PG 65Proclus of Constantinople
Proclus, Bishop of Constantinople
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Letter of the Same to CalliopeEpistola ejusdem ad Calliopen

Testimonies of the ancientsVeterum testimonia

col. 659–660page 1 of 10
Epistola ejusdem ad CalliopenEpistola ejusdem ad PetrumNotitiaProclus, CP. EpiscopusNotitia altera
PG 65:659Πρόκλος, ἀνὴρ εὐσεβὴς, καὶ τοῖς τὰ ὀρθὰ διαστρέφω σιν ἀνταποδύεσθαι μεμελετηκώς, ὅτι καὶ νικᾶν ἔθος αὐτῷ πρεσβεύοντι τὴν ἀλήθειαν. Εγένετο δὲ μετὰ τὴν τελευτὴν Ἀττικοῦ πολλὴ φε λονεικία περὶ χειροτονίας ἐπισκόπου, ἄλλων ἄλλον ζητούντων· τινὲς μὲν γὰρ, φησί, Φίλιππον τὸν πρε σβύτερον ἐζήτουν, τινὲς δὲ Πρόκλον· καὶ οὗτος δὲ πρεσβύτερος ἦν. Κοινῇ δὲ πᾶς ὁ λαὸς ἐπόθει γίνεσθαι Σισίννιον. Τοῦ Κυζικηνῶν ἐπισκόπου τελευτήσαντος, ὁ Σισίννιος Πρόκλον ἐχειροτόνησε πρὸς ἐπισκοπὴν τῆς Κυ ζίκου. Μέλλοντος οὖν διάγειν ἐπ' αὐτὴν, φθάνουσιν οἱ Κυζικηνοὶ καὶ χειροτονοῦσιν ἄνδρα ἀσκητικὸν, ᾧ όνομα ἦν Δαλμάτιος. Καὶ τοῦτ' ἐποίησαν, ἀμελήσαντες τοῦ νόμου τοῦ κελεύοντος, παρά γνώμην του ἐπισκόπου Κωνσταντινουπόλεως, χειροτονίαν ἐπισκόπου μὴ γίνεσθαι. Ημέλησαν δὲ τοῦ νόμου τούτου, ὡς ᾿Αττικῷ μόνῳ εἰς πρόσωπον παρασχεθέντος. Εμε νεν οὖν ὁ Πρόκλος, οἰκείας μὲν Ἐκκλησίας μὴ προ εστὼς, ἐν δὲ ταῖς ἐκκλησίαις τῆς Κωνσταντινουπόλεως μετὰ τὰς διδασκαλίας ἀνθῶν. Μετὰ δὲ τὴν Νεστορίου καθαίρεσιν, πάλιν περί ἐπιλογῆς ἐπισκόπου ζήτησις ἦν. Καὶ πολλοὶ μὲν Φί λιππον, πλείους δὲ τὸν Πρόκλον ἐπελέγοντο· καὶ ἐκράτησεν ἂν ἡ Πρόκλου γνώμη, εἰ μή τινες τῶν μεγάλα δυναμένων εκώλυσαν, φήσαντες, κανόνα ἐκ κλησιαστικὸν κωλύειν, τὸν ὀνομασθέντα τινὸς πόλεως ἐπίσκοπον εἰς ἑτέραν μεταφέρεσθαι πόλιν. Τοῦτα λεχθὲν καὶ πιστευθὲν, τὸν λαὸν ἡσυχάζειν ἠνάγκαζεν.. Οἱ τότε ταῦτα λέγειν ἐπιχειρήσαντες, ἀλλ᾽ ἢ κατασκευάσασθαι φθόνῳ τῷ πρὸς τὸν Πρόκλον, ἢ ἀ γνοεῖν καὶ τοὺς κανόνας, καὶ τὰ πολλάκις χρειωδῶς ἐν ταῖς Ἐκκλησίαις γενόμενα. Μαξιμιανὸς δὲ δύο ἐνιαυτούς προς τοῖς πέντε μη σὶν ἡσύχως τῆς Ἐκκλησίας προστὰς, ἐτελεύτησεν ἐν ὑπατείᾳ Αρεοδίνδου καὶ "Ασπαρος, τῇ δωδεκάτη του Απριλλίου μηνός. Συνέβη δὲ ἐν αὐτῇ τὴν ἑβδομάδα εἶναι τῶν νηστειῶν, τὴν γειτνιάζουσαν τῇ τοῦ Πάσχα ἑορτῇ· ἡμέρα δὲ ἦν καλουμένη πέμπτη. Τότε δὴ καὶ ὁ βασιλεὺς Θεοδόσιος σοφῶς τοῦ πράγματος προ ενόησεν· ἵνα γὰρ μὴ πάλιν περὶ ἐπιλογῆς ἐπισκόπου ζήτησις ἦν καὶ ταραχὴ τῇ Ἐκκλησίᾳ κινήσῃ, μὴ μελλήσας, ἀλλ᾽ ἔτι κειμένου τοῦ σώματος Μαξιμιανοῦ τοῖς παροῦσιν ἐπισκόποις ἐνθρονίσαι τὸν Πρόκλον ἐπέτρεψεν· τοῦτο γὰρ καὶ τοῦ ἐπισκόπου τῆς Ῥω μαίων Κελεστίνου ἐπιστολαὶ παροῦσαι ἐγίνοντο σύμ ψηφοι, ἂς ἐκεῖνος ἀπεστάλκει Κυρίλλα τε τῷ ᾿Αλεξανδρείας, καὶ Ἰωάννῃ τῷ ᾿Αντιοχείας, καὶ Ρούφῳ τῷ Θεσσαλονίκης, διδάσκων ὡς οὐδὲν κωλύει, τόν τε
col. 663–664page 2 of 10
