PG 64John Chrysostom
The Synod Unjustly Assembled Against Saint John
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 64:105τὰς δὲ λοιπὰς, λδ' ἐν τῷ τετάρτῳ ἔτει. Ἡ δὲ φράσις αὐτοῦ μετὰ τῆς συνήθους σαφηνείας καὶ καθαρότης τος καὶ τὸ λαμπρὸν καὶ εὕρουν ἐνδείκνυται, τὸ πολύχουν τῶν νοημάτων, καὶ τὴν τῶν παραδειγμά των προσφυεστάτην εὐπορίαν συνυποφαίνουσα. Πλάτω τωται δὲ ὅμως τῆς ἐν ταῖς Πράξεσι φράσεως ἐπὶ τὸ ταπεινότερον ἀπενηνεγμένη, ὅσον τῶν εἰς τὸν ᾿Από στολον ἑρμηνειῶν καὶ ἔτι τῶν εἰς τὸν ψαλτήρα ὑπου μνημάτων ἡ ἐν ταῖς Πράξεσιν ὑπολείπεται. πανταχοῦ γὰρ τοῖς λόγοις αὐτοῦ τὸ καθαρὸν καὶ λαμπρὸν καὶ εὐκρινὲς μετὰ τοῦ ἡδέος τεχνουργών, [] τού τοις τε ἐνταῦθα μάλιστα διαπρέπει, καὶ τῇ τῶν παραδειγμάτων εὐπορίᾳ, καὶ τῇ τῶν ἐνθυμημάτων ἀφθονίᾳ, καὶ, εἴ που δέοι, καὶ δεινότητι· καὶ ἁπλῶς, ἔν τε λέξει, καὶ συνθήκῃ, καὶ μεθόδῳ, καὶ νοήμασι, καὶ τῇ ἄλλῃ κατασκευῇ, ἄριστα τάσδε τάς συγγραφὰς ὑπεστήσατο. ᾿Αλλὰ τὰς μὲν εἰς τὸν ᾿Απόστολον ἔστιν ἐξ αὐτῶν ἐκείνων ἐπιγνῶναι, ποῖαί τε αὐτῶν ἐν Αντιοχεία διατρίβοντι ἐξεπονήθησαν, αἳ καὶ μᾶλλον διηκρί σωνται, καὶ ποῖαι ἀρχιερατεύοντι ἐποιήθησαν· τὰς δὲ εἰς τοὺς Ψαλμούς οὔπω ἔσχομεν ὅσον καθ᾽ ἱστο ριαν γνῶναι· πλὴν εἴ τις τὴν δύναμιν καὶ τὴν ἄλλην ἀρετὴν τοῦ λόγου θαυμάζων, σχολάζοντα αὐτὸν μᾶλ λον, ἀλλ' οὐ πράγμασι κοινοῖς ἐντρεφόμενον, ταύτας φαίη ἐξεργάσασθαι. Εἰ δέ τινα τῶν ῥητῶν, ἡ ἑρμη νείας, η βραδυτέρας θεωρίας δεόμενα, οὐκ ἐπιμελῶς ἐπεξῆλθεν, οὐ δεῖ θαυμάζειν. "Οσα γὰρ ἡ τῶν ἀκροα τῶν ἐχώρει δύναμις, καὶ εἰς τὴν ἐκείνων συνέτεινε σωτηρίαν καὶ ὠφέλειαν, οὐδὲν οὐδαμοῦ παρῆκε. Διό μα καὶ ἀεὶ θαυμάζειν ἔπεισι τὸν τρισμακάριστον ἄνθρωπον ἐκεῖνον, ὅτι ἀεὶ καὶ ἐν πᾶσιν αὐτοῦ τοῖς λόγοις τοῦτο σκοπὸν ἐποιεῖτο, τὴν ὠφέλειαν τῶν ἀκροατῶν· τῶν δ' ἄλλων ἢ οὐδ' ὅλως ἐφρόντιζεν, ἢ ὡς ἐλάχιστον. Ἀλλὰ καὶ τοῦ δόξαι καθεῖν αὐτὸν ἔνια τῶν νοημάτων, καὶ τοῦ πρὸς τὰ βαθύτερα μὴ πειρᾶσθαι παρεισδύνειν, καὶ εἴ τι τοιοῦτον, ὑπὲρ τῆς τῶν ἀκροωμένων