PG 65Proclus of Constantinople
Orations
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Oration IOratio prima

col. 679–680page 1 of 78
PG 65:679ζόντων ἐπὶ πολλὰς ὥρας τὸ, Κύριε, ἐλέησον· αὖθις κατηνέχθη τὸ παιδίον ὡς ἐπὶ νεφέλης καθήμενον· καὶ φωνῇ μεγάλη παρεκελεύσατο ὅτι οἱ τῶν ἀρχαγγέλων χοροὶ ἄνευ τῆς προσθήκης του. Ο σταυρωθείς, τὸν τρισάγιον ὕμνον ἀναπέμπουσι τῷ Θεῷ· Ἅγιος δ Θεός, ἅγιος ἰσχυρὸς, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. Καὶ εὐθέως ταῖς τοιαύταις φωναῖς, ἀπέδωκε τὴν ψυχὴν τῷ Θεῷ· καὶ ὁ τοῦ σεισμοῦ κλόνος ἐπαύ σατο. Ἐν τῷ ὕψει Κύριος τῆς Ἐκκλησίας ἀληθῶς σε ἔθετο ὥσπερ ἀστέρα φαεινὸν, φωταγωγοῦντα τους ψάλλοντας, Πρόκλε, τὸ κλέος πατέρων ἀοίδιμε. δ. η'. 'Υμνήσωμεν τοὺς ζωολαμπτῆρας. Εὐσεβίῳ καὶ Πρόκλῳ. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΡΟΚΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΛΟΓΟΙ. τοῦ εὐαγγελισμοῦ, ΛΟΓΟΣ Α'. Ἐγκώμιον εἰς τὴν παναγίαν Θεοτόκου Μαρίαν. Α'. Παρθενική πανήγυρις σήμερον τὴν γλῶτταν ἡμῶν, ἀδελφοί, πρὸς εὐφημίαν καλεῖ· καὶ ἡ παροῦσα ἑορτὴ τοῖς συνελθοῦσιν ὠφελείας γίνεται πρόξενος, καὶ μάλιστα εἰκότως. 'Αγνείας γὰρ ἔχει ὑπόθεσιν, καὶ τοῦ κοινοῦ τῶν γυναικῶν καύχημα τὸ τελούμενον καὶ δόξα τοῦ θήλεως, διὰ τὴν ἐν καιρῷ μητέρα καὶ παρθένον. Επέραστος αὕτη καὶ ἐξαίσιος ἡ σύνοδος. ὑπεραγίαν. μάλα.
col. 681–682page 2 of 78
PG 65:681ας. Ἰδοὺ γὰρ γῆ καὶ θάλαττα δωροφορεί τῇ παρ θένῳ· ἡ μὲν τὰ νῶτα αὐτῆς, ταῖς ὁλκάσι γαληνῶς ὑφαπλώσασα ἡ δὲ τὰ ἴχνη τῶν βαδιζόντων ἀκω λύτως παραπέμπουσα. Σκιρτάτω ἡ φύσις, καὶ ἀγαλ λιάσθω τὸ γένος τῶν ἀνθρώπων, ὅτι καὶ γυναῖκες τιμώνται· χορευέτω ἡ ἀνθρωπότης, ὅτι καὶ παρθένοι δοξάζονται. "Οπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Συνεκάλεσε