PG 65:663νομένῃ ἐκ θεού αυτοίς προσαρμόσεις, ἱκανῶς ἔθεν ἀνθρώπου, προσήτευσαν ἐπὶ Γὡς ἄρχοντα, Ῥως, Μισόχ καὶ βεβέλ κρινώ γὰρ αὐτὸν θανάτῳ, καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτοῦ, καὶ εἰς ἔθνη πολλὰ μετ' αὐτοῦ. Καὶ μεγαλυνθήσομαι, καὶ ἐνδοξασθή καὶ γνώσονται ὅτι ἐγώ εἰμι ὁ Κύριος. Σφόδρα μὲν εν, ὡς ἔφην, έθαυμάσθη ἐπὶ τούτοις ὁ Πρόκλος Δόμνος ἐπίσκοπος τῆς ᾿Αντιοχείας εἶπεν· Οἶδα και γὼ ἐκδεδημηκέναι τὸν ἐπίσκοπον ᾿Αθανάσιον· καὶ γὰρ ἐκόμισέ μοι γράμματα τῶν θεοφιλεστάτων καὶ ἁγιωτάτων ἐπισκόπων, τοῦ κυρίου Πρόκλου, φημί, καὶ τοῦ κυρίου Κυρίλλου.
col. 661–662page 3 of 10

kaņa; zion się Eles præ ün, 15:22 == T Tax. 1 15 € thes lisa an vigu. Dan ì u. REXDYI”; 1. EN KEKE MER STIR FUNART MAMA kukuv HT MESTE FORWA BAŞTANSI KIem. Alters ar d. Šumana, SIVI MAI MA ipramin ì tèna to, ÷ I¬ Şiş zaryadlız muda. d. de kalės pada dos PazienÐA anden het vP, S MISILA SIEN RYDE M R HIS HIBRs, elan al Ady, WK ནད༌པ az jár könä meant, mkaas ex, CIOMONGA Vita çre lændes korlukem s þy kapir air durai, bu vera manuilas nacidas là, aby Joðið ets MIFS (BAM Vialobal die DeBORA JÜN şi capraviti: etenim nullam hæresim d'vovače Valous manomeindinė dignustom Foviesāt sadam reguit, sigre ea in re Theodosium imperatorem imsa Tus est. hon inst., car. R. Ez mm; průnikah; aim iziqa - Épp mig sårbię spolovag koppia. zzi sukaņā au; human Hâna; indiqua Pac Reque rabane imperstar Povolar lamiahat, xam el îse veres imi abstar sacerdotes, AN EMA pacta nes appralakat qui ad persoquondam evard hom itd., can. Rỉ Oviņas: pèn Başhaşını i imaşyıt, & inga by Paiya,, Parbai; • k z izèrbiano; Aziziston zün va'ala) viperman dipbruger. Kal où tum piver Hamar Mi yàs mai müp ¿½ sů prvoš zamal bbs, maksts sin Smánphivaay àvásev. Tim xal é baisrono; Epózás;, èx vou Texaxità spoprziav bz` èxxò? saç deŝiszun, të popisivali, viè alparı, xal verý zatozlišorti, zal līšosę zaláTnc⋅ xal zỹf, xai Oɛior SpéĘw śx' avròr, zal, cojai, xai pruchño cuai ėvartier zollŵr öðrŵr. Barbarorum dux, nomine Rugas, fulmine koo#* interiit; et pestis subsecnta maximam corum kaminum qui sub illo fuerant, partem interemit. Me. que sie plaga quievit; sed et jenis e celu dokaprawne, plurimos ex iis qui remanserunt, consumpot, Nami sane episcopus Proclus, cum in ecclesia de collata salute Ezechielis exponeret prophetiam, admirationi fuit abunde. Erant autem verba prophetiæ: F1 m. fili kominis, vaticinare contra fing principem, Kim, Misoch et Tøbel; judicabo enim cum morte, et sanguine et imbre vehementi, et rapidibus grandinis; et ignem, et sulphur pinam super eum, et super omnes qui cum en, et super gentes muitas cum co. At mas gnificator et glorificabar, et netus era în conspreek multarum gentium; et cognoscent quia ego sum Dominus ³, Vehementer itaque, sicut dixi, ob ista admirationi fuit Proclus. Ex concilio Antiocheno sub Domno, intexto actioni xiv concilii Chalced., edit. Ven. Labb. tom. IV, pagg. 1659, 1662, 1663. Ezech. xxxvIII, 22 seq. Domnus episcopus Antiochiæ dixit: Novi et ego formidasse reverendissimum episcopum Athana sium: nam detulit mihi litteras Doi amantissimorum et sanctissimorum episcoporum, dumni Procli seilicet et domni Cyrilli.

