ἀθλητὴν καὶ στεφανίτην ποθὲν ἥκοντα μάθωσι, συντρέχου 59.24 σιν ἅπαντες ὥστε ἰδεῖν αὐτοῦ τὰ παλαίσματα, καὶ τὴν τέχνην καὶ τὴν ἰσχὺν ἅπασαν· καὶ ἴδοις ἂν ὁλόκληρον θέατρον μυριάδων πολλῶν, πάντας ἐκεῖ καὶ τοὺς τοῦ σώματος καὶ τοὺς τῆς διανοίας συντείνοντας ὀφθαλμοὺς, ὥστε 59.25 μηδὲν αὐτοὺς τῶν γινομένων παραδραμεῖν. Καὶ μουσικὸς δὲ εἴ τις θαυμαστὸς ἐπιδημήσειε, πάλιν ὁμοίως οἱ αὐτοὶ δὴ οὗτοι πληροῦσι τὸ θέατρον, καὶ πάντα ἀφέντες τὰ ἐν χερσὶν, ἀναγκαῖα πολλάκις ὄντα καὶ κατεπείγοντα, ἀναβάντες κάθηνται, μετὰ πολλῆς τῆς σπουδῆς τῶν ᾠδῶν καὶ τῶν κρουμάτων ἀκούοντες, καὶ τὴν ἀμφοτέρων βασανίζοντες συμφωνίαν. Καὶ ταῦτα μὲν οἱ πολλοί. Οἱ δὲ ῥητορικῶν ἔμπειροι λόγων, καὶ αὐτοὶ πάλιν ἐπὶ τῶν σοφιστῶν τὸ αὐτὸ τοῦτο πράττουσιν. Ἔστι γὰρ καὶ τούτοις θέατρα, καὶ ἀκροαταὶ, καὶ κρότοι, καὶ ψόφος, καὶ βάσανος τῶν λεγομένων ἐσχάτη. Εἰ δὲ ῥητορικῶν αὐλητικῶν τε καὶ ἀθλητικῶν ἀνδρῶν, τῶν μὲν θεαταὶ, τῶν δὲ ὁμοῦ θεωρηταὶ καὶ ἀκροαταὶ μετὰ τοσαύτης κάθηνται τῆς προθυμίας· πόσην ἡμῖν καὶ σπουδὴν καὶ προθυμίαν ἂν εἴητε δίκαιοι παρασχεῖν, οὐκ αὐλητικοῦ τινος, οὐδὲ σοφιστικοῦ νῦν εἰς ἀγῶνα καθιέντος, ἀλλ' ἀνδρὸς ἀπὸ τῶν οὐρανῶν φθεγγομένου, καὶ βροντῆς λαμπροτέραν ἀφιέντος φωνήν; Πᾶσαν γὰρ τὴν οἰκουμένην ἐπέσχε, καὶ κατέλαβε, καὶ ἐνέπλησε τῇ βοῇ, οὐ τῷ μέγα ἀνακραγεῖν, ἀλλὰ τῷ μετὰ τῆς θείας χάριτος κινῆσαι τὴν γλῶτταν. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὕτω μεγάλη οὖσα ἡ βοὴ, οὐκ ἔστι τραχεῖά τις, οὐδὲ ἀηδὴς, ἀλλὰ πάσης μουσικῆς ἁρμονίας ἡδίων καὶ ποθεινοτέρα, καὶ θέλξαι ἐπισταμένη πλέον· καὶ πρὸς τούτοις ἅπασιν ἁγιωτάτη καὶ φρικωδεστάτη, καὶ τοσούτων γέμουσα ἀποῤῥήτων, καὶ τοσαῦτα κομίζουσα ἀγαθὰ, ἃ τοὺς μετὰ ἀκριβείας καὶ προθυμίας λαβόντας καὶ διαφυλάττοντας, οὐκ ἔνι λοιπὸν ἀνθρώπους εἶναι, οὐδὲ ἐπὶ τῆς γῆς μένειν, ἀλλ' ἀνωτέρω πάντων ἑστάναι τῶν βιωτικῶν, καὶ πρὸς τὴν ἀγγελικὴν μεθαρμοσαμένους λῆξιν, καθάπερ τὸν οὐρανὸν, οὕτω τὴν γῆν οἰκεῖν. Ὁ γὰρ τῆς βροντῆς υἱὸς, ὁ ἀγαπητὸς τοῦ Χριστοῦ, ὁ στῦλος τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν, ὁ τὰς κλεῖς ἔχων τοῦ οὐρανοῦ, ὁ τὸ ποτήριον τοῦ Χριστοῦ πιὼν, καὶ τὸ βάπτισμα βαπτισθεὶς, ὁ κατακλιθεὶς ἐπὶ τὸ στῆθος τὸ Δεσποτικὸν μετὰ παῤῥησίας πολλῆς, οὗτος ἡμῖν εἰσέρχεται νῦν· οὐ δρᾶμα ὑποκρινόμενος, οὐδὲ προσωπείῳ κρύπτων τὴν κεφαλὴν (οὐ γὰρ τοιαῦτα ἐρεῖ), οὐδὲ ἐπ' ὀκρίβαντος ἀναβαίνων, οὐδὲ ὀρχήστραν τῷ ποδὶ κατακρούων, οὐδὲ ἐσθῆτι κεκοσμημένος χρυσῇ· ἀλλ' εἰσέρχεται στολὴν ἔχων ἀμήχανον ἔχουσαν κάλλος. Τὸν γὰρ Χριστὸν ἐνδεδυμένος ἡμῖν φανεῖται, τοὺς πόδας ὑποδεδεμένος τοὺς ὡραίους ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, τὴν ζώνην οὐ περὶ τὸ στῆθος ἔχων, ἀλλὰ περὶ τὴν ὀσφύν· οὐκ ἀπὸ δέρματος φοινικοῦ, οὐδὲ ἄνωθεν ἠλειμμένην χρυσῷ, ἀλλ' ἀπὸ τῆς ἀληθείας ἐξυφασμένην καὶ συγκειμένην αὐτῆς. Οὗτος ἡμῖν φανεῖται νῦν, οὐχ ὑπόκρισιν ἔχων· οὐδὲ γὰρ ὑπόκρισις παρ' αὐτῷ, οὐδὲ πλάσμα καὶ μῦθος· ἀλλὰ γυμνῇ τῇ κεφαλῇ γυμνὴν ἀπαγγέλλει τὴν ἀλήθειαν· οὐχ ἕτερος μὲν ὢν, ἕτερα δὲ περὶ αὐτοῦ τοὺς ἀκούοντας πείθων τῷ σχήματι, τῷ βλέμματι, τῇ φωνῇ· οὐκ ὀργάνων πρὸς τὴν ἀπαγγελίαν δεόμενος, οἷον κιθάρας ἢ λύρας, ἤ τινος τῶν τοιούτων ἑτέρου· ἀλλὰ πάντα τῇ
1
γλώττῃ ἐργάζεται, παντὸς μὲν κιθαριστοῦ, πάσης δὲ μουσικῆς ἡδίω καὶ χρησιμωτέραν φωνὴν ἀφιείς. Ἔστι δὲ αὐτῷ προσκήνιον μὲν, ὁ οὐρανὸς ἅπας· θέατρον δὲ, ἡ οἰκουμένη· θεαταὶ 59.26 δὲ καὶ ἀκροαταὶ, πάντες ἄγγελοι, καὶ ἀνθρώπων ὅσοιπερ ἄγγελοι τυγχάνουσιν ὄντες, ἢ καὶ γενέσθαι ἐπιθυμοῦσιν. Οὗτοι γὰρ μόνοι ταύτης ἀκριβῶς ἐπακοῦσαι δύναιντ' ἂν τῆς ἁρμονίας, καὶ ἐπὶ τῶν ἔργων αὐτὴν ἐπιδείξασθαι, καὶ ἀκροατὰς εἶναι, οἵους εἶναι χρή. Ὡς οἵ γε ἄλλοι πάντες, καθάπερ τὰ παιδία τὰ μικρὰ, ἀκούουσι μὲν, οὐκ ἴσασι δὲ ἅπερ ἀκούουσιν, ἀλλὰ περὶ πλακοῦντας ἐπτόηνται καὶ ἀθύρματα παιδικά· οὕτω δὴ καὶ οὗτοι γελῶντες, τρυφῶντες, καὶ πλούτῳ, καὶ δυναστείᾳ, καὶ τῇ γαστρὶ ζῶντες, ἀκούουσι μὲν ἔσθ' ὅτε τῶν εἰρημένων, μέγα δὲ οὐδὲν οὐδὲ ὑψηλὸν ἐπὶ τῶν ἔργων ἐνδείκνυνται, τῷ καθάπαξ τῇ πλινθείᾳ καὶ τῷ πηλῷ προσηλοῦν ἑαυτούς. Τούτῳ τῷ ἀποστόλῳ αἱ ἄνωθεν δυνάμεις παρεστήκασιν, ἐκπληττόμεναι τὸ κάλλος αὐτοῦ τῆς ψυχῆς καὶ τὴν σύνεσιν, καὶ τὴν ὥραν τῆς ἀρετῆς, δι' ἧς καὶ αὐτὸν ἐπεσπάσατο τὸν Χριστὸν, καὶ τὴν πνευματικὴν εἴληφε χάριν. Καθάπερ γάρ τινα λύραν εὐάρμοστον καὶ λιθοκόλλητον χρυσοῦς ἔχουσαν φθόγγους, οὕτω τὴν αὑτοῦ παρασκευάσας ψυχὴν, ἔδωκε δι' αὐτῆς μέγα τι καὶ ὑψηλὸν ἐνηχῆσαι τῷ Πνεύματι. βʹ. Ὡς οὖν οὐκέτι τοῦ ἁλιέως, οὐδὲ τοῦ υἱοῦ Ζεβεδαίου, ἀλλὰ τοῦ τὰ βάθη τοῦ Θεοῦ εἰδότος, τοῦ Πνεύματος λέγω, ταύτην ἀνακρουομένου τὴν λύραν, οὕτως ἀκούωμεν. Οὐδὲν γὰρ ἀνθρώπινον ἡμῖν ἐρεῖ, ἀλλ' ἀπὸ τῶν ἀβύσσων τῶν πνευματικῶν, ἅπερ ἂν εἴπῃ, ἀπὸ τῶν ἀποῤῥήτων ἐκείνων, ἃ μηδὲ ἄγγελοι πρὶν ἢ γενέσθαι ᾔδεισαν· Μεθ' ἡμῶν γὰρ δὴ καὶ οὗτοι διὰ τῆς Ἰωάννου φωνῆς, καὶ δι' ἡμῶν ἔμαθον ἅπερ ἔγνωμεν. Καὶ τοῦτο ἐδήλωσεν ἀπόστολος ἕτερος, εἰπών· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Εἰ τοίνυν καὶ ἀρχαὶ καὶ ἐξουσίαι καὶ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ διὰ τῆς Ἐκκλησίας ἔμαθον ταῦτα, εὔδηλον ὅτι καὶ αὗται μετὰ πολλῆς τῆς σφοδρότητος περὶ ταύτην ἐσπούδασαν τὴν ἀκρόασιν. Καὶ γὰρ καὶ τούτῳ τετιμήμεθα οὐ μικρῶς, τῷ μεθ' ἡμῶν τοὺς ἀγγέλους μαθεῖν ἅπερ ἠγνόουν· τὸ δὲ καὶ δι' ἡμῶν, οὔπω τέως φημί. Πολλὴν οὖν παρέχωμεν καὶ ἡμεῖς τὴν σιγὴν μετὰ τῆς εὐκοσμίας, μὴ σήμερον μόνον, μηδὲ κατὰ τὴν ἡμέραν ἐν ᾗ ἀκούομεν, ἀλλὰ διὰ παντὸς τοῦ βίου· ἐπειδὴ καὶ διὰ παντὸς ἀκούειν αὐτοῦ καλόν. Εἰ γὰρ τὰ ἐν βασιλείοις γινόμενα ποθοῦμεν εἰδέναι· οἷον, τί εἶπε, τί πεποίηκε, τί βουλεύεται περὶ τῶν ἀρχομένων ὁ βασιλεύων, καίτοι γε πολλάκις οὐδὲν πρὸς ἡμᾶς ὄντα· πολλῷ μᾶλλον ἅπερ ὁ Θεὸς εἶπε ποθεινὸν ἀκοῦσαι, καὶ μάλιστα ὅταν ἡμῖν ἅπαντα διαφέρῃ. Ταῦτα δὲ ἅπαντα μετὰ ἀκριβείας ἡμῖν οὗτος ἐρεῖ, φίλος αὐτοῦ τοῦ βασιλεύοντος ὤν· μᾶλλον δὲ καὶ αὐτὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, καὶ παρ' αὐτοῦ πάντα ἀκούων, ἃ παρὰ τοῦ Πατρὸς ἐκεῖνος· Ὑμᾶς γὰρ εἴρηκα φίλους, φησὶν, ὅτι πάντα, ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν. Ὥσπερ οὖν εἴ τινα ἄνωθεν ἐκ τῆς κορυφῆς τοῦ οὐρανοῦ διακύψαντα ἀθρόον εἴδομεν, καὶ ἐπαγγελλόμενον τὰ ἐκεῖ μετὰ ἀκριβείας ἐρεῖν, πάντες ἂν ἐπεδράμομεν· οὕτω καὶ νῦν διατεθῶμεν. Ἐκεῖθεν γὰρ ἡμῖν ὁ ἀνὴρ οὗτος διαλέγεται. Οὐ γάρ ἐστιν ἐκ τοῦ κόσμου τούτου, καθώς φησι καὶ αὐτὸς ὁ Χριστός· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου 59.27 τούτου· καὶ τὸν Παράκλητον ἔχει φθεγγόμενον ἐν ἑαυτῷ τὸν πανταχοῦ παρόντα, τὸν οὕτως ἀκριβῶς εἰδότα τὰ τοῦ Θεοῦ, ὡς τὰ ἑαυτῆς οἶδεν ἡ τῶν ἀνθρώπων ψυχή· τὸ Πνεῦμα τῆς ἁγιωσύνης, τὸ Πνεῦμα τὸ εὐθὲς, τὸ ἡγεμονικὸν, τὸ χειραγωγοῦν εἰς τοὺς οὐρανοὺς, τὸ ποιοῦν ὀφθαλμοὺς ἑτέρους, τὸ παρασκευάζον τὰ μέλλοντα ὡς τὰ παρόντα ὁρᾷν, τὸ καὶ μετὰ σαρκὸς τὰ ἐν τοῖς οὐρανοῖς κατοπτεύειν παρέχον. Πολλὴν τοίνυν παρέχωμεν τὴν ἡσυχίαν διὰ παντὸς αὐτῷ τοῦ βίου· μηδεὶς νωθὴς, μηδεὶς ὑπνηλὸς, μηδεὶς ῥυπώδης ἐνταῦθα εἰσιὼν μενέτω· ἀλλὰ μεταστήσωμεν ἑαυτοὺς πρὸς τὸν οὐρανόν· ἐκεῖ γὰρ ταῦτα φθέγγεται τοῖς ἐκεῖ πολιτευομένοις. Κἂν μείνωμεν ἐπὶ τῆς γῆς, οὐδὲν κερδανοῦμεν ἐντεῦθεν μέγα. Οὐδὲν γὰρ πρὸς τοὺς οὐ βουλομένους ἀπαλλαγῆναι
2
τοῦ χοιρώδους βίου τὰ Ἰωάννου, ὥσπερ οὖν οὐδὲ πρὸς ἐκεῖνον τὰ ἐνταῦθα. Ἡ μὲν οὖν βροντὴ καταπλήττει τὰς ἡμετέρας ψυχὰς, ἄσημον ἔχουσα τὴν ἠχήν· ἡ δὲ τούτου φωνὴ θορυβεῖ μὲν οὐδένα τῶν πιστῶν, ἀλλὰ καὶ ἀνίησι θορύβου καὶ ταραχῆς· καταπλήττει δὲ δαίμονας μόνους καὶ τοὺς ἐκείνοις δουλεύοντας. Ἵν' οὖν ἴδωμεν ὅπως αὐτοὺς καταπλήττῃ, πολλὴν παρέχωμεν τὴν σιγὴν καὶ τὴν ἔξωθεν καὶ τὴν κατὰ διάνοιαν· καὶ ταύτην μάλιστα, Τί γὰρ ὄφελος τοῦ στόματος ἠρεμοῦντος, ὅταν ἡ ψυχὴ θορυβῆται καὶ πολλὴν ἔχῃ τὴν ζάλην; Ἐκείνην ἐγὼ ζητῶ τὴν ἡσυχίαν, τὴν ἀπὸ διανοίας, τὴν ἀπὸ ψυχῆς· ἐπειδὴ καὶ τῆς ἀκοῆς ἐκείνης δέομαι. Μηδεμία τοίνυν ἐνοχλείτω χρημάτων ἐπιθυμία, μηδὲ δόξης ἔρως, μὴ θυμοῦ τυραννὶς, μὴ τῶν ἄλλων παθῶν ὁ λοιπὸς ὄχλος. Οὐ γὰρ ἔστι μὴ καθαρθεῖσαν τὴν ἀκοὴν ἰδεῖν τῶν λεγομένων τὸ ὕψος, ὡς ἰδεῖν χρὴ, οὐδὲ γνῶναι ὡς δεῖ τῶν μυστηρίων τούτων τὸ φρικτὸν καὶ ἀπόῤῥητον, καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν τὴν ἐν τοῖς θείοις τούτοις χρησμοῖς. Εἰ γὰρ μέλος αὐλητικὸν καὶ κιθαρῳδίαν οὐκ ἄν τις μάθοι καλῶς, μὴ πάντη συντείνας τὸν νοῦν, πῶς μυστικῶν φωνῶν καθήμενος ἀκροατὴς ἐπακοῦσαι δυνήσεται ῥᾳθυμούσῃ ψυχῇ; γʹ. Διὰ τοῦτο καὶ Χριστὸς παρῄνει, λέγων· Μὴ δῶτε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Μαργαρίτας δὲ ταῦτα τὰ ῥήματα ἐκάλεσε, καίτοι πολλῷ τιμιώτερα τούτων ὄντα, ἐπειδὴ ταύτης τῆς ὕλης οὐκ ἔστιν ἡμῖν ἑτέρα τιμιωτέρα. Διὰ τοῦτο καὶ τὴν ἡδονὴν αὐτῶν μέλιτι πολλάκις παραβάλλειν εἴωθεν, οὐκ ἐπειδὴ τοσοῦτον αὐτῆς τὸ μέτρον μόνον, ἀλλ' ὅτι τούτου οὐδέν ἐστιν ἕτερον ἥδιον παρ' ἡμῖν. Ἐπεὶ ὅτι γε καὶ λίθων φύσιν τιμίων, καὶ παντὸς μέλιτος ἡδονὴν, κατὰ πολλὴν νικᾷ τὴν ὑπερβολὴν, ἄκουσον τοῦ Προφήτου λέγοντος περὶ αὐτῶν, καὶ τὴν ὑπερβολὴν ταύτην δεικνύντος· Ἐπιθυμητὰ γὰρ, φησὶν, ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺ, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον· ἀλλὰ τοῖς ὑγιαίνουσι· διὸ ἐπήγαγε, Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά. Καὶ ἀλλαχοῦ πάλιν, εἰπὼν αὐτὰ γλυκέα, προσέθηκε, Τῷ λάρυγγί μου. Ὡς γλυκέα γὰρ, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου. Καὶ τὴν ὑπερβολὴν πάλιν διατηρεῖ, λέγων· Ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου· ἐπειδὴ σφόδρα ὑγίαινε. Μὴ τοίνυν μηδὲ ἡμεῖς νοσοῦντες προσερχώμεθα τούτοις· ἀλλὰ θεραπεύσαντες τὴν ψυχὴν, οὕτω δεχώμεθα τὴν ἑστίασιν. Διὰ γὰρ τοῦτο τοσαῦτα προειπὼν, οὐδέπω καθῆκα εἰς τὰς ῥήσεις ταύτας, ἵνα ἕκαστος πάντα ἀποθέμενος ἀῤῥωστίας τρόπον, ὥσπερ εἰς αὐτὸν εἰσιὼν τὸν οὐρανὸν, οὕτως εἰσίῃ καθαρὸς καὶ θυμοῦ, καὶ φροντίδος, καὶ ἀγωνίας βιωτικῆς, καὶ τῶν ἄλλων ἀπηλλαγμένος παθῶν. Οὐ γὰρ 59.28 ἔστιν ἑτέρως κερδᾶναί τι μέγα ἐντεῦθεν, μὴ πρότερον οὕτως ἀνακαθάραντα τὴν ψυχήν. Καὶ μή μοι λεγέτω τις ὅτι βραχὺς ὁ καιρὸς ὁ μεταξὺ τῆς συνάξεως τῆς μελλούσης. Ἔξεστι γὰρ οὐχὶ ἐν πέντε μόνον ἡμέραις, ἀλλὰ καὶ ἐν μιᾷ ῥοπῇ μεταθέσθαι τὸν βίον ἅπαντα. Τί γὰρ, εἰπέ μοι, λῃστοῦ καὶ ἀνδροφόνου χεῖρον; οὐχὶ τὸ ἔσχατον τοῦτο τῆς κακίας εἶδός ἐστιν; Ἀλλ' ὅμως εἰς τὸ ἄκρον τῆς ἀρετῆς εὐθέως ἔφθασε, καὶ εἰς αὐτὸν ἐχώρησε τὸν παράδεισον· οὐχ ἡμερῶν δεηθεὶς, οὐχ ἡμίσους ἡμέρας, ἀλλὰ βραχείας ῥοπῆς. Ὥστε ἔξεστιν ἄφνω μεταθέσθαι, καὶ γενέσθαι χρύσεον ἀντὶ πηλίνου. Ἐπειδὴ γὰρ οὐ φύσει τὰ τῆς ἀρετῆς καὶ τῆς κακίας ἐστὶν, εὔκολος ἡ μετάθεσις, πάσης ἀνάγκης ἀπηλλαγμένη. Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, φησὶ, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ὁρᾷς ὅτι βουλήσεως δεῖ μόνης; βουλήσεως, οὐ τῆς κοινῆς μόνον ταύτης, τῆς τῶν πολλῶν, ἀλλὰ τῆς ἐσπουδασμένης. Ἐπεὶ ἅπαντας οἶδα εἰς τὸν οὐρανὸν θέλοντας ἀναπτῆναι νῦν, ἀλλὰ διὰ τῶν ἔργων δεῖ τὴν θέλησιν ἐπιδείξασθαι. Καὶ γὰρ ὁ ἔμπορος θέλει πλουτεῖν, ἀλλ' οὐ μέχρι τῆς διανοίας τὸ θέλειν ἵστησιν, ἀλλὰ καὶ πλοῖον κατασκευάζεται, καὶ συνάγει ναύτας, καὶ παρακαλεῖ κυβερνήτην, καὶ τοῖς ἄλλοις ἅπασι κατασκευάζει τὸ πλοῖον, καὶ χρυσίον δανείζεται, καὶ περᾷ πέλαγος, καὶ εἰς ξένην ἄπεισι γῆν, καὶ κινδύνους ὑπομένει πολλοὺς, καὶ τὰ ἄλλα πάντα ἅπερ ἴσασιν οἱ τὴν θάλατταν πλέοντες. Οὕτω καὶ ἡμᾶς δεῖ τὴν βούλησιν ἐπιδείξασθαι.
3
Πλέομεν γὰρ καὶ ἡμεῖς πλοῦν, οὐ τὸν ἀπὸ γῆς εἰς γῆν, ἀλλὰ τὸν ἀπὸ γῆς εἰς οὐρανόν. Κατασκευάσωμεν οὖν τὸν λογισμὸν τὸν ἡμέτερον πρὸς κυβέρνησιν ἐπιτήδειον τὴν ἄνω φέρουσαν, καὶ ναύτας αὐτῷ πειθηνίους, καὶ πλοῖον στερεὸν, ὥστε μήτε περιστάσει καὶ ἀθυμίᾳ βαπτίζεσθαι βιωτικῇ, μήτε ἀλαζονείας ἐπαίρεσθαι πνεύματι, ἀλλ' εὔζωνον εἶναι καὶ κοῦφον. Ἂν οὕτω μὲν τὸ πλοῖον, οὕτω δὲ τὸν κυβερνήτην καὶ τοὺς ναύτας παρασκευάσωμεν, ἐξ οὐρίων πλευσόμεθα, καὶ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν ἀληθῆ κυβερνήτην ἐπισπασόμεθα πρὸς ἑαυτούς· ὃς οὐκ ἀφήσει βαπτισθῆναι τὸ σκάφος ἡμῖν, ἀλλὰ κἂν μυρίοι πνεύσωσιν ἄνεμοι, καὶ τοῖς ἀνέμοις ἐπιτιμήσει, καὶ τῇ θαλάττῃ, καὶ ἀντὶ σάλου πολλὴν ἐργάσεται τὴν γαλήνην. δʹ. Κατασκευάσαντες τοίνυν ἑαυτοὺς οὕτως, τῇ ἐπιούσῃ παραγένεσθε τῇ ἐκκλησίᾳ, εἴ γε περισπούδαστον ὑμῖν τι τῶν χρησίμων ἀκοῦσαι καὶ ἐναποθέσθαι τὰ λεγόμενα τῇ ψυχῇ. Μηδεὶς ὁδὸς ἔστω, μηδεὶς πέτρα, μηδεὶς ἀκανθῶν πεπληρωμένος. Ποιήσωμεν ἑαυτοὺς νεώματα· οὕτω γὰρ καὶ ἡμεῖς μετὰ προθυμίας τὰ σπέρματα καταβαλοῦμεν, ἐὰν ἴδωμεν τὴν γῆν καθαράν· ἐὰν δὲ λιθώδη καὶ τραχεῖαν, σύγγνωτε μὴ βουλομένοις εἰκῆ πονεῖσθαι· εἰ γὰρ τὸ σπείρειν ἀφέντες, ἀρξόμεθα τὰς ἀκάνθας ἐκκόπτειν, πάλιν ἐσχάτης ἀνοίας σπέρματα καταβαλεῖν εἰς ἀνέργαστον γῆν. Τὸν ταύτης ἀπολαύοντα τῆς ἀκροάσεως, οὐ δεῖ τῆς δαιμονικῆς μετέχειν τραπέζης. Τίς γὰρ κοινωνία δικαιοσύνῃ καὶ ἀνομίᾳ; Ἕστηκας ἀκούων Ἰωάννου, καὶ δι' ἐκείνου τὰ τοῦ Πνεύματος μανθάνων, καὶ μετὰ ταῦτα ἀπέρχῃ πορνῶν ἀκουσόμενος γυναικῶν, αἰσχρὰ φθεγγομένων, αἰσχρότερα ὑποκρινομένων, καὶ μαλακῶν ῥαπιζομένων τε καὶ ῥαπιζόντων ἀλλήλους, Πῶς δυνήσῃ καλῶς καθαρθῆναι, ἐγκαλινδούμενος βορβόρῳ τοσούτῳ; Τί γὰρ δεῖ κατὰ μέρος πᾶσαν καταλέγειν τὴν ἀσχημοσύνην τὴν αὐτόθι; Πάντα γὰρ ἐκεῖ γέλως, 59.29 πάντα αἰσχύνη, πάντα ὄνειδος, καὶ λοιδορίαι καὶ σκώμματα· πάντα ἔκλυσις, πάντα λύμη. Ἰδοὺ προλέγω καὶ παραγγέλλω πᾶσιν ὑμῖν· μηδεὶς τῶν ταύτης ἀπολαυόντων τῆς τραπέζης, φθειρέτω τὴν ἑαυτοῦ ψυχὴν τοῖς δηλητηρίοις ἐκείνοις θεάμασι. Πομπὴ πάντα ἐστὶ τὰ ἐκεῖ λεγόμενα καὶ πραττόμενα σατανική. Ἴστε δὲ οἱ μεμυημένοι, ποίας ἡμῖν ἔθεσθε συνθήκας· μᾶλλον δὲ ποίας ἔθεσθε τῷ Χριστῷ, ὅτε ὑμᾶς αὐτὸς ἐμυσταγώγει· τί πρὸς αὐτὸν εἴπατε, τί περὶ τῆς πομπῆς τῆς σατανικῆς αὐτῷ διελέχθητε, πῶς μετὰ τοῦ σατανᾶ καὶ τῶν ἀγγέλων αὐτοῦ, καὶ ταύτῃ τότε ἀπετάττεσθε, καὶ ὑπισχνεῖσθε, μηδὲ παρακύψειν ἐκεῖ; Δέος οὖν οὐ μικρὸν, μὴ περὶ τὰς τοιαύτας ὑποσχέσεις ἀγνώμων τις γενόμενος, ἀνάξιον ἑαυτὸν καταστήσῃ τῶν μυστηρίων τούτων. Οὐχ ὁρᾷς πῶς ἐν ταῖς βασιλικαῖς αὐλαῖς, οὐχ οἱ προσκεκρουκότες, ἀλλ' οἱ τετιμημένοι καλοῦνται μεθέξοντες τῆς γνώμης ἐκείνης, καὶ εἰς τοὺς φίλους τάττονται τοὺς βασιλικούς; Πρεσβευτὴς ἡμῖν ἦλθεν ἐξ οὐρανοῦ, παρ' αὐ 59.30 τοῦ πεμφθεὶς τοῦ Θεοῦ, περί τινων ἀναγκαίων διαλεξόμενος· εἶτα ὑμεῖς ἀφέντες ἀκοῦσαι τί βούλεται καὶ τί διαπρεσβεύεται πρὸς ἡμᾶς, κάθησθε μίμων ἀκούοντες. Καὶ πόσων οὐκ ἄξια ταῦτα κεραυνῶν, πόσων σκηπτῶν; Ὥσπερ γὰρ τραπέζης οὐ χρὴ μετέχειν δαιμονίων· οὕτως οὐδὲ ἀκροάσεως δαιμονίων, οὐδὲ μετὰ ῥυπαρᾶς τῆς ἐσθῆτος εἰς τὴν λαμπρὰν τράπεζαν παραγενέσθαι τὴν τοσούτων γέμουσαν ἀγαθῶν, ἣν αὐτὸς παρεσκεύασεν ὁ Θεός. Τοσαύτη γὰρ αὐτῆς ἡ δύναμις, ὡς καὶ πρὸς τὸν οὐρανὸν αὐτὸν ἀθρόον ἡμᾶς ἐπᾶραι, μόνον ἐὰν σώφρονι διανοίᾳ προσέχωμεν. Οὐ γὰρ ἔστι τὸν συνεχῶς τοῖς θείοις ἐπαδόμενον λόγοις ἐπὶ τῆς παρούσης μεῖναι ταπεινότητος· ἀλλὰ ἀνάγκη πτερωθῆναι εὐθέως, καὶ πρὸς αὐτὸν ἀναπτῆναι τὸν ἄνω χῶρον, καὶ τοῖς ἀπείροις ἐντυχεῖν τῶν ἀγαθῶν θησαυροῖς· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.29 ΟΜΙΛΙΑ Βʹ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. αʹ. Εἰ μὲν Ἰωάννης ἡμῖν ἔμελλε διαλέξεσθαι, καὶ τὰ αὐτοῦ πρὸς ἡμᾶς ἐρεῖν, ἀναγκαῖον ἦν καὶ γένος αὐτοῦ καὶ πατρίδα εἰπεῖν καὶ ἀνατροφήν. Ἐπειδὴ δὲ οὐχ οὗτος, ἀλλ' ὁ
4
Θεὸς δι' αὐτοῦ πρὸς τὴν τῶν ἀνθρώπων φθέγγεται φύσιν, περιττὸν εἶναί μοι δοκεῖ καὶ παρέλκον ταῦτα ἀναζητεῖν· μᾶλλον δὲ οὐδὲ οὕτω περιττὸν, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον. Ὅταν γὰρ μάθῃς τίς ἦν, καὶ πόθεν, καὶ τίνων, καὶ ποταπὸς, εἶτα ἀκούσῃς αὐτοῦ τῆς φωνῆς καὶ τῆς φιλοσοφίας ἁπάσης· τότε εἴσῃ καλῶς, ὅτι οὐκ ἐκείνου ταῦτα ἦν, ἀλλὰ τῆς θείας δυνάμεως, τῆς κινούσης αὐτοῦ τὴν ψυχήν. Ποίας οὖν ἦν πατρίδος; Πατρίδος μὲν οὐδεμιᾶς, κώμης δὲ εὐτελοῦς καὶ χώρας φαυλοτέρας, καὶ οὐδὲν φερούσης ἀγαθόν. Τὴν γὰρ Γαλιλαίαν διαβάλλουσι μὲν οἱ γραμματεῖς, λέγοντες· Ἐρώτησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται προφήτης. Διαβάλλει δὲ καὶ ὁ ἀληθῶς Ἰσραηλίτης, λέγων· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Καὶ ταύτης ὢν τῆς γῆς, οὐδὲ ἐπισήμου χωρίου τινὸς ἦν. Ἀλλ' οὐδὲ ἐκ προσηγορίας γνωρίμου οὗτος ἐκεῖθεν ἦν, πατρὸς δὲ ἁλιέως πένητος· οὕτω πένητος, ὡς καὶ τοὺς παῖδας ἐπὶ τὴν αὐτὴν ἐργασίαν ἀγαγεῖν. Ἴστε δὲ ἅπαντες, ὅτι οὐδεὶς χειροτέχνης αἱρήσεται τὸν υἱὸν ποιῆσαι τῆς τέχνης τῆς ἑαυτοῦ κληρονόμον, πλὴν εἰ μὴ σφόδρα καταναγκάζοι πενία· καὶ μάλιστα, ὅταν εὐτελὴς ἡ τέχνη ᾖ. Ἁλιέων δὲ οὐδὲν πενέστερον, οὐδὲ εὐτελέστερον, ἀλλ' οὐδὲ ἀμαθέστερόν τι γένοιτ' ἄν· πλὴν ἀλλὰ καὶ ἐν αὐτοῖς τούτοις οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους εἰσίν. Ὁ δὲ ἀπόστολος ἡμῖν οὗτος κἀνταῦθα τὴν ἐλάσσω τάξιν ἐπεῖχεν· οὐ γὰρ ἀπὸ τῆς θαλάσσης ἐθήρευεν, ἀλλ' ἐν μικρᾷ τινι λίμνῃ διέτριβε, καὶ περὶ ταύτην αὐτὸν στρεφόμενον μετὰ τοῦ πατρὸς καὶ Ἰακώβου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ διεῤῥωγότα ῥάπτοντας δίκτυα (ὃ καὶ αὐτὸ τῆς ἐσχάτης πενίας ἦν), οὕτως ἐκάλεσεν ὁ Χριστός. Παιδείας δὲ ἕνεκεν τῆς ἔξωθεν, ἔστι μὲν καὶ ἐκ τούτων μαθεῖν, ὅτι οὐδ' ὁτιοῦν αὐτῷ μετῆν. Ἄλλως δὲ καὶ ὁ Λουκᾶς μαρτυρεῖ γράφων, ὅτι οὐ μόνον ἰδιώτης, ἀλλὰ καὶ ἀγράμ 59.30.20 ματος ἦν· εἰκότως. Ὁ γὰρ οὕτω πένης, καὶ μήτε εἰς ἀγορὰς ἐμβάλλων, μήτε ἀξιοπίστοις ἐντυγχάνων ἀνδράσιν, ἀλλὰ τῇ ἁλείᾳ προσηλωμένος, εἴποτε δέ τινι καὶ συνεγένετο, καπήλοις ἰχθύων καὶ μαγείροις ὁμιλῶν, τί τῶν θηρίων καὶ ἀλόγων ἔμελλεν ἄμεινον διακεῖσθαι; πῶς δὲ οὐχὶ αὐτῶν μιμεῖσθαι τῶν ἰχθύων τὴν ἀφωνίαν; Οὗτος δὴ οὖν ὁ ἁλιεὺς, ὁ περὶ λίμνας στρεφόμενος καὶ δίκτυα καὶ ἰχθῦς, ὁ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, ὁ πατρὸς ἁλιέως πένητος, καὶ πένητος πενίαν τὴν ἐσχάτην, ὁ ἰδιώτης ἰδιωτείαν καὶ ταύτην τὴν ἐσχάτην, ὁ γράμματα μήτε πρότερον μαθὼν, μήτε ὕστερον μετὰ τὸ συγγενέσθαι τῷ Χριστῷ, ἴδωμεν τί φθέγγεται, καὶ περὶ τίνων ἡμῖν διαλέγεται. Ἆρα περὶ τῶν ἐν ἀγροῖς; περὶ τῶν ἐν ποταμοῖς; περὶ συμβολαίων ἰχθύων; ταῦτα γὰρ ἴσως παρὰ ἁλιέως ἀκούσεσθαι προσδοκᾷ τις. Ἀλλὰ μὴ δείσητε· τούτων μὲν γὰρ οὐδὲν ἀκουσόμεθα· τὰ δὲ ἐν τοῖς οὐρανοῖς, καὶ ἃ μηδεὶς μηδέπω ἔμαθε πρὸ τούτου. Οὕτω γὰρ ἡμῖν ὑψηλὰ δόγματα, καὶ πολιτείαν ἀρίστην, καὶ φιλοσοφίαν ἥκει κομίζων, ὡς εἰκὸς τὸν ἀπ' αὐτῶν φθεγγόμενον τῶν τοῦ Πνεύματος θησαυρῶν [ὡς ἀπ' αὐτῶν ἄρτι παραγενόμενος τῶν οὐρανῶν· μᾶλλον δὲ οὐδὲ τοὺς ἐκεῖ πάντας εἰκὸς ἦν εἰδέναι, ὅπερ καὶ ἔφθην εἰπών]. Ταῦτα οὖν ἁλιέως, εἰπέ μοι; ῥήτορος δὲ ὅλως; σοφιστοῦ δὲ ἢ φιλοσόφου; παντὸς δὲ τοῦ τὴν ἔξωθεν πεπαιδευμένου σοφίαν; Οὐδαμῶς. Οὐ γὰρ ἀνθρωπίνης ἁπλῶς ψυχῆς περὶ τῆς ἀκηράτου καὶ μακαρίας ἐκείνης φύσεως τοιαῦτα φιλοσοφεῖν, περὶ τῶν μετ' ἐκείνην δυνάμεων, περὶ ἀθανασίας καὶ ζωῆς ἀπείρου, περὶ φύσεως σωμάτων θνητῶν τε καὶ ἀθανάτων ὕστερον ἐσομένων, περὶ κολάσεως, περὶ τοῦ μέλλοντος δικαστηρίου, περὶ τῶν ἐσομένων εὐθυνῶν, τῶν ἐν ῥήμασι, τῶν ἐν πράξεσι, τῶν ἐν λογισμοῖς καὶ διανοίᾳ· καὶ τί μὲν ἄνθρωπος, εἰδέναι, τί δὲ κόσμος· καὶ τί μὲν ὁ ὄντως ἄνθρωπος, τί δὲ ὁ δοκῶν μὲν εἶναι, οὐκ ὢν δέ· τί κακία, καὶ τί ἀρετή. βʹ. Τούτων γὰρ ἔνια ἐζήτησαν μὲν οἱ περὶ Πλάτωνα καὶ Πυθαγόραν· τῶν γὰρ ἄλλων οὐδὲ ἁπλῶς μνημονευτέον ἡμῖν φιλοσόφων· οὕτω καταγέλαστοι ἐντεῦθεν μεθ' ὑπερβολῆς γεγόνασιν ἅπαντες. Οἱ δὲ τῶν ἄλλων θαυμασθέντες πλέον παρ' αὐτοῖς, καὶ πιστευθέντες εἶναι κορυφαῖοι τῆς ἐπιστήμης ἐκείνης, οὗτοι μάλιστα τῶν ἄλλων εἰσίν· 59.31 οἳ καὶ πολιτείας μὲν
5
ἕνεκεν καὶ νόμων συνθέντες τινὰ ἔγραψαν· ὅμως δὲ ἐν ἅπασι παίδων αἰσχρότερον κατεγελάσθησαν. Τάς τε γὰρ γυναῖκας κοινὰς ἅπασι ποιοῦντες, καὶ τὸν βίον αὐτὸν ἀνατρέποντες, καὶ τὸ σεμνὸν διαφθείροντες τοῦ γάμου, καὶ ἕτερα τοιαῦτα καταγέλαστα νομοθετοῦντες, οὕτω πάντα τὸν βίον αὐτῶν ἀνάλωσαν. Δογμάτων δὲ ἕνεκεν τῶν περὶ ψυχῆς, οὐδὲ ὑπερβολήν τινα κατέλιπον αἰσχύνης λοιπὸν, μυίας, καὶ κώνωπας, καὶ θάμνους τὰς τῶν ἀνθρώπων λέγοντες γίνεσθαι ψυχὰς, καὶ τὸν Θεὸν αὐτὸν ψυχὴν εἶναι φάσκοντες, καὶ ἕτερα ἄττα τινὰ τοιαῦτα ἀσχημονοῦντες. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ κατηγορίας ἄξιον· ἀλλὰ καὶ ὁ πολὺς αὐτῶν τῶν λόγων εὔριπος. Καθάπερ γὰρ ἐν εὐρίπῳ τῇδε κἀκεῖσε περιφερόμενοι, οὕτως οὐδέποτε ἐπὶ τῶν αὐτῶν ἑστήκεσαν, ἅτε ἀπὸ τῶν ἀδήλων καὶ ἐπισφαλῶν λογισμῶν πάντα φθεγγόμενοι. Ἀλλ' οὐχ ὁ ἁλιεὺς οὗτος οὕτως· ἀλλ' ἅπαντα μετὰ ἀσφαλείας φθέγγεται, καὶ ὥσπερ ἐπὶ πέτρας ἑστηκὼς, οὐδαμοῦ περιτρέπεται. Ἐν αὐτοῖς γὰρ τοῖς ἀδύτοις γενέσθαι καταξιωθεὶς, καὶ τὸν πάντων Δεσπότην ἐν ἑαυτῷ λαλοῦντα ἔχων, οὐδὲν ἀνθρώπινον ἔπασχεν· ἐκεῖνοι δὲ ὥσπερ οἱ τῶν μὲν βασιλείων οὐδὲ ὄναρ ἐπιβῆναι καταξιωθέντες, ἔξω δὲ ἐπ' ἀγορᾶς μετὰ τῶν ἄλλων διατρίβοντες ἀνθρώπων, καὶ ἀπὸ τῆς ἰδίας διανοίας καταστοχαζόμενοι τῶν ἀοράτων, τὴν πολλὴν ἐπλανήθησαν πλάνην, περὶ τῶν ἀῤῥήτων διαλεχθῆναι θελήσαντες, καὶ καθάπερ τυφλοὶ καὶ μεθύοντες, καὶ ἐν αὐτῇ τῇ πλάνῃ ἀλλήλοις προσέῤῥηξαν· οὐκ ἀλλήλοις δὲ μόνον, ἀλλὰ καὶ ἑαυτοῖς, πολλαχοῦ καὶ περὶ τῶν αὐτῶν ἀεὶ μετατιθέμενοι. Ὁ δὲ ἀγράμματος οὗτος, ὁ ἰδιώτης, ὁ ἀπὸ Βηθσαϊδὰ, ὁ Ζεβεδαίου παῖς· κἂν μυριάκις καταγελῶσιν Ἕλληνες τῆς τῶν ὀνομάτων ἀγροικίας, οὐδὲν ἧττον μετὰ πλείονος αὐτὰ τῆς παῤῥησίας ἐρῶ· ὅσῳ γὰρ ἂν τὸ ἔθνος αὐτοῖς βάρβαρον φαίνηται καὶ τῆς Ἑλληνικῆς ἀπέχον παιδεύσεως, τοσούτῳ λαμπρότερα τὰ ἡμέτερα φανεῖται. Ὅταν γὰρ ὁ βάρβαρος καὶ ἀμαθὴς τοιαῦτα φθέγγηται, ἃ μηδεὶς τῶν ἐπὶ γῆς ἀνθρώπων συνεῖδέ ποτε, καὶ μὴ φθέγγηται μόνον, ἀλλὰ καὶ πείθῃ· καίτοι εἰ καὶ τοῦτο μόνον ἦν, μέγα τὸ θαῦμα ἦν· νῦν δὲ πρὸς τούτῳ καὶ ἕτερον τούτου μεῖζον παρέχῃ τεκμήριον, τοῦ θεόπνευστα εἶναι τὰ λεγόμενα, τὸ τοὺς ἀκούοντας πείθειν ἅπαντας διὰ τοῦ χρόνου παντὸς, τίς οὐ θαυμάσεται τὴν ἐνοικοῦσαν αὐτῷ δύναμιν; Καὶ γὰρ καὶ τοῦτο μέγιστον, ὅπερ ἔφην, τεκμήριον τοῦ μηδὲν οἴκοθεν αὐτὸν νομοθετεῖν. Οὗτος δὴ οὖν ὁ βάρβαρος, τῇ μὲν τοῦ εὐαγγελίου γραφῇ τὴν οἰκουμένην κατέλαβεν ἅπασαν, τῷ δὲ σώματι μέσην κατέσχε τὴν Ἀσίαν, ἔνθα τὸ παλαιὸν ἐφιλοσόφουν οἱ τῆς Ἑλληνικῆς συμμορίας ἅπαντες, κἀκεῖθεν τοῖς δαίμοσίν ἐστι φοβερὸς, ἐν μέσῳ τῶν ἐχθρῶν διαλάμπων, καὶ τὸν ζόφον αὐτῶν σβεννὺς, καὶ τὴν ἀκρόπολιν τῶν δαιμόνων καταλύων· τῇ δὲ ψυχῇ πρὸς τὸν χῶρον ἀνεχώρησεν ἐκεῖνον, τὸν ἁρμόττοντα τῷ τὰ τοιαῦτα ἐργασαμένῳ. Καὶ τὰ μὲν Ἑλλήνων ἔσβεσται ἅπαντα καὶ ἠφάνισται, τὰ δὲ τούτου καθ' ἑκάστην λαμπρότερα γίνεται. Ἐξ ὅτου γὰρ καὶ οὗτος καὶ οἱ λοιποὶ ἁλιεῖς, ἐξ ἐκείνου τὰ μὲν Πυθαγόρου σεσίγηται καὶ τὰ Πλάτωνος, δοκοῦντα πρότερον κρατεῖν, καὶ οὐδὲ ἐξ ὀνόματος αὐτοὺς ἴσασιν οἱ πολλοί· καίτοι Πλάτων καὶ τυράννοις συνεγένετο μετακληθεὶς, ὥς φασι, καὶ πολλοὺς 59.32 ἔσχεν ἑταίρους, καὶ εἰς Σικελίαν ἔπλευσε· Πυθαγόρας δὲ τὴν μεγίστην Ἑλλάδα καταλαβὼν, καὶ γοητείας κινήσας εἴδη μυρία. Τὸ γὰρ βουσὶ διαλέγεσθαι (καὶ γὰρ καὶ τοῦτό φασιν αὐτὸν πεποιηκέναι) οὐδὲν ἕτερον ἢ γοητείας ἦν. Καὶ δῆλον μάλιστα ἐκεῖθεν· Ὁ γὰρ τοῖς ἀλόγοις οὕτω διαλεγόμενος, τὸ τῶν ἀνθρώπων οὐδὲν ὠφέλησε γένος, ἀλλὰ καὶ τὰ μέγιστα ἔβλαψε. Καίτοι γε ἐπιτηδειοτέρα πρὸς φιλοσοφίας λόγον ἡ φύσις ἡ τῶν ἀνθρώπων ἦν· ἀλλ' ὅμως ἐκεῖνος ἀετοῖς μὲν καὶ βουσὶ διελέγετο, καθάπερ φασὶ, γοητεύων. Οὐδὲ γὰρ τὴν ἄλογον λογικὴν ἐποίησε φύσιν (οὐδὲ γὰρ δυνατὸν ἀνθρώπῳ τοῦτο), ἀλλὰ μαγγανείαις τοὺς ἀνοήτους ἠπάτα· καὶ ἀνθρώπους ἀφεὶς διδάξαι τι τῶν χρησίμων, ἐπαίδευσεν ὅτι ἴσον ἦν κυάμους φαγεῖν καὶ τὰς τῶν γεννησαμένων κεφαλάς· καὶ τοὺς συνόντας ἔπειθεν, ὅτι δὴ ἡ τοῦ διδασκάλου ψυχὴ,
6
ποτὲ μὲν θάμνος ἐγίνετο, ποτὲ δὲ κόρη, ποτὲ δὲ ἰχθύς. Ἆρ' οὐκ εἰκότως πάντα ἐσβέσθη ἐκεῖνα, καὶ ἠφανίσθη τέλεον; Εἰκότως, καὶ κατὰ λόγον. Ἀλλ' οὐ τὰ τοῦ ἰδιώτου καὶ ἀγραμμάτου οὕτως· ἀλλὰ καὶ Σύροι, καὶ Αἰγύπτιοι, καὶ Ἰνδοὶ, καὶ Πέρσαι, καὶ Αἰθίοπες, καὶ μυρία ἕτερα ἔθνη, εἰς τὴν αὐτῶν μεταβαλόντες γλῶτταν τὰ παρὰ τούτου δόγματα εἰσαχθέντα, ἔμαθον ἄνθρωποι βάρβαροι φιλοσοφεῖν. γʹ. Οὐκ ἄρα μάτην ἔλεγον, ὅτι αὐτῷ θέατρον γέγονε πᾶσα ἡ οἰκουμένη· οὐ γὰρ δὴ τοὺς ὁμοφύλους ἀφεὶς περὶ τὰς τῶν ἀλόγων ἐματαιοπόνει φύσεις· ὃ περιττῆς φιλοτιμίας καὶ ἐσχάτης ἀνοίας ἦν· ἀλλὰ μετὰ τῶν ἄλλων καὶ τούτου καθαρεύων τοῦ πάθους, ἓν μόνον ἐσπούδασεν, ὅπως ἡ οἰκουμένη πᾶσα μάθοι τι τῶν χρησίμων καὶ δυναμένων αὐτὴν ἀπὸ τῆς γῆς μεταστῆσαι πρὸς τὸν οὐρανόν. Διὰ τοῦτο οὐδὲ ζόφῳ τινὶ καὶ σκότῳ ἔκρυψεν ἑαυτοῦ τὴν διδασκαλίαν, καθάπερ ἐποίουν ἐκεῖνοι, τῶν ἔνδον ἐναποκειμένων κακῶν τὴν ἐν τῷ λέγειν ἀσάφειαν καθάπερ τι παραπέτασμα προβαλλόμενοι· ἀλλὰ τὰ τούτου δόγματα τῶν ἡλιακῶν ἀκτίνων ἐστὶ φανερώτερα· διὸ καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην ἀνθρώποις ἀνήπλωται. Οὐ γὰρ πέντε ἔτη κελεύων τοὺς προσιόντας σιγᾷν, καθάπερ ἐκεῖνος, οὐδὲ ὡς ἀναισθήτοις παρακαθῆσθαι λίθοις, οὕτως ἐδίδασκεν, οὐδὲ ἐν ἀριθμοῖς εἶναι τὸ πᾶν διοριζόμενος ἐμυθολόγει· ἀλλ' ἀποῤῥίψας τὴν σατανικὴν ταύτην ἀηδίαν ἅπασαν καὶ λύμην, τοσαύτην τοῖς ῥήμασιν ἐγκατέμιξεν εὐκολίαν, ὡς μὴ μόνον ἀνδράσι καὶ συνετοῖς, ἀλλὰ καὶ γυναιξὶ καὶ νέοις ἅπαντα εἶναι τὰ λεγόμενα δῆλα. Ἐπίστευσε γὰρ αὐτὰ ἀληθῆ τε εἶναι καὶ χρήσιμα τοῖς ἀκουσομένοις ἅπασι· καὶ μαρτυρεῖ πᾶς ὁ μετ' ἐκεῖνον χρόνος. Ὅλην τε γὰρ πρὸς ἑαυτὸν ἐφειλκύσατο τὴν οἰκουμένην, καὶ πάσης ἀλλοκότου τραγῳδίας τὸν ἡμέτερον ἀπήλλαξε βίον, μετὰ τὴν τῶν λόγων τούτων ἀκρόασιν. Διά τοι τοῦτο τῆς ψυχῆς ἑλοίμεθα ἂν ἐκστῆναι μᾶλλον οἱ ταῦτα ἀκούοντες, ἢ τῶν δογμάτων τῶν ὑπ' ἐκείνου παραδοθέντων ἡμῖν. Καὶ ἐντεῦθεν τοίνυν καὶ πανταχόθεν δῆλον, ὅτι οὐδὲν ἀνθρώπινον τῶν τούτου, ἀλλὰ θεῖά τε καὶ οὐράνιά ἐστι διδάγματα τὰ διὰ τῆς θείας ταύτης εἰς ἡμᾶς ἐλθόντα ψυχῆς. Οὐ γὰρ κτύπον ῥημάτων οὐδὲ λέξεως κόμπον, οὐδὲ ὀνομάτων καὶ ῥημάτων κόσμον καὶ συνθήκην ὀψόμεθα περιττὴν καὶ ἀνόνητον (πόῤῥω γὰρ ταῦτα φιλοσοφίας ἁπάσης), ἀλλ' ἰσχὺν ἄμαχον καὶ θείαν, καὶ δογμάτων ὀρθῶν ἀμήχανον δύναμιν, καὶ μυρίων ἀγαθῶν χορηγίαν. Ἡ γὰρ κατὰ τὴν ἀπαγγελίαν περιεργία οὕτω περιττὴ ἦν καὶ σοφιστῶν ἀξία, μᾶλλον δὲ οὐδὲ σοφιστῶν, ἀλλὰ μειρακίων ἀνοήτων, ὡς καὶ αὐτὸν τὸν παρ' αὐτοῖς φιλόσοφον εἰσαγαγεῖν τὸν διδάσκαλον τὸν αὐτοῦ σφόδρα ἐπαισχυνόμενον ταύτῃ τῇ τέχνῃ, καὶ λέγοντα τοῖς 59.33 δικασταῖς, ὅτι ἀκούσονται παρ' αὐτοῦ ῥήματα ἁπλῶς καὶ ὡς ἔτυχε λεγόμενα, οὐ μέντοι κεκαλλιεπημένα λόγοις, οὐδὲ ῥήμασί τε καὶ ὀνόμασι κεκοσμημένα. Οὐδὲ γὰρ ἂν δήπου πρέποι, φησὶν, ὦ ἄνδρες, τῇδε τῇ ἡλικίᾳ, ὥσπερ μειρακίῳ πλάττοντι λόγους, εἰς ὑμᾶς αὐτὸν εἰσιέναι. Καὶ ὅρα τὸν πολὺν καταγέλωτα. Ὃ γὰρ ὡς αἰσχρὸν καὶ φιλοσοφίας ἀνάξιον καὶ μειρακίων ἔργον ἐποίησεν αὐτὸν φεύγοντα, τοῦτο μάλιστα πάντων αὐτὸς ἐπετήδευσεν. Οὕτω πανταχοῦ φιλοτιμίας ἦσαν μόνης· καὶ Πλάτωνος οὐδὲν ἔστι θαυμάσαι, ἢ τοῦτο μόνον. Καὶ καθάπερ τῶν τάφων τοὺς ἔξωθεν κεκονιαμένους, ἂν ἀπαμφιάσῃς, ἰχῶρος, καὶ δυσωδίας, καὶ διεφθορότων ὄψει γέμοντας ὀστῶν· οὕτω καὶ τὰ τοῦ φιλοσόφου δόγματα, ἂν τῆς κατὰ τὴν λέξιν ἀπογυμνώσῃς ὥρας, πολλῆς ὄψει τῆς βδελυγμίας πεπληρωμένα, καὶ μάλιστα ὅταν περὶ ψυχῆς φιλοσοφῇ, ἀμέτρως τιμῶν τε αὐτὴν καὶ βλασφημῶν. Τοῦτο γὰρ ἡ διαβολικὴ παγὶς, μηδαμοῦ τὴν συμμετρίαν τηρεῖν, ἀλλὰ τοῖς ἐφ' ἑκάτερα πλεονασμοῖς πρὸς δυσφημίαν ἐξάγειν τοὺς ἁλισκομένους αὐτῇ. Νῦν μὲν γὰρ αὐτὴν τῆς τοῦ Θεοῦ φησιν οὐσίας εἶναι· νῦν δὲ αὐτὴν οὕτως ἀμέτρως καὶ ἀσεβῶς ἐπάρας, μεθ' ἑτέρας καθυβρίζει πάλιν ὑπερβολῆς, εἰς χοίρους καὶ ὄνους εἰσάγων, καὶ τὰ ἔτι τούτων ἀτιμότερα ζῶα. Ἀλλὰ τούτων μὲν ἅλις· μᾶλλον δὲ καὶ ταῦτα πέρα τοῦ μέτρου. Εἰ μὲν γάρ τι χρήσιμον παρ'
7
αὐτῶν ἦν μαθεῖν, ἔδει καὶ πλέον ἐνδιατρίβειν· εἰ δὲ ὅσον τὴν ἀσχημοσύνην αὐτῶν καὶ τὸν γέλωτα κατοπτεῦσαι, καὶ ταῦτα πλέον τοῦ δέοντος εἴρηται παρ' ἡμῶν. Διὰ ταῦτα ἀφέντες τοὺς ἐκείνων μύθους, τῶν ἡμετέρων ἁψώμεθα δογμάτων, τῶν ἄνωθεν ἡμῖν κατενηνεγμένων διὰ τῆς γλώττης τούτου τοῦ ἁλιέως, τῶν μηδὲν ἐχόντων ἀνθρώπινον. Φέρε οὖν, αὐτὰς εἰς μέσον τὰς ῥήσεις ἀγάγωμεν, καὶ ὃ τὴν ἀρχὴν παρεκαλέσαμεν ὥστε μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, τοῦτο καὶ νῦν ὑπομνήσαντες. Τί οὖν ἀρχόμενος ὁ εὐαγγελιστὴς οὗτος εὐθέως φησίν; Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Εἶδες παῤῥησίαν καὶ ἐξουσίαν ῥημάτων πολλήν; πῶς οὐδὲν ἀμφιβάλλων, οὐδὲ εἰκάζων, ἀλλὰ πάντα ἀποφαινόμενος φθέγγεται; Τοῦτο γάρ ἐστι διδασκάλου, τὸ μὴ περιφέρεσθαι ἐν οἷς ἂν λέγῃ. Εἰ γὰρ ὁ τοῖς ἄλλοις καθηγησόμενος ἑτέρου δεηθήσεται τοῦ στηρίξαι δυνησομένου μετὰ ἀσφαλείας αὐτὸν, οὐ τὴν τῶν διδασκάλων, ἀλλὰ τὴν τῶν μαθητῶν τάξιν ἐπέχειν ἂν εἴη δίκαιος. Εἰ δὲ λέγοι τις, Καὶ τί δήποτε τὸ πρῶτον αἴτιον ἀφεὶς, εὐθέως ἡμῖν περὶ τοῦ δευτέρου διείλεκται; τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον παραιτησόμεθα λέγειν· ἀριθμοῦ γὰρ τὸ Θεῖον ἀνώτερον καὶ χρόνων ἀκολουθίας. Διὸ καὶ ταῦτα μὲν παρῃτησάμεθα· Πατέρα δὲ ὁμολογοῦμεν ἐξ οὐδενὸς ὄντα, καὶ Υἱὸν ἐκ Πατρὸς γεγεννημένον. δʹ. Ναὶ, φησί· τί δήποτ' οὖν τὸν Πατέρα ἀφεὶς περὶ τοῦ Υἱοῦ διαλέγεται; Ὅτι ἐκεῖνος μὲν δῆλος ἅπασιν ἦν, εἰ καὶ μὴ ὡς Πατὴρ, ἀλλ' ὡς Θεός· ὁ δὲ Μονογενὴς ἠγνοεῖτο. Διὸ εἰκότως τὴν περὶ τούτου γνῶσιν εὐθέως ἐκ προοιμίων ἔσπευσεν ἐνθεῖναι τοῖς οὐκ εἰδόσιν αὐτόν· ἄλλως τε οὐδὲ τὸν Πατέρα ἐν τοῖς περὶ τούτων λόγοις ἀπεσιώπησε. Καὶ θέα μοι τὴν σύνεσιν τὴν πνευματικήν. Οἶδε τοὺς ἀνθρώπους τὸ πρεσβύτερον καὶ τὸ πρὸ πάντων μάλιστα τιμῶντας καὶ τιθεμένους Θεόν. Διὰ τοῦτο ἐντεῦ 59.34 θεν πρῶτον ποιεῖται τὴν ἀρχὴν, καὶ προϊὼν καὶ Θεόν φησιν εἶναι· καὶ οὐχ ὡς Πλάτων, τὸν μὲν νοῦν, τὸν δὲ ψυχὴν λέγων εἶναι· ταῦτα γὰρ πόῤῥω τῆς θείας καὶ ἀκηράτου φύσεως. Οὐδὲ γὰρ ἔχει τι κοινὸν πρὸς ἡμᾶς, ἀλλὰ ἀνακεχώρηκε τῆς πρὸς τὴν κτίσιν κοινωνίας, τῆς κατ' οὐσίαν λέγω, οὐ μὴν τῆς κατὰ τὴν σχέσιν. Διά τοι τοῦτο καὶ Λόγον αὐτὸν ἐκάλεσεν. Ἐπειδὴ γὰρ μέλλει διδάσκειν, ὅτι οὗτος ὁ Λόγος μονογενής ἐστιν Υἱὸς τοῦ Θεοῦ, ἵνα μὴ παθητὴν ὑπολάβοι τις τὴν γέννησιν, προλαβὼν τῇ τοῦ Λόγου προσηγορίᾳ, πᾶσαν ἀναιρεῖ τὴν πονηρὰν ὑποψίαν, τό τε ἐξ αὐτοῦ τὸν Υἱὸν εἶναι δηλῶν, καὶ τὸ ἀπαθῶς. Ὁρᾷς ὅτι, ὅπερ εἶπον, οὐδὲ τὸν Πατέρα ἐν τοῖς περὶ τοῦ Υἱοῦ λόγοις ἀπεσιώπησεν; Εἰ δὲ οὐκ ἀρκεῖ ταῦτα τὰ ὑποδείγματα παραστῆσαι τὸ πᾶν, μὴ θαυμάσῃς. Περὶ Θεοῦ γὰρ ἡμῖν ὁ λόγος, ὃν οὔτε εἰπεῖν, οὔτε νοῆσαι κατ' ἀξίαν δυνατόν. Διὸ καὶ οὗτος οὐσίας μὲν οὐδαμοῦ τίθησιν ὄνομα· οὐδὲ γὰρ δυνατὸν εἰπεῖν αὐτὸ ὅ τι ποτέ ἐστι τὴν οὐσίαν ὁ Θεός· πανταχοῦ δὲ ἡμῖν αὐτὸν ἀπὸ τῶν ἐνεργειῶν δηλοῖ. Τὸν δὲ Λόγον τοῦτον ἴδοι τις ἂν μικρὸν ὕστερον καὶ φῶς λεγόμενον, καὶ τὸ φῶς πάλιν ὀνομαζόμενον ζωήν. Οὐ ταύτης δὲ μόνον ἕνεκεν τῆς αἰτίας οὕτως ὠνόμασε αὐτόν· ἀλλὰ πρώτης μὲν ταύτης· δευτέρας δὲ, ἐπειδὴ τὰ τοῦ Πατρὸς ἡμῖν ἔμελλεν ἀπαγγέλλειν· Πάντα γὰρ, φησὶν, ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀνήγγειλα ὑμῖν. Καλεῖ δὲ αὐτὸν καὶ ζωὴν καὶ φῶς· τὸ γὰρ ἀπὸ τῆς γνώσεως φῶς ἡμῖν ἐχαρίσατο, καὶ τὴν ἐντεῦθεν ζωήν. Καὶ ὅλως οὐκ ἔστιν ὄνομα ἓν ἀρκοῦν, οὐδὲ δύο καὶ τρία, οὐδὲ πλείω διδάξαι τὰ περὶ Θεοῦ· ἀλλ' ἀγαπητὸν διὰ πολλῶν γοῦν δυνηθῆναι κἂν ἀμυδρῶς περιδράξασθαι τῶν προσόντων αὐτῷ. Οὐχ ἁπλῶς δὲ αὐτὸν Λόγον εἴρηκεν, ἀλλὰ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, τῶν λοιπῶν αὐτὸν καὶ ταύτῃ χωρίζων. Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον, ὅτι ἀπὸ τῶν οὐρανῶν φθέγγεται ἡμῖν ὁ εὐαγγελιστὴς οὗτος; Ὅρα γοῦν εὐθὺς ἐκ προοιμίων ποῦ τὴν ψυχὴν πτερώσας καὶ τὴν διάνοιαν ἀνήγαγε τῶν ἀκουόντων. Πάντων γὰρ τῶν αἰσθητῶν ἀνωτέρω στήσας αὐτὴν, πρὸ γῆς, πρὸ θαλάσσης, πρὸ οὐρανοῦ, καὶ ὑπὲρ τοὺς ἀγγέλους χειραγωγεῖ, καὶ ὑπεράνω τῶν Χερουβὶμ καὶ τῶν Σεραφὶμ, καὶ ὑπὲρ τοὺς θρόνους, καὶ ὑπὲρ τὰς ἀρχὰς, καὶ ὑπὲρ τὰς ἐξουσίας, καὶ πάσης ἁπλῶς ἐπέκεινα
8
κτίσεως ὁδοιπορεῖν ἀναπείθει. Τί οὖν; ἆρα πρὸς τοσοῦτον ἀναγαγὼν ὕψος, ἐνταῦθα γοῦν ἡμᾶς στῆσαι ἴσχυσεν; Οὐδαμῶς· ἀλλ' ὥσπερ εἴ τις τὸν ἑστῶτα παρ' αἰγιαλὸν, καὶ βλέποντα πόλεις, καὶ ἀκτὰς, καὶ λιμένας, ἐπειδὰν εἰς μέσον ἀγάγῃ πελάγους, τῶν μὲν προτέρων ἀπέστησεν, οὐ μὴν ἔστησέ που τὸ ὄμμα αὐτῷ, ἀλλ' εἰς ἄπειρον ἤγαγε θεωρίαν· οὕτω καὶ ὁ εὐαγγελιστὴς πάσης ἡμᾶς ἀνωτέρω τῆς κτίσεως ἀγαγὼν, καὶ πρὸς τοὺς ἀνωτέρω ταύτης παραπέμψας αἰῶνας, μετέωρον τὸ ὄμμα ἀφίησιν, οὐ διδοὺς ἐπιλαβέσθαι τινὸς τέλους εἰς τὸ ἄνω, ἐπειδὴ μηδέ ἐστιν. Ἀνελθὼν γὰρ εἰς ἀρχὴν ὁ λόγος, ζητεῖ ποίαν ἀρχήν· εἶτα τὸ Ἦν εὑρίσκων, ἀεὶ φθάνων αὐτοῦ τὴν διάνοιαν, οὐκ ἔχει ποῦ στῆσαι τὸν λογισμὸν, ἀλλ' ἀτενὲς ἐνορῶν καὶ μηδαμοῦ λῆξαι δυνάμενος, ἀποκαμὼν ὑποστρέφει πάλιν ἐπὶ τὰ κάτω. Τὸ γὰρ, Ἐν ἀρχῇ ἦν, οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ τοῦ εἶναι ἀεὶ δηλωτικὸν, καὶ ἀπείρως εἶναι. Εἶδες φιλοσοφίαν ἀληθῆ καὶ δόγματα θεῖα, οὐχ οἷα τῶν Ἑλλήνων, χρόνους τιθέντων, καὶ τοὺς μὲν πρεσβυτέρους, τοὺς δὲ νεωτέρους εἶναι λεγόντων θεούς; Ἀλλ' οὐδὲν τοιοῦτον παρ' ἡμῖν. Εἰ γὰρ Θεὸς 59.35 ἔστιν, ὥσπερ οὖν καὶ ἔστιν, οὐδὲν πρὸ αὐτοῦ· εἰ Δημιουργὸς πάντων, πρῶτος αὐτός· εἰ Δεσπότης καὶ Κύριος ἁπάντων, πάντα μετ' αὐτὸν, καὶ κτίσματα καὶ αἰῶνες. Ἐβουλόμην καὶ εἰς ἀγῶνας καθιέναι ἑτέρους· ἀλλ' ἴσως ἀπέκαμεν ἡμῖν ἡ διάνοια. Διὸ παραινέσας ἐκεῖνα, ἅπερ ἐστὶν ὑμῖν καὶ πρὸς τὴν τῶν εἰρημένων, καὶ πρὸς τὴν τῶν λεχθησομένων ἀκρόασιν χρήσιμα, πάλιν σιγήσομαι. Τίνα δὴ οὖν ταῦτά ἐστιν; Οἶδα πολλοὺς ἰλιγγιάσαντας πρὸς τὸ τῶν λεχθέντων μῆκος. Τοῦτο δὲ γίνεται, ὅταν ἡ ψυχὴ πολλοῖς φορτίοις βαρύνηται βιωτικοῖς. Καθάπερ γὰρ τὸ ὄμμα, ὅταν μὲν καθαρὸν ᾖ καὶ διαυγὲς, ὀξυδερκές τέ ἐστι, καὶ οὐκ ἂν ἀποκάμοι ῥᾳδίως καὶ τὰ λεπτότατα σώματα καταμανθάνον, ἐπειδὰν δὲ χυμοῦ τινος ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥεύσαντος πονηροῦ, ἢ κάτωθεν λιγνύος καπνώδους ἀνενεχθείσης, πυκνή τις πρὸ τῆς κόρης γένηται νεφέλη, οὐδὲν οὐδὲ τῶν παχυτέρων σαφῶς ἀφίησι συνιδεῖν· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς γίνεσθαι πέφυκεν. Ὅταν μὲν γὰρ ἐκκεκαθαρμένη τυγχάνῃ, καὶ μηδὲν ἔχῃ πάθος ἐνοχλοῦν, ἀτενὲς ἐνορᾷ πρὸς ἅπερ ἐνορᾷν χρή· ὅταν δὲ πολλοῖς ἐπιθολωθεῖσα πάθεσιν, ἀπολέσῃ τὴν ἑαυτῆς ἀρετὴν, πρὸς οὐδὲν τῶν ὑψηλῶν ἀρκέσαι δύναται ῥᾳδίως, ἀλλὰ ἀποκάμνει ταχέως καὶ ἀναπίπτει, καὶ πρὸς ὕπνον ἀποκλίνασα καὶ ῥᾳθυμίαν, τὰ πρὸς ἀρετὴν καὶ ζωὴν τὴν ἐκ ταύτης αὐτῇ διαφέροντα παραπέμπεται, καὶ οὐ προσίεται μετὰ προθυμίας πολλῆς. εʹ. Ὅπερ ἵνα μὴ καὶ ὑμεῖς πάθητε (οὐ γὰρ παύσομαι ταῦτα ἀεὶ παραινῶν), ἐπιῤῥώσατε ὑμῶν τὴν διάνοιαν, ἵνα μὴ τὰ αὐτὰ ἀκούσητε, ἅπερ οἱ πιστοὶ τῶν Ἑβραίων παρὰ Παύλου. Καὶ γὰρ ἐκείνοις πολὺν ἔφησε τὸν λόγον γεγενῆσθαι, καὶ δυσερμήνευτον, οὐκ ἐπειδὴ φύσει τοιοῦτος ἦν, ἀλλ' ἐπειδὴ, φησὶν, ὑμεῖς Νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ὁ γὰρ ἀσθενὴς καὶ ἄῤῥωστος, καὶ ὑπὸ τῆς βραχυλογίας ὡς ὑπὸ μακρηγορίας παρενοχλεῖσθαι πέφυκε, καὶ τὰ σαφῆ καὶ τὰ εὐδιάλυτα δυσκατάληπτα εἶναι νομίζει. Ἀλλὰ μηδεὶς ἔστω ἐνταῦθα τοιοῦτος· ἀλλὰ πᾶσαν ἀπελάσας φροντίδα βιωτικὴν, οὕτω τούτων ἀκουέτω τῶν δογμάτων. Ὅταν γὰρ ἐπιθυμία χρημάτων κατέχῃ τὸν ἀκροατὴν, οὐκ ἂν δύναιτο καὶ ἐπιθυμία κατασχεῖν ἀκροάσεως ὁμοίως, ἐπειδὴ μηδὲ ἀρκεῖ πολλαῖς ἐπιθυμίαις μία τυγχάνουσα ἡ ψυχὴ, ἀλλ' ἡ ἑτέρα τῇ ἑτέρᾳ λυμαίνεται, καὶ σχιζομένη ἀσθενεστέρα γίνεται, ἐπικρατούσης τῆς ἑτέρας καὶ τὸ πᾶν εἰς ἑαυτὴν δαπανώσης. Τοῦτο καὶ ἐπὶ παίδων συμβαίνειν εἴωθεν. Ὅταν μὲν γὰρ ἕνα τις ἔχῃ μόνον, μεθ' ὑπερβολῆς ἀγαπᾷ τὸν ἕνα· ὅταν δὲ πολλῶν γένηται παίδων πατὴρ, καὶ τὰ τῆς διαθέσεως διαιρεθέντα ἀσθενέστερα γίνεται. Εἰ δὲ ἔνθα φυσικὴ τυραννὶς καὶ δύναμις, καὶ συγγενῆ τὰ φιλούμενα, τοῦτο συμβαίνει· τί ἂν εἴποιμεν ἐπὶ τῆς κατὰ προαίρεσιν ἐπιθυμίας καὶ διαθέσεως, καὶ μάλιστα ὅταν οἱ ἔρωτες οὗτοι ἀπ' ἐναντίας ἀλλήλοις διακέωνται; Ἐναντίον γὰρ χρημάτων ἔρως ἔρωτι τοιαύτης ἀκροάσεως. Εἰς τὸν οὐρανὸν εἴσιμεν εἰσιόντες ἐνθάδε. Οὐ τῷ τόπῳ λέγω, ἀλλὰ τῇ διαθέσει· ἔνεστι γὰρ καὶ ἐπὶ γῆς ὄντα ἑστάναι ἐν οὐρανῷ, καὶ τὰ ἐκεῖ φαντάζεσθαι, καὶ τὰ ἐκεῖθεν
9
ἀκούειν. Μηδεὶς οὖν τῷ οὐρανῷ τὰ τῆς γῆς ἐπεισαγέτω· μηδεὶς ἐνταῦθα ἑστὼς, τὰ κατὰ τὴν οἰκίαν μεριμνάτω. Τὴν γὰρ οἰκίαν καὶ τὴν ἀγορὰν ἔδει τὰ ἐντεῦθεν περιφέρειν κέρδη καὶ ἔχειν, οὐ ταύτην τοῖς ἐκ τῆς οἰκίας καὶ τῆς ἀγορᾶς φορτίοις βαρύνεσθαι. Διὰ ταῦτα εἴσιμεν 59.36 παρὰ τὸν τῆς διδασκαλίας θρόνον, ἵνα ἐντεῦθεν τὸν ἔξωθεν ἀποῤῥυψώμεθα ῥύπον. Ἂν δὲ μέλλωμεν καὶ τῇ μικρᾷ ταύτῃ σχολῇ ἀπὸ τῶν ἔξω λεγομένων ἢ πραττομένων λυμαίνεσθαι, βέλτιον μηδὲ εἰσελθεῖν τὴν ἀρχήν. Μηδεὶς τοιγαροῦν ἐν ἐκκλησίᾳ τὰ κατὰ τὴν οἰκίαν μελετάτω, ἀλλὰ καὶ ἐν οἰκίᾳ τὰ κατὰ τὴν ἐκκλησίαν κινείτω. Πάντων ἡμῖν ἔστω ταῦτα τιμιώτερα. Τῆς γὰρ ψυχῆς ταῦτά ἐστι, τοῦ σώματος δὲ ἐκεῖνα· μᾶλλον δὲ καὶ σώματι καὶ ψυχῇ τὰ ἐνταῦθα λεγόμενα διαφέρει. Διὰ τοῦτο ταῦτα μὲν ἔστω προηγούμενα ἔργα, πάρεργα δὲ ἅπαντα τὰ ἄλλα. Ταῦτα μὲν γὰρ καὶ τῆς μελλούσης καὶ τῆς παρούσης ἐστὶ ζωῆς· ἐκεῖνα δὲ οὐδ' ἑτέρας, ἐὰν μὴ κατὰ τὸν ὑπὲρ τούτων τεθέντα διοικῆται νόμον. Οὐ γὰρ δὴ μόνον τί μετὰ ταῦτα ἐσόμεθα, καὶ πῶς τότε ζησόμεθα, ἐντεῦθεν ἔστι μαθεῖν μόνον, ἀλλὰ πῶς καὶ τὸν παρόντα οἰκονομήσομεν βίον. Ἰατρεῖον γὰρ ὁ οἶκος οὗτος ἕστηκε πνευματικὸν, ἵνα ἅπερ ἂν λάβωμεν ἔξωθεν τραύματα, ἐντεῦθεν θεραπεύσωμεν· οὐχ ἵνα καὶ ἐντεῦθεν συλλέξαντες ἕτερα, οὕτως ἀπίωμεν. Ἂν γὰρ τοῦ Πνεύματος ἡμῖν τοῦ ἁγίου διαλεγομένου μὴ προσέχωμεν, οὐ μόνον τὰ πρότερα οὐκ ἀπολουσόμεθα, ἀλλὰ καὶ ἕτερα προσληψόμεθα. Προσέχωμεν τοίνυν τῷ βιβλίῳ μετὰ πολλῆς τῆς σπουδῆς ἡμῖν ἀνακαλυπτομένῳ. Οὐδὲ γὰρ πολλῆς δεησόμεθα λοιπὸν πραγματείας, ἂν τὰς ἀρχὰς καὶ ὑποθέσεις μετὰ ἀκριβείας μάθωμεν· ἀλλὰ μικρὸν ἐν προοιμίοις πονέσαντες, δυνησόμεθα τοῦ λοιποῦ κατὰ τὸν Παῦλον καὶ ἄλλους νουθετεῖν. Σφόδρα γάρ ἐστιν ὑψηλὸς ὁ Ἀπόστολος οὗτος, καὶ πολλῶν γέμει δογμάτων, καὶ τούτοις ἐνδιατρίβει μᾶλλον ἢ ἑτέροις. Μὴ δὴ παρέργως ἀκούωμεν. Διὰ τοῦτο γὰρ ἡμεῖς καὶ κατὰ μικρὸν ἐξηγούμεθα, ὥστε ὑμῖν εὔληπτα πάντα γενέσθαι καὶ μὴ διαφυγεῖν τὴν μνήμην. Φοβηθῶμεν τοίνυν μήποτε γενώμεθα τῆς φωνῆς ἐκείνης ὑπεύθυνοι τῆς λεγούσης· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Τί γὰρ ἕξομεν τῶν οὐκ ἀκηκοότων πλέον, ὅταν καὶ μετὰ τὴν ἀκρόασιν μηδὲν οἴκαδε ἀπέλθωμεν ἔχοντες, ἀλλὰ θαυμάζοντες τὰ εἰρημένα μόνον; Δότε τοίνυν ἡμῖν, εἰς ἀγαθὴν σπεῖραι γῆν· δότε, ἵνα ἡμᾶς ἐπισπάσησθε μειζόνως. Καὶ εἴ τις ἀκάνθας ἔχει, τὸ πῦρ ἐπαφιέτω τοῦ Πνεύματος· εἴ τις σκληρὰν καὶ ἀντίτυπον καρδίαν, λιπαρὰν ποιείτω αὐτὴν καὶ ἁπαλὴν τῷ αὐτῷ χρώμενος πυρί. Εἴ τις κατὰ τὰς ὁδοὺς ὑπὸ πάντων πατεῖται τῶν λογισμῶν, πρὸς τὰ ἐνδότερα εἰσίτω, καὶ μὴ προκείσθω τοῖς βουλομένοις εἰς ἁρπαγὴν ἐπιέναι, ἵνα κομῶντα ὑμῶν ἴδωμεν τὰ λήϊα. Καὶ γὰρ ἂν οὕτως ἑαυτῶν ἐπιμελώμεθα, καὶ μετὰ φιλοπονίας τῆς ἀκροάσεως ἐχώμεθα ταύτης τῆς πνευματικῆς, εἰ καὶ μὴ ἀθρόον, ἀλλὰ κατὰ μικρὸν πάντων γοῦν ἀπαλλαγησόμεθα τῶν βιωτικῶν. Διὸ προσέχωμεν, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται, ὅτι· Ἀσπίδος κωφῆς τὰ ὦτα αὐτῶν. Τί θηρίου διενήνοχεν ὁ τοιοῦτος ἀκροατής; εἰπέ μοι. Πῶς δὲ οὐκ ἂν εἴη παντὸς ἀλογώτερος ἀλόγου, ὁ Θεοῦ διαλεγομένου μὴ προσέχων; Εἰ γὰρ τὸ εὐαρεστεῖν τῷ Θεῷ, τοῦτό ἐστιν ἄνθρωπον εἶναι· ὁ μηδὲ, ὅπως τοῦτο κατορθώσειεν, ἀκοῦσαι θέλων, οὐδὲν ἕτερον ἢ θηρίον ἐστίν. Ἐννόησον οὖν ὅσον ἂν εἴη κακὸν, τοῦ Χριστοῦ θέλοντος ἡμᾶς ἐξ ἀνθρώπων ἰσαγγέλους ποιεῖν, αὐτοὺς ἐξ ἀνθρώπων εἰς θηρία μεταποιεῖν. Τὸ γὰρ τῇ γαστρὶ δουλεύειν, καὶ τῇ τῶν χρη 59.37 μάτων ἐπιθυμίᾳ κατέχεσθαι, καὶ ὀργίζεσθαι καὶ δάκνειν καὶ λακτίζειν, οὐκ ἀνθρώπων, ἀλλὰ θηρίων ἐστί. Καίτοι τὰ μὲν θηρία, ἓν ἕκαστον, ὡς εἰπεῖν, ἔχει πάθος, καὶ τοῦτο κατὰ φύσιν· ὁ δὲ ἄνθρωπος ὁ τῶν λογισμῶν τὴν ἀρχὴν ἐκβαλὼν καὶ τῆς κατὰ Θεὸν πολιτείας ἀποῤῥαγεὶς, πᾶσιν ἑαυτὸν ἐπιτρέπει τοῖς πάθεσι· καὶ οὐκ ἔτι θηρίον γίνεται μόνον, ἀλλὰ τέρας πολύμορφόν τι καὶ ποικίλον, καὶ οὐδὲ τὴν ἀπὸ τῆς φύσεως συγγνώμην ἔχει. Προαιρέσεως γὰρ καὶ γνώμης ἡ κακία πᾶσα. Ἀλλὰ μὴ γένοιτό ποτε ταῦτα περὶ τῆς Ἐκκλησίας ὑποπτεῦσαι τοῦ Χρι 59.38 στοῦ·
10
πεπείσμεθα γὰρ περὶ ὑμῶν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας. Ἀλλ' ὅσῳ πεπείσμεθα, τοσούτῳ τῶν προφυλακτικῶν οὐδὲν ἧττον ἀποστησόμεθα λόγων· ἵνα πρὸς αὐτὴν ἀνελθόντες τὴν κορυφὴν τῶν ἀρετῶν, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.37 ΟΜΙΛΙΑ Γʹ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. αʹ. Προσοχῆς μὲν ἕνεκεν τῆς περὶ τὴν ἀκρόασιν, περιττὸν λοιπὸν ὑμῖν παραινεῖν· οὕτω ταχέως τὴν παραίνεσιν ἐπὶ τῶν ἔργων ἐδείξατε. Ἥ τε γὰρ συνδρομὴ, τό τε ἀτενὲς τῆς στάσεως, καὶ τὸ συνωθοῦντας ἀλλήλους τὸν ἐνδοτέρω τόπον ἐπείγεσθαι καταλαβεῖν, καὶ ὅθεν ἂν εὐσημοτέρα γένοιτο ὑμῖν ἡ παρ' ἡμῶν φωνὴ, καὶ τὸ πιεζομένους μὴ θέλειν ἀναχωρεῖν, ἕως ἂν τὸ πνευματικὸν τοῦτο διαλυθῇ θέατρον, καὶ οἱ κρότοι, καὶ οἱ θόρυβοι, καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα, τεκμήριον τῆς ἐν τῇ ψυχῇ θερμότητος ἂν εἴη καὶ τῆς φιληκοΐας ὑμῶν. Διὸ καὶ περιττὸν περὶ τούτου παρεγγυᾷν· ἐκεῖνο μέντοι εἰπεῖν καὶ παρακαλέσαι ἀναγκαῖον ἡμῖν, ὥστε μεῖναι ταύτην ἔχοντας τὴν σπουδήν· καὶ μὴ μόνον ἐνταῦθα αὐτὴν ἐπιδείκνυσθαι, ἀλλὰ καὶ οἴκοι γενομένους, τὸν ἄνδρα πρὸς τὴν γυναῖκα, τὸν πατέρα πρὸς τὸν παῖδα περὶ τούτων διαλέγεσθαι· καὶ λέγειν μὲν τὰ παρ' ἑαυτοῦ, ἀπαιτεῖν δὲ τὰ παρ' ἐκείνων, καὶ τὸν καλὸν τοῦτον εἰσφέρειν ἅπαντας ἔρανον. Μὴ γάρ μοι λεγέτω τις, ὅτι τὰ παιδία πρὸς ταῦτα ἡμῖν ἀπησχολῆσθαι οὐ χρή· ἐχρῆν μὲν γὰρ οὐ μόνον ἀπησχολῆσθαι, ἀλλὰ καὶ ἐν τούτοις μόνοις ἔχειν τὴν σπουδήν. Πλὴν ἀλλὰ διὰ τὴν ἀσθένειαν ὑμῶν οὐ λέγω τοῦτο, οὐδὲ αὐτὰ τῆς ἔξωθεν ἀπάγω σχολῆς, ὥσπερ οὐδὲ ὑμᾶς τῶν πολιτικῶν ἀφέλκω πραγμάτων. Ἀλλ' ἀπὸ τῶν ἑπτὰ τούτων ἡμερῶν μίαν ἀξιῶ τῷ κοινῷ πάντων ἡμῶν ἀναθεῖναι Δεσπότῃ. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν οἰκέτας ἡμῖν κελεύειν ἅπαντα δουλεύειν τὸν χρόνον, ἡμᾶς δὲ μηδὲ τὴν ἐλάττω σχολὴν ἀπονέμειν τῷ Θεῷ, καὶ ταῦτα τῆς δουλείας ἁπάσης ἐκείνῳ μὲν οὐδὲν προστιθείσης (ἀνενδεὲς γὰρ τὸ Θεῖον), εἰς τὸ συμφέρον δὲ περιισταμένης ἡμῖν; Ἀλλ' εἰς θέατρα μὲν αὐτοὺς ἄγοντες, οὔτε μαθήματα, οὔτε ἄλλο τι τῶν τοιούτων προβάλλεσθε· ἂν δέ τι τῶν πνευματικῶν κερδᾶναι δέοι καὶ συναγαγεῖν, ἀσχολίαν τὸ πρᾶγμα ὀνομάζετε. Καὶ πῶς οὐ παροξυνεῖτε τὸν Θεὸν, πᾶσι μὲν τοῖς ἄλλοις σχολάζοντες καὶ καιρὸν ἀπονέμοντες, τὸ δὲ τὰ αὐτοῦ μεταχειρίζειν, ὀχληρὸν καὶ οὐκ εὔκαιρον εἶναι νομίζοντες τοῖς παισίν; Μὴ ταῦτα, μὴ, ἀδελφοί. Καὶ γὰρ αὕτη μάλιστα ἡ ἡλικία τούτων δεῖται τῶν ἀκουσμάτων. Ἁπαλὴ γὰρ οὖσα, ταχέως ἐναποτίθεται τὰ λεγόμενα, καθάπερ τινὸς σφραγῖδος τῆς ἀκροάσεως ἐν κηρῷ τῇ διανοίᾳ τῇ τούτων ἐντυπουμένης. Ἄλλως τε καὶ ὁ βίος αὐτοῖς τότε ἀρχὴν ἔχει πρὸς κακίαν ἀποκλῖναι ἢ ἀρετήν. Ἂν οὖν τις αὐτοὺς ἀπ' αὐτῶν τῶν ἀρχῶν καὶ τῶν προθύρων ἀπαγάγῃ μὲν τῆς πονηρίας, χειραγωγήσῃ δὲ πρὸς τὴν ἀρίστην ὁδὸν, ὥσπερ εἰς ἕξιν τινὰ καὶ φύσιν αὐτοὺς καταστήσει λοιπόν· 59.38.10 καὶ οὐδὲ ἑκόντες μεταβαλοῦνται ῥᾳδίως πρὸς τὸ χεῖρον, τῆς συνηθείας ταύτης ἑλκούσης αὐτοὺς πρὸς τὴν τῶν ἀγαθῶν ἐργασίαν. Οὕτως ἡμῖν τῶν γεγηρακότων αἰδεσιμώτεροι γενήσονται, καὶ τοῖς πολιτικοῖς χρησιμώτεροι πράγμασιν, ἐν νεότητι τὰ τῶν πρεσβυτέρων ἐπιδεικνύμενοι. Οὐ γὰρ ἔστιν, ὥσπερ ἔφθην εἰπὼν, τοιαύτης ἀπολαύοντας ἀκροάσεως, καὶ ἀποστόλῳ τοιούτῳ συγγινομένους, μὴ μέγα τι καὶ γενναῖον ἀγαθὸν λαβόντας ἀπελθεῖν, κἂν ἀνὴρ, κἂν γυνὴ, κἂν νέος ὁ ταύτης μετέχων τῆς τραπέζης ᾖ. Εἰ γὰρ τὰ θηρία τὰ παρ' ἡμῖν λόγῳ ῥυθμίζοντες ἡμεροῦμεν, πόσῳ μᾶλλον τῇ πνευματικῇ ταύτῃ διδασκαλίᾳ τοὺς ἄνδρας τοῦτο ἐργασόμεθα, ὅταν καὶ τοῦ φαρμάκου καὶ τοῦ θεραπευομένου πολὺ τὸ μέσον ᾖ; Οὔτε γὰρ ἡ ἐν ἡμῖν ἀγριότης τοσαύτη, ὅση ἡ ἐν ἐκείνοις· ἡ μὲν γὰρ φύσεως, ἡ δὲ προαιρέσεώς ἐστιν· οὔτε τῶν λόγων ἡ ἰσχὺς ἡ αὐτή. Ἐκείνη μὲν γὰρ ἀνθρωπίνης ἐστὶ διανοίας, αὕτη δὲ τῆς τοῦ Πνεύματος δυνάμεως καὶ τῆς χάριτος. Ὁ τοίνυν ἀπογινώσκων ἑαυτοῦ, τὰ θηρία ἐννοείτω τὰ ἥμερα, καὶ οὐδέποτε τοῦτο
11
πείσεται· συνεχῶς παρὰ τοῦτο ἴτω τὸ ἰατρεῖον, τῶν τοῦ Πνεύματος ἀκουέτω νόμων διὰ παντὸς τοῦ καιροῦ, καὶ οἴκαδε ἀπελθὼν ἀπογραφέτω τὰ ἀκουσθέντα τῇ διανοίᾳ· καὶ οὕτως ἔσται ἐν ἐλπίσι χρησταῖς καὶ ἀσφαλείᾳ πολλῇ, τῇ πείρᾳ τῆς προκοπῆς αἰσθανόμενος Ὅταν γὰρ ὁ διάβολος ἴδῃ τοῦ Θεοῦ τὸν νόμον ἐγγραφέντα τῇ ψυχῇ, καὶ πλάκας αὐτοῦ γενομένην τὴν καρδίαν, οὐ προσελεύσεται λοιπόν. Ἔνθα γὰρ ἂν ᾖ γράμματα βασιλικὰ, οὐκ ἐν στήλῃ χαραγέντα χαλκῇ, ἀλλ' ἐπὶ θεοφιλοῦς διανοίας ἁγίῳ Πνεύματι τυπωθέντα, καὶ πολλῆς ἀποστίλβοντα τῆς χάριτος, οὐδὲ ἀντιβλέψαι ἐκεῖνος δυνήσεται, ἀλλὰ πόῤῥωθεν ἡμῖν δώσει τὰ νῶτα. Οὐδὲν γὰρ οὕτω φοβερὸν ἐκείνῳ καὶ τοῖς παρ' ἐκείνου ὑποτιθεμένοις λογισμοῖς, ὡς διάνοια τὰ θεῖα μελετῶσα, καὶ ψυχὴ ταύτῃ διαπαντὸς ἐγκειμένη τῇ πηγῇ. Τὴν γὰρ τοιαύτην οὐ λυπῆσαί τι τῶν παρόντων δυνήσεται, κἂν ἀηδὲς ᾖ, οὐ φυσῆσαι καὶ ἐπᾶραι, κἂν αἴσιον ᾖ· ἀλλ' ἐν τοσούτῳ χειμῶνι καὶ ζάλῃ γαλήνης ἀπολαύσεται πολλῆς. βʹ. Οὐ γὰρ παρὰ τὴν τῶν πραγμάτων φύσιν ὁ θόρυβος ἡμῖν ἐγγίνεται, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς διανοίας τῆς ἡμετέρας. Ἐπεὶ εἰ παρὰ τὰ συμβαίνοντα τοῦτο ἐπάσχομεν, πάντας ἀνθρώπους ταράττεσθαι ἔδει. Πάντες γὰρ τὴν αὐτὴν πλέομεν θάλατταν, καὶ κυμάτων καὶ ἅλμης ἐκτὸς εἶναι ἀμήχανον. Εἰ δέ εἰσιν, οἳ τοῦ χειμῶνος ἑστήκασιν ἔξω καὶ τῆς θαλάττης μαινομένης, εὔδηλον ὅτι τὸν χειμῶνα οὐ τὰ πράγματα ποιεῖ, ἀλλ' ἡ κατάστασις τῆς διανοίας τῆς ἡμετέρας. Ἂν οὖν αὐτὴν κατασκευάσωμεν οὕτως, ὡς πάντα φέρειν εὐκόλως, οὐκ ἔσται χειμὼν ἡμῖν, οὐδὲ κλυδώνιον, λευκῆς ἀεὶ τῆς γαλήνης οὔσης. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς προθέμενος μηδὲν 59.39 ὑπὲρ τούτων εἰπεῖν, εἰς τοσοῦτον ταύτης ἐξηνέχθην τῆς παραινέσεως. Σύγγνωτε οὖν τῆς μακρηγορίας ἡμῖν. Καὶ γὰρ δέδοικα, καὶ σφόδρα δέδοικα, μήποτε ἀσθενεστέρα ἡμῖν αὕτη γένηται ἡ σπουδή· ὡς εἴ γε ἐθάῤῥουν ὑπὲρ αὐτῆς, οὐδὲν ἂν διελέχθην τούτων ὑμῖν νῦν· ἱκανὴ γὰρ αὕτη πάντα ὑμῖν ἐξευμαρίσαι τὰ πράγματα. Ὥρα δὲ λοιπὸν ἐπὶ τὰ προκείμενα τήμερον ἰέναι, ὥστε μὴ κεκμηκότας ὑμᾶς προσβάλλειν τοῖς ἀγῶσιν. Ἀγῶνες γὰρ ἡμῖν πρόκεινται πρὸς τοὺς τῆς ἀληθείας ἐχθροὺς, πρὸς τοὺς πάντα μηχανωμένους, ὥστε καθελεῖν τὴν δόξαν τοῦ Υἱοῦ τοῦ Θεοῦ, μᾶλλον δὲ τὴν ἑαυτῶν. Ἡ μὲν γὰρ μένει διαπαντὸς, οἵαπέρ ἐστιν, οὐδὲν παρὰ τῆς βλασφήμου γλώττης ἐλαττουμένη· ἐκεῖνοι δὲ, ὅν φασι προσκυνεῖν, καθελεῖν σπουδάζοντες, τὰ πρόσωπα αὐτῶν ἀτιμίας πληροῦσι καὶ κολάσεως τὴν ψυχήν. Τίνα οὖν ἐστιν ἅ φασιν, ἡμῶν ταῦτα λεγόντων, ἐκεῖνοι; Ὅτι τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐ τὸ ἀΐδιον δείκνυσιν ἁπλῶς· καὶ γὰρ καὶ περὶ οὐρανοῦ τοῦτο καὶ περὶ γῆς ἐλέχθη. Ὢ τῆς ἀναισχυντίας καὶ τῆς ἀνευλαβείας τῆς πολλῆς. Περὶ Θεοῦ σοι διαλέγομαι, καὶ σύ μοι τὴν γῆν φέρεις εἰς μέσον, καὶ τοὺς ἀπὸ τῆς γῆς ἀνθρώπους; Οὐκοῦν ἐπειδὴ Υἱὸς Θεοῦ ὁ Χριστὸς λέγεται καὶ Θεὸς, καὶ ὁ ἄνθρωπος υἱὸς Θεοῦ λέγεται καὶ θεός (Ἐγὼ γὰρ εἶπα, Θεοί ἐστε, φησὶ, καὶ υἱοὶ Ὑψίστου πάντες), φιλονεικήσεις τῷ Μονογενεῖ τῆς υἱότητος, καὶ οὐδὲν φήσεις αὐτὸν ἔχειν κατὰ τοῦτό σου πλέον; Οὐδαμῶς, φησί. Καὶ μὴν τοῦτο ποιεῖς, κἂν μὴ τῷ λόγῳ λέγῃς. Πῶς; Ὅτι καὶ σὺ χάριτι φῂς τῆς υἱοθεσίας μετειληφέναι καὶ αὐτὸν οὕτω· τῷ γὰρ μὴ φύσει λέγειν αὐτὸν υἱὸν οὐδὲν ἕτερον ἢ χάριτι εἶναι τοῦτο κατασκευάζεις. Πλὴν ἀλλ' ἴδωμεν καὶ τὰς μαρτυρίας, ἃς παράγουσιν ἡμῖν. Ἐν ἀρχῇ, φησὶν, ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Καὶ, Ἦν ἄνθρωπος ἐξ Ἀρμαθαὶμ Σιφᾶ. Ταῦτά ἐστιν ἃ νομίζουσιν εἶναι ἰσχυρά. Καὶ ἔστιν ἰσχυρά· ἀλλ' εἰς τὸ δεῖξαι τὴν παρ' ἡμῶν λεγομένην ὀρθότητα τῶν δογμάτων· πρὸς δὲ τὸ στῆσαι τὴν βλασφημίαν αὐτῶν ἀσθενέστερά πως ἁπάντων. Τί γὰρ, εἰπέ μοι, κοινὸν ἔχει πρὸς τὸ, Ἐποίησε, τὸ, Ἦν; τί δὲ ὁ Θεὸς πρὸς τὸν ἄνθρωπον; Τί τὰ ἄμικτα μιγνύεις, καὶ συγχεῖς τὰ διαιρούμενα, καὶ τὰ ἄνω τὰ κάτω ποιεῖς; Ἐνταῦθα γὰρ τὸ, Ἦν, οὐ δείκνυσι τὸ ἀΐδιον μόνον, ἀλλὰ καὶ τὸ, Ἐν ἀρχῇ ἦν, καὶ τὸ, Ὁ Λόγος ἦν. Ὥσπερ οὖν τὸ,ὢν, ὅταν μὲν περὶ ἀνθρώπου λέγηται, τὸν ἐνεστῶτα χρόνον δηλοῖ μόνον· ὅταν δὲ περὶ Θεοῦ, τὸ ἀΐδιον δείκνυσιν· οὕτω καὶ τὸ, Ἦν, περὶ μὲν τῆς
12
ἡμετέρας λεγόμενον φύσεως, τὸν παρελθόντα σημαίνει χρόνον ἡμῖν, καὶ αὐτὸν τοῦτον πεπερατωμένον· ὅταν δὲ περὶ Θεοῦ, τὸ ἀΐδιον ἐμφαίνει. Ἤρκει μὲν οὖν ἀκούσαντα γῆν, καὶ ἀκούσαντα ἄνθρωπον, μηδὲν πλέον ὑποπτεῦσαι περὶ αὐτῶν, ὧν τῇ φύσει τῇ γεννητῇ προσῆκε νοεῖν. Τὸ γὰρ γενόμενον, ὅτι ἂν ᾖ, χρόνῳ ἢ αἰῶνι γέγονεν· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ οὐ χρόνων μόνον, ἀλλὰ καὶ αἰώνων πάντων ἀνώτερος. Δημιουργὸς γὰρ αὐτῶν ἐστι καὶ ποιητής· Δι' οὗ γὰρ, φησὶ, καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὁ δὲ ποιητὴς πρὸ τῶν ποιημάτων πάντως ἐστίν. Ἐπειδὴ δὲ οὕτως ἀναίσθητοί τινές εἰσιν, ὡς καὶ μετὰ ταῦτα μεῖζόν τι περὶ αὐτῶν τῆς ἀξίας ὑπονοεῖν, τῷ, Ἐποίησε, ῥήματι, καὶ τῷ, Ἄνθρωπος ἦν, προκαταλαμβάνει τὴν διάνοιαν τοῦ ἀκροατοῦ, καὶ πᾶσαν ἀναισχυντίαν ἐκκόπτει. Πᾶν 59.40 γὰρ τὸ ποιηθὲν, καὶ οὐρανὸς καὶ γῆ, χρόνῳ πεποίηται, καὶ ἀρχὴν ἔχει χρονικὴν, καὶ ἄναρχον τούτων οὐδὲν, ἐπειδὴ γέγονεν. Ὥστε ὅταν ἀκούσῃς. ὅτι Ἐποίησε τὴν γῆν, καὶ ὅτι Ἄνθρωπος ἦν, περιττὰ λοιπὸν φλυαρεῖς, ἀνόνητόν τινα ἐλίττων λῆρον. Ἐγὼ γὰρ καὶ ἑτέραν ὑπερβολὴν εἴποιμι ἄν. Ποίαν δὴ ταύτην; Ὅτι εἰ καὶ περὶ τῆς γῆς εἴρητο τὸ, Ἐν ἀρχῇ ἦν ἡ γῆ, καὶ περὶ τοῦ ἀνθρώπου, ὅτι Ἐν ἀρχῇ ἦν ὁ ἄνθρωπος, οὐδὲ οὕτως ὑποπτεῦσαί τι μεῖζον περὶ αὐτῶν τῶν νῦν ἐγνωσμένων ἐχρῆν ἡμῖν. Ἡ γὰρ τῆς γῆς καὶ τοῦ ἀνθρώπου προσηγορία προλαβοῦσα, ὅσα ἂν περὶ αὐτῶν λέγηται, οὐκ ἀφίησι τὴν διάνοιαν μεῖζόν τι φαντασθῆναι περὶ αὐτῶν, ὧν νῦν ἴσμεν· ὥσπερ οὐδὲ ὁ Λόγος, κἂν μικρόν τι περὶ αὐτοῦ λεχθῇ, οὐκ ἀφίησι ταπεινὸν ἐννοῆσαί τι καὶ εὐτελές· ἐπεὶ καὶ προϊών φησι περὶ τῆς γῆς· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Εἰπὼν γὰρ, ὅτι ἐποίησεναὐτὴν, καὶ θεὶς αὐτῇ τὸν οἰκεῖον ὅρον, ἀδεῶς λοιπὸν τὰ ἑξῆς φθέγγεται, εἰδὼς ὅτι οὐδεὶς οὕτως ἀνόητός ἐστιν, ὡς ἄναρχον αὐτὴν καὶ ἀγένητον ὑποπτεῦσαι. Τὸ γὰρ τῆς γῆς ὄνομα καὶ τὸ, Ἐποίησεν, ἱκανὰ καὶ τὸν σφόδρα ἠλίθιον πεῖσαι, ὅτι οὐκ ἀΐδιος οὐδὲ ἀγένητος, ἀλλὰ τῶν ἐν χρόνῳ γενομένων ἐστί. γʹ. Χωρὶς δὲ τούτων τὸ, Ἦν, ἐπὶ μὲν τῆς γῆς καὶ τοῦ ἀνθρώπου, οὐ τοῦ εἶναι ἁπλῶς ἐστι σημαντικόν· ἀλλ' ἐπὶ μὲν τοῦ ἀνθρώπου, τοῦ ἀπὸ τοῦδε τοῦ χωρίου εἶναι· ἐπὶ δὲ τῆς γῆς, τοῦ πῶς εἶναι. Οὐδὲ γὰρ εἶπεν, Ἡ δὲ γῆ ἦν, ἁπλῶς, καὶ ἐσίγησεν· ἀλλὰ πῶς ἦν καὶ μετὰ τὸ γενέσθαι ἐδίδαξεν, οἷον, ὅτι Ἀόρατος καὶ ἀκατασκεύαστος, ἔτι τοῖς ὕδασι κρυπτομένη καὶ φυρομένη. Καὶ ἐπὶ τοῦ Ἑλκανᾶ οὐκ εἶπεν, ὅτι Ἦν ἄνθρωπος, μόνον, ἀλλὰ προσέθηκε καὶ πόθεν ἦν δηλῶν, τὸ ἐξ Ἀρμαθαὶμ Σιφᾶ. Ἐπὶ δὲ τοῦ Λόγου οὐχ οὕτω. Καὶ αἰσχύνομαι μὲν ταῦτα τούτοις ἀντεξετάζων. Εἰ γὰρ τοῖς ἐπ' ἀνθρώπων αὐτὸ ποιοῦσιν ἐπιτιμῶμεν, ὅταν πολὺ τὸ μέσον τῆς ἀρετῆς τῶν ἐξεταζομένων ᾖ, καίτοι γε τῆς οὐσίας μιᾶς οὔσης· ὅταν καὶ τῆς φύσεως καὶ τῶν ἄλλων ἁπάντων οὕτως ἄπειρον ᾖ τὸ μέσον, πῶς οὐκ ἐσχάτης μανίας τὸ τὰ τοιαῦτα κινεῖν; Ἀλλ' ἵλεως ἡμῖν αὐτὸς ὁ βλασφημούμενος παρ' ἐκείνων εἴη. Τὴν γὰρ τῶν τοιούτων λόγων ἀνάγκην οὐχ ἡμεῖς ἐφευρήκαμεν, ἀλλ' οἱ τῇ ἑαυτῶν πολεμοῦντες σωτηρίᾳ ἡμῖν παρέσχον. Τί οὖν φημι; Ὅτι τοῦτο τὸ, Ἦν, ἐπὶ τοῦ Λόγου, τοῦ εἶναι ἀϊδίως μόνον ἐστὶ δηλωτικόν· Ἐν ἀρχῇ γὰρ ἦν, φησὶν, ὁ Λόγος· τὸ δεύτερον δὲ ἦν, τοῦ πρός τινα εἶναι. Ἐπειδὴ γὰρ μάλιστα τοῦ Θεοῦ τοῦτό ἐστιν ἴδιον, τὸ ἀΐδιον καὶ ἄναρχον, τοῦτο πρῶτον τέθεικεν. Εἶτα, ἵνα μή τις ἀκούων τὸ, ἦν ἐν ἀρχῇ, καὶ ἀγέννητον αὐτὸν εἴπῃ, εὐθέως αὐτὸ παρεμυθήσατο, πρὸ τοῦ εἰπεῖν τί ἦν, εἰπὼν ὅτι Πρὸς τὸν Θεὸν ἦν. Καὶ ἵνα μὴ Λόγον αὐτὸν ἁπλῶς νομίσῃ τις εἶναι προφορικὸν ἢ ἐνδιάθετον, τῇ τοῦ ἄρθρου προσθήκῃ, καθάπερ ἔφθην εἰπὼν, καὶ διὰ τῆς δευτέρας ταύτης τοῦτο ἀνεῖλε ῥήσεως. Οὐ γὰρ εἶπεν, Ἐν Θεῷ ἦν, ἀλλὰ, Πρὸς τὸν Θεὸν ἦν, τὴν καθ' ὑπόστασιν αὐτοῦ ἀϊδιότητα ἐμφαίνων ἡμῖν. Εἶτα καὶ σαφέστερον αὐτὸ προϊὼν ἀπεκάλυψεν, ἐπαγαγὼν, ὅτι ὁ Λόγος οὗτος καὶ Θεὸς ἦν. Ἀλλὰ πεποιημένος, φησί. Τί οὖν ἐκώλυε τοῦτο εἰπεῖν, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν Λόγον; Περὶ γοῦν τῆς γῆς διαλεγόμενος ὁ Μωϋσῆς, οὐκ 59.41 εἶπεν, Ἐν ἀρχῇ ἦν ἡ γῆ, ἀλλ' ὅτι Ἐποίησεν αὐτὴν, καὶ τότε ἦν. Τί τοίνυν ἐκώλυε καὶ τὸν Ἰωάννην οὕτως εἰπεῖν, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν Λόγον; Εἰ
13
γὰρ περὶ τῆς γῆς τοῦτο ἔδεισεν ὁ Μωϋσῆς, μή τις αὐτὴν ἀγένητον εἴπῃ· πολλῷ μᾶλλον περὶ τοῦ Υἱοῦ φοβηθῆναι ἐχρῆν τὸν Ἰωάννην, εἴ γε κτιστὸς ἦν. Ὁ μὲν γὰρ κόσμος, ὁρατὸς ὢν, αὐτόθεν κηρύττει τὸν Ποιητήν (Οἱ οὐρανοὶ γὰρ, φησὶ, διηγοῦνται δόξαν τοῦ Θεοῦ)· ὁ δὲ Υἱὸς ἀόρατός ἐστι, καὶ τὴν κτίσιν σφόδρα καὶ ἀπείρως ὑπεραναβέβηκεν. Εἰ τοίνυν ἔνθα μηδὲ λόγου καὶ διδασκαλίας ἡμῖν ἔδει πρὸς τὸ μαθεῖν, ὅτι γενητὸς ὁ κόσμος ἐστὶν, ὅμως σαφῶς αὐτὸ καὶ πρὸ τῶν ἄλλων τίθησιν ὁ Προφήτης· πολλῷ μᾶλλον περὶ τοῦ Υἱοῦ τοῦτο τὸν Ἰωάννην ἐχρῆν εἰπεῖν, εἴ γε κτισθεὶς ἦν. Ναὶ, φησίν· ἀλλ' ὁ Πέτρος τοῦτο εἶπε σαφῶς καὶ διαῤῥήδην. Ποῦ καὶ πότε; Ὅτε Ἰουδαίοις διαλεγόμενος ἔλεγεν, Ὅτι Κύριοναὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε. Τί οὖν καὶ τὸ ἑξῆς οὐ προσέθηκας, ὅτι Τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε; Ἢ ἀγνοεῖς ὅτι τῶν λεγομένων τὰ μὲν τῆς ἀκηράτου φύσεως, τὰ δὲ τῆς οἰκονομίας ἐστίν; Εἰ δὲ μή ἐστιν, ἀλλὰ πάντα ἁπλῶς ἐπὶ τῆς θεότητος ἐκδέξῃ, καὶ παθητὸν εἰσάξεις τὸ Θεῖον· εἰ δὲ μὴ παθητὸν, οὐδὲ ποιητόν. Εἰ μὲν γὰρ ἐκ τῆς θείας αὐτῆς καὶ ἀῤῥήτου φύσεως τὸ αἷμα ἔῤῥευσε, καὶ ἀντὶ τῆς σαρκὸς αὐτὴ τοῖς κατὰ τὸν σταυρὸν ἥλοις διῃρεῖτο καὶ ἐτέμνετο, λόγον ἂν εἶχέ σου κατὰ τοῦτο τὸ σόφισμα. Εἰ δὲ τοῦτο οὐδ' ἂν αὐτὸς ὁ διάβολος βλασφημήσειε, τίνος ἕνεκεν αὐτὸς ἀγνοεῖν προσποιῇ ἀσύγγνωστον οὕτως ἄγνοιαν, καὶ ἣν οὐδ' ἂν οἱ δαίμονες ὑπεκρίναντο; Ἄλλως τε τὸ Κύριος καὶ τὸ Χριστὸς, οὐκ ἔστιν οὐσίας, ἀλλ' ἀξιώματος. Τὸ μὲν γὰρ τῆς ἐξουσίας ἐστὶ, τὸ δὲ τοῦ χρισθῆναι. Τί οὖν ἂν εἴποις περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ; Εἰ γὰρ καὶ κτιστὸς ἦν καθ' ὑμᾶς, τοῦτο οὐκ ἂν ἔχοι χώραν· οὐ γὰρ δὴ πρότερον ἐγένετο, καὶ τότε αὐτὸν ἐχειροτόνησεν ὁ Θεός· οὐδὲ ἀπόβλητον ἔχει τὴν ἀρχὴν, ἀλλὰ φύσει καὶ οὐσιωμένην. Ἐρωτηθεὶς γὰρ εἰ βασιλεὺς εἴη, Ἐγὼ εἰς τοῦτο γεγέννημαι, φησίν. Ὁ δὲ Πέτρος, ὡς περί τινος χειροτονηθέντος, οὕτω διαλέγεται. Περὶ γὰρ τῆς οἰκονομίας ὁ λόγος αὐτῷ πάσης. δʹ. Καὶ τί θαυμάζεις, εἰ τοῦτο ὁ Πέτρος φησίν; Ἀθηναίοις γὰρ διαλεγόμενος ὁ Παῦλος, ἄνδρα αὐτὸν καλεῖ μόνον, οὕτω λέγων· Ἐν ἀνδρὶ ᾧ ὥρισε πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν· καὶ οὐδὲν περὶ τῆς τοῦ Θεοῦ λέγει μορφῆς, οὐδὲ ὅτι ἴσος αὐτῷ, οὐδὲ ὅτι ἀπαύγασμα τῆς δόξης αὐτοῦ· εἰκότως. Οὔπω γὰρ τούτων καιρὸς τῶν ῥημάτων ἦν, ἀλλ' ἀγαπητὸν ἦν αὐτοὺς παραδέξασθαι τέως ὅτι ἄνθρωπός ἐστι, καὶ ὅτι ἀνέστη. Οὕτω καὶ αὐτὸς ἐποίησε Χριστός· παρ' οὗ καὶ Παῦλος μαθὼν, οὕτω τὰ πράγματα ᾠκονόμει. Οὐ γὰρ εὐθέως ἡμῖν ἑαυτοῦ τὴν θεότητα ἐξεκάλυψεν, ἀλλὰ πρῶτον μὲν ἐνομίζετο εἶναι προφήτης καὶ Χριστὸς ἁπλῶς ἄνθρωπος· ὕστερον δὲ ἐφάνη διὰ τῶν ἔργων καὶ τῶν ῥημάτων τοῦτο ὅπερ ἦν. Διὰ τοῦτο καὶ ὁ Πέτρος ἐν ἀρχῇ τούτῳ κέχρηται τῷ τρόπῳ· καὶ γὰρ ταύτην πρώτην πρὸς Ἰουδαίους ἐδημηγόρει δημηγο 59.42 ρίαν. Ἐπειδὴ γὰρ οὐδὲν περὶ τῆς θεότητος αὐτοῦ τέως σαφὲς μαθεῖν ἴσχυον, διὰ τοῦτο τοῖς περὶ τῆς οἰκονομίας ἐνδιατρίβει λόγοις, ἵνα τούτοις ἡ ἀκοὴ γυμνασθεῖσα, τῇ λοιπῇ προοδοποιήσῃ διδασκαλίᾳ. Καὶ εἰ βούλοιτό τις τὴν δημηγορίαν πᾶσαν ἄνωθεν διελθεῖν, εὑρήσει τοῦτο ὃ λέγω σφόδρα διαλάμπον. Καὶ γὰρ ἄνδρα αὐτὸν καλεῖ καὶ αὐτὸς, καὶ τοῖς τοῦ πάθους, καὶ τῆς ἀναστάσεως, καὶ τῆς κατὰ σάρκα γεννήσεως ἐνδιατρίβει λόγοις. Καὶ Παῦλος δὲ, ὅταν λέγῃ· Τοῦ γενομένου ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα, οὐδὲν ἕτερον ἡμᾶς παιδεύει, ἀλλ' ὅτι τὸ, Ἐποίησεν, ἐπὶ τῆς οἰκονομίας παρείληπται, ὃ καὶ ἡμεῖς ὁμολογοῦμεν. Ἀλλ' ὁ τῆς βροντῆς υἱὸς περὶ τῆς ἀῤῥήτου καὶ προαιωνίου ἡμῖν ὑπάρξεως διαλέγεται νῦν. Διὰ τοῦτο τὸ, Ἐποίησεν, ἀφεὶς, τὸ, Ἦν, ἔθηκεν. Ἐχρῆν δὲ εἰ κτιστὸς ἦν, τοῦτο μάλιστα διορίσασθαι. Εἰ γὰρ ὁ Παῦλος ἔδεισε μή τις ὑποπτεύσῃ τῶν ἀνοήτων, ὅτι τοῦ Πατρὸς ἔσται μείζων, καὶ ὑποτεταγμένον ἕξει τὸν γεννήσαντα· διὰ γὰρ τοῦτο Κορινθίοις ἐπιστέλλων ἔλεγεν· Ὅταν δὲ εἴπῃ, ὅτι Ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· καίτοι τίς ἂν ὑπονοήσειεν, ὅτι ὁ Πατὴρ ὑποταγήσεταί ποτε τῷ Υἱῷ καὶ μετὰ τῶν πάντων; ἀλλ' ὅμως εἰ καὶ τὰς ἀλόγους ταύτας ὑπονοίας δέδοικε, καί φησιν, ἐκτὸς
14
τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· πολλῷ μᾶλλον τὸν Ἰωάννην, εἰ κτιστὸς ἦν ὁ Υἱὸς τοῦ Θεοῦ, φοβηθῆναι ἔδει, μή τις αὐτὸν ἄκτιστον νομίσῃ, καὶ τοῦτο πρὸ πάντων διδάξαι. Νῦν δὲ, ἐπειδὴ γεννητὸς ἦν, εἰκότως οὔτε αὐτὸς, οὔτε ἄλλος οὐδεὶς, οὐκ ἀπόστολος, οὐ προφήτης, κτιστὸν αὐτὸν ἔφησαν εἶναι. Καὶ αὐτὸς δὲ ὁ Μονογενὴς οὐκ ἂν αὐτὸ παρῆκεν, εἰ τοῦτο ἦν. Ὁ γὰρ τὰ οὕτω ταπεινὰ φθεγγόμενος διὰ συγκατάβασιν, πολλῷ μᾶλλον τοῦτο οὐκ ἂν ἐσιώπησεν. Οἶμαι γὰρ οὐκ ἀπεικὸς, μᾶλλον ἔχοντα τὸ ὑψηλὸν σιγῆσαι, ἢ μὴ ἔχοντα παραλιπεῖν τοῦτο αὐτὸν, καὶ μὴ διδάξαι ὅτι οὐκ ἔχει. Ἐκεῖ μὲν γὰρ εὔλογος πρόφασις τῆς σιγῆς ἦν, τὸ βούλεσθαι διδάσκειν τοὺς ἀνθρώπους ταπεινοφρονεῖν, καὶ διὰ τοῦτο σιγᾷν τὰ μεγάλα τῶν προσόντων αὐτῷ· ἐνταῦθα δὲ οὐδεμίαν ἔχοις εἰπεῖν δικαίαν πρόφασιν τῆς σιωπῆς. Τίνος γὰρ ἕνεκεν ἐσίγα, εἰ κτιστὸς ἦν, τὸ γεγενῆσθαι, ὁ καὶ τῶν προσόντων πολλὰ παραιτούμενος; Ὥστε ὁ διὰ τὴν τῆς ταπεινοφροσύνης διδασκαλίαν καὶ τὰ μὴ προσόντα αὐτῷ πολλάκις εἰπὼν ταπεινὰ, πολλῷ μᾶλλον, εἰ κτιστὸς ἦν, τοῦτο οὐκ ἂν παρέλιπεν. Ἢ οὐχ ὁρᾷς αὐτὸν, ἵνα μηδεὶς αὐτὸν ἀγέννητον ὑπολάβῃ, πάντα ὑπὲρ τούτου καὶ ποιοῦντα καὶ λέγοντα, καὶ ἀνάξια αὐτοῦ φθεγγόμενον τῆς ἀξίας καὶ τῆς οὐσίας, καὶ εἰς προφήτου ταπεινότητα καταβαίνοντα; Τὸ γὰρ, Καθὼς ἀκούω κρίνω· καὶ τὸ, Ἐκεῖνός μοι εἶπε τί εἴπω καὶ τί λαλήσω, καὶ ὅσα τοιαῦτα, προφητῶν μόνον ἐστίν. Εἰ τοίνυν ταύτην θέλων τὴν ὑποψίαν ἀνελεῖν, οὕτω ταπεινὰ φθέγξασθαι οὐκ ἀπηξίωσε ῥήματα· πολλῷ μᾶλλον ἂν, εἰ κτιστὸς ἦν, ἵνα μὴ ἄκτιστόν τις αὐτὸν ὑποπτεύσῃ, πολλὰ τοιαῦτα ἂν εἶπεν· οἷον, Μὴ νομίζετέ με γεγεννῆσθαι παρὰ τοῦ Πατρός· πεποίημαι ἐγὼ, οὐ γεγέννημαι, οὐδέ εἰμι τῆς οὐσίας ἐκείνου. Νῦν δὲ πᾶν τοὐναντίον ποιεῖ· ἐκεῖνα γὰρ φθέγγεται τὰ ῥήματα, ἃ καὶ τοὺς μὴ βουλομένους ἀναγκάζει καὶ ἄκοντας τὴν ἐναντίαν δέξασθαι ὑπόνοιαν, οἷον, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, 59.43 ἑώρακε τὸν Πατέρα· καὶ, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς, οὓς θέλει, ζωοποιεῖ. Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ πανταχοῦ τὸ ὥσπερ Καὶ τὸ οὕτω τιθεὶς, καὶ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα, τὴν πρὸς αὐτὸν ἀπαραλλαξίαν δηλοῖ· τὴν δὲ αὐθεντίαν, καὶ διὰ τούτων μὲν, καὶ δι' ἑτέρων δὲ πλειόνων ἐνδείκνυται· οἷον ὅταν λέγῃ· Σιώπα, πεφίμωσο· Θέλω, καθαρίσθητι· Σοὶ λέγω, τὸ δαιμόνιον τὸ κωφὸν καὶ ἄλαλον, ἔξελθε ἀπ' αὐτοῦ. Καὶ τὸ, Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται. Καὶ ὅσα ἄλλα τοιαῦτα νομοθετεῖ καὶ θαυματουργεῖ, ἱκανὰ δεῖξαι αὐτοῦ τὴν ἐξουσίαν· μᾶλλον δὲ τὸ πολλοστὸν αὐτῶν μέρος ἱκανὸν τοὺς μὴ λίαν ἀναισθητοῦντας προσαγαγέσθαι καὶ πεῖσαι. εʹ. Ἀλλὰ γὰρ δεινὸν ἡ κενοδοξία καὶ πρὸς τὰ λίαν φανερὰ ἀποτυφλῶσαι τὴν διάνοιαν τῶν ὑπ' αὐτῆς ἁλισκομένων, καὶ τοῖς ὡμολογημένοις πεῖσαι φιλονεικεῖν· ἑτέρους δὲ καὶ σφόδρα εἰδότας τἀληθὲς καὶ πεπεισμένους, εἰς ὑπόκρισιν καὶ ἀντίστασιν ἀλείφει. Ταῦτα καὶ ἐπὶ τῶν Ἰουδαίων ἐγίνετο. Οὐ γὰρ δι' ἄγνοιαν ἠρνοῦντο τὸν τοῦ Θεοῦ Υἱὸν, ἀλλ' ἵνα τῆς παρὰ τῶν πολλῶν τύχωσι τιμῆς. Καὶ γὰρ, Ἐπίστευον εἰς αὐτὸν, φησὶν, ἀλλ' ἐφοβοῦντο ἵνα μὴ ἀποσυνάγωγοι γένωνται, καὶ τὴν αὑτῶν προέτειναν σωτηρίαν ἑτέροις. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν οὕτω σφοδρῶς τῇ παρούσῃ δουλεύοντα δόξῃ, τῆς παρὰ τοῦ Θεοῦ τυχεῖν. Διὸ καὶ ἐπετίμησεν αὐτοῖς, εἰπών· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ Θεοῦ μὴ ζητοῦντες; Μέθη γάρ τίς ἐστι βαθεῖα· καὶ διὸ δυσανάγωγον τὸν χειρωθέντα ποιεῖ τοῦτο τὸ πάθος. Αὕτη τῶν ἁλόντων τὴν ψυχὴν ἀποσχίσασα τῶν οὐρανῶν, τῇ γῇ προσηλοῖ, καὶ πρὸς τὸ φῶς ἀναβλέψαι τὸ ἀληθινὸν οὐκ ἀφίησιν, ἀλλ' ἐν τῷ βορβόρῳ διαπαντὸς καλινδεῖσθαι πείθει, κατασκευάζουσα δεσπότας αὐτοῖς οὕτω
15
δυνατοὺς, ὡς χωρὶς ἐπιταγμάτων αὐτῶν κρατεῖν. Ὁ γὰρ τοῦτο νοσῶν τὸ νόσημα, καὶ μηδενὸς κελεύοντος, αὐτομάτως ποιεῖ πάντα, ὅσαπερ ἂν οἴηται τέρπειν αὐτοῦ τοὺς κυρίους. Καὶ γὰρ ἱμάτια καλὰ περιτίθεται δι' ἐκείνους, καὶ καλλωπίζει τὴν ὄψιν, οὐχ ἑαυτῷ τοῦτο, ἀλλ' ἑτέροις ἐπιτηδεύων, καὶ ἀκολούθους περιάγει κατὰ τὴν ἀγορὰν, ἵνα θαυμάζηται παρ' ἑτέρων· καὶ πάντα ἃ ποιεῖ τῆς τῶν ἄλλων ἕνεκεν ἀρεσκείας ὑπομένει μόνης. Ἆρα γένοιτ' ἄν τι τούτου χαλεπώτερον πάθος; Ἵνα ἕτεροι θαυμάσωσιν αὐτὸν, κατακρημνίζεται συνεχῶς. Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα παρὰ τοῦ Χριστοῦ, δεῖξαι πᾶσαν αὐτοῦ τὴν τυραννίδα· πλὴν καὶ ἐντεῦθεν ἔστιν αὐτὴν 59.44 συνιδεῖν. Εἰ γὰρ ἐθελήσεις ἐρωτῆσαί τινα τῶν πολιτευομένων καὶ τὰ πολυτελῆ δαπανώντων δαπανήματα, τίνος ἕνεκεν τοσοῦτον κενοῦσι χρυσίον, καὶ τί βούλεται αὐτοῖς ἡ τοσαύτη δαπάνη, οὐδὲν ἕτερον ἀκούσῃ παρ' αὐτῶν, ἀλλ' ἢ τοῦ δήμου τὴν ἀρέσκειαν. Εἰ δὲ πάλιν ἔροιο τί δήποτε ὁ δῆμός ἐστιν, ἐροῦσι, Πρᾶγμα θορύβου γέμον καὶ ταραχῶδες, καὶ ἐξ ἀνοίας τὸ πλέον συγκείμενον, ἁπλῶς φερόμενον, κατὰ τὰ τῆς θαλάττης κύματα, πολλάκις καὶ ἐκ ποικίλου καὶ μαχομένης συνιστάμενον γνώμης. Ὅταν οὖν τις τοιοῦτον ἔχῃ δεσπότην, τίνος ἐλεεινότερος οὐκ ἂν εἴη; Ἀλλὰ τὸ μὲν ἀνθρώπους βιωτικοὺς περὶ ταῦτα ἐπτοῆσθαι, οὐχ οὕτω δεινόν· καίπερ ὂν δεινόν· τὸ δὲ τοὺς τοῦ κόσμου λέγοντας ἀποπεπηδηκέναι τὰ αὐτὰ νοσεῖν, μᾶλλον δὲ χαλεπώτερα, τοῦτο μάλιστά ἐστι τὸ δεινόν. Ἐκείνοις μὲν γὰρ μέχρι χρημάτων ἡ ζημία· ἐνταῦθα δὲ μέχρι ψυχῆς ὁ κίνδυνος. Ὅταν γὰρ διὰ δόξαν πίστιν ἀμείβωσιν ὀρθὴν, καὶ ἵνα αὐτοὶ δοξάζωνται, τὸν Θεὸν ἀτιμάζωσι, τίνα ὑπερβολὴν οὐκ ἂν ἔχοι βλακείας καὶ μανίας τὸ γινόμενον; εἰπέ μοι. Τὰ μὲν οὖν ἄλλα πάθη, κἂν πολλὴν τὴν βλάβην ἔχῃ, φέρει γοῦν τινα καὶ ἡδονὴν, εἰ καὶ πρόσκαιρον καὶ βραχεῖαν. Καὶ γὰρ ὁ φιλοχρήματος, καὶ ὁ φίλοινος, καὶ ὁ φιλογύνης, ἔχουσί τινα μετὰ τῆς βλάβης καὶ ἡδονὴν, εἰ καὶ βραχεῖαν· οἱ δὲ τοῦ πάθους αἰχμάλωτοι τούτου, διαπαντὸς κατάπικρον ζῶσι βίον καὶ ἡδονῆς ἀπεστερημένον. Οὐ γὰρ ἐπιτυγχάνουσιν οὗ σφόδρα ἐρῶσι, δόξης λέγω τῆς παρὰ τῶν πολλῶν· ἀλλὰ δοκοῦσι μὲν ἀπολαύειν αὐτῆς, οὐκ ἀπολαύουσι δὲ, διὰ τὸ μηδὲ εἶναι δόξαν τὸ πρᾶγμα. Διὰ τοῦτο οὐδὲ δόξα, ἀλλὰ κενὸν δόξης πρᾶγμα εἴρηται τὸ πάθος· κενοδοξίαν δὲ αὐτὸ καὶ οἱ παλαιοὶ πάντες εἰκότως ἐκάλεσαν. Διάκενος γάρ ἐστιν, ἔνδον οὐδὲν ἔχουσα λαμπρὸν καὶ ἐπίδοξον. Ἀλλ' ὥσπερ τὰ προσωπεῖα δοκεῖ μὲν εἶναι λαμπρὰ καὶ ἐπέραστα, κενὰ δὲ ἔνδον ἐστί· διὸ καὶ τῶν σωματικῶν ὄψεων εὐπρεπέστερα ὄντα, οὐδένα οὐδέποτε πρὸς τὸν ἔρωτα εἷλε τὸν αὐτῶν· οὕτω, μᾶλλον δὲ ἀθλιώτερον, καὶ ἡ παρὰ τῶν πολλῶν δόξα, τὸ δυσκαταγώνιστον τοῦτο καὶ τυραννικὸν πάθος ἡμῖν ἐσχημάτισεν. Ὄψιν γὰρ ἔχει μόνην λαμπρὰν, τὰ δὲ ἔνδον αὐτῆς οὐκ ἔτι κενὰ μόνον, ἀλλὰ καὶ ἀτιμίας ἀνάμεστα, καὶ ὠμῆς γέμει τῆς τυραννίδος. Πόθεν οὖν τίκτεται τοῦτο τὸ πάθος, οὕτως ἄλογον ὂν, καὶ ἡδονὴν οὐκ ἔχον, φησί; Πόθεν; Οὐχ ἑτέρωθεν, ἀλλ' ἢ ἀπὸ ψυχῆς ταπεινῆς καὶ εὐτελοῦς. Οὐ γὰρ ἔστι τὸν ὑπὸ δόξης ἁλόντα, μέγα τι καὶ νεανικὸν ἐννοῆσαι ταχέως· ἀλλ' αἰσχρὸν αὐτὸν εἶναι δεῖ, καὶ εὐτελῆ, καὶ ἄτιμον, καὶ μικρόν. Ὁ γὰρ δι' ἀρετὴν μὲν μηδὲν ποιῶν, ἵνα δὲ ἀνδράσιν ἀρέσκῃ μηδενὸς ἀξίοις λόγου, καὶ πανταχοῦ τὴν ἐκείνων ψῆφον τιθέμενος τὴν ἐσφαλμένην καὶ πλανωμένην, πῶς ἂν ἄξιος εἴη τινός; Σκόπει δέ. Εἴ τις αὐτὸν ἔροιτο· Σὺ δὲ τί νομίζεις εἶναι τοὺς πολλούς; εὔδηλον ὅτι ῥᾳθύμους καὶ ἠμελημένους ἐρεῖ. Τί δέ; ἕλοιο ἂν γενέσθαι κατ' ἐκείνους; Εἴ τις αὐτὸν ἔροιτο πάλιν, οὐκ ἄν μοι δοκεῖ θελῆσαι γενέσθαι. Πῶς οὖν οὐκ ἔσχατος γέλως, τὴν τούτων δό 59.45 ξαν θηρεύειν, ὧν οὐκ ἂν ἕλοιο γενέσθαι παραπλήσιός ποτε; ʹ. Εἰ δὲ λέγοις, ὅτι πολλοὶ καὶ συνεστηκότες τίνεςεἰσὶ, διὰ τοῦτο μάλιστα αὐτῶν καταφρονεῖν ἐχρῆν. Εἰ γὰρ καθ' ἑαυτοὺς ὄντες εἰσὶν εὐκαταφρόνητοι, ὅταν πολλοὶ γένωνται, μειζόνως τοῦτο συμβήσεται. Ἡ γὰρ τῶν καθ' ἕκαστον ἄνοια, συλλεγέντων ὁμοῦ, μείζων ὑπὸ τοῦ πλήθους αὐξηθεῖσα γίνεται. Διὸ καὶ καθ' ἕνα μὲν αὐτῶν εἰ λάβοι, ποτὲ ἄν τις καὶ διορθώσειεν· ὁμοῦ δὲ ὄντας,
16
οὐκ ἂν δυνηθείη ῥᾳδίως, διὰ τὸ τὴν ἄνοιαν ἐπιτείνεσθαι, καὶ δίκην θρεμμάτων ἄγεσθαι, καὶ πανταχοῦ ταῖς παρ' ἀλλήλων ἕπεσθαι δόξαις. Ταύτης οὖν, εἰπέ μοι, τῆς παρὰ τῶν πολλῶν ἀντιποιήσεσθε δόξης; Μὴ, δέομαι καὶ ἀντιβολῶ. Τοῦτο γὰρ πάντα ἄνω καὶ κάτω πεποίηκε· τοῦτο πλεονεξίαν ἔτεκε, βασκανίαν, κατηγορίαν, ἐπιβουλάς· τοῦτο τοὺς οὐδὲν ἠδικημένους κατὰ τῶν οὐδὲν ἠδικηκότων ὁπλίζει καὶ ἐκθηριοῖ. Καὶ οὔτε φιλίαν οἶδεν ὁ τούτῳ τῷ νοσήματι περιπεσὼν, οὐ συνηθείας μέμνηται, οὐκ αἰδεῖσθαι οὐδένα ὅλως ἐπίσταται· ἀλλὰ πάντα ἀπὸ τῆς ψυχῆς ῥίψας τὰ καλὰ, πρὸς πάντας ἐκπεπολέμωται, ἄστατος, ἄστοργος ὤν. Καὶ τὸ μὲν τῆς ὀργῆς πάθος, εἰ καὶ αὐτὸ τυραννικόν τί ἐστι καὶ ἀφόρητον, ἀλλ' οὐκ ἀεὶ διενοχλεῖν εἴωθεν, ἀλλ' ὅταν ἔχῃ τοὺς παροξύνοντας μόνον· τὸ δὲ τῆς κενοδοξίας διαπαντὸς, καὶ οὐκ ἔστι καιρὸς, ὡς εἰπεῖν, ἐν ᾧ λῆξαι δυνήσεται, μὴ λογισμοῦ κωλύοντος αὐτὴν καὶ καταστέλλοντος, ἀλλ' ἀεὶ πάρεστιν, οὐ μόνον ἀναπείθουσα ἁμαρτάνειν, ἀλλὰ κἂν τύχωμέν τι κατορθοῦντες, καὶ τοῦτο ἀφαρπάζουσα τῶν χειρῶν, ἔστι δὲ ὅτε οὐδὲ ἀφιεῖσα τὴν ἀρχὴν κατορθῶσαι. Εἰ δὲ τὴν πλεονεξίαν ὁ Παῦλος εἰδωλολατρείαν καλεῖ· τὴν ταύτης μητέρα καὶ ῥίζαν καὶ πηγὴν, τὴν κενοδοξίαν λέγω, τί δίκαιον ὀνομάσαι; Οὐδὲ γὰρ προσηγορίαν τῆς κακίας ἀξίαν ἔστιν εὑρεῖν. Ἀνανήψωμεν τοίνυν, ἀγαπητοὶ, καὶ τὸ πονηρὸν ἀποδυσώμεθα τοῦτο ἱμάτιον, καὶ διαῤῥήξωμεν καὶ ἀποτέμωμεν, καὶ γενώμεθά ποτε ἐλεύθεροι τὴν ἐλευθερίαν τὴν ἀληθῆ, καὶ λάβωμεν αἴσθησιν τῆς εὐγενείας τῆς παρὰ τοῦ Θεοῦ δεδομένης ἡμῖν· καταφρονήσωμεν τῆς τῶν πολλῶν δόξης. Οὐδὲν γὰρ οὕτω καταγέλαστον καὶ ἄτιμον, ὡς τοῦτο τὸ πάθος· οὐδὲν οὕτως αἰσχύνης γέμον καὶ πολλῆς ἀδοξίας. Καὶ τοῦτο πολλαχόθεν ἴδοι τις ἂν, ὅτι τὸ μὲν δόξης ἐρᾷν, ἀδοξία, δόξα δὲ ὄντως, τὸ ταύτης ὑπερορᾷν, καὶ μηδένα αὐτῆς ποιεῖσθαι λόγον, ἀλλὰ πρὸς 59.46 τὸ τῷ Θεῷ δοκοῦν ἅπαντα καὶ λέγειν καὶ ποιεῖν. Οὕτω γὰρ δυνησόμεθα καὶ μισθὸν λαβεῖν παρὰ τοῦ τὰ ἡμέτερα ὁρῶντος ἀκριβῶς, ὅταν αὐτῷ μόνῳ ἀρκώμεθα θεατῇ. Τί γὰρ ἡμῖν καὶ ἑτέρων ὀφθαλμῶν δεῖ, τοῦ τιμᾷν μέλλοντος ἡμᾶς ὁρῶντος ἀεὶ τὰ γινόμενα παρ' ἡμῶν; Πῶς δὲ οὐκ ἄτοπον, τὸν μὲν οἰκέτην πάντα ὅσαπερ ἂν ποιῇ, εἰς ἀρέσκειαν τοῦ δεσπότου ποιεῖν, καὶ μηδὲν πλέον ἐπιζητεῖν τῆς θεωρίας τῆς τούτου, μηδὲ ἑτέρους ὀφθαλμοὺς ἐφέλκεσθαι πρὸς τὴν πρᾶξιν, κἂν μεγάλοι οἱ θεωροῦντες ὦσιν, ἀλλ' ἓν μόνον σκοπεῖν ὅπως ὁ δεσπότης θεάσηται· ἡμᾶς δὲ τοιοῦτον ἔχοντας Κύριον, ἑτέρους ἐπιζητεῖν θεατὰς τοὺς ὠφελῆσαι μὲν οὐδὲν, βλάψαι δὲ ἐκ τῆς θεωρίας δυναμένους, καὶ κενῶσαι πάντα τὸν πόνον ἡμῖν; Μὴ, παρακαλῶ· ἀλλ' ὅθεν ἔχομεν τοὺς μισθοὺς λαβεῖν, τοῦτον καλῶμεν ἐπαινέτην τῶν γινομένων, τοῦτον θεατήν. Μηδὲν ἡμῖν καὶ ἀνθρωπίνοις ὀφθαλμοῖς ἔστω. Εἰ γὰρ ἐθέλοιμεν καὶ ταύτης ἐπιτυχεῖν τῆς δόξης, τότε αὐτῆς ἐπιτευξόμεθα, ὅταν τὴν παρὰ τοῦ Θεοῦ ζητῶμεν μόνην. Τοὺς γὰρ δοξάζοντάς με δοξάσω, φησί. Καὶ ὥσπερ χρημάτων τότε μάλιστα εὐποροῦμεν, ὅταν καταφρονῶμεν αὐτῶν, καὶ τὸν παρὰ τοῦ Θεοῦ ζητῶμεν πλοῦτον μόνον (Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν)· οὕτω καὶ ἐπὶ τῆς δόξης, ὅταν ἡμῖν λοιπὸν ἀκίνδυνος ἡ δόσις ᾖ καὶ ἡ τῶν χρημάτων καὶ ἡ τῆς δόξης, τότε αὐτὴν ἐπιδαψιλεύσεται ὁ Θεός. Ἀκίνδυνος δὲ τότε ἐστὶν, ὅταν ἡμῶν μὴ κρατῇ, μηδὲ περιγίνηται, μηδὲ ὡς δούλοις αὐτὴ ἐπιτάττῃ, ἀλλ' ὡς δεσπόταις καὶ ὡς ἐλευθέροις παραγίνηται. Διὰ γὰρ τοῦτο οὐδὲ βούλεται αὐτῶν ἡμᾶς ἐρᾷν, ἵνα μὴ κρατώμεθα παρ' αὐτῶν. Κἂν τοῦτο κατορθώσωμεν, δίδωσιν ἡμῖν αὐτὰ μετὰ πολλῆς τῆς δαψιλείας. Τί γὰρ Παύλου λαμπρότερον, εἰπέ μοι, τοῦ λέγοντος· Οὐ ζητοῦμεν παρὰ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπ' ἄλλων; τί δὲ εὐπορώτερον τοῦ μηδὲν ἔχοντος, καὶ πάντα κατέχοντος; Ὅταν γὰρ, ὅπερ ἔφην, μὴ κρατώμεθα ὑπ' αὐτῶν, τότε αὐτῶν κρατήσομεν, τότε αὐτὰ ληψόμεθα. Εἰ τοίνυν ἐπιθυμοῦμεν ἐπιτυχεῖν δόξης, φεύγωμεν δόξαν· οὕτω γὰρ δυνησόμεθα τοῦ Θεοῦ τοὺς νόμους ἀνύσαντες, τυχεῖν
17 καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.45 ΟΜΙΛΙΑ Δʹ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. αʹ. Τοῖς ἄρτι τῶν παίδων εἰσαγομένοις πρὸς τὰ μαθήματα οὔτε πολλὰ ἐφεξῆς ἐπιτιθέασιν οἱ διδάσκαλοι τὰ φορτία, οὔτε εἰσάπαξ τοῦτο ποιοῦσιν, ἀλλὰ καὶ βραχέα, καὶ τὰ αὐτὰ πολλάκις ἐνηχοῦσιν αὐτοῖς, ὥστε αὐτῶν ῥᾳδίως ἐντεθῆναι τῇ διανοίᾳ τὰ λεγόμενα, ἀλλὰ μὴ ἐκ προοιμίων δυσχεράναντας αὐτοὺς πρὸς τὸ πλῆθος καὶ τὸ τῆς μνήμης δυσκάθεκτον, ὀκνηροτέρους γενέσθαι περὶ τὴν συλλογὴν τῶν δοθέντων, νάρκης τινὸς αὐτοῖς ἀπὸ τῆς δυσκολίας ἐγγινομένης. Τοῦτο δὴ καὶ αὐτὸς κατασκευάσαι βουλόμενος, καὶ τὸν πόνον ὑμῖν ποιῆσαι κοῦφον, κατὰ μικρὸν ἀπολαμβάνων τὰ ἐν τῇ θείᾳ ταύτῃ τραπέζῃ, εἰς τὰς ὑμετέρας οὕτως ἐνίημι ψυχάς. Διὸ καὶ 59.46 τῶν αὐτῶν ἅψομαι πάλιν ῥημάτων, οὐχ ὥστε τὰ αὐτὰ πάλιν εἰπεῖν, ἀλλ' ὥστε τὰ λείποντα προσθεῖναι μόνον. Φέρε οὖν, τὸν λόγον ἐπὶ τὰ προοίμια πάλιν ἀγάγωμεν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Τίνος ἕνεκεν, τῶν ἄλλων ἁπάντων εὐαγγελιστῶν ἀπὸ τῆς οἰκονομίας ἀρξαμένων (καὶ γὰρ ὁ Ματθαῖός φησι, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυΐδ· καὶ ὁ Λουκᾶς τὰ κατὰ τὴν Μαρίαν ἡμῖν ἐν ἀρχῇ διηγεῖται· καὶ ὁ Μάρκος δὲ ὁμοίως τοῖς αὐτοῖς ἐνδιατρίβει λόγοις, τὴν κατὰ τὸν Βαπτιστὴν ἱστορίαν ἐντεῦθεν ὑφαίνων), ὁ Ἰωάννης τοῦτο μὲν ἐν βραχεῖ καὶ μετὰ ταῦτα ᾐνίξατο εἰπὼν, Καὶ ὁ Λόγος σὰρξ ἐγένετο· τὰ δὲ ἄλλα πάντα παραδραμὼν, τὴν σύλληψιν, τὸν τόκον, τὴν ἀνατροφὴν, τὴν αὔξησιν, εὐθέως περὶ τῆς ἀϊδίου γεννήσεως ἡμῖν διηγεῖται; Τί ποτ' οὖν ἐστι τὸ αἴτιον τούτων, 59.47 ἤδη πρὸς ὑμᾶς ἐρῶ. Τῶν λοιπῶν εὐαγγελιστῶν τὸ πλέον ἐν τοῖς κατὰ σάρκα διατριψάντων λόγοις, δέος ἦν τοῦ μή τινας διὰ τοῦτο χαμαιπετεῖς ὄντας τούτοις ἐναπομεῖναι μόνοις τοῖς δόγμασιν· ὃ καὶ Παῦλος ἔπαθεν ὁ Σαμοσατεύς. Ἐκ ταύτης τοίνυν ἀνάγων τῆς χαμαιζηλίας τοὺς μέλλοντας ἐμπεσεῖσθαι, καὶ εἰς τὸν οὐρανὸν ἀνέλκων, εἰκότως ἄνωθεν καὶ ἐκ τῆς ὑπάρξεως τῆς ἀϊδίου ποιεῖται τῆς διηγήσεως τὴν ἀρχήν. Τοῦ μὲν γὰρ Ματθαίου ἀπὸ Ἡρώδου τοῦ βασιλέως, τοῦ Λουκᾶ δὲ ἀπὸ Τιβερίου τοῦ Καίσαρος, τοῦ δὲ Μάρκου ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου πρὸς τὴν διήγησιν εἰσβαλόντων, πάντα ταῦτα ἀφεὶς οὗτος, ἀνωτέρω παντὸς ἄνεισι χρόνου τε καὶ αἰῶνος, ἐκεῖ τὴν διάνοιαν τῶν ἀκροατῶν ἀκοντίζων πρὸς τὸ, Ἐν ἀρχῇ ἦν, καὶ οὐκ ἀφιεὶς στῆναί που, οὐδὲ ὅρον τιθεὶς, καθάπερ ἐκεῖνοι, τὸν Ἡρώδην καὶ τὸν Τιβέριον καὶ τὸν Ἰωάννην. Ὃ δὲ ἄξιον μετὰ τούτων θαυμάσαι, ἐκεῖνο μάλιστα εἰπεῖν ἔστιν, ὅτι οὔτε οὗτος πρὸς τὸν ὑψηλότερον ἑαυτὸν λόγον ἀφιεὶς τῆς οἰκονομίας ἠμέλησεν· οὔτε ἐκεῖνοι τὴν περὶ ταύτης ἐσπουδακότες διήγησιν, τὴν προαιώνιον ἐσίγησαν ὕπαρξιν· καὶ μάλα εἰκότως. Ἓν γὰρ ἦν τὸ Πνεῦμα τὸ κινοῦντας ἁπάντων ψυχάς· διὸ καὶ πολλὴν περὶ τὴν ἀπαγγελίαν ἐπεδείξαντο τὴν ὁμόνοιαν. Σὺ δὲ, ἀγαπητὲ, Λόγον ἀκούσας, μηδέποτε ἀνάσχῃ τῶν λεγόντων ἔργον αὐτὸν εἶναι, ἀλλὰ μηδὲ τῶν ἁπλῶς λόγον αὐτὸν εἶναι νομιζόντων. Πολλοὶ μὲν γὰρ οἱ τοῦ Θεοῦ λόγοι, οὓς καὶ ἄγγελοι ποιοῦσιν, ἀλλ' οὐδεὶς ἐκείνων τῶν λόγων Θεὸς, ἀλλ' ἐκεῖνοι μὲν ἅπαντες προφητεῖαι καὶ προστάγματα (οὕτω γὰρ ἔθος τῇ Γραφῇ καλεῖν τοὺς νόμους τοῦ Θεοῦ, καὶ τὰ ἐπιτάγματα, καὶ τὰς προφητείας· διὸ καὶ ἐπάγει λέγων περὶ τῶν ἀγγέλων, Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ)· οὗτος δὲ ὁ Λόγος οὐσία τίς ἐστιν ἐνυπόστατος, ἐξ αὐτοῦ προελθοῦσα ἀπαθῶς τοῦ Πατρός. Τοῦτο γὰρ, ὡς ἔφθην εἰπὼν, διὰ τῆς τοῦ Λόγου προσηγορίας ἐδήλωσεν. Ὥσπερ οὖν τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, τὸ ἀΐδιον δηλοῖ· οὕτω τὸ, Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, τὸ συναΐδιον ἡμῖν ἐνέφηνεν. Ἵνα γὰρ μὴ, ἀκούσας ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἀΐδιον μὲν νομίσῃς, πρεσβυτέραν δὲ διαστήματί τινι τοῦ Πατρὸς τὴν ζωὴν ὑποπτεύσῃς καὶ αἰῶνι πλείονι,
18
καὶ τῷ Μονογενεῖ δῷς ἀρχὴν, ἐπήγαγε τὸ, ὅτι Ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ἦν, οὕτως ἀΐδιος, ὡς αὐτὸς ὁ Πατήρ· οὐ γὰρ ἦν ἔρημος οὐδέποτε τοῦ Λόγου, ἀλλ' ἀεὶ Θεὸς πρὸς Θεὸν ἦν, ἐν ὑποστάσει μέντοι ἰδίᾳ. Πῶς οὖν, φησὶν, εἶπεν, ὅτι· Ἐν τῷ κόσμῳ ἦν, εἴ γε πρὸς τὸν Θεὸν ἦν; Ὅτι καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ ἐν τῷ κόσμῳ ἦν. Οὐδαμοῦ γὰρ περατοῦται, οὔτε ὁ Πατὴρ, οὔτε ὁ Υἱός. Εἰ γὰρ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, Καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός· οὐδὲ τῆς οὐσίας εὔδηλον ὅτι ἀρχή τις χρονική. Ἤκουσας, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν; Τί νοεῖς ἀπὸ τῆς ἀρχῆς ταύτης; Εὔδηλον ὅτι τὸ πρὸ πάντων γενέσθαι αὐτὰ τῶν ὁρατῶν. Οὕτω καὶ περὶ τοῦ Μονογενοῦς ἀκούων, ὅτι Ἐν ἀρχῇ ἦν, πρὸ πάντων αὐτὸν νόει τῶν νοητῶν καὶ πρὸ τῶν αἰώνων. Εἰ δὲ λέγοι τις· Καὶ πῶς ἐστιν, Υἱὸν ὄντα μὴ νεώτερον εἶναι τοῦ Πατρός; τὸ γὰρ ἔκ τινος ὂν, ἀνάγκη πᾶσα ὕστερον εἶναι τοῦ ἐξ οὗ ἐστιν, ἐροῦμεν, ὅτι μάλιστα μὲν ταῦτα λογισμῶν 59.48 ἀνθρωπίνων ἐστί· καὶ ὁ τοῦτο ζητῶν, καὶ ἕτερα τούτων ἀτοπώτερα ζητήσει· καὶ οὐδὲ τῇ ἀκοῇ τὰ τοιαῦτα παραδέχεσθαι ἔδει. Περὶ Θεοῦ γὰρ νῦν ἡμῖν ὁ λόγος ἐστὶν, οὐ περὶ τῆς τῶν ἀνθρώπων φύσεως, ὑποκειμένης τῇ τῶν λογισμῶν τούτων ἀκολουθίᾳ τε καὶ ἀνάγκῃ. Πλὴν ἀλλ' ὑπὲρ πληροφορίας τῶν ἀσθενεστέρων, καὶ πρὸς ταῦτα ἐροῦμεν. βʹ. Εἰπὲ γάρ μοι, Τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτῆς ἐκπηδᾷ τῆς τοῦ ἡλίου φύσεως, ἢ ἄλλοθέν ποθεν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι τὸν μὴ καὶ τὰς αἰσθήσεις πεπηρωμένον, ὅτι ἐξ αὐτῆς. Ἀλλ' ὅμως καὶ ἐξ αὐτοῦ ὂν τοῦ ἡλίου τὸ ἀπαύγασμα, οὐκ ἄν ποτε ὕστερον εἶναι φαίημεν τῆς ἡλιακῆς φύσεως, ἐπειδὴ μηδὲ χωρὶς ἀπαυγάσματος ἥλιος ἐφάνη ποτέ. Εἰ δὲ ἐπὶ τῶν σωμάτων τούτων τῶν ὁρατῶν καὶ αἰσθητῶν, καὶ ἐκ τινὸς ὂν, καὶ οὐχ ὕστερον ἐξ οὗ ἐστιν ἐφάνη τι ὂν, τί ἀπιστεῖς ἐπὶ τῆς ἀοράτου καὶ ἀῤῥήτου φύσεως; Τὸ αὐτὸ δὴ τοῦτό ἐστιν οὕτως, ὡς ἐκείνῃ τῇ οὐσίᾳ πρέπον ἦν. Διὰ γάρ τοι τοῦτο καὶ ὁ Παῦλος αὐτὸν οὕτως ἐκάλεσε, καὶ τὸ ἐξ αὐτοῦ καὶ τὸ συναΐδιον παριστῶν. Τί δέ; εἰπέ μοι, οὐχ οἱ αἰῶνες δι' αὐτοῦ γεγόνασιν ἅπαντες καὶ διάστημα ἅπαν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι τὸν μὴ παραπαίοντα. Οὐκοῦν οὐδὲν μέσον Υἱοῦ καὶ Πατρός. Εἰ δὲ οὐδὲν, οὐχ ὕστερος, ἀλλὰ συναΐδιος. Τὸ γὰρ πρὸ, καὶ τὸ μετὰ, χρόνων εἰσὶν ἔννοιαι δηλωτικαί. Χωρὶς γὰρ αἰῶνος ἢ χρόνου οὐκ ἂν δυνηθείη τις ταῦτα νοῆσαι τὰ ῥήματα. Χρόνων δὲ καὶ αἰώνων ἀνώτερος ὁ Θεός. Εἰ δὲ ὅλως τοῦ Υἱοῦ φῂς ἀρχὴν κατειληφέναι. ὅρα μὴ καὶ τὸν Πατέρα ὑπὸ ἀρχὴν ἀναγκασθῇς ἀγαγεῖν κατὰ τοῦτον τὸν λόγον καὶ τὸν λογισμὸν, πρεσβυτέραν μὲν, ἀρχὴν δὲ ὅμως. Εἰπὲ γάρ μοι, οὐχ ὅρον τινὰ καὶ ἀρχὴν προστιθεὶς τῷ Υἱῷ, καὶ οὕτω προϊὼν ἀπ' αὐτῆς ἐπὶ τὸ ἄνω, τὸν Πατέρα προεῖναι λέγεις; Εὔδηλον ὅτι. Εἰπὲ οὖν μοι, πόσον ὁ Πατὴρ προϋπάρχει; Ἄν τε γὰρ ὀλίγον, ἄν τε πολὺ διάστημα εἴπῃς, ὑπὸ τὴν ἀρχὴν τὸν Πατέρα ἤγαγες. Μετρήσας γὰρ εὔδηλον ὅτι τὸ μέσον, οὕτως ὀλίγον ἐρεῖς ἢ πολύ· μετρῆσαι δὲ οὐκ ἂν γένοιτο, μὴ ἑκατέρωθεν οὔσης ἀρχῆς. Ὥστε καὶ τῷ Πατρὶ δέδωκας ἀρχὴν, τό γε εἰς σὲ ἧκον· καὶ οὐκ ἔσται λοιπὸν οὐδὲ ὁ Πατὴρ ἄναρχος καθ' ὑμᾶς. Ὁρᾷς ὅτι τὸ παρὰ τοῦ Σωτῆρος λεχθὲν ἀληθές ἐστι, καὶ πανταχοῦ τὴν δύναμιν ἐνδείκνυται τὴν αὐτοῦ τὸ ῥῆμα; Ποῖον δὴ τοῦτο; Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα. Καὶ οἶδα μὲν πολλοῖς ἀκατάληπτον ὂν τὸ λεχθέν· διὸ πολλαχοῦ καὶ τὰ ἀπὸ τῶν λογισμῶν ἀναβαλλόμεθα κινεῖν, ὅτι οὔτε παρακολουθεῖν αὐτοῖς ὁ λοιπὸς δύναιτ' ἂν δῆμος· οὔτε, εἰ παρακολουθήσειεν, ἔχει τι βέβαιον καὶ ἀσφαλές. Λογισμοὶ γὰρ ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Ἡδέως δ' ἂν κἀκεῖνο ἐροίμην τοὺς ἀντιλέγοντας ἡμῖν, τί ποτέ ἐστι τὸ παρὰ τῷ προφήτῃ λεγόμενον, τὸ, Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔστιν; Εἰ γὰρ νεώτερος τοῦ Πατρὸς ὁ Υἱὸς, πῶς φησι, Μετ' ἐμὲ οὐκ ἔστιν; Ἆρα οὖν ἀναιρήσετε καὶ αὐτοῦ τοῦ Μονογενοῦς τὴν οὐσίαν; Ἀνάγκη γὰρ ἢ τοῦτο τολμᾷν, ἢ μίαν παραδέξασθαι τὴν θεότητα ἐν ἰδίᾳ ὑποστάσει Πατρὸς καὶ Υἱοῦ. Ποῦ δὲ ὅλως τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, ἀληθές; Εἰ γάρ ἐστιν αἰὼν αὐτοῦ πρεσβύτερος, πῶς ἂν τὸ πρὸ αὐτοῦ, δι' αὐτοῦ γεγενημένον εἴη;
19
Ὁρᾶτε εἰς ὅσην τόλμαν αὐτοὺς ἅπαξ παρακινηθείσης τῆς ἀληθείας ὁ λόγος ἐξήγαγε; Διατί γὰρ οὐκ εἶπεν ὁ εὐαγγελιστὴς, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, καθάπερ περὶ πάντων ὁ Παῦλος ἀποφαίνεται, λέγων οὕτως, Ὁ καλέσας τὰ μὴ ὄντα ὡς 59.49 ὄντα, ἀλλ', Ἐν ἀρχῇ ἦν, φησί; τοῦτο γὰρ ἐναντίον ἐκείνῳ· καὶ μάλα εἰκότως. Θεὸς γὰρ οὔτε γίνεται, οὔτε ἔχει τι πρεσβύτερον· ἀλλὰ ταῦτα Ἑλλήνων ῥήματα. Εἰπὲ δή μοι κἀκεῖνο· τὸν κτίστην τῶν ἔργων οὐχὶ ἀσυγκρίτως ὑπερέχειν εἴποις ἄν; Ὅταν οὖν αὐτοῖς ὅμοιον ᾖ τὸ ἐξ οὐκ ὄντων, ποῦ ἡ ἀσύγκριτος ὑπεροχή; Τί δέ ἐστιν ὅλως τὸ, Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ, Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός; Εἰ γὰρ ὁ Υἱὸς μὴ εἴη τῆς αὐτῆς οὐσίας, ἕτερός ἐστι Θεός· καὶ εἰ μὴ συναΐδιος, ἔστι μετ' αὐτόν· καὶ εἰ μὴ ἐκ τῆς οὐσίας προῆλθεν, εὔδηλον ὅτι ἐγένετο. Εἰ δὲ λέγοιεν, πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων ταῦτα εἰρῆσθαι, πῶς οὐ συγχωροῦσι πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων λέγειν τὸν μόνον ἀληθινὸν Θεόν; Εἰ δὲ καὶ πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων εἴρηται τοῦτο, πῶς ἑρμηνεύσεις τὴν ῥῆσιν ἅπασαν; Μετ' ἐμὲ γὰρ, φησὶν, οὐκ ἔστιν ἄλλος Θεός. Οὐκ ἐκβάλλων τὸν Υἱὸν τοῦτό φησιν, ἀλλ' ὅτι Θεὸς εἰδωλικὸς μετ' ἐμὲ οὐκ ἔστιν· οὐχ ὅτι Υἱὸς οὐκ ἔστι. Ναὶ, φησί. Τί οὖν; καὶ τὸ, Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, οὕτως ἐκλήψῃ, ὅτι εἰδωλικὸς μὲν οὐκ ἐγένετο, ἐγένετο δ' οὖν ὅμως Υἱὸς ἔμπροσθεν αὐτοῦ; Καὶ ποῖος ἂν τοῦτο δαίμων εἴποι; Οὐδὲ γὰρ αὐτὸν οἶμαι τὸν διάβολον τοῦτο ἐρεῖν. Ἄλλως δὲ, εἰ οὐκ ἔστι συναΐδιος τῷ Πατρὶ, πῶς ἄπειρον αὐτοῦ τὴν ζωὴν ἐρεῖς; Εἰ γὰρ ἀρχὴν ἄνωθεν ἔχει, κἂν ἀτελεύτητος ᾖ, ἄπειρος ὅμως οὐκ ἔστι· τὸ γὰρ ἄπειρον ἑκατέρωθεν ἄπειρον εἶναι χρή. Ὅπερ οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγε· Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, τό τε ἄναρχον καὶ ἀτελεύτητον δεικνὺς ταύτῃ. Ὥσπερ γὰρ τοῦτο οὐκ ἔχει πέρας, οὕτως οὐδὲ ἐκεῖνο· οὔτε γὰρ ἐνταῦθα τέλος, οὔτε ἐκεῖ ἀρχή. γʹ. Πῶς δὲ καὶ ζωὴ ὢν, ἦν ποτε ὅτε οὐκ ἦν; Τὴν γὰρ ζωὴν ἀεί τε εἶναι, καὶ ἀνάρχως εἶναι καὶ ἀτελευτήτως πάντες ἂν ὁμολογήσαιεν, εἴπερ ὄντως εἴη ζωὴ, ὥσπερ οὖν καὶ ἔστιν. Εἰ δὲ ἔστιν ὅτε οὐκ ἔστι, πῶς ἂν εἴη ζωὴ τῶν ἄλλων, αὐτή ποτε οὐκ οὖσα; Πῶς οὖν, φησὶν, ἀρχὴν ἔθηκεν ὁ Ἰωάννης εἰπὼν, Ἐν ἀρχῇ ἦν; Τῷ, Ἐν ἀρχῇ, προσέσχες, καὶ τῷ, Ἦν, εἰπέ μοι·καὶ τὸ, Ὁ Λόγος ἦν, οὐκ ἐννοεῖς; Τί δὲ, ὅταν περὶ τοῦ Πατρὸς ὁ Προφήτης λέγῃ· Ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· ἆρα ὅρους αὐτῷ τιθεὶς οὕτω φησίν; Οὐδαμῶς, ἀλλὰ τὸ ἀΐδιον δηλῶν. Οὕτω τοίνυν καὶ ἐνταῦθα νόει. Οὐ γὰρ ὅρους τιθεὶς, τοῦτο εἴρηκεν. Οὐδὲ γὰρ εἶπεν, ἀρχὴν ἔσχεν, ἀλλ', Ἐν ἀρχῇ ἦν, διὰ τοῦ, Ἦν, παραπέμπων σε ἐπὶ τὸ ἄναρχον ἐννοεῖν τὸν Υἱόν. Ἀλλ' ἰδοὺ, φησὶν, ὁ Πατὴρ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης εἴρηται, ὁ δὲ Υἱὸς χωρὶς ταύτης. Τί οὖν, ὅταν ὁ Ἀπόστολος λέγῃ. Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ πάλιν, Ὁ ὢν ἐπὶ πάντων Θεός; ἰδοὺ γὰρ ἐνταῦθα χωρὶς τοῦ ἄρθρου τοῦ Υἱοῦ ἐμνημόνευσε. Ποιεῖ δὲ τοῦτο καὶ ἐπὶ τοῦ Πατρός. Τοῖς γοῦν Φιλιππησίοις ἐπιστέλλων, οὕτω φησίν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐκ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· καὶ Ῥωμαίοις δὲ πάλιν· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἄλλως τε καὶ περιττὸν ἦν ἐνταῦθα αὐτὸ προστεθῆναι, ἄνω συνεχῶς προστεθὲν τῷ λόγῳ. Ὥσπερ γὰρ περὶ τοῦ Πατρὸς λέγων φησὶ, Πνεῦμα ὁ Θεός· καὶ οὐκ ἐπειδὴ τῷ Πνεύματι τὸ ἄρθρον οὐ πρόσκειται, οὐκ 59.50 ἀθετοῦμεν διὰ τοῦτο τὸ ἀσώματον τοῦ Θεοῦ· οὕτω καὶ ἐνταῦθα, κἂν μὴ πρόσκειται τῷ Υἱῷ τὸ ἄρθρον, οὐ διὰ τοῦτο ἥττων Θεὸς ὁ Υἱός. Τί δήποτε; Θεὸν γὰρ καὶ Θεὸν εἰπὼν, οὐκ ἐμφαίνει τι μέσον ἡμῖν τῆς θεότητος ταύτης, ἀλλὰ καὶ τοὐναντίον. Προειπὼν γὰρ, Καὶ Θεὸς ἦν ὁ Λόγος, ἵνα μὴ νομίσῃ τις ἐλάττονα εἶναι τὴν θεότητα τοῦ Υἱοῦ, εὐθέως αὐτοῦ καὶ τὰ γνωριστικὰ τῆς γνησίας τίθησι θεότητος, τό τε ἀΐδιον ἀναλαβών. Οὗτος γὰρ ἦν, φησὶν, ἐν ἀρχῇ πρὸς τὸν Θεόν· καὶ τὸ δημιουργικὸν προστιθείς· Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν· ὃ μάλιστα καὶ ὁ Πατὴρ αὐτοῦ διὰ τῶν προφητῶν ἁπανταχοῦ τῆς οὐσίας τῆς αὐτοῦ γνωριστικὸν εἶναί φησι. Καὶ συνεχῶς τοῦτο τῆς
20
ἀποδείξεως τὸ εἶδος περιστρέφουσιν οἱ προφῆται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ πρὸς τὴν τῶν εἰδώλων ἀγωνιζόμενοι δόξαν. Θεοὶ γὰρ, φησὶν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· καὶ πάλιν· Ἐγὼ τῇ χειρί μου ἐξέτεινα τὸν οὐρανόν· καὶ δεικνὺς θεότητος εἶναι δηλωτικὸν, πανταχοῦ αὐτὸ τίθησιν. Αὐτὸς δὲ ὁ εὐαγγελιστὴς οὐδὲ τούτοις ἠρκέσθη τοῖς ῥήμασιν, ἀλλὰ καὶ ζωὴν αὐτὸν ἐκάλεσε καὶ φῶς. Εἰ τοίνυν ἀεὶ μετὰ τοῦ Πατρὸς ἦν, εἰ πάντα αὐτὸς ἐδημιούργησε, εἰ πάντα αὐτὸς παρήγαγε καὶ συγκροτεῖ (τοῦτο γὰρ διὰ τῆς ζωῆς ᾐνίξατο), εἰ πάντα φωτίζει· τίς οὕτως ἀνόητος, ὡς εἰπεῖν, τὸν εὐαγγελιστὴν διὰ τούτων ἐσπουδακέναι ἐλάττωσιν θεότητος εἰσηγήσασθαι, δι' ὧν μάλιστα ἰσότητα καὶ ἀπαραλλαξίαν ἐνδείξασθαι δυνατόν ἐστι; Μὴ δὴ συγχέωμεν τὴν κτίσιν μετὰ τοῦ κτίσαντος, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν, ὅτι Ἐσεβάσθησαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Εἰ γὰρ καὶ περὶ οὐρανῶν λέγοιεν τοῦτο εἰρῆσθαι, ἀλλ' ὅμως ἐν τῷ περὶ τούτων λόγῳ παντελῶς ἀπεῖπε τὸ μὴ δεῖν κτίσει λατρεύειν, ὡς Ἑλληνικὸν ὄν. δʹ. Μὴ τοίνυν ταύτῃ ὑποβάλωμεν αὐτοὺς τῇ ἀρᾷ. Διὰ τοῦτο ἦλθεν ὁ τοῦ Θεοῦ Υἱὸς, ἵνα ταύτης ἡμᾶς ἀπαλλάξῃ τῆς λατρείας· διὰ τοῦτο δούλου μορφὴν ἔλαβεν, ἵνα τῆς δουλείας ἐλευθερώσῃ ταύτης· διὰ τοῦτο ἐνεπτύσθη, διὰ τοῦτο ἐῤῥαπίσθη, διὰ τοῦτο θάνατον ὑπέμεινε τὸν ἐπονείδιστον. Μὴ δὴ ταῦτα πάντα ἀνόνητα ποιῶμεν, μηδὲ πάλιν ἐπὶ τὴν προτέραν ἐπανερχώμεθα ἀσέβειαν, μᾶλλον δὲ ἐπὶ πολλῷ χαλεπωτέραν. Οὐ γάρ ἐστιν ἴσον τῇ κτίσει λατρεύειν, καὶ αὐτὸν τὸν Δημιουργὸν εἰς κτίσεως κατάγειν εὐτέλειαν, τό γε εἰς ἡμᾶς ἧκον. Αὐτὸς γὰρ μένει τοιοῦτος ὢν οἷός ἐστι. Σὺ γὰρ ὁ αὐτὸς εἶ, φησὶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Δοξάζωμεν οὖν αὐτὸν, ὥσπερ παρελάβομεν παρὰ τῶν πατέρων· δοξάζωμεν αὐτὸν, καὶ διὰ πίστεως καὶ δι' ἔργων. Οὐδὲν γὰρ ὄφελος ἡμῖν εἰς σωτηρίαν δογμάτων ὑγιῶν, διεφθαρμένης ἡμῖν τῆς ζωῆς. Διὸ ῥυθμίσωμεν αὐτὴν πρὸς τὸ τῷ Θεῷ δοκοῦν, αἰσχρότητος ἁπάσης, ἀδικίας, πλεονεξίας πόῤῥω καθιστῶντες ἑαυτοὺς, ὡς ξένοι καὶ παρεπίδημοι, καὶ τῶν ἐνταῦθα ἀλλότριοι. Κἂν χρήματά τις ἔχῃ πολλὰ καὶ κτήματα, οὕτως αὐτοῖς κεχρήσθω, ὡς πάροικος καὶ μικρὸν ὕστερον αὐτῶν ἀποστησόμενος καὶ ἑκὼν καὶ ἄκων. Κἂν ἠδικημένος τις ᾖ παρά τινος, μὴ ἀθάνατα ὀργιζέσθω, μᾶλλον δὲ μηδὲ πρόσκαιρα. Μιᾶς γὰρ ἡμῖν πλέον οὐκ ἔδωκεν ὁ Ἀπόστολος ἡμέρας τῇ ὀργῇ καταχρήσασθαι· Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Καὶ εἰκότως· ἀγαπητὸν γὰρ καὶ ἐν οὕτω βραχεῖ καιρῷ μηδὲν γενέσθαι ἀηδές. Εἰ δὲ καὶ ἡ νὺξ καταλάβοι, δεινότερα γίνεται τὰ γεγενημένα, μυρίου πυ 59.51 ρὸς ἀπὸ τῆς μνήμης ἡμῖν συλλεγομένου, καὶ κατὰ σχολὴν πικρότερον ἡμῶν ἐξεταζόντων αὐτά. Πρὶν οὖν τῆς ὀλεθρίας ταύτης ἐπιλαβέσθαι σχολῆς, καὶ σφοδροτέραν ἀνάψαι τὴν πυρὰν, κελεύει προκαταλαμβάνειν καὶ σβεννύναι τὸ δεινόν. Ὀξὺ γὰρ τὸ πάθος ἐστὶ τῆς ὀργῆς, καὶ φλογὸς ἁπάσης ὀξύτερον. Διὸ πολλοῦ δεῖ τοῦ τάχους ἡμῖν εἰς τὸ προκαταλαβεῖν τὴν φλόγα, καὶ μὴ συγχωρῆσαι πρὸς ὕψος ἀρθῆναι. Καὶ γὰρ πολλῶν οὕτως αἴτιον γίνεται κακῶν τὸ νόσημα τοῦτο. Οἰκίας γοῦν ὁλοκλήρους ἀνέτρεψε, καὶ συνηθείας ἀρχαίας διέλυσε, καὶ τραγῳδίας ἀπαραμυθήτους εἰργάσατο ἐν βραχεῖ καὶ ἀκαριαίῳ χρόνῳ. Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ, πτῶσις αὐτῷ, φησί. Μὴ τοίνυν ἀχαλίνωτον ἐῶμεν τὸ θηρίον, ἀλλὰ κημὸν αὐτῷ πάντοθεν σφοδρὸν, τοῦ δικαστηρίου τοῦ μέλλοντος τὸν φόβον, ἐμβάλλωμεν. Ὅταν σε λυπήσῃ φίλος ἢ καὶ παροξύνῃ τις τῶν οἰκείων, ἐννόησον τὰ ἡμαρτημένα σοι εἰς Θεὸν, καὶ ὅτι τῇ πρὸς ἐκεῖνον ἐπιεικείᾳ πραότερον σαυτῷ καθιστᾷς τὸ δικαστήριον ἐκεῖνο· Ἄφετε γὰρ, φησὶ, καὶ ἀφεθήσεται ὑμῖν· καὶ ταχέως δραπετεύσει τὸ πάθος Πρὸς τούτοις κἀκεῖνο σκόπησον, εἴποτε εἰς ἀγριότητα ἐξενεχθεὶς ἐκράτησας σαυτοῦ, καὶ εἴποτε παρεσύρης ὑπὸ τοῦ πάθους, καὶ ἀμφοτέρους παράβαλε τοὺς καιροὺς, καὶ ἐντεῦθεν πολλὴν λήψῃ διόρθωσιν. Εἰπὲ γάρ μοι· πότε σαυτὸν ἐπῄνεσας, ἡνίκα ἡττήθης, ἢ ὅτε ἐκράτησας; Οὐχὶ τότε σφοδρῶς μὲν ἐγκαλοῦμεν ἑαυτοῖς καὶ αἰσχυνόμεθα, καὶ μηδενὸς ἐλέγχοντος ἡμᾶς, καὶ πολὺ τὸ
21
τῆς μετανοίας ἡμῖν ἐπεισέρχεται καὶ ῥημάτων ἕνεκεν καὶ πραγμάτων; ὅταν δὲ περιγενώμεθα, καὶ τρυφῶμεν καὶ γαυρούμεθα, ὡς νενικηκότες; Νίκη γὰρ ἐπὶ τῆς ὀργῆς, οὐ τὸ τοῖς ἴσοις ἀμύνασθαι (ἐσχάτη γὰρ αὕτη ἧττά ἐστιν), ἀλλὰ τὸ πράως ἐνεγκεῖν παθόντα κακῶς καὶ ἀκούσαντα. Τοῦτο γάρ ἐστι τὸ πλέον σχεῖν, οὐ τὸ ποιῆσαι, ἀλλὰ τὸ παθεῖν κακῶς. Μὴ τοίνυν λέγε ὀργιζόμενος, Πάντως ἀνταναιρῶ κἀγὼ, πάντως ἐπεξελεύσομαι· μηδὲ πρὸς τοὺς παραινοῦντας νικᾷν ἀντίτεινε λέγων, Οὐκ ἀνέξομαι, ἵνα μου καταγελάσας ὁ δεῖνα ἀπέλθῃ. Οὐ γὰρ δή ποτέ σου καταγελάσεται, ἀλλ' ὅταν ἐπεξέλθῃς· εἰ δὲ καὶ τότε καταγελάσεται, ὡς ἀνόητος τοῦτο πείσεται. Σὺ δὲ μὴ ζήτει νικῶν τὴν παρὰ τῶν ἀνοήτων δόξαν, ἀλλ' ἀποχρῶσαν νόμιζε αὐτὴν ἔχειν παρὰ τῶν νοῦν ἐχόντων. Ἀλλὰ γὰρ τί σοι μικρὸν καὶ ταπεινὸν καθίζω θέατρον, ἐξ ἀνθρώπων αὐτὸ συντιθείς; Πρὸς τὸν Θεὸν εὐθέως ἀνάβλεψον, κἀκεῖνός σε ἐπαινέσεται. Τὸν δὲ παρ' ἐκείνου θαυμαζόμενον οὐ δεῖ παρὰ τῶν ἀνθρώπων τιμὴν ἐπιζητεῖν. Ἡ μὲν γὰρ καὶ πρὸς χάριν πολλάκις, καὶ πρὸς ἀπέχθειαν ἑτέρων γίνεται, καὶ κέρδος ἤνεγκεν οὐδέν· ἡ δὲ παρὰ τοῦ Θεοῦ ψῆφος ταύτης ἀπήλλακται τῆς ἀνωμαλίας, καὶ πολλὴν φέρει τῷ θαυμαζομένῳ τὴν ὠφέλειαν. Τοῦτον οὖν τὸν ἔπαινον διώκωμεν. εʹ. Βούλει μαθεῖν πόσον τὸ ὀργίζεσθαι κακόν; Παράστηθι μαχομένοις ἐν ἀγορᾷ ἑτέροις. Ἐν γὰρ σαυτῷ τὴν ἀσχημοσύνην οὐ δυνήσῃ ῥᾳδίως ἰδεῖν, ἐσκοτωμένῳ καὶ μεθύοντι τῷ λογισμῷ· ἀλλ' ὅταν καθαρεύσῃς τοῦ πάθους, τότε ἐν ἄλλοις θεώρει τὰ σὰ, τῆς κρίσεώς σοι μὴ διεφθαρμένης. Θέα δέ μοι τοὺς περιῤῥέοντας ὄχλους, τοὺς θυμουμένους, καθάπερ μαινομένους εἰς τὸ μέσον ἀσχημονοῦντας. 59.52 Ὅταν γὰρ περὶ τὸ στῆθος ὁ θυμὸς ζέσας διανιστῆται καὶ ἀγριαίνῃ, πῦρ πνέει τὸ στόμα, πῦρ ἀφιᾶσιν οἱ ὀφθαλμοὶ, οἰδεῖ πάντοθεν ἡ ὄψις, ἀτάκτως αἱ χεῖρες ἐκτείνονται, καταγελάστως πηδῶσιν οἱ πόδες καὶ ἐνάλλονται τοῖς κατέχουσι, καὶ μαινομένων οὐδὲν διεστήκασι πρὸς ταῦτα πάντα ἀναισθητοῦντες, ἀλλ' οὐδὲ τῶν ἀγρίων ὄνων, λακτίζοντες, δάκνοντες. Ὄντως ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Εἶτα, μετὰ τὸν πολὺν γέλωτα τοῦτον, ἀναχωρήσαντες οἴκαδε, καὶ πρὸς ἑαυτοὺς ἐπανελθόντες, μείζονα ἔχουσι τὴν ὀδύνην καὶ πολὺ τὸ δέος, ἐννοοῦντες ἄρα τίνες οἱ παρόντες ἦσαν ἡνίκα ὠργίζοντο. Καθάπερ γὰρ οἱ παραπαίοντες τοὺς παρόντας ἀγνοοῦντες, ὅταν σωφρονήσωσι, τότε ταῦτα λογίζονται, Ἆρα μὴ φίλοι, ἆρα μὴ πολέμιοι καὶ ἐχθροὶ οἱ θεασάμενοι; καὶ γὰρ ὁμοίως ὑπὲρ ἀμφοτέρων δεδοίκασι· τῶν μὲν, ὡς καταγνωσομένων καὶ μείζονα ποιησόντων τὴν αἰσχύνην· τῶν δὲ, ὡς ἐφησθησομένων. Ἂν δὲ καὶ πληγὰς τείναντες τύχωσιν ἀλλήλοις, χαλεπώτερον τὸ δέος, οἷον μή τι τῶν χαλεπωτάτων συμβαίη περὶ τὸν παθόντα, ἢ πυρετὸς ἀκολουθήσας ἐπενέγκοι θάνατον, ἢ οἴδημα ἀναστὰν δυσίατον εἰς τὸν περὶ τῶν ἐσχάτων καταστήσῃ κίνδυνον. Καὶ, τί γάρ μοι μάχης ἔδει; τί δὲ ὕβρεων καὶ φιλονεικίας; ἀπόλοιτο τὰ καὶ τά. Καὶ πᾶσι καταρῶνται τοῖς πράγμασι λοιπὸν τοῖς ἐπικήροις τούτοις, καὶ παρασχοῦσιν αὐτοῖς τὴν ἀρχήν. Οἱ δὲ ἀλογώτεροι καὶ δαίμονας πονηροὺς καὶ ὥραν αἰτιῶνται κακὴν τῶν γεγενημένων. Ἀλλ' οὐκ ἔστιν ὥρας κακῆς· οὐδὲ γάρ ἐστιν ὥρα κακή ποτε· οὐδὲ δαίμονος ταῦτα πονηροῦ, ἀλλὰ τῆς πονηρίας τῶν ἑαλωκότων. Οὗτοι γὰρ καὶ τοὺς δαίμονας ἐπισπῶνται, καὶ πάντα ἑαυτοῖς ἐπάγουσι τὰ δεινά. Ἀλλ' οἰδαίνει, φησὶν, ἡ καρδία, καὶ ταῖς ὕβρεσι δάκνεται; Οἶδα κἀγώ· διὰ γὰρ τοῦτο τοὺς κρατοῦντας τοῦ δεινοῦ τούτου θηρίου θαυμάζω. Ἂν γὰρ θέλωμεν, δυνατὸν διακρούσασθαι τὸ πάθος. Διατί γὰρ, ἀρχόντων ἡμᾶς ὑβριζόντων, τοῦτο μὴ πάσχομεν; ἆρ' οὐχ ὅτι φόβος ἀντίῤῥοπος ἕστηκε τοῦ πάθους, ἡμᾶς ἐκδειματῶν, καὶ οὐδὲ φῦναι τὴν ἀρχὴν συγχωρῶν; Διὰ τί δὲ καὶ οἱ οἰκέται παρ' ἡμῶν ὑβριζόμενοι μυρία, σιγῇ πάντα φέρουσιν; ἆρ' οὐχ ὅτι καὶ αὐτοὶ τὸν αὐτὸν αὐτοῖς ἐπικείμενον ἔχουσι δεσμόν; Σὺ δὲ μὴ μόνον ἐννοήσῃς τὸν παρὰ τοῦ Θεοῦ φόβον, ἀλλ' ὅτι σε καὶ αὐτὸς ὁ Θεὸς ὑβρίζει τότε, ὁ κελεύων σιγᾷν, καὶ πάντα οἴσεις πράως. Καὶ εἰπὲ πρὸς τὸν ἐπιόντα· Τί σοι πάθω; ἄλλος μου κατέχει καὶ τὴν δεξιὰν καὶ
22 τὴν γλῶτταν· καὶ γενήσεται καὶ σοὶ κἀκείνῳ φιλοσοφίας ὑπόθεσις τὸ ῥῆμα. Νῦν δὲ ἀνθρώπων μὲν ἕνεκεν καὶ τὰ ἀφόρητα φέρομεν, καὶ πρὸς τοὺς ὑβρικότας λέγομεν πολλάκις· Ὁ δεῖνά με ὕβρισεν, οὐ σύ· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲ ταύτην ἕξομεν τὴν εὐλάβειαν; Καὶ ποία ἡμῖν ἔσται συγγνώμη; Εἴπωμεν καὶ πρὸς τὴν ἡμετέραν ψυχήν· Ὁ Θεὸς ἡμᾶς ὑβρίζει νῦν, ὁ κατέχων ἡμῶν τὰς χεῖρας· μὴ σκιρτῶμεν, μηδὲ ἔστω ὁ Θεὸς ἀνθρώπων ἀτιμότερος ἡμῖν. Ἐφρίξατε πρὸς τὸ ῥῆμα; Ἀλλ' οὐχὶ πρὸς τὰ ῥήματα βούλομαι μόνον, ἀλλὰ καὶ πρὸς τὴν πρᾶξιν φρίττειν ὑμᾶς. Ἐκέλευσε γὰρ ὁ Θεὸς ῥαπιζομένους μὴ μόνον φέρειν, ἀλλὰ καὶ παρέχειν ἑαυτοὺς πρὸς τὸ χεῖρόν τι παθεῖν. Ἡμεῖς δὲ μετὰ τοσαύτης σφοδρότητος ἐναντιούμεθα, ὡς μὴ μόνον μὴ παρέχειν ἑαυτοὺς εἰς τὸ κακῶς παθεῖν, ἀλλὰ καὶ ἀμύνασθαι, πολλάκις δὲ καὶ ἄρχειν χειρῶν ἀδίκων, καὶ ἐλαττοῦσθαι νομίζειν, ἂν μὴ πράξωμεν τὰ αὐτά. Καὶ γὰρ τὸ δεινὸν τοῦτο 59.53 ἐστιν, ὅτι καὶ νικᾷν οἰόμεθα, τὴν ἐσχάτην ἧτταν ἡττώμενοι καὶ κείμενοι κάτω, καὶ μυρίας δεχόμενοι πληγὰς παρὰ τοῦ διαβόλου, κρατεῖν αὐτοῦ νομίζομεν. Διὸ, παρακαλῶ, μάθωμεν τίς τῆς νίκης ταύτης ὁ τρόπος, καὶ τοῦτο μετίωμεν τοῦ τρόπου τὸ εἶδος. Τὸ γὰρ παθεῖν κακῶς, τοῦτό ἐστι τὸ στεφανοῦσθαι. Εἰ τοίνυν βουλόμεθα καὶ ἡμεῖς ἀναῤῥηθῆναι παρὰ τοῦ Θεοῦ, μὴ τὸν τῶν ἔξωθεν ἀγώνων, ἀλλὰ τὸν παρὰ τοῦ Θεοῦ νόμον φυλάττωμεν ἐν τοῖς παλαί 59.54 σμασι τούτοις, καὶ τὸ πάντα φέρειν μετὰ μακροθυμίας. Οὕτω γὰρ καὶ τῶν παλαιόντων περιγινώμεθα, καὶ τῶν ἐνταῦθα, καὶ τῶν ἐπηγγελμένων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.53.10 ΟΜΙΛΙΑ Εʹ. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. αʹ. Μωϋσῆς μὲν ἀρχόμενος τῆς ἱστορίας καὶ τῆς συγγραφῆς τῆς ἐν τῇ Παλαιᾷ, περὶ τῶν αἰσθητῶν ἡμῖν διαλέγεται, καὶ ταῦτα ἀπαριθμεῖται διὰ πολλῶν· Ἐν ἀρχῇ γὰρ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· εἶτα ἐπάγει ὅτι καὶ φῶς ἐγένετο, καὶ δεύτερος οὐρανὸς, καὶ ἀστέρων φύσις, καὶ παντοδαπὰ γένη ζώων, καὶ τὰ ἄλλα πάντα, ἵνα μὴ καθ' ἕκαστον ἐπεξιόντες παρέλκωμεν. Ὁ δὲ εὐαγγελιστὴς οὗτος, ἅπαντα συντεμὼν, ἐν ῥήματι περιλαμβάνει ἐκεῖνά τε καὶ τὰ ἐκείνων ἀνώτερα· εἰκότως, ἅτε καὶ γνώριμα ὄντα τοῖς ἀκούουσι, καὶ ἐπὶ μείζονα ἐπειγόμενος ὑπόθεσιν, καὶ πᾶσαν τὴν πραγματείαν ἐνστησάμενος, οὐ περὶ τῶν ἔργων, ἀλλὰ περὶ τοῦ Δημιουργοῦ καὶ πάντα παραγαγόντος εἰπεῖν. Διά τοι τοῦτο ἐκεῖνος μὲν, καίτοι γε τὸ ἔλαττον μέρος τῆς κτίσεως ἀπολαβὼν (οὐδὲν γὰρ ἡμῖν περὶ τῶν ἀοράτων διελέχθη δυνάμεων), τούτοις ἐνδιατρίβει· οὗτος δὲ, ἅτε πρὸς αὐτὸν σπεύδων τὸν Ποιητὴν ἀνελθεῖν, εἰκότως ἅπαντα παρατρέχει, καὶ ταῦτα καὶ τὰ ἐκείνῳ σεσιγημένα, ἑνὶ καὶ βραχεῖ λόγῳ περιλαβὼν, τῷ, Πάντα δι' αὐτοῦ ἐγένετο. Καὶ ἵνα μὴ νομίσῃς πάντα ἐκεῖνα λέγειν μόνον αὐτὸν τὰ καὶ Μωϋσεῖ εἰρημένα, ἐπάγει, ὅτι Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε· τουτέστι, τῶν γενητῶν κἂν ὁρατόν τι ᾖ, κἂν νοητὸν, οὐδὲν χωρὶς τῆς τοῦ Υἱοῦ δυνάμεως εἰς τὸ εἶναι παρήχθη. Οὐ γὰρ δὴ τὴν τελείαν στιγμὴν τῷ, Οὐδὲ ἓν, ἐπιθήσομεν κατὰ τοὺς αἱρετικούς. Ἐκεῖνοι γὰρ βουλόμενοι τὸ Πνεῦμα κτιστὸν εἰπεῖν, φασίν· Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. Ἀλλ' οὕτως ἀπερινόητον γίνεται τὸ λεγόμενον. Πρῶτον μὲν γὰρ οὐδὲ καιρὸς ἦν ἐνταῦθα τοῦ Πνεύματος ἐπιμνησθῆναι· εἰ δὲ καὶ ἐβούλετο, τίνος ἕνεκεν οὕτως ἀσαφῶς αὐτὸ τέθεικε; πόθεν γὰρ δῆλον, ὅτι περὶ τοῦ Πνεύματος τοῦτο εἴρηται; Ἄλλως δὲ εὑρήσομεν κατὰ τὸν λόγον τοῦτον, οὐ τὸ Πνεῦμα, ἀλλ' αὐτὸν τὸν Υἱὸν δι' ἑαυτοῦ 23
γινόμενον. Ἀλλὰ διανάστητε, ὥστε μὴ διαφυγεῖν ὑμᾶς τὸ λεγόμενον· καὶ φέρε κατὰ τὸν ἐκείνων τέως ἀναγνῶμεν τρόπον· οὕτω γὰρ ἡμῖν φανερώτερον τὸ ἄτοπον ἔσται· Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. Τὸ Πνεῦμά φασιν εἰρῆσθαι τὴν ζωήν. Ἀλλ' ἡ ζωὴ αὕτη καὶ φῶς εὑρίσκεται· ἐπάγει γὰρ, Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Οὐκοῦν κατ' αὐτοὺς τὸ φῶς τῶν ἀνθρώπων ἐνταῦθα τὸ Πνεῦμα λέγει. Τί οὖν; Ὅταν ἐπάγῃ καὶ λέγῃ, ὅτι Ἐγένετο ἄνθρωπος παρὰ τοῦ Θεοῦ ἀπεσταλμένος, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, ἀνάγκη περὶ τοῦ Πνεύματος αὐτοὺς λέγειν καὶ τοῦτο εἰρῆσθαι. Ὃν γὰρ ἄνω Λόγον εἶπε, τοῦτον προϊὼν καὶ 59.54 Θεὸν, καὶ ζωὴν, καὶ φῶς ὀνομάζει. Ζωὴ γὰρ ἦν, φησὶν, ὁ Λόγος οὗτος, καὶ ἡ ζωὴ αὕτη φῶς ἦν. Εἰ τοίνυν ὁ Λόγος ἡ ζωὴ, ὁ δὲ Λόγος οὗτος καὶ ἡ ζωὴ σὰρξ ἐγένετο, ἡ ζωὴ ἐγένετο σὰρξ, τουτέστιν, ὁ Λόγος· καὶ αὐτῆς ἐθεασάμεθα τὴν δόξαν, ὡς Μονογενοῦς παρὰ Πατρός. Ἂν τοίνυν τὸ Πνεῦμα λέγωσιν ἐνταῦθα τὴν ζωὴν εἰρῆσθαι, ὅρα πόσα ἕψεται τὰ ἄτοπα. Ἔσται γὰρ αὐτὸ σαρκωθὲν, οὐχ ὁ Υἱός· ἔσται μονογενὴς Υἱὸς τὸ Πνεῦμα. Εἰ δὲ μὴ τοῦτο, εἰς ἕτερον πάλιν ἀτοπώτατον τοῦτο φεύγοντες ἐμπεσοῦνται οὕτως ἀναγινώσκοντες. Εἰ γὰρ δὴ ὁμολογήσαιεν, ὅτι περὶ τοῦ Υἱοῦ εἴρηται, καὶ μὴ στίξαιεν μηδὲ ἀναγνοῖεν ὥσπερ ἡμεῖς, αὐτὸν ἀφ' ἑαυτοῦ τὸν Υἱὸν γεγενῆσθαι ἐροῦσιν. Εἰ δὲ ἡ ζωὴ ὁ Λόγος, ὃ δὲ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν· αὐτὸς ἐν αὐτῷ καὶ δι' ἑαυτοῦ γέγονε κατὰ τὴν ἀνάγνωσιν ταύτην. Εἶτά τινα εἰπὼν ἐν τῷ μέσῳ ἐπήγαγε· Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. Ἰδοὺ καὶ μονογενὴς Υἱὸς εὑρίσκεται κατὰ τὴν ἀνάγνωσιν τῶν ταῦτα λεγόντων τὸ Πνεῦμα τὸ ἅγιον. Περὶ γὰρ αὐτοῦ πᾶσα αὐτῷ αὕτη ἡ διήγησις εἴρηται. Ὁρᾶτε ὅταν ἐκκυλισθῇ ὁ λόγος τῆς ἀληθείας, ποῦ παρατρέπεται, καὶ πόσα τίκτει τὰ ἄτοπα; Τί οὖν; οὐκ ἔστι τὸ Πνεῦμα φῶς, φησί; Ἔστι μὲν φῶς· ἀλλ' ἐνταῦθα οὐ περὶ τούτου εἴρηται· ἐπεὶ καὶ ὁ Θεὸς λέγεται Πνεῦμα, τουτέστιν, ἀσώματος· ἀλλ' οὐ πάντως, εἴ που Πνεῦμα εἴρηται, ὁ Θεὸς δηλοῦται. Καὶ τί θαυμάζεις, εἰ περὶ τοῦ Πατρὸς τοῦτό φαμεν; Οὐδὲ γὰρ ἐπὶ τοῦ Παρακλήτου τοῦτο εἴποιμεν ἄν· ὅτι εἴ που Πνεῦμα, πάντως ὁ Παράκλητος δηλοῦται· καίτοι γε τοῦτο αὐτοῦ μάλιστα γνωριστικόν ἐστιν ὄνομα· ἀλλ' οὐ πάντως, εἴ που Πνεῦμα, ὁ Παράκλητος. Καὶ γὰρ καὶ ὁ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία λέγεται, ἀλλ' οὐ πάντως, εἴ που Θεοῦ δύναμις καὶ σοφία, ὁ Χριστός. Οὕτω δὴ καὶ ἐνταῦθα, εἰ καὶ φωτίζει τὸ Πνεῦμα, ὅμως νῦν οὐ περὶ αὐτοῦ φησιν ὁ εὐαγγελιστής. Ἀλλ' ὅταν αὐτοὺς τούτων ἀποκλείσωμεν τῶν ἀτόπων, οἱ δὲ πάλιν πανταχοῦ σπουδάζοντες κατὰ τῆς ἀληθείας ἑστάναι, λέγουσιν, ἔτι τῆς αὐτῆς ἀναγνώσεως ἐχόμενοι· Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. Τουτέστιν, ὃ γέγονε ζωὴ ἦν. Τί οὖν; Καὶ τὰ Σοδομηνῶν πάθη, καὶ ὁ κατακλυσμὸς καὶ ἡ γέεννα, καὶ μυρία ὅσα τοιαῦτα; Ἀλλὰ περὶ δημιουργίας ὁ λόγος ἡμῖν, φησί. Μάλιστα μὲν οὖν κἀκεῖνα δημιουργίας ἐστίν. Ἀλλ' ἵνα ἐκ περιουσίας τὸν λόγον αὐτῶν ἐλέγξωμεν, ἐρώμεθα αὐτούς· Τὸ ξύλον, εἰπέ μοι, ζωή; καὶ ὁ λίθος, ζωὴ, τὰ ἄψυχα ταῦτα καὶ ἀκίνητα; 59.55 ἀλλ' ὁ ἄνθρωπος ὅλον ζωή; Καὶ τίς ἂν τοῦτο εἴποι; Οὐ γὰρ αὐτοζωὴ ὁ ἄνθρωπος, ἀλλὰ ζωῆς δεκτικός. βʹ. Ὅρα δὲ πάλιν κἀνταῦθα τὸ ἄτοπον· κατὰ γὰρ τὴν αὐτὴν ἀκολουθίαν καὶ ἐνταῦθα τὸν λόγον προάξομεν, ὥστε μαθεῖν τὴν ἄνοιαν αὐτῶν κἀντεῦθεν. Οὕτω γὰρ οὐδαμῶς οὐδὲν ἁρμόττοντα λέγουσι τῷ Πνεύματι. Ὅταν γὰρ ἐκπέσωσιν ἐκεῖθεν, ἀνθρώποις αὐτὰ περιάπτουσιν, ἃ τοῦ Πνεύματος ἐνόμισαν ἀξίως εἰρῆσθαι. Πλὴν ἀλλὰ καὶ οὕτως αὐτὴν ἐξετάσωμεν τὴν ἀνάγνωσιν. Ζωὴ ἡ κτίσις λέγεται νῦν· οὐκοῦν καὶ φῶς ἡ αὐτή· καὶ περὶ αὐτῆς ἦλθε μαρτυρήσων ὁ Ἰωάννης. Διὰ τί οὖν μὴ καὶ αὐτός ἐστι φῶς; Οὐκ ἦν γὰρ ἐκεῖνος τὸ φῶς, φησί. Καίτοι καὶ αὐτὸς τῆς κτίσεως ἦν. Πῶς οὖν οὐκ ἔστιν οὗτος φῶς; πῶς δὲ Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο; ἡ κτίσις ἐν τῇ κτίσει ἦν, καὶ ἡ κτίσις διὰ τῆς κτίσεως γέγονε; πῶς δὲ Καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω; τὴν κτίσιν ἡ κτίσις οὐκ ἔγνω; Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Ἀλλ' ἅλις τοῦ γέλωτος. Ὑμῖν
24
γὰρἀφίημι λοιπὸν ἐπεξελθεῖν τῇ τῶν λόγων τούτων τερατείᾳ, ἵνα μὴ αὐτοὶ τοῦτο δόξωμεν προῃρῆσθαι, τὸ γελωτοποιεῖν ἁπλῶς, καὶ τὸν χρόνον εἰκῆ παραναλώσωμεν. Εἰ γὰρ μήτε περὶ τοῦ Πνεύματος ταῦτα εἴρηται (ὥσπερ οὖν οὐδὲ εἴρηται, καθὼς ἀποδέδεικται), μήτε περὶ τῆς κτίσεως, ἔχοιντο δὲ ἔτι τῆς αὐτῆς ἀναγνώσεως· τὸ πάντων ἀτοπώτερον ἐκεῖνο ἕψεται, ὅπερ ἔμπροσθεν εἰρήκαμεν, τὸ τὸν Υἱὸν δι' ἑαυτοῦ γεγενῆσθαι. Εἰ γὰρ τὸ φῶς τὸ ἀληθινὸν ὁ Υἱός ἐστι, τὸ δὲ φῶς τοῦτο ζωὴ ἦν, ἡ δὲ ζωὴ γέγονεν ἐν αὐτῷ· ἀνάγκη πᾶσα τοῦτο συνενεχθῆναι κατὰ τὴν ἐκείνων ἀνάγνωσιν. Διὸ ταύτην ἀφέντες, ἐπὶ τὴν νενομισμένην ἔλθωμεν ἀνάγνωσίν τε καὶ ἐξήγησιν. Τίς δέ ἐστιν αὕτη; Τὸ μέχρι τοῦ, Ὃ γέγονεν, ἀναπαῦσαι τὸν λόγον· εἶτα ἀπὸ τῆς ἑξῆς λέξεως ἄρξασθαι τῆς λεγούσης, Ἐν αὐτῷ ζωὴ ἦν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· Χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἓν ὃ γέγονεν. Εἴ τι γέγονε τῶν γενητῶν, φησὶν, οὐκ ἐγένετο χωρὶς αὐτοῦ. Ὁρᾷς πῶς τῇ βραχεία ταύτῃ προσθήκῃ πάντα διωρθώσατο τὰ ὑφορμοῦντα ἄτοπα; Τῷ γὰρ ἐπαγαγεῖν, ὅτι Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, καὶ προσθεῖναι, Ὃ γέγονε, τά τε νοητὰ περιέλαβε, καὶ τὸ Πνεῦμα ὑπεξεῖλεν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ἵνα μή τις εἴπῃ· Οὐκοῦν εἰ πάντα δι' αὐτοῦ, καὶ τὸ Πνεῦμα γέγονε, τῆς προσθήκης ἐδεήθη ταύτης. Ἐγὼ γὰρ, φησὶν, εἴ τι γενητόν ἐστι, τοῦτο εἶπον δι' αὐτοῦ γεγενῆσθαι, κἂν ἀόρατον ᾖ, κἂν ἀσώματον, κἂν ἐν τοῖς οὐρανοῖς. Διὰ τοῦτο οὐχ ἁπλῶς εἶπον πάντα, ἀλλ' εἴ τι γέγονε, τουτέστι, τὰ γενητά. Τὸ δὲ Πνεῦμα οὐ γενητόν. Εἶδες διδασκαλίαν ἠκριβωμένην; Ἀνέμνησε τῆς δημιουργίας τῶν αἰσθητῶν· προλαβὼν γὰρ αὐτὰ Μωϋσῆς ἐδίδαξεν· εἶτα ἐκεῖθεν προκόψαντας, ἐπὶ τὰ ὑψηλότερα ἀγαγὼν, τὰ ἀσώματα λέγω καὶ τὰ ἀόρατα, ὑπεξεῖλε τῆς κτίσεως ἁπάσης τὸ Πνεῦμα τὸ ἅγιον. Οὕτω καὶ Παῦλος ἀπὸ τῆς χάριτος ταύτης ἐμπνεόμενος ἔλεγεν· Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. Καὶ ὅρα πάλιν καὶ ἐνταῦθα τὴν αὐτὴν ἀκρίβειαν. Τὸ γὰρ 59.56 αὐτὸ Πνεῦμα ταύτην ἐκίνει τὴν ψυχήν. Ἵνα γὰρ μήτε ὑπεξέλῃ τις τῶν γενητῶν τι τῆς τοῦ Θεοῦ δημιουργίας, διὰ τὸ ἀόρατα αὐτὰ εἶναι· μήτε τούτοις ἐγκαταμίξῃ τὸν Παράκλητον, παραδραμὼν καὶ αὐτὸς τὰ αἰσθητὰ καὶ πᾶσι γνώριμα, τὰ ἐν τοῖς οὐρανοῖς ἀπαριθμεῖται λέγων· Εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι. Τὸ γὰρ, Εἴτε, ἐφ' ἑκάστου κείμενον, οὐδὲν ἄλλο ἡμῖν ἐμφαίνει, ἢ τοῦτο, τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν. Εἰ δὲ τὸ, Διὰ, νομίζεις ἐλαττώσεως εἶναι, ἄκουσον αὐτοῦ λέγοντος· Σὺ καταρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· ὃ περὶ τοῦ Πατρὸς ὡς δημιουργοῦ εἴρηται, τοῦτο περὶ τοῦ Υἱοῦ λέγων· οὐκ ἂν εἰπὼν, εἰ μὴ ὡς περὶ δημιουργοῦ, ἀλλ' οὐχ ὑπουργοῦντός τινι τὴν δόξαν εἶχε. Εἰ δὲ ἐνταῦθα τὸ, Δι' αὐτοῦ, εἴρηται, δι' οὐδὲν ἕτερον τέθειται, ἀλλ' ἵνα μὴ ἀγέννητον ὑποπτεύσῃ τις τὸν Υἱόν. Ἐπεὶ ὅτι κατὰ τὸ τῆς δημιουργίας ἀξίωμα οὐδὲν ἔλαττον ἔχει τοῦ Πατρὸς, ἄκουσον αὐτοῦ λέγοντος· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ· οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Εἰ μὲν οὖν περὶ τοῦ Υἱοῦ καὶ ἐν τῇ Παλαιᾷ τὸ, Καταρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, εἴρηται, σαφὲς τὸ τῆς δημιουργίας ἀξίωμα· εἰ δὲ περὶ τοῦ Πατρὸς τοῦτο τὸν Προφήτην εἰρηκέναι λέγεις, τὸν δὲ Παῦλον τῷ Υἱῷ προσνενεμηκέναι τὸ περὶ ἐκείνου λεχθὲν, καὶ οὕτω τὸ αὐτὸ γίνεται πάλιν. Οὐδὲ γὰρ ἂν καὶ τῷ Υἱῷ πρέπειν αὐτὸ ὁ Παῦλος ἐνομοθέτησεν, εἰ μὴ σφόδρα ἐθάῤῥει, ὅτι τὰ τῆς ἀξίας ὁμότιμα ἦν. Καὶ γὰρ ἦν τόλμης ἐσχάτης, τὰ τῇ ἀσυγκρίτῳ πρέποντα φύσει, ἐπὶ τὴν ἐλάττω καὶ ἀποδέουσαν ἐκείνης ἀγαγεῖν. γʹ. Ἀλλ' οὔτε ἐλάττων ἐστὶν, οὔτε ἀποδέει τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱός. Διόπερ οὐ ταῦτα μόνον ἐθάῤῥησεν εἰπεῖν ὁ Παῦλος περὶ αὐτοῦ, ἀλλὰ καὶ ἕτερα τοιαῦτα. Τὸ γὰρ, Ἐξ οὗ, ῥῆμα, ὅπερ ὡς ἄξιόν τινα μόνου τοῦ Πατρὸς ἀπονέμεις κλῆρον, καὶ περὶ τοῦ Υἱοῦ φησιν, οὕτω λέγων· Ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἀφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει εἰς τὴν αὔξησιν τοῦ Θεοῦ. Καὶ οὐκ ἀρκεῖται τούτῳ μόνῳ, ἀλλὰ καὶ ἑτέρωθεν
25
ὑμῖν ἀποφράττει τὰ στόματα, τὸ, Δι' οὗ, τοῦτο ὅπερ ἐλαττώσεως εἶναι λέγεις, τῷ Πατρὶ προσνέμων. Πιστὸς γὰρ ὁ Θεὸς, φησὶ, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ· καὶ πάλιν, Διὰ τοῦ θελήματος αὐτοῦ· καὶ ἀλλαχοῦ, Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα. Ὥστε οὐ τῷ Υἱῷ μόνῳ τὸ, Ἐξ οὗ, ἀλλὰ καὶ τῷ Πνεύματι προσνενέμηται. Καὶ γὰρ τῷ Ἰωσὴφ ὁ ἄγγελος ἔλεγε· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου· ὥσπερ οὖν καὶ τὸ, Ἐν ᾧ, τοῦ Πνεύματος ὂν, οὐκ ἀπαξιοῖ καὶ τῷ Θεῷ προσνέμειν ὁ Προφήτης, οὕτω λέγων· Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν. Καὶ ὁ Παῦλος, Δεόμενος. φησὶν, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Καὶ ἐπὶ τοῦ Χριστοῦ δὲ πάλιν τοῦτο τίθησι λέγων· Ἐν Χριστῷ Ἰησοῦ. Καὶ ὅλως πολλάκις καὶ συνεχέστερον εὕροιμεν ἂν μεθισταμένας ταύτας τὰς λέξεις· ταῦτα δὲ οὐκ ἂν συνέβη μὴ πανταχοῦ τῆς αὐτῆς οὐσίας ὑποκειμένης. Ἵνα δὲ τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, μὴ περὶ τῶν σημείων ὑποπτεύσῃς νῦν λέγεσθαι (περὶ 59.57 γὰρ τούτων οἱ λοιποὶ διελέχθησαν εὐαγγελισταί), ἐπάγει μετὰ ταῦτα λέγων· Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο· ἀλλ' οὐ τὸ Πνεῦμα· οὐδὲ γὰρ τῶν γενητῶν τοῦτο, ἀλλὰ τῶν ὑπὲρ τὴν κτίσιν ἅπασαν. Ἀλλὰ τέως ἐχώμεθα τῶν ἑξῆς. Εἰπὼν γὰρ περὶ τῆς δημιουργίας ὁ Ἰωάννης, οἷον, ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν· ἐπάγει καὶ τὸν περὶ τῆς προνοίας λόγον, Ἐν αὐτῷ ζωὴ ἦν, λέγων. Καὶ γὰρ ἵνα μηδεὶς ἀπιστήσῃ, πῶς τὰ τοσαῦτα καὶ τηλικαῦτα δι' αὐτοῦ γέγονεν, ἐπήγαγεν, ὅτι Ἐν αὐτῷ ζωὴ ἦν. Καθάπερ οὖν ἐπὶ τῆς πηγῆς τῆς τικτούσης ἀβύσσους, ὅσον ἂν ἀφέλῃς, οὐδὲν ἠλάττωσας τὴν πηγήν· οὕτω καὶ ἐπὶ τῆς ἐνεργείας τοῦ Μονογενοῦς, ὅσα ἂν πιστεύσῃς παρῆχθαι δι' αὐτῆς καὶ πεποιῆσθαι, οὐδὲν ἐλάττων αὕτη γέγονε· μᾶλλον δὲ, ἵν' οἰκειοτέρῳ χρήσωμαι παραδείγματι, τὸ τοῦ φωτὸς ἐρῶ, ὃ καὶ αὐτὸς ἐπήγαγεν εὐθέως, εἰπών· Καὶ ἡ ζωὴ ἦν τὸ φῶς. Ὥσπερ οὖν τὸ φῶς, ὅσας ἂν φωτίσῃ μυριάδας, οὐδὲν εἰς τὴν οἰκείαν ἐλαττοῦται λαμπρότητα· οὕτω καὶ ὁ Θεὸς, καὶ πρὸ τοῦ ἐργάσασθαι, καὶ μετὰ τὸ ποιῆσαι, ὁμοίως ἀνελλιπὴς μένει, μηδὲν ἐλαττούμενος, μηδὲ ἀτονῶν ἐκ τῆς δημιουργίας τῆς πολλῆς· ἀλλὰ κἂν μυρίους δέῃ γενέσθαι κόσμους τοιούτους, κἂν ἀπείρους, ὁ αὐτὸς μένει πᾶσιν ἀρκῶν, οὐ πρὸς τὸ παραγαγεῖν αὐτοὺς μόνον, ἀλλὰ καὶ πρὸς τὸ συγκρατῆσαι μετὰ τὴν δημιουργίαν αὐτούς. Τὸ γὰρ τῆς ζωῆς ὄνομα ἐνταῦθα οὐ τῆς δημιουργίας μόνον ἐστὶν, ἀλλὰ καὶ τῆς προνοίας τῆς κατὰ τὴν διαμονήν. Καὶ τὸν περὶ τῆς ἀναστάσεως δὲ λόγον προκαταβάλλεται ἡμῖν, καὶ τῶν θαυμαστῶν τούτων εὐαγγελίων ἄρχεται. Τῆς γὰρ ζωῆς παραγενομένης πρὸς ἡμᾶς, λέλυται τοῦ θανάτου τὸ κράτος, καὶ τοῦ φωτὸς λάμψαντος ἡμῖν, οὐκ ἔτι τὸ σκότος ἐστὶν, ἀλλὰ μένει διαπαντὸς ἐν ἡμῖν τὸ ζῇν, καὶ θάνατος αὐτοῦ περιγενέσθαι οὐ δύναται. Ὥστε ὃ περὶ τοῦ Πατρὸς εἴρηται, καὶ περὶ τούτου κυρίως ἂν λεχθείη, ὅτι Ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Ὃ καὶ Παῦλος δηλῶν ἔλεγεν Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Διὸ καὶ ῥίζα καὶ θεμέλιος εἴρηται. Ὅταν δὲ ἀκούσῃς, ὅτι Ἐν αὐτῷ ζωὴ ἦν, μὴ σύνθετον ὑπολάβῃς· καὶ γὰρ προϊὼν καὶ περὶ τοῦ Πατρός φησιν· Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν. Ἀλλ' ὥσπερ τὸν Πατέρα οὐκ ἂν εἴποις διὰ τοῦτο συγκεῖσθαι, οὕτω μηδὲ τὸν Υἱόν. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν, ὅτι Φῶς ἐστιν ὁ Θεός· καὶ πάλιν, ὅτι Φῶς οἰκεῖ ἀπρόσιτον. Ταῦτα δὲ πάντα εἴρηται, οὐχ ἵνα σύνθεσιν ὑπολάβωμεν, ἀλλ' ἵνα κατὰ μικρὸν ἀναχθῶμεν πρὸς τὸ τῶν δογμάτων ὕψος. Ἐπειδὴ γὰρ οὐκ ἂν εὐκόλως ἐνόησέ τις τῶν πολλῶν, πῶς ἐστιν αὐτοῦ ἐνυπόστατος ἡ ζωὴ, πρότερον μὲν ἐκεῖνο εἶπε τὸ ταπεινότερον, ἔπειτα δὲ παιδευθέντας πρὸς τὸ ὑψηλότερον ἄγει. Ὁ γὰρ εἰπὼν, ὅτι Ἔδωκεν αὐτῷ ζωὴν ἔχειν, οὗτος πάλιν φησὶν, Ἐγώ εἰμι ἡ ζωή· καὶ πάλιν, Ἐγώ εἰμι τὸ φῶς. Καὶ ποταπὸν, εἰπέ μοι, τοῦτο τὸ φῶς; Οὐ τοιοῦτον αἰσθητὸν, ἀλλὰ νοητὸν, τὴν ψυχὴν φωτίζον αὐτήν. Ἐπειδὴ γὰρ μέλλει λέγειν ὁ Χριστὸς, ὅτι Οὐδεὶς δύναται
26
ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτὸν, διὰ τοῦτο προλαβὼν ἐνταῦθα ὁ εὐαγγελιστὴς ἔφησεν, ὅτι αὐτός ἐστιν ὁ φωτίζων, ἵνα κἂν περὶ τοῦ Πατρὸς ἀκούσῃς τι τοιοῦτον, μὴ τοῦ Πατρὸς εἶναι 59.58 λέγῃς αὐτὸ μόνου, ἀλλὰ καὶ τοῦ Υἱοῦ. Πάντα γὰρ, φησὶν, ὅσα ἔχει ὁ Πατήρ μου, ἐμά ἐστι. Πρῶτον μὲν οὖν περὶ τῆς δημιουργίας ἡμᾶς ἐδίδαξεν· ἔπειτα λέγει καὶ τὰ κατὰ ψυχὴν ἀγαθὰ, ἅπερ παρέσχεν ἡμῖν ἐλθὼν, καὶ δι' ἑνὸς ῥήματος ᾐνίξατο αὐτὰ ὁ εὐαγγελιστὴς, εἰπών· Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Καὶ οὐκ εἶπεν, Ἦν τὸ φῶς τῶν Ἰουδαίων, ἀλλὰ καθόλου, Τῶν ἀνθρώπων. Οὐδὲ γὰρ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ Ἕλληνες πρὸς ταύτην ἦλθον τὴν γνῶσιν, καὶ κοινὸν ἅπασι προὔκειτο τοῦτο τὸ φῶς. Τίνος δὲ ἕνεκεν οὐχὶ καὶ τοὺς ἀγγέλους προσέθηκεν, ἀλλὰ Τῶν ἀνθρώπων, εἶπεν; Ὅτι νῦν αὐτῷ περὶ τῆς φύσεως ταύτης ὁ λόγος ἐστὶ, καὶ τούτοις ἦλθεν εὐαγγελιζόμενος τὰ ἀγαθά. Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει. Σκοτίαν καὶ τὸν θάνατον καὶ τὴν πλάνην φησί. Τὸ μὲν γὰρ φῶς τοῦτο τὸ αἰσθητὸν οὐκ ἐν τῇ σκοτίᾳ φαίνει, ἀλλ' ἐκείνης χωρίς. Τὸ δὲ κήρυγμα μεταξὺ τῆς πλάνης κρατούσης ἔλαμψε, κἀκείνην ἠφάνισε. Καὶ ἐν τῷ θανάτῳ γενόμενος αὐτὸς, οὕτως αὐτοῦ περιεγένετο, ὡς καὶ τοὺς ἤδη προκατεχομένους ἀναγαγεῖν. Ἐπεὶ οὖν οὔτε ὁ θάνατος αὐτοῦ περιεγένετο, οὔτε ἡ πλάνη, ἀλλ' ἔστι φαιδρὸν πανταχοῦ, καὶ λάμπει μετὰ τῆς οἰκείας ἰσχύος· διὰ τοῦτό φησι· Καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Καὶ γάρ ἐστιν ἀκαταγώνιστον, οὐκ ἐμφιλοχωροῦν ταῖς μὴ φωτισθῆναι βουλομέναις ψυχαῖς. δʹ. Εἰ δὲ μὴ πάντας εἷλε, μή σε τοῦτο θορυβείτω· οὐδὲ γὰρ ἀνάγκῃ καὶ βίᾳ, ἀλλὰ βουλήσει καὶ γνώμῃ προσάγεται ἡμᾶς ὁ Θεός. Μὴ δὴ τὰς θύρας ἀποκλείσῃς τῷ φωτὶ τούτῳ, καὶ πολλῆς ἀπολαύσῃ τῆς τρυφῆς. Παραγίνεται δὲ τοῦτο τὸ φῶς διὰ πίστεως, καὶ παραγενόμενον καταλάμπει λοιπὸν μετὰ πολλῆς τῆς δαψιλείας τὸν ὑποδεξάμενον· κἂν βίον αὐτῷ παρέχῃς καθαρὸν, μένει διηνεκῶς ἐνοικῶν ἔνδον· Ὁ γὰρ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ πρὸς αὐτὸν φησὶ, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα. Ὥσπερ οὖν ἡλιακῆς ἀκτῖνος ἀπολαύειν ὡς χρὴ οὐκ ἔνι, μὴ διανοίγοντα τοὺς ὀφθαλμούς· οὕτως οὐδὲ ταύτης μετασχεῖν τῆς λαμπρότητος δαψιλῶς, μὴ σφόδρα ἀναπετάσαντα τὸ τῆς ψυχῆς ὄμμα, καὶ ὀξυδερκὲς αὐτὸ πάντοθεν κατασκευάσαντα. Πῶς δὲ γίνεται τοῦτο; Ὅταν πάντων ἐκκαθάρωμεν τῶν παθῶν τὴν ψυχήν. Ἡ γὰρ ἁμαρτία σκότος ἐστὶ, καὶ σκότος βαθύ· καὶ δῆλον ἐκ τοῦ ἀσυνειδότως καὶ λανθανόντως πράσσειν αὐτήν. Πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· καὶ, Τὰ κρυφῇ γινόμενα, αἰσχρόν ἐστι καὶ λέγειν. Καθάπερ οὖν ἐν σκότῳ, οὐ φίλον, οὐκ ἐχθρόν τις οἶδεν, ἀλλὰ πάσας ἀγνοεῖ τῶν πραγμάτων τὰς φύσεις· οὕτω καὶ ἐν τῇ ἁμαρτίᾳ. Καὶ γὰρ ὁ πλεονεκτῆσαι βουλόμενος, οὐ διαιρεῖ τὸν φίλον ἀπὸ τοῦ πολεμίου· καὶ ὁ βασκαίνων, καὶ τὸν σφόδρα ᾠκειωμένον ὡς ἐχθρὸν ὁρᾷ· καὶ ὁ ἐπιβουλεύων ὁμοίως πρὸς πάντας ἐκπεπολέμωται; καὶ ἁπλῶς ἅπας ὁ τὴν ἁμαρτίαν ποιῶν, τῶν μεθυόντων οὐδὲν διενήνοχε καὶ μαινομένων, πρὸς τὸ τῶν πραγμάτων μὴ ἐπιγνῶναι τὴν φύσιν. Καὶ καθάπερ ἐν νυκτὶ, καὶ ξύλον, καὶ μόλυβδον, καὶ σίδηρον, καὶ ἄργυρον, καὶ χρυσὸν, καὶ λίθον τίμιον, πάντα ὁμοίως ὁρῶμεν, τοῦ διακρίνοντος αὐτὰ φωτὸς οὐ παρόντος· οὕτω καὶ ὁ βίον ἀκάθαρτον ἔχων, οὐκ οἶδε τῆς σωφροσύνης τὴν ἀρετὴν, οὐ τῆς φιλοσοφίας τὸ κάλλος. Ἐν 59.59 γὰρ σκότῳ, καθάπερ ἔφθην εἰπὼν, κἂν λίθοι κέωνται τίμιοι, τὸ κάλλος οὐκ ἐμφαίνουσιν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἄγνοιαν τῶν ὁρώντων. Οὐ τοῦτο δὲ μόνον ἡμῖν τὸ δεινὸν τοῖς ἐν ἁμαρτίαις οὖσι συμβαίνει, ἀλλ' ὅτι καὶ φόβῳ συζῶμεν διηνεκεῖ· καὶ καθάπερ οἱ διὰ νυκτὸς ἀσελήνου βαδίζοντες τρέμουσι, κἂν μηδεὶς ὁ φοβῶν παρῇ· οὕτω καὶ οἱ τὴν ἁμαρτίαν ἐργαζόμενοι, θαῤῥεῖν οὐκ ἔχουσι, κἂν μηδεὶς ὁ ἐλέγχων ᾖ, ἀλλὰ πάντα δεδοίκασι, καὶ ὑποπτεύουσιν, ὑπὸ τοῦ συνειδότος κεντούμενοι, καὶ πάντα αὐτοῖς δέους καὶ ἀγωνίας ἐστὶ μεστὰ, πάντα περιβλέπονται, πάντα φοβοῦνται. Φύγωμεν τοίνυν τὴν οὕτως ὀδυνηρὰν ζωήν. Καὶ γὰρ μετὰ τὴν
27
ὀδύνην ταύτην θάνατος ἕψεται, θάνατος ἀθάνατος· οὐδὲ γάρ ἐστι τῆς ἐκεῖ κολάσεως τέλος· καὶ ἐνταῦθα δὲ τῶν παραπαιόντων οὐδὲν διενηνόχασιν οἱ πράγματα ὀνειροπολοῦντες οὐχ ὑφεστῶτα. Καὶ γὰρ δοκοῦσι πλουτεῖν οὐ πλουτοῦντες, καὶ νομίζουσι τρυφᾷν οὐ τρυφῶντες, καὶ οὐ πρότερον αἰσθάνονται τῆς ἀπάτης ὡς χρὴ ταύτης, ἕως ἂν τῆς μανίας ἀπαλλαγῶσιν, ἕως ἂν τὸν ὕπνον ἀποτινάξωνται. Διὸ νήφειν καὶ ἐγρηγορέναι πᾶσιν ὁ Παῦλος παρακελεύεται· καὶ ὁ Χριστὸς τὰ αὐτὰ πάλιν. Ὁ νήφων καὶ ἐγρηγορὼς, κἂν ὑπὸ τῆς ἁμαρτίας ἁλῷ, ταχέως αὐτὴν ἀποκρούεται· ὁ δὲ καθεύδων καὶ ἐξεστηκὼς, οὐκ αἰσθάνεται πῶς ὑπ' αὐτῆς κατέχεται. Μὴ τοίνυν καθεύδωμεν. Οὐ γὰρ νυκτὸς ὁ καιρὸς, ἀλλ' ἡμέρας. Ὡς ἐν ἡμέρᾳ τοίνυν εὐσχημόνως περιπατήσωμεν. Οὐδὲν γὰρ ἁμαρτίας ἀσχημονέστερον. Ἔλαττον κακὸν εἰς ἀσχημοσύνης λόγον, γυμνοὺς, ἢ ἁμαρτάνοντας ἢ πλημμελοῦντας περιέρχεσθαι. Ἐκεῖνο μὲν γὰρ οὐ τοσοῦτον ἔγκλημα· πολλάκις γὰρ καὶ ἀπὸ πενίας γένοιτ' ἄν· τοῦ δὲ ἁμαρτάνοντος οὐδὲν αἰσχρότερον καὶ ἀτιμότερον. Ἐννοήσωμεν οὖν τοὺς εἰς δικαστήριον ἀπιόντας ἁρπαγῆς ἕνεκα 59.60 καὶ πλεονεξίας, πῶς αἰσχροὶ καὶ καταγέλαστοι φαίνονται, πάντα ἀναισχυντοῦντες, ψευδόμενοι καὶ ἰταμευόμενοι. Ἡμεῖς δὲ οὕτως ἐσμὲν ἐλεεινοὶ καὶ ταλαίπωροι, ὡς ἱμάτιον μὲν μὴ ἂν ὑπομεῖναι ἁπλῶς περιβαλέσθαι καὶ διεστραμμένως, ἀλλὰ κἂν ἕτερον ἴδωμεν τοῦτο πάσχοντα, διορθούμεθα· πάντων δὲ καὶ ἡμῶν καὶ τῶν πλησίον κατὰ κεφαλῆς περιπατούντων, μηδὲ ἐπαισθάνεσθαι. Τί γὰρ αἰσχρότερον, εἰπέ μοι, ἀνδρὸς πρὸς γυναῖκα πόρνην εἰσιόντος; τί δὲ ὑβριστοῦ, τί δὲ λοιδόρου καὶ βασκάνου καταγελαστότερον γένοιτ' ἄν; πόθεν οὖν οὐ δοκεῖ ταῦτα οὕτως εἶναι αἰσχρὰ, ὡς τὸ γυμνοὺς περιπατεῖν, Ἀπὸ τῆς συνηθείας μόνης. Τοῦτο μὲν γὰρ οὐδεὶς οὐδέποτε ἑκὼν ἔπαθεν· ἐκεῖνο δὲ ἅπασιν ἀεὶ τολμᾶται μετὰ ἀδείας. Ἐπεὶ εἴ τις εἰς ἀγγέλων πλῆθος ἦλθε, παρ' οἷς οὐδὲν οὐδέποτε τοιοῦτον ἐγένετο, εἶδεν ἂν τότε ἀκριβῶς τὸν πολὺν γέλωτα. Καὶ τί λέγω πλῆθος ἀγγέλων; Ἐν γὰρ τοῖς βασιλείοις αὐτοῖς τοῖς παρ' ἡμῖν, εἴ τις ἂν πόρνην εἰσαγαγὼν χρῷτο αὐτῇ, ἢ μέθῃ οἴνου κατασχεθείη, ἢ ἄλλο τι τοιοῦτον ἀσχημονήσειε, τὴν ἐσχάτην δίδωσι δίκην. Εἰ δὲ ἐν βασιλείοις οὐκ ἀνεκτὸν τὰ τοιαῦτα τολμᾷν, πολλῷ μᾶλλον, τοῦ πανταχοῦ βασιλέως παρόντος καὶ τὰ γινόμενα θεωμένου, ἂν τοιαῦτα τολμῶμεν, τὴν ἐσχάτην ὑποστησόμεθα κόλασιν. Διὸ, παρακαλῶ, πολλὴν ἐν τῷ βίῳ τὴν ἡσυχίαν ἐπιδειξώμεθα, πολλὴν τὴν καθαρότητα Καὶ γὰρ ἔχομεν βασιλέα πάντα ὁρῶντα διηνεκῶς τὰ ἡμέτερα. Ἵν' οὖν ἡμᾶς ἀεὶ τοῦτο δαψιλῶς φωτίζῃ τὸ φῶς, ἐπισπασώμεθα ταύτην τὴν ἀκτῖνα. Οὕτω γὰρ καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἀπολαύσομεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.59 ΟΜΙΛΙΑ ς ʹ. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. Διαλεχθεὶς περὶ τοῦ Θεοῦ Λόγου τὰ κατεπείγοντα ἐν προοιμίοις ἡμῖν, ὁδῷ καὶ τάξει προβαίνων, καὶ ἐπὶ τὸν τοῦ Λόγου κήρυκα τὸν ὁμώνυμον αὐτοῦ τὸν Ἰωάννην ἔρχεται λοιπόν. Σὺ δὲ ἀκούων, ὅτι παρὰ Θεοῦ ἀπεστάλη, μηδὲν λοιπὸν ἀνθρώπινον εἶναι νόμιζε τῶν λεγομένων παρ' ἐκείνου. Οὐ γὰρ τὰ αὐτοῦ, ἀλλὰ τὰ τοῦ πέμψαντος ἅπαντα φθέγγεται. Διὸ καὶ ἄγγελος προσηγόρευται· ἀγγέλου δὲ ἀρετὴ, τὸ μηδὲν ἴδιον εἰπεῖν Τὸ δὲ, Ἐγένετο, ἐνταῦθα οὐ τῆς εἰς τὸ εἶναι παρόδου δηλωτικὸν, ἀλλὰ τῆς ἀποστολῆς ἐστιν αὐτῆς. Τὸ γὰρ, Ἐγένετο ἀπεσταλμένος παρὰ Θεοῦ, ἀντὶ τοῦ, ἀπεστάλη παρὰ Θεοῦ. Πῶς οὖν τὸ, Ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐ περὶ τῆς πρὸς τὸν Πατέρα ἀπαραλλαξίας εἰρῆσθαί φασι διὰ τὸ μὴ προσκεῖσθαι τὸ ἄρθρον; Ἰδοὺ γὰρ καὶ ἐνταῦθα οὐδαμοῦ τὸ ἄρθρον πρόσκειται. Ἆρ' οὖν οὐ περὶ τοῦ Πατρὸς
28
εἴρηται; Τί οὖν ἐροῦμεν τῷ Προφήτῃ λέγοντι, ὅτι Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου; Τὸ μὲν ἐμοῦ καὶ σοῦ, δύο προσώπων ἐστὶ δηλωτικόν. Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Τί τοῦτο; ὁ δοῦλος τῷ δεσπότῃ μαρτυρεῖ, ἴσως εἴποι τις ἄν; Ὅταν οὖν μὴ μόνον ὑπὸ τοῦ δούλου μαρτυρούμενον αὐτὸν, 59.60 ἀλλὰ καὶ παραγινόμενον ἴδῃς πρὸς αὐτὸν, καὶ μετὰ Ἰουδαίων βαπτιζόμενον ὑπ' αὐτοῦ· ἆρ' οὐ μᾶλλον ἐκστήσῃ καὶ διαπορήσεις; Ἀλλ' οὐ χρὴ ταράττεσθαι οὐδὲ θορυβεῖσθαι, ἀλλ' ἐκπλήττεσθαι τὴν ἄφατον ἀγαθότητα. Ἂν δὲ ἐπιμένῃ τις ἔτι ἰλιγγιῶν καὶ θορυβούμενος, ἐρεῖ καὶ πρὸς αὐτὸν τοῦτο, ὃ καὶ πρὸς Ἰωάννην εἶπεν· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Εἰ δὲ καὶ ἐπὶ πλεῖον ταραχθείη, πάλιν ἐρεῖ ἃ πρὸς τοὺς Ἰουδαίους ἔφησε καὶ πρὸς αὐτὸν, ὅτι Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω. Εἰ τοίνυν μὴ δεῖται τῆς μαρτυρίας ταύτης, τίνος ἕνεκεν ἀπεστάλη παρὰ Θεοῦ ὁ Ἰωάννης; Οὐχ ὡς αὐτοῦ δεομένου μαρτυρίας (τοῦτο γὰρ τῆς ἐσχάτης βλασφημίας ἐστὶν), ἀλλὰ διατί; Αὐτὸς ὁ Ἰωάννης διδάσκει λέγων· Ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ. Καὶ αὐτὸς δὲ ὁ Χριστὸς εἰπὼν, ὅτι Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἀνοήτοις ἑαυτῷ περιπίπτειν· νῦν μὲν λέγων, Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ· καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ· τὸν γὰρ Ἰωάννην ἐδήλου· νῦν δὲ λέγων, Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω· ἐπήγαγε τὴν λύσιν ταχέως, εἰπών· Ἀλλὰ ταῦτα λέγω δι' ὑμᾶς, ἵνα 59.61 σωθῆτε· ὡσανεὶ ἔλεγεν· Ὅτι μὲν Θεός εἰμι, καὶ Θεοῦ γνήσιος Υἱὸς, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀκηράτου καὶ μακαρίας, [καὶ] οὐδενὸς δέομαι τοῦ μαρτυρήσοντος. Κἂν γὰρ μηδεὶς ἐθέλῃ τοῦτο ποιεῖν, οὐδὲν ἐγὼ παρὰ τοῦτο εἰς τὴν φύσιν ἠλάττωμαι τὴν ἐμήν. Ἐπειδὴ δὲ τῆς σωτηρίας μοι μέλει τῆς τῶν πολλῶν, τούτου χάριν εἰς τοῦτο κατέβην ταπεινότητος, ὡς καὶ ἀνθρώπῳ τὴν μαρτυρίαν ἐπιτρέψαι τὴν ἐμήν. Διὰ γὰρ τὸ χαμαίζηλον καὶ ἀσθενὲς τῶν Ἰουδαίων, οὕτως εὐληπτοτέρα αὐτοῖς καὶ εὐκολωτέρα ἔμελλεν ἡ εἰς αὐτὸν γίνεσθαι πίστις. Ὥσπερ οὖν σάρκα περιεβάλετο, ἵνα μὴ γυμνῇ τῇ θεότητι προσβαλὼν, ἅπαντας ἀπολέσῃ· οὕτω καὶ κήρυκα ἄνθρωπον ἐξέπεμψεν, ἵνα τῆς συγγενοῦς ἀκούοντες φωνῆς, εὐκολώτερον οἱ τότε ἀκούοντες προσέρχωνται. Ἐπεὶ ὅτι γε τῆς ἐκείνου οὐδὲν ἐδεῖτο μαρτυρίας, ἤρκει δεῖξαι μόνον ἑαυτὸν ὅστις ἦν γυμνῇ τῇ οὐσίᾳ, καὶ καταπλήξασθαι πάντας. Ἀλλὰ τοῦτο οὐκ ἐποίησε, δι' ὅπερ ἔφθην εἰπών· πάντας γὰρ ἂν ἠφάνισε, μηδενὸς δυναμένου τὴν ἀπρόσιτον ἐκείνην τοῦ φωτὸς προσβολὴν ἐνεγκεῖν. Διὰ τοῦτο καὶ σάρκα, καθάπερ ἔφθην εἰπὼν, ὑπέδυ, καὶ ἑνὶ τῶν ἡμετέρων ὁμοδούλων ἐγχειρίζει τὴν μαρτυρίαν· ἐπειδὴ πάντα πρὸς τὴν τῶν ἀνθρώπων ἐπραγματεύσατο σωτηρίαν, οὐ πρὸς τὴν ἀξίαν μόνον τὴν ἑαυτοῦ, ἀλλὰ καὶ πρὸς τὸ εὐπαράδεκτον καὶ ὠφέλιμον τοῖς ἀκούουσιν ὁρῶν. Ὅπερ οὖν καὶ αὐτὸς αἰνιττόμενος ἔλεγεν· Ταῦτα λέγω δι' ὑμᾶς, ἵνα σωθῆτε. Καὶ ὁ εὐαγγελιστὴς δὲ τὰ αὐτὰ τῷ Δεσπότῃ φθεγγόμενος, μετὰ τὸ εἰπεῖν, Ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, ἐπήγαγεν, Ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ, μονονουχὶ λέγων· Μὴ νομίσῃς ὅτι διὰ τοῦτο μαρτυρήσων ἦλθεν ὁ Βαπτιστὴς Ἰωάννης, ἵνα τι τῷ Δεσπότῃ προσθῇ εἰς ἀξιοπιστίας λόγον· οὐ διὰ τοῦτο, ἀλλ' ἵνα οἱ ὁμόφυλοι πιστεύσωσι δι' αὐτοῦ. Ὅτι γὰρ ταύτην προανελεῖν τὴν ὑποψίαν σπεύδων τοῦτο εἴρηκε, καὶ ἐκ τῶν μετὰ ταῦτα δῆλον· ἐπήγαγε γὰρ, Οὐκ ἦν ἐκεῖνος, λέγων, τὸ φῶς. Εἰ δὲ μὴ πρὸς τὴν ὑπόνοιαν ταύτην ἱστάμενος ἐπανέλαβε τοῦτο, παρεῖλκεν ἁπλῶς τὸ λεγόμενον, καὶ ταυτολογία μᾶλλον, ἢ σαφήνεια διδασκαλίας ἦν. Εἰπὼν γὰρ, ὅτι ἀπεστάλη, 59.62 Ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, τί πάλιν λέγει, Οὐκ ἦν ἐκεῖνος τὸ φῶς; Οὐχ ἁπλῶς οὐδὲ μάτην· ἀλλ' ἐπειδὴ ὡς τὰ πολλὰ παρ' ἡμῖν μείζων ὁ μαρτυρῶν τοῦ μαρτυρουμένου, καὶ ἀξιοπιστότερος πολλάκις εἶναι δοκεῖ· ἵνα μή τις καὶ ἐπὶ τοῦ Ἰωάννου τοῦτο ὑποπτεύσῃ, ἐκ προοιμίων εὐθέως τὴν πονηρὰν ταύτην ὑποψίαν ἀναιρεῖ, καὶ πρόῤῥιζον αὐτὴν ἀνασπάσας, δείκνυσι τίς μὲν οὗτος ὁ μαρτυρῶν, τίς δὲ ἐκεῖνος ὁ
29
μαρτυρούμενος, καὶ ὅσον τὸ μέσον τοῦ τε μαρτυρουμένου καὶ τοῦ μαρτυροῦντός ἐστι. Καὶ τοῦτο ποιήσας, καὶ δείξας αὐτοῦ τὴν ἀσύγκριτον ὑπεροχὴν, οὕτω μετὰ ἀδείας λοιπὸν καὶ τῷ λειπομένῳ ἐπεξέρχεται λόγῳ· καὶ εἴ τι τῶν ἀτόπων ἦν ταῖς τῶν ἀνοητοτέρων ὑφορμοῦν διανοίαις, τοῦτο ἐκ μέσου μετὰ ἀκριβείας ἄρας, οὕτως ἅπασι μετ' εὐκολίας λοιπὸν καὶ ἀκωλύτως τὸν τῆς διδασκαλίας ἐφεξῆς ἐνίησι λόγον. Εὐξώμεθα δὴ λοιπὸν μετὰ τῆς τῶν νοημάτων τούτων ἀποκαλύψεως, καὶ τῆς τῶν δογμάτων ὀρθότητος, καὶ βίον ἡμῖν γενέσθαι καθαρὸν καὶ πολιτείαν λαμπράν. Ἐπειδὴ τούτων ὄφελος οὐδὲν, ἔργων μὴ παρόντων ἡμῖν ἀγαθῶν. Κἂν γὰρ ἅπασαν τὴν πίστιν ἔχωμεν καὶ τὴν τῶν Γραφῶν κατανόησιν, τῆς δὲ ἀπὸ τοῦ βίου προστασίας ὦμεν ἔρημοι καὶ γυμνοὶ, οὐδὲν τὸ κωλύον εἰς τὸ τῆς γεέννης ἀπενεχθῆναι πῦρ, καὶ εἰς ἄπειρον ὑπὸ τῆς ἀσβέστου κατακαίεσθαι φλογός. Ὥσπερ γὰρ οἱ τὰ ἀγαθὰ πράξαντες, ἀναστήσονται εἰς ζωὴν αἰώνιον· οὕτως οἱ τὰ ἐναντία τετολμηκότες, εἰς αἰώνιον κόλασιν καὶ πέρας οὐδέποτε ἔχουσαν. Διὸ πᾶσαν ἐπιδειξώμεθα σπουδὴν, ὥστε μὴ τὸ γενόμενον ἡμῖν ἀπὸ τῆς ὀρθῆς πίστεως κέρδος διαφθεῖραι τῇ τῶν ἔργων φαυλότητι, ἀλλὰ καὶ ἐντεῦθεν εὐδοκιμήσαντες μετὰ παῤῥησίας ἰδεῖν τὸν Χριστόν. Ταύτης γὰρ ἴσον οὐδὲν τῆς μακαριότητος εἴη ποτ' ἄν. Γένοιτο δὲ πάντας ἐπιτυχόντας τῶν εἰρημένων, εἰς δόξαν Θεοῦ πάντα πράττειν, ᾧ ἡ δόξα ἅμα τῷ μονογενεῖ Υἱῷ καὶ τῷ Πνεύματι τῷ ἁγίῳ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.61 ΟΜΙΛΙΑ Ζʹ. Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρω πον ἐρχόμενον εἰς τὸν κόσμον. αʹ. Διὰ τοῦτο, ὦ πολυπόθητα τέκνα, κατὰ μέρος ὑμᾶς τοῖς ἀπὸ τῶν Γραφῶν ἑστιῶμεν νοήμασι, καὶ οὐκ ἀθρόον πάντα ἐκχέομεν, ἵνα ῥᾳδία τῶν ἀεὶ καταβαλλομένων ὑμῖν ἡ φυλακὴ γένηται. Καὶ γὰρ ἐπὶ τῆς οἰκοδομίας, ὁ μὲν μηδέπω τῶν προτέρων λίθων σφιγγέντων ἑτέρους ἐπιθεὶς, σαθρὸν ἅπαντα καὶ εὐκατάβλητον ὑφαίνει τὸν τοῖχον· ὁ δὲ ἀναμένων πρότερον παγῆναι τὸν χάλικα, καὶ οὕτω τὸ λεῖπον κατὰ μικρὸν ἐπιτιθεὶς, μετὰ ἀσφαλείας ἅπασαν ἀπαρτίζει τὴν οἰκίαν, οὐκ ὀλιγοχρόνιόν τινα, οὐδὲ εὐδιάλυτον, ἀλλὰ βεβαίαν κατασκευάζων αὐτήν. Τούτους καὶ ἡμεῖς μιμώμεθα τοὺς οἰκοδόμους, καὶ κατὰ τὸν αὐτὸν τρόπον τὰς ὑμετέρας οἰκοδομῶμεν ψυχάς. Καὶ γὰρ δεδοίκαμεν, μήποτε τῆς προτέρας καταβολῆς νεοπαγοῦς ὑπαρχούσης, ἡ τῶν δευτέρων ἐπιθήκη θεωρημάτων καὶ τοῖς προτέροις λυμήνηται, τῆς διανοίας οὐκ ἀρκούσης ἅπαντα ὁμοῦ κατασχεῖν. Τί τοίνυν ἐστὶ τὸ σήμερον ἡμῖν ἀναγνωσθέν; Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν 59.62 κόσμον. Ἐπειδὴ γὰρ ἄνω περὶ τοῦ Ἰωάννου διαλεγόμενος ἔλεγεν, ὅτι ἦλθεν, Ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, καὶ ὅτι νῦν ἀπεστάλη· ἵνα μή τις ταῦτα ἀκούων, διὰ τὴν τοῦ μαρτυροῦντος πρόσφατον παρουσίαν, καὶ περὶ τοῦ μαρτυρουμένου τοιαύτην τινὰ ὑπόνοιαν λάβῃ, ἀνήγαγε τὴν διάνοιαν, καὶ πρὸς τὴν ἐπέκεινα πάσης ἀρχῆς παρέπεμψεν ὕπαρξιν, τὴν οὐδαμοῦ λήγουσαν οὐδὲ ἱσταμένην. Καὶ πῶς ἔνι τοῦτο, φησὶν, Υἱὸν ὄντα ἔχειν; Περὶ Θεοῦ διαλεγόμεθα, καὶ τὸ πῶς ἐρωτᾷς; καὶ οὐ δέδοικας, οὐδὲ φρίττεις; Εἶτα ἂν μέν σε ἔρηταί τις· Πῶς δὲ ἡμῶν ἀτελεύτητον ἕξουσιν αἱ ψυχαὶ τὴν ζωὴν καὶ τὰ σώματα μετὰ ταῦτα; καταγελάσῃ τῆς πεύσεως, ὡς οὐκ ἂν ἀνθρωπίνης διανοίας ὂν τὰ τοιαῦτα ζητεῖν, ἀλλὰ δεῖν πιστεύειν μόνον καὶ μὴ περιεργάζεσθαι τὸ εἰρημένον, ἀρκοῦσαν ἔχοντα ἀπόδειξιν τοῦ λεχθέντος τὴν δύναμιν τοῦ εἰρηκότος· ἂν δὲ τὸν ψυχὰς καὶ σώματα ἐργασάμενον, καὶ τῆς κτίσεως ἁπάσης ἀσυγκρίτως ὑπερέχοντα, ἄναρχον εἶναι φῶμεν, τὸν τρόπον ἡμᾶς ἀπαιτήσεις; Καὶ τίς ἂν ταῦτα καθεστηκυίας εἶναι φαίη 59.63 ψυχῆς; τίς δὲ ὑγιαίνοντος λογισμοῦ; Ἤκουσας, ὅτι Ἦν τὸ φῶς τὸ ἀληθινόν. Τί φιλονεικεῖς εἰκῆ καὶ μάτην ὑπερακοντίσαι τῷ λογισμῷ τὴν ἄπειρον ταύτην ζωήν; Οὐδὲ γὰρ οἷόν τε. Τί ζητεῖς τὰ ἀζήτητα; τί περιεργάζῃ τὰ ἀκατάληπτα; τί ἐρευνᾷς τὰ ἀνεξερεύνητα; Κατανόησον τῶν ἡλιακῶν ἀκτίνων τὴν ῥίζαν αὐτήν· ἀλλ' οὐ δυνήσῃ, καὶ ὅμως οὐκ ἀγανακτεῖς, οὐδὲ δυσχεραίνεις ἐπὶ τῇ ἀσθενείᾳ. Πῶς οὖν ἐν τοῖς μείζοσι τολμηρὸς γέγονας καὶ
30
προπετής; Ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης, ὁ ἀπὸ τῆς σάλπιγγος ἠχῶν τῆς πνευματικῆς, τὸ, Ἦν, ἀκούσας παρὰ τοῦ Πνεύματος, οὐδὲν ἐπεζήτησε πλέον· σὺ δὲ ὁ τῆς χάριτος ἀμοιρῶν τῆς ἐκείνου, καὶ ὁ ἀπὸ τῶν δειλῶν φθεγγόμενος λογισμῶν, ὑπερβῆναι τὸ μέτρον τῆς ἐκείνου γνώσεως φιλονεικεῖς; Διὰ τοῦτο τοιγαροῦν οὐδὲ πρὸς τὸ μέτρον τῆς ἐκείνου γνώσεως ἀφικέσθαι δυνήσῃ. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου μεθοδεία· ἐξάγει μὲν τῶν παρὰ τοῦ Θεοῦ δοθέντων ὅρων ἡμῖν τοὺς πειθομένους αὐτῷ, ὡς ἐπὶ πολλῷ μείζοσιν· ὅταν δὲ ταῖς ἐλπίσι ταύταις δελεάσας ἐκβάλῃ τῆς τοῦ Θεοῦ χάριτος, τότε λοιπὸν οὐ μόνον οὐδὲν πλέον προσδίδωσι, (πῶς γὰρ διάβολος ὤν;), ἀλλ' οὐδὲ εἰς τὰ πρότερα, ἔνθα ἀσφαλῶς καὶ βεβαίως διετρίβομεν, ἀφίησιν ἐπανελθεῖν, ἀλλὰ πανταχοῦ περιάγει πλανωμένους, καὶ οὐκ ἔχοντας οὐδαμοῦ στῆναι. Οὕτω καὶ τὸν πρωτόπλαστον ἐκ τῆς τοῦ παραδείσου διαγωγῆς ἐποίησεν ἐκπεσεῖν. Προσδοκίᾳ γὰρ μείζονος γνώσεως καὶ τιμῆς φυσήσας αὐτὸν, καὶ τῶν τότε ὑπαρχόντων αὐτῷ μετὰ ἀδείας ἐξέβαλεν. Οὐ γὰρ μόνον ἰσόθεος οὐ γέγονε, καθὼς ὑπισχνεῖτο αὐτῷ, ἀλλὰ καὶ εἰς τὴν τοῦ θανάτου τυραννίδα ἐξέπεσεν, οὐ μόνον οὐδὲν πλέον ἀπὸ τῆς τοῦ ξύλου βρώσεως προσλαβὼν, ἀλλὰ καὶ τῆς γνώσεως ἧς εἶχεν οὐ μικρὸν ἀπολέσας, ἐλπίδι πλείονος γνώσεως. Τότε γὰρ αἰσχύνεσθαι καὶ καταδύεσθαι ἐπὶ τῇ γυμνότητι, τότε αὐτῷ προσεγένετο, πρὸ τῆς ἀπάτης ἀνωτέρω ταύτης ὄντι τῆς αἰσχύνης. Αὐτό τε γὰρ τὸ ὁρᾷν ἑαυτὸν γυμνὸν ὄντα, καὶ δεῖσθαι λοιπὸν τῆς ἀπὸ τῶν ἱματίων περιβολῆς, καὶ ἕτερα αὐτῷ πλείονα ἐντεῦθεν ἐφύη πάθη τότε. Ὅπερ ἵνα μὴ καὶ ἡμεῖς πάθωμεν, πειθώμεθα τῷ Θεῷ, καὶ μένωμεν ἐν οἷς αὐτὸς ἡμῖν προσέταξε, καὶ μηδὲν περαιτέρω πολυπραγμονῶμεν, ἵνα μὴ καὶ τῶν ἤδη δοθέντων ἡμῖν ἐκπέσωμεν ἀγαθῶν, καθάπερ καὶ οὗτοι πεπόνθασι. Τῆς γὰρ ἀνάρχου ζωῆς ἀρχὴν ἐπιζητοῦντες εὑρεῖν, καὶ ἅπερ ἠδύναντο ἔχειν ἀπώλεσαν. Οὔτε γὰρ τὸ ζητούμενον εὗρον (οὐδὲ γάρ ἐστι δυνατόν), καὶ τῆς ὑγιοῦς περὶ τοῦ Μονογενοῦς ἐξέπεσον πίστεως. Ἀλλ' ἡμεῖς μὴ μεταίρωμεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν, ἀλλ' εἴκωμεν πανταχοῦ τοῖς τοῦ Πνεύματος νόμοις, καὶ ἀκούοντες ὅτι, Ἦν τὸ φῶς τὸ ἀληθινὸν, μηδὲν πλέον ἐπιζητῶμεν εὑρεῖν· οὐδὲ γὰρ ἔνι ταύτην ὑπερβῆναι τὴν ῥῆσιν. Εἰ μὲν γὰρ ὡς ἄνθρωπος ἐγέννα, ἀνάγκη μέσον εἶναί τι τοῦ γεννῶντος καὶ τοῦ γεννωμένου· ἐπειδὴ δὲ ἀῤῥήτως καὶ ὡς Θεῷ πρέπον ἐστὶ, τοῦ πρὸ καὶ τοῦ μετὰ ἀναχώρει· τῶν χρόνων γὰρ ταῦτα ὀνόματα· ὁ δὲ Υἱὸς καὶ τῶν αἰώνων πάντων ἐστὶ ποιητής. βʹ. Οὐκοῦν οὐ πατὴρ, φησὶν, ἀλλ' ἀδελφός. Ποία ἀνάγκη, εἰπέ μοι; Εἰ μὲν γὰρ καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἐξ ἑτέρας ἐλέγομεν εἶναι ῥίζης, καλῶς ἂν ταῦτα ἔφης τότε. Εἰ δὲ ταύτην μὲν φεύγομεν τὴν ἀσέβειαν, 59.64 λέγομεν δὲ τὸν μὲν Πατέρα πρὸς τὸ ἄναρχον εἶναι, μηδὲ γεγεννῆσθαι· τὸν δὲ Υἱὸν ἄναρχον εἶναι, γεγεννημένον δὲ ἐκ τοῦ Πατρός· ποία ἀνάγκη ἐκ τῆς ἐννοίας ταύτης τὸν ἀσεβῆ λόγον ἐκεῖνον ἐπεισελθεῖν; Οὐδεμία. Ἀπαύγασμα γάρ ἐστι· τὸ δὲ ἀπαύγασμα συνεπινοεῖται τῇ φύσει, ἧς ἐστιν ἀπαύγασμα. Διὰ γὰρ τοῦτο καὶ ὁ Παῦλος τοῦτον οὕτως ἐκάλεσεν, ἵνα μηδὲν μέσον ὑποπτεύσῃς Πατρὸς καὶ Υἱοῦ. Τοῦτο μὲν οὖν τούτου δηλωτικόν· τὸ δὲ ἐφεξῆς τοῦ ὑποδείγματος, τὴν ὑφορμῶσαν τοῖς ἀνοήτοις ἀτοπίαν διορθοῦται. Μὴ γὰρ, ἐπειδὴ ἀπαύγασμα, φησὶν, ἤκουσας, τῆς ἰδίας αὐτὸν ἀπεστερῆσθαι νομίσῃς ὑποστάσεως. Ἀσεβὲς γὰρ τοῦτο, καὶ τῆς τῶν Σαβελλιανῶν καὶ τῶν ἀπὸ Μαρκέλλου μανίας. Ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἐν ἰδίᾳ αὐτὸν ὑποστάσει εἶναί φαμεν. Διὰ τοῦτο εἰπὼν αὐτὸν ἀπαύγασμα, ἐπήγαγεν, ὅτι Καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, ἵνα τὴν ἰδίαν ὑπόστασιν δηλώσῃ καὶ τῆς αὐτῆς ὄντα αὐτὸν οὐσίας, ἧς ἐστι καὶ χαρακτήρ. Οὐ γὰρ ἀρκεῖ μιᾷ λέξει, καθάπερ ἔφθην εἰπὼν, τὰ περὶ Θεοῦ παραστῆσαι δόγματα τοῖς ἀνθρώποις· ἀλλὰ ἀγαπητὸν, ἂν πολλὰ συμφορήσαντες, ἐξ ἑκάστου τὸ πρέπον ἐπιλεξώμεθα. Οὕτω γὰρ δυνησόμεθα τῆς ἀξίας ἐφικέσθαι δοξολογίας· ἀξίας δὲ λέγω, κατὰ τὴν ἡμετέραν δύναμιν. Εἰ γάρ τις πρὸς αὐτὴν τὴν ὄντως ἀξίαν εἰπεῖν δύνασθαι νομίζοι, καὶ φιλονεικοίη, λέγων οὕτως εἰδέναι τὸν Θεὸν ὡς αὐτὸς οἶδεν ἑαυτὸν,
31 οὗτος μάλιστά ἐστιν ὁ τὸν Θεὸν ἀγνοῶν. Ταῦτ' οὖν εἰδότες, μένωμεν κατέχοντες μετὰ ἀσφαλείας ἃ παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου, καὶ μηδὲν περαιτέρω περιεργαζώμεθα. Δύο γὰρ τοῖς ταύτην νοσοῦσι τὴν νόσον περιέσται τὰ δεινά· τό τε εἰκῆ ταλαιπωρεῖσθαι, ζητοῦντας ἅπερ εὑρεῖν οὐ δυνατόν· τό τε παροξύναι τὸν Θεὸν, τοὺς παρ' αὐτοῦ τεθέντας ὅρους ἀνατρέπειν ἐπιχειροῦντας. Ὅσην δὲ τοῦτο κινεῖ τὴν ὀργὴν, οὐδὲν δεῖ παρ' ἡμῶν μαθεῖν, πάντας εἰδότας ὑμᾶς. Διὸ τῆς ἀπονοίας αὐτῶν ἀφέμενοι, τρέμωμεν αὐτοῦ τοὺς λόγους, ἵνα διηνεκῶς ἡμᾶς τειχίζῃ· Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Ἀφέντες τοίνυν τὴν ὀλεθρίαν ταύτην πολυπραγμοσύνην, συντρίψωμεν τὰς καρδίας, πενθήσωμεν τὰ ἡμαρτημένα ἡμῖν, καθὼς προσέταξεν ὁ Χριστὸς, κατανυγῶμεν ἐπὶ τοῖς πλημμεληθεῖσιν ἡμῖν, ἀναλογισώμεθα μετὰ ἀκριβείας τὰ κατὰ τὸν ἔμπροσθεν ἡμῖν ἅπαντα τολμηθέντα χρόνον, σπουδάσωμεν αὐτὰ ἀποτρίψασθαι παντοδαπῶς. Πολλὰς γὰρ εἰς τοῦτο ὁ Θεὸς ἀνέῳξεν ἡμῖν ὁδούς. Λέγε γὰρ σὺ, φησὶ, πρῶτος, τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς· καὶ πάλιν, Εἶπα, Τὴν ἀνομίαν μου ἐξαγορεύσω κατ' ἐμοῦ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Οὐδὲ γὰρ μικρὸν ἡμῖν συντελεῖ πρὸς τὸ μειῶσαι τῶν ἁμαρτημάτων τὸ μέγεθος ἡ συνεχὴς αὐτῶν κατηγορία καὶ μνήμη. Ἔστι καὶ ἑτέρα ταύτης ἐνεργεστέρα ὁδὸς, τὸ μηδενὶ τῶν εἰς ἡμᾶς ἡμαρτηκότων μνησικακεῖν, τὸ πᾶσι τοῖς εἰς ἡμᾶς πλημμεληθεῖσι συγχωρεῖν τὰ πλημμελήματα. Βούλει καὶ τρίτην μαθεῖν; Ἄκουσον τοῦ Δανιὴλ λέγοντος· Διὸ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων. Ἔστι δὲ καὶ ἑτέρα μετὰ ταύτης, ἡ τῶν εὐχῶν συνέχεια, καὶ τὸ 59.65 προσεδρεύειν μετὰ καρτερίας ταῖς πρὸς τὸν Θεὸν ἐντεύξεσι. Φέρει τινὰ παραμυθίαν ἡμῖν οὐ μικρὰν καὶ λύσιν τῶν ἡμαρτημένων καὶ νηστεία ὁμοίως, ὅταν μετὰ τῆς εἰς ἑτέρους φιλανθρωπίας γίνηται, καὶ σβέννυσι τὸ σφοδρὸν τῆς ὀργῆς τοῦ Θεοῦ. Πῦρ γὰρ φλογιζόμενον σβέσει ὕδωρ, καὶ ἐλεημοσύναις ἀποκαθαίρονται ἁμαρτίαι. Ταύτας τοίνυν πάσας ὁδεύωμεν τὰς ὁδούς. Ἂν γὰρ ἐν τούτοις ὦμεν διαπαντὸς, ἂν εἰς ταῦτα τὴν σχολὴν ἀναλίσκωμεν, οὐ μόνον τὰ παρελθόντα ἀπονιψόμεθα πλημμελήματα, ἀλλὰ καὶ εἰς τὸ μέλλον τὰ μέγιστα κερδανοῦμεν. Οὐ γὰρ παρέξομεν τῷ διαβόλῳ σχολὴν προσβάλλειν ἡμῖν, 59.66 οὔτε εἰς ῥᾳθυμίαν βίου, οὔτε εἰς τὴν ὀλεθρίαν περιεργίαν. Καὶ γὰρ καὶ ταῦτα μετὰ τῶν ἄλλων, καὶ ἐντεῦθεν τὰς ἀνοήτους ζητήσεις καὶ τὰς λογομαχίας τὰς ἐπιβλαβεῖς ἐπάγει, ἐκ τοῦ σχολάζοντας ὁρᾷν καὶ ἀργοῦντας, καὶ μηδεμίαν τῆς κατὰ τὸν βίον ἀρετῆς πρόνοιαν ποιουμένους. Ἀλλ' ἡμεῖς αὐτῷ ταύτην τὴν παρείσδυσιν ἀποφράξωμεν, γρηγορήσωμεν, νήψωμεν ἵνα ἐν τῷ βραχεῖ τούτῳ χρόνῳ καμόντες ὀλίγα, τῶν ἀθανάτων ἐν τοῖς ἀπείροις αἰῶσι τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.65 ΟΜΙΛΙΑ Ηʹ. Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. αʹ. Οὐδὲ γὰρ κωλύει καὶ τήμερον τῶν αὐτῶν ἅψασθαι ῥημάτων, ἐπειδὴ πρώην ὑπὸ τῆς τῶν δογμάτων ἐξηγήσεως ἐκωλύθημεν ἅπασι τοῖς ἀναγνωσθεῖσιν ἐπεξελθεῖν. Ποῦ τοίνυν εἰσὶν οἱ μὴ λέγοντες αὐτὸν ἀληθινὸν Θεόν; Ἐνταῦθα μὲν γὰρ φῶς ἀληθινὸν εἴρηται· ἑτέρωθι δὲ, αὐτοαλήθεια, καὶ αὐτοζωή. Ἀλλ' ἐκείνῳ μὲν τῷ λόγῳ, ὅταν ἐκεῖ γενώμεθα, σαφέστερον ἐπεξελευσόμεθα· κατὰ δὲ τὸ παρὸν, ἀναγκαῖον τέως ἐκεῖνο πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν· Εἰ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, πῶς ἀφώτιστοι μεμενήκασι τοσοῦτοι; Οὐ γὰρ 32
δὴ πάντες ἐπέγνωσαν τοῦ Χριστοῦ τὸ σέβας. Πῶς οὖν φωτίζει πάντα ἄνθρωπον; Τό γε εἰς αὐτὸν ἧκον. Εἰ δέ τινες ἑκόντες τοὺς τῆς διανοίας ὀφθαλμοὺς μύσαντες, μὴ βούλοιντο παραδέξασθαι τοῦ φωτὸς τούτου τὰς ἀκτῖνας, οὐ παρὰ τὴν τοῦ φωτὸς φύσιν ἡ σκότωσις ἐκείνοις, ἀλλὰ παρὰ τὴν κακουργίαν τῶν ἑκοντὶ ἀποστερούντων ἑαυτοὺς τῆς δωρεᾶς. Ἡ μὲν γὰρ χάρις εἰς πάντας ἐκκέχυται, οὐκ Ἰουδαῖον, οὐχ Ἕλληνα, οὐ βάρβαρον, οὐ Σκύθην, οὐκ ἐλεύθερον, οὐ δοῦλον, οὐκ ἄνδρα, οὐ γυναῖκα, οὐ πρεσβύτην, οὐ νέον ἀποστρεφομένη· πάντας δὲ ὁμοίως προσιεμένη, καὶ μετὰ τῆς ἴσης καλοῦσα τιμῆς. Οἱ δὲ οὐκ ἐθέλοντες ἀπολαῦσαι τῆς δωρεᾶς ταύτης, ἑαυτοῖς δίκαιοι ταύτην ἂν εἶεν λογίσασθαι τὴν πήρωσιν. Ὅταν γὰρ τῆς εἰσόδου πᾶσιν ἀνεῳγμένης, καὶ μηδενὸς τοῦ κωλύοντος ὄντος, ἐθελοκακοῦντές τινες ἔξω μένωσι, παρ' οὐδένα ἕτερον, ἀλλ' ἢ παρὰ τὴν οἰκείαν πονηρίαν ἀπόλλυνται μόνον. Ἐν τῷ κόσμῳ ἦν· ἀλλ' οὐχ ὡς τοῦ κόσμου σύγχρονος, ἄπαγε. Διὰ γὰρ τοῦτο ἐπήγαγε· Καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο· διὰ τούτου σε πάλιν ἀνάγων ἐπὶ τὴν προαιώνιον ὕπαρξιν τοῦ Μονογενοῦς. Ὁ γὰρ ἀκούσας ὅτι ἔργον αὐτοῦ τόδε τὸ πᾶν, κἂν σφόδρα ἀναίσθητος ᾖ, κἂν ἐχθρὸς, κἂν πολέμιος τῆς δόξης τοῦ Θεοῦ, πάντως καὶ ἑκὼν καὶ ἄκων ἀναγκασθήσεται πρὸ τῶν ἔργων ὁμολογῆσαι τὸν Ποιητήν. Ὅθεν μοι καὶ θαυμάζειν ἔπεισιν ἀεὶ τὴν Παύλου τοῦ Σαμοσατέως μανίαν, πῶς πρὸς τὴν οὕτω φανερὰν ἀλήθειαν ἀντιβλέψαι ἐτόλμησε, καὶ ἑκὼν ἑαυτὸν κατεκρήμνισεν. Οὐδὲ γὰρ ἀγνοῶν, ἀλλὰ καὶ σφόδρα εἰδὼς ἡμάρτανε, ταὐτὸν παθὼν τοῖς Ἰουδαίοις. Καθάπερ γὰρ ἐκεῖνοι πρὸς ἀνθρώπους ὁρῶντες, τὸ τῆς πίστεως 59.66 προὔδωκαν ὑγιὲς, εἰδότες μὲν ὅτι αὐτός ἐστιν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ δὲ τοὺς ἄρχοντας οὐχ ὁμολογοῦντες, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· οὕτω καὶ τοῦτον γυναικί τινι χαριζόμενον, τὴν σωτηρίαν φασὶν ἀποδόσθαι τὴν ἑαυτοῦ. Δεινὸν γὰρ, ὄντως δεινὸν τῆς κενοδοξίας ἡ τυραννὶς, καὶ σοφῶν ὀφθαλμοὺς ἐκτυφλοῦν ἱκανὸν, ὅταν μὴ νήφωσιν. Εἰ γὰρ ἡ δωροδοκία τοῦτο ἰσχύει, πολλῷ μᾶλλον τὸ ταύτης βιαιότερον πάθος. Διὰ τοῦτο καὶ Ἰουδαίοις ἔλεγεν ὁ Χριστός· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Ἐνταῦθα κόσμον τὸ πλῆθός φησι, τὸ διεφθαρμένον καὶ τοῖς γηΐνοις προστετηκὸς πράγμασι, τὸν χυδαῖον, καὶ ταραχώδη, καὶ ἀνόητον λαόν. Ὡς οἵ γε τοῦ Θεοῦ φίλοι καὶ θαυμαστοὶ πάντες αὐτὸν ἐπέγνωσαν καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας. Καὶ περὶ μὲν τοῦ πατριάρχου καὶ αὐτὸς ὀνομαστί φησιν ὁ Χριστὸς, ὅτι Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Καὶ περὶ τοῦ Δαυῒδ δὲ Ἰουδαίους ἐλέγχων ἔλεγε· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Καὶ πολλαχοῦ πρὸς ἐκείνους ἱστάμενος Μωϋσέως μέμνηται· περὶ δὲ τῶν λοιπῶν προφητῶν ὁ Ἀπόστολος. Πάντας γὰρ τοὺς προφήτας ἀπὸ Σαμουὴλ ἐγνωκέναι φησὶν ὁ Πέτρος αὐτὸν, καὶ τὴν παρουσίαν αὐτοῦ πόῤῥωθεν προαναφωνεῖν, οὕτω λέγων· Καὶ πάντες οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας Τῷ δὲ Ἰακὼβ καὶ τῷ πατρὶ τῷ τούτου, ὥσπερ οὖν καὶ τῷ πάππῳ, καὶ ἐφάνη καὶ διελέχθη, καὶ πολλὰ καὶ μεγάλα ὑπέσχετο δώσειν ἀγαθὰ, ἅπερ οὖν καὶ εἰς ἔργον ἐξήνεγκε. Πῶς οὖν, φησὶν, αὐτὸς ἔλεγε· Πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν; Ἆρα γὰρ οὐ μετέσχον τῆς γνώσεως τῆς εἰς αὐτόν; Πάνυ μὲν οὖν· καὶ τοῦτο καὶ ἀπὸ τῆς ῥήσεως ταύτης, ἀφ' ἧς νομίζουσί τινες αὐτοὺς ἀπεστερῆσθαι, πειράσομαι ποιῆσαι φανερόν. Πολλοὶ γὰρ, φησὶν, ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε. Ὥστε ᾔδεσαν αὐτὸν ἥξοντα εἰς ἀνθρώπους, καὶ οἰκονομήσοντα, ἅπερ καὶ ᾠκονόμησεν. Οὐ γὰρ ἂν, εἰ μὴ ᾔδεσαν, ἐπεθύμησαν. 59.67 Οὐδεὶς γὰρ ὧν μηδὲ ἔννοιαν ἔχει, τούτων λαβεῖν ἐπιθυμίαν δυνήσεται. Ὥστε ᾔδεσαν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ὅτι ἥξει εἰς ἀνθρώπους. Τίνα οὖν ἐστιν ἅπερ οὐκ ᾔδεσαν, καὶ τίνα ἅπερ οὐκ
33
ἤκουσαν; Ταῦτα ἃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε. Εἰ δὲ καὶ φωνῆς ἤκουσαν, καὶ εἶδον αὐτὸν ἐκεῖνοι, ἀλλ' οὐκ ἐν σαρκὶ, οὐδὲ οὕτω τοῖς ἀνθρώποις συναναστρεφόμενον, οὐδὲ μετὰ τοσαύτης αὐτοῖς ὁμιλοῦντα τῆς ἀδείας. Τοῦτο γοῦν καὶ αὐτὸς δηλῶν, οὐχ ἁπλῶς εἶπεν· Ἐπεθύμησαν ἰδεῖν ἐμέ· ἀλλὰ τί; Ἃ ὑμεῖς βλέπετε· οὐδὲ, Ἀκοῦσαι ἐμοῦ· ἀλλὰ τί; Ἃ ὑμεῖς ἀκούετε. Ὥστε εἰ καὶ μὴ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν ἐθεάσαντο, ἀλλ' ὅμως ᾔδεσαν αὐτὴν ἐσομένην, ἧς καὶ ἐπεθύμουν· καὶ ἐπίστευον εἰς αὐτὸν, καὶ μὴ ἑωρακότες αὐτὸν ἐν σαρκί. Ὅταν οὖν ἐγκαλῶσιν ἡμῖν Ἕλληνες ταῦτα λέγοντες· Τί δὲ τὸν ἔμπροσθεν ἐποίει χρόνον ὁ Χριστὸς, τὸ τῶν ἀνθρώπων οὐκ ἐπισκοπούμενος γένος; καὶ τί δήποτε ἐν ἐσχάτῳ τῆς ἡμετέρας ἦλθεν ἀντιληψόμενος σωτηρίας, τοσοῦτον ἀμελήσας χρόνον ἡμῶν; ἐροῦμεν, ὅτι καὶ πρὸ τούτου ἐν τῷ κόσμῳ ἦν, καὶ προενόει τῶν ἔργων αὐτοῦ, καὶ γνώριμος τοῖς ἀξίοις ἅπασιν ἦν. Εἰ δὲ διὰ τὸ μὴ πάντας αὐτὸν τότε ἐπεγνωκέναι, ἀλλὰ παρὰ τῶν γενναίων αὐτὸν καὶ ἐναρέτων ἐκείνων μόνων ἐγνῶσθαι, φαίητε μὴ γνωρίζεσθαι· κατὰ τοῦτο οὐδὲ νῦν ὁμολογήσετε προσκυνεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀνθρώπων, ἐπειδὴ μηδὲ νῦν ἅπαντες αὐτὸν ἴσασιν. Ἀλλ' ὥσπερ ἐπὶ τοῦ παρόντος οὐδεὶς ἂν διὰ τοὺς ἀγνοοῦντας αὐτὸν τοῖς εἰδόσι διαπιστήσειεν· οὕτως οὐδὲ ὑπὲρ τῶν ἔμπροσθεν χρόνων ἀμφισβητεῖν χρὴ, ὅτι πολλοῖς, μᾶλλον δὲ πᾶσιν ἔγνωστο τοῖς γενναίοις καὶ θαυμασίοις ἀνδράσιν ἐκείνοις. βʹ. Εἰ δὲ λέγοι τις· Καὶ τίνος ἕνεκεν μὴ πάντες προσεῖχον αὐτῷ, μηδὲ πάντες αὐτὸν ἐθεράπευον τότε, ἀλλὰ μόνοι οἱ δίκαιοι; ἐρήσομαι κἀγὼ, τίνος ἕνεκεν μηδὲ νῦν ἅπαντες αὐτὸν ἴσασι; Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ; Τὸν γὰρ Πατέρα τὸν τούτου, διατί μὴ πάντες, μήτε τότε, μήτε νῦν ἔγνωσαν· ἀλλ' οἱ μὲν αὐτομάτως ἅπαντα φέρεσθαι λέγουσιν, οἱ δὲ δαιμονίοις τὴν τοῦ παντὸς ἐπιτρέπουσι πρόνοιαν· εἰσὶ δὲ οἳ καὶ ἕτερον παρὰ τοῦτον ἀναπλάττουσι θεόν· τινὲς δὲ αὐτῶν καὶ τὴν ἀντικειμένην εἶναι βλασφημοῦσιν αὐτοῦ δύναμιν, καὶ τοὺς νόμους αὐτοῦ, πονηροῦ τινὸς δαίμονος εἶναι νομίζουσι; Τί οὖν; παρὰ τοῦτο οὔτε Θεὸν αὐτὸν φήσομεν εἶναι, ἐπειδή τινές εἰσιν οἱ τοῦτο λέγοντες, καὶ πονηρὸν αὐτὸν ὁμολογήσομεν εἶναι; καὶ γὰρ καὶ τοῦτό εἰσιν οἱ βλασφημοῦντες αὐτόν. Ἄπαγε τῆς παραφροσύνης καὶ τῆς ἐσχάτης παραπληξίας. Εἰ γὰρ μέλλοιμεν ἀπὸ τῆς τῶν μαινομένων κρίσεως χαρακτηρίζειν τὰ δόγματα, οὐδὲν κωλύει μαίνεσθαι καὶ αὐτοὺς μανίαν χαλεπωτάτην. Εἶτα, ἥλιον μὲν οὐδεὶς λυμαντικὸν ὀφθαλμῶν εἶναι φήσει διὰ τοὺς νοσοῦντας τὰς ὄψεις, ἀλλὰ φωτιστικὸν, ἀπὸ τῶν ὑγιαινόντων λαμβάνων τὰς κρίσεις· καὶ τὸ μέλι δὲ οὐδεὶς πικρὸν προσερεῖ, ἐπειδὴ τοῦτο τῇ αἰσθήσει τῶν ἀῤῥώστων δοκεῖ· τὸν δὲ Θεὸν ἀπὸ τῆς τῶν ἀσθενούντων ὑπολήψεως, ἢ μὴ εἶναι, ἢ πονηρὸν εἶναι, ἢ ποτὲ μὲν προνοεῖν, ποτὲ δὲ μηδὲ ὅλως τοῦτο ποιεῖν ψηφιοῦνταί τινες; Καὶ τίς ἂν τοὺς τοιούτους ὑγιαίνειν φήσειεν, ἀλλ' οὐκ ἐξεστηκέναι καὶ παραπαίειν, καὶ μαίνεσθαι τὴν ἐσχάτην μανίαν; Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, φησίν. Ἀλλ' ὧν ὁ κόσμος οὐκ ἦν ἄξιος, οὗτοι αὐτὸν ἔγνωσαν. Εἰπὼν δὲ καὶ τοὺς μὴ γνόντας αὐτὸν, ἐν βραχεῖ καὶ τὴν αἰτίαν 59.68 τῆς ἀγνοίας ἔθηκεν. Οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι οὐδεὶς αὐτὸν ἔγνω, ἀλλ' ὅτι Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω τουτέστιν, οἱ τῷ κόσμῳ μόνῳ προσηλωμένοι, καὶ τὰ τοῦ κόσμου φρονοῦντες ἄνθρωποι. Οὕτω γὰρ εἴωθε καλεῖν αὐτοὺς καὶ ὁ Χριστὸς, ὡς ὅταν λέγῃ· Πάτερ ἅγιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω. Οὐκ ἄρα αὐτὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα αὐτοῦ ὁ κόσμος ἠγνόησε, καθάπερ ἐλέγομεν. Οὐδὲν γὰρ οὕτω θολοῖ διάνοιαν, ὡς τὸ προστετηκέναι τοῖς παροῦσι. Ταῦτ' οὖν εἰδότες, ἀποστήσατε ἑαυτοὺς τοῦ κόσμου, καὶ τῶν σαρκικῶν ἀποῤῥήξατε πραγμάτων, καθόσον οἷόν τε. Οὐδὲ γὰρ ἐν τοῖς τυχοῦσιν ὑμῖν ἀπὸ τούτων ἡ ζημία γίνεται, ἀλλ' ἐν τῷ κεφαλαίῳ τῶν ἀγαθῶν. Οὐ γὰρ ἔστιν ἄνθρωπον τῶν κατὰ τὸν παρόντα βίον ἀντεχόμενον πραγμάτων σφοδρῶς δυνηθῆναι ἐπιλαβέσθαι τῶν ἐν τοῖς οὐρανοῖς γνησίως· ἀλλὰ ἀνάγκη τὸν περὶ ταῦτα ἐσπουδακότα ἐκείνων ἐκπεσεῖν. Οὐ δύνασθε γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ· ἀνάγκη γὰρ ἑνὸς ἔχεσθαι, καὶ τὸν
34
ἕτερον μισεῖν. Καὶ ταῦτα καὶ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα βοᾷ. Οἱ γοῦν τῆς τῶν χρημάτων ἐπιθυμίας καταγελάσαντες, οὗτοι μάλιστά εἰσιν οἱ τὸν Θεὸν ἀγαπῶντες ὡς χρή· ὥσπερ οὖν οἱ τὴν ἀρχὴν ἐκείνην θαυμάζοντες, οὗτοι μάλιστα πάντων εἰσὶν οἱ ἀμβλυτέραν τὴν περὶ αὐτὸν ἀγάπην ἔχοντες. Ψυχὴ γὰρ καθάπαξ ὑπὸ φιλοχρηματίας ἁλοῦσα, οὐ ῥᾳδίως οὐδὲ εὐκόλως παραιτήσεται καὶ πρᾶξαι καὶ εἰπεῖν τι τῶν παροξυνόντων τὸν Θεὸν, ἅτε καὶ ἑτέρου γενομένη δεσπότου δούλη, καὶ πάντα ἀπεναντίας ἐπιτάττοντος τῷ Θεῷ. Ἀνανήψατε τοίνυν ποτὲ καὶ διεγέρθητε, καὶ ἐννοήσαντες τίνος ἐσμὲν οἰκέται, τὴν τούτου βασιλείαν ἀγαπήσωμεν μόνην· κλαύσωμεν, θρηνήσωμεν ὑπὲρ τῶν ἔμπροσθεν χρόνων, ὧν ἐδουλεύσαμεν τῷ μαμωνᾷ· ῥίψωμεν αὐτοῦ καθάπαξ τὸν ζυγὸν, τὸν ἀφόρητον καὶ τὸν βαρὺν, καὶ μένωμεν φέροντες τὸν τοῦ Χριστοῦ, τὸν κοῦφον καὶ ῥᾷστον· οὐδὲν γὰρ ἐπιτάττει τοιοῦτον ἡμῖν οἷον ὁ μαμωνᾶς. Οὗτος μὲν γὰρ ἐχθροὺς κελεύει πᾶσι γίνεσθαι· ὁ δὲ Χριστὸς τοὐναντίον, ἅπαντας ἀσπάζεσθαι καὶ φιλεῖν. Ἐκεῖνος τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλώσας (τοῦτο γάρ ἐστιν ὁ χρυσὸς), οὐδὲ τὰς νύκτας ἀφίησιν ἀναπνεῦσαι μικρόν· οὗτος τῆς μὲν περιττῆς ταύτης καὶ ἀνοήτου φροντίδος ἀπαλλάττει, κελεύει δὲ συνάγειν τοὺς θησαυροὺς ἐν τοῖς οὐρανοῖς, οὐκ ἐκ τῆς εἰς ἑτέρους ἀδικίας, ἀλλ' ἐκ τῆς οἰκείας δικαιοσύνης. Ἐκεῖνος μετὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ τὰς ταλαιπωρίας οὔτε δύναται παραστῆναι κολαζομένοις ἡμῖν ἐκεῖ καὶ κακῶς πάσχουσι διὰ τοὺς αὐτοῦ νόμους, καὶ ἐπιτείνει τὴν φλόγα· οὗτος δὲ κἂν ποτήριον ἡμῖν ἐπιτάξῃ δοῦναι ψυχροῦ, οὐδὲ τούτου τὸν μισθὸν καὶ τὴν ἀμοιβὴν ἀφίησιν ἡμᾶς ἀπολέσαι ποτὲ, ἀλλὰ μετὰ πολλῆς ἀντιδίδωσι τῆς δαψιλείας. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας, τῆς οὕτω προσηνοῦς δεσποτείας καὶ τοσούτων γεμούσης ἀγαθῶν ἀμελοῦντας, ἀχαρίστῳ καὶ ἀγνώμονι δουλεύειν τυράννῳ, καὶ οὐδὲν οὔτε ἐνταῦθα, οὔτε ἐκεῖ δυναμένῳ τοὺς πειθομένους αὐτῷ καὶ προσέχοντας ὠφελεῖν; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, οὐδὲ αὕτη ἡ ζημία μόνον, ὅτι οὐκ ἀμύνει κολαζομένοις· ἀλλ' ὅτι πρὸς τούτῳ καὶ μυρίοις περιβάλλει κακοῖς, ὅπερ ἔφθην εἰπὼν, τοὺς πειθομένους αὐτῷ. Τοὺς γὰρ πλείονας τῶν ἐκεῖ κολαζομένων, ἀπὸ ταύτης ἴδοι τις ἂν κολαζομένους τῆς αἰτίας, ὅτι χρήμασιν ἐδούλευσαν καὶ τὸ χρυσίον ἠγάπησαν, καὶ τοῖς δεομένοις οὐκ ἐπήρκεσαν. 59.69 Ἅπερ ἵνα μὴ καὶ ἡμεῖς πάθωμεν, σκορπίσωμεν, δῶμεν τοῖς πένησιν, ἀπαλλάξωμεν τὴν ψυχὴν καὶ τῶν ἐνταῦθα φροντίδων τῶν βλαβερῶν, καὶ τῆς ἐκεῖ διὰ ταῦτα κειμένης ἡμῖν τιμωρίας. Ἀποθώμεθα δικαιοσύνην ἐν οὐρανοῖς, ἀντὶ χρημάτων τῶν ἐπὶ γῆς συλλέξωμεν θησαυροὺς ἀναλώτους, θησαυροὺς δυναμένους συναποδημῆσαι πρὸς τὸν οὐρανὸν ἡμῖν· δυναμένους ἡμῖν κινδυνεύουσι παραστῆναι, καὶ ποιῆσαι τὸν κρι 59.70 τὴν ἵλεων τότε· ὃν γένοιτο πάντας ἡμᾶς εὐμενῆ καὶ νῦν καὶ κατ' ἐκείνην τὴν ἡμέραν σχόντας, ἀπολαῦσαι μετὰ πολλῆς παῤῥησίας τῶν ἡτοιμασμένων ἀγαθῶν ἐν τοῖς οὐρανοῖς, τοῖς ὡς χρὴ ἀγαπῶσιν αὐτόν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.69 ΟΜΙΛΙΑ Θʹ. Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. αʹ. Ἂν τῶν προτέρων διαμνημονεύητε νοημάτων, μετὰ πλείονος προθυμίας καὶ τὰ ἑξῆς ἐποικοδομήσομεν, ὡς ἐπὶ κέρδει τοῦτο ποιοῦντες μεγάλῳ. Οὕτω γὰρ ὑμῖν τε εὐμαθέστερος ἔσται ὁ λόγος, τῶν ἤδη λεχθέντων μεμνημένοις, καὶ ἡμεῖς οὐ πολλοῦ δεησόμεθα πόνου, δυναμένων ὑμῶν διὰ τῆς πολλῆς φιλομαθείας ὀξύτερον τοῖς λοιποῖς ἐνορᾷν. Ὁ μὲν γὰρ ἀεὶ τὰ διδόμενα ἀπολλὺς, ἀεὶ δεήσεται τοῦ διδάξοντος, καὶ οὐδέποτε εἴσεται οὐδέν· ὁ δὲ ἅπερ ἂν λάβῃ φυλάττων, καὶ οὕτω τὰ λοιπὰ προσλαμβάνων, ταχέως ἀντὶ μαθητοῦ διδάσκαλος ἔσται, καὶ οὐχ ἑαυτῷ
35
μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι χρήσιμος. Ὅπερ μάλιστα ταύτην ἔσεσθαι προσδοκῶ τὴν ἐκκλησίαν, ἀπὸ τῆς πολλῆς ταύτης τεκμαιρόμενος φιληκοΐας. Φέρε οὖν ὡς ἐν ἀσφαλεῖ θησαυροφυλακίῳ ταῖς ὑμετέραις ψυχαῖς τὸ ἀργύριον τοῦ Κυρίου παρακαταθώμεθα, καὶ τὰ σήμερον ἡμῖν προτεθέντα ἀναπτύξωμεν, ὡς ἂν ἡ τοῦ Πνεύματος παρέχῃ χάρις. Εἶπεν, ὅτι Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, περὶ τῶν ἄνω χρόνων λέγων. Κάτεισι λοιπὸν τῷ λόγῳ καὶ πρὸς τοὺς τοῦ κηρύγματος χρόνους, καί φησιν· Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ περιέλαβον· ἰδίους Ἰουδαίους λέγων νῦν, ὡς λαὸν περιούσιον, ἢ καὶ πάντας δὲ τοὺς ἀνθρώπους ὡς ὑπ' αὐτοῦ γεγενημένους. Καὶ καθάπερ ἀνωτέρω διαπορῶν ἐπὶ τῇ ἀνοίᾳ τῶν πολλῶν, καὶ ὑπὲρ τῆς κοινῆς αἰσχυνόμενος φύσεως ἔλεγεν, ὅτι ὁ κόσμος δι' αὐτοῦ γενόμενος, τὸν δημιουργὸν οὐκ ἐγνώρισεν· οὕτω καὶ ἐνταῦθα πάλιν, ἐπὶ τῇ τῶν Ἰουδαίων καὶ τῇ τῶν πολλῶν δυσανασχετῶν ἀγνωμοσύνῃ, πληκτικώτερον τίθησι τὴν κατηγορίαν, λέγων, ὅτι Οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον, καὶ ταῦτα αὐτὸν ἐλθόντα πρὸς αὐτούς. Καὶ οὐχ οὗτος μόνον, ἀλλὰ καὶ οἱ προφῆται θαυμάζοντες ἔλεγον τὸ αὐτὸ δὴ τοῦτο· καὶ Παῦλος δὲ ὕστερον ἐπὶ τοῖς αὐτοῖς ἐκπληττόμενος. Καὶ οἱ μὲν προφῆται οὕτως ἐβόων, ἐκ προσώπου τοῦ Χριστοῦ λέγοντες· Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό με, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. Καὶ πάλιν· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι· καὶ, Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. Παῦλος δὲ Ῥωμαίοις ἐπιστέλλων ἔλεγε· Τί οὖν; ὃ ἐπεζήτει Ἰσραὴλ, τοῦτο οὐκ ἐπέτυχεν· ἡ δὲ ἐκλογὴ ἐπέτυχε. Καὶ πάλιν· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε. Καὶ γάρ ἐστιν ὄντως ἐκπλήξεως ἄξιον, πῶς οἱ μὲν ἐν ταῖς προφητικαῖς ἀνατραφέντες βίβλοις, καὶ τοῦ Μωϋσέως καθ' ἑκάστην ἀκούοντες τὴν ἡμέραν, μυρία περὶ τῆς τοῦ Χριστοῦ λέγοντος παρουσίας, καὶ τῶν λοιπῶν 59.70.10 μετὰ ταῦτα προφητῶν, ἔτι τε αὐτὸν τὸν Χριστὸν θεώμενοι, καθ' ἑκάστην αὐτοῖς θαυματουργοῦντα, καὶ μόνοις αὐτοῖς ὁμιλοῦντα, καὶ μήτε τοῖς μαθηταῖς συγχωροῦντα τέως εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν ἢ εἰς πόλιν Σαμαρειτῶν εἰσελθεῖν, μήτε αὐτὸν τοῦτο ποιοῦντα, ἀλλ' ἄνω καὶ κάτω λέγοντα, πρὸς τὰ πρόβατα ἀπεστάλθαι τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ὅμως καὶ τῶν σημείων ἀπολαύοντες, καὶ τῶν προφητῶν καθ' ἡμέραν ἀκούοντες, καὶ αὐτὸν συνεχῶς αὐτοὺς ἀναμιμνήσκοντα ἔχοντες, οὕτω καθάπαξ ἐπήρωσαν ἑαυτοὺς καὶ ἐκώφωσαν, ὡς μηδενὶ τούτων ἐναχθῆναι πρὸς τὴν τοῦ Χριστοῦ πίστιν ἰσχῦσαι. Οἱ δὲ ἐξ ἐθνῶν τούτων μὲν οὐδενὸς ἀπολαύσαντες, οὔτε θείων ποτὲ λογίων ἀκούσαντες, οὐδὲ ὅσον ὄναρ εἰπεῖν, ἀλλ' ἀεὶ τοῖς τῶν παραπαιόντων ἐνστρεφόμενοι μύθοις (τοῦτο γὰρ ἡ τῶν ἔξωθεν φιλοσοφία), καὶ ποιητῶν λήρους ἀνελίττοντες, καὶ ξύλοις καὶ λίθοις προσηλωμένοι, καὶ οὔτε δογμάτων οὔτε πολιτείας ἕνεκεν εἰδότες τι χρηστὸν καὶ ὑγιὲς (καὶ γὰρ ὁ βίος αὐτοῖς τῶν δογμάτων ἀκαθαρτότερος ἦν καὶ ἐναγέστερος. Πῶς δὲ οὔκ; Ἔμελλον τοὺς θεοὺς αὐτῶν πάσῃ κακίᾳ χαίροντας ὁρῶντες, καὶ δι' αἰσχρῶν μὲν ῥημάτων, δι' αἰσχροτέρων δὲ θεραπευομένους πραγμάτων, καὶ τοῦτο νομίζοντας ἑορτὴν καὶ τιμήν· ἔτι γε μὴν καὶ δι' ἀκαθάρτων φόνων καὶ παιδοκτονιῶν τιμωμένους, κἀκείνους εἰς ταῦτα ζηλοῦντες)· ἀλλ' ὅμως καὶ πρὸς αὐτὸν τὸν πυθμένα τῆς κακίας καταπεσόντες, ἐξαίφνης ὥσπερ ἔκ τινος μηχανῆς ἄνωθεν ἡμῖν καὶ ἀπ' αὐτῆς τῶν οὐρανῶν τῆς κορυφῆς ἀνεφάνησαν διαλάμποντες. Πῶς οὖν τοῦτο γέγονε, καὶ πόθεν; Ἄκουσον Παύλου λέγοντος. Καὶ γὰρ ὁ μακάριος ἐκεῖνος ταῦτα ἀκριβῶς ζητῶν, οὐκ ἀπέστη ἕως οὗ τὴν αἰτίαν εὗρε, καὶ τοῖς ἄλλοις ταύτην ἐδήλωσεν ἅπασι. Τίς οὖν ἐστιν αὕτη; καὶ πόθεν ἡ τοσαύτη πώρωσις αὐτοῖς; Ἄκουσον αὐτοῦ τοῦ τὴν οἰκονομίαν ταύτην ἐμπιστευθέντος ταῦτα λέγοντος. Τί οὖν οὗτος λέγει, τὴν
36
διαπόρησιν τῶν πολλῶν λύων ταύτην; Ἀγνοοῦντες, φησὶ, τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Διὸ ταῦτα ἔπαθον. Καὶ πάλιν τὸ αὐτὸ τοῦτο ἑτέρως ἑρμηνεύων, φησί· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Εἰπὲ καὶ διατί; Ὅτι οὐκ ἐκ πίστεως· προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀπιστία τούτων γέγονεν αὐτοῖς αἰτία τῶν κακῶν· ταύτην 59.71 δὲ ἔτεκεν ἡ ἀπόνοια. Ἐπειδὴ γὰρ πρὸ τούτου πλέον ἔχοντες Ἑλλήνων, τῷ τὸν νόμον εἰληφέναι καὶ Θεὸν εἰδέναι, καὶ τὰ ἄλλα ἅπερ ὁ Παῦλός φησι μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν εἶδον ἀπὸ τῆς πίστεως μετὰ τῆς αὐτῆς ὁμοτιμίας καλουμένους κἀκείνους καὶ αὐτοὺς, καὶ οὐδὲν πλέον ἔχοντα τὸν ἐκ περιτομῆς τοῦ ἐξ ἐθνῶν μετὰ τὴν πίστιν· ἐδήχθησαν ὑπὸ ἀπονοίας εἰς βασκανίαν ἐλθόντες, καὶ τὴν τοῦ Δεσπότου φιλανθρωπίαν τὴν ἄφατον καὶ ὑπερβάλλουσαν οὐκ ἤνεγκαν. Τοῦτο δὲ αὐτοῖς ἑτέρωθεν μὲν οὐδαμόθεν, ἐξ ἀλαζονείας δὲ καὶ πονηρίας καὶ μισανθρωπίας γέγονε. βʹ. Τί γὰρ, ὦ πάντων ὑμεῖς ἀνοητότεροι, κατεβλάπτεσθε ἐκ τῆς εἰς ἑτέρους γινομένης κηδεμονίας; πῶς δὲ τὰ ὑμέτερα ἠλαττοῦτο ἀγαθὰ, τῷ κοινωνοὺς ἑτέρους ἔχειν τῶν αὐτῶν; Ἀλλὰ τυφλὸν ὄντως ἡ πονηρία, καὶ τῶν δεόντων οὐδὲν δύναται συνιδεῖν ταχέως Δηχθέντες τοίνυν τῷ κοινωνοὺς μέλλειν ἔχειν τῆς αὐτῆς παῤῥησίας, καθ' ἑαυτῶν τὸ ξίφος ὤθησαν, τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐκβαλόντες ἑαυτούς· καὶ μάλα εἰκότως. Ἑταῖρε γὰρ, φησὶν, οὐκ ἀδικῶ σε· θέλω δὲ καὶ τούτοις δοῦναι ὥσπερ καὶ σοί. Μᾶλλον δὲ οὐδὲ τούτων ἄξιοι τῶν λόγων οὗτοι. Ἐκεῖνος μὲν γὰρ εἰ καὶ ἐδυσχέραινεν, ἀλλ' ὅμως ἔχων εἰπεῖν ἡμέρας ὁλοκλήρου πόνους, καὶ ταλαιπωρίας καὶ θάλπη καὶ ἱδρῶτας· οὗτοι δὲ τί ἔχοιεν ἂν εἰπεῖν; Τοιοῦτον μὲν οὐδέν· ῥᾳθυμίαν δὲ καὶ ἀσωτίαν, καὶ τὰ μυρία κακὰ, ἃ διαπαντὸς κατηγοροῦντες αὐτῶν διετέλουν οἱ προφῆται πάντες, δι' ἃ καὶ αὐτοὶ ὁμοίως τοῖς ἔθνεσι προσκεκρούκεσαν τῷ Θεῷ. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Καὶ τοῦτο μὲν ἅπαν τὸ κεφάλαιον χρησίμως καὶ σφόδρα συνετῶς κατ' ἐκείνην γυμνάζει τὴν ἐπιστολήν. Ἀνωτέρω δὲ καὶ μείζονος δείκνυσι κολάσεως ἀξίους εἶναι. Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, φησί· τουτέστι, χαλεπώτερον, μετὰ τῆς φύσεως καὶ τὸν νόμον κατήγορον ἔχοντες. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ τῷ παρὰ τοῖς ἔθνεσι τοῦ τὸν Θεὸν βλασφημεῖσθαι γεγενῆσθαι αἴτιοι· Τὸ γὰρ ὄνομά μου, φησὶ, δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Ἐπεὶ οὖν τοῦτο μάλιστα ἦν τὸ δάκνον αὐτούς· καὶ γὰρ καὶ τοῖς πεπιστευκόσιν ἐκ περιτομῆς παράδοξον τὸ πρᾶγμα εἶναι ἐδόκει· διὸ καὶ ἐνεκάλουν τῷ Πέτρῳ πρὸς αὐτοὺς ἀπὸ Καισαρείας ἐπανελθόντι, ὅτι πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθε, καὶ συνέφαγεν αὐτοῖς· καὶ μετὰ τὸ μαθεῖν τὴν οἰκονομίαν τὴν τοῦ Θεοῦ, πάλιν καὶ οὕτως ἐθαύμαζον, πῶς καὶ εἰς τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος ἐκκέχυται, τῷ ἐκπλήττεσθαι ἐνδεικνύμενοι, ὡς οὐκ ἄν ποτε τοῦτο προσεδόκησαν τὸ παράδοξον· ἐπεὶ οὖν ᾔδει ὅτι μάλιστα αὐτῶν τοῦτο καθήπτετο, πάντα ποιεῖ ὅπως αὐτῶν τὸν τῦφον κενώσῃ, καὶ τὴν ἀλαζονείαν ἐκλύσῃ σφόδρα οἰδοῦσαν. Καὶ ὅρα πῶς τοῦτο ποιεῖ· Διαλεχθεὶς περὶ τῶν Ἑλληνικῶν, καὶ δείξας αὐτοὺς οὐδεμίαν ἔχοντας οὐδαμόθεν ἀπολογίαν, οὐδὲ ἐλπίδα σωτηρίας, κατηγορήσας τε ἀκριβῶς καὶ τῆς τῶν δογμάτων αὐτῶν διαστροφῆς, καὶ τῆς περὶ τὸν βίον ἀκαθαρσίας, μετατίθησιν ἐπὶ τοὺς Ἰουδαίους τὸν λόγον· καὶ τὰ ἀπὸ τοῦ Προφήτου καταλέξας ἅπαντα δι' ὧν ἔλεγεν ἐκεῖνος, ὅτι μιαροί τινες ἦσαν καὶ δο 59.72 λεροὶ καὶ ὕπουλοι, καὶ πάντες ἅμα ἠχρειώθησαν, καὶ οὐδεὶς ἐν αὐτοῖς ἐκζητεῖ τὸν Θεὸν, ἀλλ' ἐξέκλιναν πάντες, καὶ ὅσα τοιαῦτα, ἐπήγαγεν· Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν
37
στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Τί οὖν ἐπαίρεις σαυτὸν, ὦ Ἰουδαῖε; τί μέγα φρονεῖς; Καὶ γὰρ καὶ τὸ σὸν ἐμπέφρακται στόμα, καὶ ἡ σὴ παῤῥησία ἀνῄρηται, καὶ μετὰ τοῦ κόσμου παντὸς καὶ σὺ γέγονας ὑπόδικος, καὶ ὁμοίως τοῖς ἄλλοις ἐν χρείᾳ καθέστηκας τοῦ δωρεὰν δικαιωθῆναι. Ἐχρῆν μὲν οὖν μηδὲ εἰ κατωρθωκὼς ἦς, καὶ παῤῥησίαν πολλὴν εἶχες πρὸς τὸν Θεὸν, μηδὲ οὕτω τοῖς μέλλουσιν ἐλεεῖσθαι καὶ σώζεσθαι διὰ φιλανθρωπίαν φθονεῖν. Πονηρίας γὰρ τοῦτο ἐσχάτης, ἐπὶ τοῖς ἑτέρων τήκεσθαι ἀγαθοῖς, καὶ μάλιστα ὅτε μηδὲ μετὰ τῆς σῆς τοῦτο ἔμελλε γίνεσθαι ζημίας. Εἰ μὲν γὰρ ἡ τῶν ἄλλων σωτηρία τοῖς σοῖς ἐλυμαίνετο καλοῖς, λόγον ἂν εἶχε τὸ ἀλγεῖν· καίτοι γε οὐδὲ τοῦτο κατὰ τὸν μεμαθηκότα φιλοσοφεῖν. Εἰ δὲ μήτε κολαζομένου θατέρου πλεονάζει σοι τὰ τῶν μισθῶν, μήτε εὖ πάσχοντος ἐλαττοῦται, τίνος ἕνεκεν σὺ κόπτεις σαυτὸν ὑπὲρ ὧν ἕτερος σώζεται δωρεάν; Ἐχρῆν μὲν οὖν, ὅπερ ἔφην, μηδὲ εἰ τῶν εὐδοκιμηκότων ἦς, ἐπὶ τῇ κατὰ χάριν εἰς τὰ ἔθνη γινομένῃ δάκνεσθαι σωτηρίᾳ· ὅταν δὲ τῶν αὐτῶν ὑπεύθυνος ὢν τῷ Δεσπότῃ, καὶ προσκεκρουκὼς καὶ αὐτὸς, δυσχεραίνῃς ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς, καὶ μέγα φρονῇς ὡς αὐτὸς ὀφείλων μόνος τῆς χάριτος μετασχεῖν, οὐ βασκανίας μόνον καὶ ἀπονοίας, ἀλλὰ καὶ τῆς ἐσχάτης ἀνοίας, καὶ πάντων τῶν χαλεπωτάτων ἂν εἴης ὑπεύθυνος βασανιστηρίων· τὴν γὰρ τῶν κακῶν ῥίζαν ἁπάντων ἐν σεαυτῷ κατεφύτευσας τὴν ὑπερηφανίαν. Διὸ καί τις σοφὸς ἔλεγεν· Ἀρχὴ ἁμαρτίας ὑπερηφανία· τουτέστι, ῥίζα καὶ πηγὴ καὶ μήτηρ. Οὕτω καὶ ὁ πρωτόπλαστος ἐξέπεσε τῆς μακαρίας ἐκείνης διαγωγῆς· οὕτω καὶ ὁ τοῦτον ἀπατήσας διάβολος ἀπ' ἐκείνου κατηνέχθη τοῦ τῆς ἀξίας ὕψους. Ὅθεν εἰδὼς ὁ μιαρὸς τῆς ἁμαρτίας ταύτης τὴν φύσιν ἱκανὴν οὖσαν καὶ ἐξ αὐτῶν καταβαλεῖν τῶν οὐρανῶν, ταύτην ἦλθε τὴν ὁδὸν, ὅτε τὸν Ἀδὰμ ἀπὸ τῆς τοσαύτης κατενεγκεῖν ἐσπούδασε τιμῆς. Τῇ γὰρ ἐπαγγελίᾳ τῆς ἰσοθεΐας φυσήσας αὐτὸν, οὕτω κατέῤῥηξε καὶ κατέβαλεν εἰς αὐτὰ τοῦ ᾅδου τὰ βάραθρα. Οὐδὲν γὰρ οὕτω τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀλλοτριοῖ, καὶ τῷ τῆς γεέννης παραδίδωσι πυρὶ, ὡς ἡ τῆς ὑπερηφανίας τυραννίς. Ταύτης γὰρ ἡμῖν παρούσης, ἅπας ἡμῶν ὁ βίος ἀκάθαρτος γίνεται, κἂν σωφροσύνην, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν εὐχὰς, κἂν ἐλεημοσύνην, κἂν ὁτιοῦν ἐπιτελῶμεν. Ἀκάθαρτος γὰρ, φησὶ, παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Καταστέλλωμεν οὖν τοῦτο τὸ φύσημα τῆς ψυχῆς, καὶ τὸν ὄγκον τοῦτον ἀνακόπτωμεν, εἴ γε ἐθέλοιμεν εἶναι καθαροὶ, καὶ τῆς τῷ διαβόλῳ κειμένης ἀπηλλάχθαι κολάσεως. Ὅτι γὰρ τὸν ἀλαζόνα τὰ αὐτὰ ἐκείνῳ παθεῖν ἀνάγκη, ἄκουσον τοῦ Παύλου λέγοντος· Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, εἰς κρῖμα ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. Τί ἐστι κρῖμα; Εἰς τὴν αὐτὴν, φησὶ, καταδίκην, εἰς τὴν αὐτὴν κόλασιν. Πῶς οὖν ἄν τις ἐκφύγοι τοῦτο τὸ δεινὸν, φησίν; Εἴ γε ἀναλογίσαιτο τὴν ἑαυτοῦ φύσιν, καὶ τῶν ἁμαρτημάτων τὸ πλῆθος, καὶ τῶν ἐκεῖ βασανιστηρίων τὸ μέγεθος, καὶ τῶν ἐνταῦθα δοκούν 59.73 των λαμπρῶν τὸ πρόσκαιρον οὐδὲν χόρτου διαφέρον, καὶ τῶν ἐαρινῶν ἀνθέων μᾶλλον μαραινόμενον. Ἂν τούτους συνεχῶς παρ' ἑαυτοῖς κινῶμεν τοὺς λογισμοὺς, καὶ τοὺς τὰ μέγιστα κατωρθωκότας ἐπὶ μνήμης ἔχωμεν, οὐ ῥᾳδίως ὁ διάβολος ἐπᾶραι δυνήσεται, κἂν μυρία φιλονεικῇ, ἀλλ' οὐδὲ ὑποσκελίσαι τὴν 59.74 ἀρχήν. Ὁ δὲ Θεὸς ὁ τῶν ταπεινῶν, ὁ χρηστὸς καὶ ἐπιεικὴς, αὐτὸς καὶ ὑμῖν καὶ ἡμῖν παράσχοι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην. Οὕτω γὰρ δυνησόμεθα καὶ τὰ ἄλλα μετ' εὐκολίας κατορθοῦν, εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.73 ΟΜΙΛΙΑ Ιʹ. Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρ έλαβον.
αʹ. Φιλάνθρωπος ὢν ὁ Θεὸς, ἀγαπητὲ, καὶ εὐεργετικὸς, πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε ἡμᾶς κατ' ἀρετὴν λάμπειν· καὶ βουλόμενος ἡμᾶς εὐδοκίμους εἶναι, καὶ τοῦτο, βίᾳ μὲν οὐδένα οὐδὲ ἀνάγκῃ, πειθοῖ δὲ καὶ τῷ ποιεῖν εὖ τοὺς βουλομένους ἅπαντας ἕλκει, καὶ πρὸς ἑαυτὸν ἐπισπᾶται. Διὰ τοῦτο ἐλθόντα αὐτὸν οἱ μὲν ἔλαβον, οἱ δὲ οὐκ ἐδέξαντο. Οὐδένα γὰρ βούλεται ἄκοντα οὐδὲ ἠναγκασμένον ἔχειν οἰκέτην, ἀλλ' ἑκόντας ἅπαντας καὶ προαιρουμένους, καὶ χάριν αὐτῷ τῆς δουλείας εἰδότας. Ἄνθρωποι μὲν γὰρ, ἅτε ἐν χρείᾳ καθεστῶτες τῆς τῶν οἰκετῶν διακονίας, καὶ μὴ βουλομένους αὐτοὺς τῷ τῆς δεσποτείας κατέχουσι νόμῳ· ὁ δὲ Θεὸς, ἀνενδεὴς ὢν, καὶ μηδενὸς τῶν ἡμετέρων ἐν χρείᾳ καθεστηκὼς, τῆς δὲ ἡμετέρας ἕνεκεν σωτηρίας μόνον ἅπαντα πράττων, ἡμᾶς αὐτοὺς ποιεῖ τούτου κυρίους· καὶ διὰ τοῦτο τῶν μὴ βουλομένων οὐδενὶ βίαν ἐπιτίθησιν οὐδὲ ἀνάγκην. Πρὸς γὰρ τὸ συμφέρον ἡμῖν ὁρᾷ μόνον. Τὸ γὰρ ἄκοντας πρὸς ταύτην ἕλκεσθαι τὴν δουλείαν, ἴσον τῷ μηδὲ ὅλως δουλεύειν ἐστί. Τί οὖν κολάζει, φησὶ, τοὺς οὐκ ἐθέλοντας ὑπακούειν αὐτῷ; τί δὲ καὶ γέενναν ἠπείλησε τοῖς οὐκ ἀκούουσι τῶν ἐπιταγμάτων αὐτοῦ; Ὅτι καὶ μὴ πειθομένων ἡμῶν σφόδρα κήδεται, λίαν ὢν ἀγαθὸς, καὶ ἀποπηδώντων καὶ φευγόντων οὐκ ἀφίσταται· ἀλλ' ἐπειδὴ τὴν προτέραν τῆς εὐεργεσίας ὁδὸν ἀπωσάμεθα, ἐλθεῖν μὴ βουληθέντες τὴν διὰ τῆς πειθοῦς καὶ τοῦ παθεῖν εὖ, τὴν ἑτέραν ἐπεισήγαγε, τὴν διὰ τῆς κολάσεως καὶ τῶν τιμωριῶν, πικροτάτην μὲν οὖσαν, ἀναγκαίαν δὲ ὅμως. Ὅταν γὰρ ἡ προτέρα ἀτιμάζηται, ἀναγκαία τῆς δευτέρας ἡ ἐπεισαγωγή. Ἐπεὶ καὶ οἱ νομοθέται πολλὰς καὶ χαλεπὰς κατὰ τῶν ἡμαρτηκότων τιθέασι τιμωρίας, καὶ ὅμως αὐτοὺς οὐκ ἀποστρεφόμεθα διὰ ταῦτα, ἀλλὰ καὶ μᾶλλον τιμῶμεν τῶν κολάσεων χάριν, καὶ ὅτι μηδενὸς δεόμενοι τῶν παρ' ἡμῶν, πολλάκις δὲ οὐδὲ εἰδότες τίνες ποτὲ ἔσονται οἱ μέλλοντες τῆς διὰ τῶν γραμμάτων αὐτῶν ἀπολαύσεσθαι βοηθείας, ὅμως ἐφρόντισαν τῆς κατὰ τὸν βίον τὸν ἡμέτερον εὐταξίας, τιμῶντες μὲν τοὺς ἐν ἀρετῇ ζῶντας, εἴργοντες δὲ διὰ τῶν τιμωριῶν τοὺς ἀκολάστους, καὶ τῇ τῶν λοιπῶν ἡσυχίᾳ λυμαινομένους. Εἰ δὲ τούτους θαυμάζομεν καὶ φιλοῦμεν, οὐ πολλῷ μᾶλλον τὸν Θεὸν ἐκπλήττεσθαι δεῖ καὶ ἀγαπᾷν τῆς τοσαύτης ἕνεκεν κηδεμονίας; Καὶ γὰρ ἄπειρον τὸ μέσον ἐστὶ τῆς τε ἐκείνων καὶ τῆς τούτου προνοίας τῆς εἰς ἡμᾶς. Ἄφατός τε ὄντως καὶ ὑπερβολὴν πᾶσαν νικῶν ὁ πλοῦτος τῆς χρηστότητος αὐτοῦ. Σκόπει δέ· Εἰς τὰ ἴδια ἦλθεν, οὐ τῆς αὑτοῦ χρείας ἕνεκεν (ἀνενδεὲς γὰρ, ὅπερ ἔφην, τὸ Θεῖον), ἀλλὰ τῆς τῶν ἰδίων ἕνεκεν 59.74 εὐεργεσίας. Καὶ οὐδὲ οὕτως αὐτὸν οἱ ἴδιοι εἰς τὰ αὑτοῦ παραγενόμενον ἐπ' ὠφελείᾳ τῇ αὑτῶν παρέλαβον, ἀλλὰ καὶ διεκρούσαντο· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἔξω τοῦ ἀμπελῶνος ἐκβαλόντες ἀπέκτειναν. Καὶ οὐδὲ οὕτω τῆς μετανοίας αὐτοὺς ἀπέκλεισεν, ἀλλ' ἔδωκεν, εἰ βουληθεῖεν μετὰ τὴν τοσαύτην παρανομίαν πάντα ἀπολούσασθαι τὰ πλημμεληθέντα, διὰ τῆς εἰς αὐτὸν πίστεως, καὶ τοῖς οὐδὲν τοιοῦτον εἰργασμένοις, ἀλλὰ μάλιστα πάντων αὐτῷ φίλοις ἐξισωθῆναι. Καὶ ὅτι οὐχ ἁπλῶς οὐδὲ ψυχαγωγίας ἕνεκεν ταῦτα φθέγγομαι, λαμπρὰν ὑπὲρ τούτων ἀφίησι τὴν φωνὴν τὰ κατὰ τὸν μακάριον Παῦλον ἅπαντα. Οὗτος γὰρ τὸν Χριστὸν διώκων μετὰ τὸν σταυρὸν, καὶ τὸν ἐκείνου μάρτυρα Στέφανον ταῖς πολλαῖς βαλὼν χερσὶν, ἐπειδὴ μετενόησε καὶ κατέγνω τῶν πρότερον ἁμαρτηθέντων αὐτῷ, καὶ τῷ διωχθέντι προσέδραμεν, εἰς τοὺς φίλους αὐτὸν εὐθέως καὶ τὰ πρωτεῖα ἔχοντας κατέλεξε, κήρυκα καὶ διδάσκαλον τῆς οἰκουμένης ἁπάσης ἀποφήνας αὐτὸν, τὸν βλάσφημον, τὸν διώκτην, τὸν ὑβριστήν· καθὼς καὶ αὐτὸς, ἀγαλλόμενος ἐπὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, ταῦτα ἀνεκήρυττε, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ καὶ ὥσπερ ἐν στήλῃ τοῖς γράμμασι τὰ πρότερον αὐτῷ τολμηθέντα καταθέμενος, ἅπασιν ἐπεδείκνυ, βέλτιον εἶναι νομίζων τὸν πρότερον αὐτοῦ παρὰ πάντων στηλιτεύεσθαι βίον ἐπὶ τὸ φανῆναι τὸ μέγεθος τῆς τοῦ Θεοῦ δωρεᾶς, ἢ συσκιάσαι τὴν ἄφατον αὐτοῦ καὶ ἀνεκδιήγητον φιλανθρωπίαν, ὀκνοῦντα τὴν οἰκείαν ἅπασιν ἐκπομπεῦσαι πλάνην. Διὰ τοῦτο ἄνω
39
καὶ κάτω στρέφει τὰς διώξεις, τὰς ἐπιβουλὰς, τοὺς πολέμους τοὺς κατὰ τῆς Ἐκκλησίας· νῦν μὲν λέγων, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· νῦν δὲ, Ὅτι ἦλθεν Ἰησοῦς ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· καὶ πάλιν, Ἠκούσατε τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. βʹ. Καθάπερ γάρ τινα ταύτην ἀμοιβὴν ἀποδιδοὺς τῷ Χριστῷ τῆς εἰς αὐτὸν μακροθυμίας, τὸ δεῖξαι τίνα ὄντα, καὶ πῶς ἐχθρὸν καὶ πολέμιον ἔσωσεν· οὕτω μετὰ πολλῆς τῆς παῤῥησίας κηρύττει τὴν μάχην, ἣν πάσῃ προθυμίᾳ παρὰ τὴν ἀρχὴν ἐμαχήσατο τῷ Χριστῷ. Μετὰ δὲ τούτου καὶ τοῖς ἀπεγνωκόσιν ἑαυτῶν χρηστὰς ὑποτείνει τὰς ἐλπίδας. Καὶ γὰρ καὶ τὸν Χριστὸν διὰ τοῦτό φησι προσίεσθαι αὐτὸν, ἵνα ἐν αὐτῷ πρώτῳ ἐνδείξηται τὴν πᾶσαν μακροθυμίαν, καὶ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Καὶ γὰρ ἦν ἁπάσης αὐτοῖς συγγνώμης μείζονα τολμηθέντα· ἅπερ οὖν καὶ ὁ εὐαγγελιστὴς ἐμφαίνων ἔλεγεν· Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Πόθεν ἦλθεν ὁ πάντα πληρῶν, καὶ πανταχοῦ παρών; ποῖον κενώσας τόπον τῆς αὑτοῦ παρουσίας, ὁ πάντα τῇ χειρὶ συνέχων καὶ διακρατῶν; Τόπον μὲν οὐδένα ἤμειψεν (πῶς γάρ); τῇ δὲ πρὸς 59.75 ἡμᾶς καταβάσει τοῦτο εἰργάσατο. Ἐπειδὴ γὰρ ἐν τῷ κόσμῳ ὢν, οὐκ ἐδόκει παρεῖναι, τῷ μήπω γνωρίζεσθαι, ὕστερον δὲ ἑαυτὸν ἐφανέρωσε, τὴν ἡμετέραν ὑποδῦναι σάρκα καταξιώσας, τὴν φανέρωσιν ταύτην καὶ τὴν κατάβασιν, παρουσίαν καλεῖ. Θαυμάσαι ἄξιον τὸν μαθητὴν μὴ αἰσχυνόμενον ἐπὶ τῇ τοῦ διδασκάλου ἀτιμίᾳ, ἀλλὰ καὶ μετὰ παῤῥησίας τὴν εἰς αὐτὸν γεγενημένην ἀναγράφοντα ὕβριν. Καὶ τοῦτο δὲ οὐ μικρὸν τοῦ φιλαλήθους αὐτοῦ τρόπου τεκμήριον. Καὶ ἄλλως δὲ τὸν αἰσχυνόμενον ὑπὲρ τῶν ὑβρικότων οὐχ ὑπὲρ τοῦ παροινηθέντος αἰσχύνεσθαι χρή. Οὗτος μὲν γὰρ ταύτῃ μᾶλλον ἔλαμψε, καὶ μετὰ τὴν ὕβριν, τοσαύτην τῶν ὑβρικότων ποιούμενος πρόνοιαν· ἐκεῖνοι δὲ ἀγνώμονες καὶ μιαροὶ παρὰ πᾶσιν ἐφάνησαν, τὸν ἐπὶ τοσούτοις παραγενόμενον ἀγαθοῖς, ὡς ἐχθρὸν ἀπωσάμενοι καὶ πολέμιον. Οὐ ταύτῃ δὲ μόνον ἐβλάβησαν, ἀλλὰ καὶ τῷ μὴ τυχεῖν ὧν ἔτυχον οἱ λαβόντες αὐτόν. Τίνος δὲ ἔτυχον οὗτοι; Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, φησί. Τί οὖν οὐ λέγεις ἡμῖν, ὦ μακάριε, καὶ τὴν τῶν μὴ δεξαμένων αὐτὸν κόλασιν, ἀλλ' ὅτι μὲν ἴδιοι ἦσαν, καὶ εἰς τὰ ἴδια παραγενόμενον οὐ παρέλαβον, εἶπες· τί δὲ ἀντὶ τούτου πείσονται, καὶ ποίαν ὑποστήσονται κόλασιν, τοῦτο οὐκέτι προσέθηκας; καίτοι μειζόνως ἂν αὐτοὺς οὕτως ἐφόβησας, καὶ τὸ σκληρὸν τῆς ἀπονοίας ἐμάλαξας διὰ τῆς ἀπειλῆς. Τίνος οὖν ἕνεκεν ἀπεσιώπησας; Καὶ τίς ταύτης, φησὶ, τῆς κολάσεως ἑτέρα μείζων ἄν ποτε γένοιτο, ὅταν προκειμένης ἐξουσίας αὐτοῖς τέκνα Θεοῦ γενέσθαι, μὴ γίνωνται, ἀλλ' ἑκόντες ἑαυτοὺς τῆς τοσαύτης ἀποστερῶσιν εὐγενείας τε καὶ τιμῆς; Πλὴν ἀλλ' οὐδὲ ἐνταῦθα μόνον αὐτοῖς τὰ τῆς τιμωρίας στήσεται, μέχρι τοῦ μηδὲν λαβεῖν ἀγαθόν· ἀλλὰ καὶ τὸ ἄσβεστον αὐτοὺς διαδέξεται πῦρ, ὃ καὶ προϊὼν σαφέστερον ἀπεκάλυψε. Τέως δὲ λέγει τὰ ἀπόῤῥητα ἀγαθὰ τῶν εἰληφότων αὐτὸν, καὶ ἐν βραχεῖ παρίστησιν αὐτοῖς ῥήμασι, λέγων οὕτως· Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Κἂν δοῦλοι, κἂν ἐλεύθεροι, κἂν Ἕλληνες, κἂν βάρβαροι, κἂν Σκύθαι, κἂν ἄσοφοι, κἂν σοφοὶ, κἂν γυναῖκες, κἂν ἄνδρες, κἂν παιδία, κἂν πρεσβῦται, κἂν ἄτιμοι, κἂν ἔντιμοι, κἂν πλούσιοι, κἂν πένητες, κἂν ἄρχοντες, κἂν ἰδιῶται, φησὶ, πάντες τῆς αὐτῆς ἠξίωνται τιμῆς. Ἡ γὰρ πίστις καὶ ἡ τοῦ Πνεύματος χάρις, τὴν ἐκ τῶν κοσμικῶν ἀξιωμάτων ἀνωμαλίαν περιελοῦσα, εἰς μίαν ἅπαντας ἔπλασε μορφὴν, καὶ εἰς ἕνα ἀπετύπωσε χαρακτῆρα τὸν βασιλικόν. Τί ταύτης ἂν γένοιτο τῆς φιλανθρωπίας ἴσον; Βασιλεὺς μὲν ὁ ἐκ τοῦ αὐτοῦ διηρτισμένος ἡμῖν πηλοῦ, τοὺς ὁμοδούλους καὶ τῆς αὐτῆς αὐτῷ κοινωνοῦντας φύσεως, πολλάκις δὲ καὶ τὸν τρόπον ἀμείνους ὄντας, οὐκ ἀξιοῖ καταλέγειν εἰς τὸ στρατόπεδον τὸ βασιλικὸν, ἂν δοῦλοι τύχωσιν ὄντες· ὁ δὲ
40
μονογενὴς τοῦ Θεοῦ Παῖς, οὐκ ἀπηξίωσε καὶ τελώνας, καὶ μάγους, καὶ δούλους, καὶ τοὺς πάντων ἀτιμοτέρους, πολλοὺς δὲ καὶ τὰ σώματα ἀναπήρους, καὶ μυρίαν ἔχοντας λώβην, εἰς τὸν τῶν τέκνων καταλέξαι χορόν. Τοσαύτη τῆς εἰς αὐτὸν πίστεως ἡ ἰσχύς· τοσαύτη τῆς χάριτος ἡ ὑπερβολή. Καὶ καθάπερ ἡ τοῦ πυρὸς φύσις τῇ τῶν μετάλλων ὁμιλήσασα γῇ, χρυσὸν αὐτὸν ἀπὸ γῆς εὐθέως ἐποίησεν· οὕτω δὴ, καὶ πολλῷ μᾶλλον ἀντὶ πηλίνων χρυ 59.76 σοῦς τὸ βάπτισμα ἐργάζεται τοὺς λελουμένους, τοῦ Πνεύματος πυρὸς δίκην κατ' ἐκεῖνον τὸν καιρὸν εἰς τὰς ἡμετέρας ἐμπεσόντος ψυχάς· καὶ τὴν μὲν εἰκόνα τοῦ χοϊκοῦ κατακαίοντος, τὴν δὲ εἰκόνα τοῦ ἐπουρανίου νεοπαγῆ καὶ λαμπρὰν, καὶ ὡς ἀπὸ χωνευτηρίου στίλβουσαν ἀναφέροντος. Καὶ τί δήποτε οὐκ εἶπεν, ὅτι ἐποίησεν αὐτοὺς τέκνα Θεοῦ, ἀλλ', Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι; Δεικνὺς ὅτι πολλῆς δεῖ τῆς σπουδῆς, ὥστε τὴν ἐν τῷ βαπτίσματι τῆς υἱοθεσίας ἡμῖν ἐντυπωθεῖσαν εἰκόνα, ἀκηλίδωτον δι' ὅλου διατηρῆσαι καὶ ἀνέπαφον· ἅμα δὲ καὶ ἐμφαίνων, ὅτι τὴν ἐξουσίαν ταύτην οὐδεὶς ἡμᾶς ἀφελέσθαι δυνήσεται, ἂν μὴ προλαβόντες ἑαυτοὺς ἀφελώμεθα. Εἰ γὰρ οἱ παρὰ ἀνθρώπων κῦρος τινῶν πραγμάτων λαβόντες, τοσαύτην ἔχουσι τὴν ἰσχὺν, ὅσην σχεδὸν οἱ δεδωκότες αὐτοί· πολλῷ μᾶλλον οἱ παρὰ τοῦ Θεοῦ ταύτης τυχόντες τῆς τιμῆς, ἂν μηδὲν τῆς ἐξουσίας ταύτης ἀνάξιον πράξωμεν, πάντων ἐσόμεθα δυνατώτεροι, διὰ τὸ καὶ πάντων εἶναι μείζω τε καὶ ἀγαθώτερον τὸν ταύτην ἡμῖν ἐγχειρίσαντα τὴν τιμήν. Ἅμα δὲ καὶ ἐνδείξασθαι βούλεται, ὅτι οὐχ ἁπλῶς οὐδὲ ἡ χάρις ἔπεισιν, ἀλλὰ τοῖς βουλομένοις καὶ ἐσπουδακόσι· καὶ γὰρ καὶ ἐν τῇ ἐξουσίᾳ κεῖται τῇ τούτων, τὸ γενέσθαι τέκνα. Ἂν γὰρ μὴ ἕλωνται αὐτοὶ πρότερον, οὐκ ἔπεισιν ἡ δωρεὰ, οὐδὲ ἐργάζεταί τι. γʹ. Πανταχοῦ τοίνυν τὸ μὲν κατηναγκασμένον ἐκβαλὼν, τὸ δὲ αὐθαίρετον καὶ αὐτεξούσιον δεικνύς· τοῦτο καὶ νῦν εἴρηκε. Καὶ γὰρ ἐν αὐτοῖς τούτοις τοῖς ἀποῤῥήτοις τὸ μέν ἐστι τοῦ Θεοῦ, τὸ δοῦναι τὴν χάριν· τὸ δὲ τοῦ ἀνθρώπου, τὸ παρασχεῖν τὴν πίστιν. Καὶ ἐν τῷ μετὰ ταῦτα δὲ χρόνῳ, πολλῆς δεῖ λοιπὸν τῆς σπουδῆς. Οὐ γὰρ ἀρκεῖ πρὸς τὴν τῆς καθαρότητος ἡμῖν φυλακὴν, τὸ βαπτισθῆναι καὶ πιστεῦσαι μόνον· ἀλλὰ δεῖ, εἰ μέλλοιμεν ταύτης διαπαντὸς ἀπολαύσεσθαι τῆς φαιδρότητος, ἄξιον αὐτῆς παρέχεσθαι βίον. Τοῦτο δὲ ἐφ' ἡμῖν ἐποίησεν ὁ Θεός. Τὸ μὲν γὰρ γεννηθῆναι τὴν μυστικὴν γέννησιν, καὶ πάντων ἐκκαθαρθῆναι τῶν πρότερον ἡμαρτημένων ἡμῖν, ἀπὸ τοῦ βαπτίσματος γίνεται· τὸ δὲ μεῖναι εἰς τὸ ἑξῆς καθαροὺς, καὶ μηδεμίαν μετὰ ταῦτα δέξασθαι κηλῖδα πάλιν, τῆς ἡμετέρας ἐστὶν ἐξουσίας τε καὶ σπουδῆς. Διά τοι τοῦτο καὶ τοῦ τρόπου τῆς γεννήσεως ἡμᾶς ἀνέμνησε, καὶ ἀπὸ συγκρίσεως τῶν σαρκικῶν ὠδίνων τὴν ὑπεροχὴν ἔδειξεν εἰπών· Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Τοῦτο δὲ ἐποίησεν, ἵνα τὸ εὐτελὲς καὶ ταπεινὸν τοῦ προτέρου τόκου καταμαθόντες, τοῦ δι' αἱμάτων καὶ θελήματος σαρκὸς, καὶ τὸ ὑψηλὸν καὶ εὐγενὲς τοῦ δευτέρου τοῦ διὰ τῆς χάριτος ἐπιγνόντες, μεγάλην τινὰ κἀντεῦθεν περὶ αὐτοῦ λάβωμεν ἔννοιαν, καὶ τῆς τοῦ γεγεννηκότος ἀξίαν δωρεᾶς, καὶ πολλὴν μετὰ ταῦτα ἐπιδειξώμεθα σπουδήν. Δέος γὰρ οὐ μικρὸν, μήποτε τὴν καλὴν ταύτην μολύναντες στολὴν, τῇ μετὰ ταῦτα ῥᾳθυμίᾳ καὶ τοῖς πλημμελήμασιν ἐκβληθῶμεν τῆς παστάδος καὶ τοῦ νυμφῶνος, κατὰ τὰς πέντε παρθένους ἐκείνας τὰς μωρὰς, ἢ κατὰ τὸν οὐκ ἔχοντα ἔνδυμα γάμου. Καὶ γὰρ κἀκεῖνος τῶν δαιτυμόνων ἦν· ἐκλήθη γὰρ καὶ αὐτός· ἀλλ' ἐπειδὴ μετὰ τὴν κλῆσιν καὶ τὴν τοσαύτην τιμὴν ἐξύβρισεν εἰς τὸν κεκληκότα, ἄκουσον οἵαν δίδωσι δίκην, πῶς ἐλεεινὴν, καὶ πολλῶν ἀξίαν δακρύων. Παραγενόμενος γὰρ ἐπὶ τὸ τῆς λαμπρᾶς ἐκείνης τραπέζης μετασχεῖν, οὐ μόνον εἴργεται τῆς εὐωχίας, ἀλλὰ καὶ τὰς χεῖρας δεθεὶς καὶ τοὺς πόδας ὁμοίως, εἰς τὸ σκότος ἄγεται τὸ ἐξώτερον, τὸν αἰώνιον καὶ ἄπειρον ὀλοφυρμὸν, καὶ τὸν βρυγμὸν τῶν ὀδόντων ὑποστησόμενος. Μὴ τοίνυν, ἀγα 59.77 πητοὶ, μηδὲ ἡμεῖς νομίζωμεν ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν τὴν πίστιν. Ἂν γὰρ
41 μὴ βίον ἐπιδειξώμεθα καθαρὸν, ἀλλ' ἀνάξια τῆς μακαρίας κλήσεως ταύτης ἱμάτια ἀμφιασάμενοι παραγενώμεθα, οὐδὲν κωλύει καὶ ἡμᾶς παθεῖν τὰ αὐτὰ, ἅπερ ἐκεῖνος ὁ δείλαιος. Καὶ γὰρ ἄτοπον, αὐτὸν μὲν, Θεὸν ὄντα καὶ βασιλέα, ἀνθρώπους εὐτελεῖς, καὶ ἀγύρτας, καὶ μηδενὸς ἀξίους ὄντας μὴ ἐπαισχύνεσθαι, ἀλλὰ τοὺς ἀπὸ τῆς τριόδου πρὸς τὴν τράπεζαν ἄγειν ἐκείνην· ἡμᾶς δὲ τοσαύτην ἀναισθησίαν ἐπιδείκνυσθαι, ὡς μηδὲ τῇ τοσαύτῃ τιμῇ γενέσθαι βελτίους, ἀλλὰ καὶ μετὰ τὴν κλῆσιν ἐπὶ τῆς αὐτῆς μένειν κακίας, εἰς τὴν ἄφατον τοῦ κεκληκότος ἐμπαροινοῦντας φιλανθρωπίαν. Οὐδὲ γὰρ διὰ τοῦτο ἡμᾶς ἐπὶ τὴν πνευματικὴν ταύτην καὶ φρικτὴν τῶν μυστηρίων ἐκάλεσε κοινωνίαν, ἵνα μετὰ τῆς προτέρας εἰσερχώμεθα κακίας, ἀλλ' ἵνα ἀποδυσάμενοι τὴν αἰσχρότητα, μεταμφιασώμεθα ἃ τοὺς ἐν τοῖς βασιλείοις ἑστιωμένους ἠμφιάσθαι χρή. Εἰ δὲ μὴ βουλοίμεθα ἄξια τῆς κλήσεως πρᾶξαι ἐκείνης, οὐκ ἔστι τοῦτο παρὰ τὸν τετιμηκότα, ἀλλὰ παρ' ἡμᾶς. Οὐδὲ γὰρ ἐκεῖνος ἡμᾶς ἐκβάλλει τοῦ θαυμαστοῦ τῶν δαιτυμόνων χοροῦ, ἀλλ' ἡμεῖς ἑαυτούς. Ὁ μὲν γὰρ τὸ ἑαυτοῦ πᾶν ἤνυσε. 59.78 Καὶ γὰρ τοὺς γάμους ἐποίησε, καὶ τὴν τράπεζαν παρεσκεύασε, καὶ τοὺς καλέσαντας ἔπεμψε, καὶ παραγενομένους ἐδέξατο, καὶ τὴν ἄλλην ἅπασαν τετίμηκε τιμήν· ἡμεῖς δὲ καὶ εἰς αὐτὸν, καὶ εἰς τοὺς παρόντας, καὶ εἰς τὸν γάμον ὑβρίσαντες διὰ τῶν ῥυπαρῶν ἱματίων, τουτέστι, τῶν ἀκαθάρτων πράξεων, εἰκότως ἐκβαλλόμεθα λοιπόν. Ταύτῃ γὰρ καὶ τὸν γάμον τιμῶν, καὶ τοὺς κεκλημένους, ἀπελαύνει τοὺς ἰταμοὺς καὶ τοὺς ἀναισχύντους ἐκείνους. Εἰ γὰρ εἴασε τοὺς ἐκεῖνο ἠμφιεσμένους τὸ ἱμάτιον, αὐτὸς ἂν ἔδοξε καὶ τοὺς ἄλλους ὑβρίζειν. Ἀλλὰ μηδένα γένοιτο τοιούτου πειραθῆναι τοῦ κεκληκότος, μήτε ἡμῶν, μήτε ἑτέρων τινῶν. Διὰ γὰρ τοῦτο, πρὶν ἢ γενέσθαι ταῦτα πάντα, ἀναγέγραπται· ἵνα ἐν τῇ τῶν γραμμάτων ἀπειλῇ σωφρονισθέντες, μὴ συγχωρήσωμεν εἰς ἔργον ἐλθεῖν τὴν ἀτιμίαν καὶ τὴν κόλασιν ταύτην, ἀλλ' ἐπὶ τῶν ῥημάτων αὐτὴν στήσωμεν μόνον, καὶ μετὰ λαμπρᾶς ἕκαστος στολῆς εἰς τὴν κλῆσιν ἐκείνην παραγενώμεθα· ἧς ἀπολαῦσαι γένοιτο πάντας ἡμᾶς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.77 ΟΜΙΛΙΑ ΙΑʹ. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. αʹ. Μίαν ὑμᾶς ἅπαντας αἰτῆσαι βούλομαι χάριν, πρὶν ἢ τῶν εὐαγγελικῶν ἅψασθαι ῥημάτων· ἀλλὰ μὴ ἀνανεύσητε πρὸς τὴν αἴτησιν. Οὔτε γὰρ βαρύ τι καὶ ἐπαχθὲς αἰτῶ, οὔτ' ἐμοὶ τῷ λαμβάνοντι μόνον χρήσιμον ἔσται τὸ διδόμενον, ἀλλὰ καὶ ὑμῖν τοῖς παρέχουσι· καὶ τάχα πολλῷ πλέον ὑμῖν. Τί ποτ' οὖν ἐστιν ὅπερ αἰτοῦμαι ὑμᾶς; Κατὰ μίαν Σαββάτων, ἢ καὶ κατὰ Σάββατον, τὴν μέλλουσαν ἐν ὑμῖν ἀναγνωσθήσεσθαι τῶν Εὐαγγελίων περικοπὴν, ταύτην πρὸ τούτων τῶν ἡμερῶν μετὰ χεῖρας λαμβάνων ἕκαστος οἴκοι καθήμενος ἀναγινωσκέτω συνεχῶς, καὶ πολλάκις περισκοπείτω μετὰ ἀκριβείας τὰ ἐγκείμενα, καὶ βασανιζέτω ταῦτα καλῶς· καὶ τί μὲν σαφὲς, τί δὲ ἄδηλον, σημειούσθω· τί δὲ αὐτῶν ἐναντίον εἶναι δοκοῦν, οὐκ ὂν δέ· καὶ πάντα ἁπλῶς διακωδωνίσαντες, οὕτως ἀπαντᾶτε πρὸς τὴν ἀκρόασιν. Οὐ γὰρ μικρὸν ἀπὸ τῆς τοιαύτης σπουδῆς καὶ ὑμῖν καὶ ἡμῖν ἔσται τὸ κέρδος. Ἡμεῖς μὲν γὰρ οὐ πολλοῦ δεησόμεθα πόνου πρὸς τὸ σαφῆ ποιῆσαι τῶν λεγομένων τὴν δύναμιν, τῆς διανοίας ὑμῖν ἤδη προοικειωθείσης τῇ τῶν ῥημάτων γνώσει· ὑμεῖς δὲ ὀξύτεροι καὶ διορατικώτεροι τούτῳ τῷ τρόπῳ γενήσεσθε, οὐ πρὸς τὴν ἀκρόασιν μόνον, οὐδὲ πρὸς τὴν μάθησιν, ἀλλὰ καὶ πρὸς τὸ διδάξαι ἑτέρους. Ἐπεὶ ὥς γε νῦν οἱ πολλοὶ τῶν ἐνταῦθα παραγινομένων ἀκούουσιν, ὁμοῦ πάντα ἀναγκαζόμενοι μαθεῖν τά τε ῥήματα, τά τε παρ' ἡμῶν εἰς αὐτὰ λεγόμενα, οὐδ' ἂν εἰ ἐνιαυτὸν ὅλον τοῦτο 42
ποιοῦντες διατελοίημεν, μέγα τι καρπώσονται κέρδος. Πῶς γὰρ, ὅταν ἐκ παρέργου καὶ ἐνταῦθα μόνον κατὰ τὸν βραχὺν τοῦτον τοῖς λεγομένοις σχολάζωσι καιρόν; Εἰ δέ τινες πράγματα αἰτιῶνται καὶ φροντίδας, καὶ πολλὴν τήν τε τῶν πολιτικῶν καὶ τῶν ἰδιωτικῶν ἀσχολίαν· πρῶτον μὲν αὐτὸ τοῦτο ἔγκλημα οὐ μικρὸν, τὸ κυκλοῦσθαι τοσούτων πραγμάτων πλήθει, καὶ τοῖς βιωτικοῖς οὕτω προσηλῶσθαι διαπαντὸς, ὡς μηδὲ μικρὰν εἰς τὰ πάντων ἀναγκαιό 59.78 τερα ἄγειν σχολήν. Ἔπειτα ὅτι σκῆψις ταῦτα καὶ πρόφασις, κατηγορήσαιεν ἂν αὐτῶν καὶ φίλων συνουσίαι, καὶ αἱ ἐν τοῖς θεάτροις διατριβαὶ, καὶ τὰ συνέδρια, ἅπερ θέας ἕνεκεν τῆς τῶν ἵππων ἁμίλλης ποιοῦνται, ἐν αἷς πολλάκις ἡμέρας ἀνήλωσαν ὁλοκλήρους [καὶ φίλοις συνεγένεσθε ἐπιπολὺ], καὶ οὐδαμοῦ τὴν τῶν πραγμάτων ἀσχολίαν ᾐτιάσατό τις ἐν τούτοις αὐτῶν. Εἶτα ἐν μὲν τοῖς εὐτελέσιν ἀπροφάσιστοι πανταχοῦ, καὶ σχολὴν ἄγειν βαθεῖαν δύνασθε· εἰ δὲ τοῖς τοῦ Θεοῦ δέοι προσέχειν, τοσοῦτον ὑμῖν ταῦτα περιττότερα καὶ ἀτιμότερα πάντων εἶναι δοκεῖ, ὡς μηδὲ μικρὰν οἴεσθαι δεῖν ἀπονέμειν αὐτοῖς σχολήν. Καὶ πῶς ἄξιον οὕτω διακειμένους ἀναπνεῖν, ἢ τὸν ἥλιον τοῦτον ὁρᾷν; Ἔστι καὶ ἑτέρα πρόφασις τοῖς οὕτω ῥᾳθύμοις ἀλογωτάτη, τὸ μὴ κεκτῆσθαι μηδὲ ἔχειν βιβλία. Καὶ πρὸς μὲν τοὺς πλουτοῦντας, γέλως ὑπὲρ ταύτης ἡμᾶς ἀποτείνεσθαι τῆς προφάσεως· ἐπειδὴ δὲ τῶν πενεστέρων πολλοὺς οἶμαι κατακεχρῆσθαι αὐτῇ συνεχῶς, ἐκεῖνο ἂν ἡδέως ἐροίμην αὐτοὺς, εἰ μὴ πάντα τὰ τῆς τέχνης ὄργανα, ἧς ἕκαστός ἐστι δημιουργὸς, πλήρη καὶ ὁλόκληρα ἔχει, κἂν μυρία κωλύῃ πενία. Πῶς οὖν οὐκ ἄτοπον, ἐκεῖ μὲν μὴ αἰτιᾶσθαι πενίαν, ἀλλὰ πάντα πράττειν πρὸς τὸ μηδὲν γενέσθαι ἐμπόδιον μηδαμόθεν· μέλλοντας δὲ τοσαύτην ὠφέλειαν καρποῦσθαι, ἀσχολίαν ἀποδύρεσθαι καὶ πενίαν; Πλὴν ἀλλὰ καὶ εἴ τινες οὕτω πένητες εἶεν, ἔνεστιν ἐκ τῆς συνεχοῦς ἐνταῦθα γινομένης ἀναγνώσεως μηδὲν ἀγνοεῖν τῶν ἐγκειμένων ἐν ταῖς θείαις Γραφαῖς. Εἰ δὲ ἀδύνατον ὑμῖν τοῦτο εἶναι δοκεῖ, εἰκότως τοῦτο δοκεῖ. Οὐδὲ γὰρ μετὰ πολλῆς πολλοὶ παραγίνονται τῆς προθυμίας τῶν λεγομένων ἀκροασόμενοι, ἀλλὰ αὐτὸ τοῦτο μόνον ἀφοσιωσάμενοι πρὸς τὴν ἡμέραν, εὐθέως ὑποστρέφουσιν οἴκαδε. Εἰ δέ τινες καὶ ἐνδιατρίψαιεν, τῶν ἀναχωρησάντων οὐδὲν ἄμεινον διάκεινται, τῷ σώματι μόνον ἐνταῦθα παρόντες ἡμῖν. Ἀλλ' ἵνα μὴ ἐπιπλέον ταῖς αἰτίαις ὑμᾶς βαρύνωμεν, καὶ ἐν ταῖς μέμψεσι τὸν καιρὸν ἀναλώσωμεν ἅπαντα, ἴωμεν ἐπὶ τὰ τοῦ Εὐαγγελίου ῥήματα· ὥρα γὰρ λοιπὸν εἰς τὰ προκείμενα 59.79 καθεῖναι τὸν λόγον. Ἀλλὰ διανάστητε, ὥστε μηδὲν ὑμᾶς τῶν λεγομένων παρελθεῖν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, φησὶ, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Εἰπὼν ὅτι ἐκ Θεοῦ ἐγεννήθησαν οἱ λαβόντες αὐτὸν, καὶ τέκνα Θεοῦ γεγόνασι, τῆς ἀφάτου ταύτης τιμῆς τίθησι τὴν αἰτίαν καὶ τὴν ὑπόθεσιν. Αὕτη δέ ἐστι, τὸ γενέσθαι σάρκα τὸν Λόγον, καὶ τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν τὸν Δεσπότην. Ἐγένετο γὰρ Υἱὸς ἀνθρώπου, Θεοῦ γνήσιος ὢν Υἱὸς ἵνα τοὺς τῶν ἀνθρώπων υἱοὺς τέκνα ποιήσῃ Θεοῦ. Τὸ γὰρ ὑψηλὸν τῷ ταπεινῷ προσομιλοῦν, αὐτὸ μὲν οὐδὲν εἰς τὴν οἰκείαν παραβλάπτεται δόξαν· ἐκεῖνο δὲ ἀπὸ τῆς πολλῆς ἀνίστησι ταπεινότητος. Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονε. Τήν τε γὰρ ἰδίαν φύσιν οὐδὲν ἀπὸ ταύτης ἠλάττωσε τῆς καταβάσεως, ἡμᾶς τε τοὺς διαπαντὸς ἐν ἀδοξίᾳ καθημένους καὶ σκότῳ, πρὸς δόξαν ἄφατον ἀνήγαγεν. Οὕτω που καὶ βασιλεὺς πτωχῷ καὶ πένητι διαλεγόμενος μετὰ σπουδῆς καὶ εὐνοίας, ἑαυτὸν μὲν οὐδὲν ᾔσχυνεν, ἐκεῖνον δὲ παρὰ πᾶσι περίβλεπτον ἐποίησεν εἶναι καὶ λαμπρόν. Εἰ δὲ ἐπὶ τῆς ἐπεισάκτου τῶν ἀνθρώπων ἀξίας οὐδὲν τὸν ἐντιμότερον ἡ πρὸς τὸν εὐτελέστερον ὁμιλία παρέβλαψε, πολλῷ μᾶλλον ἐπὶ τῆς ἀκηράτου καὶ μακαρίας ἐκείνης οὐσίας, τῆς ἐπείσακτον μὲν ἐχούσης οὐδὲν, οὐδὲ γινόμενον καὶ ἀπογινόμενον, πάντα δὲ κεκτημένης ἀκίνητα καὶ πεπηγότα εἰς τέλος τὰ ἀγαθά. Ὥστε ὅταν ἀκούσῃς, ὅτι Ὁ λόγος σὰρξ ἐγένετο, μὴ θορυβηθῇς, μηδὲ καταπέσῃς. Οὐδὲ γὰρ ἡ οὐσία μετέπεσεν εἰς σάρκα (τοῦτο γὰρ ὄντως ἀσεβές ἐστι καὶ ἐννοῆσαι), ἀλλὰ μένουσα ὅπερ ἐστὶν, οὕτω τοῦ δούλου τὴν μορφὴν ἀνέλαβε. βʹ.