γὰρ ἡμᾶς νῦν ἐνταῦθα ἡ ἁγία Θεοτόκος Παρθένος Μαρία· τὸ ἀμόλυντον τῆς παρθενίας κειμήλιον, ὁ λογικὸς τοῦ δευτέρου Αδάμ παράδεισος· τὸ ἐργαστήριον τῆς ἑνώσεως τῶν φύσεων· ἡ πανήγυρις τοῦ σωτηρίου συναλλάγματος, ἡ παστάς, ἐν ᾗ ὁ Λόγος ἐνυμφεύσατο τὴν σάρκα ἡ ἔμψυχος τῆς φύσεως βάτος, ἣν τὸ τῆς θεία; ὠδῖνος πῦρ οὐ κατέκαυσεν· ἡ ὄντως κούφη νεφέλη, ἡ τὸν ἐπὶ τῶν χερουβίμ μετὰ σώματος βαστάσασα· ὁ τοῦ ἐξ οὐρανοῦ ὑετοῦ καθαρώτατος πάχος, ἐξ οὗ ὁ ποιμὴν τὸ πρόβατον ἐνεδύσατο. Μαρία ἡ δούλη καὶ μήτηρ, ἡ παρθένος, καὶ οὐρανός, ἡ μόνη Θεοῦ πρὸς ἀνθρώπους γέφυρα· ὁ φρικτὸς τῆς οἰκονομίας ιστός, ἐν ᾧ ἀῤῥήτως ὑφάνθη ὁ τῆς ἑνώσεως χι τών· οὗπερ ἱστουργὸς μὲν τὸ Πνεῦμα τὸ ἅγιον· ἔριθος δ. ἢ ἐξ ὕψους ἐπισκιάσασα δύναμις· ἔριον δὲ, τὸ ἀρχαῖον τοῦ 'Αδάμ κώδιον· κρόκη δὲ, ἡ τῆς Παρ θένου ἀμόλυντος σάρξ· κερκὶς δὲ, ἡ ἀμέτρητος τοῦ φορέσαντος χάρις τεχνίτης δὲ, ὁ δι᾿ ἀκοῆς εἰσο πηδήσας Λόγος. Τίς εἶδε, τίς ήκουσεν, ὅτι μήτραν ὁ Θεὸς ἀπεριγράπτως ᾤκησε, καὶ ἐν οὐρανὸς οὐκ ἐχώ ρησεν, ἡ γαστήρ οὐκ ἐστενοχώρησεν. Β. Αλλ' ἐγεννήθη ἐκ γυναικὸς Θεὸς οὐ γυμνός καὶ ἄνθρωπος οὐ ψιλός· καὶ πύλην σωτηρίας ὁ τε χθεὶς, τὴν πάλαι τῆς ἁμαρτίας έδειξε θύραν. "Οπου γὰρ ὁ ὄφις διὰ τῆς παρακοῆς τὸν ἐὸν ἐξέχεεν, ἐκεῖθεν ὁ Λόγος διὰ τῆς ὑπακοῆς εἰσελθὼν, τὸν ναὸν ἐζωοπλάστησεν. "Οθεν ὁ πρῶτος τῆς ἁμαρτίας Κάϊν προέκυψεν ἐκεῖθεν ὁ τοῦ γένους λυτρωτής Χρι στὸς ἀσπόρως ἐβλάστησεν. Οὐκ ἐπῃσχύνθη ὁ φιλάνθρωπος τὴν ἐκ γυναικὸς ὠδῖνα· ζωή, γὰρ ἦν τὸ πραγματευόμενον· οὐκ ἐμολύνθη οἰκήσας μήτραν, ήνπερ δοροφορεί. Α. ἐφαπλώσασα. (6; ΔΙ. ἡ ἐκ τῆς παρθένου. ΑΙ. ενέχεεν, ἐκεῖ ὁ λόγος. προέκυψεν. Μετὰ σώματος βαστάσασα. Εργαστήριον ἱστόν ἀπεριγράπτως απερί γραπτος ἀφθάρτως Οδηγ. άφθαρτος αφράστως, τὸ ἄφραστον.
