PG 10Malchion of Antioch
Malchion, Presbyter of the Church of Antioch
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

col. 247–248page 1 of 7
PG 10:247ἀνὴρ τά τε ἄλλα λόγιος, Οὐ μὴν ἀλλὰ καὶ δι᾿ ὑπερ βάλλουσαν τῆς εἰς Χριστὸν πίστεως γνησιότητα, πρε σβυτερίου τῆς αὐτόθι παροικίας ἠξιωμένος. τελευταίας συγκροτηθείσης

LetterEpistola

col. 249–250page 2 of 7
PG 10:249Διονυσίῳ καὶ Μαξίμῳ καὶ τοῖς κατὰ τὴν οἰκουμέ την πᾶσι συλλειτουργοῖς ἡμῶν ἐπισκόποις καὶ πρεσ βυτέροις καὶ διακόνοις· καὶ πάσῃ τῇ ὑπὸ τὸν οὐρα νὸν καθολικῇ Ἐκκλησίᾳ, Ελενος και Υμέναιος καὶ Θεόφιλος καὶ Θεότεκνος καὶ Μάξιμος· Πρόκλος - Νι κόμας καὶ Αἰλιανός καὶ Παῦλος καὶ Βώλανος καὶ Πρωτογένης καὶ Ἱέραξ καὶ Εὐτύχιος καὶ Θεόδωρος καὶ Μαλχίων καὶ Λούκιος· καὶ οἱ λοιποὶ πάντες
col. 251–252page 3 of 7
PG 10:251οἱ σὺν ἡμῖν παροικούντες τὰς ἐγγὺς πόλεις καὶ ἔθνη ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι· καὶ αἱ Ἐκ κλησίας τοῦ Θεοῦ, ἀγαπητοῖς ἀδελφοῖς ἐν Κυρίῳ χαίρειν. ἀποστὰς τοῦ κανόνος ἐπὶ κίβδηλα καὶ νόθα δι Τούτοις μετὰ βραχέα, επιλέγουσι ταῦτα· Ἐπε στέλλομεν δὲ ἅμα καὶ παρεκαλοῦμεν πολλοὺς καὶ τῶν μακρὰν ἐπισκόπων, ἐπὶ τὴν θεραπείαν τῆς θανατηφόρου διδασκαλίας· ὥσπερ καὶ Διονύσιον τὸν ἐπὶ τῆς ᾿Αλεξανδρείας· καὶ Φιρμιλιανὸν τὸν ἀπὸ τῆς Καππαδοκίας, τους μακαρίτας· ὧν ὁ μὲν ἐπέστειλεν εἰς τὴν ᾿Αντιόχειαν, τὸν ἡγεμόνα τῆς πλάνης οὐδὲ προσρήσεως ἀξιώσας· οὐδὲ πρὸς πρόσωπον γράψας αὐτῷ ἀλλὰ τῇ παροικίᾳ πάσῃ· ἧς καὶ τὸ ἀντί γραφον ὑπετάξαμεν. Ὁ δὲ Φιρμιλιανὸς καὶ δὶς ἀφι κόμενος, κατέγνω μὲν τῶν ἐκείνου καινοτομουμένων, ὡς ἴσμεν καὶ μαρτυροῦμεν οἱ παραγενόμενοι, καὶ ἄλλοι πολλοί συνίσασιν· ἐπαγγειλαμένου δὲ μεταθήσεσθαι, πιστεύσας καὶ ἐλπίσας ἄνευ τινὸς περὶ τὸν λόγον λοιδορίας τὸ πρᾶγμα εἰς δέον καταστήσεσθαι, ἀνεβάλετο παρακρουσθεὶς ὑπ' αὐτοῦ τοῦ καὶ τὸν Θεὸν τὸν ἑαυτοῦ καὶ Κύριον ἀρνουμένου, καὶ τὴν πίστιν ἦν καὶ αὐτὸς πρότερον εἶχε μὴ φυλάξαντος. Εμελλε δὲ καὶ νῦν ὁ Φιρμιλιανὸς εἰς τὴν ᾿Αντιόχειαν διαβήσεσθαι· καὶ μέχρι γε Ταρσῶν ἧκεν, ἅτε τῆς ἀρνησιθέου αὐτοῦ κακίας πεῖραν εἰληφώς ἀλλὰ γὰρ μεταξὺ συνεληλυθότων ἡμῶν καὶ καλούν των καὶ ἀναμενόντων ἄχρις ἂν ἔλθῃ, τέλος ἔσχε τοῦ βίου. 24) Ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι, καὶ αἱ Ἐκκλησίαι. Μεθ' ἕτερα δ' αὖθις τὸν βίον τοῦ αὐτοῦ οἴας ἐτύγ χανεν ἀγωγῆς, διαγράφουσιν ἐν