col. 663–664page 2 of 10
Η Θεόδωρος ἐπίσκοπος εἶπεν· Οσια γράμματα διὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου ᾿Αθανασίου κεκόμισται τῶν ἁγιωτάτων καὶ θεοφιλεστάτων ἐπισκόπων. κελευσάτω σου ἡ ἁγιότης, ταῦτα ἀναγνωσθῆναι ἐπὶ τῆς ἁγίας συνόδου. Θεόκτιστος ἐπίσκοπος Βεῤῥοίας εἶπε· Τὰ αὐτὰ συνεῖδον κἀγὼ ὡς ψευδῆ ἐδίδαξε τοὺς ἁγιωτάτους καὶ ὁσιωτάτους ἀρχιεπισκόπους, Πρόκλον φημὶ καὶ Κύ φιλλον ὁ εὐλαβέστατος Επίσκοπος Αθανάσιος. Σάββας ἐπίσκοπος εἶπεν· Εἰ τὴν ἡσυχίαν ἠγάπα ὁ εὐλαβέστατος ἐπίσκοπος ᾿Αθανάσιος, οὐκ ἔδει αὐτὸν μετὰ παραίτησιν καὶ ὅρκους ἐνοχλῆσαι τοῖς ἁγίοις Πατράσι καὶ ἀρχιεπισκόποις Πρόκλῳ καὶ Κυ ρίλλου. Ἴσθι, δέσποτα, ὡς τὴν πρὸς ἡμῶν ἔσχε μικροψυχίαν, ἐξ οὗ τοῖς παρ' ὑμῖν γεγενημένοις συνοδικοῖς, ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Πρόκλου, συν εθέμεθα, τοῖς τῶν ἁγίων Πατέρων κανόσιν ἀκολουθήσαντες. γ. Εθει τοίνυν ἠκολουθήσαμεν, καὶ ἀνδράσιν ἐπισήμοις, καὶ ἐπὶ γνώσει καὶ βίῳ πολυθρυλλήτοις. Πολλά δὲ καὶ ἄλλα τοιαῦτα δεδιδαγμένος ὁ τῆς μακαρίας μνήμης Πρόκλος ὁ τῆς Κωνσταντινουπολιτῶν ἐπίσκοπος, καὶ αὐτὸς τὴν χειροτονίαν ἐδέξατο, καὶ ἔγραψεν ἐπαινῶν καὶ θαυμάζων. Τῇ πίστει τῶν ἁγίων Πατέρων, τῶν τριακοσίων δέκα καὶ ὀκτὼ, τῶν ἐν Νικαίᾳ συναγηγερμένων, καὶ τοῖς φρονηθεῖσι καὶ ἐκτεθεῖσι παρὰ τοῦ μακαρίου Κυ ρίλλου τοῦ τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως γεγονότος ἐπισκόπου, καὶ ᾿Αθανασίου τοῦ μεγάλου, καὶ Γρη γορίου, καὶ Πρόκλου τῶν ἁγίων ἐπισκόπων. Λουκιανὸς ὁ εὐλαβέστατος Επίσκοπος Βύζης, εἶπεν Ἐδέξατο αὐτὸν ὁ μακαρίτης Πρόκλος. Οἱ ἐνδοξότατος ἄρχοντες εἶπον· Εἰ Πρόκλος ὁ τῆς ὁσίας μνήμης, γεγονὼς ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, ἐδέξατο αὐτὸν Βασσιανὸν τὸν εὐλαβέστατον ἐπίσκοπον, καὶ ἐκοινώνησεν αὐτῷ ὡς ἐπισκόπῳ τῆς Ἐφεσίων μητροπόλεως, ὁ εὐλαβέστατος κλῆρος τῆς ἁγίας Κωνσταντινουπόλεως Εκκλησίας διδασκέτωσαν. Θεόφιλος ὁ εὐλα βέστατος πρεσβύτερος τῆς κατὰ Κωνσταντινούπολιν ἁγιωτάτης Εκκλησίας εἶπεν· Ὡς ἐπὶ Θεοῦ, καὶ ἐδέ ξατο αὐτὸν ὁ ἐν ἁγίοις Πρόκλος κοινωνίχοντα, καὶ συνοδικοῖς γράμμασι τιμήσας αὐτὸν, ἀπέλυσεν ἐπὶ τὴν Ἔφεσον· καὶ ἐν τοῖς διπτύχοις ἔταξεν αὐτοῦ τὸ ὄνομα, καὶ ἐλέγετο ἕως πρὸ ὀλίγου καιρού. Πάντες οἱ εὐλαβέστατοι κληρικοὶ τῆς Κωνσταντινουπολιτών ἁγιωτάτης Εκκλησίας εἶπον· Καὶ ἡμεῖς τὰ αὐτὰ λέγομεν. Ἐδέξατο γὰρ αὐτὸν, καὶ ἐκοινώνησεν αὐτῷ ή μακάριος Πρόκλος, καὶ ἐποίησε συνοδικά γράμματα, καὶ εἰς τὰ δίπτυχα αὐτὸν ἔταξεν.