43
Τίνος οὖν ἕνεκεν τῷ Ἐγένετο κέχρηται ῥήματι; Τὰ τῶν αἱρετικῶν ἐμφράττων στόματα. Ἐπειδὴ γὰρ εἰσὶν οἱ λέγοντες, ὅτι φαντασία τις ἦν καὶ ὑπόκρισις καὶ ὑπόνοια τὰ τῆς οἰκονομίας ἅπαντα, ἄνωθεν αὐτῶν προαναιρῶν τὴν βλασφημίαν, τὸ Ἐγένετο τέθεικεν· οὐ μεταβολὴν οὐσίας, ἄπαγε, ἀλλὰ σαρκὸς ἀληθινῆς ἀνάληψιν παραστῆσαι βουλόμενος. Ὥσπερ γὰρ ὅταν λέγῃ, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, οὐ τοῦτό φησιν, ὅτι ἡ οὐσία αὐτοῦ, τῆς οἰκείας ἀποστᾶσα δόξης, εἰς κατάραν οὐσιώθη· τοῦτο γὰρ οὐδ' ἂν δαίμονες ἐννοήσαιεν, οὔτε οἱ σφόδρα ἀνόητοι καὶ τῶν κατὰ φύσιν ἀπεστερημένοι φρενῶν· τοσαύτην ἔχει μετὰ τῆς ἀσεβείας καὶ τὴν παράνοιαν· οὐ δὴ τοῦτο οὖν λέγει, ἀλλ' ὅτι τὴν καθ' ἡμῶν κατάραν δεξάμενος, οὐκ ἀφίησιν ἡμᾶς ἐπαράτους εἶναι λοιπόν· οὕτω δὴ καὶ ἐνταῦθα σάρκα, φησὶν, αὐτὸν γενέσθαι, οὐ μεταβαλόντα εἰς σάρκα τὴν οὐσίαν, ἀλλ' ἀναλαβόντα αὐτὴν, ἀνεπάφου μενούσης ἐκείνης. Εἰ δὲ λέγοιεν, ὅτι Θεὸς ὢν ἅπαντα δύναται, ὥστε καὶ εἰς σάρκα μεταπεσεῖν ἐδύνατο· ἐκεῖνο πρὸς αὐτοὺς ἐροῦμεν, ὅτι πάντα δύναται, ἕως ἂν μένῃ Θεὸς ὤν· εἰ δὲ μεταβολὴν ἐδέξατο, καὶ μεταβολὴν ἐπὶ τὸ χεῖρον, πῶς ἂν εἴη Θεός; Τὸ γὰρ μεταβάλλεσθαι, πόῤῥω τῆς ἀκηράτου φύσεως ἐκείνης. Διὸ καὶ ὁ Προφήτης ἔλεγε· Πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Πάσης γὰρ ἀνωτέρα μεταβολῆς ἡ οὐσία αὕτη. Οὔτε γὰρ κρεῖττόν τί ἐστιν αὐτοῦ, ὥστε προκόψαντα αὐτὸν ἐπὶ τοῦτο ἐλθεῖν. Τί λέγω κρεῖττον; 59.80 Οὐδὲν ἴσον, οὐδὲ μικρὸν ἐγγύς. Οὐκοῦν λείπεται τὴν ἐπὶ τὸ χεῖρον αὐτὸν δέξασθαι μεταβολὴν, εἴ γε μεταβάλ[λ]οιτο. Τοῦτο δὲ οὐκ ἂν εἴη Θεός. Ἀλλ' ἡ βλασφημία τραπείη εἰς τὴν τῶν ταῦτα λεγόντων κεφαλήν. Ὅτι γὰρ διὰ τοῦτο μόνον εἴρηται τὸ, Ἐγένετο, ἵνα μὴ φαντασίαν ὑπολάβῃς, σκόπει διὰ τῶν ἑξῆς, πῶς ἐκκαθαίρει τὸν λόγον, καὶ τὴν ὑπόνοιαν ἀνατρέπει τὴν πονηράν. Ἐπήγαγε γάρ· Καὶ ἐσκήνωσεν ἐν ἡμῖν· μονονουχὶ λέγων, μηδὲν ἄτοπον ὑποπτεύσῃς ἀπὸ τοῦ, Ἐγένετο. Οὐ γὰρ τροπὴν εἶπον τῆς ἀτρέπτου φύσεως ἐκείνης, ἀλλὰ σκήνωσιν καὶ κατοίκησιν. Τὸ δὲ σκηνοῦν, οὐ ταὐτὸν ἂν εἴη τῇ σκηνῇ, ἀλλ' ἕτερον. Ἕτερον γὰρ ἐν ἑτέρῳ σκηνοῖ· ἐπεὶ οὐδ' ἂν εἴη σκήνωσις· οὐδὲν γὰρ ἐν ἑαυτῷ κατοικεῖ. Ἕτερον δὲ εἶπον κατὰ τὴν οὐσίαν. Τῇ γὰρ ἑνώσει καὶ τῇ συναφείᾳ ἕν ἐστιν ὁ Θεὸς Λόγος καὶ ἡ σὰρξ, οὐ συγχύσεως γενομένης, οὐδὲ ἀφανισμοῦ τῶν οὐσιῶν, ἀλλ' ἑνώσεως ἀῤῥήτου τινὸς καὶ ἀφράστου. Τὸ δὲ ὅπως, μὴ ζήτει· ἐγένετο γὰρ ὡς οἶδεν αὐτός. Τίς οὖν ἐστιν ἡ σκηνὴ ἣν κατεσκήνωσεν; Ἄκουσον τοῦ Προφήτου λέγοντος· Ἀναστήσω τὴν σκηνὴν Δαυῒδ τὴν πεπτωκυῖαν. Πεπτώκει γὰρ ὄντως, πεπτώκει πτῶμα ἀνίατον ἡ φύσις ἡ ἡμετέρα, καὶ τῆς κραταιᾶς ἐκείνης ἐδεῖτο μόνης χειρός. Οὐδὲ γὰρ ἦν ἑτέρως ἀναστῆναι αὐτὴν, μὴ τοῦ τὴν ἀρχὴν διαπλάσαντος αὐτῇ χεῖρα ὀρέξαντος, καὶ διατυπώσαντος ἄνωθεν τῇ δι' ὕδατος ἀναγεννήσει καὶ Πνεύματος. Καὶ θέα μοι τὸ φρικτὸν καὶ ἀπόῤῥητον τοῦ μυστηρίου· Διαπαντὸς κατοικεῖ τὴν σκηνήν· τὴν γὰρ σάρκα τὴν ἡμετέραν περιεβάλετο, οὐχ ὡς πάλιν αὐτὴν ἀφήσων, ἀλλ' ὡς διαπαντὸς ἕξων μεθ' ἑαυτοῦ. Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, καὶ τοῦ θρόνου κατηξίωσεν αὐτὴν τοῦ βασιλικοῦ, καὶ φορῶν αὐτὴν προσεκυνεῖτο ὑπὸ πάσης τῆς ἄνω στρατιᾶς, ἀγγέλων, ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν. Ποῖος λόγος, ποία διάνοια τὴν τοσαύτην τιμὴν τὴν εἰς τὸ γένος γεγενημένην τὸ ἡμέτερον, τὴν ὄντως ὑπερφυῆ καὶ φρικτὴν παραστῆσαι δυνήσεται; τίς ἄγγελος; τίς ἀρχάγγελος; Οὐδεὶς οὐδαμοῦ, οὐ τῶν ἐν οὐρανῷ, οὐ τῶν ἐπὶ γῆς. Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ κατορθώματα, καὶ οὕτω μεγάλαι καὶ ὑπερφυεῖς αἱ εὐεργεσίαι αὐτοῦ, ὡς μὴ μόνον ἀνθρωπίνην γλῶτταν, ἀλλὰ καὶ ἀγγελικὴν δύναμιν ὑπερβαίνειν αὐτῶν τὴν ἀκριβῆ διήγησιν. Διὸ καὶ ἡμεῖς εἰς σιγὴν τέως τὸν λόγον κατακλείσομεν, τοσοῦτον ὑμῖν παρεγγυήσαντες, ἀμείψασθαι τὸν τηλικοῦτον ἡμῶν εὐεργέτην ἀμοιβαῖς, αἳ πάλιν εἰς ἡμᾶς τὸ κέρδος περιστήσουσιν ἅπαν. Αὗται δέ εἰσι,
44 τὸ τῆς ψυχῆς ἡμᾶς μετὰ ἀκριβείας ἐπιμελεῖσθαι τῆς ἡμετέρας. Καὶ γὰρ καὶ τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας ἔργον, τὸ μηδενὸς ἐν χρείᾳ τῶν ἡμετέρων καθεστηκότα αὐτὸν λέγειν κομίζεσθαι τὰς ἀμοιβὰς, ὅταν ἡμεῖς τῆς ψυχῆς ἐπιμελώμεθα τῆς ἑαυτῶν. Διὸ καὶ ἐσχάτης ἀνοίας καὶ μυρίων κολάσεων ἄξιον, τὸ τοσαύτης ἀπολελαυκότας τιμῆς, μηδὲ τὰ κατὰ δύναμιν εἰσενεγκεῖν· καὶ ταῦτα, τῆς ἐκ τούτων ὠφελείας εἰς ἡμᾶς περιερχομένης πάλιν, καὶ μυρίων ἐπὶ τούτοις κειμένων ἡμῖν ἀγαθῶν. Ὑπὲρ δὴ τούτων ἁπάντων δόξαν ἀναπέμψωμεν τῷ φιλανθρώπῳ Θεῷ, μὴ διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ πολλῷ μᾶλλον διὰ τῶν πραγμάτων, ἵνα καὶ τῶν μετὰ ταῦτα τύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.81 ΟΜΙΛΙΑ ΙΒʹ. Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. αʹ. Τάχα πέρα τοῦ δέοντος ἐφάνημεν ὑμῖν ἐπαχθεῖς καὶ φορτικοὶ πρώην, πληκτικωτέρῳ χρησάμενοι τῷ λόγῳ, καὶ μακρὰν κατὰ τῆς τῶν πολλῶν ῥᾳθυμίας ἀποτείναντες τὴν κατηγορίαν. Ἀλλ' εἰ μὲν αὐτὸ τοῦτο λυπῆσαι προελόμενοι μόνον ὑμᾶς ταῦτα ἐπράττομεν, εἰκότως ἂν ἕκαστος ἐδυσχέραινεν· εἰ δὲ πρὸς τὸ συμφέρον ὑμῶν βλέποντες, τὴν ἐν τοῖς λόγοις χάριν παρείδομεν, εἰ καὶ μὴ ἀποδέξασθαι βούλεσθε τῆς προμηθείας ἡμᾶς, ἀλλὰ συγγνῶναι τῆς τοσαύτης ἂν εἴητε δίκαιοι φιλοστοργίας. Καὶ γὰρ καὶ σφόδρα δεδοίκαμεν, μήποτε σπουδαζόντων μὲν ἡμῶν, ὑμῶν δὲ οὐκ ἐθελόντων τὴν αὐτὴν ἐπιδείξασθαι περὶ τὴν ἀκρόασιν φιλοπονίαν, αἱ τῶν μελλόντων εὐθῦναι χαλεπώτεραι γένωνται. Διὸ συνεχῶς ἀναγκαζόμεθα διεγείρειν τε ὑμᾶς καὶ ἀφυπνίζειν, ὥστε μηδὲν τῶν λεγομένων παραῤῥυῆναι. Οὕτω γὰρ ὑμῖν μετὰ πολλῆς παῤῥησίας νῦν τε ἐξέσται βιῶναι, καὶ κατ' ἐκείνην τὴν ἡμέραν παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ. Ἐπεὶ οὖν ἱκανῶς ὑμῶν καθηψάμεθα πρώην, φέρε τήμερον ἐκ προοιμίων εἰς αὐτὰς τὰς ῥήσεις ἐμβάλωμεν. Καὶ ἐθεασάμεθα γὰρ, φησὶ, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. Εἰπὼν ὅτι Θεοῦ τέκνα γεγόναμεν, καὶ δείξας οὐκ ἄλλως ἢ τῷ τὸν Λόγον σάρκα γενέσθαι, πάλιν αὐτοῦ τούτου λέγει καὶ ἕτερον κέρδος. Τί δὲ τοῦτό ἐστιν; Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· οὐκ ἂν θεασάμενοι, εἰ μὴ διὰ τοῦ συντρόφου σώματος ἡμῖν ὤφθη. Εἰ γὰρ Μωϋσέως τῆς αὐτῆς ἡμῖν μετέχοντος φύσεως οὐχ ὑπέμειναν οἱ κατ' ἐκεῖνον τὸν καιρὸν τὸ πρόσωπον μόνον δοξασθὲν ἰδεῖν, ἀλλὰ καὶ προκαλύμματος ἐδέησε τῷ δικαίῳ τοῦ δυναμένου τὸ τῆς δόξης ἄκρατον συσκιάσαι, καὶ ἥμερον καὶ προσηνῆ τοῦ Προφήτου τὴν ὄψιν αὐτοῖς δεῖξαι· πῶς θεότητα γυμνὴν, οὖσαν ἀπρόσιτον καὶ αὐταῖς ταῖς ἄνω δυνάμεσιν, ἡμεῖς οἱ πήλινοι καὶ γηγενεῖς ἠδυνήθημεν ἂν ἐνεγκεῖν; Διὰ τοῦτο ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα καὶ προσελθεῖν αὐτῷ καὶ διαλεχθῆναι καὶ συναναστραφῆναι δυνηθῶμεν μετὰ ἀδείας πολλῆς. Τί δέ ἐστι τὸ, Δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός; Ἐπειδὴ πολλοὶ καὶ τῶν προφητῶν ἐδοξάσθησαν, οἶον αὐτὸς οὗτος ὁ Μωϋσῆς, ὁ Ἠλίας, ὁ Ἐλισσαῖος· ὁ μὲν ὑπὸ πυρίνου κυκλούμενος ἅρματος, ὁ δὲ οὕτως ἀναλαμβανόμενος· καὶ μετ' αὐτοὺς ὁ Δανιὴλ, καὶ οἱ παῖδες οἱ τρεῖς, καὶ ἕτεροι δὲ πολλοὶ, ὅσοι καὶ θαύματα ἐπεδείξαντο, ἐδοξάσθησαν· καὶ ἄγγελοι δὲ παρὰ ἀνθρώποις φανέντες, καὶ τὸ τῆς οἰκείας φύσεως ἀπαστράπτον φῶς παρανοίξαντες τοῖς ὁρῶσιν· οὐκ ἄγγελοι δὲ μόνον, ἀλλὰ καὶ τὰ Χερουβὶμ μετὰ πολλῆς ὤφθη τῷ Προφήτῃ τῆς δόξης, καὶ τὰ Σεραφὶμ ὁμοίως· πάντων δὴ τούτων ἡμᾶς ἀπάγων ὁ εὐαγγελιστὴς, καὶ τῆς κτίσεως καὶ τῆς τῶν ὁμοδούλων λαμπρότητος ἀπανιστὰς τὴν διάνοιαν, πρὸς αὐτὴν ἡμᾶς τῶν ἀγαθῶν ἵστησι τὴν κορυφήν. Οὐ γὰρ 45
προφήτου, φησὶν, οὐδὲ ἀγγέλου, οὐδὲ ἀρχαγγέλου, οὐδὲ τῶν ἀνωτέρω δυνάμεων, οὐκ ἄλλης τινὸς κτιστῆς φύσεως, εἴ γέ τίς ἐστι καὶ ἑτέρα, ἀλλ' αὐτοῦ τοῦ Δε 59.82 σπότου, αὐτοῦ τοῦ Βασιλέως, αὐτοῦ γνησίου Μονογενοῦς Παιδὸς, αὐτοῦ τοῦ πάντων ἡμῶν Κυρίου τὴν δόξαν ἐθεασάμεθα. Τὸ δὲ Ὡς, ἐνταῦθα, οὐχ ὁμοιώσεώς ἐστιν, οὐδὲ παραβολῆς, ἀλλὰ βεβαιώσεως καὶ ἀναμφισβητήτου διορισμοῦ· ὡσανεὶ ἔλεγεν· Ἐθεασάμεθα δόξαν, οἵαν ἔπρεπε καὶ εἰκὸς ἔχειν μονογενῆ καὶ γνήσιον Υἱὸν ὄντα τοῦ πάντων βασιλέως Θεοῦ. Καὶ τοῖς πολλοῖς δὲ ἔθος· οὐ γὰρ παραιτήσομαι καὶ ἀπὸ τῆς κοινῆς συνηθείας τὸν λόγον πιστώσασθαι. Οὐδὲ γὰρ πρὸς κάλλος ἡμῖν ὀνομάτων, οὐδὲ πρὸς ἁρμονίαν συνθήκης πρόκειται νῦν εἰπεῖν, ἀλλὰ πρὸς τὴν ὑμετέραν ὠφέλειαν μόνον· ὅθεν οὐδὲν κωλύει καὶ ἀπὸ τῆς τῶν πολλῶν συνηθείας αὐτὸ βεβαιῶσαι. Τίς δέ ἐστιν ἡ συνήθεια τῶν πολλῶν; Βασιλέα πολλάκις σφόδρα κεκοσμημένον ὁρῶντές τινες, καὶ τιμίοις ἀπαστράπτοντα λίθοις πάντοθεν, ἐπειδὰν πρός τινας διηγῶνται τὸ κάλλος ἐκεῖνο, τὸν κόσμον, τὴν δόξαν, λέγουσι μὲν ὅσαπερ ἂν δυνηθῶσι, τῆς ἁλουργίδος τὸ ἄνθος, τῶν λίθων τὸ μέγεθος, τὴν λευκότητα τῶν ἡμιόνων, τὸν περὶ τὸ ζεῦγος χρυσὸν, τὴν στρωμνὴν παριστῶντες τὴν στίλβουσαν. Ἐπειδὰν δὲ καὶ ταῦτα καὶ ἕτερα πρὸς τούτοις καταλέξαντες, μὴ δυνηθῶσιν ἅπασαν τῷ λόγῳ παραστῆσαι τὴν λαμπρότητα, εὐθέως τοῦτο ἐπάγουσι· Τί δεῖ τὰ πολλὰ λέγειν; ἅπαξ ὡς βασιλεύς· διὰ τοῦ, ὡς, οὐ τὸ βασιλέως ὅμοιον εἶναι δεῖξαι βουλόμενοι τοῦτον περὶ οὗ πάντα λέγουσιν, ἀλλὰ τὸ αὐτὸν βασιλέα γνήσιον εἶναι. Οὕτω τοίνυν καὶ ὁ εὐαγγελιστὴς τὸ, Ὡς, τέθεικε, τὸ παρηλλαγμένον τῆς δόξης καὶ ὑπερέχον ἀσυγκρίτως παραστῆσαι θέλων. Οἱ μὲν γὰρ ἄλλοι πάντες, καὶ ἄγγελοι, καὶ ἀρχάγγελοι, καὶ προφῆται, προσταττόμενοι πάντα ἐποίουν· αὐτὸς δὲ μετ' ἐξουσίας βασιλεῖ καὶ δεσπότῃ πρεπούσης· ὅπερ οὖν καὶ οἱ ὄχλοι ἐθαύμαζον, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων. βʹ. Ἐφάνησαν μὲν οὖν, ὅπερ εἶπον, καὶ ἄγγελοι μετὰ δόξης πολλῆς ἐπὶ τῆς γῆς· οἷον ἐπὶ τοῦ Δανιὴλ, ἐπὶ τοῦ Δαυῒδ, ἐπὶ τοῦ Μωϋσέως· ἀλλ' ὡς δοῦλοι καὶ δεσπότην ἔχοντες, οὕτω πάντα ἔπραττον· αὐτὸς δὲ ὡς δεσπότης καὶ πάντων κρατῶν, καὶ ταῦτα μετ' εὐτελοῦς σχήματος καὶ ταπεινοῦ φανείς· ἀλλ' ὅμως καὶ οὕτως ἡ κτίσις τὸν Δεσπότην ἐπέγνω τὸν ἑαυτῆς. Πῶς; Ἀστὴρ μὲν γὰρ ἀπ' οὐρανοῦ μάγους καλῶν προσκυνήσοντας αὐτόν· ἀγγέλων δὲ ὄχλος πολὺς πανταχοῦ κεχυμένος τὸν Δεσπότην περιεπόντων, καὶ ἀνυμνούντων αὐτόν· καὶ ἕτεροι δὲ ἐξαπίνης ἀνεφύοντο κήρυκες, καὶ πάντες ἀλλήλοις ἀπαντῶντες, εὐηγγελίζοντο τὸ ἀπόῤῥητον τοῦτο μυστήριον, τοὺς μὲν ποιμένας οἱ ἄγγελοι, τοὺς δὲ τῆς πόλεως οἱ ποιμένες· καὶ τὴν μὲν Μαρίαν καὶ τὴν Ἐλισάβετ, ὁ Γαβριὴλ, τοὺς δὲ εἰς τὸ ἱερὸν παραγινομένους ἡ Ἄννα μετὰ τοῦ Συμεών. Οὐκ ἄνδρες δὲ καὶ γυναῖκες μόνον ὑπὸ τῆς ἡδονῆς ἐπτερώθησαν, ἀλλὰ καὶ τὸ μηδέπω βρέφος εἰς φῶς ἐξελθὸν, ὁ τῆς ἐρήμου πολίτης, λέγω, καὶ τούτου ὁμώνυμος τοῦ εὐαγγελιστοῦ, ἐσκίρτησεν, ἐν τῇ νηδύϊ τῆς μητρὸς ὢν ἔτι, καὶ πάντες μετέωροι ταῖς ἐλπίσι πρὸς τὰ μέλλοντα ἦσαν. Καὶ ταῦτα μὲν παρὰ τὸν τόκον εὐθέως· ὅτε δὲ ἐπὶ πλέον ἑαυτὸν ἐξέφηνε, πάλιν ἕτερα θαύματα τῶν προτέρων ἐφαίνετο μείζονα. Οὐκ ἔτι γὰρ ἀστὴρ καὶ οὐρανὸς, οὐδὲ ἄγγελοι καὶ ἀρχάγγελοι, οὐδὲ Γαβριὴλ καὶ Μιχαὴλ, ἀλλ' αὐτὸς 59.83 αὐτὸν ἄνωθεν ἀπὸ τῶν οὐρανῶν ἐκήρυττεν ὁ Πατὴρ, καὶ μετὰ τοῦ Πατρὸς ὁ Παράκλητος, ἐφιπτάμενος αὐτῷ μετὰ τῆς φωνῆς, καὶ μένων ἐπ' αὐτόν. Ὄντως διὰ ταῦτα ἔλεγεν· Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. Οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ διὰ τὰ μετὰ ταῦτα τοῦτό φησιν. Οὐκ ἔτι γὰρ ποιμένες μόνον, οὐδὲ χῆραι γυναῖκες, οὐδὲ ἄνδρες πρεσβῦται ἡμᾶς εὐαγγελίζονται, ἀλλὰ καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις, πάσης σάλπιγγος λαμπρότερον βοῶσα, καὶ οὕτω γεγωνὸς, ὡς καὶ ἐνταῦθα αὐτῆς εὐθέως ἀκουσθῆναι τὸν ἦχον. Ἀπῆλθε γὰρ, φησὶν, εἰς τὴν Συρίαν ἡ ἀκοὴ αὐτοῦ, καὶ πᾶσιν αὐτὸν ἀπεκάλυπτε· καὶ πάντα πάντοθεν ἐβόα, ὅτι βασιλεὺς τῶν οὐρανῶν παραγέγονεν. Οἵ τε γὰρ δαίμονες πάντοθεν ἔφευγον καὶ ἀπεπήδων, ὅ
46
τε διάβολος ἐγκαλυψάμενος ὑπεχώρει, αὐτός τε ὁ θάνατος ὑπεξίστατο τέως, καὶ μετὰ ταῦτα τέλεον ἠφανίζετο· καὶ πάσης ἀῤῥωστίας εἶδος ἐλύετο, καὶ τοὺς μὲν νεκροὺς ἠφίει τὰ μνήματα, τοὺς δὲ μεμηνότας οἱ δαίμονες, τοὺς δὲ ἀῤῥώστους αἱ νόσοι· καὶ ἦν ἰδεῖν πράγματα παράδοξα καὶ θαυμαστὰ, καὶ ἅπερ εἰκότως ἐπεθύμησαν προφῆται ἰδεῖν, καὶ οὐκ εἶδον. Ἦν γὰρ ἰδεῖν ὀφθαλμοὺς διαπλαττομένους, καὶ τὸ ποθεινὸν ἐκεῖνο, ὃ πάντες ἐπεθύμησαν ἂν ἰδεῖν, πῶς τὸν Ἀδὰμ ἀπὸ τῆς γῆς ἔπλασεν ὁ Θεὸς, τοῦτο ἐν βραχεῖ πᾶσιν ἐπιδεικνύντα, καὶ ἐν τῷ βελτίονι τοῦ σώματος μέρει· τά τε παραλελυμένα καὶ διῳκισμένα συγκολλώμενα μέλη, καὶ ἀλλήλοις συναρμοττόμενα, χεῖρας νεκρὰς κινουμένας, πόδας παραλελυμένους ἀθρόον ἁλλομένους, ὦτα βεβυσμένα ἀναπεταννύμενα, καὶ γλῶτταν ἠχοῦσαν μέγα, τὴν πρότερον ἀφωνίᾳ δεδεμένην. Καθάπερ γάρ τις τεχνίτης ἄριστος, οἰκίαν ὑπὸ χρόνου σαθρωθεῖσαν ἀναλαβὼν, τὴν κοινὴν τότε τῶν ἀνθρώπων φύσιν, οὕτω ταύτης τά τε ἀποκλασθέντα ἀνεπλήρωσε μέρη, τά τε διεστῶτα καὶ διαλελυμένα συνέσφιγξε, καὶ τὰ τέλεον πεπτωκότα ἀνέστησε. Τί ἄν τις εἴποι τῆς ψυχῆς τὴν διάπλασιν, πολλῷ θαυμαστοτέραν τῆς ἐν τοῖς σώμασιν οὖσαν; Μέγα μὲν γὰρ καὶ ἡ τῶν σωμάτων ὑγεία, πολλῷ δὲ μεῖζον ἡ τῶν ψυχῶν, καὶ τοσούτῳ μεῖζον, ὅσῳ ψυχὴ σώματος ἄμεινον· οὐ ταύτῃ δὲ μόνον, ἀλλ' ὅτι ἡ μὲν τῶν σωμάτων φύσις, ᾗπερ ἂν αὐτὴν ὁ Δημιουργὸς ἄγειν βούληται, ταύτῃ ἕπεται, καὶ τὸ ἀντιπίπτον οὐδέν· ἡ δὲ ψυχὴ κυρία ἑαυτῆς γενομένη, καὶ τῶν πρακτέων τὴν ἐξουσίαν ἔχουσα, οὐ πάντα, ἂν μὴ βούληται, πείθεται τῷ Θεῷ. Ἄκουσαν γὰρ αὐτὴν καὶ βίᾳ που κατηναγκασμένην, οὐ βούλεται ποιῆσαι καλὴν καὶ ἐνάρετον, ἐπειδήπερ μηδὲ ἔστι τοῦτο ἀρετή· ἀλλὰ χρὴ βουλομένην καὶ ἑκοῦσαν πεῖσαι γενέσθαι τοιαύτην· ὅθεν χαλεπώτερον τοῦτό ἐστιν ἐκείνης τῆς ἰατρείας. Ἀλλ' ὅμως καὶ τοῦτο κατωρθοῦτο, καὶ πᾶν εἶδος κακίας ἠλαύνετο. Καὶ ὥσπερ τὰ σώματα τὰ θεραπευόμενα, οὐ πρὸς ὑγίειαν μόνον, ἀλλὰ καὶ πρὸς εὐεξίαν τὴν ἀνωτάτω μετεῤῥύθμιζεν· οὕτω καὶ τὰς ψυχὰς, οὐ τῆς κακίας τῆς ἐσχάτης ἀπήλλαξε μόνον, ἀλλὰ καὶ πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν ἤγαγε· καὶ ὁ τελώνης ἀπόστολος ἐγίνετο, καὶ ὁ διώκτης καὶ βλάσφημος καὶ ὑβριστὴς, κῆρυξ τῆς οἰκουμένης ἀπεδείκνυτο· καὶ μάγοι, διδάσκαλοι Ἰουδαίων ἐγίνοντο· καὶ λῃστὴς, παραδείσου πολίτης ἀνεφαίνετο· καὶ πόρνη, πολλῇ τῇ πίστει διέλαμπε· καὶ Χαναναία καὶ Σαμαρεῖτις γυνὴ, ἑτέρα πόρνη καὶ αὐτὴ, ἡ μὲν τὸ κήρυγμα τῶν ὁμοφύλων ἀνεδέξατο, καὶ πόλιν ὁλόκληρον σαγηνεύσασα, οὕτω προσήγαγε τῷ Χριστῷ· 59.84 ἡ δὲ τῇ πίστει καὶ τῇ προσεδρείᾳ δαίμονα πονηρὸν ἀπελαθῆναι τῆς τοῦ θυγατρίου ψυχῆς παρεσκεύασε. Καὶ ἕτεροι δὲ πολλῷ τούτων χείρους εἰς τὴν τῶν μαθητῶν εὐθέως κατελέγοντο τάξιν. Καὶ πάντα ἀθρόον μετεσχηματίζετο, τῶν σωμάτων τὰ πάθη, τῶν ψυχῶν τὰ νοσήματα, καὶ πρὸς ὑγείαν καὶ τὴν ἀκριβεστάτην ἀρετὴν μετεπλάττοντο, καὶ τούτων, οὐ δύο καὶ τρεῖς ἄνθρωποι, οὐδὲ πέντε, καὶ δέκα, καὶ εἴκοσι καὶ ἑκατὸν μόνον, ἀλλὰ πόλεις ὁλόκληροι καὶ ἔθνη μετὰ πολλῆς τῆς εὐκολίας μετεῤῥυθμίζοντο. Τί ἄν τις εἴποι τῶν προσταγμάτων τὴν φιλοσοφίαν, τῶν οὐρανίων νόμων τὴν ἀρετὴν, τῆς ἀγγελικῆς πολιτείας τὴν εὐταξίαν; Τοιοῦτον γὰρ ἡμῖν εἰσηγήσατο βίον, τοιούτους ἡμῖν ἔθηκε νόμους, τοιαύτην κατεστήσατο πολιτείαν, ὡς τοὺς τούτοις χρωμένους ἀγγέλους εὐθέως γίνεσθαι, καὶ ὁμοίους Θεῷ κατὰ δύναμιν τὴν ἡμετέραν, κἂν ἁπάντων ἀνθρώπων κακίους τύχωσιν ὄντες. γʹ. Ταῦτα οὖν ἅπαντα συναγαγὼν ὁ εὐαγγελιστὴς τὰ θαύματα, τὰ ἐν σώμασι, τὰ ἐν ψυχαῖς, τὰ ἐν τοῖς στοιχείοις, τὰ προστάγματα, τὰ δῶρα τὰ ἀπόῤῥητα ἐκεῖνα, καὶ τῶν οὐρανῶν ὑψηλότερα, τοὺς νόμους, τὴν πολιτείαν, τὴν πειθὼ, τὰς μελλούσας ὑποσχέσεις, τὰ παθήματα αὐτοῦ, τὴν θαυμαστὴν ταύτην καὶ ὑψηλῶν γέμουσαν δογμάτων ἀφῆκε φωνὴν λέγων· Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρη χάριτος καὶ ἀληθείας. Οὐ γὰρ διὰ τὰ θαύματα μόνον αὐτὸν θαυμάζομεν, ἀλλὰ καὶ διὰ τὰ παθήματα· οἷον, ἐπειδὴ προσηλώθη τῷ
47
σταυρῷ καὶ ἐμαστιγώθη, ἐπειδὴ ἐῤῥαπίσθη, ἐπειδὴ ἐνεπτύσθη, ἐπειδὴ ἔλαβεν ἐπὶ κόῤῥης πληγὰς παρὰ τῶν εὐεργετηθέντων αὐτῶν. Καὶ γὰρ καὶ ἐπὶ τούτοις αὐτοῖς τοῖς δοκοῦσιν ἐπονειδίστοις εἶναι, τὸ αὐτὸ ῥῆμα πάλιν ἄξιον ἐπιφθέγξασθαι, ἐπεὶ καὶ αὐτὸς δόξαν τὸ πρᾶγμα ἐκάλεσεν. Οὐ γὰρ δὴ μόνον κηδεμονίας καὶ ἀγάπης ἦν τὰ γινόμενα, ἀλλὰ καὶ δυνάμεως ἀφάτου. Τότε γὰρ καὶ θάνατος ἠφανίζετο, καὶ κατάρα ἐλύετο, καὶ δαίμονες κατῃσχύνοντο καὶ ἐδειγματίζοντο θριαμβευόμενοι, καὶ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν τῷ σταυρῷ προσηλοῦτο. Εἶτα ἐπειδὴ ταῦτα ἀοράτως ἐθαυματουργεῖτο, ἐγένετό τινα καὶ ὁρατῶς, δεικνύντα ὅτι ὄντως μονογενὴς ἦν Υἱὸς τοῦ Θεοῦ, καὶ τῆς κτίσεως πάσης Δεσπότης. Ἔτι γὰρ τοῦ μακαρίου σώματος κρεμαμένου, ἀπέστρεφε μὲν ὁ ἥλιος τὰς ἀκτῖνας, ἐκλονεῖτο δὲ ἡ γῆ καὶ ἐσκοτίζετο πᾶσα, καὶ τάφοι μὲν ἀνεῤῥήγνυντο, καὶ τὸ ἔδαφος ἐτινάσσετο, καὶ νεκρῶν δῆμος ἄπειρος ἐξεπήδα, καὶ εἰς τὴν πόλιν εἰσῄει· τῶν δὲ τοῦ μνήματος αὐτοῦ λίθων ἡρμοσμένων τῇ θήκῃ, ἔτι καὶ τῶν σημάντρων ἐπικειμένων, ἀνίστατο ὁ νεκρὸς ὁ σταυρωθεὶς, ὁ προσηλωθεὶς, καὶ τῆς δυνάμεως τῆς πολλῆς τότε τοὺς ἔνδεκα μαθητὰς ἐμπλήσας, ἔπεμπε τοῖς κατὰ τὴν οἰκουμένην ἀνθρώποις, ἰατροὺς κοινοὺς τῆς φύσεως ἐσομένους ἁπάσης, καὶ τὸν βίον ὀρθώσοντας, τὴν τῶν οὐρανίων δογμάτων γνῶσιν πανταχοῦ διασπεροῦντας γῆς, τὴν δὲ τῶν δαιμόνων λύσοντας τυραννίδα, καὶ τὰ μεγάλα καὶ ἀπόῤῥητα διδάξοντας ἀγαθὰ, καὶ εὐαγγελιουμένους ἡμῖν ψυχῆς ἀθανασίαν, καὶ σώματος ζωὴν αἰώνιον, τὰ καὶ νοῦν ὑπερβαίνοντα ἔπαθλα, καὶ μηδέποτε ἕξοντα τέλος. Ταῦτα οὖν καὶ τὰ τούτων πλείονα ἐννοήσας ὁ μακάριος οὗτος, ἃ ᾔδει μὲν αὐτὸς, γράψαι δὲ οὐκ ἠνέσχετο, διὰ τὸ μὴ χωρεῖν τὸν κόσμον· πάντα γὰρ Ἂν γράφηται καθ' ἓν, οὐδὲ αὐτὸν οἶμαι τὸν κό 59.85 σμον χωρῆσαι τὰ γραφόμενα βιβλία· ταῦτα οὖν ἅπαντα λογισάμενος, ἀνεβόησεν, ὅτι Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρη χάριτος καὶ ἀληθείας. Τοὺς δὴ οὖν τοσούτων μὲν θεαμάτων, τοιούτων δὲ καταξιωθέντας ἀκουσμάτων, τοσαύτης δὲ ἀπολαύσαντας δωρεᾶς, καὶ βίον ἄξιον τῶν δογμάτων ἐπιδείκνυσθαι χρὴ, ὥστε καὶ τῶν ἐκεῖσε ἀπολαῦσαι καλῶν. Διὰ τοῦτο γὰρ καὶ παρεγένετο ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἵνα μὴ μόνον τὴν ἐνταῦθα δόξαν ἴδωμεν αὐτοῦ, ἀλλὰ καὶ τὴν μέλλουσαν. Διὰ τοῦτο ἔλεγε· Θέλω, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ οὗτοι ὦσιν, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, Εἰ δὲ αὕτη ἡ δόξα οὕτω γέγονε λαμπρὰ καὶ περιφανὴς, τί ἄν τις εἴποι περὶ ἐκείνης; Οὐ γὰρ ἐν γῇ φανεῖται φθαρτῇ, οὐδὲ ἐν ἐπικήροις σώμασιν ὄντων ἡμῶν, ἀλλ' ἐν ἀκηράτῳ καὶ ἀγήρῳ τῇ κτίσει, καὶ μετὰ τοσαύτης τῆς λαμπρότητος, μεθ' ὅσης οὐδὲ λόγῳ παραστῆσαι δυνατόν. Ὦ μακάριοι καὶ τρισμακάριοι καὶ τοῦτο πολλάκις, οἱ τῆς δόξης καταξιούμενοι ἐκείνης γενέσθαι θεαταί! Περὶ ταύτης ὁ Προφήτης φησίν· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Ἀλλ' ἡμῶν μηδένα γένοιτο ἀρθῆναι, μηδὲ ἀθέατον αὐτῆς γενέσθαι ποτέ. Εἰ γὰρ μὴ μέλλοιμεν ἀπολαύσεσθαι ταύτης, εὔκαιρον καὶ παρ' ἡμῶν εἰπεῖν· Καλὸν ἦν ἡμῖν, εἰ μὴ ἐγεννήθημεν. Τί γὰρ ζῶμεν; τί ἀναπνέομεν; τί δὲ ἐσμὲν, ἂν τῆς θεωρίας ἀποτύχωμεν ἐκείνης; ἂν τὸν Δεσπότην τὸν ἡμέτερον μηδεὶς ἡμῖν συγχωρήσῃ θεάσασθαι τότε; Εἰ γὰρ οἱ τὸ φῶς τὸ ἡλιακὸν μὴ θεώμενοι, παντὸς θανάτου πικροτέραν ὑπομένουσι ζωήν· τί παθεῖν εἰκὸς τοὺς τοῦ φωτὸς 59.86 ἀποστερηθέντας ἐκείνου; Ἐνταῦθα μὲν γὰρ ἐν τούτῳ μόνον ἡ ζημία, ἐκεῖ δὲ οὐ μέχρι τούτου μόνον· καίτοι καὶ εἰ τοῦτο μόνον ἦν τὸ δεινὸν, οὐδὲ οὕτως ἶσον τὸ τῆς κολάσεως ἦν, ἀλλὰ τοσούτῳ χαλεπώτερον, ὅσον ὁ ἥλιος ἐκεῖνος τούτου κρείττων ἀσυγκρίτως ἐστί· νῦν δὲ καὶ ἑτέραν ἔστι προσδοκῆσαι τιμωρίαν. Τὸν γὰρ ἐκεῖνο τὸ φῶς οὐχ ὁρῶντα, οὐκ εἰς τὸ σκότος δεῖ ἀπενεχθῆναι μόνον, ἀλλὰ καὶ καίεσθαι διὰ παντὸς, καὶ τήκεσθαι, καὶ βρύχειν τοὺς ὀδόντας, καὶ μυρία ἕτερα πάσχειν δεινά. Μὴ δὴ περιίδωμεν ἑαυτοὺς, διὰ τῆς βραχείας ταύτης ὀλιγωρίας καὶ ἀνέσεως εἰς αἰώνιον ἐμπίπτοντας κόλασιν, ἀλλὰ γρηγορήσωμεν, νήψωμεν, πάντα πράξωμεν καὶ πραγματευσώμεθα,
48
ὥστε ἐκείνης τυχεῖν τῆς ἀπολαύσεως, καὶ πόῤῥω γενέσθαι τοῦ ποταμοῦ τοῦ πυρὸς τοῦ συρομένου μετὰ πολλοῦ ῥοίζου πρὸ τοῦ βήματος τοῦ φρικτοῦ. Τὸν γὰρ ἅπαξ ἐμπεσόντα ἐκεῖ, χρὴ μένειν διὰ παντὸς, καὶ ὁ τῆς κολάσεως ἐξαιρησόμενος οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ, οὐκ ἀδελφός. Καὶ ταῦτα αὐτοὶ οἱ προφῆται βοῶσιν, ὁ μὲν λέγων, Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; ὁ δὲ Ἰεζεκιὴλ καὶ τούτου τι πλέον ἐδήλωσεν εἰπών· Ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ Δανιὴλ, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας οὐ μὴ ἐξέλωνται. Μία γὰρ προστασία μόνη, ἡ διὰ τῶν ἔργων ἐστὶν ἐκεῖ, καὶ τὸν ταύτης ἀπεστερημένον, ἑτέρωθεν σωθῆναι οὐκ ἔνι. Ταῦτα οὖν διηνεκῶς στρέφοντες καὶ ἀναλογιζόμενοι, ἐκκαθάρωμεν ἡμῶν τὸν βίον, καὶ λαμπρὸν ποιήσωμεν, ὥστε μετὰ παῤῥησίας ἰδεῖν τὸν Κύριον καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.85 ΟΜΙΛΙΑ ΙΓʹ. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· «Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» αʹ. Ἆρα μὴ εἰς κενὸν τρέχομεν καὶ κοπιῶμεν; μὴ κατὰ πετρῶν σπείρομεν; ἆρα μὴ παρὰ τὴν ὁδὸν καὶ τὰς ἀκάνθας ἡμῖν λανθάνει τὰ σπέρματα πίπτοντα; Ἀγωνιῶ γὰρ σφόδρα καὶ δέδοικα μὴ ἀνόνητος ἡμῖν ἡ γεωργία γένηται· καὶ ταῦτα οὐδὲ μέλλων αὐτὸς εἰς τὸν τοῦ κόπου τούτου παραβλάπτεσθαι μισθόν· οὐ γὰρ οἷα τῶν γηπόνων, τοιαῦτα καὶ τὰ τῶν διδασκόντων ἐστίν. Ὁ μὲν γὰρ γεωργὸς μετὰ τοὺς ἐνιαυσίους πολλάκις μόχθους, καὶ τὴν ταλαιπωρίαν ἐκείνην, καὶ τοὺς ἱδρῶτας, ἂν μηδὲν ἐξενέγκῃ τῶν πόνων ἄξιον ἡ γῆ, παρ' οὐδενὸς ἑτέρου δυνήσεται τῶν πόνων τινὰ παραμυθίαν εὑρεῖν· ἀλλ' ὑποστρέφει μετ' αἰσχύνης καὶ κατηφείας ἀπὸ τῆς ἅλω πρὸς τὴν οἰκίαν, καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, οὐδένα ἔχων ἀπαιτῆσαι τῆς φιλοπονίας τῆς μακρᾶς τὴν ἀντίδοσιν. Ἐπὶ δὲ ἡμῶν οὐδὲν τοιοῦτον ἔσται, ἀλλὰ κἂν ἡ γεωργουμένη γῆ μηδένα ἐξενέγκῃ καρπὸν, ἡμῶν ἅπαντα ἐπιδειξαμένων πόνον, ὁ καὶ ταύτης καὶ ἡμῶν Κύριος οὐ περιόψεται κεναῖς ἡμᾶς ἀπερχομένους ἐλπίσιν, ἀλλὰ δώσει τὰς ἀμοιβάς. Ἕκαστος γὰρ, φησὶ, τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, οὐ κατὰ τὸ τῶν πραγμάτων τέλος. Καὶ ὅτι οὕτως ἔχει, ἄκουε· Καὶ σὺ, φησὶν, υἱὲ ἀνθρώπου, διαμάρτυρε τῷ λαῷ τούτῳ, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα συνῶσι. Καὶ διὰ τοῦ Ἰεζεκιὴλ δὲ τοῦτο μαθεῖν 59.86 ἐστιν· ἐὰν ὁ σκοπὸς γὰρ προείπῃ, τί μὲν φυγεῖν τί δὲ ἑλέσθαι δέοι, τὴν ψυχὴν ἐξείλετο τὴν ἑαυτοῦ, κἂν ὁ προσέχων μηδεὶς ᾖ. Ἀλλ' ὅμως καὶ ἰσχυρὰν παραμυθίαν ταύτην ἔχοντες, καὶ ὑπὲρ τῆς εἰς ἡμᾶς ἀμοιβῆς θαῤῥοῦντες, ὅταν ὑμῶν τὸ ἔργον ἴδωμεν μὴ προκόπτον, οὐδὲν ἄμεινον ἐκείνων διακείμεθα τῶν γεωργῶν τῶν στεναζόντων καὶ θρηνούντων, τῶν ἐγκαλυπτομένων καὶ αἰσχυνομένων. Τοῦτο γὰρ διδασκάλου συμπάθεια, τοῦτο κηδεμονία πατρός. Ἐπεὶ καὶ Μωϋσῆς, ἐξὸν αὐτῷ τῆς ἀγνωμοσύνης ἀπαλλαγῆναι τῆς Ἰουδαϊκῆς, καὶ λαμπροτέραν ἀρχὴν ἔθνους ἑτέρου λαβεῖν καὶ πολλῷ μείζονος· Ἔασον γάρ με, φησὶ, καὶ ἐξαλείψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα ἢ τοῦτο· ἐπειδὴ ἅγιος ἦν καὶ Θεοῦ δοῦλος, καὶ σφόδρα φίλος γνήσιος καὶ γενναῖος, οὐδὲ ἀκοῦσαι ταύτην ἠνέσχετο τὴν φωνὴν, ἀλλ' εἵλετο μᾶλλον ἀπολέσθαι μετὰ τῶν ἅπαξ κληρωθέντων αὐτῷ, ἢ χωρὶς ἐκείνων διασώζεσθαι, καὶ ἐν ἀξιώματι εἶναι μείζονι. Τοιοῦτον εἶναι χρὴ τὸν προεστῶτα ψυχῶν. Καὶ γὰρ ἄτοπον παῖδας μὲν ἔχοντά τινα φαύλους μὴ ἐθελῆσαι ἑτέρων κληθῆναι πατέρα, ἀλλὰ τῶν παρ' αὐτοῦ φύντων· μαθητὰς δὲ ἐγχειρισθέντας ἑτέρους ἐξ ἑτέρων ἀμείβειν ἀεὶ, καὶ νῦν μὲν τούτων, αὖθις δὲ ἐκείνων, καὶ μετὰ τούτων πάλιν ἄλλων προστασίαν ἡμᾶς ἁρπάζειν, πρὸς οὐδένα οἰκείως διακειμένους. Ἀλλὰ περὶ ὑμῶν μὴ γένοιτο ταῦτα ὑποπτεῦσαί ποτε. Πεποίθαμεν γὰρ, ὅτι μᾶλλον περισσεύετε ἐν τῇ πίστει τῇ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν 59.87 Χριστὸν, καὶ τῇ ἀγάπῃ τῇ εἰς ἀλλήλους καὶ εἰς πάντας. Ταῦτα δὲ λέγομεν βουλόμενοι τὴν σπουδὴν ἐπιταθῆναι τὴν ὑμετέραν, καὶ ἐπὶ μεῖζον
49
ἐπιδοθῆναι τῆς πολιτείας ὑμῶν τὴν ἀρετήν. Οὕτω γὰρ καὶ τῶν προκειμένων ἡμῖν λόγων εἰς αὐτὸ τὸ βάθος καταθεῖναι δυνήσεσθε τὰ νοήματα, ἂν μηδεμία πονηρίας λήμη τοῖς ὀφθαλμοῖς ἐπισκοτῇ τῆς διανοίας, καὶ τὸ διορατικὸν αὐτῆς καὶ ὀξὺ συνταράσσῃ. Τί ποτ' οὖν ἐστι τὸ προκείμενον ἡμῖν σήμερον; Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Πολύς ἐστιν οὗτος ὁ εὐαγγελιστὴς ἄνω καὶ κάτω τὸν Ἰωάννην στρέφων, καὶ τὴν μαρτυρίαν αὐτοῦ πολλαχοῦ περιφέρων. Ποιεῖ δὲ οὐχ ἁπλῶς τοῦτο, ἀλλὰ καὶ σφόδρα συνετῶς. Ἐπειδὴ γὰρ πολὺ τὸ θαῦμα εἶχον τοῦ ἀνδρὸς τούτου πάντες οἱ Ἰουδαῖοι (καὶ γὰρ καὶ ὁ Ἰώσηπος τῇ τούτου τελευτῇ τὸν πόλεμον λογίζεται, δι' αὐτόν τε δείκνυσι μηδὲ πόλιν εἶναι τήν ποτε μητρόπολιν οὖσαν, καὶ μακροὺς συνείρει περὶ αὐτοῦ λόγους ἐγκωμίων)· ἀπ' αὐτοῦ τοίνυν τοὺς Ἰουδαίους ἐντρέψαι βουλόμενος, συνεχῶς αὐτοὺς ἀναμιμνήσκει τῆς τοῦ Προδρόμου μαρτυρίας. Καὶ οἱ μὲν ἄλλοι εὐαγγελισταὶ τῶν παλαιοτέρων μέμνηνται προφητῶν, καὶ καθ' ἕκαστον τῶν ἐπ' αὐτῷ γινομένων ἐκεῖ παραπέμπουσι τὸν ἀκροατὴν, καὶ ὅταν τίκτηται, λέγοντες· Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ ὅταν ἐπιβουλεύηται, καὶ πανταχόθεν οὕτως ἀκριβῶς ἀναζητῆται, ὡς καὶ τὴν ἄωρον ἡλικίαν σφάττεσθαι ὑπὸ Ἡρώδου, τὸν Ἱερεμίαν εἰς μέσον πόῤῥωθεν ἄγειν λέγοντα· Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς, καὶ ὀδυρμὸς πολὺς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς· καὶ τοῦ Ὠσηὲ μεμνημένοι, ὅταν ἐξ Αἰγύπτου πάλιν ἀναβαίνῃ, Ἐξ Αἰγύπτου, λέγοντα καὶ αὐτὸν, ἐκάλεσα τὸν υἱόν μου· καὶ πανταχοῦ τοῦτο ποιοῦσιν. Οὗτος δὲ τρανοτέραν τὴν μαρτυρίαν ἐργαζόμενος καὶ νεαρωτέραν, ἅτε καὶ μεγαλοφωνότερον τῶν ἄλλων φθεγξάμενος, οὐ τοὺς ἀπελθόντας, οὐδὲ τοὺς τετελευτηκότας μόνον, ἀλλὰ καὶ τὸν ζῶντα καὶ παραγενόμενον ὑποδείξαντα καὶ βαπτίσαντα αὐτὸν, τοῦτον εἰς μέσον ἄγει συνεχῶς· οὐ τὸν Δεσπότην ἀπὸ τοῦ δούλου ποιῆσαι ἀξιόπιστον σπεύδων, ἀλλὰ τῇ τῶν ἀκροατῶν ἀσθενείᾳ συγκαταβαίνων. Ὥσπερ γὰρ εἰ μὴ τὴν τοῦ δούλου μορφὴν ἔλαβεν, οὐκ ἂν εὐπαράδεκτος γέγονεν· οὕτως εἰ μὴ τῇ τοῦ δούλου φωνῇ τὰς ἀκοὰς τῶν ὁμοδούλων προεγύμνασεν, οὐκ ἂν οἵ γε πολλοὶ τῶν Ἰουδαίων τὸν λόγον ἐδέξαντο. βʹ. Πρὸς δὲ τούτῳ καὶ ἕτερον κατεσκευάζετο μέγα τι καὶ θαυμαστόν. Ἐπειδὴ γὰρ τὸ αὐτόν τινα περὶ ἑαυτοῦ μέγα τι λέγειν, ὕποπτον ποιεῖ τὴν μαρτυρίαν, καὶ προσίσταται πολλοῖς τῶν ἀκουόντων πολλάκις, ἕτερος περὶ αὐτοῦ παραγίνεται μαρτυρήσων. Χωρὶς δὲ τούτων, καὶ ὅτι εἰώθασί πως οἱ πολλοὶ πρὸς τὴν συνηθεστέραν καὶ σύντροφον αὐτοῖς ἐπιτρέχειν μᾶλλον φωνὴν, ἅτε αὐτὴν μᾶλλον τῶν ἄλλων ἐπιγινώσκοντες· διὰ δὴ τοῦτο ἡ μὲν ἀπὸ τοῦ οὐρανοῦ γέγονεν ἅπαξ ἢ δὶς, ἡ δὲ τοῦ Ἰωάννου πολλάκις καὶ συν 59.88 εχῶς. Οἱ μὲν γὰρ ἀναβεβηκότες τοῦ λαοῦ τὴν ἀσθένειαν, καὶ τῶν αἰσθητῶν ἁπάντων ἀπαλλαγέντες, καὶ τῆς ἄνωθεν ἀκούειν ἠδύναντο φωνῆς, καὶ οὐ σφόδρα τῆς ἀνθρωπίνης ἐδέοντο, ἅτε ἐκείνῃ πάντα πειθόμενοι καὶ ὑπ' αὐτῆς ἤγοντο· οἱ δὲ ἔτι κάτω στρεφόμενοι καὶ πολλοῖς προκαλύμμασι συγκεκαλυμμένοι, τῆς ταπεινοτέρας ταύτης ἐδέοντο. Οὕτω γοῦν καὶ ὁ Ἰωάννης, ἐπειδὴ πάντοθεν ἑαυτὸν ἐγύμνωσε τῶν αἰσθητῶν, οὐκ ἐδεῖτο διδασκάλων ἀνθρώπων, ἀλλ' ἀπὸ τῶν οὐρανῶν ἐπαιδεύετο. Ὁ γὰρ πέμψας με βαπτίζειν, φησὶν, ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον, οὗτός ἐστιν. Οἱ δὲ ἔτι παῖδες Ἰουδαῖοι, καὶ πρὸς τὸ ὕψος ἐκεῖνο μηδέπω φθάσαι δυνάμενοι, ἄνθρωπον εἶχον διδάσκαλον, οὐ τὰ ἑαυτοῦ αὐτοῖς λέγοντα, ἀλλὰ τὰ ἄνωθεν ἀπαγγέλλοντα. Τί οὖν οὗτός φησιν; Αὐτὸς μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων. Τί ἐστι τὸ, Κέκραγε; Μετὰ παῤῥησίας, φησὶ, μετὰ ἐλευθερίας, χωρὶς ὑποστολῆς ἁπάσης ἀνακηρύττει. Καὶ τί ἀνακηρύττει; τί δὲ μαρτυρεῖ καὶ κέκραγεν; Οὗτος ἦν, φησὶν, ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Συνεσκιασμένη ἡ μαρτυρία, καὶ ἔτι πολὺ
50
τὸ ταπεινὸν ἔχουσα. Οὐ γὰρ εἶπεν, Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενής· ἀλλὰ τί; Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καθάπερ γὰρ αἱ μητέρες τῶν ὀρνίθων τοὺς νεοττοὺς οὐκ εὐθέως οὐδὲ ἐν ἡμέρᾳ μιᾷ τὴν πτῆσιν ἐκδιδάσκουσιν ἅπασαν, ἀλλὰ νῦν μὲν τοσοῦτον ἐξάγουσιν ὅσον ἔξω γενέσθαι τῆς καλιᾶς, νῦν δὲ αὐτοὺς ἀναπαύσασαι πρῶτον, προσβιβάζουσι τῇ πτήσει πάλιν, καὶ τῇ μετὰ ταύτην ἡμέρᾳ ἑτέραν πολλῷ πλείονα προστιθέασι, καὶ οὕτως ἠρέμα καὶ κατὰ μικρὸν ἐπὶ τὸ προσῆκον ἄγουσιν ὕψος· τὸν αὐτὸν τρόπον καὶ ὁ μακάριος Ἰωάννης οὐκ εὐθέως ἐπὶ τὰ ὑψηλὰ τοὺς Ἰουδαίους ἤγαγεν, ἀλλὰ τέως μικρὸν τῆς γῆς ἀναπτῆναι ἐδίδαξεν, εἰπὼν, ὅτι αὐτοῦ κρείττων ἦν ὁ Χριστός. Οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρὸν ἦν τέως, τὸ τοὺς ἀκούοντας τοῦ οὕτω θαυμασίου, τοῦ Ἰωάννου λέγω, καὶ περιφανοῦς, καὶ πρὸς ὃν ἅπαντες ἔτρεχον, καὶ ὃν ἄγγελον ἐνόμιζον εἶναι, τὸν οὐδέπω φανέντα οὐδὲ θαυματουργήσαντα, δυνηθῆναι πιστεῦσαι κρείττονα εἶναι. Τέως οὖν τοῦτο κατορθῶσαι ἐσπούδαζεν ἐν ταῖς τῶν ἀκροατῶν διανοίαις, ὅτι τοῦ μαρτυροῦντος ὁ μαρτυρούμενος μείζων, τοῦ παραγενομένου πρώτου ὁ μετὰ ταῦτα ἐλθὼν, τοῦ δήλου καὶ περιφανοῦς ὁ μηδέπω φανείς. Καὶ ὅρα πῶς συνετῶς εἰσάγει τὴν μαρτυρίαν. Οὐ γὰρ φανέντα μόνον ἐπιδείκνυσιν, ἀλλὰ καὶ πρὶν ἢ φανῆναι ἀνακηρύττει. Τὸ γὰρ, Οὗτός ἐστιν ὃν εἶπον, τοῦτο δηλοῦντός ἐστιν· ὥσπερ οὖν καὶ Ματθαῖος λέγει, ὅτι πάντων ἐρχομένων πρὸς αὐτὸν ἔλεγεν· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. Τίνος οὖν ἕνεκεν καὶ πρὸ τοῦ φανῆναι τοῦτο ἐποίησεν; Ἵνα εὐπαράδεκτος ἡ μαρτυρία γένηται φανέντος, τῆς διανοίας ἤδη τῶν ἀκουσάντων προκατασχεθείσης τοῖς περὶ αὐτοῦ λεχθεῖσι, καὶ μηδὲν τῆς εὐτελοῦς περιβολῆς λυμαινομένης αὐτῇ. Εἰ μὲν γὰρ μηδὲν μηδ' ὅλως ἀκούσαντες 59.89 εἶδον τὸν Χριστὸν αὐτὸν, καὶ ὁμοῦ μετὰ τῆς θέας καὶ τὴν τῶν λόγων μαρτυρίαν ἐδέξαντο τὴν οὕτω θαυμαστὴν καὶ μεγάλην, εὐθέως ἂν τὸ τοῦ σχήματος εὐτελὲς προσέστη τῷ μεγέθει τῶν λεγομένων. Οὕτω γὰρ εὐτελὲς περιέκειτο σχῆμα καὶ κοινὸν ἅπασιν ὁ Χριστὸς, ὡς καὶ Σαμαρείτιδας γυναῖκας, καὶ πόρνας, καὶ τελώνας μετὰ πολλῆς τῆς ἀδείας θαῤῥεῖν αὐτῷ προσιέναι καὶ διαλέγεσθαι. γʹ. Ὅπερ οὖν ἔφην, εἰ ὁμοῦ καὶ τῶν ῥημάτων τούτων ἤκουσαν, καὶ αὐτὸν ἐθεάσαντο, κἂν κατεγέλασαν τῆς μαρτυρίας τοῦ Ἰωάννου. Νῦν δὲ πρὶν ἢ φανῆναι τὸν Χριστὸν πολλάκις ἀκούοντες, καὶ ἐρεθιζόμενοι τοῖς λεγομένοις περὶ αὐτοῦ, τοὐναντίον ἔπασχον, οὐ τὴν τῶν ῥημάτων διδασκαλίαν ἀπὸ τῆς ὄψεως τοῦ μαρτυρηθέντος ἐκβάλλοντες, ἀλλὰ ἀπὸ τῆς πίστεως τῶν ἤδη λεχθέντων καὶ αὐτὸν λαμπρότερον εἶναι νομίζοντες. Τὸ δὲ, Ὀπίσω μου ἐρχόμενος, ὁ μετ' ἐμὲ κηρύσσων, οὐχ ὁ μετ' ἐμὲ γενόμενός ἐστι. Τοῦτο γοῦν καὶ ὁ Ματθαῖος αἰνίττεται λέγων, Ὀπίσω μου ἔρχεται ἀνήρ· οὐ περὶ τῆς ἐκ Μαρίας γεννήσεως αὐτοῦ λέγων, ἀλλὰ περὶ τῆς παρουσίας τῆς κατὰ τὸ κήρυγμα. Εἰ γὰρ περὶ τῆς γεννήσεως ἔλεγεν, οὐκ ἂν εἶπεν, Ἔρχεται, ἀλλ', Ἦλθε· γεγεννημένος γὰρ ἦν ὅτε ταῦτα ἐλέγετο. Τί οὖν ἐστι τὸ, Ἔμπροσθέν μου γέγονε; Λαμπρότερος, ἐντιμότερος. Μὴ γὰρ, ἐπειδὴ πρῶτος ἦλθον κηρύττων ἐγὼ, ἀπὸ τούτου μείζονα ἐκείνου με εἶναι νομίσητε· πολὺ γὰρ ἐλάττων ἐγὼ, καὶ τοσοῦτον ἐλάττων, ὡς μηδὲ εἰς δούλου τάξιν ἄξιος εἶναι καταλέγεσθαι. Τοῦτο γάρ ἐστι τὸ, Ἔμπροσθέν μου γέγονεν· ὅπερ ἑτέρως παραδηλῶν ὁ Ματθαῖος, ἔλεγεν. Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. Ὅτι δὲ οὐδὲ τὸ, Ἔμπροσθέν μου γέγονε, περὶ τῆς εἰς τὸ εἶναι παρόδου εἴρηται, διὰ τῆς ἐπαγωγῆς δῆλόν ἐστιν. Εἰ γὰρ τοῦτο ἐβούλετο εἰπεῖν, περιττὸν τὸ ἐπαγόμενον ἦν τὸ, Ὅτι πρῶτός μου ἦν. Τίς γὰρ οὕτως ἠλίθιος καὶ ἀνόητος, ὡς ἀγνοῆσαι ὅτι ὁ ἔμπροσθεν αὐτοῦ γενόμενος, πρῶτος αὐτοῦ ἦν; Εἰ γὰρ περὶ ὑπάρξεως τῆς προαιωνίου, οὐδὲν ἕτερόν ἐστι τὸ λεγόμενον, ἀλλ' ἢ, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν. Ἄλλως δὲ καὶ ἀπερινόητον τὸ τοιοῦτον, καὶ ἡ αἰτία εἰκῆ προσέῤῥιπται.
51
Τοὐναντίον γὰρ, εἰ τοῦτο ἐβούλετο δηλῶσαι, ἐχρῆν εἰπεῖν, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος, πρῶτός μου ἦν, ἐπειδὴ καὶ ἔμπροσθέν μου γέγονε. Τοῦ μὲν γὰρ πρῶτον εἶναι εἰκότως ἄν τις ταύτην δοίη τὴν αἰτίαν τὴν τοῦ γενέσθαι· τοῦ δὲ πρῶτον γενέσθαι, οὐκ ἔτι τὸ πρῶτον εἶναι αἴτιον. Ὃ δὲ ἡμεῖς λέγομεν σφόδρα ἂν ἔχοι λόγον. Ἴστε γὰρ δήπου τοῦτο πάντες, ὅτι οὐ τὰ δῆλα, ἀλλὰ τὰ ἄδηλα ἀεὶ αἰτιολογίας δεῖται. Εἰ δὲ περὶ οὐσιώσεως ὁ λόγος ἦν, οὐκ ἦν ἄδηλον, ὅτι πρῶτον γενόμενον πρῶτον ἔδει εἶναι· ἐπειδὴ δὲ περὶ τιμῆς διαλέγεται, εἰκότως τὴν δοκοῦσαν ἀπορίαν εἶναι λύει. Καὶ γὰρ εἰκὸς ἦν πολλοὺς ἀπορεῖν, πόθεν καὶ ἐκ ποίας προφάσεως ὁ ὕστερον ἐρχόμενος ἔμπροσθεν γέγονε· τουτέστιν, ἐντιμότερος ἐφάνη. Ταύτης τοίνυν τῆς ζητήσεως τίθησιν εὐθέως τὴν αἰτίαν· ἡ δὲ αἰτία, τὸ πρῶτον εἶναι αὐτόν. Οὐδὲ γὰρ ἔκ τινος, φησὶ, προκοπῆς πρῶτόν με ὄντα ὀπίσω ῥίψας ἔμπροσθεν γέγονεν, ἀλλὰ Πρῶτός μου ἦν, εἰ καὶ ὕστερος παραγίνεται. Καὶ πῶς, φησὶν, εἰ περὶ τῆς ἐκφάνσεως τῆς εἰς ἀνθρώπους ἦν, καὶ τῆς μελλούσης ἕψεσθαι παρ' αὐτῶν δόξης ὁ λόγος, τὸ μηδέπω τέλος εἰληφὸς ὡς ἤδη γεγενημένον λέγει; οὐ γὰρ εἶπε, Γενήσεται, ἀλλὰ, Γέγονεν. Ὅτι ἔθος τοῦτο τοῖς προφητεύουσιν ἄνωθέν ἐστιν, ὡς περὶ γεγενημένων πολλαχοῦ περὶ τῶν μελλόντων 59.90 διαλέγεσθαι. Ὁ γοῦν Ἡσαΐας περὶ τῆς σφαγῆς αὐτοῦ λέγων, οὐκ εἶπεν, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθήσεται, ὅπερ ἦν μέλλοντος· ἀλλ', Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καίτοι οὐδέπω σαρκωθεὶς ἦν, ἀλλ' ὅμως τὸ ἐσόμενον ὁ Προφήτης ὡς γεγενημένον λέγει. Καὶ ὁ Δαυῒδ τὸν σταυρὸν δηλῶν, οὐκ εἶπεν, Ὀρύξουσι χεῖράς μου καὶ πόδας· ἀλλ', Ὤρυξαν χεῖράς μου καὶ πόδας· καὶ, Διεμερίσαντο τὰ ἱμάτιά μου, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ περὶ τοῦ προδότου διαλεγόμενος τοῦ μηδέπω γεννηθέντος, οὕτω πώς φησιν· Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Ὁμοίως καὶ περὶ τῶν ἐν τῷ σταυρῷ γενομένων λέγει· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. δʹ. Βούλεσθε καὶ τὸ ἑξῆς ἐπαγάγωμεν, ἢ καὶ ταῦτα ἀπόχρη; Ἔγωγε οἶμαι. Εἰ γὰρ καὶ μὴ κατὰ πλάτος διωρύξαμεν τὸ χωρίον, ὅμως γ' οὖν κατὰ βάθος διεσκάψαμεν· οὐκ ἐλάττονα δὲ καὶ τοῦτο ἐκείνου πόνον ἔχει· καὶ δεδοίκαμεν μὴ κατατείναντες ὑμᾶς ἀμέτρως, ποιήσωμεν ἀναπεσεῖν. Διὸ τέλος ἐπιθῶμεν τῷ λόγῳ τὸ προσῆκον. Ποῖον δέ ἐστι τὸ προσῆκον; Δοξολογία ἡ πρέπουσα τῷ Θεῷ· πρέπει δὲ οὐχ ἡ διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἡ διὰ τῶν πραγμάτων. Λαμψάτω γὰρ ὑμῶν τὸ φῶς, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ γὰρ οὐδὲν φωτεινότερον τῆς ἀρίστης πολιτείας, ἀγαπητέ. Τοῦτο δηλῶν καί τίς φησι τῶν σοφῶν· Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι. Λάμπουσι δὲ οὐκ αὐτοῖς μόνον τοῖς τὸ φῶς ἀνάπτουσι διὰ τῶν ἔργων, καὶ ὁδηγοῦσι πρὸς τὴν ὀρθὴν ὁδὸν, ἀλλὰ καὶ τοῖς πλησίον οὖσιν ἐκείνων. Ἐκχέωμεν τοίνυν τὸ ἔλαιον ταῖς λαμπάσι ταύταις, ὥστε μετεωρότερον γενέσθαι τὸ πῦρ, ὥστε πλούσιον φανῆναι τὸ φῶς. Τὸ γὰρ ἔλαιον τοῦτο οὐ νῦν μόνον πολλὴν ἔχει τὴν ἰσχύν· ἀλλ' ὅτε καὶ αἱ θυσίαι ἤνθουν, παρευδοκίμησε πολλῷ τῷ τρόπῳ τὴν ἐκείνων δύναμιν· Ἔλεον γὰρ, φησὶ, θέλω καὶ οὐ θυσίαν καὶ μάλα εἰκότως. Ἐκεῖνο μὲν γὰρ ἄψυχον τὸ θυσιαστήριον, τοῦτο δὲ ἔμψυχον· κἀκεῖ μὲν τὸ ἐπικείμενον ἅπαν τοῦ πυρὸς γίνεται δαπάνη, καὶ τελευτᾷ εἰς κόνιν, καὶ διαχεῖται εἰς τέφραν, καὶ εἰς τὴν τοῦ ἀέρος ὁ καπνὸς ἀναλύεται φύσιν· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· ἀλλ' ἑτέρους φέρει τοὺς καρπούς. Καὶ ταῦτα ὁ Παῦλος ἐδήλωσε λέγων (τῆς γὰρ φιλοπτωχίας τῶν Κορινθίων τοὺς θησαυροὺς διηγούμενος, οὕτως ἔγραφεν)· Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ· καὶ πάλιν, Δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον, καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς καὶ εἰς πάντας, καὶ τῇ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς. Ὁρᾷς εἰς
52
εὐχαριστίαν ἀναλυομένην αὐτὴν, καὶ αἶνον τοῦ Θεοῦ, καὶ συνεχεῖς εὐχὰς τῶν εὖ παθόντων, καὶ θερμοτέραν ἀγάπην; Θύωμεν τοίνυν, ἀγαπητοὶ, θύωμεν εἰς ταῦτα τὰ θυσιαστήρια καθ' ἑκάστην ἡμέραν. Αὕτη γὰρ καὶ εὐχῆς καὶ νηστείας καὶ πολλῶν ἑτέρων ἐστὶ μείζων ἡ θυσία· μόνον ἂν ἐκ δικαίου κέρδους καὶ πόνων τοιούτων, καὶ πάσης ᾖ καθαρὰ πλεονεξίας καὶ ἁρπαγῆς καὶ βίας. Τοιαύτας γὰρ προσίεται προσφορὰς ὁ Θεὸς, τὰς ἑτέρας καὶ ἀποστρέφεται καὶ 59.91 μισεῖ. Οὐδὲ γὰρ βούλεται ἐξ ἀλλοτρίων τιμᾶσθαι συμφορῶν. Ἀκάθαρτος γὰρ καὶ βέβηλος ἡ τοιαύτη θυσία, καὶ παροξύνειεν ἂν μᾶλλον, ἢ ἐξιλεώσειε τὸν Θεόν. Διὸ πάσῃ δεῖ κεχρῆσθαι σπουδῇ, ὥστε μὴ ἐν τάξει θεραπείας τὸν τιμώμενον ἐξυβρίζειν. Εἰ γὰρ τὰ δευτερεῖα προσενεγκὼν ὁ Κάϊν, καὶ ταῦτα οὐδὲ ἠδικηκὼς ἕτερον, ἔδωκε δίκην τὴν ἐσχάτην, ὅταν καὶ ἐξ ἁρπαγῆς καὶ πλεονεξίας προσφέρωμέν τι, πῶς οὐ πεισόμεθα χαλεπώτερα; Διὰ γὰρ τοῦτο καὶ τὸ εἶδος τῆς ἐντολῆς ταύτης ὑπέδειξεν ἡμῖν ὁ Θεὸς, ἵνα ἐλεῶμεν, οὐχ ἵνα κολάζωμεν τοὺς ὁμοδούλους. Ὁ δὲ τὰ ἑτέρων λαμβάνων, καὶ ἑτέρῳ διδοὺς, οὐκ ἠλέησεν, ἀλλ' ἐτιμωρήσατο, καὶ ἠδίκησεν ἀδικίαν τὴν ἐσχάτην. Ὥσπερ οὖν ἔλαιον οὐκ ἂν τέκοι λίθος, οὕτως οὐδὲ ἀπήνεια φιλανθρωπίαν. Ὅταν γὰρ τοιαύτην ἔχῃ ῥί 59.92 ζαν, οὐκ ἔτι ἐλεημοσύνη τὸ τοιοῦτόν ἐστι. Διὸ παρακαλῶ μὴ πρὸς τοῦτο ὁρᾷν μόνον, ὅπως παρέχωμεν τοῖς δεομένοις, ἀλλὰ καὶ ὅπως μὴ ἐκ τῆς τῶν ἑτέρων ἁρπαγῆς. Εἷς γὰρ εὐχόμενος, καὶ εἷς καταρώμενος, τίνος φωνῆς ἀκούσεται ὁ Δεσπότης; Ἂν οὕτως ἑαυτοὺς μετὰ ἀκριβείας ἄγωμεν, δυνησόμεθα τῇ τοῦ Θεοῦ χάριτι πολλῆς φιλανθρωπίας καὶ ἐλέους καὶ συγγνώμης τυχεῖν ἐφ' οἷς ἡμάρτομεν πάντα τὸν μακρὸν τοῦτον χρόνον, καὶ τὸν τοῦ πυρὸς ποταμὸν ἐκφυγεῖν· οὗ γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας, εἰς τὴν τῶν οὐρανῶν ἀνελθεῖν βασιλείαν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.91 ΟΜΙΛΙΑ ΙΔʹ. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλά βομεν, καὶ χάριν ἀντὶ χάριτος. αʹ. Πρώην ἐλέγομεν ὅτι Ἰωάννης τὴν ἀπορίαν λύων τῶν μελλόντων πρὸς ἑαυτοὺς ζητεῖν, πόθεν ὁ Χριστὸς ὕστερον ἐπὶ τὸ κήρυγμα ἐλθὼν, πρῶτος αὐτοῦ γέγονε καὶ λαμπρότερος, ἐπήγαγε τὸ, Ὅτι πρῶτός μου ἦν. Καὶ μία μὲν αὕτη αἰτία· τίθησι δὲ καὶ δευτέραν πάλιν ἣν νῦν φησι. Τίς δέ ἐστιν αὕτη; Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς, φησὶ, πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. Καὶ μετὰ τούτων λέγει πάλιν καὶ ἄλλην. Ποίαν δὲ ταύτην; Ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Καὶ τί ποτέ ἐστι, φησὶ, τὸ, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν; Ἐπὶ γὰρ τοῦτο τέως ἀκτέον τὸν λόγον. Οὐ μεθεκτὴν, φησὶν, ἔχει τὴν δωρεὰν, ἀλλ' αὐτοπηγὴ καὶ αὐτόριζα ἐστὶ πάντων τῶν καλῶν, αὐτοζωὴ, καὶ αὐτοφῶς, καὶ αὐτοαλήθεια· οὐκ ἐν ἑαυτῷ συνέχων τῶν ἀγαθῶν τὸν πλοῦτον, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας ὑπερβλύζων αὐτὸν, καὶ μετὰ τὸ ὑπερβλύσαι μένων πλήρης· ἐν οὐδενὶ γὰρ ἐλαττούμενος ἐκ τῆς εἰς ἑτέρους χορηγίας, ἀλλ' ἀεὶ πηγάζων καὶ πᾶσι τούτων μεταδιδοὺς τῶν καλῶν, ἐπὶ τῆς αὐτῆς μένει τελειότητος. Ὃ δὲ ἐγὼ φέρω, μεθεκτόν τέ ἐστι (παρ' ἑτέρου γὰρ ἔλαβον αὐτὸ), καὶ μικρόν τι τοῦ παντὸς, καὶ οἱονεὶ σταγὼν εὐτελὴς πρὸς ἄβυσσον ἄφατον καὶ πέλαγος ἄπειρον· μᾶλλον δὲ οὐδὲ τοῦτο τὸ παράδειγμα παραστῆσαι δύναται ὅπερ ἐπιχειροῦμεν εἰπεῖν. Σταγόνα μὲν γὰρ ἀπὸ πελάγους ἂν ἐξέλῃς, αὐτῷ τούτῳ τὸ πέλαγος ἠλάττωσας, εἰ καὶ ἀφανὴς ἡ ἐλάττωσις. Ἐπὶ δὲ τῆς πηγῆς ἐκείνης οὐκ ἔστι τοῦτο εἰπεῖν· ἀλλ' ὅσον ἄν τις ἀρύσηται, μένει μηδὲν ἐλαττουμένη. Διὸ χρὴ μάλιστα ἐφ' ἕτερον ὑπόδειγμα ἐλθεῖν· ἀσθενὲς μὲν γὰρ αὐτὸ καὶ οὐ δυνάμενον ὅπερ ζητοῦμεν παραστῆσαι, μᾶλλον δὲ τοῦ προτέρου χειραγωγοῦν ἡμᾶς πρὸς τὴν ἔννοιαν τὴν προκειμένην ἡμῖν νῦν. Ὑποθώμεθα γὰρ εἶναι πυρὸς πηγὴν, εἶτα ἀπὸ τῆς πηγῆς ἐκείνης μυρίους ἀνάπτεσθαι λύχνους, καὶ δὶς τοσούτους, καὶ τρὶς, καὶ πολλάκις· ἆρα οὐκ ἐπὶ τῆς αὐτῆς μένει πληρότητος τὸ πῦρ καὶ μετὰ τὸ μεταδοῦναι τοσούτοις τῆς
53
ἐνεργείας τῆς αὑτοῦ; Παντί που δῆλόν ἐστιν. 59.92 Εἰ δὲ ἐπὶ τῶν σωμάτων, τῶν μεριστῶν, τῶν ἐλαττουμένων ὑπὸ τῆς ἀφαιρέσεως, εὑρέθη τι τοιοῦτον ὃ καὶ μετὰ τὸ παρασχεῖν ἑτέροις τὰ παρ' ἑαυτοῦ οὐδὲν παραβλάπτεται, πολλῷ μᾶλλον ἐπὶ τῆς ἀσωμάτου καὶ ἀκηράτου δυνάμεως ἐκείνης τοῦτο συμβήσεται. Εἰ γὰρ ἔνθα οὐσία ἐστὶ τὸ μεταλαμβανόμενον καὶ σῶμα, καὶ μερίζεται, καὶ οὐ μερίζεται, πολλῷ μᾶλλον ὅταν περὶ ἐνεργείας ὁ λόγος ᾖ, καὶ ἐνεργείας τῆς ἐξ ἀσωμάτου οὐσίας, οὐδὲν εἰκὸς τοιοῦτον παθεῖν. Διὰ τοῦτο καὶ Ἰωάννης ἔλεγεν, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν· καὶ συνείρει τὴν αὑτοῦ μαρτυρίαν τῇ τοῦ Βαπτιστοῦ. Τὸ γὰρ, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, οὐ τοῦ προδρόμου ἐστὶ ῥῆμα, ἀλλὰ τοῦ μαθητοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μὴ νομίσητε, φησὶν, ὅτι ἡμεῖς οἱ συγγενόμενοι πολὺν αὐτῷ χρόνον, καὶ ἁλῶν, καὶ τραπέζης κοινωνήσαντες, χάριτι μαρτυροῦμεν. Καὶ γὰρ καὶ Ἰωάννης, ὁ μηδὲ εἰδὼς αὐτὸν πρὸ τούτου, ὁ μηδὲ συγγενόμενος, ἀλλὰ τοσοῦτον μόνον ὅτε ἐβάπτιζε, μετὰ τῶν ἄλλων αὐτὸν θεασάμενος, ἐβόα· Πρῶτός μου ἦν· ἐκεῖθεν πάντα λαβών· καὶ ἡμεῖς δὲ πάντες οἱ δώδεκα, οἱ τριακόσιοι, οἱ πεντακόσιοι, οἱ τρισχίλιοι, οἱ πεντακισχίλιοι, αἱ πολλαὶ τῶν Ἰουδαίων μυριάδες, ἅπαν τὸ πλήρωμα τῶν πιστῶν, καὶ τῶν τότε, καὶ τῶν νῦν, καὶ τῶν αὖθις ἐσομένων, ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν. Τί δὲ ἐλάβομεν; Χάριν ἀντὶ χάριτος, φησίν. Ἀντὶ ποίας ποίαν; Ἀντὶ τῆς Παλαιᾶς τὴν Καινήν. Ὥσπερ γὰρ ἦν δικαιοσύνη, καὶ δικαιοσύνη· Κατὰ δικαιοσύνην γὰρ, φησὶ, τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος· καὶ πίστις, καὶ πίστις· Ἐκ πίστεως γὰρ εἰς πίστιν· καὶ υἱοθεσία, καὶ υἱοθεσία Ὧν ἡ υἱοθεσία, φησί· καὶ δόξα, καὶ δόξα· Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ· καὶ νόμος, καὶ νόμος· Ὁ νόμος, γὰρ, φησὶ, τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με· καὶ λατρεία, καὶ λατρεία· Ὧν ἡ λατρεία, φησί· καὶ πάλιν, Πνεύματι Θεῷ λατρεύοντες· καὶ διαθήκη, καὶ διαθήκη· Διαθήσομαι γὰρ ὑμῖν διαθήκη· καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν· καὶ ἁγιασμὸς, καὶ ἁγιασμός· καὶ βάπτισμα, καὶ βάπτισμα· καὶ θυσία, καὶ θυσία· καὶ 59.93 ναὸς, καὶ ναός· καὶ περιτομὴ, καὶ περιτομή· οὕτω καὶ χάρις, καὶ χάρις. Ἀλλ' ἐκεῖνα μὲν ὡς τύποι, ταῦτα δὲ ὡς ἀλήθεια, ὁμωνυμίαν τινὰ, ἀλλ' οὐχὶ συνωνυμίαν φυλάττοντα· ἐπεὶ καὶ ἐν τοῖς τύποις καὶ ἐν ταῖς εἰκόσι, καὶ ὁ ἐπὶ τῶν χρωμάτων τῶν λευκῶν διὰ τοῦ μέλανος χρώματος ἐγχαραττόμενος, ἄνθρωπος λέγεται, καὶ ὁ δεξάμενος τὴν τῶν χρωμάτων ἀλήθειαν· καὶ ἐπὶ τῶν ἀνδριάντων, ὅ τε χρυσοῦς, ὅ τε πήλινος, ἀνδριὰς προσηγόρευται· ἀλλὰ τὸ μὲν ὡς τύπος, τὸ δὲ ὡς ἀλήθεια. βʹ. Μὴ τοίνυν ὡς ἀπὸ τῆς τῶν ὀνομάτων κοινωνίας, ταὐτότητα πραγμάτων νομίσῃς, ἀλλὰ μηδὲ ἀλλοτρίωσιν. Εἰ μὲν γὰρ τύπος ἦν, οὐκ ἦν ἀλλότρια τῆς ἀληθείας· εἰ δὲ σκιὰν ἐφύλαττεν, ἐλάττω τῆς ἀληθείας ἦν. Τί οὖν τὸ μέσον τούτων ἁπάντων; Βούλεσθε ἐπεξέλθωμεν, ἓν ἢ δύο τῶν εἰρημένων προχειρισάμενοι; Οὕτω γὰρ καὶ τὰ ἄλλα ἔσται ὑμῖν δῆλα· καὶ ὀψόμεθα πάντες ὡς ἐκεῖνα μὲν παίδων ἦν διδάγματα, ταῦτα δὲ γενναίων καὶ μεγάλων ἀνδρῶν· καὶ τὰ μὲν ὡς ἀνθρώποις, τὰ δὲ ὡς ἀγγέλοις νενομοθέτητο. Πόθεν οὖν ποιησόμεθα τὴν ἀρχήν; Βούλεσθε ἀπὸ τῆς υἱοθεσίας αὐτῆς; Τί δὴ οὖν τὸ μέσον ταύτης κἀκείνης; Ἐκείνη, ῥήματος ἦν τιμή· ἐνταῦθα δὲ καὶ τὸ πρᾶγμα ἕπεται. Καὶ περὶ μὲν ἐκείνης φησίν· Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· περὶ δὲ ταύτης, ὅτι Ἐκ Θεοῦ ἐγεννήθησαν. Πῶς καὶ τίνι τρόπῳ; Διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου. Κἀκεῖνοι μὲν μετὰ τὴν τῶν υἱῶν προσηγορίαν, ἔτι πνεῦμα δουλείας εἶχον· δοῦλοι γὰρ μένοντες, οὕτως ἐτιμῶντο τῇ κλήσει ταύτῃ· ἡμεῖς δὲ ἐλεύθεροι γενόμενοι, τότε οὐκ ὀνόματι, ἀλλὰ πράγματι τὴν τιμὴν ἐδεξάμεθα. Καὶ τοῦτο Παῦλος δηλῶν ἔλεγεν· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατήρ. Γεννηθέντες γὰρ ἄνωθεν, καὶ ὡς ἂν εἴποι τις ἀναστοιχειωθέντες, οὕτως ἐκλήθημεν υἱοί. Καὶ τῆς ἁγιωσύνης τὸν τρόπον εἴ τις καταμάθοι, τίς μὲν
54
οὗτος, τίς δὲ ἐκεῖνος, πολλὴν ὄψεται πάλιν κἀνταῦθα τὴν διαφοράν. Ἐκεῖνοι μὲν γὰρ ἡνίκα μὴ εἰδωλολάτρουν, μηδὲ ἐπόρνευον, μηδὲ ἐμοίχευον, τοῦτο ἐκαλοῦντο τὸ ὄνομα· ἡμεῖς δὲ, οὐκ ἐν τῇ τούτων ἀποχῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ τῶν μειζόνων κτήσει γινόμεθα ἅγιοι. Καὶ πρῶτον μὲν ἀπ' αὐτῆς τοῦ Πνεύματος τῆς ἐπιφοιτήσεως, ταύτης τυγχάνομεν τῆς δωρεᾶς· ἔπειτα δὲ καὶ ἐκ πολιτείας, πολλῷ μείζονος τῆς Ἰουδαϊκῆς. Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, ἄκουσον ἐκείνοις μὲν τί φησιν· Οὐ φοιβάσεσθε, οὐ περικαθαριεῖτε τὰ τέκνα ὑμῶν, ὅτι λαὸς ἅγιός ἐστε. Ὥστε παρ' ἐκείνοις τοῦτο ἡ ἁγιωσύνη, τὸ τῶν εἰδωλικῶν ἀπηλλάχθαι νόμων· παρὰ δὲ ἡμῖν οὐχ οὕτως, ἀλλ', Ἵνα ᾖ ἁγία, φησὶ, καὶ σώματι καὶ πνεύματι. Εἰρήνην διώκετε καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· καὶ, Ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Οὐ γὰρ ἀρκεῖ τὸ, ἅγιος, ὄνομα, ἐπὶ πάντων ὧν ἂν λέγηται τὴν αὐτὴν ἔννοιαν παραστῆσαι· ἐπεὶ καὶ ὁ Θεὸς ἅγιος λέγεται, ἀλλ' οὐχ ὡς ἡμεῖς. Ὅτε γοῦν ἤκουσε τὴν φωνὴν ταύτην παρὰ τῶν Σεραφὶμ φερομένην ὁ Προφήτης, ὅρα τί φησιν· 59.94 Οἴμοι τάλας ἐγὼ, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ. Καίτοι καὶ ἅγιος καὶ καθαρὸς ἦν· ἀλλὰ πρὸς τὴν ἁγιωσύνην ἡμεῖς τὴν ἄνω κρινόμενοι, ἀκάθαρτοί ἐσμεν. Ἅγιοι καὶ οἱ ἄγγελοι, ἅγιοι οἱ ἀρχάγγελοι, καὶ αὐτὰ τὰ Σεραφὶμ καὶ Χερουβίμ· ἀλλὰ καὶ ταύτης τῆς ἁγιωσύνης ἑτέρα πάλιν διαφορὰ καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὰς ὑπερεχούσας δυνάμεις· Ἐνῆν καὶ τοῖς ἄλλοις ἅπασιν ἐπεξελθεῖν, ἀλλ' ὁρῶ τὸν λόγον εἰς μῆκος πολὺ ἐκτεινόμενον· διὸ περαιτέρω παυσάμενοι προελθεῖν, ὑμῖν ἀφήσομεν τὰ λειπόμενα μεταχειρίσαι. Ἔξεστι γὰρ καὶ ὑμῖν κατ' οἶκον ταῦτα συλλέγουσι συνιδεῖν τὴν διαφορὰν, καὶ τοῖς λοιποῖς ὁμοίως ἐπεξιέναι. Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Ἡ μὲν γὰρ ἀρχὴ παρ' ἡμῶν, τὸ δὲ τέλος ἔσται παρ' ὑμῶν. Ἡμῖν δὲ ἀναγκαῖον πάλιν ἅψασθαι τῆς ἀκολουθίας. Εἰπὼν, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, ἐπήγαγε, Καὶ χάριν ἀντὶ χάριτος· δεικνὺς ὅτι χάριτι καὶ Ἰουδαῖοι ἐσώζοντο. Οὐ γὰρ διὰ τὸ πολυπληθεῖν ὑμᾶς, φησὶν, ἀλλὰ διὰ τοὺς πατέρας ὑμᾶς ἐξελεξάμην. Εἰ τοίνυν οὐκ ἐξ οἰκείων κατορθωμάτων ἐξελέγησαν παρὰ Θεοῦ, δῆλον ὅτι χάριτι ταύτης ἔτυχον τῆς τιμῆς. Καὶ ἡμεῖς δὲ χάριτι πάντες ἐσώθημεν, ἀλλ' οὐχ ὁμοίως. Οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς, ἀλλ' ἐπὶ πολλῷ μείζοσι καὶ ὑψηλοτέροις. Οὐ τοίνυν τοιαύτη παρ' ἡμῖν χάρις. Οὐδὲ γὰρ δὴ μόνον ἁμαρτημάτων συγχώρησις ἡμῖν ἐδόθη (ἐπεὶ κατὰ τοῦτο κοινωνοῦμεν ἐκείνοις· πάντες γὰρ ἥμαρτον), ἀλλὰ καὶ δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ υἱοθεσία, καὶ Πνεύματος χάρις φαιδροτέρα πολλῷ καὶ δαψιλεστέρα. Διὰ ταύτης τῆς χάριτος ἐγενόμεθα τῷ Θεῷ ποθεινοὶ, οὐκ ἔτι μόνον ὡς δοῦλοι, ἀλλὰ καὶ ὡς υἱοὶ καὶ ὡς φίλοι. Διὰ τοῦτό φησι, Χάριν ἀντὶ χάριτος. Καὶ γὰρ τὰ τοῦ νόμου καὶ αὐτὰ χάριτος ἦν, καὶ αὐτὸ τὸ γενέσθαι ἡμᾶς ἐξ οὐκ ὄντων. Οὐ γὰρ κατορθωμάτων προϋπηργμένων ταύτην ἐλάβομεν τὴν ἀμοιβήν, (πῶς γὰρ οἱ μηδὲ ὄντες;) ἀλλὰ Θεοῦ πανταχόθεν τῆς εὐεργεσίας κατάρχοντος. Οὐ τὸ γενέσθαι δὲ μόνον ἐξ οὐκ ὄντων, ἀλλὰ καὶ τὸ γενομένους εὐθέως μαθεῖν τά τε πρακτέα. καὶ τὰ μὴ πρακτέα, καὶ τοῦτον ἐν τῇ φύσει λαβεῖν τὸν νόμον, καὶ τὸ τοῦ συνειδότος κριτήριον ἀδέκαστον ἡμῖν παρακαταθέσθαι τὸν ποιήσαντα, χάριτος ἦν μεγίστης καὶ φιλανθρωπίας ἀφάτου. Καὶ τὸ τὸν νόμον δὲ τοῦτον διαφθαρέντα ἀνακτήσασθαι διὰ τοῦ γραπτοῦ, χάριτος ἦν. Τὸ μὲν γὰρ ἑπόμενον ἦν, τοὺς τὴν ἅπαξ δοθεῖσαν ἐντολὴν παραχαράττοντας, κολάζεσθαι καὶ τιμωρεῖσθαι· τὸ δὲ γενόμενον οὐ τοῦτο ἦν, ἀλλὰ πάλιν διόρθωσις, καὶ συγγνώμη οὐκ ὀφειλομένη. ἀλλ' ἀπὸ ἐλέου καὶ χάριτος διδομένη. Ὅτι γὰρ χάριτος ἦν καὶ ἐλέου, ἄκουσον τί φησιν ὁ Δαυΐδ· Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσεῖ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Καὶ πάλιν· Χρηστὸς καὶ εὐθὴς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἐν ὁδῷ ἁμαρτάνοντας. 59.95 γʹ. Ἐλεημοσύνης οὖν ἄρα καὶ οἰκτιρμῶν καὶ χάριτος τὸ τὸν νόμον λαβεῖν. Διὰ τοῦτο εἰπὼν, Χάριν ἀντὶ
55
χάριτος, ἔτι θερμότερον ἐπαγωνιζόμενος τῷ μεγέθει τῶν δεδομένων, ἐπάγει λέγων· Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Εἴδετε πῶς ἠρέμα καὶ κατὰ μικρὸν ἑνὶ ῥήματι, ὅ τε Βαπτιστὴς Ἰωάννης, ὅ τε μαθητὴς πρὸς τὴν ὑψηλοτάτην τοὺς ἀκροατὰς ἐνάγουσι γνῶσιν, πρότερον τοῖς ταπεινοτέροις ἐγγυμνάσαντες; Ἐκεῖνος μὲν γὰρ πρὸς ἑαυτὸν συγκρίνας τὸν ἀσυγκρίτως ἁπάντων ὑπερέχοντα, οὕτως αὐτοῦ μετὰ ταῦτα δείκνυσι τὴν ὑπεροχὴν λέγων, Ὃς ἔμπροσθέν μου γέγονεν· εἶτα ἐπάγων τὸ, Πρῶτός μου ἦν· οὗτος δὲ ἐκείνου μὲν πολλῷ μεῖζον ἐποίησε, τῆς δὲ ἀξίας τῆς τοῦ Μονογενοῦς ἔλαττον. Οὐ γὰρ πρὸς Ἰωάννην, ἀλλὰ πρὸς τὸν ἐκείνου μᾶλλον θαυμαζόμενον παρὰ Ἰουδαίοις ποιεῖται τὴν σύγκρισιν, τὸν Μωϋσέα λέγω· Ὁ νόμος γὰρ, φησὶ, διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Καὶ θέα τὴν σύνεσιν· Οὐ τοῦ προσώπου ποιεῖται τὴν ἐξέτασιν, ἀλλὰ τῶν πραγμάτων. Τούτων γὰρ ἀποδειχθέντων πολλῷ μειζόνων, ἐξ ἀνάγκης καὶ τοὺς ἀγνώμονας εἰκὸς ἦν παραδέξασθαι τὴν ψῆφον καὶ τὴν ὑπόνοιαν περὶ τοῦ Χριστοῦ. Ὅταν γὰρ τὰ πράγματα μαρτυρῇ, τὰ μηδεμίαν ἔχοντα ὑποψίαν ὡς πρὸς χάριν τινὸς, ἢ καὶ πρὸς ἀπέχθειαν τοῦτο ποιοῦντα, ἀναμφισβήτητον καὶ τοῖς ἀγνώμοσι τὴν ψῆφον παρίστησιν. Οἷα γὰρ ἂν αὐτὰ διαθῶσιν οἱ ποιήσαντες, τοιαῦτα μένει φαινόμενα· διὸ μάλιστα πάντων ἀνύποπτος ἡ παρὰ τούτων ἐστὶ μαρτυρία. Ὅρα δὲ καὶ πῶς ἀνεπαχθῆ ποιεῖται τὴν παράθεσιν καὶ παρὰ τοῖς ἀσθενεστέροις. Οὐ γὰρ κατασκευάζει τῷ λόγῳ τὴν ὑπεροχὴν, ἀλλ' ἀπὸ τῶν ὀνομάτων γυμνῶν τὴν διαφορὰν παραδείκνυσι, χάριν καὶ ἀλήθειαν ἀντιθεὶς νόμῳ, καὶ τὸ, Ἐγένετο, τῷ, Ἐδόθη. Πολὺ δὲ τὸ μέσον ἑκατέρων. Τὸ μὲν γὰρ διακονουμένου ἦν τὸ, Ἐδόθη, λαβόντος παρ' ἑτέρου καὶ δόντος οἷς προσετάγη δοῦναι· τὸ δὲ, Ἐγένετο, ἡ χάρις καὶ ἡ ἀλήθεια, βασιλέως μετὰ ἐξουσίας πάντα ἀφιέντος τὰ ἁμαρτήματα, καὶ αὐτοῦ κατασκευάζοντος τὴν δωρεάν. Διὸ ἔλεγεν· Ἀφέωνταί σου αἱ ἁμαρτίαι· καὶ πάλιν· Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας, λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς ἆρον τὴν κλίνην σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Ὁρᾷς πῶς ἡ χάρις γίνεται δι' αὐτοῦ; Σκόπει δὲ καὶ τὴν ἀλήθειαν. Τὴν μὲν οὖν χάριν, καὶ ταῦτα καὶ τὰ κατὰ τὸν λῃστὴν, καὶ ἡ τοῦ βαπτίσματος δωρεὰ, καὶ ἡ τοῦ Πνεύματος χάρις ἡ δι' αὐτοῦ διδομένη δείκνυσι, καὶ ἕτερα πολλά· τὴν δὲ ἀλήθειαν σαφεστέραν εἰσόμεθα, ἂν τοὺς τύπους καταμάθωμεν. Τὰς γὰρ μελλούσας ἐπιτελεῖσθαι ἐν τῇ Καινῇ οἰκονομίας προλαβόντες προδιέγραψαν οἱ τύποι ὡς τύποι· ἐλθὼν δὲ ἐπετέλεσεν αὐτὴν ὁ Χριστός. Ἴδωμεν τοίνυν καὶ τοὺς τύπους ἐν ὀλίγοις· οὐδὲ γὰρ ἅπαντα διελθεῖν τὰ τῶν τύπων τοῦ νῦν καιροῦ· ἀφ' ὧν δὲ παραθήσομαί τινα μαθόντες, καὶ τὰ λοιπὰ εἴσεσθε. Βούλεσθε οὖν ἀπ' αὐτοῦ τοῦ πάθους ἀρξώμεθα; Τί οὖν φησιν ὁ τύπος; Λάβετε ἀρνίον κατ' οἰκίαν, καὶ θύσατε, καὶ ποιήσατε ὡς προσέταξε καὶ ἐνομοθέτησεν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως· οὐ γὰρ προστάττει τοῦτο γενέσθαι· ἀλλ' αὐτὸς αὐτὸ γίνε 59.96 ται, θυσίαν ἑαυτὸν καὶ προσφορὰν τῷ Πατρὶ προσενεγκών. δʹ. Ὅρα πῶς ὁ μὲν τύπος ἐδόθη διὰ Μωϋσέως, ἡ δὲ ἀλήθεια ἐγένετο διὰ Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν ἐν τῷ ὄρει Σινᾷ τῶν Ἀμαληκιτῶν πολεμούντων Ἑβραίοις, αἱ χεῖρες μὲν ἐστηρίζοντο τοῦ Μωϋσέως, αἰρόμεναι ὑπὸ Ἀαρὼν καὶ Ὢρ ἑκατέρωθεν ἑστώτων· ὁ δὲ Χριστὸς παραγενόμενος, αὐτὸς δι' ἑαυτοῦ τὰς χεῖρας τείνας εἶχεν ἐν τῷ σταυρῷ. Εἶδες πῶς ὁ μὲν τύπος ἐδίδοτο, ἡ δὲ ἀλήθεια ἐγίνετο; Πάλιν ὁ νόμος ἔλεγεν· Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ· ἡ δὲ χάρις τί φησι; Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ ὁ Παῦλος, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Ἐπεὶ οὖν τοσαύτης ἀπολελαύκαμεν χάριτος καὶ ἀληθείας, παρακαλῶ, μὴ διὰ τὸ μέγεθος τῆς δωρεᾶς γενώμεθα ῥᾳθυμότεροι. Ὅσῳ γὰρ μείζονος ἠξιώθημεν τιμῆς, τοσούτῳ καὶ πλείονός ἐσμεν ἀρετῆς ὀφειλέται. Ὁ μὲν γὰρ μικρὰ εὐεργετηθεὶς, κἂν μικρὰ ἐπιδείξηται, οὐ
56
τοσαύτης καταγνώσεως ἄξιός ἐστιν· ὁ δὲ πρὸς τὴν ἀνωτάτω κορυφὴν τῆς τιμῆς ἀναβὰς, εἶτα χαμαίζηλα καὶ ταπεινὰ ἐπιδεικνύμενος, πολλῷ μείζονος ἔσται κολάσεως ἄξιος. Ἀλλὰ μὴ γένοιτο περὶ ὑμῶν τοιαῦτα ὑποπτεῦσαί ποτε. Πεποίθαμεν γὰρ ἐν Κυρίῳ, ὅτι πρὸς τὸν οὐρανὸν τὰς ψυχὰς ὑμῶν ἐπτερώσατε, καὶ τῆς γῆς ἀπανέστητε, καὶ ἐν τῷ κόσμῳ ὄντες, οὐ τὰ τοῦ κόσμου μεταχειρίζεσθε. Ἀλλ' ὅμως καὶ πεπεισμένοι, οὐ παυόμεθα συνεχῶς τὰ αὐτὰ παρακαλοῦντες. Ἐπεὶ καὶ ἐν τοῖς ἔξωθεν ἀγῶσιν, οὐ τοὺς ἀναπεπτωκότας, οὐδὲ τοὺς ὑπτίους κειμένους, ἀλλὰ τοὺς ἐνεργοῦντας, τοὺς ἔτι τρέχοντας ἅπαντες προτρέπονται οἱ θεαταί. Ἐπ' ἐκείνων μὲν γὰρ ὡς ἀνόνητα πονοῦντες, καὶ οὐ δυνάμενοι διὰ τῶν παρακλήσεων αὐτοὺς ἀναστῆσαι, ἀποῤῥαγέντας καθάπαξ τῆς νίκης, οὕτω παύονται καταγινώσκοντες· ἐνταῦθα δὲ οὐκ ἐφ' ὑμῶν μόνον τῶν νηφόντων, ἀλλὰ καὶ ἐπὶ τῶν ἀναπεσόντων, εἰ βουληθεῖεν μεταβαλέσθαι, ἔστι τι προσδοκῆσαι χρηστόν. Διὸ καὶ πάντα πράττομεν, παρακαλοῦντες, ὀνειδίζοντες, προτρέποντες, ἐπαινοῦντες, ὥστε τὴν ὑμετέραν πραγματεύσασθαι σωτηρίαν. Μὴ τοίνυν τῇ συνεχεῖ τῇ περὶ τῆς πολιτείας δυσχεράνητε παραινέσει. Οὐ γὰρ ῥᾳθυμίαν κατεγνωκότων ἐστὶ τὰ λεγόμενα, ἀλλὰ χρηστὰς σφόδρα ἐλπίδας ἐχόντων περὶ ὑμῶν. Οὐ πρὸς ὑμᾶς δὲ μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς τοὺς λέγοντας ταῦτα εἴρηται καὶ εἰρήσεται· καὶ γὰρ καὶ αὐτοὶ τῆς αὐτῆς δεόμεθα διδασκαλίας. Εἰ γὰρ καὶ παρ' ἡμῶν λέγεται, ἀλλὰ καὶ πρὸς ἡμᾶς οὐδὲν κωλύει ταῦτα λέγεσθαι. Τὸν μὲν γὰρ εὑρὼν ὑπεύθυνον ὄντα, ὁ λόγος διωρθώσατο, τὸν δὲ ἐκτὸς καὶ ἀπηλλαγμένον, ὡς ποῤῥωτάτω, πάλιν ἀπήγαγεν. Οὐδὲ γὰρ αὐτοὶ τῶν ἁμαρτημάτων ἐσμὲν καθαροί. Ἥ τε οὖν ἰατρεία κοινὴ, τά τε φάρμακα ἅπασι πρόκειται· ἡ δὲ θεραπεία λοιπὸν οὐ κοινὴ, ἀλλὰ παρὰ τὴν τῶν χρωμένων προαίρεσιν γίνεται. Διὸ καὶ ὁ μὲν δεόντως μεταχειρίσας τὸ φάρμακον, ἀπώνατό τι τῆς θεραπείας· ὁ δὲ μὴ ἐπιθεὶς τῷ τραύματι, μεῖζον εἰργάσατο τὸ κακὸν, καὶ εἰς τὴν χαλεπωτάτην κατέστρεψε τελευτήν. Μὴ τοίνυν ἀλγῶμεν ἰατρευόμενοι, ἀλλὰ πολλῷ μᾶλλον χαίρωμεν, κἂν πικρὰς φέρῃ τὰς ὀδύνας τῆς διδασκαλίας ἡ μεθοδεία· πολὺ γὰρ ἥδιστον ἡμῖν ὕστερον ἐπιδείξεται τὸν καρπόν. Πάντα οὖν εἰς τοῦτο πράττωμεν, ὅπως καθαροὶ τραυμάτων καὶ πληγῶν, ἃς οἱ τῆς ἁμαρτίας ὀδόντες ἐντιθέασι τῇ ψυχῇ, εἰς τὸν αἰῶνα ἀπάρωμεν ἐκεῖνον, ἵνα ἄξιοι τῆς ὄψεως γενό 59.97 μενοι τοῦ Χριστοῦ, μὴ ταῖς τιμωρητικαῖς καὶ ἀποτόμοις δυνάμεσι κατὰ τὴν ἡμέραν παραδοθῶμεν ἐκείνην, ἀλλὰ ταῖς δυναμέναις πρὸς τὴν κληρονομίαν εἰσαγαγεῖν ἡμᾶς τῶν οὐρανῶν, τὴν ἡτοιμασμένην τοῖς 59.98 ἀγαπῶσιν αὐτόν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.97 ΟΜΙΛΙΑ ΙΕʹ. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγή σατο. αʹ. Τῶν ὀνομάτων καὶ τῶν ῥημάτων τῶν ἐν ταῖς Γραφαῖς κειμένων, οὐχ ἁπλῶς ἡμᾶς ὁ Θεὸς ἐπακούειν βούλεται, ἀλλὰ μετὰ πολλῆς τῆς συνέσεως. Διὰ τοῦτο ὁ μὲν μακάριος Δαυῒδ πολλαχοῦ τῶν Ψαλμῶν προέγραφε τῶν ἑαυτοῦ τὸ, Εἰς σύνεσιν, καὶ ἔλεγεν· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Μετὰ δὲ τοῦτον καὶ ὁ τούτου παῖς ὑποτιθεὶς δείκνυσιν, ὅτι δεῖ καθάπερ ἀργύριον ἐκζητεῖν τὴν σοφίαν· μᾶλλον δὲ ὑπὲρ χρυσίον αὐτὴν ἐμπορεύεσθαι. Καὶ ὁ Κύριος δὲ τοῖς Ἰουδαίοις παραινῶν τὰς Γραφὰς ἐρευνᾷν, ἐπὶ πλέον ἡμᾶς εἰς ζήτησιν ἐνάγει. Οὐκ ἂν γὰρ οὕτως εἶπεν, εἴ γε αὐτόθεν καὶ ἐκ πρώτης αὐτὰς καταλαβεῖν δυνατὸν ἦν τῆς ἀναγνώσεως. Τὸ γὰρ ἐν μέσῳ κείμενον, καὶ πρόχειρον, οὐδείς ποτ' ἂν ἐρευνήσαιτο, ἀλλὰ τὸ συνεσκιασμένον, καὶ μετὰ πολλῆς εὑρισκόμενον τῆς ζητήσεως. Διὰ τοῦτο καὶ θησαυρὸν κεκρυμμένον αὐτὰς εἶναί φησι, πρὸς τὴν ζήτησιν ἡμᾶς διεγείρων. Ταῦτα δὲ ἡμῖν εἴρηται, ἵνα μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχε προσβάλλωμεν τοῖς τῶν Γραφῶν ῥήμασιν, ἀλλὰ μετὰ ἀκριβείας πολλῆς. Εἰ μὲν γὰρ ἀνεξετάστως τις ἐπακούσειε τῶν λεγομένων ἐν αὐταῖς, καὶ δέξαιτο πάντα οὕτως
57
ὡς εἴρηται κατὰ τὸ γράμμα, πολλὰ τὰ ἄτοπα ὑποπτεύσει περὶ τοῦ Θεοῦ. Καὶ γὰρ καὶ ἄνθρωπον αὐτὸν εἶναι, καὶ ἀπὸ χαλκοῦ συνεστάναι, καὶ ὀργίλον, καὶ θυμώδη, καὶ πολλὰ ἔτι τούτων χείρονα περὶ αὐτοῦ δέξεται δόγματα. Εἰ δὲ τὸν νοῦν τὸν ἐν τῷ βάθει κείμενον καταμάθοι, πάσης ταύτης ἀπαλλαγήσεται τῆς ἀτοπίας. Ἐπεὶ καὶ τὸ νῦν προκείμενον ἡμῖν ἀνάγνωσμα κόλπον φησὶ τὸν Θεὸν ἔχειν, ὅπερ σωμάτων ἐστιν ἴδιον. Ἀλλ' οὐδεὶς οὕτω μέμηνεν, ὥστε σῶμα ὑποπτεῦσαι τὸν ἀσώματον εἶναι. Ἵν' οὖν ἀξίως τῆς πνευματικῆς ἐννοίας τὸ πᾶν ἐκλάβωμεν, φέρε ἄνωθεν τὸ χωρίον διερευνησώμεθα. Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ἐκ ποίας ἐπὶ τοῦτο ἦλθεν ἀκολουθίας ὁ Εὐαγγελιστής; Δείξας πολλὴν τῶν τοῦ Χριστοῦ δωρεῶν τὴν ὑπερβολήν, ὡς εἶναι τὸ μέσον ἄπειρον τούτων τε καὶ τῶν διὰ Μωϋσέως οἰκονομηθέντων, θέλει λοιπὸν καὶ αἰτίαν εὔλογον τῆς διαφορᾶς εἰπεῖν. Ἐκεῖνος μὲν γὰρ ὑπηρέτης ὢν, ταπεινοτέρων γέγονε πραγμάτων διάκονος· οὗτος δὲ Δεσπότης, καὶ βασιλεὺς, καὶ βασιλέως Υἱὸς ὢν, τὰ πολλῷ μείζονα ἡμῖν ἐκόμισε, συνὼν ἀεὶ τῷ Πατρὶ, καὶ ὁρῶν αὐτὸν διηνεκῶς. Διὸ καὶ οὕτως ἐπήγαγε λέγων· Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Τί οὖν ἐροῦμεν τῷ μεγαλοφωνοτάτῳ Ἡσαΐᾳ λέγοντι· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου; τί δὲ τῷ Ἰωάννῃ προσμαρτυροῦντι αὐτῷ ὅτι ταῦτα εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ; τί δὲ τῷ Ἰεζεκιήλ; καὶ γὰρ καὶ αὐτὸς ἐπὶ τῶν Χερουβὶμ καθήμενον αὐτὸν ὁρᾷ· τί δὲ καὶ τῷ Δανιήλ; καὶ γὰρ καὶ οὗτός φησιν· Ὁ Παλαιὸς τῶν ἡμερῶν ἐκάθητο· τί δὲ καὶ αὐτῷ τῷ Μωϋσεῖ λέγοντι· Δεῖξόν μοι τὴν δόξαν σου ὅπως γνωστῶς ἴδω σε; Ὁ δὲ Ἰακὼβ καὶ ἀπὸ τούτου τὴν 59.98 προσηγορίαν ἔλαβεν, Ἰσραὴλ ἐπικληθείς· Ἰσραὴλ γὰρ ὁ τὸν Θεὸν ὁρῶν ἐστι. Καὶ ἕτεροι δὲ αὐτὸν ἑωράκασι. Πῶς οὖν ὁ Ἰωάννης εἶπε, Θεὸν οὐδεὶς ἑώρακε πώποτε; Δηλῶν ὅτι πάντα ἐκεῖνα συγκαταβάσεως ἦν, οὐκ αὐτῆς τῆς οὐσίας γυμνῆς ὄψις. Εἰ γὰρ αὐτὴν ἑώρων τὴν φύσιν, οὐκ ἂν διαφόρως αὐτὴν ἐθεάσαντο. Ἁπλῆ γάρ τις καὶ ἀσχημάτιστος αὕτη, καὶ ἀσύνθετος, καὶ ἀπερίγραπτος, οὐ κάθηται, οὐδὲ ἕστηκεν, οὐδὲ περιπατεῖ. Ταῦτα γὰρ πάντα σωμάτων. Πῶς δέ ἐστιν, αὐτὸς οἶδε μόνος. Καὶ τοῦτο διὰ προφήτου τινὸς ὁ Θεὸς καὶ Πατὴρ ἐμφαίνων ἔλεγεν· Ἐγὼ ὁράσεις, φησὶν, ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην· τουτέστι, Συγκατέβην, οὐ τοῦτο ὅπερ ἤμην ἐφάνην. Ἐπειδὴ γὰρ ἔμελλεν αὐτοῦ ὁ Υἱὸς δι' ἀληθινῆς σαρκὸς φανήσεσθαι ἡμῖν, ἄνωθεν αὐτοὺς προεγύμναζεν ὁρᾷν τοῦ Θεοῦ τὴν οὐσίαν, ὡς αὐτοῖς δυνατὸν ἦν ἰδεῖν. Ἐπεὶ αὐτὸ ὅπερ ἐστὶν ὁ Θεὸς, οὐ μόνον προφῆται, ἀλλ' οὐδὲ ἄγγελοι εἶδον, οὔτε ἀρχάγγελοι· ἀλλ' ἐὰν ἐρωτήσῃς αὐτοὺς, ἀκούσῃ περὶ μὲν τῆς οὐσίας οὐδὲν ἀποκρινομένους, Δόξα δὲ ἐν ὑψίστοις, μόνον ᾄδοντας, τῷ Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Κἂν παρὰ τῶν Χερουβὶμ ἢ τῶν Σεραφὶμ ἐπιθυμήσῃς τι μαθεῖν, τὸ μυστικὸν τοῦ ἁγιασμοῦ μέλος ἀκούσῃ, καὶ ὅτι Πλήρης ὁ οὐρανὸς, καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἂν τὰς ἀνωτέρω δυνάμεις ἐξετάσῃς, οὐδὲν ἄλλο εὑρήσεις, ἢ ὅτι ἓν ἔργον αὐταῖς ἐστι, τὸ αἰνεῖν τὸν Θεόν· Αἰνεῖτε γὰρ αὐτὸν, φησὶ, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Μόνος οὖν αὐτὸν ὁρᾷ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἡ γὰρ κτιστὴ φύσις ἅπασα πῶς καὶ ἰδεῖν δυνήσεται τὸν ἄκτιστον; Εἰ γὰρ ἁπλῶς τῆς ὁποιασοῦν ἀσωμάτου δυνάμεως, καίτοι γε γενητῆς οὔσης, οὐ δυνάμεθα δέξασθαι θεωρίαν σαφῆ, καὶ τοῦτο πολλάκις ἐπὶ τῶν ἀγγέλων ἐδείχθη· πολλῷ μᾶλλον τῆς καὶ ἀσωμάτου καὶ ἀγενήτου οὐσίας. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν, Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται. Ἆρ' οὖν τῷ Πατρὶ μόνῳ τὸ ἐξαίρετον τοῦτο πρόσεστι, τῷ δὲ Υἱῷ οὐκέτι; Ἄπαγε· ἀλλὰ καὶ τῷ Υἱῷ. Ὅτι δὲ καὶ αὐτῷ, ἄκουε Παύλου τοῦτο δηλοῦντος, καὶ λέγοντος· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Ὁ δὲ τοῦ ἀοράτου εἰκὼν ὢν, καὶ αὐτὸς ἀόρατος· ἐπεὶ οὐκ ἂν εἴη εἰκών. Εἰ δὲ ἀλλαχοῦ φησι, Θεὸς ἐφανερώθη ἐν σαρκὶ, μὴ θαυμάσῃς· ὅτι ἡ φανέρωσις διὰ τῆς σαρκὸς, οὐ μὴν κατὰ τὴν οὐσίαν γέγονεν. Ἐπεὶ ὅτι καὶ αὐτὸς ἀόρατος οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ ταῖς ἄνω δυνάμεσι, δείκνυσιν ὁ Παῦλος. Εἰπὼν γὰρ, ὅτι Ἐφανερώθη ἐν σαρκὶ, ἐπήγαγεν, ὅτι
58
Ὤφθη ἀγγέλοις. βʹ. Ὥστε καὶ τοῖς ἀγγέλοις τότε ὤφθη, ὅτε σάρκα περιεβάλετο· πρὸ τούτου δὲ οὐχ ἑώρων αὐτὸν οὕτως, ἐπειδὴ καὶ αὐτοῖς ἀόρατος ἡ οὐσία ἦν. Καὶ πῶς, φησὶν, ὁ Χριστὸς εἶπε, Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς; Τί γάρ; καὶ πρόσωπον 59.99 ὁ Θεὸς ἔχει, καὶ ἐν οὐρανοῖς περιγέγραπται; Ἀλλ' οὐκ ἄν τις οὕτω μανείη, ὥστε ταῦτα εἰπεῖν. Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον; Ὥσπερ ὅταν λέγῃ· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· τὴν κατὰ διάνοιαν ὄψιν φησὶ, τὴν ἡμῖν δυνατὴν, καὶ τὴν ἔννοιαν τὴν περὶ Θεοῦ· οὕτω καὶ ἐπὶ τῶν ἀγγέλων εἰπεῖν ἐστιν, ὅτι διὰ τὴν καθαρὰν αὐτῶν καὶ ἄγρυπνον φύσιν οὐδὲν ἕτερον, ἀλλ' ἢ τὸν Θεὸν ἀεὶ φαντάζονται. Διὰ τοῦτο καὶ αὐτὸς πάλιν φησὶν, Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός. Τί οὖν; πάντες ἐν ἀγνοίᾳ ἐσμέν; Μὴ γένοιτο· ἀλλ' οὕτως οὐδεὶς οἶδεν ὡς ὁ Υἱός. Ὥσπερ οὖν εἶδον αὐτὸν οἱ πολλοὶ κατὰ τὴν ἐγχωροῦσαν αὐτοῖς ὄψιν, τὴν δὲ οὐσίαν οὐδεὶς ἐθεάσατο· οὕτω καὶ νῦν ἴσμεν πάντες μὲν τὸν Θεὸν, τὴν δὲ οὐσίαν οὐδεὶς οἶδεν ὅ τί ποτέ ἐστιν, εἰ μὴ μόνος ὁ γεννηθεὶς ἐξ αὐτοῦ. Γνῶσιν γὰρ ἐνταῦθα τὴν ἀκριβῆ λέγει θεωρίαν τε καὶ κατάληψιν, καὶ τοσαύτην ὅσην ὁ Πατὴρ ἔχει περὶ τοῦ Παιδός. Καθὼς γὰρ γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Διὸ καὶ ὁ Εὐαγγελιστὴς ὅρα μεθ' ὅσης φθέγγεται τῆς περιουσίας. Εἰπὼν γὰρ, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε, οὐκ εἶπεν, ὅτι ὁ Υἱὸς ἰδὼν ἐξηγήσατο, ἀλλ' ἕτερόν τι πλέον τοῦ ἰδεῖν ἔθηκεν, εἰπὼν, ὅτι Ὁ ὢν ἐν τῷ κόλπῳ τοῦ Πατρός. Τοῦ γὰρ ἰδεῖν τὸ καὶ ἐν τῷ κόλπῳ ἐνδιαιτᾶσθαι πολλῷ πλέον ἐστίν. Ὁ μὲν γὰρ ἁπλῶς ὁρῶν, οὐ πάντως ἀκριβῆ τοῦ φαινομένου τὴν γνῶσιν ἔχει· ὁ δὲ τοῖς κόλποις ἐνδιατρίβων, οὐδὲν ἀγνοήσειέ ποτε. Ἀκούων οὖν, ὅτι Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, ἵνα μὴ λέγῃς, ὅτι εἰ πλέον ἁπάντων οἶδε τὸν Πατέρα, ἀλλ' οὐχ ὅσος ἐστὶν οἶδε· διὰ τοῦτο ὅ τε Εὐαγγελιστὴς ἐν τῷ κόλπῳ αὐτὸν διαιτᾶσθαι τοῦ Πατρὸς λέγει, αὐτός τε ὁ Χριστὸς τοσοῦτον αὐτὸν εἰδέναι φησὶν, ὅσον ὁ Πατὴρ τὸν Υἱόν. Ἐρώτησον οὖν τὸν ἀντιλέγοντα· Ἆρά γε, εἰπὲ, γινώσκει τὸν Υἱὸν ὁ Πατήρ; Καὶ ἐρεῖ πάντως, ἂν μὴ μαίνηται, ὅτι Ναί. Μετὰ τοῦτο κἀκεῖνο ἐρώμεθα πάλιν αὐτόν· Τί δὲ, ἀκριβῆ τινα ὅρασιν καὶ γνῶσιν αὐτὸν ὁρᾷ καὶ γινώσκει, καὶ τοῦτο ὅπερ ἐστὶν οἶδε σαφῶς; Καὶ πάντως καὶ τοῦτο ἐρεῖ. Ἀπὸ γοῦν τούτου λοιπὸν συνάγαγε τὴν ἀκριβῆ τοῦ Υἱοῦ περὶ τοῦ Πατρὸς κατάληψιν. Αὐτὸς γὰρ εἶπεν, ὅτι Ὡς γινώσκει με ὁ Πατὴρ, οὕτω καὶ ἐγὼ αὐτὸν γινώσκω· καὶ ἀλλαχοῦ, Οὐχ ὅτι Θεόν τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ. Διὰ τοῦτο, ὅπερ ἔφην, καὶ ὁ Εὐαγγελιστὴς τοῦ κόλπου μέμνηται, πάντα διὰ τοῦ ἑνὸς ῥήματος τούτου ἡμῖν ἐμφαίνων, ὅτι πολλὴ τῆς οὐσίας ἡ συγγένεια καὶ ἡ ἑνότης, ὅτι ἀπαράλλακτος ἡ γνῶσις, ὅτι ἴση ἡ ἐξουσία. Οὐ γὰρ τὸν ἑτερούσιον ἐν τοῖς κόλποις ἂν ἔσχεν ὁ Πατήρ· ἀλλ' οὐδὲ ἂν αὐτὸς ἐτόλμησε, δοῦλος ὢν καὶ τῶν πολλῶν εἷς, ἐν τῷ κόλπῳ στρέφεσθαι τοῦ Δεσπότου· τοῦτο γὰρ υἱοῦ γνησίου μόνον καὶ πολλῇ τῇ παῤῥησίᾳ πρὸς τὸν γεγεννηκότα χρωμένου, καὶ οὐδὲν ἔλαττον ἔχοντος. Βούλει καὶ τὸ ἀΐδιον μαθεῖν; Ἄκουσον τί φησιν ὁ Μωϋσῆς περὶ τοῦ Πατρός. Ἐρωτήσας γὰρ, εἰ ἐρωτηθείη παρὰ τῶν Αἰγυπτίων, τίς ὁ ἀπεσταλκὼς αὐτὸν εἴη, τί ποτε δὴ καὶ ἀποκρίνηται πρὸς αὐτοὺς, κελεύεται 59.100 εἰπεῖν, ὅτι Ὁ ὢν ἀπέσταλκέ με. Τὸ δὲ, Ὁ ὢν, τοῦ ἀεὶ εἶναι σημαντικόν ἐστι, καὶ τοῦ ἀνάρχως εἶναι, καὶ τοῦ ὄντως εἶναι καὶ κυρίως. Τοῦτο καὶ τὸ, Ἐν ἀρχῇ ἦν, ἐμφαίνει, τοῦ ἀεὶ εἶναι δηλωτικὸν ὄν. Τούτῳ δὴ οὖν ἐνταῦθα κέχρηται τῷ ῥητῷ ὁ Ἰωάννης, δεικνὺς ὅτι ἀνάρχως καὶ ἀϊδίως ἐν τῷ κόλπῳ τοῦ Πατρός ἐστιν ὁ Υἱός. Ἵνα τοίνυν μὴ διὰ τὴν τοῦ ὀνόματος κοινωνίαν ἕνα τινὰ τῶν χάριτι γενομένων υἱῶν εἶναι νομίσῃς αὐτὸν, πρῶτον μὲν πρόσκειται τὸ ἄρθρον διαιροῦν αὐτὸν τῶν κατὰ χάριν. Εἰ δὲ μὴ τοῦτο ἀρκεῖ σοι, ἀλλ' ἔτι κάτω κύπτεις, τούτου κυριώτερον ἄκουε ὄνομα τὸ, Μονογενής. Εἰ δὲ καὶ μετὰ τοῦτο πάλιν κάτω βλέπεις, οὐ παραιτήσομαί πως καὶ ἀνθρωπίνην τινὰ ῥῆσιν εἰπεῖν περὶ τοῦ Θεοῦ, τὴν
59
τοῦ κόλπου λέγω, μόνον ἵνα μηδὲν ὑποπτεύσῃς ταπεινόν. Εἶδες φιλανθρωπίαν καὶ κηδεμονίαν Δεσπότου; Ἀνάξια ῥήματα περιτίθησιν ἑαυτῷ ὁ Θεὸς, ἵνα κἂν οὕτω διαβλέψῃς, καὶ μέγα τι καὶ ὑψηλὸν ἐννοήσῃς· καὶ σὺ κάτω μένεις; Εἰπὲ γάρ μοι· τίνος ἕνεκεν ὁ κόλπος ἐνταῦθα παρείληπται, τὸ παχὺ τοῦτο ὄνομα καὶ σαρκικόν; ἵνα σῶμα τὸν Θεὸν ὑποπτεύσωμεν; Ἄπαγε, οὐδαμῶς, φησί. Τίνος οὖν ἕνεκεν εἴρηται; Εἰ γὰρ μήτε ἡ γνησιότης τοῦ Υἱοῦ παρίσταται διὰ τούτου, μήτε τὸ μὴ σῶμα εἶναι τὸν Θεὸν, περιττῶς προσέῤῥιπται τὸ ῥητὸν, οὐδεμίαν χρείαν πληροῦν. Τίνος οὖν ἕνεκεν εἴρηται; οὐ γὰρ ἀποστήσομαί σου τοῦτο πυνθανόμενος. Οὐκ εὔδηλον ὅτι οὐδὲν ἕτερον ἢ ἵνα μὴ ὑπολάβωμεν δι' αὐτοῦ, ἀλλ' ἢ τὸ γνήσιον τοῦ Μονογενοῦς, καὶ τὸ συναΐδιον τῷ Πατρί; Ἐκεῖνος ἐξηγήσατο, φησί. Τί ἐξηγήσατο; Ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὅτι εἷς ἐστιν ὁ Θεός. Ἀλλὰ τοῦτο μὲν καὶ οἱ λοιποὶ προφῆται, καὶ Μωϋσῆς ἄνω καὶ κάτω βοᾷ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ ὁ Ἡσαΐας· Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔστιν. γʹ. Τί οὖν πλέον ἐμάθομεν παρὰ τοῦ Υἱοῦ, ὡς ἐν τοῖς κόλποις ὄντος τοῖς πατρικοῖς; τί παρὰ τοῦ Μονογενοῦς; Ὅτι πρῶτον μὲν καὶ αὐτὰ ταῦτα τῆς ἐνεργείας ἐστὶ τῆς ἐκείνου· ἔπειτα, πολλῷ τρανοτέραν ἐδεξάμεθα τὴν διδασκαλίαν, καὶ ἔγνωμεν ὅτι πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν· καὶ ἔτι αὐτὸ τοῦτο, ὅτι Θεὸν ἰδεῖν ἀδύνατον, καὶ ὅτι οὐδεὶς αὐτὸν γινώσκει, εἰ μὴ ὁ Υἱός· καὶ ὅτι ὁ Πατήρ ἐστι γνησίου Μονογενοῦς· καὶ τὰ ἄλλα ὅσα περὶ αὐτοῦ διελέχθη. Τὸ δὲ, Ἐξηγήσατο, τὴν τρανοτέραν καὶ σαφεστέραν δείκνυσι διδασκαλίαν, ἢν οὐ πρὸς Ἰουδαίους μόνον, ἀλλὰ καὶ πρὸς ἅπασαν ἐποιήσατο τὴν οἰκουμένην καὶ κατώρθωσε. Τοῖς μὲν οὖν προφήταις οὐδὲ Ἰουδαῖοι πάντες προσεῖχον· τῷ δὲ Μονογενεῖ τοῦ Θεοῦ πᾶσα ἡ οἰκουμένη καὶ εἶξε καὶ ἐπείσθη. Ἡ τοίνυν ἐξήγησις ἐνταῦθα τὸ σαφέστερον τῆς διδασκαλίας δηλοῖ· διὸ καὶ Λόγος λέγεται, καὶ Μεγάλης βουλῆς ἄγγελος. Ἐπεὶ οὖν καὶ μείζονος καὶ τελειοτέρας κατηξιώθημεν τῆς διδασκαλίας, οὐκ ἔτι διὰ προφητῶν, ἀλλὰ διὰ τοῦ Υἱοῦ λαλήσαντος ἡμῖν τοῦ Θεοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων, πολλῷ μείζονα καὶ ἀξίαν πολιτείαν ἐπιδειξώμεθα τῆς τιμῆς. Καὶ γὰρ ἄτοπον, αὐτὸν μὲν καταβῆναι τοσοῦτον, ὡς μηκέτι διὰ τῶν δούλων ἡμῖν ἐθέλειν διαλέγεσθαι, ἀλλὰ δι' ἑαυτοῦ· ἡμᾶς δὲ τῶν προτέρων μηδὲν ἐπιδείξασθαι πλέον. Ἐκεῖνοι μὲν οὖν Μωϋσέα, ἡμεῖς δὲ τὸν Μωϋσέως Δεσπότην διδάσκα 59.101 λον ἔχομεν. Οὐκοῦν ταύτης τῆς τιμῆς ἀξίαν φιλοσοφίαν ἐπιδειξώμεθα, καὶ μηδὲν ἔχωμεν κοινὸν πρὸς τὴν γῆν. Διὰ γὰρ τοῦτο ἡμῖν ἄνωθεν ἐκ τῶν οὐρανῶν διδασκαλίαν ἐκόμισεν, ἵνα ἐκεῖ μεταστήσῃ τὴν διάνοιαν, ἵνα μιμηταὶ τοῦ διδασκάλου γενώμεθα κατὰ δύναμιν τὴν ἡμετέραν. Καὶ πῶς, φησὶν, ἔστι μιμητὰς γενέσθαι τοῦ Χριστοῦ, εἰς τὸ κοινωφελὲς ἅπαντα πραγματευομένους, καὶ μὴ τὰ ἑαυτῶν ζητοῦντας. Καὶ γὰρ ὁ Χριστὸς, φησὶν, οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. Μηδεὶς τοιγαροῦν τὸ ἑαυτοῦ ζητείτω. Οὕτω γάρ τις τὸ ἑαυτοῦ ζητεῖ, ἂν τὸ τοῦ πλησίον σκοπῇ· καὶ γὰρ τὰ ἐκείνων ἡμέτερα. Σῶμά ἐσμεν ἓν, καὶ ἀλλήλων μέρη καὶ μέλη. Μὴ τοίνυν ὡς διεσπασμένοι διακεώμεθα, μηδὲ λεγέτω τις· Ὁ δεῖνά μοι φίλος οὐκ ἔστιν, οὐδὲ συγγενὴς, οὐδὲ γείτων, οὐδὲ ἔχω τι κοινὸν πρὸς αὐτόν· πῶς προσελεύσομαι; πῶς διαλέξομαι; Εἰ γὰρ καὶ μὴ συγγενὴς, μηδὲ φίλος ἐστὶν, ἀλλ' ἄνθρωπός ἐστι, τῆς αὐτῆς σοὶ μετέχων φύσεως, τὸν αὐτὸν ἔχων Δεσπότην, ὁμόδουλος καὶ ὁμόσκηνος· ἐν γὰρ τῷ αὐτῷ γέγονε κόσμῳ. Εἰ δὲ καὶ τῆς πίστεως μετέχει τῆς αὐτῆς, ἰδού σοι καὶ μέλος γέγονε. Ποία γὰρ φιλία τοσαύτην ἕνωσιν ἐργάσασθαι δύναιτ' ἂν, ὅσην τῆς πίστεως ἡ συγγένεια; Οὐ γὰρ ὅσην φίλους πρὸς φίλους ἐπιδείκνυσθαι χρὴ τὴν ἐγγύτητα, καὶ τοσαύτην ἡμᾶς ἔχειν δεῖ τὴν πρὸς ἀλλήλους οἰκείωσιν· ἀλλ' ὅσην μέλος πρὸς μέλος. Τούτου γὰρ τοῦ τρόπου τῆς φιλίας καὶ κοινωνίας ἄλλην μείζονα οἰκείωσιν οὐκ ἄν τις εὕροι ποτέ. Ὥσπερ οὖν οὐκ ἂν δύναιο λέγειν· Πόθεν μοι
60 οἰκειότης καὶ ἐγγύτης πρὸς αὐτόν; καταγέλαστον γὰρ τοῦτο· οὕτως οὐδὲ περὶ τοῦ ἀδελφοῦ δυνήσῃ τοῦτο εἰπεῖν. Οἱ γὰρ πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, 59.102 φησί. Διατί εἰς ἓν σῶμα; Ὥστε μὴ διεσπάσθαι, ἀλλὰ τῇ πρὸς ἀλλήλους συνόδῳ καὶ φιλίᾳ σώματος ἑνὸς ἀκολουθίαν διατηρεῖν. Μὴ δὴ καταφρονήσωμεν ἀλλήλων, ἵνα μὴ ἑαυτῶν ὑπερίδωμεν. Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησε, φησὶν, ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτήν. Διὰ τοῦτο οἰκίαν μίαν τοῦτον ἡμῖν τὸν κόσμον ἔδωκεν ὁ Θεὸς, πάντα ἐξίσου διένειμεν, ἕνα ἀνῆψε πᾶσιν ἥλιον, ἕνα ἐξέτεινεν ὄροφον, τὸν οὐρανὸν, μίαν ἀνῆκε τράπεζαν, τὴν γῆν. Ἔδωκε καὶ ἑτέραν ταύτης πολλῷ μείζονα τράπεζαν, ἀλλὰ καὶ ταύτην μίαν· ἴσασιν οἱ συμμύσται τὸ λεγόμενον· ἕνα τρόπον γεννήσεως ἅπασιν ἐχαρίσατο τὸν πνευματικόν· μία πᾶσι πατρὶς, ἡ ἐν τοῖς οὐρανοῖς· ἐκ τοῦ ποτηρίου τοῦ αὐτοῦ πάντες πίνομεν. Οὐ τῷ μὲν πλουτοῦντι πλέον καὶ τιμιώτερον, τῷ πένητι δὲ εὐτελέστερον καὶ ἔλαττον ἐχαρίσατο, ἀλλὰ πάντας ἐξίσης ἐκάλεσε· τὰ σαρκικὰ ὁμοτίμως, τὰ πνευματικὰ ὁμοίως παρέσχε. Πόθεν οὖν ἡ ἀνωμαλία πολλὴ κατὰ τὸν βίον; Ἐκ τῆς τῶν πλουτούντων πλεονεξίας τε καὶ ἀλαζονείας. Ἀλλὰ μὴ, ἀδελφοὶ, μηκέτι ταῦτα γενέσθω, μηδὲ τῶν καθολικῶν καὶ ἀναγκαιοτέρων εἰς τὸ αὐτὸ συναγόντων ἡμᾶς, ἀπὸ τῶν γηΐνων καὶ εὐτελῶν διαιρώμεθα, πλούτου λέγω, καὶ πενίας, καὶ συγγενείας σωματικῆς, καὶ ἔχθρας καὶ φιλίας. Ταῦτα γὰρ πάντα σκιὰ, καὶ σκιᾶς εὐτελέστερα, τοῖς τὸν σύνδεσμον ἔχουσι τῆς ἀγάπης ἄνωθεν. Τοῦτον οὖν φυλάττωμεν ἀῤῥαγῆ, καὶ οὐδὲν ἐπεισελθεῖν δυνήσεται τῶν πνευμάτων τῶν πονηρῶν καὶ διαιρούντων τὴν τοσαύτην ἕνωσιν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.101 ΟΜΙΛΙΑ ΙΣΤʹ. Αὕτη γάρ ἐστιν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας, ἵνα ἐρωτήσωσιν αὐ τόν· Σὺ τίς εἶ; αʹ. Δεινὸν ἡ βασκανία, ἀγαπητὲ, δεινὸν καὶ ὀλέθριον τοῖς βασκαίνουσιν, οὐ τοῖς βασκαινομένοις. Πρώτους γὰρ αὐτοὺς λυμαίνεται καὶ διαφθείρει, καθάπερ ἰός τις θανατηφόρος ἐγκαθήμενος αὐτῶν ταῖς ψυχαῖς. Εἰ δέ που καὶ τοὺς φθονουμένους παραβλάψειε, μικρὰν καὶ οὐδενὸς ἀξίαν βλάβην, καὶ μεῖζον τῆς ζημίας τὸ κέρδος ἔχουσαν. Καὶ οὐκ ἐπὶ τῆς βασκανίας μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων, οὐχ ὁ παθὼν κακῶς, ἀλλ' ὁ δράσας κακῶς, οὗτός ἐστιν ὁ τὴν βλάβην δεξάμενος. Οὐδὲ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν προσέταξεν ὁ Παῦλος τοῖς μαθηταῖς, Διατί οὐχὶ μᾶλλον ἀδικεῖσθε; λέγων· διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; Οἶδε γὰρ ἀκριβῶς οὐ τῷ πάσχοντι κακῶς, ἀλλὰ τῷ ποιοῦντι κακῶς, τὸν ὄλεθρον ἑπόμενον πανταχοῦ. Ταῦτα δή μοι πάντα διὰ τὴν βασκανίαν εἴρηται τὴν Ἰουδαϊκήν. Οἱ γὰρ ἀπὸ τῶν πόλεων ἐκχυθέντες πρὸς τὸν Ἰωάννην, καὶ τῶν ἁμαρτημάτων καταγνόντες τῶν οἰκείων, καὶ βαπτισάμενοι, αὐτοὶ μετὰ τὸ βάπτισμα καθάπερ ἔκ τινος μεταμελείας πέμπουσιν ἐρωτῶντες αὐτόν· Σὺ τίς εἶ; Ὄντως γεννήματα ἐχιδνῶν καὶ ὄφεις, καὶ εἴ τι τούτων χαλεπώτερον. Γενεὰ πονηρὰ καὶ μοιχαλὶς καὶ διεστραμμένη, μετὰ τὸ βαπτίσασθαι, τότε τὸν βαπτιστὴν περιεργάζῃ καὶ πολυπραγμονεῖς; Καὶ τί ταύτης τῆς ἀλογίας ἀλογώτερον γένοιτ' ἄν; Πῶς ἐξῄειτε; πῶς 59.102 ἐξωμολογεῖσθε τὰ ἁμαρτήματα; πῶς ἐπετρέχετε τῷ βαπτίζοντι; πῶς αὐτὸν ἠρωτᾶτε περὶ τῶν πρακτέων; Ταῦτα γὰρ ὑμῖν ἅπαντα ἀλόγως ἐπράττετο, τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν ἀγνοοῦσιν. Ἀλλ' οὐδὲν τούτων εἶπεν, οὐδὲ ἐνεκάλεσεν ὁ μακάριος Ἰωάννης, οὐδὲ ὠνείδισεν, ἀλλὰ μετὰ ἐπιεικείας ἁπάσης ἀποκρίνεται πρὸς αὐτούς. Τίνος δὲ ἕνεκεν 61
τοῦτο ἐποίει, ἐκεῖνο μαθεῖν ἄξιον, ὥστε πᾶσιν αὐτῶν κατάδηλον τὴν κακουργίαν γενέσθαι καὶ φανεράν· Πολλάκις πρὸς Ἰουδαίους ἐμαρτύρησεν ὁ Ἰωάννης τῷ Χριστῷ, καὶ ὅτε ἐβάπτιζεν αὐτοὺς, συνεχῶς αὐτοῦ πρὸς τοὺς παρόντας ἐμέμνητο, καὶ ἔλεγεν· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστίν· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἔπαθον οὖν τι πρὸς αὐτὸν ἀνθρώπινον πάθος. Εἰς γὰρ τὴν τοῦ κόσμου δόξαν ἐπτοημένοι, καὶ τὰ κατὰ πρόσωπον βλέποντες, ἀνάξιον εἶναι ἐνόμιζον ὑποτάσσεσθαι αὐτὸν τῷ Χριστῷ. Τὸν μὲν γὰρ Ἰωάννην πολλὰ τὰ δεικνύντα λαμπρὸν ἦν· καὶ πρῶτον, τὸ γένος ἐπίσημον καὶ περιφανές· ἀρχιερέως γὰρ ἦν υἱός· ἔπειτα ἡ δίαιτα καὶ ἡ σκληραγωγία, ἡ τῶν ἀνθρωπίνων ὑπεροψία πάντων· καὶ γὰρ ἐσθῆτος, καὶ τραπέζης, καὶ οἰκίας, καὶ τροφῆς δὲ αὐτῆς ὑπεριδὼν, κατὰ τὴν ἔρημον τὸν ἔμπροσθεν διέτριβε χρόνον. Ἐπὶ δὲ τοῦ Χριστοῦ πᾶν τοὐναντίον ἦν· τό τε γὰρ γένος εὐτελές· ὃ καὶ πολλάκις αὐτὸ προὔφερον λέγοντες· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; 59.103 οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς; Καὶ ἡ δοκοῦσα δὲ αὐτῷ πατρὶς εἶναι τοσοῦτον ἐπονείδιστος ἦν, ὡς καὶ τὸν Ναθαναὴλ λέγειν· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Καὶ ἡ δίαιτα δὲ κοινὴ, καὶ τὰ ἱμάτια δὲ οὐδὲν πλέον τῶν πολλῶν ἔχοντα, Οὐ γὰρ περιέκειτο ζώνην δερματίνην, οὐδὲ ἀπὸ τριχῶν τὸ ἔνδυμα εἶχεν, οὐδὲ μέλι καὶ ἀκρίδας ἤσθιεν· ἀλλὰ πᾶσιν ὁμοίως διῃτᾶτο, καὶ συμποσίοις παρεγίνετο πονηρῶν ἀνθρώπων, καὶ τελωνῶν, ὥστε αὐτοὺς ἐπισπᾶσθαι. Ὅπερ οὐ συνιέντες οἱ Ἰουδαῖοι, καὶ διὰ ταῦτα αὐτῷ ὠνείδιζον, καθὼς καὶ αὐτός φησιν· Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Ἐπεὶ οὖν συνεχῶς ὁ Ἰωάννης ἀφ' ἑαυτοῦ πρὸς ἐκεῖνον αὐτοὺς παρέπεμπε τὸν δοκοῦντα παρ' αὐτοῖς εὐτελέστερον εἶναι, αἰσχυνόμενοι καὶ δυσχεραίνοντες, καὶ βουλόμενοι τοῦτον μᾶλλον ἔχειν διδάσκαλον, φανερῶς μὲν τοῦτο οὐκ ἐτόλμησαν εἰπεῖν, πέμπουσι δὲ πρὸς αὐτὸν προσδοκῶντες διὰ τῆς κολακείας αὐτὸν ἐπισπάσασθαι εἰς τὸ ἑαυτὸν ὁμολογῆσαι Χριστόν. Οὐ τοίνυν τινὰς εὐκαταφρονήτους πέμπουσιν ὡς ἐπὶ τοῦ Χριστοῦ· ἐκεῖνον μὲν γὰρ βουλόμενοι κατασχεῖν, ὑπηρέτας ἀπέστειλαν, καὶ Ἡρωδιανοὺς πάλιν καὶ τοιούτους τινάς· ἐνταῦθα δὲ ἱερεῖς, καὶ Λευΐτας· καὶ οὐχ ἁπλῶς ἱερεῖς, ἀλλὰ τοὺς ἐξ Ἱεροσολύμων, τουτέστι, τοὺς ἐντιμοτέρους (οὐδὲ γὰρ ἁπλῶς ταῦτα ἐπεσημήνατο ὁ Εὐαγγελιστής)· καὶ πέμπουσιν, ἵνα ἐρωτήσωσι, Σὺ τίς εἶ; Καὶ μὴν ἡ γέννησις αὐτοῦ πᾶσα κατάδηλος ἦν, ὡς καὶ λέγειν ἅπαντας· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ εἰς ὅλην τὴν ὀρεινὴν ὁ λόγος ἐξῆλθεν οὗτος. Καὶ ὅτε παρεγένετο πάλιν ἐπὶ τὸν Ἰορδάνην, πᾶσαι αἱ πόλεις ἀνεπτερώθησαν, καὶ ἐξ Ἱεροσολύμων καὶ ἐκ πάσης τῆς Ἰουδαίας ἐπορεύοντο βαπτισθῆναι πρὸς αὐτόν. Οὗτοι τοιγαροῦν ἐρωτῶσι νῦν, οὐχ ὡς ἀγνοοῦντες (πῶς γὰρ, τὸν τοσούτοις τρόποις γενόμενον δῆλον;), ἀλλὰ βουλόμενοι εἰς τοῦτο, ὅπερ εἶπον, αὐτὸν ἐναγαγεῖν. βʹ. Ἄκουσον γοῦν πῶς καὶ ὁ μακάριος οὗτος πρὸς τὴν διάνοιαν μεθ' ἧς ἠρώτων, οὐ πρὸς τὴν ἐρώτησιν αὐτὴν ἀπεκρίνατο. Εἰπόντων γὰρ, Σὺ τίς εἶ; οὐκ εἶπεν εὐθέως ὅπερ ἐξ εὐθείας ἦν εἰπεῖν· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἀλλὰ τί; Ὅπερ ὑπώπτευον ἐκεῖνοι, τοῦτο ἀνεῖλεν. Ἐρωτηθεὶς γὰρ, φησὶ, Τίς εἶ; ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν, ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός. Καὶ ὅρα σοφίαν εὐαγγελιστοῦ. Τρίτον τὸ αὐτὸ λέγει, καὶ τὴν ἀρετὴν τοῦ Βαπτιστοῦ δηλῶν, καὶ τὴν πονηρίαν καὶ τὴν ἄνοιαν τὴν ἐκείνων. Καὶ ὁ Λουκᾶς δέ φησιν, ὅτι τῶν ὄχλων ὑποπτευόντων αὐτὸν εἶναι τὸν Χριστὸν, πάλιν ἀναιρεῖ τὴν ὑπόνοιαν. Τοῦτο οἰκέτου εὐγνώμονος, μὴ μόνον μὴ ἁρπάζειν δόξαν δεσποτικὴν, ἀλλὰ καὶ διακρούεσθαι διδομένην παρὰ τῶν πολλῶν. Ἀλλ' οἱ μὲν ὄχλοι ἐξ ἀφελείας καὶ ἀγνοίας ἐπὶ ταύτην ἦλθον τὴν ὑποψίαν· οὗτοι δὲ ἀπὸ πονηρᾶς γνώμης, καὶ ἧς εἶπον, ἠρώτων αὐτὸν, προσδοκῶντες, ὅπερ ἔφην, ἀπὸ τῆς κολακείας αὐτὸν ἐπισπᾶσθαι εἰς ὅπερ ἐσπούδαζον. Εἰ γὰρ μὴ τοῦτο προσεδόκων, οὐκ ἂν εὐθέως
62
ἐφ' ἑτέραν ἦλθον ἐρώτησιν, ἀλλ' ἠγανάκτησαν ἂν ὡς ἀπᾴδοντα ἀποκριναμένου, καὶ οὐ πρὸς τὴν πεῦσιν, καὶ εἶπον ἄν· Μὴ γὰρ τοῦτο ὑπωπτεύσαμεν; μὴ γὰρ τοῦτο παραγεγόναμεν ἐρησόμενοι; Ἀλλ' ὡς ἁλόντες καὶ κα 59.104 τάφωροι γενόμενοι, ἐφ' ἕτερον ἔρχονται, καὶ λέγουσι· Τί οὖν; Ἠλίας εἶ σύ; Καὶ λέγει· Οὐκ εἰμί. Καὶ γὰρ καὶ τοῦτον προσεδόκων ἥξειν, καθὼς καὶ ὁ Χριστός φησιν. Ἐρομένων γὰρ τῶν μαθητῶν· Πῶς οὖν οἱ γραμματεῖς λέγουσιν, ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; αὐτὸς ἔλεγεν· Ἠλίας μὲν ἔρχεται, καὶ ἀποκαταστήσει πάντα. Εἶτα ἐρωτῶσιν· Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη, Οὔ. Καὶ μὴν προφήτης ἦν. Τίνος οὖν ἕνεκεν ἀρνεῖται; Πάλιν πρὸς τὴν διάνοιαν βλέπων τῶν ἐρωτώντων. Προσεδόκων γάρ τινα προφήτην ἐξαίρετον ἥξειν, διὰ τὸ λέγειν Μωϋσέα· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε. Οὗτος δὲ ἦν ὁ Χριστός. Διά τοι τοῦτο οὐ λέγουσι, Προφήτης εἶ σύ; ἕνα τῶν πολλῶν αἰνιττόμενοι· ἀλλὰ μετὰ τοῦ ἄρθρου, Ὁ προφήτης εἶ σύ; ἐκεῖνος, φησὶν, ὁ παρὰ Μωϋσέως προανακηρυχθείς. Διὰ δὴ τοῦτο καὶ οὗτος ἠρνήσατο, οὐ τὸ προφήτης εἶναι, ἀλλὰ τὸ, ἐκεῖνος ὁ προφήτης. Εἶπον οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ; Ὁρᾷς τοὺς μὲν σφοδρότερον ἐπικειμένους καὶ ἐπείγοντας καὶ ἐρωτῶντας πάλιν, καὶ οὐκ ἀφισταμένους· τὸν δὲ μετ' ἐπιεικείας πρότερον τὰς οὐκ οὔσας ὑπονοίας ἀναιροῦντα, καὶ τότε τὴν οὖσαν τιθέντα; Ἐγὼ γὰρ, φησὶ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης. Ἐπειδὴ γὰρ μέγα τι καὶ ὑψηλὸν ἐφθέγξατο περὶ τοῦ Χριστοῦ, ὡς πρὸς τὴν ἐκείνων ὑπόνοιαν, ἐπὶ τὸν Προφήτην εὐθέως κατέφυγεν, ἀξιόπιστον καὶ ἐντεῦθεν τὸν λόγον ποιῶν. Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων, φησί· καὶ ἐπηρώτησαν αὐτὸν, καὶ εἶπον αὐτῷ· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς, οὔτε Ἠλίας, οὔτε ὁ προφήτης; Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον, ὅτι εἰς τοῦτο αὐτὸν ἐναγαγεῖν ἠβούλοντο; Καὶ ἐξ ἀρχῆς μὲν αὐτὸ οὐκ ἔλεγον, ἵνα μὴ κατάφωροι γένωνται ἅπασιν. Εἶτα ἐπειδὴ εἶπεν, Οὐκ εἰμὶ ὁ Χριστὸς, πάλιν ἐκεῖνοι συσκιάσαι βουλόμενοι, ἅπερ ἔνδον ἐτύρευον, ἐπὶ τὸν Ἠλίαν ἔρχονται καὶ τὸν προφήτην. Ὡς δὲ ἔφησε μηδὲ ἐκείνων τις εἶναι, ἀπορούμενοι λοιπὸν, καὶ τὸ προσωπεῖον ῥίψαντες, γυμνῇ τῇ κεφαλῇ τὴν δολερὰν αὑτῶν ἐμφαίνουσι γνώμην, λέγοντες· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός; Εἶτα πάλιν συσκιάσαι βουλόμενοι, καὶ τοὺς ἄλλους προστιθέασι, τὸν Ἠλίαν λέγω καὶ τὸν προφήτην. Ἐπειδὴ γὰρ κολακείᾳ οὐκ ἴσχυσαν ὑποσκελίσαι, ἐγκλήματι προσεδόκησαν αὐτὸν δύνασθαι ἀναγκάζειν ὅπερ οὐκ ἦν εἰπεῖν· ἀλλ' οὐκ ἴσχυσαν. Ὢ τῆς ἀνοίας! ὢ τῆς ἀλαζονείας καὶ τῆς ἀκαίρου περιεργίας! ἀπεστάλητε μαθησόμενοι παρ' αὐτοῦ τίς εἴη καὶ πόθεν, οὐχὶ καὶ νόμους αὐτῷ θήσετε; Τοῦτο γὰρ πάλιν ἀναγκαζόντων ἦν ὁμολογῆσαι ἑαυτὸν Χριστόν. Ἀλλ' ὅμως οὐδὲ νῦν ἀγανακτεῖ, οὐδὲ λέγει τι τοιοῦτον πρὸς αὐτοὺς οἷον εἰκός· ὑμεῖς ἐμοὶ διατάττεσθε καὶ νομοθετεῖτε; ἀλλὰ πολλὴν πάλιν τὴν ἐπιείκειαν ἐπιδείκνυται. Ἐγὼ μὲν γὰρ, φησὶ, βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε. Οὗτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω τὸν ἱμάντα τοῦ ὑποδήματος. 59.105 γʹ. Τί πρὸς ταῦτα λοιπὸν ἂν ἔχοιεν εἰπεῖν οἱ Ἰουδαῖοι; Ἀπαραίτητος γὰρ κἀντεῦθεν ἡ κατ' αὐτῶν κατηγορία, ἀσύγγνωστος ἡ κατάκρισις· αὐτοὶ καθ' ἑαυτῶν τὴν ψῆφον ἐξήνεγκαν. Πῶς καὶ τίνι τρόπῳ; Ἀξιόπιστον ἡγήσαντο εἶναι τὸν Ἰωάννην, καὶ οὕτως ἀληθῆ, ὡς μὴ μόνον ἑτέροις μαρτυροῦντα, ἀλλὰ καὶ αὐτῷ περὶ ἑαυτοῦ λέγοντι πιστεῦσαι. Οὐδὲ γὰρ ἂν, εἰ μὴ οὕτω διέκειντο, ἔπεμψαν ἂν εἰσόμενοι παρ' αὐτοῦ τὰ περὶ ἑαυτοῦ. Ἴστε γὰρ ὅτι μόνοις ἐκείνοις μάλιστα περὶ ἑαυτῶν λέγουσι πιστεύομεν, οὓς ἂν ἁπάντων ἀληθεστέρους εἶναι νομίζωμεν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ ἀποφράττον αὐτῶν τὰ στόματα, ἀλλὰ καὶ ἡ γνώμη μεθ' ἧς πρὸς αὐτὸν παρέβαλον. Καὶ γὰρ μετὰ πολλῆς ἐξῆλθον τῆς προθυμίας πρὸς αὐτὸν, εἰ καὶ ὕστερον μετεβάλοντο. Ἅπερ ἀμφότερα δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ
63
καιόμενος· καὶ ὑμεῖς ἠθελήσατε πρὸς ὥραν ἀγαλλιασθῆναι ἐν τῷ φωτὶ αὐτοῦ. Καὶ ἡ ἀπόκρισις δὲ αὐτοῦ πάλιν ἀξιοπιστότερον αὐτὸν ἐποίει. Ὁ γὰρ μὴ ζητῶν τὴν δόξαν τὴν ἑαυτοῦ, φησὶν, ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. Οὗτος δὲ οὐκ ἐζήτησεν, ἀλλ' ἐφ' ἕτερον αὐτοὺς παραπέμπει. Καὶ οἱ ἀποσταλέντες δὲ, τῶν ἀξιοπίστων παρ' αὐτοῖς καὶ τὰ πρωτεῖα ἐχόντων, ὥστε μηδαμόθεν αὐτοῖς εἶναι καταφυγὴν, μηδὲ παραίτησιν εἰς τὴν ἀπιστίαν, ἢν ἠπίστησαν τῷ Χριστῷ. Τίνος γὰρ ἕνεκεν οὐκ ἐδέξασθε τὰ εἰρημένα περὶ αὐτοῦ παρὰ Ἰωάννου; Ὑμεῖς ἀπεστάλκατε τοὺς τὰ πρωτεῖα ἔχοντας· ὑμεῖς ἠρωτήσατε δι' αὐτῶν· ὑμεῖς ἠκούσατε ἅπερ ἀπεκρίνατο ὁ Βαπτιστής. Πᾶσαν ἐκεῖνοι περιεργίαν ἐπεδείξαντο, πάντα ἠρεύνησαν, καὶ οὓς ὑπωπτεύετε πάντας εἶπον· καὶ ὅμως μετὰ παῤῥησίας πολλῆς ὡμολόγησε μὴ εἶναι μήτε ὁ Χριστὸς, μήτε Ἠλίας, μήτε ὁ προφήτης. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ ἐδίδαξε τίς εἴη, καὶ διελέχθη καὶ περὶ τῆς τοῦ οἰκείου βαπτίσματος φύσεως, ὅτι μικρὸν καὶ εὐτελὲς, καὶ ὕδατος πλέον ἔχον οὐδὲν, δεικνὺς τὴν ὑπεροχὴν τοῦ βαπτίσματος, τοῦ παρὰ τοῦ Χριστοῦ διδομένου. Παρήγαγε δὲ καὶ Ἡσαΐαν τὸν προφήτην μαρτυροῦντα ἄνωθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου· καὶ τὸν μὲν Κύριον καλοῦντα, τὸν δὲ διάκονον αὐτοῦ καὶ ὑπηρέτην ὀνομάζοντα. Τί λοιπὸν ἔδει; οὐχὶ πιστεῦσαι τῷ μαρτυρηθέντι, καὶ προσκυνῆσαι, καὶ ὁμολογῆσαι Θεόν; Ὅτι γὰρ οὐχὶ κολακείας ἦν ἡ μαρτυρία, ἀλλ' ἀληθείας, ἐδείκνυ μὲν καὶ ὁ τρόπος καὶ ἡ φιλοσοφία τοῦ μαρτυρήσαντος. Δῆλον δὲ κἀκεῖθεν τοῦτο, ὅτι οὐδεὶς τὸν πλησίον ἑαυτοῦ προτίθησιν, οὐδὲ ἐξὸν αὐτῷ χαρίσασθαι τιμὴν, ἑτέρῳ ταύτης παραχωρεῖν ἐθέλοι, καὶ ταῦτα τοσαύτης οὔσης. Ὥστε οὐκ ἂν οὐδὲ Ἰωάννης μὴ Θεῷ ὄντι τῷ Χριστῷ ταύτης ἂν ἐξέστη τῆς μαρτυρίας. Εἰ γὰρ καὶ ἀφ' ἑαυτοῦ ταύτην ὡς μείζονα οὖσαν τῆς οἰκείας φύσεως διεκρούσατο, ἀλλ' οὐκ ἂν ἑτέρᾳ φύσει πάλιν αὐτὴν ἀνέθηκε ταπεινοτέρᾳ. Μέσος δὲ ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε. Τοῦτο εἶπεν, ὅτι εἰκὸς ἦν αὐτὸν καὶ ἀναμεμίχθαι τῷ λαῷ ὡς ἕνα τῶν πολλῶν, ἅτε πανταχοῦ τὸ ἄτυφον καὶ ἀκόμπαστον διδάσκοντα. Εἴδησιν δὲ ἐνταῦθα, γνῶσίν φησι τὴν ἀκριβῆ· οἷον, τίς ἐστι, καὶ πόθεν. Τὸ δὲ, Ὀπίσω μου ἐρχόμενος, συνεχῶς τίθησι, μονονουχὶ λέγων· μὴ νομίσητε τὸ πᾶν ἐν τῷ ἐμῷ κεῖσθαι βαπτίσματι. Οὐκ ἂν, εἰ τοῦτο τέλειον ἦν, ἕτερος ἂν ἦλθε μετ' ἐμὲ παρέξων ἕτερον· ἀλλὰ παρασκευὴ τοῦτό ἐστιν ἐκείνου καὶ προοδοποίησις. Τὰ δὲ ἡμέτερα σκιὰ καὶ εἰκών· ἄλλον χρὴ τὸν τὴν ἀλήθειαν ἐπιθήσοντα παραγενέσθαι. Ὥστε αὐτὸ τὸ ὀπίσω μου ἐλθεῖν, τοῦτο μάλιστα αὐτοῦ δείκνυσι 59.106 τὸ ἀξίωμα. Εἰ γὰρ τοῦτο ἦν τέλειον, οὐκ ἂν δευτέρου ἐζητεῖτο τόπος. Ἔμπροσθέν μου γέγονε· τουτέστιν, ἐντιμότερος, λαμπρότερος. Εἶτα ἵνα μὴ νομίσωσιν ἀπὸ συγκρίσεως εἶναι τὴν ὑπεροχὴν, τὸ ἀσύγκριτον παραστῆσαι θέλων, ἐπήγαγεν· Οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα· τουτέστιν, οὐχ ἁπλῶς ἔμπροσθεν γέγονεν, ἀλλ' οὕτως ὡς ἐμὲ μηδὲ ἐν τοῖς ἐσχάτοις τῶν τούτου διακόνων ἀριθμηθῆναι ἄξιον εἶναι· τὸ γὰρ ὑπόδημα λῦσαι, τῆς ἐσχάτης διακονίας ἐστὶ πρᾶγμα. Εἰ δὲ Ἰωάννης οὐκ ἄξιος τὸν ἱμάντα λῦσαι, Ἰωάννης, οὗ μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν γέγονε, ποῦ τάξομεν ἡμεῖς ἑαυτούς; Εἰ ὁ τῆς οἰκουμένης ἀντίῤῥοπος, μᾶλλον δὲ μείζων (Οὐκ ἦν γὰρ αὐτῶν, φησὶν, ἄξιος ὁ κόσμος), οὐδὲ ἐν τοῖς ἐσχάτοις τῶν διακονησαμένων ἑαυτὸν καταλέγεσθαί φησιν ἄξιον εἶναι· τί ἐροῦμεν ἡμεῖς οἱ μυρίων γέμοντες κακῶν, οἱ τοσοῦτον ἀποδέοντες τῆς ἀρετῆς τοῦ Ἰωάννου, ὅσον ἡ γῆ τοῦ οὐρανοῦ; δʹ. Οὗτος μὲν οὖν οὐδὲ τὸ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος ἄξιον εἶναι ἑαυτὸν λέγει. Οἱ δὲ τῆς ἀληθείας ἐχθροὶ τοσαύτην ἐμάνησαν μανίαν, ὡς καὶ τοῦ εἰδέναι αὐτὸν, ὡς αὐτὸς οἶδεν ἑαυτὸν, ἀξίους εἶναι λέγειν ἑαυτούς. Τί ταύτης τῆς παραπληξίας χεῖρον; τί ταύτης τῆς ἀλαζονείας μανικώτερον; Καλῶς τις ἔλεγε σοφὸς, ὅτι Ἀρχὴ ὑπερηφανίας, τὸ μὴ εἰδέναι τὸν Κύριον. Οὐκ ἂν κατηνέχθη καὶ διάβολος γέγονεν ὁ διάβολος, οὐκ ὢν διάβολος πρότερον, εἰ μὴ τοῦτο τὸ νόσημα ἐνόσησε. Τοῦτο αὐτὸν τῆς παῤῥησίας ἐξέβαλεν ἐκείνης, τοῦτο εἰς τὴν γέενναν
64
ἔπεμψε, τοῦτο τῶν κακῶν αἴτιον αὐτῷ πάντων ἐγένετο. Ἱκανὸν γὰρ καὶ καθ' ἑαυτὸ διαφθεῖραι πᾶσαν ἀρετὴν ψυχῆς, κἂν ἐλεημοσύνην εὕρῃ, κἂν εὐχὴν, κἂν νηστείαν, κἂν ὁτιοῦν. Τὸ γὰρ ὑψηλὸν ἐν ἀνθρώποις, ἀκάθαρτον, φησὶ, παρὰ Κυρίῳ. Οὐκ ἄρα πορνεία μόνον, οὐδὲ μοιχεία μολύνειν εἴωθε τοὺς χρωμένους αὐτῇ, ἀλλὰ καὶ ὑπερηφανία, καὶ πολλῷ πλέον ἐκείνων. Διατί; Ὅτι πορνεία μὲν, εἰ καὶ ἀσύγγνωστον κακὸν, ἀλλ' ὅμως ἔχει τις τὴν ἐπιθυμίαν εἰπεῖν· ἀλαζονεία δὲ οὐδὲ αἰτίαν ἂν εὕροι τινὰ, οὐδὲ οἱανδήποτε πρόφασιν, δι' ἣν ἂν τύχοι σκιᾶς γοῦν συγγνώμης· ἀλλ' οὐδὲν ἕτερόν ἐστιν αὕτη, ἢ διαστροφὴ ψυχῆς καὶ νόσος χαλεπωτάτη, οὐδαμόθεν ἄλλοθεν τικτομένη, ἢ ἐξ ἀνοίας. Οὐδὲν γὰρ ἀνοητότερον ἀλαζόνος ἀνθρώπου, κἂν πλοῦτον ᾖ περιβεβλημένος, κἂν πολλὴν κεκτημένος τὴν ἔξωθεν σοφίαν, κἂν ἐν δυναστείᾳ καθεστὼς, κἂν ἅπαντα τὰ ἐν ἀνθρώποις εἶναι δοκοῦντα ζηλωτὰ περιφέρων. Εἰ γὰρ ὁ ἐπὶ τοῖς ὄντως καλοῖς ἀλαζονευόμενος, ἄθλιος καὶ ταλαίπωρος, καὶ πάντων ἐκείνων τὸν μισθὸν ἀπόλλυσιν· ὁ ἐν τοῖς μηδὲν οὖσιν ἐπαιρόμενος, καὶ διὰ τὴν σκιὰν καὶ τὸ ἄνθος τοῦ χόρτου (τοῦτο γάρ ἐστιν ἡ παροῦσα δόξα) φυσῶν ἑαυτὸν, πῶς οὐκ ἂν εἴη πάντων καταγελαστότερος, ταὐτὸν ποιῶν, ὅπερ ἄν τις ποιήσειε πτωχὸς καὶ πένης, πάντα μὲν τὸν χρόνον λιμῷ τηκόμενος, εἰ δὲ συμβαίη ποτὲ μίαν νύκτα χρηστὸν ὄναρ ἰδεῖν, διὰ τοῦτο γαυρούμενος; Ἄθλιε καὶ ταλαίπωρε, τῆς ψυχῆς σοι διαφθειρομένης χαλεπωτάτῃ νόσῳ, καὶ τὴν ἐσχάτην πενόμενος πενίαν, μέγα φρονεῖς, ὅτι χρυσοῦ τάλαντα ἔχεις τόσα καὶ τόσα; ὅτι πλῆθος ἀνδραπόδων; Ἀλλὰ ταῦτα οὐ σά. Καὶ εἰ μὴ πείθῃ τοῖς ἐμοῖς ῥήμασιν, ἀπὸ τῆς πείρας τῶν προλαβόντων μάνθανε. Ἐὰν δὲ οὕτω μεθύῃς, ὡς μήτε ἐκ τῶν ἑτέροις συμβαινόντων ταῦτα παιδεύεσθαι, μικρὸν ἀνάμεινον, καὶ εἴσῃ διὰ τῶν εἰς σὲ συμβαινομένων ὅτι σοι τούτων ὄφελος οὐ 59.107 δὸν, ὅτε ψυχοῤῥαγῶν, καὶ οὐδὲ ὥρας μιᾶς, μηδὲ ῥοπῆς βραχείας κύριος ὢν, ἄκων εἰς τοὺς παρόντας αὐτὰ καταλείψεις, καὶ τούτους πολλάκις, οὓς οὐκ ἐθέλεις. Πολλοὶ γὰρ οὐδὲ ἐπισκῆψαι περὶ αὐτῶν συνεχωρήθησαν, ἀλλ' ἀπῆλθον ἀθρόον, βουλόμενοι μὲν αὐτῶν ἀπολαύειν, οὐ συγχωρούμενοι δὲ, ἀλλὰ ἑλκόμενοι, καὶ ἑτέροις αὐτῶν ἐξιστάμενοι, καὶ μετὰ βίας παραχωροῦντες οἷς οὐκ ἐβούλοντο. Ὅπερ ἵνα μὴ πάθωμεν, ἐντεῦθεν ἤδη ἐῤῥωμένοι καὶ ὑγιαίνοντες, διαπεμψώμεθα αὐτὰ πρὸς τὴν πόλιν τὴν ἡμετέραν. Οὕτω γὰρ αὐτῶν ἀπολαῦσαι δυνησόμεθα μόνον, ἑτέρως δὲ οὐδαμῶς· οὕτως εἰς ἄσυλον καὶ ἀσφαλῆ τόπον αὐτὰ ἀποθησόμεθα. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἐκεῖ τῶν δυναμένων αὐτὰ ἀφελέσθαι· οὐκ ἔστι θάνατος, οὐκ εἰσὶν ἀληθεῖς διαθῆκαι, οὐκ εἰσὶ διάδοχοι κλήρων, οὐ συκοφαντίαι καὶ ἐπιβουλαί· ἀλλὰ τὸν ἀπελθόντα ἐντεῦθεν πολλὰ ἐπιφερόμενον, διαπαντὸς ἔστιν αὐτὰ 59.108 καρποῦσθαι. Τίς οὖν οὕτως ἄθλιος, ὡς μὴ θελῆσαι τοῖς χρήμασιν ἐντρυφᾷν τοῖς ἑαυτοῦ διόλου; Μετακομίσωμεν τοίνυν ἡμῶν τὸν πλοῦτον, καὶ μεταθῶμεν ἐκεῖσε. Οὐκ ὄνων ἡμῖν δεήσει, καὶ καμήλων, καὶ ὀχημάτων, οὐδὲ πλοίων πρὸς τὴν τοιαύτην μετάθεσιν· καὶ γὰρ καὶ ταύτης ἡμᾶς τῆς δυσκολίας ἀπήλλαξεν ὁ Θεός· ἀλλὰ πενήτων ἡμῖν δεῖ μόνον, τῶν χωλῶν, τῶν ἀναπήρων, τῶν ἀῤῥώστων. Αὐτοὶ τὴν τοιαύτην εἰσὶν ἐγκεχειρισμένοι μετάθεσιν· οὗτοι τὰ χρήματα παραπέμπουσιν εἰς τὸν οὐρανὸν, οὗτοι τοὺς τῶν τοιούτων χρημάτων κυρίους εἰς τὴν τῶν αἰωνίων ἀγαθῶν κληρονομίαν εἰσάγουσιν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.107 ΟΜΙΛΙΑ ΙΖʹ. Ταῦτα ἐγένετο ἐν Βηθανίᾳ πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων. Τῇ ἐπαύριον βλέ πει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέ γει· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.»
αʹ. Μέγα ἀγαθὸν παῤῥησία καὶ τὸ ἐλευθεροστομεῖν, καὶ πάντα δεύτερα τίθεσθαι τῆς ὁμολογίας τῆς εἰς τὸν Χριστόν· οὕτω μέγα καὶ θαυμαστὸν, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν τοιοῦτον ἀνακηρύττειν ἐπὶ τοῦ Πατρὸς, καίτοι γε οὐκ ἴση ἡ ἀντίδοσις. Σὺ μὲν γὰρ ὁμολογεῖς ἐπὶ τῆς γῆς, αὐτὸς δὲ ὁμολογεῖ ἐν τοῖς οὐρανοῖς· καὶ σὺ μὲν ἀνθρώπων παρόντων, αὐτὸς δὲ ἐπὶ τοῦ Πατρὸς καὶ τῶν ἀγγέλων ἁπάντων. Τοιοῦτος ὁ Ἰωάννης ἦν, οὐ πλῆθος, οὐ δόξαν, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ὑφορώμενος, ἀλλὰ ταῦτα πάντα καταπατῶν, καὶ μετὰ τῆς προσηκούσης ἐλευθερίας τὰ περὶ τοῦ Χριστοῦ πᾶσιν ἀνακηρύττων. Διὰ γὰρ τοῦτο καὶ τὸν τόπον ἐπισημαίνεται ὁ Εὐαγγελιστὴς, ἵνα τὴν παῤῥησίαν δείξῃ τοῦ μεγαλοφώνου κήρυκος. Οὐ γὰρ ἐν οἰκίᾳ, οὐδὲ ἐν γωνίᾳ, οὐδὲ ἐν ἐρημίᾳ, ἀλλὰ τὸν Ἰορδάνην καταλαβὼν ἐν μέσῳ τῷ πλήθει, παρόντων ἁπάντων τῶν ὑπ' αὐτοῦ βαπτιζομένων (βαπτίζοντι γὰρ ἐπέστησαν οἱ Ἰουδαῖοι), τὴν θαυμαστὴν ἐκείνην ἀνεκήρυξεν ὁμολογίαν περὶ τοῦ Χριστοῦ, τὴν τῶν ὑψηλῶν καὶ μεγάλων καὶ ἀποῤῥήτων γέμουσαν δογμάτων, καὶ ὡς οὐκ εἴη ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. Πῶς οὖν τοῦτο ποιεῖ; Ἐπάγων καὶ λέγων· Ταῦτα ἐγένετο ἐν Βηθανίᾳ. Ὅσα δὲ τῶν ἀντιγράφων ἀκριβέστερον ἔχει, Ἐν Βηθαβαρᾷ, φησίν. Ἡ γὰρ Βηθανία οὐχὶ πέραν τοῦ Ἰορδάνου, οὐδὲ ἐπὶ τῆς ἐρήμου ἦν, ἀλλ' ἐγγύς που τῶν Ἱεροσολύμων. Τοὺς δὲ τόπους καὶ δι' ἑτέραν αἰτίαν ἐπισημαίνεται. Ἐπειδὴ γὰρ πράγματα οὐ παλαιὰ διηγεῖσθαι ἔμελλεν, ἀλλὰ πρὸ μικροῦ συμβάντα τοῦ χρόνου, τοὺς παρόντας καὶ θεωμένους μάρτυρας ποιεῖται τῶν λεγομένων, καὶ ἀπόδειξιν καὶ ἀπὸ τῶν τόπων παρέχεται. Θαῤῥῶν γὰρ ὅτι οὐδὲν παρ' ἑαυτοῦ προσετίθει τοῖς λεγομένοις, ἀλλὰ τὰ ὄντα ἁπλῶς ἅπαντα μετὰ ἀληθείας ἐξηγεῖτο, τὴν ἀπὸ τῶν τόπων μαρτυρίαν παραλαμβάνει, ἀπόδειξιν, ὅπερ ἔφην, οὐ τὴν τυχοῦσαν τῆς ἀληθείας ἐσομένην. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Διενείμαντο τοὺς καιροὺς οἱ εὐαγ 59.108 γελισταί· καὶ ὁ μὲν Ματθαῖος τοὺς πρὶν ἢ δεθῆναι τὸν Βαπτιστὴν Ἰωάννην χρόνους ἐπιτεμὼν, ἐπείγεται πρὸς τοὺς ἑξῆς· ὁ δὲ εὐαγγελιστὴς Ἰωάννης οὐ μόνον οὐκ ἐπιτέμνει, ἀλλὰ τούτοις μάλιστα καὶ ἐνδιατρίβει. Κἀκεῖνος μὲν μετὰ τὸ ἐλθεῖν τὸν Ἰησοῦν ἀπὸ τῆς ἐρήμου, τὰ μεταξὺ σιωπήσας, οἷον ὅσα ὁ Ἰωάννης ἐφθέγξατο, ὅσα οἱ Ἰουδαῖοι ἀποστείλαντες ἔλεγον, καὶ τὰ ἄλλα πάντα συντεμὼν, μετεπήδησεν εὐθέως ἐπὶ τὸ δεσμωτήριον· Ἀκούσας γὰρ, φησὶν, ὁ Ἰησοῦς ὅτι παρεδόθη Ἰωάννης, ἀνεχώρησεν ἐκεῖθεν. Ὁ δὲ Ἰωάννης οὐχ οὕτως, ἀλλὰ τὴν μὲν εἰς τὴν ἔρημον ὁδὸν ἀπεσιώπησεν, ἅτε ὑπὸ τοῦ Ματθαίου λεχθεῖσαν· τὰ δὲ μετὰ τὴν κάθοδον τὴν ἀπὸ τοῦ ὄρους γενομένην διηγεῖται, καὶ πολλὰ διελθὼν, τότε ἐπάγει· Οὔπω γὰρ ἦν βεβλημένος ὁ Ἰωάννης εἰς τὴν φυλακήν. Καὶ τίνος ἕνεκεν, φησὶ, νῦν παραγίνεται πρὸς αὐτὸν ὁ Ἰησοῦς, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον τοῦτο ποιεῖ; Ὁ μὲν γὰρ Ματθαῖος ἀναγκαίαν αὐτοῦ τὴν παρουσίαν γεγενῆσθαι λέγει διὰ τὸ βάπτισμα· διὸ τοῦτο δεικνὺς καὶ ὁ Ἰησοῦς ἐπάγει καὶ λέγει, ὅτι Οὕτω πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ὁ δὲ Ἰωάννης καὶ πάλιν αὐτὸν παραγεγονέναι δείκνυσι μετὰ τὸ βάπτισμα· καὶ τοῦτο ἐντεῦθεν ἐδήλωσεν λέγων· ἐγὼ Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτόν. Τίνος οὖν ἕνεκεν παραγίνεται πρὸς τὸν Ἰωάννην; Οὐδὲ γὰρ ἁπλῶς ἦλθεν, ἀλλὰ πρὸς αὐτὸν ἐπορεύετο. Ἐρχόμενον γὰρ, φησὶ, πρὸς αὐτὸν, βλέπει αὐτόν. Τίνος οὖν ἕνεκεν ἤρχετο; Ἐπειδὴ αὐτὸς αὐτὸν ἐβάπτισε μετὰ πολλῶν, ὥστε μηδένα ὑποπτεύειν ὅτι ἀπὸ τῆς αὐτῆς αἰτίας ἀφ' ἧς καὶ οἱ ἄλλοι πρὸς τὸν Ἰωάννην ἠπείγετο, οἷον ὡς ἁμαρτήματα ἐξομολογησόμενος, καὶ εἰς μετάνοιαν λουσόμενος ἐν τῷ ποταμῷ. Διὰ τοῦτο παραγίνεται, διδοὺς ἅμα καὶ τῷ Ἰωάννῃ ταύτην πάλιν διορθώσασθαι τὴν ὑπόνοιαν. Καὶ γὰρ τῷ εἰπεῖν, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, πᾶσαν ταύτην ἀναιρεῖ τὴν ὑποψίαν. Ὁ τοίνυν οὕτω καθαρὸς ὡς καὶ τὰ ἑτέρων ἁμαρτήματα
66
ἀπολύεσθαι δύνασθαι, εὔδηλον ὅτι οὐχ ὥστε ἐξομολογήσασθαι ἁμαρτήματα παραγίνεται, ἀλλ' ὥστε δοῦναι ἀφορμὴν ἐκείνῳ τῷ θαυμαστῷ κήρυκι, καὶ δευτέρᾳ φωνῇ τοῖς τὰ πρό 59.109 τερα ἀκηκοόσιν ἀκριβέστερον ἐνθεῖναι τὰ εἰρημένα, καὶ προσθεῖναι ἕτερα πάλιν. Τὸ δὲ, Ἴδε, εἴρηται, διὰ τὸ πολλοὺς πολλάκις ἐπιζητεῖν αὐτὸν ἀπὸ τῶν εἰρημένων καὶ ἀπὸ μακροῦ τοῦ χρόνου. Διὰ τοῦτο παρόντα δείκνυσιν αὐτὸν οὗτος καὶ λέγει, Ἴδε· δηλῶν ὅτι οὗτός ἐστιν ὁ πάλαι ζητούμενος. Οὗτος ὁ ἀμνός. Ἀμνὸν δὲ αὐτὸν καλεῖ, τῆς προφητείας ἀναμιμνήσκων Ἰουδαίους τῆς Ἡσαΐου καὶ τῆς σκιᾶς τῆς κατὰ τὸν Μωϋσέα, ἵν' ἀπὸ τοῦ τύπου μᾶλλον αὐτοὺς προσαγάγηται πρὸς τὴν ἀλήθειαν. Ἐκεῖνος μὲν οὖν ὁ ἀμνὸς οὐδενὸς καθάπαξ ἁμαρτίαν ἔλαβεν· οὗτος δὲ τῆς οἰκουμένης ἁπάσης. Κινδυνεύουσαν γὰρ αὐτὴν ἀπολέσθαι, ταχέως αὐτὴν ἀπήλλαξε τῆς ὀργῆς τοῦ Θεοῦ. Οὗτος ἦν περὶ οὗ εἶπον· Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν. βʹ. Ὁρᾷς κἀνταῦθα πῶς τὸ ἔμπροσθεν ἑρμηνεύει; Εἰπὼν γὰρ ἀμνὸν, καὶ ὅτι αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, τότε φησὶν, ὅτι Ἔμπροσθέν μου γέγονε, δηλῶν, ὅτι τοῦτό ἐστι τὸ, Ἔμπροσθεν, τὸ τὰς ἁμαρτίας λαβεῖν τοῦ κόσμου, τὸ βαπτίσαι ἐν Πνεύματι ἁγίῳ. Ἡ μὲν γὰρ ἐμὴ παρουσία πλέον οὐδὲν εἶχε τοῦ κηρῦξαι τὸν κοινὸν τῆς οἰκουμένης εὐεργέτην, καὶ τὸ τοῦ ὕδατος βάπτισμα παρασχεῖν· ἡ δὲ τούτου, τὸ καθᾶραι πάντας ἀνθρώπους καὶ χαρίσασθαι τοῦ Παρακλήτου τὴν ἐνέργειαν. Οὗτος Ἔμπροσθέν μου γέγονε· τουτέστιν, ἐδείχθη μου λαμπρότερος, Ὅτι πρῶτός μου ἦν. Αἰσχυνέσθωσαν οἱ Παύλου τοῦ Σαμοσατέως τὴν μανίαν διαδεξάμενοι, πρὸς οὕτω φανερὰν ἀλήθειαν ἀνθιστάμενοι. Κἀγὼ οὐκ ᾔδειν αὐτόν. Ὅρα πῶς ἀνύποπτον ἐνταῦθα τὴν μαρτυρίαν ἐργάζεται, δεικνὺς αὐτὴν οὐκ ἀνθρωπίνης οὖσαν φιλίας, ἀλλ' ἐξ ἀποκαλύψεως θείας γεγενημένην. Οὐκ ᾔδειν γὰρ αὐτὸν ἐγὼ, φησί. Πῶς οὖν ἂν εἴης ἀξιόπιστος μάρτυς; πῶς δὲ ἂν καὶ ἑτέρους διδάξαις αὐτὸς ἀγνοῶν; Οὐκ εἶπεν, Οὐκ οἶδα αὐτὸν, ἀλλ', Οὐκ ᾔδειν αὐτόν· ὥστε ταύτῃ μάλιστα ἀξιόπιστος ἂν γένοιτο. Πῶς γὰρ ἂν ἐχαρίσατο τῷ ἀγνοουμένῳ; Ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων ἐν ὕδατι. Οὐ τοίνυν αὐτὸς βαπτίσματος ἐδεῖτο, οὐδὲ ἄλλην τινὰ αἰτίαν εἶχεν ἐκεῖνο τὸ λουτρὸν, ἢ τὸ προοδοποιῆσαι τῇ εἰς Χριστὸν πίστει τοῖς λοιποῖς ἅπασιν. Οὐ γὰρ εἶπεν, Ἵνα καθάρω τοὺς βαπτιζομένους, οὐδ', Ἵνα ἀπαλλάξω ἁμαρτημάτων ἦλθον βαπτίζων, ἀλλ', Ἵνα φανερωθῇ τῷ Ἰσραήλ. Τί γὰρ, εἰπέ μοι, τοῦ βαπτίσματος χωρὶς οὐκ ἐνῆν κηρῦξαι, καὶ ἐπαγαγέσθαι τοὺς ὄχλους; Ἀλλὰ ῥᾳδίως οὕτως οὐδαμῶς. Οὐδὲ γὰρ ἂν οὕτω συνέδραμον ἅπαντες, εἰ βαπτίσματος χωρὶς τὸ κήρυγμα ἐγένετο· οὐκ ἂν ἔμαθον τὴν ἀπὸ τῆς συγκρίσεως ὑπεροχήν. Τὸ γοῦν πλῆθος ἐξήρχετο, οὐκ ἀκουσόμενον ὧν ἔλεγεν· ἀλλὰ τί. Βαπτίσασθαι ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Παραγενόμενοι δὲ, ἐδιδάσκοντο τὰ περὶ τοῦ Χριστοῦ καὶ τοῦ βαπτίσματος τὸ διάφορον. Καίτοι τοῦ Ἰουδαϊκοῦ τοῦτο σεμνότερον ἦν, καὶ διὰ τοῦτο πάντες ἐπέτρεχον· ἀλλ' ὅμως καὶ οὕτως ἀτελὲς ἦν. Πῶς οὖν σὺ ἔγνως αὐτόν; Διὰ τῆς τοῦ Πνεύματος καθόδου, φησίν. Ἵνα δὲ μή τις νομίσῃ πάλιν, ὅτι ἐν χρείᾳ καθειστήκει τοῦ Πνεύματος, καθάπερ ἡμεῖς, ἄκουσον πῶς καὶ ταύτην ἀναιρεῖ τὴν ὑποψίαν, δεικνὺς ὅτι ἡ τοῦ Πνεύματος κάθοδος ὑπὲρ τοῦ κηρῦξαι τὸν Χριστὸν μόνον ἐγένετο. Εἰπὼν γὰρ, Κἀγὼ οὐκ ᾔδειν αὐτὸν, ἐπήγαγεν· Ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ' αὐτὸν, ἐκεῖνός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Ὁρᾷς ὅτι τοῦτο 59.110 ἔργον τοῦ Πνεύματος ἦν τὸ δεῖξαι τὸν Χριστόν; Ἦν μὲν καὶ ἡ τοῦ Ἰωάννου μαρτυρία ἀνύποπτος. Βουλόμενος δὲ αὐτὴν ἀξιοπιστοτέραν ποιῆσαι, ἀνήγαγεν αὐτὴν ἐπὶ τὸν Θεὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπειδὴ γὰρ ἐμαρτύρησεν ὁ Ἰωάννης οὕτω μέγα τι καὶ θαυμαστὸν, καὶ ἱκανὸν τοὺς ἀκούοντας ἐκπλῆξαι πάντας, οἷον ὅτι τῆς οἰκουμένης ἁπάσης τὰς ἁμαρτίας λαμβάνει μόνος αὐτὸς, καὶ ὅτι πρὸς τοσοῦτον ἀρκεῖ λύτρον τῆς δωρεᾶς τὸ μέγεθος, κατασκευάζει λοιπὸν ταύτην τὴν ἀπόφασιν. Ἡ δὲ κατασκευὴ, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ, καὶ ὅτι οὐκ
67
ἐδεῖτο βαπτίσματος, καὶ ὅτι ἔργον τῆς τοῦ Πνεύματος καθόδου γέγονε, τὸ δῆλον αὐτὸν ποιῆσαι μόνον. Οὐ γὰρ ἦν τῆς τοῦ Ἰωάννου δυνάμεως Πνεῦμα διδόναι· καὶ δηλοῦσι τοῦτο οἱ βαπτιζόμενοι ὑπ' αὐτοῦ λέγοντες· Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν. Οὐκ ἄρα τοῦ βαπτίσματος ἐδεῖτο ὁ Χριστὸς, οὐκ ἐκείνου, οὐχ ἑτέρου τινός· ἀλλὰ μᾶλλον τὸ βάπτισμα ἔχρῃζε τῆς δυνάμεως τοῦ Χριστοῦ. Τὸ γὰρ ἐλλεῖπον τοῦτο ἦν τὸ κεφάλαιον πάντων τῶν ἀγαθῶν, τὸ Πνεύματος ἀξιωθῆναι τὸν βαπτιζόμενον. Ταύτην οὖν τὴν τοῦ Πνεύματος χορηγίαν προσέθηκε παραγενόμενος. Καὶ ἐμαρτύρησεν ὁ Ἰωάννης, λέγων, ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Συνεχῶς δὲ τὸ, Οὐκ ᾔδειν αὐτὸν, τίθησιν, οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ' ἐπειδὴ συγγενὴς αὐτοῦ ἦν κατὰ σάρκα. Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱόν. Ἵν' οὖν μὴ δόξῃ χαρίζεσθαι διὰ τὴν συγγένειαν, συνεχῶς φησι τὸ, Οὐκ ᾔδειν αὐτόν. Καὶ κατὰ λόγον δὲ τοῦτο συνέβαινε. Καὶ γὰρ τὸν ἅπαντα χρόνον ἐπὶ τῆς ἐρήμου διέτριβεν, ὢν τῆς πατρῴας οἰκίας ἐκτός. Πῶς οὖν, εἰ οὐκ ᾔδει αὐτὸν πρὸ τῆς τοῦ Πνεύματος καθόδου, καὶ εἰ τότε πρῶτον αὐτὸν ἐγνώρισε, πρὸ τοῦ βαπτίσματος διεκώλυεν αὐτὸν λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; Τοῦτο γὰρ τεκμήριον τοῦ σφόδρα αὐτὸν εἰδέναι ἦν. Ἀλλ' οὐκ ἔμπροσθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου, καὶ εἰκότως. Τὰ μὲν γὰρ θαύματα, ὅσαπερ παιδὸς ὄντος ἐγένετο, οἷον τὰ περὶ τοὺς Μάγους, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, πρὸ πολλοῦ συμβεβήκει τοῦ χρόνου, τοῦ Ἰωάννου σφόδρα καὶ αὐτοῦ παιδὸς ὄντος· ἐν δὲ τῷ μεταξὺ πολλοῦ γενομένου τοῦ χρόνου, εἰκότως πᾶσιν ἄγνωστος ἐτύγχανεν. Ἐπεὶ εἰ γνώριμος ἦν, οὐκ ἂν εἶπεν, Ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων. γʹ. Ἐντεῦθεν ἡμῖν λοιπὸν δῆλον, ὅτι καὶ τὰ σημεῖα ἐκεῖνα, ἃ παιδικὰ εἶναίφασι τοῦ Χριστοῦ, ψευδῆ καὶ πλάσματά τινων ἐπεισαγόντων ἐστίν. Εἰ γὰρ ἐκ πρώτης ἀρξάμενος ἡλικίας ἐθαυματούργει, οὐκ ἂν οὔτε Ἰωάννης αὐτὸν ἠγνόησεν, οὐδὲ τὸ λοιπὸν πλῆθος ἐδεήθη ἂν διδασκάλου τοῦ φανερώσοντος αὐτόν. Νῦν δὲ αὐτός φησι, διὰ τοῦτο παραγεγονέναι, Ἵνα φανερωθῇ τῷ Ἰσραήλ· καὶ διὰ τοῦτο ἔλεγε πάλιν, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι. Ὕστερον δὲ ἅτε σαφέστερον μαθὼν, τοῖς ὄχλοις αὐτὸν ἐκήρυττε λέγων· Οὗτος ἦν ὃν εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι καὶ, Ὁ πέμψας με βαπτίζειν 59.111 ἐν ὕδατι, καὶ διὰ τοῦτο πέμψας, Ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, αὐτὸς αὐτῷ καὶ πρὸ τῆς τοῦ Πνεύματος καθόδου αὐτὸν ἀπεκάλυψε. Διὸ καὶ πρὶν ἢ παραγενέσθαι, ἔλεγεν· Ὀπίσω μου ἔρχεται, ὃς ἔμπροσθέν μου γέγονεν. Οὐ τοίνυν ᾔδει αὐτὸν πρὸ τοῦ ἐλθεῖν ἐπὶ τὸν Ἰορδάνην καὶ πάντας βαπτίζειν, ἀλλ' ὅτε ἔμελλε βαπτίζεσθαι, τότε αὐτὸν ἔγνω· καὶ ταῦτα τοῦ Πατρὸς αὐτὸν ἀποκαλύψαντος τῷ Προφήτῃ, καὶ τοῦ Πνεύματος δείξαντος βαπτιζόμενον Ἰουδαίοις, δι' οὓς καὶ ἡ κάθοδος τοῦ Πνεύματος γέγονεν. Ἵνα γὰρ ἡ Ἰωάννου μὴ καταφρονηθῇ μαρτυρία λέγοντος, ὅτι Πρῶτός μου ἦν, καὶ ὅτι Ἐν Πνεύματι βαπτίζει, καὶ ὅτι Κρινεῖ τὴν οἰκουμένην, καὶ ὁ Πατὴρ φωνὴν ἀφίησιν ἀνακηρύττων τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα ἔπεισι, τὴν φωνὴν ἕλκον ἐπὶ τὴν κεφαλὴν τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ὁ μὲν ἐβάπτιζεν, ὁ δὲ ἐβαπτίζετο, ἵνα μή τις τῶν παρόντων περὶ Ἰωάννου νομίσῃ λέγεσθαι τὸ εἰρημένον, ἔρχεται τὸ Πνεῦμα διορθούμενον τὴν τοιαύτην ὑπόνοιαν. Ὥστε ὅταν λέγῃ, Οὐκ ᾔδειν αὐτὸν, τὸν ἔμπροσθεν λέγει χρόνον, οὐ τὸν ἐγγὺς τοῦ βαπτίσματος. Ἐπεὶ πῶς αὐτὸν ἐκώλυε λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; πῶς δὲ καὶ τοιαῦτα περὶ αὐτοῦ ἔλεγε; Πῶς οὖν οὐκ ἐπίστευσαν Ἰουδαῖοι, φησίν; οὐδὲ γὰρ μόνος Ἰωάννης εἶδε τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς. Ὅτι εἰ καὶ εἶδον, ἀλλὰ τὰ τοιαῦτα οὐχὶ τῶν τοῦ σώματος ὀφθαλμῶν δεῖται μόνον, ἀλλὰ πρὸ τούτων τῆς κατὰ διάνοιαν ὄψεως, ὥστε μὴ φαντασίαν περιττὴν τὸ πρᾶγμα
68
νομίσαι. Εἰ γοῦν θαυματουργοῦντα ὁρῶντες, καὶ ἁπτόμενον ταῖς οἰκείαις χερσὶ τῶν νενοσηκότων καὶ τῶν τεθνηκότων, καὶ οὕτως αὐτοὺς πρὸς ζωὴν ἐπανάγοντα καὶ ὑγείαν, τοσοῦτον ἐμέθυον ὑπὸ τῆς βασκανίας, ὥστε ἐναντία τοῖς ὁρωμένοις ἀποφαίνεσθαι· πῶς ἂν ἀπὸ τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος μόνης ἀπεκρούσαντο τὴν ἀπιστίαν; Τινὲς δέ φασιν οὐδὲ πάντας αὐτοὺς τεθεᾶσθαι, ἀλλ' ἢ μόνον Ἰωάννην καὶ τοὺς εὐγνωμονέστερον διακειμένους. Εἰ γὰρ καὶ αἰσθητοῖς ὀφθαλμοῖς δυνατὸν ἦν ἰδεῖν ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα κατιόν· ἀλλ' ὅμως οὐ διὰ τοῦτο πᾶσα ἀνάγκη πᾶσι κατάδηλον εἶναι τὸ πρᾶγμα. Καὶ γὰρ καὶ Ζαχαρίας ἐν αἰσθητῷ εἴδει πολλὰ τεθέαται· καὶ Δανιὴλ καὶ Ἰεζεκιὴλ, καὶ κοινωνὸν τῆς θέας οὐδένα ἔσχον· καὶ Μωϋσῆς δὲ πολλὰ οἶδε, καὶ οἷα τῶν ἄλλων οὐδείς· καὶ τῆς μεταμορφώσεως δὲ τῆς ἐπὶ τοῦ ὄρους οὐ πάντες ἠξιώθησαν οἱ μαθηταί· ἀλλ' οὐδὲ τῆς κατὰ τὴν ἀνάστασιν ὄψεως ἐκοινώνησαν ἅπαντες· καὶ τοῦτο δηλοῖ σαφῶς ὁ Λουκᾶς εἰπών· ὅτι ἔδειξεν ἑαυτὸν τοῖς Μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ ποῦ ἐμαρτύρησεν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Ἀμνὸν μὲν γὰρ αὐτὸν ἐκάλεσε, καὶ ὅτι Πνεύματι βαπτίζειν ἔμελλεν, εἶπεν· Υἱὸν δὲ Θεοῦ οὐδαμοῦ. Καίτοι γε μετὰ τὸ βάπτισμα οὐδὲν αὐτὸν ἀναγράφουσιν εἰρηκότα οἱ ἄλλοι εὐαγγελισταὶ, ἀλλὰ τὰ μεταξὺ σιωπήσαντες, τὰ μετὰ τὴν σύλληψιν Ἰωάννου γενόμενα τοῦ Χριστοῦ θαύματα λέγουσιν. Ἀφ' ὧν στοχάζεσθαι εἰκὸς, ὅτι καὶ ταῦτα καὶ πολλῷ ἕτερα πλείονα παραλέλειπται· καὶ τοῦτο αὐτὸς οὗτος ὁ εὐαγγελιστὴς πρὸς τῷ τέλει τῆς συγγραφῆς ἐδήλωσε. Τοσοῦτον γὰρ ἀπέσχον τοῦ πλάσαι τι μέγα περὶ αὐτοῦ, ὅτι τὰ μὲν δοκοῦντα ἐπονείδιστα εἶναι πάντες ὁμοφώνως καὶ μετὰ ἀκριβείας ἔθηκαν ἁπάσης, καὶ οὐκ ἂν εὕροις οὐδένα αὐτῶν παραλιπόντα οὐδὲν τῶν τοιούτων· τῶν δὲ θαυμάτων τὰ μὲν ἄλλοις 59.112 εἴασαν, τὰ δὲ πάντες ἀπεσιώπησαν. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ πρὸς τὴν τῶν Ἑλλήνων ἀναισχυντίαν. Ἱκανὸν γὰρ τοῦτο τοῦ φιλαλήθους αὐτῶν τρόπου δεῖγμα, καὶ τοῦ μηδὲν πρὸς χάριν λέγειν. Καὶ δυνήσεσθε καὶ ταύτῃ μετὰ τῶν ἄλλων ὁπλίζεσθαι τῇ τῶν λόγων ὑποθέσει πρὸς αὐτούς. Ἀλλὰ προσέχετε· καὶ γὰρ ἄτοπον τὸν μὲν ἰατρὸν μετὰ ἀκριβείας ὑπὲρ τῆς τέχνης ἀγωνίζεσθαι τῆς αὑτοῦ, καὶ τὸν σκυτοτόμον, καὶ τὸν ὑφάντην, καὶ πάντας ἁπλῶς τοὺς τεχνίτας· τὸν δὲ Χριστιανὸν εἶναι φάσκοντα, μὴ δύνασθαι λόγον ὑπὲρ τῆς οἰκείας παρασχεῖν πίστεως. Καίτοι ἐκεῖνα μὲν παροφθέντα, εἰς χρήματα τὴν ζημίαν ἤνεγκε· ταῦτα δὲ ἀμελούμενα, αὐτὴν ἡμῖν διαφθείρει τὴν ψυχήν. Ἀλλ' ὅμως οὕτως ἀθλίως διακείμεθα, ὡς ἐκείνοις μὲν ἅπασαν ἀπονέμειν σπουδήν· τῶν δὲ ἀναγκαίων, καὶ ἃ σωτηρίας ὑπόθεσις τῆς ἡμετέρας ἐστὶ, τούτων ὡς οὐδενὸς ἀξίων καταφρονεῖν. δʹ. Τοῦτο οὐκ ἀφίησι τοὺς Ἕλληνας τῆς οἰκείας ταχέως καταγελάσαι πλάνης. Ὅταν γὰρ αὐτοὶ μὲν τῷ ψεύδει συνιστάμενοι, πάντα πράττωσιν ὥστε συσκιάσαι τῶν δογμάτων τὴν αἰσχύνην, ἡμεῖς δὲ οἱ τῆς ἀληθείας θεραπευταὶ μηδὲ διᾶραι τὸ στόμα δυνώμεθα, πῶς οὐ πολλὴν τοῦ δόγματος καταγνώσονται τὴν ἀσθένειαν; πῶς οὐκ ἀπάτην καὶ μωρίαν τὰ ἡμέτερα ὑποπτεύσουσι; πῶς οὐ βλασφημήσουσι τὸν Χριστὸν ὡς εἴρωνα καὶ ἀπατεῶνα, καὶ τῇ τῶν πολλῶν ἀνοίᾳ πρὸς τὴν ἀπάτην ἀποχρησάμενον; Ταύτης δὲ ἡμεῖς αἴτιοι τῆς βλασφημίας, οὐκ ἐθέλοντες ἀγρυπνεῖν ἐν τοῖς ὑπὲρ εὐσεβείας λόγοις, ἀλλὰ πάρεργα τιθέμενοι ταῦτα, καὶ τὰ τῆς γῆς μεριμνῶντες. Καὶ ὀρχηστοῦ μέν τις ἐρῶν καὶ ἡνιόχου καὶ τοῦ τοῖς θηρίοις πυκτεύοντος, πάντα κινεῖ καὶ πραγματεύεται, ὥστε ἐν τοῖς ἀγῶσι τοῖς ὑπὲρ αὐτοῦ μὴ ἔλαττον ἔχων ἀπελθεῖν· καὶ μακροὺς συνείρουσιν ἐπαίνους, πρὸς τοὺς κατηγοροῦντας αὐτῶν ἀπολογίαν συντιθέντες, καὶ μυρίοις βάλλοντες σκώμμασι τοὺς ἐναντιουμένους· ὑπὲρ δὲ Χριστιανισμοῦ προκειμένων λόγων, πάντες κάτω νεύουσι, καὶ κνῶνται, καὶ χασμῶνται, καὶ καταγελασθέντες ἀναχωροῦσι. Καὶ πῶς οὐκ ἄξια ταῦτα μυρίας ὀργῆς, ὅταν ὁ Χριστὸς ἀτιμότερος ὀρχηστοῦ φαίνηται παρ' ὑμῖν; εἴ γε ὑπὲρ μὲν τῶν ἐκείνοις πεπραγμένων μυρίας
69
ἀπολογίας μεμελετήκατε, καίτοι γε πάντων αἰσχροτέρων ὄντων· ὑπὲρ δὲ τῶν τοῦ Χριστοῦ θαυμάτων, καίτοι γε τὴν οἰκουμένην ἐπισπασαμένων, οὐδὲ ἐννοῆσαί τι καὶ μεριμνῆσαι ἀνέχεσθε. Πιστεύομεν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· εἰς ἀνάστασιν σωμάτων, εἰς ζωὴν αἰώνιον. Ἂν τοίνυν ἔρηταί τις Ἑλλήνων· Τίς ποτέ ἐστιν οὗτος ὁ Πατήρ; τίς δὲ ὁ Υἱός; τίς δὲ τὸ Πνεῦμα τὸ ἅγιον; ἢ πῶς καὶ ὑμεῖς τρεῖς λέγοντες θεοὺς, ἡμῖν ἐγκαλεῖ πολυθεΐαν; τί ἐρεῖτε; τί δὲ ἀποκρινεῖσθε; πῶς ἀποκρούσεσθε τὴν προσβολὴν τῶν λόγων τούτων; Τί δὲ, ἂν σιγώντων ὑμῶν πάλιν ἐπενέγκῃ τὸ ἕτερον ζήτημα, Τί δέ ἐστιν ὅλως ἀνάστασις, ἐρωτῶν; ἆρα γὰρ ἐν τούτῳ τῷ σώματι πάλιν ἀναστησόμεθα; ἆρα ἐν ἑτέρῳ παρὰ τοῦτο; καὶ εἰ ἐν τούτῳ, τίς χρεία αὐτὸ καταλυθῆναι; τί πρὸς ταῦτα ἐρεῖτε; Τί δὲ, ἂν λέγῃ· Διατί νῦν, καὶ μὴ ἐν τοῖς ἔμπροσθεν παρεγένετο χρόνοις ὁ Χριστός; νῦν γὰρ ἔδοξεν αὐτῷ προνοῆσαι τῶν ἀνθρώπων, τὸν δὲ ἄλλον ἅπαντα χρόνον ἡμῶν κατεφρόνει; ἢ καὶ ἄλλα ἔτι ἂν πρὸς τούτοις τούτων πλείονα ἐξετάζῃ; Οὐδὲ γὰρ ἀναγκαῖον πολλὰ ἐφεξῆς ζητήματα τιθέντας, τὰς λύσεις ἀποσιγᾷν, ὥστε μὴ τοὺς ἀφελεστέρους ταύτῃ παραβλάψαι. Ἀρκεῖ γὰρ καὶ τὰ εἰρημένα πρὸς τὸ 59.113 ἀποτινάξαι ὑμῶν τὸν ὕπνον. Τί οὖν; ἂν ταῦτα ἐξετάζωσιν, ὑμεῖς δὲ μηδὲ τῶν ῥημάτων ὑπακούειν δύνησθε ἁπλῶς τούτων, ἆρα μικρὰν ὑποστησόμεθα δίκην, εἰπέ μοι, τοσαύτης πλάνης αἴτιοι γινόμενοι τοῖς ἐν τῷ σκότῳ καθημένοις; Ἐβουλόμην, εἴ γε σχολῆς ἀπελαύετε πολλῆς, εἰς μέσον ἁπάντων ὑμῶν μιαροῦ τινος Ἕλληνος φιλοσόφου βιβλίον καθ' ἡμῶν εἰρημένον ἀγαγεῖν, ἑτέρου πάλιν πρεσβυτέρου τούτου, ἵν' οὕτω γοῦν ὑμᾶς διανέστησα, καὶ τῆς πολλῆς νωθείας ἀπήγαγον. Εἰ γὰρ ἐκεῖνοι μὲν, ὥστε καθ' ἡμῶν εἰπεῖν, τοσαῦτα ἠγρύπνησαν, τίνος ἂν εἴημεν συγγνώμης ἡμεῖς ἄξιοι, εἰ μηδὲ τὰς προσβολὰς τὰς καθ' ἡμῶν εἰσόμεθα ἀποκρούεσθαι; Τίνος δὲ ἕνεκεν καὶ παρήχθημεν; Οὐκ ἀκούεις τοῦ Ἀποστόλου λέγοντος· Ἕτοιμοι γίνεσθε πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος; Καὶ ὁ Παῦλος δὲ τὰ αὐτὰ παραινεῖ λέγων· Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως. Ἀλλὰ τί φασι πρὸς ταῦτα οἱ κηφήνων ἀλογώτεροι; 59.114 Ψυχὴ εὐλογημένη πᾶσα ἁπλῆ· καὶ, Ὁ πορευόμενος ἁπλῶς, πορεύεται πεποιθώς. Τοῦτο γὰρ πάντων αἴτιον τῶν κακῶν, ὅτι οὐδὲ τὰς μαρτυρίας τῶν Γραφῶν πρὸς τὸ δέον ἐπίστανται παράγειν οἱ πολλοί. Οὐ γὰρ τὸν ἀνόητον ἐνταῦθα λέγει, οὐδὲ τὸν οὐδὲν εἰδότα, ἀλλὰ τὸν ἀπόνηρον, τὸν μὴ κακοῦργον, τὸν συνετόν. Ἐπεὶ εἰ τοῦτο ἦν, περιττὸν ἦν ἀκούειν, Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Ἀλλὰ τί ταῦτα χρὴ λέγειν, εἰς οὐδὲν δέον ἀπαντῶντος τούτου τοῦ λόγου; Πρὸς γὰρ τοῖς εἰρημένοις, οὐδὲ τὰ ἄλλα ἡμῖν κατώρθωται, τὰ τοῦ βίου καὶ τῆς ζωῆς λέγω, ἀλλὰ πάντοθεν ἄθλιοι καὶ καταγέλαστοί ἐσμεν, καὶ αἰτιᾶσθαι μὲν ἀλλήλους ἀεὶ πρόχειροι, διορθοῦσθαι δὲ ἐφ' οἷς αἰτιώμεθα καὶ ἐγκαλούμεθα, ὀκνηροί. Διὸ παρακαλῶ ὑμᾶς, νῦν γοῦν ἡμῶν αὐτῶν γενομένους, μὴ μέχρι τῆς κατηγορίας ἵστασθαι μόνον· οὐ γὰρ ἀρκεῖ τοῦτο ἐξιλεώσασθαι τὸν Θεόν· ἀλλὰ καὶ ἀρίστην εἰς πάντα σπουδάσωμεν ἐπιδείξασθαι μεταβολὴν, ἵνα εἰς δόξαν τοῦ Θεοῦ βιώσαντες, καὶ αὐτοὶ τῆς μελλούσης ἀπολαύσωμεν δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.113 ΟΜΙΛΙΑ ΙΗʹ. Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.» Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λα λοῦντος, καὶ ἠκολούθησαν αὐτῷ. αʹ. Ῥᾴθυμόν πως ἡ ἀνθρωπίνη φύσις, καὶ ὀξύῤῥοπον πρὸς ἀπώλειαν, οὐ παρὰ τὴν τῆς φύσεως κατασκευὴν, ἀλλὰ παρὰ τὴν ἐκ προαιρέσεως ῥᾳθυμίαν· διὸ πολλῆς δεῖται τῆς ὑπομνήσεως. Καὶ ὁ Παῦλος δὲ διὰ τοῦτο γράφων τοῖς
70
Φιλιππησίοις ἔλεγε· Τὰ αὐτὰ γράφειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Ἡ μὲν γὰρ γῆ τὰ σπέρματα παραλαβοῦσα ἅπαξ, εὐθέως ἀποδίδωσι τοὺς καρποὺς, καὶ οὐ δεῖται δευτέρας καταβολῆς· ἐπὶ δὲ τῆς ψυχῆς τῆς ἡμετέρας οὐχ οὕτως, ἀλλ' ἀγαπητὸν πολλάκις σπείραντα καὶ πολλὴν ἐπιδειξάμενον ἐπιμέλειαν, ἅπαξ γοῦν δυνηθῆναι τὸν καρπὸν ἀπολαβεῖν. Πρῶτον μὲν γὰρ δυσκόλως ἐνιζάνει τῇ διανοίᾳ τὰ λεγόμενα, διὰ τὸ πολλὴν μὲν ὑποκεῖσθαι τὴν σκληρότητα, μυρίαις δὲ συνέχεσθαι ταῖς ἀκάνθαις, καὶ πολλοὺς εἶναι τοὺς ἐπιβουλεύοντας καὶ τὰ σπέρματα διαρπάζοντας. Ἔπειτα ὅταν παγῇ καὶ ῥιζωθῇ, τῆς αὐτῆς πάλιν δεῖται σπουδῆς, ὥστε πρὸς ἀκμὴν ἐλθεῖν αὐτὰ, καὶ ἐλθόντα μεῖναι ἀσινῆ, καὶ μηδὲν παραβλαβῆναι παρὰ μηδενός. Ἐπὶ μὲν γὰρ τῶν σπερμάτων, ὅταν ὁ στάχυς ἀπαρτισθῇ καὶ τὴν οἰκείαν ἰσχὺν ἀπολάβῃ, καὶ ἐρυσίβης καὶ αὐχμοῦ καὶ τῶν ἄλλων ἁπάντων εὐκόλως καταφρονεῖ· ἐπὶ δὲ τῶν δογμάτων οὐχ οὕτως, ἀλλὰ καὶ μετὰ τὸ τελείως ἐργασθῆναι τὸ πᾶν, πολλάκις ἐπελθὼν χειμὼν εἷς καὶ κλυδώνιον, δυσκολίας προσβαλούσης, καὶ ἀνθρώπων ἀπατᾷν εἰδότων ἐπιβουλευσάντων, καὶ ἑτέρων πειρασμῶν ποικίλων ἐπενεχθέντων, ἐλυμήνατο. Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα ὅταν ἀκούσῃς τοῦ Ἰωάννου τὰ αὐτὰ φθεγγομένου, μὴ φλυαρίας καταγνῷς, μηδὲ περιττόν τινα εἶναι νομίσῃς καὶ φορτικόν. Ἐβούλετο μὲν γὰρ ἅπαξ εἰπὼν ἀκουσθῆναι· ἐπειδὴ δὲ οὐ πολλοὶ τοῖς λεγομένοις προσεῖχον ἐξ ἀρ 59.114 χῆς διὰ τὸν πολὺν ὕπνον, καὶ δευτέρᾳ πάλιν αὐτοὺς ἀφυπνίζει φωνῇ. Σκόπει δέ· Εἶπεν, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονε· καὶ ὅτι Οὐχ ἱκανός ἐστι λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ· καὶ, ὅτι Αὐτὸς βαπτίζει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· καὶ ὅτι τὸ Πνεῦμα τεθέαται καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ' αὐτόν· καὶ μεμαρτύρηκεν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· οὐδεὶς προσέσχεν οὐδὲ ἠρώτησεν, οὐδὲ εἶπε· Τί ταῦτα λέγεις; καὶ ὑπὲρ τίνος; καὶ διατί; Εἶπε πάλιν, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐδὲ οὕτω καθήψατο τῆς ἀναισθησίας αὐτῶν. Διὰ τοῦτο λοιπὸν ἀναγκάζεται τὰ αὐτὰ λέγειν πάλιν, καθάπερ τινὰ σκληρὰν καὶ ἀνένδοτον γῆν τῇ νεώσει μαλάττων, καὶ τῷ λόγῳ οἷόν τινι ἀρότρῳ πεπιλημένην ἀνεγείρων τὴν διάνοιαν, ὥστε εἰς τὸ βάθος τὰ σπέρματα καταβαλεῖν. Διὰ δὴ τοῦτο οὐδὲ μακρὸν ποιεῖ τὸν λόγον, ὅτι ἓν μόνον ἐσπούδαζε, προσαγαγεῖν αὐτοὺς καὶ κολλῆσαι τῷ Χριστῷ. Ἤδει γὰρ ὅτι τοῦτο καταδεξάμενοι καὶ πεισθέντες, οὐ δεήσονται τοῦ μαρτυρήσοντος αὐτῷ λοιπόν· ὅπερ οὖν καὶ γέγονεν. Εἰ γὰρ οἱ Σαμαρεῖται λέγουσι μετὰ τὴν ἀκρόασιν αὐτοῦ τῇ γυναικὶ, Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ Σωτὴρ τοῦ κόσμου, ὁ Χριστός· πολλῷ μᾶλλον οἱ μαθηταὶ τάχιον ἐχειρώθησαν ἂν, ὃ δὴ καὶ γέγονεν. Ἐλθόντες γὰρ καὶ ἀκούσαντες μίαν ἑσπέραν, οὐκ ἔτι πρὸς Ἰωάννην ὑπέστρεψαν, ἀλλ' οὕτως αὐτῷ προσηλώθησαν, ὥστε τὴν Ἰωάννου διακονίαν ἀναδέξασθαι, καὶ αὐτοὶ κηρύττειν αὐτόν. Εὑρίσκει γὰρ οὗτος, φησὶ, τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον, ὁ Χριστός. Θέα δέ μοι κἀκεῖνο, πῶς, ὅτε μὲν 59.115 ἔλεγεν, Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονε, καὶ, ὅτι Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ, οὐδένα εἷλεν· ὅτε δὲ περὶ τῆς οἰκονομίας διελέχθη, καὶ ἐπὶ τὸ ταπεινότερον τὸν λόγον ἤγαγε, τότε ἠκολούθησαν οἱ μαθηταί. Οὐ τοῦτο δὲ μόνον ἔστι κατιδεῖν, ἀλλ' ὅτι καὶ οὐχ οὕτως οἱ πολλοὶ προσάγονται, ὅταν τι μέγα καὶ ὑψηλὸν περὶ Θεοῦ λέγηται, ὡς ὅταν χρηστὸν καὶ φιλάνθρωπον καὶ εἰς τὴν τῶν ἀκουόντων ἀνθρώπων σωτηρίαν ἧκον. Ἤκουσαν γοῦν ὅτι αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ εὐθέως ἐπέδραμον. Εἰ γὰρ ἔστιν ἀπολούσασθαι τὰ ἐγκλήματα, τίνος ἕνεκεν, φησὶν, ἀναβαλλόμεθα; πάρεστιν ὁ χωρὶς πόνων ἐλευθερώσων ἡμᾶς· πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας ὑπερτίθεσθαι τὴν δωρεάν; Ἀκουέτωσαν οἱ κατηχούμενοι, καὶ πρὸς ἐσχάτας ἀναπνοὰς τὴν οἰκείαν ἀναβαλλόμενοι σωτηρίαν. Πάλιν εἱστήκει, φησὶν, ὁ Ἰωάννης καὶ λέγει· Ἴδε ὁ ἀμνὸς
71
τοῦ Θεοῦ. Οὐδὲν ὁ Χριστὸς διαλέγεται, ἀλλὰ πάντα ἐκεῖνος. Οὕτω καὶ ἐπὶ τοῦ νυμφίου γίνεται. Οὐκ αὐτός τι λέγει πρὸς τὴν νύμφην τέως, ἀλλὰ πάρεστι μὲν σιγῇ, ἕτεροι δὲ αὐτὸν δηλοῦσι καὶ τὴν νύμφην, ἐγχειρίζουσι δὲ ἕτεροι· αὕτη δὲ φαίνεται μόνον, καὶ οὐκ ἀφ' ἑαυτοῦ ταύτην ἄπεισι λαβὼν, ἀλλ' ἑτέρου παραδόντος αὐτήν. Ὅταν δὲ λάβῃ παραδοθεῖσαν, οὕτως αὐτὴν διατίθησιν, ὡς μηκέτι μεμνῆσθαι τῶν κατεγγυησάντων. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν. Ἦλθεν ἁρμοσόμενος τὴν Ἐκκλησίαν· οὐδὲν αὐτὸς εἶπεν, ἀλλὰ παρεγένετο μόνον· ὁ δὲ φίλος αὐτοῦ ὁ Ἰωάννης τὴν δεξιὰν ἐνέθηκε τῆς νύμφης, διὰ τῶν λόγων ἐγχειρίσας αὐτῷ τὰς ψυχὰς τῶν ἀνθρώπων. Λαβὼν αὐτὸς λοιπὸν, οὕτως αὐτοὺς διέθηκεν, ὡς μηκέτι πρὸς τὸν ἐγχειρίσαντα ἀπελθεῖν. βʹ. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον ἔστιν ἐνταῦθα παρατηρῆσαι. Καθάπερ γὰρ ἐπὶ τῶν γάμων οὐχ ἡ κόρη πρὸς τὸν νυμφίον ἄπεισιν, ἀλλ' οὗτος πρὸς αὐτὴν ἐπείγεται, κἂν βασιλέως υἱὸς ᾖ, κἂν εὐτελῆ τινα καὶ ἀπεῤῥιμμένην, κἂν θεραπαινίδα κατεγγυήσασθαι μέλλῃ· οὕτω καὶ ἐνταῦθα συνέβη. Οὐκ εἰς τὸν οὐρανὸν ἀνῆλθε τῶν ἀνθρώπων ἡ φύσις, ἀλλ' αὐτὸς πρὸς τὴν εὐκαταφρόνητον ταύτην καὶ εὐτελῆ παραγέγονε· καὶ γενομένων τῶν γάμων, οὐκ εἴασεν ἐνταῦθα μένειν αὐτὴν λοιπὸν, ἀλλὰ παραλαβὼν, πρὸς τὸν οἶκον ἀνήγαγε τὸν πατρικόν. Τί δήποτε δὲ οὐ κατ' ἰδίαν λαμβάνει τοὺς μαθητὰς τοὺς ἑαυτοῦ, καὶ περὶ τούτων αὐτοῖς διαλέγεται ὁ Ἰωάννης, καὶ οὕτως αὐτοὺς δίδωσι τῷ Χριστῷ, ἀλλὰ δημοσίᾳ μετὰ πάντων αὐτοῖς φησιν· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ; Ἵνα μὴ δόξῃ συσκευῆς εἶναι τὸ ἔργον. Εἰ μὲν γὰρ παρ' αὐτοῦ κατ' ἰδίαν παρακληθέντες ἀπῄεσαν, καὶ ὡς χάριν αὐτῷ παρέχοντες, ταχέως ἂν ἴσως καὶ ἀπεπήδησαν· νῦν δὲ ἐκ τῆς κοινῆς γενομένης διδασκαλίας καταδεξάμενοι τὴν ἀκολούθησιν, βέβαιοι λοιπὸν ἔμενον μαθηταὶ, ὡς οὐ διὰ τὴν εἰς τὸν διδάσκαλον χάριν ἀκολουθήσαντες, ἀλλ' εἰλικρινῶς καὶ πρὸς τὸ κέρδος ὁρῶντες τὸ ἑαυτῶν. Οἱ μὲν οὖν προφῆται καὶ οἱ ἀπόστολοι πάντες ἀπόντα αὐτὸν ἐκήρυττον· οἱ μὲν πρὸ τῆς κατὰ σάρκα παρουσίας, οἱ δὲ μετὰ τὴν ἀνάληψιν· οὗτος δὲ μόνος παρόντα. Διὸ καὶ φίλον αὐτὸν τοῦ νυμφίου φησὶν, ἐπειδὴ καὶ ἐν τοῖς γάμοις μόνος αὐτὸς παρεγένετο. 59.116 Καὶ γὰρ αὐτὸς πάντα ἐποίησε καὶ ἀπετέλεσεν· αὐτὸς τῷ πράγματι τὴν ἀρχὴν παρέσχε. Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Τοῦτο εἶπε, δεικνὺς ὅτι οὐ τῇ φωνῇ μόνον, ἀλλὰ καὶ τοῖς ὀφθαλμοῖς ἐμαρτύρει· καὶ γὰρ ἐθαύμαζε τὸν Χριστὸν χαίρων καὶ ἀγαλλόμενος. Καὶ οὐ ποιεῖ τὸν λόγον παρακλητικὸν τέως, ἀλλὰ θαυμάζει μόνον καὶ ἐκπλήττεται τὸν παρόντα· καὶ τὴν δωρεὰν δὲ αὐτοῖς πᾶσιν ἐφ' ἣν παρεγένετο δηλοῖ, καὶ τὸν τρόπον τοῦ καθαρμοῦ. Ὁ γὰρ ἀμνὸς ἀμφότερα ταῦτα ἐμφαίνει. Καὶ οὐκ εἶπεν, Ὁ ληψόμενος, ἢ Ὁ ἄρας· ἀλλ', Ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου, ὡς ἀεὶ τοῦτο ποιοῦντος αὐτοῦ. Οὐ γὰρ τότε μόνον ἔλαβεν ὅτε ἔπαθεν, ἀλλ' ἐξ ἐκείνου μέχρι τοῦ παρόντος αἴρει τὰς ἁμαρτίας, οὐκ ἀεὶ σταυρούμενος (μίαν γὰρ ὑπὲρ ἁμαρτιῶν προσήνεγκε θυσίαν), ἀλλ' ἀεὶ καθαίρων διὰ τῆς μιᾶς ἐκείνης. Ὥσπερ οὖν ἡμῖν ὁ Λόγος τὸ ἐξαίρετον δείκνυσι, καὶ ὁ Υἱὸς τὸ ἐξηλλαγμένον πρὸς τοὺς ἄλλους ἐμφαίνει· οὕτω καὶ ὁ ἀμνὸς, καὶ ὁ Χριστὸς, καὶ ὁ προφήτης, καὶ τὸ φῶς τὸ ἀληθινὸν, καὶ ὁ ποιμὴν ὁ καλὸς, καὶ ὅσα ἂν ἐπ' αὐτοῦ λέγηται μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, πολὺ δείκνυσι τὸ διωρισμένον. Καὶ γὰρ ἀμνοὶ ἦσαν πολλοὶ, καὶ προφῆται, καὶ χριστοὶ, καὶ υἱοί· ἀλλὰ πάντων ἐκείνων αὐτὸν ἀφίστησι πολλῷ τῷ μέσῳ. Καὶ οὐδὲ τῷ ἄρθρῳ τούτῳ ἠσφαλίσατο μόνον, ἀλλὰ καὶ τῇ τοῦ Μονογενοῦς προσθήκῃ. Οὐδὲν γὰρ αὐτῷ κοινὸν πρὸς τὴν κτίσιν. Εἰ δέ τινι παρὰ καιρὸν εἶναι δοκεῖ, τὸ ὥρᾳ δεκάτῃ ταῦτα λέγεσθαι (καὶ γὰρ οὗτος ὁ καιρὸς τότε τῆς ἡμέρας ἦν· Ὥρα γὰρ ἦν ὡς δεκάτη, φησὶν), ἐσφάλθαι σφόδρα ὁ τοιοῦτός μοι δοκεῖ. Ἐπὶ μὲν γὰρ τῶν πολλῶν καὶ τῇ σαρκὶ δουλευόντων, εἰκότως ὁ μετὰ τὴν ἑστίασιν καιρὸς οὐκ ἔστι σφόδρα ἐπιτήδειος πρός τι τῶν ἀναγκαίων, διὰ τὸ τὴν καρδίαν τοῖς σιτίοις βαρύνεσθαι· ἔνθα δὲ ἀνὴρ ἦν οὐδὲ τῆς κοινῆς μετέχων τροφῆς, ἀλλὰ καὶ τὴν
72
ἑσπέραν μετὰ τοσαύτης διάγων νήψεως, μεθ' ὅσης ἡμεῖς ὑπὸ τὴν ἕω, μᾶλλον δὲ καὶ μετὰ πολλῷ πλείονος (ἐπὶ μὲν γὰρ ἡμῶν πολλάκις τῆς ἑσπερινῆς τροφῆς λείψανα ἐναπολειφθέντα, φαντάζει τὴν ψυχὴν, ἐκεῖνος δὲ οὐδενὶ τούτων τὸ πλοῖον ἐβάρυνεν)· εἰκότως καὶ δείλης ὀψίας περὶ τοιούτων ἐφθέγγετο. Ἔπειτα καὶ ἐν ἐρήμῳ διέτριβε παρὰ τὸν Ἰορδάνην, ἔνθα πάντες μετὰ πολλοῦ τοῦ τρόμου πρὸς τὸ βάπτισμα ἀπήντων, τῶν βιωτικῶν βραχὺ φροντίζοντες τότε· ἐπεὶ καὶ τῷ Χριστῷ τρεῖς ἡμέρας προσεκαρτέρησαν, καὶ ἦσαν ἄσιτοι. Τοῦτο γὰρ σφοδροῦ κήρυκος καὶ ἐπιμελοῦς γεωργοῦ, μὴ πρότερον ἀποστῆναι, ἕως ἂν ἴδῃ κατασχεθέντα τὸν φυτευθέντα λόγον. Τί δήποτε δὲ οὐ περιῆλθε πανταχοῦ τῆς Ἰουδαίας κηρύσσων αὐτὸν, ἀλλ' εἱστήκει παρὰ τὸν ποταμὸν, περιμένων ἐλθεῖν αὐτὸν καὶ δεῖξαι παραγενόμενον; Ὅτι διὰ τῶν ἔργων ἐκεῖνο γενέσθαι ἐβούλετο· τὸ δὲ σπουδαζόμενον, γνώριμον τέως ποιῆσαι μόνον, καὶ πεῖσαί τινας ἀκοῦσαι τῆς αἰωνίου ζωῆς. Τὴν δὲ μείζονα αὐτῷ καταλιμπάνει μαρτυρίαν τὴν διὰ τῶν ἔργων, καθάπερ καὶ αὐτός φησιν· Ἐγὼ οὐ παρὰ ἀνθρώπου λαμβάνω τὴν μαρτυρίαν· τὰ γὰρ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατὴρ, ταῦτά ἐστι τὰ μαρτυροῦντα περὶ ἐμοῦ. Ὅρα γοῦν πῶς τοῦτο ἐνεργέστερον ἦν. Ἐπειδὴ γὰρ μικρὸν ἐνέβαλε σπινθῆρα, ἀθρόως ἡ πυρὰ πρὸς τὸ ὕψος ᾔρετο. Οἱ γὰρ πρὸ τούτου μηδὲ προσέχοντες τοῖς λεγομένοις, ὕστερον λέγουσι· Πάντα ὅσα εἶπεν Ἰωάννης, ἀληθῆ ἐστιν. 59.117 γʹ. Ἄλλως δὲ καὶ εἰ περινοστῶν ταῦτα ἔλεγεν, ἔδοξεν ἂν ἐκ σπουδῆς τινος ἀνθρωπίνης γίνεσθαι τὰ γινόμενα, καὶ ὑποψίας ἦν μεστὸν τὸ κήρυγμα. Καὶ ἤκουσαν οἱ μαθηταὶ αὐτοῦ οἱ δύο, καὶ ἠκολούθησαν αὐτῷ. Καίτοι γε καὶ ἕτεροι ἦσαν αὐτῷ μαθηταὶ, ἀλλ' ἐκεῖνοι οὐ μόνον οὐκ ἠκολούθησαν, ἀλλὰ καὶ ζηλοτύπως πρὸς αὐτὸν διετέθησαν· Ῥαββὶ γὰρ, φησὶν, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Καὶ πάλιν οὗτοι φαίνονται ἐγκαλοῦντες· Διατί ἡμεῖς νηστεύομεν, καὶ οἱ μαθηταί σου οὐ νηστεύουσιν; Ἀλλ' οἱ τῶν ἄλλων βελτίους οὐδὲν τοιοῦτον ἔπαθον, ἀλλ' ὁμοῦ τε ἤκουσαν καὶ ἠκολούθησαν. Ἠκολούθησαν δὲ, οὐχ ὡς τοῦ διδασκάλου καταφρονήσαντες, ἀλλ' ὡς αὐτῷ μάλιστα πεισθέντες, καὶ δεῖγμα μέγιστον τοῦ κρίσει λογισμῶν ὀρθῇ τοῦτο ποιεῖν ἐξενεγκόντες. Οὐδὲ γὰρ παρακληθέντες αὐτὸ ἐποίησαν, ὅπερ ὕποπτον ἦν, ἀλλ' ἐπειδὴ προεῖπε μόνον τὸ μέλλον, ὅτι βαπτίσει ἐν Πνεύματι ἁγίῳ, ἠκολούθησαν αὐτῷ. Οὐ τοίνυν ἀπέστησαν τοῦ διδασκάλου, ἀλλ' ἐβουλήθησαν μαθεῖν, τί πλέον φέρει τοῦ Ἰωάννου. Καὶ ὅρα τὴν σπουδὴν μετὰ αἰδοῦς γινομένην. Οὐδὲ γὰρ εὐθέως προσελθόντες ἐπηρώτησαν τὸν Ἰησοῦν ὑπὲρ ἀναγκαίων καὶ μεγίστων πραγμάτων, οὐδὲ δημοσίᾳ παρόντων ἁπάντων ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ' ἰδίᾳ διαλεχθῆναι αὐτῷ ἐσπούδαζον. Ἤδεισαν γὰρ οὐ ταπεινοφροσύνης, ἀλλ' ἀληθείας ὄντα τοῦ διδασκάλου τὰ ῥήματα. Ἦν Ἀνδρέας, φησὶν, ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων Ἰωάννου, καὶ ἀκολουθησάντων αὐτῷ. Τίνος οὖν ἕνεκεν καὶ τὸ τοῦ ἑτέρου οὐκ ἐγνώρισεν ὄνομα; Τινές φασι διὰ τὸ αὐτὸν εἶναι τὸν γράφοντα τὸν ἠκολουθηκότα· τινὲς δὲ οὐχ οὕτως, ἀλλ' ὅτι ἐκεῖνος οὐχὶ τῶν ἐπισήμων ἦν. Οὐδὲν οὖν πλέον τῶν ἀναγκαίων λέγειν ἐχρῆν. Τί γὰρ ὄφελος ἐκ τοῦ μαθεῖν ἐκείνου τὴν προσηγορίαν, ἐπεὶ οὐδὲ τῶν ἑβδομήκοντα δύο λέγει τὰ ὀνόματα; Τοῦτο καὶ παρὰ Παύλῳ ἔστιν ἰδεῖν Συνεπέμψαμεν γὰρ αὐτῷ, φησὶ, τὸν ἀδελφὸν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ. Τοῦ δὲ Ἀνδρέου μέμνηται καὶ δι' ἑτέραν αἰτίαν. Ποίαν δὴ ταύτην; Ἵνα, ὅταν ἀκούσῃς ὅτι Σίμων ἀκούσας μετ' αὐτοῦ, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, οὐ διηπόρησε πρὸς τὴν παράδοξον ταύτην ὑπόσχεσιν, μάθῃς ὅτι τὰς ἀρχὰς τῆς πίστεως ὁ ἀδελφὸς ἤδη προκατεβάλλετο. Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ ἰδὼν αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς· Τί ζητεῖτε; Ἐντεῦθεν παιδευόμεθα, ὅτι οὐ φθάνει τὰς βουλήσεις ἡμῶν ὁ Θεὸς ταῖς δωρεαῖς· ἀλλ' ὅταν ἡμεῖς ἀρξώμεθα, ὅταν τὸ θέλειν παράσχωμεν, τότε καὶ αὐτὸς πολλὰς δίδωσιν ἡμῖν τῆς σωτηρίας τὰς ἀφορμάς. Τί
73
ζητεῖτε; Τί τοῦτο; ὁ εἰδὼς τὰς καρδίας τῶν ἀνθρώπων, ὁ τοῖς λογισμοῖς ἡμῶν ἐμβατεύων, οὗτος ἐρωτᾷ; Ἀλλ' οὐχ ἵνα μάθῃ (πῶς γάρ;), ἀλλ' ἵνα διὰ τῆς ἐρωτήσεως μᾶλλον αὐτοὺς οἰκειώσηται, καὶ πλείονος μεταδῷ τῆς παῤῥησίας, καὶ δείξῃ τῆς ἀκροάσεως ὄντας ἀξίους. Εἰκὸς γὰρ ἦν ἐρυθριᾷν καὶ δεδοικέναι, ἅτε ἀγνῶτας ὄντας, καὶ τοιαῦτα περὶ αὐτοῦ τοῦ διδασκάλου μαρτυροῦντος ἀκηκοότας. Ταῦτ' οὖν ἅπαντα λύων, τὴν αἰδὼ, τὸν φόβον, ἐρωτᾷ, καὶ οὐκ εἴασε σιγῇ μέχρι τῆς οἰκίας ἐλθεῖν· καίτοι τὸ 59.118 αὐτὸ ἂν ἐγένετο, καὶ εἰ μὴ ἠρώτησε. Παρέμειναν γὰρ ἂν ἀκολουθοῦντες αὐτῷ, καὶ κατὰ πόδας βαδίζοντες ἐπέστησαν τῇ οἰκίᾳ. Τίνος οὖν ἕνεκεν ἐρωτᾷ; Τοῦτο ὅπερ εἶπον κατασκευάζων, καταπραΰνων τε αὐτοῖς τὸν λογισμὸν ἐρυθριῶντα, ἔτι καὶ ἀγωνιῶντα, καὶ παρέχων θαῤῥεῖν. Οὐ διὰ τῆς ἀκολουθήσεως δὲ μόνον τὸν πόθον, ἀλλὰ καὶ διὰ τῆς ἐρωτήσεως ἐφανέρωσαν. Οὐδὲ γὰρ οὐδέπω μαθόντες παρ' αὐτοῦ, οὐδὲ ἀκούσαντες, διδάσκαλον αὐτὸν καλοῦσιν, εἰς τοὺς μαθητὰς εἰσωθοῦντες ἑαυτοὺς, καὶ τὴν αἰτίαν δεικνύντες, δι' ἣν ἠκολούθουν, ὥς τι τῶν χρησίμων ἀκουσόμενοι. Θέα δέ μοι καὶ τὴν σύνεσιν. Οὐκ εἶπον· Δίδαξον ἡμᾶς περὶ δογμάτων ἤ τινος ἑτέρου τῶν ἀναγκαίων· ἀλλὰ τί; Ποῦ μένεις; Μετὰ γὰρ ἡσυχίας, ὅπερ ἔμπροσθεν ἔφην, καὶ εἰπεῖν τι πρὸς αὐτὸν, καὶ ἀκοῦσαί τι παρ' αὐτοῦ, καὶ μαθεῖν ἤθελον. Διόπερ οὐδὲ ἀνεβάλοντο, οὐδὲ εἶπον· Ἥξομεν πάντως αὔριον, καὶ ἀκουσόμεθα διαλεγομένου σου δημοσίᾳ· ἀλλὰ τὴν πολλὴν σπουδὴν ἢν εἶχον περὶ τὴν ἀκρόασιν ἐπιδείκνυνται, τῷ μηδὲ ὑπὸ τῆς ὥρας ἀποτραπῆναι. Καὶ γὰρ ἔτυχε λοιπὸν πρὸς δυσμὰς ὁ ἥλιος ὤν. Ὥρα γὰρ ἦν ὡς δεκάτη, φησί. Διὰ τοῦτο καὶ ὁ Χριστὸς οὐ λέγει τὰ σημεῖα τῆς οἰκίας, οὐδὲ τὸν τόπον, ἀλλ' ἐπισπᾶται πλέον αὐτοὺς πρὸς τὴν ἀκολούθησιν, δεικνὺς ὅτι αὐτοὺς ἀπεδέξατο. Καὶ διὰ τοῦτο οὐδὲ αὐτὸς τοιοῦτόν τι εἶπεν· ἄκαιρόν ἐστιν εἰς οἰκίαν νῦν ὑμᾶς εἰσελθεῖν, ἀκούσεσθε αὔριον εἴ τι βούλεσθε, ἀναχωρήσατε οἴκαδε νῦν· ἀλλ' ὡς πρὸς φίλους καὶ πολὺν αὐτῷ συγγεγονότας χρόνον, οὕτω διαλέγεται. Πῶς οὖν ἀλλαχοῦ φησιν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ· ἐνταῦθα δὲ λέγει, Ἔρχεσθε καὶ ἴδετε ποῦ μένω; Ὅτι τὸ, Οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ, δηλωτικόν ἐστι τοῦ μηδὲ ἴδιον καταγώγιον κεκτῆσθαι, οὐχ ὅτι ἐν οἰκίᾳ οὐ κατέμενε· καὶ γὰρ καὶ ἡ παραβολὴ τοῦτο βούλεται. Ὅτι μὲν οὖν παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην, εἶπεν ὁ Εὐαγγελιστής· τίνος δὲ ἕνεκεν, οὐκ ἔτι προσέθηκεν, ὡς δήλου τῆς αἰτίας οὔσης. Οὐδὲ γὰρ ἑτέρου τινὸς ἕνεκεν οὔτε αὐτῷ ἠκολούθησαν, οὔτε ὁ Χριστὸς αὐτοὺς ἐπεσπάσατο, ἀλλ' ἢ διὰ τὴν διδασκαλίαν· ἧς οὕτω δαψιλῶς καὶ προθύμως ἀπέλαυσαν, καὶ ἐν νυκτὶ μιᾷ, ὡς εὐθέως θατέρους καὶ ἐφ' ἑτέρων θήραν ἐλθεῖν. δʹ. Οὐκοῦν καὶ ἡμεῖς ἐντεῦθεν διδαχθῶμεν πάντα πάρεργα τίθεσθαι τῆς θείας ἀκροάσεως, καὶ μηδένα καιρὸν ἄκαιρον εἶναι νομίζειν, ἀλλὰ κἂν εἰς οἰκίαν ἀλλοτρίαν ἀπελθεῖν δέῃ, κἂν γνώριμον ἀνδράσι γενέσθαι μεγάλοις ἀγνῶτα ὄντα, κἂν ἀωρὶ τῆς ἡμέρας, κἂν οἱῳδήποτε καιρῷ, μηδέποτε ταύτης ἀμελεῖν τῆς ἐμπορίας. Τροφὴ μὲν οὖν καὶ λουτρὰ καὶ δεῖπνα, καὶ τὰ ἄλλα τὰ βιωτικὰ, καιρὸν ἐχέτω τὸν ὡρισμένον· διδασκαλία δὲ περὶ φιλοσοφίας τῆς ἄνω, μηδεμίαν ἀφωρισμένην ὥραν ἐχέτω, ἀλλ' ἅπας αὐτῆς ἔστω ὁ καιρός. Εὐκαίρως γὰρ, φησὶν, ἀκαίρως ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Καὶ ὁ Προφήτης δέ φησιν, Ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός· καὶ τοῖς Ἰουδαίοις δὲ ὁ Μωϋσῆς διαπαντὸς τοῦτο ποιεῖν ἐκέλευε. Τὰ μὲν γὰρ βιωτικὰ, βαλανεῖα λέγω καὶ δεῖπνα, εἰ καὶ ἀναγκαῖα, ὅμως συνεχῶς γινόμενα τὸ σῶμα ἐξίτηλον ἐργάζεται· ἡ δὲ τῆς ψυχῆς διδασκαλία, ὅσῳπερ ἂν ἐπιτείνηται, τοσούτῳ τὴν δεχομένην ἰσχυροτέραν ποιεῖ ψυχήν. Νῦν δὲ λήροις μὲν καὶ φλυαρίαις ἀνονήτοις πάντα καιρὸν ἀφορίζομεν, καὶ τὸν ὑπὸ τὴν ἕω, καὶ τὸν 59.119 περὶ δείλης, καὶ μεσημβρίαν, καὶ ἑσπέραν δὲ αὐτὴν συνεδρεύομεν εἰκῆ, καὶ τόπους εἰς τοῦτο ἀπετάξαμεν· τῶν δὲ θείων δογμάτων ἅπαξ ἢ δὶς τῆς ἑβδομάδος ἀκούοντες, ναυτιῶμεν, διακορεῖς γινόμεθα. Τί οὖν τὸ αἴτιον; Κακῶς διακείμεθα τὴν
74
ψυχήν. Τὸ ἐπιθυμητικὸν αὐτῆς τὸ περὶ ταῦτα καὶ ὀρεκτικὸν ἐξελύσαμεν ἅπαν. Διὰ τοῦτο οὐκ ἔῤῥωται πρὸς τὴν τῆς πνευματικῆς τροφῆς ὄρεξιν. Μέγα δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀῤῥωστίας τεκμήριον, τὸ μὴ πεινῇν, μηδὲ διψῇν, ἀλλὰ δυσαρέστως πρὸς ἀμφότερα ἔχειν. Εἰ δὲ ἐπὶ σωμάτων τοῦτο συμβαῖνον, νοσήματος χαλεποῖ τεκμήριον καὶ ἀῤῥωστίας ποιητικόν· πολλῷ μᾶλλον ἐπὶ τῆς ψυχῆς. Πῶς οὖν αὐτὴν ἀναπεπτωκυῖαν καὶ ἐκλελυμένην ἀναῤῥῶσαι δυνησόμεθα; τί ποιοῦντες, φησὶ, καὶ τί λέγοντες; Ἁπτόμενοι τῶν λόγων τῶν θείων, προφητικῶν, ἀποστολικῶν, εὐαγγελικῶν, καὶ τῶν ἄλλων ἁπάντων. Τότε γὰρ εἰσόμεθα, ὅτι πολλῷ βέλτιον ταῦτα σιτεῖσθαι, ἢ τὰς ἀκαθάρτους τροφάς· οὕτω γὰρ χρὴ τὰς ἀκαίρους φλυαρίας καὶ συνόδους καλεῖν. Τί γὰρ ἄμεινον, εἰ τέ μοι, περὶ τῶν κατὰ τὴν ἀγορὰν, περὶ τῶν ἐν τοῖς δικαστηρίοις, περὶ τῶν ἐν τῷ στρατοπέδῳ διαλέγεσθαι, ἢ περὶ τῶν ἐν οὐρανοῖς καὶ περὶ τῶν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν; Τί βέλτιον, περὶ τοῦ γείτονος λαλεῖν καὶ τῶν τοῦ γείτονος πραγμάτων, καὶ τὰ ἀλλότρια πολυπραγμονεῖν, ἢ τὰ τῶν ἀγγέλων καὶ τὰ ἡμῖν αὐτοῖς διαφέροντα ἀναζητεῖν; Τὰ μὲν γὰρ τοῦ γείτονος, οὐ πάντως σά· τὰ δὲ τῶν οὐρανῶν, σά. Ἀλλ' ἔνεστι, φησὶν, ἅπαξ εἰπόντα ταῦτα, πληρῶσαι τὸ πᾶν. Τί δὲ περὶ ὧν διαλέγεσθε μάτην καὶ εἰκῆ, οὐκ ἐννοεῖτε τοῦτο, ἀλλὰ πάντα τὸν βίον εἰς τοῦτο καταναλίσκοντες, τὴν ὑπόθεσιν τὴν περὶ τούτων οὐδέποτε κατεδαπανήσατε; Καὶ οὔπω λέγω τὰ πολλῷ τούτων φορτικώτερα. Οἱ μὲν γὰρ ἐπιεικέστεροι, ταῦτα πρὸς ἀλλήλους διαλέγονται· οἱ δὲ ῥᾳθυμότεροι καὶ μᾶλλον ἠμελημένοι, μίμους καὶ ὀρχηστὰς καὶ ἡνιόχους ἐν τοῖς αὐτῶν περιφέρουσι λόγοις, τὴν ἀκοὴν μολύνοντες, τὴν ψυχὴν διαφθείροντες, τὴν φύσιν ἐκβακχεύοντες τούτοις τοῖς διηγήμασιν, ἅπαν κακίας εἶδος εἰς τὴν ἑαυτῶν διάνοιαν διὰ ταύτης εἰσάγοντες τῆς διαλέξεως. Ἅμα γὰρ ἐφθέγξατο ἡ 59.120 γλῶττα τοῦ ὀρχουμένου τὸ ὄνομα, καὶ εὐθέως ἀνετύπωσεν ἡ ψυχὴ τὴν ὄψιν, τὴν κόμην, τὴν ἐσθῆτα τὴν ἁπαλὴν, αὐτὸν ἐκεῖνον τούτων μαλακώτερον ὄντα. Ἕτερος πάλιν ἑτέρωθεν ἀνεῤῥίπισε τὴν φλόγα, γυναῖκα πόρνην εἰς τὴν διάλεξιν εἰσαγαγὼν, κἀκείνης τὰ ῥήματα, τὰ σχήματα, τῶν ὀμμάτων τὰς διαστροφὰς, τῆς ὄψεως τὸ ὑγρὸν, τῶν τριχῶν τὰς στρεβλώσεις, τῶν παρειῶν τὰ ἐπιτρίμματα, τὰς ὑπογραφάς. Ἆρα οὐκ ἐπάθετέ τι καὶ ἐμοῦ ταῦτα διηγουμένου; Ἀλλὰ μὴ αἰσχυνθῆτε, μηδὲ ἐρυθριάσητε· ἡ γὰρ τῆς φύσεως ἀνάγκη τοῦτο ἀπαιτεῖ, καὶ οὕτω διατίθησι τὴν ψυχὴν, ὡς ἂν ἡ τῶν ἀπαγγελλομένων δύναμις ἔχῃ. Εἰ δὲ ἐμοῦ φθεγγομένου, εἰ δὲ ἐν ἐκκλησίᾳ ἑστῶτες, εἰ δὲ ἐκείνων ἀπέχοντες ἐπάθετέ τι πρὸς τὴν ἀκρόασιν· ἐννόησον πῶς εἰκὸς διακεῖσθαι τοὺς ἐν αὐτῷ τῷ θεάτρῳ καθημένους, τοὺς ἄδειαν πολλὴν ἔχοντας, τοὺς ἐκτὸς τοῦ σεμνοῦ τούτου καὶ φρικτοῦ συνεδρίου, τοὺς μετὰ πολλῆς ἀναισχυντίας καὶ ὁρῶντας ἐκεῖνα καὶ ἀκούοντας· Καὶ τί δήποτε, φήσειεν ἂν ἴσως τις τῶν οὐ προσεχόντων, εἰ τῆς φύσεως ἡ ἀνάγκη τὴν ψυχὴν οὕτω διατίθησιν, ἐκείνην ἀφεὶς, ἡμῖν ἐγκαλεῖς; Ὅτι τὸ μὲν, ἀκούοντα τοιαῦτα μαλάττεσθαι, τῆς φύσεως ἔργον· τὸ δὲ τοιαῦτα ἀκούειν, οὐκ ἔτι τῆς φύσεως, ἀλλὰ τῆς προαιρέσεως ἁμάρτημα. Ἐπεὶ καὶ τὸν ὁμιλοῦντα πυρὶ, διαφθείρεσθαι δεῖ, καὶ τοῦτο ἡ τῆς φύσεως ἀσθένεια βούλεται· ἀλλ' οὐκ ἔτι καὶ πρὸς τὸ πῦρ ἡμᾶς καὶ τὴν ἐκεῖθεν ἄγει διαφθορὰν ἡ φύσις· τοῦτο γὰρ τῆς κατὰ προαίρεσιν μόνης ἂν εἴη διαστροφῆς. Τοῦτο οὖν ἀνελεῖν ἀξιῶ καὶ διορθῶσαι, ὥστε μὴ ἑκόντας ἑαυτοὺς κατακρημνίζειν, μηδὲ πρὸς τὰ βάραθρα τῆς κακίας ὠθεῖν, μηδὲ αὐτομάτως τρέχειν ἐπὶ τὴν πυράν· ἵνα μὴ καὶ τῇ τῷ διαβόλῳ κατεσκευασμένῃ φλογὶ καταστήσωμεν ὑπευθύνους ἑαυτούς. Γένοιτο δὲ πάντας ἡμᾶς, καὶ ταύτης κἀκείνης ἀπαλλαγέντας, πρὸς αὐτοὺς τοῦ Ἀβραὰμ χωρῆσαι τοὺς κόλπους, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.119 ΟΜΙΛΙΑ ΙΘʹ. Εὑρίσκει οὕτω πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ· «Εὑρήκαμεν τὸν Μεσσίαν,» ὅ ἐστι μεθερμηνευόμενον Χριστός· καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. αʹ. Ὁ Θεὸς παρὰ τὴν ἀρχὴν ποιήσας τὸν ἄνθρωπον, οὐκ ἀφῆκεν εἶναι μόνον, ἀλλ' ἔδωκεν αὐτῷ βοηθὸν τὴν γυναῖκα, καὶ συνοικεῖν ἐποίησεν, εἰδὼς ἀπὸ τῆς συσκηνίας ταύτης πολὺ τὸ κέρδος ἐσόμενον. Τί γὰρ εἰ μὴ πρὸς τὸ δέον ἐχρήσατο τῇ εὐεργεσίᾳ ταύτῃ ἡ γυνή; Ἀλλ' ὅμως εἰ τοῦ πράγματος αὐτοῦ τὴν φύσιν τις καταμάθοι, πολλὴν ἀπὸ τῆς συνοικήσεως ταύτης ὄψεται τὴν ὠφέλειαν ἐπὶ τῶν νοῦν ἐχόντων γινομένην. Οὐκ ἐπὶ γυναικὸς δὲ μόνον καὶ ἀνδρὸς, ἀλλὰ κἂν ἀδελφοὶ τοῦτο ποιῶσι, καὶ αὐτοὶ τῆς εὐεργεσίας ἀπολαύσονται. Διὸ καὶ ὁ Προφήτης ἔλεγε· Τί καλὸν ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Καὶ ὁ Παῦλος παρῄνει μὴ ἐγκαταλιπεῖν τὴν ἐπισυναγωγὴν τὴν ἑαυτῶν. Καὶ γὰρ τοῦτό ἐστιν ᾧ τῶν θηρίων διεστήκαμεν. Διὰ τοῦτο καὶ πόλεις ἐδειμάμεθα, καὶ ἀγορὰς καὶ οἰκίας, ἵνα ὁμοῦ καὶ μετ' ἀλλήλων ὦμεν, οὐ κατὰ τὴν οἴκησιν μόνον, ἀλλὰ καὶ κατὰ τὸν τῆς ἀγάπης σύνδεσμον. Ἐπειδὴ γὰρ ἐνδεὴς ἡμῖν ἡ φύσις παρὰ τοῦ πεποιηκότος ἐγένετο, καὶ οὐκ αὐτάρκης ἐστὶν ἑαυτῇ, συμφερόντως ᾠκονόμησεν ὁ 59.120 Θεὸς τὴν ἐντεῦθεν ἔνδειαν λοιπὸν ἐκ τῆς κατὰ τὴν σύνοδον παρ' ἀλλήλων γινομένης ὠφελείας διορθωθῆναι. Διὰ τοῦτο γάμος οἰκονομεῖται, ὥστε τὸ λεῖπον ἑτέρῳ παρ' ἑτέρου πληροῦσθαι, καὶ τὴν ἐνδεῆ γενέσθαι οὕτως αὐτάρκη, ὡς αὐτὴν ἔχειν καὶ θνητὴν γενομένην, τῇ διαδοχῇ μέχρι πολλοῦ τὴν ἀθανασίαν διατηρεῖν. Καὶ ἦν μὲν μακρότερον ἐπεξελθεῖν τούτῳ τῷ λόγῳ, δεικνύντα ὅσα ἀπὸ τῆς πρὸς ἀλλήλους συνόδου τῆς γνησίας καὶ εἰλικρινοῦς τὰ κέρδη τοῖς συνερχομένοις γίνεται· ἀλλ' ἕτερόν ἐστι τὸ κατεπεῖγον νῦν, οὗ δὴ καὶ ἕνεκεν ἡμῖν ταῦτα εἴρηται. Ὁ γὰρ Ἀνδρέας μείνας παρὰ τῷ Ἰησοῦ, καὶ μαθὼν ἅπερ ἔμαθεν, οὐ κατέσχε παρ' ἑαυτῷ τὸν θησαυρὸν, ἀλλ' ἐπείγεται καὶ τρέχει ταχέως παρὰ τὸν ἀδελφὸν, μεταδώσων αὐτῷ τῶν ἀγαθῶν ὧν εἰλήφει. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν ὁ Ἰωάννης, τίνα ἐστὶν ἃ διελέχθη πρὸς αὐτοὺς ὁ Χριστός; πόθεν δὲ καὶ δῆλόν ἐστιν ὅτι διὰ τοῦτο ἔμειναν παρ' αὐτῷ; Ἀπεδείχθη μὲν ἡμῖν τοῦτο καὶ πρώην· ἔξεστι δὲ καὶ ἐκ τῶν τήμερον ἀναγνωσθέντων μαθεῖν. Ὅρα γὰρ τί φησιν οὗτος πρὸς τὸν ἀδελφόν· Εὑρήκαμεν τὸν Μεσσίαν, ὃς ἑρμηνεύεται Χριστός. 59.121 Εἶδες πῶς ὅσα ἐν βραχεῖ ἔμαθεν, ἔδειξεν ἐντεῦθεν; Καὶ γὰρ καὶ τὴν τοῦ διδασκάλου ἰσχὺν παρίστησι πείσαντος αὐτοὺς, καὶ τὴν αὐτῶν προθυμίαν ἄνωθεν καὶ ἐξ ἀρχῆς ταῦτα μεριμνώντων. Τοῦτο γὰρ τὸ ῥῆμα ψυχῆς ἐστιν ὠδινούσης τὴν παρουσίαν αὐτοῦ, καὶ προσδοκώσης τὴν ἄφιξιν ἄνωθεν, καὶ περιχαροῦς γεγενημένης μετὰ τὸ φανῆναι τὸ προσδοκώμενον, καὶ ἐπειγομένης ἑτέροις μεταδοῦναι τῶν εὐαγγελίων. Τοῦτο ἀδελφικῆς εὐνοίας, τοῦτο φιλίας συγγενικῆς, τοῦτο εἰλικρινοῦς διαθέσεως, ἐν τοῖς πνευματικοῖς σπουδάζειν χεῖρα ὀρέγειν ἀλλήλοις. Ἄκουσον δὲ καὶ τούτου μετὰ τῆς τοῦ ἄρθρου προσθήκης λέγοντος. Οὐ γὰρ εἶπε, Μεσσίαν, ἀλλὰ, τὸν Μεσσίαν· οὕτως ἕνα τινὰ Χριστὸν προσεδόκων, οὐδὲν κοινὸν πρὸς τοὺς ἄλλους ἔχοντα. Θέα δέ μοι καὶ ἐξ αὐτῆς τῆς ἀρχῆς τὴν εὐπειθῆ καὶ εὐήνιον τοῦ Πέτρου διάνοιαν. Εὐθέως γὰρ ἐπέδραμε μηδὲν μελλήσας. Ἤγαγε γὰρ αὐτὸν, φησὶ, πρὸς τὸν Ἰησοῦν. Ἀλλὰ μηδεὶς εὐκολίαν αὐτοῦ καταγινωσκέτω, εἰ μὴ πολλὰ ζητήσας οὕτω τὸν λόγον ἐδέξατο. Εἰκὸς γὰρ καὶ τὸν ἀδελφὸν ἀκριβέστερον εἰρηκέναι αὐτῷ ταῦτα, καὶ διὰ μακρῶν· ἀλλ' οἱ εὐαγγελισταὶ πανταχοῦ πολλὰ ἐπιτέμνουσι βραχυλογίας ἐπιμελούμενοι. Ἄλλως δὲ, οὐδὲ εἴρηται ὅτι ἐπίστευσεν ἁπλῶς, ἀλλ' ὅτι Ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν, ἐκείνῳ λοιπὸν παραδώσων, ὥστε τὸ πᾶν παρ' ἐκείνου μαθεῖν· καὶ γὰρ καὶ ὁ ἕτερος μαθητὴς συνῆν καὶ συνεβάλετο πρὸς ταῦτα. Εἰ δὲ ὁ Βαπτιστὴς Ἰωάννης εἰπὼν, ὅτι Ἀμνός ἐστι, καὶ
76
ὅτι ἐν Πνεύματι βαπτίζει, τὴν σαφεστέραν περὶ τούτου διδασκαλίαν ἐπέτρεψε παρ' ἐκείνου μαθεῖν· πολλῷ μᾶλλον Ἀνδρέας ἂν τοῦτο ἐποίησεν, αὐτὸς μὲν οὐχ ἡγούμενος πρὸς τὴν ἐξήγησιν πᾶσαν ἐξαρκεῖν, εἰς δὲ αὐτὴν τοῦ φωτὸς ἕλκων τὴν πηγὴν μετὰ τοσαύτης σπουδῆς καὶ χαρᾶς, ὡς μηδὲ τὸ τυχὸν ἀναβαλέσθαι καὶ μελλῆσαι ἐκεῖνον. Καὶ ἐμβλέψας αὐτῷ, φησὶν, ὁ Ἰησοῦς λέγει· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Ἄρχεται λοιπὸν ἐνταῦθα ἀποκαλύπτειν τὰ τῆς θεότητος, καὶ κατὰ μικρὸν αὐτὴν παρανοίγειν ἀπὸ τῶν προῤῥήσεων. Οὕτω καὶ ἐπὶ τοῦ Ναθαναὴλ ἐποίησε, καὶ ἐπὶ τῆς γυναικὸς τῆς Σαμαρείτιδος. βʹ. Τῶν γὰρ σημείων οὐχ ἧττον αἱ προφητεΐαι προσάγονται, καὶ τὸ ἀκόμπαστον ἔχουσι. Τὰ μὲν γὰρ θαύματα κἂν διαβληθείη παρὰ τοῖς ἀνοήτοις (Ἐν Βεελζεβοὺλ γὰρ, φησὶν, ἐκβάλλει τὰ δαιμόνια), περὶ δὲ τῆς προφητείας οὐδὲν τοιοῦτον ἐλέχθη ποτέ. Ἐπὶ μὲν οὖν τοῦ Σίμωνος καὶ τοῦ Ναθαναὴλ τούτῳ τῆς διδασκαλίας τῷ τρόπῳ κέχρηται. ἐπὶ δὲ Ἀνδρέου καὶ Φιλίππου τοῦτο οὐκ ἐποίησε. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν εἶχον τὴν μαρτυρίαν Ἰωάννου, οὐ μικρὰν παρασκευήν· ὁ δὲ Φίλιππος τοὺς παρόντας ὁρῶν, ἀξιόπιστον τεκμήριον ἐλάμβανε πίστεως. Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Ἀπὸ τοῦ παρόντος καὶ τὸ μέλλον πιστοῦται. Ὁ γὰρ τὸν Πατέρα εἰπὼν, δῆλον ὅτι καὶ τὸ μέλλον προῄδει· καὶ μετ' ἐγκωμίου ἡ πρόῤῥησις. Τοῦτο δὲ οὐ κολακεύοντος ἦν, ἀλλὰ τὸ μέλλον προλέγοντος· καὶ δῆλον ἐκεῖθεν. Σκόπει γοῦν ἐπὶ τῆς Σαμαρείτιδος, πῶς μετὰ σφοδρῶν ἐλέγχων ποιεῖται τὴν πρόῤῥησιν. Πέντε γὰρ, φησὶν, ἄνδρας ἔσχες· καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ πολὺν περὶ προφητείας ποιεῖται λόγον, πρὸς τὴν τῶν εἰδώλων δόξαν ἱστάμενος. Ἀπαγγειλάτωσαν γὰρ 59.122 ὑμῖν τί μέλλει ἐφ' ὑμᾶς ἔρχεσθαι· καὶ πάλιν· Ἀπήγγειλα καὶ ἔσωσα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· καὶ δι' ὅλης τοῦτο τῆς προφητείας εἰς μέσον ἄγει. Τοῦτο γὰρ μάλιστα ἔργον Θεοῦ, ὅπερ οὐδὲ μιμήσασθαι δύναιντ' ἂν οἱ δαίμονες, κἂν σφόδρα φιλονεικῶσιν. Ἐπὶ μὲν γὰρ τῶν θαυμάτων καὶ φαντασία γένοιτο ἄν· τὸ δὲ τὰ μέλλοντα προειπεῖν μετὰ ἀκριβείας, τῆς ἀκηράτου φύσεως ἐκείνης μόνης ἐστίν. Εἰ δέ που καὶ δαίμονες τοῦτο πεποιήκασιν, ἀλλ' ἀπατῶντες τοὺς ἀνοητοτέρους· ὅθεν καὶ εὐφώρατα αὐτῶν πανταχοῦ τὰ μαντεῖα. Ὁ δὲ Πέτρος οὐδὲν πρὸς ταῦτα ἀποκρίνεται· οὐδέπω γὰρ οὐδὲν ᾔδει σαφῶς, ἀλλὰ τέως ἐμάνθανεν. Ὅρα δὲ οὐδὲ ὁλόκληρον τὴν πρόῤῥησιν κειμένην. Οὐ γὰρ εἶπεν, Ἐγώ σε μετονομάσω Πέτρον, καὶ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν ἐπὶ τῇ πέτρᾳ ταύτῃ, ἀλλὰ, Σὺ κληθήσῃ Κηφᾶς. Ἐκεῖνο γὰρ αὐθεντίας ἦν καὶ ἐξουσίας μείζονος. Ὁ δὲ Χριστὸς οὐκ εὐθέως οὐδὲ ἐξ ἀρχῆς τὰ τῆς ἐξουσίας ἐπιδείκνυται πάντα, ἀλλὰ τέως ταπεινότερον φθέγγεται. Ὅτε γοῦν ἔδωκε τῆς αὐτοῦ θεότητος ἀπόδειξιν, λοιπὸν αὐθεντικώτερον αὐτὸ τίθησι, λέγων· Μακάριος εἶ, Σίμων, ὅτι ὁ Πατήρ μου ἀπεκάλυψέ σοι· καὶ πάλιν· Κἀγώ σοι λέγω· σὺ εἶ Πέτρος, καὶ ἐπὶ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν. Τοῦτον μὲν οὖν οὕτως ὠνόμασε· τοὺς δὲ περὶ Ἰάκωβον, υἱοὺς βροντῆς. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Δεικνὺς ὅτι αὐτός ἐστιν ὁ καὶ τὴν Παλαιὰν δεδωκὼς, καὶ τὰ ὀνόματα μεταῤῥυθμίζων, ὁ τὸν Ἄβραμ, Ἀβραὰμ καλέσας, καὶ τὴν Σάραν Σάῤῥαν· καὶ τὸν Ἰακὼβ Ἰσραήλ. Πολλοῖς μὲν καὶ ἐκ γενετῆς τὰ ὀνόματα ἔθηκεν, ὡς τῷ Ἰσαὰκ, ὡς τῷ Σαμψὼν, ὡς τοῖς ἐν τῷ Ἡσαΐᾳ καὶ Ὠσηέ· τοῖς δὲ μετὰ τὴν παρὰ τῶν γονέων προσηγορίαν, ὡς τοῖς τε εἰρημένοις, καὶ τῷ Ἰησοῦ τοῦ Ναυή. Ἔθος δὲ καὶ τοῦτο τοῖς παλαιοῖς ἦν, ἀπὸ τῶν πραγμάτων τὰ ὀνόματα τίθεσθαι, ὅπερ δήπου καὶ Ἠλίας πεποίηκε, Τοῦτο δὲ οὐχ ἁπλῶς γίνεται, ἀλλ' ἵνα τὴν προσηγορίαν ἔχωσιν ὑπόμνημα τῆς εὐεργεσίας τοῦ Θεοῦ, ἵνα μνήμη διηνεκὴς τῆς διὰ τῶν ὀνομάτων προφητείας ἐνηχῆται τοῖς ἀκούουσιν. Οὕτω καὶ τὸν Ἰωάννην ἄνωθεν ἐκάλεσεν. Οἷς μὲν γὰρ ἔμελλεν ἐκ πρώτης ἡλικίας ἡ ἀρετὴ διαλάμπειν, ἐκεῖθεν τὰ ὀνόματα ἐλάμβανον· τοῖς δὲ μετὰ ταῦτα μέλλουσιν ἐπιδιδόναι, μετὰ ταῦτα καὶ ἡ προσηγορία ἐτίθετο. γʹ.
77
Ἀλλὰ τότε μὲν διάφορα ἕκαστος ἐλάμβανεν ὀνόματα· νῦν δὲ ἓν πάντες ἔχομεν, τὸ πάντων μεῖζον ἐκεῖνο, τὸ Χριστιανοὶ προσαγορεύεσθαι, καὶ υἱοὶ τοῦ Θεοῦ, καὶ φίλοι καὶ σῶμα. Ἱκανὴ γὰρ αὕτη ἡ προσηγορία πασῶν μᾶλλον ἐκείνων ἡμᾶς διαναστῆσαι, καὶ ποιῆσαι προθυμοτέρους πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. Μὴ τοίνυν ἀνάξια πράττωμεν τῆς κατὰ τὴν προσηγορίαν τιμῆς, ἐννοήσαντες τὴν ὑπερβολὴν τῆς ἀξίας οἳ τοῦ Χριστοῦ καλούμεθα. Οὕτω γὰρ ἡμᾶς Παῦλος ὠνόμασεν. Ἐννοήσωμεν καὶ αἰδεσθῶμεν τῆς προσηγορίας τὸ μέγεθος. Εἰ γὰρ στρατηγοῦ τινος ἐπισήμου, ἢ καὶ ἄλλως λαμπροῦ τινος εἶναι λεγόμενός τις, μέγα φρονεῖ τοῦ δεῖνος ἀκούων ἢ τοῦ δεῖνος, καὶ ἀξίωμα τὸ ὄνομα νομίζει μέγα, καὶ πάντα ποιεῖ ὥστε μὴ διὰ τῆς οἰκείας ῥᾳθυμίας βλασφημίαν τῷ ᾧ ἐστιν ἐπώνυμος προστρίψασθαι· ἡμεῖς οὐ στρατηγοῦ, οὐδὲ ἄρχοντός τινος τῶν ἐπὶ γῆς, οὐκ ἀγγέλου, οὐδὲ ἀρχαγγέλου, οὐδὲ τῶν Σεραφὶμ, ἀλλ' αὐτοῦ τοῦ τούτων βασιλέως καλούμενοι ἀπὸ τῆς προσηγορίας, οὐχὶ καὶ τὴν ψυχὴν αὐτὴν προησόμεθα, 59.123 ὥστε μὴ ὑβρίσαι τὸν τιμήσαντα. Οὐκ ἴστε τὰ τάγματα τὰ βασιλικὰ τῶν ἀσπιδηφόρων καὶ λογχοφόρων τὰ περὶ τὸν βασιλέα, πόσης ἀπολαύει τιμῆς; Οὕτω καὶ ἡμεῖς ἐγγὺς αὐτοῦ γενέσθαι καταξιωθέντες καὶ πολλῷ πλησιαίτερον, καὶ τοσούτῳ ἐγγύτερον τῶν εἰρημένων, ὅσῳ τὸ σῶμα τῇ κεφαλῇ μᾶλλον τούτων πλησίον ἐστὶ, πάντα πράττωμεν δι' ὧν τὸν Χριστὸν μιμησόμεθα. Τί οὖν φησιν ὁ Χριστός; Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Τοῦτο μὲν οὖν ἂν ἀπαιτήσωμεν παρ' ὑμῶν, φορτικὸν ἴσως καὶ ἐπαχθὲς εἶναι δόξει τοῖς πολλοῖς· διὸ τὴν μὲν ἀκρίβειαν ταύτην ἀφίημι, διὰ τὴν ὑμετέραν ἀσθένειαν, ἀξιῶ δὲ μὴ προσηλῶσθαι τοῖς χρήμασιν, ἀλλ' ὥσπερ ἐγὼ τῆς ὑπερβολῆς ἀφίσταμαι τῆς κατὰ τὴν ἀρετὴν διὰ τὴν ἀσθένειαν τὴν τῶν πολλῶν, οὕτω καὶ ὑμᾶς τῆς κατὰ τὴν κακίαν ἀποστῆναι, καὶ πολλῷ πλέον. Οὐκ ἐγκαλῶ τοῖς οἰκίας ἔχουσι, καὶ ἀγροὺς, καὶ χρήματα, καὶ ἀνδράποδα· ἀλλὰ μετὰ ἀσφαλείας ταῦτα κεκτῆσθαι βούλομαι καὶ μετὰ τοῦ πρέποντος. Τί δέ ἐστι, μετὰ τοῦ πρέποντος; Ἐν τάξει δεσποτῶν, καὶ μὴ δούλων, ὥστε κρατεῖν αὐτῶν, καὶ μὴ κρατεῖσθαι ὑπ' αὐτῶν, ὥστε κεχρῆσθαι αὐτοῖς, καὶ μὴ παρακεχρῆσθαι. Χρήματα διὰ τοῦτο εἴρηται, ἵνα αὐτοῖς εἰς τὰς ἀναγκαίας χρώμεθα διακονίας, οὐχ ἵνα φυλάττωμεν· τοῦτο γὰρ οἰκέτου, δεσπότου δὲ ἐκεῖνο· δούλου, τὸ τηρεῖν, τὸ δὲ ἀναλίσκειν, κυρίου καὶ πολλὴν ἔχοντος τὴν ἐξουσίαν. Οὐ διὰ τοῦτο ἔλαβες, ἵνα αὐτὰ καταχώσῃς, ἀλλ' ἵνα αὐτὰ διανείμῃς. Εἰ δὲ ἐβούλετο αὐτὰ ὁ Θεὸς φυλάττεσθαι, οὐκ ἂν αὐτὰ ἀνθρώποις ἔδωκεν, ἀλλ' εἴασεν ἂν ἐν τῇ γῇ κείμενα 59.124 μένειν. Ἐπειδὴ δὲ βούλεται αὐτὰ δαπανᾶσθαι, διὰ τοῦτο αὐτὰ ἡμᾶς εἴασεν ἔχειν, ἵνα ἀλλήλοις μεταδῶμεν. Ἂν δὲ παρ' ἑαυτοῖς κατέχωμεν, οὐκ ἔτι δεσπόται τούτων ἐσμέν. Εἰ δὲ βούλει αὐτὰ πλείω ποιῆσαι, καὶ διὰ τοῦτο κατέχεις, καὶ ἐνταῦθα αὕτη πασῶν ἀρίστη μέθοδος, τὸ σκορπίσαι καὶ πανταχοῦ διανεῖμαι. Οὐδὲ γὰρ ἔνι γενέσθαι πρόσοδον δαπάνης χωρὶς, οὐδὲ πλοῦτον ἄνευ ἀναλωμάτων. Τοῦτο καὶ ἐν τοῖς βιωτικοῖς γινόμενον ἴδοι τις ἄν. Οὕτως ὁ ἔμπορος, οὕτως ὁ γεωργὸς, ὁ μὲν τὰ σπέρματα, ὁ δὲ τὰ χρήματα ἐκβάλλοντες· καὶ γὰρ θάλασσαν ὁ μὲν πλεῖ τοῦ σκορπίσαι τὰ ἑαυτοῦ, ὁ δὲ ἐνιαυτὸν ὁλόκληρον μοχθεῖ, τὰ σπέρματα καταβάλλων καὶ θεραπεύων. Ἐνταῦθα δὲ οὐδενὸς δεῖ τούτων, οὐ κατασκευάσαι πλοῖον, οὐ ζεῦξαι βοῦς καὶ ἀρόσαι γῆν, οὐκ ἀνωμαλίαν ἀέρων μεριμνᾷν, οὐ χαλάζης καταβολὴν φοβη θῆναι· οὐκ ἔνι κύματα ἐνταῦθα, οὐδὲ σκόπελος· οὗτος ὁ πλοῦς καὶ οὗτος ὁ σπόρος ἑνὸς δεῖται μόνου, τοῦ ῥῖψαι τὰ ὄντα· τὰ δὲ λοιπὰ ἅπαντα ὁ γεωργὸς ἐκεῖνος ποιήσει, περὶ οὗ φησιν ὁ Χριστός· Ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πῶς οὖν οὐκ ἄτοπον, ἔνθα μὲν ἔστιν ἀπονητὶ πάντα λαβεῖν, ὕπτιον εἶναι καὶ ῥᾴθυμον· ἔνθα δὲ πολλοὶ μὲν ἱδρῶτες, πολλοὶ δὲ μόχθοι καὶ φροντίδες, καὶ μετὰ ταῦτα τὸ τῶν ἐλπίδων ἄδηλον, πᾶσαν ἐπιδείκνυσθαι προθυμίαν; Μὴ, παρακαλῶ, μὴ μέχρι τοσούτου ἀνοηταίνωμεν πρὸς τὴν οἰκείαν σωτηρίαν, ἀλλὰ τὰ φορτικώτερα ἀφέντες, πρὸς τὰ ῥᾷστα καὶ
78 κερδαλεώτερα τρέχωμεν, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.123 ΟΜΙΛΙΑ Κʹ. Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθ σαϊδᾶ, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. αʹ. Παντὶ τῷ μεριμνῶντι ἔνεστι τι περισσὸν, ὁ παροιμιώδης λόγος φησί. Ὁ δὲ Χριστὸς καί τι πλέον ᾐνίξατο εἰπών· Ὁ ζητῶν εὑρίσκει. Ὅθεν καὶ ἔπεισί μοι λοιπὸν θαυμάζειν, πόθεν ὁ Φίλιππος ἠκολούθησε τῷ Χριστῷ. Ὁ μὲν γὰρ Ἀνδρέας ἀκούσας παρὰ Ἰωάννου, καὶ ὁ Πέτρος παρὰ Ἀνδρέου· οὗτος δὲ παρ' οὐδενὸς οὐδὲν μαθὼν, ἢ τοῦτο μόνον εἰπόντος τοῦ Χριστοῦ πρὸς αὐτὸν, Ἀκολούθει μοι, ἐπείσθη τε εὐθέως καὶ οὐκ ἀνεχώρησεν, ἀλλὰ καὶ κήρυξ ἑτέροις γίνεται. Δραμὼν γὰρ ἐπὶ τὸν Ναθαναὴλ, Ὃν ἔγραψε, φησὶ, Μωϋσῆς ἐν τῷ νόμῳ, καὶ οἱ προφῆται, εὑρήκαμεν. Ὁρᾷς πῶς μεμεριμνημένην διάνοιαν εἶχε, καὶ συνεχῶς ἐμελέτα τὰ Μωϋσέως, καὶ προσεδόκα τὴν παρουσίαν; Καὶ γὰρ τὸ, Εὑρήκαμεν, ζητούντων πώς ἐστιν ἀεί. Τῇ ἐπαύριον ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν. Πρὶν ἢ γὰρ αὐτῷ τινα· κολληθῆναι, οὐδένα καλεῖ. Ποιεῖ δὲ αὐτὸ οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὴν αὐτοῦ σοφίαν καὶ σύνεσιν. Εἰ μὲν γὰρ, μηδενὸς αὐτομάτου προσελθόντος, αὐτὸς αὐτοὺς ἐφειλκύσατο, κἂν ἀπεπήδησαν ἴσως· νῦν δὲ ἀφ' ἑαυτῶν ἑλόμενοι τοῦτο, βέβαιοι λοιπὸν ἔμενον. Τὸν δὲ Φίλιππον καλεῖ, μᾶλλον αὐτῷ γνώριμον ὄντα· ἅτε γὰρ ἐν τῇ Γαλιλαίᾳ 59.124 γεννηθεὶς καὶ τραφεὶς, μᾶλλον αὐτὸν ἐπεγίνωσκε. Λαβὼν τοίνυν τοὺς μαθητὰς, ἔρχεται λοιπὸν ἐπὶ τὴν ἄγραν τῶν λοιπῶν, καὶ τὸν Φίλιππον καὶ τὸν Ναθαναὴλ ἐπισπᾶται. Ἀλλ' ἐπὶ μὲν τούτου οὐκ ἦν οὕτω θαυμαστὸν, ὅτι καὶ ἡ ἀκοὴ τοῦ Ἰησοῦ ἀπεληλύθει εἰς τὴν Συρίαν ἅπασαν· τὸ δὲ θαυμαστὸν, τὸ τῶν περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Φίλιππον ἦν, οὐχ ὅτι μόνον πρὸ τῶν σημείων ἐπείσθησαν, ἀλλ' ὅτι καὶ ἐκ τῆς Γαλιλαίας ὄντες, ὅθεν οὐδὲ προφήτης ἐγείρεται, οὐδὲ δύναταί τι ἀγαθὸν εἶναι. Ἀγροικότερον γάρ πως καὶ ἀγριώτερον καὶ παχύτερον οὗτοι διέκειντο. Ὁ δὲ Χριστὸς κἀντεῦθεν αὐτοῦ τὴν ἰσχὺν ἐνέφηνεν, ἀπὸ τῆς οὐδένα φερούσης καρπὸν γῆς τοὺς τῶν μαθητῶν ἐκκρίτους ἐκλέγων. Εἰκὸς μὲν οὖν τὸν Φίλιππον καὶ τοὺς περὶ Πέτρον ἰδόντα, καὶ παρὰ τοῦ Ἰωάννου ἀκηκοότα, ἀκολουθῆσαι· εἰκὸς δὲ καὶ τὴν φωνὴν τοῦ Χριστοῦ ἐργάσασθαί τι ἐν αὐτῷ. Οἶδε γὰρ τοὺς μέλλοντας ἔσεσθαι ἐπιτηδείους. Ὁ δὲ εὐαγγελιστὴς ἅπαντα ἐπιτέμνεται ταῦτα. Ὅτι μὲν οὖν ὁ Χριστὸς ἔμελλεν ἥξειν, ἠπίστατο· ὅτι δὲ οὗτος ὁ Χριστὸς ἦν ἠγνόει· ὅπερ αὐτὸν ἢ παρὰ Πέτρου, ἢ παρὰ Ἰωάννου ἀκηκοέναι φημί. Λέγει δὲ καὶ τὴν κώμην αὐτοῦ ὁ Ἰωάννης, ἵνα μάθῃς ὅτι τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Λέγει δὲ ταῦτα ἀξιόπιστον ποιῶν τὸ κήρυγμα εἴ γε ἀπὸ Μωϋσέως ἐστὶ καὶ τῶν 59.125 προφητῶν, καὶ δυσωπῶν τὸν ἀκροατὴν ἐντεῦθεν. Ἐπειδὴ γὰρ ὁ Ναθαναὴλ ἀκριβὴς ἦν, καὶ πάντα διεσκεμμένος μετὰ ἀληθείας, ὡς καὶ ὁ Χριστὸς ἐμαρτύρησε, καὶ τὸ ἔργον ἔδειξεν, εἰκότως αὐτὸν ἐπὶ τὸν Μωϋσέα καὶ τοὺς προφήτας παρέπεμψεν, ἵνα οὕτω παραδέξηται τὸν κηρυττόμενον. Εἰ δὲ υἱὸν Ἰωσὴφ αὐτὸν λέγει, μὴ θορυβηθῇς· ἔτι γὰρ τούτου παῖς ἐνομίζετο εἶναι. Καὶ πόθεν δῆλον, ὦ Φίλιππε, ὅτι οὗτος ἐκεῖνός ἐστι; τί λέγεις ἡμῖν τεκμήριον; Οὐ γὰρ ἀρκεῖ μόνον τὸ ἀποφήνασθαι. Ποῖον σημεῖον εἶδες; ποῖον θαῦμα; Οὐκ ἔστιν ἀκίνδυνον πιστεύειν ἁπλῶς ὑπὲρ τοιούτων πραγμάτων. Ποίαν οὖν ἔχεις ἀπόδειξιν; Τὴν αὐτὴν τῷ Ἀνδρέᾳ, φησί. Καὶ γὰρ ἐκεῖνος παραστῆσαι
79
τὸν πλοῦτον ὃν εὗρεν οὐκ ἔχων, οὐδὲ διὰ ῥημάτων ἐπιδείξασθαι δυνάμενος τὸν θησαυρὸν, ἄγει πρὸς τὸν εὑρεθέντα τὸν ἀδελφόν. Οὕτω δὴ καὶ οὗτος, πῶς μὲν αὐτός ἐστιν ἐκεῖνος ὁ Χριστὸς, καὶ πῶς αὐτὸν οἱ προφῆται προανεκήρυξαν, οὐκ εἶπεν· ἕλκει δὲ αὐτὸν πρὸς τὸν Ἰησοῦν, οὐκ ἀποστησόμενον λοιπὸν εἰδὼς, ἂν τῶν ῥημάτων γεύσηται καὶ τῆς διδασκαλίας ἐκείνου. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Ἐπειδὴ εἶπεν, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι, ἐπαινεῖ καὶ θαυμάζει τὸν ἄνθρωπον. Καὶ μὴν ἐγκληθῆναι αὐτὸν ἐχρῆν. Οὐδαμῶς. Οὐδὲ γὰρ ἀπιστοῦντος ἦν τὰ ῥήματα, οὐδὲ ἐγκλημάτων ἄξια, ἀλλ' ἐπαίνων. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι Φιλίππου μᾶλλον οὗτος ἐσκεμμένος ἦν τὰ προφητικά. Καὶ γὰρ ἦν ἀκούσας ἀπὸ τῶν Γραφῶν, ὅτι ἀπὸ Βηθλεὲμ δεῖ τὸν Χριστὸν ἐλθεῖν, καὶ ἀπὸ τῆς κώμης ἐν ᾗ ἦν Δαυΐδ. Τοῦτο γοῦν καὶ παρὰ Ἰουδαίοις ἐκράτει, καὶ ὁ προφήτης ἄνωθεν ἐκήρυττε λέγων· Καὶ σὺ, Βηθλεὲμ, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Ἐπεὶ οὖν ἤκουσεν, ὅτι ἐκ Ναζαρὲτ, ἐθορυβήθη καὶ διηπόρησεν, οὐχ εὑρίσκων συμβαίνουσαν τοῦ Φιλίππου τὴν ἐπαγγελίαν τῇ προφητικῇ προῤῥήσει. Θέα δὲ αὐτοῦ καὶ ἐν τῇ διαπορήσει τὴν σύνεσιν καὶ ἐπιείκειαν. Οὐ γὰρ εἶπεν εὐθέως· Ἀπατᾷς με, ὦ Φίλιππε, καὶ ψεύδῃ· οὐ πείθομαι, οὐ παραγίνομαι· ἔμαθον ἀπὸ τῶν προφητῶν, ὅτι ἀπὸ Βηθλεὲμ τὸν Χριστὸν ἐλθεῖν δεῖ· σὺ δὲ λέγεις, ἀπὸ Ναζαρέτ· οὐ τοίνυν οὗτος ἐκεῖνός ἐστιν. Ἀλλ' οὐδὲν τούτων εἶπεν· ἀλλὰ τί; Παραγίνεται καὶ οὗτος, τῷ μὲν μὴ καταδέξασθαι ἐκ Ναζαρὲτ αὐτὸν εἶναι, τὴν ἀκρίβειαν τὴν περὶ τὰς Γραφὰς δηλῶν, καὶ τὸ τῶν τρόπων ἀνεξαπάτητον· τῷ δὲ μὴ διαπτύσαι τὸν ἀπαγγείλαντα, τὸν πολὺν πόθον, ὃν εἶχε περὶ τὴν τοῦ Χριστοῦ παρουσίαν, ἐμφαίνων. Ἐνενόησε γὰρ, ὅτι εἰκὸς ἦν Φίλιππον περὶ τὸν τόπον ἐσφάλθαι. βʹ. Θέα δέ μοι καὶ τὴν παραίτησιν, πῶς ἐπιεικῆ πεποίηται, καὶ ἐν ἐρωτήσεως τάξει. Οὐδὲ γὰρ εἶπεν, Οὐδὲν ἀγαθὸν ἡ Γαλιλαία φέρει· ἀλλὰ πῶς; Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Σφόδρα δὲ ἦν καὶ ὁ Φίλιππος συνετός. Οὐ γὰρ ὡς ἀπορηθεὶς ἀγανακτεῖ καὶ δυσχεραίνει, ἀλλ' ἐπιμένει τὸν ἄνδρα βουλόμενος ἀγαγεῖν, καὶ ἐκ προοιμίων τὴν ἀποστόλῳ προσήκουσαν εὐτονίαν ἡμῖν ἐνδεικνύμενος. Διὰ ταῦτα καὶ ὁ Χριστός φησιν· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Ὥστε ἔνι καὶ ψευδὴς Ἰσραηλίτης. Ἀλλ' οὐχ οὗτος τοιοῦτος· ἀδέκαστος γὰρ αὐτοῦ, φη 59.126 σὶν, ἡ κρίσις· οὐδὲν πρὸς χάριν, οὐδὲ πρὸς ἀπέχθειαν φθέγγεται. Καίτοι Ἰουδαῖοι ἐπερωτηθέντες, ποῦ ὁ Χριστὸς γεννᾶται, εἶπον ὅτι ἐν Βηθλεὲμ, καὶ τὴν μαρτυρίαν παρήγαγον λέγοντες· Καὶ σὺ, Βηθλεὲμ, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. Ἀλλ' ἐκεῖνοι μὲν πρὶν ἰδεῖν ἐμαρτύρουν ταῦτα· ἐπειδὴ δὲ εἶδον, ὑπὸ τῆς βασκανίας τὴν μαρτυρίαν ἀπέκρυψαν λέγοντες· Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ὁ δὲ Ναθαναὴλ οὐχ οὕτως, ἀλλ' ἣν ἐξ ἀρχῆς περὶ αὐτοῦ γνώμην εἶχε, ταύτην ἔμεινε διατηρῶν, ὅτι οὐκ ἔστιν ἐκ Ναζαρέτ. Πῶς οὖν αὐτὸν Ναζωραῖον οἱ προφῆται καλοῦσιν; Ἀπὸ τῆς ἀνατροφῆς καὶ τῆς ἐκεῖ διαγωγῆς. Τὸ μὲν οὖν εἰπεῖν, Οὐκ εἰμὶ ἐκ Ναζαρὲτ, καθὼς ἀπήγγειλέ σοι Φίλιππος, ἀλλ' ἐκ Βηθλεὲμ, παρίησιν, ὥστε μὴ εὐθέως ἀμφισβητήσιμον ποιῆσαι τὸν λόγον· χωρὶς δὲ τούτων, ὅτι, εἰ καὶ ἔπεισε, τοῦτο οὐκ ἂν ἱκανὸν τεκμήριον ἔδωκε τοῦ αὐτὸν εἶναι τὸν Χριστόν. Τί γὰρ ἐκώλυε καὶ μὴ ὄντα Χριστὸν ἀπὸ Βηθλεὲμ εἶναι κατὰ τοὺς ἄλλους τοὺς ἐκεῖ γεννηθέντας; Τοῦτο μὲν οὖν παρίησιν· ὃ δὲ μάλιστα αὐτὸν δύναται ἐπαγαγέσθαι, τοῦτο ποιεῖ· δείκνυσι γὰρ ἑαυτὸν παρόντα διαλεγομένοις αὐτοῖς. Εἰπόντος οὖν ἐκείνου, Πόθεν με γινώσκεις; λέγει· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ὅρα ἄνθρωπον εὐσταθῆ καὶ βεβηκότα. Εἰπόντος γὰρ τοῦ Χριστοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης, οὐκ ἐχαυνώθη τοῖς ἐπαίνοις, οὐκ ἐπέδραμε τοῖς ἐγκωμίοις, ἀλλ' ἐπιμένει ζητῶν καὶ ἀκριβέστερον διερευνώμενος, καὶ βούλεταί
80
τι σαφὲς μαθεῖν. Αὐτὸς μὲν οὖν ὡς ἄνθρωπος ἐξήταζεν ἔτι· ὁ δὲ Ἰησοῦς ὡς Θεὸς ἀπεκρίνατο. Καὶ γὰρ εἶπεν, ὅτι Ἄνωθέν σε οἶδα· καὶ τῶν τρόπων αὐτοῦ τὴν ἐπιείκειαν, οὐχ ὡς ἄνθρωπος αὐτῷ παρηκολουθηκὼς, ἀλλ' ἄνωθεν ὡς Θεὸς ἔγνω· καὶ, Νῦν εἶδόν σε ἐν τῇ συκῇ, ὅτε οὐδεὶς αὐτόθι παρῆν, ἀλλὰ μόνος Φίλιππος ἦν καὶ Ναθαναὴλ, καὶ κατ' ἰδίαν ἅπαντα ταῦτα εἶπον. Διὰ δὴ τοῦτο εἴρηται, ὅτι Ἰδὼν αὐτὸν πόῤῥωθεν, εἶπεν· Ἴδε ἀληθῶς Ἰσραηλίτης· ἵνα μάθῃ ὅτι πρὶν ἢ πλησιάσαι τὸν Φίλιππον ταῦτα ἐφθέγγετο ὁ Χριστὸς, ὥστε μὴ ὕποπτον γενέσθαι τὴν μαρτυρίαν. Διὸ καὶ τὸν καιρὸν εἶπε, καὶ τὸν τόπον, καὶ τὸ δένδρον. Εἰ μὲν γὰρ εἶπε μόνον, Πρὸ τοῦ Φίλιππον ἐλθεῖν πρὸς σὲ, εἶδόν σε, κἂν ὑπωπτεύθη, ὡς αὐτὸς αὐτὸν ἀπεσταλκὼς, καὶ οὐδὲν μέγα λέγων· νῦν δὲ τῷ τὸν τόπον εἰπεῖν, καθ' ὃν διέτριβε φωνούμενος παρὰ τοῦ Φιλίππου, καὶ τοῦ δένδρου τὴν προσηγορίαν, καὶ τῆς διαλέξεως τὸν καιρὸν, ἀναμφισβήτητον τὴν πρόῤῥησιν ἔδειξεν οὖσαν. Οὐ τὴν πρόῤῥησιν δὲ μόνον ἐδήλωσεν, ἀλλὰ καὶ ἑτέρως αὐτὸν ἐπαίδευσεν. Εἰς ὑπόμνησιν γὰρ αὐτὸν ἤγαγε τῶν τότε λεχθέντων, οἷον, ὅτι Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; ἐφ' ᾧ καὶ μάλιστα μειζόνως αὐτὸν ἀπεδέξατο· καὶ ὅτι ταῦτα αὐτοῦ φθεγξαμένου, οὐ κατέγνω, ἀλλ' ἐπῄνεσε καὶ ἐθαύμασε. Διὸ καὶ ἐκ τούτου συνεῖδεν, ὅτι ὁ Χριστὸς ὄντως ἐστὶν, ἀπό τε τῆς προῤῥήσεως, ἀπό τε τοῦ τὴν γνώμην ἐξετάσαι μετὰ ἀκριβείας αὐτοῦ· ὅπερ δεικνύντος ἦν, ὅτι καὶ τὰ ἐν τῇ διανοίᾳ αὐτοῦ ἠπίστατο· ἄλλως τε καὶ τὸ καθ' ἑαυτοῦ δόξαντα λέγειν, μὴ μέμψασθαι, ἀλλὰ καὶ ἐπαινέσαι. Ὅτι μὲν οὖν ἐφώνησεν αὐτὸν ὁ Φίλιππος, εἶπε· τί δὲ αὐτῷ διελέχθη, καὶ τί οὗτος ἐκείνῳ, παρῆκεν, ἀφεὶς αὐτοῦ τῷ συνειδότι, καὶ οὐ βουλόμενος αὐτὸν ἐπὶ πλέον ἐλέγχειν. 59.127 γʹ. Τί οὖν; πρὶν ἢ τὸν Φίλιππον φωνῆσαι εἶδεν αὐτὸν μόνον, οὐχὶ δὲ καὶ πρὸ τούτου ἑώρα τῷ ἀκοιμήτῳ ὄμματι; Ἑώρα, καὶ οὐδεὶς ἂν ἀντείποι· ἀλλὰ τέως τοῦτο τὸ κατεπεῖγον ἦν εἰπεῖν. Τί οὖν ἐκεῖνος; Ἐπειδὴ τεκμήριον ἀναμφισβήτητον ἔλαβε τῆς προγνώσεως, ἦλθεν ἐπὶ τὴν ὁμολογίαν, καὶ τῇ ἀναβολῇ τῇ προτέρᾳ τὴν ἀκρίβειαν δηλῶν, καὶ τῇ μετὰ ταῦτα συγκαταθέσει τὴν εὐγνωμοσύνην. Ἀπεκρίθη γὰρ, φησὶ, καὶ λέγει αὐτῷ Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ· Εἶδες ψυχὴν περιχαρῆ γενομένην ἀθρόον, καὶ τοῖς ῥήμασι περιπτυσσομένην τὸν Ἰησοῦν; Σὺ εἶ, φησὶν, ὁ προσδοκώμενος, ἐκεῖνος ὁ ζητούμενος. Εἶδες ἐκπληττόμενον, θαυμάζοντα, σκιρτῶντα, πηδῶντα ὑπὸ τῆς ἡδονῆς; Οὕτω καὶ ἡμᾶς χαίρειν δεῖ, καταξιωθέντας μαθεῖν τοῦ Θεοῦ τὸν Υἱόν· χαίρειν δὲ, οὐ κατὰ διάνοιαν μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πραγμάτων αὐτῶν τοῦτο δεικνύναι. Τί δὲ τῶν χαιρόντων ἐστί; Πείθεσθαι τῷ γνωρισθέντι. Πειθομένων δέ ἐστι, τὸ ποιεῖν ἅπερ ἂν ἐκεῖνος βούληται. Ἐπεὶ εἰ μέλλοιμεν τὰ παροξύνοντα αὐτὸν πράττειν, πόθεν δηλώσομεν ὅτι χαίρομεν; Οὐχ ὁρᾶτε καὶ ἐν οἰκίαις ὅταν τις τινὰ ὑποδέχηται τῶν ποθουμένων, πῶς μετὰ χαρᾶς πάντα πράττει πανταχοῦ περιτρέχων, καὶ εἰ δέοι πάντα τὰ ὄντα προέσθαι, μηδενὸς φειδόμενος, ὥστε ἀρέσαι τῷ παραγενομένῳ; Εἰ δὲ καλῶν τις μὴ ὑπακούοι, καὶ τὰ ἀναπαύοντα αὐτὸν μὴ πράττοι, κἂν μυριάκις λέγῃ τῇ παρουσίᾳ χαίρειν, οὐκ ἂν πιστευθείη ποτὲ παρὰ τοῦ ξενιζομένου, δικαίως. Ἐπὶ γὰρ τῶν ἔργων τοῦτο ἐπιδεικνύναι χρή. Οὐκοῦν ἐπεὶ καὶ ὁ Χριστὸς πρὸς ἡμᾶς ἦλθε, δείξωμεν ὅτι χαίρομεν, καὶ μηδὲν τῶν παροξυνόντων αὐτὸν πράττωμεν· καλλωπίσωμεν τὴν οἰκίαν εἰς ἣν παρεγένετο· τοῦτο γὰρ χαιρόντων· παραθῶμεν ἄριστον ὃ βούλεται φαγεῖν· 59.128 τοῦτο γὰρ ἀγαλλομένων. Ποῖον δέ ἐστι τοῦτο τὸ ἄριστον; Αὐτός φησιν· Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με. Θρέψωμεν αὐτὸν πεινῶντα· ποτίσωμεν διψῶντα· κἂν ψυχροῦ δῷς ποτήριον, δέχεται· φιλεῖ γάρ σε· τὰ δὲ παρὰ τῶν φιλουμένων, κἂν μικρὰ τυγχάνῃ, μεγάλα τῷ ποθοῦντι φαίνεται. Μόνον σὺ μὴ κατοκνήσῃς· κἂν ὀβολοὺς δύο καταβάλῃς, οὐκ ἀποστρέφεται, ἀλλ' ὡς πολὺν δέχεται πλοῦτον. Ἐπειδὴ γὰρ ἀνενδεής ἐστι, καὶ οὐ χρείας ἕνεκεν ταῦτα λαμβάνει, εἰκότως οὐκ ἐν τῷ μέτρῳ τῶν διδομένων, ἀλλ' ἐν τῇ προαιρέσει τοῦ
81
παρέχοντος τὸ πᾶν ὁρίζεται. Μόνον δεῖξον ὅτι φιλεῖς παραγενόμενον αὐτὸν, ὅτι σπουδάζεις ἅπαντα ὑπὲρ τούτου, ὅτι χαίρεις ἐπὶ τῇ παρουσίᾳ. Ὅρα αὐτὸς πῶς πρὸς σὲ διάκειται. Ἦλθε διὰ σὲ, τὴν ψυχὴν ἔθηκεν ὑπὲρ σοῦ· καὶ μετὰ ταῦτα πάντα οὐδὲ ἱκετεύειν σε παραιτεῖται. Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν, φησὶν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Καὶ τίς οὕτω μαινόμενος, φησὶν, ὡς μὴ φιλεῖν τὸν δεσπότην τὸν ἑαυτοῦ; Τοῦτο καὶ ἐγὼ λέγω, καὶ οἶδα μὲν ὅτι ἕκαστος ἡμῶν οὐκ ἂν ἀρνηθείη τοῦτο τοῖς ῥήμασι καὶ τῇ διανοίᾳ. Ἀλλ' οὐκ ἀπὸ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν πραγμάτων δείκνυσθαι βούλεται ὁ φιλούμενος τοῦτο. Ἂν γὰρ λέγωμεν τοῦτο, μὴ ποιῶμεν δὲ τὰ τῶν ποθούντων, γέλως τοῦτό ἐστιν, οὐκ ἐπὶ τοῦ Θεοῦ δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀνθρώπων. Ἐπεὶ οὖν τὸ διὰ τῶν λόγων μόνον ὁμολογεῖν, διὰ δὲ τῶν ἔργων ἐναντιοῦσθαι, οὐχὶ ἀνόνητον μόνον, ἀλλὰ καὶ ἐπιβλαβὲς ἡμῖν, παρακαλῶ, τὴν διὰ τῶν ἔργων ὁμολογίαν προσθῶμεν, ἵνα καὶ τῆς παρ' αὐτοῦ τύχωμεν ὁμολογίας κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἐπὶ τοῦ Πατρὸς ὁμολογῇ τοὺς ἀξίους ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.127 ΟΜΙΛΙΑ ΚΑʹ. Ἀπεκρίθη Ναθαναὴλ, καὶ λέγει αὐτῷ· «Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσ ραήλ.» Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ· «Ὅτι εἶπόν σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψει.» αʹ. Πολλῆς ἡμῖν, ἀγαπητοὶ, δεῖ τῆς μερίμνης, πολλῆς τῆς ἀγρυπνίας, ὥστε δυνηθῆναι τὸ βάθος κατοπτεῦσαι τῶν θείων Γραφῶν. Οὐ γὰρ ἁπλῶς, οὐδὲ καθεύδοντας ἔνι τὸ βούλημα αὐτῶν εὑρεῖν, ἀλλὰ δεῖ μὲν ἐρεύνης ἀκριβοῦς, δεῖ δὲ καὶ εὐχῆς ἐκτενοῦς, ἵνα δυνηθῶμεν μικρόν τι διαβλέψαι πρὸς τὰ ἄδυτα τῶν θείων λογίων. Ἰδοὺ γὰρ καὶ τήμερον οὐ μικρὸν ἡμῖν ζήτημα πρόκειται, ἀλλὰ καὶ πολλῆς δεόμενον τῆς σπουδῆς καὶ τῆς ἐρεύνης. Εἰπόντος γὰρ τοῦ Ναθαναὴλ, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Χριστός φησιν· Ὅτι εἶπόν σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζονα τούτων ὄψει. Τί ποτ' οὖν ἐν τοῖς εἰρημένοις ἐστὶ τὸ ζητούμενον; Ὅτι Πέτρος μὲν μετὰ τοσαῦτα θαύματα καὶ διδασκαλίαν τοιαύτην ὁμολογήσας, ὅτι Σὺ Υἱὸς εἶ τοῦ Θεοῦ, μακαρίζεται, ὡς παρὰ τοῦ Πατρὸς τὴν ἀποκάλυψιν δεξάμενος· ὁ δὲ Ναθαναὴλ καὶ πρὸ τῶν σημείων, καὶ πρὸ τῆς διδασκαλίας τὸ αὐτὸ τοῦτο εἰπὼν, οὐδὲν τοιοῦτον ἤκουσεν, ἀλλὰ καὶ ὡς οὐδὲν εἰρηκὼς τοσοῦτον, ὅσον ἐχρῆν εἰπεῖν, ἐπὶ μείζω προσάγεται. Τί ποτ' οὖν τὸ αἴτιον; Ὅτι τὰ μὲν ῥήματα τὰ αὐτὰ ἐφθέγξατο καὶ ὁ Πέτρος καὶ ὁ Ναθαναὴλ, οὐ μετὰ τῆς αὐτῆς δὲ διανοίας ἑκάτερος, ἀλλ' 59.128 ὁ μὲν Πέτρος ὡμολόγησεν Υἱὸν τοῦ Θεοῦ, ὡς Θεὸν ἀληθῆ, ὁ δὲ ἄνθρωπον ψιλόν. Καὶ πόθεν δῆλον τοῦτο ἡμῖν; Ἐκ τῶν μετὰ ταῦτα εἰρημένων. Εἰπὼν γὰρ, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ἐπήγαγε· Σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ὁ δὲ τοῦ Θεοῦ Υἱὸς οὐ τοῦ Ἰσραήλἐστι βασιλεὺς μόνον, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης. Οὐκ ἀπὸ τούτου δὲ μόνον τοῦτο δῆλον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς. Τῷ μὲν γὰρ Πέτρῳ οὐδὲν ὕστερον προσέθηκεν ὁ Χριστὸς, ἀλλ' ὡς ἀπηρτισμένης αὐτῷ τῆς πίστεως, τὴν Ἐκκλησίαν ἔφησεν ἐπὶ τὴν ὁμολογίαν οἰκοδομήσειν τὴν ἐκείνου. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἐποίησεν, ἀλλὰ καὶ τὸ ἐναντίον. Ὡς γὰρ πολλοῦ τινος καὶ τοῦ βελτίονος μέρους τῇ ὁμολογίᾳ λείποντος, τὰ λοιπὰ προσέθηκε. Τί γάρ φησιν; Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Ὁρᾷς πῶς αὐτὸν ἀπὸ τῆς γῆς ἀνάγει κατὰ μικρὸν, καὶ ποιεῖ μηκέτι φαντάζεσθαι ἄνθρωπον ἁπλῶς; Ὧ γὰρ ἄγγελοι διακονοῦσι, καὶ ἐφ' ὃν ἄγγελοι ἀναβαίνουσι καὶ καταβαίνουσι, πῶς ἂν οὗτος ἄνθρωπος εἴη; Διὰ τοῦτο εἶπε, Μείζονα τούτων ὄψει· καὶ δεικνὺς αὐτὸ, ἐπήγαγε τὴν τῶν ἀγγέλων διακονίαν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μέγα σοι, φησὶν, ὦ Ναθαναὴλ, ἔδοξεν εἶναι τοῦτο, καὶ διὰ τοῦτό με βασιλέα τοῦ Ἰσραὴλ ὡμολόγησας· τί οὖν ἐρεῖς, ὅταν ἴδῃς τοὺς ἀγγέλους ἐπ' ἐμὲ ἀναβαίνοντας καὶ καταβαίνοντας; διὰ τούτων πείθων, καὶ τῶν ἀγγέλων αὐτὸν
82
ὁμολογῆσαι Δεσπότην. 59.129 Ὡς γὰρ ἐπὶ υἱὸν βασιλέως γνήσιον, οὕτως ἀνῄεσαν καὶ κατῄεσαν οἱ διάκονοι οἱ βασιλικοὶ, τοῦτο μὲν παρὰ τὸν καιρὸν τοῦ σταυροῦ, τοῦτο δὲ παρὰ τὸν καιρὸν τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως, καὶ πρὸ τούτου δὲ, ὅτε προσῆλθον καὶ διηκόνουν αὐτῷ, ὅτε εὐηγγελίζοντο αὐτοῦ τὸν τόκον, ὅτε ἐβόων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ὅτε πρὸς τὴν Μαριὰμ ἦλθον, ὅτε πρὸς τὸν Ἰωσήφ. Ὅπερ δὲ ἐπὶ πολλῶν ἐποίησε, τοῦτο καὶ νῦν ποιεῖ. Δύο λέγει προῤῥήσεις, καὶ τῆς μὲν ἤδη τὸν ἔλεγχον δίδωσι, τὴν δὲ μέλλουσαν ἀπὸ τῆς παρούσης βεβαιοῖ. Καὶ γὰρ τῶν λεχθέντων τὰ μὲν τὴν ἀπόδειξιν ἔλαβεν, οἶόν ἐστι, Πρὸ τοῦ Φίλιππον φωνῆσαί σε, ὑπὸ τὴν συκῆν εἶδόν σε· τὰ δὲ ἐκβήσεσθαι ἔμελλε, καὶ ἐκ μέρους ἐξέβη, ἡ τῶν ἀγγέλων κατάβασις καὶ ἀνάβασις, ἡ ἐπὶ τοῦ σταυροῦ, ἡ ἐπὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως· ὃ καὶ αὐτὸ διὰ τῶν εἰρημένων ἀξιόπιστον ποιεῖ καὶ πρὸ τῆς ἐκβάσεως. Ὁ γὰρ ἐπὶ τοῖς παρελθοῦσιν αὐτοῦ τὴν δύναμιν γνοὺς, καὶ περὶ τῶν μελλόντων ἀκούων, εὐκολώτερον καταδέχοιτο ἂν καὶ ταύτην τὴν πρόῤῥησιν. Τί οὖν ὁ Ναθαναήλ; Οὐδὲν πρὸς τοῦτο ἀποκρίνεται. Διὸ καὶ ὁ Χριστὸς μέχρι τούτου τὸν λόγον ἔστησε τὸν πρὸς αὐτὸν, συγχωρῶν κατ' ἰδίαν ἀναλογίσασθαι τὰ λεχθέντα, καὶ οὐ βουλόμενος πάντα ἀθρόως ἐκχέειν, ἀλλὰ καταβαλὼν εἰς εὔφορον γῆν τὰ σπέρματα, ἀφίησιν αὐτὴν ἐπὶ σχολῆς βλαστῆσαι λοιπόν. Ὅπερ καὶ ἀλλαχοῦ δεικνὺς ἔλεγεν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα. Καὶ ἐν τῷ καθεύδειν αὐτὸν, ἐπέρχεται ὁ ἐχθρὸς, καὶ σπείρει ζιζάνια ἀνὰ μέσον τοῦ σίτου. Ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. Καὶ ἐκλήθη ὁ Ἰησοῦς εἰς τοὺς γάμους. Ἦν δὲ καὶ ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ. Εἶπον καὶ φθάσας, ὅτι ἐν τῇ Γαλιλαίᾳ μᾶλλον γνώριμος ἦν· διὸ καὶ καλοῦσιν αὐτὸν εἰς τὸν γάμον, καὶ παραγίνεται. Οὐδὲ γὰρ πρὸς τὴν ἀξίαν ἑώρα τὴν ἑαυτοῦ, ἀλλὰ πρὸς τὴν εὐεργεσίαν τὴν ἡμετέραν. Ὁ γὰρ μὴ ἀπαξιώσας δούλου μορφὴν λαβεῖν, πολλῷ μᾶλλον οὐκ ἂν ἐπηξίωσεν εἰς γάμον ἐλθεῖν δούλων· ὁ τελώναις καὶ ἁμαρτωλοῖς συναναπεσὼν, πολλῷ μᾶλλον οὐκ ἂν παρῃτήσατο τοῖς ἐν τῷ γάμῳ παροῦσι συγκατακλίνεσθαι. Οὐ μὴν οἱ καλέσαντες τὴν προσήκουσαν περὶ αὐτοῦ κρίσιν εἶχον, οὐδ' ὡς μέγαν τινὰ ἐκάλουν, ἀλλ' ἁπλῶς ὡς τῶν πολλῶν ἕνα καὶ ὡς γνώριμον. Καὶ τοῦτο ᾐνίξατο ὁ εὐαγγελιστὴς εἰπών· Ἦν δὲ ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ. Ὥσπερ οὖν ἐκείνην καὶ τοὺς ἀδελφοὺς ἐκάλεσαν, ἐκάλεσαν καὶ τὸν Ἰησοῦν. Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ αὐτοῦ· Οἶνον οὐκ ἔχουσιν. Ἄξιον ἐνταῦθα ζητῆσαι, πόθεν ἐπῆλθε τῇ μητρὶ μέγα τι φαντασθῆναι περὶ τοῦ παιδός. Οὐδὲ γὰρ σημεῖον ἦν τι πεποιηκώς. Ταύτην γὰρ, φησὶν, ἀρχὴν ἐποίησε τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας. βʹ. Εἰ δὲ λέγοι τις, μὴ εἶναι τοῦτο τεκμήριον ἱκανὸν τοῦ ταύτην ἀρχὴν εἶναι τῶν σημείων, διὰ τὸ ἁπλῶς προσκεῖσθαι, Ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς ἐγχωροῦν πρῶτον ἐκεῖ γεγενῆσθαι, μὴ μέντοι πάντως καὶ πρῶτον (εἰκὸς γὰρ αὐτὸν ἀλλαχοῦ πεποιηκέναι ἕτερα)· ἐκεῖνο πρὸς αὐτὸν ἐροῦμεν, ὃ καὶ ἔμπροσθεν εἴπομεν. Ποῖον δὴ τοῦτο; Ὅπερ Ἰωάννης φησίν· Ἐγὼ δὲ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων. Εἰ δὲ κατὰ τὴν πρώτην ἡλικίαν ἐθαυματούργει, οὐκ ἂν ἐδεήθη 59.130 σαν Ἰσραηλῖται ἑτέρου τοῦ φανερώσοντος αὐτόν. Ὁ γὰρ εἰς ἄνδρας ἐλθὼν, καὶ οὕτως ἀπὸ τῶν θαυμάτων οὐ τοῖς ἐν Ἰουδαίᾳ γνωρισθεὶς μόνον, ἀλλὰ καὶ τοῖς ἐν Συρίᾳ καὶ περαιτέρω, καὶ ταῦτα ἐν τρισὶν ἔτεσι μόνον ταῦτα πεποιηκὼς, μᾶλλον δὲ οὐδὲ τῶν τριῶν τούτων δεηθεὶς εἰς τὸ δεῖξαι ἑαυτόν· εὐθέως γὰρ καὶ ἐκ τῆς πρώτης πανταχοῦ ἡ ἀκοὴ αὐτοῦ ἀπῆλθεν· ὁ τοίνυν ἐν βραχεῖ καιρῷ οὕτω διὰ τοῦ πλήθους τῶν θαυμάτων ἐκλάμψας, ὥστε αὐτοῦ τὸ ὄνομα κατάδηλον γενέσθαι πᾶσι· πολλῷ μᾶλλον εἰ παῖς ὢν ἐκ πρώτης ἡλικίας ἐθαυματούργει, ἐπὶ τοσοῦτον χρόνον οὐκ ἔμελλε λήσεσθαι. Τά τε γὰρ γινόμενα παραδοξότερα ἂν ἔδοξεν εἶναι, ἅτε παρὰ μειρακίου γινόμενα, ὅ τε χρόνος διπλασίων καὶ τριπλασίων καὶ πολλῷ πλείων ἦν
83
ἄν. Ἀλλὰ γὰρ οὐδὲν ἐποίησε παῖς ὤν· ἀλλ' ἓν τοῦτο μόνον ἐμαρτύρησεν ὁ Λουκᾶς, ὅτι ἐκαθέζετο δωδεκαετὴς ὢν τῶν διδασκάλων ἀκροώμενος, καὶ διὰ τῆς ἐρωτήσεως ἐδόκει θαυμαστὸς εἶναι· καὶ ἄλλως δὲ εἰκότως καὶ κατὰ λόγον οὐκ ἤρξατο τῶν σημείων ἐκ πρώτης ἡλικίας εὐθέως. Ἐνόμισαν γὰρ ἂν φαντασίαν εἶναι τὸ πρᾶγμα. Εἰ γὰρ ἐν ἡλικίᾳ γενομένου πολλοὶ τοῦτο ὑπώπτευσαν, πολλῷ μᾶλλον, ἐὰν μειράκιον ὢν κομιδῇ ἐθαυματούργει, καὶ θᾶττον δὲ καὶ πρὸ τοῦ προσήκοντος καιροῦ ἐπὶ τὸν σταυρὸν ὥρμησαν ἂν, τῇ βασκανίᾳ τηκόμενοι· καὶ αὐτὰ τὰ τῆς οἰκονομίας δ' ἂν ἠπιστήθη πράγματα. Πόθεν οὖν ἐπῆλθε τῇ μητρὶ μέγα τι φαντασθῆναι περὶ αὐτοῦ; φησίν. Ἀποκαλύπτεσθαι λοιπὸν ἤρχετο, καὶ ἐξ Ἰωάννου κατάδηλος ἦν, καὶ ἀπὸ τῶν πρὸς τοὺς μαθητὰς εἰρημένων αὐτῷ· καὶ πρὸ τούτων δὲ ἁπάντων, αὐτὴ ἡ σύλληψις, καὶ τὰ μετὰ τὴν γέννησιν γενόμενα πάντα, μεγίστην αὐτῇ περὶ τοῦ παιδὸς ἐνέθηκε τὴν ὑπόνοιαν. Ἤκουσε γὰρ, φησὶ, πάντα τὰ περὶ τοῦ παιδός, Καὶ συνετήρει ἐν τῇ καρδίᾳ αὐτῆς. Τίνος οὖν ἕνεκεν, φησὶν, οὐ πρὸ τούτου ταῦτα ἔλεγεν; Ὅτι, ὅπερ ἔφην, τότε λοιπὸν ἀρχὴν τοῦ φανεροῦσθαι ἐλάμβανε. Πρὸ μὲν γὰρ τούτου ὡς τῶν πολλῶν εἷς ὢν, οὕτω διῆγεν· ὅθεν οὐδὲ ἐθάῤῥει τοιοῦτόν τι πρὸς αὐτὸν ἡ μήτηρ εἰπεῖν. Ἐπειδὴ δὲ ἤκουσεν, ὅτι Ἰωάννης δι' αὐτὸν ἦλθε, καὶ ὅτι αὐτῷ ἐμαρτύρησεν ἅπερ ἐμαρτύρησε, καὶ ὅτι μαθητὰς ἔσχε, τότε λοιπὸν θαῤῥοῦσα παρακαλεῖ, καὶ ὑστερήσαντος οἴνου, λέγει· Οἶνον οὐκ ἔχουσιν. Ἐβούλετο γὰρ καὶ ἐκείνοις καταθέσθαι χάριν, καὶ ἑαυτὴν λαμπροτέραν ποιῆσαι διὰ τοῦ παιδός. Καὶ τάχα τι καὶ ἀνθρώπινον ἔπασχε, καθάπερ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, λέγοντες, Δεῖξον σεαυτὸν τῷ κόσμῳ, βουλόμενοι τὴν ἀπὸ τῶν θαυμάτων δόξαν καρπώσασθαι. Διὰ τοῦτο καὶ αὐτὸς σφοδρότερον ἀπεκρίνατο, λέγων· Τί ἐμοὶ καὶ σοὶ, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου. Ἐπεὶ ὅτι σφόδρα ᾐδεῖτο τὴν τεκοῦσαν, ἄκουσον τοῦ Λουκᾶ διηγουμένου πῶς ὑποτεταγμένος τοῖς γονεῦσιν ἦν, καὶ αὐτοῦ δὲ τούτου τοῦ εὐαγγελιστοῦ δεικνύντος, πῶς αὐτῆς προενόησε καὶ παρ' αὐτὸν τοῦ σταυροῦ τὸν καιρόν. Ἔνθα μὲν γὰρ ἂν μηδὲν ἐμποδίζωσι, μηδὲ παρεγκόπτωσί τι τῶν κατὰ Θεὸν πραγμάτων οἱ γονεῖς, ἀναγκαῖον εἴκειν καὶ ὀφειλόμενον, καὶ τὸ μὴ τοῦτο ποιεῖν, κίνδυνος μέγας· ὅταν δὲ ἀκαίρως τι ζητῶσι καὶ ἐγκόπτωσί τι τῶν πνευματικῶν, οὐκ ἀσφαλὲς πείθεσθαι. Διὸ καὶ ἐνταῦθα οὕτως ἀπεκρίνατο, καὶ ἀλλαχοῦ πάλιν· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; Οὐδέπω γὰρ ἣν ἐχρῆν περὶ αὐτοῦ δόξαν εἶχον· ἀλλ' ἐπειδὴ 59.131 ὤδινεν αὐτὸν, ἠξίου κατὰ τὴν λοιπὴν τῶν μητέρων συνήθειαν, οὕτως ἅπαντα ἐπιτάττειν αὐτῷ, δέον ὡς Δεσπότην σέβειν καὶ προσκυνεῖν. Διὰ τοῦτο οὖν τότε οὕτως ἀπεκρίνατο. Ἐννόησον γὰρ οἷον ἦν παντὸς τοῦ λαοῦ καὶ τοῦ δήμου περιεστῶτος αὐτὸν, καὶ τοῦ πλήθους τῆς ἀκροάσεως ἐκκρεμαμένου, καὶ τῆς διδασκαλίας προτεθείσης, ἐκείνην παρελθοῦσαν μέσην, ἀπαγαγεῖν μὲν αὐτὸν τῆς παραινέσεως, ἰδίᾳ δὲ διαλέγεσθαι, μηδὲ ἔνδον ἀνέχεσθαι ἐλθεῖν, ἀλλ' ἕλκειν αὐτὸν ἔξω μόνον πρὸς ἑαυτήν. Διὰ τοῦτο ἔλεγε, Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου; οὐχ ὑβρίζων τὴν γεγεννηκυῖαν· ἄπαγε· ἀλλ' ὠφελῶν τὰ μέγιστα, καὶ οὐκ ἀφιεὶς ταπεινὰ περὶ αὐτοῦ φρονεῖν. Εἰ γὰρ τῶν ἄλλων ἐκήδετο, καὶ πάντα ἔπραττεν ὥστε ἐνθεῖναι αὐτοῖς τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν, πολλῷ μᾶλλον ἐπὶ μητρός. Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι, ἀλλ' ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων, ἅτε μητέρα οὖσαν· διὰ τοῦτο οὕτως ἀπεκρίνατο πρὸς τοὺς εἰπόντας. Οὐδὲ γὰρ ἂν ἑτέρως αὐτὴν ἀνήγαγεν ἀπὸ τῆς ταπεινώσεως ταύτης πρὸς τὸ ὕψος ἐκεῖνο, εἰ προσεδόκα ὡς παρὰ παιδὸς ἀεὶ τιμηθήσεσθαι, ἀλλὰ μὴ ὡς Δεσπότην ἥξειν αὐτόν. Καὶ ἐνταῦθα μὲν οὖν ταύτης ἕνεκεν τῆς προφάσεως ἔλεγε· Τί ἐμοὶ καὶ σοὶ, ὦ γύναι; Καὶ δι' ἑτέραν δὲ ἀναγκαίαν αἰτίαν οὐχ ἧττον. Ποίαν δὲ ταύτην; Ὥστε μὴ ὑποπτευθῆναι τὰ γινόμενα θαύματα. Παρὰ γὰρ τῶν δεομένων παρακληθῆναι ἐχρῆν, οὐ παρὰ τῆς μητρός. Τί δήποτε; Ὅτι τὰ μὲν ἐκ τῆς τῶν οἰκείων παρακλήσεως γινόμενα, κἂν μεγάλα ᾖ, προσίσταται τοῖς
84
ὁρῶσι πολλάκις· ὅταν δὲ οἱ χρείαν ἔχοντες, οὗτοι δέωνται, ἀνύποπτον τὸ θαῦμα γίνεται, καὶ καθαρὸς ὁ ἔπαινος, καὶ πολλὴ ἡ ὠφέλεια. γʹ. Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι. Διὸ καὶ τότε ἐπετίμησε, λέγων· Τί ἐμοὶ καὶ σοὶ, γύναι; παιδεύων αὐτὴν εἰς τὸ μέλλον μηκέτι τὰ τοιαῦτα ποιεῖν. Ἔμελε γὰρ αὐτῷ καὶ τῆς εἰς τὴν μητέρα τιμῆς, πολλῷ δὲ πλέον τῆς σωτηρίας τῆς κατὰ ψυχὴν, καὶ τῆς τῶν πολλῶν εὐεργεσίας, δι' ἣν καὶ τὴν σάρκα ὑπέδυ. Οὐ τοίνυν ἀπαυθαδιαζομένου πρὸς τὴν μητέρα ταῦτα τὰ ῥήματα ἦν, ἀλλ' οἰκονομίας πολλῆς ῥυθμιζούσης αὐτήν τε ἐκείνην, καὶ τὰ θαύματα μετὰ τῆς προσηκούσης γενέσθαι παρασκευαζούσης ἀξίας. Ἐπεὶ ὅτι σφόδρα αὐτὴν ἐτίμα, καὶ χωρὶς τῶν ἄλλων αὐτὸ τοῦτο τὸ δοκοῦν ἐπιτιμητικῶς εἰρῆσθαι, μάλιστα ἱκανὸν ἐμφῆναι. Τῷ γὰρ δυσχερᾶναι ἔδειξεν ὅτι σφόδρα αὐτὴν δυσωπεῖται. Πῶς δὲ καὶ τίνι τρόπῳ, τῇ ἑξῆς τοῦτο ἐροῦμεν. Ταῦτα οὖν ἐννοῶν, καὶ ὅταν ἀκούσῃς γυναικός τινος λεγούσης· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας· εἶτα αὐτοῦ ἀποκρινομένου· Μενοῦν γε μακάριοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου· ἀπὸ τῆς αὐτῆς γνώμης κἀκεῖνα εἰρῆσθαι νόμιζε τὰ ῥήματα. Οὐ γὰρ ἀπωθουμένου τὴν μητέρα ἡ ἀπόκρισις ἦν, ἀλλὰ δεικνύντος ὅτι οὐδὲν αὐτὴν ὁ τόκος ὤνησεν ἂν, εἰ μὴ σφόδρα ἦν ὤδινεν αὐτὸν, ἠξίου κατὰ τὴν λοιπὴν τῶν μητέρων συνήθειαν, οὕτως ἅπαντα ἐπιτάττειν αὐτῷ, δέον ὡς Δεσπότην σέβειν καὶ προσκυνεῖν. Διὰ τοῦτο οὖν τότε οὕτως ἀπεκρίνατο. Ἐννόησον γὰρ οἷον ἦν παντὸς τοῦ λαοῦ καὶ τοῦ δήμου περιεστῶτος αὐτὸν, καὶ τοῦ πλήθους τῆς ἀκροάσεως ἐκκρεμαμένου, καὶ τῆς διδασκαλίας προτεθείσης, ἐκείνην παρελθοῦσαν μέσην, ἀπαγαγεῖν μὲν αὐτὸν τῆς παραινέσεως, ἰδίᾳ δὲ διαλέγεσθαι, μηδὲ ἔνδον ἀνέχεσθαι ἐλθεῖν, ἀλλ' ἕλκειν αὐτὸν ἔξω μόνον πρὸς ἑαυτήν. Διὰ τοῦτο ἔλεγε, Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου; οὐχ ὑβρίζων τὴν γεγεννηκυῖαν· ἄπαγε· ἀλλ' ὠφελῶν τὰ μέγιστα, καὶ οὐκ ἀφιεὶς ταπεινὰ περὶ αὐτοῦ φρονεῖν. Εἰ γὰρ τῶν ἄλλων ἐκήδετο, καὶ πάντα ἔπραττεν ὥστε ἐνθεῖναι αὐτοῖς τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν, πολλῷ μᾶλλον ἐπὶ μητρός. Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι, ἀλλ' ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων, ἅτε μητέρα οὖσαν· διὰ τοῦτο οὕτως ἀπεκρίνατο πρὸς τοὺς εἰπόντας. Οὐδὲ γὰρ ἂν ἑτέρως αὐτὴν ἀνήγαγεν ἀπὸ τῆς ταπεινώσεως ταύτης πρὸς τὸ ὕψος ἐκεῖνο, εἰ προσεδόκα ὡς παρὰ παιδὸς ἀεὶ τιμηθήσεσθαι, ἀλλὰ μὴ ὡς Δεσπότην ἥξειν αὐτόν. Καὶ ἐνταῦθα μὲν οὖν ταύτης ἕνεκεν τῆς προφάσεως ἔλεγε· Τί ἐμοὶ καὶ σοὶ, ὦ γύναι; Καὶ δι' ἑτέραν δὲ ἀναγκαίαν αἰτίαν οὐχ ἧττον. Ποίαν δὲ ταύτην; Ὥστε μὴ ὑποπτευθῆναι τὰ γινόμενα θαύματα. Παρὰ γὰρ τῶν δεομένων παρακληθῆναι ἐχρῆν, οὐ παρὰ τῆς μητρός. Τί δήποτε; Ὅτι τὰ μὲν ἐκ τῆς τῶν οἰκείων παρακλήσεως γινόμενα, κἂν μεγάλα ᾖ, προσίσταται τοῖς ὁρῶσι πολλάκις· ὅταν δὲ οἱ χρείαν ἔχοντες, οὗτοι δέωνται, ἀνύποπτον τὸ θαῦμα γίνεται, καὶ καθαρὸς ὁ ἔπαινος, καὶ πολλὴ ἡ ὠφέλεια. γʹ. Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι. Διὸ καὶ τότε ἐπετίμησε, λέγων· Τί ἐμοὶ καὶ σοὶ, γύναι; παιδεύων αὐτὴν εἰς τὸ μέλλον μηκέτι τὰ τοιαῦτα ποιεῖν. Ἔμελε γὰρ αὐτῷ καὶ τῆς εἰς τὴν μητέρα τιμῆς, πολλῷ δὲ πλέον τῆς σωτηρίας τῆς κατὰ ψυχὴν, καὶ τῆς τῶν πολλῶν εὐεργεσίας, δι' ἣν καὶ τὴν σάρκα ὑπέδυ. Οὐ τοίνυν ἀπαυθαδιαζομένου πρὸς τὴν μητέρα ταῦτα τὰ ῥήματα ἦν, ἀλλ'
85
οἰκονομίας πολλῆς ῥυθμιζούσης αὐτήν τε ἐκείνην, καὶ τὰ θαύματα μετὰ τῆς προσηκούσης γενέσθαι παρασκευαζούσης ἀξίας. Ἐπεὶ ὅτι σφόδρα αὐτὴν ἐτίμα, καὶ χωρὶς τῶν ἄλλων αὐτὸ τοῦτο τὸ δοκοῦν ἐπιτιμητικῶς εἰρῆσθαι, μάλιστα ἱκανὸν ἐμφῆναι. Τῷ γὰρ δυσχερᾶναι ἔδειξεν ὅτι σφόδρα αὐτὴν δυσωπεῖται. Πῶς δὲ καὶ τίνι τρόπῳ, τῇ ἑξῆς τοῦτο ἐροῦμεν. Ταῦτα οὖν ἐννοῶν, καὶ ὅταν ἀκούσῃς γυναικός τινος λεγούσης· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας· εἶτα αὐτοῦ ἀποκρινομένου· Μενοῦν γε μακάριοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου· ἀπὸ τῆς αὐτῆς γνώμης κἀκεῖνα εἰρῆσθαι νόμιζε τὰ ῥήματα. Οὐ γὰρ ἀπωθουμένου τὴν μητέρα ἡ ἀπόκρισις ἦν, ἀλλὰ δεικνύντος ὅτι οὐδὲν αὐτὴν ὁ τόκος ὤνησεν ἂν, εἰ μὴ σφόδρα ἦν 59.132 ἀγαθὴ καὶ πιστή. Εἰ δὲ τὴν Μαρίαν οὐδὲν ὠφελεῖ χωρὶς τῆς κατὰ ψυχὴν ἀρετῆς, τὸ γεννηθῆναι παρ' αὐτῆς τὸν Χριστόν· πολλῷ μᾶλλον ἡμᾶς κἂν πατέρα, κἂν ἀδελφὸν, κἂν παῖδα ἔχωμεν ἐνάρετον καὶ γενναῖον, αὐτοὶ δὲ πόῤῥω ὦμεν τῆς ἀρετῆς τῆς ἐκείνου, οὐδὲν τοῦτο ὠφελῆσαι δυνήσεται. Ἀδελφὸς γὰρ, φησὶν ὁ Δαυῒδ, οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἐν οὐδενὶ γὰρ ἑτέρῳ, ἀλλ' ἐν μόνοις τοῖς οἰκείοις κατορθώμασι μετὰ τὴν τοῦ Θεοῦ χάριν τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν δεῖ. Ἐπεὶ εἰ τοῦτο ἔμελλεν ὠφελήσειν καθ' ἑαυτὸ τὴν παρθένον, ὠφέλησεν ἂν καὶ Ἰουδαίους (συγγενὴς γὰρ ἦν αὐτῶν κατὰ σάρκα ὁ Χριστὸς), ὠφέλησεν ἂν καὶ τὴν πόλιν ἐν ᾗ ἐτέχθη, ὠφέλησεν ἂν καὶ τοὺς ἀδελφούς. Νῦν δὲ καὶ οἱ ἀδελφοὶ, ἕως μὲν ἑαυτῶν ἠμέλουν, οὐδὲν αὐτοὺς τὸ τῆς συγγενείας ἀξίωμα ὠφέλει, ἀλλὰ μετὰ τοῦ λοιποῦ κατεγινώσκοντο κόσμου· τότε δὲ ἐθαυμάσθησαν, ὅτε ἀπὸ τῆς οἰκείας ἔλαμψαν ἀρετῆς. Ἀλλ' ἡ πόλις καὶ ἔπεσε καὶ ἐνεπρήσθη, μηδὲν ἀπὸ τούτου κερδάνασα· κατεσφάγησαν δὲ καὶ ἀπώλοντο σφόδρα ἐλεεινῶς καὶ οἱ κατὰ σάρκα συγγενεῖς, οὐδὲν ἀπὸ τῆς πρὸς αὐτὸν συγγενείας εἰς τὸ σωθῆναι κερδάναντες, ἐπειδὴ τὴν ἀπὸ τῆς ἀρετῆς προστασίαν οὐκ εἶχον. Πάντων δὲ μείζους ἀνεφάνησαν οἱ ἀπόστολοι, ἐπειδὴ τὸν ἀληθινὸν καὶ ζηλωτὸν τρόπον τῆς πρὸς αὐτὸν οἰκειώσεως μετῆλθον, τὸν διὰ τῆς ὑπακοῆς. Κἀντεῦθεν οὖν μανθάνομεν, ὅτι πίστεως ἡμῖν πανταχοῦ χρεία, καὶ βίου λάμποντος καὶ φαιδροῦ. Τοῦτο γὰρ ἡμᾶς μόνον διασῶσαι δυνήσεται. Ἐπειδὴ καὶ μέχρι πολλοῦ οἱ συγγενεῖς αὐτοῦ ἐθαυμάζοντο πανταχοῦ, οἳ καὶ Δεσπόσυνοι ἐλέγοντο· ἀλλ' ὅμως αὐτῶν μὲν οὐδὲ τὰ ὀνόματα ἴσμεν, τῶν δὲ ἀποστόλων καὶ ὁ βίος καὶ τὰ ὀνόματα ᾄδεται πανταχοῦ. Μὴ τοίνυν μέγα φρονῶμεν ἐπὶ εὐγενείᾳ τῇ κατὰ σάρκα, ἀλλὰ κἂν μυρίους ἔχωμεν προγόνους θαυμαστοὺς, αὐτοὶ σπουδάσωμεν ὑπερβαλέσθαι τὰς ἐκείνων ἀρετὰς, εἰδότες ὅτι οὐδὲν ἀπὸ τῆς ἑτέρων σπουδῆς εἰς τὴν μέλλουσαν κερδανοῦμεν κρίσιν, ἀλλὰ καὶ τοῦτο κρῖμα ἔσται σφοδρότερον. Ἀγαθῶν γὰρ ὄντες πατέρων, καὶ οἴκοθεν ἔχοντες τὸ ὑπόδειγμα, οὐδὲ οὕτω μιμούμεθα τοὺς διδασκάλους. Ταῦτα δὲ λέγω νῦν, ἐπειδὴ ὁρῶ Ἕλληνας πολλοὺς, ὅταν ἐπὶ τὴν πίστιν αὐτοὺς ἄγωμεν, καὶ παρακαλῶμεν γενέσθαι Χριστιανοὺς, ἐπὶ τοὺς συγγενεῖς καὶ τοὺς προγόνους καταφεύγοντας καὶ τὴν οἰκίαν, καὶ λέγοντας· Πάντες οἱ προσήκοντές μοι καὶ ἐπιτήδειοι καὶ συνοικοῦντες, πιστοὶ Χριστιανοὶ τυγχάνουσι. Τί οὖν τοῦτο πρὸς σὲ, ἄθλιε καὶ ταλαίπωρε; Τοῦτο γάρ σε μάλιστα ἀπολεῖ, ὅτι οὐδὲ τὸ πλῆθος τῶν συνοικούντων αἰδεσθεὶς πρὸς τὴν ἀλήθειαν ἔδραμες. Πάλιν ἄλλοι τινὲς, πιστοὶ μὲν ὄντες, βίου δὲ ἠμελημένως τυγχάνοντες, παρακαλούμενοι πρὸς ἀρετὴν, τὸ αὐτὸ δὴ τοῦτο προβάλλονται λέγοντες· Ὁ πατὴρ ὁ ἐμὸς, καὶ ὁ πάππος, καὶ ὁ ἐπίπαππος σφόδρα εὐσεβεῖς καὶ σπουδαῖοι ἐτύγχανον ὄντες. Ἀλλὰ τοῦτο δή σε κατακρινεῖ μάλιστα, ὅτι τοιούτων ὢν ἔγγονος, ἀνάξια τῆς οἰκείας ἔπραξας ῥίζης. Ἄκουσον γὰρ ὁ Προφήτης τί φησι πρὸς τοὺς Ἰουδαίους· Ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικὶ, καὶἐν γυναικὶ ἐφυλάξατο· καὶ πάλιν ὁ Χριστὸς, Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Καὶ πανταχοῦ τὰ τῶν προγόνων κατορθώματα οὐ μόνον ἀντ' ἐγκωμίων, ἀλλὰ καὶ ἀντὶ μείζονος αὐτοῖς προσ 59.133 φέρουσι τῆς κατηγορίας. Ταῦτ' οὖν
86 εἰδότες, καὶ ἡμεῖς ἅπαντα πράττωμεν, ὥστε διὰ τῶν οἰκείων ἔργων σωθῆναι δυνηθῆναι, ἵνα μὴ μάτην ἑαυτοὺς ταῖς εἰς ἑτέρους ἀπατήσαντες ἐλπίσι, τότε μάθωμεν ὅτι μάτην ἠπατήθημεν, ὅτε τῆς γνώσεως ἡμῖν ταύτης 59.134 ὄφελος οὐδέν. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Οὐκοῦν ἐνταῦθα μετανοήσωμεν, ὥστε τῶν αἰωνίων τυχεῖν ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.133 ΟΜΙΛΙΑ ΚΒʹ. Τί ἐμοὶ καὶ σοὶ, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου. αʹ. Ἔχει μέν τινα πόνον τὸ λέγειν· καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν· μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ἀλλὰ τὸν μὲν πόνον τοῦτον ὑμεῖς κύριοι καὶ κοῦφον ποιῆσαι καὶ βαρύν. Ἂν μὲν γὰρ ἀποπτύητε τὰ λεγόμενα, ἢ μὴ ἀποπτύητε μὲν, ἐν δὲ τοῖς ἔργοις μὴ δεικνύητε, βαρὺς ὁ κόπος ἡμῖν ἔσται διὰ τὸ πονεῖν εἰκῆ καὶ μάτην· ἂν δὲ προσέχητε, καὶ τὴν διὰ τῶν ἔργων ἐπίδειξιν παρέχητε, οὐδὲ αἴσθησιν ληψόμεθα τῶν ἱδρώτων· ὁ γὰρ ἀπὸ τῶν πόνων τικτόμενος καρπὸς οὐκ ἀφήσει φαίνεσθαι τοῦ πόνου τὸ σφοδρόν. Ὥστε εἰ βούλεσθε ἡμῖν τὴν προθυμίαν διεγεῖραι, καὶ μὴ σβέσαι, μηδὲ ἀσθενεστέραν ποιῆσαι, δείξατε ἡμῖν, παρακαλῶ, τὸν καρπὸν, ἵνα κομῶντα ὁρῶντες τὰ λήϊα, καὶ ἡμεῖς ταῖς τῆς εὐθηνίας ἐλπίσι τρεφόμενοι, καὶ τὸν πλοῦτον ἡμῶν ἀναλογιζόμενοι, μὴ ναρκῶμεν ἐμπορευόμενοι τὴν καλὴν ταύτην πραγματείαν. Οὐδὲ γὰρ μικρὸν ἡμῖν καὶ τήμερον πρόκειται ζήτημα. Τῆς γὰρ μητρὸς τοῦ Ἰησοῦ εἰπούσης, ὅτι Οἶνον οὐκ ἔχουσιν, ὁ Χριστός φησι, Τί ἐμοὶ καὶ σοὶ, γύναι; οὔπω ἥκει ἡ ὥρα μου· καὶ τοῦτο εἰπὼν, ἔπραξεν ὅπερ εἶπεν ἡ μήτηρ. Τοῦτο δὲ τοῦ προτέρου οὐκ ἔλαττόν ἐστιν εἰς ζητήσεως λόγον. Αὐτὸν οὖν τοῦτον παρακαλέσαντες τὸν τὸ θαῦμα ἐργασάμενον, οὕτως ἔλθωμεν ἐπὶ τὴν λύσιν. Οὐ γὰρ ἐνταῦθα τοῦτο μόνον εἴρηται, ἀλλὰ καὶ προϊὼν ὁ αὐτὸς φαίνεται εὐαγγελιστὴς λέγων· Οὐκ ἠδύναντο αὐτὸν πιάσαι, Ὅτι οὔπω ἥκει ἡ ὥρα αὐτοῦ· καὶ πάλιν· Οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ· καὶ πάλιν· Ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱόν. Ταῦτα πάντα δι' ὅλου τοῦ Εὐαγγελίου εἰρημένα ἐνταῦθα συνήγαγον, ἵνα πᾶσι μίαν ἐπαγάγω τὴν λύσιν. Τίς ποτ' οὖν ἐστι τῶν λεγομένων ἡ λύσις; Οὐκ ἀνάγκῃ καιρῶν ὁ Χριστὸς ὑποκείμενος, οὐδὲ ὥρας παρατηρήσει, ἔλεγεν, Οὔπω ἥκει ἡ ὥρα μου· (πῶς γὰρ ὁ τῶν καιρῶν ποιητὴς, καὶ τῶν χρόνων καὶ τῶν αἰώνων δημιουργός;) ἀλλὰ διὰ τῶν οὕτως εἰρημένων τοῦτο δηλῶσαι βούλεται, ὅτι πάντα μετὰ καιροῦ τοῦ προσήκοντος ἐργάζεται, οὐχ ὁμοῦ πάντα ποιῶν· ἐπεὶ σύγχυσίς τις ἔμελλεν ἔσεσθαι καὶ ἀταξία ἐντεῦθεν, εἰ μὴ τοῖς προσήκουσι καιροῖς ἕκαστον ἐδημιούργει, ἀλλ' ὁμοῦ πάντα ἔφυρε, καὶ γέννησιν, καὶ ἀνάστασιν, καὶ κρίσιν. Σκόπει δέ· Ἔδει γενέσθαι τὴν κτίσιν, ἀλλ' οὐχ ὁμοῦ πᾶσαν· καὶ τὸν ἄνθρωπον δὲ μετὰ τῆς γυναικὸς, ἀλλ' οὐδὲ τούτους ὁμοῦ. Ἔδει θανάτῳ καταδικασθῆναι τὸ γένος τῶν ἀνθρώπων, καὶ τὴν ἀνάστασιν γενέσθαι, ἀλλὰ πολὺ τὸ μέσον ἑκατέρων. Ἐχρῆν δοθῆναι τὸν νόμον, ἀλλ' οὐχ ὁμοῦ καὶ τὴν χάριν, ἀλλ' 59.134 ἕκαστα καιροῖς τοῖς προσήκουσιν οἰκονομεῖσθαι. Οὐ τοίνυν ὁ Χριστὸς ὑπέκειτο τῇ τῶν καιρῶν ἀνάγκῃ, ὃς καὶ τοῖς καιροῖς μάλιστα τάξιν ἐπέθηκεν, ἐπεὶ καὶ ποιητὴς αὐτῶν ἐστιν. Ἀλλ' Ἰωάννης ἐνταῦθα τὸ, Οὔπω ἥκει ἡ ὥρα μου, εἰσάγει τὸν Χριστὸν λέγοντα, δεικνὺς ὅτι οὔπω δῆλος ἦν τοῖς πολλοῖς, καὶ ὅτι οὐδὲ τῶν μαθητῶν τὸν χορὸν πάντα εἶχεν, ἀλλ' Ἀνδρέας αὐτῷ ἠκολούθει καὶ μετ' αὐτοῦ Φίλιππος, ἄλλος δὲ οὐδείς· μᾶλλον δὲ οὐδὲ οὗτοι πάντες ὡς ἐχρῆν αὐτὸν ἐγίγνωσκον, οὐδὲ ἡ μήτηρ, οὐδὲ οἱ ἀδελφοί. Μετὰ γὰρ τὰ πολλὰ θαύματα τοῦτο περὶ τῶν ἀδελφῶν ἔφησεν ὁ εὐαγγελιστὴς, ὅτι Οὐδὲ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Ἀλλ' οὐδὲ οἱ ἐν τῷ
87
γάμῳ αὐτὸν ᾔδεισαν· ἦ γὰρ ἂν αὐτοὶ προσῆλθον καὶ παρεκάλεσαν, ἐν χρείᾳ καταστάντες. Διὰ τοῦτό φησιν· Οὔπω ἥκει ἡ ὥρα μου. Οὐδέπω γνώριμός εἰμι τοῖς παροῦσιν, ἀλλ' οὐδὲ ἴσασιν ὅτι ὑστέρησεν ὁ οἶνος. Ἔασον αὐτοὺς αἰσθέσθαι τοῦτο πρῶτον. Οὐδὲ γὰρ παρὰ σοῦ ταῦτά με ἀκούειν ἐχρῆν. Μήτηρ γὰρ εἶ, καὶ τὸ θαῦμα ὕποπτον ποιεῖς. Ἐχρῆν δὲ τοὺς δεομένους προσελθεῖν, καὶ δεηθῆναι, οὐκ ἐπειδὴ τούτου χρῄζω, ἀλλ' ἵνα αὐτοὶ τὸ γινόμενον μετὰ πολλῆς δέξωνται τῆς συγκαταθέσεως. Ὁ μὲν γὰρ εἰδὼς ὅτι ἐν χρείᾳ καθέστηκεν, ἐπειδὰν τύχῃ ὧνπερ αἰτεῖ, πολλὴν ἔχει τὴν χάριν· ὁ δὲ τῆς χρείας μὴ λαβὼν αἴσθησιν, οὐδὲ τῆς εὐεργεσίας σαφῆ καὶ τρανὴν αἴσθησιν λήψεται. Καὶ τίνος, φησὶν, ἕνεκεν εἰπὼν, Οὔπω ἥκει ἡ ὥρα μου, καὶ παραιτησάμενος, ἔπραξεν ὅπερ εἶπεν ἡ μήτηρ; Μάλιστα μὲν, ὥστε καὶ τοῖς ἀντιλέγουσι, καὶ ὥρᾳ αὐτὸν ὑποκεῖσθαι νομίζουσιν, ἱκανὴν γενέσθαι ἀπόδειξιν τοῦ μὴ ὑποκεῖσθαι αὐτὸν ὥρᾳ. Εἰ γὰρ ὑπέκειτο, πῶς ἂν τῆς προσηκούσης ὥρας μὴ παραγενομένης ἔπραξεν ἂν ὅπερ ἔπραξεν; Ἔπειτα δὲ καὶ τιμῶν τὴν μητέρα, ἵνα μὴ διαπαντὸς ἀντιλέγειν αὐτῇ δόξῃ, ἵνα μὴ ἀσθενείας λάβῃ δόξαν, ἵνα μὴ αἰσχύνῃ τὴν τεκοῦσαν, παρόντων τοσούτων· καὶ γὰρ προσήγαγεν αὐτῷ τοὺς διακόνους. Ἐπεὶ καὶ τῇ Χαναναίᾳ λέγων, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις, ἔδωκε μετὰ τὸ εἰπεῖν, τὴν προσεδρεία αὐτῆς αἰδεσθείς. Καίτοι γε μετ' ἐκείνου καὶ τοῦτο εἶπεν, ὅτι Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ἀλλ' ὅμως καὶ ταῦτα εἰπὼν, ἐθεράπευσε τὸ θυγάτριον τῆς γυναικός. βʹ. Ἐντεῦθεν μανθάνομεν, ὅτι κἂν ἀνάξιοι ὦμεν, πολλάκις τῇ προσεδρείᾳ ποιοῦμεν ἀξίους ἑαυτοὺς τοῦ λαβεῖν. Διὰ τοῦτο καὶ ἡ μήτηρ καὶ παρέμενε, καὶ σοφῶς τοὺς διακόνους προσῆγεν, ὥστε παρὰ πλειόνων γενέσθαι τὴν αἴτησιν. Διὰ τοῦτο καὶ προσέθηκε τὸ, Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἤδει γὰρ ὅτι οὐκ ἀσθενείας ἡ παραίτησις ἦν, ἀλλὰ τοῦ ἀκομπάστου, καὶ τοῦ μὴ δόξαι ἁπλῶς ἐπιῤῥίπτειν ἑαυτὸν 59.135 τῷ θαύματι· διὸ καὶ τοὺς διακόνους προσῆγεν. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι κείμεναι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμπλήσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐνέπλησαν ἕως ἄνω. Οὐχ ἁπλῶς εἶπεν, Κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, ἀλλ' ἵνα μή τινες τῶν ἀπίστων ὑποπτεύσωσιν, ὅτι τρυγὸς ἔνδον ἀπομεινάσης, εἶτα τοῦ ὕδατος ἐπιβληθέντος καὶ κραθέντος, οἶνος λεπτότατος γέγονε. Διὰ τοῦτό φησι, Κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, δεικνὺς ὅτι οὐδέποτε ἐκεῖνα οἴνου γέγονε δοχεῖα τὰ σκεύη. Ἐπειδὴ γὰρ ἄνυδρός ἐστιν ἡ Παλαιστίνη, καὶ οὐκ ἦν πολλαχοῦ κρήνας καὶ πηγὰς εὑρίσκειν, ἐπλήρουν ἀεὶ τὰς ὑδρίας ὕδατος, ὥστε μὴ τρέχειν εἰς ποταμοὺς, εἴποτε ἀκάθαρτοι γένοιντο. ἀλλ' ἐγγύθεν ἔχειν τοῦ καθαρσίου τὸν τρόπον. Καὶ τί δήποτε πρὶν ἢ γεμίσαι οὐκ ἐποίησε τὸ σημεῖον, ὃ πολλῷ θαυμαστότερον ἦν; Ἕτερον γάρ ἐστιν ὕλην ὑποκειμένην εἰς ποιότητα μεταβαλεῖν, καὶ αὐτὴν τὴν οὐσίαν ἐξ οὐκ ὄντων ποιῆσαι· θαυμαστότερον μὲν γὰρ ἐκεῖνο. Ἀλλ' οὐχ οὕτως ἂν ἔδοξεν εἶναι πιστὸν τοῖς πολλοῖς. Διὰ τοῦτο γοῦν πολλάκις τῶν θαυμάτων περικόπτει τὸ μέγεθος ἑκὼν, ὥστε εὐπαράδεκτον μᾶλλον γενέσθαι. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐχὶ τὸ ὕδωρ αὐτὸς παρήγαγε, καὶ τότε τὸν οἶνον ἔδειξεν, ἀλλὰ τοῖς διακόνοις ἐκέλευσε; Διὰ τὴν αὐτὴν πάλιν αἰτίαν, καὶ ἵνα αὐτοὺς μάρτυρας ἔχῃ τοῦ γινομένου τοὺς ἀντλήσαντας, καὶ ὅτι οὐδεμία φαντασία ἦν τὸ τελούμενον. Εἰ γὰρ ἔμελλόν τινες ἀναισχυντεῖν, ἠδύναντο πρὸς αὐτοὺς λέγειν οἱ διακονησάμενοι· Ἡμεῖς τὸ ὕδωρ ἠντλήσαμεν. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τὰ κατὰ τῆς Ἐκκλησίας ἀναφυόμενα δόγματα ἀνατρέπει. Ἐπειδὴ γὰρ εἰσί τινες οἳ τοῦ κόσμου δημιουργὸν ἕτερον εἶναί φασι, καὶ οὐκ αὐτοῦ ἔργα τὰ ὁρώμενα, ἀλλ' ἑτέρου τινὸς ἐναντίου θεοῦ· καὶ τούτων ἐπιστομίζων τὴν μανίαν, οὕτω τὰ πλείονα ποιεῖ τῶν θαυμάτων ἐκ τῶν ὑποκειμένων οὐσιῶν. Εἰ γὰρ ἐναντίος ὁ δημιουργὸς ἦν αὐτῷ, οὐκ ἂν τοῖς ἀλλοτρίοις ἐχρήσατο πρὸς τὴν τῆς οἰκείας δυνάμεως ἐπίδειξιν. Νῦν μέντοι δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ ἐν ταῖς ἀμπέλοις
88
τὸ ὕδωρ μεταβάλλων, καὶ τὸν ὑετὸν διὰ τῆς ῥίζης εἰς οἶνον τρέπων, ὅπερ ἐν τῷ φυτῷ διὰ πολλοῦ χρόνου γίνεται, τοῦτο ἀθρόον ἐν τῷ γάμῳ εἰργάσατο. Ἐπειδὴ δὲ ἐγέμισαν τὰς ὑδρίας, φησίν· Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καὶ ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστὶν (οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ), φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος, καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω. Σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Πάλιν ἐνταῦθά τινες ἐπισκώπτουσι λέγοντες· Οὕτω μεθυόντων ἀνθρώπων ὁ σύλλογος ἦν, καὶ ἡ αἴσθησις τῶν κρινόντων διεφθαρμένη, καὶ οὐχ ἱκανὴ ἀντιλαβέσθαι τῶν γινομένων, οὐδὲ κρῖναι τοῖς πραττομένοις, ὡς μηδὲ εἰδέναι πότερον ὕδωρ ἢ οἶνος τὸ γινόμενον ἦν· ὅτι γὰρ ἐμέθυον, αὐτὸς ὁ ἀρχιτρίκλινος ἔδειξε δι' ὧν εἶπεν. Μάλιστα μὲν καὶ τοῦτο γελοῖον· πλὴν ἀλλὰ καὶ ταύτην αὐτῶν ἐξέκοψε τὴν ὑποψίαν ὁ εὐαγγελιστής. Οὐ γὰρ τοὺς δαιτυμόνας εἶναί φησι τοὺς ψηφιζομένους περὶ τοῦ γενομένου, ἀλλὰ τὸν ἀρχιτρίκλινον τὸν νήφοντα καὶ οὐδενὸς οὐδέπω γεγευμένον. 59.136 Ἴστε γὰρ δήπου τοῦτο πάντες, ὅτι μάλιστα πάντων οἱ τὴν διακονίαν τῶν τοιούτων ἐμπεπιστευμένοι δείπνων, οὗτοι μάλιστά εἰσιν οἱ νήφοντες, ἓν ἔργον ἔχοντες, τὸ ἐν κόσμῳ καὶ ἐν τάξει πάντα διατιθέναι. Διὰ τοῦτο τὴν νήφουσαν αἴσθησιν ταύτην εἰς μαρτυρίαν τῶν γινομένων ἐκάλεσεν. Οὐ γὰρ εἶπεν, Οἰνοχοήσατε τοῖς ἀνακειμένοις, ἀλλὰ, Φέρετε τῷ ἀρχιτρικλίνῳ. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστὶν (οἱ δὲ διάκονοι ᾔδεισαν), φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος. Καὶ τίνος ἕνεκεν μὴ τοὺς διακόνους ἐφώνησεν; οὕτω γὰρ ἂν καὶ τὸ θαῦμα ἐξεκαλύφθη. Ὅτι οὐδὲ αὐτὸς ὁ Ἰησοῦς ἐξεκάλυπτε τὸ γεγονὸς, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν ἐβούλετο γνωρισθῆναι τῶν σημείων τὴν δύναμιν. Εἰ μὲν οὖν τότε ἠλέγχθη, οὐκ ἂν διηγούμενοι οἱ διάκονοι ταῦτα ἂν ἐπιστεύθησαν· ἀλλ' ἔδοξαν ἂν μαίνεσθαι, ἀνθρώπῳ ψιλῷ τοῖς πολλοῖς εἶναι δοκοῦντι τότε τοιαῦτα μαρτυροῦντες. Αὐτοὶ μὲν γὰρ καὶ διὰ τῆς πείρας τὸ σαφὲς ἔγνωσαν· οὐ γὰρ δὴ ταῖς ἑαυτῶν χερσὶν ἔμελλον ἀπιστεῖν· ἑτέρους δὲ πιστοῦσθαι οὐκ ἦσαν ἱκανοί. Διὰ τοῦτο οὐδὲ αὐτὸς ἐξεκάλυψεν ἅπασιν, ἀλλὰ τῷ μάλιστα συνιδεῖν τὸ γεγονὸς δυναμένῳ, τὴν σαφεστέραν αὐτοῦ γνῶσιν τῷ μέλλοντι χρόνῳ τηρῶν. Μετὰ γὰρ τὴν τῶν λοιπῶν σημείων ἐπίδειξιν, καὶ τοῦτο ἔμελλεν εἶναι πιστόν. Ὅτε γοῦν τοῦ βασιλικοῦ τὸν υἱὸν ὕστερον θεραπεύει, δι' ὧν ἐκεῖ λέγει, δείκνυσιν ὁ εὐαγγελιστὴς ὅτι καὶ τοῦτο σαφέστερον γέγονε. Διὰ γὰρ τοῦτο μάλιστα αὐτὸν ἐκάλεσεν ἐκεῖνος, ἐπειδὴ τὸ σημεῖον ἐγνωκὼς ἦν, ὥσπερ ἔφην. Ὃ καὶ δηλῶν Ἰωάννης ἔλεγεν· Ἦλθεν ὁ Ἰησοῦς εἰςτὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον· οὐχ ἁπλῶς δὲ οἶνον, ἀλλ' οἶνον κάλλιστον. γʹ. Τοιαῦτα γὰρ τοῦ Χριστοῦ τὰ θαύματα, πολλῷ τῶν διὰ φύσεως τελουμένων ὡραιότερα γίνεται καὶ βελτίω. Οὕτω καὶ ἐπὶ τῶν ἄλλων, ὅτε μέλος διώρθου σώματος χωλεῦον, τῶν ὑγιαινόντων ἐδείκνυ τοῦτο ἄμεινον. Ὅτι μὲν οὖν οἶνος, καὶ οἶνος κάλλιστος ἦν ὁ γεγενημένος, οὐχ οἱ διάκονοι μόνοι, ἀλλὰ καὶ ὁ νυμφίος καὶ ὁ ἀρχιτρίκλινος μαρτυρεῖν ἔμελλον· ὅτι δὲ ὑπὸ τοῦ Χριστοῦ γεγενημένος, οἱ τὸ ὕδωρ ἀντλήσαντες. Ὥστε εἰ καὶ μὴ τότε ἐξεκαλύφθη τὸ θαῦμα, ἀλλ' ὅμως εἰς τέλος σιγηθῆναι οὐκ εἶχεν· οὕτω πολλὰς καὶ ἀναγκαίας αὐτῷ πρὸς τὸ μέλλον προαπέθετο μαρτυρίας. Τοῦ μὲν γὰρ τὸ ὕδωρ οἶνον ποιῆσαι τοὺς διακόνους μάρτυρας εἶχε· τοῦ δὲ καλὸν γενέσθαι τὸν οἶνον, τὸν ἀρχιτρίκλινον καὶ τὸν νυμφίον. Εἰκὸς μὲν οὖν τὸν νυμφίον ἀποκρίνασθαί τι πρὸς ταῦτα, καὶ εἰπεῖν· πλὴν ἀλλ' ὁ εὐαγγελιστὴς ἐπειγόμενος πρὸς τὰ ἀναγκαιότερα τῶν πραγμάτων, ἁψάμενος τοῦ σημείου τούτου μόνον, παρέδραμε τὰ λοιπά. Τὸ γὰρ ἀναγκαῖον ἦν μαθεῖν, ὅτι οἶνον τὸ ὕδωρ ἐποίησε, καὶ οἶνον καλόν· τί δὲ πρὸς τὸν ἀρχιτρίκλινον εἶπεν ὁ νυμφίος, οὐκ ἔτι ἀναγκαῖον ἐνόμισεν εἶναι προσθεῖναι. Πολλὰ γὰρ τῶν σημείων πρότερον ὄντα ἀμυδρότερα, τοῦ χρόνου προϊόντος σαφέστερα
89
γέγονεν, ὑπὸ τῶν ἐξ ἀρχῆς εἰδότων αὐτὰ ἀκριβέστερον ἀγγελθέντα. Τότε μὲν οὖν οἶνον ἐξ ὕδατος ἐποίησεν ὁ Ἰησοῦς· καὶ τότε δὲ καὶ νῦν προαιρέσεις χαύνας καὶ διαῤῥεούσας μεταβάλλων οὐ παύεται. Εἰσὶ γὰρ, εἰσὶν ἄνθρωποι οὐδὲν ὕδατος διαφέροντες, οὕτω ψυχροὶ καὶ χαῦνοι καὶ οὐδέποτε ἑστηκότες. Τοὺς δὴ οὕτω διακειμένους προσάγωμεν τῷ Κυρίῳ, ὥστε αὐτῶν τὴν προαίρεσιν εἰς τὴν τοῦ οἴνου μεταθεῖναι ἕξιν, ὥστε μηκέτι διαῤῥεῖν, ἀλλ' ἔχειν τὸ ἐπεστυμμένον, καὶ εὐφροσύνης καὶ ἑαυτοῖς καὶ ἑτέροις γίνεσθαι αἰτίους. Τίνες δ' ἂν εἶεν οὗτοι οἱ ψυχροὶ, ἢ οἱ τοῖς ῥέουσι 59.137 τοῦ παρόντος βίου προσέχοντες πράγμασιν, οἱ μὴ καταγελῶντες τῆς ἐνταῦθα τρυφῆς, οἱ δόξης καὶ δυναστείας ἐρασταί; Ταῦτα γὰρ πάντα ῥεύματά ἐστιν, ἱστάμενα μὲν οὐδαμοῦ, κατὰ δὲ πρανοῦς ἀεὶ φερόμενα μετὰ πολλῆς τῆς ῥύμης. Καὶ γὰρ ὁ σήμερον πλούσιος, αὔριον πένης· ὁ σήμερον μετὰ κήρυκος καὶ ζώνης καὶ ὀχήματος καὶ πολλῶν τῶν ῥαβδούχων φαινόμενος, πολλάκις τῇ ἑξῆς ἡμέρᾳ τὸ δεσμωτήριον ᾤκησεν, ἑτέρῳ καὶ ἄκων τῆς φαντασίας παραχωρήσας ἐκείνης. Ὁ τρυφῶν πάλιν καὶ διασπώμενος, ἐπειδὰν διαῤῥήξῃ τὴν ἑαυτοῦ γαστέρα, μέχρι μιᾶς ἡμέρας οὐ δύναται τὴν ἐκ τούτων ἐγγενομένην αὐτῷ χορηγίαν κατασχεῖν, ἀλλὰ, διαπνευσθείσης ἐκείνης, ἀναγκάζεται πάλιν ἕτερα ἐπεμβάλλειν, οὐδὲν διαφέρων χειμάῤῥου. Καθάπερ γὰρ ἐκεῖ τοῦ προτέρου ῥεύματος προχωροῦντος, ἕτερα ἐπέρχεται πάλιν· οὕτω δὴ καὶ ἐνταῦθα, τῆς προτέρας ἐξισταμένης τροφῆς, ἑτέρας ἡμῖν δεῖ πάλιν. Καὶ τοιαύτη τῶν βιωτικῶν ἡ φύσις, τὸ μηδέποτε ἑστάναι λαχοῦσα, ἀλλ' ἀεὶ ῥεῖν καὶ παρασύρεσθαι. Ἐπὶ δὲ τῆς τρυφῆς, οὐ τοῦτο μόνον ἐστὶ τὸ παραῤῥεῖν καὶ παρατρέχειν, ἀλλὰ καὶ πολλὰ ἡμῖν ἕτερα παρέχει πράγματα. Ἐν τῷ γὰρ παριέναι μετὰ ῥύμης τό τε ἰσχυρὸν ἀποξύει τοῦ σώματος, τό τε ἀνδρεῖον παρασύρει τῆς ψυχῆς· καὶ οὐχ οὕτω τὰ σφοδρὰ τῶν ποταμίων ῥευμάτων τὰς ὄχθας εἴωθε διατρώγειν, καὶ ποιεῖν ὑφιζάνειν, ὡς τρυφὴ καὶ σπατάλη τὰ τῆς ὑγείας ἡμῶν ἐρείσματα πάντα ὑποσύρει ῥᾳδίως. Κἂν ἔλθῃς εἰς ἰατρεῖον, καὶ προσελθὼν ἐρωτήσῃς, πάσας σχεδὸν τῶν νοσημάτων τὰς αἰτίας ἐκεῖθεν εὑρήσεις οὔσας. Ἡ μὲν γὰρ εὐτέλεια καὶ ἡ λιτὴ τράπεζα, ὑγείας μήτηρ ἐστίν. Διὰ τοῦτο καὶ ἰατρῶν παῖδεςοὕτως αὐτὴν ὠνόμασαν, τό γε μὴ κορέννυσθαι, ὑγείαν καλέσαντες· Ἀκορίη γὰρ τροφῆς, ὑγιείη· τό τε ἐνδεῶς ἑστιᾶσθαι, μητέρα ὑγείας εἰπόντες. Εἰ δὲ ἡ ἔνδεια μήτηρ ὑγείας, εὔδηλον ὅτι ἡ πλησμονὴ μήτηρ νόσου καὶ ἀῤῥωστίας ἐστὶ, καὶ τίκτει 59.138 πάθη καὶ αὐτῶν ὑπερβαίνοντα τῶν ἰατρῶν τὴν τέχνην. Καὶ γὰρ ποδαλγίαι, καὶ καρηβαρίαι, καὶ ἀμβλυωπίαι, καὶ χειραλγίαι, καὶ τρόμοι, καὶ παρέσεις, καὶ ἴκτερος, καὶ πυρετοὶ μακροὶ καὶ φλογώδεις, καὶ ἕτερα τούτων πολλῷ πλείονα (οὐ γὰρ καιρὸς πάντα ἐπιέναι), οὐκ ἀπὸ ἐνδείας καὶ φιλοσόφου διαίτης, ἀλλ' ἐξ ἀδηφαγίας καὶ πλησμονῆς τίκτεσθαι πέφυκεν. Εἰ δὲ βούλει καὶ τῆς ψυχῆς τὰς νόσους ἰδεῖν τὰς ἐντεῦθεν φυομένας, ὄψει ὅτι πλεονεξίαι, βλακεῖαι, μελαγχολίαι, νωθεῖαι, ἀσέλγειαι, ἀμαθία πᾶσα ἐντεῦθεν ἔχει τὴν ἀρχήν. Ὄνων γὰρ οὐδὲν ἄμεινον ἀπὸ τῶν τοιούτων τραπεζῶν αἱ τρυφῶσαι γίνονται ψυχαὶ, ὑπὸ τοιούτων διασπώμεναι θηρίων. Εἴπω καὶ λύπας ὅσας ἔχουσι καὶ ἀηδίας οἱ προσεδρεύοντες τῇ τρυφῇ; Ἀλλὰ πάσας μὲν ἐπελθεῖν οὐ δυνατόν· ἑνὶ δὲ καὶ τούτῳ κεφαλαίῳ τὸ πᾶν ποιήσω φανερόν. Τῆς γὰρ τραπέζης, ταύτης δὲ λέγω τῆς πολυτελοῦς, μεθ' ἡδονῆς οὐδέποτε ἀπογεύονται. Ἡ μὲν γὰρ ἔνδεια, ὥσπερ ὑγείας, οὕτω καὶ ἡδονῆς μήτηρ ἐστίν· ἡ πλησμονὴ δὲ, ὥσπερ νόσων, οὕτω καὶ ἀηδίας ἐστὶ πηγὴ καὶ ῥίζα. Ἔνθα γὰρ ἂν ᾖ κόρος, ἐπιθυμίαν εἶναι οὐκ ἔστιν· ἐπιθυμίας δὲ οὐκ οὔσης, πῶς ἂν εἴη ποτὲ ἡδονή; Διὰ τοῦτο οὐ μόνον συνετωτέρους καὶ ὑγιεινοτέρους τοὺς πενομένους τῶν πλουσίων εὕροιμεν ἂν, ἀλλὰ καὶ πλείονα καρπουμένους τὴν εὐφροσύνην. Ἅπερ πάντα ἐννοήσαντες, φύγωμεν μέθην τε καὶ τρυφὴν, μὴ τὴν ἐν τραπέζαις μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν τὴν ἐν πράγμασι βιωτικοῖς· καὶ ἀντ' ἐκείνης ἀνταλλαξώμεθα τὴν ἀπὸ τῶν πνευματικῶν ἡδονὴν, καὶ κατὰ τὸν Προφήτην κατατρυφήσωμεν τοῦ Κυρίου (Κατατρύφησον γὰρ
90 τοῦ Κυρίου, φησὶ, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου)· ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.137 ΟΜΙΛΙΑ ΚΓʹ. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας. αʹ. Πολὺς ὁ διάβολος ἔγκειται καὶ σφοδρὸς, πάντοθεν πολιορκῶν τὴν σωτηρίαν τὴν ἡμετέραν. Δεῖ τοίνυν ἐγρηγορέναι καὶ νήφειν, καὶ πανταχόθεν ἐπιτειχίζειν αὐτοῦ τὴν ἔφοδον. Κἂν γὰρ μικρᾶς ἐπιλάβηταί τινος ἀφορμῆς, εὐρεῖαν ἑαυτῷ κατασκευάζει λοιπὸν τὴν εἴσοδον, καὶ ὅλην εἰσάγει κατὰ μικρὸν τὴν ἑαυτοῦ δύναμιν. Εἰ τοίνυν λόγος τις ἡμῖν ἐστι τῆς σωτηρίας τῆς ἡμετέρας, μηδὲ ἐν τοῖς μικροῖς αὐτῷ συγχωρῶμεν ἡμῖν ἐπιέναι, ἵνα ἀπὸ τούτων τὰ μεγάλα προαναστείλωμεν. Καὶ γὰρ ἐσχάτης ἀνοίας ἂν εἴη, ἐκεῖνον μὲν τοσαύτην ἐπιδείκνυσθαι σπουδὴν, ὥστε τὴν ἡμετέραν ἀπολλύναι ψυχήν· ἡμᾶς δὲ ὑπὲρ τῆς ἡμῶν αὐτῶν σωτηρίας μηδὲ τὸ ἴσον ἄγειν μέτρον. Ταῦτά μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἐπειδὴ δέδοικα, μήποτε ἐν μέσῳ τῷ σηκῷ καὶ νῦν ὁ λύκος οὗτος ἑστήκῃ μὴ καθορώμενος ἡμῖν, καὶ θηριάλωτον ἐκ τούτου γένηται πρόβατον, ῥᾳθυμίᾳ καὶ ἐπιβουλῇ πονηρᾷ ἀποβουκοληθὲν τῆς ἀγέλης καὶ τῆς ἀκροάσεως. Εἰ μὲν γὰρ ἦν αἰσθητὰ τὰ τραύματα, ἢ καὶ τὸ σῶμα τὰς πληγὰς ἐλάμβανεν, οὐκ ἦν ἔργον διαγνῶναι τὰς τοιαύτας ἐπιβουλάς. Ἐπειδὴ δὲ ἀόρατος ἡ ψυχὴ, καὶ αὐτὴ τὰ ἕλκη δέχεται, πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, ὥστε ἕκαστον 59.138 ἑαυτὸν δοκιμάζειν. Οὐδεὶς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. Ὁ μὲν γὰρ λόγος ἅπασι διαλέγεται, καὶ κοινὸν πρόκειται φάρμακον τοῖς δεομένοις· ἑνὸς δὲ ἑκάστου τῶν ἀκροωμένων λαβεῖν ἔστι τὸ ἐπιτήδειον τῷ νοσήματι. Οὐκ οἶδα ἐγὼ τοὺς ἀῤῥωστοῦντας, οὐκ οἶδα τοὺς ὑγιαίνοντας. Διὰ τοῦτο πάντα λόγον κινῶ καὶ πᾶσιν ἐπιτήδειον πάθεσι, νῦν μὲν πλεονεξίας κατηγορῶν, αὖθις δὲ τρυφῆς, πάλιν ἀσελγείας καθαπτόμενος, εἶτα ἐλεημοσύνης συντιθεὶς ἔπαινον καὶ παράκλησιν· εἶτα τῶν ἄλλων ἑκάστου κατορθωμάτων. Δέδοικα γὰρ μήποτε περὶ ἓν τῶν λόγων ἡμῖν ἀσχολουμένων, λάθω θεραπεύων πάθος ἕτερον, ἄλλα καμνόντων ὑμῶν. Ὥστε εἰ μὲν εἷς ἦν ἐνταῦθα ὁ συλλεγόμενος, οὐκ ἂν οὕτω σφόδρα ἀναγκαῖον εἶναι ἐνόμισα πολυειδῆ τὸν λόγον ποιῆσαι. Ἐπειδὴ δὲ ἐν πλήθει τοσούτῳ πολλὰ εἶναι καὶ πάθη εἰκὸς, οὐκ ἀπεικότως ποικίλλομεν τὴν διδασκαλίαν· πάντως γὰρ εὑρήσει τὴν ἑαυτοῦ χρείαν ὁ λόγος ἅπασιν ἐφαπλούμενος. Διά τοι τοῦτο καὶ ἡ Γραφὴ πολυειδής τίς ἐστι, περὶ μυρίων ἡμῖν διαλεγομένη πραγμάτων, ἐπειδὴ κοινῇ τῇ φύσει διαλέγεται τῶν ἀνθρώπων. Ἐν δὲ πλήθει τοσούτῳ πάντα ἀνάγκη τὰ πάθη τῆς ψυχῆς εἶναι, εἰ καὶ μὴ πάντα ἐν πᾶσι. Τούτων τοίνυν ἑαυτοὺς ἐκκαθάραντες, οὕτω τῶν θείων λόγων ἀκούσωμεν, καὶ μετὰ συντεταμένης 59.139 διανοίας, καὶ τῶν σήμερον ἡμῖν ἀναγνωσθέντων ἀκούσωμεν. Τίνα δὲ ταῦτά ἐστι; Ταύτην ἐποίησε, φησὶ, τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας. Εἶπον καὶ πρώην ὅτι τινὲς οὐκ ἀρχὴν ταύτην εἶναί φασι. Τί γὰρ, φησὶν, εἰ πρόσκειται ἐν Κανᾷ τῆς Γαλιλαίας; Τὴν γὰρ ἀρχὴν, φησὶ, ταύτην ἐποίησεν ἐν Κανᾷ. Ἐγὼ δὲ ὑπὲρ τούτων μὲν οὐδὲν ἂν ἀκριβολογησαίμην· ἀλλ' ὅτι μέντοι μετὰ τὸ βάπτισμα τῶν σημείων ἤρξατο, καὶ πρὸ τοῦ βαπτίσματος οὐδὲν ἐθαυματούργησε, καὶ ἔμπροσθεν ἐδηλώσαμεν. Εἴτε δὲ τοῦτο, εἴτε ἕτερον πρῶτον σημεῖον ἐγένετο τῶν μετὰ τὸ βάπτισμα γενομένων, οὐ σφόδρα διισχυρίζεσθαι ἀναγκαῖον εἶναί μοι δοκεῖ. Καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ. Πῶς καὶ τίνι τρόπῳ; Οὐδὲ γὰρ πολλοὶ προσεῖχον τῷ γινομένῳ, ἀλλ' οἱ διάκονοι, καὶ ὁ
91
ἀρχιτρίκλινος, καὶ ὁ νυμφίος. Πῶς οὖν ἐφανέρωσε τὴν δόξαν αὐτοῦ; Τό γε αὐτοῦ μέρος. Εἰ δὲ καὶ μὴ τότε, ἀλλ' ὕστερον ἔμελλον τὸ θαῦμα ἀκούσεσθαι ἅπαντες· μέχρι γὰρ τοῦ νῦν ᾄδεται, καὶ οὐ διέλαθεν. Ὅτι γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐ πάντες ᾔδεσαν, ἀπὸ τῶν ἐπαγομένων δῆλον. Εἰπὼν γὰρ, Ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, ἐπήγαγε· Καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, οἱ καὶ πρὸ τούτου θαυμάζοντες αὐτόν. Ὁρᾷς ὅτι τὰ σημεῖα τότε μάλιστα ἀναγκαῖον ἦν ποιεῖν, ὅτε οἱ εὐγνώμονες καὶ προσέχοντες τοῖς γινομένοις σαφῶς παρῆσαν; Οὗτοι γὰρ ἔμελλον καὶ πιστεύειν εὐκολώτερον, καὶ μετὰ ἀκριβείας προσέχειν τοῖς γινομένοις. Καὶ πῶς ἂν ἐγένετο γνώριμος τῶν σημείων χωρίς; Ὅτι καὶ διδασκαλία ἱκανὴ καὶ προφητεία καὶ τὸ θαῦμα ἐνθεῖναι ταῖς τῶν ἀκουόντων ψυχαῖς, ὥστε μετὰ διαθέσεως προσέχειν τοῖς γινομένοις, τῆς ψυχῆς προοικειωμένης ἤδη. Διά τοι τοῦτο πολλαχοῦ καὶ ἀλλαχοῦ φασιν οἱ εὐαγγελισταὶ, μὴ πεποιηκέναι σημεῖον αὐτὸν, διὰ τὸ τῶν ἀνθρώπων σκαιὸν τῶν ἐκεῖ διατριβόντων. Καὶ μετὰ ταῦτα κατέβη εἰς Καπερναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἦσαν ἐκεῖ οὐ πολλὰς ἡμέρας. Τίνος οὖν ἕνεκεν παραγίνεται μετὰ τῆς μητρὸς εἰς Καπερναούμ; Οὔτε γὰρ θαῦμα οὐδὲν εἰργάσατο αὐτόθι, οὔτε οἱ τὴν πόλιν οἰκοῦντες ἐκείνην τῶν ὑγιῶς πρὸς αὐτὸν ἐχόντων ἦσαν, ἀλλὰ καὶ τῶν σφόδρα διεφθαρμένων. Καὶ τοῦτο ἐδήλωσεν ὁ Χριστὸς εἰπών· Καὶ σὺ, Καπερναοὺμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ. Τίνος οὖν ἕνεκεν παραγίνεται; Ἐμοὶ δοκεῖ, ἐπειδὴ μικρὸν ὕστερον ἔμελλεν ἀνιέναι εἰς τὰ Ἱεροσόλυμα, διὰ τοῦτο τότε ἀπελθεῖν, ὥστε μὴ πανταχοῦ τοὺς ἀδελφοὺς ἐπισύρεσθαι καὶ τὴν μητέρα. Ἀπελθὼν γοῦν καὶ ὀλίγον διατρίψας χρόνον διὰ τὴν εἰς τὴν μητέρα τιμὴν, οὕτω πάλιν ἐπιλαμβάνεται τῶν θαυμάτων, ἀποκαταστήσας τὴν γεγεννηκυῖαν. Διὰ τοῦτό φησιν, ὅτι οὐ μετὰ πολλὰς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα. Πρὸ ὀλίγων ἄρα ἡμερῶν τοῦ Πάσχα ἐβαπτίσατο. Ἀνελθὼν δὲ εἰς τὰ Ἱεροσόλυμα τί ποιεῖ; Πρᾶγμα πολλῆς αὐθεντίας γέμον. Τοὺς γὰρ καπήλους ἐκείνους, τοὺς τραπεζίτας, τοὺς τὰς περιστερὰς πωλοῦντας καὶ βόας καὶ πρόβατα, καὶ διὰ τοῦτο ἐκεῖ διατρίβοντας, ἐξέβαλε. βʹ. Καὶ ἕτερος μὲν εὐαγγελιστής φησιν, ὅτι ἐκβάλλων ἔλεγεν· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου σπήλαιον λῃστῶν· οὗτος δέ φησιν, Οἶκον ἐμπορίου, οὐκ ἐναντίως ἀλλήλοις λέγοντες, ἀλλὰ δεικνύντες ὅτι ἐκ δευτέ 59.140 ρου τοῦτο ἐποίησε, καὶ ὅτι οὐ κατὰ τὸν αὐτὸν καιρὸν ἀμφότερα γέγονεν, ἀλλὰ νῦν μὲν ἐν προοιμίοις, νῦν δὲ πρὸς αὐτὸ τὸ πάθος ἐλθὼν, τοῦτο ποιεῖ. Διὸ καὶ σφοδρότερον τοῖς λόγοις χρησάμενος, σπήλαιον ἐκάλεσεν ἐνταῦθα· ἐν δὲ ἀρχῇ τῶν σημείων οὐχ οὕτως, ἀλλ' ὑφειμένῃ μᾶλλον τῇ ἐπιτιμήσει κέχρηται· ὅθεν εἰκὸς δεύτερον τοῦτο πεποιηκέναι. Καὶ τίνος ἕνεκεν, φησὶν, αὐτὸ τοῦτο πεποίηκεν ὁ Χριστὸς, καὶ τοσαύτῃ σφοδρότητι κέχρηται κατ' αὐτῶν, ὅπερ οὐδαμοῦ φαίνεται ποιῶν, καὶ ταῦτα ὑβριζόμενος, λοιδορούμενος, καὶ Σαμαρείτης καὶ δαιμονῶν κληθεὶς παρ' αὐτῶν; Οὐδὲ γὰρ ἠρκέσθη τοῖς λόγοις μόνον, ἀλλὰ καὶ φραγέλλιον λαβὼν, οὕτως αὐτοὺς ἐξέβαλεν. Οἱ δὲ Ἰουδαῖοι ἑτέρων μὲν εὐεργετουμένων, ἐγκαλοῦσι καὶ ἀγριαίνουσιν· ὅτε δὲ εἰκὸς ἦν ἐκθηριωθῆναι ἐπιτιμωμένους, οὐ τοιούτῳ κέχρηνται πρὸς αὐτὸν τρόπῳ. Οὐ γὰρ ἐπετίμησαν, οὐδὲ ὕβρισαν· ἀλλὰ τί φασι; Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Ὁρᾷς βασκανίας ὑπερβολὴν, καὶ πῶς αἱ τῶν ἄλλων εὐεργεσίαι μᾶλλον αὐτοὺς παρώξυναν; Ποτὲ μὲν οὖν σπήλαιον λῃστῶν τὸν ναὸν ὑπ' αὐτῶν ἔλεγε γενέσθαι, δεικνὺς ὅτι τὰ πωλούμενα ἀπὸ κλοπῆς ἦν, καὶ ἁρπαγῆς καὶ πλεονεξίας, καὶ ἐκ τῶν ἀλλοτρίων ἐπλούτουν συμφορῶν· ποτὲ δὲ οἶκον ἐμπορίου, τὰς ἀναισχύντους αὐτῶν καπηλείας ἐνδεικνύμενος. Ἀλλὰ τίνος ἕνεκεν τοῦτο πεποίηκεν; Ἐπειδὴ ἔμελλεν ἐν Σαββάτῳ θεραπεύειν, καὶ πολλὰ τοιαῦτα ποιεῖν, ἃ ἐδόκει παρ' αὐτοῖς τοῦ νόμου παράβασις εἶναι· ἵνα μὴ δόξῃ ὡς ἀντίθεός τις καὶ ἐξ ἐναντίας ἥκων τῷ Πατρὶ ταῦτα ποιεῖν, ἐντεῦθεν τῆς τοιαύτης ὑπονοίας αὐτῶν ποιεῖται τὴν διόρθωσιν. Οὐ γὰρ ἂν ὁ τοσοῦτον ζῆλον ἐπιδειξάμενος ὑπὲρ τοῦ οἴκου,
92
τῷ τοῦ οἴκου Δεσπότῃ καὶ ἐν αὐτῷ θεραπευομένῳ ἔμελλεν ἐναντιοῦσθαι. Ἦν μὲν οὖν ἱκανὰ καὶ τὰ πρότερα ἔτη, ἐν οἷς κατὰ τὸν νόμον ἐβίω, δεῖξαι τὴν πρὸς τὸν νομοθέτην αἰδὼ, καὶ ὅτι οὐκ ἀντινομοθετῶν ἦλθεν· ἐπειδὴ δὲ εἰκὸς ἦν ἐκεῖνα λήθῃ παραδοθῆναι τῷ χρόνῳ, ἅτε οὐ πᾶσιν ὄντα γνώριμα, διὰ τὸ ἐν οἰκίᾳ τρέφεσθαι πτωχῇ καὶ εὐτελεῖ, παρόντων πάντων λοιπὸν (καὶ γὰρ πολλοὶ παρῆσαν, ἅτε ἑορτῆς πλησίον οὔσης), τοῦτο ποιεῖ, καὶ παρακεκινδυνευμένως. Οὐδὲ γὰρ ἁπλῶς ἐξέβαλεν, ἀλλὰ καὶ τὰς τραπέζας ἀνέτρεψε, καὶ τὸ ἀργύριον ἐξέχεε, διδοὺς αὐτοῖς ἐκ τούτων λογίσασθαι, ὅτι οὐκ ἂν ὁ εἰς κινδύνους ῥίπτων ἑαυτὸν ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου, τοῦ Δεσπότου τοῦ οἴκου κατεφρόνησεν ἄν· Εἰ γὰρ ὑποκρινόμενος ταῦτα ἐποίει, παραινέσαι ἐχρῆν μόνον· τὸ δὲ καὶ εἰς κινδύνους καταστῆναι, πάνυ τολμηρόν. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν, καὶ θυμῷ τοσούτῳ ἀγοραίων ἑαυτὸν ἐκδοῦναι, καὶ δῆμον πολλῆς γέμοντα ἀλογίας καπήλων ἀνθρώπων καθ' ἑαυτοῦ παροξύναι ὑβρίζοντα, ζημιοῦντα· οὐχ ὑποκρινομένου ἦν, ἀλλὰ πάντα αἱρουμένου πάθη, ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου. Διὰ τοῦτο οὐδὲ δι' ὧν ποιεῖ μόνον, ἀλλὰ καὶ δι' ὧν λέγει, δείκνυσι τὴν πρὸς αὐτὸν συμφωνίαν· οὐδὲ γὰρ εἶπε, Τὸν οἶκον τὸν ἅγιον, ἀλλὰ, Τὸν οἶκον τοῦ Πατρός μου. Ἰδοὺ καὶ Πατέρα καλεῖ, καὶ οὐκ ὀργίζονται· ᾤοντο γὰρ ἁπλῶς αὐτὸν λέγειν. Ἐπειδὴ δὲ προϊὼν τρανότερον ἐφθέγγετο, ὡς ἐκείνην παραστῆσαι τὴν διάνοιαν τὴν τῆς ἰσότητος, τότε ἀγριαίνουσιν. Τί οὖν ἐκεῖνοι; Τί σημεῖον δεικνύεις ἡμῖν, φησὶν, ὅτι ταῦτα ποιεῖς; Ὢ τῆς ἐσχάτης 59.141 μανίας! Σημείου γὰρ χρεία ἦν, ὥστε τὰ κακῶς γινόμενα παῦσαι, καὶ τὸν οἶκον ἀπαλλάξαι τοσαύτης αἰσχύνης; τὸ δὲ ζῆλον τοιοῦτον λαβεῖν ὑπὲρ τοῦ οἴκου τοῦ Θεοῦ, οὐ μέγιστον σημεῖον ἀρετῆς ἦν; Οἱ γοῦν εὐγνώμονες καὶ ἐντεῦθεν ἐδείκνυντο. Καὶ γὰρ ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ τότε, φησὶν, ὅτι ἔστι γεγραμμένον· Ὁ ζῆλος τοῦ οἴκου σου κατεφάγησέ με. Ἀλλ' οὐκ ἐκεῖνοι τῆς προφητείας ἐμνήσθησαν, ἀλλὰ, Τί σημεῖον δεικνύεις ἡμῖν; ἔλεγον, ἅμα μὲν ὑπὲρ τῆς αἰσχροκερδείας τῆς ἑαυτῶν ἀλγοῦντες ἐκκοπτομένης, καὶ προσδοκῶντες ταύτῃ κωλύειν αὐτὸν, καὶ ἐκκαλέσασθαι εἰς θαῦμα βουλόμενοι, καὶ ἐπισκῆψαι τοῖς γινομένοις. Διὰ τοῦτο οὐδὲ δίδωσιν αὐτοῖς σημεῖον. Ἐπεὶ καὶ πρότερον προσελθοῦσι καὶ αἰτοῦσι, τὸ αὐτὸ ἀπεκρίνατο· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Ἀλλὰ τότε μὲν σαφέστερον, νυνὶ δὲ αἰνιγματωδέστερον. Ποιεῖ δὲ τοῦτο διὰ τὴν ἐσχάτην αὐτῶν ἀναισθησίαν. Οὐ γὰρ ἂν ὁ μὴ αἰτοῦντας προλαμβάνων καὶ σημεῖα διδοὺς, οὗτος αἰτοῦντας ἂν ἀπεστράφη, εἰ μὴ τὴν διάνοιαν αὐτῶν εἶδε πονηρὰν οὖσαν καὶ δολερὰν, καὶ ὕπουλον αὐτῶν τὴν προαίρεσιν. Αὐτὸ γὰρ εὐθέως τὸ ἐρώτημα ἐννόησον ὅσης κακίας μεστὸν ἦν. Δέον γὰρ αὐτὸν ἀποδέξασθαι τῆς σπουδῆς καὶ τοῦ ζήλου, δέον ἐκπλαγῆναι, ὅτι τοσαύτην τοῦ οἴκου ποιεῖται πρόνοιαν, οἱ δὲ ἐγκαλοῦσι, καπηλεύειν ἐξεῖναι λέγοντες, λύειν δὲ τὴν καπηλείαν οὐκ ἐξὸν εἶναι, ἂν μὴ σημεῖόν τι ἐπιδείξηται. Τί οὖν ὁ Χριστός; Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Πολλὰ τοιαῦτα φθέγγεται, τοῖς μὲν τότε ἀκούουσιν οὐκ ὄντα δῆλα, τοῖς δὲ μετὰ ταῦτα, ἐσόμενα. Τίνος δὲ ἕνεκεν τοῦτο ποιεῖ; Ἵνα δειχθῇ προειδὼς ἄνωθεν τὰ μετὰ ταῦτα, ὅταν ἐξέλθῃ καὶ τῆς προῤῥήσεως τὸ τέλος· ὃ δὴ καὶ ἐπὶ τῆς προφητείας ταύτης γέγονεν. Ὅτε γὰρ, φησὶν, ἠγέρθη ἐκ νεκρῶν, τότε ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε· καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς. Ὅτε δὲ ἐλέγετο, οἱ μὲν ἠποροῦντο τί ποτ' ἂν εἴη τὸ εἰρημένον, οἱ δὲ ἀμφέβαλλον, λέγοντες· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Τεσσαράκοντα δὲ καὶ ἓξ ἔτη ἔλεγον, τὴν ὑστέραν οἰκοδομὴν δηλοῦντες· ἡ γὰρ προτέρα εἰς εἴκοσιν ἐτῶν ἀπηρτίσθη χρόνον. γʹ. Τίνος οὖν ἕνεκεν οὐκ ἔλυσε τὸ αἴνιγμα, καὶ εἶπεν, ὅτι Οὐ περὶ τοῦ ναοῦ λέγω τούτου, ἀλλὰ περὶ τῆς σαρκὸς τῆς ἐμῆς, ἀλλ' ὁ μὲν εὐαγγελιστὴς ὕστερον γράφων τὸ Εὐαγγέλιον, ἑρμηνεύει τὸ εἰρημένον, αὐτὸς δὲ ἐσίγησε τότε; Τίνος οὖν ἕνεκεν ἐσίγησεν; Ὅτι οὐκ
93
ἂν τὸν λόγον ἐδέξαντο. Εἰ γὰρ μηδὲ οἱ μαθηταὶ ἱκανοί πως συνιέναι τὸ λεχθὲν ἦσαν, πολλῷ μᾶλλον οἱ ὄχλοι. Ὅτε γὰρ, φησὶν, ἀνέστη ὁ Ἰησοῦς ἐκ τῶν νεκρῶν, τότε ἐμνήσθησαν καὶ ἐπίστευσαν τῷ λόγῳ καὶ τῇ Γραφῇ. Δύο γὰρ ἦν αὐτοῖς τὰ προϊστάμενα τέως· ἓν μὲν τὸ τῆς ἀναστάσεως, ἕτερον δὲ τὸ τούτου μεῖζον, εἰ Θεὸς ἦν ὁ ἔνδον οἰκῶν· ἅπερ ἀμφότερα ᾐνίξατο εἰπών· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ὅπερ καὶ ὁ Παῦλος οὐ μικρὸν εἶναι σημεῖόν φησι θεότητος, οὕτω λέγων· Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ. Διατί δὲ καὶ ἐκεῖ καὶ ἐνταῦθα τοῦτο δίδωσι σημεῖον, καὶ πανταχοῦ, νῦν μὲν λέγων, Ὅταν 59.142 ὑψωθῶ, καὶ, Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· νῦν δὲ, Οὐ δοθήσεται ὑμῖν σημεῖον, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ· καὶ ἐνταῦθα πάλιν· Ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν; Ὅτι τοῦτο μάλιστα ἦν τὸ δεικνύον αὐτὸν οὐκ ὄντα ἄνθρωπον ψιλὸν, τὸ δυνηθῆναι κατὰ τοῦ θανάτου στῆσαι τρόπαιον, τὸ τὴν τυραννίδα αὐτοῦ τὴν μακρὰν, καὶ τὸν χαλεπὸν καταλῦσαι πόλεμον οὕτω ταχέως. Διὰ τοῦτό φησι, Τότε εἴσεσθε. Τότε· πότε; Ὅταν ἀναστὰς ἐπισπάσωμαι τὴν οἰκουμένην, τότε εἴσεσθε, ὅτι καὶ ταῦτα ὡς Θεὸς καὶ Θεοῦ Υἱὸς γνήσιος ἐποίουν, ἐκδικῶν τὴν εἰς τὸν Πατέρα ὕβριν. Τί δήποτε δὲ οὐκ εἶπε καὶ ποίων σημείων χρεία πρὸς τὸ παῦσαι τὸ γινόμενον κακῶς, ἀλλ' ἐπηγγείλατο δώσειν σημεῖον; Ὅτι ἐκείνῳ μὲν ἂν αὐτοὺς πλέον παρώξυνε, ταύτῃ δὲ μᾶλλον κατέπληξεν. Ἀλλ' ὅμως οὐδὲν πρὸς τοῦτο εἶπον· καὶ γὰρ ἔδοξεν αὐτοῖς ἄπιστον λέγειν, καὶ οὐδὲ ἐρωτῆσαι ἠνείχοντο, ἀλλ' ὡς ἀδύνατον ὂν παρέδραμον. Εἰ δὲ νοῦν εἶχον, εἰ καὶ τότε ἄπιστον ἔδοξεν αὐτοῖς εἶναι, ὅτε τὰ πολλὰ ἐποίησε σημεῖα, τότε ἂν προσελθόντες ἠρώτησαν, τότε ἂν ἠξίωσαν τὴν ἀπορίαν αὐτοῖς λυθῆναι· ἀλλ' ἀνόητοι ὄντες, τοῖς μὲν οὐδ' ὅλως προσεῖχον τῶν λεγομένων, τὰ δὲ μετὰ πονηρᾶς ἤκουον διανοίας. Διὸ καὶ ὁ Χριστὸς αἰνιγματωδῶς πρὸς αὐτοὺς ἐφθέγγετο. Ἀλλὰ τὸ ζητούμενον ἐκεῖνό ἐστι· Πῶς οἱ μαθηταὶ οὐκ ᾔδεισαν, ὅτι δεῖ αὐτὸν ἐκ τῶν νεκρῶν ἀναστῆναι; Ὅτι οὔπω τῆς τοῦ Πνεύματος ἦσαν καταξιωθέντες χάριτος. Διὸ συνεχῶς τοὺς περὶ ἀναστάσεως ἀκούοντες λόγους, οὐδὲν συνίεσαν, ἀλλὰ διελογίζοντο καθ' ἑαυτοὺς, τί ποτε τοῦτό ἐστι. Καὶ γὰρ πολὺ ξένον καὶ παράδοξον ἦν τὸ λεγόμενον, τὸ ἑαυτόν τινα δύνασθαι ἀνιστᾷν, καὶ ἀνιστᾷν οὕτως. Διὰ τοῦτο καὶ Πέτρος ἐπετιμήθη, ἐπειδὴ οὐδὲν εἰδὼς περὶ ἀναστάσεως, ἔλεγεν· Ἵλεώς σοι. Καὶ οὐδὲ ὁ Χριστὸς πρὸ τοῦ πράγματος αὐτοῖς ἀπεκάλυψε τοῦτο σαφῶς, ἵνα μὴ σκανδαλισθῶσιν ἐν ἀρχῇ διαπιστοῦντες τῷ λεγομένῳ διὰ τὸ πολὺ παράδοξον, καὶ μηδέπω σαφῶς αὐτὸν εἰδέναι ὅστις ἐστίν. Τοῖς μὲν γὰρ διὰ τῶν πραγμάτων βοωμένοις οὐδεὶς ἂν διαπιστήσειε· τοῖς δὲ διὰ τῶν λόγων λεγομένοις εἰκὸς ἦν τινας διαπιστεῖν. Διὰ τοῦτο ἐκ πρώτης εἴασε συγκεκαλυμμένον εἶναι τὸν λόγον. Ὅτε δὲ διὰ τῆς πείρας πρὸς τὴν ἀλήθειαν ἤγαγε τὰ εἰρημένα, τότε λοιπὸν ἔδωκε καὶ τῶν ῥημάτων τὴν σύνεσιν, καὶ τοσαύτην τοῦ Πνεύματος τὴν χάριν, ὥστε ἀθρόον πάντα ἀπολαβεῖν. Ἐκεῖνος γὰρ, φησὶν, ἀναμνήσει ὑμᾶς πάντα. Οἱ γὰρ καὶ τὴν πρὸς αὐτὸν αἰδὼ ἐν μιᾷ μόνον ἐκβαλόντες ἑσπέρᾳ, καὶ φυγόντες, καὶ οὐδὲ ἰδεῖν αὐτὸν φάσκοντες, σχολῇ γ' ἂν τῶν ἐν παντὶ τῷ χρόνῳ γενομένων τε καὶ λεχθέντων ἐμνημόνευσαν, εἰ μὴ πολλῆς ἀπήλαυσαν τῆς τοῦ Πνεύματος χάριτος. Καὶ εἰ παρὰ τοῦ Πνεύματος, φησὶν, ἀκούσεσθαι ἔμελλον, τίς χρεία ἦν συγγίνεσθαι αὐτοὺς τῷ Χριστῷ, μέλλοντας μὴ κατέχειν τὰ λεγόμενα; Ὅτι οὐκ ἐδίδασκε τὸ Πνεῦμα, ἀλλ' ἀνεμίμνησκεν ἃ προλαβὼν ὁ Χριστὸς εἶπεν. Οὐ μικρὸν δὲ εἰς τὴν δόξαν συντελεῖ τοῦ Χριστοῦ τὸ παραπεμφθῆναι εἰς τὴν μνήμην τῶν λεχθέντων αὐτοῖς. Παρὰ μὲν οὖν τὴν ἀρχὴν τῆς τοῦ Θεοῦ χάριτος ἐγένετο τὸ ἐπιπτῆναι τὴν τοῦ Πνεύματος χάριν οὕτω δαψιλῆ καὶ πολλήν· ὕστερον δὲ τῆς ἑαυτῶν ἀρετῆς, τὸ κατασχεῖν τὴν δωρεάν. Βίον γὰρ ἐπεδείξαντο λαμπρὸν, καὶ πολλὴν τὴν σοφίαν, καὶ μεγάλους τοὺς πόνους, καὶ κατεγέλασαν μὲν τῆς παρούσης ζωῆς, οὐδὲν δὲ ἡγήσαντο τὰ ἀνθρώπινα, ἀλλὰ
94
ἀνώτεροι πάντων ἐγένοντο, καὶ καθάπερ τινὲς ἀετοὶ κοῦφοι ὑψηλὰ πετώμενοι, διὰ τῶν ἔργων πρὸς αὐτὸν ἀφείλκοντο τὸν οὐρανὸν, καὶ διὰ τούτων ἔσχον τοῦ Πνεύματος τὴν χάριν ἄφατον. Τούτους τοίνυν καὶ ἡμεῖς μιμησώμεθα, καὶ μὴ σβέ 59.143 σωμεν τὰς λαμπάδας, ἀλλὰ διατηρήσωμεν φαιδρὰς δι' ἐλεημοσύνης. Τούτου τοῦ πυρὸς τὸ φέγγος οὕτω διακρατεῖται. Συνάξωμεν τοίνυν εἰς ἀγγεῖα τὸ ἔλαιον, ἕως ἐνταῦθά ἐσμεν. Οὐδὲ γὰρ ἔστι τοῦτο πρίασθαι ἀπελθόντας ἐκεῖ, οὐδὲ ἀλλαχόθεν αὐτὸ λαβεῖν, ἀλλ' ἢ διὰ τῆς τῶν πενήτων χειρός. Συλλέξωμεν τοίνυν ἐντεῦθεν ἤδη μετὰ πολλῆς τῆς δαψιλείας, εἴ γε βουλόμεθα μετὰ τοῦ νυμφίου εἰσελθεῖν· εἰ δὲ μὴ, ἔξω 59.144 μένειν τοῦ νυμφῶνος ἀνάγκη. Ἀμήχανον γὰρ, ἀμήχανον, κἂν μυρία κατορθώσωμεν ἀγαθὰ, τῆς ἐλεημοσύνης χωρὶς ἐπιβῆναι τῶν τῆς βασιλείας προθύρων. Διὸ μετὰ πολλῆς ταύτην ἐπιδειξώμεθα τῆς δαψιλείας, ὥστε ἀπολαῦσαι τῶν ἀποῤῥήτων ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος πάντοτε, καὶ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.143.10 ΟΜΙΛΙΑ ΚΔʹ. Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. αʹ. Τῶν ἀνθρώπων τῶν τότε οἱ μὲν τῇ πλάνῃ προσεῖχον, οἱ δὲ τῆς ἀληθείας ἀντείχοντο· ἀλλὰ καὶ τούτων ἔνιοι πρὸς ὀλίγον αὐτῆς ἀντιλαμβανόμενοι, πάλιν αὐτῆς ἐξέπιπτον. Τούτους καὶ ὁ Χριστὸς αἰνιττόμενος, σπέρμασι παρέβαλε τοῖς οὐ κατὰ βάθους κειμένοις, ἀλλὰ τὰς ῥίζας ὑπὲρ τῆς ἐπιφανείας τῆς γῆς ἔχουσιν, οὓς καὶ ταχέως ἀπολεῖσθαι ἔφη. Τούτους καὶ ὁ εὐαγγελιστὴς ἐνταῦθα ἡμῖν ἐδήλωσεν, οὕτω λέγων, ὅτι Ὡς ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν, θεωροῦντες αὐτοῦ τὰ σημεῖα, ἃ ἐποίει. Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς. Ἐκεῖνοι γὰρ ἀκριβέστεροι ἦσαν οἱ μαθηταὶ, ὅσοι μὴ ἀπὸ σημείων προσῄεσαν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς διδασκαλίας. Τοὺς μὲν γὰρ παχυτέρους τὰ σημεῖα ἐφείλκετο, τοὺς δὲ λογικωτέρους αἱ προφητεῖαι καὶ αἱ διδασκαλίαι. Ὅσοι γοῦν ἀπὸ διδασκαλίας κατεσχέθησαν, οὗτοι τῶν ἀπὸ σημείων ἦσαν βεβαιότεροι· οὓς καὶ ὁ Χριστὸς ἐμακάριζε λέγων, Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Ὅτι δὲ οὐ τῶν γνησίων ἦσαν οὗτοι, δείκνυσι καὶ ἡ ἐπαγωγή· Αὐτὸς γὰρ, φησὶν, ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς. Διατί; Διὰ τὸ γινώσκειν πάντα, καὶ ὅτι οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ προσεῖχε τοῖς ἔξωθεν ῥήμασι, ταῖς καρδίαις ἐμβατεύων αὐταῖς, καὶ πρὸς τὴν διάνοιαν εἰσιών· καὶ τὴν πρόσκαιρον αὐτῶν θερμότητα εἰδὼς σαφῶς, οὐκ ἐθάῤῥει αὐτοῖς ὡς μαθηταῖς ἀπηρτισμένοις, οὐκ ἐνεχείριζε πάντα τὰ δόγματα αὐτοῖς ὡς ἤδη βεβαίως πιστοῖς γενομένοις. Τὸ δὲ τὰ ἐν τῇ καρδίᾳ τῶν ἀνθρώπων εἰδέναι, τοῦ πλάσαντος κατὰ μόνας τὰς καρδίας ἐστὶ Θεοῦ. Σὺ γὰρ, φησὶν, ἐπίστασαι καρδίας μονώτατος. Οὐκ ἐδεῖτο τοίνυν μαρτύρων ὥστε τῶν οἰκείων πλασμάτων μαθεῖν τὴν διάνοιαν· ὅθεν οὐδὲ ἀπὸ τῆς προσκαίρου πίστεως αὐτοῖς ἐθάῤῥει. Ἄνθρωποι μὲν γὰρ οὔτε τὰ παρόντα, οὔτε τὰ μέλλοντα εἰδότες, πολλάκις καὶ τοῖς δολερῶς προσιοῦσι, καὶ τοῖς μικρὸν ὕστερον ἀποστησομένοις, ἅπαντα χωρίς τινος ὑποστολῆς καὶ λέγουσι καὶ ἐγχειρίζουσιν· ὁ δὲ Χριστὸς οὐχ οὕτως. Ἤδει γὰρ αὐτῶν τὰ ἀπόῤῥητα πάντα σαφῶς. Τοιοῦτοι πολλοὶ καὶ νῦν εἰσι, τὸ μὲν τῆς πίστεως ὄνομα ἔχοντες, εὐρίπιστοι δὲ καὶ εὐάγωγοι. Διὰ τοῦτο οὐδὲ νῦν ὁ Χριστὸς ἑαυτὸν ἐμπιστεύει, ἀλλὰ τὰ πλείονα ἀποκρύπτεται. Καθάπερ γὰρ ἡμεῖς οὐ τοῖς ἁπλῶς φίλοις, ἀλλὰ τοῖς γνησίοις θαῤῥοῦμεν· οὕτω καὶ ὁ Θεός. Ἄκουσον γοῦν τί φησι τοῖς μαθηταῖς ὁ Χριστός· Οὐκ ἔτι ὑμᾶς λέγω δούλους· ὑμεῖς γὰρ φίλοι μου ἐστέ. Πόθεν, καὶ διατί; Ὅτι πάντα, ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀπεκάλυψα ὑμῖν. Διὰ τοῦτο οὐδὲ τοῖς Ἰου 59.144 δαίοις τὰ σημεῖα ἐδίδου αἰτοῦσιν, ὅτι πειράζοντες ᾔτουν. Ἆρα οὖν τὸ σημεῖα αἰτεῖν, πειραζόντων ἐστὶ καὶ τότε καὶ νῦν· Καὶ γὰρ καὶ νῦν εἰσιν οἱ ζητοῦντες καὶ λέγοντες· Διατί μὴ καὶ νῦν σημεῖα γίνεται; Εἰ γὰρ πιστὸς εἶ, ὡς εἶναι χρὴ, καὶ
95
φιλεῖς τὸν Χριστὸν, ὡς φιλεῖν δεῖ, οὐ χρείαν ἔχεις σημείων· ταῦτα γὰρ τοῖς ἀπίστοις δίδοται. Πῶς οὖν Ἰουδαίοις οὐκ ἐδόθη, φησί; Μάλιστα μὲν ἐδόθη· εἰ δὲ ἔστιν ὅπου καὶ αἰτοῦντες οὐκ ἔλαβον, ἐπειδὴ οὐχ ὑπὲρ τοῦ τῆς ἀπιστίας ἀπαλλαγῆναι ταῦτα ᾔτουν, ἀλλ' ὑπὲρ τοῦ μᾶλλον αὐτῶν βεβαιῶσαι τὴν πονηρίαν. Καὶ ἦν ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· οὗτος ἦλθε πρὸς αὐτὸν νυκτός. Οὗτος καὶ ἐν μέσῳ τῷ Εὐαγγελίῳ φαίνεται τὸν ὑπὲρ τοῦ Χριστοῦ ποιούμενος λόγον· λέγει γάρ· Ὁ νόμος ἡμῶν οὐδένα κρίνει, ἐὰν μὴ πρότερον ἀκούσῃ. Πρὸς τοῦτον καὶ Ἰουδαῖοι δυσχεραίνουσι λέγοντες· Ἐρώτησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Καὶ μετὰ τὸν σταυρὸν δὲ πολλὴν τὴν ἐπιμέλειαν τῆς ταφῆς τοῦ Δεσποτικοῦ σώματος πεποίηται. Ἦλθε γὰρ, φησὶ, καὶ Νικόδημος ὁ ἐλθὼν πρὸς τὸν Κύριον νυκτὸς, φέρων μίγμα μύρου καὶ ἀλόης ὡς λίτρας ἑκατόν. Καὶ νῦν δὲ διέκειτο μὲν περὶ τὸν Χριστὸν, οὐχ ὡς ἐχρῆν δὲ, οὔτε μετὰ διανοίας τῆς προσηκούσης, ἀλλ' ἔτι ὑπὸ τῆς Ἰουδαϊκῆς κατείχετο ἀσθενείας. Διὰ τοῦτο καὶ νυκτὸς ἦλθε, δεδοικὼς ἐν ἡμέρᾳ τοῦτο ποιῆσαι. Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς οὐδὲ οὕτως αὐτὸν ἀπώσατο, οὐδὲ διήλεγξεν, οὐδὲ τῆς αὐτοῦ διδασκαλίας ἀπεστέρησεν, ἀλλὰ καὶ μετὰ πολλῆς αὐτῷ τῆς ἐπιεικείας διαλέγεται, καὶ δόγματα αὐτῷ παρανοίγει τὰ σφόδρα ὑψηλὰ, αἰνιγματωδῶς μὲν, παρανοίγει δὲ ὅμως, Πολλῷ γὰρ μᾶλλον οὗτος συγγνώμης ἄξιος ἦν τῶν διὰ πονηρίαν τοῦτο ποιούντων. Ἐκεῖνοι μὲν γὰρ πάσης εἰσὶν ἀπολογίας ἐκτός· οὗτος δὲ καὶ αὐτὸς καταγνώσεως μὲν ὑπεύθυνος ἦν, οὐ μὴν τοσαύτης. Πῶς οὖν ὁ εὐαγγελιστὴς οὐδὲν τοιοῦτον εἶπε περὶ αὐτοῦ; Εἶπε μὲν οὖν ἀλλαχοῦ, ὅτι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· διὰ δὲ τοὺς Ἰουδαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἐνταῦθα δὲ τὸ πᾶν διὰ τῆς κατὰ τὴν νύκτα παρουσίας ᾐνίξατο. Τί οὖν οὗτός φησι; Ῥαββὶ, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιῆσαι, ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ. βʹ. Ἔτι κάτω στρέφεται ὁ Νικόδημος, ἔτι ἀνθρωπίνην ἔχει περὶ αὐτοῦ διάνοιαν, καὶ ὡς περὶ προφήτου διαλέγεται, οὐδὲν μέγα ἀπὸ τῶν σημείων φανταζόμενος. Οἴδαμεν, φησὶν, ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος. Τί οὖν νυκτὸς ἔρχῃ καὶ λανθάνων πρὸς τὸν τὰ τοῦ Θεοῦ λέγοντα; πρὸς τὸν ἐκεῖθεν ἥκοντα; τί μὴ μετὰ παῤῥησίας διαλέγῃ; Ἀλλ' οὐδὲ τοῦτο εἶπεν ὁ Ἰησοῦς, οὐδὲ διήλεγξεν αὐτόν· Κάλαμον γὰρ συντετριμμένον οὐ κατεάξει, φησὶν, καὶ λίνον τυφώμενον οὐ σβέσει. Καὶ αὐτὸς πάλιν, Οὐκ ἐρίσει, 59.145 φησὶν, οὐδὲ κράξει· καὶ πάλιν, Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Οὐδεὶς δύναται ταῦτα τὰ σημεῖα ποιεῖν, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ. Ἐκεῖνος μέντοι ἔτι κατὰ τοὺς αἱρετικοὺς φθέγγεται, ἐνεργούμενον αὐτὸν καὶ τῆς ἑτέρων βοηθείας δεόμενον ταῦτα πράττειν, ἅπερ ἔπραττε, λέγων. Τί οὖν ὁ Χριστός; Ὅρα συγκαταβάσεως ὑπερβολήν· οὐκ εἶπε μὲν, ὅτι Οὐδὲν δέομαι τῆς ἑτέρων βοηθείας, ἀλλὰ, Μετ' ἐξουσίας πάντα πράττω· καὶ γὰρ Υἱός εἰμι γνήσιος τοῦ Θεοῦ, καὶ τῆς αὐτῆς τῷ γεγεννηκότι δυνάμεως· παρῃτήσατο δὲ τέως διὰ τὸ πρόσαντες εἶναι τῷ ἀκούοντι. Ὅπερ γὰρ ἀεὶ λέγω, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι τὸ σπουδαζόμενον ἦν τῷ Χριστῷ οὐχ οὕτω τέως τὴν ἀξίαν ἐκκαλύψαι τὴν ἑαυτοῦ, ὡς τὸ πεῖσαι ὅτι οὐδὲν ἐξ ἐναντίας ἔπραττε τῷ Πατρί. Διὰ τοῦτο ἐν μὲν τοῖς ῥήμασι πολλαχοῦ μετριάζων φαίνεται, ἐν δὲ τοῖς πράγμασιν οὐχ οὕτω ποιῶν. Ὅταν γὰρ θαυματουργῇ, μετ' ἐξουσίας πάντα ποιεῖ, λέγων· Θέλω, καθαρίσθητι. Ταλιθὰ, ἀνάστηθι. Ἔκτεινον τὴν χεῖρα. Ἀφέωνταί σοι αἱ ἁμαρτίαι. Σιώπα, πεφίμωσο. Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν. σου Σοὶ λέγω, τὸ πονηρὸν δαιμόνιον, ἔξελθε ἀπ' αὐτοῦ. Γενηθήτω σοι ὡς θέλεις. Ἄν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, τι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Καὶ πανταχοῦ
96
πολλὴν ὁρῶμεν τὴν αὐθεντίαν αὐτοῦ οὖσαν. Ἐν μὲν γὰρ τοῖς πράγμασιν οὐδεὶς ἂν ἐπελάβετο τῶν γινομένων. Πῶς γάρ; Εἰ μὲν γὰρ μὴ ἐξῄει τὰ λεγόμενα, μηδὲ τέλος ἐλάμβανεν οἷον ἐκέλευεν, εἶχεν ἄν τις εἰπεῖν ἐκείνων, ὅτι ἀπονοίας ἦν τὰ ἐπιτάγματα· ἐπειδὴ δὲ ἐξέβαινε, καὶ ἄκοντας αὐτοὺς ἐπεστόμιζεν ἡ τοῦ τέλους τῶν γινομένων ἀλήθεια. Ἐπὶ δὲ τῶν λόγων ἠδύναντο πολλάκις, κατὰ τὴν αὐτῶν ἀναισχυντίαν, ἀπόνοιαν ἐπισκήπτειν αὐτῷ. Ὃ καὶ ἐπὶ τοῦ Νικοδήμου νῦν, φανερῶς μὲν οὐδὲν ὑψηλὸν φθέγγεται, αἰνιγματωδῶς δὲ αὐτὸν ἀνάγει τῆς ταπεινότητος, διδάσκων ὅτι αὐτάρκης αὐτός ἐστιν ἑαυτῷ εἰς τὴν τῶν θαυμάτων ἐπίδειξιν. Τέλειον γὰρ αὐτὸν ἐγέννησεν ὁ Πατὴρ, καὶ αὐταρκοῦντα ἑαυτῷ, καὶ οὐδὲν ἀτελὲς ἔχοντα. Ἀλλ' ἴδωμεν δὲ πῶς αὐτὸ τοῦτο κατασκευάζει· Εἶπεν ἐκεῖνος· Ῥαββὶ, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, καὶ ὅτι οὐδεὶς δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ. Ἐνόμισε μεγάλα τινὰ εἰρηκέναι, ταῦτα εἰρηκὼς περὶ τοῦ Χριστοῦ. Τί οὖν ὁ Χριστός; Δεικνὺς ὅτι οὐδὲ τῶν προθύρων τῆς προσηκούσης γνώσεως ἐπέβη, οὐδὲ ἐν τοῖς προπυλαίοις ἔστη, ἀλλ' ἔξω που τῆς βασιλείας πλανᾶται ἔτι, καὶ αὐτὸς, καὶ ὅστις ἂν ἕτερος ταῦτα λέγῃ, καὶ οὐδέπω πρὸς τὴν ἀληθῆ παρέκυψε γνῶσιν, ὁ ταύτην περὶ τοῦ Μονογενοῦς ἔχων τὴν δόξαν· τί φησιν; Ἀμὴν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ· τουτέστιν, Ἐὰν σὺ μὴ γεννηθῇς ἄνωθεν, καὶ τὴν τῶν δογμάτων παραλάβῃς ἀκρίβειαν, ἔξω που πλανᾶσαι, καὶ πόῤῥω τῆς βασιλείας εἶ τῶν οὐρανῶν. Ἀλλ' οὕτω μὲν σαφῶς οὔ φησιν· ἵνα δὲ ἀνεπαχθέστερον ποιήσῃ τὸν λόγον, οὐ πρὸς αὐτὸν ἀποτείνεται φανερῶς, ἀλλ' ἀορίστως λέγει· Ἐὰν μή τις γεννηθῇ· μονονουχὶ λέγων, ὅτι Κἂν σὺ, κἂν ὁστισοῦν ἕτερος ᾖ τοιαῦτα περὶ ἐμοῦ δοξάζων, ἔξω 59.146 που τῆς βασιλείας ἐστίν· ἐπεὶ εἰ μὴ τοῦτο βουλόμενος κατασκευάσαι ταῦτα ἔλεγε, καὶ ἀνάρμοστος πρὸς τὰ εἰρημένα ἡ ἀπόκρισις ἦν. Ἰουδαῖοι μὲν οὖν εἰ ταῦτα ἤκουσαν, καταγελάσαντες ἀνεχώρησαν ἄν· οὗτος δὲ καὶ ἐν τούτῳ τὸ φιλομαθὲς δείκνυσι. Διὰ τοῦτο γὰρ καὶ ἀσαφῶς πολλαχοῦ φθέγγεται ὁ Χριστὸς, πρὸς τὴν ἐρώτησιν τοὺς ἀκούοντας διαναστῆσαι βουλόμενος, καὶ προσεκτικωτέρους ἐργάσασθαι. Τὸ μὲν γὰρ σαφῶς λεχθὲν, πολλάκις καὶ παρατρέχει τὸν ἀκροατήν· τὸ δὲ ἀσαφὲς περιεργότερον αὐτὸν ποιεῖ καὶ σπουδαῖον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐὰν μὴ γεννηθῇς ἄνωθεν, ἐὰν μὴ μετάσχῃς Πνεύματος τοῦ διὰ λουτροῦ παλιγγενεσίας, οὐ δύνασαι περὶ ἐμοῦ δόξαν λαβεῖν τὴν προσήκουσαν. Αὕτη γὰρ οὐ πνευματικὴ ἡ δόξα, ἀλλὰ ψυχική. Ἀλλ' οὕτω μὲν οὐκ εἶπε παραιτούμενος αὐτὸν πλῆξαι, τὰ παρ' ἑαυτοῦ συνεισενεγκόντα καὶ ὅσον ἐγχωρεῖ φθεγξάμενον, ἀνάγει δὲ ἀνυπόπτως ἐπὶ τὴν μείζονα γνῶσιν αὐτὸν, λέγων· Ἐὰν μή τις γεννηθῇ ἄνωθεν. Τὸ Ἄνωθεν ἐνταῦθα, οἱ μὲν ἐκ τοῦ οὐρανοῦ φασιν, οἱ δὲ ἐξ ἀρχῆς. Τὸν γὰρ μὴ οὕτω γεννηθέντα, οὐ δυνατὸν ἰδεῖν, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ· ἑαυτὸν ἐνταῦθα δεικνὺς, καὶ δηλῶν ὅτι οὐ τοῦτό ἐστι τὸ ὁρώμενον μόνον, ἀλλ' ἑτέρων ἡμῖν ὀφθαλμῶν δεῖ, ὥστε ἰδεῖν τὸν Χριστόν. Ταῦτα ἀκούσας ὁ Νικόδημος, φησίν· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; Ῥαββὶ αὐτὸν καλεῖς, καὶ ἀπὸ Θεοῦ ἐληλυθέναι λέγεις, καὶ οὐ δέχῃ τὰ λεγόμενα, ἀλλὰ τὴν πολλοὺς θορύβους ἐπεισάγουσαν λέξιν φθέγγῃ πρὸς τὸν διδάσκαλον; Τὸ γὰρ, Πῶς, τοῦτο, τῶν οὐ σφόδρα πιστευόντων ἐστὶν ἐπαπόρησις, τῶν ἀπὸ γῆς ὄντων ἔτι. Ἐπεὶ καὶ ἡ Σάῤῥα διὰ τοῦτο ἐγέλασεν, ἐπειδὴ τὸ Πῶς εἶπε· καὶ ἄλλοι πολλοὶ τοῦτο ζητήσαντες, τῆς πίστεως ἐξέπεσον. γʹ. Οὕτω καὶ αἱρετικοὶ μένουσιν ἐπὶ τῆς αἱρέσεως, ταύτην πολλαχοῦ τὴν λέξιν ἐπιζητοῦντες· οἱ μὲν λέγοντες, Πῶς ἐσαρκώθη; οἱ δὲ λέγοντες, Πῶς ἐγεννήθη; καὶ τῇ τῶν οἰκείων λογισμῶν ἀσθενείᾳ τὴν ἄπειρον ἐκείνην ὑποβάλλοντες οὐσίαν. Ἅπερ οὖν εἰδότας φεύγειν χρὴ τὴν ἄκαιρον ταύτην πολυπραγμοσύνην. Οὔτε γὰρ τὸ Πῶς εἴσονται καὶ οἱ ταῦτα ζητοῦντες, καὶ πίστεως ἐκπεσοῦνται τῆς ὀρθῆς. Διὰ τοῦτο καὶ οὗτος διαπορῶν, τὸν τρόπον ἐπιζητεῖ (καὶ γὰρ συνῆκεν ὅτι καὶ πρὸς αὐτὸν λέγεται τὸ λεγόμενον), καὶ θορυβεῖται, καὶ ἰλιγγιᾷ, καὶ
97
ἐν ἀμηχανίᾳ ἐστὶν, ἐλθὼν μὲν ὡς εἰς ἄνθρωπον, ἀκούων δὲ μείζονα ἢ παρὰ ἀνθρώπου, καὶ ἃ μηδεὶς ἤκουσε πώποτε· καὶ διανίσταται μὲν πρὸς τὸ ὕψος τῶν λεγομένων τέως, σκοτοῦται δὲ, καὶ οὐχ ἵσταται, πανταχοῦ περιφερόμενος καὶ συνεχῶς ἐκπίπτων τῆς πίστεως. Διὸ καὶ ἐπιμένει κατασκευάζων τὸ ἀδύνατον, ὥστε εἰς σαφεστέραν αὐτὸν ἐκκαλέσασθαι διδασκαλίαν. Μὴ δύναται γὰρ, φησὶν, ἄνθρωπος εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Ὁρᾶτε πῶς, ὅταν τοῖς οἰκείοις λογισμοῖς ἐπιτρέψῃ τις τὰ πνευματικὰ, καὶ καταγέλαστα φθέγγεται, καὶ ληρεῖν δοκεῖ καὶ μεθύειν, ὅταν περιεργάζηται παρὰ τὸ τῷ Θεῷ δοκοῦν τὰ εἰρημένα, καὶ μὴ δέχηται τὴν τῆς πίστεως συγκατάθεσιν; Ἤκουσε γεννήσεως πνευματικῆς, καὶ οὐκ ἐνόησε πνευματικὴν, ἀλλ' εἰς τὴν ταπεινότητα τῆς σαρκὸς καθείλκυσε τὸ εἰρημένον, καὶ μέγα δόγμα οὕτω καὶ ὑψηλὸν τῆς φυσικῆς ἀκολουθίας ἐξήρτησεν. Διὰ τοῦτο ληρωδίας πλάττει λοιπὸν, καὶ ἀπορίας καταγελάστους. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Πλὴν ἀλλὰ καὶ ἐν τούτῳ τὴν αἰδὼ τὴν ἐν τῷ Χριστῷ φυλάττει. 59.147 Οὐ γὰρ ἔσκωψε τὸ λεχθὲν, ἀλλ' ἀδύνατον εἶναι νομίζων, ἐσίγησεν. Δύο γὰρ ἦν τὰ ἄπορα, ἥ τε γέννησις ἡ τοιαύτη, ἤ τε βασιλεία. Οὔτε γὰρ βασιλείας ὄνομα ἠκούσθη παρὰ Ἰουδαίοις ποτὲ, οὔτε γεννήσεως τοιαύτης. Ἀλλὰ τέως περὶ τὸ πρότερον ἵσταται, ὃ μάλιστα αὐτοῦ τὴν διάνοιαν κατέσεισε. Ταῦτ' οὖν εἰδότες μὴ λογισμῷ τὰ περὶ Θεοῦ ζητῶμεν, μηδὲ ὑπὸ τὴν ἀκολουθίαν τὴν παρ' ἡμῖν ἄγωμεν τὰ ἐκεῖθεν, μηδὲ ἀνάγκῃ φύσεως ὑποβάλλωμεν· ἀλλ' εὐσεβῶς πάντα νοῶμεν, πιστεύοντες ὡς εἶπον αἱ Γραφαί. Ὁ γὰρ περίεργος καὶ πολυπράγμων κερδαίνει μὲν οὐδὲν, πρὸς δὲ τῷ τὸ ζητούμενον μὴ εὑρεῖν καὶ δίκην δώσει τὴν ἐσχάτην. Ἤκουσας ὅτι ἐγέννησεν· πίστευσον ὅπερ ἤκουσας· τὸ δὲ πῶς, μὴ ζήτει· μηδὲ διὰ τοῦτο ἀνέλῃς τὴν γέννησιν. Ἀγνωμοσύνης γὰρ ταῦτα ἐσχάτης. Εἰ γὰρ οὗτος ἀκούσας γέννησιν, οὐκ ἐκείνην τὴν ἀπόῤῥητον, ἀλλὰ ταύτην τὴν κατὰ χάριν, ἐπειδὴ μηδὲν μέγα περὶ αὐτῆς ὑπώπτευσεν, ἀλλὰ ἀνθρώπινα καὶ γεώδη, διὰ τοῦτο ἐσκοτώθη καὶ ἠπόρησεν· οἱ τὴν φρικωδεστάτην ἐκείνην καὶ πάντα ὑπερβαίνουσαν καὶ λόγον καὶ νοῦν περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες, πόσης ἂν εἶεν ἄξιοι τιμωρίας; Οὐδὲν γὰρ οὕτω ποιεῖ σκοτόδινον, ὡς ἀνθρώπινος λογισμὸς, ἀπὸ τῆς γῆς πάντα φθεγγόμενος, καὶ μὴ ἀνεχόμενος φωτίζεσθαι ἄνωθεν. Πολλὴν γὰρ ἔχει τὴν ἰλὺν τὸ γεῶδες τῶν λογισμῶν. Διὰ τοῦτο τῶν ἄνωθεν ἡμῖν ναμάτων χρεία, ἵνα τῆς ἰλύος ὑφιζανούσης, ὅσον αὐτοῦ καθαρὸν, τοῦτο ἄνω φέρηται καὶ τοῖς ἐκεῖσε διδάγμασιν ἀναμιγνύηται. Γίνεται δὲ τοῦτο, ὅταν καὶ ψυχὴν εὐγνώμονα καὶ ὀρθὸν ἐπιδειξώμεθα βίον. Ἔστι γὰρ, ἔστι καὶ ἀπὸ τρόπων διεφθαρμένων, οὐκ ἀπὸ πολυπραγμοσύνης μόνον ἀκαίρου, σκοτωθῆναι τὴν διάνοιαν. Διὸ καὶ ὁ Παῦλος Κορινθίοις ἔλεγεν· Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Οὔπω γὰρ ἠδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε. Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρεις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Καὶ ἐν τῇ πρὸς Ἑβραίους δὲ, καὶ πολλαχοῦ τῶν πονηρῶν 59.148 δογμάτων ταύτην ἴδοι τις ἂν τὸν Παῦλον τὴν αἰτίαν εἶναι λέγοντα· τὴν γὰρ ἐμπαθῆ ψυχὴν οὐ δύνασθαι μέγα τι γενναῖον ἰδεῖν, ἀλλ' ὥσπερ ὑπό τινος λήμης θολουμένην, ἀμβλυωπίαν ὑπομένειν τὴν χαλεπωτάτην. Ἐκκαθάρωμεν οὖν ἑαυτοὺς, φωτίσωμεν φῶς γνώσεως, μὴ σπείρωμεν ἐπ' ἀκάνθαις. Τί δὲ τὸ τῶν ἀκανθῶν πλῆθος, ἴστε, κἂν ἡμεῖς μὴ λέγωμεν. Καὶ γὰρ πολλάκις ἠκούσατε τοῦ Χριστοῦ, τὴν μέριμναν τοῦ παρόντος βίου καὶ τὴν ἀπάτην τοῦ πλούτου τῷ τῶν ἀκανθῶν καλοῦντος ὀνόματι· καὶ εἰκότως. Καθάπερ γὰρ ἐκεῖναι ἄκαρποι, οὕτω καὶ ταῦτα· καθάπερ ἐκεῖναι τοὺς ἁπτομένους σπαράττουσιν, οὕτω καὶ ταῦτα τὰ πάθη· καὶ ὥσπερ εὐάλωτοι τῷ πυρὶ, καὶ μισηταὶ τῷ γεωργοῦντι αἱ ἄκανθαι, οὕτω καὶ τὰ τοῦ κόσμου πράγματα· καὶ ὥσπερ ἐν ταῖς ἀκάνθαις θηρία κρύπτονται, καὶ ἔχεις καὶ σκορπίοι, οὕτω καὶ ἐν τῇ ἀπάτῃ τοῦ πλούτου. Ἀλλ' ἐπαφῶμεν τὸ πῦρ τοῦ Πνεύματος, ἵνα καὶ τὰς ἀκάνθας δαπανήσωμεν,
98 καὶ τὰ θηρία φυγαδεύσωμεν, ἵνα καθαρὰν παράσχωμεν τῷ γεωργῷ τὴν ἄρουραν, καὶ μετὰ τὸ καθᾶραι τοῖς πνευματικοῖς αὐτὴν ἀρδεύσωμεν νάμασι. Φυτεύσωμεν τὴν κατάκαρπον ἐλαίαν, τὸ ἡμερώτατον φυτὸν, τὸ ἀειθαλὲς, τὸ φωτιστικὸν, τὸ θρεπτικὸν, τὸ ὑγιείας ποιητικόν. Ταῦτα πάντα ἡ ἐλεημοσύνη ἔχει, ὡς σφραγὶς οὖσα μετὰ τῶν κεκτημένων αὐτήν. Τοῦτο οὐδὲ θάνατος ἐπελθὼν ξηραίνει τὸ φυτὸν, ἀλλ' ἕστηκεν ἀεὶ φωτίζον τὴν διάνοιαν, τρέφον τὰ νεῦρα τῆς ψυχῆς, τὴν ἰσχὺν δυνατωτέραν ἐργαζόμενον. Ἂν ταύτην ἔχωμεν διηνεκῶς, δυνησόμεθα μετὰ παῤῥησίας καὶ τὸν νυμφίον ἰδεῖν, καὶ εἰς τὸν νυμφῶνα εἰσελθεῖν· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.147 ΟΜΙΛΙΑ ΚΕʹ. Ἀπεκρίθη ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι· Ἐὰ μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. αʹ. Τὰ παιδία τὰ μικρὰ καθ' ἑκάστην ἡμέραν εἰς διδασκάλους φοιτῶντα, καὶ δέχεται τὰ μαθήματα καὶ ἀποδίδωσι, καὶ οὐδέποτε παύεται ταύτης τῆς κτήσεως· ἀλλ' ἔστιν ὅτε καὶ τὰς νύκτας προστίθησι ταῖς ἡμέραις, καὶ ταῦτα ὑπὲρ ἐπικήρων καὶ προσκαίρων πραγμάτων παρ' ὑμῶν ἀναγκάζεται ποιεῖν. Ἀλλ' οὐχ ὑμᾶς τοὺς ἐν ἡλικίᾳ γενομένους ἡμεῖς τοσοῦτον ἀπαιτοῦμεν πόνον, ὅσον ὑμεῖς τοὺς παῖδας τοὺς ὑμετέρους. Οὐ γὰρ καθ' ἑκάστην ἡμέραν, ἀλλὰ δύο μόνον τῆς ἑβδομάδος ἡμέρας παρακαλοῦμεν προσέχειν τοῖς λεγομένοις πρὸς βραχὺ τῆς ἡμέρας μέρος, ὥστε κοῦφον ὑμῖν γενέσθαι τὸν πόνον. Διὰ τοῦτο καὶ κατὰ μικρὸν διαξαίνομεν ὑμῖν τὰ ἐν ταῖς Γραφαῖς κείμενα, ἵνα μετ' εὐκολίας ἐξῇ λαβεῖν ὑμῖν αὐτὰ, καὶ τοῖς ταμιείοις ἐναποθέσθαι τῆς διανοίας, καὶ οὕτω πάντα διὰ μνήμης ποιεῖσθαι σπουδάζειν, ὡς δύνασθαι καὶ ἀπαγγέλλειν αὐτὰ μετὰ ἀκριβείας ὑμᾶς· πλὴν εἰ μή τις σφόδρα ὑπνηλὸς εἴη καὶ νωθὴς, καὶ παιδίου μικροῦ ῥᾳθυμότερος. Ἀλλὰ φέρε πάλιν ἁψώμεθα τῆς ἀκολουθίας τῶν ἔμπροσθεν εἰρημένων, καὶ ἴδωμεν πῶς τοῦ Νικοδήμου καταπεσόντος, καὶ πρὸς τὴν ἐνταῦθα 59.148.40 γέννησιν ἕλκοντος τὸ εἰρημένον, καὶ λέγοντος, ἀδύνατον εἶναι γέροντα γεννηθῆναι ἄνωθεν, ὁ Χριστὸς σαφέστερον ἀποκαλύπτει τῆς γεννήσεως τὸν τρόπον, ἔχοντα μὲν καὶ οὕτω δυσκολίαν τῷ ψυχικῶς ἐρωτῶντι, δυνάμενον δὲ ὅμως ἀπὸ τῆς ταπεινότητος ἀναγαγεῖν τὸν ἀκούοντα. Τί γάρ φησιν; Ἀμὴν λέγω σοι· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ὃ δὲ διὰ τούτου δηλοῖ, τοῦτό ἐστι· Σὺ μὲν ἀδύνατον αὐτὸ φὴς εἶναι· ἐγὼ δὲ οὕτως αὐτὸ σφόδρα δυνατὸν εἶναι λέγω, ὡς καὶ ἀναγκαῖον εἶναι, καὶ μηδὲ δυνατὸν ἄλλως σωθῆναι. Τὰ γὰρ ἀναγκαῖα, σφόδρα ἡμῖν εὔκολα πεποίηκεν ὁ Θεός. Ἡ μὲν γὰρ γηΐνη γέννησις ἡ κατὰ σάρκα ἀπὸ τοῦ χοός ἐστι· διὸ καὶ ἀποτετείχισται τὰ ἐν τοῖς οὐρανοῖς αὐτῇ· τί γὰρ κοινὸν τῇ γῇ πρὸς τὸν οὐρανόν; ἐκείνη δὲ ἐκ Πνεύματος οὖσα, ῥᾳδίως ἡμῖν τὰς ἁψῖδας ἀναπετάννυσι τὰς ἄνω. Ἀκούσατε ὅσοι τοῦ φωτίσματός ἐστε ἐκτός· φρίξατε, στενάξατε· φοβερὰ γὰρ ἡ ἀπειλὴ, φοβερὰ ἡ ἀπόφασις. Οὐκ ἔστι, φησὶ, τὸν μὴ γεννηθέντα ἐξ ὕδατος καὶ Πνεύματος, εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διότι τὸ τοῦ θανάτου φορεῖ ἔνδυμα, τὸ τῆς κατάρας, τὸ τῆς φθορᾶς· οὐδέπω τὸ Δεσποτικὸν ἔλαβε σύμβολον· ξένος 59.149 ἐστὶ καὶ ἀλλότριος· οὐκ ἔχει τὸ σύνθημα τὸ βασιλικόν. Ἐὰν μή τις, φησὶ, γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλ' ὁ Νικόδημος οὐδὲ οὕτω συνῆκεν. Οὐδὲν γὰρ χεῖρον τοῦ τοῖς λογισμοῖς τὰ πνευματικὰ ἐπιτρέπειν. Τοῦτο καὶ τοῦτον 99
οὐκ ἀφῆκεν ὑψηλόν τι καὶ μέγα φαντασθῆναι. Διὰ τοῦτο καὶ ἡμεῖς πιστοὶ καλούμεθα, ἵνα τῶν λογισμῶν τὴν ἀσθένειαν ἀφέντες τὴν κάτω, πρὸς τὸ ὕψος τῆς πίστεως ἀναβῶμεν, καὶ τὰ πλείονα τῶν ἀγαθῶν τῶν ἡμετέρων τῇ διδασκαλίᾳ ταύτῃ ἐπιτρέψωμεν· ὅπερ εἰ καὶ Νικόδημος ἐποίησεν, οὐκ ἂν αὐτῷ τὸ πρᾶγμα ἀδύνατον εἶναι ἐνομίσθη. Τί οὖν ὁ Χριστός; Ἀπάγων αὐτὸν τῆς ἐννοίας ταύτης τῆς χαμαὶ συρομένης, καὶ δεικνὺς ὅτι οὐ περὶ ταύτης διαλέγεται τῆς γεννήσεως, λέγει τὸ, Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ταῦτα δὲ ἐφθέγγετο, τῷ φόβῳ τῆς ἀπειλῆς ἐπισπάσασθαι πρὸς τὴν πίστιν αὐτὸν βουλόμενος, καὶ πεῖσαι τὸ πρᾶγμα μὴ νομίζειν εἶναι ἀδύνατον, καὶ τῆς περὶ τὴν σαρκικὴν γέννησιν φαντασίας ἀποστῆσαι σπουδάζων. Ἑτέραν λέγω γέννησιν, φησὶν, ὦ Νικόδημε· τί τὸν λόγον ἕλκεις πρὸς τὴν γῆν; τί τῇ τῆς φύσεως ἀνάγκῃ τὸ πρᾶγμα ὑποβάλλεις; Ἀνώτερός ἐστι τῶν τοιούτων ὠδίνων οὗτος ὁ τόκος, οὐδὲν ἔχει κοινὸν πρὸς ὑμᾶς· γέννησις μὲν γὰρ καὶ αὕτη λέγεται, ἀλλὰ τῷ ὀνόματι κοινωνεῖ, τῷ δὲ πράγματι διέστηκεν. Ἀπόστησον σαυτὸν τῆς κοινῆς συνηθείας· ἑτέραν εἰσάγω λοχείαν εἰς τὸν κόσμον· ἄλλως βούλομαι γεννᾶσθαι τοὺς ἀνθρώπους· ξένον ἦλθον κομίζων δημιουργίας τρόπον. Ἔπλασα ἀπὸ γῆς καὶ ὕδατος· οὐκ ἐγένετο χρήσιμον τὸ πλασθὲν, ἀλλὰ διεστράφη τὸ σκεῦος. Οὐκ ἔτι λοιπὸν ἀπὸ γῆς καὶ ὕδατος πλάσαι βούλομαι, ἀλλ' ἐξ ὕδατος καὶ Πνεύματος. Εἰ δέ τις ἐρωτᾷ, Πῶς ἀπὸ ὕδατος; ἐρωτῶ κἀγὼ, Πῶς ἀπὸ γῆς; πῶς γὰρ ὁ πηλὸς εἰς διάφορα μέρη κατεμερίσθη; πῶς τὸ μὲν ὑποκείμενον μονοειδὲς (γῆ γὰρ ἦν μόνη), τὰ δὲ ἐξ αὐτῆς γενόμενα ποικίλα καὶ παντοδαπά; Πόθεν ὀστᾶ, καὶ νεῦρα, καὶ ἀρτηρίαι, καὶ φλέβες; πόθεν ὑμένες, καὶ ἀγγεῖα ὀργανικὰ, καὶ χόνδροι, καὶ χιτῶνες, ἧπαρ, καὶ σπλὴν, καὶ καρδία; πόθεν δέρμα, καὶ αἷμα, καὶ φλέγμα, καὶ χολή; πόθεν αἱ τοσαῦται ἐνέργειαι; πόθεν χρώματα ποικίλα; ταῦτα γὰρ οὐ γῆς, οὐδὲ πηλοῦ. Πῶς ἡ γῆ δεχομένη σπέρματα βλαστάνει, ἡ δὲ σὰρξ δεχομένη σπέρματα σήπει; πῶς ἡ γῆ τρέφει τὰ βαλλόμενα, ἡ δὲ σὰρξ τρέφεται ὑπὸ τούτων, οὐ τρέφει ταῦτα; Οἷον ἡ γῆ ἡ δεχομένη ὕδωρ, οἶνον ποιεῖ· ἡ σὰρξ δεχομένη πολλάκις οἶνον, εἰς ὕδωρ μετέβαλε. Πόθεν οὖν δῆλον ὅτι ἀπὸ τῆς γῆς ταῦτα, τῆς γῆς ἐναντίως ἐχούσης πρὸς τὸ σῶμα, κατὰ τὰ εἰρημένα; Λογισμῷ μὲν εὑρεῖν οὐ δύναμαι, πίστει δὲ δέχομαι μόνῃ. Εἰ τοίνυν τὰ καθ' ἡμέραν γινόμενα καὶ ψηλαφώμενα πίστεως δεῖται, πολλῷ μᾶλλον τὰ ἀποῤῥητότερα τούτων καὶ πνευματικώτερα. Καθάπερ γὰρ ἡ γῆ ἡ ἄψυχος, ἡ ἀκίνητος, ἐνεδυναμώθη τῷ θελήματι τοῦ Θεοῦ, καὶ τοσαῦτα ἐξ αὐτῆς τὰ θαύματα γέγονεν· οὕτω καὶ τοῦ Πνεύματος τῷ ὕδατι παρόντος, τὰ παράδοξα ταῦτα καὶ λογισμὸν ὑπερβαίνοντα εὐκόλως πάντα γίνεται. βʹ. Μὴ τοίνυν, ἐπειδὴ μὴ ὁρᾷς αὐτὰ, ἀπίστει· ἐπεὶ οὐδὲ τὴν ψυχὴν ὁρᾷς, καὶ ὅμως πιστεύεις ἔχειν ψυχὴν, καὶ ἄλλο ψυχὴν εἶναί τι παρὰ τὸ σῶμα. Ἀλλ' ὁ Χριστὸς οὐκ ἀπὸ τούτου τοῦ παραδείγματος αὐτὸν ἐνῆγεν, ἀλλ' ἑτέρου. Τοῦτο μὲν γὰρ, εἰ καὶ ἀσώματόν ἐστιν, ἡ ψυχὴ λέγω, διὰ τοῦτο οὐ παρήγα 59.150 γεν αὐτὸ, ἐπειδὴ ἔτι παχύτερον ἐκεῖνος διέκειτο. Τίθησι δὲ ἕτερον ὑπόδειγμα, ὃ μήτε κοινωνίαν τινὰ πρὸς τὴν τῶν σωμάτων ἔχει παχύτητα, μήτε εἰς τὴν τῶν ἀσωμάτων ἀνέβη φύσιν· ὅπερ ἐστὶν ἡ τοῦ ἀνέμου φορά. Καὶ πρῶτον ἀπὸ τοῦ ὕδατος ἄρχεται, τοῦ λεπτοτέρου μὲν τῆς γῆς, παχυτέρου δὲ τοῦ ἀνέμου. Ὥσπερ γὰρ ἐν ἀρχῇ ὑπέκειτο στοιχεῖον ἡ γῆ, τὸ δὲ πᾶν τοῦ διαπλάττοντος ἦν· οὕτω καὶ νῦν ὑπόκειται μὲν στοιχεῖον τὸ ὕδωρ, τὸ δὲ πᾶν τῆς τοῦ Πνεύματός ἐστι χάριτος· καὶ τότε μὲν Εἰς ψυχὴν ζῶσαν ἐγένετο ὁ ἄνθρωπος, νῦν δὲ εἰς Πνεῦμα ζωοποιοῦν. Πολὺ δὲ τὸ μέσον ἑκατέρων. Ἡ μὲν γὰρ ψυχὴ οὐχ ἑτέρῳ παρέχει τὸ ζῇν, τὸ δὲ Πνεῦμα οὐ καθ' ἑαυτὸ ζῇ μόνον, ἀλλὰ καὶ ἑτέροις παρέχει τοῦτο. Οὕτω γοῦν καὶ νεκροὺς ἀνέστησαν οἱ ἀπόστολοι. Καὶ τότε μὲν τῆς κτίσεως γενομένης, ὁ ἄνθρωπος ὕστερον πλάττεται· νῦν δὲ τοὐναντίον· πρὸ γὰρ τῆς καινῆς κτίσεως ὁ ἄνθρωπος ὁ νέος δημιουργεῖται. Καὶ γὰρ πρῶτος οὗτος γεννᾶται, καὶ τότε ὁ κόσμος μετασχηματίζεται. Καὶ καθάπερ ἐξ 100
ἀρχῆς ὁλόκληρον ἔπλασεν, οὕτω καὶ νῦν ὁλόκληρον αὐτὸν δημιουργεῖ. Καὶ τότε μέν φησι, Ποιήσωμεν αὐτῷ βοηθόν· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Ὁ γὰρ τὴν τοῦ Πνεύματος λαβὼν χάριν, τίνος δεήσεται βοηθοῦ ἑτέρου; ὁ εἰς τὸ σῶμα τοῦ Χριστοῦ τελῶν, ποίαν ἔχει λοιπὸν συμμαχίας χρείαν; Τότε κατ' εἰκόνα Θεοῦ ἐποίησε τὸν ἄνθρωπον, νῦν αὐτῷ τῷ Θεῷ ἥνωσε· τότε ἰχθύων ἄρχειν καὶ θηρίων ἐκέλευσε, νῦν ὑπεράνω τῶν οὐρανῶν τὴν ἀπαρχὴν ἡμῶν ἀνήγαγεν· τότε παράδεισον ἔδωκε τὴν δίαιταν, νῦν δὲ τὸν οὐρανὸν ἡμῖν ἀνέῳξε· τότε ἐπλάσθη τῇ ἕκτῃ ἡμέρᾳ, ἐπειδὴ ἔμελλε καὶ συντελεῖσθαι ὁ αἰών· νῦν δὲ τῇ πρώτῃ ἡμέρᾳ καὶ ἐν προοιμίοις, ὅτε καὶ τὸ φῶς. Ἐξ ὧν πάντων δῆλον, ὅτι ἑτέρας ζωῆς ἀμείνονος τὰ τελούμενα ἦν, καὶ καταστάσεως πέρας οὐκ ἐχούσης. Ἡ μὲν οὖν προτέρα πλάσις ἀπὸ γῆς, ἡ τοῦ Ἀδὰμ, καὶ ἀπὸ πλευρᾶς ἡ μετ' ἐκείνην, ἡ τῆς γυναικὸς, καὶ ἀπὸ σπέρματος ἡ μετ' αὐτὴν, ἡ τοῦ Ἄβελ· ἀλλ' ὅμως οὐδεμιᾶς ἐφικέσθαι δυνάμεθα τούτων, οὐδὲ παραστῆσαι λόγῳ τὰ γενόμενα, καίτοι παχύτατα ὄντα. Πῶς οὖν περὶ τῆς νοητῆς τῆς διὰ τοῦ βαπτίσματος γεννήσεως δυνησόμεθα δοῦναι εὐθύνας τῆς πολλῷ τούτων ὑψηλοτέρας, καὶ λογισμοὺς ἀπαιτεῖσθαι τῆς θαυμαστῆς καὶ παραδόξου ταύτης λοχείας; ἐπεὶ καὶ ἄγγελοι τῇ γεννήσει ταύτῃ παρεστήκασι γινομένῃ. Εἰπεῖν δὲ τὸν τρόπον οὐκ ἂν ἔχοι τις τῆς θαυμαστῆς ἐκείνης γεννήσεως τῆς διὰ τοῦ βαπτίσματος. Καὶ παρεστήκασι τελοῦντες μὲν οὐδὲν, μόνον ὁρῶντες δὲ τὰ γινόμενα. Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα πάντα ἐργάζεται. Πειθώμεθα τοίνυν τῇ ἀποφάσει τοῦ Θεοῦ· ὄψεως γάρ ἐστιν αὐτὴν πιστοτέρα. Ἡ μὲν γὰρ ὄψις πολλαχοῦ καὶ σφάλλεται· ἐκείνην δὲ ἀμήχανον διαπεσεῖν. Πειθώμεθα τοίνυν αὐτῇ. Ἡ γὰρ τὰ μὴ ὄντα παραγαγοῦσα, ἀξιόπιστος ἂν εἴη καὶ περὶ τῆς φύσεως αὐτῶν διαλεγομένη. Τί οὖν αὕτη φησίν; Ὅτι γέννησίς ἐστι τὸ τελούμενον. Εἰ δέ τίς σοι λέγοι, Πῶς; ἐπιστόμισον αὐτὸν τῇ ἀποφάσει τοῦ Χριστοῦ, ἥπερ ἐστὶ μεγίστη καὶ σαφὴς ἀπόδειξις. Εἰ δέ τις ἐρωτῴη, τίνος ἕνεκεν τὸ ὕδωρ παρείληπται; ἀντερωτήσωμεν καὶ ἡμεῖς· Τίνος δὲ ἕνεκεν ἡ γῆ παρὰ τὴν ἀρχὴν εἰς τὴν τοῦ ἀνθρώπου διάπλασιν παρήγετο; Ὅτι γὰρ καὶ τῆς γῆς χωρὶς ποιῆσαι ἄνθρωπον αὐτῷ δυνατὸν ἦν, παντί που δῆλον. Μηδὲν τοίνυν περιερ 59.151 γάζου. Ὅτι γὰρ ἀναγκαία καὶ ἀπαραίτητος ἡ τοῦ ὕδατος χρεία, οὕτως ἂν μάθοις. Τοῦ Πνεύματός ποτε καταπτάντος πρὸ τοῦ ὕδατος, οὐκ ἔστη μέχρις ἐκείνου ὁ Ἀπόστολος, ἀλλ' ὡς ἀναγκαίου καὶ τούτου καὶ οὐ περισσοῦ, ὅρα τί φησι· Μήτι τὸ ὕδωρ δύναταί τις κωλῦσαι, τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς; Τίς οὖν ἐστιν ἡ τοῦ ὕδατος χρεία; Καὶ ταύτην ἤδη λοιπὸν ἐρῶ, τὸ μυστήριον ἐκκαλύπτων ὑμῖν τὸ ἀποκεκρυμμένον. Εἰσὶ μὲν γάρ τινες καὶ ἕτεροι ἀπόῤῥητοι λόγοι τοῦ πράγματος, τέως δὲ ἐκ τῶν πολλῶν ὑμῖν ἐγὼ ἕνα ἐρῶ. Τίς οὖν οὗτός ἐστι; Θεῖα τελεῖται ἐν αὐτῷ σύμβολα, τάφος καὶ νέκρωσις, καὶ ἀνάστασις καὶ ζωὴ, καὶ ταῦτα ὁμοῦ γίνεται πάντα. Καθάπερ γὰρ, ἔν τινι τάφῳ, τῷ ὕδατι καταδυόντων ἡμῶν τὰς κεφαλὰς, ὁ παλαιὸς ἄνθρωπος θάπτεται, καὶ, καταδὺς κάτω, κρύπτεται ὅλος καθάπαξ· εἶτα ἀνανευόντων ἡμῶν, ὁ καινὸς ἄνεισι πάλιν. Ὥσπερ γὰρ εὔκολον ἡμῖν βαπτίσασθαι καὶ ἀνανεῦσαι, οὕτως εὔκολον τῷ Θεῷ θάψαι τὸν ἄνθρωπον τὸν παλαιὸν, καὶ ἀναδεῖξαι τὸν νέον. Τρίτον δὲ τοῦτο γίνεται, ἵνα μάθῃς, ὅτι δύναμις Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου ἅπαντα ταῦτα πληροῖ. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἄκουσον Παύλου λέγοντος· Συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· καὶ πάλιν, Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη· καὶ πάλιν, Σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Οὐ μόνον δὲ τὸ βάπτισμα σταυρὸς λέγεται, ἀλλὰ καὶ ὁ σταυρὸς βάπτισμα. Τὸ γὰρ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, φησὶ, βαπτισθήσεσθε· καὶ πάλιν, Βάπτισμα ἔχω βαπτισθῆναι, ὃ ὑμεῖς οὐκ οἴδατε. Καθάπερ γὰρ ἡμεῖς εὐκόλως βαπτιζόμεθα καὶ ἀνανεύομεν· οὕτω καὶ αὐτὸς εὐκόλως ἀποθανὼν, ὅτε ἠθέλησεν, ἀνέστη· μᾶλλον δὲ καὶ πολλῷ ῥᾷον, εἰ καὶ τὰς τρεῖς ἡμέρας διὰ μυστηρίου τινὸς οἰκονομίαν ἀνέμενε. γʹ.
Τηλικούτων οὖν μυστηρίων καταξιωθέντες, βίον ἐπιδειξώμεθα ἄξιον τῆς δωρεᾶς, πολιτείαν ἀρίστην. Οἱ δὲ μηδέπω τούτων καταξιωθέντες, πάντα πράττετε ὥστε καταξιωθῆναι, ἵνα γενώμεθα σῶμα ἓν, ἵνα ὦμεν ἀδελφοί. Ἕως μὲν γὰρ ἂν κατὰ τοῦτο διεστήκωμεν, κἂν πατήρ τις ᾖ, κἂν ἀδελφὸς, κἂν ὁστισοῦν, οὐδέπω συγγενής ἐστι γνήσιος, τῆς ἄνωθεν συγγενείας διεσπασμένος. Τί γὰρ ὄφελος ἀπὸ τοῦ πηλίνου γένους συνῆφθαι, ὅταν ἀπὸ τοῦ πνευματικοῦ μὴ συνημμένοι ὦμεν; ποῖον δὲ κέρδος τῆς ἐν τῇ γῇ ἀγχιστείας, ὅταν ἐν τοῖς οὐρανοῖς ἀλλότριοι ὦμεν; Ἀλλότριος γὰρ ὁ κατηχούμενος τοῦ πιστοῦ. Οὐ γὰρ ἔχει κεφαλὴν τὴν αὐτὴν, οὐκ ἔχει πατέρα τὸν αὐτὸν, οὐκ ἔχει πόλιν τὴν αὐτὴν, οὐ τροφὴν, οὐκ ἔνδυμα, οὐ τράπεζαν, οὐκ οἰκίαν, ἀλλὰ πάντα ἐξηλλαγμένα. Καὶ γὰρ πάντα ἐπὶ γῆς τούτῳ, τὰ πάντα ἐν οὐρανοῖς ἐκείνῳ· βασιλεὺς τούτῳ ὁ Χριστὸς, ἐκείνῳ δὲ ἡ ἁμαρτία καὶ ὁ διάβολος· τρυφὴ τούτῳ μὲν ὁ Χριστὸς, ἐκείνῳ δὲ ἡ σηπομένη καὶ φθειρομένη. Καὶ ἔνδυμα πάλιν, τούτῳ μὲν τὰ σητῶν ἔργα, ἐκείνῳ δὲ ὁ τῶν ἀγγέλων Δεσπότης· πόλις τούτῳ μὲν ὁ οὐρανὸς, ἐκείνῳ δὲ ἡ γῆ. Ὅταν οὖν μηδὲν ἔχωμεν κοινὸν, κατὰ τί κοινωνήσομεν, 59.152 εἰπέ μοι; Ἀλλὰ τὰς αὐτὰς ἐλύσαμεν ὠδῖνας, καὶ ἐκ μιᾶς προήλθομεν γαστρός; Ἀλλ' οὐδὲν τοῦτο πρὸς συγγένειαν τὴν ἀκριβεστάτην. Σπουδάσωμεν τοίνυν τῆς ἄνω πόλεως γενέσθαι πολῖται. Μέχρι τίνος ἐπὶ τῆς ὑπερορίας μένομεν; δέον τὴν ἀρχαίαν πατρίδα ἀπολαβεῖν· Οὐδὲ γὰρ περὶ τῶν τυχόντων ὁ κίνδυνος. Ἀλλ' εἰ γένοιτο, ὃ μὴ γένοιτο, ἀπροσδοκήτου τῆς τελευτῆς ἐπελθούσης, ἀμυήτους ἐντεῦθεν ἀπελθεῖν, κἂν μυρία ἔχωμεν ἀγαθὰ, οὐδὲν ἡμᾶς ἕτερον διαδέξεται, ἢ γέεννα καὶ σκώληξ ἰοβόλος, καὶ πῦρ ἄσβεστον, καὶ δεσμὰ ἄλυτα. Ἀλλὰ μὴ γένοιτό τινα τῶν ταῦτα ἀκουόντων ἐκείνης πειραθῆναι τῆς κολάσεως. Τοῦτο δὲ ἔσται, ἂν τῶν ἁγίων καταξιωθέντες μυστηρίων, χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους οἰκοδομήσωμεν ἐπὶ τὸν θεμέλιον. Οὕτω γὰρ δυνησόμεθα ἀπελθόντες ἐκεῖ φανῆναι πλούσιοι, ὅταν μὴ ἐνταῦθα χρήματα καταλείψωμεν, ἀλλὰ μετακομίσωμεν πρὸς τοὺς ἀσύλους θησαυροὺς διὰ τῶν χειρῶν τῶν πενήτων· ὅταν δανείσωμεν τῷ Χριστῷ. Πολλὰ ὀφείλομεν ἐκεῖ, οὐ χρήματα, ἀλλ' ἁμαρτήματα. Δανείσωμεν τοίνυν αὐτῷ χρήματα· ἵνα λάβωμεν ἁμαρτημάτων συγχώρησιν· αὐτὸς γάρ ἐστιν ὁ δικάζων. Μὴ περιίδωμεν αὐτὸν ἐνταῦθα πεινῶντα, ἵνα καὶ αὐτὸς ἐκεῖ ἡμᾶς διαθρέψῃ. Ἐνταῦθα ἐνδύσωμεν αὐτὸν, ἵνα μὴ ἀφῇ ἡμᾶς γυμνοὺς τῆς ἀσφαλείας τῆς παρ' αὐτοῦ. Ἐὰν ἐνταῦθα αὐτὸν ποτίσωμεν, οὐκ ἐροῦμεν κατὰ τὸν πλούσιον, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ ἐπιστάξῃ τῇ γλώσσῃ ἡμῶν ἀποτηγανιζομένῃ. Ἐὰν ἐνταῦθα εἰς τὰς οἰκίας ἡμῶν αὐτὸν δεξώμεθα, ἐκεῖ πολλὰς παρασκευάσει μονὰς ἡμῖν. Ἐὰν ἀπέλθωμεν πρὸς αὐτὸν ἐν φυλακῇ ὄντα, καὶ αὐτὸς ἡμᾶς ἀπαλλάξει τῶν δεσμῶν. Ἐὰν ξένον ὄντα συναγάγωμεν, οὐ περιόψεται ξένους ἡμᾶς ὄντας τῆς βασιλείας τῶν οὐρανῶν, ἀλλὰ μεταδώσει ἡμῖν τῆς πόλεως τῆς ἄνω. Ἐὰν ἀσθενῆ ὄντα ἐπισκεψώμεθα, ταχέως ἐλευθερώσει ἡμᾶς καὶ αὐτὸς τῶν ἀσθενειῶν ἡμῶν. Ὡς οὖν μεγάλα λαμβάνοντες καὶ μικρὰ διδόντες, κἂν τὰ μικρὰ δῶμεν ἵνα ἐμπορευσώμεθα τὰ μεγάλα. Ὡς ἔτι καιρὸς, σπείρωμεν, ἵνα ἀμήσωμεν. Ὅταν ὁ χειμὼν καταλάβῃ, ὅταν ἡ θάλασσα οὐκ ἔτι πλέηται, οὐκ ἔτι κύριοι τῆς ἐμπορίας ἐσμέν. Πότε δὲ ἔσται ὁ χειμών; Ὅταν ἡ ἡμέρα ἐπισταίη ἡ μεγάλη, τότε ἐκείνη καὶ ἐπιφανής. Τότε γὰρ οὐκ ἔτι πλευσόμεθα τὴν θάλασσαν ταύτην τὴν μεγάλην καὶ εὐρύχωρον· ταύτῃ γὰρ ὁ παρὼν ἔοικε βίος. Νῦν ὁ τοῦ σπεῖραι καιρὸς, τότε ὁ τοῦ ἀμᾶσθαι καὶ κερδαίνειν. Ἐάν τις ἐν τῷ καιρῷ τοῦ σπόρου μὴ καταβάλῃ σπέρματα, ἐν ἀμήτῳ σπείρων, πρὸς τῷ μηδὲν ἀνύειν καὶ καταγέλαστος ἔσται. Εἰ δὲ σπόρου ἐστὶν ὁ παρὼν καιρὸς, οὐ τοῦ συλλέγειν, ἀλλὰ τοῦ σκορπίζειν καιρὸς ἂν εἴη λοιπόν. Σκορπίσωμεν τοίνυν, ἵνα συναγάγωμεν· μὴ βουληθῶμεν συναγαγεῖν νῦν, ἵνα μὴ τὸν ἀμητὸν ἀπολέσωμεν. Οὗτος γὰρ, ὅπερ ἔφην, ὁ καιρὸς ἐπὶ τὸ σπείρειν καλεῖ, καὶ δαπανᾷν καὶ ἀναλίσκειν, οὐκ ἐπὶ τὸ συλλέγειν καὶ ἀποτίθεσθαι. Μὴ τοίνυν προδῶμεν τὴν εὐκαιρίαν, ἀλλὰ δαψιλῆ τὸν 102
σπόρον καταβάλωμεν, καὶ μηδενὸς φεισώμεθα τῶν ἔνδον, ἵνα μετὰ πολλῆς αὐτὰ ἀπολάβωμεν τῆς ἀντιδόσεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.153 ΟΜΙΛΙΑ ΚΣΤʹ. Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν. αʹ. Μεγάλων ἡμᾶς μυστηρίων κατηξίωσεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ· μεγάλων, καὶ οἵων ἡμεῖς οὐκ ἦμεν ἄξιοι, ἀλλ' οἵων αὐτῷ παρέχειν πρέπον ἦν. Ἂν μὲν γὰρ τὴν ἀξίαν τὴν ἡμετέραν λογίσηταί τις, οὐ μόνον τῆς δωρεᾶς ἦμεν ἀνάξιοι, ἀλλὰ καὶ κολάσεως ὑπεύθυνοι καὶ τιμωρίας. Ἐπειδὴ δὲ οὐ πρὸς τοῦτο εἶδεν, οὐ μόνον κολάσεως ἀπήλλαξεν, ἀλλὰ καὶ ζωὴν ἐχαρίσατο πολλῷ τῆς προτέρας λαμπροτέραν, εἰς ἄλλον ἡμᾶς εἰσήγαγε κόσμον, ἑτέραν ἐδημιούργησε κτίσιν· Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις, φησί. Ποία καινὴ κτίσις; Ἄκουσον αὐτοῦ λέγοντος· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Παράδεισον ἐπιστεύθημεν, καὶ οὐδὲ τῆς ἐν αὐτῷ διαγωγῆς ἐφάνημεν ἄξιοι, καὶ εἰς τοὺς οὐρανοὺς ἡμᾶς ἀνήγαγεν. Ἐν τοῖς πρώτοις οὐχ εὑρέθημεν πιστοὶ, καὶ μείζονα ἐνεχείρισεν· ἑνὸς ἀποσχέσθαι ξύλου οὐκ ἰσχύσαμεν, καὶ τὴν ἄνω παρέσχε τρυφήν· ἐν παραδείσῳ οὐκ ἐκαρτερήσαμεν, καὶ τοὺς οὐρανοὺς ἡμῖν ἀνεπέτασεν. Εἰκότως ἔλεγεν ὁ Παῦλος· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Οὐκ ἔτι μήτηρ, οὐκ ἔτι ὠδῖνες, οὔτε ὕπνοι, καὶ συνουσίαι καὶ περιπλοκαὶ σωμάτων· ἄνω λοιπὸν ὑφαίνεται τῆς ὑμετέρας φύσεως ἡ κατασκευὴ, ἀπὸ Πνεύματος ἁγίου καὶ ὕδατος. Τὸ δὲ ὕδωρ παρείληπται, τόκος τῷ τικτομένῳ γινόμενον. Ὅπερ γάρ ἐστιν ἡ μήτρα τῷ ἐμβρύῳ, τοῦτο τῷ πιστῷ τὸ ὕδωρ· ἐν γὰρ τῷ ὕδατι διαπλάττεται καὶ μορφοῦται. Τὸ μὲν γὰρ πρῶτον ἐλέγετο· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· ἐξ οὗ δὲ ἐπέβη τῶν Ἰορδάνου ῥείθρων ὁ Δεσπότης, οὐκ ἔτι ἑρπετὰ ψυχῶν ζωσῶν, ἀλλὰ ψυχὰς λογικὰς καὶ πνευματοφόρους τὸ ὕδωρ ἀναδίδωσι. Καὶ ὃ περὶ τοῦ ἡλίου εἴρηται, ὅτι Ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, τοῦτο περὶ τῶν πιστῶν καιρὸς ἂν εἴη μᾶλλον εἰπεῖν. Πολλῷ γὰρ φαιδροτέρας ἀφιᾶσι τὰς ἀκτῖνας ἐκείνου. Ἀλλὰ τὸ μὲν ἐν τῇ μήτρᾳ διαπλαττόμενον, χρόνου δεῖται· ἐν τῷ ὕδατι δὲ οὐχ οὕτως, ἀλλ' ἐν μιᾶ ῥοπῇ πάντα γίνεται. Ἔνθα μὲν γὰρ ἐπίκηρος ἡ ζωὴ καὶ ἀπὸ σωματικῆς φθορᾶς ἔχει τὴν ἀρχὴν, βραδύνει τὸ τικτόμενον, (τοιαύτη γὰρ τῶν σωμάτων ἡ φύσις· χρόνῳ προσλαμβάνει τὸ τέλειον)· ἐπὶ δὲ τῶν πνευματικῶν οὐχ οὕτω. Τί δήποτε; Ὅτι τέλεια ἐξ ἀρχῆς κατασκευάζεται τὰ γινόμενα. Ἀλλ' ἐπειδὴ ὁ Νικόδημος ἀκούων ταῦτα συνεχῶς ἐταράττετο, ὅρα πῶς αὐτῷ παρανοίγει τὸ ἀπόῤῥητον τοῦ μυστηρίου τούτου, καὶ σαφὲς ἐργάζεται τὸ ἀσαφὲς ἐκείνῳ τέως, Τὸ γεγεννημένον, λέγων, ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· τὸ δὲ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν. Ἀπάγει τῶν αἰσθητῶν αὐτὸν ἁπάντων, καὶ οὐκ ἀφίησι τοῖς ὀφθαλμοῖς τούτοις περιεργάσασθαι τὴν μυσταγωγίαν. Οὐ γὰρ περὶ σαρκὸς διαλεγόμεθα, φησὶν, ἀλλὰ περὶ Πνεύματος, ὦ Νικόδημε. Τέως αὐτὸν τῷ λόγῳ τούτῳ πρὸς τὸ ἄνω παρέπεμψε. Μηδὲν τοίνυν τῶν αἰσθητῶν ἐπιζήτει· τὸ γὰρ Πνεῦμα οὐκ ἂν φανείη τοῖς ὀφθαλμοῖς τούτοις· μηδὲ νόμιζε, ὅτι σάρκα τίκτει τὸ Πνεῦμα. Πῶς οὖν, ἴσως εἴποι ἄν τις, ἡ τοῦ Κυρίου σὰρξ ἐτέχθη; Οὐκ ἀπὸ Πνεύματος μόνον, ἀλλὰ καὶ ἀπὸ 59.154 σαρκός. Διὸ καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Γενόμενος ἐκ γυναικὸς, γενόμενος ὑπὸ νόμον. Τὸ μὲν γὰρ Πνεῦμα αὐτὸν διέπλασεν οὕτως, οὐ μὴν ἐξ οὐκ ὄντων· ἐπεὶ τί ἔδει τῆς μήτρας; ἀλλ' ἐκ τῆς σαρκὸς τῆς παρθενικῆς· τὸ δὲ, πῶς, οὐ δύναμαι ἑρμηνεύειν. Τοῦτο δὲ γέγονεν, ἵνα μή τις ἀλλότριον τῆς ἡμετέρας εἶναι νομίσῃ φύσεως τὸ τικτόμενον. Εἰ 103
γὰρ τούτου γενομένου εἰσί τινες οἳ διαπιστοῦσι τῇ τοιαύτῃ γεννήσει, εἰ μὴ τῆς σαρκὸς ἐκοινώνησε τῆς παρθενικῆς, ποῦ οὐκ ἂν ἐξέπεσαν ἀσεβείας οὗτοι; Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν. Ὁρᾷς Πνεύματος ἀξίαν; Τὸ γὰρ τοῦ Θεοῦ ἔργον φαίνεται ποιοῦν. Ἀνωτέρω μὲν οὖν ἔλεγεν, ὅτι Ἐκ τοῦ Θεοῦ ἐγεννήθησαν· ἐνταῦθα δὲ, ὅτι τὸ Πνεῦμα αὐτοὺς γεννᾷ. Τὸ γεγεννημένον, φησὶν, ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος, πνευματικός ἐστι. Γέννησιν γὰρ ἐνταῦθα οὐ τὴν κατ' οὐσίαν λέγει, ἀλλὰ τὴν κατὰ τιμὴν καὶ χάριν. Εἰ τοίνυν καὶ ὁ Υἱὸς οὕτω γεγέννηται, τί πλέον ἕξει τῶν ἀνθρώπων τῶν οὕτω γεγεννημένων; πῶς δὲ μονογενής ἐστι; Καὶ γὰρ καὶ ἐγὼ ἐκ Θεοῦ γεγέννημαι, ἀλλ' οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ. Εἰ τοίνυν μηδὲ αὐτὸς ἐκ τῆς οὐσίας, τί κατὰ τοῦτο διενήνοχεν ἡμῶν; Εὑρεθήσεται δὲ ἄρα καὶ τοῦ Πνεύματος οὕτως ἐλάττων. Ἡ γὰρ τοιαύτη γέννησις ἐκ τῆς τοῦ Πνεύματος γίνεται χάριτος. Ἆρ' οὖν ἵνα μένῃ Υἱὸς, τῆς παρὰ τοῦ Πνεύματος δεῖται βοηθείας; Καὶ τί ταῦτα Ἰουδαϊκῶν διέστηκε δογμάτων; Εἰπὼν τοίνυν ὁ Χριστὸς, ὅτι ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν· ἐπειδὴ θορυβούμενον πάλιν εἶδεν, ἐπὶ αἰσθητὸν παράδειγμα ἄγει τὸν λόγον. Μὴ θαυμάσῃς γὰρ, φησὶν, ὅτι εἶπόν σοι, ὅτι δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. Τὸ πνεῦμα ὅπου θέλει πνέει. Τῷ γὰρ εἰπεῖν, Μὴ θαυμάσῃς, δείκνυσιν αὐτοῦ τὸν θόρυβον τῆς ψυχῆς, καὶ ἐπὶ τὸ λεπτότερον αὐτὸν ἄγει τῶν σωμάτων. Τῶν μὲν γὰρ σαρκικῶν ἀπήγαγεν εἰπὼν, Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν. Ἐπειδὴ δὲ οὐκ ᾔδει τί ποτε ἐστὶν ὅ φησιν, Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν, λοιπὸν αὐτὸν πρὸς ἑτέραν μεταφέρει εἰκόνα, οὔτε εἰς τὴν τῶν σωμάτων ἄγων παχύτητα, οὔτε περὶ ἀσωμάτων καθαρῶς διαλεγόμενος (οὐδὲ γὰρ ἐδύνατο ἀκούων χωρεῖν ἐκεῖνος), ἀλλ' εὑρών τι μέσον σώματός τε καὶ ἀσωμάτου, τὴν τοῦ ἀνέμου φορὰν, ἐντεῦθεν αὐτὸν ἀνάγει. Περὶ γὰρ αὐτοῦ φησὶν, ὅτι Τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Εἰ δὲ λέγει, Ὅπου θέλει πνεῖ, οὐχ ὡς προαίρεσίν τινα τοῦ ἀνέμου ἔχοντος λέγει τοῦτο, ἀλλὰ τὴν ἀπὸ φύσεως φορὰν τὴν ἀκώλυτον καὶ μετ' ἐξουσίας γινομένην δηλῶν. Οἶδε γὰρ ἡ Γραφὴ καὶ περὶ τῶν ἀψύχων οὕτω διαλέγεσθαι, ὡς ὅταν λέγῃ· Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα. Τὸ οὖν, Ὅπου θέλει πνεῖ, τὸ ἀκάθεκτόν ἐστι δηλοῦντος, καὶ ὅτι διαχεῖται πανταχοῦ, καὶ ὁ κωλύων οὐδεὶς τῇδε κἀκεῖσε φέρεσθαι· ἀλλὰ μετὰ πολλῆς τῆς ἐξουσίας σκεδάννυται, καὶ οὐδεὶς ὁ ἰσχύων παρατρέψαι τὴν ῥύμην αὐτοῦ. βʹ. Καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· τουτέστι, τὸν πάταγον, τὸν κτύπον· ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. Ἐνταῦθά ἐστι τὸ συμπέρασμα 59.155 ἅπαν. Εἰ γὰρ τούτου, φησὶ, τοῦ πνεύματος, οὗ τὴν αἴσθησιν δέχῃ τῇ ἀκοῇ καὶ τῇ ἁφῇ, τὴν ὁρμὴν ἑρμηνεῦσαι οὐκ οἶδας, οὐδὲ τὴν ὁδόν· πῶς τὴν ἀπὸ τοῦ θείου Πνεύματος ἐνέργειαν περιεργάζῃ, τὴν τοῦ ἀνέμου οὐκ ἐπιστάμενος, καίτοι φωνὴν ἀκούων; Τὸ τοίνυν, Ὅπου θέλει πνεῖ, καὶ πρὸς παράστασιν τῆς τοῦ Παρακλήτου εἴρηται ἐξουσίας. Ὃ δὲ λέγει, τοιοῦτόνἐστιν· Εἰ γὰρ τοῦτο οὐδεὶς κατέχει, ἀλλ' ὅπου θέλει φέρεται· πολλῷ μᾶλλον τὴν τοῦ Πνεύματος ἐνέργειαν οὐ φύσεως δυνήσονται νόμοι κατασχεῖν, οὐχ ὅροι σωματικῆς γεννήσεως, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Ὅτι δὲ περὶ ἀνέμου εἴρηται τὸ Τὴν φωνὴν αὐτοῦ ἀκούεις, δῆλον ἐκεῖθεν. Οὐ γὰρ ἂν ἀπίστῳ διαλεγόμενος, καὶ οὐκ εἰδότι τοῦ Πνεύματος τὴν ἐνέργειαν εἶπε, Τὴν φωνὴν αὐτοῦ ἀκούεις. Ὥσπερ οὖν ὁ ἄνεμος οὐ φαίνεται, καίτοι γε φωνὴν διδούς· οὕτως οὐδὲ ἡ τοῦ πνευματικοῦ φαίνεται γέννησις ὀφθαλμοῖς σώματος, καίτοι γε σῶμα ὁ ἄνεμος, εἰ καὶ λεπτότατον τὸ γὰρ αἰσθήσει ὑποβαλλόμενον, σῶμα. Εἰ τοίνυν τὸ σῶμα οὐκ ἀσχάλλεις ὅτι μὴ ὁρᾷς, οὐδὲ ἀπιστεῖς διὰ τοῦτο, τί δήποτε περὶ τοῦ Πνεύματος ἀκούων ἰλιγγιᾷς, καὶ τοσαύτας ἀπαιτεῖς εὐθύνας, ἐπὶ σώματος τοῦτο οὐ ποιῶν; Τί οὖν ὁ Νικόδημος; Ἔτι ἐπὶ τῆς Ἰουδαϊκῆς εὐτελείας μένει, καὶ ταῦτα παραδείγματος οὕτω σαφῶς λεχθέντος 104
αὐτῷ. Ὧ καὶ ἀπορητικῶς πάλιν εἰπόντι, Πῶς δύναται ταῦτα γενέσθαι; λοιπὸν πληκτικώτερον πρὸς αὐτὸν ὁ Χριστὸς διαλέγεται, Σὺ εἶ ὁ διδάσκαλος, λέγων, τοῦ Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις; Ὅρα πῶς οὐδαμοῦ πονηρίαν κατηγορεῖ τοῦ ἀνδρὸς, ἀλλ' εὐήθειαν καὶ ἀφέλειαν μᾶλλον. Καὶ τί κοινὸν αὕτη πρὸς τὰ Ἰουδαϊκὰ ἡ γέννησις ἔχει; εἴποι τις ἄν. Τί γὰρ οὐ κοινὸν, εἰπέ μοι; Ὅ τε γὰρ πρῶτος γενόμενος ἄνθρωπος, ἥ τε ἀπὸ τῆς πλευρᾶς γενομένη γυνὴ, καὶ αἱ στεῖραι, καὶ τὰ διὰ τῶν ὑδάτων ἐπιτελεσθέντα, λέγω δὲ τὰ κατὰ τὴν πηγὴν ἐξ ἧς ὁ Ἑλισσαῖος τὸ σιδήριον ἐμετεώρισε, τὰ κατὰ τὴν Ἐρυθρὰν θάλασσαν ἣν διέβησαν οἱ Ἰουδαῖοι, τὰ κατὰ τὴν κολυμβήθραν ἣν ὁ ἄγγελος ἐκίνει, τὰ κατὰ τὸν Σύρον Νεεμὰν τὸν ἐν τῷ Ἰορδάνῃ καθαρθέντα· ταῦτα πάντα τὴν γέννησιν καὶ τὸν καθαρμὸν τὸν μέλλοντα ἔσεσθαι, ὡς ἐν τύπῳ προανεφώνει. Καὶ τὰ παρὰ τῶν προφητῶν εἰρημένα τοῦτον αἰνίττεται τῆς γεννήσεως τὸν τρόπον· οἷον τὸ Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος· τὸ Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου· τὸ Φωτίζου Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται· τὸ Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι. Καὶ ὁ Ἰσαὰκ δὲ τύπος ἦν τῆς γεννήσεως ταύτης. Εἰπὲ γὰρ, ὦ Νικόδημε, πῶς ἐκεῖνος ἐτέχθη; ἆρα νόμῳ φύσεως; Οὐδαμῶς. Οὕτω μέσος ὁ τρόπος ταύτης κἀκείνης τῆς γεννήσεως οὗτος ἦν· ἐκείνης μὲν, ὅτι ἐκ συνουσίας· ταύτης δὲ, ὅτι οὐκ ἐξ αἱμάτων ἐτέχθη. Ἐγὼ δὲ δείκνυμι ὅτι οὐ ταύτην μόνον τὴν γέννησιν, ἀλλὰ καὶ τὴν ἐκ παρθένου προανεφώνουν οὗτοι οἱ τρόποι. Ἐπειδὴ γὰρ οὐκ ἄν τις ῥᾳδίως ἐπίστευσεν ὅτι παρθένος τίκτει, στεῖραι προέλαβον, εἶτα οὐ στεῖραι μόνον, ἀλλὰ καὶ γεγηρακυῖαι. Καίτοι τῆς στείρας πολὺ θαυμαστότερον τὸ ἀπὸ πλευρᾶς γενέσθαι γυναῖκα· ἀλλ' ἐπειδὴ ἐκεῖνο ἀρχαῖον ἦν καὶ παλαιὸν, πάλιν ἄλλος γίνεται τρόπος νέος καὶ πρόσφατος, ὁ τῶν στειρῶν, προοδοποιῶν τῇ πίστει τῆς παρθενικῆς ὠδῖνος. Τούτων οὖν αὐτὸν ἀναμιμνήσκων, ἔλεγε· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις; Ὃ οἴδαμεν, λαλοῦμεν, 59.156 καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐδεὶς λαμβάνει. Ταῦτα ἐπήγαγε, καὶ ἑτέρωθεν πάλιν ἀξιόπιστον τὸν λόγον ποιῶν, καὶ πρὸς τὴν ἀσθένειαν τὴν ἐκείνου συγκαταβαίνων τῇ λέξει. γʹ. Τί δέ ἐστιν ὅ φησιν· Ὃ οἴδαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν; Ἐπειδὴ καὶ παρ' ἡμῖν ἡ ὄψις ἐστὶ τῶν ἄλλων αἰσθήσεων πιστοτέρα, κἂν βουληθῶμέν τινα πιστώσασθαι, οὕτω λέγομεν, ὅτι τοῖς ὀφθαλμοῖς ἡμῶν ἑωράκαμεν, οὐκ ἐξ ἀκοῆς οἴδαμεν· διὰ τοῦτο καὶ ὁ Χριστὸς ἀνθρωπινώτερον πρὸς αὐτὸν διαλέγεται, τὸν λόγον κἀντεῦθεν πιστούμενος. Καὶ ὅτι τοῦτό ἐστι, καὶ οὐδὲν ἄλλο παραστῆσαι βούλεται, οὐδὲ ὄψιν αἰσθητὴν ἐμφαίνει, δῆλον ἐκεῖθεν. Εἰπὼν γὰρ, Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι καὶ, Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν, ἐπήγαγεν· Ὃ οἴδαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν. Τοῦτο δὲ οὐδέπω γεγεννημένον ἦν. Πῶς οὖν λέγει, Ὃ ἑωράκαμεν; Οὐκ εὔδηλον ὅτι λέγει περὶ τῆς ἀκριβοῦς γνώσεως, καὶ οὐκ ἄλλως ἐχούσης; Καὶ τὴν μαρτυρίαν ἡμῶν οὐδεὶς λαμβάνει. Τὸ μὲν οὖν, Ὃ οἴδαμεν, ἤτοι περὶ ἑαυτοῦ καὶ τοῦ Πατρός φησιν, ἢ περὶ ἑαυτοῦ μόνου· τὸ δὲ, Οὐδεὶς λαμβάνει, οὐ δυσχεραίνοντός ἐστι τὸ ῥῆμα νῦν, ἀλλὰ τὸ γινόμενον ἀπαγγέλλοντος. Οὐ γὰρ εἶπε· Τί δὲ ὑμῶν ἀναισθητότερον γένοιτ' ἂν, οἳ τὰ παρ' ἡμῶν οὕτως ἀκριβῶς ἀπαγγελθέντα οὐ προσίεσθε; ἀλλὰ καὶ διὰ τῶν ἔργων καὶ διὰ τῶν ῥημάτων πᾶσαν ἐπιείκειαν ἐνδεικνύμενος, τούτων μὲν οὐδὲν ἐφθέγξατο, πράως δὲ καὶ ἡμέρως τὸ συμβησόμενον προανεφώνησεν, ἐντεῦθεν εἰς πᾶσαν καὶ ἡμᾶς ἐνάγων πραότητα, καὶ παιδεύων ἡμᾶς, ὅταν πρός τινας διαλεγώμεθα, καὶ μὴ πείθωμεν, μὴ δυσχεραίνειν, μηδὲ ἐκθηριοῦσθαι. Οὐ γὰρ ἔστιν ἀνύσαι τὸν χαλεπαίνοντα, ἀλλὰ καὶ ἀπειθέστερον ἐργάσασθαι μᾶλλον. Διὰ τοῦτο χρὴ τῆς μὲν ὀργῆς ἀπέχεσθαι, πάντοθεν δὲ ἀξιόπιστον ποιεῖν τὸν λόγον, οὐ τῷ μὴ ὀργίζεσθαι μόνον, ἀλλὰ καὶ τῷ μηδὲ κράζειν. Ὕλη γὰρ ὀργῆς ἡ κραυγή. Συμποδίσωμεν τοίνυν τὸν ἵππον, ἵνα καταστρέψωμεν τὸν 105
ἀναβάτην· περικόψωμεν τὰ πτερὰ τοῦ θυμοῦ, καὶ οὐκ ἔτι πρὸς ὕψος ἀρθήσεται τὸ κακόν. Ὀξὺ γὰρ ἡ ὀργὴ πάθος, ὀξὺ, καὶ δεινὸν κλέψαι τὰς ἡμετέρας ψυχάς. Διὰ τοῦτο χρὴ πάντοθεν ἀποφράττειν αὐτῷ τὴν εἴσοδον. Καὶ γὰρ ἄτοπον θηρία μὲν δύνασθαι ἡμεροῦν, τὴν δὲ ἡμετέραν διάνοιαν ἀγριαίνουσαν περιορᾷν. Πῦρ ἐστι σφοδρὸν ὁ θυμὸς πάντα διατρώγων· καὶ γὰρ καὶ σῶμα λυμαίνεται, καὶ ψυχὴν διαφθείρει, καὶ ἀηδῆ κατασκευάζει καὶ αἰσχρὸν ἰδεῖν· καὶ εἰ τὸν ὀργιζόμενον ἦν δυνατὸν ἑαυτῷ δῆλον εἶναι κατὰ τὸν καιρὸν τῆς ὀργῆς, οὐκ ἂν ἑτέρας ἐδεήθη παραινέσεως. Οὐδὲν γὰρ ἀτερπέστερον ὄψεως ὀργιζομένης. Μέθη τις ἐστὶν ἡ ὀργὴ, μᾶλλον δὲ μέθης χαλεπωτέρα, καὶ δαίμονος ἐλεεινοτέρα. Ἀλλ' ἂν μελετήσωμεν μὴ κράζειν, ἀρίστην ὁδὸν φιλοσοφίας εὑρήσομεν. Διὰ τοῦτο ὁ Παῦλος μετὰ τῆς ὀργῆς καὶ τὴν κραυγὴν ἀναιρεῖν γράφει, λέγων· Πᾶσα ὀργὴ καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν. Οὐκοῦν πειθώμεθα τῷ πάσης φιλοσοφίας διδασκάλῳ· καὶ ὅταν ὀργιζώμεθα πρὸς τοὺς οἰκέτας, τὰ ἁμαρτήματα τὰ ἑαυτῶν ἐννοῶμεν, καὶ τὴν ἐπιείκειαν αἰσχυνώμεθα τὴν ἐκείνων. Ὅταν γὰρ σὺ ὑβρίζῃς, ἐκεῖνος δὲ σιγῇ φέρῃ τὴν ὕβριν, καὶ σὺ μὲν ἀσχημονῇς, ἐκεῖνος δὲ φιλοσοφῇ, τοῦτο ἀντὶ πάσης δέχου νουθεσίας. Εἰ γὰρ καὶ οἰκέτης ἐστὶν, ἀλλ' ἄνθρωπος καὶ ψυχὴν ἔχων ἀθάνα 59.157 τον, καὶ τοῖς αὐτοῖς παρὰ τοῦ κοινοῦ Δεσπότου τιμηθεὶς δώροις. Εἰ δὲ ὁ ἐν τοῖς μείζοσι καὶ πνευματικωτέροις ὁμότιμος ἡμῖν ὢν, δι' ἀνθρωπίνην τινὰ εὐτελῆ καὶ μικρὰν ὑπεροχὴν οὕτω πράως φέρει τὰ παρ' ἡμῶν, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι ἢ ποίας ἀπολογίας ἡμεῖς, οἱ διὰ τὸν τοῦ Θεοῦ φόβον μὴ δυνάμενοι φιλοσοφεῖν, μᾶλλον δὲ οὐ βουλόμενοι, ὥσπερ ἐκεῖνος διὰ τὸν ἡμέτερον; Ταῦτα οὖν ἅπαντα λογιζόμε 59.158 νοι, καὶ τὰ ἁμαρτήματα ἡμῶν ἐννοοῦντες, καὶ τὸ κοινὸν τῆς ἀνθρωπίνης φύσεως, μελετῶμεν ἠρέμα πανταχοῦ φθέγγεσθαι, ἵνα ταπεινοὶ τῇ καρδίᾳ γενόμενοι, ταῖς ψυχαῖς ἡμῶν ἀνάπαυσιν εὕρωμεν, τήν τε παροῦσαν, τήν τε μέλλουσαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.157.10 ΟΜΙΛΙΑ ΚΖʹ. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐ ρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. αʹ. Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ, καὶ οὐ παύσομαι λέγων. Τί δὲ τοῦτό ἐστιν; Ὅτι μέλλων ὁ Ἰησοῦς ὑψηλῶν ἅπτεσθαι δογμάτων, διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν ἑαυτὸν κατέχει πολλάκις, καὶ οὐ συνεχῶς τοῖς ἀξίοις τῆς μεγαλωσύνης αὐτοῦ λόγοις ἐνδιατρίβει, ἀλλὰ μᾶλλον τοῖς συγκατάβασιν ἔχουσι. Τὸ μὲν γὰρ ὑψηλὸν καὶ μέγα, καὶ ἅπαξ λεχθὲν, ἱκανὸν παραστῆσαι τὴν ἀξίαν ἐκείνην, καθόσον ἡμῖν ἀκοῦσαι δυνατόν· τὰ δὲ ταπεινότερα καὶ ἐγγὺς τῆς τῶν ἀκροωμένων διανοίας, εἰ μὴ διηνεκῶς ἐλέγετο, οὐ ταχέως κατέσχε τὰ ὑψηλὰ τὸν χαμαίζηλον ἀκροατήν. Διὰ δὴ τοῦτό ἐστι καὶ τὰ πλείονα ταπεινότερα τῶν ὑψηλῶν εἰρημένα παρ' αὐτοῦ. Ἀλλ' ἵνα μὴ τοῦτο ἑτέραν τινὰ ἐργάσηται βλάβην πάλιν, κατέχον κάτω τὸν μαθητὴν, οὐχ ἁπλῶς τὰ καταδεέστερα τίθησιν, ἂν μὴ πρότερον εἴπῃ καὶ τὴν αἰτίαν δι' ἣν ταῦτα λέγει· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ εἶπε περὶ τοῦ βαπτίσματος ἅπερ εἶπε, καὶ τῆς κατὰ χάριν γεννήσεως τῆς ἐν τῇ γῇ γινομένης, βουλόμενος καὶ εἰς τὴν γέννησιν καθεῖναι τὴν ἑαυτοῦ τὴν ἀπόῤῥητον ἐκείνην καὶ ἄφραστον, τέως διαβαστάζει, καὶ οὐ καθίησιν· εἶτα καὶ τὴν αἰτίαν λέγει, δι' ἣν οὐ καθίησι. Τίς δέ ἐστιν αὕτη; Ἡ παχύτης καὶ ἡ ἀσθένεια τῶν ἀκουόντων. Καὶ ταύτην αἰνιττόμενος ἐπήγαγε λέγων· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; Ὥστε ὅπουπερ ἂν εἴπῃ μέτριόν τι καὶ ταπεινὸν, τῇ τῶν ἀκουόντων ἀσθενείᾳ λογιστέον αὐτό. Τὰ δὲ ἐπίγεια ἐνταῦθα τινὲς μὲν περὶ τοῦ ἀνέμου φασὶν εἰρῆσθαι· τουτέστιν, εἰ καὶ ὑπόδειγμα ἀπὸ τῶν ἐπιγείων ἔδωκα, καὶ οὐδὲ οὕτως ἐπείσθητε, πῶς δυνήσεσθε τὰ ὑψηλότερα μαθεῖν; Εἰ δὲ τὸ βάπτισμα 106
ἐπίγειον ἐνταῦθα λέγοι, μὴ θαυμάσῃς. Ἢ γὰρ διὰ τὸ ἐν τῇ γῇ τελεῖσθαι, ἢ πρὸς σύγκρισιν τῆς ἑαυτοῦ γεννήσεως τῆς φρικωδεστάτης ἐκείνης ὀνομάζων οὕτως αὐτὸ καλεῖ. Εἰ γὰρ καὶ ἐπουράνιος αὕτη ἡ γέννησις, ἀλλὰ πρὸς ἐκείνην παραβαλλομένη τὴν ἀληθῆ, καὶ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας οὖσαν, ἐπίγειός ἐστι. Καὶ καλῶς οὐκ εἶπεν, Οὐχὶ νοεῖτε, ἀλλ', Οὐ πιστεύετε. Ὅταν μὲν γὰρ πρὸς ἐκεῖνά τις δυσκολαίνῃ, ἃ διὰ τοῦ νοῦ λαβεῖν ἔστι, καὶ μὴ ῥᾳδίως καταδέχηται, εἰκότως ἂν ἄνοιαν ἐγκαλοῖτο· ὅταν δὲ ταῦτα μὴ δέχηται, ἃ λογισμῷ μὲν οὐκ ἔστι λαβεῖν, πίστει δὲ μόνῃ, οὐκ ἔτι ἀνοίας, ἀλλ' ἀπιστίας ἐστὶ τὸ ἔγκλημα. Ἀπάγων οὖν αὐτὸν τοῦ μὴ ζητεῖν λογισμοῖς τὸ λεχθὲν, σφοδρότερον αὐτοῦ καθικνεῖται, ἀπιστίαν ἐγκαλῶν. Εἰ δὲ τὴν ἡμετέραν πίστει χρὴ 59.158 δέχεσθαι γέννησιν, τίνος ἂν εἶεν ἄξιοι οἱ τὴν τοῦ Μονογενοῦς λογισμοῖς περιεργαζόμενοι; Ἀλλ' ἴσως εἴποι τις ἂν, καὶ τίνος ἕνεκεν ἐλέγετο ταῦτα, εἰ μὴ ἔμελλον πιστεύειν οἱ ἀκούοντες; Ὅτι εἰ καὶ ἐκεῖνοι μὴ ἐπίστευον, ἀλλ' οἱ μετ' αὐτοὺς ἔμελλον αὐτὰ δέχεσθαι καὶ κερδαίνειν. Καθικνούμενος τοίνυν αὐτοῦ σφοδρότατα, δείκνυσι λοιπὸν ὅτι οὐ ταῦτα οἶδε μόνον, ἀλλὰ καὶ ἕτερα πολλῷ πλείω τούτων καὶ μείζω Ὅθεν καὶ τοῦτο διὰ τῆς ἐπαγωγῆς ἐδήλωσεν, οὕτως εἰπών· Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ ποία αὕτη ἡ ἀκολουθία, φησί; Μεγίστη μὲν οὖν, καὶ σφόδρα τοῖς ἔμπροσθεν συνᾴδουσα. Ἐπειδὴ γὰρ ἐκεῖνος εἶπεν, ὅτι Οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, τοῦτο αὐτὸ διορθοῦται, μονονουχὶ λέγων· μὴ νομίσῃς με οὕτως εἶναι διδάσκαλον ὡς τοὺς πολλοὺς τῶν προφητῶν ἀπὸ γῆς ὄντας. Ἐξ οὐρανοῦ γὰρ πάρειμι νῦν. Τῶν μὲν γὰρ προφητῶν οὐδεὶς ἀναβέβηκεν ἐκεῖ· ἐγὼ δὲ ἐκεῖ διατρίβω. Εἶδες πῶς καὶ τὸ σφόδρα δοκοῦν ὑψηλὸν εἶναι, σφόδρα ἀνάξιον αὐτοῦ τῆς μεγαλωσύνης ἐστίν; Οὐ γὰρ ἐν οὐρανῷ μόνον ἐστὶν, ἀλλὰ καὶ πανταχοῦ, καὶ πάντα πληροῖ. Ἀλλ' ἔτι πρὸς τὴν ἀσθένειαν τοῦ ἀκροατοῦ διαλέγεται, κατὰ μικρὸν αὐτὸν ἀνάγειν βουλόμενος. Υἱὸν δὲ ἀνθρώπου ἐνταῦθα οὐ τὴν σάρκα ἐκάλεσεν, ἀλλ' ἀπὸ τῆς ἐλάττονος οὐσίας ὅλον ἑαυτὸν, ἵν' οὕτως εἴπω, ὠνόμασε νῦν. Καὶ γὰρ τοῦτο ἔθος αὐτῷ, πολλάκις μὲν ἀπὸ τῆς θεότητος, πολλάκις δὲ ἀπὸ τῆς ἀνθρωπότητος τὸ πᾶν καλεῖν. Καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, φησὶν, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Πάλιν καὶ τοῦτο δοκεῖ ἀπηρτῆσθαι τῶν ἔμπροσθεν, πολλὴν δὲ καὶ αὐτὸ τὴν συνάφειαν ἔχει. Εἰπὼν γὰρ τὴν μεγίστην εἰς ἀνθρώπους γεγεννημένην εὐεργεσίαν διὰ τοῦ βαπτίσματος, ἐπάγει καὶ τὴν ταύτης αἰτίαν, καὶ ἐκείνης οὐκ ἐλάττονα, τὴν διὰ τοῦ σταυροῦ. Ὥσπερ οὖν καὶ Παῦλος Κορινθίοις διαλεγόμενος, ταύτας ὁμοῦ τίθησι τὰς εὐεργεσίας, οὕτω λέγων· Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Μάλιστα γὰρ πάντων τὰ δύο ταῦτα τὴν ἄφατον αὐτοῦ δείκνυσιν ἀγάπην, ὅτι τε ὑπὲρ ἐχθρῶν ἔπαθε, καὶ ὅτι ἀποθανὼν ὑπὲρ ἐχθρῶν, διὰ τοῦ βαπτίσματος ὁλόκληρον τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἐδωρήσατο. βʹ. Τίνος δὲ ἕνεκεν οὐκ εἶπε σαφῶς, ὅτι μέλλω σταυροῦσθαι, ἀλλ' ἐπὶ τὸν παλαιὸν παρέπεμψε τύπον τοὺς ἀκροατάς; Πρῶτον μὲν, ἵνα μάθωσιν ὅτι συγγενῆ τὰ παλαιὰ τοῖς καινοῖς, καὶ οὐκ ἀλλότρια τούτων ἐκεῖνα· ἔπειτα ἵνα γνῷς, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἤρχετο· καὶ ἔτι πρὸς τούτοις ἵνα μάθῃς, ὅτι οὔτε αὐτῷ τις ἀπὸ τοῦ πράγματος γίνεται βλάβη, καὶ πολλοῖς ἐντεῦθεν τίκτεται σωτηρία. Ἵνα γὰρ μή τις λέγῃ, καὶ πῶς ἔνι εἰς τὸν σταυρωθέντα πιστεύσαντας σωθῆναι, ὅταν καὶ αὐτὸς ὑπὸ θανάτου κατεσχημένος 59.159 ᾖ; ἐπὶ τὴν παλαιὰν ἡμᾶς ἱστορίαν ἄγει. Εἰ γὰρ πρὸς εἰκόνα χαλκῆν ὄφεως ἰδόντες Ἰουδαῖοι διέφυγον θάνατον· πολλῷ μᾶλλον οἱ εἰς τὸν ἐσταυρωμένον πιστεύοντες, εἰκότως καὶ πολλῷ μείζονος ἀπολαύσονται τῆς εὐεργεσίας. Οὐ γὰρ διὰ τὴν ἀσθένειαν τοῦ σταυρουμένου, οὐδὲ διὰ τὸ περιγενέσθαι Ἰουδαίους τοῦτο γίνεται, ἀλλ' ἐπειδὴ Ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, διὰ τοῦτο ὁ ἔμψυχος αὐτοῦ ναὸς σταυροῦται. Ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ὁρᾷς τὴν τοῦ σταυροῦ 107
αἰτίαν, καὶ τὴν ἐξ αὐτοῦ σωτηρίαν; ὁρᾷς τοῦ τύπου πρὸς τὴν ἀλήθειαν τὴν συγγένειαν; Ἐκεῖ θάνατον διέφυγον Ἰουδαῖοι, ἀλλὰ τὸν πρόσκαιρον· ἐνταῦθα τὸν αἰώνιον οἱ πιστεύοντες. Ἐκεῖ δήγματα ὄφεων ἰᾶτο ὁ κρεμάμενος ὄφις, ἐνταῦθα τοῦ νοητοῦ δράκοντος ἐθεράπευσε τὰς πληγὰς ὁ σταυρωθεὶς Ἰησοῦς· ἐκεῖ ὁ τοῖς ὀφθαλμοῖς τούτοις βλέπων ἐθεραπεύετο, ἐνταῦθα ὁ τοῖς τῆς διανοίας ὀφθαλμοῖς ὁρῶν, πάντα ἀποτίθεται τὰ ἁμαρτήματα· ἐκεῖ χαλκὸς τὸ κρεμάμενον ἦν εἰς σχῆμα ὄφεως διατυπωθεὶς, ἐνταῦθα σῶμα δεσποτικὸν ὑπὸ Πνεύματος κατασκευασθέν. Ὄφις ἔδακνεν ἐκεῖ, καὶ ὄφις ἰᾶτο· οὕτω καὶ ἐνταῦθα θάνατος ἀπώλεσε, καὶ θάνατος ἔσωσεν. Ἀλλ' ὁ μὲν ἀπολλὺς ὄφις, ἰὸν εἶχεν· ὁ δὲ σώζων, ἰοῦ καθαρὸς ἦν. Καὶ ἐνταῦθα τὸ αὐτὸ πάλιν· ὁ μὲν γὰρ ἀπολλὺς θάνατος ἁμαρτίαν εἶχεν, ὥσπερ τὸν ἰὸν ὁ ὄφις· ὁ δὲ τοῦ Δεσπότου, ἁμαρτίας πάσης ἀπήλλακτο, ὥσπερ οὖν ὁ χαλκοῦς ὄφις, ἰοῦ. Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Καὶ τοῦτό ἐστιν, ὅ φησι Παῦλος· Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Καθάπερ γάρ τις ἀθλητὴς γενναῖος, ὅταν ἐπὶ μετεώρου τὸν ἀνταγωνιστὴν ἄρας καὶ καταῤῥάξας, λαμπροτέραν ἀποφαίνῃ τὴν νίκην· οὕτω καὶ ὁ Χριστὸς, τῆς οἰκουμένης ἁπάσης ὁρώσης, τὰς ἀντικειμένας δυνάμεις κατέβαλε, καὶ τοὺς ἐπὶ τῆς ἐρημίας πληττομένους ἰασάμενος, πάντων τῶν θηρίων ἀπήλλαξε κρεμασθεὶς ἐπὶ τοῦ σταυροῦ. Ἀλλ' οὐκ εἶπε, κρεμασθῆναι δεῖ, ἀλλ', Ὑψωθῆναι. Ὅπερ γὰρ εὐφημότερον εἶναι ἐδόκει διὰ τὸν ἀκροώμενον, καὶ ἐγγὺς τοῦ τύπου, τοῦτο τέθεικεν. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μὴ θαυμάσῃς ὅτι ἐγὼ μέλλω ὑψοῦσθαι, ἵνα σωθῆτε ὑμεῖς. Καὶ γὰρ καὶ τῷ Πατρὶ τοῦτο δοκεῖ, καὶ αὐτὸς οὕτως ὑμᾶς ἠγάπησεν, ὡς ὑπὲρ τῶν δούλων δοῦναι τὸν Υἱὸν, καὶ δούλων ἀγνωμόνων. Καίτοι οὐκ ἄν τις οὐδὲ ὑπὲρ φίλου τοῦτο ποιήσειεν, [οὐδὲ ὑπὲρ δικαίου ταχέως, ὅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγε·] Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται. Ἀλλ' ἐκεῖνος μὲν πλατύτερον, ἐπειδὴ πρὸς πιστοὺς διελέγετο· ἐνταῦθα δὲ συνεσταλμένως μὲν ὁ Χριστὸς, ἐπειδὴ πρὸς Νικόδημον ἦν ὁ λόγος, ἐμφαντικώτερον δέ. Καὶ γὰρ ἑκάστη λέξις πολλὴν ἔχει τὴν ἔμφασιν. Τῷ τε γὰρ εἰπεῖν, Οὕτως ἠγάπησε, καὶ τῷ, Ὁ Θεὸς τὸν κόσμον, πολλὴν δείκνυσι τῆς ἀγάπης τὴν ἐπίτασιν. Πολὺ γὰρ τὸ μέσον καὶ ἄπειρον ἦν. Ὁ γὰρ ἀθάνατος, ὁ ἄναρχος, ἡ μεγαλωσύνη ἡ ἀπέραντος, τοὺς ἀπὸ γῆς καὶ σποδοῦ, τοὺς μυρίων γέμοντας ἁμαρτημάτων, τοὺς διὰ παντὸς προσκεκρουκότας τοῦ χρόνου, τοὺς ἀγνώμονας, τούτους ἠγάπησε. Καὶ τὰ μετὰ ταῦτα δὲ πάλιν 59.160 ὁμοίως ἐμφαντικὰ, ἅπερ ἐπήγαγε λέγων· Ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν· οὐ δοῦλον, οὐκ ἄγγελον, οὐκ ἀρχάγγελόν φησι. Καίτοι γε οὐδ' ἂν περὶ παῖδά τις τοσαύτην ἐπεδείξατο σπουδὴν, ὅσην περὶ τοὺς οἰκέτας τοὺς ἀγνώμονας ὁ Θεός. Τὸ μὲν οὖν πάθος οὐ σφόδρα γυμνῶς τίθησιν, ἀλλὰ συνεσκιασμένως· τὸ δὲ ἀπὸ τοῦ πάθους κέρδος, σαφῶς καὶ ἀνακεκαλυμμένως, λέγων οὕτως· Ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ἐπειδὴ γὰρ εἶπεν, Ὑψωθῆναι δεῖ, καὶ τὸν θάνατον ᾐνίξατο, ἵνα μὴ κατηφὴς ὁ ἀκροατὴς ἀπὸ τούτων γένηται τῶν ῥημάτων, ἀνθρώπινόν τι περὶ αὐτοῦ ὑποπτεύων, καὶ τὸν θάνατον αὐτοῦ νομίζων ἀνυπαρξίαν εἶναι, σκόπει πῶς αὐτὸ διορθοῦται, Υἱόν τε Θεοῦ λέγων εἶναι τὸν διδόμενον, καὶ ζωῆς αἴτιον εἶναι, καὶ ζωῆς αἰωνίου. Οὐκ ἂν δὲ ὁ τοῖς ἄλλοις ζωὴν παρέχων διὰ τοῦ θανάτου, αὐτὸς ἔμελλεν εἶναι ἐν τῷ θανάτῳ διηνεκῶς. Εἰ γὰρ οἱ πιστεύοντες εἰς τὸν ἐσταυρωμένον οὐκ ἀπόλλυνται, πολλῷ μᾶλλον αὐτὸς σταυρωθεὶς οὐκ ἀπολεῖται. Ὁ γὰρ τῶν ἄλλων τὴν ἀπώλειαν ἀναιρῶν, πολλῷ μᾶλλον αὐτὸς ταύτης ἀπήλλακται· ὁ τοῖς ἄλλοις παρέχων ζωὴν, πολλῷ μᾶλλον ἑαυτῷ πηγάζει ζωήν. Ὁρᾷς ὅτι πανταχοῦ πίστεως χρεία; Τὸν γὰρ σταυρὸν πηγὴν ζωῆς εἶναί φησιν, ὃ λογισμὸς μὲν οὐκ ἂν ῥᾳδίως παραδέξαιτο· καὶ 108
μαρτυροῦσιν ἔτι καὶ νῦν Ἕλληνες καταγελῶντες· ἡ δὲ τὴν τῶν λογισμῶν ἀσθένειαν ὑπερβαίνουσα πίστις, ῥᾳδίως ἂν αὐτὸ καὶ δέξαιτο καὶ κατάσχοι. Πόθεν δὲ οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον; Ἄλλοθεν μὲν οὐδαμόθεν, ἐξ ἀγαθότητος δὲ μόνης. γʹ. Ἐντραπῶμεν τοίνυν αὐτοῦ τὴν ἀγάπην· αἰσχυνθῶμεν τῆς φιλανθρωπίας τὴν ὑπερβολήν. Αὐτὸς μὲν γὰρ οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο δι' ἡμᾶς· ἡμεῖς δὲ καὶ χρημάτων φειδόμεθα καθ' ἑαυτῶν. Αὐτὸς καὶ τὸν γνήσιον Υἱὸν ἔδωκεν ὑπὲρ ἡμῶν· ἡμεῖς δὲ οὐδὲ ἀργυρίου καταφρονοῦμεν ὑπὲρ αὐτοῦ, ἀλλ' οὐδὲ ὑπὲρ ἡμῶν. Καὶ πῶς ἂν εἴη ταῦτα συγγνώμης ἄξια; Κἂν μὲν ἄνθρωπον ἴδωμεν κινδύνους καὶ θανάτους ὑπὲρ ἡμῶν καταδεξάμενον, πάντων προτίθεμεν, καὶ ἐν τοῖς πρώτοις ἀριθμοῦμεν τῶν φίλων, καὶ πάντα αὐτῷ τὰ ἡμέτερα ἐγχειρίζομεν, καὶ αὐτοῦ μᾶλλον ἢ ἡμέτερα εἶναί φαμεν· καὶ οὐδὲ οὕτως ἡγούμεθα ἀντίδοσιν ἀξίαν αὐτῷ διδόναι. Ἐπὶ δὲ τοῦ Χριστοῦ οὐδὲ τοῦτο τὸ μέτρον τῆς εὐγνωμοσύνης φυλάττομεν· ἀλλ' ἐκεῖνος μὲν τὴν ψυχὴν ἔθηκεν ὑπὲρ ἡμῶν, καὶ τὸ αἷμα τὸ τίμιον ἐξέχεε δι' ἡμᾶς, τοὺς οὐκ εὔνους οὐδὲ ἀγαθοὺς γεγενημένους· ἡμεῖς δὲ οὐδὲ χρήματα χέομεν δι' ἑαυτοὺς, ἀλλὰ περιορῶμεν αὐτὸν γυμνὸν καὶ ξένον ὑπὲρ ἡμῶν ἀποθανόντα. Καὶ τίς ἡμᾶς τῆς μελλούσης ἐξαιρήσεται κολάσεως; Εἰ γὰρ μὴ ὁ Θεὸς, ἀλλ' ἡμεῖς ἑαυτοὺς ἐκολάζομεν, ἆρα οὐκ ἂν καθ' ἑαυτῶν τὴν ψῆφον ἐξηνέγκαμεν; ἆρα οὐκ ἂν τὸ τῆς γεέννης ἑαυτοὺς κατεδικάσαμεν πῦρ, τὸν ὑπὲρ ἡμῶν τὴν ψυχὴν θέντα λιμῷ τηκόμενον περιορῶντες; Καὶ τί λέγω χρήματα; Εἰ γὰρ μυρίας εἴχομεν ψυχὰς, οὐχ ἁπάσας ὑπὲρ αὐτοῦ θεῖναι ἐχρῆν; Καίτοι γε οὐδὲ οὕτως ἄξιόν τι τῆς εὐεργεσίας ἐποιήσαμεν ἄν. Ὁ μὲν γὰρ πρώτως εὐεργετῶν, φανερὰν ἐπιδείκνυται τὴν χρηστότητα· ὁ δὲ εὐεργετηθεὶς, ὅ τι ἂν ἀντιδῷ, ὀφειλὴν ἀποδίδωσιν, οὐ χάριν κατατίθεται· καὶ μάλιστα ὅταν ὁ κατάρξας ἐχθροὺς εὐεργετῶν εἴη, καὶ ὁ ἀντιδιδοὺς καὶ εἰς εὐεργέτην κατατιθῆται τὰ γινόμενα, καὶ αὐτὸς αὐτῶν ἀπολαύῃ πάλιν. Ἀλλ' ἡμᾶς οὐδὲ 59.161 ταῦτα ἐφέλκεται· ἀλλ' οὕτως ἐσμὲν ἀγνώμονες, ὡς οἰκέταις μὲν καὶ ἡμιόνοις καὶ ἵπποις περιδέραια χρυσᾶ περιτιθέναι, τὸν δὲ Δεσπότην γυμνὸν περιϊόντα, καὶ θύρας ἐκ θυρῶν ἀμείβοντα, καὶ ἀεὶ πρὸς ταῖς ἐξόδοις ἱστάμενον καὶ χεῖρας ἐκτείνοντα περιορᾷν, πολλάκις δὲ καὶ ἀπηνεῖ βλέπειν αὐτὸν ὀφθαλμῷ· καίτοι γε καὶ τοῦτο αὐτὸ δι' ἡμᾶς ὑπομένει. Ἡδέως γὰρ πεινᾷ, ἵνα σὺ τραφῇς· καὶ γυμνὸς περίεισιν, ἵνα σοι παράσχῃ τοῦ τῆς ἀφθαρσίας ἐνδύματος τὴν ὑπόθεσιν. Ἀλλ' οὐδὲ οὕτω προΐεσθε τῶν ὑμετέρων οὐδέν· ἀλλὰ τῶν ἱματίων τὰ μέν ἐστι σητόβρωτα, τὰ δὲ ἄχθος τῷ κιβωτίῳ, καὶ περιττὴ φροντὶς τοῖς κεκτημένοις· ὁ δὲ καὶ ταῦτα καὶ τὰ ἄλλα πάντα δεδωκὼς, γυμνὸς περίεισιν. Ἀλλ' οὐκ ἐν τῷ κιβωτίῳ αὐτὰ ἀποτίθεσθε, ἀλλ' αὐτοὶ περιβεβλημένοι καλλωπίζεσθε; Εἰπὲ, τί τὸ πλέον ὑμῖν ἀπὸ τούτων; Ἵνα τὸ τῶν ἀγοραίων ἴδῃ πλῆθος ὑμᾶς; Καὶ τί τοῦτο; Οὐ γὰρ τὸν περικείμενόν σε ταῦτα θαυμάσονται, ἀλλὰ τὸν τοῖς δεομένοις παρέχοντα. Ὥστε εἰ βούλει θαυμάζεσθαι, ἑτέρους περιβάλλων, μᾶλλον μυρίων ἀπολαύσῃ κρότων. Τότε σε καὶ ὁ Θεὸς ἐπαινέσεται μετὰ τῶν ἀνθρώπων. Νυνὶ δὲ ἐπαινέσεται μὲν οὐδεὶς, φθονήσουσι δὲ ἅπαντες, τὸ 59.162 μὲν σῶμα κοσμούμενον ὁρῶντες, τὴν δὲ ψυχὴν ἠμελημένην ἔχοντα. Οὗτος καὶ γυναιξὶ πόρναις πρόσεστιν ὁ κόσμος· πολλάκις δὲ καὶ πολυτελέστερα καὶ φαιδρότερα παρ' ἐκείναις τὰ ἱμάτια· ὁ δὲ τῆς ψυχῆς κόσμος παρὰ τοῖς ἐν ἀρετῇ ζῶσι μόνον ἐστί. Ταῦτα συνεχῶς λέγω, καὶ λέγων οὐ παύσομαι, οὐ πενήτων οὕτω κηδόμενος, ὡς τῶν ὑμετέρων ψυχῶν. Ἐκείνοις μὲν γὰρ, κἂν μὴ παρ' ἡμῶν, ἀλλ' ὅμως ἑτέρωθεν ἔσται τις παραμυθία· κἂν μὴ γένηται παραμυθία, ἀλλὰ λιμῷ διαφθαρῶσιν, οὐδὲν μέγα τὸ τῆς ζημίας αὐτοῖς. Τί γὰρ ἔβλαψε τὸν Λάζαρον ἡ πενία καὶ τὸ λιμῷ τήκεσθαι; Ὑμᾶς δὲ οὐδεὶς ἐξαιρήσεται τῆς γεέννης, ἂν μὴ τῆς παρὰ τῶν πενήτων τύχητε βοηθείας. Ἀλλ' ἐροῦμεν τὰ αὐτὰ τῷ πλουσίῳ, τῷ διηνεκῶς μὲν τηγανιζομένῳ, παραμυθίας δὲ μηδεμιᾶς τυγχάνοντι. Ἀλλὰ μὴ γένοιτο, μηδένα ταῦτα ἀκοῦσαί ποτε τὰ ῥήματα, ἀλλ' εἰς τοὺς κόλπους Ἀβραὰμ ἀπελθεῖν· 109
χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.161 ΟΜΙΛΙΑ ΚΗʹ. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον. αʹ. Πολλοὶ τῶν ῥᾳθυμοτέρων εἰς ἁμαρτημάτων μέγεθος καὶ ὀλιγωρίας ὑπερβολὴν τῇ τοῦ Θεοῦ κεχρημένοι φιλανθρωπίᾳ, ταῦτα φθέγγονται τὰ ῥήματα· Οὐκ ἔστι γέεννα, οὐκ ἔστι κόλασις, πάντα ὁ Θεὸς ἀφίησιν ἡμῖν τὰ ἁμαρτήματα Οὕσπερ ἐπιστομίζων σοφός τις ἀνήρ φησι· Μὴ εἴπῃς, Ὁ οἰκτιρμὸς αὐτοῦ πολὺς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· ὅτι ἔλεος καὶ ὀργὴ παρ' αὐτῷ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ· καὶ πάλιν, Κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, πολὺς καὶ ὁ ἔλεγχος αὐτοῦ. Καὶ ποῦ, φησὶ, τὰ τῆς φιλανθρωπίας, εἰ τὰ κατ' ἀξίαν ἀποληψόμεθα τῶν ἁμαρτημάτων; Ὅτι μὲν τὰ κατ' ἀξίαν ἀποληψόμεθα, ἄκουε καὶ τοῦ Προφήτου καὶ τοῦ Παύλου λέγοντος· τοῦ μὲν, ὅτι Σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῦ δὲ, Ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Ὅτι δὲ καὶ οὕτω πολλὴ ἡ φιλανθρωπία τοῦ Θεοῦ, καὶ τοῦτο ἐντεῦθεν δῆλον. Εἰς γὰρ δύο ζωῆς αἰῶνας τὰ ἡμέτερα διελὼν ὁ Θεὸς τούτους, τὸν παρόντα καὶ τὸν μέλλοντα βίον, καὶ τὸν μὲν ἐν ἀγώνων τάξει, τὸν δὲ ἐν χώρᾳ στεφάνων ποιήσας εἶναι, πολλὴν κἀντεῦθεν τὴν φιλανθρωπίαν ἐπεδείξατο. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι πράξαντος πολλὰ καὶ χαλεπὰ ἁμαρτήματα, καὶ οὐ διαλιπόντας ἀπὸ νεότητος εἰς ἔσχατον γῆρας μυρίοις τὴν ψυχὴν καταῤῥυπαίνειν ἑαυτῶν κακοῖς, οὐδενὸς τούτων ἀπῄτησεν εὐθύνας ἡμᾶς τῶν ἁμαρτημάτων, ἀλλ' ἔδωκεν αὐτῶν ἄφεσιν διὰ λουτροῦ παλιγγενεσίας, καὶ δικαιοσύνην καὶ ἁγιασμὸν ἐχαρίσατο. Τί οὖν, φησὶν, ἂν ἐκ πρώτης ἡλικίας μυστηρίων καταξιωθείς τις μετὰ ταῦτα μυρία ἁμάρτῃ; Ὁ τοιοῦτος λοιπὸν μείζονος κολάσεως ἄξιος. Τῶν γὰρ αὐτῶν ἁμαρτημάτων οὐ τὰς αὐτὰς τίννυμεν δίκας, ἀλλὰ πολλῷ χαλεπωτέρας, ὅταν μετὰ μυσταγωγίαν πλημμελήσωμεν. Καὶ δηλοῖ Παῦλος οὕτω λέγων· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὴν χάριν τοῦ Πνεύματος ἐν 59.162 υβρίσας; Μείζονος οὖν ἔσται κολάσεως ἄξιος ὁ τοιοῦτος. Πλὴν ἀλλὰ καὶ τούτῳ μετανοίας ἀνέῳξε θύρας, καὶ πολλοῖς τρόποις ἔδωκεν ἀπονίψασθαι τὰ πεπλημμελημένα, ἂν ἐθέλῃ. Ἐννόησον οὖν ἡλίκα ταῦτα φιλανθρωπίας δείγματα, τὸ καὶ χάριτι ἀφεῖναι, καὶ μετὰ τὴν χάριν τὸν ἁμαρτόντα καὶ ἄξιον ὄντα κολάσεως μὴ κολάζειν, ἀλλὰ διδόναι καιρὸν καὶ προθεσμίαν ἀπολογίας αὐτῷ. Διὰ ταῦτα πάντα ὁ Χριστὸς πρὸς τὸν Νικόδημον ἔλεγεν· Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον. Δύο γάρ εἰσιν αἱ τοῦ Χριστοῦ παρουσίαι· ἡ ἤδη γεγενημένη, καὶ ἡ μέλλουσα· οὐκ ἐπὶ τοῖς αὐτοῖς δὲ αἱ δύο, ἀλλ' ἡ μὲν προτέρα γέγονεν, οὐχ ἵνα ἐξετάσῃ τὰ πεπραγμένα ἡμῖν, ἀλλ' ἵνα ἀφῇ ἡ δὲ δευτέρα, οὐχ ἵνα ἀφῇ, ἀλλ' ἵνα ἐξετάσῃ. Διὰ τοῦτο περὶ μὲν τῆς προτέρας φησίν· Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον· περὶ δὲ τῆς δευτέρας, Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, καὶ τὰ ἐρίφια ἐξ εὐωνύμων. Καὶ ἀπελεύσονται οἱ μὲν εἰς ζωὴν, οἱ δὲ εἰς κόλασιν αἰώνιον. Καίτοι γε καὶ ἡ προτέρα παρουσία κρίσεως ἦν κατὰ τὸν τοῦ δικαίου λόγον. Διατί; Ὅτι πρὸ τῆς αὐτοῦ παρουσίας νόμος ἦν φυσικὸς, καὶ προφῆται, καὶ γραπτὸς πάλιν νόμος, καὶ διδασκαλία, καὶ μυρίαι ἐπαγγελίαι, καὶ σημείων ἐπιδείξεις, καὶ κολάσεις καὶ τιμωρίαι, καὶ πολλὰ ἕτερα τὰ διορθοῦν δυνάμενα· καὶ ἀκόλουθον ἦν τούτων πάντων ἀπαιτῆσαι εὐθύνας· ἀλλ' ἐπειδὴ φιλάνθρωπός ἐστιν, οὐ ποιεῖται 110
ἐξέτασιν, ἀλλὰ συγχώρησιν τέως. Ἐπεὶ εἰ τοῦτο ἐποίησεν, ἅπαντες ἂν ἀθρόον ἀνηρπάσθησαν· Πάντες γὰρ ἥμαρτον, φησὶν, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Εἶδες φιλανθρωπίας ἄφατον ὑπερβολήν; Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται. Καὶ μὴν εἰ μὴ διὰ τοῦτο ἦλθεν, ἵνα κρίνῃ τὸν κόσμον, πῶς ὁ μὴ πιστεύων ἤδη κέκριται, εἰ μηδέπω πάρεστι τῆς κρίσεως ὁ καιρός; Ἢ τοῦτο οὖν φησιν, ὅτι αὐτὸ τὸ ἀπιστεῖν ἀμετανόητα, κόλασίς ἐστι· τὸ γὰρ ἐκτὸς εἶναι 59.163 τοῦ φωτὸς, καὶ κατ' αὐτὸ μεγίστην ἔχει τὴν τιμωρίαν· ἢ τὸ μέλλον προαναφωνεῖ. Καθάπερ γὰρ ὁ φονεύων, κἂν μὴ τῇ ψήφῳ τοῦ κρίνοντος καταδικασθῇ, τῇ τοῦ πράγματος καταδεδίκασται φύσει, οὕτω καὶ ὁ ἄπιστος. Ἐπεὶ καὶ ὁ Ἀδὰμ ᾗ ἡμέρᾳ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανεν. Οὕτω γὰρ καὶ ἡ ἀπόφασις εἶχεν· Ἧ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, φησὶν, ἀποθανεῖσθε. Καίτοι γε ἔζη. Πῶς οὖν ἀπέθανε; Τῇ ἀποφάσει καὶ τῇ τοῦ πράγματος φύσει. Ὁ γὰρ ὑπεύθυνον ἑαυτὸν τῇ κολάσει ποιήσας, ὑπὸ τὴν τιμωρίαν ἐστὶ, κἂν μὴ τῷ πράγματι τέως, ἀλλὰ τῇ ψήφῳ. Ἵνα γὰρ μὴ ἀκούσας τις, ὅτι Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀτιμωρητὶ νομίσῃ ἁμαρτάνειν, καὶ ῥᾳθυμότερος γένηται, καὶ ταύτην ἀποτειχίζει τὴν ὀλιγωρίαν, λέγων, Ἤδη κέκριται. Ἐπειδὴ γὰρ ἔμελλεν ἡ κρίσις, καὶ οὔπω παρῆν, ἐγγὺς ἄγει τὸν φόβον τῆς τιμωρίας, καὶ δείκνυσιν ἤδη τὴν κόλασιν. Καὶ τοῦτο δὲ αὐτὸ πολλῆς φιλανθρωπίας ἐστὶ, τὸ μὴ μόνον δοῦναι τὸν Υἱὸν, ἀλλὰ καὶ τὸν τῆς κρίσεως ἀναβάλλεσθαι καιρὸν, ἵνα γένηται ἐξουσία τοῖς ἡμαρτηκόσι καὶ τοῖς ἀπιστοῦσιν ἀπονίψασθαι τὰ πεπλημμελημένα. Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται· ὁ πιστεύων, οὐχ ὁ περιεργαζόμενος· ὁ πιστεύων, οὐχ ὁ πολυπραγμονῶν. Τί οὖν, ἂν ἀκάθαρτον βίον ἔχῃ καὶ πράξεις οὐκ ἀγαθάς; Μάλιστα μὲν τοὺς τοιούτους οὐδὲ γνησίους εἶναι πιστοὺς ὁ Παῦλός φησι· Θεὸν γὰρ ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Πλὴν ἐνταῦθα ἐκεῖνό φησιν, ὅτι κατ' αὐτὸ τοῦτο οὐ κρίνεται, ἀλλὰ τῶν μὲν ἔργων χαλεπωτέραν δώσει δίκην, ἀπιστίας δὲ ἕνεκα οὐ κολάζεται διὰ τὸ πιστεῦσαι ἅπαξ. βʹ. Ὁρᾷς πῶς ἀπὸ φοβερῶν ἀρξάμενος, εἰς αὐτὰ δὴ ταῦτα πάλιν κατέληξεν; Ἀρχόμενος μὲν γὰρ ἔλεγεν, Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· ἐνταῦθα δὲ πάλιν, ὅτι Ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν, ἤδη κέκριται τουτέστι, μὴ νομίσῃς τὴν ἀναβολὴν ὠφελεῖν τι τὸν ὑπεύθυνον ἤδη γεγενημένον, ἐὰν μὴ μεταβάληται. Τῶν γὰρ ἤδη καταδικασθέντων καὶ κολαζομένων οὐδὲν ἄμεινον διακείσεται ὁ μὴ πιστεύσας. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι ἦλθε τὸ φῶς εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Διὰ τοῦτο κολάζονται, ὅτι σκότος ἀφεῖναι καὶ φωτὶ προσδραμεῖν οὐκ ἠβουλήθησαν. Ἐνταῦθα λοιπὸν καὶ ἀπολογίας αὐτοὺς ἀποστερεῖ πάσης. Εἰ μὲν γὰρ ἦλθον κολάζων, φησὶ, καὶ ἀπαιτῶν εὐθύνας τῶν πεπραγμένων, εἶχον εἰπεῖν ὅτι διὰ τοῦτο ἀπεπηδήσαμεν. Νῦν δὲ ἦλθον ἀπαλλάξαι σκότους, καὶ πρὸς φῶς ἀγαγεῖν. Τίς οὖν τὸν μὴ βουλόμενον ἀπὸ σκότους φωτὶ προσελθεῖν ἐλεήσειεν ἄν; Οὐδὲν γὰρ ἔχοντες ἡμῖν ἐγκαλεῖν, ἀλλὰ μυρία εὐεργετούμενοι, φησὶν, ἀποπηδῶσιν ἡμῶν. Τοῦτο καὶ ἀλλαχοῦ ἐγκαλῶν αὐτοῖς ἔλεγεν, Ἐμίσησάν με δωρεάν· καὶ πάλιν, Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Ὁ μὲν γὰρ ἐν ἀπουσίᾳ φωτὸς ἐν σκότει καθήμενος, ἴσως ἂν συγγνώμην σχοίη· ὁ δὲ μετὰ τὴν παρουσίαν αὐτῷ τῷ σκότει προσεδρεύων, διεστραμμένης γνώμης καὶ φιλονείκου τεκμήριον ἐπιφέρει καθ' ἑαυτοῦ. Εἶτα ἐπειδὴ ἐδόκει τὸ εἰρημένον ἄπιστον εἶναι τοῖς πολλοῖς (οὐδεὶς γὰρ ἂν σκότος προτιμήσειε φωτὸς), τίθησι καὶ τὴν αἰτίαν ἀφ' ἧς τοῦτο ἔπαθον. Τίς οὖν ἐστιν αὕτη; Ἦν γὰρ αὐτῶν, φησὶ, πονηρὰ τὰ ἔργα. Πᾶς δὲ ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ αὐτοῦ τὰ 59.164 ἔργα. Καὶ μὴν οὐ κρίνων οὐδὲ ἐξετάζων ἦλθεν, ἀλλὰ συγχωρῶν καὶ ἀφιεὶς τὰ πλημμεληθέντα, καὶ ἀπὸ πίστεως σωτηρίαν διδούς. Πῶς οὖν ἔφυγον; Εἰ μὲν γὰρ εἰς δικαστήριον ἐλθὼν ἐκάθισεν, εἶχέ τινα λόγον τὸ εἰρημένον· ὁ γὰρ πονηρὰ συνειδὼς ἑαυτῷ, τὸν 111
δικάζοντα φεύγειν εἴωθε· τῷ δὲ συγχωροῦντι καὶ προστρέχουσιν οἱ πεπλημμεληκότες. Εἰ τοίνυν συγχωρῶν ἦλθε, τούτους μάλιστα προσδραμεῖν εἰκὸς ἦν, τοὺς πολλὰ συνειδότας ἑαυτοῖς ἁμαρτήματα· ὅπερ οὖν καὶ ἐπὶ πολλῶν γέγονε. Καὶ γὰρ καὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες, συνανέκειντο τῷ Ἰησοῦ. Τί οὖν ἐστι τὸ λεγόμενον; Περὶ τῶν αἱρουμένων διαπαντὸς ἐν κακίᾳ μένειν ταῦτα λέγει. Αὐτὸς μὲν γὰρ διὰ τοῦτο ἦλθεν, ἵνα τὰ μὲν πρότερα ἀφῇ ἁμαρτήματα, πρὸς δὲ τὰ μέλλοντα ἀσφαλίσηται. Ἐπειδὴ δὲ τινές εἰσιν οὕτω χαῦνοι καὶ διαλελυμένοι πρὸς τοὺς τῆς ἀρετῆς πόνους, ὡς εἰς ἐσχάτας ἀναπνοὰς βούλεσθαι προσεδρεύειν τῇ πονηρίᾳ, καὶ μηδέποτε αὐτῆς ἀφίστασθαι, τούτους ἐπισκώπτων ἐνταῦθα δηλοῖ. Ἐπειδὴ γὰρ ὁ Χριστιανισμὸς καὶ τὸ τῆς τῶν δογμάτων ὀρθότητος καὶ πολιτείαν ὑγιαίνουσαν ἀπαιτεῖ, δεδοίκασι, φησὶ, μεταθέσθαι πρὸς ἡμᾶς, ἐπειδὴ μὴ βούλονται βίον ὀρθὸν ἐπιδείξασθαι. Τὸν μὲν γὰρ ἐν Ἑλληνισμῷ ζῶντα οὐδεὶς ἂν διελέγξειεν. Ὁ γὰρ θεοὺς τοιούτους ἔχων, καὶ ἑορτὰς ὁμοίως τοῖς θεοῖς αἰσχρὰς καὶ καταγελάστους, ἄξια τῶν δογμάτων καὶ τὰ ἔργα ἐπιδείκνυται· οἱ δὲ τοῦ Θεοῦ, ῥᾳθύμως ζῶντες, ἅπαντας εὐθύνοντας ἔχουσι καὶ κατηγόρους· τοσοῦτον καὶ παρὰ τοῖς ἐχθροῖς τῆς ἀληθείας ἐστὶ τὸ θαῦμα. Ὅρα τοίνυν πῶς μετὰ ἀκριβείας τίθησιν ὅ φησιν. Οὐ γὰρ εἶπεν, ὁ φαῦλα πράξας οὐκ ἔρχεται πρὸς τὸ φῶς· ἀλλ', ὁ πράσσων ἀεὶ, τουτέστιν, ὁ ἀεὶ βουλόμενος ἐγκαλινδεῖσθαι τῷ τῆς ἁμαρτίας βορβόρῳ, οὐ βούλεται τοῖς νόμοις ἑαυτὸν ὑποβάλλειν τοῖς ἐμοῖς, ἀλλ' ἔξω μένων πορνεύει μετὰ ἀδείας, καὶ τὰ ἄλλα πάντα πράττει τὰ κεκωλυμένα. Ἐνταῦθα γὰρ ἐλθὼν, ὡς ἐν φωτὶ κλέπτης, κατάδηλος γίνεται. Διὰ ταῦτα τὴν ἀρχὴν φεύγει τὴν ἐμήν. Πολλῶν γοῦν ἔστιν ἀκοῦσαι καὶ νῦν Ἑλλήνων λεγόντων, διὰ τοῦτο μὴ δύνασθαι πρὸς τὴν πίστιν τὴν ἡμετέραν προσελθεῖν, διὰ τὸ μὴ δύνασθαι μέθης, καὶ πορνείας, καὶ τῶν τοιούτων ἀφίστασθαι πλημμελημάτων. Τί οὖν; φησίν· οὐκ εἰσὶ, καὶ Χριστιανοὶ τὰ φαῦλα πράσσοντες, καὶ Ἕλληνες ἐν φιλοσοφίᾳ ζῶντες; Χριστιανοὶ μὲν ὅτι φαῦλα πράσσοντές εἰσιν, οἶδα κἀγώ· εἰ δὲ καὶ Ἕλληνες ὀρθῶς βιοῦντες, τοῦτο οὐκ ἔτι οἶδα σαφῶς. Μὴ γάρ μοι τοὺς ἀπὸ φύσεως εἴπῃς ἐπιεικεῖς καὶ κοσμίους· οὐ γάρ ἐστι τοῦτο ἀρετή· ἀλλ' εἰπὲ τὸν πολλὴν ἀπὸ τῶν παθῶν ὑπομένοντα βίαν καὶ φιλοσοφοῦντα. Ἀλλ' οὐκ ἂν ἔχοις. Εἰ γὰρ βασιλείας ἐπαγγελία, καὶ γεέννης ἀπειλὴ, καὶ ἄλλη διδασκαλία τοσαύτη, μόλις κατέχουσι τοὺς ἀνθρώπους ἐν ἀρετῇ· σχολῇ γ' ἂν οἱ περὶ μηδενὸς πεπεισμένοι τούτων μετέλθοιεν ἀρετήν. Εἰ δέ τινες καὶ ὑποκρίνονται, δόξης ἕνεκεν τοῦτο ποιοῦσιν· ὁ δὲ δόξης ἕνεκα τοῦτο ποιῶν, ὅταν ἐξῇ λαθεῖν, οὐ φείσεται τοῦ χρήσασθαι ταῖς ἐπιθυμίαις ταῖς πονηραῖς. Πλὴν ἀλλ' ἵνα μὴ δόξωμέν τισιν εἶναι φιλόνεικοι, συγχωρήσωμεν ὀρθῶς βιοῦντας εἶναι ἐν Ἕλλησιν· οὐδέποτε γὰρ τοῦτο ἐναντιοῦται τῷ λόγῳ· Τὸ γὰρ ἐπὶ πολὺ συμβαῖνον εἶπεν, οὐ τὸ σπανιάκις γινόμενον. 59.165 γʹ. Ὅρα δὲ πῶς καὶ ἑτέρωθεν ἀποστερεῖ πάσης ἀπολογίας αὐτοὺς, εἰπὼν, ὅτι Ἦλθε τὸ φῶς εἰς τὸν κόσμον. Μὴ γὰρ αὐτοὶ, φησὶν, αὐτὸ ἐζήτησαν; μὴ γὰρ ἔκαμον; μὴ γὰρ ἐπόνησαν ἵνα εὕρωσιν; Αὐτὸ τὸ φῶς ἦλθε πρὸς αὐτοὺς, καὶ οὐδὲ οὕτω προσέδραμον. Πλὴν ἐπεί τινας καὶ παρὰ Χριστιανοῖς εἶναι πονηρῶς βιοῦντας, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐ περὶ τῶν ἐξ ἀρχῆς γενομένων Χριστιανῶν, καὶ ἐκ προγόνων διαδεξαμένων τὴν εὐσέβειαν τοῦτο λέγει· εἰ καὶ τὰ μάλιστα καὶ οὗτοι πολλάκις ἀπὸ βίου πονηροῦ ἐκ τῆς τῶν δογμάτων ἀκριβείας παρεσαλεύθησαν· ἀλλ' ὅμως οὐ περὶ τούτων αὐτὸν οἶμαι νῦν λέγειν, ἀλλὰ περὶ τῶν ἐξ Ἑλλήνων ἢ Ἰουδαίων ὀφειλόντων πρὸς τὴν ὀρθὴν μεταθέσθαι πίστιν. Δείκνυσι γὰρ ὅτι οὐδεὶς ἂν ἕλοιτο ἐν πλάνῃ ζῶν ἐπὶ τὴν πίστιν ἐλθεῖν, μὴ πρότερον ἐπιγράψας ἑαυτῷ βίον ὀρθόν· καὶ οὐδεὶς ἂν ἐν ἀπιστίᾳ μείνειε, μὴ πρότερον ἑλόμενος διαπαντὸς εἶναι κακός. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι σωφρονεῖ, καὶ οὐχ ἁρπάζει· οὐ γὰρ δὴ ταῦτα μόνα ἐστὶν ἀρετή. Τί γὰρ ὄφελος, ὅταν ταῦτα μὲν ἔχῃ, δόξης δὲ ᾖ δοῦλος κενῆς, καὶ φίλων ἑταιρίαν αἰσχυνόμενος ἐπὶ τῆς πλάνης μένῃ; Τοῦτο γὰρ οὐκ ἔστιν ὀρθῶς βιοῦν. Ὁ δόξης δοῦλος τοῦ πορνεύοντος 112
οὐκ ἐλάττων ἐστίν· οὗτος πολλῷ πλείονα καὶ χαλεπώτερα ἐργάζεται κακὰ ἐκείνου. Ἀλλ' εἰπέ μοί τινα πάντων ἀπηλλαγμένον τῶν παθῶν, καὶ πάσης κακίας ἐλεύθερον, καὶ μένοντα παρ' Ἕλλησιν. Ἀλλ' οὐκ ἂν ἔχοις. Καὶ γὰρ οἱ τὰ μεγάλα παρ' αὐτοῖς κομπάσαντες, καὶ χρημάτων καὶ γαστρὸς περιγενόμενοι, καθώς φασι, δόξῃ μάλιστα πάντων ἀνθρώπων ἐδουλώθησαν· ὃ πάντων αἴτιόν ἐστι τῶν κακῶν. Οὕτω καὶ οἱ Ἰουδαῖοι μεμενήκασιν. Διὸ καὶ ἐγκαλῶν αὐτοῖς ἔλεγε· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες; Καὶ τί δήποτε τῷ Ναθαναὴλ, ᾧ καὶ ἀλήθειαν ἐμαρτύρησεν, οὐ διελέχθη περὶ τούτων, οὐδὲ ἐξέτεινε λόγον μακρόν; Ὅτι οὐδὲ ἐκεῖνος μετὰ τοσαύτης παρεγένετο σπουδῆς. Οὗτος μὲν γὰρ τοῦτο ἔργον ἐτίθετο, καὶ ὃν ἄλλοι καιρὸν ἀναπαύσεως εἶχον, τοῦτον οὗτος καιρὸν ἀκροάσεως ἐποιεῖτο. Ἐκεῖνος δὲ παρ' ἑτέρου πεισθεὶς ἀφίκετο· πλὴν οὐδὲ ἐκεῖνον παρέδραμε· πρὸς γὰρ ἐκεῖνόν φησιν· Ἀπάρτι ὄψεσθε τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας. Τούτῳ δὲ τούτων μὲν οὐδὲν εἶπε, περὶ δὲ τῆς οἰκονομίας καὶ τῆς αἰωνίου ζωῆς διαλέγεται, διαφόρως ἑκάστῳ πρὸς τὴν ὑποκειμένην προαίρεσιν φθεγγόμενος. Ἐκείνῳ μὲν γὰρ, ἐπειδὴ καὶ τὰ τῶν προφητῶν ἠπίστατο καὶ οὐδὲ δειλὸς οὕτως ἦν, ἤρκει τοσοῦτον ἀκοῦσαι μόνον· οὗτος δὲ ἐπειδὴ δειλίᾳ ἔτι κατείχετο, σαφῶς μὲν αὐτῷ τὸ πᾶν οὐκ ἐξεκάλυψε, κατέσεισε δὲ αὐτοῦ τὴν γνώμην, 59.166 ὥστε φόβῳ φόβον ἐκβαλεῖν, τόν τε μὴ πιστεύοντα λέγων κρίνεσθαι, καὶ τὸ μὴ πιστεύειν ἀπὸ πονηρᾶς γίνεσθαι συνειδήσεως. Ἐπειδὴ γὰρ καὶ τῆς παρὰ τῶν ἀνθρώπων δόξης πολὺν ἐποιεῖτο λόγον, καὶ ταύτης μᾶλλον ἢ τῆς κολάσεως (Πολλοὶ γὰρ, φησὶ, τῶν ἀρχόντων ἐπίστευον εἰς αὐτὸν, διὰ δὲ τοὺς Ἰουδαίους οὐχ ὡμολόγουν), καὶ ἀπὸ ταύτης αὐτοῦ καθάπτεται, καὶ δείκνυσι δι' ὧν λέγει, ὅτι οὐκ ἔνεστι τὸν ἐμοὶ μὴ πιστεύοντα δι' ἄλλο τι μὴ πιστεύειν, ἀλλ' ἢ διὰ τὸ βίον ἀκάθαρτον ἔχειν. Καὶ προϊὼν μέν φησιν· Ἐγώ εἰμι τὸ φῶς· ἐνταῦθα δὲ, Ἦλθε τὸ φῶς εἰς τὸν κόσμον. Ἐν γὰρ προοιμίοις συνεσκιασμένως μᾶλλον ἐφθέγγετο· προϊὼν δὲ, σαφέστερον. Ἀλλ' ὅμως ὑπὸ τῆς δόξης ὁ ἄνθρωπος κατείχετο τῆς τῶν πολλῶν· διὸ καὶ οὐδὲ παῤῥησιάζεσθαι ἠνείχετο ὡς ἐχρῆν. Φεύγωμεν τοίνυν τὴν κενὴν δόξαν· τοῦτο γάρ ἐστι πάντων τὸ πάθος τυραννικώτερον. Ἐντεῦθεν πλεονεξία καὶ χρημάτων ἔρως· ἐντεῦθεν μῖσος καὶ πόλεμοι καὶ μάχαι. Ὁ γὰρ τοῦ πλείονος ἐρῶν, οὐδαμοῦ στῆναι δυνήσεται. Ἐρᾷ δὲ οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἀπὸ τοῦ δόξης ἐρᾷν κενῆς. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, πλῆθος εὐνούχων, καὶ ἀνδραπόδων ἀγέλας, καὶ πολλὴν οἱ πολλοὶ περιβάλλονται φαντασίαν; Οὐ χρείας ἕνεκεν, ἀλλ' ὑπὲρ τοῦ μάρτυρας ἔχειν τῆς ἀκαίρου ταύτης φαντασίας τοὺς ἀπαντῶντας. Ἂν τοίνυν ταύτην ἀποτέμωμεν, μετὰ τῆς κεφαλῆς καὶ τὰ λοιπὰ τῆς κακίας ἀνελοῦμεν μέλη, καὶ οὐδὲν τὸ κωλῦσον ἔσται τὴν γῆν ἡμᾶς οἰκεῖν ὡς τὸν οὐρανόν. Οὐδὲ γὰρ πρὸς κακίαν μόνον ὠθεῖ τοὺς ἁλόντας, ἀλλὰ καὶ ταῖς ἀρεταῖς παρυφέστηκε· καὶ ὅταν ἡμᾶς ἐκεῖθεν ἐκβαλεῖν μὴ δυνηθῇ, ἐν αὐτῇ τῇ ἀρετῇ πολλὴν τὴν ζημίαν ἐργάζεται, τοὺς μὲν πόνους ὑποστῆναι ἀναγκάζουσα, τῶν δὲ καρπῶν ἀποστεροῦσα. Ὁ γὰρ πρὸς ταύτην βλέπων, καὶ νηστεύων, καὶ εὐχόμενος, καὶ ἐλεῶν, ἀπέχει τὸν μισθὸν αὐτοῦ. Τί ταύτης τῆς ζημίας ἐλεεινότερον γένοιτ' ἂν, ἀλλ' ἢ ὅταν συμβαίνῃ κόπτεσθαι εἰκῆ καὶ μάτην, καὶ καταγέλαστον γίνεσθαι, καὶ τῆς ἄνωθεν ἐκπίπτειν δόξης; Οὐ γὰρ ἔστιν ἀμφοτέρων ἐφιέμενον, ἀμφοτέρων τυχεῖν. Τυχεῖν μὲν γὰρ ἔστιν ἀμφοτέρων, ὅταν δὴ μὴ ἀμφοτέρων, ἀλλὰ τῆς μιᾶς ἐπιθυμῶμεν τῆς ἐκ τῶν οὐρανῶν· ἀμφοτέρων δὲ ἐρῶντα οὐκ ἔστιν ἀμφοτέρων τυχεῖν. Διόπερ εἰ βουλόμεθα δόξης ἐπιτυγχάνειν, φεύγωμεν τὴν ἀνθρωπίνην δόξαν, καὶ τῆς παρὰ τοῦ Θεοῦ μόνης ἐπιθυμῶμεν. Οὕτω γὰρ καὶ ταύτης κἀκείνης ἐπιτευξόμεθα· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι. χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.165 ΟΜΙΛΙΑ ΚΘʹ. Ἦλθε δὲ εἰς τὴν 113
Ἰουδαίαν γῆν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ διέτριβε μετ' αὐτῶν, καὶ ἐβάπτιζεν. αʹ. Οὐδὲν τῆς ἀληθείας φανερώτερον, οὐδὲ ἰσχυρότερον γένοιτ' ἂν, ὥσπερ τοῦ ψεύδους οὐδὲν ἀσθενέστερον, κἂν μυρίοις παραπετάσμασι συσκιάζηται. Εὐφώρατόν τε γὰρ καὶ οὕτω γίνεται, καὶ καταῤῥεῖ ῥᾳδίως. Ἡ δὲ ἀλήθεια γυμνὴ πρόκειται πᾶσι τοῖς βουλομένοις αὐτῆς τὴν ὥραν περισκοπεῖν· καὶ οὔτε λανθάνειν βούλεται, οὔτε κίνδυνον δέδοικεν, οὐκ ἐπιβουλὰς τρέμει, οὐ δόξης ἐφίεται τῆς παρὰ τῶν πολλῶν, οὐκ ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων ἐστὶν ὑπεύθυ 59.166 νος· ἀλλὰ πάντων ἕστηκεν ἀνωτέρω, δεχομένη μὲν μυρίας ἐπιβουλὰς, μένουσα δὲ ἀκαταγώνιστος, καὶ τοὺς πρὸς αὐτὴν καταφεύγοντας, ὥσπερ ἐν ἀσφαλεῖ τειχίῳ φυλάττουσα, τῇ τῆς οἰκείας δυνάμεως ὑπερβολῇ, καὶ τὰς μὲν λαθραίους ἐκτρεπομένη καταδύσεις, πᾶσι δὲ εἰς τὸ μέσον προτιθεῖσα τὰ παρ' ἑαυτῆς. Τοῦτο γοῦν καὶ ὁ Χριστὸς τῷ Πιλάτῳ διαλεγόμενος ἐδήλου λέγων· Ἐγὼ πάντοτε παῤῥησίᾳ ἐδίδαξα, καὶ ἐν κρυφῇ ἐλάλησα οὐδέν. Τοῦτο καὶ τότε εἶπε, καὶ νῦν ἔπραξεν. Μετὰ ταῦτα ἦλθεν εἰς τὴν Ἰου 59.167 δαίαν γῆν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ διέτριβε, καὶ ἐβάπτιζεν. Ἐν μὲν γὰρ ταῖς ἑορταῖς εἰς τὴν πόλιν ἀνῄει, ὥστε ἐν μέσοις αὐτοῖς προτιθέναι τὰ δόγματα, καὶ τὴν ἀπὸ τῶν θαυμάτων ὠφέλειαν· μετὰ δὲ τὸ λυθῆναι τὰς ἑορτὰς, ἐπὶ τὸν Ἰορδάνην πολλάκις ἤρχετο, ἐπειδὴ καὶ ἐνταῦθα πολλοὶ συνέτρεχον. Τοὺς δὲ πολυοχλοῦντας ἀεὶ κατελάμβανε τόπους, οὐκ ἐπιδεικνύμενος οὐδὲ φιλοτιμούμενος, ἀλλὰ πλείοσι τὴν παρ' ἑαυτοῦ παρέχειν ὠφέλειαν σπουδάζων. Καίτοι προϊών φησιν ὁ Εὐαγγελιστὴς, ὅτι Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ· ὅθεν δῆλον, ὅτι καὶ ἐνταῦθα τοῦτο λέγει, ὅτι αὐτοὶ ἐβάπτιζον μόνοι. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ ἐβάπτιζεν; Προλαβὼν Ἰωάννης εἶπεν, ὅτι Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ, καὶ πυρί· Πνεῦμα δὲ οὔπω ἦν δεδωκώς. Εἰκότως οὖν οὐκ ἐβάπτιζεν· οἱ δὲ μαθηταὶ τοῦτο ἔπραττον, βουλόμενοι πολλοὺς προσάγειν τῇ σωτηριώδει διδασκαλίᾳ. Καὶ τί δήποτε, τῶν μαθητῶν τοῦ Ἰησοῦ βαπτιζόντων, οὐκ ἐπαύσατο Ἰωάννης τοῦτο ποιῶν, ἀλλὰ μεμένηκε καὶ αὐτὸς βαπτίζων, καὶ μέχρι τῆς εἰς τὸ δεσμωτήριον εἰσαγωγῆς τοῦτο ἔπραττε; Τὸ γὰρ εἰπεῖν, Ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνών· καὶ ἐπαγαγεῖν, Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν, δηλοῦντος ἦν, ὅτι ἕως τότε οὐκ ἐπαύσατο τοῦτο ποιῶν. Καὶ τίνος, φησὶν, ἕνεκεν ἕως τότε ἐβάπτιζε; καίτοι γε σεμνοτέρους ἂν ἀπέφηνε τοὺς μαθητὰς τοῦ Ἰησοῦ, εἴ γε ἐκείνων ἀρξαμένων αὐτὸς ἐπαύσατο. Τίνος οὖν ἕνεκεν ἐβάπτιζεν; Ἵνα μὴ τοὺς ἑαυτοῦ μαθητὰς εἰς πλείονα ζῆλον ἐμβάλῃ, καὶ φιλονεικοτέρους ἐργάσηται. Εἰ γὰρ μυριάκις βοῶν, καὶ τῶν πρωτείων ἀεὶ τῷ Χριστῷ παραχωρῶν, καὶ τοσοῦτον ἑαυτὸν ἐλαττῶν, οὐκ ἔπεισεν αὐτοὺς αὐτῷ προσδραμεῖν· εἰ καὶ τοῦτο προσέθηκε, πολλῷ φιλονεικοτέρους ἂν ἐποίησε. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τότε μάλιστα ἤρξατο κηρύττειν, ὅτε ἐκποδὼν ὁ Ἰωάννης ἐγένετο. Οἶμαι δὲ καὶ διὰ τοῦτο συγχωρηθῆναι τὴν τελευτὴν Ἰωάννου καὶ ταχίστην αὐτῷ γενέσθαι, ὥστε πᾶσαν τοῦ πλήθους τὴν διάθεσιν ἐπὶ τὸν Χριστὸν μετελθεῖν, καὶ μηκέτι ταῖς περὶ ἀμφοτέρων ἑαυτοὺς σχίζεσθαι γνώμαις. Χωρὶς δὲ τούτων, καὶ ἐν τῷ βαπτίζειν οὐκ ἐπαύσατο συνεχῶς παραινῶν, καὶ μεγάλα καὶ σεμνὰ δεικνὺς τὰ τοῦ Ἰησοῦ. Ἐβάπτιζε δι' οὐδὲν ἕτερον, ἢ μόνον εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν, ἵνα πιστεύσωσιν. Ὁ τοίνυν τοῦτο κηρύττων, πῶς ἂν σεμνοὺς ἀπέφηνε τοὺς μαθητὰς τοῦ Χριστοῦ; Παυσάμενος γὰρ, τοὐναντίον ἂν ἔδοξε ζήλῳ ἢ ὀργῇ τοῦτο ποιεῖν· τῷ δὲ ἐπιμεῖναι κηρύττων, ἰσχυρότερα ταῦτα ἀπέφηνε. Οὐ γὰρ ἑαυτῷ τὴν δόξαν ἐκτᾶτο, ἀλλὰ τῷ Χριστῷ παρέπεμπε τοὺς ἀκροωμένους, καὶ οὐχ ἧττον τῶν μαθητῶν αὐτῷ συνέπραττεν, ἀλλὰ καὶ πολλῷ μᾶλλον, ὅσῳ καὶ ἀνύποπτος αὐτοῦ ἡ μαρτυρία ἦν, καὶ πολλῷ μείζονα δόξαν παρὰ πᾶσιν εἶχεν ἐκείνων. Ὅπερ οὖν καὶ ὁ Εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν, ὅτι Ἐξήρχοντο, καὶ ἐβαπτίζοντο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία καὶ ἡ περίχωρος τοῦ Ἰορδάνου. Καὶ τῶν μαθητῶν δὲ βαπτιζόντων, οὐ διέλιπον πολλοὶ πρὸς αὐτὸν 114
τρέχοντες. Εἰ δέ τις ἐξετάζοι, καὶ τί πλέον εἶχε τὸ τῶν μαθητῶν βάπτισμα, τοῦ Ἰωάννου; ἐροῦμεν, ὅτι οὐδέν. Ἑκάτερα γὰρ ὁμοίως τῆς ἐκ τοῦ 59.168 Πνεύματος χάριτος ἄμοιρα ἦν, καὶ αἰτία μία ἀμφοτέροις ἦν τοῦ βαπτίζειν, τὸ τῷ Χριστῷ προσάγειν τοὺς βαπτιζομένους. Ἵνα γὰρ μὴ ἀεὶ περιτρέχοντες οὕτω συνάγωσι τοὺς ὀφείλοντας πιστεύειν, ὅπερ ἐπὶ τοῦ Σίμωνος ὁ ἀδελφὸς ἐποίησε, καὶ ἐπὶ τοῦ Ναθαναὴλ ὁ Φίλιππος, τὸ βαπτίσαι ἐνεστήσαντο, ὥστε δι' αὐτοῦ ἅπαντας ἐπάγεσθαι ἀπονητὶ, καὶ τῇ μελλούσῃ προοδοποιεῖν πίστει. Ὅτι δὲ οὐδὲν πλέον εἶχεν ἀλλήλων τὰ βαπτίσματα, τὰ ἐχόμενα δηλοῖ. Ποῖα δὴ ταῦτα; Ἐγένετο, φησὶ, ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. Ζηλοτύπως γὰρ ἔχοντες ἀεὶ πρὸς τοὺς τοῦ Χριστοῦ μαθητὰς οἱ μαθηταὶ Ἰωάννου, καὶ πρὸς αὐτὸν δὲ τὸν Χριστὸν, ἐπειδὴ εἶδον αὐτοὺς βαπτίζοντας, ἤρξαντο διαλέγεσθαι πρὸς τοὺς βαπτιζομένους, ὡς τοῦ παρ' αὐτοῖς βαπτίσματος πλέον τι τοῦ τῶν μαθητῶν τοῦ Χριστοῦ ἔχοντος. Καὶ λαβόντες ἕνα τῶν βαπτισθέντων, ἐπεχείρουν τοῦτον πείθειν, ἀλλ' οὐκ ἔπειθον. Ὅτι γὰρ αὐτοὶ οἱ ἐπιδραμόντες εἰσὶν, ἀλλ' οὐκ ἐκεῖνος ἐζήτησεν, ἄκουσον πῶς τοῦτο ὁ Εὐαγγελιστὴς ᾐνίξατο. Οὐ γὰρ εἶπεν, ὅτι Ἰουδαῖός τις μετ' αὐτῶν ἐζήτησεν, ἀλλ' ὅτι ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου ἐγένετο μετὰ Ἰουδαίου τινὸς περὶ καθαρισμοῦ. βʹ. Σκόπει δέ μοι καὶ τὸ ἀνεπαχθὲς τοῦ Εὐαγγελιστοῦ. Οὐ γὰρ καταφορικῶς ἐχρήσατο τῷ λόγῳ· ἀλλ' ὅση δύναμις, παραμυθεῖται τὸ ἔγκλημα, ζήτησιν γενέσθαι ἁπλῶς λέγων· ἐπεὶ ὅτι γε ἀπὸ ζηλοτυπίας ἐλέγετο τὰ λεγόμενα, τὰ ἑξῆς δηλοῖ, ἃ καὶ αὐτὰ ἀνεπαχθῶς τέθεικεν. Ἦλθον γὰρ, φησὶ, πρὸς τὸν Ἰωάννην, καὶ εἶπον αὐτῷ· Ῥαββὶ, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν· τουτέστιν, ὃν ἐβάπτισας σύ. Τοῦτο γὰρ αἰνίττονται λέγοντες, Ὧ σὺ μεμαρτύρηκας· οἷον, ὃν σὺ λαμπρὸν ἔδειξας, καὶ περίβλεπτον ἐποίησας, τὰ αὐτά σοι τολμᾷ. Ἀλλ' οὐκ εἶπον, ὃν σὺ ἐβάπτισας· ἦ γὰρ ἂν ἠναγκάσθησαν καὶ τῆς φωνῆς ἀναμνῆσαι τῆς ἄνωθεν κατενεχθείσης, καὶ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως· ἀλλὰ τί; Ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας· τουτέστιν, ὃς μαθητοῦ τάξιν ἐπεῖχεν, ὃς ἡμῶν πλέον εἶχεν οὐδὲν, οὗτος ἑαυτὸν ἀποσχίσας βαπτίζει. Οὐ τούτῳ δὲ μόνον ᾤοντο παρακνίζειν αὐτὸν, ἀλλὰ καὶ τῷ τὰ αὐτῶν παρευδοκιμεῖσθαι λοιπόν· Πάντες γὰρ, φησὶν, ἔρχονται πρὸς αὐτόν. Ὅθεν δῆλον, ὅτι οὔτε τοῦ Ἰουδαίου περιεγένοντο, μεθ' οὗ τὴν ζήτησιν ἔσχον. Ταῦτα δὲ ἔλεγον, ἀτελέστερον ἔτι διακείμενοι, καὶ οὐδέπω φιλοτιμίας ὄντες καθαροί. Τί οὖν ὁ Ἰωάννης; Οὐδὲ αὐτὸς αὐτοῖς σφοδρῶς ἐπιτιμᾷ, δεδοικὼς μὴ καὶ αὐτοῦ πάλιν ἀποσχισθέντες ἕτερόν τι κακὸν ἐργάσωνται· ἀλλὰ τί φησι; οὐδεὶςδύναται ἀνθρώπων λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Εἰ δὲ ταπεινότερον φθέγγεται περὶ τοῦ Χριστοῦ, μὴ θαυμάσῃς· οὐ γὰρ ἦν τοιούτῳ πάθει προκατειλημμένους ἀθρόον καὶ ἐκ προοιμίων διδάξαι τὸ πᾶν· ἀλλὰ θέλει τέως αὐτοὺς καταπλῆξαι καὶ φοβῆσαι, καὶ δεῖξαι ὅτι οὐχ ἑτέρῳ, ἀλλ' ἢ τῷ Θεῷ πολεμοῦσιν, αὐτῷ πολεμοῦντες. Ὅπερ οὖν καὶ ὁ Γαμαλιὴλ ἔλεγεν· Οὐ δύνασθε καταλῦσαι αὐτὸ, μήποτε καὶ θεομάχοι εὑρεθῆτε· τοῦτο καὶ αὐτὸς λανθανόντως ἐνταῦθα κατασκευάζει. Τὸ γὰρ εἰπεῖν, Οὐδεὶς δύναται λαμβάνειν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ, ἐντεῦθεν οὐδὲν ἄλλο δη 59.169 λοῦντός ἐστιν, ἢ ὅτι καὶ ἀδυνάτοις ἐπιχειροῦσι, καὶ ὅτι θεομάχοι ἐντεῦθεν πάλιν εὑρίσκονται. Τί οὖν; οἱ περὶ Θευδᾶν οὐκ ἔλαβον ἀφ' ἑαυτῶν; Ἔλαβον, ἀλλ' εὐθέως διελύθησαν καὶ ἀπώλοντο· τὰ δὲ τοῦ Χριστοῦ οὐ τοιαῦτα. Ἐντεῦθεν αὐτοὺς καὶ παραμυθεῖται ἠρέμα, δεικνὺς ὅτι οὐκ ἄνθρωπος, ἀλλὰ Θεός ἐστιν ὁ παρευδοκιμῶν αὐτούς. Ὅθεν εἰ καὶ λαμπρὰ τὰ ἐκείνου, καὶ πάντες πρὸς αὐτὸν ἔρχονται, θαυμάζειν οὐ χρή· τοιαῦτα γὰρ τὰ θεῖα, καὶ Θεός ἐστιν ὁ ταῦτα κατασκευάζων· οὐδὲ γὰρ τοσαῦτα ἴσχυσέ ποτε Τὰ μὲν οὖν ἀνθρώπινα ἅπαντα, εὐφώρατα καὶ σαθρὰ, καὶ καταῤῥεῖ ταχέως καὶ ἀπόλλυται· ταῦτα δὲ οὐ τοιαῦτα· οὐκ ἄρα ἀνθρώπινα. Καὶ ὅρα πῶς ὅτε εἶπον, Ὧ σὺ 115
μεμαρτύρηκας, τότε καὶ τοῦτο ὃ ᾤοντο προβαλέσθαι εἰς τὴν τοῦ Χριστοῦ καθαίρεσιν, εἰς αὐτοὺς αὐτὸ περιέτρεψεν. Καὶ γὰρ πρότερον δείξας ὅτι οὐ παρὰ τῆς αὐτοῦ μαρτυρίας τὸ λάμψαι αὐτῷ γέγονε, μετὰ ταῦτα ἐντεῦθεν αὐτοὺς ἐπιστομίζει, Οὐ δύναται, λέγων, ἄνθρωπος ἀφ' ἑαυτοῦ λαμβάνειν οὐδὲ ἓν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Τί ἐστι τοῦτο; Εἰ ὅλως ἔχεσθε τῆς ἐμῆς μαρτυρίας, φησὶ, καὶ ἀληθῆ ταύτην ἡγεῖσθε, μάθετε ὅτι διὰ ταύτην μάλιστα οὐκ ἐμὲ ἐκείνου, ἀλλ' ἐκεῖνον ἐμοῦ προτιμᾷν ἐχρῆν. Τί γὰρ ἐμαρτύρησα; Ὑμᾶς καλῶ τούτου μάρτυρας. Διὸ καὶ ἐπάγει· Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε, ὅτι εἶπον, ὅτι Οὐκ εἰμὶ ἐγὼ Χριστὸς, ἀλλ' ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Εἰ τοίνυν ἐχόμενοι τῆς ἐμῆς μαρτυρίας ταῦτα προτείνεσθέ μοι λέγοντες, Ὧ σὺ μεμαρτύρηκας, οὐ μόνον οὐδὲν ἠλάττωται ἐκ τοῦ τὴν ἐμὴν δέξασθαι μαρτυρίαν, ἀλλὰ πλεονεκτεῖ μάλιστα ἐκ τούτου· ἄλλως τε οὐδὲ ἐμὴ ἡ μαρτυρία, ἀλλὰ τοῦ Θεοῦ ἦν. Ὥστε εἰ ἀξιόπιστος ὑμῖν εἶναι δοκῶ, μετὰ τῶν ἄλλων καὶ τοῦτο εἶπον, ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Ὁρᾷς πῶς δείκνυσι κατὰ μικρὸν θείαν τὴν φωνὴν οὖσαν; Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· Διάκονός εἰμι, καὶ τὰ τοῦ πέμψαντος λέγω, οὐκ ἀνθρωπίνῃ χάριτι κολακεύων αὐτὸν, ἀλλὰ τῷ Πατρὶ αὐτοῦ τῷ πέμψαντί με διακονούμενος. Οὐκ ἄρα ἐχαρισάμην τὴν μαρτυρίαν, ἀλλ' ὅπερ ἀπεστάλην εἰπεῖν, εἶπον. Μὴ τοίνυν διὰ τοῦτο νομίσητε μέγαν εἶναι ἐμέ. Τοῦτο γὰρ ἐκεῖνον δείκνυσι μέγαν. Ὁ γὰρ Κύριος τῶν πραγμάτων ἐκεῖνός ἐστιν. Ὃ καὶ δηλῶν πάλιν ἐπάγει καὶ λέγει· Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Καὶ πῶς ὁ εἰπὼν, Οὐκ εἰμὶ ἄξιος λῦσαι αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος, φίλον αὐτοῦ νῦν φησιν ἑαυτὸν εἶναι; Οὐκ ἐπαίρων τὸ καθ' ἑαυτὸν, οὐδὲ κομπάζων ταῦτα λέγει, ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι καὶ αὐτὸς τοῦτο μάλιστα σπεύδει, καὶ οὔτε ἄκοντος αὐτοῦ οὐδὲ λυπουμένου ταῦτα γίνεται, ἀλλ' ἐπιθυμοῦντος καὶ σπουδάζοντος, καὶ ὅτι ταῦτά ἐστιν ὑπὲρ ὧν μάλιστα πάντα ἔπραττεν· ἃ καὶ σφόδρα συνετῶς διὰ τῆς τοῦ φίλου προσηγορίας ἐδήλωσεν. Οὐ γὰρ οὕτως οἱ διάκονοι τοῦ νυμφίου, ὡς οἱ φίλοι χαίρουσι καὶ εὐφραίνονται ἐν τοῖς τοιούτοις. Οὐ τοίνυν τὸ ὁμότιμον· ἄπαγε· ἀλλὰ τὸ πολὺ τῆς ἡδονῆς παραστῆσαι βουλόμενος, ἅμα δὲ καὶ συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, φίλον ἑαυτὸν λέγει εἶναι. Ἐπεὶ καὶ τὴν διακονίαν ᾐνίξατο τῷ εἰπεῖν, ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Διὰ δὴ ταῦτα καὶ τὸ νομίζειν αὐτοὺς δάκνεσθαι τοῖς γινομένοις, φίλον ἑαυτὸν ἐκάλεσε τοῦ νυμφίου, δεικνὺς ὅτι οὐ μόνον οὐ δάκνεται, ἀλλὰ καὶ σφόδρα 59.170 χαίρει. Ἐπεὶ τοίνυν τοῦτο παρεγενόμην ἀνύσαι, τοσοῦτον ἀπέχω τοῦ ἀλγῆσαι τοῖς πραττομένοις, ὅτι τότε μάλιστα ἂν ἤλγησα, εἰ μὴ τοῦτο ἐγένετο. Εἰ μὴ γὰρ προσῆλθεν ἡ νύμφη τῷ νυμφίῳ, τότε ἂν ἐδήχθην· ἀλλ' οὐχὶ νῦν, φησὶν, ὅταν τὰ ἡμέτερα ἤνυσται. Καὶ γὰρ τῶν ἐκείνου προκοπτόντων, ἡμεῖς ἐσμεν οἱ εὐδοκιμοῦντες· ὃ γὰρ ἐβουλόμεθα, γέγονε, καὶ ἐπιγινώσκει τὸν νυμφίον ἡ νύμφη. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε αὐτοὶ λέγοντες, ὅτι Πάντες ἔρχονται πρὸς αὐτόν. Τοῦτο γὰρ καὶ ἐσπούδαζον, καὶ διὰ τοῦτο πάντα ἔπραττον. Ὅθεν καὶ τοῦτο νῦν ἐκβεβηκὸς ὁρῶν, χαίρω καὶ ἀγάλλομαι καὶ σκιρτῶ. γʹ. Τί δέ ἐστιν, Ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου; Ἀπὸ τῆς παραβολῆς τὸν λόγον μετήγαγεν ἐπὶ τὸ προκείμενον. Ἐπειδὴ γὰρ νυμφίου καὶ νύμφης ἐμνημόνευσε, δείκνυσιν, ἡ νυμφαγωγία πῶς γίνεται, ὅτι διὰ φωνῆς καὶ διδασκαλίας. Οὕτω γὰρ καὶ ἡ Ἐκκλησία ἁρμόζεται τῷ Θεῷ. Διὸ καὶ Παῦλος ἔλεγεν· Ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. Διὰ ταύτην οὐκοῦν ἐγὼ χαίρω τὴν φωνήν. Καὶ τὸ Ὁ ἑστηκῶς δὲ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ δηλῶν ὅτι τὰ αὐτοῦ πέπαυται, καὶ ὅτι αὐτὸν λοιπὸν ἑστάναι χρὴ καὶ ἀκούειν, ἐκείνῳ παραδόντα τὴν νύμφην· καὶ ὅτι λειτουργός ἐστι καὶ διάκονος, καὶ τὰ τῆς χρηστῆς ἐλπίδος αὐτῷ καὶ τῆς εὐφροσύνης ἐξῆλθεν εἰς ἔργον. Διὸ καὶ ἐπάγει τοῦτο δεικνύς· Αὕτη οὖν ἡ ἐμὴ χαρὰ πεπλήρωται· τουτέστιν, ἤνυσται παρ' ἐμοῦ τὸ ἔργον, ὃ γενέσθαι ἔδει, καὶ πλέον 116
οὐδὲν δυνάμεθα ἐργάσασθαι λοιπόν. Εἶτα οὐχὶ τὴν παροῦσαν μόνον, ἀλλὰ καὶ τὴν μέλλουσαν τοῦ πάθους αὔξησιν γίνεσθαι κωλύων, καὶ περὶ τῶν μελλόντων ἀποφαίνεται λέγων, ἀπὸ τῶν εἰρημένων τε καὶ γεγενημένων ἤδη καὶ ταῦτα πιστούμενος· διὸ ἐπάγει λέγων, Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι· τουτέστι, τὰ μὲν ἡμέτερα ἔστη, καὶ ἐπαύσατο λοιπὸν, αὐξάνει δὲ τὰ ἐκείνου. Τοῦτο οὖν ὃ δεδοίκατε, οὐχὶ νῦν ἔσται μόνον, ἀλλὰ καὶ πολλῷ μᾶλλον προϊόν. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα λαμπρὰ δείκνυσι τὰ ἡμέτερα. Διὰ τοῦτο δὴ καὶ ἦλθον, καὶ χαίρω ὅτι τὰ αὐτοῦ πολλὴν ἔλαβε τὴν ἐπίδοσιν, καὶ γέγονε ταῦτα δι' ἅπερ πάντα τὰ παρ' ἡμῶν ἐγένετο. Εἶδες πῶς ἠρέμα καὶ μετὰ πολλῆς τῆς σοφίας τό τε πάθος αὐτῶν κατεπράϋνε, καὶ τὴν βασκανίαν ἔσβεσε, καὶ ἀδυνάτοις ἐπιχειροῦντας ἔδειξεν, ᾧ μάλιστα παύεται κακία; Διὰ τοῦτο γὰρ καὶ ᾠκονομήθη, ἔτι ζῶντος αὐτοῦ καὶ βαπτίζοντος, ταῦτα γενέσθαι, ἵνα αὐτὸν μάρτυρα τῆς ὑπεροχῆς ἔχωσι, καὶ μηδεμίαν, εἰ μὴ πείθοιντο, ἀπολογίαν ἔχειν. Οὐδὲ γὰρ ἀφ' ἑαυτοῦ ἐπὶ τὸ ταῦτα εἰπεῖν ἦλθεν, οὔτε ἑτέρων ἐρωτησάντων· αὐτοὶ γὰρ ἦσαν καὶ οἱ πυθόμενοι καὶ οἱ ἀκούσαντες. Οὐδὲ γὰρ οὕτως ἀφ' ἑαυτοῦ λέγοντι ἐπείθοντο, ὡς αὐτοκατάκριτον τὴν ψῆφον εἶχον, μετὰ τὴν ἐρώτησιν ἀκούοντες ἀποκρινομένου· ὥσπερ οὖν καὶ Ἰουδαῖοι καὶ διὰ τοῦτο μάλιστα δὴ, τὸ οἴκοθεν ἀποστεῖλαι πρὸς αὐτὸν, καὶ ἀκοῦσαι ἅπερ ἤκουσαν, καὶ μὴ πεισθῆναι, πάσης ἑαυτοὺς ἀπολογίας ἐξέβαλον. Τί τοίνυν ἐντεῦθεν παιδευόμεθα; Ὅτι πάντων αἴτιον τῶν κακῶν ἡ κενοδοξία. Τοῦτο γὰρ αὐτοὺς ἐπὶ τὴν ζηλοτυπίαν ἤγαγε· τοῦτο πάλιν αὐτοὺς μικρὸν λωφήσαντας διήγειρε· διὸ καὶ προσελθόντες τῷ Ἰησοῦ λέγουσι· Διατί οἱ μαθηταί σου οὐ νηστεύουσι; Φύγωμεν τοίνυν, ἀγαπητοὶ, τὸ πάθος. Ἂν γὰρ τοῦτο φύγωμεν, τῆς γεέννης ἀπαλλαγησόμεθα. Τοῦτο γὰρ μάλιστα αὐτοῖς ἀνάπτει τὸ πῦρ· οὕτω παν 59.171 ταχοῦ τὴν ἀρχὴν ἐξέτεινε τὴν ἑαυτοῦ, καὶ ἡλικίαν πᾶσαν καὶ ἀξίαν κατέχει τυραννικῶς. Τοῦτο τὰς Ἐκκλησίας ἄνω καὶ κάτω πεποίηκε, τοῦτο καὶ τοῖς πολιτικοῖς λυμαίνεται πράγμασι, τοῦτο καὶ οἰκίας ὁλοκλήρους ἀνέτρεψε, καὶ πόλεις, καὶ δήμους καὶ ἔθνη. Καὶ τί θαυμάζεις, ὅπου γε καὶ εἰς τὴν ἔρημον ἐξῆλθε, καὶ πολλὴν αὐτοῦ κἀκεῖ τὴν δύναμιν ἐπεδείξατο; Οἱ γὰρ πολλὰ χρήμασι χαίρειν εἰπόντες, καὶ τῇ τοῦ κόσμου φαντασίᾳ πάσῃ. καὶ μηδενὶ συγγινόμενοι, καὶ τῆς τυραννικωτέρας τῶν σωμάτων κρατοῦντες ἐπιθυμίας, οὗτοι πολλάκις, ἁλόντες ὑπὸ κενοδοξίας, πάντα ἀπώλεσαν. Διὰ τοῦτο τὸ πάθος ὁ πολλὰ καμὼν τοῦ μηδὲν καμόντος, ἀλλὰ μυρία ἁμαρτόντος, ὁ Φαρισαῖος τοῦ Τελώνου, διὰ τοῦτο τὸ νόσημα, ἧττον ἔχων ἀπῆλθεν. Ἀλλὰ τὸ μὲν κατηγορεῖν τοῦ πάθους, οὐδὲν ἔργον ἐστὶ, (πάντες γὰρ τὰ αὐτὰ ψηφίζονται), τὸ δὲ ζητούμενον, ὅπως αὐτοῦ περιγενώμεθα. Πῶς οὖν αὐτοῦ περιγενώμεθα; Ἂν ἀντιστήσωμεν δόξαν δόξῃ. Ὥσπερ γὰρ τοῦ τῆς γῆς πλούτου καταφρονοῦμεν, ὅταν πρὸς ἕτερον ἴδωμεν πλοῦτον, καὶ τῆς ζωῆς ταύτης ὑπερορῶμεν, ὅταν ἐννοήσωμεν τὴν πολλῷ ταύτης ἀμείνω· οὕτω καὶ δόξαν τὴν ἐνταῦθα διαπτύσαι δυνησόμεθα, ὅταν τὴν ταύτης ἐννοήσωμεν μακρῷ σεμνοτέραν, τὴν ὄντως δόξαν. Ἡ μὲν γὰρ κενή τις ἐστὶ καὶ 59.172 ματαία, ὄνομα ἔχουσα πράγματος ἔρημον· ἐκείνη δὲ ἀληθὴς, ἡ ἀπὸ τῶν οὐρανῶν, οὐκ ἀνθρώπους, ἀλλ' ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ τὸν τῶν ἀρχαγγέλων Δεσπότην, μᾶλλον δὲ μετ' αὐτοῦ καὶ τοὺς ἀνθρώπους ἐπαινέτας ἔχουσα. Ἂν πρὸς ἐκεῖνο τὸ θέατρον ἴδῃς, ἂν τοὺς ἐκεῖ μάθῃς στεφάνους, ἂν πρὸς τὸν ἐκεῖθεν κρότον σεαυτὸν μεταθῇς, οὐδέποτέ σε δυνήσεται τὰ ἐνταῦθα κατασχεῖν, οὐδὲ γινόμενα ἡγήσῃ μεγάλα, οὐδὲ ἀπόντα ζητήσεις. Καὶ γὰρ ἐν τοῖς βασιλείοις τούτοις οὐδεὶς τῶν τῷ βασιλεῖ παρεστηκότων δορυφόρων, ἀφεὶς ἀρέσαι τῷ τὸ διάδημα ἔχοντι καὶ ἐπὶ τοῦ θρόνου καθημένῳ, κολοιῶν περιεργάζεται φωνὰς, ἢ μυιῶν καὶ κωνώπων περιιπταμένων καὶ βομβούντων θόρυβον· οὐδὲν γὰρ τούτων ἄμεινον αἱ τῶν ἀνθρώπων εὐφημίαι διάκεινται. Εἰδότες τοίνυν τῶν ἀνθρωπίνων τὴν εὐτέλειαν, πάντα εἰς τοὺς ἀσύλους συναγάγωμεν θησαυροὺς, καὶ τὴν μένουσαν 117
καὶ ἀκίνητον δόξαν ἐπιζητῶμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.171 ΟΜΙΛΙΑ Λʹ. Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ. αʹ. Δεινὸν ὁ τῆς δόξης ἔρως, δεινὸν καὶ πολλῶν γέμον κακῶν· ἄκανθά τίς ἐστι δυσαπόσπαστος, καὶ θηρίον ἀτίθασσον, καὶ πολυκέφαλον, κατὰ τῶν τρεφόντων αὐτὸ ὁπλιζόμενον. Καθάπερ γὰρ ὁ σκώληξ τὰ ξύλα ἀφ' ὧν τίκτεται διατρώγει, καὶ ὁ ἰὸς τὸν σίδηρον ὅθεν πρόεισι δαπανᾷ, καὶ οἱ σῆτες τὰ ἔρια· οὕτω καὶ ἡ κενοδοξία τὴν τρέφουσαν αὐτὴν ἀπόλλυσι ψυχήν. Διὸ πολλῆς ἡμῖν δεῖ τῆς σπουδῆς, ὥστε ἀφανίσαι τὸ πάθος. Ὅρα γοῦν καὶ ἐνταῦθα ὅσα ἐπᾴδει τοῖς μαθηταῖς τοῦτο πάσχουσιν ὁ Ἰωάννης, καὶ μόλις αὐτοὺς καταπραΰνει. Μετὰ γὰρ τῶν ἔμπροσθεν εἰρημένων, καὶ ἑτέροις αὐτοὺς ἐπαντλεῖ λόγοις. Ποίοις δὴ τούτοις; Ὁ ἄνωθεν ἐρχόμενος, λέγων, ἐπάνω πάντων ἐστίν· ὁ ἐκ τῆς γῆς ὢν, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ. Ἐπειδὴ, φησὶ, τὴν ἐμὴν ἄνω καὶ κάτω περιστρέφετε μαρτυρίαν, καὶ ταύτῃ με ἀξιοπιστότερον εἶναί φατε, ἐκεῖνο ὑμᾶς ἀναγκαῖον εἰδέναι, ὡς οὐκ ἔνι τὸν ἐκ τῶν οὐρανῶν ἐρχόμενον, ἀξιόπιστον ἀπὸ τοῦ τὴν γῆν οἰκοῦντος γενέσθαι. Τὸ δὲ, Ἐπάνω πάντων, τί ποτέ ἐστι, καὶ τί βούλεται δηλοῦν; Τοῦτό ἐστι. Δείκνυσι γὰρ διὰ τούτου, ὅτι οὐδενὸς δεῖται, ἀλλ' ἀρκῶν ἐστιν αὐτὸς ἑαυτῷ, καὶ ὅτι πάντων μείζων ἀσυγκρίτως. Ἐκ τῆς γῆς δὲ ὄντα καὶ λαλοῦντα ἑαυτὸν λέγει, οὐχ ὅτι ἐξ οἰκείας διανοίας ἐφθέγγετο, ἀλλ' ὥσπερ ὁ Χριστὸς εἶπεν· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὸ βάπτισμα οὕτω καλῶν, οὐκ 59.172 ματαία, ὄνομα ἔχουσα πράγματος ἔρημον· ἐκείνη δὲ ἀληθὴς, ἡ ἀπὸ τῶν οὐρανῶν, οὐκ ἀνθρώπους, ἀλλ' ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ τὸν τῶν ἀρχαγγέλων Δεσπότην, μᾶλλον δὲ μετ' αὐτοῦ καὶ τοὺς ἀνθρώπους ἐπαινέτας ἔχουσα. Ἂν πρὸς ἐκεῖνο τὸ θέατρον ἴδῃς, ἂν τοὺς ἐκεῖ μάθῃς στεφάνους, ἂν πρὸς τὸν ἐκεῖθεν κρότον σεαυτὸν μεταθῇς, οὐδέποτέ σε δυνήσεται τὰ ἐνταῦθα κατασχεῖν, οὐδὲ γινόμενα ἡγήσῃ μεγάλα, οὐδὲ ἀπόντα ζητήσεις. Καὶ γὰρ ἐν τοῖς βασιλείοις τούτοις οὐδεὶς τῶν τῷ βασιλεῖ παρεστηκότων δορυφόρων, ἀφεὶς ἀρέσαι τῷ τὸ διάδημα ἔχοντι καὶ ἐπὶ τοῦ θρόνου καθημένῳ, κολοιῶν περιεργάζεται φωνὰς, ἢ μυιῶν καὶ κωνώπων περιιπταμένων καὶ βομβούντων θόρυβον· οὐδὲν γὰρ τούτων ἄμεινον αἱ τῶν ἀνθρώπων εὐφημίαι διάκεινται. Εἰδότες τοίνυν τῶν ἀνθρωπίνων τὴν εὐτέλειαν, πάντα εἰς τοὺς ἀσύλους συναγάγωμεν θησαυροὺς, καὶ τὴν μένουσαν καὶ ἀκίνητον δόξαν ἐπιζητῶμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.171 ΟΜΙΛΙΑ Λʹ. Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ. αʹ. Δεινὸν ὁ τῆς δόξης ἔρως, δεινὸν καὶ πολλῶν γέμον κακῶν· ἄκανθά τίς ἐστι δυσαπόσπαστος, καὶ θηρίον ἀτίθασσον, καὶ πολυκέφαλον, κατὰ τῶν τρεφόντων αὐτὸ ὁπλιζόμενον. Καθάπερ γὰρ ὁ σκώληξ τὰ ξύλα ἀφ' ὧν τίκτεται διατρώγει, καὶ ὁ ἰὸς τὸν σίδηρον ὅθεν πρόεισι δαπανᾷ, καὶ οἱ σῆτες τὰ ἔρια· οὕτω καὶ ἡ κενοδοξία τὴν τρέφουσαν αὐτὴν ἀπόλλυσι ψυχήν. Διὸ πολλῆς ἡμῖν δεῖ τῆς σπουδῆς, ὥστε ἀφανίσαι τὸ πάθος. Ὅρα γοῦν καὶ ἐνταῦθα ὅσα ἐπᾴδει τοῖς μαθηταῖς τοῦτο πάσχουσιν ὁ Ἰωάννης, καὶ μόλις αὐτοὺς καταπραΰνει. Μετὰ γὰρ τῶν ἔμπροσθεν εἰρημένων, καὶ ἑτέροις αὐτοὺς ἐπαντλεῖ λόγοις. Ποίοις δὴ 118
τούτοις; Ὁ ἄνωθεν ἐρχόμενος, λέγων, ἐπάνω πάντων ἐστίν· ὁ ἐκ τῆς γῆς ὢν, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ. Ἐπειδὴ, φησὶ, τὴν ἐμὴν ἄνω καὶ κάτω περιστρέφετε μαρτυρίαν, καὶ ταύτῃ με ἀξιοπιστότερον εἶναί φατε, ἐκεῖνο ὑμᾶς ἀναγκαῖον εἰδέναι, ὡς οὐκ ἔνι τὸν ἐκ τῶν οὐρανῶν ἐρχόμενον, ἀξιόπιστον ἀπὸ τοῦ τὴν γῆν οἰκοῦντος γενέσθαι. Τὸ δὲ, Ἐπάνω πάντων, τί ποτέ ἐστι, καὶ τί βούλεται δηλοῦν; Τοῦτό ἐστι. Δείκνυσι γὰρ διὰ τούτου, ὅτι οὐδενὸς δεῖται, ἀλλ' ἀρκῶν ἐστιν αὐτὸς ἑαυτῷ, καὶ ὅτι πάντων μείζων ἀσυγκρίτως. Ἐκ τῆς γῆς δὲ ὄντα καὶ λαλοῦντα ἑαυτὸν λέγει, οὐχ ὅτι ἐξ οἰκείας διανοίας ἐφθέγγετο, ἀλλ' ὥσπερ ὁ Χριστὸς εἶπεν· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὸ βάπτισμα οὕτω καλῶν, οὐκ ἐπειδὴ ἐπίγειον ἦν, ἀλλ' ἐπειδὴ πρὸς τὴν ἀπόῤῥητον αὐτοῦ γέννησιν παρέβαλλε τὸ εἰρημένον· οὕτω καὶ ἐνταῦθα ἐκ τῆς γῆς λαλεῖν ἑαυτὸν ὁ Ἰωάννης εἶπε, πρὸς τὴν τοῦ Χριστοῦ διδασκαλίαν τὰ αὑτοῦ παραβάλλων. Οὐδὲν γὰρ ἄλλο δηλοῖ τὸ Ἐκ τῆς γῆς λαλεῖν, ἢ ὅτι μικρὰ καὶ ταπεινὰ καὶ εὐτελῆ τοῖς ἐκείνου παραβαλλόμενα τὰ ἐμὰ, καὶ τοιαῦτα, οἷα εἰκὸς γηΐνην δέξασθαι φύσιν. Παρὰ γὰρ ἐκείνῳ Πάντες οἱ θησαυροὶ τῆς σοφίας ἀπόκρυφοι. Ὅτι δὲ οὐ περὶ λογισμῶν ἀνθρωπίνων λέγει, δῆλον ἐκεῖθεν. Ὁ ἐκ τῆς γῆς ὢν, φησὶν, ἐκ τῆς γῆς ἐστι. Καίτοι γε οὐκ ἐκ τῆς γῆς ἦν αὐτῷ τὸ πᾶν, ἀλλὰ τὰ κυριώτερα οὐράνια· καὶ γὰρ ψυχὴν εἶχε, καὶ πνεύματος μετεῖχεν οὐκ ἐκ τῆς γῆς. Πῶς οὖν ἀπὸ τῆς γῆς αὐτὸς εἶναι λέγει; Οὐδὲν 59.172 ἄλλο ἐντεῦθεν αἰνίττεται, ἢ ὅτι Μικρὸς ἐγὼ καὶ οὐδενὸς ἄξιος λόγου, ἅτε χαμαὶ ἐρχόμενος καὶ ἐν τῇ γῇ τεχθείς· ὁ δὲ Χριστὸς ἄνωθεν ἡμῖν ἀφῖκται. Διὰ δὴ τούτων πάντων σβέσας τὸ πάθος πρῶτον, τότε λοιπὸν μετὰ πλείονος τῆς παῤῥησίας φθέγγεται περὶ τοῦ Χριστοῦ. Πρὸ μὲν γὰρ τούτου περιττὸν ἦν ῥήματα προΐεσθαι, μηδέποτε χώραν ἐν τῇ διανοίᾳ τῶν ἀκροωμένων ἔχειν δυνάμενα· ἐπειδὴ δὲ τὰς ἀκάνθας ἀνέσπασεν, ἄρχεται μετὰ ἀδείας λοιπὸν καταβάλλειν τὰ σπέρματα, λέγων· Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστί· καὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Μέγα τι καὶ ὑψηλὸν εἰπὼν περὶ αὐτοῦ, πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον ἄγει. Τὸ γὰρ, Ὃ ἤκουσε καὶ ἑώρακεν, ἀνθρωπινώτερον εἴρηται. Οὐ γὰρ ἀπὸ τοῦ παραλαβεῖν ὄψει, οὐδ' ἀπὸ τοῦ ἀκοῦσαι ᾔδει ἃ ᾔδει· ἀλλ' ἐν τῇ φύσει τὸ πᾶν εἶχε, τέλειος ἐκ τῶν πατρικῶν προελθὼν κόλπων, καὶ οὐ δεόμενος τοῦ διδάσκοντος. Καθὼς γὰρ, φησὶ, γινώσκει με ὁ Πατὴρ, οὕτω κἀγὼ γινώσκω τὸν Πατέρα. Τί οὖν ἐστιν, Ὃ ἤκουσε, λαλεῖ, καὶ ὃ ἑώρακε, μαρτυρεῖ; Ἐπειδὴ διὰ τῶν αἰσθήσεων τούτων ἡμεῖς πάντα μανθάνομεν ἀκριβῶς, καὶ ἀξιόπιστοι δοκοῦμεν εἶναι διδάσκαλοι, ὑπὲρ ὧν ἢ ὄψει παραλάβωμεν, ἢ ἀκοῇ δεξώμεθα, ἅτε οὐ πλαττόμενοι, οὐδὲ ψευδῆ λέγοντες· τοῦτο καὶ ἐνταῦθα κατασκευάσαι βουλόμενος ὁ Ἰωάννης εἶπε τὸ, Ἃ ἤκουσε καὶ ἑώρακε· τουτέστιν, οὐδὲν τῶν παρ' αὐτοῦ ψεῦδός ἐστιν, ἀλλὰ πάντα ἀληθῆ. Οὕτω δήπου καὶ ἡμεῖς περιεργαζόμενοι πολλάκις ἐρωτῶμεν· σὺ ἤκουσας; σὺ εἶδες; κἂν δειχθῇ τοῦτο, ἀναμφίβολος ἡ μαρτυρία. Καὶ αὐτὸς δὲ ὅταν λέγῃ, Καθὼς ἀκούω, κρίνω, καὶ, Ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, λαλῶ, καὶ Ὃ ἑωράκαμεν, λαλοῦμεν, καὶ ὅσα ἂν ἕτερα τοιαῦτα φθέγγηται, οὐχ ἵνα μάθωμεν ὅτι διδασκόμενος λέγει ἃ λέγει (τοῦτο γὰρ τῆς ἐσχάτης ἀνοίας ἐστὶ νομίζειν)· ἀλλ' ἵνα μηδὲν τῶν λεγομένων ὑποπτεύηται παρὰ τῶν ἀναισχύντων Ἰουδαίων. Ἐπειδὴ γὰρ οὐδέπω τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον, συνεχῶς ἐπὶ τὸν Πατέρα καταφεύγει, ἐκεῖθεν ἀξιόπιστα ποιῶν τὰ λεγόμενα. βʹ. Καὶ τί θαυμάζεις εἰ ἐπὶ τὸν Πατέρα καταφεύγει. 59.173 ὅπου γε αὐτὸς πολλάκις καὶ ἐπὶ τοὺς προφήτας καὶ ἐπὶ τὰς Γραφὰς ἔρχεται; ὡς ὅταν λέγῃ, Ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Ἆρ' οὖν καὶ τῶν προφητῶν ἐλάττονα αὐτὸν εἶναι φήσομεν, ἐπειδὴ τὰς ἐκεῖθεν ἕλκει μαρτυρίας; Ἄπαγε. Διὰ γὰρ τὴν τῶν ἀκουόντων ἀσθένειαν οὕτω μεθοδεύει τὸν λόγον, καὶ παρὰ τοῦ Πατρὸς ἀκηκοώς φησι λαλεῖν ἅπερ ἐλάλει, οὐχ ὡς διδασκάλου δεόμενος, ἀλλ' ἵνα ἐκεῖνοι πιστεύσωσι μηδὲν εἶναι ψεῦδος τῶν λεγομένων. Ὃ δὲ λέγει Ἰωάννης, τοιοῦτόν ἐστιν· Ἐγὼ δέομαι ἀκοῦσαι 119
τῶν παρ' ἐκείνου. Ἄνωθεν γὰρ ἔρχεται, τὰ ἐκεῖθεν ἀπαγγέλλων, ἃ μόνος αὐτὸς οἶδε σαφῶς· τὸ γὰρ, Ἑώρακε καὶ ἤκουσε, τοῦτό ἐστι δηλοῦντος. Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Καίτοι καὶ μαθητὰς εἶχε, καὶ πολλοὶ προσεῖχον τοῖς λεγομένοις. Πῶς οὖν φησιν, ὅτι οὐδείς; Τοῦτο ἀντὶ τοῦ, ὀλίγοι, εἴρηται νῦν· ἐπειδὴ εἰ μηδένα ἔλεγε, πῶς ἐπήγαγεν, Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν; Ἐνταῦθα καὶ τῶν ἰδίων καθάπτεται μαθητῶν, ὡς οὐ σφόδρα μελλόντων αὐτῷ πιστεύειν τέως. Ὅτι γὰρ οὐδὲ μετὰ ταῦτα ἐπίστευσαν αὐτῷ τὰ ῥήματα, δῆλον καὶ ἐκ τῶν μετέπειτα λεχθέντων. Διὰ τοῦτο γὰρ αὐτοὺς καὶ δεσμωτήριον οἰκῶν ἐκεῖθεν ἔπεμψε πρὸς αὐτὸν, ἵνα αὐτῷ συνδήσῃ μᾶλλον. Οἱ δὲ καὶ τότε μόλις ἐπίστευον, ὅπερ δὴ καὶ ὁ Χριστὸς αἰνιττόμενος εἶπε· Καὶ μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Δι' οὐδὲν τοίνυν ἕτερον εἶπε, Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει, ἢ τοὺς μαθητὰς ἀσφαλιζόμενος τοὺς ἑαυτοῦ, καὶ μονονουχὶ λέγων· μὴ ἐπειδὴ μέλλουσιν αὐτῷ ὀλίγοι τέως πιστεύειν, διὰ τοῦτο ψευδῆ νομίσητε εἶναι τὰ λεγόμενα· Ἃ γὰρ ἑώρακε, μαρτυρεῖ, φησί. Ταῦτα δὲ λέγει ἅμα καὶ τῆς Ἰουδαϊκῆς καθαπτόμενος ἀναισθησίας. Ὅπερ οὖν καὶ ὁ Εὐαγγελιστὴς ἀρχόμενος ἐπετίμησεν αὐτοῖς, οὕτω λέγων, ὅτι Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Τοῦτο δὲ οὐκ αὐτοῦ ἔγκλημα, ἀλλὰ τῶν μὴ δεξαμένων κατηγορία. Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. Ἐνταῦθα αὐτοὺς καὶ φοβεῖ· δείκνυσι γὰρ, ὅτι ὁ μὴ τούτῳ πιστεύων, οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ τῷ Πατρὶ ἀπιστεῖ. Διὸ καὶ ἐπάγει· Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. Ἐπεὶ οὖν τὰ ἐκείνου φθέγγεται ὅ τε πιστεύων, ὅ τε ἀπιστῶν, ἐκείνῳ καὶ πιστεύει καὶ ἀπιστεῖ. Τὸ δὲ Ἐσφράγισεν, ἔδειξεν ἐστίν. Οὕτως εἰπὼν καὶ ἔτι αὔξων τὸν φόβον, προστίθησιν· Ὅτι ὁ Θεὸς ἀληθής ἐστι· δεικνὺς, ὡς ἂν ἄλλως τις ἀπιστήσειε τούτῳ, εἰ μὴ ψεῦδος καταγνοίη τοῦ πέμψαντος αὐτὸν Θεοῦ. Ἐπεὶ τοίνυν οὐδὲν ἐκτὸς τῶν τοῦ Πατρὸς λέγει, ἀλλὰ πάντα τὰ ἐκείνου, ὁ παρακούων τούτου, τοῦ πέμψαντος παρήκουσεν. Ὁρᾷς πῶς αὐτοὺς καὶ διὰ τούτων καταπλήττει; Τέως γὰρ οὐδὲν μέγα ἐνόμιζον εἶναι παρακοῦσαι τοῦ Χριστοῦ. Διὰ τοῦτο τηλικοῦτον κίνδυνον ἐπεκρέμασε τοῖς ἀπίστοις, ἵνα μάθωσιν, ὅτι αὐτοῦ τοῦ Θεοῦ παρακούουσιν οἱ τοῦ Χριστοῦ παρακούοντες. Εἶτα καὶ ἐπεξέρχεται τῷ λόγῳ τούτῳ, πρὸς τὸ ταπεινὸν τῆς διανοίας αὐτῶν καταβαίνων καὶ λέγων· Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα. Πάλιν, ὅπερ ἔφην, ἐπὶ τὸ ταπεινότερον ἄγει τὸν λόγον, ποικίλλων αὐτὸν καὶ εὐπαράδεκτον ποιῶν τοῖς ἀκούουσι τότε. Οὐ γὰρ ἦν ἄλλως ἐπᾶραι καὶ αὐξῆσαι τὸν φόβον. Εἰ μὲν γάρ τι περὶ αὐτοῦ εἶπε μέγα καὶ ὑψηλὸν, οὐκ ἂν ἐπίστευ 59.174 σαν, ἀλλὰ καὶ κατεφρόνησαν ἄν. Διὰ τοῦτο ἐπὶ τὸν Πατέρα ἀνάγει τὸ πᾶν, πάλιν ὡς περὶ ἀνθρώπου τοῦ Χριστοῦ τέως διαλεγόμενος. Τί δέ ἐστιν ὅ φησιν, Οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα; Θέλει δεῖξαι, ὅτι πάντες ἡμεῖς μέτρῳ τὴν τοῦ Πνεύματος ἐνέργειαν ἐλάβομεν· Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν ἡ μεριζομένη· οὗτος δὲ ἀμέτρητον ἔχει καὶ ὁλόκληρον πᾶσαν τὴν ἐνέργειαν. Εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία Ὁρᾷς καὶ τὸ Πνεῦμα ἄπειρον; Ὁ τοίνυν πᾶσαν τοῦ Πνεύματος δεξάμενος τὴν ἐνέργειαν, ὁ τὰ τοῦ Θεοῦ εἰδὼς, ὁ λέγων, Ὃ ἠκούσαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν, πῶς ἂν εἴη δίκαιος ὑποπτεύεσθαι; Οὐδὲν γάρ φησιν, ὃ μὴ τοῦ Θεοῦ ἐστιν, οὐδὲ ὃ μὴ τοῦ Πνεύματός ἐστι. Καὶ τέως περὶ τοῦ Θεοῦ Λόγου οὐδὲν φθέγγεται, ἀλλ' ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος ἀξιόπιστον ποιεῖται τὴν διδασκαλίαν. Ὅτι μὲν γὰρ Θεός ἐστιν, ᾔδεσαν, καὶ ὅτι Πνεῦμά ἐστιν, ἠπίσταντο, εἰ καὶ μὴ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον· ὅτι μέντοι Υἱός ἐστιν, οὐκ ᾔδεσαν. Διὰ τοῦτο ἀεὶ ἐπὶ τὸν Πατέρα καὶ ἐπὶ τὸ Πνεῦμα καταφεύγει, ἐκεῖθεν πιστούμενος τὰ λεγόμενα. Ἐπεὶ ἐάν τις ταύτην ἀνελὼν τὴν αἰτίαν καθ' ἑαυτὸν ἐξετάσῃ τὸν λόγον, σφόδρα ἀποδέει τῆς ἀξίας τοῦ Χριστοῦ. Οὐ γὰρ διὰ τοῦτο ἀξιόπιστος αὐτοῖς, ἐπειδὴ τὴν τοῦ Πνεύματος ἐνέργειαν ἔχει· οὐ γὰρ τῆς ἐκεῖθεν δεῖται βοηθείας, ἀλλ' αὐτός 120
ἐστιν ἀρκῶν ἑαυτῷ. Τέως δὲ πρὸς τὴν ὑπόνοιαν τῶν ἀτελεστέρων φθέγγεται, ἀπὸ τῶν ταπεινῶν κατὰ μικρὸν αὐτοὺς ἀναγαγεῖν βουλόμενος. Ταῦτα δὲ λέγω, ἵνα μὴ ἁπλῶς τὰ ἐν ταῖς Γραφαῖς κείμενα παρατρέχωμεν, ἀλλὰ καὶ τὸν σκοπὸν τοῦ λέγοντος, καὶ τὴν ἀσθένειαν τῶν ἀκροατῶν, καὶ πολλὰ ἕτερα τὰ ἐν αὐταῖς καταμανθάνωμεν. Οὐ γὰρ πάντα ὡς βούλονται οἱ διδάσκαλοι φθέγγονται, ἀλλὰ τὰ πολλὰ ὡς ἡ ἕξις τῶν ἀσθενούντων ἀπαιτεῖ. Διὸ καὶ Παῦλος λέγει· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Ἐβουλόμην μὲν γὰρ, φησὶν, ὡς πνευματικοῖς λαλῆσαι, οὐκ ἠδυνάμην δέ. Πῶς; Οὐκ ἐπειδὴ αὐτὸς ἀδυνάτως εἶχεν, ἀλλ' ἐπειδὴ ἐκεῖνοι οὐκ ἠδύναντο οὕτως ἀκοῦσαι. Οὕτω καὶ Ἰωάννης ἐβούλετο μεγάλα τινὰ διδάξαι τοὺς μαθητὰς, ἀλλ' οὐδέπω δέξασθαι ἠνείχοντο ἐκεῖνοι· διὰ τοῦτο τοῖς ταπεινοτέροις ἐνδιατρίβει μάλιστα. γʹ. Χρὴ τοίνυν διερευνᾶσθαι μετὰ ἀκριβείας πάντα. Καὶ γὰρ ὅπλα ἐστὶ τὰ ἀπὸ τῶν Γραφῶν πνευματικά. Ἀλλ' ἂν μὴ εἰδῶμεν ἁρμόσαι τὰ ὅπλα, καὶ καθοπλίσαι καλῶς τοὺς μαθητὰς, αὐτὰ μὲν ἔχει τὴν οἰκείαν ἰσχὺν τοὺς δεχομένους δὲ οὐδὲν ὠφελῆσαι δύναται. Θῶμεν γὰρ εἶναι θώρακα ἰσχυρὸν, καὶ κράνος καὶ ἀσπίδα, καὶ δόρυ· εἶτα λαβέτω τις ταῦτα τὰ ὅπλα, καὶ τὸν μὲν θώρακα περιτιθέτω τοῖς ποσὶ, τὸ δὲ κράνος, ἀντὶ τῆς κεφαλῆς, τῇ ὄψει, καὶ τὴν ἀσπίδα μὴ πρὸ τοῦ στήθους προβαλλέσθω, ἀλλὰ φιλονεικείτω περιαρτῆσαι τοῖς ποσίν· ἆρα δυνήσεταί τι τῶν ὅπλων ἀπόνασθαι τούτων, ἀλλ' οὐχὶ καὶ βλαβήσεται; Παντί που δῆλον. Ἀλλ' οὐ παρὰ τὴν ἀσθένειαν τῶν ὅπλων, ἀλλὰ παρὰ τὴν ἀπειρίαν τοῦ οὐκ εἰδότος αὐτοῖς χρήσασθαι καλῶς. Οὕτω καὶ ἐπὶ τῶν Γραφῶν· ἂν τὴν τάξιν αὐτῶν συγχέωμεν, τὴν μὲν οἰκείαν αὗται δύναμιν ἕξουσι καὶ οὕτως, ἡμᾶς δὲ οὐδὲν ὠφελήσουσι. Ταῦτα ἀεὶ καὶ ἰδίᾳ καὶ δημοσίᾳ διαλεγόμενος ὑμῖν, οὐδὲν ἀνύω πλέον· καὶ γὰρ τοῖς βιωτικοῖς πάντα τὸν χρόνον προσηλωμένους ὑμᾶς ὁρῶ, τῶν πνευματικῶν οὐδὲ ὄναρ μετέχοντες. Διὰ τοῦτο καὶ ὁ βίος ἡμῖν ἠμέληται, καὶ ὑπὲρ τῆς ἀληθείας ἀγωνιζόμενοι, οὐ 59.175 πολλὴν ἔχομεν τὴν ἰσχὺν, ἀλλὰ καταγέλαστοι γινόμεθα, καὶ παρ' Ἕλλησι, καὶ παρὰ Ἰουδαίοις, καὶ παρὰ αἱρετικοῖς. Καὶ εἰ μὲν καὶ ἐν τοῖς ἄλλοις ἀμελοῦντες, τὴν αὐτὴν καὶ ἐνταῦθα ῥᾳθυμίαν ἐπεδείκνυσθε, ἦν μὲν οὐδὲ οὕτως ἀπολογίας ἄξιον τὸ γινόμενον. Νυνὶ δὲ ἐν μὲν τοῖς βιωτικοῖς ἕκαστος ξίφους ἐστὶ τομώτερος, καὶ οἱ τὰς τέχνας μετιόντες, καὶ οἱ τὰ πολιτικὰ πράττοντες πράγματα· ἐν δὲ τοῖς ἀναγκαίοις καὶ πνευματικοῖς, πάντων ἐσμὲν ῥᾳθυμότεροι, τοῖς μὲν παρέργοις ὡς ἔργοις κεχρημένοι, ἃ δὲ πάντων ἔργων ἀναγκαιότερα τίθεσθαι ἐχρῆν, ταῦτα οὐδὲ πάρεργα εἶναι νομίζοντες. Ἢ οὐκ ἴστε ὅτι οὐ διὰ τοὺς πρώτους ἀνθρώπους μόνον ἐγράφη τὰ γραφέντα, ἀλλὰ καὶ δι' ἡμᾶς; Οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος, ὅτι Ταῦτα δὲ εἰς νουθεσίαν ἡμῶν ἐγράφη, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησαν· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν; Καὶ οἶδα μὲν εἰκῆ λέγων· πλὴν οὐ 59.176 παύσομαι λέγων. Τοῦτο γὰρ ποιῶν ἀπολογήσομαι τῷ 59.176 Θεῷ, κἂν μηδεὶς ὁ ἀκούων ᾖ. Ὁ μὲν γὰρ τοῖς προσέχουσι λέγων, ἔχει παραμυθίαν τοῦ λέγειν τὴν πειθὼ τῶν ἀκροωμένων· ὁ δὲ συνεχῶς λέγων, καὶ μὴ ἀκουόμενος, εἶτα οὐ παυόμενος τοῦ λέγειν, πλείονος ἂν εἴη τιμῆς ἄξιος, διὰ τὸ τῷ Θεῷ δοκοῦν, καὶ μηδενὸς προσέχοντος, τὸ αὐτοῦ πᾶν πληρῶν. Ἀλλ' ὅμως εἰ καὶ ἡμῖν ὁ μισθὸς μείζων ἐκ τῆς ὑμετέρας παρακοῆς, ὅμως ἐπιθυμοῦμεν τοῦτον ἐλαττωθῆναι μᾶλλον, καὶ τὴν ὑμετέραν αὐξηθῆναι σωτηρίαν, μισθὸν μέγαν τὴν ὑμετέραν εὐδοκίμησιν εἶναι νομίζοντες. Καὶ ταῦτα λέγομεν νῦν, οὐχ ἵνα ἐπαχθῆ καὶ βαρὺν ποιήσωμεν τὸν λόγον, ἀλλ' ἵνα τὴν ἀλγηδόνα ὑμῖν ἐπιδείξωμεν, ἣν ἔχομεν διὰ τὴν ὑμετέραν ῥᾳθυμίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας, τῆς πνευματικῆς ἔχεσθαι σπουδῆς, καὶ τῶν οὐρανίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.175.20 ΟΜΙΛΙΑ ΛΑʹ. Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπιστῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. αʹ. Πολὺ τῆς συγκαταβάσεως τὸ κέρδος ἐν ἅπασι δείκνυται πράγμασιν. Οὕτω τὰς τέχνας κατωρθώσαμεν, οὐκ ἀθρόον παρὰ τῶν διδασκάλων πάντα μανθάνοντες· οὕτω πόλεις ἐδειμάμεθα, ἠρέμα καὶ κατὰ μικρὸν αὐτὰς συνιστῶντες· οὕτω τὴν ζωὴν διακρατοῦμεν τὴν ἡμετέραν. Καὶ μὴ θαυμάσῃς εἰ ἐπὶ τῶν βιωτικῶν τὸ πρᾶγμα τοσαύτην ἔχει τὴν ἰσχὺν, ὅπου γε καὶ ἐν τοῖς πνευματικοῖς πολλὴν ἄν τις εὕροι ταύτης τῆς σοφίας οὖσαν τὴν δύναμιν. Οὕτω γὰρ καὶ ἠδυνήθησαν ἀπαλλαγῆναι τῆς εἰδωλολατρείας Ἰουδαῖοι, ἠρέμα καὶ κατὰ μικρὸν ἐναγόμενοι, καὶ μηδὲν ἐξ ἀρχῆς ὑψηλὸν ἀκούοντες, μήτε δογμάτων, μήτε πολιτείας ἕνεκεν. Οὕτω μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, ὅτε καὶ ὑψηλοτέρων δογμάτων ὁ καιρὸς ἦν, ἅπαντας προσήγοντο οἱ ἀπόστολοι, οὐδὲν ἐκ πρώτης ὑψηλὸν φθεγγόμενοι. Οὕτω καὶ ὁ Χριστὸς τοῖς πλείοσι διελέγετο παρὰ τὴν ἀρχήν. Οὕτω καὶ Ἰωάννης ἐποίησε νῦν, ὡς περὶ ἀνθρώπου διαλεγόμενός τινος θαυμαστοῦ, καὶ τὰ ὑψηλὰ συνεσκιασμένως παρεντιθείς. Ἀρχόμενος γοῦν οὕτως ἔλεγεν· Οὐ δύναται ἄνθρωπος ἀφ' ἑαυτοῦ λαμβάνειν οὐδέν. Εἶτα ὑψηλόν τι συνάψας καὶ εἰπὼν, Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστὶ, πάλιν εἰς τὰ ταπεινὰ τὸν λόγον κατάγει, λέγων ἄλλα τε πολλὰ, καὶ ὅτι, Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα· εἶτα ἐπάγει, λέγων· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Εἶτα καὶ εἰδὼς ἀπὸ τοῦ λόγου τῆς κολάσεως γινομένη τὴν ὄνησιν, καὶ οὐχ οὕτω τῇ τῶν χρηστῶν ἐπαγγελίᾳ τοὺς πολλοὺς ἐπαγομένους, ὡς τῇ τῶν φοβερῶν ἀπειλῇ, ἐνταῦθα κατακλείει τὸν λόγον λοιπὸν, καὶ φησίν· Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. Πάλιν κἀνταῦθα ἐπὶ τὸν Πατέρα ἀνάγει τὸν τῆς κολάσεως λόγον. Οὐ γὰρ εἶπεν, ἡ ὀργὴ τοῦ Υἱοῦ, καίτοι γε αὐτός ἐστιν ὁ κριτής· ἀλλὰ τὸν Πατέρα αὐτοῖς ἐπέστησε, μᾶλλον φοβῆσαι βουλόμενος. Ἆρα οὖν ἀρκεῖ τὸ πιστεῦσαι εἰς τὸν Υἱὸν, φησὶ, πρὸς τὸ ζωὴν ἔχειν αἰώνιον; Οὐδαμῶς. Καὶ ἄκουε τοῦ Χριστοῦ τοῦτο δεικνύντος καὶ λέγοντος· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ ἡ 59.176 εἰς τὸ Πνεῦμα δὲ βλασφημία ἀρκεῖ καὶ μόνη εἰς γέενναν ἐμβαλεῖν. Καὶ τί λέγω περὶ μέρους δόγματος; Κἂν γὰρ εἰς τὸν Πατέρα τις καὶ τὸν Υἱὸν ὀρθῶς πιστεύσῃ, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, βίον δὲ μὴ ἔχῃ ὀρθὸν, οὐδὲν αὐτῷ κέρδος τῆς πίστεως εἰς σωτηρίαν. Οὐκοῦν καὶ ὅταν λέγῃ, Αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, μὴ νομίσωμεν ἀρκεῖν ἡμῖν εἰς σωτηρίαν τὸ λεγόμενον. Δεῖ γὰρ ἡμῖν καὶ βίου καὶ πολιτείας ἀκριβεστάτης· ἐπεὶ καὶ ἐνταῦθα εἴρηκεν, Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ἀλλὰ τὸ τούτου ἑξῆς τέθεικε σφοδρότερον. Οὐδὲ γὰρ ἀπὸ τῶν χρηστῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐναντίων τὸν λόγον ὑφαίνει. Καὶ ὅρα πῶς. Ἐπήγαγε γάρ· Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. Ἀλλ' ὅμως οὐδὲ ἐντεῦθέν φαμεν ἀρκεῖν τὴν πίστιν εἰς σωτηρίαν μόνην. Καὶ δείκνυσι τὰ περὶ βίου πολλαχοῦ τῶν Εὐαγγελίων εἰρημένα. Διά τοι τοῦτο οὐκ εἶπεν, αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ μόνη· οὐδὲ, ὁ πιστεύων εἰς τὸν Υἱὸν μόνον ἔχει αἰώνιον ζωήν· ἀλλ' ἐν ἑκατέρῳ τοῦτο ἐμφαίνει, ὅτι ἔχει ζωὴν τὸ πρᾶγμα. Ἂν μέντοι τὰ τῆς πολιτείας μὴ ἀκολουθῇ, πολλὴ ἕψεται ἡ κόλασις. Καὶ οὐκ εἶπε, Μένει αὐτὸν, ἀλλ' Ἐπ' αὐτὸν, δηλῶν ὅτι οὐδέποτε ἀπ' αὐτοῦ ἀποστήσεται. Ἵνα γὰρ μὴ νομίσῃς θάνατον εἶναι πρόσκαιρον τὸ, Οὐκ ὄψεται ζωὴν, 122
ἀλλὰ πιστεύσῃς ὅτι διηνεκὴς ἡ κόλασις, τοῦτο τέθεικε τὸ ῥῆμα, δεικνὺς ὅτι ἐνιζάνει αὐτῷ διηνεκῶς. Ἐποίησε δὲ τοῦτο, διὰ τούτων αὐτοὺς τῶν ῥημάτων ὠθῶν πρὸς τὸν Χριστόν. Διόπερ οὐδὲ ἰδίᾳ πρὸς αὐτοὺς τὴν παραίνεσιν ἐποιήσατο, ἀλλὰ καθολικὴν, καὶ ὡς ἂν μάλιστα αὐτοὺς ἐπαγαγέσθαι ἐδύνατο. Οὐ γὰρ εἶπεν, ἐὰν πιστεύσητε, καὶ, ἐὰν μὴ πιστεύσητε· ἀλλ' ἐπὶ τοῦ κοινοῦ προάγει τὸν λόγον, ὥστε ἀνύποπτα γενέσθαι τὰ λεγόμενα· καὶ σφοδρότερον ἢ ὁ Χριστὸς τοῦτο πεποίηκεν. Ὁ μὲν γὰρ Χριστὸς εἶπεν, ὅτι Ὁ μὴ πιστεύων ἤδη κέκριται· οὗτος δὲ, Οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν· καὶ μάλα εἰκότως. Οὐ γὰρ ὁμοίως ἦν αὐτόν τινα περὶ ἑαυτοῦ λέγειν, καὶ ἕτερον περὶ αὐτοῦ. Τὸν μὲν γὰρ Χριστὸν ἐνόμισαν ἂν φιλαυτίας ἕνεκεν ταῦτα πολλάκις φθέγγεσθαι καὶ κομπάζειν· ὁ δὲ Ἰωάννης ταύτης ἀπήλλακτο τῆς ὑποψίας. Εἰ δὲ μετὰ ταῦτα καὶ ὁ Χριστὸς σφοδροτέρῳ κέχρηται λόγῳ, ἀλλ' ὅτε μεγάλην τὴν περὶ αὐτοῦ δό 59.177 ξαν ἔσχον λοιπόν. Ὡς οὖν ἔγνω ὁ Ἰησοῦς, ὅτι ἤκουσαν οἱ Φαρισαῖοι, ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης (καίτοι γε αὐτὸς ὁ Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ), ἀνεχώρησεν ἀπὸ τῆς Ἰουδαίας, καὶ ἦλθεν εἰς τὴν Γαλιλαίαν. Αὐτὸς μὲν οὖν οὐκ ἐβάπτιζεν, οἱ δὲ ἀπαγγέλλοντες, βουλόμενοι διεγεῖραι τοὺς ἀκούοντας εἰς φθόνον, οὕτως ἀπήγγελλον. Τί δήποτε οὖν, φησὶν, ἀνεχώρει; Οὐ δειλίας ἕνεκεν; ἀλλ' ἐκκόπτων αὐτῶν τὴν βασκανίαν, καὶ παραμυθούμενος τὸν φθόνον. Δυνατὸς μὲν γὰρ ἦν καὶ ἐπελθόντας ἐπισχεῖν, ἀλλ' οὐκ ἐβούλετο συνεχῶς τοῦτο ποιεῖν, ὥστε μὴ ἀπιστεῖσθαι τῆς σαρκὸς τὴν οἰκονομίαν. Εἰ γὰρ συνεχῶς κρατούμενος διέφευγε, τοῦτο ἂν ὑπωπτεύθη παρὰ πολλοῖς. Διά τοι τοῦτο τὰ πολλὰ ἀνθρωπινώτερον ᾠκονόμει. Ὥσπερ γὰρ ἐβούλετο πιστευθῆναι ὅτι Θεὸς ἦν, οὕτως ὅτι Θεὸς ὢν, σάρκα ἐφόρει. Διὰ τοῦτο καὶ μετὰ τὴν ἀνάστασιν πρὸς τὸν μαθητὴν ἔλεγε· Ψηλάφησον καὶ ἴδε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει. Διὰ τοῦτο καὶ Πέτρῳ ἐπετίμησεν, εἰπόντι· Ἵλεώς σοι, οὐ μὴ ἔσται τοῦτο. Οὕτω σφόδρα αὐτῷ τὸ πρᾶγμα περισπούδαστον ἦν. βʹ. Ἐπεὶ καὶ τῶν τῆς Ἐκκλησίας δογμάτων οὐ μικρὸν τοῦτο τὸ μέρος ἐστὶ, καὶ τῆς ὑπὲρ ἡμῶν σωτηρίας τὸ κεφάλαιον τοῦτο, καὶ δι' οὗ πάντα γεγένηται καὶ κατώρθωται. Οὕτω γὰρ καὶ θάνατος ἐλύθη, καὶ ἁμαρτία ἀνῃρέθη, καὶ κατάρα ἠφανίσθη, καὶ τὰ μυρία εἰσῆλθεν εἰς τὸν βίον ἡμῶν ἀγαθά. Διὸ μάλιστα ἐβούλετο πιστεύεσθαι τὴν οἰκονομίαν, τὴν ῥίζαν καὶ πηγὴν ἡμῖν τῶν μυρίων γενομένην ἀγαθῶν. Οἰκονομῶν δὲ τὰ ἀνθρώπινα, οὔτε τὰ θεῖα συσκιάζεσθαι ἠφίει. Ἀναχωρήσας γοῦν, πάλιν τῶν αὐτῶν εἴχετο ὧν καὶ πρότερον. Οὐ γὰρ ἁπλῶς ἐπὶ τὴν Γαλιλαίαν ἀπήρχετο, ἀλλὰ μεγάλα τινὰ κατασκευάζων πράγματα τὰ κατὰ τοὺς Σαμαρείτας· καὶ οὐχ ἁπλῶς οἰκονομῶν αὐτὰ, ἀλλὰ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας, καὶ τοῦ μηδεμίαν καταλιπεῖν Ἰουδαίοις μηδὲ ἀναισχύντου τινὸς ἀπολογίας πρόφασιν. Ὅπερ καὶ ὁ Εὐαγγελιστὴς αἰνιττόμενος ἐπήγαγεν, Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας, δεικνὺς ὁδοῦ πάρεργον αὐτὸν τοῦτο ποιούμενον. Οὕτω καὶ οἱ ἀπόστολοι ἐποίουν. Καθάπερ γὰρ ἐκεῖνοι διωκόμενοι ὑπὸ Ἰουδαίων, τότε ἐπὶ τὰ ἔθνη ἤρχοντο· οὕτω καὶ ὁ Χριστὸς, ὅτε αὐτὸν ἀπήλασαν, τότε καὶ ἐκείνων ἥπτετο, ὡς καὶ ἐπὶ τῆς Συροφοινικίσσης ἐποίησε γυναικός. Τοῦτο δὲ ἐγένετο, ὥστε πᾶσαν ἐκκοπῆναι Ἰουδαίοις ἀπολογίαν, καὶ ἵνα μὴ ἐξῇ αὐτοῖς λέγειν, ὅτι καταλιπὼν ἡμᾶς πρὸς τοὺς ἀκροβύστους ἀπῆλθε. Διὰ τοῦτο καὶ οἱ μαθηταὶ ἀπολογούμενοι ἔλεγον· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· καὶ αὐτὸς πάλιν, Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ πάλιν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἐπειδὴ δὲ αὐτὸν ἀπήλασαν, θύραν τοῖς ἔθνεσιν ἀνέῳξαν. Καὶ οὐδὲ οὕτω προηγουμένως ἐπ' ἐκείνους ἔρχεται, ἀλλὰ παριών. Παριὼν τοίνυν, Ἦλθεν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου, οὗ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὑτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Τίνος 123
ἕνεκεν ἀκριβολογεῖται ὁ Εὐαγγελιστὴς περὶ τοῦ τόπου; Ἵνα ὅταν ἀκούσῃς τῆς γυναικὸς λαλούσης, Ἰακὼβ ὁ πατὴρ ἡμῶν ἔδωκεν ἡμῖν τὴν πηγὴν 59.178 ταύτην, μὴ ξενισθῇς. Ὁ γὰρ τόπος ἐκεῖνος ἦν ἔνθα ὑπὲρ τῆς Δείνας οἱ περὶ τὸν Λευῒ καὶ Συμεὼν ἀγανακτοῦντες, τὸν χαλεπὸν ἐκεῖνον εἰργάσαντο φόνον. Ἄξιον δὲ εἰπεῖν καὶ πόθεν οἱ Σαμαρεῖται συνέστησαν. Καὶ γὰρ ὁ τόπος οὗτος ἅπας Σαμάρεια καλεῖται. Πόθεν οὖν τὴν προσηγορίαν ἔλαβον; Σομὸρ τὸ ὄρος ἐλέγετο ἀπὸ τοῦ κτησαμένου, καθάπερ καὶ Ἡσαΐας φησί· Καὶ ἡ κεφαλὴ Σομόρων, Ἐφραΐμ· ἀλλ' οἱ κατοικοῦντες οὐ Σαμαρεῖται, ἀλλ' Ἰσραηλῖται ἐλέγοντο. Χρόνου δὲ προϊόντος, προσέκρουσαν τῷ Θεῷ· καὶ βασιλεύσαντος Φακεὲ, ἀνελθὼν Θεγλὰθ Φαλασὰρ, πόλεις τε εἷλε πολλὰς, καὶ ἐπέθετο τῷ Ἠλᾷ, καὶ ἀνελὼν αὐτὸν, Ὠσηὲ τὴν βασιλείαν ἔδωκεν. Ἐπὶ τοῦτον ἐλθὼν ὁ Σαλμανασὰρ, εἷλε πόλεις ἑτέρας, καὶ ὑποφόρους ἐποίησε καὶ ὑποτελεῖς. Ἀλλ' οὗτος τὸ μὲν πρῶτον εἶξεν· ὕστερον δὲ ἀπέστη τῆς ἀρχῆς, καὶ πρὸς τὴν τῶν Αἰθιόπων κατέφυγε συμμαχίαν. Ἔγνω τοῦτο ὁ Ἀσσύριος, καὶ ἐπιστρατεύσας, καὶ ἀνελὼν αὐτοὺς, οὐκ ἔτι τὸ ἔθνος ἐκεῖ μένειν ἀφίησι, διὰ τὰς τοιαύτας τῆς ἀποστάσεως ὑποψίας· ἀλλὰ τούτους μὲν εἰς Βαβυλῶνα ἤγαγε καὶ Μήδους, ἐκεῖθεν δὲ ἔθνη ἐκ διαφόρων τόπων ἀγαγὼν, κατῴκισεν ἐν τῇ Σαμαρείᾳ, ὥστε λοιπὸν ἀσφαλῆ αὐτῷ τὴν ἀρχὴν εἶναι, τῶν οἰκείων ἐχόντων τὸν τόπον. Τούτων δὲ γενομένων, βουλόμενος ὁ Θεὸς δεῖξαι τὴν αὐτοῦ δύναμιν, καὶ ὡς οὐ δι' ἀσθένειαν ἐξέδωκεν Ἰουδαίους, ἀλλὰ δι' ἁμαρτίας τῶν ἐκδοθέντων, ἐπαφίησι λέοντας τοῖς βαρβάροις· οἵτινες ἐλυμαίνοντο τὸ ἔθνος ἅπαν. Ἀπηγγέλη ταῦτα τῷ βασιλεῖ, καὶ πέμπει ἱερέα τινὰ τὸν παραδώσοντα αὐτοῖς τοὺς τοῦ Θεοῦ νόμους. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἐξ ὁλοκλήρου τῆς ἀσεβείας ἀπέστησαν, ἀλλ' ἐξ ἡμισείας. Χρόνου δὲ προϊόντος, πάλιν τῶν μὲν εἰδώλων ἀπεπήδησαν, ἔσεβον δὲ τὸν Θεόν. Τῶν οὖν πραγμάτων ἐν τούτοις ὄντων, ἐπανελθόντες Ἰουδαῖοι λοιπὸν, ζηλοτύπως πρὸς αὐτοὺς εἶχον ἅτε πρὸς ἀλλοφύλους καὶ πολεμίους, οἳ καὶ ἀπὸ τοῦ ὄρους Σαμαρείτας αὐτοὺς ἐκάλουν. Ἰουδαίοις δὲ οὐ μικρὰ καὶ ἐντεῦθεν ἦν πρὸς αὐτοὺς ἡ φιλονεικία. Οὐδὲ γὰρ ταῖς Γραφαῖς πάσαις ἐκέχρηντο, ἀλλὰ τὰ Μωϋσέως μόνα δεχόμενοι, τῶν προφητῶν οὐ πολὺν ἐποιοῦντο λόγον. Ἐφιλονείκουν μέντοι εἰς τὴν εὐγένειαν εἰσωθεῖν ἑαυτοὺς τὴν Ἰουδαϊκὴν, καὶ ἐφιλοτιμοῦντο ἐπὶ τῷ Ἀβραὰμ, καὶ πρόγονον αὐτὸν ἐπεγράφοντο, ἅτε ἀπὸ τῆς Χαλδαίας ὄντα· καὶ τὸν Ἰακὼβ δὲ πατέρα ἐκάλουν, ἅτε ἐκείνου ὄντα ἀπόγονον· οἱ δὲ Ἰουδαῖοι μετὰ πάντων καὶ τούτους ἐβδελύσσοντο. Ὅθεν καὶ τῷ Χριστῷ ταῦτα ὠνείδιζον λέγοντες· Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις· καὶ ἐπὶ τοῦ καταβάντος ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, ταύτης ἕνεκεν τῆς ὑποθέσεως ὁ Χριστὸς Σαμαρείτην εἰσάγει, τὸν ἔλεον εἰς αὐτὸν πεποιηκότα, τὸν εὐτελῆ, τὸν εὐκαταφρόνητον, τὸν βδελυκτὸν παρ' αὐτοῖς· καὶ ἐπὶ τῶν δέκα λεπρῶν, ἀλλογενῆ τὸν ἕνα φησὶ διὰ τοῦτο (Σαμαρείτης γὰρ ἦν)· καὶ αὐτὸς δὲ τοῖς μαθηταῖς οὕτω λέγων ἐκέλευσεν· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. γʹ. Οὐ τῆς ἱστορίας δὲ ἕνεκεν μόνης τοῦ τόπου μόνον ἀνέμνησεν ἡμᾶς τοῦ Ἰακὼβ ὁ Εὐαγγελιστὴς, ἀλλὰ καὶ ὑπὲρ τοῦ δεῖξαι τὴν ἀποβολὴν τὴν Ἰουδαϊκὴν πάλαι γεγενημένην. Καὶ γὰρ ἐπὶ τῶν προγόνων αὐτῶν τοὺς τόπους ἀντ' αὐτῶν κατέσχον ἐκεῖνοι. Ἃ γὰρ οἱ πρόγονοι αὐτῶν εἶχον, οὐκ ὄντα αὐτῶν, ταῦτα διὰ τὴν ῥᾳθυμίαν αὐτῶν καὶ παρανομίαν, ὄντα αὐτῶν, ἀπώλεσαν οὗτοι. Οὕτως οὐδὲν κέρδος, προγόνων εἶναι 59.179 χρηστῶν, ὅταν μὴ τοιοῦτοι τύχωσιν οἱ ἐξ ἐκείνων ὄντες. Οἱ μὲν γὰρ βάρβαροι, ἵνα λεόντων πεῖραν λάβωσι μόνον, πρὸς τὴν Ἰουδαϊκὴν εὐσέβειαν ἐπανῆλθον εὐθέως· ἐκεῖνοι δὲ τοσαύτας ὑπομένοντες τιμωρίας, οὐδὲ οὕτως ἐσωφρονίσθησαν. Ἐνταῦθα τοίνυν ὁ Χριστὸς παρεγένετο, τὸν μὲν βάναυσον καὶ ὑγρὸν ἐκβάλλων βίον ἀεὶ, τὸν δὲ ἐπίπονον εἰσάγων καὶ συνεσταλμένον. Οὐ γὰρ ὑποζυγίοις κέχρηται, ἀλλ' οὕτω βαδίζει συντόνως, ὡς καὶ κοπιᾶσαι ἐκ τῆς ὁδοιπορίας. Καὶ τοῦτο πανταχοῦ παιδεύει, τὸ αὐτουργὸν εἶναι καὶ ἀπέριττον, καὶ τὸ 124
μὴ πολλῶν δεῖσθαι. Οὕτω γὰρ βούλεται τῶν περιττῶν ἀλλοτρίους ἡμᾶς εἶναι, ὡς καὶ αὐτῶν τῶν ἀναγκαίων πολλὰ περικόπτειν. Διὰ τοῦτο ἔλεγεν· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Διὰ τοῦτο καὶ ἐν τοῖς ὄρεσι τὰ πλείονα διατρίβει, οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν νυκτὶ, καὶ ἐν ταῖς ἐρήμοις. Τοῦτο καὶ ὁ Δαυῒδ ἀνακηρύττων ἔλεγεν, Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, τὸ εὐσταλὲς αὐτοῦ τοῦ βίου δηλῶν. Τοῦτο καὶ Ἰωάννης ἐνταῦθα δείκνυσιν· Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκάθητο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι πιεῖν. Οἱ δὲ μαθηταὶ αὐτοῦ ἀπῆλθον εἰς τὴν ἀγορὰν, ἵνα τροφὰς ἀγοράσωσιν. Ἐντεῦθεν μανθάνομεν καὶ τὸ περὶ τὰς ὁδοιπορίας εὔτονον αὐτοῦ, καὶ τὸ περὶ τὰς τροφὰς ἠμελημένον, καὶ πῶς παρέργως τῷ πράγματι κέχρηται. Οὕτω γοῦν καὶ οἱ μαθηταὶ ἐπαιδεύθησαν τὰ καθ' ἑαυτοὺς διατίθεσθαι. Οὐ γὰρ ἐπήγοντο ἐφόδια. Καὶ δηλοῖ τοῦτο ἕτερος εὐαγγελιστὴς λέγων, ἡνίκα περὶ τῆς ζύμης τῶν Φαρισαίων αὐτοῖς διελέγετο, ὅτι ἐκεῖνοι ἐνόμιζον ὅτι ἄρτους οὐκ ἐβάσταζον. Καὶ ὅταν πεινῶντας εἰσάγῃ, καὶ τίλλοντας τῶν ἀσταχύων, καὶ ἐσθίοντας, καὶ ὅταν λέγῃ αὐτὸν ἐπὶ τὴν συκῆν διὰ τὴν πεῖναν ἐληλυθέναι, οὐδὲν ἄλλο ἢ τοῦτο διὰ πάντων ἡμᾶς παιδεύει, τὸ καταφρονεῖν γαστρὸς, καὶ μὴ περισπούδαστον τὴν αὐτῆς νομίζειν εἶναι λειτουργίαν. Σκόπει γοῦν αὐτοὺς καὶ ἐνταῦθα, οὔτε ἐπιφερομένους τι, οὔτε ἐπειδὴ μὴ ἐβάσταζον, ἐκ προοιμίων καὶ εὐθὺς τῆς ἡμέρας τούτου φροντίζοντας, ἀλλὰ κατὰ τὸν καιρὸν, καθ' ὃν ἅπαντες ἀριστοποιοῦνται, τροφὰς ἀγοράζοντας. Ἀλλ' οὐχ ἡμεῖς, οἳ εὐθέως ἀπὸ κλίνης διανιστάμενοι πρὸ τῶν ἄλλων τοῦτο σκοπούμεθα, μαγείρους καὶ τραπεζοποιοὺς καλοῦντες, καὶ μετὰ πολλῆς ταῦτα ἐπισκήπτοντες τῆς σπουδῆς, καὶ μετ' ἐκεῖνα τῶν ἄλλων οὕτως ἁπτόμενοι, τὰ βιωτικὰ πρὸ τῶν πνευματικῶν σπουδαῖα ποιούμενοι, καὶ ἃ πάρεργον ἔχειν ἐχρῆν, ὡς ἀναγκαῖα τιμῶντες. Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γίνεται. Τοὐναντίον γὰρ ἐχρῆν ἁπάντων τῶν πνευματικῶν πολὺν ποιησαμένους λόγον, μετὰ τὸ πληρῶσαι ἐκεῖνα, τότε ἅπτεσθαι τούτων. Οὐ τὸ ἐπίπονον δὲ μόνον, ἀλλὰ καὶ τὸ ἄτυφον ἐντεῦθεν δείκνυται, οὐ τῷ κοπιᾶσαι, οὐδὲ τῷ καθίσαι ἐπὶ τῆς ὁδοῦ μόνον, ἀλλὰ καὶ τῷ καταλειφθῆναι μόνον καὶ τοὺς μαθητὰς αὐτοῦ ἀπελθεῖν. Καίτοι γε ἐξῆν εἴ γε ἐβούλετο, ἢ μὴ πάντας ἐκπέμψαι, ἢ ἀπελθόντων ἐκείνων, ἑτέρους διακόνους ἔχειν· ἀλλ' οὐκ ἠθέλησε· καὶ γὰρ τοὺς μαθητὰς οὕτως εἴθισε πάντα τῦφον καταπατεῖν. Καὶ τί μέγα, φησὶν, εἰ ἐμετρίαζον, ἴσως εἴποι τις ἂν, ἁλιεῖς ὄντες καὶ σκηνοποιοί; [̔Αλιεῖς μὲν ἦσαν καὶ σκηνοποιοὶ,] ἀλλ' ἀθρόον εἰς 59.180 αὐτὴν ἀνέβησαν τοῦ οὐρανοῦ τὴν κορυφὴν, καὶ πάντων ἐγένοντο βασιλέων σεμνότεροι, ὁμιληταὶ γενέσθαι καταξιωθέντες τοῦ τῆς οἰκουμένης Δεσπότου, καὶ παρακολουθῆσαι τῷ θαυμαζομένῳ πάντοθεν. Ἴστε δὲ κἀκεῖνο, ὅτι μάλιστα οἱ ἐκ ταπεινῶν ὄντες, ὅταν ἀξιωμάτων ποτὲ λάβωνται, εὐκολώτερον αἴρονται πρὸς ἀπόνοιαν, ἅτε ἀπειροκάλως ἔχοντες πρὸς τὴν τοσαύτην τιμήν. Κατέχων οὖν αὐτοὺς ἐπὶ τῆς αὐτῆς ταπεινοφροσύνης, ἐπαίδευεν αὐτοὺς διὰ πάντων συνεστάλθαι. καὶ μηδαμοῦ δεῖσθαι τῶν διακονησομένων. Αὐτὸς δὲ Κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, φησὶν, ἐκάθητο οὕτως ἐπὶ τῇ πηγῇ. Ὁρᾷς ὅτι διὰ τὸν κόπον ἡ καθέδρα γέγονε, διὰ τὸ καῦμα, διὰ τὸ περιμεῖναι τοὺς μαθητάς; Ἤδει μὲν γὰρ συμβησόμενον τὸ κατὰ τοὺς Σαμαρείτας. Οὐκ ἐπὶ τοῦτο δὲ ἦλθε προηγουμένως· οὐ μὴν ἐπειδὴ διὰ τοῦτο οὐκ ἦλθε, παραγενόμενον τὸ γύναιον ἀπώσασθαι ἐχρῆν, οὕτω πολλὴν φιλομάθειαν ἐπιδεικνύμενον. Οἱ μὲν γὰρ Ἰουδαῖοι καὶ πρὸς αὐτοὺς ἐρχόμενον ἀπήλαυνον, οἱ δὲ ἐξ ἐθνῶν καὶ ἀλλαχοῦ βαδίζοντα πρὸς ἑαυτοὺς εἷλκον· καὶ οἱ μὲν ἐφθόνουν, οἱ δὲ ἐπίστευον· ἐκεῖνοι ἠγανάκτουν, οὗτοι ἐθαύμαζον καὶ προσεκύνουν. Τί οὖν; ἔδει τοσούτων σωτηρίαν ὑπεριδεῖν, καὶ προθυμίαν οὕτω γενναίαν ἀφεῖναι; Τοῦτο μὲν οὖν ἀνάξιον ἦν αὐτοῦ τῆς φιλανθρωπίας· διόπερ μετὰ 125
τῆς προσηκούσης αὐτῷ σοφίας πάντα τὰ παρόντα οἰκονομεῖ. Ἐκάθητο μὲν γὰρ, ἀναπαύων τὸ σῶμα, καὶ παρὰ τὴν πηγὴν ἀναψύχων αὐτό. Αὐτὸ γὰρ ἦν τῆς ἡμέρας τὸ μεσαίτατον, ὅπερ καὶ ὁ Εὐαγγελιστὴς ἐδήλωσεν εἰπὼν, Ὥρα ἦν ὡσεὶ ἕκτη· καὶ ἐκάθητο οὕτως. Τί δέ ἐστιν, Οὕτως; Οὐκ ἐπὶ θρόνου, φησὶν, οὐκ ἐπὶ προσκεφαλαίου, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν ἐπ' ἐδάφους. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. δʹ. Ὅρα πῶς καὶ τὴν γυναῖκα δι' ἄλλο δείκνυσιν ἐξελθοῦσαν, πανταχοῦ τὴν ἀναίσχυντον τῶν Ἰουδαίων ἐπιστομίζων ἀντιλογίαν, καὶ ἵνα μή τις λέγῃ ὅτι ἐναντιοῦται ἑαυτοῦ τῷ προστάγματι, εἰς μὲν πόλιν κελεύων μὴ εἰσιέναι Σαμαρειτῶν, Σαμαρείταις δὲ διαλεγόμενος. Διὸ καὶ τὸ, Ἀπεληλύθεισαν οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι, τέθεικεν ὁ Εὐαγγελιστὴς, πολλὰς εἰσάγων αἰτίας τῆς πρὸς αὐτὴν διαλέξεως. Τί οὖν ἡ γυνή; Ἀκούσασα, Δός μοι πιεῖν, σφόδρα συνετῶς εἰς κατασκευὴν ἐρωτήσεως τὸν παρὰ τοῦ Χριστοῦ λόγον λαμβάνει, καὶ λέγει· Πῶς σὺ Ἰουδαῖος ὢν, αἰτεῖς παρ' ἐμοῦ πιεῖν οὔσης γυναικὸς Σαμαρείτιδος; Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. Καὶ πόθεν αὐτὸν Ἰουδαῖον ἐνόμιζεν εἶναι; Ἀπὸ τοῦ σχήματος ἴσως, καὶ ἀπὸ τῆς διαλέξεως. Σὺ δέ μοι σκόπει πῶς διεσκεμμένον τὸ γύναιον ἦν. Εἰ γὰρ ἐχρῆν φυλάξασθαι, τὸν Ἰησοῦν ἐχρῆν, οὐκ ἐκείνην. Οὐ γὰρ εἶπεν, ὅτι Σαμαρεῖται τοῖς Ἰουδαίοις οὐ συγχρῶνται, ἀλλ', Ἰουδαῖοι Σαμαρείτας οὐ προσίενται. Ἀλλ' ὅμως ἡ γυνὴ καίτοι κατηγορίας ἀπηλλαγμένη, ἐπειδὴ ἐνόμισεν ἕτερον αὐτῇ ἀντιπίπτειν, οὐδὲ οὕτως ἐσίγησεν, ἀλλ' ὡς οἴεται διορθοῦται τὸ μὴ κατὰ νόμον γινόμενον. Ἀλλ' ἐκεῖνο ἄν τις διαπορήσειε, πῶς ὁ Ἰησοῦς ἐζήτησε παρ' αὐτῆς πιεῖν, τοῦ νόμου οὐκ ἐπιτρέποντος; Εἰ γὰρ λέγοι τις, ὅτι τῷ προειδέναι μὴ δώσουσαν, δι' αὐτὸ μὲν οὖν τοῦτο οὐδὲ αἰτῆσαι ἐχρῆν. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι ἀδιάφορον αὐτῷ λοιπὸν ἦν τὰς τοιαύτας ἐκβάλλειν παρατηρήσεις. Ὁ γὰρ τοὺς ἄλλους ἐνάγων εἰς τὸ λύειν, πολλῷ μᾶλλον αὐτὸς αὐτὰς ἂν παρέδραμεν. Οὐ γὰρ τὸ εἰσπορευόμενον, φησὶ, κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον. Οὐ μικρὰ δὲ κατηγορία γένοιτ' ἂν τῶν Ἰουδαίων ἡ πρὸς τὴν γυναῖκα διάλεξις, διότι ἐκεῖνοι μὲν πολ 59.181 λάκις ἐπεσπῶντο, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων, καὶ οὐκ ἠνείχοντο· αὕτη δὲ, ὅρα πῶς κατέχεται ἀπὸ ψιλῆς ἐρωτήσεως. Αὐτὸς μὲν γὰρ οὐκ ἐνεστήσατο τέως ταύτην τὴν πραγματείαν, οὐδὲ τὴν ὁδόν· εἰ δέ τινες παρεγένοντο, οὐκ ἐκώλυε. Καὶ γὰρ τοῖς μαθηταῖς ἁπλῶς ἔλεγεν, εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσελθεῖν, οὐχὶ καὶ προσιόντας διακρούεσθαι· σφόδρα γὰρ ἀνάξιον ἦν αὐτοῦ τῆς φιλανθρωπίας. Διὰ δὴ τοῦτο καὶ ἀποκρίνεται τῇ γυναικὶ, καί φησιν· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν· σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Πρότερον δείκνυσιν ἀξίαν οὖσαν ἀκοῦσαι, καὶ μὴ παροφθῆναι· καὶ τότε ἑαυτὸν ἐκκαλύπτει. Καὶ γὰρ ἔμελλεν εὐθέως μαθοῦσα ὅστις ἐστὶν, ὑπακούσεσθαι καὶ προσέξειν αὐτῷ· ὅπερ περὶ Ἰουδαίων οὐκ ἄν τις εἴποι. Καὶ γὰρ μαθόντες, ᾔτησαν αὐτὸν οὐδὲν, οὐδὲ ἐπεθύμησάν τι μαθεῖν τῶν χρησίμων, ἀλλὰ καὶ ὕβριζον καὶ ἀπήλαυνον. Ἡ δὲ γυνὴ ταῦτα ἀκούσασα, ὅρα πῶς ἐπιεικῶς ἀποκρίνεται· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Τέως αὐτὴν τῆς ὑπονοίας τῆς ταπεινῆς ἀνέστησε, καὶ τοῦ νομίζειν ἕνα τῶν πολλῶν εἶναι. Οὐ γὰρ ἁπλῶς ἐνταῦθα καλεῖ Κύριον, ἀλλὰ πολλὴν ἀπονέμουσα τὴν τιμήν. Ὅτι γὰρ τιμῶσα ταῦτα ἔλεγεν, ἀπὸ τῶν ἑξῆς εἰρημένων δῆλον. Οὐ γὰρ κατεγέλασεν, οὐδὲ ἐκωμῴδησεν, ἀλλὰ διηπόρει τέως. Εἰ δὲ μὴ εὐθέως τὸ πᾶν ἐνενόησε, μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ Νικόδημος. Τί γὰρ ἐκεῖνός φησι; Πῶς δύναται ταῦτα γενέσθαι; καὶ πάλιν· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν· καὶ πάλιν· Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Αὕτη δὲ αἰδεσιμώτερον· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Ἄλλο πρὸς αὐτὴν ἔλεγεν, ἄλλο δὲ ὑπώπτευεν ἐκείνη, οὐδὲν πλέον ἀκούουσα τῶν ῥημάτων, οὐδὲ ἐννοῆσαι τέως τι ὑψηλὸν δυναμένη, καίτοι γε ἐνῆν 126
εἰπεῖν προπετῶς φθεγγομένην, ὅτι εἰ εἶχες τὸ ὕδωρ τὸ ζῶν, οὐκ ἂν ᾔτησας παρ' ἐμοῦ, ἀλλὰ σαυτῷ παρέσχες ἂν προτέρῳ· νῦν δὲ κομπάζεις. Ἀλλ' οὐδὲν τούτων εἶπεν, ἀλλὰ μετ' ἐπιεικείας ἀποκρίνεται πολλῆς, καὶ ἐν ἀρχῇ καὶ μετὰ ταῦτα. Καὶ γὰρ ἐν ἀρχῇ φησι· Πῶς σὺ Ἰουδαῖος ὢν αἰτεῖς παρ' ἐμοῦ πιεῖν; Καὶ οὐκ εἶπεν, ἅτε πρὸς ἀλλόφυλον, καὶ ἐχθρὸν διαλεγομένη· Μή μοι γένοιτό σοι μεταδοῦναι ἀνθρώπῳ πολεμίῳ καὶ τοῦ ἔθνους ἡμῶν ἠλλοτριωμένῳ. Καὶ μετὰ ταῦτα πάλιν ἀκούσασα μεγάλα λέγοντος, ἐφ' ᾧ μάλιστα δάκνονται οἱ ἐχθροὶ, οὐ κατεγέλασεν, οὐδὲ διέσυρεν· ἀλλὰ τί φησι; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ τοῦτο, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ; Ὁρᾷς πῶς εἰσωθεῖ ἑαυτὴν εἰς τὴν εὐγένειαν τὴν Ἰουδαϊκήν; Ὃ δὲ λέγει, τοιοῦτόνἐστιν· Ἐκεῖνος τούτῳ ἐκέχρητο τῷ ὕδατι, καὶ πλέον ἔσχεν οὐδὲν δοῦναι. Ταῦτα δὲ ἔλεγε, δεικνῦσα πῶς ἐκ πρώτης ἀποκρίσεως ἐδέξατο νόημα μέγα καὶ ὑψηλόν. Τὸ γὰρ, Αὐτὸς ἔπιεν ἀπ' αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ, οὐδὲν ἄλλο αἰνιττομένης ἐστὶν, ἀλλ' ἢ ὅτι ἔσχε μὲν ἔννοιαν μείζονος ὕδατος, οὐχ εὕρισκε δὲ αὐτὸ, οὐδὲ ᾔδει σαφῶς. Ἵνα δὲ καὶ σαφέστερον εἴπω, ὃ βούλεται εἰπεῖν, τοῦτό ἐστιν· Οὐκ ἔχεις εἰπεῖν, φησὶν, ὅτι Ἰακὼβ μὲν ἡμῖν ταύτην ἔδωκε τὴν πηγὴν, ἑτέρᾳ δὲ αὐτὸς ἐχρήσατο· καὶ γὰρ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἀπ' αὐτῆς ἔπιον, οὐκ ἂν πιόντες, εἴ γε βελτίονα εἶχεν ἑτέραν. Ἀπὸ ταύτης μὲν οὖν οὐδὲ αὐτὸς δυνήσῃ δοῦναι, ἑτέραν δὲ βελτίονα οὐκ ἔστι σε ἔχειν, 59.182 εἰ μὴ καὶ τοῦ Ἰακὼβ ὁμολογεῖς μείζονα εἶναι σαυτόν. Πόθεν οὖν ἔχεις τὸ ὕδωρ ὃ ἐπαγγέλλῃ δώσειν ἡμῖν· Ἀλλ' οὐχὶ Ἰουδαῖοι οὕτω προσηνῶς αὐτῷ διαλέγονται, καίτοι καὶ αὐτοῖς περὶ τῆς αὐτῆς ὑποθέσεως διελέχθη, τοῦ τοιούτου μνημονεύσας ὕδατος· ἀλλ' οὐδὲν ἐκέρδαναν. Ὅτε δὲ τοῦ Ἀβραὰμ ἐμνημόνευσε, καὶ λίθοις βάλλειν αὐτὸν ἐπεχείρουν. Ἀλλ' οὐχ ἡ γυνὴ τοῦτον αὐτῷ τὸν τρόπον προσφέρεται, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας ἐν μέσῳ καύματι, καὶ ἐν ἡμέρᾳ μέσῃ, καὶ λέγει καὶ ἀκούει πάντα μετὰ μακροθυμίας πολλῆς, καὶ οὐδὲν ἐννοεῖ τι τοιοῦτον οἷον εἰκὸς Ἰουδαίους εἰπεῖν, ὅτι Μαίνεται καὶ ἐξέστηκεν οὗτος, προσέδησέ με πηγῇ καὶ φρέατι, παρέχων μὲν οὐδὲν, φυσῶν δὲ τοῖς ῥήμασιν· ἀλλὰ καρτερεῖ καὶ προσεδρεύει, ἕως ἂν εὕρῃ τὸ ζητούμενον. εʹ. Εἰ δὲ γυνὴ Σαμαρεῖτις τοσαύτην ποιεῖται σπουδὴν ὑπὲρ τοῦ μαθεῖν τι χρήσιμον, καὶ παραμένει τῷ Χριστῷ, καίτοι γε ἀγνοοῦσα αὐτόν· τίνος ἡμεῖς τευξόμεθα συγγνώμης, οἱ καὶ εἰδότες αὐτὸν, καὶ μήτε ὄντες παρὰ φρέαρ, μήτε ἐν ἐρημίᾳ, μήτε ἐν ἡμέρᾳ μέσῃ, μήτε ἀκτῖνος καιούσης· ἀλλ' ὑπὸ τὴν ἕω καὶ ὑπὸ τοιοῦτον ὄροφον σκιᾶς ἀπολαύοντες καὶ εὐψυχίας, καὶ μὴ καρτεροῦντες ἀκοῦσαί τι τῶν λεγομένων, ἀλλ' ἀποκναίοντες; Ἀλλ' οὐκ ἐκείνη τοιαύτη, ἀλλ' οὕτω κατέχεται τοῖς λεγομένοις, ὡς καὶ ἑτέρους καλέσαι. Ἰουδαῖοι δὲ οὐ μόνον οὐκ ἐκάλουν, ἀλλὰ καὶ τοὺς βουλομένους προσελθεῖν ἐκώλυον καὶ ἐνεπόδιζον· διὸ καὶ ἔλεγον· Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; Ἀλλ' ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσι. Μιμησώμεθα τοίνυν τὴν Σαμαρεῖτιν· διαλεχθῶμεν τῷ Χριστῷ. Καὶ γὰρ καὶ νῦν μέσος ἡμῶν ἕστηκε, καὶ διὰ τῶν προφητῶν καὶ διὰ τῶν μαθητῶν ἡμῖν φθεγγόμενος. Ἀκούσωμεν οὖν καὶ πεισθῶμεν. Μέχρι τίνος ζῶμεν εἰκῆ καὶ μάτην; Τὸ γὰρ μὴ τὰ δοκοῦντα τῷ Θεῷ ποιεῖν, εἰκῆ ζῇν ἐστι· μᾶλλον δὲ οὐκ εἰκῆ μόνον, ἀλλὰ καὶ ἐπὶ κακῷ. Ὅταν γὰρ τὸν δοθέντα ἡμῖν χρόνον ἀναλώσωμεν εἰς οὐδὲν δέον, ἀπελευσόμεθα δίκην δώσοντες τὴν ἐσχάτην τῆς ἀκαίρου δαπάνης. Οὐ γὰρ δήπου ὁ μὲν χρήματα ἐμπορεύσασθαι λαβὼν, εἶτα καταφαγὼν, λόγον ἀπαιτηθήσεται παρὰ τοῦ πιστεύσαντος· ὁ δὲ ζωὴν τοιαύτην δαπανήσας μάτην, οὐ δώσει δίκην. Οὐ διὰ τοῦτο ἡμᾶς ὁ Θεὸς ἤγαγεν εἰς τὸν παρόντα βίον, καὶ ψυχὴν ἐνέπνευσεν, ἵνα τῷ παρόντι χρησώμεθα μόνον, ἀλλ' ἵνα πάντα πρὸς τὴν μέλλουσαν πραγματευσώμεθα ζωήν. Τὰ γὰρ ἄλογα μόνα τῷ παρόντι χρήσιμα βίῳ· ἡμεῖς δὲ διὰ τοῦτο ψυχὴν ἀθάνατον ἔχομεν, ἵνα πρὸς τὴν ἐκείνης τῆς ζωῆς παρασκευὴν πάντα πράξωμεν. Ἵππων μὲν 127
γὰρ, καὶ ὄνων, καὶ βοῶν, καὶ τῶν ἄλλων τῶν τοιούτων βοσκημάτων ἂν ἐρωτήσῃ τις τὴν χρείαν, οὐδεμίαν ἄλλην ἐροῦμεν, ἀλλὰ τὴν ἐν τῷ παρόντι βίῳ διακονίαν. Περὶ δὲ ἡμῶν οὐκ ἔστι τοῦτο εἰπεῖν, ἀλλ' ἡ βελτίων κατάστασις, ἡ μετὰ τὴν ἐντεῦθέν ἐστιν ἀποδημίαν· καὶ δεῖ πάντα ποιεῖν, ἵνα ἐκεῖ λάμψωμεν, ἵνα μετὰ ἀγγέλων χορεύσωμεν, ἵνα τῷ βασιλεῖ παραστήκωμεν διαπαντὸς ἐν τοῖς αἰῶσι τοῖς ἀπεράντοις. Διὰ τοῦτο γὰρ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ τὸ σῶμα δὲ ἔσται ἀθάνατον, ἵνα τῶν ἀτελευτήτων ἀπολαύσωμεν ἀγαθῶν. Ἂν δὲ τῇ γῇ προσηλωμένος ᾖς τῶν οὐρανίων προκειμένων, ἐννόησον ὅση γίνεται ὕβρις εἰς τὸν δωρούμενον. Ἐκεῖνος μὲν γὰρ τὰ ἄνω σοι προτείνει· σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν ἀνταλλάσσῃ. Διὰ ταῦτα καὶ γέενναν ἠπείλησεν, ἅτε καταφρονούμενος, ἵνα μάθῃς ἐντεῦθεν, ὅσων σαυτὸν ἀποστερεῖς καλῶν. Ἀλλὰ 59.183 μὴ γένοιτο πεῖραν λαβεῖν τῆς κολάσεως ἐκείνης, ἀλλ' εὐαρεστήσαντας ἡμᾶς τῷ Χριστῷ, τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ 59.184 ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.183 ΟΜΙΛΙΑ ΛΒʹ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος, ἁλλο μένη εἰς ζωὴν αἰώνιον. αʹ. Τοῦ Πνεύματος τὴν χάριν ἡ Γραφὴ ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνῦσα ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα παραστατικὰ τὰ ὀνόματα, ἀλλ' ἐνεργείας. Οὐδὲ γὰρ ἐκ διαφόρων συνέστηκεν οὐσιῶν τὸ Πνεῦμα, ἀόρατόν τε καὶ μονοειδὲς ὄν. Τὸ μὲν οὖν ὁ Ἰωάννης δηλοῖ, οὕτω λέγων· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· τὸ δὲ ὁ Χριστὸς, Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, φησὶν, οὗ ἔμελλον λαμβάνειν. Οὕτω καὶ τῇ γυναικὶ διαλεγόμενος, ὕδωρ καλεῖ τὸ Πνεῦμα· Ὃς γὰρ ἂν πίῃ ἀπὸ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Οὕτω δὲ τὸ Πνεῦμα καλεῖ, διὰ μὲν τῆς τοῦ πυρὸς προσηγορίας, τὸ διεγηγερμένον καὶ θερμὸν τῆς χάριτος, καὶ δαπανητικὸν ἁμαρτημάτων αἰνιττόμενος· διὰ δὲ τῆς τοῦ ὕδατος, τόν τε καθαρμὸν τὸν ἐξ αὐτοῦ, καὶ τὴν πολλὴν παραψυχὴν ταῖς ὑποδεχομέναις αὐτὸ διανοίαις ἐμφῆναι. Εἰκότως. Ὥσπερ γάρ τινα παράδεισον παντοίοις δένδροις κομῶντα καρποφόροις τε καὶ ἀειθαλέσιν, οὕτω τὴν πρόθυμον κατασκευάζει ψυχὴν, οὔτε ἀθυμίας, οὔτε σατανικῆς συγχωροῦσα ἐπιβουλῆς αἰσθέσθαι, ἅτε ῥᾳδίως σβεννῦσα τοῦ Πονηροῦ πάντα τὰ πεπυρωμένα βέλη. Σὺ δέ μοι σκόπει τοῦ Χριστοῦ τὴν σοφίαν, πῶς ἠρέμα ἀνάγει τὸ γύναιον. Οὐ γὰρ ἐκ πρώτης εἶπεν· Εἰ ᾔδεις τίς ἦν ὁ λέγων σοι, Δός μοι πιεῖν· ἀλλ' ὅτε αὐτῇ ἀφορμὴν παρέσχεν Ἰουδαῖον αὐτὸν καλέσαι, καὶ ὑπὸ ἔγκλημα ἤγαγεν, ἀποκρουόμενος τὴν κατηγορίαν, τότε τοῦτο λέγει. Εἰπὼν δὲ, Εἰ ᾔδεις τίς ἦν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν· καὶ ἀναγκάσας τῷ μεγάλα ἐπαγγείλασθαι μνησθῆναι τοῦ πατριάρχου, οὕτω δίδωσι διαβλέψαι τῇ γυναικί. Εἶτα ἀντεπαγαγούσης ἐκείνης, Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ; οὐκ εἶπεν, Ναὶ, μείζων εἰμί· ἔδοξε γὰρ ἂν κομπάζειν μόνον, τῆς ἀποδείξεως μηδέπω φαινομένης· δι' ὧν δὲ λέγει, τοῦτο κατασκευάζει. Καὶ γὰρ οὐχ ἁπλῶς εἶπεν, Δώσω σοι ὕδωρ· ἀλλὰ πρότερον ἀνελὼν τὸ τοῦ Ἰακὼβ, τότε ἐπαίρει τὸ ἑαυτοῦ, ἀπὸ τῆς τῶν διδομένων φύσεως, τὸ μέσον τῶν προσώπων, ὅσον καὶ τὸ διάφορον τῶν διδόντων, παραστῆσαι βουλόμενος, καὶ τὴν ὑπεροχὴν τὴν πρὸς τὸν πατριάρχην. Εἰ γὰρ θαυμάζεις, φησὶ, τὸν Ἰακὼβ, ὅτι τοῦτο ἔδωκε τὸ ὕδωρ, ἂν πολὺ τούτου βέλτιον δῶ σοι, τί ἐρεῖς; Προλαβοῦσα μείζονα ὡμολόγησας εἶναί με τοῦ Ἰακὼβ, τῷ ἀνθυπενεγκεῖν καὶ εἰπεῖν, Μὴ μείζων εἶ σὺ τοῦ Ἰακὼβ, ὅτι ἐπαγγέλλῃ βέλτιον ὕδωρ διδόναι; ἂν λάβῃς ἐκεῖνο τὸ ὕδωρ, πάντως ὁμολογήσεις μείζονα εἶναί με. Ὁρᾷς κρίσιν ἀδέκαστον τῆς γυναικὸς, ἀπὸ τῶν πραγμάτων ψηφιζομένης καὶ τῷ πατριάρχῃ καὶ τῷ 59.184 Χριστῷ; Ἀλλ' οὐκ Ἰουδαῖοι οὕτως· ἀλλὰ καὶ δαίμονας ὁρῶντες 128
ἐκβάλλοντα αὐτὸν, οὐ μόνον τοῦ πατριάρχου οὐκ ἔλεγον μείζονα, ἀλλὰ καὶ δαιμονῶντα ἐκάλουν. Ἡ δὲ γυνὴ οὐχ οὕτως, ἀλλ' ἐντεῦθεν φέρει τὴν ψῆφον, ὅθεν ὁ Χριστὸς βούλεται, ἀπὸ τῆς τῶν ἔργων ἀποδείξεως. Καὶ γὰρ καὶ αὐτὸς ἐντεῦθεν δικάζεται, οὕτω λέγων· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύσατέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε. Οὕτω καὶ ἡ γυνὴ τῇ πίστει προσάγεται. Διὰ τοῦτο καὶ αὐτὸς ἀκούσας, Μὴ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ; τὸν Ἰακὼβ ἀφεὶς, περὶ τοῦ ὕδατος διαλέγεται λέγων· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· καὶ τὴν σύγκρισιν οὐκ ἀπὸ κατηγορίας, ἀλλ' ἐξ ὑπεροχῆς ποιεῖται. Οὐ γὰρ λέγει, ὅτι τὸ ὕδωρ τοῦτο οὐδέν ἐστιν, οὐδ' ὅτι εὐτελὲς καὶ εὐκαταφρόνητον· ἀλλ' ὅπερ καὶ ἡ φύσις μαρτυρεῖ, τοῦτο τίθησι· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ἤκουσεν ὕδωρ ζῶν ἡ γυνὴ πρὸ τούτου, ἀλλ' οὐκ ἐνόησεν. Ἐπειδὴ γὰρ καὶ ὕδωρ ζῶν τὸ ἀένναον καὶ διαπαντὸς ἀναβλύζον λέγεται, τῶν κρουνῶν οὐ διακοπτομένων, τοῦτο ἐνόμισεν ἡ γυνὴ λέγεσθαι. Διὰ δὴ τοῦτο σαφέστερον αὐτῇ λοιπὸν ὃ ἔλεγε καθιστὰς, καὶ ἀπὸ συγκρίσεως τὴν ὑπεροχὴν ποιούμενος, ἐπήγαγε λέγων· Ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· διὰ τούτου, ὥσπερ ἔφην, δεικνὺς τὴν ὑπεροχὴν, καὶ διὰ τῶν ἑξῆς εἰρημένων· τούτων γὰρ οὐδὲν ἔχει τὸ αἰσθητὸν ὕδωρ. Τίνα δέ ἐστι τὰ ἑξῆς; Γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ὥσπερ γὰρ ὁ πηγὴν ἔνδον ἔχων ἀποκειμένην, οὐκ ἂν ἁλοίη δίψῃ ποτέ· οὕτως οὐδὲ ὁ τὸ ὕδωρ τοῦτο ἔχων. Καὶ ἐπίστευσεν εὐθέως ἡ γυνὴ, πολὺ τοῦ Νικοδήμου συνετωτέρα φανεῖσα· οὐ συνετωτέρα δὲ μόνον, ἀλλὰ καὶ ἀνδρειοτέρα. Ἐκεῖνος μὲν γὰρ μυρίων τοιούτων ἀκούων, οὔτε ἄλλον τινὰ ἐπὶ τοῦτο ἐκάλεσεν, οὔτε αὐτὸς ἐπαῤῥησιάσατο· αὕτη δὲ ἀποστολικὰ ἐπιδείκνυται πράγματα, πάντας εὐαγγελιζομένη καὶ καλοῦσα πρὸς τὸν Ἰησοῦν, καὶ πόλιν ὁλόκληρον ἕλκουσα ἔξω πρὸς αὐτόν. Κἀκεῖνος μὲν ἀκούσας, ἔλεγε· Πῶς δύναται ταῦτα γενέσθαι; καὶ τοῦ Χριστοῦ θέντος παράδειγμα σαφὲς τὸ τοῦ ἀνέμου, οὐδὲ οὕτω τὸν λόγον κατεδέξατο· ἡ γυνὴ δὲ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν πρῶτον ἠπόρει, ὕστερον δὲ οὐ μετὰ κατασκευῆς δεξαμένη τὸν λόγον, ἀλλ' ἐν ἀποφάσεως τάξει, ἐπὶ τὴν λῆψιν εὐθέως ἐπείγεται. Ἐπειδὴ γὰρ εἶπεν ὁ Χριστός· Γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· εὐθέως φησὶν ἡ γυνή· Δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. βʹ. Ὁρᾷς πῶς κατὰ μικρὸν πρὸς τὸ τῶν δογμάτων ὕψος ἀνάγεται; Πρῶτον ἐνόμισεν αὐτὸν παράνομον εἶναί τινα Ἰουδαῖον· εἶτα ἐπειδὴ ταύτην ἀπεκρούσατο τὴν κατηγορίαν (ἔδει γὰρ μὴ εἶναι τὸ πρόσωπον ὕποπτον τὸ μέλλον τοιαῦτα αὐτὴν κατηχεῖν), ἀκούσασα ὕδωρ ζῶν, ἐνόμισε περὶ αἰσθητοῦ τοῦτο λέγεσθαι. Ὕστερον δὲ μαθοῦσα ὅτι πνευματικὰ ἦν τὰ λεγόμενα, ἐπίστευσεν μὲν ὅτι δύναται τὸ ὕδωρ ἀναιρεῖν τοῦ δίψους τὴν χρείαν, οὔπω δὲ τί ποτε τοῦτό 59.185 ἐστιν ᾔδει, ἀλλ' ἔτι διηπόρει, ἀνωτέρω μὲν τῶν αἰσθητῶν εἶναι νομίζουσα, τὸ δὲ σαφὲς οὐκ ἐπισταμένη. Ἐνταῦθα δὲ ἀκριβέστερον μὲν διαβλέψασα, οὐ μὴν τὸ πᾶν κατιδοῦσα (Δὸς γάρ μοι, φησὶ, τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν), τέως προετίμησεν αὐτὸν τοῦ Ἰακώβ. Οὐ δέομαι γὰρ ταύτης τῆς πηγῆς, ἐὰν λάβω παρὰ σοῦ τὸ ὕδωρ ἐκεῖνο. Ὁρᾷς πῶς αὐτὸν προτίθησι τοῦ πατριάρχου; Τοῦτο ψυχῆς εὐγνώμονος. Ἔδειξεν ἡλίκην εἶχε περὶ τοῦ Ἰακὼβ δόξαν· εἶδε τὸν βελτίονα, καὶ οὐ κατεσχέθη τῇ προλήψει. Οὔτε οὖν εὔκολος ἡ γυνὴ (οὐ γὰρ ἁπλῶς κατεδέξατο τὰ λεγόμενα· πῶς γὰρ ἡ μετὰ τοσαύτης ἀκριβείας ἐκζητήσασα;), οὔτε ἀπειθὴς καὶ φιλόνεικος. Καὶ τοῦτο ἔδειξεν ἀπὸ τῆς αἰτήσεως. Καίτοι καὶ Ἰουδαίοις εἶπέ ποτε· Ὃς ἂν φάγῃ ἐκ τῆς σαρκός μου, οὐ μὴ πεινάσει· καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε. Ἀλλ' οὐ μόνον οὐκ ἐπίστευσαν, ἀλλὰ καὶ ἐσκανδαλίσθησαν. Ἡ γυνὴ δὲ οὐδὲν τοιοῦτον ἔπαθεν, ἀλλὰ καὶ παραμένει καὶ αἰτεῖ. Ἰουδαίοις μὲν οὖν ἔλεγεν, Ὁ πιστεύων εἰς ἐμὲ, 129
οὐ μὴ διψήσει· τῇ δὲ γυναικὶ οὐχ οὕτως, ἀλλὰ παχύτερον, Ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, οὐ μὴ διψήσει. Ἐπαγγελία γὰρ ἦν πνευματικῶν, καὶ οὐχ ὁρωμένων πραγμάτων. Διὰ τοῦτο ἐπάρας αὐτῆς τὸν νοῦν ταῖς ὑποσχέσεσιν, ἔτι τοῖς αἰσθητοῖς ἐνδιατρίβει ῥήμασι, διὰ τὸ μηδέπω δύνασθαι χωρῆσαι τῶν πνευματικῶν τὴν ἀκρίβειαν. Εἰ γὰρ εἶπεν, ὅτι Ἐὰν πιστεύσῃς εἰς ἐμὲ, οὐ μὴ διψήσεις, οὐκ ἂν ἐνόησε τὸ εἰρημένον, οὐκ εἰδυῖα τίς ποτέ ἐστιν ὁ διαλεγόμενος, οὐδὲ περὶ ποίου δίψους ἔλεγεν. Τίνος οὖν ἕνεκεν οὐχὶ καὶ ἐπὶ Ἰουδαίων τοῦτο ἐποίησεν; Ὅτι ἐκεῖνοι μὲν πολλὰ σημεῖα ἑωρακότες ἦσαν· αὕτη δὲ σημεῖον μὲν εἶδεν οὐδὲν, τῶν δὲ ῥημάτων ἤκουσε πρῶτον. Διὰ τοῦτο λοιπὸν διὰ προφητείας ἀποκαλύπτει τὴν δύναμιν τὴν ἑαυτοῦ, καὶ οὐκ εὐθέως ἐπάγει τὸν ἔλεγχον· ἀλλὰ τί φησιν; Ὕπαγε, φώνησόν σου τὸν ἄνδρα, καὶ ἐλθὲ ὧδε. Ἡ δέ φησιν· Οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπες, ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Τοῦτο ἀληθὲς εἴρηκας. Λέγει αὐτῷ ἡ γυνὴ, Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. Βαβαὶ, πόση τῆς γυναικὸς ἡ φιλοσοφία! πῶς πράως τὸν ἔλεγχον δέχεται! Πῶς γὰρ οὐκ ἔμελλε, φησί; Διατί, εἰπέ μοι· οὐχὶ καὶ Ἰουδαίους ἤλεγξε πολλάκις, καὶ τούτου μείζονα; Οὐ γάρ ἐστιν ἴσον τὰ ἐν διανοίᾳ ἀπόῤῥητα εἰς μέσον ἀγαγεῖν, καὶ πρᾶγμα γινόμενον λάθρᾳ κατάδηλον ποιεῖν. Τὸ μὲν γὰρ Θεοῦ μόνον ἐστὶ, καὶ οὐδεὶς ἕτερος οἶδεν, εἰ μὴ ὁ ἐν διανοίᾳ ἔχων· τὰ δὲ, οἱ κοινωνοῦντες ἐπίστανται ἅπαντες. Ἀλλ' ὅμως ἐλεγχθέντες οὐ φέρουσι πράως· ἀλλ' εἰπόντος, Τί με ζητεῖτε ἀποκτεῖναι; οὐ μόνον οὐ θαυμάζουσιν ὡς ἡ γυνὴ, ἀλλὰ καὶ λοιδοροῦσι καὶ ὑβρίζουσι. Καίτοι γε ἐκεῖνοι μὲν καὶ ἀπὸ ἄλλων σημείων εἶχον τὴν ἀπόδειξιν, αὕτη δὲ τοῦτο μόνον ἦν ἀκηκουῖα· ἀλλ' ὅμως οὐ μόνον οὐκ ἐθαύμασαν, ἀλλὰ καὶ ὕβρισαν λέγοντες, Δαιμόνιον ἔχεις, τίς σε ζητεῖ ἀποκτεῖναι; Αὕτη δὲ οὐ μόνον οὐχ ὑβρίζει, ἀλλὰ καὶ θαυμάζει καὶ ἐκπλήττεται, καὶ προφήτην εἶναι ὑπονοεῖ· καίτοι μειζόνως ἂν ὁ ἔλεγχος οὗτος τῆς γυναικὸς ἥψατο, ἢ ἐκείνων ἐκεῖνος. Τοῦτο μὲν γὰρ ταύτης μόνης ἁμάρτημα ἦν, ἐκεῖνο δὲ κοινόν. Οὐχ οὕτω δὲ ἐπὶ τοῖς κοινοῖς, ὡς ἐπὶ τοῖς ἰδίοις δακνόμεθα. Κἀκεῖνοι μὲν μέγα ᾤοντό τι κατορθοῦν, ἂν τὸν Χριστὸν ἀνέλωσι· τὸ δὲ τῆς γυναικὸς ὡμολόγητο παρὰ πᾶσι πονηρὸν εἶναι· ἀλλ' ὅμως οὐκ ἐδυσχέρανεν ἡ γυνὴ, ἀλλ' ἐξεπλάγη καὶ ἐθαύμα 59.186 ζεν. Καὶ ἐπὶ τοῦ Ναθαναὴλ δὲ τὸ αὐτὸ τοῦτο ἐποίησεν ὁ Χριστός. Οὐ γὰρ προηγουμένως τὴν προφητείαν εἰσήγαγεν, οὐδὲ εἶπεν, Εἶδόν σε ὑπὸ τὴν συκῆν· ἀλλ' ὅτε ἐκεῖνος εἶπε, Πόθεν με γινώσκεις, τότε τοῦτο ἐπήγαγεν. Ἐβούλετο γὰρ καὶ τῶν προῤῥήσεων καὶ τῶν θαυμάτων τὰς ἀρχὰς παρ' αὐτῶν λαμβάνειν τῶν προσιόντων αὐτῷ, ὥστε καὶ οἰκειοῦσθαι τοῖς γινομένοις μᾶλλον αὐτοὺς, καὶ τὴν τοῦ κενοδοξεῖν διαφυγεῖν ὑπόνοιαν. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ. Τὸ μὲν γὰρ προηγουμένως ἐλέγξαι, ὅτι Ἄνδρα οὐκ ἔχεις, ἐδόκει φορτικὸν εἶναι καὶ περιττόν· τὸ δὲ παρ' αὐτῆς λαβόντα τὴν αἰτίαν, πάντα ταῦτα διορθοῦν, καὶ σφόδρα ἀκόλουθον ἦν, καὶ τὴν ἀκούουσαν πραοτέραν εἰργάζετο. Καὶ ποία ἀκολουθία, φησὶ, τὸ εἰπεῖν, Ὕπαγε, φώνησον τὸν ἄνδρα σου; Περὶ δωρεᾶς ἦν ὁ λόγος καὶ χάριτος ὑπερβαινούσης τὴν ἀνθρωπίνην φύσιν. Ἐπέκειτο ἡ γυνὴ ζητοῦσα λαβεῖν, καὶ λέγει· Φώνησόν σου τὸν ἄνδρα· ὡσανεὶ ἐνδεικνύμενος ὅτι κἀκεῖνον δεῖ κοινωνῆσαι τούτων. Ἡ δὲ σπεύδουσα λαβεῖν, καὶ κρύπτουσα τὸ αἰσχρὸν τοῦ πράγματος, καὶ οἰομένη πρὸς ἄνθρωπον διαλέγεσθαι, φησὶν, Οὐκ ἔχω ἄνδρα. Ταῦτα ἀκούσας ὁ Χριστὸς, εὐκαίρως λοιπὸν ἐπάγει τὸν ἔλεγχον, ἀμφότερα μετὰ ἀκριβείας λέγων. Τούς τε γὰρ προτέρους ἠρίθμησεν ἅπαντας, καὶ τὸν νῦν κρυπτόμενον ἤλεγξε. Τί οὖν ἡ γυνή; Οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀφεῖσα ἔφυγεν, οὐδὲ ὕβριν τὸ πρᾶγμα ἐνόμισεν εἶναι· ἀλλὰ θαυμάζει μᾶλλον αὐτὸν καὶ προσκαρτερεῖ πλέον· Θεωρῶ γὰρ, φησὶν, ὅτι προφήτης εἶ σύ. Καὶ σκόπει αὐτῆς τὴν σύνεσιν· Οὐδὲ ἐνταῦθα εὐθέως ἐπέδραμεν, ἀλλ' ἔτι περισκοπεῖται καὶ θαυμάζει. Τὸ γὰρ, Θεωρῶ, τοῦτό ἐστι, Φαίνῃ μοι προφήτης εἶναι. Εἶτα ἐπειδὴ τοῦτο ὑπώπτευσεν, οὐδὲν βιωτικὸν αὐτὸν ἐρωτᾷ, οὐ 130
περὶ σώματος ὑγιείας, οὐ περὶ χρημάτων, οὐ περὶ πλούτου, ἀλλὰ περὶ δογμάτων εὐθέως. Τί γάρ φησιν; Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· τοὺς περὶ τὸν Ἀβραὰμ λέγουσα· καὶ γὰρ ἐκεῖ φασι τὸν υἱὸν ἀνηνέχθαι· Καὶ πῶς ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου χρὴ προσκυνεῖν; γʹ. Εἶδες πῶς ὑψηλοτέρα τῇ διανοίᾳ γέγονεν; Ἡ γὰρ ὑπὲρ τοῦ μὴ σκύλλεσθαι διὰ τὸ διψῇν μεριμνῶσα, καὶ ὑπὲρ δογμάτων ἐρωτᾷ λοιπόν. Τί οὖν ὁ Χριστός; Οὐκ ἔλυσε τὸ ζήτημα (οὐ γὰρ τοῦτο ἦν αὐτῷ περισπούδαστον, πρὸς τὰ λεγόμενα ἁπλῶς ἀποκρίνεσθαι· παρέλκον γὰρ ἦν), ἀλλὰ ἄγει τὴν γυναῖκα πάλιν ἐπὶ τὸ μεῖζον ὕψος· καὶ οὐ πρότερον αὐτῇ περὶ τούτων διαλέγεται, ἕως ὡμολόγησεν ὅτι προφήτης ἐστὶν, ὥστε καὶ μετὰ πολλῆς τῆς πληροφορίας ἀκοῦσαι λοιπὸν τῶν λεγομένων. Ἡ γὰρ τοῦτο πεισθεῖσα, οὐκ ἔτι λοιπὸν περὶ τῶν ῥηθησομένων ἀμφιβάλλειν εἶχεν. Αἰσχυνθῶμεν τοίνυν καὶ ἐρυθριάσωμεν λοιπόν. Γυνὴ πέντε ἄνδρας ἐσχηκυῖα, καὶ Σαμαρεῖτις οὖσα, τοσαύτην περὶ δογμάτων ποιεῖται σπουδὴν, καὶ οὐχ ὁ καιρὸς τῆς ἡμέρας, οὐ τὸ ἐφ' ἕτερόν τι παραγενέσθαι, οὐκ ἄλλο οὐδὲν αὐτὴν ἀπήγαγε τῆς περὶ τὰ τοιαῦτα ζητήσεως· ἡμεῖς δὲ οὐ μόνον περὶ δογμάτων οὐ ζητοῦμεν, ἀλλὰ καὶ περὶ πάντων ἁπλῶς, καὶ ὡς ἔτυχε διακείμεθα. Διὰ τοῦτο τὰ πάντα ἠμέληται. Τίς γὰρ ὑμῶν, εἰπέ μοι, ἐν οἰκίᾳ γενόμενος, πυκτίον ἔλαβε χριστιανικὸν μετὰ χεῖρας, καὶ τὰ ἐγκείμενα ἐπῆλθε, καὶ ἠρεύνησε τὴν Γραφήν; Οὐδεὶς ἂν ἔχοι ταῦτα εἰπεῖν· ἀλλὰ πεττοὺς μὲν καὶ κύβους παρὰ τοῖς πλείο 59.187 σιν εὑρήσομεν ὄντας, βιβλία δὲ οὐδαμοῦ, ἀλλὰ καὶ παρ' ὀλίγοις. Καὶ οὗτοι δὲ τοῖς οὐκ ἔχουσιν ὁμοίως διάκεινται, δήσαντες αὐτὰ καὶ ἀποθέμενοι διαπαντὸς ἐν κιβωτίοις· καὶ ἡ πᾶσα αὐτοῖς σπουδὴ περὶ τὴν τῶν ὑμένων λεπτότητα, καὶ τὸ τῶν γραμμάτων κάλλος, οὐ περὶ τὴν ἀνάγνωσιν. Οὐδὲ γὰρ ὑπὲρ ὠφελείας καὶ κέρδους τὴν κτῆσιν αὐτῶν πεποίηνται, ἀλλὰ πλούτου καὶ φιλοτιμίας ἐπίδειξιν ποιούμενοι, περὶ ταῦτα ἐσπουδάκασιν· τοσαύτη τῆς κενοδοξίας ἡ ὑπερβολή. Οὐδενὸς γὰρ ἀκούω φιλοτιμουμένου, ὅτι οἶδε τὰ ἐγκείμενα, ἀλλ' ὅτι χρυσοῖς ἔχει γράμμασιν ἐγγεγραμμένον. Καὶ τί τὸ κέρδος; εἰπέ μοι. Οὐ γὰρ διὰ ταῦτα ἐδόθησαν αἱ Γραφαὶ, ἵνα ἐν βιβλίοις αὐτὰς ἔχωμεν μόνον, ἀλλ' ἵνα καὶ ἐν καρδίαις αὐτὰς ἐγκολάψωμεν. Ὡς αὕτη γε ἡ κτῆσις Ἰουδαϊκῆς ἐστι φιλοτιμίας, τὸ ἐν τοῖς γράμμασι κατατίθεσθαι μόνον τὰς ἐντολάς· ἡμῖν δὲ οὐδὲ τὴν ἀρχὴν οὕτως ὁ νόμος ἐδόθη, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Καὶ ταῦτα λέγω, οὐ κωλύων βιβλία κεκτῆσθαι, ἀλλὰ καὶ παραινῶ τοῦτο καὶ σφόδρα εὔχομαι· βούλομαι δὲ ἐξ ἐκείνων καὶ τὰ γράμματα καὶ τὰ νοήματα εἰς τὴν διάνοιαν περιφέρεσθαι τὴν ἡμετέραν, ἵνα οὕτω καθαίρηται δεχομένη τὴν τῶν γραμμάτων νόησιν. Εἰ γὰρ ἐν οἰκίᾳ, ἔνθα ἂν Εὐαγγέλιον ᾖ κείμενον, οὐ τολμήσει προσελθεῖν ὁ διάβολος, πολλῷ μᾶλλον ψυχῆς νοήματα τοιαῦτα περιφερούσης οὐχ ἅψεταί ποτε, οὐδὲ ἐπιβήσεται δαίμων, ἢ ἁμαρτίας φύσις. Ἁγίασον τοίνυν τὴν ψυχήν σου, ἁγίασόν σου τὸ σῶμα, ἀεὶ ταῦτα ἐπὶ τῆς καρδίας καὶ ἐπὶ τῆς γλώσσης ἔχων. Εἰ γὰρ ἡ αἰσχρολογία καταῤῥυποῖ, καὶ δαίμονας καλεῖ, εὔδηλον ὅτι ἡ πνευματικὴ ἀνάγνωσις ἁγιάζει, καὶ τὴν τοῦ Πνεύματος ἐπισπᾶται χάριν. Θεῖαί εἰσιν ἐπῳδαὶ τὰ γράμματα. Ἐπᾴδωμεν τοίνυν ἑαυτοῖς, καὶ τοῖς ἐν τῇ ψυχῇ πάθεσιν τὰ ἀπ' ἐκείνων φάρμακα κατασκευάζωμεν. Ἂν γὰρ εἰδῶμεν τίνα ἐστὶ τὰ ἀναγινωσκόμενα, μετὰ πολλῆς ταῦτα ἀκουσόμεθα τῆς προθυμίας. Ταῦτα ἀεὶ λέγω, καὶ λέγων οὐ παύσομαι. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν ἐπὶ τῆς ἀγορᾶς καθημένους, καὶ ἡνιόχων καὶ ὀρχηστῶν καὶ ὀνόματα, καὶ γένη, καὶ πόλεις, καὶ ἐνεργείας λέγειν τρόπους, καὶ αὐτῶν δὲ τῶν ἵππων καὶ ἀρετὴν καὶ κακίαν μετὰ ἀκριβείας ἀπαγγέλλειν· τοὺς δὲ ἐνταῦθα ἀπαντῶντας μηδὲν τῶν ὧδε γινομένων εἰδέναι, 59.188 ἀλλὰ καὶ αὐτῶν τῶν βίβλων τὸν ἀριθμὸν ἀγνοεῖν; Εἰ γὰρ ἡδονῆς ἕνεκεν ἐκεῖνα διώκεις, πλείονα ταύτην ἐνταῦθα οὖσαν ἐπιδείξω. Τί γὰρ ἥδιον, εἰπέ μοι, τί δὲ θαυμαστότερον, ἄνθρωπον ἀνθρώπῳ παλαίοντα ἰδεῖν, ἢ ἄνθρωπον διαβόλῳ πυκτεύοντα, καὶ σῶμα ἀσωμάτῳ δυνάμει συμπλεκόμενον, καὶ 131
νικῶντα; Ταύτας θεωρῶμεν τὰς πάλας· ταύτας γὰρ καὶ μιμήσασθαι εὐπρεπὲς καὶ λυσιτελὲς, καὶ μιμουμένους στεφανωθῆναι ἔνι· ἀλλὰ μὴ ἐκείνας, ὧν ὁ ζῆλος αἰσχύνην φέρει τῷ μιμουμένῳ. Ἐκείνην μὲν γὰρ μετὰ δαιμόνων θεωρεῖς τὴν πάλην, ἂν ἄρα θεωρῇς· ταύτην δὲ μετὰ ἀγγέλων καὶ τοῦ τῶν ἀγγέλων Δεσπότου. Εἰπὲ γάρ μοι· εἴ γέ σοι ἐξῆν μετὰ ἀρχόντων ἢ βασιλέων καθήμενον θεωρεῖν καὶ ἀπολαύειν τῆς θεωρίας, οὐ μεγίστην ἡγοῦ τιμὴν εἶναι τοῦτο; Ἐνταῦθα δὲ μετὰ τοῦ βασιλέως τῶν ἀγγέλων θεωρῶν, καὶ ὁρῶν ἐκ μέσων κατεχόμενον τῶν νώτων τὸν διάβολον, καὶ πολλὰ μὲν φιλονεικοῦντα περιγενέσθαι, ἰσχύοντα δὲ οὐδὲν, οὐ τρέχεις εἰς τοιαύτην θεωρίαν; Καὶ πῶς ἔνι τοῦτο γενέσθαι; φησίν. Ἂν τὸ βιβλίον μετὰ χεῖρας ἔχεις. Ὄψει γὰρ ἐν αὐτῷ καὶ τὰ σκάμματα, καὶ τοὺς μακροὺς διαύλους, καὶ τὰς λαβὰς τὰς ἐκείνου, καὶ τοῦ δικαίου τὴν τέχνην. Ταῦτα δὲ θεωρῶν, εἴσῃ καὶ αὐτὸς οὕτω παλαίειν, καὶ ἀπαλλαγήσῃ δαιμόνων. Δαιμόνων γὰρ πανηγύρεις, οὐκ ἀνθρώπων θέατρα, τὰ ἔξω τελούμενα. Εἰ γὰρ ἐν εἰδωλείῳ οὐ θέμις εἰσιέναι, πολλῷ μᾶλλον εἰς ἑορτὴν σατανικήν. Ταῦτα λέγων καὶ διενοχλῶν οὐ παύσομαι, ἕως ἂν τὴν ἐπιστροφὴν ἴδω. Ταῦτα γὰρ λέγειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, φησὶν, ὑμῖν δὲ ἀσφαλές. Μὴ δὴ βαρύνεσθε τὴν παραίνεσιν. Εἰ γὰρ βαρύνεσθαι ἔδει, ἐμὲ ἔδει τὸν πολλάκις λέγοντα καὶ οὐκ ἀκουόμενον, οὐχ ἡμᾶς τοὺς ἀεὶ μὲν ἀκούοντας, ἀεὶ δὲ παρακούοντας. Ἀλλὰ μὴ γένοιτο διαπαντὸς ταῦτα ὑμᾶς ἐγκαλεῖσθαι, ἀλλὰ ἀπαλλαγέντας ταύτης τῆς αἰσχύνης, καταξιωθῆναι τῆς πνευματικῆς θεωρίας, καὶ τῆς μελλούσης δόξης ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.187 ΟΜΙΛΙΑ ΛΓʹ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, πίστευσόν μοι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. αʹ. Πανταχοῦ πίστεως ἡμῖν δεῖ, ἀγαπητοὶ, πίστεως, τῆς μητρὸς τῶν ἀγαθῶν, τοῦ τῆς σωτηρίας φαρμάκου· καὶ ταύτης ἄνευ οὐδὲν ἔστι κατασχεῖν τῶν μεγάλων δογμάτων. Ἀλλ' ἐοίκασι τοῖς πέλαγος νηὸς χωρὶς ἐπιχειροῦσι διαπερᾷν, οἳ μέχρι μὲν ὀλίγου νηχόμενοι διαρκοῦσι χερσὶν ὁμοῦ καὶ ποσὶ χρώμενοι, περαιτέρω δὲ προελθόντες, ταχέως ὑπὸ τῶν κυμάτων βαπτίζονται· οὕτω καὶ οἱ τοῖς οἰκείοις χρώμενοι λογισμοῖς, πρὶν ἤ τι μαθεῖν, ναυάγιον ὑπομένουσιν· καθὼς καὶ ὁ Παῦλός φησιν, Οἵτινες περὶ τὴν πίστιν ἐναυάγησαν. Ὅπερ ἵνα μὴ καὶ ἡμεῖς πάθωμεν, τὴν ἱερὰν κατέχωμεν ἄγκυ 59.188 ραν, δι' ἧς καὶ τὴν Σαμαρεῖτιν ὁ Χριστὸς ἐπάγεται νῦν. Εἰπούσης γὰρ ἐκείνης, Πῶς ὑμεῖς λέγετε ὅτι ἐν τοῖς Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ἐν ᾧ δεῖ προσκυνεῖν; ὁ Χριστὸς ἔλεγεν· Πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν Ἱεροσολύμοις, οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνήσετε τῷ Πατρί. Πολὺ μέγα αὐτῇ δόγμα ἀπεκάλυψε, καὶ ὅπερ οὐδὲ Νικοδήμῳ, οὐδὲ τῷ Ναθαναὴλ εἶπεν. Αὕτη μὲν οὖν ἐσπούδαζε σεμνότερα δεῖξαι τὰ αὐτῆς τῶν Ἰουδαϊκῶν, καὶ τοῦτο ἀπὸ τῶν πατέρων ἐσοφίζετο· ὁ δὲ Χριστὸς οὐ πρὸς ταύτην ἀπήντησε τὴν ἐρώτησιν. Παρέλκον γὰρ τέως ἦν τοῦτο εἰπεῖν καὶ δεῖξαι, διατί μὲν οἱ πατέρες ἐν τῷ ὄρει, διατί δὲ οἱ Ἰουδαῖοι ἐν Ἱεροσολύμοις προσεκύνουν. Διὸ τοῦτο μὲν ἀπεσιώπησεν· ἀμφοτέρων δὲ τῶν τύπων τὰ πρεσβεῖα ἀνελὼν, διανίστησιν αὐτῆς τὴν ψυχὴν, δεικνὺς ὅτι οὐδὲ Ἰουδαῖοι οὐδὲ αὐτοὶ ἔχουσί τι μέγα πρὸς τὸ μέλλον δωρεῖσθαι· καὶ τότε τὴν διαφορὰν εἰσάγει. Πλὴν καὶ οὕτω σεμνο 59.189 τέρους τοὺς Ἰουδαίους ἀπέφηνεν, οὐ τόπον τόπου προτιμῶν, ἀλλὰ ἀπὸ τῆς διανοίας ἐκείνης τὴν προεδρείαν διδοὺς, ὡσανεὶ ἔλεγεν·
Τόπου μὲν ἕνεκεν, οὐδὲν δεῖ λοιπὸν φιλονεικεῖν. Ἰουδαῖοι μέντοι τῷ τρόπῳ τὸ πλέον τῶν Σαμαρειτῶν ἔσχον· Ὑμεῖς μὲν γὰρ, φησὶ, προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς δὲ προσκυνοῦμεν ὃ οἴδαμεν. Πῶς οὖν οὐκ ᾔδεσαν οἱ Σαμαρεῖται ὃ προσεκύνουν; Ὅτι τοπικὸν καὶ μερικὸν Θεὸν ἐνόμιζον εἶναι· οὕτω γοῦν αὐτὸν καὶ ἐθεράπευον· οὕτω καὶ Πέρσαις πέμψαντες ἀπήγγειλαν, ὅτι Ὁ τοῦ τόπου τούτου Θεὸς ἡμῖν ἀγανακτεῖ, οὐδὲν πλέον περὶ αὐτοῦ κατὰ τοῦτο τῶν εἰδώλων φανταζόμενοι. Διόπερ ἔμενον καὶ δαίμονας καὶ αὐτὸν θεραπεύοντες, καὶ τὰ ἄμικτα μιγνύντες. Ἰουδαῖοι δὲ ταύτης ἦσαν ἀπηλλαγμένοι τῆς ὑπονοίας, καὶ τῆς οἰκουμένης αὐτὸν ᾔδεσαν εἶναι Θεὸν, εἰ καὶ μὴ πάντες. Διὰ τοῦτό φησιν, Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς δὲ προσκυνοῦμεν ὃ οἴδαμεν. Μὴ θαυμάσῃς δὲ ὅτι μετὰ Ἰουδαίων ἑαυτὸν ἀριθμεῖ· πρὸς γὰρ τὴν ὑπόνοιαν τῆς γυναικὸς διαλέγεται, ὡς προφήτης ὢν Ἰουδαίων. Διὸ καὶ τὸ, Προσκυνοῦμεν, τέθεικεν. Ὅτι γὰρ τῶν προσκυνουμένων ἐστὶ, παντί που δῆλον. Τὸ μὲν γὰρ προσκυνεῖν, τῆς κτίσεως, τὸ δὲ προσκυνεῖσθαι, τοῦ τῆς κτίσεως Δεσπότου. Ἀλλὰ τέως ὡς Ἰουδαῖος διαλέγεται. Τὸ οὖν, Ἡμεῖς, ἐνταῦθα, Ἡμεῖς οἱ Ἰουδαῖοι,φησίν. Ἐπάρας τοίνυν τὰ Ἰουδαϊκὰ, πάλιν ἀξιόπιστον ἑαυτὸν ποιεῖ, καὶ πείθει μᾶλλον τοῖς ὑπ' αὐτοῦ λεγομένοις προσέχειν, ἀνύποπτον ποιῶν τὸν λόγον, καὶ δεικνὺς ὅτι οὐ τῇ πρὸς τὸ ὁμόφυλον συγγενείᾳ τὰ ἐκείνων ἐπαίρει. Ὁ γὰρ περὶ τοῦ τόπου ταῦτα ἀποφηνάμενος, ἐφ' ᾧ μάλιστα ηὔχουν Ἰουδαῖοι καὶ πλεονεκτεῖν πάντων ἐνόμιζον, καὶ τὰ σεμνὰ τούτων καθελὼν, εὔδηλον ὅτι οὐδὲ κατὰ ταῦτα πρὸς χάριν τινὸς ἔλεγεν, ἀλλὰ μετὰ ἀληθείας καὶ προῤῥητικῇ δυνάμει. Ἐπεὶ οὖν τῶν τοιούτων λογισμῶν τέως ἀπέστησεν εἰπὼν, Πίστευσόν μοι, γύναι, καὶ τὰ ἑξῆς, ἐπάγει, Ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἢ ὅτι τὰ ἀγαθὰ τῇ οἰκουμένῃ ἐκεῖθεν γέγονε (τὸ γὰρ εἰδέναι Θεὸν καὶ τὸ καταγινώσκειν εἰδώλων, ἐκεῖθεν τὴν ἀρχὴν ἔσχεν· καὶ τὰ ἄλλα πάντα δόγματα, καὶ παρ' ὑμῖν δὲ αὐτὸ τὸ τῆς προσκυνήσεως, εἰ καὶ μὴ ὀρθῶς, ἀπὸ γοῦν τῶν Ἰουδαίων τὴν ἀρχὴν ἔλαβε)· σωτηρίαν οὖν ἢ ταῦτα ἢ τὴν ἑαυτοῦ παρουσίαν καλεῖ· μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι ἀμφότερα ταῦτα σωτηρίαν καλῶν, ἣν εἶπεν ἐκ τῶν Ἰουδαίων εἶναι. Ὅπερ καὶ ὁ Παῦλος αἰνιττόμενος ἔλεγεν· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός. Ὁρᾷς πῶς συγκροτεῖ τὴν Παλαιὰν, καὶ ῥίζαν δείκνυσι τῶν ἀγαθῶν, καὶ διὰ πάντων οὐκ ἐναντίον ὄντα τῷ νόμῳ, εἴγε ἐκ τῶν Ἰουδαίων τὴν ὑπόθεσιν εἶναι πάντων τῶν ἀγαθῶν φησιν; Ἀλλ' ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρί. Πλεονεκτοῦμεν μὲν ὑμῶν, ὦ γύναι, φησὶ, τῷ τρόπῳ τῆς προσκυνήσεως· πλὴν ἀλλὰ καὶ οὗτος τέλος ἕξει λοιπόν. Οὐ γὰρ τὰ τῶν τόπων ἀμειφθήσεται μόνον, ἀλλὰ καὶ τὰ τοῦ τρόπου τῆς λατρείας, καὶ ταῦτα ἐπὶ θύραις ἕστηκεν· Ἔρχεται γὰρ ὥρα, καὶ νῦν ἐστιν. βʹ. Ἐπειδὴ γὰρ οἱ προφῆται πρὸ μακρῶν ἔλεγον χρόνων ἅπερ ἔλεγον, τοῦτο ἀναιρῶν ἐνταῦθα εἶπε, Καὶ νῦν ἐστι. Μὴ νομίσῃς, φησὶ, ταύτην τοιαύτην εἶναι τὴν προφητείαν, ὡς μετὰ πολὺν γενήσεσθαι χρόνον. Τὰ γὰρ πράγματα ἐφέστηκεν ἤδη, καὶ ἐπὶ θύραις ἐστὶν, Ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. Εἰπὼν 59.190 ἀληθινοὺς, συνεξέβαλε Σαμαρείταις Ἰουδαίους. Εἰ 59.190 γὰρ καὶ ἐκείνων ἀμείνους οὗτοι, ἀλλὰ τῶν μελλόντων ἐλάττους πολλῷ, καὶ τοσοῦτον, ὅσον ἀληθείας τύπος. Λέγει δὲ περὶ τῆς Ἐκκλησίας, ὅτι ἡ ἀληθὴς προσκύνησις καὶ Θεῷ πρέπουσα αὕτη ἐστίν. Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Οὐκοῦν εἰ τοιούτους πάλαι ἐζήτει, οὐ βουλόμενος ἐκείνοις συνεχώρησε τὸν τρόπον, ἀλλὰ συγκαταβαίνων, καὶ διὰ τοῦτο, ἵνα καὶ τούτους εἰσαγάγῃ. Τίνες οὖν εἰσιν οἱ ἀληθινοὶ προσκυνηταί; Οἱ μήτε τόπῳ περικλείοντες τὴν λατρείαν, καὶ Θεὸν ἐν πνεύματι θεραπεύοντες· καθὼς καὶ ὁ Παῦλός φησιν· Ὧ λατρεύω ἐν τῷ πνεύματί μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ· καὶ πάλιν, Παρακαλῶ ὑμᾶς παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὅταν δὲ εἴπῃ, 133
Πνεῦμα ὁ Θεὸς, οὐδὲν ἄλλο δηλοῖ, ἢ τὸ ἀσώματον. Δεῖ τοίνυν τοῦ ἀσωμάτου καὶ τὴν λατρείαν τοιαύτην εἶναι, καὶ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι· τουτέστιν, διὰ τῆς ψυχῆς καὶ τῆς τοῦ νοῦ καθαρότητος. Διό φησι· Καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ἐπειδὴ γὰρ καὶ ἐκεῖνοι καὶ οἱ Ἰουδαῖοι τῆς μὲν ψυχῆς ἠμέλουν, πολλὴν δὲ περὶ τὸ σῶμα σπουδὴν ἐποιοῦντο, καθαίροντες αὐτὸ παντοδαπῶς· φησὶν ὅτι οὐ τῇ τοῦ σώματος καθαρότητι, ἀλλὰ τῷ ἐν ἡμῖν ἀσωμάτῳ, τουτέστι τῷ νῷ, ὁ ἀσώματος θεραπεύεται. Μὴ τοίνυν πρόβατα θύετε καὶ μόσχους, ἀλλ' ὅλον σαυτὸν ἀνάθες τῷ Θεῷ καὶ ὁλοκαύτωσον· τοῦτο γάρ ἐστι θυσίαν ζῶσαν παραστῆσαι. Ἐν γὰρ ἀληθείᾳ δεῖ προσκυνεῖν· ὡς τά γε πρότερα τύπος ἦν, ἡ περιτομὴ, τὰ ὁλοκαυτώματα, τὰ θύματα, τὰ θυμιάματα· νυνὶ δὲ οὐκέτι, ἀλλ' ἀλήθεια τὸ πᾶν. Οὐ γὰρ σάρκα, ἀλλὰ πονηροὺς δεῖ περικόπτειν λογισμοὺς, καὶ σταυροῦν ἑαυτὸν, καὶ τὰς ἀλόγους ἀναιρεῖν ἐπιθυμίας καὶ κατασφάττειν. Ἰλιγγίασεν ἡ γυνὴ πρὸς τὰ λεχθέντα, καὶ ἀπηγόρευσε πρὸς τὸ ὕψος τῶν εἰρημένων, καὶ καμοῦσα ἄκουσον τί φησιν· Οἶδα ὅτι ἔρχεται Μεσσίας ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ λαλῶν σοι. Καὶ πόθεν Σαμαρείταις τὸ προσδοκᾷν τὴν τοῦ Χριστοῦ παρουσίαν, τὸν Μωϋσέα δεξάμενοι μόνον; Ἀπ' αὐτῶν τῶν Μωϋσέως γραμμάτων. Καὶ γὰρ ἐν ἀρχῇ τὸν Υἱὸν ἀπεκάλυψε. Τὸ γὰρ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, πρὸς τὸν Υἱὸν εἴρητο· καὶ τῷ Ἀβραὰμ ἐν τῇ σκηνῇ οὗτός ἐστιν ὁ διαλεγόμενος· καὶ ὁ Ἰακὼβ περὶ αὐτοῦ προφητεύων ἔλεγεν· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. Καὶ αὐτὸς δὲ ὁ Μωϋσῆς φησι· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε· Καὶ τὰ κατὰ τὸν ὄφιν, καὶ τὰ κατὰ τὴν ῥάβδον τὴν Μωϋσέως, καὶ τὰ κατὰ τὸν Ἰσαὰκ καὶ τὸ πρόβατον, καὶ πολλὰ ἕτερα ἐνῆν βουλομένοις ἐκλέγειν τὴν παρουσίαν αὐτοῦ ἀνακηρύττοντα. Καὶ τί δήποτε, φησὶν, οὐκ ἀπὸ τούτων ἐνῆγε τὴν γυναῖκα ὁ Χριστὸς, ἀλλὰ τῷ μὲν Νικοδήμῳ τὸν ὄφιν εἰς μέσον ἤγαγε, καὶ τῷ Ναθαναὴλ προφητείας ἀνέμνησε, ταύτῃ δὲ οὐδὲν τοιοῦτον εἶπεν; Τίνος οὖν ἕνεκεν καὶ διατί; Ὅτι ἐκεῖνοι μὲν ἄνδρες ἦσαν, καὶ ἐν τούτοις ἐστρέφοντο· αὕτη δὲ γυνὴ πενιχρὰ, καὶ ἀμαθὴς, καὶ Γραφῶν ἄπειρος. Διὰ τοῦτο αὐτῇ οὐκ ἀπὸ τούτων διαλέγεται, ἀλλ' ἀπὸ τοῦ ὕδατος καὶ τῆς προῤῥήσεως αὐτὴν ἐπισπᾶται, καὶ διὰ τούτων εἰς 59.191 μνήμην ἄγει τοῦ Χριστοῦ, καὶ ἐκκαλύπτει λοιπὸν ἑαυτόν· ὅπερ ἂν εἰ παρὰ τὴν ἀρχὴν μὴ ζητησάσῃ τῇ γυναικὶ εἶπεν, ἔδοξεν ἂν αὐτῇ ληρεῖν, καὶ εἰκῆ φθέγγεσθαι. Νῦν δὲ κατὰ μικρὸν αὐτὴν ἐπὶ τὴν μνήμην ἄγων, εὐκαίρως ἑαυτὸν ἀπεκάλυψε. Καὶ τοῖς μὲν Ἰουδαίοις συνεχῶς λέγουσιν, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰπὲ ἡμῖν, εἰ σὺ εἶ ὁ Χριστός· τούτοις μὲν οὐκ ἀπεκρίνατο σαφῶς, ταύτῃ δὲ εἶπε φανερῶς αὐτὸς εἶναι. Εὐγνωμονεστέρα γὰρ ἦν ἡ γυνὴ τῶν Ἰουδαίων. Ἐκεῖνοι μὲν γὰρ οὐχ ὑπὲρ τοῦ μαθεῖν ἐζήτουν, ἀλλ' ὑπὲρ τοῦ κωμῳδεῖν αὐτὸν ἀεί. Εἰ γὰρ ἐβούλοντο μαθεῖν, ἱκανὴ καὶ ἡ διὰ τῶν ῥημάτων, καὶ ἡ διὰ τῶν Γραφῶν, καὶ ἡ διὰ τῶν σημείων διδασκαλία ἦν. Αὕτη δὲ ἐξ ἀδεκάστου γνώμης καὶ ἁπλῆς διανοίας ἐφθέγγετο ἅπερ ἐφθέγγετο· καὶ δῆλον ἐκ τῶν μετὰ ταῦτα ὑπ' αὐτῆς γενομένων. Καὶ γὰρ ἤκουσε καὶ ἐπίστευσε, καὶ ἄλλους ἐπὶ τοῦτο ἐσαγήνευσεν· καὶ πανταχοῦ τῆς γυναικὸς ἔστιν ἰδεῖν τὸ ἠκριβωμένον καὶ τὸ πιστόν. Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ. Σφόδρα εἰς καιρὸν ἀπήντησαν, τῆς διδασκαλίας ἀπαρτισθείσης. Καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει. Οὐδεὶς μέντοι εἶπε, Τί ζητεῖς; ἢ, Τί λαλεῖς μετ' αὐτῆς; γʹ. Τί δὲ ἐθαύμαζον; Τὸ ἄτυφον, τὸ ταπεινὸν μεθ' ὑπερβολῆς, ὅτι οὕτω περίβλεπτος ὢν, ἠνείχετο μετὰ τοσαύτης ταπεινοφροσύνης γυναικὶ διαλέγεσθαι πενιχρᾷ καὶ Σαμαρείτιδι. Ἀλλ' ὅμως καὶ ἐκπλαγέντες οὐκ ἠρώτησαν τὴν αἰτίαν· οὕτως ἦσαν πεπαιδευμένοι τὴν τῶν μαθητῶν τάξιν διατηρεῖν, οὕτως αὐτὸν ἐδεδοίκεισαν καὶ ᾐδοῦντο. Εἰ γὰρ καὶ 134
μηδέπω τὴν ἀξίαν περὶ αὐτοῦ δόξαν εἶχον, ἀλλ' ὅμως ὡς θαυμαστῷ τινι προσεῖχον, καὶ πολλὴν αὐτῷ ἀπένεμον τὴν αἰδώ. Καίτοι γε πολλαχοῦ φαίνονται πολλὰ παῤῥησιαζόμενοι· οἷον, ὅταν ὁ Ἰωάννης ἐπιπίπτῃ αὐτοῦ τῷ στήθει· ὅταν αὐτῷ προσιόντες λέγωσι, Τίς μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; ὅταν οἱ υἱοὶ Ζεβεδαίου παρακαλῶσιν, ἵνα εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων καθίσῃ. Τίνος οὖν ἕνεκεν ἐνταῦθα οὐκ ἠρώτησαν; Ὅτι ἐκεῖνα μὲν πάντα ὡς εἰς αὐτοὺς ἀνήκοντα ἀνάγκην εἶχον ἐξετάζειν· ἐνταῦθα δὲ οὐδὲν αὐτοῖς τοσοῦτον διέφερε τὸ γιγνόμενον. Καὶ Ἰωάννης δὲ μετὰ πολὺν χρόνον τοῦτο ἐποίησε πρὸς αὐτῷ τῷ τέλει, ὅτε πλείονος ἀπήλαυσε παῤῥησίας, καὶ ἐθάῤῥει τῇ ἀγάπῃ τοῦ Χριστοῦ· Οὗτος γὰρ ἦν, φησὶν, ὃν ἠγάπα ὁ Ἰησοῦς. Τί τούτου τοῦ μακαρισμοῦ γένοιτ' ἂν ἴσον; Ἀλλὰ μὴ μέχρι τούτου στῶμεν, ἀγαπητοὶ, τοῦ μακαρίζειν τὸν Ἀπόστολον, ἀλλ' ὥστε καὶ τῶν μακαριζομένων γενέσθαι, πάντα πράττωμεν, καὶ μιμησώμεθα τὸν εὐαγγελιστὴν, καὶ ἴδωμεν τίνα ἦν ἃ τὴν ἀγάπην ἐποίησε τὴν τοσαύτην. Τίνα οὖν ἦν ταῦτα; Ἀφῆκε πατέρα, καὶ πλοῖον, καὶ δίκτυον, καὶ ἠκολούθησε τῷ Ἰησοῦ. Ἀλλὰ τοῦτο κοινὸν αὐτῷ καὶ πρὸς τὸν ἀδελφὸν ἦν, καὶ πρὸς Πέτρον καὶ Ἀνδρέαν, καὶ πρὸς τοὺς ἄλλους τῶν ἀποστόλων. Τί δὴ οὖν τὸ ἐξαίρετον ἦν, ὃ πολλὴν τὴν ἀγάπην ἐποίησεν; Αὐτὸς μὲν γὰρ περὶ ἑαυτοῦ οὐδὲν τοιοῦτόν φησιν, ἀλλ' ἢ ὅτι ἠγαπᾶτο μόνον· τὰ δὲ κατορθώματα αὐτοῦ, δι' ἃ ἠγαπᾶτο, ἀπεσιώπησε μετριάζων. Ὅτι γὰρ αὐτὸν ἐξαίρετόν τινα ἀγάπην ἠγάπησε, παντί που δῆλον ἦν· ἀλλ' ὅμως οὐδὲ διαλεγόμενος, οὐδὲ ἐρωτῶν φαίνεται κατ' ἰδίαν αὐτὸν, καθὼς Πέτρος πολλάκις, καθὼς Φίλιππος, καθὼς Ἰούδας καὶ Θωμᾶς ἀλλ' ὅτε τῷ συναποστόλῳ χαρίσασθαι καὶ ὑπακοῦσαι ἠθέλησε, τότε μόνον. Ὅτε γὰρ ὁ κορυφαῖος αὐτὸν ἠνάγκασε τῶν ἀποστόλων νεύσας, τότε ἠρώτησεν· πολλὴν γὰρ 59.192 οὗτοι πρὸς ἀλλήλους εἶχον ἀγάπην. Οὕτω γοῦν καὶ ἐπὶ τὸ ἱερὸν ὁμοῦ φαίνονται ἀναβαίνοντες καὶ κοινῇ δημηγοροῦντες. Καίτοι γε ὁ Πέτρος θερμότερον πολλαχοῦ καὶ κινεῖται καὶ φθέγγεται· καὶ πρὸς τῷ τέλει δὲ ἀκούει τοῦ Χριστοῦ λέγοντος· Πέτρε, φιλεῖς με πλέον τούτων; Ὁ δὲ πλέον τούτων ἀγαπῶν, εὔδηλον ὅτι καὶ ἠγαπᾶτο. Ἀλλὰ τοῦτο μὲν ἐκ τοῦ ἀγαπᾷν τὸν Ἰησοῦν, ἐκεῖνο δὲ ἐκ τοῦ ἀγαπᾶσθαι παρὰ τοῦ Ἰησοῦ δῆλον ἐγένετο. Τί οὖν ἐστιν, ὃ τὴν ἐξαίρετον ἀγάπην ἐποίησεν; Ἐμοὶ δοκεῖ πολλὴν τὸν ἄνδρα ἐπιείκειαν ἐπιδείκνυσθαι καὶ πραότητα· διόπερ οὐδὲ παῤῥησιαζόμενος πολλαχοῦ φαίνεται. Τοῦτο δὲ ἡλίκον ἐστὶν, καὶ ἀπὸ τοῦ Μωϋσέως δῆλον. Καὶ γὰρ ἐκεῖνον τοσοῦτον καὶ τηλικοῦτον τοῦτο εἰργάσατο. Οὐδὲν γὰρ ταπεινοφροσύνης ἴσον. Διὰ τοῦτο τῶν μακαρισμῶν ἐντεῦθεν ἤρξατο ὁ Χριστός. Ὥσπερ γάρ τινα θεμέλιον καὶ κρηπῖδα μεγίστης οἰκοδομῆς καταβάλλεσθαι μέλλων, οὕτω τὴν ταπεινοφροσύνην πρώτην ἔθηκεν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ταύτης σωθῆναι χωρίς· ἀλλὰ κἂν νηστεύῃ τις, κἂν εὔχηται, κἂν ἐλεημοσύνην ποιῇ μετὰ ἀπονοίας, βδελυκτὰ πάντα, ταύτης μὴ παρούσης· ὥσπερ οὖν ποθεινὰ καὶ ἐπέραστα, παρούσης, καὶ μετὰ ἀσφαλείας πάντα γίνεται. Μετριάζωμεν τοίνυν, ἀγαπητοὶ, μετριάζωμεν. Καὶ γὰρ σφόδρα ῥᾴδιον τὸ κατόρθωμα, ἐὰν νήφωμεν. Τί γὰρ ὅλως ἐστὶ τὸ πρὸς ἀπόνοιάν σε ἐπαῖρον, ἄνθρωπε; Οὐχ ὁρᾷς τὸ τῆς φύσεως εὐτελές; τῆς προαιρέσεως τὸ εὐόλισθον; Ἐννόησον σαυτοῦ τὴν τελευτήν· ἐννόησον τῶν ἁμαρτημάτων τὸ πλῆθος. Ἀλλ' ἴσως πολλὰ κατορθῶν μέγα φρονεῖς; Αὐτῷ μὲν οὖν τούτῳ πάντα ἀπολεῖς. Διόπερ οὐχ οὕτω τὸν ἁμαρτάνοντα, ὡς τὸν κατορθοῦντα σπουδάζειν χρὴ μετριάζειν. Τί δήποτε; Ὅτι ὁ μὲν ἔχει τὴν ἀνάγκην τοῦ συνειδότος· ὁ δὲ ἂν μὴ σφόδρα νήφῃ, ταχέως, ὥσπερ ὑπό τινος πνεύματος ἀναῤῥιπισθεὶς, αἴρεταί τε καὶ ἀφανίζεται καθάπερ ὁ Φαρισαῖος. Ἀλλὰ πένησι παρέχεις; Ἀλλ' οὐ τὰ σὰ, ἀλλὰ τὰ τοῦ Δεσπότου, τὰ κοινὰ τῶν ὁμοδούλων. Καὶ διὰ τοῦτο μάλιστα ταπεινοῦσθαι χρὴ, ἐν ταῖς τῶν ὁμογενῶν συμφοραῖς τὰ ἑαυτοῦ προορῶντα, καὶ τὴν οἰκείαν φύσιν ἐν ἐκείνοις μανθάνοντα. Ἴσως καὶ ἡμεῖς τοιούτων ἦμεν προγόνων. Εἰ δὲ μετέστη πρὸς ἡμᾶς ὁ πλοῦτος, ἀλλ' εἰκὸς αὐτὸν καὶ 135
καταλιπεῖν πάλιν ἡμᾶς. Τί δὲ ὅλως καὶ ὁ πλοῦτός ἐστιν; Σκιὰ ἀδρανὴς, καπνὸς διαλυόμενος, ἄνθος χόρτου, μᾶλλον δὲ καὶ ἄνθους εὐτελέστερος. Τί οὖν ἐπὶ χόρτῳ μέγα φρονεῖς; Οὐχὶ καὶ λῃσταῖς παραγίνεται πλοῦτος, καὶ μαλακοῖς, καὶ πόρναις, καὶ τυμβωρύχοις; Τοῦτο οὖν σε ἐπαίρει, ὅτι τοιούτους ἔχεις κοινωνοὺς τοῦ κτήματος; Ἀλλὰ τιμῆς ἐρᾷς; Ἀλλ' οὐδὲν εἰς τιμῆς λόγον ἐλεημοσύνης ἐπιτηδειότερον. Ἐκεῖναι μὲν γὰρ κατηναγκασμέναι εἰσὶν καὶ μετὰ μίσους, αἱ τιμαὶ αἱ τοῦ πλούτου καὶ τῆς δυναστείας, αὗται δὲ ἐκ προαιρέσεως καὶ ἀπὸ συνειδότος τῶν τιμώντων. Διόπερ οὐδὲ ἐκβάλλειν αὐτὰς δύνανταί ποτε οἱ τιμῶντες. Εἰ δὲ ἄνθρωποι τοσαύτην τῆς ἐλεημοσύνης ἀπονέμουσι τὴν αἰδὼ, καὶ πάντα αὐτοῖς συνεύχονται τὰ ἀγαθὰ, ἐννόησον πηλίκην παρὰ τοῦ φιλανθρώπου Θεοῦ λήψονται τὴν ἀντίδοσιν, οἵαν τὴν ἀμοιβήν. Τοῦτον τοίνυν ζητῶμεν τὸν πλοῦτον, τὸν ἀεὶ μένοντα, καὶ μηδέποτε δραπετεύοντα· ἵνα καὶ ἐνταῦθα μεγάλοι καὶ ἐκεῖ γενόμενοι λαμπροὶ, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.193 ΟΜΙΛΙΑ ΛΔʹ. Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ, καὶ ἀπ ῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· «Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;» αʹ. Πολλῆς ἡμῖν θερμότητος δεῖ καὶ σπουδῆς διεγηγερμένης· ταύτης γὰρ ἄνευ οὐκ ἔνεστι τυχεῖν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν. Καὶ τοῦτο δεικνὺς ὁ Χριστός φησι, νῦν μέν· Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος· νῦν δὲ, Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη; δι' ἀμφοτέρωντούτων τὸν διακαῆ καὶ πεπυρωμένον μαθητὴν καὶ πρὸς πάντα κίνδυνον παρεσκευασμένον ἡμῖν παραστῆσαι βουλόμενος. Τοιαύτη τις ἦν καὶ αὕτη ἡ γυνή. Οὕτω γὰρ ὑπὸ τῶν εἰρημένων ἀνήφθη, ὡς καὶ τὴν ὑδρίαν ἀφεῖναι, καὶ τὴν χρείαν δι' ἣν παρεγένετο, καὶ δραμοῦσαν εἰς τὴν πόλιν, πάντα τὸν δῆμον ἑλκύσαι πρὸς τὸν Ἰησοῦν. Δεῦτε γὰρ, φησὶ, καὶ ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα. Σκόπει σπουδὴν καὶ σύνεσιν· Ἦλθεν ὑδρεύσασθαι· καὶ ἐπειδὴ τῆς ἀληθινῆς πηγῆς ἐπέτυχε, κατεφρόνησε λοιπὸν τῆς αἰσθητῆς, διδάσκουσα ἡμᾶς, εἰ καὶ διὰ μικροῦ παραδείγματος, ἀλλ' ὅμως ἐν τῇ τῶν πνευματικῶν ἀκροάσει πάντων ὑπερορᾷν τῶν βιωτικῶν, καὶ μηδένα λόγον αὐτῶν ποιεῖσθαι. Κατὰ γὰρ τὴν ἰδίαν δύναμιν, ὅπερ οἱ ἀπόστολοι ἐποίησαν, καὶ αὕτη πεποίηκε μειζόνως. Ἐκεῖνοι μὲν γὰρ οἱ κληθέντες ἀφῆκαν τὰ δίκτυα· αὕτη δὲ αὐτομάτως, οὐδενὸς παραγγείλαντος, ἀφίησι τὴν ὑδρίαν καὶ εὐαγγελιστῶν ἔργον ποιεῖ ὑπὸ τῆς χαρᾶς ἀναπτερωθεῖσα. Καὶ οὐχ ἕνα καλεῖ καὶ δεύτερον, καθάπερ Ἀνδρέας καὶ Φίλιππος, ἀλλὰ πόλιν ὁλόκληρον ἀναστήσασα καὶ δῆμον τοσοῦτον, οὕτω πρὸς αὐτὸν ἤγαγε. Καὶ σκόπει πῶς συνετῶς λέγει. Οὐ γὰρ εἶπε, Δεῦτε, ἴδετε τὸν Χριστὸν, ἀλλὰ καὶ αὐτὴ μετὰ συγκαταβάσεως, μεθ' ἧς καὶ ὁ Χριστὸς αὐτὴν ἐσαγήνευσεν, ἐπισπᾶται τοὺς ἄνδρας. Δεῦτε γὰρ, ἴδετε ἄνθρωπον, φησὶν, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα. Καὶ οὐκ ᾐσχύνθη εἰπεῖν, ὅτι Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Καίτοι γε ἐνῆν εἰπεῖν ἑτέρως· Δεῦτε, ἴδετε προφητεύοντα· ἀλλ' ὅταν πυρωθῇ ψυχὴ τῷ πυρὶ τῷ θείῳ, πρὸς οὐδὲν τῶν ἐν τῇ γῇ λοιπὸν ὁρᾷ, οὐ πρὸς δόξαν, οὐ πρὸς αἰσχύνην, ἀλλ' ἑνός ἐστι μόνου, τῆς κατεχούσης αὐτὴν φλογός. Μήτι οὗτός ἐστιν ὁ Χριστός; Ὅρα πάλιν σοφίαν πολλὴν γυναικός. Οὔτε ἀπεφήνατο σαφῶς, οὔτε ἐσίγησεν. Ἐβούλετο γὰρ οὐκ ἐκ τῆς οἰκείας ἀποφάσεως εἰσάγειν αὐτοὺς, ἀλλ' ἐκ τῆς ἀκροάσεως τῆς ἐκείνου τῆς ψήφου ταύτης ποιῆσαι κοινωνούς· ὃ μᾶλλον εὐπαράδεκτον ἐποίει τὸν λόγον. Καίτοι οὐ πάντα αὐτῆς τὸν βίον ἐξήγγειλεν, ἀλλὰ
ἀπὸ τῶν εἰρημένων καὶ περὶ τῶν ἄλλων ἐπέπειστο. Καὶ οὐκ εἶπε, Δεῦτε, πιστεύσατε, ἀλλὰ, Δεῦτε, ἴδετε, ὃ τούτου κουφότερον ἦν, καὶ μᾶλλον αὐτοὺς ἐφείλκετο. Εἶδες τῆς γυναικὸς τὴν σοφίαν; Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι γευσάμενοι μόνον τῆς πηγῆς ἐκείνης, τὰ αὐτὰ πείσονται ἅπερ καὶ αὐτή. Καίτοι γε εἴ τις τῶν ἄλλων ἦν τῶν παχυτέρων, καὶ συνεσκίασεν ἂν τὸν ἔλεγχον· αὕτη δὲ ἐκπομπεύει τὸν ἑαυτῆς βίον καὶ εἰς μέσον προτίθησιν, ὥστε πάντας ἐπισπάσασθαι καὶ ἑλεῖν. Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· Ῥαββὶ, φάγε. Τὸ, Ἠρώτων, ἐνταῦθα Παρεκάλουν ἐστὶ, τῇ ἐγχωρίῳ αὐτῶν φωνῇ. 59.194 Ὁρῶντες γὰρ αὐτὸν κεκμηκότα ὑπὸ τῆς ὁδοιπορίας καὶ τῆς ἐπικειμένης φλογὸς, παρεκάλουν αὐτόν. Οὐ γὰρ ἦν προπετείας τὸ δεῖσθαι ὑπὲρ σιτίων, ἀλλὰ φιλοστοργίας τῆς περὶ τὸν διδάσκαλον. Τί οὖν ὁ Χριστός; Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Ἔλεγον οὖν πρὸς ἀλλήλους· Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; Τί τοίνυν θαυμάζεις εἰ ἡ γυνὴ, ὕδωρ ἀκούσασα, ἔτι ὕδωρ ἐφαντάζετο, ὅπου γε καὶ οἱ μαθηταὶ ἔτι ταῦτα πάσχουσι, καὶ οὐδὲν οὔπω πνευματικὸν νοοῦσιν, ἀλλὰ ἀποροῦσι μὲν, πάλιν δὲ τὴν αἰδὼ τὴν συνήθη καὶ τὴν τιμὴν τῷ διδασκάλῳ νέμουσι, πρὸς ἀλλήλους μὲν διαλεγόμενοι, αὐτῷ δὲ πεῦσιν οὐ τολμῶντες προσαγαγεῖν; Τοῦτο καὶ ἀλλαχοῦ ποιοῦσιν, ἐπιθυμοῦντες μὲν ἐρωτῆσαι, οὐκ ἐρωτῶντες δέ. Τί οὖν ὁ Χριστός; Ἐμὸν βρῶμά ἐστι, φησὶν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Τὴν τῶν ἀνθρώπων σωτηρίαν ἐνταῦθα βρῶσιν ἐκάλεσε, δεικνὺς ὅσην ἐπιθυμίαν ἔχει τῆς ἡμετέρας προνοίας. Ὥσπερ γὰρ ἡμῖν ποθεινὸν τὸ ἐσθίειν, οὕτως αὐτῷ τὸ σωθῆναι ἡμᾶς. Ἄκουε δὲ πῶς πανταχοῦ οὐκ ἐκ τοῦ προχείρου πάντα ἀποκαλύπτει, ἀλλὰ πρῶτον εἰς ἀπορίαν ἐμβάλλει τὸν ἀκροατὴν, ἵνα ἀρξάμενος ζητεῖν τί τὸ λεγόμενον, εἶτα ἀπορῶν καὶ κάμνων, μετὰ πλείονος ὑποδέξηται προθυμίας φανὲν τὸ ζητούμενον, καὶ μᾶλλον διαναστῇ πρὸς τὴν ἀκρόασιν. Διατί γὰρ μὴ εὐθέως εἶπε, Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ Πατρός μου; καίτοι οὐδὲ τοῦτο σαφὲς ἦν, ἀλλὰ τοῦ προτέρου σαφέστερον· ἀλλὰ τί; Ἐγὼ, φησὶ, βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Πρότερον γὰρ αὐτοὺς, ὅπερ ἔφην, τῇ διαπορήσει προσεκτικωτέρους ἐργάσασθαι βούλεται, καὶ ἐθίσαι καὶ διὰ τοιούτων αἰνιγμάτων ἀκούειν τὰ λεγόμενα. Τί δέ ἐστι τὸ θέλημα τοῦ Πατρός; Λέγει λοιπὸν αὐτὸ καὶ ἑρμηνεύει· Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνόν ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν. βʹ. Ἰδοὺ πάλιν τοῖς συντρόφοις ὀνόμασιν ἀνάγει πρὸς τὴν τῶν μεγίστων θεωρίαν αὐτούς. Καὶ γὰρ, Βρῶμα, εἰπὼν, οὐδὲν ἕτερον ἐδήλωσεν, ἢ τὴν τῶν μελλόντων παραγίνεσθαι σωτηρίαν ἀνθρώπων· καὶ ἡ χώρα δὲ καὶ ὁ θερισμὸς τὸ αὐτὸ δηλοῖ, τὸ πλῆθος τῶν ψυχῶν τῶν ἑτοίμων πρὸς τὴν ὑποδοχὴν τοῦ κηρύγματος. Ὀφθαλμοὺς δὲ ἐνταῦθα λέγει, καὶ τοὺς τῆς διανοίας, καὶ τοὺς τοῦ σώματος· καὶ γὰρ ἑώρων λοιπὸν τὸ πλῆθος ἐρχόμενον τῶν Σαμαρειτῶν· τὴν δὲ τῆς προαιρέσεως αὐτῶν ἑτοιμότητα, τὰς χώρας τὰς λευκαινομένας φησίν. Ὥσπερ γὰρ οἱ ἀστάχυες ἐπειδὰν λευκανθῶσι, πρὸς ἄμητόν εἰσιν ἕτοιμοι· οὕτω καὶ οὗτοι νῦν, φησὶ, πρὸς σωτηρίαν εἰσὶν παρεσκευασμένοι καὶ εὐτρεπεῖς. Καὶ διατί μὴ εἶπε σαφῶς, ὅτι ἔρχονται πιστεῦσαι οἱ ἄνθρωποι, καὶ ἕτοιμοί εἰσι πρὸς ὑποδοχὴν τοῦ λόγου, κατηχηθέντες μὲν παρὰ τῶν προφητῶν, καὶ τὸν καρπὸν λοιπὸν ἀποδιδόντες, ἀλλὰ χώραν καὶ θερισμὸν ἐκάλεσε; τί βούλονται αὐτῷ αὗται αἱ τροπαί; Οὐ γὰρ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν παντὶ τῷ Εὐαγγελίῳ τοῦτο ποιεῖ· καὶ οἱ προφῆται δὲ τῷ αὐτῷ κέχρηνται τρόπῳ, μεταφορικῶς πολλὰ λέγοντες. Τί δήποτ' οὖν τὸ αἴτιον; οὐ γὰρ ἁπλῶς ταῦτα τοῦ Πνεύματος ἡ χάρις ἐνομοθέτησεν· ἀλλὰ 59.195 τίνος ἕνεκεν, καὶ διατί; Δυοῖν ἕνεκεν προφάσεων· μιᾶς μὲν, ὥστε ἐμφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ μᾶλλον ὑπ' ὄψιν ἄγειν τὰ λεγόμενα. Ἡ γὰρ διάνοια, τῆς συντρόφου τῶν πραγμάτων εἰκόνος ἐπιλαβομένη, διανίσταται μᾶλλον, καὶ ὥσπερ ἐν γραφῇ τὰ 137
πράγματα ὁρῶσα, κατέχεται μειζόνως. Ἑνὸς μὲν οὖν ἕνεκα τούτου· δευτέρου δὲ, ὥστε καὶ γλυκαίνεσθαι τὴν διήγησιν, καὶ μονιμωτέραν εἶναι τῶν λεγομένων τὴν μνήμην. Οὐ γὰρ οὕτως ἀπόφασις χειροῦται καὶ ἐνάγει τὸν ἀκροατὴν τὸν πολὺν, ὡς ἡ διὰ τῶν πραγμάτων διήγησις, καὶ ἡ ὑπογραφὴ πείρας. Ὃ διὰ τῆς παραβολῆς ἔστι μετὰ πολλῆς γινόμενον ἰδεῖν τῆς σοφίας. Καὶ ὁ θερίζων, μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον. Ὁ μὲν γὰρ τοῦ ἀμήτου τούτου καρπὸς, οὐκ εἰς αἰώνιον ζωὴν, ἀλλ' εἰς τὴν πρόσκαιρον ταύτην προχωρεῖ· ὁ δὲ πνευματικὸς, εἰς τὴν ἀγήρω καὶ ἀθάνατον. Ὁρᾷς πῶς αἰσθητὰ μὲν τὰ ῥήματα, πνευματικὰ δὲ τὰ νοήματα, καὶ δι' αὐτῶν τῶν λέξεων διαιρεῖ τὰ γήϊνα ἀπὸ τῶν οὐρανίων; Ὅπερ γὰρ ἐπὶ τοῦ ὕδατος διαλεγόμενος ἐποίησε, τὸ ἰδιάζον αὐτοῦ θεὶς, ὅτι Ὁ πίνων τὸ ὕδωρ τοῦτο οὐ μὴ διψήσει, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, τὸ εἰς ζωὴν αἰώνιον λέγων τὸν καρπὸν συνάγεσθαι τοῦτον· Ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ, καὶ ὁ θερίζων. Τίς ἐστιν ὁ σπείρων, καὶ τίς ὁ θερίζων; Οἱ προφῆταί εἰσιν οἱ σπείραντες· ἀλλ' οὐκ αὐτοὶ ἐθέρισαν, ἀλλ' οἱ ἀπόστολοι. Οὐ μὴν διὰ τοῦτο ἀπεστέρηνται τῆς ἡδονῆς καὶ τῆς ἀμοιβῆς τῶν πόνων, ἀλλὰ συνήδονται καὶ χαίρουσι σὺν ἡμῖν, εἰ καὶ μὴ σὺν ἡμῖν θερίζουσιν. Οὐδὲ γὰρ ὁ ἀμητὸς ἔργον τοῦ σπόρου. Ἔνθα οὖν ἐλάττων ἐστὶ μὲν ὁ πόνος, μείζων δὲ ἡ ἡδονὴ, ἐνταῦθα ὑμᾶς ἐτήρησα, οὐκ ἐν τῷ σπόρῳ. Πολλὴ γὰρ ἐκεῖ ἡ ταλαιπωρία καὶ ὁ πόνος. Ἐν γὰρ τῷ ἀμητῷ ἡ μὲν πρόσοδος πολλὴ, πόνος δὲ οὐ τοσοῦτος, ἀλλὰ καὶ πολλὴ ἡ εὐκολία. Ἐνταῦθα δὲ βούλεται κατασκευάσαι διὰ τούτων, ὅτι Καὶ προφητῶν θέλημα τοῦτό ἐστι, τὸ ἐμοὶ τοὺς ἀνθρώπους προσελθεῖν. Τοῦτο καὶ ὁ νόμος κατεσκεύαζεν. Διὰ τοῦτο καὶ ἔσπειραν, ἵνα τοῦτον τέκωσι τὸν καρπόν. Δείκνυσι δὲ ὅτι κἀκείνους αὐτὸς ἀπέστειλε, καὶ ὅτι πολλὴ ἡ συγγένεια τῇ Καινῇ πρὸς τὴν Παλαιὰν, καὶ πάντα ὁμοῦ διὰ τῆς παραβολῆς ταύτης κατασκευάζει. Μέμνηται δὲ καὶ λόγου παροιμιώδους περιφερομένου παρὰ πολλῶν. Ἐν γὰρ τούτῳ, φησὶν, ὁ λόγος ἐστὶν ὁ ἀληθὴς, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων. Ταῦτα δὲ ἔλεγον οἱ πολλοὶ, εἴποτε ἄλλοι μὲν τοὺς πόνους ὑπέστησαν, ἄλλοι δὲ τοὺς καρποὺς ἐδρέποντο· καὶ λέγει, ὅτι οὗτος ὁ λόγος ἐνταῦθα μάλιστα τὴν ἀλήθειαν ἔχει. Ἐπόνησαν μὲν γὰρ οἱ προφῆται, ὑμεῖς δὲ τοὺς καρποὺς τοὺς ἐκ τῶν ἐκείνων πόνων ἀμᾶσθε. Καὶ οὐκ εἶπε, τοὺς μισθούς· οὐδὲ γὰρ ἐκείνοις ἄμισθος ὁ πολὺς ἐκεῖνος πόνος· ἀλλὰ, τοὺς καρπούς. Τοῦτο καὶ Δανιὴλ ἐποίησε. Καὶ γὰρ καὶ αὐτὸς παροιμίας μέμνηται λεγούσης· Ἐξῆλθεν ἐξ ἀνόμων πλημμέλεια. Καὶ ὁ Δαυῒδ ἐν τῷ θρηνεῖν μέμνηται τοιαύτης παροιμίας. Διὰ τοῦτο προλαβὼν εἶπε, Ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. Ἐπειδὴ γὰρ ἔμελλε λέγειν ὅτι ἄλλος ἔσπειρε, καὶ ἄλλος θερίζει, ἵνα μή τις, ὅπερ ἔφην, ἀπεστερῆσθαι τοὺς προφήτας νομίσῃ τοῦ μισθοῦ, ξένον τι λέγει καὶ παράδοξον, καὶ τοῖς αἰσθητοῖς οὐ συμβαῖνον, ἀλλὰ τῶν πνευματικῶν ἐξαίρετον ὄν. Ἐν μὲν γὰρ τοῖς πράγμασι τοῖς αἰσθητοῖς ἐὰν συμβῇ ἕτερον σπεῖραι καὶ ἕτερον θερίσαι, οὐχ ὁμοῦ χαίρουσιν, ἀλλὰ 59.196 ἀλγοῦσιν οἱ σπείραντες, ἅτε ἑτέροις καμόντες, χαίρουσι δὲ οἱ θερίζοντες μόνοι. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ οἱ μὴ θερίζοντες ἅπερ ἔσπειραν, ὁμοίως τοῖς ἀμῶσι χαίρουσιν· ὅθεν δῆλον, ὅτι καὶ αὐτοὶ κοινωνοῦσι τῶν μισθῶν. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Ταύτῃ προτρέπει μᾶλλον αὐτούς. Ἐπειδὴ γὰρ ἐδόκει ἐπίπονον εἶναι τὸ πρᾶγμα τὸ τὴν οἰκουμένην περιελθεῖν καὶ κηρῦξαι, δείκνυσιν ὅτι καὶ ῥᾷστόν ἐστι. Τὸ γὰρ σφόδρα ἐπίπονον ἐκεῖνο ἦν, ὃ πολλοῦ καμάτου ἐδεῖτο, τὸ καταβαλεῖν τὰ σπέρματα, καὶ ψυχὴν ἀμύητον ἐναγαγεῖν εἰς θεογνωσίαν. Τίνος δὲ ἕνεκεν ταῦτα φθέγγεται; Ἵνα ὅταν αὐτοὺς ἀποστείλῃ εἰς τὸ κηρῦξαι, μὴ θορυβηθῶσιν, ὡς εἰς πρᾶγμα ἐπίπονον πεμπόμενοι. Τὸ γὰρ ἐπιπονώτερον τῶν προφητῶν ἦν, φησὶ, καὶ μαρτυρεῖ τὸ ἔργον τῷ λόγῳ, ὅτι ὑμεῖς ἐπὶ τὰ εὔκολα ἤλθετε. Ὥσπερ γὰρ ἐπὶ θερισμοῦ μετ' εὐκολίας μὲν ὁ καρπὸς συνάγεται, καὶ ἐν μιᾷ ῥοπῇ ἡ ἅλως πληροῦται τῶν 138
δραγμάτων, οὐκ ἀναμενόντων τὰς τῶν καιρῶν τροπὰς, καὶ χειμῶνα καὶ ἔαρ καὶ ὄμβρον· οὕτω καὶ νῦν γίνεται· καὶ τὰ ἔργα βοᾷ. Μεταξὺ οὖν λέγοντος αὐτοῦ ταῦτα, ἐξῄεσαν οἱ Σαμαρεῖται, καὶ συνήγετο ἀθρόον ὁ καρπός. Διὰ τοῦτο εἶπεν· Ἄρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ βλέπετε τὰς χώρας, ὅτι λευκαί εἰσιν. Εἶπε ταῦτα, καὶ τὸ ἔργον ἐφάνη, καὶ τὰ ῥήματα ἐκ τῶν πραγμάτων ἑωρᾶτο. Ἐκ γὰρ τῆς πόλεως ἐκείνης πολλοὶ, φησὶν, ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς, μαρτυρούσης, ὅτι Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Συνεώρων γὰρ ὅτι οὐκ ἂν ἐθαύμασε πρὸς χάριν ἡ γυνὴ τὸν διελέγξαντα αὐτῆς τὰ πλημμελήματα, οὐδ' ἂν ὑπὲρ τοῦ χαρίσασθαι ἑτέρῳ τὸν ἑαυτῆς ἐξεπόμπευσε βίον. γʹ. Μιμησώμεθα δὴ τὴν γυναῖκα καὶ ἡμεῖς, καὶ ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασι μὴ αἰσχυνώμεθα ἀνθρώπους, ἀλλὰ φοβώμεθα ὡς χρὴ Θεὸν τὸν καὶ νῦν ὁρῶντα τὸ γινόμενον, καὶ τότε κολάζοντα τοὺς μὴ μετανοήσαντας νῦν· ὡς νῦν γε τοὐναντίον ποιοῦμεν. Τὸν μὲν γὰρ μέλλοντα κρίνειν, οὐ δεδοίκαμεν· τοὺς δὲ οὐδὲν ἡμᾶς παραβλάπτοντας, τούτους φρίττομεν, καὶ τὴν παρ' αὐτῶν αἰσχύνην τρέμομεν. Διὰ τοῦτο ἐν ᾧ δεδοίκαμεν, ἐν τούτῳ τὴν τιμωρίαν δίδομεν. Ὁ γὰρ αἰσχύνην ἀνθρώπων ὑφορώμενος νῦν μόνον, Θεοῦ δὲ ὁρῶντος μὴ αἰσχυνόμενος πρᾶξαί τι ἄτοπον, μὴ θέλων μετανοῆσαι καὶ μεταβαλέσθαι, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἐνώπιον ἑνὸς καὶ δευτέρου, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ὁρώσης παραδειγματίζεται. Ὅτι γὰρ καὶ τῶν ἀγαθῶν πράξεων, καὶ τῶν οὐ τοιούτων μέγα θέατρον ἐκεῖ κάθηται, ἡ τῶν προβάτων καὶ τῶν ἐρίφων παραβολὴ παιδευέτω σε, καὶ ὁ μακάριος Παῦλος, λέγων· Δεῖ γὰρ ἡμᾶς, φησὶ, παραστῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος ὅσα ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν· καὶ πάλιν, Ὃς φανερώσει τὰ κρυπτὰ τοῦ σκότους. Ἔπραξάς τι πονηρὸν, ἢ ἐνενόησας, καὶ κρύπτεις ἄνθρωπον; Ἀλλὰ τὸν Θεὸν οὐ κρύπτεις. Ἀλλ' οὐδὲν τούτων σοι μέλει· οἱ δὲ ὀφθαλμοὶ τῶν ἀνθρώπων, τοῦτό σοι φόβος. Οὐκοῦν ἐννόησον ὅτι οὐδὲ ἀνθρώπους λαθεῖν δυνήσῃ κατὰ τὴν ἡμέραν ἐκείνην. Πάντα γὰρ ὡς ἐν εἰκόνι τότε στήσεται κατ' ὀφθαλμοὺς ἡμῶν, ὡς αὐτοκατάκριτον ἕκαστον γενέσθαι. Καὶ τοῦτο δῆλον καὶ ἀπὸ τοῦ πλουσίου. Καὶ γὰρ καὶ τὸν ὑπεροφθέντα πένητα, τὸν Λάζαρον λέγω, 59.197 πρὸ ὀφθαλμῶν εἶδεν ἑστῶτα ὁ πλούσιος, καὶ ὃν πολλάκις ἐβδελύξατο δάκτυλον, τοῦτον παρακαλεῖ παραμυθίαν αὐτῷ γενέσθαι τότε. Παρακαλῶ τοίνυν, κἂν μηδεὶς ἴδῃ τὰ ἡμέτερα, ἕκαστον ἡμῶν εἰς τὸ ἑαυτοῦ συνειδὸς εἰσελθεῖν, καὶ καθίσαι ἑαυτῷ δικαστὴν τὸν λογισμὸν, καὶ εἰς μέσον ἄγειν τὰ πεπλημμελημένα· καὶ εἰ μὴ βούλοιτο ἐκπομπευθῆναι ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ, ἐπιτιθέτω τὰ φάρμακα τῆς μετανοίας, καὶ ἰασάσθω τὰ τραύματα. Ἔξεστι γὰρ, ἔξεστι μυρίων γέμοντα τραυμάτων, ἀπελθεῖν ὑγιαίνοντα. Ἐὰν γὰρ ἀφῆτε, φησὶν, ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι· ἐὰν δὲ μὴ ἀφῆτε, οὐκ ἀφέωνται. Ὥσπερ γὰρ ἐν τῷ βαπτίσματι καταχωννύμενα τὰ ἁμαρτήματα οὐκ ἔτι φαίνεται· οὕτω καὶ ταῦτα ἀφανισθήσεται, ἐὰν θελήσωμεν μετανοῆσαι. Ἔστι δὲ μετάνοια τὸ μηκέτι τὰ αὐτὰ ποιεῖν. Ὁ γὰρ τοῖς αὐτοῖς ἐπιχειρῶν, ἔοικε τῷ κυνὶ τῷ πρὸς τὸν ἴδιον ἔμετον ἐπανιόντι, καὶ τῷ κατὰ τὴν παροιμίαν εἰς πῦρ ξαίνοντι καὶ εἰς τετρημένον ἀντλοῦντι πίθον. Δεῖ τοίνυν ἀφίστασθαι καὶ τῇ πράξει καὶ τῇ γνώμῃ τῶν τολμηθέντων, καὶ ἀποστάντας φάρμακα ἐπιθεῖναι τοῖς τραύμασι τὰ ἐναντία τῶν ἁμαρτημάτων. Οἷόν τι λέγω· Ἥρπασας καὶ ἐπλεονέκτησας; Ἀπόστηθι τῆς ἁρπαγῆς, καὶ ἐπίθες ἐλεημοσύνην τῷ τραύματι. Ἐπόρνευσας; Ἀπόστηθι τῆς πορνείας, καὶ ἐπίθες ἁγνείαν τῷ ἕλκει. Κακῶς εἶπες τὸν ἀδελφὸν καὶ ἔβλαψας; Παῦσαι κακηγορῶν, καὶ ἐπίθες φιλοφροσύνην. Καὶ καθ' ἕκαστον οὕτω ποιῶμεν τῶν πεπλημμελημένων ἡμῖν, καὶ μὴ ἁπλῶς παρατρέχωμεν τὰ ἁμαρτήματα· ἐφέστηκε γὰρ λοιπὸν, ἐφέστηκεν ὁ τῶν εὐθυνῶν καιρός. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Ἀλλ' ἡμῖν τάχα τοὐναντίον ἔστιν ἐπιλέγειν· Ὁ Κύριος ἐγγὺς, μεριμνᾶτε. Ἐκεῖνοι μὲν γὰρ καλῶς ἤκουον, Μηδὲν μεριμνᾶτε, ἐν θλίψει καὶ πόνοις 139
καὶ ἀγῶσιν ὄντες· οἱ δὲ ἐν ἁρπαγαῖς ζῶντες καὶ ἐν τρυφῇ, οἱ χαλεπὰς εὐθύνας μέλλοντες διδόναι, οὐ τοῦτο, ἀλλ' ἐκεῖνο ἂν ἀκούσαιεν εἰκότως· Ὁ Κύριος ἐγγὺς, μεριμνᾶτε. Οὐδὲ γὰρ πολὺς λείπεται τῆς συντελείας ὁ χρόνος, ἀλλὰ πρὸς τὸ τέλος λοιπὸν ὁ κόσμος ἐπείγεται. Τοῦτο οἱ πόλεμοι δηλοῦσι, τοῦτο αἱ θλίψεις, τοῦτο οἱ σεισμοὶ, 59.198 τοῦτο ἡ ἀγάπη ψυγεῖσα. Καθάπερ γὰρ σῶμα ψυχοῤῥαγοῦν, καὶ ἐγγὺς ὂν τῆς τελευτῆς, μυρίας ἐπισπᾶται κακώσεις· καὶ οἰκίας μελλούσης καταπίπτειν, πολλὰ προπίπτειν εἴωθε καὶ ἀπὸ τῆς ὀροφῆς καὶ ἀπὸ τῶν τοίχων· οὕτω καὶ τῆς οἰκουμένης ἐγγὺς καὶ ἐπὶ θύραις ἕστηκεν ἡ συντέλεια, καὶ διὰ τοῦτο τὰ μυρία διέσπαρται πανταχοῦ κακά. Εἰ γὰρ τότε ὁ Κύριος ἐγγὺς, πολλῷ μᾶλλον νῦν ἐγγύς. Εἰ πρὸ τετρακοσίων ἐτῶν ὅτε ταῦτα ἐλέγετο, καὶ πλήρωμα τῶν χρόνων τὸν καιρὸν ἐκεῖνον ὁ Παῦλος ἐκάλει, πολλῷ μᾶλλον τὸν παρόντα. Ἀλλ' ἴσως δι' αὐτὸ τοῦτο ἀπιστοῦσί τινες. Καὶ μὴν διὰ τοῦτο πιστεύειν χρὴ μᾶλλον. Πόθεν γὰρ οἶδας, ἄνθρωπε, ὅτι οὐκ ἐγγὺς τὸ τέλος, καὶ μετὰ βραχὺν χρόνον ἀπαντήσεται τὰ εἰρημένα; Ὥσπερ γὰρ τοῦ ἐνιαυτοῦ τέλος, οὐ τὴν ἐσχάτην ἡμέραν λέγομεν εἶναι, ἀλλὰ καὶ τὸν ἔσχατον μῆνα, καίτοι γε τριάκοντα ἡμέρας ἔχοντα· οὕτω καὶ τῶν τοσούτων ἐτῶν κἂν τετρακόσια ἔτη τέλος εἴπω, οὐχ ἁμαρτήσομαι. Ὥστε ἔκτοτε προανεφώνει τὸ τέλος. Συστείλωμεν οὖν ἑαυτοὺς, ἐντρυφήσωμεν τῷ φόβῳ τοῦ Θεοῦ. Καὶ γὰρ ἐν ἀδείᾳ διατριβόντων ἡμῶν, οὐ σφόδρα μεριμνώντων οὐδὲ προσδοκώντων, ἐπιστήσεται ἀθρόον ἡ παρουσία. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ Νῶε, καὶ ἐν ταῖς ἡμέραις τοῦ Λὼτ, οὕτως ἔσται καὶ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. Τοῦτο καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὅταν δὲ λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, καὶ ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ. Τί ἐστιν, Ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, Πολλάκις αἱ κύουσαι γυναῖκες παίζουσαι ἢ ἀριστοποιοῦσαι, ἢ ἐν βαλανείῳ, ἢ ἐν ἀγορᾷ διάγουσαι, οὐδὲν τῶν μελλόντων προορώμεναι, ὑπὸ τῆς ὀδύνης κατεσχέθησαν ἀθρόον. Ἐπεὶ οὖν τοιαῦτα καὶ τὰ ἡμέτερα, ὦμεν ἀεὶ παρεσκευασμένοι. Οὐ γὰρ ἀεὶ ταῦτα ἀκουσόμεθα· οὐκ ἀεὶ τούτων ἐξουσίαν ἕξομεν. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Οὐκοῦν ἐνταῦθα μετανοήσωμεν, ἵνα οὕτως ἵλεω τὸν Θεὸν ἔχωμεν κατὰ τὴν μέλλουσαν ἡμέραν, καὶ πολλῆς ἀπολαῦσαι δυνηθῶμεν συγγνώμης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.197 ΟΜΙΛΙΑ ΛΕʹ. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς. Καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτὸν διὰ τὸν λόγον αὐτοῦ· τῇ τε γυναικὶ ἔλεγον, ὅτι Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύο μεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Καὶ μετὰ δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν. αʹ. Οὐδὲν φθόνου καὶ βασκανίας χεῖρον, οὐδὲν κενοδοξίας χαλεπώτερον· αὕτη τὰ μυρία εἴωθε διαφθείρειν ἀγαθά, Οἱ οὖν Ἰουδαῖοι πλείονα τῶν Σαμαρειτῶν γνῶσιν ἔχοντες, καὶ τοῖς προφήταις συντραφέντες, ὕστεροι τούτων ἐφάνησαν ἐντεῦθεν. Οὗτοι μὲν γὰρ καὶ ἀπὸ τῆς μαρτυρίας ἐπίστευσαν τῆς γυναικὸς, καὶ σημεῖον ἰδόντες οὐδὲν, ἐξῆλθον παρακαλοῦντες τὸν Χριστὸν μεῖναι παρ' αὐτοῖς· οἱ δὲ Ἰουδαῖοι καὶ 59.198 θαύματα θεασάμενοι, οὐ μόνον οὐ κατεῖχον αὐτὸν παρ' ἑαυτοῖς, ἀλλὰ καὶ ἀπήλαυνον, καὶ πάντα ἔπραττον, ὥστε καὶ τῆς χώρας αὐτὸν ἐκβαλεῖν, καίτοι γε
αὕτη ἡ παρουσία δι' ἐκείνους ἐγεγόνει. Ἀλλ' ἐκεῖνοι μὲν ἀπήλαυνον, οὗτοι δὲ καὶ μεῖναι ἠξίουν παρ' ἑαυτοῖς. Τούτους οὖν οὐκ ἐχρῆν προσίεσθαι παρακαλοῦντας, εἰπέ μοι, καὶ δεομένους, ἀλλὰ τοῖς μὲν ἐπιβουλεύουσι καὶ διακρουομένοις προσεδρεύειν, τοῖς δὲ ἀγαπῶσι καὶ βουλομένοις αὐτὸν κατέχειν, μὴ διδόναι ἑαυτόν; Ἀλλ' οὐκ ἦν τοῦτο ἄξιον τῆς αὐτοῦ κηδεμονίας. Διὰ τοῦτο καὶ ἐδέξατο, καὶ ἔμεινε παρ' αὐτοῖς ἡμέρας δύο. Αὐτοὶ μὲν γὰρ ἐβούλοντο διηνεκῶς αὐτὸν κατέχειν (τοῦτο γὰρ ἐδήλωσεν ὁ εὐαγγελιστὴς εἰπὼν, ὅτι Ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς)· αὐτὸς δὲ οὐκ ἠνείχετο. ἀλλ' ἡμέρας δύο μόνον ἔμεινεν, καὶ ἐν ταύταις πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτόν. Καίτοι γε 59.199 τούτους οὐκ εἰκὸς ἦν πιστεῦσαι, τῷ τε σημεῖον μηδὲν ἑωρακέναι, καὶ τῷ ἀπεχθῶς πρὸς Ἰουδαίους ἔχειν· ἀλλ' ὅμως ἐπειδὴ τοῖς λεγομένοις μετὰ ἀληθείας ἐδίκαζον, οὐ προσέστη τοῦτο αὐτοῖς, ἀλλ' ὑψηλοτέραν τῶν κωλυμάτων ἔλαβον ἔννοιαν, καὶ ἐφιλοτιμοῦντο ἐπὶ τὸ μειζόνως θαυμάζειν αὐτόν· Τῇ γὰρ γυναικὶ, φησὶν, ἔλεγον· Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν αὐτῷ· αὐτοὶ γὰρ ἡμεῖς ἠκούσαμεν καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Οἱ μαθηταὶ τὸν διδάσκαλον ὑπερηκόντισαν. Οὗτοι γὰρ καὶ τῶν Ἰουδαίων κατηγορήσαιεν ἂν δικαίως καὶ τῷ πιστεῦσαι καὶ τῷ δέξασθαι. Ἐκεῖνοι μὲν γὰρ ὑπὲρ ὧν πᾶσαν τὴν πραγματείαν συνεστήσατο, συνεχῶς αὐτὸν ἐλίθαζον· οὗτοι δὲ οὐδὲ πρὸς αὐτοὺς ὁρμώμενον εἵλκυσαν πρὸς ἑαυτούς. Καὶ οἱ μὲν μετὰ σημείων ἀδιόρθωτοι μένουσιν· οὗτοι δὲ χωρὶς σημείων πολλὴν περὶ αὐτὸν τὴν πίστιν ἐπεδείξαντο, καὶ τούτῳ αὐτῷ φιλοτιμοῦνται, τῷ χωρὶς σημείων πιστεῦσαι· ἐκεῖνοι δὲ οὐ παύονται καὶ σημεῖα ζητοῦντες καὶ πειράζοντες. Οὕτως εὐγνώμονος ψυχῆς πανταχοῦ χρεία. Κἂν ἐπιλάβηται τοιαύτης ἡ ἀλήθεια, κρατεῖ ῥᾳδίως· κἂν μὴ κρατήσῃ, οὐ παρὰ τὴν αὐτῆς ἀσθένειαν, ἀλλὰ παρὰ τὴν ταύτης ἀγνωμοσύνην τοῦτο γίνεται. Ἐπεὶ καὶ ὁ ἥλιος ὅταν λάβῃ καθαροὺς ὀφθαλμοὺς, φωτίζει ῥᾳδίως· ἂν δὲ μὴ φωτίσῃ, τῆς ἐκείνων ἀῤῥωστίας τὸ ἁμάρτημα, οὐ τῆς ἀσθενείας τούτου. Ἄκουσον γοῦν οὗτοι τί λέγουσιν. Οἴδαμεν, φησὶν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Ὁρᾷς πῶς εὐθέως ἐνόησαν ὅτι τὴν οἰκουμένην ἐπισπάσασθαι ἤμελλεν, καὶ ἐπὶ διορθώσει τῆς κοινῆς ἦλθε σωτηρίας, ὅτι οὐκ ἐν Ἰουδαίοις ἤμελλεν ἀποκλείειν αὐτοῦ τὴν πρόνοιαν, ἀλλὰ πανταχοῦ σπείρειν αὐτοῦ τὸν λόγον; Ἀλλ' οὐκ Ἰουδαῖοι οὕτως· ἀλλὰ ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Οὗτοι δὲ ὁμολογοῦσιν ἅπαντας ἐν ἐπιτιμίοις εἶναι, ἐκεῖνο τὸ ἀποστολικὸν δηλοῦντες, ὅτι Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Εἰπόντες γὰρ ὅτι Σωτήρ ἐστι τοῦ κόσμου, ἔδειξαν ὅτι τοῦ ἀπολωλότος· καὶ οὐχ ἁπλῶς Σωτὴρ, ἀλλ' ἐν σφόδρα μεγάλοις. Ἦλθον μὲν γὰρ πολλοὶ σῶσαι, καὶ προφῆται καὶ ἄγγελοι· ἀλλ' ὁ ἀληθινὸς Σωτὴρ οὗτός ἐστι, φησὶ, ὁ τὴν ἀληθῆ σωτηρίαν παρέχων, οὐ τὴν πρόσκαιρον μόνον. Τοῦτο πίστεως εἰλικρινοῦς. Καὶ γάρ εἰσιν ἀμφοτέρωθεν θαυμαστοὶ, καὶ ὅτι ἐπίστευσαν, καὶ ὅτι χωρὶς σημείων· οὓς καὶ ὁ Χριστὸς μακαρίζει λέγων· Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες· καὶ ὅτι εἰλικρινῶς τοῦτο. Καίτοι τῆς γυναικὸς ἀμφιβόλως λεγούσης ἀκούσαντες, Μήτι οὗτός ἐστιν ὁ Χριστός; οὐκ εἶπον καὶ αὐτοὶ, ὅτι Καὶ ἡμεῖς ὑποπτεύομεν, οὐδ' ὅτι Νομίζομεν, ἀλλ' ὅτι Οἴδαμεν· καὶ οὐχ ἁπλῶς, ἀλλ' ὅτι Οὗτός ἐστιν ἀληθῶς τοῦ κόσμου ὁ Σωτήρ. Οὐ γὰρ ὡς ἕνα τῶν πολλῶν τὸν Χριστὸν ὡμολόγουν, ἀλλὰ τὸν ὄντως Σωτῆρα. Καίτοι τίνα εἶδον σωθέντα; Τῶν ῥημάτων ἤκουσαν μόνον, καὶ εἶπον ἅπερ ἂν, εἰ καὶ θαύματα ἐθεάσαντο πολλὰ καὶ μεγάλα, εἶπον. Καὶ τίνος ἕνεκεν ταῦτα οὐ λέγουσιν ἡμῖν οἱ εὐαγγελισταὶ τὰ ῥήματα, καὶ ὅτι θαυμαστῶς διελέχθη; Ἵνα μάθῃς ὅτι πολλὰ τῶν μεγάλων παρατρέχουσιν, ἀπὸ δὲ τοῦ τέλους τὸ πᾶν ἐδήλωσαν. Ἔπεισε γὰρ δῆμον ὁλόκληρον καὶ πόλιν ὅλην διὰ τῶν εἰρημένων. Ἔνθα δὲ μὴ πείθονται, τότε ἀναγκάζονται λέγειν τὰ εἰρη 59.200 μένα, ἵνα μὴ ἀπὸ τῆς ἀγνωμοσύνης τῶν ἀκουόντων καταψηφίζηταί τις τοῦ 141
δημηγοροῦντος. Καὶ μετὰ δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν. Αὐτὸς γὰρ ὁ Χριστὸς ἐμαρτύρησεν, ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. Διατί τοῦτο πρόσκειται; Ὅτι εἰς Καπερναοὺμ οὐκ ἀπῆλθεν, ἀλλ' εἰς τὴν Γαλιλαίαν, κἀκεῖθεν εἰς τὴν Κανᾶ. Ἵνα γὰρ μὴ ἐξετάσῃς, διατί παρὰ μὲν τοῖς αὐτοῦ οὐκ ἔμεινε, παρὰ δὲ τοῖς Σαμαρείταις ἔμεινε, τίθησι τὴν αἰτίαν, λέγων, ὅτι οὐ προσέσχον αὐτῷ. Διὰ τοῦτο οὐκ ἀπῆλθεν ἐκεῖ, ὥστε μὴ μεῖζον αὐτοῖς γενέσθαι τὸ κρῖμα. βʹ. Καὶ γὰρ πατρίδα αὐτὸν ἐνταῦθα ἡγοῦμαι λέγειν τὴν Καπερναούμ. Ὅτι δὲ οὐκ ἀπήλαυσεν ἐκεῖ τιμῆς, ἄκουσον αὐτοῦ λέγοντος· Καὶ σὺ, Καπερναοὺμ, ἣ ἕως τοῦ οὐρανοῦ ὑψώθης, ἕως ᾅδου καταβιβασθήσῃ. Πατρίδα δὲ ἰδίαν καλεῖ, τὸν τῆς οἰκονομίας δηλῶν λόγον, καὶ τούτῳ τὸ πλέον ἐνδιατρίβων. Τί οὖν; οὐχ ὁρῶμεν, φησὶ, καὶ παρὰ τοῖς οἰκείοις πολλοὺς θαυμαζομένους; Μάλιστα μὲν οὐκ ἀπὸ τῶν σπανιζόντων τὰ τοιαῦτα δεῖ ψηφίζεσθαι. Εἰ δέ τινες ἐν τῇ αὐτῶν ἐτιμῶντο, πολλῷ μᾶλλον ἐν τῇ ἀλλοτρίᾳ· ἡ γὰρ συνήθεια εὐκαταφρονήτους ποιεῖν εἴωθεν. Ὡς δὲ ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες, ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. Ὁρᾷς ὅτι οἱ κακιζόμενοι, οὗτοι μάλιστα αὐτῷ προσιόντες εὑρίσκονται; Ὁ μὲν γὰρ ἔλεγεν, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; ἄλλος δὲ, Ἐρώτησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται. Ταῦτα δὲ καὶ αὐτὸν ὑβρίζοντες ἔλεγον, ἐπειδὴ ἐκ Ναζαρὲτ ἐδόκει τοῖς πολλοῖς εἶναι· καὶ τὸ Σαμαρείτην δὲ εἶναι ὠνείδιζον. Σαμαρείτης γὰρ εἶ, καὶ δαιμόνιον ἔχεις, φησίν. Ἀλλ' ἰδοὺ καὶ Σαμαρεῖται καὶ Γαλιλαῖοι, φησὶ, πιστεύουσιν εἰς αἰσχύνην τῶν Ἰουδαίων. Εὑρίσκονται δὲ καὶ Γαλιλαίων οἱ Σαμαρεῖται βελτίους. Ἐκεῖνοι μὲν γὰρ ἀπὸ τῶν τῆς γυναικὸς ἐδέξαντο ῥημάτων· οὗτοι δὲ ἑωρακότες τὰ σημεῖα ἃ ἐποίησεν. Ἦλθεν οὖν ὁ Ἰησοῦς πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. Ἀναμιμνήσκει τοῦ θαύματος τὸν ἀκροατὴν, τὸ ἐγκώμιον τῶν Σαμαρειτῶν ἐπαίρων. Οὗτοι μὲν γὰρ καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις καὶ ἀπὸ τῶν ἐκεῖ γενομένων σημείων αὐτὸν ἐδέξαντο· οἱ Σαμαρεῖται δὲ οὐχ οὕτως, ἀλλ' ἀπὸ διδασκαλίας μόνης. Ὅτι μὲν οὖν ἦλθεν ἐκεῖ, εἶπε· τὴν δὲ αἰτίαν οὐ προσέθηκε, δι' ἣν ἦλθεν. Εἰς μὲν γὰρ τὴν Γαλιλαίαν διὰ τὸν φθόνον τὸν Ἰουδαϊκὸν παρεγένετο· εἰς δὲ Κανᾶ τίνος ἕνεκεν; Παρὰ μὲν γὰρ τὴν ἀρχὴν καλούμενος εἰς γάμον· νῦν δὲ τίνος ἕνεκεν, καὶ διατί; Ἐμοὶ δοκεῖ τὴν ἀπὸ τοῦ θαύματος πίστιν ἐγγινομένην ἰσχυροτέραν ποιῶν διὰ τῆς παρουσίας, καὶ μᾶλλον αὐτοὺς ἐφελκόμενος τῷ αὐτόκλητος παραγενέσθαι, καὶ τὴν μὲν ἰδίαν ἀφεῖναι πατρίδα, προτιμῆσαι δὲ ἐκείνους. Ἦν δέ τις βασιλικὸς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ. Οὗτος ἀκούσας, ὅτι Ἰησοῦς ἥκει ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἦλθε πρὸς αὐτὸν, καὶ ἠρώτα ἵνα ἔλθῃ, καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤτοι τοῦ γένους ὢν τοῦ βασιλικοῦ, ἢ ἀξίωμά τι ἀρχῆς ἕτερον οὕτω καλούμενον ἔχων. Τινὲς μὲν οὖν τοῦτον ἐκεῖνον εἶναι νομίζουσι τὸν παρὰ τῷ Ματθαίῳ· δείκνυται δὲ ἕτερος ὢν παρ' ἐκεῖνον, οὐκ ἀπὸ τοῦ ἀξιώματος δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πίστεως. Ἐκεῖνος μὲν γὰρ καὶ βουλόμενον τὸν Χριστὸν ἐλθεῖν, ἀξιοῖ μένειν· οὗτος δὲ καὶ μηδὲν τοιοῦτον ἐπαγγελλόμενον, εἰς τὴν οἰκίαν ἕλκει. Κἀκεῖνος μέν φησιν· Οὐκ εἰμὶ ἄξιος ἵνα μου ὑπὸ τὴν στέγην 59.201 εἰσέλθῃς· οὗτος δὲ καὶ ἐπείγει, Κατάβηθι, λέγων, πρὶν ἀποθανεῖν τὸν υἱόν μου. Κἀκεῖ μὲν ἀπὸ τοῦ ὄρους καταβὰς εἰς Καπερναοὺμ εἰσῄει· ἐνταῦθα δὲ ἀπὸ Σαμαρείας, καὶ οὐκ εἰς Καπερναοὺμ, ἀλλ' εἰς Κανᾶ ἐλθόντος παρεγένετο οὗτος. Κἀκείνου μὲν ὁ παῖς παρέσει κατέκειτο· ὁ δὲ τούτου υἱὸς πυρετῷ. Καὶ ἐλθὼν ἠρώτα ἵνα ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνήσκειν. Τί οὖν ὁ Χριστός; Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. Καὶ μὴν τοῦτο πίστεως ἦν, καὶ τὸ ἐλθεῖν καὶ τὸ παρακαλέσαι· καὶ μετὰ ταῦτα δὲ αὐτὸ μαρτυρεῖ ὁ εὐαγγελιστὴς λέγων, ὅτι εἰπόντος τοῦ Ἰησοῦ, Πορεύου, ὁ υἱός σου ζῇ, ἐπίστευσε τῷ λόγῳ αὐτοῦ, καὶ ἐπορεύετο. Τί οὖν ἐστιν ὅ φησιν ἐνταῦθα; Ἤτοι τοὺς Σαμαρείτας 142
θαυμάζων ἔλεγε ταῦτα, ὅτι σημείων χωρὶς ἐπίστευσαν· ἢ τῆς δοκούσης αὐτοῦ πόλεως εἶναι καθαπτόμενος τῆς Καπερναοὺμ, ὅθεν οὗτος ἦν. Ἐπεὶ καὶ ἕτερός τις ἐν τῷ Λουκᾷ λέγων, Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ, ἔλεγε πάλιν. Ὥστε εἰ καὶ οὗτος ἐπίστευσεν, ἀλλ' οὐχ ὁλοκλήρως, οὐδὲ ὑγιῶς. Καὶ τοῦτο δηλοῖ ἐκ τοῦ πυνθάνεσθαι ποίᾳ ὥρᾳ ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἐβούλετο γὰρ μαθεῖν, εἴτε αὐτομάτως, εἴτε ἐκ τῆς ἐπιταγῆς τοῦ Χριστοῦ τοῦτο γέγονεν. Ὡς οὖν ἔγνω ὅτι χθὲς ὥραν ἑβδόμην, ἐπίστευσε καὶ αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Ὁρᾷς ὅτι τότε ἐπίστευσεν, ὅτε οἱ παῖδες εἶπον, οὐχ ὅτε ὁ Χριστός; Τὴν διάνοιαν τοίνυν ἐλέγχει αὐτοῦ, μεθ' ἧς προσελθὼν, ταῦτα ἔλεγεν· οὕτω γὰρ μᾶλλον καὶ εἰς πίστιν αὐτὸν ἐφείλκετο· πρὸ γὰρ τοῦ σημείου οὐ σφόδρα ἦν πεπιστευκώς. Εἰ δὲ καὶ ἦλθε καὶ παρεκάλεσε, θαυμαστὸν οὐδέν. Εἰώθασι γὰρ οἱ πατέρες ὑπὸ πολλῆς φιλίας οὐ μόνον οἷς θαῤῥοῦσιν ἰατροῖς προσιέναι, ἀλλὰ καὶ οἷς μὴ θαῤῥοῦσι διαλέγεσθαι, μηδὲν ὅλως παραλιπεῖν βουλόμενοι. Ἐπεὶ ὅτι ἐκ παρέργου προσῆλθεν, ὅτε ἦλθεν εἰς τὴν Γαλιλαίαν, τότε αὐτὸν εἶδεν· ὡς εἴ γε ἦν σφόδρα αὐτῷ πεπιστευκὼς, οὐκ ἂν ὤκνησε, τοῦ παιδὸς μέλλοντος τελευτᾷν, εἰς τὴν Ἰουδαίαν ἐλθεῖν. Εἰ δὲ ἐδεδοίκει, οὐδὲ τοῦτο ἀνεκτόν. Ὅρα γοῦν καὶ αὐτὰ τὰ ῥήματα πῶς ἐμφαίνει τὴν ἀσθένειαν τοῦ ἀνδρός. Δέον γὰρ εἰ καὶ μὴ πρότερον, ἀλλ' ὅμως μετὰ τὸ τὴν διάνοιαν ἐλέγξαι, μέγα τι φαντασθῆναι περὶ αὐτοῦ, ἄκουσον πῶς ἔτι χαμαὶ σύρεται. Κατάβηθι γὰρ, φησὶ, πρὶν ἢ ἀποθανεῖν τὸ παιδίον μου· ὡς οὐ δυναμένου μετὰ τὸν θάνατον αὐτὸν ἀναστῆσαι, καὶ ὡς οὐκ εἰδότος οἷα τὰ τοῦ παιδίου πράγματα ἕστηκε. Διὰ τοῦτο αὐτὸν ἐλέγχει καὶ τοῦ συνειδότος καθάπτει· δεικνὺς ὅτι τὰ σημεῖα προηγουμένως τῆς ψυχῆς ἕνεκεν ἐγένετο. Ἐνταῦθα γὰρ οὐχ ἧττον τοῦ παιδὸς τὸν πατέρα ἀσθενοῦντα περὶ τὴν διάνοιαν θεραπεύει, πείθων ἡμᾶς μὴ ἀπὸ σημείων, ἀλλὰ ἀπὸ διδασκαλίας προσέχειν αὐτῷ. Τὰ σημεῖα γὰρ οὐ τοῖς πιστοῖς, ἀλλὰ τοῖς ἀπίστοις καὶ παχυτέροις. γʹ. Τότε μὲν οὖν ὑπὸ τοῦ πάθους οὐ σφόδρα προσεῖχε τοῖς λεγομένοις, ἢ μόνοις τοῖς περὶ τοῦ παιδός. Ὕστερον δὲ ἤμελλε τὸ λεχθὲν ἀναλαμβάνειν, καὶ τὰ μέγιστα ἐντεῦθεν κερδαίνειν· ὃ δὴ καὶ γέγονεν. Τί δήποτε δὲ ἐπὶ μὲν τοῦ ἑκατοντάρχου αὐτεπάγγελτος ὑπέσχετο παραγίνεσθαι· ἐνταῦθα δὲ οὐδὲ καλούμενος ἄπεισιν; Ὅτι ἐκεῖ μὲν ἡ πίστις ἀπήρτιστο. Διὸ καὶ ὑπέσχετο ἀπιέναι, ἵνα μάθωμεν τοῦ ἀνδρὸς τὴν εὐγνωμοσύνην· 59.202 ἐνταῦθα δὲ ὅτι οὗτος ἀτελῆς ἦν. Ἐπεὶ οὖν ἄνω καὶ κάτω ἤπειγεν αὐτὸν λέγων, Κατάβηθι, καὶ οὔπω ᾔδει σαφῶς ὅτι καὶ ἀπὼν δύναται θεραπεῦσαι, δείκνυσιν ὅτι καὶ τοῦτο δυνατὸν αὐτῷ, ἵν' ὅπερ οἴκοθεν ὁ ἑκατόνταρχος ἔσχε, τοῦτο οὗτος ἐκ τοῦ μὴ παραγενέσθαι τὸν Ἰησοῦν μάθῃ. Ὅταν οὖν εἴπῃ, Ἐὰν μὴ σημεῖακαὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε, τοῦτο λέγει· ὅτι τὴν προσήκουσαν πίστιν οὐδέπω ἔχετε, ἀλλ' ἔτι ὡς περὶ προφήτου διάκεισθε. Ἐκκαλύπτων οὖν ἑαυτὸν, καὶ δεικνὺς ὅτι καὶ χωρὶς σημείων ἔδει πιστευθῆναι αὐτὸν, ἔλεγεν ἅπερ καὶ τῷ Φιλίππῳ φησίν· Πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Εἰ δὲ μὴ, διὰ τὰ ἔργα πιστεύετέ μοι. Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, ἀπήντησαν οἱ δοῦλοι αὐτοῦ λέγοντες, ὅτι Ὁ παῖς σου ζῇ. Ἐπυνθάνετο οὖν παρ' αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχεν. Καὶ εἶπον αὐτῷ, ὅτι Χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ, ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι Ὁ παῖς σου ζῇ. Καὶ ἐπίστευσεν αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Ὁρᾷς πῶς τὸ θαῦμα δῆλον ἐγένετο; Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀπηλλάγη τοῦ κινδύνου, ἀλλὰ ἀθρόον, ὡς φαίνεσθαι μηκέτι φύσεως ἀκολουθίαν εἶναι τὸ γινόμενον, ἀλλὰ τῆς ἐνεργείας τοῦ Χριστοῦ. Πρὸς γὰρ αὐτὰς ἐλθὼν τοῦ θανάτου τὰς πύλας, ὡς καὶ ὁ πατὴρ ἐδήλωσεν εἰπὼν, Κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον, ἀθρόον ἀπηλλάγη τῆς νόσου· ὅπερ οὖν καὶ τοὺς οἰκέτας διανέστησεν. Ἐκεῖνοι μὲν γὰρ ἴσως οὐχ ὡς εὐαγγελιζόμενοι μόνον, ἀλλὰ καὶ ὡς περιττὴν λοιπὸν τοῦ Ἰησοῦ τὴν παρουσίαν εἶναι νομίσαντες, ἀπήντησαν· καὶ γὰρ ᾔδεσαν αὐτὸν ἐκεῖ παραγενόμενον· ὅθεν καὶ κατ' αὐτὴν αὐτῷ τὴν ὁδὸν περιέτυχον.
Ὁ δὲ ἄνθρωπος, ἀνεθεὶς τοῦ φόβου, λοιπὸν πρὸς τὴν πίστιν διέκυψε, θέλων δεῖξαι ὅτι τῆς ὁδοῦ αὐτοῦ τὸ ἔργον γέγονε, καὶ φιλοτιμεῖται λοιπὸν ὥστε μὴ δόξαι εἰκῆ διεγηγέρθαι· ὅθεν μετὰ ἀκριβείας πάντα ἐμάνθανεν. Καὶ ἐπίστευσεν αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Καὶ γὰρ ἦν ἀναμφισβήτητος ἡ μαρτυρία λοιπόν. Οἱ γὰρ μὴ παρόντες, μηδὲ ἀκούσαντες τοῦ Χριστοῦ διαλεγομένου, μηδὲ τὸν καιρὸν εἰδότες, οὗτοι παρὰ τοῦ δεσπότου μαθόντες, ὅτι οὗτος ἦν ὁ καιρὸς, ἀναμφισβήτητον ἔσχον τὴν ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως· διὰ τοῦτο καὶ αὐτοὶ ἐπίστευσαν. Τί τοίνυν ἀπὸ τούτων παιδευόμεθα; Μὴ θαύματα περιμένειν, μηδὲ ἐνέχυρα ζητεῖν τῆς τοῦ Θεοῦ δυνάμεως. Ὁρῶ γὰρ καὶ νῦν πολλοὺς τότε εὐλαβεστέρους γινομένους, ὅταν ἢ τοῦ παιδὸς κακουμένου, ἢ γυναικὸς ἀῤῥωστούσης, παραμυθίας τινὸς ἀπολαύσωσι. Χρὴ δὲ καὶ μὴ τυγχάνοντας παραμένειν ὁμοίως εὐχαριστοῦντας, δοξάζοντας. Τοῦτο γὰρ οἰκετῶν εὐγνωμόνων ἐστί· τοῦτο στεῤῥῶν τε καὶ φιλούντων, ὡς χρὴ, τὸν Δεσπότην, μὴ μόνον ἀνιεμένους, ἀλλὰ καὶ μαστιζομένους προστρέχειν αὐτῷ. Καὶ γὰρ καὶ ταῦτα τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργα. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, φησὶν, ὃν παραδέχεται. Ὅταν δὲ ἐν ἀνέσει τις αὐτὸν θεραπεύῃ μόνον, οὐ πολλῆς ἐπιδείκνυται ἀγάπης σημεῖα, οὐδὲ καθαρῶς φιλεῖ τὸν Χριστόν. Καὶ τί λέγω ὑγίειαν καὶ χρημάτων ἀφθονίαν, ἢ πενίαν ἢ νόσον; Κἂν γὰρ γέενναν ἀκούσῃς, κἂν ἕτερον χαλεπὸν, οὐδὲ οὕτως ἀφίστασθαι χρὴ τῆς περὶ τὸν Δεσπότην εὐφημίας· ἀλλὰ πάντα πάσχειν καὶ φέρειν ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης. Τοῦτο γὰρ καὶ οἰκετῶν εὐγνωμόνων καὶ ψυχῆς ἀκλινοῦς· καὶ ὁ τοῦτον διακείμενος τὸν τρόπον, 59.203 καὶ τὰ παρόντα διοίσει ῥᾳδίως, καὶ τῶν μελλόντων ἐπιτεύξεται ἀγαθῶν, καὶ πολλῆς ἀπολαύσεται παρὰ 59.204 τῷ Θεῷ παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.203 ΟΜΙΛΙΑ ΛΣΤʹ. Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰη σοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλι λαίαν. Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. αʹ. Καθάπερ ἐν τοῖς μετάλλοις τοῦ χρυσίου οὐδὲ τὴν βραχυτάτην φλέβα παριδεῖν ἄν τις ἀνάσχοιτο τῶν περὶ ταῦτα δεινῶν, ἅτε πολὺν ἐργαζομένην πλοῦτον· οὕτω καὶ ἐν ταῖς θείαις Γραφαῖς ἰῶτα ἓν ἢ μίαν κεραίαν οὐκ ἀζήμιον παραδραμεῖν· ἀλλὰ πάντα διερευνᾶσθαι χρή. Πνεύματι γὰρ ἁγίῳ πάντα εἴρηται, καὶ οὐδὲν παρέλκον ἐν αὐταῖς. Σκόπει γοῦν καὶ ἐνταῦθα τί φησιν ὁ εὐαγγελιστής· Τοῦτο πάλιν δεύτερον ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. Οὐδὲ γὰρ τὸ, Δεύτερον, ἁπλῶς προσέθηκεν, ἀλλ' ἔτι τὸ θαῦμα τῶν Σαμαρειτῶν ἐπαίρει, δεικνὺς ὅτι, καὶ δευτέρου σημείου γενομένου, οὐδέπω πρὸς τὸ ὕψος ἐκείνων ἔφθασαν οὗτοι οἱ τεθεαμένοι τῶν οὐδὲν ἑωρακότων. Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων. Ποία ἑορτή; Ἐμοὶ δοκεῖ, ἡ τῆς Πεντηκοστῆς. Καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Συνεχῶς ἐν ταῖς ἑορταῖς ἐπιχωριάζει τῇ πόλει· τοῦτο μὲν, ἵνα δόξῃ μετ' αὐτῶν ἑορτάζειν, τοῦτο δὲ, ἵνα τὸ πλῆθος ἐπισπάσηται τὸ ἄδολον. Μάλιστα γὰρ ἐν ταῖς ἡμέραις ταύταις οἱ ἀφελέστερον διακείμενοι συνέτρεχον. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις προβατικὴ κολυμβήθρα, ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδὰ, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πολὺ πλῆθος τῶν ἀσθενούντων, χωλῶν, τυφλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Τίς ὁ τῆς θεραπείας τρόπος οὗτος; ποῖον ἡμῖν μυστήριον αἰνίττεται; Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ἀναγέγραπται, ἀλλὰ τὰ μέλλοντα ἡμῖν ὡς ἐν εἰκόνι καὶ τύπῳ ὑπογράφει, ὥστε μὴ τὸ σφόδρα παράδοξον, ἀπροσδόκητον παραγενόμενον, λυμήνασθαι παρὰ τοῖς πολλοῖς τῇ τῆς πίστεως δυνάμει. Τί οὖν ἐστιν
ὃ ὑπογράφει; Ἔμελλε βάπτισμα δίδοσθαι, πολλὴν δύναμιν ἔχον καὶ δωρεὰν μεγίστην, βάπτισμα πάσας ἁμαρτίας καθαῖρον, καὶ ἀντὶ νεκρῶν ζῶντας ποιοῦν. Καθάπερ οὖν ἐν εἰκόνι προγράφεται ταῦτα τῇ κολυμβήθρᾳ καὶ ἑτέροις πλείοσι. Καὶ πρῶτον μὲν δέδωκεν ὕδωρ, καθαῖρον σωμάτων κηλῖδας, καὶ μολυσμοὺς οὐκ ὄντας, ἀλλὰ δοκοῦντας εἶναι, οἷον τοὺς ἀπὸ κηδείας, τοὺς ἀπὸ λέπρας, τοὺς ἀπὸ τοιούτων ἑτέρων· καὶ πολλὰ ἄν τις ἴδοι δι' ὕδατος γεγονότα ἐπὶ τῆς Παλαιᾶς, ταύτης ἕνεκεν τῆς προφάσεως. Πλὴν ἀλλὰ πρὸς τὸ κατεπεῖγον ἴωμεν νῦν. Πρῶτον μὲν οὖν, ὡς ἔφθην εἰπὼν, μολυσμοὺς σωμάτων, ἔπειτα δὲ καὶ ἀῤῥωστήματα διάφορα δι' ὕδατος ποιεῖ λύεσθαι. Βουλόμενος γὰρ ἡμᾶς ὁ Θεὸς ἐγγύτερον ἀγαγεῖν τῆς τοῦ βαπτίσματος δωρεᾶς, οὐκ ἔτι μολυσμοὺς ἁπλῶς μόνον, ἀλλὰ καὶ νόσους ἰᾶται. Αἱ γὰρ ἐγγύτεραι τῆς ἀληθείας εἰκόνες, καὶ ἐπὶ τοῦ βαπτίσματος, καὶ ἐπὶ τοῦ πάθους, καὶ ἐπὶ τῶν ἄλλων, τρανότεραι τῶν ἀρχαιοτέρων ἦσαν. Καθάπερ γὰρ οἱ 59.204 τοῦ βασιλέως ἐγγὺς τῶν πόῤῥωθέν εἰσι λαμπρότεροι δορυφόρων· οὕτω δὴ καὶ ἐπὶ τῶν τύπων ἐγίνετο. Καὶ ἄγγελος καταβαίνων ἐτάραττε τὸ ὕδωρ, καὶ ἰαματικὴν ἐνετίθει δύναμιν, ἵνα μάθωσιν Ἰουδαῖοι, ὅτι πολλῷ μᾶλλον ὁ τῶν ἀγγέλων Δεσπότης πάντα τὰ νοσήματα τῆς ψυχῆς ἰᾶσθαι δύναται. Ἀλλ' ὥσπερ ἐνταῦθα οὐχ ἁπλῶς ἰᾶτο τῶν ὑδάτων ἡ φύσις (ἦ γὰρ ἂν διαπαντὸς τοῦτο ἐγίνετο)· ἀλλ' ἐπὶ τῇ τοῦ ἀγγέλου ἐνεργείᾳ· οὕτω καὶ ἐφ' ἡμῶν οὐχ ἁπλῶς τὸ ὕδωρ ἐργάζεται, ἀλλ' ὅταν τὴν τοῦ Πνεύματος δέξηται χάριν, τότε ἅπαντα λύει τὰ ἁμαρτήματα. Περὶ ταύτην τὴν κολυμβήθραν Κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἀλλὰ τότε μὲν ἡ ἀσθένεια κώλυμα τῷ βουλομένῳ θεραπευθῆναι ἐγίνετο· νῦν δὲ κύριος ἕκαστός ἐστι προσελθεῖν. Οὐ γὰρ ἄγγελός ἐστιν ὁ ταράσσων, ἀλλὰ ὁ τῶν ἀγγέλων Δεσπότης ὁ τὸ πᾶν ἐργαζόμενος. Καὶ οὐκ ἔστιν εἰπεῖν· [Νῦν τὸν κάμνοντα ἄνθρωπον οὐκ ἔχω· οὐκ ἐστιν εἰπεῖν]· Ἐν ᾧ ἔρχομαι κατελθεῖν, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Ἀλλὰ κἂν ἡ οἰκουμένη πᾶσα ἔλθῃ, ἡ χάρις οὐκ ἀναλίσκεται, οὐδὲ ἡ ἐνέργεια δαπανᾶται, ἀλλ' ὁμοία μένει, καὶ τοιαύτη, οἵα καὶ πρὸ τούτου. Καὶ καθάπερ αἱ ἡλιακαὶ ἀκτῖνες καθ' ἑκάστην φωτίζουσι τὴν ἡμέραν, καὶ οὐ δαπανῶνται, οὐδὲ ἀπὸ τῆς πολλῆς χορηγίας ἔλαττον αὐταῖς γίνεται τὸ φῶς· οὕτω καὶ πολλῷ μᾶλλον ἡ τοῦ Πνεύματος ἐνέργεια οὐδὲν ἐλαττοῦται παρὰ τὸ πλῆθος τῶν ἀπολαυόντων αὐτῆς. Τοῦτο δὲ ἐγίνετο, ἵνα οἱ μαθόντες ὅτι ἐν ὕδατι νοσήματα σώματος ἔνι θεραπεῦσαι, καὶ τούτῳ πολὺν ἐγγυμνασθέντες χρόνον, ῥᾳδίως πιστεύσωσιν, ὅτι καὶ νοσήματα ψυχῆς ἰᾶσθαι δύναται. Καὶ τί δήποτε πάντας ἀφεὶς ὁ Ἰησοῦς, ἐπὶ τὸν τριακονταοκτὼ ἔτη ἔχοντα ἦλθε; τί δὲ καὶ ἐρωτᾷ, Θέλεις ὑγιὴς γενέσθαι; Οὐχ ἵνα μάθῃ (τοῦτο γὰρ παρέλκον ἦν), ἀλλ' ἵνα δείξῃ τοῦ τοιούτου τὴν καρτερίαν, καὶ ἵνα γνῶμεν ὅτι διὰ τοῦτο τοὺς ἄλλους ἀφεὶς, ἐπὶ τοῦτον ἦλθε. Τί οὖν ὁ ἀσθενῶν; Ἀπεκρίθη αὐτῷ καὶ λέγει, Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Διὰ τοῦτο ἠρώτησε, Θέλεις ὑγιὴς γενέσθαι; ἵνα ταῦτα μάθωμεν. Καὶ οὐκ εἶπεν αὐτῷ, Θέλεις σε θεραπεύσω; οὐδὲν γὰρ οὐδέπω μέγα ἐφαντάζετο περὶ αὐτοῦ· ἀλλὰ, Θέλεις ὑγιὴς γενέσθαι; Ἔκπληκτος ἡ καρτερία τοῦ παραλύτου· ἔτη τριακονταοκτὼ ἔχων, καὶ καθ' ἕκαστον ἐνιαυτὸν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος προσδοκῶν, προσήδρευέ τε καὶ οὐκ ἀφίστατο. Εἰ γὰρ μὴ τὰ παρελθόντα, τὰ γοῦν μέλλοντα οὐχ ἱκανὰ ἦν αὐτὸν, εἰ μὴ καρτερικὸς ἦν, ἀπαγαγεῖν τοῦ τόπου; Ἐννόησον δέ μοι, πῶς εἰκὸς ἦν ἐκεῖ καὶ τοὺς λοιποὺς τοὺς κάμνοντας νήφειν. Οὐδὲ γὰρ δῆλος ἦν ὁ καιρὸς καθ' ὃν ἐτι 59.205 νάσσετο τὸ ὕδωρ· ἀλλ' οἱ μὲν χωλοὶ καὶ κυλλοὶ ἠδύναντο παρατηρεῖν· οἱ δὲ τυφλοὶ πῶς ἑώρων, Ἀπὸ τοῦ γινομένου θορύβου τοῦτο ἴσως ἐμάνθανον. βʹ. Αἰσχυνθῶμεν τοίνυν, αἰσχυνθῶμεν, ἀγαπητοὶ, καὶ στενάξωμεν ἐπὶ τῇ πολλῇ ῥᾳθυμίᾳ. Τριακονταοκτὼ ἔτη εἶχε προσεδρεύων ἐκεῖνος, καὶ οὐκ ἐτύγχανεν ὧν ἐβούλετο, καὶ οὐκ ἀφίστατο· καὶ οὐκ ἐτύγχανεν, οὐ παρὰ τὴν οἰκείαν 145
ἀμέλειαν, ἀλλ' ἐπηρεαζόμενος παρ' ἑτέρων καὶ βίαν πάσχων, καὶ οὐδὲ οὕτως ἐνάρκα· ἡμεῖς δὲ ἐὰν δέκα ἡμέρας προσεδρεύσωμεν σπουδαίως ὑπέρ τινος παρακαλοῦντες, καὶ μὴ τύχωμεν, ὀκνοῦμεν λοιπὸν τῇ αὐτῇ κεχρῆσθαι σπουδῇ. Καὶ ἀνθρώποις μὲν τοσοῦτον προσεδρεύομεν χρόνον, στρατευόμενοι καὶ ταλαιπωρούμενοι, καὶ διακονοῦντες δουλοπρεπεῖς διακονίας, καὶ πρὸς τῷ τέλει πολλάκις καὶ αὐτῆς τῆς ἐλπίδος ἐκπίπτοντες· τῷ δὲ Δεσπότῃ τῷ ἡμετέρῳ, ἔνθα πάντως ἔστιν ἀπολαβεῖν τὴν ἀμοιβὴν πολλῷ μείζω τῶν πόνων (Ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει, φησὶν), οὐκ ἀνεχόμεθα προσεδρεύειν μετὰ τῆς προσηκούσης σπουδῆς. Καὶ πόσης ταῦτα κολάσεως ἄξια; Εἰ γὰρ καὶ μηδὲν λαβεῖν ἦν, αὐτὸ τοῦτο τὸ συνεχῶς αὐτῷ διαλέγεσθαι, οὐχὶ μυρίων ἄξιον ἀγαθῶν ἦν ἡγεῖσθαι; Ἀλλ' ἐπίπονον ἡ διηνεκὴς εὐχή; Καὶ τί, εἰπὲ, οὐκ ἐπίπονον τῶν τῆς ἀρετῆς; Αὐτὸ γοῦν τοῦτο, φησὶ, πολλῆς ἀπορίας ἐστὶ μεστὸν, ὅτι τῇ μὲν κακίᾳ ἡδονὴ, τῇ δὲ ἀρετῇ συγκεκλήρωται πόνος. Καὶ πολλοὺς οἶμαι τοῦτο ζητεῖν. Τί δήποτ' οὖν ἐστι τὸ αἴτιον; Ἔδωκεν ἡμῖν ἐξ ἀρχῆς ὁ Θεὸς ἐλεύθερον φροντίδων βίον καὶ πόνων ἀπηλλαγμένον· οὐκ ἐχρησάμεθα εἰς δέον τῷ δώρῳ, ἀλλὰ διεστράφημεν ὑπὸ τῆς ἀργίας, καὶ ἐξεπέσομεν τοῦ παραδείσου. Διὰ τοῦτο ἐπίπονον ἐποίησεν ἡμῶν τὴν ζωὴν λοιπὸν, ὥσπερ ἀπολογούμενος τῷ γένει τῶν ἀνθρώπων, καὶ λέγων· Ἔδωκα τρυφᾷν ὑμῖν ἐξ ἀρχῆς, ἀλλ' ἐγένεσθε χείρους τῇ ἀνέσει· διὰ τοῦτο ἐκέλευσα λοιπὸν πόνους ὑμῖν ἐπιτεθῆναι καὶ ἱδρῶτας. Ἐπειδὴ δὲ οὐδὲ ἐκεῖνος κατεῖχεν ὁ πόνος, ἔδωκε πάλιν νόμον πολλὰς ἔχοντα ἐντολὰς, καθάπερ τινὶ ἵππῳ δυσηνίῳ ψέλλια καὶ πέδας ἐπιτιθεὶς, ὥστε αὐτοῦ τὰ σκιρτήματα ἐπισχεῖν· οὕτω καὶ οἱ πωλοδάμναι ποιοῦσι. Διὰ τοῦτο ἐπίπονος ὁ βίος, ἐπειδὴ τὸ μὴ πονεῖν διαφθείρειν ἡμᾶς εἴωθεν. Ἡ γὰρ φύσις ἡμῶν ἀργεῖν οὐκ ἀνέχεται, ἀλλὰ πρὸς κακίαν ἀποκλίνει ῥᾳδίως. Θῶμεν γὰρ μὴ δεῖσθαι πόνων τὸν σωφρονοῦντα, μηδὲ τὸν τὴν ἄλλην ἀρετὴν κατορθοῦντα, ἀλλὰ καθεύδοντας πάντα ἀνύειν· ποῦ ἂν ἐχρησάμεθα τῇ ἀνέσει; ἆρα οὐκ ἂν πρὸς ἀπόνοιαν καὶ ἀλαζονείαν; Ἀλλὰ διατί, φησὶ, πολλὴ μὲν ἡ ἡδονὴ τῇ κακίᾳ, πολὺς δὲ τῇ ἀρετῇ συνέζευκται ὁ πόνος καὶ ὁ ἱδρώς; Καὶ ποία σοι χάρις ἂν ἦν, ἢ τίνος δ' ἂν ἔλαβες μισθὸν, εἰ μὴ ἐπίπονον τὸ πρᾶγμα ἦν; Καὶ γὰρ νῦν πολλοὺς ἔχω δεῖξαι φύσει τὸ μίγνυσθαι γυναιξὶ μισοῦντας, καὶ φεύγοντας ὡς βδελυρὰν τὴν πρὸς ἐκείνας ὁμιλίαν· τούτους οὖν σώφρονας καλέσομεν, ἢ στεφανώσομεν, εἰπέ μοι, καὶ ἀνακηρύξομεν; Οὐδαμῶς. Σωφροσύνη γάρ ἐστιν ἐγκράτεια, καὶ τὸ μαχομένων περιγενέσθαι τῶν ἡδονῶν. Καὶ ἐν τοῖς πολέμοις δὲ, ὅταν σφοδροὶ ὦσιν οἱ ἀγῶνες, τότε τὰ τρόπαια λαμπρότερα γίνεται, οὐχ ὅταν μηδεὶς ἀνταίρῃ τὰς χεῖρας. Εἰσὶ πολλοὶ καὶ νωθεὶς ἀπὸ φύσεως· τούτους 59.206 οὖν ἐπιεικεῖς προσεροῦμεν; Οὐδαμῶς. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τρεῖς τρόπους εὐνουχισμοῦ λέγων, τοὺς μὲν δύο ἀφίησιν ἀστεφανώτους, τὸν δὲ ἕνα εἰς τὴν βασιλείαν εἰσάγει. Καὶ τί ἔδει κακίας, φησί; Καὶ ἐγὼ τοῦτο λέγω. Τίς οὖν ὁ τῆς κακίας δημιουργός; Τίς δὲ ἄλλος, ἀλλ' ἢ ἡ ῥᾳθυμία ἡ ἐκ τῆς προαιρέσεως; Ἀλλ' ἔδει, φησὶν, ἀγαθοὺς εἶναι μόνους. Καὶ τί ἴδιον ἀγαθοῦ; νήφειν καὶ ἐγρηγορέναι, ἢ καθεύδειν καὶ ῥέγχειν; Καὶ διατί, φησὶ, μὴ τοῦτο ἐδόκει εἶναι ἀγαθὸν, τὸ μὴ πονοῦντα κατορθοῦν; Βοσκημάτων μοι ῥήματα λέγεις καὶ γαστριζομένων, καὶ θεὸν τὴν κοιλίαν ἡγουμένων. Ὅτι γὰρ νωθείας ταῦτα τὰ ῥήματα, ἀπόκριναί μοι· Εἰ βασιλέως ὄντος καὶ στρατηγοῦ, εἶτα τοῦ βασιλέως καὶ καθεύδοντος καὶ μεθύοντος, ταλαιπωρούμενος ὁ στρατηγὸς τὰ τρόπαια ἔστησε, τίνι ἂν ἐλογίσω τὴν νίκην; τίς δὲ ἐκαρπώσατο τῶν γιγνομένων τὴν ἡδονήν; Ὁρᾷς ὅτι περὶ ἐκεῖνα μᾶλλον ἡ ψυχὴ διάκειται, ὑπὲρ ὧν ἔκαμε; Διὰ τοῦτο καὶ πόνους ἀνέμιξε τῇ ἀρετῇ, οἰκειῶσαι αὐτῇ ταύτην βουλόμενος. Διὰ δὴ τοῦτο τὴν μὲν ἀρετὴν, κἂν μὴ κατορθώσωμεν, θαυμάζομεν· τῆς δὲ κακίας, καὶ ἡδίστης οὔσης, καταγινώσκομεν. Εἰ δὲ λέγεις· Διατί τοὺς φύσει καλοὺς μὴ θαυμάζομεν μᾶλλον τῶν προαιρέσει τοῦτο ὄντων; Ὅτι δίκαιον τὸν πονοῦντα τοῦ μὴ πονοῦντος προτιθέναι. Καὶ τίνος, φησὶν, ἕνεκεν νῦν 146
πονοῦμεν; Ἐπειδὴ τὸ μὴ πονεῖν οὐκ ἤνεγκας μετρίως· μᾶλλον δὲ εἴ τις μετὰ ἀκριβείας ἐξετάσειε, καὶ ἄλλως ἡ ἀργία διαφθείρειν ἡμᾶς εἴωθε, καὶ πολὺν παρέχειν τὸν πόνον. Καὶ εἰ βούλει, συγκλείσωμεν ἄνδρα, τρέφοντες αὐτὸν μόνον, καὶ γαστρίζοντες, μήτε βαδίζειν αὐτὸν ἐῶντες, μηδὲ εἰς ἔργον ἐξάγοντες· ἀλλ' ἀπολαυέτω τραπέζης καὶ κλίνης, καὶ τρυφάτω διηνεκῶς· καὶ τί ταύτης τῆς ζωῆς ἀθλιώτερον γένοιτ' ἄν; Ἀλλ' ἕτερον τὸ ἐργάζεσθαι, φησὶ, καὶ ἕτερον τὸ πονεῖν. Ἀλλ' ἦν τότε ἐργάζεσθαι χωρὶς πόνων. Καὶ ἔνι, φησὶ, τοῦτο; Ναὶ, ἔνι· τοῦτο καὶ ὁ Θεὸς ἠθέλησεν, ἀλλὰ σὺ οὐκ ἠνέσχου. Διὰ τοῦτο ἔθηκε γοῦν σε ἐργάζεσθαι τὸν παράδεισον, ἐργασίαν μὲν ὁρίσας, πόνον δὲ οὐκ ἀναμίξας. Οὐ γὰρ ἂν, εἴπερ ἐπόνει παρὰ τὴν ἀρχὴν ὁ ἄνθρωπος, τοῦτο ἐν ἐπιτιμίου μέρει μετὰ ταῦτα ἔθηκεν. Ἔστι γὰρ καὶ ἐργάζεσθαι, καὶ μὴ ταλαιπωρεῖσθαι, ὥσπερ οἱ ἄγγελοι. Ὅτι γὰρ ἐργάζονται, ἄκουσον τί φησι· Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Νῦν μὲν γὰρ ἡ τῆς ἰσχύος ἔνδεια πολὺν τὸν πόνον ποιεῖ· τότε δὲ οὐκέτι τοῦτο ἦν. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, Κατέπαυσε, φησὶ, ὡς ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός· οὐκ ἀργίαν λέγων ἐνταῦθα, ἀλλὰ τὸ μὴ πονεῖν. Ὁ γὰρ Θεὸς ἔτι καὶ νῦν ἐργάζεται, καθὼς ὁ Χριστός φησιν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Διὰ τοῦτο παραινῶ, πάντα ἀποθεμένους τὰ τῆς ὀλιγωρίας, ζηλοῦν τὴν ἀρετήν. Τῆς μὲν γὰρ κακίας ἡ ἡδονὴ βραχεῖα, ἡ δὲ λύπη διηνεκής· τῆς δὲ ἀρετῆς τοὐναντίον ἀγήρως ἡ χαρὰ, καὶ πρόσκαιρος ὁ πόνος. Κἀκείνη μὲν καὶ πρὸ τῶν στεφάνων τὸν ἐργάτην ἀνίησι τὸν ἑαυτῆς, ταῖς ἐλπίσι τρέφουσα· αὕτη δὲ καὶ πρὸ τῆς κολάσεως τιμωρεῖται τὸν ἑαυτῆς ἐργάτην, τὸ συνειδὸς ἄγχουσα καὶ ἐκδειματοῦσα, καὶ πάντα ὑποπτεύειν παρασκευάζουσα. Καίτοι πόσων ταῦτα πόνων, πόσων ἱδρώτων χείρονα! Εἰ δὲ μὴ ταῦτα ἦν, ἡδονὴ δὲ ἦν· τί τῆς ἡδονῆς ἐκείνης εὐτελέστερον; Ὁμοῦ τε γὰρ φαίνεται, καὶ ἀφίπταται μαραινομένη, καὶ φεύγουσα πρὸ τοῦ κατασχεθῆναι, κἂν τὴν τῶν σωμάτων εἴπῃς, κἂν τὴν τῆς τρυφῆς, κἂν τὴν τῶν 59.207 χρημάτων· οὐ παύονται γὰρ καθ' ἡμέραν γηρῶσαι. Ὅταν δὲ καὶ κόλασις ᾖ καὶ τιμωρία, τί γένοιτ' ἂν ἀθλιώτερον τῶν ταύτην μετιόντων; Ταῦτα οὖν εἰδότες, ἅπαντα ὑπὲρ τῆς ἀρετῆς ὑπομένωμεν. Οὕτω γὰρ καὶ 59.208 τῆς ἀληθοῦς ἡδονῆς ἀπολαύσομεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.207 ΟΜΙΛΙΑ ΛΖʹ. Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Θέλεις ὑγιὴς γενέσθαι·» Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· «Ναὶ, Κύριε· ἄν θρωπον δὲ οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν.» αʹ. Μέγα τῶν θείων Γραφῶν τὸ κέρδος, καὶ διαρκὴς ἡ ἐξ αὐτῶν ὠφέλεια. Καὶ τοῦτο δεικνὺς ὁ Παῦλος ἔλεγεν· Ὅσα γὰρ προεγράφη, εἰς νουθεσίαν ἡμῶν προεγράφη, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Παντοδαπῶν γάρ ἐστι φαρμάκων θησαυρὸς τὰ θεῖα λόγια· ὥστε κἂν ἀπόνοιαν σβέσαι δέῃ, κἂν ἐπιθυμίαν κοιμίσαι, κἂν τὸν τῶν χρημάτων καταπατῆσαι ἔρωτα, κἂν ὀδύνην ὑπεριδεῖν, κἂν εὐθυμίαν ἐνθεῖναι, καὶ ὑπομονὴν κατασκευάσαι, πολλὴν ἐντεῦθεν ἄν τις εὕροι τὴν ἀφορμήν. Τίς γὰρ ἢ τῶν πενίᾳ μακρᾷ παλαιόντων, ἢ τῶν νόσῳ χαλεπῇ κεκρατημένων, ἀναγνοὺς τὸ προκείμενον χωρίον, οὐ πολλὴν δέξεται τὴν παράκλησιν; Τριάκοντα γὰρ καὶ ὀκτὼ ἔτη παράλυτος μένων οὗτος, καὶ καθ' ἕκαστον ἔτος ἑτέρους μὲν ἀπαλλαττομένους ὁρῶν, ἑαυτὸν δὲ κατεχόμενον τῷ νοσήματι, οὐδὲ οὕτως ἀνέπεσε καὶ ἀπέγνω· καίτοι γε οὐ μόνον ἡ τῶν παρελθόντων ἀθυμία, ἀλλὰ καὶ ἡ τῶν μελλόντων ἀνελπιστία ἱκανὴ ἦν αὐτὸν κατατεῖναι. Ἄκουσον γοῦν οἷά φησι, καὶ μάθε τῆς τραγῳδίας τὸ μέγεθος. Ἐπειδὴ γὰρ εἶπεν ὁ Χριστὸς, Θέλεις ὑγιὴς γενέσθαι; Ναὶ, Κύριε, ἀπεκρίθη· ἀλλ' ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν. Τί τούτων τῶν ῥημάτων ἐλεεινότερον γένοιτ' ἄν; τί τῶν πραγμάτων περιπαθέστερον; Εἶδες καρδίαν συντετριμμένην ὑπὸ τῆς 147
μακρᾶς ἀῤῥωστίας; εἶδες πᾶσαν φλεγμονὴν κατεσταλμένην; Οὐδὲ γὰρ ἐφθέγξατό τι βλάσφημον, οἷα τοὺς πολλοὺς ἀκούομεν ἐν ταῖς περιστάσεσιν· οὐ κατηράσατο αὐτοῦ τὴν ἡμέραν, οὐκ ἐδυσχέρανε πρὸς τὴν ἐρώτησιν, οὐδὲ εἶπε· Διασῦραι ἡμᾶς παραγέγονας καὶ κωμῳδῆσαι, ὅτι ἐρωτᾷς, εἰ θέλω ὑγιὴς γενέσθαι· ἀλλὰ πράως καὶ μετ' ἐπιεικείας πολλῆς, Ναὶ, Κύριε. Καίτοι γε οὐδὲ ᾔδει τίς ποτε ἦν ὁ ἐρωτῶν, οὐδὲ ὅτι θεραπεύσειν αὐτὸν ἔμελλεν· ἀλλ' ὅμως μετὰ ἐπιεικείας ἅπαντα διηγεῖται, καὶ πλέον οὐδὲν ἀπαιτεῖ, ὡς πρὸς ἰατρὸν φθεγγόμενος, καὶ τὸ πάθος ἀπαγγεῖλαι μόνον βουλόμενος. Προσεδόκησε γὰρ ἴσως εἰς τοῦτο χρησιμεύσειν αὐτῷ τὸν Χριστὸν, εἰς τὸ ἐμβαλεῖν εἰς τὸ ὕδωρ, καὶ διὰ τούτων αὐτὸν ἐπισπάσασθαι τῶν ῥημάτων βούλεται. Τί οὖν ὁ Χριστός; Δεικνὺς ὅτι λόγῳ πάντα δύναται ποιεῖν, Ἔγειραι, φησὶν, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Τινὲς μὲν οὖν οἴονται τοῦτον εἶναι τὸν ἐν τῷ Ματθαίῳ κείμενον. Ἀλλ' οὐκ ἔστι· 59.208 καὶ τοῦτο πολλαχόθεν δῆλόν ἐστι. Καὶ πρῶτον μὲν ἀπὸ τῆς ἐρημίας τῶν προϊσταμένων. Ἐκεῖνος μέντοι πολλοὺς εἶχε τοὺς ἐπιμελουμένους καὶ φέροντας, οὗτος δὲ οὐδένα· διὸ καὶ ἔλεγεν, Ἄνθρωπον οὐκ ἔχω. Ἔπειτα καὶ ἐκ τῆς ἀποκρίσεως. Ὁ μὲν γὰρ οὐδὲν φθέγγεται· οὗτος δὲ πάντα διηγεῖται τὰ καθ' ἑαυτόν. Καὶ τρίτον ἀπὸ τοῦ καιροῦ καὶ τοῦ χρόνου. Οὗτος μὲν γὰρ ἐν ἑορτῇ καὶ ἐν Σαββάτῳ, ἐκεῖνος δὲ ἐν ἑτέρᾳ ἡμέρᾳ. Καὶ ὁ τόπος δὲ ἑκατέρων διάφορος. Ὁ μὲν γὰρ ἐν οἰκίᾳ θεραπεύεται, ὁ δὲ παρὰ τὴν κολυμβήθραν. Καὶ ὁ τρόπος δὲ τῆς θεραπείας ἐνηλλαγμένος. Ἐκεῖ μὲν γάρ φησι, Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἐνταῦθα δὲ τὸ σῶμα συσφίγγει πρότερον, καὶ τότε τῆς ψυχῆς ἐπιμελεῖται. Κἀκεῖ μὲν ἄφεσις· Ἀφέωνται γάρ σου αἱ ἁμαρτίαι, φησίν· ἐνταῦθα δὲ παραίνεσις καὶ ἀπειλὴ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλιζομένη. Μηκέτι γὰρ, φησὶν, ἁμάρτανε, ἵνα μὴ χεῖρόν τι γένηται. Καὶ τὰ ἐγκλήματα δὲ τῶν Ἰουδαίων διάφορα. Ἐνταῦθα μὲν γὰρ τοῦ Σαββάτου τὴν ἐργασίαν προφέρουσιν, ἐκεῖ δὲ βλασφημίαν ἐγκαλοῦσιν αὐτῷ. Σὺ δέ μοι σκόπει τῆς τοῦ Θεοῦ σοφίας τὴν ὑπερβολήν. Οὐ γὰρ εὐθέως αὐτὸν ἀνέστησεν, ἀλλὰ πρῶτον αὐτὸν οἰκειοῦται διὰ τῆς ἐρωτήσεως, τῇ μελλούσῃ προοδοποιῶν πίστει· καὶ οὐκ ἀνίστησι μόνον, ἀλλὰ καὶ τὸ κλινίδιον ἆραι κελεύει, ὥστε καὶ τὸ γινόμενον πιστώσασθαι θαῦμα, καὶ μηδένα νομίσαι φαντασίαν εἶναι τὸ γεγενημένον ἢ ὑπόκρισιν. Οὐδὲ γὰρ ἂν, εἰ μὴ βεβαίως καὶ σφόδρα συνεπάγη τὰ μέλη, τὴν κλίνην φέρειν ἠδύνατο. Ποιεῖ δὲ ταῦτα πολλάκις ὁ Χριστὸς, ἐκ περιουσίας τοὺς ἀναισχυντεῖν βουλομένους ἐπιστομίζων. Καὶ γὰρ ἐπὶ τῶν ἄρτων, ἵνα μηδεὶς εἴπῃ, ὅτι ἁπλῶς ἐκορέσθησαν, καὶ φαντασία ἦν τὸ γεγενημένον, παρασκευάζει λείψανα γενέσθαι τῶν ἄρτων πολλά· καὶ τῷ καθαρθέντι δὲ λεπρῷ λέγει Ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ· ὁμοῦ τε τοῦ καθαρμοῦ παρεχόμενος τὴν ἀπόδειξιν ἀκριβεστάτην, καὶ τῶν ἀντινομοθετεῖν αὐτὸν λεγόντων τῷ Θεῷ τὰ ἀναίσχυντα ἐμφράττων στόματα. Καὶ ἐπὶ τοῦ οἴνου δὲ τοῦτο ὁμοίως ἐποίησεν. Οὐ γὰρ ἁπλῶς ἔδειξε τὸν οἶνον, ἀλλὰ καὶ τῷ ἀρχιτρικλίνῳ ἐνεχθῆναι παρεσκεύασεν, ὥστε τὸν οὐδὲν τῶν γεγενημένων εἰδότα ὁμολογοῦντα, ἀνύποπτον αὐτῷ παρασχεῖν τὴν μαρτυρίαν. Διά τοι τοῦτο καὶ ὁ εὐαγγελιστὴς εἶπεν, ὅτι οὐκ ᾔδει ὁ ἀρχιτρίκλινος, πόθεν ἦν, τὸ ἀδέκαστον τῆς μαρτυρίας ἐμφαίνων. Καὶ νεκρὸν ἀναστήσας ἀλλαχοῦ λέγει· Δότε αὐτῷ φαγεῖν, τῆς ἀκριβοῦς ἀναστάσεως τοῦτο παρεχόμενος σημεῖον· καὶ διὰ τούτων πάντων πείθων τοὺς ἀνοήτους, ὅτι οὐκ ἀπατεών τις ἦν, οὐδὲ φαντασιοκόπος, ἀλλὰ διὰ σωτηρίαν παρεγένετο τῆς κοινῆς φύσεως τῶν ἀνθρώπων. 59.209 βʹ. Τί δήποτε δὲ αὐτὸν οὐκ ἀπαιτεῖ πίστιν, ὡς ἐπὶ τῶν τυφλῶν ἐποίησε, λέγων· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Ὅτι οὐδέπω αὐτὸν ᾔδει σαφῶς ὅστις ἦν. Οὐ γὰρ πρὸ τῶν θαυμάτων, ἀλλὰ μετὰ τὰ θαύματα τοῦτο φαίνεται ποιῶν. Οἱ μὲν γὰρ ἐν ἑτέροις ἑωρακότες αὐτοῦ τὴν δύναμιν, εἰκότως τοῦτο ἤκουον· οἱ δὲ οὐδέπω μεμαθηκότες αὐτὸν, ἀλλ' ἀπὸ τῶν σημείων μέλλοντες εἴσεσθαι, μετὰ τὰ θαύματα ἀπαιτοῦνται τὴν πίστιν. Διὸ καὶ οὐ παρὰ τὴν ἀρχὴν τῶν σημείων ὁ Ματθαῖος εἰσάγει τοῦτο τὸν 148
Χριστὸν εἰρηκότα, ἀλλ' ὅτε πολλοὺς ἐθεράπευσε, πρὸς μόνους τοὺς δύο τυφλούς. Σὺ δὲ καὶ οὕτως ὅρα τοῦ παραλύτου τὴν πίστιν. Ἀκούσας γὰρ, ὅτι Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει, οὐ κατεγέλασεν, οὐδὲ εἶπε, Τί ποτε τοῦτό ἐστιν; ἄγγελος κατέρχεται καὶ ταράσσει τὸ ὕδωρ, καὶ ἕνα θεραπεύει μόνον· σὺ δὲ ἄνθρωπος ὢν, ἀπὸ ἐπιτάγματος ψιλοῦ καὶ ῥήματος ἤλπισας μεῖζον ἀγγέλων δυνήσεσθαι; τῦφος ταῦτα καὶ ἀλαζονεία καὶ γέλως. Ἀλλὰ τούτων οὐδὲν εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλ' ἅμα τε ἤκουσε, καὶ ἠγέρθη· καὶ γενόμενος ὑγιὴς, οὐκ ἠπείθησε τῷ κελεύσαντι αὐτῷ· Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Θαυμαστὸν μὲν οὖν καὶ τοῦτο· τὰ δὲ μετὰ ταῦτα πολλῷ πλέον· μᾶλλον δὲ τὸ μὲν παρὰ τὴν ἀρχὴν μηδενὸς ἐνοχλοῦντος πεισθῆναι, οὐχ οὕτω θαυμαστὸν τοῦτο· τὸ δὲ μετὰ ταῦτα μαινομένων Ἰουδαίων, καὶ πανταχόθεν ἐπικειμένων καὶ ἐγκαλούντων καὶ πολιορκούντων αὐτὸν, καὶ λεγόντων, Οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου, μὴ μόνον ὑπερορᾷν αὐτῶν τῆς μανίας, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς παῤῥησίας ἐν μέσῳ τῷ θεάτρῳ τὸν εὐεργέτην ἀνακηρύττειν, καὶ τὴν ἀναίσχυντον ἐπιστομίζειν γλῶτταν, πολλῆς ἔγωγε ἀνδρείας εἶναι λέγω. Ἐπισυστάντων γὰρ Ἰουδαίων καὶ λεγόντων ἐπιτιμητικῶς καὶ μετὰ αὐθαδείας αὐτῷ· Σάββατόν ἐστιν, οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου· ἄκουσον τί φησιν· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει· μονονουχὶ τοῦτο λέγων· Ληρεῖτε καὶ παραπαίετε, κελεύοντες τὸν ἀπὸ μακρᾶς οὕτω καὶ χαλεπῆς με ἀπαλλάξαντα νόσου μὴ ἡγεῖσθαι διδάσκαλον, μηδὲ πάντα πείθεσθαι ἅπερ ἂν κελεύῃ. Καίτοι γε εἰ κακουργεῖν ἐβούλετο, ἐνῆν καὶ ἑτέρως εἰπεῖν· οἷον, ὅτι Οὐχ ἑκὼν τοῦτο ποιῶ, ἀλλ' ἑτέρου κελεύσαντος· εἰ δὲ ἔγκλημα τοῦτο, ἐγκαλεῖτε τῷ ἐπιτάξαντι, καὶ ἀποτίθεμαι τὴν κλίνην· καὶ τὴν θεραπείαν δὲ ἔκρυψεν ἄν. Καὶ γὰρ ᾔδει σαφῶς οὐχ οὕτω δακνομένους ἐπὶ τῇ τοῦ Σαββάτου λύσει, ὡς ἐπὶ τῇ τῆς ἀῤῥωστίας διορθώσει. Ἀλλ' οὔτε τοῦτο ἔκρυψεν, οὔτε ἐκεῖνο εἶπεν, οὐδὲ συγγνώμην ᾔτησεν, ἀλλὰ λαμπρᾷ τῇ φωνῇ τὴν εὐεργεσίαν ὡμολόγει καὶ ἀνεκήρυττε. Καὶ ὁ μὲν παράλυτος οὕτως· ἐκεῖνοι δὲ σκόπει πῶς κακούργως. Οὐ γὰρ εἶπον, Τίς ἐστιν ὁ ποιήσας σε ὑγιῆ; ἀλλὰ τοῦτο μὲν ἐσίγησαν· ἄνω δὲ καὶ κάτω τὴν δοκοῦσαν εἶναι παράβασιν εἰς μέσον ἦγον· Τίς ἐστιν ὁ εἰπών σοι, Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει; Ὁ δὲ τεθεραπευμένος, οὐκ ᾔδει τίς ἐστιν. Ὁ γὰρ Ἰησοῦς ἐξέκλινεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ. 59.210 Καὶ τί δήποτε ἔκρυψεν ἑαυτὸν ὁ Χριστός; Πρῶτον μὲν, ἵνα ἀπόντος αὐτοῦ ἡ μαρτυρία ἀνύποπτος γένηται· ὁ γὰρ αἴσθησιν λαβὼν τῆς ὑγιείας, ἀξιόπιστος ἦν τῆς εὐεργεσίας μάρτυς. Ἔπειτα, ἵνα μὴ πλέον τούτων παρασκευάσῃ τὸν θυμὸν ἐκκαῆναι (οἶδε γὰρ καὶ ὄψις μόνη τοῦ φθονουμένου οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθῆρα), διὰ τοῦτο ἀναχωρήσας, ἀφίησιν αὐτὸ καθ' ἑαυτὸ τὸ ἔργον ἀγωνίζεσθαι παρ' αὐτοῖς, ὥστε μηκέτι αὐτὸν περὶ ἑαυτοῦ τι λέγειν, ἀλλὰ τοὺς τεθεραπευμένους, καὶ μετ' ἐκείνων αὐτοὺς τοὺς ἐγκαλοῦντας. Καὶ γὰρ καὶ οὗτοι τέως μαρτυροῦσι τῷ θαύματι. Οὐ γὰρ εἶπον, Διατί ταῦτα ἐκέλευσας γενέσθαι ἐν Σαββάτῳ; ἀλλὰ, Διατί ταῦτα ποιεῖς ἐν Σαββάτῳ; οὐχ ὑπὲρ τῆς παραβάσεως δυσχεραίνοντες, ἀλλὰ τῇ σωτηρίᾳ τοῦ παραλύτου φθονοῦντες. Καίτοι γε, ὅσον εἰς ἀνθρώπινον ἔργον, τοῦτο μᾶλλον ἔργον ἦν, ὅπερ ἐποίησεν ὁ παράλυτος· ἐκεῖνο δὲ λόγος καὶ ῥῆμα. Ἐνταῦθα μὲν οὖν ἑτέρως κελεύει λύειν τὸ Σάββατον· ἀλλαχοῦ δὲ δι' ἑαυτοῦ τοῦτο ἐργάζεται, φυρῶν πηλὸν καὶ ἐπιχρίων ὀφθαλμούς. Ποιεῖ δὲ ταῦτα, οὐ παραβαίνων, ἀλλ' ὑπερβαίνων τὸν νόμον. Καὶ ὑπὲρ μὲν τούτων, ὕστερον. Οὐδὲ γὰρ ὁμοίως πανταχοῦ περὶ τοῦ Σαββάτου παρ' αὐτῶν ἐγκαλούμενος ἀπολογεῖται· καὶ δεῖ τοῦτο παρατηρεῖν μετὰ ἀκριβείας. γʹ. Τέως δὲ ἴδωμεν ὅσον ἡ βασκανία κακὸν, καὶ πῶς τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς πηροῖ κατὰ τῆς τοῦ ἁλόντος σωτηρίας. Καθάπερ γὰρ οἱ μαινόμενοι καθ' ἑαυτῶν πολλάκις ὠθοῦσι τὰ ξίφη· οὕτω καὶ οἱ βασκαίνοντες, πρὸς ἓν μόνον ὁρῶντες, τὴν λύμην τοῦ φθονουμένου, τῆς οἰκείας ἀλογοῦσι σωτηρίας. Οὗτοι καὶ 149
θηρίων χείρους. Ἐκεῖνα γὰρ ἢ τροφῆς δεόμενα, ἢ πρότερον ὑφ' ἡμῶν παροξυνθέντα, ὁπλίζεται καθ' ἡμῶν· οὗτοι δὲ καὶ εὐεργετηθέντες πολλάκις, τὰ τῶν ἀδικούντων τοὺς εὐεργέτας διέθηκαν. Θηρίων μὲν οὖν οὗτοι χαλεπώτεροι, δαιμόνων δὲ ἴσοι, τάχα δὲ καὶ ἐκείνων χείρους. Ἐκεῖνοι γὰρ πρὸς μὲν ἡμᾶς ἄσπονδον ἔχουσιν ἔχθραν, τοῖς δὲ ὁμογενέσιν οὐκ ἐπιβουλεύουσιν· ὅθεν τούτῳ καὶ τοὺς Ἰουδαίους ἐπεστόμιζεν ὁ Χριστὸς, ἡνίκα αὐτὸν ἐν Βεελζεβοὺλ ἔλεγον ἐκβάλλειν τὰ δαιμόνια. Οὗτοι δὲ οὔτε τὴν κοινωνίαν τῆς φύσεως ᾐδέσθησαν, οὔτε ἑαυτῶν ἐφείσαντο. Πρὸ γὰρ τῶν φθονουμένων τὰς ἑαυτῶν ψυχὰς κολάζουσι, θορύβου παντὸς καὶ ἀθυμίας πληροῦντες αὐτὰς εἰκῆ καὶ μάτην. Τίνος γὰρ ἕνεκεν ἀλγείς, ὦ ἄνθρωπε, τοῖς τοῦ πλησίον καλοῖς; Ἀλγεῖν ὄντως χρὴ ἡμᾶς ἐφ' οἷς πάσχομεν κακοῖς, οὐκ ἐφ' οἷς ἑτέρους εὐδοκιμοῦντας ὁρῶμεν. Διὰ τοῦτο ἁπάσης ἀπεστέρηται συγγνώμης τουτὶ τὸ ἁμάρτημα. Ὁ μὲν γὰρ πόρνος ἔχει τὴν ἐπιθυμίαν εἰπεῖν, καὶ ὁ κλέπτης τὴν πενίαν, καὶ ὁ ἀνδροφόνος τὸν θυμόν· ψυχρὰς μὲν καὶ ἀλόγους, ὅμως δὲ ἔχουσί τινας προφάσεις εἰπεῖν. Σὺ δὲ ποίαν αἰτίαν ἐρεῖς, εἰπέ μοι; Οὐδεμίαν οὐδαμόθεν, ἀλλ' ἢ πονηρίαν ἐπιτεταμένην μόνην. Εἰ γὰρ ἐχθροὺς ἀγαπᾷν κελευόμεθα, ὅταν καὶ τοὺς φιλοῦντας μισῶμεν ποίαν τίσομεν δίκην; Καὶ εἰ ὁ τοὺς φιλοῦντας ἀγαπῶν, οὐδὲν ἄμεινον τῶν ἐθνικῶν διακείσεται· ὁ τοῖς μηδὲν ἠδικηκόσιν ἐπηρεάζων, ποίαν ἕξει συγγνώμην; τίνα δὲ παραμυθίαν; Ἄκουσον τοῦ Παύλου τί φησιν· Ἐὰν τὸ σῶμά μου παραδῶ ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὅτι δὲ ὅπου φθόνος καὶ βασκανία, τὰ τῆς ἀγάπης ἀνῄρηται, παντί που δῆλόν ἐστι. Τοῦτο τὸ πάθος καὶ πορνείας καὶ μοιχείας χεῖρόν ἐστι. Τὸ μὲν γὰρ μέχρι τοῦ πράξαν 59.211 τος ἵσταται, τῆς δὲ βασκανίας ἡ τυραννὶς Ἐκκλησίας ὁλοκλήρους ἀνέτρεψε, καὶ τὴν οἰκουμένην ἅπασαν ἐλυμήνατο. Αὕτη φόνου μήτηρ ἐστίν· οὕτως ἀπέκτεινε τὸν ἀδελφὸν ὁ Κάϊν, οὕτω τὸν Ἰακὼβ ὁ Ἡσαῦ, οὕτω τὸν Ἰωσὴφ οἱ ἀδελφοὶ, οὕτω τοὺς ἀνθρώπους ἅπαντας ὁ διάβολος. Ἀλλὰ σὺ νῦν οὐκ ἀναιρεῖς, ἀλλὰ πολλὰ τοῦ φόνου ποιεῖς χαλεπώτερα, εὐχόμενος τὸν ἀδελφὸν ἀσχημονεῖν, πάγας πανταχόθεν τιθεὶς, ἐκλύων τοὺς ὑπὲρ ἀρετῆς πόνους, ἀλγῶν ὅτι τῷ τῆς οἰκουμένης ἀρέσκει Δεσπότῃ. Οὐκ ἐκείνῳ ἄρα, ἀλλὰ τῷ δι' ἐκείνου θεραπευομένῳ πολεμεῖς, ἐκεῖνον ὑβρίζεις, τὴν σαυτοῦ τιμὴν τῆς ἐκείνου προτιθείς. Καὶ τὸ δὴ πάντων χαλεπώτερον, ὅτι καὶ ἀδιάφορον δοκεῖ τὸ ἁμάρτημα εἶναι, καίτοι γε τῶν ἄλλων ἐστὶ χαλεπώτερον. Κἂν γὰρ ἐλεῇς, κἂν ἀγρυπνῇς, κἂν νηστεύῃς, ἁπάντων ἐναγέστερος γέγονας φθονῶν τῷ ἀδελφῷ. Καὶ τοῦτο δῆλον ἐκεῖθεν· Ἐπόρνευσέ τις παρὰ Κορινθίοις ποτέ· ἀλλ' ἐνεκλήθη καὶ διωρθώθη ταχέως. Ἐφθόνησε τῷ Ἄβελ ὁ Κάϊν, ἀλλ' οὐκ ἐθεραπεύθη, ἀλλὰ καὶ τοῦ Θεοῦ συνεχῶς ἐπᾴδοντος αὐτοῦ τῷ ἕλκει, μᾶλλον ὤδινε καὶ ἐκυματοῦτο, καὶ πρὸς τὸν φόνον ἠπείγετο. 59.212 Οὕτω τοῦτο ἐκείνου τοῦ πάθους χαλεπώτερον, καὶ οὐκ εὐκόλως εἴκει τῇ θεραπείᾳ, ἐὰν μὴ προσέχωμεν. Πρόῤῥιζον τοίνυν αὐτὸ πάντοθεν ἀνασπάσωμεν, ἐκεῖνο ἐννοοῦντες, ὅτι ὥσπερ προσκρούομεν τῷ Θεῷ, τηκόμενοι τοῖς ἀλλοτρίοις καλοῖς· οὕτως εὐδοκιμοῦμεν συγχαίροντες, καὶ κοινωνοὺς ἑαυτοὺς ποιοῦμεν τῶν ἀποκειμένων τῷ κατορθοῦντι καλῶν. Διὰ τοῦτο καὶ Παῦλος παραινεῖ, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων, ἵνα ἑκατέρωθεν μέγα καρπωσώμεθα κέρδος. Ἐννοήσαντες τοίνυν, ὅτι κἂν μὴ πονῶμεν, τῷ πονοῦντι συνηδόμενοι, μερισταὶ γινόμεθα τῶν ἐκείνου στεφάνων, πᾶσαν ἐκβάλωμεν βασκανίαν, καὶ τὴν ἀγάπην ἐν ταῖς ἑαυτῶν φυτεύσωμεν ψυχαῖς, ἵνα συγκροτοῦντες τοὺς εὐδοκιμοῦντας τῶν ἀδελφῶν, καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
150
59.211 ΟΜΙΛΙΑ ΛΗʹ. Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ· «Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.» αʹ. Δεινὸν ἡ ἁμαρτία, δεινὸν καὶ ψυχῆς λύμη· πολλάκις δὲ ἐκ περιουσίας καὶ σωμάτων ἥψατο τὸ κακὸν ὑπερβλύσαν. Ἐπειδὴ γὰρ τὰ πολλὰ τῆς μὲν ψυχῆς ἡμῖν καμνούσης, ἀναλγήτως ἔχομεν· τὸ δὲ σῶμα κἂν μικρὰν δέξηται βλάβην, πᾶσαν ποιούμεθα σπουδὴν, ὥστε ἐλευθερῶσαι τῆς ἀῤῥωστίας αὐτὸ, διὰ τὸ τῆς ἀῤῥωστίας αἰσθάνεσθαι· διὰ τοῦτο καὶ ὁ Θεὸς τοῦτο κολάζει πολλάκις ὑπὲρ τῶν ἐκείνῃ πεπλημμελημένων, ὥστε διὰ τῆς τοῦ ἐλάττονος μάστιγος καὶ τὸ κρεῖττον τυχεῖν θεραπείας τινός. Οὕτω καὶ παρὰ Κορινθίοις τὸν πορνεύσαντα ὁ Παῦλος διώρθωσε, τῷ τῆς σαρκὸς ὀλέθρῳ τὸ τῆς ψυχῆς νόσημα ἐπισχών. Καὶ γὰρ τῷ σώματι τὴν τομὴν ἐπαγαγὼν, οὕτω κατέστειλε τὸ κακόν· καθάπερ τις ἰατρὸς ἄριστος, ὕδερον ἢ σπλῆνα, τοῖς ἔνδοθεν φαρμάκοις οὐκ εἴκοντα, κατακαίων ἔξωθεν. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίησεν ἐπὶ τοῦ παραλύτου. Καὶ ὅρα πῶς δηλῶν αὐτὸς ἔλεγεν· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Τί τοίνυν ἐντεῦθεν μανθάνομεν; Πρῶτον μὲν, ὅτι αὐτῷ ἐξ ἁμαρτιῶν ἐτέχθη τὸ νόσημα· δεύτερον δὲ, ὅτι πιστὸς ὁ τῆς γεέννης λόγος· καὶ τρίτον, τὸ μακρὰν εἶναι καὶ ἄπειρον τὴν τιμωρίαν. Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες, ὅτι Ἐν ὥρᾳ μιᾷ ἐφόνευσα, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἐμοίχευσα, καὶ ἀθάνατα κολάζομαι; Ἰδοὺ γὰρ καὶ οὗτος οὐκ ἐν τοσούτοις ἥμαρτεν ἔτεσιν, ἐν ὅσοις καὶ ἐκολάζετο, καὶ ὁλόκληρον ὅμως ἀνθρώπου βίον ἀνάλωσεν ἐν τῷ μήκει τῆς τιμωρίας. Οὐδὲ γὰρ ἐν χρόνῳ τὰ ἁμαρτήματα κρίνεται, ἀλλ' ἐν αὐτῇ τῇ φύσει τῶν πεπλημμελημένων. Μετὰ τούτων κἀκεῖνο ἔστιν ἰδεῖν, ὅτι, κἂν χαλεπὴν δῶμεν δίκην ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων, εἶτα τοῖς αὐτοῖς περιπέσωμεν, χαλεπώτερα πολλῷ μᾶλλον πεισόμεθα πάλιν· καὶ μάλα εἰκότως. Ὁ γὰρ μηδὲ τῇ τιμωρίᾳ γενόμενος βελτίων, ὡς ἀναίσθητος λοιπὸν καὶ καταφρονητὴς ἐπὶ μείζονα ἄγεται κόλασιν. Ἤρκει μὲν γὰρ καὶ καθ' ἑαυτὴν ἡ κόλασις συστεῖλαι, καὶ ποιῆσαι σωφρονέστερον τὸν ὀλισθήσαντα ἅπαξ· ἐπεὶ δὲ τῇ ἐπενεχθείσῃ τιμωρίᾳ μὴ σωφρονισθεὶς, τὰ αὐτὰ πάλιν τολμᾷ, εἰκότως ἄν τινα δίκην ὁ τοιοῦτος ὑφέξει, ταύτην αὐτὸς ἐφ' ἑαυτὸν προκαλούμενος. Εἰ δὲ καὶ 59.212 ἐνταῦθα τιμωρηθέντες, πάλιν τοῖς αὐτοῖς περιπίπτοντες, χαλεπώτερον κολαζόμεθα· ὅταν μηδ' ὅλως ἁμαρτόντες τιμωρίαν ὑπόσχωμεν, πῶς οὐ σφόδρα χρὴ τοῦτο μάλιστα δεδοικέναι καὶ τρέμειν, ἅτε ἀνήκεστα μέλλοντας ὑπομένειν; Καὶ τίνος ἕνεκεν, φησὶ, μὴ πάντες οὕτω κολάζονται; Καὶ γὰρ πολλοὺς ὁρῶμεν, τῶν φαύλων εὐσωματοῦντας καὶ σφριγῶντας, καὶ πολλῆς ἀπολαύοντας εὐημερίας. Ἀλλὰ μὴ θαῤῥῶμεν, ἀλλ' ἐπὶ τούτοις μάλιστα πάντων αὐτοὺς δακρύωμεν. Τὸ γὰρ μηδὲν αὐτοὺς ἐνταῦθα παθεῖν, ἐφόδιον γίνεται μείζονος τῆς ἐκεῖ τιμωρίας. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Νῦν δὲ κρινόμενοι ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Τὰ μὲν γὰρ ἐνταῦθα, νουθεσίας· τὰ δὲ ἐκεῖ, τιμωρίας ἐστί. Τί οὖν; πάντα, φησὶ, τὰ νοσήματα ἐξ ἁμαρτημάτων; Οὐ πάντα μὲν, ἀλλὰ τὰ πλείονα· ἔνια δὲ καὶ ἀπὸ ῥᾳθυμίας γίγνεται. Καὶ γὰρ καὶ γαστριμαργία καὶ μέθη καὶ ἀργία τὰ τοιαῦτα τίκτουσι πάθη. Δεῖ δὲ πανταχοῦ διατηρεῖν ἓν μόνον, ὥστε εὐχαρίστως φέρειν πᾶσαν πληγήν. Γίγνεται δὲ καὶ δι' ἁμαρτήματα, ὥσπερ καὶ ἐν ταῖς Βασιλείαις ὁρῶμέν τινα ποδαλγίᾳ κατασχεθέντα διὰ τοῦτο. Γίγνεται δὲ καὶ δι' εὐδοκίμησιν, ὥσπερ τῷ Ἰώβ φησιν ὁ Θεός· Μὴ ἄλλως σοι οἴει με κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἀλλὰ τί δήποτε ἐπὶ τῶν παραλυτικῶν τούτων τὰς ἁμαρτίας εἰς μέσον φέρει ὁ Χριστός; Καὶ γὰρ καὶ ἐκείνῳ τῷ παρὰ τῷ Ματθαίῳ κειμένῳ λέγει· Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· καὶ τούτῳ, Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Καὶ οἶδα μὲν ὅτι τινὲς 151
τὸν παράλυτον τοῦτον διαβάλλοντές φασιν αὐτὸν τοῦ Χριστοῦ γενέσθαι κατήγορον, καὶ διὰ τοῦτο ταῦτα ἀκηκοέναι. Τί οὖν περὶ ἐκείνου τοῦ παρὰ τῷ Ματθαίῳ τὰ αὐτὰ σχεδὸν ἀκούσαντος ἐροῦμεν; Καὶ γὰρ καὶ ἐκείνῳ εἶπεν· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. Ὅθεν δῆλον ὅτι οὐδὲ οὗτος ταύτης ἕνεκεν τῆς ὑποθέσεως ταῦτα ἤκουε. Καὶ τοῦτο καὶ ἐκ τῶν ἐπαγομένων σαφέστερον ἔστι μαθεῖν. Μετὰ ταῦτα γὰρ, φησὶν, εὑρίσκει αὐτὸν ἐν τῷ ἱερῷ ὁ Ἰησοῦς· ὅπερ μεγίστης εὐλαβείας σημεῖόν ἐστιν. Οὐ γὰρ ἐχώρησεν εἰς ἀγορὰς καὶ περιπάτους, οὐδὲ τρυφῇ καὶ ἀνέσει ἔδωκεν ἑαυτόν· ἀλλ' ἐν τῷ ἱερῷ διῆγε· καίτοι γε τοσαύτην μέλλων ὑπομένειν ἔφοδον, καὶ παρὰ πάντων ἐλαύνεσθαι ἐκεῖθεν· ἀλλ' οὐδὲν τούτων ἔπεισεν αὐ 59.213 τὸν ἀποστῆναι τοῦ ἱεροῦ. Εὑρὼν τοίνυν αὐτὸν ὁ Χριστὸς καὶ μετὰ τὸ διαλεχθῆναι τοῖς Ἰουδαίοις, οὐδὲν τοιοῦτον ᾐνίξατο. Εἰ δὲ τοῦτο ἐγκαλεῖν ἤθελεν, εἶπεν ἂν πρὸς αὐτόν· Πάλιν τοῖς αὐτοῖς ἐπιχειρεῖς, καὶ οὔτε τῇ θεραπείᾳ γέγονας βελτίων; Ἀλλ' οὐδὲν τούτων εἶπεν, ἀλλὰ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλίζεται μόνον. βʹ. Τί δήποτε οὖν καὶ χωλοὺς καὶ κυλλοὺς θεραπεύσας, οὐδαμοῦ τούτων ἐμνημόνευσεν; Ἐμοὶ δοκεῖ τούτοις μὲν ἐξ ἁμαρτημάτων τὰ νοσήματα γενέσθαι, τοῖς δὲ ἄλλοις ἐξ ἀσθενείας φυσικῆς. Εἰ δὲ μὴ τοῦτο, καὶ τοῖς ἄλλοις διὰ τούτων καὶ τῶν πρὸς τούτοις εἰρημένων διελέχθη. Ἐπειδὴ γὰρ τῶν ἄλλων πάντων τὸ νόσημα τοῦτο χαλεπώτερον, διὰ τοῦ μείζονος καὶ τὰ ἐλάττονα διορθοῦται. Ὥσπερ γὰρ θεραπεύσας τινὰ ἕτερον, παρήγγειλε δοῦναι δόξαν τῷ Θεῷ, οὐκ ἐκείνῳ μόνῳ ταῦτα παραινῶν, ἀλλὰ καὶ δι' ἐκείνου πᾶσιν· οὕτω καὶ τούτοις διὰ τούτων πᾶσι καὶ τοῖς λοιποῖς παραινεῖ καὶ συμβουλεύει ταῦτα, ἃ καὶ πρὸς τούτους εἴρηκε. Πρὸς δὲ τούτοις, κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι πολλὴν ἐνεῖδεν αὐτοῦ τῇ ψυχῇ τὴν καρτερίαν, καὶ ὡς δυναμένῳ τὸ παράγγελμα δέξασθαι παραινεῖ, τῇ τε εὐεργεσίᾳ καὶ τῷ φόβῳ τῶν μελλόντων κακῶν κατέχων αὐτὸν ἐπὶ τῆς ὑγιείας. Καὶ ὅρα τὸ ἀκόμπαστον. Οὐ γὰρ εἶπεν, Ἴδε ὑγιῆ σε ἐποίησα, ἀλλ', Ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Καὶ πάλιν οὐκ εἶπεν, Ἵνα μή σε κολάσω, ἀλλ', Ἵνα μὴ χεῖρόν τί σοι γένηται, ἀπροσώπως ἀμφότερα τιθεὶς, καὶ δεικνὺς χάριτος μᾶλλον οὖσαν τὴν ὑγίειαν, ἢ τῆς ἀξίας. Οὐ γὰρ ἐνέφηνεν ὅτι τὴν ἀξίαν δοὺς ἀπηλλάγη δίκης, ἀλλ' ὅτι φιλανθρωπίᾳ ἐσώζετο. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, εἶπεν ἄν· Ἰδοὺ δέδωκας τῶν ἡμαρτημένων δίκην ἱκανήν· ἀσφαλίζου λοιπόν. Νῦν δὲ οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς; Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Ταῦτα καὶ ἡμῖν αὐτοῖς συνεχῶς ἐπιλέγωμεν, κἂν μὲν κολασθέντες ἀπαλλαγῶμεν, τοῦτο ἕκαστος πρὸς ἑαυτὸν λεγέτω· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Ἂν δὲ μὴ δῶμεν δίκην, τοῖς αὐτοῖς ἐπιμένοντες, ἐκεῖνο τὸ ἀποστολικὸν ἐπᾴδωμεν, ὅτι Τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιαν ἡμᾶς ἄγει· κατὰ δὲ τὴν σκληρότητα καὶ ἀμετανόητον ἡμῶν καρδίαν θησαυρίζομεν ἑαυτοῖς ὀργήν. Οὐ τῷ σφίγξαι δὲ τὸ σῶμα μόνον, ἀλλὰ καὶ ἑτέρωθεν μέγα αὐτῷ παρέσχετο τῆς οἰκείας θεότητος σημεῖον. Τῷ γὰρ εἰπεῖν, Μηκέτι ἁμάρτανε, ἐδήλωσεν εἰδότα πάντα τὰ ἔμπροσθεν αὐτῷ γεγενημένα πλημμελήματα· ὅθεν καὶ πρὸς τὰ μέλλοντα ἔμελλεν ἀξιόπιστος εἶναι. Ἀπῆλθεν οὖν ὁ ἄνθρωπος καὶ ἀπήγγειλε τοῖς Ἰουδαίοις, ὅτι Ἰησοῦςἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. Καὶ ὅρα αὐτὸν πάλιν ἐπὶ τῆς αὐτῆς μένοντα εὐγνωμοσύνης. Οὐ γὰρ εἶπεν, ὅτι αὐτός ἐστιν ὁ εἰπὼν, Ἆρον τὸν κράββατόν σου. Ἐπειδὴ γὰρ ἐκεῖνοι τὸ δοκοῦν ἔγκλημα τοῦτο ἀεὶ προέφερον, αὐτὸς τὴν ἀπολογίαν ἀεὶ προβάλλεται, πάλιν τὸν ἰατρὸν δῆλον ποιῶν, καὶ τοὺς ἄλλους ἐφελκύσασθαι σπεύδων καὶ οἰκειώσασθαι. Οὐ γὰρ οὕτως ἀναίσθητος ἦν, ὡς μετὰ τοσαύτην εὐεργεσίαν καὶ παραίνεσιν προδοῦναι τὸν εὐεργέτην, καὶ κακούργῳ διανοίᾳ τοῦτο εἰπεῖν. Εἰ γὰρ καὶ θηρίον ἦν, εἰ γὰρ ἀπάνθρωπός τις καὶ λίθινος, ἱκανὴ καὶ ἡ εὐεργεσία καὶ ὁ φόβος αὐτὸν ἦν κατασχεῖν. Καὶ γὰρ ἔναυλον ἔχων τὴν ἀπειλὴν, ἔδεισεν ἂν μὴ χεῖρόν τι πάθῃ, μέγιστα λαβὼν τῆς τοῦ ἰατροῦ δυνάμεως δείγματα· ἄλλως τε εἰ διαβάλλειν ἐβούλετο, τὴν ὑγίειαν σιγήσας, τὴν παράβασιν εἶπεν ἂν καὶ κατηγόρησεν. Ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· ἀλλὰ πολλῆς παῤῥησίας τὰ ῥήματα καὶ 152
εὐγνωμοσύ 59.214 νης, καὶ ἀνακηρύττει τὸν εὐεργέτην οὐδὲν ἔλαττον τοῦ τυφλοῦ. Τί γὰρ ἐκεῖνός φησιν; Ἐποίησε πηλὸν, καὶ ἔχρισέ μου τοὺς ὀφθαλμούς· οὕτω καὶ οὗτος· Ἰησοῦς ἐστιν ὁ ποιήσας με ὑγιῆ. Ἐδίωκον οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν Σαββάτῳ. Τί οὖν ὁ Χριστός; Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ὅτε μὲν γὰρ ὑπὲρ τῶν μαθητῶν ἀπολογήσασθαι ἔδει, τὸν Δαυῒδ τὸν ὁμόδουλον αὐτῶν εἰς μέσον ἔφερεν, Οὐκ ἀνέγνωτε, λέγων, τί ἐποίησε Δαυῒδ, ὅτε ἐπείνασεν αὐτός; Ὅτε δὲ περὶ ἑαυτοῦ, ἐπὶ τὸν Πατέρα κατέφυγεν, ἑκατέρωθεν τὸ ὁμότιμον δεικνὺς, τῷ τε Πατέρα εἰπεῖν ἰδιαζόντως, καὶ τῷ τὰ αὐτὰ πράττειν ἐκείνῳ. Καὶ διατί μὴ εἶπε τὰ περὶ τὸν Ἱεριχὼ γενόμενα; Ἀναγαγεῖν αὐτοὺς ἠθέλησεν ἀπὸ τῆς γῆς, ἵνα μηκέτι ὡς ἀνθρώπῳ προσέχωσιν, ἀλλ' ὡς Θεῷ καὶ νομοθετεῖν ὀφείλοντι. Εἰ δὲ μὴ γνήσιος ἦν Υἱὸς καὶ τῆς αὐτῆς οὐσίας, ἡ ἀπολογία κατηγορίας μείζων ἐστίν. Οὐδὲ γὰρ εἴ τις ὕπαρχος νόμον βασιλικὸν μεταθεὶς, εἶτα ἐγκαλούμενος ἀπολογοῖτο οὕτω, καὶ λέγοι, ὅτι Καὶ γὰρ ὁ βασιλεὺς ἔλυσε, δυνήσεται διαφυγεῖν, ἀλλὰ καὶ μεῖζον τὸ ἔγκλημα οὕτως ἐργάσεται. Ἀλλ' ἐνταῦθα ἐπειδὴ ἴσα τὰ τῆς ἀξίας, διὰ τοῦτο καὶ τὰ τῆς ἀπολογίας ἀπήρτισται μετὰ ἀσφαλείας ἁπάσης. Ἀφ' ὧν γὰρ, φησὶν, ἀπολύετε τὸν Θεὸν ἐγκλημάτων, ἀπὸ τῶν αὐτῶν καὶ ἐμέ. Διὰ τοῦτο καὶ προλαβὼν εἴρηκεν, Ὁ Πατήρ μου, ἵνα καὶ ἄκοντας πείσῃ τὰ αὐτὰ αὐτῷ συγχωρεῖν, τὴν ἀκριβῆ γνησιότητα αἰδεσθέντας. Εἰ δὲ λέγοι τις· Καὶ ποῦ ὁ Πατὴρ ἐργάζεται, ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καταπαύσας ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ; τὸν τρόπον μαθέτω καθ' ὃν ἐργάζεται. Τίς οὖν ὁ τρόπος τῆς ἐργασίας; Προνοεῖ, συγκροτεῖ τὰ γενόμενα πάντα. Ὁρῶν τοίνυν ἥλιον ἀνατέλλοντα, καὶ σελήνην τρέχουσαν, καὶ λίμνας, καὶ πηγὰς, καὶ ποταμοὺς, καὶ ὑετοὺς, καὶ φύσεως δρόμον, τὸν ἐν τοῖς σπέρμασι, τὸν ἐν τοῖς σώμασι τοῖς ἡμετέροις καὶ τοῖς τῶν ἀλόγων, τὰ ἄλλα πάντα δι' ὧν τόδε τὸ πᾶν συνέστηκε, μάνθανε τὴν διηνεκῆ τοῦ Πατρὸς ἐργασίαν. Ἀνατέλλει γὰρ, φησὶ, τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ πάλιν· Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς πῦρ βαλλόμενον, οὕτως ὁ Θεὸς ἀμφιέννυσι· καὶ περὶ τῶν πετεινῶν διαλεγόμενος πάλιν· Ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. γʹ. Ἐνταῦθα μὲν οὖν διὰ ῥημάτων τὸ πᾶν ἐποίησεν ἐν Σαββάτῳ, καὶ οὐδὲν πλέον προσέθηκεν, ἀλλ' ἀπὸ τῶν ἐν τῷ ἱερῷ γινομένων, καὶ ἀφ' ὧν αὐτοὶ πράττουσι, λύει τὰ ἐγκλήματα· ἔνθα δὲ καὶ ἔργον γενέσθαι ἐκέλευσεν, οἷον τὸ τὴν κλίνην ἆραι, οὐδὲν μέγα πρὸς τὸ πρᾶγμα συντελοῦν, ἀλλ' ἓν τοῦτο μόνον, δεικνύων σαφῆ τοῦ Σαββάτου τὴν λύσιν, ἐπὶ τὸ μεῖζον ἀνάγει τὸν λόγον, μᾶλλον αὐτοὺς καταπλῆξαι βουλόμενος ἀπὸ τῆς τοῦ Πατρὸς ἀξίας, καὶ ἀναγαγεῖν ἐπὶ τὸ ὑψηλότερον. Διὰ τοῦτο ὅταν περὶ Σαββάτου ᾖ ὁ λόγος, οὔτε ὡς ἄνθρωπος μόνον ἀπολογεῖται, οὔτε ὡς Θεὸς μόνον, ἀλλὰ ποτὲ μὲν οὕτως, ποτὲ δὲ ἐκείνως. Ἠβούλετο γὰρ ἀμφότερα πιστεύεσθαι, καὶ τῆς οἰκονομίας τὴν συγκατάβασιν, καὶ τῆς θεότητος τὸ ἀξίωμα. Διὰ τοῦτο νῦν ὡς Θεὸς ἀπολογεῖται. Εἰ γὰρ ἔμελλεν ἀπὸ τῶν ἀνθρωπίνων αὐτοῖς ἀεὶ διαλέγεσθαι μόνον, ἔμεινεν ἂν ἐπὶ τῆς αὐτῆς ταπεινότητος. Διόπερ ἵνα μὴ τοῦτο γένηται, τὸν Πατέρα εἰς μέσον ἄγει. Καίτοι καὶ αὐτὴ ἡ κτίσις ἐργάζεται ἐν Σαββάτῳ. Καὶ γὰρ ὁ ἥλιος τρέχει, καὶ ποταμοὶ ῥέουσι, καὶ πηγαὶ βρύουσι, καὶ γυναῖκες τίκτουσιν 59.215 Ἀλλ' ἵνα μάθῃς, ὅτι οὐ τῆς κτίσεώς ἐστιν, οὐκ εἶπε, Ναὶ, ἐργάζομαι· καὶ γὰρ ἡ κτίσις ἐργάζεται· ἀλλὰ τί; Ναὶ, ἐργάζομαι, καὶ γὰρ ὁ Πατήρ μου ἐργάζεται. Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι, φησὶν, ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Καὶ μὴν οὐκ ἐνέφηνε τοῦτο μόνον· οὐ γὰρ ἐν τοῖς ῥήμασι τοῦτο ἐδείκνυ μόνοις, ἀλλὰ πολλῷ μάλιστα ἐν τοῖς πράγμασι Τί δήποτε; Ὅτι τοῖς μὲν λόγοις εἶχον ἐπισκήπτειν, καὶ ἀλαζονείαν ἐγκαλεῖν· τὴν δὲ τῶν πραγμάτων ὁρῶντες ἀλήθειαν ἐκβαίνουσαν, καὶ ἐπὶ τῶν ἔργων ἀνακηρυττομένην τὴν δύναμιν, οὐδὲν ἀντειπεῖν ἠδύναντο λοιπόν. Ἀλλ' οἱ μὴ 153
βουλόμενοι μετ' εὐγνωμοσύνης ταῦτα δέχεσθαι, φασὶν, ὅτι οὐχ ὁ Χριστὸς ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ, ἀλλ' οἱ Ἰουδαῖοι τοῦτο ὑπώπτευον. Οὐκοῦν ἄνωθεν φέρε τὰ εἰρημένα ἐπέλθωμεν. Εἰπὲ δή μοι, ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, ἢ οὐκ ἐδίωκον; παντίπου δῆλον ὅτι ἐδίωκον. Καὶ διὰ τοῦτο ἐδίωκον, ἢ δι' ἕτερόν τι; Καὶ τοῦτο συνομολογεῖται, ὅτι διὰ τοῦτο. Ἔλυεν οὖν τὸ σάββατον, ἢ οὐκ ἔλυεν; Οὐδὲ πρὸς τοῦτο ἔχοι τις ἂν ἀντειπεῖν. Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἢ οὐκ ἔλεγε; Καὶ τοῦτο ἀληθές. Οὐκοῦν καὶ τὰ ἑξῆς τῆς αὐτῆς ἀκολουθίας ἔχεται. Ὥσπερ γὰρ τὸ Πατέρα λέγειν ἴδιον τὸν Θεὸν, καὶ τὸ λύειν τὸ σάββατον, καὶ τὸ διώκεσθαι παρὰ τῶν Ἰουδαίων διά τε ἐκεῖνο, καὶ διὰ τοῦτο μᾶλλον, οὐχ ὑπονοίας ἦν ἐψευσμένης, ἀλλὰ πράγματος ἀληθοῦς· οὕτω καὶ τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, τῆς αὐτῆς γνώμης ἀπόφασις ἦν. Καὶ ἀπὸ τῶν ἔμπροσθεν δὲ εἰρημένων τοῦτο σαφέστερον ἔστιν ἰδεῖν. Τὸ γὰρ, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι, ἴσον ἐστὶν ἑαυτὸν δεικνύντος τῷ Θεῷ. Οὐ γὰρ δείκνυ ἐν τούτοις οὐδεμίαν διαφοράν. Οὐ γὰρ εἶπεν, Ἐκεῖνος μὲν ἐργάζεται, ἐγὼ δὲ ὑπουργῶ· ἀλλ', Ὥσπερ ἐκεῖνος ἐργάζεται, οὕτω καὶ ἐγώ. Καὶ ἰσότητα πολλὴν ἐπεδείξατο. Εἰ δὲ οὐκ αὐτὸς τοῦτο ἐβούλετο κατασκευάσαι, ἀλλ' οἱ Ἰουδαῖοι τοῦτο μάτην ὑπώπτευον· οὐκ ἂν ἀφῆκεν αὐτῶν εἶναι τὴν διάνοιαν ἐσφαλμένην, ἀλλὰ καὶ διώρθωσεν ἂν τοῦτο. Καὶ ὁ εὐαγγελιστὴς δὲ οὐκ ἂν αὐτὸ παρεσιώπησεν, ἀλλ' εἶπεν ἂν φανερῶς, ὅτι Ἰουδαῖοι μὲν οὕτως ὑπώπτευον, αὐτὸς δὲ οὐκ ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ· ὥσπερ καὶ ἀλλαχοῦ τὸ αὐτὸ τοῦτο ποιεῖ, ὅταν ἴδῃ ἄλλως μὲν λεγόμενον, ἄλλως δὲ ὑποπτευόμενον τὸ λεχθέν· οἷον, Λύσατε τὸν ναὸν τοῦτον, ἔλεγεν ὁ Χριστὸς, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν, περὶ τῆς σαρκὸς αὐτοῦ λέγων. Ἀλλ' οἱ Ἰουδαῖοι τοῦτο μὴ συνιέντες, καὶ νομίσαντες περὶ τοῦ Ἰουδαϊκοῦ ναοῦ λέγεσθαι, Ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσιν, ἔλεγον, ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Ἐπεὶ οὖν ἄλλο μὲν εἶπεν αὐτὸς, ἄλλο δὲ ὑπώπτευσαν ἐκεῖνοι (αὐτὸς μὲν γὰρ περὶ τῆς σαρκὸς αὐτοῦ ἔλεγεν, ἐκεῖνοι δὲ περὶ τοῦ ναοῦ τοῦ ἑαυτῶν ἐνόμιζον τοῦτο εἰρῆσθαι), ἐπισημαινόμενος τοῦτο ὁ εὐαγγελιστὴς, μᾶλλον δὲ διορθούμενος αὐτῶν τὴν ὑπόνοιαν, ἐπήγαγε λέγων· Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Ὥστε εἰ καὶ ἐνταῦθα ὁ μὲν Χριστὸς οὐκ ἐποίει ἑαυτὸν ἴσον, οὐδὲ ἐβούλετο τοῦτο παραστῆσαι, οἱ δὲ Ἰουδαῖοι τοῦτο ὑπώπτευσαν, διώρθωσεν ἂν κἀνταῦθα τὴν ὑπόνοιαν αὐτῶν, καὶ εἶπεν· Ἰουδαῖοι μὲν ἐνόμιζον ἑαυτὸν ἴσον ποιεῖν τῷ Θεῷ, ἐκεῖνος δὲ οὐ περὶ τῆς ἰσότητος ἔλεγε. Καὶ γὰρ 59.216 οὐδὲ ἐνταῦθα μόνον οὗτος μόνος, ἀλλὰ καὶ ἀλλαχοῦ πάλιν τὸ αὐτὸ τοῦτο φαίνεται ποιῶν καὶ ἕτερος εὐαγγελιστής. Ὅτε γὰρ παρήγγειλε τοῖς μαθηταῖς λέγων· Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ἐκεῖνοι δὲ διελογίζοντο, λέγοντες, ὅτι ἄρτους οὐκ ἐλάβομεν· καὶ ἄλλο μὲν αὐτὸς εἶπε, ζύμην τὴν διδασκαλίαν καλῶν, ἄλλο δὲ ὑπώπτευσαν οἱ μαθηταὶ, περὶ ἄρτων εἰρῆσθαι νομίζοντες, διορθοῦται αὐτὸ πάλιν, οὐκ ἔτι ὁ εὐαγγελιστὴς, ἀλλ' αὐτὸς ὁ Χριστὸς, οὕτω λέγων· Πῶς οὐ νοεῖτε ὅτι προσέχειν οὐ περὶ ἄρτων εἶπον ὑμῖν; Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Καὶ μὴν, φησὶν, αὐτὸ τοῦτο ἀναιρῶν, ἐπήγαγεν ὁ Χριστός· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν. Τοὐναντίον μὲν οὖν, ἄνθρωπε, πεποίηκεν· οὐδὲ γὰρ ἀναιρῶν, ἀλλὰ καὶ ἐπισφίγγων τὴν ἰσότητα τοῦτο λέγει. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας· οὐδὲ γὰρ τὸ τυχόν ἐστι τὸ ζητούμενον. Τὸ γὰρ, Ἀφ' ἑαυτοῦ, τοῦτο πολλαχοῦ τῆς Γραφῆς κεῖται, καὶ ἐπ' αὐτοῦ καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου. Καὶ δεῖ μαθεῖν τῆς λέξεως τὴν δύναμιν, ἵνα μὴ τὰ μέγιστα ἁμαρτάνωμεν. Εἰ γὰρ αὐτὴν καθ' ἑαυτὴν οὕτως ἐκλάβοι τις, ὥσπερ ἐστὶ πρόχειρον ἐκλαβεῖν, σκόπησον ἡλίκον ἕψεται τὸ ἄτοπον. Οὐδὲ γὰρ εἶπεν, ὅτι τὰ μὲν δύναται ἀφ' ἑαυτοῦ ποιεῖν, τὰ δὲ οὐ δύναται, ἀλλὰ καθόλου εἶπεν· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν. δʹ. Ἐρώμεθα τοίνυν τὸν ἀντιλέγοντα τούτοις· Οὐδὲν οὖν ἀφ' ἑαυτοῦ δύναται ποιεῖν ὁ Υἱὸς, εἰπέ μοι; Κἂν εἴπῃ, ὅτι Οὐδὲν, ἐροῦμεν, ὅτι Καὶ μὴν τὸ μέγιστον τῶν ἀγαθῶν ἀφ' ἑαυτοῦ 154
πεποίηκε· καὶ βοᾷ Παῦλος, λέγων· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Καὶ πάλιν αὐτὸς ὁ Χριστὸς ἀλλαχοῦ· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτὴν, καὶ οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ὁρᾷς καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχοντα, καὶ τὴν τοσαύτην οἰκονομίαν ἀφ' ἑαυτοῦ ἐργασάμενον; Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ; Ἡμεῖς γὰρ, ὧν οὐδὲν εὐτελέστερον γένοιτ' ἂν, πολλὰ ἀφ' ἑαυτῶν πράττομεν, καὶ κακίαν ἀφ' ἑαυτῶν αἱρούμενοι, καὶ ἀρετὴν ἀφ' ἑαυτῶν μετερχόμενοι. Εἰ δὲ μὴ ἀφ' ἑαυτῶν, μηδὲ ἐξουσίαν ἔχοντες, οὔτ' εἰς γέενναν ἁμαρτάνοντες ἐμπεσούμεθα, οὔτε βασιλείας κατορθοῦντες ἐπιτευξόμεθα. Οὐδὲν οὖν ἄλλο ἐστὶ τὸ, Ἀφ' ἑαυτοῦ οὐ δύναται ποιεῖν οὐδὲν, ἢ ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ, οὐδὲν ἀλλότριον, οὐδὲν ξένον, ὃ μάλιστα τὴν ἰσότητα ἐνδεικνυμένου καὶ τὴν πολλὴν συμφωνίαν ἐστί. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, ὅτι οὐδὲν ἐναντίον ποιεῖ, ἀλλ' ὅτι Οὐ δύναται; Ἵνα κἀντεῦθεν δείξῃ πάλιν τὸ ἀπαράλλακτον καὶ τὴν ἀκρίβειαν τῆς ἰσότητος. Οὐ γὰρ ἀσθένειαν αὐτοῦ κατηγορεῖ τὸ ῥῆμα, ἀλλὰ καὶ πολλὴν αὐτοῦ τὴν δύναμιν μαρτυρεῖ. Ἐπεὶ καὶ ἀλλαχοῦ περὶ τοῦ Πατρός φησιν ὁ Παῦλος· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν· καὶ πάλιν, Εἰ ἀρνησόμεθα, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Καὶ οὐ δήπου τοῦτο τὸ, Ἀδύνατον, δηλωτικὸν ἀσθενείας, ἀλλὰ δυνάμεώς ἐστι, καὶ δυνάμεως ἀφάτου. Ὃ οὖν λέγει, τοῦτό ἐστι· Πάντων ἀνεπίδεκτος ἡ οὐσία ἐκείνη τῶν τοιούτων ἐστίν. Ὥσπερ γὰρ ὅταν λέγωμεν καὶ ἡμεῖς, ἀδύνατον τὸν Θεὸν ἁμαρτεῖν, οὐκ ἀσθένειαν αὐτοῦ κατηγοροῦμεν, ἀλλὰ ἄῤῥητόν τινα δύναμιν αὐτοῦ μαρτυροῦμεν· 59.217 οὕτω δὴ καὶ αὐτὸς ὅταν εἴπῃ, Οὐ δύναμαι ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδὲν, τοῦτο λέγει, ὅτι Ἀδύνατον καὶ ἀνεγχώρητόν ἐστιν ἐμὲ ποιῆσαί τι ἐναντίον τῷ Πατρί. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστι τὸ λεγόμενον, τὰ ἑξῆς ἐπελθόντες, ἴδωμεν τίσι ψηφίζεται ὁ Χριστός· πότερον τοῖς παρ' ἡμῶν λεχθεῖσιν, ἢ τοῖς παρ' ὑμῖν. Σὺ μὲν γὰρ φῂς τὴν ἐξουσίαν ἀναιρεῖν τὸ ῥῆμα, καὶ τὴν προσήκουσαν αὐθεντίαν αὐτοῦ, καὶ τὴν δύναμιν ἀσθενῆ δεικνύναι· ἐγὼ δὲ λέγω ὅτι τὴν ἰσότητα, καὶ τὸ ἀπαράλλακτον, καὶ τὸ ὡσανεὶ ἐκ μιᾶς γνώμης καὶ ἐξουσίας καὶ δυνάμεως γινόμενον ἐμφαίνει τοῦτο. Οὐκοῦν αὐτὸν ἐρώμεθα τὸν Χριστὸν, καὶ ἴδωμεν δι' ὧν φησιν ἑξῆς, πότερον πρὸς τὴν σὴν ὑπόνοιαν, ἢ πρὸς τὴν ἡμετέραν ἑρμηνεύει τὰ εἰρημένα. Τί οὖν φησιν· Ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Εἶδες πῶς πρόῤῥιζον ἀνεῖλε τὸ ὑμέτερον, καὶ τὰ εἰρημένα παρ' ἡμῶν ἐβεβαίωσεν; Εἰ γὰρ ἀφ' ἑαυτοῦ οὐδὲν ποιεῖ, ἔσται οὐδὲ ὁ Πατὴρ ἀφ' ἑαυτοῦ τι ποιῶν, εἴ γε ὁμοίως αὐτῷ πάντα ποιεῖ. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, καὶ ἕτερον ἄτοπον ἕψεται. Οὐδὲ γὰρ εἶπεν, ὅτι ἃ εἶδε τὸν Πατέρα ποιοῦντα ἐποίησεν, ἀλλ', Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, οὐ ποιεῖ, τῷ παντὶ παρατείνων χρόνῳ τὸν λόγον· καὶ ἔσται καθ' ὑμᾶς ἀεὶ τὰ αὐτὰ μανθάνων. Εἶδες πῶς τὸ μὲν νόημά ἐστιν ὑψηλὸν, ἡ δὲ ταπεινότης τοῦ ῥήματος καὶ τοὺς λίαν ἀναισχύντους καὶ μὴ βουλομένους ἀναγκάζει φυγεῖν τὸ χαμαίζηλον καὶ σφόδρα τῆς ἀξίας ἐκείνης ἀπᾷδον; Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς εἰπεῖν τὸν Υἱὸν καθ' ἑκάστην ἡμέραν μανθάνειν ἃ δεῖ ποιεῖν; Πῶς δὲ ἔσται ἐκεῖνο ἀληθὲς, τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι; πῶς δὲ, Καὶ πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· εἴ γε τὰ μὲν ὁ Πατὴρ ποιεῖ, τὰ δὲ αὐτὸς ὁρῶν μιμεῖται; Ὁρᾷς ὅτι καὶ ἐκ τῶν ἄνωθεν εἰρημένων, καὶ ἐκ τῶν μετὰ ταῦτα λεχθέντων δείκνυται τῆς αὐθεντίας ἡ ἀπόδειξις; Εἰ δὲ ταπεινότερον προάγει τῶν ῥημάτων ἔνια, μὴ θαυμάσῃς. Ἐπειδὴ γὰρ ἐδίωκον αὐτὸν, τὰ ὑψηλὰ ἀκούσαντες, καὶ ἀντίθεον εἶναι ἐνόμιζον, ὀλίγον καθυφεὶς διὰ τῶν ῥημάτων μόνων, πάλιν ἐπὶ τὰ ὑψηλότερα ἀνάγει τὸν λόγον· εἶτα πάλιν ἐπὶ τὰ ταπεινὰ, ποικίλλων αὐτοῦ τὴν διδασκαλίαν, ὥστε εὐπαράδεκτον γενέσθαι καὶ τοῖς ἀγνώμοσι. Σκόπει δέ· Εἰπὼν, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· καὶ ἀποφήνας ἴσον ἑαυτὸν τῷ Θεῷ, πάλιν 155
λέγει· Οὐ δύναται ἀφ' ἑαυτοῦ ποιεῖν ὁ Υἱὸς οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· πάλιν ἐπὶ τὸ ταπεινότερον· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ, ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα. Εἶδες ὅσον πάλιν τὸ ταπεινόν; Εἰκότως. Ὃ γὰρ ἔφθην εἰπὼν, καὶ λέγων οὐ παύσομαι, τοῦτο καὶ νῦν ἐρῶ· ὅτι ἡνίκα ἂν λέγῃ τι χαμαίζηλον καὶ ταπεινὸν, μεθ' ὑπερβολῆς αὐτὸ τίθησιν, ἵνα καὶ τοὺς ἀγνώμονας ἡ τῶν ῥημάτων εὐτέλεια πείσῃ μετ' εὐσεβοῦς διανοίας δέξασθαι τὰ νοήματα. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἐννόησον πῶς ἄτοπον τὸ εἰρημένον, ἀπ' αὐτῶν τῶν ῥημάτων γυμνάζων. Ὅταν γὰρ εἴπῃ, Καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, εὑρεθήσεται πολλὰ μηδέπω μαθών· ὅπερ οὐδὲ περὶ ἀποστόλων ἔστιν εἰπεῖν. Τοῦ γὰρ Πνεύματος ἅπαξ λαβόντες τὴν χάριν, ἀθρόον πάντα καὶ ᾔδεσαν καὶ ἐδύναντο ἐκεῖ 59.218 νο. ἅπερ καὶ εἰδέναι αὐτοὺς καὶ δύνασθαι ἔδει. Οὗτος δὲ εὑρεθήσεται πολλὰ ὧν εἰδέναι ἐχρῆν, μηδέπω μαθών. Καὶ τί τούτου γένοιτ' ἂν ἀτοπώτερον; Τί οὖν ἐστι τὸ εἰρημένον, Ἐπειδὴ τὸν παράλυτον ἔσφιγξε, μέλλει δὲ καὶ νεκρὸν ἐγείρειν, διὰ τοῦτο οὕτως εἶπε, μονονουχὶ τοῦτο λέγων· Θαυμάζετε ὅτι παράλυτον ἔσφιγξα; μείζονα τούτων ὄψεσθε. Ἀλλ' οὕτω μὲν οὐκ εἶπε, ταπεινότερον δέ πως διέξεισιν, ἵνα αὐτῶν παραμυθήσηται τὴν μανίαν. Καὶ ἵνα μάθῃς ὅτι τὸ, Δείξει, οὐ κυρίως εἴρηται, ἄκουσον τῶν ἑξῆς ὧν ἐπάγει πάλιν. Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, φησὶν, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καίτοι τὸ, Οὐδὲν δύναται ἀφ' ἑαυτοῦ ποιεῖν, τῷ, Οὓς θέλει, ἐναντίον ἐστίν. Εἰ γὰρ οὓς θέλει, δύναται ἀφ' ἑαυτοῦ ποιεῖν (τὸ γὰρ θέλειν, ἐξουσίας)· εἰ δὲ οὐ δύναται ἀφ' ἑαυτοῦ οὐκ ἔτι οὓς θέλει. Τὸ μὲν γὰρ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει, τῆς δυνάμεως δείκνυσι τὴν ἀπαραλλαξίαν· τὸ δὲ, Οὓς θέλει, τῆς ἐξουσίας τὴν ἰσότητα. Ὁρᾷς ὅτι τὸ, Οὐ δύναται ἀφ' ἑαυτοῦ ποιεῖν, οὐ τὴν ἐξουσίαν ἀναιροῦντός ἐστιν, ἀλλὰ τὸ ἀπαράλλακτον τῆς δυνάμεως καὶ τοῦ θελήματος ἐνδεικνυμένου; Οὕτω καὶ τὸ, Δείξει αὐτῷ, νόησον. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν· Ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Καὶ πάλιν, δεικνὺς ὅτι οὐκ ἐνέργειαν δεχόμενος ποιεῖ, Ἐγώ εἰμι ἡ ἀνάστασις, φησὶ, καὶ ἡ ζωή. Εἶτα ἵνα μὴ λέγῃς, ὅτι νεκροὺς μὲν ἐγείρει οὓς θέλει, καὶ ζωοποιεῖ, τὰ δὲ ἄλλα οὐχ οὕτω ποιεῖ, προλαβὼν πᾶσαν ἀπέκλεισεν ἀντιλογίαν τοιαύτην, εἰπών· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· δηλῶν ὅτι καὶ πάντα ἃ ἐκεῖνος, καὶ οὕτως ὡς ἐκεῖνος ποιεῖ· κἂν νεκρῶν εἴπῃς ἀνάστασιν, κἂν σωμάτων διάπλασιν, κἂν ἁμαρτημάτων ἄφεσιν, κἂν ἀλλοτιοῦν, ὁμοίως ἐργάζεται τῷ γεγεννηκότι. εʹ. Ἀλλ' οὐδενὶ τούτων προσέχουσιν οἱ τῆς ἑαυτῶν ἀμελοῦντες σωτηρίας· τοσοῦτον κακὸν τὸ προεδρίας ἐρᾷν. Τοῦτο τὰς αἱρέσεις ἔτεκε, τοῦτο τὴν τῶν Ἑλλήνων ἐβεβαίωσεν ἀσέβειαν. Ὁ μὲν γὰρ Θεὸς τὰ ἀόρατα αὐτοῦ ἠβούλετο διὰ τῆς κτίσεως τοῦ κόσμου νοηθῆναι τούτου· ἐκεῖνοι δὲ ταῦτα ἀφέντες, καὶ ἀπαξιώσαντες διὰ ταύτης ἐλθεῖν τῆς διδασκαλίας, ἑτέραν ἔτεμον ἑαυτοῖς ὁδόν· διὸ καὶ τῆς οὔσης ἐξέπεσον. Διὰ τοῦτο καὶ Ἰουδαῖοι οὐκ ἐπίστευσαν, δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ Θεοῦ δόξαν οὐ ζητοῦντες. Ἀλλ' ἡμεῖς, ἀγαπητοὶ, τοῦτο φεύγωμεν τὸ νόσημα μεθ' ὑπερβολῆς καὶ σπουδῆς ἁπάσης. Κἂν γὰρ μυρία κατορθώματα ἔχωμεν, πάντα ἱκανὴ διαλῦσαι τῆς κενοδοξίας ἡ λύμη. Εἰ τοίνυν ἐπαίνων ἐρῶμεν, τοὺς παρὰ τῷ Θεῷ ζητῶμεν ἐπαίνους. Ὁ μὲν γὰρ παρὰ τῶν ἀνθρώπων ἔπαινος, οἷος ἂν ᾖ, ὁμοῦ τε ἐφάνη καὶ ἀπώλετο· κἂν μὴ ἀπόληται, τὸ κέρδος οὐδὲν ἡμῖν ἤνεγκε, καὶ ἀπὸ κρίσεως δὲ γίνεται διεφθαρμένης πολλάκις. Τί γὰρ θαυμαστὸν ἡ παρὰ ἀνθρώπων ἔχει δόξα, ἧς καὶ ὀρχούμενοι ἀπολαύουσι νέοι, καὶ διεφθαρμέναι γυναῖκες, καὶ πλεονέκται καὶ ἅρπαγες; Ὁ δὲ παρὰ τοῦ Θεοῦ θαυμαζόμενος οὐ μετὰ τούτων, ἀλλὰ μετὰ τῶν ἁγίων ἐκείνων θαυμάζεται, τῶν προφητῶν λέγω, τῶν ἀποστόλων, τῶν ἀγγελικὸν ἐπιδειξαμένων βίον. Εἰ δὲ τὸ περιάγειν ὄχλους, καὶ τὸ ἀποβλέπεσθαι ποθοῦμεν, ἐξετάσωμεν αὐτὸ καθ' ἑαυτὸ, καὶ οὐδενὸς ἄξιον εὑρήσομεν ὄν. Ὅλως δὲ, 156
εἰ καὶ ὄχλων ἐρᾷς, ἐφέλκου τὸν δῆμον τῶν ἀγγέλων, καὶ γίνου φοβερὸς δαίμοσι, καὶ τῶν ἀνθρωπίνων οὐδένα 59.219 ποιήσῃ λόγον· ἀλλὰ πάντα οὕτω καταπατήσεις τὰ λαμπρὰ, ὡς βόρβορον καὶ πηλόν· καὶ ὄψει τότε σαφῶς, ὅτι οὐδὲν οὕτω παρασκευάζει ψυχὴν ἀσχημονεῖν, ὡς τὸ δόξης ἐρᾷν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ταύτης ἐρῶντα μὴ ζῆσαι βίον ἐσταυρωμένον· ὥσπερ οὖν οὐκ ἔστι πατήσαντα ταύτην, μὴ τὰ πλείονα τῶν παθῶν καταπατῆσαι. Ὁ γὰρ ταύτης περιγενόμενος, καὶ φθόνου καὶ φιλοχρηματίας, καὶ πάντων περιέσται τῶν χαλεπῶν νοσημάτων. Καὶ πῶς αὐτῆς περιεσόμεθα, φησίν; Ἂν πρὸς τὴν ἄλλην ἴδωμεν δόξαν τὴν ἐκ τῶν οὐρανῶν, ἧς ἐκβάλλειν ἡμᾶς αὕτη βιάζεται. Ἐκείνη γὰρ καὶ ἐνταῦθα ποιεῖ λαμπροὺς, καὶ μεθ' ἡμῶν πρὸς τὴν μέλλουσαν συναποδημεῖ ζωὴν, καὶ πάσης ἡμᾶς ἐλευθεροῖ δουλείας σαρκικῆς, ᾗ μετὰ πολλῆς ἀθλιότητος δουλεύομεν νῦν, ὅλους ἑαυτοὺς τῇ γῇ καὶ τοῖς ταύτης ἐκδόντες πράγμασι. Κἂν εἰς ἀγορὰν ἐμβάλῃς, κἂν εἰς οἰκίαν εἰσέλθῃς, κἂν εἰς τὰς ὁδοὺς, κἂν εἰς τοὺς σταθμοὺς, κἂν εἰς τὰ καταγώγια, κἂν εἰς τὰ πανδοχεῖα, κἂν εἰς πλοῖον, κἂν εἰς νῆσον, κἂν εἰς τὰ βασίλεια, κἂν εἰς τὰ δικαστήρια, κἂν εἰς βουλευτήρια, πανταχοῦ τῶν παρόντων καὶ τῶν βιωτικῶν 59.220 πραγμάτων ὄψει τὴν φροντίδα, καὶ ἕκαστον ὑπὲρ τούτων κοπτόμενον, τούς τε ἀπόντας τούς τε ἐπιόντας, τοὺς ἀποδημοῦντας τούς τε μένοντας, τοὺς πλέοντας, τοὺς γεωργοῦντας, τοὺς ἐν τοῖς ἀγροῖς, τοὺς ἐν ταῖς πόλεσι, πάντας ἁπλῶς. Τίς οὖν ἡμῖν ἐλπὶς σωτηρίας ἔσται, ὅταν τὴν γῆν οἰκοῦντες τοῦ Θεοῦ, μὴ τὰ τοῦ Θεοῦ φρονῶμεν, ἀλλὰ κελευσθέντες εἶναι ξένοι τῶν ἐνταῦθα, ξένοι τῶν οὐρανῶν ὦμεν, καὶ τῶν ἐνταῦθα πολῖται; Τί ταύτης τῆς ἀναισθησίας χεῖρον γένοιτ' ἂν, ὅταν καθ' ἑκάστην ἡμέραν τὰ τῆς κρίσεως, τὰ τῆς βασιλείας ἀκούοντες, τοὺς ἐπὶ τοῦ Νῶε μιμώμεθα καὶ τοὺς ἐν Σοδόμοις, τῇ πείρᾳ τῶν πραγμάτων μένοντες πάντα μαθεῖν; Καίτοι γε διὰ τοῦτο πάντα ἐκεῖνα γέγραπται, ἵνα εἴ τις τοῖς μέλλουσιν ἀπιστεῖ, ἀπὸ τῶν ἤδη γεγενημένων σαφῆ λάβῃ καὶ περὶ τῶν μελλόντων τὴν ἀπόδειξιν. Ταῦτα οὖν ἐννοοῦντες, καὶ τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, μικρὸν γοῦν ἀναπνεύσωμεν τῆς χαλεπῆς ταύτης δουλείας, καί τινα καὶ τῆς ψυχῆς ποιησώμεθα λόγον, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.219 ΟΜΙΛΙΑ ΛΘʹ. Ὁ Πατήρ μου οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. αʹ. Πολλῆς ἡμῖν δεῖ τῆς σπουδῆς ἐν ἅπασιν, ἀγαπητοί. Καὶ γὰρ λόγον δώσομεν, καὶ εὐθύνας ὑφέξομεν ἀκριβεῖς, καὶ ῥημάτων καὶ πραγμάτων. Οὐ γὰρ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα ἕστηκεν, ἀλλὰ καὶ ἑτέρα τις ἡμᾶς ἐντεῦθεν ἐκδέξεται ζωῆς κατάστασις, καὶ δικαστηρίῳ παραστησόμεθα φοβερῷ. Δεῖ γὰρ ἡμᾶς παραστῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, φησὶ Παῦλος, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Τοῦτο τοίνυν τὸ δικαστήριον ἐννοῶμεν ἀεὶ, καὶ οὕτω διὰ παντὸς τοῦ χρόνου δυνησόμεθα εἶναι ἐν ἀρετῇ. Ὥσπερ γὰρ ὁ τῆς ψυχῆς ἐκβαλὼν τὴν ἡμέραν ἐκείνην, καθάπερ ἵππος τὸν χαλινὸν ἀποῤῥήξας, εἰς κρημνοὺς φέρεται (Βεβηλοῦνται γὰρ, φησὶν, αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· διὸ καὶ τὴν αἰτίαν τιθεὶς, ἐπήγαγεν· Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ)· οὕτως ὁ διαπαντὸς τοῦτον ἔχων τὸν φόβον, σωφρόνως βαδιεῖται. Ἀναμιμνήσκου γὰρ, φησὶ, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμαρτήσεις. Ὁ γὰρ ἀφεὶς ἡμῖν τὰ ἁμαρτήματα νῦν, οὗτος καθεδεῖται δικάζων τότε· ὁ ἀποθανὼν δι' ἡμᾶς, οὗτος φανεῖται πάλιν κρίνων τὴν φύσιν ἅπασαν. Ἐκ δευτέρου γὰρ, φησὶ, χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν. Διὸ καὶ ἐνταῦθα ἔλεγεν· Ὁ Πατήρ μου οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Οὐκοῦν καὶ Πατέρα αὐτὸν προσεροῦμεν, φησίν; Ἄπαγε. Διὰ γὰρ τοῦτο εἶπε, Τὸν Υἱὸν, ἵνα μένοντα Υἱὸν τιμῶμεν ὡς τὸν 157
Πατέρα. Ὁ δὲ Πατέρα αὐτὸν λέγων οὐκ ἔτι τὸν Υἱὸν ὡς Πατέρα ἐτίμησεν, ἀλλὰ τὸ πᾶν συνέχεεν. Ἐπεὶ τοίνυν εὐεργετούμενοι οἱ ἄνθρωποι, οὐχ οὕτω προσάγονται ὡς τιμωρούμενοι, διὰ τοῦτο οὕτως εἶπε φοβερῶς, ἵνα κἂν ὁ φόβος εἰς τιμὴν ἑαυτοῦ ἐπισπάσηται. Πᾶσαν δὲ ὅταν εἴπῃ, τοῦτο λέγει, ὅτι καὶ τοῦ κολάζειν καὶ τοῦ τιμᾷν κύριός ἐστι, καὶ ἑκά 59.220 τερα ποιεῖν ὡς ἂν ἐθέλῃ. Τὸ δὲ, Ἔδωκεν, εἴρηται, ἵνα μὴ ἀγέννητον αὐτὸν ὑποπτεύσῃς, μηδὲ δύο Πατέρας εἶναι νομίσῃς. Πάντα γὰρ ὅσα ἐστὶν ὁ Πατὴρ, ταῦτά ἐστι καὶ ὁ Υἱὸς, γεννηθεὶς, καὶ μένων ἐν τῷ εἶναι Υἱός. Καὶ ἵνα μάθῃς ὅτι τὸ, Ἔδωκεν, ἴσον τῷ ἐγέννησεν, ἐστὶν, ἄκουσον ἐξ ἑτέρου τοῦτο αὐτὸ δηλούμενον. Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, φησὶν, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. Τί οὖν; πρότερον αὐτὸν ἐγέννησε, καὶ τότε ἔδωκε τὴν ζωήν; Ὁ γὰρ διδοὺς, ὄντι τινὶ δίδωσιν. Οὐκοῦν ἦν τῆς ζωῆς χωρὶς γεννηθείς; Ἀλλὰ τοῦτο οὐδ' ἂν δαίμονες ὑποπτεύσαιεν· μετὰ γὰρ τῆς ἀσεβείας πολὺ καὶ τὸ ἀνόητον ἔχει. Ὥσπερ οὖν τὸ, Ἔδωκε ζωὴν, ἐγέννησεν αὐτὸν ζωήν ἐστιν· οὕτω καὶ τὸ Ἔδωκε κρίσιν, κριτὴν αὐτόν ἐστιν ἐγέννησεν. Ἵνα γὰρ μὴ, ἀκούων ὅτι αἴτιον ἔχει τὸν Πατέρα, παραλλαγὴν οὐσίας νομίσῃς καὶ τιμῆς ἐλάττωσιν, αὐτὸς ἔρχεταί σε κρίνων, τὴν ἰσότητα καὶ ἐντεῦθεν δεικνύς. Ὁ γὰρ ἔχων ἐξουσίαν κολάζειν καὶ τιμᾷν οὓς βούλεται, τὰ αὐτὰ δύναται τῷ Πατρί. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλ' ὕστερον γεννηθεὶς ἔλαβε τὴν τιμὴν, τί γέγονεν ὥστε αὐτὸν ὕστερον τιμηθῆναι; ἐκ ποίας ἐπὶ τοῦτο ἦλθε προκοπῆς ὥστε τὴν ἀξίαν ταύτην λαβεῖν καὶ χειροτονηθῆναι; Οὐκ αἰσχύνεσθε τὰ ἀνθρώπινα ταῦτα καὶ εὐτελῆ νοήματα τῇ ἀκηράτῳ φύσει καὶ οὐδὲν ἐπείσακτον ἐχούσῃ ἀναισχύντως οὕτως ἐπεισάγοντες; Τίνος οὖν ἕνεκεν οὕτω φθέγγεται, φησίν; Ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ τοῖς ὑψηλοῖς προοδοποιῆσαι ῥήμασι. Διὰ τοῦτο ἀναμίγνυσι ταῦτα ἐκείνοις, κἀκεῖνα τούτοις. Καὶ ὅρα πῶς· καλὸν γὰρ ἐξ ἀρχῆς ταῦτα ἰδεῖν. Εἶπεν, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· δεικνὺς ἐκ τούτου τὸ ἴσον καὶ τὸ ὁμότιμον· Καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Τί λοιπὸν ποιεῖ; Τῇ λέξει μὲν καθυφίησι, τὰ νοήματα δὲ τὰ αὐτὰ τίθησιν, οὕτω λέγων· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν. Εἶτα πάλιν ἐπὶ τὰ ὑψηλὰ ἀνάγει τὸν λόγον· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ, λέγων. Εἶτα πάλιν ἐπὶ τὸ ταπεινότερον· Ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ 59.221 αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ. Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καὶ μετὰ τοῦτο πάλιν ἐπὶ τὸ ταπεινὸν ὁμοῦ καὶ ὑψηλόν· Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν ἔδωκε τῷ Υἱῷ. Εἶτα ἐπὶ τὸ ὑψηλότερον· Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Εἶδες πῶς τὸν λόγον ποικίλλει, δι' ὑψηλῶν τε καὶ ταπεινῶν αὐτὸν ὑφαίνων ὀνομάτων τε καὶ ῥημάτων, ὥστε καὶ τοῖς τότε γενέσθαι εὐπαράδεκτον, καὶ τοὺς μετὰ ταῦτα μηδὲν βλαβῆναι, ἀπὸ τῶν ὑψηλῶν καὶ περὶ τῶν ἑτέρων τὴν προσήκουσαν λαβόντας ἔννοιαν; Εἰ γὰρ μὴ τοῦτό ἐστι, μηδὲ συγκαταβάσεως ἕνεκεν εἴρηται τὰ εἰρημένα, τίνος ἕνεκεν τὰ ὑψηλὰ προσέκειτο; Ὁ μὲν γὰρ ὀφείλων μεγάλα περὶ ἑαυτοῦ φθέγγεσθαι, ὅταν μικρόν τι εἴπῃ καὶ ταπεινὸν, πρόφασιν εὐπρόσωπον ἔχει, οἰκονομίας τινὸς ἕνεκεν τοῦτο ποιῶν· ὁ δὲ εὐτελῆ λέγειν ὀφείλων περὶ ἑαυτοῦ, ἂν μέγα τι εἴπῃ, τίνος ἕνεκεν τὰ ὑπερβαίνοντα αὐτοῦ τὴν φύσιν φθέγγεται; Τοῦτο γὰρ οὐκ ἔτι οἰκονομίας τινὸς, ἀλλ' ἐσχάτης ἀσεβείας ἐστίν. βʹ. Ὥστε ἡμεῖς μὲν δικαίαν καὶ τῷ Θεῷ πρέπουσαν αἰτίαν ἔχομεν εἰπεῖν τῶν ταπεινῶν ῥημάτων, τὴν συγκατάβασιν, καὶ τὸ παιδεύειν μετριάζειν, καὶ τὴν διὰ ταύτης ἡμῖν οἰκονομουμένην σωτηρίαν· ὃ καὶ αὐτὸς δηλῶν ἀλλαχοῦ ἔλεγε· Ταῦτα δὲ λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ἐπειδὴ γὰρ εἰς τὴν Ἰωάννου κατέφυγε μαρτυρίαν, τὴν ἑαυτοῦ ἀφεὶς (ὅπερ ἀνάξιον αὐτοῦ τῆς μεγαλωσύνης ἦν)· τῆς εὐτελείας τῆς τοσαύτης τῶν ῥημάτων τιθεὶς τὴν αἰτίαν, εἶπε τὸ, Ταῦτα δὲ λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ὑμεῖς δὲ οἱ λέγοντες μὴ ἔχειν αὐτὸν τὴν αὐτὴν ἐξουσίαν καὶ τὴν δύναμιν τῷ 158
γεγεννηκότι, τί ἂν εἴπητε ὅταν ἀκούσητε αὐτοῦ φθεγγομένου, δι' ὧν ἴσην δείκνυσι τὴν πρὸς τὸν Πατέρα καὶ δύναμιν καὶ ἐξουσίαν καὶ δόξαν; Τίνος δὲ ἕνεκεν καὶ τὴν αὐτὴν τιμὴν ἀπαιτεῖ, σφόδρα καταδεέστερος ὢν, ὤς φατε; Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, οὕτως εἰπὼν, ἀλλὰ καὶ ἐπάγει λέγων· Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. Ὁρᾷς πῶς συμπέπλεκται ἡ τιμὴ τοῦ Υἱοῦ τῇ τιμῇ τοῦ Πατρός; Καὶ τί τοῦτο, φησί; Τοῦτο γὰρ καὶ ἐπὶ τῶν ἀποστόλων ἔστιν ἰδεῖν· Ὁ γὰρ δεχόμενος, φησὶν, ὑμᾶς, ἐμὲ δέχεται. Ἀλλ' ἐκεῖ μὲν, ἐπειδὴ τὰ τῶν δούλων οἰκειοῦται τῶν ἑαυτοῦ, διὰ τοῦτο οὕτως εἶπεν· ἐνταῦθα δὲ, ἐπειδὴ μία ἐστὶν ἡ οὐσία καὶ ἡ δόξα. Ἄλλως δὲ καὶ ἐπὶ τῶν ἀποστόλων οὐκ εἴρηται, ἵνα τιμῶσι. Καλῶς δὲ εἶπεν, Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα. Καὶ γὰρ εἰ δύο βασιλέων ὄντων ὁ εἷς ὑβρίζοιτο, συνυβρίζεται καὶ ὁ ἕτερος, καὶ μάλιστα ὅταν ὁ ὑβριζόμενος υἱὸς ᾖ. Ὑβρίζεται μὲν γὰρ καὶ ὁπλίτου παροινηθέντος· ἀλλ' οὐχ ὁμοίως, ἀλλ' ὡς διὰ μεσίτου. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὡς δι' ἑαυτοῦ. Διὰ τοῦτο προλαβὼν εἶπεν, Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· ἵνα, ὅταν εἴπῃ, Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα, τὴν αὐτὴν ἐννοήσῃς τιμήν. Οὐ γὰρ ἁπλῶς, Ὁ μὴ τιμῶν, ἀλλ', Ὁ μὴ τιμῶν οὕτως ὡς εἶπον, φησὶν, οὐ τιμᾶ τὸν Πατέρα. Καὶ πῶς, φησὶ, τῆς αὐτῆς οὐσίας ὁ πέμπων καὶ ὁ πεμπόμενος; Πάλιν ἐπὶ τὰ ἀνθρώπινα καταφέρεις τὸν λόγον, καὶ οὐκ ἐννοεῖς ὅτι ταῦτα πάντα δι' οὐδὲν ἕτερον εἴρηται, ἀλλ' ἵνα καὶ τὸν αἴτιον εἰδῶμεν, καὶ εἰς τὴν Σαβελλίου μὴ περιπέ 59.222 σωμεν νόσον, καὶ τῶν Ἰουδαίων ἡ ἀσθένεια τοῦτον θεραπευθῇ τὸν τρόπον, ὥστε μὴ νομισθῆναι αὐτὸν ἀντίθεον εἶναι παρ' αὐτοῖς. Καὶ γὰρ ἔλεγον, Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· οὗτος ἀπὸ Θεοῦ οὐκ ἐλήλυθε. Πρὸς δὲ τὸ τὴν ὑποψίαν ταύτην ἀνελεῖν, οὐχ οὕτω τὰ ὑψηλὰ, ὡς τὰ ταπεινὰ συνεβάλλετο. Διὰ τοῦτο συνεχῶς ἄνω καὶ κάτω ἔλεγεν ἀπεστάλθαι, οὐχ ἵνα ἐλάττωσίν τινα αὐτοῦ νομίσῃς εἶναι τὸ ῥῆμα, ἀλλ' ἵνα ἐμφράξῃ τὰ ἐκείνων στόματα. Διὰ τοῦτο καὶ καταφεύγει συνεχῶς ἐπὶ τὸν Πατέρα, τιθεὶς μεταξὺ καὶ τὴν οἰκείαν αὐθεντίαν. Εἴτε γὰρ πάντα πρὸς τὴν ἀξίαν ἔλεγε τὴν ἑαυτοῦ, οὐκ ἂν ἐδέξαντο τὰ λεγόμενα ἐκεῖνοι, ὅπου γε καὶ ἀπὸ ὀλίγων τοιούτων ῥημάτων ἐδίωξάν τε αὐτὸν καὶ ἐλίθασαν πολλάκις· εἴτε πρὸς ἐκείνους ἀφορῶν πάντα ἐφθέγγετο ταπεινὰ, μετὰ ταῦτα πολλοὶ ἐβλάβησαν ἄν. Διόπερ ἀναμίγνυσι καὶ κιρνᾷ τὴν διδασκαλίαν, καὶ διὰ τούτων, ὅπερ ἔφην, τῶν ταπεινῶν ἐμφράττων τὰ ἐκείνων στόματα, καὶ διὰ τῶν πρὸς τὴν ἀξίαν λεχθέντων τὴν εὐτελῆ τῶν εἰρημένων ἀποκρουόμενος ἔννοιαν παρὰ τοῖς νοῦν ἔχουσι, καὶ δεικνὺς οὐδὲν αὐτῷ προσήκουσαν ὅλως. Τὸ γὰρ πεμφθῆναι, μεταβάσεώς ἐστιν· ὁ δὲ Θεὸς πανταχοῦ πάρεστι. Τίνος οὖν ἕνεκέν φησιν, ἀπεστάλθαι; Παχύτερα λέγει, τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν δηλῶν· οὕτω γοῦν καὶ τὰ ἑξῆς σχηματίζει ῥήματα, τοῦτο κατασκευάσαι θέλων. Ἀμὴν γὰρ, ἀμὴν λέγω ὑμῖν, φησὶν, ὅτι ὁ ἀκούων μου τοὺς λόγους, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον. Ὁρᾷς πῶς συνεχῶς τὸ αὐτὸ τίθησι, θεραπεύων ἐκείνην τὴν ὑποψίαν, καὶ ἐντεῦθεν καὶ διὰ τῶν ἑξῆς, καὶ φόβῳ καὶ εὐεργεσίας ἐπαγγελίᾳ τὴν πρὸς αὐτὸν φιλονεικίαν καταλύων, κἀνταῦθα πάλιν συγκαταβαίνων πολὺ τοῖς ῥήμασιν; Οὐδὲ γὰρ εἶπεν, Ὁ ἀκούων μου τοὺς λόγους, καὶ πιστεύων ἐμοί. Ἦ γὰρ ἂν τῦφον τὸ πρᾶγμα ἐνόμισαν εἶναι, καὶ κόμπον ῥημάτων περιττόν. Εἰ γὰρ μετὰ τοσοῦτον χρόνον καὶ μυρία θαύματα τοῦτο ὑπώπτευσαν, φθεγξαμένου αὐτοῦ οὕτω, πολλῷ μᾶλλον τότε. Διὸ καὶ ἔλεγον αὐτῷ τότε· Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ πῶς σὺ λέγεις, Ἐάν τις τὸν λόγον μου τηρήσῃ, εἰς τὸν αἰῶνα οὐ μὴ γεύσεται θανάτου; Ἵν' οὖν μὴ καὶ ἐνταῦθα ἐκθηριωθῶσιν, ὅρα τί φησιν· Ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον. Τοῦτο δὲ οὐ μικρῶς εὐπαράδεκτον ἐποίει τὸν λόγον, τὸ μαθεῖν λέγω, ὅτι τῷ Πατρὶ πιστεύουσιν οἱ αὐτοῦ ἀκούοντες. Τοῦτο γὰρ δεξάμενοι μετὰ προθυμίας, καὶ τὰ λοιπὰ ἔμελλον εὐκολώτερα δέχεσθαι. Ὥστε καὶ τῷ ταπεινόν τι εἰπεῖν τοῖς ὑψηλοῖς συνετέλει καὶ προωδοποίει. Εἰπὼν δὲ, Ἔχει ζωὴν 159
αἰώνιον, ἐπάγει· Καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· δύο τούτοις εὐπαράδεκτον ποιῶν τὸν λόγον, καὶ τῷ τὸν Πατέρα εἶναι πιστευόμενον, καὶ τῷ πολλῶν ἀπολαύειν ἀγαθῶν τὸν πειθόμενον. Τὸ δὲ, Εἰς κρίσιν οὐκ ἔρχεται, τοῦτό ἐστιν, οὐ κολάζεται. Θάνατον γὰρ οὐ τοῦτόν φησι τὸν ἐνταῦθα, ἀλλὰ τὸν αἰώνιον, ὥσπερ οὖν καὶ ζωὴν ἐκείνην τὴν ἀθάνατον. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται. Εἰπὼν τὰ ῥήματα, λέγει καὶ τὴν διὰ τῶν ἔργων ἀπό 59.223 δειξιν. Ἐπειδὴ γὰρ ἔλεγεν, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· ἵνα μὴ δόξῃ κόμπος εἶναι τὸ πρᾶγμα καὶ τῦφος, παρέχεται καὶ τὴν διὰ τῶν ἔργων ἀπόδειξιν λέγων· Ἔρχεται ὥρα. Εἶτα ἵνα μὴ μακρὸν ὑποπτεύσῃς χρόνον, ἐπάγει· Καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. Εἶδες αὐθεντίαν ἐνταῦθα καὶ ἐξουσίαν ἄφατον; Ὥσπερ γὰρ ἐν τῇ ἀναστάσει, οὕτω καὶ νῦν ἔσται, φησί. Καὶ γὰρ τότε φωνῆς ἀκούσαντες ἐπιταττούσης ἐγειρόμεθα· Ἐν κελεύσματι γὰρ, φησὶ, Θεοῦ οἱ νεκροὶ ἀναστήσονται. Καὶ πόθεν δῆλον, ἴσως ἐρεῖ τις, ὅτι οὐ κόμπος τὰ εἰρημένα; Ἐξ ὧν ἐπήγαγεν, ὅτι Καὶ νῦν ἐστιν. Εἰ μὲν γὰρ εἰς τὸν μέλλοντα μόνον ἐπήγγελτο χρόνον, ἔμελλεν ὁ λόγος ὕποπτος εἶναι παρ' αὐτοῖς. Νυνὶ δὲ παρέχει τὴν ἀπόδειξιν. Ἐμοῦ γὰρ, φησὶ, διατρίβοντος μεθ' ὑμῶν, τοῦτο γενήσεται. Οὐκ ἂν δὲ μὴ δυνάμενος ἐπηγγείλατο κατὰ τὸν καιρὸν ἐκεῖνον, ὥστε μὴ πλείονα γέλωτα ὀφλεῖν ἐκ τῆς ὑποσχέσεως. Εἶτα καὶ λογισμὸν ἐπάγει τῶν εἰρημένων ἀποδεικτικὸν, λέγων· Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. γʹ. Ὁρᾷς πῶς τὸ ἀπαράλλακτον, καὶ ἑνὶ μόνῳ τὴν διαφορὰν ἐμφαῖνον, τῷ τὸν μὲν Πατέρα εἶναι, τὸν δὲ Υἱόν; Ἡ γὰρ, Ἔδωκε, λέξις, ταύτην εἰσάγει τὴνδιαίρεσιν μόνην, τὰ δὲ ἄλλα πάντα ἴσα καὶ ἀπαράλλακτα δείκνυσιν. Ὅθεν δῆλον, ὅτι μετὰ τοσαύτης ἐξουσίας πάντα ποιεῖ καὶ δυνάμεως, μεθ' ὅσης ὁ Πατὴρ, καὶ οὐχ ἑτέρωθεν δυναμούμενος. Οὕτω γὰρ ἔχει ζωὴν, ὥσπερ ὁ Πατήρ. Διὰ δὴ τοῦτο καὶ τὸ ἐφεξῆς εὐθέως ἐπήγαγε πάλιν, ἵνα ἀπὸ τούτου κἀκεῖνο νοήσωμεν. Ποῖον δὴ τοῦτο; Τὸ, Ἔδωκεν αὐτῷ ἐξουσίαν καὶ κρίσιν ποιεῖν. Καὶ τίνος ἕνεκεν ἀνάστασιν καὶ κρίσιν ἄνω καὶ κάτω στρέφει; Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· καὶ πάλιν, Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· καὶ πάλιν, Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· καὶ πάλιν, Οἱ ἀκούσαντες τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ ζήσονται· καὶ ἐνταῦθα δὴ πάλιν, Ἔδωκεν αὐτῷ ἐξουσίαν καὶ κρίσιν ποιεῖν. Τίνος οὖν ἕνεκεν ταῦτα στρέφει συνεχῶς, κρίσιν λέγω καὶ ζωὴν καὶ ἀνάστασιν; Ὅτι ταῦτα μάλιστα πάντων ἐστὶ τὰ καὶ ἐπαγαγέσθαι δυνάμενα καὶ τὸν ἀνένδοτον ἀκροατήν. Ὁ γὰρ πεισθεὶς ὅτι καὶ ἀναστήσεται, καὶ τούτῳ δώσει τὰς εὐθύνας τῶν πεπλημμελημένων· εἰ καὶ μηδὲν ἕτερον εἶδε σημεῖον, τοῦτο καταδεξάμενος προσδραμεῖται πάντως, ἥμερον κατασκευάζων ἑαυτῷ τὸν δικαστήν. Ὅτι Υἱὸς ἀνθρώπου ἐστὶ, μὴ θαυμάζετε τοῦτο. Παῦλος μὲν ὁ Σαμοσατεὺς οὐχ οὕτω φησὶν, ἀλλὰ πῶς; Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Ἀλλ' οὐδεμίαν ἀκολουθίαν ἔχει τοῦτο οὕτω λεγόμενον. Οὐ γὰρ διὰ τοῦτο ἔλαβε κρίσιν ὅτι ἄνθρωπός ἐστιν, (ἐπεὶ τί ἐκώλυε πάντας ἀνθρώπους εἶναι κριτάς;) ἀλλ' ἐπειδὴ τῆς ἀῤῥήτου οὐσίας ἐκείνης ἐστὶν Υἱὸς, διὰ τοῦτό ἐστι κριτής. Οὕτω τοίνυν ἀναγνωστέον, Ὅτι Υἱὸς ἀνθρώπου ἐστὶ, μὴ θαυμάζετε τοῦτο. Ἐπειδὴ ἐδόκει τοῖς ἀκούουσι προσίστασθαι τὸ λεγόμενον, καὶ πλέον οὐδὲν ἐνόμιζον εἶναι 59.224 ἢ ψιλὸν ἄνθρωπον, τὰ δὲ λεγόμενα μείζονα ἢ κατὰ ἄνθρωπον ἦν, μᾶλλον δὲ μείζονα ἢ κατὰ ἄγγελον, καὶ Θεοῦ μόνου· ταύτην λύων τὴν ἀντίθεσιν, ἐπήγαγε· Μὴ θαυμάζετε, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς 160
ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν· Μὴ θαυμάζετε, ὅτι Υἱὸς ἀνθρώπου ἐστί; καὶ γὰρ καὶ Υἱὸς Θεοῦ ἐστιν· ἀλλὰ τῆς ἀναστάσεως ἐμνημόνευσεν; Ἔθηκε μὲν αὐτὸ ἀνωτέρω, λέγων, Ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ Θεοῦ. Εἰ δὲ ἐνταῦθα ἀπεσιώπησε, μὴ θαυμάσῃς. Τὸ γὰρ ἔργον εἰπὼν, ὃ Θεοῦ ἴδιον ἦν, δίδωσι τοῖς ἀκροωμένοις ἐξ αὐτοῦ συλλογίσασθαι λοιπὸν, ὅτι καὶ Θεὸς ἦν, καὶ Θεοῦ Παῖς. Παρ' αὐτοῦ μὲν γὰρ λεγόμενον συνεχῶς προσέστη ἂν τότε ἐκείνοις· ἀπὸ δὲ τοῦ συλλογισμοῦ τῶν θαυμάτων δεικνύμενον ἀνεπαχθεστέραν τὴν διδασκαλίαν ἐποίει. Καὶ γὰρ οἱ τοὺς συλλογισμοὺς πλέκοντες, ὅταν τὰ μέρη θέντες, γενναίως ἀποδείξωσι τὸ ζητούμενον, οὐκ ἐπάγουσιν αὐτοὶ τὸ συμπέρασμα πολλάκις, ἀλλ' εὐγνωμονέστερον κατασκευάζοντες τὸν ἀκροατὴν, καὶ τὴν νίκην λαμπροτέραν ποιοῦντες, αὐτὸν ἐκεῖνον παρασκευάζουσι τὸν ἀντιλέγοντα τὴν ἀπόφασιν ἐξενεγκεῖν, ὥστε μᾶλλον αὐτοῖς ψηφίσασθαι τοὺς παρόντας τῶν ἀντιδίκων τὴν ὑπὲρ αὐτῶν φερόντων ψῆφον. Τῆς μὲν οὖν κατὰ τὸν Λάζαρον μνημονεύσας ἀναστάσεως, τὴν κρίσιν ἐσίγησεν· οὐ γὰρ διὰ τοῦτο ἀνέστη Λάζαρος· τὴν δὲ καθόλου εἰπὼν, καὶ τοῦτο προσέθηκεν, ὅτι Οἱ τὰ ἀγαθὰ ποιήσαντες ἐκπορεύσονται εἰς ἀνάστασιν ζωῆς· Οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Οὕτω καὶ Ἰωάννης ἐπήγετο τὸν ἀκροατὴν, κρίσεως μνησθεὶς, καὶ ὅτι Ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. Οὕτω καὶ αὐτὸς τὸν Νικόδημον· Ὁ γὰρ πιστεύων εἰς τὸν Υἱὸν, ἔλεγε πρὸς αὐτὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων. ἤδη κέκριται. Οὕτω καὶ ἐνταῦθα καὶ δικαστηρίου καὶ κολάσεως μέμνηται τῆς ἐπὶ ταῖς πονηραῖς πράξεσιν. Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, ὅτι Ὁ ἀκούων μου τὸν λόγον, καὶ πιστεύων τῷ πέμψαντί με, οὐ κρίνεται· ἵνα μὴ νομίσῃ τις ὅτι τοῦτο ἀρκεῖ πρὸς σωτηρίαν μόνον, καὶ τὰ ἐκ τοῦ βίου προσέθηκεν, εἰπὼν, ὅτι Οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Ἐπεὶ οὖν ἔφησεν αὐτῷ τὴν οἰκουμένην ἅπασαν δώσειν λόγον, καὶ πάντας ἀπὸ τῆς φωνῆς ἀναστήσεσθαι τῆς αὐτοῦ, πρᾶγμα καινὸν καὶ παράδοξον, καὶ ἔτι καὶ νῦν ἀπιστούμενον παρὰ πολλοῖς, καὶ τῶν δοκούντων πεπιστευκέναι, μήτι γε τότε παρὰ Ἰουδαίοις ἄκουσον πῶς αὐτὸ κατασκευάζει, πάλιν τῇ ἀσθενείᾳ συγκαταβαίνων τῶν ἀκροωμένων· Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω, κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Καίτοι οὐ μικρὰν τέως ἀναστάσεως ἦν δεδωκὼς ἀπόδειξιν, τὸν παράλυτον σφίγξας. Διόπερ οὐδὲ πρότερον περὶ ἀναστάσεως διελέχθη, ἕως ἐκεῖνο ἐποίησεν, ὃ τῆς ἀναστάσεως οὐ σφόδρα ἀποδέον ἦν. Καὶ τὴν κρίσιν δὲ ᾐνίξατο τότε, μετὰ τὴν τοῦ σώματος σφίγξιν εἰπὼν, Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται· ἀλλ' ὅμως καὶ τὴν Λαζάρου προαναφωνεῖ, καὶ τὴν τῆς οἰκουμένης. Καὶ ἐπειδὴ δύο ταύτας ἀναστάσεις προεῖπε, τήν τε τοῦ Λαζάρου τὴν 59.225 αὐτίκα μάλα ἐκβησομένην, καὶ τὴν τῆς οἰκουμένης τὴν μακροῖς ὕστερον ἐσομένην χρόνοις, ταύτην μὲν ἀπὸ τοῦ παραλύτου πιστοῦται καὶ τῆς ἐγγύτητος τοῦ καιροῦ, λέγων, Ἔρχεται ὥρα, καὶ νῦν ἐστιν· ἐκείνην δὲ, ἀπὸ τῆς κατὰ τὸν Λάζαρον ἀναστάσεως, διὰ τῶν ἤδη γενομένων τὰ μηδέπω γενόμενα ὑπ' ὄψιν ἄγων. Καὶ τοῦτο πανταχοῦ ποιοῦντα αὐτὸν ἔστιν ἰδεῖν, δύο τιθέντα προῤῥήσεις ἢ καὶ τρεῖς, καὶ τὰ ἐσόμενα ἀπὸ τῶν γενομένων ἀεὶ πιστούμενον. δʹ. Ἀλλ' ὅμως τοσαῦτα καὶ εἰπὼν καὶ ποιήσας, ἐπειδὴ τέως ἀσθενέστεροι ἦσαν, οὐκ ἀρκεῖται τούτοις, ἀλλὰ καὶ δι' ὧν ἐπάγει ῥημάτων αὐτῶν καταστέλλει τὴν φιλονεικίαν, λέγων· Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω, κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ἐπειδὴ γὰρ ξένα τινὰ καὶ παρηλλαγμένα παρὰ τοὺς προφήτας ἐδόκει λέγειν (ἐκεῖνοι μὲν γὰρ ἔλεγον, ὅτι ὁ Θεός ἐστιν ὁ κρίνων τὴν γῆν ἅπασαν, τουτέστι, τὸ ἀνθρώπινον γένος· καὶ τοῦτο ὁ Δαυῒδ πανταχοῦ ἀνακηρύττων ἔλεγε, Κρινεῖ λαοὺς ἐν εὐθύτητι· καὶ, Ὁ Θεὸς κριτὴς 161
δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος· καὶ οἱ προφῆται δὲ πάντες καὶ ὁ Μωϋσῆς· ὁ δὲ Χριστὸς ἔλεγεν, Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· ἱκανὸν δὲ τοῦτο ἦν θορυβῆσαι τὸν ἀκούοντα τότε Ἰουδαῖον, καὶ παρασκευάσαι πάλιν ἀντίθεον αὐτὸν ὑποπτεύειν), σφόδρα ἐνταῦθα συγκαταβαίνει τῷ λόγῳ, καὶ τοσοῦτον, ὅσον ἀπῄτει αὐτῶν ἡ ἀσθένεια, ὥστε τὴν ὀλεθρίαν ταύτην ὑποψίαν πρόῤῥιζον ἀνελεῖν, καί φησιν· Ἐγὼ οὐ δύναμαι ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν· τουτέστιν, οὐδὲν ξένον, οὐδὲ παρηλλαγμένον, οὐδὲ ὃ μὴ βούλεται ὁ Πατὴρ, παρ' ἐμοῦ γινόμενον ὄψεσθε, ἢ λεγόμενον ἀκούσεσθε. Καὶ πρότερον εἰπὼν, ὅτι Υἱὸς ἀνθρώπου ἐστὶν, καὶ δείξας ὅτι ἄνθρωπον αὐτὸν τέως ὑπώπτευον, οὕτω καὶ ἐνταῦθα προστίθησιν. Ὥσπερ οὖν ἀνωτέρω εἰπὼν, Ὃ ἀκηκόαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν· καὶ ὁ Ἰωάννης, Ὃ ἑώρακε, μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει· περὶ ἀκριβοῦς δὲ ἀμφότερα εἴρηται γνώσεως, οὐχ ἁπλῶς περὶ ἀκοῆς καὶ ὄψεως· οὕτω καὶ ἐνταῦθα ἀκοὴν εἰπὼν, οὐδὲν ἄλλο ἐμφαίνει, ἢ ὅτι ἀδύνατον ἄλλο τι θελῆσαι αὐτὸν, ἢ ὅπερ ὁ Πατήρ. Ἀλλ' οὐκ εἶπεν οὕτω σαφῶς (οὐ γὰρ ἂν ἐδέξαντο ἐξ εὐθείας τέως οὕτως ἀκούοντες)· ἀλλὰ πῶς; Συγκαταβατικῶς καὶ ἀνθρωπίνως σφόδρα· Καθὼς ἀκούω, κρίνω. Πάλιν οὐ διδασκαλίαν λέγων ἐνταῦθα (οὐ γὰρ εἶπε, Καθὼς διδάσκομαι, ἀλλὰ, Καθὼς ἀκούω), ἀλλ' οὐδὲ ὡς δεόμενος ἀκροάσεως ταῦτά φησιν (οὐ γὰρ μόνον τοῦ διδάσκεσθαι ἀνενδεὴς ἦν, ἀλλὰ καὶ τοῦ δεῖσθαι ἀκούειν), τὴν δὲ ὁμόνοιαν δηλῶν καὶ τὸ ἀπαράλλακτον τῆς ψήφου. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὕτω κρίνω, ὡς ἂν εἰ αὐτὸς ὁ Πατὴρ ἦν ὁ κρίνων. Εἶτα ἐπάγει, Καὶ οἶδα ὅτι ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τί λέγεις; ἔχεις γὰρ θέλημα ἕτερον παρὰ τὸν Πατέρα; Καὶ μὴν ἀλλαχοῦ εἶπας, Καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν· καὶ πάλιν, ἐπὶ θελήματος λέγων καὶ ὁμονοίας· Δὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι· τουτέστιν, ἐν τῇ περὶ ἡμῶν πίστει. Ὁρᾷς ὅτι τὰ μάλιστα δοκοῦντα εἶναι ταπεινὰ, ταῦτά ἐστιν ἅπερ ἔχει ἐγκεκρυμμένον τὸ ὑψηλὸν νόημα; Ὃ γὰρ αἰνίττεται, τοιοῦτόν ἐστιν· ὅτι οὐκ ἄλλο μὲν τοῦ Πατρὸς τὸ θέλημα, ἄλλο δὲ τὸ αὐ 59.226 τοῦ· ἀλλ' ὥσπερ μιᾶς διανοίας ἓν θέλημα, οὕτως ἐμοῦ καὶ τοῦ Πατρός. Καὶ μὴ θαυμάσῃς, εἰ τοσαύτην εἶπε συνάφειαν. Καὶ γὰρ ἐπὶ τοῦ Πνεύματος τούτῳ κέχρηται τῷ ὑποδείγματι ὁ Παῦλος, λέγων· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου, τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Οὐδὲν οὖν ἄλλο ἢ τοῦτό φησιν, ὅτι Οὐκ ἔστι μοι θέλημα ἕτερον καὶ ἴδιον παρὰ τοῦ Πατρὸς, ἀλλ' εἴ τι ἐκεῖνος βούλεται τοῦτο καὶ ἐγώ· καὶ εἴ τι ἐγὼ, τοῦτο καὶ ἐκεῖνος. Ὥσπερ οὖν τῷ Πατρὶ οὐδεὶς ἂν ἐγκαλέσειε κρίνοντι, οὕτως οὐδὲ ἐμοί· ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης ἑκατέρα ἡ ψῆφος φέρεται. Εἰ δὲ ἀνθρωπινώτερον ταῦτα διαλέγεται, μὴ θαυμάσῃς. Ἄνθρωπον γὰρ αὐτὸν ἔτι ἐνόμιζον εἶναι ψιλόν. Διὸ χρὴ μάλιστα ἐν τοῖς τοιούτοις μὴ τὰ λεγόμενα ἐξετάζειν μόνον, ἀλλὰ καὶ τὴν ὑπόνοιαν τῶν ἀκροωμένων προστιθέναι, καὶ οὕτω τῶν λεγομένων ἀκούειν, ὡς πρὸς ἐκείνην εἰρημένων ὑπόνοιαν· ἐπεὶ πολλὰ ἕψεται τὰ ἄτοπα. Σκόπει γάρ· Εἶπεν, Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν. Οὐκοῦν ἕτερόν ἐστι τὸ αὐτοῦ θέλημα, καὶ σφόδρα ἀποδέον· καὶ οὐδὲ ἁπλῶς ἀποδέον, ἀλλ' οὐδὲ ὠφέλιμον οὕτως. Ἐπεὶ εἰ σωτηριῶδες ἦν καὶ συμβαῖνον τῷ τοῦ Πατρὸς, τίνος ἕνεκεν αὐτὸ οὐ ζητεῖς; Ἄνθρωποι μὲν γὰρ εἰκότως ἂν τοῦτο λέγοιεν, ὡς πολλὰ θελήματα ἔχοντες παρὰ τὰ τῷ Θεῷ δοκοῦντα· σὺ δὲ τίνος ἕνεκεν τοῦτο φῂς, κατὰ πάντα ἐοικὼς τῷ Πατρί; Τοῦτο γὰρ οὐδὲ ἀνδρὸς ἠκριβωμένου καὶ ἐσταυρωμένου εἴποι τις ἂν εἶναι τὸ ῥῆμα. Εἰ γὰρ ὁ Παῦλος οὕτως ἑαυτὸν ἐκέρασε τῷ θελήματι τοῦ Θεοῦ, ὡς εἰπεῖν, Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς, πῶς ὁ πάντων Δεσπότης εἶπεν ἂν, ὅτι Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με, ὡς ἑτέρου ὄντος ἐκείνου; Τί οὖν ἐστιν ὅ φησιν; Ὡς ἐπ' ἀνθρώπου προσάγει τὸν λόγον, καὶ πρὸς τὴν ὑπόνοιαν τῶν ἀκροωμένων φθέγγεται. Ἐπειδὴ 162
γὰρ ἀπὸ τῶν ἔμπροσθεν ἀπέδειξε τὰ λεγόμενα, τὰ μὲν θεοπρεπῶς, τὰ δὲ ἀνθρωπίνως διαλεχθεὶς, πάλιν ὡς ἄνθρωπος κατασκευάζει τὰ αὐτὰ, καὶ λέγει, ὅτι Ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστί. Καὶ πόθεν δῆλον; Ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ὥσπερ γὰρ ἐπ' ἀνθρώπων ὁ φιλαυτίας ἀπηλλαγμένος, οὐκ ἂν ἔχοι δικαίως ἐγκαλεῖσθαι ὡς παρὰ τὸ δέον δικάσας· οὕτως οὐδὲ ἐμοὶ νῦν δυνήσεσθε ἐπιτιμᾷν. Ὁ μὲν γὰρ θέλων τὰ ἑαυτοῦ στῆσαι, ἴσως ὑποπτευθείη ἂν παρὰ πολλῶν ταύτῃ παραφθείρειν τὸ δίκαιον· ὁ δὲ μὴ τὰ ἑαυτοῦ σκοπῶν, τίνα ἂν ἔχοι πρόφασιν τοῦ μὴ τὰ δίκαια ψηφίσασθαι; Τοῦτον τοίνυν τὸν λογισμὸν καὶ ἐπ' ἐμοῦ ἐξετάζετε. Εἰ μὲν γὰρ ἔλεγον μὴ ἀπεστάλθαι παρὰ τοῦ Πατρὸς, μηδὲ εἰς ἐκεῖνον τὴν δόξαν τῶν γινομένων ἀνέφερον, ἴσως ἄν τις ὑμῶν ὑπενόησεν, ὅτι βουλόμενος ἐμαυτὸν ποιῆσαι λαμπρὸν, οὐ λέγω τὰ ὄντα· εἰ δὲ ἑτέρῳ λογίζομαι καὶ ἀνατίθημι τὰ γινόμενα, τίνος ἕνεκεν, ἢ πόθεν ἂν ἔχοιτε ὑποπτεύειν τὰ λεγόμενα; Ὁρᾷς οἷ τὸν λόγον κατεβίβασε, καὶ πόθεν τὴν κρίσιν τὴν ἑαυτοῦ δικαίαν εἶναι ἔφησεν, ὅθεν ἂν καὶ τῶν πολλῶν εἷς ἀπολογούμενος εἶπεν; ὁρᾷς, ὃ πολλάκις εἶπον, πῶς διαλάμπει σαφῶς; Τί δέ ἐστιν ὃ εἶπον; Ὅτι ἡ ὑπερβολὴ τῆς ταπεινότητος τῶν λέξεων, αὕτη μάλιστα πείθει τοὺς νοῦν ἔχοντας, μὴ ἐκ προχείρου δεχομένους τὰ λεγόμενα καταπίπτειν, ἀλλὰ παρασκευάζειν μᾶλλον ἐπὶ τὸ ὕψος τῶν νοημάτων ἐλθεῖν· αὕτη καὶ τοὺς χαμαὶ συρομένους τότε μετὰ πολλῆς κατὰ μικρὸν ἀνίστησι τῆς εὐκολίας. 59.227 Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, παρακαλῶ, μὴ παρατρέχωμεν ἁπλῶς τὰ εἰρημένα, ἀλλὰ μετὰ ἀκριβείας ἐξετάζωμεν ἅπαντα, καὶ τὴν αἰτίαν τῶν λεγομένων πανταχοῦ σκοπῶμεν· μηδὲ νομίζωμεν ἀρκεῖν ἡμῖν εἰς ἀπολογίαν τὴν ἄγνοιαν καὶ τὴν ἁπλότητα. Οὐ γὰρ ἀκεραίους ἐκέλευσε μόνον εἶναι, ἀλλὰ καὶ φρονίμους. Ἀσκῶμεν τοίνυν μετὰ τῆς ἁπλότητος καὶ τὴν φρόνησιν, καὶ ἐπὶ τῶν δογμάτων καὶ ἐπὶ τῶν τοῦ βίου κατορθωμάτων· καὶ δικάζωμεν ἑαυτοῖς ἐνταῦθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν τότε, καὶ τοιοῦτοι γινώμεθα περὶ τοὺς δούλους, οἷον βουλόμεθα περὶ ἡμᾶς γενέσθαι τὸν Δεσπότην ἡμῶν. Ἄφες γὰρ ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ οἶδα μὲν, ὅτι οὐ φέρει πράως πληττομένη ἡ ψυχή· ἀλλ' ἐὰν ἐννοήσωμεν ὅτι οὐχὶ τῷ λελυπηκότι, ἀλλ' ἑαυτοῖς χαριζόμεθα, ταχέως ἀφήσομεν τὸν ἰὸν τῆς ὀργῆς. Καὶ γὰρ ὁ τὰ ἑκατὸν δηνάρια μὴ συγχωρήσας τῷ πεπλημμεληκότι, οὐ τὸν ὁμόδουλον ἠδίκησεν, ἀλλ' ἑαυτὸν τοῖς μυρίοις ταλάντοις ὑπεύθυνον ἐποίησεν, ὧν πρότερον τὴν ἄφεσιν ἔλαβεν. Ὅταν οὖν ἑτέροις μὴ ἀφῶμεν, ἑαυτοῖς οὐκ ἀφίεμεν. Μὴ τοίνυν τῷ Θεῷ λέγωμεν μόνον, Μὴ μνησθῇς τῶν ἁμαρτημάτων ἡμῶν· ἀλλὰ καὶ πρὸς ἑαυτοὺς ἕκαστοι λέγοντες, μὴ μνησθῶμεν τῶν ἁμαρτημάτων τῶν συνδούλων τῶν εἰς ἡμᾶς γεγενημένων. Καὶ γὰρ σὺ πρότερον δικάζεις τοῖς σοῖς, καὶ τότε ἕπεται ὁ Θεός· σὺ τὸν νόμον γράφεις τὸν περὶ ἀφέσεως καὶ τιμωρίας, καὶ τὴν περὶ τῶν τοιούτων ἐκφέρεις ψῆφον. Οὐκοῦν καὶ τοῦ μνησθῆναι καὶ τοῦ μὴ μνησθῆναι τὸν Θεὸν σὺ κύριος εἶ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἀφεῖναι κελεύει, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καὶ οὐχ ἁπλῶς ἀφεῖναι, ἀλλ' ὥστε μηδὲ λείψανα μένειν. Ἐπεὶ καὶ ὁ Χριστὸς οὐ μόνον οὐκ ἤνεγκεν εἰς μέσον ἡμῶν τὰ ἁμαρτήματα, ἀλλ' οὐδὲ ἡμᾶς αὐτοὺς πεπλημμεληκότας ἀνέμνησεν, οὐδὲ εἶπε, Τὰ καὶ τὰ ἥμαρτες· ἀλλὰ καὶ ἀφῆκε καὶ ἐξήλειψε τὸ χειρόγραφον, μηδὲ λογισάμενος τὰ παραπτώματα, καθὼς καὶ τοῦτο Παῦλος ἐδήλωσε. Τοῦτο δὴ ποιῶμεν καὶ ἡμεῖς, καὶ ἀπὸ τῆς διανοίας ἐξαλείφωμεν ἅπαντα. Κἂν μὲν ἀγαθόν τι γεγενημένον ᾖ παρὰ τοῦ λελυπηκότος, τοῦτο λογισώμεθα μόνον· ἂν δὲ λυπηρὸν καὶ ἐπαχθὲς, ἐκβάλωμεν οὕτω καὶ ἐξαλείψωμεν, ὥστε μηδὲ ἴχνος ἐναπομένειν. Εἰ δὲ μηδὲν ἀγαθὸν ἡμῖν γέγονε παρὰ τούτου, πάλιν ὁ μισθὸς μείζων συγχωροῦσιν ἡμῖν, καὶ πλείων ἡ εὐδοκίμησις. Ἄλλοι δι' ἀγρυπνίας καὶ χαμευνίας καὶ μυρίας ταλαιπωρίας ἐξαλείφουσι τὰ ἁμαρτήματα· σοὶ διὰ τῆς εὐκολωτέρας ὁδοῦ, τοῦ μὴ μνησικακεῖν λέγω, πάντα ἔξεστιν ἀφανίσαι τὰ πλημμεληθέντα. Τί τοίνυν κατὰ σαυτοῦ τὸ ξίφος 163
ὠθεῖς, ὡς οἱ μαινόμενοι καὶ παραπαίοντες, καὶ τῆς μελλούσης σεαυτὸν ἐκβάλλεις ζωῆς, δέον πάντα πράττειν, ὥστε αὐτῆς ἐπιτυχεῖν; Εἰ γὰρ ἡ παροῦσα οὕτω ποθεινὴ, τί ἂν εἴποι τις περὶ ἐκείνης, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός; Ἐκεῖ δεῖσαι θάνατον οὐκ ἔστιν, οὐδὲ πέρας ἐκείνων ὑποπτεῦσαι τῶν ἀγαθῶν. Μακάριοι καὶ τρισμακάριοι καὶ πολλάκις τοῦτο, οἱ τῆς μακαρίας ἐκείνης ἀπολαύοντες λήξεως· ὥσπερ οὖν ἄθλιοι καὶ τρισάθλιοι καὶ μυριάκις τοῦτο, οἱ τῆς μακαριότητος ἐκείνης ἑαυτοὺς ἐκβάλλοντες. Καὶ τί ποτέ ἐστι, φησὶ, τὸ ποιοῦν ἡμᾶς ἀπολαῦσαι τῆς ζωῆς ἐκείνης; Ἄκουσον αὐτοῦ τοῦ δικάζοντος, νεανίσκῳ τινὶ διαλεγομένου περὶ τούτων. Ἐπειδὴ γὰρ ἠρώτησεν ἐκεῖνος, Τί ποιήσας ζωὴν 59.228 αἰώνιον κληρονομήσω; εἰπὼν ὁ Χριστὸς αὐτῷ τὰς ἄλλας ἐντολὰς, κατέληξεν εἰς τὴν τοῦ πλησίον ἀγάπην. Καὶ τάχα ἐρεῖ τις τῶν ἀκουόντων, κατὰ τὸν πλούσιον ἐκεῖνον, ὅτι Καὶ ἡμεῖς ταῦτα ἐφυλαξάμεθα· οὐδὲ γὰρ ἐκλέψαμεν, οὐκ ἐφονεύσαμεν, οὐκ ἐμοιχεύσαμεν. Ἀλλ' οὐ δήπου καὶ τοῦτο εἰπεῖν δυνήσῃ, ὅτι ἠγάπησας τὸν πλησίον, ὡς ἀγαπῆσαι ἔδει. Ἢ γὰρ ἐβάσκηνέ τις, ἢ ἐκακηγόρησεν, ἢ οὐκ ἤμυνεν ἀδικουμένῳ, ἢ οὐ μετέδωκε τῶν ὄντων, οὐδ' ἠγάπησε. Νῦν δὲ οὐ τοῦτο μόνον ἐπέταξεν ὁ Χριστὸς, ἀλλὰ καὶ ἕτερον. Ποῖον δὴ τοῦτο; Πώλησόν σου τὰ ὑπάρχοντα, φησὶ, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· τὴν διὰ τῶν ἔργων μίμησιν λέγων ἀκολούθησιν. Τί τοίνυν ἐντεῦθεν μανθάνομεν; Πρῶτον μὲν, ὅτι τὸν μὴ πάντα ἔχοντα ταῦτα οὐκ ἔνι τῶν πρωτείων ἐπιτυχεῖν τῶν ἐν τῇ λήξει ἐκείνῃ. Μετὰ γὰρ τὸ εἰπεῖν αὐτὸν, ὅτι Πάντα ἐποίησα, ὡς καταλελειμμένου μεγάλου τινὸς εἰς τελείαν εὐδοκίμησιν, λέγει· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Πρῶτον μὲν οὖν τοῦτο ἔστι μαθεῖν· δεύτερον δὲ, ὅτι καὶ αὐτὸν ἐκεῖνον διήλεγξεν εἰκῆ κομπάζοντα. Ὁ γὰρ ἐν περιουσίᾳ τοσαύτῃ ζῶν, καὶ τοὺς ἄλλους περιορῶν ἐν πενίᾳ, πῶς ἂν τὸν πλησίον ἠγάπησεν; Οὐ τοίνυν οὐδὲ ἐκεῖνο ἀληθῶς εἶπεν. Ἀλλ' ἡμεῖς κἀκεῖνο καὶ ταῦτα ποιῶμεν, καὶ σπουδάζωμεν τὰ ὄντα κενῶσαι, καὶ τὸν οὐρανὸν πρίασθαι. Εἰ γὰρ ὑπὲρ ἀξιώματός τις βιωτικοῦ ὅλην πολλάκις τὴν οὐσίαν ἐπέδωκεν, ἀξιώματος τοῦ μέλλοντος ἐνταῦθα μένειν. οὐδὲ πολὺν παραμένοντος χρόνον (πολλοὶ γὰρ καὶ πρὸ πολλοῦ τῆς τελευτῆς ταύτην ἀπεδύσαντο τὴν ἀρχὴν, ἕτεροι δὲ διὰ ταύτην ἐζημιώθησαν καὶ τὴν ζωὴν αὐτὴν πολλάκις· ἀλλ' ὅμως καὶ ταῦτα εἰδότες, πάντα κενοῦσιν ὑπὲρ αὐτῆς)· εἰ τοίνυν ὑπὲρ ταύτης τοσαῦτα ποιοῦσιν, ὑπὲρ τῆς μενούσης ἐκείνης, καὶ ἀναφαιρέτου, τί γένοιτ' ἂν ἡμῶν ἀθλιώτερον, μηδὲ ὀλίγα προϊεμένων, μηδὲ ταῦτα παρεχόντων ἃ καὶ μικρὸν ὕστερον ὄντες ἐνταῦθα ἀφήσομεν; Ποίας οὖν ταῦτα οὐκ ἂν εἴη μανίας, ἅπερ ἄκοντες ἀφαιρούμεθα, ταῦτα παρὸν ἑκόντας δοῦναι καὶ μεθ' ἑαυτῶν λαβεῖν μὴ βουληθῆναι; Ἀλλ' εἰ μὲν ἐπὶ θάνατόν τις ἤγετο, εἶτα προὔκειτο πάντα τὰ ὄντα προέμενον ἀπαλλαγῆναι, καὶ χάριν ἂν τὸ πρᾶγμα ἐνομίσαμεν· νῦν δὲ παρὸν τὴν ἐπὶ γέενναν ἀγομένους ὁδὸν, τὰ ἡμίση δόντας ἐλευθερωθῆναι, αἱρούμεθα καὶ κολάζεσθαι καὶ κατέχειν εἰκῆ τὰ μὴ ἡμέτερα, ὥστε τὰ ἡμέτερα προέσθαι. Τίνα οὖν ἕξομεν ἀπολογίαν; ποίαν συγγνώμην, οὕτως εὐκόλου τετμημένης ἡμῖν ὁδοῦ πρὸς ζωὴν, κατὰ κρημνῶν φερόμενοι, καὶ τὴν ἄκαρπον βαδίζοντες ὁδὸν, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ πάντων ἑαυτοὺς ἀποστεροῦντες, παρὸν ἀμφότερα καρπώσασθαι μετὰ ἀδείας; Ἀλλ' εἰ καὶ μὴ πρότερον, κἂν νῦν γοῦν ἀνενέγκωμεν, καὶ ἡμῶν αὐτῶν γενόμενοι τὰ παρόντα διαθῶμεν εἰς δέον, ἵνα καὶ τὰ μέλλοντα μετ' εὐκολίας λάβωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.227 ΟΜΙΛΙΑ Μʹ. Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ἄλλος ἐστὶν ὁ μαρτυ 59.228 ρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. αʹ. Εἴ τις χώραν μεταλλικὴν ἀνορύττειν ἐπιχειροίη, 59.229 τῆς τέχνης ταύτης ἄπειρος ὢν, χρυσίον μὲν οὐκ ἐργάσεται, πάντα δὲ ἁπλῶς καὶ ὁμοῦ συγχέων, πόνον 164
ἀνόνητον ὑπομενεῖ καὶ ἐπιβλαβῆ. Οὕτω καὶ τῶν θείων Γραφῶν οἱ τὴν ἀκολουθίαν οὐκ εἰδότες, οὐδὲ τὰ ἰδιώματα καὶ τοὺς νόμους αὐτῆς ἐξετάζοντες, ἀλλὰ ἁπλῶς καὶ ἑνὶ τρόπῳ πάντα ἐπιόντες, χρυσίον μετὰ γῆς φύροντες, οὐδέποτε τὸν ἐναποκείμενον αὐτῇ θησαυρὸν εὑρήσουσι. Ταῦτα δὲ εἶπον νῦν, ἐπειδὴ τὸ προκείμενον ἡμῖν χωρίον ἔχει μὲν πολὺν τὸν χρυσὸν, οὐ μὴν κατάδηλον, ἀλλὰ πολλῇ κατακεχωσμένον ἄνωθεν ἀσαφείᾳ. Διὸ χρὴ διασκάπτοντας καὶ διακαθαίροντας ἐπὶ τὰ γνήσια τῶν νοημάτων ἐλθεῖν. Τίς γὰρ οὐκ ἂν εὐθέως θορυβηθείη ἀκούων τοῦ Χριστοῦ λέγοντος· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής; Καὶ γὰρ πολλαχοῦ φαίνεται μαρτυρήσας ἑαυτῷ· τῇ γοῦν Σαμαρείτιδι διαλεγόμενος ἔλεγεν, Ἐγώ εἰμι ὁ λαλῶν σοι· καὶ τῷ τυφλῷ ὁμοίως, Ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστι· καὶ τοῖς Ἰουδαίοις ἐπιτιμῶν, Ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι. Καὶ ἑτέρωθι δὲ πολλαχοῦ τοῦτο ποιεῖ. Ἂν οὖν ἅπαντα ταῦτα ψευδῆ ᾖ, τίς ἡμῖν ἔσται σωτηρίας ἐλπίς; Πόθεν δὲ τὴν ἀλήθειαν εὑρήσομεν, ὅταν αὐτὴ ἡ ἀλήθεια λέγῃ, ὅτι Οὐκ ἔστιν ἡ μαρτυρία μου ἀληθής; Οὐ τοῦτο δὲ δοκεῖ τὸ ἐναντίωμα εἶναι μόνον, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Προϊὼν γάρ φησι· Καὶ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι. Ποῖον οὖν, εἰπέ μοι, δέξομαι; ποῖον δὲ εἶναι νομίσω ψεῦδος; Εἰ γὰρ οὕτως ἐκλάβοιμεν ἁπλῶς ὡς εἴρηται, μὴ πρόσωπον περιεργασάμενοι, μὴ αἰτίαν, μὴ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀμφότερα ἔσται ψευδῆ. Εἰ γὰρ ἡ μαρτυρία αὐτοῦ οὐκ ἔστιν ἀληθὴς, οὐδὲ τοῦτο αὐτὸ ἀληθές· οὐ τὸ δεύτερον μόνον, ἀλλὰ καὶ τὸ πρότερον. Τί οὖν ἐστι τὸ εἰρημένον; Πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, μᾶλλον δὲ τῆς τοῦ Θεοῦ χάριτος, ἵνα μὴ τοῖς ῥήμασιν ἐναπομείνωμεν ψιλοῖς. Οὕτω γὰρ καὶ οἱ αἱρετικοὶ πλανῶνται, ὅτι μήτε τὸν σκοπὸν ἐξετάζουσι τοῦ λέγοντος, μήτε τὴν ἕξιν τῶν ἀκουόντων. Ἂν οὖν μὴ ταῦτα προσθῶμεν, καὶ ἕτερα δὲ, οἷον καιροὺς, καὶ τόπους, καὶ γνώμην ἀκροατοῦ, πολλὰ ἕψεται τὰ ἄτοπα. Τί οὖν ἐστι τὸ εἰρημένον; Ἔμελλον ὑποφέρειν αὐτῷ οἱ Ἰουδαῖοι· Ἐὰν σὺ μαρτυρῇς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Διὰ τοῦτο ταῦτα προλαβὼν εἶπεν, ὡσανεὶ ἔλεγε· Πάντως ἐρεῖτέ μοι, ὅτι Σοὶ οὐ πιστεύομεν· οὐδεὶς γάρ ποτε ἑαυτῷ μαρτυρῶν ἀξιόπιστός ἐστιν ἐν ἀνθρώποις. Τὸ οὖν, Οὐκ ἔστιν ἀληθὴς, οὐχ ἁπλῶς ἀναγνωστέον, ἀλλὰ πρὸς τὴν ἐκείνων ὑπόνοιαν, οἷον, ὅτι Ὑμῖν οὐκ ἔστιν ἀληθής. Οὐ τοίνυν πρὸς τὴν ἀξίαν τὴν αὐτοῦ, ἀλλὰ πρὸς τὴν ὑπόνοιαν τὴν ἐκείνων ἐφθέγγετο ταῦτα. Καὶ ὅταν μὲν λέγῃ, Ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, τὴν γνώμην ἐλέγχει τὴν ἐκείνων, καὶ τὴν μέλλουσαν αὐτῷ παρ' ἐκείνων ἀντίθεσιν ἐπάγεσθαι. Ὅταν δὲ, ὅτι Κἂν ἐγὼ περὶ ἐμαυτοῦ μαρτυρῶ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, αὐτὴν δείκνυσι τοῦ πράγματος τὴν φύσιν, ὅτι ὡς Θεὸν ἀξιόπιστον αὐτὸν ἔδει νομίζειν καὶ περὶ ἑαυτοῦ λέγοντα. Ἐπειδὴ γὰρ εἶπεν ἀνάστασιν νεκρῶν καὶ κρίσιν, καὶ ὅτι ὁ πιστεύων αὐτῷ οὐ κρίνεται, ἀλλ' εἰς ζωὴν ἔρχεται, καὶ ὅτι καθεδεῖται πάντας εὐθύνας ἀπαιτήσων, καὶ ὅτι τὴν αὐτὴν ἐξουσίαν ἔχοι τῷ Πατρὶ καὶ δύναμιν· μέλλων πάλιν ἅπαντα ταῦτα κατασκευάζειν καὶ ἑτέρως, ἀναγκαίως τὴν ἀντίθεσιν αὐτῶν τέθεικε πρώτην. 59.230 Εἶπον, φησὶν, ὅτι Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· εἶπον, ὅτι Ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· εἶπον, ὅτι δεῖ τιμᾷν τὸν Υἱὸν, ὡς τὸν Πατέρα· εἶπον, ὅτι Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ· εἶπον, ὅτι Ὁ ἀκούων μου τοὺς λόγους, καὶ πιστεύων, οὐκ ὄψεται θάνατον, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· εἶπον, ὅτι ἡ φωνή μου τοὺς νεκροὺς ἀναστήσει, τοὺς μὲν νῦν, τοὺς δὲ μετὰ ταῦτα· εἶπον, ὅτι ἀπαιτήσω λόγον τῶν πεπλημμελημένων ἅπαντας· εἶπον, ὅτι δικαίως κρινῶ καὶ ἀμείψομαι τοὺς κατορθοῦντας. Ἐπεὶ οὖν ἅπαντα ταῦτα ἀπόφασις ἦν, καὶ τὰ μὲν λεγόμενα μεγάλα, ἀπόδειξις δὲ οὐκ ἦν οὐδέπω εἰρημένη σαφὴς ἐκείνοις, ἀλλ' ἀμυδροτέρα· πρότερον τὴν ἀντίθεσιν τίθησι, μέλλων ἐπὶ τὴν κατασκευὴν τῶν εἰρημένων ὁρμᾷν, οὑτωσί πως λέγων, εἰ καὶ μὴ 165
τοῖς ῥήμασι τούτοις. Ἀλλ' ἴσως ἐρεῖτε, Πάντα ταῦτα σὺ λέγεις, οὐκ εἶ δὲ ἀξιόπιστος μάρτυς σαυτῷ μαρτυρῶν. Τούτῳ τοίνυν πρῶτον καταλύων αὐτῶν τὴν φιλονεικίαν, τῷ θεῖναι ὅπερ ἔμελλον ἐρεῖν, καὶ δεῖξαι ὅτι οἶδεν αὐτῶν τὰ ἀπόῤῥητα τῆς διανοίας, καὶ ταύτην πρώτην ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως παρεχόμενος, ὕστερον μετὰ τὴν ἀντίθεσιν, καὶ ἑτέρας ἀποδείξεις παρέχεται σαφεῖς καὶ ἀναντιῤῥήτους, τρεῖς παράγων μάρτυρας τῶν λεγομένων, τὰ ἔργα τὰ ὑπ' αὐτοῦ γενόμενα, τοῦ Πατρὸς τὴν μαρτυρίαν, τοῦ Ἰωάννου τὸ κήρυγμα. Καὶ τίθησι προτέραν τὴν ἐλάττω, τὴν Ἰωάννου. Εἰπὼν γὰρ, Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ, ἐπήγαγεν· Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ ἐμαρτύρησε τῇ ἀληθείᾳ. Καίτοι γε εἰ οὐκ ἔστιν ἀληθὴς ἡ μαρτυρία σου, πῶς λέγεις, ὅτι Οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία Ἰωάννου, καὶ ὅτι Ἐμαρτύρησε τῇ ἀληθείᾳ; Ὁρᾷς πῶς σαφὲς κἀντεῦθέν ἐστιν ὅτι τὸ, Ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, πρὸς τὴν ἐκείνων ὑπόνοιαν εἴρηται; βʹ. Τί οὖν, εἰ ἐκεῖνος ἐμαρτύρησε χάριτι; φησίν. Ἵνα γὰρ μὴ τοῦτο λέγωσιν, ὅρα πῶς καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν. Οὐ γὰρ εἶπεν, Ἰωάννης ἐμαρτύρησέ μοι· ἀλλὰ πρότερον, Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην· οὐκ ἂν δὲ ἀπεστείλατε, εἰ μὴ ἀξιόπιστον ἡγεῖσθε. Καὶ τὸ δὴ μεῖζον· οὐ γὰρ ἔπεμψαν αὐτὸν περὶ τοῦ Χριστοῦ ἐρωτῶντες, ἀλλ' ὑπὲρ ἑαυτοῦ· [ὂν δὲ ἐν τοῖς ὑπὲρ ἑαυτοῦ] ἀξιόπιστον εἶναι ἐνόμιζον, πολλῷ μᾶλλον ἐν τοῖς ὑπὲρ ἑτέρου. Πεφύκαμεν γὰρ, ὡς εἰπεῖν, ἅπαντες ἄνθρωποι, μὴ οὕτω πιστεύειν τοῖς περὶ ἑαυτῶν λέγουσιν, ὡς τοῖς περὶ ἄλλων. Τοῦτον δὲ οὕτως ἀξιόπιστον εἶναι ἐνόμισαν, ὡς καὶ ἐν τοῖς περὶ ἑαυτοῦ μὴ δεηθῆναι μαρτυρίας ἑτέρας. Οἱ γὰρ ἀποσταλέντες οὐκ εἶπον, Τί λέγεις περὶ τοῦ Χριστοῦ; ἀλλὰ, Σὺ τίς εἶ; τί λέγεις περὶ σεαυτοῦ; Οὕτω μέγα τοῦ ἀνδρὸς τὸ θαῦμα εἶχον. Τοῦτο οὖν ὅλον ᾐνίξατο, διὰ τοῦ εἰπεῖν, Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην. Διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς, οὐχ ὅτι ἀπέστειλαν, εἶπε μόνον, ἀλλὰ καὶ περὶ τῶν ἀπεσταλμένων ἀκριβολογεῖται, ὅτι ἦσαν καὶ ἱερεῖς, καὶ ἐκ τῶν Φαρισαίων, οὐχ οἱ τυχόντες, οὐδὲ ἀπεῤῥιμμένοι, οὐδὲ οἷοι διαφθαρῆναι καὶ παραλογισθῆναι, ἀλλὰ μετὰ ἀκριβείας ἱκανοὶ μαθεῖν τὰ παρ' ἐκείνου λεγόμενα. Ἐγὼ δὲ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω. Τίνος οὖν ἕνεκεν τὴν Ἰωάννου παρήγαγες; Καίτοι οὐδὲ ἡ ἐκείνου, ἀνθρώ 59.231 που μαρτυρία ἦν. Ὁ γὰρ πέμψας με βαπτίζειν ἐν ὕδατι, φησὶν, ἐκεῖνός μοι εἶπεν. Ὥστε καὶ ἡ τοῦ Ἰωάννου μαρτυρία τοῦ Θεοῦ μαρτυρία ἦν· παρὰ γὰρ ἐκείνου μαθὼν ἔλεγεν ἅπερ ἔλεγεν. Ἀλλ' ἵνα μὴ λέγωσι, Πόθεν τοῦτο δῆλον, ὅτι παρὰ τοῦ Θεοῦ ἔμαθε; καὶ περὶ ταῦτα καταγίνωνται, ἐκ τοῦ περιόντος αὐτοὺς ἐπιστομίζει, ἔτι πρὸς τὴν ὑπόνοιαν αὐτῶν διαλεγόμενος. Οὐδὲ γὰρ ἦν εἰκὸς ταῦτα πολλοὺς εἰδέναι, ἀλλ' ὡς οἴκοθεν λέγοντι, τέως προσεῖχον τῷ Ἰωάννῃ. Διὰ τοῦτό φησιν· Ἐγὼ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω. Καὶ εἰ μὴ ἔμελλες παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνειν, καὶ ἐντεῦθεν ἰσχυρίζεσθαι, τίνος ἕνεκεν παρῆγες αὐτοῦ τὴν μαρτυρίαν; Ἵνα οὖν μὴ ταῦτα λέγωσιν, ἄκουσον πῶς καὶ τὴν τοιαύτην ἀντίθεσιν τῇ ἐπαγωγῇ διωρθώσατο. Εἰπὼν γὰρ, ὅτι Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω, ἐπήγαγεν· Ἀλλὰ ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐγὼ μὲν οὐκ ἐδεόμην τῆς τούτου μαρτυρίας, Θεὸς ὢν, τῆς ἀνθρωπίνης· ἐπειδὴ δὲ μᾶλλον αὐτῷ προσείχετε, καὶ πάντων ἀξιοπιστότερον ἡγεῖσθε, καὶ ἐκείνῳ μὲν ὡς προφήτῃ προσεδράμετε (καὶ γὰρ ἡ πόλις ἐπὶ τὸν Ἰορδάνην ἐξεχύθη), ἐμοὶ δὲ οὐδὲ θαυματουργοῦντι ἐπιστεύσατε· διὰ τοῦτο ὑμᾶς ἀναμιμνήσκω τῆς μαρτυρίας ἐκείνης. Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος, φησὶ, καὶ φαίνων· ὑμεῖς δὲ ἐθελήσατε πρὸς ὥραν ἀγαλλιασθῆναι ἐν φωτὶ αὐτοῦ. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ ἐκεῖνος μὲν εἶπεν, ἡμεῖς δὲ οὐκ ἐδεξάμεθα; δείκνυσιν ὅτι καὶ ἀπεδέξαντο τὰ εἰρημένα. Καὶ γὰρ οὐδὲ τοὺς τυχόντας ἔπεμψαν, ἀλλ' ἱερεῖς καὶ Φαρισαίους. Οὕτω τὸν ἄνδρα ἐθαύμαζον, καὶ τοῖς λεγομένοις ἀντειπεῖν οὐκ εἶχον τότε. Τὸ δὲ, Πρὸς ὥραν, τὴν εὐκολίαν αὐτῶν δεικνύντος ἐστὶ, καὶ ὅτι ταχέως αὐτοῦ 166
ἀπεπήδησαν. Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα τοῦ Ἰωάννου. Εἰ μὲν γὰρ ἐβούλεσθε κατὰ τὴν ἀκολουθίαν τῶν πραγμάτων παραδέχεσθαι τὴν πίστιν, ἀπὸ τῶν ἔργων μᾶλλον ὑμᾶς ἂν ἐπηγαγόμην. Ἐπειδὴ δὲ οὐ βούλεσθε, ἐπὶ τὸν Ἰωάννην ὑμᾶς ἄγω, οὐχ ὡς τῆς ἐκείνου δεόμενος μαρτυρίας, ἀλλ' ἐπειδὴ διὰ τοῦτο πάντα ποιῶ, ὥστε ὑμᾶς σωθῆναι. Ἔχω μὲν γὰρ μαρτυρίαν Ἰωάννου μείζονα, τὴν ἀπὸ τῶν ἔργων. Ἀλλ' οὐ τοῦτο σκοπῶ μόνον, ὅπως ἀπὸ τῶν ἀξιοπίστων εὐπαράδεκτος ὑμῖν γενοίμην, ἀλλ' ὅπως καὶ ἀπὸ τῶν ὑμῖν γνωρίμων, καὶ παρ' ὑμῶν θαυμαζομένων. Οὕτω καθαψάμενος αὐτῶν τῷ εἰπεῖν, ὅτι Πρὸς ὥραν ἠθελήσατε ἀγαλλιασθῆναι ἐν τῷ φωτὶ αὐτοῦ, ἔτι τε πρόσκαιρον ἐκείνην δείξας τὴν σπουδὴν καὶ ἀβέβαιον, τῷ λύχνον αὐτὸν καλέσαι, ἐνέφηνεν ὅτι οὐκ οἴκοθεν εἶχε τὸ φῶς, ἀλλ' ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος. Τὸ δὲ πρὸς ἀντιδιαστολὴν αὐτοῦ, τοῦτο οὐκ ἔτι τέθεικεν, ὅτι αὐτός ἐστιν ὁ ἥλιος τῆς δικαιοσύνης, ἀλλὰ τέως αἰνιξάμενος μόνον, καθήψατο σφόδρα αὐτῶν, καὶ δείκνυσιν, ὅτι ἀπὸ τῆς αὐτῆς γνώμης, ἀφ' ἧς ἐκείνου κατεφρόνησαν, οὐδὲ τῷ Χριστῷ πιστεῦσαι ἠδυνήθησαν. Καὶ γὰρ τὸν θαυμαζόμενον παρ' αὐτοῖς πρὸς ὥραν ἐθαύμασαν μόνον· ὡς εἰ μὴ τοῦτο ἐποίησαν, ταχέως ἂν αὐτοὺς πρὸς τὸν Ἰησοῦν ἐχειραγώγησε. Δείξας τοίνυν αὐτοὺς πάντοθεν ἀναξίους ὄντας συγγνώμης, ἐπήγαγε λέγων· Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα τοῦ Ἰωάννου. Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῶν ἔργων. Τὰ γὰρ ἔργα, φησὶν, ἃ ἔδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα περὶ ἐμοῦ μαρτυρεῖ, ὅτι ὁ Πατήρ με ἀπέστειλεν. Ἐνταῦθα τοῦ παραλυθέντος καὶ ὀρθωθέντος ἀνέμνησε, καὶ ἑτέρων πλειόνων· τὰ μὲν ῥήματα, εἶπεν ἴσως ἄν τις αὐτῶν, κόμπον εἶναι καὶ 59.232 φιλίας τῆς Ἰωάννου χάριν· καίτοι οὐδὲ τοῦτο ἐνῆν αὐτοῖς εἰπεῖν περὶ Ἰωάννου, ἀνδρὸς μετὰ ἀκριβείας φιλοσοφεῖν εἰδότος, καὶ οὕτω παρ' αὐτοῖς θαυμασθέντος· τὰ δὲ πράγματα οὐκ ἔτι οὐδὲ παρὰ τοῖς μαινομένοις σφόδρα ταύτην ἠδύνατο τὴν ὑπόνοιαν ἔχειν. Διὰ τοῦτο δευτέραν ταύτην ἐπήγαγε μαρτυρίαν, εἰπών· Τὰ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ἀπέστειλέ με ὁ Πατήρ. Ἐνταῦθα καὶ πρὸς τὴν κατηγορίαν τῆς τοῦ σαββάτου λύσεως ἵσταται. Ἐπειδὴ γὰρ ἔλεγον ἐκεῖνοι· Πῶς δύναται εἶναι ἀπὸ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ; διὰ τοῦτο εἶπε, Ἃ ἔδωκέ μοι ὁ Πατήρ. Καίτοι γε αὐθεντίᾳ ἐποίει· ἀλλὰ δεικνὺς μετὰ πολλῆς τῆς περιουσίας, ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ πράττει, διὰ τοῦτο καὶ τὸ πολλῷ ἔλαττον τέθεικε. γʹ. Καὶ διατί, φησὶν, οὐκ εἶπεν, ὅτι Τὰ ἔργα, ἃ ἔδωκέ μοι ὁ Πατὴρ, μαρτυρεῖ ὅτι ἴσος εἰμὶ τοῦ Πατρός; Ἀμφότερα γὰρ ἦν ἀπὸ τῶν ἔργων μαθεῖν, καὶ ὅτι οὐδὲν ἐναντίον ποιεῖ, καὶ ὅτι ἴσος ἐστὶ τοῦ γεγεννηκότος. Ὅπερ ἀλλαχοῦ κατασκευάζων ἔλεγεν· Εἰ ἐμοὶ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύετε, ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἀμφότερα οὖν αὐτῷ ἐμαρτύρει, καὶ ὅτι ἴσος ἦν τοῦ Πατρὸς, καὶ ὅτι οὐδὲν ἐναντίον ἔπραττεν ἐκείνῳ. Τίνος οὖν ἕνεκεν οὐχ οὕτως εἶπεν, ἀλλὰ τὸ μεῖζον ἀφεὶς, τοῦτο τέθεικεν; Ὅτι τὸ σπουδαζόμενον τοῦτο πρῶτον ἦν. Εἰ γὰρ καὶ πολλῷ ἔλαττον τὸ πιστευθῆναι ὅτι παρὰ τοῦ Θεοῦ ἦλθε, τοῦ πιστευθῆναι ὅτι Θεός ἐστιν ἴσος αὐτῷ· ἐκεῖνο μὲν γὰρ καὶ προφῆται εἶπον, τοῦτο δὲ οὐκέτι· ὅμως αὐτὸς ὑπὲρ τοῦ ἐλάττονος πολλὴν τίθεται σπουδὴν, εἰδὼς ὅτι τούτου δεχθέντος καὶ ἐκεῖνο γένοιτ' ἂν λοιπὸν εὐπαράδεκτον. Καὶ τῆς μείζονος οὐδὲν μνημονεύσας μαρτυρίας, τὸ ἔλαττον αὐτῆς ἔργον τίθησι, ἵνα διὰ τούτου κἀκείνην δέξωνται. Τοῦτο κατασκευάσας πάλιν ἐπάγει· Ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Καὶ ποῦ μεμαρτύρηκε περὶ αὐτοῦ; Ἐν τῷ Ἰορδάνῃ, Οὗτός ἐστι, λέγων, ὁ Υἱός μου ἀγαπητός· αὐτοῦ ἀκούετε. Ἀλλὰ καὶ τοῦτο κατασκευῆς ἐδεῖτο. Τὸ μὲν οὖν Ἰωάννου δῆλον ἦν· αὐτοὶ γὰρ ἀπέστειλαν, καὶ ἀρνήσασθαι οὐκ εἶχον. Καὶ τὸ ἐκ τῶν σημείων δὲ ὁμοίως. Εἶδον γὰρ γινόμενα, καὶ παρὰ τοῦ θεραπευθέντος ἤκουσαν, καὶ ἐπίστευσαν, ὅθεν καὶ ἐνεκάλουν. Ἐλείπετο δὲ λοιπὸν τὸ περὶ τῆς τοῦ Πατρὸς μαρτυρίας ἀποδεῖξαι. Εἶτα 167
μέλλων αὐτὸ κατασκευάζειν, ἐπήγαγεν. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε. Καὶ πῶς Μωϋσῆς λέγει, Ὁ Θεὸς ἐλάλει, Μωϋσῆς δὲ ἀπεκρίνατο; πῶς δὲ ὁ Δαυΐδ φησι, Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσε; Καὶ πάλιν Μωϋσῆς, Εἰ ἔστιν ἔθνος τοιοῦτον, ὃ ἤκουσε φωνὴν Θεοῦ; Οὔτε εἶδος αὐτοῦ ἑωράκατε. Καίτοι καὶ ἑωρακέναι αὐτὸν λέγονται καὶ Ἡσαΐας, καὶ Ἱερεμίας, καὶ Ἰεζεκιὴλ, καὶ ἕτεροι πλείους. Τί οὖν ἐστιν ὅ φησιν ὁ Χριστὸς νῦν; Εἰς φιλόσοφον αὐτοὺς ἐνάγει δόγμα, κατὰ μικρὸν δεικνὺς, ὅτι οὔτε φωνὴ περὶ Θεὸν, οὔτε εἶδος, ἀλλ' ἀνώτερος καὶ σχημάτων ἐστὶ καὶ φθόγγων τοιούτων. Ὥσπερ γὰρ εἰπὼν, ὅτι Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὐ τοῦτο λέγει, ὅτι φωνὴν μὲν προΐεται, οὐκ ἀκουστὴν δέ· οὕτως εἰπὼν, Οὔτε εἶδος αὐτοῦ ἑωράκατε, οὐ τοῦτο λέγει, ὅτι εἶδος μὲν ἔχει, οὐ θεατὸν δέ· ἀλλ' ὅτι οὐδὲν τούτων περὶ Θεόν. Ἵνα γὰρ μὴ λέγωσιν, Εἰκῆ κομπάζεις. Μωϋσεῖ λελάληκεν ὁ Θεὸς μόνῳ (τοῦτο γοῦν καὶ ἔλεγον· 59.233 Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν, πόθεν ἐστί)· διὰ τοῦτο οὕτως εἶπε, δεικνὺς ὅτι οὔτε φωνὴ περὶ Θεὸν, οὔτε εἶδος. Καὶ τί λέγω ταῦτα; φησίν. Οὐ μόνον οὔτε φωνὴν αὐτοῦ οὐκ ἀκηκόατε, οὔτε εἶδος ἑωράκατε, ἀλλ' οὐδὲ ἐφ' ᾧ μάλιστα αὐχεῖτε, καὶ ἐφ' ᾧ μάλιστα πάντες ἐστὲ πεπληροφορημένοι, ὅτι τὰ προστάγματα αὐτοῦ ἐδέξασθε καὶ κατέχετε, οὐδὲ τοῦτο ὑμῖν δυνατὸν εἰπεῖν. Διὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγεν· Οὐδὲ τὸν λόγον αὐτοῦ ἔχετε μένοντα ἐν ὑμῖν· τουτέστι, τὰς διαταγὰς, τὰ προστάγματα, τὸν νόμον, τοὺς προφήτας. Εἰ γὰρ καὶ ὁ Θεὸς αὐτὰ διετάξατο, ἀλλ' ὅμως παρ' ὑμῖν οὐκ ἔστιν, ἐπειδὴ μὴ πιστεύετέ μοι. Εἰ γὰρ ἄνω καὶ κάτω τοῦτό φασιν αἱ Γραφαὶ, ὅτι ἐμοὶ χρὴ πιστεύειν, ὑμεῖς δὲ οὐ πιστεύετε· εὔδηλον ὅτι καὶ ὁ λόγος αὐτοῦ ἀπέστη ἀφ' ὑμῶν. Διὰ τοῦτο πάλιν ἐπήγαγεν. Ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Εἶτα ἵνα μὴ λέγωσι, Πῶς οὖν, εἰ μὴ φωνὴν αὐτοῦ ἠκούσαμεν ἡμεῖς, σοὶ ἐμαρτύρησε; λέγει· Ἐρευνᾶτε τὰς Γραφάς· ἐκεῖναι γάρ εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· δεικνὺς ὅτι διὰ τούτων ἐμαρτύρησε. Καὶ γὰρ καὶ ἐν τῷ Ἰορδάνῃ ἐμαρτύρησε, καὶ ἐν τῷ ὄρει. Ἀλλ' οὐ φέρει εἰς μέσον τὴν φωνὴν ἐκείνην. Ἴσως γὰρ ἂν καὶ ἠπιστήθη ἐντεῦθεν. Τὴν μὲν γὰρ οὐδὲ ἤκουσαν, τὴν ἐν τῷ ὄρει· τὴν δὲ ἤκουσαν μὲν, οὐ προσέσχον δέ. Διὰ τοῦτο παραπέμπει αὐτοὺς ταῖς Γραφαῖς, δεικνὺς ὅτι καὶ ἡ τοῦ Πατρὸς μαρτυρία ἐκεῖθέν ἐστι· πρότερον μέντοι τὰ παλαιὰ ἀνελὼν ἐφ' οἷς ἐκόμπαζον, ἢ ὡς ἑωρακότες τὸν Θεὸν, ἢ ὡς φωνῆς αὐτοῦ ἀκούσαντες. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοῦ τῇ φωνῇ διαπιστεῖν, καὶ τὰ ἐν τῷ Σιναίῳ ὄρει φαντάζεσθαι, διορθωσάμενος τὴν περὶ ἐκείνων ὑπόνοιαν πρῶτον, καὶ δείξας συγκατάβασιν ὄντα τὰ γεγενημένα, τότε αὐτοὺς ἐπὶ τὴν μαρτυρίαν παρέπεμψε τῶν Γραφῶν. δʹ. Καὶ ἡμεῖς τοίνυν ὅταν πρὸς αἱρετικοὺς μαχώμεθα καὶ καθοπλιζώμεθα, ἐντεῦθεν καὶ ἰσχυριζώμεθα. Πᾶσα γὰρ Γραφὴ θεόπνευστος, φησὶ, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἀπηρτισμένος. Οὐχ ἵνα τὰ μὲν ἔχῃ, τὰ δὲ μὴ ἔχῃ· ὁ γὰρ τοιοῦτος οὐκ ἄρτιος. Τί γὰρ ὄφελος, εἰπέ μοι, ὅταν εὔχηται μὲν ἐκτενῶς, μὴ ἐλεῇ δὲ δαψιλῶς; ἢ ὅταν ἐλεῇ μὲν δαψιλῶς, πλεονεκτῶν δὲ καὶ βιαζόμενος; ἢ ὅταν μὴ πλεονεκτῶν, μηδὲ βιαζόμενος, πρὸς ἐπίδειξιν δὲ ἀνθρώπων καὶ φιλοτιμίαν τῶν ὁρώντων; ἢ ὅταν ἐλεῇ μὲν μετὰ πάσης ἀκριβείας καὶ πρὸς τὸ τῷ Θεῷ δοκοῦν, ἐπαίρηται δὲ αὐτῷ τούτῳ καὶ μέγα φρονῇ; ἢ ὅταν ταπεινὸς μὲν ᾖ καὶ νηστείαις προσέχων, φιλάργυρος δὲ καὶ ἐμπορικὸς καὶ τῇ γῇ προσηλωμένος, καὶ τὴν μητέρα τῶν κακῶν ἐπεισάγων 59.234 τῇ ψυχῇ; Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. Φρίξωμεν τοίνυν τὸ πρᾶγμα, φύγωμεν τὴν ἁμαρτίαν. Τοῦτο τὴν οἰκουμένην ἀνάστατον ἐποίησε, τοῦτο πάντα συνέχεε, τοῦτο τῆς μακαριωτάτης δουλείας ἡμᾶς ἀπάγει τοῦ Χριστοῦ. Οὐκ ἔστι γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐξ ἐναντίας γὰρ ἐπιτάττει τῷ Χριστῷ. Ὁ μὲν γὰρ λέγει, Δίδου τοῖς δεομένοις· ὁ δὲ, Ἅρπαζε τῶν δεομένων. Ὁ Χριστὸς λέγει, Καὶ τοῖς ἐπιβουλεύουσι καὶ ἀδικοῦσι 168
συγχώρει· οὗτος ἔμπαλιν, Κατασκεύαζε πάγας κατὰ τῶν οὐδὲν ἀδικούντων. Ὁ Χριστὸς λέγει, Φιλάνθρωπος ἔσο καὶ ἥμερος· οὗτος ἀπ' ἐναντίας, Ὠμὸς ἔσο καὶ ἀπηνὴς, καὶ μηδὲν εἶναι νόμιζε δάκρυα πενήτων· ἵνα κατὰ τὴν ἡμέραν ἐκείνην αὐστηρὸν ἡμῖν κατασκευάσῃ τὸν δικαστήν. Τότε γὰρ ἡμῖν πάντα πρὸ τῶν ὀφθαλμῶν στήσεται τὰ πεπραγμένα, καὶ οἱ ἠδικημένοι καὶ οἱ γυμνωθέντες παρ' ἡμῶν, πᾶσαν ἀπολογίαν ἡμῖν ἐκκλείοντες. Εἰ γὰρ ὁ Λάζαρος ἀδικηθεὶς μὲν οὐδὲν παρὰ τοῦ πλουσίου, μὴ ἀπολαύσας δὲ τῶν ἐκείνου, πικρὸς ἕστηκε τότε κατήγορος, καὶ οὐδεμιᾶς αὐτὸν ἀφῆκε τυχεῖν συγγνώμης· τίνος ἀπολογίας, εἰπέ μοι, τεύξονται οἱ πρὸς τῷ μὴ ἐλεεῖν οἴκοθεν, καὶ τὰ ἀλλότρια λαμβάνοντες, καὶ τὰς τῶν ὀρφανῶν ἀνατρέποντες οἰκίας; Εἰ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστὸν, τοσοῦτον ἐπὶ τὴν κεφαλὴν αὐτῶν εἵλκυσαν πῦρ· οἱ τὰ μηδὲν αὐτοῖς προσήκοντα ἁρπάζοντες, καὶ μυρίας πλέκοντες δίκας, καὶ τὰ πάντων ἀδίκως περιβαλλόμενοι, ποίας ἀπολαύσονται παραμυθίας; Ἐκβάλωμεν τοίνυν τοῦτον τὸν ἔρωτα. Ἐκβαλοῦμεν δὲ, ἂν ἐννοήσωμεν τοὺς πρὸς ἡμῶν ἀδικήσαντας, τοὺς πλεονεκτήσαντας καὶ ἀπελθόντας. Οὐχὶ τῶν μὲν χρημάτων αὐτῶν καὶ πόνων ἀπολαύουσιν ἕτεροι, αὐτοὶ δὲ ἐν κολάσει καὶ τιμωρίᾳ καὶ τοῖς ἀνηκέστοις εἰσὶ κακοῖς; Πῶς οὖν οὐκ ἐσχάτης ταῦτα ἀνοίας, κόπτεσθαι καὶ ταλαιπωρεῖν, ἵνα καὶ ζῶντες τοῖς πόνοις κατατεινώμεθα, καὶ ἀπελθόντες τὰς ἀφορήτους ὑπομένωμεν κολάσεις καὶ τιμωρίας, δέον καὶ ἐνταῦθα τρυφᾷν (οὐδὲν γὰρ οὕτως ἡδονὴν ἐργάζεται, ὡς ἐλεημοσύνη, συνειδὸς κεκαθαρμένον), καὶ ἀπελθόντας ἐκεῖ, πάντων ἀπηλλάχθαι κακῶν, καὶ μυρίων ἐπιτυγχάνειν ἀγαθῶν; Ὥσπερ γὰρ ἡ κακία καὶ πρὸ τῆς γεέννης τοὺς ἐνταῦθα αὐτὴν μετιόντας κολάζειν εἴωθεν· οὕτω καὶ ἡ ἀρετὴ καὶ πρὸ τῆς βασιλείας τοὺς ἐνταῦθα αὐτὴν ἐργαζομένους παρασκευάζει τρυφᾷν, ἐλπίσι χρησταῖς καὶ ἡδονῇ διηνεκεῖ συζῇν ποιοῦσα. Ἵν' οὖν ταύτης ἐπιτύχωμεν καὶ ἐνταῦθα καὶ κατὰ τὴν μέλλουσαν ζωὴν, ἐπιλαβώμεθα τῶν ἀγαθῶν ἔργων. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.233 ΟΜΙΛΙΑ ΜΑʹ. Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐ ταῖς ζωὴν αἰώνιον ἔχειν· κἀκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν αἰώνιον ἔχητε. αʹ. Πολὺν ποιώμεθα τῶν πνευματικῶν, ἀγαπητοὶ, λόγον, μηδὲ ἀρκεῖν ἡμῖν νομίζωμεν πρὸς σωτηρίαν, τὸ καὶ ὁπωσοῦν αὐτὰ μετιέναι. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς οὐδὲν μέγα ἀπόνασθαι δυνήσεταί τις, παρέργως καὶ ὡς ἔτυχεν αὐτοῖς κεχρημένος· πολλῷ μᾶλλον ἐν 59.234 τοῖς πνευματικοῖς τοῦτο συμβήσεται, ἐπειδὴ καὶ πλείονος ταῦτα δεῖται σπουδῆς. Διὰ τοῦτο καὶ ὁ Χριστὸς παραπέμπων τοὺς Ἰουδαίους ταῖς Γραφαῖς, οὐκ εἰς ἁπλῆν ἀνάγνωσιν, ἀλλ' εἰς ἔρευναν ἀκριβῆ καὶ κατανενοημένην αὐτοὺς παρέπεμπεν. Οὐ γὰρ εἶπεν, Ἀναγινώσκετε τὰς Γραφάς· ἀλλ', Ἐρευνᾶτε τὰς Γραφάς. Ἐπειδὴ γὰρ τὰ περὶ αὐτοῦ λεγόμενα πολλῆς ἐδεῖτο τῆς ἐπιμελείας (συνεσκίαστο γὰρ ἄνω 59.235 θεν συμφερόντως τοῖς τότε), διὰ τοῦτο καὶ διασκάπτειν αὐτοὺς μετὰ ἀκριβείας κελεύει νῦν, ἵνα τὰ ἐν τῷ βάθει κείμενα δυνηθῶσι εὑρεῖν. Οὐδὲ γὰρ ἐξ ἐπιπολῆς εἴρητο, οὐδὲ ὑπὲρ τὴν ἐπιφάνειαν ἔῤῥιπτο· ἀλλ' ὥσπερ τις θησαυρὸς ἐν πολλῷ τῷ βάθει κατέκειτο. Ὁ δὲ τὰ κάτω κείμενα ζητῶν ἂν μὴ μετὰ ἀκριβείας ζητῇ καὶ πόνου, οὐδέποτε δυνήσεται εὑρεῖν τὸ ζητούμενον. Διά τοι τοῦτο καὶ εἰπὼν, Ἐρευνᾶτε τὰς Γραφὰς, ἐπήγαγεν· Ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Οὐκ εἶπεν, Ἔχετε· ἀλλὰ, Δοκεῖτε, δεικνὺς ὅτι οὐδὲν ἐκαρποῦντο μέγα τι καὶ γενναῖον, ἀπὸ τῆς ἀναγνώσεως σωθήσεσθαι προσδοκῶντες μόνης, πίστεως ἔρημοι ὄντες. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Οὐχὶ θαυμάζετε τὰς Γραφάς; οὐχὶ πάσης ζωῆς νομίζετε αἰτίας εἶναι; Ἀπὸ τούτων καὶ αὐτὸς ἰσχυρίζομαι νῦν. Αὗται γάρ εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν αἰώνιον 169
ἔχητε. Εἰκότως τοίνυν ἔλεγεν, ὅτι Δοκεῖτε, διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς πείθεσθαι, ἀλλ' ἐπὶ τῇ ψιλῇ ἀναγνώσει μόνον αὐχεῖν. Εἶτα ἵνα μὴ ἐκ πολλῆς κηδεμονίας φιλοδοξίας λάβῃ παρ' αὐτοῖς ὑπόνοιαν, καὶ διὰ τὸ βούλεσθαι πιστευθῆναι παρ' αὐτῶν τὸ ἑαυτοῦ σκοπεῖν νομίζηται (καὶ γὰρ τῆς Ἰωάννου φωνῆς ἀνέμνησε, καὶ τῆς μαρτυρίας τοῦ Θεοῦ, καὶ τῶν ἔργων τῶν αὐτοῦ, καὶ πάντα ἔλεγεν ὥστε αὐτοὺς ἐπισπάσασθαι, καὶ ζωὴν ἐπηγγείλατο)· ἐπεὶ οὖν πολλοὺς εἰκὸς ἦν ὑποπτεύειν ὅτι δόξης ἐρῶν ταῦτα ἔλεγεν, ἄκουσον τί ἐπάγει· Δόξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω· τουτέστιν, Οὐ δέομαι. Οὐκ ἔστι, φησὶν, ἡ φύσις ἡ ἐμὴ τοιαύτη, ὥστε δεῖσθαι τῆς παρὰ ἀνθρώπων δόξης. Εἰ γὰρ ἥλιος ἀπὸ λυχνιαίου φωτὸς οὐκ ἂν λάβοι προσθήκην· πολλῷ μᾶλλον ἐγὼ τῆς ἀνθρωπίνης ἀφέξω δεηθῆναι δόξης. Καὶ τίνος, φησὶν, ἕνεκεν ταῦτα λέγεις, ἐὰν οὐ δέῃ; Ἵνα ὑμεῖς σωθῆτε. Ἀλλὰ τοῦτο μὲν ἀνωτέρῳ εἴρηκεν· ᾐνίξατο δὲ αὐτὸ καὶ ἐνταῦθα, εἰπὼν, Ἵνα ζωὴν ἔχητε. Τίθησι δὲ καὶ ἑτέραν αἰτίαν. Ποίαν δὴ ταύτην; Ἀλλ' ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. Ἐπειδὴ πολλάκις, ὡς δῆθεν τὸν Θεὸν ἀγαπῶντες, ἐδίωκον αὐτὸν, ὅτι ἴσον ἑαυτὸν ἐποίει τῷ Θεῷ, ᾔδει δὲ ὅτι οὐκ ἔμελλον αὐτῷ πείθεσθαι· ἵνα μή τις εἴπῃ, Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; τοῦτο εἶπεν, Ἵνα ἐλέγξω ὑμᾶς, ὅτι οὐ διὰ ἀγάπην τὴν τοῦ Θεοῦ με, φησὶ, διώκετε. Καὶ γὰρ καὶ αὐτὸς μαρτυρεῖ μοι καὶ διὰ τῶν ἔργων καὶ διὰ τῶν Γραφῶν. Ὥσπερ οὖν πρὸ τούτου νομίζοντες ἀντίθεον εἶναί με ἠλαύνετε· οὕτω νῦν ἐξ οὗ ταῦτα ἀπέδειξα προσδραμεῖν ὑμᾶς ἔδει, εἴ γε ἠγαπᾶτε τὸν Θεόν· ἀλλ' οὐκ ἀγαπᾶτε. Διὰ δὴ τοῦτο καὶ ταῦτα εἶπον, ἵνα δείξω ὑμᾶς περιττὸν ἔχοντας τῦφον, καὶ κομπάζοντας εἰκῆ, καὶ τὴν οἰκείαν βασκανίαν συσκιάζοντας. Οὐκ ἀπὸ τούτων δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων αὐτὰ κατασκευάζει. Ἐγὼ γὰρ ἦλθον, φησὶν, ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Ὁρᾷς ὅτι ἄνω καὶ κάτω διὰ τοῦτο λέγει ἀπεστάλθαι, καὶ παρὰ τοῦ Πατρὸς εἰληφέναι τὴν κρίσιν, καὶ οὐδὲν δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ, ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν ἀγνωμοσύνης; Τίνα δέ φησιν ἥξειν ἐν τῷ ὀνόματι τῷ ἰδίῳ; Τὸν ἀντίχριστον ἐνταῦθα αἰνίττεται, καὶ ἀναντίῤῥητον τῆς ἀγνωμοσύνης αὐτῶν τίθησιν ἀπόδειξιν. Εἰ γὰρ ὡς ἀγαπῶντες τὸν Θεόν 59.236 με διώκετε, πολλῷ μᾶλλον ἐπὶ τοῦ ἀντιχρίστου τοῦτο γενέσθαι ἔδει. Ἐκεῖνος γὰρ οὐδὲν τοιοῦτον ἐρεῖ, οὔτε ἀπεστάλθαι παρὰ τοῦ Πατρὸς, οὔτε κατὰ τὴν γνώμην ἥκειν τὴν ἐκείνου· ἀλλὰ τοὐναντίον ἅπαν, τυραννικῶς τὰ μηδὲν αὐτῷ προσήκοντα ἁρπάζων, καὶ τὸν ἐπὶ πάντων θεὸν ἑαυτὸν εἶναι λέγων, καθὼς καὶ Παῦλός φησιν· Ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ἀποδεικνύντα ἑαυτὸν ὅτι αὐτός ἐστιν ὁ Θεός. Τοῦτο γάρ ἐστιν ἐν τῷ ὀνόματι τῷ ἰδίῳ ἐλθεῖν. Ἐγὼ δὲ οὐχ οὕτως, ἀλλ' ἐν τῷ ὀνόματι τοῦ Πατρός μου παραγέγονα. Ἱκανὸν μὲν οὖν ἦν καὶ τοῦτο δεῖξαι αὐτοὺς οὐκ ἀγαπῶντας τὸν Θεὸν, ὅτι τὸν λέγοντα ἀπεστάλθαι παρ' ἐκείνου οὐκ ἐδέχοντο· νῦν δὲ καὶ ἐκ τοῦ ἐναντίου δείκνυσιν αὐτῶν τὴν ἀναισχυντίαν, ἐκ τοῦ τὸν ἀντίχριστον μέλλειν δέχεσθαι. Ὅταν γὰρ τὸν μὲν ἀπ' ἐκείνου λέγοντα ἀπεστάλθαι μὴ δέχωνται, τὸν δὲ μὴ εἰδότα ἐκεῖνον, κομπάζοντα δὲ καὶ λέγοντα ἑαυτὸν εἶναι τὸν ἐπὶ πάντων θεὸν μέλλωσι προσκυνεῖν· εὔδηλον ὅτι βασκανίας ἡ δίωξις ἦν, καὶ τοῦ μισεῖν τὸν Θεόν. Διὰ δὴ τοῦτο δύο τίθησιν αἰτίας τῶν εἰρημένων, καὶ πρῶτον μὲν τὴν χρηστοτέραν, λέγων, Ἵνα σωθῆτε, καὶ, Ἵνα ζωὴν ἔχητε· ἐπειδὴ δὲ ἔμελλον αὐτὸν χλευάζειν, τίθησι καὶ τὴν πληκτικωτέραν, δεικνὺς ὅτι κἂν μὴ πείθωνται οἱ ἀκούοντες, τὰ αὐτοῦ ὁ Θεὸς πανταχοῦ ποιεῖν εἴωθεν. βʹ. Ὁ μὲν οὖν Παῦλος περὶ τοῦ ἀντιχρίστου διαλεγόμενος, προφητικῶς εἶπεν, ὅτι Πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ. Ὁ δὲ Χριστὸς οὐκ εἶπεν ὅτι ἥξει· ἀλλ', Ἐὰν ἔλθῃ, φειδόμενος τῶν ἀκουόντων. Ἐπειδὴ δὲ οὔπω πᾶσα ἀπηρτισμένη ἦν αὐτῶν ἡ ἀγνωμοσύνη, διὰ τοῦτο αὐτὸς μὲν τὴν αἰτίαν ἐσίγησεν αὐτοῦ τῆς παρουσίας· ὁ δὲ Παῦλος τοῖς δυναμένοις συνιδεῖν μετὰ ἀκριβείας αὐτὴν ᾐνίξατο. Καὶ γὰρ ἐκεῖνός 170
ἐστιν ὁ πᾶσαν ἀπολογίαν αὐτοῖς ἀφαιρούμενος. Εἶτα καὶ τὴν αἰτίαν τῆς ἀπιστίας αὐτῶν τίθησιν, ἐπάγων· Πῶς δύνασθε πιστεύειν, δόξαν τὴν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; καὶ ἐντεῦθεν δεικνὺς πάλιν ὅτι οὐ τὰ τοῦ Θεοῦ ἐσκόπουν, ἀλλ' ἐν προσχήματι τοιούτῳ τὸ οἰκεῖον ἐβούλοντο πάθος ἐκδικεῖν. Καὶ γὰρ τοσοῦτον ἀπεῖχον διὰ τὴν αὐτοῦ δόξαν ποιεῖν ταῦτα, ὅτι αὐτοὶ τὴν ἀνθρωπίνην ᾑροῦντο μᾶλλον ἢ τὴν ἐκείνου. Πῶς οὖν ἔμελλον οὗτοι ὑπὲρ αὐτῆς ἀναδέχεσθαι τοσαύτην ἀπέχθειαν, ἧς οὕτω κατεφρόνουν, ὥστε καὶ ἀνθρωπίνην αὐτῆς προτιμᾷν; Εἰπὼν δὲ ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχουσι, καὶ ἀποδείξας τοῦτο διὰ τούτων ἑκατέρων, διά τε τῶν εἰς αὐτὸν γινομένων, καὶ διὰ τῶν εἰς τὸν ἀντίχριστον ἐσομένων, καὶ διελέγξας σαφῶς ὅτι πάσης εἰσὶν ἀπεστερημένοι συγγνώμης, οὕτως αὐτοῖς ἐφίστησι καὶ τὸν Μωϋσέα κατήγορον ἐπάγων, καὶ λέγων· Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύετε; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Πρὸ ἐμοῦ ἐκεῖνός ἐστιν ὁ ὑβρισμένος ἐν τοῖς εἰς ἐμέ. Μωϋσεῖ γὰρ μᾶλλον ἠπιστήσατε ἢ ἐμοί. Ὅρα πῶς πανταχόθεν πάσης αὐτοὺς ἐξέβαλεν ἀπολογίας. Θεὸν ἐλέγετε ἀγαπᾷν ἐν τῷ διώκειν με, φησίν· ἔδειξα ὅτι μισοῦντες αὐτὸν τοῦτο 59.237 ποιεῖτε. Λέγετε λύειν με τὸ σάββατον, καὶ παραλύειν τὸν νόμον· ἀπεδυσάμην καὶ ταύτην τὴν κατηγορίαν. Διισχυρίζεσθε Μωϋσεῖ πιστεύειν δι' ὧν κατ' ἐμοῦ τολμᾶτε· δείκνυμι πάλιν ὅτι τοῦτο μὲν οὖν ἐστι μάλιστα μὴ πιστεύειν τῷ Μωϋσεῖ. Τοσούτῳ γὰρ δέω ἐξ ἐναντίας ἥκειν τῷ νόμῳ, ὅτι οὐδὲ ἔστιν ἄλλος τις ὁ κατηγορήσων ὑμῶν, ἀλλ' ἢ αὐτὸς ὁ τὸν νόμον ὑμῖν δεδωκώς. Ὥσπερ οὖν περὶ τῶν Γραφῶν ἔλεγεν· Ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν· οὕτω καὶ περὶ Μωϋσέως φησὶν, Εἰς ὃν ὑμεῖς ἠλπίκατε, ἀπὸ τῶν οἰκείων αὐτοὺς χειρούμενος πανταχοῦ. Καὶ πόθεν δῆλον, φησὶν, ὅτι κατηγορήσει Μωϋσῆς, καὶ οὐ κομπάζεις; τί γὰρ σοὶ καὶ Μωϋσεῖ κοινόν; Τὸ σάββατον ἔλυσας, ὅπερ ἐκεῖνος ἐνομοθέτησε κρατεῖν· πῶς οὖν ἡμῶν ἐκεῖνος κατηγορήσειε; Πόθεν δὲ δῆλον ὅτι καὶ εἰς ἄλλον πιστεύσομεν τὸν ἰδίῳ ὀνόματι ἥξοντα; Ταῦτα γὰρ πάντα ἀμάρτυρα λέγεις. Καὶ μὴν ἅπαντα ταῦτα ἄνωθεν ἔχει τὴν κατασκευήν. Ὅταν γὰρ ὁμολογηθῇ, ὅτι παρὰ τοῦ Θεοῦ ἦλθον ἀπὸ τῶν ἔργων, ἀπὸ τῆς φωνῆς Ἰωάννου, ἀπὸ τῆς μαρτυρίας τοῦ Πατρὸς, εὔδηλον ὅτι Μωϋσῆς αὐτῶν κατηγορήσει. Τί γὰρ ἐκεῖνος εἶπεν; ἆρ' οὐχ ὅτι ἐὰν ἔλθῃ τις σημεῖα ποιῶν, καὶ πρὸς τὸν Θεὸν ἄγων, καὶ τὰ μέλλοντα προλέγων μετὰ ἀληθείας, μετὰ πάσης ὑπακούειν αὐτῷ χρὴ τῆς πειθοῦς; Ὁ τοίνυν Χριστὸς μὴ οὐ πάντα ταῦτα πεποίηκε; Καὶ γὰρ σημεῖα εἰργάσατο μετὰ ἀληθείας ἁπάσης, καὶ πρὸς Θεὸν ἅπαντας εἷλκε, καὶ ταῖς προῤῥήσεσι τὸ τέλος ἐπήγαγεν. Ἀλλὰ πόθεν δῆλον ὅτι ἑτέρῳ πιστεύσουσιν; Ἐκ τοῦ τὸν Χριστὸν μισεῖν. Οἱ γὰρ τὸν μετὰ τῆς τοῦ Θεοῦ γνώμης ἥκοντα ἀποστρεφόμενοι, εὔδηλον ὅτι καὶ τὸν ἀντίθεον δέξονται Εἰ δὲ Μωϋσέα νῦν προβάλλεται, καίτοι εἰπὼν, Ἐγὼ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὑ λαμβάνω, μὴ θαυμάσῃς· οὐδὲ γὰρ εἰς Μωϋσέα, ἀλλ' εἰς τὰ τοῦ Θεοῦ γράμματα αὐτοὺς παραπέμπει. Πλὴν ἀλλ' ἐπειδὴ αἱ Γραφαὶ ἔλαττον αὐτοὺς ἐφόβουν, εἰς τὸ πρόσωπον αὐτὸ περιάγει τὸν λόγον, τὸν νομοθέτην αὐτὸν αὐτοῖς ἐφιστὰς κατήγορον, καὶ πολὺ φρικωδέστερον οὕτω τὸ δέος ποιῶν, καὶ ἕκαστον τῶν παρ' αὐτῶν λεγομένων ἐλέγχει. Σκόπει δέ· Ἔλεγον διὰ τὴν εἰς τὸν Θεὸν ἀγάπην διώκειν αὐτόν· δείκνυσιν ὅτι διὰ τὸ μισεῖν τὸν Θεὸν τοῦτο ποιοῦσιν. Ἔλεγον ἀντέχεσθαι Μωϋσέως· δείκνυσιν ὅτι διὰ τὸ μὴ πιστεύειν Μωϋσεῖ ταῦτα ἔπραττον. Εἰ γὰρ τὸν νόμον ἐζήλουν, ἔδει δέξασθαι τὸν ἐκεῖνον πληροῦντα· εἰ τὸν Θεὸν ἠγάπων, ἔδει πεισθῆναι τῷ πρὸς ἐκεῖνον ἕλκοντι· εἰ Μωϋσεῖ ἐπίστευον, ἔδει προσκυνῆσαι τὸν ὑπ' ἐκείνου προφητευόμενον. Εἰ δὲ ἐκεῖνος ἀπιστεῖται πρὸ ἐμοῦ, οὐδὲν ἀπεικὸς καὶ ἐμὲ τὸν ὑπ' αὐτοῦ κηρυττόμενον ἐλαύνεσθαι παρ' ὑμῶν. Ὥσπερ οὖν καὶ θαυμάζοντας Ἰωάννην 171
ἔδειξε καταφρονοῦντας Ἰωάννου διὰ τῶν εἰς αὐτὸν γεγενημένων· οὕτω νομίζοντας πιστεύειν Μωϋσεῖ δείκνυσιν ἀπιστοῦντας, καὶ ἀεὶ εἰς τὴν κεφαλὴν αὐτῶν περιτρέπει πάντα, ἅπερ ἐνόμιζον ὑπὲρ ἑαυτῶν προβάλλεσθαι. Τοσοῦτον γὰρ ἀπέχω, φησὶν, ἀπαγαγεῖν ὑμᾶς τοῦ νόμου, ὅτι καὶ αὐτὸν καλῶ κατήγορον ὑμῶν τὸν νομοθέτην. Ὅτι μὲν οὖν αἱ Γραφαὶ μαρτυροῦσιν, εἶπε· ποῦ δὲ μαρτυροῦσιν, οὐκέτι προσέθηκε, τὸν φόβον μείζονα αὐτοῖς ἐνθεῖναι βουλόμενος, καὶ εἰς ἔρευναν παραπέμψαι, καὶ εἰς ἀνάγκην καταστῆσαι ἐρωτήσεως. Εἰ μὲν γὰρ εἶπεν ἐκ τοῦ προχείρου, καὶ μηδὲ ἐρωτῶσιν αὐτοῖς, ἀπέβαλον ἂν τὴν μαρτυρίαν· νυνὶ δὲ εἰ προσεῖχον τοῖς λεγομένοις, ἔδει πρὸ τῶν ἄλλων τοῦτο ἐρωτῆσαι καὶ μαθεῖν παρ' αὐτοῦ. 59.238 Διὰ γὰρ τοῦτο καὶ ἐν ταῖς ἀποφάσεσι, καὶ ἐν ταῖς ἀπειλαῖς πλεονάζει μᾶλλον, οὐκ ἐν ταῖς ἀποδείξεσι μόνον, ἵνα κἂν οὕτως αὐτοὺς ἐπαγάγηται τῷ φόβῳ τῶν λεγομένων. Οἱ δὲ καὶ οὕτω σιγῶσι. Τοιοῦτον γὰρ ἡ πονηρία· ὅσα ἄν τις λέγῃ καὶ ποιῇ, οὐ διανίσταται, ἀλλὰ μένει τὸν οἰκεῖον ἰὸν διατηροῦσα. γʹ. Διὸ χρὴ πᾶσαν κακίαν ἀπὸ τῆς ψυχῆς ἐκβαλόντας, μηδένα πλέκειν μηδέποτε δόλον. Πρὸς γὰρ τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ὁ Θεὸς, φησὶν, ἀποστέλλει. Καὶ, Ἅγιον πνεῦμα σοφίας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. Οὐδὲν γὰρ οὕτω ποιεῖ μωροὺς, ὡς πονηρία. Ὅταν γὰρ ὕπουλος ᾖ τις, ὅταν ἀγνώμων, ὅταν ἀχάριστος (ταῦτα δὲ τῆς πονηρίας τὰ εἴδη), ὅταν μηδὲν ἠδικημένος λυπῇ, ὅταν πλέκῃ δόλους, πῶς οὐκ ἐσχάτης ἀνοίας ἐξοίσει δεῖγμα; Οὐδὲν οὕτω ποιεῖ φρονίμους, ὡς ἀρετή. Καὶ γὰρ εὐχαρίστους καὶ εὐγνώμονας ἐργάζεται, φιλανθρώπους, ἡμέρους, πράους, ἐπιεικεῖς· τὰ ἄλλα ἅπαντα ἀγαθὰ αὕτη τίκτειν εἴωθε. Τί δὲ τοῦ οὕτω διακειμένου συνετώτερον; Πηγὴ γὰρ ὄντως καὶ ῥίζα φρονήσεώς ἐστιν ἡ ἀρετὴ, ὥσπερ οὖν καὶ πᾶσα πονηρία ἐξ ἀνοίας ἔχει τὴν ἀρχήν. Καὶ γὰρ ὁ ἀλαζὼν καὶ ὁ ὀργίλος ἐξ ἐνδείας φρονήσεως ὑπὸ τῶν παθῶν ἁλίσκεται. Διὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγε· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· δεικνὺς ὅτι πᾶσα ἁμαρτία τὴν ἀρχὴν ἐξ ἀφροσύνης ἔχει· ὥσπερ ὁ ἐνάρετος καὶ φόβον ἔχων Θεοῦ, πάντων ἐστὶ συνετώτερος. Διὸ καὶ σοφός τις λέγει, Ἀρχὴ σοφίας, φόβος Κυρίου. Εἰ τοίνυν τὸ φοβεῖσθαι τὸν Θεὸν, σοφίαν ἐστὶν ἔχειν, ὁ δὲ πονηρὸς τοῦτο οὐκ ἔχει, τῆς ὄντως σοφίας ἐστέρηται· τῆς δὲ σοφίας ἐστερημένος τῆς ὄντως, πάντων ἐστὶν ἀνοητότερος. Καίτοι γε πολλοὶ τοὺς πονηροὺς θαυμάζουσιν, ὡς ἱκανοὺς ὄντας ἀδικεῖν καὶ βλάπτειν, οὐκ εἰδότες ὅτι μάλιστα πάντων αὐτοὺς ταλανίζειν χρὴ, ὅτι νομίζοντες ἑτέρους βλάπτειν, καθ' ἑαυτῶν τὸ ξίφος ὠθοῦσιν· ὅπερ ἀνοίας ἐστὶν ἐσχάτης, ἑαυτὸν πλήττοντα, μηδὲ αὐτὸ τοῦτο εἰδέναι, ἀλλ' ἕτερον δοκεῖν ἀδικεῖν, ἐν τῷ κατασφάττειν ἑαυτόν. Διὰ τοῦτο καὶ Παῦλος εἰδὼς, ὅτι ἐν τῷ πλήττειν ἑτέρους ἑαυτοὺς ἀναιροῦμεν, ἔλεγε· Διατί μὴ μᾶλλον ἀδικεῖσθε; διατί μὴ μᾶλλον ἀποστερεῖσθε; Τὸ γὰρ μὴ ἀδικεῖσθαι ἐν τῷ μὴ ἀδικεῖν κεῖται· ὥσπερ οὖν τὸ μὴ πάσχειν κακῶς ἐν τῷ μὴ ποιεῖν κακῶς· κἂν αἴνιγμα εἶναι δοκῇ τὸ λεγόμενον τοῖς πολλοῖς καὶ φιλοσοφεῖν οὐκ ἐθέλουσι. Ταῦτ' οὖν εἰδότες, μὴ τοὺς ἀδικουμένους μηδὲ τοὺς ἐπηρεαζομένους, ἀλλὰ τοὺς ταῦτα ποιοῦντας ταλανίζωμεν καὶ δακρύωμεν. Οὗτοι γάρ εἰσιν οἱ μάλιστα ἠδικημένοι, οἱ τὸν Θεὸν ἑαυτοῖς ἐκπολεμοῦντες, καὶ μυρίων κατηγόρων ἀνοίγοντες στόματα, καὶ πονηρὰν κτώμενοι κατὰ τὸν παρόντα βίον ὑποψίαν, καὶ μεγάλην τὸν κατὰ τὸν μέλλοντα αἰῶνα ἐπισπώμενοι κόλασιν· ὡς οἵ γε ἀδικούμενοι καὶ πάντα φέροντες γενναίως, τόν τε Θεὸν ἔχουσιν ἵλεων, καὶ πάντας συναλγοῦντας αὐτοῖς, καὶ ἐπαινοῦντας, καὶ ἀποδεχομένους. Οἱ τοιοῦτοι καὶ κατὰ τὸν παρόντα βίον πολλῆς ἀπολαύσονται τῆς εὐφημίας, φιλοσοφίας μέγιστον παρεχόμενοι δεῖγμα, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν τῶν αἰωνίων μεθέξουσιν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.239 ΟΜΙΛΙΑ 172
ΜΒʹ. Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θα λάσσης τῆς Γαλιλαίας εἰς τὰ μέρη Τιβεριάδος· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς, ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. Ἀπῆλθε δὲ εἰς ὄρος ὁ Ἰησοῦς, καὶ ἐκεῖ ἐκά θητο μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων. αʹ. Τοῖς δεινοῖς ἀνδράσι μὴ ὁμόσε χωρῶμεν, ἀγαπητοί· ἀλλὰ μανθάνωμεν, ὅταν μηδὲν παραβλάπτῃ τὴν ἡμετέραν ἀρετὴν, διδόναι τόπον αὐτῶν ταῖς πονηραῖς ἐπιβουλαῖς. Οὕτω γὰρ παύεται πᾶσα θρασύτης. Καὶ καθάπερ τὰ ἀκόντια ὅταν εἰς ἐντεταμένον ἐμπέσῃ τι καὶ σκληρὸν καὶ ἀντιτυπὲς, μετὰ πολλῆς τῆς ῥύμης ἐξακοντίζεται ἐπὶ τοὺς ἀποστείλαντας πάλιν· ὅταν δὲ τὸ ῥαγδαῖον τῆς ἀφέσεως μὴ ἔχῃ τὸ ἀντιπίπτον, ἐκλύεται ταχέως καὶ λήγει· οὕτω καὶ ἐπὶ τῶν θρασυνομένων ἀνθρώπων, ὅταν μὲν αὐτοῖς ὁμόσε χωρῶμεν, ἀγριαίνουσι μᾶλλον· ὅταν δὲ εἴκωμεν καὶ παραχωρῶμεν, χαλῶμεν ῥᾳδίως πᾶσαν αὐτῶν τὴν μανίαν. Διὰ δὲ τοῦτο καὶ ὁ Χριστὸς ἐπειδὴ ἤκουσεν, ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης, ἦλθεν εἰς τὴν Γαλιλαίαν, τὸν φθόνον αὐτῶν σβεννὺς, καὶ τὸν θυμὸν, ὃν εἰκὸς ἦν ἀπὸ τούτων τεχθῆναι τῶν λόγων, διὰ τῆς ἀναχωρήσεως καταπραΰνων. Πλὴν εἰς τὴν Γαλιλαίαν πάλιν ἀπερχόμενος, οὐ τοῖς αὐτοῖς ἐπιβαίνει τόποις· οὐ γὰρ εἰς Κανᾶ ἦλθεν, ἀλλὰ πέραν τῆς θαλάσσης. Διὸ καὶ ἠκολούθουν αὐτῷ ὄχλοι πολλοὶ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. Ποῖα σημεῖα; διατί μὴ αὐτὰ λέγει κατ' εἶδος; Ὅτι τὸ πλέον τοῦ βιβλίου οὗτος μάλιστα ὁ εὐαγγελιστὴς ἐν τοῖς λόγοις καὶ ταῖς δημηγορίαις καταναλῶσαι ἐσπούδασεν. Ὅρα γοῦν πῶς ἐν ἐνιαυτῷ ὁλοκλήρῳ, μᾶλλον δὲ πῶς καὶ νῦν ἐν τῇ ἑορτῇ τοῦ πάσχα οὐδὲν πλέον ἡμᾶς ἐδίδαξε σημείων ἕνεκεν, ἢ ὅτι τὸν παράλυτον μόνον ἐθεράπευσε, καὶ τὸν υἱὸν τοῦ βασιλικοῦ. Οὐ γὰρ τοῦτο ἐσπούδαζεν ὥστε ἅπαντα καταλέγειν, ἐπειδὴ μηδὲ δυνατὸν ἦν· ἀλλ' ἐκ πολλῶν καὶ μεγάλων ὀλίγα. Καὶ ἠκολούθει, φησὶν, αὐτῷ ὄχλος πολὺς, ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει. Οὐ σφόδρα βεβαίας διανοίας ἡ ἀκολούθησις. Τοσαύτης γὰρ διδασκαλίας ἀπολαύσαντες, ἀπὸ τῶν σημείων ἐνήγοντο μᾶλλον· ὃ παχυτέρας γνώμης ἦν. Τὰ γὰρ σημεῖα, φησὶ, τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσιν. Ἀλλ' οὐκ ἐκεῖνος ὁ δῆμος ὁ παρὰ τῷ Ματθαίῳ οὕτως, ἀλλ' ἄκουε πῶς. Ἐξεπλήσσοντο πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ, φησὶν, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων. Τί δήποτε δὲ τὸ ὄρος καταλαμβάνει νῦν, καὶ ἐκεῖ κάθηται μετὰ τῶν μαθητῶν; Διὰ τὸ μέλλον ἔσεσθαι σημεῖον. Τὸ δὲ τοὺς μαθητὰς ἀναβῆναι μόνους, κατηγορία τοῦ πλήθους ἦν οὐκ ἀκολουθήσαντος αὐτῷ. Οὐ τούτου δὲ ἕνεκεν μόνον τοῦτο ποιεῖ, τὸ ὄρος καταλαμβάνων, ἀλλὰ καὶ παιδεύων ἡμᾶς ἀεὶ διαναπαύεσθαι ἀπὸ τῶν θορύβων καὶ τῆς ἐν μέσῳ ταραχῆς· ἐπιτήδειον γὰρ πρὸς φιλοσοφίαν ἐρημία. Πολλάκις δὲ καὶ μόνος αὐτὸς τὸ ὄρος καταλαμβάνει, καὶ διανυκτερεύει καὶ εὔχεται, διδάσκων ἡμᾶς ὅτι τὸν μάλιστα Θεῷ προσιόντα πάσης ἀπηλλάχθαι δεῖ ταραχῆς, καὶ καιρὸν καὶ τόπον θορύβου καθαρὸν ἐπιζητεῖν. Καὶ ἦν ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. Πῶς οὖν οὐκ ἀναβαίνει εἰς τὴν ἑορτὴν, φησὶν, ἀλλὰ πάντων ἐπειγομένων εἰς τὰ Ἱεροσόλυμα, αὐτὸς εἰς τὴν Γαλιλαίαν ἔρχεται, καὶ 59.240 οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τοὺς μαθητὰς ἄγων, καὶ ἐκεῖθεν εἰς Καπερναούμ; Ἠρέμα λοιπὸν ὑπεξέλυε τὸν νόμον, ἀφορμὴν λαμβάνων ἀπὸ τῆς Ἰουδαϊκῆς πονηρίας. Καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς, ὁρᾷ ὄχλον πολύν. Ἐνταῦθα δείκνυσιν ὅτι οὐδέποτε ἁπλῶς ἐκάθητο μετὰ τῶν μαθητῶν, ἀλλ' ἴσως ἀκριβολογούμενός τι πρὸς αὐτοὺς καὶ διδάσκων, καὶ ἐπιστρέφων αὐτοὺς πρὸς ἑαυτὸν, οὗ μάλιστα καὶ ἐντεῦθεν τὴν κηδεμονίαν ἔστι μαθεῖν, καὶ τὸ ταπεινὸν καὶ συγκαταβατικὸν τὸ πρὸς ἐκείνους. Συνεκάθηντο γὰρ αὐτῷ τάχα πρὸς ἀλλήλους ὁρῶντες. Εἶτα ἀναβλέψας ὁρᾷ τὸν ὄχλον παραγινόμενον πρὸς αὐτόν. Οἱ μὲν οὖν ἄλλοι εὐαγγελισταὶ τοὺς μαθητάς φασι προσελθόντας ἐρωτᾷν καὶ παρακαλεῖν, ὥστε μὴ ἀπολῦσαι αὐτοὺς νήστεις· οὗτος δὲ εἰσάγει τὸν Φίλιππον ἐρωτηθῆναι παρὰ τοῦ Χριστοῦ. Καί μοι δοκεῖ ἀμφότερα εἶναι ἀληθῆ, οὐκ ἐπὶ τῶν αὐτῶν γενόμενα δὲ ὅμως 173
καιρῶν, ἀλλ' ἐκεῖνα τούτων εἶναι πρεσβύτερα· ὥστε ἕτερα μὲν ἐκεῖνα λοιπὸν, ἕτερα δὲ ταῦτά ἐστι. Τίνος οὖν ἕνεκεν τὸν Φίλιππον ἐρωτᾷ; Ἤδει τῶν μαθητῶν τοὺς μάλιστα πλείονος δεομένους διδασκαλίας. Οὗτος γάρ ἐστιν ὁ μετὰ ταῦτα λέγων· Δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Διὰ τοῦτο ἄνωθεν αὐτὸν ἐῤῥύθμιζεν. Εἰ μὲν γὰρ ἁπλῶς τὸ σημεῖον ἐγένετο, οὐκ ἂν τοσοῦτον ἐφάνη τὸ θαῦμα· νῦν δὲ πρότερον αὐτὸν ἀναγκάζει ὁμολογῆσαι τὴν οὖσαν σπάνιν, ἵνα γνοὺς ἐν τίσιν ἦν, ἀκριβέστερον οὕτω μάθῃ τοῦ μέλλοντος γίνεσθαι θαύματος τὸ μέγεθος. Καὶ ὅρα τί φησιν ἐκεῖνος· Πόθεν ἡμῖν ἄρτοι τοσοῦτοι, ἵνα φάγωσιν οὗτοι; Οὕτω καὶ ἐν τῇ Παλαιᾷ πρὸς τὸν Μωϋσέα ἔλεγεν. Οὐ γὰρ πρότερον τὸ σημεῖον ἐποίησεν, ἕως ἂν αὐτὸν ἠρώτησε, Τί ποτέ ἐστιν ἐν τῇ χειρί σου; Ἐπειδὴ γὰρ τὰ παράδοξα καὶ ἀθρόον συμβαίνοντα, τῶν προτέρων ἡμᾶς εἰς λήθην ἐμβαλεῖν εἴωθε, πρότερον αὐτὸν ἐν τῇ τοῦ παρόντος κατέδησεν ὁμολογίᾳ, ἵνα τῆς ἐκπλήξεως γενομένης, τὴν μνήμην τῶν ὁμολογηθέντων μὴ δυνηθῇ λοιπὸν ἐκβαλεῖν· εἶθ' οὕτως ἀπὸ τῆς συγκρίσεως μάθῃ καὶ τοῦ σημείου τὸ μέγεθος· ὃ δὴ καὶ ἐνταῦθα γίνεται. Καὶ ἐρωτηθεὶς ἀποκρίνεται λέγων· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν, ἵνα ἕκαστος βραχύ τι λάβῃ. Τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. Τί ἐστι, Πειράζων αὐτόν; ἆρα γὰρ ἠγνόει τὸ μέλλον ὑπ' αὐτοῦ ῥηθήσεσθαι; Οὐκ ἔστι τοῦτο εἰπεῖν. βʹ. Ἀλλὰ τίς ποτε τῆς λέξεως ἡ διάνοια; Ἀπὸ τῆς Παλαιᾶς δυνατὸν αὐτὴν καταμαθεῖν. Καὶ γὰρ καὶ ἐκεῖ φησιν· Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἐπείραζεν ὁ Θεὸς Ἀβραὰμ, καὶ εἶπεν, Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ. Οὐδὲ γὰρ ἐκεῖ τοῦτο λέγων φαίνεται, ὅτι ἀπὸ τῆς πείρας ἀνέμενεν ἰδεῖν τὸ τέλος, εἴτε ὑπακούσεται, εἴτε μή· (πῶς γὰρ ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν;) ἀλλ' ἀνθρωπίνως ἀμφότερα εἴρηται. Ὥσπερ γὰρ ὅταν λέγῃ, ὅτι Ἐρευνᾷ τὰς καρδίας τῶν ἀνθρώπων, οὐκ ἀγνοίας τὴν ἔρευναν δείκνυσιν, ἀλλ' ἀκριβοῦς εἰδήσεως· οὕτω δὴ καὶ ὅταν λέγῃ ὅτι Ἐπείρασεν, οὐδὲν ἄλλο φησὶν, ἀλλ' ἢ ὅτι ἠπίστατο ἀκριβῶς. Κἂν ἕτερον δὲ ἔστιν εἰπεῖν, ὅτι δοκιμώτερον αὐτὸν εἰργάζετο, ὥσπερ οὖν τὸν Ἀβραὰμ τότε, οὕτω καὶ τοῦτον διὰ τῆς τοιαύτης ἐρωτήσεως ἐνάγων νῦν 59.241 εἰς τὴν ἀκριβῆ τοῦ σημείου γνῶσιν. Διὰ δὴ τοῦτο καὶ ὁ εὐαγγελιστὴς, ἵνα μὴ τῇ ἀσθενείᾳ τῆς λέξεως ἐναπομείνας, ὑποπτεύσῃς τι ἄτοπον περὶ τῶν εἰρημένων, ἐπήγαγεν· Αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. Πλὴν ἐκεῖνο παρατηρεῖν ἀναγκαῖον, πῶς, ὅταν ᾖ ὑπόνοια πονηρὰ, εὐθὺς αὐτὴν ὁ εὐαγγελιστὴς μετὰ πολλῆς ἐπιδιορθοῦται τῆς σπουδῆς. Ὥσπερ οὖν ἐνταῦθα, ἵνα μή τι τοιοῦτον ὑποπτεύσωσιν οἱ ἀκούοντες, προσέθηκε τὴν ἐπιδιόρθωσιν, εἰπών· Αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν· οὕτω καὶ ἐκεῖ λέγων, ὅτι ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, Οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ· εἰ μὴ ἀπόφασις ἦν αὐτοῦ τοῦ Χριστοῦ διὰ τῶν ἔργων βεβαιουμένη, προσέθηκεν ἂν κἀκεῖ τὴν ἐπιδιόρθωσιν ταύτην. Εἰ γὰρ ἐν οἷς αὐτὸς λέγει, ὑφορᾶται ὁ εὐαγγελιστὴς, μή τις ὑποπτεύσῃ· πολλῷ μᾶλλον ἐν οἷς ἕτεροι περὶ αὐτοῦ τοῦτο ἔλεγον, ὑπείδετο ἂν, εἰ μὴ προσήκουσαν ἑώρα περὶ αὐτοῦ κρατοῦσαν ὑπόνοιαν. Ἀλλ' οὐκ ἐποίησεν· ᾔδει γὰρ αὐτοῦ τὴν γνώμην οὖσαν τοῦτο καὶ ψῆφον ἀκίνητον. Διὰ τοῦτο εἰπὼν, Ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, οὐκ ἐχρήσατο ἐπιδιορθώσει τινὶ τοιαύτῃ· οὐ γὰρ ἐκείνων ἦν ὑπόνοια διεφθαρμένη τὸ λεγόμενον, ἀλλ' ἀπόφασις αὐτοῦ κεκυρωμένη διὰ τῶν ἔργων. Ἐρωτηθέντος τοίνυν τοῦ Φιλίππου, Φησὶν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· Ἔστιν ὧδε παιδάριον ἔχον πέντε ἄρτους κριθίνους, καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Ὑψηλότερος μὲν τοῦ Φιλίππου ὁ Ἀνδρέας, οὐ μὴν εἰς τὸ πᾶν ἔφθασε. Οἶμαι δὲ μηδὲ ἁπλῶς τοῦτο εἰπεῖν, ἀλλ' ἀκηκοότα αὐτὸν τῶν προφητῶν τὰ θαύματα, καὶ πῶς Ἑλισσαῖος ἐποίησε τὸ ἐπὶ τῶν ἄρτων σημεῖον. Διὰ δὴ τοῦτο ἀνέβη μὲν ἐπί τι ὕψος, οὐκ ἴσχυσε δὲ πρὸς αὐτὴν φθάσαι τὴν κορυφήν. Μάθωμεν ἐντεῦθεν οἱ τῇ τρυφῇ προσέχοντες, τίνα ἐσιτοῦντο οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι καὶ μεγάλοι, 174
καὶ τῇ ποσότητι τῶν ἐπιφερομένων καὶ τῇ ποιότητι τὴν εὐτέλειαν αὐτῶν τῆς τραπέζης ἴδωμέν τε καὶ μιμησώμεθα. Τὰ γοῦν ἑξῆς τούτων πολλῆς ἀσθενείας. Μετὰ γὰρ τὸ εἰπεῖν, Ἔχει πέντε ἄρτους κριθίνους, ἐπήγαγεν· Ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Ἐνόμιζε γὰρ ὅτι ἀπὸ μὲν ἐλαττόνων ἐλάττονα, ἀπὸ δὲ πλειόνων πλείονα ἔμελλε ποιεῖν ὁ θαυματουργῶν· ὅπερ οὐκ ἦν. Ὁμοίως γὰρ ἦν αὐτῷ εὔκολον ἀπό τε πλειόνων, ἀπό τε ἐλαττόνων ποιῆσαι πηγάσαι τῶν ἄρτων τὴν φύσιν. Οὐ γὰρ ὕλης ἐδεῖτο τῆς ὑποκειμένης· ἀλλ' ὥστε μὴ δόξαι τὴν κτίσιν ἀλλοτρίαν εἶναι τῆς αὐτοῦ σοφίας, ὡς οἱ μετὰ ταῦτα διαβάλλοντες οἱ τὰ Μαρκίωνος νοσήσαντες ἔλεγον, αὐτῇ τῇ κτίσει κέχρηται πρὸς τὴν ὑπόθεσιν τῶν θαυμάτων. Ἐπεὶ οὖν ἀπέγνωσαν ἀμφότεροι οἱ μαθηταὶ, τότε θαυματουργεῖ λοιπόν· οὕτω γὰρ μᾶλλον ἐκέρδαναν, πρότερον ὁμολογήσαντες τοῦ πράγματος τὴν δυσκολίαν, ἵνα ὅταν γένηται, μάθωσι τοῦ Θεοῦ τὴν δύναμιν. Ἐπειδὴ γὰρ γίνεσθαι σημεῖον ἔμελλε τὸ καὶ προφήταις κατορθωθὲν, εἰ καὶ μὴ ὁμοίως· ἔμελλε δὲ καὶ εὐχαριστήσας αὐτὸ πρότερον ποιεῖν· ἵνα μὴ εἰς ἀσθενῆ τινα καταπέσωσιν ὑπόνοιαν, ὅρα πῶς αὐτὸ καὶ τῷ τρόπῳ διὰ πάντων ἐπῆρε καὶ τὴν διαφορὰν ἔδειξεν. Οὔπω γὰρ τῶν ἄρτων φανέντων, τὸ θαῦμα ποιεῖ, ἵνα μάθῃς ὅτι τὰ μὴ ὄντα ὡς ὄντα αὐτῷ ὑφέστηκε, καθάπερ ὁ Παῦλός φησιν· Ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα. Ὡς ἑτοίμου γὰρ καὶ παρεσκευασμένης τῆς τραπέζης, ἐκέλευσεν αὐτοὺς 59.242 εὐθέως ἀναπεσεῖν. Οὕτω καὶ διὰ τούτου τὴν διάνοιαν τῶν μαθητῶν ἀνέστησεν. Ὅτι δὲ καὶ ἐκέρδαναν ἀπὸ τῆς ἐρωτήσεως, εὐθέως ὑπήκουσαν, καὶ οὐκ ἐθορυβήθησαν, οὐδὲ εἶπον· τί ποτε τοῦτό ἐστι; πῶς κελεύεις ἀναπεσεῖν, οὐδενὸς ἐν τῷ μέσῳ φαινομένου; Οὕτω καὶ πρὸ τῆς ὄψεως τοῦ σημείου πιστεύειν ἤρξαντο οἱ παρὰ τὴν ἀρχὴν τοσοῦτον ἀπιστήσαντες ὡς εἰπεῖν, Πόθεν ἀγοράσομεν ἄρτους; ὅτι καὶ μετὰ προθυμίας ἀνέκλιναν τοὺς ὄχλους. Ἀλλὰ τί δήποτε τὸν παραλυτικὸν μέλλων ἀνορθοῦν οὐκ εὔχεται, οὐδὲ τὸν νεκρὸν ἐγείρων, οὐδὲ τὴν θάλατταν χαλινῶν· ἐνταῦθα δὲ ἐπὶ τῶν ἄρτων τοῦτο ποιεῖ; Δεικνὺς ὅτι τοὺς τροφῆς ἀρχομένους εὐχαριστεῖν δεῖ τῷ Θεῷ. Καὶ ἄλλως δὲ, ἐπὶ τῶν ἐλαττόνων αὐτὸ μάλιστα ἐργάζεται, ἵνα μάθῃς ὅτι οὐ δεόμενος αὐτὸ ποιεῖ. Εἰ γὰρ δεόμενος, πολλῷ μᾶλλον ἐπὶ τῶν μειζόνων ἂν αὐτὸ ἐποίησεν. Ὁ δὲ ἐκεῖνα αὐθεντίᾳ ποιήσας, εὔδηλον ὅτι καὶ ταῦτα συγκαταβατικῶς ἔπραττεν. γʹ. Ἔτι τε καὶ ὅτι ὄχλος πολὺς ἦν παρὼν, καὶ ἐχρῆν αὐτοὺς πεισθῆναι, ὅτι κατὰ γνώμην Θεοῦ παρεγένετο. Διὰ τοῦτο ὅταν μὲν μόνος ποιῇ τι σημεῖον, οὐδὲν τοιοῦτον ἐπιδείκνυται· ὅταν δὲ ἐπὶ πολλῶν αὐτὸ ποιῇ, ὥστε πιστεῦσαι αὐτοὺς ὅτι οὐκ ἀντίθεός τίς ἐστιν, οὐδὲ ἐναντίος τῷ γεγεννηκότι, διὰ τῆς εὐχαριστίας ἀναιρεῖ τὴν ὑποψίαν. Καὶ ἔδωκε τοῖς ἀνακειμένοις, καὶ ἐνεπλήσθησαν. Εἶδες πόσον δούλου καὶ δεσπότου τὸ μέσον; Ἐκεῖνοι μὲν γὰρ ἐκ μέτρου ἔχοντες τὴν χάριν, οὕτως ἐθαυματούργουν· ὁ δὲ Θεὸς ἀπολελυμένῃ δυνάμει ποιῶν, μετὰ πολλῆς ἅπαντα εἰργάζετο τῆς περιουσίας. Καὶ εἶπε τοῖς μαθηταῖς· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα. Οἱ δὲ συνήγαγον, καὶ ἐγέμισαν δώδεκα κοφίνους. Οὐκ ἐπίδειξις ἦν τοῦτο περιττὴ, ἀλλ' ὥστε μὴ φαντασίαν νομισθῆναι τὸ πρᾶγμα· διὰ δὴ τοῦτο καὶ ἐξ ὑποκειμένης ὕλης δημιουργεῖ. Τίνος δὲ ἕνεκεν οὐ τοῖς ὄχλοις ἔδωκεν βαστάσαι, ἀλλὰ τοῖς μαθηταῖς; Ὅτι μάλιστα τούτους παιδεῦσαι ἠβούλετο τοὺς μέλλοντας εἶναι διδασκάλους τῆς οἰκουμένης. Τὸ μὲν γὰρ πλῆθος οὐδὲν μέγα ἔμελλε καρπώσασθαι ἐκ τῶν θαυμάτων τέως· εὐθέως γοῦν ἐπελανθάνοντο αὐτοὶ, καὶ ᾔτουν ἕτερον θαῦμα· οὗτοι δὲ οὐ τὰ τυχόντα κερδαίνειν ἔμελλον. Ἦν δὲ καὶ τῷ Ἰούδᾳ κατάκριμα τὸ γινόμενον οὐ τὸ τυχὸν, βαστάζοντι τὸν κόφινον. Ὅτι δὲ τῆς αὐτῶν παιδεύσεως ἕνεκεν ταῦτα ἐγένετο, ἐκ τοῦ εἰρημένου ὕστερον δῆλον, οὗπερ ἀνέμνησεν αὐτοὺς λέγων· Οὔπω νοεῖτε πόσους κοφίνους ἐλάβετε; Καὶ τὸ ἰσαρίθμους εἶναι τοῖς μαθηταῖς τοὺς κοφίνους τῶν λειψάνων, τῆς αὐτῆς ἕνεκεν αἰτίας γέγονεν. Ὕστερον δὲ ἐπειδὴ ἐπαιδεύθησαν, οὐκ ἔτι τοσούτους, ἀλλὰ σπυρίδας ἑπτά. Ἐγὼ δὲ οὐ τὸ πλῆθος θαυμάζω τῶν γεγονότων ἄρτων μόνον, 175
ἀλλὰ μὴν μετὰ τοῦ πλήθους καὶ τὴν ἀκρίβειαν τοῦ περισσεύματος, ὅτι οὔτε πλεῖον οὔτε ἔλαττον ἐποίησε περισσευθῆναι, ἀλλὰ τοσοῦτον ὅσον ἐβούλετο, προειδὼς πόσα ἀναλώσουσιν· ὅπερ ἀφάτου δυνάμεως ἦν. Ἐπιστοῦτο μὲν οὖν τὰ κλάσματα τὸ γεγονὸς, ἀμφότερα ἐμφαίνοντα, καὶ ὅτι οὐ φαντασία τις ἦν τὰ γεγενημένα, καὶ ὅτι ἐξ ἐκείνων ἦν ὧν ἐτράφησαν. Τὸ δὲ τῶν ἰχθύων, τότε μὲν ὑποκειμένων ἐγένετο· ὕστερον δὲ μετὰ τὴν ἀνάστασιν, οὐκ ἔτι ἐξ ὕλης ὑποκειμένης. Τίνος ἕνεκεν; Ἵνα μάθῃς ὅτι καὶ νῦν τῇ ὕλῃ ἐκέχρητο, οὐ δι' ἔνδειαν, οὐδὲ δεόμενος ὑποβάθρας, ἀλλ' ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα. Οἱ δὲ ὄχλοι ἔλεγον, ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. Ὢ γαστρι 59.243 μαργίας ὑπερβολή· μυρία τούτων εἰργάσατο θαυμαστότερα, καὶ οὐδαμοῦ τοῦτο ὡμολόγησαν, ἀλλ' ὅτε ἐνεπλήσθησαν. Ἄρα ἐκ τούτου δῆλον, ὅτι προφήτην τινὰ προσεδόκων ἐξαίρετον. Καὶ γὰρ ἐκεῖνοι ἔλεγον· Σὺ εἶ ὁ προφήτης; καὶ οὗτοι· Οὗτός ἐστιν ὁ προφήτης. Ὁ γοῦν Ἰησοῦς, γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν, ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησεν εἰς τὸ ὄρος. Βαβαὶ πόση τῆς γαστριμαργίας ἡ τυραννίς! πόση τῆς γνώμης ἡ εὐκολία! οὐκ ἔτι αὐτοῖς τῆς τοῦ σαββάτου παραβάσεως μέλει· οὐκ ἔτι ζηλοῦσιν ὑπὲρ Θεοῦ, ἀλλὰ πάντα ἔῤῥιπτο, τῆς γαστρὸς αὐτοῖς ἐμπλησθείσης. Καὶ προφήτης ἦν παρ' αὐτοῖς, καὶ βασιλέα χειροτονεῖν ἔμελλον· ὁ δὲ Χριστὸς φεύγει. Τί δήποτε; Παιδεύων ἡμᾶς τῶν κοσμικῶν καταφρονεῖν ἀξιωμάτων, καὶ δεικνὺς ὅτι οὐδενὸς δεῖται τῶν ἐπὶ γῆς. Ὁ γὰρ πάντα εὐτελῆ ἐπιλεξάμενος, καὶ μητέρα, καὶ οἰκίαν, καὶ πόλιν, καὶ ἀνατροφὴν, καὶ ἱματίων στολὴν, οὐκ ἔμελλεν ὕστερον ἀπὸ τῶν ἐν τῇ γῇ φαίνεσθαι. Τὰ μὲν γὰρ ἀπὸ τῶν οὐρανῶν, λαμπρά τε ἦν καὶ μεγάλα, ἄγγελοί τε καὶ ἀστὴρ, καὶ Πατὴρ βοῶν, καὶ Πνεῦμα μαρτυροῦν, καὶ προφῆται πόῤῥωθεν ἀνακηρύττοντες· τὰ δὲ ἐν τῇ γῇ πάντα εὐτελῆ, ἵνα καὶ οὕτω μειζόνως ἡ δύναμις φαίνηται. Ἦλθε δὲ καὶ παιδεύων ἡμᾶς καταφρονεῖν τῶν ἐνταῦθα, καὶ μηδαμοῦ τεθηπέναι μηδὲ ἐκπλήττεσθαι τὰ τοῦ βίου λαμπρὰ, ἀλλὰ καταγελᾷν ἁπάντων τούτων, καὶ τῶν μελλόντων ἐρᾷν. Ὁ γὰρ τὰ ἐνταῦθα θαυμάζων, οὐ θαυμάσεται τὰ ἐν τοῖς οὐρανοῖς. Διὰ τοῦτο καὶ τῷ Πιλάτῳ ἔλεγεν· Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐντεῦθεν· ἵνα μὴ δόξῃ λοιπὸν ἀνθρωπίνῳ φόβῳ καὶ δυναστείᾳ πρὸς τὸ πείθειν ἀποκεχρῆσθαι. Πῶς οὖν εἶπεν ὁ προφήτης· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον; Ὅτι βασιλείαν ἐκείνην λέγει, τὴν ἐν τοῖς οὐρανοῖς, ἀλλ' οὐχὶ ταύτην. Διὰ δὴ τοῦτο πάλιν ἔλεγε· Δόξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω. δʹ. Μάθωμεν τοίνυν, ἀγαπητοὶ, τῆς τιμῆς τῆς παρὰ ἀνθρώποις καταφρονεῖν καὶ μὴ ἐφίεσθαι. Τετιμήμεθα γὰρ τιμὴν μεγίστην, καὶ πρὸς ἣν αὕτη παραβαλλομένη, ὕβρις καὶ γέλως καὶ κωμῳδία ὄντως ἐστίν· ὥσπερ οὖν καὶ ὁ πλοῦτος οὗτος πρὸς ἐκεῖνον πενία, καὶ ἡ ζωὴ αὕτη χωρὶς ἐκείνης νέκρωσις (Ἄφες, φησὶ, τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς)· οὕτω καὶ ἡ δόξα αὕτη πρὸς ἐκείνην αἰσχύνη καὶ γέλως ἐστί. Μὴ τοίνυν αὐτὴν διώκωμεν. Εἰ γὰρ οἱ παρέχοντες αὐτὴν σκιᾶς καὶ ὀνείρων εἰσὶν εὐτελέστεροι, πολλῷ μᾶλλον αὐτὴ ἡ δόξα· Δόξα γὰρ ἀνθρώπου ὡς ἄνθος χόρτου. Τί δὲ ἄνθους χόρτου εὐτελέστερον γένοιτ' ἄν; Εἰ δὲ καὶ μόνιμος ἦν, τί τὴν ψυχὴν ὠφελῆσαι ἴσχυσεν ἄν; Οὐδέν· ἀλλὰ καὶ καταβλάπτει τὰ μέγιστα, δούλους ποιοῦσα, δούλους ἀργυρωνήτων χείρους, δούλους οὐχ ἑνὶ δεσπότῃ μόνον, ἀλλὰ καὶ δυσὶ καὶ τρισὶ καὶ μυρίοις διάφορα ἐπιτάττουσιν ὑπακούοντας. Πόσῳ βέλτιον ἐλεύθερον εἶναι, ἢ δοῦλον, ἐλεύθερον μὲν τῆς τῶν ἀνθρώπων δουλείας, δοῦλον δὲ τῆς τοῦ Θεοῦ δεσποτείας; Ὅλως δὲ εἰ βούλει δόξης ἐρᾷν, ἔρα δόξης, ἀλλὰ τῆς ἀθανάτου. Καὶ γὰρ λαμπρότερον αὐτῆς τὸ θέατρον, καὶ μεῖζον τὸ κέρδος. Οὗτοι μὲν γάρ σε κελεύουσι δαπανώμενον ἀρέσκειν αὐτοῖς· ὁ δὲ Χριστὸς τοὐναντίον ἅπαν. Καὶ γὰρ ἑκατονταπλασίονά σοι δίδωσι τῶν διδομένων 59.244 παρὰ σοῦ, καὶ ζωὴν αἰώνιον τούτοις προστίθησι. Τί τοίνυν βέλτιον, ἐν τῇ γῇ, ἢ ἐν τοῖς οὐρανοῖς, ὑπὸ ἀνθρώπων, ἢ ὑπὸ Θεοῦ θαυμάζεσθαι; ἐπὶ ζημίᾳ, ἢ ἐπὶ κέρδει; στεφανοῦσθαι πρὸς μίαν ἡμέραν, ἢ 176
πρὸς ἀπείρους αἰῶνας; Δὸς τῷ δεομένῳ, καὶ μὴ δῷς τῷ ὀρχουμένῳ, ἵνα μὴ μετὰ τῶν σῶν χρημάτων καὶ τὴν ψυχὴν ἀπολέσῃς τὴν ἐκείνου. Σὺ γὰρ αἴτιος εἶ τῆς ἀπωλείας τῆς ἐκείνου διὰ τῆς ἀκαίρου φιλοτιμίας. Εἰ γὰρ οἱ ἐπὶ τῆς ὀρχήστρας ᾔδεσαν ὅτι τὸ ἐπιτήδευμα αὐτοῖς ἀκερδὲς ἔμελλεν ἔσεσθαι, πάλαι ἂν ἐπαύσαντο ταῦτα ἐπιτηδεύοντες· ὅταν δέ σε κροτοῦντα, συντρέχοντα, ἀναλίσκοντα, ἅπαντα τὰ σαυτοῦ δαπανῶντα θεάσωνται, κἂν μὴ βούλωνται τοῦτο μετιέναι, τῇ τοῦ κέρδους ἐπιθυμίᾳ κατέχονται. Εἰ δὲ ἔγνωσαν, ὅτι οὐδεὶς ἂν ἐπαινέσειε τὰ ἐκείνων, ταχέως ἂν ἀπέστησαν τῶν πόνων διὰ τὸ ἀκερδές· ὅταν δὲ ἴδωσι τὸ πρᾶγμα παρὰ πολλῶν θαυμαζόμενον, γίνεται δέλεαρ αὐτοῖς ὁ τῶν ἄλλων ἔπαινος. Ἀποστῶμεν τοίνυν τῆς ἀκερδοῦς δαπάνης· μάθωμεν ἐπὶ τίσιν ἀναλίσκειν καὶ πότε χρή. Μὴ δὴ ἀμφοτέρωθεν παροξύνωμεν τὸν Θεὸν, καὶ συνάγοντες ὅθεν οὐ χρὴ, καὶ σκορπίζοντες εἰς ἅπερ οὐ δεῖ. Πόσης γὰρ οὐκ ἂν ἄξιον εἴη ὀργῆς, ὅταν τῇ πόρνῃ διδῷς, παρατρέχων τὸν πένητα; Εἰ γὰρ καὶ ἐκ δικαίων πόνων παρεῖχες, οὐχὶ ἔγκλημα ἦν τὸ πρᾶγμα, μισθὸν κακίας παρέχειν, καὶ ὑπὲρ ὧν κολάζειν ἐχρῆν, ὑπὲρ τούτων τιμᾷν; Ὅταν δὲ καὶ ὀρφανοὺς ἀποδύων, καὶ χήρας ἀδικῶν, τρέφῃς ἀσέλγειαν, ἐννόησον ἡλίκον τοῖς ταῦτα τολμῶσιν ἔσται τὸ πῦρ. Ἄκουσον τί φησιν ὁ Παῦλος· Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Τάχα σφοδρῶς ὑμῶν καθηψάμεθα, ἀλλὰ κἂν ἡμεῖς μὴ καθαψώμεθα, αἱ διὰ τῶν πραγμάτων μένουσι τιμωρίαι τοὺς ἀδιόρθωτα ἁμαρτάνοντας. Τί οὖν ὄφελος ἐν τοῖς λόγοις χαρίζεσθαι τοῖς διὰ τῶν ἔργων κολάζεσθαι μέλλουσι; Συνευδοκεῖς τῷ ὀρχουμένῳ, ἐπαινεῖς καὶ θαυμάζεις; Οὐκοῦν ἐκείνου γέγονας χείρων. Τῷ μὲν γὰρ ἡ πενία συγγνώμην δίδωσιν, εἰ καὶ λόγον οὐκ ἔχουσαν· σὺ δὲ καὶ ταύτης ἀπεστέρησαι τῆς ἀπολογίας. Κἀκεῖνον μὲν ἐὰν ἔρωμαι, τί δήποτε τὰς ἄλλας τέχνας ἀφεὶς, ἐπὶ ταύτην ἦλθες τὴν ἐναγῆ καὶ μιαράν; ἐρεῖ, ὅτι ἔξεστιν ὀλίγα πονοῦντα, πολλὰ καρποῦσθαι. Σὲ δὲ ἐὰν ἔρωμαι, τί δήποτε θαυμάζεις τὸν ἐν ἀσελγείᾳ βιοῦντα καὶ ἐπὶ λύμῃ ζῶντα πολλῶν; οὐκ ἔχεις ἐπὶ τὴν αὐτὴν πρόφασιν καταφεύγειν, ἀλλὰ ἀνάγκη κάτω κύπτειν, καὶ αἰσχύνεσθαι καὶ ἐρυθριᾷν. Εἰ δὲ παρ' ἡμῶν εὐθύνας ἀπαιτούμενος οὐδὲν ἂν σχοίης εἰπεῖν, ὅταν τὸ φοβερὸν ἐκεῖνο καὶ ἀπαραίτητον παραγένηται δικαστήριον, ἔνθα τῶν νοημάτων, καὶ πραγμάτων, καὶ πάντων τίνομεν εὐθύνας, πῶς στησόμεθα; ποίοις ὀφθαλμοῖς τὸν κριτὴν ὀψόμεθα; τί ἐροῦμεν; τί ἀπολογησόμεθα; ποίαν εὔλογον, ποίαν ἄλογον προβαλούμεθα πρόφασιν; τὴν τῆς δαπάνης; τὴν τῆς τέρψεως; ἢ τὴν τῆς ἑτέρων ἀπωλείας, οὓς διὰ τῆς ἐκείνου τέχνης ἀπόλλυμεν; Οὐκ ἔστιν οὐδὲν εἰπεῖν, ἀλλ' ἀνάγκη κολάζεσθαι κόλασιν τέλος οὐκ ἔχουσαν, πέρας οὐκ ἐπισταμένην. Ὅπερ ἵνα μὴ γένηται, ἐντεῦθεν ἤδη πάντα φυλαξώμεθα, ἵνα μετὰ χρηστῆς ἐλπίδος ἀπελθόντες, τύχωμεν τῶν αἰωνίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.245 ΟΜΙΛΙΑ ΜΓʹ. Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐ τοῦ εἰς τὴν θάλασσαν. Καὶ ἀναβάντες εἰς τὸ πλοῖον, ἤρχοντο εἰς τὸ πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. Καὶ σκοτία ἤδη ἐγένετο, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς. Ἥ τε θάλασσα, ἀνέμου μεγάλου πνέοντος, διηγείρετο. αʹ. Οὐχὶ παρὼν τοῖς μαθηταῖς ὁ Χριστὸς σωματικῶς μόνον, ἀλλὰ καὶ μακρὰν γενόμενος τὸ συμφέρον οἰκονομεῖ. Καὶ γὰρ εὔπορος ὢν καὶ εὐμήχανος, διὰ τῶν ἐναντίων πραγμάτων ἓν καὶ τὸ αὐτὸ κατασκευάζει. Ὅρα γοῦν καὶ ἐνταῦθα τί ποιεῖ.