col. 683–684page 3 of 78
PG 65:683δ αὐτὸς ἀνυβρίστως ἐδημιούργησεν. Εἰ μὴ γὰρ παρθένος ἔμεινεν ἡ μήτηρ, ψιλὸς ἄνθρωπος ὁ τεχθείς, και οὐ παράδοξος ὁ τόπος· εἰ δὲ καὶ μετὰ τόκον ἔμεινε παρθένος, πῶς οὐχὶ καὶ Θεὸς, καὶ τὸ μυστήριον ἄφραστον Ἐκεῖνος ἀφράστως ἐγεννήθη, ὁ καὶ τῶν θυρῶν κεκλεισμένων εἰσελθὼν ἀκωλύτως· οὗ τὴν συζυγίαν τῶν φύσεων ἰδὼν ὁ Θωμᾶς, ἀνεκεκράγει λέγων· 'Ο Κύριός μου, καὶ ὁ Θεός μου. Γ. Μὴ ἀπαισχυνθῇς τὴν ὠδῖνα, ὦ ἄνθρωπς· αὕτη γὰρ ἡμῖν γέγονε σωτηρίας αφορμή. Εἰ μὴ γὰρ ἐκ γυναικὸς ἐγεννήθη, οὐκ ἂν ἀπέθανεν· εἰ μὴ ἀπέθανεν, οὐκ ἂν διὰ τοῦ θανάτου αὐτοῦ κατήργησε τὸν τὸ κρά τος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον. Οὐχ ὕβρις ἀρχιτέκτονι μεῖναι, ἐν οἷς αὐτὸς ᾠκοδόμησεν· οὐ μιαίνει πηλὸς τὸν κεραμέα, ἀνακαινίζοντα ὅπερ ἔπλασε σκεῦος· οὕτως οὐδὲ μιαίνει τὸν ἄχραν τον Θεόν, τὸ ἐκ παρθενικής γαστρός προελθεῖν. Εν γὰρ πλάττων οὐκ ἐμολύνθη, διὰ ταύτης προελθών, οὐκ ἐμιάνθη. Ὦ γαστήρ, ἐν ᾗ τὸ τῆς ἐλευθερίας ἡμῶν γραμματεῖον συνετάγη! ὦ κοιλία, ἐν ᾗ τὸ κατὰ τοῦ διαβόλου ὅπλον ἐχαλκεύθη! ὦ ἄρουρα, ἐν ᾗ ὁ τῆς φύσ σεως γεωργὸς τὸν ἄσταχυν ἀσπόρως εβλάστησεν! ναός, ἐν ᾧ Θεὸς γέγονεν ἱερεύς· οὐ τὴν φύσιν μετα βαλών, ἀλλὰ τὸν κατὰ τὴν τάξιν τοῦ Μελχισεδέκ δι' οἶκτον ἐνδυσάμενος! Ο Λόγος σάρξ ἐγένετο, και Ἰουδαῖοι ἀπιστῶσιν. Ὁ Θεὸς μορφὴν ἀνθρώπου ἐφό ρεσεν ἀληθῶς, κἂν Ἕλληνες κωμῳδῶσι τὸ θαῦμα. Διὰ γὰρ τοῦτο· Ἰουδαίοις μὲν σκάνδαλον, Έλλησι δὲ μωρίαν, ὁ Παῦλος ἐξέα. Τοῦ γὰρ μυστηρίου τὴν δύναμιν οὐκ ἔγνωσαν, ἐπειδὴ ὑπὲρ λόγον τὸ θαῦμα Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Εἰ μὴ γὰρ ὁ Λόγος ᾤχησε γαστέρα. οὐκ ἂν ἐκαθέσθη ἡ σὰρξ ἐπὶ τοῦ ἁγίου θρόνου. Εἰ τῷ Θεῷ ὕβρις εἰς μήτραν ἦν ἔπλασεν ἐλθεῖν, ἄρα καὶ τὸ τοῖς ἀνθρώποις διακονεῖν. Καὶ εἰ τῷ Θεῷ ὕβρις τοῖς ἀνθρώποις διακονεῖν, οὐκ ἂν δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ων. Ο τὸν ἄσταχυν εβλάστησε. ἄρα καὶ τὸ τοῖς ἀνθρώποις διακονεῖν τοῖς ἀγγέλοις ὕβρις ἀνθρώποις διακονεῖν. ἀφθάρτως Δ'. ἂν κατὰ φύσιν ἀπαθὴς, γέγονε δι' οἶκτον πολυ παθής. Οὐκ ἐκ προκοπῆς γέγονε Θεὸς ὁ Χριστός Μὴ γένοιτο! ἀλλὰ Θεὸς ὤν, δι' οἶκτον γέγονεν ἄνθρω ἀφθάρτως αφράστως, στως
col. 685–686page 4 of 78
PG 65:685πως, ὡς πιστεύομεν. Οὐκ ἄνθρωπον ἀποθεωθέντα 4 κηρύττομεν, ἀλλὰ Θεὸν σαρκωθέντα ὁμολογοῦμεν. Τὴν οἰκείαν δούλην ἐπεγράψατο μητέρα, ὁ κατ' οὐσίαν ἀμήτωρ, καὶ κατ' οἰκονομίαν ἐπὶ γῆς ἁπάτωρ· ἐπεὶ πῶς ὁ αὐτὸς κατὰ Παῦλον, ἀμήτωρ καὶ ἀπάτωρ; Εἰ ξελός ἄνθρωπος, οὐκ ἀμήτωρ· ἔχει γὰρ μητέρα· εἰ γυμνός Θεός, οὐκ ἀπάτωρ· ἔχει γὰρ πατέρα· νῦν δὲ ὁ αὐτὸς, ἀμήτωρ μὲν, ὡς πλάστης, ἀπάτωρ δὲ, ὡς ἄνθρωπος. Ε΄. Αιδέσθητι, ὦ ἄνθρωπε, κἂν τὴν τοῦ ἀρχαγγέ που προσηγορίαν· ὁ γὰρ τὴν Μαρίαν εὐαγγελισάμενος, Γαβριὴλ ἐλέγετο· τί δὲ ἑρμηνεύεται Γαβριήλ; Μάθε ἀκούσας, ὅτι Θεὸς καὶ ἄνθρωπος. Ἐπεὶ γὰρ ὁ παρ' αὐτοῦ εὐαγγελιζόμενος Θεός ἐστι καὶ ἄνθρωπος, προέλαβεν ἡ προσηγορία τὸ θαῦμα, ἵνα πιστώσηται τὴν οἰκονομίαν. Μάθε πρώτον τὴν οἰκονομίαν καὶ τὴν αἰτίαν τῆς παρουσίας, καὶ τότε δόξασον τὴν δύναμιν τοῦ σαρκωθέντος, ἐπειδὴ πολλὰ ὤφειλεν ἐξ ἁμαρτιῶν ἡ τῶν ἀνθρώπων φύσις, καὶ ἡπόρει πρὸς τὸ χρέος. Διὰ γὰρ τοῦ 'Αδάμ πάντες τῇ ἁμαρτίᾳ ἐχειρογραφής σαμεν· δούλους ἡμᾶς κατεῖχεν ὁ διάβολος· τὰς ἀνὰς ἡμῶν περιέφερε χάρτη κεχρημένος τῷ πολυπαθεῖ ἡμῶν σώματι· εἱστήκει ὁ κακὸς τῶν παθῶν πλαστογράφος, επισείων ἡμῶν τὸ χρέος, καὶ ἀπαιτῶν ἡμᾶς τὴν δίκην. "Εδει τοίνυν δυοῖν θάτερον· ἡ πᾶσιν ἐπαχθῆναι τὸν ἐκ τῆς καταδίκης θάνατον, ἐπειδὴ καὶ πάντες ήμαρτον· ἢ τοιοῦτον δοθῆναι πρὸς ἀντίδοσιν τίμημα, 8 πᾶν τῷ χρέει ὑπῆρχε δικαίωμα προς παραίτησιν. "Ανθρωπος μὲν οὖν σῶσαι οὐκ ἠδύνατο ὑπέκειτο γὰρ χρέει τῆς ἁμαρτίας· ἄγγελος δὲ ἐξαγοράσασθαι τὴν ἀνθρωπότητα οὐκ ἴσχυεν· ἡπόρει γὰρ τοῦ τοιούτου λύτρου· λοιπόν οὖν ὁ ἀναμάρτητος Θεὸς ὑπὲρ τῶν ἡμαρτηκότων ἀποθανεῖν ὤφειλεν. Αὕτη γὰρ ἐλείπετο τοῦ κακοῦ λύσις Γ'. Τί οὖν; αὐτὸς ὁ πᾶσαν φύσιν ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγών, ὁ μηδὲν πρὸς παροχὴν ἀπο ρῶν ἐξευρε τοῖς κατακρίτοις ζωὴν ἀσφαλεστάτην, καὶ τῷ θανάτῳ λύσιν εὐπρεπεστάτην. Καὶ γίνεται ἄνθρωπος ἐκ Παρθένου, ὡς οἶδεν αὐτός· λόγος γὰρ ἑρμηνεῦσαι τὸ θαῦμα οὐ δύναται· καὶ ἀποθνήσκει 8 ἐγένετο· καὶ λυτροῦται ὁ ὑπῆρχε, κατὰ τὸν λέγοντα Παῦλον· Εν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵ ματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων. Ὁ τῶν μεγάλων πραγμάτων! ἄλλοις ἐπραγματεύσατο τὸ ἀθάνατον· αὐτὸς γὰρ ὑπῆρχε ἀθάνατος Τοιοῦτος γὰρ ἄλλος κατ' οἰκονομίαν οὔτε γέγονεν, οὔτε ἦν, οὔτε ἔσται ποτέ, ἢ μόνος ὁ ἐκ Παρθένου τε χθεὶς Θεὸς καὶ ἄνθρωπο;· οὐκ ἀντιταλαντεύουσαν ΔΙ. προέφερε. Α. λύτρωσις. ΑΙ. ᾧ μ. άπορον. Μαε. αὐτὸς μόνος ὑπάρχων. Ο
col. 687–688page 5 of 78
PG 65:687ἀλλὰ καὶ πάσαις ψήφοις ὑπερέχουσαν. Εν μεν τῷ Υἱὸς εἶναι, τὸ ἀπαράλλακτον σώζων πρὸς τὸν Πα τέρα· ἐν δὲ τῷ δημιουργός, τὸ τῆς δυνάμεως ἀπροσδεές ἔχων· ἐν δὲ τῷ φιλοικτίρμων, τὸ εἰς συμπάθειαν ἀνυπέρβλητον ἐδημοσίευσεν· ἐν δὲ τῷ ἀρχιερεὺς, τὰ εἰς παράστασιν ἀξιόπιστον φέρων, οἷς οὐδὲν εὕροι τις ἂν ἐπ᾽ οὐδενὶ ἴσον ἢ παραπλήσιον πώποτε. Όρα γὰρ αὐτοῦ τὴν φιλανθρωπίαν. Εκὼν κατακριθεὶς, τὸν κατὰ τῶν σταυρωσάντων αὐτὸν ἔλυσε θάνατον, καὶ ἀπέστρεψε τὴν τῶν ἀποκτεινάντων ἀνομίαν, εἰς τὴν τῶν ἀνομησάντων σωτηρίαν. μόνον ἔχων τὴν ἀξίαν τῷ πλήθει τῶν ὑποδίκων, ο Ζ'. ᾿Ανθρώπου τοίνυν ψιλοῦ, σῶσαι οὐκ ἦν· καὶ γὰρ καὶ αὐτὸς ἐδεῖτο τοῦ σώζοντος, κατὰ Παῦλον τὸν λέ γοντα, ὅτι Πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, καὶ τὰ ἑξῆς. Ἐπειδὴ οὖν ἡ ἁμαρτ τία τῷ διαβόλῳ, προσῆγε τὸν αὐτῆς ὑπεύθυνον, ὁ διάβολος τῷ θανάτῳ τοῦτον προσέπεμπε τοιγάρτοι ἐν μεγίστῳ κινδύνῳ τὰ καθ' ἡμᾶς προῆγε, καὶ ἐν ἀπόροις ἦν λύσις τοῦ θανάτου· οἱ πεμφθέντες ιατρο κατηγόρουν. Τί οὖν; ὡς εἶδον οἱ προφῆται μείζον τέχνης ἀνθρωπίνης τὸ τραῦμα, τὸν ἐξ οὐρανοῦ ἐπεβόων Ιατρόν. Καὶ ὁ μὲν ἔλεγε· Κλίνον οὐρανούς, καὶ κατάβηθι. Αλλος· Ιασαί με, Κύριε, καὶ ιαθήσομαι. Ετερος, Εξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. "Αλλος· Ε' ὄντως οἰκήσει Θεὸς μετὰ ἀνθρώπων; Αλλος, Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. "Ετερος· Οι μοι ὅτι απόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. "Αλλος· Ὁ Θεὸς εἰς τὴν βοή θειάν μου πρόσχες, καὶ εἰς τὸ βοηθῆσαί μοι σπεύ σον. "Αλλος· "Οσον, ὅσον ὁ ἐρχόμενος ήξει, καὶ οὐ χρονιεῖ. Αλλος· Επλανήθην ὡς πρόβατον ἀπολωλός, ζήτησον τὸν δοῦλόν σου τὸν ἐλπίζοντα ἐπὶ σέ· Αλλος· ῾Ο Θεὸς ἐμφανῶς ἤξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Οὐ παρείδε τοίνυν τὴν φύσιν τὴν ἀνθρωπίνην ἐπὶ πολύ τυραννουμένην, ὁ φύσει βασιλεὺς ὑπάρχων· οὐκ ἀφῆκεν εἰς τέλος εἶναι τῷ διαβόλῳ ὑπεύθυνον, ὁ φιλοικτίρμων Θεός ἀλλ᾽ ἦλθεν ὁ ἀεὶ παρών, καὶ κατέβαλε λύτρον ὑπὲρ ἡμῶν τὸ ἴδιον αἷμα· καὶ ἔδωκεν ὑπὲρ τοῦ γένους ἀντάλλαγμα τῷ θανάτῳ, ἣν ἐκ Παρθένου εφόρεσε σάρκα· καὶ ἐξηγοράσατο τὸν κόσμον ἐκ τῆς τοῦ νόμου κατάρας, θανάτῳ τὸν θάνατον καταργήσας· καὶ βαζ Παῦλος· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου. Η'. Ὁ τοίνυν ἀγοράσας ἡμᾶς, οὐ ψιλός άνθρωπος, ὦ Ἰουδαῖς· ἡ γὰρ τῶν ἀνθρώπων ἅπασα φύσις τῇ ἁμαρτία δεδούλωτο· ἀλλ᾽ οὔτε μήν γυμνὸς ἀνθρωπότητος Θεός· σῶμα γὰρ εἶχεν, ὦ Μανιχαίς. Εἰ μὴ γὰρ ἐνεδύσατο ἐμὲ, οὐκ ἂν ἔσωσεν ἐμέ· ἀλλ' ἐν τῇ γαστρὶ
col. 689–690page 6 of 78
PG 65:689τῆς Παρθένου ὁ ἀποφηνάμενος, τὸν κατάδικον ἐν εδύσατο. Καὶ ἐκεῖ τὸ φρικτὸν γέγους συνάλλαγμα. τοὺς γὰρ πνεῦμα, έλαβε σάρκα. Ὁ αὐτὸς μετὰ τῆς Παρθένου, καὶ ἐκ τῆς Παρθένου. Ο μὲν γὰρ ἐπεσκίασεν αὐτήν· ὁ δὲ ἐσαρκώθη ἐξ αὐτῆς. Εἰ ἄλλος ὁ Χρι στὸς καὶ ἄλλος ὁ Θεὸς Λόγος, οὐκ ἔστι τριὰς ἡ ἁγία Τριάς· ἀλλὰ κατὰ σὲ, αἱρετικέ, τετράς. Μὴ σχίσης τὸν τῆς οἰκονομίας χιτῶνα τὸν ἄνωθεν ὑφαντόν μὴ μαθητεύσῃς Ἀρείῳ. Ἐκεῖνος γὰρ ἀσεβῶν τὴν οὐσίαν τέμνει· σὺ τὴν συνάφειαν μὴ μέριζε, ἵνα μὴ μερισθῇς ἀπὸ Θεοῦ. Τίς ἐπέφανεν, εἰπέ μοι, τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις; Ανθρωπος; Καὶ πῶς ἡδύνατο ἐν σκότει διάγων κατὰ Παῦλον τὸν λέο γοντα· Ος ερρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους; Εμεν γάρ ποτε σκότος, κατὰ τὸ γεγραμμένον· νῦν δὲ φῶς ἐν Κυρίῳ. Τίς σὧν ἐπέφανεν ἡμῖν; Δαβίδ σε διδάσκει, λέγων· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τίς οὗτος; εἰπὶ φα νερώς, ὦ Δαβίδ· ᾿Αναβόησον τῇ ἰσχύν, καὶ μὴ φείσῃ· Ὡς σάλπιγγα ὕψωσον την φωνήν σου εἰπὶ τίς οὗτος· Κύριος, φησὶν, ὁ Θεὸς τῶν δυνά μεων· Θεός Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Ο γὰρ Λόγος σάρξ ἐγένετο. Συνῆλθον αι φύσεις, καὶ ἀσύγ χυτος ἔμεινεν ή Ένωσις. ο Θ. Ἦλθε σῶσαι, ἀλλ᾽ ἐχρῆν καὶ παθεῖν· πῶς οὖν ἦν δυνατὸν ἑκάτερα γενέσθαι; "Ανθρωπος ψιλός σῶ και οὐκ ἴσχυε· Θεὸς γυμνός παθεῖν οὐκ ἠδύνατο. Τί οὖν Αὐτὸς ὢν Θεὸς ὁ Ἐμμανουήλ, γέγονεν άν | θρωπος· καὶ ὁ μὲν ἦν, ἔσωσεν· ὁ δὲ γέγονεν, ἔπαθεν. Διὰ τοῦτο ὡς εἶδεν ἡ Ἐκκλησία στεφανώσασαν αὐτὸν Τα τὴν συναγωγὴν ταῖς ἀκάνθαις, θρηνωδοῦσα τὴν τόλ μαν, έλεγε· θυγατέρες Ιερουσαλήμ, ἐξέλθετε, καὶ ἴδετε τὸν στέφανον, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μή τηρ αὐτοῦ. Αὐτὸς γὰρ καὶ τὸν ἀκάνθινον εφόρεσε στέφανον, καὶ τὴν τῶν ἀκανθῶν ἔλυσεν ἀπόφασιν ὁ αὐτὸς ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, καὶ ἐν γαστρὶ Παρθένου· ὁ αὐτὸς ἐν ἀγκάλαις μητρὸς, καὶ ἐπὶ πτερύγων ἀνέμων· ὁ αὐτὸς ἄνω ὑπὸ ἀγγέλων προσ σκυνεῖτο, καὶ κάτω τελώναις συνανεκλίνετο· τὰ σεραφίμ οὐ προσέβλεπε, καὶ Πιλάτος ἠρώτα· ὁ δοῦ λος εργάπιζε, καὶ ἡ κτίσις ἔφρισσεν· ἐπὶ σταυροῦ ὁ αὐτὸς ἐπήγνυτος καὶ ὁ θρόνος τῆς δόξης αὐτοῦ οὐκ ἐγεγύμνωτο ἐν τάφῳ κατεκλείετο, καὶ τὸν οὐρανὸν εξέτεινεν ὡσεὶ δέῤῥιν· ἐν νεκροῖς ἐλογίζετο, καὶ τὸν ξίδην ἐσκύλευσεν· ὧδε πλάνος ἐσυκοφαντεῖτο, καὶ ἐκεῖ ἅγιος ἐδοξολογεῖτο. Η γ, Ο μὲν γὰρ ἐπεσκίασεν αὐτήν· ὁ δὲ επαρκώθη ἐξ αὐτῆς. ἀποθνήσκει ὁ ἐγένετο, καὶ λυτροῦται ὁ ὑπῆρχε. Οι ΣΙΣ, Η δ μὲν ἦν, ἔσωσεν· ὁ δὲ γέγονεν, ἔπαθεν.