col. 665–666page 4 of 10
PG 65:665᾿Αθανάσιος ὁ εὐλαβέστατος ἐπίσκοπος εἶπε· Τὸ ἐμὸν πράγμα ἀπὸ μακροῦ χρόνου κατήρηται· καὶ τούτου ἤκουσαν οἱ τῆς μακαρίας μνήμης Κύριλλος τι καὶ Πρόκλος, καὶ φανερούς τύπους ἔγραψαν τῷ Αντιοχείας γενομένῳ ἐπισκόπῳ Δόμνῳ· συνέθετο ἐκεῖνος πληροῦν ταῦτα. Ἀξιῶ, εἰ παρίσταται τῇ ὑμε τέρᾳ ἐξουσίᾳ, τὰ γράμματα τῶν ἀρχιεπισκόπων ἀναγνωσθῆναι. Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τὰ γράμματα Πρόκλου καὶ Κυρίλλου τῶν τῆς εὐλαβοῦς μνήμης ἀναγινωσκέσθωσαν. στα Ταύτας τὰς δώδεκα καθαιρέσεις ἀπέστειλά σοι, εἰσ δὼς ὅτι χρὴ ἐξακολουθεῖν τῇ ἀποκαλύψει τοῦ ὁσιωτά του τῆς Κωνσταντινουπολιτῶν Ἐκκλησίας ἐπισκόπου Πρόκλου· πῶς ἐν τῷ κάμπῳ καταδραμὼν σὺν παντὶ τῷ λαῷ, κυματιζομένης ὑπὸ σεισμῶν τῆς αὐτῆς πόλ λεως· καὶ θρήνου ὑπὸ πάντων ἀναπεμπομένου, ἄφνω παῖδα εἰς τὸν οὐρανὸν ἀρθῆναι ὑπό τινος δυνάμεως, καὶ τούτῳ ἐνθέσθαι τοῦ λιτανεύειν τὸ Τρισάγιον καὶ λέγειν· Ἅγιος ὁ Θεός· ἅγιος ἰσχυρὸς, ἅγιος ἀθάν νατος, ἐλέησον ἡμᾶς. Καὶ ταῦτα τοῦ ἐπαγγεῖλαι τῷ ἐπισκόπῳ προσετάχθη. Ος καὶ μετὰ τρίωρον ἔστη ἐν τῷ τριβουναλίῳ παρὰ τοὺς πόδας τοῦ αὐτοῦ [του] ἐπισκόπου, καὶ ταῦτα διηγήσατο. Καὶ οὕτως λιτανευσάντων, έστησαν οἱ σεισμοί. Οὐ μόνον γὰρ τὴν χερουβικὸν ὕμνον ἐνόθευσας, δι' οὗ καὶ ἡ ἡμετέρα πόλις εστερεώθη σαλευομένη ποτέ ὑπὸ ἀνενδότων σεισμών, παιδός νηπίου περὶ τὸν αἰ θέρα ἁρπαγέντος ἐπ' ὄψεσι πάσης τῆς πόλεως ὡς ἕως τρίτου οὐρανοῦ κατὰ τὸν θεσπέσιον Παῦλον. Κἀκεῖ ἀκηκοότος τὴν ἄβόητον ταύτην ὑμνολογίαν· καθ' ήν ὥραν ἐν τῷ κάμπῳ τὰ πλήθη μετὰ δακρύων ἀνεβόων τὸ, Κύριε, ἐλέησον, πρὸς τὸν Θεὸν, ἅμα τοῦ ἐν ἁγίοις Πρόκλου τοῦ γεγονότος Πατρὸς ἡμῶν, καὶ ἀρχιεπισκόπου ταύτης τῆς βασιλίδος και φιλοχρίστου πόλεως. Δέξαι οὖν ὡς ἀδελφοῦ σου παραίνεσιν· καὶ γενοῦ ποιμὴν τῶν προβάτων, καὶ οὐ λύκος· καὶ τῷ μακα ρίῳ Πρόκλῳ ἀκόλουθος γενοῦ, καὶ τῇ αὐτοῦ ἐν τῷ κάμπῳ ἀποκαλύψει. VΠΙ.
col. 667–668page 5 of 10
PG 65:667Καὶ μὴν καὶ Πρόκλος ὁ Κωνσταντινουπόλεως, καὶ Κυριακὸς ὁ τῆς Πάφου ἐπίσκοπος, εἷς ἂν τῶν τι ἁγίων Πατέρων, τὰ αὐτά φησιν. Ὁ μὲν ἐν Πουλχεριαναῖς μετὰ τὰ Γενέθλιον· ὁ δὲ ἐν τῷ Εἰς τὰ Θει φάνια λόγῳ· ὁ αὐτὸς δὲ καὶ ἐν τῷ Περὶ ἐνανθρωπήσεως λόγῳ τὰ αὐτὰ λέγει. Ἐπὶ τούτοις καὶ ὁ τῶν Ἱεροσολύμων Κύριλλος, καὶ Ἀμφιλόχιος ὁ τοῦ Ικονίου, καὶ Πρόκλος ὁ Κων σταντινουπόλεως· ὃς καί φησιν ἐν τῇ Τεσσαρακοστή Η θεία φύσις ἄκτιστος, ἡ ἐξ ἐμοῦ πρόσληψις ἀνόθευτος· καὶ ἔστιν εἰς Υἱός... 'Αλλά και Πέ τρος ὁ ᾿Αλεξανδρείας καὶ μάρτυς, τα όμοια μαρτυρεί, καὶ Πρόκλος ὁ Κωνσταντινουπόλεως, ἔν τε τῷ Εἰς τὸ Γενέθλιον λόγῳ. Ο θαυμάσιος δὲ Βασίλειος ὁ ἐκ Καππαδοκίας, τα σαν φωτίσας τὴν οἰκουμένην, τὴν μορφὴν καὶ τὴν οὐσίαν ταυτὸν δογματίζει. Καὶ Πρόκλος δὲ ὁ Κων σταντινουπόλεως ἐπίσκοπος, ὡσαύτως· ὁ μὲν γὰρ τὴν μορφὴν οὐσίαν ὠνόμασεν· ὁ δὲ φύσιν.
col. 669–670page 6 of 10
PG 65:669ΧΙΠ. Οδηγού, Πολλῷ πλέον δὲ πάντων, καὶ πρὸ πάντων χρὴ ἀνα θεματίζειν τὸν κηρύττοντα, ἢ ἔχοντα νέαν πίστιν, ἢ νέον δόγμα, παρηλλαγμένον τῆς πίστεως τῶν ἐν Νι καία την Πατέρων. Ωσαύτως καὶ τὸν εὐρόντα, ἢ παραλαβόντα ἐκ τῆς συνόδου Χαλκηδόνος νέαν πίστιν παρεκτὸς τοῦ φρονήματος τῶν ἁγίων Πατέρων Διονυσίου, Ειρηναίου, Αθανασίου, Βασιλείου, Γρηγορίου, Ιωάννου, Πρόκλου· καὶ τῶν λοιπῶν ἁγίων Πατέρων τῶν ὁμοφρόνων αὐτῶν. Τοὺς γὰρ μὴ ἀκολουθοῦντας τούτοις τοῖς ἁγίοις διδασκάλοις, κατακρίτους ἡγού μεθα καὶ ἀλλοτρίους τοῦ Χριστοῦ. Οσας δὲ πάλιν χρήσεις λεγούσας τὰς δύο φύσεις εὗρε Γρηγορίου τε καὶ Ἰωάννου, καὶ Κυρίλλου, καὶ Αθανασίου, καὶ Πρόκλου, καὶ τῶν λοιπῶν περιφανών διδασκάλων, ὧν αἱ βίβλοι καὶ αἱ χρήσεις ἀπαραίτητοι εἰσι, διὰ τὸ κατὰ πᾶσαν τὴν οἰκουμένην αὐτὰ; προκεῖσθαι. Εἶτα μετὰ τὸν ᾿Αρτέμωνα, Παῦλος ὁ Σαμοσατεύς, καὶ Διόδωρος δὲ καὶ Θεόδωρος ὁ ᾿Αντιοχείς γεγόνα. " ειν, ἐξ ὧν τὰ μυρία δόγματα τῆς διαιρέσεως ἤντλησε Νεστόριος, καθὰ μαρτυρεῖ καὶ ὁ ἅγιος Πρόκλος, καὶ ὁ μακάριος Κύριλλος. Μεγάλως ὁ Κύριλλος ἐπαινεῖ Πρόκλον τὸν σύγχρο νεν αὐτοῦ. Λέγει γὰρ ἐν τῇ ἑρμηνεία του Συμβόλου οὕτως· Ταῦτα φρονεῖ μεθ' ἡμῶν ὁ φιλόχριστος τῶν ἁγίων Πατέρων χορός· καὶ αὐτὸς δὲ ὁ νυνὶ τὸν τῆς ἁγίας Κωνσταντινουπολιτών κοσμήσας
col. 671–672page 7 of 10
PG 65:671θρόνον, ὁσιώτατος, καὶ θεοσεβέστατος ἀδελφὸς συνεπίσκοπος Πρόκλος. Ταῦτα Πρόκλου κατὰ τὸν καιρὸν τοῦ Νεστορίου δεν δάσκοντος, ὁ θεῖος Κύριλλος σύμφρονα, καὶ Αγιώτα τον αὐτὸν, καὶ “Οσιον εἶναι ὁμολογεῖ, καὶ ἐπαινεῖ δύο φύσεις προφανῶς ἐπὶ Χριστοῦ λέγοντα. Ἀπὸ τῆς ἀρχῆς τῆς βασιλείας Κωνσταντίνου ἄχρι τοῦ κινήματος τῆς ἐν Χαλκηδόνι συνόδου, ἐγένοντο διδάσκαλοι καὶ Πατέρες οἶδε· Σίλβεστρος Ρώμης, Αλέξανδρος, Ιωάννης, Πρόκλος καὶ Φλαβιανός Κων σταντινουπόλεως. Ετοιμον οὖν ὑπάρχων καλεῖ τὴν Πρόκλον, εἰς αὐτὸ τοῦτο ἀφωρισμένον, ἄνδρα θεοσεβή, καὶ ἐν πάσῃ ἀρετῇ κεκοσμημένον. Ἐπὶ Πρόκλου τοῦ τρισμακαρίου ἐξ ἀποκαλύψεως θείας, τὸν τρισά τον ύμνησαν ύμνον 'Αγιος ὁ Θεός, ἅγιος ἰσχυρὸς, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς ὅτε τὸ παιδίον ἐκ μέσης τῆς πληθύος τῶν λιτανευόν των ἡρπάχθαι φασὶ καὶ μεμνήσθαι τὸν ὕμνον, ἐν ἀέρι γενόμενον ἔκ τινος ἀγγελικής δυνάμεως, καὶ μαρτυρίαν τῆς τοῦ ὕμνου θειότητος γεγενήσθαι, τῆς ἐπαγωγῆς τὴν λώφησιν. Καὶ ταῦτα γράφω μαθών, ὅτι ἡ σὴ θεοσέβεια λε λύπηται εἰς τὸν ὁσιώτατον καὶ θεοφιλέστατον ἀδελ φὸν ἡμῶν καὶ συλλειτουργὸν ἐπίσκοπον Πρόκλον· μὴ ἀποφευγέτω τοίνυν ἡ σὴ θεοσέβεια τὴν πρὸς τὸν ὁσιώτατον καὶ θεοφιλέστατον ἐπίσκοπον Πρόκλον και νωνίαν· μία γὰρ γέγονεν ἡ φροντὶς ἐμοί τε καὶ τῇ όσιότητι αὐτοῦ· καὶ ὁ τῆς οἰκονομίας τρόπος οὐδενὶ τῶν συνετῶν ἀπήρεσεν. Ἐπὶ τοῦ ἐν ἁγίοις Πρόκλου σεισμός γέγονεν ἐν Κωνσταντινουπόλει, ἐπὶ δ μήνας, ώστε φοβηθέντες οἱ Βυζάντιο: ἔφυγον ἔξω τῆς πόλεως, ἐν τῷ λεγομέν νῳ Κάμπῳ, καὶ ἦσαν διημερεύοντες μετὰ τοῦ ἐπιτ
col. 673–674page 8 of 10
PG 65:673σκόπου ἐν ταῖς δεήσεσι λιτανεύοντες. Ἐν μιᾷ οὖν κυμαινομένης τῆς γῆς, καὶ παντὸς τοῦ λαοῦ κράζον τις το, Κύριε, ἐλέησον, ἐκτενῶς, περὶ ὥραν γ' άφνω, πάντων δρώντων, συνέβη ὑπὸ θείας δυνάμεως ἀρθῇ καί τινα νεανίσκον εἰς τὸν ἀέρα, καὶ ἀκοῦσαι θείας φωνῆς παρεγγυούσης αὐτόν, ἀναγγεῖλαι τῷ ἐπισκόπῳ καὶ τῷ λαῷ λιτανεύειν οὕτω καὶ λέγειν· Άγιος ὁ Θεός, ἅγιος ἰσχυρὸς, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς· μηδὲν ἕτερον προστιθέντας. Ὁ δὲ ἐν ἁγίοις Πρόκλος ταύτην δεξάμενος τὴν ἀπόφασιν, ἐπέτρεψεν τῷ λαῷ ψάλλειν οὕτω καὶ εὐθέως ἀπέστη ὁ σεισμός. Η δὲ μακαρία Πουλχερία, καὶ ὁ ταύτης ἀδελφὸς ὑπεραγασθέντες τῷ θαύματι, ἐθέσπισαν κατὰ πᾶσαν τὴν οἰκουμένην, τὸν θεῖον τοῦτον ψάλλεσθαι ὕμνον. Καὶ ἀπὸ τότε παρέλαβον πᾶσαι αἱ Ἐκκλησίαι καθ' ἑκάστην ἡμέραν ἄδειν αὐτὸν τῷ Θεῷ. Έγραψε δὲ τὴν κατ' αὐτοῦ ψῆφον, προς Οὐολοσιανὸν (οὗτος ἦν θεῖος τῆς ἁγίας Μελένης ἑλληνόφρων· ἐν δὲ τῷ ἀποθνήσκειν, μεταθέμενος πρὸς τὸ ἐρθόδοξον, καὶ φωτισθεὶς παρὰ τοῦ ἁγίου Πρόκλου Κωνσταντινουπόλεως· αὐτοῦ γὰρ εὑρέθη πρέσβυς ἀποσταλείς· ὅτε καὶ τῇ ἁγίᾳ ἐνέτυχεν ἐξ Ἱεροσολύμων καταλαβούσῃ τὴν βασιλίδα τῶν πόλεων) ἔπαρ του πόλεως. Τῷ κη' ἔτει.... τελευτήσαντος Μαξιμιανού, Πρόκλος ὁ ἁγιώτατος Επίσκοπος Κωνσταντινουπόλεως προχειρίζεται, ὃς τὸ τοῦ Χρυσοστόμου λείψανον ἀνα κομίζει τῷ λ' ἔτει τῆς βασιλείας Θεοδοσίου, καὶ εἰς τῶν ἁγίων Αποστόλων ἀποτίθησι ναόν, κ. τ. λ. Τῷ λὺ ἔτει Κύριλλος Αλεξανδρείας, καὶ Πρόκλος Κωνσταντινουπόλεως, εὐσεβῶς ἐκοιμήθησαν. ΧΧΙΙΙ. Μετὰ τὸν Μαξιμιανὸν ἐπὶ διετίαν ἀρχιερατεύσαντα, Πρόκλος, ὁ τοῦ Χρυσοστόμου μαθητής, πατριάρχης προεχειρίσθη· ὑπὸ Σιτιννίου πατριάρχου ἐπίσκοπος Κυζίκου πρώην χειροτονηθείς, μὴ δεχθεὶς δὲ παρὰ τῶν ἐκεῖ ἕτερον ἑλομένων ἀρχιερέα, καὶ τὸν μεταξὺ χρόνον σχολάζων. Οὗτος τοίνυν τῷ θρόνῳ τῆς Κων σταντινουπόλεως ἐνθρονισθείς, ἀξιοῖ τὸν βασιλέα, τὸ ἱερώτατον τοῦ Χρυσοστόμου σῶμα ἐκ Πιτυοῦντος ἀνακομισθῆναι, καὶ μὴ μένειν καὶ θανόντα τὸν ἅγιον ὑπερόριον. Πείθεται τούτῳ ὁ βασιλεὺς, καὶ ἀνακομίζεται ὁ τοῦ ἁγίου νεκρός· καὶ ὑποδέχεται τῶν ὑπερβαλ. λούσης τιμῆς, καὶ κατατίθεται ἐντὸς τοῦ θυσιαστηρίου τοῦ τῶν ὁσίων Αποστόλων περιωνύμου ναού. Σιν, Σισίννιος τοῦ Κυζικηνών προέδρου θανόντος, τὸν Θείον Πρόκλον τῇ Κυζίκῳ ἐχειροτόνει. Καὶ δὴ Πρό