Ἀφίησι τοὺς μαθητὰς, καὶ ἀνέρχεται εἰς τὸ ὄρος. Οἱ δὲ τοῦ διδασκάλου ἀπολειφθέντες, ὡς ὀψία ἐγένετο, κατέβησαν εἰς τὴν θάλασσαν· καὶ μέχρι μὲν τῆς ἑσπέρας περιέμενον αὐτὸν, ἥξειν προσδοκῶντες πρὸς αὐτούς. Γενομένης δὲ ἑσπέρας, οὐκ ἔτι ἀνέχονται μὴ ἐπιζήτησιν αὐτοῦ ἐλθεῖν· τοσοῦτος αὐτοὺς κατεῖχεν ἔρως. Οὐδὲ γὰρ εἶπον· Ἑσπέρα νῦν ἐστι, καὶ νὺξ κατέλαβε, ποῦ νῦν ἀπελευσόμεθα; ἐπικίνδυνος ὁ τόπος, ἐπισφαλὴς ὁ καιρός· ἀλλ' ὑπὸ τοῦ πόθου πυρούμενοι, ἐνέβησαν εἰς τὸ πλοῖον. Οὐ γὰρ ἁπλῶς ὁ εὐαγγελιστὴς καὶ τὸν καιρὸν ἐπισημαίνεται, ἀλλ' ὥστε διὰ τούτου τὴν θερμὴν αὐτῶν ἀγάπην ἐμφῆναι. Τίνος οὖν ἕνεκεν ἀφίησιν αὐτοὺς καὶ ἀναχωρεῖ; μᾶλλον δὲ, τίνος ἕνεκεν φαίνεται πάλιν μόνος ἐπὶ τῆς θαλάσσης βαδίζων; Ἐκείνῳ μὲν διδάσκων αὐτοὺς πόσον ἐστὶν ἡ ἀπόλειψις, καὶ τὸν πόθον ἐργαζόμενος μείζονα· τούτῳ δὲ πάλιν τὴν ἑαυτοῦ δύναμιν ἐνδεικνύμενος. Ὥσπερ γὰρ ἐν τῇ διδασκαλίᾳ οὐ μετὰ τοῦ ὄχλου πάντα ἤκουον, οὕτω καὶ ἐπὶ τῶν σημείων οὐ μετὰ τοῦ πλήθους πάντα ἑώρων. Ἐχρῆν γὰρ αὐτοὺς μέλλοντας ἐγχειρίζεσθαι τῆς οἰκουμένης τὴν προστασίαν, ἔχειν τι τῶν λοιπῶν πλέον. Καὶ ποῖα σημεῖα καθ' ἑαυτοὺς εἶδον; φησί. Τὴν μεταμόρφωσιν τὴν ἐπὶ τοῦ ὄρους, τοῦτο τὸ ἐπὶ τῆς θαλάσσης, τὰ μετὰ τὴν ἀνάστασιν πολλὰ καὶ μεγάλα ὄντα. Ἐγὼ δὲ καὶ ἕτερα στοχάζομαι ἀπὸ τούτων. Ἤρχοντο δὲ εἰς Καπερναοὺμ, τὸ μὲν σαφὲς οὐκ εἰδότες, ἐκεῖ δὲ προσδοκῶντες, εὑρήσειν αὐτὸν, ἢ καὶ κατὰ μέσον τὸν πλοῦν. Τοῦτο γοῦν ὁ Ἰωάννης ᾐνίξατο εἰπὼν, ὅτι σκοτία ἤδη ἐγεγόνει, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, ἥ τε θάλασσα μεγάλου ἀνέμου πνέοντος διηγείρετο. Τί οὖν ἐκεῖνοι; Ταράσσονται· πολλὰ δὲ ἦν τὰ τοῦτο ποιεῖν αὐτοὺς ἀναγκάζοντα, καὶ πολλαχόθεν· καὶ γὰρ καὶ ἀπὸ τοῦ καιροῦ· σκοτία γὰρ ἦν· καὶ ἀπὸ τοῦ χειμῶνος· ἡ γὰρ θάλασσα διηγείρετο· καὶ ἀπὸ τοῦ τόπου· οὐ γὰρ ἦσαν ἐγγὺς τῆς γῆς, ἀλλ' Ἐληλακότες ὡς σταδίους εἰκοσιπέντε· καὶ ἀπὸ τοῦ παραδόξου τὸ τελευταῖον· Θεωροῦσι γὰρ αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα· οἷς καὶ ταραχθεῖσι σφόδρα λέγει· Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Τίνος οὖν ἕνεκεν ἐφάνη; Δεικνὺς ὅτι αὐτός ἐστιν ὁ τὸν χειμῶνα λύσων. Τοῦτο γὰρ ἐνέφηνεν ὁ εὐαγγελιστὴς εἰπὼν, ὅτι Ἤθελον λαβεῖν αὐτόν· καὶ εὐθέως τὸ πλοῖον ἐγγὺς τῆς γῆς ἐγένετο. Οὐ γὰρ μόνον ἀσφαλῆ, ἀλλὰ καὶ ἐξ οὐρίων αὐτοῖς παρέσχε τὸν πλοῦν. Τῷ ὄχλῳ δὲ οὐκ ἐπέδειξεν ἑαυτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα· μεῖζον γὰρ ἢ κατὰ τὴν ἐκείνων ἀσθένειαν τὸ σημεῖον ἦν. Ἀλλ' οὐδὲ τοῖς μαθηταῖς ὤφθη 59.246 ἐπὶ πολὺ τοῦτο ποιῶν, ἀλλὰ ἅμα τε ὤφθη, καὶ ἀπέστη ἀπ' αὐτῶν. Ἐμοὶ δὲ καὶ τοῦτο δοκεῖ τὸ σημεῖον ἕτερον εἶναι τοῦ παρὰ τῷ Ματθαίῳ κειμένου Καὶ ὅτι ἕτερον, πολλαχόθεν δῆλον. Πολλάκις γὰρ τὰ αὐτὰ ποιεῖ σημεῖα, ὥστε παρασκευάσαι μὴ μόνον σφόδρα ξενίζεσθαι τοὺς ὁρῶντας, ἀλλὰ καὶ μετὰ πολλῆς αὐτὰ δέχεσθαι πίστεως. Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Μετὰ τοῦ ῥήματος καὶ τὴν δειλίαν ἐξέβαλεν ἀπὸ τῆς ἐκείνων ψυχῆς. Ἀλλαχοῦ δὲ οὐχ οὕτω ποιεῖ. Διὰ τοῦτο γοῦν καὶ ὁ Πέτρος ἔλεγε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν. Πόθεν οὖν τότε μὲν οὐκ εὐθέως τοῦτο ἐδέξαντο, νῦν δὲ ἐπείσθησαν; Ὅτι τότε μὲν ἔτι ὁ χειμὼν ἐπέμενε σαλεύων τὸ πλοῖον· νῦν δὲ μετὰ τῆς φωνῆς ἡ γαλήνη παρεγένετο· ἢ εἰ μὴ τοῦτο, τὸ πρότερον ἐκεῖνό ἐστιν ὅπερ ἔφθην εἰπὼν, ὅτι πολλάκις τὰ αὐτὰ ποιῶν σημεῖα, εὐπαράδεκτα τῷ χρόνῳ τὰ δεύτερα ἀπὸ τῶν προτέρων εἰργάζετο. Τίνος δὲ ἕνεκεν οὐκ ἀνέβη εἰς τὸ πλοῖον; Τὸ θαῦμα μεῖζον ἐργάσασθαι βουλόμενος, καὶ ἅμα τὴν θεότητα αὐτοῖς ἐκκαλύψαι τρανότερον, καὶ δεῖξαι ὅτι τότε εὐχαριστήσας, οὐχὶ δεόμενος βοηθείας τοῦτο ἐποίησεν, ἀλλ' ἐκείνοις συγκαταβαίνων. Καὶ εἴασε μὲν γενέσθαι τὸν χειμῶνα, ἵνα ἀεὶ αὐτὸν ἐπιζητῶσιν· ἔπαυσε δὲ πάλιν εὐθέως, ἵνα τὴν δύναμιν αὐτοῦ γνωρίσῃ· οὐκ ἐνέβη δὲ εἰς τὸ πλοῖον, ἵνα τὸ θαῦμα μεῖζον ἐργάσηται. Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς ἰδὼν ὅτι ἄλλο πλοιάριον οὐκ ἦν ἐκεῖ, εἰ μὴ ἓν εἰς ὃ ἀνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι ὁ Ἰησοῦς οὐ συνεισῆλθεν· ἐνέβησαν καὶ αὐτοὶ εἰς ἕτερα πλοιάρια, ἐλθόντα ἀπὸ Τιβεριάδος. Καὶ τίνος ἕνεκεν ἀκριβολογεῖται ὁ 178
Ἰωάννης; διατί γὰρ οὐκ εἶπεν, ὅτι Οἱ δὲ ὄχλοι τῇ ἑξῆς περάσαντες ἀπῆλθον; Ἕτερόν τι ἡμᾶς βούλεται διδάξαι. Ποῖον τοῦτο; Ὅτι καὶ τοῖς ὄχλοις, εἰ καὶ μὴ οὕτω φανερῶς, ἔδωκε γοῦν ὅμως λανθανόντως ὑπονοῆσαι τὸ γεγενημένον. Εἶδον γὰρ, φησὶν, ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ, εἰ μὴ ἓν, καὶ ὅτι Ἰησοῦς οὐ συνεισῆλθε, καὶ ἐμβάντες εἰς τὰ ἐκ Τιβεριάδος πλοιάρια, Ἦλθον ζητοῦντες τὸν Ἰησοῦν εἰς Καπερναούμ. Τί γὰρ ἦν ἕτερον ὑποπτεῦσαι, ἀλλ' ἢ ὅτι τὴν θάλασσαν πεζεύων παρεγένετο; Οὐδὲ γὰρ ἔνι εἰπεῖν, ὅτι ἑτέρῳ πλοίῳ διέβη. Ἓν γὰρ ἦν, φησὶν, εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ. Ἀλλ' ὅμως μετὰ θαῦμα τηλικοῦτον ἐλθόντες, οὐκ ἠρώτησαν αὐτὸν πῶς διέβη, πῶς παρεγένετο, οὐδὲ ἐζήτησαν τὸ τοσοῦτον σημεῖον μαθεῖν· ἀλλὰ τί φασι; Ῥαββὶ, πότε ὧδε γέγονας; Πλὴν εἰ μὴ τὸ Πότε τις ἐνταῦθα λέγοι ἀντὶ τοῦ Πῶς εἰρῆσθαι παρ' αὐτῶν. βʹ. Ἄξιον δὲ καὶ ἐντεῦθεν συνιδεῖν τὴν εὔκολον αὐτῶν γνώμην, Οἱ γὰρ λέγοντες, Οὗτός ἐστιν ὁ προφήτης, οἱ σπουδάζοντες ἁρπάσαι καὶ ποιῆσαι βασιλέα, εὑρόντες αὐτὸν, οὐδὲν τοιοῦτον βουλεύονται, ἀλλὰ τὸ θαῦμα ἐκβαλόντες, ὡς ἔγωγε οἶμαι, οὐκ ἔτι λοιπὸν ὑπὲρ τῶν προτέρων θαυμάζουσι. Διὰ τοῦτο ἄρα ἐπεζήτουν, βουλόμενοι πάλιν τραπέζης ἀπολαύειν, 59.247 οἵας καὶ πρότερον. Διέβησαν μὲν οὖν τὴν ἐρυθρὰν θάλασσαν καὶ Ἰουδαῖοι, Μωϋσέως ἡγουμένου, ἀλλὰ πολὺ τὸ μέσον ἐνταῦθα. Ὁ μὲν γὰρ εὐχόμενος καὶ ὡς δοῦλος πάντα εἰργάζετο· οὗτος δὲ, μετὰ ἐξουσίας ἁπάσης. Κἀκεῖ μὲν, νότου τότε πνέοντος, εἶξε τὸ ὕδωρ, ὥστε ἐπὶ ξηρᾶς ποιῆσαι παρελθεῖν· ἐνταῦθα δὲ τὸ θαῦμα μεῖζον ἐγίνετο. Μένουσα γὰρ ἐπὶ τῆς οἰκείας φύσεως ἡ θάλασσα, οὕτως ἔφερε τὸν Δεσπότην ἐπὶ τῶν νώτων, μαρτυροῦσα ἐκείνῃ τῇ ῥήσει τῇ λεγούσῃ· Ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους. Εἰκότως δὲ μέλλων εἰς Καπερναοὺμ ἐμβαλεῖν τὴν σκληρὰν καὶ ἀπειθῆ, τὸ σημεῖον τῶν ἄρτων εἰργάσατο· οὐ μόνον τοῖς ἐν αὐτῇ γινομένοις, ἀλλὰ καὶ τοῖς ἔξω τῆς πόλεως θαυματουργουμένοις, μαλάξαι βουλόμενος τῶν ἐν αὐτῇ τὴν ἀπείθειαν. Τὸ γὰρ ὄχλους παραγενέσθαι τοσούτους εἰς τὴν πόλιν ἐκείνην, πολλὴν τεθειμένους σπουδὴν, ποῖον οὐκ ἦν ἱκανὸν μαλάξαι λίθον; Ἀλλ' οὐκ ἐκεῖνοι τοιοῦτον οὐδὲν ἔπαθον, ἀλλὰ πάλιν τροφῆς ἐπεθύμουν σωματικῆς· διὸ καὶ ὀνειδίζονται παρὰ τοῦ Ἰησοῦ. Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, εὐχαριστῶμεν τῷ Θεῷ, καὶ τῶν αἰσθητῶν μὲν ἕνεκεν, πολλῷ δὲ μᾶλλον τῶν πνευματικῶν. Οὕτω γὰρ καὶ αὐτὸς βούλεται, καὶ διὰ ταῦτα καὶ ἐκεῖνα δίδωσι, τοὺς ἀτελεστέρους ἐνάγων τούτοις καὶ προπαιδεύων, ἐπειδὴ πρὸς τὸν κόσμον ἔτι κεχήνασιν. Ἀλλ' ὅταν αὐτὰ λαβόντες, ἐν αὐτοῖς ἐναπομείνωσιν, ἐγκαλοῦνται καὶ ἐπιτιμῶνται. Ἐπεὶ καὶ ἐπὶ τοῦ παραλυτικοῦ πρῶτον ἐκεῖνο ἐβούλετο δοῦναι, ἀλλ' οὐκ ἠνείχοντο οἱ παρόντες. Εἰπόντος γὰρ, ὅτι Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἔλεγον· Οὗτος βλασφημεῖ. Μὴ δὴ, παρακαλῶ, τοιοῦτον πάθωμέν τι ἡμεῖς, ἀλλ' ἐκείνων ἡμῖν πλείων ἔστω λόγος. Διατί; Ὅτι τῶν πνευματικῶν παρόντων, οὐδεμία ἀπὸ τῆς τῶν σαρκικῶν ἀπουσίας γίνεται βλάβη· ἐκείνων δὲ οὐκ ὄντων, τίς ἔσται ἡμῖν λοιπὸν ἐλπίς; τίς δὲ παραμυθία; Διὸ χρὴ περὶ τούτων ἀεὶ τὸν Θεὸν παρακαλεῖν, καὶ ταῦτα αἰτεῖν. Τοιαῦτα γὰρ καὶ ὁ Χριστὸς ἡμᾶς εὔχεσθαι ἐδίδαξεν. Κἂν ἀναπτύξωμεν τὴν εὐχὴν ἐκείνην, οὐδὲν εὑρήσομεν ἐν αὐτῇ σαρ 59.248 κικὸν, ἀλλὰ πάντα πνευματικά. Καὶ αὐτὸ δὲ τὸ μικρὸν, ἐκεῖνο τὸ αἰσθητὸν, τῷ τρόπῳ γινόμενον πνευματικόν. Τὸ γὰρ παραινεῖν μηδὲν πλέον ἐπιζητεῖν τοῦ ἄρτου τοῦ ἐπιουσίου, τουτέστι, τοῦ καθημερινοῦ, πνευματικῆς ἂν εἴη καὶ φιλοσόφου διανοίας. Τὰ δὲ πρὸ τούτου ὅρα· Ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Εἶτα εἰπὼν τὸ αἰσθητὸν ἐκεῖνο, ταχέως ἀπηλλάγη αὐτοῦ, καὶ πάλιν ἐπὶ τὴν πνευματικὴν ἦλθε διδασκαλίαν, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, λέγων, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Οὐδαμοῦ ἀρχὴν, οὐδαμοῦ πλοῦτον, οὐδαμοῦ δόξαν, οὐδαμοῦ δυναστείαν, ἀλλὰ πάντα εἰς ψυχῆς ὠφέλειαν συντελοῦντα ἐνέθηκε τῇ εὐχῇ· οὐδὲν γήϊνον, ἀλλὰ πάντα οὐράνια. Εἰ τοίνυν κελευόμεθα ἀπέχεσθαι τῶν βιωτικῶν καὶ 179
παρόντων, πῶς οὐκ ἂν εἴημεν ἄθλιοι καὶ ταλαίπωροι ταῦτα αἰτοῦντες παρὰ Θεοῦ, ἃ ἐκέλευσε καὶ ἔχοντας ἐκβάλλειν, φροντίδος ἀπαλλάττων ἡμᾶς, ὑπὲρ ὧν δὲ ἐπέταξε, μηδεμίαν τίθεσθαι σπουδήν· μᾶλλον δὲ μήτε ἔχειν μήτε ἐπιθυμεῖν; Τοῦτο γάρ ἐστι τὸ βαττολογεῖν. Διὰ τοῦτο καὶ εὐχόμενοι οὐκ ἀνύομεν. Πῶς οὖν οἱ πονηροὶ, φησὶ, πλουτοῦσι; πῶς οἱ ἄδικοι καὶ μιαροὶ, ἁρπάζοντες, πλεονεκτοῦντες; Οὐ τοῦ Θεοῦ παρέχοντες, ἄπαγε. Καὶ πῶς ὁ Θεὸς συγχωρεῖ; Ὅτι καὶ τῷ πλουσίῳ τότε συνεχώρησε, μείζονι τηρῶν αὐτὸν κολάσει. Ἄκουσον οὖν καὶ τί φησι πρὸς αὐτόν· Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακά· καὶ νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἵν' οὖν μὴ καὶ ἡμεῖς ταύτης ἀκούσωμεν τῆς φωνῆς, τρυφῶντες εἰκῆ καὶ μάτην, καὶ πολλὰ συνάγοντες ἑαυτοῖς ἁμαρτήματα, τὸν ἀληθῆ πλοῦτον ἑλώμεθα καὶ τὴν ἀκριβῆ φιλοσοφίαν, ὥστε τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.247 ΟΜΙΛΙΑ ΜΔʹ. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, καὶ εἶπεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε ση μεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορ τάσθητε. Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολ λυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.» αʹ. Τὸ προσηνὲς καὶ λεῖον οὐ πανταχοῦ χρήσιμον, ἀλλ' ἔστιν ὅτε καὶ τοῦ πληκτικωτέρου δεῖ τῷ διδασκάλῳ. Ὅταν γὰρ νωθὴς ᾖ ὁ μαθητὴς καὶ παχὺς, κέντρῳ χρῆσθαι πρὸς αὐτὸν λοιπὸν χρὴ, ὥστε τῆς πολλῆς καθικέσθαι νωθείας. Τοῦτο καὶ ὁ Υἱὸς τοῦ Θεοῦ πεποίηκεν, ἀλλαχοῦ τε πολλαχοῦ, καὶ ἐν τῷ παρόντι τόπῳ. Ἐλθόντων γὰρ τῶν ὄχλων καὶ εὑρόντων τὸν Ἰησοῦν, καὶ κολακευόντων αὐτὸν, καὶ λεγόντων· Ῥαββὶ, πότε ὧδε γέγονας; δεικνὺς ὅτι τῆς παρὰ ἀνθρώπων οὐκ ἐφίεται τιμῆς, ἀλλ' ἓν μόνον ὁρᾷ, τὴν σωτηρίαν αὐτῶν, ἐπιπληκτικῶς αὐτοῖς ἀποκρίνεται· οὐ ταύτῃ μόνον διορθῶσαι βουλόμενος, ἀλλὰ καὶ τῷ τὴν διάνοιαν αὐτῶν ἐκκαλύψαι καὶ εἰς μέσον ἀγαγεῖν. Τί γάρ φησιν; Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· μετὰ διορισμοῦ καὶ βεβαιώσεως· ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Πλήττει μὲν τῷ λόγῳ καὶ ἐλέγχει, ἀλλ' οὐκ ἀποτόμως καὶ σφόδρα, ἀλλὰ μετὰ πολλῆς τῆς φειδοῦς τοῦτο ποιῶν. Οὐ γὰρ εἶπεν, Ὦ λαίμαργοι καὶ γαστρίδουλοι, τοσαῦτα ἐθαυματούργησα, καὶ οὐδαμοῦ οὔτε ἠκολουθήσατε, οὔτε ἐθαυμάσατε τὰ γεγε 59.248.40 νημένα· ἀλλὰ προσηνῶς οὕτω πως καὶ ἠρέμα, Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε· οὐ περὶ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ περὶ τοῦ παρόντος σημείου ἐμφαίνων. Μονονουχὶ γὰρ τοῦτο λέγει, δι' ὧν πρὸς αὐτοὺς ἀποτείνεται· Οὐ τὸ θαῦμα ὑμᾶς ἐξέπληξε τὸ ἐπὶ τοῖς ἄρτοις, ἀλλὰ τὸ ἐμπλησθῆναι. Καὶ ὅτι οὐ καταστοχαζόμενος αὐτῶν ἔλεγεν, εὐθέως ἔδειξαν ἐκεῖνοι. Καὶ γὰρ διὰ τοῦτο πάλιν ἦλθον, ὡς μέλλοντες τῶν αὐτῶν ἀπολαύσεσθαι. Διὰ τοῦτο καὶ ἔλεγον· Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ· πάλιν ἐπὶ τροφὴν αὐτὸν ἕλκοντες σαρκικὴν, ὅπερ ἦν ἔγκλημα καὶ κατηγορία μεγίστη. Ἀλλ' αὐτὸς οὐχ ἵσταται μέχρι τῶν ἐλέγχων, ἀλλὰ καὶ διδασκαλίαν τούτοις προστίθησι, λέγων· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου δίδωσιν ὑμῖν. Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μηδεὶς ὑμῖν ἔστω λόγος ταύτης τῆς τροφῆς, ἀλλ' ἐκείνης τῆς πνευματικῆς. Ἀλλ' ἐπειδή τινες τῶν βουλομένων ἀργῶς τρέφεσθαι, ἀποκέχρηνται τούτῳ τῷ λόγῳ, ὡς τὴν ἐργασίαν ἐκκόπτοντος τοῦ Χριστοῦ, εὔκαιρον καὶ πρὸς αὐτοὺς εἰπεῖν. Ὅλον γὰρ, ὡς εἰπεῖν, διαβάλλουσι τὸν Χριστιανισμὸν, καὶ ἐπὶ ἀργίᾳ 59.249 κωμῳδεῖσθαι παρασκευάζουσι. Πρότερον δὲ εἰπεῖν ἀναγκαῖον τὸ τοῦ Παύλου. Τί δὲ ἐκεῖνός φησι; Μνημονεύετε τοῦ Κυρίου εἰρηκότος· Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. Καίτοι πόθεν ἂν γένοιτο διδόναι τῷ οὐκ ἔχοντι; Πῶς οὖν τῇ Μάρθᾳ ὁ Ἰησοῦς εἶπεν· Μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλὰ, ἑνὸς δέ ἐστι χρεία· Μαρία 180
δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο· καὶ πάλιν, Μὴ μεριμνήσητε εἰς τὴν αὔριον. Ἀναγκαῖον γὰρ πάντα νῦν ταῦτα ἐπιλῦσαι, οὐχ ἵνα μόνον παύσωμεν αὐτοὺς ἀργοῦντας, εἰ βούλοιντο, ἀλλ' ἵνα μὴ μάχην εἰσάγειν τινὰ δείξωμεν τὰ λόγια τοῦ Θεοῦ. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν ὁ Ἀπόστολος· Παρακαλοῦμεν δὲ ὑμᾶς περισσεύειν καὶ φιλοτιμεῖσθαι, ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια, ἵνα εὐσχημόνως περιπατῆτε πρὸς τοὺς ἔξω· καὶ πάλιν, Ὁ κλέπτων, μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Ἐνταῦθα γὰρ ὁ Παῦλος οὐδὲ ἁπλῶς ἐργάζεσθαι ἐκέλευσεν, ἀλλ' οὕτω μετὰ πόνου, ὡς ἔχειν ἐντεῦθεν καὶ ἑτέρῳ μεταδιδόναι. Καὶ ἑτέρωθι πάλιν ὁ αὐτὸς λέγει, Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγε· Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον. Καὶ ἐν τῇ πόλει δὲ ἐκείνῃ γενόμενος, Ἔμενε πρὸς Ἀκύλαν καὶ Πρίσκιλλαν, καὶ εἰργάζετο. Ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. Ἀλλὰ ταῦτα τὴν μάχην δείκνυσι σφοδροτέραν κατὰ τὸ ῥητόν. Οὐκοῦν ἀνάγκη λοιπὸν τὴν λύσιν ἐπαγαγεῖν. Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι τὸ μὴ μεριμνᾷν οὐ τὸ μὴ ἐργάζεσθαί ἐστιν, ἀλλὰ τὸ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς πράγμασι· τουτέστι, τὸ μὴ ποιεῖσθαι φροντίδα περὶ τῆς εἰς αὔριον ἀναπαύσεως, ἀλλὰ πάρεργον αὐτὴν εἶναι νομίζειν. Ἔνεστι γὰρ καὶ ἐργαζόμενον, μηδὲν εἰς τὴν αὔριον θησαυρίζειν, καὶ ἔνεστιν ἐργαζόμενον, μηδὲν μεριμνᾷν. Οὐ γὰρ ταὐτόν ἐστι μέριμνα καὶ ἐργασία. Οὐδὲ γὰρ ὡς τῷ ἔργῳ θαῤῥῶν ἐργάζεταί τις, ἀλλ' ἵνα μεταδῷ τῷ χρείαν ἔχοντι. Καὶ τὸ πρὸς Μάρθαν δὲ εἰρημένον οὐ περὶ ἔργου καὶ ἐργασίας ἐστὶν, ἀλλὰ περὶ τοῦ δεῖν καιρὸν εἰδέναι, καὶ μὴ τὸν τῆς ἀκροάσεως χρόνον πρὸς τὰ σαρκικώτερα ἀναλίσκειν. Οὐ τοίνυν εἰς ἀργίαν αὐτὴν ἐμβάλλων, ταῦτα ἔλεγεν, ἀλλὰ προσηλῶν τῇ ἀκροάσει. Παρεγενόμην, φησὶν, διδάξων ὑμᾶς τὰ δέοντα· σὺ δὲ περὶ ἄριστον ἐσπούδακας; Ὑποδέξασθαί με βούλει, καὶ πολυτελῆ παρασκευάσαι τράπεζαν; Ἑτέραν παρασκεύασον ἑστίασιν, τὴν μετὰ προθυμίας ἀκρόασίν μοι παρεχομένη, καὶ τὸν τῆς ἀδελφῆς μιμουμένη πόθον. Οὔτε οὖν τὴν φιλοξενίαν κωλύων ταῦτα ἔλεγεν· ἄπαγε· πῶς γάρ; ἀλλὰ τὸ μὴ δεῖν ἐν ἀκροάσεως καιρῷ περὶ ἕτερα ἠσχολῆσθαι. Τὸ δὲ λέγειν, Μὴ ἐργάζεσθε τὴν βρῶσιν τὴν ἀπολλυμένην, οὐ τοῦτό ἐστιν αἰνιττομένου, ὥστε δεῖν ἀργεῖν· καὶ γὰρ καὶ τοῦτο μάλιστα ἀπολλυμένη βρῶσίς ἐστι· (Πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία)· ἀλλ' ὥστε ἐργάζεσθαι καὶ μεταδιδόναι. Τοῦτο γὰρ οὐκ ἀπολλυμένη βρῶσίς ἐστι λοιπόν. Εἰ δέ τις ἀργῶν γαστρίζοιτο καὶ τρυφῆς ἐπιμελοῖτο, οὗτος τὴν βρῶσιν ἐργάζεται τὴν ἀπολλυμένην· ὥσπερ εἴ τις ἐργαζόμενος τὸν Χριστὸν τρέφοι, καὶ ποτίζοι, καὶ ἐνδύοι, οὐδεὶς οὕτως ἀναίσθητος καὶ ἀμαθὴς, ὡς εἰπεῖν, ἀπολλυμένην βρῶσιν ἐργάζεσθαι τὸν τοιοῦτον, δι' ἣν τῆς βασιλείας ἡ ἐπαγγελία τῆς μελλούσης καὶ τῶν ἀγαθῶν ἐκείνων. Αὕτη γὰρ μένει διηνεκῶς ἡ βρῶσις. Ἄλλως δὲ, καὶ τότε δὲ ἐπειδὴ τῆς μὲν πίστεως οὐδένα λόγον ἐποιοῦντο, οὐδὲ ἐσκόπουν μαθεῖν, τίς ὁ ταῦτα ἐργαζόμενος, καὶ ποίᾳ δυνάμει, ἓν δὲ μόνον ἐβούλοντο, γαστρίζεσθαι μηδὲν ποιοῦντες, τὴν τοιαύτην τροφὴν εἰκότως βρῶσιν ἀπολλυμένην 59.250 ἐκάλεσεν. Ἔθρεψα ὑμῶν τὰ σώματα, φησὶν, ἵνα ἀπὸ τούτου τὴν ἑτέραν ἐπιζητήσητε τροφὴν, τὴν μένουσαν, τὴν τρέφουσαν ὑμῶν τὴν ψυχήν· ὑμεῖς δὲ πάλιν ἐπὶ τὴν γηΐνην τρέχετε. Διὰ τοῦτο οὐ συνίετε ὅτι οὐκ ἐπὶ ταύτην ὑμᾶς ἄγω τὴν ἀτελῆ, ἀλλ' ἐπ' ἐκείνην τὴν οὐ πρόσκαιρον παρέχουσαν ζωὴν, ἀλλ' αἰώνιον, τὴν οὐ σῶμα, ἀλλὰ ψυχὴν τρέφουσαν. Εἶτα ἐπειδὴ οὕτω μέγα περὶ ἑαυτοῦ ἐφθέγξατο, καὶ ἔφησεν αὐτὸς δώσειν αὐτὴν, ἵνα μὴ πάλιν αὐτοῖς προστῇ τὸ λεγόμενον, ἀξιόπιστον τὸν λόγον ποιῶν, ἐπὶ τὸν Πατέρα τὴν χορηγίαν αὐτῆς ἀνάγει. Εἰπὼν γὰρ, Ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου δώσει ὑμῖν, ἐπήγαγε, Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός· τουτέστιν, ἐπὶ τούτῳ ἔπεμψε ταύτην ὑμῖν κομίζοντα τὴν τροφήν. Δηλοῖ δὲ καὶ ἑτέραν ἑρμηνείαν ἡ λέξις. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν ὁ Χριστός· Ὁ ἀκούων μου τοὺς λόγους, τοῦτον ἐσφράγισεν ὁ Πατὴρ, ὅτι ὁ Θεὸς 181
ἀληθής ἐστι· τουτέστιν, ἀπέδειξεν ἀναντιῤῥήτως· ὃ δή μοι δοκεῖ καὶ ἐνταῦθα ἡ λέξις αἰνίττεσθαι. Οὐδὲν γάρ ἐστιν ἄλλο τὸ, Ἐσφράγισεν ὁ Πατὴρ, ἀλλ' ἢ ἀπέδειξεν, ἐξεκάλυψε διὰ τῆς αὐτοῦ μαρτυρίας. Ἔδειξε μὲν γὰρ καὶ αὐτὸς ἑαυτόν· ἐπειδὴ δὲ πρὸς Ἰουδαίους διελέγετο, τὴν τοῦ Πατρὸς μαρτυρίαν εἰς μέσον ἤγαγε. βʹ. Μάθωμεν τοίνυν, ἀγαπητοὶ, ταῦτα αἰτεῖν τὸν Θεὸν, ἃ ἄξιόν ἐστι παρ' αὐτοῦ αἰτεῖν. Ἐκεῖνα μὲν γὰρ, ὅπως ἂν τύχῃ, τὰ βιωτικὰ λέγω, βλάβην οὐδεμίαν φέρει. Ἄν τε γὰρ πλουτήσωμεν, ἐνταῦθα μόνον ἀπολαυσόμεθα τῆς τρυφῆς· ἄν τε εἰς πενίαν καταπέσωμεν, οὐδὲν πεισόμεθα δεινόν. Οὔτε γὰρ τὰ λαμπρὰ τοῦ παρόντος βίου, οὔτε τὰ λυπηρὰ εἰς ἀθυμίας καὶ ἡδονῆς λόγον ἔχει τὴν ἰσχὺν, ἀλλ' ἑκάτερα εὐκαταφρόνητα, καὶ μετὰ πολλῆς παραῤῥεῖ τῆς ταχυτῆτος. Διὸ καὶ ὁδὸς κέκληται εἰκότως ἅτε παροδεύοντα, καὶ ἐπὶ πλεῖστον μένειν οὐ πεφυκότα· τὰ δὲ μέλλοντα ἑκάτερα ἀθάνατα μένει, τά τε κολάσεως, τά τε τῆς βασιλείας. Ὑπὲρ ἐκείνων τοίνυν πολλὴν ποιώμεθα σπουδὴν, ὥστε τὰ μὲν φυγεῖν, τὰ δὲ ἑλέσθαι. Τί γὰρ τῆς ἐνταῦθα τρυφῆς ὄφελος; Σήμερόν ἐστι, καὶ αὔριον οὐκ ἔστι· σήμερον ἄνθος λαμπρὸν, καὶ αὔριον κόνις σκεδαννυμένη· σήμερον πῦρ καιόμενον, καὶ αὔριον τέφρα κατασβεννυμένη. Ἀλλ' οὐ τὰ πνευματικὰ τοιαῦτα, ἀλλ' ἀεὶ μένει λάμποντα, καὶ ἀνθοῦντα, καὶ φαιδρότερα γινόμενα καθημέραν. Ὁ πλοῦτος ἐκεῖνος οὐδέποτε ἀπόλλυται, οὐδέποτε μεθίσταται, οὐδέποτε λήγει, οὐδέποτε ἐπάγει φροντίδα καὶ φθόνον καὶ κατηγορίαν, οὐ σῶμα ἐξόλλυσιν, οὐ ψυχὴν διαφθείρει, οὐ φθόνον ἔχει, οὐ βασκανίαν ἐπισωρεύει, ἅπερ ἅπαντα ταῦτα τῷ πλούτῳ πρόσεστιν. Ἡ δόξα ἐκείνη οὐκ εἰς ἀπόνοιαν αἴρει, οὐ φλεγμαίνειν παρασκευάζει, οὐδέποτε παύεται, οὐδὲ ἀμαυροτέρα γίνεται. Ἡ ἄνεσις καὶ ἡ τρυφὴ ἐπὶ τοῖς οὐρανοῖς πάλιν μένει, καὶ αὕτη διηνεκὴς, ἀεὶ ἀκίνητος οὖσα καὶ ἀθάνατος· οὐκ ἔστι γὰρ πέρας αὐτῆς καὶ τέλος εὑρεῖν. Ταύτην, παρακαλῶ, ποθήσωμεν τὴν ζωήν. Ἂν γὰρ ποθήσωμεν αὐτὴν, οὐδένα τῶν παρόντων ποιησόμεθα λόγον, ἀλλὰ καταφρονήσομεν τούτων ἁπάντων καὶ καταγελασόμεθα, κἂν εἰς βασιλικὰς αὐλάς τις ἡμᾶς εἰσελθεῖν κελεύῃ, οὐχ αἱρησόμεθα ἐκείνην ἔχοντες τὴν ἐλπίδα· καίτοι τούτου οὐδὲν μακαριώτερον εἶναι δοκεῖ, ἀλλὰ τοῖς κατεχομένοις τῷ τῶν οὐρανῶν ἔρωτι καὶ τοῦτο μικρὸν καὶ εὐτελὲς καὶ οὐδενὸς ἄξιον λόγου. Πᾶν γὰρ ὃ τέλος ἔχει, οὐ σφόδρα περισπούδαστον· πᾶν ὃ παύεται, καὶ σήμερόν ἐστι, καὶ αὔριον οὐκ ἔστι, κἂν σφόδρα ᾖ μέγα, σφόδρα μικρὸν καὶ εὐκαταφρόνητον εἶναι δοκεῖ. Μὴ τοίνυν τῶν φευγόντων ἀντεχώμεθα, μηδὲ τῶν παραῤῥεόντων καὶ ἀπερχομένων, ἀλλὰ τῶν μενόντων καὶ ἀκινήτων, ἵνα καὶ αὐτῶν δυνηθῶμεν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.251 ΟΜΙΛΙΑ ΜΕʹ. Εἶπον οὖν πρὸς αὐτόν· «Τί ποιῶμεν ἵνα ἐργαζώ μεθα τὰ ἔργα τοῦ Θεοῦ;» Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.» Εἶπον οὖν αὐτῷ· «Τί οὖν ποιεῖς σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;» αʹ. Οὐδὲν γαστριμαργίας χεῖρον, οὐδὲν αἰσχρότερον. Τοῦτο παχεῖαν ποιεῖ διάνοιαν, τοῦτο σαρκικὴν ποιεῖ ψυχὴν, τοῦτο πηροῖ, καὶ διαβλέπειν οὐκ ἀφίησιν. Ὅρα γοῦν καὶ ἐπὶ τῶν Ἰουδαίων τοῦτο γινόμενον. Ἐπειδὴ γὰρ πρὸς γαστριμαργίαν κεχήνασι, καὶ ὅλοι τῶν βιωτικῶν ἦσαν, καὶ οὐδὲν ἐνενόουν πνευματικὸν, μυρίοις αὐτοὺς λόγοις ἐνάγει ὁ Χριστὸς καὶ κέντρον ἔχουσι καὶ φειδώ· καὶ οὐδὲ οὕτως ἀνίστανται, ἀλλ' ἔτι κάτω μένουσι κείμενοι. Σκόπει γάρ. Εἶπεν αὐτοῖς, Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Ἔπληξε διὰ τοῦ ἐλέγχου· ἔδειξεν ὁποίαν δεῖ ζητεῖν τροφὴν, εἰπών· Ἐργάζεσθε μὴ τὴν βρῶσιν
τὴν ἀπολλυμένην· ἔθηκεν αὐτοῖς τὸ ἔπαθλον, εἰπών· Ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον· ἔπειτα τὸ προσιστάμενον αὐτοῖς ἐθεράπευσεν, εἰπὼν ἀπὸ τοῦ Πατρὸς ἀπεστάλθαι. Τί οὖν ἐκεῖνοι; Ὥσπερ οὐδὲν ἀκηκοότες, Τί οὖν ποιῶμεν, φασὶν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ; Ταῦτα δὲ ἔλεγον, οὐχ ὥστε μαθεῖν καὶ πρᾶξαι (καὶ δείκνυσι τὰ ἑξῆς), ἀλλὰ πάλιν αὐτὸν ἐπὶ τὴν τῆς τροφῆς χορηγίαν ἄγοντες, καὶ εἰς τὸ κορέσαι αὐτοὺς προκαλέσαι ἐθέλοντες. Τί οὖν ὁ Χριστός; Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Οἱ δὲ εἶπον· Τί σημεῖον ποιεῖς, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν; Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ. Οὐδὲν τούτων ἀναισθητότερον, οὐδὲν ἀλογώτερον. Τοῦ σημείου ὄντος ἐν ὀφθαλμοῖς αὐτῶν ἔτι, ὡς οὐδενὸς γεγονότος, οὕτως ἔλεγον, Τί σημεῖον ποιεῖς; καὶ εἰπόντες, οὐδὲ αὐτῆς τῆς αἱρέσεως τοῦ σημείου κύριον ἀφιᾶσιν εἶναι, ἀλλ' εἰς ἀνάγκην αὐτὸν οἴονται μεθιστᾷν τοῦ μηδὲν ἕτερον ποιῆσαι, ἀλλ' ἢ τοιοῦτον, οἷον ἐγένετο ἐπὶ τῶν προγόνων. Διὸ δὴ καὶ λέγουσιν· Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ· διὰ τούτου νομίζοντες αὐτὸν ἐρεθίζειν, ὥστε τοιοῦτον ποιῆσαι σημεῖον, ὅπερ αὐτοὺς θρέψαι δύναται σαρκικῶς. Διατί γὰρ οὐδενὸς ἑτέρου τῶν προτέρων σημείων ἐμνημόνευσαν, καίτοι γε πολλῶν γενομένων τότε, καὶ κατ' Αἴγυπτον καὶ κατὰ τὴν θάλατταν καὶ ἐν τῇ ἐρήμῳ, ἀλλὰ τοῦ μάννα; ἆρ' οὐ διότι σφόδρα αὐτοῦ ἐπεθύμουν διὰ τὴν τῆς γαστρὸς τυραννίδα; Πῶς δὲ οἱ προφήτην αὐτὸν λέγοντες καὶ βασιλέα ἐπιχειροῦντες ποιεῖν, ἐπειδὴ τὸ σημεῖον εἴδετε, νῦν ὡς οὐδενὸς γενομένου ἀχάριστοι καὶ ἀγνώμονες γεγόνατε, καὶ σημεῖον αἰτεῖτε, παρασίτων καὶ κυνῶν λιμωττόντων ῥήματα ἀφιέντες; νῦν τὸ μάννα θαυμαστὸν ὑμῖν, ὅτε ἡ ψυχὴ ὑμῶν κατάξηρος; Καὶ ὅρα εἰρωνείαν. Οὐκ εἶπον, ὅτι Μωϋσῆς τόδε ἐποίησε τὸ σημεῖον, σὺ τί ποιεῖς; νομίζοντες πλήττειν αὐτόν· ἀλλὰ τέως αὐτῷ μετὰ πολλῆς διαλέγονται τῆς τιμῆς, προσδοκίᾳ τῆς τροφῆς. Ἄλλως δὲ οὔτε τοῦτο λέγουσιν, ὅτι ὁ Θεὸς τόδε ἐποίησε· Σὺ τί ποιεῖς; ἵνα μὴ δόξωσιν αὐτὸν ἐξισοῦν τῷ Θεῷ· οὔτε Μωϋσέα παράγουσιν, ἵνα μὴ δόξωσιν αὐτὸν ταπεινοῦν· ἀλλὰ μέσον αὐτὸ τεθείκασι, λέγοντες· Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ 59.252 ἐρήμῳ. Καὶ ἐνῆν μὲν εἰπεῖν, ὅτι Μωϋσέως μείζονα ἐθαυματούργησα νῦν, οὐ ῥάβδου δεηθεὶς, οὐκ εὐχῆς χρείαν ἐσχηκὼς, ἀλλὰ πάντα ποιήσας ἀπ' ἐμαυτοῦ· εἰ δὲ καὶ τοῦ μάννα μέμνησθε, ἰδοὺ καὶ ἄρτον ὑμῖν παρέσχον. Ἀλλ' οὐκ ἦν ὁ καιρὸς τούτων τῶν λόγων νῦν, ἀλλ' ἓν ἦν τὸ σπουδαζόμενον, ἐπὶ τὴν πνευματικὴν αὐτοὺς ἀγαγεῖν τροφήν. Καὶ ὅρα τὴν ἄπειρον σύνεσιν, πῶς ἀποκρίνεται· Οὐ Μωϋσῆς ἔδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ' ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Τί δήποτε οὖν οὐκ εἶπεν, Οὐχ ὁ Μωϋσῆς δέδωκεν, ἀλλ' ἐγώ· ἀλλ' ἀντὶ μὲν Μωϋσέως τὸν Θεὸν, ἀντὶ δὲ τοῦ μάννα ἑαυτὸν τέθεικεν; Ὅτι πολλὴ ἦν τῶν ἀκουόντων ἡ ἀσθένεια· καὶ δῆλον ἐκ τῶν ἑξῆς. Καὶ γὰρ καὶ οὕτως εἰρηκὼς, οὐδὲ οὕτως αὐτοὺς κατέσχε, καίτοι γε ἀρχόμενος ἔλεγε, Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Καὶ ὅτι ταῦτα ζητοῦσι, καὶ διὰ τῶν ἑξῆς αὐτοὺς διωρθώσατο, καὶ οὐδὲ οὕτως ἀφίστανται. Ἀλλ' οὐχ ὅτε τῇ Σαμαρείτιδι ὑπισχνεῖτο δώσειν τὸ ὕδωρ, ἐμνημόνευσε τοῦ Πατρὸς, ἀλλ' οὕτω πως εἶπεν· Εἰ ᾔδεις τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν· καὶ πάλιν, Τὸ ὕδωρ ὃ ἐγὼ δώσω· καὶ οὐ παραπέμπει πρὸς τὸν Πατέρα. Ἐνταῦθα δὲ τοῦ Πατρὸς μέμνηται, ἵνα μάθῃς πόση μὲν τῆς Σαμαρείτιδος ἡ πίστις, πόση δὲ τῶν Ἰουδαίων ἡ ἀσθένεια. Οὐκ ἄρα ἐκ τοῦ οὐρανοῦ ἦν τὸ μάννα· πῶς οὖν ἐκ τοῦ οὐρανοῦ λέγεται; Ὥσπερ Πετεινὰ τοῦ οὐρανοῦ, φησὶν ἡ Γραφή· καὶ πάλιν, Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος. Ἄρτον δὲ ἀληθινὸν καλεῖ ἐκεῖνον, οὐκ ἐπειδὴ ψευδὲς ἦν τὸ θαῦμα τὸ ἐπὶ τοῦ μάννα, ἀλλ' ὅτι τύπος ἦν, οὐκ αὐτοαλήθεια. Μνησθεὶς δὲ Μωϋσέως, οὐχ ἑαυτὸν ἀντέθηκεν ἐκείνῳ· οὔπω γὰρ αὐτὸν προετίμων Μωϋσέως, ἀλλ' ἔτι περὶ ἐκείνου μείζονα δόξαν εἶχον. Διὰ τοῦτο εἰπὼν, Οὐ Μωϋσῆς δέδωκεν, οὐκ ἐπήγαγεν, ὅτι Ἐγὼ δίδωμι, ἀλλ' ἀντ' 183
αὐτοῦ τὸν Πατέρα φησὶ διδόναι. Οἱ δὲ ἀκούσαντες, λέγουσι πάλιν, Δὸς ἡμῖν τὸν ἄρτον τοῦτον φαγεῖν. Ἔτι γὰρ αἰσθητόν τι πρᾶγμα ἐνόμιζον εἶναι, ἔτι γαστρὸς ἀπολαύειν προσεδόκων· διὸ καὶ ταχέως προσέδραμον. Τί οὖν ὁ Χριστός; Ἀνάγων αὐτοὺς κατὰ μικρὸν, ἐπάγει. Ὁ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ πάσῃ τῇ οἰκουμένῃ, φησί. Διὸ καὶ οὐκ εἶπεν ἁπλῶς τροφὴν, ἀλλὰ ζωὴν ἑτέραν τινὰ καὶ ἐνηλλαγμένην, ὥστε δηλῶσαι, ἐπειδὴ ἅπαντες ἦσαν νενεκρωμένοι. Οἱ δὲ ἔτι κάτω νεύουσι καὶ λέγουσι· Δὸς ὑμῖν τὸν ἄρτον τοῦτον. Ἐλέγχων δὲ αὐτοὺς, ὅτι ἕως μὲν αἰσθητὴν ὑπώπτευον εἶναι τὴν τράπεζαν, ἐπέτρεχον· ὅταν δὲ ἔμαθον, ὅτι πνευματική τίς ἐστιν, οὐκ ἔτι, λέγει πάλιν· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με, οὐ μὴ πεινάσει· καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε. Ἀλλ' εἶπον ὑμῖν, ὅτι καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετέ μοι. βʹ. Οὕτω καὶ Ἰωάννης φθέγγεται ἄνωθεν προλαβών· Ὃ οἶδε λαλεῖ, καὶ ὃ ἑώρακε μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Καὶ πάλιν ὁ Χριστός· Ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. Τοῦτο δὲ ποιεῖ, προλαμβάνων αὐτοὺς, καὶ 59.253 δεικνὺς ὅτι οὐ ταράττει τὸ πρᾶγμα αὐτὸν, οὐδὲ δόξης ἐφίεται, οὐδὲ ἀγνοεῖ τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτῶν, οὔτε τὰ παρόντα, οὔτε τὰ μέλλοντα. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Μέλλει λοιπὸν εἰς τὴν τῶν μυστηρίων ἐμβαλεῖν παράδοσιν. Καὶ πρῶτον περὶ τῆς θεότητος αὐτοῦ διαλέγεται λέγων. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Οὐδὲ γὰρ περὶ τοῦ σώματος τοῦτο εἴρηται (περὶ γὰρ ἐκείνου πρὸς τῷ τέλει λέγει· Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν)· ἀλλὰ τέως περὶ τῆς θεότητος. Καὶ γὰρ ἐκείνη διὰ τὸν Θεὸν Λόγον ἄρτος ἐστίν· ὥσπερ οὖν καὶ οὗτος ὁ ἄρτος διὰ τὸ ἐπιφοιτῶν αὐτῷ Πνεῦμα ἄρτος οὐράνιος γίνεται. Ἐνταῦθα δὲ οὐ κέχρηται μάρτυσι, καθάπερ ἐπὶ τῆς προτέρας δημηγορίας· εἶχε γὰρ αὐτὸ μαρτυροῦν τὸ ἔργον τῶν ἄρτων, καὶ τέως ὑποκρινομένους αὐτῷ πείθεσθαι. Ἐκεῖ δὲ ἀντέλεγον καὶ ἐνεκάλουν· διὰ τοῦτο ἐνταῦθα καὶ ἀποφαίνεται. Οἱ δὲ ἐπειδὴ προσεδόκων ἑστιάσεως ἀπολαύσεσθαι σαρκικῆς, μένουσι, καὶ οὐ ταράττονται, ἕως ὅτε μετὰ ταῦτα ἀπέγνωσαν τῆς ἐλπίδος. Πλὴν οὐδὲ οὕτως ἐσίγησεν ὁ Χριστὸς, ἀλλὰ καὶ πολλὰ ἐντρεπτικὰ λέγει. Οἱ δὲ, ἡνίκα ἤσθιον, προφήτην αὐτὸν λέγοντες, ἐνταῦθα σκανδαλίζονται, καὶ τοῦ τέκτονος καλοῦσι υἱόν· ἀλλ' οὐχ ὅτε τοὺς ἄρτους ἤσθιον, ἀλλ', Οὗτός ἐστιν ὁ προφήτης, ἔλεγον, καὶ ἤθελον αὐτὸν ποιῆσαι βασιλέα. Ἐδόκουν μὲν οὖν ἀγανακτεῖν, ἐπὶ τῷ λέγειν αὐτὸν ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι· τὸ δὲ ἀληθὲς, οὐ τοῦτο ἦν τὸ ποιοῦν τὴν ἀγανάκτησιν, ἀλλὰ τὸ μὴ προσδοκᾷν ἀπολαύσεσθαι τραπέζης σωματικῆς. Ἐπεὶ εἰ ὄντως ἠγανάκτουν, ἐχρῆν ἐρωτᾷν καὶ πυνθάνεσθαι, πῶς ἄρτος ζωῆς ἐστι, πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε· νῦν δὲ τοῦτο μὲν οὐ ποιοῦσι, γογγύζουσι δέ. Καὶ ὅτι οὐ τοῦτο αὐτοὺς ἐσκανδάλιζε, δῆλον ἐκεῖθεν. Εἰπόντος γὰρ ὅτι Ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον, οὐκ εἶπον, Παρακάλεσον ἵνα δῷ· ἀλλὰ τί; Δὸς ἡμῖν τὸν ἄρτον. Καίτοι οὐκ εἶπεν, ὅτι Ἐγὼ δίδωμι, ἀλλ', ὅτι Ὁ Πατήρ μου δίδωσιν. Οἱ δὲ ἐπιθυμίᾳ τῆς τροφῆς καὶ αὐτὸν ἀξιόπιστον εἶναι ἐνόμισαν πρὸς τὴν χορηγίαν. Οἱ τοίνυν ἀξιόπιστον εἶναι νομίσαντες πρὸς τὸ δοῦναι, πῶς ἔμελλον μετὰ ταῦτα σκανδαλίζεσθαι, καὶ ταῦτα ἀκούσαντες ὅτι Ὁ Πατὴρ δίδωσι; Τί οὖν ἐστι τὸ αἴτιον; Ἐπειδὴ ἤκουσαν ὅτι φαγεῖν οὐκ ἔνι, πάλιν ἠπίστησαν, καὶ προβάλλονται δῆθεν τῆς ἀπιστίας προκάλυμμα τὸ ὑψηλὸν εἶναι τὸν λόγον. Διὰ τοῦτό φησι, Καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετε· τούτῳ μὲν τὰ σημεῖα αἰνιττόμενος, τούτῳ δὲ τὴν ἀπὸ τῶν Γραφῶν μαρτυρίαν. Ἐκεῖναι γάρ εἰσι, φησὶν, αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ, Ὅτι ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· καὶ, Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες; Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλω ἔξω. Ὅρα πῶς πάντα ποιεῖ διὰ τοὺς σωζομένους. Διὰ δὴ τοῦτο καὶ ἐπήγαγεν, ἵνα μὴ δόξῃ περιεργάζεσθαι, καὶ εἰκῆ ταῦτα λέγειν. Τί δέ 184
ἐστιν ὅ φησι; Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τίνος δὲ ἕνεκεν καὶ τῆς κοινῆς ἀναστάσεως, ἧς καὶ ἀσεβεῖς μετέχουσιν, ὡς ἐξαιρέτου δώρου μέμνηται τῶν πιστευόντων εἰς αὐτόν; Ὅτι οὐχ ἁπλῶς ἀναστάσεως μέμνηται, ἀλλὰ τῆς τοιᾶσδε ἀναστάσεως. Πρότερον γὰρ εἰπὼν, Οὐ μὴ ἐκβάλω αὐτὸν, καὶ, Οὐ μὴ ἀπολέσω ἐξ αὐτοῦ, τότε εἶπε τὴν ἀνάστασιν. Ἐν γὰρ τῇ ἀναστάσει οἱ μὲν ἐκ 59.254 βάλλονται, ὡς ἔστι μαθεῖν ἐκ τοῦ, Ἄρατε αὐτὸν, καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· οἱ δὲ ἀπόλλυνται, ὡς καὶ αὐτὸ δείκνυται ἐκ τοῦ, Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι. Ὥστε τὸ, Ζωὴν αἰώνιον δίδωμι, τοῦτο δηλοῖ· Ἐκπορεύσονται γὰρ οἱ μὲν τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, οἱ δὲ τὰ ἀγαθὰ, εἰς ἀνάστασιν ζωῆς. Ταύτην τοίνυν τὴν ἀνάστασιν ἐδήλωσεν ἐνταῦθα τὴν ἐπὶ τοῖς ἀγαθοῖς. Τί δὲ βούλεται δεῖξαι διὰ τοῦ λέγειν. Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει; Καθάπτεται τῆς ἀπιστίας αὐτῶν, καὶ δείκνυσιν ὅτι ὁ μὴ πιστεύων αὐτῷ, τὸ θέλημα παραβαίνει τοῦ Πατρός. Καὶ οὕτω μὲν αὐτὸ γυμνῶς οὐ φησὶν, ὑφειμένως δέ· καὶ πανταχοῦ τοῦτο ποιοῦντα ὄψει αὐτὸν, θέλοντα δεῖξαι καὶ τῷ Πατρὶ προσκεκρουκότας τοὺς ἀπιστοῦντας, οὐκ αὐτῷ μόνῳ. Εἰ γὰρ θέλημα αὐτοῦ τοῦτό ἐστι, καὶ διὰ τοῦτο ἦλθεν, ἵνα σώσῃ πάντα τὸν κόσμον, οἱ μὴ πιστεύοντες, τὸ θέλημα αὐτοῦ παραβαίνουσιν. Ὅταν οὖν, φησὶν, ὁ Πατὴρ ὁδηγῇ τινα, οὐδέν ἐστι τὸ κωλύον αὐτὸν ἐλθεῖν πρός με. Τοῦτο καὶ προϊὼν λέγει, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν. Ὁ δὲ Παῦλος εἶπεν, ὅτι αὐτὸς παραδίδωσιν αὐτοὺς τῷ Πατρί· Ὅταν γὰρ παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ὥσπερ οὖν καὶ διδοὺς ὁ Πατὴρ, οὐκ ἀποστερῶν ἑαυτὸν πρότερον τοῦτο ποιεῖ· οὕτω καὶ παραδιδοὺς ὁ Υἱὸς, οὐκ ἐκβάλλων ἑαυτὸν τοῦτο ποιεῖ. Λέγεται δὲ παραδιδόναι, ὅτι δι' αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν. γʹ. Τὸ δὲ, Δι' οὗ, τοῦτο καὶ ἐπὶ τοῦ Πατρὸς εἴρηται, ὥσπερ ὅταν λέγῃ· Δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ· τουτέστι, διὰ τοῦ θελήματος τοῦ Πατρός· καὶ πάλιν, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι. Ὃ δὲ αἰνίττεται ἐνταῦθα, μονονουχὶ τοῦτό ἐστιν· Οὐ τὸ τυχὸν πρᾶγμα ἡ πίστις ἡ εἰς ἐμὲ, ἀλλὰ τῆς ἄνωθεν δεῖται ῥοπῆς. Καὶ τοῦτο δι' ὅλου κατασκευάζει τοῦ λόγου, δεικνὺς ὅτι ψυχῆς γενναίας τινὸς ὄντως καὶ τῆς παρὰ τοῦ Θεοῦ ἐφελκομένης αὕτη δεῖται ἡ πίστις. Ἀλλ' ἴσως ἐρεῖ τίς· Εἰ πᾶν ὃ δίδωσιν ὁ Πατὴρ, ἔρχεται πρὸς σὲ, καὶ οὓς ἂν ἑλκύσῃ, καὶ οὐδεὶς δύναται ἐλθεῖν πρὸς σὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν, πάσης αἰτίας εἰσὶν καὶ ἐγκλημάτων ἀπηλλαγμένοι οἷς οὐ δίδωσιν ὁ Πατήρ. Λόγοι ταῦτα ψιλοὶ καὶ πρόφασις· Δεόμεθα γὰρ καὶ τῆς οἴκοθεν προαιρέσεως· τὸ γὰρ διδάσκεσθαι, προαιρέσεώς ἐστι, καὶ τὸ πιστεύειν. Ἐνταῦθα δὲ οὐδὲν ἄλλο ἐμφαίνει διὰ τοῦ, Ὃ δίδωσί μοι ὁ Πατὴρ, ἀλλ' ἢ ὅτι Οὐ τὸ τυχὸν πρᾶγμά ἐστι τὸ πιστεῦσαι εἰς ἐμὲ, οὐδὲ λογισμῶν ἀνθρωπίνων, ἀλλὰ καὶ τῆς ἄνωθεν ἀποκαλύψεως δεῖ, καὶ ψυχῆς εὐγνωμόνως δεχομένης τὴν ἀποκάλυψιν. Καὶ τὸ, Ὁ ἐρχόμενος δὲ πρός με, σωθήσεται, τοῦτο δηλοῖ· Ἐπιμελείας ἀπολαύσεται πολλῆς. Ὑπὲρ γὰρ τούτων καὶ παρεγενόμην, φησὶ, καὶ σάρκα ἀνέλαβον, καὶ τὴν τοῦ δούλουμορφὴν ὑπῆλθον. Εἶτα ἐπήγαγε, Κατέβην, οὐχ ἵνα τὸ ἐμὸν θέλημα ποιῶ, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τί λέγεις; ἕτερον γὰρ τὸ σὸν, καὶ ἕτερον τὸ ἐκείνου; Ἵνα οὖν μὴ τοῦτό τις ὑποπτεύσῃ, τῇ ἐπαγωγῇ θεραπεύει αὐτὸ, λέγων· Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον. Τοῦτο οὖν οὐκ ἔστι σὸν θέλημα; Καὶ πῶς οὖν ἀλλαχοῦ λέγεις· Πῦρ ἦλθον 59.255 βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνήφθη; Εἰ δὲ καὶ σὺ τοῦτο θέλεις, εὔδηλον ὅτι ἓν θέλημα· καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Τί οὖν τὸ θέλημα τοῦ Πατρός; ἆρ' οὐχ ἵνα μὴ ἀπόληται ἐξ αὐτῶν μηδὲ εἷς; Τοῦτο δὴ καὶ αὐτὸς θέλεις. Οὐ τοίνυν ἕτερον μὲν ἐκεῖνο, ἕτερον δὲ τοῦτο. Οὕτω καὶ ἀλλαχοῦ φαίνεται τὸ πρὸς 185
τὸν Πατέρα ἴσον ἔτι βεβαιότερον παριστῶν τῷ λέγειν· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ὃ οὖν λέγει, τοῦτό ἐστιν· Οὐκ ἄλλο τι πράξων ἦλθον, ἢ τοῦτο ὅπερ καὶ ὁ Πατὴρ βούλεται· οὐκ ἴδιόν τι ἐμὸν παρὰ τὸ τοῦ Πατρὸς ἔχων θέλημα· πάντα γὰρ τὰ τοῦ Πατρὸς ἐμά ἐστι, καὶ τὰ ἐμὰ ἐκείνου. Εἰ τοίνυν κοινὰ τὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, εἰκότως φησίν· Οὐχ ἵνα τὸ ἐμὸν θέλημα ποιῶ. Ἀλλ' οὕτω μὲν ἐνταῦθα οὐκ εἶπεν, ἀλλὰ πρὸς τῷ τέλει τοῦτο τηρεῖ. Τὰ γὰρ ὑψηλὰ, ὅπερ ἔφην, τέως ἐγκρύπτει, καὶ συσκιάζει, καὶ βούλεται δεῖξαι ὅτι εἰ εἶπεν, ὅτι Τὸ θέλημα τὸ ἐμὸν τοῦτό ἐστι, κατεφρόνησαν ἄν. Λέγει τοίνυν, ὅτι Καὶ ἐγὼ ἐκείνῳ συμπράττω τῷ θελήματι, βουλόμενος αὐτοὺς μᾶλλον πλῆξαι, ὡσανεὶ ἔλεγε· Τί νομίζετε; ὅτι ἐμὲ παροργίζετε ἀπιστοῦντες; Τὸν Πατέρα μὲν οὖν τὸν ἐμὸν παροξύνετε· Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ. Δείκνυσιν ἐνταῦθα οὐκ αὐτὸν δεόμενον τῆς αὐτῶν θεραπείας, οὐδὲ δι' οἰκείαν χρείαν παραγενόμενον, ἀλλὰ διὰ τὴν ἐκείνων σωτηρίαν, οὐ διὰ τὴν παρ' αὐτῶν τιμήν. Ὅπερ καὶ ἐν τῇ προτέρᾳ δημηγορίᾳ φησὶν, ὅτι Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω· καὶ πάλιν· Ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ἄνω γὰρ καὶ κάτω τοῦτο σπουδάζει δεῖξαι, ὅτι διὰ τὴν ἐκείνων σωτηρίαν παρεγένετο. Λέγει δὲ καὶ τῷ Πατρὶ δόξαν παρασκευάζειν, ὥστε ἀνύποπτος δόξαι. Καὶ ὅτι διὰ τοῦτο οὕτως εἶπε, διὰ τῶν ἑξῆς τοῦτο σαφέστερον ἀπεκάλυψεν. Ὁ γὰρ ζητῶν, φησὶ, τὸ θέλημα τὸ ἑαυτοῦ, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, ἀληθής ἐστι, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ Πατρὸς, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τί δήποτε συνεχῶς ἄνω καὶ κάτω στρέφει τὴν ἀνάστασιν; Ἵνα μὴ τοῖς παροῦσι πράγμασι κρίνωσι μόνον τὴν τοῦ Θεοῦ πρόνοιαν· ἵνα κἂν ἐνταῦθα μὴ ἀπολαύωσι, μὴ διὰ τοῦτο ὑπτιώτεροι γένωνται, ἀλλὰ τὰ μέλλοντα ἐλπίζωσι, καὶ ἵνα μὴ διὰ τὸ μὴ κολάζεσθαι πρὸς τὸ παρὸν, αὐτοῦ καταφρονῶσιν, ἀλλ' ἑτέραν προσδοκῶσι ζωήν. δʹ. Ἀλλ' εἰ καὶ ἐκεῖνοι οὐδὲν ἐκέρδαναν, ἡμεῖς κερδᾶναι σπουδάσωμεν ἐκ τοῦ συνεχῶς περὶ ἀναστάσεως διαλέγεσθαι. Κἂν πλεονεκτῆσαι βουληθῶμεν, κἂν ἁρπάσαι, κἂν ἄτοπόν τι πρᾶξαι, εὐθέως τὴν ἡμέραν ἐκείνην εἰς νοῦν λαμβάνωμεν, καὶ τὸ δικαστήριον ὑπογράφωμεν· καὶ παντὸς χαλινοῦ σφοδρότερον καθέξει τὴν ὁρμὴν τὴν ἄτοπον ὁ λογισμὸς οὗτος. Καὶ λέγωμεν πρὸς ἄλλους τε ἀεὶ καὶ πρὸς ἑαυτούς· ἀνάστασίς ἐστι, καὶ δικαστήριον ἡμᾶς μένει φοβερόν. Κἂν ἴδωμέν τινα γαυρούμενον, καὶ ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς φλεγμαίνοντα, τὸ αὐτὸ ἐπιλέγωμεν, ἐμφαίνοντες ὅτι πάντα ἐνταῦθα μένει· κἂν ἕτερον ἀλγοῦντα ἴδωμεν καὶ ἀποδυσπετοῦντα, καὶ πρὸς ἐκεῖνον τὸ αὐτὸ φθεγγώμεθα, δηλοῦντες ὅτι τέλος ἕξει τὰ λυπηρά. 59.256 Κἂν ῥᾳθυμοῦντα καὶ διακεχυμένον, τὸ αὐτὸ πάλιν ἐπᾴδωμεν, δηλοῦντες ὅτι ἀνάγκη, τῆς ῥᾳθυμίας εὐθύνας διδόναι. Ἱκανὸν τοῦτο τὸ ῥῆμα παντὸς φαρμάκου μᾶλλον τὴν ἡμετέραν θεραπεῦσαι ψυχήν. Καὶ γάρ ἐστιν ἀνάστασις, καὶ ἀνάστασις ἐπὶ θύραις, οὐ μακρὰν οὐδὲ πόῤῥω. Ἔτι γὰρ μικρὸν, φησὶ Παῦλος, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· καὶ πάλιν, Πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· τουτέστι, καὶ πονηροὺς καὶ ἀγαθοὺς, ἵνα κἀκεῖνοι ἐπὶ πάντων αἰσχύνωνται, καὶ οὗτοι πάλιν ἐπὶ πάντων λαμπρότεροι γένωνται. Καθάπερ γὰρ οἱ ἐνταῦθα δικάζοντες καὶ πονηροὺς κολάζουσι, καὶ ἀγαθοὺς τιμῶσι δημοσίᾳ· οὕτω δὴ καὶ ἐκεῖ γίνεται· ὥστε τοῖς μὲν τὴν αἰσχύνην μείζω, τοῖς δὲ τὴν λαμπρότητα γενέσθαι περιφανεστέραν. Ταῦτα τοίνυν καθ' ἑκάστην ὑπογράφωμεν ἑαυτοῖς τὴν ἡμέραν. Ταῦτα ἂν ἀεὶ στρέφωμεν, οὐδὲν ἡμᾶς τῶν παρόντων καὶ ἐπικήρων κατασχεῖν δυνήσεται πραγμάτων. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Συνεχῶς τοίνυν καὶ πρὸς ἑαυτοὺς φθεγγώμεθα, καὶ πρὸς ἀλλήλους· Ἀνάστασίς ἐστι, καὶ κρίσις, καὶ εὐθῦναι τῶν πεπραγμένων. Καὶ ὅσοι νομίζουσιν εἱμαρμένην εἶναι, τοῦτο 186
λεγέτωσαν, καὶ εὐθέως ἀπαλλαγήσονται τῆς σηπεδόνος τοῦ νοσήματος. Εἰ γὰρ ἀνάστασίς ἐστι καὶ κρίσις, οὐκ ἔστιν εἱμαρμένη, κἂν μυρία φιλονεικῶσι καὶ ἀποπνίγωνται. Ἀλλὰ γὰρ αἰσχύνομαι Χριστιανοὺς περὶ ἀναστάσεως διδάσκων. Ὁ γὰρ δεόμενος μαθεῖν ὅτι ἔστιν ἀνάστασις, καὶ μὴ σφόδρα πεπεικὼς ἑαυτὸν, ὅτι οὐκ ἀνάγκῃ, καὶ ἁπλῶς, καὶ ὡς ἔτυχε, τὰ πράγματα φέρεται, οὐκ ἂν εἴη Χριστιανός. Διὰ τοῦτο, παρακαλῶ καὶ δέομαι, πάντων τῶν πονηρῶν ἑαυτοὺς ἐκκαθάρωμεν, καὶ πάντα πράξωμεν, ὥστε συγγνώμης τυχεῖν καὶ ἀπολογίας κατὰ τὴν ἡμέραν ἐκείνην. Ἀλλ' ἴσως ἐρεῖ τις· Καὶ πότε συντέλεια; πότε δὲ ἀνάστασις ἔσται; ἰδοὺ πόσος γέγονε χρόνος, καὶ οὐδὲν τοιοῦτον συνέβη; Ἀλλ' ἔσται, πιστεύσατε. Καὶ γὰρ οἱ πρὸ τοῦ κατακλυσμοῦ τοιαῦτα ἔλεγον, καὶ κατεγέλων τοῦ Νῶε· ἀλλ' ἦλθεν ὁ κατακλυσμὸς, καὶ παρέσυρε τούτους μὲν ἅπαντας ἀπιστοῦντας, ἐκεῖνον δὲ διέσωσε μόνον τὸν πιστεύσαντα. Καὶ οἱ ἐπὶ τοῦ Λὼτ οὐ προσεδόκων τὴν θεήλατον πληγὴν ἐκείνην, ἕως οἱ πρηστῆρες ἐκεῖνοι, καὶ κεραυνοὶ, κατενεχθέντες ἅπαντας ἠφάνισαν. Καὶ οὔτε ἐπὶ τούτων, οὔτε ἐπὶ τῶν κατὰ τὸν Νῶε ἐγένετο προοίμιον τῶν μελλόντων συμβήσεσθαι· ἀλλὰ τρυφώντων, μεθυόντων, ἐμπαροινούντων ἁπάντων, οὕτως ἐκεῖνα γέγονε τὰ ἀφόρητα. Οὕτω καὶ ἡ ἀνάστασις ἔσται, οὐ μετὰ προοιμίων τινῶν, ἀλλ' ἐν μέσαις ὄντων ἡμῶν εὐημερίαις. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Ὅταν δὲ λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσι. Τοῦτο δὲ οὕτως ᾠκονόμησεν ὁ Θεὸς, ἵνα διὰ παντὸς ὦμεν ἐναγώνιοι, καὶ ἐν αὐτῇ τῇ ἀσφαλείᾳ μὴ θαῤῥῶμεν. Τί λέγεις; οὐ προσδοκᾷς τὴν ἀνάστασιν ἔσεσθαι καὶ κρίσιν; δαίμονες ὁμολογοῦσι ταῦτα, καὶ σὺ οὐχ ὁμολογεῖς; Ἦλθες γὰρ, φησὶν, ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Οἱ δὲ βάσανον ἔσεσθαι λέγοντες, καὶ κρίσιν ἴσασι, καὶ εὐθύνας, καὶ τιμωρίας. Μὴ τοίνυν παροξύνωμεν τὸν Θεὸν πρὸς τὸ φαῦλα τολμᾷν, καὶ ἀπιστοῦντες τῷ τῆς ἀναστάσεως λόγῳ. Ὥσπερ γὰρ ἐν τοῖς ἄλλοις ἦρξεν ἡμῶν ὁ Χριστὸς, οὕτω καὶ ἐν τούτῳ. Καὶ γὰρ πρωτότοκος διὰ τοῦτο λέγεται ἐκ τῶν νεκρῶν. 59.257 Εἰ δὲ μὴ ἀνάστασις ἦν, πῶς ἔμελλε πρωτότοκος ἔσεσθαι, μηδενὸς αὐτῷ τῶν νεκρῶν ἑπομένου; Εἰ μὴ ἀνάστασις ἦν, ποῦ τοῦ Θεοῦ τὸ δίκαιον σωθήσεται, τοσούτων μὲν πονηρῶν εὐημερούντων, τοσούτων δὲ ἀγαθῶν θλιβομένων, καὶ ἐν τῇ θλίψει τὸν βίον καταλυόντων; Ποῦ γὰρ τὰ κατ' ἀξίαν ἕκαστος ἀπολήψεται τούτων, εἴ γε ἀνάστασις μὴ ἔστιν; Οὐδεὶς τῶν ὀρθῶς βεβιωκότων τῇ ἀναστάσει διαπιστεῖ, ἀλλὰ καθ' ἑκάστην εὔχονται τὴν ἡμέραν, τὴν ῥῆσιν ἐκείνην τὴν ἁγίαν λέγοντες· Ἐλθέτω ἡ βασιλεία σου. Τίνες οὖν εἰσιν οἱ τῇ ἀναστάσει διαπιστοῦντες; Οἱ βεβήλους ἔχοντες τὰς ὁδοὺς καὶ ἀκάθαρτον τὸν βίον, καθάπερ ὁ Προφήτης φησί· Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ 59.258 προσώπου αὐτοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄνθρωπον βίον ἔχειν καθαρὸν, ἀναστάσει διαπιστοῦντα· ὡς οἵ γε μηδὲν συνειδότες ἑαυτοῖς πονηρὸν, καὶ λέγουσι, καὶ βούλονται, καὶ πιστεύουσιν ὥστε τὴν ἀνταπόδοσιν λαβεῖν. Μὴ τοίνυν αὐτὸν παροξύνωμεν, ἀλλ' ἀκούωμεν αὐτοῦ λέγοντος, ὅτι Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· ἵνα διὰ τοῦ φόβου γενώμεθα βελτίους, καὶ τῆς ἀπωλείας ταύτης ἀπαλλαγέντες, καταξιωθῶμεν τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ προσκυνητῷ καὶ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.257 ΟΜΙΛΙΑ Μ ʹ. Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ κατα βάς· καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι; αʹ. Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, γράφων Φιλιππησίοις ὁ Παῦλος περί τινων ἔλεγεν. Ὅτι δὲ καὶ Ἰουδαῖοι τοιοῦτοι, δῆλον μὲν καὶ ἀπὸ τῶν ἔμπροσθεν, δῆλον δὲ 187
καὶ ἀφ' ὧν τῷ Χριστῷ προσελθόντες διελέγοντο. Ὅτε μὲν γὰρ ἄρτον ἔδωκεν αὐτοῖς, καὶ τὴν γαστέρα ἐνέπλησε, καὶ προφήτην ἔλεγον εἶναι, καὶ βασιλέα ποιῆσαι ἐζήτουν· ὅτε δὲ αὐτοὺς ἐδίδασκε περὶ τῆς πνευματικῆς τροφῆς, περὶ ζωῆς αἰωνίου, ὅτε ἀπήγαγεν αὐτοὺς τῶν αἰσθητῶν, ὅτε περὶ ἀναστάσεως διελέγετο, καὶ ὑψηλοτέραν ἐποίει τὴν γνώμην· ὅτε μάλιστα θαυμάζειν αὐτὸν ἐχρῆν, τότε γογγύζουσι καὶ ἀποπηδῶσι. Καὶ μὴν, εἰ οὗτός ἐστιν ὁ προφήτης, καθὼς ἔφθησαν εἰπόντες· Οὗτός ἐστι περὶ οὗ φησιν ὁ Μωϋσῆς, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε· ἐχρῆν αὐτοὺς τούτου ἀκούειν λέγοντος, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα. Ἀλλὰ οὐκ ἤκουον, ἀλλ' ἐγόγγυζον. Ἔτι γὰρ αὐτὸν ᾐδοῦντο διὰ τὸ νεαρὸν εἶναι τὸ τῶν ἄρτων σημεῖον. Διὰ τοῦτο φανερῶς μὲν οὐκ ἀντέλεγον, τῷ δὲ γογγύζειν ἐνέφαινον ὡς ἠγανάκτουν, ὅτι μὴ ἔδωκεν αὐτοῖς τράπεζαν ἥνπερ ἐβούλοντο. Καὶ γογγύζοντες ἔλεγον· Οὐκ ἔστιν οὗτος ὁ υἱὸς Ἰωσήφ; Ὅθεν δῆλον, ὅτι οὐδὲ τὴν θαυμαστὴν αὐτοῦ καὶ παράδοξον οὐδέπω ᾔδεισαν γέννησιν. Διὰ τοῦτο γοῦν υἱὸν Ἰωσὴφ ἔτι λέγουσιν αὐτόν. Καὶ οὐκ ἐπιτιμᾷ, οὐδὲ λέγει αὐτοῖς· Οὐκ εἰμὶ υἱὸς Ἰωσήφ· οὐχ ὅτι υἱὸς Ἰωσὴφ ἦν, ἀλλ' ἐπειδὴ οὐδέπω ἠδύναντο τὸν θαυμαστὸν ἐκεῖνον ἀκοῦσαι τόκον. Εἰ δὲ τὸν κατὰ σάρκα οὐκ ἠδύναντο σαφῶς ἀκοῦσαι, πολλῷ μᾶλλον τὸν ἄῤῥητον τὸν ἄνω. Εἰ τὸ ταπεινὸν οὐκ ἀπεκάλυψε, πολλῷ μᾶλλον ἐκεῖνα οὐκ ἂν ἐνεχείρησε. Καίτοι τοῦτο αὐτοὺς σφόδρα ἐσκανδάλιζε, τὸ ἐξ εὐτελοῦς εἶναι πατρὸς, καὶ τοῦ τυχόντος· ἀλλ' ὅμως οὐκ ἀπεκάλυψεν, ἵνα μὴ, ἕτερον σκάνδαλον ἀναιρῶν, ἕτερον ποιήσῃ. Τί οὖν αὐτὸς, γογγυζόντων αὐτῶν, ἀποκρίνεται; Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν. Τούτῳ ἐπιπηδῶσι Μανιχαῖοι λέγοντες, ὅτι οὐδὲν ἐφ' ἡμῖν κεῖται· ὅπερ μάλιστα βεβαιοῖ κυρίους ὄντας τῆς γνώμης. Εἰ γάρ τις ἔρχεται πρὸς αὐτὸν, φησὶ, τί δεῖ τῆς ἕλξεως; Ὃ καὶ αὐτὸ οὐ τὸ ἐφ' ἡμῖν ἀναιρεῖ, ἀλλὰ μᾶλλον ἐμφαί 59.258 νει ἡμᾶς βοηθείας δεομένους, ὅτι δείκνυσιν ἐνταῦθα, οὐ τὸν τυχόντα ἐρχόμενον, ἀλλὰ τὸν πολλῆς ἀπολαύοντα συμμαχίας. Εἶτα δείκνυσι καὶ τὸν τρόπον καθ' ὃν ἕλκει. Ἵνα γὰρ μὴ πάλιν αἰσθητόν τι περὶ τὸν Θεὸν ὑποπτεύσωσιν, ἐπήγαγεν· Οὐχ ὅτι τὸν Θεόν τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Πῶς οὖν ἕλκει, φησί; Τοῦτο ὁ προφήτης ἄνωθεν ἔδειξε, προαναφωνῶν καὶ λέγων· Ἔσονται πάντες διδακτοὶ Θεοῦ. Εἶδες τῆς πίστεως τὸ ἀξίωμα; Καὶ πῶς οὐ παρὰ ἀνθρώπων οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ δι' αὐτοῦ τοῦ Θεοῦ προεῖπεν ὅτι μέλλουσι μανθάνειν; Διὰ δὴ τοῦτο καὶ τὸν λόγον ποιῶν ἀξιόπιστον, ἐπὶ τοὺς προφήτας αὐτοὺς παρέπεμψεν. Καὶ εἰ εἴρηται, φησὶν, ὅτι Ἔσονται πάντες διδακτοὶ Θεοῦ, πῶς τινες οὐ πιστεύουσιν; Ὅτι τὸ εἰρημένον περὶ τῶν πλειόνων εἰρημένον ἐστίν. Ἄλλως δὲ καὶ χωρὶς τούτου, οὐχ ἁπλῶς πάντας τὸ προφητικὸν, ἀλλὰ πάντας δηλοῖ τοὺς βουλομένους. Διδάσκαλος γὰρ προκάθηται πᾶσιν ἕτοιμος ὢν τὰ αὐτοῦ παρασχεῖν, εἰς πάντας ἐκχέων τὴν διδασκαλίαν τὴν ἑαυτοῦ. Καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Οὐ μικρὸν ἐνταῦθα τοῦ Υἱοῦ τὸ ἀξίωμα, εἴ γε ὁ Πατὴρ προσάγει, καὶ οὗτος ἀνίστησιν· οὐχὶ διαιρούμενος πρὸς τὸν Πατέρα τὰ ἔργα· πῶς γάρ; ἀλλὰ δεικνὺς τὸ ἰσότιμον τῆς δυνάμεως. Ὥσπερ οὖν ἐκεῖ λέγων, Καὶ ὁ πέμψας με Πατὴρ μαρτυρεῖ περὶ ἐμοῦ· εἶτα ἵνα τινὲς μὴ φωνὴν περιεργάζωνται παρέπεμψεν αὐτοὺς ταῖς Γραφαῖς· οὕτω καὶ ἐνταῦθα, μὴ τὸ αὐτὸ ὑποπτεύσωσι, παραπέμπει αὐτοὺς τοῖς προφήταις, τούτους συνεχῶς ἄνω καὶ κάτω στρέφων, δεικνὺς ἑαυτὸν οὐκ ἐναντίον ὄντα τῷ Πατρί. Τί δὲ οἱ πρὸ τούτου, φησίν; οὐχὶ διδακτοὶ ἦσαν ἄρα Θεοῦ; τί οὖν ἐνταῦθα τὸ ἐξαίρετον; Ὅτι τότε μὲν δι' ἀνθρώπων ἐμάνθανον τὰ τοῦ Θεοῦ· νῦν δὲ διὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου. Εἶτα ἐπάγει· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ· οὐ κατὰ τὸν τῆς αἰτίας λόγον ἐνταῦθα τοῦτο λέγων, ἀλλὰ κατὰ τὸν τρόπον τῆς οὐσίας. Ἐπεὶ εἰ τοῦτο ἔλεγε, πάντες παρὰ τοῦ Θεοῦ ἐσμέν· ποῦ οὖν τὸ ἐξαίρετον τοῦ Υἱοῦ καὶ κεχωρισμένον; 188
Τίνος δὲ ἕνεκεν τρανότερον αὐτὸ οὐ τέθεικε, φησί; Διὰ τὴν ἐκείνων ἀσθένειαν. Εἰ γὰρ εἰπόντος, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα, οὕτως ἐσκανδαλίσθησαν· τί οὐκ ἂν ἔπαθον, εἰ καὶ τοῦτο προσέθηκεν; Ἄρτον δὲ ζωῆς ἑαυτὸν καλεῖ, ὅτι τὴν ζωὴν ἡμῶν συγκροτεῖ καὶ ταύτην καὶ τὴν μέλλουσαν· διὸ καὶ 59.259 ἐπήγαγεν· Ὃς ἂν φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα. Ἄρτον δὲ ἤτοι τὰ δόγματα λέγει ἐνταῦθα τὰ σωτήρια, καὶ τὴν πίστιν τὴν εἰς αὐτὸν, ἢ τὸ σῶμα τὸ ἑαυτοῦ. Ἀμφότερα γὰρ νευροῖ τὴν ψυχήν. Καίτοι γε ἀλλαχοῦ εἰπόντος· Ἐάν τίς μου τὸν λόγον ἀκούσῃ, οὐ μὴ γεύσεται θανάτου, καὶ ἐσκανδαλίσθησαν· ἐνταῦθα δὲ οὐδέν τι τοιοῦτον ἔπαθον, τάχα διὰ τὸ ἔτι δυσωπεῖσθαι αὐτὸν ἀπὸ τῶν γεγενημένων ἄρτων. βʹ. Ὅρα δὲ καὶ πόθεν ποιεῖται τὴν πρὸς τὸ μάννα διαφοράν. Ἀπὸ τοῦ οἷον τὸ τέλος ἀκοῦσαι ἑκατέρας τῆς τροφῆς. Δεικνὺς γὰρ, ὅτι οὐ ξένην τινὰ ἐκείνη παρεῖχε τὴν χρείαν, ἐπήγαγεν· Οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον. Εἶτα κατασκευάζει τὸ μάλιστα πεῖθον αὐτοὺς, ὅτι πολλῷ τῶν πατέρων αὐτῶν μειζόνων αὐτοὶ ἠξίωνται, τοὺς περὶ Μωϋσέα αἰνιττόμενος θαυμαστοὺς ἄνδρας ἐκείνους. Διὰ τοῦτο ἐπειδὴ εἶπεν, ὅτι ἀπέθανον οἱ τὸ μάννα φαγόντες, ἐπήγαγεν· Ὁ τρώγων ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ τὸ Ἐν τῇ ἐρήμῳ δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' αἰνιττόμενος ὅτι οὐδὲ ἐξετάθη ἐπὶ χρόνον πολὺν, οὐδὲ συνεισῆλθεν εἰς τὴν τῆς ἐπαγγελίας γῆν. Οὗτος δὲ ὁ ἄρτος οὐ τοιοῦτος. Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Εἰκότως ζητήσειεν ἄν τις ἐνταῦθα διαπορῶν, ποῖος τῶν λόγων τούτων καιρὸς ἦν, οἰκοδομούντων μὲν οὐδὲν οὐδὲ χρησιμευόντων, μᾶλλον δὲ τοῖς οἰκοδομηθεῖσι καὶ λυμαινομένων. Ἐκ τούτου, φησὶ, πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, λέγοντες· Σκληρός ἐστιν ὁ λόγος οὗτος, τίς δύναται αὐτοῦ ἀκούειν; Ἐνῆν γὰρ ταῦτα μόνοις παραδοθῆναι τοῖς μαθηταῖς, καθάπερ ὁ Ματθαῖος ἔλεγεν, ὅτι Ἰδίᾳ διελέγετο αὐτοῖς. Τί ποτε οὖν πρὸς τοῦτο ἐροῦμεν; Ὅτι καὶ νῦν τῶν τοιούτων ῥημάτων πολὺ καὶ τὸ χρήσιμον καὶ τὸ ἀναγκαῖον. Ἐπειδὴ γὰρ ἐπέκειντο τροφὴν αἰτοῦντες μὲν, ἀλλὰ τὴν σωματικὴν, καὶ τῆς ἐπὶ τῶν προγόνων παρασχεθείσης ἀναμιμνήσκοντες αὐτὸν τροφῆς, τὸ μάννα μέγα ἔλεγον, δεικνὺς ὅτι πάντα ἐκεῖνα τύπος ἦν καὶ σκιὰ, ἡ δὲ πραγμάτων ἀλήθεια ἡ παροῦσά ἐστι, μέμνηται τροφῆς πνευματικῆς. Ἀλλ' ἔδει, φησὶν, εἰπεῖν, ὅτι οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα· ἐγὼ δὲ ἄρτον παρέσχον ὑμῖν. Ἀλλὰ πολὺ τὸ μέσον ἦν. Ἐδόκει γὰρ τοῦτο καὶ ἔλαττον ἐκείνου, τῷ ἐκεῖνο μὲν ἄνωθεν φέρεσθαι, τοῦτο δὲ κάτω γεγενῆσθαι τὸ θαῦμα τῶν ἄρτων. Ἐπεὶ οὖν ἐζήτουν ἐκ τοῦ οὐρανοῦ φερομένην τροφὴν, διὰ τοῦτο συνεχῶς ἔλεγεν, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα. Εἰ δὲ ἐξετάζοι τις, τί δήποτε καὶ τὸν περὶ μυστηρίων ἐνέβαλε λόγον; ἐκεῖνο ἂν εἴποιμεν πρὸς αὐτὸν, ὅτι καὶ τούτων σφόδρα τῶν λόγων ὁ καιρὸς ἦν. Τὸ γὰρ ἀσαφὲς τῶν εἰρημένων ἀεὶ τὸν ἀκροατὴν διανίστησι καὶ προσεκτικώτερον ἐργάζεται. Οὐ τοίνυν σκανδαλίζεσθαι ἔδει, ἀλλ' ἐρωτᾷν μᾶλλον καὶ πυνθάνεσθαι. Νῦν δὲ ἀναχωροῦσιν. Εἰ γὰρ προφήτην αὐτὸν εἶναι ἐνόμιζον, ἐχρῆν πιστεῦσαι τοῖς λεγομένοις. Ὥστε τῆς ἐκείνων ἀνοίας τὸ σκάνδαλον ἦν, οὐ τῆς ἀπορίας τῶν λεγομένων. Σὺ δὲ ὅρα πῶς κατὰ μικρὸν τοὺς μαθητὰς συνέδησεν ἑαυτῷ· οὗτοι γάρ εἰσιν οἱ λέγοντες, Ῥήματα ζωῆς ἔχεις· ποῦ ἀπελευσόμεθα; Πλὴν ἑαυτὸν ἐνταῦθα εἰσάγει διδόντα, οὐ τὸν Πατέρα, Ὁ ἄρτος, λέγων, ὃν ἐγὼ δώσω, σάρξ μου ἐστίν. Ἀλλ' οὐχ οἱ ὄχλοι οὕτως, ἀλλ' ἀπεναντίας· Σκληρός ἐστιν ὁ λόγος οὗτος. Διὸ καὶ ἀναχωροῦσι. Καίτοι οὐδὲ 59.260 ξένη τις ἦν ἡ διδασκαλία, καὶ παρηλλαγμένη. Ὁ γὰρ Ἰωάννης ἄνωθεν τοῦτο ᾐνίξατο, ἀμνὸν αὐτὸν προσειπών. Ἀλλ' οὐδὲ οὕτως ᾔδεσαν, φησίν. Οἶδα κἀγώ· ἀλλ' οὐδὲ οἱ μαθηταὶ ἠπίσταντο. Εἰ γὰρ περὶ ἀναστάσεως οὐδέπω τι ᾔδεσαν σαφὲς, διὰ τοῦτο δὲ καὶ ἠγνόησαν τί ποτέ ἐστι τὸ, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· πολλῷ μᾶλλον περὶ τῶν εἰρημένων· ταῦτα γὰρ ἐκείνων ἀσαφέστερα ἦν. Ὅτι μὲν γὰρ προφῆται ἀνέστησαν, ᾔδεσαν, εἰ καὶ μὴ οὕτω σαφῶς 189
εἰρήκασιν αἱ Γραφαί· ὅτι δὲ σάρκα τις ἔφαγεν, οὐδέποτε οὐδεὶς εἶπεν ἐκείνων. Ἀλλ' ὅμως ἐπείθοντο καὶ ἠκολούθουν, καὶ ὡμολόγουν ῥήματα ζωῆς αἰωνίου αὐτὸν ἔχειν Τοῦτο γὰρ μαθητοῦ, τὸ μὴ περιεργάζεσθαι τὰ τοῦ διδασκάλου, ἀλλ' ἀκούειν καὶ πείθεσθαι, καὶ τὸν προσήκοντα καιρὸν ἀναμένειν τῆς λύσεως. Τί οὖν, φησὶν, ὅτι τοὐναντίον συνέβη, καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω; Τοῦτο παρὰ τὴν ἐκείνων ἄνοιαν. Ὅταν γὰρ ἡ ζήτησις τοῦ πῶς εἰσέλθῃ, συνέρχεται καὶ ἀπιστία. Οὕτω καὶ Νικόδημος ἐθορυβεῖτο λέγων· Πῶς δύναται ἄνθρωπος εἰσελθεῖν εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ; οὕτω καὶ οὗτοι ταράττονται λέγοντες, Πῶς δύναται δοῦναι ἡμῖν φαγεῖν οὗτος τὴν σάρκα αὐτοῦ; Εἰ γὰρ τὸ πῶς ζητεῖς, διατί τοῦτο ἐπὶ τῶν ἄρτων οὐκ εἶπες, πῶς τοὺς πέντε εἰς τοσούτους ἐξέτεινεν; Ὅτι τοῦ κορεσθῆναι μόνον ἦσαν τότε, οὐ τοῦ τὸ θαῦμα ἰδεῖν. Ἀλλ' ἡ πεῖρα τότε, φησὶν, ἐπαίδευσεν. Οὐκοῦν ἐξ ἐκείνης ἔδει καὶ ταῦτα γενέσθαι εὐπαράδεκτα. Διὰ γὰρ τοῦτο προλαβὼν ἐθαυματούργησε τὸ παράδοξον ἐκεῖνο, ἵνα δι' ἐκείνου διδαχθέντες, μηκέτι διαπιστῶσι τοῖς μετὰ ταῦτα λεγομένοις. Ἐκεῖνοι μὲν οὖν οὐδὲν ἐκαρπώσαντο τότε ἐκ τῶν εἰρημένων· ἡμεῖς δὲ τῆς εὐεργεσίας δι' αὐτῶν τῶν ἔργων ἀπολελαύκαμεν. Διὸ καὶ ἀναγκαῖον μαθεῖν τὸ θαῦμα τῶν μυστηρίων, τί ποτέ ἐστι, καὶ διατί ἐδόθη, καὶ τίς ἡ ὠφέλεια τοῦ πράγματος. Ἓν σῶμα γινόμεθα, καὶ μέλη, φησὶν, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Οἱ δὲ μεμυημένοι παρακολουθείτωσαν τοῖς λεγομένοις. γʹ. Ἵν' οὖν μὴ μόνον κατὰ τὴν ἀγάπην τοῦτο γενώμεθα, ἀλλὰ καὶ κατ' αὐτὸ τὸ πρᾶγμα, εἰς ἐκείνην ἀνακερασθῶμεν τὴν σάρκα. Διὰ τῆς τροφῆς γὰρ τοῦτο γίνεται ἧς ἐχαρίσατο, βουλόμενος ἡμῖν δεῖξαι τὸν πόθον, ὃν ἔχει περὶ ἡμᾶς. Διὰ τοῦτο ἀνέμιξεν ἑαυτὸν ἡμῖν, καὶ ἀνέφυρε τὸ σῶμα αὐτοῦ εἰς ἡμᾶς, ἵνα ἕν τι ὑπάρξωμεν, καθάπερ σῶμα κεφαλῇ συνημμένον. Τῶν γὰρ σφόδρα ποθούντων ἐστὶ τοῦτο δεῖγμα. Τοῦτο γοῦν καὶ ὁ Ἰὼβ αἰνιττόμενος, ἔλεγε περὶ τῶν ἑαυτοῦ οἰκετῶν, οἷς ἦν οὕτω μεθ' ὑπερβολῆς ποθεινὸς, ὡς προσφύναι ταῖς σαρξὶν αὐτοῦ ἐπιθυμεῖν. Ἐκεῖνοι γὰρ τὸν πολὺν αὐτῶν ἐνδεικνύμενοι πόθον ὃν εἶχον, Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ, ἔλεγον, ἐμπλησθῆναι; Διὸ δὴ καὶ ὁ Χριστὸς αὐτὸ πεποίηκεν, εἰς φιλίαν ἡμᾶς ἐνάγων μείζονα, καὶ τὸν αὐτοῦ πόθον ἐπιδεικνὺς τὸν περὶ ἡμᾶς, οὐκ ἰδεῖν αὐτὸν μόνον παρέσχε τοῖς ἐπιθυμοῦσιν· ἀλλὰ καὶ ἅψασθαι, καὶ φαγεῖν, καὶ ἐμπῆξαι τοὺς ὀδόντας τῇ σαρκὶ, καὶ συμπλακῆναι, καὶ τὸν πόθον ἐμπλῆσαι πάντα. Ὡς λέοντες τοίνυν πῦρ πνέοντες, οὕτως ἀπὸ τῆς τραπέζης ἀναχωρῶμεν ἐκείνης, φοβεροὶ τῷ διαβόλῳ γινόμενοι, καὶ τὴν κεφαλὴν τὴν ἡμετέραν ἐννοοῦντες, καὶ τὴν ἀγάπην ἣν περὶ ἡμᾶς ἐπε 59.261 δείξατο. Οἱ μὲν οὖν γεννήσαντες, πολλάκις ἑτέροις τρέφειν διδόασι τὰ τεχθέντα· ἐγὼ δὲ οὐχ οὕτω, φησὶν, ἀλλὰ ταῖς σαρξὶ τρέφω ταῖς ἐμαῖς, ἐμαυτὸν ὑμῖν παρατίθημι, πάντας ὑμᾶς εὐγενεῖς εἶναι βουλόμενος, καὶ χρηστὰς ὑμῖν περὶ τῶν μελλόντων ὑποτείνων ἐλπίδας. Ὁ γὰρ ἐνταῦθα ὑμῖν ἐκδοὺς ἑαυτὸν, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι. Ἀδελφὸς ἠθέλησα ὑμέτερος γενέσθαι· ἐκοινώνησα σαρκὸς καὶ αἵματος δι' ὑμᾶς, πάλιν αὐτὴν ὑμῖν τὴν σάρκα καὶ τὸ αἷμα, δι' ὧν συγγενὴς ἐγενόμην, ἐκδίδωμι. Τοῦτο τὸ αἷμα τὴν εἰκόνα ἡμῖν ἀνθηρὰν ἐργάζεται τὴν βασιλικὴν, τοῦτο κάλλος ἀμήχανον τίκτει, τοῦτο ἀπομαρανθῆναι τῆς ψυχῆς τὴν εὐγένειαν οὐκ ἀφίησιν, ἄρδον αὐτὴν συνεχῶς καὶ τρέφον. Τὸ μὲν γὰρ ἀπὸ τῶν σιτίων ἡμῖν αἷμα γινόμενον, οὐκ εὐθέως τοῦτο γίνεται, ἀλλ' ἕτερόν τι· τοῦτο δὲ οὐχ οὕτως, ἀλλ' εὐθέως τὴν ψυχὴν ἀρδεύει, καὶ μεγάλην τινὰ δύναμιν ἐμποιεῖ. Τοῦτο τὸ αἷμα ἀξίως λαμβανόμενον ἐλαύνει μὲν δαίμονας καὶ πόῤῥωθεν ἡμῶν ποιεῖ, καλεῖ δὲ ἀγγέλους πρὸς ἡμᾶς, καὶ τὸν Δεσπότην τῶν ἀγγέλων. Ὅπου γὰρ ἂν ἴδωσι τὸ αἷμα τὸ Δεσποτικὸν, φεύγουσι μὲν δαίμονες, συντρέχουσι δὲ ἄγγελοι. Τοῦτο τὸ αἷμα ἐκχυθὲν πᾶσαν τὴν οἰκουμένην ἐξέπλυνε. Πολλὰ περὶ τοῦ αἵματος τούτου καὶ ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐφιλοσόφησε. Τοῦτο τὸ αἷμα τὰ ἄδυτα καὶ τὰ ἅγια τῶν ἁγίων ἐκάθηρεν. Εἰ δὲ ὁ τύπος αὐτοῦ τοσαύτην ἔσχεν ἰσχὺν, ἔν τε τῷ ναῷ τῶν 190
Ἑβραίων, ἔν τε Αἰγύπτῳ μέσῃ, ταῖς φλιαῖς ἐπιχριόμενον· πολλῷ μᾶλλον ἡ ἀλήθεια. Τοῦτο τὸ αἷμα, τὸ χρυσοῦν θυσιαστήριον ἡγίασε· τούτου χωρὶς οὐκ ἐτόλμα ὁ ἀρχιερεὺς εἰς τὰ ἄδυτα εἰσιέναι· τοῦτο τὸ αἷμα ἱερέας ἐχειροτόνει· τοῦτο ἀπέλουεν ἁμαρτίας ἐν τοῖς τύποις. Εἰ δὲ ἐν τοῖς τύποις τοσαύτην ἔσχεν ἰσχὺν, εἰ τὴν σκιὰν οὕτως ὁ θάνατος ἔφριξε, τὴν ἀλήθειαν αὐτὴν, εἰπέ μοι, πῶς οὐκ ἂν ἐφοβήθη; Τοῦτο ἡ σωτηρία τῶν ἡμετέρων ψυχῶν, τούτῳ λούεται ἡ ψυχὴ, τούτῳ καλλωπίζεται, τούτῳ πυροῦται, τοῦτο πυρὸς λαμπρότερον ἐργάζεται τὸν νοῦν τὸν ἡμέτερον, τοῦτο χρυσίου φαιδροτέραν τὴν ψυχὴν ποιεῖ, τοῦτο ἐξεχύθη τὸ αἷμα, καὶ τὸν οὐρανὸν ἐποίησε βατόν. δʹ. Φρικτὰ ὄντως τὰ μυστήρια τῆς Ἐκκλησίας, φρικτὸν ὄντως τὸ θυσιαστήριον. Ἀνέβαινεν ἐκ τοῦ παραδείσου πηγὴ, ποταμοὺς αἰσθητοὺς προχέουσα· ἀπὸ τῆς τραπέζης ταύτης ἄνεισι πηγὴ, ποταμοὺς ἀφιεῖσα πνευματικούς. Παρὰ ταύτην τὴν πηγὴν πεφυτευμέναι εἰσὶν, οὐκ ἰτέαι ἄκαρποι, ἀλλὰ δένδρα πρὸς αὐτὸν φθάνοντα τὸν οὐρανὸν, καρπὸν ἔχοντα ὥριμον ἀεὶ καὶ ἀμάραντον. Εἴ τις καυσοῦται, παρὰ ταύτην ἡκέτω τὴν πηγὴν, καὶ καταψυχέτω τὸ καῦσος. Καὶ γὰρ αὐχμοὺς λύει, καὶ τὰ διακαῆ πάντα παραψύχει, οὐ τὰ ἐξ ἡλίου διακαιόμενα, ἀλλὰ τὰ ἀπὸ τῶν βελῶν τῶν πεπυρωμένων. Καὶ γὰρ τὴν ἀρχὴν ἄνωθεν ἔχει, καὶ τὴν ῥίζαν ἐκεῖθεν, ὅθεν καὶ ἄρδεται. Πολλοὶ ταύτης οἱ ῥύακες τῆς πηγῆς, οὓς 59.262 ἀφίησιν ὁ Παράκλητος· καὶ μεσίτης ὁ Υἱὸς γίνεται, οὐ δίκελλαν ἔχων καὶ ὁδοποιῶν, ἀλλὰ τὴν διάθεσιν ἀνοίγων τὴν παρ' ἡμῖν. Αὕτη ἡ πηγὴ φωτός ἐστι πηγὴ, ἀναβλύζουσα ἀληθείας ἀκτῖνας. Ταύτῃ καὶ αἱ ἄνω παρεστήκασι δυνάμεις, πρὸς τὸ κάλλος ἐνορῶσαι τῶν ῥείθρων, ἐπειδὴ καὶ σαφέστερον ἐκεῖναι τῶν προκειμένων θεωροῦσι τὴν δύναμιν, καὶ τὰς μαρμαρυγὰς τὰς ἀπροσίτους. Ὥσπερ γὰρ χρυσοῦ τηκομένου, ἄν τε τὴν χεῖρά τις ἐμβάλῃ, εἰ οἷόν τε ἦν, ἄν τε τὴν γλῶτταν, χρυσῆν εὐθέως αὐτὴν ἐποίησεν ἄν· οὕτω δὴ καὶ πολλῷ πλέον ἐνταῦθα τὴν ψυχὴν ἐργάζεται τὰ προκείμενα. Ἀναζεῖ μὲν γὰρ πυρὸς σφοδρότερον ὁ ποταμὸς, ἀλλ' οὐ καίει, ἀλλὰ βαπτίζει μόνον ὅπερ ἂν λάβῃ. Τοῦτο τὸ αἷμα ἄνωθεν προετυποῦτο ἀεὶ, ἐν θυσιαστηρίοις, ἐν δικαίων σφαγαῖς· τοῦτο ἡ τιμὴ τῆς οἰκουμένης, τούτῳ ἠγόρασε τὴν Ἐκκλησίαν ὁ Χριστὸς, τούτῳ κατεκόσμησεν αὐτὴν ἅπασαν. Καθάπερ γὰρ ἄνθρωπος οἰκέτας ὠνούμενος χρυσίον δίδωσι, καὶ καλλωπίσαι πάλιν αὐτοὺς βουλόμενος, χρυσῷ τοῦτο ποιεῖ· οὕτω καὶ ὁ Χριστὸς, καὶ ἠγόρασεν ἡμᾶς αἵματι, καὶ ἐκόσμησεν αἵματι. Οἱ τούτου μετέχοντες τοῦ αἵματος, μετὰ ἀγγέλων, καὶ ἀρχαγγέλων, καὶ τῶν ἄνω δυνάμεων ἑστήκασιν, αὐτὴν περικείμενοι τοῦ Χριστοῦ τὴν βασιλικὴν στολὴν, τὰ ὅπλα ἔχοντες τὰ πνευματικά. Ἀλλ' οὐδὲν εἶπον οὐδέπω μέγα· αὐτὸν γάρ εἰσιν ἐνδεδυμένοι τὸν βασιλέα. Ἀλλ' ὥσπερ ἐστὶ μέγα καὶ θαυμαστὸν, οὕτως ἂν μὲν μετὰ καθαρότητος προσέλθῃς, εἰς σωτηρίαν προσῆλθες· ἂν δὲ μετὰ πονηροῦ συνειδότος, εἰς κόλασιν καὶ τιμωρίαν. Ὁ γὰρ ἐσθίων, φησὶ, καὶ πίνων ἀναξίως τοῦ Κυρίου, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Εἰ τοίνυν οἱ ῥυποῦντες τὴν πορφύραν τὴν βασιλικὴν κολάζονται ὁμοίως, ὥσπερ οἱ διαῤῥηγνύντες· τί ἀπεικὸς καὶ τοὺς ἀκαθάρτῳ διανοίᾳ δεχομένους τὸ σῶμα, τὴν αὐτὴν ὑπομεῖναι τιμωρίαν τοῖς αὐτὸ διαῤῥήξασι διὰ τῶν ἥλων; Ὅρα γοῦν πῶς φοβερὰν ἔδειξεν ὁ Παῦλος τὴν κόλασιν, εἰπών· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη; Προσέχωμεν τοίνυν ἑαυτοῖς, ἀγαπητοὶ, τοιούτων ἀπολαύοντες ἀγαθῶν· καὶ ὅταν βουληθῶμεν αἰσχρόν τι εἰπεῖν, ἢ συναρπαζομένους ἑαυτοὺς ἴδωμεν ὑπὸ ὀργῆς, ἢ ἑτέρου τινὸς τοιούτου πάθους, λογισώμεθα τίνων κατηξιώθημεν, ὅσου Πνεύματος ἀπηλαύσαμεν· καὶ ἔσται σωφρονισμὸς ἡμῖν τῶν ἀλόγων παθῶν οὗτος ὁ λογισμός. Μέχρι γὰρ τίνος τοῖς παροῦσι προσηλώμεθα; μέχρι τίνος οὐ διεγειρόμεθα; μέχρι τίνος οὐ φροντίζομεν τῆς ἑαυτῶν σωτηρίας; Ἐννοήσωμεν τίνων ἡμᾶς κατηξίωσεν ὁ 191
Θεὸς, εὐχαριστήσωμεν, δοξάσωμεν, μὴ διὰ πίστεως μόνον, ἀλλὰ καὶ διὰ τῶν ἔργων αὐτῶν· ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.261 ΟΜΙΛΙΑ ΜΖʹ. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν αἰώνιον ἐν ἑαυτοῖς. Ὁ δὲ τρώ γων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν ἐν ἑαυτῷ.» αʹ. Ὅταν περὶ πνευματικῶν διαλεγώμεθα, μηδὲν 59.262 ἔστω βιωτικὸν ἐν ταῖς ἡμετέραις ψυχαῖς, μηδὲν γήϊνον· ἀλλὰ πάντα ἀναχωρείτω, πάντα ἐξοριζέσθω τὰ τοιαῦτα, καὶ ὅλοι γινώμεθα τῆς τῶν θείων λογίων 59.263 ἀκροάσεως μόνης. Εἰ γὰρ βασιλέως ἐπιβαίνοντος πόλει, ἅπας ἀπελαύνεται θόρυβος· πολλῷ μᾶλλον τοῦ Πνεύματος ἡμῖν διαλεγομένου, μετὰ πολλῆς μὲν ἡσυχίας, μετὰ πολλῆς δὲ τῆς φρίκης ἀκούειν ἡμᾶς δεῖ. Καὶ γὰρ φρίκης ἄξια τὰ λεγόμενα σήμερον. Καὶ πῶς, ἄκουε. Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, ἐὰν μή τίς μου φάγῃ τὴν σάρκα, καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ. Ἐπειδὴ ἔμπροσθεν ἔλεγον, ὅτι ἀδύνατον τοῦτό ἐστι, δείκνυσιν αὐτὸς οὐ μόνον οὐκ ἀδύνατον, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον. Διὸ καὶ ἐπάγει· Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι Ὁ τρώγων ἐκ τοῦ ἄρτου τούτου οὐκ ἀποθανεῖται εἰς τὸν αἰῶνα· εἰκὸς δὲ ἦν αὐτοῖς προσστῆναι τοῦτο, καθὼς καὶ πρότερον ἔλεγον, Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ πῶς σὺ λέγεις, οὐ μὴ γεύσεται θανάτου; τὴν ἀνάστασιν ἔθηκε, λύων τὸ ζητούμενον, καὶ δηλῶν ὅτι οὐκ ἀποθανεῖται εἰς τέλος. Συνεχῶς δὲ στρέφει τὸν περὶ τῶν μυστηρίων λόγον, δεικνὺς τοῦ πράγματος τὸ ἀναγκαῖον, καὶ ὅτι αὐτὸ πάντως γενέσθαι δεῖ. Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. Τί ἐστιν ὃ λέγει; Ἢ τοῦτο βούλεται εἰπεῖν, ὅτι ἀληθὴς βρῶσις αὕτη ἐστὶν ἡ ψυχὴν σώζουσα· ἢ πιστώσασθαι αὐτοὺς περὶ τῶν εἰρημένων, ὥστε μὴ νομίζειν αἴνιγμα εἶναι τὸ εἰρημένον καὶ παραβολὴν, ἀλλ' εἰδέναι ὅτι πάντως δεῖ φαγεῖν τὸ σῶμα. Εἶτά φησιν· Ὁ τρώγων μου τὴν σάρκα, ἐν ἐμοὶ μένει. Τοῦτο δὲ ἔλεγε δηλῶν, ὅτι ἐν αὐτῷ ἀνακιρνᾶται. Τὸ δὲ ἑξῆς δοκεῖ μὲν ἀσυνάρτητον εἶναί τι, ἂν μὴ τὸν νοῦν ἐξετάσωμεν. Ποία γὰρ, φησὶν, ἀκολουθία, μετὰ τὸ εἰπεῖν, Ὁ τρώγων μου τὴν σάρκα ἐν ἐμοὶ μένει, ἐπαγαγεῖν, Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα; Ἔχει δὲ πολλὴν τὴν ἁρμονίαν τὸ λεγόμενον. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγε ζωὴν αἰώνιον, κατασκευάζων αὐτὸ ἐπήγαγε τὸ, Ἐν ἐμοὶ μένει. Εἰ γὰρ ἐν ἐμοὶ μένει, ζῶ δὲ ἐγὼ, δῆλον ὅτι κἀκεῖνος ζήσεται. Εἶτά φησι· Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ. Τοῦτο δέ ἐστι συγκριτικὸν καὶ ὁμοιωματικόν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Ζῶ ἐγὼ οὕτως, ὡς ὁ Πατήρ. Καὶ ἵνα μὴ ἀγέννητον νομίσῃς, προσέθηκεν εὐθὺς τὸ, Διὰ τὸν Πατέρα, οὐ τοῦτο δεικνὺς, ὅτι ἐνεργείας τινὸς χρείαν ἔχει πρὸς τὸ ζῇν. Ἀνωτέρω γὰρ τοῦτο ἀναιρῶν ἔλεγεν· Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ἔχειν ζωὴν ἐν ἑαυτῷ. Εἰ δὲ δεῖται ἐνεργείας, εὑρεθήσεται ἢ ὁ Πατὴρ μὴ δεδωκὼς οὕτω, καὶ ψευδὴς ὁ λόγος· ἢ εἰ οὕτως ἔδωκεν, οὐδενὸς αὐτὸς λοιπὸν δεηθήσεται ἑτέρου τοῦ συγκροτοῦντος. Τί οὖν ἐστι, Διὰ τὸν Πατέρα; Τὴν αἰτίαν ἐνταῦθα αἰνίττεται μόνον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Καθώς ἐστι ζῶν ὁ Πατὴρ, οὕτω κἀγὼ ζῶ. Καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσει δι' ἐμέ. Ζωὴν δὲ ἐνταῦθα λέγει, οὐ τὴν ἁπλῶς, ἀλλὰ τὴν εὐδόκιμον. Καὶ ὅτι οὐ περὶ τῆς ἁπλῶς ζωῆς εἶπεν, ἀλλὰ περὶ τῆς ἐνδόξου καὶ ἀποῤῥήτου ἐκείνης, δῆλον ἐκεῖθεν. Καὶ γὰρ πάντες, καὶ οἱ ἄπιστοι ζῶσι καὶ οἱ ἀμύητοι, μὴ φαγόντες ἀπὸ τῆς σαρκὸς ἐκείνης. Ὁρᾷς ὅτι οὐ περὶ ταύτης ὁ λόγος ἐστὶ τῆς ζωῆς, ἀλλὰ περὶ ἐκείνης; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὁ τρώγων μου τὴν σάρκα, οὐκ ἀπολεῖται τελευτήσας, οὐδὲ κολασθήσεται. Ἀλλ' οὐδὲ περὶ τῆς ἀναστάσεως τῆς κοινῆς φησι· καὶ γὰρ ὁμοίως πάντες ἀνίστανται· ἀλλὰ περὶ τῆς ἐξαιρέτου, τῆς 192
ἐνδόξου, καὶ μισθὸν ἐχούσης. 59.264 Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα, καὶ ἀπέθανον. Ὁ τρώγων τοῦτον τὸν ἄρτον, ζήσει εἰς τὸν αἰῶνα. Συνεχῶς τὸ αὐτὸ περιστρέφει, ὥστε αὐτὸ ἐντυπῶσαι τῇ τῶν ἀκουόντων διανοίᾳ (ἐσχάτη γάρ τις ἦν διδασκαλία ἡ περὶ τούτων), καὶ τὸ περὶ ἀναστάσεως δόγμα πιστῶσαι, καὶ τὸ περὶ ζωῆς αἰωνίου. Διὸ καὶ τὴν ἀνάστασιν προστίθησιν, ὁμοῦ μὲν ἐπειδὴ εἶπε, ζωῆς αἰωνίου, ὁμοῦ δὲ δεικνὺς ὅτι οὐ νῦν ἐστὶν αὕτη, ἀλλὰ μετὰ τὴν ἀνάστασιν. Καὶ πόθεν ταῦτα δῆλα, φησίν; Ἀπὸ τῶν Γραφῶν. Πανταχοῦ γὰρ αὐτοὺς ἐκεῖ παραπέμπει, παρ' αὐτῶν κελεύων ταῦτα μαθεῖν. Εἰπὼν δὲ, Ζωὴν διδοὺς τῷ κόσμῳ, καὶ εἰς ζῆλον αὐτοὺς ἐνάγει, ὥστε κἂν ἀλγήσαντας ἐπὶ τῷ ἄλλους ἀπολαύειν τῆς δωρεᾶς, μὴ μεῖναι ἔξω. Συνεχῶς δὲ ἀναμιμνήσκει τοῦ μάννα, καὶ τὸ διάφορον παριστὰς, καὶ αὐτοὺς εἰς πίστιν ἐνάγων. Εἰ γὰρ δυνατὸν ἐγένετο τεσσαράκοντα ἔτεσιν ἀμητοῦ χωρὶς καὶ σίτου καὶ τῆς ἄλλης ἀκολουθίας διακρατῆσαι τὴν ἐκείνων ζωήν· πολλῷ μᾶλλον νῦν, ἅτε ἐπὶ μείζοσι παραγενόμενος, δυνήσεται τοῦτο. Ἄλλως δὲ, καὶ εἰ ἐκεῖνα τύποι τινὲς ἦσαν, καὶ χωρὶς ἱδρώτων καὶ πόνων συνέλεγον τὸ φερόμενον· πολλῷ μᾶλλον νῦν τοῦτο ἔσται, ἔνθα πολλὴ ἡ διαφορὰ, καὶ τὸ μηδέποτε τελευτᾷν, καὶ τὸ ζωῆς ἀπολαύειν τῆς ἀληθοῦς. Καλῶς δὲ ζωῆς πολλάκις μέμνηται, ἐπειδὴ τοῦτο ποθεινὸν ἀνθρώποις, καὶ οὐδὲν οὕτως ἡδὺ, ὡς τὸ μὴ ἀποθανεῖν. Ἐπεὶ καὶ ἐν τῇ Παλαιᾷ τοῦτο ἦν ἡ ὑπόσχεσις, μῆκος βίου, καὶ πολλαὶ ἡμέραι· ἀλλὰ νῦν οὐκ ἔστι μῆκος ἁπλῶς, ἀλλὰ ζωὴ τέλος οὐκ ἔχουσα. Ἅμα δὲ καὶ δεῖξαι βούλεται, ὅτι τὴν ἐκ τῆς ἁμαρτίας γενομένην κόλασιν ἀνακαλεῖται νῦν, τὴν ψῆφον λύων ἐκείνην τὴν θανατοῦσαν· καὶ ζωὴν οὐχ ἁπλῶς, ἀλλ' αἰώνιον εἰσάγων, ἀπεναντίας τοῖς προτέροις. Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναοὺμ, ἔνθα αἱ πλεῖσται γεγένηνται δυνάμεις, ὥστε ἐχρῆν αὐτὸν ἀκουσθῆναι μάλιστα. βʹ. Τίνος δὲ ἕνεκεν ἐν συναγωγῇ ἐδίδασκε, καὶ ἐν ἱερῷ; Ὁμοῦ μὲν τὸ πλῆθος αὐτῶν θηρεῦσαι θέλων, ὁμοῦ δὲ δεῖξαι βουλόμενος, ὅτι οὐκ ἐναντίος ἐστὶ τῷ Πατρί. Πολλοὶ δὲ ἐκ τῶν μαθητῶν ἀκούσαντες ἔλεγον· Σκληρός ἐστιν ὁ λόγος οὗτος. Τί ἐστι, Σκληρός ἐστι; Τραχὺς, ἐπίπονος, μόχθον ἔχων. Καὶ μὴν οὐδὲν τοιοῦτον ἔλεγεν· οὐδὲ γὰρ περὶ πολιτείας διελέγετο, ἀλλὰ περὶ δογμάτων, ἄνω καὶ κάτω στρέφων τὴν πίστιν τὴν εἰς ἑαυτόν. Τί οὖν ἐστι, Σκληρός ἐστιν ὁ λόγος; Ὅτι ζωὴν ἐπαγγέλλεται καὶ ἀνάστασιν; ὅτι ἐκ τοῦ οὐρανοῦ ἔφη καταβεβηκέναι; ἀλλ' ὅτι σωθῆναι ἀδύνατον τὸν μὴ φαγόντα αὐτοῦ τὴν σάρκα; Ταῦτα οὖν, εἰπέ μοι, σκληρά; Καὶ τίς ἂν ταῦτα εἴποι; Τί οὖν ἐστὶ, Σκληρός; Δυσπαράδεκτος, ὑπερβαίνων αὐτῶν τὴν ἀσθένειαν, πολὺν ἔχων τὸν φόβον. Ἐνόμιζον γὰρ μείζονα τῆς οἰκείας φθέγγεσθαι καὶ ὑπὲρ αὐτόν. Διὸ καὶ ἔλεγον· Τίς δύναται αὐτοῦ ἀκούειν; ὑπὲρ ἑαυτῶν ἀπολογούμενοι τάχα, ἐπειδὴ ἔμελλον ἀποπηδᾷν. Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσιν οἱ μαθηταὶ περὶ τούτου (καὶ γὰρ τοῦτο τῆς αὐτοῦ θεότητος, τὸ τὰ ἀπόῤῥητα φέρειν εἰς μέσον), εἶτα λέγει· Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἂν οὖν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρότερον. Τοῦτο καὶ ἐπὶ τοῦ Ναθαναὴλ ἐποίησε, λέγων, Ὅτι εἶπόν σοι ὅτι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζονα τούτων ὄψει· καὶ ἐπὶ Νικοδήμου, ὅτι Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. Τί οὖν; ἀπορίας ἀπορίαις συνάπτει; Οὐχί· μὴ γένοιτο· ἀλλὰ τῷ μεγέθει τῶν δογμάτων καὶ τῷ πλήθει αὐτοὺς ἐπαγαγέσθαι βούλεται. Ὁ μὲν γὰρ εἰπὼν ἁπλῶς, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα, καὶ μηδὲν πλέον προσθεὶς, μᾶλλον ἂν ἐσκανδάλισεν. ὁ δὲ 59.265 εἰπὼν, ὅτι Τὸ σῶμά μου ζωὴ τοῦ κόσμου, καὶ ὁ εἰπὼν, ὅτι Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καὶ ὁ εἰπὼν, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα, τὴν ἀπορίαν λύει. Ὁ μὲν γὰρ ἕν τι μέγα περὶ ἑαυτοῦ φθεγγόμενος, κἂν ὕποπτος γένοιτο, ὡς πλάττων· ὁ δὲ τοσαῦτα συνείρων ἐφεξῆς, πᾶσαν ἀναιρεῖ τὴν ὑποψίαν. Πάντα δὲ ποιεῖ καὶ λέγει, ὥστε αὐτοὺς ἀπαγαγεῖν τοῦ νομίζειν αὐτοῦ πατέρα τὸν Ἰωσήφ. Οὐ τοίνυν τὸ σκάνδαλον ἐπιτεῖναι θέλων, τοῦτο 193
ἔλεγεν, ἀλλὰ λῦσαι μᾶλλον. Ὁ μὲν γὰρ ἀπὸ τοῦ Ἰωσὴφ αὐτὸν εἶναι νομίζων, οὐκ ἂν παρεδέξατο τὰ λεγόμενα· ὁ δὲ πεισθεὶς, ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ ἐκεῖ ἀναβήσεται, εὐκολώτερον ἂν προσέσχε τοῖς λεγομένοις. Μετὰ δὲ τούτων καὶ ἑτέραν λύσιν ἐπάγει, λέγων· Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Πνευματικῶς δεῖ τὰ περὶ ἐμοῦ ἀκούειν· ὁ γὰρ σαρκικῶς ἀκούσας, οὐδὲν ἀπώνατο, οὔτε χρηστόν τι ἀπέλαυσε. Σαρκικὸν δὲ ἦν τὸ ἀμφισβητεῖν πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ τὸ νομίζειν, ὅτι υἱός ἐστιν Ἰωσὴφ, καὶ τὸ, Πῶς δύναται ἡμῖν τὴν σάρκα δοῦναι φαγεῖν; Ταῦτα πάντα σαρκικά· ἅπερ ἔδει μυστικῶς νοεῖν καὶ πνευματικῶς. Καὶ πόθεν, φησὶν, ἠδύναντο νοῆσαι τί ποτέ ἐστιν τὸ σάρκα φαγεῖν ἐκεῖνοι; Οὐκοῦν ἔδει τὸν προσήκοντα ἀναμεῖναι καιρὸν, καὶ πυνθάνεσθαι, καὶ μὴ ἀπαγορεύειν. Τὰ ῥήματα, ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι, καὶ ζωή· τουτέστιν, θεῖα καὶ πνευματικά ἐστιν, οὐδὲν ἔχοντα σαρκικὸν, οὐδὲ ἀκολουθίαν φυσικήν· ἃ καὶ ἀπήλλακται πάσης μὲν τοιαύτης ἀνάγκης, καὶ ὑπέρκειται καὶ τῶν νόμων τῶν ἐνταῦθα κειμένων· ἕτερον δὲ ἔχει νοῦν ἐξηλλαγμένον. Ὥσπερ οὖν ἐνταῦθα τὸ πνεῦμα εἶπεν ἀντὶ τοῦ πνευματικὰ, οὕτω σάρκα εἰπὼν, οὐ σαρκικὰ εἶπεν, ἀλλὰ τὸ σαρκικῶς ἀκοῦσαι, ἅμα καὶ αὐτοὺς αἰνιττόμενος, ὅτι ἀεὶ σαρκικῶν ἐπεθύμουν, δέον πνευματικῶν ἐφίεσθαι. Ἐὰν γὰρ αὐτὸ σαρκικῶς τις ἐκλάβοι, οὐδὲν ἀπώνατο. Τί οὖν; οὐκ ἔστι ἡ σὰρξ αὐτοῦ σάρξ; Καὶ σφόδρα μὲν οὖν. Καὶ πῶς εἶπεν, Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν; Οὐ περὶ τῆς ἑαυτοῦ σαρκὸς λέγων· μὴ γένοιτο· ἀλλὰ περὶ τῶν σαρκικῶς ἐκλαμβανόντων τὰ λεγόμενα. Τί δέ ἐστι τὸ σαρκικῶς νοῆσαι; Τὸ ἁπλῶς εἰς τὰ προκείμενα ὁρᾷν, καὶ μὴ πλέον τι φαντάζεσθαι. Τοῦτο γάρ ἐστι σαρκικῶς. Χρὴ δὲ μὴ οὕτω κρίνειν τοῖς ὁρωμένοις, ἀλλὰ πάντα τὰ μυστήρια τοῖς ἔνδον ὀφθαλμοῖς κατοπτεύειν. Τοῦτο γάρ ἐστι πνευματικῶς. Ἄρα ὁ μὴ τρώγων αὐτοῦ τὴν σάρκα, καὶ πίνων αὐτοῦ τὸ αἷμα. οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ· πῶς οὖν οὐδὲν ὠφελεῖ ἡ σὰρξ, ἧς ἄνευ ζῇν οὐκ ἔνι; Ὁρᾷς ὅτι τὸ, Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδὲν, οὐ περὶ τῆς σαρκὸς αὐτοῦ εἴρηται, ἀλλὰ περὶ τῆς σαρκικῆς ἀκροάσεως; Ἀλλ' εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσι. Πάλιν κατὰ τὸ σύνηθες αὐτοῦ τοῖς λόγοις ἀξίωμα περιτίθησι, τά τε μέλλοντα προλέγων, καὶ δεικνὺς ὡς οὐ τῆς ἐκείνων δόξης ἐφιέμενος ταῦτα ἔλεγεν, ἀλλ' αὐτῶν κηδόμενος. Εἰπὼν δὲ, Τινὲς, τοὺς μαθητὰς ὑπεξήγαγε. Παρὰ γὰρ τὴν ἀρχὴν ἔλεγε· Καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετέ μοι· ἐνταῦθα δὲ, Εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσιν. Ἤδει γὰρ ἐξ ἀρχῆς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγε, Διὰ τοῦτο εἴρηκα, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν ἐκ τοῦ Πατρός μου. Τὸ ἑκούσιον ἐνταῦθα τῆς οἰκονομίας ὁ εὐαγγελιστὴς ἡμῖν αἰνίττεται, καὶ τὸ ἀνεξίκακον. Καὶ τὸ Ἐξ ἀρχῆς δὲ οὐχ ἁπλῶς ἐνταῦθα κεῖται, ἀλλ' ἵνα μάθῃς αὐτοῦ τὴν 59.266 ἄνωθεν πρόγνωσιν, καὶ ὅτι πρὸ τῶν ῥημάτων τούτων, καὶ οὐ μετὰ τὸ γογγύσαι, οὐδὲ μετὰ τὸ σκανδαλισθῆναι τὸν προδότην ᾔδει, ἀλλὰ καὶ πρὸ τούτου, ὅπερ ἦν θεότητος. Εἶτα καὶ ἐπήγαγεν, Ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν ἐκ τοῦ Πατρός μου, πείθων αὐτοὺς Πατέρα αὐτοῦ νομίζειν τὸν Θεὸν, ἀλλὰ μὴ τὸν Ἰωσὴφ, καὶ δεικνὺς ὅτι οὐκ ἔστι τὸ τυχὸν τὸ πιστεῦσαι εἰς αὐτόν. Μονονουχὶ γὰρ τοῦτό φησιν, Οὐ θορυβοῦσιν, οὐδὲ ταράττουσιν, οὐδὲ ξενίζουσί με οἱ μὴ πιστεύοντες· οἶδα τοῦτο ἄνωθεν πρὶν ἢ γενέσθαι· οἶδα τίσιν ἔδωκεν ὁ Πατήρ. γʹ. Ὅταν δὲ ἀκούσῃς, ὅτι Δέδωκε, μὴ ἀποκλήρωσιν ἁπλῶς νόμιζε, ἀλλ' ἐκεῖνο πίστευε, ὅτι ὁ παρασχὼν ἑαυτὸν ἄξιον τοῦ λαβεῖν, αὐτὸς ἔλαβεν. Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκ ἔτι μετ' αὐτοῦ περιεπάτουν. Καλῶς καὶ ὁ εὐαγγελιστὴς οὐκ εἶπεν, ἀνεχώρησαν, ἀλλὰ, Ἀπῆλθον εἰς τὰ ὀπίσω, δηλῶν ὅτι τῆς κατὰ ἀρετὴν ἐπιδόσεως ὑπετέμοντο, καὶ ὅτι ἣν εἶχον πάλαι πίστιν ἀπώλεσαν, ἀποσχίσαντες ἑαυτούς. Ἀλλ' οὐχ οἱ δώδεκα τοῦτο ἔπαθον. Διὸ καί φησι πρὸς αὐτούς· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; δεικνὺς πάλιν ὅτι οὐ δεῖται τῆς διακονίας αὐτῶν καὶ 194
τῆς θεραπείας, οὐδὲ διὰ τοῦτο αὐτοὺς περιῆγεν ἐπιδεικνύμενος. Πῶς γὰρ ὁ καὶ τούτοις ταῦτα λέγων; Διατί οὖν αὐτοὺς μὴ ἐπῄνεσε; διατί μὴ ἐθαύμασεν; Ὁμοῦ μὲν τὸ τοῦ διδασκάλου πρέπον ἀξίωμα τηρῶν, ὁμοῦ δὲ δεικνὺς, ὅτι διὰ τούτου μᾶλλον ἐφέλκεσθαι ἔδει τοῦ τρόπου. Εἰ μὲν γὰρ ἐπῄνεσε, νομίζοντες αὐτῷ χάριν διδόναι, κἂν ἔπαθόν τι ἀνθρώπινον· τῷ δὲ δεικνύναι μὴ δεόμενον αὐτὸν τῆς ἀκολουθήσεως αὐτῶν, κατεῖχε μᾶλλον. Καὶ ὅρα πῶς αὐτὸ συνετῶς εἴρηκεν. Οὐ γὰρ εἶπεν, Ἀπέλθετε· τοῦτο γὰρ ἀπωθουμένου ἦν· ἀλλ' ἐρωτᾷ λέγων, Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ὅπερ πᾶσαν ἦν ἀφαιροῦντος βίαν καὶ ἀνάγκην, καὶ οὐ βουλομένου αἰδοῖ τινι προσηρτῆσθαι, ἀλλὰ μετὰ τοῦ χάριν εἰδέναι. Τῷ δὲ μήτε ἐκείνων κατηγορῆσαι φανερῶς, ἀλλ' ἠρέμα καθάψασθαι, ἔδειξεν ὅπως δεῖ φιλοσοφεῖν ἐν τοῖς τοιούτοις. Ἡμεῖς δὲ τἀναντία πάσχομεν· εἰκότως, ἐπειδὴ τῆς οἰκείας ἐχόμενοι δόξης, ἅπαντα πράττομεν. Διὸ καὶ ἐλαττοῦσθαι νομίζομεν τὰ ἡμέτερα διὰ τῆς ἀναχωρήσεως τῶν θεραπευόντων. Οὕτως δὲ οὔτε ἐκολάκευσεν, οὔτε διεκρούσατο, ἀλλ' ἠρώτησεν. Οὐκ ἄρα καταφρονοῦντος ἦν, ἀλλὰ μὴ βουλομένου βίᾳ καὶ ἀνάγκῃ κατέχεσθαι. Τὸ γὰρ οὕτω μένειν ἴσον ἐστὶ τοῦ ἀπελθεῖν. Τί οὖν ὁ Πέτρος; Πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁρᾷς ὅτι οὐ τὰ ῥήματα ἦν τὰ σκανδαλίζοντα, ἀλλ' ἡ ἀπροσεξία καὶ ἡ ῥᾳθυμία καὶ ἀγνωμοσύνη τῶν ἀκουόντων; Καὶ γὰρ καὶ εἰ μὴ εἶπεν, ἐσκανδαλίσθησαν ἂν, καὶ οὐκ ἂν ἐπαύσαντο, τροφῇ προσέχοντες ἀεὶ σωματικῇ, καὶ τῇ γῇ προσηλωμένοι. Ἄλλως δὲ, καὶ οὗτοι μετ' ἐκείνων ἤκουον· ἀλλ' ὅμως τἀναντία ἐκείνων ἀπεφήναντο, λέγοντες· Πρὸς τίνα ἀπελευσόμεθα; Πολλῆς τὸ ῥῆμα φιλοστοργίας ἐμφαντικόν. Δείκνυσι γὰρ ὅτι παντὸς αὐτοῖς ἐστιν ὁ Διδάσκαλος τιμιώτερος, καὶ πατέρων, καὶ μητέρων, καὶ τῶν ὄντων ἁπάντων, καὶ ἀποστάντας αὐτοῦ οὐκ ἔνι λοιπὸν ποῦ καταφυγεῖν. Εἶτα, ἵνα μὴ δοκῇ τὸ, Πρὸς τίνα ἀπελευσόμεθα; διὰ τοῦτο εἰρηκέναι αὐτὸν, ὡς οὐκ ὄντων τῶν ὑποδεξαμένων αὐτοὺς, εὐθέως ἐπήγαγε· Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Οἱ μὲν γὰρ σαρκικῶς καὶ μετὰ λογισμῶν ἀνθρωπίνων ἤκουον, οὗτοι δὲ πνευματικῶς, 59.267 καὶ τῇ πίστει τὸ πᾶν ἐπιτρέποντες. Διὸ καὶ ὁ Χριστὸς ἔλεγε· Πνεῦμά ἐστι τὰ ῥήματα, ἃ λελάληκα ὑμῖν· τουτέστι, μὴ ὑπολάβῃς τῇ τῶν πραγμάτων ἀκολουθίᾳ, καὶ τῇ τῶν γινομένων ἀνάγκῃ τῶν ῥημάτων τῶν ἐμῶν τὴν διδασκαλίαν ὑποκεῖσθαι. Οὐ τοιαῦτα τὰ πνευματικά· οὐκ ἀνέχεται δουλεύειν νόμοις τοῖς ἐπὶ γῆς. Τοῦτο καὶ Παῦλος δηλοῖ, λέγων· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι, Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Ἤδη τὴν ἀνάστασιν οὗτοι παρεδέξαντο καὶ τὴν ἐκεῖ λῆξιν ἅπασαν. Ὅρα δὲ τὸν φιλάδελφον, τὸν φιλόστοργον, πῶς ὑπὲρ παντὸς ἀπολογεῖται τοῦ χοροῦ· οὐ γὰρ εἶπεν Ἔγνωκα, ἀλλ' Ἐγνώκαμεν· μᾶλλον δὲ σκόπει πῶς ἐπ' αὐτῶν ἔρχεται τῶν ῥημάτων τοῦ διδασκάλου, οὐ τὰ αὐτὰ τοῖς Ἰουδαίοις φθεγγόμενος. Οἱ μὲν γὰρ ἔλεγον· Οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ· οὗτος δὲ, ὅτι Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ, ὅτι Ῥήματα ζωῆς αἰωνίου ἔχεις· τάχα πολλάκις ἀκούσας αὐτοῦ λέγοντος, ὅτι Ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον. Ἔδειξε γὰρ ὅτι πάντα κατέχει τὰ εἰρημένα, αὐτῶν ἀναμνήσας τῶν ῥημάτων. Τί οὖν ὁ Χριστός; Οὐκ ἐπῄνεσε τὸν Πέτρον, οὐδὲ ἐθαύμασε, καίτοι ἀλλαχοῦ τοῦτο ποιήσας· ἀλλὰ τί φησιν; Οὐχὶ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν διάβολός ἐστιν; Ἐπειδὴ γὰρ εἶπε, Καὶ ἡμεῖς πεπιστεύκαμεν, ἐξαιρεῖ τοῦ χοροῦ τὸν Ἰούδαν. Ἐκεῖ μὲν γὰρ οὐδὲν περὶ τῶν μαθητῶν αὐτὸς εἶπε, ἀλλὰ τοῦ Χριστοῦ εἰπόντος· Ὑμεῖς δὲ τίνα με λέγετε; φησί· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ἐνταῦθα δὲ ἐπειδὴ εἶπε, Καὶ ἡμεῖς πεπιστεύκαμεν, εἰκότως οὐκ ἀφίησι τὸν Ἰούδαν εἰς τὸν ἐκείνων χορόν. Τοῦτο δὲ ἐποίει, πόῤῥωθεν καὶ ἄνωθεν τοῦ προδότου τὴν κακίαν ἀνακρουόμενος, εἰδὼς μὲν ὅτι οὐδὲν ὀνήσει, τὸ δὲ ἑαυτοῦ πράττων. δʹ. Καὶ θέα τὴν 195
σοφίαν· οὔτε αὐτὸν φανερὸν ἐποίησεν, οὔτε λαθεῖν εἴασεν ἐκεῖνο μὲν, ἵνα μὴ ἀναισχυνθῇ καὶ φιλονεικότερος γένηται· τοῦτο δὲ, ἵνα μὴ νομίζων λανθάνειν, ἀδεῶς ἐργάσηται τὸ τόλμημα. Διὸ καὶ προϊὼν φανερωτέρους ἐπάγει τοὺς ἐλέγχους. Πρότερον μὲν γὰρ καὶ αὐτὸν μετὰ τῶν ἄλλων ἠρίθμησεν, εἰπὼν, ὅτι Εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσιν (ὅτι δὲ καὶ τὸν προδότην ἠρίθμησεν, ἐδήλωσεν εἰπὼν ὁ εὐαγγελιστής· Ἤδει γὰρ ἐξ ἀρχῆς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν)· ἐπειδὴ δὲ ἐνέμεινε, σφοδρότερον ἐπάγει τὸν ἔλεγχον, Εἷς ἐξ ὑμῶν διάβολός ἐστιν, καὶ κοινὸν πᾶσι τὸν φόβον καθίστησιν, ἐκεῖνον συσκιάσαι βουλόμενος. Ἄξιον δὲ ἐνταῦθα διαπορῆσαι, τί δήποτε νῦν μὲν οὐδὲν λέγουσιν οἱ μαθηταὶ, ὕστερον δὲ δεδοίκασι καὶ διαποροῦνται πρὸς ἀλλήλους ὁρῶντες καὶ πυνθανόμενοι, Μή τι ἐγώ εἰμι, Κύριε; Καὶ τῷ Ἰωάννῃ ὁ Πέτρος ἐννεύει μαθεῖν τὸν προδότην, καὶ πυθέσθαι τοῦ Διδασκάλου τίς ἐστιν. Τί ποτε οὖν ἐστι τὸ αἴτιον; Οὔπω ἦν ὁ Πέτρος ἀκούσας, Ὕπαγε ὀπίσω μου, σατανᾶ. Διὰ τοῦτο οὐδέ τι δέος εἶχεν· ἐπειδὴ δὲ ἐπετιμήθη, καὶ ἀπὸ πολλῆς διαθέσεως εἰπὼν, οὐκ εὐδοκίμησεν, ἀλλὰ καὶ σατανᾶς ἤκουσεν· ἀκούων ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει με, εἰκότως λοιπὸν ἔδεισε. Ἄλλως δὲ, οὐδὲ νῦν φησιν, Εἷς ἐξ ὑμῶν παραδώσει με, ἀλλ', Εἷς ἐξ ὑμῶν διάβολός ἐστι. Διόπερ οὐδὲ ᾔδεσαν τὸ λεγόμενον, ἀλλὰ πονηρίας ᾤοντο σκώπτεσθαι μόνον. Τί δήποτε δὲ τὸ Οὐχὶ ἐγὼ ὑμᾶς, εἶπεν, τοὺς δώδεκα ἐξελεξάμην, καὶ 59.268 εἷς ἐξ ὑμῶν διάβολός ἐστι; Κολακείας ἀπηλλαγμένην αὐτοῦ τὴν διδασκαλίαν δεικνύς. Ἐπειδὴ γὰρ πάντων αὐτὸν ἐγκαταλειψάντων αὐτοὶ παρέμειναν μόνοι, καὶ διὰ τοῦ Πέτρου ὡμολόγουν εἶναι Χριστὸν, ἵνα μὴ νομίσωσιν ὅτι διὰ τοῦτο ἔμελλεν αὐτοὺς κολακεύειν, ἀπάγει ταύτης τῆς ὑποψίας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδέν με δυσωπεῖ πρὸς τὸ τοὺς κακοὺς μὴ ἐλέγχειν· μὴ νομίσητε ὅτι ἐπειδὴ ἐπεμείνατε, κολακεῦσαι ὑμᾶς αἱρήσομαι· ἢ ἐπειδὴ ἠκολουθήσατε, οὐκ ἐλέγχω τοὺς πονηρούς. Ὃ γὰρ πολὺ τούτου μεῖζόν ἐστιν εἰς τὸ δυσωπῆσαι τὸν διδάσκαλον, οὐδὲ τοῦτό με δυσωπεῖ. Ὁ μὲν γὰρ παραμένων, τῆς αὐτοῦ φιλοστοργίας παρέχεται τεκμήριον· ὁ δὲ ἐκλεγεὶς παρὰ τοῦ διδασκάλου, περιάπτει δόξαν ἀνοίας, ἐκριπτούμενος παρὰ τοῖς ἀνοήτοις. Ἀλλ' ὅμως οὐδὲ τοῦτό με ἀπάγει τῶν ἐλέγχων. Τοῦτο γοῦν καὶ νῦν ἐγκαλοῦσι τῷ Χριστῷ Ἕλληνες ψυχρῶς καὶ ἀνοήτως. Οὐ γὰρ ἀνάγκῃ καὶ βίᾳ ποιεῖν ἀγαθοὺς εἴωθεν ὁ Θεὸς, οὐδὲ ἡ ἐκλογὴ αὐτοῦ καὶ ἡ αἵρεσις βιαστικὴ τῶν καλουμένων ἐστὶν, ἀλλὰ προτρεπτική. Καὶ ἵνα μάθῃς. ὅτι οὐ βιάζεται ἡ κλῆσις, σκόπει πόσους συνέβη τῶν κληθέντων ἀπολέσθαι. Ὅθεν φανερὸν, ὅτι καὶ ἐν τῇ γνώμῃ κεῖται τῇ ἡμετέρᾳ, τὸ σωθῆναι καὶ ἀπολέσθαι. εʹ. Ταῦτα οὖν ἀκούοντες, παιδευώμεθα νήφειν ἀεὶ καὶ ἐγρηγορέναι. Εἰ γὰρ ὁ εἰς τὸν ἅγιον ἐκεῖνον χορὸν τελῶν, ὁ τοσαύτης ἀπολελαυκὼς δωρεᾶς, ὁ σημεῖα πεποιηκώς (καὶ γὰρ καὶ αὐτὸς μετὰ τῶν ἄλλων ἦν τῶν πεμφθέντων νεκροὺς ἐγεῖραι καὶ λεπροὺς καθαρίσαι), ἐπειδὴ ἑάλω νοσήματι δεινῷ τῷ τῆς φιλαργυρίας κακῷ, καὶ τὸν Δεσπότην τὸν ἑαυτοῦ προὔδωκεν, οὐδὲν αὐτὸν ὠφέλησαν, οὔτε αἱ εὐεργεσίαι, οὐχ αἱ δωρεαὶ, οὐ τὸ μετ' αὐτοῦ εἶναι, οὐ θεραπεία, οὐ τὸ τοὺς πόδας νίψαι, οὐ τὸ τῆς τραπέζης κοινωνῆσαι, οὐ τὸ γλωσσόκομον κατέχειν, ἀλλὰ καὶ ἐφόδια αὐτῷ ταῦτα κολάσεως γέγονε· φοβηθῶμεν καὶ ἡμεῖς, μή ποτε τὸν Ἰούδαν μιμησώμεθα διὰ τῆς φιλαργυρίας. Οὐ προδίδως τὸν Χριστόν; Ἀλλ' ὅταν περιίδῃς πένητα λιμῷ τηκόμενον, ἢ ὑπὸ ψύχους διαφθειρόμενον, τὴν αὐτὴν καὶ αὐτὸς ἐφέλκῃ καταδίκην. Καὶ ὅταν ἀναξίως μετέχωμεν τῶν μυστηρίων, ὁμοίως ἀπολλύμεθα τοῖς χριστοκτόνοις. Ὅταν ἁρπάζωμεν, ὅταν ἄγχωμεν τοὺς καταδεεστέρους, μεγίστην ἐπισπασόμεθα τὴν τιμωρίαν· καὶ μάλα εἰκότως. Μέχρι γὰρ τίνος ὁ ἔρως ἡμᾶς οὕτω κατέχει τῶν παρόντων πραγμάτων τῶν περιττῶν καὶ ἀνονήτων; Ὁ γὰρ πλοῦτος ἐν τοῖς περιττοῖς, ἐν οἷς οὐδὲν ὄφελος γίνεται. Μέχρι τίνος προσηλώμεθα τοῖς ματαίοις; μέχρι τίνος οὐ διαποβλέπομεν ἐν τοῖς οὐρανοῖς, οὐ νήφομεν, οὐ λαμβάνομεν κόρον 196
τῶν γηΐνων τούτων καὶ παραῤῥεόντων; οὐ παιδευόμεθα διὰ τῆς πείρας αὐτῶν τὴν εὐτέλειαν; Ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν πλουτήσαντας. Οὐχὶ ὄναρ πάντα ἐκεῖνα; οὐχὶ σκιὰ καὶ ἄνθος, οὐ ῥεῦμα παραῤῥέον; οὐχὶ διήγημα καὶ μῦθος; Ὁ δεῖνα πεπλούτηκε· καὶ ποῦ νῦν ὁ πλοῦτος; Ἀπώλετο καὶ διέφθαρται· ἀλλὰ τὰ δι' αὐτὸν ἁμαρτήματα διαμένει, καὶ ἡ διὰ τὰ ἁμαρτήματα κόλασις. Μᾶλλον δὲ, εἰ μὴ κόλασις ἦν, μηδὲ βασιλεία προὔκειτο, τὸ ὁμόφυλον καὶ τὸ ὁμογενὲς αἰδεσθῆναι ἐχρῆν, τὸ ὁμοιοπαθὲς δυσωπηθῆναι. Νῦν δὲ κύνας μὲν τρέφομεν· πολλοὶ δὲ καὶ ὀνάγρους καὶ ἄρκτους, καὶ διάφορα θηρία· ἄνθρωπον δὲ περιορῶμεν λιμῷ τηκόμενον, καὶ τιμιώτερον ἡμῖν τὸ ἀλλότριον τοῦ συγγενοῦς, καὶ ἀτιμότερον ἡμῖν τὸ οἰκεῖον τοῦ μὴ ὄντος οὐδὲ προσήκοντος. Ἀλλ' οἰκοδομεῖσθαι λαμπρὰς οἰκίας καὶ πολλοὺς ἔχειν οἰκέτας, καὶ εἰς χρυσοῦν ὄροφον κατακειμένους ὁρᾷν καλόν; Περιττὸν μὲν οὖν καὶ ἀνόνητον. Ἔστιν ἄλλα οἰκοδομήματα, λαμπρότερα πολλῷ καὶ σεμνότερα 59.269 τούτων· ἐπὶ τοῖς τοιούτοις εὐφραίνειν τοὺς ὀφθαλμοὺς ἀναγκαῖον· ὁ γὰρ κωλύσων οὐδείς. Βούλει κάλλιστον ὄροφον ἰδεῖν; Ἑσπέρας καταλαβούσης, ἴδε κατηστερισμένον τὸν οὐρανόν. Ἀλλ' οὐκ ἔστιν ἔμος ὄροφος, φησί. Καὶ μὴν οὗτος μᾶλλον σὸς, ἢ ἐκεῖνος. Καὶ γὰρ διὰ σὲ γέγονε, καὶ κοινός σοι μετὰ τῶν ἀδελφῶν ἐστιν· οὗτος δὲ οὐ σὸς, ἀλλὰ τῶν μετὰ τὴν τελευτὴν κληρονομούντων. Καὶ ὁ μὲν τὰ μέγιστα ὠφελῆσαι δυνήσεται, διὰ τοῦ κάλλους πρὸς τὸν Δημιουργὸν παραπέμπων· οὗτος δὲ τὰ μέγιστά σε καταβλάψει, κατήγορός σου μέγιστος ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως γινόμενος, ὅταν αὐτὸς μὲν χρυσῷ περιβεβλημένος ᾖ, ὁ δὲ Χριστὸς μηδὲ ἀναγκαῖον ἔχων ἱμάτιον. Μὴ δὴ τοσαύτην ἄνοιαν ὑπομένωμεν· μηδὲ διώκωμεν τὰ φεύγοντα, καὶ φεύγωμεν τὰ μένοντα· μηδὲ προδῶμεν ἡμῶν τὴν 59.270 σωτηρίαν, ἀλλ' ἀντεχώμεθα τῆς μελλούσης ἐλπίδος· οἱ μὲν γεγηρακότες, ἅτε εἰδότες φανερῶς, ὅτι ὀλίγος ἡμῖν ὑπολείπεται τῆς ζωῆς χρόνος· οἱ δὲ νέοι, ἅτε πεπεισμένοι σαφῶς, ὅτι οὐ πολὺ τὸ λειπόμενον. Ὡς γὰρ κλέπτης ἐν νυκτὶ, οὕτως ἡ ἡμέρα ἐκείνη ἔρχεται. Ταῦτ' οὖν εἰδότες, καὶ γυναῖκες ἄνδρας παρακαλῶμεν, καὶ ἄνδρες γυναῖκας νουθετῶμεν, καὶ νεωτέρους καὶ παρθένους διδάσκωμεν, καὶ πάντες ἀλλήλους παιδεύωμεν, τῶν μὲν παρόντων ὑπερορᾷν, τῶν δὲ μελλόντων ἐφίεσθαι, ἵνα καὶ τυχεῖν αὐτῶν δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.269 ΟΜΙΛΙΑ ΜΗʹ. Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλι λαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων, ἡ Σκηνοπηγία. αʹ. Οὐδὲν φθόνου χεῖρον καὶ βασκανίας· οὕτως ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος τὸν ἄνθρωπον τιμώμενον, οὐκ ἐνεγκὼν τὴν εὐημερίαν, πάντα ἔπραττεν ὥστε αὐτὸν ἀνελεῖν. Καὶ πανταχοῦ τῆς ῥίζης ταύτης τοῦτον ἴδοι τις ἂν τὸν καρπὸν γινόμενον. Οὕτω καὶ Ἄβελ ἐσφάγη, οὕτω καὶ ὁ Δαυῒδ ἔμελλεν, οὕτω καὶ ἄλλοι πολλοὶ τῶν δικαίων· ἐντεῦθεν καὶ Ἰουδαῖοι χριστοκτόνοι γεγόνασι. Καὶ τοῦτο δηλῶν ὁ εὐαγγελιστὴς ἔλεγε· Μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ εἶχεν ἐξουσίαν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Τί λέγεις, ὦ μακάριε Ἰωάννη; Οὐκ εἶχεν ἐξουσίαν ὁ δυνηθεὶς πάντα ὅσα ἠθέλησεν; ὁ εἰπὼν, Τίνα ζητεῖτε, καὶ ῥίψας αὐτοὺς εἰς τὰ ὀπίσω; ὁ παρὼν καὶ μὴ ὁρώμενος, οὗτος οὐκ εἶχεν ἐξουσίαν; Πῶς δὲ καὶ ὕστερον εἰς μέσον αὐτῶν παρελθὼν, ἐν μέσῳ τῷ ἱερῷ, ἐν μέσῃ τῇ ἑορτῇ, συνόδου οὔσης, καὶ τῶν φονώντων παρόντων, διελέγετο ταῦτα, ἃ μᾶλλον αὐτοὺς παρώξυνε; Τοῦτο γοῦν καὶ ἐθαύμαζον 197
λέγοντες, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Τίνα δή ἐστι ταῦτα τὰ αἰνίγματα; Ἄπαγε· οὐχ ἵνα αἰνίγματα λέγειν νομισθῇ, οὕτως εἶπεν, ἀλλ' ἵνα δηλώσῃ ὅτι καὶ τὰ τῆς θεότητος ἐπεδείκνυτο, καὶ τὰ τῆς ἀνθρωπότητος. Ὅταν μὲν γὰρ λέγῃ, ὅτι Ἐξουσίαν οὐκ εἶχεν, ὡς περὶ ἀνθρώπου διαλέγεται, πολλὰ καὶ ἀνθρωπίνως ποιοῦντος· ὅταν δὲ λέγῃ, ὅτι ἐν μέσοις αὐτοῖς εἰστήκει, καὶ οὐ κατεῖχον αὐτὸν, τῆς θεότητος τὴν δύναμιν ἐνδείκνυται δηλονότι. Καὶ γὰρ ἔφευγεν ὡς ἄνθρωπος, καὶ ἐφαίνετο ὡς Θεός· ἀμφότερα ἀληθεύων. Τό τε γὰρ ἐν μέσοις ὄντα τοῖς ἐπιβουλεύουσι μὴ κατέχεσθαι, τὸ ἀκαταγώνιστον αὐτοῦ καὶ ἄμαχον ἐδήλου· τό τε ὑποστέλλεσθαι, τὴν οἰκονομίαν ἐβεβαίου καὶ ἐπιστοῦτο, ἵνα μήτε Παῦλος ὁ Σαμοσατεὺς ἔχῃ τι λέγειν, μήτε Μαρκίων, καὶ οἱ τὰ ἐκείνων νοσοῦντες. Διὰ τούτου τοίνυν πάντων ἐμφράττει τὰ στόματα. Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, ἡ Σκηνοπηγία. Τὸ, Μετὰ ταῦτα, οὐδὲν ἄλλο δηλοῖ, ἢ ὅτι πολὺν μεταξὺ χρόνον ἐπιτεμὼν ὑπερεπήδησε. Καὶ τοῦτο δῆλον ἐκεῖθεν· ὅτε γὰρ εἰς τὸ ὄρος ἐκάθητο, φησὶν, ἦν ἡ ἑορτὴ 59.270 τοῦ Πάσχα· ἐνταῦθα δὲ τῆς Σκηνοπηγίας μέμνηται, καὶ ἐν τοῖς πέντε μησὶν οὐδὲν ἕτερον ἡμῖν διηγήσατο, οὔτε ἐδίδαξεν ἡμᾶς ἄλλο τι, ἢ τὸ κατὰ τοὺς ἄρτους σημεῖον, καὶ τὴν πρὸς τοὺς φαγόντας γενομένην δημηγορίαν· καίτοι αὐτὸς οὐ διελίμπανε σημεῖα ποιῶν καὶ διαλεγόμενος, οὐκ ἐν ἡμέρᾳ, οὐκ ἐν ἑσπέρᾳ, πολλάκις δὲ καὶ νυκτός. Τοῖς γοῦν μαθηταῖς οὕτως ἐπέστη, ὡς πάντες φασὶν οἱ εὐαγγελισταί. Τί δή ποτε οὖν παρέλιπον ἐκεῖνο; Ὅτι οὐκ ἐνῆν ἅπαντα καταλέγειν. Ἄλλως δὲ, καὶ ταῦτα λέγειν ἐσπουδάκασιν, ὑπὲρ ὧν ἢ μέμψις ἢ ἀντιλογία τις παρὰ τῶν Ἰουδαίων ἔμελλε παρακολουθεῖν. Ἐκείνοις μὲν γὰρ πολλὰ ὅμοια ἦν. Καὶ γὰρ ὅτι νοσοῦντας ἐθεράπευσε, καὶ νεκροὺς ἤγειρε, καὶ ὅτι ἐθαυμάσθη, πολλάκις ἀνέγραψαν· ἔνθα δὲ ξένον ἔχουσι λέγειν τι, ἢ μέμψιν τινὰ δοκοῦσαν κατ' αὐτοῦ φύεσθαι διηγεῖσθαι, ταῦτα τιθέασιν· οἷον δὴ καὶ τὸ νῦν ἐστιν, ὅτι οἱ ἀδελφοὶ αὐτοῦ ἠπίστουν αὐτῷ· καὶ γὰρ οὐ τὴν τυχοῦσαν ἔχει διαβολὴν τὸ πρᾶγμα. Καὶ ἄξιον θαυμάσαι τὸ φιλάληθες αὐτῶν ἦθος, πῶς οὐκ αἰσχύνονται λέγοντες ταῦτα, ἃ δοκεῖ τῷ διδασκάλῳ φέρειν αἰσχύνην, ἀλλὰ καὶ ταῦτα μάλιστα τῶν ἄλλων ἐσπουδάκασιν ἀπαγγέλλειν. Καὶ νῦν γοῦν πολλὰ παραδραμὼν καὶ σημεῖα καὶ θαύματα καὶ δημηγορίας, ἐπὶ τοῦτο εὐθέως ἐπεπήδησεν. Εἶπον γὰρ, φησὶ, πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖς. Οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι. Φανέρωσον σεαυτὸν τῷ κόσμῳ. Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Καὶ ποία, φησὶν, ἀπιστία ἐνταῦθα; Παρακαλοῦσι γὰρ αὐτὸν θαυματουργῆσαι. Πολλὴ σφόδρα. Ἀπιστίας γὰρ καὶ τὰ ῥήματα καὶ ἡ θρασύτης, καὶ ἡ ἄκαιρος παῤῥησία. Ὤοντο γὰρ ἀπὸ τῆς συγγενείας ἐξεῖναι αὐτοῖς μετὰ παῤῥησίας διαλέγεσθαι. Καὶ δοκεῖ μὲν ἡ ἀξίωσις δῆθεν φίλων εἶναι· πολλῆς δὲ πικρίας ἦν τὰ λεγόμενα· ἐνταῦθα γὰρ αὐτῷ καὶ δειλίαν καὶ φιλοδοξίαν ὀνειδίζουσι. Τὸ μὲν οὖν εἰπεῖν, Οὐδείς τι ἐν κρυπτῷ ποιεῖ, δειλίαν ἐγκαλούντων ἐστὶν, ἅμα καὶ ὑποπτευόντων τὰ γινόμενα ὑπ' αὐτοῦ· τὸ δὲ ἐπαγαγεῖν, ὅτι Ζητεῖ ἐν παῤῥησίᾳ εἶναι, φιλοδοξίας. βʹ. Σὺ δέ μοι σκόπει τοῦ Χριστοῦ τὴν δύναμιν. Ἀπὸ γὰρ τούτων τῶν ταῦτα λεγόντων τὰ ῥήματα, ὁ πρῶτος τῶν Ἱεροσολύμων ἐπίσκοπος γέγονεν, ὁ μακάριος Ἰάκωβος, περὶ οὗ καὶ Παῦλός φησιν· Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου. Λέγεται δὲ καὶ ὁ Ἰούδας θαυ 59.271 μαστός τε γεγονέναι. Καίτοι γε οὗτοι καὶ ἐν Κανᾷ παρῆσαν, τοῦ οἴνου γενομένου· ἀλλ' οὐδὲν ἀπώναντο τέως. Πόθεν οὖν αὐτοῖς ἡ τοσαύτη ἀπιστία; Ἀπὸ πονηρᾶς γνώμης καὶ φθόνου· τὸ γὰρ συγγενὲς ὑπερέχον εἴωθέ πως διαφθονεῖσθαι παρὰ τῶν οὐ τοιούτων. Τίνας δὲ ἐνταῦθα λέγουσι τοὺς μαθητάς; Τὸν ὄχλον τὸν παρεπόμενον, οὐ τοὺς δώδεκα. Τί οὖν ὁ Χριστός; Ὅρα πῶς προσηνῶς ἀπεκρίνατο. Οὐ γὰρ εἶπεν· Ὑμεῖς δὲ τίνες ἐστὲ ταῦτα συμβουλεύοντες καὶ 198
διδάσκοντες; ἀλλὰ τί; Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν. Ἐνταῦθά μοι δοκεῖ καὶ ἕτερόν τι αἰνίττεσθαι. Ἴσως γὰρ αὐτὸν καὶ προδοῦναι ἐβουλεύοντο, βασκαίνοντες, τοῖς Ἰουδαίοις. Διὸ καὶ τοῦτο ἐμφαίνων φησὶν, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστι· τουτέστιν, ὁ τοῦ σταυροῦ καὶ τοῦ θανάτου. Τί οὖν πρὸ καιροῦ κατεπείγετε ἀνελεῖν; Ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτε ἕτοιμός ἐστιν. Ὡσεὶ ἔλεγεν· Ὑμεῖς κἂν ἀεὶ συνῆτε τοῖς Ἰουδαίοις, οὐκ ἀναιρήσουσιν ὑμᾶς τὰ αὐτὰ ζηλοῦντας αὐτοῖς· ἐμὲ δὲ εὐθέως βουλήσονται ἀνελεῖν. Ὥστε ὑμῖν μὲν ἀεὶ καὶ καιρὸς συνεῖναι μὴ κινδυνεύουσιν· ἐμοὶ δὲ τότε καιρὸς, ὅταν ὁ τοῦ σταυροῦ καιρὸς ἐπιστῇ, ὅταν δέῃ ἀποθανεῖν. Καὶ γὰρ ὅτι τοῦτο λέγει, δῆλον διὰ τῆς ἐπαγωγῆς· Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς. Πῶς γὰρ τοὺς τὰ αὐτὰ βουλομένους, καὶ ὑπὲρ τῶν αὐτῶν τρέχοντας; Ἐμὲ δὲ μισεῖ, ὅτι ἐλέγχω αὐτὸν, ὅτι πονηρά εἰσιν αὐτοῦ τὰ ἔργα, τουτέστιν, ὅτι Καθάπτομαι καὶ ἐλέγχω, διὰ τοῦτο μισοῦμαι. Ἀπὸ τούτων παιδευώμεθα κρατεῖν ὀργῆς, καὶ μὴ ἀναξιοπαθεῖν, κἂν εὐτελεῖς ὦσιν οἱ συμβουλεύοντες. Εἰ γὰρ τοὺς οὐ πιστεύοντας ὁ Χριστὸς συμβουλεύοντας ἤνεγκε πράως, καὶ συμβουλεύοντας τὰ μὴ δέοντα, καὶ συμβουλεύοντας τὰ οὐκ ἀπὸ προαιρέσεως ἀγαθῆς, τίνος ἡμεῖς τευξόμεθα συγγνώμης, γῆ καὶ σποδὸς ὄντες, καὶ πρὸς τοὺς συμβουλεύοντας, δυσχεραίνοντες, κἂν ὀλίγον εὐτελέστεροι οἱ τοῦτο ποιοῦντες ὦσιν, ἀνάξιον ἑαυτῶν ἡγούμενοι τοῦτο; Σκόπει γοῦν πῶς μετὰ πραότητος πάσης ἀποκρούεται τὴν κατηγορίαν. Εἰπόντων γὰρ ἐκείνων, Φανέρωσον σεαυτὸν τῷ κόσμῳ, αὐτός φησιν· Οὐ δύναται ὁ κόσμος ὑμᾶς μισεῖν, ἐμὲ δὲ ὁ κόσμος μισεῖ· ἀναιρῶν αὐτῶν τὴν κατηγορίαν. Τοσοῦτον γὰρ ἀπέχω, φησὶ, ζητεῖν τὴν παρὰ ἀνθρώπων δόξαν, ὅτι οὐ διαλιμπάνω ἐλέγχων αὐτούς· καὶ ταῦτα εἰδὼς μῖσος ἐκ τούτου τικτόμενον, καὶ θάνατον κατασκευαζόμενον. Καὶ ποῦ ἤλεγξε, φησί; Πότε γὰρ ἐπαύσατο τοῦτο ποιῶν; οὐχὶ ἔλεγε· Μὴ δοκεῖτε, ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς· καὶ, Ἐγὼ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε· καὶ, Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Εἶδες πῶς ἔδειξε διὰ πάντων, ὅτι τὸ πρὸς αὐτὸν μῖσος ἐποίει ὁ ἔλεγχος ὁ πεπαῤῥησιασμένος, οὐχ ἡ τοῦ σαββάτου λύσις; Τί δήποτε δὲ αὐτοὺς πέμπει εἰς τὴν ἑορτὴν, λέγων· Ἀνάβητε εἰς τὴν ἑορτὴν, ἐγὼ οὐκ ἀναβαίνω ἄρτι; Δεικνὺς ὅτι ταῦτα εἶπεν, οὐχὶ δεόμενος αὐτῶν, οὐδὲ κολακεύεσθαι θέλων, ἀλλὰ συγχωρῶν τὰ Ἰουδαϊκὰ ποιεῖν. Πῶς οὖν, φησὶν, ἀνέβη, εἰπὼν, Οὐκ ἀναβαίνω; Οὐκ εἶπεν καθάπαξ, Οὐκ ἀναβαίνω· ἀλλὰ, Νῦν, εἶπεν, τουτέστι, μεθ' ὑμῶν· Ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται. Καὶ μὴν τῷ μέλλοντι Πάσχα σταυροῦσθαι ἔμελλε. Πῶς οὖν οὐκ ἀνέβη καὶ αὐτός; Εἰ γὰρ ἐπειδὴ ὁ καιρὸς οὔπω παρῆν, διὰ τοῦτο οὐκ ἀνέβη, ἐχρῆν μηδὲ 59.272 ὅλως ἀναβῆναι. Ἀλλ' οὐ διὰ τοῦτο ἀνέβαινεν, ἵνα πάθῃ, ἀλλ' ἵνα αὐτοὺς παιδεύσῃ. Τίνος δὲ ἕνεκεν λάθρᾳ; Καὶ γὰρ ἐδύνατο φανερῶς ἀνελθὼν ἐν τῷ μέσῳ τε εἶναι, καὶ κατέχειν αὐτῶν τὴν ὁρμὴν τὴν ἄτακτον, ὃ πολλάκις ἐποίησεν. Ἀλλ' οὐκ ἐβούλετο συνεχῶς τοῦτο ποιεῖν. Εἰ γὰρ ἀνῆλθε φανερῶς, καὶ πάλιν αὐτοὺς ἐπήρωσε, μειζόνως ἂν τὴν ἑαυτοῦ θεότητα διαλάμπειν ἐποίει, ὃ τέως οὐκ ἔδει, καὶ μᾶλλον αὐτὴν ἐξεκάλυπτεν. Ἐπειδὴ δὲ ἐνόμιζον ἐκεῖνοι δειλίας εἶναι τὸ μένειν, δείκνυσιν αὐτὸς τοὐναντίον, καὶ θάρσους ὂν καὶ οἰκονομίας· καὶ ὅτι τὸν καιρὸν προειδὼς καθ' ὃν πείσεται, ὅτε λοιπὸν ἐπιστῇ, τότε μάλιστα βουλήσεται εἰς τὰ Ἱεροσόλυμα ἀναβῆναι. Ἐμοὶ δὲ δοκεῖ καὶ τῷ μὲν εἰπεῖν, Ἀνάβητε ὑμεῖς, τοῦτο λέγειν· μὴ νομίσητε, ὅτι ἀναγκάζω ὑμᾶς σὺν ἐμοὶ μένειν μὴ βουλομένους· τῷ δὲ ἐπαγαγεῖν, Οὔπω πεπλήρωται ὁ καιρός μου, δῆλον ποιεῖν, ὅτι ἔδει καὶ σημεῖα γενέσθαι, καὶ δημηγορίας λεχθῆναι, ὥστε καὶ ὄχλους πιστεῦσαι πλείονας, καὶ τοὺς μαθητὰς στεῤῥοτέρους γενέσθαι, τὴν παῤῥησίαν ὁρῶντας τοῦ διδασκάλου, καὶ ἅπερ ἔπαθε. γʹ. Μάθωμεν τοίνυν αὐτοῦ ἀπὸ τῶν εἰρημένων τὴν ἐπιείκειαν, τὴν πραότητα· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ πᾶσαν πικρίαν ἐκβάλωμεν. Κἂν 199
ἐπαίρηταί τις καθ' ἡμῶν, ἡμεῖς ταπεινοὶ γινώμεθα· κἂν θρασύνηταί τις, θεραπεύσωμεν· κἂν δάκνῃ καὶ κατεσθίῃ σκώπτων καὶ κωμῳδῶν, ἡμεῖς μὴ νικώμεθα, μὴ ἀμυνόμενοι ἑαυτοῖς ἀνέλωμεν ἑαυτούς. Καὶ γὰρ θηρίον ἐστὶν ὁ θυμὸς, θηρίον ὀξὺ καὶ θερμόν. Ἐπᾴδωμεν τοίνυν ἑαυτοῖς τὰς ἀπὸ τῆς θείας Γραφῆς ἐπῳδὰς, καὶ λέγωμεν, ὅτι Γῆ εἶ καὶ σποδός· καὶ, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; καὶ, ὅτι Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ, πτῶσις αὐτῷ· καὶ, ὅτι Ἀνὴρ θυμώδης, οὐκ εὐσχήμων. Οὐδὲν γὰρ αἰσχρότερον ὄψεως θυμουμένης, οὐδὲν δυσειδέστερον. Εἰ δὲ ὄψεως, πολλῷ μᾶλλον ψυχῆς. Καθάπερ γὰρ ἀνακυκωμένου βορβόρου δυσωδία εἴωθε γίνεσθαι· οὕτω ψυχῆς ταραττομένης ὑπὸ θυμοῦ, πολλὴ ἔσται ἡ ἀσχημοσύνη καὶ ἀηδία. Ἀλλ' οὐ φέρω, φησὶ, τὴν παρὰ τῶν ἐχθρῶν ὕβριν. Τίνος ἕνεκεν; εἰπέ. Ἂν μὲν γὰρ ἀληθὴς ᾖ, καὶ πρὸ ἐκείνου ὀφείλεις κατανύττεσθαι, καὶ χάριν ἔχειν αὐτῷ τῶν ἐλέγχων· ἂν δὲ ψευδὴς, καταφρόνησον. Εἶπε πένητα; Καταγέλασον. Εἶπε δυσγενῆ ἢ ἀνόητον; Στέναξον ὑπὲρ ἐκείνου λοιπόν. Ὁ γὰρ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Ὅταν οὖν ὑβρίσῃ, ἐννόησον τὴν κόλασιν ἣν κολάζεται, καὶ οὐ μόνον οὐχ ἕξεις ὀργὴν, ἀλλὰ καὶ δάκρυα ἀφήσεις. Οὐδὲ γὰρ πρὸς τὸν πυρέττοντά τις παροξύνεται, οὔτε πρὸς τὸν φλεγμαίνοντα, ἀλλ' ἐλεεῖ πάντας τοὺς τοιούτους καὶ δακρύει. Τοιοῦτον γάρ ἐστι ψυχὴ ὀργιζομένη. Ἀλλὰ, κἂν ἀμύνασθαι βούλῃ, σίγησον, καὶ καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν. Ἂν δὲ λοιδορίαν λοιδορίᾳ συνάψῃς, τὸ πῦρ ἀνῆψας. Ἀλλ' ἀσθένειαν καταγινώσκουσιν οἱ παρόντες, φησὶν, ἂν σιγήσωμεν. Οὐκ ἀσθένειαν καταγνώσονται, ἀλλ' ἐπὶ φιλοσοφίᾳ θαυμάσονται. Ἂν δὲ ὑβρισθεὶς δηχθῇς, ὕβρισας· δηχθεὶς δὲ, ἀναγκάζεις ἀληθῆ νομίζεσθαι τὰ λεγόμενα. Διατί, εἰπέ μοι, ὁ πλούσιος γελᾷ ἀκούων πένης; ἆρ' οὐχ ὅτι μὴ σύνοιδεν ἑαυτῷ πενίαν; Οὕτω καὶ ὑμεῖς, ἂν μᾶλλον γελάσωμεν ἐπὶ ταῖς ὕβρεσι, μεγίστην ἀπόδειξιν παρέξομεν τοῦ μὴ 59.273 συνειδέναι τοῖς λεγομένοις. Ἄλλως δὲ, μέχρι πότε τὰς τῶν ἀνθρώπων δεδοίκαμεν εὐθύνας; μέχρι πότε τοῦ κοινοῦ καταφρονοῦμεν Δεσπότου, καὶ τῇ σαρκὶ προσηλώμεθα; Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Γενώμεθα τοίνυν πνευματικοὶ, καὶ χαλινώσωμεν τὸ δεινὸν τοῦτο θηρίον. Ὀργῆς καὶ μανίας μέσον οὐδέν· ἀλλὰ πρόσκαιρός ἐστι δαίμων, μᾶλλον δὲ καὶ δαιμονῶντος χαλεπώτερον. Ὁ μὲν γὰρ δαιμονῶν, καὶ συγγνώμης ἀπολαύσειεν ἄν· ὁ δὲ ὀργιζόμενος, μυρίων ἔσται κολάσεων ἄξιος, ἑκὼν ἑαυτὸν ἐπὶ βάραθρα τῆς ἀπωλείας φέρων, καὶ πρὸ τῆς μελλούσης γεέννης ἐντεῦθεν ἤδη τὴν δίκην τιννύων, θόρυβόν τινα ἄπαυστον 59.274 καὶ ζάλην ἀσίγητον διὰ πάσης μὲν νυκτὸς, διὰ πάσης δὲ ἡμέρας ἐπεισάγων τοῖς τῆς ψυχῆς λογισμοῖς. Ἵν' οὖν καὶ τῆς ἐν τῷ παρόντι κολάσεως, καὶ τῆς ἐν τῷ μέλλοντι τιμωρίας ἑαυτοὺς ἀπαλλάξωμεν, ἐκβαλόντες τουτὶ τὸ πάθος, πραότητα πᾶσαν ἐπιδειξώμεθα καὶ ἐπιείκειαν, ἵνα καὶ ἐνταῦθα ἀνάπαυσιν εὕρωμεν τῇ ψυχῇ ἡμῶν, καὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.273 ΟΜΙΛΙΑ ΜΘʹ. Ταῦτα εἰπὼν αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ· ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐ τὸς ἀνέβη εἰς τὴν ἑορτὴν, οὐ φανερῶς, ἀλλ' ὡς ἐν κρυπτῷ. αʹ. Τὰ ἀνθρωπίνως ὑπὸ τοῦ Χριστοῦ οἰκονομούμενα, οὐ διὰ τοῦτο μόνον οἰκονομεῖται, ἵνα τὴν σάρκωσιν βεβαιώσηται, ἀλλ' ἵνα καὶ ἡμᾶς παιδεύσῃ πρὸς ἀρετήν. Εἰ γὰρ πάντα ὡς Θεὸς ἔπραττε, πόθεν ἐδυνάμεθα ἡμεῖς εἰδέναι, περιπίπτοντες ἀβουλήτοις, τί χρὴ ποιεῖν; οἷόν τι λέγω· ἐν τούτῳ τε αὐτῷ ὢν τῷ 200
χωρίῳ φονώντων τῶν Ἰουδαίων εἰς μέσον εὐθέως παρελθὼν κατέστειλε τὴν ὁρμήν. Εἰ τοίνυν τοῦτο ἐποίει διηνεκῶς, ἡμεῖς οὐ δυνάμενοι τοῦτο ποιεῖν, περιπίπτοντες δὲ, πόθεν ἂν ἔγνωμεν πῶς δεῖ τῷ πράγματι χρῆσθαι; καὶ πότερον εὐθέως ἀποθανεῖν, ἤ τι καὶ οἰκονομῆσαι δέον, ὥστε προχωρῆσαι τὸν λόγον; Ἐπεὶ οὖν οὐκ ἂν ἐμάθομεν ἡμεῖς, οἱ μὴ δυνάμενοι, παρελθόντες εἰς μέσον τί δεῖ ποιεῖν, διὰ τοῦτο καὶ ταῦτα παρ' αὐτοῦ παιδευόμεθα. Ταῦτα γὰρ, φησὶν, εἰπὼν ὁ Ἰησοῦς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε ἀνέβη καὶ αὐτὸς, οὐ φανερῶς, ἀλλ' ὡς ἐν κρυπτῷ. Τὸ εἰπεῖν, ὅτι Ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, ἐμφαίνοντός ἐστιν, ὅτι οὐκ ἐβούλετο μετ' ἐκείνων ἀνελθεῖν. Διὸ καὶ μένει ἐν ᾧπερ ἦν, οὔτε δῆλον κατέστησεν ἑαυτὸν, ἐκείνων πως κατεπειγόντων τοῦτο ποιῆσαι. Τί δήποτε δὲ ἐν παῤῥησίᾳ διαλεγόμενος ἀεὶ, ὡς ἐν κρυπτῷ νῦν τοῦτο ποιεῖ; Οὐκ εἶπεν, Κρύφα, ἀλλ' Ὡς ἐν κρυπτῷ. Οὕτω γὰρ ἐχρῆν, ὅπερ εἶπον, παιδεύων ἡμᾶς τὰ πράγματα οἰκονομεῖν. Καὶ χωρὶς τούτου δὲ οὐκ ἦν ἴσον ζεόντων αὐτῶν καὶ σφαδαζόντων ἐμπεσεῖν, καὶ μετὰ ταῦτα τῆς ἑορτῆς διαλυθείσης. Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν, καὶ ἔλεγον, Ποῦ ἔστιν ἐκεῖνος; Καλά γε αὐτῶν τὰ ἐν ταῖς ἑορταῖς κατορθώματα· ἐπὶ φόνον ὁρμῶσι, καὶ ἐν τῇ ἑορτῇ βουλεύονται αὐτὸν συλλαβεῖν. Οὕτω γοῦν καὶ ἀλλαχοῦ λέγουσι· Τί δοκεῖτε ὅτι οὐ μὴ ἔλθῃ ἐν τῇ ἑορτῇ; Καὶ ἐνταῦθα, Ποῦ ἐστιν ἐκεῖνος; Ὑπὸ τοῦ πολλοῦ μίσους καὶ τῆς ἀπεχθείας οὐδὲ ὀνομαστὶ αὐτὸν καλεῖν ἐβούλοντο. Πολλὴ ἡ εἰς τὴν ἑορτὴν αἰδὼς, μεγάλη ἡ εὐλάβεια· ἀπ' αὐτῆς τῆς ἑορτῆς αὐτὸν θηρεῦσαι ἐβούλοντο. Καὶ γογγυσμὸς ἦν περὶ αὐτοῦ πολὺς ἐν τοῖς ὄχλοις. Ἐμοὶ δὲ δοκεῖ καὶ ἀπὸ τοῦ τόπου παροξύνεσθαι αὐτοὺς, ἔνθα τὸ σημεῖον ἐγένετο, καὶ ὁμοῦ ἀγριαίνειν, καὶ δεδοικέναι, οὐχ οὕτως ὑπὲρ τοῦ παρελθόντος ὀργιζομένους, ὡς φοβουμένους, μὴ πάλιν ἐργάσηταί τι τοιοῦτον. Ἐξέβαινε 59.274 δὲ πᾶν τοὐναντίον, καὶ ἄκοντες φανερὸν αὐτὸν ἐποίουν. Καὶ οἱ μὲν ἔλεγον, ὅτι Ἀγαθός ἐστιν, οἱ δὲ, Οὒκ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Ἐκείνην μὲν οὖν οἶμαι τὴν δόξαν τῶν πολλῶν εἶναι· ταύτην δὲ, τῶν ἀρχόντων καὶ τῶν ἱερέων. Τὸ γὰρ διαβάλλειν τῆς ἐκείνων βασκανίας καὶ πονηρίας ἐστί. Πλανᾷ, φησὶ, τὸν ὄχλον. Τί ποιῶν, εἰπέ μοι; ἆρα φαντάζων καὶ οὐκ ἐργαζόμενος τὰ σημεῖα; Καὶ μὴν τοὐναντίον ἡ πεῖρα μαρτυρεῖ. Οὐδεὶς μέντοι παῤῥησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ὁρᾷς πανταχοῦ τὸ μὲν ἀρχικὸν διεφθαρμένον, τοὺς δὲ ἀρχομένους ὑγιαίνοντας μὲν τῇ κρίσει, οὐκ ἔχοντας δὲ ἀνδρείαν προσήκουσαν, ἧς μάλιστα τῷ πλήθει δεῖ; Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς, καὶ ἐδίδασκε. Τῇ ἀναβολῇ προσεκτικωτέρους αὐτοὺς ἐποίησεν. Οἱ γὰρ ταῖς ἡμέραις ζητήσαντες αὐτὸν ταῖς πρώταις καὶ λέγοντες, Ποῦ ἔστιν ἐκεῖνος; ἄφνω παρόντα ἰδόντες, ὅρα πῶς ἐπέστησαν, καὶ ἔμελλον ἐπικεῖσθαι λέγοντι, οἵ τε ἀγαθὸν λέγοντες, οἵ τε μὴ τοιοῦτον· ἀλλ' ἐκεῖνοι μὲν, ὥστε κερδάναι τι καὶ θαυμάσαι· οὗτοι δὲ, ὥστε ἐπιλαβέσθαι, καὶ κατασχεῖν. Τὸ μὲν οὖν, Πλανᾷ τὸν ὄχλον, ἀπὸ τῆς διδασκαλίας τῶν δογμάτων ἔλεγον, οὐ νοοῦντες τὰ λεγόμενα· τὸ δὲ, Ἀγαθὸς, ἀπὸ τῶν σημείων. Χαλάσας τοίνυν αὐτῶν τὸν θυμὸν οὕτως ἐπέστη, ὥστε μετὰ σχολῆς ἀκοῦσαι τῶν λεγομένων, μηκέτι τῆς ὀργῆς ἐμφραττούσης τὰ ὦτα. Τί μὲν οὖν ἐδίδαξεν, οὐκ εἶπεν· ὅτι δὲ θαυμαστῶς, τοῦτο μόνον λέγει, καὶ ὅτι εἷλεν αὐτοὺς καὶ μετέβαλε· τοσαύτη τῶν λεγομένων ἦν ἡ δύναμις. Οἱ δὲ εἰπόντες, ὅτι Πλανᾷ τὸν ὄχλον, μεταβαλλόμενοι ἐθαύμαζον· διὸ καὶ ἔλεγον· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς· Ὁρᾷς πῶς δείκνυσι καὶ ἐνταῦθα πονηρίας γέμον τὸ θαῦμα αὐτῶν; Οὐ γὰρ εἶπεν, ὅτι τὴν διδασκαλίαν ἐθαύμαζον· ἢ ὅτι ἐδέχοντο τὰ λεγόμενα· ἀλλ' ἁπλῶς, Ἐθαύμαζον· τουτέστιν, εἰς ἐκπληξίαν ἐνέπιπτον καὶ διηπόρουν λέγοντες, Πόθεν τούτω ταῦτα; δέον ἀπὸ τῆς ἀπορίας ταύτης συνιδεῖν, ὅτι οὐδὲν ἀνθρώπινον ἦν ἐν αὐτῷ. Ἀλλ' ἐπειδὴ τοῦτο αὐτοὶ οὐκ ἤθελον ὁμολογῆσαι, ἀλλὰ μέχρι τοῦ θαυμάζειν ἵσταντο μόνον, ἄκουσον τί φησιν αὐτός· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή. Πάλιν πρὸς τὴν ὑπόνοιαν αὐτῶν ἀποκρίνεται, ἐπὶ τὸν Πατέρα αὐτοὺς 201
ἄγων, κἀκεῖθεν ἐπιστομίσαι βουλόμενος. Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδασκαλίας, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· τὴν πονηρίαν ἐξ ἑαυτῶν ἐκβάλετε, καὶ τὴν ὀργὴν, καὶ τὸν φθόνον, καὶ τὸ μῖσος τὸ εἰκῆ πρὸς ἐμὲ γεγενημένον, καὶ οὐδὲν τὸ κωλύον ὑμᾶς γνωρίσαι, ὅτι Θεοῦ ὄντως 59.275 ἐστὶ τὰ ῥήματα τὰ ἐμά. Νῦν μὲν γὰρ ὑμῖν ταῦτα ἐπισκοτεῖ, καὶ τὴν ὀρθὴν διαφθείρει κρίσιν λάμπουσαν· ἂν δὲ ταῦτα ἐξέλητε, οὐκ ἔτι τοῦτο πείσεσθε. Ἀλλ' οὕτω μὲν οὐκ εἶπεν· ἔπληξε γὰρ ἂν αὐτοὺς σφοδρῶς· πάντα δὲ ταῦτα ᾐνίξατο διὰ τοῦ εἰπεῖν, Ὁ ποιῶν τὸ θέλημα αὐτοῦ, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ· τουτέστιν, Ἢ ἐγὼ ἀλλότριόν τι καὶ ξένον καὶ ἐναντίον φθέγγομαι. Τὸ γὰρ, Ἀπ' ἐμαυτοῦ, ἀεὶ ἐπὶ τοῦτο κεῖται, ὅτι οὐδὲν ἔξω τῶν αὐτῷ δοκούντων λέγω, ἀλλὰ πάντα ἃ ὁ Πατὴρ βούλεται, ταῦτα κἀγώ. Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ, γνώσεται περὶ τῆς διδαχῆς. Τί ἐστιν, Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ; Ἐάν τις ἐραστὴς ᾖ τοῦ βίου τοῦ κατ' ἀρετὴν, εἴσεται τῶν λεγομένων τὴν δύναμιν· ἐάν τις θέλῃ προσέχειν ταῖς προφητείαις, πότερον κατ' αὐτὰς λαλῶ, ἢ οὔ. βʹ. Πῶς δὲ αὐτοῦ καὶ οὐκ αὐτοῦ; Οὐ γὰρ εἶπεν, ἡ διδασκαλία αὕτη οὐκ ἔστιν ἐμή· ἀλλὰ πρότερον εἰπὼν, ὅτι Ἐμή ἐστι, καὶ οἰκειωσάμενος αὐτὴν, τότε ἐπήγαγεν, Οὐκ ἔστιν ἐμή. Πῶς οὖν τὸ αὐτὸ δύναται εἶναι, καὶ αὐτοῦ, καὶ οὐκ αὐτοῦ; Αὐτοῦ μὲν, ὅτι ὡς μὴ διδασκόμενος ἔλεγεν· οὐκ αὐτοῦ δὲ, ὅτι τοῦ Πατρὸς ἦν ἡ διδασκαλία. Πῶς οὖν λέγει, Πάντα τὰ τοῦ Πατρὸς ἐμά ἐστι, καὶ τὰ ἐμὰ αὐτοῦ; Εἰ γὰρ ἐπειδὴ τοῦ Πατρός ἐστι, διὰ τοῦτο οὐκ ἔστι σὴ, ψεῦδος ἐκεῖνο· διὰ τοῦτο γὰρ ὤφειλεν εἶναι σή. Ἀλλὰ τὸ, Οὐκ ἐμὴ, σφόδρα αὐτοῦ καὶ τοῦ Πατρὸς μίαν εἶναι δηλοῖ τὴν διδαχήν· ὡσανεὶ ἔλεγεν· οὐδὲν ἔχει παρηλλαγμένον, ὡς ἑτέρου οὖσα. Εἰ γὰρ καὶ ἡ ὑπόστασις ἄλλη, ἀλλ' οὕτω καὶ λέγω καὶ πράττω, ὡς μὴ νομίζεσθαι ἕτερόν τι παρὰ τὸν Πατέρα, ἀλλὰ τὸ αὐτὸ ὅπερ ὁ Πατὴρ εἶπεν ἢ ἔπραξεν. Εἶτα καὶ ἄλλον ἐπάγει συλλογισμὸν ἀναντίῤῥητον, ἀνθρώπινόν τι παράγων εἰς μέσον, καὶ ἀπὸ τῶν ἐν συνηθείᾳ παιδεύων. Τί δὲ τοῦτό ἐστιν; Ὁ ἀφ' ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ. Τουτέστιν, ὁ βουλόμενος ἰδίαν τινὰ στῆσαι διδασκαλίαν, δι' οὐδὲν ἕτερον βούλεται, ἀλλ' ἢ δόξαν ἐκ τούτου καρποῦσθαι. Εἰ δὲ ἐγὼ οὐ βούλομαι καρπώσασθαι δόξαν, τίνος ἕνεκεν ἰδίαν τινὰ βούλομαι στῆσαι διδασκαλίαν; Ὁ ἀφ' ἑαυτοῦ λαλῶν· τουτέστιν, ὁ ἴδιόν τι καὶ παρηλλαγμένον, διὰ τοῦτο λαλεῖ, ἵνα τὴν δόξαν αὐτοῦ στήσῃ. Εἰ δὲ ἐγὼ τὴν δόξαν τοῦ πέμψαντός με ζητῶ, τίνος ἕνεκεν ἂν ἑλοίμην ἕτερα διδάσκειν; Ὁρᾷς ὅτι αἰτία τις ἦν, δι' ἣν καὶ ἐκεῖ ἔλεγε μηδὲν ἀφ' ἑαυτοῦ ποιεῖν; Τίς δὲ αὕτη; Ἵνα πιστεύσωσιν, ὅτι οὐ δόξης ἐφίεται τῆς τῶν πολλῶν. Διὰ τοῦτο ὅταν μὲν ταπεινὰ λέγῃ, Ἐγὼ τὴν δόξαν τοῦ Πατρὸς ζητῶ, φησί· πανταχοῦ πεῖσαι βουλόμενος αὐτοὺς, ὅτι οὐ δόξης ἐρᾷ. Τοῦ μὲν οὖν ταπεινὰ φθέγγεσθαι πολλαί εἰσιν αἰτίαι· οἷον τὸ μὴ ἀγέννητον νομισθῆναι, τὸ μὴ ἀντίθεον, τὸ σάρκα περιβεβλῆσθαι, τὸ ἀσθενὲς τῶν ἀκουόντων, τὸ διδάσκειν τοὺς ἀνθρώπους μετριάζειν, καὶ μηδὲν περὶ ἑαυτῶν λέγειν μέγα. Τοῦ δὲ ὑψηλὰ φθέγγεσθαι μίαν εὕροι τις ἂν αἰτίαν, τῆς φύσεως τὸ μέγεθος. Εἰ γὰρ, ἐπειδὴ εἶπεν, Πρὸ τοῦ Ἀβραὰμ ἐγώ εἰμι, ἐσκανδαλίσθησαν, τί οὐκ ἂν ἔπαθον ἀεὶ ῥημάτων ὑψηλῶν ἀκούοντες; Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι; Καὶ ποίαν ἀκολουθίαν ἔχει τοῦτο, φησὶν, ἢ τί κοινὸν πρὸς τὰ πρότερον εἰρημένα; Δύο ἐγκλήματα ἐπήγαγον, ἓν, ὅτι τὸ σάββατον λύει· ἄλλο, ὅτι Πατέρα ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ὅτι γὰρ οὐ τῆς ἐκείνων ὑπονοίας ἦν, ἀλλὰ τῆς αὐτοῦ γνώμης· καὶ ὅτι οὐχ ὡς οἱ πολλοὶ, ἀλλ' ἐξαιρέτως καὶ ἰδιαζόντως ἔλεγε, δῆλον ἐκεῖθεν. 59.276 Πολλοὶ πολλάκις πατέρα εἶπον τὸν Θεὸν ἑαυτῶν· οἷον, ὅτι Θεὸς εἷς ἔκτισεν ἡμᾶς, καὶ πατὴρ εἷς πάντων ἡμῶν· ἀλλ' οὐ παρὰ τοῦτο ἴσος ἦν ὁ λαὸς τῷ Θεῷ· ὅθεν οὐδὲ ἐσκανδαλίζοντο ἀκούοντες. Ὥσπερ οὖν ὅτε, Οὐκ ἔστιν ἐκ Θεοῦ, ἔλεγον, καὶ ἐθεράπευσεν αὐτοὺς πολλάκις, καὶ ὑπὲρ τῆς τοῦ σαββάτου λύσεως ἀπελογήσατο· 202
οὕτω καὶ τοῦτο, εἰ τῆς ἐκείνων ὑποψίας ἦν, καὶ μὴ τῆς αὐτοῦ γνώμης, διώρθωσεν ἂν καὶ εἶπεν· τί με νομίζετε ἴσον τῷ Θεῷ; Οὐκ εἰμὶ ἴσος. Ἀλλ' οὐδὲν τοιοῦτον εἶπεν, ἀλλὰ καὶ τοὐναντίον, καὶ ἀπέδειξεν ὅτι ἴσος ἐστὶ διὰ τῶν ἑξῆς. Τὸ γὰρ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱός· καὶ, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα, καὶ Τὰ ἔργα, ἃ ἂν ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· ταῦτα πάντα τῆς ἰσότητός ἐστι συστατικά. Καὶ περὶ τοῦ νόμου δὲ λέγει· Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας. Οὕτως οἶδε καὶ τὰς ἐν διανοίᾳ πονηρὰς ὑπονοίας ἐξελεῖν. Ἐνταῦθα δὲ τὴν τοῦ ἴσου ὑπόνοιαν οὐ μονονοὺκ ἀναιρεῖ, ἀλλὰ καὶ βεβαιοῖ. Διὸ καὶ ἀλλαχοῦ εἰπόντων αὐτῶν, ὅτι Ποιεῖς σεαυτὸν Θεὸν, οὐκ ἀνεῖλε τὴν ὑπόνοιαν, ἀλλὰ καὶ ἐβεβαίωσεν εἰπών· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς, λέγει τῷ παραλυτικῷ· Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Ἐκεῖνο μὲν οὖν τὸ πρότερον ἐπέτεινε, τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, δεικνὺς ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλὰ καὶ τὰ αὐτὰ λέγει, καὶ τὰ αὐτὰ ἐκείνῳ διδάσκει· λοιπὸν πρὸς τὴν τοῦ σαββάτου λύσιν ἵσταται λέγων· Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν τηρεῖ τὸν νόμον; Ὡσανεὶ ἔλεγεν· Εἶπεν ὁ νόμος, Οὐ φονεύσεις· ὑμεῖς δὲ φονεύετε, καὶ ἐμοὶ ἐγκαλεῖτε ὡς παραβαίνοντι τὸν νόμον; Διατί δὲ εἶπεν, Οὐδείς; Ὅτι πάντες ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Ἐγὼ μὲν οὖν εἰ καὶ ἔλυσα τὸν νόμον, φησὶν, ἀλλὰ ἄνθρωπον σώσας· ὑμεῖς δὲ παραβαίνετε ἐπὶ κακῷ. Τὸ ἐμὸν εἰ καὶ παράβασις ἦν, ἀλλ' ἐπὶ σωτηρίᾳ, καὶ οὐκ ἐχρῆν ὑφ' ἡμῶν τῶν τὰ μεγάλα παραβαινόντων ἐμὲ κρίνεσθαι. Τὸ γὰρ ὑμέτερον, ἀνατροπὴ τοῦ νόμου παντός. Εἶτα καὶ ἐπαγωνίζεται, καίτοι πολλὰ καὶ πάλαι διαλεχθείς· ἀλλὰ τότε μὲν ὑψηλότερον καὶ κατὰ τὴν ἀξίαν τὴν αὐτοῦ, νῦν δὲ ταπεινότερον. Τί δήποτε; Ὅτι οὐκ ἐβούλετο συνεχῶς παρακνίζειν αὐτούς. Νῦν γὰρ τὰ τῆς ὀργῆς ἐπιτέτατο, καὶ εἰς φόνον προῄεσαν. Διὸ μένει, δύο τούτοις καταστέλλων αὐτούς· τῷ τε ἐλέγξαι αὐτῶν τὸ τόλμημα καὶ εἰπεῖν, Τί με ζητεῖτε ἀποκτεῖναι; καὶ τῷ μετ' ἐπιεικείας εἰπεῖν, Ἄνθρωπον, ὃς τὴν ἀλήθειαν λελάληκα, καὶ τῷ δεῖξαι ὅτι φονῶντες οὐκ εἰσὶν ἄξιοι κρίνειν ἕτερον. Σὺ δὲ ὅρα καὶ τῆς ἐρωτήσεως τὸ ταπεινὸν τῆς τοῦ Χριστοῦ, καὶ τῆς ἀποκρίσεως ἐκείνων τὸ θρασύ. Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; Ὀργῆς τὸ ῥῆμα, καὶ θυμοῦ, καὶ ψυχῆς ἀναισχυντούσης ἐπὶ τῷ παραδόξως ἐληλέγχθαι, καὶ προκαταπληττομένης αὐτῶν, ὡς ᾤοντο. Καθάπερ γὰρ λῃσταί τινες ᾄδοντες ἐπὶ ταῖς ἐπιβουλαῖς εἶτα βουλόμενοι ἀφύλακτον ἐργάσασθαι τὸν ἐπιβουλευόμενον, διὰ τῆς σιωπῆς τοῦτο ποιοῦσιν· οὕτω καὶ οὗτοι. Αὐτὸς δὲ ἀφεὶς ἐλέγξαι τοῦτο, ὥστε μὴ ἀναισχυντοτέρους ποιῆσαι, πάλιν τῆς ἀπολογίας ἅπτεται τῆς ὑπὲρ τοῦ σαββάτου, ἀπὸ τοῦ νόμου συλλογιζόμενος αὐτούς. γʹ. Καὶ ὅρα πῶς συνετῶς. Οὐδὲν θαυμαστὸν, φησὶν, 59.277 εἰ ἐμοῦ παρακούετε, ὅπου γε τοῦ νόμου, οὗ δοκεῖτε ἀκούειν, καὶ ὃν νομίζετε παρὰ Μωϋσέως δεδόσθαι, παρακούετε. Οὐδὲν οὖν καινὸν, εἰ τοῖς ἐμοῖς οὐ προσέχετε λόγοις. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐδὲ οἴδαμεν πόθεν ἔστι, δείκνυσιν ὅτι καὶ εἰς ἐκεῖνον ὕβριζον· καὶ γὰρ τὸν νόμον ἐκεῖνος ἔδωκε, καὶ οὐκ ἤκουσαν. Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. Σκόπει πῶς ἔνθα ἂν ἀπολογήσασθαι δέῃ, καὶ ὡς ἔγκλημα δέχεσθαι τὸ γεγονὸς, οὐ μέμνηται τοῦ Πατρὸς, ἀλλὰ τὸ αὐτοῦ πρόσωπον εἰσάγει. Ἓν ἔργον ἐποίησα. Θέλει δεῖξαι, ὅτι τὸ μὴ ποιῆσαι, λῦσαι τὸν νόμον ἦν· καὶ ὅτι ἐστὶ πολλὰ τοῦ νόμου κυριώτερα· καὶ ὅτι ἐντολὴν ἠνέσχετο δέξασθαι Μωϋσῆς κατὰ τοῦ νόμου, καὶ τοῦ νόμου κυριωτέραν. Τοῦ γὰρ σαββάτου ἡ περιτομὴ κυριωτέρα· καίτοι οὐκ ἔστι τοῦ νόμου, ἀλλὰ τῶν πατέρων. Ἐγὼ δὲ καὶ τῆς περιτομῆς τὸ κυριώτερον ἐποίησα καὶ κρεῖττον. Εἶτα οὐ μέμνηται ἐντολῆς νομικῆς· οἷον, ὅτι οἱ ἱερεῖς τὸ σάββατον βεβηλοῦσι, καθάπερ ἤδη εἶπεν, ἀλλ' ἐκ μείζονος περιουσίας. Τὸ δὲ, Θαυμάζετε, τοῦτό ἐστι, θορυβεῖσθε, ταράττεσθε. Εἰ γὰρ ἔδει εἶναι βέβαιον τὸν νόμον, οὐκ ἂν ἡ περιτομὴ αὐτοῦ κυριωτέρα ἦν. Καὶ οὐκ εἶπεν, 203
ὅτι μεῖζον ἐποίησα τῆς περιτομῆς· ἀλλ' ἐκ περιουσίας ἐλέγχει τῷ εἰπεῖν· Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος. Ὁρᾷς ὅτι τότε μάλιστα ἵσταται ὁ νόμος, ὅταν αὐτὸν λύῃ; ὁρᾷς ὅτι ἡ τοῦ σαββάτου λύσις τήρησίς ἐστι τοῦ νόμου; ὡς εἰ μὴ ἐλύθη τὸ σάββατον, ἀνάγκη τὸν νόμον ἦν λυθῆναι· ὥστε καὶ ἐγὼ ἔστησα αὐτόν. Καὶ οὐκ εἶπεν, Ἐμοὶ χολᾶτε, ὅτι μεῖζον περιτομῆς εἰργασάμην· ἀλλὰ τὸ γεγονὸς μόνον εἰπὼν, αὐτοῖς τὴν κρίσιν ἐπέτρεψεν, εἰ μὴ περιτομῆς ἀναγκαιότερον ὁλόκληρος ὑγίεια. Ἵνα σημεῖον λάβῃ ὁ ἄνθρωπος οὐδὲν πρὸς ὑγείαν συντελοῦν, λύεται νόμος, φησίν· ἵνα νόσου τοσαύτης ἀπαλλαγῇ, δυσχεραίνετε, καὶ ἀγανακτεῖτε; Μὴ κρίνετε κατ' ὄψιν. Τί ἐστι, Κατ' ὄψιν; Μὴ ἐπειδὴ Μωϋσῆς μείζονα παρ' ὑμῖν ἔχει τὴν δόξαν, ἀπὸ τοῦ τῶν προσώπων ἀξιώματος φέρετε τὴν ψῆφον· ἀλλ' ἀπὸ τῆς τῶν πραγμάτων φύσεως· τοῦτο γάρ ἐστι τὸ δικαίως κρῖναι. Διατί γὰρ οὐδεὶς ἐνεκάλεσε Μωϋσεῖ; διατί οὐδεὶς ἠπείθησε κελεύοντι τὸ σάββατον λύεσθαι ὑπὸ ἐντολῆς ἔξωθεν ἐπεισενεχθείσης τῷ νόμῳ; Ἀλλ' ἐκεῖνος μὲν τοῦ οἰκείου νόμου ἀνέχεται ἐντολὴν εἶναι κυριωτέραν, ἐντολὴν, τὴν 59.278 οὐκ ὑπὸ τοῦ νόμου εἰσενεχθεῖσαν, ἀλλ' ἔξωθεν· ὅπερ ἐστὶ μάλιστα θαυμαστόν· ὑμεῖς δὲ οἱ οὐ νομοθέται, πέρα τοῦ μέτρου ἐκδικεῖτε τὸν νόμον, καὶ ἀμύνετε αὐτῷ. Ἀλλὰ ἀξιοπιστότερος ὑμῶν ἐστιν ὁ Μωϋσῆς, ὁ κελεύων λύεσθαι τὸν νόμον παρὰ ἐντολῆς οὐ νομίμης. Τῷ γοῦν εἰπεῖν, Ὅλον ἄνθρωπον, δείκνυσι καὶ μερικὴν ὑγείαν οὖσαν τὴν περιτομήν. Καὶ τίς ἡ ὑγεία τῆς περιτομῆς; Ψυχὴ, φησὶ, πᾶσα, ἥτις ἐὰν μὴ περιτμηθῇ, ἐξολοθρευθήσεται. Ἐγὼ δὲ οὐκ ἀπὸ μέρους κεκακωμένον, ἀλλ' ὅλον διεφθαρμένον ἀνέστησα. Μὴ κρίνετε, τοίνυν κατ' ὄψιν. Τοῦτο πειθώμεθα μὴ τοῖς τότε εἰρῆσθαι μόνον, ἀλλὰ καὶ ἡμῖν, ὥστε μηδενὶ πράγματι διαφθείρειν τὸ δίκαιον, ἀλλὰ πάντα ὑπὲρ τούτου ποιεῖν· εἴτε πένης, εἴτε πλούσιος ᾖ τις, μὴ τοῖς προσώποις προσέχειν, ἀλλὰ τὰ πράγματα ἐξετάζειν. Οὐκ ἐλεήσεις, φησὶ, πένητα ἐν κρίσει. Τί δή ἐστι τὸ λεγόμενον; Μὴ κατακλασθῇς, μηδὲ ἐπικαμφθῇς, φησὶν, ἐὰν πένης ὁ ἀδικῶν τύχῃ. Εἰ δὲ πένητι χαρίζεσθαι οὐ χρὴ, πολλῷ μᾶλλον πλουτοῦντι. Ταῦτα δὲ λέγω, οὐ πρὸς τοὺς δικάζοντας μόνον, ἀλλὰ καὶ πρὸς πάντας ἀνθρώπους, ὥστε μηδαμοῦ διαφθείρειν τὸ δίκαιον, ἀλλὰ πανταχοῦ ἀκέραιον φυλάττειν. Ἀγαπᾷ, φησὶ, δικαιοσύνην ὁ Κύριος. Ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Μὴ δὴ μισήσωμεν τὰς ἑαυτῶν ψυχὰς, μηδὲ ἀγαπήσωμεν ἀδικίαν. Πάντως γὰρ αὐτῆς τὸ κέρδος νῦν μικρὸν καὶ οὐδέν· ἀλλ' εἰς τὸ μέλλον μεγάλα ζημιοῖ· μᾶλλον δὲ οὐδὲ ἐνταῦθα αὐτῆς ἀπολαυσόμεθα. Ὅταν γὰρ μετὰ συνειδότος πονηροῦ τρυφῶμεν, ἆρα οὐχὶ κόλασις καὶ τιμωρία τοῦτο; Ἀγαπήσωμεν τοίνυν τὸ δίκαιον, καὶ μηδαμοῦ παραβλάψωμεν τοῦτον τὸν νόμον. Τί γὰρ δυνησόμεθα ἐκ τοῦ παρόντος καρπώσασθαι βίου, ἂν μὴ λαβόντες ἀρετὴν ἀπέλθωμεν; Τί δὲ ἐκεῖ ἡμῶν προστήσεται; φιλία καὶ συγγένεια καὶ ἡ τοῦ δεῖνος χάρις; Καὶ τί λέγω ἡ τοῦ δεῖνος χάρις; Κἂν γὰρ τὸν Νῶε, κἂν τὸν Ἰὼβ, κἂν τὸν Δανιὴλ ἔχωμεν πατέρα, οὐδὲν ἡμᾶς ὠφελήσει τοῦτο, ὅταν ἀπὸ τῶν οἰκείων ἔργων ὦμεν προδεδομένοι. Ἀλλ' ἑνὸς ἡμῖν δεῖ μόνου, ἀρετῆς τῆς κατὰ ψυχήν. Αὕτη ἡμᾶς διασῶσαι δυνήσεται, καὶ ἀπαλλάξαι τοῦ αἰωνίου πυρός. Αὕτη παραπέμψει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.277 ΟΜΙΛΙΑ Νʹ. Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· «Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μή
τι ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; Ἀλλὰ τοῦτον οἴδα μεν πόθεν ἐστίν.» αʹ. Οὐδὲν ἁπλῶς ἐν ταῖς θείαις Γραφαῖς κεῖται· Πνεύματι γὰρ εἰρημέναι εἰσὶν ἁγίῳ. Διὸ πάντα μετὰ ἀκριβείας ἐξετάζωμεν. Καὶ γὰρ ἀπὸ μιᾶς λέξεως ἔνεστιν ὁλόκληρον εὑρεῖν νοῦν, οἷον δὴ καὶ νῦν ἡμῖν ἐστι προκείμενον. Πολλοὶ γὰρ ἐκ τῶν Ἱεροσολυμιτῶν ἔλεγον· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Τί δήποτε πρόσκειται, Τῶν Ἱεροσολυμιτῶν; Δείκνυσιν ὁ εὐαγγελιστὴς, ὅτι οἱ μάλιστα τῶν μεγάλων ἀπολελαυκότες σημείων, οὗτοι πάντων ἦσαν 59.278 ἐλεεινότεροι, οἳ τῆς θεότητος αὐτοῦ σημεῖον ἑωρακότες μέγιστον, τὸ πᾶν τῇ κρίσει τῶν ἀρχόντων ἐπέτρεπον τῶν διεφθαρμένων. Ἢ γὰρ οὐ μέγα σημεῖον, μαινομένους, καὶ φονῶντας, καὶ περιιόντας, καὶ ζητοῦντας ἀνελεῖν, καὶ κατέχοντας ἐν χερσὶν, ἡσυχάζειν ἐξαίφνης; τίς γὰρ ἂν τοῦτο ἐποίησε; τίς ὁλόκληρον μανίαν οὕτως ἔσβεσεν; Ἀλλ' ὅμως μετὰ τοσαῦτα σημεῖα, ὅρα τὴν ἄνοιαν καὶ τὴν μανίαν. Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Ὅρα πῶς ἑαυτῶν κατηγοροῦσι. Ὃν ζητοῦσι, φησὶν, ἀποκτεῖναι, καὶ οὐδὲν αὐτῷ λέγουσι. Καὶ οὐχ ἁπλῶς οὐδὲν αὐτῷ λέγουσιν, ἀλλὰ καὶ παῤῥησιαζομένῳ· ὁ γὰρ παῤῥησίᾳ λαλῶν, καὶ μετ' ἐλευθερίας ἁπάσης, μᾶλλον ἂν αὐτοὺς παρώξυνεν· ἀλλ' οὐδὲν ἐποίουν. Μήποτε ἀληθῶς ἔγνωσαν, ὅτι οὗτός ἐστιν ὁ Χριστός; Ὑμῖν δὲ τί δοκεῖ; ποίαν περὶ αὐτοῦ φέρετε 59.279 ψῆφον; Τὴν ἐναντίαν, φησί. Διὰ τοῦτο ἔλεγον· Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν. Ὢ τῆς πονηρίας! ὢ τῆς ἐναντιολογίας! οὐδὲ ταῖς τῶν ἀρχόντων ἕπονται ψήφοις, ἀλλ' ἑτέραν ἐκφέρουσι διεφθαρμένην, καὶ τῆς οἰκείας ἀνοίας ἀξίαν. Οἴδαμεν αὐτὸν, φησὶ, πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί. Καὶ μὴν οἱ ἄρχοντες ὑμῶν ἐρωτώμενοι ἔλεγον, ὅτι ἐν Βηθλεὲμ γεννᾶται. Καὶ πάλιν ἄλλοι τινὲς, Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσῇ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ὅρα μεθυόντων ῥήματα. Καὶ πάλιν· Μὴ ἐκ τῆς Γαλιλαίας ἔρχεται ὁ Χριστός; οὐκ ἀπὸ Βηθλεὲμ τῆς κώμης; Εἶδες μαινομένων ψῆφον; Οἴδαμεν, καὶ οὐκ οἴδαμεν· ἀπὸ Βηθλεὲμ ἔρχεται ὁ Χριστός· Ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί. Τί ταύτης τῆς μάχης σαφέστερον; Πρὸς γὰρ ἓν μόνον ἑώρων, τὸ μὴ πεισθῆναι. Τί οὖν πρὸς ταῦτα ὁ Χριστός; Καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. Καὶ πάλιν· Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν. Πῶς οὖν φησιν αὐτοὺς καὶ εἰδέναι αὐτὸν, καὶ πόθεν ἐστί· καὶ πάλιν, μήτε αὐτὸν εἰδέναι αὐτοὺς, μήτε τὸν Πατέρα; Οὐκ ἐναντιολογῶν· ἄπαγε, ἀλλὰ καὶ σφόδρα ἑαυτῷ ἀκολουθῶν. Ἑτέραν δὲ λέγει γνῶσιν, ὅταν λέγῃ, Οὐκ οἴδατε, ὥσπερ ὅταν λέγῃ· Υἱοὶ Ἠλεὶ, υἱοὶ λοιμοὶ, καὶ οὐκ εἰδότες τὸν Κύριον· καὶ πάλιν, Ἰσραὴλ δέ με οὐκ ἔγνω. Ὡς καὶ Παῦλός φησι, Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ἔστιν ἄρα μὴ εἰδέναι εἰδότα. Τοῦτο οὖν φησιν· Εἰ ἐμὲ οἴδατε, οἴδατε ὅτι τοῦ Θεοῦ Υἱός εἰμι. Τὸ γὰρ, Πόθεν εἰμὶ, οὐ τὸν τόπον ἐνταῦθά φησι· καὶ δῆλον ἐκ τῆς ἐπαγωγῆς· Καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· ἄγνοιαν ἐνταῦθα λέγων, τὴν διὰ τῶν ἔργων· καθὼς Παῦλός φησι· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Οὐδὲ γὰρ ἀγνοίας ἦν τὸ ἁμάρτημα, ἀλλὰ κακίας καὶ πονηρᾶς γνώμης. Καὶ τοῦτο εἰδότες, ἀγνοεῖν βούλονται. Πλὴν ποία ἀκολουθία ταῦτα; πῶς γὰρ ἐλέγχων αὐτοὺς, τὰ αὐτῶν φθέγγεται; Εἰπόντων γὰρ ἐκείνων, Τοῦτον δὲ οἴδαμεν πόθεν ἐστὶν, ἐπήγαγε, Καὶ ἐμὲ οἴδατε. Τί γὰρ εἶπον ἐκεῖνοι, ὅτι Οὐκ οἴδαμεν; Καὶ αὐτοὶ μὲν οὖν τοῦτο ἔλεγον, ὅτι Οἴδαμεν. Ἀλλ' ἐκεῖνοι μὲν τὸ, Οἴδαμεν πόθεν ἐστὶ, λέγοντες, οὐδὲν ἄλλο ἐνέφαινον, ἀλλ' ἢ ὅτι ἐκ τῆς γῆς ἐστι, καὶ ὅτι τοῦ τέκτονός ἐστιν υἱός· αὐτὸς δὲ αὐτοὺς ἀνῆγεν εἰς τὸν οὐρανὸν, λέγων· Οἴδατε πόθεν εἰμί· τουτέστιν, οὐκ ἐντεῦθεν ὅθεν ὑποπτεύετε, ἀλλ' ὅθεν ὁ πέμψας με. Τὸ γὰρ εἰπεῖν, ὅτι 205
Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, τοῦτο αἰνίττεται, ὅτι ᾔδεσαν ὅτι παρὰ τοῦ Πατρὸς ἀπέσταλτο, εἰ καὶ μὴ ἐξεκάλυπτον. Διπλῇ γοῦν αὐτοὺς ἐλέγχει. Καὶ πρῶτον μὲν ἃ κατ' ἰδίαν ἐλάλουν, ταῦτα εἰς μέσον ἤγαγε κράζων, ὥστε αὐτοὺς ἐντρέψαι· ἔπειτα καὶ τὰ κατὰ διάνοιαν ἐξεκάλυπτεν· ὡσανεὶ ἔλεγεν· Οὐκ εἰμὶ τῶν ἀπεῤῥιμμένων, οὐδὲ τῶν ἁπλῶς ἐλθόντων. Ἀλλ' ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. Τί ἐστιν, Ἀληθὴς ὁ πέμψας με; Εἰ ἀληθής ἐστιν, ἐπ' ἀληθείᾳ ἔπεμψεν· εἰ ἀληθής ἐστι, καὶ τὸν ἀπεσταλμένον εἰκὸς ἀληθῆ εἶναι. βʹ. Καὶ ἑτέρως δὲ τοῦτο κατασκευάζει, ἀπὸ τῶν οἰκείων αὐτοὺς χειρούμενος λόγων. Ἐπειδὴ γὰρ ἔλεγον, Ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν 59.280 ἐστὶ, δείκνυσι καὶ ἐντεῦθεν ἑαυτὸν εἶναι τὸν Χριστόν. Καὶ γὰρ ἐκεῖνοι τὸ, Οὐδεὶς γινώσκει, πρὸς ἀντιδιαστολὴν τοπικοῦ τινος ἔλεγον διορισμοῦ· καὶ ἐντεῦθεν δείκνυσιν ἑαυτὸν ὄντα τὸν Χριστὸν, ὅτι παρὰ τοῦ Πατρὸς ἦλθε· καὶ πανταχοῦ τὴν γνῶσιν ἑαυτῷ μαρτυρεῖ μόνῳ τοῦ Πατρὸς, λέγων· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός. Καὶ παρώξυνεν αὐτοὺς τὰ λεγόμενα. Τὸ γὰρ εἰπεῖν, ὅτι Οὐκ οἴδατε αὐτὸν, καὶ τὸ ἐλέγξαι ὅτι εἰδότες προσποιοῦνται ἀγνοεῖν, ἱκανὸν δακεῖν καὶ καθάψασθαι. Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. Ὁρᾷς αὐτοὺς ἀοράτως κατεχομένους, καὶ τὸν θυμὸν αὐτῶν χαλινούμενον; Διὰ τί δὲ μὴ εἶπεν, ὅτι κατεῖχεν αὐτοὺς ἀοράτως, ἀλλ' Ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ; Ἀνθρωπινώτερον ἠβουλήθη φθέγξασθαι καὶ ταπεινότερον ὁ εὐαγγελιστὴς, ὥστε αὐτὸν καὶ ἄνθρωπον ὑποπτευθῆναι. Ἐπειδὴ γὰρ πανταχοῦ ὑψηλὰ λέγει, τούτου ἕνεκεν ταῦτα παρασπείρει. Ὅταν δὲ λέγῃ, ὅτι Παρ' αὐτοῦ εἰμι· οὐχ ὡς προφήτης μανθάνων λέγει, ἀλλ' ὡς ὁρῶν αὐτὸν, καὶ μετ' αὐτοῦ ὤν. Οἶδα γὰρ αὐτὸν, φησὶν, ὅτι ἐγὼ παρ' αὐτοῦ εἰμι. Ὁρᾷς πῶς ἄνω καὶ κάτω κατασκευάζει τὸ, Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, καὶ, Ὁ πέμψας με ἀληθής ἐστι, πρὸς ἐκεῖνο μαχόμενος, τὸ μὴ νομισθῆναι ἀλλότριον τοῦ Θεοῦ; Καὶ σκόπει πόσον τῆς ταπεινότητος τῶν ῥημάτων τὸ κέρδος. Μετὰ γὰρ ταῦτα πολλοὶ, φησὶν, ἔλεγον· Ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησε; Πόσα σημεῖα; Καὶ μὴν τρία ἦν σημεῖα, τὸ τοῦ οἴνου, καὶ τὸ τοῦ παραλυτικοῦ, καὶ τὸ τοῦ υἱοῦ τοῦ βασιλικοῦ· καὶ οὐδὲν διηγήσατο πλέον ὁ εὐαγγελιστής. Ὅθεν δῆλον, ὃ πολλάκις εἶπον, ὅτι τὰ πολλὰ παρατρέχουσι, καὶ ὑπὲρ τούτων ἡμῖν διαλέγονται, ὑπὲρ ὧν οἱ ἄρχοντες ἐκακούργουν. Ἐζήτουν οὖν αὐτὸν πιάσαι καὶ ἀνελεῖν. Τίνες; Οὐ τὸ πλῆθος τὸ τῆς ἀρχῆς οὐκ ἐφιέμενον, οὐδὲ βασκανίᾳ ἁλῶναι δυνάμενον· ἀλλ' οἱ ἱερεῖς. Οἱ γὰρ τοῦ πλήθους ἔλεγον· Ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει; Πλὴν ἀλλ' οὐδὲ αὕτη ἦν ὑγιὴς ἡ πίστις, ἀλλ' ὡς πλήθους χυδαίου. Τὸ γὰρ λέγειν, Ὅταν ἔλθῃ, οὐ σφόδρα πεπεισμένων ἦν τοῦτον εἶναι τὸν Χριστόν. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι κατὰ συνδρομὴν εἴρηται παρὰ τῶν ὄχλων· ὡς γὰρ τῶν ἀρχόντων ἄνω καὶ κάτω σπουδαζόντων δεῖξαι οὐκ ὄντα αὐτὸν τὸν Χριστὸν, θῶμεν μηδὲ εἶναι αὐτὸν τὸν Χριστόν· μὴ τούτου βελτίων ἔσται ἐκεῖνος; Ὅπερ ἀεὶ λέγω, ὅτι οἱ παχύτεροι, οὐκ ἀπὸ διδασκαλίας, οὐδὲ ἀπὸ δημηγορίας, ἀλλ' ἀπὸ σημείων ἐνάγονται. Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος, καὶ ἔπεμψαν ὑπηρέτας, ἵνα πιάσωσιν αὐτόν. Ὁρᾷς ὅτι τοῦ σαββάτου ἡ λύσις πρόσχημα ἦν; Ὃ δὲ μάλιστα αὐτοὺς ἔδακνε, τοῦτο ἦν. Ἐνταῦθα γὰρ οὐδὲν ἔχοντες ἐγκαλεῖν, οὔτε τοῖς εἰρημένοις, οὔτε τοῖς πεπραγμένοις, διὰ τὸν ὄχλον ἐβούλοντο πιάσαι αὐτόν. Καὶ αὐτοὶ μὲν οὐκ ἐτόλμων, τὸν κίνδυνον ὑφορώμενοι, τοὺς δὲ διακόνους ἀπέστελλον ἐκδότους. Ὢ τῆς τυραννίδος καὶ τῆς μανίας! μᾶλλον δὲ ὢ τῆς ἀνοίας! Αὐτοὶ πολλάκις ἐπιχειρήσαντες, καὶ οὐκ ἰσχύσαντες, τοῖς ὑπηρέταις τὸ πρᾶγμα ἐπέτρεψαν, ἁπλῶς τὸν θυμὸν αὐτῶν διαναπαύοντες· καίτοι πολλὰ διελέχθη καὶ ἐν τῇ κολυμβήθρᾳ, καὶ οὐδὲν τοιοῦτον ἐποίησαν, ἀλλ' ἐζήτησαν μὲν, οὐκ ἐπεχείρησαν δέ. Ἐνταῦθα δὲ οὐκ ἔτι φέρουσι, τοῦ ὄχλου μέλλοντος αὐτῷ προστρέχειν. Τί οὖν ὁ Χριστός; Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι. Δυνάμενος καὶ ἐπικάμψαι καὶ φοβῆσαι 206
τοὺς 59.281 ἀκούοντας, ῥήματα φθέγγεται ταπεινοφροσύνης γέμοντα, ὡσανεὶ ἔλεγεν· Τί σπουδάζετέ με ἀνελεῖν καὶ διῶξαι; Μικρὸν ἀναμείνατε χρόνον, καὶ οὐδὲ σπουδαζόντων με κατέχειν ἀνέξομαι. Εἶτα ἵνα μή τις θάνατον κοινὸν νομίσῃ, τὸ Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι (καὶ γὰρ τοῦτο ἐνόμισαν)· ἵν' οὖν τοῦτο μή τις νομίσῃ, καὶ ὅτι οὐδὲν ἐνήργει μετὰ τελευτὴν, ἐπήγαγε· Καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Εἰ δὲ ἔμελλεν ἐναπομένειν τῷ θανάτῳ, ἠδύναντο ἀπελθεῖν· ἐκεῖ γὰρ πάντες ἄπιμεν. Τὸ μὲν οὖν ἀφελέστερον πλῆθος, ἐπέκαμπτε τὰ λεγόμενα· τὸ δὲ θρασύτερον, ἐφόβει· τὸ δὲ φιλομαθέστερον, σπεύδειν ἐποίει πρὸς τὴν ἀκρόασιν, ὡς ὀλίγου λοιπὸν ὑπολειπομένου χρόνου, καὶ οὐκ ἐνὸν ἀεὶ ταύτης ἀπολαῦσαι τῆς διδασκαλίας. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἐνταῦθά εἰμι, ἀλλὰ, Μεθ' ὑμῶν εἰμι· τουτέστι, Κἂν διώκητε, κἂν ἐλαύνητε, μικρὸν χρόνον οὐ παύσομαι τὰ ὑπὲρ ὑμῶν οἰκονομῶν, καὶ τὰ πρὸς σωτηρίαν λέγων καὶ παραινῶν ὑμῖν. Καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. Φοβῆσαι τοῦτο ἱκανὸν ἦν, καὶ εἰς ἀγωνίαν ἐμβαλεῖν. Καὶ γὰρ ὅτι ἐν χρείᾳ αὐτοῦ καταστήσονται δηλοῖ. Ζητήσετε γάρ με, φησὶν, οὐ μόνον οὐκ ἐπιλήσεσθε, ἀλλὰ καὶ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε. Καὶ ποῦ ἐζήτησαν αὐτὸν οἱ Ἰουδαῖοι; Λέγει ὁ Λουκᾶς, ὅτι ἐκόπτοντο γυναῖκες ἐπ' αὐτῷ. Εἰκὸς δὲ καὶ ἄλλους πολλοὺς, καὶ εὐθέως, καὶ τῆς πόλεως ἁλισκομένης, μεμνῆσθαι τοῦ Χριστοῦ καὶ τῶν θαυμάτων αὐτοῦ, καὶ τὴν παρουσίαν ζητεῖν τὴν αὐτοῦ. Ταῦτα δὴ πάντα ἐπήγαγε, βουλόμενος αὐτοὺς ἐφελκύσασθαι. Καὶ γὰρ τὸ μικρὸν χρόνον εἶναι τὸν λειπόμενον, καὶ τὸ μετὰ τὴν ἀναχώρησιν ποθεινὸν ἔσεσθαι, καὶ τὸ μὴ δύνασθαι λοιπὸν αὐτὸν εὑρεῖν, ἱκανὰ πάντα πεῖσαι προσελθεῖν. Εἰ μὲν γὰρ μὴ ἔμελλε ποθεινὴ εἶναι ἡ παρουσία, οὐδὲν μέγα αὐτοῖς ἐδόκει λέγειν. Πάλιν δὲ εἰ ἔμελλε ποθεινὴ εἶναι, δυνατὸν δὲ ἦν εὑρεῖν, οὐδ' ἂν οὕτως αὐτοὺς ἐθορύβησε. δʹ. Πάλιν, εἰ πολὺν ἔμελλε χρόνον παρεῖναι, καὶ οὕτως ὕπτιοι ἂν ἐγένοντο Νῦν δὲ πάντοθεν αὐτοὺς συνελαύνει καὶ φοβεῖ. Τὸ δὲ, Ὑπάγω πρὸς τὸν πέμψαντά με, δεικνύντος ἐστὶν οὐδεμίαν αὐτῷ γενησομένην βλάβην ἀπὸ τῆς ἐπιβουλῆς τῆς αὐτῶν, καὶ τὸ πάθος ἑκούσιον. Δύο τοίνυν προεῖπε προῤῥήσεις, ὅτι μετὰ μικρὸν ἀπελεύσεται χρόνον, καὶ ὅτι οὐχ ἥξουσι πρὸς αὐτόν· ὅπερ οὐκ ἦν ἀνθρωπίνης διανοίας, τὴν ἑαυτοῦ τελευτὴν προειπεῖν. Ὅρα γοῦν καὶ τὸν Δαυῒδ λέγοντα Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. Καὶ ὅλως οὐδείς ἐστιν ὁ μαθὼν τοῦτο. Ἐκ δὲ τοῦ ἑνὸς καὶ τὸ ἕτερον πιστοῦται. Ἐγὼ δὲ οἶμαι, καὶ πρὸς τοὺς ὑπηρέτας τοῦτο αἰνίττεσθαι, καὶ πρὸς αὐτοὺς τὸν λόγον ἀποτείνειν, ᾧ μάλιστα αὐτοὺς ἐπεσπάσατο, δείξας ἑαυτὸν εἰδότα τῆς ἀφίξεως τὴν αἰτίαν, ὡσανεὶ ἔλεγε· περιμείνατε μικρὸν, καὶ ἀπελεύσομαι. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι; Καὶ μὴν τοὺς ἐπιθυμοῦντας ἀπαλλαγῆναι, τοὺς πάντα πράττοντας ὥστε μὴ βλέπειν αὐτὸν, οὐκ ἐχρῆν τοῦτο ζητεῖν, ἀλλ' εἰπεῖν, ὅτι Καὶ ἀσμενίζομεν, καὶ πότε γὰρ τοῦτο ἔσται; Ἀλλ' ἔπαθόν τι πρὸς τὰ λεχθέντα, καὶ ζητοῦσι πρὸς ἑαυτοὺς ἀνοήτως ὑποπτεύοντες, ποῦ μέλλει πορεύεσθαι. Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων; Τί ἐστιν, Εἰς διασπορὰν τῶν Ἑλλήνων; Οὕτω τὰ ἔθνη ἐκάλουν οἱ Ἰουδαῖοι, διὰ τὸ πανταχοῦ διεσπάρθαι, καὶ ἀδεῶς ἀλλήλοις ἐπιμίγνυσθαι. Τοῦτο δὲ καὶ αὐτοὶ λοιπὸν τὸ ὄνειδος ὑπέμειναν· διασπορὰ γὰρ ἦσαν καὶ αὐτοί. Τὸ γὰρ παλαιὸν ἅπαν τὸ ἔθνος εἰς ἓν συνείλεκτο, καὶ οὐκ ἦν ἀλλαχοῦ Ἰουδαῖον 59.282 εὑρεῖν, ἀλλ' ἢ ἐν Παλαιστίνῃ μόνῃ. Πρὸς δὲ τοῦτο διασπορὰν τοὺς Ἕλληνας ἐκάλουν, ὀνειδίζοντες καὶ μεγαλαυχοῦντες ἐφ' ἑαυτοῖς. Τί οὖν ἐστιν, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; Ἐκείνοις δὲ πάντες ἐπεμίγνυντο τότε, καὶ πανταχοῦ τῆς οἰκουμένης ἦσαν Ἰουδαῖοι. Οὐκ ἂν οὖν, εἰ τοὺς Ἕλληνας ἐδήλου, εἶπεν, Ὅπου οὐ δύνασθε ἐλθεῖν. Εἰπόντες δὲ, Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι; οὐκ εἶπον, Καὶ λυμαίνεσθαι αὐτοὺς, ἀλλὰ, Διδάσκειν. Οὕτως ἤδη καθυφῆκαν τῆς ὀργῆς, καὶ τοῖς λεχθεῖσιν ἐπίστευσαν. Οὐκ ἂν δὲ, εἰ μὴ ἐπίστευσαν, ἐζήτησαν πρὸς ἑαυτοὺς τίς ἐστιν 207
ὁ λόγος. Ἀλλὰ ταῦτα μὲν εἴρητο πρὸς ἐκείνους· δέος δὲ, μὴ καὶ πρὸς ἡμᾶς καιρὸν ἔχῃ τὰ λεγόμενα, ὅτι Ὅπου ἐστὶν, οὐ δυνάμεθα ἀπελθεῖν, διὰ τὸν βίον ἡμῶν τὸν ἁμαρτημάτων γέμοντα. Περὶ μὲν γὰρ τῶν μαθητῶν φησι, Θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ· περὶ δὲ ἡμῶν δέδοικα μὴ τοὐναντίον λεχθῇ, ὅτι Ὅπου εἰμὶ ἐγὼ, οὐ δύνασθε ἐλθεῖν. Ὅταν γὰρ ἐναντία τῶν προσταγμάτων πράττωμεν, πῶς δυνησόμεθα ἀπελθεῖν ἐκεῖ; Καὶ γὰρ καὶ κατὰ τὸν παρόντα βίον, εἴ τις τῶν στρατευομένων ἀνάξια πράττοι τοῦ βασιλέως, οὐ δυνήσεται τὸν βασιλέα ἰδεῖν, ἀλλὰ, τῆς ἀρχῆς παραλυθείσης, τὴν ἐσχάτην ὑποστήσεται κόλασιν. Ὅταν οὖν ἁρπάζωμεν, πλεονεκτῶμεν· ὅταν ἀδικῶμεν, πλήττωμεν· ὅταν μὴ ἐλεημοσύνην ἐργασώμεθα, οὐ δυνησόμεθα ἀπελθεῖν ἐκεῖσε, ἀλλὰ καὶ πεισόμεθα ὃ γέγονε ταῖς παρθένοις. Ὅπου γὰρ ἦν, οὐκ ἐδυνήθησαν εἰσελθεῖν, ἀλλ' ἀνεχώρησαν, σβεσθεισῶν αὐτῶν τῶν λαμπάδων· τουτέστι, τοῦ χαρίσματος αὐτὰς καταλιπόντος. Τὴν γὰρ φλόγα ἐκείνην ἣν εὐθέως ἐδεξάμεθα τῇ τοῦ Πνεύματος χάριτι, ἂν μὲν βουλώμεθα, σφοδροτέραν ἐργασόμεθα αὐτήν· ἂν δὲ μὴ βουλώμεθα, ταχέως αὐτὴν ἀπολέσομεν. Σβεσθείσης δὲ ἐκείνης, οὐδὲν ἕτερον, ἀλλ' ἢ σκότος ἐν ταῖς ἡμετέραις ἔσται ψυχαῖς. Ὥσπερ γὰρ καιομένης τῆς λαμπάδος πολὺ τὸ φῶς· οὕτω διαλυθείσης οὐδὲν ἕτερον, ἀλλ' ἢ γνόφος ἔσται. Διό φησι, Τὸ πνεῦμα μὴ σβέννυτε. Σβέννυται δὲ, ὅταν ἔλαιον μὴ ἔχῃ, ὅταν ἀνέμου σφοδροτέρα τις ἐμβολὴ γένηται, ὅταν συνέχηται καὶ στενοχωρῆται (καὶ γὰρ οὕτω σβέννυται πῦρ)· συνέχεται δὲ ὑπὸ φροντίδων βιωτικῶν, καὶ σβέννυται ὑπὸ ἐπιθυμίας πονηρᾶς. Οὐδὲν δὲ αὐτὴν πρὸς τοῖς εἰρημένοις οὕτω σβέννυσιν, ὡς ἀπανθρωπία, καὶ ὠμότης, καὶ ἁρπαγή. Ὅταν γὰρ τῷ ἔλαιον μὴ ἔχειν, καὶ ὕδωρ ἐπεμβάλωμεν ψυχρόν· τοῦτο γάρ ἐστιν ἡ πλεονεξία, ἀποψύχουσα διὰ τῆς ἀθυμίας τῶν ἀδικουμένων τὰς ψυχάς· πόθεν δυνήσεται ἀναφθῆναι λοιπόν; Ἀπελευσόμεθα τοίνυν τέφραν τε καὶ κόνιν φέροντες, καὶ πολὺν ἔχοντες τὸν καπνὸν κατηγοροῦντα ἡμῶν, ὅτι λαμπάδας ἔχοντες ἀπεσβέσαμεν. Ἔνθα γὰρ ἂν ᾖ καπνὸς, ἀνάγκη πῦρ εἶναι τὸ σβεσθέν. Ἀλλὰ μὴ γένοιτό τινα ταύτην ἀκοῦσαι τὴν φωνὴν τὴν, Οὐκ οἶδα ὑμᾶς. Πόθεν δὲ ταύτην ἔστιν ἀκοῦσαι τὴν φωνὴν, ἢ ὅταν πένητα ἰδόντες, ὡς οὐκ ἰδόντες αὐτὸν διακεώμεθα; Ὅταν ἡμεῖς ἀγνοῶμεν τὸν πεινῶντα Χριστὸν, ἀγνοήσει ἡμᾶς καὶ αὐτὸς ἐλέου δεομένους· καὶ δικαίως. Ὁ γὰρ περιιδὼν τὸν θλιβόμενον, καὶ μὴ δοὺς ἐκ τῶν αὐτοῦ, πῶς ζητήσει λαβεῖν ἐκ τῶν οὐκ αὐτοῦ; Διὸ, παρακαλῶ, πάντα ποιῶμεν, καὶ πραγματευώμεθα, ὥστε μὴ ἐκλιπεῖν ἡμᾶς τὸ ἔλαιον, ἀλλὰ κοσμῆσαι τὰς λαμπάδας, καὶ συνεισελθεῖν τῷ νυμφίῳ εἰς τὸν νυμφῶνα· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.283 ΟΜΙΛΙΑ ΝΑʹ. Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ, τῇ μεγάλῃ τῆς ἑορτῆς, εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραζε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. αʹ. Τοὺς προσιόντας τῷ θείῳ κηρύγματι, καὶ τῇ πίστει προσέχοντας, τὸν τῶν διψώντων ἔρωτα ἐπιδείκνυσθαι χρὴ, καὶ τοσαύτην ἀνάπτειν ἐπιθυμίαν ἐν ἑαυτοῖς. Οὕτω γὰρ δυνήσονται καὶ τὰ λεγόμενα μετὰ πολλῆς κατασχεῖν τῆς φυλακῆς. Καὶ γὰρ οἱ διψῶντες, ἐπειδὰν κύλικα λάβωσι, μετὰ πολλῆς αὐτὴν ἕλκουσι τῆς προθυμίας, καὶ τότε διαναπαύονται. Οὕτω τοίνυν καὶ οἱ τῶν θείων ἀκούοντες λογίων, εἰ διψῶντες προσλάβοιεν, οὐδέποτε καμοῦνται ἕως ἂν ἐκπίωσιν. Ὅτι γὰρ ἀεὶ χρὴ διψᾷν καὶ πεινῇν· Μακάριοι, φησὶν, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Καὶ ἐνταῦθά
φησιν ὁ Χριστός· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὃ δὲ λέγει τοιοῦτόνἐστιν· Οὐδένα ἀνάγκῃ καὶ βίᾳ ἐφέλκομαι· ἀλλ' εἴ τις ἔχει προθυμίαν πολλὴν, εἴ τις ἐκκαίεται τῷ πόθῳ, τοῦτον ἐγὼ καλῶ. Τίνος δὲ ἕνεκεν ἐπεσημήνατο ὁ εὐαγγελιστὴς, ὅτι Ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ; Καὶ γὰρ ἡ πρώτη καὶ ἡ τελευταία μεγάλη ἦν· τὰς γὰρ μεταξὺ μᾶλλον εἰς τρυφὴν ἀνήλισκον. Τίνος οὖν ἕνεκεν Ἐν τῇ ἐσχάτῃ λέγει; Ὅτι ἐν αὐτῇ πάντες ἦσαν συγκεκροτημένοι. Τῇ μὲν γὰρ πρώτῃ οὐ παρεγένετο, καὶ τὴν αἰτίαν εἶπε πρὸς τοὺς ἀδελφούς. Ἀλλ' οὐδὲ ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ τι τοιοῦτον λέγει, ὥστε μὴ ἐκλυθῆναι τὰ λεγόμενα, μελλόντων αὐτῶν εἰς τρυφὴν ἰέναι. Τῇ δὲ ἐσχάτῃ, ὅτε ἀνεχώρουν οἴκαδε, ἐφόδια αὐτοῖς δίδωσι πρὸς σωτηρίαν, καὶ κράζει· τοῦτο μὲν, τὴν παῤῥησίαν αὐτοῦ ἐμφαίνων· τοῦτο δὲ, διὰ τὸν πολὺν ὄχλον, καὶ δηλῶν ὅτι περὶ τοῦ νοητοῦ διελέγετο πόματος, ἐπάγει· Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Κοιλίαν ἐνταῦθα τὴν καρδίαν φησὶ, καθάπερ καὶ ἀλλαχοῦ φησι· Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. Καὶ ποῦ εἶπεν ἡ Γραφὴ, ὅτι Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος; Οὐδαμοῦ. Τί οὖν ἐστιν, Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφή; Ἐνταῦθα ὑποστίξαι δεῖ, ἵνα ᾖ τὸ Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι, τῆς αὐτοῦ ἀποφάσεως. Ἐπειδὴ γὰρ ἔλεγον πολλοὶ, Οὗτός ἐστιν ὁ Χριστός· καὶ, Ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει; δείκνυσιν, ὅτι διωρθωμένην δεῖ τὴν γνῶσιν ἔχειν, καὶ οὐκ ἀπὸ τῶν σημείων οὕτως, ὡς ἀπὸ τῶν Γραφῶν πιστεύεσθαι. Πολλοὶ γοῦν αὐτὸν καὶ θαυματουργοῦντα ἰδόντες, οὐχ ὡς Χριστὸν ἐδέχοντο· ἔμελλον δὲ λέγειν, ὅτι Οὐχὶ αἱ Γραφαὶ λέγουσιν, ὅτι ὁ Χριστὸς ἀπὸ τοῦ σπέρματος τοῦ Δαυῒδ ἔρχεται; Καὶ ταῦτα ἄνω καὶ κάτω ἔστρεφε, δεῖξαι βουλόμενος, ὅτι οὐ φεύγει τὴν διὰ τούτων ἀπόδειξιν, πάλιν αὐτοὺς εἰς τὰς Γραφὰς παραπέμπει. Καὶ γὰρ ἄνω ἔλεγεν, Ἐρευνᾶτε τὰς Γραφάς· καὶ πάλιν, Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις, Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ· καὶ, Μωϋσῆς ὑμῶν κατηγορεῖ· καὶ ἐνταῦθα, Καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι, τὸ δαψιλὲς καὶ ἄφθονον τῆς χάριτος αἰνιττόμενος. Ὅπερ ἀλλαχοῦ φησι· Πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· τουτέστι, πολλὴν ἕξει χάριν. Ἀλλαχοῦ μὲν οὖν, Ζωὴν αἰώνιον, λέγει· ἐνταῦθα δὲ, 59.284 Ὕδωρ ζῶν. Ζῶν δὲ λέγει τὸ ἐνεργοῦν ἀεί. Ἡ γὰρ τοῦ Πνεύματος χάρις, ἐπειδὰν εἰς διάνοιαν εἰσέλθῃ καὶ ἱδρυνθῇ, πάσης πηγῆς μᾶλλον ἀναβλύζει, καὶ οὐ διαλιμπάνει, οὐδὲ κενοῦται, οὐδ' ἵσταται. Ὁμοῦ τοίνυν καὶ τὸ ἀνελλιπὲς τῆς χορηγίας δηλῶν, καὶ τὸ ἄφατον τῆς ἐνεργείας, πηγὴν καὶ ποταμοὺς ἐκάλεσεν, οὐχ ἕνα ποταμὸν, ἀλλὰ ἀφάτους· καὶ ἐκεῖ δὲ, τὴν πλημμύραν διὰ τοῦ ἅλλεσθαι παρέστησε. Καὶ ἴδοι τις ἂν τὸ λεγόμενον σαφῶς, εἰ τὴν σοφίαν τοῦ Στεφάνου, εἰ τὴν Πέτρου γλῶτταν, καὶ τὴν Παύλου ῥύμην ἐννοήσειε, πῶς οὐδὲν αὐτοὺς ἔφερεν, οὐδὲν ὑφίστατο· οὐ δήμων θυμὸς, οὐ τυράννων ἐπαναστάσεις, οὐ δαιμόνων ἐπιβουλαὶ, οὐ θάνατοι καθημερινοί· ἀλλ' ὥσπερ ποταμοὶ πολλῷ τῷ ῥοίζῳ φερόμενοι, οὕτω πάντα παρασύροντες ἀπῄεσαν. Ταῦτα δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, φησὶν, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες. Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον. Πῶς οὖν οἱ προφῆται προεφήτευσαν, καὶ τὰ μυρία εἰργάσαντο θαύματα; Οἱ ἀπόστολοι μὲν γὰρ οὐ Πνεύματι ἐξέβαλον, ἀλλὰ τῇ παρ' αὐτοῦ ἐξουσίᾳ, ὡς αὐτός φησιν. Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Τοῦτο δὲ ἔλεγε, δηλῶν ὅτι οὐ πάντες Πνεύματι ἐξέβαλον πρὸ τοῦ σταυροῦ, ἀλλὰ τῇ παρ' αὐτοῦ ἐξουσίᾳ. Ὅτε γοῦν αὐτοὺς ἔμελλε πέμπειν, τότε ἔλεγε, Λάβετε Πνεῦμα ἅγιον· καὶ πάλιν, Ἦλθεν ἐπ' αὐτοὺς Πνεῦμα ἅγιον, καὶ τότε τὰ σημεῖα ἐποίουν. βʹ. Ὅτε δὲ ἔπεμπεν αὐτοὺς, οὐκ εἶπεν, Ἔδωκεν αὐτοῖς Πνεῦμα ἅγιον· ἀλλ' Ἔδωκεν αὐτοῖς ἐξουσίαν, λέγων· Λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ἐπὶ δὲ τῶν προφητῶν παρὰ πάντων ὡμολόγηται, ὅτι Πνεύματος ἁγίου δόσις ἦν, ἀλλ' ἦν αὕτη ἡ χάρις συσταλεῖσα καὶ ἀποστᾶσα, καὶ ἀπὸ 209
τῆς γῆς ἀπολιποῦσα ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἀφ' ἧς ἐῤῥήθη, Ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ πρὸ ἐκείνης δὲ ἀρχὴν ἐλάμβανεν αὕτη ἡ σπάνις. Οὐκ ἔτι γὰρ προφήτης παρ' αὐτοῖς ἦν, οὐδὲ ἐπώπτευεν αὐτῶν τὰ ἅγια ἡ χάρις. Ἐπεὶ οὖν ἀνέσταλτο μὲν τὸ Πνεῦμα τὸ ἅγιον, ἔμελλε δὲ λοιπὸν ἐκχεῖσθαι δαψιλῶς· ταύτης δὲ τῆς διανομῆς ἀρχὴ μετὰ τὸν σταυρὸν ἐγίνετο, οὐ μόνον δαψιλείας, ἀλλὰ καὶ μειζόνων χαρισμάτων (καὶ γὰρ θαυμαστοτέρα ἦν ἡ δωρεὰ, ὡς ὅταν λέγῃ· Οὐκ οἴδατε ποίου πνεύματός ἐστε· καὶ πάλιν, Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. Καὶ γὰρ οἱ παλαιοὶ καὶ αὐτοὶ μὲν πνεῦμα εἶχον, ἄλλοις δὲ οὐ παρεῖχον· οἱ δὲ ἀπόστολοι μυριάδας ἐνέπλησαν)· ἐπειδὴ οὖν ταύτην ἔμελλον λαμβάνειν τὴν χάριν, οὔπω δὲ ἦν δοθεῖσα, διὰ τοῦτό φησιν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον. Ἐπεὶ οὖν περὶ ταύτης λέγων τῆς χάριτος ὁ εὐαγγελιστὴς ἔλεγεν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, τουτέστι, δοθὲν, ἐπεὶ Ἰησοῦς οὐδέπω ἐδοξάσθη, δόξαν καλῶν τὸν σταυρόν. Ἐπειδὴ γὰρ ἐχθροὶ ἦμεν καὶ ἡμαρτηκότες καὶ ὑστερούμενοι τῆς δωρεᾶς τοῦ Θεοῦ, καὶ θεοστυγεῖς· ἡ δὲ χάρις καταλλαγῆς ἦν ἀπόδειξις· δῶρον δὲ οὐ τοῖς ἐχθροῖς, οὐδὲ τοῖς μισουμένοις, ἀλλὰ τοῖς φίλοις δίδοται, καὶ τοῖς εὐηρεστηκόσιν· ἔδει πρότερον προσενεχθῆναι τὴν ὑπὲρ ἡμῶν θυσίαν, καὶ τὴν ἔχθραν ἐν τῇ σαρκὶ καταλυθῆναι, καὶ γενέσθαι τοῦ Θεοῦ φίλους, καὶ τότε λαβεῖν τὴν δωρεάν. Εἰ γὰρ ἐπὶ τῆς ἐπαγγελίας τοῦτο γέγονε τῆς πρὸς Ἀβραὰμ, πολλῷ μᾶλλον ἐπὶ τῆς 59.285 χάριτος. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Εἰ γὰρ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις· ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπηγγείλατο ὁ Θεὸς τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ δώσειν τὴν γῆν· ἀλλ' ἀνάξιοι ἦσαν τῆς ἐπαγγελίας οἱ ἔκγονοι, καὶ ἐξ οἰκείων οὐκ ἠδύναντο εὐαρεστῆσαι πόνων. Διὰ τοῦτο εἰσῆλθεν ἡ πίστις, πρᾶγμα εὔκολον, ἵνα τὴν χάριν ἐπισπάσηται, καὶ μὴ διαπέσωσιν αἱ ἐπαγγελίαι. Καὶ λέγει· Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν. Διὰ τοῦτο Κατὰ χάριν, ἐπειδὴ ἐξ ἱδρώτων οὐκ ἴσχυσαν. Τίνος δὲ ἕνεκεν εἰπὼν, κατὰ τὰς Γραφὰς, οὐκ ἐπάγει καὶ τὴν μαρτυρίαν; Ὅτι διεφθαρμένη αὐτῶν ἡ γνώμη ἦν. Οἱ μὲν γὰρ ἔλεγον· Οὗτός ἐστιν ὁ προφήτης· ἄλλοι δὲ ἔλεγον, ὅτι Πλανᾷ τὸν ὄχλον· ἄλλοι δὲ ἔλεγον, Οὐκ ἐκ τῆς Γαλιλαίας ἔρχεται ὁ Χριστὸς, ἀλλὰ ἀπὸ Βηθλεὲμ τῆς κώμης· ἄλλοι δὲ ἔλεγον, Ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί· καὶ διάφορος ἦν ἡ γνώμη, ἅτε ἐν πλήθει τεταραγμένῳ. Οὐδὲ γὰρ ἀκριβῶς προσεῖχον τοῖς λεγομένοις, οὐδὲ τοῦ μαθεῖν ἕνεκεν. Διὰ δὴ τοῦτο τούτοις μὲν οὐδὲν ἀποκρίνεται, καίτοι λέγουσι· Μὴ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; τὸν δὲ Ναθαναὴλ σφοδρότερον εἰπόντα καὶ πληκτικώτερον, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; ἐπῄνεσεν ὡς ἀληθῶς Ἰσραηλίτην. Οὗτοι μὲν γὰρ καὶ οἱ πρὸς τὸν Νικόδημον εἰπόντες, Ἐρεύνησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται, οὐ μαθεῖν ζητοῦντες ἔλεγον, ἀλλ' ἁπλῶς ἀνατρέψαι τὴν περὶ τοῦ Χριστοῦ δόξαν. Ἐκεῖνος δὲ ἀληθείας ὢν ἐραστὴς, καὶ τὰ παλαιὰ ἀκριβῶς πάντα ἐπιστάμενος, τοῦτο ἔλεγεν· αὐτοὶ δὲ πρὸς ἓν μόνον ἑώρων, τὸ ἀνατρέψαι ὅτι ὁ Χριστός ἐστι. Διόπερ αὐτοῖς οὐδὲν ἀπεκάλυπτεν. Οἱ γὰρ καὶ ἑαυτοῖς ἐναντία λέγοντες, καὶ ποτὲ μὲν, Οὐδεὶς γινώσκει πόθεν ἔρχεται, ποτὲ δὲ, Ἀπὸ Βηθλεὲμ, εὔδηλον ὅτι καὶ μαθόντες ἠναντιώθησαν. Ἔστω γὰρ, τὸν τόπον ἠγνόουν, ὅτι ἀπὸ Βηθλεὲμ, διὰ τὴν ἀναστροφὴν τὴν ἐν Ναζαρὲτ (καίτοι οὐδὲ τοῦτο συγγνώμην εἶχεν· οὐ γὰρ ἐκεῖ ἐτέχθη)· ἆρα καὶ τὸ γένος ἠγνόουν, ὅτι ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ; Πῶς οὖν ἔλεγον, Οὐκ ἀπὸ τοῦ σπέρματος Δαυῒδ ἔρχεται ὁ Χριστός; Ἀλλὰ καὶ τοῦτο ἐκείνῳ συσκιάσαι ἐβούλοντο, κακούργως ἅπαντα φθεγγόμενοι. Τίνος δὲ ἕνεκεν οὐχὶ προσελθόντες εἶπον· Ἐπειδὴ τὰ μὲν ἄλλα πάντα θαυμάζομεν, κελεύεις δέ σοι πείθεσθαι κατὰ τὰς Γραφὰς, εἰπὲ, πῶς αἱ μὲν Γραφαὶ λέγουσιν, ὅτι ἀπὸ Βηθλεὲμ δεῖ τὸν Χριστὸν ἐλθεῖν, σὺ δὲ ἀπὸ τῆς Γαλιλαίας ἀφῖξαι; Ἀλλ' οὐδὲν τούτων εἶπον, ἀλλὰ πάντα πονηρῶς φθέγγονται. Ὅτι γὰρ οὐ ζητοῦντες, οὐδὲ μαθεῖν βουλόμενοι, εὐθέως ἐπήγαγεν ὁ 210
εὐαγγελιστὴς, ὅτι Τινὲς ἤθελον πιάσαι αὐτὸν, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα αὐτοῦ· εἰ γὰρ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν ἱκανὸν ἦν εἰς κατάνυξιν αὐτοὺς ἀγαγεῖν· ἀλλ' οὐ κατενύγησαν, καθώς φησιν ὁ προφήτης· Διεσχίσθησαν, καὶ οὐ κατενύγησαν. γʹ. Τοιοῦτον γὰρ ἡ πονηρία· οὐδενὶ βούλεται εἴκειν, πρὸς ἓν βλέπει μόνον, ὥστε τὸν ἐπιβουλευόμενον ἀνελεῖν. Ἀλλὰ τί φησιν ἡ Γραφή; Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, εἰς αὐτὸν ἐμπεσεῖται· ὅπερ καὶ τότε γέγονεν. Αὐτοὶ μὲν γὰρ ἐβούλοντο αὐτὸν ἀνελεῖν, ὡς δὴ σβεννύντες τὸ κήρυγμα· γέγονε δὲ τοὐναντίον. Τὸ μὲν γὰρ κήρυγμα ἀνθεῖ τῇ τοῦ Χριστοῦ χάριτι· τὰ δὲ ἐκείνων πάντα ἐσβέσθη καὶ ἀπ 59.286 όλωλε, καὶ πατρίδος καὶ ἐλευθερίας, καὶ ἀδείας, καὶ λατρείας ἐξέπεσον, καὶ πάσης ἀπεστερήθησαν εὐημερίας, καὶ γεγόνασι δοῦλοι καὶ αἰχμάλωτοι. Ταῦτ' οὖν εἰδότες, μηδέποτε ἐπιβουλεύωμεν ἑτέροις, μαθόντες ὅτι καθ' ἑαυτῶν ἀκονῶμεν τὸ ξίφος, καὶ βαθυτέραν ἑαυτοῖς διδόαμεν τὴν πληγήν. Ἀλλ' ἐλύπησέ τις, καὶ βούλει αὐτὸν ἀμύνασθαι; Μὴ ἀμύνῃ· οὕτω γὰρ ἀμύνασθαι δυνήσῃ. Ἐὰν δὲ ἀμύνῃ, οὐκ ἠμύνω. Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ εἰρημένον, ἀλλ' ἀληθῆ λόγον. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι σὺ μὴ ἀμυνόμενος, τὸν Θεὸν αὐτῷ καθιστᾷς ἐχθρόν· ἀμυνόμενος δὲ, οὐκέτι. Ἐμοὶ γὰρ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Εἰ γὰρ οἰκέτας ἔχομεν, κἂν πρὸς ἀλλήλους διενεχθέντες, μὴ τῆς δίκης καὶ τῆς κολάσεως ἡμῖν παραχωρήσωσιν, ἀλλ' ἑαυτοῖς ἐπιτρέψωσι, κἂν μυριάκις προσέλθωσιν, οὐ μόνον οὐκ ἀμυνόμεθα, ἀλλὰ καὶ ἀγανακτοῦμεν, Δραπέτα, λέγοντες, καὶ, μαστιγία, τὸ πᾶν ἡμῖν ἐπιτρέψαι ἐχρῆν· ἐπειδὴ δὲ σαυτῷ προλαβὼν ἤμυνες, μηδὲν ἐνόχλει λοιπόν· πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ παραγγείλας αὐτῷ παραχωρεῖν ἁπάντων, τοῦτο ἐρεῖ. Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν παρὰ μὲν παίδων τῶν ἡμετέρων τοσαύτην ἀπαιτῶμεν φιλοσοφίαν καὶ ὑπακοήν· τῷ δὲ Δεσπότῃ μὴ παραχωρῶμεν ὧν βουλόμεθα τοὺς οἰκέτας ἡμῖν παραχωρεῖν; Ταῦτα δὲ λέγω, διὰ τὸ πρόθυμον ὑμῶν περὶ τὴν ἀλλήλων κόλασιν· ἐπεὶ τόν γε ἀληθῶς φιλοσοφοῦντα οὐδὲ τοῦτο χρὴ ποιεῖν, ἀλλὰ συγγινώσκειν καὶ ἀφιέναι τὰ ἁμαρτήματα, εἰ καὶ μὴ ἐκεῖνο ἦν τὸ μέγα ἔπαθλον, τὸ ἄφεσιν ἀντὶ τούτων λαμβάνειν. Εἰ γὰρ, εἰπέ μοι, καταγινώσκεις τοῦ ἡμαρτηκότος, τίνος ἕνεκεν καὶ αὐτὸς ἁμαρτάνεις, καὶ τοῖς αὐτοῖς περιπίπτεις; Ὕβρισε; Μὴ ἀνθυβρίσῃς· ἐπεὶ σαυτὸν ὕβρισας. Ἔπληξε; Μὴ ἀντιπλήξῃς· ἐπεὶ τὸ διάφορον οὐδαμοῦ. Ἐλύπησε; Μὴ ἀντιλυπήσῃς· ἐπεὶ τὸ κέρδος οὐδὲν, ἀλλὰ γέγονας ἐκείνων πάλιν ἴσος. Οὕτως αὐτὸν ἐντρέψαι δυνήσῃ, ἂν μετὰ πραότητος ἐνέγκῃς ἐπιεικῶς· οὕτως αὐτὸν καταιδέσαι, οὕτως αὐτὸν ἐγκόψαι τῆς ὀργῆς. Οὐδεὶς κακῷ κακὸν ἰᾶται, ἀλλ' ἀγαθῷ τὸ κακόν. Ταῦτα παρ' Ἕλλησί τινες φιλοσοφοῦσιν. Αἰσχυνθῶμεν τοίνυν, εἰ παρ' Ἕλλησι τοῖς ἀνοήτοις τοσαύτης οὔσης τῆς φιλοσοφίας, ἡμεῖς ἐλάττους φαινοίμεθα. Πολλοὶ ἠδικήθησαν, καὶ ἤνεγκαν· πολλοὶ ἐσυκοφαντήθησαν, καὶ οὐκ ἠμύναντο· ἐπεβουλεύθησαν, καὶ εὐηργέτησαν. Δέος δὲ οὐ μικρὸν, μὴ μείζους ἡμῶν τινες παρ' αὐτοῖς κατὰ τὸν βίον εὑρεθῶσι, καὶ σφοδροτέραν ἡμῖν τὴν κόλασιν ἐργάσωνται. Ὅταν γὰρ οἱ Πνεύματος μετεσχηκότες, οἱ βασιλείαν προσδοκῶντες, οἱ ὑπὲρ τῶν οὐρανῶν φιλοσοφοῦντες, οἱ μὴ δεδοικότες γέενναν, οἱ κελευόμενοι ἄγγελοι γίνεσθαι, οἱ μυστηρίων ἀπολαύοντες, μηδὲ εἰς τὴν αὐτὴν ἐκείνοις φθάσωμεν ἀρετὴν, ποίαν ἕξομεν συγγνώμην; Εἰ γὰρ Ἰουδαίους ὑπερβαίνειν χρὴ (Ἐὰν γὰρ μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη, φησὶ, πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν), πολλῷ μᾶλλον Ἕλληνας· εἰ Φαρισαίους, πολλῷ μᾶλλον τοὺς ἀπίστους. Εἰ γὰρ μὴ ὑπερβάντων ἡμῶν τὴν ἐκείνων πολιτείαν, ἀποκέκλεισται τὰ τῆς βασιλείας· ὅταν καὶ Ἑλλήνων φαινώμεθα χείρους, πῶς ἕξομεν ταύτης ἐπιτυχεῖν; Πᾶσαν τοίνυν πικρίαν, καὶ ὀργὴν, καὶ θυμὸν ἐκβάλωμεν. Τὰ αὐτὰ λέγειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Καὶ γὰρ καὶ ἰατροὶ τῷ αὐτῷ πολλάκις χρῶνται φαρμάκῳ. Καὶ ἡμεῖς οὐ παυσόμεθα τὰ αὐτὰ ἐνηχοῦντες, ἀναμιμνήσκοντες, διδάσκοντες, παρακαλοῦντες. Καὶ γὰρ πολὺς 59.287 τῶν βιωτικῶν 211
πραγμάτων ὁ ὄχλος, καὶ λήθην ἡμῖν ἐμποιῶν, καὶ διδασκαλίας δεῖ ἡμῖν συνεχοῦς. Ἵν' οὖν μὴ μάτην μηδὲ εἰκῆ ἐνταῦθα συλλεγώμεθα, τὴν διὰ τῶν ἔργων ἐπίδειξιν παρασχώμεθα, ἵνα καὶ τῶν μελ 59.288 λόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.287 ΟΜΙΛΙΑ ΝΒʹ. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· «Διατί οὐκ ἠγάγετε αὐτόν;» Ἀπεκρίθησαν οὖν οἱ ὑπη ρέται· «Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος ὡς οὗτος ἄνθρωπος.» αʹ. Οὐδὲν τῆς ἀληθείας σαφέστερον, οὐδὲν ἁπλούστερον, ἐὰν μὴ κακουργῶμεν ἡμεῖς· ὥσπερ οὖν κακουργούντων οὐδὲν δυσκολώτερον. Ἰδοὺ γὰρ οἱ μὲν Φαρισαῖοι καὶ οἱ γραμματεῖς, οἱ δῆθεν δοκοῦντες εἶναι σοφώτεροι, συνόντες ἀεὶ τῷ Χριστῷ, ἐπιβουλῆς ἕνεκεν, καὶ θαύματα ὁρῶντες, καὶ Γραφὰς ἀναγινώσκοντες, οὐδὲν ἀπώναντο, ἀλλὰ καὶ ἐβλάβησαν· οἱ δὲ ὑπηρέται, οὐδὲν τούτων ἔχοντες εἰπεῖν, ἀπὸ μιᾶς μόνης δημηγορίας ἐχειρώθησαν, καὶ ἀπελθόντες ὥστε αὐτὸν δῆσαι, ἐπανῆλθον δεθέντες τῷ θαύματι. Οὐ τὴν σύνεσιν δὲ αὐτῶν θαυμάσαι μόνον ἔστιν, ὅτι σημείων οὐκ ἐδεήθησαν, ἀλλ' ἀπὸ τῆς διδασκαλίας μόνης ἑάλωσαν (οὐ γὰρ εἶπον, ὅτι Οὐδέποτε ἐθαυματούργησεν ἄνθρωπος οὕτως· ἀλλὰ τί; Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος)· οὐ τοίνυν τὴν σύνεσιν αὐτῶν μόνον ἔστι θαυμάσαι, ἀλλὰ καὶ τὴν παῤῥησίαν, ὅτι πρὸς τοὺς ἀποστείλαντας ταῦτα ἔλεγον, πρὸς τοὺς Φαρισαίους, πρὸς τοὺς πολεμοῦντας, καὶ πάντα ὑπὲρ τούτου πράττοντας. Ἦλθον γὰρ, φησὶν, οἱ ὑπηρέται, καὶ λέγουσιν αὐτοῖς οἱ Φαρισαῖοι· Διατί οὐκ ἠγάγετε αὐτόν; Τὸ δὲ ἐλθεῖν, πολλῷ μεῖζον ἦν τοῦ μεῖναι. Τότε μὲν γὰρ ἀπηλλάγησαν ἂν τῆς τούτων ἐπαχθείας· νυνὶ δὲ κήρυκες γίνονται τῆς τοῦ Χριστοῦ σοφίας, καὶ μειζόνως ἐνδείκνυνται τὴν παῤῥησίαν· καὶ οὐ λέγουσιν, Οὐκ ἠδυνήθημεν διὰ τὸν ὄχλον, ὅτι ὡς προφήτῃ προσεῖχον· ἀλλὰ τί; Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. Καίτοι γε ἠδύναντο ἐκείνην εἰπεῖν τὴν ἀπολογίαν· ἀλλ' ἐμφαίνουσιν ἑαυτῶν τὴν ὀρθὴν γνώμην. Τοῦτο γὰρ οὐχὶ θαυμαζόντων ἐκεῖνον μόνον ἦν, ἀλλὰ καὶ τούτων κατηγορούντων, ὅτι ἔπεμψαν δήσοντας αὐτὸν αὐτοὺς, οὗ ἀκούειν ἐχρῆν. Καίτοι γε οὐδὲ μακρᾶς ἤκουσαν δημηγορίας, ἀλλὰ βραχείας. Ὅταν γὰρ ἡ διάνοια ἀδέκαστος ᾖ, οὐδὲ μακρῶν λόγων δεῖ. Τοιοῦτον γὰρ ἡ ἀλήθεια. Τί οὖν οἱ Φαρισαῖοι; Δέον κατανυγῆναι, τὸ ἐναντίον ποιοῦσιν, ἀντεγκαλοῦσιν αὐτοῖς, Μὴ καὶ ὑμεῖς πεπλάνησθε; λέγοντες. Ἔτι αὐτοὺς κολακεύουσι, καὶ οὐ καταφορικῶς κέχρηνται τῷ λόγῳ, δεδοικότες μὴ τέλεον ἀποσχισθῶσιν· ἀλλὰ τὸν θυμὸν ἐμφαίνουσι, καὶ μετὰ φειδοῦς φθέγγονται. Δέον γὰρ ἐρωτῆσαι, τί ἐλάλησε, καὶ θαυμάσαι τὰ λεχθέντα, τοῦτο μὲν οὐ ποιοῦσιν· ᾔδεισαν γὰρ ὅτι ἁλῶναι εἶχον· ἀπὸ δὲ τεκμηρίου σφόδρα ἀνοήτου αὐτοὺς συλλογίζονται. Διατί γὰρ οὐδεὶς, φησὶ, τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; Τοῦτο οὖν τῷ Χριστῷ ἐγκαλεῖς, εἰπέ μοι, καὶ οὐχὶ τοῖς ἀπιστήσασιν; Ἀλλ' ὁ ὄχλος, φησὶν, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσιν. Αὕτη γὰρ ὑμῶν ἡ μείζων κατηγορία, ὅτι ὁ μὲν ὄχλος ἐπίστευσεν, ὑμεῖς δὲ ἠπιστήσατε. Καὶ μὴν τὰ τῶν γινωσκόντων τὸν νόμον ἐποίουν ἐκεῖνοι· πῶς οὖν ἐπάρατοί εἰσιν; Ὑμεῖς γὰρ ἐπάρατοι, οἱ μὴ τηροῦντες τὸν νόμον· οὐκ ἐκεῖνοι, οἱ τῷ νόμῳ πειθόμενοι. Ἐχρῆν δὲ οὐκ ἀπὸ τῶν ἀπιστούντων διαβάλλειν τὸν ἀπιστούμενον. Οὐ γὰρ ὀρθὸς τρόπος οὗτος. Ἐπεὶ καὶ ὑμεῖς ἠπιστήσατε τῷ Θεῷ, καθὼς Παῦλός φησι· Τί γὰρ, εἰ ἠπίστησάν τινες; Μὴ ἡ ἀπιστία αὐτῶν τὴν 59.288 πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο. Καὶ γὰρ οἱ προφῆται αὐτοῖς ἀεὶ ἐνεκάλουν λέγοντες· Ἀκούσατε, ἄρχοντες Σοδόμων· καὶ, Οἱ ἄρχοντές σου ἀπειθοῦσι· καὶ πάλιν, Οὐχ ὑμῶν ἐστι γνῶναι τὸ κρῖμα; Καὶ 212
πανταχοῦ σφοδρότερον ἐπιτίθενται αὐτοῖς. Τί οὖν; Καὶ τῷ Θεῷ τίς ἐγκαλέσει διὰ τοῦτο; Ἄπαγε. Ἐκείνων γὰρ τοῦτο τὸ ἔγκλημα. Ποῖον δ' ἂν ἄλλο τις ποιήσειε σημεῖον τοῦ μὴ γινώσκειν ὑμᾶς τὸν νόμον, ἢ τὸ μὴ πείθεσθαι; Ἐπειδὴ δὲ εἶπον, ὅτι Μὴ τῶν ἀρχόντων τις ἐπίστευσεν εἰς αὐτόν; καὶ ὅτι Οἱ μὴ γινώσκοντες τὸν νόμον, ἀκολούθως αὐτῶν καθάπτεται ὁ Νικόδημος, οὕτως λέγων· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον; Δείκνυσι γὰρ αὐτοὺς μήτε γινώσκοντας τὸν νόμον, μήτε ποιοῦντας τὸν νόμον. Εἰ γὰρ ἐκεῖνος μὲν οὐδένα κελεύει ἀποκτιννύναι ἄνθρωπον μὴ πρότερον ἀκούσαντας, οὗτοι δὲ πρὶν ἀκοῦσαι ἐπὶ τοῦτο ὥρμησαν, παραβάται εἰσὶ τοῦ νόμου. Καὶ ἐπειδὴ εἶπον, Καὶ οὐδεὶς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, διὰ τοῦτο ἐπισημαίνεται ὁ εὐαγγελιστὴς, ὅτι εἷς ἦν ἐξ αὐτῶν, δεικνὺς ὅτι καὶ ἄρχοντες ἐπίστευσαν εἰς αὐτόν. Παῤῥησίαν μὲν γὰρ οὐδέπω τὴν προσήκουσαν ἐπεδείκνυντο· πλὴν ᾠκειοῦντο τῷ Χριστῷ. Ὅρα δὲ πῶς καὶ μετὰ φειδοῦς τὸν ἔλεγχον ἐπάγει. Οὐ γὰρ εἶπεν, Ὑμεῖς δὲ βούλεσθε αὐτὸν ἀποκτεῖναι, καὶ ἁπλῶς καταδικάζετε τὸν ἄνθρωπον ὡς πλάνον. Ἀλλ' οὐχ οὕτως εἶπεν, ἀλλὰ προσηνέστερον, τὴν ἄφατον αὐτῶν ὁρμὴν ἐγκόπτων, καὶ τὸ ἄσκεπτον καὶ φονικόν. Διὰ τοῦτο ἐπὶ τὸν νόμον τρέπει τὸν λόγον, λέγων· Ἐὰν μὴ ἀκούσῃ ἀκριβῶς, καὶ γνῷ τί ποιεῖ. Ὥστε οὐδὲ ἀκροάσεως δεῖ ψιλῆς, ἀλλὰ καὶ ἀκριβοῦς. Τοῦτο γάρ ἐστι, Καὶ γνῷ τί ποιεῖ, τί βούλεται, καὶ διατί, καὶ ἐπὶ τίνι, πότερον ἐπ' ἀνατροπῇ τῆς πολιτείας καὶ ὡς ἐχθρός. Ἀπορηθέντες τοίνυν ἐπειδὴ εἶπον, Οὐδεὶς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, οὔτε σφοδρῶς, οὔτε μετὰ φειδοῦς αὐτῷ προσηνέχθησαν. βʹ. Ποίαν γὰρ ἀκολουθίαν ἔχει, εἰπέ μοι, εἰπόντος ἐκείνου, ὅτι Ὁ νόμος ἡμῶν οὐ κρίνει οὐδένα, εἰπεῖν, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Δέον γὰρ δεῖξαι, ὅτι οὐκ ἀκρίτως ἔπεμψαν αὐτὸν καλέσοντες, ἢ ὅτι οὐ χρὴ μεταδοῦναι λόγου, ἀγροικότερον καὶ θυμικώτερον κέχρηνται τῇ ἀντιῤῥήσει· Ἐρώτησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται. Τί γὰρ εἶπεν ὁ ἄνθρωπος; ὅτι προφήτης ἐστίν; Εἶπεν ὅτι ἄκριτον ἀναιρεθῆναι οὐ δεῖ. Οἱ δὲ ὑβριστικῶς, ὡς οὐκ εἰδότι περὶ τῶν Γραφῶν οὐδὲν, ταῦτα ἐπήγαγον· ὡσανεὶ εἴποι τις· Ὕπαγε, μάθε· τοῦτο γάρ ἐστιν, Ἐρώτησον καὶ ἴδε. Τί οὖν ὁ Χριστός; Ἐπειδὴ ἄνω καὶ κάτω τὴν Γαλιλαίαν ἔστρεφον καὶ τὸν προφήτην, ἀπαλλάττων πάντας ταύτης τῆς ἀλλοτρίας ὑποψίας, καὶ δεικνὺς, ὅτι οὐχ εἷς τῶν προφητῶν ἐστιν, ἀλλὰ τοῦ κόσμου Δεσπότης, φησίν· Ἐγὼ φῶς εἰμι τοῦ κόσμου. Οὐ Γαλιλαίας, οὐ Παλαιστίνης, οὐδὲ τῆς Ἰουδαίας. Τί οὖν οἱ Ἰουδαῖοι; Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Ὢ τῆς ἀνοίας! ταῖς Γραφαῖς παρέπεμψεν ἄνω καὶ κάτω, καὶ λέγουσιν, ὅτι Σὺ περὶ ἑαυτοῦ μαρτυρεῖς. Τί δὲ ἐμαρτύρησεν; Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Μέγα 59.289 τὸ λεχθὲν, καὶ ὄντως μέγα· ἀλλ' οὐ σφόδρα αὐτοὺς ἔπληξεν, ἐπειδὴ οὔτε ἐξισοῖ νῦν ἑαυτὸν τῷ Πατρὶ, οὔτε Υἱὸς ἐκείνου εἶπεν εἶναι, οὔτε Θεὸς, ἀλλὰ φῶς τέως. Ἐβούλοντο μὲν οὖν ἀνατρέψαι καὶ τοῦτο· καίτοι πολὺ τοῦτο μεῖζον τοῦ εἰπεῖν, Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, φῶς καὶ σκοτίαν νοητῶς λέγων· τουτέστιν, οὐ μένει ἐν τῇ πλάνῃ. Ἐνταῦθα καὶ τὸν Νικόδημον ἐφέλκεται καὶ ἐνάγει ὡς σφόδρα παῤῥησιασάμενον, καὶ τοὺς ὑπηρέτας ἐπαινεῖ τοῦτο πεποιηκότας. Τὸ γὰρ κράξαι, τοῦτό ἐστι βουλομένου κατασκευάσαι, ὥστε κἀκείνους ἀκοῦσαι· ἅμα δὲ καὶ αὐτοὺς αἰνίττεται κρυφῇ τοὺς δόλους πλέκοντας, καὶ ἐν τῷ σκότῳ καὶ τῇ πλάνῃ· ἀλλὰ τοῦ φωτὸς οὐ περιέσονται. Καὶ τὸν Νικόδημον ὑπομιμνήσκει τῶν ῥημάτων ἐκείνων, ἅπερ ἔλεγε πρώην· Πᾶς ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ αὐτοῦ τὰ ἔργα. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι οὐδεὶς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, διὰ τοῦτό φησιν, Ὁ τὰ φαῦλα πράσσων, οὐκ ἔρχεται πρὸς τὸ φῶς, δεικνὺς ὅτι οὐ τῆς τοῦ φωτὸς ἀσθενείας τὸ μὴ ἐλθεῖν, ἀλλὰ τῆς ἐκείνων διεστραμμένης γνώμης. Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς; Τί οὖν αὐτός; Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν· ὅτι οἶδα 213
πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι. Ὅπερ φθάσας εἶπε, τοῦτο οὗτοι προβάλλονται ὡς προηγουμένως λεχθέν. Τί οὖν ὁ Χριστός; Ἀνατρέπων αὐτὸ καὶ δεικνὺς, ὅτι ἐκεῖνα ὡς πρὸς αὐτοὺς καὶ τὴν ὑπόνοιαν αὐτῶν διελέγετο, ἄνθρωπον αὐτὸν ὑποπτευόντων ψιλὸν φησί· Καὶ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν μαρτυρία μου, ὅτι οἶδα πόθεν ἔρχομαι. Τί ἐστι τοῦτο; Ἐκ τοῦ Θεοῦ εἰμι, καὶ Θεὸς, καὶ Υἱὸς Θεοῦ. Ὁ δὲ Θεὸς αὐτὸς ἑαυτῷ ἀξιόπιστος μάρτυς· Ὑμεῖς δὲ οὐκ οἴδατε. Ἐθελοκακεῖτε, φησὶ, καὶ εἰδότες προσποιεῖσθε μὴ εἰδέναι· ἀλλ' ἀπὸ ἀνθρωπίνης διανοίας ἅπαντα φθέγγεσθε, οὐδὲν πλέον βουλόμενοι τοῦ φαινομένου νοεῖν. Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε. Ὥσπερ τὸ κατὰ σάρκα ζῇν, τουτέστι, τὸ φαύλως ζῇν· οὕτω τὸ κατὰ σάρκα κρίνειν, ἀδίκως κρίνειν ἐστίν. Ἐγὼ οὐ κρίνω οὐδένα· καὶ ἐὰν κρίνω, ἡ ἐμὴ κρίσις δικαία ἐστίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀδίκως κρίνετε. Καὶ εἰ ἀδίκως κρίνομεν, φησὶ, διατί μὴ ἐγκαλεῖς; διατί μὴ κολάζεις; διατί μὴ κατακρίνεις; Ὅτι οὐκ ἐπὶ τοῦτο ἦλθον, φησί. Τοῦτο γάρ ἐστι τὸ, Ἐγὼ οὐ κρίνω οὐδένα· καὶ ἐὰν κρίνω δὲ ἐγὼ, ἡ κρίσις μου ἀληθής ἐστι. Ἐπεὶ εἰ ἐβουλήθην κρῖναι, ὑμεῖς ἂν τῶν καταδεδικασμένων ἦτε. Καὶ ταῦτα οὐχὶ κρίνων λέγω, φησίν. Οὐ διὰ τοῦτο δὲ εἶπον, Οὐχὶ κρίνων λέγω, ὡς οὐ θαῤῥῶν, ὅτι εἰ ἔκρινον, εἷλον ἂν ὑμᾶς (καὶ γὰρ εἰ ἔκρινον, δικαίως ἂν ὑμᾶς κατεδίκασα)· ἀλλὰ νῦν καιρὸς κρίσεως οὐκ ἔστι. Καὶ περὶ τῆς μελλούσης μὲν κρίσεως ᾐνίξατο εἰπὼν, Ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατήρ. Ἐνταῦθα δὲ ᾐνίξατο, ὅτι οὐκ αὐτὸς μόνος αὐτοὺς καταδικάζει, ἀλλὰ καὶ ὁ Πατήρ. Εἶτα αὐτὸ συνεσκίασεν, εἰς τὴν 59.290 αὐτοῦ μαρτυρίαν ἐνάγων· Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστι. γʹ. Τί οὖν ἂν εἴποιεν ἐνταῦθα οἱ αἱρετικοί; Τί πλέον ἔχε τῶν ἀνθρώπων, εἰ ἁπλῶς οὕτως ἐκλάβοιμεν τὸ λεχθέν; Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων διὰ τοῦτο ὥρισται τοῦτο, ἐπειδὴ καθ' ἑαυτὸν οὐκ ἔστιν ἀξιόπιστός τις· ἐπὶ δὲ Θεοῦ, πῶς ἂν ἔχοι τοῦτο λόγον; Πῶς οὖν εἴρηται τὸ Δύο; ἆρα ἐπειδὴ δύο, ἢ ἐπειδὴ ἄνθρωποι διὰ τοῦτο δύο; Εἰ γὰρ ἐπειδὴ δύο εἰσὶ, τίνος ἕνεκεν οὐ κατέφυγεν ἐπὶ τὸν Ἰωάννην, οὐδὲ εἶπεν, Μαρτυρῶ ἐγὼ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ Ἰωάννης; τίνος ἕνεκεν ἐπὶ τὸν ἄγγελον; τίνος ἕνεκεν ἐπὶ τοὺς προφήτας; καὶ γὰρ μυρίας ἂν εὗρεν ἄλλας μαρτυρίας. Ἀλλ' οὐ τοῦτο βούλεται δεῖξαι μόνον, ὅτι δύο, ἀλλ' ὅτι καὶ τῆς αὐτῆς οὐσίας. Λέγουσιν αὐτῷ· Τίς ἐστιν ὁ Πατήρ σου; Εἶτά φησιν· Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου. Ἐπειδὴ γὰρ εἰδότες ὡς οὐκ εἰδότες ἔλεγον καὶ ὡς πειράζοντες αὐτὸν, οὐδὲ ἀποκρίσεως αὐτοὺς ἀξιοῖ. Διὰ τοῦτο λέγει λοιπὸν τρανότερον ἅπαντα καὶ μετὰ πλείονος παῤῥησίας, ἀπό τε τῶν σημείων καὶ τῆς διδασκαλίας τῶν ἀκολουθούντων τὴν μαρτυρίαν λαβὼν, τῷ ἐγγὺς εἶναι τὸν σταυρόν. Οἶδα γὰρ, φησὶ, πόθεν ἔρχομαι. Τοῦτο οὐ σφόδρα ἂν αὐτῶν καθήψατο· τὸ δὲ ἐπαγαγεῖν, Καὶ ὅπου ἐγὼ ὑπάγω, μᾶλλον αὐτοὺς ἐφόβησεν ἂν, ὡς οὐ μέλλοντος αὐτοῦ μένειν ἐν τῷ θανάτῳ. Διατί δὲ οὐκ εἶπεν, ὅτι Οἶδα, ὅτι Θεός εἰμι, ἀλλ' ὅτι Οἶδα πόθεν ἔρχομαι; Ἀεὶ τὰ ταπεινὰ ἀναμίγνυσι τοῖς ὑψηλοῖς, καὶ αὐτὰ δὲ ταῦτα περιστέλλει. Εἰπὼν γὰρ, ὅτι Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ τοῦτο δείξας, ἦλθεν ἐπὶ τὸ ταπεινότερον, ὡσανεὶ ἔλεγεν· Οἶδα παρὰ τίνος ἀπέσταλμαι, καὶ πρὸς τίνα ἀπέρχομαι. Οὕτω γὰρ οὐδὲν ἂν ἔσχον ἀντειπεῖν, ἀκούσαντες ὅτι παρ' ἐκείνου ἀπέσταλται, καὶ πρὸς ἐκεῖνον ἄπεισιν. Οὐ γὰρ ἂν εἶπον, φησὶ, τὶ ψεῦδος, ἐκεῖθέν τε ἥκων, καὶ ἐκεῖ ἀπιὼν, πρὸς τὸν ἀληθῆ Θεόν. Ὑμεῖς δὲ οὐκ ἴστε τὸν Θεόν· διὰ τοῦτο κατὰ τὴν σάρκα κρίνετε. Οἱ γὰρ τοσούτων ἀκούσαντες τεκμηρίων τε καὶ ἐλέγχων, ἔτι λέγετε, Οὐκ ἔστιν ἀληθής· καὶ Μωϋσέα ἀξιόπιστον ἡγεῖσθε, καὶ ὑπὲρ ὧν περὶ ἄλλων, καὶ ὑπὲρ ὧν περὶ ἑαυτοῦ λέγει· τὸν δὲ Χριστὸν οὐκέτι. Τοῦτο κατὰ σάρκα κρίνειν ἐστίν. Ἐγὼ δὲ οὐ κρίνω οὐδένα. Καὶ μήν φησιν, ὅτι Ὁ Πατὴρ οὐ κρίνει οὐδένα. Πῶς οὖν ἐνταῦθά φησι, Καὶ ἐὰν κρίνω δὲ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐκ εἰμὶ μόνος; Πάλιν πρὸς τὴν ὑπόληψιν τὴν ἐκείνων φθέγγεται· τουτέστιν, Ἡ κρίσις ἡ ἐμὴ τοῦ Πατρός ἐστιν· οὐκ 214
ἂν ἄλλως ἔκρινεν ὁ Πατὴρ κρίνων, εἰ μὴ ὡς ἐγώ· καὶ οὐκ ἂν ἄλλως ἐγὼ, εἰ μὴ ὡς ὁ Πατήρ. Τίνος δὲ ἕνεκεν καὶ τοῦ Πατρὸς ἐμνημόνευσεν; Οὐ γὰρ ἐνόμιζον ἀξιόπιστον εἶναι τὸν Υἱὸν, εἰ μὴ τοῦ Πατρὸς τὴν μαρτυρίαν προσέλαβεν· ἄλλως δὲ, οὐδὲ ἕστηκε τὸ λεχθέν. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων, ὅταν δύο ἀλλοτρίῳ πράγματι μαρτυρῶσι, τότε ἡ μαρτυρία ἐστὶν ἀληθής· τοῦτο γάρ ἐστι δύο μαρτυρεῖν· εἰ δὲ μέλλοι τις ἑαυτῷ μαρτυρεῖν, οὐκ ἔτι δύο εἰσίν. Ὁρᾷς ὅτι δι' οὐδὲν ἕτερον τοῦτο εἴρηκεν, ἢ ἵνα δείξῃ ὁμοούσιον ἑαυτὸν, καὶ δι' ἑαυτοῦ πάλιν δείξῃ οὐ δεόμενον αὐτὸν ἄλλης μαρτυρίας· καὶ δείξῃ οὐδὲν ἔλαττον ἔχοντα τοῦ Πατρός; Ὅρα γοῦν τὴν αὐθεντίαν. Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Οὐκ ἂν δὲ εἰ ἐλάττονος οὐσίας ἦν, τοῦτο ἂν ἔθηκεν. Νυνὶ δὲ, ἵνα μὴ νομίσῃς ὅτι ἀριθμοῦ ἕνεκεν παρείληπται, θέα τὴν ἐξουσίαν οὐδὲν 59.291 ἔχουσαν παρηλλαγμένον. Μαρτυρεῖ ἄνθρωπος, ὅταν ἀφ' ἑαυτοῦ ἀξιόπιστος ᾖ, οὐχ ὅταν μαρτυρίας δέηται, καὶ τοῦτο ἐν ἀλλοτρίῳ πράγματι· ἐν δὲ ἰδίῳ ὅταν μαρτυρίας δέηται τῆς παρ' ἑτέρου, οὐκ ἔτι ἐστὶν ἀξιόπιστος. Ἐνταῦθα δὲ πᾶν τοὐναντίον. Καὶ γὰρ ἐν ἰδίῳ πράγματι μαρτυρῶν, καὶ παρ' ἑτέρου λέγων μαρτυρεῖσθαι, ἀξιόπιστον ἑαυτὸν εἶναί φησι, πανταχόθεν δεικνὺς ἑαυτοῦ τὴν αὐθεντίαν. Διατί γὰρ εἰπὼν, Οὐκ εἰμὶ μόνος, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατὴρ, καὶ τὸ, Δύο ἀνθρώπων ἡ μαρτυρία ἐστὶν ἀληθὴς, οὐκ ἀπεσιώπησεν, ἀλλ' ἐπήγαγεν, Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ; Δῆλον ὅτι τὴν αὐθεντίαν δηλῶν. Καὶ πρῶτον μὲν ἑαυτὸν τέθεικεν· Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ. Δείκνυσιν ἐνταῦθα τό τε ὁμότιμον, καὶ ὅτι οὐδὲν ὠφελοῦνται, τὸν Θεὸν λέγοντες εἰδέναι Πατέρα, αὐτὸν οὐκ εἰδότες. Καὶ τοῦτο αἴτιον εἶναί φησι, τὸ αὐτὸν μὴ θέλειν εἰδέναι. Λέγει οὖν, ὅτι οὐ δυνατὸν εἰδέναι τὸν Πατέρα αὐτοῦ χωρὶς, ἵνα κἂν οὕτως αὐτοὺς ἐπισπάσηται εἰς τὴν αὐτοῦ γνῶσιν. Ἐπειδὴ γὰρ ἀφιέντες αὐτὸν, ἀεὶ τὸν Πατέρα ἐζήτουν μαθεῖν, λέγει· Οὐ δύνασθε εἰδέναι τὸν Πατέρα χωρὶς ἐμοῦ. Ὥστε οἱ τὸν Υἱὸν βλασφημοῦντες, οὐκ αὐτὸν βλασφημοῦσι μόνον, ἀλλὰ καὶ τὸν γεγεννηκότα. δʹ. Ταῦτα φύγωμεν ἡμεῖς, καὶ δοξάσωμεν τὸν Υἱόν. Καίτοι εἰ μὴ φύσεως ἦν τῆς αὐτῆς, οὐκ ἂν οὕτως εἶπεν. Εἰ γὰρ ἐδίδασκε μόνον, ἑτεροούσιος δὲ ἦν, ἐνῆν καὶ αὐτὸν ἀγνοοῦντα εἰδέναι τὸν Πατέρα· καὶ πάλιν οὐκ ἦν αὐτὸν εἰδότα πάντως, εἰδέναι τὸν Πατέρα. Οὐδὲ γὰρ ὁ ἄνθρωπον εἰδὼς, οἶδεν ἄγγελον. Ναὶ, φησί· καὶ γὰρ ὁ τὴν κτίσιν εἰδὼς, οἶδε τὸν Θεόν. Οὐδαμῶς. Πολλοὶ γάρ εἰσιν οἱ τὴν κτίσιν εἰδότες· μᾶλλον δὲ πάντες ἄνθρωποι (ὁρῶσι γὰρ αὐτὴν), καὶ τὸν Θεὸν οὐκ ἴσασι. Δοξάζωμεν τοίνυν τὸν Υἱὸν τοῦ Θεοῦ, μὴ τῇ δόξῃ ταύτῃ μόνον, ἀλλὰ καὶ τῇ διὰ τῶν ἔργων. Αὕτη γὰρ ἐκείνης ἐκτὸς οὐδέν ἐστιν. Ἴδε σὺ, φησὶν, Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύσῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ. Ὁ οὖν διδάσκων τὸν ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ ἐν νόμῳ καυ 59.292 χώμενος, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Ὅρα μή ποτε καὶ ἡμεῖς ἐπὶ τῇ ὀρθότητι τῆς πίστεως καυχώμενοι, διὰ τοῦ μὴ συμβαίνοντα τῇ πίστει τὸν βίον ἐπιδείκνυσθαι, τὸν Θεὸν ἀτιμάζωμεν, ποιοῦντες αὐτὸν βλασφημεῖσθαι. Καὶ γὰρ διδάσκαλον τῆς οἰκουμένης, καὶ ζύμην, καὶ φῶς, καὶ ἅλας εἶναι βούλεται τὸν Χριστιανόν. Τί δέ ἐστι τὸ φῶς; βίος λάμπων, μηδὲν ἔχων ἐσκοτισμένον. Τὸ φῶς οὐχ ἑαυτῷ χρήσιμον, οὐδὲ τὸ ἅλας, οὐδὲ ἡ ζύμη, ἀλλ' εἰς ἑτέρους ἐπιδείκνυται τὴν ὠφέλειαν. Οὕτως οὐ τὴν ἑαυτῶν ὠφέλειαν ἀπαιτούμεθα μόνον, ἀλλὰ καὶ τὴν ἑτέρων. Τὸ γὰρ ἅλας ἐὰν μὴ ἁλίζῃ, οὐκ ἔστιν ἅλας. Καὶ ἕτερον δέ τι ἐνδείκνυται, ὅτι ἐὰν αὐτοὶ κατορθώσωμεν, ἔσονται πάντως καὶ ἕτεροι· ἕως δ' ἂν αὐτοὶ μὴ κατορθώσωμεν, οὐδὲ ἑτέρους ὀνῆσαι δυνησόμεθα. Μηδὲν μωρὸν, μηδὲν χαῦνον παρ' ἡμῖν. Τοιαῦτα γὰρ τὰ κοσμικὰ πράγματα· τοιαῦται αἱ βιωτικαὶ φροντίδες. Διὰ τοῦτο αἱ παρθένοι μωραὶ ἐκλήθησαν, ὅτι περὶ τὰ μωρὰ, τὰ κοσμικὰ πράγματα, ἠσχόληντο· ἐνταῦθα μὲν συνάγουσαι, ἔνθα δὲ ἐχρῆν μὴ ἀποτιθέμεναι. Δέος οὖν μὴ καὶ ἡμεῖς τὸ αὐτὸ πάθωμεν· δέος μὴ καὶ ἡμεῖς ῥυπαρὰ ἀπέλθωμεν ἐνδεδυμένοι ἱμάτια ἔνθα πάντες ἔχουσι λαμπρὰ καὶ περιφανῆ. Οὐδὲν γὰρ ἁμαρτίας 215
ῥυπαρώτερον, οὐδὲν ἀκαθαρτότερον. Διὸ τὴν φύσιν αὐτῆς ὁ Προφήτης ἑρμηνεύων ἐβόα· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Καὶ εἰ βούλει μαθεῖν τῆς ἁμαρτίας τὸ δυσῶδες, ἐννόησον αὐτὴν μετὰ τὸ γενέσθαι, ὅταν τῆς ἐπιθυμίας ἀπαλλαγῇς, ὅταν μὴ ἔτι ἐνοχλῇ τὸ πῦρ, καὶ τότε ὄψει τίς ἐστιν ἡ ἁμαρτία. Ἐννόησον τὸν θυμὸν, ὅταν ἐν γαλήνῃ ᾖς· ἐννόησον τὴν πλεονεξίαν, ὅταν ἔξω γένῃ τοῦ πάθους. Οὐδὲν αἰσχρότερον, οὐδὲν μιαρώτερον ἁρπαγῆς καὶ πλεονεξίας. Ταῦτα συνεχῶς λέγομεν, οὐκ ἐνοχλεῖν ὑμῖν βουλόμενοι, ἀλλὰ κερδαναί τι μέγα καὶ θαυμαστόν. Ὁ γὰρ ἐκ τοῦ ἅπαξ μὴ κατορθώσας, ἴσως ἐκ τοῦ δεύτερον ἀκοῦσαι ποιήσει τοῦτο· καὶ ὁ δεύτερον παραδραμὼν, ἐκ τοῦ τρίτου διορθώσεται. Γένοιτο δὲ πάντας ἡμᾶς πάντων ἀπαλλαγέντας τῶν πονηρῶν, τὴν εὐωδίαν τοῦ Χριστοῦ ἔχειν, ὅτι αὐτῷ ἡ δόξα, σὺν τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.291 ΟΜΙΛΙΑ ΝΓʹ. Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γα ζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν· οὔπω γὰρ ἐληλύθει ἡ ὥρα αὐ τοῦ. αʹ. Ὢ τῆς ἀνοίας τῆς Ἰουδαϊκῆς! Πρὸ τοῦ Πάσχα ζητοῦντες αὐτὸν, εἶτα ἐν μέσῳ λαβόντες, καὶ πολλάκις ἐπιχειρήσαντες κατασχεῖν, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων, καὶ οὐ δυνηθέντες, οὔτε οὕτως αὐτοῦ τὴν δύναμιν ἐξεπλάγησαν, ἀλλ' ἐπετίθεντο τῇ κακίᾳ, καὶ οὐκ ἀφίσταντο. Ὅτι γὰρ ἐπεχείρουν ἀεὶ, φησί· Ταῦτα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐδεὶς ἐπίασεν αὐτόν. Ἐν τῷ ἱερῷ ἐλάλει, καὶ ἐν τάξει διδασκάλου, ὃ μᾶλλον ἱκανὸν ἦν αὐτοὺς διεγεῖραι· καὶ ταῦτα ἐλάλει, ἐφ' οἷς ἐδάκνοντο καὶ ἐνεκάλουν, ὅτι ἴσον ἑαυτὸν ποιεῖ τῷ Πατρί. Καὶ γὰρ τὸ Δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστι, τοῦτο ἐμφαίνει. Ἀλλ' ὅμως, Ταῦτα, φησὶν, ἐλάλει ἐν τῷ ἱερῷ, καὶ ἐν τάξει διδασκάλου, καὶ οὐδεὶς αὐτὸν ἐπίασεν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ· τουτέστιν, ὅτι οὐδέπω καιρὸς ἦν ἐπιτήδειος καθ' ὃν ἠθέλησε σταυρωθῆναι. Ὥστε καὶ τότε οὐ τῆς ἐκείνων δυνάμεως γέγονεν ἔργον, ἀλλὰ τῆς οἰκονομίας τῆς αὐτοῦ. Αὐτοὶ γὰρ καὶ πάλαι ἐβούλοντο, οὐκ ἴσχυον 59.292 δέ· οὐ τοίνυν οὐδὲ τότε ἴσχυσαν ἂν, εἰ μὴ αὐτὸς συνεχώρησεν. Εἶπεν οὖν αὐτοῖς πάλιν ὁ Ἰησοῦς· Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με. Τί δήποτε λέγει τοῦτο συνεχῶς; Κατασείων αὐτῶν τὰς ψυχὰς καὶ φοβῶν. Ὅρα γὰρ ὅσον τοῦτο ἐνεποίει τὸν φόβον. Καὶ γὰρ ἀνελεῖν αὐτὸν βουλόμενοι ἵνα ἀπαλλαγῶσι, ζητοῦσιν ὅπου ὑπάγει· οὕτω μεγάλα ἀπὸ τοῦ πράγματος ἐφαντάζοντο. Καὶ ἕτερον δὲ διδάξαι αὐτοὺς ἐβούλετο, ὅτι οὐ τῆς ἐκείνων βίας τὸ πρᾶγμά ἐστιν, ἀλλὰ ἄνωθεν αὐτὸ προδιετύπωσε, καὶ τὴν ἀνάστασιν ἤδη διὰ τούτων προέγραψε τῶν λόγων. Ἔλεγον οὖν· Μήτι ἀποκτενεῖ ἑαυτόν; Τί οὖν ὁ Χριστός; Ἀναιρῶν αὐτῶν τὴν ὑποψίαν, καὶ δεικνὺς ὅτι τὸ πρᾶγμα ἁμάρτημά ἐστι, φησί· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδὲν θαυμαστὸν ὑμᾶς τοιαῦτα ἐννοεῖν, ἀνθρώπους σαρκικοὺς, καὶ οὐδὲν λογιζομένους πνευματικόν· ἀλλ' οὐκ ἐγὼ πράξω τι τοιοῦτον. Ἄνωθεν γάρ εἰμι· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ. Καὶ πάλιν ἐνταῦθα τὰς κοσμικὰς ἐννοίας καὶ σαρκικάς φησιν· ὅθεν δῆλον, ὅτι καὶ τὸ, Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου, οὐ τὸ σάρκα μὴ ἀνειληφέναι ἐστὶν, ἀλλὰ τὸ πόῤῥω εἶναι τῆς ἐκείνων πονηρίας. Καὶ γὰρ 59.293 τοὺς μαθητάς φησι μὴ εἶναι ἐκ τοῦ κόσμου· ἀλλ' ὅμως σάρκα εἶχον ἐκεῖνοι. Ὥσπερ οὖν ὁ Παῦλος λέγων, Οὐκ ἐστὲ ἐν σαρκὶ, οὐχὶ ἀσωμάτους αὐτοὺς εἶναί φησιν· οὕτω λέγων τοὺς μαθητὰς οὐκ εἶναι ἐκ τοῦ κόσμου οὐδὲν ἕτερον, ἢ φιλοσοφίαν, αὐτοῖς μαρτυρεῖ. Εἶπον οὖν ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. Εἰ γὰρ διὰ τοῦτο ἦλθεν, ἵνα ἄρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ἑτέρως αὐτὴν ἀποδύσασθαι οὐκ ἔνι, εἰ μὴ διὰ λουτροῦ, ἀνάγκη τὸν μὴ πιστεύοντα ἔχειν τὸν 216
παλαιὸν ἄνθρωπον. Ὁ γὰρ μὴ βουλόμενος αὐτὸν θανατῶσαι διὰ τῆς πίστεως καὶ θάψαι, ἐναποθανεῖται αὐτῷ, καὶ ἀπελεύσεται ἐκεῖ δώσων εὐθύνας τῶν πρότερον ἡμαρτημένων. Διὰ τοῦτο ἔλεγεν· Ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται· οὐ τῷ μὴ πιστεύειν μόνον, ἀλλ' ὅτι καὶ τὰ πρότερα ἁμαρτήματα ἔχων ἀπέρχεται, Ἔλεγον οὖν· Σὺ τίς εἶ; Ὢ τῆς ἀνοίας! μετὰ χρόνον τοσοῦτον, καὶ σημεῖα, καὶ διδασκαλίαν, ἐρωτῶσι, Σὺ τίς εἶ; Τί οὖν ὁ Χριστός; Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοῦ ὅλως ἀκούειν τῶν λόγων τῶν παρ' ἐμοῦ ἀνάξιοί ἐστε, μήτι γε καὶ μαθεῖν, ὅστις ἐγώ εἰμι. Ὑμεῖς γὰρ πάντα πειράζοντες φθέγγεσθε, καὶ οὐδενὶ τῶν παρ' ἐμοῦ προσέχοντες. Καὶ ταῦτα πάντα ἠδυνάμην ἐλέγξαι νῦν· τοῦτο γάρ ἐστι, Πολλὰ ἔχω καὶ λέγειν καὶ κρίνειν· οὐκ ἐλέγξαι δὲ μόνον, ἀλλὰ καὶ κολάσαι· ἀλλ' ὁ πέμψας με, τουτέστιν, ὁ Πατὴρ, οὐ βούλεται τοῦτο. Οὐ γὰρ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι τὸν κόσμον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, φησὶν, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον. Εἰ τοίνυν εἰς τοῦτό με ἀπέστειλεν, ἀληθὴς δέ ἐστιν, εἰκότως οὐδένα ἐγὼ κρίνω νῦν. Ἀλλὰ ταῦτα λαλῶ τὰ πρὸς σωτηρίαν, οὐ τὰ πρὸς ἔλεγχον. Λέγει δὲ ταῦτα, ἵνα μὴ νομίσωσιν ὅτι τοσαῦτα ἀκούων, παρὰ ἀσθένειαν οὐκ ἐπεξέρχεται, ἢ ὅτι οὐκ οἶδεν αὐτῶν τὰς διανοίας καὶ τὰς χλευασίας. Οὐκ ἔγνωσαν δὲ ὅτι τὸν Πατέρα αὐτοῖς λέγει. Ὢ τῆς ἀνοίας! οὐ διέλιπεν αὐτοῖς περὶ αὐτοῦ διαλεγόμενος, καὶ οὐκ ἐγίνωσκον. Εἶτα ἐπειδὴ πολλὰ σημεῖα ποιήσας καὶ διδάξας, οὐκ ἐπεσπάσατο, περὶ τοῦ σταυροῦ λοιπὸν διαλέγεται, λέγων· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, καὶ ὅτι μετ' ἐμοῦ ἐστιν ὁ πέμψας με, καὶ οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ. Δείκνυσιν ὅτι δικαίως ἔλεγε, Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. βʹ. Οὕτως οὐ προσεῖχον τοῖς λεγομένοις. Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου. Οὐχ ὑμεῖς τότε μάλιστα προσδοκᾶτε ἀπαλλαγήσεσθαί μου καὶ ἀναιρήσειν; Ἐγὼ δὲ λέγω, ὅτι Τότε μάλιστα εἴσεσθε ὅτι ἐγώ εἰμι, τῶν τε σημείων ἕνεκεν, καὶ τῆς ἀναστάσεως καὶ τῆς ἁλώσεως. Πάντα γὰρ ταῦτα ἱκανὰ ἦν ἐμφῆναι αὐτοῦ τὴν ἰσχύν. Καὶ οὐκ εἶπε, Τότε γνώσεσθε τίς εἰμι. Ὅταν γὰρ ἴδητε, φησὶν, ὅτι οὐδὲν ἀπὸ τοῦ θανάτου πείσομαι, Τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· τουτέστιν, ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ὁ πάντα φέρων καὶ ἄγων, καὶ οὐκ ἐναντίος ἐκείνῳ. Διὰ τοῦτο γοῦν ἐπήγαγε, Καὶ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ οὐδέν. Ἀμφότερα γὰρ εἴσεσθε, καὶ τὴν ἰσχὺν τὴν ἐμὴν, καὶ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν Πατέρα. Τὸ γὰρ, Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ οὐδὲν, τὸ ἀπαράλλακτον τῆς οὐσίας δηλοῖ, καὶ τὸ οὐδὲν ἐκτὸς τῶν πατρικῶν νοημάτων φθέγγεσθαι. Ὅταν γὰρ ἐκπέσητε τῆς λατρείας, ὅταν μὴ συγχωρηθῇ ὑμῖν μηδὲ αὐτὸν θεραπεύειν, ὡς πρὸ τούτου, τότε εἴσεσθε ὅτι ἀμύνων 59.294 ἐμοὶ ταῦτα ποιεῖ, καὶ παροξυνόμενος ὑπὲρ τῶν μὴ ἀκουσάντων μου· ὡσανεὶ ἔλεγεν· Οὐκ ἂν εἴ γε ἀντίθεός τις ἤμην καὶ ἀλλότριος, τοσαύτην ἂν ὀργὴν καθ' ὑμῶν ἐκίνησε. Τοῦτο καὶ Ἡσαΐας φησί· Δώσει τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ· καὶ ὁ Δαυῒδ, Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ· καὶ αὐτὸς, Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ αἱ παραβολαὶ τὸ αὐτὸ δηλοῦσιν, ὅταν λέγῃ· Τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις ὁ κύριος τοῦ ἀμπελῶνος ἐκείνου; Κακοὺς κακῶς ἀπολέσει αὐτούς. Ὁρᾷς ὅτι πανταχοῦ διὰ τὸ μηδέπω πιστεύεσθαι οὕτω φθέγγεται; Ἐπεὶ εἰ αὐτοὺς ἀπολεῖ, ὥσπερ οὖν καὶ ἀπολεῖ (Φέρετε γὰρ, φησὶν, αὐτοὺς ὧδε τοὺς μὴ θέλοντάς με βασιλεῦσαι, καὶ κατασφάξατε)· τίνος ἕνεκεν οὐκ αὐτοῦ φησιν ἔργον, ἀλλὰ τοῦ Πατρὸς τὸ γινόμενον; Πρὸς τὴν ἐκείνων ἀσθένειαν διαλεγόμενος· ὁμοῦ δὲ καὶ τιμῶν τὸν γεγεννηκότα. Διὰ τοῦτο οὐκ εἶπεν, Ἀφίω τὸν οἶκον ὑμῶν ἔρημον, ἀλλ' Ἀφίεται· τοῦτο μὲν γὰρ ἀπροσώπως τέθεικε. Διὰ δὲ τοῦ εἰπεῖν, Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε; εἶτα ἐπαγαγεῖν, ὅτι Ἀφίεται, δείκνυσιν ὅτι αὐτὸς τὴν ἐρήμωσιν εἰργάζετο. Ἐπειδὴ γὰρ, φησὶν, εὐεργετούμενοι καὶ θεραπευόμενοι οὐκ ἠθελήσατε γνῶναι, κολαζόμενοι εἴσεσθε ὅστις ἐγώ. Καὶ μετ' ἐμοῦ ἐστιν ὁ Πατήρ. Ἵνα γὰρ, μὴ νομίσωσι τὸ, Ὁ πέμψας 217
με, ἐλαττώσεως εἶναι, λέγει, Μετ' ἐμοῦ ἐστι. Τὸ μὲν γὰρ, τῆς οἰκονομίας· τὸ δὲ, τῆς θεότητος. Καὶ οὐκ ἀφῆκέ με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον κατήγαγε, πρὸς ἐκεῖνο συνεχῶς ἱστάμενος ὅπερ ἔλεγον, ὅτι οὐκ ἔστιν ἐξ αὐτοῦ, καὶ ὅτι τὸ σάββατον οὐ τηρεῖ, πρὸς τοῦτό φησι· Τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε· δεικνὺς, ὅτι καὶ τὸ λύεσθαι τὸ σάββατον, ἀρεστὸν αὐτῷ. Οὕτω γοῦν καὶ ἐπὶ τοῦ σταυροῦ φησι· Δοκεῖτε ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου; Καίτοι γε εἰπὼν μόνον· Τίνα ζητεῖτε; ἔῤῥιψεν ὑπτίους. Τί οὖν οὐ λέγει. Δοκεῖτε ὅτι οὐ δύναμαι ὑμᾶς ἀπολέσαι, ἔργῳ τοῦτο ἐπιδειξάμενος; Πρὸς τὴν ἀσθένειαν αὐτῶν καταβαίνει. Πολλὴν γὰρ ἐποιεῖτο σπουδὴν, ὥστε δεῖξαι ὅτι οὐδὲν ἐναντίον ποιεῖ τῷ Πατρί. Οὕτω δὴ καὶ ἐνταῦθα ἀνθρωπινώτερον φθέγγεται. Ὥσπερ δὲ τὸ, Οὐκ ἀφῆκέ με μόνον, εἴρηται· οὕτω καὶ τὸ, ὅτι Ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Ταῦτα αὐτοῦ λαλήσαντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Ὅτε εἰς τὸ ταπεινὸν τὸν λόγον κατήγαγε, τότε πολλοὶ ἐπίστευσαν. Ἔτι οὖν ἐρωτᾷς, τίνος ἕνεκεν ταπεινῶς φθέγγεται; Καίτοι γε σαφῶς ὁ εὐαγγελιστὴς ᾐνίξατο τοῦτο, εἰπὼν, ὅτι Ταῦτα αὐτοῦ λαλήσαντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· μονονουχὶ βοῶν διὰ τούτων τῶν πραγμάτων· Μὴ θορυβοῦ, ὦ ἀκροατὰ, ἐάν τι ταπεινὸν ἀκούσῃς. Οἱ γὰρ μετὰ τοσαύτην διδασκαλίαν μηδέπω πεπεισμένοι ὅτι παρὰ τοῦ Πατρός ἐστιν, εἰκότως ταπεινότερα ἤκουον ἵνα πεισθῶσι. Καὶ τοῦτο οὖν ἀπολογία ἐστὶν ὑπὲρ τῶν μελλόντων ταπεινῶς εἰρήσεσθαι. Ἐπίστευσαν μὲν οὖν, οὐχ ὡς ἐχρῆν δὲ, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν, ἡσθέντες καὶ ἀναπαυσάμενοι ἐπὶ τῇ τῶν λόγων ταπεινότητι. Ὅτι γὰρ οὐ τελείαν πίστιν εἶχον, δείκνυσιν ὁ εὐαγγελιστὴς ἐκ τῶν μετὰ ταῦτα λόγων, ἐν οἷς αὐτὸν πάλιν ὑβρίζουσι. Καὶ ὅτι οὗτοι αὐτοί εἰσιν ἐκεῖνοι, ἐδήλωσεν εἰπών· Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ· δεικνὺς ὅτι οὐδέπω παρεδέξαντο τὴν διδασκαλίαν, ἀλλὰ μόνον προσεῖχον τοῖς λεγομένοις. Διὸ καὶ 59.295 πληκτικώτερον εἶπεν. Ἐκεῖ μὲν γὰρ ἁπλῶς εἶπεν, Ζητήσετέ με· νῦν δὲ μεῖζον προσέθηκεν, ὅτι Ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. Καὶ τὸ πῶς δείκνυσιν, ὅτι οὐ δύνασθε ἐλθόντες ἐκεῖ, παρακαλέσαι με λοιπόν. Ταῦτα ἃ λαλῶ εἰς τὸν κόσμον. Διὰ τούτων ἐδήλωσε λοιπὸν ἐξερχόμενον αὐτὸν εἰς τὰ ἔθνη. Ἐπειδὴ δὲ οὐκ ἔγνωσαν λοιπὸν ὅτι τὸν Πατέρα αὐτοῖς λέγει ἔμπροσθεν, πάλιν φθέγγεται περὶ αὐτοῦ· καὶ τὴν αἰτίαν τῆς ταπεινότητος τῶν ῥημάτων τέθεικεν ὁ εὐαγγελιστής. γʹ. Ἂν οὕτω τοίνυν θέλωμεν τὰς Γραφὰς ἐρευνᾷν μετὰ ἀκριβείας καὶ μὴ ἁπλῶς, δυνησόμεθα τῆς σωτηρίας τῆς ἡμετέρας ἐπιτυχεῖν· ἂν διὰ παντὸς αὐταῖς ἐνδιατρίβωμεν, καὶ δογμάτων ὀρθότητα, καὶ βίον εἰσόμεθα ἠκριβωμένον. Κἂν σφόδρα σκληρός τις εἴη, καὶ ἀπηνὴς, καὶ χαῦνος, κἂν μηδὲν κερδαίνῃ ἐν τοῖς ἄλλοις χρόνοις, τὸν χρόνον γοῦν καρπώσεται τοῦτον, καὶ λήψεταί τινα ὠφέλειαν, εἰ καὶ μὴ τοσαύτην, ὡς αἴσθησιν ἔχειν, ἀλλ' ὅμως λήψεται. Εἰ γὰρ μυρεψεῖόν τις παριὼν καὶ προσκαθήμενος ἐργαστηρίοις τοιούτοις, καὶ ἄκων ἀναχρώννυται ἐκ τῆς εὐωδίας· πολλῷ μᾶλλον εἰς ἐκκλησίαν ἀπιών. Ὥσπερ γὰρ ἐξ ἀργίας ἀργία τίκτεται· οὕτω καὶ ἐκ τῆς ἐνεργείας προθυμία γεννᾶται. Κἂν μυρίων ᾖς γέμων κακῶν, κἂν ἀκάθαρτος, μὴ φύγῃς τὴν ἐνταῦθα διατριβήν. Τί οὖν, φησὶν, ὅτι ἀκούων οὐ ποιῶ; Οὐ μικρὸν τὸ κέρδος ταλανίζειν ἑαυτόν· οὐκ ἄχρηστος οὗτος ὁ φόβος· οὐκ ἄκαιρον τοῦτο τὸ δέος. Ἐὰν στενάξῃς μόνον, ὅτι ἀκούων οὐ ποιῶ, πάντως καὶ ἐπὶ τὸ ποιεῖν ἥξεις ποτέ. Οὐ γὰρ ἔνεστι τῷ Θεῷ διαλεγόμενον, καὶ ἀκούοντα Θεοῦ διαλεγομένου, μὴ κερδαίνειν. Εὐθέως γοῦν συστελλόμεθα, καὶ τὰς χεῖρας νιπτόμεθα, ὅταν βιβλίον βουλώμεθα λαβεῖν. Ὁρᾷς καὶ πρὸ τῆς ἀναγνώσεως πόση εὐλάβεια; Ἂν δὴ καὶ μετὰ ἀκριβείας ἐπέλθωμεν, πολλὴν καρπωσόμεθα τὴν ὠφέλειαν. Οὐ γὰρ ἂν, εἰ μὴ ἐν εὐλαβείᾳ καθίστη τὴν ψυχὴν, τὰς χεῖρας ἂν ἀπενιψάμεθα· καὶ γυνὴ, κἂν ἀκατακάλυπτος ᾖ, περιτίθεται εὐθέως τὸ φάρος, τῆς ἔνδοθεν εὐλαβείας τὸ δεῖγμα ἐνδεικνυμένη· καὶ ἀνὴρ, ἐὰν κατακεκαλυμμένος ᾖ, 218
γυμνοῖ τὴν κεφαλήν. Ὁρᾷς πῶς κήρυξ γίνεται τῆς ἔνδον εὐλαβείας τὸ ἔξωθεν σχῆμα; Εἶτα καὶ εἰς ἀκρόασιν καθίσας, ἐστέναξε πολλάκις καὶ κατέγνω 59.296 τοῦ βίου τοῦ παρόντος. Προσέχωμεν τοίνυν ταῖς Γραφαῖς, ἀγαπητοί· καὶ εἰ μηδὲν ἕτερον, τὰ γοῦν εὐαγγέλια περισπούδαστα ἡμῖν γινέσθω, καὶ ταῦτα μεταχειριζώμεθα. Εὐθέως γὰρ, ἀναπτύξας τὸ βιβλίον, τοῦ Χριστοῦ τὸ ὄνομα ὄψει ἐγκείμενον, καὶ ἀκούσῃ εὐθέως λέγοντος· Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις ἦν οὕτω. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Ὁ δὲ ταῦτα ἀκούων, ἐπιθυμήσει παρθενίας εὐθέως, θαυμάζεται τὸν τόκον, ἀπαλλαγήσεται τῆς γῆς. Οὐ μικρὰ καὶ ταῦτα, ὅταν ἴδῃς καὶ Πνεύματος καταξιουμένην τὴν παρθένον, καὶ ἄγγελον αὐτῇ διαλεγόμενον. Καὶ ταῦτα μὲν ἐξ ἐπιπολῆς· εἰ δὲ ἐπιμείνῃς μέχρι τέλους ἐπιὼν, πάντα εὐθέως διαπτύσεις τὰ βιωτικὰ, πάντων καταγελάσῃ τῶν ἐνταῦθα· κἂν πλούσιος ᾖς, οὐδὲν ἡγήσῃ τὸν πλοῦτον, ἀκούσας ὅτι τέκτονος οὖσα ἐκείνη καὶ ταπεινῆς οἰκίας, μήτηρ τοῦ Δεσπότου σου γέγονε· κἂν πένης ᾖς, οὐκ ἐπαισχυνθήσῃ τὴν πενίαν, μαθὼν ὅτι τὴν εὐτελεστάτην οἰκίαν οὐκ ἐπῃσχύνθη ὁ τοῦ κόσμου Δημιουργός. Ταῦτα ἐννοῶν, οὐχ ἁρπάσεις, οὐ πλεονεκτήσεις, οὐ λήψῃ τὰ τῶν ἑτέρων σύ· ἀλλ' ἐραστὴς ἔσῃ μᾶλλον πενίας, καὶ ὑπερόψει τὸν πλοῦτον. Ἂν δὲ τοῦτο γένηται, πάντα ἐξοριεῖς τὰ κακά. Πάλιν ὅταν ἴδῃς αὐτὸν ἐπὶ φάτνης κείμενον, οὐ σπουδάσεις τῷ παιδίῳ σου περιθεῖναι κόσμον χρυσοῦν, οὐδὲ τῇ γυναικὶ ἀργυρένδετον ποιῆσαι κλίνην. Ταῦτα δὲ μὴ σπουδάζων, οὐδὲ τὰς ἐκ τούτων ἐργάσῃ πλεονεξίας καὶ ἁρπαγάς. Πολλὰ καὶ ἕτερα ἔστι κερδᾶναι, ἅπερ οὐκ ἔνεστι νῦν κατὰ μέρος λέγειν· εἴσονται δὲ οἱ πεῖραν εἰληφότες. Διὸ παρακαλῶ καὶ κτᾶσθαι βιβλία, καὶ μετὰ τῶν βιβλίων τὰ νοήματα κατέχειν, καὶ ταῖς διανοίαις ἐγγράφειν. Οἱ μὲν γὰρ Ἰουδαῖοι, ἐπειδὴ οὐ προσεῖχον, τῶν χειρῶν ἐκελεύοντο τὰ βιβλία ἐξαρτᾷν· ἡμεῖς δὲ οὔτε ἐν χερσὶν, ἀλλ' ἐν οἰκίᾳ τίθεμεν, δέον ἐντυποῦν τῇ καρδίᾳ. Οὕτω γὰρ τὸν παρόντα ἐκκαθαίροντες βίον, τευξόμεθα τῶν μελλόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.295 ΟΜΙΛΙΑ ΝΔʹ. Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» αʹ. Πολλῆς ὑπομονῆς δεῖται τὰ ἡμέτερα, ἀγαπητοί. Ἡ δὲ ὑπομονὴ γίνεται, ὅταν κατὰ βάθους ἐῤῥιζωμένα τὰ δόγματα ᾖ. Καθάπερ γὰρ τὴν δρῦν τὴν εἰς τοὺς κάτω κόλπους ἀφιεῖσαν τὰς ῥίζας καὶ περισφιγγομένην μετὰ ἀκριβείας, οὐδεὶς ἄνεμος προσπεσὼν ἀνασπάσαι δυνήσεται· οὕτω δὴ καὶ τὴν ψυχὴν τὴν καθηλωμένην τῷ τοῦ Θεοῦ φόβῳ, οὐδεὶς περιτρέψαι δυνήσεται· τοῦ γὰρ ἐῤῥιζῶσθαι, τὸ καθηλῶσθαι πλέον ἐστί. Τοῦτο γοῦν ὁ Προφήτης εὔχεται, λέγων· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Οὕτω καὶ σὺ καθήλωσον καὶ σύναψον, ὡσανεὶ ἥλῳ προσπεπερονημένῳ. Ὥσπερ γὰρ οὗτοι δυσάλωτοι, οὕτως οἱ ἐναντίοι εὐάλωτοι γίνονται καὶ καταῤῥιπτοῦνται ῥᾳδίως· ὅπερ καὶ τότε ἔπασχον οἱ Ἰουδαῖοι. Ἀκούσαντες γὰρ καὶ πιστεύσαντες, πάλιν ἐξετράπησαν. 59.296 Βουλόμενος οὖν ἐμβαθῦναι τὴν πίστιν αὐτῶν ὁ Χριστὸς, ὥστε μὴ ἐπιπολαίαν εἶναι, διασκάπτει τὴν ψυχὴν πληκτικωτέροις λόγοις. Τῶν γὰρ πιστευόντων ἦν καὶ ἐλέγχων ἀνέχεσθαι· οἱ δὲ εὐθέως ἠγρίαινον. Πῶς δὲ τοῦτο ποιεῖ; Πρῶτον παραγγέλλει· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ὄντως μαθηταί μού ἐστε, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς·
μονονουχὶ λέγων, Μέλλω βαθεῖαν διδόναι τομὴν, ἀλλὰ μὴ σαλεύεσθε. Μᾶλλον δὲ καὶ διὰ τούτων αὐτῶν τὸν τύφον αὐτῶν τῆς διανοίας κατέστειλε. Τίνος ἐλευθερώσει, εἰπέ μοι; Ἁμαρτημάτων. Τί οὖν οἱ ἀλαζόνες ἐκεῖνοι; Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Κατέπεσεν εὐθέως αὐτῶν ἡ διάνοια· τοῦτο δὲ γέγονεν, ἀπὸ τοῦ πρὸς τὰ κοσμικὰ ἐπτοῆσθαι. Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, δηλοῦντος ἦν τὰ ἐν τῇ καρδίᾳ αὐτῶν, καὶ εἰδότος ὅτι ἐπίστευσαν μὲν, οὐκ ἔμειναν δέ. Καὶ μέγα ἐπαγγέλλεται, τὸ μαθητὰς αὐτοῦ ἐκείνους γενέσθαι. Ἐπειδὴ γάρ τινες ἀνεχώρησαν πρώην, αἰνιττόμενος αὐτούς φησιν, Ἐὰν μείνητε· ἐπεὶ κἀκεῖνοι ἤκουσαν καὶ ἐπίστευσαν, καὶ ἀνεχώρησαν, ἐπειδὴ οὐκ ἔμειναν. Πολλοὶ γὰρ τῶν 59.297 μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκ ἔτι μετ' αὐτοῦ παῤῥησίᾳ περιεπάτουν. Γνώσεσθε τὴν ἀλήθειαν· τουτέστιν, Ἐμέ· Ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια. Τὰ μὲν Ἰουδαϊκὰ πάντα τύπος ἦν· τὴν δὲ ἀλήθειαν παρ' ἐμοῦ εἴσεσθε, καὶ ἐλευθερώσει ὑμᾶς τῶν ἁμαρτημάτων. Ὥσπερ γὰρ ἐκείνοις ἔλεγεν· Ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε· οὕτω καὶ τούτοις ἔλεγεν, Ἐλευθερώσει ὑμᾶς. Καὶ οὐκ εἶπεν, Ἀπαλλάξω ὑμᾶς δουλείας· ἀλλὰ τοῦτο αὐτοῖς εἴασε συνιδεῖν. Τί οὖν ἐκεῖνοι; Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Καίτοι εἰ ἐχρῆν ἀγανακτῆσαι, ἐπὶ τῷ προτέρῳ εἰκὸς ἦν, τῷ εἰρηκέναι, Γνώσεσθε τὴν ἀλήθειαν, καὶ εἰπεῖν· Τί οὖν; νῦν τὴν ἀλήθειαν οὐκ ἴσμεν; ὁ νόμος οὖν ψεῦδος καὶ ἡ γνῶσις ἡ ἡμετέρα; Ἀλλ' οὐδενὸς τούτων αὐτοῖς ἔμελεν, ἀλλ' ἐπὶ κοσμικοῖς πράγμασιν ἀλγοῦσι, καὶ ταῦτα δουλείαν ὑποπτεύσαντες. Εἰσὶ γὰρ, εἰσὶ καὶ νῦν πολλοὶ οἳ ἐπὶ μὲν τοῖς ἀδιαφόροις αἰσχύνονται, καὶ ἐπὶ τῇ δουλείᾳ ταύτῃ· ἐπὶ δὲ τῆς δουλείας τῆς ἁμαρτίας οὐκέτι, καὶ ἕλοιντο ἂν μυριάκις ἐκείνην κληθῆναι δοῦλοι τὴν δουλείαν, ἢ ταύτην ἅπαξ. Τοιοῦτοί τινες ἦσαν κἀκεῖνοι, καὶ οὐδὲ ᾔδεσαν ἄλλην δουλείαν, καί φασι· Δούλους ἐκάλεσας τοὺς ἀπὸ τοῦ γένους τοῦ Ἀβραὰμ, τοὺς εὐγενεῖς; οὓς οὐκ ἐχρῆν διὰ τοῦτο καλέσαι δούλους. Οὐδέποτε γὰρ, φησὶν, ἐδουλεύσαμεν. Τοιαῦτα γὰρ τῶν Ἰουδαίων τὰ αὐχήματα· Σπέρμα Ἀβραάμ ἐσμεν, Ἰσραηλῖταί ἐσμεν. Οὐδαμοῦ τῶν οἰκείων κατορθωμάτων μέμνηνται. Διὰ τοῦτο πρὸς αὐτοὺς ἀνέκραγεν Ἰωάννης, λέγων· Μὴ δόξητε λέγειν, ὅτι πατέρα ἔχομεν τὸν Ἀβραάμ. Διατί δὲ μὴ ἤλεγξεν αὐτοὺς ὁ Χριστός; καὶ γὰρ πολλάκις ἐδούλευσαν, καὶ Αἰγυπτίοις, καὶ Βαβυλωνίοις, καὶ ἑτέροις πολλοῖς. Ὅτι οὐ πρὸς φιλοτιμίαν αὐτῷ τὰ λεγόμενα ἦν, ἀλλὰ πρὸς σωτηρίαν, καὶ πρὸς εὐεργεσίαν, καὶ πρὸς τοῦτο ἠπείγετο. Ἐπεὶ εἶπεν ἂν τὰ τετρακόσια ἔτη· εἶπεν ἂν τὰ ἑβδομήκοντα· εἶπεν ἂν τὰ ἐπὶ τῶν κριτῶν, τὰ ποτὲ μὲν εἴκοσι, ποτὲ δὲ δύο, ποτὲ δὲ ἑπτά· εἶπεν ἂν, πῶς οὐδέποτε διέλιπον δουλεύοντες. Ἀλλ' οὐ τοῦτο ἐσπούδαζε δεῖξαι, δούλους ἀνθρώπων γενομένους, ἀλλὰ τῆς ἁμαρτίας, ἥπερ ἐστὶ καὶ χαλεπωτάτη δουλεία, ἧς Θεὸς μόνος ἀπαλλάξαι δύναται. Τὸ γὰρ ἀφεῖναι ἁμαρτίας, οὐδενὸς ἑτέρου ἐστί· καὶ τοῦτο καὶ αὐτοὶ ὡμολόγουν. Ἐπεὶ οὖν τοῦτο ὡμολόγουν Θεοῦ ἔργον εἶναι, εἰς τοῦτο αὐτοὺς ἐνάγει, καί φησι· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, δεικνὺς ὅτι περὶ ταύτης λέγει τῆς ἐλευθερίας, τῆς ἀπὸ ταύτης τῆς δουλείας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ· ὁ δὲ υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἠρέμα καὶ ἐντεῦθεν τὰ τοῦ νόμου καταβάλλει, αἰνιττόμενος τοὺς προτέρους χρόνους. Ἵνα γὰρ μὴ ἀνατρέχωσι καὶ λέγωσι· Θυσίας ἔχομεν ἃς ἐπέταξε Μωϋσῆς· ἐκεῖναι ἡμᾶς ἀπαλλάξαι δύνανται· διὰ τοῦτο ταῦτα ἐπήγαγεν. Ἐπεὶ ποίαν ἀκολουθίαν εἶχε τὰ εἰρημένα; Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, καὶ οἱ ἱερεῖς αὐτοί. Διὰ τοῦτο καὶ Παῦλός φησι περὶ τοῦ ἱερέως· ὅτι Ὀφείλει, φησὶ, προσφέρειν ὑπὲρ ἑαυτοῦ, καθὼς ὑπὲρ τοῦ λαοῦ, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν. Καὶ τοῦτο δηλοῦται διὰ τοῦ εἰπεῖν, Ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ. Ἐνταῦθα 59.298 δὲ καὶ τὸ ὁμότιμον αὐτοῦ δείκνυσι τὸ πρὸς τὸν Πατέρα, καὶ τὸ διάφορον δούλου καὶ ἐλευθέρου· ἡ γὰρ παραβολὴ τοῦτο βούλεται, τουτέστιν, οὐκ ἔχει ἐξουσίαν ὁ δοῦλος· τοῦτο γάρ ἐστι τὸ, 220
Οὐ μένει. βʹ. Διατί δὲ περὶ ἁμαρτημάτων διαλεγόμενος, οἰκίας ἐμνημόνευσε; Δεικνὺς ὅτι ὥσπερ ἐπὶ οἰκίας ὁ δεσπότης, οὕτω πάντων αὐτὸς ἐξουσιάζει. Τὸ δὲ, Οὐ μένει, τοῦτό ἐστιν· Οὐκ ἔχει ἐξουσίαν χαρίζεσθαι, ἅτε μὴ ὢν οἰκοδεσπότης· ὁ δὲ υἱὸς οἰκοδεσπότης ἐστί. Τοῦτο γάρ ἐστι, Μένει εἰς τὸν αἰῶνα, ἀπὸ μεταφορᾶς τῶν ἀνθρωπίνων, ἵνα μὴ λέγωσι, Σὺ τίς εἶ; Ἐμά ἐστι πάντα· Υἱὸς γάρ εἰμι, καὶ ἐν τῇ οἰκίᾳ μένω τοῦ Πατρός· οἰκίαν τὴν ἐξουσίαν καλῶν. Καὶ γὰρ καὶ ἀλλαχοῦ οἰκίαν καλεῖ τοῦ Πατρὸς τὴν ἀρχήν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Ἐπειδὴ γὰρ περὶ ἐλευθερίας καὶ δουλείας ὁ λόγος, εἰκότως ταύτῃ κέχρηται τῇ μεταφορᾷ, λέγων ὅτι οὐκ εἶχον ἐξουσίαν ἐκεῖνοι ἀφιέναι. Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ. Εἶδες τὸ ὁμοούσιον τὸ πρὸς τὸν Πατέρα, καὶ πῶς δείκνυσι τὴν αὐτὴν ἔχοντα αὐτὸν ἐξουσίαν ἐκείνῳ; Ἐὰν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, οὐδεὶς ἀντιλέγει λοιπὸν, ἀλλὰ βεβαίαν ἔχετε τὴν ἐλευθερίαν. Θεὸς γὰρ ὁ δικαιῶν· τίς ὁ κατακρίνων; Ἐνταῦθα δείκνυσι καὶ ἁμαρτίας ἑαυτὸν καθαρὸν, καὶ τὴν μέχρι προσηγορίας ἐλευθερίαν αἰνίττεται· ταύτην γὰρ καὶ ἄνθρωποι διδόασιν, ἐκείνην δὲ μόνος ὁ Θεός. Καὶ διὰ τούτου πείθει αὐτοὺς μὴ αἰσχύνεσθαι ἐπὶ τῇ δουλείᾳ ταύτῃ, ἀλλ' ἐπὶ τῇ τῆς ἁμαρτίας. Καὶ βουλόμενος δεῖξαι, ὅτι εἰ καὶ δοῦλοι οὐκ ἦσαν, διὰ τοῦ ἐκείνην ἀποκρούσασθαι μᾶλλον γεγόνασι δοῦλοι, ἐπήγαγεν εὐθέως, Ὄντως ἐλεύθεροι ἔσεσθε. Διὰ δὲ τῆς ἐπαγωγῆς καὶ ἐμφαίνει, ὅτι αὕτη ἡ ἐλευθερία οὐκ ἀληθής. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν (εἰκὸς γὰρ τοῦτο ἦν εἰπεῖν), ὅρα πῶς αὐτοὺς εἰς τὴν κατηγορίαν ἐνέβαλε ταύτην. Ἀφεὶς γὰρ πάντα αὐτῶν ἐλέγξαι τὸν βίον, τοῦτο τὸ μετὰ χεῖρας, ὃ ἔτι πράττειν ἐβούλοντο, ἄγει εἰς μέσον, καί φησιν· Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι. Ἠρέμα καὶ κατὰ μικρὸν ἐκβάλλει τῆς συγγενείας αὐτοὺς ἐκείνης, παιδεύων μὴ μέγα φρονεῖν ἐπὶ τούτῳ. Ὥσπερ γὰρ ἐλευθερία καὶ δουλεία ἀπὸ τῶν ἔργων, οὕτω καὶ συγγένεια. Καὶ οὐκ εἶπεν εὐθέως, Οὐκ ἐστὲ τοῦ Ἀβραὰμ, οἱ ἀνδροφόνοι τοῦ δικαίου· ἀλλὰ καὶ συντρέχει τέως, καί φησιν· Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ οὐ τοῦτό ἐστι τὸ ζητούμενον, καὶ λοιπὸν καταφορικωτέρᾳ κέχρηται τῇ δημηγορίᾳ ταύτῃ. Καὶ γὰρ ἔστιν ὡς τὰ πολλὰ παρατηρῆσαι, ὅτι μέλλων μέγα ἐργάζεσθαί τι, μετὰ τὸ ἐργάσασθαι, πλείονι κέχρηται τῇ παῤῥησία, ὡς τῆς μαρτυρίας τῆς ἀπὸ τῶν ἔργων ἐπιστομιζούσης αὐτούς. Ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι. Τί οὖν, εἰ δικαίως, φησίν; Ἀλλ' οὐδὲ τοῦτο· διὸ καὶ τὴν αἰτίαν τίθησιν, ὅτι Ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. Πῶς οὖν φησιν, ὅτι ἐπίστευον εἰς αὐτόν; Ἀλλ' ὅπερ ἔφην, μετετίθεντο πάλιν. Διὸ καὶ σφόδρα αὐτῶν καθήψατο. Εἰ γὰρ τὴν συγγένειαν αὐχεῖτε ἐκείνου, καὶ τὸν βίον ἐπιδείξασθαι χρή. Καὶ οὐκ εἶπεν, Οὐ χωρεῖτε τὸν λόγον, ἀλλ', Οὐ χωρεῖ ὁ ἐμὸς λόγος ἐν ὑμῖν, τὸ ὑψηλὸν αὐτοῦ τῶν δογμάτων ἐπιδεικνύμενος. Καίτοι οὐδὲ ὑπὲρ τούτου ἀναιρεῖν ἐχρῆν, ἀλλὰ μᾶλλον τιμᾷν καὶ θεραπεύειν, ὥστε μαθεῖν. Τί οὖν, φησὶν, ἂν ἀπὸ σαυτοῦ ταῦτα λαλῇς; Διὰ τοῦτο ἐπ 59.299 ήγαγεν· Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ Πατρί μου, ταῦτα λαλῶ· καὶ ὑμεῖς ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν, ποιεῖτε. Ὥσπερ, φησὶν, ἐγὼ καὶ ἀπὸ τῶν ῥημάτων, καὶ ἀπὸ τῆς ἀληθείας ἐμφαίνω τὸν Πατέρα, οὕτω καὶ ὑμεῖς ἀπὸ τῶν πραγμάτων. Οὐ γὰρ τὴν αὐτὴν οὐσίαν μόνον, ἀλλὰ καὶ τὴν αὐτὴν ἀλήθειαν ἔχω τῷ Πατρί. Λέγουσιν αὐτῷ· Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ πατέρα ἔχετε τὸν Ἀβραὰμ, τὰ ἔργα αὐτοῦ ἐποιεῖτε. Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι. Συνεχῶς ἐνταῦθα τὴν φονικὴν αὐτῶν στρέφει προαίρεσιν, καὶ τοῦ Ἀβραὰμ μέμνηται. Ποιεῖ δὲ τοῦτο, καὶ ταύτης αὐτοὺς ἀπαγαγεῖν βουλόμενος τῆς συγγενείας, καὶ τὸ περιττὸν καύχημα ἐξελεῖν, καὶ πεῖσαι μηκέτι ἐν ἐκείνῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, μηδὲ ἐν τῇ κατὰ φύσιν συγγενείᾳ, ἀλλ' ἐν τῇ κατὰ προαίρεσιν. Τοῦτο γὰρ ἦν τὸ κωλύον αὐτοὺς προσελθεῖν τῷ Χριστῷ, τὸ νομίζειν ἀρκεῖν αὐτοῖς τὴν συγγένειαν ἐκείνην εἰς σωτηρίαν. Ποίαν δὲ ἀλήθειαν λέγει; Ὅτι ἴσος ἐστὶ τῷ Πατρί. Διὰ γὰρ τοῦτο ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, καί φησι· Ζητεῖτέ με ἀποκτεῖναι, ὅτι τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ 221
τοῦ Πατρός μου. Δεικνὺς, ὅτι οὐκ ἐναντία τῷ Πατρὶ ταῦτά ἐστι, πάλιν ἐπ' αὐτὸν καταφεύγει. Λέγουσιν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα Πατέρα ἔχομεν, τὸν Θεόν. Τί λέγεις; ὑμεῖς Πατέρα τὸν Θεὸν ἔχετε, καὶ τῷ Χριστῷ ἐγκαλεῖτε τοῦτο λέγοντι; Ὁρᾷς ὅτι ἐξαιρέτως ἔλεγεν αὐτοῦ Πατέρα εἶναι τὸν Θεόν; γʹ. Ἐπειδὴ τοίνυν τῆς συγγενείας αὐτοὺς ἐξέβαλε τοῦ Ἀβραὰμ, οὐδὲν ἔχοντες εἰπεῖν, ἕτερόν τι μεῖζον τολμῶσιν εἰς τὸν Θεὸν ἀνατρέχοντες. Ἀλλὰ καὶ ταύτης αὐτοὺς ἐκβάλλει τῆς τιμῆς, λέγων· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμὲ, ὅτι ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλε. Διατί οὐκ οἴδατε τὴν λαλιὰν τὴν ἐμήν; Ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ. Ἐξέβαλεν αὐτοὺς τῆς συγγενείας τοῦ Ἀβραάμ· καὶ ἐπειδὴ μείζονα ἐτόλμησαν, τότε λοιπὸν ἐπάγει τὴν πληγὴν, λέγων, ὅτι οὐ μόνον τοῦ Ἀβραὰμ οὐκ εἰσὶν, ἀλλ' ὅτι καὶ τοῦ διαβόλου εἰσὶν, ἀντίῤῥοπον τῆς ἀναισχυντίας διδοὺς τὴν τομήν· καὶ οὐδὲ ἀμάρτυρον αὐτὴν ἀφίησιν, ἀλλ' ἐλέγχοις αὐτὴν κατασκευάζει. Τὸ γὰρ φονεύειν, φησὶ, τῆς ἐκείνου κακίας ἐστί. Καὶ οὐκ εἶπεν ἁπλῶς, τὰ ἔργα, ἀλλὰ, Τὰς ἐπιθυμίας αὐτοῦ ποιεῖτε, δεικνὺς ὅτι σφοδρῶς κἀκεῖνος καὶ οὗτοι φόνων ἔχονται, καὶ ὅτι φθόνος ἦν ἡ αἰτία. Οὐδὲ γὰρ ἔχων τι τῷ Ἀδὰμ ἐγκαλεῖν, ἀλλ' ἢ βασκαίνων μόνον, ἀνεῖλε. Τοῦτο οὖν καὶ ἐνταῦθα αἰνίττεται. Καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε· τουτέστιν, ἐν τῷ ὀρθῷ βίῳ. Ἐπειδὴ γὰρ συνεχῶς αὐτοῦ κατηγόρουν, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἔστι, λέγει ὅτι καὶ τοῦτο ἐκεῖθέν ἐστιν. Ἐκεῖνος γὰρ ἔτεκε τὸ ψεῦδος πρῶτος, λέγων· Ἧ ἂν ἡμέρᾳ φάγητε, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί. Καὶ αὐτὸς αὐτῷ πρῶτος ἐχρήσατο. Ἄνθρωποι μὲν γὰρ οὐχ ὡς ἰδίῳ αὐτῷ χρῶνται, ἀλλ' ὡς ἀλλοτρίῳ· οὗτος δὲ ὡς ἰδίῳ. Ἐγὼ δὲ ὅτι ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. Ποία αὕτη ἀκολουθία; Οὐδὲν ἐγκαλοῦντες, ἀνελεῖν με θέλετε. Ἐπειδὴ γὰρ ἐχθροί ἐστε τῆς ἀληθείας, διὰ τοῦτό με διώκετε. 59.300 Ἐπεὶ εἰ μὴ διὰ τοῦτο, εἴπατε τὸ ἔγκλημα. Διὰ γὰρ τοῦτο ἐπήγαγε· Τίς ἐξ ὑμῶν ἐλέγξει με περὶ ἁμαρτίας; Εἶτα ἐκεῖνοι· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα. Καὶ μὴν ἐκ πορνείας ἐγεννήθησαν πολλοί· καὶ γὰρ οὐ προσηκούσας ἐπιμιξίας ἐποιοῦντο· ἀλλ' οὐδὲ τοῦτο ἐλέγχει, ἀλλὰ πρὸς ἐκεῖνο ἵσταται. Ἐπειδὴ γὰρ ἔδειξεν οὐκ ὄντας ἐκ τοῦ Θεοῦ, ἀλλ' ἐκ τοῦ διαβόλου, ἐκ τούτων ἁπάντων (καὶ γὰρ τὸ φονεύειν διαβολικὸν, καὶ τὸ ψεύδεσθαι διαβολικόν· ἅπερ ἀμφότερα ὑμεῖς ποιεῖτε) δείκνυσιν ὅτι τὸ ἀγαπᾷν, τοῦτο σημεῖον τὸ ἐκ τοῦ Θεοῦ εἶναι. Διατί οὐκ οἴδατε τὴν λαλιὰν τὴν ἐμήν; Ἐπειδὴ γὰρ ἀεὶ ἠπόρουν λέγοντες· Τί ἐστιν ὅτι λέγει, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; διὰ τοῦτό φησιν· Οὐκ οἴδατε τὴν ἐμὴν λαλιὰν, ὅτι τὸν λόγον τοῦ Θεοῦ οὐκ ἔχετε. Τοῦτο δὲ ὑμῖν γίνεται διὰ τὸ χαμαίζηλον τῆς διανοίας, καὶ διὰ τὸ πολὺ μείζονα εἶναι τὰ ἐμά. Τί οὖν, εἰ μὴ δύναιντο συνιδεῖν; Ἐνταῦθα τὸ μὴ δύνασθαι, τὸ μὴ βούλεσθαί ἐστιν, ὅτι ταπεινοὺς ἑαυτοὺς εἶναι ἐπαιδεύσατε, ὅτι οὐδὲν μέγα φαντάζεσθε. Ἐπειδὴ γὰρ ἔλεγον διώκειν αὐτὸν ὡς ὑπὲρ τοῦ Θεοῦ ζηλοῦντες, διὰ τοῦτο πανταχοῦ πειρᾶται δεῖξαι, ὅτι τὸ διώκειν αὐτὸν, τοῦτο μισούντων ἐστὶ τὸν Θεόν· τοὐναντίον δὲ τὸ ἀγαπᾷν εἰδότων τὸν Θεὸν, φησίν. Ἕνα Πατέρα ἔχομεν, τὸν Θεόν. Ἀπὸτούτων σεμνύνονται, ἀπὸ τιμῆς, οὐκ ἀπὸ κατορθωμάτων. Οὐκ ἄρα τοῦ ἀλλότριόν με εἶναι, τὸ μὴ πιστεύειν ὑμᾶς τεκμήριον· ἀλλὰ τοῦ ὑμᾶς μὴ εἰδέναι τὸν Θεὸν, ἡ ἀπιστία σημεῖον. Τὸ δὲ αἴτιον, ἐκ τοῦ θέλειν ψεύδεσθαι καὶ τὰ τοῦ διαβόλου ποιεῖν. Τοῦτο δὲ ποιεῖ ψυχῆς εὐτέλεια, καθάπερ ὁ Ἀπόστολός φησιν· Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος, οὐχὶ σαρκικοί ἐστε; Διατί δὲ οὐ δύνασθε; Ὅτι τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν, σπουδάζετε, φιλονεικεῖτε. Ὁρᾷς ὅτι τὸ, Οὐ δύνασθε, τὸ μὴ θέλειν λέγει; Ὅτι Ἀβραὰμ τοῦτο οὐκ ἐποίησεν. Ἀλλὰ τίνα ἐστὶναὐτοῦ τὰ ἔργα; Τὸ ἥμερον, τὸ ἐπιεικὲς, τὸ πειθήνιον. Ὑμεῖς δὲ ἐξ ἐναντίας ἵστασθε, ἀπηνεῖς ὄντες καὶ ὠμοί. Πόθεν δὲ αὐτοῖς ἐπῆλθεν ἐπὶ 222
τὸν Θεὸν καταφυγεῖν; Ἀναξίους αὐτοὺς ἔδειξε τοῦ Ἀβραάμ. Βουλόμενοι οὖν τοῦτο διαφυγεῖν, ἐπὶ τὸ μεῖζον ἀνέβησαν. Ἐπειδὴ γὰρ ὠνείδισε φόνον, ὥσπερ ἀπολογίαν τινὰ ποιούμενοι ὅτι τὸν Θεὸν ἐκδικοῦσι, τοῦτο λέγουσι. Δείκνυσιν οὖν ὅτι τοῦτο αὐτὸ ἐναντιουμένων ἐστὶ τῷ Θεῷ. Τὸ δὲ, Ἐξῆλθον, δείκνυσιν αὐτὸν ἐκεῖθεν ὄντα. Ἐξῆλθον δὲ λέγει, τὴν πρὸς ἡμᾶς ἄφιξιν αἰνιττόμενος. Ἐπειδὴ δὲ εἰκὸς ἦν αὐτοὺς εἰπεῖν, ὅτι Ξένα τινὰ λέγεις καὶ καινὰ, παρὰ τοῦ Θεοῦ φησιν ἥκειν. Εἰκότως οὖν οὐκ ἀκούετε αὐτῶν, φησὶν, ἐκ τοῦ διαβόλου ὄντες. Τίνος γὰρ ἕνεκεν ἀναιρεῖτε; τί ἔχοντες ἐγκαλέσαι; Εἰ μὴ τοῦτό ἐστι, διατί οὐ πιστεύετέ μοι; Οὕτως οὖν αὐτοὺς ὄντας ἐκ τοῦ διαβόλου ἀπὸ τοῦ ψεύδους καὶ τοῦ φόνου δείξας, ἔδειξε καὶ ἀλλοτρίους ὄντας τοῦ Ἀβραὰμ καὶ τοῦ Θεοῦ, ἀπό τε τοῦ μισεῖν τὸν οὐδὲν ἠδικηκότα, ἀπό τε τοῦ μὴ ἀκούειν τὸν λόγον αὐτοῦ. Καὶ δείκνυσιν ἄνω καὶ κάτω, ὅτι οὔτε ἀντίθεος ἦν, οὔτε διὰ τοῦτο οὐκ ἐπίστευον, ἀλλ' ὅτι ἀλλότριοι ἦσαν τοῦ Θεοῦ. Ὁ γὰρ ἁμαρτίαν μὴ πεποιηκὼς, ὁ λέγων ἑαυτὸν ἥκειν ἀπὸ τοῦ Θεοῦ, καὶ ἐκεῖθεν ἀπεστάλθαι, ὁ τὴν ἀλήθειαν λαλῶν, καὶ οὕτω τὴν ἀλήθειαν λαλῶν, ὡς πάντας πρὸς ἔλεγχον προσκαλεῖσθαι, εἶτα μὴ πιστευόμενος, εὔδηλον ὅτι διὰ τὸ σαρκικοὺς ἐκείνους εἶναιοὐ πιστεύεται. Οἶδε γὰρ, οἶδε ταπεινὴν ψυχὴν ποιεῖν ἁμαρτήματα. Διὰ τοῦτό φησιν, Ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς ὑμῶν. Ὅταν γὰρ τῶν ἐν τῇ γῇ καταφρονεῖν μὴ δύνηταί τις, πῶς ὑπὲρ τῶν ἐν οὐρανοῖς φιλοσοφήσει ποτέ; 59.301 δʹ. Διὰ τοῦτο, παρακαλῶ, πάντα πράττωμεν, ὥστε τὸν βίον ἡμῶν κατορθωθῆναι, ὥστε καθαρθῆναι τὴν διάνοιαν, ὥστε μηδὲν ἡμῖν ῥυπαρὸν γενέσθαι κώλυμα. Φωτίσατε γὰρ ἑαυτοῖς φῶς γνώσεως, καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις. Ὁ γὰρ μὴ εἰδὼς ὅτι τὸ πλεονεκτεῖν κακὸν, πότε εἴσεται τὸ μεῖζον; ὁ μὴ ἀπεχόμενος τούτων, πότε ἐκείνων ἀνθέξεται; Καλὸν τὸ ἁρπάζειν, ἀλλ' οὐχὶ τὰ ἀπολλύμενα, ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Βιασταὶ γὰρ, φησὶν, ἁρπάζουσιν αὐτήν. Οὐκ ἄρα μετὰ ῥᾳθυμίας ἔστιν ἐπιτυχεῖν αὐτῆς, ἀλλὰ μετὰ σπουδῆς. Τί δέ ἐστι, Βιασταί; Βίας χρεία πολλῆς (στενὴ γὰρ ἡ ὁδὸς), καὶ νεανικῆς δεῖ ψυχῆς καὶ γενναίας. Οἱ ἁρπάζοντες πάντας βούλονται προλαβεῖν· πρὸς οὐδὲν ὁρῶσιν, οὐ πρὸς κατάγνωσιν, οὐ πρὸς κατηγορίαν, οὐ πρὸς τιμωρίαν· ἀλλ' ἑνὸς γίνονται μόνου, τοῦ λαβεῖν ἅπερ βούλονται ἁρπάσαι, καὶ πάντας τοὺς ἔμπροσθεν παρατρέχουσιν. Ἁρπάσωμεν τοίνυν τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐ γὰρ ἔστιν ἐνταῦθα ἔγκλημα τὸ ἁρπάσαι, ἀλλ' ἔπαινος· ἔγκλημα δὲ, τὸ μὴ ἁρπάσαι. Ἐνταῦθα οὐ τῆς ἑτέρου ζημίας ὁ ἡμέτερος γίνεται πλοῦτος. Σπουδάσωμεν οὖν αὐτὴν ἁρπάσαι· κἂν ἐνοχλῇ θυμὸς, κἂν ἐνοχλῇ ἐπιθυμία, βιασώμεθα τὴν φύσιν· ἡμερώτεροι γενώμεθα· κάμωμεν ὀλίγον, ἵνα ἀναπαυσώμεθα διηνεκῶς. Μὴ ἁρπάσῃς χρυσὸν, ἀλλὰ ἅρπασον πλοῦτον, τὸν βόρβορον δεικνύντα τὸν χρυσόν. Εἰπὲ γάρ μοι· εἰ προύκειτο μόλυβδος καὶ χρυσὸς, τί ἂν ἥρπασας; 59.302 οὐκ εὔδηλον ὅτι τὸν χρυσόν; Εἶτα ἔνθα μὲν ὁ ἁρπάζων κολάζεται, τὸ μεῖζον τιμᾷς· ἔνθα δὲ ὁ ἁρπάζων τιμᾶται, προδίδως τὸ μεῖζον; Εἰ γὰρ ἀμφοτέρωθεν κόλασις ἦν, οὐκ ἂν ἐπὶ τοῦτο μᾶλλον ἦλθες; Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ καὶ μακαρισμός. Καὶ πῶς ἔστιν ἁρπάσαι, φησί; Ῥίψον τὰ ὄντα ἐν χερσίν. Ἕως γὰρ ἂν αὐτὰ κατέχῃς, ἐκεῖνα ἁρπάσαι οὐ δυνήσῃ. Ἐννόησον γάρ μοι ἄνδρα ἀργυρίου τὰς χεῖρας πεπληρωμένας ἔχοντα· μὴ δυνήσεται, ἕως ἂν κατέχῃ τοῦτο, ἁρπάσαι χρυσίον, ἐὰν μὴ ῥίψῃ αὐτὸ καὶ εὔλυτος γένηται; Τὸν γὰρ ἁρπάζοντα εὔζωνον εἶναι δεῖ, ὥστε μὴ κατασχεθῆναι. Καὶ γὰρ καὶ νῦν εἰσιν ἐναντίαι δυνάμεις κατατρέχουσαι ἡμῶν, ἵνα ἀφέλωνται. Ἀλλὰ φεύγωμεν αὐτὰς, φεύγωμεν, μηδεμίαν ἐπισυρόμενοι λαβὴν ἔξωθεν. Διατέμωμεν τὰ σχοινία, γυμνοὶ γενώμεθα τῶν βιωτικῶν. Τίς χρεία τῶν σηρικῶν ἱματίων; μέχρι πότε τὸν γέλωτα τοῦτον ἀνελίττομεν; μέχρι πότε τὸ χρυσίον κατορύττομεν; Ἐβουλόμην παύσασθαι ταῦτα λέγων ἀεί· ἀλλ' ὑμεῖς οὐκ ἐᾶτε, ἀεί μοι παρέχοντες ἀφορμὰς καὶ ὑποθέσεις. Ἀλλὰ νῦν γοῦν ἀποστῶμεν, ἵνα καὶ ἑτέρους διὰ τοῦ βίου παιδεύσαντες, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ 223
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.301 ΟΜΙΛΙΑ ΝΕʹ. Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· «Οὐ καλῶς λέγομεν ἡμεῖς, ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις;» Ἀπεκρίθη ὁ Ἰησοῦς· «Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα.» αʹ. Ἀναίσχυντον ἡ κακία καὶ ἰταμὸν, καὶ ὅταν καταδύεσθαι δέῃ, τότε μᾶλλον ἀγριοῦται· ὅπερ καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονε. Δέον γὰρ ἐπὶ τοῖς ῥηθεῖσι κατανυγῆναι, θαυμάσαντας τὴν παῤῥησίαν καὶ τὴν τῶν εἰρημένων ἀκολουθίαν· οἱ δὲ καὶ ὑβρίζουσι, Σαμαρείτην καλοῦντες καὶ δαιμονῶντα λέγοντες, καί φασιν· Οὐχὶ καλῶς ἐλέγομεν, ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις; Ὅταν γὰρ ὑψηλόν τι εἴπῃ, μανία τοῦτο δοκεῖ παρὰ τοῖς λίαν ἀναισθήτοις εἶναι. Καίτοι γε οὐδαμοῦ ὁ εὐαγγελιστὴς εἶπεν ἔμπροσθεν, ὅτι Σαμαρείτην ἐκάλεσαν· ἀλλ' εἰκὸς ἐκ τῆς ῥήσεως ταύτης πολλάκις παρ' αὐτῶν εἰρῆσθαι τοῦτο. Δαιμόνιον ἔχεις, φησί. Καίτοι τίς ὁ δαιμόνιον ἔχων; ὁ τιμῶν τὸν Θεὸν, ἢ ὁ τὸν τιμῶντα ὑβρίζων; Τί οὖν ὁ Χριστὸς, ἡ πραότης, ἡ ἐπιείκεια; Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα τὸν πέμψαντά με. Ἔνθα μὲν διδάξαι αὐτοὺς ἐχρῆν καὶ τὸν πολὺν αὐτῶν κατασπάσαι τύφον, καὶ παιδεῦσαι μὴ μέγα φρονεῖν ἐπὶ τῷ Ἀβραὰμ, σφοδρὸς ἦν· ἔνθα δὲ ὑβριζόμενον αὐτὸν ἔδει ἐνεγκεῖν, πολλῇ πραότητι κέχρηται. Ὅτε μὲν γὰρ ἔλεγον, ὅτι Πατέρα τὸν Θεὸν ἔχομεν καὶ τὸν Ἀβραὰμ, σφόδρα αὐτῶν καθήψατο· ὅτε δὲ αὐτὸν δαιμονῶντα ἐκάλουν, ὑφειμένως τῷ λόγῳ κέχρηται, παιδεύων ἡμᾶς, τὰ μὲν εἰς τὸν Θεὸν ἐκδικεῖν, τὰ δὲ εἰς ἡμᾶς παρορᾷν. Ἐγὼ οὐ ζητῶ τὴν δόξαν τὴν ἐμήν. Ταῦτα εἶπον, φησὶ, δεικνὺς ὅτι οὐ προσῆκεν ὑμῖν τὸν Θεὸν καλεῖν πατέρα, ἀνδροφόνοις οὖσιν. Ὥστε τῇ τιμῇ τῇ πρὸς ἐκεῖνον ταῦτα ἐφθεγξάμην, καὶ δι' ἐκεῖνον ταῦτα ἀκούω, καὶ δι' αὐτὸν ἀτιμάζετέ με. Ἀλλ' οὐδέν μοι μέλει τῆς ὕβρεως ταύτης· ἐκείνῳ γὰρ εὐθύνας ὀφείλετε τῶν λεχθέντων, δι' ὃν ταῦτα ἀκούω νῦν. Ἐγὼ 59.302 οὐ ζητῶ τὴν δόξαν τὴν ἐμήν. Διὰ τοῦτο ἀφεὶς τὸ κολάζειν ὑμᾶς, ἐπὶ παραίνεσιν τρέπομαι, καὶ συμβουλεύω ταῦτα ποιεῖν, ἐξ ὧν οὐ μόνον τὴν κόλασιν διαφεύξεσθε, ἀλλὰ καὶ τῆς αἰωνίου ζωῆς ἐπιτεύξεσθε. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐάν τίς μου τὸν λόγον τηρήσῃ, οὐ μὴ θεωρήσει θάνατον εἰς τὸν αἰῶνα. Ἐνταῦθα οὐ τὴν πίστιν μόνον φησὶν, ἀλλὰ καὶ τὸν βίον τὸν καθαρόν. Καὶ ἄνω μὲν ἔλεγε, Ζωὴν αἰώνιον ἕξει· ἐνταῦθα δὲ, φησὶ, Θάνατον οὐ μὴ θεωρήσει· ἅμα δὲ καὶ αἰνίττεται, ὅτι οὐδὲν δύνανται αὐτῷ ποιῆσαι. Εἰ γὰρ ὁ τὸν λόγον αὐτοῦ τηρῶν οὐκ ἀποθανεῖται, πολλῷ μᾶλλον αὐτός. Τοῦτο γοῦν συνειδότες καὶ αὐτοὶ, λέγουσι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον· τουτέστιν, οἱ τὸν λόγον ἀκούσαντες τοῦ Θεοῦ ἀπέθανον· καὶ οἱ τὸν σὸν ἀκούσαντες οὐκ ἀποθανοῦνται; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ; Ὢ τῆς κενοδοξίας! πάλιν ἐπὶ τὴν συγγένειαν αὐτοῦ καταφεύγουσι. Καίτοι ἀκόλουθον ἦν εἰπεῖν· Μὴ σὺ μείζων εἶ τοῦ Θεοῦ; ἢ οἱ ἀκούσαντές σου, τοῦ Ἀβραάμ; Ἀλλ' οὐ λέγουσι τοῦτο, ἐπειδὴ καὶ τοῦ Ἀβραὰμ ἐλάττονα αὐτὸν εἶναι ἐνόμιζον. Τὸ μὲν οὖν πρῶτον ἔδειξεν ἀνδροφόνους, καὶ ταύτῃ αὐτοὺς ἀπήγαγε τῆς συγγενείας· ὡς δὲ ἐνέμειναν, ἑτέρως αὐτὸ μεθοδεύει πάλιν, δεικνὺς ὅτι ἀνόνητα πονοῦσι, καὶ περὶ μὲν τοῦ θανάτου οὐδὲν αὐτοῖς διελέχθη, οὐδὲ ἀπεκάλυψεν, οὐδὲ εἶπε, ποῖον λέγει θάνατον· τέως δὲ πείθει, ὅτι τοῦ Ἀβραὰμ κρείττων ἐστὶν, ἵνα καὶ τούτῳ δυσωπήσῃ. Μάλιστα μὲν γὰρ εἰ καὶ ὁ τυχὼν, φησὶν, ἤμην, οὐκ ἔδει ἀποθανεῖν οὐδὲν ἀδικήσαντα· ὅταν δὲ καὶ τὴν ἀλήθειαν λέγω, καὶ μηδεμίαν ἁμαρτίαν ἔχω, καὶ παρὰ τοῦ Θεοῦ ἀπεσταλμένος ὦ, καὶ Ἀβραὰμ ὦ κρείττων, πῶς οὐ μαίνεσθε καὶ ἀνόνητα πονεῖτε, ἐπιχειροῦντες ἀνελεῖν; Τί οὖν ἐκεῖνοι; Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀλλ' οὐχ ἡ Σαμαρεῖτις οὕτως· οὐ γὰρ 224
εἶπεν αὐτῷ· Δαιμόνιον ἔχεις· ἀλλὰ τοσοῦτον μόνον, Μὴ σὺ μεί 59.303 ζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ; Οὗτοι μὲν γὰρ ἦσαν ὑβρισταὶ ἀλάστορες· ἐκείνη δὲ μαθεῖν ἐβούλετο. Διὸ καὶ ἠπόρησε, καὶ μετὰ τῆς προσηκούσης συμμετρίας ἀπεκρίνατο, καὶ Κύριον αὐτὸν καλεῖ. Τὸν γὰρ πολλῷ μείζονα ἐπαγγελλόμενον, καὶ ἀξιόπιστον ὄντα, οὐχ ὑβρίζεσθαι ἔδει, ἀλλὰ καὶ θαυμάζεσθαι· οὗτοι δὲ δαιμονῶντα αὐτὸν λέγουσιν. Ἐκεῖνα μὲν γὰρ τὰ τῆς Σαμαρείτιδος ἀπορούσης ἦν· ταῦτα δὲ, ἀπιστούντων καὶ διεστραμμένων. Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ; Ὥστε τοῦτο μείζονα εἶναι ποιεῖ τοῦ Ἀβραάμ. Ὅταν οὖν ὑψωθέντα ἴδητε, ὁμολογήσετε ὅτι μείζων ἐστί. Διὰ τοῦτο ἔλεγεν, Ὅταν ὑψώσητέ με, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. Καὶ θέα σύνεσιν. Πρῶτον αὐτοὺς ἀποσχίσας τῆς συγγενείας, δείκνυσιν ἑαυτὸν ἐκείνου μείζονα ὄντα, ἵνα ἐκ πολλῆς τῆς ὑπεροχῆς μείζων θεωρηθῇ καὶ τῶν προφητῶν. Ἐπειδὴ γὰρ ἀεὶ προφήτην ἔλεγον αὐτὸν, διὰ ταῦτα ἔλεγεν· Ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. Ἐκεῖ μὲν οὖν ἔλεγεν, ὅτι ἐγείρει τοὺς νεκρούς· ἐνταῦθα δὲ, Οὐ μὴ θεωρήσει θάνατον ὁ πιστεύων· ὃ πολλῷ μεῖζον ἦν τοῦ μὴ συγχωρῆσαι κρατηθῆναι θανάτῳ· διὸ μᾶλλον ἠγριαίνοντο. Τί οὖν ἐκεῖνοι; Τίνα σεαυτὸν ποιεῖς; Καὶ τοῦτο ὑβριστικῶς· Σὺ, φησὶ, χαρίζῃ σαυτῷ. Πρὸς τοῦτο οὖν ὁ Χριστός· Ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν, φησὶν, ἡ δόξα μου οὐδέν ἐστι. βʹ. Τί λέγουσιν ἐνταῦθα οἱ αἱρετικοί; Ἤκουσε, Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ; καὶ οὐκ ἐθάῤῥησεν εἰπεῖν αὐτοῖς, ὅτι ναὶ, ἀλλὰ συνεσκιασμένως αὐτὸ ποιεῖ. Τί οὖν; οὐδέν ἐστιν ἡ δόξα αὐτοῦ; Πρὸς ἐκείνους οὐδέν ἐστιν. Ὥσπερ γὰρ λέγει, Ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, πρὸς τὴν ἐκείνων ὑπόνοιαν· οὕτω καὶ ἐνταῦθά φησιν· Ἔστιν ὁ δοξάζων με. Καὶ διατί μὴ εἶπεν, Ὁ Πατὴρ ὁ πέμψας με; ὡς ἄνω ἔλεγεν, ἀλλ' Ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι, καὶ οὐκ οἴδατε αὐτόν, Ἐβούλετο γὰρ δεῖξαι, ὅτι οὐ μόνον Πατέρα αὐτὸν οὐκ ἴσασιν, ἀλλ' οὐδὲ Θεόν. Ἐγὼ δὲ οἶδα αὐτόν. Ὥστε οὐ τὸ λέγειν, Ἐγὼ οἶδα αὐτὸν, κόμπος ἐστίν· ἀλλὰ τὸ εἰπεῖν μὴ εἰδέναι, ψεῦδος· ὑμεῖς δὲ λέγοντες εἰδέναι αὐτὸν, ψεύδεσθε. Ὥσπερ οὖν ὑμεῖς εἰδέναι λέγοντες ψεύδεσθε· οὕτως ἐγὼ, ἐὰν εἴπω μὴ εἰδέναι. Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν. Ἐπειδὴ ἔλεγον, Τίνα σεαυτὸν ποιεῖς; φησίν· Ἐὰν ἐγὼ ποιῶ, ἡ δόξα μου οὐδέν ἐστιν. Ὥσπερ οὖν ἐγὼ αὐτὸν οἶδα ἀκριβῶς, οὕτως αὐτὸν ἀγνοεῖτε ὑμεῖς. Καθάπερ οὖν ἐπὶ τοῦ Ἀβραὰμ οὐ τὸ πᾶν ἀνεῖλεν, ἀλλά φησιν, Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε, ὥστε μείζονα ποιῆσαι τὴν κατηγορίαν· οὕτως ἐνταῦθα οὐ τὸ πᾶν ἀνεῖλεν, ἀλλὰ τί; Ὃν ὑμεῖς λέγετε. Δοὺς τὴν διὰ τῶν ῥημάτων καύχησιν, μεῖζον ἐποίησε τὸ ἔγκλημα. Πῶς δὲ οὐκ οἴδατε αὐτόν· Ὅτι τὸν πάντα ὑπὲρ αὐτοῦ καὶ λέγοντα καὶ ποιοῦντα, ὥστε αὐτὸν δοξασθῆναι, ὑβρίζετε, καίτοι παρ' ἐκείνου ἀποσταλέντα. Ἀλλὰ τοῦτο ἀμάρτυρον· ἀλλὰ τὸ ἑξῆς κατασκευαστικόν. Καὶ τὸν λόγον αὐτοῦ τηρῶ. Ἐνταῦθα δὲ εἴ γέ τι εἶχον, ἠδύναντο ἐλέγξαι· μεγίστη γὰρ ἦν ἀπόδειξις τὸ παρ' ἐκείνου ἀπεστάλθαι. Ἀβραὰμ ὁ πατὴρ ὑμῶν 59.304 ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε, καὶ ἐχάρη. Πάλιν δείκνυσιν αὐτοὺς ὄντας ἀλλοτρίους ἐκείνου, εἴ γε ἐφ' οἷς ἐκεῖνος ἔχαιρεν, οὗτοι ἀλγοῦσι. Τὴν δὲ ἡμέραν ἐνταῦθά μοι δοκεῖ λέγειν τὴν τοῦ σταυροῦ, ἣν ἐν τῇ τοῦ κριοῦ προσφορᾷ καὶ τῇ τοῦ Ἰσαὰκ προδιετύπωσε. Τί οὖν ἐκεῖνοι; Τεσσαράκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; Ὡς ἐγγὺς τῶν τεσσαράκοντα ἐτῶν λοιπὸν εἶναι τὸν Χριστόν. Λέγει αὐτοῖς· Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Καὶ ἔλαβον λίθους, ἵνα βάλωσιν ἐπ' αὐτόν. Ὁρᾷς πῶς τὸ μείζονα εἶναι τοῦ Ἀβραὰμ κατεσκεύασεν; Ὁ γὰρ χαρεὶς, ἵνα ἴδῃ τὴν ἡμέραν, καὶ περισπούδαστον αὐτὸ θέμενος, εὔδηλον ὅτι τὴν ἐπὶ εὐεργεσίᾳ γενομένην, καὶ ὡς μείζονος. Ἐπειδὴ γὰρ ἔλεγον· Ὁ τοῦ τέκτονος υἱὸς, καὶ οὐδὲν πλέον ἐφαντάζοντο, κατὰ μικρὸν αὐτοὺς ἐνάγει πρὸς ὑψηλὴν διάνοιαν. Ὅτε μὲν οὖν ἤκουσαν, ὅτι Οὐκ οἴδατε τὸν Θεὸν, οὐκ ἤλγησαν· ὅτε δὲ ἤκουσαν, Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, ὡς τῆς εὐγενείας αὐτῶν ταπεινουμένης, ἠγρίαινον καὶ ἐλίθαζον. Εἶδε τὴν ἡμέραν τὴν ἐμὴν, καὶ ἐχάρη. Δείκνυσιν ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, εἴ γε ἐπαινεῖ τὸν 225
ἡσθέντα ἐπὶ τῷ σταυρῷ. Τοῦτο γὰρ σωτηρία τῆς οἰκουμένης ἦν. Οἱ δὲ λίθους ἔβαλλον· οὕτω πρὸς φόνους ἕτοιμοι ἦσαν. καὶ δι' ἑαυτῶν ταῦτα ἔπραττον, μηδὲν ἐξετάζοντες. Διατί δὲ μὴ εἶπε, Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι, ἐγὼ ἤμην· ἀλλ' Ἐγώ εἰμι; Ὥσπερ ὁ Πατὴρ αὐτοῦ ταύτῃ κέχρηται τῇ λέξει τῇ, Εἰμί· οὕτω καὶ αὐτός. Τοῦ διηνεκῶς γὰρ εἶναι σημαντικὴ αὕτη, παντὸς ἀπηλλαγμένη χρόνου· διὰ τοῦτο καὶ βλάσφημον αὐτοῖς εἶναι δοκεῖ τὸ ῥῆμα. Εἰ δὲ τὴν πρὸς Ἀβραὰμ σύγκρισιν οὐκ ἤνεγκαν, καίτοι γε μικρὰν οὖσαν· εἰ συνεχῶς ἑαυτὸν ἐξίσου τῷ Πατρὶ, ἆρα ἂν διέλιπον αὐτὸν βάλλοντες; Εἶτα φεύγει πάλιν ἀνθρωπίνως, καὶ κρύπτεται, ἱκανὴν διδασκαλίαν αὐτοῖς παραθέμενος· καὶ τὰ αὐτοῦ πληρώσας, ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀνεχώρησεν ἐπὶ τὴν ἴασιν τοῦ τυφλοῦ, διὰ τῶν ἔργων πιστούμενος, ὅτι πρὸ τοῦ Ἀβραάμ ἐστιν. Ἀλλ' ἴσως ἐρεῖ τις· Τίνος ἕνεκεν οὐκ ἐξέλυσεν αὐτῶν τὴν δύναμιν; οὕτω γὰρ ἂν ἐπίστευσαν. Παραλελυμένον ἐθεράπευσε, καὶ οὐκ ἐπίστευσαν· ἄλλα μυρία εἰργάσατο, καὶ ἐν αὐτῷ δὲ πάθει ἔῤῥιψεν αὐτοὺς ὑπτίους, καὶ ἐσκότωσεν αὐτῶν τὰς ὄψεις, καὶ οὐκ ἐπίστευσαν· καὶ πῶς ἂν ἐπίστευσαν, εἰ τὴν δύναμιν αὐτῶν ἐξέλυσε; Ψυχῆς γὰρ ἀπεγνωκυίας χεῖρον οὐδέν· κἂν σημεῖα ἴδῃ, κἂν τέρατα, μένει τὴν αὐτὴν ἀναισχυντίαν ἔχουσα. Καὶ γὰρ ὁ Φαραὼ μυρίας δεχόμενος πληγὰς, ὅτε ἐκολάζετο μόνον, ἐσωφρονίζετο, καὶ μέχρι τῆς ἐσχάτης ἡμέρας τοιοῦτος ἔμεινε, διώκων οὓς ἀπέλυσε. Διὰ τοῦτο ἄνω καὶ κάτω ὁ Παῦλός φησι· Μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας. Καθάπερ γὰρ οἱ στῦλοι τοῦ σώματος νεκροῦνται λοιπὸν, καὶ οὐδεμίαν αἴσθησιν ἔχουσιν· οὕτω καὶ ψυχὴ, ὅταν πολλοῖς κατασχεθῇ πάθεσι, νεκροῦται πρὸς τὴν ἀρετήν. Κἂν εἰτιοῦν προσενέγκῃς, οὐ λαμβάνει τοῦ πράγματος αἴσθησιν· ἀλλὰ κἂν κόλασιν, κἂν ὁτιοῦν ἀπειλήσῃς, ἀνάλγητος μένει. 59.305 γʹ. Διὸ δὴ δέομαι, ἕως ἐλπίδας ἔχομεν σωτηρίας, ἕως δυνάμεθα ἐπιτρέψαι, πάντα ποιεῖν. Οἱ γὰρ ἀπηλγηκότες, καθάπερ τῶν κυβερνητῶν οἱ ἀπογνόντες τῇ πνεούσῃ τὸ σκάφος παραδιδόντες, οὐδὲν παρ' ἑαυτῶν εἰσφέρουσιν· οὕτω καὶ οὗτοι πειρῶνται λοιπόν. Ὅ τε γὰρ βάσκανος εἰς ἓν ὁρᾷ μόνον, τὴν ἐπιθυμίαν πληρῶσαι τὴν ἑαυτοῦ· κἂν κολάζεσθαι μέλλῃ, κἂν ἀναιρεῖσθαι, τοῦ πάθους γίνεται μόνου· καὶ ὁ ἀκόλαστος καὶ ὁ φιλοχρήματος. Εἰ δὲ τῶν παθῶν τοσαύτη ἡ τυραννὶς, πολλῷ μᾶλλον τῆς ἀρετῆς. Εἰ δι' ἐκεῖνα θανάτου καταφρονοῦμεν, πολλῷ μᾶλλον διὰ ταύτην. Εἰ ἐκεῖνοι τῆς ψυχῆς καταφρονοῦσι τῆς ἑαυτῶν, πολλῷ μᾶλλον ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας τοῦτο ποιεῖν χρή. Τίς γὰρ ἡμῖν ἔσται λόγος, ὅταν τῶν ἀπολλυμένων οὕτω σπουδαζόντων ὑπὲρ τῆς ἑαυτῶν ἀπωλείας, ἡμεῖς ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας μηδὲ τοσαύτην ἐπιδειξώμεθα σπουδὴν, ἀλλ' ἀεὶ φθόνῳ τηκόμενοι διαμένωμεν; Οὐδὲν γὰρ βασκανίας χεῖρον· ἵνα ἕτερον ἀπολέσῃ, καὶ ἑαυτὸν προσαπολλύει. Βασκάνου ὀφθαλμὸς ἐκτήκεται λύπῃ, θανάτῳ συζῇ διηνεκεῖ, πάντας ἐχθροὺς ἡγεῖται, τοὺς οὐδὲν ἠδικηκότας. Ἀλγεῖ ὅτι ὁ Θεὸς τιμᾶται, χαίρει ἐφ' οἷς ὁ διάβολος χαίρει. Ὁ δεῖνα τετίμηται παρὰ ἀνθρώποις; Ἀλλ' οὐκ ἔστιν αὕτη τιμὴ, μὴ βασκάνῃς. Ἀλλὰ παρὰ Θεῷ τετίμηται; Ζήλωσον καὶ γένου ὅμοιος. Ἀλλ' οὐ βούλει; Τί τοίνυν καὶ σαυτὸν προσαπολλύεις; τί καὶ ὃ ἔχεις, ῥίπτεις; Οὐ δύνασαι γενέσθαι ἴσος ἐκείνῳ, οὐδὲ λαβεῖν τι καλόν; τί καὶ κακὸν προσλαμβάνεις; 59.306 δέον συνήδεσθαι, ἵνα κἂν κοινωνῆσαι τῶν πόνων μὴ δυνηθῇς, ἐκ τοῦ συνήδεσθαι κερδάνῃς. Ἀρκεῖ γὰρ πολλαχοῦ καὶ προαίρεσις μέγα ποιῆσαι ἀγαθόν. Ὁ γοῦν Ἰεζεκιήλ φησι διὰ τοῦτο τοὺς Μωαβίτας κολάζεσθαι, διὰ τὸ ἐπιχαίρειν τοῖς Ἰσραηλίταις· καὶ ἄλλους τινὰς σώζεσθαι, ὅτι ἔστενον ἐπὶ τοῖς ἑτέρων κακοῖς. Εἰ δὲ τοῖς στενάζουσιν ἐπὶ τοῖς ἑτέρων κακοῖς ἐστί τις παραμυθία, πολλῷ μᾶλλον τοῖς ἡδομένοις ἐπὶ ταῖς ἑτέρων τιμαῖς. Ἐνεκάλει τοῖς Μωαβίταις, ὅτι ἐπέχαιρον τοῖς Ἰσραηλίταις· καίτοι γε ὁ Θεὸς ἐκόλαζεν· ἀλλ' οὐδὲ ὅταν αὐτὸς κολάζῃ, ἐφήδεσθαι ἡμᾶς βούλεται τοῖς κολαζομένοις· οὐδὲ γὰρ αὐτὸς βούλεται αὐτοὺς κολάσαι. Εἰ δὲ συναλγεῖν χρὴ κολαζομένοις, πολλῷ μᾶλλον τιμωμένοις μὴ φθονεῖν. Οὕτω γοῦν οἱ περὶ Κορὲ καὶ 226
Δαθὰν ἀπώλοντο, τοὺς μὲν φθονουμένους λαμπροτέρους ποιήσαντες, ἑαυτοὺς δὲ κολάσει παραδόντες. Θηρίον γάρ ἐστιν ἰοβόλον ὁ φθόνος, θηρίον ἀκάθαρτον, καὶ κακία προαιρέσεως, συγγνώμην οὐκ ἔχουσα, πονηρία ἀπολογίας ἀπεστερημένη, πάντων αἰτία καὶ μήτηρ τῶν κακῶν. Διὸ πρόῤῥιζον αὐτὴν ἀνέλωμεν, ἵνα καὶ τῶν παρόντων κακῶν ἀπαλλαγῶμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.305 ΟΜΙΛΙΑ Ν ʹ. Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· «Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;» αʹ. Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Σφόδρα φιλάνθρωπος ὢν, καὶ τῆς ἡμετέρας σωτηρίας κηδόμενος, καὶ τῶν ἀγνωμόνων τὰ στόματα ἐμφράξαι θέλων, οὐδὲν τῶν εἰς αὐτὸν ἡκόντων παραλιμπάνει, κἂν μηδεὶς ὁ προσέχων ᾖ. Τοῦτο γοῦν καὶ ὁ Προφήτης εἰδὼς ἔλεγεν· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Διὰ δὴ τοῦτο καὶ ἐνταῦθα, ἐπειδὴ τὸ τῶν λόγων ὑψηλὸν οὐκ ἐδέξαντο, ἀλλὰ καὶ δαιμονῶντα ἐκάλεσαν, καὶ ἀνελεῖν ἐπεχείρουν, ἐξελθὼν ἐκ τοῦ ἱεροῦ, θεραπεύει τυφλὸν, τῇ τε ἀπουσίᾳ τὸν θυμὸν παραμυθούμενος, καὶ διὰ τῆς ἐργασίας τοῦ σημείου τὸ σκληρὸν αὐτῶν καὶ ἀπηνὲς καταμαλάσσων, καὶ τὰ εἰρημένα πιστούμενος· καὶ ποιεῖ σημεῖον, οὐ τὸ τυχὸν, ἀλλὰ τότε πρῶτον συμβάν. Ἀπὸ γὰρ τοῦ αἰῶνος, φησὶν, οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Τυφλοῦ μὲν γὰρ ἴσως ἤνοιξέ τις· γεγεννημένου δὲ, οὐκ ἔτι. Καὶ ὅτι ἐξελθὼν ἐκ τοῦ ἱεροῦ, ἐπὶ τὸ ἔργον ἦλθεν ἐπίτηδες, δῆλον ἐκεῖθεν· αὐτὸς γὰρ εἶδε τὸν τυφλὸν, οὐχ ὁ τυφλὸς αὐτῷ προσῆλθε· καὶ οὕτω σπουδαίως ἀνέβλεψεν, ὡς καὶ τοῖς μαθηταῖς αἴσθησιν παρασχεῖν. Ἀπὸ τούτου γοῦν καὶ ἐπὶ τὴν ἐρώτησιν ἦλθον. Ὁρῶντες γὰρ αὐτὸν σπουδαίως προσέχοντα, ἐπυνθάνοντο λέγοντες· Τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ; Ἐσφαλμένη ἡ ἐρώτησις. Πῶς γὰρ ἂν ἥμαρτε, πρὶν ἢ γεννηθῆναι; πῶς δὲ, τῶν γονέων ἁμαρτόντων, αὐτὸς ἂν ἐκολάσθη; Πόθεν οὖν ἦλθον ἐπὶ τὴν ἐρώτησιν ταύτην; Πρὸ τούτου τὸν παραλελυμένον θεραπεύων, ἔλεγεν· Ἰδοὺ ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Οὗτοι τοίνυν ἐννοήσαντες, ὅτι ἐκεῖνος δι' ἁμαρτίας παρελύθη, λέγουσιν· Ἔστω, ἐκεῖνος δι' ἁμαρτήματα παρελύθη· περὶ τούτου δὲ τί ἂν εἴποις; οὗτος ἥμαρτεν; Ἀλλ' 59.306.30 οὐκ ἔστιν εἰπεῖν· ἐκ γενετῆς γάρ ἐστι τυφλός. Ἀλλ' οἱ γονεῖς αὐτοῦ; Ἀλλ' οὐδὲ τοῦτο. Παῖς γὰρ ὑπὲρ πατρὸς οὐ δίδωσι δίκην. Ὥσπερ οὖν παιδίον κακούμενον ὁρῶντες λέγομεν· Τί ἄν τις εἴποι περὶ τούτου; τί ἐποίησε τὸ παιδίον; οὐκ ἐρωτῶντες, ἀλλὰ διαποροῦντες· οὕτω δὴ καὶ οἱ μαθηταὶ οὐ τοσοῦτον ἐρωτῶντες τοῦτο ἔλεγον, ἀλλ' ἀποροῦντες. Τί οὖν ὁ Χριστός; Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ. Τοῦτο δὲ οὐχ ἁμαρτημάτων ἀπαλλάττων αὐτούς φησιν (οὐ γὰρ ἁπλῶς εἶπεν, Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ· ἀλλ' ἐπήγαγεν· Ἵνα τυφλὸς γεννηθῇ), ἀλλ' ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ. Ἥμαρτε μὲν γὰρ καὶ οὗτος, καὶ οἱ γονεῖς αὐτοῦ· ἀλλ' οὐκ ἐντεῦθεν, φησὶν, ἡ πήρωσις. Ταῦτα δὲ ἔλεγεν, οὐ τοῦτο ἐμφαίνων, ὅτι οὗτος μὲν οὐχ οὕτως, ἄλλοι δέ τινες ἐκ τούτων ἐτυφλώθησαν τῶν αἰτιῶν, διὰ τὰς τῶν γονέων ἁμαρτίας. Οὐδὲ γὰρ ἔνι, ἁμαρτάνοντος ἑτέρου, κολάζεσθαι ἕτερον. Ἐπεὶ εἰ τοῦτο δώσομεν, κἀκεῖνο δώσομεν, ὅτι πρὸ γενέσεως ἥμαρτεν. Ὥσπερ οὖν εἰπὼν, ὅτι Οὔτε οὗτος ἥμαρτεν, οὐ τοῦτο λέγει, ὅτι ἔνι ἐκ γενετῆς ἁμαρτεῖν καὶ κολασθῆναι· οὕτως εἰπὼν, Οὔτε οἱ γονεῖς αὐτοῦ, οὐ τοῦτο εἶπεν, ὅτι ἔνι διὰ γονέας κολασθῆναι. Καὶ γὰρ διὰ τοῦ Ἰεζεκιὴλ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν· Ζῶ ἐγὼ, λέγει Κύριος, εἰ ἔσται ἡ 227
παραβολὴ αὕτη ἡ λεγομένη· Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ὠμοδίασαν. Καὶ ὁ Μωϋσῆς δέ φησιν· Οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ τέκνου. Καὶ περί τινος βασιλέως φησὶν, ὅτι διὰ τοῦτο τοῦτο οὐκ ἐποίησε, φυλάττων τὸν Μωϋσέως νόμον. Εἰ δὲ λέγει τις, Πῶς οὖν εἴρηται, Ὁ ἀποδιδοὺς ἁμαρτίας γονέων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἔστι καθολικὴ ἡ ἀπόφασις, ἀλλ' ἐπί τινων εἴρηται τῶν ἐξ Αἰγύπτου ἐξελθόντων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπειδὴ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες, μετὰ τὰ σημεῖα 59.307 καὶ τὰ θαύματα τῶν προγόνων, γεγόνασι χείρους τῶν οὐδὲν τούτων θεασαμένων, τὰ αὐτὰ πείσονται, φησὶν, ἅπερ ἔπαθον ἐκεῖνοι, ἐπειδὴ τὰ αὐτὰ τετολμήκασι. Καὶ ὅτι περὶ ἐκείνων εἴρηται, τῷ τόπῳ τις ἐπιστήσας ἀκριβέστερον εἴσεται. Τίνος οὖν ἕνεκεν τυφλὸς ἐγεννήθη; Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, φησίν. Ἰδοὺ πάλιν ἄπορον ἄλλο, εἰ χωρὶς τῆς τούτου κολάσεως οὐκ ἐνῆν φανῆναι τοῦ Θεοῦ τὴν δόξαν. Μάλιστα μὲν οὐ τοῦτο εἴρηται, ὅτι οὐκ ἐνῆν· ἐνῆν γάρ· ἀλλὰ καὶ ἐν τούτῳ ἵνα φανερωθῇ. Τί οὖν, φησίν; ἠδικήθη διὰ τὴν τοῦ Θεοῦ δόξαν; Ποίαν ἀδικίαν; εἰπέ μοι· εἰ γὰρ μηδὲ ὅλως παραγαγεῖν αὐτὸν ἐβούλετο. Ἐγὼ δὲ καὶ εὐηργετῆσθαι αὐτόν φημι ἀπὸ τῆς πηρώσεως. Τοὺς γὰρ ἔνδον ἀνέβλεψεν ὀφθαλμούς. Τί γὰρ ὄφελός ἐστι τοῖς Ἰουδαίοις τῶν ὀμμάτων; Μείζονα γὰρ κόλασιν ἔσχον, πηρωθέντες ἐν τῷ βλέπειν. Τί δὲ τούτῳ βλάβος ἀπὸ τῆς πηρώσεως; Διὰ γὰρ ταύτης ἀνέβλεψεν. Ὥσπερ οὖν τὰ κακὰ οὐκ ἔστι κακὰ τὰ κατὰ τὸν παρόντα βίον· οὕτως οὐδὲ τὰ ἀγαθὰ ἀγαθά· ἀλλ' ἁμαρτία μόνη κακὸν, πήρωσις δὲ οὐ κακόν. Ὁ δὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ἐξουσίαν εἶχε καὶ οὕτως αὐτὸν ἀφεῖναι. Φασὶ δέ τινες. ὅτι τοῦτο οὐδὲ αἰτιολογικόν ἐστι τὸ ἐπίῤῥημα, ἀλλὰ τῆς ἐκβάσεως· οἷον ὡς ὅταν λέγῃ, Εἰς κρίμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Καὶ μὴν οὐ διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται. Καὶ πάλιν ὁ Παῦλος· Τὸ γὰρ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Καίτοι οὐ διὰ τοῦτο αὐτοῖς ἔδειξεν, ἵνα ἀποστερηθῶσιν ἀπολογίας, ἀλλ' ἵνα τύχωσι, ἀπολογίας. Καὶ πάλιν ἀλλαχοῦ· Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Καίτοι οὐ διὰ τοῦτο παρεισῆλθεν, ἀλλ' ἵνα κωλυθῇ ἡ ἁμαρτία. βʹ. Ὁρᾷς πανταχοῦ τὸ ἐπίῤῥημα τῆς ἐκβάσεως ὄν; Καθάπερ γάρ τις οἰκοδόμος ἄριστος, τῆς οἰκίας τὸ μὲν εἰργάσατο, τὸ δὲ ἀφῆκεν ἀτέλεστον, ὥστε τοῖς ἀπιστοῦσι διὰ τοῦ λειψάνου καὶ περὶ τοῦ παντὸς ἀπολογήσασθαι· οὕτω καὶ ὁ Θεὸς, καθάπερ οἰκίαν τινὰ σεσαθρωμένην, τὸ σῶμα τὸ ἡμέτερον συγκολλᾷ καὶ ἀναπληροῖ, τήν τε χεῖρα τὴν ξηρὰν θεραπεύων, τὰ παραλελυμένα μέλη σφίγγων, τοὺς χωλοὺς διορθούμενος, τοὺς λεπροὺς καθαίρων, τοὺς νοσοῦντας ἐγείρων, τοὺς τὰ σκέλη πεπηρωμένους ἀρτίους ποιῶν, τοὺς νεκροὺς ἀπὸ θανάτου καλῶν, μεμυκότας ὀφθαλμοὺς διανοίγων, οὐκ ὄντας ἐπιτιθείς· ἅπερ ἅπαντα τῆς κατὰ φύσιν ἀσθενείας ὄντα πηρώματα, εἶτα διορθούμενος, ἐδείκνυ αὐτοῦ τὴν δύναμιν. Εἰπὼν δὲ, Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, περὶ ἑαυτοῦ φησιν, οὐ περὶ τοῦ Πατρός. Ἐκείνου γὰρ ἡ δόξα ἦν φανερά. Ἐπειδὴ γὰρ ἤκουον, ὅτι τὸν ἄνθρωπον ὁ Θεὸς ἐποίησε λαβὼν χοῦν ἀπὸ τῆς γῆς, διὰ τοῦτο οὕτω καὶ αὐτὸς ἔπλασε. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Ἐγώ εἰμι ὁ λαβὼν χοῦν ἀπὸ τῆς γῆς, καὶ πλάσας τὸν ἄνθρωπον, πρόσαντες ἐδόκει εἶναι τοῖς ἀκούουσι· διὰ δὲ τοῦ ἔργου τοῦτο δεικνύμενον, οὐκ ἔτι λοιπὸν προσίστατο. Διὸ δὴ καὶ αὐτὸς χοῦν λαβὼν, καὶ φύρων τῷ πτύσματι, οὕτω τὴν κεκρυμμένην αὐτοῦ δόξαν ἐφανέρωσεν. Οὐ μικρὰ γὰρ δόξα, τὸ δημιουργὸν αὐτὸν νομισθῆναι τῆς κτίσεως. Ἀπὸ γὰρ τούτου καὶ τὰ ἄλλα συνεισήρχετο, ἀπὸ τοῦ μέρους καὶ τὸ ὅλον ἐπιστοῦτο. Ἡ γὰρ περὶ τοῦ μείζονος πίστις καὶ τὸ ἔλαττον ἐβεβαίου. Τῆς κτίσεως γὰρ ἁπάσης τιμιώτερον ἄνθρωπος, καὶ τῶν ἐν ἡμῖν μελῶν τιμιώτερος ὀφθαλμός. 59.308 Διὰ τοῦτο οὐχ ἁπλῶς, ἀλλ' ἐκείνῳ τῷ τρόπῳ τὰ ὄμματα ἐδημιούργησεν. Εἰ γὰρ καὶ μικρὸν τῷ μεγέθει τὸ μέλος, ἀλλ' ὅλου τοῦ σώματός ἐστιν ἀναγκαιότερον. Καὶ τοῦτο 228