ὠφελείας παντάπασιν ὠλιγώρει. Ανεγνώσθη τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς τὴν ἅγιον Παῦλον. Ηλθεν εἰς τὴν ᾿Αντιόχου πάλιν ὁ Παῦλος, καὶ του σ' ῦτον πλῆθος πιστῶν ἐγεώργησεν, ὡς προσηγορίαν τὴν τῶν Χριστιανῶν τότε πρῶτον ἐν αὐτῇ ἀνθῆσαι. Ταύτην τοίνυν ἐκ τῆς ἐπιγραφῆς τοῦ βωμοῦ τὴν ἀφορμὴν λαβὼν ὁ πνευματικὸς ἡμῶν ῥήτωρ, την οἰκείαν παρεισάγει διδασκαλίαν, ἐκ τῶν τοῦ διαβόλου γραμμάτων πιστούμενος τὴν ἀλήθειαν. Βωμὸν ἀνεστήσατε διὰ τῆς ἐπιγραφῆς, ὡς ἔστι Θεὸς ἔτε μος ἀγνοούμενος· τοῦτον ἥκω κηρύττων ἐγώ. παραδόξων πραγμάτων· τὸν βωμὸν τοῦ διαβόλου συνήγορον πεποιήκατε τοῦ Χριστοῦ· τὸ τῆς πλάνης ἐπίγραμμα ὑπὲρ τῆς ἀληθείας ἐφθέγγετο· ἡ στήλη τῆς ἀπάτης ἐστηλίτευσε τὴν ἀπάτην. Ἐπειδὴ τὰ τῶν προφητῶν Ἀθηναίοις ἦν δυσπαράδεκτα, ο βω μὲς καὶ τὰ γράμματα τῶν δαιμόνων τῇ σοφίᾳ Παύ λου ἐκήρυσσε τὴν εὐσέβειαν. Εἱστήκει θρηνῶν ὁ διάβολος, ὁρῶν αὐτοῦ τὰ σοφίσματα ὑπὲρ Χριστοῦ ῥητορεύοντα· ἐπένθει βλέπων τὸν αὐτοῦ ἀριστέα Παῦλον κατ' αὐτοῦ στρατηγοῦντα, καὶ τοῖς οἰκείοις ὅπλοις αὐτὸν καταβάλλοντα. Ανεγνώσθη τοῦ Χρυσοστόμου ἐπιγραφὴν ἔχον, Σχόλιον εἰς τὸν θάνατον, λόγοι μικροί εἴκοσι δύο, καὶ ἐν τῷ αὐτῷ λόγῳ παραπλήσιοι εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου κδ', καὶ ἔτι εἰς τὴν Πεντηκοστὴν ὡσαύτως λόγοι εξ'. Σύνοδος κατὰ Ἰωάννου τοῦ ἁγίου ἀδίκως συναχθεῖσα. [] 'Ανεγνώσθη συνόδου τῆς παρανόμως κατὰ τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου συγκροτηθείσης. Ἐν ᾗ ὑπῆρχον κατάρχοντες Θεόφιλος τε ὁ ᾿Αλεξανδρείας, Ακάκιος ὁ Βερροίας, Αντίοχος ὁ Πτολεμαΐδος, καὶ ὁ Σεβηριανός Ταβάλων, καὶ Κυρίνος ὁ Καλ χηδόνος, οἱ τὰ μάλιστα δυσμενώς ἔχοντες πρὸς τὸν ἄνδρα· οἱ ἅμα πάντα καὶ κριταὶ καὶ κατήγοροι καὶ μάρτυρες ἦσαν. Ἐν ὑπομνήμασι δὲ ταῦτα ἐπράχθη δέκα πρὸς τοῖς τρισίν· ἀλλὰ τὰ μὲν δύο καὶ δέκα και τὰ τοῦ ἁγίου, τὸ δὲ τρὶς καὶ δέκατον περιέχει τὰ κατὰ Ηρακλείδου, τοῦ εἰς Εφεσον ὑπ' αὐτοῦ χειροτονηθέντος· οὗπερ οὐδὲ τὴν καθαίρεσιν ίσχυσαν τελειῶσαι, ἑτέρων