col. 675–676page 9 of 10
PG 65:675κλῳ ἐν παρασκευῇ ὄντι περὶ αὐτὴν χωρεῖν, φθάνον σιν ἐκεῖνοι καὶ χειροτονοῦσιν ἄνδρα σεμνόν τινα, Δαλμάτιον ὄνομα, ἀσκητικοῖς πόνοις ἐγγυμνασμένον. Καὶ τοῦτο ἔδρων, ἐν δευτέρῳ τὸν νόμον θέμενοι, ὃς ἐκέλευε παρὰ γνώμην τοῦ ἐπισκόπου τῆς Κωνσταντίνου, χειροτονίαν μὴ γίνεσθαι. Ὁ μὲν οὖν Πρόκλος, τούτου γενομένου, καθ' ἑαυτὸν συνεστέλλετο. ἐκκλησίας μὲν μηδεμιᾶς προϊστάμενος, ταῖς δὲ τῆς Κων σταντίνου ἐκκλησίαις τῷ διδάσκειν ἀνθῶν. Πρόκλος ἐκ πρώτης τριχὸς εἰς διδασκάλους φοιτῶν, ῥητορικῆς ἐπὶ πλεῖστον ἐπεμελήθη. Εἰς ἀναγνώστου δὲ τελέσας βαθμὸν, ἐν νέᾳ πάνυ τῇ ἡλικίᾳ· καὶ ἤδη παραμείψας τὸν μείρακα, πρῶτα μὲν τῷ θείῳ Ιωάννῃ τῷ Χρυσοστόμῳ ιεραρχούντι τῆς Κωνσταντίνου παρείπετο, ὑπουργὸς αὐτῷ καὶ συνεργὸς τῶν λόγων γινόμενος, καὶ ὅση χρεία τοῦ σώματος ἐκείνῳ γινόμενος. Οὗτος δὲ καὶ Παύλῳ πρὸς οὓς τῷ μεγάλῳ Ιωάννῃ διαλεγομένῳ, καὶ τὸν νοῦν τῶν ἐκείνου ἐπι στολῶν ἐκκαλύπτοντι μυστικώτερον ἐνέτυχε,τῇ τῆς θυρίδος παρακύπτων ἐπῇ. Ἐπεὶ δ᾽ ἐκεῖνος ὑπερόριος ἦν, μὴ τῆς ἐκείνου σχέσεως ἀποστὰς, τῷ μετ' ἐκεῖνον ἐπισκόπῳ Αττικῷ συνήν, ὑπογραφεὺς τῶν ἐκείνου λόγων καθεστηκώς. Ον δὴ τῇ κατὰ Θεὸν προβαίνοντα ἀγωγῇ, καὶ τοῦ τῆς διακονίας ἠξίου βαθμοῦ. Ἔπειτα δὲ καὶ ἐν καθέδρα πρεσβυτέρων αινέσας τὴν Κύριον, ὑπὸ Σισιννίου τῆς κατὰ Κύζικον Εκκλησίας προεβλήθη ἐπισκοπῇ. Πολλῷ δὲ ὕστερον καὶ τῆς Κωνσταντίνου Εκκλησίας τὴν ἐπισκοπὴν ἐπετράπη. Χρηστὸς δὲ ὧν ἀνὴρ μάλιστα κατά τε ἦθος και τρό πον, ὅσα δὲ Ἰωάννῃ καὶ ᾿Αττικῷ προσῆσαν χρηστά, ἀνεμάξατο. Ανεξίκακος δὲ καὶ πλέον ἤπερ ἐκεῖνοι ἐγένετο. Ἀττικὸς μὲν γὰρ πολλάκις καὶ τοῖς διαφόροις τῆς πίστεως φοβερὸς μάλα ἐδόκει. Οὗτος δὲ κἀκείνοις καὶ πᾶσιν ἤπιος καὶ προσηνής μάλα ἦν, τούτοις μᾶλλον ἢ βίᾳ ἕλκειν ἐκείνους διανοούμενος. Μηδενὶ γὰρ ταραχῆς αἴτιος καταστάς, τὸ τῆς ᾿Εκε κλησίας ἀξίωμα, τὸ ἐπιεικές φημι καὶ πρᾶον, ἀθιγὲς διετήρησεν.... Οὗτος δὲ ἔλαττον ἐφρόντιζεν, ἣν μή τις περὶ Θεοῦ ἡ αὐτῷ ἐδόκει ἐφρόνει. Διδασκαλίᾳ δὲ συνεχεί χρώμενος, ηρέμα, καὶ οὐ βία, τὰ πλήθη προσήγετο. Πρόκλος ὑπὸ Σισινίου χειροτονηθεὶς ἐπίσκοπος Κυζίκου, καὶ μὴ δεχθείς, ἐσχόλασε. Μετὰ δὲ θανά του Μαξιμιανού γέγονε Κωνσταντινουπόλεως, κειμέν νου τοῦ λειψάνου αὐτοῦ ἐν τῷ διακονικώ· ἀρχιερατεύσας ἔτη ιβ'. Ἐν τῷ ιγ' ἔτει τῆς βασιλείας Θεοδοσίου τοῦ Με κροῦ, τοῦ Υἱοῦ ᾿Αρκαδίου, ὁ μέγας Πρόκλος ἐπίσκοπος Κυζίκου χειροτονηθεὶς ἐπὶ Σισινίου πατριάρχου, ἐσχόλασε, μὴ δεχθείς. Μετὰ δὲ τὴν καθαίρεσιν Νεστορίου, ἐψηφίσθη μὲν Κωνσταντινουπόλεως, οὐκ ἐνεθρονίσθη δὲ διὰ φθόνον τῶν παραδυνάστευόντων