Παῦλος δηλῶν ἔλεγεν· Ἐὰν εἴπῃ ἡ ἀκοὴ, ὅτι Οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος; οὐ διὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Πάντα μὲν γὰρ τὰ ἐν ἡμῖν τῆς τοῦ Θεοῦ σοφίας ἐστὶν ἀπόδειξις· πολλῷ δὲ μᾶλλον ὀφθαλμός. Τοῦτο γοῦν τὸ πᾶν διακυβερνᾷ σῶμα, τοῦτο τῷ παντὶ σώματι τὸ κάλλος ἐργάζεται, τοῦτο κοσμεῖ τὴν ὄψιν, τοῦτο λύχνος ἐστὶν ἁπάντων τῶν μελῶν. Ὅπερ γὰρ ἥλιος κατὰ τὴν οἰκουμένην, τοῦτο ὀφθαλμὸς ἐν τῷ σώματι. Ἂν σβέσῃς τὸν ἥλιον, πάντα ἀπώλεσας καὶ συνετάραξας· ἂν σβέσῃς τοὺς ὀφθαλμοὺς, καὶ πόδες ἄχρηστοι, καὶ χεῖρες καὶ ψυχή. Οἴχεται γὰρ ἡ γνῶσις, πηρωθέντων τούτων· διὰ γὰρ τούτων τὸν Θεὸν ἐγνώκαμεν. Τὰ γὰρ ἀόρατα αὐτοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται. Οὐκ ἄρα τῷ σώματι λύχνος ὁ ὀφθαλμὸς μόνον, ἀλλὰ καὶ πρὸ τοῦ σώματος τῇ ψυχῇ. Διόπερ ὥσπερ ἔν τινι βασιλικῷ χωρίῳ ἵδρυται, τὴν ἄνω λῆξιν λαχὼν, καὶ τῶν ἄλλων αἰσθήσεων προκαθήμενος. Τοῦτον οὖν διαπλάττει. Εἶτα, ἵνα μὴ νομίσῃς ὅτι ὕλης δεῖται ὅταν ποιῇ, καὶ ἵνα μάθῃς ὅτι οὐδὲ παρὰ τὴν ἀρχὴν πηλοῦ χρείαν εἶχεν (ὁ γὰρ οὐκ οὔσας οὐσίας τὰς μείζους παραγαγὼν, πολλῷ μᾶλλον ταύτην χωρὶς ὕλης ἐποίησεν)· ἵνα οὖν μάθῃς ὅτι οὐ χρείας ἕνεκεν τοῦτο ποιεῖ, ἀλλὰ διδάσκων ἑαυτὸν εἶναι δημιουργὸν τὸν ἐν ἀρχῇ, χρίσας τὸν πηλόν φησιν· Ἄπελθε, νίψαι· ἵνα εἰδῇς ὅτι οὐ πηλοῦ δέομαι πρὸς τὸ ποιῆσαι ὀφθαλμοὺς, ἀλλ' ἵνα φανερωθῇ ἐν αὐτῷ ἡ δόξα ἡ ἐμή. Ὅτι γὰρ περὶ ἑαυτοῦ φησιν, εἰπὼν, Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, ἐπήγαγεν· Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με· τουτέστιν, Ἐμὲ δεῖ φανερῶσαι ἐμαυτὸν, καὶ ποιῆσαι τὰ δυνάμενά με δεῖξαι τὰ αὐτὰ τῷ Πατρὶ ποιοῦντα, οὐ τοιαῦτα, ἀλλὰ τὰ αὐτὰ, ὃ μείζονός ἐστιν ἀπαραλλαξίας, καὶ ὅπερ ἐπὶ τῶν οὐδὲ κατὰ μικρὸν διεστηκότων λέγεται. Τίς οὖν ἀντιβλέψει λοιπὸν, ὁρῶν αὐτὸν τὰ αὐτὰ δυνάμενον τῷ Πατρί; Οὐ γὰρ ἔπλασε μόνον ὀφθαλμοὺς, οὐδὲ ἀνέῳξεν, ἀλλὰ καὶ τὸ ὁρᾷν ἐχαρίσατο· ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ ψυχὴν ἐμφυσῆσαι. Ἐκείνης γὰρ μὴ ἐνεργούσης, ὀφθαλμὸς κἂν ἀπηρτισμένος ᾖ, οὐκ ἂν ἴδοι ποτὲ οὐδέν. Ὥστε καὶ τὴν ἀπὸ τῆς ψυχῆς ἐνέργειαν ἐχαρίσατο, καὶ τὸ μέλος ἔδωκε πάντα ἔχον, καὶ ἀρτηρίας, καὶ νεῦρα, καὶ φλέβας, καὶ αἷμα, καὶ τὰ ἄλλα πάντα, ἐξ ὧν σύγκειται ἡμῖν τὸ σῶμα. Ἐμὲ δεῖ ἐργάζεσθαι ἕως ἡμέρα ἐστί. Τί ταῦτα βούλεται τὰ ῥήματα; ποίαν δὲ ἀκολουθίαν ἔχει; Πολλήν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ἕως ἡμέραἐστὶν, ἕως ἔξεστι τοῖς ἀνθρώποις πιστεύειν εἰς ἐμὲ, ἕως ὁ βίος οὗτος ἐνέστηκε, δεῖ με ἐργάζεσθαι. Ἔρχεται νὺξ, τουτέστιν, ὁ μέλλων καιρός· ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Οὐκ εἶπεν, Ὅτε ἐγὼ οὐ δύναμαι ἐργάζεσθαι· ἀλλ' Ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι, τουτέστιν, ὅτε οὐκ ἔτι πίστις ἐστὶν, οὔτε πόνοι, οὔτε μετάνοια. Ὅτι γὰρ ἔργον τὴν πίστιν λέγει, λέγουσιν αὐτῷ· Τί ποιήσομεν, ἵνα ἐργασώμεθα τὰ ἔργα τοῦ Θεοῦ; Λέγει· Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Πῶς οὖν τοῦτο τὸ ἔργον οὐδεὶς δύναται ἐργάζεσθαι τότε; Ὅτι οὔτε πίστις ἐστὶν, ἀλλὰ καὶ ἑκόντες καὶ ἄκοντες ὑπακούσονται. Ἵνα γὰρ μή τις εἴπῃ, ὅτι φιλοτιμούμενος τοῦτο ποιεῖ, δείκνυσιν ὅτι φειδόμενος αὐτῶν πάντα ἐργάζεται, ἐνταῦθα μόνον ἐξουσίαν ἐχόντων πιστεύειν, 59.309 καὶ μηκέτι δυναμένων ἐκεῖ καρποῦσθαί τι. Διὰ τοῦτο οὐδὲ προσελθόντος τοῦ τυφλοῦ ἐποίησεν ὅπερ ἐποίησεν. Ὅτι μὲν γὰρ ἄξιος ἦν θεραπευθῆναι, καὶ εἰ ἔβλεπεν, ἐπίστευσεν ἂν καὶ προσῆλθεν, καὶ εἰ παρά τινος ἤκουσε παρόντα, οὐδ' ἂν οὕτως ἠμέλησεν, ἐκτῶν ἑξῆς δῆλον, ἐκ τῆς ἀνδρείας, ἐκ τῆς πίστεως αὐτῆς. Καὶ γὰρ ἦν εἰκὸς αὐτὸν ἐννοῆσαι καὶ εἰπεῖν· Τί ποτε τοῦτό ἐστι; πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι, Ὕπαγε, νίψαι. Οὐκ ἠδύνατο θεραπεῦσαι, καὶ τότε πέμψαι εἰς τὸ Σιλωάμ; Πολλάκις ἐνιψάμην ἐκεῖ μετὰ ἑτέρων πολλῶν, καὶ οὐδενὸς ἀπήλαυσα χρηστοῦ. Εἴ τινα δύναμιν εἶχε, παρὼν ἂν ἐθεράπευσεν· ὅπερ καὶ ὁ Νεεμὰν πρὸς τὸν Ἑλισσαῖον ἔλεγε. Καὶ γὰρ ἐκεῖνος κελευσθεὶς ἀπελθεῖν λούσασθαι εἰς τὸν Ἰορδάνην, ἠπίστει, καὶ ταῦτα φήμης τοσαύτης οὔσης περὶ τοῦ Ἑλισσαίου. Ἀλλ' οὐχ ὁ τυφλὸς ἠπίστησεν, οὐδὲ ἀντεῖπεν, 229
οὐδὲ ἐλογίσατο πρὸς ἑαυτὸν, Τί ποτε τοῦτό ἐστι; πηλὸν ἐχρῆν ἐπιθεῖναι; τοῦτο πηρῶσαι μᾶλλόν ἐστι· τίς οὕτως ἀνέβλεψέ ποτε; Ἀλλ' οὐδὲν τούτων ἐλογίσατο. Εἶδες πίστιν στεῤῥὰν καὶ προθυμίαν; Ἔρχεται νύξ. Δείκνυσιν ἐκ τούτου, ὅτι καὶ μετὰ τὸν σταυρὸν μέλλει προνοεῖν τῶν ἀσεβῶν, καὶ ἐπάγεσθαι πολλούς. Ἔτι γὰρ ἡμέρα ἐστί. Μετὰ δὲ τοῦτο τέλεον αὐτοὺς ἀποσχίζει. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου· ὃ καὶ ἑτέροις ἔλεγε· Πιστεύετε, ἕως τὸ φῶς μεθ' ὑμῶν ἐστι. γʹ. Τί δήποτε ὁ Παῦλος νύκτα μὲν τὸν παρόντα βίον ἐκάλεσεν, ἐκεῖνον δὲ ἡμέραν; Οὐκ ἐναντιούμενος τῷ Χριστῷ, ἀλλὰ τὰ αὐτὰ λέγων, εἰ καὶ μὴ τοῖς ῥήμασιν, ἀλλὰ ταῖς ἐννοίαις. Καὶ γὰρ, φησὶν, Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε. Νύκτα γὰρ τὸν παρόντα καλεῖ καιρὸν, διὰ τοὺς ἐν σκότῳ καθημένους, ἢ διὰ τὸ παραλαβεῖν αὐτὴν τῇ ἡμέρᾳ ἐκείνῃ· ὁ δὲ Χριστὸς νύκτα τὸ μέλλον καλεῖ, διὰ τὸ τῶν ἁμαρτημάτων ἀνενέργητον. Ὁ δὲ Παῦλος νύκτα τὸν παρόντα βίον καλεῖ, διὰ τὸ ἐν σκότῳ εἶναι τοὺς ἐν κακίᾳ διατρίβοντας καὶ ἀπιστίᾳ. Πιστοῖς τοίνυν διαλεγόμενος ἔλεγεν· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν, ὡς μελλόντων ἀπολαύσεσθαι τοῦ φωτὸς ἐκείνου· καὶ νύκτα τὸν παλαιὸν βίον καλεῖ. Ἀποθώμεθα γὰρ, φησὶ, τὰ ἔργα τοῦ σκότους. Ὁρᾷς ὅτι ἐκείνοις εἶναι νύκτα φησί; Διὸ λέγει· Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, ἵνα τοῦ φωτὸς ἀπολαύσωμεν ἐκείνου. Εἰ γὰρ τοῦτο οὕτω καλὸν τὸ φῶς, ἐννόησον ἡλίκον ἔσται ἐκεῖνο. Ὅσον γὰρ τοῦ λυχνιαίου φωτὸς τὸ ἡλιακὸν κρεῖττον, τοσοῦτον, καὶ πολλῷ πλέον ἐκεῖνο βέλτιον τούτου. Καὶ τοῦτο δηλῶν ἔλεγεν, ὅτι Ὁ ἥλιος σκοτισθήσεται, τουτέστι, διὰ τὴν περιουσίαν ἐκείνης τῆς μαρμαρυγῆς, οὔτε οὗτος φανεῖται. Εἰ δὲ νῦν ὑπὲρ τοῦ φωτεινὰς ἔχειν οἰκίας, καὶ εὐαερεῖς, μυρία δαπανῶμεν χρήματα, οἰκοδομοῦντες, ταλαιπωρούμενοι· ἐννόησον πῶς χρὴ καὶ τὰ σώματα αὐτὰ δαπανᾷν, ὑπὲρ τοῦ λαμπρὰς ἡμῖν οἰκίας ἐν οὐρανοῖς οἰκοδομηθῆναι, ἔνθα τὸ φῶς ἐκεῖνο τὸ ἀπόῤῥητον. Ἐνταῦθα μὲν γὰρ καὶ μάχαι καὶ φιλονεικίαι περὶ ὅρων καὶ τοίχων· ἐκεῖ δὲ οὐδὲν τοιοῦτόν ἐστιν· οὐ φθόνος, οὐ βασκανία· οὐδὲ φιλονεικήσει τις ἡμῖν περὶ ὁροθεσίων. Καὶ ταύτην μὲν ἀπολιπεῖν ἀνάγκη πάντως, ἐκείνη δὲ 59.310 συμπαραμένει διηνεκῶς· καὶ ταύτην μὲν ἀνάγκη σαθροῦσθαι τῷ χρόνῳ, καὶ μυρίαις ὑποκεῖσθαι βλάβαις, ἐκείνην δὲ μένειν ἀγήρω διηνεκῶς· καὶ ταύτην μὲν ὁ πένης οὐ δύναται οἰκοδομεῖν, ἐκείνην δὲ ἔστι καὶ διὰ δύο ὀβολῶν οἰκοδομῆσαι, καθάπερ ἡ χήρα. Διὰ ταῦτα ἀποπνίγομαι, ὅτι, τοσούτων ἡμῖν προκειμένων ἀγαθῶν, ῥᾳθυμοῦμεν, ὀλιγωροῦμεν, καὶ ὅπως μὲν ἐνταῦθα λαμπρὰς σχοίημεν οἰκίας, ἅπαντα πράττομεν· ὅπως δὲ ἐν τοῖς οὐρανοῖς κἂν μικρὸν κτησώμεθα καταγώγιον, οὐ μεριμνῶμεν, οὐ φροντίζομεν. Εἰπὲ γάρ μοι· ποῦ ἐβούλου οἰκίαν ἔχειν ἐνταῦθα; ἆρα ἢ ἐν ἐρημίᾳ, ἢ ἐν μιᾷ τῶν πόλεων τῶν μικρῶν; Οὐκ ἔγωγε οἶμαι· ἀλλ' ἐν ταῖς βασιλικωτάταις καὶ μεγάλαις, ἔνθα πλείων ἡ ἐμπορία, ἔνθα μείζων ἡ περιφάνεια. Ἐγὼ δέ σε εἰς πόλιν ἄγω τοιαύτην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐκεῖ παρακαλῶ κτίζειν τε καὶ οἰκοδομεῖν, δι' ἐλαττόνων χρημάτων, δι' ἐλάττονος πόνου. Ἐκείνην τὴν οἰκίαν τῶν πενήτων οἰκοδομοῦσιν αἱ χεῖρες, καὶ τοῦτο μάλιστά ἐστιν οἰκοδομή· ὡς τά γε νῦν γινόμενα, ἐσχάτης ἀνοίας. Καὶ γὰρ εἴ τις σε εἰς Περσικὴν ἤγαγε γῆν, ὀψόμενον τὰ ἐκεῖ, καὶ ἐπανήξοντα· εἶτα ἐκέλευσεν οἰκίας δείμασθαι· ἆρα οὐκ ἂν αὐτοῦ κατέγνως ἄνοιαν τὴν ἐσχάτην, ὡς ἀκαίρως δαπανᾷν κελεύοντος; Πῶς οὖν ἐπὶ τῆς γῆς τὸ αὐτὸ τοῦτο ποιεῖς, ἣν μικρὸν ὕστερον ἀπολείψῃ; Ἀλλὰ τοῖς παιδίοις καταλείψω, φησίν. Ἀλλὰ καὶ ἐκεῖνοι μικρὸν ὕστερον καταλείψουσι μετὰ σέ· πολλάκις δὲ καὶ πρὸ σοῦ· καὶ οἱ μετ' ἐκείνους πάλιν. Καὶ γίνεταί σοι καὶ ἐνταῦθα τὸ πρᾶγμα ἀθυμίας ὑπόθεσις, ὅταν τοὺς κληρονόμους κατέχοντας μὴ ἴδῃς. Ἐκεῖ δὲ οὐδὲν τοιοῦτόν ἐστιν ὑποπτεῦσαι· ἀλλ' ἀκίνητος ἡ κτῆσις μένει, καὶ σοὶ, καὶ τοῖς παιδίοις καὶ τοῖς ἐγγόνοις, ἂν τὴν αὐτὴν ἀρετὴν μιμήσωνται. Ἐκείνης τῆς οἰκοδομῆς ὁ Χριστὸς ἐφάπτεται· ἐκείνην οἰκοδομοῦντα, οὐκ ἀνάγκη ἐπιμελητὰς ἐφιστᾷν, οὐδὲ φροντίζειν, οὐδὲ μεριμνᾷν. Ὅταν γὰρ ὁ Θεὸς 230
τὸ ἔργον ἀναδέξηται, τίς χρεία φροντίδος; Ἐκεῖνος πάντα συνάγει, καὶ ἀνίστησι τὴν οἰκίαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι οὕτως αὐτὴν οἰκοδομεῖ, ὥς σοι ἀρεστόν ἐστιν· μᾶλλον δὲ καὶ ὑπὲρ τὸ ἀρεστὸν, καὶ ὑπὲρ ὃ βούλει. Τεχνίτης γάρ ἐστιν ἄριστος, καὶ σφόδρα σου κήδεται τῶν συμφερόντων. Κἂν πένης ᾖς, καὶ βουληθῇς οἰκοδομῆσαι τὴν οἰκίαν ταύτην, οὐ φέρει σοι φθόνον, οὐδὲ τίκτει σοι βασκανίαν· Οὐδεὶς γὰρ αὐτὴν ὁρᾷ τῶν ἐπισταμένων φθονεῖν, ἀλλ' οἱ ἐπιστάμενοι χαίρειν ἄγγελοι τοῖς ἀγαθοῖς τοῖς σοῖς· οὐδεὶς αὐτὴν παρορίσαι δυνήσεται· οὐδεὶς γὰρ αὐτὴν παροικεῖ τῶν τὰ τοιαῦτα νοσούντων. Γείτονας ἔχεις ἐκεῖ, τοὺς ἁγίους, τοὺς περὶ Παῦλον καὶ Πέτρον, τοὺς προφήτας ἅπαντας, τοὺς μάρτυρας, τὸν δῆμον τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων. Διὰ δὴ ταῦτα πάντα, τὰ ὄντα εἰς τοὺς πένητας κενώσωμεν, ἵνα ἐκείνων ἐπιτύχωμεν τῶν σκηνῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.311 ΟΜΙΛΙΑ ΝΖʹ. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, ἔπτυσε χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πη λὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, καὶ εἶ πεν· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ. αʹ. Τοὺς μέλλοντάς τι παρὰ τῶν ἀναγινωσκομένων καρποῦσθαι, οὐδὲ τὸ μικρὸν τῶν λεγομένων παρατρέχειν δεῖ. Διὰ γὰρ τοῦτο ἐρευνᾷν τὰς Γραφὰς ἐκελεύσθημεν, ἐπειδὴ δοκεῖ τὰ πολλὰ, καίτοι γε αὐτόθεν ὄντα εὔκολα, πολλὴν ἐν τῷ βάθει διάνοιαν ἔχειν ἀποκεκρυμμένην. Ὅρα γὰρ οἷόν ἐστι καὶ τὸ παρόν. Ταῦτα γὰρ εἰπὼν, φησὶν, ἔπτυσε χαμαί. Ποῖα ταῦτα; Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, καὶ ὅτι Δεῖ με ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με. Οὐ γὰρ ἁπλῶς ἀνέμνησεν ἡμᾶς τῶν εἰρημένων ὁ εὐαγγελιστὴς, καὶ ἐπήγαγεν, ὅτι Ἔπτυσεν· ἀλλὰ δηλῶν ὅτι τὸν λόγον διὰ τῶν ἔργων ἐπιστώσατο. Καὶ διατί μὴ ὕδατι κέχρηται, ἀλλὰ πτύσματι εἰς τὸν πηλόν; Ἔμελλεν αὐτὸν πέμπειν εἰς τὸν Σιλωάμ. Ἵν' οὖν μηδὲν ἐπιγραφῇ τῇ πηγῇ, ἀλλὰ μάθῃς ὅτι ἡ ἐκ τοῦ στόματος ἐξελθοῦσα δύναμις αὐτὴ καὶ διέπλασε καὶ ἀνέῳξε τοὺς ὀφθαλμοὺς, ἔπτυσε χαμαί. Τοῦτο γοῦν καὶ ὁ εὐαγγελιστὴς ἐπισημηνάμενος ἔλεγε, Καὶ ἐποίησε πηλὸν ἀπὸ τοῦ πτύσματος. Εἶτα, ἵνα μὴ δόξῃ τῆς γῆς εἶναι τὸ κατόρθωμα, ἐκέλευσε νίψασθαι. Τίνος οὖν ἕνεκεν οὐκ εὐθέως τοῦτο ἐποίησεν, ἀλλ' ἐπὶ τὸν Σιλωὰμ ἔπεμψεν; Ἵνα μάθῃς τοῦ τυφλοῦ τὴν πίστιν· καὶ ἵνα ἐπιστομισθῇ τῶν Ἰουδαίων ἡ ἀγνωμοσύνη. Εἰκὸς γὰρ ἦν ἅπαντας ὁρᾷν αὐτὸν ἀπιόντα, τὸν πηλὸν ἔχοντα ἐπὶ τοὺς ὀφθαλμοὺς κεχρισμένον. Τῷ γὰρ παραδόξῳ πάντας ἂν ἐπέστρεψε πρὸς ἑαυτὸν, τούς τε εἰδότας αὐτὸν, τούς τε ἀγνοοῦντας, καὶ μετὰ ἀκριβείας ἂν αὐτῷ προσέσχον. Ἐπειδὴ γὰρ οὐκ εὔκολον τυφλὸν ἀναβλέψαντα γνωρίσαι, πολλοὺς ποιεῖ γενέσθαι πρότερον μάρτυρας διὰ μακρᾶς τῆς ὁδοῦ, καὶ ἀκριβεῖς θεατὰς τῷ παραδόξῳ τῆς θέας, ἵνα προσεκτικώτεροι γενόμενοι μηκέτι δύνωνται λέγειν, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Πρὸς δὲ τούτοις κἀκεῖνο βούλεται κατασκευάζειν, ὅτι οὐκ ἀλλότριός ἐστι τοῦ νόμου καὶ τῆς Παλαιᾶς, πέμπων εἰς τὸν Σιλωάμ. Οὐδὲ γὰρ ἐκεῖνο λοιπὸν ὑποπτεῦσαι ἦν, μὴ ὁ Σιλωὰμ λάβῃ τὴν δόξαν. Καὶ γὰρ πολλοὶ πολλάκις ἐκεῖ τοὺς ὀφθαλμοὺς ἀπονιψάμενοι, οὐδενὸς ἀπήλαυσαν τοιούτου. Κἀκεῖ γὰρ ἡ δύναμις ἦν τοῦ Χριστοῦ, ἡ πάντα ἐργαζομένη. Διὰ τοῦτο καὶ τὴν ἑρμηνείαν ἡμῖν προστίθησιν ὁ εὐαγγελιστής. Εἰπὼν γὰρ, Εἰς τὸν Σιλωὰμ, προσέθηκεν, Ὅ ἐστιν, ἀπεσταλμένος· ἵνα μάθῃς ὅτι κἀκεῖ ὁ Χριστὸς αὐτὸν ἐθεράπευσε, καθάπερ ὁ Παῦλός φησιν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ὥσπερ οὖν πέτρα ἦν ὁ Χριστὸς πνευματικὴ, οὕτω καὶ Σιλωὰμ ἦν πνευματικός. Ἐμοὶ δὲ δοκεῖ καὶ τὸ ἀθρόον τῆς τοῦ ὕδατος παρουσίας αἰνίττεσθαι μυστήριον ἡμῖν ἀπόῤῥητον. Ποῖον δὴ 231
τοῦτο; Τὸ ἀπροσδόκητον τῆς ἐπιφανείας καὶ παρ' ἐλπίδα πᾶσαν. Ἀλλ' ὅρα τοῦ τυφλοῦ τὴν γνώμην πρὸς πάντα ὑπακούουσαν. Οὐδὲ γὰρ εἶπεν, Εἰ ὅλως ὁ πηλός ἐστιν, ἢ τὸ πτύσμα τὸ παρέχον τοὺς ὀφθαλμοὺς, τί μοι χρεία τοῦ Σιλωάμ; εἰ δὲ χρεία τοῦ Σιλωὰμ, τίς χρεία τοῦ πηλοῦ; τίνος ἕνεκεν ἔχρισεν; τίνος ἕνεκεν νίψασθαι ἐκέλευσεν; Ἀλλ' οὐδὲν τούτων ἐλογίσατο· ἀλλὰ πρὸς ἓν παρεσκεύαστο μόνον, ἅπαντα πείθεσθαι τῷ κελεύοντι, καὶ οὐδὲν αὐτὸν τῶν γινομένων ἐσκανδάλιζεν. Εἰ δὲ λέγοι τις· Πῶς οὖν ἀνέβλε 59.312 ψεν ἀποθέμενος τὸν πηλόν; οὐδὲν ἄλλο ἀκούσεται παρ' ἡμῶν ἢ ὅτι τὸν τρόπον οὐκ ἴσμεν. Καὶ τί θαυμαστὸν, εἰ ἡμεῖς οὐκ ἴσμεν; Οὐδὲ γὰρ ὁ εὐαγγελιστὴς ἠπίστατο, οὐδὲ αὐτὸς ὁ τεθεραπευμένος· ἀλλὰ τὸ μὲν γεγενημένον οἶδε, τὸν δὲ τρόπον καταλαβεῖν οὐ δύναται. Τοῦτο δὲ καὶ ἐρωτώμενος ἔλεγεν, ὅτι Πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω. Πῶς δὲ τοῦτο γέγονεν, οὐκ ἔχει λέγειν, κἂν μυριάκις ἐρωτήσωσιν. Οἱ οὖν γείτονες, φησὶ, καὶ οἱ θεωροῦντες αὐτὸν ὅτι προσαίτης ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; Ἄλλοι ἔλεγον· Οὗτός ἐστι. Τὸ γὰρ παράδοξον τοῦ γεγενημένου, καὶ εἰς ἀπιστίαν αὐτοὺς ἦγε· καίτοι γε τοσούτων οἰκονομηθέντων ὥστε μὴ ἀπιστῆσαι. Οἱ δὲ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; Βαβαὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας! ποῦ κατέβαινε, τοὺς προσαιτοῦντας μετὰ πολλῆς τῆς εὐνοίας θεραπεύων, κἀντεῦθεν τοὺς Ἰουδαίους ἐπιστομίζων! Ὅτι οὐ τοὺς λαμπροὺς, οὐδὲ τοὺς περιφανεῖς, οὐδὲ τοὺς ἄρχοντας, ἀλλὰ καὶ τοὺς ἀσήμους τῆς αὐτῆς ἠξίου προνοίας. Καὶ γὰρ ἐπὶ σωτηρίᾳ πάντων ἀφῖκτο. Ὃ δὲ ἐπὶ τοῦ παραλυτικοῦ γέγονε, τοῦτο καὶ ἐπὶ τούτου γίνεται. Οὔτε γὰρ ἐκεῖνος ᾔδει τίς ἐστιν ὁ θεραπεύσας αὐτὸν, οὔτε οὗτος. Ἐγίνετο δὲ τοῦτο διὰ τὴν ἀναχώρησιν τοῦ Χριστοῦ. Ἀνεχώρει δὲ ἀεὶ θεραπεύων ὁ Ἰησοῦς, ὥστε πᾶσαν ὑποψίαν περιαιρεθῆναι τῶν σημείων. Οἱ γὰρ μὴ εἰδότες αὐτὸν ὅστις ἐστὶ, πῶς ἂν ἐχαρίσαντο αὐτῷ καὶ συγκατεσκεύασαν τὰ γεγενημένα; Οὐδὲ γὰρ τῶν περιιόντων ἦν οὗτος, ἀλλὰ τῶν καθημένων παρὰ τὰς θύρας τοῦ ἱεροῦ. Ἀμφισβητούντων δὲ πάντων περὶ αὐτοῦ, τί φησιν ἐκεῖνος; Ἐγώ εἰμι. Οὐκ ᾐσχύνθη τὴν προτέραν πήρωσιν, οὐδὲ ἔδεισε τοῦ δήμου τὸν θυμὸν, οὐδὲ παρῃτήσατο δεῖξαι ἑαυτὸν, ἵνα κηρύξῃ τὸν εὐεργέτην. Λέγουσιν αὐτῷ· Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; Λέγει αὐτοῖς· Ἄνθρωπος λεγόμενος Ἰησοῦς. Τί λέγεις; ἄνθρωπος τοιαῦτα ἐργάζεται; Ἀλλ' οὐδὲν μέγα τέως ᾔδει περὶ αὐτοῦ. Ἄνθρωπος λεγόμενος Ἰησοῦς ἐποίησε πηλὸν καὶ ἐπέχρισεν. βʹ. Ὅρα πῶς ἀληθής ἐστιν. Οὐκ εἶπεν, πόθεν ἐποίησε· ὃ γὰρ οὐκ οἶδεν, οὐ λέγει. Οὐδὲ γὰρ εἶδεν ὅτι χαμαὶ ἔπτυσεν· ὅτι δὲ ἐπέχρισε, διὰ τῆς αἰσθήσεως ἐμάνθανε καὶ τῆς ἀφῆς. Καὶ εἶπέ μοι, Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ. Καὶ τοῦτο ἡ ἀκοὴ ἐμαρτύρησε. Καὶ πόθεν ἐπεγίνωσκεν αὐτοῦ τὴν φωνήν; Ἀπὸ τῆς διαλέξεως τῆς πρὸς τοὺς μαθητάς. Καὶ ταῦτα λέγων ἅπαντα, καὶ τὴν διὰ τῶν ἔργων μαρτυρίαν λαβὼν, τὸν τρόπον εἰπεῖν οὐ δύναται. Εἰ δὲ ἐπὶ τῶν αἰσθητῶν καὶ ψηλαφωμένων πίστεως δεῖ, πολλῷ μᾶλλον ἐπὶ τῶν ἀοράτων. Λέγουσιν αὐτῷ· Ποῦ ἔστιν ἐκεῖνος; Λέγει· Οὐκ οἶδα. Ἔλεγον δὲ τοῦτο, τὸ, Ποῦ ἔστιν ἐκεῖνος; φονῶντες ἤδη κατ' αὐτοῦ Θέα δὲ τοῦ Χριστοῦ τὸ ἀκόμπαστον, πῶς οὐ παρῆν τοῖς θεραπευομένοις. Οὐ γὰρ δόξαν καρπώσασθαι ἐβούλετο, οὐδὲ ὀχλαγωγεῖν, οὐδὲ ἐπιδείκνυσθαι. Ὅρα πῶς ἅπαντα φιλαλήθως ἀποκρίνεται ὁ τυφλός. Ἐβούλοντο μὲν οὖν τὸν Χριστὸν εὑρεῖν, ὥστε αὐτὸν ἀγαγεῖν πρὸς τοὺς ἱερεῖς· ἐπειδὴ δὲ οὐκ ἐπέτυχον, ἄγουσι τὸν τυφλὸν πρὸς τοὺς Φαρισαίους, ὡς σφοδρότερον ἐρωτήσοντας. Διὰ γὰρ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται ὅτι σάββατον ἦν, 59.313 ἵνα τὴν πονηρὰν αὐτῶν γνώμην ἐνδείξηται, καὶ τὴν αἰτίαν, δι' ἣν ἐζήτουν, ὡς λαβὴν δῆθεν εὑρίσκοντες, καὶ δυνάμενοι τὸ θαῦμα διαβαλεῖν, διὰ τῆς δοκούσης εἶναι τοῦ νόμου παραβάσεως. Καὶ τοῦτο δῆλον ἐκ τοῦ εὐθέως ἰδόντας αὐτὸν μηδὲν ἄλλο εἰπεῖν, ἀλλ' ἢ, Πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; Καὶ ὅρα πῶς λέγουσιν. Οὐ γὰρ εἶπον, Πῶς ἀνέβλεψας; ἀλλὰ, Πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; 232
διδόντες αὐτῷ πρόφασιν τοῦ διαβαλεῖν αὐτὸν ἐπ' ἐργασίᾳ. Ὁ δὲ ὡς πρὸς ἀκηκοότας συντομώτερον φθέγγεται. Οὔτε γὰρ τὸ ὄνομα εἰπὼν, οὔτε, ὅτι Εἶπέ μοι, Ὕπαγε, νίψαι, εὐθέως φησί· Πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω. Ὡς πολλῆς ἤδη γεγενημένης διαβολῆς, κἀκείνων εἰρηκότων, Ἴδε ὁ Ἰησοῦς οἷς ἐργάζεται ἐν σαββάτῳ, πηλὸν χρίει. Σὺ δέ μοι σκόπει, πῶς οὐ ταράττεται ὁ τυφλός. Ὅτε μὲν γὰρ ἐπ' ἐκείνων ἔλεγεν ἀκινδύνως ἐρωτώμενος, οὐχ οὕτω μέγα ἦν τὸ τὴν ἀλήθειαν εἰπεῖν· τὸ δὲ θαυμαστόν ἐστι νῦν, ὅτι καὶ ἐν πλείονι φόβῳ καταστὰς, οὔτε ἀρνεῖται, οὔτε ἐναντία λέγει τοῖς προτέροις. Τί οὖν οἱ Φαρισαῖοι; μᾶλλον δὲ καὶ οἱ ἄλλοι; Ἤγαγον μὲν αὐτὸν ὡς ἀρνησόμενον· τοὐναντίον δὲ ἔπαθον ὅπερ οὐκ ἐβούλοντο, καὶ ἀκριβέστερον ἔμαθον. Καὶ τοῦτο πανταχοῦ τῶν σημείων ὑπομένουσι· μᾶλλον δὲ ἐν τοῖς ἑξῆς τοῦτο σαφέστερον ἀποδείξομεν. Τί οὖν οἱ Φαρισαῖοι; Ἔλεγόν τινες, οὐ πάντες, ἀλλ' οἱ ἰταμώτεροι· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ· ἄλλοι ἔλεγον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Ὁρᾷς ὅτι ἀπὸ τῶν σημείων ἀνήγοντο; Οἱ γὰρ πρὸ τούτου πέμψαντες, ὥστε ἀγαγεῖν αὐτὸν, ἄκουσον τί λέγουσι νῦν, εἰ καὶ μὴ πάντες. Καὶ γὰρ ἄρχοντες ὄντες ὑπὸ τῆς φιλοδοξίας εἰς ἀπιστίαν ἔπιπτον. Ὅμως δὲ καὶ τῶν ἀρχόντων οἱ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· οὐχ ὡμολόγουν δέ. Ὁ μὲν οὖν πολὺς λαὸς εὐκαταφρόνητος ἦν, ἅτε μηδὲ μέγα συντελῶν εἰς τὴν συναγωγὴν αὐτῶν· οἱ δὲ ἄρχοντες μᾶλλον περίβλεπτοι ὄντες, δυσκολώτερον ἐπαῤῥησιάζοντο. Τοὺς μὲν γὰρ φιλαρχία κατεῖχε, τοὺς δὲ δειλία καὶ ὁ παρὰ τῶν πολλῶν φόβος. Διὸ καὶ ἔλεγε· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες; Καὶ αὐτοὶ μὲν φονεύειν ζητοῦντες ἀδίκως, τοῦ Θεοῦ ἔλεγον εἶναι· τὸν δὲ τυφλοὺς θεραπεύοντα οὐ δύνασθαι εἶναι ἐκ τοῦ Θεοῦ, διὰ τὸ σάββατον μὴ τηρεῖν. Πρὸς ταῦτα ἀντέθηκαν οὗτοι, ὅτι ἁμαρτωλὸς τοιαῦτα σημεῖα οὐ δύναται ποιεῖν. Ἐκεῖνοι μὲν οὖν κακούργως τὸ γεγονὸς σιγῶντες, τὴν δοκοῦσαν εἶναι παράβασιν εἰς μέσον ἔφερον. Οὐ γὰρ ἔλεγον, ὅτι ἐν τῷ σαββάτῳ θεραπεύει, ἀλλ' ὅτι Τὸ σάββατον οὐ τηρεῖ· οὗτοι δὲ πάλιν ἀσθενῶς. Δέον γὰρ ἐπιδεῖξαι πῶς τὸ σάββατον οὐ λύεται, ἀπὸ τῶν σημείων ἰσχυρίζονται μόνον· καὶ εἰκότως. Ἔτι γὰρ ἄνθρωπον αὐτὸν ἐνόμιζον εἶναι. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, καὶ ἑτέρως εἶχον ἀπολογήσασθαι, ὅτι τοῦ σαββάτου κύριος ἦν, καὶ αὐτὸς αὐτὸ πεποίηκεν· ἀλλ' οὐδέπω ταύτην εἶχον τὴν γνώμην. Οὐδεὶς μέντοι αὐτῶν ἐτόλμα ἅπερ ἐβούλετο φανερῶς εἰπεῖν, οὐδὲ ἐν ἀποφάσει, ἀλλ' ἐν ἀμφισβητήσει, οἱ μὲν διὰ τὸ ἀπαῤῥησίαστον, οἱ δὲ διὰ φιλαρχίαν. Σχίσμα οὖν ἦν ἐν αὐτοῖς. Τοῦτο τὸ σχίσμα πρῶτον ἤρξατο ἐν τῷ λαῷ· εἶτα ὕστερον καὶ ἐν τοῖς ἄρχουσι. Καὶ οἱ μὲν ἔλεγον, ὅτι Ἀγαθός ἐστιν, ἄλλοι δὲ, Οὐχὶ, ἀλλ' ἀπατᾷ τὸν ὄχλον. Ὁρᾷς πῶς ἀσυνετώτεροι τῶν πολλῶν οἱ ἄρχοντες σχισθέντες ὕστερον; Ἀλλὰ μετὰ τὸ σχισθῆναι πάλιν, 59.314 οὐδὲν ἐπεδείξαντο γενναῖον, ὁρῶντες τοὺς Φαρισαίους ἐπικειμένους. Ὡς εἴ γε τέλεον ἀπεσχίσθησαν, ταχέως ἂν τὴν ἀλήθειαν ἐπέγνωσαν. Ἔστι γὰρ σχισθῆναι καλῶς. Διὸ καὶ αὐτὸς ἔλεγεν· Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. Ἔστι γὰρ καὶ κακὴ ὁμόνοια, ἔστι καὶ καλὴ διαφωνία. Καὶ γὰρ οἱ τὸν πύργον οἰκοδομοῦντες, ὡμονόησαν ἐπὶ κακῷ τῷ ἑαυτῶν· καὶ οἱ αὐτοὶ οὗτοι πάλιν, ἄκοντες μὲν, ἐπὶ συμφέροντι δὲ ὅμως ἐσχίσθησαν. Καὶ οἱ περὶ Κορὲ δὲ κακῶς ὡμονόησαν, διὰ τοῦτο καλῶς ἐσχίσθησαν καὶ Ἰούδας ὡμονόησε μετὰ τῶν Ἰουδαίων κακῶς. Ἔστιν οὖν σχισθῆναι καλῶς, καὶ ἔστιν ὁμονοῆσαι κακῶς. Διὰ τοῦτό φησιν· Ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκκοψον αὐτόν· ἐὰν ὁ ποῦς σου, ἔκτεμε αὐτόν. Εἰ δὲ ἀπὸ μέλους ἀποσχίζεσθαι χρὴ κακῶς συνημμένου, οὐ πολλῷ μᾶλλον ἀπὸ φίλων κακῶς ἡνωμένων ἡμῖν; Ὥστε οὐ πανταχοῦ ὁμόνοια καλὸν, ὥσπερ οὖν οὐδὲ πανταχοῦ ἡ διάστασις κακόν. γʹ. Ταῦτα λέγω, ἵνα φεύγωμεν πονηροὺς, καὶ διώκωμεν ἀγαθούς. Εἰ γὰρ ἐν τοῖς μέλεσι τὸ σεσηπὸς καὶ ἀνιάτως ἔχον ἐκκόπτομεν, φοβούμενοι μὴ καὶ τὸ λοιπὸν τὴν αὐτὴν λύμην ὑποδέξηται σῶμα· καὶ ποιοῦμεν 233
τοῦτο, οὐκ ἐκείνου καταφρονοῦντες, ἀλλὰ τὸ λοιπὸν διαφυλάξαι βουλόμενοι· πόσῳ μᾶλλον ἐπὶ τῶν συνόντων ἡμῖν ἐπὶ κακίᾳ τοῦτο πράττειν ἀναγκαῖον; Εἰ μὲν γὰρ δυνάμεθα κἀκείνους διορθῶσαι, καὶ αὐτοὶ μὴ παραβλαβῆναι, πάντα ποιεῖν χρή· εἰ δὲ κἀκεῖνοι μένοιεν ἀδιόρθωτοι, καὶ ἡμᾶς παραβλάπτοιεν, ἐκκόπτειν αὐτοὺς καὶ ῥίπτειν ἀναγκαῖον. Πολλάκις γὰρ οὕτω κερδανοῦσι μᾶλλον. Διὸ καὶ Παῦλος οὕτω παρῄνει λέγων· Καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν· καὶ, Ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. Δεινὸν γὰρ, δεινὸν συνουσία πονηρῶν. Οὐχ οὕτω ταχέως λοιμὸς ἅπτεται, καὶ ψώρα διαφθείρει τοὺς ἀναχρωννυμένους, τοὺς τῷ νοσήματι κατεχομένους, ὡς ἡ τῶν πονηρῶν κακία ἀνδρῶν. Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί. Καὶ ὁ προφήτης πάλιν, Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε. Μηδεὶς τοίνυν φαῦλον ἐχέτω φίλον. Εἰ γὰρ υἱοὺς φαύλους ἔχοντες ἐκκηρύττομεν, καὶ οὐκ αἰδούμεθα τὴν φύσιν, οὐδὲ τοὺς ταύτης νόμους, οὐδὲ τὴν ἐξ αὐτῆς ἀνάγκην· πολλῷ μᾶλλον τοὺς συνήθεις καὶ γνωρίμους φεύγειν δεῖ, πονηροὺς ὄντας. Κἂν γὰρ μηδεμίαν παρ' αὐτῶν δεξώμεθα βλάβην, τὴν γοῦν πονηρὰν δόξαν διαφυγεῖν οὐκ ἰσχύσομεν. Οἱ γὰρ ἔξωθεν οὐ τὸν βίον ἐρευνῶσιν, ἀλλ' ἀπὸ τῶν συνόντων ἡμᾶς κρίνουσι. Ταῦτα καὶ γυναιξὶ καὶ παρθένοις παρεγγυῶ. Προνοούμενοι γὰρ, φησὶ, καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Πάντα τοίνυν πράττωμεν, ὥστε μὴ σκανδαλισθῆναι τὸν πλησίον. Βίος γὰρ κἂν σφόδρα ὀρθὸς ᾖ, σκάνδαλον ἑτέροις παρέχων, τὸ πᾶν ἀπώλεσε. Καὶ πῶς ἔνι τὸν ὀρθὸν βίον σκανδαλίσαι; Ὅταν ἡ συνουσία τῶν οὐκ ὀρθῶν πονηρὰν αὐτῷ περιθῇ δόξαν. Ἐπειδὰν γὰρ θαῤῥοῦντες ἑαυτοῖς συνῶμεν τοῖς πονηροῖς, κἂν αὐτοὶ μὴ βλαβῶμεν, ἑτέρους ἐσκανδαλίσαμεν. Ταῦτα καὶ ἀνδράσι καὶ γυναιξὶ λέγω καὶ παρθένοις, καταλιμπάνων αὐτῶν τῷ συνειδότι μετὰ ἀκριβείας εἰδέναι πόσα ἐντεῦθεν τίκτεται κακά. Ἐγὼ μὲν γὰρ οὐδὲν ὑποπτεύω πονηρὸν, οὐδὲ ἄλλος τις ἴσως τῶν τελειοτέρων· ὁ δὲ ἀφελέστερος ἀδελφὸς ἐπὶ τῇ σῇ παραβλάπτεται τελειότητι. Δεῖ δὲ καὶ τῆς ἀσθενείας τῆς ἐκείνου προνοεῖν. Κἂν οὗτος μὴ βλαβῇ, ἀλλ' ὁ Ἕλλην παραβλάπτεται. Ὁ δὲ Παῦλος ἐκέλευσεν ἀπροσκόπους εἶναι, καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Ἐγὼ πονηρὸν οὐδὲν ὑποπτεύω περὶ 59.315 τῆς παρθένου (ἀγαπῶ γὰρ τὴν παρθενίαν· Ἡ δὲ ἀγάπη οὐ λογίζεται τὸ κακόν)· ἐγὼ σφόδρα ἐραστής εἰμι τῆς πολιτείας ταύτης, καὶ οὐδὲ λογίσασθαί τι δύναμαι ἄτοπον. Πῶς τοὺς ἔξω πείσομεν; δεῖ γὰρ κἀκείνων ποιεῖσθαι πρόνοιαν. Οὕτω τοίνυν τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, ἵνα μηδὲ τῶν ἀπίστων τις ἔχῃ καθ' ἡμῶν δικαίαν εὑρεῖν λαβήν. Ὥσπερ γὰρ οἱ βίον ὀρθὸν ἐπιδεικνύμενοι δοξάζουσι τὸν Θεὸν οὕτως οἱ τὸν ἐναντίον, βλασφημηθῆναι παρασκευάζουσιν. Ἀλλὰ 59.316 μὴ γένοιτό τινας τοιούτους εἶναι παρ' ἡμῖν, ἀλλ' οὕτω λάμψαι τὰ ἔργα ἡμῶν, ὥστε δοξασθῆναι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, καὶ τῆς παρ' αὐτοῦ δόξης ἡμᾶς ἀπολαῦσαι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.315.10 ΟΜΙΛΙΑ ΝΗʹ. Λέγουσι τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐ τοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν, Ὅτι προφήτης ἐστίν. Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι. αʹ. Τὰς Γραφὰς οὐχ ἁπλῶς οὐδὲ παρέργως ἐπιέναι χρὴ, ἀλλὰ μετὰ ἀκριβείας ἁπάσης, ὥστε μὴ συμποδίζεσθαι. Καὶ γὰρ καὶ νῦν εἰκότως ἄν τις ἐνταῦθα διαπορήσειε, πῶς εἰπόντες, Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ, λέγουσιν αὐτῷ· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Καὶ οὐκ εἶπον, Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι παρέλυσε τὸ σάββατον; ἀλλὰ τὸ τῆς ἀπολογίας νῦν ἀντὶ τῆς κατηγορίας τιθέασι. Τί οὖν ἔστιν εἰπεῖν; Οὐκ εἰσὶν αὐτοὶ οἱ λέγοντες,
Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· ἀλλ' οἱ σχισθέντες ἀπ' αὐτῶν· οἳ καὶ εἶπον, Ἄνθρωπος ἁμαρτωλὸς οὐ δύναται τοιαῦτα σημεῖα ποιεῖν. Βουλόμενοι γὰρ αὐτοὺς ἐπιστομίσαι πλέον, ἵνα μὴ δόξωσιν αὐτοὶ συνηγορεῖν τῷ Χριστῷ, τὸν λαβόντα τῆς δυνάμεως αὐτοῦ πεῖραν εἰς μέσον ἄγουσι καὶ ἐρωτῶσιν. Ὅρα τοίνυν τοῦ πένητος τὴν σοφίαν. Ἁπάντων γὰρ τούτων συνετωτέρως φθέγγεται. Καὶ πρῶτον μέν φησιν, ὅτι Προφήτης ἐστὶ, καὶ οὐ κατέπτηξεν αὐτῶν τῶν διεστραμμένων Ἰουδαίων τὴν κρίσιν, τῶν ἀντιλεγόντων, καὶ λεγόντων· Πῶς δύναται οὗτος εἶναι παρὰ τοῦ Θεοῦ, τὸ σάββατον οὐ τηρῶν; ἀλλ' ἔλεγεν, ὅτι Προφήτης ἐστί. Καὶ οὐκ ἐπίστευσαν ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως οὗ ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ. Καὶ σκόπει πόσοις τρόποις ἐπιχειροῦσι τὸ θαῦμα συσκιάσαι καὶ ἀνελεῖν. Ἀλλ' αὐτὴ τῆς ἀληθείας ἡ φύσις, δι' ὧν δοκεῖ παρὰ τῶν ἀνθρώπων ἐπιβουλεύεσθαι, διὰ τούτων ἰσχυροτέρα γίνεται· διὰ τούτων λάμπει, δι' ὧν συσκιάζεται. Εἰ γὰρ μὴ ταῦτα ἐγένετο, κἂν ὑπωπτεύθη παρὰ τοῖς πολλοῖς τὸ θαῦμα· νυνὶ δὲ ὡς σπουδάζοντες γυμνῶσαι τὴν ἀλήθειαν, οὕτως ἅπαντα πράττουσι, καὶ οὐκ ἂν ἑτέρως ἐποίησαν, εἴ γε ὑπὲρ τοῦ Χριστοῦ πάντα ἐποίουν. Καὶ γὰρ ἐπεχείρησαν διὰ τούτου τοῦ τρόπου καταβαλεῖν αὐτὸν, λέγοντες, Πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; τουτέστι, μὴ γοητείᾳ τινί; Καὶ γὰρ ἀλλαχοῦ μηδὲν ἔχοντες ἐπισκῆψαι, τῷ τρόπῳ τῆς θεραπείας ἐπηρεάζειν ἐπιχειροῦσι λέγοντες· Οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβούλ. Καὶ ἐνταῦθα πάλιν, οὐδὲν ἔχοντες εἰπεῖν, ἐπὶ τὸν καιρὸν καταφεύγουσι λέγοντες, ὅτι Λύει τὸ σάββατον· καὶ πάλιν, ὅτι Ἁμαρτωλός ἐστι. Καὶ μὴν φθονοῦντας ὑμᾶς καὶ ἑτοίμους ὄντας ἐπιλαβέσθαι τῶν αὐτῷ πεπραγμένων, μετὰ πάσης ἠρώτησεν ἀκριβείας, λέγων, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας· Καὶ οὐδεὶς ἐφθέγξατο, οὐδὲ εἶπεν, ὅτι Βλα 59.316 σφημεῖς, ἀναμάρτητον λέγων σεαυτόν. Καίτοι γε εἰ εἶχον εἰπεῖν, οὐκ ἂν ἐσίγησαν. Οἱ γὰρ διὰ τὸ ἀκοῦσαι, ὅτι πρὸ τοῦ Ἀβραάμ ἐστι, λιθάσαντες αὐτὸν καὶ εἰπόντες ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ἑαυτοὺς μὲν ἐκ τοῦ Θεοῦ αὐχοῦντες εἶναι, ἀνδροφόνους ὄντας, τὸν δὲ τοιαῦτα σημεῖα πράττοντα, ἐπειδὴ ἐθεράπευσεν, οὐκ εἶναι ἐκ τοῦ Θεοῦ διὰ τὸ μὴ τηρεῖν τὸ σάββατον λέγοντες· εἰ σκιὰν γοῦν εἶχον ἐγκλήματος, οὐκ ἂν παρέδραμον. Εἰ δὲ διὰ τοῦτο ἁμαρτωλὸν καλοῦσι, διότι τὸ σάββατον ἐδόκει λύειν, καὶ τοῦτο ἕωλον ἐφάνη τὸ ἔγκλημα, τῶν μετ' αὐτῶν τεταγμένων, ψυχρότητα πολλὴν καὶ μικροψυχίαν καταγνόντων αὐτῶν. Πάντοθεν τοίνυν συμποδισθέντες, ἐφ' ἕτερον ἔρχονται λοιπὸν ἀναισχυντότερον καὶ ἰταμώτερον. Ποῖον δὴ τοῦτο; Οὐκ ἐπίστευσαν, φησὶν, ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψε. Πῶς οὖν ἐνεκάλεσαν ὅτι τὸ σάββατον οὐ τηρεῖ, ἢ δηλονότι ὡς πιστεύσαντες; πῶς δὲ οὐ προσείχετε τῷ πολλῷ λαῷ; τοῖς γείτοσι τοῖς εἰδόσιν αὐτόν; Ἀλλ' ὅπερ ἔφην, πανταχοῦ τὸ ψεῦδος ἑαυτῷ μὲν περιπίπτει, δι' ὧν ἐπηρεάζειν τῇ ἀληθείᾳ δοκεῖ, τὴν δὲ ἀλήθειαν λαμπροτέραν ἐμφαίνει, ὃ δὴ καὶ νῦν γέγονεν. Ἵνα γὰρ μή τις λέγοι, ὅτι οὐδὲν ἀκριβὲς εἶπον οἱ γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν, ἀλλὰ παρωμοίαζον, ἄγουσιν εἰς μέσον τοὺς γονεῖς, δι' ὧν ἐποίουν ἄκοντες τὸ γεγενημένον ἀληθὲς δεικνύντες. Καὶ γὰρ οὗτοι μάλιστα πάντων τὸ τέκνον ἠπίσταντο τὸ ἑαυτῶν. Ἐπειδὴ γὰρ αὐτὸν καταπλήξασθαι οὐκ ἴσχυσαν, ἀλλ' ἑώρων μετὰ πάσης παῤῥησίας τὸν εὐεργέτην κηρύττοντα, ἀπὸ τῶν γονέων προσεδόκων τιτρώσκειν τὸ θαῦμα. Καὶ ὅρα τῆς ἐρωτήσεως τὴν κακίαν. Τί γάρ φησιν; Στήσαντες αὐτοὺς εἰς τὸ μέσον, ὥστε εἰς ἀγωνίαν ἐμβαλεῖν, μετὰ πολλῆς τῆς σφοδρότητος καὶ τοῦ θυμοῦ προσάγουσι τὴν πεῦσιν· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν; Καὶ οὐκ εἶπαν, Ὁ ποτὲ τυφλός· ἀλλὰ πῶς; Ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη, ὡσανεὶ κακουργούντων αὐτῶν, καὶ τὰ τοῦ Χριστοῦ συγκροτούντων. Ὦ μιαροὶ, καὶ παμμίαροι! καὶ τίς ἂν ἕλοιτο πατὴρ τοιαῦτα καταψεύσασθαι παιδός; Μονονουχὶ γὰρ λέγουσιν, Ὃν ὑμεῖς ἐποιήσατε τυφλόν· οὐ μόνον δὲ, ἀλλὰ καὶ διεδώκατε πανταχοῦ τὸν λόγον. Πῶς οὖν βλέπει νῦν; Ὢ τῆς ἀνοίας! Ὑμῶν, φησὶν, ἐστὶ τὸ σκευώρημα καὶ ἡ κατασκευή. Δύο γὰρ τούτοις αὐτοὺς εἰς ἄρνησιν ἄγειν ἐπιχειροῦσι, τῷ τε εἰπεῖν, 235
Ὃν ὑμεῖς λέγετε, καὶ τῷ εἰπεῖν. Πῶς οὖν βλέπει ἄρτι; βʹ. Τριῶν τοίνυν ἐρωτήσεων γενομένων, εἰ υἱὸς αὐτῶν ἦν, εἰ τυφλὸς ἦν, καὶ πῶς ἀνέβλεψε, τὰς δύο μόνας ὁμολογοῦσι, τὴν δὲ τρίτην οὐ προστιθέασι. Καὶ τοῦτο δὲ ὑπὲρ τῆς ἀληθείας γέγονεν, ὥστε μηδένα ἄλλον, 59.317 ἀλλὰ τὸν τεθεραπευμένον, τὸν καὶ ἀξιόπιστον ὄντα, ταῦτα ὁμολογεῖν. Πῶς γὰρ ἂν ἐχαρίσαντο οἱ γονεῖς, οἱ καὶ ὧν ᾔδεσάν τινα σιγήσαντες διὰ τὸν φόβον τῶν Ἰουδαίων; Τί γάρ φασιν; Ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, ἡμεῖς οἴδαμεν, καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει, ἢ τίς ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦλόγον λαλήσει. Ἀξιόπιστον αὐτὸν ποιήσαντες, οὕτω παρῃτήσαντο· Οὐκ ἔστι παιδίον, φησὶν, οὐδὲ ἀτελὴς, ἀλλ' ἱκανὸν ἑαυτῷ μαρτυρῆσαι. Ταῦτα δὲ εἶπον διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ὅρα πῶς πάλιν τὴν δόξαν αὐτῶν ὁ εὐαγγελιστὴς καὶ τὴν γνώμην εἰς μέσον ἄγει. Ταῦτα λέγω, διὰ τὸ ῥῆμα ἐκεῖνο, ὃ ἔμπροσθεν ἔλεγον, εἰπόντες, ὅτι Ἴσον ἑαυτὸν ποιεῖ τῷ Θεῷ· ὅτι εἰ καὶ ἐκεῖνο τῆς γνώμης ἦν τῶν Ἰουδαίων, ἀλλὰ μὴ τῆς κρίσεως τοῦ Χριστοῦ, προσέθηκεν ἂν καὶ εἶπεν, ὅτι γνώμη ἦν Ἰουδαϊκή. Ἐπεὶ οὖν παρέπεμψαν αὐτοὺς πρὸς τὸν τεθεραπευμένον, πάλιν ἐφώνησαν ἐκ δευτέρου. Καὶ φανερῶς μὲν καὶ ἀναισχύντως οὐ λέγουσιν· Ἄρνησαι ὅτι ὁ Χριστὸς ἐθεράπευσε· προσχήματι δὲ εὐλαβείας τοῦτο κατασκευάσαι βούλονται. Δὸς γὰρ, φησὶ, δόξαν τῷ Θεῷ. Τοῖς μὲν γὰρ γονεῦσιν εἰπεῖν, Ἀρνήσασθε ὅτι υἱὸς ὑμῶν ἐστι, καὶ ὅτι τυφλὸν ἐγεννήσατε, σφόδρα ἐδόκει καταγέλαστον εἶναι· αὐτῷ δὲ πάλιν εἰπεῖν τοῦτο, φανερὰ ἦν ἀναισχυντία. Διὰ τοῦτο μὲν οὐ λέγουσιν, ἑτέρως δὲ αὐτὸ μεθοδεύουσι, Δὸς δόξαν τῷ Θεῷ, λέγοντες· τουτέστιν, Ὁμολόγησον ὅτι οὗτος οὐδὲν εἰργάσατο. Ἡμεῖς οἴδαμεν ὅτι οὗτος ἄνθρωπος ἁμαρτωλός ἐστι. Πῶς οὖν αὐτὸν οὐκ ἠλέγξατε λέγοντα· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; πόθεν δὲ ἴστε ὅτι ἁμαρτωλός ἐστι; Εἰπόντων δὲ αὐτῶν, Δὸς δόξαν τῷ Θεῷ, καὶ τούτου μηδὲν εἰπόντος, ἀπαντήσας ὁ Χριστὸς, ἐπῄνεσε καὶ οὐκ ἐνεκάλεσεν, οὐδὲ εἶπε, Διατί οὐκ ἔδωκας δόξαν τῷ Θεῷ; ἀλλὰ τί; Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; ἵνα μάθῃς, ὅτι τοῦτό ἐστι δοῦναι δόξαν τῷ Θεῷ. Εἰ δὲ οὐκ ἦν ἰσότιμος τῷ Πατρὶ, αὕτη δόξα οὐκ ἂν ἦν. Ἀλλ' ἐπειδὴ ὁ τιμῶν τὸν Υἱὸν αὐτός ἐστιν ὁ τιμῶν τὸν Πατέρα, εἰκότως οὐκ ἐπιτιμᾶται ὁ τυφλός. Ὅτε μὲν οὖν προσεδόκων τοὺς γονεῖς ἀνανεύειν καὶ ἀρνεῖσθαι, οὐδὲν αὐτῷ ἔλεγον· ἐπειδὴ δὲ εἶδον οὐδὲν πλέον αὐτοῖς γεγενημένον ἐκ τούτου, ἐπὶ τοῦτον ἔρχονται πάλιν, λέγοντες, ὅτι Ἁμαρτωλός ἐστιν οὗτος. Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν, ἄρτι βλέπω. Ἆρα μὴ ἐφοβήθη ὁ τυφλός; Μὴ γένοιτο. Καὶ πῶς ὁ εἰπὼν, ὅτι Προφήτης ἐστὶ, λέγει, Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα; Οὐχ οὕτως ἔχων, οὐδὲ τοῦτο πεπεικὼς ἑαυτὸν, ἀλλὰ βουλόμενος ἀπὸ τῆς τοῦ πράγματος μαρτυρίας, ἀλλ' οὐκ ἀπὸ τῆς αὐτοῦ φωνῆς ἀπαλλάξαι τῶν ἐγκλημάτων αὐτὸν, καὶ ἀξιόπιστον ποιῆσαι τὴν ἀπολογίαν, τῆς ἀπὸ τῆς εὐεργεσίας μαρτυρίας καταψηφιζομένης αὐτῶν. Εἰ γὰρ μετὰ πλείονας λόγους εἰπόντος αὐτοῦ, ὅτι Εἰ μὴ οὗτος ἦν θεοσεβὴς, οὐκ ἠδύνατο τοιαῦτα σημεῖα ποιεῖν, οὕτως ἠγανάκτουν ὡς εἰπεῖν, Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; εἰ ἐξ ἀρχῆς τοῦτο εἶπεν, τί οὐκ ἂν ἔπραξαν; τί δὲ οὐκ εἶπαν; Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα; ὡσανεὶ ἔλεγεν· Οὐδὲν ὑπὲρ τοῦτον λέγω νῦν, οὐδὲ ἀποφαίνο 59.318 μαι τέως· ἐκεῖνο μέντοι οἶδα σαφῶς καὶ διισχυρισαίμην ἂν, ὅτι ἁμαρτωλὸς ὢν, οὐκ ἂν τοιαῦτα ἐποίησε. Διὰ τοῦτο καὶ ἀνύποπτον ἐποίησεν ἑαυτὸν, καὶ τὴν μαρτυρίαν ἀδέκαστον, ὡς οὐκ ἔτι χαριζόμενος, ἀλλ' ἀπὸ τοῦ πράγματος μαρτυρῶν. Ἐπεὶ οὖν οὐκ ἴσχυσαν ἀνατρέψαι οὐδὲ ἀνελεῖν τὸ γεγονὸς, πάλιν ἐπὶ τὸ πρότερον ἔρχονται, τὸν τρόπον τῆς θεραπείας περιεργαζόμενοι, καθάπερ τινὲς θήραν ἀσφαλῶς προκειμένην πάντοθεν διερευνώμενοι, καὶ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖ περιτρέχοντες. Καὶ ἐπὶ τοὺς προτέρους ἔρχονται λόγους, ἵνα πάλιν σαθροὺς αὐτοὺς ποιήσωσι τῷ συνεχῶς ἐρωτᾷν, καὶ λέγουσι· Τί ἐποίησέ σοι; πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; Τί οὖν ἐκεῖνος; Νικήσας 236
αὐτοὺς καὶ καταβαλὼν, οὐκ ἔτι λοιπὸν ὑφειμένως διαλέγεται. Ἕως μὲν γὰρ τὸ πρᾶγμα ἐξετάσεως ἐδεῖτο καὶ ἐλέγχων, παρείχετο τὴν ἀπόδειξιν ὑπεσταλμένως φθεγγόμενος· ἐπειδὴ δὲ εἷλε καὶ ἐνίκησε νίκην λαμπρὰν, θαῤῥῶν ἐπεμβαίνει αὐτοῖς λοιπόν. Καὶ τί φησιν; Εἶπον ὑμῖν ἅπαξ, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Εἶδες παῤῥησίαν ἐπαίτου πρὸς ἄνδρας γραμματεῖς καὶ Φαρισαίους; Οὕτως ἰσχυρὸν ἡ ἀλήθεια, οὕτως ἀσθενὲς τὸ ψεῦδος. Ἐκείνη μὲν γὰρ, κἂν τῶν τυχόντων ἐπιλάβηται, λαμπροὺς αὐτοὺς ἀποφαίνει· τοῦτο δὲ, κἂν μετὰ τῶν ἰσχυρῶν ᾖ, ἀσθενεῖς αὐτοὺς δείκνυσιν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Οὐ προσέχετε τοῖς λεγομένοις· διὰ τοῦτο οὐκ ἔτι ἐρῶ, οὐδὲ ἀποκρινοῦμαι συνεχῶς ὑμῖν, ἐρωτῶσιν εἰκῆ, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν βουλομένοις ἀκοῦσαι, ἀλλ' ὑπὲρ τοῦ τοῖς λεγομένοις ἐπηρεάσαι. Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; Τέως ἑαυτὸν εἰς τὸν τῶν μαθητῶν ἐγκατέταξε χορόν. Τὸ γὰρ Μὴ καὶ ὑμεῖς, δεικνύντος ἑαυτόν ἐστι μαθητὴν ὄντα. Εἶτα αὐτοὺς ἐκωμῴδησε καὶ διέπληξεν ἱκανῶς. γʹ. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι σφόδρα αὐτοὺς τοῦτο ἔπληττε, καθάψασθαι μεθ' ὑπερβολῆς αὐτῶν βουλόμενος, τοῦτο εἴρηκεν· ὅπερ ἦν ψυχῆς πεπαῤῥησιασμένης καὶ ἀνεπτερωμένης καὶ ὑπερορώσης αὐτῶν τῆς μανίας, καὶ δεικνυούσης αὐτοῦ μέγα τὸ ἀξίωμα, ἐφ' ᾧ σφόδρα ἐθάῤῥει, καὶ δηλούσης ὡς ἐκεῖνοι θαυμαστὸν ὄντα αὐτὸν ὕβριζον, αὐτὸς δὲ οὐχ ὑβρίζετο, ἀλλ' ὅπερ ὡς ὕβριν προσέφερον, τοῦτο ὡς τιμὴν ἥρπασε. Σὺ εἶ μαθητὴς ἐκείνου, φησίν· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. Ἀλλ' οὐκ ἂν ἔχοι λόγον τοῦτο. Ὑμεῖς γὰρ οὔτε Μωϋσέως, οὔτε τούτου. Εἰ γὰρ ἦτε Μωϋσέως, καὶ τούτου ἂν ἐγένεσθε. Διὰ τοῦτο ἄνωθεν ἔλεγεν αὐτοῖς ὁ Χριστός· Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν· ἐπειδὴ εἰς τούτους ἀεὶ τοὺς λόγους κατέφευγον. Ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός. Τίνος εἰπόντος; τίνος ἀπαγγείλαντος; Τῶν προγόνων, φησὶ, τῶν ἡμετέρων. Εἶτα, τῶν προγόνων, φησὶ, τῶν ὑμετέρων οὐκ ἔστιν ἀξιοπιστότερος ὁ διὰ τῶν σημείων τοῦτο διαβεβαιούμενος, ὅτι τε ἀπὸ Θεοῦ ἥκει, καὶ ὅτι τὰ ἄνωθεν φθέγγεται; Καὶ οὐκ εἶπαν· Ἡμεῖς ἠκούσαμεν, ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, ἀλλ' ὅτι Οἴδαμεν. Τὰ ἐξ ἀκοῆς ὑμεῖς, ὦ Ἰουδαῖοι, ὡς εἰδότες διισχυρίζεσθε· τὰ δὲ ἀπὸ τῆς ὄψεως, ἀκοῆς ἐλάττονα εἶναι νομίζετε; Καὶ μὴν ἐκεῖνα μὲν οὐκ εἴδετε, ἀλλ' ἠκούσατε· ταῦτα δὲ οὐκ ἠκούσατε, ἀλλ' εἴδετε. Τί οὖν ὁ τυφλός; Ἐν τούτῳ γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶ, καὶ τοιαῦτα σημεῖα ποιεῖ· ὅτι ἄνθρωπος οὐ τῶν ἐπισήμων παρ' ὑμῖν ὢν, οὐδὲ τῶν περιφανῶν, οὐδὲ τῶν δεδοξασμέ 59.319 νων, τοιαῦτα δύναται· ὡς εἶναι πάντοθεν δῆλον, ὅτι Θεός ἐστιν, οὐδεμιᾶς ἀνθρωπίνης δεόμενος βοηθείας. Οἴδαμεν δὲ ὅτι Θεὸς ἁμαρτωλῶν οὐκ ἀκούει. Ἐπειδὴ γὰρ προλαβόντες εἶπον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; λοιπὸν καὶ τὴν ἐκείνων παραλαμβάνει κρίσιν, τῶν οἰκείων αὐτοὺς ὑπομιμνήσκων ῥημάτων. Ἡ δόξα, φησὶν, αὕτη καὶ ἐμοῦ καὶ ὑμῶν κοινή· ταύτῃ τοίνυν ἐμμείνατε. Καὶ θέα μοι τὴν σύνεσιν· Πανταχοῦ τὸ σημεῖον περιστρέφει, ἐπειδὴ τοῦτο ἑλεῖν οὐκ εἶχον, καὶ ἀπ' αὐτοῦ συλλογίζεται. Ὁρᾷς ὅτι καὶ ὃ ἐξ ἀρχῆς ἔλεγεν, ὅτι Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα, οὐχὶ ἀμφιβάλλων· μὴ γένοιτο· ἀλλ' εἰδὼς ὅτι οὐχ ἁμαρτωλός ἐστιν; Νῦν γοῦν ὅτε καιρὸν ἔσχεν, ὅρα πῶς ἀπελογήσατο. Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ. Ἐνταῦθα γὰρ οὐχὶ μόνον ἁμαρτημάτων αὐτὸν ἀπήλλαξεν, ἀλλὰ καὶ σφόδρα ἀρέσκοντα τῷ Θεῷ δείκνυσι, καὶ τὰ ἐκείνου πάντα πράττοντα. Ἐπειδὴ γὰρ ἐκεῖνοι θεοσεβεῖς ἔλεγον ἑαυτοὺς, προσέθηκε, Καὶ τὸ θέλημα αὐτοῦ ποιῇ. Οὐκ ἀρκεῖ γὰρ τοῦτο, φησὶν, τὸ ἐπιγινώσκειν τὸν Θεὸν, ἀλλὰ καὶ τὸ θέλημα αὐτοῦ ποιεῖν. Εἶτα ἐπαίρει τὸ γεγονὸς, λέγων, Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ τοίνυν ὁμολογεῖτε, ὅτι ἁμαρτωλῶν οὐκ ἀκούει, οὗτος δὲ θαῦμα ἐποίησε, καὶ θαῦμα τοιοῦτον, οἷον οὐδεὶς ἄνθρωπος ἐποίησεν, εὔδηλον ὅτι πάντα ἐνίκησεν ἀρετῇ, καὶ μείζων αὐτοῦ ἐστιν ἢ κατὰ 237
ἄνθρωπον ἡ δύναμις. Τί οὖν ἐκεῖνοι; Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς· Ἕως μὲν γὰρ αὐτὸν προσεδόκων ἀρνεῖσθαι, καὶ ἀξιόπιστον εἶναι ἐνόμιζον, καὶ ἅπαξ καὶ δεύτερον καλοῦντες αὐτόν. Εἰ δὲ μὴ ἐνομίζετε ἀξιόπιστον, εἴποιμ' ἂν πρὸς αὐτοὺς, Τίνος ἕνεκεν ἐκαλεῖτε καὶ δεύτερον ἠρωτᾶτε; Ἐπειδὴ δὲ τὴν ἀλήθειαν ἐφθέγξατο, οὐδὲν αἰδεσθεὶς, ὅτε μάλιστα αὐτὸν θαυμάσαι ἐχρῆν, τότε αὐτὸν καταδικάζουσι. Τί δέ ἐστιν, Ἐν ἁμαρτίαις ἐγεννήθης ὅλος; Ἐνταῦθα αὐτοῦ καὶ τὴν τύφλωσιν ὀνειδίζουσιν ἀφειδῶς· ὡσανεὶ ἔλεγον, Ἐκ πρώτης ἡλικίας ἐν ἁμαρτίαις εἶ σὺ, παραδηλοῦντες ὅτι διὰ τοῦτο γέγονε τυφλὸς, ὅπερ λόγον οὐκ εἶχεν. Ἐν τούτῳ γοῦν αὐτὸν παραμυθούμενος ὁ Χριστὸς ἔλεγεν· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Τί γὰρ εἶπεν ὁ ἄνθρωπος; μὴ γὰρ οἰκείαν γνώμην ἐξέθετο; οὐχὶ κοινὴν κρίσιν ἐξήτασε, λέγων· Οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει; οὐχὶ τὰ παρ' ὑμῶν λεχθέντα εἰς μέσον ἤγαγε; Καὶ ἐξέβαλον αὐτὸν ἔξω. Εἶδες τὸν κήρυκα τῆς ἀληθείας, πῶς ἡ πενία τῆς φιλοσοφίας οὐκ ἐγένετο κώλυμα; Ὁρᾷς ὅσα ἤκουσεν ἐκ προοιμίων, καὶ ὅσα ἔπαθεν; καὶ διὰ λόγων καὶ διὰ ἔργων πῶς ἐμαρτύρησε; δʹ. Ταῦτα δὲ ἀναγέγραπται, ἵνα καὶ ἡμεῖς μιμώμεθα. Εἰ γὰρ ὁ ἐπαίτης, ὁ τυφλὸς, ὁ μηδὲ ἑωρακὼς αὐτὸν, τοσαύτην εὐθέως παῤῥησίαν ἐπεδείξατο πρὸ τῆς τοῦ Χριστοῦ παρακλήσεως, πρὸς ὁλόκληρον δῆμον στὰς, φονῶντα καὶ δαιμονῶντα καὶ μαινόμενον, καὶ ἀπὸ τῆς ἐκείνου φωνῆς βουλόμενον καταδικάσαι τὸν Χριστὸν, καὶ οὐκ εἶξεν, οὐδὲ ὑπεχώρησεν, ἀλλὰ μετὰ παῤῥη 59.320 σίας ἁπάσης αὐτοὺς ἐπεστόμισεν, καὶ εἵλετο βληθῆναι ἔξω μᾶλλον, ἢ προδοῦναι τὴν ἀλήθειαν· πόσῳ μᾶλλον ἡμᾶς τοὺς ἐπὶ τοσοῦτον χρόνον ἐν πίστει ζήσαντας, τοὺς μυρία θαύματα διὰ τῆς πίστεως ἑωρακότας, τοὺς μείζονα εὐεργετηθέντας ἐκείνου, καὶ τοὺς ἔνδοθεν ὀφθαλμοὺς ἀναβλέψαντας, καὶ τὰ ἀπόῤῥητα θεασαμένους μυστήρια, καὶ εἰς τοσαύτην κληθέντας τιμὴν, ἅπασαν παῤῥησίαν ὑπὲρ αὐτοῦ ἐπιδείκνυσθαι χρὴ πρὸς τοὺς ἐγκαλεῖν ἐπιχειροῦντας καὶ λέγοντάς τι κατὰ Χριστιανῶν καὶ ἐπιστομίζειν, ἀλλὰ μὴ συγγινώσκειν ἁπλῶς! Δυνησόμεθα δὲ τοῦτο ποιεῖν, ἐὰν καὶ παῤῥησίαν ἔχωμεν, καὶ ταῖς Γραφαῖς προσέχωμεν, καὶ μὴ παρέργως αὐτὰς ἀκούωμεν. Εἰ γάρ τις ἀκριβῶς ἐνταῦθα εἰσέρχοιτο, κἂν οἴκοι μὴ ἀναγινώσκῃ, προσέχῃ δὲ τοῖς ἐνταῦθα λεγομένοις, ἀρκεῖ καὶ ἐνιαυτὸς εἷς εἰς ἐμπειρίαν αὐτὸν καταστῆσαι πολλήν. Οὐ γὰρ νῦν μὲν ταύτας, αὔριον δὲ ἑτέρας ἀναγινώσκομεν Γραφάς· ἀλλ' ἀεὶ τὰς αὐτὰς καὶ διαπαντός. Ἀλλ' ὅμως οὕτως ἀθλίως οἱ πολλοὶ διάκεινται, ὡς μετὰ τοσαύτην ἀνάγνωσιν μηδὲ τὰ ὀνόματα εἰδέναι τῶν βιβλίων· καὶ οὐκ αἰσχύνονται, οὐδὲ φρίττουσιν, οὕτω παρέργως εἰς ἀκροατήριον θεῖον εἰσερχόμενοι. Ἀλλ' ἂν μὲν κιθαρῳδὸς, ἢ ὀρχηστὴς, ἢ ἄλλος τῶν ἐπὶ τῆς σκηνῆς καλέσῃ τὴν πόλιν, μετὰ σπουδῆς ἅπαντες τρέχουσι, καὶ χάριν αὐτῷ τῆς κλήσεως ἴσασι, καὶ ἡμέρας ὁλοκλήρου τὸ ἥμισυ μέρος ἀναλίσκουσιν, ἐκείνῳ μόνῳ προσέχοντες· τοῦ δὲ Θεοῦ διὰ προφητῶν καὶ ἀποστόλων ἡμῖν διαλεγομένου, χασμώμεθα, κνώμεθα, ἰλιγγιῶμεν. Καὶ ἐν μὲν τῷ θέρει πολὺς ὁ αὐχμὸς εἶναι δοκεῖ, καὶ τὴν ἀγορὰν καταλαμβάνομεν· καὶ ἐν χειμῶνι πάλιν, ὁ ὑετὸς κώλυμα καὶ ὁ πηλὸς, καὶ οἴκοι καθήμεθα. Καὶ ἐν μὲν ταῖς ἱπποδρομίαις, οὐκ ὀρόφου ἐπικειμένου τοῦ τὸν ὑετὸν στέγοντος, οἱ πλείους πολλῶν ὄμβρων καταφερομένων, καὶ ἀνέμου τὸ ὕδωρ εἰς τὰς ὄψεις ῥιπίζοντος, ἑστήκασι μαινόμενοι, καὶ ψύχους, καὶ ὑετοῦ, καὶ πηλοῦ, καὶ μήκους ὁδοῦ καταφρονοῦντες, καὶ οὐδὲν αὐτοὺς οὔτε οἴκοι κατέχει, οὔτε ἐκεῖ κωλύει διαβῆναι· ἐνταῦθα δὲ καὶ ὀρόφων ἐπικειμένων, καὶ θέρμης οὔσης θαυμαστῆς, ἀναδύονται καὶ οὐ συντρέχουσι· καὶ ταῦτα ἐπὶ κέρδει τῆς οἰκείας ψυχῆς. Ποῦ ταῦτα ἀνεκτὰ, εἰπέ μοι; Διὰ τοῦτο ἐν ἐκείνοις πάντων ὄντες ἐμπειρότεροι, ἐν τοῖς ἀναγκαίοις παίδων ἐσμὲν ἀμαθέστεροι. Κἂν μέν τίς [σε] ἡνίοχον καὶ ὀρχηστὴν καλέσῃ, ὑβρίσθαι φῂς, καὶ πάντα ποιεῖς, ὥστε σε τὸ ὄνειδος 238
ἀποτρίψασθαι· ἂν δὲ ἐπὶ τὴν θεωρίαν σε ἑλκύσῃ τοῦ πράγματος, οὐκ ἀποπηδᾷς· καὶ ἧς τὸ ὄνομα φεύγεις τέχνης, ταύτην μεταδιώκεις σχεδὸν ἅπασαν. Ἔνθα δὲ καὶ τὸ πρᾶγμα καὶ τὸ ὄνομα ἔχειν ὀφείλεις, καὶ εἶναι καὶ καλεῖσθαι Χριστιανὸς, οὐδὲ τί ποτέ ἐστι τὸ πρᾶγμα οἶδας. Τί ταύτης τῆς ἀνοίας γένοιτ' ἂν χεῖρον; Ταῦτα ἐβουλόμην συνεχῶς λέγειν πρὸς ὑμᾶς· δέδοικα δὲ, μὴ μάτην ἀπεχθάνωμαι καὶ κέρδους χωρίς. Ὁρῶ γὰρ μεμηνότας οὐ νέους μόνον, ἀλλὰ καὶ γέροντας· ἐφ' ὧν μάλιστα αἰσχύνομαι, ὅταν ἴδω ἄνδρα ἀπὸ τῆς πολιᾶς αἰδέσιμον, καταισχύνοντα τὴν πολιὰν, καὶ παιδίον ἐπισυρόμενον. Τί γὰρ τοῦ γέλωτος τούτου χεῖρον; τί τοῦ ἔργου τούτου αἰσχρότερον; ὁ παῖς παρὰ τοῦ πατρὸς διδάσκεται ἀσχημονεῖν. εʹ. Δάκνει τὰ ῥήματα; Τοῦτο κἀγὼ βούλομαι, ἀνασχέσθαι ὑμᾶς τῆς διὰ τῶν ῥημάτων ἀλγηδόνος, ἵνα τῆς διὰ τῶν πραγμάτων ἀσχημοσύνης ἀπαλλαγῆτε. 59.321 Καὶ γὰρ εἰσί τινες, οἱ πολλῷ ψυχρότεροι τούτων ὄντες, οἳ οὐδὲ αἰσχύνονται ἐπὶ τοῖς λεγομένοις, ἀλλὰ καὶ μακρὸν εἴρουσιν ὑπὲρ τοῦ πράγματος λόγον. Κἂν μὲν ἐρωτήσῃς, τίς ἐστιν ὁ Ἀμὼς, ἢ ὁ Ἀβδιοῦ, ἢποῖος τῶν προφητῶν ὁ ἀριθμὸς, ἢ τῶν ἀποστόλων, οὐδὲ χάναι δύνανται. Ὑπὲρ δὲ ἵππων καὶ ἡνιόχων, σοφιστῶν καὶ ῥητόρων δεινότερον ἀπολογίαν συντιθέασι· καὶ μετὰ ταῦτα ἅπαντα λέγουσι, Καὶ τί τὸ βλάβος; καὶ τίς ἡ ζημία; Διὰ γὰρ τοῦτο στένω, ὅτι οὐδὲ ζημίαν ἴστε τὸ πρᾶγμα, οὐδὲ αἴσθησιν λαμβάνετε τῶν κακῶν. Ἔδωκέ σοι βίου προθεσμίαν ὁ Θεὸς εἰς τὸ θεραπεύειν αὐτόν· σὺ δὲ μάτην ἀναλίσκων αὐτὸν καὶ εἰκῆ καὶ ἐν οὐδενὶ χρησίμῳ, ἐξετάζεις ἔτι, τίς ἡ ζημία; Κἂν μὲν ἀργύριον ὀλίγον δαπανήσῃς ἁπλῶς, ζημίαν τὸ πρᾶγμα καλεῖς· τὰς δὲ ἡμέρας σου δαπανῶν ὁλοκλήρους εἰς σατανικὰς πομπὰς, οὐδὲν ἡγῇ ποιεῖν ἄτοπον; Δέον εἰς λιτὰς καὶ εὐχὰς δαπανᾷν σου τὴν ζωὴν ἅπασαν, σὺ δὲ εἰς κραυγὰς καὶ θορύβους καὶ αἰσχρὰ ῥήματα, καὶ μάχην καὶ τέρψιν ἄκαιρον, καὶ ἔργα ἀπὸ μαγγανείας γινόμενα τὸν βίον σου καταναλίσκεις εἰκῆ καὶ ἐπὶ κακῷ τῷ σῷ· καὶ μετὰ ταῦτα πάντα ἐρωτᾷς, τίς ἡ ζημία; οὐκ εἰδὼς ὅτι παντὸς μᾶλλον ἀφειδεῖν χρὴ, ἢ χρόνου. Χρυσίον ἂν ἀναλώσῃς, δυνήσῃ πάλιν ἀνακτήσασθαι· χρόνον δὲ ἂν ἀπολέσῃς, δυσκόλως αὐτὸν ἀναλήψῃ. Ὀλίγος γὰρ ἡμῖν τεταμίευται κατὰ τὸν παρόντα βίον. Ἂν οὖν εἰς δέον αὐτῷ μὴ χρησώμεθα, τί ἐροῦμεν ἀπελθόντες ἐκεῖ; Εἰπὲ γάρ μοι· εἴ τινά σου τῶν υἱῶν ἐκέλευσας τέχνην μαθεῖν, εἶτα ἐκεῖνος οἴκοι διὰ παντὸς ἔμενεν, ἢ καὶ ἀλλαχοῦ που διέτριβεν, οὐκ ἂν αὐτὸν παρῃτήσατο ὁ διδάσκαλος; οὐκ ἂν εἶπε πρὸς σέ· Συγγραφὴν πρός με πεποίηκας, καὶ χρόνον ὥρισας. Εἰ μὴ μέλλει τοίνυν τὸν χρόνον τοῦτον παρ' ἡμῖν, ἀλλ' ἑτέρωθι ἀναλίσκειν ὁ παῖς, πῶς σοι παραστησόμεθα μαθητήν; Ταῦτα καὶ ἡμᾶς εἰπεῖν ἀνάγκη. Ἐρεῖ δὲ καὶ ὁ Θεὸς ἡμῖν· Χρόνον ὑμῖν δέδωκα, φησὶ, πρὸς τὸ 59.322 μαθεῖν τὴν τέχνην ταύτην τὴν τῆς εὐλαβείας· τίνος ἕνεκεν εἰκῆ καὶ μάτην τὸν χρόνον ἀνηλώσατε τοῦτον; τί δὲ πρὸς τὸν διδάσκαλον συνεχῶς οὐκ ἐβαδίζετε, οὐδὲ προσείχετε τοῖς λεγομένοις; Ὅτι γὰρ τέχνη ἐστὶν ἡ εὐλάβεια, ἄκουσον τί φησιν ὁ προφήτης· Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς· καὶ πάλιν· Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν. Ὅταν οὖν τοῦτον ἀναλώσῃς εἰκῆ, ποίαν ἕξεις ἀπολογίαν; Καὶ τίνος ἕνεκεν, φησὶν, ὀλίγον ἡμῖν ἐταμιεύσατο χρόνον; Ὢ τῆς ἀναισθησίας καὶ τῆς ἀγνωμοσύνης! ὑπὲρ οὗ μάλιστα εὐχαριστεῖν ἔδει, ὅτι σοι τοὺς πόνους ἐπέτεμε, καὶ τοὺς ἱδρῶτας ἐνέκοψε, καὶ τὴν ἀνάπαυσιν μακρὰν ἐποίησε καὶ ἀθάνατον, ὑπὲρ τούτων ἐγκαλεῖς καὶ δυσχεραίνεις; Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἐνταῦθα τὸν λόγον ἐξηγάγομεν καὶ μακρὸν εἰργασάμεθα. Διόπερ ἀναγκαῖον αὐτὸν συστεῖλαι πάλιν. Καὶ γὰρ καὶ τοῦτο τῆς ἡμετέρας ταλαιπωρίας, ὅτι ἐνταῦθα μὲν, ἂν μακρὸς γένηται ὁ λόγος, πάντες ἀκηδιῶμεν· ἐκεῖ δὲ ἐκ μέσης ἡμέρας ἀρχόμενοι, ὑπὸ λαμπάσι καὶ λύχνοις ἀναχωροῦσιν. Ἀλλ' ἵνα μὴ ἀεὶ ἐγκαλῶμεν, παρακαλοῦμεν ὑμᾶς λοιπὸν καὶ δεόμεθα· δότε ταύτην τὴν χάριν καὶ ἡμῖν καὶ ἑαυτοῖς, καὶ πάντων ἀπαλλαγέντες τῶν ἄλλων, τούτοις ἑαυτοὺς προσηλώσωμεν. Κερδανοῦμεν γὰρ καὶ ἡμεῖς ἐξ ὑμῶν τὴν χαρὰν καὶ 239
τὴν εὐφροσύνην, καὶ τὸ σεμνύνεσθαι ἐφ' ὑμῖν, καὶ τὴν ἐπὶ τούτοις λαβεῖν ἀμοιβήν· τὸν δὲ μισθὸν ἅπαντα ὑμεῖς καρπώσεσθε, ὅτι μανικῶς οὕτω προσηλωμένοι τῇ ὀρχήστρᾳ πρὸ τούτου, διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τὴν ἡμετέραν παράκλησιν, ἀπεῤῥήξατε τοῦ νοσήματος ἑαυτοὺς ἐκείνου, καὶ τὰ δεσμὰ διελύσατε, καὶ πρὸς τὸν Θεὸν ἐδράμετε. Οὐκ ἐκεῖ δὲ μόνον λήψεσθε τὸν μισθὸν, ἀλλὰ καὶ ἐνταῦθα εἰλικρινῆ καρπώσεσθε τὴν ἡδονήν. Τοιοῦτον γὰρ ἡ ἀρετή· μετὰ τῶν ἐκεῖ στεφάνων καὶ ἐνταῦθα ἡδὺν καθίστησιν ἡμῖν τὸν βίον. Πειθώμεθα τοίνυν τοῖς εἰρημένοις, ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖσε ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.321 ΟΜΙΛΙΑ ΝΘʹ. Καὶ ἐξέβαλον αὐτὸν ἔξω· καὶ ἤκουσεν ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτὸν, εἶ πεν αὐτῷ· «Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;» Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· «Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;» καὶ τὰ λοιπά. αʹ. Οἱ διὰ τὴν ἀλήθειαν καὶ τὴν εἰς Χριστὸν ὁμολογίαν πάσχοντές τι δεινὸν καὶ ὑβριζόμενοι, οὗτοι μάλιστά εἰσιν οἱ τιμώμενοι. Ὥσπερ γὰρ ὁ χρήματα ἀπολλὺς δι' αὐτὸν, οὗτος μάλιστά ἐστιν ὁ εὑρίσκων· καὶ ὁ τὴν ψυχὴν αὐτοῦ μισῶν, αὐτὸς μάλιστά ἐστιν ὁ φιλῶν· οὕτω καὶ ὁ ὑβριζόμενος, οὗτος μάλιστά ἐστιν ὁ τιμώμενος· ὅπερ καὶ ἐπὶ τοῦ τυφλοῦ γεγένηται. Ἐξέβαλον οὖν αὐτὸν ἐκ τοῦ ἱεροῦ οἱ Ἰουδαῖοι, καὶ εὗρεν αὐτὸν ὁ Δεσπότης τοῦ ἱεροῦ. Ἀπηλλάγη τοῦ συνεδρίου τοῦ λοιμικοῦ, καὶ περιέτυχε τῇ σωτηρίῳ πηγῇ· ἠτιμάσθη παρὰ τῶν τὸν Χριστὸν ἀτιμασάντων, καὶ ἐτιμήθη παρὰ τοῦ τῶν ἀγγέλων Δεσπότου. Τοιαῦτα τὰ τῆς ἀληθείας ἔπαθλα. Οὕτω καὶ ἡμεῖς, ἂν ἐνταῦθα ἀφῶμεν τὰ χρήματα, εὑρίσκομεν ἐκεῖ παῤῥησίαν· ἂν ἐνταῦθα δῶμεν τοῖς θλιβομένοις, ἀναπαυσόμεθα ἐν τοῖς οὐρανοῖς· ἂν ὑβρισθῶμεν διὰ τὸν Θεὸν, τιμώμεθα καὶ ἐνταῦθα, καὶ ἐκεῖ. Ὡς δὲ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ, εὗρεν αὐτὸν ὁ Ἰησοῦς. Δείκνυσιν ὁ εὐαγγελιστὴς ὅτι ἐπὶ τούτῳ ἦλθεν, ὥστε αὐτῷ συντυχεῖν. Καὶ ὅρα τίσιν αὐτὸν ἀμείβεται· τῷ κεφαλαίῳ τῶν ἀγαθῶν. Καὶ γὰρ ἑαυτὸν ἐγνώρισεν αὐτῷ πρότερον ἀγνοοῦντι, καὶ εἰς τὸν τῶν οἰκείων 59.322 μαθητῶν ἐγκατέλεξε χορόν. Σὺ δὲ σκόπει, πῶς τὴν ἀκρίβειαν ὁ εὐαγγελιστὴς ἐξηγεῖται. Εἰπόντος γὰρ αὐτοῦ, Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; λέγει· Κύριε, καὶ τίς ἐστιν; Οὐδέπω γὰρ αὐτὸν ᾔδει, καίτοι τεθεραπευμένος. Τυφλὸς γὰρ ἦν, πρὶν ἢ πρὸς τὸν εὐεργέτην ἐλθεῖν, καὶ μετὰ τὴν ἴασιν ὑπὸ τῶν κυνῶν ἐκείνων περιείλκετο. Καθάπερ οὖν τις ἀγωνοθέτης, ἀθλητὴν πολλὰ καμόντα καὶ στεφανωθέντα δέχεται. Καὶ τί φησιν, Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Τί τοῦτο; Μετὰ τοσαύτην ἀντίῤῥησιν τὴν πρὸς τοὺς Ἰουδαίους, μετὰ τοσαῦτα ῥήματα, ἐρωτᾷ, Εἰ πιστεύεις; οὐκ ἀγνοῶν, ἀλλὰ βουλόμενος ἑαυτὸν γνωρίσαι, καὶ δεικνὺς, ὅτι πολλοῦ τιμᾶται τὴν αὐτοῦ πίστιν. Ὕβρισέ με δῆμος τοσοῦτος, φησὶν, ἀλλ' οὐδεὶς ἐμοὶ λόγος ἐκείνων· ἑνός μοι μέλει, τοῦ σὲ πιστεῦσαι. Κρεῖττον γὰρ εἷς ποιῶν τὸ θέλημα τοῦ Κυρίου, ἢ μυρίοι παράνομοι. Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Ὡς καὶ παρὼν, καὶ ἀποδεχόμενος τὰ εἰρημένα, οὕτως αὐτὸν ἐρωτᾷ· καὶ πρότερον αὐτὸν εἰς πόθον ἑαυτοῦ κατέστησεν. Οὐ γὰρ εἶπεν, Εὐθέως πίστευσον, ἀλλὰ κατ' ἐρώτησιν. Τί οὖν ἐκεῖνος; Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Ποθούσης καὶ σφόδρα ἐπιζητούσης ψυχῆς τὸ ῥήμα. Ὑπὲρ οὗ τοσαῦτα διελέχθη, τοῦτον ἀγνοεῖ, ἵνα μάθῃς αὐτοῦ τὸ φιλάληθες. Οὔπω γὰρ ἦν αὐτὸν ἑωρακώς. Λέγει αὐτῷ· Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστιν. Οὐκ εἶπεν, Ἐγώ εἰμι· 59.323 ἀλλὰ μέσος ἔτι καὶ ὑπεσταλμένος· Καὶ ἑώρακας αὐτόν. Τοῦτο ἔτι ἄδηλον ἦν· διὸ τὸ σαφέστερον ἐπήγαγεν· Ὁ λαλῶν μετὰ σοῦ,
ἐκεῖνός ἐστι. Λέγει· Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ εὐθέως. Καὶ οὐκ εἶπεν, Ἐγώ εἰμι ὁ τεθεραπευκώς σε, ὁ εἰπών σοι, Ὕπαγε, νίψαι εἰς τὸν Σιλωάμ· ἀλλὰ πάντα ἐκεῖνα σιγήσας, φησί· Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Εἶτα τὴν πολλὴν διάθεσιν ἐμφαίνων προσεκύνησεν εὐθέως· ὅπερ ὀλίγοι τῶν τεθεραπευμένων ἐποίησαν, οἷον οἱ λεπροὶ, καὶ εἴ τις ἄλλος· διὰ τούτου ἐμφαίνων αὐτοῦ τὴν θείαν δύναμιν. Ἵνα γὰρ μή τις νομίσῃ ῥῆμα μόνον εἶναι τὸ λεχθὲν, καὶ τὸ ἔργον προσέθηκε. Προσκυνήσαντος δὲ αὐτοῦ, φησὶν ὁ Χριστός· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Τοῦτο καὶ Παῦλός φησι· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως Ἰησοῦ· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Εἰπὼν δὲ, Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, κἀκεῖνον σφοδρότερον περὶ τὴν πίστιν εἰργάσατο, καὶ διανέστησε τοὺς ἀκολουθοῦντας αὐτῷ· καὶ γὰρ ἠκολούθουν αὐτῷ Φαρισαῖοι. Τὸ δὲ, Εἰς κρῖμα, εἰς μείζονα κόλασιν ἔλεγε· δεικνὺς ὅτι οἱ καταδικάσαντες αὐτὸν, αὐτοί εἰσιν οἱ καταδεδικασμένοι· οἱ καὶ ὡς ἁμαρτωλὸν κατακρίναντες, αὐτοί εἰσιν οἱ κατακεκριμένοι. Ἐνταῦθα δὲ δύο λέγει ἀναβλέψεις καὶ δύο τυφλότητας, τήν τε αἰσθητὴν, τήν τε νοητήν. Λέγουσιν αὐτῷ ἐκ τῶν ἀκολουθούντων αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; Ὥσπερ ἀλλαχοῦ ἔλεγον· Οὐδενὶ δεδουλεύκαμεν πώποτε· Ἐκ πορνείας οὐ γεγεννήμεθα· οὕτω καὶ νῦν πρὸς τὰ αἰσθητὰ κεχήνασι μόνον, καὶ ταύτην ἐπαισχύνονται τὴν πήρωσιν. Εἶτα δεικνὺς ὅτι βέλτιον τυφλοὺς αὐτοὺς εἶναι ἢ βλέποντας, φησίν· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν. Ἐπειδὴ αἰσχύνης τὸ πρᾶγμα ἐνόμιζον εἶναι, τὴν συμφορὰν, περιέτρεψεν αὐτὸ εἰς τὴν αὐτῶν κεφαλὴν, εἰπὼν, ὅτι Τοῦτο ἀνεκτοτέραν ὑμῖν ἔφερε τὴν κόλασιν, πανταχοῦ περικόπτων τὰ ἀνθρώπινα φρονήματα, καὶ εἰς ἔννοιαν ἄγων μεγάλην καὶ θαυμαστήν. Νῦν δὲ καὶ λέγετε, ὅτι Βλέπομεν. Ὥσπερ ἐκεῖ φησιν, Ὃν ὑμεῖς ἐλέγετε, ὅτι Θεὸς ὑμῶν ἦν, οὕτω δὴ καὶ ἐνταῦθα· Νῦν δὲ λέγετε ὅτι βλέπετε· οὐ γὰρ βλέπετε. Ἐνταῦθα ὅπερ ἐνόμιζον ἐγκώμιον εἶναι μέγα, τοῦτο δείκνυσιν αὐτοῖς κόλασιν φέρον. Καὶ ὑπὲρ τῆς προτέρας δὲ πηρώσεως παρεμυθήσατο τὸν ἐκ γενετῆς τυφλόν· εἶτα περὶ τῆς τυφλότητος αὐτῶν διαλέγεται. Ἵνα γὰρ μὴ λέγωσιν, Οὐ παρὰ τὴν ἡμετέραν πήρωσιν οὐ προσερχόμεθα, ἀλλ' ὡς πλάνον φεύγοντες ἀποστρεφόμεθα, ὑπὲρ τούτου πάντα ποιεῖται τὸν λόγον. βʹ. Οὐχ ἁπλῶς δὲ ὁ εὐαγγελιστὴς ἐμνημόνευσεν, ὅτι ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ' αὐτοῦ ὄντες, καὶ εἶπαν· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; ἀλλ' ἵνα σε ἀναμνήσῃ, ὅτι οὗτοι ἐκεῖνοι ἦσαν οἱ πρότερον ἀποστάντες, εἶτα λιθάσαντες. Ἦσαν γάρ τινες ἐπιπολαίως ἀκολουθοῦντες, καὶ ῥᾳδίως εἰς τοὐναντίον μεταβαλλόμενοι. Πόθεν οὖν κατασκευάζει, ὅτι οὐκ ἔστι πλάνος, ἀλλὰ ποιμήν; Θεὶς τὰ γνωρίσματα ἑκατέρου, καὶ τοῦ ποιμένος, καὶ τοῦ πλάνου καὶ λυμεῶνος, καὶ ἀπ' αὐτῶν παρέχων αὐτοῖς ἐξετάζειν τὴν τῶν πραγμάτων ἀλήθειαν. Καὶ πρότερον τίς ὁ πλάνος καὶ ὁ κλέπτης δείκνυσιν, ἀπὸ Γραφῶν αὐτὸν οὕτω καλῶν καὶ λέγων· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής. Ὅρα τὰ δείγματα τοῦ λῃστοῦ· πρῶτον, ὅτι οὐ παῤῥησίᾳ εἰσέρχεται· δεύτερον, ὅτι οὐ κατὰ 59.324 τὰς Γραφάς· τοῦτο γάρ ἐστι τὸ, Μὴ διὰ τῆς θύρας. Ἐνταῦθα δὲ καὶ τοὺς πρὸ αὐτοῦ αἰνίττεται, καὶ τοὺς μετ' αὐτὸν ἐσομένους· τόν τε Ἀντίχριστον καὶ τοὺς ψευδοχρίστους· τόν τε Ἰούδαν καὶ Θευδᾶν, καὶ εἴ τινες ἕτεροι τοιοῦτοι γεγόνασιν. Εἰκότως δὲ θύραν τὰς Γραφὰς ἐκάλεσεν. Αὗται γὰρ ἡμᾶς προσάγουσι τῷ Θεῷ, καὶ τὴν θεογνωσίαν ἀνοίγουσιν· αὗται πρόβατα ποιοῦσιν, αὗται φυλάττουσι, καὶ τοὺς λύκους οὐκ ἀφιᾶσιν ἐπεισελθεῖν. Καθάπερ γάρ τις θύρα ἀσφαλὴς, οὕτως ἀποκλείει τοῖς αἱρετικοῖς τὴν εἴσοδον, ἐν ἀσφαλείᾳ καθιστῶσα ἡμᾶς περὶ ὧν ἂν βουλώμεθα πάντων, καὶ οὐκ ἐῶσα πλανᾶσθαι. Κἂν μὴ παραλύσωμεν αὐτὴν, οὐκ ἐσόμεθα 241
εὐχείρωτοι τοῖς ἐχθροῖς. Διὰ ταύτης καὶ τοὺς ποιμένας καὶ τοὺς οὐ ποιμένας εἰσόμεθα ἅπαντας. Τί δέ ἐστιν, Εἰς τὴν αὐλήν; Πρὸς τὰ πρόβατα καὶ τὴν ἐκείνων πρόνοιαν. Ὁ γὰρ μὴ ταῖς Γραφαῖς χρώμενος, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν· τουτέστιν, ἑτέραν ἑαυτῷ καὶ μὴ νενομισμένην τέμνων ὁδόν· οὗτος κλέπτης ἐστίν. Ὁρᾷς κἀντεῦθεν τῷ Πατρὶ συμφωνοῦντα, τῷ τὰς Γραφὰς εἰς μέσον προφέρειν; Διὰ τοῦτο καὶ τοῖς Ἰουδαίοις ἔλεγεν, Ἐρευνᾶτε τὰς Γραφάς· καὶ Μωϋσέα παρήγαγεν εἰς μέσον, καὶ μάρτυρα αὐτὸν ἐκάλει, καὶ τοὺς προφήτας πάντας. Πάντες γὰρ, φησὶν, οἱ ἀκούσαντες τῶν προφητῶν, ἥξουσι πρός με· καὶ, Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί. Ἐνταῦθα δὲ τὸ αὐτὸ μεταφορικῶς ἔθηκεν. Εἰπὼν δὲ, Ἀναβαίνων ἀλλαχόθεν, καὶ τοὺς γραμματέας ᾐνίξατο, ὅτι ἐδίδασκον ἐντάλματα, διδασκαλίας ἀνθρώπων, καὶ τὸν νόμον παρέβαινον, ὅπερ οὖν καὶ αὐτὸς ὀνειδίζων ἔλεγεν· Οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. Καὶ καλῶς εἶπεν, Ἀναβαίνων, οὐκ, Εἰσιὼν, ὅπερ ἐστὶ κλέπτου θριγκὸν ὑπερπηδῆσαι βουλομένου, καὶ ἐπικινδύνως πάντα πράττοντος. Εἶδες πῶς ὑπέγραψε τὸν λῃστήν; Σκόπει καὶ τοῦ ποιμένος τὸ γνώρισμα. Τί οὖν τοῦτό ἐστιν; Ὁ εἰσερχόμενος διὰ τῆς θύρας, οὗτός ἐστιν ὁ ποιμὴν τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούει τὰ πρόβατα, καὶ τὰ ἴδια καλεῖ κατ' ὄνομα, καὶ ὅταν ἐξαγάγῃ αὐτὰ, πορεύεται ἔμπροσθεν αὐτῶν. Ἔθηκε καὶ τοῦ ποιμένος καὶ τοῦ λυμεῶνος τὰ δείγματα. Ἴδωμεν πάλιν πῶς αὐτοῖς ἐφήρμοσε τὰ ἑξῆς· Τούτῳ, φησὶν, ὁ θυρωρὸς ἀνοίγει. Ἐπέμεινε τῇ μεταφορᾷ, ὥστε ἐμφαντικώτερον ποιῆσαι τὸν λόγον. Εἰ δὲ καὶ κατὰ λέξιν ἐθέλοις τὴν παραβολὴν ἐξετάζειν, οὐδὲν κωλύει θυρωρὸν ἐνταῦθα νοεῖν τὸν Μωϋσέα. Ἐκεῖνος γὰρ ὁ τὰ λόγια τοῦ Θεοῦ ἐμπιστευθείς· οὗ Καὶ τὴν φωνὴν αὐτοῦ ἀκούει τὰ πρόβατα, καὶ τὰ ἴδια καλεῖ κατ' ὄνομα. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγον αὐτὸν ἀπατεῶνα εἶναι, καὶ τοῦτο ἐκ τῆς ἀπιστίας τῆς ἑαυτῶν ἐβεβαίουν λέγοντες· Τίς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; δείκνυσιν, ὅτι οὐκ αὐτὸν ἐκ τῆς ἐκείνων ἀπιστίας λυμεῶνα καὶ πλάνον δεῖ καλεῖν· ἀλλ' αὐτοὺς ἐκ τοῦ μὴ προσέχειν αὐτῷ, καὶ τῆς τῶν προβάτων ἀκολούθως ἐκβληθῆναι τάξεως. Εἰ γὰρ ποιμένος ἐστὶ τὸ διὰ τῆς νενομισμένης εἰσιέναι θύρας, αὐτὸς δὲ εἰσῆλθε διὰ ταύτης· οἱ μὲν ἀκολουθήσαντες ἅπαντες δύναιντ' ἂν εἶναι πρόβατα· οἱ δὲ ἀποῤῥαγέντες οὐ τὸν ποιμένα διέβαλον, ἀλλὰ τῆς τῶν προβάτων συγγενείας ἐξέβαλον ἑαυτούς. Εἰ δὲ λέγει προϊὼν τὴν θύραν ἑαυτὸν εἶναι, πάλιν οὐ χρὴ θορυβεῖσθαι. Καὶ γὰρ καὶ ποιμένα ἑαυτὸν λέγει, καὶ πρόβατον, καὶ διαφόρως τὰς οἰκονομίας κηρύττει τὰς ἑαυτοῦ. Ὅταν γὰρ προσάγῃ ἡμᾶς τῷ Πατρὶ, θύραν ἑαυτὸν καλεῖ· ὅταν δὲ ἐπιμελῆται, ποιμένα. Ἵνα γὰρ μὴ τοῦτο ἔργον εἶναι νομίσῃς αὐτοῦ μόνον τὸ προσαγαγεῖν, λέγει καὶ ποιμένα ἑαυτόν. Καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ καλεῖ τὰ ἴδια πρόβατα, καὶ ἐξάγει αὐτὰ, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν πορεύεται. Καὶ μὴν τοὐναντίον οἱ ποιμένες ποιοῦσιν, ὄπισθεν αὐτῶν 59.325 ἀκολουθοῦντες. Ἀλλ' αὐτὸς, δεικνὺς ὅτι ἅπαντας ὁδηγήσει πρὸς τὴν ἀλήθειαν, ἀπεναντίας ἐκείνοις ποιεῖ· ὥσπερ οὖν καὶ ὅτε τὰ πρόβατα ἔπεμπε, [οὐκ ἔξω τῶν λύκων, ἀλλ' ἐν μέσῳ τῶν λύκων ἔπεμπε.] Πολὺ γὰρ παραδοξοτέρα αὕτη ἡ ποιμαντικὴ τῆς παρ' ἡμῖν. γʹ. Δοκεῖ δέ μοι καὶ περὶ τοῦ τυφλοῦ αἰνίττεσθαι. Καὶ γὰρ ἐκεῖνον ἐξήγαγε καλέσας ἐκ μέσου τῶν Ἰουδαίων, καὶ ἤκουσε αὐτοῦ τῆς φωνῆς, καὶ ἐπέγνω. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ἤτοι τοὺς περὶ Θευδᾶν λέγει ἐνταῦθα καὶ Ἰούδαν (καὶ γὰρ Ἅπαντες, ὅσοι ἐπίστευσαν αὐτοῖς, διεσκορπίσθησαν, φησίν)· ἢ τοὺς μετὰ ταῦτα μέλλοντας ἀπατᾷν ψευδοχρίστους. Ἵνα γὰρ μὴ λέγωσιν ἕνα ἐκείνων τοῦτον εἶναι, διὰ πολλῶν ἑαυτὸν ἀπ' ἐκείνων διαιρεῖ. Καὶ πρῶτον μὲν τίθησι διαφορὰν, τὴν ἀπὸ τῶν Γραφῶν διδασκαλίαν· αὐτὸς μὲν γὰρ διὰ τούτων αὐτοὺς προσήγετο, ἐκεῖνοι δὲ οὐκ ἐντεῦθεν αὐτοὺς ἐφείλκοντο. Δευτέραν τὴν τῶν προβάτων ὑπακοήν· αὐτῷ μὲν γὰρ οὐ ζῶντι μόνον, ἀλλὰ καὶ τελευτήσαντι πάντες ἐπίστευσαν· ἐκείνους δὲ εὐθέως 242
εἴασαν. Καὶ τρίτην δὲ μετὰ τούτων ἔστιν εἰπεῖν οὐ μικράν. Ἐκεῖνοι μὲν γὰρ ὡς τύραννοι, καὶ ἐπὶ ἀποστασίᾳ πάντα ἐποίουν· αὐτὸς δὲ οὕτω πόῤῥω ἑαυτὸν τοιαύτης κατέστησεν ὑποψίας, ὡς καὶ θελόντων αὐτὸν ποιῆσαι βασιλέα φυγεῖν, καὶ ἐπερωτώντων, εἰ ἔξεστι δοῦναι κῆνσον Καίσαρι, κελεῦσαι καταθεῖναι, καὶ αὐτὸν ἐπιδοῦναι τὸ δίδραχμα. Πρὸς τούτοις αὐτὸς μὲν ὑπὲρ τῆς σωτηρίας τῶν προβάτων ἦλθεν, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι, φησίν· ἐκεῖνοι δὲ καὶ τῆς παρούσης αὐτοὺς ζωῆς ἀπεστέρησαν. Καὶ οἱ μὲν προὔδωκαν τοὺς ἐμπιστευθέντας, καὶ ἔφυγον· αὐτὸς δὲ οὕτως ἔστη γενναίως, ὡς καὶ τὴν ψυχὴν ἐπιδοῦναι. Καὶ οἱ μὲν ἄκοντες καὶ ἀναγκαζόμενοι καὶ φεύγοντες ἔπαθον ἃ ἔπαθον· οὗτος δὲ ἑκὼν καὶ προαιρούμενος ὑπέμεινεν ἅπαντα. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Καὶ τίνος ἕνεκεν ἀσαφῶς εἶπεν αὐτοῖς; Προσεκτικωτέρους αὐτοὺς ποιῆσαι βουλόμενος. Ἐπεὶ οὖν τοῦτο κατεσκεύασε, λύει λοιπὸν τὴν ἀσάφειαν, οὕτω λέγων· Ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει· οἷον, ἐν ἀσφαλείᾳ ἔσται καὶ ἀδείᾳ (νομὴν δὲ τὴν τροφὴν ἐνταῦθα λέγει καὶ βοσκὴν τῶν προβάτων, καὶ ἐξουσίαν καὶ κυριότητα), τουτέστιν, Ἔνδον μενεῖ, καὶ οὐδεὶς αὐτὸν ἐξωθήσεται· ὅπερ οὖν ἐπὶ τῶν ἀποστόλων γέγονεν, οἳ μετὰ ἀδείας εἰσῄεσαν καὶ ἐξῄεσαν, ὡς πάσης κύριοι γεγενημένοι τῆς οἰκουμένης, καὶ οὐδεὶς αὐτοὺς ἐκβαλεῖν ἴσχυσε. Πάντες ὅσοι ἦλθον, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Οὐ περὶ τῶν προφητῶν φησιν ἐνταῦθα, καθὼς οἱ αἱρετικοί φασιν (ἐκείνων γὰρ ἤκουσαν, καὶ δι' ἐκείνων ἐπίστευσαν, ὅσοι καὶ ἐπίστευσαν τῷ Χριστῷ), ἀλλὰ περὶ Θευδᾶ καὶ Ἰούδα λέγει, καὶ τῶν ἄλλων στασιαστῶν. Ἄλλως δὲ καὶ τὸ, Οὐκ ἤκουσαν τὰ πρόβατα, ἐπαινῶν εἶπεν· οὐδαμοῦ δὲ φαίνεται ἐπαινῶν τοὺς παρακούσαντας τῶν προφητῶν, ἀλλὰ τοὐναντίον κακίζων καὶ διαβάλλων σφοδρῶς. Ὅθεν δῆλον, ὅτι τὸ, Οὐκ ἤκουσαν, νῦν περὶ τῶν στασιαστῶν ἐκείνων εἴρηται. Ὁ κλέπτης οὐ μὴ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ὅπερ τότε γέγονε, πάντων σφαγέντων καὶ ἀπολομένων. Ἐγὼ δὲ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι. Καὶ τί ζωῆς περισσότερον, εἰπέ μοι; Βασιλεία οὐρανῶν. Ἀλλ' οὔπω λέγει τοῦτο, ἀλλὰ τὸ τῆς ζωῆς ὄνομα περιστρέφει, ὅπερ ἦν αὐτοῖς γνώριμον. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἐνταῦθα λοιπὸν περὶ τοῦ πάθους διαλέγεται, δεικνὺς ὅτι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας τοῦτο γίνεται, καὶ οὐκ ἄκων 59.326 ἐπὶ τοῦτο ἔρχεται. Εἶτα λέγει τὸ δεῖγμα τοῦ ποιμένος πάλιν καὶ τοῦ μισθωτοῦ. Ὁ μὲν γὰρ ποιμὴν τὴν ψυχὴν ἑαυτοῦ τίθησιν· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει, καὶ ἔρχεται ὁ λύκος, καὶ ἁρπάζει αὐτά. Ἐνταῦθα δείκνυσιν ἑαυτὸν οὕτω κρατοῦντα ὡς τὸν Πατέρα, εἴ γε ποιμὴν αὐτός ἐστι, καὶ ἴδια αὐτοῦ ἐστι τὰ πρόβατα. Ὁρᾷς πῶς ἐν ταῖς παραβολαῖς ὑψηλότερον φθέγγεται, ἔνθα συνεσκίασται ὁ λόγος, καὶ οὐ δίδωσι λαβὴν φανερὰν τοῖς ἀκροωμένοις; Τί οὖν ὁ μισθωτὸς οὗτος ποιεῖ; Θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ ἔρχεται ὁ λύκος, καὶ ἁρπάζει αὐτά. Τοῦτο ἐκεῖνοι πεποιήκασιν· αὐτὸς δὲ τοὐναντίον. Καὶ γὰρ, ἡνίκα συνελήφθη, φησίν· Ἄφετε τούτους ὑπάγειν, ἵνα πληρωθῇ ὁ λόγος, ὅτι οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο. Ἔστι δὲ ἐνταῦθα καὶ νοητὸν ὑποπτεῦσαι λύκον. Καὶ γὰρ οὐδὲ ἐκεῖνον εἴασεν ἀπελθόντα ἁρπάσαι τὰ πρόβατα. Οὐ λύκος δέ ἐστιν οὗτος μόνον, ἀλλὰ καὶ λέων. Ὁ γὰρ ἐχθρὸς ἡμῶν διάβολος, φησὶν, ὡς λέων περιέρχεται ὠρυόμενος. Οὗτος καὶ ὄφις καὶ δράκων ἐστί· Πατεῖτε γὰρ ἐπάνω ὄφεων καὶ σκορπίων. δʹ. Διὸ, παρακαλῶ, μένωμεν ὑπὸ τῷ ποιμένι νεμόμενοι· μενοῦμεν δὲ, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούωμεν, ἐὰν αὐτῷ πειθώμεθα, ἐὰν μὴ ἀλλοτρίῳ ἑπώμεθα. Καὶ ποία αὐτοῦ ἐστιν ἡ φωνή; Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· μακάριοι οἱ ἐλεήμονες. Ἂν ταῦτα πράττωμεν, ὑπὸ τῷ ποιμένι μενοῦμεν, καὶ ὁ λύκος ἔνδον γενέσθαι οὐ δυνήσεται· ἀλλὰ κἂν ἐπέλθῃ, ἐπὶ κακῷ τῷ ἑαυτοῦ τοῦτο 243
ἐργάσεται. Ποιμένα γὰρ ἔχομεν οὕτω φιλοῦντα ἡμᾶς, ὡς καὶ τὴν ψυχὴν ὑπὲρ ἡμῶν ἐπιδοῦναι. Ὅταν οὖν καὶ δυνατὸς ᾖ καὶ φιλῇ, τί τὸ κωλύον ἡμᾶς σωθῆναι; Οὐδὲν, εἰ μὴ ἡμεῖς αὐτοὶ ἀποσταίημεν. Πῶς δὲ ἀποστησόμεθα; Ἄκουσον αὐτοῦ λέγοντος· Οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν, Θεῷ καὶ μαμωνᾷ. Ἂν τοίνυν τούτῳ δουλεύωμεν, οὐχ ὑποστησόμεθα τὴν ἐκείνου τυραννίδα. Καὶ γὰρ τυραννίδος ἁπάσης πικρότερον ἡ τῶν χρημάτων ἐπιθυμία. Ἡδονὴν μὲν γὰρ οὐδεμίαν ἔχει· φροντίδας δὲ καὶ φθόνους, καὶ ἐπιβουλὰς, καὶ μῖσος, καὶ συκοφαντίας, καὶ ἀρετῆς μυρία κωλύματα, ῥᾳθυμίαν, ἀσέλγειαν, πλεονεξίαν, μέθην· ἃ καὶ τοὺς ἐλευθέρους δούλους ποιεῖ καὶ ἀργυρωνήτων χείρους, καὶ δούλους, οὐκ ἀνθρώπων, ἀλλὰ καὶ τοῦ χαλεπωτέρου τῶν παθῶν καὶ τῶν νοσημάτων τῆς ψυχῆς. Ὁ τοιοῦτος πολλὰ τῶν καὶ Θεῷ καὶ ἀνθρώποις μὴ ἀρεσκόντων τολμᾷ, δεδοικὼς μή τις αὐτοῦ τὴν δεσποτείαν ἀφέληται ταύτην. Ὢ πικρᾶς δουλείας καὶ διαβολικῆς δυναστείας! τοῦτο γὰρ μάλιστα πάντων ἐστὶ τὸ χαλεπώτατον, ὅτι ἐν τοσούτοις κατεχόμενοι κακοῖς ἡδόμεθα, καὶ τὴν ἅλυσιν ἀσπαζόμεθα, καὶ δεσμωτήριον οἰκοῦντες σκότους πεπληρωμένον εἰς φῶς ἐξελθεῖν οὐ βουλόμεθα, ἀλλ' ἐπισφίγγομεν ἑαυτοῖς τὰ κακὰ, καὶ ἐνηδόμεθα τῷ νοσήματι. Ὅθεν οὐδὲ ἀπαλλαγῆναι δυνάμεθα, ἀλλὰ τῶν τὰ μέταλλα ἐργαζομένων χαλεπώτερον διακείμεθα, τοὺς μὲν πόνους καὶ τὴν ταλαιπωρίαν ὑπομένοντες, τῶν δὲ καρπῶν οὐκ ἀπολαύοντες. Καὶ τὸ δὴ χεῖρον πάντων, ὅτι κἂν ἀπαλλάξαι βουληθῇ τις τῆς πικρᾶς ταύτης αἰχμαλωσίας ἡμᾶς, οὐκ ἀνεχόμεθα, ἀλλὰ καὶ δυσχεραίνομεν καὶ ἀγανακτοῦμεν, οὐδὲν ἄμεινον τῶν μαινομένων διακείμενοι ταύτῃ, ἀλλὰ καὶ πολλῷ πάντων ἐκείνων ἀθλιώτερον, καὶ τοσοῦτον, ὅσον οὐδὲ ἀπαλλαγῆναι τῆς μανίας ἐθέλομεν. Μὴ γὰρ διὰ τοῦτο παρήχθης εἰς τὸν κόσμον, ὦ ἄνθρωπε, τοῦτον; μὴ γὰρ διὰ τοῦτο γέγονας ἄνθρωπος, ἵνα τὰ μέταλλα ταῦτα ἐργάζῃ, καὶ συλλέγῃς χρυσίον; Οὐ διὰ ταῦτα ἔπλασέ 59.327 σε κατ' εἰκόνα· ἀλλ' ἵνα αὐτῷ ἀρέσῃς, ἵνα τῶν μελλόντων ἐπιτύχῃς, ἵνα μετ' ἀγγέλων χορεύσῃς. Τί τοίνυν ἐκβάλλεις σεαυτὸν τῆς τοιαύτης συγγενείας, καὶ πρὸς τὴν ἐσχάτην ἀτιμίαν καὶ δυσγένειαν ἐξωθεῖς; Ὁ τὰς αὐτὰς σοὶ λύσας ὠδῖνας, ὠδῖνας δὲ λέγω τὰς πνευματικὰς, λιμῷ διαφθείρεται· σὺ δὲ ὑπὸ πλησμονῆς διαῤῥήγνυσαι. Ὁ ἀδελφὸς γυμνὸς τὸ σῶμα περιάγει, σὺ δὲ καὶ τοῖς ἱματίοις ἱμάτια κατασκευάζεις, ἐπιτειχίζων τοῖς σκώληξι τὴν τοιαύτην περιβολήν. Καὶ πόσῳ βέλτιον ἦν τὰ σώματα περιβάλλειν τὰ τῶν πενήτων! Οὕτω γὰρ καὶ ἀνάλωτα ἔμενε, καὶ φροντίδος ἁπάσης ἀπήλλαττε, καὶ τὴν μέλλουσάν σοι ζωὴν ἐκόμιζεν. Εἰ γὰρ μὴ βούλει ταῦτα γενέσθαι σητόβρωτα, δὸς τοῖς πτωχοῖς· ἐκεῖνοι γάρ εἰσιν οἱ τὰ ἱμάτια ταῦτα εἰδότες τινάσσειν καλῶς. Καὶ γὰρ τοῦ κιβωτίου τὸ σῶμα τοῦ Χριστοῦ τιμιώτερόν τε καὶ ἀσφαλέστερον. Οὐδὲ γὰρ μόνον φυλάσσει τὰ ἱμάτια, οὐδὲ ἀνάλωτα διατηρεῖ μόνον, ἀλλὰ καὶ λαμπρότερα ἐργάζεται. Τὸ κιβώτιον πολλάκις μετὰ τῶν ἱματίων ληφθὲν ἐσχάτῃ σε περιέβαλε ζημίᾳ· ταύτην δὲ οὐδὲ θάνατος λυμήνασθαι δύναται τὴν φυλακήν. Οὐδὲ γὰρ θυρῶν ἐνταῦθα ἡμῖν δεῖ καὶ μοχλῶν· οὐκ οἰκετῶν ἀγρυπνούντων, οὐκ ἄλλης τινὸς τοιαύτης ἀσφαλείας. Καὶ γὰρ πάσης ἐπιβουλῆς ἀπήλλακται, καὶ ἀπόκειται φυλαττόμενα· ὥσπερ εἰκὸς, τὰ ἐν τοῖς οὐρανοῖς κείμενα. Πάσῃ γὰρ κακίᾳ ἐκεῖνος ὁ τόπος ἄβατος. Ταῦτα οὔτε ἡμεῖς ἀεὶ λέγοντες διαλιμπάνομεν, οὔτε ὑμεῖς ἀκούοντες πείθεσθε. Τὸ δὲ αἴτιον, ψυχῆς ἐσμεν εὐτελοῦς, καὶ πρὸς τὴν γῆν κεχηνυίας, καὶ χαμαὶ συρομένης. Μᾶλλον δὲ μὴ γένοιτο πάντων ὑμῶν καταγνῶναι κακίαν, ὡς πάντας ἀνίατα νοσεῖν. Εἰ γὰρ καὶ οἱ τῷ πλούτῳ μεθύοντες, ἐμφράττουσι τὴν ἀκοὴν πρὸς τὰ λεγόμενα, ἀλλ' οἱ πενίᾳ συζῶντες δυνήσονται διαβλέψαι πρὸς τὰ λεγόμενα. Καὶ τί ταῦτα πρὸς τοὺς πένητας, φησίν; οὐ γὰρ χρυσὸς αὐτοῖς ἐστιν, οὐδὲ ἱμάτια τοσαῦτα, φησίν. Ἀλλὰ ἄρ 59.328 τος ἐστὶν αὐτοῖς καὶ ὕδωρ ψυχρόν· ἀλλ' ὀβολοὶ δύο, καὶ πόδες, ὥστε ἐπισκέψασθαι τοὺς ἀῤῥωστοῦντας· ἀλλὰ γλῶσσα καὶ λόγος, ὥστε παρακαλέσαι τὸν βεβλημένον· ἀλλ' οἰκία καὶ στέγη, ὥστε ὁμοδίαιτον ποιῆσαι τὸν ξένον. Οὐ γὰρ δὴ τάλαντα χρυσοῦ 244
τόσα καὶ τόσα ἀπαιτοῦμεν παρὰ τῶν πενήτων· ἀλλὰ ταῦτα μὲν παρὰ τῶν πλουτούντων. Εἰ δέ τις πένης εἴη, καὶ ἐπὶ τὰς τῶν ἄλλων ἔρχεται θύρας, οὐδὲ ὀβολὸν λαβεῖν ὁ Δεσπότης ἡμῶν ἐπαισχύνεται· ἀλλὰ καὶ μείζονα ἐρεῖ τῶν πολλὰ βεβληκότων εἰληφέναι παρ' αὐτοῦ. Πόσοι τῶν νῦν ἑστηκότων ηὔξαντο κατ' ἐκεῖνον γενέσθαι τὸν καιρὸν, καθ' ὃν μετὰ σαρκὸς ὁ Χριστὸς περιεπόλει τὴν γῆν, ὥστε καὶ ὁμοδίαιτοι αὐτῷ γενέσθαι, καὶ σύσσιτοι; Ἰδοὺ νῦν ἔξεστι τοῦτο γενέσθαι, καὶ καλεῖν αὐτὸν μᾶλλον ἐπὶ ἄριστον καὶ ἑστιαθῆναι μετ' αὐτοῦ, καὶ ἐπὶ μείζονι κέρδει. Τῶν μὲν γὰρ τότε αὐτῷ συνεστιαθέντων πολλοὶ καὶ ἀπώλοντο, οἷος καὶ ὁ Ἰούδας ἦν, καὶ ἕτεροι δὲ τοιοῦτοι· τῶν δὲ καλούντων αὐτὸν ἕκαστος νῦν εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, καὶ μεταδιδόντων αὐτῷ τραπέζης καὶ στέγης, εὐλογίας ἀπολαύσεται μεγάλης. Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Ἵν' οὖν τούτων ἀκούσωμεν τῶν ῥημάτων, ἐνδύσωμεν τὸν γυμνὸν, συναγάγωμεν τὸν ξένον, θρέψωμεν τὸν πεινῶντα, ποτίσωμεν τὸν διψῶντα, ἐπισκεψώμεθα τὸν ἀῤῥωστοῦντα, ἴδωμεν τὸν ἐν φυλακῇ, ἵνα παῤῥησίας ἀπολαύσωμεν, καὶ ἁμαρτημάτων συγχώρησιν λάβωμεν, καὶ τῶν ἀγαθῶν μετάσχωμεν ἐκείνων, τῶν καὶ λόγον ὑπερβαινόντων καὶ νοῦν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.327 ΟΜΙΛΙΑ Ξʹ. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώ σκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. αʹ. Μέγα, ἀγαπητοὶ, μέγα Ἐκκλησίας προστασία, καὶ πολλῆς δεόμενον φιλοσοφίας, καὶ ἀνδρείας τοσαύτης, ὅσης ὁ Χριστὸς εἶπεν, ὥστε τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων θεῖναι, ὥστε μηδέποτε ἐγκαταλιπεῖν αὐτὰ ἔρημα καὶ γυμνὰ, ὥστε πρὸς τὸν λύκον ἵστασθαι γενναίως. Τούτῳ γὰρ ὁ ποιμὴν τοῦ μισθωτοῦ διέστηκεν. Ὁ μὲν γὰρ τὴν ἰδίαν σωτηρίαν πανταχοῦ σκοπεῖ, τῶν προβάτων ἀμελῶν· οὗτος δὲ πανταχοῦ τὴν τῶν προβάτων ἐπιζητεῖ, τὴν ἑαυτοῦ παρατρέχων. Εἰπὼν τοίνυν τοῦ ποιμένος τὰ δείγματα, δύο τίθησι τοὺς λυμεῶνας· ἕνα τὸν κλέπτην τὸν θύοντα καὶ ἁρπάζοντα· ἕτερον δὲ τὸν τούτων μὲν οὐδὲν ποιοῦντα, γινομένων δὲ τούτων οὐκ ἐπιστρεφόμενον, οὐδὲ κωλύοντα· δι' ἐκείνων μὲν τοὺς περὶ Θευδᾶν αἰνιττόμενος, διὰ τούτων δὲ τοὺς Ἰουδαίων διδασκάλους ἐκπομπεύων, οὐ κηδομένους οὐδὲ φροντίζοντας τῶν ἐμπεπιστευμένων αὐτοῖς προβάτων. Ὅπερ οὖν καὶ ὁ Ἰεζεκιὴλ ἄνωθεν ἐγκαλῶν αὐτοῖς ἔλεγεν· Ὢ οἱ ποιμένες Ἰσραήλ· μὴ βόσκουσιν ἑαυτοὺς 59.328 οἱ ποιμένες; οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἀλλ' ἐκεῖνοι τοὐναντίον ἐποίουν, ὅπερ μέγιστόν ἐστιν εἶδος κακίας, καὶ τῶν ἄλλων αἴτιον πάντων. Διὰ τοῦτο γάρ φησιν· οὔτε τὸ πεπλανημένον ἐπέστρεφον, οὐδὲ τὸ ἀπολωλὸς ἐζήτουν, οὐδὲ τὸ συντετριμμένον ἐδέσμουν, οὐδὲ τὸ ἀῤῥωστοῦν ἐθεράπευον, ἐπειδὴ ἑαυτοὺς, καὶ οὐ τὰ πρόβατα, ἔβοσκον. Ὅπερ καὶ ὁ Παῦλος ἑτέρῳ ῥήματι πάλιν ἐδήλου λέγων· Οἱ γὰρ πάντες τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Χριστοῦ Ἰησοῦ· καὶ πάλιν, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστος. Ἀλλ' ἀμφοτέρων ἑαυτὸν διίστησιν ὁ Χριστός· ἐκείνων μὲν τῶν ἐπὶ λύμῃ παραγενομένων, τῷ εἰπεῖν, Διὰ τοῦτο ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι· τούτων δὲ τῶν περιορώντων ὑπὸ τῶν λύκων ἁρπαζόμενα τὰ πρόβατα, τῷ μὴ καταλιπεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ αὐτῶν, ὥστε μὴ τὰ πρόβατα ἀποθανεῖν. Ἐπειδὴ γὰρ αὐτὸν ἐβουλεύοντο ἀνελεῖν,
οὔτε τῆς διδασκαλίας μετέθετο, οὔτε τοὺς πιστεύοντας προὔδωκεν, ἀλλ' ἔστη, καὶ εἵλετο ἀποθανεῖν. Διὰ τοῦτο ἄνω καὶ κάτω ἔλεγεν· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Εἶτα ἐπειδὴ ἀμάρτυρα ἐδόκει τὰ λεγόμενα εἶναι (τὸ μὲν γὰρ, Τὴν ψυχήν μου τίθημι, οὐ μετὰ πολὺ τὴν ἀπόδειξιν ἔλαβε· τὸ δὲ, Ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι, μετὰ τὴν ἐντεῦθεν ἔμελλεν ἀποδημίαν συμβήσεσθαι, κατὰ τὸν αἰῶνα τὸν μέλλοντα), τί ποιεῖ; Θάτερον ἀπὸ θατέρου. 59.329 πιστοῦται, ἀπὸ τοῦ δοῦναι τὴν ψυχὴν, ὅτι καὶ τὴν ζωὴν δίδωσιν. Ὅπερ καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Εἰ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα. Καὶ πάλιν ἀλλαχοῦ· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαριεῖται; Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἐγκαλοῦσιν αὐτῷ νῦν, ἃ καὶ πρότερον, λέγοντες· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής; Ὅτι πολλάκις ἐπεστόμισεν αὐτοὺς, καὶ πλείων ἡ παῤῥησία πρὸς αὐτοὺς ἀπὸ τῶν σημείων ἐγένετο. Εἶτα, ἐπειδὴ εἶπεν ἀνωτέρω, Καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ ἀκολουθεῖ αὐτῷ, ἵνα μή τις εἴπῃ· Τί οὖν πρὸς τοὺς μὴ πιστεύσαντας; ἄκουσον τί ἐπήγαγε· Καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν, ἔλεγεν· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω· καὶ ὁ Μωϋσῆς, Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· ἐκείνους λέγω, φησὶν, οὓς προέγνων. Εἶτα, ἵνα μὴ τῆς γνώσεως ἴσον τὸ μέτρον νομίσῃς, ἄκουσον πῶς διορθοῦται αὐτὸ τῇ ἐπαγωγῇ· Γινώσκω τὰ ἐμὰ, φησὶ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Ἀλλ' οὐκ ἴση ἡ γνῶσις· ἀλλὰ ποῦ ἴση; Ἐπὶ τοῦ Πατρὸς καὶ ἐμοῦ. Ἐκεῖ γὰρ, Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Ἐπεὶ εἰ μὴ τοῦτο ἐβούλετο κατασκευάσαι, τίνος ἕνεκεν αὐτὸ ἐπήγαγεν; Ἐπειδὴ γὰρ πολλαχοῦ ἑαυτὸν τίθησιν ἐν τάξει τῶν πολλῶν, ἵνα μή τις νομίσῃ ὅτι ὡς ἄνθρωπος οὕτως ἐγίνωσκεν, ἐπήγαγε· Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Οὕτως ἀκριβῶς αὐτὸν ἐπίσταμαι, ὡς αὐτὸς ἐμέ. Διὰ τοῦτο καὶ ἔλεγεν· Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, καὶ τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, κεχωρισμένην τινὰ γνῶσιν λέγων, καὶ τοιαύτην, οἵαν οὐδεὶς ἕτερος δύναται σχεῖν. Ἐγὼ τίθημι τὴν ψυχήν μου. Συνεχῶς τοῦτο λέγει, δηλῶν ὅτι οὐκ ἔστι πλάνος. Ἐπεὶ καὶ ὁ Ἀπόστολος, ὅτε αὐτὸν ἐβούλετο δεῖξαι γνήσιον ὄντα διδάσκαλον, καὶ πρὸς τοὺς ψευδαποστόλους ἀντιπαρεξήγαγε τὸν λόγον, ἀπὸ τῶν κινδύνων καὶ τῶν θανάτων ἑαυτὸν συνίστησι λέγων· Ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. Τὸ μὲν γὰρ λέγειν, ὅτι Φῶς εἰμι, καὶ, Ζωή εἰμι, ἐδόκει εἶναι τύφου παρὰ τοῖς ἀνοήτοις· τὸ δὲ λέγειν, Ἀποθανεῖν βούλομαι, οὐδεμίαν βασκανίαν εἶχεν, οὐδὲ φθόνον. Διὰ τοῦτο οὐδὲ λέγουσιν αὐτῷ· Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Πολλὴν γὰρ ἐδείκνυ τὸ ῥῆμα κηδεμονίαν, εἴ γε ὑπὲρ τῶν λιθαζόντων ἐβούλετο ἑαυτὸν ἐκδοῦναι. βʹ. Διὰ τοῦτο καὶ εὐκαίρως τὸν περὶ τῶν ἐθνῶν εἰσάγει λόγον. Καὶ γὰρ καὶ ἄλλα πρόβατα ἔχω, φησὶν, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν. Ἰδοὺ πάλιν τὸ, Δεῖ, ῥῆμα κείμενον, οὐκ ἀνάγκης ἐστὶν, ἀλλὰ τοῦ πάντως ἐσομένου δηλωτικόν· ὡσανεὶ ἔλεγε· Τί θαυμάζετε, εἰ οὗτοί μοι μέλλουσιν ἕπεσθαι, καὶ τὰ πρόβατα τῆς φωνῆς μου ἀκούειν; Ὅταν γὰρ καὶ ἄλλα ἴδητέ μοι ἀκολουθοῦντα, καὶ τῆς φωνῆς μου ἀκούοντα, τότε ἐκπλαγήσεσθε μειζόνως. Εἰ δὲ λέγει, Ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, μὴ θορυβηθῇς. Ἡ γὰρ διαφορὰ περὶ τὸν νόμον μόνον, καθάπερ καὶ ὁ Παῦλός φησιν· Οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία. Κἀκεῖνά με δεῖ ἀγαγεῖν. Δείκνυσιν ἀμφοτέρους ἐσκορπισμένους καὶ μεμιγμένους καὶ ποιμένας οὐκ ἔχοντας, κἀκείνους καὶ τούτους, οὔπω τοῦ καλοῦ παραγενο 59.330 μένου ποιμένος. Εἶτα καὶ τὴν μέλλουσαν αὐτῶν προαναφωνεῖ συνάφειαν, ὅτι Ἔσονται μία ποίμνη. Ὅπερ καὶ αὐτὸ πάλιν ὁ Παῦλος ἐδήλωσεν εἰπών· Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. Διὰ τοῦτό με ἀγαπᾷ ὁ Πατὴρ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι, ἵνα πάλιν λάβω αὐτήν. Καὶ τί τοῦ ῥήματος τούτου ταπεινότερον γένοιτ' ἂν, εἴ γε δι' ἡμᾶς ὁ 246
Δεσπότης ἀγαπᾶσθαι μέλλει ὁ ἡμέτερος, ἐπειδὴ ὑπὲρ ἡμῶν ἀποθνήσκει; Τί οὖν, εἰπέ μοι; τὸν ἔμπροσθεν χρόνον οὐκ ἠγαπᾶτο, ἀλλὰ νῦν τῆς ἀγάπης ἤρξατο ὁ Πατὴρ, καὶ ἡμεῖς γεγόναμεν τῆς ἀγάπης αὐτῷ αἴτιοι; Ὁρᾷς πῶς κέχρηται τῇ συγκαταβάσει; Τί οὖν ἐνταῦθα κατασκευάσαι βούλεται; Ἐπειδὴ ἀλλότριον αὐτὸν ἔλεγον τοῦ Πατρὸς καὶ πλάνον, καὶ ἐπὶ λύμῃ ἥκειν αὐτὸν καὶ ἀπωλείᾳ, λέγει· Καὶ εἰ μηδὲν ἄλλο, τοῦτο γοῦν με ἔπειθεν ἀγαπᾷν ὑμᾶς, τὸ οὕτω ὑμᾶς ἀγαπᾶσθαι παρὰ τοῦ Πατρὸς ὡς ἐμέ· καὶ διὰ τοῦτο ἀγαπᾶσθαι παρ' αὐτοῦ, ἐπειδὴ ὑπὲρ ὑμῶν ἀποθνήσκω. Καὶ μετὰ τούτου δὲ καὶ ἐκεῖνο κατασκευάσαι βούλεται, ὅτι τε οὐκ ἄκων ἐπὶ τὸ πρᾶγμα ἔρχεται (εἰ γὰρ ἄκων, πῶς ἀγάπης ἦν ποιητικὸν τὸ γινόμενον;), καὶ ὅτι καὶ τῷ Πατρὶ μεθ' ὑπερβολῆς τοῦτο δοκεῖ. Εἰ δὲ ὡς ἄνθρωπος τοῦτο διαλέγεται, μὴ θαυμάσῃς· πολλάκις γὰρ τὴν ὑπὲρ τούτων εἰρήκαμεν αἰτίαν, καὶ πάλιν τὰ αὐτὰ λέγειν περιττὸν καὶ ἐπαχθές. Ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν· καὶ οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ. Ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Ἐπειδὴ γὰρ πολλάκις ἐβουλεύοντο αὐτὸν ἀνελεῖν, λέγει, ὅτι Μὴ βουλομένου ἐμοῦ, ἀνόνητος ὑμῖν ἐστιν ὁ πόνος· καὶ ἐκ τοῦ προτέρου τὸ δεύτερον κατασκευάζει, ἀπὸ τοῦ θανάτου τὴν ἀνάστασιν. Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν καὶ παράδοξον. Καὶ γὰρ ἀμφότερα καινῶς γέγονε, καὶ ὑπὲρ τὴν κοινὴν συνήθειαν. Προσέχωμεν δὲ μετὰ ἀκριβείας τῷ λεγομένῳ· Ἐξουσίαν ἔχω θεῖναι, φησὶ, τὴν ψυχήν μου. Καὶ τίς οὐκ ἔχει ἐξουσίαν θεῖναι τὴν ψυχὴν τὴν ἑαυτοῦ; Ἑκάστῳ γὰρ βουλομένῳ δυνατὸν ἑαυτὸν ἀνελεῖν. Ἀλλ' οὐχ οὕτω φησίν· ἀλλὰ πῶς; Οὕτως ἐξουσίαν ἔχω θεῖναι, ὡς μηδένα δυνηθῆναι ἄκοντος ἐμοῦ τοῦτο ποιῆσαι· ὅπερ ἐπὶ ἀνθρώπων οὐκ ἔνι. Ἡμεῖς γὰρ οὐκ ἔχομεν ἐξουσίαν ἄλλως θεῖναι, ἀλλ' ἀναιροῦντες ἑαυτούς. Εἰ δὲ ἐμπίπτοιμεν εἰς ἐπιβουλεύοντάς τινας καὶ κυρίους ἀνελεῖν, οὐκ ἔτι ἔχομεν ἐξουσίαν τοῦ θεῖναι καὶ μὴ, ἀλλὰ καὶ ἀκόντων ἡμῶν ἐκεῖνοι αὐτὴν ἀναιροῦσιν. Ἐπ' αὐτοῦ δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἑτέρων ἐπιβουλευόντων κύριος ἦν αὐτὸς μὴ θεῖναι αὐτήν. Εἰπὼν οὖν, ὅτι Οὐδεὶς αὐτὴν αἴρει ἀπ' ἐμοῦ, τότε ἐπήγαγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· τουτέστιν, Ἐγὼ μόνος εἰμὶ κύριος τοῦ θεῖναι αὐτήν· ὅπερ ἐφ' ὑμῶν οὐκ ἔστι. Καὶ γὰρ καὶ ἄλλοι πολλοὶ κύριοί εἰσι τοῦ λαβεῖν αὐτὴν ἀφ' ἡμῶν. Ἀλλὰ τοῦτο παρὰ τὴν ἀρχὴν οὐκ εἶπεν· οὐδὲ γὰρ ἔμελλεν ὁ λόγος ἀξιόπιστος εἶναι· ἀλλ' ὅτε τὴν ἀπὸ τῶν πραγμάτων ἔλαβε μαρτυρίαν, καὶ πολλάκις ἐπιβουλεύσαντες οὐκ ἴσχυσαν αὐτὸν κατασχεῖν (καὶ γὰρ ἐξῆλθεν ἐκ τῶν χειρῶν αὐτῶν μυριάκις)· τότε λοιπόν φησιν, Οὐδεὶς αὐτὴν αἴρει ἀπ' ἐμοῦ. Εἰ δὲ τοῦτο ἀληθὲς, κἀκεῖνο ἕπεται, τὸ ἑκόντα ἐπὶ τοῦτο ἔρχεσθαι. Τούτου δὲ ὄντος ἀληθοῦς, κἀκεῖνο συνέστηκε, τὸ ἡνίκα ἂν βουληθῇ λαβεῖν αὐτὴν, δυνηθῆναι πάλιν. Εἰ γὰρ τὸ ἀποθανεῖν μεῖζον ἢ κατὰ ἄνθρωπον ἦν, μηδὲ περὶ ἐκείνου λοιπὸν ἀμφίβαλλε. Τὸ γὰρ αὐτὸν μόνον εἶναι κύριον τοῦ τὴν ψυχὴν ἀφεῖναι, δείκνυσι καὶ τοῦ λαβεῖν αὐτὴν κύριον ὄντα ἀπὸ τῆς αὐτῆς 59.331 ἐξουσίας. Ὁρᾷς πῶς ἀπὸ τοῦ προτέρου τὸ δεύτερον κατεσκεύασε, καὶ ἀπὸ τοῦ θανάτου καὶ τὴν ἀνάστασιν ἔδειξεν ἀναμφισβήτητον; Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός. Ποίαν δὴ ταύτην; Τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου. Ἆρ' οὖν ἀνέμεινεν ἀκοῦσαι πρότερον, καὶ τότε εἵλετο, καὶ ἐδέησεν αὐτὸ μαθεῖν; Καὶ τίς ἂν τοῦτο νοῦν ἔχων εἴποι; Ἀλλ' ὥσπερ ἀνωτέρω εἰπὼν, Διὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ, τὴν ἑκούσιον ἐδήλωσεν ὁρμὴν, καὶ τὴν τῆς ἐναντιότητος ἀνεῖλεν ὑπόνοιαν· οὕτω καὶ ἐνταῦθα ἐντολὴν εἰληφέναι παρὰ τοῦ Πατρὸς εἰπὼν, οὐδὲν ἄλλο ἐμφαίνει, ἢ ὅτι Ἐκείνῳ δοκεῖ τοῦτο, ὃ ἐγὼ ποιῶ· ἵν' ὅταν αὐτὸν ἀνέλωσι, μὴ νομίσωσιν ὡς ἐγκαταλελειμμένον καὶ προδιδόμενον ὑπὸ τοῦ Πατρὸς ἀνῃρηκέναι, μηδὲ ὀνειδίσωσιν ἅπερ ὠνείδισαν· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· καὶ, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Καὶ μὴν διὰ τοῦτο οὐ καταβαίνει, ἐπειδὴ Υἱός ἐστι τοῦ Θεοῦ. γʹ. Εἶτα ἵνα μὴ ἀκούων, ὅτι Ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρὸς, ἀλλότριον αὐτοῦ τὸ κατόρθωμα εἶναι νομίσῃς, προλαβὼν 247
ἔλεγεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· διὰ τούτων δεικνὺς αὐτοῦ ὄντα τὰ πρόβατα, καὶ ὅτι αὐτοῦ τὸ κατόρθωμα ἦν πᾶν τὸ γεγενημένον, καὶ οὐ δεόμενον αὐτὸν ἐντολῆς. Εἰ γὰρ ἐντολῆς ἐδεῖτο, πῶς ἔλεγεν· Ἀπ' ἐμαυτοῦ τίθημι; Ὁ γὰρ ἀφ' ἑαυτοῦ τιθεὶς οὐ δέεται ἐντολῆς. Καὶ τὴν αἰτίαν δὲ τίθησι, δι' ἣν τοῦτο ποιεῖ. Ποία δὲ αὕτη ἐστί; Τὸ ποιμένα αὐτὸν εἶναι, καὶ καλὸν ποιμένα. Ὁ δὲ καλὸς ποιμὴν οὐ δεῖται ἑτέρου τοῦ πρὸς τοῦτο αὐτὸν διαναστήσοντος. Εἰ δὲ ἐπ' ἀνθρώπων τοῦτο, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἑαυτὸν ἐκένωσεν. Οὐδὲν οὖν ἄλλο ἡ ἐντολὴ ἐνταῦθα βούλεται κειμένη, ἀλλ' ἢ τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν δεῖξαι. Εἰ δὲ οὕτω ταπεινῶς εἴρηται καὶ ἀνθρωπίνως, τῆς τῶν ἀκουόντων ἐστὶν ἀσθενείας ἡ αἰτία. Σχίσμα οὖν ἐγένετο ἐν τοῖς Ἰουδαίοις. Καὶ οἱ μὲν ἔλεγον, ὅτι δαιμόνιον ἔχει καὶ μαίνεται. Τί αὐτοῦ ἀκούετε; Οἱ δὲ, ὅτι Τὰ ῥήματα ταῦτα οὐκ ἔστι δαιμονιζομένου. Μὴ δαιμόνιον δύναται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι; Ἐπειδὴ γὰρ μείζονα ἢ κατὰ ἄνθρωπον τὰ λεγόμενα, καὶ οὐ τῆς κοινῆς συνηθείας, δαιμονῶντα αὐτὸν ἔλεγον, τέταρτον ἤδη τούτῳ αὐτὸν προσειπόντες (καὶ γὰρ ἔμπροσθεν ἔλεγον· Δαιμόνιον ἔχεις, τίς σε ζητεῖ ἀποκτεῖναι; καὶ πάλιν· Οὐ καλῶς ἐλέγομεν, ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις; καὶ ἐνταῦθα· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;)· μᾶλλον δὲ οὐ τέταρτον, ἀλλὰ καὶ πολλάκις αὐτὸν ἀκηκοέναι. Τὸ γὰρ λέγειν, Οὐ καλῶς ἐλέγομεν ὅτι δαιμόνιον ἔχεις; οὐ τοῦ δεύτερον καὶ τρίτον, ἀλλὰ τοῦ πολλάκις εἰρηκέναι τοῦτο, σημεῖόν ἐστι. Οἱ δὲ ἔλεγον, φησίν· Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου. Μὴ δαιμόνιον δύναται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι; Ἐπειδὴ γὰρ ἀπὸ ῥημάτων οὐκ ἠδύναντο ἐπιστομίζειν, τὴν ἀπόδειξιν λοιπὸν ἀπὸ τῶν ἔργων ἐποιοῦντο. Μάλιστα μὲν γὰρ οὐδὲ τὰ ῥήματα δαιμονῶντός ἐστιν· εἰ δὲ οὐ πείθεσθε ἀπὸ τῶν ῥημάτων, ἀπὸ τῶν ἔργων δυσωπήθητε. Εἰ δὲ μὴ δαιμονῶντός ἐστι, μείζονα δὲ ἢ κατὰ ἄνθρωπον, εὔδηλον ὅτι θείας τινὸς ταῦτά ἐστι δυνάμεως. Εἶδες συλλογισμόν; Ὅτι γὰρ μείζονα ἢ κατὰ ἄνθρωπον ἦν, δῆλον ἐκ τοῦ λέγειν, ὅτι Δαιμόνιον ἔχει· ὅτι δὲ δαιμόνιον οὐκ εἶχεν, ἐδήλωσεν ἀφ' ὧν ἐποίησε. Τί οὖν ὁ Χριστός; Οὐδὲν πρὸς 59.332 ταῦτα ἀποκρίνεται. Πρότερον μὲν γὰρ ἀπεκρίνατο, Ἐγὼ δαιμόνιον οὐκ ἔχω· νυνὶ δὲ οὐ τοῦτο. Ἐπειδὴ γὰρ τὴν διὰ τῶν πραγμάτων παρέσχεν ἀπόδειξιν, ἐσίγα λοιπόν. Οὐδὲ γὰρ ἀποκρίσεως ἦσαν ἄξιοι οἱ δαιμονῶντα αὐτὸν καλοῦντες ὑπὲρ τούτων, ὑπὲρ ὧν θαυμάζειν, καὶ Θεὸν ἡγεῖσθαι αὐτὸν ἐχρῆν. Τί δὲ καὶ ἔδει τῶν παρ' αὐτοῦ λοιπὸν ἐλέγχων, αὐτῶν κατ' ἀλλήλων ἱσταμένων καὶ διελεγχόντων ἀλλήλους; Διὰ τοῦτο ἐσίγα καὶ πράως πάντα ἔφερεν. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἡμᾶς παιδεύων ἐπιείκειαν καὶ μακροθυμίαν πᾶσαν. δʹ. Τοῦτον τοίνυν ζηλώσωμεν. Οὐδὲ γὰρ ἐσίγησε μόνον, ἀλλὰ καὶ πάλιν ἐπέστη, καὶ ἐρωτηθεὶς ἀποκρίνεται, καὶ τὰ τῆς προνοίας αὐτοῦ ἐπιδείκνυται· καὶ δαιμονῶν κληθεὶς καὶ μαινόμενος, παρὰ ἀνθρώπων μυρία εὐηργετημένων, καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις, οὐ μόνον οὐκ ἠμύνατο, ἀλλὰ καὶ εὐεργετῶν αὐτοὺς οὐ διέλιπε. Καὶ τί λέγω εὐεργετῶν; Ὑπὲρ αὐτῶν καὶ τὴν ψυχὴν αὐτοῦ ἔθηκε, καὶ σταυρούμενος ὑπὲρ αὐτῶν τῷ Πατρὶ διαλέγεται. Ταῦτ' οὖν καὶ ἡμεῖς μιμησώμεθα. Τοῦτο γάρ ἐστι Χριστοῦ εἶναι μαθητὴν, τὸ πρᾶον εἶναι καὶ ἐπιεικῆ. Πόθεν δὲ γένοιτ' ἂν ἡμῖν αὕτη ἡ πραότης; Ἂν τὰς ἁμαρτίας ἡμῶν λογιζώμεθα συνεχῶς, ἂν πενθῶμεν, ἂν δακρύωμεν. Οὐδὲ γὰρ ἀνέχεται ψυχὴ τοσαύτῃ συνοικοῦσα ὀδύνῃ παροξύνεσθαι καὶ ὀργίζεσθαι. Ἔνθα γὰρ ἂν ᾖ πένθος, ὀργὴν εἶναι ἀμήχανον· ἔνθα λύπη, πᾶσα ἐκποδὼν ὀργή· ἔνθα συντριβὴ διανοίας, οὐδεὶς παροξυσμός. Ὑπὸ γὰρ πένθους μαστιζομένη ἡ διάνοια οὐδὲ σχολὴν ἔχει διεγερθῆναι· ἀλλὰ στενάζει πικρὸν, καὶ κλαύσεται πικρότερον. Καὶ οἶδα μὲν, ὅτι πολλοὶ γελῶσι ταῦτα ἀκούοντες· ἀλλ' ἐγὼ τοὺς γελῶντας θρηνῶν οὐ παύσομαι. Πένθους γὰρ ὁ παρὼν καιρὸς καὶ θρήνων καὶ ὀδυρμῶν. Πολλὰ γὰρ καὶ ἐν ῥήμασι καὶ ἐν πράγμασιν ἁμαρτάνομεν. Τοὺς δὲ τοιαῦτα πλημμελοῦντας γέεννα ἐκδέχεται, καὶ 248
ποταμὸς ζέων τῷ ῥοθίῳ τοῦ πυρὸς, καὶ βασιλείας ἔκπτωσις, τὸ πάντων χαλεπώτατον. Τούτων οὖν ἠπειλημένων, εἰπέ μοι, γελᾷς σὺ καὶ τρυφᾷς; καὶ τοῦ Δεσπότου σου παροξυνομένου καὶ ἀπειλοῦντος, ἕστηκας ἀναπεπτωκώς; καὶ οὐ δέδοικας μὴ τούτῳ σαυτῷ λαμπρὰν ἀνάψῃς τὴν κάμινον; Οὐκ ἀκούεις τί καθ' ἑκάστην ἡμέραν βοᾷ; Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε· διψῶντα, καὶ οὐκ ἐποτίσατε. Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· καὶ ταῦτα ἀπειλεῖ καθ' ἑκάστην ἡμέραν. Ἀλλ' ἔθρεψα, φησὶν, αὐτόν. Πότε καὶ πόσας ἡμέρας; δέκα καὶ εἴκοσι; Ἀλλ' οὐ τοσοῦτον βούλεται χρόνον μόνον, ἀλλ' ὅσον ἐπὶ τῆς γῆς διατρίβεις. Ἐπεὶ καὶ αἱ παρθένοι εἶχον ἔλαιον, ἀλλ' οὐκ ἀρκοῦν πρὸς σωτηρίαν αὐταῖς. Καὶ γὰρ καὶ αὗται ἀνῆψαν τὰς λαμπάδας, ἀλλ' ἀπεκλείσθησαν τοῦ νυμφῶνος· καὶ μάλα εἰκότως. Ἔφθησαν γὰρ σβεσθεῖσαι πρὸ τῆς τοῦ νυμφίου παρουσίας. Διὰ τοῦτο πολλοῦ ἡμῖν δεῖ τοῦ ἐλαίου, καὶ δαψιλοῦς τῆς φιλανθρωπίας. Ἄκουσον γοῦν τί φησιν ὁ προφήτης· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Οὐκοῦν καὶ ἡμᾶς τοὺς πλησίον οὕτως ἐλεεῖν δεῖ, κατὰ τὸ μέγα ἔλεος τὸ παρ' ἡμῖν. Οἷοι γὰρ ἂν γενώμεθα περὶ τοὺς ὁμοδούλους, τοιούτου τευξόμεθα τοῦ Δεσπότου. Ποῖον δὲ ἔλεος μέγα; Ὅταν μὴ ἐκ τοῦ περισσεύματος δῶμεν, ἀλλ' ἐκ τοῦ ὑστερήματος. Εἰ δὲ μηδὲ ἐκ τοῦ περισσεύματος, τίς ἡμῖν ἔσται ἐλπίς; πόθεν τῶν κακῶν ἐκείνων ἀπαλλαγή; ποῦ δυνησόμεθα φυγεῖν καὶ σωτηρίαν εὑρεῖν; Εἰ γὰρ αἱ παρθένοι μετὰ τοσούτους καὶ τηλικούτους ἱδρῶτας οὐδεμίαν οὐδαμόθεν ἔσχον παραμυθίαν· τίς 59.333 ἡμῶν προστήσεται, ὅταν ἀκούσωμεν ἐκεῖνα τὰ φοβερὰ ῥήματα αὐτοῦ τοῦ δικάζοντος, λέγοντος καὶ ὀνειδίζοντος ἡμᾶς, ὅτι Πεινῶντά με οὐκ ἐθρέψατε; Ἐφ' ὅσον γὰρ οὐκ ἐποιήσατε ἑνὶ, φησὶ, τῶν ἐλαχίστων τούτων, οὐδὲ ἐμοὶ ἐποιήσατε· οὐ περὶ τῶν μαθητῶν λέγων ταῦτα μόνον, οὐδὲ περὶ τῶν ἀνῃρημένων τὸν τῶν μοναχῶν βίον, ἀλλὰ περὶ παντὸς ἀνθρώπου πιστοῦ. Ὁ γὰρ τοιοῦτος, κἂν δοῦλος ᾖ, κἂν τῶν ἐν ἀγορᾷ προσαιτούντων, πιστεύῃ δὲ εἰς τὸν Θεὸν, δίκαιον πάσης αὐτὸν ἀπολαύειν εὐνοίας. Κἂν περιίδωμεν τὸν τοιοῦτον γυμνὸν ἢ πεινῶντα, ταῦτα ἀκουσόμεθα τὰ ῥήματα· καὶ μάλα εἰκότως. Τί γὰρ βαρὺ, ἢ τί ἐπαχθὲς ᾔτησε παρ' ἡμῶν; τί δὲ οὐ τῶν σφόδρα εὐκολωτάτων καὶ ῥᾴστων; Οὐδὲ γὰρ εἶπεν· Ἀσθενῶν ἤμην, καὶ οὐκ ἀνεστήσατέ με· ἀλλ', Οὐκ ἐπεσκέψασθέ με. Οὐκ εἶπεν· Ἐν φυλακῇ ἤμην, καὶ οὐκ ἐξεβάλετέ με· ἀλλ', Οὐκ ἤλθετε πρός με. Ὅσῳ τοίνυν κοῦφα τὰ ἐπιτάγματα, τοσούτῳ μείζων ἡ κόλασις τοῖς παρακούουσι. Τί γὰρ κουφότερον, εἰπέ μοι, τοῦ βαδίσαι καὶ εἰς δεσμωτήριον εἰσελθεῖν; τί δὲ ἥδιον; Ὅταν γὰρ ἴδῃς τοὺς μὲν δεδεμένους, τοὺς δὲ αὐχμῶντας, τοὺς δὲ κομῶντας, καὶ ῥάκια περικειμένους, τοὺς δὲ ὑπὸ λιμοῦ φθειρομένους, καὶ ὡς κύνας τοῖς ποσὶ προστρέχοντας· ἑτέρους τὰς πλευρὰς διωρυγμένους, ἄλλους ἐκ τῆς ἀγορᾶς νῦν ἐπανιόντας δεδεμένους, καὶ μεθ' ἡμέραν μὲν ἐπαιτοῦντας, καὶ οὐδὲ τὴν ἀναγκαίαν συλλέγοντας τροφὴν, ἐν ἑσπέρᾳ δὲ παρὰ τῶν ἐφεστώτων τὴν πονηρὰν ἐκείνην καὶ ὠμὴν ἀπαιτουμένους λειτουργίαν· κἂν λίθος τις ᾖς, πάντως ἔσῃ φιλανθρωπότερος· κἂν τὸν ὑγρὸν καὶ διαλελυμένον ζῶν βίον, πάντως ἔσῃ φιλοσοφώτερος, τὰ ἀνθρώπινα πράγματα ἐπὶ ταῖς ἀλλοτρίαις ἐπισκοπῶν συμφοραῖς. Καὶ γὰρ τῆς φοβερᾶς ἐκείνης ἡμέρας ἔννοιαν λήψῃ πάντως, καὶ τῶν ποικίλων κολάσεων. Ταῦτα δὲ στρέφων καὶ λογιζόμενος, καὶ θυμὸν, καὶ ἡδονὴν, καὶ τὸν τῶν βιωτικῶν πραγμάτων ἔρωτα ἐκβαλεῖς πάντως, καὶ παντὸς λιμένος γαληνοτάτου γαληνοτέραν ἐργάσῃ τὴν ψυχήν· καὶ περὶ τοῦ δικαστηρίου φιλοσοφήσεις ἐκείνου, ἐννοῶν ὅτι εἰ παρὰ ἀνθρώποις τοσαύτη πρόνοια, καὶ τάξις, καὶ φόβος, καὶ ἀπειλαὶ, πολλῷ μᾶλλον παρὰ Θεῷ. Οὐ γὰρ ἔστιν ἐξουσία, εἰ μὴ παρὰ Θεοῦ. Ὁ τοίνυν τοῖς ἄρχουσι ταῦτα δοὺς διατάσσειν, πολλῷ μᾶλλον αὐτὸς αὐτὰ ἐργάσεται. εʹ. Καὶ γὰρ εἰ μὴ οὗτος ἦν ὁ φόβος, πάντα ἂν ἀπολώλει· ὅπου γε τοσούτων κολάσεων ἐπικειμένων, πολλοὶ οἱ πρὸς τὴν κακίαν αὐτομολοῦντές εἰσι. Ταῦτα [καὶ] φιλοσοφῶν, καὶ πρὸς τὴν ἐλεημοσύνην ἔσῃ 249
προθυμότερος, καὶ πολλὴν καρπώσῃ τὴν ἡδονὴν, καὶ πολλῷ μείζονα τῶν ἀπὸ θεάτρου καταβαινόντων. Οἱ μὲν γὰρ ἐκεῖθεν ἀναστάντες, φλέγονται ὑπὸ τῆς ἐπιθυμίας καιόμενοι. Ὅταν γὰρ ἴδωσι τὰς ἀνεπτερωμένας ἐκείνας ἐπὶ τῆς σκηνῆς γυναῖκας, καὶ μυρία λάβωσιν ἐκεῖθεν τραύματα, θαλάσσης κυμαινούσης οὐδὲν ἄμεινον διακείσονται, τοῦ τύπου τῶν ὄψεων, τῶν σχημάτων, τῶν ῥημάτων, τῆς βαδίσεως, τῶν ἄλλων πάντων πρὸ τῶν ὀφθαλμῶν ἱσταμένων, καὶ τὴν ψυχὴν αὐτοῖς πολιορκούντων. Οἱ δὲ ἐντεῦθεν ἐξελθόντες, οὐδὲν ὑποστήσονται τοιοῦτον, ἀλλὰ πολλὴν καρπώσονται τὴν γαλήνην καὶ τὴν ἀταραξίαν. Ἡ γὰρ κατάνυξις ἡ ἐκ τῆς ὄψεως τῶν δεδεμένων ἐγγενομένη, ἅπαν ἐκεῖνο σβέννυσι τὸ πῦρ. Κἂν ἀπαντήσῃ γυνὴ πορνευομένη καὶ ἀκόλαστος ἐξελθόντι τῶν δεσμωτῶν, οὐδὲν αὐτὸν ἐργάσεται χαλεπόν. Ὡς γὰρ ἄπλαστος λοιπὸν γενόμενος, οὕτως οὐχ ἁλώσεται τοῖς δικτύοις τῆς ὄψεως ἐκείνης, ἀντὶ τῆς ὄψεως τῆς ἀκολάστου, τοῦ φόβου τῆς κρίσεως πρὸ ὀφθαλμῶν αὐτῷ τότε κειμένου. Διὰ τοῦτο καὶ ὁ πᾶν εἶδος τρυφῆς ἐπελθὼν ἔλεγεν· Ἀγα 59.334 θὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον γέλωτος. Καὶ ἐνταῦθα μὲν τοσαύτην ἐπιδείξει τὴν φιλοσοφίαν, ἐκεῖ δὲ ἀκούσῃ τὰ μυρίων μακαρισμῶν ἄξια ῥήματα. Μὴ τοίνυν ἀμελῶμεν τῆς τοιαύτης πράξεως καὶ πραγματείας. Κἂν γὰρ μὴ δυνηθῶμεν τροφὴν εἰσενεγκεῖν, μηδὲ ἀργύριον βοηθῆσαι δόντες, ἀλλὰ παρακαλέσαι λόγῳ, καὶ τὴν κειμένην ἀναστῆσαι ψυχὴν δυνησόμεθα, καὶ ἕτερα ἐπικουρῆσαι πολλὰ, καὶ τοῖς ἐμβαλοῦσι διαλεγόμενοι, καὶ τοὺς ἐφεστῶτας ἡμερωτέρους ποιοῦντες, καὶ ἢ μικρὸν ἢ μέγα πάντως ἐργασόμεθα κέρδος. Εἰ δὲ λέγεις ὅτι οὐκ εὐδαίμονές εἰσιν ἐκεῖ, οὐδὲ εὔχρηστοι, οὐδὲ ἐπιεικεῖς ἄνδρες, ἀλλ' ἀνδροφόνοι καὶ τυμβωρύχοι, καὶ βαλαντιοτόμοι, καὶ μοιχοὶ, καὶ ἀκόλαστοι, καὶ πολλῶν γέμοντες κακῶν, πάλιν ἀναγκαίαν μοι καὶ ἐντεῦθεν δεικνύεις τῆς ἐκεῖ διατριβῆς τὴν πρόφασιν. Οὐ γὰρ δὴ τοὺς μὲν ἀγαθοὺς ἐλεεῖν, τοὺς δὲ πονηροὺς κολάζειν ἐκελεύσθημεν· ἀλλὰ περὶ πάντας ἐνδείκνυσθαι τὴν φιλανθρωπίαν ταύτην. Γίνεσθε γὰρ, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Μὴ τοίνυν κατηγόρει τῶν ἀλλοτρίων πικρῶς, μηδὲ ἔσο σφοδρὸς δικαστὴς, ἀλλ' ἥμερος καὶ φιλάνθρωπος. Καὶ γὰρ καὶ ἡμεῖς, εἰ καὶ μὴ μοιχοὶ, μηδὲ τυμβωρύχοι, μηδὲ βαλαντιοτόμοι γεγόναμεν, ἀλλ' ἔχομεν ἕτερα πλημμελήματα μυρίας ἄξια κολάσεως. Καὶ γὰρ καὶ τὸν ἀδελφὸν μωρὸν ἐκαλέσαμεν πολλάκις, ὅπερ τὴν γέενναν ἡμῖν προξενεῖ· καὶ γυναῖκας ἀκολάστοις εἴδομεν ὀφθαλμοῖς, ὅπερ μοιχείαν ἀπηρτισμένην συνίστησι· καὶ τὸ πάντων χαλεπώτερον, τῶν μυστηρίων οὐ μετέχομεν ἀξίως, ὅπερ ἐνόχους ἡμᾶς ποιεῖ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. Μὴ τοίνυν πικροὶ γενώμεθα τῶν ἄλλων ἐξετασταὶ, ἀλλὰ τὰ ἡμῶν αὐτῶν ἐννοῶμεν, καὶ οὕτω παυσόμεθα τῆς ἀπανθρωπίας ταύτης καὶ τῆς ὠμότητος. Χωρὶς δὲ τούτων κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι καὶ ἐπιεικεῖς ἄνδρας πολλοὺς εὑρήσομεν αὐτόθι, καὶ τῆς πόλεως πολλάκις ἀνταξίους πάσης. Ἐπεὶ καὶ τὸ δεσμωτήριον ἐκεῖνο, ἔνθα ὁ Ἰωσὴφ ἦν, πολλοὺς εἶχε πονηρούς· ἀλλ' ὅμως πάντων ἐπεμελεῖτο ὁ δίκαιος ἐκεῖνος, καὶ ἦν καὶ αὐτὸς μετὰ τῶν ἄλλων, κρυπτόμενος ὅστις ἦν. Καὶ γὰρ τῆς Αἰγύπτου πάσης ἀντάξιος ἦν, καὶ τὸ δεσμωτήριον ὅμως ᾤκει, καὶ οὐδεὶς ᾔδει τῶν ἔνδον ὄντων. Καὶ νῦν τοίνυν πολλοὺς εἶναι εἰκὸς χρηστοὺς καὶ ἐπιεικεῖς, εἰ καὶ μὴ πᾶσιν εἶεν κατάδηλοι· καὶ ἡ περὶ τοὺς τοιούτους ἐπιμέλεια, τῆς περὶ πάντας σπουδῆς δίδωσί σοι τὴν ἀμοιβήν. Ἂν δὲ καὶ μηδεὶς ᾖ τοιοῦτος, καὶ ἐνταῦθα πολλὴ ἡ ἀντίδοσις. Ἐπεὶ καὶ ὁ Δεσπότης ὁ σὸς οὐχὶ δικαίοις διελέγετο μόνον, τοὺς δὲ ἀκαθάρτους ἔφευγεν· ἀλλὰ καὶ τὴν Χαναναίαν μετὰ πολλῆς ἐδέξατο τῆς εὐνοίας, καὶ τὴν Σαμαρεῖτιν τὴν ἐναγῆ καὶ ἀκάθαρτον, καὶ ἑτέραν δὲ πόρνην πάλιν, ὑπὲρ ἧς καὶ ὠνείδιζον οἱ Ἰουδαῖοι, καὶ ἐδέξατο καὶ ἐθεράπευσε, καὶ τοὺς πόδας βρεχομένους ὑπὸ τῶν δακρύων τῆς ἐναγοῦς ἠνείχετο, παιδεύων ἡμᾶς συγκατιέναι τοῖς ἐν ἁμαρτίαις οὖσι. Τοῦτο γὰρ μάλιστα 250
φιλανθρωπία. Τί φῄς; λῃσταὶ καὶ τυμβωρύχοι τὸ δεσμωτήριον οἰκοῦσι; Τὴν δὲ πόλιν, εἰπέ μοι, δίκαιοι πάντες εἰσὶν οἱ κατοικοῦντες; ἀλλ' οὐχὶ πολλοὶ καὶ τούτων χείρους μετὰ πλείονος λῃστεύοντες ἀναισχυντίας; Οἱ μὲν γὰρ εἰ καὶ μηδὲν ἕτερον, τὴν γοῦν ἐρημίαν καὶ τὸ σκότος προβάλλονται, καὶ τὸ λανθάνοντες ταῦτα ποιεῖν· οἱ δὲ τὸ προσωπεῖον ῥίψαντες, γυμνῇ τῇ κεφαλῇ τὰ κακὰ μετέρχονται, βίαιοι καὶ ἅρπαγες ὄντες καὶ πλεονέκται. Καὶ γὰρ δύσκολον εὑρεῖν ἄνθρωπον ἀδικίας καθαρόν. ʹ. Εἰ δὲ μὴ χρυσίον ἁρπάζομεν, μηδὲ πλέθρα γῆς 59.335 τόσα καὶ τόσα· ἀλλ' ὅμως ἀπάτῃ τινὶ καὶ κλοπῇ τὸ αὐτὸ ἐπ' ἐλάττοσι, καὶ οἷς δυνάμεθα κατεργαζόμεθα. Ὅταν γὰρ ἐν τοῖς συμβολαίοις, καὶ ἡνίκα δ' ἂν ἀγοράσαι δέῃ τι ἢ καὶ ἀποδόσθαι, φιλονεικῶμεν καὶ βιαζώμεθα ἔλαττον τῆς ἀξίας καταβαλεῖν, καὶ πάντα ὑπὲρ τούτου ποιῶμεν, οὐ λῃστεία τὸ πρᾶγμά ἐστιν; οὐ κλοπὴ καὶ πλεονεξία; Μὴ γάρ μοι εἴπῃς, ὅτι οὐκ οἰκίαν, οὐκ ἀνδράποδα παρεσπάσω. Ἡ γὰρ ἀδικία οὐ τῷ μέτρῳ τῶν ἀφαιρουμένων, ἀλλὰ τῇ προαιρέσει τῶν κλεπτόντων κρίνεται. Τὸ γὰρ ἄδικον καὶ τὸ δίκαιον ἐν μεγάλοις καὶ ἐν μικροῖς τὴν αὐτὴν ἔχει δύναμιν· καὶ βαλαντιοτόμους ὁμοίως ἐγὼ καλῶ, κἂν βαλάντιόν τις διατεμὼν χρυσίον λάβῃ, κἂν ὠνούμενος παρά τινος τῶν ἀγοραίων τῆς ἀξίας παρασπάσῃ τι τιμῆς· καὶ τοιχωρύχος δὲ οὐχ ὁ τοῖχον διελὼν μόνον καὶ ὑφελόμενός τι τῶν ἔνδον, ἀλλὰ καὶ ὁ δίκην διαφθείρας καὶ ἀφελόμενός τι τοῦ πλησίον. Μὴ τοίνυν τὰ ἡμέτερα παρατρέχοντες, τῶν ἀλλοτρίων γενώμεθα δικασταί· μηδὲ ὅπου φιλανθρωπίας καιρὸς, ἐξετάζωμεν πονηρίαν· ἀλλ' ἐννοήσαντες πῶς καὶ ἡμεῖς διεκείμεθα πάλαι, γενώμεθά ποτε ἥμεροι καὶ φιλάνθρωποι. Πῶς οὖν διεκείμεθα; Ἄκουσον Παύλου λέγοντος, Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀπειθεῖς, ἀνόητοι, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, στυγητοὶ, μισοῦντες ἀλλήλους· καὶ πάλιν, Ἦμεν γὰρ φύσει τέκνα ὀργῆς. Ἀλλ' ὁ Θεὸς ὥσπερ ἐν δεσμωτηρίῳ κατεχομένους ἰδὼν, καὶ ἁλύσεσι χαλεπαῖς δεδεμένους, πολὺ τῶν ἀπὸ σιδήρου χαλεπωτέραις, οὐκ ἐπῃσχύνθη, ἀλλ' ἦλθε καὶ ἐπέστη τῷ δεσμωτηρίῳ, καὶ τοὺς μυρίων ἀξίους κολάσεων ἐξήγαγέ τε ἐκεῖθεν, καὶ εἰς βασιλείαν ἤγαγε, καὶ τοῦ οὐρανοῦ λαμπροτέρους ἐποίησεν, ἵνα καὶ ἡμεῖς τὰ αὐτὰ ποιῶμεν κατὰ δύναμιν τὴν ἡμετέραν. Καὶ γὰρ ὅταν λέγῃ τοῖς μαθηταῖς· Εἰ οὖν ἐγὼ ἔνιψα τοὺς πόδας ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα, καὶ ὑμεῖς ποιῆτε· οὐκ ἐπὶ τῷ νίπτειν τοὺς πόδας τοῦτον γράφει τὸν νόμον μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, οἷς περὶ ἡμᾶς ἐπεδείξατο. Ἀνδροφόνος ἐστὶν ὁ τὸ δεσμωτήριον οἰκῶν; Ἀλλ' ἡμεῖς τὸ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν. Τυμβωρύχος ἐστὶ καὶ μοιχός; Ἀλλὰ μὴ τὴν κακίαν, ἀλλὰ τὴν συμφορὰν ἐλεῶμεν. Πολλάκις δὲ, ὅπερ ἔφην, εὑρεθήσεται ἐκεῖ καὶ εἷς μυρίων ἀντάξιος ἀνδρῶν. Κἂν συνεχῶς ἀπίῃς πρὸς τοὺς δεδεμένους, οὐκ ἀποτεύξῃ τῆς τοιαύτης θήρας. Ὥσπερ γὰρ ὁ Ἀβραὰμ καὶ τοὺς τυχόντας ξενοδοχῶν, 59.336 ἐπέτυχέ ποτε καὶ ἀγγέλων· οὕτω καὶ ἡμεῖς ἐπιτευξόμεθα καὶ μεγάλων ἀνδρῶν, ἂν ἔργον τὸ πρᾶγμα ποιησώμεθα. Εἰ δὲ χρὴ καὶ θαυμαστόν τι εἰπεῖν, οὐχ οὕτως ἐπαίνων ἄξιος ὁ μέγαν ὑποδεχόμενος, ὡς ὁ τὸν οἰκτρὸν καὶ ταλαίπωρον. Ἐκεῖνος μὲν γὰρ οὐ μικρὰν ἀφορμὴν ἔχει τὸν ἑαυτοῦ βίον πρὸς τὸ παθεῖν εὖ· ὁ δὲ ἀπεῤῥιμμένος καὶ ὑπὸ πάντων προδεδομένος, ἕνα λιμένα μόνον ἔχει, τὸν ἔλεον τοῦ ποιοῦντος αὐτὸν εὖ· ὥστε φιλανθρωπία καθαρὰ τοῦτο μάλιστά ἐστι. Καὶ ὁ μὲν τὸν θαυμαστὸν καὶ περιφανῆ θεραπεύων, πολλάκις καὶ πρὸς ἀνθρώπων ἐπίδειξιν τοῦτο ἐποίησεν· ὁ δὲ τὸν ἀπεῤῥιμμένον καὶ ἀπεγνωσμένον, διὰ μόνην τὴν ἐντολὴν τοῦ Θεοῦ τοῦτο ἐργάζεται. Διὸ κἂν δοχὴν ποιῶμεν, χωλοὺς καὶ ἀναπήρους ὑποδέχεσθαι κελευόμεθα· κἂν ἐλεημοσύνην ἐργαζώμεθα, ἐλαχίστους καὶ εὐτελεῖς ἐλεεῖν ἐπετάγημεν. Ἐφ' ὅσον γὰρ ἐποιήσατε, φησὶν, ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Εἰδότες τοίνυν τὸν ἐκεῖ κείμενον θησαυρὸν, εἰσίωμεν συνεχῶς καὶ πραγματευώμεθα, καὶ τὰς περὶ τὰ θέατρα σπουδὰς ἐκεῖ τρέψωμεν. Κἂν μηδὲν ἔχῃς εἰσενεγκεῖν, εἰσάγαγε τὴν ἀπὸ 251
τῶν λόγων παράκλησιν. Οὐ γὰρ δὴ μόνον τὸν τρέφοντα, ἀλλὰ καὶ τὸν εἰσιόντα ὁ Θεὸς ἀμείβεται. Ὅταν γὰρ εἰσελθὼν τρέμουσαν καὶ δεδοικυῖαν τὴν ψυχὴν διαναστήσῃς, παρακαλῶν, βοηθῶν, ὑπισχνούμενος ἀμύνειν, φιλοσοφεῖν παρασκευάζων, οὐ μικρὸν καὶ ἐντεῦθεν λήψῃ τὸν μισθόν. Ἔξω μὲν γὰρ σοῦ τοιαῦτα διαλεγομένου, πολλοὶ καὶ γελάσονται ὑπὸ τῆς πολλῆς τρυφῆς διακεχυμένοι· οἱ δὲ ἐν συμφοραῖς ὄντες, κατεσταλμένης αὐτοῖς τῆς διανοίας, μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ προσέξουσι τοῖς λεγομένοις, καὶ ἐπαινέσονται, καὶ ἔσονται βελτίους. Ἐπεὶ καὶ Παύλου δημηγοροῦντος, Ἰουδαῖοι μὲν πολλάκις κατεγέλων· οἱ δὲ δεσμῶται μετὰ πολλῆς ἐπηκροῶντο τῆς ἡσυχίας. Οὐδὲν γὰρ οὕτως εἰς φιλοσοφίαν ἐπιτηδείαν κατασκευάζει τὴν ψυχὴν ὡς συμφορὰ, καὶ πειρασμὸς, καὶ θλίψις ἐπικειμένη. Ταῦτ' οὖν ἐννοήσαντες ἅπαντα, ὅσα μὲν τοὺς ἔνδον ἀγαθὰ, ὅσα δὲ ἡμᾶς αὐτοὺς ἐργασόμεθα, συνεχῶς αὐτοῖς ἀναμιγνύμενοι, καὶ τὰς ἐν ἀγορᾷ διατριβὰς, καὶ τὰς ἀκαίρους ἀσχολίας ἐκεῖ καταναλώσωμεν, ἵνα κἀκείνους κερδάνωμεν, καὶ ἡμᾶς αὐτοὺς εὐφράνωμεν, καὶ τὸν Θεὸν δοξασθῆναι παρασκευάσαντες, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.335 ΟΜΙΛΙΑ ΞΑʹ. Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν. Καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, ἐν τῇ στοᾷ Σολομῶντος. Ἐκύκλωσαν οὖν αὐ τὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ· «Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις;» αʹ. Πᾶσα μὲν ἀρετὴ καλὸν, μάλιστα δὲ ἐπιείκεια καὶ πραότης. Τοῦτο ἀνθρώπους δείκνυσιν ἡμᾶς, τοῦτο τῶν θηρίων διίστησι, τοῦτο τοῖς ἀγγέλοις ἁμιλλᾶσθαι παρασκευάζει. Διὰ τοῦτο καὶ ὁ Χριστὸς συνεχῶς περὶ ταύτης πολλοὺς λόγους ἀναλίσκει τῆς ἀρετῆς, πράους εἶναι καὶ ἐπιεικεῖς κελεύων. Οὐ λόγους δὲ ἀναλίσκει μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων τοῦτο παιδεύει· νῦν μὲν ῥαπιζόμενος καὶ φέρων, νῦν δὲ λοιδορούμενος καὶ ἐπιβουλευόμενος, καὶ πάλιν ἐπὶ τοῖς ἐπιβουλεύουσι ἐφιστάμενος. Οἱ γὰρ καὶ δαιμονῶντα καλέσαντες, καὶ Σαμαρείτην, καὶ πολλάκις θελήσαντες ἀνελεῖν, καὶ λιθάσαντες, οὗτοι κυκλώσαντες αὐτὸν ἠρώτων, 59.336 Εἰ σὺ εἶ ὁ Χριστός; Καὶ οὐδὲ οὕτως αὐτοὺς διεκρούετο μετὰ τοσαύτας καὶ τοιαύτας ἐπιβουλὰς, ἀλλὰ μετὰ πολλῆς ἀπεκρίνατο τῆς ἐπιεικείας· μᾶλλον δὲ ἄνωθεν ἀναγκαῖον ἐξετάσαι τὸν λόγον ἅπαντα. Ἐγένετο γὰρ, φησὶ, τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν. Μεγάλη τις ἦν αὕτη ἡ ἑορτὴ καὶ δημοτελής. Τὴν γὰρ ἡμέραν καθ' ἣν ὁ ναὸς ᾠκοδομήθη, ἐπανελθόντων αὐτῶν ἀπὸ τῆς μακρᾶς αἰχμαλωσίας, τῆς ἐν τῇ Περσίδι, ταύτην ἦγον μετὰ πολλῆς τῆς σπουδῆς. Ἐν ταύτῃ παρῆν καὶ ὁ Χριστὸς τῇ ἑορτῇ. Λοιπὸν γὰρ τῇ Ἰουδαίᾳ συνεχῶς ἐπεχωρίαζεν, ἐπειδὴ τὸ πάθος ἦν ἐπὶ θύραις. Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παῤῥησίᾳ. Καὶ οὐκ εἶπε, Τί ζητεῖτε πρός με; δαιμονῶντα ἐκαλέσατε πολλάκις καὶ μαινόμενον, καὶ Σαμαρείτην, καὶ ἀντίθεον εἶναι ἐνομίσατε καὶ πλάνον· καὶ πρώην 59.337 ἐλέγετε, Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής· πῶς οὖν ἐξετάζετε καὶ παρ' ἐμοῦ βούλεσθε μαθεῖν, οὗ τὴν μαρτυρίαν ἐκβάλλετε; Ἀλλ' οὐδὲν τούτων εἶπε, καίτοι γε εἰδὼς τὴν γνώμην μεθ' ἧς ἐξήταζον πονηρὰν οὖσαν. Τὸ μὲν γὰρ κυκλῶσαι αὐτὸν καὶ εἰπεῖν, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; ἐδόκει πόθου τινὸς εἶναι καὶ φιλομαθείας· ἡ δὲ διάνοια, μεθ' ἧς ἠρώτων, διεφθαρμένη τις ἦν καὶ ὕπουλος. Ἐπεὶ γὰρ τὰ μὲν ἔργα οὐκ ἀνεδέξαντο συκοφαντίαν τε καὶ ἐπήρειαν, τοῖς δὲ λόγοις ἐπισκήπτειν εἶχον,
ἑτέρως ἐξετάζοντες ἢ ὡς εἴρηται, ἀεὶ πεύσεις προσῆγον, ἐπιστομίζειν αὐτὸν ἀπὸ τῶν λόγων βουλόμενοι, καὶ τοῖς ἔργοις οὐδὲν ἐγκαλεῖν δυνάμενοι, λαβήν τινα ἀπὸ τῶν ῥημάτων ἐπεθύμουν εὑρεῖν. Διὰ τοῦτο ἔλεγον, Εἰπὲ ἡμῖν· καίτοι πολλάκις εἶπε. Καὶ γὰρ τῇ Σαμαρείτιδι ἔλεγεν· Ἐγώ εἰμι ὁ λαλῶν σοι· καὶ τῷ τυφλῷ, Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστιν. Κἀκείνοις δὲ εἶπεν, εἰ καὶ μὴ οὕτως, ἀλλὰ δι' ἑτέρων ῥημάτων. Καίτοι γε εἰ νοῦν εἶχον, καὶ ὀρθῶς ἐξετάζειν ἠβούλοντο, διὰ λόγων αὐτὸν ὁμολογῆσαι λοιπὸν ἐκείνων ἦν· διὰ γὰρ τῶν ἔργων αὐτὸς ἐπεδείξατο τοῦτο πολλάκις. Νυνὶ δὲ σκόπει τὸ διεστραμμένον αὐτῶν καὶ φιλόνεικον. Ὅταν μὲν γὰρ δημηγορῇ καὶ διὰ λόγων παιδεύῃ, λέγουσι Τί σημεῖον δεικνύεις; Ὅταν δὲ διὰ τῶν ἔργων παρέχηται τὰς ἀποδείξεις, λέγουσιν αὐτῷ, Εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παῤῥησίᾳ, τῶν ἔργων βοώντων, ῥήματα ζητοῦντες· καὶ τῶν ῥημάτων διδασκόντων, ἐπὶ τὰ ἔργα καταφεύγουσι, πρὸς τὸ ἐναντίον ἀεὶ ἱστάμενοι. Ὅτι γὰρ οὐ τοῦ μαθεῖν ἕνεκεν ἐζήτουν, τὸ τέλος ἔδειξεν. Ὃν γὰρ οὕτως ἀξιόπιστον εἶναι ἐνόμιζον, ὡς καὶ περὶ ἑαυτοῦ μαρτυροῦντα δέξασθαι, μικρά τινα φθεγξάμενον, εὐθέως ἐλίθασαν, ὥστε καὶ τὸ κυκλῶσαι καὶ τὸ ἐπικεῖσθαι μετὰ πονηρίας ἐγίνετο. Καὶ ὁ τρόπος δὲ τῆς ἐρωτήσεως πολλῆς ἔγεμεν ἀπεχθείας. Εἰπὲ γὰρ ἡμῖν παῤῥησίᾳ, εἰ σὺ εἶ ὁ Χριστός. Καίτοι γε μετὰ παῤῥησίας ἅπαντα ἔλεγεν ἐν ταῖς ἑορταῖς ἐπιχωριάζων ἀεὶ, καὶ οὐδὲν κρύφα ἐλάλει· ἀλλὰ διὰ τοῦτο κολακείας προβάλλονται ῥήματα, λέγοντες, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; ἵνα αὐτὸν ἐκκαλεσάμενοι, πάλιν τινὰ λαβὴν εὕρωσιν. Ὅτι γὰρ πανταχοῦ διὰ τοῦτο ἠρώτων, οὐχ ἵνα μάθωσιν, ἀλλ' ἵνα τοῖς λεγομένοις ἐπισκήψωσιν, οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἀλλαχόθεν πολλαχόθεν δῆλόν ἐστι. Καὶ γὰρ ὅτε προσῆλθον ἐρωτῶντες, εἰ Ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ· καὶ ὅτε περὶ ἀφέσεως γυναικὸς διελέγοντο· καὶ ὅτε περὶ ἐκείνης ἐπυνθάνοντο, ἣν ἔφασαν ἑπτὰ ἄνδρας ἐσχηκέναι, ἑάλωσαν, οὐκ ἀπὸ φιλομαθείας, ἀλλ' ἀπὸ γνώμης σκαιᾶς πεύσεις αὐτῷ προσάγοντες. Ἀλλ' ἐκεῖ μὲν αὐτοὺς ἐλέγχει λέγων· Τί με πειράζετε, ὑποκριταί; δεικνὺς ὅτι οἶδεν αὐτῶν τὰ ἀπόῤῥητα· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον φθέγγεται, παιδεύων ἡμᾶς μὴ πάντοτε ἐλέγχειν τοὺς ἐπιβουλεύοντας, ἀλλ' ἐπιεικείᾳ καὶ πραότητι πολλὰ φέρειν. Ἐπεὶ οὖν ἀνοίας ἦν, τῶν ἔργων αὐτὸν ἀνακηρυττόντων, τὴν ἀπὸ τῶν λόγων ζητεῖν μαρτυρίαν, ἄκουσον πῶς αὐτοῖς ἀποκρίνεται· ὁμοῦ μὲν αὐτοὺς αἰνιττόμενος ὅτι περισσῶς ταῦτα ἐζήτουν, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν· ὁμοῦ δὲ δηλῶν, ὅτι καὶ τῆς διὰ τῶν ῥημάτων σαφεστέραν ἀφῆκε φωνὴν, τὴν διὰ τῶν ἔργων. Πολλάκις γὰρ, φησὶν, εἶπον ὑμῖν, καὶ οὐ πιστεύετέ μοι· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ἐκεῖνά ἐστι τὰ μαρτυροῦντα περὶ ἐμοῦ. Ὅπερ καὶ οἱ ἀνεκτότεροι αὐτῶν συνεχῶς πρὸς ἀλλήλους ἔλεγον· Οὐ γὰρ 59.338 δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν· καὶ πάλιν. Οὐ δύναται δαιμόνιον ὀφθαλμοὺς τυφλῶν ἀνοίγειν· καὶ, οὐδεὶςδύναται σημεῖα τοιαῦτα ποιεῖν, ἐὰν μὴ ᾖ μετ' αὐτοῦ ὁ Θεός. Καὶ θεωροῦντες τὰ σημεῖα ἃ ἐποίει, ἔλεγον· Μή τι οὗτός ἐστιν ὁ Χριστός; Ἄλλοι δὲ ἔλεγον, Ὅταν ἔλθῃ ὁ Χριστὸς, μὴ πλείονα σημεῖα ποιήσει ὧν ἐποίησεν οὗτος; Καὶ αὐτοὶ δὲ οὗτοι ἐντεῦθεν ἐβούλοντο πιστεῦσαι αὐτῷ λέγοντες· Τί σημεῖον δεικνύεις ἡμῖν, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν σοι; βʹ. Ἐπεὶ οὖν προσεποιοῦντο τότε ἀπὸ ψιλοῦ πείθεσθαι ῥήματος, οἱ τοσούτοις μὴ πεισθέντες ἔργοις, ἐλέγχει τὴν πονηρίαν αὐτῶν λέγων, ὅτι Εἰ τοῖς ἔργοις οὐ πιστεύετε, πῶς τοῖς ῥήμασι πιστεύσετε; Ὥστε περιττὴ ἡ ἐρώτησις. Ἀλλ' εἶπον ὑμῖν, φησὶ, καὶ οὐ πιστεύετέ μοι, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. Ἐγὼ μὲν γὰρ τὰ παρ' ἐμαυτοῦ πάντα ἐπλήρωσα, ἃ τὸν ποιμένα ποιῆσαι ἐχρῆν· εἰ δὲ μὴ ἀκολουθεῖτέ μοι, οὐκ ἐπειδὴ οὐκ εἰμὶ ποιμὴν, ἀλλ' ἐπειδὴ ὑμεῖς οὐκ ἐστὲ πρόβατα τὰ ἐμά. Τὰ γὰρ πρόβατα τὰ ἐμὰ, φησὶ, τῆς φωνῆς μου ἀκούει, καὶ ἀκολουθεῖ μοι· καὶ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα· καὶ οὐδεὶς δύναται ταῦτα ἁρπάσαι ἐκ τῆς χειρός μου. Ὅτι ὁ Πατὴρ, ὃς ἔδωκέ μοι, μείζων πάντων ἐστί· 253
καὶ οὐδεὶς δύναται ἁρπάζειν αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Σκόπει πῶς ἐν τῷ ἀπαγορεύειν προτρέπει εἰς τὴν ἀκολούθησιν αὐτούς. Ὑμεῖς οὐκ ἀκούετέ μου, φησίν· οὐδὲ γάρ ἐστε πρόβατα· οἱ δὲ ἀκολουθοῦντες, οὗτοι τῆς ποίμνης εἰσί. Ταῦτα δὲ ἔλεγεν, ἵνα φιλονεικήσωσι γενέσθαι πρόβατα. Εἶτα εἰπὼν ὧν τεύξονται, παρακνίζει τούτους, ὥστε αὐτοὺς διεγεῖραι καὶ εἰς ἐπιθυμίαν ἐμβαλεῖν. Τί οὖν; εἰ διὰ τὴν δύναμιν τοῦ Πατρὸς οὐδεὶς ἁρπάζει, σὺ δὲ οὐκ ἰσχύεις, ἀλλ' ἀσθενὴς εἶ πρὸς τὴν φυλακήν; Οὐδαμῶς. Καὶ ἵνα μάθῃς ὅτι τὸ, Ὁ Πατὴρ, ὃς ἔδωκέ μοι, δι' ἐκείνους εἴρηται, ἵνα μὴ πάλιν αὐτὸν ἀντίθεον εἴπωσιν· εἰπὼν, ὅτι Οὐδεὶς ἁρπάζει αὐτὰ ἐκ τῆς χειρός μου, προϊὼν ἔδειξε τὴν αὐτοῦ χεῖρα καὶ τοῦ Πατρὸς μίαν οὖσαν. Εἰ γὰρ μὴ τοῦτο, ἀκόλουθον ἦν εἰπεῖν, ὅτι Ὁ Πατὴρ, ὃς ἔδωκέ μοι, μείζων πάντων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν αὐτὰ ἐκ τῆς χειρός μου. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλ' Ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Εἶτα, ἵνα μὴ νομίσῃς, ὅτι αὐτὸς μέν ἐστιν ἀσθενὴς, διὰ δὲ τὴν τοῦ Πατρὸς δύναμιν ἐν ἀσφαλείᾳ τὰ πρόβατά ἐστιν, ἐπήγαγεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ὡσανεὶ ἔλεγεν, Οὐ διὰ τοῦτο εἶπον, ὅτι διὰ τὸν Πατέρα οὐδεὶς αὐτὰ ἁρπάζει, ὡς αὐτὸς ἀσθενῶν τηρῆσαι τὰ πρόβατα. Ἐγὼ γὰρ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· κατὰ τὴν δύναμιν ἐνταῦθα λέγων· καὶ γὰρ περὶ ταύτης ἦν ὁ λόγος ἅπας αὐτῷ. Εἰ δὲ ἡ δύναμις ἡ αὐτὴ, εὔδηλον ὅτι καὶ ἡ οὐσία. Ἐπειδὴ γὰρ μυρία ἐποίουν οἱ Ἰουδαῖοι, ἐπιβουλεύοντες, ἀποσυναγώγους ποιοῦντες, λέγει, ὅτι πάντα αὐτοῖς εἰκῆ καὶ μάτην μεμηχάνηται. Ἐν γὰρ τῇ χειρὶ τοῦ Πατρός μού ἐστι τὰ πρόβατα, ὥσπερ ὁ προφήτης λέγει· Ἐν τῇ χειρί μου ἐζωγράφησά σου τὰ τείχη. Εἶτα δεικνὺς μίαν οὖσαν τὴν χεῖρα, ποτὲ μὲν αὐτοῦ, ποτὲ δὲ τοῦ Πατρὸς εἶναί φησιν αὐτήν. Χεῖρα δὲ ὅταν ἀκούσῃς, μηδὲν αἰσθητὸν νομίσῃς, ἀλλὰ τὴν δύναμιν, τὴν ἐξουσίαν. Εἰ δὲ διὰ τοῦτο οὐδεὶς ἥρπαζεν, ὅτι αὐτὸν ἐνεδυνάμου, περιττὸν ἦν τὸ ἑξῆς εἰπεῖν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Εἰ γὰρ ἐλάττων ἦν, πολλῆς τοῦτο τόλμης τὸ ῥῆμα. Οὐδὲν γὰρ ἕτερον ἢ τὸ τῆς δυνάμεως ἰσοστάσιον δείκνυσιν· ὅπερ οὖν καὶ Ἰουδαῖοι συνειδότες, λίθοις 59.339 αὐτὸν ἔβαλ[λ]ον. Ἀλλ' οὐδὲ οὕτω καθεῖλε τὴν δόξαν ταύτην καὶ τὴν ὑπόνοιαν. Καὶ μὴν εἰ κακῶς ὑπώπτευσαν ἐκεῖνοι, ἔδει διορθῶσαι καὶ εἰπεῖν· Τίνος ἕνεκεν ταῦτα ποιεῖτε; οὐκ ἴσην μαρτυρῶν ἐμοὶ καὶ τῷ Πατρὶ δύναμιν ταῦτα εἶπον ἐγώ. Νῦν δὲ πᾶν τοὐναντίον ποιεῖ, καὶ ἵστησι τὴν ὑπόνοιαν, καὶ συγκροτεῖ· καὶ ταῦτα ἀγριουμένων ἐκείνων. Οὐ γὰρ ἀπολογεῖται ὑπὲρ τῶν εἰρημένων ὡς κακῶς λεχθέντων, ἀλλὰ καὶ ἐκείνοις ἐπιτιμᾷ, ὡς μὴ τὴν προσήκουσαν δόξαν ἔχουσι περὶ αὐτοῦ. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεὸν, ἄκουσον τί φησιν· Εἰ ἐκείνους εἶπεν ἡ Γραφὴ θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, πῶς ὑμεῖς λέγετε ὅτι βλασφημῶ, ὅτι εἶπον, Υἱὸς Θεοῦ εἰμι; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ οἱ χάριτι τοῦτο λαβόντες, οὐκ ἐγκαλοῦνται θεοὺς ἑαυτοὺς καλοῦντες· ὁ τῇ φύσει τοῦτο ἔχων, πῶς ἂν εἴη δίκαιος ἐπιτιμᾶσθαι; Ἀλλ' οὕτω μὲν οὐκ εἶπεν, ὕστερον δὲ αὐτὸ κατεσκεύασε, πρότερον χαλάσας καὶ καθυφεὶς τῷ λόγῳ, καὶ εἰπών· Ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλε· καὶ παραμυθησάμενος αὐτῶν τὸν θυμὸν, τότε ἐπάγει σαφῆ τὴν ἀπόφασιν. Τέως μὲν γὰρ ὥστε δεχθῆναι τὸν λόγον, ταπεινότερον διελέχθη· ὕστερον δὲ ἐπὶ τὸ μεῖζον αὐτὸν ἀνήγαγεν, οὕτως εἰπών· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ οὐ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε. Ὁρᾷς πῶς τοῦτο ὅπερ εἶπον κατασκευάζει, ὅτι εἰς οὐδέν ἐστιν ἐλάττων αὐτοῦ, ἀλλὰ πανταχοῦ ἴσος; Ἐπειδὴ γὰρ τὴν οὐσίαν αὐτοῦ ἰδεῖν ἀμήχανον ἦν, ἀπὸ τῆς τῶν ἔργων ἰσότητός τε καὶ ταυτότητος τὴν ἀπόδειξιν τῆς κατὰ τὴν δύναμιν ἀπαραλλαξίας παρέχεται. γʹ. Καὶ τί πιστεύσομεν, εἰπέ; Ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐδὲν γὰρ ἄλλο ἐγὼ, ἢ ὅπερ ὁ Πατὴρ, μένων Υἱός· οὐδὲν ἄλλο ἐκεῖνος, ἢ ὅπερ ἐγὼ, μένων Πατήρ. Κἂν ἐμὲ γνῷ τις, τὸν Πατέρα ἔγνω, καὶ τὸν Υἱὸν ἔμαθεν. Εἰ δὲ ἐλάττονα ἦν τὰ τῆς δυνάμεως, καὶ τὰ τῆς γνώσεως διέψευστο. Οὐδὲ γὰρ ἔστιν ἄλλην δι' ἄλλης οὔτε οὐσίαν οὔτε 254
δύναμιν μαθεῖν. Ἠθέλησαν οὖν αὐτὸν πιάσαι, καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν, καὶ ἀπῆλθεν πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων τὸ πρότερον, καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἔλεγον· ὅτι Ἰωάννης ἐποίησε σημεῖον οὐδέν· πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ αὐτοῦ, ἐστὶν ἀληθῆ. Ὅταν γάρ τι μέγα καὶ ὑψηλὸν φθέγξηται, ἀναχωρεῖ ταχέως, ἐνδιδοὺς αὐτῶν τῷ θυμῷ ὥστε λωφῆσαι καὶ λῆξαι τὸ πάθος διὰ τῆς ἀπουσίας αὐτοῦ· ὃ δὴ καὶ τότε ἐποίησε. Τίνος δὲ ἕνεκεν τὸν τόπον ὁ εὐαγγελιστὴς λέγει; Ἵνα μάθῃς ὅτι διὰ τοῦτο ἀπῆλθεν ἐκεῖ, ἀναμιμνήσκων αὐτοὺς τῶν ἐκεῖ γενομένων τε καὶ λεχθέντων παρὰ Ἰωάννου, καὶ τῆς μαρτυρίας τῆς ἐκείνου. Ἐλθόντες γοῦν ἐκεῖ, εὐθέως ἀνεμνήσθησαν τοῦ Ἰωάννου· διὰ τοῦτο καὶ λέγουσιν, ὅτι Ἰωάννης μὲν οὐδὲν σημεῖον ἐποίησεν· ἐπεὶ ποία ἀκολουθία τοῦτο ἦν προσθεῖναι; ἀλλ' ἐπειδὴ ὁ τόπος αὐτοὺς εἰς μνήμην ἤγαγε τοῦ Βαπτιστοῦ, καὶ εἰς τὴν τῆς μαρτυρίας αὐτοῦ μνήμην ἦλθον. Ὅρα δὲ πῶς συλλογισμοὺς πλέκουσιν ἀναμφισβητήτους. Ἰωάννης μὲν σημεῖον οὐδὲν ἐποίησεν· οὗτος δὲ ποιεῖ, φησίν, Οὐκοῦν κἀντεῦθεν ἡ ὑπεροχὴ δείκνυται. Εἰ τοίνυν, ἐκείνου σημεῖον οὐδὲν ποιήσαντος, ἐπιστεύσαμεν, πολλῷ μᾶλλον τούτῳ. Εἶτα, ἐπειδὴ αὐτὸς ἦν ὁ μαρτυρήσας, ἵνα μὴ τὸ σημεῖον αὐτὸν μὴ πεποιηκέναι δόξῃ 59.340 ἀνάξιον τῆς μαρτυρίας ἀποφαίνειν, ἐπήγαγον· Εἰ καὶ σημεῖον οὐδὲν ἐποίησεν, ἀλλ' ὅμως πάντα ἠλήθευσε τὰ περὶ αὐτοῦ, οὐκ ἔτι τοῦτον ἐξ ἐκείνου, ἀλλ' ἐκεῖνον ἀφ' ὧν οὗτος ἐποίησεν ἀξιόπιστον ἀποφαίνοντες. Πολλοὶ τοίνυν ἐπίστευσαν εἰς αὐτόν. Πολλὰ γὰρ ἦν αὐτοὺς τὰ ἐφελκόμενα. Καὶ γὰρ ἐμέμνηντο τῶν ῥημάτων ὧν ἔλεγεν, ἰσχυρότερον ἑαυτοῦ καλῶν αὐτὸν, καὶ φῶς, καὶ ζωὴν, καὶ ἀλήθειαν, καὶ τὰ λοιπὰ ἅπαντα, καὶ τῆς φωνῆς τῆς ἄνωθεν ἐνεχθείσης, καὶ τοῦ Πνεύματος τοῦ ἐν περιστερᾶς εἴδει φανέντος τότε καὶ δείξαντος αὐτὸν ἅπασι· καὶ μετὰ τούτων, τὴν ἀπὸ τῶν θαυμάτων ἀπόδειξιν, εἰς ἣν ὁρῶντες ἐβεβαιοῦντο λοιπόν. Εἰ γὰρ Ἰωάννῃ, φησὶ, πιστεύειν ἐχρῆν, πολλῷ μᾶλλον τούτῳ. Εἰ χωρὶς σημείων ἐκείνῳ, πολλῷ μᾶλλον τούτῳ, μετὰ τῆς ἐκείνου μαρτυρίας καὶ τὴν ἀπὸ τῶν σημείων ἀπόδειξιν ἔχοντι. Ὁρᾷς ὅσον αὐτοὺς ὤνησεν ἡ περὶ τὸν τόπον διατριβὴ, καὶ ἡ τῶν πονηρῶν ἀνθρώπων ἀπαλλαγή; Διὰ τοῦτο αὐτοὺς συνεχῶς ἐξάγει καὶ ἀπάγει τῆς ἐκείνων συνουσίας· ὅπερ οὖν καὶ ἐπὶ τῆς Παλαιᾶς ποιήσας φαίνεται, πόῤῥω τῶν Αἰγυπτίων ἐπὶ τῆς ἐρήμου τοὺς Ἰουδαίους διαπλάττων καὶ ῥυθμίζων ἐν ἅπασιν. Ὃ καὶ ἡμῖν παραινεῖ ποιεῖν, ἀγορὰς μὲν φεύγειν κελεύων καὶ θορύβους καὶ ταραχὰς, ἐν δὲ τῷ ταμιείῳ προσεύχεσθαι μετὰ τῆς ἡσυχίας. Καὶ γὰρ πλοῖον ταραχῆς ἀπηλλαγμένον, ἐξ οὐρίας πλεῖ· καὶ ψυχὴ πραγμάτων οὖσα ἐκτὸς, ἐν λιμένι κάθηται. Διὸ καὶ τὰς γυναῖκας φιλοσοφωτέρας τῶν ἀνδρῶν ἐχρῆν εἶναι, οἰκουρίᾳ προσηλωμένας τὰ πλείονα. Οὕτω γοῦν καὶ ὁ Ἰακὼβ ἄπλαστος ἐγένετο, ἐπειδὴ οἰκίαν ᾤκει, καὶ τῶν ἐν μέσῳ θορύβων ἐλεύθερος ἦν. Οὐδὲ γὰρ ἁπλῶς αὐτὸ τέθεικεν ἡ Γραφὴ εἰποῦσα, Οἰκῶν οἰκίαν. Ἀλλὰ καὶ ἐν οἰκίᾳ πολὺς, φησὶν, ὁ θόρυβος. Ἐπειδὴ σὺ βούλει, καὶ περιιστᾷς σαυτῇ φροντίδων ὄχλον. Ὁ μὲν γὰρ ἀνὴρ ἐν μέσαις στρεφόμενος ταῖς ἀγοραῖς καὶ δικαστηρίοις, ὥσπερ ὑπό τινων κυμάτων τῶν ἔξωθεν περιαντλεῖται θορύβων· ἡ δὲ γυνὴ καθάπερ ἔν τινι διδασκαλείῳ φιλοσοφίας τῇ οἰκίᾳ καθημένη, καὶ τὸν νοῦν συνάγουσα εἰς ἑαυτὴν, καὶ εὐχαῖς προσέχειν καὶ ἀναγνώσεσι καὶ τῇ ἄλλῃ δυνήσεται φιλοσοφίᾳ. Καὶ καθάπερ οἱ τὰς ἐρήμους οἰκοῦντες, οὐδένα ἔχουσι τὸν ἐνοχλοῦντα· οὕτω καὶ αὕτη διαπαντὸς ἔνδον οὖσα, διηνεκῶς δύναται ἀπολαύειν γαλήνης. Εἰ δέ ποτε καὶ ἐξελθεῖν ἀνάγκη γένοιτ' ἂν, οὐδὲ τότε ἐκεῖ θορύβων ὑπόθεσις. Ἢ γὰρ μέχρι τῆς ἐνταῦθα παρουσίας, ἢ ἡνίκα ἂν τὸ σῶμα λουτρῷ θεραπευθῆναι δέῃ, ἀναγκαῖαι ταῖς γυναιξὶν αἱ ἔξοδοι· τὸν δὲ πλείονα χρόνον ἔνδον κάθηται, καὶ δυνατὸν αὐτήν τε φιλοσοφεῖν, καὶ τὸν ἄνδρα δεχομένην, τεταραγμένον καταστέλλειν, ῥυθμίζειν, περικόπτειν αὐτοῦ τὰ περιττὰ καὶ ἄγρια τῶν λογισμῶν, καὶ οὕτω πάλιν ἐκπέμπειν, ὅσα μὲν ἀπὸ τῆς ἀγορᾶς ἐφελκύσατο κακὰ, ἀποθέμενον, ὅσα δὲ ἀπὸ τῆς οἰκίας ἔμαθε 255
καλὰ μεθ' ἑαυτοῦ φέροντα. Οὐδὲν γὰρ, οὐδὲν ἰσχυρότερον γυναικὸς εὐλαβοῦς καὶ συνετῆς, πρὸς τὸ ῥυθμίζειν ἄνδρα, καὶ διαπλάττειν αὐτοῦ τὴν ψυχὴν ἐν οἷς ἂν θέλῃ. Οὔτε γὰρ φίλων, οὔτε διδασκάλων, οὔτε ἀρχόντων οὕτως ἀνέξεται, ὡς τῆς συνοίκου παραινούσης, καὶ συμβουλευούσης. Ἔχει γάρ τινα καὶ ἡδονὴν ἡ παραίνεσις, διὰ τὸ σφόδρα φιλεῖσθαι τὴν συμβουλεύουσαν. Καὶ πολλοὺς ἂν ἔχοιμι λέγειν ἄνδρας σκληροὺς καὶ ἀπειθεῖς καταμαλαγέντας οὕτως. Αὕτη γὰρ καὶ τραπέζης αὐτῷ καὶ εὐνῆς, καὶ παιδοποιίας. καὶ ῥητῶν καὶ ἀποῤῥήτων, καὶ εἰσόδων καὶ ἐξόδων, καὶ πολλῷ πλειόνων κοινωνοῦσα ἑτέρων, καὶ ἐν ἅπασιν αὐτῷ δεδεμένη, καὶ οὕτως αὐτῷ συνημ 59.341 μένη, ὡς εἰκὸς σῶμα κεφαλῇ συνῆφθαι, ἂν τύχῃ συνετή τις οὖσα καὶ ἐμμελὴς, ἅπαντας ὑπερβήσεται καὶ νικήσει εἰς τὴν τοῦ συνοικοῦντος ἐπιμέλειαν. δʹ. Διὰ τοῦτο παραινῶ, ἔργον τοῦτο τίθεσθαι, καὶ τὰ δέοντα συμβουλεύειν. Ὥσπερ γὰρ πρὸς ἀρετὴν, οὕτω καὶ πρὸς κακίαν πολλὴν ἔχει τὴν ἰσχύν. Αὕτη τὸν Ἀβεσσαλὼμ ἀπώλεσεν, αὕτη τὸν Ἀμνὼν, αὕτη τὸν Ἰὼβ ἔμελλεν· αὕτη τὸν Νάβαλ ἐξήρπασε τῆς σφαγῆς, αὕτη ὁλόκληρον ἔθνος διέσωσε. Καὶ γὰρ Δεββώρα καὶ Ἰουδὶθ ἀνδρῶν στρατηγῶν κατορθώματα ἐπεδείξαντο· καὶ ἄλλαι δὲ μυρίαι γυναῖκες. Διὰ τοῦτο καὶ Παῦλός φησι· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Καὶ ἐπὶ τῶν χρόνων δὲ ἐκείνων τὴν Περσίδα καὶ τὴν Μαριὰμ καὶ τὴν Πρίσκιλλαν ἀποστολικῶν ἁψαμένας σκαμμάτων εἴδομεν. Ἅσπερ ἀναγκαῖον καὶ ὑμᾶς ζηλοῦν, καὶ μὴ ῥήμασι μόνον, ἀλλὰ καὶ πράγμασι ῥυθμίζειν τὸν συνοικοῦντα. Πῶς δὲ αὐτὸν παιδεύσομεν διὰ τῶν πραγμάτων; Ὅταν σὲ μὴ πονηρὰν οὖσαν ἴδῃ, μηδὲ πολυτελῆ καὶ φιλόκοσμον, μηδὲ προσόδους χρημάτων ἀπαιτοῦσαν περιττὰς, ἀλλ' ἀρκουμένην τοῖς οὖσι· τότε γὰρ, τότε καὶ συμβουλευούσης ἀνέξεται. Ἐὰν δὲ φιλοσοφῇς μὲν τοῖς ῥήμασιν, ἐν δὲ τοῖς πράγμασι τἀναντία ποιῇς, καταγνώσεταί σου φλυαρίαν πολλήν. Ὅταν δὲ μετὰ τῶν ῥημάτων καὶ τὴν ἀπὸ τῶν ἔργων παρέχῃς αὐτῷ διδασκαλίαν, τότε καὶ ἀποδέξεταί σε καὶ πεισθήσεται μᾶλλον· οἷον ὅταν χρυσίον μὴ ζητῇς, μηδὲ μαργαρίτας, μηδὲ ἱματισμῶν πολυτέλειαν· ἀλλ' ἀντὶ τούτων κοσμιότητα, σωφροσύνην, εὔνοιαν, καὶ παρὰ σαυτῆς ταῦτα εἰσαγάγῃς, καὶ παρ' ἐκείνου ταῦτα ἀπαιτῇς. Εἰ γὰρ χρή τι εἰς ἀρέσκειαν ποιεῖν ἀνδρὸς, ψυχὴν δεῖ, οὐ σῶμα κοσμεῖν καὶ διαφθείρειν. Οὐδὲ γὰρ οὕτω χρυσίον περικείμενον ποιήσει ἐπέραστον καὶ ποθεινὴν ἐκείνῳ, ὡς σωφροσύνη καὶ εὔνοια περὶ αὐτὸν, καὶ τὸ ὑπεραποθανεῖν τοῦ συνοικοῦντος. Ταῦτα μᾶλλον χειροῦται τοὺς ἄνδρας. Ἐκεῖνος μὲν γὰρ ὁ κόσμος καὶ προσίσταται αὐτῷ, εἰς στενὸν τὰ χρήματα αὐτῷ καθιστὰς, καὶ δαπάνην καὶ φροντίδα πολλὴν παρέχων· τὰ δὲ εἰρημένα προσηλώσει τῇ γυναικὶ τὸν ἄνδρα. Εὔνοια γὰρ καὶ φιλία καὶ πόθος οὔτε φροντίδας παρέχει, οὔτε δαπάνην ἐργάζεται, ἀλλὰ τοὐναντίον ἅπαν. Κἀκεῖνος μὲν ὁ κόσμος ὑπὸ τῆς συνηθείας προσκορὴς γίνεται· ὁ δὲ τῆς ψυχῆς καθ' ἑκάστην ἀνθεῖ τὴν ἡμέραν, καὶ μείζονα ἀνάπτει τὴν φλόγα. Ὥστε εἰ βούλει ἀνδρὶ ἀρέσκειν, κόσμει τὴν ψυχὴν σωφροσύνῃ, εὐλαβείᾳ, προστασίᾳ οἰκίας. Ταῦτα καὶ μᾶλλον χειροῦται, καὶ οὐδέποτε παύεται. Οὐ γῆρας καταλύει τὸν κόσμον τοῦτον, οὐ νόσος ἀπόλλυσι. Τὸν μὲν γὰρ τοῦ σώματος κόσμον χρόνος πολὺς ἐξέλυσε, καὶ νόσος 59.342 ἀνάλωσε, καὶ ἕτερα πλείονα· τὰ δὲ τῆς ψυχῆς πάντων ἐστὶν ἀνώτερα τούτων. Κἀκεῖνος μὲν ὁ κόσμος καὶ φθόνον ἔχει καὶ ζηλοτυπίαν ἀνάπτει· οὗτος δὲ καθαρός ἐστι νοσήματος, καὶ πάσης ἀπήλλακται κενοδοξίας. Οὕτω καὶ τὰ κατὰ τὴν οἰκίαν εὐκολώτερα ἔσται, καὶ ἡ πρόσοδος μετ' εὐμαρείας, ὅταν τὸ χρυσίον μὴ τῷ σώματι τῷ σῷ περικείμενον ᾖ, μηδὲ τὰς χεῖρας δεσμοῦν, ἀλλ' εἰς ἀναγκαίας παραχωρῇ χρείας· οἷον, εἰς διατροφὴν οἰκετῶν, καὶ παίδων ἐπιμέλειαν ἀναγκαίαν, καὶ ἑτέρας χρειώδεις προφάσεις. Ἂν δὲ μὴ ταῦτα ᾖ, περικέηται δὲ αὐτὰ τῇ ὄψει, καὶ ἡ καρδία στενοχωρῆται, τί τὸ κέρδος; ποῖον τὸ ὄφελος; Οὐκ ἀφίησι τὸ ταύτης θαῦμα ὀφθῆναι ἐκείνη λυπουμένη. Ἴστε γὰρ, ἴστε ὅτι, κἂν αὐτὴν πασῶν εὐπρεπεστάτην ἴδῃ τις γυναῖκα, οὐ δύναται τέρπεσθαι ἐν ὀδυνωμένῃ τῇ ψυχῇ· τὸν γὰρ μέλλοντα 256
τέρπεσθαι, χαίρειν δεῖ πρότερον καὶ ἀγάλλεσθαι. Τοῦ χρυσίου δὲ παντὸς σεσωρευμένου εἰς τὸν κόσμον τοῦ σώματος τοῦ γυναικείου, καὶ στενοχωρίας οὔσης κατὰ τὴν οἰκίαν, οὐδεμία τέρψις ἐστὶ τῷ συνοικοῦντι. Ὥστε εἰ βουλόμεθα ἀρέσκειν τοῖς ἀνδράσιν, ἐν ἡδονῇ αὐτοὺς καταστήσομεν· ἐν ἡδονῇ δὲ καταστήσομεν, ἂν περιέλωμεν τὸν κόσμον καὶ τοὺς καλλωπισμούς. Ταῦτα γὰρ ἅπαντα παρ' αὐτὸν τῆς νυμφαγωγίας τὸν καιρὸν ἔχειν τινὰ τέρψιν δοκεῖ· ὕστερον δὲ τῷ χρόνῳ μαραίνεται. Εἰ γὰρ τὸν οὐρανὸν οὕτω καλὸν ὄντα, καὶ τὸν ἥλιον οὕτω λαμπρὸν, οὗ σῶμα οὐδὲν ἂν ἔχοις ἴσον εἰπεῖν, οὐχ ὁμοίως θαυμάζομεν διὰ τὴν συνήθειαν· πῶς σῶμα κεκαλλωπισμένον θαυμάσομεν; Ταῦτα λέγω, βουλόμενος ὑμᾶς κοσμεῖσθαι τὸν κόσμον τὸν ὑγιῆ, ὃν ὁ Παῦλος ἐπέταξε· Μὴ χρυσῷ ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι' ἔργων ἀγαθῶν. Ἀλλὰ τοῖς ἔξω ἀρέσκειν βούλει, καὶ ἐπαινεῖσθαι παρ' αὐτῶν; Μάλιστα μὲν οὖν οὐ σώφρονος γυναικὸς ὁ πόθος οὗτος. Πλὴν εἰ βούλει, καὶ τούτους οὕτως ἐραστὰς ἕξεις σφοδροὺς καὶ τῆς σωφροσύνης ἐπαινέτας. Ἐκείνην μὲν γὰρ οὐδεὶς ἐπαινέσεται ἐπιεικὴς καὶ μέτριος, ἀλλὰ ἀκόλαστοι καὶ λάγνοι· μᾶλλον δὲ, οὐδὲ οὗτοι ἐπαινέσονται, ἀλλὰ καὶ κακῶς ἐροῦσιν, ἀναπτερούμενοι τὰς ὄψεις ὑπὸ τῆς περὶ τὴν γυναῖκα ἀσωτίας· ταύτην δὲ κἀκεῖνοι καὶ οὗτοι, καὶ πάντες ἀποδέξονται, ἅτε μηδὲν κακὸν παρ' αὐτῆς λαμβάνοντες, ἀλλὰ καὶ διδασκαλίαν φιλοσοφίας· καὶ πολὺς μὲν ἔσται παρὰ ἀνθρώπων ὁ ἔπαινος, πολὺς δὲ παρὰ τῷ Θεῷ ὁ μισθός. Τοῦτον τοίνυν ζηλώσωμεν τὸν κόσμον, ἵνα καὶ ἐνταῦθα μετὰ ἀδείας ζήσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.341.50 ΟΜΙΛΙΑ ΞΒʹ. Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ. αʹ. Πολλοὶ τῶν ἀνθρώπων ὅταν ἴδωσί τινας τῶν ἀρεσκόντων Θεῷ πάσχοντάς τι δεινὸν, οἷον ἢ ἀῤῥωστίᾳ περιπεσόντας, ἢ πενίᾳ, ἢ ἄλλῳ τινὶ τοιούτῳ, σκανδαλίζονται· οὐκ εἰδότες, ὅτι τῶν μάλιστα τῷ Θεῷ φίλων τὸ ταῦτα πάσχειν ἐστίν· ἐπεὶ καὶ ὁ Λάζαρος τῶν φίλων ἦν τοῦ Χριστοῦ, καὶ ἠσθένει· Τοῦτο γοῦν καὶ οἱ πέμψαντες ἔλεγον· Ἴδε ὃν φιλεῖς ἀσθενεῖ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὴν περικοπήν. Ἦν τις, φησὶν, ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας. Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν εἶπε πόθεν ἦν ὁ Λάζαρος, ἀλλὰ διά τινα αἰτίαν ἣν μετὰ ταῦτα ἐρεῖ. Τέως δὲ τοῦ προκειμένου 59.342 ἐχώμεθα. Καὶ τὰς ἀδελφὰς δὲ αὐτοῦ ἡμᾶς διδάσκει χρησίμως· καὶ ἔτι ὃ πλέον εἶχε Μαρία, ἐπάγων καὶ λέγων· Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ. Ἐνταῦθά τινες διαποροῦντες, Πῶς, φησὶν, ἠνέσχετο ὁ Χριστὸς γυναικὸς τοιαῦτα ποιούσης; Πρῶτον μὲν οὖν ἐκεῖνο ἀναγκαῖον μαθεῖν, ὅτι οὐχ αὕτη ἐστὶν ἡ πόρνη ἡ ἐν τῷ Ματθαίῳ, οὐδὲ ἡ ἐν τῷ Λουκᾷ· ἄλλη γὰρ αὕτη. Ἐκεῖναι μὲν γὰρ πόρναι δή τινες ἦσαν καὶ πολλῶν γέμουσαι κακῶν· αὕτη δὲ καὶ σεμνὴ καὶ σπουδαία. Καὶ γὰρ περὶ τὴν ὑποδοχὴν ἐσπούδαζε τοῦ Χριστοῦ. Δείκνυσι δὲ ὁ εὐαγγελιστὴς, ὅτι καὶ αἱ ἀδελφαὶ ἐφίλουν αὐτὸν, καὶ ὅμως συνεχώρησε τὸν Λάζαρον ἀποθανεῖν. Τίνος δὲ ἕνεκεν οὐκ ἐάσασαι τὸν 59.343 ἀδελφὸν κάμνοντα, ὅπερ ἐποίησεν ὁ ἑκατόνταρχος καὶ ὁ ἄρχων ὁ βασιλικὸς, ἀπῆλθον πρὸς αὐτὸν, ἀλλὰ πέμπουσι; Σφόδρα ἐθάῤῥουν τῷ Χριστῷ, καὶ πολλὴν πρὸς αὐτὸν εἶχον οἰκείωσιν. Ἄλλως δὲ, καὶ γυναῖκες ἦσαν ἀσθενεῖς, καὶ τῷ πένθει κατείχοντο· ἐπεὶ ὅτι οὐ καταφρονοῦσαι τοῦτο ἐποίουν, ὕστερον ἐδήλωσαν. Ὅτι μὲν οὖν οὐκ ἦν αὕτη ἐκείνη, δῆλον. Ἀλλὰ καὶ ἐκείνην τίνος ἕνεκεν ἐδέξατο ὁ Χριστὸς, φησίν; Ἵνα λύσῃ τὴν κακίαν· ἵνα δείξῃ τὴν
φιλανθρωπίαν· ἵνα μάθῃς, ὅτι οὐκ ἔστι νόσημα νικῶν αὐτοῦ τὴν ἀγαθότητα. Μὴ τοίνυν τοῦτο μόνον ἴδῃς, ὅτι ἐδέξατο, ἀλλὰ κἀκεῖνο σκόπει, πῶς μετέβαλε. Καὶ τίνος ἕνεκεν ἀναμιμνήσκει τῆς ἱστορίας ταύτης ἡμᾶς ὁ εὐαγγελιστής; μᾶλλον δὲ τί διδάξαι βούλεται τῷ λέγειν, Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν, καὶ τὴν ἀδελφὴν αὐτῆς, καὶ τὸν Λάζαρον; Μηδέποτε ἀγανακτεῖν μηδὲ δυσχεραίνειν, εἴ τις ἀσθένεια γένοιτο περὶ τοὺς σπουδαίους ἄνδρας καὶ τῷ Θεῷ φίλους. Ἴδε ὃν φιλεῖς, ἀσθενεῖ. Εἰς οἶκτον ἐπισπάσασθαι ἐβούλοντο τὸν Χριστόν. Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον· καὶ δῆλον ἐξ ὧν λέγουσιν· Εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανε· καὶ ἐκ τοῦ μὴ εἰπεῖν, Ἴδε Λάζαρος ἀσθενεῖ, ἀλλ', Ἴδε ὃν φιλεῖς, ἀσθενεῖ. Τί οὖν ὁ Χριστός; Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ δι' αὐτῆς ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅρα πῶς πάλιν μίαν τὴν δόξαν φησὶν αὐτοῦ καὶ τοῦ Πατρός. Εἰπὼν γὰρ, Θεοῦ, ἐπήγαγεν, Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ. Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον. Ἐπειδὴ γὰρ ἔμελλεν ἐκεῖ ἡμέρας δύο μένειν, τέως αὐτοὺς ἀποπέμπεται τοῦτο ἀπαγγέλλοντας. Ἐφ' ᾧ καὶ θαυμάσαι ἔστι τὰς ἀδελφὰς αὐτοῦ, πῶς ἀκούσασαι, ὅτι Οὐκ ἔστι πρὸς θάνατον, καὶ ἰδοῦσαι αὐτὸν ἀποθανόντα, οὐκ ἐσκανδαλίσθησαν, ἀπεναντίας τοῦ πράγματος γενομένου· ἀλλὰ προσῆλθον καὶ οὕτω, καὶ οὐκ ἐνόμισαν αὐτὸν διαψεύσασθαι. Τὸ δὲ, Ἵνα, ἐνταῦθα οὐκ αἰτιολογίας, ἀλλ' ἐκβάσεώς ἐστι. Συνέβη μὲν γὰρ ἑτέρωθεν ἡ ἀῤῥωστία· ἐχρήσατο δὲ αὐτῇ εἰς δόξαν Θεοῦ. Καὶ ταῦτα εἰπὼν, ἔμεινεν ἡμέρας δύο. Τίνος ἕνεκεν ἔμεινεν; Ἵνα ἀποπνεύσῃ, καὶ ταφῇ, ἵνα μηδεὶς ἔχῃ λέγειν, ὅτι οὔπω τελευτήσαντα αὐτὸν ἀνέστησεν· ὅτι κάρος ἦν, ὅτι ἔκλυσις ἦν, ὅτι καταγωγὴ ἦν, καὶ οὐ θάνατος. Διὰ τοῦτο καὶ χρόνον τοσοῦτον μένει, ὡς καὶ φθορὰν γενέσθαι, καὶ εἰπεῖν, Ἤδη ὄζει. Εἶτα λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν. Τί δήποτε οὐδαμοῦ προειπὼν ἀλλαχοῦ, ἐνταῦθα προλέγει; Ἐδεδοίκεισαν σφόδρα· καὶ ἐπεὶ ταύτῃ διέκειντο, προλέγει, ἵνα μὴ τὸ ἀθρόον ταράξῃ αὐτούς. Τί δὲ οἱ μαθηταί; Νῦν ἐζήτουν σε Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Ἐδεδοίκεισαν μὲν οὖν καὶ ὑπὲρ αὐτοῦ· τὸ δὲ πλέον, μᾶλλον ὑπὲρ ἑαυτῶν· οὔπω γὰρ ἦσαν ἀπηρτισμένοι. Διὸ καὶ τῷ δέει κατασειόμενος λέγει Θωμᾶς· Ἄγωμεν, ἵνα καὶ ἡμεῖς ἀποθάνωμεν. Ἀσθενέστερος γὰρ τῶν ἄλλων ἦν καὶ ἀπιστότερος. Ἀλλ' ὅρα πῶς αὐτοὺς δι' ὧν φησι παραθαῤῥύνει ὁ Ἰησοῦς. Οὐχὶ δώδεκα ὧραί εἰσι τῆς ἡμέρας; Ἢ τοῦτο τοίνυν φησὶν, ὅτι ὁ μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, οὐδὲν πείσεται δεινόν· ὁ δὲ τὰ φαῦλα πράσσων πείσεται (ὥστε ἡμᾶς οὐ χρὴ δεδοικέναι· οὐδὲν γὰρ ἄξιον θανάτου ἐπράξαμεν)· ἢ ὅτι ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων, ἐν ἀσφαλείᾳ ἐστίν. Εἰ δὲ ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων, πολλῷ μᾶλλον ὁ μετ' ἐμοῦ, ἐὰν μὴ ἀποστήσῃ ἑαυτὸν 59.344 ἐμοῦ. Τούτοις παραθαῤῥύνας, ἐπάγει καὶ τὴν αἰτίαν ἀναγκαίαν τῆς ἀφίξεως τῆς ἐκεῖσε· καὶ δεικνὺς, ὅτι οὐκ εἰς τὰ Ἱεροσόλυμα μέλλουσιν ἀπιέναι, ἀλλ' εἰς Βηθανίαν, Λάζαρος ὁ φίλος, φησὶ, κεκοίμηται, καὶ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· τουτέστιν, Οὐκ ἐπὶ τοῖς αὐτοῖς ἄπειμι πάλιν διαλεξόμενος καὶ ὁμόσε χωρήσων τοῖς Ἰουδαίοις, ἀλλὰ τὸν φίλον ἐξυπνίσων τὸν ἡμέτερον. Λέγουσιν οἱ μαθηταί· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Τοῦτο δὲ οὐχ ἁπλῶς εἶπον, ἀλλ' ἐγκόψαι βουλόμενοι τὴν ἐκεῖ παρουσίαν. Λέγεις, φησὶν, ὅτι καθεύδει; οὐκοῦν οὐ κατεπείγει τὸ ἀπελθεῖν. Καίτοι αὐτὸς διὰ τοῦτο εἶπεν, ὅτι Ὁ φίλος ἡμῶν, ἵνα δείξῃ ἀναγκαίαν τὴν παρουσίαν. βʹ. Ἐπεὶ οὖν ὀκνηρότερον διέκειντο. τότε λέγει, Ἀπέθανε. Τὸ μὲν οὖν πρότερον, τὸ ἀκόμπαστον παραστῆσαι βουλόμενος, ἔλεγεν· ἐπειδὴ δὲ οὐ συνῆκαν, ἐπάγει· Ἀπέθανε, καὶ χαίρω δι' ὑμᾶς. Τί δήποτε, Δι' ὑμᾶς; Ὅτι προεῖπον οὐκ ὢν ἐκεῖ, καὶ ὅτι ἐπειδὰν ἀναστήσω, οὐδεμία ἔσται ὑποψία. Ὁρᾷς πῶς ἔτι ἀτελέστερον διέκειντο οἱ μαθηταὶ, καὶ οὐκ ᾔδεσαν αὐτοῦ τὴν δύναμιν ὡς ἐχρῆν; Τοῦτο δὲ ἐποίουν οἱ μεταξὺ φόβοι, ταράττοντες αὐτῶν τὰς ψυχὰς καὶ θορυβοῦντες. Καὶ ὅτε μὲν ἔλεγε, Κεκοίμηται, λέγει· Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· ὅτε δὲ εἶπεν, Ἀπέθανεν, οὐκέτι προσέθηκε, Πορεύομαι ἵνα ἀναστήσω αὐτόν. Οὐ γὰρ ἠβούλετο τοῖς ῥήμασι 258
προλέγειν, ἃ διὰ τῶν ἔργων ἔμελλε βεβαιοῦσθαι, τὸ ἀκενόδοξον πανταχοῦ διδάσκων ἡμᾶς, καὶ τὸ μὴ δεῖν ἁπλῶς ὑπισχνεῖσθαι. Εἰ δὲ ἐπὶ τοῦ ἑκατοντάρχου τοῦτο ἐποίησε παρακληθεὶς (εἶπε γὰρ, Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτὸν), ἵνα δείξῃ τὴν ἐκείνου πίστιν, τοῦτο εἶπεν. Εἰ δὲ λέγοι τις, Πόθεν ὕπνον ὑπέλαβον οἱ μαθηταὶ, καὶ οὐδὲ ἀπὸ τούτου συνέγνωσαν θάνατον εἶναι, λέγω δὲ τοῦ εἰπεῖν, Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν; (καὶ γὰρ ἀνοίας ἦν εἴ γε προσεδόκων στάδια πέντε καὶ δέκα αὐτὸν πορεύεσθαι, ὥστε ἐξυπνίσαι·) ἐκεῖνο ἂν εἴποιμεν, ὅτι ἐνόμιζον τοῦτο αἴνιγμα εἶναι, οἷα πολλὰ διελέγετο. Πάντες μὲν οὖν ἐδεδοίκεισαν τὴν τῶν Ἰουδαίων ἔφοδον, ὑπὲρ δὲ τοὺς ἄλλους ὁ Θωμᾶς· διὸ καὶ ἔλεγεν· Ἄγωμεν, ἵνα καὶ ἡμεῖς ἀποθάνωμεν μετ' αὐτοῦ. Καί τινες μέν φασιν, ὅτι ἐπεθύμει καὶ αὐτὸς ἀποθανεῖν· οὐκ ἔστι δέ· δειλίας γὰρ μᾶλλον τὸ ῥῆμα. Ἀλλ' οὐκ ἐπετιμήθη. Διεβάσταζε γὰρ αὐτοῦ τὴν ἀσθένειαν ἔτι· ὕστερον μέντοι πάντων ἰσχυρότερος γέγονε καὶ ἄληπτος. Τὸ γοῦν θαυμαστὸν τοῦτό ἐστιν, ὅτι τὸν οὕτως ἀσθενῆ πρὸ τοῦ σταυροῦ μετὰ τὸν σταυρὸν καὶ τὸ πιστεῦσαι τῇ ἀναστάσει θερμότερον πάντων αὐτὸν ὁρῶμεν· τοσαύτη ἡ τοῦ Χριστοῦ δύναμις. Ὁ γὰρ μετὰ τοῦ Χριστοῦ εἰς Βηθανίαν μὴ τολμῶν ἀπελθεῖν, οὗτος τὸν Χριστὸν οὐχ ὁρῶν, σχεδὸν τὴν οἰκουμένην διέδραμε, καὶ ἐν μέσοις δήμοις ἐστρέφετο φονῶσι καὶ βουλομένοις αὐτὸν ἀνελεῖν. Εἰ δὲ ἀπὸ δεκαπέντε σταδίων ἦν ἡ Βηθανία, ὅπερ ἐστὶ μίλια δύο, πῶς τεταρταῖος ὁ Λάζαρος; Ἔμεινε δύο, καὶ πρὸ τῶν δύο ἦλθέ τις ἀπαγγέλλων καθ' ἣν καὶ ἐτελεύτησεν· εἶτα κατ' αὐτὴν τὴν τετάρτην ἡμέραν παρεγένετο. Διὰ τοῦτο καὶ κληθῆναι ἀνέμεινε, καὶ οὐχὶ αὐτεπάγγελτος ἦλθεν, ἵνα μή τις ὑποπτεύσῃ τὸ γεγονός. Καὶ οὐδὲ αὐταὶ παρεγένοντο αἱ φιλούμεναι, ἀλλὰ ἄλλοι πέμπονται. Ἦν δὲ ἡ Βηθανία ὡς ἀπὸ σταδίων δεκαπέντε. Ἐντεῦθεν δηλοῦται ὅτι πολλοὺς ἀπὸ Ἱεροσολύμων εἰκὸς παρεῖναι. Εὐθέως γοῦν ἐπήγαγεν, ὅτι Ἰουδαίων ἦσαν πολλοὶ παραμυθούμενοι. Πόθεν παρεμυθοῦντο αὐ 59.345 τὰς φιλουμένας ὑπὸ τοῦ Χριστοῦ; καίτοι συνέθεντο, ἐάν τις ὁμολογήσῃ Χριστὸν, ἵνα ἀποσυνάγωγος γένηται; Ἢ διὰ τὴν ἀνάγκην τῆς συμφορᾶς, ἢ ὡς εὐγενεστέρας αἰδούμενοι, ἢ οἱ μὴ πονηροὶ, οὗτοι παρῆσαν· πολλοὶ γοῦν καὶ ἐξ αὐτῶν ἐπίστευσαν. Ταῦτα δὲ λέγει ὁ εὐαγγελιστὴς, πιστούμενος ὅτι τέθνηκε Λάζαρος. Τί δήποτε δὲ οὐ παραλαμβάνει τὴν ἀδελφὴν εἰς ἀπάντησιν ἐρχομένη τοῦ Χριστοῦ; Βούλεται κατ' ἰδίαν αὐτῷ συντυχεῖν, καὶ τὸ γεγονὸς ἀπαγγεῖλαι. Ἐπειδὴ δὲ αὐτὴν εἰς ἐλπίδας χρηστὰς ἤγαγε, τότε ἄπεισι καὶ καλεῖ τὴν Μαρίαν, καὶ ἀπήντησεν αὐτῷ, τοῦ πένθους ἀκμάζοντος ἔτι. Ὁρᾷς πῶς ζέον τὸ φίλτρον ἦν; Αὕτη ἐστὶ περὶ ἧς ἔλεγε· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Πῶς οὖν αὕτη θερμοτέρα ἐφαίνετο, φησίν; Οὐ θερμοτέρα αὕτη· οὐ γὰρ ἤκουσεν ἐκείνη· ἐπεὶ αὕτη ἀσθενεστέρα ἦν. Ἡ γὰρ ἀκούσασα τοσαῦτα, αὕτη φησὶ πάλιν, Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν. Ἐκείνη δὲ, καίτοι μηδὲν ἀκούσασα, τοιοῦτον οὐδὲν ἐφθέγξατο, ἀλλ' εὐθὺς πιστεύσασα λέγει· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἀπέθανεν. γʹ. Ὁρᾶτε ὅση φιλοσοφία γυναικῶν, εἰ καὶ ἀσθενὴς αὐτῶν ἡ γνώμη; Ἰδοῦσαι γὰρ τὸν Χριστὸν, οὐκ εὐθέως εἰς θρήνους, οὐδὲ εἰς κωκυτοὺς, οὐδὲ ὀλολυγμοὺς ἐκπίπτουσιν· ὅπερ πάσχομεν ἡμεῖς, ἐπειδάν τινας γνωρίμους ἐπεισιόντας ἴδωμεν τῷ πένθει· ἀλλ' εὐθέως τὸν διδάσκαλον θαυμάζουσιν. Ἐπίστευον μὲν οὖν καὶ ἀμφότεραι εἰς τὸν Χριστὸν, ἀλλ' οὐχ ὡς προσῆκεν. Οὔπω γὰρ ἀκριβῶς ἠπίσταντο, οὔτε ὅτι Θεὸς ἦν, οὔτε ὅτι οἰκείᾳ δυνάμει καὶ αὐθεντίᾳ ταῦτα ποιεῖ· ἅπερ ἀμφότερα αὐτὰς ἐδίδαξεν. Ὅτι δὲ οὐκ ᾔδεσαν, δῆλον καὶ ἐκ τοῦ εἰπεῖν, Εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφὸς ἡμῶν· καὶ ἐκ τοῦ ἐπαγαγεῖν, Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι, ὡς περὶ ἐναρέτου τινὸς καὶ εὐδοκίμου διαλεγόμεναι. Ὅρα δὲ καὶ τί φησιν ὁ Χριστός· Ἀναστήσεται ὁ ἀδελφός σου. Ἐκεῖνο τέως ἀνατρέπει τὸ, Ὅσα ἂν αἰτήσῃ. Οὐ γὰρ εἶπεν, Αἰτῶ· ἀλλὰ τί; Ἀναστήσεται ὁ ἀδελφός σου. Τὸ μὲν οὖν εἰπεῖν, Ὦ γύναι, ἔτι κάτω βλέπεις; οὐ δέομαι βοηθείας ἑτέρας, ἀπ' ἐμαυτοῦ πάντα ποιῶ, σφόδρα ἦν φορτικὰ, καὶ προσέστη ἂν τῇ γυναικί· νῦν δὲ εἰπὼν, Ἀναστήσεται, μέσον 259
ἐποίησεν ἀναγκαίως τὸν λόγον, καὶ διὰ τῶν ἑξῆς δὲ ταῦτα ἅπερ εἶπον ᾐνίξατο. Εἰπούσης γὰρ, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, σαφέστερον δεικνὺς αὐτοῦ τὴν αὐθεντίαν, λέγει, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· δηλῶν, ὅτι οὐ δεῖται ἑτέρου βοηθοῦντος, εἴ γε αὐτός ἐστιν ἡ ζωή. Εἰ δὲ δεῖται ἑτέρου, πῶς ἂν εἴη αὐτὸς ἡ ἀνάστασις καὶ ἡ ζωή; Ἀλλ' οὕτω φανερῶς οὐκ εἶπεν, ᾐνίξατο δὲ αὐτό. Πάλιν δὲ ἐκείνης εἰπούσης, Ὅσα ἂν αἰτήσῃ, αὐτὸς πάλιν λέγει· Ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ χορηγὸς τῶν ἀγαθῶν, καὶ παρ' αὐτοῦ δεῖ αἰτεῖν. Καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Ὅρα πῶς αὐτῆς ἀνάγει τὸν νοῦν. Οὐ γὰρ τοῦτο ἦν τὸ ζητού 59.346 μενον μόνον, τὸ Λάζαρον ἀναστῆσαι, ἀλλ' ἔδει καὶ ταύτην καὶ τοὺς παρόντας μετ' αὐτῆς τὴν ἀνάστασιν μαθεῖν. Διὰ τοῦτο πρὸ τῆς ἀναστάσεως φιλοσοφεῖ διὰ τῶν ῥημάτων. Εἰ δὲ ἡ ἀνάστασις αὐτός ἐστι, καὶ ἡ ζωὴ, οὐ τόπῳ περικλείεται, ἀλλὰ πανταχοῦ παρὼν οἶδεν ἰᾶσθαι. Εἰ μὲν οὖν εἶπαν ὡς ὁ ἑκατοντάρχης, Εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου, τοῦτο ἂν ἐποίησεν· ἐπειδὴ δὲ ἐκάλεσαν αὐτὸν πρὸς ἑαυτὰς, καὶ παραγενέσθαι ἠξίωσαν, τούτου ἕνεκεν συγκάτεισιν, ὥστε αὐτὰς ἀναστῆσαι ἀπὸ τῆς ταπεινότητος τῆς περὶ αὐτὸν, καὶ παραγίνεται κατὰ τὸν τόπον. Ὅμως καὶ συγκατιὼν δείκνυσι καὶ οὕτως, ὅτι καὶ ἀπὼν δύναται θεραπεύειν· διὰ τοῦτο δὴ καὶ βραδύνει. Οὐ γὰρ ἂν ἐφάνη ἡ χάρις εὐθέως δοθεῖσα, εἰ μὴ καὶ ἡ δυσωδία προεχώρησε. Καὶ πόθεν ᾔδει ἡ γυνὴ τὴν μέλλουσαν ἀνάστασιν; Ἤκουσε πολλὰ τοῦ Χριστοῦ περὶ ἀναστάσεως λέγοντος, ἀλλ' ὅμως ἐκείνη ἄρτι ἐπεθύμει ἰδεῖν· καὶ ὅρα πῶς κάτω στρέφεται ἔτι. Ἀκούσασα γὰρ, ὅτι Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωὴ, οὐδὲ οὕτως εἶπεν, Ἀνάστησον αὐτόν· ἀλλὰ τί; Πιστεύω ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Τί οὖν ὁ Χριστὸς πρὸς αὐτήν; Πᾶς ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται (τοῦτον τὸν θάνατον λέγων)· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ· τὸν θάνατον ἐκεῖνον δηλῶν. Ἐπεὶ οὖν ἐγώ εἰμι ἡ ἀνάστασις, μὴ θορυβηθῇς εἰ καὶ τέθνηκεν ἤδη, ἀλλὰ πίστευε. Οὐ γάρ ἐστι τοῦτο θάνατος. Τέως αὐτὴν ἐπὶ τῷ συμβεβηκότι παρεμυθήσατο, καὶ ἐλπίδας ὑπέφηνε, καὶ τῷ εἰπεῖν, ὅτι Ἀναστήσεται, καὶ τῷ εἰπεῖν, Ἐγώ εἰμι ἡ ἀνάστασις· καὶ ὅτι ἀναστὰς, κἂν πάλιν ἀποθάνῃ, οὐδὲν πείσεται. Ὥστε οὐ χρὴ φρίττειν τοῦτον τὸν θάνατον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι Οὔτε οὗτος τέθνηκεν, οὔτε ὑμεῖς τεθνήξεσθε. Πιστεύεις τοῦτο; Λέγει ἐκείνη· Πιστεύω ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος. Δοκεῖ μοι μὴ συνιέναι τὸ γύναιον τὸ λεχθέν. Ἀλλ' ὅτι μὲν μέγα τι ἦν, συνεῖδεν· οὐ μὴν κατενόησε τὸ πᾶν. Διὰ τοῦτο ἕτερον ἐρωτηθεῖσα, ἕτερον ἀποκρίνεται. Τέως μέντοι ἐκεῖνο ἐκέρδανε, τὸ καταλῦσαι τὸ πένθος. Τοιαύτη γὰρ τῶν τοῦ Χριστοῦ λόγων ἡ δύναμις. Διὰ τοῦτο καὶ ἐκείνη προέφθασε, καὶ αὕτη ἠκολούθησεν. Ἡ γὰρ εἰς τὸν διδάσκαλον εὔνοια τοῦ παρόντος οὐ σφόδρα αἰσθάνεσθαι συνεχώρει. Ὥστε μετὰ τῆς χάριτος, καὶ ἡ γνώμη τῶν γυναικῶν φιλόσοφος ἦν. δʹ. Ἀλλὰ νῦν μετὰ τῶν ἄλλων κακῶν καὶ τοῦτο τῶν γυναικῶν τὸ νόσημα κρατεῖ. Ἐπίδειξιν γὰρ ἐν τοῖς θρήνοις ποιοῦνται καὶ τοῖς κωκυτοῖς, γυμνοῦσαι βραχίονας, σπαράττουσαι τρίχας, χαράδρας ποιοῦσαι κατὰ τῶν παρειῶν. Καὶ τοῦτο ποιοῦσιν, αἱ μὲν ὑπὸ πένθους, αἱ δὲ ὑπὸ ἐπιδείξεως καὶ φιλοτιμίας, αἱ δὲ ὑπὸ ἀσωτίας· καὶ τοὺς βραχίονας γυμνοῦσιν, ἐν ὄψεσι καὶ ταῦτα ἀνδρῶν. Τί ποιεῖς, ὦ γύναι; γυμνοῖς σεαυτὴν ἀσχημόνως, εἰπέ μοι, ἐπὶ μέσης τῆς ἀγορᾶς, τοῦ Χριστοῦ μέλος οὖσα, ἀνδρῶν παρόντων κατὰ τὴν ἀγοράν; καὶ τρίχας τίλλεις, καὶ διασχίζεις ἐσθῆτα, καὶ μέγα κωκύεις, καὶ χορὸν περιιστᾷς, καὶ μαινάδων γυναικῶν εἰκόνα διασώζεις, καὶ οὐχ ἡγῇ τῷ Θεῷ προσκρούειν; Πόσης ταῦτα μανίας; ἆρ' οὐ γελάσονται Ἕλληνες; ἆρ' οὐ μύθους τὰ ἡμέτερα εἶναι νομίσουσιν; Ἐροῦσι γάρ· Οὐκ ἔστιν ἀνάστασις, ἀλλὰ χλεύη τὰ τῶν Χριστιανῶν, ἀπάτη καὶ συσκευή. Καθά 59.347 περ γὰρ οὐδενὸς ὄντος μετὰ ταῦτα, οὕτω κωκύουσιν αἱ παρ' αὐτοῖς γυναῖκες· οὐ προσέχουσι τοῖς ῥήμασι τοῖς ἐν τοῖς βιβλίοις αὐτῶν κεχαραγμένοις. Πλάσματα 260
ἐκεῖνα πάντα, καὶ δηλοῦσιν αὐταί. Εἰ γὰρ ἐπίστευον, ὅτι ὁ τετελευτηκὼς οὐ τετελεύτηκεν, ἀλλ' ἐπὶ βελτίονα ζωὴν μετέστη, οὐκ ἂν αὐτὸν ὡς οὐκ ἔτι ὄντα ἐθρήνησαν, οὐκ ἂν οὕτω κατεκόπτοντο, οὐκ ἂν τοιαύτας ἀφῆκαν φωνὰς ἀπιστίας γεμούσας· Οὐκ ἔτι σε ὄψομαι, οὐκ ἔτι σε ἀπολήψομαι. Μῦθος ἅπαντα τὰ παρ' αὐτοῖς. Εἰ δὲ τὸ κεφάλαιον τῶν ἀγαθῶν οὕτω διαπιστεῖται, πολλῷ μᾶλλον καὶ τὰ ἄλλα τὰ παρ' αὐτοῖς σεμνά. Οὐχ οὕτως Ἕλληνες γυναικίζονται· πολλοὶ παρ' αὐτοῖς ἐφιλοσόφησαν. Καὶ ἀκούσασα Ἕλλην γυνὴ περὶ παιδὸς ἐν πολέμῳ πεσόντος, εὐθέως ἤρετο· Τὰ δὲ τῆς πόλεως πῶς διάκειται πράγματα; καὶ ἄλλος φιλόσοφος ἐστεφανωμένος, ἐπειδὴ ἤκουσεν ὅτι ὑπὲρ τῆς πατρίδος ὁ παῖς ἔπεσεν, ἀφελόμενος τὸν στέφανον, καὶ ἐρόμενος ὁπότερος τοῖν δυοῖν, ἐπειδὴ ἔμαθε τὸν πεσόντα, τὸν στέφανον εὐθὺς πάλιν ἐπέθηκε. Πολλοὶ δὲ καὶ υἱεῖς καὶ θυγατέρας ἐπέδωκαν εἰς σφαγὴν, δαίμονας τιμῶντες. Αἱ δὲ Λακωνικαὶ γυναῖκες καὶ παραινοῦσι τοῖς παισὶν, ἢ τὴν ἀσπίδα διασῶσαι ἐκ τοῦ πολέμου, ἢ ἐπ' αὐτῆς ἐνεχθῆναι νεκρόν. Διὰ ταῦτα αἰσχύνομαι ὅτι Ἕλληνες τοιαῦτα φιλοσοφοῦσιν, ἡμεῖς δὲ ἀσχημονοῦμεν. Οἱ περὶ ἀναστάσεως οὐδὲν εἰδότες, τὰ τῶν εἰδότων πράττουσιν· οἱ δὲ εἰδότες, τὰ τῶν ἀγνοούντων. Πολλοὶ καὶ ὃ διὰ Θεὸν οὐ ποιοῦσι, τοῦτο δι' ἀνθρώπων αἰδῶ πράττουσι πολλάκις. Αἱ γὰρ εὐπορώτεραι τῶν γυναικῶν τρίχας οὐ τίλλουσιν, οὐ βραχίονας γυμνοῦσιν· ὃ καὶ αὐτὸ κατηγορίας ἐσχάτης, οὐκ ἐπειδὴ οὐ γυμνοῦσιν, ἀλλ' ἐπειδὴ οὐ δι' εὐλάβειαν αὐτὸ πράττουσιν, ἀλλὰ διὰ τὸ μὴ δόξαι καταισχύνειν ἑαυτάς. Εἶτα αἰδὼς μὲν πένθους κρατεῖ, ὁ δὲ τοῦ Θεοῦ φόβος οὐ κρατεῖ; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα κατηγορίας ἄξια; Ἐχρῆν οὖν ὃ ποιοῦσιν αἱ πλουτοῦσαι διὰ τὸν πλοῦτον, τὰς πενομένας διὰ τὸν τοῦ Θεοῦ φόβον ποιεῖν. Νῦν δὲ πάντα ἀπεναντίας, κἀκεῖναι διὰ κενοδοξίαν φιλοσοφοῦσι, καὶ αὗται διὰ μικροψυχίαν ἀσχημονοῦσι. Τί ταύτης τῆς ἀνωμαλίας χεῖρον; Πάντα δι' ἀνθρώπους, πάντα διὰ τὰ ἐνταῦθα πράττομεν. Καὶ ῥήματα παραφροσύνης γέμοντα φθέγγονται καὶ πολλοῦ γέλωτος. Καὶ ὁ μὲν Κύριός φησι· Μακάριοι οἱ πενθοῦντες, τοὺς τὰ ἁμαρτήματα πενθοῦντας λέγων· καὶ οὐδεὶς ἐκεῖνο πενθεῖ τὸ πένθος, οὐδὲ φροντίζει τῆς ψυχῆς ἀπολωλυίας· τοῦτο δὲ οὐκ ἐκελεύσθημεν πράττειν, καὶ πράττομεν. Τί οὖν; φησί· καὶ ἄνθρωπον ὄντα ἔνι μὴ δακρύειν; Οὐδὲ ἐγὼ τοῦτο κωλύω, ἀλλὰ κωλύω τὸ κόπτεσθαι, τὸ ἀμέτρως τοῦτο ποιεῖν. Οὐκ εἰμὶ θηριώδης, οὐδὲ ἀπηνής· οἶδα ὅτι ἡ φύσις ἐλέγχεται, καὶ ἐπιζητεῖ τὴν συνήθειαν καὶ τὴν ὁμιλίαν τὴν καθημερινήν. Οὐκ ἔνεστι μὴ λυπεῖσθαι. Τοῦτο καὶ ὁ Χριστὸς ἔδειξεν· ἐδάκρυσε γὰρ ἐπὶ τοῦ Λαζάρου. Τοῦτο καὶ σὺ ποίησον· δάκρυσον, ἀλλ' ἠρέμα, ἀλλὰ μετὰ εὐσχημοσύνης, ἀλλὰ μετὰ τοῦ φόβου τοῦ Θεοῦ. Ἂν δακρύσῃς οὕτως, οὐχ ὡς τῇ ἀναστάσει διαπιστῶν τοῦτο ποιεῖς, ἀλλ' ὡς οὐ φέρων τὸν χωρισμόν. εʹ. Ἐπεὶ καὶ τοὺς ἀποδημοῦντας καὶ ἀναχωροῦντας δακρύομεν· ἀλλ' οὐ ποιοῦμεν τοῦτο ὡς ἀπογινώσκοντες. Οὕτω καὶ σὺ δάκρυσον, ὡς ἀποδημοῦντα προπέμπων. Ταῦτα οὐ νομοθετῶν λέγω, ἀλλὰ συγκατιών. 59.348 Εἰ μὲν γὰρ ἁμαρτωλὸς ὁ τεθνηκὼς, καὶ πολλὰ τῷ Θεῷ προσκεκρουκὼς, δεῖ δακρύειν· μᾶλλον δὲ οὐδὲ δακρύειν μόνον (τοῦτο γὰρ οὐδὲν ὄφελος ἐκείνῳ), ἀλλὰ ποιεῖν τὰ δυνάμενα τινὰ παραμυθίαν αὐτῷ περιποιῆσαι, ἐλεημοσύνας καὶ προσφοράς. Δεῖ δὲ καὶ ἐπὶ τούτῳ χαίρειν, ὅτι ἐνεκόπη τὰ τῆς κακίας αὐτῷ. Εἰ δὲ δίκαιος, ἀγάλλεσθαι πλέον ὅτι ἐν ἀσφαλείᾳ τὰ ἐκείνου κεῖται, καὶ ἀπήλλακται τῆς τοῦ μέλλοντος ἀδηλίας· ἂν μὲν νέος, ὅτι ταχέως ἀπηλλάγη τῶν ἐν τῷ μέσῳ κακῶν· ἂν δὲ πρεσβύτης, ὅτι ὃ δοκεῖ ποθεινὸν εἶναι, τοῦτο μετὰ κόρου λαβὼν ἀπῆλθε. Σὺ δὲ ταῦτα ἀφεὶς λογίζεσθαι, τὰς θεραπαινίδας κατακόπτεσθαι παρορμᾷς, ὡς δῆθεν τιμῶσα τὸν ἀπελθόντα, ὅπερ ἐσχάτης ἐστὶν ἀτιμίας. Ἡ γὰρ τιμὴ τῷ τετελευτηκότι, οὐ θρῆνοι καὶ οἰμωγαὶ, ἀλλ' ὕμνοι καὶ ψαλμῳδίαι, καὶ βίος ἄριστος. Ἐκεῖνος μὲν γὰρ ἀπελθὼν, μετ' ἀγγέλων ἀπελεύσεται, κἂν μηδεὶς παρατύχῃ τῷ λειψάνῳ· ὁ δὲ διεφθαρμένος, κἂν τὴν πόλιν ἔχῃ προπέμπουσαν, οὐδὲν καρπώσεται. Βούλει τιμῆσαι τὸν ἀπελθόντα; Ἑτέρως 261
τίμησον, ἐλεημοσύνας ποιῶν, εὐεργεσίας, λειτουργίας. Τί τὸ ὄφελος ἀπὸ τῶν πολλῶν ὀδυρμῶν; Ἐγὼ δὲ καὶ ἕτερον ἤκουσα χαλεπόν· ὅτι δὴ πολλαὶ καὶ ἐραστὰς ἐπισπῶνται διὰ τῶν θρήνων, τῇ θερμότητι τῶν κοπετῶν φιλανδρίας δόξαν ἑαυταῖς κατασκευάζουσαι. Ὢ διαβολικῆς ἐπινοίας! ὢ σατανικῆς ἐφευρέσεως! μέχρι πότε γῆ καὶ σποδὸς ἡμεῖς, μέχρι πότε αἷμα καὶ σάρκες; Ἀναβλέψωμεν εἰς τοὺς οὐρανοὺς, λάβωμεν ἔννοιαν τῶν πνευματικῶν. Πῶς Ἕλλησιν ἐπιτιμῆσαι δυνησόμεθα; πῶς παραμυθήσασθαι τοιαῦτα ποιοῦντες; πῶς αὐτοῖς περὶ ἀναστάσεως διαλεξόμεθα; πῶς περὶ τῆς ἄλλης φιλοσοφίας; πῶς αὐτοὶ βιωσόμεθα μετ' ἀδείας; οὐκ οἶδας, ὅτι ἀπὸ λύπης ἐκβαίνει θάνατος; Σκοτίζουσα γὰρ τὸ διορατικὸν τῆς ψυχῆς, οὐ μόνον οὐδὲν ἀφίησιν ἰδεῖν τῶν δεόντων, ἀλλὰ καὶ πολὺ τὸ βλάβος ἐργάζεται. Ἐκείνως μὲν οὖν καὶ τῷ Θεῷ προσκρούομεν, καὶ οὔτε ἑαυτοὺς, οὔτε τὸν ἀπελθόντα ὠφελοῦμεν· οὕτω δὲ καὶ τῷ Θεῷ εὐαρεστοῦμεν, καὶ παρὰ ἀνθρώποις εὐδοκιμοῦμεν. Ἐὰν γὰρ μὴ καταπέσωμεν καὶ αὐτοὶ, ταχέως ἀναιρεῖ τὸ λείψανον τῆς ἀθυμίας· ἐὰν δὲ ἀγανακτῶμεν, ἀφίησιν ἡμᾶς ἐκδότους τῇ λύπη γενέσθαι. Ἐὰν εὐχαριστῶμεν, οὐκ ἀθυμήσομεν. Καὶ πῶς δύναται, φησὶ, μὴ λυπεῖσθαι ὁ υἱὸν ἢ θυγατέρα ἢ γυναῖκα ἀποβαλών; Οὐ λέγω, μὴ λυπεῖσθαι, ἀλλὰ μὴ ἀμέτρως τοῦτο ποιεῖν. Ἐὰν γὰρ ἐννοήσωμεν ὅτι ὁ Θεὸς ἀφείλετο, ὅτι θνητὸν ἔσχομεν ἄνδρα καὶ υἱὸν, ταχέως ληψόμεθα παραμυθίαν. Τὸ γὰρ ἀγανακτεῖν, μεῖζόν τι τῆς φύσεως ἐπιζητούντων ἐστίν. Ἄνθρωπος ἐγεννήθης, καὶ θνητός· τί οὖν ἀλγεῖς, ὅτι τὸ κατὰ φύσιν ἐγένετο; Μὴ ἀλγεῖς ὅτι ἐσθίων τρέφῃ; μὴ ζητεῖς χωρὶς τούτου ζῇν; Οὕτω ποίει καὶ ἐπὶ τοῦ θανάτου, καὶ μὴ ζήτει τέως ἀθανασίαν θνητὸς γενόμενος. Ἅπαξ τοῦτο ὡρίσθη. Μὴ τοίνυν ἄλγει, μηδὲ κατακόπτου, ἀλλὰ στέργε τὰ κοινῇ πᾶσι νομοθετηθέντα· ἄλγει δὲ ὑπὲρ τῶν ἁμαρτημάτων. Τοῦτο γὰρ πένθος καλὸν, τοῦτο φιλοσοφία μεγίστη. Οὐκοῦν τοῦτο πενθῶμεν διηνεκῶς, ἵνα τῆς ἐκεῖ χαρᾶς ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.349 ΟΜΙΛΙΑ ΞΙʹ. Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἐν τῷ τόπῳ, ὅπου ἀπήντησεν αὐτῷ ἡ Μάρθα. Οἱ δὲ Ἰουδαῖοι οἱ ὄντες μετ' αὐτῆς, καὶ τὰ ἑξῆς. αʹ. Μέγα ἀγαθὸν φιλοσοφία· φιλοσοφίαν δὲ λέγω τὴν παρ' ἡμῖν. Τὰ γὰρ τῶν ἔξωθεν, ῥήματα καὶ μῦθοι μόνον εἰσί· καὶ οὐδὲ αὐτοὶ οἱ μῦθοι φιλόσοφόν τι ἔχοντες. Δόξης γὰρ ἕνεκεν ἅπαντα γίνονται τὰ παρ' ἐκείνοις. Μέγα τοίνυν ἀγαθὸν ἡ φιλοσοφία, καὶ τὰς ἀμοιβὰς ἐντεῦθεν ἡμῖν ἀποδίδωσιν. Ὅ τε γὰρ χρημάτων καταφρονῶν, ἐντεῦθεν ἤδη καρποῦται τὸ ὄφελος, φροντίδων ἀπαλλαττόμενος περιττῶν καὶ ἀνονήτων· ὅ τε δόξαν καταπατῶν, ἐντεῦθεν ἤδη λαμβάνει τὸν μισθὸν, οὐδενὸς δοῦλος ὢν, ἀλλὰ τὴν ὄντως ἐλευθερίαν ἐλεύθερος. Ὁ τῶν οὐρανίων ἐπιθυμῶν, ἐντεῦθεν λαμβάνει τὴν ἀντίδοσιν, οὐδὲν τὰ παρόντα εἶναι νομίζων πράγματα, καὶ λύπης ἁπάσης κρατῶν ῥᾳδίως. Ἰδοὺ γοῦν καὶ ἡ γυνὴ αὕτη φιλοσοφοῦσα τὸν μισθὸν ἐντεῦθεν ἀπέλαβε. Καὶ γὰρ πάντων παρακαθημένων πενθούσῃ καὶ κοπτομένῃ, οὐ περιέμενεν ἐλθεῖν πρὸς αὐτὴν τὸν διδάσκαλον, οὔτε τὴν ἀξίαν ἐτήρησεν, οὔτε ὑπὸ τοῦ πένθους κατεσχέθη. Καὶ γὰρ μετὰ τῆς ἄλλης ταλαιπωρίας αἱ πενθοῦσαι καὶ τοῦτο τὸ νόσημα ἔχουσι, φιλοτιμεῖσθαι ἐπὶ τῶν παρόντων βουλόμεναι. Ἀλλ' οὐδὲν τούτων αὕτη ἔπαθεν, ἀλλ' ἅμα ἤκουσε, καὶ ἔρχεται ταχὺ πρὸς αὐτόν. Ὁ δὲ Ἰησοῦς οὔπω ἐληλύθει εἰς τὴν κώμην. Σχολαιότερον γὰρ ἐβάδιζεν, ἵνα μὴ δόξῃ ἐπιῤῥίπτειν ἑαυτὸν τῷ σημείῳ, ἀλλὰ ἀξιούμενος παρ' ἐκείνων. Ἢ τοῦτο γοῦν βουλόμενος αἰνίξασθαι ὁ εὐαγγελιστὴς τὸ, Ἐγείρεται ταχὺ,
εἶπεν· ἢ δείκνυσιν ὅτι οὕτως ἔδραμεν, ὡς προφθάσαι αὐτὸν ἐρχόμενον. Ἔρχεται δὲ οὐ μόνη, ἀλλὰ καὶ τοὺς ἐν τῇ οἰκίᾳ ἐπισυρομένη Ἰουδαίους. Σφόδρα συνετῶς διὰ τοῦτο καὶ λάθρα ἐφώνησεν αὐτὴν ἡ ἀδελφὴ, ὥστε μὴ διαταράξαι τοὺς συνελθόντας· καὶ οὐδὲ τὴν αἰτίαν εἶπεν· ἦ γὰρ ἂν πολλοὶ καὶ ἀνεχώρησαν. Νῦν δὲ ὡς κλαῦσαι ἀπερχομένῃ πάντες ἠκολούθουν· τάχα δὲ καὶ διὰ τούτων πάλιν, ὅτι τέθνηκε Λάζαρος πιστοῦται. Καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ. Θερμοτέρα αὕτη τῆς ἀδελφῆς. Οὐ τὸν ὄχλον ᾐδέσθη, οὐ τὴν ὑποψίαν ἣν εἶχον περὶ αὐτοῦ· (ἦσαν γὰρ πολλοὶ καὶ τῶν ἐχθρῶν, οἵ γε καὶ ἔλεγον· Οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;) ἀλλὰ πάντα ἐξέβαλε τὰ ἀνθρώπινα, παρόντος τοῦ Διδασκάλου, καὶ ἑνὸς ἐγένετο μόνου, τῆς εἰς τὸν Διδάσκαλον τιμῆς. Καὶ τί φησι; Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου. Τί δὲ ὁ Χριστός; Οὐδὲν αὐτῇ διαλέγεται τέως, οὐδὲ λέγει ταῦτα, ἃ καὶ πρὸς τὴν ἀδελφὴν αὐτῆς (ὄχλος γὰρ παρῆν πολὺς, καὶ οὐκ ἦν τῶν ῥημάτων καιρὸς ἐκείνων)· ἀλλὰ μόνον μετριάζει τε καὶ συγκαταβαίνει, καὶ τὴν ἀνθρωπίνην φύσιν πιστούμενος δακρύει ἠρέμα, καὶ τὸ σημεῖον πρὸς τὸ παρὸν ἀναβάλλεται. Ἐπειδὴ γὰρ τὸ θαῦμα μέγα ἦν, καὶ τοσοῦτον οἷον ὀλιγάκις ἐποίησε, καὶ ἔμελλον πολλοὶ πιστεύειν δι' αὐτοῦ, ἵνα μὴ τὸ ἄνευ αὐτῶν ποιῆσαι προστῇ τοῖς ὄχλοις, καὶ μηδὲν κερδάνωσιν ὑπὸ τοῦ μεγέθους, πολλοὺς ἐπισπᾶται μάρτυρας τῇ συγκαταβάσει, ἵνα 59.350 μὴ τὴν θήραν ἀπολέσῃ, καὶ δείκνυσιν ὅπερ ἦν ἀνθρωπίνης φύσεως· δακρύει γὰρ καὶ συγχεῖται. Οἶδε γὰρ πάθος ἀναῤῥιπίζειν πένθος. Εἶτα ἐπιτιμήσας τῷ πάθει (τὸ γὰρ, Ἐνεβριμήσατο τῷ πνεύματι, τοῦτό ἐστιν) ἐπέσχε τὴν σύγχυσιν, καὶ οὕτως ἐρωτᾷ, Ποῦ τεθείκατε αὐτόν; ὥστε μὴ μετὰ ὀλοφυρμοῦ γενέσθαι τὴν ἐρώτησιν. Τί δήποτε δὲ ἐρωτᾷ; Οὐ βουλόμενος ἑαυτὸν ἐπιῤῥίπτειν, ἀλλὰ πάντα παρ' ἐκείνων μανθάνειν καὶ παρακαλούμενος ποιεῖν, ὥστε πάσης ὑποψίας ἀπαλλάξαι τὸ σημεῖον. Λέγουσιν αὐτῷ· Ἔρχου καὶ ἴδε. Ἐδάκρυσεν ὁ Ἰησοῦς. Ὁρᾷς ὅτοὐδὲν οὔπω ἀναστάσεως σημεῖον ἐπεδέδεικτο, οὐδὲ οὕτως ἄπεισιν ὡς ἀναστήσων, ἀλλ' ὡς δακρύσων; Ὅτι γὰρ οὕτως ἀπιέναι ἐδόκει, ὡς θρηνήσων, ἀλλ' οὐχ ὡς ἀναστήσων, δηλοῦσιν Ἰουδαῖοι, οἳ δὴ καὶ ἔλεγον· Ἴδε πῶς ἐφίλει αὐτόν. Τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Οὐκ ἠδύνατο οὗτος ὁ ποιήσας ἀνοιγῆναι τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; Οὐδὲ ἐν ταῖς συμφοραῖς τῆς πονηρίας καθυφίεσαν. Καίτοι ὃ μέλλει ποιεῖν, πολὺ θαυμαστότερον. Τοῦ γὰρ στῆσαι τὸν θάνατον ἐπιόντα, παραγενόμενον καὶ κρατήσαντα ἀπελάσαι, πολλῷ μεῖζόν ἐστιν. Ἐξ ὧν οὖν ἔδει θαυμάζειν αὐτοῦ τὴν δύναμιν, ἐκ τούτων αὐτὸν διαβάλλουσι. Τέως ὁμολογοῦσιν ὅτι ἀνέῳξε τοῦ τυφλοῦ τοὺς ὀφθαλμούς· καὶ δέον ὑπὲρ ἐκείνου θαυμάζειν, ἀπὸ τούτου καὶ ἐκεῖνο ἐνδιαβάλλουσιν ὡς οὐδὲ γεγονός. Οὐκ ἐντεῦθεν δὲ μόνον δείκνυνται πάντες διεφθαρμένοι· ἀλλὰ καὶ ἐκ τοῦ μήπω ἐλθόντος, μηδὲ ἐπιδειξαμένου, προλαμβάνειν αὐτοὺς ταῖς κατηγορίαις, οὐκ ἀναμείναντας τοῦ πράγματος τὸ τέλος. Εἶδες πῶς διεφθαρμένη αὐτῶν ἡ κρίσις ἦν; βʹ. Ἔρχεται τοίνυν εἰς τὸ μνῆμα, καὶ πάλιν ἐπιτιμᾷ τῷ πάθει. Τί δήποτε δὲ περισπουδάστως ὁ εὐαγγελιστὴς ἄνω καὶ κάτω φησὶν, ὅτι ἐδάκρυσε, καὶ ὅτι ἐνεβρίμησεν; Ἵνα μάθῃς ὅτι ἀληθῶς τὴν φύσιν τὴν ἡμετέραν περιεβάλετο. Ἐπειδὴ γὰρ μεγάλα περὶ αὐτοῦ δῆλός ἐστι λέγων τῶν ἄλλων μᾶλλον οὗτος, καὶ ἐν τοῖς σωματικοῖς πολὺ ταπεινότερον ἐνταῦθα φθέγγεται. Οὐδὲν γοῦν περὶ τοῦ θανάτου τοιοῦτον εἶπεν, οἷον οἱ λοιποὶ, ὅτι περίλυπος γέγονεν, ὅτι ἐναγώνιος· ἀλλὰ πᾶν τοὐναντίον, ὅτι καὶ ὑπτίους ἔῤῥιψε. Τὸ γοῦν ἐλλειφθὲν ἐκεῖ ἀνεπλήρωσεν ἐνταῦθα διὰ τοῦ πένθους. Περὶ γὰρ τοῦ θανάτου διαλεγόμενος, λέγει· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· καὶ οὐδὲν ταπεινὸν ἐκεῖ φθέγγεται. Διὰ τοῦτο δὲ καὶ ἐν τῷ πάθει πολὺ τὸ ἀνθρώπινον αὐτῷ προσάπτουσιν, ἀπὸ τούτου δηλοῦντες ὅτι ἀλήθεια τὰ τῆς οἰκονομίας. Καὶ ὁ μὲν Ματθαῖος ἀπὸ τῆς ἀγωνίας καὶ τοῦ θορύβου καὶ ἀπὸ τοῦ ἱδρῶτος· οὗτος δὲ ἀπὸ τοῦ πένθους πιστοῦται. Οὐκ ἂν δὲ, εἰ μὴ 263
τῆς φύσεως ἦν τῆς ἡμετέρας, ὑπὸ τοῦ πένθους ἐκρατήθη καὶ ἅπαξ καὶ δεύτερον. Τί δὲ ὁ Ἰησοῦς; Τῶν μὲν ἐγκλημάτων ἕνεκεν οὐδὲν αὐτοῖς ἀπολογεῖται· τί γὰρ ἔδει διὰ ῥημάτων ἐπιστομίζειν μέλλοντας αὐτίκα διὰ τῶν ἔργων τοῦτο πάσχειν, ὅπερ ἀνεπαχθέστερον ἦν, καὶ μᾶλλον καταισχῦναι αὐτοὺς ἱκανόν· Φησὶ δὲ, Ἄρατε τὸν λίθον. Τί δήποτε δὲ οὐχὶ ἀπὼν ἐκάλεσε καὶ παρέστησεν αὐτόν; μᾶλλον δὲ διατί οὐχὶ τοῦ λίθου ἐπικειμένου ἐποίησεν ἀναστῆναι; Καὶ γὰρ ὁ δυνάμενος σῶμα 59.351 κινῆσαι νεκρὸν τῇ φωνῇ, καὶ ἐψυχωμένον πάλιν δεῖξαι, πολλῷ μᾶλλον λίθον κινῆσαι ἴσχυσεν ἂν τῇ αὐτῇ φωνῇ· ὁ τὸν δεδεμένον κειρίαις καὶ ταύταις συμπεποδισμένον διὰ τῆς φωνῆς βαδίζειν παρασκευάσας, πολλῷ μᾶλλον λίθον ἐκίνησεν ἄν. Τί λέγω; Καὶ ἀπὼν τοῦτο ἔπραξεν ἄν. Τί δήποτε οὖν οὐκ ἐποίησεν; Ἵνα αὐτοὺς μάρτυρας ποιήσῃ τοῦ θαύματος· ἵνα μὴ τοῦτο λέγωσιν, ὃ καὶ ἐπὶ τοῦ τυφλοῦ, ὅτι Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Αἱ γὰρ χεῖρες, καὶ τὸ παραγενέσθαι εἰς τὸ μνημεῖον, ἐμαρτύρουν ὅτι αὐτός ἐστιν. Ὥστε εἰ μὴ παρεγένοντο, καὶ φάντασμα ἂν ἐνόμισαν, ἢ ἕτερον ἀνθ' ἑτέρου ὁρᾷν. Νῦν δὲ τὸ παραγενέσθαι εἰς τὸν τόπον, καὶ τὸν λίθον ἆραι, καὶ τὸ ἐσπαργανωμένον τὸν τεθνηκότα ἐπιτραπῆναι λῦσαι τῶν δεσμῶν, καὶ τὸ τοὺς φίλους τοὺς ἐξενεγκόντας τοῦ τάφου, ὡς αὐτός ἐστιν, ἀπὸ τῶν σπαργάνων ἐπιγινώσκειν, καὶ τὸ τὰς ἀδελφὰς μὴ ἀπολειφθῆναι, καὶ τὸ ταύτην εἰπεῖν· Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι· πάντα ἤδη ταῦτα ἱκανὰ ἐπιστομίσαι ἀγνωμονοῦντας μάρτυρας γενομένους τοῦ σημείου. Διὰ τοῦτο αὐτοὺς κελεύει τὸν λίθον ἆραι ἀπὸ τοῦ τάφου, δεικνὺς ὅτι αὐτὸν ἐγείρει· διὰ τοῦτο καὶ ἐρωτᾷ· Ποῦ τεθείκατε αὐτόν; ἵνα οἱ εἰπόντες, Ἔρχου καὶ ἴδε, καὶ ἀγαγόντες αὐτὸν, μὴ ἔχωσι λέγειν ὅτι ἕτερον ἤγειρεν· ἵνα καὶ ἡ φωνὴ, καὶ αἱ χεῖρες μαρτυρῶσιν (ἡ μὲν φωνὴ, λέγουσα, Ἔρχου καὶ ἴδε· αἱ δὲ χεῖρες, τὸν λίθον ἄρασαι, τὰ σπάργανα λύσασαι)· καὶ ἡ ὄψις καὶ ἡ ἀκοή (ἐκείνη, τῆς φωνῆς ἀκούσασα· αὕτη, ἰδοῦσα ἐξελθόντα)· καὶ ἡ ὄσφρησις δὲ, τῆς δυσωδίας ἀντιλαμβανομένη· φησὶ γάρ· Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν. Εἰκότως ἄρα ἔλεγον, ὅτι οὐδὲν οὐ συνίει τὸ γύναιον ὧν εἶπεν ὁ Χριστὸς, ὅτι Κἂν ἀποθάνῃ, ζήσεται. Ὅρα γοῦν ἐνταῦθα τί φησιν, ὡς ἀδυνάτου τοῦ πράγματος ὄντος λοιπὸν διὰ χρόνον. Καὶ γὰρ ἦν ξένον, τὸ τεταρταῖον καὶ διεφθορότα ἀναστῆσαι νεκρόν. Καὶ τοῖς μὲν μαθηταῖς εἶπεν· Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ, περὶ ἑαυτοῦ δηλῶν· τῇ γυναικὶ δὲ, Ὄψει τὴν δόξαν τοῦ Θεοῦ, περὶ τοῦ Πατρὸς λέγων. Ὁρᾷς ὅτι ἡ ἀσθένεια τῶν ἀκουόντων, τῆς διαφορᾶς τῶν λεγομένων αἰτία ἐστίν; Ἀναμιμνήσκει δὲ ὧν διελέχθη πρὸς αὐτὴν, σχεδὸν ἐπιτιμῶν ὡς ἂν ἀμνημονούσῃ. Ἢ καὶ ἐπεὶ οὐκ ἠβούλετο τέως ἐκπλῆξαι τοὺς παρόντας, ἠρέμα φησίν· Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; γʹ. Μέγα ἄρα πίστις ἀγαθὸν, μέγα, καὶ πολλῶν ἀγαθῶν αἴτιον· ὥστε τὰ τοῦ Θεοῦ δύνασθαι τοὺς ἀνθρώπους ποιεῖν ἐν τῷ ὀνόματι τῷ ἐκείνου. Ἐὰν γὰρ πιστεύσητε, φησὶν, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται· καὶ πάλιν, Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Ποῖα, φησὶ, μείζονα; Ἃ οἱ μαθηταὶ φαίνονται μετὰ ταῦτα ποιοῦντες. Καὶ γὰρ ἡ σκιὰ Πέτρου νεκρὸν ἤγειρεν. Οὕτως ἐκηρύττετο καὶ ἡ τοῦ Χριστοῦ μᾶλλον δύναμις. Καὶ γὰρ οὐχ οὕτω θαυμαστὸν ζῶντα αὐτὸν θαυματουργεῖν, ὡς θανόντος αὐτοῦ ἑτέρους ἐν τῷ ὀνόματι ἐκείνου μείζονα αὐτοῦ δυνηθῆναι. Ἀναμφισβήτητος γὰρ ἦν τοῦτο τῆς ἀναστάσεως ἀπόδειξις· οὐκ ἂν, οὐδὲ εἰ πᾶσιν ὤφθη, οὕ 59.352 τως ἐπιστεύθη. Ἐκεῖνοι μὲν γὰρ εἶχον ἂν καὶ εἰπεῖν, ὅτι φάντασμα ἦν· ὁ δὲ ὁρῶν ἀπὸ τοῦ ὀνόματος αὐτοῦ μόνου πολλῷ μείζονα γινόμενα σημεῖα, ἢ ὅτε αὐτὸς συνανεστρέφετο μετὰ ἀνθρώπων, οὐκ ἂν ἠπίστησεν, εἰ μὴ σφόδρα ἀναίσθητος ἦν. Μέγα τοίνυν ἀγαθὸν πίστις, ὅταν ἀπὸ θερμῆς γίνηται διανοίας, ἀπὸ φίλτρου πολλοῦ καὶ ζεούσης ψυχῆς. Αὕτη φιλοσόφους ἡμᾶς δείκνυσιν, αὕτη τὴν εὐτέλειαν τὴν ἀνθρωπίνην ἀποκρύπτει, καὶ τοὺς λογισμοὺς ἀφεῖσα κάτω, περὶ τῶν ἐν οὐρανοῖς φιλοσοφεῖ πραγμάτων· μᾶλλον δὲ, ὅπερ ἡ τῶν ἀνθρώπων σοφία εὑρεῖν οὐ δύναται, ἐκ περιουσίας τοῦτο 264
αὕτη καταλαμβάνει καὶ κατορθοῖ. Ἐχώμεθα τοίνυν ταύτης, καὶ μὴ λογισμοῖς τὰ καθ' ἑαυτοὺς ἐπιτρέπωμεν. Διατί γὰρ Ἕλληνες, εἰπέ μοι, οὐδὲν εὑρεῖν ἠδυνήθησαν; οὐχὶ σοφίαν πᾶσαν τὴν ἔξωθεν ἔγνωσαν; πόθεν οὖν ἁλιέων καὶ σκηνοποιῶν καὶ τῶν ἀσυνέτων περιγενέσθαι οὐκ ἴσχυσαν; ἆρ' οὐχ ὅτι ἐκεῖνοι μὲν λογισμοῖς, οὗτοι δὲ πίστει τὸ πᾶν ἐπέτρεψαν; Διὰ τοῦτο Πλάτωνος καὶ Πυθαγόρου, καὶ πάντων ἁπλῶς τῶν πλανηθέντων οὗτοι περιεγένοντο· καὶ τοὺς ἀστρολογίᾳ, καὶ μαθηματικῇ, καὶ γεωμετρίᾳ, καὶ ἀριθμητικῇ κατατριβέντας, καὶ πᾶσαν παίδευσιν ἐκμαθόντας ὑπερέβησαν, καὶ τοσοῦτον ἐγένοντο βελτίους, ὅσον οἱ ἀληθῶς φιλόσοφοι καὶ ὄντως τῶν φύσει μωρῶν καὶ παραπαιόντων. Ὅρα γάρ· Ἀθάνατον εἶπον τὴν ψυχὴν οὗτοι· μᾶλλον δὲ οὐκ εἶπαν μόνον, ἀλλὰ καὶ ἔπεισαν. Ἐκεῖνοι δὲ πρότερον μὲν οὐδὲ ᾔδεσαν ὅ τί ποτέ ἐστι ψυχή· ἐπειδὴ δὲ εὗρον, καὶ διέστησαν ἀπὸ τοῦ σώματος αὐτὴν, πάλιν τὸ αὐτὸ ἔπαθον, οἱ μὲν ἀσώματον εἰπόντες εἶναι αὐτὴν, οἱ δὲ σῶμα, καὶ αὐτῷ τῷ σώματι συνδιαλύεσθαι. Περὶ οὐρανοῦ πάλιν οἱ μὲν εἶπον, ὅτι ἔμψυχος καὶ θεός· οἱ δὲ ἁλιεῖς, ὅτι ἔργον Θεοῦ καὶ τέχνημα, καὶ ἐδίδαξαν καὶ ἔπεισαν. Ἀλλὰ τὸ μὲν Ἕλληνας λογισμοῖς κεχρῆσθαι θαυμαστὸν οὐδέν· τὸ δὲ τοὺς δοκοῦντας εἶναι πιστοὺς, τούτους εὑρίσκεσθαι ψυχικοὺς, τοῦτό ἐστι τὸ θρήνων ἄξιον. Διὰ τοῦτο καὶ οὗτοι ἐπλανήθησαν, ὅτι οἱ μὲν οὕτως ἔλεγον εἰδέναι Θεὸν ὡς αὐτὸς ἑαυτὸν οἶδεν, ὅπερ οὐδεὶς οὐδὲ ἐκείνων ἐτόλμησεν εἰπεῖν· οἱ δὲ ἔλεγον μὴ δύνασθαι τὸν Θεὸν ἀπαθῶς γεννᾷν, μηδὲ συγχωροῦντες αὐτῷ πλέον τι τῶν ἀνθρώπων ἔχειν· οἱ δὲ λέγοντες ὅτι οὔτε δὴ βίος ὀρθὸς οὐδὲν ὠφελεῖ, οὔτε πολιτεία ἀκριβής. Ἀλλ' οὐ καιρὸς ταῦτα ἐλέγχειν νῦν. δʹ. Ὅτι μὲν γὰρ οὐδὲν ὠφελεῖ πίστις ὀρθὴ, βίου ὄντος διεφθαρμένου, καὶ ὁ Χριστὸς καὶ ὁ Παῦλος δηλοῦσι, τὸ πλεῖον τούτου τοῦ μέρους φροντίσαντες· ὁ μὲν Χριστὸς, ὅταν διδάσκῃ· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Οἱ γὰρ μὴ προσέχοντες ἑαυτοῖς, εὐκόλως εἰς πονηρίαν ἐξολισθαίνουσι, κἂν πίστιν ἔχωσιν ὀρθήν. Ὁ δὲ Παῦλος, ὅταν Ἑβραίοις ἐπιστέλλων οὕτω λέγῃ καὶ παραινῇ· Εἰρήνην μετὰ πάντων διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· ἁγιασμὸν καλῶν τὴν σω 59.353 φροσύνην, ὥστε ἕκαστον ἀρκεῖσθαι τῇ ἰδίᾳ γυναικὶ χρὴ, καὶ μὴ περιπίπτειν ἑτέρᾳ. Τὸν γὰρ μὴ ἀρκούμενον, ἀμήχανον σωθῆναι· ἀλλ' ἀνάγκη πάντως ἀπολέσθαι, κἂν μυρία ἔχῃ κατορθώματα. Μετὰ γὰρ πορνείας ἀδύνατον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· μᾶλλον δὲ οὐ πορνεία τοῦτο λοιπὸν, ἀλλὰ μοιχεία. Ὥσπερ γὰρ ἡ δεδεμένη ἀνδρὶ, ἂν ἑτέρῳ συνέλθῃ, λοιπὸν μεμοίχευται· οὕτως ὁ δεδεμένος γυναικὶ, ἂν ἑτέραν ἔχῃ, ἐμοίχευσεν. Ὁ δὲ τοιοῦτος οὐ κληρονομήσει βασιλείαν, ἀλλ' εἰς γέενναν ἐμπεσεῖται. Ἄκουσον ἃ περὶ τούτωνφησίν ὁ Χριστός· Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Οὐδεμίαν γὰρ ἔχει συγγνώμην ὁ μετὰ γυναῖκα καὶ παραμυθίαν τοσαύτην ἐξυβρίζων εἰς ἑτέραν· τοῦτο γὰρ ἀκρασία λοιπόν. Εἰ δὲ καὶ αὐτῆς ἀπέχονται οἱ πολλοὶ, ὅταν νηστείας καιρὸς ᾖ, ὅταν προσευχῆς· ὁ μηδὲ ταύτῃ ἀρκούμενος, ἀλλὰ καὶ ἑτέρᾳ μιγνύμενος, πόσον οὗτος σωρεύει πῦρ ἑαυτῷ; Εἰ τὸν ἀπολύσαντα τὴν ἑαυτοῦ καὶ ἐκβαλόντα, ἑτέρᾳ μίγνυσθαι οὐκ ἔνι· μοιχεία γὰρ τοῦτό ἐστιν· ὁ ἔνδον αὐτῆς ἑτέραν ἐπεισάγων, πόσον ἐργάζεται κακόν; Μηδεὶς τοίνυν τοῦτο τὸ νόσημα συγχωρείτω μένειν ἐν τῇ ψυχῇ, ἀλλὰ πρόῤῥιζον ἀνασπάτω. Οὐχ οὕτως ἀδικεῖ τὴν γυναῖκα, ὡς ἑαυτόν. Οὕτω γὰρ τὸ ἁμάρτημα τοῦτο χαλεπὸν καὶ ἀσύγγνωστον, ὅτι, ἂν μὲν εἰδωλολάτρου χωρισθῇ, μὴ βουλομένου ἐκείνου, κολάζει τὴν γυναῖκα ὁ Θεός· πόρνου δὲ ἐὰν χωρισθῇ, οὐκέτι Ὁρᾷς ὅσον ἐστὶ τοῦτο κακόν; Ἐὰν γάρ τις, φησὶ, πιστὴ ἄνδρα ἔχῃ ἄπιστον, καὶ αὐτὸς εὐδοκῇ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν. Περὶ δὲ πόρνης οὐχ οὕτως· ἀλλὰ τί; Ἐάν τις ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς 265
λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. Εἰ γὰρ ἡ συνουσία σῶμα ἓν ποιεῖ, τὸν συγγινόμενον πόρνῃ ἀνάγκη ἓν σῶμα γίνεσθαι. Πῶς οὖν δέξεται ἡ κοσμία τοῦτον, Χριστοῦ μέλος οὖσα; ἢ πῶς ἑαυτῇ συνάψει τὸ μέλος τῆς πόρνης; Καὶ ὅρα τὴν ὑπερβολήν· Ἡ μὲν τῷ ἀπίστῳ συνοικοῦσα, οὐκ ἔστιν ἀκάθαρτος (Ἡγίασται γὰρ, φησὶν ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί)· ἐπὶ δὲ τῆς πόρνης οὐχ οὕτως· ἀλλὰ τί; Ἄρας οὖν 59.354 τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω μέλη πόρνης; Ἐκεῖ μὲν γὰρ ὁ ἁγιασμὸς μένει κἀκείνου συνοικοῦντος, καὶ οὐκ ἐξίσταται· ἐνταῦθα δὲ ἀναχωρεῖ. Δεινὸν γὰρ ἡ πορνεία, δεινὸν, καὶ ἀθάνατον προξενοῦσα κόλασιν. Καὶ ἐνταῦθα δὲ μυρία ἐπισπᾶται κακά. Βίον γὰρ ταλαίπωρον καὶ μοχθηρὸν ἀναγκάζεται ζῇν ὁ τοιοῦτος, καὶ τῶν κολαζομένων οὐδὲν ἄμεινον διάκειται, εἰς τὴν ἀλλοτρίαν οἰκίαν ὑπεισιὼν μετὰ δέους καὶ τρόμου πολλοῦ, καὶ πάντας ὁμοῦ ὑποπτεύων, καὶ οἰκέτας, καὶ ἐλευθέρους. Διὸ, παρακαλῶ, σπουδάσατε ἀπηλλάχθαι τοῦ νοσήματος τούτου. Εἰ δὲ μὴ πείθεσθε, τῶν προθύρων μὴ ἐπιβαίνετε τῶν ἱερῶν. Καὶ γὰρ τὰ ψώρας ἐμπεπλησμένα πρόβατα, καὶ νόσου γέμοντα, οὐ δεῖ μετὰ τῶν ὑγιαινόντων ἀγελάζεσθαι, ἀλλ' ἀπελαύνειν τῆς ποίμνης, ἕως ἂν τὴν νόσον ἀποθῶνται. Μέλη γὰρ Χριστοῦ γεγόναμεν· μὴ δὴ μέλη πόρνης γενώμεθα. Οὐκ ἔστι τὰ ἐνταῦθα πορνεῖον, ἀλλ' ἐκκλησία. Τὰ δὲ μέλη τῆς πόρνης ἂν ἔχῃς, μὴ στῇς ἐν ἐκκλησίᾳ, ἵνα μὴ ἐξυβρίσῃς τὸν τόπον. Εἰ γὰρ μὴ γέεννα ἦν, εἰ γὰρ μὴ κόλασις ἦν, μετὰ τὰς συνθήκας ἐκείνας καὶ τὰς γαμηλίους λαμπάδας, μετὰ τὴν εὐνὴν τὴν δικαίαν, μετὰ τὴν παιδοποιίαν, μετὰ τὴν κοινωνίαν, πῶς ἀνέξῃ προσκολλᾶσθαι ἑτέρᾳ; πῶς οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς; Οὐκ οἶδας ὅτι οἱ μετὰ τὴν τελευτὴν τῆς ἑαυτῶν ἑτέραν ἐπεισαγόμενοι, παρὰ πολλῶν καταγινώσκονται, καίτοι οὐ κόλασιν ἔχει τὸ πρᾶγμα; Σὺ δὲ καὶ ζώσης ἑτέραν ἐπεισάγεις. Καὶ πόσης οὐχὶ ταῦτα λαγνείας, Μάθε τί περὶ τῶν τοιούτων εἴρηται· Ὁ σκώληξ, φησὶν, αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Φρίξον τὴν ἀπειλὴν, φοβήθητι τὴν κόλασιν. Οὐκ ἔστιν ἐνταῦθα τοσαύτη ἡ ἡδονὴ, ὅση ἐκεῖ τιμωρία. Ἀλλὰ μὴ γένοιτό τινα ὑπεύθυνον γενέσθαι τῆς κολάσεως ἐκείνης· ἀλλὰ τὴν ἁγιωσύνην ἀσκοῦντας ἰδεῖν τὸν Χριστὸν, καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.353 ΟΜΙΛΙΑ ΞΔʹ. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, καὶ τὰ ἑξῆς. αʹ. Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι ὁ Χριστὸς οὐχ οὕτω πρὸς τὴν ἀξίαν ὁρᾷ τὴν ἑαυτοῦ, ὡς πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν· οὐδ' ὅπως τι μέγα φθέγξηται, ἀλλ' ὅπως δυνάμενον ἡμᾶς ἐπισπάσασθαι. Διὰ τοῦτο τὰ μὲν ὑψηλὰ καὶ μεγάλα, ὀλίγα, καὶ αὐτὰ δὲ κεκρυμμένα· τὰ δὲ ταπεινὰ καὶ εὐτελῆ, πολλὰ περιῤῥεῖ τοῖς αὐτοῦ λόγοις. Ἐπειδὴ γὰρ τούτοις ἐνήγοντο μᾶλλον, τούτοις καὶ ἐνδιατρίβει, καὶ οὔτε αὐτὰ διόλου φθέγγεται, ὥστε μὴ τοὺς μετὰ ταῦτα βλαβῆναι, οὔτε αὐτὰ ἀποσιωπᾷ, ὥστε μὴ τοὺς τότε σκανδαλισθῆναι. Οἱ μὲν γὰρ τῆς ταπεινότητος ἐξελθόντες, καὶ ἐξ ἑνὸς ὑψηλοῦ δόγματος τὸ πᾶν δυνήσονται κατιδεῖν· οἱ δὲ ἀεὶ ταπεινοὶ ὄντες, εἰ μὴ πολλάκις ταῦτα ἤκουον οὐδ' ἂν ὅλως προσῆλθον. Ἀμέλει γοῦν οὐδὲ μετὰ τοσαῦτα μένουσιν, ἀλλὰ καὶ λιθάζουσι καὶ διώκουσι, καὶ ἀναιρεῖν ἐπιχειροῦσι, καὶ βλάσφημον ἀποκαλοῦσι· καὶ ὅταν μὲν ἴσον ἑαυ 59.354 τὸν ποιῇ τῷ Θεῷ, οὕτω λέγουσιν· Οὗτος βλασφημεῖ· ὅταν δὲ εἴπῃ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἔτι καὶ δαιμονῶντα καλοῦσιν· ὥσπερ καὶ ὅταν θανάτου κρείττονα εἶναι τὸν ἀκούοντα αὐτοῦ τῶν ῥημάτων, ἢ καὶ ὅταν λέγῃ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,
ἐγκαταλιμπάνουσιν αὐτόν· καὶ σκανδαλίζονται πάλιν, ὅταν λέγῃ ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι. Εἰ γοῦν ταῦτα οὐκ ἔφερον σπανιάκις λεγόμενα, σχολῇ γ' ἂν, εἰ διὰ πάντων ὑψηλὸς ἦν ὁ λόγος καὶ οὕτως ὑφαίνετο, προσέσχον ἂν αὐτῷ. Ὅταν γοῦν λέγῃ, Καθὼς ἐνετείλατό μοι ὁ Πατὴρ, οὕτω λαλῶ· καὶ, ὅτι Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, τότε πιστεύουσι. Καὶ ὅτι τότε, δῆλον ἀπὸ τοῦ τὸν εὐαγγελιστὴν τοῦτο ἐπισημήνασθαι καὶ εἰπεῖν, ὅτι Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Εἰ τοίνυν τὸ μὲν ταπεινὰ φθέγγεσθαι πρὸς πίστιν ἐφεῖλκε, τὸ δὲ ὑψηλὰ, ἀπεσόβει, πῶς οὐκ ἐσχάτης ἀνοίας μὴ λογίζεσθαι τῶν ταπεινῶν τὴν αἰτίαν πᾶσαν ὅτι διὰ τοὺς ἀκροατὰς εἴρηται; Ἐπεὶ καὶ ἀλλαχοῦ μέγα τι εἰπεῖν βουληθεὶς, ἐσίγησε, τὴν αἰτίαν ταύτην προσθεὶς καὶ εἰπών· Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, βάλε 59.355 ἄγκιστρον εἰς τὴν θάλασσαν· ὃ δὴ ποιεῖ καὶ ἐνταῦθα. Μετὰ γὰρ τὸ εἰπεῖν· Ἐγὼ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἐπήγαγεν· Ἀλλὰ διὰ τὸν ὄχλον [τὸν] περιεστῶτα εἶπον, ἵνα πιστεύσωσι. Μὴ ἡμέτερα τὰ ῥήματα; μὴ στοχασμὸς ἀνθρώπινος; Ὅταν οὖν τις ἀπὸ τῶν γεγραμμένων μὴ ἀνέχηται πείθεσθαι, ὅτι ἐσκανδαλίζοντο ἐπὶ τοῖς ὑψηλοῖς, ἀκούων τοῦ Χριστοῦ λέγοντος διὰ τοῦτο ταπεινὰ φθέγγεσθαι, ἵνα μὴ σκανδαλισθῶσι, πῶς λοιπὸν τῆς φύσεως εἶναι τὰ εὐτελῆ ὑποπτεύσει ῥήματα, ἀλλὰ μὴ συγκαταβάσεως; Οὕτω καὶ ἀλλαχοῦ, φωνῆς ἐνεχθείσης ἄνωθεν, ἔλεγεν· Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. Καίτοι τῷ μὲν ὑψηλῷ ἔξεστι πολλὰ περὶ ἑαυτοῦ λέγειν ταπεινά· τῷ δὲ ταπεινῷ οὐ θέμις περὶ ἑαυτοῦ μέγα τι καὶ ὑψηλὸν φθέγξασθαι. Ἐκεῖνο μὲν γὰρ ἀπὸ συγκαταβάσεως γίνεται, καὶ τὴν τῶν διδασκομένων ἀσθένειαν αἰτίαν ἔχει· μᾶλλον δὲ τὸ ἐνάγειν εἰς ταπεινοφροσύνην ὁρᾷν, καὶ τὸ σάρκα περικεῖσθαι, καὶ τὸ παιδεύειν τοὺς ἀκούοντας μηδὲν περὶ ἑαυτῶν μέγα λαλεῖν, καὶ τὸ νομίζεσθαι ἀντίθεον, καὶ τὸ ἀπιστεῖσθαι ἥκειν παρὰ τοῦ Θεοῦ, καὶ τὸ ὑποπτεύεσθαι λύειν τὸν νόμον, καὶ τὸ βασκαίνειν τοὺς ἀκούοντας, καὶ πρὸς αὐτὸν ἀπεχθῶς διακεῖσθαι· διότι ἔλεγεν ἑαυτὸν ἴσον τῷ Θεῷ· τὸ δὲ ταπεινὸν ὄντα τινὰ, ὑψηλόν τι περὶ ἑαυτοῦ λέγειν, οὐδεμίαν ἔχει αἰτίαν οὔτε εὔλογον οὔτε ἄλογον· ἀλλ' ἢ ἀπόνοια ἂν εἴη μόνον καὶ ἀναίδεια, καὶ τόλμα ἀσύγγνωστος. Τίνος οὖν ἕνεκεν ταπεινὰ φθέγγεται, τῆς ἀποῤῥήτου καὶ μεγάλης οὐσίας ἐκείνης ὤν; Τῶν τε εἰρημένων ἕνεκεν, καὶ ὥστε μὴ νομισθῆναι ἀγέννητος. Καὶ γὰρ Παῦλος τοιοῦτόν τι φαίνεται φοβηθείς. Διὸ καὶ ἔλεγε· Χωρὶς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ἀσεβὲς γὰρ τοῦτο καὶ λογίσασθαι. Εἴ γε ἐλάττων τοῦ γεγεννηκότος ὢν καὶ ἑτέρας οὐσίας, ἴσος ἐνομίζετο, οὐκ ἂν οὖν πάντα ἐποίησεν, ὥστε μὴ νομισθῆναι τοῦτο; Νῦν δὲ αὐτὸς τοὐναντίον ποιεῖ, λέγων· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ πέμψαντός με, μὴ πιστεύετέ μοι. Καὶ τὸ λέγειν δὲ, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, τὴν ἰσότητα ἡμῖν αἰνίττεται. Ἐχρῆν δὲ μετὰ πολλῆς αὐτὸ σφοδρότητος καθελεῖν, εἴ γε καταδεέστερος ἦν, καὶ μηδαμοῦ ὅλως εἰπεῖν, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ἢ, ὅτι Ἕν ἐσμεν, ἢ, ὅτι Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Καὶ γὰρ περὶ δυνάμεως ὅτε λόγος ἦν αὐτῷ, ἔλεγεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ περὶ ἐξουσίας ὅτε λόγος ἦν, πάλιν ἔλεγεν· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· ὅπερ οὐ δυνατὸν ἦν ἑτέρας ὄντα οὐσίας ποιεῖν. Εἰ δὲ καὶ δυνατὸν ἦν, οὐκ ἐχρῆν τοῦτο εἰπεῖν, ἵνα μὴ ὑποπτεύσωσι μίαν καὶ τὴν αὐτὴν οὐσίαν εἶναι. Εἰ γὰρ ἵνα μὴ ὑποπτεύσωσι ὅτι ἀντίθεός ἐστι, καὶ τὰ μὴ προσήκοντα αὐτῷ φθέγγεται πολλάκις, πολλῷ μᾶλλον ἔδει τότε. Νῦν δὲ τὸ λέγειν, Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· καὶ τὸ λέγειν, Τὰ ἔργα ἃ ἐκεῖνος ἐργάζεται, κἀγὼ ὁμοίως ποιῶ· καὶ τὸ λέγειν ἑαυτὸν ἀνάστασιν εἶναι καὶ ζωὴν, καὶ φῶς τοῦ κόσμου, ἐξισοῦντός ἐστι τῷ γεγεννηκότι ἑαυτὸν, καὶ τὴν ὑποψίαν ἱστῶντος, ἣν εἶχον ἐκεῖνοι. Εἶδες πῶς ὅτι μὲν τὸν νόμον οὐ λύει, τοσαῦτα λέγει 59.356 καὶ ἀπολογεῖται· τὴν δὲ δόξαν τῆς ἰσότητος τῆς πρὸς τὸν Πατέρα οὐ μόνον οὐ καθαιρεῖ, ἀλλὰ καὶ ἵστησιν; Οὕτω καὶ εἰπόντων, ὅτι Βλασφημεῖς, ὅτι ποιεῖς σεαυτὸν Θεὸν, ἀπὸ τῆς τῶν ἔργων ἰσότητος 267
αὐτὸ ἔστησε. βʹ. Καὶ τί λέγω ὅτι ὁ Υἱὸς τοῦτο ἐποίησεν, ὅπου γε καὶ ὁ Πατὴρ ὁ μὴ σάρκα λαβὼν τὸ αὐτὸ τοῦτο ποιεῖ. Καὶ γὰρ καὶ αὐτὸς ἠνέσχετο πολλὰ περὶ αὐτοῦ ταπεινὰ λεχθῆναι διὰ τὴν σωτηρίαν τῶν ἀκουόντων. Τὸ γὰρ, Ἀδὰμ, ποῦ εἶ; καὶ τὸ, Ἵνα γνῶ, εἰ ἄρακατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· καὶ τὸ, Νῦν ἔγνων ὅτι φοβῇ τὸν Θεὸν σύ· καὶ τὸ, Ἐὰν ἄρα ἀκούσωσι· καὶ τὸ, Ἐὰν ἄρα συνῶσι· καὶ, Τίς δώσει τὴν καρδίαν τοῦ λαοῦ τούτου οὕτως εἶναι; καὶ τὸ λέγεσθαι, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· καὶ πολλὰ ἕτερα τοιαῦτα ἐν τῇ Παλαιᾷ εἴ τις ἐκλέγοι, ἀνάξια τῆς τοῦ Θεοῦ ἀξίας ὄντα εὑρήσει. Καὶ ἐπὶ τοῦ Ἀχαὰβ δὲ εἴρηται· Τίς ἀπατήσει μοι τὸν Ἀχαάβ; Καὶ τὸ ἀεὶ τῶν Ἑλληνικῶν θεῶν κατὰ σύγκρισιν ἑαυτὸν προτιθέναι, πάντα ἀνάξια τοῦ Θεοῦ· ἀλλ' ἑτέρως ἄξια γίνεται. Καὶ γὰρ οὕτω φιλάνθρωπός ἐστιν, ὡς διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ τῶν τῇ ἀξίᾳ αὐτοῦ πρεπόντων ῥημάτων ὑπεριδεῖν. Καὶ γὰρ καὶ αὐτὸ τὸ ἄνθρωπον γενέσθαι, ἀνάξιον, καὶ τὸ δούλου μορφὴν λαβεῖν, καὶ ταπεινὰ φθέγγεσθαι ῥήματα, καὶ ταπεινὰ περιβεβλῆσθαι, ἀνάξιον μὲν, εἴ τις πρὸς τὴν ἀξίαν ἐκείνην ἴδοι· ἄξιον δὲ, εἴ τις τὸν ἄφατον τῆς αὐτοῦ φιλανθρωπίας πλοῦτον λογίσαιτο. Ἔστι δὲ καὶ ἑτέρα τῆς ταπεινότητος τῶν ῥημάτων αἰτία. Ποία αὕτη; Ὅτι τὸν μὲν Πατέρα καὶ ᾔδεσαν καὶ ὡμολόγουν, αὐτὸν δὲ οὐκ ᾔδεσαν. Διὰ τοῦτο συνεχῶς ἐπ' αὐτὸν καταφεύγει ὡς ὡμολογημένον, ἅτε αὐτὸς οὐκ ὢν οὐδέπω ἀξιόπιστος. Οὐ παρὰ τὴν οἰκείαν εὐτέλειαν, ἀλλὰ παρὰ τὴν ἄνοιαν τῶν ἀκουόντων καὶ τὴν ἀσθένειαν. Διὰ τοῦτο καὶ εὔχεται καὶ λέγει· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Εἰ γὰρ οὓς θέλει ζωοποιεῖ, καὶ καθὼς ὁ Πατὴρ, οὕτω ζωοποιεῖ, τίνος ἕνεκεν παρακαλεῖ; Ἀλλ' ὥρα λοιπὸν εἰς αὐτὸ ἐμβῆναι τὸ χωρίον. Ἦραν οὖν τὸν λίθον, οὗ ἦν ὁ τεθνηκὼς κείμενος. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Ἐρωτήσωμεν οὖν τὸν μὲν αἱρετικόν· Ἀπὸ τῆς εὐχῆς ῥοπὴν ἔλαβε, καὶ τὸν νεκρὸν ἀνέστησε; πῶς οὖν τὰ ἄλλα χωρὶς εὐχῆς ἐποίει λέγων· Σοὶ λέγω, τὸ δαιμόνιον, ἔξελθε ἀπ' αὐτοῦ; καὶ, Θέλω, καθαρίσθητι; καὶ, Ἆρον τὸν κράββατόν σου; καὶ, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου; καὶ τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο; τί δὲ ὅλως ἔχει τῶν ἀποστόλων πλέον, εἴ γε καὶ αὐτὸς ἐπὶ εὐχῆς ποιεῖ; Μᾶλλον δὲ οὔτε ἐκεῖνοι μετὰ εὐχῆς πάντα ἐποίουν, ἀλλὰ καὶ χωρὶς εὐχῆς πολλάκις τὸ ὄνομα τοῦ Ἰησοῦ καλοῦντες. Εἰ δὲ τὸ ὄνομα αὐτοῦ τοσαύτην εἶχεν ἰσχὺν, πῶς ἂν αὐτὸς εὐχῆς ἐδεήθη; Εἰ δὲ εὐχῆς ἐδεῖτο, οὐκ ἂν τὸ ὄνομα αὐτοῦ ἴσχυσεν. Ὅτε δὲ ὅλως ἐποίει τὸν ἄνθρωπον, ποίας εὐχῆς ἐδεήθη; οὐχὶ ὁμοτιμία ἐκεῖ πολλή; Ποιήσωμεν γὰρ, φησὶν, ἄνθρωπον. Τί δὲ ἀσθενέστερον, εἰ εὐχῆς ἐδεῖτο; Ἴδωμεν δὲ καὶ τίς ἡ εὐχή. Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Τίς τοίνυν οὕτως ηὔξατό ποτε; 59.357 Πρὶν ἢ γάρ τι εἰπεῖν, Εὐχαριστῶ σοι, λέγει, δεικνὺς ὅτι οὐ δεῖται εὐχῆς· Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις. Τοῦτο εἶπεν, οὐχ ὡς αὐτοῦ ἀδυνατοῦντος, ἀλλ' ὡς μιᾶς γνώμης οὔσης. Τίνος δὲ ἕνεκεν καὶ εὐχῆς σχῆμα ἀνέλαβε; Μὴ ἐμοῦ, ἀλλ' αὐτοῦ ἄκουσον λέγοντος· Διὰ τὸν περιεστῶτα ὄχλον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Οὐκ εἶπεν, Ἵνα πιστεύσωσιν ὅτι ἐλάττων εἰμί· ὅτι χρείαν ἔχω ῥοπῆς τῆς ἄνωθεν· ὅτι χωρὶς εὐχῆς οὐ δύναμαι ποιῆσαι· ἀλλ', Ὅτι σύ με ἀπέστειλας. Ταῦτα γὰρ πάντα εὐχὴ δηλοῖ, ἂν ἁπλῶς αὐτὴν ἐκλάβωμεν. Οὐκ εἶπεν, Ἀπέστειλάς με τὸν ἀσθενοῦντα, τὸν τὴν δουλείαν ἐπεγνωκότα, τὸν ἀφ' ἑαυτοῦ οὐδὲν ποιοῦντα· ἀλλὰ ταῦτα πάντα ἀφεὶς, ἵνα μηδὲν τούτων ὑποπτεύσῃς, τίθησι τὴν ἀληθῆ τῆς εὐχῆς αἰτίαν, ἵνα μὴ ἀντίθεόν με νομίσωσιν· ἵνα μὴ λέγωσιν, Οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· ἵνα δείξω κατὰ γνώμην σὴν τὸ ἔργον γινόμενον· μονονουχὶ λέγων, ὅτι Εἰ ἤμην ἀντίθεος, οὐκ ἂν προεχώρησε τὸ γινόμενον. Τὸ δὲ, Ἤκουσάς μου, καὶ ἐπὶ φίλων λέγεται, καὶ ἐπὶ ὁμοτίμων. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· τουτέστι, Πρὸς τὸ γενέσθαι μου τὸ θέλημα οὐ δέομαι εὐχῆς, ἀλλ' ὥστε πεῖσαι ὅτι σοὶ καὶ ἐμοὶ μία βούλησις. Τί οὖν εὔχῃ; Διὰ τοὺς ἀσθενεῖς 268
καὶ παχυτέρους. Καὶ ταῦτα εἰπὼν, ἔκραξε φωνῇ μεγάλῃ. Διατί γὰρ οὐκ εἶπεν, Ἐν τῷ ὀνόματι τοῦ Πατρός μου δεῦρο ἔξω; διατί μὴ εἶπεν, Ἀνάστησον αὐτὸν, Πάτερ; ἀλλὰ ταῦτα πάντα ἀφεὶς καὶ εὐχομένου σχῆμα ἀναλαβὼν, διὰ τῶν πραγμάτων τὴν αὐθεντίαν ἐνδείκνυται; Ὅτι καὶ τοῦτο τῆς αὐτοῦ σοφίας, διὰ μὲν ῥημάτων συγκατάβασιν, διὰ δὲ τῶν ἔργων ἐξουσίαν ἐπιδείκνυσθαι. Ἐπειδὴ γὰρ οὐδὲν ἄλλο εἶχον ἐγκαλεῖν αὐτῷ, ἀλλ' ἢ ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ οὕτω τοὺς πολλοὺς ἠπάτων· τούτου ἕνεκεν μεθ' ὑπερβολῆς δείκνυσι τοῦτό τε αὐτὸ δι' ὧν φησι, καὶ καθ' ὃν τρόπον ἡ ἀσθένεια ἐκείνων ἀπῄτει. Ἐνῆν μὲν γὰρ καὶ ἄλλως δεῖξαι τὴν συμφωνίαν μετὰ τῆς οἰκείας ἀξίας· ἀλλ' οὐκ ἐδύνατο ἀναβῆναι τοσοῦτον ὁ ὄχλος. Καί φησι· Λάζαρε, δεῦρο ἔξω. Τοῦτό ἐστιν ὃ ἔλεγεν· Ἔρχεται ὥρα ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι παρ' ἑτέρου ἔλαβε τὴν ἐνέργειαν, ἄνωθέν σε τοῦτο ἐδίδαξε, καὶ διὰ τῶν ἔργων ἐπέδειξε. Καὶ οὐκ εἶπεν, Ἀνάστηθι· ἀλλὰ, Δεῦρο ἔξω, ὡς ζῶντι διαλεγόμενος τῷ τετελευτηκότι. γʹ. Τί ταύτης τῆς ἐξουσίας γένοιτ' ἂν ἴσον; Εἰ δὲ μὴ ἰδίᾳ δυνάμει τοῦτο ποιεῖ, τί πλέον ἕξει τῶν ἀποστόλων τῶν λεγόντων Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Εἰ γὰρ οὐ ποιῶν ἰδίᾳ δυνάμει, οὐ προσετίθει τοῦτο, ὅπερ οἱ ἀπόστολοι περὶ ἑαυτῶν ἔλεγον, ἔσονταί πως ἐκεῖνοι μᾶλλον φιλοσοφοῦντες, τῷ διακρούεσθαι τὴν δόξαν. Καὶ ἀλλαχοῦ· Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι. Εἶτα οἱ μὲν ἀπόστολοι, ἐπειδὴ οὐδὲν οἴκοθεν ἔπραττον, ταῦτα ἔλεγον ὥστε πεῖσαι τοῦτο· αὐτὸς δὲ τοιαύτην περὶ ἑαυτοῦ δόξαν ἔχων, οὐκ ἂν τὴν ὑπόνοιαν ἀνεῖλεν, εἴ γε μὴ οἰκείᾳ αὐθεντείᾳ ἐποίει; καὶ τίς ἂν τοῦτο εἴποι; Καὶ μὴν τὸ ἐναντίον ποιεῖ ὁ Χριστὸς, λέγων· Διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα πιστεύσωσιν. Ὥστε εἰ ἐπίστευον, οὐκ ἦν χρεία 59.358 τῆς εὐχῆς. Εἰ δὲ μὴ ἦν ἀνάξιον αὐτοῦ τὸ εὔχεσθαι, διατί ἐκείνοις τὴν αἰτίαν λογίζεται; διατί δὲ μὴ εἶπεν, ὅτι Ἵνα πιστεύσωσιν ὅτι οὐκ εἰμί σου ἴσος; ἐχρῆν γὰρ διὰ τὴν ὑπόνοιαν πρὸς τοῦτο ἐλθεῖν. Ἀλλ' ὅτε μὲν ὑπωπτεύετο λύειν τὸν νόμον, τὴν λέξιν αὐτὴν τέθεικε, μηδὲ εἰρηκότων τι ἐκείνων· Μὴ νομίσητε ὅτι ἦλθον λῦσαι τὸν νόμον· ἐνταῦθα δὲ ἵστησι τὴν ὑπόνοιαν. Ὅλως δὲ, τί ἔδει περιόδου τοσαύτης καὶ αἰνιγμάτων; Ἤρκει γὰρ εἰπεῖν, Οὐκ εἰμὶ ἴσος, καὶ ἀπαλλαγῆναι, Τί οὖν; Οὐκ εἶπεν, φησὶν, ὅτι Οὐ ποιῶ τὸ θέλημα τὸ ἐμόν; Ἀλλὰ καὶ τοῦτο συνεσκιασμένως καὶ πρὸς τὴν ἐκείνων ἀσθένειαν, καὶ ἀπὸ τῆς αὐτῆς αἰτίας, ἀφ' ἧς καὶ ἡ εὐχὴ γέγονεν. Τί δέ ἐστιν, ὅτι Ἤκουσάς μου; Τουτέστιν, ὅτι Οὐδὲν ἐναντίον ἐμοῦ πρὸς σέ. Ὥσπερ οὖν τὸ, ὅτι Ἤκουσάς μου, οὐ τοῦτό ἐστι δηλοῦντος, ὅτι αὐτὸς οὐκ ἴσχυσεν· (εἰ γὰρ τοῦτο ἦν, οὐκ ἀδυναμία μόνον ἔσται, ἀλλὰ καὶ ἄγνοια, εἴ γε πρὸ τοῦ εὔξασθαι οὐκ ᾔδει, ὅτι μέλλει ἐπινεύειν ὁ Θεός· εἰ δὲ οὐκ ᾔδει, πῶς ἔλεγεν, ὅτι Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· καὶ οὐκ εἶπεν, Πορεύομαι ἵνα εὔξωμαι τῷ Πατρὶ, ἵνα ἐξυπνίσῃ αὐτόν;) ὥσπερ οὖν τοῦτο οὐκ ἀσθενείας, ἀλλ' ὁμογνωμοσύνης· οὕτω καὶ τὸ, Πάντοτέ μου ἀκούεις. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι πρὸς τὴν ὑπόνοιαν τὴν ἐκείνων εἴρηται. Εἰ δὲ οὔτε ἠγνόει, οὔτε ἠσθένει, εὔδηλον ὅτι διὰ τοῦτο τὰ ταπεινὰ φθέγγεται ῥήματα, ἵνα κἂν ἐκ τῆς ὑπερβολῆς πεισθῇς καὶ ἀναγκασθῇς ὁμολογῆσαι, ὅτι οὐ τῆς ἀξίας αὐτοῦ ἐστιν, ἀλλὰ τῆς συγκαταβάσεως. Τί οὖν οἱ τῆς ἀληθείας ἐχθροί; Οὐ πρὸς τὴν ἀσθένειαν τῶν ἀκουόντων εἴρηκε, φησὶ, τὸ Ἤκουσάς μου, ἀλλ' ἵνα δείξῃ τὴν ὑπεροχήν. Καὶ μὴν τοῦτο οὐκ ἦν δεῖξαι τὴν ὑπεροχὴν, ἀλλὰ σφόδρα ταπεινῶσαι ἑαυτὸν, καὶ ἀποφῆναι οὐδὲν ἀνθρώπου πλέον ἔχοντα. Τὸ γὰρ εὔχεσθαι, οὐ κατὰ Θεὸν, οὐδὲ κατὰ σύνθρονον. Ὁρᾷς ὅτι οὐδαμόθεν ἑτέρωθεν ἐπὶ τοῦτο ἦλθεν, ἀλλὰ διὰ τὴν ἀπιστίαν ἐκείνων; Ὅρα γοῦν καὶ τὸ ἔργον μαρτυροῦν αὐτῷ τὴν αὐθεντίαν. Ἐκάλεσε, καὶ ἐξῆλθεν ὁ τεθνηκὼς συνειλημμένος. Εἶτα ἵνα μὴ δόξῃ φαντασία εἶναι τὸ πρᾶγμα (τοῦ γὰρ ἀναστῆναι τὸ ἐξελθεῖν δεδεμένον οὐκ ἔλαττον ἐδόκει εἶναι παράδοξον), Ἐκέλευσεν αὐτὸν λῦσαι, ἵνα καὶ ἁψάμενοι, καὶ πλησίον γενόμενοι, ἴδωσιν ὅτι ὄντως 269
ἐκεῖνός ἐστι. Καί φησιν· Ἄφετε αὐτὸν ὑπάγειν. Εἶδες τὸ ἀκόμπαστον; Οὐκ ἐπάγεται αὐτὸν, οὐδὲ κελεύει μετ' αὐτοῦ περιιέναι, ὥστε μὴ δόξαι τισὶν ἐπιδείκνυσθαι· οὕτως ᾔδει μετριάζειν. Γενομένου δὲ τοῦ σημείου, οἱ μὲν ἐθαύμαζον· οἱ δὲ προσελθόντες ἀπήγγελλον τοῖς Φαρισαίοις. Τί οὖν ἐκεῖνοι; Δέον ἐκπλήττεσθαι καὶ θαυμάζειν, βουλεύονται αὐτὸν ἀνελεῖν, τὸν ἀναστήσαντα νεκρόν. Ὢ τῆς ἀνοίας! τὸν ἐν τοῖς ἄλλων σώμασι θανάτου περιγενόμενον, θανάτῳ παραδώσειν ἐνόμιζον. Καὶ λέγουσι· Τί ποιοῦμεν, ὅτι ὁ ἄνθρωπος οὗτος πολλὰ σημεῖα ποιεῖ; Ἄνθρωπον αὐτὸν ἔτι καλοῦσιν, οἱ τοσαύτην λαβόντες ἀπόδειξιν τῆς αὐτοῦ θεότητος. Τί ποιοῦμεν; Πιστεῦσαι ἔδει καὶ θεραπεῦσαι, καὶ προσκυνῆσαι, καὶ μηκέτι νομίζειν ἄνθρωπον. Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἔρχονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν. Τί ἐστιν ὃ βουλεύονται ποιεῖν; Τὸν λαὸν ἐπισεῖσαι βούλονται λοιπὸν, ὡς μέλλοντες κινδυνεύειν ἐπὶ ὑποψίᾳ τυραννίδος. Ἐὰν γὰρ ὀχλαγωγοῦντα, φησὶ, μάθωσιν αὐτὸν οἱ 59.359 Ῥωμαῖοι, ὑποπτεύσουσιν ἡμᾶς, καὶ ἐλεύσονται, καὶ καθελοῦσιν ἡμῶν τὴν πόλιν. Τίνος ἕνεκεν; εἰπέ μοι· μὴ γὰρ ἀποστασίαν ἐδίδασκεν; οὐκ ἐπέτρεψε φόρον δοῦναι Καίσαρι; οὐχὶ βασιλέα αὐτὸν ποιῆσαι ἠθελήσατε, καὶ ἔφυγεν; οὐχὶ τὸν εὐτελῆ καὶ ἀπέριττον ἐπεδείκνυτο βίον, μήτε οἰκίαν ἔχων, μήτε ἄλλο τῶν τοιούτων οὐδέν; Ταῦτα μὲν οὖν ἔλεγον, οὐ προσδοκῶντες, ἀλλὰ βασκαίνοντες. Ἐξέβη δὲ καὶ μὴ προσδοκώντων αὐτῶν, καὶ τὸ ἔθνος καὶ τὴν πόλιν ἔλαβον, ἐπειδὴ ἀνεῖλον αὐτόν. Καὶ γὰρ πόῤῥω πάσης ὑποψίας ἦν τὰ γινόμενα. Ὁ γὰρ ἰώμενος νοσοῦντας, καὶ ἄριστον διδάσκων βίον, καὶ ἄρχουσι πείθεσθαι ἐπιτάττων, οὐχὶ τυραννίδα συνίστη, ἀλλὰ κατέλυεν. Ἀλλ' ἀπὸ τῶν προτέρων στοχαζόμεθα, φησίν. Ἀλλ' ἐκεῖνοι ἀποστασίαν ἐδίδασκον· οὗτος δὲ τοὐναντίον. Ὁρᾷς ὅτι ὑπόκρισις ἦν τὰ λεγόμενα; Τί γὰρ ἐπεδείξατο τοιοῦτον; δορυφόρους σοβοῦντας ἐπήγετο; ὀχήματα ἐπεσύρετο; οὐχὶ τὰς ἐρημίας ἐδίωκεν; Ἀλλ' ἵνα μὴ δόξωσιν ἀπὸ πάθους τοῦ ἑαυτῶν λέγειν, τὴν πόλιν φασὶ κινδυνεύειν πᾶσαν, καὶ τὸ κοινὸν ἐπιβουλεύεσθαι, καὶ περὶ τῶν ἐσχάτων αὐτοῖς εἶναι τὸν φόβον. Οὐ ταῦτα τῆς αἰχμαλωσίας ὑμῖν αἴτια γέγονεν, ἀλλὰ τὰ ἐναντία, καὶ ταύτης καὶ τῆς εἰς Βαβυλῶνα, καὶ τῆς ἐπὶ Ἀντιόχου τῆς μετὰ ταῦτα· οὐ τὸ εἶναι παρ' ὑμῖν θεραπεύοντας, ἀλλὰ τὸ εἶναι ἐν ὑμῖν ἀδικοῦντας, καὶ τὸν Θεὸν παροργίζοντας, τοῦτο ὑμᾶς ἐκδότους ἐποίησεν. Ἀλλὰ τοιοῦτον ὁ φθόνος· οὐδὲν τῶν δεόντων ὁρᾷν ἀφιεὶς, ἅπαξ πηρώσας τὴν ψυχήν. Οὐχὶ πράους ἐδίδασκεν εἶναι; οὐχὶ ῥαπιζομένους τὴν δεξιὰν, στρέφειν καὶ τὴν ἑτέραν; οὐ φέρειν ἀδικουμένους; οὐ μείζονα ἐπιδείκνυσθαι προθυμίαν πρὸς τὸ κακῶς παθεῖν, ἢ ἕτεροι ἔχουσι πρὸς τὸ κακῶς ποιῆσαι; Ταῦτ' οὖν, εἰπέ μοι, τυραννίδα συνιστῶντος, ἀλλ' οὐ τυραννίδα καθαιροῦντος; δʹ. Ἀλλ' ὅπερ ἔφην, δεινὸν ἡ βασκανία καὶ ὑποκρίσεως γέμον. Τοῦτο τὴν οἰκουμένην μυρίων ἐνέπλησε κακῶν· ἀπὸ τοῦ νοσήματος τούτου τὰ δικαστήρια κρινομένων πεπλήρωται· ἀπὸ τούτου δόξης καὶ χρημάτων ἔρως· ἀπὸ τούτου φιλαρχία καὶ ὑπεροψία· ἐντεῦθεν ὁδοὶ λῃστὰς μιαροὺς, καὶ θάλαττα πειρατὰς ἔχει· ἐντεῦθεν οἱ κατὰ τὴν οἰκουμένην φόνοι, ἐντεῦθεν τὸ γένος ἡμῶν διέσπασται. Ὅπερ ἂν ἴδῃς κακὸν, ἀπὸ ταύτης ὂν ὄψει· τοῦτο καὶ εἰς τὰς Ἐκκλησίας εἰσεκώμασε· τοῦτο ἄνωθεν τὰ μυρία εἰργάσατο δεινά· τοῦτο τὴν φιλαργυρίαν ἔτεκεν· αὕτη ἡ νόσος τὰ ἄνω κάτω ἐποίησε, καὶ τὸ δίκαιον διέφθειρε (Δῶρα γὰρ, φησὶν, ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ὡς φῖμος στόματι, ἀποστρέφει ἐλέγχους)· τοῦτο δούλους ἀντ' ἐλευθέρων ποιεῖ· περὶ τούτου καθ' ἑκάστην διαλεγόμεθα τὴν ἡμέραν, καὶ πλέον οὐδὲν γίνεται. Θηρίων γινόμεθα χείρους, ὀρφανοὺς ἁρπάζομεν, χήρας γυμνοῦμεν, πένητας ἀδικοῦμεν, οὐαὶ ἐπὶ οὐαὶ συνάπτομεν. Οἴμοι! ὅτι ἀπόλωλε εὐλαβὴς ἀπὸ τῆς γῆς. Καὶ ἡμῶν ἐστι τὸ θρηνεῖν λοιπόν· μᾶλλον δὲ τοῦτο δεῖ καθ' ἑκάστην λέγειν τὴν ἡμέραν. Οὐδὲν ἐν εὐχαῖς ἀνύομεν, οὐδὲν ἐν συμβουλαῖς καὶ παραι 59.360 νέσεσι· λείπεται ἄρα τὸ δακρύειν. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίησε· πολλὰ τοῖς ἐν Ἱεροσολύμοις παραινέσας, ὡς οὐδὲν 270
ἐκέρδανον ἐκεῖνοι, ἐδάκρυσεν αὐτῶν τὴν πώρωσιν. Τοῦτο καὶ οἱ προφῆται ποιοῦσι· τοῦτο καὶ ἡμεῖς πράττωμεν νῦν. Θρήνου λοιπὸν ὁ καιρὸς, καὶ δακρύων, καὶ οἰμωγῆς. Εὔκαιρον εἰπεῖν καὶ ἡμᾶς νῦν, Καλέσατε τὰς θρηνούσας, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε, καὶ φθεγξάσθωσαν. Τάχα οὕτω δυνησόμεθα ἐκβαλεῖν τὸ νόσημα τῶν τὰς οἰκίας οἰκοδομούντων τὰς λαμπρὰς, τῶν ἀγροὺς περιβαλλομένων ἐξ ἁρπαγῆς. Θρηνεῖν εὔκαιρον· ἀλλὰ συλλάβεσθέ μοι καὶ ὑμεῖς τῶν θρήνων, οἱ γεγυμνωμένοι τε καὶ ἠδικημένοι· τοῖς ὑμῶν θρήνοις καταγάγετέ μου τὰ δάκρυα. Ἀλλὰ θρηνοῦντες, μὴ ἑαυτοὺς, ἀλλ' ἐκείνους θρηνήσωμεν· οὐχ ὑμᾶς ἠδίκησαν, ἀλλ' ἑαυτοὺς ἀπώλεσαν. Ὑμεῖς μὲν γὰρ ἔχετε τὴν βασιλείαν τῶν οὐρανῶν ἀντὶ τῆς ἀδικίας· ἐκεῖνοι δὲ, τὴν γέενναν ἀντὶ κέρδους. Διὰ τοῦτο βέλτιον ἀδικεῖσθαι καὶ μὴ ἀδικεῖν. Θρηνήσωμεν αὐτοὺς θρῆνον, μὴ τὸν ἀνθρώπινον, ἀλλὰ τὸν ἀπὸ τῶν θείων Γραφῶν, ὃν καὶ οἱ προφῆται ἐθρήνησαν. Θρηνήσωμεν μετὰ Ἡσαΐου πικρὸν, καὶ εἴπωμεν· Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι· μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Οἰκίαι μεγάλαι καὶ καλαὶ, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Θρηνήσωμεν μετὰ τοῦ Ναοὺμ, καὶ εἴπωμεν μετ' ἐκείνου· Οὐαὶ ὁ οἰκοδομῶν εἰς ὕψος τὴν οἰκίαν αὐτοῦ! μᾶλλον δὲ θρηνήσωμεν αὐτοὺς, καθάπερ καὶ ὁ Χριστὸς τοὺς τότε, λέγων· Οὐαὶ ὑμῖν τοῖς πλουσίοις! ὅτι ἀπέχετε τὸν μισθὸν ὑμῶν, καὶ τὴν παράκλησιν ὑμῶν. Οὕτω, παρακαλῶ, θρηνοῦντες καὶ ἡμεῖς μὴ παυσώμεθα· εἰ δὲ μὴ ἄσχημον, καὶ κοψώμεθα ὑπὲρ τῆς τῶν ἀδελφῶν ῥᾳθυμίας. Μὴ κλαίωμεν τὸν ἤδη τεθνηκότα, ἀλλὰ κλαίωμεν τὸν ἅρπαγα, τὸν πλεονέκτην, τὸν φιλάργυρον, τὸν ἄπληστον. Διατί νεκροὺς θρηνοῦμεν, ἐφ' ὧν οὐδὲν ἔστιν ἀνύσαι λοιπόν; Θρηνήσωμεν τούτους, ἐφ' ὧν ἐστι καὶ μεταβολή. Ἀλλ' ἡμῶν θρηνούντων, τάχα αὐτοὶ γελῶσιν. Ἀλλὰ καὶ τοῦτο θρήνων ἄξιον, ὅτι γελῶσιν, ἐφ' οἷς ἔδει πενθεῖν. Εἰ μὲν γὰρ ἔπασχόν τι ἀπὸ τῶν ὀδυρμῶν τῶν ἡμετέρων, ἐχρῆν παύσασθαι ὀδυρομένους ὡς μέλλοντας διορθοῦσθαι· ἐπειδὴ δὲ ἀναισθήτως διάκεινται, μένωμεν ἡμεῖς κλαίοντες, μὴ τοὺς πλουτοῦντας ἁπλῶς, ἀλλὰ τοὺς φιλαργύρους, τοὺς πλεονέκτας, τοὺς ἅρπαγας. Οὐ κακὸν ὁ πλοῦτος (ἔστι γὰρ αὐτῷ καὶ εἰς δέον χρήσασθαι, ὅταν εἰς τοὺς δεομένους ἀναλίσκωμεν)· ἀλλὰ κακὸν ἡ πλεονεξία, τὰς ἀθανάτους προξενοῦσα κολάσεις. Θρηνήσωμεν τοίνυν. Ἴσως γάρ τις ἔσται διόρθωσις· ἢ κἂν οἱ ἐμπεσόντες μὴ ἀπαλλαγῶσιν, ἕτεροι γοῦν οὐ περιπεσοῦνται τῷ δεινῷ, ἀλλὰ φυλάξονται. Γένοιτο δὲ κἀκείνους ἐλευθερωθῆναι τοῦ νοσήματος, καὶ ἡμῶν μηδένα περιπεσεῖν ποτε, ἵνα κοινῇ πάντες τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΞΕʹ. Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ὑμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ τὰ ἑξῆς. αʹ. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποῦς αὐτῶν. Τοῦτο ἐπὶ Ἰουδαίων γέγονεν. Αὐτοὶ μὲν γὰρ ἔλεγον ἀνελεῖν τὸν Ἰησοῦν, ἵνα μὴ ἔλθωσιν οἱ Ῥωμαῖοι, καὶ ἄρωσιν αὐτῶν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν. Ἐπειδὴ δὲ ἀνεῖλον, ταῦτα ἔπαθον· καὶ ἅπερ ὡς δια 59.361 φευξόμενοι ἔπραξαν, ταῦτα ἐπειδὴ ἔπραξαν, οὐ διέφυγον. Ἀλλ' ὁ μὲν ἀναιρεθεὶς, ἔστιν ἐν οὐρανοῖς· οἱ δὲ ἀνελόντες, τὴν γέενναν κληρονομοῦσι· καίτοι οὐ ταῦτα ἐσκέψαντο· ἀλλὰ τί; Ἐβούλοντο, φησὶν, ἀνελεῖν αὐτὸν ἀπὸ τῆς ἡμέρας ἐκείνης. Εἶπον γὰρ, ὅτι Ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος. Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας,
ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν, ἀναισχυντότερος ὢν τῶν λοιπῶν· Ὑμεῖς οὐκ οἴδατε οὐδέν. Ἅπερ ἐκεῖνοι ἀμφέβαλλον, καὶ ἐν τάξει βουλῆς προετίθεσαν, (ἔλεγον γάρ· Τί ποιοῦμεν;) τοῦτο οὗτος ἀναισχύντως καὶ γυμνῇ τῇ κεφαλῇ, καὶ μετὰ ἰταμότητος ἀνεβόησε. Τί γάρ φησιν; Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τοῦτο δὲ οὐκ εἶπεν ἀφ' ἑαυτοῦ, ἀλλὰ προεφήτευσεν ἀρχιερεὺς ὤν. Ὁρᾷς πόση τῆς ἀρχιερατικῆς ἐξουσίας ἡ δύναμις; Ἐπειδὴ γὰρ ὅλως ἠξίωτο τῆς ἀρχιερωσύνης, καίτοι ἀνάξιος ὢν τοῦ πράγματος, προεφήτευσεν, οὐκ εἰδὼς ἅπερ ἔλεγε· καὶ τῷ στόματι μόνον ἐκέχρητο ἡ χάρις, τῆς δὲ μιαρᾶς καρδίας οὐχ ἥψατο. Πολλοὶ γοῦν καὶ ἄλλοι τὰ μέλλοντα εἶπον, ἀνάξιοι ὄντες, ὁ Ναβουχοδονόσορ, ὁ Φαραὼ, ὁ Βαλαάμ· καὶ πάντων ἡ αἰτία δήλη. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὑμεῖς κάθησθε, ἔτι ὀκνηρότερον τῷ πράγματι προσέχετε, καὶ οὐκ ἴστε ἑνὸς ἀνδρὸς σωτηρίας ὑπὲρ τοῦ κοινοῦ καταφρονῆσαι. Ὅρα πόση τοῦ Πνεύματος ἡ δύναμις· ἀπὸ διανοίας πονηρᾶς ἴσχυσε ῥήματα προενεγκεῖν προφητείας γέμοντα θαυμαστῆς. Τέκνα δὲ Θεοῦ τὰ ἔθνη καλεῖ ὁ εὐαγγελιστὴς, ἀπὸ τοῦ μέλλοντος ἔσεσθαι· ὥσπερ οὖν καὶ αὐτός φησι· Καὶ ἄλλα πρόβατα ἔχω, καὶ αὐτὸς ἀπὸ τοῦ μέλλοντος αὐτὰ καλῶν. Τί δέ ἐστιν, Ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου; Μετὰ τῶν ἄλλων καὶ τοῦτο διέφθαρτο. Οὐκέτι γὰρ τὸν χρόνον ἅπαντα τῆς ζωῆς ἱεράτευον, ἀλλ' ἐνιαυτὸν, ἐξ οὗ γεγόνασιν ὠνηταὶ αἱ ἀρχαί. Πλὴν ἀλλὰ καὶ οὕτω παρῆν ἔτι τὸ Πνεῦμα. Ἐπειδὴ δὲ τὰς χεῖρας ἦραν κατὰ τοῦ Χριστοῦ, τὸ τηνικαῦτα αὐτοὺς ἐγκατέλιπε, καὶ μετῆλθεν ἐπὶ τοὺς ἀποστόλους. Καὶ τοῦτο τὸ καταπέτασμα ἐδήλου σχιζόμενον, καὶ ἡ τοῦ Χριστοῦ φωνὴ ἡ λέγουσα· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ Ἰώσηπος δὲ μετὰ βραχὺν γενόμενος χρόνον, ἔφη τινὰς ἀγγέλους τοὺς ἔτι παραμένοντας, εἰ μὴ βουληθεῖεν ἐκεῖνοι μεταστῆναι, καταλιπεῖν αὐτούς. Ἕως μὲν γὰρ ὁ ἀμπελὼν εἱστήκει, πάντα ἐγίνετο· ἐπειδὴ δὲ τὸν κληρονόμον ἀπέκτειναν, οὐκ ἔτι, ἀλλ' ἀπώλοντο· καὶ καθάπερ ἱμάτιον λαμπρὸν ἀπὸ παιδὸς ἀχρήστου, τῶν Ἰουδαίων, λαβὼν ὁ Θεὸς, τοῖς εὐγνώμοσι δούλοις ἔδωκε τοῖς ἐξ ἐθνῶν, ἐκείνους ἐρήμους ἀφεὶς καὶ γυμνούς. Οὐ μικρὸν δὲ τοῦτο ἦν, τὸ καὶ τὸν ἐχθρὸν προφητεῦσαι ταῦτα. Τοῦτο καὶ τοὺς ἄλλους ἐπισπάσασθαι ἠδύνατο. Κατὰ μὲν γὰρ τὴν αὐτοῦ προαίρεσιν, ἐναντίως ἐξέβη. Ἐπειδὴ γὰρ ἀπέθανε, διὰ τοῦτο τῆς μελλούσης κολάσεως ἀπηλλάγησαν οἱ πιστοί. Τί ἐστιν, Ἵνα συναγάγῃ τοὺς ἐγγὺς, καὶ τοὺς μακράν; Ἓν σῶμα ἐποίησεν. Ὁ ἐν Ῥώμῃ καθήμενος τοὺς Ἰνδοὺς μέλος εἶναι νομίζει 59.362 ἑαυτοῦ. Τί ταύτης τῆς συναγωγῆς ἴσον; Καὶ πάντων κεφαλὴ ὁ Χριστός· Ἀπ' ἐκείνης τῆς ἡμέρας ἐβουλεύσαντο οἱ Ἰουδαῖοι, ἵνα ἀποκτείνωσιν αὐτόν. Καὶ μὴν πρότερον ἐζήτουν. Λέγει γάρ· Διὰ τοῦτο ἐζήτουν οἱ Ἰουδαῖοι αὐτὸν ἀποκτεῖναι· καὶ, Τί με ζητεῖτε ἀποκτεῖναι; Ἀλλὰ τότε μὲν ἐζήτουν, νῦν δὲ καὶ ἐκύρωσαν τὴν γνώμην, καὶ ὡς ἔργῳ τῷ πράγματι κέχρηνται. Ἰησοῦς δὲ οὐκ ἔτι παῤῥησίᾳ περιεπάτει ἐν τῇ Ἰουδαίᾳ. Πάλιν ἀνθρωπίνως ἑαυτὸν σώζει, καὶ συνεχῶς τοῦτο ποιεῖ. βʹ. Τὴν δὲ αἰτίαν εἶπον, δι' ἣν πολλάκις ἀπῆλθε καὶ ἀνεχώρησε. Καὶ νῦν ἐγγὺς τῆς ἐρήμου διατρίβει ἐν Ἐφρατὰ, καὶ ἐκεῖ ἔμενε μετὰ τῶν μαθητῶν αὐτοῦ. Πῶς οἴει θορυβεῖσθαι τοὺς μαθητὰς, ὁρῶντας αὐτὸν ἀνθρωπίνως σωζόμενον; Οὐδεὶς λοιπὸν ἠκολούθησε. Τῆς γὰρ ἑορτῆς οὔσης ἐγγὺς, πάντες ἐπὶ τὰ Ἱεροσόλυμα ἔτρεχον· αὐτοὶ δὲ, ὅτε πάντες ἔχαιρον καὶ ἐπανηγύριζον, τότε κρύπτονται, τότε ἐν κινδύνοις εἰσίν· ἀλλ' ὅμως παρέμενον. Καὶ γὰρ ἐν τῇ Γαλιλαίᾳ, τοῦ Πάσχα ὄντος καὶ τῆς Σκηνοπηγίας, ἐκρύπτοντο· καὶ πάλιν μετὰ ταῦτα, τῆς ἑορτῆς οὔσης, τῷ φεύγειν καὶ τῷ κρύπτεσθαι μόνοι τῶν ἄλλων μετὰ τοῦ Διδασκάλου, τὴν εὔνοιαν ἐπιδεικνύμενοι. Ἐντεῦθέν φησιν ὁ Λουκᾶς αὐτὸν εἰρηκέναι, Ἐγὼ παρέμεινα ὑμῖν ἐν τοῖς πειρασμοῖς. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι παρὰ τῆς αὐτοῦ ῥοπῆς ἐνδυναμοῦνται. Πολλοὶ δὲ ἐκ τῆς χώρας ἀνέβησαν ἁγνίσαι ἑαυτούς. Καὶ ἔδωκαν παραγγελίας οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, ἵνα πιάσωσιν αὐτόν. Θαυμαστὸς ἁγνισμὸς, μετὰ 272
μιαιφόνου προαιρέσεως, μετὰ ἀνδροφόνου διανοίας, μετὰ ᾑμαγμένων χειρῶν. Καὶ ἔλεγον· Δοκεῖτε ὅτι οὐ μὴ ἔλθῃ ἐν τῇ ἑορτῇ; Διὰ τοῦ Πάσχα ἐπεβούλευον, καὶ τὸν καιρὸν τῆς ἑορτῆς ἐποιοῦντο καιρὸν σφαγῆς· τουτέστιν, Ἐνταῦθα αὐτὸν ἐμπεσεῖν δεῖ, τοῦ καιροῦ καλοῦντος αὐτόν. Ὢ τῆς ἀσεβείας! ὅτε πλείονος ἔδει τῆς εὐλαβείας, καὶ τοὺς ἐπὶ τοῖς ἐσχάτοις εἰλημμένους ἀφιέναι, τότε τὸν οὐδὲν ἠδικηκότα θηρεῦσαι ἐπιχειροῦσι. Καίτοι καὶ ἤδη τοῦτο ποιήσαντες, οὐ μόνον οὐδὲν ὤνησαν, ἀλλὰ καὶ καταγέλαστοι γεγόνασι. Διὰ τοῦτο συνεχῶς ἐμπίπτων διαφεύγει, καὶ βουλευομένους αὐτὸν ἀνελεῖν κατέχει καὶ ἀπορεῖν ποιεῖ, τῇ τῆς δυνάμεως ἀποδείξει κατανύξαι βουλόμενος· καὶ ἵνα ὅταν λάβωσιν αὐτὸν, μάθωσιν ὅτι οὐ τῆς οἰκείας ἰσχύος ἦν, ἀλλὰ τῆς ἐκείνου συγχωρήσεως τὸ γινόμενον. Οὐδὲ γὰρ τότε ἴσχυσαν αὐτὸν συλλαβεῖν, καὶ ταῦτα πλησίον οὔσης τῆς Βηθανίας· καὶ ὅτε δὲ συνέλαβον, ἔῤῥιψεν αὐτοὺς ὑπτίους. Πρὸ ἓξ δὲ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος· καὶ εἱστιᾶτο παρ' αὐτοῖς, καὶ Μάρθα διακονεῖ, καὶ Λάζαρος ἐσθίει. Τοῦτο δὲ τῆς εἰλικρινοῦς ἀναστάσεως σημεῖον ἦν, τὸ μετὰ ἡμέρας πολλὰς καὶ ζῇν καὶ ἐσθίειν. Ὅθεν δῆλον, ὅτι ἐν τῇ οἰκίᾳ αὐτῆς τὸ ἄριστον ἦν· ἅτε γὰρ φίλοι καὶ φιλούμενοι, δέχονται τὸν Ἰησοῦν. Τινὲς δέ φασιν ὅτι ἐν ἀλλοτρίᾳ οἰκίᾳ τοῦτο ἐγένετο. Ἡ δὲ Μαρία οὐ διηκόνει· μαθήτρια γὰρ ἦν. Πάλιν ἐνταῦθα αὕτη πνευματικώτερον. Οὐ διηκόνει γὰρ ὡς κεκλημένη, οὐδὲ κοινὴν ποιεῖται τὴν ὑπηρεσίαν· ἀλλ' εἰς αὐτὸν μόνον περιίστησι τὴν τιμήν· καὶ οὐχ ὡς ἀνθρώπῳ πρόσεισιν, ἀλλ' ὡς Θεῷ. Τὸ γὰρ μύρον διὰ τοῦτο ἐξέχεε, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἀπέμαξεν, ἅτινα οὐκ ἦν ὑπόληψιν ἐχούσης περὶ αὐτοῦ τοιαύτην, οἵαν οἱ πολλοί. 59.363 Ἀλλ' ἐπετίμησεν ὁ Ἰούδας, προσχήματι δῆθεν εὐλαβείας. Τί οὖν ὁ Χριστός; Ἔργον καλὸν ἐποίησεν εἰς τὸν ἐνταφιασμόν μου. Τί δήποτε δὲ οὐκ ἤλεγξε τὸν μαθητὴν ἐπὶ τῆς γυναικὸς, οὐδὲ εἶπε τοῦτο ὅπερ ὁ εὐαγγελιστὴς εἶπεν, ὅτι διὰ τὴν οἰκείαν κλοπὴν ἐπετίμα τῇ γυναικί; Τῇ πολλῇ μακροθυμίᾳ ἐντρέψαι αὐτὸν ἐβούλετο. Ὅτι γὰρ ᾔδει ὅτι προδότης ἦν, ἄνωθεν αὐτὸν ἤλεγξε πολλάκις, εἰπών· Οὐ πάντες πιστεύουσι· καὶ, Εἷς ἐξ ὑμῶν διάβολός ἐστιν. Ἐδήλωσε μὲν οὖν, ὅτι οἶδεν αὐτὸν προδότην, οὐκ ἤλεγξε δὲ φανερῶς, ἀλλὰ συνεχώρησεν, ἀνακαλέσασθαι αὐτὸν θέλων. Πῶς οὖν ἄλλος φησὶν, ὅτι πάντες οἱ μαθηταὶ τοῦτο ἐφθέγξαντο; Καὶ πάντες, κἀκεῖνος· ἀλλ' οἱ λοιποὶ οὐ τῇ αὐτῇ προαιρέσει. Εἰ δέ τις ἐξετάζοι, τί δήποτε κλέπτῃ ὄντι τὸ γλωσσόκομον ἐνεχείρισε τῶν πτωχῶν, καὶ οἰκονομεῖν ἐποίησε φιλάργυρον ὄντα; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι τὸν μὲν ἀπόῤῥητον λόγον ὁ Θεὸς οἶδεν· εἰ δέ τι χρὴ ἡμᾶς στοχαζομένους εἰπεῖν, ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν. Οὐ γὰρ εἶχεν εἰπεῖν, ὅτι διὰ χρημάτων ἔρωτα τοῦτο ἐποίησε (καὶ γὰρ ἱκανὴν εἶχεν ἐκ τοῦ γλωσσοκόμου τῆς ἐπιθυμίας τὴν παραμυθίαν)· ἀλλὰ διὰ πονηρίαν πολλὴν, ἣν ἐβούλετο κατέχειν ὁ Χριστὸς, πολλῇ συγκαταβάσει πρὸς αὐτὸν κεχρημένος. Διὸ οὐδὲ ἐνεκάλει αὐτῷ κλέπτοντι, καίτοι γε εἰδὼς, ἐμφράττων τὴν πονηρὰν ἐπιθυμίαν, καὶ πᾶσαν ἐξαίρων ἀπολογίαν. Ἄφετε αὐτὴν, φησίν· εἰς γὰρ τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τοῦτο ἐποίησε. Πάλιν τὸν προδότην ἀνέμνησεν, ἐνταφιασμὸν εἰπών. Ἀλλ' οὐ καθικνεῖται αὐτοῦ ὁ ἔλεγχος, οὐδὲ μαλάσσει τὸ ῥῆμα, καίτοι ἱκανὸν αὐτὸν εἰς οἶκτον ἐμβαλεῖν· ὡσανεὶ ἔλεγεν· Ἐπαχθής εἰμι καὶ φορτικός· ἀλλὰ ἀνάμεινον μικρὸν, καὶ ἀπελεύσομαι. Καὶ γὰρ τοῦτο κατεσκεύαζεν ἐν τῷ λέγειν· Ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἀλλ' οὐδὲν τούτων τὸν θηριώδη καὶ μαινόμενον ἐπέκαμψε, καίτοι γε καὶ τούτων πολλῷ πλείονα καὶ εἶπε καὶ ἐποίησε, καὶ τοὺς πόδας αὐτοῦ ἔνιψε κατ' αὐτὴν τὴν νύκτα, καὶ τραπέζης αὐτῷ μετέδωκε καὶ ἁλῶν· ὃ καὶ τὰς λῃστρικὰς οἶδε κατέχειν ψυχὰς (καὶ ῥήματα ἕτερα ἐφθέγξατο, ἱκανὰ καὶ λίθον μαλάξαι)· καὶ ταῦτα οὐ πρὸ πολλοῦ τοῦ χρόνου, ἀλλ' ἐν αὐτῇ τῇ ἡμέρᾳ, ἵνα μηδὲ ὁ χρόνος εἰς λήθην ἐμβάλῃ. Ἀλλὰ πρὸς ἅπαντα ἔστη. γʹ. Δεινὸν γὰρ ἡ φιλαργυρία, δεινόν· καὶ ὀφθαλμοὺς καὶ ὦτα πηροῖ, καὶ θηρίου χαλεπωτέρους ποιεῖ, οὐ συνειδὸς, 273
οὐ φιλίαν, οὐ κοινωνίαν, οὐ τὴν τῆς οἰκείας ψυχῆς σωτηρίαν ἐννοῆσαι συγχωροῦσα, ἀλλὰ καθάπαξ πάντων ἀποστήσασα, δούλους αὐτῆς ποιεῖ τοὺς ἁλόντας, καθάπερ τις τυραννὶς χαλεπή. Καὶ τὸ δεινὸν τῆς οὕτω πικρᾶς δουλείας, ὅτι καὶ χάριν αὐτοῖς ἔχειν ἀναπείθει· καὶ ὅσῳπερ ἂν αὐτῇ μᾶλλον δουλεύσωσι, τοσούτῳ τὰ τῆς ἡδονῆς αὔξεται. Καὶ ταύτῃ μάλιστα ἀνίατον τὸ νόσημα γίνεται, ταύτῃ δυσάλωτον τὸ θηρίον. Τοῦτο τὸν Γιεζῆ λεπρὸν ἀντὶ μαθητοῦ καὶ προφήτου πεποίηκε· τοῦτο τοὺς περὶ Ἀνανίαν ἀπώλεσε· τοῦτο τὸν Ἰούδαν προδότην εἰργάσατο· τοῦτο τοὺς Ἰουδαίων ἄρχοντας διέφθειρε, λαμβάνοντας δῶρα καὶ κοινωνοὺς κλεπτῶν γενομένους. Τοῦτο μυρίους πολέμους εἰσήγαγεν· αἱμάτων μὲν τὰς ὁδοὺς, θρήνων δὲ 59.364 καὶ οἰμωγῶν τὰς πόλεις πληρῶσαν. Τοῦτο καὶ δεῖπνα ἐποίησε γενέσθαι ἀκάθαρτα καὶ τραπέζας ἐναγεῖς, καὶ ἐδέσματα παρανομίας ἐνέπλησε. Διὰ τοῦτο αὐτὸ εἰδωλολατρείαν ἐκάλεσεν ὁ Παῦλος. Ἀλλ' οὐδὲ οὕτως ἐφόβησε. Διατί δὲ εἰδωλολατρείαν φησίν; Ἔχουσι πολλοὶ χρήματα, καὶ χρήσασθαι αὐτοῖς οὐ τολμῶσιν, ἀλλὰ ἀφιεροῦσιν, εἰς ἐγγόνους καὶ ἐξ ἐγγόνων παραπέμποντες ἀνέπαφα, καθάπερ τινῶν ἀναθημάτων οὐ τολμῶντες ἅψασθαι. Ἐὰν δέ ποτε καὶ ἀναγκασθῶσιν, ὥσπερ ἀθέμιτόν τι πράξαντες, οὕτω διάκεινται. Καὶ ἄλλως δὲ, ὥσπερ τὸ ξόανον περιέπει ὁ Ἕλλην· οὕτω σὺ τὸ χρυσίον θύραις πιστεύεις καὶ μοχλοῖς, ἀντὶ ναοῦ τὸ κιβώτιον κατασκευάζων καὶ ἐναποτιθέμενος σκεύεσιν ἀργυροῖς. Ἀλλ' οὐ προσκυνεῖς, καθάπερ ἐκεῖνος τὸ ξόανον; Ἀλλὰ πᾶσαν ἐπιδείκνυσαι περὶ αὐτὸ θεραπείαν. Πάλιν ἐκεῖνος ἡδέως ἂν τοὺς ὀφθαλμοὺς καὶ τὴν ψυχὴν πρόοιτο, ἢ τὸ ξόανον. Τοῦτο καὶ οἱ τὸ χρυσίον φιλοῦντες. Ἀλλ' οὐ προσκυνῶ τὸ χρυσίον, φησίν. Οὐδὲ ἐκεῖνος τὸ εἴδωλον, φησὶ, προσκυνεῖ, ἀλλὰ τὸν ἐνοικοῦντα δαίμονα. Οὕτω καὶ σὺ, κἂν μὴ τὸ χρυσίον προσκυνῇς, ἀλλὰ τὸν ἀπὸ τῆς ὄψεως τοῦ χρυσίου καὶ τῆς ἐπιθυμίας ἐπιπηδῶντά σου τῇ ψυχῇ δαίμονα. Δαίμονος γὰρ χαλεπώτερον τῆς φιλαργυρίας ἡ ἐπιθυμία, καὶ ταύτῃ πολλοὶ μᾶλλον πείθονται, ἢ ἕτεροι τοῖς εἰδώλοις. Ἐκεῖνοι μὲν γὰρ πολλὰ παρακούουσιν, ἐνταῦθα δὲ πάντα εἴκουσι, καὶ ὅπερ ἂν εἴπῃ ποιῆσαι, πείθονται. Τί λέγει; Πολέμιος ἔσο, φησὶν, ἐχθρὸς ἁπάντων· ἀγνόει τὴν φύσιν, καταφρόνει Θεοῦ, κατάθυσόν μοι σαυτόν· καὶ πάντα πείθονται. Καὶ τοῖς μὲν ξοάνοις βοῦς καὶ πρόβατα θύουσιν· ἡ δὲ φιλαργυρία λέγει· Θῦσόν μοι τὴν σαυτοῦ ψυχὴν, καὶ πείθει. Ὁρᾷς οἵους ἔχει βωμούς; οἷα δέχεται θύματα; Βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν οἱ πλεονέκται· καὶ οὐδὲ οὕτω δεδοίκασι. Καίτοι γε πάντων ἡ ἐπιθυμία αὕτη ἀσθενεστέρα. Οὐ γὰρ ἔμφυτος, οὐδὲ φυσική· ἦ γὰρ ἂν παρὰ τὴν ἀρχὴν ἐνετέθη· νῦν δὲ χρυσίον οὐκ ἦν ἄνωθεν, οὐδὲ ἤρα τις χρυσίου. Ἀλλ' εἰ βούλεσθε, λέγω πόθεν εἰσῆλθε τὸ κακόν. Ἕκαστος τὸν πρὸ αὐτοῦ ζηλοῦντες ἐπέτεινον τὸ νόσημα, καὶ τὸν οὐ βουλόμενον ὁ προλαβὼν ἐρεθίζει. Ὅταν γὰρ ἴδωσιν οἰκίας λαμπρὰς, καὶ πλῆθος ἀγρῶν, καὶ ἀνδραπόδων ἀγέλας, καὶ ἀργυρᾶ σκεύη, καὶ πολὺν ἱματίων φορυτὸν, πάντα πράττουσιν, ὥστε ὑπερβαλέσθαι· ὥστε οἱ πρῶτοι τῶν δευτέρων αἴτιοι γίνονται, κἀκεῖνοι τῶν μετ' αὐτούς. Εἰ δὲ ἐβούλοντο σωφρονεῖν, οὐκ ἂν τοῖς ἄλλοις ἐγίνοντο διδάσκαλοι, μᾶλλον δὲ οὐδὲ τούτοις ἔστιν ἀπολογία. Εἰσὶ γὰρ καὶ ἕτεροι χρημάτων καταφρονοῦντες. Καὶ τίς, φησὶ, καταφρονεῖ; Τὸ γὰρ δεινὸν, ὅτι ὑπὸ πολλῆς κακίας εἰς ἀδύνατον δοκεῖ περιεστάναι, καὶ οὐδὲ πιστεύεταί τις κατορθῶν. Εἴπω τοίνυν πολλοὺς τοὺς ἐν ταῖς πόλεσι, καὶ τοὺς ἐν τοῖς ὄρεσι. Καὶ τί τὸ κέρδος; οὐδὲ γὰρ ἀπὸ τούτων ἔσεσθε βελτίους. Ἄλλως δὲ, οὐ περὶ τούτων ἡμῖν ὁ λόγος νῦν, ὥστε κενῶσαι τὰ ὄντα· ἐβουλόμην δέ· πλὴν ἀλλ' ἐπειδὴ μεῖζον ὑμῶν τὸ φορτίον, οὐκ ἀναγκάζω· ἀλλ' ὥστε μὴ τῶν ἀλλοτρίων ἐφίεσθαι παραινῶ, ὥστε ἐκ τῶν ὄντων μεταδιδόναι. Πολλοὺς δὲ τοιούτους εὑρήσομεν τοῖς οἰκείοις ἀρκουμένους, τῶν ἑαυτῶν ἐπιμελουμένους, καὶ ἀπὸ δικαίων ζῶντας πόνων. Διατί μὴ τούτους ζηλοῦμεν καὶ μιμούμεθα; Ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν· οὐχὶ τὰ κτήματα αὐτῶν ἕστηκε, μόνον τὰ ὀνόματα αὐτῶν διασώζοντα; τοῦ δεῖνος τὸ βαλα 59.365 νεῖον, καὶ τοῦ δεῖνος τὸ προάστειον, 274
καὶ τὸ κατάλυμα; οὐχὶ εὐθέως θεασάμενοι στένομεν, ἐννοοῦντες πόσον πόνον ὑπέμεινε, πόσας ἁρπαγὰς ἥρπασε, καὶ οὐδαμοῦ φαίνεται, ἀλλ' ἐντρυφῶσιν ἕτεροι τοῖς ἐκείνου, οὓς οὐδὲ προσεδόκησε, τάχα δὲ καὶ ἐχθροὶ, ἐκείνου τὴν ἐσχάτην διδόντος δίκην. Ταῦτα καὶ ἡμᾶς μένει. Πάντως γὰρ ἀποθανούμεθα, πάντως τὸ αὐτὸ τέλος ὑποστησόμεθα. Πόσην ὀργὴν, εἰπέ μοι, πόσην δαπάνην, πόσας ἀπεχθείας ὑπέστησαν! Καὶ τί τὸ κέρδος; Κόλασις ἀθάνατος, καὶ τὸ μηδεμιᾶς τυχεῖν παραμυθίας· καὶ τὸ μὴ ζῶντας μόνον, ἀλλὰ καὶ ἀπελθόντας κατηγορεῖσθαι παρὰ πάντων. Τί δέ; τῶν πολ 59.366 λῶν τὰς εἰκόνας ὅταν ἴδωμεν ἀνακειμένας ἐν ταῖς οἰκίαις, οὐχὶ μᾶλλον θρηνοῦμεν; Ἀληθῶς καλῶς εἶπεν ὁ Προφήτης· Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν. Ταραχὴ γὰρ ὄντως ἡ περὶ τὰ τοιαῦτα σπουδή· ταραχὴ καὶ θόρυβος περιττός. Ἀλλ' οὐκ ἐν ταῖς μοναῖς ταῖς αἰωνίοις τοῦτό ἐστιν, οὐδὲ ἐν ταῖς σκηναῖς ἐκείναις. Ἐνταῦθα μὲν γὰρ ἕτερος ἐμόχθησε, καὶ ἕτερος ἀπολαύει· ἐκεῖ δὲ τῶν ἑαυτοῦ μόχθων ἕκαστος ἔσται κύριος, καὶ πολυπλασίονα λήψεται τὴν ἀμοιβήν. Πρὸς ἐκείνην τοίνυν ἐπειγώμεθα τὴν κτῆσιν· ἐκεῖ κατασκευάζωμεν ἑαυτοῖς οἰκίας, ἵνα ἀναπαυσώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
59.365 ΟΜΙΛΙΑ Ξ ʹ. Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι· καὶ ἦλθον, οὐ διὰ τὸν Ἰησοῦν μό νον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγει ρεν ἐκ νεκρῶν. αʹ. Ὥσπερ ὁ πλοῦτος τοὺς οὐ προσέχοντας ἐκτραχηλίζειν εἴωθεν, οὕτω καὶ ἡ ἀρχή. Ἐκεῖνος μὲν γὰρ εἰς πλεονεξίαν, αὕτη δὲ εἰς ἀπόνοιαν ἄγει. Ὅρα γοῦν τὸ ἀρχόμενον πλῆθος τῶν Ἰουδαίων ὑγιαῖνον, τοὺς δὲ ἄρχοντας διεφθαρμένους. Ὅτι γὰρ οὗτοι αὐτῷ ἐπίστευον, λέγουσι μὲν συνεχῶς οἱ εὐαγγελισταὶ, ὅτι Πολλοὶ ἐκ τοῦ ὄχλου ἐπίστευσαν αὐτῷ. Ἐκ δὲ τῶν ἀρχόντων ἠπίστουν. Καὶ αὐτοὶ λέγουσιν, οὐχὶ ὁ ὄχλος, Μή τις τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; Ἀλλὰ τί φησι; Τὸ πλῆθος, οἱ μὴ εἰδότες τὸν Θεὸν, ἐπικατάρατοί εἰσι. Τοὺς πιστεύοντας ἐπικαταράτους ἔλεγον, ἑαυτοὺς δὲ ἀναιροῦντας, συνετούς. Καὶ ἐνταῦθα δὲ τὸ θαῦμα θεασάμενοι, ἐπίστευον οἱ πολλοί· οἱ δὲ ἄρχοντες οὐκ ἠρκοῦντο μόνον τοῖς οἰκείοις κακοῖς, ἀλλὰ καὶ τὸν Λάζαρον ἀνελεῖν ἐπεχείρουν. Ἔστω, τὸν Χριστὸν, ὅτι τὸ σάββατον ἔλυεν, ὅτι ἴσον ἑαυτὸν ἐποίει τῷ Πατρὶ, καὶ διὰ τοὺς Ῥωμαίους οὕς φατε· τῷ Λαζάρῳ τί ἔχοντες ἐγκαλεῖν, ἐπεχείρουν αὐτὸν ἀναιρεῖν; Μὴ ἆρα τὸ καλῶς παθεῖν, ἔγκλημα; Ὁρᾷς πῶς αὐτῶν φονικὴ ἡ προαίρεσις; Καίτοι πολλὰ σημεῖα εἰργάσατο· ἀλλ' οὐδὲν αὐτοὺς οὕτω ἐξεθηρίωσεν, οὐχ ὁ παραλελυμένος, οὐχ ὁ τυφλός. Τοῦτο γὰρ καὶ τῇ φύσει θαυμαστότερον ἦν, καὶ μετὰ πολλὰ ἐγεγόνει, καὶ ἦν παράδοξον νεκρὸν τετραήμερον ἰδεῖν περιπατοῦντα καὶ φθεγγόμενον. Καλά γε (οὐ γάρ;) τῆς ἑορτῆς τὰ κατορθώματα, φόνοις ἀναμιγνύναι τὴν πανήγυριν. Ἄλλως δὲ, ἐκεῖ μὲν ἐδόκουν ἐγκαλεῖν τὸ σάββατον, καὶ ταύτῃ ἀπάγειν τοὺς ὄχλους· ἐνταῦθα δὲ, ἐπειδὴ μηδὲν εἶχον μέμψασθαι, κατὰ τοῦ θεραπευομένου ποιοῦνται τὴν ἐπιχείρησιν. Ἐνταῦθα γὰρ οὐδ' ὅτι ἐναντιοῦται τῷ Πατρὶ εἶχον εἰπεῖν. Ἡ γὰρ εὐχὴ αὐτοὺς ἐπεστόμιζεν. Ἐπεὶ οὖν καὶ ὃ ἀεὶ ἐνεκάλουν ἀνῄρητο, καὶ τὸ σημεῖον λαμπρὸν ἦν, ἐπὶ τὸν φόνον ὁρμῶσιν. Ὥστε καὶ ἐπὶ τοῦ τυφλοῦ τοῦτο ἂν ἐποίησαν, εἰ μὴ εἶχον ἐγκαλεῖν τὸ σάββατον. Ἄλλως δὲ, ἐκεῖνος 59.366 μὲν ἄσημος ἦν, καὶ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ οὗτος δὲ ἐπίσημος· καὶ δῆλον ἐκ τοῦ πολλοὺς ἐλθεῖν εἰς παραμυθίαν τῶν ἀδελφῶν· καὶ πάντων ὁρώντων τὸ θαῦμα ἐγένετο, καὶ μετὰ πολλῆς τῆς παραδοξοποιίας. Διὰ τοῦτο, πάντες ἔτρεχον ὀψόμενοι. Τοῦτο οὖν αὐτοὺς ἔδακνε, τὸ τῆς ἑορτῆς ἑστώσης πάντας ἀφέντας ἐπὶ τὴν Βηθανίαν ἔρχεσθαι. Ἐπεχείρησαν οὖν αὐτὸν ἀνελεῖν, καὶ οὐδὲ
ἐδόκουν τολμᾷν· οὕτως ἦσαν φονικοί. Καὶ διὰ τοῦτο ἀρχόμενος ὁ νόμος, ἀπὸ τούτου ἄρχεται· Οὐ φονεύσεις· καὶ ὁ προφήτης τοῦτο ἐγκαλεῖ· Αἱ χεῖρες αὐτῶν αἵματος πλήρεις. Πῶς οὖν παῤῥησίᾳ μὴ περιπατῶν ἐν τῇ Ἰουδαίᾳ, καὶ εἰς τὴν ἔρημον ἀναχωρῶν, πάλιν εἰσέρχεται μετὰ παῤῥησίας; Σβέσας τὸν θυμὸν τῇ ἀναχωρήσει, πεπαυμένοις αὐτοῖς ἐφίσταται. Ἄλλως δὲ, τὸ πλῆθος τὸ προάγον καὶ τὸ ἑπόμενον ἱκανὸν ἦν εἰς ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. Οὐδὲν γὰρ οὕτως ἐπεσπάσατο αὐτοὺς σημεῖον, ὡς τὸ τοῦ Λαζάρου. Καὶ ἄλλος δὲ εὐαγγελιστής φησιν, ὅτι Ὑπέστρωσαν τοῖς ποσὶν αὐτοῦ τὰ ἱμάτια· καὶ, ὅτι Πᾶσα ἡ πόλις ἐσείσθη· μετὰ τοσαύτης εἰσῄει τιμῆς. Ἐποίει δὲ τοῦτο, προφητείαν τὴν μὲν τυπῶν, τὴν δὲ πληρῶν· καὶ τὸ αὐτὸ τῆς μὲν ἐγένετο ἀρχὴ, τῆς δὲ τέλος. Τὸ μὲν γὰρ, Χαῖρε ὅτι ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, προφητείαν πληροῦντος ἦν· τὸ δὲ [ἐπὶ] ὄνον καθίσαι, μέλλον πρᾶγμα προδιατυποῦντος, ὅτι τὸ ἀκάθαρτον τῶν ἐθνῶν γένος ἔμελλεν ὑποχείριον ἔχειν. Πῶς δὲ οἱ ἄλλοι φασὶν, ὅτι μαθητὰς ἔπεμψε καὶ εἶπεν· Λύσατε τὴν ὄνον καὶ τὸν πῶλον· οὗτος δὲ οὐδὲν τοιοῦτόν φησιν, ἀλλ' ὅτι ὀνάριον εὑρὼν ἐπεκάθισεν; Ὅτι ἀμφότερα γενέσθαι εἰκὸς ἦν, καὶ μετὰ τὸ λυθῆναι τὴν ὄνον ἀγόντων τῶν μαθητῶν, εὑρόντα αὐτὸν ἐπικαθίσαι. Τὰ δὲ βαΐα τῶν φοινίκων καὶ τῶν ἐλαιῶν ἔλαβον, καὶ τὰ ἱμάτια ὑπεστόρεσαν, δεικνύντες ὅτι λοιπὸν μείζονα ἢ περὶ προφήτου δόξαν εἶχον περὶ αὐτοῦ, καὶ ἔλεγον· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὁρᾷς ὅτι τοῦτο μάλιστα αὐτοὺς ἀπέπνιγε, τὸ πεισθῆναι πάντας ὅτι οὐκ ἔστιν ἀντίθεος; Καὶ τοῦτο μάλιστα διῄρει τὸν δῆμον, τὸ λέγειν αὐτὸν παρὰ τοῦ Πατρὸς ἥκειν; Τί δέ ἐστι, Χαῖρε σφόδρα, θύγατερ Σιών; Ἐπειδὴ πάντες αὐτῶν οἱ βασιλεῖς ὡς ἐπὶ τὸ πολὺ ἄδικοί τινες ἦσαν καὶ πλεονέκται, καὶ παρέδωκαν αὐτοὺς τοῖς ἐχθροῖς, καὶ τὸ πλῆθος διέστρεφον, καὶ ὑπευθύνους ἐποίουν τοῖς πολεμίοις· Θάῤῥει, φησίν· οὗτος οὐ τοιοῦτος, ἀλλὰ πρᾶος καὶ ἐπιεικής· καὶ δείκνυται ἀπὸ τῆς ὄνου. Οὐ γὰρ στρατόπεδον ἐπισυρόμενος εἰσῆλθεν, ἀλλ' ὄνον ἔχων μόνον. Τοῦτο δὲ οὐκ ᾔδεσαν, φησὶν, οἱ μα 59.367 θηταὶ αὐτοῦ, ὅτι ἦν ἐπ' αὐτῷ γεγραμμένον. Ὁρᾷς ὅτι τὰ πλείονα ἠγνόουν, ἐπειδὴ αὐτὸς οὐκ ἀπεκάλυπτεν αὐτοῖς; Καὶ γὰρ ὅτε εἶπεν· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν, οὐδὲ τότε ᾔδεσαν οἱ μαθηταί. Καὶ ἄλλος δὲ εὐαγγελιστὴς λέγει, ὅτι ἦν κεκρυμμένος ὁ λόγος ἀπ' αὐτῶν, καὶ οὐκ ᾔδεσαν ὅτι δεῖ αὐτὸν ἀναστῆναι ἐκ τῶν νεκρῶν. Ἀλλὰ τοῦτο μὲν εἰκότως ἐκρύπτετο. Διὸ καὶ ἄλλος λέγει εὐαγγελιστὴς, ὅτι καθ' ἕκαστον ἀκούοντες ἤλγουν, καὶ ἦσαν ἐν κατηφείᾳ· τοῦτο δὲ, ἐκ τοῦ μὴ εἰδέναι τὸν περὶ τῆς ἀναστάσεως λόγον. Ἀλλὰ τοῦτο μὲν εἰκότως ἐκρύπτετο, ἅτε μεῖζον ἢ κατ' αὐτούς· τὸ μέντοι τῆς ὄνου διατί αὐτοῖς οὐκ ἀπεκαλύφθη; Ὅτι καὶ τοῦτο μέγα ἦν. βʹ. Ὅρα δὲ φιλοσοφίαν εὐαγγελιστοῦ, πῶς οὐκ ἐπαισχύνεται τὴν προτέραν αὐτῶν ἄγνοιαν ἐκπομπεύειν. Ὅτι μὲν οὖν γέγραπται, ᾔδεσαν· ὅτι δὲ ἐπ' αὐτῷ γέγραπται, οὐκ ᾔδεσαν. Καὶ γὰρ ἂν ἐσκανδάλισεν αὐτοὺς, εἴ γε βασιλεὺς ὢν τοιαῦτα μέλλοι πάσχειν, καὶ οὕτως ἐκδίδοσθαι. Καὶ ἄλλως δὲ, οὐκ ἂν εὐθέως ἐχώρησαν τὴν γνῶσιν τῆς βασιλείας, ἣν ἔλεγε. Καὶ γὰρ ἄλλος εὐαγγελιστής φησιν, ὅτι περὶ βασιλείας ἐδόκουν ταύτης λέγεσθαι. Ἐμαρτύρει δὲ ὁ ὄχλος, ὅτι ἀνέστησε τὸν Λάζαρον. Οὐ γὰρ ἂν τοσοῦτοι μετέθεντο ἐξαίφνης, φησὶν, εἰ μὴ ἐπίστευσαν τῷ σημείῳ. Οἱ δὲ Φαρισαῖοι εἶπον πρὸς αὐτούς· Θεωρεῖτε, ὅτι οὐκ ὠφελεῖτε οὐδέν; Ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ὑπάγει. Δοκεῖ δέ μοι τοῦτο εἶναι τῶν ὑγιαινόντων μὲν, οὐ τολμώντων δὲ παῤῥησιάσασθαι, εἶτα ἀπὸ τῆς ἐκβάσεως κατεχόντων αὐτοὺς ὡς ἀνήνυτα ἐπιχειροῦντας. Κόσμον δὲ ἐνταῦθα πάλιν τὸν ὄχλον φασίν. Οἶδε γὰρ ἡ Γραφὴ κόσμον καὶ τὴν κτίσιν λέγειν, καὶ τοὺς ἐν πονηρίᾳ ζῶντας. Καὶ τὸ μέν φησιν, ὅταν λέγῃ, Ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ· τὸ δὲ, ὅταν λέγῃ, Ὁ κόσμος ὑμᾶς οὐ μισεῖ, ἐμὲ δὲ μισεῖ. Καὶ χρὴ ταῦτα ἀκριβῶς εἰδέναι, ἵνα μὴ παρὰ τὴν σημασίαν τῶν ὀνομάτων λαβὴν παρέχωμεν τοῖς αἱρετικοῖς. Ἦσαν δέ τινες τῶν Ἑλλήνων ἀναβάντες προσκυνῆσαι εἰς τὴν ἑορτήν. Ἐγγὺς ὄντες λοιπὸν τοῦ 276
προσήλυτοι γίνεσθαι, ἦσαν εἰς τὴν ἑορτήν. Τῆς φήμης οὖν διαδοθείσης, λέγουσι· Θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. Ὁ δὲ Φίλιππος παραχωρεῖ τῷ Ἀνδρέᾳ, ἅτε πρὸ αὐτοῦ ὄντι, καὶ τὸ πρᾶγμα αὐτῷ κοινοῦται. Ἀλλ' οὐδὲ οὗτος ἁπλῶς αὐθεντεῖ· ἤκουσε γὰρ, ὅτι Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε. Διὰ τοῦτο μετὰ τοῦ μαθητοῦ κοινωσάμενος, τῷ διδασκάλῳ ἀναφέρει· ἀμφότεροι γὰρ εἶπον αὐτῷ. Ὁ δὲ τί φησιν; Ἦλθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. Τί ἐστιν, Ἦλθεν ἡ ὥρα; Ἔλεγεν, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, πᾶσαν ἐγκόπτων ἀγνωμοσύνης πρόφασιν ἀπὸ Ἰουδαίων, καὶ κατεῖχεν αὐτούς. Ἐπεὶ οὖν ἐπέμενον οὗτοι ἀπειθοῦντες, ἐκεῖνοι δὲ ἐβούλοντο προσελθεῖν, Καιρὸς λοιπὸν, φησὶν, ἐπὶ τὸ πάθος ἐλθεῖν, πάντων πεπληρωμένων. Εἰ γὰρ μέλλοιμεν τούτοις μὲν καὶ ἀπειθοῦσι προσεδρεύειν, ἐκείνους δὲ καὶ βουλομένους μὴ προσίεσθαι, ἀνάξια τῆς ἡμετέρας ἔσται ταῦτα κηδεμονίας. Ἐπεὶ οὖν ἔμελλεν ἀφήσειν τοὺς μαθητὰς ἐπὶ τὰ ἔθνη λοιπὸν ἰέναι μετὰ τὸν σταυρὸν, ὁρᾷ δὲ αὐτοὺς προπηδῶντας, φησί· Καιρὸς ἐπὶ τὸν σταυρὸν ἐλθεῖν. Οὐ πρότερον γὰρ αὐτοὺς εἴασεν, ἵνα ᾖ εἰς μαρτύριον αὐτοῖς. Ἕως γὰρ διὰ τῶν ἔργων αὐτὸν διεκρούσαντο, 59.368 ἕως αὐτὸν ἐσταύρωσαν, οὐκ εἶπε, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, ἀλλ', Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· καὶ, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἐπειδὴ δὲ ἐμίσησαν αὐτὸν, καὶ οὕτως ἐμίσησαν ὡς ἀνελεῖν, περιττὸν ἧν προσεδρεύειν διακρουομένων ἐκείνων. Καὶ γὰρ παρῃτήσαντο αὐτὸν λέγοντες· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Τότε δὴ λοιπὸν αὐτοὺς ἀφῆκεν, ἐπειδὴ αὐτοὶ ἀφῆκαν. Διὰ τοῦτο λέγει· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε! Τί ἐστιν· Ὁ κόκκος τοῦ σίτου, ἐὰν μὴ πεσὼν ἀποθάνῃ; Περὶ τοῦ σταυροῦ λέγει. Ἵνα γὰρ μὴ θορυβῶνται ἐννοοῦντες ὅτι, ὅτε καὶ Ἕλληνες προσῆλθον, τότε ἀνῃρέθη, λέγει· Αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοὺς ποιεῖ προσελθεῖν, καὶ αὐξήσει τὸ κήρυγμα τὸ ἐμόν. Εἶτα, ἐπειδὴ ἀπὸ λόγων οὐχ οὕτως ἔπειθεν, ἀπὸ τῆς τῶν πραγμάτων πείρας αὐτὸ μεθοδεύει λέγων· Ἐπεὶ καὶ ἐν τῷ σίτῳ τοῦτο γίνεται· μᾶλλον φέρει καρπὸν, ὅταν ἀποθάνῃ. Εἰ δὲ ἐν τοῖς σπέρμασι τοῦτο, πολλῷ μᾶλλον ἐν ἐμοί. Ἀλλ' οὐκ ᾔδεσαν οἱ μαθηταὶ τὰ λεγόμενα. Διὸ συνεχῶς αὐτὸ τίθησιν ὁ εὐαγγελιστὴς, ἀπολογούμενος ὑπὲρ τῆς μετὰ ταῦτα φυγῆς. Τοῦτον καὶ περὶ τῆς ἀναστάσεως διαλεγόμενος ὁ Παῦλος τὸν λόγον ἐκίνησε. γʹ. Ποίαν οὖν ἕξουσιν ἀπολογίαν οἱ τῇ ἀναστάσει διαπιστοῦντες, ἐν τοῖς σπέρμασι τοῦ πράγματος καθ' ἑκάστην μελετωμένου τὴν ἡμέραν, καὶ ἐν φυτοῖς, καὶ ἐπὶ τῆς γενέσεως τῆς ἡμετέρας; Πρότερον γὰρ δεῖ φθαρῆναι τὸ σπέρμα, καὶ τότε γενέσθαι γένεσιν. Ὅλως δὲ ὅταν ὁ Θεός τι ποιῇ, λογισμῶν οὐκ ἔστι χρεία. Πῶς γὰρ ἐξ οὐκ ὄντων ἡμᾶς ἐποίησε; Ταῦτα πρὸς Χριστιανοὺς λέγω, τοὺς λέγοντας πείθεσθαι Γραφαῖς. Ἐγὼ δὲ καὶ ἕτερον ἐρῶ ἀπὸ λογισμῶν ἀνθρωπίνων. Τῶν ἀνθρώπων οἱ μὲν ἐν κακίᾳ διάγουσιν, οἱ δὲ ἐν ἀρετῇ. Ἀλλὰ τῶν ἐν κακίᾳ διατριβόντων πολλοὶ εἰς ἔσχατον γῆρας ἦλθον εὐπαθοῦντες· τῶν δὲ ἐν ἀρετῇ, τὰ ἐναντία ὑπομείναντες. Πότε οὖν τὰ κατ' ἀξίαν ἀπολήψεται ἕκαστος; ἐν ποίῳ καιρῷ; Ναὶ, φησίν· ἀλλὰ σωμάτων οὐκ ἔστιν ἀνάστασις. Οὐκ ἀκούουσι τοῦ Παύλου λέγοντος· Δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν; Οὐ περὶ ψυχῆς (οὐδὲ γὰρ φθείρεται ἡ ψυχή)· καὶ ἀνάστασις δὲ τοῦ πεπτωκότος λέγεται· ἔπεσε δὲ τὸ σῶμα. Διατί δὲ οὐ βούλει ἀνάστασιν εἶναι σώματος; Πότερον οὐ δυνατὸν τῷ Θεῷ; Ἀλλὰ τοῦτο μὲν ἐσχάτης ἀνοίας λέγειν. Ἀλλ' οὐ πρέπει; Διατί οὐ πρέπει τὸ φθαρτὸν καὶ πόνου καὶ θανάτου κοινωνῆσαν, κοινωνῆσαι καὶ τῶν στεφάνων; Εἰ γὰρ μὴ ἔπρεπεν, οὐδ' ἂν παρὰ τὴν ἀρχὴν ἐγένετο, οὐκ ἂν σάρκα αὐτὸς ἀνέλαβεν. Ὅτι δὲ καὶ ἀνέλαβε, καὶ αὐτὴν ἀνέστησεν, ἄκουσον τί φησι· Βάλε τοὺς δακτύλους, καὶ ἴδε, ὅτι πνεῦμα ὀστᾶ καὶ νεῦρα οὐκ ἔχει. Διατί δὲ τὸν Λάζαρον ἀνέστησεν, εἰ βέλτιον ἦν χωρὶς σώματος ἀναστῆναι; τί ἐν τάξει σημείου καὶ 277
εὐεργεσίας αὐτὸ ποιεῖ; τί δὲ ὅλως ἔδωκε τροφάς; Μὴ τοίνυν ἀπατᾶσθε παρὰ τῶν αἱρετικῶν, ἀγαπητοί. Καὶ γὰρ ἀνάστασίς ἐστι, καὶ κρίσις ἐστί. Ταῦτα δὲ ἀναιροῦσιν, ὅσοι μὴ βούλονται δοῦναι λόγον τῶν πεπραγμένων. Καὶ γὰρ δεῖ τὴν ἀνάστασιν τοιαύτην εἶναι, οἵα γέγονεν ἡ τοῦ Χριστοῦ. Ἀπαρχὴ γὰρ ἐκεῖνος, καὶ πρωτότοκος ἀπὸ τῶν νεκρῶν. Εἰ δὲ ἀνάστασις τοῦτό ἐστι, ψυχῆς καθαρμὸς, καὶ ἁμαρτιῶν ἀπαλλαγὴ, ὁ δὲ Χριστὸς οὐχ ἥμαρτε, πῶς ἀνέστη; πῶς ἡμεῖς τῆς κατάρας ἀπηλλάγημεν, εἴ γε καὶ αὐτὸς ἥμαρτε; πῶς δὲ λέγει· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν; Ταῦτα 59.369 γὰρ τὸ ἀναμάρτητον δηλοῦντός ἐστιν. Οὐκοῦν κατ' αὐτοὺς ἢ οὐκ ἀνέστη, ἢ ἵνα ἀναστῇ, ἥμαρτε πρὸ τῆς ἀναστάσεως. Ἀλλὰ καὶ ἀνέστη, καὶ ἁμαρτίαν οὐκ ἐποίησεν. Οὐκοῦν ἀνέστη σώματι· καὶ τὰ δόγματα ταῦτα τὰ πονηρὰ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ κενοδοξίας ἔκγονα. Φεύγωμεν τοίνυν τοῦτο τὸ νόσημα. Φθείρουσι γὰρ, φησὶν, ἤθη χρηστὰ ὁμιλίαι κακαί. Οὐκ ἔστι ταῦτα ἀποστόλων διδάγματα· Μαρκίων ἐστὶ καὶ Οὐαλεντῖνος ὁ ταῦτα καινοτομήσας. Φεύγωμεν τοίνυν, ἀγαπητοί. Οὐδὲν γὰρ ὄφελος βίου καθαροῦ, δογμάτων διεφθαρμένων· ὥσπερ οὖν οὐδὲ τοὐναντίον, δογμάτων ὑγιῶν, ἐὰν βίος ᾗ διεφθαρμένος. Ταῦτα Ἕλληνες ἔτεκον, ταῦτα ἐκεῖνοι ηὔξησαν, ἀπὸ τῶν ἔξωθεν φιλοσόφων λαβόντες, καὶ τὴν ὕλην ἀγέννητον λέγοντες, καὶ πολλὰ τοιαῦτα. Ὥσπερ οὖν εἶπαν, ὅτι οὐκ ἂν εἴη δημιουργὸς, μὴ ὑποκειμένης ὕλης ἀγεννήτου· οὕτω καὶ τὴν ἀνάστασιν ἠθέτησαν. Ἀλλὰ μὴ προσέχωμεν, εἰδότες Θεοῦ δύναμιν παναρκῆ· μὴ προσέχωμεν. Ὑμῖν λέγω ταῦτα. Ἡμεῖς γὰρ τὴν πρὸς αὐτοὺς οὐ παραιτησόμεθα μάχην. Ἀλλ' ὁ ἄοπλος καὶ γυμνὸς, κἂν εἰς ἀσθενεῖς ἐμπέσῃ, κἂν ἰσχυρότερος ᾖ, ῥᾳδίως ἁλώσεται. Εἰ μὲν γὰρ Γραφαῖς προσείχετε, καὶ καθ' ἑκάστην ἑαυτοὺς ἠκονᾶτε τὴν ἡμέραν, οὐκ ἂν παρῄνεσα τὴν πρὸς ἐκείνους φεύγειν μάχην, ἀλλὰ καὶ συμπλέκεσθαι συνεβούλευσα ἄν. Καὶ γὰρ ἰσχυρὰ ἡ ἀλήθεια. Ἐπειδὴ δὲ χρῆσθαι αὐταῖς οὐκ ἴστε, δέδοικα τὴν συμπλοκὴν, μὴ λαβόντες ὑμᾶς ἀόπλους καταβάλωσιν. Οὐδὲν γὰρ, οὐδὲν ἀσθενέστερον ἐκείνων τῶν τῆς τοῦ Πνεύματος βοηθείας ἠρημωμένων. Εἰ δὲ τῇ ἔξωθεν κέχρηνται σοφίᾳ, θαυμάζειν οὐ χρὴ, ἀλλὰ καταγελᾷν, ὅτι τοῖς μωροῖς κέχρηνται διδασκάλοις. Οὔτε γὰρ περὶ Θεοῦ, οὔτε περὶ κτίσεώς τι ὑγιὲς εὑρεῖν 59.370 ἠδυνήθησαν ἐκεῖνοι· ἀλλ' ἅπερ ἡ παρ' ἡμῖν χήρα ἐπίσταται, ταῦτα Πυθαγόρας οὐδέπω ᾔδει· ἀλλ' ἔλεγον ὅτι θάμνος ἐστὶ καὶ ἰχθὺς, καὶ κύων γίνεται ἡ ψυχή. Τούτοις οὖν, εἰπέ μοι, προσέχειν δεῖ; καὶ πῶς ἂν ἔχοι λόγον; Μεγάλοι εἰσὶν ἐν τῇ κώμῃ ἐκεῖνοι, καλοὺς βοστρύχους τρέφουσι, καὶ τρίβωνας ἀναβέβληνται· μέχρι τούτων αὐτοῖς ἡ φιλοσοφία. Ἂν δὲ τὰ ἔνδοθεν ἴδῃς, τέφρα καὶ κόνις, καὶ ὑγιὲς οὐδὲν, ἀλλὰ Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, πάντα ἀκαθαρσίας ἔχων γέμοντα καὶ ἰχῶρος, καὶ τὰ δόγματα πάντα σκωλήκων. Ὁ γοῦν πρῶτος αὐτῶν τὸ ὕδωρ ἔφησεν εἶναι θεὸν, καὶ ὁ μετ' ἐκεῖνον τὸ πῦρ, ἄλλος τὸν ἀέρα, καὶ πάντες εἰς τὰ σώματα κατηνέχθησαν. Τούτους οὖν, εἰπέ μοι, θαυμάζειν χρὴ, τοὺς οὐδὲ ἔννοιαν ἀσωμάτου λαβόντας Θεοῦ, εἰ δήποτε καὶ ὕστερον ἔλαβον, μετὰ τὸ συγγενέσθαι ἐν Αἰγύπτῳ τοῖς ἡμετέροις; Ἀλλ' ἵνα μὴ πολὺν ὑμῖν ἐπάγωμεν θόρυβον, ἐνταῦθα τὸν λόγον καταλύσωμεν. Ἂν γὰρ ἀρξώμεθα τὰ ἐκείνων προτιθέναι δόγματα, καὶ τί μὲν περὶ Θεοῦ, τί δὲ περὶ ὕλης, τί δὲ περὶ ψυχῆς, τί δὲ περὶ σωμάτων εἶπον, πολὺς ἕψεται γέλως. Καὶ οὐδὲ τῆς παρ' ἡμῶν κατηγορίας δεήσονται· αὐτοὶ γὰρ ἀλλήλους ἔβαλον. Ὁ γοῦν καθ' ἡμῶν γράψας τὸν περὶ τῆς ὕλης λόγον, ἑαυτὸν ἀνεῖλε. Διόπερ ἵνα μὴ ματαίως ὑμᾶς ἀποσχολήσωμεν, καὶ λαβύρινθον λόγων ἀνελίσσωμεν, ταῦτα ἀφέντες, ἐκεῖνο ἐροῦμεν, τῆς ἀκροάσεως τῶν θείων ἔχεσθαι Γραφῶν, καὶ μὴ λογομαχεῖν εἰς οὐδὲν δέον· ὃ καὶ Παῦλος παραινεῖ Τιμοθέῳ, καίτοι γε πολλῆς σοφίας ἐμπεπλησμένῳ, καὶ τὴν ἀπὸ τῶν σημείων ἔχοντι δύναμιν. Πειθώμεθα τοίνυν ἐκείνῳ, καὶ τὰς φλυαρίας ἀφέντες, τῶν ἔργων ἐχώμεθα, φιλαδελφίας λέγω καὶ φιλοξενίας· καὶ πολὺν ποιησώμεθα τῆς ἐλεημοσύνης λόγον, ἵνα τῶν ἐπηγγελμένων 278
τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.369 ΟΜΙΛΙΑ ΞΖʹ. Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω. αʹ. Γλυκὺς ὁ παρὼν βίος, καὶ πολλῆς γέμων ἡδονῆς· ἀλλ' οὐχ ἅπασιν, ἀλλὰ τοῖς προσηλωμένοις αὐτῷ. Εἰ δέ τις εἰς τὸν οὐρανὸν διαβλέψειε, καὶ τὰ ἐκεῖ ἴδοι καλὰ, ταχέως αὐτοῦ καταφρονήσει, καὶ οὐδένα ποιήσεται λόγον. Ἐπεὶ καὶ κάλλος σωμάτων, ἕως ἂν ἕτερον μὴ φαίνηται λαμπρότερον, θαυμάζεται· ἐπειδὰν δὲ φανῇ τὸ κρεῖττον, καταφρονεῖται τὸ πρότερον. Ἂν τοίνυν θελήσωμεν καὶ ἡμεῖς εἰς ἐκεῖνο τὸ κάλλος ἰδεῖν, καὶ τὴν εὐπρέπειαν τῆς ἐκεῖ βασιλείας κατοπτεῦσαι, ταχέως ἑαυτοὺς τῶν δεσμῶν ἀπολύσομεν τῶν παρόντων. Δεσμὸς γάρ τίς ἐστιν ἡ πρὸς τὰ παρόντα συμπάθεια. Καὶ εἰς τοῦτο ἡμᾶς ἐνάγων ὁ Χριστὸς, ἄκουσον τί φησιν· Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ὁ ἐμοὶ διακονῶν, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός. Αἰνίγματι ἐοικέναι δοκεῖ τὰ λεγόμενα. Ἀλλ' οὐκ ἔστιν, ἀλλὰ πολλῆς ἐμπέπλησται σοφίας. Καὶ πῶς Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν; Ὁ τὰς ἐπιθυμίας αὐτῆς ποιῶν τὰς ἀτόπους· ὁ χαριζόμενος αὐτῇ παρὰ τὸ δέον. Διὰ τοῦτο παραινεῖ τις λέγων· Μὴ πορεύου ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς σου. Οὕτω γὰρ αὐτὴν ἀπολεῖς (τῆς γὰρ ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν 59.370 ἀγούσης ἀπάγει)· ὥσπερ οὖν τὸ ἐναντίον, Ὁ μισῶν αὐτὴν ἐν τῷ κόσμῳ τούτῳ, σώσει αὐτήν. Τί δέ ἐστιν, Ὁ μισῶν αὐτήν; Ὁ μὴ εἴκων αὐτῇ, τὰ βλάπτοντα κελευούσῃ. Καὶ οὐκ εἶπεν, Ὁ μὴ εἴκων αὐτῇ, ἀλλ', Ὁ μισῶν αὐτήν. Καθάπερ γὰρ τῶν μισουμένων οὐδὲ φωνὴν ἀκοῦσαι ἀνεχόμεθα, οὐδὲ ὄψιν ἰδεῖν ἡδέως· οὕτω καὶ τὴν ψυχὴν, ὅταν ἐναντία ἐπιτάττῃ τῶν τῷ Θεῷ δοκούντων, μετὰ σφοδρότητος ἀποστρέφεσθαι χρή. Ἐπειδὴ γὰρ περὶ θανάτου μέλλει λοιπὸν αὐτοῖς διαλέγεσθαι, θανάτου τοῦ ἑαυτοῦ, καὶ προεῖδε κατηφοῦντας καὶ καταπίπτοντας, ὑπερβολὴν ἐποιήσατο λέγων· Τί λέγω, ἐὰν μὴ τὸν ἐμὸν θάνατον γενναίως ἐνέγκητε; Ἂν γὰρ ὑμεῖς αὐτοὶ μὴ ἀποθάνητε, ὑμῖν ἔσται κέρδος οὐδέν. Καὶ ὅρα πῶς παραμυθεῖται τὸν λόγον. Σφόδρα ἦν φορτικὸν καὶ ἐπαχθὲς τὸ ἀκοῦσαι ὅτι δεῖ ἀποθανεῖν φιλοψυχοῦντα τὸν ἄνθρωπον. Καὶ τί λέγω τὸ παλαιόν; ὅπου γε καὶ νῦν πολλοὺς εὑρήσομεν ἡδέως πάντα μαθεῖν ὑπομένοντας, ὑπὲρ τοῦ τὸν παρόντα καρπώσασθαι βίον, καὶ ταῦτα περὶ τῶν μελλόντων πεπιστευμένους· οἱ ἐπειδὰν ἴδωσιν οἰκοδομήματα, καὶ τεχνήματα, καὶ μηχανήματα, δακρύουσιν ἐπιλέγοντες· Πόσα ἄνθρωπος μηχανᾶται, καὶ γίνεται κόνις! Οὕτω πολλὴ τῆς παρούσης ζωῆς ἡ ἐπιθυμία. Ταῦτα τοίνυν διαλύων ὁ Χριστὸς τὰ δεσμὰ, φησίν· Ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτω, εἰς ζωὴν αἰώ 59.371 νιον φυλάξει αὐτήν. Ὅτι γὰρ ἐκείνοις παραινῶν ἔλεγε, καὶ τὸν φόβον αὐτῶν ὑπεκλύων, ἄκουσον τῶν ἑξῆς· Ὁ ἐμοὶ διακονῶν, ἐμοὶ ἀκολουθείτω· περὶ τοῦ θανάτου λέγων, καὶ τὴν διὰ τῶν ἔργων ἀκολούθησιν ἀπαιτῶν. Δεῖ γὰρ πάντως τὸν διακονοῦντα τῷ διακονουμένῳ ἕπεσθαι. Καὶ σκόπει πότε αὐτοῖς ταῦτα διαλέγεται· οὐχ ὅτε ἐδιώκοντο, ἀλλ' ὅτε ἐθάῤῥησαν, ὅτε ἐνόμισαν ἐν ἀσφαλείᾳ εἶναι, διὰ τὴν τῶν πολλῶν τιμὴν καὶ θεραπείαν· ὅτε καὶ διαναστῆναι ἠδύναντο καὶ ἀκοῦσαι· Καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι· τουτέστιν, Ἀεὶ παρατεταγμένος ἔσο, φησὶν, πρὸς κινδύνους, πρὸς θάνατον, πρὸς ἀποδημίαν τὴν ἐντεῦθεν. Εἶτα ἐπειδὴ τὰ φορτικὰ εἶπε, καὶ τὸ ἔπαθλον τίθησι. Ποῖον δὲ τοῦτο ἦν; Τὸ αὐτῷ ἀκολουθεῖν, καὶ εἶναι ἔνθα ἐστί· δεικνὺς ὅτι ἀνάστασις τὸν θάνατον διαδέξεται. Ὅπου γάρ εἰμι, 279
φησὶν, ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός. Ποῦ δὲ ὁ Χριστός; Ἐν οὐρανοῖς. Καὶ πρὸ τῆς ἀναστάσεως τοίνυν ἐκεῖ μεταστῶμεν τῇ ψυχῇ καὶ τῷ νῷ. Ἐάν τις ἐμοὶ διακονῇ, ἀγαπήσει αὐτὸν ὁ Πατήρ. Διατί οὐκ εἶπεν, Ἐγώ; Ἐπειδὴ οὐδέπω τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον, ἀλλὰ μείζονα περὶ τοῦ Πατρός. Οἱ γὰρ μηδὲ ὅτι ἀναστῆναι αὐτὸν ἐχρῆν εἰδότες, πῶς μεγάλα περὶ αὐτοῦ ἐφαντάσθησαν [ἄν]; Διὸ καὶ τοῖς υἱοῖς Ζεβεδαίου φησίν· Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός μου· καίτοι γε αὐτός ἐστιν ὁ κρίνων. Ἐνταῦθα δὲ καὶ τὸ γνήσιον παρίστησιν. Ὡς γὰρ γνησίου παιδὸς διακόνους, οὕτως ὁ Πατὴρ ἀποδέξεται. Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Καὶ μὴν τοῦτο οὐκ ἔτι προτρεπομένου ἐπὶ τὸν θάνατον ἐλθεῖν. Μάλιστα μὲν οὖν προτρεπομένου. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Αὐτὸς ἔξω τῶν ὠδίνων ὢν τῶν ἀνθρωπίνων, εὐκόλως περὶ θανάτου φιλοσοφεῖ, καὶ ἡμῖν ἐξ ἀκινδύνου παραινεῖ, δείκνυσιν ὅτι καίτοι ἀγωνιῶν αὐτὸν, ὅμως διὰ τὸ χρήσιμον οὐ παραιτεῖται. Ταῦτα δὲ τῆς οἰκονομίας ἐστὶν, οὐ τῆς θεότητος. Διὰ τοῦτό φησι· Νῦν ἡ ψυχή μου τετάρακται· (ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, ποίαν ἀκολουθίαν ἔχει τὸ λεχθὲν, καὶ τὸ εἰπεῖν· Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης;) καὶ οὕτω τετάρακται, ὡς καὶ ἀπαλλαγὴν ζητεῖν, εἴ γε ἐνῆν διαφυγεῖν. βʹ. Ταῦτα τῆς ἀνθρωπίνης φύσεως τὰ ἀσθενήματα. Ἀλλ' οὐκ ἔχω τί εἴπω, φησὶν, ἀπαλλαγὴν αἰτούμενος. Διὰ γὰρ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην· ὡσανεὶ ἔλεγε· Κἂν θορυβώμεθα, κἂν ταραττώμεθα, μὴ φεύγωμεν θάνατον· ἐπεὶ κἀγὼ νῦν ταραττόμενος, οὐ λέγω ὥστε φυγεῖν· δεῖ γὰρ φέρειν τὸ ἐπιόν. Οὐ λέγω, Ἀπάλλαξόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ τί; Πάτερ, δόξασόν σου τὸ ὄνομα. Καίτοι τῆς ταραχῆς τοῦτο ἀναγκαζούσης λέγειν, τὸ ἐναντίον λέγω, Δόξασόν σου τὸ ὄνομα· τουτέστιν, Ἄγαγε λοιπὸν ἐπὶ τὸν σταυρόν· ὃ πολὺ τὸ ἀνθρώπινον ἐπιδείκνυται, καὶ τὴν φύσιν μὴ βουλομένην ἀποθανεῖν, ἀλλὰ τῆς παρούσης ἀντεχομένην ζωῆς· δεικνὺς, ὅτι οὐκ ἔξω τῶν ἀνθρωπίνων παθῶν ἦν. Ὥσπερ γὰρ τὸ πεινῇν οὐκ ἔγκλημα, οὐδὲ τὸ καθεύδειν· οὕτως οὐδὲ τὸ τῆς παρούσης ζωῆς ἐφίεσθαι. Ὁ δὲ Χριστὸς σῶμα καθαρὸν ἁμαρτημάτων εἶχεν, οὐχὶ φυσικῶν ἀναγκῶν ἀπηλλαγμένον· ἐπεὶ οὐδ' ἂν σῶμα ἦν. Διὰ δὴ τούτων καὶ ἕτερόν τι ἐπαίδευσε. Ποῖον δὴ τοῦτο; Ἵνα, εἴ ποτε ἐν ἀγῶνι κατασταίημεν καὶ δειλίᾳ, μηδὲ οὕτως ἀποπηδήσωμεν τῶν προκειμένων. Πάτερ, δόξασόν σου τὸ ὄνομα. Δείκνυσιν, 59.372 ὅτι ὑπὲρ ἀληθείας ἀποθνήσκει, δόξαν εἰς τὸν Θεὸν τὸ πρᾶγμα καλῶν. Καὶ τοῦτο συνέβαινε μετὰ τὸν σταυρόν. Ἔμελλεν ἐπιστρέφειν ἡ οἰκουμένη, καὶ γνωρίζειν τὸ ὄνομα τοῦ Θεοῦ καὶ θεραπεύειν αὐτόν· καίτοι οὐ τὸ τοῦ Πατρὸς μόνον, ἀλλὰ καὶ τὸ τοῦ Υἱοῦ· ἀλλ', ὅμως τοῦτο σιγᾷ. Ἦλθεν οὖν φωνὴ ἐκ τῶν οὐρανῶν· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. Ποῦ ἐδόξασεν; Ἐν τοῖς πρὸ τούτων γενομένοις. Καὶ πάλιν δοξάσω μετὰ τὸν σταυρόν. Τί οὖν ὁ Χριστός; Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. Ἐκεῖνοι δὲ βροντὴν ἐνόμισαν εἶναι, ἢ ἄγγελον αὐτῷ λελαληκέναι. Καὶ πόθεν τοῦτο ἐνόμισαν; μὴ γὰρ οὐχὶ τρανὴ καὶ εὔσημος ἦν ἡ φωνή; Ἀλλὰ ταχέως αὐτῶν ἀπέπτη, ἅτε παχυτέρων ὄντων καὶ σαρκικῶν καὶ ῥᾳθύμων. Καὶ οἱ μὲν τὸν ἦχον κατεῖχον· οἱ δὲ, ὅτι μὲν ἔναρθρος ἦν ἡ φωνὴ, ᾔδεσαν· τί δὲ ἐσήμαινεν, οὐκ ἔτι. Τί οὖν ὁ Χριστός; Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. Διὰ τί τοῦτο εἶπεν; Πρὸς ἐκεῖνο ἐνιστάμενος ὃ ἔλεγον ἀεὶ, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ. Ὁ γὰρ ὑπὸ τοῦ Θεοῦ δοξαζόμενος, πῶς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὗ τὸ ὄνομα δι' αὐτὸν δοξάζεται; Διὰ γὰρ τοῦτο καὶ ἡ φωνὴ ἠνέχθη. Διὸ καὶ αὐτός φησιν, Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς· οὐχ ἵνα ἐγὼ μάθω τι ἀγνοῶν παρ' αὐτῆς (πάντα γὰρ οἶδα τὰ τοῦ Πατρὸς), ἀλλὰ δι' ὑμᾶς. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι ἄγγελος ἐλάλησεν αὐτῷ, ἢ βροντὴ γέγονε, καὶ οὐ προσεῖχον, φησὶν, ὅτι Δι' ὑμᾶς ἐγένετο, ἵνα κἂν οὕτως ἐνάγησθε πρὸς τὸ ἐρωτῆσαι τί τὸ λεχθέν. Οἱ δὲ ἐπτοημένοι, οὐδὲ οὕτως ἐπύθοντο, ἀκούσαντες ὅτι αὐτοῖς ἀνήκει τὸ πρᾶγμα. Τῷ γὰρ οὐκ εἰδότι πρὸς ὃ ἐλέγετο, εἰκότως οὐκ ἐδόκει εὔσημος εἶναι ἡ φωνή. Δι' ὑμᾶς ἡ φωνὴ γέγονεν.