τούτοις· ὅπου δὲ δάγματα μετελήλυθεν, οὐδὲν δεῖ τοῦ ἔξω ὄντος τὰς πράξεις κρίνειν· οὐδὲ ὅτι πρότερον πένης ὢν καὶ πτωχὸς, καὶ μήτε παρὰ πατέρων παραλαβών μηδε μίαν εὐπορίαν, μήτε ἐκ τέχνης ἢ τινὸς ἐπιτηδεύματος κτησάμενον, νῦν εἰς ὑπερβάλλοντα πλοῦτον ἐλή λακεν, ἐξ ἀνομιῶν ταὶ ἱεροσυλιῶν, καὶ ὧν αἰτεῖ καὶ σείει τοὺς ἀδελφούς καταβραβεύων τοὺς ἀδικου *Ανευ τινὸς περὶ τὸν λόγον λοιδορίας. Αποστὰς τοῦ κανόνος. τῷ τῆς Οὐδὲ πρὸς πρόσωπον γράψας αὐτῷ. ἀληθείας παρίστατε κανόνι. Σείει τοὺς ἀδελφούς. σείειν
col. 253–254page 4 of 7
PG 10:253μένους καὶ ὑπισχνούμενος βοηθήσειν μισθοῦ ψευδόμενος δὲ καὶ τούτους, καὶ μάτην καρπουμένας τὴν τῶν ἐν πράγμασιν ὄντων ἑτοιμότητα πρὸς τὸ διδόναι ὑπὲρ ἀπαλλαγῆς τῶν ἐνοχλούντων πορισμὸν ἡγούμενος τὴν θεοσέβειαν Οὔτε ὡς υψηλά φρονεῖ καὶ ὑπερῆται κοσμικὰ ἀξιώματα ὑποδυόμενος· καὶ δουχηνάριος μᾶλλον ἢ ἐπίσκο τις θέλων καλεῖσθαι· καὶ σοβῶν κατὰ τὰς ἀγοράς καὶ ἐπιστολὰς ἀναγινώσκων καὶ ὑπαγορεύων ἅμα βαδίζων δημοσίᾳ καὶ δορυφορούμενος, τῶν μὲν προ πορευομένων, τῶν δὲ ἐφεπομένων πολλῶν τὸν ἀριθμόν ὡς καὶ τὴν πίστιν φθονεῖσθαι καὶ μισεῖσθαι διὰ τῶν όγκον αὐτοῦ καὶ τὴν ὑπερηφανίαν τῆς καρδίας· οὔτε τὴν ἐν ταῖς ἐκκλησιαστικαῖς συνόδοις τερατείαν, ἣν μηχανεται δοξοκοπῶν καὶ φαντασιοκοπῶν· καὶ τὰς τῶν ἀκεραιοτέρων ψυχὰς τοῖς τοιούτοις ἐκπλήττων βῆμα μὲν καὶ θρόνον ὑψηλὸν ἑαυτῷ κατασκευασάμενος, οὐχ ὡς Χριστοῦ μαθητής σήκρητον δὲ ὥσπερ οἱ τοῦ κόσμου ἄρχοντες, ἔχων τε καὶ ὀνομάζων· παίων τε τῇ χειρὶ τὸν μηρόν, καὶ τὸ βῆμα ἀράτ των τοῖς ποσί· καὶ τοῖς μὴ ἐπαινοῦσι, μηδὲ ὥσπερ ἐν τοῖς θεάτροις κατασείουσι ταῖς ὁθόναις μηδ' ἐκε ἐνωτί τε καὶ ἀναπηδῶσι κατὰ τὰ αὐτὰ τοῖς ἀμφ' αὐτὸν στασιώταις ἀνδράσι τε καὶ γυναίοις, ἀκόσμως οὕτως ἀκροωμένοις· τοῖς δ᾽ οὖν ὡς ἐν οἴκῳ Θεοῦ σεμνοπρεπῶς καὶ εὐτάκτως ἀκούουσιν, ἐπιτιμῶν· καὶ ἐπιβρίζων· καὶ εἰς τοὺς ἀπελθόντας ἐκ τοῦ βίου τού τον παροινῶν ἐξηγητὰς τοῦ λόγου φορτικῶς ἐν τῷ πανῷ, καὶ μεγαλοῤῥημονῶν περὶ ἑαυτοῦ, καθάπερ οὐκ ἐπίσκοπος, ἀλλὰ σοφιστὴς καὶ γόης ψαλμοὺς δὲ σεῖσαι. Καταβραβεύων τοὺς ἀδικουμένους. Μάτην καρπούμενος. μάτην Πορισμὸν ἡγούμενος τὴν θεοσέβειαν. Ούτε ὡς ὑψηλὰ φρονεῖ. καὶ οὕτως υψηλοφρονεί. Δουκηνάριος. Υπαγορεύων ἅμα. υπαγορεύων ἅμα βαδίζων δη μετία, Βῆμα μὲν καὶ θρόνον ὑψηλόν. Σήκρητον δέ. κρητόν τε παίων δέ, που τε. Κατασείουσι ταῖς ὀθόναις.