col. 677–678page 10 of 10
PG 65:677τότε ἀρχιερέων. Μετὰ δὲ τοῦτο, τοῦ χειροτονηθέντος Μαξιμιανού τελευτήσαντος, ἔτι κειμένου τοῦ λειψάνου αὐτοῦ, προσεκλήθη, καὶ ἐνεθρονίσθη Κων σταντινουπόλεως, συναινέσει καὶ τοῦ Κελεστίνου πάπα Ρώμης, συμψήφων γενομένων καὶ τοῦ μεγάλου Κυρίλλου καὶ Ἰωάννου Αντιοχείας. Τῇ αὐτῇ ἡμέρᾳ κδ' ακτοβ. μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου πατριάρχου Κωνσταντινουπόλεως. Ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Πρόκλος, εὐλαβής ὢν καὶ σοφὸς, καὶ ἐνάρετος, ἐχειροτονήθη παρὰ τοῦ ἁγίου Σισιννίου πατριάρχου Κωνσταντινουπόλεως ἐπίσκοπος Κυζίκου. Ἀπελθών, καὶ μὴ δεχθεὶς παρὰ τῶν ἐκεῖ κληρικῶν αἱρετικῶν ὄντων, ὑπέστρεψεν ἐν Κωνσταντινουπόλει, τὸν μεταξὺ σχολάζων χρόνον, καὶ προσέχων ἑαυτῷ τε καὶ τῇ ἀναγνώσει. Τελευτή παντος δὲ Μαξιμιανοῦ τοῦ πατριάρχου, ἔτι τοῦ λειψάνου αὐτοῦ κειμένου ἐν τῷ ἱερατείῳ τῆς ἁγιωτάτης τοῦ Θεοῦ μεγάλης εκκλησίας, προχειρίζεται πα τριάρχης Κωνσταντινουπόλεως. Καὶ ἐνθρονίζεται κατ' αὐτὴν τὴν μεγάλην ἑβδομάδα ἐν τῇ ἁγίᾳ Πέμπτῃ τοῦ σωτηρίου πάθους τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ. Καὶ καλῶς πολιτευσάμενος καὶ μετὰ τὴν χει ροτονίαν, καὶ πολλοὺς διὰ τῆς διδασκαλίας αὐτοῦ ὠφελήσας, ἐπισκόπησεν έτη δώδεκα καὶ μῆνας τρεῖς, καὶ τελειωθεὶς ἀνεπαύσατο. Νοεμβρ. ι', προεόρτια τῆς ἐν τῷ ναῷ εἰσόδου τῆς ὑπεραγίας Θεοτόκου· καὶ τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου αρχιεπισκόπου Κωνσταντινουπόλεως. Επαξίως σήμερον πανηγυρίζει ἡ πασῶν τῶν πόλεων τιμιωτέρα ἀληθῶς ἐν τῇ σεπτῇ μεταστάσει σου, Πάτερ Πατέρων Πρόκλε σοφέ, ΧΧΙΧ. Τη κι' ἡμέρᾳ Σεπτεμβ. ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ Νέου, πρὸ τῆς ᾿Αναστάσεως τὴν ἡμέραν γέγονε σεισμός φοβερός· καὶ διὰ τοῦτο τοῦ λαοῦ παντὸς σὺν τῷ βασιλεῖ Θεοδοσίῳ καὶ Πρόκλῳ τῷ πα τριάρχῃ, μετά παντὸς τοῦ τῆς ᾿Εκκλησίας πληρώματος, καὶ πάσης τῆς πόλεως ἔξω λιτανευόντων διὰ τὸν φόβον ἐν τῷ Κάμπῳ· ἤδη τῆς τῶν Θεοπασχιτῶν αἱρέσεως ἐξ ἐπηρείας τοῦ διαβόλου ἀρχὴν λαμβανού της, καὶ τῷ Τρισαγίῳ τὸ, Ο σταυρωθεὶς δι' ἡμᾶς, βλασφημούντων· ἐξαίφνης παιδίον ἁρπαγὲν εἰς τὸν αέρα ἀνεφέρετο πάντων ἐν ἐκπλήξει καὶ φόβῳ κρατ
Continue reading PG 65: Orationes →≣ entire volume
Page scan enlarged

Notebook

Full View