Ὁρᾷς ὅτι τὰ ταπεινὰ δι' αὐτοὺς γίνεται, οὐχ ὡς τοῦ Υἱοῦ δεομένου βοηθείας; Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν δὲ ὁ ἄρχων τοῦ κόσμου τούτου κάτω βληθήσεται. Τοῦτο ποίαν ἀκολουθίαν ἔχει πρὸς τὸ, Ἐδόξασα, καὶ δοξάσω; Πολλὴν καὶ σφόδρα συνᾴδουσαν. Ἐπειδὴ γὰρ εἶπε, Δοξάσω, δείκνυσι καὶ τὸν τρόπον τῆς δόξης. Τίς δὲ ὁ τρόπος ἐστίν; Ἐκεῖνος Βληθήσεται κάτω, φησί. Τί δέ ἐστι, Κρίσις ἐστὶ τοῦ κόσμου τούτου; Ὡσανεὶ ἔλεγε, Δικαστήριον ἔσται καὶ ἐκδίκησις. Πῶς καὶ τίνι τρόπῳ; Ἀνεῖλε τὸν πρῶτον ἄνθρωπον, ὑπεύθυνον λαβὼν τῇ ἁμαρτίᾳ (Διὰ γὰρ τῆς ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος)· ἐν ἐμοὶ τοῦτο οὐχ εὗρε. Τίνος οὖν ἕνεκεν ἐνεπήδησε, καὶ θανάτῳ παρέδωκε; τίνος ἕνεκεν εἰς τὴν Ἰούδα ψυχὴν ἐνέβαλεν ὥστε με ἀνελεῖν; Μὴ γάρ μοι εἴπῃς νῦν, ὅτι ὁ Θεὸς ᾠκονόμησε· τοῦτο γὰρ οὐ τοῦ διαβόλου, ἀλλὰ τῆς αὐτοῦ σοφίας· τέως ἐκείνου ἡ γνώμη ἐξεταζέσθω τοῦ Πονηροῦ. Πῶς οὖν κρίνεται ὁ κόσμος ἐν ἐμοί; Ὡσανεὶ δικαστηρίου καθεζομένου, λεχθήσεται πρὸς αὐτὸν, Ἔστω, πάντας ἀνεῖλες, διὰ τὸ ἁμαρτίας ὑπευθύνους εὑρεῖν· τὸν Χριστὸν διατί ἀνεῖλες; οὐκ εὔδηλον ὅτι ἀδίκως; Οὐκοῦν δι' αὐτοῦ ἐκδικηθήσεται ὁ κόσμος ἅπας. Ἵνα δὲ καὶ σαφέστερον ᾖ, καὶ ἐπὶ παραδείγματος αὐτὸ ποιήσω φανερόν· Ἔστω τις βίαιος τύραννος, πάντας τοὺς ἐμπίπτοντας μυρίοις περιβάλλων κακοῖς. Οὗτος ἐὰν συμβαλὼν βασιλεῖ, ἢ υἱῷ βασιλέως, ἀνέλῃ αὐτὸν ἀδίκως, ὁ ἐκείνου θάνατος καὶ τοὺς ἄλλους ἐκδικῆσαι δυνήσεται. Ἔστω τις ὀφειλέτας ἀπαιτῶν, καὶ τυπτέτω, καὶ εἰς δεσμωτήριον ἐμβαλλέτω· εἶτα ἐκ τῆς αὐτῆς ἀπονοίας καὶ τὸν οὐδὲν ὀφείλοντα ὑπὸ τὴν αὐτὴν εἱρκτὴν ἀγέτω. Οὗτος καὶ ὧν εἰς τοὺς ἄλλους 59.373 ἐποίησε, δώσει δίκην· ἀναιρήσει γὰρ αὐτὸν ἐκεῖνος. γʹ. Οὕτω καὶ ἐπὶ Υἱοῦ γέγονεν. Ὧν γὰρ εἰς ὑμᾶς ἐποίησεν ὁ διάβολος, δι' ὧν εἰς τὸν Χριστὸν ἐτόλμησεν, ἀπαιτηθήσεται δίκην. Καὶ ὅτι τοῦτο αἰνίττεται, ἄκουσον τί φησι· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου βληθήσεται κάτω, διὰ τοῦ θανάτου τοῦ ἐμοῦ. Καὶ ἐγὼ δὲ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· τουτέστι, καὶ τοὺς ἐξ ἐθνῶν. Καὶ ἵνα μή τις εἴπῃ, Πῶς βληθήσεται κάτω, εἰ καὶ σοῦ περιγίνεται; λέγει, Οὐ περιγίνεται· πῶς γὰρ τοῦ καὶ τοὺς ἄλλους ἕλκοντος; Καὶ οὐ λέγει τὴν ἀνάστασιν, ἀλλ' ὃ τῆς ἀναστάσεως πλέον ἐστὶ, Πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Εἰ μὲν γὰρ εἶπεν, ὅτι Ἀναστήσομαι, οὔπω δῆλον ὅτι καὶ πιστεύσουσι· τῷ δὲ εἰπεῖν, ὅτι Πιστεύσουσιν, ἀμφότερα συναποδέδεικται, ὅτι καὶ ἀναστήσεται. Εἰ γὰρ νεκρὸς ἔμεινε, καὶ ψιλὸς ἄνθρωπος ἦν, οὐδεὶς ἂν ἐπίστευσε. Πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Πῶς οὖν φησιν, ὅτι ὁ Πατὴρ ἕλκει; ὅτι Υἱοῦ ἕλκοντος, Πατὴρ ἕλκει. Ἑλκύσω δὲ, φησὶν, ἅτε ὑπὸ τυράννου κατεχομένους, καὶ ἀφ' ἑαυτῶν μόνον οὐ δυναμένους προσελθεῖν, καὶ τὰς ἐκείνου χεῖρας οὐ διαφυγεῖν, ἅτε ἀντεχομένου. Ἀλλαχοῦ δὲ τοῦτο ἁρπαγὴν καλεῖ. Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὰ σκεύη αὐτοῦ διαρπάσῃ. Ταῦτα δὲ τὸ βίαιον αὐτοῦ παριστῶν ἔλεγεν. Ὅπερ οὖν ἐκεῖ ἁρπαγὴν, ἐνταῦθα ἕλξιν ἐκάλεσε. Ταῦτ' οὖν εἰδότες, 59.374 διαναστῶμεν, δοξάσωμεν τὸν Θεὸν, μὴ διὰ πίστεως μόνον, ἀλλὰ καὶ διὰ βίου· ἐπεὶ οὐκ ἂν εἴη δόξα, ἀλλὰ βλασφημία. Οὐ γὰρ οὕτω βλασφημεῖται Θεὸς, Ἕλληνος ὄντος μιαροῦ, ὡς Χριστιανοῦ διεφθαρμένου. Διὸ δὴ δέομαι πάντα ποιεῖν, ὥστε δοξάζεσθαι τὸν Θεόν. Οὐαὶ γὰρ, φησὶ, τῷ δούλῳ ἐκείνῳ, δι' οὗ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται (ὅταν δὲ Οὐαὶ ᾖ, πᾶσα εὐθέως κόλασις καὶ τιμωρία ἕπεται)· μακάριος δὲ, δι' οὗ τὸ ὄνομα δοξάζεται. Μὴ τοίνυν ὡς ἐν τῷ σκότει ὦμεν· ἀλλὰ πάντα φεύγωμεν τὰ ἁμαρτήματα, μάλιστα δὲ τὰ εἰς κοινὴν διαβαίνοντα βλάβην, ἐπειδὴ μάλιστα ἐν τούτοις ὁ Θεὸς βλασφημεῖται Τίνα γὰρ ἕξομεν συγγνώμην, ὅταν ἑτέροις δοῦναι προσταττόμενοι, τὰ ἑτέρων ἁρπάζωμεν; τίς ἡμῖν ἔσται ἐλπὶς σωτηρίας; Εἰ μὴ πεινῶντα ἔθρεψας, κολάζῃ· εἰ δὲ καὶ ἀπέδυσας ἐνδεδυμένον, ποίας τεύξῃ συγγνώμης; Ταῦτα συνεχῶς λέγοντες οὐ παυσόμεθα. Ἴσως γὰρ οἱ τήμερον μὴ ἀκούσαντες, αὔριον ἀκούσονται· οἱ δὲ τὴν αὔριον μὴ προσέχοντες, τὴν μετ' ἐκείνην πεισθήσονται. Εἰ δέ τινες καὶ ἀπειθῶς εἶεν 281
διακείμενοι, ἀλλ' ἡμῖν ἀνεύθυνον ἔσται τὸ δικαστήριον. Τὸ γὰρ ἡμῶν ἐπληρώσαμεν. Γένοιτο δὲ μήτε ἡμᾶς αἰσχυνθῆναι ἐπὶ τοῖς λεγομένοις, μήτε ὑμᾶς ἐγκαλύψασθαι, ἀλλὰ πάντας δυνηθῆναι μετὰ παῤῥησίας στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα καὶ αὐτοὶ δυνηθῶμεν καυχήσασθαι ἐφ' ἡμῖν, καὶ τῶν ἡμετέρων κακῶν παραμυθίαν τινὰ λαβεῖν, τὴν ὑμετέραν εὐδοκίμησιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. 59.373.30 ΟΜΙΛΙΑ ΞΗʹ. Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς λέγεις σὺ, ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου; αʹ. Εὐφώρατον ἡ πλάνη καὶ ἀσθενὲς, κἂν μυρίοις ἔξωθεν ἀλείφηται χρώμασι. Καὶ καθάπερ οἱ τὰ σαθρὰ τῶν τοίχων κονιῶντες, οὐκ ἰσχύουσι διὰ τῆς ἀλοιφῆς διορθοῦν· οὕτω καὶ οἱ ψευδόμενοι ῥᾳδίως ἐλέγχονται· ὃ δὴ καὶ ἐνταῦθα πεπόνθασιν οἱ Ἰουδαῖοι. Τοῦ γὰρ Χριστοῦ πρὸς αὐτοὺς εἰπόντος· Ὅταν ὑψωθῶ ἀπὸ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ἡμεῖς ἠκούσαμεν, φησὶν, ἀπὸ τοῦ νόμου, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, ὅτι ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου; Ἄρα ᾔδεσαν ὅτι ὁ Χριστὸς ἀθάνατός τίς ἐστι, καὶ ζωὴν ἔχει πέρας οὐκ ἔχουσαν. Οὐκοῦν κἀκεῖνοι ᾔδεσαν ὅπερ ἔλεγε. Καὶ γὰρ πολλαχοῦ τῶν Γραφῶν ὁμοῦ καὶ τὸ πάθος καὶ ἡ ἀνάστασις κεῖται. Καὶ γὰρ Ἡσαΐας ἅμα ταῦτα τίθησιν, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, λέγων, καὶ τὰ ἑξῆς ἅπαντα. Καὶ ὁ Δαυῒδ ἐν τῷ δευτέρῳ ψαλμῷ, καὶ ἀλλαχοῦπολλαχοῦ συνάπτει ταῦτα ἀμφότερα. Καὶ ὁ πατριάρχης δὲ εἰπὼν, Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, ἐπήγαγε· Καὶ ὡς σκύμνος λέοντος, τίς ἐγερεῖ αὐτόν; Ὁμοῦ καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἐνδείκνυται. Ἀλλ' οὗτοι νομίζοντες ἐπιστομίζειν αὐτὸν καὶ δεικνύναι οὐκ ὄντα Χριστὸν ἐκ τούτου, ὁμολογοῦσιν ὅτι ὁ Χριστὸς εἰς τὸν αἰῶνα μένει. Καὶ ὅρα πῶς κακούργως. Οὐ γὰρ εἶπον, ὅτι Ἡμεῖς ἠκούσαμεν ὅτι ὁ Χριστὸς οὐδὲν πάσχει, οὐδὲ σταυροῦται, ἀλλ', Ὅτι μένει εἰς τὸν αἰῶνα· καίτοι οὐδὲ τοῦτο τὸ εἰρημένον ἐναντίον ἦν. Τῇ γὰρ ἀθανασίᾳ τὸ πάθος οὐκ ἐγένετο κώλυμα. Ἐντεῦθεν ἔστιν ἰδεῖν, 59.374 ὅτι πολλὰ τῶν ἀμφιβόλων συνίεσαν, καὶ ἑκόντες ἐκακούργουν. Ἐπειδὴ γὰρ ἔφθη περὶ θανάτου διαλεχθεὶς ἀνωτέρω, ἀκούσαντες τὸ ὑψωθῆναι ἐνταῦθα, τοῦτο ὑπώπτευσαν. Εἶτα λέγουσι· Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου; Καὶ τοῦτο κακούργως. Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ὅτι περὶ σοῦ τοῦτο λέγομεν, καὶ εἴπῃς ὅτι δι' ἀπέχθειαν ἐναντιούμεθα. Ἰδοὺ γὰρ οὐκ οἴδαμεν περὶ τίνος λέγεις, καὶ ὅμως ἀποφαινόμεθα. Τί οὖν ὁ Χριστός; Ἐπιστομίζων αὐτοὺς, καὶ δεικνὺς, ὅτι τὸ πάθος οὐδὲν κώλυμα πρὸς τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, Ἔτι, φησὶ, μικρὸν χρόνον τὸ φῶς μεθ' ὑμῶν ἐστι· δηλῶν, ὅτι ὁ θάνατος αὐτοῦ μετάστασίς ἐστι. Καὶ γὰρ τὸ φῶς τὸ ἡλιακὸν οὐκ ἀναιρεῖται, ἀλλὰ μικρὸν ὑποχωρῆσαν πάλιν φαίνεται. Περιπατεῖτε, ἕως τὸ φῶς ἔχετε. Ποῖον ἐνταῦθα λέγει καιρόν; ἆρα τὴν παροῦσαν ζωὴν ἅπασαν, ἢ τὸν πρὸ τοῦ σταυροῦ χρόνον; Ἔγωγε οἶμαι ἀμφοτέρους. Διὰ γὰρ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν πολλοὶ καὶ μετὰ τὸν σταυρὸν ἐπίστευσαν. Λέγει δὲ ταῦτα κατεπείγων αὐτοὺς εἰς τὴν πίστιν, ὅπερ καὶ ἀνωτέρω πεποίηκεν, οὕτω λέγων, Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι. Ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ, οὐκ οἶδε ποῦ ὑπάγει. Πόσα γοῦν οἱ Ἰουδαῖοι νῦν πράττουσιν, καὶ οὐκ ἴσασι τί πράττουσιν! ἀλλ' ὡς ἐν σκότῳ, οὕτω βαδίζοντες, δοκοῦσι μὲν τὴν ὀρθὴν ὁδεύειν ὁδὸν, τὴν δὲ ἐναντίαν βαδίζουσι, σάββατα τηροῦντες, καὶ νόμον φυλάττοντες, καὶ βρωμάτων παρατηρήσεις· καὶ οὐκ ἴσασι ποῦ περιπατοῦσι. Διὰ τοῦτο ἔλεγε· Περιπατεῖτε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε· τουτέστιν, ἐμοὶ υἱοί. Καίτοι ἐν προ 59.375 οιμίοις φησὶν ὁ εὐαγγελιστὴς, ὅτι Οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν, τουτέστι, τοῦ Πατρός· ἐνταῦθα δὲ αὐτὸς λέγεται τούτους γεννᾷν, ἵνα μάθῃς, ὅτι μία ἐνέργεια Πατρὸς καὶ Υἱοῦ. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἀπ' αὐτῶν, ἐκρύβη. Νῦν τί κρύπτεται; Οὐδὲ γὰρ λίθους ἦραν κατ' αὐτοῦ, οὐδὲ ἐβλασφήμησάν τι τοιοῦτον οἶον 282
ἔμπροσθεν. Τίνος οὖν ἕνεκεν ἐκρύβη; Τὰς καρδίας ἐμβατεύων ᾔδει τὸν θυμὸν αὐτοῖς ἀγριαίνοντα, εἰ καὶ μηδὲν ἐφθέγγοντο· ᾔδει ζέοντα καὶ φονῶντα, καὶ οὐ περιέμενεν ὥστε εἰς ἔργον ἐξελθεῖν, ἀλλὰ κρύπτεται, παραμυθούμενος αὐτῶν τὸν φθόνον. Ὅρα γοῦν πῶς αὐτὸν ᾐνίξατο ὁ εὐαγγελιστής. Εὐθέως γοῦν ἐπήγαγε· Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος, οὐκ ἐπίστευον εἰς αὐτόν. Ποῖα τοσαῦτα; Ὅσα παρέλιπεν ὁ εὐαγγελιστής. Καὶ ἐκ τῶν μετὰ ταῦτα δὲ τοῦτο δῆλον. Καὶ γὰρ ὑποχωρήσας καὶ ἐνδοὺς, καὶ ἐπανελθὼν πάλιν ὑφειμένως αὐτοῖς διαλέγεται, οὕτω λέγων· Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με. Ὅρα γὰρ τί ποιεῖ· Ἄρχεται ἀπὸ ταπεινῶν καὶ συνεσταλμένων, καὶ καταφεύγει εἰς τὸν Πατέρα· εἶτα πάλιν ἀνάγει τὸν λόγον. Καὶ ὅταν ἴδῃ ἐκθηριουμένους, ὑποχωρεῖ, καὶ πάλιν ἐφίσταται, καὶ ἀπὸ ταπεινῶν προοιμιάζεται πάλιν. Καὶ ποῦ τοῦτο ἐποίησε; Ποῦ γὰρ οὐκ ἐποίησεν; Ὅρα γοῦν ἐν ἀρχῇ τί φησι· Καθὼς ἀκούω, κρίνω· εἶτα ὑψηλότερον, Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· πάλιν, Ἐγὼ οὐ κρίνω ὑμᾶς, ἄλλος ἐστὶν ὁ κρίνων. Εἶτα ἀναχωρεῖ πάλιν· εἶτα ἐπιστὰς τῇ Γαλιλαία, Ἐργάζεσθε, φησὶ, μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην. Καὶ εἰπὼν περὶ αὐτοῦ μεγάλα, ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν, ὅτι ζωὴν αἰώνιον δίδωσι, πάλιν ἀναχωρεῖ. Καὶ τῇ Σκηνοπηγίᾳ πάλιν ἐπιστὰς, τὸ αὐτὸ τοῦτο ποιεῖ. βʹ. Καὶ διηνεκῶς ἴδοι τις ἂν οὕτω ποικίλλοντα τὴν διδασκαλίαν, παρουσίᾳ, ἀπουσίᾳ, ταπεινοῖς, ὑψηλοῖς λόγοις. Ὃ καὶ ἐνταῦθα πεποίηκε. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος, οὐκ ἐπίστευον εἰς αὐτὸν, φησὶν, ἵνα πληρωθῇ ὁ λόγος Ἡσαΐου ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Καὶ πάλιν, Οὐκ ἠδύναντο, φησὶ, πιστεύειν, ὅτι εἶπεν Ἡσαΐας· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε. Ταῦτα δὲ εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. Ἰδοὺ πάλιν τὸ, Ὅτι, καὶ Εἶπεν, οὐχὶ αἰτιολογίας, ἀλλ' ἐκβάσεως. Οὐδὲ γὰρ ἐπειδὴ εἶπεν Ἡσαΐας, οὐκ ἐπίστευον· ἀλλ' ἐπειδὴ οὐκ ἔμελλον πιστεύειν, διὰ τοῦτο εἶπεν Ἡσαΐας. Τί οὖν οὐχ οὕτως ὁ εὐαγγελιστὴς λέγει, ἀλλὰ τὴν ἀπιστίαν ἀπὸ τῆς προφητείας, οὐ τὴν προφητείαν ἀπὸ τῆς ἀπιστίας εἶναί φησι· καὶ προϊὼν, σφοδρότερον τοῦτο αὐτὸ τίθησιν, οὕτω λέγων· Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι εἶπεν Ἡσαΐας; Ἐντεῦθεν παραστῆσαι διὰ πολλῶν βούλεται τὸ τῆς Γραφῆς ἀψευδές· καὶ ὅτι ἅπερ προεφήτευσεν, οὐχ ἑτέρως ἐξέβη, ἀλλ' ὡς εἶπεν. Ἵνα γὰρ μή τις λέγῃ. Καὶ τίνος ἕνεκεν ἦλθεν ὁ Χριστός; οὐκ ᾔδει ὅτι οὐκ ἔμελλον αὐτῷ προσέχειν; καὶ τοὺς προφήτας εἰσάγει τοῦτο εἰδότας. Ἦλθε δὲ, ἵνα πρόφασιν μὴ ἔχωσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ἃ γὰρ προεῖπεν ὁ προφήτης, ὡς πάντως ἐσόμενα προεῖπεν. Εἰ γὰρ μὴ πάντως ἔμελλεν ἔσεσθαι, οὐκ ἂν προεῖπε· πάντως δὲ ἔμελλεν ἔσεσθαι, ἐπειδὴ ἀνιάτως εἶχον ἐκεῖνοι. Εἰ δὲ κεῖται τὸ, Οὐκ ἠδύναντο, ἀντὶ τοῦ, Οὐκ ἤθε 59.376 λον, κεῖται. Καὶ μὴ θαυμάσῃς. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Οὕτως οἶδε πολλαχοῦ δύναμιν τὴν προαίρεσιν λέγειν. Καὶ πάλιν· Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ. Τοῦτο δὲ καὶ ἐν τῇ κοινῇ συνηθείᾳ φυλαττόμενον ἴδοι τις ἄν· ὡς ὅταν λέγῃ τις· Οὐ δύναμαι ἀγαπῆσαι τὸν δεῖνα· τὸ σφοδρὸν τῆς βουλήσεως, δύναμιν λέγων. Καὶ πάλιν· Οὐ δύναται ὁ δεῖνα γενέσθαι χρηστός. Καὶ ὁ προφήτης δὲ τί φησιν; Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὁ λαὸς οὗτος δυνήσεται εὖ ποιῆσαι μεμαθηκὼς κακά. Οὐ τοῦτό φησιν, ὅτι ἀδύνατος αὐτοῖς ἡ τῆς ἀρετῆς ἐργασία· ἀλλ' ὅτι οὐ βούλονται, διὰ τοῦτο οὐ δύνανται. Καὶ ὃ λέγει ὁ εὐαγγελιστὴς, τοῦτό φησιν, ὅτι ἀδύνατον ἦν ψεύσασθαι τὸν προφήτην. Οὐ μὴν διὰ τοῦτο ἀδύνατον ἦν αὐτοὺς πιστεῦσαι. Ἐνῆν γὰρ, καὶ πιστευσάντων αὐτῶν, ἀψευδῆ μένειν. Οὐ γὰρ ἂν ταῦτα προεῖπεν, εἰ πιστεύειν ἔμελλον. Τί οὖν, φησὶν, οὐχ οὕτως εἶπεν, Ὅτι ἰδιώματά τινα ἡ Γραφὴ τοιαῦτα ἔχει, καὶ δεῖ τοῖς νόμοις αὐτῆς παραχωρεῖν. Ταῦτα δὲ εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ. Τίνος; Τοῦ Πατρός. Πῶς οὖν ὁ Ἰωάννης περὶ τοῦ Υἱοῦ λέγει, ὁ δὲ Παῦλος περὶ τοῦ Πνεύματος; Οὐχ ὡς 283
συναλείφοντες τὰς ὑποστάσεις, ἀλλὰ μίαν ἀξίαν δηλοῦντες εἶναι, φησί. Καὶ γὰρ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ, καὶ τὰ τοῦ Υἱοῦ τοῦ Πατρός ἐστι. Καίτοι πολλὰ δι' ἀγγέλων εἶπε, καὶ οὐδεὶς λέγει, καθὼς εἶπεν ὁ ἄγγελος· ἀλλὰ τί; Ὁ Θεὸς εἶπεν. Τὰ μὲν γὰρ ὑπὸ τοῦ Θεοῦ δι' ἀγγέλων εἰρημένα, τοῦ Θεοῦ ἂν εἴη· οὐκ ἔτι δὲ καὶ τὰ τοῦ Θεοῦ, τῶν ἀγγέλων. Ἐνταῦθα δὲ τοῦ Πνεύματός φησιν εἶναι τὰ ῥήματα. Καὶ ἐλάλησε περὶ αὐτοῦ. Τί ἐλάλησεν; Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ τὰ ἑξῆς. Δόξαν οὖν ἐνταῦθά φησι, τὴν ὄψιν ἐκείνην, τὸν καπνὸν, τὸ ἀκοῦσαι μυστηρίων ἀποῤῥήτων, τὸ ἰδεῖν τὰ Σεραφὶμ, τὴν ἀστραπὴν τὴν ἀπὸ τοῦ θρόνου πηδῶσαν, ᾗ ἀντιβλέψαι αἱ δυνάμεις οὐκ εἶχον ἐκεῖναι. Καὶ ἐλάλησε περὶ αὐτοῦ. Τί ἐλάλησεν; Ὅτι ἤκουσε φωνὴν λέγουσαν· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται; Καὶ εἶπον· Ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με. Καὶ εἶπεν· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐτύφλωσε γὰρ αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τῇ καρδίᾳ συνῶσιν. Ἰδοὺ πάλιν ἕτερον ζήτημα· ἀλλ' οὐκ ἔστιν, ἐὰν ὀρθῶς προσέχωμεν. Ὥσπερ γὰρ ὁ ἥλιος τῶν ἀσθενῶν πλήττει τὰς ὄψεις οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὕτω καὶ ἐπὶ τῶν μὴ προσεχόντων τοῖς τοῦ Θεοῦ λόγοις γίνεται. Οὕτω καὶ ἐπὶ τοῦ Φαραὼ τὴν καρδίαν σκληρῦναι λέγεται, οὕτω καὶ ἐπὶ τῶν φιλονεικούντων τι τοῖς τοῦ Θεοῦ λόγοις γίνεται. Ἰδίωμα δὲ καὶ τοῦτο τῆς Γραφῆς, ὡς καὶ τὸ, Παρέδωκεν εἰς ἀδόκιμον νοῦν, καὶ τὸ, Ἀπένειμε τοῖς ἔθνεσι, τουτέστι, Συνεχώρησεν, ἀφῆκεν. Οὐχὶ γὰρ ἐνεργοῦντα αὐτὸν ἐνταῦθα εἰσάγει, ἀλλ' ἐκ τῆς ἑτέρων πονηρίας ταῦτα γινόμενα δείκνυσιν. Ὅταν γὰρ ἐγκαταλειφθῶμεν ὑπὸ τοῦ Θεοῦ, παραδιδόμεθα τῷ διαβόλῳ· τῷ διαβόλῳ δὲ παραδοθέντες, μυρία πάσχομεν δεινά. Φοβῶν τοίνυν τὸν ἀκροατὴν, φησὶν, Ἐσκλήρυνε, καὶ Παρέδωκεν. Ὅτι γὰρ αὐτὸς οὐ μόνον οὐ παραδίδωσιν, ἀλλ' οὐδὲ ἐγκαταλιμπάνει, ἐὰν μὴ βουληθῶμεν, ἄκουσον τί 59.377 φησιν· Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀναμέσον ἐμοῦ καὶ ὑμῶν; καὶ πάλιν· Οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Ὁ δὲ Ὠσηέ φησιν· Ἐπελάθου νόμου Θεοῦ σου, ἐπιλήσομαί σου κἀγώ· καὶ αὐτὸς δὲ ἐν τοῖς Εὐαγγελίοις· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε! καὶ ὁ Ἡσαΐας δὲ πάλιν· Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος. Ταῦτα δὲ λέγει, δεικνὺς ἡμᾶς ἀρχομένους τῆς ἐγκαταλείψεως, καὶ αἰτίους γινομένους τῆς ἀπωλείας. Ὁ γὰρ Θεὸς οὐ μόνον οὐ καταλιπεῖν οὐδὲ κολάσαι βούλεται, ἀλλὰ καὶ ὅτε κολάζει, μὴ θέλων αὐτὸ ποιεῖ. Οὐ βούλομαι γὰρ, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ὁ δὲ Χριστὸς καὶ ἐπὶ τῇ καταστροφῇ Ἱερουσαλὴμ δακρύει· ὃ καὶ ἡμεῖς ἐπὶ φίλων ποιοῦμεν. γʹ. Ταῦτ' οὖν εἰδότες, πάντα πράττωμεν ὥστε μὴ ἀφίστασθαι τοῦ Θεοῦ, ἀλλ' ἐχώμεθα τῆς κατὰ ψυχὴν 59.378 ἐπιμελείας καὶ τῆς πρὸς ἀλλήλους ἀγάπης, καὶ μὴ σπαράττωμεν ἡμῶν τὰ μέλη (τοῦτο γὰρ μαινομένων καὶ ἐξεστηκότων ἐστίν)· ἀλλ' ὅσῳ ἂν κακῶς διακειμένους ἴδωμεν, θεραπεύσωμεν μᾶλλον. Καὶ γὰρ καὶ ἐν τοῖς σώμασι πολλοὺς πολλάκις ὁρῶμεν δυστράπελα ἔχοντας καὶ ἀνίατα νοσήματα, καὶ οὐ παυόμεθα ἐπιτιθέντες φάρμακα. Τί γὰρ ποδαλγίας χεῖρον; τί δὲ χειράγρας; ἆρ' οὖν περικόπτωμεν τὰ κῶλα; Οὐδαμῶς· ἀλλὰ πάντα ποιοῦμεν ὥστε παραμυθίας τινὸς ἀπολαῦσαι, ἐπειδὴ λῦσαι τὸ κακὸν οὐ δυνάμεθα. Τοῦτο καὶ ἐπὶ τῶν ἀδελφῶν ποιῶμεν· καὶ, ἂν ἀνίατα νοσῶσι, μένωμεν θεραπεύοντες, καὶ βαστάζωμεν ἀλλήλων τὰ βάρη. Οὕτω γὰρ πληρώσομεν καὶ τὸν νόμον τοῦ Χριστοῦ, καὶ τευξόμεθα τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.377 ΟΜΙΛΙΑ ΞΘʹ. Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπί στευσαν εἰς αὐτόν· ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ
ἀποσυνάγωγοι γένωνται. Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλ λον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. αʹ. Πάντα μὲν φεύγειν ὁμοίως ἡμῖν ἀναγκαῖον τὰ τὴν ψυχὴν διαφθείροντα πάθη· πολλῷ δὲ πλέον ἐκεῖνα τὰ πολλὰ καὶ ἐξ ἑαυτῶν τίκτοντα ἁμαρτήματα· οἷόν τι λέγω, ἡ φιλαργυρία. Ἔστι μὲν οὖν καθ' ἑαυτὸ δεινὸν τὸ νόσημα· πολλῷ δὲ γίνεται χαλεπώτερον, ὅτι ῥίζα καὶ μήτηρ ἐστὶ πάντων τῶν κακῶν. Τοιοῦτον καὶ ἡ κενοδοξία. Ἰδοὺ γοῦν καὶ οὗτοι τῆς πίστεως διὰ τὸν τῆς δόξης ἀπεῤῥάγησαν ἔρωτα. Πολλοὶ γὰρ, φησὶν, καὶ ἐκ τῶν ἀρχόντων ἐπίστευσαν εἰς αὐτόν· διὰ δὲ τοὺς Ἰουδαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Ὅπερ οὖν καὶ αὐτοῖς ἄνωθεν ἔλεγε· Πῶς δύνασθε πιστεύειν, δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Οὐκ ἄρα ἄρχοντες ἦσαν, ἀλλὰ δοῦλοι δουλείαν τὴν ἐσχάτην. Πλὴν ἀλλὰ καὶ οὗτος ὕστερον ἐλύθη ὁ φόβος. Οὐδαμοῦ γὰρ ἐπὶ τῶν ἀποστόλων ὁρῶμεν τούτῳ κατεχομένους τῷ πάθει. Καὶ γὰρ ἄρχοντες ἐπ' ἐκείνων ἐπίστευσαν καὶ ἱερεῖς. Ἡ γὰρ τοῦ Πνεύματος χάρις ἐλθοῦσα, πάντας αὐτοὺς ἀδάμαντος ἐποίησε στεῤῥοτέρους. Ἐπεὶ οὖν τοῦτο ἦν τὸ κωλύον αὐτοὺς πιστεῦσαι τότε, ἄκουσον τί φησιν· Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με· ὡσανεὶ ἔλεγε· Τί δεδοίκατε πιστεῦσαι εἰς ἐμέ; εἰς τὸν Θεὸν ἡ πίστις διαβαίνει δι' ἐμοῦ, ὥσπερ οὖν καὶ ἡ ἀπιστία. Ὅρα πῶς διὰ πάντων τὸ ἀπαράλλακτον δείκνυσι τῆς οὐσίας. Καὶ οὐκ εἶπεν, Ὁ πιστεύων ἐμοὶ, ἵνα μή τις εἴπῃ, ὅτι τῶν ῥημάτων ἕνεκεν ἔλεγεν, ὃ καὶ ἐπ' ἀνθρώπων δυνατὸν ἦν εἰπεῖν. Ὁ γὰρ τοῖς ἀποστόλοις πιστεύων, οὐκ αὐτοῖς πιστεύει, ἀλλὰ τῷ Θεῷ. Ἀλλ' ἵνα μάθῃς, ὅτι περὶ τῆς εἰς τὴν οὐσίαν πίστεως αὐτοῦ φησιν, οὐκ εἶπεν, Ὁ πιστεύων μου τοῖς ῥήμασιν, ἀλλ', Ὁ πιστεύων εἰς ἐμέ. Καὶ διατί μηδαμοῦ, φησὶν, εἶπεν ἀντιστρόφως· Ὁ πιστεύων εἰς τὸν Πατέρα, οὐκ εἰς τὸν Πατέρα πιστεύει, ἀλλ' εἰς ἐμέ; Ὅτι εἶπον ἂν, 59.378.20 Ἰδοὺ ἡμεῖς πιστεύομεν εἰς τὸν Πατέρα, καὶ εἰς σὲ οὐ πιστεύομεν. Καὶ γὰρ ἀσθενέστερον ἔτι διέκειντο. Τοῖς γοῦν μαθηταῖς διαλεγόμενος οὕτως εἶπεν· Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε. Τούτους δὲ ἀσθενεστέρους ὁρῶν τοῦ τοιαῦτα ἀκοῦσαι ῥήματα, ἄλλως ἐνάγει. Δείκνυσιν οὖν ὅτι οὐκ ἔστι πιστεῦσαι τῷ Πατρὶ, μὴ πιστεύσαντας εἰς αὐτόν. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι ὡς ἐπ' ἀνθρώπου εἴρηται, ἐπάγει· Ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με. Τί οὖν; σῶμά ἐστιν ὁ Θεός; Οὐδαμῶς. Θεωρίαν γὰρ τὴν τοῦ νοῦ φησιν ἐνταῦθα, καὶ ἐντεῦθεν τὸ ὁμοούσιον δηλῶν. Καὶ τί ἐστιν, Ὁ πιστεύων εἰς ἐμέ; Ὡς ἂν εἴποι τις· Ὁ τὸ τοῦ ποταμοῦ ἀναιρούμενος ὕδωρ, οὐ τὸ τοῦ ποταμοῦ, ἀλλὰ τὸ τῆς πηγῆς λαμβάνει. Μᾶλλον δὲ καὶ αὕτη ἔτι ἀσθενεστέρα ἡ εἰκὼν πρὸς τὸ προκείμενον. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα. Ἐπειδὴ γὰρ ὁ Πατὴρ τούτῳ καλεῖται πανταχοῦ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ, καὶ αὐτῷ κέχρηται τῷ ὀνόματι. Διὰ τοῦτο καὶ Παῦλος ἀπαύγασμα αὐτὸν καλεῖ, ἐντεῦθεν μαθών. Καὶ πολλὴν δείκνυσιν ἐνταῦθα τὴν πρὸς τὸν Πατέρα συγγένειαν, καὶ οὐδὲν τὸ μέσον, εἴ γε τὴν εἰς αὐτὸν πίστιν μὴ εἰς αὐτὸν, ἀλλ' εἰς ἐκεῖνον διαβαίνειν φησίν. Φῶς δὲ ἑαυτὸν ἐκάλεσε, διὰ τὸ τῆς πλάνης ἀπαλλάττειν, καὶ τὸ νοητὸν λύειν σκότος. Ἐάν τίς μου μὴ ἀκούσῃ, ἐγὼ οὐ κρίνω αὐτόν. Οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Ἵνα γὰρ μὴ νομίσωσιν ὅτι δι' ἀσθένειαν τοὺς καταφρονοῦντας παρέδραμε, διὰ τοῦτο εἶπε τὸ, Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον. βʹ. Εἶτα, ἵνα μὴ ῥᾳθυμότεροι ταύτῃ γένωνται, μαθόντες ὅτι ὁ πιστεύων σώζεται, ὁ δὲ ἀπιστῶν κολάζεται, ὅρα πῶς αὐτοῖς καὶ φοβερὸν ἐπέστησε δικαστήριον, ἐπάγων καὶ λέγων· Ὁ ἐμὲ ἀθετῶν, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν. Εἰ ὁ Πατὴρ οὐδένα κρίνει, καὶ σὺ οὐκ ἦλθες ἵνα κρίνῃς τὸν κόσμον, τίς αὐτὸν κρίνει; Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτόν. Ἐπειδὴ γὰρ 285
ἔλεγον, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὕτως εἶπε· δεικνὺς, ὅτι οὐ τότε δυνήσονται ταῦτα λέγειν, ἀλλὰ, Τὰ ῥήματα, ἃ ἐλάλησα νῦν, ἐν τάξει στήσεται κατηγόρου, ἐλέγχοντα αὐτοὺς καὶ πᾶσαν διακόπτοντα ἀπολογίαν. Καὶ ὁ λόγος ὃν ἐλάλησα. Ποῖος λό 59.379 γος; Ὅτι ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ὅτι ὁ πέμψας με Πατὴρ, ἐκεῖνός μοι ἔδωκεν ἐντολὴν, τί εἴπω καὶ τί λαλήσω· καὶ ὅσα τοιαῦτα ἕτερα. Ἄρα ταῦτα δι' αὐτοὺς οὕτως ἐλέγετο, ἵνα μηδεμίαν ἔχωσιν ἀπολογίας πρόφασιν. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τι Ἡσαΐου πλέον ἕξει; Καὶ γὰρ ἐκεῖνος τὸ αὐτὸ τοῦτό φησι· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Τί δὲ Ἱερεμίου; καὶ γὰρ ἐκεῖνος ὅτε ἐπέμπετο ἐνεπνεῖτο. Τί δὲ Ἰεζεκιήλ; καὶ γὰρ καὶ οὗτος τὴν κεφαλίδα καταφαγὼν, οὕτως ἐφθέγγετο. Ἄλλως δὲ, εὑρεθήσονται οἱ μέλλοντες ἀκούειν ὅπερ ἔλεγεν, αἴτιοι τῆς γνώσεως ὄντες αὐτῷ. Εἰ γὰρ ὅτε ἐπέμπετο, ἐντολὴν τότε ἔλαβε, τί εἴπῃ, λοιπὸν ἐρεῖς, ὅτι καὶ πρὶν ἢ πεμφθῆναι οὐκ ᾔδει. Καὶ τί τούτων ἀσεβέστερον τῶν ῥημάτων, εἰ οὕτως αὐτά τις δέχοιτο, καὶ μὴ καταμανθάνοι τῆς ταπεινότητος αὐτῶν τὴν αἰτίαν; Ἀλλ' ὁ μὲν Παῦλός φησι καὶ αὐτὸς εἰδέναι καὶ τοὺς μαθητευομένους, Τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον· ὁ δὲ Υἱὸς οὐκ ἠπίστατο ἕως ἐντολὴν ἔλαβε; καὶ πῶς ἂν ἔχοι λόγον τοῦτο; Ὁρᾷς ὅτι διὰ τοῦτο εἰς ὑπερβολὴν ταπεινότητος τὰ λεγόμενα ἄγει, ἵνα κἀκείνους ἐπισπάσηται, καὶ τοὺς μετὰ ταῦτα ἐπιστομίσῃ; Διὰ γοῦν τοῦτο ἀνθρώπινα φθέγγεται ῥήματα, ἵνα κἂν οὕτως ἀναγκάσῃ φυγεῖν τὸ εὐτελὲς τῶν λεχθέντων, συνειδότας ὅτι οὐ τῆς φύσεώς ἐστι τὰ λεγόμενα, ἀλλὰ τῆς τῶν ἀκουόντων ἀσθενείας. Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. Ἃ οὖν λαλῶ, καθὼς ἐνετείλατό μοι ὁ Πατήρ μου, οὕτω λαλῶ. Ὁρᾷς τὸ ταπεινὸν τῶν εἰρημένων; Ὁ γὰρ ἐντολὴν λαβὼν, οὐκ ἔστιν ἑαυτοῦ κύριος. Καίτοι γε αὐτός φησιν· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Εἶτα ἐγεῖραι μὲν οὓς θέλει ἐξουσίαν ἔχει, εἰπεῖν δὲ ὃ βούλεται οὐκ ἔχει; Ὃ οὖν θέλει εἰπεῖν διὰ τοῦ εἰρημένου, τοῦτό ἐστιν· ὅτι οὐκ ἔχει φύσιν τὸ πρᾶγμα ἕτερα μὲν ἐκεῖνον λέγειν, ἕτερα δὲ ἐμὲ φθέγγεσθαι. Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι. Πρὸς ἐκείνους τοὺς πλάνον αὐτὸν λέγοντας, καὶ ἐπὶ λύμῃ παραγεγονέναι, τοῦτο εἶπεν. Ὅταν δὲ λέγῃ, Ἐγὼ οὐ κρίνω, μὴ εἶναι τῆς ἀπωλείας τῶν τοιούτων ἑαυτὸν δείκνυσιν αἴτιον. Διὰ γὰρ τούτων μονονουχὶ διαμαρτύρεται, μέλλων ἀφίστασθαι αὐτῶν καὶ μηκέτι συγγίνεσθαι, ὅτι Οὐδὲν ἐγὼ ὡς ἴδιον φθεγγόμενος διελέχθην ὑμῖν, ἀλλὰ πάντα ὡς παρὰ τοῦ Πατρός. Καὶ διὰ τοῦτο εἰς τὰ ταπεινὰ τὸν λόγον πρὸς αὐτοὺς κατέκλεισεν, ἵνα εἴπῃ, ὅτι Ἕως τέλους ταύτην πρὸς αὐτοὺς ὑστέραν ἀφῆκα φωνήν. Ποίαν δὴ ταύτην; Καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτω λαλῶ. Εἰ δὲ ἀντίθεος ἤμην, τοὐναντίον ἂν εἶπον· ὅτι οὐδὲν τῶν τῷ Θεῷ δοκούντων λέγω, ὥστε εἰς ἐμαυτὸν περιστῆσαι τὴν δόξαν. Νυνὶ δὲ τοσοῦτον εἰς αὐτὸν πάντα ἀνήγαγον, ὡς μηδὲν ἐμὸν φῆσαι. Τίνος οὖν ἕνεκεν οὐ πιστεύετέ μοι λέγοντι, ὅτι ἐντολὴν ἔλαβον, καὶ οὕτω σφοδρῶς ἀναιροῦντι τὴν πονηρὰν ὑμῶν ὑπόνοιαν τὴν τῆς ἀντιστάσεως; Ὥσπερ γὰρ τοὺς ἐντολὴν δεχομένους ἀδύνατον ἄλλο τι ποιεῖν ἢ λέγειν, ἢ ὅσα οἱ πέμψαντες βούλονται, ἕως ἂν ἐντολὴν πληρῶσι καὶ μὴ παραχαράττωσιν· οὕτως οὐδὲ ἐμὲ ἄλλο τι πρᾶξαι ἢ εἰπεῖν δυνατὸν, ἀλλ' ἢ ἅπερ ὁ Πατὴρ βούλεται. Ἃ γὰρ ἐγὼ ποιῶ, ἐκεῖνος ποιεῖ, ὅτι μετ' ἐμοῦ ἐστι, καὶ οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ. Ὁρᾷς πῶς πανταχοῦ δείκνυσι συνημμένον τῷ γεγεννηκότι, καὶ οὐδὲν 59.380 μέσον ὄν; Καὶ γὰρ ὅταν λέγῃ, Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, οὐ τὴν ἐξουσίαν ἀφαιρούμενος λέγει, ἀλλὰ τὸ ἀλλότριον καὶ ἐναντίον ἀναιρῶν. Εἰ γὰρ ἄνθρωποι κύριοι ἑαυτῶν, πολλῷ μᾶλλον ὁ μονογενὴς Υἱός. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν ὁ Παῦλος· Ἐκένωσεν ἑαυτὸν, καὶ παρέδωκεν ὑπὲρ ἡμῶν. Ἀλλ' ὅπερ ἔφην, δεινὸν ἡ κενοδοξία, δεινόν. Αὕτη γὰρ καὶ ἐκείνους μὴ πιστεύειν, καὶ ἑτέρους κακῶς πιστεύειν παρεσκεύασε, καὶ ἃ δι' ἐκείνους ἐλέγετο φιλανθρωπίας ἕνεκεν, ταῦτα εἰς ἀσέβειαν ἐκλαβεῖν. γʹ.
Φεύγωμεν τοίνυν τὸ θηρίον τοῦτο διὰ πάντων. Ποικίλον γάρ ἐστι καὶ παντοδαπὸν, καὶ πανταχοῦ διασπείρει τὸν οἰκεῖον ἰὸν, καὶ ἐν χρήμασι, καὶ ἐν τρυφῇ, καὶ ἐν κάλλει σωμάτων. Διὰ τοῦτο πανταχοῦ τὴν χρείαν ὑπερβαίνομεν· διὰ τοῦτο ἡ περὶ τὰ ἱμάτια πλεονεξία, ὁ πολὺς τῶν οἰκετῶν ἐσμός· διὰ τοῦτο πανταχοῦ μὲν ἡ χρεία καταπεφρόνηται, καὶ ἐν οἰκίαις, καὶ ἐν ἱματίοις, καὶ ἐν τραπέζῃ· ἡ δὲ πλεονεξία κρατεῖ. Βούλει δόξης ἀπολαύειν; Ἔργασαι ἐλεημοσύνην· τότε σε ἐπαινέσονται οἱ ἄγγελοι· τότε σε ὁ Θεὸς ἀποδέξεται. Νῦν μὲν γὰρ τὸ θαῦμα μέχρι τῶν χρυσοχόων ἕστηκε καὶ τῶν ὑφαντῶν· σὺ δὲ ἀστεφάνωτος ἀναχωρεῖς, κατάρας ὁρῶσα σεαυτὴν δεχομένην πολλάκις. Ἂν δὲ ταῦτα μὴ τῷ σώματι περιθῇς, ἀλλ' εἰς τὰς γαστέρας τῶν πενομένων κενώσῃς, πολὺς ὁ κρότος πανταχόθεν ἔσται, πολὺς ὁ ἔπαινος. Τότε αὐτὰ ἕξεις, ὅταν ἑτέροις δῷς· ἕως δ' ἂν μόνη κατέχῃς, οὐκ ἔχεις. Θησαυρὸς γὰρ ἄπιστος ἡ οἰκία· θησαυρὸς δὲ βέβαιος αἱ τῶν πενήτων χεῖρες. Τί τὸ σῶμα κοσμεῖς, τῆς ψυχῆς ἠμελημένης, ἀκαθαρσίᾳ κατεχομένης; τί μὴ τοσαύτην ἀπονέμεις τῇ ψυχῇ πρόνοιαν, ὅσην τῷ σώματι; Καίτοι γε πλείονα ἔδει· ἀλλ' ὅμως, ἀγαπητοὶ, κἂν τὴν ἴσην αὐτῇ παρέχειν ἔδει πρόνοιαν. Εἰπὲ γάρ μοι· εἴ τίς σε ἤρετο, τί βούλει, τὸ σῶμά σου εἶναι λαμπρὸν καὶ εὐεκτοῦν, καὶ ὥρᾳ νικᾷν, καὶ ἱμάτια φορεῖν εὐτελῆ· ἢ τοῦτο μὲν ἀνάπηρον ἔχειν καὶ νόσων ἐμπεπλησμένον, καὶ χρυσοφορεῖν καὶ καλλωπίζεσθαι; οὐ πολλῷ μᾶλλον εἵλου ἐν τῇ φύσει τοῦ σώματος ἔχειν τὴν εὐμορφίαν, ἢ τῇ περιβολῇ τῶν ἱματίων; εἶτα ἐπὶ μὲν τοῦ σώματος τοῦτο αἱρήσῃ, ἐπὶ δὲ τῆς ψυχῆς τοὐναντίον, καὶ αἰσχρὰν αὐτὴν ἔχουσα καὶ δυσειδῆ καὶ μέλαιναν· οἴει τι καρποῦσθαι ἀπὸ τῶν χρυσίων; Καὶ πόσης ταῦτα ἀνοίας; Στρέψον τὸν κόσμον τοῦτον ἔνδον, καὶ τὰ περιδέραια ταῦτα τῇ ψυχῇ περίθες. Τὰ μὲν γὰρ σώματι περικείμενα οὔτε εἰς ὑγίειαν, οὔτε εἰς εὐμορφίαν αὐτοῦ τοῦτο ὀνίνησιν· οὔτε γὰρ τὸ μέλαν λευκὸν ἐργάσεται, οὔτε τὸ αἰσχρὸν καλὸν ἢ εὐειδές· τῇ δὲ ψυχῇ ἂν περιθῇς, ταχέως αὐτὴν ἀντὶ μελαίνης λευκὴν ἐργάσῃ, ἀντὶ αἰσχρᾶς καὶ δυσειδοῦς καλὴν καὶ εὐειδῆ. Καὶ οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ Κυρίου οὕτω λέγοντος· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· καὶ, Δότε ἐλεημοσύνην, καὶ πάντα ὑμῖν ἔσται καθαρά. Οὐ σαυτὴν δὲ μόνην, ἀλλὰ καὶ τὸν ἄνδρα οὕτω διακειμένη καλὸν ποιήσεις. Ἂν γὰρ ἴδωσι τὸν κόσμον τοῦτον ἀποθεμένας, οὐ πολλὴν ἕξουσι δαπάνης ἀνάγκην· οὐκ ἔχοντες δὲ, πλεονεξίας ἀποστήσονται πάσης, καὶ εἰς ἐλεημοσύνην ἔσονται εὐκολώτεροι, καὶ ὑμεῖς δὲ αὐτοῖς δυνήσεσθε μετὰ παῤῥησίας συμβουλεύειν τὰ δέοντα. Νῦν μὲν γὰρ πᾶσαν παρῄρησθε τὴν τοιαύτην ἐξουσίαν. Ποίῳ γὰρ στόματι ταῦτα διαλέξεσθε; ποίοις δὲ ὀφθαλμοῖς 59.381 ἀντιβλέψετε ἐλεημοσύνην ἀπαιτοῦσαι τοὺς ἄνδρας, ὅταν τὰ πλείονα εἰς τὴν τοῦ σώματος περιβολὴν ἀναλίσκητε; Τότε δυνήσῃ μετὰ παῤῥησίας διαλέγεσθαι τῷ ἀνδρὶ περὶ ἐλεημοσύνης, ὅταν τὸν κόσμον τῶν χρυσίων ἀποθῇ. Κἂν μηδὲν ἀνύσῃς, τὸ σαυτῆς ἐπλήρωσας ἅπαν· μᾶλλον δὲ ἀμήχανον μὴ καὶ ἐκεῖνον κερδᾶναι, διὰ τῶν πραγμάτων αὐτῶν διαλεγομένη. 59.382 Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ὥσπερ οὖν νῦν καὶ ὑπὲρ ἑαυτῆς καὶ ὑπὲρ ἐκείνου δώσεις τὸν λόγον, οὕτως, ἐὰν τὴν φαντασίαν ταύτην ἀποδύσῃ πᾶσαν, διπλοῦν τὸν στέφανον ἕξεις, μετὰ τοῦ ἀνδρὸς στεφανηφοροῦσα καὶ πομπεύουσα κατὰ τοὺς ἀκηράτους αἰῶνας ἐκείνους, καὶ τῶν αἰωνίων ἀπολαύουσα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.381.10 ΟΜΙΛΙΑ Οʹ. Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κό σμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. αʹ. Μιμηταί μου γίνεσθε, φησὶν ὁ Παῦλος, καθὼς κἀγὼ Χριστοῦ. Διὰ γὰρ τοῦτο καὶ σάρκα ἐκ τοῦ φυράματος ἔλαβε τοῦ ἡμετέρου, ἵνα δι' αὐτῆς ἡμᾶς παιδεύσῃ τὴν ἀρετήν. Ἐν γὰρ ὁμοιώματι σαρκὸς, φησὶν, ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· καὶ αὐτὸς ὁ Χριστὸς, Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός 287
εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ταῦτα οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων ἐδίδασκε. Καὶ γὰρ καὶ Σαμαρείτην καὶ δαιμονῶντα αὐτὸν ἐκάλουν, καὶ πλάνον, καὶ λίθους ἠφίεσαν κατ' αὐτοῦ· καὶ νῦν μὲν ὑπηρέτας ἀπέστελλον οἱ Φαρισαῖοι ὥστε αὐτὸν συλλαβεῖν, νῦν δὲ ἄλλους καθίεσαν ἐπιβουλεύοντας· καὶ αὐτοὶ δὲ πολλάκις ὑβρίζοντες διετέλουν, καὶ ταῦτα οὐδὲν ἔχοντες ἐγκαλεῖν, ἀλλὰ καὶ εὐεργετούμενοι διηνεκῶς· καὶ ὅμως μετὰ τοσαῦτα οὐκ ἀφίσταται αὐτοὺς εὖ ποιῶν καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων. Καὶ οἰκέτου δέ τινος ῥαπίσαντος αὐτὸν, φησίν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἀλλ' ἐκεῖνα μὲν πρὸς τοὺς ἐχθροὺς καὶ τοὺς ἐπιβουλεύοντας· ἴδωμεν δὲ καὶ πρὸς τοὺς μαθητὰς τί ποιεῖ νῦν· μᾶλλον δὲ καὶ ἃ νῦν ἐπιδείκνυται πρὸς τὸν ἐπίβουλον. Ὃν γὰρ μάλιστα πάντων ἐχρῆν μισεῖν, ὅτι μαθητὴς ὢν, καὶ τραπεζῶν καὶ ἁλῶν κοινωνήσας, καὶ θαύματα ἰδὼν, καὶ τοσούτων ἀξιωθεὶς, πάντων ἐποίησε χαλεπώτερα, λίθοις μὲν οὐ βάλλων οὐδὲ ὑβρίσας, ἀλλὰ προδοὺς αὐτὸν καὶ παραδοὺς, τοῦτον ὅρα πῶς φιλοφρόνως δέχεται, νίπτων αὐτοῦ τοὺς πόδας. Καὶ γὰρ ταύτῃ αὐτὸν κατασχεῖν ἐβούλετο τῆς πονηρίας ἐκείνης. Καίτοι γε ἐνῆν, εἴπερ ἤθελε, καὶ ξηρᾶναι αὐτὸν ὡς τὴν συκῆν, καὶ διατεμεῖν ὥσπερ τὰς πέτρας ἔῤῥηξε, καὶ διασχίσαι ὥσπερ τὸ καταπέτασμα· ἀλλ' οὐκ ἐβούλετο ἀνάγκῃ, ἀλλὰ προαιρέσει τῆς ἐπιβουλῆς αὐτὸν ἀπαγαγεῖν. Διὰ τοῦτο καὶ νίπτει τοὺς πόδας. Καὶ οὐδὲ τοῦτο ᾐδέσθη ὁ ταλαίπωρος ἐκεῖνος καὶ ἄθλιος. Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, φησὶν, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα. Οὐ τότε εἰδώς· ἀλλ' ὅτι ἐποίησεν ὅπερ ἐποίησεν, πάλαι εἰδὼς, φησίν. Ἵνα μεταβῇ. Μεγαλοφρόνως. ὁ εὐαγγελιστὴς μετάβασιν αὐτοῦ τὸν θάνατον καλεῖ Ἀγαπήσας τοὺς ἰδίους, εἰς τέλος ἠγάπησεν αὐτούς. Εἶδες πῶς μέλλων ἐγκαταλιμπάνειν αὐτοὺς, σφοδροτέραν τὴν ἀγάπην ἐπιδείκνυται; Τὸ γὰρ, Ἀγαπήσας, εἰς τέλος ἠγάπησεν αὐτοὺς, τοῦτο δηλοῖ· Οὐδὲν ἐνέλιπεν ὧν τὸν σφόδρα ἀγαπῶντα εἰκὸς ἦν ποιῆσαι. Τί δήποτε δὲ οὐκ ἐξ ἀρχῆς τοῦτο ἐποίησε; Τὰ μείζονα ὕστερον ἐργάζεται, ὥστε αὐτῶν ἐπιτεῖ 59.382 ναι τὴν οἰκείωσιν, καὶ πολλὴν αὐτοῖς προαποθέσθαι παράκλησιν πρὸς τὰ μέλλοντα ἐπιέναι δεινά. Ἰδίους δὲ αὐτοὺς λέγει κατὰ τὸν τῆς οἰκειώσεως λόγον· ἐπεὶ καὶ ἄλλους ἰδίους λέγει, κατὰ τὸν τῆς δημιουργίας, ὡς ὅταν λέγῃ· Οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Τί δέ ἐστι, Τοὺς ἐν τῷ κόσμῳ; Ἐπειδὴ ἦσαν αὐτοῦ ἴδιοι καὶ οἱ τετελευτηκότες, οἱ περὶ τὸν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ οἱ κατ' ἐκείνους· ἀλλ' οὐκ ἐν τῷ κόσμῳ ἦσαν ἐκεῖνοι. Ὁρᾷς ὅτι Παλαιᾶς καὶ Καινῆς αὐτός ἐστιν ὁ Θεός; Τί δέ ἐστιν, Εἰς τέλος ἠγάπησεν αὐτούς; Ἀντὶ τοῦ, ἔμενεν ἀγαπῶν διηνεκῶς, καὶ τεκμήριον τῆς πολλῆς ἀγάπης τοῦτο λέγει· καίτοι γε ἀλλαχοῦ ἕτερον εἶπε, τὸ, τὴν ψυχὴν θεῖναι ὑπὲρ τῶν φίλων αὐτοῦ. Ἀλλ' οὔπω ἐκεῖνο ἐγεγόνει. Τίνος δὲ ἕνεκεν τοῦτο νῦν ἐποίησεν; Ὅτι πολλῷ θαυμαστότερον ἦν, ὅτε λαμπρότερος παρὰ πᾶσιν ἐφάνη· καὶ παραμυθίαν δὲ οὐ μικρὰν κατέλιπε μέλλων ἀναχωρεῖν. Ἐπειδὴ γὰρ ἔμελλον ὀδυνᾶσθαι σφοδρῶς, ἀντίῤῥοπον αὐτοῖς διὰ τούτων παράκλησιν ἐπεισάγει. Καὶ δείπνου γενομένου, τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα, ἵνα παραδῷ αὐτόν. Τοῦτο ἐκπληττόμενος εἶπεν ὁ εὐαγγελιστὴς, δηλῶν, ὅτι τοῦτον τὸν ἤδη προδοῦναι ἑλόμενον αὐτὸν ἔνιψε. Δείκνυσι δὲ αὐτοῦ πολλὴν τὴν πονηρίαν, ὅτι οὐδὲ τῶν ἁλῶν αὐτὸν ἡ κοινωνία κατέσχεν, ὃ μάλιστα οἶδεν ἐπέχειν πονηρίαν, οὐ τὸ μέχρι τῆς ἐσχάτης ἡμέρας παραμεῖναι τὸν διδάσκαλον αὐτοῦ διαβαστάζοντα. Εἰδὼς δὲ ὁ Ἰησοῦς, ὅτι πάντα αὐτῷ εἰς χεῖρα δέδωκεν ὁ Πατὴρ, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει. Ἐνταῦθα καὶ θαυμάζων λέγει, ὅτι Ὁ τοσοῦτος, καὶ τηλικοῦτος, ὁ παρὰ Θεοῦ ἐλθὼν, καὶ πρὸς αὐτὸν ἀπιὼν, ὁ πάντων κρατῶν, τοῦτο εἰργάσατο, καὶ οὐδὲ οὕτως ἀπηξίωσε καταδέξασθαι πρᾶγμα τοσοῦτον. Παράδοσιν δὲ, ὡς ἐμοὶ δοκεῖ, τὴν τῶν πιστῶν σωτηρίαν ἐνταῦθα καλεῖ. Καὶ γὰρ ὅταν λέγῃ, Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρός μου, ταύτην λέγει τὴν παράδοσιν· ὡς καὶ ἀλλαχοῦ 288
φησιν, Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ πάλιν, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν· καὶ ὅτι, Ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Ἢ τοῦτο οὖν φησιν, ἢ ὅτι οὐδὲν ἐλαττοῦσθαι ἔμελλεν ἀπὸ τούτου, ἀπὸ Θεοῦ ἐξελθὼν, καὶ πρὸς τὸν Θεὸν ὑπάγων, καὶ πάντα ἔχων. Ὅταν δὲ ἀκούσῃς παράδοσιν, μηδὲν ἀνθρώπινον ὑπολάβῃς· τὴν γὰρ εἰς τὸν Πατέρα ἐνδείκνυται τιμὴν καὶ ὁμόνοιαν. Ὥσπερ γὰρ ὁ Πατὴρ αὐτῷ παραδίδωσιν, οὕτω καὶ αὐτὸς τῷ Πατρί. Καὶ δηλοῖ Παῦλος λέγων· Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ἀνθρωπινώτερον δὲ αὐτὸ ἐνταῦθα εἶπε, τὴν πολλὴν περὶ αὐτοὺς ἐπιμέλειαν δεικνύμενος, καὶ τὴν ἄφατον περὶ αὐτοὺς ἐμφαίνων ἀγάπην, ὅτι ὡς οἰκείων ἐπεμελεῖτο λοιπὸν, διδάσκων αὐτοὺς τὴν μη 59.383 τέρα τῶν ἀγαθῶν τὴν ταπεινοφροσύνην, ἣν καὶ ἀρχὴν καὶ τέλος ἔφησεν εἶναι τῆς ἀρετῆς. Οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ, Ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει· ἀλλ' ἵνα μάθωμεν ὅτι ἄξια ἐποίει τοῦ ἐκεῖθεν ἐλθόντος καὶ ἐκεῖ ἀπιόντος, ἅπαντα καταπατῶν τῦφον. Καὶ ἀναστὰς ἀπὸ τοῦ δείπνου, καὶ θεὶς τὰ ἱμάτια. βʹ. Ὅρα πῶς οὐ τῷ νίψαι μόνον, ἀλλὰ καὶ ἑτέρως τὸ ταπεινὸν ἐνδείκνυται. Οὐ γὰρ πρὶν ἢ κατακλιθῆναι, ἀλλὰ μετὰ τὸ ἀναπεσεῖν πάντας, τότε ἀνέστη. Ἔπειτα οὐδὲ ἁπλῶς νίπτει, ἀλλὰ τὰ ἱμάτια ἀποτιθέμενος. Καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ καὶ λέντιον διεζώσατο. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ αὐτὸς ἐγέμισε, καὶ οὐχ ἑτέρῳ πληρῶσαι ἐκέλευσεν, ἀλλὰ πάντα αὐτὸς ἐργάζεται ταῦτα, διὰ πάντων δεικνὺς ὅτι οὐκ ἀφοσιουμένους δεῖ ποιεῖν τὰ τοιαῦτα, ὅταν εὖ ποιῶμεν, ἀλλὰ μετὰ πάσης προθυμίας. Ἐμοὶ δὲ δοκεῖ τοῦ προδότου πρώτου νίψαι τοὺς πόδας, ἐκ τοῦ εἰπεῖν, Ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐπαγαγεῖν, Ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Σύ μου νίπτεις τοὺς πόδας; Ταῖς χερσὶ ταύταις, φησὶν, αἷς ὀφθαλμοὺς ἀνέῳξας, καὶ λεπροὺς ἐκάθηρας, καὶ νεκροὺς ἀνέστησας; Πολλὴν γὰρ ἔμφασιν καὶ τοῦτο ἔχει· διόπερ οὐδὲ ἐδέησεν αὐτῷ τι πλέον εἰπεῖν, ἢ τὸ Σύ. Καὶ γὰρ καθ' ἑαυτὸ ἱκανὸν ἦν τὸ πᾶν ἐνδείξασθαι. Ζητήσειε δ' ἄν τις εἰκότως, πῶς οὐδεὶς αὐτὸν τῶν ἄλλων ἐκώλυσεν, ἀλλὰ Πέτρος μόνος, ὅπερ οὐ μικροῦ φίλτρου καὶ αἰδοῦς ἦν. Τίς οὖν ἐστιν ἡ αἰτία; Ἐμοὶ δοκεῖ πρότερον τὸν προδότην νίψαι, εἶτα πρὸς τὸν Πέτρον ἐλθεῖν, καὶ τοὺς ἄλλους ἀπ' ἐκείνου παιδευθῆναι λοιπόν. Ὅτι μὲν οὖν ἄλλον τινὰ πρὸ αὐτοῦ ἔνιψε, δῆλον ἐκ τοῦ εἰπεῖν. Ὅτε δὲ ἦλθε πρὸς Πέτρον. Ἀλλ' οὐκ ἔστι σφοδρὸς κατήγορος ὁ εὐαγγελιστής· τὸ γὰρ, Ἤρξατο, τοῦτό ἐστιν αἰνιττομένου. Εἰ δὲ καὶ ὁ Πέτρος πρῶτος ἦν, ἀλλ' εἰκὸς τὸν προδότην ἰταμὸν ὄντα, καὶ πρὸ τοῦ κορυφαίου κατακλιθῆναι. Καὶ γὰρ καὶ ἑτέρωθεν τὸ ἰταμὸν αὐτοῦ δείκνυται, ὅταν βάπτῃ μετὰ τοῦ Διδασκάλου, καὶ ὅταν ἐλεγχόμενος μὴ κατανύσσηται. Ἀλλ' ὁ μὲν Πέτρος ἅπαξ ἐπιτιμηθεὶς ἐν τοῖς ἔμπροσθεν, καὶ ταῦτα ἀπὸ φιλοστοργίας τὰ ῥήματα εἰπὼν, οὕτω συνεστάλη, ὡς καὶ ἀγωνιῶν καὶ τρέμων ἑτέρου δεηθῆναι πρὸς τὴν ἐρώτησιν· οὗτος δὲ συνεχῶς ἐλεγχόμενος οὐκ ᾐσθάνετο. Ὅτε γοῦν ἦλθε πρὸς τὸν Πέτρον, Λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; Λέγει αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα· τουτέστι, τὸ κέρδος ὅσον τὸ ἐκ τούτου, τὴν ὠφέλειαν τῆς διδασκαλίας, καὶ πῶς ἱκανὸν εἰς πᾶσαν ἀγαγεῖν ταπεινοφροσύνην ἡμᾶς. Τί οὖν ὁ Πέτρος; Ἔτι κωλύει, καὶ λέγει· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Τί ποιεῖς, ὦ Πέτρε; οὐ μέμνησαι τῶν προτέρων ῥημάτων; οὐκ εἶπας, Ἵλεώς σοι, καὶ ἤκουσας, Ὕπαγε ὀπίσω μου, σατανᾶ· καὶ οὐδὲ οὕτω σωφρονίζῃ, ἀλλ' ἔτι σφοδρὸς εἶ; Ναὶ, φησί· πολὺ γὰρ τὸ γινόμενον καὶ ἐκπλήξεως γέμον. Ἐπεὶ οὖν ἀπὸ πολλῆς ἀγάπης τοῦτο ἔπραττεν ἐκεῖνος, ἀπὸ τῆς αὐτῆς αὐτὸν χειροῦται πάλιν καὶ ὁ Χριστὸς, ὥσπερ οὖν καὶ ἐκεῖ σφοδρῶς ἐπιτιμήσας καὶ εἰπὼν, Σκάνδαλόν μοι εἶ· οὕτω καὶ ἐνταῦθα λέγων, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. Τί οὖν ὁ θερμὸς καὶ διακαής; Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. Καὶ ἐν τῇ παραιτήσει σφοδρὸς, καὶ ἐν τῇ συγχωρήσει σφοδρότερος γίνεται· ἑκάτερα δὲ ἐξ ἀγάπης. Διατί γὰρ οὐκ εἶπε, τίνος 289
ἕνεκεν ἐποίει τοῦτο· 59.384 ἀλλ' ἀπειλὴν ἐνέθεικεν; Ὅτι ἐκεῖνος μὲν οὐκ ἂν ἐπείσθη. Εἰ γὰρ εἶπεν, Ἔασον, διὰ γὰρ τούτου πείθω ὑμᾶς ταπεινοφρονεῖν, ὑπέσχετο ἂν μυριάκις τοῦτο, ὑπὲρ τοῦ μὴ τὸν Δεσπότην τοῦτο ποιῆσαι. Νῦν δὲ τί φησιν; Ὃ μάλιστα ἐδεδοίκει καὶ ἔτρεμε, τὸ διασχισθῆναι αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ὁ συνεχῶς ἐρωτῶν, Ποῦ ὑπάγεις; Διόπερ καὶ ἔλεγεν, ὅτι Καὶ τὴν ψυχὴν, φησὶ, δώσω ὑπὲρ σοῦ. Εἰ γὰρ ἀκούσας, ὅτι Οὐκ οἶδας ὃ ποιῶ ἐγὼ, γνώσῃ δὲ μετὰ ταῦτα, οὐδὲ οὕτως ἀπέστη, πολλῷ μᾶλλον, εἰ ἔμαθε. Διὰ γὰρ τοῦτο εἶπε, Γνώσῃ δὲ μετὰ ταῦτα, εἰδὼς, ὅτι ἐὰν νῦν μάθῃ, ἀντικείσεται ἔτι. Καὶ οὐκ εἶπε, Δίδαξον οὖν με, ἵνα ἀφῶ· ἀλλ' ὃ πολλῷ σφοδρότερον ἦν, οὐδὲ μαθεῖν ἠνέσχετο, ἀλλ' ἐνίσταται πάλιν, λέγων· Οὐ μὴ νίψῃς μου τοὺς πόδας. Ἐπειδὴ δὲ ἠπείλησεν, εὐθέως ἐχάλασε τὸν τόνον. Τί δέ ἐστι, Γνώσῃ μετὰ ταῦτα; Μετὰ ταῦτα, πότε; Ὅταν τῷ ἐμῷ ὀνόματι δαιμόνια ἐκβάλῃς, φησίν· ὅταν ἴδῃς εἰς τοὺς οὐρανοὺς ἀναλαμβανόμενον· ὅταν παρὰ τοῦ Πνεύματος μάθῃς, ὅτι ἐκ δεξιῶν κάθημαι, τότε εἴσῃ τὸ νῦν γινόμενον. Τί οὖν ὁ Χριστός; Ἐπειδὴ εἶπεν ὁ Πέτρος, Μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλὴν, Ὁ λελουμένος, φησὶν, οὐ χρείαν ἔχει εἰ μὴ τοὺς πόδας νίψασθαι μόνον, ἀλλ' ἔστι καθαρὸς ὅλος. Καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες. Ἤδει γὰρ τὸν παραδιδόντα αὐτόν. Καὶ εἰ καθαροί εἰσι, τίνος ἕνεκεν νίπτεις τοὺς πόδας; Ὥστε ἡμᾶς μετριάζειν μαθεῖν. Διὰ τοῦτο οὐκ ἐφ' ἕτερον μέρος ἦλθεν, ἀλλ' ὃ τῶν ἄλλων ἀτιμότερον εἶναι δοκεῖ. Τί δέ ἐστιν, Ὁ λελουμένος; Ἀντὶ τοῦ, Ὁ καθαρός. Ἆρ' οὖν αὐτοὶκαθαροὶ ἦσαν; οἵ γε οὐδέπω τῶν ἁμαρτημάτων ἦσαν ἀπηλλαγμένοι, οὐδὲ Πνεύματος ἠξιωμένοι, ἅτε τῆς ἁμαρτίας ἔτι κρατούσης, τῆς κατάρας τοῦ χειρογράφου μένοντος, τοῦ ἱερείου οὐδέπω προσενεχθέντος; πῶς οὖν αὐτοὺς καθαροὺς εἶναι λέγει; Ἀλλ' ἵνα μὴ διὰ ταῦτα νομίσῃς αὐτοὺς καθαροὺς ὡς ἁμαρτημάτων ἀπηλλαγμένους, ἐπήγαγεν· Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν ἐλάλησα ὑμῖν· τουτέστι, Ταύτῃ τέως ἐστὲ καθαροί. Ἤδη τὸ φῶς ἐδέξασθε, ἤδη τῆς πλάνης ἀπηλλάγητε τῆς Ἰουδαϊκῆς. Καὶ γὰρ ὁ προφήτης φησί· Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. Ὥστε ὁ τοιοῦτος λέλουται καὶ καθαρός ἐστι. Ἐπεὶ οὖν πᾶσαν πονηρίαν ἔῤῥιψαν ἀπὸ τῆς ψυχῆς ἐκεῖνοι, καὶ μετὰ εἰλικρινοῦς διανοίας συνῆσαν αὐτῷ, διὰ τοῦτό φησι κατὰ τὸν προφητικὸν λόγον, Ὁ λελουμένος ἤδη καθαρός ἐστι. Καὶ γὰρ ἐκεῖ λουτρὸν οὐ τὸ δι' ὕδατος λέγει τὸ Ἰουδαϊκὸν, ἀλλὰ τὸν τῆς συνειδήσεως καθαρμόν. γʹ. Γενώμεθα τοίνυν καὶ ἡμεῖς καθαροί· μάθωμεν καλὸν ποιεῖν. Τί δέ ἐστι τὸ καλόν; Κρίνετε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Πολὺς οὗτος ὁ λόγος ἐν ταῖς Γραφαῖς τῶν χηρῶν καὶ τῶν ὀρφανῶν· ἀλλ' ἡμῖν οὐδεὶς τούτου λόγος. Καίτοι γε ἐννόησον ἡλίκον τὸ ἔπαθλον. Ἐὰν ὦσι, φησὶν, αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ γὰρ ἀπροστάτευτον ἡ χήρα· διὰ τοῦτο πολλὴν ὑπὲρ αὐτῆς ποιεῖ 59.385 ται σπουδήν. Καὶ γὰρ παρὸν δευτέροις ὁμιλῆσαι γάμοις, διὰ τὸν τοῦ Θεοῦ φόβον τὰ ἀπὸ τῆς χηρείας ὑπομένουσι δεινά. Ὀρέγωμεν τοίνυν αὐταῖς χεῖρα ἅπαντες καὶ ἄνδρες καὶ γυναῖκες, ἵνα μή ποτε ὑποστῶμεν τὰ τῆς χηρείας δεινά. Κἂν ὑποστῶμεν, πολλὴν ἀποθώμεθα φιλανθρωπίας ἡμῖν ἀφορμήν. Οὐ μικρὰ δύναμις τῶν δακρύων τῆς χήρας ἐστὶν, ἀλλὰ καὶ αὐτὸν τὸν οὐρανὸν διανοῖξαι δύναται. Μὴ τοίνυν αὐταῖς ἐπεμβαίνωμεν, μηδὲ χείρονα ποιῶμεν τὴν 59.386 συμφορὰν, ἀλλὰ παντὶ τρόπῳ βοηθῶμεν. Ἂν οὕτω ποιῶμεν, πολλὴν ἑαυτοῖς περιβαλοῦμεν ἀσφάλειαν, καὶ κατὰ τὸν παρόντα καὶ κατὰ τὸν μέλλοντα αἰῶνα. Οὐ γὰρ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐκεῖ ἡμῶν προστήσονται, τὰ πλείονα τῶν ἁμαρτημάτων ἡμῶν διὰ τῆς εἰς αὐτὰς εὐεργεσίας ὑποτεμνόμεναι, καὶ μετὰ παῤῥησίας ποιοῦσαι παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.385 ΟΜΙΛΙΑ ΟΑʹ. Καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, καὶ ἀναπεσὼν πά λιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; καὶ τὰ ἑξῆς. αʹ. Χαλεπὸν, ἀγαπητοὶ, χαλεπὸν εἰς βάθος κακῶν ἐλθεῖν. Λοιπὸν γὰρ δυσδιόρθωτος ἡ ψυχὴ γίνεται. Διὰ τοῦτο χρὴ πάντα πράττειν, ὥστε μὴ ἁλῶναι τὴν ἀρχήν. Εὐκολώτερον γὰρ μὴ ἐμπεσεῖν, ἢ ἐμπεσόντα ἀνακτήσασθαι ἑαυτόν. Ὅρα γοῦν, ἐπειδὴ ἐνέβαλεν ἑαυτὸν ὁ Ἰούδας, πόσης ἀπολαύει βοηθείας, καὶ οὐδὲ οὕτω διανίσταται. Εἶπε πρὸς αὐτὸν, ὅτι Εἷς ἐξ ὑμῶν διάβολός ἐστιν· εἶπεν, ὅτι Οὐ πάντες πιστεύουσιν· εἶπεν, ὅτι Οὐ περὶ πάντων λέγω· καὶ, ὅτι Οἶδα ἐγὼ οὓς ἐξελεξάμην, καὶ οὐδενὸς τούτων αἰσθάνεται. Ὡς δὲ ἔνιψε τοὺς πόδας, καὶ ἀνέλαβε τὰ ἱμάτια αὐτοῦ, καὶ κατεκλίθη, φησί· Γινώσκετε τί πεποίηκα ὑμῖν; Οὐκέτι πρὸς Πέτρον μόνον, ἀλλὰ καὶ πρὸς ἅπαντας διαλέγεται. Ὑμεῖς φωνεῖτέ με, Ὁ Κύριος καὶ ὁ διδάσκαλος· καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Ὑμεῖς φωνεῖτέ με. Τὴν κρίσιν αὐτῶν προσλαμβάνει. Εἶτα ἵνα μὴ τῆς ἐκείνων χάριτος εἶναι δόξῃ τὰ ῥήματα, ἐπάγει· Εἰμὶ γάρ. Τῷ μὲν οὖν παρ' αὐτῶν τὸν λόγον εἰσαγαγεῖν, εὐθέως ἀνεπαχθῆ ποιεῖ· τῷ δὲ παρ' ἐκείνων εἰσαχθέντα βεβαιῶσαι παρ' ἑαυτοῦ, ἀνύποπτον. Εἰμὶ γὰρ, φησίν. Ὁρᾷς ὅταν πρὸς τοὺς μαθητὰς διαλέγηται, πῶς ἐκκαλύπτων τὰ καθ' ἑαυτὸν φθέγγεται μᾶλλον; Ὥσπερ οὖν λέγει, Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής· οὕτω λέγει, Καὶ μὴ καλέσητε πατέρα ἐπὶ τῆς γῆς. Τὸ δὲ, Εἷς καὶ Εἷς, οὐ περὶ τοῦ Πατρὸς εἴρηται μόνον ἀλλὰ καὶ περὶ αὐτοῦ. Εἰ γὰρ ἑαυτὸν ἐκβάλλων ἔλεγε, πῶς φησιν, Ἵνα υἱοὶ φωτὸς γένησθε; Καὶ πάλιν, εἰ διδάσκαλον μόνον ἔλεγε τὸν Πατέρα, πῶς λέγει, Εἰμὶ γάρ; καὶ πάλιν, Εἷς ἐστιν ὑμῶν ὁ καθηγητὴς, ὁ Χριστός; Εἰ οὖν ἐγὼ, φησὶν, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, ἔνιψα ὑμῶν τοὺς πόδας, καὶ ὑμεῖς ἀλλήλους ὀφείλετε νίπτειν. Τοῦτο γὰρ ὑπόδειγμα ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, οὕτω καὶ ὑμεῖς ποιῆτε. Καὶ μὴν οὐκ ἔστι τὸ αὐτό. Αὐτὸς μὲν γὰρ διδάσκαλος καὶ Κύριος, ὑμεῖς δὲ ἀλλήλων ὁμόδουλοι. Τί οὖν ἐστι τὸ, Οὕτω; Μετὰ τῆς αὐτῆς σπουδῆς. Διὰ γὰρ τοῦτο ἀπὸ τῶν μειζόνων πραγμάτων λαμβάνει τὰ παραδείγματα, ἵνα κἂν τὸ ἔλαττον ἐργασώμεθα. Καὶ γὰρ οἱ διδάσκαλοι τοῖς παισὶ τὰ γράμματα μετὰ πολλοῦ τοῦ κάλλους γράφουσιν, ἵνα κἂν πρὸς τὸ καταδεέστερον ἔλθωσι τῆς μιμήσεως. Ποῦ νῦν οἱ διαπτύοντες τοὺς ὁμοδούλους; ποῦ νῦν οἱ τὰς τιμὰς ἀπαιτοῦντες; Τοῦ προδότου τοὺς πόδας ὁ Χριστὸς ἔνιψε, τοῦ ἱεροσύλου καὶ κλέπτου, καὶ παρὰ τὸν καιρὸν τῆς προδοσίας, καὶ ἀνιάτως ἔχοντα τραπέζης κοινωνὸν 59.386 ἐποίησε· καὶ σὺ μέγα φρονεῖς καὶ τὰς ὀφρῦς ἀνασπᾷς; Τοὺς πόδας οὖν ἀλλήλων νίπτωμεν, φησίν· οὐκοῦν καὶ τῶν οἰκετῶν. Καὶ τί μέγα, εἰ καὶ τῶν οἰκετῶν; Ἐνταῦθα μὲν γὰρ ὁ δοῦλος καὶ ὁ ἐλεύθερος, ὀνομάτων ἐστὶ διαφορά· ἐκεῖ δὲ, πραγμάτων ἀλήθεια. Φύσει γὰρ αὐτὸς Κύριος ἦν, καὶ ἡμεῖς δοῦλοι, καὶ οὐδὲ τοῦτο παρῃτήσατο νῦν ποιεῖν. Νυνὶ δὲ ἀγαπητὸν, εἰ μὴ τοῖς ἐλευθέροις ὡς δούλοις ἡμεῖς χρησαίμεθα, ὡς ἀνδραπόδοις ἀργυρωνήτοις. Καὶ τί ἐροῦμεν τότε, τοσαύτης μὲν ἀνεξικακίας ὑποδείγματα λαβόντες, αὐτοὶ δὲ οὐδὲ μικρὸν μιμούμενοι, ἀλλ' ἐξ ἐναντίας ἑστῶτες, καὶ πρὸς διάμετρον ἐπαιρόμενοι, καὶ τὴν ὀφειλὴν οὐκ ἀποδιδόντες; Ὀφειλέτας γὰρ ἡμᾶς ἀλλήλων κατέστησεν ὁ Θεὸς, αὐτὸς κατάρξας τούτου, καὶ ὀφειλέτας ἐλάττονος μοίρας. Αὐτὸς μὲν γὰρ Κύριος ἦν· ἡμεῖς δὲ πρὸς τοὺς συνδούλους τοῦτο ποιοῦμεν, ἐὰν ποιήσωμεν. Ὃ δὴ καὶ αὐτὸ ᾐνίξατο διὰ τοῦ εἰπεῖν· Εἰ οὖν ἐγὼ, ὁ Κύριος καὶ ὁ Διδάσκαλος· καὶ πάλιν, Οὕτω καὶ ὑμεῖς. Τὸ μὲν γὰρ ἀκόλουθον ἦν εἰπεῖν, Πόσῳ μᾶλλον ἡμεῖς οἱ δοῦλοι· ἀλλ' ἀφῆκεν αὐτὸ τῷ συνειδότι τῶν ἀκροωμένων. Τί δήποτε δὲ αὐτὸ νῦν πεποίηκεν; Ἔμελλον λοιπὸν τιμῆς ἀπολαύσεσθαι, οἱ μὲν πλείονος, οἱ δὲ ἐλάττονος. βʹ. Ἵν' οὖν μὴ κατ' ἀλλήλων ἐπαίρωνται, καὶ ταῦτα λέγωσιν ἃ καὶ πρὸ τούτου, Τίς ἐστι μείζων; μηδὲ ἀγανακτῶσι 291
πρὸς ἀλλήλους, πάντων αὐτῶν καθαιρεῖ τὰ φρονήματα, λέγων, ὅτι Κἂν σφόδρα ᾖς μέγας, ὀφείλεις ἐπὶ τοῦ ἀδελφοῦ μηδὲν μέγα φρονεῖν. Καὶ οὐκ εἶπε τὸ μεῖζον, ὅτι Εἰ ἐγὼ τοῦ προδότου τοὺς πόδας ἔνιψα, τί μέγα, ἂν ὑμεῖς τοὺς ἀλλήλων; ἀλλὰ διὰ τῶν ἔργων αὐτὸ δηλώσας, εἴασεν ἐν τῇ κρίσει τῶν θεωμένων λοιπόν. Διὰ τοῦτο ἔλεγεν, Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται. Τοῦτο γάρ ἐστι τὸ διδάξαι, τὸ διὰ τῶν ἔργων αὐτὸ ποιεῖν. Τίνα γὰρ οὐκ ἂν τοῦτο τῦφον καθέλοι; ποίαν οὐκ ἂν κενώσειεν ἀπόνοιαν καὶ ἀλαζονείαν; Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, τοὺς πόδας ἔνιψε τοῦ προδότου· σὺ δὲ, ἄνθρωπε, γῆ καὶ σποδὸς ὢν, καὶ τέφρα, καὶ κόνις, ἐπαίρεις σεαυτὸν καὶ μέγα φρονεῖς; καὶ πόσης οὐκ ἂν εἴης ἄξιος γεέννης; Εἰ οὖν ὄντως ἐπιθυμεῖς μεγάλου φρονήματος, δεῦρο, ἐγώ σοι δείξω ὁδόν· οὐδὲ γὰρ οἶδας τί ποτέ ἐστι. Ὁ τοίνυν τοῖς παροῦσιν ὡς μεγάλοις προσέχων, οὗτος ψυχῆς ἐστιν εὐτελοῦς. Ὥστε οὐδὲ ταπεινοφροσύνη γένοιτ' ἂν, εἰ μὴ μετὰ μεγαλοψυχίας· οὐδὲ φύσημα, εἰ μὴ ἀπὸ μικροψυχίας. Καθάπερ γὰρ οἱ παῖδες οἱ μικροὶ πρὸς τὰ εὐτελῆ τῶν πραγμάτων ἐπτόηνται, πρὸς σφαίρας καὶ τροχοὺς καὶ ἀστραγάλους κεχηνότες, τῶν δὲ μεγάλων οὐδὲ ἔννοιαν λαβεῖν δύνανται· οὕτω δὴ καὶ ἐνταῦθα ὁ μὲν φιλοσοφῶν οὐδὲν ἡγήσεται τὰ παρόντα (οὐκοῦν οὐδὲ αὐτὸς αἱρήσεται κατασχεῖν, οὐδὲ παρ' 59.387 ἑτέρου αὐτὰ λαβεῖν) ὁ δὲ μὴ τοιοῦτος ἐναντία πείσεται, πρὸς ἀράχνας, καὶ σκιὰς, καὶ ὀνείρατα, καὶ τὰ τούτων ἀδρανέστερα πράγματα ἐπτοημένος. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. Οὐ περὶ πάντων ὑμῶν λέγω, ἀλλ' ἵνα ἡ Γραφὴ πληρωθῇ, ὅτι Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ. Ὃ ἀνωτέρω εἶπε, τοῦτο καὶ ἐνταῦθα λέγει ἐντρέπων. Εἰ γὰρ οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτὸν, παρ' ἐμοῦ δὲ ταῦτα γέγονε, πολλῷ μᾶλλον χρὴ ταῦτα παρ' ὑμῶν γενέσθαι. Εἶτα ἵνα μή τις εἴπῃ, Τί δήποτε ταῦτα λέγεις; νῦν γὰρ οὐκ οἴδαμεν· προσέθηκε τοῦτο αὐτό· Οὐχ ὡς ἀγνοοῦσι ταῦτα λέγω, ἀλλ' ἵνα διὰ τῶν ἔργων ἐπιδείξητε τὰ λεγόμενα. Τὸ μὲν γὰρ εἰδέναι, πάντων· τὸ δὲ ποιεῖν, οὐ πάντων. Διὰ γὰρ τοῦτο εἶπε, Μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. Διὰ δὴ τοῦτο αὐτὸ συνεχῶς καὶ ἐγὼ ἀεὶ λέγω, καίτοι γε εἰδότων ὑμῶν, ἵνα εἰς τὸ ἔργον ὑμᾶς ἐμβιβάσω. Ἐπεὶ καὶ Ἰουδαῖοι οἴδασιν, ἀλλ' οὐκ εἰσὶ μακάριοι· οὐ γὰρ ποιοῦσιν αὐτά. Οὐ περὶ πάντων, φησὶν, ὑμῶν λέγω. Βαβαὶ τῆς ἀνεξικακίας! οὐδέπω τὸν προδότην ἐλέγχει, ἀλλὰ συσκιάζει τὸ πρᾶγμα, ἐντεῦθεν διδοὺς αὐτῷ μετανοίας χώραν. Καὶ ἐλέγχει, καὶ οὐκ ἐλέγχει, οὕτω λέγων· Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ πτέρναν. Δοκεῖ δέ μοι καὶ τὸ, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, καὶ πρὸς τοῦτο εἰρῆσθαι, ἵνα εἴ ποτε παρὰ οἰκετῶν, ἢ παρά τινων εὐτελεστέρων πάθοιέν τινες κακὸν, μὴ σκανδαλίζωνται, εἰς τὸ κατὰ τὸν Ἰούδαν ἀφορῶντες παράδειγμα, ὃς μυρίων ἀπολαύσας ἀγαθῶν, τοῖς ἐναντίοις ἠμείβετο τὸν εὐεργέτην. Διὸ καὶ ἐπήγαγεν· Ὁ τρώγων μετ' ἐμοῦ ἄρτον· καὶ πάντα τὰ ἄλλα παρεὶς, τοῦτο, ὃ μάλιστα ἱκανὸν ἦν αὐτὸν κατασχεῖν καὶ ἐντρέψαι, τέθεικεν. Ὁ παρ' ἐμοῦ τρεφόμενος, ὁ παρ' ἐμοῦ τραπέζης κοινωνῶν, φησί. Ταῦτα δὲ ἔλεγε, παιδεύων αὐτοὺς τοὺς κακῶς ποιοῦντας εὐεργετεῖν, κἂν μένωσιν ἀνιάτως ἔχοντες. Εἰπὼν δὲ, Οὐ περὶ πάντων ὑμῶν λέγω, ἵνα μὴ εἰς πολλοὺς περιστήσῃ τὸ δέος, ἀποσχίζει λοιπὸν αὐτὸν, οὕτω λέγων· Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον. Τὸ γὰρ, Οὐ περὶ πάντων, οὐ πάντως εἰς ἕνα περιίστη τὸν λόγον· διὸ ἐπήγαγεν· Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, δεικνὺς ἐκείνῳ τῷ ταλαιπώρῳ, ὅτι οὐκ ἀγνοῶν συλλαμβάνεται, ἀλλὰ καὶ σφόδρα εἰδώς· ὃ καὶ αὐτὸ μάλιστα πάντων ἱκανὸν ἦν αὐτὸν κατασχεῖν. Καὶ οὐκ εἶπε, Παραδίδωσιν ἐμὲ, ἀλλ', Ἦρεν ἐπ' ἐμὲ πτερνισμόν· τὸ δολερὸν καὶ ὕπουλον καὶ λαθραῖον τῆς ἐπιβουλῆς παραστῆσαι βουλόμενος. γʹ. Ταῦτα δὲ γέγραπται, ἵνα μὴ μνησικακῶμεν τοῖς ἀδικοῦσιν, ἀλλ' ἐλέγχωμεν αὐτοὺς καὶ θρηνῶμεν. Θρήνων γὰρ ἄξιοι, οὐχ οἱ 292
πάσχοντες, ἀλλ' οἱ ποιοῦντες κακῶς. Ἑαυτοὺς μὲν γὰρ μέγιστα ἀδικοῦσιν ὅ τε πλεονέκτης, ὅ τε συκοφάντης, ὅ τε ἕτερόν τι κακὸν ἐργαζόμενος· ἡμᾶς δὲ ὠφελοῦσι τὰ μέγιστα ἐὰν μὴ ἑαυτοὺς ἐκδικῶμεν. Οἷόν τι λέγω· Ἥρπασεν ὁ δεῖνα; ηὐχαρίστησας ὑπὲρ τῆς ἀδικίας σὺ, καὶ ἐδόξασας τὸν Θεόν; Μυρίους διὰ τῆς εὐχαριστίας ἐκείνης ἐκαρπώσω μισθούς· ὥσπερ οὖν ἐκεῖνος ἄφατον ἑαυτῷ συνήγαγε πῦρ. Εἰ δὲ λέγοι τις· Τί γὰρ, εἰ μὴ ἠδυνάμην ἀμύνασθαι τὸν ἀδικήσαντα; ἀσθενέστερος ὤν; ἐκεῖνο ἂν εἴποιμι, ὅτι Ἠδύνασο πρᾶξαι τὸ δυσχερᾶναι, τὸ ἀποδυσπετῆσαι· ταῦτα γὰρ ἐν ἐξουσίᾳ ἡμῶν, τὸ κατεύξασθαι τοῦ λελυπηκότος, τὸ 59.388 καταράσασθαι αὐτῷ μυρία, τὸ πρὸς πάντας διαβαλεῖν. Ὁ τοίνυν ταῦτα μὴ ποιήσας, καὶ τοῦ μὴ ἀμύνασθαι μισθὸν λήψεται. Δῆλον γὰρ ὅτι καὶ ἐκείνου κύριος ὢν, οὐκ ἂν ἐποίησεν. Ὁ γὰρ ἠδικημένος, τῷ παρατυχόντι κέχρηται ὅπλῳ, ὅταν μικρόψυχος ὢν, κατάραις, λοιδορίαις, ἐπιβουλαῖς ἀμύνηται τὸν ἠδικηκότα. Ταῦτα τοίνυν καὶ σὺ μὴ ποιήσῃς μόνον, ἀλλὰ καὶ εὖξαι περὶ αὐτοῦ· καὶ γὰρ ἂν ταῦτα μὴ ποιήσῃς μόνον, ἀλλὰ καὶ εὔξῃ ὑπὲρ αὐτοῦ, τῷ Θεῷ γέγονας ὅμοιος. Εὔχεσθε γὰρ, φησὶν, ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πῶς μέγιστα κερδαίνομεν ἀπὸ τῆς τῶν ἑτέρων ἐπηρείας; Οὐδὲν οὕτω τὸν Θεὸν εὐφραίνει, ὡς τὸ μὴ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ. Καὶ τί λέγω, μὴ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ; Τἀναντία μὲν οὖν ἀποδιδόναι ἐπετάγημεν, εὐεργεσίας εὐχάς. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τὸν μέλλοντα αὐτὸν προδιδόναι τοῖς ἐναντίοις πᾶσιν ἠμείψατο· οἷον, τοὺς πόδας ἔνιπτεν, ἤλεγχε λάθρα, φειδομένως ἔπληττεν, ἐθεράπευσε, τραπέζης καὶ φιλήματος μετεδίδου· καὶ οὐδὲ τούτοις ἐγένετο βελτίων, καὶ ὅμως παρέμενεν αὐτὸς τὰ ἑαυτοῦ ποιῶν. Ἀλλὰ φέρε καὶ ἀπὸ τῶν δούλων σε παιδεύσωμεν, καὶ ἐκ περιουσίας τῶν ἐν τῇ Παλαιᾷ, ἵνα εἰδῇς οὐδεμίαν ἔχοντας ἡμᾶς ἀπολογίας ἀφορμὴν, ὅταν μνησικακῶμεν. Βούλεσθε οὖν εἴπω Μωϋσέα, ἢ ἔτι τὸν λόγον ἀνωτέρω ἀγάγωμεν; Ὅσῳ γὰρ ἂν ἀρχαιότερα δειχθῇ τὰ παραδείγματα, τοσούτῳ μᾶλλον ἡμεῖς νικώμεθα. Τί δήποτε δέ; Ὅτι τότε δυσκολωτέρα ἦν ἡ ἀρετή. Οὐδὲ γὰρ ὑποθήκας ἐγγράφους εἶχον ἐκεῖνοι τότε, οὐ βίων παραδείγματα· ἀλλὰ γυμνὴ καθ' ἑαυτὴν ἡ φύσις ἠγωνίζετο, καὶ ἀνερμάτιστος πανταχοῦ νήχεσθαι ἠναγκάζετο. Διὰ τοῦτο καὶ τὸν Νῶε ἐπαινῶν, οὐχ ἁπλῶς τέλειον ἐκάλεσεν, ἀλλὰ προσέθηκεν, Ἐν τῇ γενεᾷ αὐτοῦ, δηλῶν, ὅτι ἐν ἐκείνῳ τῷ χρόνῳ, ὅτε πολλὰ τὰ κωλύματα ἦν· ἐπεὶ μετ' αὐτὸν ἔλαμψαν ἕτεροι, καὶ ὅμως οὐδὲν ἔλαττον αὐτῶν ἕξει. Ἐν γὰρ τοῖς χρόνοις αὐτοῦ τέλειος ἦν. Τίς οὖν πρὸ Μωϋσέως μακρόθυμος; Ὁ μακάριος καὶ γενναῖος Ἰωσὴφ, ὃς τῇ σωφροσύνῃ λάμψας, οὐκ ἔλαττον ἔλαμψε τῇ μακροθυμίᾳ. Ἐπράθη γὰρ οὐδὲν ἠδικηκὼς, ἀλλὰ θεραπεύων, δουλεύων, τὰ οἰκετῶν πάντα ἐπιδεικνύμενος. Κατήνεγκαν γοῦν αὐτῷ ψόγον πονηρὸν, καὶ οὐκ ἠμύνατο, καίτοι τὸν πατέρα ἔχων μεθ' ἑαυτοῦ· ἀλλὰ καὶ ἀπῆλθε κομίζων αὐτοῖς εἰς τὴν ἔρημον τροφήν· καὶ οὐχ εὑρὼν αὐτοὺς, οὐ περιεκάκησεν, οὐδὲ ὑπέστρεψε (καίτοι γε εἶχε πρόφασιν, εἴ γε ἐβούλετο), ἀλλὰ πρὸς τὰ θηρία καὶ τοὺς ὠμοὺς ἐκείνους ἔμενεν ἀδελφοῦ γνησίου φυλάττων προαίρεσιν. Πάλιν τὸ δεσμωτήριον οἰκήσας, καὶ τὴν αἰτίαν ἐρωτηθεὶς, οὐδὲν εἶπε περὶ αὐτῶν πονηρὸν, ἀλλ' ὅτι Οὐδὲν ἐποίησα, καὶ, Κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων. Καὶ μετὰ ταῦτα πάλιν γενόμενος κύριος, καὶ ἔθρεψε, καὶ ἀπήλλαξε μυρίων δεινῶν. Ἂν γὰρ νήφωμεν, οὐκ ἰσχύει τοῦ πλησίον ἡ κακία τῆς ἀρετῆς ἡμᾶς ἐκβαλεῖν τῆς ἑαυτῶν. Ἀλλ' οὐκ ἐκεῖνοι τοιοῦτοι· ἀλλὰ καὶ ἀπέδυσαν, καὶ ἀνελεῖν ἐπεχείρησαν καὶ ὀνειδίζουσι τὸ ἐνύπνιον, καίτοι καὶ τροφὴν παρ' αὐτοῦ κομισάμενοι, καὶ ζωῆς καὶ ἐλευθερίας αὐτὸν ἐκβαλεῖν ἐπεχείρουν. Καὶ οἱ μὲν ἤσθιον, τὸν δὲ ἀδελφὸν περιεώρων ἐν λάκκῳ γυμνὸν ἐῤῥιμμένον. Τί ταύτης τῆς θηριωδίας 59.389 γένοιτ' ἂν χεῖρον; πόσων ἀνδροφόνων οὐκ ἦσαν χείρους; Καὶ μετὰ ταῦτα δὲ αὐτὸν ἀνελκύσαντες, μυρίοις θανάτοις παρέδωκαν, ἀνθρώποις βαρβάροις καὶ ἀγρίοις αὐτὸν ἀποδόμενοι πρὸς βαρβάρους 293
μέλλουσιν ἀπιέναι. Ἀλλ' αὐτὸς γενόμενος βασιλεὺς, οὐ μόνον τὴν τιμωρίαν αὐτοῖς ἀφῆκεν, ἀλλὰ καὶ τῆς ἁμαρτίας αὐτοὺς, τό γε εἰς αὐτὸν ἧκον, ἀπήλλαξεν, οἰκονομίαν Θεοῦ τὰ γεγενημένα καλῶν, οὐ πονηρίαν ἐκείνων. Καὶ ἅπερ δὲ ἐποίησεν εἰς αὐτοὺς, οὐ μνησικακῶν, ἀλλ' ὑπὲρ τοῦ ἀδελφοῦ ταῦτα πάντα ὑπεκρίνατο. Μετὰ γοῦν ταῦτα ἐπειδὴ εἶδεν ἀντεχομένους αὐτοῦ, ἔῤῥιψε τὸ προσωπεῖον εὐθέως καὶ ὠλόλυξε καὶ περιεπτύξατο ὡς τὰ μέγιστα εὐηργετημένος, ὁ πάλαι παρ' αὐτῶν ἀνῃρημένος· καὶ πάντας αὐτοὺς εἰς Αἴγυπτον κατ 59.390 ήγαγε, καὶ μυρίαις εὐεργεσίαις ἠμείψατο. Τίνα οὖν ἕξομεν ἀπολογίαν μετὰ νόμον καὶ χάριν καὶ τοσαύτης φιλοσοφίας ἐπίδοσιν, μηδὲ τὸν πρὸ τῆς χάριτος καὶ τοῦ νόμου ζηλώσαντες; τίς ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως; Οὐ γὰρ ἔστι, οὐκ ἔστι τι μνησικακίας χαλεπώτερον. Καὶ τοῦτο ἐδήλωσεν ὁ τὰ μυρία τάλαντα ὀφείλων· εἶτα οὐκ ἀπαιτηθεὶς καὶ πάλιν ἀπαιτηθείς· οὐκ ἀπαιτηθεὶς μὲν, διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἀπαιτηθεὶς δὲ διὰ τὴν οἰκείαν πονηρίαν, καὶ τὸ μνησικακῆσαι τῷ συνδούλῳ. Ἅπερ πάντα μαθόντες, ἀφῶμεν τοῖς πλησίον τὰ ἁμαρτήματα, καὶ τοῖς ἐναντίοις αὐτοὺς ἀμειβώμεθα, ἵνα καὶ τῆς παρὰ τοῦ Θεοῦ τύχωμεν φιλανθρωπίας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.389 ΟΜΙΛΙΑ ΟΒʹ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει, καὶ ὁ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με. αʹ. Μεγάλη τῆς περὶ τοὺς δούλους τοῦ Θεοῦ θεραπείας ἡ ἀνταπόδοσις, καὶ τοὺς καρποὺς ἐντεῦθεν ἡμῖν ἀποδίδωσιν. Ὁ δεχόμενος γὰρ, φησὶν, ὑμᾶς, ἐμὲ δέχεται· ὁ δὲ λαμβάνων ἐμὲ, λαμβάνει τὸν πέμψαντά με. Τοῦ δὲ τὸν Χριστὸν δέξασθαι, καὶ τὸν τούτου Πατέρα, τί γένοιτ' ἂν ἴσον; Καὶ ποία αὕτη ἀκολουθία πρὸς τὰ ἔμπροσθεν εἰρημένα; τί δὲ κοινὸν ἔχει πρὸς ὃ εἶπεν, Ἐὰν ποιῆτε ταῦτα, μακάριοί ἐστε, τὸ ἐπαγαγεῖν, Ὁ δεχόμενος ὑμᾶς; Μεγάλη καὶ σφόδρα συνᾴδουσα· καὶ σκόπει πῶς. Ἐπειδὴ γὰρ ἔμελλον ἐξιέναι, καὶ πολλὰ πάσχειν δεινὰ, δύο τρόποις αὐτοὺς παραμυθεῖται· ἑνὶ μὲν, τῷ παρ' ἑαυτοῦ· ἑτέρῳ δὲ, τῷ παρ' ἑτέρων. Ἐὰν γὰρ φιλοσοφῆτε, φησὶν, ἐμὲ διὰ παντὸς ἔχοντες ἐν μνήμῃ, καὶ ἅπερ ἔπαθον, καὶ ἅπερ ἐποίησα περιφέροντες ἅπαντα, ῥᾳδίως οἴσετε τὰ δεινά. Οὐ τούτῳ δὲ μόνῳ τῷ τρόπῳ, ἀλλὰ καὶ τῷ παρὰ πάντων πολλῆς ἀπολαύειν θεραπείας. Καὶ τὸ μὲν πρότερον ἐδήλωσεν, εἰπών· Ἐὰν ποιῆτε ταῦτα, μακάριοί ἐστε· τὸ δὲ ἕτερον, Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται, λέγων. Τὰς γὰρ πάντων ἀνέῳξεν αὐτοῖς οἰκίας, ὥστε καὶ ἐκ τῆς τῶν τρόπων φιλοσοφίας, καὶ ἐκ τῆς τῶν θεραπευόντων προθυμίας διπλῆν ἔχειν παράκλησιν. Εἶτα, ἐπειδὴ ταῦτα αὐτοῖς διετάξατο ὡς μέλλουσι τὴν οἰκουμένην διατρέχειν ἅπασαν, ἐννοῶν ὅτι ἑκατέρων τούτων ὁ προδότης ἀπεστέρηται, καὶ οὐδενὸς αὐτῶν ἀπολαύσεται, οὔτε τῆς ἐν τοῖς πόνοις ὑπομονῆς, οὔτε τῆς τῶν ὑποδεχομένων θεραπείας, ἐταράχθη πάλιν. Ὅπερ καὶ ὁ εὐαγγελιστὴς ἐπισημαινόμενος, καὶ δηλῶν ὅτι δι' ἐκεῖνον ταράσσεται, ἐπάγει· Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε, καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Πάλιν εἰς πάντας περιίστησι τὸν φόβον τῷ μὴ ὀνομαστὶ εἰπεῖν· οἱ δὲ ἀποροῦνται, καίτοι ἑαυτοῖς μηδὲν συνειδότες πονηρόν· τῶν οἰκείων γὰρ λογισμῶν τὴν ἀπόφασιν τοῦ Χριστοῦ πιστοτέραν ἡγοῦντο. Διὸ καὶ ἔβλεπον εἰς ἀλλήλους. Τῷ μὲν οὖν εἰς ἕνα περιστῆσαι τὸ πᾶν, ὑπετέμνετο τὸν φόβον· τῷ δὲ προσθεῖναι, Εἷς ἐξ ὑμῶν, συνετάρασσεν ἅπαντας. Τί οὖν; Οἱ μὲν ἄλλοι βλέπουσιν εἰς ἀλλήλους· ὁ δὲ πανταχοῦ θερμὸς Πέτρος τῷ Ἰωάννῃ νεύει. Ἐπειδὴ γὰρ καὶ πρότερον ἐπετιμήθη, καὶ βουλομένου νίψαι ἐκώλυσε, καὶ πανταχοῦ εὑρίσκεται ἀπὸ 59.390 πόθου μὲν ὁρμῶν,
ἐγκαλούμενος δὲ, τούτου χάριν δεδοικὼς, οὔτε ἡσύχασεν, οὔτε ἐφθέγξατο, ἀλλὰ διὰ μέσου τοῦ Ἰωάννου βούλεται μαθεῖν. Ἐκεῖνο δὲ ἄξιον διαπορῆσαι, τί δήποτε πάντων ἀγωνιώντων, τρεμόντων, τοῦ κορυφαίου δεδοικότος, ὁ Ἰωάννης ὥσπερ ἐντρυφῶν ἀνάκειται εἰς τὸν κόλπον τοῦ Ἰησοῦ· καὶ οὐκ ἀνάκειται μόνον, ἀλλὰ καὶ τῷ στήθει· καὶ οὐ τοῦτο μόνον ἄξιον ζητήσεως, ἀλλὰ καὶ τὸ ἑξῆς. Τί δὲ τοῦτό ἐστιν; Ὃ περὶ ἑαυτοῦ λέγει, Ὃν ἠγάπα ὁ Ἰησοῦς. Διατί γὰρ μηδεὶς ἕτερος τοῦτο εἶπε περὶ αὐτοῦ, καίτοι καὶ οἱ ἄλλοι ἠγαπῶντο; Ἀλλ' οὗτος πλέον τῶν ἄλλων. Εἰ δὲ μηδεὶς ἄλλος τοῦτο περὶ αὐτοῦ εἶπεν, ἀλλ' αὐτὸς περὶ ἑαυτοῦ, θαυμαστὸν οὐδέν. Ποιεῖ δὲ αὐτὸ καὶ Παῦλος, καιροῦ καλοῦντος, οὕτω λέγων Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων· καίτοι γε οὐ μικρὰ αὐτοῦ διῆλθεν ἐγκώμια ἕτερα. Ἢ μικρὸν εἶναί σοι δοκεῖ τὸ ἀκούσαντα, Ἀκολούθει μοι, εὐθέως ἀφέντα τὰ δίκτυα καὶ τὸν πατέρα, ἀκολουθῆσαι, καὶ τὸ μετὰ Πέτρου μόνον αὐτὸν λαβεῖν εἰς τὸ ὄρος, καὶ ἀλλαχοῦ πάλιν εἰς οἰκίαν εἰσελθόντα; Αὐτὸς δὲ ἡλίκον ἐγκώμιον τοῦ Πέτρου διῆλθε, καὶ οὐκ ἀπεκρύψατο, εἰρηκέναι τὸν Χριστὸν λέγων· Πέτρε, φιλεῖς με πλέον τούτων; Καὶ πανταχοῦ δὲ δείκνυσιν αὐτὸν θερμὸν καὶ γνησίως ἔχοντα πρὸς αὐτόν. Ὅτε γοῦν ἔλεγεν, Οὗτος δὲ τί; ἐκ πολλοῦ πόθου τοῦτο ἔλεγε. Διὰ τοῦτο οὖν ἄλλος οὐδεὶς εἶπε περὶ αὐτοῦ· ἀλλ' οὐδὲ αὐτὸς εἶπεν ἂν, εἰ μὴ εἰς τοῦτο ἐνέπεσε τὸ χωρίον. Εἰ γὰρ εἰπὼν, ὅτι Πέτρος ἔνευσεν Ἰωάννῃ ἐρωτῆσαι, καὶ μηδὲν ἄλλο προσέθηκε, πολλὴν ἐποίει τὴν ἀπορίαν, καὶ ζητεῖν ἠνάγκαζεν ἡμᾶς τὴν αἰτίαν· διὰ τοῦτο λύων αὐτὸς ταύτην, Ἀνέκειτο, φησὶ, εἰς τὸν κόλπον τοῦ Ἰησοῦ. Ἢ μικρὸν οἴει μεμαθηκέναι, ἀκούσας ὅτι ἀνέκειτο, καὶ τοσαύτης αὐτοῖς ὁ διδάσκαλος μετεδίδου παῤῥησίας; Εἰ καὶ τούτου τὴν αἰτίαν ζητεῖς μαθεῖν, ἀγάπης τὸ πρᾶγμα ἦν· διὰ τοῦτό φησιν, Ὃν ἐφίλει ὁ Ἰησοῦς Ἐγὼ δὲ αὐτὸν καὶ δι' ἄλλο οἶμαι τοῦτο ποιεῖν, βουλόμενον δεῖξαι ἀλλότριον ἑαυτὸν τοῦ ἐγκλήματος. Διὰ τοῦτο παῤῥησιάζεται καὶ θαῤῥεῖ. Ἐπεὶ διὰ τί μὴ ἐν ἄλλῳ χωρίῳ τοῦτο εἶπεν, ἀλλ' ὅτε ὁ κορυφαῖος ἔνευσεν; Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι ὡς μείζονι ὄντι ἔνευσεν, λέγει, ὅτι διὰ τὴν πολλὴν ἀγάπην τοῦτο ἐγίνετο. Τί δὲ καὶ ἐπιπίπτει τῷ στήθει; Οὐδὲν οὐδέπω περὶ αὐτοῦ μέγα ὑπώπτευον· ἄλλως δὲ, καὶ τὴν ἀθυμίαν κατεπράϋνεν. Εἰκὸς γὰρ καὶ τὴν ὄψιν αὐτῶν εἶναι κατηφῆ τότε. Εἰ γὰρ ταῖς 59.391 ψυχαῖς αὐτῶν ἐταράχθησαν, πολλῷ μᾶλλον ταῖς ὄψεσι. Μειλισσόμενος τοίνυν αὐτοὺς καὶ τῷ λόγῳ καὶ τῇ ἐρωτήσει, προοδοποιεῖ καὶ συγχωρεῖ ἀναπεσεῖν ἐπὶ τὸ στῆθος. Σκόπει δὲ αὐτοῦ καὶ τὸ ἀκόμπαστον. Οὐ γὰρ εἶπε τὸ ὄνομα, ἀλλ' ὅτι Ὃν ἠγάπα· καθάπερ καὶ Παῦλος, ὅτε ἔλεγεν· Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων. Τότε δὴ πρῶτον αὐτὸν ἐλέγχει ὁ Ἰησοῦς, καὶ οὐδὲ τότε ὀνομαστί· ἀλλὰ πῶς; Ὧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω. Καὶ ὁ τρόπος ἐντρεπτικός· οὐδὲ γὰρ τὴν τράπεζαν ᾐδέσθη, τοῦ αὐτοῦ ἄρτου κοινωνήσας. Ἔστω, ἡ κοινωνία τῶν ἁλῶν οὐκ ἐνέτρεψε· τὸ καὶ παρ' αὐτοῦ δέξασθαι τὸ ψωμίον, τίνα οὐκ ἂν ἐπεσπάσατο; Ἀλλ' οὐκ ἐκεῖνον. Διὸ καὶ Ὁ σατανᾶς τότε εἰσῆλθεν εἰς αὐτὸν, γελάσας αὐτὸν τῆς ἀναισχυντίας. Ἕως γὰρ ἦν τοῦ χοροῦ, οὐκ ἐτόλμα ἐπιπηδῆσαι, ἀλλ' ἔξωθεν προσέβαλλεν· ἐπειδὴ δὲ δῆλον αὐτὸν ἐποίησε καὶ ἀφώρισεν, ἐπεπήδησε λοιπὸν μετὰ ἀδείας· οὐδὲ γὰρ ἔδει τοιοῦτον ὄντα καὶ ἀδιόρθωτον ἐπὶ πολὺ μένοντα κατέχειν ἔνδον. Διὰ τοῦτο καὶ ἐξέβαλεν αὐτὸν λοιπὸν, καὶ ἀποτμηθέντα λαμβάνει τότε ἐκεῖνος, καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθε νυκτός. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἑταῖρε, ὃ ποιεῖς, ποίησον τάχιον. Καὶ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων. βʹ. Βαβαὶ, πόση ἡ ἀναισθησία! πῶς οὐκ ἐμαλάχθη, οὐδὲ ᾐσχύνθη, ἀλλὰ ἀναισχυντότερος γενόμενος ἐξῄει! Τὸ δὲ, Ποίησον τάχιον, οὐ προστάττοντός ἐστιν, οὐδὲ συμβουλεύοντος, ἀλλ' ὀνειδίζοντος καὶ δεικνύντος, ὅτι αὐτὸς μὲν ἐβούλετο διορθώσασθαι· ἐπειδὴ δὲ ἀδιορθώτως εἶχεν, ἀφίησιν αὐτόν. Καὶ τοῦτο οὐδεὶς, φησὶν, ἔγνω τῶν ἀνακειμένων. Πολλὴν ἄν τις ἐνταῦθα ἀπορίαν εὕροι, εἴ γε, ἐρωτησάντων τῶν μαθητῶν, τίς ἐστι, λέγει· Ὧ βάψας τὸ ψωμίον ἐπιδώσω, καὶ οὐδὲ οὕτω συνῆκαν· πλὴν εἰ μὴ λάθρα εἴρηκεν, ὥστε μηδένα ἀκοῦσαι. Καὶ γὰρ ὁ 295
Ἰωάννης διὰ τοῦτο παρὰ τὸ στῆθος ἀναπεσὼν, ἐρωτᾷ μονονουχὶ πρὸς τὸ οὖς, ὥστε μὴ γενέσθαι φανερὸν τὸν προδότην· καὶ ὁ Χριστὸς οὕτως ἀπεκρίνατο, καὶ οὐδὲ τότε αὐτὸν ἐποίησε φανερόν· καὶ ὁ μὲν καίπερ ἐμφαντικῶς εἰπὼν, Ἑταῖρε, ὃ ποιεῖς, ποίησον τάχιον· οἱ δὲ οὐδὲ οὕτω συνίεσαν. Τοῦτο δὲ ἔλεγε, δεικνὺς ὅτι ἀληθῆ τὰ πρὸς τοὺς Ἰουδαίους εἰρημένα ἦν αὐτῷ περὶ τοῦ θανάτου. Καὶ γὰρ πρὸς ἐκείνους εἴρηκε τὸ, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ, Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ. Ἕως γοῦν κατεῖχεν, οὐδεὶς ἴσχυσεν· ἐπειδὴ δὲ ἀφῆκε λοιπὸν, εὔκολον τότε τὸ πρᾶγμα γίνεται. Ταῦτ' οὖν ἅπαντα αἰνιττόμενος εἶπεν, Ὃ ποιεῖς, ποίησον τάχιον· καὶ οὐδὲ τότε αὐτὸν δῆλον ἐποίησε. Τάχα γὰρ ἂν αὐτὸν καὶ διέσπασαν, τάχα ἂν ὁ Πέτρος καὶ ἀνεῖλεν αὐτόν. Διὰ τοῦτο Οὐδεὶς ἔγνω τῶν ἀνακειμένων. Ἆρα οὐδὲ ὁ Ἰωάννης; Οὐδὲ οὗτος· οὐ γὰρ ἂν προσεδόκησεν, ὅτι μαθητὴς ἐπὶ τοσοῦτον χωρήσει παρανομίας. Ἐπειδὴ γὰρ πόῤῥω τῆς τοιαύτης πονηρίας ἦσαν, οὐδὲ περὶ ἑτέρων τοιαῦτα ὑποπτεύειν εἶχον. Ὥσπερ οὖν ἔμπροσθεν αὐτοῖς εἶπεν, ὅτι Οὐ περὶ πάντων λέγω, καὶ οὐδαμοῦ ἐξεκάλυψεν· οὕτω καὶ ἐνταῦθα ἐνόμισαν περὶ ἑτέρου λέγεσθαι. Ἦν δὲ νὺξ ὅτε ἐξῆλθε, φησί. Διατί μοι τὸν καιρὸν λέγεις; Ἵνα μάθῃς τὴν ἰταμότητα, ὅτι οὐδὲ ὁ καιρὸς αὐτὸν ἐπέσχε τῆς ὁρμῆς. Ἀλλ' οὐδὲ τοῦτο αὐτὸν κατάδηλον ἐποίησε. Ἐκεῖνοι γοῦν φόβῳ κατεχόμενοι καὶ ἀγωνίᾳ πολλῇ τότε τεθορύβηντο, 59.392 καὶ τὴν μὲν ἀληθῆ τῶν εἰρημένων αἰτίαν οὐκ ᾔδεσαν· ὑπώπτευον δὲ, ὅτι Τοῖς πένησιν ἵνα τι δῷ, ταῦτα ἔλεγε. Πολλὴν γὰρ ἐποιεῖτο τῶν πτωχῶν τὴν ἐπιμέλειαν, διδάσκων καὶ ἡμᾶς πολλὴν ὑπὲρ τούτου ποιεῖσθαι σπουδήν. Ἐδόκουν δὲ οὐχ ἁπλῶς, ἀλλ' ἐπειδὴ τὸ γλωσσόκομον εἶχε· καίτοι γε οὐδεὶς φαίνεται προσενεγκὼν αὐτῷ χρήματα· ἀλλ' ὅτι μὲν ἔτρεφον αὐτὸν ἐκ τῶν ὑπαρχόντων αἱ μαθήτριαι, εἶπε· τοῦτο δὲ οὐδαμοῦ ᾐνίξατο. Πῶς δὲ, μὴ πήραν, μὴ χαλκὸν, μὴ ῥάβδον κελεύων ἐπιφέρεσθαι, γλωσσόκομον ἐπεφέρετο πρὸς τὴν τῶν πενήτων διακονίαν; Ἵνα μάθῃς, ὅτι καὶ τὸν σφόδρα ἀκτήμονα καὶ ἐσταυρωμένον τούτου δεῖ τοῦ μέρους πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν. Πολλὰ γὰρ πρὸς τὴν ἡμετέραν οἰκονομῶν διδασκαλίαν ἔπραττε. Τοῦτο οὖν καὶ λέγειν ἐνόμισαν οἱ μαθηταὶ, ἵνα τοῖς πένησί τι δῷ. Καὶ οὐδὲ τοῦτο ἐνέτρεψε, τὸ μέχρις ἐσχάτης ἡμέρας μὴ θελῆσαι αὐτὸν παραδειγματίσαι. Τοῦτο καὶ ἡμᾶς δεῖ ποιεῖν, καὶ μὴ ἐκπομπεύειν τὰ τῶν συνόντων ἁμαρτήματα, κἂν ἀνιάτως ἔχωσι. Καὶ γὰρ καὶ μετὰ ταῦτα ἐλθόντι προδοῦναι φίλημα ἔδωκε. καὶ κατεδέξατο πρᾶγμα τοσοῦτον, καὶ ἐπὶ τὸ πολλῷ τολμηρότερον προῄει, τὸν σταυρὸν αὐτὸν, τὸν θάνατον τὸν ἐπονείδιστον· καὶ πάλιν ἐκεῖ τὴν αὐτοῦ φιλανθρωπίαν ἐπεδείκνυτο. Καὶ δόξαν ἐνταῦθα τὸ πρᾶγμα καλεῖ, διδάσκων ἡμᾶς ὅτι οὐδὲν οὕτως αἰσχρὸν καὶ ἐπονείδιστον, ὃ μὴ λαμπρότερον ποιεῖ τὸν μετιόντα, ὅταν κατὰ Θεὸν γίνηται. Μετὰ γοῦν τὸ ἐξελθεῖν τὸν Ἰούδαν ἐπὶ τὸ παραδοῦναι, λέγει· Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου· ταύτῃ πεπτωκότας τοὺς λογισμοὺς τῶν μαθητῶν ἀνιστῶν, καὶ πείθων μὴ μόνον μὴ κατηφεῖν, ἀλλὰ καὶ χαίρειν. Διὰ τοῦτο καὶ Πέτρῳ ἐξ ἀρχῆς ἐπετίμησε. Τὸ γὰρ ἐν θανάτῳ γενόμενον περιγενέσθαι θανάτου, δόξα μεγάλη. Καὶ τοῦτό ἐστιν ὃ περὶ ἑαυτοῦ ἔλεγεν· Ὅταν ὑψωθῶ, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· καὶ πάλιν, Λύσατε τὸν ναὸν τοῦτον· καὶ πάλιν, Σημεῖον οὐ δοθήσεται ὑμῖν, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Πῶς γὰρ οὐ δόξα μεγάλη, τὸ καὶ μετὰ θάνατον ἰσχῦσαι τῶν πρὸ τοῦ θανάτου μείζονα. Ἵνα γὰρ πιστευθῇ ἡ ἀνάστασις, μείζονα εἰργάσαντο οἱ μαθηταί. Εἰ δὲ μὴ ἔζη, καὶ Θεὸς ἦν, πῶς ἐν ὀνόματι αὐτοῦ τοσαῦτα εἰργάσαντο οὗτοι; Καὶ ὁ Θεὸς δοξάσει αὐτόν. Τί ἐστι, Καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ; Τουτέστι, δι' ἑαυτοῦ, οὐ δι' ἑτέρου. Καὶ εὐθέως δοξάσει αὐτόν· τουτέστιν, ἅμα τῷ σταυρῷ. Οὐδὲ γὰρ διὰ χρόνου πολλοῦ, φησὶν, οὐδὲ τὸν μακρὸν τῆς ἀναστάσεως ἀναμενεῖ καιρὸν, οὐδὲ τότε δείξει λαμπρὸν, ἀλλ' εὐθέως ἐν αὐτῷ τῷ σταυρῷ τὰ λαμπρὰ φανεῖται. Ὁ γοῦν ἥλιος ἐσκοτίσθη, αἱ πέτραι ἐῤῥάγησαν, τὸ καταπέτασμα ἐσχίσθη, πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, ὁ τάφος 296
σήμαντρα εἶχε, καὶ φύλακες παρεκαθέζοντο· καὶ ἐπικειμένου τῷ σώματι τοῦ λίθου, ἀνέστη τὸ σῶμα· τεσσαράκοντα ἡμέραι παρῆλθον, καὶ ἡ τοῦ Πνεύματος ἦλθε χορηγία, καὶ πάντες αὐτὸν εὐθέως ἀνεκήρυττον. Τοῦτό ἐστι, Δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθέως δοξάσει αὐτόν· οὐ δι' ἀγγέλων καὶ ἀρχαγγέλων, οὐδὲ δι' ἄλλης τινὸς δυνάμεως, ἀλλὰ δι' ἑαυτοῦ. γʹ. Πῶς δὲ καὶ ἐδόξατε δι' αὐτοῦ; Πάντα πράξας τὰ πρὸς δόξαν τοῦ Υἱοῦ· καίτοι πάντα ὁ Υἱὸς ἐποίησεν. Ὁρᾷς ὅτι τὰ ὑπ' αὐτοῦ γινόμενα τῷ Πατρὶ ἀνατίθησι· Τεκνία, ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι. Ζητήσετέ 59.393 με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις, ὅτι Ὅπου ὑπάγω ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν· καὶ ὑμῖν λέγω ἄρτι. Ἄρχεται λοιπὸν τῶν λυπηρῶν μετὰ τὸ δεῖπνον. Ὅτε γὰρ Ἰούδας ἐξῆλθεν, οὐκ ἔτι ἑσπέρα ἦν, ἀλλὰ νύξ. Ἐπειδὴ γὰρ ἔμελλον μικρὸν ὕστερον ἐπιστήσεσθαι, ἔδει πάντα παρακαταθέσθαι αὐτοῖς, ὥστε ἔχειν ἐν μνήμῃ· μᾶλλον δὲ τὸ Πνεῦμα πάντα αὐτοὺς ἀνέμνησε. Πολλὰ γὰρ εἰκὸς, ἅτε πρῶτον τότε ἀκούοντας, καὶ τοιούτους μέλλοντας πειρασμοὺς ὑπομένειν, ἀποβάλλειν αὐτούς. Οἱ γὰρ πρὸς ὕπνον καταφερόμενοι, καθὼς καὶ ἕτερός φησιν εὐαγγελιστὴς, καὶ ἀθυμίᾳ συνεχόμενοι, καθὼς καὶ αὐτὸς ὁ Χριστὸς λέγει· Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν· πῶς ἂν ταῦτα πάντα κατέσχον ἀκριβῶς; Τί δήποτε οὖν ἐλέγετο; Οὐ μικρὸν αὐτοῖς ἐγίνετο κέρδος εἰς τὴν Χριστοῦ δόξαν, τὸ σαφῶς εἰδέναι μετὰ ταῦτα ὑπομιμνησκομένους, ὅτι ταῦτα πάλαι ἀκηκοότες ἦσαν παρὰ τοῦ Χριστοῦ. Τίνος δὲ ἕνεκεν προκαταβάλλει αὐτῶν τὴν ψυχὴν, λέγων, Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι; Τοῖς μὲν γὰρ Ἰουδαίοις εἰκότως ἐλέγετο· ἡμᾶς δὲ τίνος ἕνεκεν ἐπίσης εἰς τὴν αὐτὴν τάξιν ἄγεις ἐκείνοις τοῖς ἀγνώμοσιν; Οὐδαμῶς. Καὶ τίνος ἕνεκεν εἶπε, Καθὼς εἶπον τοῖς Ἰουδαίοις; Ἀνέμνησεν ὅτι οὐχὶ νῦν ἀπὸ τῆς τῶν δεινῶν παρουσίας ταῦτα προλέγει· ἀλλ' ἄνωθεν αὐτὰ προῄδει, καὶ μάρτυρες αὐτοὶ οἱ ἀκούσαντες, ὅτι καὶ πρὸς Ἰουδαίους ταῦτα ἔλεγε. Διὸ καὶ προσέθηκε τὸ, Τεκνία· ἵνα ἀκούσαντες, Καθὼς εἶπον τοῖς Ἰουδαίοις, μὴ καὶ πρὸς αὐτοὺς ὁμοίως εἰρῆσθαι τὸ εἰρημένον νομίσωσιν. Οὐ καταβάλλων τοίνυν αὐτοὺς, ἀλλὰ παραμυθούμενος ταῦτά φησιν, ἵνα μὴ ἀπροσδόκητα ἐπιστάντα αὐτοῖς τὰ δεινὰ ἐκταράξῃ, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Δείκνυσιν, ὅτι ὁ θάνατος αὐτοῦ μετάστασίς ἐστι καὶ μετάθεσις ἀμείνων, εἰς τόπον σώματα οὐ δεχόμενον φθαρτά. Ταῦτα δὲ λέγει, καὶ τὸν εἰς αὐτὸν διεγείρων πόθον καὶ θερμότερον ποιῶν. Ἴστε γὰρ ὅτι ἐπειδὰν ἴδωμεν τῶν φιλτάτων τινὰς ἀναχωροῦντας, μάλιστα διαθερμαινόμεθα, καὶ μᾶλλον ὅταν ἴδωμεν εἰς τόπον ἀπιόντας, εἰς ὃν οὐδὲ δυνατὸν ἡμῖν ἀπελθεῖν. Ἐκείνους μὲν οὖν φοβῶν, ταῦτα ἔλεγε, τούτοις δὲ τὸν πόθον ἐξάπτων. Τοιοῦτός ἐστιν ὁ τόπος, ὥστε μὴ μόνον ἐκείνους, ἀλλὰ μηδὲ ὑμᾶς τοὺς φιλτάτους δύνασθαι παραγενέσθαι ἐκεῖ. Ἐνταῦθα καὶ τὸ ἀξίωμα τὸ ἑαυτοῦ δείκνυσι. Καὶ ὑμῖν λέγω ἄρτι. Διὰ τί, Ἄρτι; Ἑτέρως ἐκείνοις, καὶ ἑτέρως ὑμῖν· τουτέστιν, οὐ μετ' ἐκείνων. Ποῦ δὲ αὐτὸν ἐζήτησαν οἱ Ἰουδαῖοι; ποῦ δὲ οἱ μαθηταί; Οἱ μαθηταὶ μὲν, ὅτε ἔφυγον· οἱ Ἰουδαῖοι δὲ, ὅτε τὰ ἀνήκεστα ἔπασχον δεινὰ καὶ πάντα ὑπερβαίνοντα λόγον, τῆς πόλεως αὐτῆς ἁλούσης, καὶ τῆς θεηλάτου πάντοθεν κατ' αὐτῶν φερομένης ὀργῆς. Ἐκείνοις μὲν οὖν τότε ἔλεγε διὰ τὴν ἀπιστίαν, ὑμῖν δὲ νῦν, διὰ τὸ μὴ ἀπροσδόκητα ἐπελθεῖν τὰ δεινά. Ἐντολὴν καινὴν δίδωμι ὑμῖν. Ἐπειδὴ γὰρ εἰς θόρυβον αὐτοὺς ἐμπεσεῖν εἰκὸς ἦν ταῦτα ἀκούοντας, ὡς ἐρήμους μέλλοντας ἔσεσθαι, παραμυθεῖται αὐτοὺς, τὴν πάντων τῶν ἀγαθῶν ῥίζαν καὶ ἀσφάλειαν περιβάλλων αὐτοῖς, τὴν ἀγάπην· ὡσανεὶ ἔλεγεν· Ἀλγεῖτε ἀπιόντος ἐμοῦ; ἀλλ' ἐὰν ἀγαπᾶτε ἀλλήλους, ἔσεσθε ἰσχυρότεροι. Πῶς οὖν οὐ τοῦτο εἶπεν; Ὅτι ὃ τούτου μᾶλλον ὤνησεν αὐτοὺς εἶπεν· Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε. Διὰ γὰρ τούτου ἅμα ἐδήλωσεν, ὅτι οὐ σβεσθήσεται ὁ χορὸς, ὁπότε καὶ γνώρισμα αὐτοῖς ἔδωκε. 59.394 Τοῦτο δὲ εἶπεν, ὅτε ὁ προδότης αὐτῶν ἀπεσχίσθη. Πῶς δὲ αὐτὴν ἐντολὴν λέγει καινὴν καὶ ἐν τῇ Παλαιᾷ κειμένην; Αὐτὸς αὐτὴν ἐποίησε καινὴν τῷ τρόπῳ· ἐπήγαγε γοῦν· Καθὼς ἠγάπησα ὑμᾶς. Οὐ γὰρ 297
προϋπηργμένων ὑμῖν κατορθωμάτων ὄφλημα ὑμῖν ἀπέδωκα, ἀλλ' αὐτὸς κατῆρξα, φησίν. Οὕτω καὶ ὑμᾶς εὐεργετεῖν τοὺς φιλτάτους χρὴ, καὶ μὴ ὀφείλοντας αὐτοῖς. Καὶ ἀφεὶς εἰπεῖν τὰ θαύματα, ἃ ἔμελλον ποιεῖν, ἀπὸ τῆς ἀγάπης αὐτοὺς χαρακτηρίζει. Τί δήποτε; Ὅτι τοῦτο μάλιστά ἐστι τὸ δεικνύον ἀνθρώπους ἁγίους. Πάσης γάρ ἐστιν ἀρετῆς ὑπόθεσις. Διὰ τούτου μάλιστα καὶ σωζόμεθα πάντες. Τοῦτο γάρ ἐστιν εἶναι, φησὶ, μαθητήν. Οὕτως ὑμᾶς ἅπαντες ἐπαινέσονται, ὅταν ἴδωσιν ὑμᾶς μιμουμένους τὴν ἐμὴν ἀγάπην. δʹ. Τί οὖν; οὐ πολλῷ μᾶλλον τὰ θαύματα δείκνυσι τοῦτο; Οὐδαμῶς. Πολλοὶ γὰρ ἐροῦσι· Κύριε, οὐκ ἐν τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν; καὶ πάλιν χαιρόντων αὐτῶν ὅτι τὰ δαιμόνια αὐτοῖς ὑπακούει, φησί· Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ μὴν τοῦτο τὴν οἰκουμένην ἐπηγάγετο, ἐπειδὴ ἐκεῖνο προῆν· εἰ δὲ μὴ ἦν ἐκεῖνο, οὔτε τοῦτο παρέμενεν. Τοῦτο γοῦν εὐθέως αὐτοὺς ἐποίησε καλοὺς καὶ ἀγαθοὺς, καὶ τὸ τὴν καρδίαν πάντων καὶ τὴν ψυχὴν εἶναι μίαν. Εἰ δὲ διέστησαν ἀπ' ἀλλήλων, ἅπαντα ἂν ἀπολώλει. Οὐκ ἐκείνοις δὲ ταῦτα διελέγετο μόνοις, ἀλλὰ καὶ πᾶσι τοῖς μέλλουσι πιστεύειν εἰς αὐτόν· ἐπεὶ καὶ νῦν οὐδὲν ἄλλο ἐστὶν τὸ σκανδαλίζον Ἕλληνας, ἢ τὸ μὴ ἀγάπην εἶναι. Ἀλλὰ καὶ τὸ σημεῖα μὴ γίνεσθαι ἐγκαλοῦσι, φησίν. Ἀλλ' οὐχ οὕτως. Ποῦ δὲ τὴν ἀγάπην ἐπεδείξαντο οἱ ἀπόστολοι; Ὁρᾷς Πέτρον καὶ Ἰωάννην ἀδιασπάστως ἔχοντας ἀλλήλων, καὶ ἐπὶ τὸ ἱερὸν ἀναβαίνοντας; ὁρᾷς Παῦλον οὕτω πρὸς αὐτοὺς διακείμενον· καὶ ἀπορεῖς; Εἰ γὰρ τὰ ἄλλα ἐκέκτηντο, πολλῷ μᾶλλον εἶχον τὴν μητέρα τῶν ἀγαθῶν. Ἀπὸ γὰρ ψυχῆς ἐναρέτου τοῦτο τὸ πρᾶγμα βλαστάνει· ἔνθα δὲ πονηρία, τοῦτο ξηραίνεται τὸ φυτόν. Ὅταν γὰρ, φησὶ, πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Καὶ Ἕλληνας δὲ οὐχ οὕτως ἐπάγεται σημεῖα, ὡς βίος· βίον δὲ οὐδὲν οὕτως εἶναι ποιεῖ, ὡς ἀγάπη. Ἐκεῖνα μὲν γὰρ τοὺς ποιοῦντας πολλάκις καὶ πλάνους ἐκάλεσαν· βίου δὲ ἐπιλαβέσθαι οὐκ ἂν ἔχοιεν καθαροῦ. Ὅτε μὲν οὖν οὔπω τὸ κήρυγμα διαδοθὲν ἦν, εἰκότως τὰ σημεῖα ἐθαυμάζετο· νῦν δὲ ἀπὸ βίου χρὴ θαυμάζεσθαι. Οὐδὲν γὰρ οὕτως ἐντρέπει Ἕλληνας, ὡς ἀρετή· οὐδὲν σκανδαλίζει, ὡς κακία· καὶ εἰκότως. Ὅταν γὰρ ἴδῃ πλεονεκτοῦντα, ἁρπάζοντα, τὰ ἐναντία κελεύοντα, καὶ τοῖς ὁμοφύλοις ὡς θηρίοις κεχρημένον τὸν κελευσθέντα καὶ ἐχθροὺς ἀγαπᾷν, λῆρον ἐρεῖ τὰ εἰρημένα. Ὅταν ἴδῃ τρέμοντα θάνατον, πῶς δέξεται τοὺς περὶ ἀθανασίας λόγους; Ὅταν ἴδῃ φιλαρχοῦντας καὶ τοῖς ἄλλοις δουλεύοντας πάθεσιν, ἀκριβέστερον ἐν τοῖς ἑαυτοῦ μενεῖ δόγμασιν, οὐδὲν μέγα περὶ ἡμῶν φανταζόμενος. Ἡμεῖς γάρ ἐσμεν αἴτιοι, ἡμεῖς, τοῦ μένειν αὐτοὺς ἐπὶ τῆς πλάνης. Τῶν μὲν γὰρ δογμάτων τῶν παρ' ἑαυτοῖς πάλαι κατέγνωσαν, καὶ τὰ ἡμέτερα δὲ ὁμοίως θαυμάζουσιν· ἐκ τοῦ βίου δὲ ἡμῶν κωλύονται. Τὸ μὲν γὰρ διὰ λόγων φιλοσοφῆσαι, εὔκολον (πολλοὶ γὰρ καὶ παρ' αὐτῶν τοῦτο ἐποίησαν)· ἐπιζητοῦσι δὲ τὴν διὰ τῶν ἔργων ἐπίδειξιν. Ἀλλὰ τοὺς παλαιοὺς παρ' ἡμῖν ἐννοείτωσαν. Ἀλλ' οὐδαμῶς πιστεύουσιν, ἀλλὰ τοὺς νῦν ζῶντας ἐπιζητοῦσιν. Δεῖξον γάρ μοι, φησὶ, τὴν πίστιν διὰ τῶν ἔργων σου. Ἀλλ' οὐκ ἔστιν· 59.395 ἀλλὰ μᾶλλον ὁρῶντες καὶ θηρίου σπαράττοντας ἡμᾶς τοὺς πλησίον, λύμην ἡμᾶς καλοῦσι τῆς οἰκουμένης. Ταῦτα Ἕλληνας κατέχει, καὶ οὐκ ἀφίησι πρὸς ἡμᾶς μεταστῆναι. Ὥστε ἡμεῖς καὶ τούτων δίκην δώσομεν, οὐχ ὑπὲρ ὧν κακῶς πράττομεν μόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν βλασφημεῖται τὸ ὄνομα τοῦ Θεοῦ. Μέχρι τίνος χρήμασι, καὶ τρυφῇ, καὶ τοῖς ἄλλοις ἐσμὲν προδεδομένοι πάθεσιν; Ἀποστῶμεν οὖν λοιπόν. Ἄκουσον τί φησιν ὁ προφήτης περί τινων ἀνοήτων· Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Ἐπὶ δὲ 59.396 τῶν παρόντων οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· οὕτω πολλοὶ τὰ τῶν ἁπάντων περιβάλλονται. Οὕτω καὶ αὐτοῖς ὀνειδίζων ἔλεγεν ὁ προφήτης· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Διὸ καὶ δέδοικα μή τι γένηται χαλεπὸν, καὶ πολλὴν ἐπισπασώμεθα τὴν παρὰ τοῦ Θεοῦ τιμωρίαν. Ὅπερ ἵνα μὴ γένηται, τῆς ἀρετῆς ἐπιμελώμεθα πάσης, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν 298
Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.395 ΟΜΙΛΙΑ ΟΓʹ. Λέγει Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ὅπου ὑπάγω ἐγὼ, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι· ὕστερον δὲ ἀκολουθήσεις μοι. αʹ. Μέγα ἀγάπη καλόν· πυρός ἐστι σφοδρότερον, καὶ πρὸς αὐτὸν ἄνεισι τὸν οὐρανόν· καὶ οὐδέν ἐστι κώλυμα, ὅπερ αὐτῆς τὴν ῥαγδαῖον ὁρμὴν ἐπισχεῖν δυνήσεται. Ὁ γοῦν θερμότατος Πέτρος, ἀκούσας, ὅτι Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, τί λέγει; Κύριε, ποῦ ὑπάγεις; Τοῦτο δὲ εἶπεν, οὐχ οὕτω μαθεῖν βουλόμενος, ὡς ἀκολουθῆσαι ἐπιθυμῶν. Φανερῶς μὲν οὖν εἰπεῖν, ὅτι Ἔρχομαι, οὐκ ἐτόλμησε τέως· φησὶ δὲ, Ποῦ ὑπάγεις; Ὁ Χριστὸς δὲ οὐ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν διάνοιαν ἀπεκρίνατο. Ὅτι γὰρ τοῦτο ἤθελε, δι' ὧν ὁ Χριστὸς εἶπε δῆλον. Τί γάρ φησιν; Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι. Ὁρᾷς ὅτι τὸ ἀκολουθῆσαι ἐπεπόθει, καὶ διὰ τοῦτο ἐρωτᾷ; Ἀκούσας δὲ, ὅτι Ἀκολουθήσεις ὕστερον, οὐδὲ οὕτω τὸν πόθον κατεῖχε· καίτοι χρηστὰς ἐλπίδας λαβὼν, ἀλλ' οὕτως ἐπείγεται ὡς εἰπεῖν, Διατί οὐ δύναμαί σοι νῦν ἀκολουθῆσαι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. Ἐπειδὴ γὰρ ἀπεσείσατο τὸν φόβον τῆς προδοσίας, καὶ τῶν γνησίων ἐφάνη καὶ αὐτὸς ὢν, μετὰ παῤῥησίας δι' ἑαυτοῦ λοιπὸν ἐρωτᾷ τῶν ἄλλων σιγώντων. Τί λέγεις, Πέτρε; εἶπεν, ὅτι Οὐ δύνασαι· καὶ σὺ λέγεις, ὅτι Δύναμαι; Οὐκοῦν εἴσῃ διὰ τῆς πείρας αὐτῆς, ὅτι οὐδέν σού ἐστιν ἡ ἀγάπη, μὴ τῆς ἄνωθεν παρούσης ῥοπῆς. Ὅθεν δῆλον, ὅτι καὶ τὸ πτῶμα ἐκεῖνο, αὐτοῦ κηδόμενος συνεχώρησεν. Ἐβούλετο μὲν γὰρ καὶ διὰ τῶν πρώτων παιδεῦσαι· ἐπειδὴ δὲ ἐπέμενε τῇ σφοδρότητι, αὐτὸς μὲν οὐκ ἐνέβαλεν αὐτὸν, οὔτε ὦσεν ἐπὶ τὴν ἄρνησιν, εἴασε δὲ ἔρημον, ὥστε μαθεῖν τὴν ἑαυτοῦ ἀσθένειαν. Εἶπεν, ὅτι δεῖ παραδοθῆναι, καὶ λέγει· Ἵλεώς σοι· οὐ μὴ ἔσται σοι τοῦτο. Ἐπετιμήθη, καὶ οὐκ ἐπαιδεύθη· ἀλλὰ πάλιν, βουλομένου τοῦ Χριστοῦ νίψαι αὐτοῦ τοὺς πόδας, φησίν· Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. Ἀκούσας πάλιν, ὅτι Οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, λέγει· Κἂν πάντες ἀρνήσωνται, ἐγὼ οὐκ ἀρνήσομαι. Ἐπεὶ οὖν εἰκὸς ἦν αὐτὸν καὶ εἰς ἀπόνοιαν ἀρθῆναι μελετῶντα ἀντιλέγειν αὐτῷ, παιδεύει λοιπὸν αὐτὸν μὴ ἀντιπίπτειν. Τοῦτο γοῦν καὶ ὁ Λουκᾶς αἰνιττόμενος, αὐτόν φησιν εἰρηκέναι, Καὶ ἐγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου· τουτέστιν, ἵνα μὴ εἰς τέλος ἀπόλῃ· διὰ πάντων ταπεινοφροσύνην αὐτὸν διδάσκων, καὶ τὴν ἀνθρωπίνην ἐλέγχων φύσιν οὐδὲν αὐτὴν καθ' ἑαυτὴν οὖσαν. Ἐπειδὴ γὰρ ἡ πολλὴ ἀγάπη ἀντιλογικὸν αὐτὸν ἐποίησε, σωφρονίζει λοιπὸν αὐτὸν, ἵνα μὴ καὶ ἐν τοῖς μετὰ ταῦτα τοῦτο πάθῃ, ὅταν τῆς οἰκουμένης τὴν οἰκονομίαν ἀναδέξηται· ἀλλ' 59.396 ἵνα ἀναμιμνησκόμενος ὧν ἔπαθεν ἐπιγινώσκῃ ἑαυτόν. Καὶ ὅρα σφοδρότητα πτώματος. Οὐ γὰρ ἅπαξ καὶ δὶς τοῦτο ἔπαθεν, ἀλλ' οὕτως ἐξέστη, ὡς ἐν βραχεῖ καιρῷ τρίτον εἰπεῖν τὸ ῥῆμα τὸ τῆς ἀρνήσεως· ἵνα μάθῃ, ὅτι οὐχ οὕτως ἠγάπησεν, ὡς ἠγαπήθη. Ἀλλ' ὅμως τῷ οὕτω πεσόντι πάλιν λέγει· Ἀγαπᾷς με πλέον τούτων; Οὕτως οὐκ ἀπὸ ψύξεως, ἀλλ' ἐκ τοῦ γυμνωθῆναι τῆς ἄνωθεν βοηθείας γέγονε. Τὴν μὲν οὖν ἀγάπην ἀποδέχεται τοῦ Πέτρου, τὴν δὲ ἐξ αὐτῆς τικτομένην ἀντιλογίαν περικόπτει. Εἰ γὰρ ἀγαπᾷς, ὀφείλεις τῷ ἠγαπημένῳ πείθεσθαι. Εἶπε καὶ σοὶ καὶ τοῖς μετὰ σοῦ, Οὐ δύνασαι· τί φιλονεικεῖς; οὐκ οἶδας τί ποτέ ἐστιν ἀπαγόρευσις Θεοῦ; Ἐπειδὴ δὲ ἐν τούτῳ μαθεῖν οὐ θέλεις ὅτι οὐχ οἷόν τε μὴ γενέσθαι ὃ λέγω, ἐν τῇ ἀρνήσει αὐτὸ μαθήσῃ· καίτοι πολύ σοι τοῦτο τότε ἀπιστότερον ἐφαίνετο. Τοῦτο μὲν γὰρ οὐδὲ ᾔδεις· ἐκείνου δὲ τὴν γνῶσιν αὐτὸς εἶχες ἐν τῇ ψυχῇ· 299
ἀλλ' ὅμως ἐγίνετο τὸ μηδὲ προσδοκηθέν. Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. Ἐπειδὴ γὰρ ἤκουσεν, ὅτι μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἐπεπήδησεν εὐθέως, ἀκόρεστος ὢν καὶ τῶν ἄκρων ἐφικνεῖσθαι βουλόμενος. Ἀλλ' ὁ Χριστὸς, δεικνὺς ὅτι αὐτοῦ μόνου ἐστὶ ταῦτα μετὰ αὐθεντίας ἐπαγγέλλεσθαι, φησί· Πρὶν ἀλέκτορα φωνῆσαι· τουτέστι, νῦν. Οὐδὲ γὰρ ἦν πολὺ τὸ διάστημα· ἀωρὶ γὰρ τῶν νυκτῶν διελέγετο, καὶ πρώτη καὶ δευτέρα ἦν φυλακὴ διελθοῦσα. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία. Τοῦτο λέγει, ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἀκούσαντας ταράττεσθαι. Εἰ γὰρ ὁ κορυφαῖος καὶ οὕτω διάπυρος πρὸ φωνῆς ἀλέκτορος τρὶς ἀπαρνήσεσθαι ἤκουσε· μεγάλην τινὰ προσδοκᾷν αὐτοὺς περίστασιν ὑποστήσεσθαι εἰκὸς ἦν, ἱκανὴν καὶ τὰς ἀδαμαντίνους περιτρέψαι ψυχάς. Ἐπεὶ οὖν ταῦτα λογιζομένους εἰκὸς ἦν αὐτοὺς καὶ ἐκστῆναι, ὅρα πῶς αὐτοὺς παραμυθεῖται, Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, λέγων· τούτῳ πρώτῳ τῆς θεότητος αὐτοῦ τὴν δύναμιν ἐνδεικνύμενος, ὅτι ἃ κατὰ ψυχὴν εἶχον, ταῦτα οἶδε καὶ εἰς μέσον ἄγει. Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε· τουτέστι, πάντα παρελεύσεται τὰ δεινά. Ἡ γὰρ εἰς ἐμὲ πίστις καὶ τὸν γεγεννηκότα δυνατωτέρα τῶν ἐπιόντων ἐστὶ, καὶ οὐδὲν ἐάσει κρατῆσαι τῶν δυσχερῶν. Εἶτα ἐπάγει· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Ὥσπερ τὸν Πέτρον ἀλύοντα παραμυθεῖται λέγων· Ἀκολουθήσεις δὲ ὕστερον· οὕτω καὶ τούτοις ταύτην τὴν ἐλπίδα ὑποφαίνει. Ἵνα γὰρ μὴ νομίσωσιν ἐκείνῳ μόνῳ τὴν ἐπαγγελίαν δεδόσθαι, φησίν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Εἰ δὲ μὴ, εἶπον ἂν ὑμῖν, Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· τουτέστιν, ὅτι καὶ ὑμᾶς ἐκεῖνος ὁ χῶρος δέξεται ὁ καὶ τὸν Πέτρον. 59.397 Ἀφθονία γὰρ ἐκεῖ πολλὴ καταγωγίων, καὶ οὐκ ἔνι εἰπεῖν ὅτι ἑτοιμασίας δεῖται. Ἐπειδὴ γὰρ εἶπεν, Οὐ δύνασθέ μοι νῦν ἀκολουθῆσαι, ἵνα μὴ νομίσωσιν εἰς τέλος ἐκκεκόφθαι, ἐπήγαγεν· Ἵνα, ὅπου ἐγώ εἰμι, καὶ ὑμεῖς ἐκεῖ ἦτε. Τοσαύτην ὑπὲρ τοῦ πράγματος τούτου πεποίημαι τὴν σπουδὴν, ὅτι ἤδη ἂν τούτου ἐγενόμην, εἰ μὴ πάλαι ὑμῖν παρεσκεύαστο. δεικνὺς ὅτι σφόδρα αὐτοὺς χρὴ θαῤῥεῖν καὶ πεποιθέναι. βʹ. Εἶτα ἵνα μὴ δόξῃ ὥσπερ ψυχαγωγῶν αὐτοὺς λέγειν, ἀλλὰ πιστεύσωσιν ὅτι οὕτως ἐστὶν, ἐπάγει· Καὶ ὅπου ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. Ὁρᾷς πῶς δίδωσιν αὐτοῖς ἀπόδειξιν τοῦ μὴ ἁπλῶς ταῦτα εἰρῆσθαι; Τοῦτο δὲ λέγει, ἐπεὶ συνεῖδεν αὐτῶν τὴν ψυχὴν τοῦτο λοιπὸν ζητοῦσαν μαθεῖν. Ὁ μὲν γὰρ Πέτρος οὐχ ὑπὲρ τοῦ μαθεῖν, ἀλλ' ὥστε ἀκολουθῆσαι, ἔλεγεν ὅπερ ἔλεγεν. Ἐπειδὴ δὲ ἐπετιμήθη ἐκεῖνος, καὶ ὃ τέως ἀδύνατον ἐδόκει εἶναι, δυνατὸν αὐτὸς ἀπεφήνατο, ἀδύνατον δὲ φανὲν, εἰς ἐπιθυμίαν αὐτὸν ἤγαγε τοῦ γνῶναι μετὰ ἀκριβείας αὐτό· διὰ τοῦτο τούτοις φησί· Καὶ τὴν ὁδὸν οἴδατε. Ὥσπερ γὰρ εἰπὼν, Ἀπαρνήσῃ με, μηδενὸς μηδὲν προφθεγξαμένου, καὶ τὰ ἐν τῇ καρδίᾳ ἐρευνῶν ἔλεγε, Μὴ ταράττεσθε· οὕτω καὶ ἐνταῦθα εἰπὼν, ὅτι Οἴδατε, τὴν ἐπιθυμίαν ἐδήλου τὴν ἐν τῇ διανοίᾳ αὐτῶν, καὶ αὐτὸς αὐτοῖς δίδωσι πρόφασιν τοῦ ἐρωτῆσαι. Τὸ δὲ, Ποῦ ὑπάγεις; Πέτρος μὲν ἀπὸ φιλοστοργίας πολλῆς, Θωμᾶς δὲ ἀπὸ δειλίας λέγει. Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις. Τὸν τόπον οὐκ ἴσμεν, φησί· καὶ τὴν ἐκεῖ φέρουσαν ὁδὸν πῶς εἰσόμεθα; Καὶ ὅρα μεθ' ὅσης ὑποστολῆς. Οὐ γὰρ εἶπεν, Εἰπὲ ἡμῖν τὸν τόπον· ἀλλ', Οὐκ οἴδαμεν ποῦ ὑπάγεις. Τοῦτο γὰρ πάλαι πάντες μαθεῖν ὤδινον. Εἰ γὰρ Ἰουδαῖοι διηπόρουν ἀκούοντες, καίτοι γε ἀπαλλαγῆναι αὐτοῦ βουλόμενοι, πολλῷ μᾶλλον οἱ μηδέποτε αὐτοῦ χωρισθῆναι βουλόμενοι μαθεῖν ἤθελον. Ἐδεδοίκεισαν μὲν οὖν αὐτὸν ἐρωτῆσαι, ἐρωτῶσι δὲ ὅμως, ἀπό τε τοῦ πολλοῦ πόθου καὶ τῆς ἀγωνίας. Τί οὖν ὁ Χριστός; Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Οὐδεὶς δύναται ἐλθεῖν πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Τί οὖν οὐκ εὐθέως ἐρωτηθεὶς παρὰ τοῦ Πέτρου, Ποῦ ὑπάγεις; εἶπεν, Ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι· ὑμεῖς δὲ οὐ δύνασθε ἐλθεῖν νῦν· ἀλλὰ τοσούτων ἐνέβαλεν λόγων περίοδον, ἐρωτήσεις καὶ ἀποκρίσεις συντιθείς, Ἰουδαίοις μὲν γὰρ εἰκότως τοῦτο οὐκ ἔλεγε· τούτοις δὲ διατί; Εἶπε μὲν καὶ τούτοις καὶ Ἰουδαίοις, ὅτι ἐκ τοῦ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει· καὶ νῦν δὲ αὐτὸ λέγει σαφέστερον ἢ πρότερον. Ἄλλως δὲ, 300
καὶ Ἰουδαίοις μὲν σαφῶς οὕτως οὐκ εἶπεν. Εἰ γὰρ εἶπεν, ὅτι Οὐ δύνασθε πρὸς τὸν Πατέρα ἐλθεῖν, εἰ μὴ δι' ἐμοῦ, εὐθέως ἂν τῦφον τὸ πρᾶγμα ἐνόμισαν· νῦν δὲ ἀποκρύψας, εἰς ἀγωνίαν αὐτοὺς ἐνέβαλεν. Καὶ τοῖς μαθηταῖς δὲ τίνος ἕνεκεν οὕτως εἶπε, φησὶ, καὶ τῷ Πέτρῳ; Ἤδει αὐτοῦ πολλὴν προθυμίαν, καὶ ὅτι μᾶλλον ἐντεῦθεν ἐπικείσεται ἐνοχλῶν. Ὥστε οὖν αὐτὸν ἀπαγαγεῖν, κρύπτει. Κατορθώσας δὲ ὅπερ ἐβούλετο διὰ τῆς ἀσαφείας καὶ τοῦ κρύψαι τὸν λόγον, πάλιν αὐτὸ ἐκκαλύπτει. Εἰπὼν γὰρ, ὅτι Ὅπου εἰμὶ, οὐδεὶς δύναται ἐλθεῖν, ἐπήγαγεν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσι· καὶ πάλιν, Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Τοῦτο οὖν οὐκ ἐβούλετο αὐτοῖς παρὰ τὴν ἀρχὴν εἰπεῖν, ὥστε μὴ εἰς πλείονα ἀθυμίαν ἐμβαλεῖν· ἐπειδὴ δὲ αὐτοὺς κατεπράϋνε, 59.398 τότε λέγει. Ἀπὸ γὰρ τῆς ἐπιτιμήσεως τοῦ Πέτρου τὸ πολὺ τῆς ἀθυμίας ἐξέβαλεν, εἰς φόβον τε ἐμπεσόντες μήποτε τὰ αὐτὰ ἀκούσωσι, κατεστέλλοντο μᾶλλον. Ἐγώ εἰμι ἡ ὁδός. Τοῦτο ἀπόδειξις τοῦ, Οὐδεὶς ἔρχεται εἰ μὴ δι' ἐμοῦ· τὸ δὲ, Καὶ ἀλήθεια καὶ ἡ ζωὴ, τοῦ, ὅτι πάντως ταῦτα ἔσται. Οὐδὲν τοίνυν παρ' ἐμοῦ ψεῦδος, εἰ ἀλήθεια· εἰ δὲ καὶ ζωὴ, οὔτε αὐτὸς ὁ θάνατος ὑμᾶς κωλῦσαι δυνήσεται ἐλθεῖν. Ἄλλως δὲ, εἰ Ἐγώ εἰμι ἡ ὁδὸς, οὐ δεήσεσθε τοῦ χειραγωγοῦντος· εἰ δὲ καὶ ἡ ἀλήθεια, οὐ ψεῦδος τὰ λεγόμενα· εἰ δὲ καὶ ζωὴ, κἂν ἀποθάνητε, τεύξεσθε τῶν εἰρημένων. Τὸ μὲν οὖν τῆς ὁδοῦ καὶ συνῆκαν καὶ ὡμολόγησαν· τὰ δὲ λοιπὰ ἠγνόουν· οὐ μὴν ἐτόλμων εἰπεῖν ἅπερ ἠγνόουν. Ἀλλ' ὅμως πολλὴν ἀπὸ τῆς ὁδοῦ τὴν παραμυθίαν ἔλαβον. Εἰ τοίνυν ἐγὼ κύριός εἰμι, φησὶ, τοῦ πρὸς τὸν Πατέρα ἀγαγεῖν, πάντως ἥξετε ἐκεῖ. Οὐδὲ γὰρ ἔστιν ἑτέραν ἐλθεῖν ὁδόν. Εἰπὼν δὲ ἔμπροσθεν, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν· καὶ πάλιν, Ἐὰν ἐγὼ ὑψωθῶ ἀπὸ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· καὶ νῦν πάλιν, Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ, δείκνυσιν ἴσον ἑαυτὸν τῷ γεγεννηκότι. Πῶς δὲ εἰπὼν, Ὅπου ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε, ἐπήγαγεν· Εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν, καὶ ἀπάρτι γνώσεσθε αὐτὸν, καὶ ἑωράκατε αὐτόν; Οὐχὶ ἐναντιολογῶν· ᾔδεσαν μὲν γὰρ αὐτὸν, οὐχ οὕτω δὲ ὡς ἐχρῆν. Θεὸν μὲν γὰρ ᾔδεσαν, Πατέρα δὲ οὐδέπω ὕστερον γὰρ τὸ Πνεῦμα ἐπελθὸν, πᾶσαν ἐν αὐτοῖς κατεσκεύασε τὴν γνῶσιν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ᾔδειτε τὴν ἐμὴν οὐσίαν καὶ τὴν ἀξίαν, καὶ τὴν τοῦ Πατρὸς ᾔδειτε. Καὶ ἀπάρτι γνώσεσθε αὐτὸν, καὶ ἑωράκατε αὐτὸν (τὸ μὲν μέλλοντος, τὸ δὲ παρόντος)· τουτέστιν, δι' ἐμοῦ. Ὄψιν δὲ λέγει τὴν κατὰ διάνοιαν γνῶσιν. Τοὺς μὲν γὰρ ὁρωμένους δυνάμεθα καὶ ὁρᾷν καὶ ἀγνοεῖν· τοὺς δὲ γινωσκομένους οὐ δυνάμεθα γινώσκειν καὶ ἀγνοεῖν. Διὰ τοῦτό φησι· Καὶ ἑωράκατε αὐτόν· ὥσπερ φησὶν, Ὤφθη καὶ ἀγγέλοις. Καίτοι γε οὐκ αὐτὴ ἡ οὐσία ὤφθη· ἀλλ' ὅμως φησὶν ὦφθαι, δηλαδὴ ὡς ἐκείνοις ἰδεῖν δυνατόν. Οὕτω δὲ εἴρηται, ἵνα μάθῃς ὅτι ὁ αὐτὸν ἑωρακὼς, τὸν γεγεννηκότα οἶδεν. Ἐθεάσαντο δὲ αὐτὸν οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ σάρκα περιβεβλημένον. Οἶδε δὲ ἀλλαχοῦ καὶ τὴν ὄψιν γνῶσιν λέγειν· ὡς ὅταν λέγῃ, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καθαροὺς δὲ, οὐχὶ τοὺς πορνείας ἀπηλλαγμένους, ἀλλὰ τοὺς πάντων ἁμαρτημάτων φησί· πᾶσα γὰρ ἁμαρτία ῥύπον ἐντίθησι τῇ ψυχῇ. γʹ. Πάντα τοίνυν πράττωμεν, ὥστε ἀποσμῆξαι τὴν ῥυπαρίαν. Ἀποσμήχει δὲ πρῶτον τὸ λουτρόν· ὕστερον δὲ καὶ ἕτεραι ὁδοὶ πολλαὶ καὶ παντοδαπαί. Φιλάνθρωπος γὰρ ὢν ὁ Θεὸς καὶ μετὰ ταῦτα ἔδωκεν ἡμῖν ὁδοὺς ποικίλης ἀπαλλαγῆς· ὧν πρώτη πασῶν ἐστιν ἡ διὰ τῆς ἐλεημοσύνης. Ἐλεημοσύναις γὰρ, φησὶ, καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι. Ἐλεημοσύνην δὲ οὐ τὴν ἐξ ἀδικίας λέγω· τοῦτο γὰρ οὐδὲ ἐλεημοσύνη, ἀλλ' ὠμότης καὶ ἀπανθρωπία. Τί γὰρ ὄφελος ἐκδῦσαι ἕτερον, καὶ ἐνδῦσαι ἕτερον; Ἀπὸ γὰρ οἴκτου τοῦ πράγματος ἄρχεσθαι δεῖ· τοῦτο δὲ ἀπανθρωπία. Κἂν γὰρ πάντα τὰ παρ' ἑτέρων δῶμεν, οὐδὲν κέρδος ἡμῖν. Καὶ δείκνυσιν ὁ Ζακχαῖος, ὃς τότε ἔφησεν ἐξιλεοῦσθαι τὸν Θεὸν, δοὺς τῶν ἀφαιρεθέντων τετραπλασίονα. Ἡμεῖς δὲ μυρία ἁρπάζοντες, καὶ ὀλίγα διδόντες, νομίζομεν ἵλεων ποιεῖν τὸν 59.399 Θεὸν, οὐκ εἰδότες ὅτι μᾶλλον 301
αὐτὸν παροξύνομεν. Εἰπὲ γάρ μοι, εἴ γε ὄνον νεκρὸν καὶ σεσηπότα ἀπὸ τῆς τριόδου καὶ τῶν ἀμφόδων ἑλκύσας ἐπὶ τὸ θυσιαστήριον ἔφερες, ἆρα οὐκ ἂν ἅπαντές σε κατέλευσαν ὡς ἐναγῆ καὶ μυσαρόν; Τί οὖν, ἐὰν ἐλέγξω, ὅτι ἡ θυσία ἡ ἐξ ἁρπαγῆς μυσαρωτέρα τούτου, ποίας τευξόμεθα ἀπολογίας; Θῶμεν γάρ τι κειμήλιον γεγενῆσθαι ἐξ ἁρπαγῆς· οὐχὶ ὄνου τεθνηκότος μᾶλλον ὄδωδε; Βούλει μαθεῖν πόση τῆς ἁμαρτίας ἡ σηπεδών ἐστιν; Ἄκουσον τοῦ Προφήτου λέγοντος· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Σὺ δὲ διὰ μὲν ῥημάτων τὸν Θεὸν ἀξιοῖς ἐπιλαθέσθαι ὧν ποιεῖς κακῶν· αὐτὸς δὲ δι' ὧν ποιεῖς ἁρπάζων καὶ πλεονεκτῶν, καὶ παρασκευάζεις μεμνῆσθαι διηνεκῶς, ἐπιτιθείς σου τὴν ἁμαρτίαν ἐπὶ τὸ θυσιαστήριον. Νῦν δὲ οὐ τοῦτο μόνον ἐστὶ τὸ ἁμάρτημα, ἀλλὰ καὶ τὸ τούτου χαλεπώτερον, ὅτι τὰς τῶν ἁγίων μολύνεις ψυχάς. Τοῦτο μὲν γὰρ λίθος ἐστὶ, καὶ ἁγιάζεται· ἐκεῖναι δὲ διὰ παντὸς αὐτὸν φέρουσι τὸν Χριστόν· καὶ τολμᾷς ἐκεῖ πέμπειν ἀπὸ τοιαύτης ἀκαθαρσίας; Οὐχὶ, φησίν· οὐκ αὐτὰ τὰ χρήματα, ἀλλ' ἕτερα. Γέλως ταῦτα καὶ λῆρος. Οὐκ οἶδας, ὅτι κἂν εἰς πολὺ πλῆθος χρημάτων τῆς ἀδικίας ἐμπέσῃ ῥανὶς, πάντα μολύνεται; Καθάπερ οὖν εἰς πηγὴν καθαρὰν κόπρον τις ἐμβαλὼν, πᾶσαν αὐτὴν ἀκάθαρτον εἰργάσατο· οὕτω καὶ ἐν πλούτῳ πλεονεξία τις εἰσελθοῦσα, πάντα ἀποπνεῖν ποιεῖ τῆς ἐκεῖθεν δυσωδίας. Εἶτα χεῖρας μὲν νιπτόμεθα, εἰς ἐκκλησίαν εἰσιόντες· τὴν δὲ καρδίαν οὐκέτι; Μὴ γὰρ αἱ χεῖρες φωνὴν ἀφιᾶσιν; Ἡ ψυχὴ προφέρει τὰ ῥήματα εἰς ἐκείνην ὁ Θεὸς καθορᾷ· οὐδὲν δεῖ τῆς τοῦ σώματος καθαρότητος, ἐκείνης μεμολυσμένης Τί γὰρ ὄφελος, ἂν τὰς ἔξωθεν μὲν χεῖρας ἀποσμήξῃς, τὰς δὲ ἔνδον ἀκαθάρτους ἔχῃς; Τὸ 59.400 γὰρ δεινὸν καὶ πάντα ἀνατρέπον, τοῦτό ἐστι, ὅτι τὰ μικρὰ δεδοικότες, τῶν μεγάλων καταφρονοῦμεν. Τὸ μὲν οὖν ἀνίπτοις χερσὶν εὔξασθαι, ἀδιάφορον· τὸ δὲ ἀνίπτῳ διανοίᾳ, τοῦτό ἐστι τὸ πάντων ἔσχατον τῶν κακῶν. Ἄκουσον καὶ Ἰουδαίοις τοῖς περὶ τὰς τοιαύτας ἀκαθαρσίας ἠσχολημένοις, τί εἴρηται· Ἀπόπλυναι ἀπὸ κακίας τὴν καρδίαν σου. Ἕως πότε ἔσονταί σοι διαλογισμοὶ πόνων σου; Ἀποπλύνωμεν καὶ ἡμεῖς, μὴ βορβόρῳ, ἀλλ' ὕδατι καθαρῷ, ἐλεημοσύνῃ, καὶ μὴ πλεονεξίᾳ. Πρῶτον ἀπαλλάγηθι τοῦ ἁρπάζειν, καὶ τότε ἐπίδειξαι τὴν ἐλεημοσύνην. Ἐκκλίνωμεν ἀπὸ κακοῦ, καὶ ποιήσωμεν ἀγαθόν. Στῆσον τὰς χεῖρας ἀπὸ πλεονεξίας, καὶ οὕτως αὐτὰς ἐπὶ τὴν ἐλεημοσύνην ἄγε. Ἂν δὲ ταῖς αὐταῖς ἄλλους ἀποδύσωμεν, εἰ καὶ μὴ τοῖς ἐξ ἐκείνων ἀφῃρημένοις ἐνδύωμεν, οὐδὲ οὕτω διαφεύγομεν τὴν κόλασιν. Ἡ γὰρ ὑπόθεσις τοῦ ἱλασμοῦ πάσης πλημμελείας ὑπόθεσις γίνεται. Τοῦ γὰρ οὕτως ἐλεεῖν τὸ μὴ ἐλεεῖν κρεῖττον. Ἐπεὶ καὶ τῷ Κάϊν βέλτιον ἦν μηδὲ ὅλως προσενεγκεῖν. Εἰ δὲ ὁ τὰ ἐλάττω κομίσας, τὸν Θεὸν παρώξυνεν· ὁ τὰ ἀλλότρια διδοὺς, πῶς οὐ παροξυνεῖ; Ἐγώ σοι εἶπον, φησὶ, μὴ ἁρπάζειν· καὶ σύ με ἐξ αὐτῶν τιμᾷς; τί νομίζεις; ὅτι ἥδομαι τούτοις; Οὐκοῦν ἐρεῖ πρὸς σέ· Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος. Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Ἀλλὰ μὴ γένοιτο μηδένα ταύτης ἀκοῦσαι τῆς φωνῆς, ἀλλ' ἐλεημοσύνην καθαρὰν ἐργασαμένους, καὶ λαμπρὰς τὰς λαμπάδας ἔχοντας, οὕτως εἰς τὸν νυμφῶνα εἰσελθεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.399 ΟΜΙΛΙΑ ΟΔʹ. Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰη σοῦς Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. αʹ. Ὁ μὲν προφήτης ἔλεγεν Ἰουδαίοις· Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. Ὡς ἔοικε δὲ, οὐκ ἐκείνῃ τῇ πόλει δίκαιον μόνον ταῦτα εἰπεῖν, ἀλλὰ καὶ τοῖς ἀναισχύντως πρὸς τὴν ἀλήθειαν ἀντιβλέπουσι. Τοῦ γὰρ 302
Φιλίππου πρὸς τὸν Χριστὸν εἰπόντος, Δεῖξον ἡμῖν τὸν Πατέρα σου, φησί· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Καὶ ὅμως τινές εἰσι καὶ μετὰ τὰ ῥήματα ταῦτα ἀποσχίζοντες τοῦ γεγεννηκότος τὸν Υἱόν. Καίτοι ποίαν μείζω ταύτης ζητεῖς ἐγγύτητα; Τινὲς γὰρ ἐκ τῆς ῥήσεως ταύτης καὶ εἰς τὴν Σαβελλίου νόσον ἐνέπεσον. Ἀλλὰ καὶ τούτους καὶ ἐκείνους ἀφέντες ἡμεῖς, ὡς ἐκ διαμέτρου παρανομοῦντας, ἴδωμεν τῶν εἰρημένων τὴν ἀκρίβειαν. Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε, φησί; Τί γάρ; σὺ εἶ ὁ Πατὴρ ὃν ἐπιζητῶ; Οὐχὶ, φησί. Διὰ τοῦτο οὐδὲ εἶπεν, Οὐκ ἔγνωκας αὐτόν· ἀλλ', Οὐκ ἔγνωκάς με· οὐδὲν ἄλλο ἐμφαίνων, ἢ ὅτι οὐδὲν ἕτερόν ἐστιν ὁ Υἱὸς, ἢ τοῦτο ὅπερ ἐστὶν ὁ Πατὴρ, μένων ἐν τῷ εἶναι Υἱός. Πόθεν δὲ ἐπὶ τοῦτο ἦλθεν ὁ Φίλιππος; Ἔλεγεν· Εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν· καὶ τοῖς Ἰουδαίοις πολλάκις εἶπεν τοῦτο. Ἐπεὶ οὖν ἠρώτησεν αὐτὸν ὁ Πέτρος πολλάκις, καὶ Ἰουδαῖοι, τίς ἐστιν ὁ Πατὴρ, ἠρώτησεν 59.400 αὐτὸν καὶ ὁ Θωμᾶς, καὶ οὐδεὶς οὐδὲν ἔμαθε σαφὲς, ἀλλ' ἔτι ἠγνοεῖτο τὰ λεγόμενα, ἵνα μὴ δόξῃ προσκορὴς εἶναι ὁ Φίλιππος, καὶ διενοχλεῖν αὐτὸν μετὰ τοὺς Ἰουδαίους ἐρωτῶν καὶ αὐτὸς, Δεῖξον ἡμῖν τὸν Πατέρα σου, ἐπήγαγε, καὶ ἀρκεῖ ἡμῖν· οὐδὲν πλέον ζητοῦμεν. Καίτοι ὁ Χριστὸς ἔλεγεν· Εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν, καὶ δι' ἑαυτοῦ τὸν Πατέρα ἐδήλου· ὁ δὲ ἀντέστρεψε τὴν τάξιν, καί φησι· Τὸν Πατέρα δεῖξον, ὡς αὐτὸν εἰδὼς ἀκριβῶς. Ἀλλ' οὐκ ἀνέχεται αὐτοῦ ὁ Χριστὸς, ἀλλ' ἐπὶ τὴν ὁδὸν αὐτὸν ἵστησι, δι' αὐτοῦ τὸν Πατέρα μανθάνειν πείθων· αὐτὸς δὲ τοῖς τοῦ σώματος ὀφθαλμοῖς τούτοις ἐβούλετο ἰδεῖν, ἴσως περὶ τῶν προφητῶν ἀκούων, ὅτι εἶδον τὸν Θεόν. Ἀλλὰ συγκατάβασις ἦν ἐκεῖνα, ὦ Φίλιππε. Διὰ τοῦτο ὁ Χριστὸς ἔλεγε· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· καὶ πάλιν, Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Θεοῦ, καὶ μαθὼν, ἔρχεται πρός με. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε. Καὶ ἐν τῇ Παλαιᾷ, Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. Τί οὖν ὁ Χριστός; Σφόδρα ἐπιτιμητικῶς· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Καὶ οὐκ εἶπεν, Οὐκ εἶδές με, ἀλλ', Οὐκ ἔγνωκάς με. Μὴ γάρ σε βούλομαι, φησὶ, μαθεῖν; Τὸν Πατέρα σου ἰδεῖν ζητῶ νῦν· σὺ δέ μοι λέγεις, Οὐκ ἔγνωκάς με; ποίαν οὖν ἀκολουθίαν ἔχει τοῦτο; Πολλὴν μὲν οὖν. Ἐπειδὴ γὰρ τοῦτό ἐστιν, ὅπερ ἐστὶν ὁ Πατὴρ, μένων Υἱὸς, εἰκότως ἐν 59.401 αὐτῷ δείκνυσι τὸν γεγεννηκότα. Εἶτα διαιρῶν τὰς ὑποστάσεις, φησίν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, ἵνα μή τις εἴπῃ, ὅτι αὐτὸς Πατὴρ, αὐτὸς Υἱός. Εἰ γὰρ αὐτὸς ἦν ὁ Πατὴρ, οὐκ ἂν εἶπεν, Ὁ ἑωρακὼς ἐμὲ, ἐκεῖνον ἑώρακε Πῶς δὲ οὐκ εἶπεν αὐτῷ, Ἀδύνατα αἰτεῖς, καὶ οὐ κατὰ ἄνθρωπον; ἐμοὶ γὰρ μόνῳ τοῦτο δυνατόν. Ἐπειδὴ εἶπεν, Ἀρκεῖ ἡμῖν, ὡς αὐτὸν εἰδὼς, δείκνυσιν ὅτι οὐδὲ αὐτὸν ἑώρακεν. Ἦ γὰρ ἂν κἀκεῖνον εἶδεν, εἰ καὶ αὐτὸν ἠδυνήθη. Διόπερ ἔλεγεν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Εἴ τις ἐμὲ εἶδε, κἀκεῖνον ὄψεται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι Οὔτε ἐμὲ, οὔτε ἐκεῖνον δυνατόν ἐστιν ἰδεῖν. Ὁ γὰρ Φίλιππος τὴν δι' ὄψεως ἐζήτει γνῶσιν· καὶ ἐπειδὴ αὐτὸν μὲν ἑωρακέναι ἐνόμιζεν, ἐβούλετο δὲ καὶ τὸν Πατέρα οὕτως ἰδεῖν, δείκνυσιν ὅτι οὐδὲ αὐτὸν εἶδεν. Εἰ δὲ λέγοι τις ὄψιν ἐνταῦθα τὴν γνῶσιν, οὐδὲ τούτῳ ἀντιλέγω. Ὁ γὰρ ἐμὲ γνοὺς, φησὶν, ἔγνω τὸν Πατέρα. Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλὰ τὸ ὁμοούσιον παραστῆσαι βουλόμενος εἶπεν· Ὁ τὴν ἐμὴν οὐσίαν εἰδὼς, οἶδε καὶ τὴν τοῦ Πατρός. Καὶ τί τοῦτο; φησί. Καὶ γὰρ ὁ τὴν κτίσιν εἰδὼς, οἶδε καὶ τὸν Θεόν. Καίτοι πάντες ἴσασι τὴν κτίσιν καὶ ἑωράκασι· τὸν δὲ Θεὸν οὐκ ἴσασι πάντες. Ἄλλως δὲ, ἴδωμεν τί ὁ Φίλιππος ζητεῖ ἰδεῖν. Ἆρα τὴν σοφίαν τοῦ Πατρός; ἆρα τὴν ἀγαθότητα; Οὐχί· ἀλλὰ αὐτὸ τὸ τί ποτέ ἐστιν ὁ Θεὸς, αὐτὴν τὴν οὐσίαν. Πρὸς τοῦτο οὖν ἀποκρίνεται ὁ Χριστός· Ὁ ἑωρακὼς ἐμέ. Ὁ δὲ τὴν κτίσιν ἰδὼν, οὐχὶ καὶ τοῦ Θεοῦ τὴν οὐσίαν εἶδεν. Εἴ τις εἶδεν ἐμὲ, τὸν Πατέρα μου εἶδε. φησίν. Εἰ δὲ ἑτέρας οὐσίας ἦν, οὐκ ἂν τοῦτο εἶπεν. Ἵνα δὲ καὶ παχυτέρου ἅψωμαι λόγου, οὐδεὶς χρυσὸν ἀγνοῶν, ἐν ἀργύρῳ τοῦ χρυσίου τὴν οὐσίαν ἰδεῖν δύναται· οὐ γὰρ ἄλλη δι' ἄλλης φαίνεται φύσις. Διὰ τοῦτο 303
καὶ καλῶς ἐπετίμησεν εἰπών· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι. Τοσαύτης ἀπέλαυσας διδασκαλίας, εἶδες σημεῖα μετὰ αὐθεντίας, καὶ πάντα ἅπερ θεότητος ἦν ἴδια, καὶ ἃ ὁ Πατὴρ μόνος ἐργάζεται, ἁμαρτήματα λυόμενα, ἀπόῤῥητα εἰς μέσον ἀγόμενα, θάνατον ἀναχωροῦντα, δημιουργίαν ἀπὸ γῆς γινομένην, Καὶ οὐκ ἔγνωκάς με; βʹ. Ἐπειδὴ γὰρ σάρκα περιέκειτο, διὰ τοῦτο εἶπεν, Οὐκ ἔγνωκάς με. Εἶδες τὸν Πατέρα; Μὴ ζήτει πλέον ἰδεῖν· ἐν ἐκείνῳ γάρ με ἑώρακας. Εἰ εἶδές με, μηδὲν περιεργάζου· καὶ γὰρ ἐν ἐμοὶ ἐκεῖνον ἔγνως. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρί; Τουτέστιν, Ἐν ἐκείνῃ τῇ οὐσίᾳ φαίνομαι. Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ. Εἶδες ἐγγύτητος ὑπερβολὴν, καὶ μιᾶς οὐσίας ὑπόδειγμα; Ὁ δὲ Πατὴρ, ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πῶς ἀπὸ ῥημάτων ἀρξάμενος, ἐπὶ τὰ ἔργα ἦλθε; Τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν, Αὐτὸς λαλεῖ τὰ ῥήματα· ἀλλὰ δύο τίθησιν ἐνταῦθα, περὶ διδασκαλίας καὶ σημείων· ἢ ἐπειδὴ καὶ τὰ ῥήματα ἔργα ἦν. Πῶς οὖν αὐτὸς ποιεῖ; Καὶ μὴν ἀλλαχοῦ φησιν· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· πῶς οὖν ἐνταῦθα τὸν Πατέρα φησὶ ποιεῖν; Τὸ αὐτὸ τοῦτο δηλῶν, ὅτι οὐδὲν μέσον Πατρὸς καὶ Υἱοῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἂν ἄλλως ἐποίησεν ὁ Πατὴρ, καὶ ἄλλως ἐγώ· καὶ μὴν ἀλλαχοῦ καὶ αὐτὸς καὶ ὁ Πατὴρ ἐργάζεται, λέγων· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ἐκεῖ μὲν τὸ ἀπαράλλακτον τῶν ἔργων, ἐνταῦθα δὲ τὸ ταὐτὸν ἐνδεικνύμενος. Εἰ δὲ ἡ πρόχειρος τῶν λέξεων ἔμφασις ταπεινότητα ἐμφαίνει, μὴ θαυμάσῃς. Πρότερον γὰρ εἰπὼν, Οὐ πιστεύεις, τότε τοῦτο ἐφθέγξατο· δεικνὺς, ὅτι ὑπὲρ τοῦ εἰς πίστιν 59.402 αὐτὸν ἀγαγεῖν οὕτως ἐσχημάτισε τὰ ῥήματα. Τὰς γὰρ καρδίας αὐτῶν ἐνεβάτευε. Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Ἔδει μὲν ὑμᾶς ἀκούοντας Πατέρα καὶ Υἱὸν, μηδὲν ἕτερον ζητεῖν εἰς παράστασιν τῆς κατὰ τὴν οὐσίαν συγγενείας. Εἰ δὲ ὑμῖν οὐκ ἀρκεῖ τοῦτο πρὸς τὸ δεῖξαι τὸ ὁμότιμον καὶ ὁμοούσιον, κἂν ἀπὸ τῶν ἔργων μάθετε. Καὶ τὸ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου, εἰ περὶ ἔργων ἐλέγετο, οὐκ ἂν ὕστερον εἶπεν· Εἰ δὲ μὴ, διὰ τὰ ἔργα πιστεύετέ μοι. Εἶτα δεικνὺς, ὅτι οὐ ταῦτα δύναται μόνον, ἀλλὰ καὶ ἕτερα πολλῷ τούτων μείζονα, μεθ' ὑπερβολῆς αὐτὰ τίθησιν. Οὐ γὰρ λέγει, ὅτι Καὶ μείζονα τούτων δύναμαι ποιῆσαι· ἀλλ', ὃ πολλῷ θαυμαστότερον ἦν, Καὶ ἑτέροις δύναμαι δοῦναι, φησὶ, καὶ μείζονα ποιῆσαι τούτων. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι πρὸς τὸν Πατέρα πορεύομαι. Τουτέστιν, Ὑμῶν ἐστὶ λοιπὸν τὸ θαυματουργεῖν· ἐγὼ γὰρ ἀπέρχομαι. Εἶτα ἐπειδὴ ἤνυσεν ὅπερ ὁ λόγος ἐβούλετο, φησὶν, ὅτι Ὃ ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, λήψεσθε, καὶ ἐγὼ τοῦτο ποιήσω, ἵνα ἐν ἐμοὶ δοξασθῇ ὁ Πατήρ. Ὁρᾷς πῶς πάλιν αὐτὸς ποιεῖ τοῦτο; Ποιήσω γὰρ, φησὶν, ἐγώ. Καὶ οὐκ εἶπεν, Ἀξιῶ τὸν Πατέρα· ἀλλ', Ἵνα δοξασθῇ ἐν ἐμοὶ ὁ Πατήρ. Καὶ μὴν ἀλλαχοῦ ἔλεγεν· Ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ· ἐνταῦθα δὲ, Αὐτὸς δοξάσει τὸν Πατέρα. Ὅταν γὰρ ὁ Υἱὸς φαίνηται μεγάλα δυνάμενος, δοξασθήσεται ὁ γεγεννηκώς. Τί δέ ἐστιν, Ἐν τῷ ὀνόματί μου; Ὅπερ οἱ ἀπόστολοι ἔλεγον, Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει. Πάντα γὰρ τὰ σημεῖα, ἅπερ ἐποίησαν, αὐτὸς ἐνήργει, Καὶ χεὶρ Κυρίου ἦν μετ' αὐτῶν. Ἐγὼ ποιήσω, φησίν. Ὁρᾷς αὐθεντίαν; τὰ δι' ἄλλων αὐτὸς ποιεῖ· τὰ δὲ δι' αὐτοῦ οὐκ ἰσχύει, ἀλλ' ὑπὸ τοῦ Πατρὸς ἐνεργούμενος; Καὶ τίς ἂν ταῦτα εἴποι; Τίνος δὲ ἕνεκεν δεύτερον αὐτὸ τίθησι; Βεβαιῶν τὸν ἑαυτοῦ λόγον, καὶ δεικνὺς ὅτι τὰ πρότερα συγκαταβάσεως ἦν. Τὸ δὲ, Πρὸς τὸν Πατέρα πορεύομαι, τοῦτό ἐστιν· Οὐκ ἀπολοῦμαι, ἀλλ' ἐπὶ τῆς οἰκείας ἀξίας μένω, καὶ ἐν τοῖς οὐρανοῖς εἰμι. Πάντα δὲ ταῦτα παραμυθούμενος αὐτοὺς ἔλεγεν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς μηδέπω τοὺς περὶ τῆς ἀναστάσεως εἰδότας λόγους ἐννοεῖν τι σκυθρωπὸν, ἑτέροις ἐπαγγέλλεται τοιαῦτα δώσειν αὐτοὺς, πανταχοῦ θεραπεύων αὐτοὺς, καὶ δεικνὺς ὅτι μένει διηνεκῶς, καὶ οὐ μένει μόνον, ἀλλὰ καὶ μείζονα ἐπιδείξεται δύναμιν. γʹ. Ἀκολουθήσωμεν τοίνυν αὐτῷ καὶ λάβωμεν τὸν σταυρόν. Εἰ γὰρ καὶ μὴ πάρεστι διωγμὸς, ἀλλ' ἑτέρου πάρεστι 304
θανάτου καιρός. Νεκρώσατε γὰρ, φησὶ, τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς. Σβέσωμεν οὖν ἐπιθυμίαν, ἀποκτείνωμεν θυμὸν, ἀνέλωμεν φθόνον. Τοῦτό ἐστι θυσία ζῶσα. Οὐκ εἰς τέφραν αὕτη ἡ θυσία τελευτᾷ, οὐδὲ εἰς καπνὸν διαχεῖται, οὐδὲ ξύλων δεῖται, καὶ πυρὸς, καὶ μαχαίρας. Ἔχει γὰρ πῦρ καὶ μάχαιραν, τὸ Πνεῦμα τὸ ἅγιον. Ταύτῃ χρησάμενος τῇ μαχαίρᾳ, περίτεμε τῆς καρδίας τὸ περιττὸν καὶ ἀλλότριον, ἄνοιξον τὸ μεμυκὸς τῆς ἀκοῆς. Τὰ γὰρ νοσήματα καὶ αἱ πονηραὶ ἐπιθυμίαι ἐμφράττειν εἰώθασι τοῦ λόγου τὴν εἴσοδον. Καὶ γὰρ χρημάτων ἐπιθυμία προτεθεῖσα οὐκ ἀφίησιν ἀκοῦσαι τὸν περὶ ἐλεημοσύνης λόγον, καὶ βασκανία παραγενομένη διατειχίζει τὴν περὶ τῆς ἀγάπης διδασκαλίαν, καὶ ἕτερον νόσημα ἐμπεσὸν πάλιν νωθροτέραν αὐτὴν κατασκευάζει πρὸς πάντα. Ἀνέλωμεν τοίνυν τὰς πονηρὰς ἐπιθυμίας. Καὶ 59.403 γὰρ ἀρκεῖ θελῆσαι, καὶ πάντα ἔσβεσται. Μὴ γὰρ δὴ τοῦτο ἴδωμεν, ὅτι τυραννικὸν ὁ τῶν χρημάτων ἔρως, ἀλλ' ὅτι τῆς ἡμετέρας ῥᾳθυμίας ἡ τυραννίς. Πολλοὶ γοῦν οὐδ' ὅτι ἔστιν ἀργύριον εἰδέναι λέγουσιν. Οὐ γάρ ἐστι φυσικὴ ἡ ἐπιθυμία αὕτη. Αἱ γὰρ φυσικαὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς κατεβλήθησαν· χρυσὸς δὲ καὶ ἄργυρος καὶ μέχρι πολλοῦ χρόνου οὐδ' ὅ τι ποτέ ἐστι γνώριμον ἦν. Πόθεν οὖν ηὐξήθη ἡ ἐπιθυμία αὕτη; Ἀπὸ κενοδοξίας καὶ ῥᾳθυμίας ἐσχάτης. Τῶν γὰρ ἐπιθυμιῶν αἱ μέν εἰσιν ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ, αἱ δὲ οὐδέτερον τούτων. Οἷόν τι λέγω· ὅσαι μὴ πληρούμεναι φθείρουσι τὸ ζῶον, αὗται φυσικαὶ καὶ ἀναγκαῖαι τυγχάνουσιν· οἷον ἡ τῶν σιτίων καὶ ποτῶν, καὶ ἡ τοῦ καθεύδειν ἐπιθυμία· ὁ δὲ τῶν σωμάτων ἔρως, φυσικὸς μὲν ἔστιν, οὐκ ἀναγκαῖος δέ. Πολλοὶ γὰρ αὐτοῦ περιγεγόνασι, καὶ οὐκ ἀπώλοντο. Ἡ δὲ τῶν χρημάτων ἐπιθυμία οὔτε φυσικὴ, οὔτε ἀναγκαία, ἀλλὰ περιττή· κἂν βουλώμεθα, οὐ δεχόμεθα αὐτῆς τὴν ἀρχήν. Ἀμέλει καὶ ὁ Χριστὸς περὶ παρθενίας διαλεγόμενός φησιν· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· περὶ δὲ χρημάτων οὐχ οὕτως, ἀλλὰ τί; Ἐὰν μή τις ἀποτάξηται 59.404 αὐτοῦ πᾶσι τοῖς ὑπάρχουσι, οὐκ ἔστι μου ἄξιος. Ὃ μὲν γὰρ ἦν εὔκολον παρῄνει· ὃ δὲ ὑπερβαίνει τοὺς πολλοὺς, ἐπιτρέπει τῇ προαιρέσει. Τί τοίνυν πάσης ἀποστεροῦμεν ἑαυτοὺς ἀπολογίας; Ὁ μὲν γὰρ ὑπὸ τοῦ τυραννικωτέρου πάθους ἁλοὺς, οὐ πολλὴν δώσει δίκην· ὁ δὲ ὑπὸ τοῦ ἀσθενοῦς χειρωθεὶς, πάσης ἀπεστέρηται ἀπολογίας. Τί γὰρ ἐροῦμεν, ὅταν λέγῃ, Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε; ποίαν ἕξομεν ἀπολογίαν; τὴν πενίαν προβαλούμεθα πάντως; Ἀλλ' οὐκ ἐσμὲν τῆς χήρας ἐκείνης πενέστεροι, ἥτις δύο ὀβολοὺς βαλοῦσα, πάντας ὑπερηκόντισεν. Οὐ γὰρ ποσότητα εἰσφορᾶς ἀπαιτεῖ ὁ Θεὸς, ἀλλὰ μέτρα γνώμης· καὶ τοῦτο δὲ τῆς αὐτοῦ κηδεμονίας. Θαυμάσαντες τοίνυν αὐτοῦ τὴν φιλανθρωπίαν, τὰ δυνατὰ συνεισενέγκωμεν· ἵνα καὶ κατὰ τὸν παρόντα βίον καὶ κατὰ τὸν μέλλοντα πολλῆς τυχόντες τῆς τοῦ Θεοῦ φιλανθρωπίας, δυνηθῶμεν ἀπολαῦσαι τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.403 ΟΜΙΛΙΑ ΟΕʹ. Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσα τε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εἰς αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό. αʹ. Ἔργων ἡμῖν δεῖ καὶ πράξεων πανταχοῦ, οὐ τῆς διὰ ῥημάτων ἐπιδείξεως. Εἰπεῖν γὰρ καὶ ὑποσχέσθαι παντί που ῥᾴδιον, πρᾶξαι δὲ οὐκέτι ὁμοίως εὔκολον. Τί δήποτε δὲ ταῦτα εἶπον; Ὅτι πολλοὶ νῦν εἰσι λέγοντες φοβεῖσθαι τὸν Θεὸν καὶ ἀγαπᾷν, τοῖς δὲ ἔργοις τὰ ἐναντία ἐπιδείκνυνται· ὁ δὲ Θεὸς τὴν διὰ τῶν ἔργων ἀγάπην ἐπιζητεῖ. Διὰ τοῦτο καὶ πρὸς τοὺς μαθητὰς ἔλεγεν· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὃ ἐὰν αἰτήσητε, ἐγὼ ποιήσω, ἵνα μὴ 305
νομίσωσιν ἁπλῶς τὴν αἴτησιν ἰσχύειν, ἐπήγαγεν· Ἐὰν ἀγαπᾶτέ με· τότε, φησὶ, ποιήσω. Ἐπειδὴ δὲ εἰκὸς ἦν αὐτοὺς καὶ ἀκούοντας, ὅτι Ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι, θορυβεῖσθαι, φησίν· Οὐ τοῦτό ἐστι τὸ ἀγαπᾷν τὸ θορυβεῖσθαι νῦν, ἀλλὰ τὸ πείθεσθαι τοῖς λεγομένοις. Ἔδωκα ὑμῖν ἐντολὴν, ἵνα ἀγαπᾶτε ἀλλήλους· ἵνα οὕτω ποιῆτε ἀλλήλοις, καθὼς καὶ ἐγὼ ὑμῖν ἐποίησα. Τοῦτό ἐστιν ἀγάπη, τὸ πείθεσθαι τούτοις, καὶ εἴκειν τῷ ποθουμένῳ. Καὶ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν. Συγκαταβάσεως πάλιν ὁ λόγος. Ἐπειδὴ γὰρ οὐδέπω αὐτὸν ἐγνωκότας εἰκὸς ἦν σφόδρα ἐπιζητεῖν τὴν συνουσίαν ἐκείνην, τὰ ῥήματα, τὴν κατὰ σάρκα αὐτοῦ παρουσίαν, καὶ μηδεμίαν δέχεσθαι παραμυθίαν ἀπόντος· τί φησιν; Ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν· τουτέστιν, Ἄλλον ὡς ἐμέ. Αἰσχυνθήτωσαν καὶ οἱ τὰ Σαβελλίου νοσοῦντες, καὶ οἱ περὶ τοῦ Πνεύματος οὐ τὴν προσήκουσαν δόξαν ἔχοντες. Καὶ γὰρ τὸ θαῦμα τοῦ λόγου τοῦτό ἐστιν, ὅτι τὰς ἐκ διαμέτρου ἑστώσας αἱρέσεις μιᾶ πληγῇ κατήνεγκε. Τῷ μὲν γὰρ εἰπεῖν, Ἄλλον, δείκνυσιν αὐτοῦ τῆς ὑποστάσεως τὴν διαφοράν· τῷ δὲ εἰπεῖν, Παράκλητον, τῆς οὐσίας τὴν συγγένειαν. Διατί δέ φησιν, Ἐρωτήσω τὸν Πατέρα; Ὅτι εἰ εἶπεν, Ἐγὼ πέμψω, οὐκ ἂν ὁμοίως ἐπίστευσαν· νῦν δὲ τὸ σπουδαζόμενον τοῦτό ἐστιν, ὥστε πιστευθῆναι αὐτόν. Ὕστερον γὰρ αὐτός φησιν αὐτὸν πέμπειν, λέγων· Λάβετε Πνεῦμα ἅγιον· ἐνταῦθα δέ 59.404 φησιν ἐρωτᾷν τὸν Πατέρα, ὥστε ἀξιόπιστον ποιῆσαι αὐτοῖς τὸν λόγον. Ἐπειδὴ ὁ Ἰωάννης φησὶ περὶ αὐτοῦ, ὅτι Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν· ὃ δὲ εἶχε, πῶς παρ' ἑτέρου λαμβάνει; Καὶ πάλιν· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Τί δὲ τῶν ἀποστόλων πλεῖον εἶχεν, εἰ τὸν Πατέρα ἀξιοῦν ἔμελλεν ὥστε διδόναι ἑτέροις, ὁπότε ἐκεῖνοι πολλάκις καὶ χωρὶς εὐχῆς φαίνονται τοῦτο ποιοῦντες; πῶς δὲ, εἰ κατὰ ἀξίωσιν παρὰ τοῦ Πατρὸς πέμπεται, αὐτὸ ἀφ' ἑαυτοῦ ἐφίπταται; πῶς δὲ παρ' ἑτέρου πέμπεται τὸ πανταχοῦ παρὸν, καὶ διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, καὶ λέγον μετὰ αὐθεντίας· Ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν; Καίτοι τῷ Θεῷ ἐλειτούργουν οἱ λειτουργοῦντες, ἀλλ' ὅμως μετὰ αὐθεντίας εἰς τὸ ἴδιον ἔργον ἐκάλεσεν· οὐχ ὅτι ἐπ' ἄλλο ἔργον ἐκάλει, ἀλλ' ἵνα τὴν ἐξουσίαν δείξῃ. Τί οὖν, φησὶν, ἐστὶν, Ἐρωτήσω τὸν Πατέρα; Δεικνὺς τῆς παρουσίας τὸν καιρόν. Ὅτε γὰρ αὐτοὺς ἐκάθαρε διὰ τῆς θυσίας, τότε ἐπέπτη τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ τί δήποτε ὄντος μετ' αὐτῶν οὐκ ἐπήρχετο; Ὅτι οὐδέπω ἦν ἡ θυσία ἀνηνεγμένη. Ἐπειδὴ δὲ λοιπὸν καὶ ἡ ἁμαρτία ἐλύθη, καὶ αὐτοὶ πρὸς κινδύνους ἐπέμποντο, καὶ πρὸς τοὺς ἀγῶνας ἀπεδύοντο, ἔδει τὸν ἀλείφοντα ἐλθεῖν. Τίνος δὲ ἕνεκεν οὐκ εὐθέως μετὰ τὴν ἀνάστασιν τὸ Πνεῦμα ἔρχεται; Ἵνα ἐν πολλῇ αὐτοῦ καταστάντες ἐπιθυμίᾳ, μετὰ πολλῆς αὐτὸ δέξωνται χάριτος. Ἕως μὲν γὰρ ἦν μετ' αὐτῶν ὁ Χριστὸς, οὐκ ἦσαν ἐν θλίψει· ἐπειδὴ δὲ ἀπῆλθε, γυμνωθέντες καὶ ἐν φόβῳ πολλῷ καταστάντες, μετὰ πολλῆς ἔμελλον αὐτὸ τῆς προθυμίας δέχεσθαι. Μεθ' ὑμῶν μένει. Τοῦτο δηλοῖ, ὅτι οὐδὲ μετὰ τελευτὴν ἀφίσταται. Ἵνα δὲ μὴ Παράκλητον ἀκούσαντες, πάλιν ἐνσάρκωσιν ἑτέραν ὑποπτεύσωσι, καὶ ὀφθαλμοῖς προσδοκήσωσιν αὐτὸ θεωρεῖν, διορθούμενός φησιν· Ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό. Οὐ γὰρ οὕτως ὑμῖν συνέσται ὥσπερ ἐγώ· ἀλλ' ἐν αὐταῖς οἰκήσει ταῖς ὑμετέραις ψυχαῖς· τοῦτο γάρ ἐστι τὸ, Ἐν ὑμῖν ἔσται. Πνεῦμα δὲ ἀληθείας αὐτὸ καλεῖ, διὰ τούτου τοὺς τύπους τοὺς ἐν τῇ Παλαιᾷ δηλῶν. Ἵνα μεθ' ὑμῶν ᾖ. 59.405 Τί ἐστι, Μεθ' ὑμῶν ᾖ; Ὅ φησιν αὐτὸς, ὅτι Ἐγὼ μεθ' ὑμῶν εἰμι. Ἄλλως δὲ, καὶ, ἕτερόν τι αἰνίττεται, ὅτι Οὐ πείσεται ταῦτα ἅπερ ἐγὼ, οὔτε ἀποφοιτήσει. Ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό. Τί γὰρ, εἰπέ μοι, τῶν ἄλλων θεωρητόν; Οὐδέν. Ἀλλ' ἐνταῦθα τὴν γνῶσίν φησιν. Ἐπήγαγε γοῦν· Οὐδὲ γινώσκει αὐτό· οἶδε γὰρ καὶ ἐπὶ τῆς ἀκριβοῦς γνώσεως θεωρίαν λέγειν. Ἐπειδὴ γὰρ τῶν αἰσθήσεων τρανοτέρα ἐστὶν ἡ ὄψις, διὰ ταύτης ἀεὶ τὴν ἀκριβῆ παρίστησι γνῶσιν. Κόσμον δὲ ἐνταῦθα τοὺς πονηρούς φησι, 306
καὶ ταύτῃ παραμυθούμενος αὐτοὺς τοῦ δοῦναι αὐτοῖς δῶρον ἐξαίρετον. Ὅρα πόσοις ἐπῆρε τὸν περὶ αὐτοῦ λόγον. Εἶπεν, ὅτι Ἄλλος ὡς ἐγώ ἐστιν· εἶπεν, ὅτι Οὐκ ἀφίησιν ὑμᾶς· εἶπεν, ὅτι Πρὸς ὑμᾶς μόνους ἔρχεται, ὥσπερ οὖν καὶ ἐγώ· εἶπεν, ὅτι Ἐν ὑμῖν μένει· ἀλλ' οὐδὲ οὕτω τὴν ἀθυμίαν αὐτῶν ἐξέβαλεν. Αὐτὸν γὰρ ἐζήτουν ἔτι, καὶ τὴν συνήθειαν τὴν αὐτοῦ, τοῦτο γοῦν θεραπεύων, φησίν· Οὐδὲ ἐγὼ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. Μὴ δείσητε, φησίν· οὐ διὰ τοῦτο εἶπον ἄλλον Παράκλητον πέμπειν, ὡς αὐτὸς ὑμῶν εἰς τέλος ἀπανιστάμενος· οὐ διὰ τοῦτο εἶπον, ὅτι Παρ' ὑμῖν μένει, ὡς οὐκέτι ὀψόμενος ὑμᾶς. Καὶ γὰρ καὶ αὐτὸς ἔρχομαι πρὸς ὑμᾶς. Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς. Ἐπειδὴ γὰρ ἀρχόμενος ἔλεγε, Τεκνία, διὰ τοῦτο καὶ ἐνταῦθά φησιν· Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς. βʹ. Παρὰ μὲν οὖν τὴν ἀρχὴν ἔλεγεν, ὅτι Ἥξετε ὅπου ἐγὼ ὑπάγω· καὶ, ὅτι Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν· ἐνταῦθα δὲ, ἐπειδὴ μακρὸς ὁ χρόνος ἐκεῖνος ἦν, δίδωσι τὸ Πνεῦμα. Ἀλλ' ἐπειδὴ μὴ εἰδότες, ὅ τι ποτὲ ἦν τὸ λεγόμενον, οὐκ εἶχον ἱκανὴν παράκλησιν, Οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, λέγει. Τοῦτο γὰρ μάλιστα ἐζήτουν. Ἀλλ' ἐπειδὴ τὸ, Ἔρχομαι πρὸς ὑμᾶς, δηλοῦντος ἦν παρουσίαν, ἵνα μὴ πάλιν τὴν αὐτὴν ἐπιζητῶσι παρουσίαν, οἵαν καὶ πρότερον, ὅρα πῶς αὐτὸ σαφῶς μὲν οὐκ εἶπεν, ᾐνίξατο δέ. Εἰπὼν γὰρ, Ἔτι μικρὸν, καὶ ὁ κόσμος οὐ θεωρεῖ με, ἐπήγαγεν, Ὑμεῖς δὲ θεωρεῖτέ με· ὡσανεὶ ἔλεγεν· Ἔρχομαι μὲν πρὸς ὑμᾶς, οὐ μὴν ὁμοίως ὡς πρότερον καθ' ἑκάστην ὑμῖν ἀεὶ συγγινόμενος τὴν ἡμέραν. Καὶ ἵνα μὴ λέγωσι, Πῶς οὖν Ἰουδαίοις εἶπας· Ἀπάρτι οὐκ ὄψεσθέ με; λύει τὴν ἀντίθεσιν εἰπὼν, Πρὸς ὑμᾶς μόνους· ἐπεὶ καὶ τὸ Πνεῦμα τοιοῦτόν ἐστιν. Ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε. Οὐ γὰρ δὴ ὁ σταυρὸς διίστησιν ἡμᾶς εἰς τέλος, ἀλλ' ἢ ῥοπὴν μικρὰν ἀποκρύπτει μόνον. Ζωὴν δέ μοι δοκεῖ οὐχὶ τὴν παροῦσαν μόνον, ἀλλὰ καὶ τὴν μέλλουσαν λέγειν. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὑμεῖς ἐν ἐμοὶ, καὶ ἐγὼ ἐν ὑμῖν. Ἐπὶ μὲν οὖν τοῦ Πατρὸς, οὐσίας ἐστίν· ἐπὶ δὲ αὐτῶν, ὁμονοίας καὶ βοηθείας τῆς παρὰ τοῦ Θεοῦ τὸ εἰρημένον. Καὶ πῶς ἔχει λόγον, εἰπέ μοι, φησί; πῶς μὲν οὖν τὸ ἐναντίον ἔχει λόγον; πολὺ γὰρ τὸ μέσον καὶ σφόδρα ἄπειρον τοῦ Χριστοῦ καὶ τῶν μαθητῶν. Εἰ δὲ τὰ αὐτὰ κεῖται ῥήματα, μὴ θαυμάσῃς. Οἶδε γὰρ ἡ Γραφὴ πολλάκις τοῖς αὐτοῖς ῥήμασιν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων κειμένοις οὐχ ὁμοίως κεχρῆσθαι· ἐπεὶ καὶ θεοὶ λεγόμεθα, καὶ υἱοὶ Θεοῦ, καὶ οὐ τὴν αὐτὴν ἰσχὺν ἔχει τὸ ῥῆμα ἐφ' ἡμῶν καὶ τοῦ Θεοῦ κείμενον. 59.406 Καὶ εἰκὼν ὁ Υἱὸς λέγεται, καὶ δόξα· καὶ ἡμεῖς· ἀλλὰ πολὺ τὸ μέσον. Καὶ πάλιν, Ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ· οὐχ ὁμοίως δὲ Θεοῦ ὁ Χριστὸς, καὶ ἡμεῖς τοῦ Χριστοῦ. Τί δέ ἐστιν ὃ λέγει; Ὅταν ἀναστῶ, φησὶν, εἴσεσθε ὅτι οὐκ ἀπέσχισμαι τοῦ Πατρὸς, ἀλλὰ τὴν αὐτὴν ἔχω δύναμιν, καὶ ὅτι μεθ' ὑμῶν εἰμι διηνεκῶς, τῶν πραγμάτων ἀνακηρυττόντων τὴν περὶ ὑμᾶς βοήθειαν παρ' ἐμοῦ γινομένην, τῶν ἐχθρῶν κατεσταλμένων, ὑμῶν παῤῥησιαζομένων, τῶν δεινῶν ἐκ μέσου γινομένων, τοῦ κηρύγματος καθ' ἑκάστην ἀνθοῦντος τὴν ἡμέραν, πάντων εἰκόντων καὶ παραχωρούντων τῷ λόγῳ τῆς εὐσεβείας. Καθὼς ἀπέστειλέ με, κἀγὼ ἀπέστειλα ὑμᾶς. Ὁρᾷς ὅτι οὐδὲ ἐνταῦθα τὴν αὐτὴν ἰσχὺν ἡ λέξις ἔχει; Εἰ γὰρ τοῦτο οὕτως ἐκδεξόμεθα, οὐδὲν ἔσονται διεστηκότες οἱ ἀπόστολοι τοῦ Χριστοῦ. Διατί δέ φησι, Τότε γνώσεσθε; Ὅτι τότε εἶδον αὐτὸν ἀναστάντα καὶ συνόντα αὐτοῖς· τότε τὴν ἀκριβῆ πίστιν ἔμαθον. Μεγάλη γὰρ ἡ τοῦ Πνεύματος δύναμις ἦν, ἡ πάντα αὐτοὺς παιδεύουσα. Ὁ ἔχων μου τὰς ἐντολὰς, καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Οὐ γὰρ ἀρκεῖ τὸ ἔχειν μόνον, ἀλλὰ καὶ φυλακῆς ἡμῖν δεῖ ἀκριβοῦς. Διατί δὲ πολλάκις αὐτοῖς τὸ αὐτὸ λέγει; οἷον· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε· καὶ, Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτάς· καὶ, Ἐάν τίς μου ἀκούσῃ τὸν λόγον, καὶ τηρήσῃ αὐτὸν, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ μὴ ἀκούων μου τοὺς λόγους, οὐκ ἀγαπᾷ με. Οἶμαι αὐτὸν αἰνίττεσθαι τὴν ἀθυμίαν αὐτῶν. Ἐπειδὴ γὰρ πολλὰ περὶ θανάτου αὐτοῖς ἐφιλοσόφησε, λέγων· Ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν· καὶ, 307
Ἐὰν μή τις λάβῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος· μέλλει δὲ καὶ ἕτερα πλείονα λέγειν, ὀνειδίζων αὐτούς φησιν· Νομίζετε ὑμεῖς ἐξ ἀγάπης πάσχειν τὸ λυπεῖσθαι; Τὸ μὴ λυπεῖσθαι μὲν οὖν ἀγάπης ἦν. Ὅτι δὲ τοῦτο δι' ὅλου κατασκευάσαι βούλεται, εἰς αὐτὸ προϊὼν τὸν λόγον ἀνεκεφαλαίωσεν. Εἰ γὰρ ἠγαπᾶτέ με, φησὶν, ἐχάρητε ἂν, ὅτι πρὸς τὸν Πατέρα μου πορεύομαι. Νῦν γὰρ ὑπὸ δειλίας τοῦτο πάσχετε. Τὸ δὲ οὕτω διακεῖσθαι πρὸς θάνατον, οὐκ ἔστι τῶν ἐμῶν ἐντολῶν μεμνημένους ποιεῖν· ἐχρῆν γὰρ ὑμᾶς σταυροῦσθαι, εἴ γε ὄντως ἠγαπᾶτέ με. Καὶ γὰρ ὁ ἐμὸς λόγος παραινεῖ μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα. Τοὺς τοιούτους καὶ ὁ Πατὴρ ἀγαπᾷ, καὶ ἐγώ. Καὶ ἐμφανίσω αὐτοῖς ἐμαυτόν. Εἶτα ὁ Ἰούδας, Καὶ τί, φησὶν, ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν; γʹ. Ὁρᾷς ἀπὸ δειλίας πεπιλημένην αὐτῶν τὴν ψυχήν, Συνεχύθη γὰρ καὶ ἐταράχθη, καὶ ἐνόμισεν, ὥσπερ τοὺς νεκροὺς ὁρῶμεν ὄναρ, οὕτω καὶ αὐτὸν μέλλειν ὁρᾶσθαι. Ἵν' οὖν μὴ τοῦτο ὑποπτεύσωσιν, ἄκουσον τί φησιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα πρὸς αὐτὸν, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν· μονονουχὶ λέγων· Ὥσπερ ὁ Πατὴρ ἐμφανίζει ἑαυτὸν, οὕτω καὶ ἐγώ. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, ὅτι Μονὴν παρ' αὐτῷ ποιήσομεν, ἀνεῖλε τὴν ὑποψίαν· ὅπερ ὀνειράτων οὐκ ἔστι. Σὺ δέ μοι θέα τὸν μαθητὴν καὶ θορυβούμενον καὶ οὐ τολμῶντα σαφῶς εἰπεῖν, ὅπερ εἰπεῖν ἐπεθύμει. Οὐ γὰρ εἶπεν· Οὐαὶ ἡμῖν, ὅτι ἀποθνήσκεις, καὶ ὡς οἱ τετελευτηκότες 59.407 μέλλεις ἡμῖν ἐφίστασθαι· ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ, Τί ἔστιν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν, καὶ οὐχὶ τῷ κόσμῳ; Λέγει οὖν, ὅτι Ὑμᾶς ἀποδέχομαι, ὅτι ὑμεῖς τὴν ἐντολήν μου τηρεῖτε. Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶντες αὐτὸν φάντασμα νομίσωσι, διὰ τοῦτο ταῦτα προλέγει. Καὶ ἵνα μὴ οὕτως, ὡς εἶπον, νομίσωσιν αὐτοῖς φαίνεσθαι, λέγει καὶ τὴν αἰτίαν· διὰ τὸ τὰς ἐντολάς μου τηρεῖν, λέγει ὅτι καὶ τὸ Πνεῦμα οὕτω μέλλει φαίνεσθαι. Εἰ δὲ τοσοῦτον αὐτῷ συγγενόμενοι χρόνον, οὔπω φέρουσιν ἐκείνην τὴν οὐσίαν, μᾶλλον δὲ οὐδὲ νοοῦσιν αὐτήν· τί ἂν ἔπαθον, εἰ παρὰ τὴν ἀρχὴν οὕτως αὐτοῖς ἐφάνη; Διὰ τοῦτο καὶ συνεσθίει, ἵνα μὴ φάντασμα τὸ πρᾶγμα νομισθῇ Εἰ γὰρ ἐπὶ τῶν ὑδάτων ἰδόντες τοῦτο ἐνόμισαν, καίτοι τῆς αὐτῆς ὄψεως φαινομένης, καὶ οὐ πρὸ πολλοῦ διαστάντος, τί ἂν ὑπώπτευσαν, εἴ γε εἶδον αὐτὸν εὐθέως ἀναστάντα, ὃν εἶδον κατεχόμενον καὶ ἐσπαργανωμένον; Διὰ τοῦτο συνεχῶς αὐτοῖς λέγει, ὅτι φανεῖται, καὶ διατί φανεῖται καὶ πῶς, ἵνα μὴ φάντασμα νομίσωσιν. Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ. Καὶ ὁ λόγος, ὃν ἠκούσατε, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με. Ὥστε οὐκ ἐμὲ μόνον, ἀλλ' οὐδὲ τὸν Πατέρα ἀγαπᾷ ὁ μὴ τούτων ἀκούων τῶν λόγων. Εἰ γὰρ τοῦτο τεκμήριον ἀγάπης, τὸ ἀκούειν τῶν ἐντολῶν, αὗται δὲ τοῦ Πατρός εἰσιν, ὁ ἀκούων, οὐχὶ τὸν Υἱὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα ἠγάπησε. Πῶς δὲ σὸς, καὶ οὐ σός; Τουτέστιν, ὅτι Οὐδὲν ἔξω τοῦ Πατρὸς φθέγγομαι, οὐδὲ ἴδιόν τι ἄλλο παρὰ τὸ δοκοῦν αὐτῷ. Ταῦτα ἐλάλησα ὑμῖν, παρ' ὑμῖν μένων. Ἐπειδὴ ταῦτα ἀσαφῆ ἦν, καὶ τὰ μὲν οὐδὲ συνίεσαν, τὰ δὲ πλείονα καὶ ἀμφέβαλλον, ἵνα μὴ θορυβῶνται πάλιν, μηδὲ λέγωσι, Ποίας ἐντολάς; ἀπήλλαξεν αὐτοὺς τῆς ἀγωνίας ἁπάσης, εἰπών· Ὁ δὲ Παράκλητος, ὃν πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει. Τάχα ἀσαφῆ τὰ εἰρημένα νῦν ὑμῖν· ἀλλ' ἐστὶ τούτων σαφὴς διδάσκαλος ἐκεῖνος. Τὸ δὲ, Παρ' ὑμῖν μένει, αἰνιττομένου ἐστὶν, ὅτι αὐτὸς ἄπεισιν. Εἶτα ἵνα μὴ λυπῶνται, φησὶν, ὅτι ἕως ἂν παρ' αὐτοῖς μένῃ, καὶ τὸ Πνεῦμα μὴ ἔρχηται, οὐδὲν μέγα οὐδὲ ὑψηλὸν δυνήσονται συνιδεῖν. Ταῦτα δὲ λέγει παρασκευάζων αὐτοὺς γενναίως ἐνεγκεῖν αὐτοῦ τὴν ἀναχώρησιν, ὡς μεγάλων αἰτίαν ἐσομένην αὐτοῖς ἀγαθῶν. Συνεχῶς δὲ Παράκλητον καλεῖ, διὰ τὰς συνεχούσας αὐτοὺς τότε θλίψεις. Ἐπεὶ οὖν καὶ ταῦτα ἀκούοντες ἐταράττοντο ἐννοοῦντες τὰς ἐπαχθείας, τοὺς πολέμους, τὴν ἀναχώρησιν τὴν αὐτοῦ, ὅρα πῶς αὐτοὺς καταστέλλει πάλιν λέγων· Εἰρήνην ἀφίημι ὑμῖν· μονονουχὶ λέγων, Τί βλάπτεσθε ἀπὸ τῆς τοῦ κόσμου ταραχῆς, ἕως ἂν εἰρηνεύητε πρὸς μέ; Οὐ γὰρ τοιαύτη αὕτη ἡ εἰρήνη. Ἡ μὲν 308
γὰρ ἔξωθεν, καὶ ἐπὶ κακῷ γίνεται πολλάκις καὶ ἀνόνητος, καὶ τοὺς ἔχοντας οὐδὲν ὠφέλησεν· ἐγὼ δὲ δίδωμι τοιαύτην, ὥστε μετ' ἀλλήλων εἰρηνεύειν, ὅπερ ὑμᾶς ἰσχυροτέρους ποιεῖ. Ἀλλ' ἐπειδὴ πάλιν εἶπεν, Ἀφίημι, ὅπερ ἦν ἀναχωροῦντος, καὶ ἱκανὸν ἦν αὐτοὺς συγχεῖν, διὰ τοῦτο πάλιν φησί· Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω. Ὁρᾷς ὅτι τὰ μὲν ὑπὸ φιλοστοργίας, τὰ δὲ ὑπὸ δειλίας ἔπασχον; Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ὅτι Ὑπάγω πρὸς τὸν Πατέρα, καὶ ἔρχομαι πρὸς ὑμᾶς. Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μού ἐστιν. Καὶ ποίαν τοῦτο αὐτοῖς χαρὰν φέρειν ἔμελλεν; ποίαν παραμυθίαν; δʹ. Τί οὖν ἐστι τὸ εἰρημένον; Οὐδέπω ᾔδεσαν περὶ τῆς ἀναστάσεως, οὐδὲ οἵαν ἐχρῆν περὶ αὐτοῦ δόξαν εἶχον· 59.408 (πῶς γὰρ, οἱ μηδὲ ὅτι ἀναστήσεται εἰδότες;) τὸν δὲ Πατέρα μέγαν εἶναι ἐνόμιζον. Λέγει οὖν, ὅτι Εἰ καὶ περὶ ἐμοῦ δεδοίκατε ὡς οὐκ ἀρκοῦντος ἐμαυτοῦ προστῆναι, οὐδὲ θαῤῥεῖτε ὅτι μετὰ τὸν σταυρὸν πάλιν ὑμᾶς ὄψομαι· ἀλλὰ ἀκούσαντες ὅτι πρὸς τὸν Πατέρα ἀπέρχομαι, ἔδει χαίρειν λοιπὸν, ὅτι πρὸς τὸν μείζονα ἄπειμι, καὶ δυνατὸν πάντα λῦσαι τὰ δεινά. Ὑμεῖς ἠκούσατε, ὅτι ἐγὼ εἶπον ὑμῖν. Διατί τοῦτο τέθεικεν; Ὅτι οὕτω σφόδρα θαῤῥῶ, φησὶ, τοῖς γινομένοις, ὡς καὶ προειπεῖν· οὕτως οὐ δέδοικα. Τοῦτο γοῦν καὶ μετὰ ταῦτα Εἶπον ὑμῖν πρὶν γενέσθαι, ἵν', ὅταν γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι· ὡσανεὶ ἔλεγε, Μὴ ᾔδειτε, εἰ μὴ ἐγὼ εἶπον; οὐκ ἂν δὲ εἶπον, εἰ μὴ ἐθάῤῥουν. Εἶδες συγκαταβάσεως τὸν λόγον ὄντα; Καὶ γὰρ ὅταν λέγῃ, Δοκεῖτε ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα, καὶ παραστήσει μοι δώδεκα λεγεῶνας ἀγγέλων; πρὸς τὴν ὑπόνοιαν τῶν ἀκουόντων φθέγγεται. Οὐδὲ γὰρ ἂν ἐκεῖνο εἴποι τις ἂν, κἂν σφόδρα ᾖ μεμηνὼς ὅτι οὐκ ἐδύνατο ἑαυτῷ βοηθῆσαι, ἀλλ' ἀγγέλων ἐδεῖτο· ἀλλ' ἐπειδὴ περὶ αὐτοῦ ὡς ἀνθρώπου δόξαν εἶχον, διὰ τοῦτό φησι, Δώδεκα λεγεῶνας ἀγγέλων. Καίτοι γε ἁπλῶς αὐτοὺς ἠρώτησε, καὶ ἔῤῥιψεν εἰς τὰ ὀπίσω. Εἰ δὲ λέγοι τις μείζονα εἶναι τὸν Πατέρα καθ' ὃ αἴτιος τοῦ Υἱοῦ, οὐδὲ τοῦτο ἀντεροῦμεν. Ἀλλ' οὐ μὴν τοῦτο ἑτέρας εἶναι τὸν Υἱὸν οὐσίας ποιεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἕως μὲν ἂν ἐνταῦθα ὦ, εἰκὸς νομίζειν ὑμᾶς ὅτι κινδυνεύομεν· ἐὰν δὲ ἐκεῖ ἀπέλθω, θαῤῥεῖτε ὅτι ἐν ἀσφαλείᾳ ἐσμέν· ἐκείνου γὰρ οὐδεὶς περιγενέσθαι δυνήσεται. Ταῦτα δὲ πάντα πρὸς τὴν ἀσθένειαν τῶν μαθητῶν ἐλέγετο. Καὶ αὐτὸς μὲν γὰρ θαῤῥῶ, καὶ οὐ φροντίζω τοῦ θανάτου. Διὰ γὰρ τοῦτο εἶπε, Ταῦτα εἶπον ὑμῖν πρὶν γενέσθαι. Ἐπειδὴ δὲ, φησὶ, ὑμεῖς οὐδέπω δύνασθε τὸν περὶ τούτων δέξασθαι λόγον, καὶ ἀπὸ τοῦ Πατρὸς, ὃν ὀνομάζετε μέγαν εἶναι, εἰσάγω τὴν παράκλησιν. Παραμυθησάμενος τοίνυν αὐτοὺς, πάλιν λέγει τὰ λυπηρά· Οὐκέτι λαλήσω μεθ' ὑμῶν. Διατί; Ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ ἔχει οὐδέν. Κόσμου δὲ ἄρχοντα τὸν διάβολόν φησι, καὶ τοὺς πονηροὺς ἀνθρώπους οὕτω καλῶν. Οὐ γὰρ οὐρανοῦ ἄρχει καὶ γῆς, ἐπεὶ ἂν ἐνέτρεψε πάντα καὶ κατέβαλε· ἄρχει δὲ τῶν ἑαυτοὺς παραδιδόντων αὐτῷ. Διὰ τοῦτο καὶ ἄρχοντα τοῦ σκότους τοῦ αἰῶνος τούτου καλεῖ, σκότος ἐνταῦθα πάλιν τὰς πονηρὰς πράξεις καλῶν. Τί οὖν; ὁ διάβολός σε ἀναιρεῖ; Οὐδαμῶς· οὐ γὰρ ἔχει ἐν ἐμοὶ οὐδέν. Πῶς οὖν σε ἀναιροῦσιν; Ἐπειδὴ βούλομαι, καὶ ἵνα γνῷ ὁ κόσμος, ὅτι ἀγαπῶ τὸν Πατέρα. Οὐ γὰρ ὑπεύθυνος ὢν θανάτῳ, φησὶν, οὐδὲ ὀφείλων αὐτῷ, διὰ δὲ τὴν ἀγάπην τὴν εἰς τὸν Πατέρα ὑπομένω. Τοῦτο δέ φησιν, ἵνα πάλιν αὐτῶν ἀναστήσῃ τὴν ψυχὴν, καὶ μάθωσιν ὅτι οὐκ ἄκων, ἀλλ' ἑκὼν ἐπὶ τοῦτο ἔρχεται, καὶ ὅτι καταφρονῶν τοῦ διαβόλου. Οὐ γὰρ ἤρκει τὸ εἰπεῖν, ὅτι Μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι, ἀλλὰ συνεχῶς αὐτὸ στρέφει τοῦτο τὸ λυπηρὸν, εἰκότως, ἕως ἂν αὐτὸ παρ' αὐτοῖς εὐπαράδεκτον ποιήσῃ, παρυφαίνων αὐτῷ τὰ χρηστά. Διὰ τοῦτο ποτὲ μὲν λέγει, Ὑπάγω καὶ ἔρχομαι· καὶ, ὅτι Ὅπου εἰμὶ ἐγὼ, ἵνα καὶ ὑμεῖς ἦτε; καὶ, Οὐ δύνασθέ μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσετε δὲ ὕστερον· καὶ, Πρὸς τὸν Πατέρα πορεύομαι· καὶ, Ὁ Πατὴρ μείζων μού ἐστι· καὶ, Πρὶν γενέσθαι εἴρηκα ὑμῖν· καὶ, ὅτι Οὐκ ἀπὸ ἀνάγκης ταῦτα πάσχω, ἀλλὰ δι' ἀγάπην τοῦ Πατρός· ὥστε ἐννοῆσαι αὐτοὺς, ὅτι οὐκ ὀλέθριον τὸ πρᾶγμα οὐδὲ βλάβην ἔχον, εἴ γε 309
ὥστε σφόδρα αὐτὸν ἀγαπῶν, καὶ ὁ ἀγαπώμενος 59.409 παρ' αὐτοῦ οὕτω βούλεται. Διὰ δὴ τοῦτο τὰ χρηστὰ ταῦτα ἀναμιγνὺς, συνεχῶς ἔλεγε καὶ τὰ λυπηρὰ, ἐγγυμνάζων αὐτῶν τὴν διάνοιαν. Καὶ γὰρ τὸ, Παρ' ὑμῖν μένει, καὶ, ὅτι Συμφέρει ὑμῖν ἡ ἀναχώρησις, παραμυθουμένου ἦν. Διὰ γάρ τοι τοῦτο προλαβὼν μυρία εἶπε περὶ τοῦ Πνεύματος, τὸ, Ἐν ὑμῖν ἐστι, καὶ, Ὁ κόσμος οὐ δύναται λαβεῖν, καὶ, Αὐτὸς ἀναμνήσει πάντα, καὶ, Πνεῦμα ἀληθείας, καὶ, Πνεῦμα ἅγιον, καὶ, Παράκλητον, καὶ, ὅτι Συμφέρει ὑμῖν· ἵνα μὴ ἀθυμῶσιν ὡς οὐδενὸς ὄντος τοῦ προστησομένου καὶ βοηθήσοντος. Συμφέρειν δὲ λέγει, δηλῶν ὅτι πνευματικοὺς αὐτοὺς ἐργάσεται. εʹ. Τοῦτο γοῦν καὶ ὁρῶμεν γεγενημένον. Οἱ γὰρ τρέμοντες καὶ δεδοικότες, μετὰ τὸ λαβεῖν τὸ Πνεῦμα, εἰς μέσους ἥλλοντο τοὺς κινδύνους, καὶ πρὸς σίδηρον, καὶ πῦρ, καὶ θηρία, καὶ πελάγη, καὶ πρὸς πᾶσαν ἀπεδύσαντο τιμωρίαν· καὶ οἱ ἀγράμματοι καὶ ἰδιῶται μετὰ τοσαύτης διελέγοντο παῤῥησίας, ὡς ἐκπλήττειν τοὺς ἀκροωμένους. Ἀπὸ γὰρ πηλίνων σιδηροῦς αὐτοὺς ἐποίησε τὸ Πνεῦμα, καὶ πτηνοὺς εἰργάσατο, καὶ πρὸς οὐδὲν τῶν ἀνθρωπίνων καταπεσεῖν ἀφῆκεν. Τοιαύτη γὰρ ἡ χάρις ἐκείνη· κἂν ἀθυμίαν εὕρῃ, διαλύει, κἂν ἐπιθυμίαν πονηρὰν, δαπανᾷ, κἂν δειλίαν, ἐκβάλλει, καὶ οὐκ ἀφίησι λοιπὸν ἄνθρωπον εἶναι τὸν μετασχόντα αὐτοῦ, ἀλλ' ὥσπερ εἰς αὐτὸν μεταστάντα τὸν οὐρανὸν, πάντα τὰ ἐκεῖ φαντάζεσθαι παρασκευάζει. Διὰ τοῦτο οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι· ἀλλὰ προσεκαρτέρουν ταῖς εὐχαῖς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας. Τούτου γὰρ μάλιστα δεῖται τὸ Πνεῦμα τὸ ἅγιον· Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος χαρὰ, εἰρήνη, πίστις, πραότης. Καὶ μὴν καὶ ἀλγοῦσι πολλάκις οἱ πνευματικοὶ, φησίν· ἀλλ' ἡ λύπη χαρᾶς ἐστιν ἡδίων. Ἐπεὶ καὶ ὁ Κάϊν ἐλυπήθη, ἀλλὰ τὴν τοῦ κόσμου λύπην· καὶ ὁ Παῦλος ἐλυπήθη, ἀλλὰ τὴν κατὰ Θεόν. Πᾶν γὰρ ὅπερ ἂν ᾖ πνευματικὸν, κέρδος ἔχει μέγιστον· ὥσπερ καὶ τὸ κοσμικὸν ἅπαν ζημίαν ἐσχάτην. Ἐπισπασώμεθα τοίνυν τὴν ἄμαχον τοῦ Πνεύματος βοήθειαν τὰς ἐντολὰς τηροῦντες, καὶ οὐδὲν τῶν ἀγγέλων ἐσόμεθα ἐλάττους. Οὔτε γὰρ ἐκεῖνοι, ἐπειδὴ ἀσώματοί εἰσι, τοιοῦτοί εἰσιν (εἰ γὰρ τοῦτο ἦν, οὐδεὶς ἂν τῶν ἀσωμάτων ἐγένετο 59.410 πονηρός)· ἀλλ' ἡ προαίρεσις πανταχοῦ πάντων αἰτία. Διὰ τοῦτο καὶ ἐν τοῖς ἀσωμάτοις ἀνθρώπων χείρους καὶ ἀλόγων εὑρέθησαν, καὶ ἐν τοῖς σώματα ἔχουσιν, ἀσωμάτων κρείττους. Πάντες γοῦν οἱ δίκαιοι τὴν γῆν οἰκοῦντες, καὶ σώματα ἔχοντες, κατώρθωσαν ἅπερ κατώρθωσαν. Ὡς γὰρ παρεπίδημοι ὄντες καὶ ξένοι, τὴν γῆν ᾤκησαν· τὸν δὲ οὐρανὸν, ὡς πολῖται. Μὴ τοίνυν μηδὲ σὺ λέγε, Σάρκα περίκειμαι, οὐ δύναμαι περιγενέσθαι, οὐδὲ τῶν ὑπὲρ ἀρετῆς ἱδρώτων λαβέσθαι. Μὴ κατηγορήσῃς τοῦ Δημιουργοῦ. Εἰ γὰρ τὸ σάρκα φορεῖν ἀδύνατον ποιεῖ τὴν ἀρετὴν, οὐχ ἡμῶν τὸ ἔγκλημα· ὅτι δὲ οὐ ποιεῖ ἀδύνατον, ἔδειξεν ὁ τῶν ἁγίων χορός. Τὸν γοῦν Παῦλον οὐκ ἐκώλυσε τῆς σαρκὸς ἡ φύσις γενέσθαι τοιοῦτον, οἷος ἐγένετο· οὐδὲ Πέτρον λαβεῖν τὰς κλεῖς τῶν οὐρανῶν. Καὶ ὁ Ἐνὼχ δὲ σάρκα φορέσας, μετετέθη, καὶ οὐχ εὑρίσκετο. Οὕτω καὶ ὁ Ἠλίας ἡρπάγη μετὰ τῆς σαρκὸς, καὶ ὁ Ἀβραὰμ μετὰ τοῦ Ἰσαὰκ καὶ τοῦ ἐγγόνου σάρκα ἔχοντες ἔλαμψαν· καὶ ὁ Ἰωσὴφ μετὰ ταύτης ἐπάλαισε πρὸς τὸ ἀκόλαστον ἐκεῖνο γύναιον. Καὶ τί λέγω σάρκα; Κἂν γὰρ ἅλυσιν τῇ σαρκὶ περιθῇς, οὐδὲν ἐβλάβη. Εἰ γὰρ καὶ ἐγὼ δέδεμαι, φησὶν ὁ Παῦλος, Ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Καὶ τί λέγω δεσμὰ καὶ ἅλυσιν; Πρόσθες καὶ δεσμωτήριον καὶ κλεῖθρα, καὶ οὐδὲ οὕτω κώλυμα γίνεται ταῦτα τῇ ἀρετῇ. Οὕτω γοῦν ἐμυσταγώγησεν ὁ Παῦλος. Δεσμὸς γὰρ ψυχῆς οὐ σίδηρος, ἀλλὰ δειλία καὶ χρημάτων ἐπιθυμία, καὶ τὰ μυρία πάθη. Ταῦτα δεσμεῖ, κἂν λελυμένον ᾖ, τὸ σῶμα. Ἀλλ' ἀπὸ τοῦ σώματος ταῦτα τίκτεται, φησί. Σκῆψις ταῦτα καὶ πρόφασις ψευδής. Εἰ γὰρ ἀπὸ τοῦ σώματος ἐτίκτετο, πάντες ἂν αὐτὰ ὑπέμενον. Ὥσπερ γὰρ κόπον καὶ ὕπνον καὶ τὸ πεινῇν καὶ διψῇν οὐκ ἔνι διαφυγεῖν, ἐπειδὴ φύσεώς ἐστιν· οὕτω καὶ ταῦτα, εἰ τοιαῦτα ἦν, οὐδένα ἂν ἀφῆκαν ἔξω τῆς αὐτῶν εἶναι τυραννίδος. Εἰ δὲ πολλοὶ διαφεύγουσιν, εὔδηλον ὅτι ῥᾳθυμούσης ἐστὶ ψυχῆς τὰ τοιαῦτα ἐλαττώματα. Ταύτην τοίνυν 310
ἐγκόψωμεν, καὶ μὴ κατηγορῶμεν τοῦ σώματος, ἀλλ' ὑποτάξωμεν αὐτὸ τῇ ψυχῇ· ἵνα εὐήνιον ἔχοντες, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.409 ΟΜΙΛΙΑ Ο ʹ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν. αʹ. Δειλὴν καὶ ἄνανδρον τὴν ψυχὴν ἡ ἀμαθία ποιεῖ· ὡσπεροῦν μεγάλην καὶ ὑψηλὴν ἡ τῶν οὐρανίων δογμάτων παίδευσις· οὐδεμιᾶς γὰρ ἀπολαύουσα ἐπιμελείας, δειλή τίς ἐστιν, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ προαίρεσιν. Ὅταν γὰρ ἴδω τὸν ἀνδρεῖον ποτὲ μὲν τολμητὴν, νῦν δὲ δειλὸν, οὐκέτι φύσεως εἶναί φημι τὸ πάθος· τὰ γὰρ τῆς φύσεως ἀμετάθετα. Πάλιν, ὅταν ἴδω τοὺς νῦν δειλοὺς ἀθρόον τολμητὰς γινομένους, τὸ αὐτὸ πάλιν ψηφίζομαι, τῇ προαιρέσει τὸ πᾶν ἀνατιθείς. Ἐπεὶ καὶ οἱ μαθηταὶ σφόδρα ἦσαν δειλοὶ πρὶν ἢ μαθεῖν ἅπερ ἐχρῆν, καὶ τῆς τοῦ Πνεύματος ἀξιωθῆναι δωρεᾶς· ὕστερον μέντοι λεόντων ἐγένοντο θρασύτεροι. Καὶ Πέτρος κορασίου οὐκ ἐνεγκὼν ἀπειλὴν, κατὰ κεφαλῆς ἐκρέματο καὶ ἐμαστιγοῦτο, καὶ μυρία κινδυνεύων οὐκ ἐσίγα· ἀλλ' ὥσπερ ὄναρ πάσχων ἃ ἔπασχεν, οὕτως ἐπαῤῥησιάζετο· ἀλλ' οὐ πρὸ τοῦ σταυροῦ. Διὰ τοῦτο ὁ Χριστὸς ἔλεγεν· Ἐγείρεσθε, ἄγω 59.410 μεν ἐντεῦθεν. Τίνος ἕνεκεν, εἰπέ μοι; οὐκ ᾔδει τὴν ὥραν καθ' ἣν ἔμελλεν ἐπιστήσεσθαι ὁ Ἰούδας; ἀλλ' ἐδεδοίκει μὴ ἐκεῖ ἐλθὼν κατάσχῃ αὐτοὺς, καὶ πρὶν ἢ πληρῶσαι τὴν ἀρίστην διδασκαλίαν, ἐπιστῶσιν οἱ ἐπιβουλεύοντες; Ἄπαγε· πόῤῥω ταῦτα αὐτοῦ τῆς ἀξίας. Εἰ τοίνυν μὴ ἐδεδοίκει, τί δήποτε ἀπανίστησιν αὐτοὺς, καὶ μετὰ τὸ πληρῶσαι, τότε εἰς τὸν κῆπον ἄγει τὸν τῷ Ἰούδᾳ γνώριμον; Εἰ δὲ καὶ παρεγένετο ὁ Ἰούδας, οὐκ ἠδύνατο αὐτῶν πηρῶσαι τὰς ὄψεις, ὃ καὶ μὴ παρόντος ἐποίησε; τίνος οὖν ἕνεκεν ἀφίσταται; Μικρὸν ἀναπνεῦσαι δίδωσι τοῖς μαθηταῖς. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς, ἅτε ἐν καταδήλῳ χωρίῳ ὄντας, τρέμειν καὶ δεδοικέναι, ἀπό τε τοῦ καιροῦ, ἀπό τε τοῦ τόπου. Καὶ γὰρ νὺξ ἦν βαθυτάτη, καὶ ἦν μηδὲ προσχεῖν τοῖς λεγομένοις, ἀλλ' ἀεὶ περιστρέφεσθαι καὶ φαντάζεσθαι τοὺς ἐπιστησομένους· καὶ μάλιστα ὁπότε καὶ ὁ λόγος ὁ τοῦ Διδασκάλου προσδοκᾷν ἐποίει τὰ δεινά. Ἔτι γὰρ μικρὸν, φησὶν, καὶ οὐκ εἰμὶ μεθ' ὑμῶν, καὶ Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων. Ἐπεὶ οὖν ταῦτα καὶ τὰ τοι 59.411 αῦτα ἀκούοντες ἐθορυβοῦντο, ὡς αὐτίκα μάλα ἁλωσόμενοι, ἄγει εἰς τόπον αὐτοὺς ἕτερον, ἵνα νομίσαντες ἐν ἀσφαλείᾳ εἶναι, μετὰ ἀδείας λοιπὸν ἀκούωσι. Καὶ γὰρ ἔμελλον μεγάλων ἀκούσεσθαι δογμάτων. Διὰ τοῦτό φησιν· Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Εἶτα ἐπαγαγών φησιν· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Τί βούλεται διὰ τῆς παραβολῆς αἰνίττεσθαι; Ὅτι τὸν μὴ προσέχοντα τοῖς λεγομένοις ζῇν οὐκ ἔνι, καὶ ὅτι τὰ μέλλοντα σημεῖα ἀπὸ τῆς τοῦ Χριστοῦ γίνεται δυνάμεως. Ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Τί οὖν; ἐνεργείας δεῖται ὁ Υἱός; Ἄπαγε· τὸ γὰρ ὑπόδειγμα τοῦτο οὐ τοῦτο δηλοῖ. Ὅρα γοῦν μεθ' ὅσης ἀκριβείας ἐπέρχεται τὴν παραβολήν. Οὐ γὰρ τὴν ῥίζαν ἀπολαύειν τῆς ἐπιμελείας τοῦ γεωργοῦ, ἀλλὰ τὰ κλήματά φησιν. Ἡ ῥίζα δὲ δι' οὐδὲν παρείληπται ἐνταῦθα, ἀλλ' ἵνα μάθωσιν, ὅτι τῆς αὐτοῦ δυνάμεως χωρὶς οὐδὲν ἐργάζεσθαι δύνανται, καὶ ὅτι οὕτως αὐτοὺς ἡνῶσθαι δεῖ τῇ πίστει, ὡς τὸ κλῆμα τῇ ἀμπέλῳ. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτὸ ὁ Πατήρ. Ἐνταῦθα τὸν βίον αἰνίττεται, δεικνὺς, ὅτι χωρὶς ἔργων οὐκ ἔστιν εἶναι ἐν αὐτῷ. Καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, τουτέστι, Πολλῆς ἐπιμελείας ἀπολαύειν ποιεῖ. Καίτοι ἡ ῥίζα δεῖται ἐπιμελείας πρὸ τῶν κλημάτων, περισκαπτομένη, γυμνουμένη· ἀλλ' οὐδὲν ἐνταῦθα περὶ ταύτης φησὶν, ἀλλὰ τὸ πᾶν περὶ κλημάτων· δεικνὺς, ὅτι αὐτὸς μὲν ἑαυτῷ ἀρκεῖ, οἱ δὲ μαθηταὶ δέονται πολλῆς παρὰ τοῦ γεωργοῦ βοηθείας, κἂν σφόδρα ἐνάρετοι ὦσι. Διὰ τοῦτό φησι, Τὸ καρπὸν φέρον καθαίρει αὐτό. Τὸ μὲν γὰρ, 311
ἐπειδὴ ἄκαρπόν ἐστιν, οὐδὲ ἐν τῇ ἀμπέλῳ εἶναι δύναται· τὸ δὲ, ἐπειδὴ καρπὸν φέρει, γονιμώτερον αὐτὸ ἐργάζεται. Τοῦτο δὲ καὶ πρὸς τὰς θλίψεις αὐτῶν εἰρῆσθαι τὰς τότε ἐπαγομένας εἴποι τις ἄν. Τὸ γὰρ, Καθαίρει αὐτὸ, περικόπτει, ἐστὶν, ὅπερ γονιμώτερον ποιεῖ τὸ κλῆμα. Ὅθεν δείκνυται ὅτι οἱ πειρασμοὶ μᾶλλον αὐτοὺς ἰσχυροτέρους ἐργάζονται. Εἶτα ἵνα μὴ λέγωσι, Περὶ τίνων ταῦτα λέγει; καὶ πάλιν εἰς φροντίδα αὐτοὺς ἐμβάλῃ, φησί· Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον, ὃν λελάληκα ὑμῖν. Ὁρᾷς πῶς ἑαυτὸν εἰσάγει ἐπιμελούμενον τῶν κλημάτων; Ἐγὼ γὰρ ὑμᾶς ἐκάθηρα, φησί. Καίτοι γε ἀνωτέρω δείκνυσι τὸν Πατέρα τοῦτο ποιοῦντα· ἀλλ' οὐδὲν μέσον Πατρὸς καὶ Υἱοῦ. Δεῖ δὲ ὑπάρξαι λοιπὸν τὰ παρ' ὑμῶν. Εἶτα ἵνα δείξῃ, ὅτι οὐχὶ τῆς αὐτῶν δεόμενος διακονίας τοῦτο ἐποίησεν, ἀλλ' ἵνα προκόπτωσιν, ἐπάγει· Ὥσπερ τὸ κλῆμα οὐ δύναται ἀφ' ἑαυτοῦ φέρειν καρπὸν, οὕτως οὐδὲ ὁ ἐν ἐμοὶ μὴ μένων. Ἵνα γὰρ μὴ ἀπὸ τῆς δειλίας ἀποσχισθῶσι, χαυνωθεῖσαν αὐτῶν τῷ φόβῳ τὴν ψυχὴν ἐπισφίγγει καὶ ἑαυτῷ συγκολλᾷ, καὶ χρηστὰς ὑποτείνει λοιπὸν ἐλπίδας. Ἡ μὲν γὰρ ῥίζα μένει· τὸ δὲ αἴρεσθαι καὶ ἀφίεσθαι, τῶν κλημάτων ἐστίν. Εἶτα ἑκατέρωθεν παρορμήσας, καὶ ἀπὸ τῶν χρηστῶν καὶ ἀπὸ τῶν λυπηρῶν, τὰ παρ' ἡμῶν ἀπαιτεῖ πρῶτα. Ὁ ἐν ἐμοὶ μένων, κἀγὼ ἐν αὐτῷ. Ὁρᾷς καὶ τὸν Υἱὸν οὐκ ἔλαττον συντελοῦντα τοῦ Πατρὸς πρὸς τὴν τῶν μαθητῶν ἐπιμέλειαν; Ὁ μὲν γὰρ Πατὴρ καθαίρει, αὐτὸς δὲ ἐν ἑαυτῷ κατέχει. Τὸ δὲ ἐν τῇ ῥίζῃ μένειν, τοῦτο ποιεῖ καρποφορεῖν τὰ κλήματα. Τὸ μὲν γὰρ μὴ καθαιρόμενον, μένον δὲ ἐν τῇ ῥίζῃ, φέρει καρπὸν, εἰ καὶ μὴ ὅσον προσῆκε· τὸ δὲ μὴ μένον, οὐδ' ὅλως. Ἀλλ' ὅμως καὶ τὸ καθαίρειν τοῦ Υἱοῦ ἐδείχθη ὂν, καὶ τὸ μένειν ἐν τῇ ῥίζῃ, τοῦ Πατρὸς τοῦ καὶ τὴν ῥίζαν γεγεννηκότος. βʹ. Εἶδες πῶς κοινὰ πάντα, καὶ τὸ καθᾶραι, καὶ τὸ τῆς δυνάμεως τῆς ἀπὸ τῆς ῥίζης ἀπολαύειν; Μεγάλη μὲν οὖν ζημία καὶ τὸ μηδὲν δύνασθαι ποιεῖν· πλὴν οὐ μέ 59.412 χρι τούτου ἵστησι τὴν κόλασιν, ἀλλὰ περαιτέρω προάγει τὸν λόγον. Ἐβλήθη γὰρ, φησὶν, ἔξω, οὐκ ἔτι τῆς γεωργικῆς ἀπολαῦον χειρός· Καὶ ξηραίνεται· τουτέστιν, Εἴ τι εἶχε τῆς ῥίζης, ἀποτίθεται· εἴ τινα χάριν, γυμνοῦται ταύτης, καὶ ἐρημοῦται τῆς ἐκεῖθεν βοηθείας καὶ ζωῆς. Καὶ τί τὸ τέλος; Εἰς τὸ πῦρ βάλλεται. Ἀλλ' οὐ τοιοῦτος ὁ μένων παρ' αὐτῷ. Εἶτα δείκνυσι τί ἐστι τὸ μεῖναι, καί φησιν· Ἐὰν τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ. Ὁρᾷς, ὅτι καὶ πρὸ τούτου εἰκότως ἔλεγον, ὅτι τὴν διὰ τῶν ἔργων ἐπίδειξιν ζητεῖ; Εἰπὼν γὰρ, ὅτι Ὃ ἐὰν αἰτήσητε ποιήσω, ἐπήγαγεν· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε· καὶ ἐνταῦθα, Ἐὰν μένητε ἐν ἐμοὶ, καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θελήσητε, αἰτήσεσθε, καὶ γενήσεται ὑμῖν. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οἱ μὲν ἐπιβουλεύοντες αὐτῷ, κατακαήσονται, αὐτοὶ δὲ καρπὸν οἴσουσι. Τὸν φόβον τοίνυν τὸν ἐξ αὐτῶν εἰς ἐκείνους μεταθεὶς, καὶ δείξας ὅτι αὐτοὶ ἀκαταγώνιστοι ἔσονται, φησίν· Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ μου, ἵνα ὑμεῖς μοι γένησθε μαθηταὶ, καὶ καρπὸν πολὺν φέρητε. Ἐντεῦθεν τὸν λόγον ἀξιόπιστον ποιεῖ. Εἰ γὰρ εἰς δόξαν τοῦ Πατρὸς ἀνήκει τὸ καρποφορεῖν, οὐκ ἀμελήσει τῆς δόξης τῆς ἑαυτοῦ. Καὶ γενήσεσθε ἐμοὶ μαθηταί. Ὁρᾷς πῶς ὁ τὸν καρπὸν φέρων, ἐκεῖνός ἐστι μαθητής; Τί δέ ἐστιν, Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ; Τουτέστι, χαίρει ὅταν ἐν ἐμοὶ μένητε, ὅταν καρπὸν φέρητε. Καθὼς ἠγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα ὑμᾶς. Ἐνταῦθα λοιπὸν ἀνθρωπινώτερον διαλέγεται· τὸ γὰρ, ὡς πρὸς ἀνθρώπους εἰρημένον, τὴν οἰκείαν ἔχει ἰσχύν. Ὁ γὰρ καὶ ἀποθανεῖν ἑλόμενος, καὶ δούλους ὄντας καὶ ἐχθροὺς καὶ πολεμίους τοσαύτης καταξιώσας τιμῆς, καὶ εἰς οὐρανοὺς ἀναγαγὼν, πόσον ἐπεδείξατο μέτρον ἀγάπης; Εἰ τοίνυν ἀγαπῶ ὑμᾶς, θαῤῥεῖτε· εἰ τοῦ Πατρός ἐστι δόξα τὸ καρποφορεῖν, μηδὲν ὑποπτεύετε πονηρόν. Εἶτα ἵνα μὴ ὑπτίους ἐργάσηται, ὅρα πῶς ἐπισφίγγει πάλιν. Μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ· τούτου γὰρ ὑμεῖς κύριοι. Πῶς δὲ τοῦτο ἔσται; Ἐὰν τὰς ἐντολάς μου τηρῆτε, φησὶ, καθὼς ἐγὼ τοῦ Πατρὸς τὰς ἐντολὰς τετήρηκα. Πάλιν ἀνθρωπίνως ὁ λόγος πρόεισιν. Οὐ γὰρ δήπου ὁ νομοθέτης ὑπὸ ἐντολὰς ἔμελλε κείσεσθαι. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ λέγω, 312
τοῦτο καὶ ἐνταῦθα δείκνυται διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν; Πρὸς γὰρ τὴν ὑπόνοιαν αὐτῶν τὰ πολλὰ λέγει, καὶ διὰ πάντων δείκνυσιν ἐν ἀσφαλείᾳ ὄντας, καὶ τοὺς ἐχθροὺς αὐτῶν ἀπολλυμένους, καὶ ὅτι πᾶν ὅπερ ἔχουσιν, ἀπὸ τοῦ Υἱοῦ ἔχουσιν, καὶ ὅτι, βίον ἂν ἐπιδείξωνται καθαρὸν, οὐδεὶς αὐτῶν περιέσται ποτέ. Σκόπει δὲ αὐτὸν αὐθεντικώτερον αὐτοῖς διαλεγόμενον. Οὐ γὰρ εἶπε, Μείνατε ἐν τῇ ἀγάπῃ τοῦ Πατρὸς, ἀλλ', Ἐν τῇ ἐμῇ. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτε πᾶσιν ἡμᾶς ἐξεπολέμωσας, τότε ἡμᾶς ἀφίης καὶ ἀναχωρεῖς· δείκνυσιν ὅτι οὐκ ἀφίησιν, ἀλλ' οὕτως αὐτοῖς κεκόλληται, ἐὰν θέλωσιν, ὡς τὸ κλῆμα ἐν τῇ ἀμπέλῳ. Καὶ πάλιν ἵνα μὴ θαῤῥήσαντες, ὕπτιοι γένωνται, οὐ φησὶν ἀκίνητον εἶναι τὸ καλὸν, ἐὰν ῥᾳθυμῶσιν. Εἶτα ἵνα μὴ εἰς ἑαυτὸν περιστήσῃ τὸ πρᾶγμα, καὶ πεσεῖν παρασκευάσῃ μᾶλλον, φησίν· Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ. Πανταχοῦ γὰρ τὴν ἑαυτοῦ καὶ τὴν τοῦ Πατρὸς δείκνυσιν ἀγάπην πρὸς αὐτούς. Οὐκ ἄρα τὰ Ἰουδαίων δόξα, ἀλλὰ ταῦτα, ἃ ἔμελλον λαμβάνειν. Εἶτα ἵνα μὴ λέγωσιν, Ἐξεπέσομεν τῶν πατρῴων, ἐγκατελείφθημεν, γυμνοὶ καὶ ἔρημοι πάντων ἐγενόμεθα· Εἰς ἐμὲ, φησὶ, βλέπετε· ἠγάπημαι παρὰ τοῦ Πατρὸς, ἀλλ' ὅμως πάσχω ταῦτα τὰ προκεί 59.413 μενα. Οὐ τοίνυν οὐδὲ ὑμᾶς διὰ τὸ μὴ ἀγαπᾷν ἐγκαταλιμπάνω νῦν. Εἰ γὰρ ἐγὼ ἀναιροῦμαι, καὶ οὐ ποιοῦμαι τοῦτο τεκμήριον τοῦ μὴ ἀγαπᾶσθαι παρὰ τοῦ Πατρὸς, οὐδὲ ὑμᾶς θορυβεῖσθαι χρή. Ἂν γὰρ ἐπὶ τῆς ἀγάπης μένητε τῆς ἐμῆς, οὐδὲν ὑμᾶς ταῦτα τὰ δεινὰ παραβλάψαι δυνήσεται εἰς τὸν τῆς ἀγάπης λόγον. γʹ. Ἐπεὶ οὖν μέγα καὶ ἀκαταγώνιστον ἡ ἀγάπη, καὶ οὐκ ἔστι ῥῆμα ψιλὸν, ἐπιδειξώμεθα διὰ τῶν ἔργων αὐτήν. Αὐτὸς ἐχθροὺς ὄντας κατήλλαξεν, ἡμεῖς φίλοι γενόμενοι μείνωμεν· αὐτὸς ἤρξατο, ἡμεῖς κἂν ἀκολουθήσωμεν· αὐτὸς οὐκ εἰς οἰκεῖον κέρδος ἀγαπᾷ (ἀνενδεὴς γάρ ἐστιν), ἡμεῖς κἂν εἰς τὸ συμφέρον ἡμῖν· αὐτὸς ἐχθροὺς ὄντας ἐφίλησεν, ἡμεῖς κἂν φίλον ὄντα ἀγαπήσωμεν· ὡς νῦν γε τὰ ἐναντία ποιοῦμεν. Καθ' ἑκάστην γὰρ ἡμέραν βλασφημεῖται δι' ἡμᾶς ὁ Θεὸς, διὰ τὰς ἁρπαγὰς, διὰ τὰς πλεονεξίας. Καὶ τάχα τις ὑμῶν ἴσως ἐρεῖ· Καθ' ἑκάστην ἡμέραν περὶ πλεονεξίας διαλέγῃ. Εἴθε καὶ καθ' ἑκάστην νύκτα ἐνῆν τοῦτο εἰπεῖν! εἴθε καὶ ἐν ἀγορᾷ παρακολουθοῦντα, καὶ ἐπὶ τῆς τραπέζης! εἴθε καὶ γυναῖκας, καὶ φίλους, καὶ παῖδας, καὶ οἰκέτας, καὶ γεωργοὺς, καὶ γείτονας, καὶ αὐτὸ τὸ ἔδαφος, καὶ τοὺς τοίχους ἦν δυνατὸν ταύτην ἀεὶ ῥηγνύναι τὴν φωνὴν, ἵνα κἂν μικρὸν οὕτως ἐνεδώκαμεν! Τὴν γὰρ οἰκουμένην κατέλαβεν ἅπασαν τουτὶ τὸ νόσημα, καὶ τὰς πάντων κατέχει ψυχὰς, καὶ πολλὴ τοῦ μαμωνᾶ ἡ τυραννίς. Ὑπὸ Χριστοῦ ἐλυτρώθημεν, καὶ τῷ χρυσίῳ δουλεύομεν. Ἑτέρου τὴν δεσποτείαν ἀνακηρύττομεν, καὶ ἑτέρῳ πειθόμεθα· καὶ ὅπερ ἂν ἐπιτάξῃ, μετὰ προθυμίας ὑπακούομεν, καὶ γένος, καὶ φιλίαν, καὶ φύσιν, καὶ νόμους, καὶ πάντα ἠγνοήσαμεν δι' ἐκεῖνον. Οὐδεὶς ἀναβλέπει εἰς τὸν οὐρανὸν, οὐδεὶς ἐννοεῖ τὰ μέλλοντα. Ἀλλ' ἔσται καιρὸς, ὅτε οὐδὲ τῶν λόγων τούτων ἔσται κέρδος. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Ποθεινὸν τὸ χρυσίον, καὶ πολλὴν παρέχει τὴν τρυφὴν ἡμῖν, καὶ τιμίους εἶναι ποιεῖ· ἀλλ' οὐχ οὕτως, ὡς ὁ οὐρανός. Τὸν γὰρ πλουτοῦντα καὶ ἀποστρέφονται πολλοὶ καὶ μισοῦσι· τὸν δὲ ἐν ἀρετῇ ζῶντα αἰδοῦνται καὶ τιμῶσιν. Ἀλλὰ καταγελᾶται ὁ πένης, κἂν ἐνάρετος ᾖ, φησίν. Ἀλλ' οὐ παρὰ τοῖς ἀνθρώποις, ἀλλὰ παρὰ τοῖς ἀλόγοις· διόπερ οὐδὲ ἐπιστρέφεσθαι χρή. Οὐδὲ γὰρ, εἰ κατεμυκῶντο μὲν ὄνοι, καὶ κατέκραγον κολοιοὶ, οἱ δὲ σοφοὶ πάντες ἐπῄνουν ἀφέντες τοῦτο τὸ θέατρον, πρὸς τὰς τῶν ἀλόγων κραυγὰς εἴδομεν ἄν. Καὶ γὰρ ὅμοιοι κολοιῶν, καὶ ὄνων χείρους 59.414 οἱ τὰ παρόντα θαυμάζοντες. Εἶτα ἂν μὲν βασιλεὺς ἐπίγειος θαυμάζῃ, οὐδένα τῶν πολλῶν ποιῇ λόγον, κἂν πάντες καταγελῶσιν· ἂν δὲ ὁ τῶν ὅλων Δεσπότης σε ἐπαινῇ, κανθάρων καὶ κωνώπων εὐφημίας ἐπιζητεῖς; Τοῦτο γὰρ οὗτοι πρὸς τὸν Θεὸν, μᾶλλον δὲ οὐδὲ τοῦτο, ἀλλ' εἴ τι τούτων εὐτελέστερον. Μέχρι τίνος ἐν βορβόρῳ στρεφόμεθα; μέχρι τίνος βλᾶκας καὶ γαστριμάργους καθίζομεν ἡμῖν θεατάς; Ἐκεῖνοι τοὺς κυβεύοντας δύνανται δοκιμάζειν καλῶς, τοὺς μεθύοντας, 313
τοὺς τῇ γαστρὶ ζῶντας· ἀρετῆς δὲ καὶ κακίας οὐδὲ ὄναρ φαντάζεσθαι δύνανται. Εἶτα ἐὰν μέν τίς σε σκώπτῃ, ὅτι τοὺς ὀχετοὺς τῶν ἀμαρῶν οὐκ ἐπίστασαι ἕλκειν, οὐδὲν ἡγήσῃ δεινὸν, ἀλλὰ καὶ καταγελάσῃ τοῦ τὴν ἀπειρίαν ταύτην προβαλλομένου· ἀρετὴν δὲ ἀσκεῖν βουλόμενος, τοὺς οὐδὲν ταύτης εἰδότας, δοκιμαστὰς τούτων καθίζεις; Διὰ τοῦτο οὐδέποτε φθάνομεν εἰς τὴν τέχνην ἐκείνην. Οὐ γὰρ τοῖς ἐμπείροις, ἀλλὰ τοῖς ἀμαθέσιν ἐπιτρέπομεν τὰ ἡμέτερα. Ἐκεῖνοι δὲ οὐ κατὰ τὸν τῆς τέχνης λόγον, ἀλλὰ κατὰ τὴν οἰκείαν ἀμαθίαν δοκιμάζουσι. Διόπερ, παρακαλῶ, καταφρονῶμεν τῶν πολλῶν· μᾶλλον δὲ μηδὲ ἐπαίνων ἐπιθυμῶμεν, μὴ χρημάτων, μὴ πλούτου, μηδὲ κακόν τι νομίζωμεν πενίαν. Καὶ γὰρ φρονήσεως καὶ καρτερίας, καὶ πάσης φιλοσοφίας διδάσκαλος ἡμῖν ἡ πενία. Ἐπεὶ καὶ ὁ Λάζαρος πενίᾳ συνέζη, καὶ ἐστεφανοῦτο· καὶ ὁ Ἰακὼβ ἄρτου μόνου ἐπιτυχεῖν ἐπεθύμει· καὶ ὁ Ἰωσὴφ ἐν ἐσχάτῃ πενίᾳ ἐγεγόνει, καὶ οὐχὶ δοῦλος μόνον ἦν, ἀλλὰ καὶ δεσμώτης, καὶ διὰ τοῦτο μᾶλλον αὐτὸν θαυμάζομεν. Καὶ οὐχ οὕτως ἐπαινοῦμεν, ὅτε τὸν σῖτον διένεμεν, ὡς ὅτε τὸ δεσμωτήριον ᾤκει· οὐχ ὅτε τὸ διάδημα περιέκειτο, ἀλλ' ὅτε τὴν ἅλυσιν· οὐχ ὅτε ἐπὶ τοῦ θρόνου ἐκαθέζετο, ἀλλ' ὅτε ἐπεβουλεύετο, καὶ ἐπωλεῖτο. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ τοὺς ἀπὸ τῶν ἀγώνων τούτων πλεκομένους στεφάνους, μὴ πλοῦτον, καὶ τιμὴν, καὶ τρυφὰς, καὶ δυναστείαν· ἀλλὰ πενίαν, καὶ ἅλυσιν, καὶ δεσμὰ, καὶ καρτερίαν τὴν ὑπὲρ ἀρετῆς θαυμάζωμεν. Τὸ μὲν γὰρ τέλος ἐκείνων, θορύβων γέμει καὶ ταραχῆς, καὶ τῷ παρόντι συγκεκλήρωται βίῳ· ὁ δὲ τούτων καρπὸς, οὐρανὸς καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.413 ΟΜΙΛΙΑ ΟΖʹ. Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. αʹ. Πάντα τὰ ἀγαθὰ τότε ἔχει τὸν μισθὸν, ὅταν εἰς τέλος ἔλθῃ τὸ προσῆκον· ἐὰν δὲ ἐκκοπῇ μεταξὺ, ναυάγιον γίνεται. Καὶ καθάπερ τὸ πλοῖον τὸ μυριαγωγὸν, ἐὰν μὴ φθάσῃ καταντῆσαι πρὸς τοὺς λιμένας, ἀλλ' ἐν μέσῳ βαπτισθῇ τῷ πελάγει, οὐδὲν ἀπώνατο τοῦ πολλοῦ πλοῦ, ἀλλὰ καὶ μείζονα εἰργάσατο τὴν συμφορὰν, ὅσῳ καὶ πλείους ὑπέμεινε πόνους· οὕτω καὶ αἱ πρὸς τὸ τέλος τῶν πόνων ἀναπεσοῦσαι ψυχαὶ καὶ ἐν μέσοις ἐκλυόμεναι τοῖς ἀγῶσι. Διὰ τοῦτο καὶ ὁ Παῦλος δόξαν καὶ τιμὴν καὶ εἰρήνην ἔλεγε συναντήσεσθαι τοῖς καθ' ὑπομονὴν ἔργων ἀγαθῶν τρέχουσιν· 59.414 ὅπερ οὖν καὶ ἐπὶ τῶν μαθητῶν ὁ Χριστὸς κατασκευάζει νῦν. Ἐπειδὴ γὰρ ἀπεδέξατο αὐτοὺς, καὶ ἔχαιρον ἐπ' αὐτῷ· εἶτα τὸ πάθος παρεμπεσὸν, καὶ τὰ σκυθρωπὰ ῥήματα διακόπτειν ἔμελλε τὴν ἡδονὴν, μετὰ τὸ διαλεχθῆναι ἱκανὰ καὶ παραμυθήσασθαι αὐτοὺς, φησί· Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ· τουτέστιν, Ἵνα μὴ ἀποσχισθῆτέ μου, ἵνα μὴ διακόψητε τὸν δρόμον. Ἐχαίρετε ἐν ἐμοὶ, καὶ σφόδρα ἐχαίρετε, ἀλλ' ἐνέπεσεν ἀθυμία. Ταύτην οὖν ἐξαιρῶ, ἵνα πρὸς τὸ τέλος ἔλθῃ ἡ χαρά· δεικνὺς, ὅτι οὐ λύπης ἄξια τὰ παρόντα, ἀλλ' ἡδονῆς. Εἶδον ὑμᾶς σκανδαλισθέντας· οὐ κατεφρόνησα, οὐκ εἶπον· Διατί γὰρ μὴ μένετε γενναῖοι; ἀλλ' ἐλάλησα ὑμῖν τὰ παράκλησιν φέροντα. Οὕτω βούλομαι ὑμᾶς διαπαντὸς ἐπὶ τῆς αὐτῆς ἀγάπης τη 59.415 ρεῖν. Ἠκούσατε περὶ βασιλείας· ἐχάρητε. Ἵν' οὖν πληρωθῇ ἡ χαρὰ ὑμῶν, ταῦτα εἶπον ὑμῖν. Αὕτη δέ ἐστιν ἡ ἐντολὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Ὁρᾷς τοῦ Θεοῦ τὴν ἀγάπην συμπεπλεγμένην τῇ ἡμετέρᾳ, καὶ ὥσπερ σειράν τινα συνημμένην; Διὰ τοῦτο ποτὲ μὲν δύο φησὶ τὰς ἐντολὰς, ποτὲ δὲ μίαν· οὐ γὰρ ἔνι τῆς προτέρας λαβόμενον, μὴ τὴν ἄλλην ἔχειν. Ποτὲ μὲν γάρ φησιν· Ἐν τούτῳ ὁ νόμος καὶ οἱ προφῆται κρέμανται· 314
ποτὲ δὲ, Ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, τὰ αὐτὰ καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Καὶ, Πλήρωμα νόμου ἡ ἀγάπη· ὃ καὶ ἐνταῦθα λέγει. Εἰ γὰρ τὸ μεῖναι ἀπὸ τῆς ἀγάπης γίνεται, ἡ δὲ ἀγάπη ἀπὸ τῆς τῶν ἐντολῶν τηρήσεως, ἡ δὲ ἐντολή ἐστιν, ἵνα ἀγαπῶμεν ἀλλήλους· τὸ μεῖναι ἐν τῷ Θεῷ, ἀπὸ τῆς πρὸς ἀλλήλους ἀγάπης γίνεται. Καὶ οὐχ ἁπλῶς ἀγάπην φησὶν, ἀλλὰ καὶ τὸν τρόπον δηλοῖ· Καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Πάλιν δείκνυσιν, ὅτι οὐχὶ μίσους ἐστὶν αὕτη ἡ ἀναχώρησις, ἀλλὰ ἀγάπης· ὥστε με μᾶλλον ἐχρῆν θαυμάζεσθαι ὑπὲρ τούτου. Ὑπὲρ γὰρ ὑμῶν τὴν ψυχήν μου τίθημι. Ἀλλ' οὐδαμοῦ οὕτω φησὶν αὐτό· ἀλλὰ ἀνωτέρω μὲν, τὸν ἄριστον ὑπογράφων ποιμένα· ἐνταῦθα δὲ, ἐν τῷ παραινεῖν αὐτοὺς καὶ δεικνύναι τῆς ἀγάπης τὸ μέγεθος, καὶ ἑαυτὸν ὅστις ἐστί. Τίνος δὲ ἕνεκεν πανταχοῦ τὴν ἀγάπην ἐπαίρει; Ὅτι τοῦτό ἐστι τὸ δεῖγμα τῶν μαθητῶν, τοῦτο τὸ συγκροτοῦν τὴν ἀρετήν. Διὰ τοῦτο καὶ ὁ Παῦλος τοσαῦτα περὶ αὐτῆς φησιν, ἅτε μαθητὴς ὢν γνήσιος τοῦ Χριστοῦ, καὶ πεῖραν αὐτῆς λαβών. Ὑμεῖς φίλοι μου ἐστέ. Οὐκ ἔτι ὑμᾶς λέγω δούλους· ὁ γὰρ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ. Ὑμεῖς φίλοι μου ἐστέ· πάντα γὰρ ὅσα ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν. Πῶς οὖν λέγει, Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι; Οὐδὲν ἄλλο διὰ τοῦ Πάντα καὶ τοῦ ἀκοῦσαι κατασκευάζει, ἢ ὅτι οὐδὲν ἀλλότριον φθέγγεται, ἀλλ' ἢ τὰ τοῦ Πατρός. Ἐπειδὴ δὲ τοῦτο μάλιστα δοκεῖ φιλίας εἶναι τὸ τὰ ἀπόῤῥητα λέγειν, καὶ ταύτης ἠξιώθητε, φησὶ, τῆς κοινωνίας. Πάντα δὲ ὅταν εἴπῃ, ὅσα αὐτοὺς ἀκοῦσαι ἐχρῆν, λέγει. Εἶτα καὶ ἄλλο τεκμήριον, οὐ τὸ τυχὸν, φιλίας τίθησι. Ποῖον δὴ τοῦτο; Οὐχ ὑμεῖς με ἐξελέξασθε, φησὶν, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς· τουτέστιν, Ἐγὼ τῇ φιλίᾳ ἐπέδραμον τῇ ὑμετέρᾳ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ καὶ, Ἔθηκα, φησὶν, ὑμᾶς, τουτέστιν, ἐφύτευσα, Ἵνα ὑμεῖς ὑπάγητε (ἔτι τῇ μεταφορᾷ κέχρηται τῆς ἀμπέλου)· τουτέστιν, ἵνα ἐκταθῆτε, Καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ. Εἰ δὲ ὁ καρπὸς μένει, πολλῷ μᾶλλον ὑμεῖς. Οὐ γὰρ ἐφίλησα μόνον ὑμᾶς, φησὶν, ἀλλὰ καὶ τὰ μέγιστα εὐηργέτησα, πανταχοῦ τῆς οἰκουμένης ἐκτείνων ὑμῶν τὰ κλήματα. βʹ. Ὁρᾷς δι' ὅσων δείκνυσι τὴν ἀγάπην; τῷ τὰ ἀπόῤῥητα εἰπεῖν, τῷ πρώτως ἐπιδραμεῖν τῇ φιλίᾳ, τῷ μεγάλα αὐτοῖς χαρίσασθαι τὰ ἀγαθὰ, τῷ παθεῖν ὑπὲρ αὐτῶν ἅπερ ἔπασχε τότε. Ἀπὸ δὲ τούτου δείκνυσιν, ὅτι καὶ παραμένει διηνεκῶς αὐτοῖς μέλλουσι διδόναι καρπόν. Ἀνάγκη γὰρ τῆς παρ' αὐτοῦ βοηθείας ἀπολαύοντας, οὕτω καὶ καρποφορῆσαι. Ἵνα ὃ ἐὰν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν. Καίτοι τοῦ αἰτουμένου ἐστὶ τὸ ποιῆσαι· εἰ δὲ ὁ Πατὴρ αἰτεῖται, πῶς ὁ Υἱὸς ποιεῖ; Ἵνα μάθῃς, ὅτι οὐκ ἐλάττων ὁ Υἱός. Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, τουτέστιν, Οὐκ ὀνειδίζων ταῦτα λέγω, ὅτι τὴν ψυχήν μου τίθημι, ὅτι πρῶτος ὑμῖν 59.416 ἐπέδραμον, ἀλλ' εἰς φιλίαν ὑμᾶς ἐνάγων. Εἶτα ἐπειδὴ τὸ διώκεσθαι παρὰ τῶν πολλῶν καὶ ὀνειδίζεσθαι χαλεπὸν ἦν καὶ ἀνήκεστον, καὶ ἱκανὸν καὶ τὴν ὑψηλὴν ταπεινῶσαι ψυχὴν, διὰ τοῦτο μυρία προειπὼν, τότε εἰς τοῦτο καθῆκεν ὁ Χριστός. Προλεάνας γὰρ αὐτῶν τὴν ψυχὴν, οὕτως ἐπὶ ταῦτα ἔρχεται, καὶ αὐτὰ ἐκ περιουσίας δεικνὺς ὑπὲρ αὐτῶν ὄντα, ὥσπερ καὶ τὰ ἄλλα ἀπέδειξε. Καθάπερ γὰρ εἶπεν, ὅτι οὐ μᾶλλον οὐκ ἀλγεῖν, ἀλλὰ καὶ χαίρειν δεῖ, ὅτι ἀπέρχομαι πρὸς τὸν Πατέρα (οὐ γὰρ ἐγκαταλιμπάνων αὐτοὺς, ἀλλὰ καὶ σφόδρα φιλῶν, τοῦτο ποιεῖ)· οὕτω καὶ ἐνταῦθα δείκνυσιν, ὅτι χαίρειν, οὐκ ἀλγεῖν δεῖ. Καὶ ὅρα πῶς αὐτὸ κατασκευάζει. Οὐ γὰρ εἶπεν, Οἶδα λυπηρὸν ὂν τὸ πρᾶγμα, ἀλλὰ δι' ἐμὲ φέρετε, ἐπειδὴ καὶ δι' ἐμὲ πάσχετε. Οὐδέπω γὰρ αὕτη ἡ πρόφασις, ἱκανὴ ἦν παραμυθήσασθαι. Διόπερ αὐτὴν ἀφεὶς, ἑτέραν προτίθησι. Ποίαν δὴ ταύτην; Ὅτι τῆς προτέρας ἀρετῆς τοῦτο τεκμήριον. Καὶ τοὐναντίον ἀλγεῖν ἐχρῆν, οὐχ ὅτι μισεῖσθε νῦν, ἀλλ' εἰ ἐμέλλετε φιλεῖσθαι. Τοῦτο γὰρ αἰνίττεται ἐκ τοῦ λέγειν· Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. Ὥστε εἰ ἐφιλεῖσθε, εὔδηλον ὅτι πονηρίας ἐξεφέρετε δεῖγμα. Εἶτα, ἐπειδὴ τοῦτο προειπὼν οὐκ ἐξειργάσατο αὐτὸ, ἐπεξέρχεται πάλιν τῷ λόγῳ· Οὐκ ἔστι δοῦλος 315
μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. Ἔδειξε ζηλωτὰς αὐτοὺς κατὰ τοῦτο μάλιστα γινομένους. Ἕως μὲν γὰρ ἦν ἐν σαρκὶ ὁ Χριστὸς, πρὸς ἐκεῖνον τὸν πόλεμον εἶχον· ἐπειδὴ δὲ μετέστη, πρὸς αὐτοὺς πάλιν ἦλθεν ἡ μάχη. Εἶτα ἐπειδὴ ὀλίγοι ὄντες ἐθορυβοῦντο δήμου τοσούτου μέλλοντες πόλεμον καταδέχεσθαι, ἀνίστησιν αὐτῶν τὴν ψυχὴν λέγων, ὅτι Τοῦτο μάλιστα χαρᾶς ἔργον ἐστὶ τὸ μισεῖσθαι παρ' αὐτῶν· οὕτω γάρ μοι κοινωνήσετε τῶν παθῶν. Οὐ τοίνυν ὑμᾶς θορυβεῖσθαι χρή· οὐ γὰρ ὑμεῖς ἐμοῦ κρείττους· ὥσπερ οὖν καὶ προλαβὼν εἶπον, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἶτα καὶ τρίτη παραμυθία, ὅτι καὶ ὁ Πατὴρ ὑβρίζεται μετ' αὐτῶν. Ταῦτα γὰρ ἅπαντα ποιήσουσι, φησὶ, διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με· τουτέστι, κἀκεῖνον ὑβρίζουσιν. Πρὸς τούτοις συγγνώμης αὐτοὺς ἀποστερῶν, καὶ τιθεὶς καὶ ἑτέραν παραμυθίαν, φησίν· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον, δεικνὺς ὅτι ἀδίκως καὶ τὰ εἰς αὐτὸν καὶ τὰ εἰς ἐκείνους ἐργάσονται. Τί οὖν ἐπὶ τοσαῦτα ἡμᾶς ἤγαγες κακά; οὐχὶ προῄδεις τοὺς πολέμους, καὶ τὸ μῖσος; Διὰ τοῦτο πάλιν φησίν· Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ, οὐ μικρὰν καὶ ἐντεῦθεν αὐτοῖς προαναφωνῶν κόλασιν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω προεφασίζοντο, ὅτι διὰ τὸν Πατέρα αὐτὸν ἐδίωκον, ἀναιρῶν αὐτῶν τὴν ἀπολογίαν ταῦτα εἴρηκεν. Οὐ γὰρ ἔχουσι πρόφασιν· τὴν ἀπὸ τῶν λόγων διδασκαλίαν παρεσχόμην, τὴν ἀπὸ τῶν ἔργων προσέθηκα κατὰ τὸν Μωϋσέως νόμον· ὃς τῷ τὰ τοιαῦτα ποιοῦντι καὶ λέγοντι πείθεσθαι ἅπαντας ἐκέλευσεν, ὅταν καὶ πρὸς εὐσέβειαν ἄγῃ, καὶ θαύματα παρέχῃ μέγιστα. Οὐχ ἁπλῶς δὲ εἶπε σημεῖα, ἀλλὰ ἃ μηδεὶς ἄλλος ἐποίησε. Καὶ τούτων αὐτοὶ μάρτυρες οὕτω λέγοντες· Οὐδέποτε οὕτως ἐφάνη ἄνθρωπος ἐν τῷ Ἰσραήλ· καὶ, Οὐκ ἠκούσθη ἐκ τοῦ αἰῶνος, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· καὶ τὸ κατὰ τὸν Λάζαρον τοιοῦτον, καὶ τὰ ἄλλα πάντα τοιαῦτα, καὶ ὁ τῆς θαυματουργίας τρόπος· καινὰ καὶ παράδοξα ἅπαντα. Τίνος οὖν ἕνεκεν, φησὶ, καὶ σὲ καὶ 59.417 ἡμᾶς διώκουσιν; Ὅτι ἐκ τοῦ κόσμου οὐκ ἐστέ. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. Προαναμιμνήσκει τῶν ῥημάτων αὐτοὺς, ὧν καὶ πρὸς τοὺς ἀδελφοὺς εἶπε τοὺς ἑαυτοῦ· ἀλλ' ἐκεῖ μὲν ἠθικώτερον, ἵνα μὴ πλήξῃ· ἐνταῦθα δὲ τοὐναντίον, τὸ πᾶν ἀπεκάλυψε. Καὶ πόθεν δῆλον ὅτι διὰ τοῦτο μισούμεθα; Ἀπὸ τῶν εἰς ἐμὲ γινομένων. Τίνος γὰρ, εἰπέ μοι, τῶν λεχθέντων ἢ τῶν πραχθέντων ἐπιλαβέσθαι ἔχοντες οὐκ ἐδέξαντό με; Εἶτα ἐπειδὴ τὸ πρᾶγμα ἔκπληκτον ἦν ἡμῖν, εἶπε καὶ τὴν αἰτίαν· τουτέστι, τὴν πονηρίαν τὴν αὐτῶν. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὸν Προφήτην ἐπάγεται, δεικνὺς αὐτὸν ἄνωθεν προαναφωνοῦντα καὶ λέγοντα, ὅτι Ἐμίσησάν με δωρεάν· ὃ καὶ Παῦλος ποιεῖ. Πολλῶν γὰρ θαυμαζόντων πῶς Ἰουδαῖοι οὐκ ἐπίστευσαν, προφήτας ἄγει προλέγοντας ἄνωθεν, καὶ τὴν αἰτίαν δηλοῦντας, ὅτι ἡ πονηρία αὐτῶν καὶ ἡ ἀπόνοια τῆς ἀπιστίας αἰτία. Τί οὖν; εἰ τὸν λόγον σου οὐκ ἐτήρησαν, διὰ τοῦτο οὐδὲ τὸν ἡμέτερον τηρήσουσιν· εἰ σὲ ἐδίωξαν, διὰ τοῦτο καὶ ἡμᾶς διώξουσιν· εἰ σημεῖα εἶδον, οἷα οὐδεὶς ἄλλος πεποίηκεν· εἰ ῥημάτων ἤκουσαν οἵων οὐδεὶς, καὶ οὐδὲν ἀπώναντο· εἰ τὸν Πατέρα σου μισοῦσι, καὶ σὲ μετ' ἐκείνου· τίνος, φησὶν, ἕνεκεν ἡμᾶς ἐνέβαλες; πῶς ἡμεῖς ἀξιόπιστοι λοιπὸν ἐσόμεθα; τίς δὲ προσέξει τῶν ὁμοφύλων ἡμῖν; γʹ. Ἵν' οὖν μὴ ταῦτα ἐννοοῦντες θορυβῶνται, ὅρα οἵαν ἐπάγει παράκλησιν. Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ἐκεῖνος ἀξιόπιστος ἔσται· Πνεῦμα γὰρ ἀληθείας ἐστί. Διὰ τοῦτο οὐ Πνεῦμα ἅγιον, ἀλλ' ἀληθείας αὐτὸ ἐκάλεσε. Τὸ δὲ, Ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, δηλοῖ ὅτι πάντα οἶδεν ἀκριβῶς, καθάπερ καὶ αὐτός φησι περὶ ἑαυτοῦ, ὅτι Οἶδα πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω· καὶ ἐκεῖ περὶ ἀληθείας διαλεγόμενος. Ὃν ἐγὼ πέμψω. Ἰδοὺ οὐκ ἔτι ὁ Πατὴρ μόνος, ἀλλὰ καὶ ὁ Υἱός ἐστιν ὁ πέμπων. Καὶ ὑμεῖς δὲ ἔχετε τὸ ἀξιόπιστον, οἱ σὺν ἐμοὶ γενόμενοι, οἱ μὴ παρ' ἑτέρων ἀκηκοότες. Καὶ οἱ ἀπόστολοι 316
ἐντεῦθεν διισχυρίζονται, λέγοντες· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. Ὅτι δὲ οὐ πρὸς χάριν εἴρηται, ἐπιμαρτυρεῖ τὸ Πνεῦμα τοῖς λεγομένοις. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε· τουτέστιν, ὅταν ἴδητε πολλοὺς ἀπειθοῦντας, καὶ δεινὰ πάσχοντας ὑμᾶς. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς. Ἤδη γὰρ συνέθεντο, ἐάν τις ὁμολογήσῃ τὸν Χριστὸν, ἵνα ἀποσυνάγωγος γένηται. Ἀλλ' ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Οὕτω τὸν ὑμέτερον διώξουσι φόνον, ὡς πρᾶγμα εὐσεβὲς, καὶ τῷ Θεῷ ἀρέσκον. Εἶτα τὴν παραμυθίαν ἐπάγει πάλιν· Καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα, οὐδὲ ἐμέ. Ἀρκεῖ ὑμῖν εἰς παράκλησιν τὸ δι' ἐμὲ καὶ τὸν Πατέρα ταῦτα πάσχειν. Ἐνταῦθα ἀναμιμνήσκει πάλιν αὐτοὺς μακαρισμοῦ, ὃν ἀρχόμενος ἔλεγε· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ταῦτα λελάληκα ὑμῖν, ἵνα, ὅταν ἔλθῃ ἡ ὥρα, μνημονεύητε τούτων· ὥστε ἀπὸ τούτων καὶ τὰ λοιπὰ πιστὰ ἡγεῖσθε. Οὐ γὰρ ἕξετε εἰπεῖν, ὅτι κολακεύων ὑμᾶς τὰ πρὸς χάριν ἔλεγον μόνον, οὐχ ὅτι ἀπάτης ἦν τὰ εἰρημένα· οὐ γὰρ 59.418 ἂν ὁ μέλλων ἀπατᾷν, καὶ ταῦτα προεῖπεν ὑμῖν τὰ ἀποτρέποντα. Διὰ τοῦτο οὖν προεῖπον, ἵνα μὴ ἀπροσδόκητα προσπεσόντα ὑμᾶς διαταράξῃ· καὶ δι' ἑτέραν δὲ αἰτίαν, ἵνα μὴ λέγητε, ὅτι οὐ προῄδειν ἐσόμενα ταῦτα. Μνημονεύετε οὖν, ὅτι ἐγὼ εἶπον ὑμῖν. Καὶ γὰρ ἀεὶ περιετίθησαν σχῆμα τῇ διώξει αὐτῶν πονηρὸν, ὡς λυμεῶνας ἐλαύνοντες. Ἀλλ' οὐκ ἐθορύβει τοὺς μαθητὰς τοῦτο, προακούσαντας καὶ εἰδότας ὑπὲρ ὧν ἔπασχον· ἱκανὴ γὰρ αὐτοὺς ἡ αἰτία τῶν γινομένων ἀναστῆσαι. Διὰ τοῦτο αὐτὴν πανταχοῦ περιστρέφει λέγων· Οὐκ ἔγνωσάν με, καὶ, ὅτι Δι' ἐμὲ ποιήσουσι, καὶ διὰ τὸ ὄνομά μου, καὶ διὰ τὸν Πατέρα, καὶ, ὅτι Ἐγὼ πρῶτος ἔπαθον, καὶ, ὅτι Οὐκ ἀπὸ δικαίας αἰτίας ταῦτα τολμῶσι. δʹ. Ταῦτα καὶ ἡμεῖς ἐν τοῖς πειρασμοῖς στρέφωμεν, ὅταν παρὰ πονηρῶν τι πάσχωμεν ἀνθρώπων, εἰς τὸν ἀρχηγὸν ἡμῶν ὁρῶντες καὶ τελειωτὴν τῆς πίστεως, καὶ ὅτι παρὰ φαύλων ἀνθρώπων, καὶ ὅτι δι' ἀρετὴν, καὶ ὅτι δι' αὐτόν. Ἂν γὰρ ταῦτα ἐννοῶμεν, ἅπαντα ῥᾷστα ἔσται καὶ φορητά. Εἰ γὰρ ὑπὲρ ἀγαπητῶν τις πάσχων καὶ ἐναβρύνεται· διὰ τὸν Θεὸν ἐάν τις πάθῃ τι, ποίαν λήψεται αἴσθησιν τῶν δεινῶν; Εἰ γὰρ αὐτὸς πρᾶγμα ἐπονείδιστον, τὸν σταυρὸν, δόξαν ἐκάλει δι' ἡμᾶς· πολλῷ μᾶλλον ἡμᾶς οὕτω διακεῖσθαι χρή. Εἰ γὰρ παθῶν οὕτω δυνάμεθα καταφρονεῖν, πολλῷ μᾶλλον χρημάτων καὶ πλεονεξίας. Δεῖ τοίνυν; ὅταν τι μέλλωμεν πάσχειν ἀηδὲς, μὴ τοὺς πόνους, ἀλλὰ καὶ τοὺς στεφάνους ἐννοεῖν. Ὥσπερ γὰρ οἱ ἔμποροι οὐ τὰ πελάγη μόνον, ἀλλὰ καὶ τὰ κέρδη λογίζονται· οὕτω καὶ ἡμᾶς τὸν οὐρανὸν, καὶ τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν ἀναλογίζεσθαι χρή. Κἂν ἡδὺ φανῇ τὸ πλεονεκτεῖν, ἐννόησον ὅτι ὁ Χριστὸς οὐ βούλεται, καὶ ἀηδὲς εὐθέως φανεῖται. Πάλιν ἂν ἐπαχθὲς ᾖ τὸ πένησι διδόναι, μὴ μέχρι τῆς δαπάνης στήσῃς τὸν λογισμὸν, ἀλλ' εὐθέως μετάγαγε τὴν διάνοιαν ἐπὶ τὸν ἀμητὸν ἀπὸ τοῦ σπόρου. Καὶ ὅταν φορτικὸν ᾖ τὸ καταφρονεῖν ἔρωτος γυναικὸς ἀλλοτρίας, λογίζου τὸν ἀπὸ τοῦ πόνου στέφανον, καὶ ῥᾳδίως οἴσεις τὸν πόνον. Εἰ γὰρ ἀνθρώπων φόβος ἀποτρέπει τῶν ἀτόπων πραγμάτων, πολλῷ μᾶλλον ὁ τοῦ Χριστοῦ πόθος. Σκληρὰ ἡ ἀρετή· ἀλλὰ περιθῶμεν αὐτῆς τῇ ὄψει τῆς τῶν μελλόντων ἐπαγγελίας τὸ μέγεθος. Οἱ μὲν γὰρ ἐνάρετοι, καὶ χωρὶς τούτων αὐτὴν καθ' ἑαυτὴν ὡραίαν ὁρῶσι. καὶ διὰ τοῦτο αὐτὴν μετέρχονται, καὶ διὰ τὸ τῷ Θεῷ δοκοῦν, οὐκ ἐπὶ μισθῷ ἐργάζονται· καὶ μέγα ἡγοῦνται τὸ σωφρονεῖν, οὐ διὰ τὸ μὴ κολάζεσθαι, ἀλλ' ἐπειδὴ ὁ Θεὸς ἐπέταξεν. Εἰ δέ τις ἀσθενέστερος, καὶ τὰ βραβεῖα ἐννοείτω. Οὕτω καὶ ἐπὶ τῆς ἐλεημοσύνης ποιῶμεν, καὶ ἐλεῶμεν τοὺς ὁμοφύλους, μὴ δὴ περιορῶμεν ὑπὸ τοῦ λιμοῦ φθειρομένους. Πῶς γὰρ οὐκ ἄτοπον, αὐτοὺς μὲν ἐπὶ τῆς τραπέζης καθέζεσθαι γελῶντας καὶ τρυφῶντας, ἑτέρων δὲ διὰ τοῦ ἀμφόδου παριόντων ἀκούοντας ὀλοφυρομένων, μηδὲ ἐπιστρέφεσθαι πρὸς τὴν ὀλολυγὴν, ἀλλὰ καὶ δυσχεραίνειν καὶ ἀπατεῶνα καλεῖν; Τί λέγεις, ἄνθρωπε; δι' ἄρτον ἕνα τις 317
ἀπάτην πλέκει; Ναὶ, φησίν. Οὐκοῦν ταύτῃ μάλιστα ἐλεείσθω· ταύτῃ μάλιστα τῆς ἀνάγκης ἀπαλλαττέσθω. Εἰ δὲ μὴ βούλει δοῦναι, μηδὲ ὑβρίσῃς· εἰ δὲ μὴ βούλει λῦσαι τὸ ναυάγιον, μὴ ὤσῃς εἰς βάραθρον. Ἐννόησον γὰρ ὅταν προσελθόντα ἀπώσῃ τὸν πένητα, τίς ἔσῃ τὸν Θεὸν παρακαλῶν. Ὧ γὰρ μέτρῳ μετρεῖτε, φησὶν, ἀντιμετρηθήσεται ὑμῖν. Ἐννόησον πῶς συντριβεὶς ἐκεῖνος ἄπεισι, κάτω κεκυφῶς, ὀδυρόμενος, μετὰ τῆς πενίας καὶ τὴν 59.419 ἀπὸ τῆς ὕβρεως πληγὴν λαβών. Εἰ γὰρ τὸ ἐπαιτεῖν κατάραν ὑμεῖς τίθεσθε, τὸ αἰτοῦντα μὴ λαβεῖν, καὶ ὑβρισθέντα ἀπελθεῖν, σκόπει πόσον χειμῶνα ἐργάζεται. Μέχρι τίνος τοῖς θηρίοις ἐοίκαμεν, καὶ τὴν φύσιν αὐτὴν διὰ τὴν πλεονεξίαν ἀγνοοῦμεν; Πολλοὶ στενάζουσιν ἐπὶ τούτοις· ἀλλ' οὐ βούλομαι νῦν, ἀλλὰ διαπαντὸς τοῦτον ἔχειν τὸν ἔλεον. Ἐννόησόν μοι τὴν ἡμέραν ἐκείνην, ὅταν παραστῶμεν τῷ βήματι τοῦ Χριστοῦ· ὅταν παρακαλῶμεν ἐλεηθῆναι, καὶ εἰς μέσον αὐτοὺς ἀγαγὼν ὁ Χριστὸς λέγῃ πρὸς ἡμᾶς, ὅτι Δι' ἄρτον ἕνα καὶ ὀβολὸν ἕνα, τοσοῦτον ταῖς ψυχαῖς ταύταις ἐνειργάσασθε κλυδώνιον· τί ἐροῦμεν; τί δὲ ἀπολογησόμεθα; Ὅτι γὰρ καὶ εἰς μέσον αὐτοὺς ἄξει, ἄκουσον τί φησιν· Ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Οὐδὲ γὰρ ἐκεῖνοι λοιπὸν ἐροῦσί τι πρὸς ἡμᾶς, ἀλλ' ὁ Θεὸς ὑπὲρ αὐτῶν ἡμῶν καθάψεται. Ἐπεὶ καὶ τὸν Λάζαρον ὁ πλούσιος εἶδε· καὶ ὁ μὲν Λάζαρος οὐδὲν πρὸς αὐτὸν εἶπεν, ὁ δὲ Ἀβραὰμ τὸν ὑπὲρ ἐκείνου λόγον ἐποιήσατο. Οὕτω καὶ ἐπὶ τῶν πενήτων ἔσται τῶν νῦν παρ' ἡμῶν καταφρονουμένων. Οὐ γὰρ χεῖρας αὐτοὺς προτείνοντας ὀψόμεθα ἐλεεινῷ σχήματι, ἀλλ' ἐν ἀναπαύσει ὄντας· ἡμεῖς δὲ τὸ ἐκείνων ληψόμεθα σχῆμα· καὶ εἴθε τὸ σχῆμα μόνον, καὶ μὴ τὸ πολλῷ χαλεπώτερον, τιμωρίαν! Οὐδὲ γὰρ ὁ πλούσιος ψιχίων ἐπεθύμει χορτασθῆναι ἐκεῖ· ἀλλ' ἀπετηγανίζετο καὶ ἐκολάζετο χαλεπῶς, καὶ ἤκουσεν, ὅτι Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος τὰ κακά. Μὴ τοίνυν μέγα τι τὸν πλοῦτον νομίζωμεν. Οὗτος γὰρ ἐφόδιον ἡμῖν ἔσται κολάσεως, ἐὰν μὴ προσέχωμεν· ὥσπερ οὖν ἐὰν προσέχωμεν, καὶ ἡ πενία προσθήκη γίνεται καὶ τρυφῆς καὶ ἀναπαύσεως ἡμῖν. Καὶ γὰρ καὶ ἁμαρτήματα ἀποτιθέμεθα, ἂν εὐχαρίστως ταύτην φέρωμεν, καὶ πολλὴν παρὰ τῷ Θεῷ κτώμεθα τὴν παῤῥησίαν. εʹ. Μὴ τοίνυν ἀεὶ τὴν ἄδειαν ζητῶμεν, ἵνα ἀδείας ἀπολαύσωμεν ἐκεῖ· ἀλλὰ τοὺς ὑπὲρ ἀρετῆς δεξώμεθα πόνους, καὶ τὰ περιττὰ περικόπτωμεν, καὶ μηδὲν πλέον ἐπιζητῶμεν, ἀλλ' εἰς τοὺς δεομένους τὰ ὄντα πάντα ἀναλίσκωμεν. Τίνα γὰρ ἕξομεν ἀπολογίαν, ὅταν αὐτὸς μὲν ἡμῖν τὸν οὐρανὸν ἐπαγγέλληται, ἡμεῖς δὲ μηδὲ ἄρτον αὐτῷ παρέχωμεν; ὅταν αὐτὸς μέν σοι τὸν ἥλιον ἀνατέλλῃ, καὶ πᾶσαν τῆς κτίσεως παρέχῃ τὴν διακονίαν· σὺ δὲ οὐδὲ ἱμάτιον αὐτῷ δίδως, οὐδὲ στέγης κοινωνεῖν ποιεῖς; Καὶ τί λέγω ἥλιον καὶ κτίσιν; Τὸ σῶμά σοι παρέθηκε, τὸ αἷμα τὸ τίμιον ἔδωκε· σὺ δὲ οὐδὲ ποτηρίου μεταδίδως; Ἀλλ' ἔδωκας ἅπαξ; Ἀλλ' οὐκ ἔστι τοῦτο ἔλεος· ἕως 59.420 γὰρ ἂν ἔχων μὴ ἐπαρκῇς, οὐδέπω τὸ πᾶν ἐπλήρωσας. Ἐπεὶ καὶ αἱ παρθένοι τὰς λαμπάδας ἔχουσαι, εἶχον ἔλαιον, ἀλλ' οὐ δαψιλές. Ἐχρῆν μὲν οὖν, εἰ καὶ ἀπὸ τῶν σαυτοῦ παρεῖχες, μηδὲ οὕτως εἶναι φειδωλός· νῦν δὲ τὰ τοῦ Δεσπότου διδοὺς, τίνος ἕνεκεν μικρολογῇ; Εἴπω βούλεσθε τὴν αἰτίαν ταύτης τῆς ἀπανθρωπίας; Ἀπὸ πλεονεξίας συνάγουσι τὰ ὄντα, καὶ πρὸς τὴν ἐλεημοσύνην εἰσὶν ὀκνηροὶ οὗτοι· ὁ γὰρ οὕτω μαθὼν κερδαίνειν, ἀναλίσκειν οὐκ οἶδε. Πῶς γὰρ ἄν τις παρεσκευασμένος εἰς ἁρπαγὴν, πρὸς τὸ ἐναντίον ἑαυτὸν ῥυθμίσειεν; ὁ γὰρ τὰ παρ' ἑτέρων λαμβάνων, πῶς δυνήσεται τὰ ἑαυτοῦ προέσθαι ἑτέρῳ; Καὶ γὰρ κύων μελετήσας σαρκῶν ἀπογεύεσθαι, φυλάττειν οὐκέτι δύναται τὴν ἀγέλην· διὰ τοῦτο τοὺς τοιούτους καὶ ἀναιροῦσιν οἱ ποιμένες. Ὅπερ ἵνα μὴ καὶ ἡμεῖς πάσχωμεν, ἀποσχώμεθα τῆς τοιαύτης θοίνης. Καὶ γὰρ καὶ οὗτοι σαρκῶν ἀπογεύονται, οἱ τὸν διὰ λιμοῦ θάνατον ἐπεισάγοντες. Οὐχ ὁρᾷς πῶς πάντα κοινὰ ἡμῖν ἀνῆκεν ὁ Θεός; Εἰ γὰρ ἐν χρήμασιν εἴασε πένεσθαι, καὶ αὐτὸ τῆς τῶν πλουτούντων ἕνεκα παραμυθίας, ἵνα ἔχωσι διὰ τῆς εἰς ἐκείνους ἐλεημοσύνης ἀποδύεσθαι τὰ ἁμαρτήματα. Σὺ δὲ καὶ ἐν τούτῳ ὠμὸς καὶ ἀπάνθρωπος γέγονας.
