Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 64:89ΕΚ ΤΩΝ ΦΩΤΙΟΥ. [] 'Ανεγνώσθη ἐκ τῶν τοῦ μακαρίου Θεοδωρή του λόγων, οὓς εἰς τὸν ἐν ἁγίοις Ιωάννην τὸν Χρυσ σόστομον συνετάξετο· ὧν ἡμεῖς πέντε τέως είδομεν, ἐξ ὧν καὶ τινας ἐκλογὰς τὰς ὑποτεταγμένας παρο εγραψάμεθα. Ότι τῶν πέντε λόγων ὁ πρῶτος ἄλλον πρὸ αὐτοῦ δοκεῖ διαδέχεσθαι, ἢ μέρος αὐτοῦ εἶναι. Πλὴν διαλαμβάνει, ὅθεν τε μετάκλητος εἰς Κωνσταντινούπολιν ἧκε, καὶ ὅπως αὐτῆς ἀρχιερεὺς κατέστη, καὶ ὡς τὴν ἱερω σύνην καὶ ἀρχιερωσύνην εἰς τὸν ἀρχαῖον κόσμον ἐπανάγειν ἐπειρᾶτο σπουδῇ πάσῃ· καὶ ὅσα πρὸς Γαΐναν, τοῦτο μὲν ὁ γενναῖος ἐπιστομίζων Ἰωάννης, τοῦτο δὲ ὑπὲρ τῶν κοινῶν τῆς πολιτείας διαπρεσβευόμενος πραγμάτων διεπράξατο· καὶ ὡς φθόνος αὐτῷ τὴν ὑπερορίαν έψηφίσατο. Καί τινα τῶν μέχρι τέ λους ἱστορῶν τῷ θεσπεσίῳ ἀνδρὶ διηνυσμένων, τὰ πολλὰ, μᾶλλον δὲ τὰ πλεῖστα, παρατρέχει. Ο δὲ ἐφεξῆς λόγος ἐπαίνους τινὰς ὀλιγοστίχους, καὶ αὐ τὸς ὀλιγόστιχος ὤν, διαπεραίνει, ἀρχόμενος ὧδε Πάλιν ἡμῖν Ἰωάννου τὸ μνημόσυνον.» 'Ο δὲ μετὰ τοῦτον ἐγκωμίων μὲν καὶ αὐτὸς ὑπέρχεται νόμους, διαφέρει δὲ τῶν πρὸ αὐτοῦ τῇ καλλονῇ τῶν τε ῥη μάτων καὶ τῶν νοημάτων. Προοιμιάζεται δὲ οὕτω Πολυστόμου τὴν παροῦσαν ὑπόθεσιν σάλπιγγος δεομένην ἐν παιδικῇ νῦν ὁρῶ κινδυνεύουσαν γλώττη, καὶ κάλλος ἀθλητού μυρίας συγγραφόμενον τέχναις ἀσθενεῖ νῦν, εἰς γραφὴν ἐμοὶ τεχνίτη προκείμενον., Τὸ μὲν προοίμιον τοιοῦτον. • Αλλος αὐτὸν ἕλκει βοηθόν, ἁρπαζόμενος, ἄλλος καλεῖ δικαζόμενος σύνο δικον· ἄλλος πεινῶν ὑπὲρ τροφῆς ἱκετεύει, γυμνός ὑπὲρ ἐνδύματος· ἄλλος αὐτὸν ἀποδύει· ἄλλος πενθῶν εἰς παράκλησιν δεῖται· δεσμῶν ἕτερος ἀπολυθῆναι βοι· ἔλκει τις αὐτὸν ἄλλον πρὸς νόσων ἐπίσκεψιν ξένος αἰτεῖ καταγώγιον· ἕτερος παραστὰς χρέος ὀδύρεται· ἄλλος ἐπόπτην καὶ διαλλάκτην τῶν κατ' οἶκον μεταπέμπεται στάσεως· οὐδὲ δοῦλος πρὸς ἄλλον καταφεύγει, δεσπότου πικρὰν ολοφυρόμενος ἀγανάκτησιν· χήρα βοᾷ τὸ, Ελέησον, ἄλλη τὴν ὀρφα νίαν ὀδύρεται. Μυρίαι τῷ πατρὶ καθ' ἑκάστην πρὸς ἑκάστους ὑπὲρ ἑκάστου τροπαί. Αρπάζεται τις, και συνήγορος δ' πατήρ· λιμὸς ἐνοχλεῖ, καὶ τροφεὺς ἐκ συνηγόρου γίνεται· νοσεῖ τις, καὶ εἰς ἰατρὸν ὁ τρο φεὺς μεταβάλλεται· πένθει τις περιπέπτωκε, καὶ ὁ νοσοκόμος εὑρίσκεται παραμύθιον· ξένων ἐπέστη φροντὶς, καὶ ξενοδόχος ὁ πάντα γεγονὼς ἀναδείκνυται. Καὶ τί χρή καθ᾽ ἕκαστον λέγειν; ὅσα χρόνον, μέρη τὸν ἐκείνου βίον διεμέτρησεν (ἵνα μὴ τὴν ἀρ χιερωσύνην μόνην λέγω), τοσαύτη τοὺς ἀνθρώπους ἔργων σωτηρίων ποικιλία προϊοῦσα οὐ διέλιπεν. Ὥ στρατιώτου καὶ μετὰ τελευτὴν ἀριστέως! ὢ λυπηροῦ τοῖς ἐχθροῖς [] καὶ μετὰ τάφον ὁπλίτου! ὦ παν αρμονίας λύρας, τελευτῇ λελυμένης! ὦ δικαστηρίων τηλικοῦτον ρυθμιστὴν ἐζημιωμένων! ὦ σωτηρίου τοῖς ἀνθρώποις εἰς οὐρανὸν ἀναρπασθείσης σαγήνης! ὦ δένδρου πρὸς οὐρανὸν καὶ γῆν μερισθέντος, καὶ τῇ μὲν τὸ σῶμα, τῷ δὲ τὴν ψυχὴν παρασχόντος! ἐν τάφῳ τὸ τῆς Ἐκκλησίας συγκέκλεισται στόμα. Οἷος εὐσεβείας ἐξ ἀνθρώπων ὀφθαλμὸς ἀνηρπάσθη. Οὐ τέθνηκας, ὦ μακάρις πάτερ, ἀλλ' ὡς ἥλιος ἔδυς οὐχ ὡς ἀποθανόντος ἀλγοῦμεν, ἀλλ' ὡς ἡμῖν κεκρυμμένου· οὐχ ὡς τεθνεῶτα ζητοῦμεν, ἀλλ' ὡς εἰς οὐρα νοὺς μεταστάντα.» ᾿Αλλὰ τοιαῦτα μὲν καὶ ὁ τρίτος λόγος. Ἐγκωμιαστικοῦ δὲ τύπον καὶ ὁ τέταρτος διασώζει, ἐκ τοῦ δεῖν τιμᾶν πατέρας τῶν ἐπαίνων ἀπαρχόμενος· οὗ ἐστι καὶ ταῦτα· «Τούτων τῶν ποιμένων εἷς καὶ ὁ Ἰωάννης, ἡ ἄκακος σύνεσις, ὁ πολυόμματος νοῦς, τῆς εὐαγγελικῆς ἐμπειρίας ή βίβλος, ὁ κηροῦ πρὸς διαλλαγάς εὐπλαστότερος, τὸ πρὸς χαρί σματα πέλαγος, ὁ πρὸς δόλους πολεμούντων ακέ ραιος, τῆς Ἐκκλησίας ο περίβολος· οὐδεὶς ὑποκρίσεως αὐτὸν διελάνθανεν ὄφις. Πόθεν σοι βούλει δείξω μεν τὸν Ἰωάννην πολύτιμον; ἐκ φιλοξενίας; καὶ τίς Ἰωάννου φιλοξενώτερος; ἐκ τῆς ἐν προστασίαις στερρότητος; καὶ τίς αὐτὸν δυναστεία κατᾔδεσεν; ἐκ τῆς περὶ τὴν Ἐκκλησίαν σπουδῆς; καὶ τίνος ἡ τῆς ψαλμῳδίας τῶν δημοτικών ταγμάτων μέχρι νῦν εὐρυθμία;» ᾿Αλλὰ τοιαῦτα μὲν καὶ οὗτος ὁ λόγος. Ο δὲ ἐφεξῆς τοὺς αὐτοὺς μὲν τῶν ἐγκωμίων πλέ και στεφάνους, λαμπρότερον δέ πως τὴν τῶν νοημά των ἰσχὺν ἀπαγγέλλει. Εοίκασι δὲ εἶ οι πάντες οἱ πέντε λόγοι μετὰ τὴν ἀπὸ τῆς ὑπερορίας ἀνακομιδὴν συντετάχθαι. Τοῦ δὲ νῦν λόγου μέρος εἰσὶν αἱ περικοπαὶ τῶν ὑποκειμένων ῥημάτων. Χρῆσον ἡμῖν, ὦ πάτερ, τὴν λύραν τὴν σὴν, τὸ σὸν εἰς τὴν σὴν εὐφημίαν δάνεισον πλήκτρον. Εἰ γὰρ καὶ αἱ χεῖρες ἐλύθησαν τῷ νόμῳ τῆς φύσεως, ἀλλ' ἡ λύρα διὰ πάσης τῆς οἰκουμένης ἠχεῖ τῷ δώρῳ τῆς χάριτος. Εκείνης ἡμῖν τῆς ἀθανάτου γλώττης μεσ τάδος· μόνη γὰρ ἡ σὴ γλώττα τῶν σῶν κατορθως μάτων ἀξία. Διὰ ταῦτα Ιωάννης Ἰωάννην ἀπείληφεν, ὁ πεπαρρησιασμένος τὸν ζηλωτήν, ὁ μετά θάνατον ἐλέγχων τὸν κηρύττοντα μετά θάνατον, ὁ τῆς ἐρήμου πολίτης τὸν πάσης πόλεως σωφρονιστήν. Ἔχεις καὶ ἄλλην πρὸς τοὺς ἀποστόλους συγγένειαν. Πρώτος παρὰ τοῖς ἁμαξοβίοις Σκύθαις θυσιαστήρια ἔπηξας· καὶ μόλις τῶν ἵππων ἀποπηδήσας ὁ βάρδα ρος, ἔμαθε γόνυ κάμπτειν, καὶ εἰς ἔδαφος ἐξαπλοῦσθαι· καὶ ὁ τοῖς τῶν αἰχμαλώτων δάκρυσι μὴ καμπτό.
Continue reading PG 64: Ex Photio →≣ entire volume