τινῶν κωλυσάντων. Ὁ δὲ κατήγορος Ηρακλείδου, τῆς Μαγνητῶν πόλεως ἐπίσκοπος ἦν ὀνόματι Μακάριος· ὁ δὲ μακαρίου Ιωάννου προ φανὴς ἐχθρὸς καὶ πρῶτος κατήγορος Ἰωάννης ὁ διά κονος αὐτοῦ ἦν. Κατηγόρει δὲ τοῦ Χρυσοστόμου, ὅτι τε αὐτὸν ἠδίκησεν ἀφορίσας αὐτὸν, διότι τὸν οἰκεῖον παῖδα Ευλάλιον ἔτυψε· δεύτερον δὲ, ὅτι Ιωάννης τις μοναχὸς ἐξ ἐπιτροπῆς τοῦ Χρυσοστόμου ἐτυπτήθη, ὡς φησι, καὶ ἐσύρη, καὶ μετὰ τῶν δαιμονώντων ἐσιδηροφόρησε· τρίτον, ὅτι τὰ κειμήλια πλῆθος πολὺ διέπρασε· τέταρτον, ὅτι τὰ μάρμαρα τῆς ἁγίας Ανα στασίας, & Νεκτάριος εἰς μαρμάρωσιν τῆς ἐκκλησίας εναπέθετο, οὗτος διέπρασε· πέμπτον, ὅτι τοὺς κλη ρικοὺς ἀτίμους καὶ διεφθαρμένους καὶ αὐτοπαραχρήτους καὶ τριωβολιμαίους ὑβρίζει· ἕκτον, ὅτι τὸν ἅγιον Επιφάνιον λῆρον ἐκάλει καὶ δαιμονιάριον· ἕβδομον, ὅτι κατὰ Σεβηριανοῦ συσκευὴν ἐποιήσατο, κινήσας κατ' αὐτοῦ τοὺς δεκανούς· ὄγδοον, ὅτι καὶ κατὰ τοῦ κλήρου συκοφαντικὸν βιβλίον κατεσκεύασεν· ἔννατον, ὅτι συγκροτήσας συνέδριον παντὸς τοῦ κλήρου, έστησε τρεῖς διακόνους, Ακάκιον, Εδάφιον, Ιωάννην, κατ ηγορήσας ὡς τὸ μαφόριον αὐτοῦ κλέψαντας, λέγων, μὴ καὶ εἰς ἄλλο τι αὐτὸ ἔλαβον· δέκατον, ὅτι Αντώ γιον ἐλεγχθέντα τυμβωρυχον ἐχειροτόνησεν ἐπίσκοπον ἐνδέκατον, ὅτι Ἰωάννην τὸν κόμητα ἐν τῇ στάσει τῶν στρατιωτῶν αὐτὸς κατεμήνυσε· δωδέκατον, ὅτι οὔτε προϊὼν εὔξατο εἰς τὴν ἐκκλησίαν, οὔτε εἰσιών • τρισκαιδέκατον, ὅτι ἄνευ θυσιαστηρίου χειροτονίας δια κόνων καὶ πρεσβυτέρων ἐποίησε· τεσσαρεσκαιδέκατον, ὅτι ἐν μιᾷ χειροτονία τέσσαρας ἐπισκόπους ἐποίησε πεντεκαιδέκατον, ὅτι δέχεται γυναῖκας μονοπρόσμονα, πάντας ἐκβάλλων ἔξω· ἐκκαιδέκατον, ὅτι τὴν κλη ρονομίαν τὴν ἀπὸ Θέκλας καταλειφθεῖσαν πέπρακε διὰ Θεοδούλου· ἑπτακαιδέκατον, ὅτι τὰ προσόδια τῆς ἐκκλησίας οὐδεὶς οἶδε ποῦ ἀπῆλθεν· ὀκτωκαιδέκατον, ὅτι Σαραπίωνα ὑπὸ ἔγκλημα ὄντα πρεσβύτερον έχει ροτόνησεν· ἐννεακαιδέκατον, ὅτι τοὺς κοινωνικοὺς τῆς [] οἰκουμένης κατὰ γνώμην αὐτοῦ ἐγκλεισθέντας καὶ τελευτήσαντας ἐν τῇ φυλακῇ ὑπερεῖδε, καὶ οὐδὲ προπέμψαι τὰ σκηνώματα αὐτῶν κατηξίωσεν· εἶχο στὸν, ὅτι τὸν ἁγιώτατον Ακάκιον ὕβρισε, καὶ οὔτε λό γων μετέδωκεν αὐτῷ· εἰκοστὸν πρῶτον, ότι Πορφύριον τὸν πρεσβύτερον παρέδωκεν Ευτροπίῳ ἐξορισθῆναι εἰκοστὸν δεύτερον, ὅτι καὶ Βενέριον πρεσβύτερον παρέ δωκε μεθ᾽ ὕβρεως πολλῆς· εἰκοστὸν τρίτον, ὅτι αὐτῷ μόνῳ λουτρὸν ὑποκαίεται, καὶ μετὰ τὸ λούσασθαι αὐτ τὸν Σαραπίων ἀποκλείει τὴν ἔμβασιν, ὥστε ἄλλων τινὰ μὴ λούεσθαι· εἰκοστὶν τέταρτον, ὅτι πολλοὺς ἁμαρτύρως έχε: ροτόνησεν· εἰκοστὸν πέμπτον, ὅτι μόν νος ἐσθίει, ἀσώτως ζῶν Κυκλώπων βίον· εἰκοστὸν ἕκτον, ὅτι αὐτὸς κατηγορεί, αὐτὸς μαρτυρεῖ, αὐτὸς ἀποφαίνεται (καὶ δῆλον ἐκ τῶν περὶ Μαρτύριον τὸν πρωτοδιάκονον, καὶ ἐκ τῶν περὶ Πρωαιρέσιόν φασι τὸν Λυκίας επίσκοπον)· εἰκοστὸν ἕβδομον, ὅτι γρόνθον ἔδωκε Μέμνονι ἐν τοῖς ἀποστόλοις, καὶ ῥέοντος τοῦ αἵματος ἐκ τοῦ στόματος αὐτοῦ, προσήνεγκε τὰ μυ στήρια· εἰκοστὸν ὄγδοον, ὅτι ἐν θρόνῳ ἀποδύεται καὶ ἐνδύεται καὶ πάστιλον τρώγει· εἰκοστὸν ἔννατον, ὅτι καὶ χρήματα τοῖς ὑπ' αὐτοῦ χειροτονουμένοις ἐπισκόποις δίδωσιν, ἵνα δι' αὐτῶν καταπονῇ τοῦ κλήρου. Τὰ μὲν οὖν κατὰ τοῦ ἁγίου κεφάλαια ταῦτα. Ἐκεῖνος δὲ τέταρτον προσκληθείς, οὐ παρεγένετο, δηλοποιήσας τοῖς προσκαλουμένοις, ὅτι Εἰ τοὺς προφανεῖς ἐχθροὺς ἀπὸ τῆς τάξεως τῶν κρινόντων παραστέλλετε, ἔτοι μός εἰμι καὶ παραγενέσθαι καὶ ἀπολογεῖσθαι, εἴ τις τι μου κατηγορεῖ· εἰ δὲ τοῦτο ποιεῖν οὐ βούλεσθε, ὁσάκις ἂν ἀποστείλητε, οὐδὲν πλέον ἀνυσθήσεται. Ἐξήτασαν δὲ, ὡς ἐνόμισαν, ἐκ τῶν κεφαλαίων τού των τὸ πρῶτον καὶ τὸ δεύτερον. Εἶτα ἤρξαντο περὶ Ηρακλείδου καὶ Παλλαδίου τοῦ Ἑλενουπόλεως τῶν ἐπισκόπων ἐξετάζειν· καὶ ἐπέδωκε λίβελλον πάλιν ὁ μοναχὸς Ἰωάννης (οὗ ὁ διάκονος Ἰωάννης ἐν ταῖς κατὰ τοῦ Χρυσοστόμου κατηγορίαις ἐμνήσθη) εγκα λῶν κατὰ Ηρακλείδου, ὅτι Ὠριγενειαστής ἐστι, καὶ ὅτι κλέπτης έφωράθη ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, ἱμάτια τοῦ διακόνου Ακυλίνου κλέπτων· καὶ ὅτι αὐ
Page scan enlarged

Notebook

Full View