col. 255–256page 5 of 7
PG 10:255σας, ὡς δὴ νεωτέρους καὶ νεωτέρων ἀνδρῶν συγγράμματα· εἰς ἑαυτὸν δὲ ἐν μέσῃ τῇ ἐκκλησίᾳ, τῇ μεγάλη τοῦ Πάσχα ἡμέρᾳ ψαλμῳδεῖν γυναῖκας παρασκευάζων, ὧν καὶ ἀκούσας ἄν τις φρίξειεν. Οἷα καὶ τοὺς θωπεύοντας αὐτὸν ἐπισκόπους τῶν ὁμόρων ἀγρῶν τε καὶ πόλεων καὶ πρεσβυτέρους, ἐν ταῖς πρὸς τὸν λαὸν ὁμιλίαις καθίησι διαλέγεσθαι. τοὺς μὲν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν παύ β Ἐπισκόπους τῶν ὁμόρων αγρών. Υπομνημάτων. γεγενῆσθαι. Συνεισάκτους. συνείσακτοι Τὸν μὲν γὰρ Υἱὸν τοῦ Θεοῦ οὐ βούλεται συνομολογεῖν ἐξ οὐρανοῦ κατεληλυθέναι, ἵνα τι προλαβόντες τῶν μελλόντων γραφήσεσθαι θῶμεν· καὶ τοῦτο οὐ λόγῳ ψιλῷ ῥηθήσεται, ἀλλ᾽ ἐξ ὧν ἐπέμψαμεν ὑπο μνημάτων δείκνυται πολλαχόθεν· οὐχ ἥκιστα δὲ ὅπου λέγει Ἰησοῦν Χριστὸν κάτωθεν (59'). Οἱ δὲ εἰς αὐ τὸν ψάλλοντες καὶ ἐγκωμιάζοντες ἐν τῷ λαῷ, ἄγγελον τὸν ἀσεβῆ διδάσκαλον ἑαυτῶν ἐξ οὐρανοῦ κατεληλυθέναι λέγουσι. Καὶ ταῦτα οὐ κωλύει, ἀλλὰ καὶ λεγο μένοις πάρεστιν ὁ ὑπερήφανος. Τὰς δὲ συνεισάκτους αὐτοῦ γυναῖκας ὡς ᾿Αντιοχεῖς ὀνομάζουσι, καὶ τῶν περὶ αὐτὸν πρεσβυτέρων καὶ διακόνων, οἷς καὶ τοῦτο καὶ τὰ ἄλλα ἁμαρτήματα ανίατα ὄντα συγ κρύπτει, συνειδὼς καὶ ἐλέγξας, ὅπως αὐτοὺς ὑπόχρεως ἔχῃ, περὶ ὧν λόγοις καὶ ἔργοις ἀδικεῖ, μὴ τολμῶντας κατηγορεῖν τῷ καθ᾿ ἑαυτοὺς φόβῳ· ἀλλὰ καὶ πλου σίους ἀπέφηνεν· ἐφ᾽ ᾧ πρὸς τῶν τὰ τοιαῦτα ζηλούντων φιλεῖται καὶ θαυμάζεται· τί ἂν ταῦτα γράφοιμεν; Επιστάμεθα δὲ, ἀγαπητοί, ὅτι τὸν ἐπίσκοπον καὶ τὸ Ιερατεῖον ἅπαν παράδειγμα εἶναι δεῖ τῷ πλήθει πάν των καλῶν ἔργων· καὶ οὐδὲ ἐκεῖνο ἀγνοοῦμεν, ὅσοι ὑπὸ τοῦ συνεισάγειν ἑαυτοῖς γυναῖκας ἐξέπεσον· οἱ δ᾽ ὑποπτεύθησαν· ὥστ᾽ εἰ καὶ δοίη τις αὐτῷ τὸ μηδὲν ἀσελγὲς ποιεῖν, ἀλλὰ τήν γε ὑπόνοιαν τὴν ἐκ τοῦ τοιούτου πράγματος φυομένην ἐχρῆν εὐλαβηθῆναι, μήτινα σκανδαλίσῃ, τοὺς δὲ καὶ μιμεῖσθαι προ τρέψηται. Πῶς γὰρ ἂν ἐπιπλήξειεν ἢ νουθετήσειεν ἕτερον, μὴ συγκαταβαίνειν ἐπιπλέον εἰς ταὐτὸν για "Ωστε καὶ εἰ δοίη. ὥς τ' εἰ καὶ δοίη.