Ὅθεν δῆλον ὅτι εἰ καὶ ἐν τοῖς μείζοσι ταύτην ἔλαβες τὴν ἐξουσίαν, μυρίους ἂν εἰργάσω φόνους, καὶ τὸ φῶς καὶ τὴν ζωὴν ἅπασαν ἀπέκλεισας. Ὅπερ ἵνα μὴ γένηται, ἀνάγκῃ τὴν ἐν ἐκείνοις ἀπληστίαν διέκοψεν. Εἰ δὲ ἀλγεῖτε ταῦτα ἀκούοντες, πολλῷ μᾶλλον ἐγὼ ταῦτα γινόμενα ὁρῶν. Μέχρι πότε σὺ πλούσιος, κἀκεῖνος πένης; Μέχρι τῆς ἑσπέρας, περαιτέρω δὲ οὐκ ἔτι. Οὕτω γὰρ βραχὺς ὁ βίος, καὶ πάντα ἐπὶ θύραις ἕστηκε λοιπὸν, ὡς ὥραν βραχεῖαν τὸ πᾶν εἶναι νομίζεσθαι. Τί σοι δεῖ ταμιείων ἐρευγομένων, καὶ πλήθους οἰκετῶν καὶ οἰκονόμων; διατί μὴ μυρίους ἔχεις κήρυκας, τῆς ἐλεημοσύνης; Τὸ μὲν γὰρ ταμιεῖον οὐδεμίαν ἀφίησιν φωνὴν, ἀλλὰ καὶ πολλοὺς ἐπισπάσεται λῃστάς· τὰ δὲ τῶν πενήτων ταμιεῖα πρὸς αὐτὸν ἀναβήσεται τὸν Θεὸν, καὶ ἡδὺν τὸν παρόντα ἐργάσεται βίον, καὶ πάντα λύσει τὰ ἁμαρτήματα, καὶ δόξαν παρὰ Θεῷ, καὶ τιμὴν παρὰ ἀνθρώποις οἴσει. Τί τοίνυν φθονεῖς σεαυτῷ τοσούτων ἀγαθῶν; Οὐ γὰρ ἐκείνους, ἀλλὰ σαυτὸν εὐποιήσεις μειζόνως, ἐκείνους εὐεργετῶν. Τοῖς μὲν γὰρ τὰ παρόντα ἐπανορθώσεις, σαυτῷ δὲ τὴν μέλλουσαν δόξαν καὶ παῤῥησίαν προαποθήσῃ· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. 59.419 ΟΜΙΛΙΑ ΟΗʹ. Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ' ὑμῶν ἤμην. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. αʹ. Μεγάλη τῆς ἀθυμίας ἡ τυραννὶς, καὶ πολλῆς ἡμῖν τῆς ἀνδρείας δεῖ, ὥστε στῆναι πρὸς τουτὶ τὸ πάθος γενναίως, καὶ τὸ χρήσιμον ἀπ' αὐτοῦ καρπουμένους, τὸ περισσὸν ἐᾷν· ἔχει γάρ τι καὶ χρήσιμον. Ὅταν μὲν γὰρ ἁμαρτάνωμεν ἡμεῖς ἢ ἕτεροι, τότε μόνον λυπεῖσθαι καλόν· ὅταν δὲ ἀνθρωπίναις περιστάσεσιν ἐμπέσωμεν, ἄχρηστος λοιπὸν τῆς ἀθυμίας ἡ χρῆσις. Ἐπεὶ οὖν καὶ 59.420 τοὺς μαθητὰς οὐδέπω τελείους ὄντας αὕτη κατεπάλαισεν, ὅρα πῶς αὐτοὺς διορθοῦται διὰ τῆς ἐπιπλήξεως. Οἱ γὰρ μυρία πρὸ τούτου αὐτὸν ἐρωτῶντες (καὶ γὰρ ὁ Πέτρος ἔλεγε, Ποῦ ὑπάγεις; καὶ ὁ Θωμᾶς δὲ, Οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; καὶ ὁ Φίλιππος, Δεῖξον ἡμῖν τὸν Πατέρα σου), οὗτοι νῦν ἀκούσαντες ὅτι Ἀποσυναγώγους ποιήσουσι, καὶ ὅτι Μισήσουσιν ὑμᾶς, καὶ, ὅτι Ὁ ἀποκτείνας ὑμᾶς, δόξει λατρείαν προσφέρειν τῷ Θεῷ, οὕτω κατέπεσον, ὡς ἀφασίᾳ κατασχεθῆναι λοιπὸν, καὶ μηδὲν αὐτῷ διαλέγεσθαι. Ὅπερ οὖν αὐτοῖς ὀνειδίζων ἔλεγε· Ταῦτα ἐξ 59.421 ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ' ὑμῶν ἤμην. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Δεινὸν γὰρ ἡ ταύτης ἀμετρία, δεινὸν, καὶ θανάτου κατασκευαστικόν. Διὰ τοῦτο ὁ Παῦλος ἔλεγε· Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, φησί. Τίνος δὲ ἕνεκεν ἐξ ἀρχῆς οὐκ εἶπεν; Ἵνα μή τις λέγῃ, ὅτι ἀπὸ τῶν πολλάκις συμβάντων στοχαζόμενος ἔλεγε. Καὶ τί δήποτε πράγματι ἐπιχειρεῖ τοσαύτην ἔχοντι δυσκολίαν; Ἤδειν μὲν, φησὶν, αὐτὰ καὶ ἐξ ἀρχῆς, καὶ οὐ διὰ τὸ μὴ εἰδέναι οὐκ ἔλεγον· ἀλλ' Ὅτι μεθ' ὑμῶν ἤμην. Καὶ τοῦτο ἀνθρωπίνως πάλιν· ὡσανεὶ ἔλεγεν, Ὅτι ἐν ἀσφαλείᾳ ἦτε, καὶ ἐξὸν ἦν ἐρωτᾷν ὅτε ἐβούλεσθε, καὶ ἐπ' ἐμὲ ὁ πόλεμος ἅπας ἀνεῤῥιπίζετο, καὶ περιττὸν ἦν εἰπεῖν ταῦτα ἐξ ἀρχῆς. Ἆρ' οὖν τοῦτο οὐκ εἶπεν; οὐχὶ τοὺς δώδεκα καλέσας ἔλεγεν· Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε, καὶ μαστιγώσουσιν ὑμᾶς ἐν ταῖς συναγωγαῖς; πῶς οὖν φησιν, ὅτι Ἀπ' ἀρχῆς οὐκ εἶπον; Ὅτι μάστιγας καὶ ἀπαγωγὰς προανεφώνησεν, οὐ μὴν ὅτι οὕτω δόξει ὁ θάνατος αὐτῶν εἶναι περισπούδαστος, ὡς καὶ λατρείαν τὸ πρᾶγμα νομίζεσθαι. Τοῦτο γὰρ πάντων μᾶλλον ἱκανὸν ἦν αὐτοὺς καταπλῆξαι, εἴ γε ἔμελλον ὡς ἀσεβεῖς καὶ λυμεῶνες κριθήσεσθαι. Πρὸς τούτοις δὲ 319
κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι ἐκεῖ μὲν ἃ παρὰ τῶν ἐθνῶν ἔμελλον πάσχειν εἶπεν, ἐνταῦθα δὲ καὶ τὰ Ἰουδαϊκὰ προσέθηκε μετὰ πλείονος τῆς ὑπερβολῆς, καὶ ὅτι ἐπὶ θύραις ἐστὶν ἐδίδαξε. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν λέγει· Ποῦ ὑπάγεις; Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Οὐ μικρὰ καὶ αὕτη παραμυθία τὸ μαθεῖν αὐτοὺς, ὅτι ᾔδει τῆς ἀθυμίας τὴν ὑπερβολήν. Ὑπὸ γὰρ τῆς ἀγωνίας τῆς διὰ τὴν ἐρημίαν τὴν αὐτοῦ, καὶ τοῦ τὰ μέλλοντα ἐκδέχεσθαι αὐτοὺς δεινὰ (οὐδὲ γὰρ ᾔδεσαν εἰ δυνήσονται ἀνδρείως ἐνεγκεῖν) ἐξέστησαν. Τίνος οὖν ἕνεκεν οὐ μετὰ ταῦτα εἶπεν αὐτοῖς, ὅτε τοῦ Πνεύματος κατηξιώθησαν; Ἵνα μάθῃς, ὅτι σφόδρα ἦσαν ἐνάρετοι. Εἰ γὰρ μηδέπω Πνεύματος καταξιωθέντες οὐκ ἀπεπήδησαν, τῇ λύπῃ καταχωσθέντες, ἐννόησον τίνες ἔμελλον ἔσεσθαι τῆς χάριτος ἀπολαύσαντες. Εἰ γὰρ τότε ἀκούσαντες ἤνεγκαν, τῷ Πνεύματι ἂν τὸ πᾶν ἐλογισάμεθα· νῦν δὲ ὁλόκληρος τῆς διανοίας αὐτῶν ἐστιν ὁ καρπὸς, καὶ σαφὴς τοῦ πόθου τοῦ περὶ τὸν Χριστὸν ἀπόδειξις, γυμνὴν ἔτι τὴν διάνοιαν βασανίζοντος. Ἀλλ' ἐγὼ τὴν ἀλήθειαν ὑμῖν λέγω. Ὅρα πῶς παραμυθεῖται αὐτοὺς πάλιν. Οὐ γὰρ τὰ πρὸς χάριν λέγω, φησὶν, ἀλλὰ, κἂν μυριάκις λυπῆσθε, τὸ συμφέρον ἀκοῦσαι δεῖ. Ὑμῖν μὲν γὰρ κατὰ γνώμην ἐστὶν ἐμὲ παρεῖναι· τὸ δὲ συμφέρον ἕτερον. Κηδομένου δέ ἐστι, τὸ μὴ ἐπὶ τοῖς συμφέρουσι τῶν γνωρίμων φείδεσθαι καὶ ἀπάγειν τοῦ λυσιτελοῦντος αὐτούς. Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, φησὶν, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ. Τί λέγουσιν ἐνταῦθα οἱ τὴν προσήκουσαν περὶ τοῦ Πνεύματος οὐκ ἔχοντες δόξαν; συμφέρει Δεσπότην ἀπελθεῖν, καὶ δοῦλον παραγενέσθαι; Ὁρᾷς πῶς πολλὴ τοῦ Πνεύματος ἡ ἀξία; Ἐὰν δὲ ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς. Καὶ τί τὸ κέρδος; Ἐκεῖνος ἐλθὼν, ἐλέγξει τὸν κόσμον· τουτέστιν, Οὐκ ἀτιμωρητὶ ταῦτα πράξουσιν, ἂν ἐκεῖνος ἔλθῃ. Ἱκανὰ μὲν γὰρ καὶ τὰ ἤδη γεγενημένα ἐπιστομίσαι αὐτούς· ὅταν δὲ καὶ δι' ἐκείνου ταῦτα γίνηται, καὶ διδάγματα τελειότερα καὶ σημεῖα μείζονα, πολλῷ μᾶλλον κατακριθήσονται, ὁρῶντες τοσαῦτα ἐν τῷ ὀνόματί μου γινόμενα· 59.422 ὅπερ σαφεστέραν ποιεῖ τῆς ἀναστάσεως τὴν ἀπόδειξιν. Νῦν μὲν γὰρ δύνανται λέγειν, ὅτι ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα· ὅταν δὲ ἴδωσι θάνατον λυόμενον κακίαν ἐκβαλλομένην, χωλείαν φύσεως διορθουμένην, δαίμονας ἐλαυνομένους, Πνεύματος χορηγίαν ἄφατον, καὶ ταῦτα πάντα ἐμοῦ καλουμένου γινόμενα, τί ἐροῦσιν; Ἐμαρτύρησε γὰρ περὶ ἐμοῦ καὶ ὁ Πατήρ· μαρτυρήσει δὲ καὶ τὸ Πνεῦμα. Καίτοι καὶ παρὰ τὴν ἀρχὴν ἐμαρτύρησεν· ἀλλὰ καὶ νῦν τοῦτο ποιήσει. βʹ. Τὸ δὲ, Ἐλέγξει περὶ ἁμαρτίας, τοῦτ' ἔστι, Πᾶσαν ἀπολογίαν αὐτῶν ἐκκόψει, καὶ δείξει πεπλημμεληκότας ἀσύγγνωστα. Καὶ περὶ δικαιοσύνης, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι, καὶ οὐκέτι θεωρεῖτέ με· τουτέστιν, Ὅτι ἄληπτον παρεσχόμην βίον. Καὶ τοῦτο τεκμήριον, τὸ πρὸς τὸν Πατέρα πορεύεσθαι. Ἐπειδὴ γὰρ αὐτῷ ἀεὶ τοῦτο ἐνεκάλουν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ἁμαρτωλὸν αὐτὸν ἔλεγον καὶ παράνομον, φησὶν, ὅτι καὶ ταύτην ἀναιρήσει τὴν πρόφασιν. Εἰ γὰρ τὸ νομίζεσθαι ἐμὲ μὴ εἶναι ἐκ τοῦ Θεοῦ, τοῦτο παράνομον δείκνυσιν· ὅταν δείξῃ τὸ Πνεῦμα ἐκεῖ με ἀπελθόντα, καὶ οὐ πρὸς ὥραν, ἀλλὰ μένοντα ἐκεῖ (τὸ γὰρ, Οὐκ ἔτι θεωρεῖτέ με, τοῦτό ἐστι δηλοῦντος)· τί ἐροῦσι λοιπόν; Ὅρα διὰ δύο τούτων ἀναιρουμένην τὴν πονηρὰν ὑποψίαν. Οὔτε γὰρ τὸ σημεῖα ποιεῖν ἁμαρτωλοῦ (οὐ γὰρ δύναται ἁμαρτωλὸς σημεῖα ποιεῖν), οὔτε τὸ παρὰ Θεῷ εἶναι διαπαντὸς ἁμαρτωλοῦ. Ὥστε οὐκ ἔτι δύνασθε λέγειν, ὅτι Οὗτος ἁμαρτωλός ἐστιν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ. Περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. Πάλιν ἐνταῦθα τὸν περὶ δικαιοσύνης ἀνακινεῖ λόγον, ὅτι κατεπάλαισε τὸν ἀντίδικον. Οὐκ ἂν δὲ ἁμαρτωλὸς ὢν κατεπάλαισεν· ὅπερ οὐδὲ δίκαιός τις ἀνθρώπων ποιῆσαι ἴσχυσεν. Ὅτι γὰρ κατακέκριται δι' ἐμὲ, εἴσονται οἱ καταπατοῦντες αὐτὸν ὕστερον, καὶ τὴν ἀνάστασίν μου σαφῶς εἰδότες, ὅπερ κατακρίνοντός ἐστιν. Οὐ γὰρ ἴσχυσέ με κατασχεῖν. Ἐπεὶ οὖν ἔλεγον, ὅτι δαιμόνιον 320
ἔχω, καὶ ὅτι πλάνος εἰμὶ, καὶ ταῦτα μετὰ ταῦτα δειχθήσεται ἕωλα ὄντα. Οὐ γὰρ ἂν αὐτὸν εἷλον, εἴ γε ἁμαρτίᾳ ὑπεύθυνος ἤμην· νυνὶ δὲ κατακέκριται καὶ ἐκβέβληται. Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Οὐκοῦν συμφέρει ἐμὲ ἀπελθεῖν, εἴ γε τότε μέλλετε βαστάζειν, ὅταν ἀπέλθω. Καὶ τί γέγονεν; Μεῖζόν σου τὸ Πνεῦμά ἐστιν, ὅτι νῦν μὲν οὐ βαστάζομεν, ἐκεῖνο δὲ ἡμᾶς βαστάζειν παρασκευάσει; μείζων ἡ ἐκείνου ἐνέργεια καὶ τελειοτέρα; Οὐ τοῦτο· καὶ γὰρ ἐκεῖνος τὰ ἐμὰ ἐρεῖ. Διὰ τοῦτό φησι· Ἀφ' ἑαυτοῦ λαλήσει οὐδὲν, ἀλλ' ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἐκεῖνος ὑμᾶς διδάξει καὶ ἀναμνήσει, καὶ ἐν ταῖς θλίψεσιν ὑμᾶς παραμυθήσεται, ὅπερ αὐτὸς οὐκ ἐποίησε, καὶ ὅτι Συμφέρει ἐμὲ ἀπελθεῖν, κἀκεῖνον ἐλθεῖν, καὶ, Νῦν μὲν οὐ δύνασθε βαστάζειν, τότε δὲ δυνήσεσθε, καὶ ὅτι Ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν· ἵνα μὴ ταῦτα ἀκούοντες, μεῖζον τὸ Πνεῦμα νομίσωσι, καὶ εἰς ἀσεβείας ὑπόθεσιν ἐσχάτην ἐμπέσωσι, διὰ τοῦτό φησιν, Ἐκ τοῦ ἐμοῦ λήψεται· τουτέστιν, Ἅπερ ἂν εἶπον ἐγὼ, ταῦτα κἀκεῖνος ἐρεῖ. Ὅταν δὲ εἴπῃ, Οὐδὲν ἀφ' ἑαυτοῦ λαλήσει, οὐδὲν ἐναντίον, οὐδὲν ἴδιον παρὰ τὰ ἐμά φησιν. Ὥσπερ οὖν περὶ ἑαυτοῦ 59.423 λέγων, Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, τοῦτό φησιν, ὅτι οὐδὲν ἐκτὸς τῶν τοῦ Πατρὸς, οὐδὲν ἴδιόν τι παρ' ἐκεῖνον καὶ ἀλλότριον· οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος. Τὸ δὲ, Ἐκ τοῦ ἐμοῦ, ἐξ ὧν ἐγὼ οἶδα, ἐκ τῆς ἐμῆς γνώσεως. Μία γὰρ ἐμοῦ καὶ τοῦ Πνεύματος γνῶσις. Καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐπῆρεν αὐτῶν τὴν διάνοιαν· πρὸς οὐδὲν γὰρ οὕτω λίχνον τὸ ἀνθρώπειον γένος, ὡς πρὸς τὸ μανθάνειν τὰ μέλλοντα. Τοῦτο γοῦν συνεχῶς ἠρώτων αὐτὸν, Ποῦ ὑπάγεις; τίς ἐστιν ἡ ὁδός; Καὶ ταύτης οὖν ἀπαλλάττων αὐτοὺς τῆς φροντίδος, λέγει, ὅτι Πάντα ὑμῖν προερεῖ, ὥστε μὴ ἐμπεσεῖν ἀφυλάκτως. Ἐκεῖνος ἐμὲ δοξάσει. Πῶς; Ἐν τῷ ὀνόματι τῷ ἐμῷ δώσει τὰς ἐνεργείας. Ἐπειδὴ γὰρ μείζονα ἔμελλον ποιεῖν σημεῖα παραγινομένου τοῦ Πνεύματος, διὰ τοῦτο πάλιν τὴν ἰσοτιμίαν εἰσάγων, φησίν· Ἐκεῖνος ἐμὲ δοξάσει. Ποίαν λέγει πᾶσαν ἀλήθειαν; Καὶ γὰρ καὶ τοῦτο αὐτῷ μαρτυρεῖ, ὅτι αὐτὸς ἡμᾶς ἂν ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν. Αὐτὸς μὲν γὰρ καὶ διὰ τὸ σάρκα περικεῖσθαι, καὶ διὰ τὸ μὴ δόξαι περὶ ἑαυτοῦ λέγειν, καὶ διὰ τὸ μηδέπω αὐτοὺς τὴν ἀνάστασιν εἰδέναι σαφῶς, καὶ ἀτελεστέρους εἶναι, καὶ διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ὡς παρανομοῦντα δόξωσι κολάζειν, οὐδὲν μέγα ἐφθέγγετο συνεχῶς, οὔτε τοῦ νόμου σαφῶς ἀπέστησεν. Ἐπειδὴ δὲ αὐτῶν ἀπεσχίσθησαν οἱ μαθηταὶ, καὶ ἔξω λοιπὸν ἦσαν ἐκεῖνοι, καὶ πολλοὶ πιστεύειν ἔμελλον, καὶ τῶν ἁμαρτημάτων ἀφίεσθαι, καὶ ἄλλοι ἦσαν οἱ περὶ αὐτοῦ λέγοντες, οὐκ ἔτι αὐτὸς περὶ ἑαυτοῦ μεγάλα εἰκότως ἐφθέγγετο. Ὥστε οὐ τῆς ἀγνοίας τῆς ἐμῆς, φησὶ, τὸ μὴ εἰπεῖν ἅπερ εἰπεῖν ἐχρῆν, ἀλλὰ τῆς τῶν ἀκουόντων ἀσθενείας. Διὰ τοῦτο εἰπὼν, Ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν, ἐπήγαγεν· Ἀφ' ἑαυτοῦ οὐκ ἐρεῖ. Ὅτι γὰρ οὐ διδασκαλίας τὸ Πνεῦμα δεῖται, ἄκουσον τοῦ Παύλου λέγοντος· Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὥσπερ οὖν τὸ πνεῦμα τοῦ ἀνθρώπου οὐ μανθάνον παρ' ἑτέρου οἶδεν· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον Ἐκ τοῦ ἐμοῦ λήψεται· τουτέστι, Συνῳδὰ τοῖς ἐμοῖς ἐρεῖ. Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. Ἐπεὶ οὖν ἐμά ἐστιν ἐκεῖνα, ἐκεῖνος δὲ ἐκ τῶν τοῦ Πατρὸς ἐρεῖ, ἐκ τῶν ἐμῶν ἐρεῖ. Διατί δὲ οὐκ ἤρχετο πρὶν ἢ αὐτὸν ἀπελθεῖν; Ὅτι οὔπω τῆς κατάρας ἀρθείσης, οὔπω τῆς ἁμαρτίας λυθείσης, ἀλλ' ἔτι πάντων ὑπευθύνων ὄντων τῇ τιμωρίᾳ, οὐκ ἂν παρεγένετο. Δεῖ οὖν, φησὶ, τὴν ἔχθραν λυθῆναι, καὶ καταλλαγῆναι ὑμᾶς τῷ Θεῷ, καὶ τότε δέξασθαι τὸ δῶρον ἐκεῖνο. Διατί δέ φησι, Πέμψω αὐτόν; Τουτέστι, Προπαρασκευάσω ὑμᾶς πρὸς τὴν ὑποδοχήν. Πῶς γὰρ τὸ πανταχοῦ ὂν πέμπεται; Ἄλλως δὲ, καὶ τῶν ὑποστάσεων τὸ διάφορον δείκνυσι. Διὰ δύο δὲ ταῦτα οὕτω φθέγγεται· καὶ ἐπειδὴ οὗτοι δυσαποσπάστως εἶχον, πείθων τοῦ Πνεύματος ἔχεσθαι, καὶ ἵνα αὐτὸ θεραπεύσωσιν. Ἠδύνατο μὲν γὰρ καὶ αὐτὸς ταῦτα ἐργάζεσθαι· ἀλλὰ διὰ 321
τοῦτο ἐκεῖνο συγχωρεῖ θαυματουργεῖν, ἵνα μάθωσιν αὐτοῦ τὴν ἀξίαν. Ὥσπερ γὰρ ὁ Πατὴρ ἠδύνατο τὰ ὄντα παραγαγεῖν, ὁ δὲ Υἱὸς αὐτὸ ποιεῖ, ἵνα μάθωμεν αὐτοῦ τὴν δύναμιν, οὕτω καὶ τοῦτο. Διὰ τοῦτο καὶ αὐτὸς ἐσαρκώθη, τῷ Πνεύματι τηρῶν τὴν ἐνέργειαν, καὶ ἐμφράττων τὰ στόματα τῶν τὴν ὑπόθεσιν τῆς ἀφάτου φιλανθρωπίας εἰς ἀφορμὴν ἀσεβείας λαμβανόντων Ὅταν γὰρ λέγωσιν, ὅτι διὰ τοῦτο ἐσαρκώθη ὁ Υἱὸς ἐπειδὴ καταδεέστερος ἦν τοῦ Πατρὸς, ἐροῦμεν πρὸς αὐτοὺς, Τί οὖν ἂν εἴποιτε περὶ τοῦ Πνεύματος; Οὐ γὰρ 59.424 ἔλαβε σάρκα, καὶ οὐ δήπου διὰ τοῦτο μεῖζον τοῦ Υἱοῦ αὐτὸ ἐρεῖτε, οὐδὲ τὸν Υἱὸν αὐτοῦ καταδεέστερον. Διὰ τοῦτο καὶ ἐπὶ τοῦ βαπτίσματος ἡ Τριὰς παραλαμβάνεται. Καὶ γὰρ ὁ Πατὴρ τὸ πᾶν ἐργάζεσθαι δύναται, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ἐπειδὴ περὶ τοῦ Πατρὸς οὐδεὶς ἀμφιβάλλει, τὸ δὲ ἀμφίβολον ἦν περὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τοῦ ἁγίου, παρείληπται ἐν τῇ μυσταγωγίᾳ, ἵνα ἐν τῇ κοινωνίᾳ τῆς χορηγίας τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, καὶ τὴν κοινωνίαν τῆς ἀξίας καταμανθάνωμεν. Ἐπεὶ ὅτι δύναται ὁ Υἱὸς καθ' ἑαυτοῦ ταῦτα, ἅπερ ἐπὶ τοῦ βαπτίσματος μετὰ τοῦ Πατρὸς δύναται, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἄκουσον ταῦτα σαφῶς. Τοῖς γὰρ Ἰουδαίοις ἔλεγεν· Ἵνα γὰρ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας· καὶ πάλιν, Ἵνα υἱοὶ φωτὸς γένησθε, καὶ, Ἐγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς. Εἶτα μετὰ ταῦτα, Ἵνα ζωὴν, φησὶν, ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἴδωμεν δὲ καὶ τὸ Πνεῦμα τὸ αὐτὸ τοῦτο ποιοῦν. Ποῦ ἔστιν ἰδεῖν; Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος, φησὶ, δίδοται πρὸς τὸ συμφέρον. Ὁ τοίνυν ταῦτα παρέχων, καὶ ἁμαρτήματα πολλῷ μᾶλλον ἀφίησι. Καὶ πάλιν· Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· καὶ, Ζωοποιήσει διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν· καὶ, Τὸ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην· καὶ πάλιν, Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. Καὶ τότε δὲ πάντα ἅπερ ἐποίουν, παραγενομένου τοῦ Πνεύματος ἐθαυματούργουν. Καὶ Κορινθίοις δὲ γράφων ἔλεγε Παῦλος· Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ἐπεὶ οὖν περὶ μὲν Πατρὸς πολλὰ ἤκουσαν, καὶ τὸν Υἱὸν δὲ εἶδον πολλὰ ἐργασάμενον, περὶ δὲ τοῦ Πνεύματος οὐδὲν οὐδέπω σαφῶς ᾔδεσαν, θαυματουργεῖ, καὶ τὴν τελείαν εἰσάγει γνῶσιν. Ἀλλ' ἵνα μὴ μεῖζον ἐντεῦθεν ὑποπτεύηται (ὅπερ ἔφθην εἰπὼν), διὰ τοῦτό φησιν· Ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, πῶς οὐκ ἄτοπον, εἰ τότε ἔμελλεν ἀκούειν, καὶ διὰ τοὺς μαθητευομένους; Οὐδὲ γὰρ τότε ἔμελλε καθ' ὑμᾶς εἰδέναι, εἰ μὴ διὰ τοὺς ἀκουσομένους. Καὶ τί τούτου παρανομώτερον τοῦ ῥήματος γένοιτ' ἄν; Ἄλλως δέ· τί καὶ ἔμελλεν ἀκούσεσθαι; οὐ ταῦτα πάντα εἶπε διὰ τῶν προφητῶν; Εἴτε γὰρ περὶ τῆς τοῦ νόμου λύσεως ἔμελλε διδάσκειν, εἴρητο· εἴτε περὶ τοῦ Χριστοῦ καὶ τῆς θεότητος αὐτοῦ, καὶ τῆς οἰκονομίας, καὶ ταῦτα εἴρητο. Τί γὰρ καὶ τρανότερον ἔμελλε μετὰ ταῦτα ἐρεῖν; Καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ. Ἐνταῦθα μάλιστα δείκνυσιν αὐτοῦ τὸ ἀξίωμα, ἐπειδὴ Θεοῦ τοῦτο μάλιστα ἴδιον, τὸ λέγειν τὰ μέλλοντα. Εἰ δὲ καὶ αὐτὸ μανθάνοι παρ' ἑτέρων, οὐδὲν πλέον ἕξει τῶν προφητῶν· ἀλλ' ἐνταῦθα τὴν ἀπηκριβωμένην πρὸς τὸν Θεὸν γνῶσιν δηλοῖ, ὅτι ἀδύνατον ἄλλο τι φθέγξασθαι αὐτόν. Τὸ δὲ, Ἐκ τοῦ ἐμοῦ λήψεται, ἤτοι ἐκ τοῦ χαρίσματος τοῦ εἰς τὴν σάρκα τὴν ἐμὴν ἐλθόντος, ἢ ὅτι ἀπὸ τῆς γνώσεως, ἧς καὶ ἐγὼ ἔχω, οὐχ ὡς δεόμενος, οὐδὲ ὡς παρ' ἑτέρου μαθὼν, ἀλλ' ὡς μιᾶς οὔσης καὶ τῆς αὐτῆς. Καὶ διατί οὕτως εἶπε, καὶ μὴ ἑτέρως; Ὅτι οὐδέπω τὸν περὶ τοῦ Πνεύματος ᾔδεσαν λόγον. Διόπερ ἓν κατασκευάζει μόνον, ὥστε πιστευθῆναι αὐτὸν καὶ δεχθῆναι παρ' αὐτῶν, καὶ μὴ σκανδαλισθῆναι. Ἐπειδὴ γὰρ ἔλεγεν, Εἷς ἐστιν ὑμῶν ὁ διδάσκαλος ὁ Χριστὸς, ἵνα μὴ νομίσωσι παρακούειν ἐκείνῳ 59.425 πειθόμενοι, Μία ἡ ἐμὴ καὶ ἐκείνου διδασκαλία ἐστίν· ἐξ ὧν ἔμελλον ἐγὼ διδάσκειν, ἐκ τῶν αὐτῶν καὶ αὐτὸς ἐρεῖ. Μὴ δὴ νομίσητε ἕτερα εἶναι τὰ ἐκείνου· καὶ γὰρ καὶ ἐκεῖνα ἐμά ἐστι, καὶ τὴν ἐμὴν συγκροτεῖ δόξαν. Ἓν γὰρ 322
θέλημα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Οὕτω καὶ ἡμᾶς εἶναι βούλεται λέγων· Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἐγὼ καὶ σὺ ἕν ἐσμεν. δʹ. Οὐδὲν γὰρ ὁμονοίας ἴσον οὐδὲ συμφωνίας· ὁ γὰρ εἷς, πολλοστός ἐστιν οὕτως. Ἂν γὰρ ὁμόψυχοι ὦσι δύο ἢ δέκα, οὐκ ἔτι εἷς ἐστιν ὁ εἷς, ἀλλὰ δεκαπλασίων ἕκαστος αὐτῶν γίνεται, καὶ εὑρήσεις ἐν τοῖς δέκα τὸν ἕνα, καὶ ἐν τῷ ἑνὶ τοὺς δέκα. Κἂν ἐχθρὸν ἔχωσιν, οὐ τῷ ἑνὶ προσβαλὼν, ὡς τοῖς δέκα προσβαλὼν, οὕτως ἁλίσκεται. Οὐ γὰρ ὑφ' ἑνὸς βάλλεται μόνον, ἀλλ' ὑπὸ τῶν δέκα στομάτων. Ἠπόρησεν ὁ εἷς; Ἀλλ' οὐκ ἔστιν ἐν ἀπορίᾳ· τῷ γὰρ μείζονι μέρει, τουτέστι, τοῖς ἐννέα, εὐπορεῖ, καὶ τὸ ἀποροῦν συσκιάζεται μέρος, τὸ ἔλαττον, διὰ τοῦ πλείονος τοῦ εὐποροῦντος. Ἕκαστος τούτων εἴκοσι χεῖρας ἔχει, καὶ εἴκοσι ὀφθαλμοὺς, καὶ πόδας τοσούτους. Οὐ γὰρ τοῖς ἑαυτοῦ μόνον ὀφθαλμοῖς ὁρᾷ, ἀλλὰ καὶ τοῖς ἑτέρων, οὐ τοῖς ἑαυτοῦ βαστάζει ποσὶν, ἀλλὰ καὶ τοῖς ἑτέρων· οὐ ταῖς ἑαυτοῦ χερσὶν ἐργάζεται, ἀλλὰ καὶ ταῖς ἐκείνων. Ψυχὰς ἔχει δέκα· οὐ γὰρ αὐτὸς ὑπὲρ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ ἐκεῖναι ὑπὲρ αὐτοῦ μεριμνῶσιν. Εἰ δὲ καὶ ἑκατὸν γένοιντο, τὸ αὐτὸ ἔσται πάλιν, καὶ ἐκταθήσεται τὰ τῆς δυνάμεως. Εἶδες ἀγάπης ὑπερβολὴν, πῶς ἀκαταγώνιστον ποιεῖ τὸν ἕνα καὶ πολλαπλασίω; πῶς ὁ εἷς καὶ πολλαχοῦ δύναται εἶναι; ὁ αὐτὸς καὶ ἐν Περσίδι καὶ ἐν Ῥώμῃ; καὶ ὅπερ φύσις οὐ δύναται, ἡ ἀγάπη δύναται; Τὸ μὲν γὰρ αὐτοῦ ἐνταῦθα ἔσται, τὸ δὲ ἐκεῖ· μᾶλλον δὲ ὁλόκληρος ἐνταῦθα, καὶ ὁλόκληρος ἐκεῖ. Ἐὰν οὖν χιλίους ἔχῃ φίλους ἢ δισχιλίους, ἐννόησον ποῦ πάλιν ὑπερβήσεται τὰ τῆς δυνάμεως. Ὁρᾷς πῶς αὐξητικὸν ἡ ἀγάπη; Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστι, τὸ χιλιοστὸν ποιῆσαι τὸν ἕνα. Τίνος οὖν ἕνεκεν οὐ κτώμεθα τὴν δύναμιν ταύτην, καὶ ἐν ἀσφαλείᾳ καθιστῶμεν ἑαυτούς; Τοῦτο δυναστείας καὶ πλούτου κρεῖττον παντός· τοῦτο ὑγείας, τοῦτο αὐτοῦ τοῦ φωτὸς πλεῖον· τοῦτο εὐθυμίας ὑπόθεσις. Μέχρι τίνος εἰς ἕνα καὶ δύο περιιστῶμεν τὴν ἀγάπην; Μάθε καὶ ἐξ ἐναντίας τὸ πρᾶγμα. Ἔστω τις μηδένα φίλον ἔχων, ὅπερ ἀνοίας ἐστὶν ἐσχάτης (μωρὸς γὰρ ἐρεῖ· Οὐχ ὑπάρχει μοι φίλος)· ὁ τοιοῦτος ποίαν ζήσεται ζωήν; Κἂν γὰρ μυριάκις ᾖ πλούσιος, κἂν ἐν ἀφθονίᾳ καὶ τρυφῇ, κἂν μυρία ἀγαθὰ κεκτημένος, πάντων ἔρημος καὶ γυμνὸς καθίσταται. Ἐπὶ δὲ τῶν φίλων οὐχ οὕτως, ἀλλὰ κἂν πένητες ὦσι, τῶν πλουσίων εὐπορώτεροι τυγχάνουσι· καὶ ἅπερ αὐτὸς ὑπὲρ αὐτοῦ οὐκ εἰπεῖν ἐπιχειρεῖ, ταῦτα 59.426 ὁ φίλος ἐρεῖ· καὶ ὅσα οὐ δύναται ἑαυτῷ χαρίσασθαι, δι' ἑτέρου δυνήσεται, καὶ πολλῷ πλείονα, καὶ πάσης ἡμῖν ἔσται ἀπολαύσεως καὶ ἀσφαλείας ὑπόθεσις. Οὐ γὰρ ἔστι παθεῖν κακῶς ὑπὸ τοσούτοις δορυφόροις φυλαττόμενον. Οὐ γὰρ τοιοῦτοι τοῦ βασιλέως οἱ σωματοφύλακες ἀκριβεῖς, ὡς οὗτοι. Οἱ μὲν γὰρ ἀνάγκῃ καὶ φόβῳ τὴν φυλακὴν ἐπιδείκνυνται, οἱ δὲ εὐνοίᾳ καὶ ἀγάπῃ· πολλῷ δὲ φόβου τυραννικωτέρα αὕτη. Κἀκεῖνος μὲν τοὺς φύλακας αὐτοῦ δέδοικεν, οὗτος δὲ τούτοις μᾶλλον ἢ ἑαυτῷ θαῤῥεῖ, καὶ διὰ τούτους οὐδένα τῶν ἐπιβουλευόντων δέδοικεν. Ἐμπορευσώμεθα τοίνυν τὴν ἐμπορίαν ταύτην, ὁ πένης, ἵνα τῆς πενίας ἔχῃ παραμυθίαν· ὁ πλούσιος, ἵνα τὸν πλοῦτον ἐν ἀσφαλείᾳ κεκτημένος ᾖ· ὁ ἄρχων, ἵνα μετὰ ἀσφαλείας ἄρχῃ· ὁ ἀρχόμενος, ἵνα εὐμενεῖς ἔχῃ τοὺς ἄρχοντας. Τοῦτο ἡμερότητος ἀφορμὴ, τοῦτο πραότητος ὑπόθεσις. Ἐπεὶ καὶ ἐν τοῖς θηρίοις ἐκεῖνα μάλιστά ἐστι χαλεπὰ καὶ ἀτίθασσα, τὰ μὴ συναγελαζόμενα. Διὰ τοῦτο πόλεις οἰκοῦμεν, καὶ ἀγορὰς ἔχομεν, ἵνα ἀλλήλοις συγγινώμεθα. Τοῦτο καὶ Παῦλος ἐκέλευσε λέγων· Μὴ ἐγκαταλιμπάνοντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν. Οὐδὲν γὰρ οὕτως ὡς μόνωσις κακὸν, καὶ τὸ ἄσπονδον καὶ ἀπρόσιτον. Τί οὖν οἱ μοναχοὶ, φησὶ, καὶ οἱ τὰς κορυφὰς τῶν ὀρέων κατειληφότες; Οὐδὲ ἐκεῖνοι φίλων εἰσὶ χωρὶς, ἀλλὰ τοὺς μὲν ἐπὶ τῆς ἀγορᾶς ἔφυγον θορύβους, πολλοὺς δὲ ἔχουσιν ὁμοψύχους, καὶ ἀκριβῶς ἀλλήλοις συνδεδεμένους· καὶ ἵνα τοῦτο κατορθώσωσιν, ἀνεχώρησαν. Ἐπειδὴ γὰρ ἡ τῶν πραγμάτων φιλονεικία πολλὰς ποιεῖ τὰς ἔριδας, διὰ τοῦτο ἐκ μέσου γενόμενοι τὴν ἀγάπην γεωργοῦσι μετὰ ἀκριβείας πολλῆς. Τί οὖν, εἴ τις μόνος εἴη, φησὶ, κἀκεῖνος μυρίους ἔχει φίλους; Ἐγὼ 323
μὲν γὰρ βούλομαι, εἰ δυνατὸν, καὶ συνδιατρίβειν ἀλλήλοις εἰδέναι· τέως δὲ μενέτω τὰ τῆς φιλίας ἀκίνητα. Οὐ γὰρ ὁ τόπος ποιεῖ τοὺς φίλους. Πολλοὺς γοῦν ἔχουσι τοὺς θαυμάζοντας· οὐκ ἂν δὲ ἐθαύμασαν, εἰ μὴ ἐφίλουν. Καὶ αὐτοὶ πάλιν ὑπὲρ ἁπάσης εὔχονται τῆς οἰκουμένης, ὅπερ μέγιστον φιλίας ἐστὶ τεκμήριον. Διὰ τοῦτο καὶ ἐν τοῖς μυστηρίοις ἀσπαζόμεθα ἀλλήλους, ἵνα οἱ πολλοὶ γενώμεθα ἕν· καὶ ἐπὶ τῶν ἀμυήτων κοινὰς ποιούμεθα τὰς εὐχὰς, λιτανεύοντες ὑπὲρ νοσούντων, καὶ τῶν καρπῶν τῆς οἰκουμένης, καὶ γῆς καὶ θαλάττης. Ὁρᾷς πᾶσαν τῆς ἀγάπης τὴν δύναμιν; ἐν ταῖς εὐχαῖς; ἐν τοῖς μυστηρίοις; ἐν ταῖς παραινέσεσι; Τοῦτο πάντων αἴτιον τῶν ἀγαθῶν. Ἂν ταύτης ἐχώμεθα μετὰ ἀκριβείας, καὶ τὰ παρόντα καλῶς οἰκονομήσομεν, καὶ τῆς βασιλείας ἐπιτευξόμεθα· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.425 ΟΜΙΛΙΑ ΟΘʹ. Μικρὸν, καὶ οὐ θεωρεῖτέ με· καὶ πάλιν μικρὸν, καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν Πατέρα. Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν ὃ λέγει, Μικρόν; καὶ τὰ ἑξῆς. αʹ. Τὴν ὀδυνωμένην ψυχὴν καὶ ὑπὸ ἀθυμίας κατεχομένην πολλῆς οὐδὲν οὕτως εἴωθε καταβάλλειν, ὡς τὰ τὴν λύπην τίκτοντα ῥήματα στρεφόμενα συνεχῶς. Τί δήποτε οὖν ὁ Χριστὸς εἰπὼν, Ὑπάγω, καὶ, Οὐκ ἔτι λαλήσω μεθ' 59.426.50 ὑμῶν, συνεχῶς τὰ αὐτὰ στρέφει, λέγων· Μικρὸν, καὶ οὐκ ἔτι θεωρεῖτέ με· καὶ, Ὅτι ὑπάγω πρὸς τὸν πέμψαντά με; Ὅτε γὰρ αὐτοὺς ἀνεκτήσατο διὰ τῶν περὶ τοῦ Πνεύματος λόγων, τότε πάλιν αὐτῶν καταβάλλει τὰ φρονήματα. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Βασανίζει τὴν διάνοιαν, καὶ δοκιμωτέραν ἐργάζεται, καὶ συνεθίζει καλῶς αὐτοὺς ἐν τῇ τῶν λυπηρῶν ἀκροάσει γενναίως ἐνεγκεῖν αὐτοῦ τὸν χωρισμόν. Οἱ γὰρ ἐν τοῖς ῥήμασι τοῦτο μελετήσαντες, ἔμελλον καὶ ἐν τοῖς πράγμασιν αὐτὸ ῥᾳδίως οἴσειν λοιπόν. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ 59.427 αὐτὸ τοῦτο παραμυθία ἐστὶ, τὸ εἰπεῖν, ὅτι Πρὸς τὸν Πατέρα ἀπέρχομαι. Τοῦτο γὰρ δηλοῦντος ἦν, ὅτι οὐκ ἀπολεῖται, ἀλλὰ μετάστασίς τίς ἐστιν αὐτοῦ ἡ τελευτή. Καὶ ἑτέραν παραμυθίαν αὐτοῖς ἐνέθηκεν. Οὐ γὰρ εἶπε, Μικρὸν, καὶ οὐκ ἔτι θεωρεῖτέ με, μόνον· ἀλλὰ καὶ προσέθηκε· Μικρὸν, καὶ ὄψεσθέ με, δηλῶν ὅτι καὶ ἐπανήξει, καὶ πρὸς ὀλίγον ἔσται ὁ χωρισμὸς, καὶ διηνεκὴς ἡ μετ' αὐτῶν συνουσία. Τοῦτο μέντοι οὐ συνεῖδον. Ὅθεν καὶ εἰκότως ἄν τις θαυμάσειε, πῶς πολλάκις ταῦτα ἀκούοντες, ὡς μηδὲν ἀκηκοότες οὕτως ἀμφιβάλλουσι. Πόθεν οὖν οὐ συνίεσαν; Ἢ διὰ τὴν λύπην, ὡς ἔγωγε οἶμαι (αὕτη γὰρ ἐξέβαλλε τῆς διανοίας αὐτῶν τὰ λεγόμενα), ἢ διὰ τὴν ἀσάφειαν τῶν λεγομένων. Διὸ καὶ ἔδοξεν αὐτοῖς δύο ἐναντία τιθέναι, οὐκ ὄντα ἐναντία. Εἰ γὰρ ὀψόμεθά σε, φησὶ, ποῦ ὑπάγεις; εἰ δὲ ὑπάγεις, πῶς ὀψόμεθά σε; Διὰ τοῦτο λέγουσιν, Οὐκ οἴδαμεν τί λαλεῖ. Ὅτι μὲν γὰρ ἀπιέναι ἔμελλεν, ᾔδεσαν· ἠγνόουν δὲ ὅτι μετὰ μικρὸν ἥξει πρὸς αὐτούς. Διὰ δὴ τοῦτο καὶ ἐπιτιμᾷ αὐτοῖς, ὅτι οὐ συνεῖδον τὸ λεγόμενον. Βουλόμενος γὰρ αὐτοῖς ἐμπῆξαι τὸ περὶ τοῦ θανάτου δόγμα, τί φησιν; Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς· ὅπερ ἦν τοῦ θανάτου καὶ τοῦ σταυροῦ· Ὁ δὲ κόσμος χαρήσεται. Ἐπειδὴ γὰρ διὰ τὸ μὴ βούλεσθαι ταχέως ἐπέτρεχον τῷ πιστεύειν, ὅτι οὐκ ἀποθανεῖται, εἶτα ἀκούσαντες ὅτι ἀποθανεῖται, ἀμφέβαλλον οὐκ εἰδότες τί ποτέ ἐστι τὸ, Μικρόν· φησί· Κλαύσετε καὶ θρηνήσετε· ἀλλ' ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. Εἶτα δεικνὺς, ὅτι μετὰ τὴν λύπην χαρὰ γίνεται, καὶ ὅτι ἡ λύπη τίκτει τὴν χαρὰν, καὶ ὅτι αὕτη μὲν βραχεῖα, ἡ δὲ ἡδονὴ ἀπέραντος, ἐπὶ παράδειγμα ἦλθε κοσμικόν· καὶ τί φησιν; Ἡ γυνὴ ὅταν τίκτῃ, λύπην ἔχει. Καὶ κέχρηται παραβολῇ, ᾗ καὶ οἱ προφῆται, συνεχῶς τῇ ὑπερβολῇ τῶν ὠδίνων τὰς ἀθυμίας παραβάλλοντες. Ὃ δὲ λέγει, 324
τοιοῦτόν ἐστιν· Ὠδῖνες λήψονται ὑμᾶς· ἀλλ' ἡ ὠδὶς τοῦ τόκου γίνεται χαρᾶς αἰτία· ἅμα καὶ τὸν περὶ ἀναστάσεως πιστούμενος λόγον, καὶ δεικνὺς ὅτι τὸ ἐντεῦθεν ἀπελθεῖν ὅμοιόν ἐστι τῷ ἀπὸ μήτρας ἀπελθεῖν εἰς λαμπρὸν φῶς· ὡσανεὶ ἔλεγε· Μὴ θαυμάσητε ὅτι διὰ λύπης τοιαύτης ἐπὶ τὰ συμφέροντα ὑμᾶς ἄγω· ἐπεὶ καὶ ἡ μήτηρ ἐπὶ τὸ γενέσθαι μήτηρ οὕτως ἔρχεται διὰ λύπης. Αἰνίττεται δὲ ἐνταῦθα καί τι μυστικόν· ὅτι ἔλυσεν αὐτὸς τοῦ θανάτου τὰς ὠδῖνας, καὶ νέον ἄνθρωπον ἀπογεννηθῆναι πεποίηκε. Καὶ οὐκ εἶπεν, ὅτι παρελεύσεται ἡ θλίψις μόνον, ἀλλ' οὐδὲ μέμνηται αὐτῆς· τοσαύτη ἡ διαδεχομένη χαρά. Οὕτω καὶ τοῖς ἁγίοις ἔσται. Καὶ μὴν οὐ διὰ τοῦτο χαίρει ἡ γυνὴ, ὅτι ἦλθεν ἄνθρωπος εἰς τὸν κόσμον, ἀλλ' ὅτι αὐτῇ παιδίον ἐτέχθη. Ἐπεὶ εἰ διὰ τοῦτο ἔχαιρεν, οὐδὲν ἐκώλυε καὶ ἐφ' ἑτέρᾳ γυναικὶ τικτούσῃ τὰς μὴ τικτούσας χαίρειν. Τίνος οὖν ἕνεκεν οὕτως εἶπεν; Ὅτι εἰς τοῦτο μόνον παρέλαβε τὸ ὑπόδειγμα, εἰς τὸ δεῖξαι πρόσκαιρον μὲν τὴν λύπην, διηνεκῆ δὲ τὴν χαράν· καὶ εἰς τὸ μετάστασιν εἶναι πρὸς ζωὴν, καὶ εἰς τὸ μέγα τῶν ὠδίνων τὸ κέρδος. Καὶ οὐκ εἶπεν, Ἐτέχθη παιδίον, ἀλλ' ὅτι Ἄνθρωπος. Ἐνταῦθαγάρ μοι τὴν ἀνάστασιν αἰνίττεται τὴν αὐτοῦ, καὶ ὅτι οὐκ ἐκείνῳ τῷ ὠδίναντι θανάτῳ, ἀλλὰ τῇ βασιλείᾳ τίκτεσθαι ἔμελλε. Διὰ τοῦτο οὐκ εἶπεν, Ἐγεννήθη αὐτῇ παιδίον, ἀλλ', Ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. Καὶ ὑμεῖς οὖν νῦν μὲν λυπηθήσεσθε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. Εἶτα ὅτι οὐκ ἔτι ἀποθανεῖται δηλῶν, φησί· Καὶ οὐδεὶς αὐτὴν αἴρει ἀφ' ὑμῶν. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ 59.428 ἐρωτήσετε οὐδέν. Πάλιν οὐδὲν ἄλλο κατασκευάζει διὰ τούτων, ἢ ὅτι ἀπὸ τοῦ Θεοῦ ἐστι. Τότε γὰρ εἴσεσθε πάντα λοιπόν. Τί δέ ἐστιν, Ἐμὲ οὐκ ἐρωτήσετε; Οὐ δεήσεσθε μεσίτου, ἀλλ' ἀρκεῖ τὸ ὄνομα μόνον εἰπόντας πάντα λαβεῖν. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι, ὅσα ἐὰν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου. Δείκνυσι τοῦ ὀνόματος τὴν δύναμιν, εἴ γε μὴ ὁρώμενος μηδὲ παρακαλούμενος, ἀλλ' ὀνομαζόμενος μόνον, καὶ παρὰ τῷ Πατρὶ ποιεῖ θαυμαστούς. Ποῦ δὴ τοῦτο γέγονεν; Ἔνθα λέγουσιν· Ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου, καὶ ποιεῖν ἐν τῷ ὀνόματί σου σημεῖα. Καὶ ἐσείσθη ὁ τόπος ἔνθα ἦσαν. Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδέν. Ἐντεῦθεν δείκνυσιν. ὅτι συμφέρει πάλιν αὐτὸν ἀπελθεῖν, εἴ γε ἕως τότε οὐδὲν ᾔτησαν, τότε δὲ λήψονται πάντα ὅσα ἂν αἰτήσωσι. Μὴ γὰρ, ἐπειδὴ λοιπὸν οὐ συνέσομαι ὑμῖν, νομίσητε ἐγκαταλελεῖφθαι· τὸ ὄνομά μου μείζονα ὑμῖν δώσει παῤῥησίαν. βʹ. Ἐπεὶ οὖν συνεσκιασμένα ἦν τὰ εἰρημένα, φησί· Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν, καὶ ἔρχεται ὥρα ὅτε οὐκ ἔτι ἐν παροιμίαις λαλήσω ὑμῖν. Ἔσται καιρὸς, ὅτε πάντες εἴσεσθε σαφῶς. Λέγει δὲ τὸν τῆς ἀναστάσεως χρόνον. Τότε παῤῥησίᾳ περὶ τοῦ Πατρὸς ἀναγγελῶ ὑμῖν. Καὶ γὰρ ἐπὶ τεσσαράκοντα ἡμέρας συνῆν καὶ διελέχθη αὐτοῖς, συναλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Νῦν μὲν γὰρ ἐν φόβῳ ὄντες, οὐ προσέχετε τοῖς λεγομένοις· τότε δὲ ἀναστάντα ἰδόντες, καὶ συνόντες, δυνήσεσθε παῤῥησίᾳ πάντα μανθάνειν, ὅτι αὐτὸς ὁ Πατὴρ ὑμᾶς φιλήσει, τῆς εἰς ἐμὲ πίστεως βεβαίας γεγενημένης. Καὶ οὐκ ἐρωτήσω τὸν Πατέρα. Ἀρκεῖ ἡ εἰς ἐμὲ ἀγάπη προστῆναι ὑμῶν. Ὅτιὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε, ὅτι ἀπὸ τοῦ Θεοῦ ἐξῆλθον. Ἀπὸ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἔρχομαι εἰς τὸν κόσμον. Πάλιν ἀφίημι τὸν κόσμον. καὶ πορεύομαι πρὸς τὸν Πατέρα. Ἐπειδὴ γὰρ ὁ τῆς ἀναστάσεως λόγος οὐχ ὡς ἔτυχεν αὐτοὺς παρεμυθεῖτο, καὶ μετὰ τούτων τὸ ἀκούειν, ὅτι Παρὰ Θεοῦ ἐξῆλθον καὶ ἐκεῖ ὑπάγω, συνεχῶς αὐτὰ περιστρέφει. Τὸ μὲν γὰρ ἠγγυᾶτο, ὅτι ὀρθῶς πιστεύουσιν εἰς αὐτόν· τὸ δὲ, ὅτι μέλλουσιν ἐν ἀσφαλείᾳ εἶναι. Ὅτε μὲν οὖν ἔλεγε, Μικρὸν, καὶ οὐ θεωρεῖτέ με· καὶ μικρὸν, καὶ ὄψεσθέ με, εἰκότως ἠγνόουν· νῦν δὲ οὐκ ἔτι. Τί δέ ἐστιν, Ἐμὲ οὐκ ἐρωτήσετε; Οὐκ ἐρεῖτε, Δεῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ, Ποῦ ὑπάγεις; ὅτι πᾶσαν εἴσεσθε τὴν γνῶσιν, καὶ διακείσεται πρὸς ὑμᾶς ὁ Πατὴρ, ὥσπερ καὶ ἐγώ. Τοῦτο μάλιστα αὐτοὺς ἀναπνεῦσαι ἐποίησε, τὸ μαθεῖν ὅτι τῷ Πατρὶ ἔσονται φίλοι. Διὸ λέγουσι· Νῦν οἴδαμεν ὅτι οἶδας πάντα. Ὁρᾷς ὅτι 325
πρὸς τὸ ὑφορμοῦν τῇ διανοίᾳ ἀπεκρίνατο; Καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· τουτέστι, Πρὶν ἢ ἀκοῦσαι οἶδας τὰ σκανδαλίζοντα ἡμᾶς, καὶ ἀνέπαυσας, ἐπειδὴ εἶπες, Ὁ Πατὴρ ὑμᾶς φιλεῖ, ὅτι ἐμὲ πεφιλήκατε. Μετὰ τοσαῦτα καὶ τηλικαῦτα, τότε λέγουσι, Νῦν οἴδαμεν. Ὁρᾷς πῶς ἀτελῶς εἶχον; Εἶτα ἐπειδὴ ὥσπερ τινὰ χάριν αὐτῷ παρέχοντες λέγουσι, Νῦν οἴδαμεν, λέγει· Πολλῶν δεῖσθε ἑτέρων, ὥστε ἐπὶ τὸ τέλειον ἐλθεῖν· οὐδὲν οὐδέπω ὑμῖν κατώρθωται. Νῦν οὖν προδώσετέ με τοῖς ἐχθροῖς, καὶ τοσοῦτος ὑμῶν κρατήσει φόβος, ὥστε μηδὲ μετ' ἀλλήλων δυνηθῆναι ἀναχωρῆσαι. Ἀλλ' οὐδὲν ἀπὸ τούτων πείσομαι δεινόν. Ὁρᾷς πῶς πάλιν συγκαταβατικὸς ὁ 59.429 λόγος; Τοῦτο γοῦν αὐτοῖς καὶ ἐγκαλεῖ, ὅτι συγκαταβάσεως δέονται διηνεκῶς. Ἐπειδὴ γὰρ ἔλεγον, Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις, καὶ διὰ τοῦτο πιστεύομέν σοι· δείκνυσιν ὅτι νῦν, ὅτε πιστεύουσιν, οὔπω πιστεύουσιν, οὐδὲ προσίεται αὐτῶν τὰ ῥήματα. Ταῦτα λέγει, εἰς ἕτερον αὐτοὺς παραπέμπων καιρόν. Τὸ δὲ, Ὁ Πατὴρ μετ' ἐμοῦ ἐστι, δι' αὐτοὺς πάλιν τέθεικε· τοῦτο γὰρ ἄνω καὶ κάτω ἐβούλετο μαθεῖν. Εἶτα δεικνὺς, ὅτι οὐ τὴν τελείαν γνῶσιν παρεδίδου αὐτοῖς ταῦτα λέγων, ἀλλ' ὥστε τὸν λογισμὸν αὐτοῖς μὴ στασιάζειν (εἰκὸς γὰρ αὐτοὺς λογίζεσθαι ἀνθρώπινά τινα, καὶ ὅτι οὐδεμιᾶς ἀπολαύσουσι παρ' αὐτοῦ βοηθείας), φησί· Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· τουτέστιν, Ἵνα μὴ ἐκβάλητέ με τῆς διανοίας ὑμῶν, ἀλλὰ παραδέξησθε. Μὴ τοίνυν εἰς δόγμα τις ἑλκέτω τὰ λεγόμενα· εἰς γὰρ ἡμετέραν εἴρηται παράκλησιν καὶ ἀγάπην. Οὐδὲ γὰρ μέχρι τούτου, φησὶ, τοιαῦτα πάσχουσι· στήσεται ὑμῖν τὰ τῶν δεινῶν· ἀλλ' ἕως ἂν ἦτε ἐν τῷ κόσμῳ, θλίψιν ἕξετε, οὐ νῦν ὅτε παραδίδομαι, ἀλλὰ καὶ μετὰ ταῦτα. Ἀλλὰ ἀνάστητε τῷ λογισμῷ· οὐδὲν γὰρ πείσεσθε δεινόν. Τοῦ γὰρ Διδασκάλου περιγενομένου τῶν ἐχθρῶν, οὐ χρὴ τοὺς μαθητὰς ἀλύειν. Καὶ πῶς νενίκηκας, εἰπέ μοι, τὸν κόσμον; Εἶπον μὲν ἤδη ὅτι τὸν ἄρχοντα αὐτοῦ κατέβαλον κάτω· εἴσεσθε δὲ καὶ ὕστερον, πάντων εἰκόντων ὑμῖν καὶ παραχωρούντων. γʹ. Ἔξεστι δὲ καὶ ἡμῖν νικᾷν, ἐὰν βουλώμεθα, εἰς τὸν ἀρχηγὸν τῆς πίστεως ἡμῶν ἀφορῶντας, καὶ ταύτην βαδίζοντας τὴν ὁδὸν, ἣν αὐτὸς ἡμῖν ἔτεμεν· Οὕτως οὐδὲ θάνατος ἡμῶν περιέσται. Τί οὖν; οὐ τεθνήξομεν, φησίν; ἀπὸ γὰρ τούτου δῆλον ὅτι οὐ περιέσται. Καὶ μὴν τότε ὁ ἀνταγωνιστὴς ἔσται λαμπρὸς, οὐχ ὅταν μὴ συμπλακῇ τῷ ἐχθρῷ, ἀλλ' ὅταν συμπλακεὶς μὴ κατέχηται. Οὐ τοίνυν διὰ τὴν συμπλοκὴν θνητοὶ, ἀλλὰ διὰ τὴν νίκην ἀθάνατοι. Τότε γὰρ ἂν ἦμεν θνητοὶ, εἰ ἐμένομεν παρ' αὐτῷ διηνεκῶς. Ὥσπερ οὖν οὐκ ἂν εἴποιμι τὰ μακροβιώτατα τῶν ζώων ἀθάνατα, καίτοι γε πολὺν μένοντα χρόνον ἔξω θανάτου· οὕτως οὐδὲ θνητὸν, διὰ τὸ λύεσθαι θανάτῳ, τὸν μέλλοντα μετὰ τὸν θάνατον ἀνίστασθαι. Εἰπὲ γάρ μοι, εἴ τις πρὸς ὀλίγον ἐρυθριάσειε, τοῦτον οὕτω καλέσωμεν διηνεκῶς ἐρυθρόν; Οὐδαμῶς· οὐ γάρ ἐστι τὸ πρᾶγμα ἕξις. Εἴ τις ὠχρὸς γένοιτο, τοῦτον ἰκτεριῶντα προσεροῦμεν; Οὐδαμῶς· πρόσκαιρον γὰρ τὸ πάθος. Οὐκοῦν οὐδὲ θνητὸν καλέσεις τὸν ἐν ὀλίγῳ χρόνῳ γενόμενον ἐν θανάτῳ· ἐπεὶ καὶ τοὺς καθεύδοντας οὕτως ἐροῦμεν· τεθνήκασι γὰρ, ὡς εἰπεῖν, καὶ εἰσὶν ἀνενέργητοι. Ἀλλὰ φθείρει τὰ σώματα; Καὶ τί τοῦτο; οὐ γὰρ ἵνα ἐν φθορᾷ μείνῃ, ἀλλ' ἵνα βελτίω γένηται. Νικήσωμεν τοίνυν τὸν κόσμον, πρὸς ἀθανασίαν δράμωμεν, ἀκολουθήσωμεν τῷ βασιλεῖ, στήσωμεν αὐτῷ τρόπαιον, καταφρονήσωμεν αὐτοῦ τῶν ἡδονῶν. Καὶ οὐ δεῖ πόνων· μεταθῶμεν τὴν ψυχὴν πρὸς τὸν οὐρανὸν, καὶ νενίκηται ὁ κόσμος ἅπας. Ἂν μὴ ἐπιθυμήσῃς αὐτοῦ, νενίκηται· ἂν καταγελάσῃς αὐτὸν, ἥττηται. Ξένοι ἐσμὲν καὶ παρεπίδημοι· μηδενὶ τοίνυν τῶν λυπηρῶν ἀλγῶμεν. Οὐδὲ γὰρ, εἰ πατρίδος γενόμενος λαμπρᾶς καὶ προγόνων περιφανῶν, εἰς μακράν τινα γῆν ἀπῆλθες, μηδενὶ γνώριμος ὢν, μηδὲ παῖδας ἔχων, μηδὲ πλοῦτον, εἶτά τις ὕβρισεν, ἤλγησας ἂν ὡς οἴκοι ταῦτα παθών. Τὸ γὰρ εἰδέναι σαφῶς, ὅτι ἐν ξένῃ καὶ ἀλλοτρίᾳ εἶ, πάντα φέρειν εὐκό 59.430 λως ἔπειθε, καὶ τὸ καταφρονεῖσθαι καὶ τὸ πεινῇν καὶ διψῇν, καὶ τὸ ὁτιοῦν παθεῖν. Τοῦτο λόγισαι καὶ νῦν, ὅτι ξένος εἶ καὶ παρεπίδημος, καὶ μηδέν σε τῶν ἐν τῇ ξένῃ ταύτῃ θορυβείτω. Καὶ 326
γὰρ πόλιν ἔχεις, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός· ἡ δὲ παροίκησις αὕτη πρὸς βραχὺ γίνεται καὶ ὀλίγον. Ὁ βουλόμενος τυπτέτω, ὑβριζέτω, λοιδορείτω. Ἐν ξένῃ ἐσμὲν, καὶ εὐτελῶς ζῶμεν. Τὸ γὰρ δεινὸν, ἐπὶ τῆς πατρίδος τοῦτο παθεῖν, ἐπὶ τῶν πολιτῶν· τότε ἡ μεγίστη ἀσχημοσύνη καὶ ζημία. Ἐὰν δὲ ᾖ τις ἔνθα μηδένα γνώριμον ἔχῃ, πάντα εὐκόλως ὑφίσταται. Ἡ γὰρ ὕβρις ἀπὸ τῆς γνώμης τῶν ὑβριζόντων χαλεπωτέρα γίνεται. Οἷον, ἐάν τις εἰδὼς τὸν ὕπαρχον ὄντα ὕπαρχον ὑβρίσῃ, τότε ἡ ὕβρις πικρά· ἐὰν δὲ ἰδιώτην νομίσας ὑβρίσῃ, οὐδὲ ἅψασθαι δύναται τοῦ ταῦτα πάσχοντος. Οὕτω δὴ καὶ ἡμεῖς λογισώμεθα. Οὐδὲ γὰρ ἴσασιν ὅπερ ἐσμὲν οἱ ὑβρισταὶ, οἷον ὅτι πολῖται τῶν οὐρανῶν, καὶ εἰς τὴν ἄνω ἀπογεγραμμένοι πατρίδα, καὶ τῶν Χερουβίμ ἐσμεν συγχορευταί. Μὴ τοίνυν ἀλγῶμεν, μηδὲ ὕβριν ἡγώμεθα τὴν ὕβριν. Εἰ ἐγνώριζον, οὐκ ἂν ὕβρισαν. Ἀλλὰ πτωχοὺς καὶ εὐτελεῖς νομίζουσι; Μὴ τοίνυν μηδὲ ἡμεῖς ταύτην ὕβριν νομίζωμεν. Εἰπὲ γάρ μοι, εἴ τις ὁδοιπορῶν παῖδας τοὺς αὐτοῦ φθάσας, ὀλίγον διάστημα ἐν πανδοχείῳ ἐκαθέζετο περιμένων αὐτούς· εἶτα ὁ πανδοχεὺς, ἢ τῶν ὁδοιπόρων τις, ἀγνοῶν ὅστις ἂν εἴη, δυσχεράνειε πρὸς ἐκεῖνον καὶ λοιδορηθείη· ἆρα οὐ γελάσεται τὴν ἄγνοιαν ἐκείνου; οὐ τέρψει μᾶλλον αὐτὸν ἡ πλάνη; οὐκ ἐντρυφήσει, ὡς ἄλλου τινὸς ὑβριζομένου; Οὕτω καὶ ἡμεῖς πράττωμεν. Καὶ γὰρ ἐν πανδοχείῳ καθήμεθα περιμένοντες τοὺς ἡμετέρους τοὺς ὁδεύοντας τὴν ὁδὸν ταύτην. Ὅταν ὁμοῦ πάντες γενώμεθα, τότε εἴσονται τίνας ὑβρίζουσιν. Οὗτοι τότε κάτω νεύουσι, τότε ἐροῦσιν· Οὗτός ἐστιν ὃν ἔσχομεν ἡμεῖς οἱ ἄφρονες εἰς γέλωτα. δʹ. Δύο τοίνυν τούτοις παραμυθησώμεθα ἑαυτοὺς, ὅτι τε ἡμεῖς οὐχ ὑβριζόμεθα (οὐ γὰρ ἴσασιν οἵτινές ἐσμεν), καὶ ὅτι, κἂν βουλώμεθα δίκην λαβεῖν, δώσουσιν ὕστερον χαλεπωτάτην. Ἀλλὰ μὴ γένοιτό τινα οὕτως ὠμὴν καὶ ἀπάνθρωπον ἔχειν ψυχήν. Τί οὖν, ἂν παρὰ τῶν ὁμοφύλων ὑβριζώμεθα; τοῦτο γάρ ἐστι τὸ φορτικόν. Τοῦτο μὲν οὖν ἐστι τὸ κοῦφον. Τί δήποτε; Ὅτι οὐχ ὁμοίως τοὺς ἀγαπωμένους ὑβρίζοντας φέρομεν, καὶ οὓς οὐκ ἴσμεν. Ταῦτα γοῦν, παρακαλοῦντες τοὺς ὑβρισμένους, λέγομεν τὰ ῥήματα πολλάκις· Ἀδελφός ἐστιν ὁ ὑβρικὼς, φέρε γενναίως· πατήρ ἐστι, θεῖός ἐστιν. Εἰ δὲ τοῦ ἀδελφοῦ καὶ πατρὸς τὸ ὄνομα δυσωπεῖ, πολλῷ μᾶλλον ἂν εἴπω τούτων γνησιώτερον. Οὐ γὰρ ἀδελφοὶ μόνον ἀλλήλοις ἐσμὲν, ἀλλὰ καὶ μέλη καὶ σῶμα ἕν. Εἰ δὲ τοῦ ἀδελφοῦ ὄνομα δυσωπεῖ, πολλῷ μᾶλλον τὸ τοῦ μέλους. Οὐκ ἤκουσας τῆς ἔξω παροιμίας λεγούσης, ὅτι δεῖ τοὺς φίλους μετὰ τῶν ἐλαττωμάτων ἔχειν; οὐκ ἤκουσας Παύλου λέγοντος, ὅτι Ἀλλήλων τὰ βάρη βαστάζετε; οὐχ ὁρᾷς τοὺς ἐρῶντας; Ἀναγκάζομαι γὰρ, ἐπειδὴ ἀφ' ὑμῶν τὸ παράδειγμα σχεῖν οὐκ ἔχομεν, ἐπ' ἐκείνην τὴν ὑπόθεσιν τὸν λόγον ἀγαγεῖν. Ποιεῖ δὲ αὐτὸ καὶ ὁ Παῦλος οὕτω λέγων· Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα. Μᾶλλον δὲ ἐκεῖνο εὐκαιρότερον εἰπεῖν, φησὶν, ὅπερ Ῥωμαίοις· Ὥσπερ, φησὶ, παρεστήσατε 59.431 τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν· οὕτω παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ. Διὰ τοῦτο καὶ ἡμεῖς θαῤῥοῦντες ἑπόμεθα τοῦ παραδείγματος. Οὐχ ὁρᾷς τοίνυν τοὺς ἐρῶντας, πόσα οὗτοι πορνῶν γυναικῶν περικαιόμενοι πάσχουσι δεινὰ, ῥαπιζόμενοι, τυπτόμενοι, γελώμενοι, θρυπτομένης ἀνεχόμενοι πόρνης, ἀποστρεφομένης, μυρία ὑβριζούσης; Ἀλλ' ὅμως κἂν ἅπαξ ἡδύ τι καὶ ἥμερον ἴδωσιν, πάντα αὐτοῖς ἐν εὐπραγίᾳ, καὶ πάντα οἴχεται τὰ πρότερα, καὶ πάντα ἐξ οὐρίων φέρεται, κἂν πενία, κἂν νόσος, κἂν ὁτιοῦν τούτοις ἕτερον. Τὸν γὰρ βίον τὸν ἑαυτῶν τίθενται ἄθλιόν τε καὶ μακάριον, ὡς ἂν τὴν ἐρωμένην ἔχωσι πρὸς αὐτοὺς διακειμένην. Καὶ οὐ δόξαν ἴσασιν ἀνθρωπίνην, οὐκ ἀτιμίαν· ἀλλὰ, κἂν ὑβρίζῃ τις, ὑπὸ τῆς πολλῆς ἡδονῆς καὶ τῆς παρ' ἐκείνης εὐημερίας ἅπαντα φέρουσι ῥᾳδίως· ἐκείνη δὲ κἂν λοιδορήσηται, κἂν εἰς τὸ πρόσωπον πτύσῃ, ῥόδοις βάλλεσθαι νομίζουσι ταῦτα πάσχοντες. Καὶ τί θαυμαστὸν, εἰ περὶ αὐτὴν οὕτω διάκεινται; Καὶ γὰρ τὴν οἰκίαν τὴν ἐκείνης πασῶν εἶναι λαμπροτέραν νομίζουσι, κἂν πηλίνη ᾖ, κἂν καταπίπτουσα. Καὶ τί λέγω τοὺς 327
τοίχους; Καὶ γὰρ τοὺς τόπους αὐτοὺς, ἔνθα διατρίβουσιν ἐν ἑσπέρᾳ, ὁρῶντες διανίστανται. Ἐνταῦθα δέ μοι δότε λοιπὸν τὸ ἀποστολικὸν εἰπεῖν. Καθάπερ ἐκεῖνός φησιν· Ὥσπερ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, οὕτω παραστήσατε τὰ μέλη ὑμῶν τῇ δικαιοσύνῃ· τὸν αὐτὸν τρόπον κἀγὼ λέγω· ὡς ἠγαπήσαμεν ταύτας, ἀγαπήσωμεν ἀλλήλους, καὶ οὐδὲν δεινὸν ἡγησόμεθα πάσχειν. Καὶ τί λέγω ἀλλήλους· οὕτως ἀγαπήσωμεν τὸν Θεόν. Ἐφρίξατε ἀκούσαντες, ὅτι τοσοῦτον ἀπαιτῶ μέτρον ἀγάπης ἐπὶ Θεοῦ, ὅσον περὶ τὴν πόρνην ἐπεδειξάμεθα; Ἀλλ' ἐγὼ φρίττω, ὅτι οὐδὲ τοσοῦτον ἐπιδεικνύμεθα. Καὶ, εἰ βούλεσθε, ἐπεξέλθωμεν τῷ λόγῳ, εἰ καὶ σφόδρα φορτικὸν τὸ λεγόμενον. Ἡ ἐρωμένη τοῖς ἐρῶσιν οὐδὲν ὑπισχνεῖται χρηστὸν, ἀλλ' ἀτιμίαν, καὶ αἰσχύνην, καὶ ὕβριν. Τοῦτο γὰρ εἶναι ποιεῖ τὸ προσεδρεύειν πόρνῃ γυναικὶ, καταγέλαστον, αἰσχρὸν, ἄτιμον. Ὁ δὲ Θεὸς οὐρανὸν, καὶ τὰ ἐν οὐρανοῖς ἐπαγγέλλεται ἀγαθὰ, καὶ υἱοὺς ἡμᾶς ἐποίησε, καὶ ἀδελφοὺς τοῦ Μονογενοῦς, καὶ ζῶντί σοι μυρία παρέσχε, καὶ τελευτῶντι ἀνάστασιν, καὶ τοσαῦτα ἐπαγγέλλεται δώσειν ἀγαθὰ, ὅσα μηδὲ ἐννοῆσαι δυνατὸν, καὶ τιμίους καὶ αἰδεσίμους ἡμᾶς ποιεῖ. Καὶ πάλιν, ἐκείνη δαπανᾷν ἀναγκάζει πάντα τὰ αὐτῶν εἰς βάραθρον καὶ ἀπώλειαν· ὁ δὲ Θεὸς σπείρειν κελεύει τὸν οὐρανὸν, καὶ ἑκατονταπλασίονα δίδωσι, καὶ ζωὴν αἰώνιον. Πάλιν, ἐκείνη ὡς ἀνδραπόδῳ κέχρηται τῷ φιλοῦντι, τυράννου παντὸς χαλεπώτερον ἐπιτάττουσα· ὁ δὲ Θεός φησιν, Οὐκέτι λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους. εʹ. Εἴδετε τὴν ὑπερβολὴν καὶ τῶν ἐνταῦθα κακῶν, καὶ τῶν ἀγαθῶν τῶν ἐκεῖθεν; Τί οὖν τὰ μετὰ ταῦτα; Ταύτης μὲν ἕνεκεν καὶ ἀγρυπνοῦσι πολλοὶ, καὶ ἅπερ ἂν ἐπιτάξῃ, μετὰ προθυμίας ὑπακούουσι, καὶ οἰκίαν ἀφιᾶσι, καὶ πατέρα, καὶ μητέρα, καὶ φίλους, καὶ χρήματα, καὶ προστασίαν, καὶ πάντα ἐν ἀπορίᾳ καὶ ἐρημίᾳ τὰ αὐτῶν· τοῦ δὲ Θεοῦ πολλάκις ἕνεκεν, μᾶλλον δὲ ἡμῶν αὐτῶν ἕνεκεν, οὐδὲ τρίτην μοῖραν ἀναλῶσαι αἱρούμεθα τῶν ὄντων, ἀλλὰ πεινῶντα ὁρῶντες περιορῶμεν, καὶ 59.432 παρατρέχομεν γυμνὸν, καὶ οὐδὲ λόγου μεταδίδομεν. Ἐκείνης δὲ κἂν θεραπαινίδα ἴδωσιν οἱ ἐρασταὶ, καὶ βάρβαρον, ἐν μέσῃ τῇ ἀγορᾷ ἑστῶτες, ὥσπερ ἐγκαλλωπιζόμενοι, καὶ ἀγαλλόμενοι διαλέγονται, μακρῶν λόγων ἀνελίττοντες διαύλους· καὶ οὐδὲν εἶναι τὸν βίον πάντα νομίζουσι δι' αὐτὴν, οὐκ ἄρχοντας, οὐ βασιλείαν (καὶ ἴσασιν ὅσοι τοῦ νοσήματος εἰλήφασι πεῖραν)· καὶ χάριν ἔχουσι πλείονα ἐπιταττούσῃ, ἢ δουλεύουσιν ἑτέροις. Ἆρ' οὐκ εἰκότως γέεννα; ἆρ' οὐκ εἰκότως μυρίαι κολάσεις; Ἀνανήψωμεν τοίνυν, καὶ παράσχωμεν τῇ τοῦ Θεοῦ διακονίᾳ κἂν τοσοῦτον, κἂν τὸ ἥμισυ μέρος, οὗ τῇ πόρνῃ παρέχουσιν ἕτεροι, κἂν τὸ τρίτον. Τάχα φρίττετε πάλιν; καὶ γὰρ καὶ αὐτός. Ἀλλ' οὐκ ἠβουλόμην ἐπὶ τῶν λόγων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πραγμάτων φρίττειν ὑμᾶς. Νῦν δὲ ἐνταῦθα μὲν ἡμῖν ἡ καρδία συστέλλεται, ἐξελθόντες δὲ πάντα ῥίπτομεν. Τί οὖν τὸ κέρδος; Ἂν μὲν γὰρ ἐκεῖ δέῃ χρήματα ἀναλίσκειν, οὐδεὶς πενίαν ὀδύρεται, ἀλλὰ καὶ δανεισάμενος ἔδωκε πολλάκις ἁλούς· ἐνταῦθα δὲ, ἐὰν ἐλεημοσύνης μνησθῶμεν, παῖδας, καὶ γυναῖκας, καὶ οἰκίαν, καὶ προστασίαν, καὶ μυρίας προφάσεις ἡμῖν προβάλλονται. Ἀλλ' ἡδονὴ πολλὴ, φησὶν, ἐκεῖ. Τοῦτο γάρ ἐστιν ὃ θρηνῶ καὶ ὀδύρομαι. Τί οὖν, ἐὰν δείξω μείζονα ἐνταῦθα τὴν ἡδονήν; Ἐκεῖ μὲν γὰρ οὐ μικρὸν ὑποτέμνεται τῆς ἡδονῆς ἡ αἰσχύνη, καὶ ἡ ὕβρις, καὶ ἡ δαπάνη, δεύτερον ὁ πόλεμος καὶ ἡ ἀπέχθεια· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Τί γὰρ τῆς ἡδονῆς ταύτης ἴσον, εἰπέ μοι, καθῆσθαι προσδοκῶντα τὸν οὐρανὸν καὶ τὴν ἐκεῖ βασιλείαν, καὶ τὴν λαμπρότητα τῶν ἁγίων, καὶ τὴν ζωὴν τὴν ἀτελεύτητον; Ἀλλὰ ταῦτα ἐν προσδοκίαις, φησὶν, ἐκεῖνα δὲ ἐν πείρᾳ. Ποίᾳ πείρᾳ; Βούλει καὶ ἐνταῦθα τὰ ἐν πείρᾳ εἴπω; Ἐννόησον πόσης ἐλευθερίας ἀπολαύεις, καὶ πῶς οὐδένα δέδοικας οὐδὲ τρέμεις ἀρετῇ συζῶν, οὐκ ἐχθρὸν, οὐκ ἐπίβουλον, οὐ συκοφάντην, οὐ τὸν παραδοκιμοῦντα, οὐκ ἀντεραστὴν, οὐ ζηλότυπον, οὐ πενίαν, οὐ νόσον, οὐκ ἄλλο τῶν ἀνθρωπίνων οὐδέν· ἐκεῖ δὲ, κἂν μυρία κατὰ γνώμην γένηται, καὶ ὥσπερ ἐκ πηγῶν ὁ πλοῦτος ἐπιῤῥέῃ, ὁ τῶν ἀντεραστῶν πόλεμος, καὶ αἱ 328
ἐπιβουλαὶ, καὶ οἱ λόχοι πάντων ἀθλιώτερον ποιήσει τοῦ μετ' ἐκείνων πλυνομένου τὸν βίον. Τῆς γὰρ καταπτύστου θρυπτομένης ἐκείνης καὶ τρυφώσης, ἀνάγκη τὸν πόλεμον ἀναῤῥιπίζεσθαι εἰς τὴν ἐκείνης ἀρέσκειαν. Τοῦτο οὖν μυρίων θανάτων χαλεπώτερον καὶ πάσης ἀφορητότερον τιμωρίας. Ἀλλ' οὐκ ἐνταῦθα τοιοῦτον οὐδέν. Ὁ γὰρ καρπὸς, φησὶ, τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Οὐδαμοῦ πόλεμος, οὐδὲ χρημάτων ἄκαιρος δαπάνη, οὐδὲ ὀνείδη μετὰ δαπάνης· κἂν ὀβολὸν δῷς, κἂν ἄρτον, κἂν ποτήριον ψυχροῦν, πολλήν σοι τὴν χάριν εἴσεται, καὶ οὐδὲν ἐπὶ τό σε δακεῖν, καὶ λυπῆσαι ποιεῖ, ἀλλὰ πάντα ὥστε ποιῆσαί σε ἔνδοξον, καὶ πάσης ἀπαλλάξαι αἰσχύνης. Τίνα οὖν ἕξομεν ἀπολογίαν, ποίαν συγγνώμην, ταῦτα μὲν ἀφιέντες, τοῖς δὲ ἐναντίοις ἑαυτοὺς ἐκδιδόντες, καὶ εἰς τὴν τοῦ πυρὸς κάμινον τὴν καιομένην ἑκόντες ἑαυτοὺς ἐκβάλλοντες; Διὸ παρακαλῶ τοὺς τὰ τοιαῦτα νοσοῦντας ἀνακτήσασθαι ἑαυτοὺς, καὶ πρὸς τὴν ὑγείαν ἐπαναγαγεῖν, μηδὲ ἀφιέναι εἰς ἀπόγνωσιν ἐμπεσεῖν. Ἐπεὶ καὶ ὁ υἱὸς ἐκεῖνος πολλῷ χαλεπώτερα τούτων ἔπαθεν· ἀλλ' ἐπειδὴ πρὸς τὸν οἶκον ἐπανῆλθε τὸν πατρῷον, καὶ ἐπὶ τῆς προτέρας ἐγένετο τιμῆς, καὶ τοῦ διαπαντὸς εὐδοκιμήσαντος ἐφάνη λαμπρότερος. Τοῦτον γὰρ ἡμεῖς ζηλώσωμεν, καὶ πρὸς 59.433 τὸν Πατέρα ἐπανελθόντες, ὀψὲ γοῦν ποτε τῆς αἰχμαλωσίας ἀποστῶμεν ἐκείνης, καὶ πρὸς τὴν ἐλευθερίαν ἑαυτοὺς μεταγάγωμεν, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν 59.434 ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.433 ΟΜΙΛΙΑ Πʹ. Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλ μοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. αʹ. Ὁ ποιήσας καὶ διδάξας, φησὶν, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ μάλα εἰκότως. Τὸ μὲν γὰρ διὰ ῥημάτων φιλοσοφεῖν, εὔκολον· ἡ δὲ διὰ τῶν ἔργων ἐπίδειξις, γενναίου τινὸς καὶ μεγάλου. Διὸ καὶ ὁ Χριστὸς περὶ ἀνεξικακίας διαλεγόμενος, μέσον ἑαυτὸν προτίθησι, κελεύων ἐκεῖθεν λαμβάνειν τὰ ὑποδείγματα. Διὰ τοῦτο καὶ μετὰ τὴν παραίνεσιν ταύτην ἐπὶ εὐχὴν τρέπεται, παιδεύων ἡμᾶς ἐν τοῖς πειρασμοῖς πάντα ἀφέντας ἐπὶ τὸν Θεὸν καταφεύγειν. Ἐπειδὴ γὰρ εἶπεν, Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε, καὶ κατέσεισεν αὐτῶν τὰς ψυχὰς, διὰ τῆς εὐχῆς ἀνίστησι πάλιν. Ὡς γὰρ ἀνθρώπῳ τέως προσεῖχον. Καὶ δι' ἐκείνους ταῦτα ποιεῖ, ὥσπερ οὖν καὶ ἐπὶ Λαζάρου, καὶ λέγει τὴν αἰτίαν, ὅτι Διὰ τὸν ὄχλον τὸν παρεστῶτα εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σύ με ἀπέστειλας. Ναὶ, φησίν· ἀλλ' ἐπὶ μὲν τῶν Ἰουδαίων εἰκότως ταῦτα ἐγίνετο· ἐπὶ δὲ τῶν μαθητῶν τίνος ἕνεκεν; Καὶ ἐπὶ τῶν μαθητῶν εἰκότως. Οἱ γὰρ μετὰ τοσαῦτα λέγοντες, Νῦν οἴδαμεν, ὅτι πάντα οἶδας, μάλιστα πάντων βεβαιωθῆναι ἐδέοντο. Ἄλλως δὲ, οὐδὲ εὐχὴν ὁ εὐαγγελιστὴς τὸ πρᾶγμα καλεῖ· ἀλλὰ τί φησιν; Ἦρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ διάλεξιν αὐτὸ πρὸς τὸν Πατέρα μᾶλλον εἶναί φησιν. Εἰ δὲ ἀλλαχοῦ λέγει εὐχὴν, καὶ δείκνυσιν αὐτὸν ποτὲ μὲν ἐπὶ γόνατα καμπτόμενον, ποτὲ δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν αἴροντα, μὴ θορυβηθῇς. Διὰ γὰρ τούτων παιδευόμεθα τὸ ἐκτενὲς τὸ ἐν ταῖς δεήσεσιν, ἵνα καὶ ἑστῶτες ἀναβλέπωμεν, μὴ τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ τῆς διανοίας· καὶ ἵνα κάμπτωμεν τὰ γόνατα, τὴν ἑαυτῶν καρδίαν συντρίβοντες. Ἦλθε γὰρ ὁ Χριστὸς, οὐχ ἑαυτὸν δεῖξαι μόνον, ἀλλὰ καὶ ἀρετὴν παιδεύσων ἄφατον. Τὸν δὲ παιδεύοντα οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων παιδεύειν χρή. Ἀκούσωμεν τοίνυν τί φησιν ἐνταῦθα· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Πάλιν δείκνυσιν ἡμῖν ὅτι οὐκ ἄκων ἐπὶ τὸν 329
σταυρὸν ἔρχεται. Πῶς γὰρ, ὁ καὶ εὐχόμενος τοῦτο γενέσθαι, καὶ δόξαν τὸ πρᾶγμα καλῶν, οὐκ αὐτοῦ μόνου τοῦ σταυρουμένου, ἀλλὰ καὶ τοῦ Πατρός; Ἐπεὶ καὶ οὕτως ἐγένετο· οὐ γὰρ ὁ Υἱὸς μόνον, ἀλλὰ καὶ ὁ Πατὴρ ἐδοξάσθη. Πρὸ μὲν γὰρ τοῦ σταυροῦ οὐδὲ Ἰουδαῖοι αὐτὸν ᾔδεσαν· Ἰσραὴλ γάρ με, φησὶν, οὐκ ἔγνω· μετὰ δὲ τὸν σταυρὸν ἡ οἰκουμένη ἅπασα προσέδραμεν. Εἶτα λέγει καὶ τὸν τρόπον τῆς δόξης, καὶ πῶς αὐτὸν δοξάσει. Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκὸς, ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, μὴ ἀπόληται. Τὸ γὰρ εὐεργετεῖν ἀεὶ, τῷ Θεῷ δόξα. Τί δέ ἐστι, Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός; Τέως δείκνυσιν, ὅτι οὐκ εἰς Ἰουδαίους μόνους τὰ τοῦ κηρύγματός ἐστι συνεσταλμένα, ἀλλὰ καὶ εἰς τὴν οἰκουμένην ἐκτείνεται πᾶσαν, καὶ προκαταβάλλεται προοίμια τῶν ἐθνῶν. Ἐπειδὴ γὰρ εἶπεν· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· μέλλει δὲ μετὰ ταῦτα λέγειν, Πο 59.434 ρευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, δείκνυσι καὶ τὸν Πατέρα τοῦτο βουλόμενον. Σφόδρα γὰρ τοῦτο ἐσκανδάλιζεν Ἰουδαίους, καὶ τοὺς μαθητὰς δέ. Οὐδὲ γὰρ μετὰ ταῦτα εὐκόλως ἠνείχοντο τῶν ἐθνῶν ἅπτεσθαι, ἕως τὴν τοῦ Πνεύματος ἔλαβον διδασκαλίαν· καὶ γὰρ οὐ μικρὸν σκάνδαλον ἐντεῦθεν Ἰουδαίοις ἐγίνετο. Μετὰ οὖν τὴν τοσαύτην τοῦ Πνεύματος ἐπίδειξιν, εἰς τὰ Ἱεροσόλυμα παραγενόμενος ὁ Πέτρος, μόλις ἴσχυσεν τὰ ἐγκλήματα διαφυγεῖν, εἰπὼν τὰ κατὰ τὴν σινδόνα. Τί δέ ἐστιν, Ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός; Πότε ἄρα τὴν ἐξουσίαν ταύτην ἔλαβεν, ἐρήσομαι τοὺς αἱρετικούς; πρὸ τοῦ πλάσαι αὐτοὺς, ἢ μετὰ τὸ πλάσαι; Αὐτὸς μὲν γάρ φησι, μετὰ τὸ σταυρωθῆναι καὶ ἀναστῆναι. Τότε γοῦν λέγει· Ἐδόθη μοι πᾶσα ἐξουσία. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Τί οὖν; οὐκ εἶχεν ἐξουσίαν τῶν ἔργων τῶν ἑαυτοῦ· ἀλλ' ἐποίησε μὲν αὐτοὺς, ἐξουσίαν δὲ αὐτῶν οὐκ εἶχε μετὰ τὸ ποιῆσαι; Καὶ μὴν φαίνεται πάντα αὐτὸς ποιῶν, καὶ ἐν τοῖς ἄνω χρόνοις, καὶ τοὺς μὲν κολάζων ὡς ἁμαρτάνοντας, τοὺς δὲ διορθούμενος ἐπιστρέφοντας (Οὐ μὴ κρύψω γὰρ, φησὶν, ἀπὸ τοῦ παιδός μου Ἀβραὰμ, ὃ ἐγὼ μέλλω ποιεῖν)· τοὺς δὲ καὶ τιμῶν ὡς κατορθοῦντας. Εἶτα τότε μὲν εἶχε, νῦν δὲ ἀπώλεσε, καὶ πάλιν ἔλαβε; Καὶ ποῖος ἂν ταῦτα δαίμων ἐφθέγξατο; Εἰ δὲ ἡ αὐτὴ ἐξουσία καὶ τότε καὶ νῦν (Ὥσπερ ὁ Πατὴρ ἐγείρει, φησὶ, τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ), τί ἐστι τὸ εἰρημένον; Ἔμελλεν αὐτοὺς πέμπειν εἰς τὰ ἔθνη· ἵν' οὖν μὴ νομίσωσι καινοτομίαν εἶναι διὰ τὸ λέγειν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, δείκνυσι καὶ τῷ Πατρὶ τοῦτο δοκοῦν. Εἰ δὲ μετὰ πολλῆς αὐτὸ τῆς εὐτελείας φθέγγεται, θαυμαστὸν οὐδέν· οὕτω γὰρ κἀκείνους ᾠκοδόμει τότε, καὶ τοὺς μετὰ ταῦτα· καὶ ὅπερ εἶπον, ἀεὶ τῇ τῆς εὐτελείας ὑπερβολῇ σφόδρα ἔπειθεν ὅτι συγκαταβάσεως ἦν τὰ εἰρημένα. βʹ. Τί δέ ἐστι, Πάσης σαρκός; Οὐ γὰρ δὴ πάντες ἐπίστευσαν. Καὶ μὴν, τὸ αὐτοῦ μέρος, πάντες ἐπίστευσαν· εἰ δὲ μὴ προσεῖχον τοῖς λεγομένοις, οὐ τοῦ διδάσκοντος τὸ ἔγκλημα, ἀλλὰ τῶν μὴ δεχομένων. Ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, δῷ αὐτοῖς ζωὴν αἰώνιον. Εἰ δὲ καὶ ἐνταῦθα ἀνθρωπινώτερον φθέγγεται, μὴ θαυμάσῃς. Τῶν τε γὰρ εἰρημένων αἰτιῶν ἕνεκεν τοῦτο ποιεῖ, καὶ φυλαττόμενος ἀεὶ τὸ αὐτός τι περὶ ἑαυτοῦ λέγειν μέγα, ἐπειδὴ τοῦτο προσίστατο τοῖς ἀκροωμένοις, διὰ τὸ μηδὲν μέγα περὶ αὐτοῦ φαντάζεσθαι τέως. Ὁ γοῦν Ἰωάννης, ὅταν ἐξ οἰκείου φθέγγηται προσώπου, οὐχ οὕτω ποιεῖ, ἀλλ' ἐπὶ τὸ ὑψηλότερον ἀνάγει τὸν λόγον, οὕτω λέγων· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ ὅτι Ζωὴ ἦν, καὶ ὅτι Φῶς ἦν, καὶ ὅτι Εἰς τὰ ἴδια ἦλθεν· οὐχ ὅτι οὐκ εἶχεν ἐξουσίαν, εἰ μὴ ἔλαβεν· ἀλλ' ὅτι καὶ ἑτέροις ἔδωκεν Ἐξουσίαν τοῦ γενέσθαι τέκνα Θεοῦ. Καὶ ὁ Παῦλος ὁμοίως ἴσον αὐτὸν λέγει τῷ Θεῶ. 59.435 Αὐτὸς δὲ ἀνθρωπινώτερον αἰτεῖ οὕτω λέγων· Ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, δῷ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Μόνον ἀληθινὸν Θεὸν, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντων θεῶν φησι. Καὶ γὰρ εἰς τὰ ἔθνη αὐτοὺς πέμπειν ἔμελλεν. Εἰ δὲ οὐκ ἀνέξονται, ἀλλὰ διὰ τοῦτο μόνον ἐκβάλλουσι τοῦ εἶναι ἀληθινὸν 330
Θεὸν τὸν Υἱὸν, οὕτω προϊόντες καὶ τὸ Θεὸν εἶναι ἐκβάλλουσι. Καὶ γάρ φησι· Τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε. Τί οὖν; οὐκ ἔσται Θεὸς ὁ Υἱός; Εἰ δὲ Θεὸς ὁ Υἱὸς, καὶ μόνου τοῦ Πατρὸς λεγομένου, εὔδηλον ὅτι καὶ ἀληθινὸς, καὶ μόνου ἀληθινοῦ καλουμένου. Τί δέ; ὅταν λέγῃ Παῦλος· Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας; ἆρα ἐκβάλλει τὸν Βαρνάβαν; Οὐδαμῶς· τὸ γὰρ, Μόνος, πρὸς ἀντιδιαστολὴν ἑτέρων κεῖται. Εἰ δὲ οὐκ ἀληθινὸς Θεὸς, πῶς ἀλήθεια; ἐπιπολὺ γὰρ τοῦ ἀληθινοῦ ἡ ἀλήθεια διαφέρει. Τὸν μὴ ἀληθινὸν ἄνθρωπον εἶναι τί ἐροῦμεν, εἰπέ μοι; οὐχὶ οὐδὲ ἄνθρωπον; Οὕτως, εἰ ἀληθινὸς Θεὸς οὐκ ἔστιν ὁ Υἱὸς, πῶς ἐστι Θεός; πῶς δὲ ἡμᾶς θεοὺς ποιεῖ καὶ υἱοὺς, μὴ ὢν ἀληθής; Ἀλλ' ὑπὲρ τούτων ἀκριβέστερον ἡμῖν ἐν ἑτέροις εἴρηται· διὸ τῶν ἑξῆς ἐχώμεθα. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς. Καλῶς εἶπε, Ἐπὶ τῆς γῆς· ἐν γὰρ τῷ οὐρανῷ δεδόξαστο, ἔν τε τῇ φύσει τὴν δόξαν ἔχων, καὶ παρὰ τῶν ἀγγέλων προσκυνούμενος. Οὐ τοίνυν περὶ ἐκείνης τῆς δόξης φησὶ, τῆς τῇ οὐσίᾳ αὐτοῦ συγκεκληρωμένης (ἐκείνην γὰρ τὴν δόξαν, κἂν μηδεὶς αὐτὸν δοξάσῃ, μένει πεπληρωμένην ἔχων), ἀλλὰ ταύτην φησὶ τὴν ἀπὸ τῆς τῶν ἀνθρώπων λατρείας γινομένην. Οὐκοῦν καὶ τὸ, Δόξασόν με, τοιοῦτόν ἐστιν. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτον τὸν τρόπον τῆς δόξης φησὶν, ἄκουσον τῶν ἑξῆς· Τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω αὐτό. Καίτοι γε ἀρχὴν ἔτι τὸ πρᾶγμα εἶχε, μᾶλλον δὲ οὐδὲ ἀρχήν. Πῶς οὖν λέγει, Ἐτελείωσα; Ἢ ὅτι τὸ ἐμαυτοῦ πᾶν ἐποίησα· ἢ ὅτι τὸ ἐσόμενον ὡς ἤδη γεγενημένον λέγει· ἢ ὃ μάλιστα πάντων ἐστὶν εἰπεῖν, ὅτι τὸ πᾶν ἦν ἤδη γεγενημένον τῷ τὴν ῥίζαν τῶν ἀγαθῶν καταβεβλῆσθαι, ᾗ πάντως ἐξ ἀνάγκης ἔμελλον ἕψεσθαι οἱ καρποὶ, καὶ τὸ τοῖς μέλλουσι μετὰ ταῦτα γίνεσθαι, αὐτὸν παρεῖναι καὶ συνεφάπτεσθαι. Διὰ τοῦτο πάλιν συγκαταβατικῶς φησιν. Ὃ ἔδωκάς μοι. Εἰ γὰρ δὴ περιέμενεν ἀκοῦσαι καὶ μαθεῖν, πολὺ ταῦτα τῆς δόξης αὐτοῦ ἀποδέοντα ἂν εἴη. Ὅτι γὰρ ἐξ οἰκείας ἐπὶ τοῦτο γνώμης ἦλθε, πολλαχόθεν δῆλον. Ὡς ὅταν λέγῃ Παῦλος, ὅτι Οὕτως ἠγάπησεν ἡμᾶς, ὥστε παραδοῦναι ἑαυτὸν ὑπὲρ ἡμῶν· καὶ, Ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών· καὶ πάλιν, Καθὼς ἠγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα ὑμᾶς. Δόξασόν με σὺ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Καὶ ποῦ ἡ δόξα ἐκείνη; ἔστω μὲν γὰρ, παρὰ ἀνθρώποις εἰκότως ἄδοξος ἦν διὰ τὸ περικείμενον ἔνδυμα· πῶς καὶ παρὰ Θεῷ δοξασθῆναι ζητεῖ; Τί οὖν ἐνταῦθά φησι; Περὶ τῆς οἰκονομίας ὁ λόγος· ἐπεὶ οὔπω δεδόξαστο τῆς σαρκὸς ἡ φύσις, οὐδὲ ἀφθαρσίας ἀπολαύσασα, οὔτε τοῦ θρόνου κοινωνήσασα τοῦ βασιλικοῦ. Διὰ τοῦτο οὐκ εἶπεν, Ἐπὶ τῆς γῆς, ἀλλὰ, Παρὰ σοί. γʹ. Ταύτης καὶ ἡμεῖς ἀπολαυσόμεθα τῆς δόξης κατὰ τὸ ἡμέτερον μέτρον, ἐὰν νήφωμεν. Διὰ τοῦτο καὶ Παῦλός φησιν· Εἴπερ συμπάσχωμεν, ἵνα καὶ συνδοξασθῶμεν. 59.436 Μυρίων ἄρα ἄξιοι δακρύων οἱ, τοσαύτης προκειμένης δόξης, διὰ νωθείαν καὶ ὕπνον ἐπιβουλεύοντες ἑαυτοῖς· καὶ εἰ γέεννα μὴ ἦν, ἀθλιώτεροι πάντων, οἷς βασιλεῦσαι παρὸν καὶ συνδοξασθῆναι τῷ Υἱῷ τοῦ Θεοῦ, τοσούτων ἑαυτοὺς ἀποστεροῦντες ἀγαθῶν. Εἰ γὰρ κατακοπῆναι ἔδει, εἰ γὰρ μυρίους ἀποθανεῖν θανάτους, εἰ μυρίας ἐπιδοῦναι ψυχὰς, καὶ τοσαῦτα σώματα καθ' ἑκάστην ἡμέραν· οὐκ ἔδει τοσαῦτα ὑποστῆναι ὑπὲρ τοσαύτης δόξης; Νῦν δὲ οὐδὲ χρημάτων καταφρονοῦμεν, ὧνπερ ὕστερον καὶ ἄκοντες ἀποστησόμεθα· οὐ καταφρονοῦμεν χρημάτων, τῶν μυρίοις ἡμᾶς περιβαλλόντων κακοῖς, τῶν ἐνταῦθα μενόντων, τῶν οὐχ ἡμῶν. Τὰ γὰρ οὐχ ἡμῶν διοικοῦμεν, κἂν πατρῷα ἔχωμεν. Ὅταν δὲ καὶ γέεννα προσῇ, καὶ σκώληξ ἀτελεύτητος, καὶ ἄσβεστον πῦρ, καὶ βρυγμὸς ὀδόντων· πῶς οἴσομεν ταῦτα; εἰπέ μοι. Μέχρι τίνος οὐ διαβλέπομεν, ἀλλ' εἰς μάχας καθημερινὰς, καὶ φιλονεικίας, καὶ λόγους ἀνονήτους τὸ πᾶν δαπανῶμεν, τὴν γῆν τρέφοντες, τὸ σῶμα πιαίνοντες, καὶ τῆς ψυχῆς ἀμελοῦντες, τῶν μὲν ἀναγκαίων οὐδένα ποιούμενοι λόγον, τῶν δὲ περιττῶν καὶ ἀνονήτων πολλὴν τὴν φροντίδα; Καὶ λαμπροὺς μὲν οἰκοδομοῦμεν τάφους, καὶ ὠνούμεθα πολυτελεῖς οἰκίας, καὶ παντοδαπῶν οἰκετῶν ἀγέλας περισύρομεν, καὶ οἰκονόμους διαφόρους ἐπινοοῦμεν, 331
ἀγρῶν, οἰκιῶν, χρημάτων ἄρχοντας, καὶ ἄρχοντας ἀρχόντων καθιστῶντες· τῆς δὲ ψυχῆς ἠρημωμένης οὐδεὶς ἡμῖν λόγος. Καὶ τί τούτων ἔσται τὸ πέρας; οὐχὶ μίαν γαστέρα πληροῦμεν; οὐχὶ ἓν σῶμα περιβάλλομεν; τίς ὁ πολὺς τῶν πραγμάτων θόρυβος; τί δήποτε, καὶ διατί τὴν ψυχὴν, ἣν ἐλάχομεν, κατακόπτομεν, σπαράττομεν εἰς τὴν τῶν τοιούτων λειτουργίαν, χαλεπὴν ἑαυτοῖς ἐπινοοῦντες δουλείαν; Ὁ γὰρ πολλῶν δεόμενος, πολλῶν δοῦλός ἐστι, κἂν δοκῇ κρατεῖν τούτων. Ἐπεὶ καὶ τῶν οἰκετῶν δοῦλός ἐστιν ὁ δεσπότης, καὶ θεραπείας ἕτερον εἰσφέρει τρόπον μείζονα· καὶ ἄλλως δὲ δοῦλος, χωρὶς ἐκείνων οὐκ εἰς ἀγορὰν ἐμβαλεῖν τολμῶν. οὐκ εἰς βαλανεῖον, οὐκ εἰς ἀγρόν· οὗτοι δὲ πολλάκις χωρὶς ἐκείνου πανταχοῦ περιίασιν. Ἀλλ' ὁ δοκῶν εἶναι κύριος, ἂν μὴ παρῶσιν οἱ δοῦλοι, οὐ τολμᾷ προελθεῖν οἴκοθεν, ἀλλὰ κἂν προκύψῃ τῆς οἰκίας μόνος, καταγέλαστον ἑαυτὸν εἶναι νομίζει. Τάχα τινὲς γελῶσιν ἡμᾶς ταῦτα λέγοντας· ἀλλὰ δι' αὐτὸ μὲν τοῦτο μυρίων δακρύων ἄξιοι ἂν εἶεν. Ὅτι γὰρ δουλεία τοῦτο, ἡδέως ἄν σε ἐροίμην· ἐβούλου δεῖσθαι τοῦ τὸν ψωμὸν τῷ στόματί σου προστιθέντος, ἢ τὴν κύλικα τοῖς χείλεσι προσάγοντος; οὐχὶ δακρύων ἐνόμιζες ἀξίαν εἶναι τὴν διακονίαν ταύτην; Τί δὲ, εἰ βασταζόντων τινῶν ἐδέου πρὸς τὸ βαδίζειν διηνεκῶς, οὐκ ἂν σεαυτὸν ἐλεεινὸν καὶ ἀθλιώτερον ταύτῃ πάντων ἐνόμισας; Οὐκοῦν καὶ νῦν οὕτω διακεῖσθαι ἔδει. Οὐδὲν γὰρ διαφέρει, εἴτε ὑπὸ ἀλόγων, εἴτε ὑπὸ ἀνθρώπων ταῦτά τις πάσχει. Τί δὲ, εἰπέ μοι, οὐχὶ καὶ ταύτῃ διεστήκασιν ἡμῶν οἱ ἄγγελοι, ὅτι οὐ δέονται ὅσων ἡμεῖς; Οὐκοῦν ὅσῳ μὲν ἂν ἐλαττόνων δεόμεθα, τοσούτῳ πρὸς ἐκείνους ὁδεύομεν· ὅσῳ δὲ ἂν πλειόνων, τοσούτῳ πρὸς τὸν ἐπίκηρον τοῦτον καταπίπτομεν βίον. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα οὕτως ἔχει, ἐρώτησον τοὺς γεγηρακότας ποῖον μακαρίζουσι βίον, τὸν ὅτε ἐκρατοῦντο μάτην, ἢ τὸν ὅτε αὐτῶν κρατοῦσι νῦν; Διὰ γὰρ τοῦτο αὐτοὺς ἐκείνους ἐκαλέσαμεν, ἐπειδὴ οἱ ἐν νεότητι μεθύοντες οὐδὲ ἴσασι τῆς δουλείας τὴν ὑπερβολήν. Τί δὲ οἱ πυρέττοντες, ὅταν πολλὰ διψῶντες πολλὰ πίνωσι καὶ πολ 59.437 λῶν δέωνται, ἢ ὅταν ὑγιάναντες ἀπαλλαγῶσι τῆς ἐπιθυμίας, ἑαυτοὺς μακαρίζουσιν; Ὁρᾷς, ὅτι πανταχοῦ τὸ πολλῶν δεῖσθαι ἐλεεινὸν, καὶ πόῤῥω φιλοσοφίας, καὶ δουλείας καὶ ἐπιθυμίας ἐπίτασις; Τί τοίνυν ἑκόντες ἐπιτείνομεν ἑαυτοῖς ἀθλιότητα; Εἰπὲ γάρ μοι, εἴ γε ἦν χωρὶς στέγης καὶ τοίχων μηδὲν βλαπτόμενον οἰκεῖν, οὐκ ἂν εἵλου τοῦτο μᾶλλον; τίνος οὖν ἕνεκεν τὰ σύμβολα τῆς ἀσθενείας ἐπιτείνεις; Οὐ διὰ τοῦτο τὸν Ἀδὰμ μακαρίζομεν, ὅτι οὐδενὸς ἐδεῖτο, οὐκ οἰκημάτων, οὐκ ἐνδύματων; Ναὶ, φησίν· ἀλλὰ νῦν ἐν χρείᾳ καθεστήκαμεν. Τί τοίνυν τὴν χρείαν αὔξομεν; Εἰ γὰρ πολλοὶ καὶ τῶν τῆς χρείας πολλὰ περικόπτουσι (δούλους λέγω, καὶ οἰκήματα, καὶ χρήματα), τίνα ἂν ἔχοιμεν ἀπολογίαν, τὴν χρείαν ὑπερβαίνοντες; Ὅσῳ ἂν πλείονα περιβάλλῃ, τοσούτῳ δουλικώτερος γέγονας. Ὅσῳ γὰρ ἂν πλειόνων δεηθῇς, τοσούτῳ τὴν ἐλευθερίαν ἐπετέμου. Ἡ μὲν γὰρ ἀκριβὴς ἐλευθερία, τὸ μηδενὸς ὅλως δεῖσθαι· ἡ δὲ μετ' ἐκείνην, τὸ ὀλίγων δεῖσθαι, ἣν ἄγγελοι μάλιστα ἔχουσι καὶ οἱ τούτων μιμηταί. Τὸ δὲ καὶ ἐν θνητῷ σώματι μένοντας κατορθῶσαι τοῦτο, ἐννόησον ἡλίκον ἔχει τὸν ἔπαινον. Τοῦτο καὶ ὁ Παῦλος ἔλεγε Κορινθίοις γράφων· 59.438 Ἐγὼ δὲ ὑμῶν φείδομαι· καὶ, Ἵνα μὴ θλίψιν τῇ σαρκὶ ἔξωσιν οἱ τοιοῦτοι. Διὰ τοῦτο χρήματα λέγεται, ἵνα χρώμεθα εἰς δέον, οὐχ ἵνα φυλάττωμεν καὶ κατορύττωμεν· τοῦτο γὰρ οὐκ ἔστι κτήσασθαι, ἀλλὰ κτηθῆναι. Εἰ γὰρ τοῦτο μέλλοιμεν σκοπεῖν, ὅπως αὐτὰ πολλὰ ποιήσαιμεν, οὐχ ἵνα ἀπολαύσωμεν εἰς δέον, ἀνέστραπται ἡ τάξις, καὶ ἐκεῖνα ἡμᾶς κέκτηται, οὐχ ἡμεῖς ἐκεῖνα. Ἀπαλλαγῶμεν τοίνυν τῆς χαλεπῆς ταύτης δουλείας, καὶ γενώμεθά ποτε ἐλεύθεροι. Τί μυρίους ἑαυτοῖς ἐπινοοῦμεν καὶ ποικίλους δεσμούς; Οὐκ ἀρκεῖ σοι τῆς φύσεως ὁ δεσμὸς, καὶ τῆς ζωῆς ἡ ἀνάγκη, καὶ ὁ τῶν μυρίων πραγμάτων ὄχλος· ἀλλὰ καὶ ἕτερα σεαυτῷ πλέκεις δίκτυα, καὶ τοῖς ποσὶ περιβάλλεις; Καὶ πότε ἐπιλήψῃ τοῦ οὐρανοῦ, καὶ πρὸς τὸ ὕψος στῆναι ἐκεῖνο δυνήσῃ; Ἀγαπητὸν γὰρ, ἀγαπητὸν, πάντα ταῦτα διακόψαντα τὰ σχοινία δυνηθῆναι 332
ἐπιλαβέσθαι τῆς ἄνω πόλεως· τοσαῦτα ἕτερά ἐστι τὰ κωλύματα· ἅπερ ἵνα νικήσωμεν ἅπαντα, τῆς εὐτελείας ἐχώμεθα. Οὕτω γὰρ ἐπιληψόμεθα καὶ τῆς αἰωνίου ζωῆς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.437 ΟΜΙΛΙΑ ΠΑʹ. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, οὓς ἔδωκάς μοι ἐκ κόσμου. Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου τετηρήκασι. αʹ. Μεγάλης βουλῆς Ἄγγελος λέγεται ὁ Υἱὸς τοῦ Θεοῦ, τῶν τε ἄλλων ἕνεκεν ὧν ἐδίδαξε, καὶ προηγουμένως ὅτι τὸν Πατέρα εἰς ἀνθρώπους κατήγγειλε· ὅπερ οὖν καὶ νῦν φησιν· Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Εἰπὼν γὰρ, ὅτι Ἐτελείωσά σου τὸ ἔργον, ἐπεξηγεῖται πάλιν αὐτὸ, λέγων ποῖον ἔργον. Καὶ μὴν δῆλον ἦν τὸ ὄνομα. Καὶ γὰρ ὁ Ἡσαΐας φησίν· Ὀμεῖσθε τὸν Θεὸν τὸν ἀληθινόν. Ἀλλ' ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν λέγω, ὅτι εἰ καὶ δῆλον ἦν, ἀλλ' Ἰουδαίοις, καὶ οὐδὲ τούτοις πᾶσι· νυνὶ δὲ περὶ τῶν ἐθνῶν φησι. Καὶ οὐ τοῦτο μόνον δηλοῖ, ἀλλ' ὅτι καὶ Πατέρα αὐτὸν ἔγνωσαν. Οὐκ ἔστι δὲ ὅμοιον μαθεῖν, ὅτι δημιουργός ἐστι, καὶ ὅτι Υἱὸν ἔχει. Ἐφανέρωσε δὲ αὐτοῦ τὸ ὄνομα καὶ διὰ λόγων, καὶ διὰ πραγμάτων. Οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου. Ὥσπερ ἀνωτέρω φησίν· Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ· καὶ, Ἐὰν μὴ ἑλκύσῃ αὐτὸν ὁ Πατήρ μου· οὕτω καὶ ἐνταῦθα, Οὓς ἔδωκάς μοι. Καὶ μὴν αὐτός φησιν ὁδὸν εἶναι ἑαυτόν. Ὅθεν δῆλον, ὅτι δύο ἐνταῦθα κατασκευάζει διὰ τῶν εἰρημένων, ὅτι τε οὐκ ἐναντίος τῷ Πατρὶ, καὶ ὅτι βούλημα αὐτοῦ τὸ πιστεῦσαι αὐτοὺς τῷ Υἱῷ. Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας. Ἐνταῦθα βούλεται διδάξαι σφόδρα ἀγαπώμενον παρὰ τοῦ Πατρός. Ἐπεὶ ὅτι γε οὐκ ἐδεήθη τοῦ λαβεῖν αὐτοὺς, δῆλον ἐκεῖθεν· αὐτὸς αὐτοὺς καὶ ἐποίησεν, αὐτὸς αὐτῶν προνοεῖ διηνεκῶς. Πῶς οὖν αὐτοὺς ἔλαβεν; Ἀλλ' ὅπερ ἔφην, τοῦτο δηλοῖ τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν. Εἰ δὲ ἀνθρωπίνως τις βούλοιτο αὐτὸ ἐξετάζειν, καὶ οὕτως ὡς εἴρηται, οὐκέτι ἔσονται τοῦ Πατρός. Εἰ γὰρ ὅτε ὁ Πατὴρ αὐτοὺς εἶχεν, οὐκ εἶχεν αὐτοὺς ὁ Υἱὸς, εὔδηλον ὅτι καὶ ὅτε ἔδωκεν αὐτοὺς τῷ Υἱῷ, αὐτὸς ἀπέστη τῆς δεσποτείας· καὶ τὸ ἀτοπώτερον πάλιν. Εὑρεθήσονται γὰρ, ἡνίκα μὲν ἦσαν παρὰ τῷ Πατρὶ, ἀτελεῖς ὄντες· ὅτε δὲ πρὸς τὸν Υἱὸν ἦλθον, τότε γινόμενοι τέλειοι. Ἀλλὰ γέλως ταῦτα καὶ εἰπεῖν. Τί οὖν 59.438 διὰ τούτου δηλοῖ; Ὅτι καὶ αὐτῷ δέδοκτο τὸ πιστεύειν αὐτοὺς τῷ Υἱῷ. Καὶ τὸν λόγον σου τετηρήκασι, καὶ νῦν ἔγνωσαν ὅτι πάντα, ἃ ἔδωκάς μοι, παρὰ σοῦ ἦσαν. Πῶς τὸν λόγον σου ἐτήρησαν; Τῷ ἐμοὶ πιστεῦσαι καὶ μὴ προσέχειν τοῖς Ἰουδαίοις. Ὁ γὰρ πιστεύων αὐτῷ, φησὶν, Ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστι. Τινὲς μὲν γὰρ λέγουσιν, ὅτι Νῦν ἔγνων ὅτι πάντα, ὅσα δέδωκάς μοι, παρὰ σοῦ ἐστιν· ἀλλ' οὐκ ἂν ἔχοι τοῦτο λόγον. Πῶς γὰρ ἔμελλεν ἀγνοεῖν ὁ Υἱὸς τὰ τοῦ Πατρός; Ἀλλὰ περὶ τῶν μαθητῶν εἴρηται. Ἐξ οὗ γὰρ αὐτὰ εἶπον, φησὶν, ἔμαθον ὅτι πάντα ὅσα ἔδωκάς μοι, παρὰ σοῦ ἐστιν· οὐδὲν ἀλλότριον, οὐδὲν ἴδιον ἐμοὶ παρὰ σοί. Τὸ γὰρ ἴδιον ὡς ἐπ' ἀλλοτρίῳ τὰ πολλὰ τίθησιν. Ἔγνωσαν οὖν ὅτι πάντα, ὅσα ἂν διδάξω, σά ἐστι καὶ διδάγματα καὶ δόγματα. Καὶ πόθεν ἔμαθον; Ἀπὸ τῶν ῥημάτων τῶν ἐμῶν· οὕτω γὰρ καὶ ἐδίδασκον. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ Παρὰ σοῦ ἐξῆλθον· τοῦτο γὰρ διὰ παντὸς ἐσπούδασε κατασκευάσαι Εὐαγγελίου. Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ. Τί λέγεις; ὡς ἀγνοοῦντα τὸν Πατέρα διδάσκεις; ὡς πρὸς ἄνθρωπον οὐκ εἰδότα διαλέγῃ; Τί οὖν βούλεται αὕτη ἡ διαίρεσις; Ὁρᾷς ὅτι δι' οὐδὲν ἕτερον ἡ εὐχὴ γίνεται, ἀλλ' ἵνα μάθωσι τὴν ἀγάπην, ἣν ἔχει εἰς αὐτούς; Ὁ γὰρ μὴ μόνον τὰ παρ' αὐτοῦ παρασχὼν, ἀλλὰ καὶ ἕτερον ἐπὶ τοῦτο παρακαλῶν, πλείονα δείκνυσι τὸν πόθον. Τί οὖν ἐστι, Περὶ τούτων ἐρωτῶ; Οὐχ ὑπὲρ παντὸς τοῦ κόσμου, φησὶν, ἀλλ' ὑπὲρ ὧν ἔδωκάς μοι.
Συνεχῶς τίθησι τὸ, Ἔδωκας, ἵνα μάθωσιν, ὅτι τῷ Πατρὶ τοῦτο δοκεῖ. Εἶτα ἐπειδὴ συνεχῶς εἶπε, Σοί εἰσι, καὶ σύ μοι αὐτοὺς ἔδωκας, ἀναιρῶν τὴν πονηρὰν ὑποψίαν, ἵνα μή τις νομίσῃ πρόσφατον αὐτοῦ εἶναι τὴν ἀρχὴν, καὶ νῦν αὐτοὺς εἰληφέναι, τί φησι; Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς. Εἶδες ἰσοτιμίαν; Ἵνα γὰρ μὴ, ἀκούων, ὅτι Ἔδωκάς μοι, νομίσῃς αὐτοὺς ἀλλοτριοῦσθαι τῆς τοῦ Πατρὸς ἐξουσίας, ἢ πρὸ τούτου τῆς τοῦ Υἱοῦ, ἀμφότερα ἀνεῖλεν, 59.439 εἰπὼν ἅπερ εἶπεν· ὡσανεὶ ἔλεγε· Μήτε ἀκούων, ὅτι Ἐμοὶ αὐτοὺς ἔδωκας, νομίσῃς αὐτοὺς ἀλλοτρίους εἶναι τοῦ Πατρὰς (τὰ γὰρ ἐμὰ, αὐτοῦ ἐστι)· μήτε ἀκούων, ὅτι Σοὶ ἦσαν, νομίσῃς ἀλλοτρίους αὐτοὺς εἶναι ἐμοῦ· τὰ γὰρ αὐτοῦ, ἐμά ἐστιν. Ὥστε τὸ, Ἔδωκας, συγκαταβάσεως μόνης ἕνεκεν εἴρηται. Ἅπερ γὰρ ὁ Πατὴρ ἔχει, τοῦ Υἱοῦ ἐστι· καὶ ἅπερ ὁ Υἱὸς ἔχει, τοῦ Πατρός. Τοῦτο δὲ οὐδὲ ἐπὶ Υἱοῦ κατὰ ἄνθρωπον δύναται λέγεσθαι, ἀλλ' ἐπειδὴ μείζονός ἐστιν. Τὸ μὲν γὰρ τοῦ ἐλάττονος, ὅτι τοῦ μείζονός ἐστι, παντί που δῆλον· τὸ δὲ ἔμπαλιν, οὐκέτι. Ἐνταῦθα δὲ ἀντιστρέφει, ἡ δὲ ἀντιστροφὴ τὴν ἰσότητα δηλοῖ. Τοῦτο καὶ ἀλλαχοῦ δηλῶν ἔλεγε· Πάντα τὰ τοῦ Πατρός μου, ἐμά ἐστι, περὶ γνώσεως διαλεγόμενος· τὸ δὲ, Ἔδωκάς μοι, καὶ ὅσα τοιαῦτα, ἵνα δείξῃ, ὅτι οὐχ ὡς ἀλλότριος ἐλθὼν αὐτοὺς ἐπεσπάσατο, ἀλλὰ τοὺς ἰδίους ἔλαβεν. Εἶτα καὶ τὴν αἰτίαν τίθησι καὶ ἀπόδειξιν, λέγων· Καὶ δεδόξασμαι ἐν αὐτοῖς· τουτέστιν, Ἢ ὅτι ἐξουσίαν αὐτῶν ἔχω, ἢ ὅτι δοξάσουσιν ἐμὲ, σοὶ πιστεύοντες καὶ ἐμοὶ, καὶ δοξάσουσιν ὁμοίως. Εἰ δὲ οὐχ ὁμοίως δεδόξασται ἐν αὐτοῖς, οὐκέτι αὐτοῦ ἐστι τὰ ἐκείνου. Οὐδεὶς γὰρ ἐν οἷς οὐκ ἔχει ἐξουσίαν δοξάζεται. βʹ. Πῶς δὲ δεδόξασται ὁμοίως; Ἅπαντες ὁμοίως ἀποθνήσκουσιν ὑπὲρ αὐτοῦ, ὡς καὶ ὑπὲρ τοῦ Πατρὸς, καὶ κηρύσσουσιν, ὥσπερ καὶ τὸν Πατέρα· καὶ ὥσπερ ἐν τῷ ὀνόματι αὐτοῦ λέγουσι πάντα γίνεσθαι, οὕτω καὶ ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ. Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί. Τουτέστι, Κἂν μὴ φαίνωμαι κατὰ σάρκα, διὰ τούτων δοξάζομαι. Τί δήποτε δὲ συνεχῶς λέγει, ὅτι Ἐν τῷ κόσμῳ οὐκ εἰμί· καὶ ὅτι, Ἐπειδὴ ἀφίημι αὐτοὺς, σοὶ αὐτοὺς παρατίθεμαι· καὶ, Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐγὼ τετήρηκα αὐτούς; Εἰ γὰρ ταῦτα ἁπλῶς ἐκλάβοι τις, πολλὰ ἕψεται τὰ ἄτοπα. Πῶς γὰρ ἂν ἔχοι λόγον, τὸ μὴ εἶναι αὐτὸν ἐν τῷ κόσμῳ, καὶ ὅτε ἄπεισιν, ἑτέρῳ αὐτοὺς παρακαταθέσθαι; Ταῦτα γὰρ ὡς ἀνθρώπου ψιλοῦ χωριζομένου αὐτῶν διηνεκῶς ἦν ῥήματα. Ὁρᾷς ὅτι ἀνθρωπίνως τὰ πλεῖστα διαλέγεται, καὶ πρὸς τὴν αὐτῶν διάνοιαν, νομιζόντων ὅτι πλείονά τινα εἶχον ἀσφάλειαν ἀπὸ τῆς παρουσίας αὐτοῦ; Διό φησιν. Ὅτε ἐγὼ ἤμην, ἐτήρουν αὐτούς. Καὶ μὴν λέγει, ὅτι Ἔρχομαι πρὸς ὑμᾶς, καὶ, Μεθ' ὑμῶν εἰμι ἕως τῆς συντελείας. Πῶς νῦν, ὡς χωρίζεσθαι μέλλων, ταῦτα λέγει; Ἀλλ' ὅπερ ἔφην, πρὸς τὴν ἐκείνων ὑπόνοιαν, ἵνα μικρὸν ἀναπνεύσωσιν, ἀκούοντες αὐτοῦ ταῦτα λέγοντος καὶ παρακατατιθεμένου τῷ Πατρί. Ἐπειδὴ γὰρ πολλὰς παρ' αὐτοῦ παρακλήσεις ἀκούοντες οὐκ ἐπείσθησαν, λοιπὸν τῷ Πατρὶ διαλέγεται, τὴν εἰς αὐτοὺς στοργὴν ἐπιδεικνύμενος· ὡσανεὶ ἔλεγεν· Ἐπειδὴ πρὸς ἑαυτόν με συγκαλεῖς, κατάστησον αὐτοὺς ἐν ἀσφαλείᾳ. Ἐγὼ γὰρ πρὸς σὲ ἔρχομαι. Τί λέγεις; καὶ οὐ δύνασαι τηρεῖν αὐτούς; Ναὶ, δύναμαι. Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; Ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην· τουτέστιν, Ἵνα μὴ θορυβῶνται ἀτελέστεροι ὄντες. Ταῦτα δὲ εἰπὼν, ἐδήλωσεν ὅτι διὰ τὴν ἐκείνων ἀνάπαυσιν καὶ τὴν χαρὰν πάντα ταῦτα οὕτως ἔλεγεν· ἐπεὶ δοκεῖ ἐναντίος ὁ λόγος εἶναι. Νῦν δὲ οὐκ εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί. Τοῦτο γὰρ ὑπώπτευον 59.440 ἐκεῖνοι· τέως οὖν αὐτοῖς συγκαταβαίνει. Εἰ γὰρ εἶπεν, ὅτι Ἐγὼ τηρῶ αὐτοὺς, οὐκ ἂν οὕτως ἐπίστευσαν· διόπερ φησί· Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματι σου· τουτέστι, Διὰ τῆς σῆς βοηθείας. Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐγὼ αὐτοὺς ἐτήρουν ἐν τῷ ὀνόματί σου Πάλιν ὡς ἄνθρωπος διαλέγεται καὶ ὡς προφήτης· ἐπεὶ οὐδαμοῦ φαίνεται οὐδὲν ἐν τῷ ὀνόματι τοῦ Θεοῦ πεποιηκώς. Οὓς ἔδωκάς μοι, ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ. Καὶ ἀλλαχοῦ φησι· Πᾶν ὃ ἔδωκάς μοι, οὐ 334
μὴ ἀπολέσω ἐξ αὐτοῦ. Καίτοι οὐκ ἐκεῖνος ἀπώλετο μόνος, ἀλλὰ καὶ πολλοὶ ὕστερον. Πῶς οὖν φησιν, Οὐ μὴ ἀπολέσω; Τὸ ἐμὸν μέρος, οὐ μὴ ἀπολέσω· ὅπερ καὶ ἀλλαχοῦ σαφέστερον δηλῶν ἔλεγεν· Οὐ μὴ ἐκβάλω αὐτὸν ἔξω· οὐ παρὰ τὴν ἐμὴν αἰτίαν, οὐδὲ ἐμοῦ ὠθοῦντος, οὐδὲ ἐγκαταλιμπάνοντος. Εἰ δὲ ἀφ' ἑαυτῶν ἀποπηδῶσι, πρὸς ἀνάγκην οὐχ ἕλκω Νῦν δὲ πρὸς σὲ ἔρχομαι. Ὁρᾷς ἀνθρωπινώτερον συγκειμένην τὴν διάλεξιν; Ὥστε εἴ τις βούλοιτο ἐλαττοῦν τὸν Υἱὸν ἀπὸ τούτων, ἐλαττώσει καὶ τὸν Πατέρα. Ὅρα γοῦν ἐξ ἀρχῆς, τὸ μὲν ὡς διδάσκων ἐστὶ καὶ σαφηνίζων αὐτῷ, τὸ δὲ ὡς παραγγέλλων· τὰ μὲν ὡς διδάσκων, ὡς ὅταν λέγῃ· Οὐ περὶ τοῦ κόσμου ἐρωτῶ· τὰ δὲ ὡς παραγγέλλων· Ἐγὼ ἐτήρησα αὐτοὺς ἕως ἄρτι, Καὶ οὐδεὶς ἀπώλετο· καὶ, Σὺ τοίνυν τήρησον αὐτοὺς, φησί· καὶ πάλιν· Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας· καὶ, Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐτήρουν αὐτούς. Ἀλλὰ πάντων ἡ λύσις, τὸ πρὸς τὴν ἀσθένειαν αὐτῶν εἰρῆσθαι τὰ εἰρημένα. Εἰπὼν δὲ, ὅτι Οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἐπήγαγεν· Ἵνα ἡ Γραφὴ πληρωθῇ. Ποίαν γραφήν φησι; Τὴν πολλὰ περὶ αὐτοῦ προλέγουσαν. Οὐ μὴν διὰ τοῦτο ἀπώλετο, ἵνα ἡ Γραφὴ πληρωθῇ. Καὶ περὶ τούτου πολλὰ καὶ ἔμπροσθεν διελέχθημεν, ὅτι ἰδιάζων οὗτος τῆς Γραφῆς ἐστιν ὁ τρόπος, ὡς αἰτιολογίαν τιθεμένης τὰ ἐκ τῆς ἐκβάσεως συμβαίνοντα. Καὶ δεῖ πάντα μετὰ ἀκριβείας ἐξετάζειν, καὶ τὸν τρόπον τοῦ λέγοντος, καὶ τὴν ὑπόθεσιν, καὶ τοὺς νόμους τοὺς τῆς Γραφῆς, εἴ γε μὴ μέλλοιμεν παραλογίζεσθαι· Ἀδελφοὶ γὰρ, μὴ παιδία γίνεσθε ταῖς φρεσί. γʹ. Τοῦτο δὲ οὐχ ὑπὲρ τῆς τῶν Γραφῶν κατανοήσεως ἀναγινώσκειν χρὴ μόνον, ἀλλὰ καὶ ὑπὲρ τῆς περὶ τὸν βίον σπουδῆς. Καὶ γὰρ οἱ παῖδες οἱ μικροὶ τῶν μὲν μεγάλων οὐκ ἐφίενται, τὰ δὲ μηδενὸς ἄξια θαυμάζειν εἰώθασι. Καὶ γὰρ ὀχήματα, καὶ ἵππους, καὶ τὸν ὀρεωκόμον, καὶ τοὺς τροχοὺς, πάντα ἐξ ὀστράκου πεποιημένα χαίρουσι βλέποντες· ἂν δὲ βασιλέα καθήμενον ἐπ' ὀχήματος ἴδωσι χρυσοῦ, καὶ ἡμιόνων ζεῦγος λευκῶν, καὶ πολὺν τὸν κόσμον, οὐδὲ ἐπιστρέφονται. Καὶ νύμφας πάλιν ἀπὸ μὲν τῆς αὐτῆς ὕλης λαβόντες πεποιημένας, καλλωπίζουσι· τὰς δὲ ὄντως ἀληθεῖς καὶ λαμπούσας, οὐδὲ ἴσασι· καὶ ἐπὶ πολλῶν ἑτέρων τὸ αὐτὸ πάσχουσι. Τοῦτο πολλοὶ καὶ τῶν ἀνθρώπων ὑπομένουσι νῦν. Τὰ μὲν γὰρ τῶν οὐρανῶν ἀκούοντες, οὐδὲ προσέχουσι· πρὸς δὲ τὰ πήλινα πάντα ὁμοίως τοῖς παισίν εἰσιν ἐπτοημένοι, καὶ τὸν ἀπὸ τῆς γῆς πλοῦτον τεθήπασι, καὶ δόξαν καὶ τρυφὴν ἐν τῷ παρόντι βίῳ τιμῶσι· καίτοι αὐτὰ μὲν ἔστι παιδικὰ ὥσπερ ἐκεῖνα· ἐκεῖνα δὲ ζωῆς καὶ δόξης καὶ ἀνέσεως αἴτια. Ἀλλ' ὥσπερ οἱ παῖδες τούτων μὲν ἀποστερούμενοι κλαίουσιν, ἐκείνων δὲ οὐδὲ γενέσθαι ἐν ἐπιθυμίᾳ ἴσασιν· οὕτω δὴ καὶ τῶν ἀνδρῶν εἶναι δοκούντων πολλοί. Διὰ τοῦτό φησι· Μὴ παιδία γίνεσθε ταῖς φρεσί. Χρημάτων ἐρᾷς, εἰπέ μοι, καὶ οὐκ ἐρᾷς πλούτου τοῦ μένοντος, ἀλλὰ ἀθυρμάτων παιδικῶν; εἶτα ἂν μέν τινα ἴδῃς θαυ 59.441 μάζοντα μολύβδου νόμισμα, καὶ κατακύπτοντα ὥστε ἀνελέσθαι, καὶ καταγνώσῃ πολλὴν αὐτοῦ τὴν πενίαν· σὺ δὲ τὰ τούτων εὐτελέστερα συνάγων, ἐν τοῖς πλουτοῦσι σαυτὸν ἀριθμεῖς; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Πλούσιον γὰρ ἐκεῖνον εἶναι φήσομεν, τὸν ὑπερορῶντα τῶν παρόντων ἁπάντων. Οὐδεὶς γὰρ, οὐδεὶς τῶν μικρῶν τούτων, ἀργύρου καὶ χρυσοῦ καὶ τῆς ἄλλης φαντασίας αἱρήσεται καταγελάσαι, ἂν μὴ τῶν μειζόνων τὸν πόθον ἔχῃ, ὥσπερ οὖν οὐδὲ τοῦ μολυβδίνου νομίσματος, ἂν μὴ χρυσᾶ νομίσματα κεκτημένος ᾖ. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς ἄνθρωπον πάντα τὸν κόσμον παρατρέχοντα, μηδαμόθεν ἄλλοθεν νόμιζε τοῦτο ποιεῖν, ἢ ἀπὸ τοῦ πρὸς μείζονα βλέπειν κόσμον. Οὕτω καὶ γεωργὸς τῶν ὀλίγων πυρῶν καταφρονεῖ, ὅταν μείζονα προσδοκήσῃ τὸν ἀμητόν. Εἰ δὲ ἀδήλου τῆς ἐλπίδος οὔσης, τῶν ὄντων καταφρονοῦμεν· πολλῷ μᾶλλον ἐπὶ τῆς βεβαίας προσδοκίας τοῦτο δεῖ ποιεῖν. Διὸ δὴ δέομαι καὶ παρακαλῶ, μὴ ζημιοῦν ἑαυτοὺς, μηδὲ βόρβορον κατέχοντας ἀποστερεῖν ἑαυτοὺς τῶν ἄνωθεν θησαυρῶν, μετὰ καλάμης καὶ ἀχύρου τὸ πλοῖον εἰς τοὺς λιμένας ἄγοντας. Ὃ βούλεταί τις λεγέτω περὶ ἡμῶν, δυσχεραινέτω πρὸς τὸ συνεχὲς τῆς παραινέσεως, 335
φλυάρους καλείτω, προσκορεῖς, ἐπαχθεῖς· οὐκ ἀποστησόμεθα συνεχῶς ὑπὲρ αὐτῶν παραινοῦντες, καὶ συνεχῶς ἐκεῖνο τὸ τοῦ προφήτου πᾶσιν ὑποφωνοῦντες ὑμῖν· Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων, καὶ ἄφαψαι αὐτὰς ἐπὶ σῷ τραχήλῳ. Μὴ σήμερον μὲν ποιήσῃς, αὔριον δὲ ἀποστῇς. Καὶ γὰρ τὸ σῶμα τοῦτο καθημερινῆς δεῖται τροφῆς. Οὕτω καὶ ἡ ψυχὴ, καὶ πολλῷ μᾶλλον ἐκείνη· κἂν μὴ καταβάλῃ, ἀσθενεστέρα 59.442 γίνεται καὶ αἰσχροτέρα. Μὴ δὴ περιίδωμεν ἀπολλυμένην, ἀγχομένην. Πολλὰ λαμβάνει καθ' ἑκάστην ἡμέραν τραύματα, ἐπιθυμοῦσα, ὀργιζομένη, ῥᾳθυμοῦσα, λοιδορουμένη, ἀμυνομένη, βασκαίνουσα. Δεῖ τοίνυν αὐτῇ καὶ φάρμακα κατασκευάζειν. Οὐ μικρὸν δὲ τὸ τῆς ἐλεημοσύνης φάρμακον, πᾶσι τοῖς τραύμασιν ἐπιτεθῆναι δυνάμενον. Δότε γὰρ ἐλεημοσύνην, φησὶ, καὶ πάντα ὑμῖν ἔσται καθαρά· ἐλεημοσύνην, μὴ πλεονεξίαν· τὰ γὰρ ἐκ πλεονεξίας οὐ μένει, κἂν τοῖς δεομένοις δῷς. Ἐλεημοσύνη γὰρ, ἡ πάσης ἀπηλλαγμένη ἀδικίας ἐστίν· αὕτη πάντα ποιεῖ καθαρά. Τοῦτο καὶ νηστείας βέλτιον καὶ χαμευνίας. Καίτοι γε ἐκεῖνα μοχθηρότερα καὶ ἐπιπονώτερα, ἀλλ' αὕτη κερδαλεωτέρα· φωτίζει ψυχὴν, λιπαίνει, καλὴν καὶ ὡραίαν ποιεῖ. Οὐχ οὕτω τοὺς ἀθλητὰς ὁ τῆς ἐλαίας καρπὸς ἀνέχει, ὡς τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας τουτὶ τὸ ἔλαιον ἀνακτᾶται. Ἀλείφωμεν τοίνυν τὰς χεῖρας, ἵνα πρὸς τὸν ἀντίπαλον ἀντάρωμεν καλῶς. Ὁ μελετῶν ἐλεεῖν τὸν δεόμενον, ταχέως καὶ τοῦ πλεονεκτεῖν ἀποστήσεται Ὁ διατελῶν ἐν τῷ διδόναι πένησι, ταχέως καὶ ὀργῆς ἀποστήσεται, καὶ οὐδὲ μέγα φρονήσει ποτέ. Καθάπερ γὰρ τοὺς τετραυματισμένους συνεχῶς θεραπεύων ἰατρὸς, συστέλλεται ῥᾳδίως, ἐν ταῖς ἑτέρων συμφοραῖς τὴν ἀνθρωπίνην καθορῶν φύσιν· οὕτω καὶ ἡμεῖς ἐὰν ταῖς τῶν πενήτων συνεισέλθωμεν ἐπικουρίαις, φιλοσοφήσομεν εὐκόλως, καὶ οὐ θαυμασόμεθα πλοῦτον, οὐδὲ μέγα τι τὰ παρόντα ἡγησόμεθα, ἀλλὰ καταφρονήσομεν πάντων, καὶ μετάρσιοι γενόμενοι πρὸς τὸν οὐρανὸν, εὐκόλως ἐπιτευξόμεθα τῶν αἰωνίων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.441 ΟΜΙΛΙΑ ΠΒʹ. Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτοὺς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. αʹ. Ὅταν ἐνάρετοι γενόμενοι διωκώμεθα παρὰ τῶν πονηρῶν, καὶ τῆς ἀρετῆς ἐφιέμενοι χλευαζώμεθα παρ' ἐκείνων, μὴ ἀλύωμεν, μηδὲ δυσχεραίνωμεν. Τοιαύτην γὰρ τὸ πρᾶγμα τὴν φύσιν ἔχει, καὶ πανταχοῦ μῖσος εἴωθε τίκτειν ἡ ἀρετὴ παρὰ τοῖς πονηροῖς. Φθονοῦντες γὰρ τοῖς ἐπιεικῶς βιοῦν βουλομένοις, καὶ οἰόμενοι παρασκευάζειν ἑαυτοῖς ἀπολογίαν, ἐὰν τὴν ἑτέρων δόξαν καταβάλωσι, μισοῦσί τε ὡς τὰ ἐναντία μετιόντας, καὶ πάντα πράττουσιν ὑπὲρ τοῦ καταισχύνειν τὸν βίον τὸν ἐκείνων. Ἀλλὰ μὴ ἀλγῶμεν· τοῦτο γὰρ ἀρετῆς σημεῖον. Διὰ τοῦτο καὶ ὁ Χριστός φησιν· Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· καὶ ἀλλαχοῦ πάλιν, Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Διὰ τοῦτο καὶ ἐνταῦθά φησι· Τὸν λόγον σου δέδωκα αὐτοῖς, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς. Πάλιν λέγει τὴν αἰτίαν, δι' ἣν ἄξιοί εἰσι πολλῆς παρὰ τοῦ Πατρὸς ἐπιμελείας τυχεῖν. Διὰ γὰρ σὲ ἐμισήθησαν, φησὶ, καὶ τὸν λόγον τὸν σόν· ὥστε δίκαιοι πάσης ἂν εἶεν ἀπολαῦσαι προνοίας. Οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ' ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. Πάλιν σαφηνίζει τὸν λόγον, πάλιν τρανότερον ἐργάζεται· ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἐνδεικνυμένου, ἣ ὅτι πολλὴν αὐτῶν ποιεῖται κηδεμονίαν, τῷ μετὰ ἀκριβείας ποιεῖσθαι τὴν 59.442 ὑπὲρ αὐτῶν παράκλησιν. Καὶ μὴν αὐτὸς ἔλεγεν, ὅτι πάντα ποιήσει ὁ Πατὴρ, ὅσα ἂν αἰτήσωσι. Πῶς οὖν ἐνταῦθα αὐτὸς ὑπὲρ αὐτῶν παρακαλεῖ; Οὐδὲν ἄλλο, ὅπερ ἔφην, ἢ τὴν ἀγάπην ἐνδεικνύμενος. Ἐκ τοῦ κόσμου οὐκ εἰσὶ, 336
καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. Πῶς οὖν ἀλλαχοῦ φησιν, Οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν; Ἐκεῖ μὲν τὴν φύσιν λέγων, ἐνταῦθα δὲ περὶ πράξεων πονηρῶν. Καὶ μακρὸν αὐτῶν συντίθησιν ἐγκώμιον· πρῶτον, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου· εἶτα, ὅτι αὐτὸς αὐτοὺς ἔδωκε, καὶ ὅτι τὸν λόγον αὐτοῦ ἐτήρησαν, καὶ ὅτι διὰ τοῦτο μισοῦνται. Εἰ δὲ λέγει, Καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου, μὴ θορυβηθῇς. Τὸ γὰρ, Καθὼς, ἐνταῦθα οὐκ ἔστιν ἀπαραλλάκτου ἀκριβείας. Ὥσπερ γὰρ, ὅταν ἐπ' αὐτοῦ καὶ τοῦ Πατρὸς λέγηται τὸ Καθὼς, πολλὴ ἡ ἰσότης διὰ τὴν τῆς φύσεως συγγένειαν· οὕτως ὅταν ἐφ' ἡμῶν καὶ αὐτοῦ λέγηται, πολὺ τὸ μέσον διὰ τὸ καὶ πολὺ εἶναι τὸ μέσον καὶ ἄπειρον ἑκατέρας τῆς φύσεως. Εἰ γὰρ Ἁμαρτίαν οὐκ ἐποίησεν αὐτὸς, οὐδὲ δόλος τις εὑρέθη ἐν τῷ στόματι αὐτοῦ, πῶς δύναιντ' ἂν οἱ ἀπόστολοι παρισοῦσθαι αὐτῷ; Τί οὖν ἐστιν ὅ φησιν, Ἐκ τοῦ κόσμου οὐκ εἰσί; Πρὸς ἕτερον ὁρῶσιν, οὐδὲν κοινόν τι πρὸς τὴν γῆν ἐστιν αὐτοῖς, ἀλλὰ τῶν οὐρανῶν, γεγόνασι πολῖται. Καὶ ἐκ τούτων δὲ τὴν ἀγάπην αὐτοῦ δείκνυσιν, ὅταν πρὸς τὸν Πατέρα αὐτοὺς ἐγκωμιάζῃ, καὶ παρατιθῆται τῷ γεγεννηκότι. Εἰπὼν δὲ, Τήρησον αὐ 59.443 τοὺς, οὐ περὶ τῆς τῶν κινδύνων ἀπαλλαγῆς φησι μόνον, ἀλλὰ καὶ περὶ τῆς ἐν πίστει παραμονῆς· διὸ καὶ ἐπήγαγεν· Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ἁγίους ποίησον διὰ τῆς τοῦ Πνεύματος δόσεως καὶ τῶν ὀρθῶν δογμάτων. Ὥσπερ ὅταν λέγῃ, Καθαροί ἐστε διὰ τὸν λόγον, ὃν λελάληκα ὑμῖν, καὶ νῦν τὸ αὐτό φησι· Παίδευσον αὐτοὺς, δίδαξον τὴν ἀλήθειαν. Καὶ μὴν τοῦτο λέγει τὸ Πνεῦμα ποιεῖν. Πῶς οὖν αὐτὸ παρὰ τοῦ Πατρὸς αἰτεῖ νῦν; Ἵνα μάθῃς πάλιν τὴν ἰσοτιμίαν. Τὰ γὰρ ὀρθὰ δόγματα περὶ Θεοῦ λεγόμενα ἁγιάζει τὴν ψυχήν. Εἰ δὲ λόγῳ φησὶν ἁγιάζεσθαι, μὴ θαυμάσῃς. Καὶ ὅτι περὶ δογμάτων φησὶν, ἐπήγαγεν· Ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστι· τουτέστι, Οὐδὲν ψεῦδος ἐν αὐτῷ, πάντως δὲ ἐκβῆναι δεῖ πάντα τὰ εἰρημένα· καὶ ὅτι οὐδὲν τυπικὸν δηλοῖ πάλιν, οὐδὲ σωματικόν· καθὼς καὶ Παῦλός φησι περὶ τῆς Ἐκκλησίας· ὅτι Ἡγίασεν αὐτὴν ἐν ῥήματι. Οἶδε γὰρ καὶ ῥῆμα Θεοῦ καθαίρειν. Δοκεῖ δέ μοι καὶ ἕτερον δηλοῦν τὸ, Ἁγίασον αὐτοὺς, οἱονεὶ τὸ, Ἀφόρισον αὐτοὺς τῷ λόγῳ καὶ τῷ κηρύγματι. Καὶ τοῦτο πάλιν ἐκ τῶν ἑξῆς δῆλον. Καθὼς γὰρ ἐμὲ, φησὶν, ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτούς· ὃ λέγει καὶ Παῦλος, Θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ οὗ γὰρ ὁ Χριστὸς ἀφῖκται, ὑπὲρ τούτου καὶ οὗτοι τὴν οἰκουμένην κατέλαβον. Τὸ δὲ, Καθὼς, πάλιν ἐνταῦθα οὐχ ὁμοιώσεως ἐπ' αὐτοῦ καὶ τῶν ἀποστόλων κεῖται· (πῶς γὰρ ἄλλως ἦν ἐγχωροῦν ἀνθρώποις ἀποσταλῆναι; ἔθος δὲ αὐτῷ καὶ τὸ μέλλον ὡς γεγονὸς λέγειν. Καὶ ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν ἡγιασμένοι ἐν τῇ ἀληθείᾳ. Τί ἐστιν, Ἁγιάζω ἐμαυτόν; Προσφέρω σοι θυσίαν. Αἱ δὲ θυσίαι πᾶσαι ἅγιαι λέγονται· καὶ κυρίως ἅγια τὰ τῷ Θεῷ ἀνακείμενα. Ἐπειδὴ γὰρ τὸ παλαιὸν ἐν τύπῳ ὁ ἁγιασμὸς ἦν ἐν τῷ προβάτῳ· νυνὶ δὲ οὐκ ἔστιν ἐν τύπῳ, ἀλλ' αὐτῇ τῇ ἀληθείᾳ· διό φησιν· Ἵνα ὦσιν ἡγιασμένοι ἐν τῇ ἀληθείᾳ σου. Καὶ γὰρ καὶ αὐτούς σοι ἀνατίθημι καὶ ποιῶ προσφοράν. Ἤτοι διὰ τὸ τὴν κεφαλὴν τοῦτο γίνεσθαί φησι, ἢ διὰ τὸ καὶ αὐτοὺς θύεσθαι. Παραστήσατε γὰρ, φησὶ, τὰ μέλη ὑμῶν Θυσίαν ζῶσαν, ἁγίαν· καὶ, Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· καὶ, Χωρὶς θανάτου θυσίαν αὐτοὺς ἐργάζεται καὶ προσφοράν. Ὅτι γὰρ τὴν θυσίαν ᾐνίξατο τὴν αὐτοῦ εἰπὼν, Ἁγιάζω, δῆλον ἐκ τῶν ἑξῆς. Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ. Ἐπειδὴ γὰρ ὑπὲρ αὐτῶν ἀπέθνησκεν (εἶπε δὲ, ὅτι Ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν)· ἵνα μή τις νομίσῃ, ὅτι ὑπὲρ τῶν ἀποστόλων τοῦτο μόνον ἐποίει, ἐπήγαγεν· Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ. βʹ. Ἐντεῦθεν πάλιν ἀνέστησεν αὐτῶν τὰς ψυχὰς, δείξας ἐσομένους πολλοὺς μαθητάς. Ἐπειδὴ γὰρ, ὅπερ εἶχον ἐξαίρετον, κοινὸν ἐποίησε, πάλιν αὐτοὺς παραμυθεῖται, δηλῶν καὶ τῆς τῶν ἄλλων σωτηρίας γινομένους αὐτοὺς αἰτίους. Εἰπὼν δὲ καὶ περὶ τῆς σωτηρίας αὐτῶν καὶ τοῦ ἁγιασθῆναι τῇ πίστει καὶ τῇ θυσίᾳ, λέγει λοιπὸν περὶ ὁμονοίας, καὶ εἰς τοῦτο λοιπὸν κατακλείει τὸν λόγον, 337
ἐντεῦθεν ἀρξάμενος, καὶ εἰς αὐτὸ καταλύσας. Καὶ γὰρ ἀρχόμενός φησιν, Ἐντολὴν καινὴν δίδωμι ὑμῖν· καὶ ἐνταῦθα, Ἵνα ὦσιν ἓν, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, καὶ ἐγὼ ἐν σοί. Πάλιν τὸ, Καθὼς, οὐκ ἀκριβοῦς ἐξισώσεως ἐπ' αὐτῶν· οὐδὲ γὰρ δυνατὸν αὐτοῖς ἦν τοσοῦτον, 59.444 ἀλλ' ὡς ἀνθρώποις δυνατόν· ὥσπερ ὅταν λέγῃ, Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν. Τί δέ ἐστιν, Ἐν ἡμῖν; Ἐν τῇ πίστει τῇ εἰς ἡμᾶς. Ἐπειδὴ γὰρ οὐδὲν οὕτως σκανδαλίζει ἅπαντας, ὡς τὸ διεσπάσθαι, τοῦτο κατασκευάζει ὥστε γενέσθαι ἕν. Τί οὖν; ἤνυσεν αὐτὸ, φησί; Καὶ σφόδρα ἤνυσεν. Ἅπαντες γὰρ οἱ διὰ τῶν ἀποστόλων πιστεύσαντες ἕν εἰσιν, εἰ καί τινες ἐξ αὐτῶν διεσπάσθησαν. Οὐδὲ γὰρ τοῦτο αὐτὸν παρέλαθεν, ἀλλὰ καὶ αὐτὸ προεῖπε, καὶ ἔδειξε τῆς τῶν ἀνθρώπων ῥᾳθυμίας ὄν. Ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σύ με ἀπέστειλας. Ὅπερ οὖν καὶ ἀρχόμενος ἔλεγεν, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοί ἐστε μαθηταὶ, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Καὶ πῶς ἐντεῦθεν πιστεύειν ἔμελλον; Ὅτι τῆς εἰρήνης εἶ Θεὸς, φησίν. Ἂν τοίνυν, ἅπερ ἐξ ὧν ἔμαθον, διατηρήσωσιν, εἴσονται τὸν διδάσκαλον ἀπὸ τῶν μαθητῶν οἱ ἀκούοντες· ἐὰν δὲ μάχωνται, οὐκ ἐροῦσιν εἰρηνικοῦ Θεοῦ εἶναι μαθητάς· μὴ ὄντα δέ με εἰρηνικὸν, οὐκ ὁμολογήσουσιν ἀπεστάλθαι παρὰ σοῦ. Ὁρᾷς πῶς μέχρι τέλους τοῦτο κατασκευάζει τὸ πρὸς τὸν Πατέρα ὁμονοητικόν; Κἀγὼ τὴν δόξαν, ἣν ἔδωκάς μοι, ἔδωκα αὐτοῖς· τὴν διὰ τῶν σημείων, τὴν διὰ τῶν δογμάτων, καὶ ἵνα ὁμόψυχοι ὦσιν. Αὕτη γὰρ δόξα, ἵνα ὦσιν ἓν, καὶ τῶν σημείων μείζων. Ὥσπερ γὰρ καὶ τὸν Θεὸν θαυμάζουσιν, ὅτι οὐκ ἔστι στάσις, οὐδὲ μάχη παρὰ τῇ φύσει ἐκείνῃ, καὶ μεγίστη αὕτη δόξα· Οὕτω καὶ οὗτοι, φησὶν, ἐντεῦθεν γενέσθωσαν λαμπροί. Καὶ πῶς τὸν Πατέρα, φησὶν, αἰτεῖ τοῦτο δοῦναι αὐτοῖς, αὐτὸς αὐτὸ λέγων διδόναι; Εἴτε γὰρ περὶ σημείων, εἴτε περὶ ὁμονοίας, εἴτε περὶ εἰρήνης ὁ λόγος αὐτῷ, φαίνεται αὐτὸς αὐτοῖς ταῦτα παρεσχηκώς. Ὅθεν δῆλον ἦν, ὅτι παραμυθίας ἕνεκεν τῆς αὐτῶν ἡ αἴτησις γίνεται. Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί. Πῶς ἔδωκε τὴν δόξαν; Ἐν αὐτοῖς γενόμενος, καὶ τὸν Πατέρα ἔχων μεθ' ἑαυτοῦ, ὥστε αὐτοὺς συγκροτεῖν. Ἀλλαχοῦ δὲ οὐχ οὕτω φησίν· οὐ γὰρ διὰ αὐτοῦ τὸν Πατέρα παραγίνεσθαι, ἀλλ' αὐτὸν καὶ τὸν Πατέρα παραγίνεσθαι καὶ μονὴν παρ' αὐτῷ ποιεῖν· ἐκεῖ μὲν τὸ τοῦ Σαβελλίου, ἐνταῦθα δὲ Ἀρείου τὴν ὑπόνοιαν ἀναιρῶν. Ἵνα ὦσι τετελειωμένοι εἰς τὸ ἓν, ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας. Συνεχῶς αὐτὸ λέγει, δεικνὺς σημείου μᾶλλον τὴν εἰρήνην δυναμένην ἐπισπάσασθαι. Ὥσπερ γὰρ ἡ ἔρις διαλυτικὸν, οὕτως ἡ συμφωνία συγκροτητικόν. Καὶ ἠγάπησα αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας. Πάλιν ἐνταῦθα τὸ, Καθὼς, ὡς ἄνθρωπον ἀγαπηθῆναι ἐγχωρεῖ· καὶ τεκμήριον τῆς ἀγάπης, τὸ ἑαυτὸν ὑπὲρ αὐτῶν δοῦναι. Εἰπὼν τοίνυν, ὅτι ἔσονται ἐν ἀσφαλείᾳ, ὅτι οὐ περιτραπήσονται, ὅτι ἔσονται ἅγιοι, ὅτι πολλοὶ πιστεύσουσι δι' αὐτῶν, ὅτι πολλῆς ἀπολαύσονται δόξης, ὅτι οὐκ αὐτὸς αὐτοὺς ἠγάπησε μόνος, ἀλλὰ καὶ ὁ Πατὴρ, λέγει λοιπὸν καὶ περὶ τῶν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, περὶ τῶν βραβείων καὶ τῶν στεφάνων τῶν ὑποκειμένων αὐτοῖς. Πάτερ γὰρ, φησὶν, οὓς ἔδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ αὐτοὶ ὦσιν. Ὅπερ οὖν ἐζήτουν ἀεὶ λέγοντες, Ποῦ ὑπάγεις; τί λέγεις; τοῦτο ἐν αἰτήσει λαμβάνεις, καὶ οὐδέπω ἔχεις; πῶς οὖν αὐτοῖς ἔλεγες, Καθήσεσθε ἐπὶ δώδεκα θρόνους; πῶς ἕτερα ἐπηγγείλω πλείονα καὶ μείζω; ὁρᾷς ὅτι πάντα συγκαταβάσεως ἕνεκεν λέγει; Ἐπεὶ πῶς ἔλεγεν, Ἀκολουθήσεις δὲ 59.445 ὕστερον; Ἀλλ' ὑπὲρ πλείονος πληροφορίας καὶ ἐνδείξεως ἀγάπης τοῦτό φησιν. Ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν ἔδωκάς μοι. Πάλιν τοῦτο τοῦ πρὸς τὸν Πατέρα ὁμονοεῖν σημεῖον, ὑψηλότερον μὲν τῶν προτέρων (Πρὸ καταβολῆς γὰρ κόσμου, φησὶν), ἔχον δέ τινα καὶ αὐτὸ συγκατάβασιν· Ἔδωκας γάρ μοι λέγει. Εἰ δὲ μὴ τοῦτό ἐστιν, ἡδέως ἂν ἐροίμην τοὺς ἀντιλέγοντας· ὁ διδοὺς, ὑφεστῶτί τινι δίδωσιν· ἆρ' οὖν πρῶτον αὐτὸν γεννήσας, ὕστερον τὴν δόξαν ἔδωκε, πρότερον ἀφεὶς εἶναι ἄδοξον; Καὶ πῶς ἂν ἔχοι λόγον; Ὁρᾷς ὅτι τὸ, Ἔδωκεν, Ἐγέννησέν ἐστι; Διατί δὲ μὴ εἶπεν, Ἵνα μετέχωσι τῆς δόξης, ἀλλ', Ἵνα θεωρῶσι τὴν δόξαν; γʹ. Ἐνταῦθα αἰνίττεται, ὅτι ἡ 338
πᾶσα ἀνάπαυσις αὕτη ἐστὶ, τὸ θεωρεῖν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ. Τοῦτο γοῦν καὶ δοξάζεσθαι ποιεῖ· ὃ καὶ Παῦλός φησιν· Ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι. Ὥσπερ γὰρ οἱ πρὸς ἀκτῖνας θεωροῦντες καὶ ἀέρος ἀπολαύοντες λεπτοτάτου, ἀπὸ τῆς ὄψεως ἔχουσιν τὴν ἀπόλαυσιν· οὕτω καὶ τότε, καὶ πολλῷ πλεῖον τοῦτο ἡμῖν ἐργάσεται τὴν ἡδονήν. Ἅμα δὲ καὶ δείκνυσιν, ὅτι οὐ τοῦτό ἐστι τὸ ὁρώμενον, ἀλλὰ φρικτή τις οὐσία. Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω. Τί βούλεται τοῦτο; ποίαν ἔχει τὴν ἀκολουθίαν; Δείκνυσιν ἐνταῦθα μηδένα εἰδότα Θεὸν, ἀλλ' ἢ μόνον τοὺς τὸν Υἱὸν ἐπεγνωκότας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐβουλόμην ἅπαντας τοῦτο εἶναι, Ἀλλ' οὐκ ἔγνωσάν σε, καίτοι οὐδὲν ἔχοντες ἐγκαλεῖν. Τοῦτο γάρ ἐστι, Πάτερ δίκαιε. Ἐνταῦθά μοι δοκεῖ καὶ δυσχεραίνων ταῦτα λέγειν, ὅτι τὸν οὕτως ἀγαθὸν καὶ δίκαιον οὐκ ἠθέλησαν ἐπιγνῶναι. Ἐπειδὴ γὰρ Ἰουδαῖοι ἔλεγον τὸν Θεὸν εἰδέναι, αὐτὸν δὲ μὴ εἰδέναι, πρὸς τοῦτο ἀποτείνεται λέγων, ὅτι Ἠγάπησάς με πρὸ καταβολῆς κόσμου, ἀπολογίαν συντιθεὶς πρὸς τὰς κατηγορίας τὰς Ἰουδαϊκάς. Ὁ γὰρ δόξαν λαβὼν, ὁ ἀγαπηθεὶς πρὸ καταβολῆς κόσμου, ὁ μάρτυρας βουλόμενος ἔχειν αὐτοὺς τῆς δόξης ἐκείνης, πῶς ἐναντίος ἦν τῷ Πατρί; Οὐ τοίνυν τοῦτό ἐστίνὅπερ φασὶν οἱ Ἰουδαῖοι, ὅτι αὐτοὶ μέν σε γινώσκουσιν, ἐγὼ δὲ ἀγνοῶ· ἀλλὰ τοὐναντίον, ἐγὼ μέν σε οἶδα, ἄλλοι δέ σε οὐκ ἔγνωσαν. Καὶ οὗτοι δὲ ἔγνωσαν, ὅτι σύ με ἀπέστειλας. Ὁρᾷς ὅτι αὐτοὺς αἰνίττεται τοὺς λέγοντας μὴ εἶναι αὐτὸν ἐκ τοῦ Θεοῦ, καὶ πρὸς τοῦτον τὸν λόγον ἀνακεφαλαιοῦται πάντα; Καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω. Καὶ μὴν τοῦ Πνεύματος φὴς τὴν τελείαν γνῶσιν· ἀλλὰ τὰ τοῦ Πνεύματος ἐμά ἐστιν. Ἵνα ἡ ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς μένῃ, κἀγὼ ἐν αὐτοῖς. Ἐὰν γὰρ μάθωσι, τίς σὺ, τότε εἴσονται, ὅτι οὐκ ἀπεσχισμένος ἐγὼ, ἀλλὰ τῶν σφόδρα ἠγαπημένων, καὶ γνήσιος Υἱὸς καὶ συνημμένος. Τοῦτο δὲ πεισθέντες ὡς χρὴ, καὶ τὴν πίστιν τὴν εἰς ἐμὲ καὶ τὴν ἀγάπην διατηρήσουσιν ἀκριβῆ. Ἀγαπώντων δὲ αὐτῶν ὡς χρὴ, ἐγὼ μενῶ ἐν αὐτοῖς. Ὁρᾷς πῶς εἰς καλὸν τέλος ἀπήντησεν, εἰς ἀγάπην, τὴν πάντων μητέρα τῶν ἀγαθῶν, ἀπαρτίσας τὸν λόγον; Πιστεύωμεν τοίνυν, καὶ ἀγαπῶμεν τὸν Θεὸν, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· καὶ πάλιν, Τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Ὅταν γὰρ ἐκεῖνος μὲν καὶ οἰκέταις καὶ συγγενέσι καὶ ἀλλοτρίοις ἐπικουρῇ· σὺ δὲ μηδὲ τοὺς πρὸς γένος προσήκοντας θεραπεύῃς, τίς ἔσται σοι λοιπὸν ἀπολογία, τοῦ Θεοῦ βλασφημουμένου καὶ ὑβριζομένου διὰ σέ; Σκόπει γὰρ πόσας 59.446 ἔδωκεν ἡμῖν ἀφορμὰς εὐποιίας ὁ Θεός. Τὸν μὲν ὡς συγγενῆ, τὸν δὲ ὡς φίλον, τὸν δὲ ὡς γείτονα, τὸν δὲ ὡς πολίτην, τὸν δὲ ὡς ἄνθρωπον ἐλέει, φησίν. Ἂν δὲ μηδέν σε τούτων κατέχῃ, ἀλλὰ πάντα διαῤῥήξῃς τὰ δεσμὰ, ἀκούσῃ τοῦ Παύλου, ὅτι ἀπίστου εἶ χείρων· ὅτι ἐκεῖνος μὲν οὐδὲν περὶ ἐλεημοσύνης ἀκούσας, οὐδὲ τῶν ἐν οὐρανῷ, ὑπερηκόντισέ σε τῇ φιλανθρωπίᾳ· σὺ δὲ αὐτοὺς τοὺς ἐχθροὺς ἀγαπᾷν κελευσθεὶς, τοὺς οἰκείους, ὡς ἐχθροὺς ὁρᾷς, καὶ χρημάτων φείδῃ μᾶλλον ἢ σωμάτων. Καίτοι τὰ μὲν ἀναλισκόμενα οὐδὲν πείσεται δεινόν· οὗτος δὲ περιορώμενος οἰχήσεται. Τίς οὖν ἡ μανία χρημάτων φείδεσθαι, καὶ ἀφειδεῖν συγγενῶν; πόθεν οὗτος ὁ πόθος εἰσεκώμασε; πόθεν ἡ ἀπανθρωπία καὶ ἡ ὠμότης; Εἰ γάρ τις ὥσπερ ἐπὶ θεάτρου κορυφῆς καθίσας, τὸν κόσμον κατοπτεύσειε πάντα, μᾶλλον δὲ εἰ βούλεσθε, μίαν τέως μεταχειρισώμεθα πόλιν. δʹ. Εἴ τις τοίνυν ἐφ' ὑψηλοῦ καθίσας πάντα κατιδεῖν δυνηθείη τὰ ἀνθρώπινα, ἐννόησον ὅσην καταγνώσεται ἀλογίαν, ὅσα δάκρυα οἴσει, ὅσον γελάσεται γέλωτα, ὅσον μισήσει μῖσος. Τοιαῦτα γὰρ πράττομεν, ὡς καὶ γέλωτος, καὶ ἀνοίας, καὶ δακρύων, καὶ μίσους εἶναι ἄξια. Ὁ δεῖνα τρέφει κύνας, ἵνα θηρία ἄγρια σαγηνεύσῃ, αὐτὸς εἰς θηριωδίαν ἐμπίπτων· ἕτερος ὄνους καὶ ταύρους, ἵνα μετακομίζῃ λίθους· ἀνθρώπους δὲ περιορᾷ, λιμῷ τηκομένους. Καὶ χρυσίον μὲν ἄπειρον δαπανᾷ, ἵνα λιθίνους ἀνθρώπους ἐργάσηται· τοὺς δὲ ὄντως ἀνθρώπους λιθίνους γενομένους ὑπὸ τῆς κακουχίας, ὑπερορᾷ. Ἕτερος ψηφῖδας χρυσᾶς 339
συλλέγων μετὰ πολλῆς ταλαιπωρίας περιβάλλει τοὺς τοίχους· τὰς δὲ γαστέρας τῶν πενήτων γυμνὰς ὁρῶν, οὐκ ἐπικάμπτεται. Καὶ οἱ μὲν τοῖς ἱματίοις αὐτῶν ἱμάτια πάλιν ἐπινοοῦσιν· ἕτερος δὲ οὐδὲ αὐτὸ τὸ σῶμα γυμνὸν περιβάλλειν ἔχει. Ἐν δικαστηρίοις δὲ πάλιν ἄλλος ἄλλον κατέπιεν· ἄλλος εἰς πόρνας ἀνάλωσε καὶ εἰς παρασίτους· ἕτερος εἰς μίμους καὶ ὀρχήστρας· εἰς οἰκοδομὰς ἕτερος λαμπρὰς, εἰς ἀγορασίας ἀγρῶν καὶ οἰκιῶν. Πάλιν ὁ μὲν τόκους ἀριθμεῖ, ὁ δὲ τόκους τόκων, ὁ δὲ γραμματεῖα συντίθησι πολλῶν γέμοντα φόνων, καὶ οὐδὲ τὴν ἀπὸ τῆς νυκτὸς ἀνάπαυσιν καρποῦται, ἐπὶ τοῖς ἑτέρων κακοῖς ἀγρυπνῶν. Ἡμέρας δὲ γενομένης, ὁ μὲν ἐπὶ κέρδος ἄδικον, ὁ δὲ ἐπὶ δαπάνην ἀσελγῆ, οἱ δὲ ἐπὶ κλοπὴν δεδημοσιευμένην τρέχουσι. Καὶ τῶν μὲν περιττῶν καὶ κεκωλυμένων πολλὴ ἡ σπουδή· τῶν δὲ ἀναγκαίων οὐδεὶς ὁ λόγος. Οἱ δὲ κρίνοντες, τὸ μὲν ὄνομα δικαστῶν ἔχουσι, τὸ δὲ ἔργον λῃστῶν καὶ ἀνδροφόνων. Κἂν τὰς δίκας τις ἐξετάσῃ, κἂν τὰς διαθήκας, μυρία πάλιν εὑρήσει καὶ ἐνταῦθα κακὰ, δόλους, κλοπὰς, ἐπιβουλάς. Καὶ περὶ ταῦτα ἅπασα ἡ σχολὴ, τῶν δὲ πνευματικῶν λόγος οὐδείς· ἀλλὰ τὴν ἐκκλησίαν ὑπὲρ τοῦ μόνον ἰδεῖν ἐνοχλοῦσιν ἅπαντες. Τὸ δὲ ζητούμενον οὐ τοῦτό ἐστιν, ἀλλ' ἔργων δεῖ ἡμῖν καὶ διανοίας καθαρᾶς. Ἂν δὲ τὴν πᾶσαν ἡμέραν ἀναλώσῃς εἰς πλεονεξίαν, εἶτα μικρὰ ῥήματα εἰσελθὼν εἴπῃς, οὐ μόνον οὐκ ἐποίησας ἵλεω τὸν Θεὸν, ἀλλὰ καὶ παρώξυνας μειζόνως. Εἰ γὰρ βούλει καταλλάξαι σου τὸν Δεσπότην, ἔργα ἐπίδειξαι, μάθε τὸν φορυτὸν τῶν συμφορῶν, βλέπε τοὺς γυμνοὺς, τοὺς πεινῶντας, τοὺς ἀδικουμένους· μυρίας σοι φιλανθρωπίας ἔτεμεν ὁδούς. Μὴ τοίνυν ἀπατῶμεν ἑαυτοὺς, εἰκῆ καὶ μάτην ζῶντες, μηδὲ, ὅτι νῦν ὑγιαίνομεν, καταφρονήσωμεν· ἀλλ' ἐννοήσαντες ὅτι πολλάκις εἰς νόσον καταπεσόντες, καὶ εἰς ἔσχατον ἀῤῥωστίας ἐλθόντες, ἀπεθάνομεν τῷ δέει καὶ τῇ προσδοκίᾳ τῶν μελλόντων, προσδοκήσωμεν πάλιν εἰς τὰ αὐτὰ καταπε 59.447 σεῖσθαι, καὶ τὸν αὐτὸν κτησώμεθα φόβον, καὶ γενώμεθα βελτίους· ὡς τά γε νῦν μυρίας κατηγορίας ἄξια. Οἱ μὲν γὰρ ἐν τοῖς δικαστηρίοις λέουσιν ἐοίκασι καὶ κυσὶ, οἱ δὲ ἐν ταῖς ἀγοραῖς, ἀλώπεξιν· οἱ δὲ τὸν ἀπράγμονα ζῶντες βίον, οὐδὲ οὗτοι εἰς δέον τῇ ἀπραγμοσύνῃ κέχρηνται, τὴν σχολὴν ἅπασαν εἰς θέατρα καὶ τὰ ἐκεῖθεν κακὰ ἀναλίσκοντες. Καὶ ὁ μὲν ἐπιτιμῶν τοῖς γινομένοις, οὐδείς· οἱ δὲ ζηλοῦντες καὶ δακνόμενοι, ὅτι μὴ ἴσα αὐτοῖς πράττουσι, πολλοί· ὥστε καὶ τούτους πάλιν κολάζεσθαι, καὶ μὴ ποιοῦντας τὰ πονηρά. Οὐ γὰρ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι. Καὶ γὰρ τὰ τῆς προθυμίας αὐτοῖς ὁμοίως διέφθαρται· ὅθεν 59.448 δῆλον, ὅτι καὶ γνώμης ἔστι δοῦναι δίκην. Ταῦτα καθ' ἑκάστην ἡμέραν λέγω, καὶ λέγων οὐ παύσομαι. Ἂν μὲν γάρ τινες ἀκούσωσιν, κέρδος· ἂν δὲ μηδεὶς ὁ προσέχων ᾖ, τότε ἀκούσεσθε ταῦτα, ὅτε κέρδος οὐδὲν ὑμῖν, καὶ μέμψεσθε ἑαυτοῖς, καὶ τῆς αἰτίας ἡμεῖς καθαροί. Ἀλλὰ μὴ γένοιτο ταύτην μόνον ἡμᾶς τὴν ἀπολογίαν ἔχειν, ἀλλὰ καὶ καύχημα ὑμᾶς γενέσθαι ἡμῶν παρὰ τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κοινῇ τῶν ἀγαθῶν ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.447 ΟΜΙΛΙΑ ΠΓʹ. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάῤῥου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. αʹ. Φρικτὸν ὁ θάνατος καὶ φόβου γέμον πολλοῦ· ἀλλ' οὐ παρὰ τοῖς τὴν ἄνω φιλοσοφίαν εἰδόσιν. Ὁ μὲν γὰρ μηδὲν περὶ τῶν μελλόντων σαφὲς ἐπιστάμενος, ἀλλὰ διάλυσίν τινα καὶ τελευτὴν ζωῆς τὸ πρᾶγμα νομίζων, εἰκότως φρίττει καὶ δέδοικεν ὡς εἰς τὸ μὴ εἶναι χωρῶν. Ἡμεῖς δὲ τῇ τοῦ Θεοῦ χάριτι τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθόντες, καὶ ἀποδημίαν τὸ πρᾶγμα εἶναι νομίζοντες, οὐκ ἂν εἴημεν 340
δίκαιοι τρέμειν, ἀλλὰ καὶ χαίρειν καὶ εὐθυμεῖσθαι, ὅτι τὸν ἐπίκηρον τοῦτον βίον ἀφέντες, ἐφ' ἕτερον ἐρχόμεθα ἀμείνω πολλῷ καὶ λαμπρότερον, καὶ τέλος οὐκ ἔχοντα. Ἅπερ οὖν καὶ ὁ Χριστὸς διδάσκων διὰ τῶν ἔργων, οὐ βίᾳ καὶ ἀνάγκῃ, ἀλλ' ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται. Ταῦτα, φησὶν, ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπῆλθε πέραν τοῦ χειμάῤῥου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. Ἤδει δὲ καὶ ὁ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. Μεσονυκτῶν ὁδοιπορεῖ, καὶ ποταμὸν διαβαίνει, καὶ ἐπείγεται πρὸς τὸν τῷ προδότῃ γνώριμον τόπον ἐλθεῖν, ἐκκόπτων τοῖς ἐπιβουλεύουσι τὸν πόνον, καὶ ἀπαλλάττων ταλαιπωρίας αὐτοὺς ἁπάσης, καὶ δείκνυσι τοῖς μαθηταῖς ὅτι ἑκὼν ἐπὶ τὸ πρᾶγμα ἔρχεται· ὅπερ ἱκανὸν αὐτοὺς μάλιστα παραμυθήσασθαι ἦν· καὶ καθίστησιν ἑαυτὸν ὥσπερ ἐν δεσμωτηρίῳ ἐν τῷ κήπῳ. Ταῦτα ἐλάλησεν αὐτοῖς. Τί λέγεις; Καὶ μὴν τῷ Πατρὶ διελέγετο· καὶ μὴν ηὔχετο. Διατί οὖν μὴ λέγεις, ὅτι παυσάμενος τῆς εὐχῆς ἦλθεν ἐκεῖ; Ὅτι οὐκ εὐχὴ ἦν, ἀλλὰ λαλιὰ διὰ τοὺς μαθητὰς γινομένη. Καὶ εἰσῆλθον οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν κῆπον. Οὕτως αὐτοὺς τοῦ δέους ἀπήλλαξεν, ὡς μὴ ἀντιτεῖναι λοιπὸν, ἀλλὰ καὶ εἰς τὸν κῆπον εἰσελθεῖν. Πῶς δὲ ὁ Ἰούδας ἐκεῖ ἤρχετο; ἢ πόθεν μαθὼν ἐκεῖ ἦλθεν; Ἐντεῦθεν δῆλον, ὅτι τὰ πολλὰ ἔξω διενυκτέρευεν. Οὐ γὰρ ἂν, εἴ γε οἴκοι διῆγεν, ἐπὶ τὴν ἔρημον ὁ Ἰούδας ἦλθεν, ἀλλ' ἐπὶ τὴν οἰκίαν, ἐκεῖ προσδοκῶν αὐτὸν εὑρήσειν καθεύδοντα. Ἵνα δὲ μὴ ἀκούσας κῆπον, κρύπτεσθαι νομίσῃς, ἐπήγαγεν, ὅτι Ἤδει ὁ Ἰούδας τὸν τόπον· καὶ οὐχ ἁπλῶς, ἀλλ' ὅτι καὶ πολλάκις συνήχθη ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. Καὶ γὰρ πολλάκις αὐτοῖς συνεγένετο ἰδίᾳ, περὶ ἀναγκαίων διαλεγόμενος, καὶ ὧν οὐ θέμις ἑτέρους ἀκοῦσαι. Ποιεῖ δὲ τοῦτο καὶ ἐν ὄρεσι καὶ ἐν κήποις μάλιστα, καθαρὸν θορύβων ἐπιζητῶν ἀεὶ χωρίον, ὥστε μὴ τὴν διάνοιαν ἐκκρούεσθαι τῆς ἀκροάσεως. Ὁ δὲ Ἰούδας, παραλαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ. Καὶ οὗτοι πολλάκις καὶ ἄλλοτε ἔπεμψαν συλλαβεῖν αὐ 59.448 τὸν, ἀλλ' οὐκ ἴσχυσαν. Ὅθεν δῆλον, ὅτι καὶ τότε ἑκὼν ἑαυτὸν ἐξέδωκε. Καὶ πῶς τὴν σπεῖραν ἔπεισαν; Ἄνδρες ἦσαν στρατιῶται, χρημάτων ποιεῖν πάντα μεμελετηκότες. Ἰησοῦς δὲ, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ' αὐτὸν, ἐξῆλθε, καὶ λέγει αὐτοῖς· Τίνα ζητεῖτε; Τουτέστιν, οὐκ ἀπὸ τῆς παρουσίας ἐκείνων περιέμενεν αὐτὰ μαθεῖν, ἀλλ' ἀταράχως ὡς πάντα εἰδὼς ταῦτα, οὕτω καὶ ἔλεγε καὶ ἐποίει. Διατί δὲ μετὰ ὅπλων ἐπέρχονται μέλλοντες συλλαμβάνειν; Ἐδεδοίκεσαν τοὺς ἑπομένους· καὶ διὰ τοῦτο καὶ ἀωρὶ τῶν νυκτῶν ἐπέστησαν. Καὶ ἐξελθὼν λέγει αὐτοῖς· Τίνα ζητεῖτε; Οἱ δὲ λέγουσιν, Ἰησοῦν τὸν Ναζωραῖον. Εἶδες δύναμιν ἄμαχον, πῶς ἐν μέσῳ ὢν ἐπήρωσεν αὐτῶν τοὺς ὀφθαλμούς; Ὅτι γὰρ οὐ τὸ σκότος αἴτιον ἦν, ἐδήλωσεν ὁ εὐαγγελιστὴς, εἰπὼν, ὅτι καὶ λαμπάδας εἶχον. Εἰ δὲ μὴ λαμπάδες ἦσαν, ἀπὸ τῆς φωνῆς γοῦν ἔδει γνωρίσαι· εἰ δὲ καὶ ἐκεῖνοι ἠγνόουν, πῶς ὁ Ἰούδας ἠγνόησεν, ὁ συνὼν αὐτῷ διηνεκῶς; Καὶ γὰρ καὶ αὐτὸς εἱστήκει μετ' αὐτῶν, καὶ οὐδὲν ᾔδει πλέον, ἀλλὰ καὶ ἔπεσε μετ' αὐτῶν ὕπτιος. Ἐποίησε δὲ τοῦτο ὁ Ἰησοῦς, δηλῶν, ὅτι οὐ μόνον συλλαβεῖν αὐτὸν οὐ δύνανται, ἀλλ' οὐδὲ ἰδεῖν ἐν μέσῳ ὄντα, εἰ μὴ αὐτὸς ἐνδοίη. Πάλιν λέγει αὐτοῖς, Τίνα ζητεῖτε; Ὢ τῆς ἀνοίας! τὸ ῥῆμα αὐτοῦ ἔβαλεν αὐτοὺς ὑπτίους, καὶ οὐδὲ οὕτως ἐπέστρεψαν τοσαύτην μαθόντες δύναμιν, ἀλλὰ πάλιν ἐπιτίθενται τοῖς αὐτοῖς. Ἐπεὶ οὖν τὰ αὐτοῦ πάντα ἐπλήρωσε, τότε λοιπὸν ἑαυτὸν παραδίδωσι, καὶ λέγει αὐτοῖς· Εἶπον ὑμῖν, ὅτι ἐγώ εἰμι. Εἰστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτόν. Ὅρα τὸ ἀνεπαχθὲς τοῦ εὐαγγελιστοῦ, πῶς οὐχ ὑβρίζει τὸν προδότην, ἀλλὰ διηγεῖται τὸ γεγονὸς, ἓν μόνον δεῖξαι σπουδάζων, ὅτι τὸ πᾶν τῆς αὐτοῦ συγχωρήσεως γέγονεν. Εἶτα ἵνα μή τις λέγῃ, ὅτι αὐτὸς αὐτοὺς εἰς τοῦτο ἤγαγεν, ἑαυτὸν ἐγχειρίσας καὶ δῆλον καταστήσας αὐτοῖς, ἐπιδειξάμενος ἅπαντα, ἅπερ ἱκανὰ ἦν αὐτοὺς ἀνακρούσασθαι, ἐπειδὴ ἐπέμενον τῇ κακίᾳ, καὶ οὐδεμίαν εἶχον ἀπολογίαν, τότε ἑαυτὸν ἐνεχείρισε, λέγων· Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε 341
τούτους ὑπάγειν, μέχρι τῆς ἐσχάτης ὥρας τὴν εἰς αὐτοὺς φιλανθρωπίαν ἐνδεικνύμενος. Εἰ γὰρ ἐμοῦ δεῖσθε, φησὶ, μηδὲν ὑμῖν ἔστω πρὸς τούτους κοινόν. Ἰδοὺ γὰρ ἐμαυτὸν παραδίδωμι. Ἵνα πληρωθῇ ὁ λόγος, ὃν εἶπεν, ὅτι Οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. Ἀπώλειαν δὲ ἐνταῦθα οὐ ταύτην φησὶ τὴν τοῦ θανάτου, ἀλλ' ἐκείνην τὴν αἰώνιον. Ὁ δὲ εὐαγγελιστὴς καὶ ἐπὶ τοῦ παρόντος αὐτὸ παρέλαβε. Θαυμάσειε δ' ἄν τις, πῶς καὶ αὐτοὺς οὐ συνέλαβον μετ' αὐτοῦ καὶ κατέκοψαν, καὶ μάλιστα τοῦ Πέτρου παροξύναντος αὐτοὺς δι' ὧν εἰς τὸν δοῦλον ἐποίησε. Τίς οὖν αὐτοὺς κατεῖχεν; Ἄλλος μὲν οὐδεὶς, ἡ δὲ ῥίψασα αὐτοὺς δύναμις ὑπτίους Ὅπερ οὖν καὶ ὁ εὐαγγελιστὴς δηλῶν, ὅτι οὐ τῆς ἐκείνων γνώμης ἦν, ἀλλὰ τῆς τοῦ συλληφθέντος δυνάμεώς τε καὶ ἀποφάσεως, ἐπήγαγεν· Ἵνα ὁ λόγος πληρωθῇ, ὃν εἶπεν, ὅτι Οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο. βʹ. Ὁ γοῦν Πέτρος θαρσήσας ταύτῃ τῇ φωνῇ καὶ 59.449 τοῖς ἤδη γεγενημένοις, ὁπλίζεται κατὰ τῶν ἐπελθόντων. Καὶ πῶς, φησὶν, ὁ κελευσθεὶς μὴ πήραν ἔχειν, μὴ δύο χιτῶνας, μάχαιραν ἔχει; Ἐμοὶ δοκεῖ τοῦτο αὐτὸ δεδοικὼς παρεσκευάσθαι πάλαι. Εἰ δὲ λέγεις, Πῶς ὁ κελευσθεὶς μὴ ῥαπίζειν, ἀνδροφόνος γίνεται; μάλιστα μὲν μὴ ἀμύνεσθαι προσετάχθη· ἐνταῦθα δὲ οὐχ ἑαυτῷ ἤμυνεν, ἀλλὰ τῷ Διδασκάλῳ. Ἔπειτα δὲ, οὐδὲ τέλειοί πως καὶ ἀπηρτισμένοι ἦσαν. Σὺ δὲ, εἰ βούλει Πέτρον φιλοσοφοῦντα ἰδεῖν, ὄψει μετὰ ταῦτα τραυματιζόμενον, καὶ πράως φέροντα, καὶ μυρία πάσχοντα δεινὰ, καὶ οὐ παροξυνόμενον. Ὁ δὲ Ἰησοῦς καὶ ἐνταῦθα θαυματουργεῖ, ὁμοῦ τε παιδεύων ὅτι τοὺς ποιοῦντας κακῶς εὐεργετεῖν χρὴ, καὶ τὴν δύναμιν ἐκκαλύπτων τὴν ἑαυτοῦ. Τούτῳ μὲν οὖν τὸ ὠτίον ἀπέδωκε, Πέτρῳ δέ φησιν, ὅτι Πάντες οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀπολοῦνται. Ὥσπερ καὶ ἐπὶ τοῦ νιπτῆρος ἐποίησε, δι' ἀπειλῆς τὸν τόνον αὐτοῦ χαλάσας· οὕτω καὶ ἐνταῦθα. Τὸ δὲ ὄνομα τοῦ δούλου προστίθησιν ὁ εὐαγγελιστὴς, ἐπειδὴ πολὺ μέγα τὸ γινόμενον ἦν, οὐχ ὅτι ἐθεράπευσε μόνον, ἀλλ' ὅτι καὶ τὸν ἐπ' αὐτῷ ἐλθόντα, καὶ μικρὸν ὕστερον μέλλοντα ῥαπίζειν αὐτὸν, καὶ ὅτι τὸν ἐντεῦθεν μέλλοντα ἀναῤῥιπίζεσθαι πόλεμον κατὰ τῶν μαθητῶν ἐπέχει. Διὰ τοῦτο καὶ τὸ ὄνομα τέθεικεν ὁ εὐαγγελιστὴς, ὥστε τοῖς τότε ἀναγινώσκουσιν ἐξεῖναι ζητῆσαι καὶ περιεργάσασθαι, εἴ γε ὄντως γέγονε τὰ γεγενημένα. Οὐχ ἁπλῶς δὲ καὶ τὸ δεξιὸν ὠτίον λέγει· ἀλλ' ἐμοὶ δοκεῖ, τὴν ὁρμὴν εἰπεῖν τοῦ Ἀποστόλου θέλων, ὅτι σχεδὸν ἐπ' αὐτὴν ὥρμησε τὴν κεφαλήν. Ἀλλ' ὁ Ἰησοῦς οὐκ ἀπειλῇ μόνον αὐτὸν κατέχει, ἀλλὰ καὶ ἑτέροις παραμυθεῖται, λέγων· Τὸ ποτήριον, ὃ ἔδωκέ μοι ὁ Πατὴρ, οὐ μὴ πίω αὐτό; δεικνὺς ὅτι οὐ τῆς ἐκείνων δυνάμεως τὸ γινόμενον, ἀλλὰ τῆς αὐτοῦ συγχωρήσεως· καὶ δηλῶν, ὅτι οὐκ ἔστιν ἀντίθεός τις, ἀλλ' ὑπήκοος μέχρι θανάτου τῷ Πατρί· Τότε λοιπὸν συλλαμβάνεται ὁ Ἰησοῦς, καὶ ἔδησαν αὐτόν· καὶ ἀπήγαγον πρὸς Ἄνναν. Διατί πρὸς Ἄνναν; Ὑπὸτῆς ἡδονῆς ἐνεπόμπευον τοῖς γινομένοις, ὡς δὴ τρόπαιον στήσαντες. Ἦν δὲ οὗτος πενθερὸς τοῦ Καϊάφα· ὁ δὲ Καϊάφας οὗτος ἦν ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις, ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν. Τί πάλιν ὑπέμνησεν ἡμᾶς τῆς προφητείας ὁ εὐαγγελιστής; Δηλῶν ὅτι ὑπὲρ σωτηρίας ταῦτα ἐγίνετο. Καὶ τοσαύτη τῆς ἀληθείας ἡ ὑπερβολὴ, ὡς καὶ τοὺς ἐχθροὺς αὐτὰ προαναφωνεῖν. Ἵνα γὰρ μὴ δεσμοὺς ἀκούσας ὁ ἀκροατὴς θορυβῆται, ἀναμιμνήσκει τῆς προφητείας ἐκείνης, ὅτι ἡ σωτηρία τῇ οἰκουμένῃ ὁ θάνατος αὐτοῦ ἦν. Ἠκολούθησε δὲ Πέτρος, καὶ ὁ ἄλλος μαθητής. Τίς ἐστιν ὁ ἄλλος μαθητής; Αὐτὸς ὁ ταῦτα γράψας. Καὶ τίνος ἕνεκεν ἑαυτὸν οὐ λέγει; Ὅτε μὲν γὰρ ἐπὶ τὸ στῆθος ἀνέπεσε τοῦ Ἰησοῦ, εἰκότως ἑαυτὸν κρύπτει· νῦν δὲ τίνος ἕνεκεν τοῦτο ποιεῖ; Τῆς αὐτῆς ἕνεκεν αἰτίας. Καὶ γὰρ καὶ ἐνταῦθα μέγα κατόρθωμα διηγεῖται, ὅτι, πάντων ἀποπηδησάντων, αὐτὸς ἐπηκολούθει. Διὰ τοῦτο κρύπτει ἑαυτὸν καὶ προτίθησιν ἑαυτοῦ τὸν Πέτρον· καὶ ἑαυτοῦ δὲ ἠναγκάσθη ἐπιμνησθῆναι νῦν, ἵνα μάθῃς, ὅτι ἀκριβέστερον διηγεῖται τῶν ἄλλων τὰ κατὰ τὴν αὐλὴν, ἅτε ἔνδον ὤν. Καὶ ὅρα πῶς ὑποτέμνεται τὸ ἴδιον ἐγκώμιον. Ἵνα γὰρ μή τις λέγῃ, Πῶς πάντων ἀναχωρησάντων, 342
οὗτος καὶ ἐνδοτέρω τοῦ Σίμωνος εἰσῆλθε; λέγει, Ὅτι καὶ τοῦ ἀρχιερέως γνώριμος ἦν· ὡς μηδένα θαυμάζειν, ὅτι ἠκολούθησε, μηδὲ ἐπὶ ἀνδρείᾳ αὐτὸν ἀνακηρύττειν. Τὸ δὲ θαῦμα ἐκεῖνο ἦν τὸ τοῦ Πέτρου, ὅτι οὕτω περιδεὴς ὢν καὶ μέχρι τῆς αὐλῆς ἦλθε, τῶν ἄλλων ἀναχω 59.450 ρησάντων. Τὸ μὲν οὖν ἐλθεῖν ἐκεῖ, πόθου· τὸ δὲ μὴ εἰσελθεῖν ἔνδον, ἀγωνίας καὶ φόβου. Διὰ τοῦτο γὰρ καὶ ταῦτα ἀνέγραψεν ὁ εὐαγγελιστὴς, προοδοποιῶν τῇ ἀπολογίᾳ τῆς ἀρνήσεως. Οὐ γὰρ ὡς μέγα τι περὶ αὐτοῦ τίθησιν, ὅτι γνώριμος ἦν τῷ ἀρχιερεῖ· ἀλλ' ἐπειδὴ εἶπεν, ὅτι συνεισῆλθε τῷ Ἰησοῦ μόνος, ἵνα μὴ νομίσῃς ὅτι ὑψηλῆς γνώμης ἦν τὸ πρᾶγμα, τίθησι καὶ τὴν αἰτίαν. Ὅτι δὲ καὶ ὁ Πέτρος εἰσῆλθεν ἂν, εἴπερ ἐπετράπη, διὰ τῶν ἑξῆς ἐδήλωσεν. Ἐπειδὴ γοῦν ἐξῆλθε, καὶ τὴν θυρωρὸν ἐκέλευσεν αὐτὸν εἰσαγαγεῖν, εὐθέως εἰσῆλθεν ὁ Πέτρος. Διατί δὲ αὐτὸς αὐτὸν οὐκ εἰσήγαγεν; Τοῦ Χριστοῦ εἴχετο, καὶ ἐπηκολούθει. Διὰ τοῦτο τὴν γυναῖκα ἐκέλευσεν εἰσαγαγεῖν αὐτόν. Τί οὖν ἡ γυνή; Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; Ὁ δέ φησιν, Οὐκ εἰμί. Τί λέγεις, ὦ Πέτρε; οὐχὶ πρώην εἶπες, ὅτι, Ἂν δέῃ με καὶ τὴν ψυχὴν ὑπὲρ σοῦ θεῖναι, θήσω; τί τοίνυν γέγονεν, ὅτι οὐδὲ θυρωροῦ φέρεις ἐρώτησιν; Μὴ γὰρ στρατιώτης ἦν ὁ ἐρωτῶν; μὴ τῶν κατασχόντων τις; Θυρωρὸς ἦν εὐτελὴς καὶ ἀπεῤῥιμμένη, καὶ οὐδὲ ἡ ἐρώτησις θρασεῖα. Οὐ γὰρ εἶπε, Τοῦ πλάνου καὶ τοῦ λυμεῶνος μαθητὴς εἶ, ἀλλὰ, Τοῦ ἀνθρώπου τούτου· ὅπερ ἐλεούσης μᾶλλον καὶ κατακαμπτομένης ἦν. Ἀλλ' οὐδὲν τούτων ἤνεγκεν ὁ Πέτρος. Τὸ δὲ, Μὴ καὶ σὺ, διὰ τοῦτο εἴρηται, ἐπειδὴ ὁ Ἰωάννης ἔνδον ἦν· οὕτω προσηνῶς διελέγετο ἡ γυνή. Ἀλλ' οὐδενὸς τούτων ᾔσθετο, οὐδὲ εἰς τὸν νοῦν ἔλαβεν, οὐδὲ ὅτε τὸ πρῶτον, οὐδὲ ὅτε τὸ δεύτερον, ἀλλ' οὐδὲ τὸ τρίτον, ἀλλ' ἡνίκα ἀλέκτωρ ἐφώνησε· καὶ οὐδὲ τοῦτο αὐτὸν εἰς ἔννοιαν ἤγαγεν ἕως ὅτε ἔβλεψεν εἰς αὐτὸν ὁ Ἰησοῦς πικρόν. Καὶ αὐτὸς μὲν εἱστήκει θερμαινόμενος μετὰ τῶν τοῦ ἀρχιερέως δούλων· ὁ δὲ Χριστὸς ἔνδον κατείχετο δεδεμένος. Ταῦτα δὲ λέγομεν, οὐ τοῦ Πέτρου κατηγοροῦντες, ἀλλὰ τῶν ὑπὸ τοῦ Χριστοῦ εἰρημένων τὴν ἀλήθειαν ἐπιδεικνύμενοι. Ὁ οὖν ἀρχιερεὺς ἐρώτησε τὸν Χριστὸν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ τῆς διδασκαλίας. γʹ. Ὢ τῆς πονηρίας! συνεχῶς ἀκούων ἐν τῷ ἱερῷ δημηγοροῦντος καὶ παῤῥησίᾳ διδάσκοντος, νῦν βούλεται μαθεῖν. Ἐπειδὴ γὰρ ἔγκλημα οὐδὲν εἶχον προσενεγκεῖν, περὶ τῶν μαθητῶν ἠρώτων ἴσως, ποῦ εἰσιν, καὶ τίνος ἕνεκεν αὐτοὺς συνέλεξε, καὶ τί βουλόμενος, καὶ ἐπὶ τίσι. Τοῦτο δὲ ἔλεγεν, ὡσανεὶ στασιαστὴν καὶ νεωτεροποιὸν ἐλέγξαι θέλων, ὡς οὐδενὸς ἑτέρου προσέχοντος αὐτῷ, ἀλλ' ἢ μόνων ἐκείνων, ὡς ἐργαστηρίου τινὸς ὄντος πονηροῦ. Τί οὖν ὁ Χριστός; Τοῦτο ἀνατρέπων, φησίν· Ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ, οὐχὶ τοῖς μαθηταῖς ἰδίᾳ· ἐγὼ παῤῥησίᾳ ἐδίδαξα ἐν τῷ ἱερῷ. Τί οὖν; οὐδὲν ἐλάλησεν ἐν τῇ κρυφῇ; Ἐλάλησε μὲν, ἀλλ' οὐχ, ὡς οὗτοι ἐνόμιζον, δεδοικὼς καὶ συστάσεις ποιούμενος, ἀλλ' εἴ που τῆς τῶν πολλῶν ἀκροάσεως ἀνώτερα τὰ λεγόμενα ἦν. Τί με ἐπερωτᾷς; Ἐρώτησον τοὺς ἀκηκοότας. Οὐκ αὐθαδιαζομένου ἐστὶ τὰ ῥήματα, ἀλλὰ θαῤῥοῦντος τῇ τῶν εἰρημένων ἀληθείᾳ. Ὅπερ οὖν ἀεχόμενος ἔλεγεν· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, τοῦτο καὶ νῦν αἰνίττεται, ἐκ περιουσίας βουλόμενος ἀξιόπιστον καταστῆσαι τὴν μαρτυρίαν. Ἐπειδὴ γὰρ τῶν μαθητῶν, ὡς μαθητῶν ἐμνημόνευσε, τί φησιν; Ἐμὲ περὶ τῶν ἐμῶν ἐρωτᾷς; ἐρώτησον τοὺς ἐχθροὺς, τοὺς ἐπιβούλους, τοὺς δήσαντας· οὗτοι λεγέτωσαν. Αὕτη γάρ ἐστι τῆς ἀληθείας ἀναμφισβήτητος ἡ ἀπόδειξις, ὅταν τοὺς ἐχθρούς τις ὑπὲρ ὧν λέγει καλῇ μάρτυρας. Τί οὖν ὁ ἀρχιερεύς; Δέον οὕτω 59.451 ποιήσασθαι τὴν ἐξέτασιν, τοῦτο μὲν οὐκ ἐποίησεν ἐκεῖνος· Εἷς δὲ τῶν παρεστηκότων ὑπηρετῶν ἔδωκεν αὐτῷ ῥάπισμα ταῦτα εἰπόντι. Τί τούτου γένοιτ' ἂν ἰταμώτερον; Φρίξον, οὐρανὲ, ἔκστηθι γῆ τῇ τοῦ Δεσπότου μακροθυμίᾳ, καὶ τῇ τῶν δούλων ἀγνωμοσύνῃ. Καίτοι τί ποτε ἦν τὸ λεχθέν; οὐ γὰρ ὡς παραιτούμενος εἰπεῖν ἔλεγεν· Τί με ἐρωτᾷς; ἀλλὰ πᾶσαν ἐκκόψαι βουλόμενος ἀγνωμοσύνης ὑπόθεσιν. Καὶ ἐπὶ τούτοις ῥαπισθεὶς, πάντα σεῖσαι καὶ ἀφανίσαι καὶ 343
μετακινῆσαι δυνάμενος, τούτων μὲν οὐδὲν ποιεῖ· φθέγγεται δὲ ῥήματα πᾶσαν δυνάμενα θηριωδίαν ἐκλῦσαι. Καί φησιν· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· τουτέστιν, Εἰ μὲν ἔχεις ἐπιλαβέσθαι τῶν εἰρημένων, ἀπόδειξον· εἰ δὲ οὐκ ἔχεις, Τί με τύπτεις; Ὁρᾷς τὸ δικαστήριον θορύβου γέμον καὶ ταραχῆς καὶ θυμοῦ καὶ συγχύσεως; Ἠρώτησεν ὁ ἀρχιερεὺς ὑπούλως καὶ δολερῶς· ἀπεκρίνατο ὁ Χριστὸς ἐξ εὐθείας καὶ ὡς ἐχρῆν. Τί τοίνυν τὸ ἀκόλουθον ἦν; Διελέγξαι ἢ ἀποδέξασθαι τὸ εἰρημένον. Ἀλλ' οὐ γίνεται· ἀλλ' ὁ δοῦλος αὐτὸν ῥαπίζει. Οὕτως οὐχὶ δικαστήριον, ἀλλὰ σύστασις καὶ τυραννὶς τὰ γινόμενα. Εἶτα μηδὲ οὕτως εὑρίσκοντές τι πλέον, Πέμπουσιν αὐτὸν δεδεμένον πρὸς Καϊάφαν. Ἦν δὲ Πέτρος ἑστὼς, καὶ θερμαινόμενος. Βαβαὶ, πόσῳ κάρῳ κατείχετο ὁ θερμὸς καὶ μεμηνὼς, ἀπαγομένου τοῦ Ἰησοῦ; Καὶ μετὰ τοσαῦτα οὐδὲ κινεῖται λοιπὸν, ἀλλ' ἔτι θερμαίνεται, ἵνα μάθῃς ὅση τῆς φύσεως ἡ ἀσθένεια, ὅταν Θεὸς ἐγκαταλίπῃ· καὶ ἐρωτηθεὶς πάλιν ἀρνεῖται. Εἶτα λέγει, Ὁ συγγενὴς τοῦ δούλου, οὗ ἀπέκοψεν ὁ Πέτρος τὸ ὠτίον, ἀλγῶν ἐπὶ τῷ γεγενημένῳ· Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ; Καὶ οὐδὲ ὁ κῆπος αὐτὸν εἰς μνήμην τῶν γεγενημένων ἤγαγεν, οὐδὲ ἡ πολλὴ φιλοστοργία, ἣν ἐκεῖ διὰ τῶν ῥημάτων ἐπεδείξατο ἐκείνων, ἀλλὰ πάντα ταῦτα ὑπὸ τῆς ἀγωνίας ἐξέβαλε. Τί δήποτε δὲ οἱ εὐαγγελισταὶ ὁμοφώνως περὶ αὐτοῦ ἀνέγραψαν; Οὐχὶ τοῦ μαθητοῦ κατηγοροῦντες, ἀλλ' ἡμᾶς παιδεῦσαι βουλόμενοι, πόσον κακὸν τὸ μὴ Θεῷ τὸ πᾶν ἐπιτρέπειν, ἀλλ' ἑαυτῷ θαῤῥεῖν. Σὺ δὲ θαύμασον τοῦ Διδασκάλου τὴν κηδεμονίαν, ὅτι καὶ κατεχόμενος, καὶ δεδεμένος πολλὴν ἐποιεῖτο τοῦ μαθητοῦ πρόνοιαν, διὰ τοῦ βλέμματος αὐτοῦ κείμενον ἀνιστὰς, καὶ εἰς δάκρυα καθέλκων. Ἄγουσιν οὖν αὐτὸν πρὸς Πιλᾶτον ἀπὸ τοῦ Καϊάφα. Ἐγένετο δὲ τοῦτο, ἵνα τῶν δικαστῶν τὸ πλῆθος καὶ ἀκόντων αὐτῶν ἐπιδείξῃ τὸ βεβασανισμένον τῆς ἀληθείας. Ἦν δὲ πρωΐα. Πρὶν ἢ μὲν ἀλέκτορα φωνῆσαι, πρὸς Καϊάφαν ἄγεται· πρωῒ πρὸς Πιλᾶτον. Δι' ὧν δείκνυται ὁ εὐαγγελιστὴς, ὅτι τὸ ἥμισυ τῆς νυκτὸς ἅπαν ὑπὸ Καϊάφα ἐρωτώμενος, οὐδὲν ἐξηλέγχετο· διὸ καὶ παρέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. Ἀλλ' ἐκεῖνα τοῖς ἄλλοις ἀφεὶς διηγήσασθαι, αὐτὸς τὰ ἑξῆς λέγει. Καὶ σκόπει τῶν Ἰουδαίων τὸ καταγέλαστον. Τὸν ἀθῶον συλλαβόντες, καὶ ὅπλα βαστάσαντες, εἰς τὸ πραιτώριον οὐκ εἰσέρχονται, Ἵνα μὴ μιανθῶσι. Καίτοι ποῖος μολυσμὸς, εἰπέ μοι, ἐπιβῆναι δικαστηρίῳ, ἔνθα δίκην οἱ ἀδικοῦντες διδόασιν; Οἱ ἀποδεκατοῦντες τὸν ἡδύοσμον καὶ τὸ ἄνηθον, φονῶντες μὲν ἀδίκως οὐκ ἐνόμιζον μιαίνεσθαι· δικαστηρίῳ δὲ καὶ ἐπιβαίνοντες μιαίνειν ἑαυτοὺς ἡγοῦντο. Καὶ τίνος ἕνεκεν αὐτὸν οὐκ ἀνεῖλον, ἀλλ' ἐπὶ τὸν Πιλᾶτον ἤγαγον; Μάλιστα μὲν τὸ πολὺ τῆς ἀρχῆς αὐτῶν καὶ τῆς ἐξουσίας ὑπετέτμητο λοιπὸν, ὑπὸ Ῥωμαίους τῶν πραγμάτων κειμένων. Καὶ ἄλλως δὲ, ἐδεδοίκεισαν μὴ δίκην ὕστερον δώσειν κατηγορηθέντες παρ' αὐτοῦ. Τί δέ ἐστιν, Ἵνα φάγωσι τὸ Πάσχα; Καὶ μὴν αὐτὸς ἦν αὐτὸ πε 59.452 ποιηκὼς τῇ μιᾷ τῶν Ἀζύμων. Ἤτοι οὖν τὸ Πάσχα τὴν ἑορτὴν πᾶσαν λέγει· ἢ ὅτι τότε ἐποίουν τὸ Πάσχα, αὐτὸς δὲ πρὸ μιᾶς αὐτὸ παρέδωκε, τηρῶν τὴν ἑαυτοῦ σφαγὴν τῇ παρασκευῇ, ὅτε καὶ τὸ παλαιὸν ἐγίνετο τὸ Πάσχα. Αὐτοὶ δὲ ὅπλα βαστάσαντες, ὅπερ οὐκ ἐξῆν, καὶ αἷμα ἐκχέοντες, ὑπὲρ τοῦ τόπου ἀκριβολογοῦνται, καὶ ἐξάγουσι πρὸς ἑαυτοὺς τὸν Πιλᾶτον. Καὶ ἐξελθών φησι· Τίνα κατηγορίαν ἔχετε κατὰ τοῦ ἀνθρώπου τούτου· δʹ. Ὁρᾷς ἀπηλλαγμένον τῆς φιλαρχίας αὐτῶν καὶ βασκανίας; Ἰδὼν γὰρ αὐτὸν δεδεμένον καὶ ὑπὸ τοσούτων ἀγόμενον, οὐκ ἐνόμισεν ἔλεγχον ἔχειν ἀναμφισβήτητον κατηγορίας· ἀλλ' ἐρωτᾷ, ἄτοπον εἶναι λέγων τὴν μὲν κρίσιν αὐτοὺς ἁρπάσαι, τὴν δὲ κόλασιν χωρὶς κρίσεως ἐπιτρέψαι ἐκείνῳ. Τί οὖν ἐκεῖνοι; Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. Ὢ τῆς ἀνοίας! τί γὰρ οὐ λέγετε τὴν κακοποιίαν, ἀλλὰ συσκιάζετε; τί οὐκ ἐλέγχετε τὸ κακόν; Ὁρᾷς πανταχοῦ παραιτουμένους τὴν ἐξ εὐθείας κατηγορίαν, καὶ οὐδὲν δυναμένους εἰπεῖν; Ἄννας ἐκεῖνος ἠρώτησε περὶ τῆς διδασκαλίας, καὶ ἀκούσας ἔπεμψε πρὸς Καϊάφαν· καὶ αὐτὸς ἐρωτήσας πάλιν, καὶ 344
μηδὲν εὑρὼν, ἀπέστειλεν αὐτὸν τῷ Πιλάτῳ. Ὁ Πιλᾶτος λέγει, Τίνα κατηγορίαν φέρετε κατ' αὐτοῦ; Καὶ οὐδὲ ἐνταῦθα ἔχουσί τι εἰπεῖν, ἀλλὰ στοχασμοῖς τισι κέχρηνται πόλιν. Ἐντεῦθεν αὐτὸς ἀπορήσας φησί· Λάβετε αὐτὸν, ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Εἶπον οὖν ἐκεῖνοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα. Τοῦτο δὲ ἔλεγον, Ἵνα πληρωθῇ ὁ λόγος τοῦ Κυρίου, ὃν εἶπε, σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. Καὶ πῶς τοῦτο ἐδήλου, Οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα; Ἢ τοῦτό φησιν ὁ εὐαγγελιστὴς, ὅτι οὐχ ὑπὲρ αὐτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐθνῶν ἔμελλεν ἀναιρεῖσθαι· ἢ ὅτι σταυρῶσαι αὐτοὺς οὐκ ἐξῆν. Εἰ δὲ λέγουσιν, Οὐκ ἔξεστιν ἡμῖν ἀποκτεῖναι οὐδένα, κατὰ τὸν καιρὸν ἐκεῖνόν φασιν. Ἐπεὶ ὅτι γε ἀνῄρουν καὶ ἄλλῳ τρόπῳ ἀνῄρουν, δείκνυσιν ὁ Στέφανος λιθαζόμενος· ἀλλὰ σταυρῶσαι αὐτὸν ἐπεθύμουν, ἵνα καὶ τὸν τρόπον τῆς τελευτῆς ἐκπομπεύσωσιν. Ὁ δὲ Πιλᾶτος ἀπαλλαγῆναι ἐπαχθείας βουλόμενος, εἰς κρίσιν μὲν οὐκ ἀφίησι μακράν· εἰσελθὼν δὲ ἐρωτᾷ τὸν Ἰησοῦν, καί φησι· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ εἶπεν· Ἀπὸ σαυτοῦ τοῦτολέγεις, ἢ ἄλλοι σοι τοῦτο εἶπον; Τίνος ἕνεκεν τοῦτο ἐρωτᾷ ὁ Χριστός; Τὴν πονηρὰν τῶν Ἰουδαίων ἐκκαλύψαι γνώμην θέλων. Ἠκηκόει μὲν οὖν παρὰ πολλῶν τοῦτο ὁ Πιλᾶτος· ἐπειδὴ δὲ οὐδὲν ἔσχον εἰπεῖν ἐκεῖνοι ὑπὲρ τοῦ μὴ πολλὴν γίνεσθαι τὴν ἐξέτασιν, ὅπερ ἀεὶ περιεφέρετο, τοῦτο εἰς μέσον ἀγαγεῖν βούλεται. Ἐπειδὴ δὲ εἶπεν αὐτοῖς, ὅτι Κατὰ τὸν νόμον ὑμῶν κρίνετε αὐτὸν, δεῖξαι βουλόμενοι ὅτι οὐκ ἔστιν Ἰουδαϊκὸν τὸ ἁμάρτημα, λέγουσιν, ὅτι Οὐκ ἔξεστιν ἡμῖν. Οὐ γὰρ δὴ κατὰ τὸν νόμον τὸν ἡμέτερον ἥμαρτεν, ἀλλὰ κοινόν ἐστι τὸ ἔγκλημα. Τοῦτο οὖν συνιδὼν ὁ Πιλᾶτος, ὡς μέλλων κινδυνεύειν, λέγει· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Οὐ τοίνυν ἀγνοῶν ὁ Χριστὸς ἐρωτᾷ, ἀλλὰ καὶ ὑπ' αὐτοῦ κατηγορηθῆναι τοὺς Ἰουδαίους βουλόμενος, φησὶν, Ἄλλοι σοι εἶπον; Ὅπερ οὖν ἐμφαίνων ὁ Πιλᾶτος ἔλεγε· Μή τι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος σου καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; ἐνταῦθα βουλόμενος ἑαυτὸν ἀπαλλάξαι. Εἶτα ἐπειδὴ εἶπε, Σὺ εἶ ὁ βασιλεύς; ἐλέγχων αὐτὸν ὁ Ἰησοῦς φησι· Τοῦτο γὰρ ἤκουσας παρὰ τῶν Ἰουδαίων. Τίνος ἕνεκεν οὐκ ἀκριβῆ ποιῇ τὴν ἐξέτα 59.453 σιν; Εἶπον, ὅτι κακοποιός εἰμι· ἐρώτησον, τί κακὸν ἐποίησα. Ἀλλὰ τοῦτο μὲν οὐ ποιεῖς, ἁπλῶς δὲ αἰτίας συντιθεῖς. Ἀπὸ σαυτοῦ τοῦτο λέγεις, ἢ ἑτέρωθεν; Εἶτα ἐκεῖνος, ὅτι μὲν ἤκουσε, παραχρῆμα οὐκ ἔχει λέγειν, ἁπλῶς δὲ ἕπεται τῷ δήμῳ, Παρέδωκάν σε ἐμοὶ, λέγων. Δεῖ οὖν σε ἐρωτῆσαι τί ἐποίησας. Τί οὖν ὁ Χριστός; Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Ἀνάγει τὸν Πιλᾶτον οὐ σφόδρα ὄντα πονηρὸν, οὐδὲ κατ' ἐκείνους, καὶ βούλεται δεῖξαι, ὅτι οὐκ ἔστιν ἄνθρωπος ψιλὸς, ἀλλὰ Θεὸς, καὶ Θεοῦ Υἱός. Καὶ τί φησιν; Εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμὴ, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίσαντο ἂν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις. Ὅπερ ἐδεδοίκει τέως ὁ Πιλᾶτος, διέλυσε, τὴν τῆς τυραννίδος ὑποψίαν. Εἶτα οὐκ ἔστι ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία αὐτοῦ; Πάνυ μὲν οὖν. Πῶς οὖν φησιν, Οὐκ ἔστιν; Οὐχ ὅτι οὐ κρατεῖ καὶ ἐνταῦθα, ἀλλ' ὅτι καὶ ἄνωθεν ἔχει τὴν ἀρχὴν, καὶ οὐκ ἔστιν ἀνθρωπίνη, ἀλλὰ πολλῷ μείζων ταύτης καὶ λαμπροτέρα. Εἰ οὖν μείζων, πῶς ὑπὸ ταύτης ἑάλω; Ἑκὼν καὶ ἑαυτὸν παραδούς. Ἀλλ' οὐκ ἀποκαλύπτει τέως τοῦτο, ἀλλὰ τί φησιν; Εἰ ἐκ τοῦ κόσμου τούτου ἤμην, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίσαντο ἂν, ἵνα μὴ παραδοθῶ. Δείκνυσιν ἐνταῦθα τῆς βασιλείας τῆς παρ' ἡμῖν τὸ ἀσθενὲς, ὅτι ἐν τοῖς ὑπηρέταις ἔχει τὴν ἰσχύν· ἡ δὲ ἄνω αὐτάρκης ἐστὶν ἑαυτῇ, μηδενὸς δεομένη. Ἐντεῦθεν οἱ αἱρετικοὶ λαβόντες ἀφορμὰς, ἀλλότριον αὐτὸν εἶναίφασι τοῦ Δημιουργοῦ. Τί οὖν, ὅταν λέγῃ, Εἰς τὰ ἴδια ἦλθε; τί δὲ, ὅταν λέγῃ, Οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου; Οὕτω καὶ τὴν βασιλείαν οὔ φησιν ἐντεῦθεν εἶναι, οὐ τὸν κόσμον ἀποστερῶν αὐτοῦ τῆς προνοίας καὶ τῆς ἐπιστασίας, ἀλλὰ δεικνὺς, ὅπερ ἔφην, οὐκ οὖσαν ἀνθρωπίνην οὐδὲ ἐπίκηρον. Τί οὖν ὁ Πιλᾶτος; Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη ὁ Ἰησοῦς· Σὺ λέγεις ὅτι καὶ βασιλεύς εἰμι. Ἐγὼ εἰς τοῦτο γεγέννημαι. Εἰ τοίνυν βασιλεὺς γεγέννηται, καὶ τὰ ἄλλα πάντα 345
γεγέννηται. καὶ οὐδὲν προσλαβὼν ἔχει. Ὥστε ὅταν ἀκούσῃς, ὅτι Καθὼς ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν, μηδὲν ἄλλο ἢ τὴν γέννησιν νόμιζε· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Καὶ διὰ τοῦτο ἦλθον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· τουτέστιν, Ἵνα τοῦτο αὐτὸ εἴπω, καὶ διδάξω, καὶ πείσω πάντας. εʹ. Σὺ δὲ ταῦτα ἀκούων, ἄνθρωπε, καὶ ὁρῶν τὸν Δεσπότην σου δεδεμένον καὶ περιαγόμενον, μηδὲν εἶναι τὰ παρόντα πράγματα νόμιζε. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ ὁ μὲν Χριστὸς τοσαῦτα ὑπέμεινε διὰ σέ· σὺ δὲ οὐδὲ ῥήματα πολλάκις φέρεις; Ἀλλ' αὐτὸς μὲν ἐμπτύεται, σὺ δὲ καλλωπίζῃ ἱματίοις καὶ δακτυλίοις, κἂν μὴ τῆς παρὰ πάντων εὐφημίας τύχῃς, ἀβίωτον εἶναι νομίζεις τὸν βίον. Καὶ οὗτος μὲν ὀνειδίζεται, σκώμματα φέρει, πληγὰς καταγελάστους κατὰ τῆς σιαγόνος· σὺ δὲ πανταχοῦ τιμᾶσθαι βούλει, καὶ οὐ φέρεις τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Οὐκ ἀκούεις Παύλου λέγοντος· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ; Ὅταν οὖν σέ τις κωμῳδήσῃ, μνήσθητί σου τοῦ Δεσπότου, ὅτι μετὰ χλεύης αὐτῷ προσεκύνουν, καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων διέσυρον, καὶ εἰρωνείαν πολλὴν ἐπεδείκνυντο· αὐτὸς δὲ οὐ μόνον οὐκ ἠμύνατο, ἀλλὰ καὶ τοῖς ἐναντίοις ἠμείψατο, πραότητι καὶ ἐπιεικείᾳ. Τοῦτον δὴ καὶ ἡμεῖς ζηλώσωμεν· οὕτω γὰρ δυνησόμεθα καὶ ὕβρεως ἀπαλλαγῆναι πάσης. Οὐ γὰρ ὁ ὑβρίζων, ἀλλ' ὁ μικροψυχῶν καὶ ἀλγῶν ταῖς ὕβρεσιν. ἐκεῖνός ἐστιν ὁ κατασκευάζων τὰς ὕβρεις, 59.454 καὶ δάκνειν ποιῶν. Ἂν γὰρ μὴ ἀλγήσῃς, οὐχ ὑβρίσθης. Οὐ γὰρ παρὰ τοὺς ποιοῦντας, ἀλλὰ παρὰ τοὺς πάσχοντας γίνεται τὸ τὰ δεινὰ πάσχειν. Τί γὰρ ὅλως ἀλγεῖς; Εἰ μὲν ἀδίκως ὕβρισε, ταύτῃ μάλιστα ἀγανακτεῖν οὐ χρὴ, ἀλλ' ἐκεῖνον ἐλεεῖν· εἰ δὲ δικαίως, πολλῷ μᾶλλον ἡσυχάζειν χρή. Ὥσπερ γὰρ εἰ πένητα ὄντα πλούσιον προσεῖπέ τις, οὐδὲν πρὸς σὲ τῶν εἰρημένων ὁ ἔπαινος, ἀλλὰ χλευασία μᾶλλον τὸ ἐγκώμιον· οὕτως ἂν ὑβρίζων τὰ μὴ ὄντα εἴπῃ, οὐδὲν πρὸς σὲ πάλιν τὸ ὄνειδος. Εἰ δὲ ἐπιλαμβάνεται τὸ συνειδὸς τῶν εἰρημένων, μὴ ἀλγήσῃς τοῖς ῥήμασιν, ἀλλὰ διόρθωσον τοῖς πράγμασι. Καὶ ταῦτα λέγω ἐπὶ τῶν ἀληθῶς ὕβρεων. Ἐπεὶ, ἂν πενίαν ὀνειδίζῃ καὶ δυσγένειαν, καταγέλαστον πάλιν. Οὐ γὰρ ὄνειδος ταῦτα τοῦ ἀκούοντος, ἀλλὰ τοῦ λέγοντος, ἅτε οὐκ εἰδότος φιλοσοφεῖν. Ἀλλ' ὅταν ἐπὶ πολλῶν ταῦτα λέγηται, φησὶν, ἀγνοούντων τὴν ἀλήθειαν, ἀφόρητον γίνεται τὸ ἕλκος. Τοῦτο μὲν μάλιστά ἐστι φορητὸν, ὅταν σοι θέατρον παρῇ μαρτύρων ἐπαινούντων, ἀποδεχομένων, σκωπτόντων ἐκεῖνον, κωμῳδούντων. Οὐ γὰρ ὁ ἀμυνόμενος, ἀλλ' ὁ μηδὲν εἰπὼν, οὗτος θαυμαστὸς παρὰ τοῖς νοῦν ἔχουσιν. Ἂν δὲ μηδεὶς ᾖ νοῦν ἔχων τῶν παρόντων, ταύτῃ μάλιστα αὐτὸν καταγέλασον, καὶ ἐντρύφησον τῷ θεάτρῳ τοῦ οὐρανοῦ. Ἐκεῖ γάρ σε πάντες ἐπαινέσονται καὶ κροτήσουσι καὶ ἀποδέξονται. Ἀρκεῖ δὲ εἷς ἄγγελος ἀντὶ τῆς οἰκουμένης ἁπάσης. Καὶ τί λέγω τοὺς ἀγγέλους, ὁπότε αὐτός σε ὁ Δεσπότης ἀνακηρύξει; Τούτοις τοῖς λογισμοῖς γυμνάζωμεν ἑαυτούς. Οὐ γὰρ ἔστιν ἐλάττωμα ὑβρισθέντα σιγῆσαι, ἀλλὰ τοὐναντίον, ὑβρισθέντα ἀμύνασθαι. Εἰ γὰρ ἐλάττωμα ἦν τὸ φέρειν σιγῇ τὰ λεγόμενα, οὐκ ἂν εἶπεν ὁ Χριστός· Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Ἂν μὲν οὖν τὰ μὴ ὄντα λέγῃ, καὶ διὰ τοῦτο αὐτὸν ἐλεῶμεν, ὅτι τὴν τῶν κατηγορούντων ἐπισπᾶται κόλασιν καὶ τιμωρίαν, οὐδὲ Γραφὰς ἀναγινώσκειν γινόμενος ἄξιος. Τῷ γὰρ ἁμαρτωλῷ φησιν ὁ Θεὸς, Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Ἂν δὲ τὰ ὄντα εἴπῃ, καὶ οὕτως ἐλεεινός. Ἐπεὶ καὶ ὁ Φαρισαῖος τὰ ὄντα ἔλεγεν· ἀλλὰ καὶ οὗτος τὸν μὲν ἀκούοντα ἔβλαψεν οὐδὲν, ἀλλὰ καὶ ὠφέλησεν· ἑαυτὸν δὲ ἀπεστέρησε μυρίων ἀγαθῶν, ναυάγιον ἀπὸ τῆς κατηγορίας ὑπομείνας ταύτης. Ὥστε ἀμφοτέρωθεν ἐκεῖνός ἐστιν ὁ ἀδικούμενος, οὐ σύ. Σὺ δὲ, ἂν νήφῃς, διπλᾶ κερδανεῖς, τό τε ἐξιλεοῦσθαι τὸν Θεὸν τῇ σιγῇ, καὶ τὸ μετριάζειν μειζόνως, καὶ ἀφορμὴν λαμβάνειν ἐκ τῶν εἰρημένων διορθοῦσθαι τὰ πεπραγμένα, καὶ τὸ τῆς δόξης τῆς ἀνθρωπίνης ὑπερορᾷν. Καὶ γὰρ ἐντεῦθεν ἡμῖν τὸ ἄλγος ἐγένετο, ὅτι πολλοὶ πρὸς τὴν τῶν 346
ἀνθρωπίνων ὑπόνοιαν κεχήνασιν. Οὕτως ἐὰν θελήσωμεν φιλοσοφεῖν, εἰσόμεθα καλῶς ὅτι οὐδὲν τὰ ἀνθρώπινα. Μάθωμεν τοίνυν, καὶ τὰ ἐλαττώματα ἑαυτῶν ἀναλογισάμενοι, διανύσωμεν τῷ χρόνῳ τὴν τούτων διόρθωσιν, τῷ μὲν παρόντι μηνὶ τοῦτο, τῷ δὲ ἐπιόντι τὸ ἕτερον, καὶ τῷ μετ' ἐκεῖνον ἄλλο πάλιν ὁρίσωμεν ἑαυτοὺς κατορθοῦν. Καὶ οὕτω, καθάπερ βαθμοῖς τισιν ἀναβαίνοντες, φθάσωμεν πρὸς τὸν οὐρανὸν διὰ τῆς κλίμακος τοῦ Ἰακώβ. Καὶ γὰρ ἡ κλῖμαξ ἐκείνη καὶ τοῦτό μοι διὰ τῆς ὄψεως ἐκείνης αἰνίττεσθαι δοκεῖ, τὴν μετὰ μικρὸν διὰ τῆς ἀρετῆς ἀνάβασιν, δι' ἧς ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἀναβῆναι ἔνι, οὐ βαθμοῖς αἰσθητοῖς χρωμένοις, ἀλλ' ἐπιδόσει τρόπων καὶ διορθώσει. Ἐπιλαβώμεθα τοίνυν τῆς ἀποδημίας ταύτης καὶ τῆς ἀναβάσεως, ἵνα ἐπι 59.455 τυχόντες τῶν οὐρανῶν καὶ τῶν ἐκεῖ πάντων ἀπολαυσώμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν 59.456 Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.
59.455 ΟΜΙΛΙΑ ΠΔʹ. Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς. αʹ. Θαυμαστὸν ἡ μακροθυμία, καὶ ὥσπερ ἐν εὐδίῳ λιμένι καθίστησι τὴν ψυχὴν, κυμάτων ἀπαλλάττουσα καὶ πνευμάτων πονηρῶν. Καὶ ταύτην πανταχοῦ μὲν ἡμᾶς ὁ Χριστὸς ἐπαίδευσεν· μάλιστα δὲ νῦν, κρινόμενος καὶ ἀγόμενος καὶ περιαγόμενος. Καὶ γὰρ πρὸς τὸν Ἄνναν ἀπενεχθεὶς, μετὰ πολλῆς ἀπεκρίνατο τῆς ἐπιεικείας, καὶ πρὸς τὸν ῥαπίσαντα ὑπηρέτην εἶπε τὰ πάντα καθελεῖν δυνάμενα τῦφον· κἀκεῖθεν πρὸς Καϊάφαν, εἶτα πρὸς τὸν Πιλᾶτον ἐλθὼν, καὶ ὁλόκληρον δαπανήσας νύκτα ἐν τούτοις, διὰ πάντων τὴν αὐτοῦ πραότητα ἐπιδείκνυται· καὶ λεγόντων, ὅτι κακοποιός ἐστι, καὶ ἐλέγξαι μὴ δυναμένων, εἱστήκει σιγῶν· ὅτε δὲ ἠρωτήθη περὶ τῆς βασιλείας, τότε ἐφθέγξατο πρὸς τὸν Πιλᾶτον, παιδεύων αὐτὸν καὶ ἀνάγων πρὸς ὑψηλότερα. Ἀλλὰ τί δήποτε ὁ Πιλᾶτος οὐκ ἐπ' αὐτῶν ποιεῖται τὴν ἐξέτασιν, ἀλλ' ἰδίᾳ εἰς τὸ πραιτώριον εἰσελθών; Μεγάλην τινὰ εἶχεν ὑπόνοιαν περὶ αὐτοῦ, καὶ ἐβούλετο μὴ θορυβούντων Ἰουδαίων πάντα ἀκριβῶς μαθεῖν. Εἶτα ἐπειδὴ εἶπε, Τί ἐποίησας; περὶ μὲν τούτου οὐδὲν ἀπεκρίνατο· περὶ δὲ οὗ μάλιστα ὁ Πιλᾶτος ἀκοῦσαι ἐπόθει, τῆς βασιλείας τῆς αὐτοῦ, περὶ ταύτης ἀποκρίνεται λέγων· Ἡ βασιλεία μου οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· τουτέστι, Βασιλεὺς μέν εἰμι, ἀλλ' οὐ τοιοῦτος οἷον ὑποπτεύεις, ἀλλὰ πολλῷ λαμπρότερος· καὶ διὰ τούτων καὶ διὰ τῶν ἑξῆς, ὅτι οὐδὲν εἴργασται αὐτῷ δεινὸν, ἀποφαίνων. Ὁ γὰρ εἰπὼν, Εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἦλθον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ, δείκνυσιν οὐδὲν εἰργασμένον αὐτῷ δεινόν. Εἶτα εἰπὼν, Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς, ἐπισπᾶται διὰ τούτων, καὶ πείθει γενέσθαι τῶν λεγομένων ἀκροατήν. Εἴ τις γάρ ἐστι, φησὶν, ἀληθὴς, καὶ ταῦτα ποθεῖ, πάντως ἀκούσεταί μου. Οὕτω γοῦν καὶ αὐτὸν εἷλε τοῖς βραχέσι ῥήμασιν, ὡς εἰπεῖν, Τί ἐστιν ἀλήθεια; Ἀλλὰ τέως πρὸς τὸ κατεπεῖγον ἵσταται. Συνεῖδε γὰρ, ὅτι τοῦτο μὲν ἐδεῖτο καιροῦ τὸ ἐρώτημα· θέλει δὲ αὐτὸν ἐξαρπάσαι τῆς ὁρμῆς τῶν Ἰουδαίων. Διὸ καὶ ἐξῆλθε. Καὶ τί φησιν; Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Καὶ σκόπει πῶς συνετῶς. Οὐ γὰρ εἶπεν, ὅτι Ἐπειδὴ ἥμαρτε καὶ ἄξιός ἐστι θανάτου, χαρίσασθε αὐτὸν τῇ ἑορτῇ· ἀλλὰ πρῶτον αὐτὸν ἀπαλλάξας αἰτίας ἁπάσης, τότε ἐκ περιουσίας ἀξιοῖ, εἰ καὶ μὴ βούλοιντο ὡς ἀθῶον ἀφιέναι, κἂν ὡς ὑπεύθυνον τῷ καιρῷ χαρίσασθαι· διὸ καὶ ἐπήγαγεν· Ἔστι συνήθεια ὑμῖν, ἵνα ἕνα ἀπολύσω ἐν τῷ Πάσχα· εἶτα ἐντρεπτικῶς, Βούλεσθε οὖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων, Ἔκραξαν οὖν πάντες· Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν. Ὢ τῆς μιαρᾶς γνώμης! τοὺς μὲν ὁμοτρόπους αἰτοῦσι, καὶ τοὺς ὑπευθύνους ἀφιᾶσι· τὸν
δὲ ἀνεύθυνον κολάσαι κελεύουσιν· οὗτος γὰρ αὐτοῖς ἄνωθεν ὁ νόμος. Σὺ δὲ διὰ πάντων σκόπει τὴν φιλανθρωπίαν τοῦ Δεσπότου ἐπὶ τούτοις. Ἐμάστιξεν αὐτὸν ὁ Πιλᾶτος, τάχα ἐκλῦσαι βουλόμενος καὶ παραμυθήσασθαι τὸν Ἰουδαϊκὸν ζῆλον. Ἐπειδὴ γὰρ τοῖς προτέροις οὐκ ἴσχυσεν αὐτὸν ἐξελέσθαι, σπεύδων μέχρι τούτου τὸ δεινὸν στῆσαι, καὶ ἐμάστιξε, καὶ γενέσθαι τὰ γενόμενα συνεχώρησε, 59.456 τὴν χλαμύδα καὶ τὸν στέφανον περιτεθῆναι, ὥστε αὐτῶν χαλάσαι τὴν ὀργήν. Διὰ τοῦτο καὶ ἐστεφανωμένον ἐξήγαγε πρὸς αὐτοὺς, ἵνα τὴν ὕβριν τὴν εἰς αὐτὸν γεγενημένην ἰδόντες, μικρὸν ἀναπνεύσωσι τοῦ πάθους καὶ ἐμέσωσι τὸν ἰόν. Καὶ πῶς οἱ στρατιῶται ταῦτα ἐποίουν, εἴ γε μὴ ἐπίταγμα τοῦ ἄρχοντος ἦν; Εἰς χάριν τὴν Ἰουδαϊκήν· ἐπεὶ οὐδὲ τὴν ἀρχὴν παρ' ἐκείνου κελευσθέντες εἰσῆλθον νυκτὸς, ἀλλὰ τοῖς Ἰουδαίοις χαριζόμενοι, χρημάτων ἕνεκεν πάντα ἐτόλμων. Ἀλλ' ὅμως τοσούτων καὶ τηλικούτων γενομένων αὐτὸς εἱστήκει σιγῶν· ὅπερ οὖν καὶ ἐπὶ τῆς ἐξετάσεως ἐποίησε, καὶ οὐδὲν ἀπεκρίνατο. Σὺ δὲ μὴ μόνον ἄκουε ταῦτα, ἀλλὰ καὶ ἐπὶ τῆς διανοίας ἔχε διηνεκῶς, καὶ τὸν βασιλέα τῆς οἰκουμένης καὶ τῶν ἀγγέλων πάντων ὁρῶν χλευαζόμενον ὑπὸ στρατιωτῶν, διὰ ῥημάτων, διὰ πραγμάτων, καὶ πάντα φέροντα σιγῇ, μιμοῦ διὰ τῶν ἔργων αὐτόν. Ἐπειδὴ γὰρ εἶπεν ὁ Πιλᾶτος, Τὸν βασιλέα τῶν Ἰουδαίων, καὶ σχῆμα αὐτῷ χλευασίας λοιπὸν περιτιθέασιν. Εἶτα ἐξαγαγὼν αὐτὸν, φησί· Οὐδεμίαν αἰτίαν εὑρίσκω κατ' αὐτοῦ. Ἐξῆλθεν οὖν ἔχων τὸν στέφανον, καὶ οὐδὲ οὕτως ἐσβέσθη ἡ ὀργὴ, ἀλλ' ἐβόων· Σταύρωσον, σταύρωσον αὐτόν. Ἰδὼν τοίνυν ὁ Πιλᾶτος εἰκῆ πάντα γινόμενα, φησίν· Λάβετε αὐτὸν ὑμεῖς, καὶ σταυρώσατε. Ὅθεν δῆλον, ὅτι καὶ τὰ πρότερα διὰ τὴν ἐκείνων συνεχώρησε μανίαν. Ἐγὼ γὰρ, φησὶν, οὐδεμίαν αἰτίαν εὑρίσκω κατ' αὐτοῦ. βʹ. Ὅρα διὰ πόσων ὁ δικαστὴς ἀπολογεῖται, συνεχῶς αὐτὸν ἀπαλλάττων ἐγκλημάτων· ἀλλὰ τοὺς κύνας οὐδὲν τούτων ἐνέτρεψε. Καὶ γὰρ τὸ, Λάβετε καὶ σταυρώσατε, ἀφοσιουμένου ἐστὶ, καὶ ἐπὶ πρᾶγμα οὐ συγκεχωρημένον αὐτοῖς ὠθοῦντος. Αὐτοὶ μὲν οὖν ἤγαγον αὐτὸν, ἵνα μετὰ τῆς τοῦ ἄρχοντος κρίσεως τοῦτο γένηται· συνέβη δὲ τοὐναντίον, ἀπὸ τῆς κρίσεως τοῦ ἄρχοντος αὐτὸν ἀπολύεσθαι μᾶλλον. Εἶτα, ἐπειδὴ κατῃσχύνθησαν, Ἡμεῖς νόμον ἔχομεν, φησὶ, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι Υἱὸν Θεοῦ ἐποίησεν ἑαυτόν. Πῶς οὖν, εἰπόντος τοῦ δικαστοῦ, Λάβετε αὐτὸν, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε, ἐλέγετε· Οὐκ ἔξεστιν ἡμῖν ἀποκτεῖναι οὐδένα· ἐνταῦθα δὲ ἐπὶ τὸν νόμον καταφεύγετε; Καὶ σκόπει τὴν κατηγορίαν. Υἱὸν Θεοῦ ἐποίησεν ἑαυτόν. Τοῦτο ἔγκλημα, εἰπέ μοι, τὸ τὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ πράττοντα λέγειν αὐτὸν εἶναι Υἱὸν τοῦ Θεοῦ; Τί οὖν ὁ Χριστός; Καὶ ταῦτα πρὸς ἀλλήλους διαλεγομένων αὐτῶν ἐσίγα, πληρῶν τὸ προφητικὸν ἐκεῖνο, Οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Εἶτα Πιλᾶτος μὲν φοβεῖται, παρ' αὐτῶν ἀκούσας ὅτι Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησε, καὶ δέδοικε μήποτε ᾖ ἀληθὲς τὸ λεγόμενον, καὶ δόξῃ παρανομεῖν· αὐτοὶ δὲ διὰ πραγμάτων καὶ ῥημάτων τοῦτο μαθόντες οὐ πεφρίκασιν, ἀλλ' ἀναιροῦσιν αὐτὸν, ὑπὲρ ὧν ἐχρῆν προσκυνεῖν. Διὰ τοῦτο οὐκέτι αὐτὸν ἐρωτᾷ, Τί ἐποίησας; ἀλλ' ἄνωθεν πάλιν ὑπὸ τοῦ φόβου κατασειόμενος ποιεῖται τὴν ἐξέτασιν, λέγων· Εἰ σὺ εἶ ὁ Χριστός; Ἀλλ' οὐκ ἀπεκρίνατο. Ὁ γὰρ ἀκούσας, ὅτι Εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἦλθον, καὶ, ὅτι Ἡ βασιλεία μου οὐκ ἔστιν ἐντεῦθεν, καὶ ὀφείλων ἀντιστῆναι καὶ ἐξελέσθαι, τοῦτο μὲν οὐκ ἐποίησεν, ἠκολούθησε δὲ τῇ Ἰουδαϊκῇ ὁρμῇ. Εἶτα ἐκεῖνοι πάντοθεν ἐπιστομιζό 59.457 μενοι, ἐπὶ δημόσιον ἔγκλημα τὸν λόγον ἐξάγουσι, λέγοντες· Ὁ ποιῶν ἑαυτὸν βασιλέα, ἀντιλέγει τῷ Καίσαρι. Ἐχρῆν οὖν τοῦτο ἐξετάσαι μετὰ ἀκριβείας, εἴ γε τυραννίδι ἐπέθετο, καὶ τὸν Καίσαρα τῆς βασιλείας ἐκβαλεῖν ἐπεχείρησεν. Ἀλλ' οὐ ποιεῖται τὴν ἐξέτασιν μετὰ ἀκριβείας. Διὰ τοῦτο οὐδὲν αὐτῷ ἀπεκρίνατο, ἐπειδὴ ᾔδει εἰκῆ πάντα ἐρωτῶντα. Καὶ ἄλλως δὲ, τῶν ἔργων μαρτυρούντων αὐτῷ, οὐκ ἐβούλετο διὰ λόγου νικᾷν καὶ ἀπολογίαν συντιθέναι, δεικνὺς ὅτι ἑκὼν ἐπὶ τοῦτο ἔρχεται. Ἐπεὶ οὖν ἐσίγησε, φησὶν 348
ὁ Πιλᾶτος· Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε; Ὁρᾷς πῶς ἑαυτὸν προκατέκρινεν; Εἰ γὰρ ἐν σοὶ τὸ πᾶν κεῖται, τίνος ἕνεκεν οὐδεμίαν αἰτίαν εὑρὼν οὐκ ἀπολύεις; Ἐπεὶ οὖν καθ' ἑαυτοῦ τὴν ἀπόφασιν ἐξήνεγκε, τότε λέγει· Μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδούς μέ σοι· δεικνὺς, ὅτι καὶ αὐτὸς ὑπεύθυνος ἁμαρτίᾳ ἐστίν. Εἶτα κατασπῶν αὐτοῦ τὸ φρόνημα καὶ τὸν τῦφον, φησίν· Οὐκ εἶχες ἐξουσίαν, εἰ μὴ ἦν σοι δεδομένον· δηλῶν οὐχ ἁπλῶς καὶ κατὰ τὴν τῶν πολλῶν ἀκολουθίαν τοῦτο γινόμενον, ἀλλὰ μυστικῶς ἐπιτελούμενον. Ἵνα δὲ μὴ ἀκούσας, Εἰ μὴ ἦν σοι δεδομένον, νομίσῃ τοῦ παντὸς ἀπηλλάχθαι ἐγκλήματος, διὰ τοῦτο εἶπε· Μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδούς μέ σοι. Καὶ μὴν εἰ δεδομένον ἦν, οὔτε οὗτος, οὔτε ἐκεῖνοι ὑπεύθυνοι ἐγκλημάτων. Εἰκῆ ταῦτα λέγεις· τὸ γὰρ Δεδομένον ἐνταῦθα τὸ Συγκεχωρημένον ἐστίν· ὡσανεὶ ἔλεγεν· Εἴασε ταῦτα γενέσθαι· οὐ μὴν διὰ τοῦτο τῆς πονηρίας ἐκτὸς ὑμεῖς. Κατέπληξεν αὐτὸν διὰ τῶν ῥημάτων, καὶ σαφῆ παρέσχετο τὴν ἀπολογίαν· ὅθεν καὶ ἐζήτει αὐτὸν ἀπολῦσαι ἐκεῖνος. Ἀλλ' αὐτοὶ πάλιν ἔκραζον· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. Ἐπειδὴ γὰρ ἀπὸ τοῦ νόμου παραγαγόντες ἐγκλήματα, οὐδὲν ὤνησαν, κακούργως ἐπὶ τοὺς ἔξω τρέπονται νόμους, λέγοντες· Πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι. Καὶ ποῦ οὗτος τύραννος ἐφάνη; πόθεν δὲ ἔχετε δεῖξαι τοῦτο; ἀπὸ τῆς ἁλουργίδος; ἀπὸ τοῦ διαδήματος· ἀπὸ τοῦ σχήματος; ἀπὸ τῶν στρατιωτῶν; οὐχὶ μόνος ἀεὶ μετὰ τῶν δώδεκα μαθητῶν ἐβάδισε, πάντα εὐτελῶς μετιὼν, καὶ τροφὴν, καὶ στολὴν, καὶ οἴκησιν; Ἀλλ' ὢ τῆς ἀναιδείας καὶ τῆς ἀκαίρου δειλίας! ὁ γὰρ Πιλᾶτος, νομίσας κινδυνεύειν λοιπὸν, εἰ παρίδοι ταῦτα, ἐξέρχεται μὲν ὡς ἐξετάζων τὸ πρᾶγμα (τὸ γὰρ καθίσαι τοῦτο ἐδήλου)· οὐδεμίαν δὲ ποιησάμενος ἐξέτασιν, παραδίδωσιν αὐτὸν, νομίζων δυσωπήσειν αὐτούς. Ὅτι γὰρ οὕτως αὐτὸ ἐποίει, ἄκουσον τί φησιν· Ἴδε ὁ βασιλεὺς ὑμῶν. Ἐπειδὴ δὲ εἶπον ἐκεῖνοι, Σταύρωσον, πάλιν ἐπήγαγε λέγων· Τὸν βασιλέα ὑμῶν σταυρώσω, Οἱ δὲ ἔκραζον, Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Ἑκόντες ἑαυτοὺς ὑπέβαλον τῇ κολάσει. Διὰ τοῦτο καὶ ὁ Θεὸς αὐτοὺς παρέδωκεν, ὅτε καὶ αὐτοὶ πρῶτοι τῆς προνοίας αὐτοῦ καὶ τῆς ἐπιστασίας ἑαυτοὺς ἐξέβαλον. Καὶ ἐπειδὴ ὁμοφώνως ἠρνήσαντο τὴν βασιλείαν, εἴασεν αὐτοὺς ταῖς ἑαυτῶν ψήφοις περιπεσεῖν. Καίτοι τὰ λεγόμενα ἱκανὰ παῦσαι τῆς ὀργῆς αὐτοὺς λοιπόν. Ἀλλ' ἐδεδοίκεσαν, μὴ πάλιν ἀφεθεὶς ὀχλαγωγήσῃ, καὶ πάντα ὑπὲρ τούτου ἔπραττον. Δεινὸν γὰρ ἡ φιλαρχία, δεινὸν καὶ ψυχὴν ἱκανὸν ἀπολέσαι. Διὰ τοῦτο οὐδέποτε αὐτοῦ ἤκουσαν. Ἀλλ' ὁ μὲν Πιλᾶτος ἀπὸ ψιλῶν ῥημάτων ἐβούλετο ἀφεῖναι· οὗτοι δὲ ἔγκεινται λέγοντες, Σταύρωσον. Καὶ τί δήποτε οὕτως ἀνελεῖν αὐτὸν ἐπεχείρουν; Ἐπονείδιστος οὗτος ὁ θάνατος ἦν. Δεδοικότες οὖν μή τις 59.458 αὐτοῦ μετὰ ταῦτα γένηται μνήμη, σπουδάζουσι καὶ ἐπὶ τιμωρίαν ἀγαγεῖν τὴν ἐπάρατον, οὐκ εἰδότες, ὅτι διὰ τῶν κωλυμάτων αἴρεται ἡ ἀλήθεια. Ὅτι γὰρ τοῦτο ὑπώπτευον, ἄκουσον τί φασιν· Ἡμεῖς ἠκούσαμεν, ὅτι [ὁ] πλάνος ἐκεῖνος εἶπεν, ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Διὰ τοῦτο πάντα ἐκύκων, ἄνω καὶ κάτω στρέφοντες, ὥστε τὰ μετὰ ταῦτα λυμήνασθαι· καὶ συνεχῶς ἐπεβόων, Σταύρωσον, δῆμος ἄτακτος ὑπὸ τῶν ἀρχόντων διεφθαρμένος. γʹ. Ἡμεῖς δὲ μὴ μόνον ἀναγινώσκωμεν ταῦτα, ἀλλὰ καὶ ἐπὶ τῆς διανοίας φέρωμεν αὐτὰ, τὸν στέφανον τὸν ἀκάνθινον, τὸ ἱμάτιον, τὸν κάλαμον, τὰ ῥαπίσματα, τὰς ἐπὶ κόῤῥης πληγὰς, τὰ ἐμπτύσματα, τὴν εἰρωνείαν. Ἱκανὰ γὰρ ταῦτα συνεχῶς στρεφόμενα ἅπασαν ὀργὴν καθελεῖν. Κἂν χλευαζώμεθα, κἂν ἀδίκως τι πάσχωμεν, συνεχῶς λέγωμεν· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· καὶ τὰ παρὰ τῶν Ἰουδαίων λεγόμενα προφέρωμεν εἰς μέσον, ἅπερ ἐφθέγξαντο λυττῶντες καὶ λέγοντες, ὅτι Δαιμόνιον ἔχεις· καὶ, Σαμαρείτης εἶ σύ· καὶ, ὅτι Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια. Διὰ γὰρ τοῦτο ταῦτα πάντα ὑπέμεινεν, ἵνα αὐτοῦ κατ' ἴχνος βαίνωμεν ἡμεῖς, καὶ σκώμματα φέρωμεν, ἃ μάλιστα τῶν λοιδοριῶν ἐξίστησιν. Ἀλλ' ὅμως αὐτὸς οὐ μόνον ἔφερε ταῦτα, ἀλλὰ καὶ πάντα ἔπραττεν, ὥστε σῶσαι καὶ 349
ἀπαλλάξαι τοὺς ταῦτα ποιοῦντας τῆς ἀποκειμένης κολάσεως. Καὶ γὰρ καὶ τοὺς ἀποστόλους ἐπὶ τῇ τούτων ἔπεμψε σωτηρίᾳ. Ἀκούεις γοῦν αὐτῶν λεγόντων, ὅτι «Οἴδαμεν ὅτι κατὰ ἄγνοιαν ἐπράξατε,» καὶ διὰ τούτων εἰς μετάνοιαν αὐτοὺς ἑλκόντων. Ταῦτα καὶ ἡμεῖς ζηλώσωμεν. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν ἵλεω ποιεῖ, ὡς τὸ ἀγαπᾷν τοὺς ἐχθροὺς, καὶ εὖ ποιεῖν τοὺς ἐπηρεάζοντας. Ὅταν τις ἐπηρεάζῃ, μὴ πρὸς αὐτὸν ἴδῃς, ἀλλὰ πρὸς τὸν κινοῦντα δαίμονα, καὶ τὴν ὀργὴν ἅπασαν κατ' ἐκείνου κένωσον· αὐτὸν δὲ καὶ ἐλέει τὸν ὑπ' ἐκείνου κινούμενον. Εἰ γὰρ τὸ ψεῦδος ἀπὸ τοῦ διαβόλου, καὶ τὸ ὀργίζεσθαι εἰκῆ πολλῷ μᾶλλον ἐκεῖθεν. Ὅταν κωμῳδοῦντα ἴδῃς, ἐννόησον ὅτι ὁ διάβολός ἐστιν αὐτὸν ὁ κινῶν. Οὐ γὰρ Χριστιανῶν τὰ σκώμματα. Ὁ γὰρ κελευσθεὶς πενθεῖν, καὶ ἀκούων, Οὐαὶ οἱ γελῶντες! εἶτα ὀνειδίζων καὶ σκώπτων καὶ διακαιόμενος, οὐ τοῦ λοιδορεῖσθαι παρ' ἡμῶν, ἀλλὰ θρηνεῖσθαι ἄξιος, ἐπεὶ καὶ ὁ Χριστὸς ἐταράχθη τὸν Ἰούδαν ἐννοήσας. Ταῦτα οὖν ἅπαντα μελετῶμεν ἐπὶ τῶν ἔργων. Ἂν γὰρ ταῦτα μὴ κατορθώσωμεν, εἰκῆ καὶ μάτην εἰς τὸν κόσμον ἤλθομεν· μᾶλλον δὲ καὶ ἐπὶ κακῷ. Οὐ γάρ ἐστιν ἡ πίστις ἱκανὴ εἰς τὴν βασιλείαν εἰσαγαγεῖν, ἀλλὰ καὶ ταύτῃ μάλιστα κατακρῖναι τοὺς βίον φαῦλον ἐπιδεικνυμένους ἔχει. Ὁ γὰρ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· καὶ πάλιν, Εἰ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Ποίαν οὖν ἕξομεν ἀπολογίαν, ἐντὸς τῶν βασιλείων γινόμενοι, καὶ εἰς τὰ ἄδυτα διακύψαι καταξιωθέντες, καὶ κοινωνοὶ καταστάντες μυστηρίων ἁμαρτιῶν ἀπαλλαττόντων, τῶν οὐδενὸς τούτων μετεσχηκότων Ἑλλήνων γινόμενοι χείρους; Εἰ γὰρ ἐκεῖνοι διὰ δόξαν κενὴν τοσαύτην ἐπεδείξαντο φιλοσοφίαν, πολλῷ μᾶλλον ἡμᾶς διὰ τὸ τῷ Θεῷ δοκοῦν χρὴ πᾶσαν ἀρετὴν ἐπιέναι. Νῦν δὲ οὐδὲ χρημάτων καταφρονοῦμεν· ἀλλ' ἐκεῖνοι μὲν καὶ τῆς ἑαυτῶν πολλάκις ὑπερεῖδον ψυχῆς, καὶ παῖδας ἐπέδωκαν ἐν πολέμοις τῇ τῶν δαιμόνων μανίᾳ, καὶ τῆς φύσεως κατεφρόνησαν διὰ τοὺς δαίμονας· ἡμεῖς δὲ οὐδὲ ἀργυρίου διὰ τὸν Χριστὸν, οὐδὲ ὀργῆς διὰ τὸ δοκοῦν τῷ 59.459 Θεῷ, ἀλλὰ φλεγμαίνομεν, καὶ πυρεττόντων οὐδὲν ἄμεινον διακείμεθα. Καὶ καθάπερ ἐκεῖνοι τῷ κακῷ κατεχόμενοι διακαεῖς εἰσιν, οὕτω καὶ ἡμεῖς, ὥσπερ ἀπὸ πυρός τινος ἀγχόμενοι, οὐδαμοῦ τῆς ἐπιθυμίας στῆναι δυνάμεθα, καὶ ὀργὴν καὶ φιλοχρηματίαν αὔξοντες. Διὰ ταῦτα αἰσχύνομαι καὶ ἐκπλήττομαι, παρὰ μὲν Ἕλλησι βλέπων χρημάτων ὑπερορῶντας, παρὰ δὲ ἡμῖν μαινομένους ἅπαντας. Εἰ γὰρ καὶ τούτων εὕροιμέν τινας καταφρονοῦντας, ἀλλ' ἑτέροις ἁλίσκονται, θυμῷ καὶ βασκανίᾳ· καὶ πρᾶγμα δύσκολον, καθαρὰν φιλοσοφίαν εὑρεῖν. Τὸ δὲ αἴτιον, οὐ σπουδάζομεν τὰ φάρμακα λαβεῖν παρὰ τῶν Γραφῶν, οὐδὲ μετὰ κατανύξεως αὐταῖς προσέχομεν, καὶ ὀδύνης καὶ στεναγμοῦ, ἀλλ' ἁπλῶς, εἴποτε σχολὴν ἀγάγοιμεν. Διὰ τοῦτο, ἐπειδὰν πολὺς φορυτὸς ἔλθῃ βιωτικῶν πραγμάτων, ἐπικλύζει πάντα, καὶ εἴ τι γέγονε κέρδος, ἀπόλλυσιν. Οὐδὲ γὰρ, εἴ τις τραῦμα ἔχων, εἶτα φάρμακον ἐπιτιθεὶς, μὴ μετὰ ἀκριβείας ἐπιδήσειεν, ἀλλ' ἐάσειεν ἐκπεσεῖν, καὶ ὕδατι, καὶ κόνει, καὶ αὐχμῷ, καὶ μυρίοις ἑτέροις τοῖς δυναμένοις ἐπιτρίψαι τὸ ἕλκος ἑαυτοῦ ἐκδοίη, γενήσεταί τι πλέον αὐτῷ· ἀλλὰ οὐ παρὰ τὴν τῶν φαρμάκων ἀσθένειαν, ἀλλὰ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν. Τοῦτο καὶ ἡμῖν συμβαίνειν εἴω 59.460 θεν, ὅταν τοῖς μὲν θείοις λογίοις μικρὸν προσέχωμεν, τοῖς δὲ βιωτικοῖς ἀθρόον ἑαυτοὺς ἐκδῶμεν καὶ διηνεκῶς. Οὕτω γὰρ ὁ σπόρος ἀποπνίγεται πᾶς, καὶ πάντα ἄκαρπα γίνεται. Ἵν' οὖν μὴ τοῦτο γένηται, μικρὸν διαβλέψωμεν, ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν, καὶ κατανεύσωμεν εἰς τὰ μνήματα καὶ τὰς σοροὺς τῶν ἀπελθόντων. Καὶ ἡμᾶς γὰρ τὸ αὐτὸ μένει τέλος, καὶ αὐτὴ τῆς ἀποδημίας ἀνάγκη πολλάκις πρὸ τῆς ἑσπέρας ἡμῖν ἐπιστήσεται. Παρασκευαζώμεθα τοίνυν πρὸς τὴν ἔξοδον ταύτην. Καὶ γὰρ πολλῶν ἡμῖν δεῖ τῶν ἐφοδίων· ἐπεὶ καὶ πολὺ τὸ καῦμα ἐκεῖ, πολὺς ὁ αὐχμὸς, πολλὴ ἡ ἐρημία. Οὐκ ἔστιν εἰς πανδοχεῖον καταλῦσαι λοιπόν· οὐκ ἔστιν ἀγοράσαι τι, μὴ πάντα ἐντεῦθεν λαβόντα. Ἄκουσον γοῦν τί λέγουσιν αἱ παρθένοι· Ὑπάγετε πρὸς τοὺς πωλοῦντας· 350
ἀλλ' οὐχ εὗρον ἀπελθοῦσαι. Ἄκουσον τί φησιν ὁ Ἀβραὰμ, ὅτι Χάσμα μεταξὺ ἡμῶν καὶ ὑμῶν. Ἄκουσον τί φησιν ὁ Ἰεζεκιὴλ περὶ τῆς ἡμέρας ἐκείνης, ὅτι Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ τοὺς υἱοὺς αὐτῶν οὐ μὴ ῥύσονται. Ἀλλ' ἡμᾶς μὴ γένοιτο τούτων ἀκοῦσαι τῶν ῥημάτων, ἀλλ' ἀρκοῦντα τῆς αἰωνίου ζωῆς λαβόντας ἐντεῦθεν τὰ ἐφόδια, μετὰ παῤῥησίας ἰδεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.459 ΟΜΙΛΙΑ ΠΕʹ. Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ὁ Πιλᾶτος, ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν Ἰησοῦν, καὶ ἤγαγον αὐτόν. Καὶ βαστάζων τὸν σταυρὸν ἑαυτοῦ, ἐξ ῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, Ἑβραϊστὶ δὲ Γολγοθὰ, ὅπου αὐτὸν ἐσταύρωσαν. αʹ. Αἱ εὐπραγίαι τοὺς οὐ προσέχοντας δειναὶ καταβαλεῖν καὶ παρασῦραι. Οὕτως καὶ Ἰουδαῖοι παρὰ τὴν ἀρχὴν ἀπολαύοντες τῆς τοῦ Θεοῦ ῥοπῆς, τὸν νόμον τῆς τῶν ἐθνῶν βασιλείας ἐπεζήτουν, καὶ ἐν ἐρήμῳ μετὰ τὸ μάννα κρομμύων ἐμέμνηντο. Κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα, τὴν βασιλείαν τοῦ Χριστοῦ παραιτούμενοι, τὴν τοῦ Καίσαρος ἐπ' αὐτοὺς ἐκάλουν. Τοιγάρτοι διὰ τοῦτο ἐπέστησεν αὐτοῖς βασιλέα κατὰ τὴν αὐτῶν ἀπόφασιν. Ἐπεὶ οὖν ταῦτα ἤκουσεν ὁ Πιλᾶτος, παρέδωκεν αὐτὸν ἵνα σταυρωθῇ· σφόδρα ἀλόγως. Δέον γὰρ ἐρωτῆσαι, εἴ γε ἐσπούδασεν ὁ Χριστὸς ἐπιθέσθαι τυραννίδα, ἀπὸ τοῦ φόβου μόνου τὴν ἀπόφασιν ἤνεγκε· καίτοι γε ἵνα μὴ τοῦτο πάθῃ, προλαβὼν ὁ Χριστός φησιν· Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Ἀλλὰ τοῖς παροῦσιν ἑαυτὸν ὅλον δοὺς, οὐδὲν μέγα φιλοσοφῆσαι ἠθέλησε· καίτοι τὸ τῆς γυναικὸς ὄναρ ἱκανὸν ἦν αὐτὸν καταπλῆξαι. Ἀλλ' οὐδενὶ τούτων ἐγένετο βελτίων, οὐδὲ πρὸς τὸν οὐρανὸν εἶδεν, ἀλλὰ παρέδωκεν αὐτόν. Οἱ δὲ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν ὡς καταδίκῳ λοιπόν. Καὶ γὰρ τὸ ξύλον οἰωνίζοντο, καὶ οὐδὲ θιγεῖν ἠνείχοντο. Οὕτω καὶ ἐν τῷ τύπῳ γέγονε· καὶ γὰρ ὁ Ἰσαὰκ τὰ ξύλα ἐβάστασεν. Ἀλλὰ τότε μὲν μέχρι τῆς γνώμης τοῦ πατρὸς ἔστη τὸ πρᾶγμα (τύπος γὰρ ἦν)· νῦν δὲ καὶ ἐπὶ τῶν ἔργων ἐξῆλθεν· ἀλήθεια γὰρ ἦν. Καὶ ἦλθεν εἰς τὸν Κρανίου τόπον. Τινές φασιν ἐκεῖ τὸν Ἀδὰμ τετελευτηκέναι καὶ κεῖσθαι· καὶ τὸν Ἰησοῦν ἐν τῷ τόπῳ, ἔνθα ὁ θάνατος ἐβασίλευσεν, ἐκεῖ καὶ τὸ τρόπαιον στῆσαι. Καὶ γὰρ τρόπαιον ἐξῄει βαστάζων τὸν σταυρὸν κατὰ τῆς τοῦ θανάτου τυραννίδος· καὶ καθάπερ οἱ νικηταὶ, οὕτω καὶ αὐτὸς ἐπὶ τῶν ὤμων ἔφερε τὸ τῆς νίκης σύμβολον. Τί γὰρ, εἰ καὶ ἑτέρᾳ γνώμῃ ἐπέταττον ταῦτα οἱ Ἰουδαῖοι; 59.460 Σταυροῦσι δὲ αὐτὸν καὶ μετὰ λῃστῶν, ἄκοντες καὶ ἐν τούτῳ τὴν προφητείαν πληροῦντες. Ἃ γὰρ ὑβρίζοντες ἐποίουν οὗτοι, ταῦτα τῇ ἀληθείᾳ συνετέλει· ἵνα μάθῃς ὅση αὐτῆς ἡ δύναμις. Καὶ γὰρ καὶ τοῦτο ἄνωθεν προεῖπεν ὁ προφήτης, ὅτι Μετὰ ἀνόμων ἐλογίσθη. Ἐβούλετο τοιγαροῦν συσκιάσαι τὸ γινόμενον ὁ δαίμων· ἀλλ' οὐκ ἴσχυσεν. Ἐσταυρώθησαν μὲν γὰρ οἱ τρεῖς, ἔλαμψε δὲ μόνος ὁ Ἰησοῦς· ἵνα μάθῃς, ὅτι ἡ δύναμις αὐτοῦ τὸ πᾶν εἰργάσατο. Καίτοι τῶν τριῶν ἐπὶ τοῦ σταυροῦ προσηλωμένων, τὰ θαύματα οὕτως ἐγένετο· ἀλλ' ὅμως οὐδεὶς οὐδὲν τῶν γινομένων ἐπέτρεψεν οὐδενὶ ἐκείνων, ἀλλ' ἢ μόνῳ τῷ Ἰησοῦ· οὕτως ἕωλος ἡ τοῦ διαβόλου ἐπιβουλὴ γέγονε, καὶ εἰς τὴν αὐτοῦ τὸ πᾶν περιετράπη κεφαλήν. Καὶ γὰρ ἐκ τῶν δύο τούτων διεσώθη εἷς. Οὐ μόνον τοίνυν οὐκ ἐπηρέασε τῇ δόξῃ τοῦ σταυρουμένου, ἀλλὰ καὶ συνετέλεσεν οὐ μικρόν· τοῦ γὰρ κλονῆσαι τὰς πέτρας οὐκ ἔλαττον ἦν τὸ λῃστὴν ἐν σταυρῷ μεταβαλεῖν, καὶ εἰς παράδεισον εἰσαγαγεῖν. Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος, ὁμοῦ μὲν τοὺς Ἰουδαίους ἀμυνόμενος, ὁμοῦ δὲ ἀπολογούμενος ὑπὲρ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ὡς φαῦλον ἐξέδωκαν, καὶ τὴν ψῆφον ταύτην τῇ κοινωνίᾳ τῶν λῃστῶν βεβαιῶσαι ἐπεχείρουν, ἵνα μηδενὶ λοιπὸν ἐξῇ πονηρὰς ἐπιφέρειν αἰτίας καὶ 351
κατηγορεῖν ὡς φαύλου τινὸς καὶ πονηροῦ, ἐμφράττων αὐτῶν τὰ στόματα, καὶ πάντων τῶν κατηγορεῖν βουλομένων, καὶ δεικνὺς ὅτι τῷ οἰκείῳ βασιλεῖ ἐπανέστησαν, ὥσπερ ἐπὶ τροπαίου τινὸς, οὕτω τὰ γράμματα ἔθηκεν, λαμπρὰν ἀφιέντα φωνὴν, καὶ τὴν νίκην δηλοῦντα, καὶ τὴν βασιλείαν ἀνακηρύττοντα, εἰ καὶ μὴ ὁλόκληρον· καὶ τοῦτο οὐ μιᾷ γλώττῃ, ἀλλὰ τρισὶ φωναῖς δῆλον ἐποίησεν. Ἐπειδὴ γὰρ πολλοὺς εἶναι εἰκὸς μιγάδας ἐν τοῖς Ἰουδαίοις διὰ τὴν ἑορτὴν, ὥστε μηδένα ἀγνοεῖν τὴν ἀπολογίαν, ταῖς φωναῖς ἁπάσαις τῶν Ἰουδαίων τὴν μανίαν ἐστηλίτευσε. Καὶ γὰρ καὶ ἐσταυρωμένῳ ἐβάσκαινον. Καίτοι τί τοῦτο 59.461 ὑμᾶς ἔβλαπτεν; Οὐδέν. Εἰ γὰρ θνητὸς ἦν καὶ ἀσθενὴς καὶ σβέννυσθαι ἔμελλε, τί δεδοίκατε τὰ γράμματα λέγοντα, ὅτι βασιλεύς ἐστι τῶν Ἰουδαίων; Καὶ τί φασιν; Εἶπε, ὅτι αὐτὸς εἶπεν. Νῦν μὲν γὰρ ἀπόφασίς ἐστι καὶ κοινὴ ψῆφος· ἂν δὲ προστεθῇ, ὅτι Ἐκεῖνος εἶπε, τῆς αὐτοῦ προπετείας καὶ ἀλαζονείας δείκνυται τὸ ἔγκλημα ὄν. Ἀλλ' οὐχ ὁ Πιλᾶτος παρετράπη, ἀλλ' ἐπὶ τῆς προτέρας ἔστη γνώμης. Οὐ μικρὸν δὲ καὶ ἐντεῦθεν οἰκονομεῖται, ἀλλὰ τὸ πᾶν. Ἐπειδὴ γὰρ κατεχώσθη τοῦ σταυροῦ τὸ ξύλον, ὡς οὐδενὸς αὐτὸν ἀνελέσθαι σπουδάζοντος, τῷ καὶ φόβον ἐπικεῖσθαι, καὶ πρὸς ἕτερα κατεπείγοντα τοὺς πιστεύοντας σπεύδειν, ἔμελλε δὲ χρόνοις ὕστερον ἐπιζητεῖσθαι, εἰκὸς δὲ τοὺς τρεῖς ὁμοῦ κεῖσθαι σταυρούς· ἵνα μὴ ἀγνοῆται ὁ τοῦ Δεσπότου, πρῶτον μὲν ἀπὸ τοῦ μέσον αὐτὸν κεῖσθαι, ἔπειτα δὲ καὶ ἀπὸ τοῦ τίτλου δῆλος πᾶσιν ἐγένετο· οἱ γὰρ τῶν λῃστῶν, τίτλους οὐκ εἶχον. Οἱ δὲ στρατιῶται διενείμαντο τὰ ἱμάτια, τὸν δὲ χιτῶνα οὐκ ἔτι. Ὅρα πανταχοῦ δι' ὧν ἐπονηρεύοντο τὰς προφητείας πληρουμένας. Καὶ γὰρ καὶ τοῦτο ἄνωθεν προείρητο. Καίτοι γε τρεῖς ἦσαν σταυρούμενοι· ἀλλὰ τὰ τῶν προφητειῶν ἐπ' αὐτοῦ ἐπληροῦτο. Διατί γὰρ μὴ ἐπὶ τῶν ἄλλων τοῦτο ἐποίησαν, ἀλλ' ἐπὶ τούτου μόνου; Σὺ δέ μοι σκόπει προφητείας ἀκρίβειαν. Οὐ γὰρ ὅ τι ἐμερίσαντο μόνον, ἀλλ' ὅ τι καὶ οὐκ ἐμερίσαντο εἶπεν ὁ προφήτης. Τὰ μὲν οὖν διενείμαντο, τὸν δὲ χιτῶνα οὐ διενείμαντο, ἀλλὰ κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψαν. Τὸ δὲ, Ἐκ τῶν ἄνωθεν ὑφαντὸς, οὐχ ἁπλῶς πρόσκειται· ἀλλ' οἱ μέν φασιν, ἀλληγορίαν δι' αὐτοῦ δηλοῦσθαι, ὅτι οὐχ ἁπλῶς ἄνθρωπος ἦν ὁ σταυρούμενος, ἀλλὰ καὶ ἄνωθεν τὴν θεότητα εἶχε. βʹ. Τινὲς δὲ αὐτὸ τὸ εἶδος τοῦ χιτωνίσκου φασὶ τὸν εὐαγγελιστὴν ἱστορεῖν. Ἐπειδὴ γὰρ ἐν Παλαιστίνῃ δύο ῥάκη συμβάλλοντες, οὕτως ὑφαίνουσι τὰ ἱμάτια, δηλῶν ὁ Ἰωάννης, ὅτι τοιοῦτος ἦν ὁ χιτωνίσκος, φησὶν, Ἐκ τῶν ἄνωθεν ὑφαντός. Τοῦτο δὲ ἐμοὶ δοκεῖ λέγειν, αἰνιττόμενος τὸ εὐτελὲς τῶν ἱματίων, καὶ ὅτι καθάπερ ἐν τοῖς ἄλλοις ἅπασιν, οὕτω καὶ ἐν τῇ στολῇ τὸ λιτὸν ἐδίωκε σχῆμα. Καὶ οἱ μὲν στρατιῶται ταῦτα ἐποίουν· αὐτὸς δὲ σταυρούμενος παρατίθεται τὴν μητέρα αὐτοῦ τῷ μαθητῇ, παιδεύων ἡμᾶς μέχρις ἐσχάτης ἀναπνοῆς πᾶσαν ποιεῖσθαι ἐπιμέλειαν τῶν γεγεννηκότων. Ὅτε μὲν οὖν ἀκαίρως ἠνόχλησε, λέγει· Τί ἐμοὶ καὶ σοὶ, γύναι; καὶ, Τίς ἐστιν ἡ μήτηρ μου; ἐνταῦθα δὲ πολλὴν τὴν φιλοστοργίαν ἐπιδείκνυται, καὶ παρατίθεται αὐτὴν τῷ μαθητῇ ὃν ἠγάπα. Πάλιν ἑαυτὸν κρύπτει ὁ Ἰωάννης μετριάζων· εἰ γὰρ ἐβούλετο κομπάζειν, καὶ τὴν αἰτίαν ἂν ἐνέθηκε, δι' ἢν ἠγαπᾶτο· καὶ γὰρ εἰκὸς ἦν μεγάλην τινὰ εἶναι καὶ θαυμαστήν. Τίνος δὲ ἕνεκεν οὐδὲν ἕτερον τῷ Ἰωάννῃ διαλέγεται, οὐδὲ παραμυθεῖται αὐτὸν κατηφοῦντα; Ὅτι καιρὸς οὐκ ἦν τῆς τῶν ῥημάτων παρακλήσεως. Καὶ ἄλλως δὲ, οὐ μικρὸν ἦν τὸ τιμηθῆναι αὐτὸν τιμῇ τοιαύτῃ, καὶ τῆς παραμονῆς λαβεῖν τὸν μισθόν. Σὺ δέ μοι σκόπει πῶς καὶ ἐσταυρωμένος ἅπαντα ἀταράχως ἔπραττε, τῷ μαθητῇ διαλεγόμενος περὶ τῆς μητρὸς, προφητείας πληρῶν, τῷ λῃστῇ χρηστὰς ὑποτείνων ἐλπίδας. Καίτοι γε πρὶν ἢ σταυρωθῆναι φαίνεται ἱδρῶν, ἀγωνιῶν, δεδοικώς. Τί ποτε οὖν τοῦτό ἐστιν; Οὐδὲν ἄπορον, οὐδὲν ἀσαφές. Ἐκεῖ μὲν γὰρ ἡ τῆς φύσεως ἀσθένεια ἐδείχθη· ἐνταῦθα δὲ ἡ τῆς δυνάμεως περιουσία ἐδείκνυτο. Ἄλλως δὲ, καὶ ἡμᾶς δι' ἀμφοτέρων παιδεύει τούτων, κἂν πρὸ τῶν δεινῶν θορυβώμεθα, μὴ διὰ τοῦτο ἀφίστασθαι τῶν δεινῶν· ἐπειδὰν δὲ εἰς τὸν ἀγῶνα ἐμβῶμεν, πάντα ῥᾷστα 352
καὶ εὔκολα ἡγεῖσθαι. 59.462 Μὴ τοίνυν τρέμωμεν θάνατον· ἔχει μὲν γὰρ ἡ ψυχὴ κατὰ φύσιν τὸ φιλόζωον· ἀλλ' ἐν ἡμῖν κεῖται λοιπὸν ἢ λῦσαι ταύτης τὰ δεσμὰ, καὶ τὴν ἐπιθυμίαν ἀσθενῆ ποιῆσαι, ἢ δῆσαι, καὶ τυραννικωτέραν ἐργάσασθαι. Ὥσπερ γὰρ ἔχομεν τὴν ἐπιθυμίαν τῆς τῶν σωμάτων μίξεως, ὅταν δὲ φιλοσοφῶμεν, ἀσθενῆ ποιοῦμεν τὴν τυραννίδα· οὕτω καὶ ἐπὶ τῆς ζωῆς συμβαίνει. Καθάπερ γὰρ τὴν ἐπιθυμίαν τῶν σωμάτων ἐνέθηκε ταῖς παιδοποιίαις, συγκροτῶν ἡμῶν τὰς διαδοχὰς ὁ Θεὸς, οὐ κωλύων τὴν ἀνωτέρω τῆς ἐγκρατείας ὁδεύειν ὁδόν· οὕτω καὶ τὸν πόθον τῆς ζωῆς ἐνέσπειρε, κωλύων ἑαυτοὺς ἀναιρεῖν, οὐκ ἐμποδίζων δὲ ἡμῖν πρὸς τὸ τῆς παρούσης ζωῆς ὑπερορᾷν. Καὶ χρὴ ταῦτα εἰδότας τὰ μέτρα διατηρεῖν, καὶ μήτε αὐτομάτως ἐπὶ τὸν θάνατον ἰέναι ποτὲ, κἂν μυρία ἂν ἔχῃ δεινά· μήτε ἑλκομένους ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων ἀναδύεσθαι καὶ ὀκνεῖν, ἀλλὰ θαῤῥοῦντας ἀποδύεσθαι, τὴν μέλλουσαν τῆς παρούσης ζωῆς προτιμῶντες. Αἱ δὲ γυναῖκες παρειστήκεισαν τῷ σταυρῷ· καὶ τὸ ἀσθενέστερον γένος ἀνδρειότερον ἐφάνη τότε· οὕτω πάντα μετεσκευάζετο λοιπόν. Αὐτὸς δὲ τὴν μητέρα παραθέμενος, φησίν· Ἴδε ὁ υἱός σου. Βαβαὶ τῆς τιμῆς! ὅσῃ τὸν μαθητὴν ἐτίμησε τιμῇ! Ἐπειδὴ γὰρ αὐτὸς ἀπῄει λοιπὸν, τῷ μαθητῇ παρέδωκε τημελήσοντι. Ἐπειδὴ γὰρ εἰκὸς ἦν, ἅτε μητέρα οὖσαν, ἀλγεῖν καὶ τὴν προστασίαν ζητεῖν, εἰκότως αὐτὴν ἐγχειρίζει τῷ ποθουμένῳ. Τούτῳ φησίν· Ἴδε ἡ μήτηρ σου. Ταῦτα δὲ ἔλεγε, συνάπτων αὐτοὺς εἰς ἀγάπην· ὅπερ οὖν καὶ ὁ μαθητὴς συνιεὶς, εἰς τὰ ἴδια αὐτὴν ἔλαβε. Διατί γὰρ μηδεμιᾶς ἄλλης ἐμνημόνευσε γυναικὸς, καίτοι καὶ ἑτέρα εἰστήκει; Διδάσκων ἡμᾶς πλέον τι νέμειν ταῖς μητράσιν. Ὥσπερ γὰρ ἐναντιουμένοις τοῖς γονεῦσι περὶ τὰ πνευματικὰ, οὐδὲ εἰδέναι χρή· οὕτως ὅταν μηδὲν ἐμποδίζωσιν, ἅπαν τὸ εἰκὸς ἀπονέμειν αὐτοῖς δεῖ, καὶ πρὸ τῶν ἄλλων αὐτοὺς τιθέναι, ἀνθ' ὧν ἔτεκον, ἀνθ' ὧν ἀνέθρεψαν, ἀνθ' ὧν μυρία ὑπέστησαν δεινά. Οὕτω καὶ Μαρκίωνος ἐπιστομίζει τὴν ἀναισχυντίαν. Εἰ γὰρ μὴ ἐγεννήθη κατὰ σάρκα, μηδὲ μητέρα ἔσχε, τίνος ἕνεκεν τοσαύτην περὶ αὐτὴν μόνην ποιεῖται πρόνοιαν; Μετὰ ταῦτα εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα τετέλεσται· τουτέστιν, ὅτι οὐδὲν λείπει τῇ οἰκονομίᾳ. Πανταχοῦ γὰρ ἐσπούδακε καινὸν δεῖξαι τὸν θάνατον τοῦτον ὄντα, εἴ γε ἐν τῇ ἐξουσίᾳ τοῦ τελευτῶντος τὸ πᾶν ἔκειτο, καὶ οὐ πρότερον ἐπῄει τῷ σώματι ἡ τελευτὴ, ἕως ὅτε αὐτὸς ἐβούλετο· ἐβούλετο δὲ μετὰ τὸ πάντα πληρῶσαι. Διὰ τοῦτο καὶ ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰδὼς οὖν πάντα πεπληρωμένα, λέγει, Διψῶ, πάλιν ἐνταῦθα προφητείαν πληρῶν. Σὺ δέ μοι τὸ μιαρὸν τῶν παρεστώτων ἐννόησον. Κἂν γὰρ μυρίους ἔχωμεν ἐχθροὺς, καὶ ἀνήκεστα πεπονθότες ὦμεν, ὁρῶντες αὐτοὺς ἀναιρουμένους, κατακαμπτόμεθα· οὗτοι δὲ οὐδὲ οὕτως ἐσπείσαντο πρὸς αὐτὸν, οὐδὲ τοῖς ὁρωμένοις γεγόνασιν ἥμεροι, ἀλλ' ἐξεθηριοῦντο μᾶλλον, καὶ τὴν εἰρωνείαν ἐπέτεινον· καὶ σπόγγῳ προσενέγκαντες ὄξος, οὕτως αὐτὸν ἐπότιζον, ὡς τοῖς καταδίκοις αὐτὸ προσφέρονται, ἐπεὶ καὶ τὸ ὕσσωπον διὰ τοῦτο πρόσκειται. Λαβὼν οὖν φησι, Τετέλεσται. Εἶδες ἀταράχως καὶ μετ' ἐξουσίας πάντα πράττοντα; Καὶ τὸ ἑξῆς δὲ τοῦτο δηλοῖ. Ἐπειδὴ γὰρ πάντα ἀπηρτίσθη, Κλίνας τὴν κεφαλὴν (οὐδὲ γὰρ αὕτη προσήλωτο), τὸ πνεῦμα ἀφῆκε, τουτέστιν, ἀπέψυξε. Καίτοι οὐ μετὰ τὸ κλῖναι τὴν κεφαλὴν τὸ ἐκπνεῦσαι· ἐνταῦθα δὲ τοὐναν 59.463 τίον. Οὐδὲ γὰρ ἐπειδὴ ἐξέπνευσεν, ἔκλινε τὴν κεφαλὴν, ὅπερ ἐφ' ἡμῶν γίνεται· ἀλλ' ἐπειδὴ ἔκλινε τὴν κεφαλὴν, τότε ἐξέπνευσε. Δι' ὧν πάντων ἐδήλωσεν ὁ εὐαγγελιστὴς, ὅτι τοῦ παντὸς Κύριος αὐτὸς ἦν. γʹ. Ἀλλ' οἱ Ἰουδαῖοι πάλιν, οἱ τὴν κάμηλον καταπίνοντες, καὶ τὸν κώνωπα διυλίζοντες, τηλικοῦτον ἐργασάμενοι τόλμημα, περὶ τῆς ἡμέρας ἀκριβολογοῦνται. Ἐπεὶ γὰρ Παρασκευὴ ἦν λοιπὸν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα, ἠρώτησαν τὸν Πιλᾶτον, ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη. Ὁρᾷς πῶς ἐστιν ἰσχυρὸν ἡ ἀλήθεια; Δι' ὧν ἐκεῖνοι σπουδάζουσι, διὰ τούτων ἡ προφητεία πληροῦται. Ἀπὸ γὰρ τούτων ἑτέρα αὐτοῖς αὕτη προαναφώνησις λαμβάνει τέλος. Ἐλθόντες γὰρ οἱ στρατιῶται, 353
τῶν μὲν ἄλλων κατέαξαν τὰ σκέλη, τοῦ δὲ Χριστοῦ οὐκ ἔτι. Ἀλλ' ὅμως οὗτοι χαριζόμενοι τοῖς Ἰουδαίοις ἔνυξαν αὐτοῦ τὴν πλευρὰν τῇ λόγχῃ, καὶ νεκρὸν τὸ σῶμα λοιπὸν ἐνύβριζον. Ὢ τῆς μιαρᾶς προαιρέσεως καὶ ἐναγοῦς! Ἀλλὰ μὴ θορυβηθῇς, μηδὲ κατηφήσῃς, ἀγαπητέ. Ἃ γὰρ ἀπὸ πονηρᾶς ἔπραττον γνώμης ἐκεῖνοι, ταῦτα τῇ ἀληθείᾳ συνηγωνίζετο. Προφητεία γὰρ ἦν καὶ ἐντεῦθεν λέγουσα· Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοῖς μέλλουσιν ἀπιστεῖν ἐγίνετο πίστεως ἀπόδειξις τὸ τολμηθὲν, οἷον τῷ Θωμᾷ καὶ τοῖς κατ' ἐκεῖνον. Μετὰ δὲ τούτου καὶ μυστήριον ἀπόῤῥητον ἐτελεῖτο. Ἐξῆλθε γὰρ ὕδωρ καὶ αἷμα. Οὐχ ἁπλῶς δὲ οὐδὲ ὡς ἔτυχεν αὗται ἐξῆλθον αἱ πηγαί· ἀλλ' ἐπειδὴ ἐξ ἀμφοτέρων τούτων ἡ Ἐκκλησία συνέστηκε. Καὶ ἴσασιν οἱ μυσταγωγούμενοι, δι' ὕδατος μὲν ἀναγεννώμενοι, δι' αἵματος δὲ καὶ σαρκὸς τρεφόμενοι. Ἐντεῦθεν ἀρχὴν λαμβάνει τὰ μυστήρια, ἵν' ὅταν προσίῃς τῷ φρικτῷ ποτηρίῳ, ὡς ἀπ' αὐτῆς πίνων τῆς πλευρᾶς, οὕτω προσίῃς. Καὶ τοῦτο ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ· τουτέστιν, Οὐ παρ' ἑτέρων ἤκουσα, ἀλλ' αὐτὸς παρὼν εἶδον, καὶ ἀληθής ἐστιν ἡ μαρτυρία· εἰκότως. Ὕβριν γὰρ γινομένην ἐξηγεῖται· οὐ μέγα τι καὶ θαυμαστὸν ἐξηγεῖται, ἵνα ὑποπτεύσῃς τὸν λόγον· ἀλλ' αὐτὸς τὰ τῶν αἱρετικῶν ἀσφαλιζόμενος στόματα, καὶ τὰ μέλλοντα προαναφωνῶν μυστήρια, καὶ τὸν ἐναποκείμενον αὐτοῖς κατοπτεύων θησαυρὸν, ἀκριβολογεῖται περὶ τοῦ συμβάντος. Πληροῦται δὲ καὶ ἐκείνη ἡ προφητεία, ὅτι Ὀστοῦν αὐτοῦ οὐ συντρίψουσιν. Εἰ γὰρ καὶ περὶ τοῦ παρ' Ἰουδαίοις ἀμνοῦ τοῦτο εἴρηται, ἀλλὰ διὰ τὴν ἀλήθειαν ὁ τύπος προέδραμε, καὶ ἐπὶ τούτου μᾶλλον ἐξέβη. Διὰ τοῦτο καὶ τὸν προφήτην εἰς μέσον ἤγαγεν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἑαυτὸν εἰς μέσον φέρων, οὐκ ἐδόκει ἀξιόπιστος εἶναι, παράγει τὸν Μωϋσέα, λέγων, ὅτι ἁπλῶς οὐδὲ τοῦτο ἐγίνετο, ἀλλ' ἄνωθεν προεγράφη. Καὶ τοῦτό ἐστιν ἐκεῖνο τὸ εἰρημένον, ὅτι Ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται. Καὶ πάλιν τῷ προφήτῃ παρ' ἑαυτοῦ τὴν πίστιν παρέχει. Ταῦτα δὲ εἶπον, φησὶν, ἵνα μάθητε ὅτι πολλὴ ἡ συγγένεια τοῦ τύπου πρὸς τὴν ἀλήθειαν. Ὁρᾷς πόσην ποιεῖται σπουδὴν ὥστε πιστευθῆναι τὸ δοκοῦν ἐπονείδιστον εἶναι, καὶ αἰσχύνην φέρον; Τὸ γὰρ καὶ εἰς νεκρὸν ὑβρίσαι σῶμα τὸν στρατιώτην, τοῦ σταυρωθῆναι πολλῷ χεῖρον ἦν. Ἀλλ' ὅμως καὶ ταῦτα, φησὶν, εἶπον, καὶ μετὰ πολλῆς σπουδῆς εἶπον, ἵνα πιστεύσητε. Μηδεὶς τοίνυν ἀπιστείτω, μηδὲ αἰσχυνόμενος βλαπτέτω τὰ ἡμέτερα. Τὰ γὰρ μάλιστα ἐπονείδιστα δοκοῦντα εἶναι, ταῦτά ἐστι τὰ σεμνολογήματα τῶν ἡμετέρων ἀγαθῶν. Μετὰ ταῦτα ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας, μαθητὴς ὤν· οὐ τῶν δώδεκα, ἀλλὰ τῶν ἑβδομήκοντα ἴσως. Λοιπὸν γὰρ νομίσαντες ἐσβέσθαι τὴν ὀργὴν τῷ 59.464 σταυρῷ, μετὰ ἀδείας προσῄεσαν, καὶ τῆς κηδείας ἐπεμελοῦντο. Προσελθὼν τοίνυν, παρὰ τοῦ Πιλάτου τὴν χάριν αἰτεῖ, καὶ δίδωσιν ἐκεῖνος. Τί γὰρ οὐκ ἔμελλεν; Συναντιλαμβάνεται αὐτῷ καὶ Νικόδημος, καὶ πολυτελῆ ποιεῖ τὴν ταφήν. Ἔτι γὰρ ὡς περὶ ἀνθρώπου διέκειντο ψιλοῦ. Καὶ ταῦτα φέρουσιν ἀρώματα, ἃ μάλιστα τὸ σῶμα πέφυκεν ἐπὶ πολὺ διατηρεῖν, καὶ μὴ συγχωρεῖν ταχέως ἐνδιδόναι τῇ φθορᾷ· ὅπερ οὐδὲν μέγα περὶ αὐτοῦ φανταζομένων ἦν· πλὴν ἀλλὰ πολλὴν φιλοστοργίαν ἐπεδείκνυντο. Πῶς δὲ οὐδεὶς τῶν δώδεκα προσῆλθεν, οὐκ Ἰωάννης, οὐ Πέτρος, οὐκ ἄλλος τις τῶν ἐπισήμων; Καὶ οὔτε τοῦτο κρύπτει ὁ μαθητής. Εἰ γὰρ τὸν φόβον λέγοι τις τῶν Ἰουδαίων, καὶ οὗτοι τῷ αὐτῷ κατείχοντο φόβῳ· καὶ γὰρ καὶ οὗτος ἦν, φησὶ, Κεκρυμμένος διὰ τὸν φόβον τῶν Ἰουδαίων. Καὶ οὐκ ἔχοι τις εἰπεῖν, ὅτι τῷ σφόδρα αὐτῶν καταφρονεῖν τοῦτο ἐποίησεν, ἀλλὰ καὶ αὐτὸς δεδοικὼς ὅμως προσῆλθεν. Ὁ δὲ Ἰωάννης καὶ παρὼν καὶ ἰδὼν αὐτὸν ἀποψύξαντα, οὐδὲν τοιοῦτον ἐποίησε. Τί οὖν ἐστιν; Ἐμοὶ δοκεῖ τῶν σφόδρα ἐπισήμων εἶναι (καὶ ἀπὸ τῶν ἐνταφίων δῆλον), καὶ τῷ Πιλάτῳ δῆλος ὤν· ὅθεν καὶ τὴν χάριν ἔλαβε. Καὶ ἐνταφιάζει λοιπὸν, οὐχ ὡς κατάδικον, ἀλλ' ὡς ἔθος τοῖς Ἰουδαίοις, πολυτελῶς ὡς μέγαν τινὰ καὶ θαυμαστόν. δʹ. Ἐπειδὴ δὲ ὑπὸ τοῦ καιροῦ συνείχοντο (ἐνάτης γὰρ ὥρας γενομένης τῆς τελευτῆς, 354
εἶτα μεταξὺ τῷ Πιλάτῳ προσιόντων καὶ καθαιρούντων τὸ σῶμα, εἰκὸς ἦν ἑσπέραν καταλαβεῖν, ἐν ᾗ θέμις οὐκ ἦν ἐργάσασθαι), τιθέασιν αὐτὸν εἰς τὸ πλησίον μνημεῖον. Οἰκονομεῖται δὲ εἰς καινὸν αὐτὸν τεθῆναι μνημεῖον ἔνθα μηδεὶς ἐτέθη, ὥστε μὴ ἑτέρου τινὸς νομισθῆναι τὴν ἀνάστασιν γεγενῆσθαι, τοῦ μετ' αὐτοῦ κειμένου· καὶ ὥστε τοὺς μαθητὰς δυνηθῆναι μετ' εὐκολίας παραγενέσθαι, καὶ θεατὰς τῶν συμβάντων γενέσθαι, πλησίον ὄντος τοῦ τόπου· καὶ τῆς ταφῆς δὲ μάρτυρας εἶναι οὐκ αὐτοὺς μόνον, ἀλλὰ καὶ τοὺς ἐχθρούς. Τὸ γὰρ σήμαντρα ἐπιθεῖναι τῷ τάφῳ, καὶ φύλακας ἐκεῖ παρακαθῆσθαι στρατιώτας, μαρτυρούντων ἦν τῇ ταφῇ· τῆς γὰρ ἀναστάσεως οὐχ ἧττον ὁμολογηθῆναι τοῦτο ἐσπούδακεν ὁ Χριστός. Διὸ καὶ οἱ μαθηταὶ πολλὴν περὶ τούτου ποιοῦνται σπουδὴν, ὥστε δεῖξαι ὅτι ἐτελεύτησε. Τὴν μὲν γὰρ ἀνάστασιν ὁ μετὰ ταῦτα ἅπας ἔμελλε βεβαιοῦν χρόνος· ἐκείνη δὲ, εἰ τότε συνεσκιάσθη, καὶ μὴ σφόδρα κατάδηλος γέγονε, ἔμελλε λυμαίνεσθαι τῷ τῆς ἀναστάσεως λόγῳ. Οὐ τούτων δὲ μόνον ἕνεκεν τὸ ἐγγὺς τεθῆναι γέγονεν, ἀλλ' ὥστε καὶ ψευδῆ δειχθῆναι τὸν περὶ τῆς κλοπῆς λόγον. Τῇ δὲ μιᾷ τῶν σαββάτων (τουτέστι, τῇ Κυριακῇ) ὄρθρου βαθέος, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου Ἀνέστη μὲν γὰρ, καὶ τοῦ λίθου καὶ τῶν σημάντρων ἐπικειμένων. Ἐπειδὴ δὲ ἐχρῆν καὶ τοὺς ἄλλους πληροφορηθῆναι, ἀνοίγεται τὸ μνημεῖον μετὰ τὴν ἀνάστασιν, καὶ οὕτω πιστοῦται τὸ γεγονός. Τοῦτο γοῦν καὶ τὴν Μαρίαν ἐκίνησε. Πάνυ γὰρ περὶ τὸν διδάσκαλον φιλοστόργως ἔχουσα, ἐπειδὴ τὸ σάββατον παρῆλθεν, οὐκ ἠνέσχετο ἡσυχάζειν, ἀλλ' ἦλθεν ὄρθρου βαθέος, ἀπὸ τοῦ τόπου παραμυθίαν τινὰ εὑρεῖν βουλομένη. Καὶ ἰδοῦσα τὸν τόπον, καὶ τὸν λίθον ἠρμένον, οὐκ εἰσῆλθεν, οὐδὲ διέκυψεν, ἀλλ' ἐπὶ τοὺς μαθητὰς ἔδραμεν ἀπὸ πολλοῦ τοῦ πόθου. Τοῦτο γὰρ ἦν αὐτῇ τὸ σπουδαζόμενον, μετὰ πολλοῦ τοῦ τάχους μαθεῖν ἤθελε τί γέγονε τὸ σῶμα. Καὶ γὰρ ὁ δρόμος τοῦτο ἐβούλετο, καὶ τὰ ῥήματα τοῦτο ἐμφαίνει. Ἦραν γὰρ, φησὶ, τὸν Κύριόν 59.465 μου, καὶ οὐκ οἶδα ποῦ τεθείκασιν αὐτόν. Ὁρᾷς πῶς οὐδέπω περὶ ἀναστάσεως ᾔδει τι σαφὲς, ἀλλ' ᾤετο μετάθεσιν γεγενῆσθαι τοῦ σώματος, καὶ ἀπλάστως πάντα ἀπαγγέλλει τοῖς μαθηταῖς; Ὁ δὲ εὐαγγελιστὴς οὐκ ἀπεστέρησε τὴν γυναῖκα ἐγκωμίου τηλικούτου, οὐδὲ αἰσχύνην ἐνόμισε τὸ παρ' αὐτῆς αὐτοὺς μαθεῖν προτέρας ταῦτα διανυκτερευούσης· οὕτω πανταχοῦ τὸ φιλάληθες αὐτοῦ διαλάμπει τῶν τρόπων. Ἐπεὶ οὖν ἦλθε, καὶ ταῦτα εἶπεν, ἀκούσαντες ἐκεῖνοι μετὰ πολλῆς τῆς σπουδῆς ἐφίστανται τῷ μνημείῳ, καὶ θεωροῦσι τὰ ὀθόνια κείμενα· ὅπερ ἦν ἀναστάσεως σημεῖον. Οὔτε γὰρ, εἰ μετέθηκάν τινες, τοῦτο ἂν ἐποίησαν τὸ σῶμα γυμνώσαντες· οὔτε, εἰ ἔκλεψαν, τούτου ἂν ἐφρόντισαν, ὥστε ἆραι τὸ σουδάριον καὶ ἐντυλίξαι, καὶ θεῖναι εἰς ἕνα τόπον· ἀλλὰ πῶς; Ὡς εἶχεν, ἔλαβον ἂν τὸ σῶμα. Διὰ γὰρ τοῦτο προλαβὼν ὁ Ἰωάννης, φησὶν, ὅτι σμύρνῃ συνετάφη πολλῇ, ἣ μολύβδου οὐχ ἧττον συγκολλᾷ τῷ σώματι τὰ ὀθόνια· ἵν', ὅταν ἀκούσῃς ὅτι τὰ σουδάρια ἔκειτο ἰδίᾳ, μὴ ἀνάσχῃ τῶν λεγόντων, ὅτι ἐκλάπη. Οὐ γὰρ οὕτως ἀνόητος ἦν ὁ κλέπτων, ὡς περὶ πρᾶγμα περιττὸν τοσαύτην ἀναλίσκειν σπουδήν. Τίνος γὰρ ἕνεκεν τὰ σουδάρια ἠφίει; πῶς δὲ ἂν ἔλαθε τοῦτο ποιῶν; Καὶ γὰρ πολὺν εἰκὸς ἦν αὐτὸν ἀναλῶσαι χρόνον, καὶ κατάφωρον γενέσθαι μέλλοντα καὶ βραδύνοντα. Τί δήποτε δὲ καὶ χωρὶς τὰ ὀθόνια κεῖται, καὶ τὸ σουδάριον χωρὶς ἐντετυλιγμένον; Ἵνα μάθῃς, ὅτι οὐκ ἦν σπευδόντων οὐδὲ θορυβουμένων τὸ πρᾶγμα, τὸ χωρὶς μὲν ἐκεῖνα, χωρὶς δὲ ταῦτα ἐνθεῖναι καὶ ἐντυλίξαι. Ἀπὸ τούτου τῇ ἀναστάσει ἐπίστευσαν. Διὰ τοῦτο μετὰ ταῦτα αὐτοῖς φαίνεται ὁ Χριστὸς ἀπὸ τῆς ὄψεως πιστωθεῖσιν. Ὅρα γοῦν καὶ ἐνταῦθα τὸ ἄτυφον τοῦ εὐαγγελιστοῦ, πῶς τὴν ἀκρίβειαν τῆς ἐρεύνης τῷ Πέτρῳ μαρτυρεῖ. Προφθάσας γὰρ αὐτὸν, καὶ ἰδὼν τὰ ὀθόνια κείμενα, οὐδὲν πλέον πολυπραγμονεῖ, ἀλλ' ἀφίσταται· ἐκεῖνος δὲ ὁ θερμὸς ἐνδοτέρω γενόμενος, ἅπαντα κατώπτευσεν ἀκριβῶς, καί τι πλέον εἶδε, καὶ τότε οὗτος ἐπὶ τῇ θέᾳ παρεκλήθη. Μετὰ γὰρ ἐκεῖνον εἰσελθὼν, τὰ ἐντάφια εἶδε κείμενα 355
καὶ διῃρημένα. Τὸ γὰρ διελεῖν καὶ χωρὶς μὲν τοῦτο, χωρὶς δὲ ἐκεῖνο θεῖναι ἑλίξαντα, τινὸς ἦν μετ' ἐπιμελείας ποιοῦντος, καὶ οὐχ ὡς ἔτυχε θορυβουμένου. εʹ. Σὺ δὲ ὅταν ἀκούσῃς, ὅτι γυμνὸς ὁ Δεσπότης ἀνέστη, παῦσαι τῆς πρὸς τὴν κηδείαν μανίας. Τί γὰρ βούλεται ἡ περιττὴ αὕτη δαπάνη καὶ ἀνόνητος, πολλὴν μὲν φέρουσα τοῖς κηδεύουσι ζημίαν, τῷ δὲ ἀπελθόντι κέρδος οὐδὲν, ἀλλ' εἰ χρή τι εἰπεῖν, καὶ βλάβην; Ἡ γὰρ πολυτέλεια τῆς ταφῆς τυμβωρυχίας αἰτία γέγονε πολλάκις, καὶ γυμνὸν καὶ ἄταφον ἐποίησεν ἐῤῥῖφθαι τὸν ἐπιμελῶς ταφέντα. Ἀλλ' ὢ τῆς κενοδοξίας! πόσην καὶ ἐν τῷ πένθει τὴν τυραννίδα ἐπιδείκνυται, πόσην τὴν ἀνοίαν! Πολλοὶ γοῦν, ἵνα μὴ τοῦτο γένηται, τὰς λεπτὰς ἐκείνας ὀθόνας διατεμόντες, καὶ πολλῶν τῶν ἀρωμάτων ἐμπλήσαντες, ὥστε διπλῇ γενέσθαι τοῖς ἐπηρεάζουσιν ἄχρηστα, οὕτω τῇ γῇ παραδεδώκασι. Ταῦτ' οὖν οὐ μαινομένων· ταῦτ' οὐ παραπαιόντων; φιλοτιμίαν ἐπιδείκνυσθαι, καὶ πάλιν αὐτὴν ἀφανίζειν; Ναὶ, φησίν· ἵνα μετὰ ἀσφαλείας κέηται παρὰ τῷ νεκρῷ, ταῦτα πάντα μηχανώμεθα. Τί οὖν; ἂν οἱ τυμβωρύχοι μὴ λάβωσιν, οἱ σῆτες οὐ λήψονται καὶ οἱ σκώληκες; Τί δέ; ἂν οἱ σῆτες καὶ οἱ σκώληκες μὴ λάβωσιν, ὁ χρόνος καὶ ὁ ἰχὼρ οὐκ ἀπολεῖ; Θῶμεν δὲ μὴ τυμβωρύχους, μὴ σῆτας, μὴ σκώληκας, μὴ χρόνον, μὴ ἄλλο μηδὲν δαπανᾷν τὰ κείμενα· ἀλλὰ καὶ τὸ σῶμα 59.466 ἀνέπαφον εἶναι μέχρι τῆς ἀναστάσεως, καὶ αὐτὰ δὴ ταῦτα 59.466 καινὰ καὶ νεοπαγῆ καὶ λεπτὰ τηρεῖσθαι, τί πλέον ἐντεῦθεν τοῖς ἀπελθοῦσι γίνεται, ὅταν γυμνὸν μὲν τὸ σῶμα ἐγείρηται, ταῦτα δὲ ἐνταῦθα μένῃ, καὶ μηδὲν ἡμᾶς ὠφελῇ πρὸς τὰς εὐθύνας ἐκείνας; Τίνος οὖν ἕνεκεν, φησὶν, ἐπὶ τοῦ Χριστοῦ γέγονε; Μάλιστα μὲν μὴ παράβαλλε ταῦτα τοῖς ἀνθρωπίνοις· ἐπεὶ καὶ μύρον ἐξέχεεν ἡ πόρνη ἐπὶ τοὺς ἁγίους πόδας ἐκείνου. Εἰ δὲ χρὴ καὶ περὶ τούτων εἰπεῖν. πρῶτον μὲν οὐκ εἰδότων τὸν περὶ ἀναστάσεως λόγον τῶν ποιούντων ταῦτα ἐγίνετο. Διὰ τοῦτό φησι· Καθὼς ἔθος ἦν τοῖς Ἰουδαίοις. Οὐ γὰρ τῶν δώδεκα ἦσαν οἱ τὸν Χριστὸν τιμήσαντες, ἀλλ' ἐκεῖνοι οἱ μὴ σφόδρα αὐτὸν τιμῶντες. Οἱ γοῦν δώδεκα οὐχ οὕτως αὐτὸν ἐτίμων, ἀλλὰ θανάτῳ καὶ σφαγῇ, καὶ τοῖς ὑπὲρ αὐτοῦ κινδύνοις. Ἦν μὲν γὰρ καὶ ἐκείνη τιμὴ, πολλῷ δὲ ἐλάττων ταύτης ἧς εἶπον. Ἄλλως δὲ, ὅπερ ἔφην εἰπὼν, περὶ ἀνθρώπων ἡμῖν ὁ λόγος νῦν· τότε δὲ ταῦτα περὶ τὸν Δεσπότην ἐγίνετο. Καὶ ἵνα μάθῃς ὅτι τούτων οὐδεὶς τῷ Χριστῷ λόγος, εἶπε· Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε· καὶ διψῶντα, καὶ ἐποτίσατε· καὶ γυμνὸν, καὶ περιεβάλετε. Καὶ οὐδαμοῦ εἶπε, Καὶ τεθνεῶτα, καὶ ἐθάψατε. Καὶ ταῦτα λέγω, οὐ ταφὴν ἀναιρῶν· μὴ γένοιτο· ἀλλὰ τὴν ἀσωτίαν ἐκκόπτων καὶ τὴν ἄκαιρον φιλοτιμίαν. Τὸ γὰρ πάθος, φησὶ, καὶ ἡ ὀδύνη, καὶ ἡ πρὸς τὸν ἀπελθόντα συμπάθεια ταῦτα πείθει. Οὐκ ἔστι ταῦτα συμπαθείας τῆς πρὸς τὸν ἀπελθόντα, ἀλλὰ κενοδοξίας. Ἐπεὶ εἰ βούλει συναλγῆσαι τῷ τεθνηκότι, δείκνυμί σοι ἑτέραν ὁδὸν κηδείας, καὶ διδάσκω σε ἱμάτια τιθέναι, τὰ συνανιστάμενα αὐτῷ, καὶ λαμπρὸν ἀποφαίνοντα. Ταῦτα γὰρ τὰ ἱμάτια οὔτε ὑπὸ σητῶν ἀναλίσκεται, οὔτε ὑπὸ χρόνου δαπανᾶται, οὐδὲ ὑπὸ τυμβωρύχων κλέπτεται. Ποῖα δὴ ταῦτά ἐστιν; Ἡ τῆς ἐλεημοσύνης περιβολή. Αὕτη γὰρ μετ' αὐτοῦ ἀνίσταται ἡ στολή· ἐλεημοσύνης γὰρ σφραγὶς μετ' αὐτοῦ. Ἀπὸ τούτων λάμπουσι τῶν ἱματίων οἱ τότε ἀκούοντες, Πεινῶντά με ἐθρέψατε. Ταῦτα ἐπισήμους ποιεῖ, ταῦτα περιφανεῖς, ταῦτα ἐν ἀσφαλεία καθίστησι· τὰ δὲ νῦν, οὐδὲν ἕτερόν ἐστιν, ἢ δαπάνη σητῶν καὶ τράπεζα σκωλήκων. Καὶ ταῦτα λέγω, οὐ κηδεύειν κωλύων, ἀλλὰ μετὰ συμμετρίας τοῦτο ποιεῖν, ὥστε σκέπειν τὸ σῶμα, καὶ μὴ γυμνὸν παραδιδόναι τῇ γῇ. Εἰ γὰρ ζῶντας μηδὲν ἔχειν πλέον κελεύει, ἀλλ' ἢ σκέπασμα· πολλῷ μᾶλλον τελευτήσαντας. Οὐ γὰρ οὕτω τετελευτηκὸς τὸ σῶμα δεῖται ἱματίων, ὡς ζῶν καὶ ἐμπνέον. Ζῶντες μὲν γὰρ, καὶ ψύχους ἕνεκεν καὶ εὐσχημοσύνης, δεόμεθα τῆς τῶν ἱματίων περιβολῆς· τελευτήσαντες δὲ, τούτων μὲν οὐδενὸς ἕνεκεν, ἵνα δὲ μὴ γυμνὸν κέηται τὸ σῶμα, δεόμεθα τῶν ἐνταφίων· καὶ πρὸ τῶν ἐνταφίων δὲ ἔχομεν κάλυμμα κάλλιστον τὴν γῆν, καὶ τῇ τοιαύτῃ τῶν σωμάτων φύσει πρεπωδέστερον. Εἰ τοίνυν ἔνθα τοσαῦται χρεῖαι, οὐδὲν δεῖ περιττὸν ἐπιζητεῖν· 356
πολλῷ μᾶλλον, ἔνθα οὐ τοσαύτη ἡ ἀνάγκη, ἄκαιρος ἡ φιλοτιμία. ʹ. Ἀλλ' οἱ ὁρῶντες γελάσονται, φησίν. Μάλιστα μὲν κἂν ᾖ τις ὁ γελῶν, οὐ πολὺν δεῖ ποιεῖσθαι λόγον τοῦ οὕτω σφόδρα ἀνοηταίνοντος· νυνὶ δὲ πολλοὶ οἱ θαυμάζοντες μᾶλλον, καὶ τὴν φιλοσοφίαν δεχόμενοι τὴν ἡμετέραν. Γέλωτος γὰρ ἄξια οὐ ταῦτα, ἀλλ' ἃ ποιοῦμεν νῦν, ὀδυρόμενοι, πενθοῦντες, συγκατορύττοντες ἑαυτοὺς τοῖς ἀπελθοῦσι. Ταῦτα καὶ γέλωτος καὶ κολάσεως ἄξια. Τὸ δὲ φιλοσοφεῖν καὶ ἐν τούτοις καὶ ἐν τῇ τῶν ἱματίων συμμετρίᾳ, στεφάνους καὶ ἐπαίνους ἡμῖν προξενεῖ, καὶ πάντες ἡμᾶς κροτήσουσι, καὶ θαυμάσονται τοῦ Χριστοῦ 59.467 τὴν δύναμιν, καὶ ἐροῦσι· Βαβαὶ, πόση ἡ τοῦ σταυρωθέντος ἰσχύς! ἔπεισε τοὺς ἀπολλυμένους καὶ φθειρομένους, ὅτι οὐκ ἔστι θάνατος ὁ θάνατος· οὐ τοίνυν τὰ τῶν ἀπολλυμένων ποιοῦσιν, ἀλλὰ τὰ τῶν προπεμπόντων εἰς ἀποδημίαν ἀμείνω. Ἔπεισεν αὐτοὺς, ὅτι τὸ σῶμα τὸ φθαρτὸν τοῦτο καὶ γήϊνον, ἱμάτιον ἐνδύσεται τῶν σηρικῶν καὶ χρυσοπάστων πολὺ λαμπρότερον, τὴν ἀφθαρσίαν. Διόπερ οὐδὲ πολλὴν περὶ τὴν ταφὴν ποιοῦνται σπουδὴν, ἀλλ' ἐντάφιον ἡγοῦνται θαυμαστὸν, βίον ἐνάρετον. Ταῦτα, ἂν φιλοσοφοῦντας ἴδωσιν, ἐροῦσιν· ἂν δὲ κατακαμπτομένους, γυναικιζομένους, χοροὺς περιιστῶντας θρηνουσῶν γυναικῶν, γελάσονται καὶ κωμῳδήσουσι, καὶ μυρία κατηγορήσουσι, διασύροντες τὴν εἰκῆ δαπάνην, τὴν ματαιοπονίαν. Καὶ γὰρ ταῦτα ἀκούομεν κατηγορούντων πάντων· καὶ μάλα εἰκότως. Ποίαν γὰρ ἕξομεν ἀπολογίαν, ὅταν τὸ μὲν σῶμα εἰς ἰχῶρας καὶ σκώληκας δαπανώμενον καλλωπίζωμεν, τὸν δὲ Χριστὸν περιορῶμεν διψῶντα, γυμνὸν περιιόντα καὶ ξένον; Παυσώμεθα τοίνυν τῆς ματαίας ταύτης σπουδῆς· κηδεύσωμεν τοὺς ἀπελθόντας, ὡς καὶ ἡμῖν καὶ ἐκείνοις συμφέρει πρὸς δόξαν Θεοῦ· πολλὴν ὑπὲρ αὐτῶν ἐπιτελέσωμεν ἐλεημοσύνην, συμπέμψωμεν αὐτοῖς ἐφόδια κάλλιστα. Εἰ γὰρ μνήμη θαυμαστῶν ἀνδρῶν τετελευτηκότων προέστη τῶν ζώντων (Ὑπερασπιῶ γὰρ, φησὶ, τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαυῒδ τὸν παῖδά μου), πολλῷ μᾶλλον ἐλεημοσύνη τοῦτο ἐργάσεται. Αὕτη γὰρ, αὕτη καὶ νεκροὺς ἀνέστησεν, ἡνίκα περιέστησαν αἱ χῆραι ἐπιδεικνύμεναι ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ Δορκάς. Ὅταν οὖν 59.468 τις μέλλῃ τελευτᾷν, ὁ οἰκεῖος τῷ τελευτῶντι κατασκευαζέτω τὰ ἐντάφια, καὶ πειθέτω τὸν ἀπιόντα τοῖς δεομένοις τι καταλιμπάνειν. Μετὰ τούτων αὐτὸν ἀποπεμπέτω τῶν ἱματίων, πειθέτω καὶ κληρονόμον ἀφιέναι τὸν Χριστόν. Εἰ γὰρ οἱ βασιλεῖς ἐγγράφοντες κληρονόμους, τοῖς οἰκείοις μυρίαν καταλιμπάνουσιν ἀσφάλειαν· ὁ τὸν Χριστὸν ἀφιεὶς μετὰ τῶν παίδων, ἐννόησον ὅσην ἐπισπάσεται εὔνοιαν καὶ ἑαυτῷ καὶ τοῖς αὐτοῦ πᾶσι. Ταῦτά ἐστι τὰ ἐντάφια καλά· ταῦτα ὀνίνησι καὶ τοὺς μένοντας καὶ τοὺς ἀπερχομένους. Ἂν οὕτως ἐνταφιασθῶμεν, λαμπροὶ κατὰ τὸν τῆς ἀναστάσεως ἐσόμεθα καιρόν· ἂν δὲ τὸ σῶμα θεραπεύοντες, τῆς ψυχῆς ἀμελῶμεν, πολλὰ ἐκεῖ πεισόμεθα δεινὰ, καὶ πολὺν ὀφλήσομεν γέλωτα. Οὐδὲ γὰρ ἡ τυχοῦσα ἀσχημοσύνη, γυμνὸν τῆς ἀρετῆς ἀπελθεῖν· οὐδὲ οὕτω τὸ σῶμα ἄταφον ἐῤῥιμμένον καταισχύνεται, ὡς ψυχὴ τότε γυμνὴ τῆς ἀρετῆς φαινομένη. Ταύτην ἀμφιάσωμεν, ταύτην περιστείλωμεν, μάλιστα μὲν παρὰ πάντα τὸν χρόνον· εἰ δὲ ἐνταῦθα ἠμελήσαμεν, κἂν τελευτῶντες νήψωμεν, καὶ τοῖς οἰκείοις ἐπισκήψωμεν συμπράττειν ἀπελθοῦσι δι' ἐλεημοσύνης ἡμῖν. Οὕτω ὑπ' ἀλλήλων βοηθούμενοι παῤῥησίας πολλῆς ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.467.30 ΟΜΙΛΙΑ Π ʹ. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί· Μαρία δὲ εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω.
357
αʹ. Περιπαθές πως τὸ γυναικεῖον γένος, καὶ πρὸς οἶκτον ἐπιῤῥεπέστερον. Τοῦτο δὲ εἶπον, ἵνα μὴ θαυμάσῃς τί δήποτε Μαρία μὲν πικρῶς ἐθρήνει τῷ τάφῳ, Πέτρος δὲ οὐδὲν τοιοῦτον ἔπαθεν. Οἱ μὲν γὰρ μαθηταὶ, φησὶν, ἀπῆλθον πρὸς ἑαυτοὺς, ἡ δὲ εἱστήκει δακρύουσα. Καὶ γὰρ ἡ φύσις εὐέμπτωτος, καὶ τὸν περὶ ἀναστάσεως οὐδέπω σαφῶς ᾔδει λόγον· καθάπερ ἐκεῖνοι τὰ ὀθόνια θεασάμενοι καὶ πιστεύσαντες, ἀπῆλθον πρὸς ἑαυτοὺς ἐκπληττόμενοι. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως ἦλθον εἰς τὴν Γαλιλαίαν, καθάπερ αὐτοῖς συντέτακτο πρὸ τοῦ πάθους; Ἀνέμενον τοὺς λοιποὺς ἴσως· καὶ ἄλλως δὲ, ἔτι ἐν ἀκμαζούσῃ ἦσαν ἐκπλήξει. Οὗτοι μὲν οὖν ἀπῆλθον· ἐκείνη δὲ εἱστήκει πρὸς τῷ τόπῳ. Μέγα γὰρ, ὅπερ ἔφην, πρὸς παραμυθίαν καὶ μνῆμα φαινόμενον. Ὁρᾷς γοῦν αὐτὴν, ὥστε πλέον ἀναπαύεσθαι, καὶ παρακύπτουσαν, καὶ βουλομένην τὸν τόπον ἰδεῖν ἔνθα τὸ σῶμα ἔκειτο; Διὰ δὴ τοῦτο καὶ τῆς πολλῆς ταύτης σπουδῆς μισθὸν ἔλαβεν οὐ μικρόν. Ὃ γὰρ οὐκ εἶδον οἱ μαθηταὶ, τοῦτο εἶδεν ἡ γυνὴ πρώτη, καθημένους ἀγγέλους, τὸν μὲν πρὸς ποδῶν, τὸν δὲ πρὸς κεφαλῆς ἐν λευκοῖς· καὶ τὸ σχῆμα φαιδρότητος πολλῆς γέμον καὶ χαρᾶς. Ἐπειδὴ γὰρ οὐκ ἦν ὑψηλὴ τῆς γυναικὸς ἡ διάνοια, ὡς ἀπὸ τῶν σουδαρίων ὑποδέξασθαι τὴν ἀνάστασιν, γίνεταί τι πλέον, καὶ ἀγγέλους θεωρεῖ καθημένους ἐν φαιδρῷ τῷ σχήματι, ὥστε αὐτὴν ἀναστῆσαι τέως τοῦ πάθους ἐντεῦθεν καὶ παραμυθήσασθαι. Ἀλλ' οὐδὲν αὐτῇ περὶ ἀναστάσεως λέγουσιν· ἀλλ' ἠρέμα προβιβάζεται τῷ δόγματι τούτῳ. Εἶδεν ὄψεις φαιδρὰς, καὶ μᾶλλον ἢ κατὰ τὴν συν 59.468 ήθειαν· εἶδε σχῆμα λαμπρόν· ἤκουσε συμπαθοῦς φωνῆς. Τί γάρ φησι; Γύναι, τί κλαίεις; Διὰ δὲ τούτων ἁπάντων, ὥσπερ θύρας ἀνοιγομένης, κατὰ μικρὸν εἰς τὸν περὶ ἀναστάσεως ἤγετο λόγον. Καὶ ὁ τρόπος δὲ τῆς καθέδρας αὐτῶν εἰς ἐρώτησιν αὐτὴν ἦγε· καὶ γὰρ ἐνέφαινον, ὅτι ᾔδεσαν τὸ γεγονός. Διὰ τοῦτο οὐδὲ ὁμοῦ κάθηνται, ἀλλὰ διεστηκότες ἀλλήλων. Ἐπειδὴ γὰρ οὐκ εἰκὸς αὐτὴν τολμῆσαι ἁπλῶς πυθέσθαι, καὶ τῇ ἐρωτήσει καὶ τῷ τρόπῳ τῆς καθέδρας ἄγουσιν αὐτὴν ἐπὶ διάλεξιν. Τί οὖν αὕτη; Θερμῶς ἅμα καὶ φιλοστόργως· Ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ τεθείκασιν αὐτόν. Τί φῄς; οὐδέπω οὐδὲν περὶ ἀναστάσεως οἶδας, ἀλλ' ἔτι θέσιν φαντάζῃ; Ὁρᾷς πῶς οὐδέπω ὑψηλὸν κατεδέξατο δόγμα; Καὶ ταῦτα εἰποῦσα, ἐστράφη εἰς τὰ ὀπίσω. Καὶ ποία αὕτη ἀκολουθία, πρὸς ἐκείνους διαλεγομένην, καὶ μηδέπω μηδὲν ἀκούσασαν παρ' αὐτῶν, στραφῆναι εἰς τὰ ὀπίσω; Ἐμοὶ δοκεῖ, ταῦτα λεγούσης αὐτῆς, ἄφνω φανεὶς ὁ Χριστὸς ὄπισθεν αὐτῆς ἐκπλῆξαι τοὺς ἀγγέλους, κἀκείνους θεασαμένους τὸν Δεσπότην, καὶ τῷ σχήματι, καὶ τῷ βλέμματι, καὶ τῷ κινήματι εὐθέως ἐμφῆναι, ὅτι τὸν Κύριον εἶδον· καὶ τοῦτο τὴν γυναῖκα ἐπέστρεψε, καὶ εἰς τὰ ὀπίσω στραφῆναι ἐποίησεν. Ἐκείνοις μὲν οὖν οὕτως ἐφάνη· τῇ γυναικὶ δὲ οὐχ οὕτως, ὥστε αὐτὴν μὴ ἐκ πρώτης ἐκπλῆξαι τῆς ὄψεως, ἀλλ' ἐν εὐτελεστέρῳ καὶ κοινῷ τῷ σχήματι. Καὶ δῆλον ἐξ ὧν καὶ κηπουρὸν αὐτὸν εἶναι ἐνόμιζε. Τὴν δὲ οὕτω ταπεινὴν οὐκ ἔδει ἀθρόον ἐπὶ τὰ ὑψηλὰ ἀγαγεῖν, ἀλλ' ἠρέμα. Πάλιν οὖν αὐτὴν ἐρωτᾷ· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; Τοῦτο ἐνέφηνεν εἰδέναι αὐτὸν, ὃ βούλεται ἐρωτῆσαι, 59.469 καὶ εἰς ἀπόκρισιν ἤγαγε. Τοῦτο οὖν καὶ ἡ γυνὴ συνιεῖσα, οὐκ ἔτι τὸ ὄνομα τοῦ Ἰησοῦ λέγει, ἀλλ' ὡς εἰδότος τοῦ ἐρωτῶντος περὶ οὗ πυνθάνεται, φησίν· Εἰ σὺ ἐβάστασας αὐτὸν, εἰπέ μοι ποῦ ἔθηκας, κἀγὼ αὐτὸν ἀρῶ. Πάλιν θέσιν καὶ ἄρσιν, καὶ τὸ βαστάσαι, ὡς περὶ νεκροῦ διαλεγομένη, φησίν. Ὃ δὲ ἐμφαίνει, τοῦτό ἐστιν· Εἰ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἤρατε αὐτὸν ἐντεῦθεν, εἴπατέ μοι, καὶ ἐγὼ λήψομαι αὐτόν. Πολλὴ ἡ εὔνοια καὶ φιλοστοργία τῆς γυναικός· ὑψηλὸν δὲ οὐδὲν οὐδέπω παρ' αὐτῇ. Διὰ τοῦτο λοιπὸν προτίθησιν αὐτῇ τοῦτο, οὐ δι' ὄψεως, ἀλλὰ διὰ φωνῆς. Ὥσπερ γὰρ τοῖς Ἰουδαίοις ποτὲ μὲν ἐγνωρίζετο, ποτὲ δὲ ἄδηλος ἦν καὶ παρών· οὕτω καὶ φθεγγόμενος, ἡνίκα ἐβούλετο, τότε γνώριμον ἑαυτὸν ἐποίει. Καὶ γὰρ ὅτε τοῖς Ἰουδαίοις ἔλεγε, Τίνα ζητεῖτε; οὐ τὴν ὄψιν, οὐ τὴν φωνὴν ἐπέγνωσαν, ἕως ἠθέλησεν· ὃ δὴ καὶ ἐνταῦθα συνέβη. Καὶ τὸ ὄνομα αὐτῆς μόνον ἐκάλεσεν, 358
ὀνειδίζων καὶ καθαπτόμενος, ὅτι ταῦτα περὶ τοῦ ζῶντος ἐφαντάζετο. Πῶς δὲ, Στραφεῖσα λέγει, εἴ γε πρὸς αὐτὴν διελέγετο; Ἐμοὶ δοκεῖ εἰποῦσαν αὐτὴν τὸ, Ποῦ τεθείκατε αὐτὸν, στραφῆναι πρὸς τοὺς ἀγγέλους ὡς ἐρωτῶσαν, τί ἐξεπλάγησαν· εἶτα τὸν Χριστὸν καλέσαντα αὐτὴν ἐπιστρέψαι πρὸς ἑαυτὸν ἀπ' ἐκείνων, καὶ διὰ τῆς φωνῆς δῆλον ἑαυτὸν ποιῆσαι. Ὅτε γὰρ ἐκάλεσεν αὐτὴν, Μαρία, τότε αὐτὸν ἐπέγνω. Οὕτως οὐκ ὄψεως ἦν, ἀλλὰ φωνῆς ἡ ἐπίγνωσις. Εἰ δὲ λέγοιεν, Πόθεν δῆλον, ὅτι οἱ ἄγγελοι ἐξεπλάγησαν, καὶ διὰ τοῦτο ἐπεστράφη ἡ γυνή; καὶ ἐνταῦθα ἐροῦσι, Πόθεν δῆλον, ὅτι ἥψατο αὐτοῦ, καὶ προσέπεσεν; Ἀλλ' ὥσπερ τοῦτο δῆλον ἀπὸ τοῦ εἰπεῖν, Μή μου ἅπτου· οὕτω κἀκεῖνο, ἀπὸ τοῦ εἰπεῖν, ὅτι ἐστράφη. Τίνος δὲ ἕνεκεν εἶπε, Μή μου ἅπτου; Τινές φασιν, ὅτι χάριν αἰτεῖ πνευματικὴν, ἀκούσασα μετὰ τῶν μαθητῶν λέγοντος· Ἐὰν πορευθῶ πρὸς τὸν Πατέρα, ἐρωτήσω αὐτὸν, καὶ δώσει ὑμῖν ἄλλον Παράκλητον. βʹ. Καὶ πῶς ἡ μὴ παροῦσα μετὰ τῶν μαθητῶν, ταῦτα ἤκουσε; Ἄλλως δὲ, καὶ πόῤῥω τῆς διανοίας ταύτης ἡ τοιαύτη φαντασία. Πῶς δὲ αἰτεῖ, οὐδέπω πρὸς τὸν Πατέρα ἀπελθόντος; Τί οὖν; Δοκεῖ μοι βούλεσθαι αὐτὴν ἔτι συνεῖναι αὐτῷ, ὥσπερ τότε, καὶ ἀπὸ τῆς χαρᾶς μηδὲν ἐννοῆσαι μέγα, εἰ καὶ πολλῷ βελτίων ἐγεγόνει κατὰ σάρκα. Ταύτης γοῦν ἀπάγων αὐτὴν τῆς ἐννοίας, καὶ τοῦ μετὰ πολλῆς αὐτῷ ἀδείας διαλέγεσθαι (οὐδὲ γὰρ τοῖς μαθηταῖς φαίνεται λοιπὸν ἐπιχωριάζων ὁμοίως), ἀνάγει αὐτῆς τὴν διάνοιαν, ὥστε αἰδεσιμώτερον αὐτῷ προσέχειν. Τὸ μὲν οὖν εἰπεῖν, Μὴ πρόσιθί μοι, καθάπερ καὶ πρότερον· οὐ γὰρ ἐν τοῖς αὐτοῖς τὰ πράγματα, οὐδὲ ὁμοίως μέλλω συνεῖναι λοιπὸν ὑμῖν· πρόσαντες ἦν καὶ κόμπον ἔχον· τὸ δὲ εἰπεῖν, Οὔπω ἀναβέβηκα πρὸς τὸν Πατέρα, εἰ καὶ ἀνεπαχθὲς, τὸ αὐτὸ δηλοῦντος ἦν. Εἰπὼν γὰρ, ὅτι Οὔπω ἀναβέβηκα, ἐμφαίνει, ὅτι ἐκεῖ σπεύδει καὶ ἐπείγεται· τὸν δὲ ἐκεῖ μέλλοντα ἀπιέναι, καὶ μηκέτι μετὰ ἀνθρώπων στρέφεσθαι, οὐκ ἔδει μετὰ τῆς αὐτῆς ὁρᾷν διανοίας ἧς καὶ πρὸ τούτου Καὶ ὅτι τοῦτό ἐστι, δηλοῖ τὸ ἑξῆς· Πορεύου, εἰπὲ τοῖς ἀδελφοῖς, ὅτι πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Καίτοι οὐκ ἔμελλε εὐθέως τοῦτο ποιεῖν, ἀλλὰ μετὰ τεσσαράκοντα ἡμέρας. Πῶς οὖν τοῦτό φησιν; Ἀναστῆσαι βουλόμενος αὐτῆς τὴν διάνοιαν, καὶ πεῖσαι, ὅτι εἰς τοὺς οὐρανοὺς ἀπέρχεται. Τὸ δὲ, Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, τῆς οἰκονομίας ἐστὶ, ἐπεὶ καὶ τὸ ἀναβῆναι τῆς 59.470 σαρκός ἐστι. Πρὸς γὰρ τὴν οὐδὲν μέγα φανταζομένην ταῦτα φθέγγεται. Ἑτέρως οὖν αὐτοῦ Πατὴρ, καὶ ἑτέρως ἡμῶν; Πάνυ μὲν οὖν. Εἰ γὰρ τῶν δικαίων ἑτέρως Θεὸς καὶ τῶν ἄλλων ἀνθρώπων, πολλῷ μᾶλλον τοῦ Υἱοῦ καὶ ἡμῶν. Ἐπειδὴ γὰρ εἶπεν, Εἰπὲ τοῖς ἀδελφοῖς, ἵνα μὴ ἀπὸ τούτου ἴσον τι φαντασθῶσι, δείκνυσι τὸ ἐνηλλαγμένον. Αὐτὸς μὲν γὰρ ἔμελλε καθιεῖσθαι ἐπὶ τοῦ θρόνου τοῦ πατρικοῦ, οὗτοι δὲ παρεστάναι. Ὥστε εἰ καὶ κατὰ τὴν οὐσίαν τὴν ἐν σαρκὶ ἀδελφὸς ἡμῶν ἐγένετο, ἀλλὰ τῇ τιμῇ πολὺ διενήνοχε, καὶ οὐδὲ ἔστιν εἰπεῖν ὅσον. Αὕτη μὲν οὖν ἀπέρχεται ταῦτα ἀπαγγέλλουσα τοῖς μαθηταῖς. Τοσοῦτόν ἐστι προσεδρία καὶ καρτερία καλόν. Ἐκεῖνοι δὲ πῶς λοιπὸν οὐκ ἤλγησαν μέλλοντος ἀπιέναι, οὐδὲ ἐφθέγξαντο οἷα καὶ πρότερον; Τότε μὲν οὖν ὡς τεθνηξομένου, τοῦτο ἔπασχον· νῦν δὲ, ἀναστάντος, τίνος ἕνεκεν ἔμελλον ἀλγεῖν; Ἀπήγγειλε δὲ καὶ τὴν ὄψιν καὶ τὰ ῥήματα, ἅπερ ἱκανὰ ἦν αὐτοὺς παραμυθήσασθαι. Ἐπειδὴ οὖν εἰκὸς ἦν τοὺς μαθητὰς ταῦτα ἀκούοντας, ἢ διαπιστεῖν τῇ γυναικὶ, ἢ πιστεύσαντας ἀλγεῖν, ὅτι αὐτοὺς οὐ κατηξίωσε τῆς ὄψεως, καίτοι γε ἐπαγγειλάμενος ἐν τῇ Γαλιλαίᾳ αὐτοῖς φαίνεσθαι· ἵν' οὖν μὴ ταῦτα στρέφοντες ἀλύωσιν, οὐδὲ ἡμέραν μίαν ἀφῆκε διελθεῖν, ἀλλ' εἰς ἐπιθυμίαν αὐτοὺς ἀγαγὼν τῷ τε ἤδη εἰδέναι ἐγηγέρθαι αὐτὸν, τῷ τε παρὰ τῆς γυναικὸς ἀκοῦσαι, διψῶσιν αὐτοῖς ἰδεῖν καὶ περιφόβοις οὖσιν (ὃ καὶ αὐτὸ μάλιστα τὸν πόθον ἐποίει πλείονα), τότε ὀψίας γενομένης, ἐφίστατο, καὶ μετὰ πολλοῦ τοῦ θαύματος. Καὶ τί δήποτε ἑσπέρας ἐφάνη; Ὅτι τότε μάλιστα εἰκὸς ἦν αὐτοὺς εἶναι περιδεεῖς. Ἀλλὰ τὸ θαυμαστὸν, πῶς φάντασμα αὐτὸν οὐκ ἐνόμισαν; καὶ γὰρ κεκλεισμένων εἰσῆλθε τῶν θυρῶν, καὶ 359
ἀθρόον. Μάλιστα μὲν καὶ ἡ γυνὴ προλαβοῦσα πολλὴν τὴν πίστιν εἰργάσατο· ἄλλως δὲ, καὶ τρανὴν καὶ ἥμερον τὴν ὄψιν αὐτοῖς ἐπέδειξεν. Ἡμέρας δὲ οὐκ ἐπέστη μὲν, ὡς συλλεγῆναι ἅπαντας ὁμοῦ· πολλὴ γὰρ ἦν ἡ ἔκπληξις. Οὐδὲ γὰρ τὴν θύραν ἐπάταξεν, ἀλλ' ἀθρόον ἔστη μέσος, καὶ ἐπέδειξε τὴν πλευρὰν καὶ τὰς χεῖρας. Ἅμα δὲ καὶ τῇ φωνῇ κατεστόρεσε κυμαίνοντα τὸν λογισμὸν, εἰπών· Εἰρήνη ὑμῖν· τουτέστι, Μὴ θορυβεῖσθε· καὶ ῥήματος ἀναμνήσας, ὃ πρὸ τοῦ σταυροῦ πρὸς αὐτοὺς εἶπεν· Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν· καὶ πάλιν, Ἐν ἐμοὶ εἰρήνην ἔχετε, ἐν τῷ κόσμῳ θλίψιν ἕξετε. Ἐχάρησαν δὲ οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Ὁρᾷς ἐπὶ τῶν ἔργων τοὺς λόγους ἐκβαίνοντας; Ὃ γὰρ ἔλεγε πρὸ τοῦ σταυροῦ, ὅτι Πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ' ὑμῶν, τοῦτο νῦν ἔργῳ ἐπλήρωσεν. Ἅπαντα δὲ ταῦτα ἐνῆγεν αὐτοὺς εἰς πίστιν ἀκριβεστάτην. Ἐπειδὴ γὰρ πόλεμον ἄσπονδον εἶχον πρὸς Ἰουδαίους, συνεχῶς ἐπιλέγει τὸ, Εἰρήνη ὑμῖν, ἀντίῤῥοπον διδοὺς τοῦ πολέμου τὴν παραμυθίαν. γʹ. Τοῦτο γοῦν πρῶτον μετὰ τὴν ἀνάστασιν εἶπε τὸ ῥῆμα (διὸ καὶ Παῦλος πανταχοῦ φησι, Χάρις ὑμῖν καὶ εἰρήνη)· ταῖς δὲ γυναιξὶ χαρὰν εὐαγγελίζεται, διότι ἐν λύπαις τὸ γένος ἐκεῖνο ἦν, καὶ ταύτην ἐδέξατο πρώτην χαράν. Καταλλήλως μὲν οὖν τοῖς ἀνδράσι, διὰ τὸν πόλεμον, εἰρήνην· ταῖς δὲ γυναιξὶ, διὰ τὴν λύπην, εὐαγγελίζεται χαράν. Πάντα δὲ καταλύσας τὰ λυπηρὰ, ἐπιλέγει τὰ κατορθώματα τοῦ σταυροῦ· ταῦτα δὲ ἦν ἡ εἰρήνη. Ἐπεὶ οὖν ἅπαντα ἀνῄρηται τὰ κωλύματα, καὶ τὴν νίκην κατέστησε λαμπρὰν, καὶ κατώρθωται πάντα· εἶτα λοιπόν φησι· Καθὼς ἀπέστειλέ με ὁ Πατὴρ, κἀγὼ πέμπω ὑμᾶς. Οὐδεμίαν ἔχετε δυσκολίαν ἀπό τε 59.471 τῶν ἤδη γεγενημένων, ἀπό τε τῆς ἀξίας ἐμοῦ τοῦ πέμποντος. Ἐνταῦθα ἐπαίρει αὐτῶν τὴν ψυχὴν, καὶ δείκνυσι πολὺ τὸ ἀξιόπιστον, εἴ γε μέλλοιεν αὐτοῦ τὸ ἔργον ἀναδέχεσθαι. Καὶ οὐκέτι παράκλησις πρὸς τὸν Πατέρα γίνεται, ἀλλ' αὐθεντίᾳ δίδωσιν αὐτοῖς τὴν δύναμιν. Ἐνεφύσησε γὰρ, καὶ εἶπε· Λάβετε Πνεῦμα ἅγιον. Ὧν ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται, καὶ ὧν κρατῆτε, κεκράτηνται. Καθάπερ γάρ τις βασιλεὺς ἄρχοντας ἀποστέλλων, ἐξουσίαν εἰς δεσμωτήριον καὶ ἐμβαλεῖν, καὶ ἀφιέναι δίδωσιν· οὕτω καὶ τούτους ἐκπέμπων, ταύτῃ περιβάλλει τῇ δυνάμει. Πῶς οὖν φησιν· Ἐὰν μὴ ἀπέλθω, ἐκεῖνος οὐ μὴ ἔλθῃ, καὶ δὴ τὸ Πνεῦμα δίδωσι; Τινὲς μέν φασιν, ὅτι οὐ τὸ Πνεῦμα ἔδωκεν, ἀλλ' ἐπιτηδείους αὐτοὺς πρὸς ὑποδοχὴν δι' ἐμφυσήματος κατέστησεν. Εἰ γὰρ ἄγγελον ἰδὼν ὁ Δανιὴλ ἐξέστη, τί τὴν ἀπόῤῥητον χάριν ἐκείνην δεχόμενοι οὐκ ἂν ἔπαθον, εἰ μὴ μαθητὰς αὐτοὺς πρότερον κατεσκεύασε; Διὰ τοῦτο οὐκ εἶπε, φησὶν, Ἐλάβετε Πνεῦμα ἅγιον· ἀλλὰ, Λάβετε Πνεῦμα ἅγιον. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τότε εἰληφέναι αὐτοὺς λέγων ἐξουσίαν τινὰ πνευματικὴν καὶ χάριν· ἀλλ' οὐχ ὥστε νεκροὺς ἐγείρειν καὶ δυνάμεις ποιεῖν, ἀλλ' ὥστε ἀφεῖναι ἁμαρτήματα· διάφορα γὰρ τὰ χαρίσματα τοῦ Πνεύματος. Διὸ ἐπήγαγεν· Ὧν ἂν ἀφῆτε, ἀφέωνται, δεικνὺς ποῖον εἶδος ἐνεργείας δίδωσιν. Ἐκεῖ δὲ μετὰ τεσσαράκοντα ἡμέρας τὴν τῶν σημείων ἔλαβον ἐνέργειαν· διό φησι· Λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ· μάρτυρες δὲ διὰ τῶν σημείων ἐγίνοντο. Καὶ γὰρ ἄφατος ἡ τοῦ Πνεύματος χάρις καὶ πολυειδὴς ἡ δωρεά. Τοῦτο δὲ γίνεται, ἵνα μάθῃς, ὅτι Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου μία ἡ δωρεὰ καὶ ἐξουσία. Ἃ γὰρ δοκεῖ ἰδιάζοντα εἶναι τοῦ Πατρὸς, ταῦτα καὶ τοῦ Υἱοῦ εἶναι φαίνεται, καὶ τοῦ ἁγίου Πνεύματος. Πῶς οὖν οὐδεὶς ἔρχεται πρὸς τὸν Υἱὸν, φησὶν, Ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν; Ἀλλὰτοῦτο δείκνυται τοῦ Υἱοῦ ὄν. Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ὁδός· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Ὅρα δὲ αὐτὸ καὶ τοῦ Πνεύματος ὄν. Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν Χριστὸν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Καὶ πάλιν, τοὺς ἀποστόλους ποτὲ μὲν ὑπὸ τοῦ Πατρὸς, ποτὲ δὲ ὑπὸ τοῦ Υἱοῦ, ποτὲ δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος δεδόσθαι τῇ Ἐκκλησίᾳ, καὶ τὰς διαιρέσεις τῶν χαρισμάτων Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ὁρῶμεν οὔσας. δʹ. Πάντα τοίνυν πράττωμεν ὥστε 360
δύνασθαι τὸ Πνεῦμα τὸ ἅγιον ἔχειν παρ' ἑαυτοῖς, καὶ τοὺς ἐγκεχειρισμένους τὴν ἐνέργειαν μετὰ πολλῆς θεραπεύωμεν τῆς τιμῆς. Μεγάλη γὰρ ἡ τῶν ἱερέων ἀξία. Ὧν ἂν ἀφῆτε, φησὶν, ἀφέωνται αἱ ἁμαρτίαι. Διὸ καὶ Παῦλος ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, καὶ ὑπερεκπερισσοῦ ἡγεῖσθε αὐτοὺς ἐν τιμῇ. Σὺ μὲν γὰρ τὰ σαυτοῦ μεριμνᾷς· κἂν ταῦτα διάθῃ καλῶς, οὐδείς σοι τῶν ἄλλων ἔσται λόγος· ὁ δὲ ἱερεὺς, κἂν τὸν οἰκεῖον καλῶς οἰκονομήσῃ βίον, τὸν δὲ σὸν ἤτοι ἁπάντων τῶν περὶ αὐτὸν μὴ μετὰ ἀκριβείας ἐπιμελήσηται, μετὰ τῶν πονηρῶν εἰς τὴν γέενναν ἄπεισιν· καὶ πολλάκις ἀπὸ τῶν οἰκείων οὐ προδοθεὶς, ἀπὸ τῶν ὑμετέρων ἀπόλλυται, ἂν μὴ πάντα τὰ εἰς αὐτὸν ἥκοντα ἀπαρτίσῃ καλῶς. Εἰδότες οὖν τοῦ κινδύνου τὸ μέγεθος, πολλὴν ἀπονέμετε αὐτοῖς εὔνοιαν· ὃ καὶ Παῦλος ᾐνίξατο λέγων, ὅτι Ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν· καὶ 59.472 οὐχ ἁπλῶς, ἀλλ' Ὡς λόγον ἀποδώσοντες. Διὸ τῆς πολλῆς δεῖ θεραπείας αὐτοὺς ἀπολαύειν. Ἐὰν δὲ ἐπεμβαίνητε μετὰ τῶν ἄλλων αὐτοῖς καὶ ὑμεῖς, καὶ οὐδὲ τὰ ὑμέτερα καλῶς διακείσεται. Ἕως μὲν γὰρ ἐν εὐθυμίᾳ διάγει ὁ κυβερνήτης, ἐν ἀσφαλείᾳ ἔσται καὶ τὰ τῶν ἐπιβατῶν· ἂν δὲ, λοιδορουμένων ἐκείνων καὶ ἀπεχθῶς ἐχόντων πρὸς αὐτὸν, ταλαιπωρῆται, οὐδὲ ἀγρυπνεῖν ὁμοίως δύναται, οὔτε τὴν τέχνην διασώζειν, καὶ ἄκων μυρίοις αὐτοὺς περιβάλλει κακοῖς. Οὕτω καὶ ἱερεὺς, ἂν μὲν ἀπολαύῃ τῆς παρ' ὑμῶν τιμῆς, καὶ τὰ ὑμέτερα διαθεῖναι καλῶς δυνήσεται· ἂν δὲ ἀθυμίᾳ αὐτοὺς περιβάλλητε, τὰς χεῖρας ἐκλύσαντες εὐχειρώτους μεθ' ὑμῶν αὐτοὺς ποιήσετε τοῖς κύμασι, κἂν σφόδρα γενναῖοι ὦσιν. Ἐννόησον τί περὶ τῶν Ἰουδαίων φησὶν ὁ Χριστός· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν, ὅσα λέγουσιν ὑμῖν ποιεῖν, ποιεῖτε. Νῦν δὲ οὐκ ἔστιν εἰπεῖν· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ ἱερεῖς, ἀλλ', Ἐπὶ τῆς τοῦ Χριστοῦ. Τὴν γὰρ ἐκείνου διεδέξαντο διδασκαλίαν. Διὸ καὶ Παῦλός φησιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Οὐχ ὁρᾶτε ἐπὶ τῶν ἔξωθεν ἀρχόντων ἅπαντας ὑποκύπτοντας, καὶ γένει βελτίους ὄντας πολλάκις καὶ βίῳ καὶ συνέσει τῶν δικαζόντων αὐτούς; Ἀλλ' ὅμως διὰ τὸν δεδωκότα οὐδὲν τούτων ἐννοοῦσιν, ἀλλ' αἰδοῦνται τὴν ψῆφον τοῦ βασιλεύοντος, κἂν ὁστισοῦν ὁ λαβὼν ᾖ τὴν ἀρχήν. Εἶτα ἂν ἄνθρωπος χειροτονήσῃ, τοσοῦτος φόβος· τοῦ δὲ Θεοῦ χειροτονοῦντος, καὶ ὑπερορῶμεν τὸν χειροτονούμενον, καὶ λοιδοροῦμεν, καὶ μυρίοις ὀνείδεσι πλύνομεν, καὶ τοὺς ἀδελφοὺς ἡμῶν κωλυθέντες κρίνειν, κατὰ τῶν ἱερέων τὴν γλῶσσαν ἀκονῶμεν. Καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια, ὅταν τὴν μὲν ἐν τῷ ὀφθαλμῷ τῷ ἡμετέρῳ δοκὸν μὴ βλέπωμεν, τὸ δὲ κάρφος τοῦ ἑτέρου πικρῶς περιεργαζώμεθα; οὐκ οἶσθα ὅτι καὶ χαλεπώτερον σαυτῷ ποιεῖς τὸ δικαστήριον οὕτω δικάζων; Καὶ ταῦτα λέγω, οὐκ ἀποδεχόμενος τοὺς ἀναξίως τὴν ἱερωσύνην διοικοῦντας, ἀλλὰ καὶ σφόδρα ἐλεῶν καὶ δακρύων· οὐ μὴν διὰ τοῦτό φημι δίκαιον εἶναι παρὰ τῶν ἀρχομένων κρίνεσθαι, καὶ μάλιστα τῶν πάνυ ἀφελεστέρων. Κἂν γὰρ ὁ βίος αὐτῶν σφόδρα διαβεβλημένος ᾖ, σὺ δὲ, ἂν σαυτῷ προσέχῃς, οὐδὲν παραβλαβήσῃ εἰς τὰ ἐγκεχειρισμένα αὐτῷ παρὰ τοῦ Θεοῦ. Εἰ γὰρ δι' ὄνου φωνὴν ἀφεθῆναι ἐποίησε, καὶ διὰ μάντεως εὐλογίας πνευματικὰς ἐχαρίσατο, καὶ ἐν ἀλόγῳ στόματι καὶ ἐν ἀκαθάρτῳ γλώττῃ τοῦ Βαλαὰμ ἐνεργήσας διὰ τοὺς προσκεκρουκότας Ἰουδαίους· πολλῷ μᾶλλον δι' ὑμᾶς τοὺς εὐγνώμονας, εἰ καὶ σφόδρα φαῦλοί εἰσιν οἱ ἱερεῖς, τὰ αὐτοῦ πάντα ἐργάσεται, καὶ πέμψει τὸ Πνεῦμα τὸ ἅγιον. Οὐδὲ γὰρ ὁ καθαρὸς ἀπὸ τῆς οἰκείας ἐπισπᾶται αὐτὸ καθαρότητος· ἀλλὰ χάρις ἐστὶν ἡ τὸ πᾶν ἐργαζομένη. Πάντα γὰρ, φησὶ, δι' ὑμᾶς, εἴτε Παῦλος εἴτε Ἀπολλὼς, εἴτε Κηφᾶς. Ἃ γὰρ ἐγκεχείρισται ὁ ἱερεὺς, Θεοῦ μόνου ἐστὶ δωρεῖσθαι· καὶ ὅπουπερ ἂν ἡ ἀνθρωπίνη φθάσῃ φιλοσοφία, ἐλάττων τῆς χάριτος ἐκείνης φανεῖται. Καὶ ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθύμως τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, ἀλλ' ἵνα μὴ ῥᾳθυμούντων τινῶν τῶν προεστώτων, ὑμεῖς οἱ ἀρχόμενοι ἑαυτοῖς πολλάκις ἐπισωρεύητε τὰ κακά. Καὶ τί λέγω τοὺς ἱερεῖς; Οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος 361
ἐργάσασθαί τι δύναται εἰς τὰ δεδομένα παρὰ Θεοῦ· ἀλλὰ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα πάντα οἰκονομεῖ· ὁ δὲ ἱερεὺς τὴν ἑαυτοῦ δανείζει γλῶτταν, καὶ τὴν ἑαυτοῦ παρέχει χεῖρα. Καὶ γὰρ οὐδὲ δίκαιον ἦν διὰ τὴν 59.473 ἑτέρου κακίαν εἰς τὰ σύμβολα τῆς σωτηρίας ἡμῶν τοὺς πίστει προσιόντας παραβλάπτεσθαι. Ταῦτα οὖν ἅπαντα εἰδότες, καὶ τὸν Θεὸν φοβώμεθα, καὶ τοὺς ἱερέας αὐτοῦ ἐντίμως ἔχωμεν, πᾶσαν αὐτοῖς ἀπονέμοντες τιμήν· ἵνα καὶ ὑπὲρ τῶν οἰκείων κατορθωμάτων, καὶ 59.474 ὑπὲρ τῆς εἰς ἐκείνους θεραπείας πολλὴν λάβωμεν παρὰ τοῦ Θεοῦ τὴν ἀμοιβὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.473 ΟΜΙΛΙΑ ΠΖʹ. Θωμᾶς δὲ εἷς τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· «Ἑωράκαμεν τὸν Κύριον.» Ὁ δὲ εἶπεν· «Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω,» καὶ τὰ ἑξῆς. αʹ. Ὥσπερ τὸ ἁπλῶς καὶ ὡς ἔτυχε πιστεύειν, εὐκολίας ἐστίν· οὕτω τὸ πέρα τοῦ μέτρου περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, παχυτάτης διανοίας. Διὰ τοῦτο καὶ ὁ Θωμᾶς ἐγκαλεῖται. Τοῖς γὰρ ἀποστόλοις εἰρηκόσιν, ὅτι Ἑωράκαμεν τὸν Κύριον, οὐκ ἐπίστευσεν, οὐ τοσοῦτον ἐκείνοις ἀπιστῶν, ὅσον τὸ πρᾶγμα ἡγούμενος ἀδύνατον εἶναι· τουτέστιν, τὴν ἐκ νεκρῶν ἀνάστασιν. Οὐ γὰρ εἶπεν, ὅτι Οὐ πιστεύω ὑμῖν, ἀλλ', Ἐὰν μὴ βάλω τὴν χεῖρά μου, οὐ πιστεύσω. Πῶς οὖν, πάντων συνηγμένων, οὗτος ἀπελιμπάνετο μόνος; Εἰκὸς ἦν ἀπὸ τῆς διασπορᾶς τῆς ἤδη γενομένης μηδέπω καὶ τότε αὐτὸν ἐπανελθεῖν. Σὺ δὲ ὅταν ἴδῃς [αὐτὸν] ἀπιστοῦντα τὸν μαθητὴν, ἐννόησον τοῦ Δεσπότου τὴν φιλανθρωπίαν, πῶς καὶ ὑπὲρ μιᾶς ψυχῆς δείκνυσιν ἑαυτὸν τραύματα ἔχοντα, καὶ παραγίνεται ἵνα διασώσῃ καὶ τὸν ἕνα, καίτοι τῶν ἄλλων παχύτερον ὄντα. Διὸ τὴν διὰ τῆς αἰσθήσεως τῆς παχυτάτης ἐζήτει πίστιν, καὶ οὐδὲ τοῖς ὀφθαλμοῖς ἐπίστευεν. Οὐ γὰρ εἶπεν, Ἂν μὴ ἴδω· ἀλλ', Ἐὰν μὴ ψηλαφήσω, φησὶ, μή πως φαντασία τὸ ὁρώμενον ᾖ. Καὶ μὴν οἱ μαθηταὶ ταῦτα ἀπαγγέλλοντες ἀξιόπιστοι τότε ἦσαν, καὶ αὐτὸς ὑπισχνούμενος· ἀλλ' ὅμως, ἐπειδὴ πλέον ἐζήτησεν, οὐδὲ τούτων αὐτὸν ἀπεστέρησεν ὁ Χριστός. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως αὐτῷ φαίνεται, ἀλλὰ μετὰ ἡμέρας ὀκτώ; Ὥστε μεταξὺ κατηχούμενον αὐτὸν ὑπὸ τῶν μαθητῶν, καὶ τὸ αὐτὸ ἀκούοντα, καὶ εἰς πλείονα ἐκκαῆναι πόθον, καὶ πιστότερον πρὸς τὸ μέλλον γενέσθαι. Πόθεν δὲ ᾔδει ὅτι καὶ ἡ πλευρὰ ἠνεῴχθη; Παρὰ τῶν μαθητῶν ἀκούσας. Πῶς οὖν τὸ μὲν ἐπίστευσε, τὸ δὲ οὐκ ἐπίστευσεν; Ὅτι τοῦτο πολὺ παράδοξον καὶ θαυμαστὸν ἦν. Σκόπει δέ μοι τὸ φιλάληθες τῶν ἀποστόλων, πῶς τὰ ἐλαττώματα οὐ κρύπτουσιν, οὔτε τὰ ἑαυτῶν, οὔτε τὰ ἑτέρων, ἀλλὰ μετὰ πολλῆς αὐτὰ ἀναγράφουσι τῆς ἀληθείας. Ἐφίσταται δὲ πάλιν ὁ Ἰησοῦς, καὶ οὐ περιμένει παρ' ἐκείνου ἀξιωθῆναι, οὐδὲ ἀκοῦσαί τι τοιοῦτον, ἀλλὰ μηδὲν εἰπόντος, αὐτὸς προλαβὼν, ἅπερ ἐπεθύμει, πληροῖ, δεικνὺς ὅτι καὶ, ἡνίκα ταῦτα ἐφθέγγετο πρὸς τοὺς μαθητὰς, παρῆν. Καὶ γὰρ τοῖς ῥήμασιν ἐχρήσατο τοῖς αὐτοῖς, καὶ σφόδρα ἐπιτιμητικῶς, καὶ εἰς τὸ ἑξῆς παιδευτικῶς. Εἰπὼν γὰρ, Φέρε τὸν δάκτυλόν σου, καὶ ἴδε τὰς χεῖράς μου, καὶ βάλε τὴν χεῖρά σου εἰς τὴν πλευράν μου· ἐπήγαγε, Καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Ὁρᾷς ὅτι ἀπιστίας ἦν ἡ ἀμφιβολία; ἀλλὰ πρὶν ἢ τὸ Πνεῦμα λαβεῖν· μετὰ δὲ ταῦτα οὐκέτι, ἀλλ' ἀπηρτισμένοι λοιπὸν ἦσαν. Οὐ ταύτῃ δὲ μόνον ἐπετίμησεν, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς. Ἐπειδὴ γὰρ ἐκεῖνος ἀνέπνευσε πληροφορηθεὶς, καὶ ἀνεβόησεν, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου, λέγει· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Τοῦτο γάρ ἐστι πίστεως, τὸ τὰ μὴ ὁρώμενα δέξασθαι. 59.474 Ἔστι γὰρ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων. Ἐνταῦθα δὲ οὐ τοὺς μαθητὰς μακαρίζει 362
μόνους, ἀλλὰ καὶ τοὺς μετ' ἐκείνους πιστεύσοντας. Καίτοι, φησὶν, οἱ μαθηταὶ εἶδον, καὶ ἐπίστευσαν. Ἀλλ' οὐδὲν τοιοῦτον ἐζήτησαν, ἀλλ' ἀπὸ τῶν σουδαρίων εὐθέως τὸν περὶ ἀναστάσεως ἐδέξαντο λόγον, καὶ πρὶν ἢ τὸ σῶμα θεάσασθαι, τὴν πίστιν ἐπεδείξαντο πᾶσαν. Ὅταν οὖν λέγῃ τις νυνὶ, Ἐβουλόμην κατὰ τοὺς καιροὺς ἐκείνους εἶναι, καὶ ὁρᾷν τὸν Χριστὸν θαυματουργοῦντα, ἐννοείτω, ὅτι Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Ἄξιον δὲ διαπορῆσαι πῶς σῶμα ἄφθαρτον τύπους ἐδείκνυτο τῶν ἥλων, καὶ ἁπτὸν ἦν θνητῇ χειρί. Ἀλλὰ μὴ θορυβηθῇς· συγκαταβάσεως γὰρ ἦν τὸ γινόμενον. Τὸ γὰρ οὕτω λεπτὸν καὶ κοῦφον, ὡς κεκλεισμένων εἰσελθεῖν τῶν θυρῶν, παχύτητος πάσης ἀπήλλακτο· ἀλλ' ὥστε πιστευθῆναι τὴν ἀνάστασιν, τοῦτο δείκνυται, καὶ ὥστε μαθεῖν, ὅτι αὐτὸς ἦν ὁ σταυρωθεὶς, καὶ οὐκ ἄλλος ἀντ' αὐτοῦ ἀνέστη. Διὰ τοῦτο ἀνέστη ἔχων τὰ σημεῖα τοῦ σταυροῦ, καὶ τρώγει διὰ τοῦτο. Οἱ γοῦν ἀπόστολοι τοῦτο ἄνω καὶ κάτω σημεῖον ἐποιοῦντο τῆς ἀναστάσεως, λέγοντες· Οἵτινες συνεφάγομεν αὐτῷ καὶ συνεπίομεν. Ὥσπερ οὖν ἐπὶ τῶν κυμάτων περιπατοῦντα θεωροῦντες πρὸ τοῦ σταυροῦ, οὐ λέγομεν ἄλλης φύσεως τὸ σῶμα ἐκεῖνο, ἀλλὰ τῆς ἡμετέρας· οὕτω μετὰ τὴν ἀνάστασιν αὐτὸν ὁρῶντες τοὺς τύπους ἔχοντα, οὐκ ἐροῦμεν αὐτὸν φθαρτὸν εἶναι λοιπόν. Διὰ γὰρ τὸν μαθητὴν ταῦτα ἐπεδείκνυτο. Πολλὰ δὲ καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς. Ἐπειδὴ γὰρ ἐλάττονα τῶν ἄλλων οὗτος εἶπεν ὁ εὐαγγελιστὴς, λέγει ὅτι οὐδὲ οἱ λοιποὶ πάντες πάντα εἶπον, ἀλλ' ὅσα ἱκανὰ ἦν πρὸς πίστιν ἐφελκύσασθαι τοὺς ἀκούοντας. Ἐπεὶ Εἰ πάντα, φησὶν, ἐγέγραπτο, οὐδὲ τὸν κόσμον οἶμαι χωρῆσαι τὰ βιβλία. βʹ. Ὅθεν δῆλον ὅτι οὐ φιλοτιμίας ἕνεκεν, ἅπερ ἔγραψαν, εἶπον, ἀλλὰ τοῦ χρησίμου μόνον. Οἱ γὰρ τὰ πλείονα ἀφέντες, πῶς ἂν ταῦτα διὰ φιλοτιμίαν ἔγραψαν; Τίνος οὖν ἕνεκεν οὐ πάντα ἐπῆλθον; Μάλιστα μὲν διὰ τὸ πλῆθος· ἔπειτα δὲ κἀκεῖνο ἐνενόουν, ὅτι ὁ μὴ πιστεύσας τοῖς εἰρημένοις, οὐδὲ τοῖς πλείοσι προσέξει· ὁ δὲ ταῦτα δεξάμενος, οὐδὲν δεήσεται ἑτέρου εἰς τὸν τῆς πίστεως λόγον. Ἐμοὶ δὲ ἐνταῦθα τέως δοκεῖ τὰ μετὰ τὴν ἀνάστασιν λέγειν σημεῖα· διό φησιν· Ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. Ὥσπερ γὰρ πρὸ τῆς ἀναστάσεως ἔδει γενέσθαι πολλὰ, ἵνα πιστεύσωσιν ὅτι Υἱός ἐστι Θεοῦ· οὕτω καὶ μετὰ τὴν ἀνάστασιν, ἵνα καταδέξωνται ὅτι ἀνέστη. Διὰ τοῦτο καὶ προσέθηκεν, Ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἐπειδὴ μόνος αὐτοῖς συνεγένετο μετὰ τὴν ἀνάστασιν. Διὸ καὶ ἔλεγεν· Ὁ κόσμος οὐκέτι με θεωρεῖ. Εἶτα ἵνα μάθῃς ὅτι τῶν μαθητῶν ἕνεκεν μόνον ἐγίνετο τὰ γινόμενα, ἐπήγαγεν· Ἵνα καὶ πιστεύσαντες ζωὴν αἰώνιον ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ, κοινῇ πρὸς τὴν φύσιν διαλεγόμενος, καὶ δηλῶν, ὅτι οὐκ ἐκείνῳ τῷ πιστευομένῳ, ἀλλ' ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενος. 59.475 Ἐν τῷ ὀνόματι αὐτοῦ· τουτέστι δι' αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ἡ ζωή. Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος. Ὁρᾷς ὅτι οὐ συνεχῶς αὐτοῖς ἐπιχωριάζει, οὐδ' ὥσπερ ἔμπροσθεν; Ἐφάνη γοῦν τῇ ἑσπέρᾳ, καὶ ἀπέπτη· εἶτα μετὰ ὀκτὼ ἡμέρας πάλιν ἅπαξ, καὶ πάλιν ἀπέπτη· εἶτα μετὰ ταῦτα ἐπὶ τῆς θαλάσσης, καὶ πάλιν μετὰ πολλοῦ τοῦ φόβου. Τί δέ ἐστι τὸ, Ἐφανέρωσεν; Ἐκ τούτου δῆλον, ὅτι οὐχ ἑωρᾶτο, εἰ μὴ συγκατέβη, διὰ τὸ λοιπὸν ἄφθαρτον εἶναι τὸ σῶμα καὶ ἀκήρατον. Τίνος δὲ ἕνεκεν ἐμνήσθη τοῦ τόπου; Δεικνὺς ὅτι τὸ πλέον ἀφεῖλε τοῦ δέους, ὡς λοιπὸν αὐτοὺς καὶ προκύπτειν τῆς οἰκίας, καὶ πανταχοῦ περιιέναι. Οὐκέτι γὰρ ἐπὶ τῆς οἰκίας συγκεκλεισμένοι ἦσαν, ἀλλ' ἐπὶ τὴν Γαλιλαίαν ᾔεσαν, τὸν κίνδυνον ἐκκλίνοντες τῶν Ἰουδαίων. Ἔρχεται τοίνυν ὁ Σίμων ἁλιεῦσαι. Ἐπειδὴ γὰρ οὔτε αὐτὸς αὐτοῖς συνεχῶς συνῆν, οὔτε τὸ Πνεῦμα δοθὲν ἦν, οὔτ' ἔτι ἐγκεχειρισμένοι τότε ἐτύγχανον, οὐδὲν ἔχοντες πράττειν, τὴν τέχνην μετῄεσαν. Καὶ ἦσαν Σίμων ὁμοῦ καὶ Θωμᾶς καὶ Ναθαναὴλ ὁ ὑπὸ τοῦ Φιλίππου κληθεὶς, καὶ οἱ υἱοὶ Ζεβεδαίου, καὶ ἄλλοι δύο. Οὐδὲν οὖν ἔχοντες πράττειν ἐπὶ τὴν ἁλείαν ᾔεσαν, καὶ ἐν νυκτὶ τοῦτο αὐτὸ ἐποίουν, διὰ τὸ περιδεεῖς εἶναι. Τοῦτο καὶ ὁ Λουκᾶς φησιν· ἀλλ' οὐκ ἔστι τοῦτο ἐκεῖνο, ἀλλ' ἕτερον. Οἱ δὲ ἄλλοι μαθηταὶ εἵποντο 363
διὰ τὸ συνδεδέσθαι λοιπὸν ἀλλήλοις, καὶ ἅμα βουλόμενοι θεάσασθαι τὴν ἁλείαν καὶ τὴν σχολὴν εὖ θέσθαι. Κάμνουσι τοίνυν, καὶ ταλαιπωρουμένοις ἐφίσταται ὁ Ἰησοῦς, καὶ οὐκ εὐθέως ἑαυτὸν δείκνυσιν, ὥστε καὶ εἰς διάλεξιν ἐλθεῖν. Λέγει οὖν αὐτοῖς· Μή τι προσφάγιον ἔχετε; Τέως ἀνθρωπινώτερον διαλέγεται, ὡς μέλλων τι ὠνεῖσθαι παρ' αὐτῶν. Ὡς δὲ ἀνένευσαν μηδὲν ἔχειν, ἐκέλευσε βαλεῖν εἰς τὰ δεξιά· καὶ βαλόντες ἐπέτυχον τῆς ἄγρας. Ὡς δὲ ἐπέγνωσαν αὐτὸν, πάλιν τὰ ἰδιώματα τῶν οἰκείων ἐπιδείκνυνται τρόπων οἱ μαθηταὶ, Πέτρος καὶ Ἰωάννης. Ὁ μὲν γὰρ θερμότερος, ὁ δὲ ὑψηλότερος ἦν· καὶ ὁ μὲν ὀξύτερος ἦν, ὁ δὲ διορατικώτερος. Διὰ τοῦτο ὁ μὲν Ἰωάννης πρῶτος ἐπέγνω τὸν Ἰησοῦν, ὁ δὲ Πέτρος πρῶτος ἦλθε πρὸς αὐτόν· καὶ γὰρ οὐ τὰ τυχόντα γενόμενα ἦν σημεῖα. Τίνα δὲ ἦν τὰ γινόμενα; Πρῶτον μὲν, τὸ πολλοὺς συλληφθῆναι τοὺς ἰχθύας· ἔπειτα, τὸ μὴ σχισθῆναι τὸ δίκτυον· εἶτα, τὸ, πρὶν ἐπιβῆναι, εὑρεθῆναι τοὺς ἄνθρακας, καὶ τὸν ἰχθὺν ἐπικείμενον καὶ ἄρτον. Οὐκέτι γὰρ ἐξ ὕλης ὑποκειμένης ἐποίει, ὥσπερ διά τινα οἰκονομίαν ἐποίει πρὸ τοῦ σταυροῦ. Ὡς οὖν ἐπέγνω αὐτὸν, πάντα ἔῤῥιψε, καὶ τοὺς ἰχθῦς καὶ τὰ δίκτυα, καὶ διεζώσατο ὁ Πέτρος. Ὁρᾷς καὶ τὴν αἰδῶ καὶ τὸν πόθον; Καίτοι ἀπὸ διακοσίων πηχῶν ἦσαν· ἀλλ' οὐδὲ οὕτως ἐκαρτέρησε τῷ πλοίῳ πρὸς αὐτὸν ἐλθεῖν, ἀλλὰ νηχόμενος παρεγένετο. Τί οὖν ὁ Ἰησοῦς; Δεῦτε, φησὶν, ἀριστήσατε. Καὶ οὐδεὶς ἐτόλμα ἐρωτῆσαι αὐτόν. Οὐκέτι γὰρ τὴν αὐτὴν παῤῥησίαν εἶχον, οὐδὲ ὁμοίως ἐθάῤῥουν, οὐδὲ ἤρχοντο πρὸς αὐτὸν διὰ λόγου λοιπὸν, ἀλλὰ μετὰ σιγῆς καὶ δέους πολλοῦ καὶ αἰδοῦς ἐκαθέζοντο προσέχοντες πρὸς αὐτόν. Ἤδεισαν μὲν γὰρ ὅτι ὁ Κύριός ἐστι. Καὶ διὰ τοῦτο οὐκ ἠρώτων, Τίς εἶ; τὴν δὲ μορφὴν ἀλλοιοτέραν ὁρῶντες, καὶ πολλῆς ἐκπλήξεως γέμουσαν, σφόδρα ἦσαν καταπεπληγμένοι, καὶ ἐβούλοντό τι περὶ αὐτῆς ἐρωτᾷν· ἀλλὰ τὸ δέος, καὶ τὸ εἰδέναι αὐτοὺς, ὅτι οὐχ ἕτερός τις ἦν, ἀλλ' αὐτὸς, ἐπεῖχον τὴν ἐρώτησιν, καὶ μόνον ἤσθιον, ἅπερ αὐτοῖς ἐδημιούργησε μετὰ πλείονος ἐξουσίας. Ἐνταῦθα δὲ οὐκέτι ἀναβλέπει εἰς τὸν οὐρανὸν, οὐδὲ τὰ ἀνθρώπινα ἐκεῖνα 59.476 ποιεῖ, δεικνὺς ὅτι κἀκεῖνα συγκαταβάσεως ἕνεκεν ἐγένετο. Ὅτι δὲ οὐδὲ συνεχῶς ἐπεχωρίαζεν, οὐδὲ ὁμοίως, λέγει, ὅτι Τρίτον τοῦτο ἐφάνη αὐτοῖς, ὅτε ἠγέρθη ἐκ νεκρῶν. Καὶ κελεύει ἐκ τῶν ὀψαρίων ἐνεγκεῖν, δεικνὺς ὅτι τὸ ὁρώμενον οὐκ ἦν φάντασμα. Ἀλλ' ἐνταῦθα μὲν οὐ λέγει, ὅτι ἔφαγε μετ' αὐτῶν· ὁ δὲ Λουκᾶς ἀλλαχοῦ αὐτόν φησιν, ὅτι Συναλιζόμενος αὐτοῖς ἦν. Τὸ δὲ πῶς, οὐκ ἡ μέτερον εἰπεῖν· τρόπῳ γάρ τινι παραδοξοτέρῳ ταῦτα ἐγίνετο, οὐχ ὡς τῆς φύσεως δεομένης βρωμάτων λοιπὸν, ἀλλὰ συγκαταβάσεως πρὸς ἀπόδειξιν τῆς ἀναστάσεως γινομένης. γʹ. Τάχα ταῦτα ἀκούοντες διεθερμάνθητε, καὶ τοὺς συνόντας αὐτῷ τότε ἐμακαρίσατε, καὶ τοὺς μέλλοντας συνέσεσθαι κατὰ τὴν ἡμέραν τῆς κοινῆς ἀναστάσεως. Οὐκοῦν ἅπαντα πράττωμεν, ὥστε τὸ πρόσωπον ἐκεῖνο τὸ θαυμαστὸν ἰδεῖν. Εἰ γὰρ νῦν ἀκούοντες οὕτως ἐκκαιόμεθα καὶ ἐπιθυμοῦμεν κατ' ἐκείνας γενέσθαι τὰς ἡμέρας, ἃς ἐπὶ τῆς γῆς διέτριβε, καὶ φωνῆς ἀκοῦσαι, καὶ ὄψιν ἰδεῖν, καὶ προσελθεῖν, καὶ ἅψασθαι, καὶ διακονῆσαι· ἐννόησον ἡλίκον αὐτόν ἐστιν ἰδεῖν οὐκέτι ἐν θνητῷ σώματι, οὐδὲ ἀνθρώπινα ποιοῦντα, ἀλλ' ὑπὸ ἀγγέλων δορυφορούμενον, ἐν ἀκηράτῳ καὶ αὐτοὺς ὄντας, καὶ ἐκεῖνον βλέποντας, καὶ τῆς ἄλλης εὐημερίας ἀπολαύοντας τῆς πάντα νικώσης λόγον. Διὸ δὴ, παρακαλῶ, πάντα πράττωμεν, ὥστε μὴ τῆς τοσαύτης ἐκπεσεῖν δόξης. Οὐδὲν γὰρ δύσκολον, ἐὰν θέλωμεν, οὐδὲν φορτικὸν, ἐὰν προσέχωμεν. Εἰ γὰρ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Τί οὖν ἐστι, Ὑπομένομεν; Εἰ τὰς θλίψεις φέρομεν, εἰ τοὺς διωγμοὺς, εἰ τὴν στενὴν βαδίζομεν ὁδόν. Ἡ γὰρ στενὴ τῇ φύσει μὲν ἔστιν ἐπίμοχθος, τῇ προαιρέσει δὲ τῇ ἡ μετέρᾳ κούφη γίνεται, τῇ τῶν μελλόντων ἐλπίδι. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Μεταστήσωμεν τοίνυν τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν, καὶ διαπαντὸς ἐκεῖνα φανταζώμεθα, καὶ βλέπωμεν. Ἂν γὰρ ἐν ἐκείνοις ἀεὶ διατρίβωμεν, 364
οὐ πρὸς τὰ ἡδέα τὰ ἐνταῦθα πεισόμεθά τι, οὐ τὰ λυπηρὰ βαρέως οἴσομεν· ἀλλὰ καὶ τούτων καὶ τῶν ὁμοίων καταγελασόμεθα, καὶ οὐδὲν ἡμᾶς οὔτε δουλῶσαι, οὔτε ἐπᾶραι δυνήσεται, μόνον ἂν τὸν πόθον ἐκεῖ τείνωμεν, ἂν πρὸς τὴν ἀγάπην ἐκείνην βλέπωμεν. Καὶ τί λέγω, οὐκ ἀλγήσομεν τοῖς παροῦσι δεινοῖς; Οὔτε γὰρ ὁρᾷν δόξομεν αὐτὰ λοιπόν. Τοιοῦτον γάρ ἐστιν ὁ ἔρως. Τοὺς γοῦν μὴ συμπαρόντας ἡμῖν, ἀλλ' ἀπόντας, ποθουμένους δὲ, καθ' ἑκάστην φανταζόμεθα τὴν ἡμέραν. Μεγάλη γὰρ τῆς ἀγάπης ἡ τυραννίς· πάντων ἀφίστησι, καὶ τῷ ποθουμένῳ προσδεσμεῖ τὴν ψυχήν. Ἂν οὕτω τὸν Χριστὸν ἀγαπήσωμεν, πάντα τὰ ἐνταῦθα σκιὰ, πάντα εἰκὼν φανεῖται καὶ ὄναρ. Ἐροῦμεν καὶ ἡμεῖς· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία; Οὐκ εἶπε, χρήματα, ἢ πλοῦτος, ἢ κάλλος (ταῦτα γὰρ σφόδρα εὐτελῆ καὶ καταγέλαστα)· ἀλλὰ τὰ δοκοῦντα εἶναι βαρέα τέθεικε, λιμοὺς, διωγμοὺς, θανάτους. Εἶτα ἐκεῖνος μὲν ὡς οὐδὲν ὄντα καὶ ταῦτα διέπτυσεν· ἡμεῖς δὲ διὰ χρήματα χωριζόμεθα τῆς ζωῆς τῆς ἡμετέρας, καὶ τοῦ φωτὸς ἀποσχιζόμεθα. Καὶ Παῦλος μὲν οὐ θάνατον, οὐδὲ ζωὴν, οὐδὲ ἐνεστῶτα, οὐ μέλλοντα, οὐ κτίσιν ἑτέραν προτιμᾷ τῆς εἰς αὐτὸν ἀγάπης· ἡμεῖς δὲ χρυσίον ὀλίγον ἂν ἴδωμεν, ἐκκαιόμεθα καὶ τοὺς αὐτοῦ πατοῦμεν 59.477 νόμους. Εἰ δὲ οὐκ ἀνεκτὰ ταῦτα λεγόμενα, πολλῷ μᾶλλον ἐκεῖνα μὴ γινόμενα. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι ἀκούοντες μὲν φρίττομεν, πράττοντες δὲ οὐ φρίττομεν, ἀλλὰ καὶ ὄμνυμεν εὐκόλως, καὶ ἐπιορκοῦμεν, καὶ ἁρπάζομεν, καὶ τόκους ἀπαιτοῦμεν, καὶ σωφροσύνης ἀμελοῦμεν, καὶ εὐχῆς ἀκριβεστάτης ἀφεστήκαμεν, καὶ τὰ πλείονα παραβαίνομεν τῶν ἐπιταγμάτων, καὶ χρημάτων ἕνεκεν τῶν μελῶν τῶν ἡμετέρων οὐδένα ποιούμεθα λόγον. Ὁ γὰρ χρημάτων ἐρῶν, μυρία τὸν πλησίον διαθήσει κακὰ, καὶ ἑαυτὸν μετ' ἐκείνου. Καὶ γὰρ ὀργιεῖται ῥᾳδίως, καὶ λοιδορήσεται, καὶ μωρὸν καλέσει, καὶ ὀμεῖται, καὶ ἐπιορκήσει, καὶ οὐδὲ τοῦ παλαιοῦ τὰ μέτρα διατηρεῖ νόμου· οὐ γὰρ ἀγαπήσει τὸν πλησίον ὁ τὸ χρυσίον ἀγαπῶν. Καίτοι γε καὶ ἡμεῖς καὶ τοὺς ἐχθροὺς κελευόμεθα διὰ τὴν βασιλείαν φιλεῖν. Εἰ γὰρ τὰ παλαιὰ ἐπιτάγματα πληροῦντες, οὐ δυνησόμεθα ἐπιβῆναι τῆς βασιλείας τῶν οὐρανῶν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ἡμῶν πλέον ἐκείνων· οἱ καὶ ἐκεῖνα παραβαίνοντες, τίνος τευξόμεθα ἀπολογίας; Ὁ χρημάτων ἐρῶν, οὐ μόνον ἐχθροὺς οὐκ ἀγαπήσει, ἀλλὰ καὶ φίλοις ὡς ἐχθροῖς χρήσεται. δʹ. Καὶ τί λέγω φίλους; Καὶ γὰρ αὐτὴν πολλάκις τὴν φύσιν ἠγνόησαν οἱ χρημάτων ἐρῶντες. Ὁ τοιοῦτος, οὐ συγγένειαν οἶδε, οὐ συνηθείας μέμνηται, οὐχ ἡλικίαν αἰδεῖται, οὐ φίλον ἔχει τινὰ, ἀλλὰ πρὸς πάντας ἀπεχθῶς διακείσεται, καὶ πρὸ τῶν ἄλλων πάντων πρὸς ἑαυτόν· οὐ μόνον τῷ ἀπολλύναι τὴν ψυχὴν τὴν ἑαυτοῦ, ἀλλὰ καὶ τῷ μυρίαις ἑαυτὸν κατατείνειν φροντίσι, καὶ μόχθοις, καὶ λύπαις. Καὶ γὰρ ἀποδημίας, καὶ ἀπεχθείας, καὶ κινδύνους, καὶ ἐπιβουλὰς, καὶ πᾶν ὁτιοῦν ὑποστήσεται, μόνον ἵνα τὴν ῥίζαν τῶν κακῶν ἔχῃ παρ' ἑαυτῷ, καὶ πολὺ ἀριθμῇ χρυσίον. Τί τοίνυν γένοιτ' ἂν τῆς νόσου ταύτης χαλεπώτερον; Καὶ γὰρ καὶ τρυφῆς καὶ ἡδονῆς ἁπάσης ἐστέρηται, δι' ἣν πολλὰ ἁμαρτάνουσιν ἄνθρωποι, καὶ δόξης καὶ τιμῆς· Ὁ γὰρ χρημάτων ἐρῶν, καὶ ὑποπτεύει μυρίους, καὶ κατηγόρους ἔχει πολλοὺς, καὶ τοὺς βασκαίνοντας, καὶ τοὺς διαβάλλοντας, καὶ τοὺς ἐπιβουλεύοντας. Οἱ μὲν γὰρ ἀδικούμενοι μισοῦσιν, ἅτε κακῶς παθόντες· οἱ δὲ μηδέπω παθόντες, δεδοικότες μὴ πάθωσι, καὶ συναλγοῦντες τοῖς πεπονθόσιν, ἐπιδείκνυνται πόλεμον τὸν αὐτόν· οἱ δὲ μείζους καὶ δυνατώτεροι, δακνόμενοι καὶ ἀγανακτοῦντες ὑπὲρ τῶν ταπεινοτέρων, ἔτι δὲ καὶ βασκαίνοντες, ὁμοίως εἰσὶν ἐχθροὶ καὶ μισοῦσι. Καὶ τί λέγω τοὺς ἀνθρώπους; Ὅταν γὰρ καὶ τὸν Θεὸν ἐκπεπολεμωμένον ἔχῃ τις, τίς αὐτῷ λοιπὸν ἐλπὶς ἔσται; ποία παραμυθία; τίς παραψυχή; 59.478 Ὁ χρημάτων ἐρῶν, οὐ χρῆσθαι αὐτοῖς δυνήσεταί ποτε, ἀλλὰ δοῦλος ἔσται καὶ φύλαξ, οὐ δεσπότης. Πλείονα γὰρ ἀεὶ ποιεῖν σπουδάζων, οὐδαμοῦ ἀναλίσκειν ἐθελήσει· συγκόψει δὲ ἑαυτὸν, καὶ πάντων πενήτων πενέστερος διακείσεται, ὡς οὐδαμοῦ τῆς ἐπιθυμίας ἱστάμενος. Καίτοι γε χρήματα, οὐχ ἵνα 365
φυλάξωμεν, ἀλλ' ἵνα χρώμεθα, γεγόνασιν· εἰ δὲ μέλλοιμεν αὐτὰ κατορύττειν ἑτέροις, τί γένοιτ' ἂν ἡμῶν ἀθλιώτερον, οἳ περιτρέχομεν τὰ πάντα συλλαβεῖν σπουδάζοντες, ἵνα ἀποκλείσωμεν ἔνδον, καὶ τὴν κοινὴν ἐκκόψωμεν χρῆσιν; Ἔστι καὶ ἑτέρα νόσος ταύτης οὐχ ἥττων. Οἱ μὲν γὰρ εἰς τὴν γῆν κατορύττουσιν, οἱ δὲ εἰς τὴν γαστέρα, καὶ ἡδονὴν, καὶ μέθην, μετὰ τῆς ἀδικίας καὶ τὴν τῆς ἀσελγείας προστιθέντες ἑαυτοῖς κόλασιν. Καὶ οἱ μὲν παρασίτοις καὶ κόλαξιν, οἱ δὲ κύβοις καὶ πόρναις, οἱ δὲ ἑτέραις τοιαύταις λειτουργοῦσι δαπάναις, μυρίας τέμνοντες ἑαυτοῖς εἰς γέενναν φερούσας ὁδοὺς, τὴν ὀρθὴν καὶ νενομισμένην ἀφέντες, τὴν πρὸς τὸν οὐρανὸν φέρουσαν. Καίτοι γε οὐχὶ κέρδος μόνον, ἀλλὰ καὶ ἡδονὴν μείζονα τῶν εἰρημένων ἔχει. Ὁ μὲν γὰρ πόρναις διδοὺς, καταγέλαστος ἔσται καὶ αἰσχρὸς, καὶ πολλοὺς ἕξει πολέμους, καὶ βραχεῖαν τὴν ἡδονήν· μᾶλλον δὲ οὐδὲ βραχεῖαν· ὅσα γὰρ ἂν δῷ ταῖς ἑταιριζομέναις γυναιξὶν, οὐδεμίαν χάριν αὐτῷ εἴσονται. Πίθος γὰρ τετρημένος ἐστὶν οἶκος ἀλλότριος. Καὶ ἄλλως δὲ, ἰταμὸν τὸ γένος ἐκεῖνο, καὶ τῷ ᾅδῃ προσεοικέναι αὐτῆς τὸν ἔρωτα παρέβαλεν ὁ Σολομῶν· καὶ τότε ἵσταται μόνον, ὅταν πάντων γυμνωθέντα ἴδῃ τὸν ἐραστήν· μᾶλλον δὲ οὐδὲ τότε ἵσταται, ἀλλὰ καὶ ἐπικαλλωπίζεται μειζόνως, καὶ ἐπεμβαίνει κειμένῳ, καὶ πολὺν κατ' αὐτοῦ κινεῖ γέλωτα, καὶ τοσαῦτα αὐτὸν ἐργάζεται κακὰ, ὅσα οὐδὲ ἐπελθεῖν λόγῳ δυνατόν. Ἀλλ' οὐχ ἡ ἡδονὴ τῶν σωζομένων τοιαύτη· οὔτε γὰρ ἀντεραστὴν ἔχει τις ἐνταῦθα, ἀλλὰ πάντες χαίρουσι, καὶ ἀγάλλονται, οἵ τε εὖ πάσχοντες, οἵ τε ὁρῶντες. Οὐ θυμὸς, οὐκ ἀθυμία, οὐκ αἰσχύνη καὶ ὄνειδος τὴν τοῦ τοιούτου πολιορκεῖ ψυχήν· ἀλλὰ πολλὴ μὲν εὐφροσύνη τοῦ συνειδότος, πολλὴ δὲ ἡ τῶν μελλόντων ἐλπίς· λαμπρὰ δὲ ἡ δόξα καὶ πολλὴ ἡ περιφάνεια, καὶ πλείων πάντων ἡ παρὰ τοῦ Θεοῦ εὔνοια καὶ ἀσφάλεια· καὶ κρημνὸς οὐδὲ εἷς, οὐδὲ ὑποψία, ἀλλὰ λιμὴν ἀκύμαντος, καὶ γαλήνη. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ ἡδονὴν ἡδονῇ παραβάλλοντες, ἑλώμεθα τὴν βελτίω, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.477 ΟΜΙΛΙΑ ΠΗʹ. Ὅτε οὖν ἠρίστησαν, λέγει ὁ Ἰησοῦς τῷ Σίμωνι Πέτρῳ, «Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων;» Λέγει αὐτῷ· «Ναὶ, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.» αʹ. Πολλὰ μὲν ἔστι καὶ ἕτερα τὰ δυνάμενα δοῦναι παῤῥησίαν ἡμῖν πρὸς τὸν Θεὸν, καὶ δεῖξαι λαμπροὺς καὶ εὐδοκίμους· τὸ δὲ μάλιστα πάντων παρέχον ἡμῖν τὴν ἄνωθεν εὔνοιαν ἡ περὶ τοὺς πλησίον ἐστὶ κηδεμονία· ὅπερ οὖν καὶ ὁ Χριστὸς ἀπαιτεῖ τὸν Πέτρον. Ἐπειδὴ γὰρ τέλος εἶχεν αὐτοῖς τὰ τῆς ἐδωδῆς, Λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων; Λέγει αὐτῷ· Ναὶ, Κύριε, σὺ οἶδας ὅτι 59.478 φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ πρόβατά μου. Καὶ τί δήποτε, τοὺς ἄλλους παραδραμὼν, τούτῳ περὶ τούτων διαλέγεται; Ἔκκριτος ἦν τῶν ἀποστόλων, καὶ στόμα τῶν μαθητῶν, καὶ κορυφὴ τοῦ χοροῦ· διὰ τοῦτο καὶ Παῦλος ἀνέβη τότε αὐτὸν ἱστορῆσαι παρὰ τοὺς ἄλλους. Ἅμα δὲ καὶ δεικνὺς αὐτῷ, ὅτι χρὴ θαῤῥεῖν λοιπὸν, ὡς τῆς ἀρνήσεως ἐξεληλαμένης, ἐγχειρίζεται τὴν προστασίαν τῶν ἀδελφῶν. Καὶ τὴν μὲν ἄρνησιν οὐ προφέρει, οὐδὲ ὀνειδίζει τὸ γεγονός· λέγει δὲ, ὅτι Εἰ φιλεῖς με, προΐστασο τῶν ἀδελφῶν, καὶ τὴν θερμὴν ἀγάπην, 59.479 ἣν διὰ πάντων ἐπεδείκνυσο, καὶ ἐφ' ᾗ ἠγαλλιάσω, νῦν δεῖξον, καὶ τὴν ψυχὴν, ἣν ἔλεγες θήσειν ὑπὲρ ἐμοῦ, ταύτην ὑπὲρ τῶν προβάτων ἐπίδος τῶν ἐμῶν. Ἐπεὶ οὖν ἅπαξ ἐρωτηθεὶς καὶ δεύτερον, αὐτὸν τὸν τὰ ἀπόῤῥητα τῆς καρδίας εἰδότα μάρτυρα ἐκάλεσε, εἶτα ἠρωτήθη καὶ τρίτον, καὶ συνεταράχθη, πάλιν δεδοικὼς τὰ πρότερα (καὶ γὰρ τότε διισχυριζόμενος ἠλέγχετο μετὰ ταῦτα)· διὰ τοῦτο πάλιν ἐπ' αὐτὸν καταφεύγει. Τὸ γὰρ εἰπεῖν, Σὺ οἶδας πάντα, τουτέστι, τὰ παρόντα καὶ τὰ μέλλοντα. Ὁρᾷς πῶς ἐγένετο βελτίων καὶ σωφρονέστερος, οὐκ αὐθαδιαζόμενος λοιπὸν καὶ ἀντιλέγων; Διὰ γὰρ τοῦτο ἐταράχθη, Μήποτε ἐγὼ μὲν νομίζω φιλεῖν, οὐ φιλῶ δέ· ὥσπερ καὶ πρότερον πολλὰ νομίζων καὶ διισχυριζόμενος, ἠλεγχόμην ὕστερον. Τρίτον δὲ ἐρωτᾷ, 366
καὶ τρίτον ἐπιτάττει τὰ αὐτὰ, δεικνὺς ὅσου τιμᾶται τὴν προστασίαν τῶν οἰκείων προβάτων, καὶ ὅτι τοῦτο μάλιστα τῆς εἰς αὐτὸν ἀγάπης σημεῖον. Εἰπὼν δὲ αὐτῷ περὶ τῆς εἰς αὐτὸν ἀγάπης, προαγορεύει αὐτῷ καὶ τὸ μαρτύριον ὅπερ ἔμελλεν ὑπομένειν, ἐμφαίνων, ὅτι οὐκ ἀπιστῶν αὐτῷ ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ καὶ σφόδρα πιστεύων τῆς δὲ εἰς αὐτὸν ἀγάπης τὸ δεῖγμα δεῖξαι βουλόμενος, καὶ παιδεῦσαι ἡμᾶς, ποίῳ δεῖ τρόπῳ μάλιστα αὐτὸν ἀγαπᾷν· διό φησιν· Ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἄλλοι σε ζώσουσι καὶ οἴσουσιν, ὅπου οὐ θέλεις. Καὶ μὴν τοῦτο ἤθελε καὶ ἐπεθύμει· δι' ὃ καὶ δῆλον αὐτῷ τοῦτο πεποίηκεν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγε, Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω· καὶ, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι, ἀπέδωκεν αὐτῷ τὴν ἐπιθυμίαν. Τί οὖν ἐστι τὸ, Ὅπου οὐ θέλεις; Τῆς φύσεως λέγει τὸ συμπαθὲς, καὶ τῆς σαρκὸς τὴν ἀνάγκην, καὶ ὅτι ἄκουσα ἀποῤῥήγνυται τοῦ σώματος ἡ ψυχή. Ὥστε, εἰ καὶ τὰ τῆς προαιρέσεως ἔῤῥωτο, ἀλλ' ὅμως καὶ οὕτως ἡ φύσις ἠλέγχετο. Οὐδεὶς γὰρ ἀπαθῶς τὸ σῶμα ἀποτίθεται, τοῦτο τοῦ Θεοῦ, ὅπερ καὶ ἔμπροσθεν ἔφην, συμφερόντως οἰκονομήσαντος, ὥστε μὴ πολλοὺς γίνεσθαι τοὺς βιαίους θανάτους. Εἰ γὰρ τούτων ὄντων ἴσχυσεν ὁ διάβολος τοῦτο ἐργάσασθαι, καὶ μυρίους ἐπὶ κρημνοὺς ἤγαγε καὶ βόθρους· εἰ μὴ τοσαύτη ἦν ἡ ἐπιθυμία τῇ ψυχῇ τοῦ σώματος· κἂν ἀπὸ τῆς τυχούσης ἀθυμίας ταχέως ἂν οἱ πολλοὶ πρὸς τοῦτο ὥρμησαν. Τὸ οὖν, Ὅπου οὐ θέλεις, τὴν φυσικὴν δηλοῦντός ἐστι συμπάθειαν. Πῶς δὲ εἰπὼν, Ὅτε ἦς νεώτερος, πάλιν λέγει· Ὅταν δὲ γηράσῃς; Τοῦτο γὰρ δεικνύντος ἐστὶν οὐκ ὄντα τότε νέον· οὐδὲ γὰρ ἦν· ἀλλ' οὐδὲ γεγηρακὼς, ἀλλ' ἀνὴρ τέλειος. Τίνος οὖν ἕνεκεν ἀνέμνησεν αὐτὸν τοῦ προτέρου βίου; Δηλῶν, ὅτι τοιαῦτα τὰ αὐτοῦ. Ἐν μὲν γὰρ τοῖς βιωτικοῖς ὁ μὲν νέος χρήσιμος, ὁ δὲ γεγηρακὼς ἄχρηστος· ἐν δὲ τοῖς ἐμοῖς, φησὶν, οὐχ οὕτως, ἀλλ' ὅταν ἐπέλθῃ τὸ γῆρας, τότε ἡ ἀριστεία λαμπροτέρα, τότε ἡ ἀνδραγαθία περιφανεστέρα, οὐδὲν ἀπὸ τῆς ἡλικίας κωλυομένη. Ταῦτα δὲ ἔλεγεν, οὐ καταπληττόμενος αὐτὸν, ἀλλὰ διεγείρων· ᾔδει γὰρ αὐτοῦ τὸν πόθον, καὶ ὅτι τοῦτο πάλαι ὤδινε τὸ καλόν· ὁμοῦ δὲ καὶ τὸν τρόπον δηλοῖ τοῦ θανάτου. Ἐπειδὴ γὰρ ὁ Πέτρος διὰ παντὸς ἐβούλετο εἶναι ἐν τοῖς ὑπὲρ αὐτοῦ κινδύνοις, Θάῤῥει, φησίν· οὕτω γὰρ ἐμπλήσω σου τὴν ἐπιθυμίαν, ὥστε ἅπερ οὐκ ἔπαθες νέος ὢν, ταῦτά σε δεῖ παθεῖν γεγηρακότα. Εἶτα ἐγείρων τὸν ἀκροατὴν ὁ εὐαγγελιστὴς, ἐπήγαγε· Ταῦτα δὲ ἔλεγε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Οὐκ εἶπεν, Ἀποθανεῖται· ἀλλὰ, Δοξάσει τὸν Θεὸν, ἵνα μάθῃς, ὅτι τὸ παθεῖν ὑπὲρ τοῦ Χριστοῦ, δόξα τοῦ πάσχοντος καὶ τιμή. Καὶ ταῦτα 59.480 εἰπὼν, φησὶ, λέγει· Ἀκολούθει μοι. Ἐντεῦθεν πάλιν τὸ κηδεμονικὸν αἰνίττεται, καὶ τὸ σφόδρα Πρὸς αὐτὸν οἰκείως διακεῖσθαι. Εἰ δὲ λέγοι τις, πῶς οὖν ὁ Ἰάκωβος τὸν θρόνον ἔλαβε τῶν Ἱεροσολύμων; ἐκεῖνο ἂν εἴποιμι, ὅτι τοῦτον οὐ τοῦ θρόνου, ἀλλὰ τῆς οἰκουμένης ἐχειροτόνησε διδάσκαλον. Στραφεὶς οὖν ὁ Πέτρος βλέπει τὸν μαθητὴν, ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ· καὶ λέγει· Κύριε, οὗτος δὲ τί; βʹ. Τίνος ἕνεκεν ἀνέμνησεν ἡμᾶς τῆς ἀνακλίσεως ἐκείνης; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ δεικνὺς ὅσην ὁ Πέτρος τὴν παῤῥησίαν ἔσχε μετὰ τὴν ἄρνησιν. Ὁ γὰρ τότε μὴ τολμῶν ἐρωτῆσαι, ἀλλ' ἑτέρῳ ταῦτα ἐπιτρέπων, οὗτος καὶ τὴν προστασίαν ἐνεπιστεύθη τῶν ἀδελφῶν. Καὶ οὐ μόνον ἑτέρῳ τὰ καθ' ἑαυτὸν οὐκ ἐπιτρέπει, ἀλλὰ καὶ αὐτὸς ὑπὲρ ἑτέρου προσάγει τῷ διδασκάλῳ πεῦσιν λοιπόν· καὶ Ἰωάννης μὲν σιγᾷ, ἐκεῖνος δὲ διαλέγεται. Δείκνυσι δὲ καὶ ἐνταῦθα τὴν ἀγάπην, ἣν πρὸς αὐτὸν εἶχε· καὶ γὰρ σφόδρα ἐφίλει τὸν Ἰωάννην ὁ Πέτρος· καὶ τοῦτο καὶ ἐκ τῶν μετὰ ταῦτα δῆλον· καὶ διὰ τοῦ Εὐαγγελίου δὲ παντὸς δείκνυται τούτων ὁ σύνδεσμος, καὶ ἐν ταῖς Πράξεσιν. Ἐπεὶ οὖν μεγάλα αὐτῷ προεῖπε, καὶ τὴν οἰκουμένην ἐνεχείρισε, καὶ τὸ μαρτύριον προανεφώνησε, καὶ ἀγάπην ἐμαρτύρησε πλείονα τῶν ἄλλων, βουλόμενος καὶ τοῦτον λαβεῖν κοινωνὸν, φησίν· Οὗτος δὲ τί; οὐ τὴν αὐτὴν ἡμῖν ὁδὸν ἥξει, Καὶ καθάπερ τότε αὐτὸς μὴ 367
δυνάμενος ἐρωτῆσαι, τοῦτον προβάλλεται· οὕτω καὶ νῦν ἀποδιδοὺς αὐτῷ τὴν ἀμοιβὴν, καὶ νομίσας αὐτὸν βούλεσθαι ἐρωτᾷν τὰ κατ' αὐτὸν, εἶτα μὴ θαῤῥεῖν, αὐτὸς ἀνεδέξατο τὴν ἐρώτησιν. Τί οὖν ὁ Χριστός; Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Ἐπειδὴ σφόδρα κηδόμενος ἔλεγε, καὶ μὴ βουλόμενος αὐτοῦ διασπασθῆναι, δεικνὺς ὁ Χριστὸς, ὅτι ὅσον ἂν ἀγαπήσῃ, τὴν ἀγάπην τὴν αὐτοῦ οὐ φθάνει, φησίν· Ἐὰν αὐτὸν θέλω μένειν, τί πρὸς σέ; διὰ τούτων παιδεύων ἡμᾶς μὴ ἀσχάλλειν, μηδὲ πολυπραγμονεῖν μηδὲν πέρα τῶν δοκούντων αὐτῷ. Ἐπειδὴ γὰρ ἀεὶ ὁ Πέτρος εἰς τὰς τοιαύτας ἐρωτήσεις θερμὸς ἦν καὶ προεπήδα, ἐκκόπτων αὐτοῦ πάλιν τὴν θερμότητα, καὶ παιδεύων περαιτέρω μὴ περιεργάζεσθαι, τοῦτό φησιν· Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς, ἤγουν τοὺς μαθητὰς, ὅτι ἐκεῖνος οὐκ ἀποθνήσκει. Οὐκ εἶπε δὲ ὁ Ἰησοῦς, ὅτι Οὐκ ἀποθνήσκει, ἀλλ', Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ἑνὶ τρόπῳ με τὰ καθ' ὑμᾶς διοικεῖν. Τοῦτο δὲ ἐποίει τῆς ἀκαίρου συμπαθείας τῆς πρὸς ἀλλήλους ἕνεκεν. Ἐπειδὴ γὰρ ἔμελλον τῆς οἰκουμένης τὴν ἐπιτροπὴν ἀναδέξασθαι, οὐκ ἔδει συμπεπλέχθαι λοιπὸν ἀλλήλοις· ἦ γὰρ ἂν μεγάλη τοῦτο τῇ οἰκουμένῃ γέγονε ζημία. Διόπερ αὐτῷ φησιν· Ἔργον ἐνεχειρίσθης, αὐτὸ σκόπει, καὶ ἄνυε, καὶ ἄθλει, καὶ ἀγωνίζου. Τί γὰρ εἰ καὶ βούλομαι αὐτὸν μένειν ἐνταῦθα; σὺ τὰ σεαυτοῦ σκόπει καὶ μερίμνα. Σὺ δέ μοι κἀνταῦθα τὸ ἄτυφον ἐννόησον τοῦ εὐαγγελιστοῦ. Εἰπὼν γὰρ τὴν δόξαν τῶν μαθητῶν, διορθοῦται αὐτὴν, ὡς οὐ συνεωρακότων αὐτῶν ὅπερ εἶπεν. Οὐ γὰρ εἶπε, φησὶν, ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθανεῖται, ἀλλ' ὅτι Ἐὰν αὐτὸν θέλω μένειν. Οὗτός ἐστιν ὁ μαθητὴς, ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα· καὶ οἴδαμεν, ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Τί δήποτε, τῶν ἄλλων οὐδενὸς τοῦτο ποιοῦντος, οὗτος μόνος ταῦτά φησι, καὶ δεύτερον τοῦτο ποιεῖ μαρτυρῶν ἑαυτῷ· δοκεῖ δὲ προσίστασθαι τοῖς ἀκροωμένοις; τί οὖν ἐστι τὸ 59.481 αἴτιον; Λέγεται ὕστερος πρὸς τὸ γράφειν ἐλθεῖν, τοῦ Θεοῦ κινήσαντος αὐτὸν ἐπὶ τοῦτο καὶ διεγείραντος· διὰ τοῦτο δείκνυσιν αὐτοῦ τὴν ἀγάπην συνεχῶς, αἰνιττόμενος τὴν αἰτίαν, ἀφ' ἧς ἐπὶ τὸ γράφειν ὥρμησε. Διὰ τοῦτο καὶ συνεχῶς μέμνηται, ἀξιόπιστον ποιῶν τὸν λόγον, καὶ δηλῶν ὅτι κινηθεὶς ἐκεῖθεν, ἦλθεν ἐπὶ τοῦτο. Καὶ οἶδα, φησὶν, ὅτι ἀληθῆ ἐστιν ἃ λέγει· εἰ δὲ μὴ πιστεύουσιν οἱ πολλοὶ, ἔξεστιν αὐτοῖς ἀπὸ τούτου πιστεῦσαι. Ποίου; Τοῦ ἑξῆς εἰρημένου· Ἔστι γὰρ, φησὶ, καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἓν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ὅθεν δῆλον, ὅτι οὐκ ἂν ἐχαρισάμην. Ὁ γὰρ, τοσούτων ὄντων, οὐδὲ τοσαῦτα εἰπὼν, ὅσα οἱ λοιποὶ, ἀλλὰ τούτων μὲν τὰ πλείονα παραλιπὼν, τὰς δὲ ἐπιβουλὰς τὰς Ἰουδαϊκὰς, τὰς καταλεύσεις, τὸ μῖσος, τὰς ὕβρεις, τὰς λοιδορίας εἰς μέσον προθεὶς, καὶ δηλώσας, πῶς καὶ δαιμονῶντα καὶ πλάνον ἐκάλουν, εὔδηλον ὅτι οὐκ ἂν ἐχαρισάμην. Τὸν γὰρ χαριζόμενον τοὐναντίον ἔδει ποιεῖν, τὰ μὲν ἐπονείδιστα ἀποκρύπτεσθαι, τὰ λαμπρὰ προτιθέναι. Ἐπεὶ οὖν ἀπὸ πολλῆς πληροφορίας ἔγραψεν ἅπερ ἔγραψεν, οὐ παραιτεῖται τὴν ἑαυτοῦ μαρτυρίαν εἰς μέσον φέρειν, προκαλούμενος καθ' ἕκαστον ἐξετάζειν καὶ βασανίζειν τὰ γεγενημένα. Ἔθος γὰρ ἡμῖν, ὅταν σφόδρα ἀληθεύειν δοκῶμεν, μήποτε τὴν ἑαυτῶν μαρτυρίαν ἀρνεῖσθαι. Εἰ δὲ ἡμεῖς τοῦτο ποιοῦμεν, πολλῷ μᾶλλον ἐκεῖνος ὁ Πνεύματι γράφων· ὅπερ οὖν καὶ οἱ λοιποὶ ἀπόστολοι κηρύττοντες ἔλεγον· Ἡμεῖς ἐσμεν μάρτυρες, φησὶν, ὧν λέγομεν, καὶ τὸ Πνεῦμα ὃ ἔδωκε τοῖς πειθαρχοῦσιν αὐτῷ. Καὶ πᾶσι δὲ παρῆν, καὶ οὐδὲ σταυρουμένου ἀπελιμπάνετο, καὶ τὴν μητέρα ἐνεχειρίσθη· ἅπερ πάντα σημεῖα τῆς πρὸς αὐτὸν ἀγάπης, καὶ τοῦ μετὰ ἀκριβείας εἰδέναι πάντα. Εἰ δὲ τοσαῦτα ἔφησε γεγενῆσθαι τὰ σημεῖα, μὴ θαυμάσῃς· ἀλλ' ἐννοήσας τὴν ἄφατον τοῦ ποιοῦντος δύναμιν, δέξαι μετὰ πίστεως τὸ εἰρημένον. Ὥσπερ γὰρ ἡμῖν εὔκολον φθέγγεσθαι· οὕτως ἐκείνῳ, μᾶλλον δὲ πολλῷ ῥᾷον, ποιεῖ ἅπερ ἤθελεν. Ἤρκει γὰρ θελῆσαι μόνον, καὶ πάντα εἵπετο. γʹ. Προσέχωμεν τοίνυν ἀκριβῶς τοῖς εἰρημένοις, καὶ μὴ διαλίπωμεν ἀναπτύσσοντες 368
αὐτὰ καὶ διερευνώμενοι· ἀπὸ γὰρ τῆς συνεχοῦς ἐντεύξεως ἔστι τι πλέον ἡμῖν. Οὕτω τὸν βίον τὸν ἑαυτῶν ἐκκαθᾶραι δυνησόμεθα, οὕτω τὰς ἀκάνθας ἐκτεμεῖν. Τοιοῦτον γὰρ ἡ ἁμαρτία καὶ ἡ βιωτικὴ φροντὶς, ἄκαρπον καὶ ὀδυνηρόν. Καὶ καθάπερ ἡ ἄκανθα, ὅθεν ἂν κατέχηται, κεντεῖ τὸν κατέχοντα· οὕτω καὶ τὰ βιωτικὰ, ὅθεν ἂν κατάσχῃς, λυπεῖ τὸν περισφίγγοντα αὐτὰ καὶ θάλποντα. Ἀλλ' οὐ τὰ πνευματικὰ τοιαῦτα, ἀλλὰ μαργαρίτῃ τινὶ προσέοικεν· ὅθεν ἂν περιστρέψῃς, τέρπει τοὺς ὀφθαλμούς. Οἷόν τι λέγω· 59.482 Ἐποίησέ τις ἐλεημοσύνην· οὐ μόνον τῇ ἐλπίδι τοῦ μέλλοντος τρέφεται, ἀλλὰ καὶ τοῖς ἐνταῦθα ἀγαθοῖς γάννυται, θαῤῥῶν πανταχοῦ καὶ μετὰ πολλῆς πάντα ποιῶν τῆς παῤῥησίας. Περιεγένετο πονηρᾶς ἐπιθυμίας· καὶ πρὸ βασιλείας ἐντεῦθεν ἤδη τὸν καρπὸν ἔλαβεν, ἐπαινούμενος, θαυμαζόμενος πρὸ τῶν ἄλλων πάντων ὑπὸ τοῦ οἰκείου συνειδότος. Καὶ ἕκαστον δὲ τῶν ἀγαθῶν ἔργων τοιοῦτόν ἐστιν, ὥσπερ οὖν τὰ πονηρὰ καὶ πρὸ τῆς γεέννης ἐνταῦθα κολάζει τὸ συνειδός. Κἂν τὰ μέλλοντα ἐννοήσῃς ἁμαρτὼν, περιδεὴς καὶ ἔντρομος καὶ μηδενὸς κολάζοντος γέγονας· κἂν τὰ παρόντα, πολλοὺς ἔχεις ἐχθροὺς καὶ μεθ' ὑποψίας ζῇς, καὶ οὐδὲ ἀντιβλέψαι δυνήσῃ τοῖς ἠδικηκόσι λοιπόν· μᾶλλον δὲ καὶ τοῖς μὴ ἠδικηκόσιν. Οὐ γὰρ τοσαύτην ἐπ' αὐτῶν καρπούμεθα τὴν ἡδονὴν, ὅσην τὴν ἀθυμίαν, τοῦ συνειδότος καταβοῶντος, τῶν ἔξωθεν ἀνθρώπων καταγινωσκόντων, τοῦ Θεοῦ παροξυνομένου, τῆς γεέννης ὠδινούσης ἡμᾶς λαβεῖν, τῶν λογισμῶν οὐχ ἡσυχαζόντων. Βαρὺ γὰρ, βαρὺ καὶ φορτικὸν ἡ ἁμαρτία, καὶ μολίβδου παντὸς χαλεπώτερον. Ὁ γοῦν αἰσθόμενος αὐτῆς, οὐδὲ μικρὸν ἀναβλέψαι δυνήσεται, κἂν σφόδρα ἀναίσθητος ᾖ. Οὕτω γοῦν καὶ ὁ Ἀχαὰβ, καίτοι σφόδρα ἀσεβὴς ὢν, ἐπειδὴ ταύτης ᾔσθετο, κάτω κύπτων ἐβάδιζε, συντετριμμένος καὶ τεταλαιπωρημένος. Διὰ τοῦτο καὶ σάκκον περιεβάλετο, καὶ πηγὰς ἠφίει δακρύων. Ἂν τοῦτο ποιῶμεν ἡμεῖς, καὶ πενθῶμεν ὡς ἐκεῖνος, ἀποδυσόμεθα τὰ ἐγκλήματα ὡς Ζακχαῖος, καὶ ἡμεῖς τευξόμεθά τινος συγγνώμης. Καθάπερ γὰρ ἐπὶ τῶν οἰδημάτων καὶ τῶν συρίγγων, ἂν μὴ πρότερον στήσῃ τις τὸν χυμὸν τὸν ἐπιῤῥέοντα, καὶ τὸ τραῦμα ἐπιτρίβοντα, ὅσα ἂν ἐπιθήσῃ φάρμακα, τῆς πηγῆς τοῦ κακοῦ μὴ κατασχεθείσης, εἰκῆ πάντα ποιεῖ· οὕτω καὶ ἡμεῖς, ἂν μὴ τὴν χεῖρα στήσωμεν τῆς πλεονεξίας καὶ τὴν πονηρὰν ταύτην ἐπιῤῥοὴν ἀναστείλωμεν, κἂν ἐλεημοσύνην δῶμεν, εἰκῆ πάντα ποιοῦμεν. Τὸ γὰρ θεραπευθὲν δι' αὐτῆς, ἐπελθοῦσα ἡ πλεονεξία κατέκλυσε καὶ ἐλυμήνατο, καὶ χαλεπώτερον τοῦ προτέρου εἰργάσατο. Παυσώμεθα τοίνυν ἁρπάζοντες, καὶ οὕτως ἐλεήσωμεν. Εἰ δὲ εἰς κρημνοὺς ἑαυτοὺς φέρωμεν, πῶς δυνησόμεθα ἀναπνεῦσαι; Καὶ γὰρ εἴ τις τὸν μέλλοντα καταπίπτειν ἄνωθεν ἕλκοι (ὅπερ ἐστὶν ἡ ἐλεημοσύνη), ἕτερος δὲ κάτωθεν βιάζοιτο, οὐδὲν ἔσται τι πλέον ἀπὸ τῆς τοιαύτης πάλης, ἢ τὸ διασπασθῆναι τὸν ἄνθρωπον. Ἵν' οὖν μὴ τοῦτο πάθωμεν, μηδὲ βαρούσης τῆς πλεονεξίας κάτωθεν, ἡ ἐλεημοσύνη καταλιποῦσα ἡμᾶς ἀπέλθῃ, κουφίσωμεν ἑαυτοὺς καὶ ἀναπετάσωμεν, ἵνα διὰ τῆς ἀπαλλαγῆς τῶν κακῶν, καὶ διὰ τῆς τῶν αἰωνίων ἀγαθῶν ἐργασίας τελειωθέντες, ἐπιτύχωμεν τῶν αἰωνίων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.