col. 257–258page 6 of 7
PG 10:257ναικί, μὴ ὀλισθῇ φυλαττόμενον ὡς γέγραπται ὅστις μίαν μὲν ἀπέστησεν ἤδη, δύο δὲ ἀκμαζούσας καὶ εὐπρεπεῖς τὴν ὄψιν ἔχει μεθ' ἑαυτοῦ· κἂν ἀπίῃ του, συμπεριφέρει· καὶ ταῦτα τρυφῶν καὶ ὑπερεμπι ελάμενος; ἂν ἕνεκα στενάζουσι μὲν καὶ ὀδύρονται πάντες καθ' ἑαυτούς· οὕτω δὲ τὴν τυραννίδα καὶ δυναστείαν αὐτ τοῦ πεφόβηνται, ὥστε κατηγορεῖν μὴ τολμᾷν. Αλ νὰ ταῦτα μὲν, ὡς προειρήκαμεν, εύθυνεν ἄν τις τὸν ἄνδρα, τὸ γοῦν φρόνημα καθολικὸν ἔχοντα, καὶ συγ καταριθμούμενον ἡμῖν· τὸν δὲ ἐξορχησάμενον τὸ μυστήριον καὶ ἐμπομπεύοντα τῇ μιαρᾷ αἱρέσει τῇ Αρτεμα (τί γὰρ οὐ χρὴ μόλις τὸν πατέρα αὐτοῦ δη λεται;) οὐδὲν δεῖν ἡγούμεθα τούτων τοὺς λογισμούς ἀπαιτεῖν. Εἶτ᾽ ἐπὶ τέλει τῆς ἐπιστολῆς, ταῦτ' ἐπιλέγουσιν αναγκάσθημεν οὖν ἀντιτασσόμενον αὐτὸν τῷ Θεῷ καὶ μὴ εἶχοντα ἐκκηρύξαντες, ἕτερον ἀντ᾿ αὐτοῦ τῇ καθολικῇ Ἐκκλησίᾳ καταστῆσαι ἐπίσκοπον, Θεοῦ προνοίᾳ ὡς πεπείσμεθα. τὸν τοῦ μακαρίου Δη μητριανοῦ καὶ ἐπιφανῶς προστάντος πρὸ τούτου τῆς αὐτῆς παροικίας υἱὸν Δόμνον, ἅπασι τοῖς πρέ Φυσιν ἐπισκόπῳ καλοῖς κεκοσμημένον· ἐδηλώσαμέν τε ὑμῖν, ὅπως τούτῳ γράφητε, καὶ τὰ παρὰ τούτου κοινωνικὰ δέχησθε γράμματα Τῷ δὲ ᾿Αρτεμᾶ ούτες ἐπιστελλέτω· καὶ οἱ τὰ Ἀρτεμᾶ φρονοῦντες τούτῳ κοινωνείτωσαν. Υπερεμπιπλάμενος. Εξορχησάμενον. εξορκισάμενον. Εξορχήσομαι, Εξορχησάμενος Παρὰ τούτου τὰ κοινωνικὰ δέχησθε γράμ
col. 259–260page 7 of 7
PG 10:259συνουσιωμένος τῷ ἀνθρωπίνῳ, Συνάφειαν,
Page scan enlarged

Notebook

Full View