Oration IIOratio II

col. 691–692page 7 of 78
PG 65:691Ι. Ὢ τοῦ μυστηρίου! βλέπω τὰ θαύματα, καὶ ἀνα κηρύττω τὴν θεότητα· ὁρῶ τὰ πάθη, καὶ οὐκ ἀπαρ νοῦμαι τὴν ἀνθρωπότητα. Αλλ' ὁ Ἐμμανουήλ, φύ σεως μὲν πύλας ἀνέφξεν ὡς ἄνθρωπος παρθενίας δὲ κλείθρα οὐ διέρρηξεν ὡς Θεός· ἀλλ' οὕτως ἐκ μή τρας προῆλθεν, ὡς δι' ἀκοῆς εἰσῆλθεν· οὕτως ἐτέχθη, ὡς συνελήφθη. Απαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν προφήτην Ἰεζεκιήλ τὸν λέγοντα Επέστρεψέ με, φησί, Κύριος κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολὰς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται· οὐκ ἀνοιχθήσεται· οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ἀλλ' ἡ Κύριος ὁ Θεός Ισραήλ. μόνος· αὐτὸς εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ ἔσται ἡ πύλη κεκλεισμένη. Ἰδοὺ ἀπόδειξις ἐναργής τῆς ἁγίας Θεοτόκου Μαρίας. Λυέσθω τοίνυν ἀντιλογία πᾶσα, καὶ τῇ τῶν Γραφών καταφωτιζώμεθα γνώσει, ἵνα καὶ βασιλείας οὐρανῶν τύχωμεν ἐν Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ Β'. Εἰς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ἅγιος κι Χριστοῦ, καὶ εἰς τὰς ἐπαρυστρίδας. Δ΄. Καλὴ μὲν ἡ τῶν ψαλμῶν λύρα· θεόπνευστος ἡ τοῦ Πνεύματος κιθάρα· τερπνὸν καὶ φοβερὸν τὸ τῆς προφητείας ᾆσμα· σωτήριος ἀεὶ ἡ ψαλμῳδία, τὰ πάθη κοιμίζουσα τῇ μελωδία. Οπερ γάρ ἐστιν ἀκάνθαις δρεπάνη, τοῦτο γίνεται καὶ λύπῃ ὁ ψαλ μός. Ψαλμὸς γὰρ μελωδούμενος ἐκτέμνει ἀθυμίας ῥιζοτομεῖ τὰς λύπας· ἀποσπογγίζει τὰ πάθη και μίζει τοὺς θρήνους· χειρουργεῖ τὰς φροντίδας χαγωγεῖ τοὺς ἐν ὀδύναις· ἁμαρτωλούς κατανυγεί ἐξυπνίζει πρὸς εὐσέβειαν· ἐρημίας πολίζει· τὰς πό λεις σωφρονίζει· συγκροτεί μοναστήρια· παρθενία, ὑπαγορεύει· πραότητα ἐκδιδάσκει· νομοθετεῖ ἀγά πην μακαρίζει φιλοπτωχίαν· πρὸς ὑπομονὴν ἀλεί φει· εἰς οὐρανοὺς μετεωρίζει· στενοχωρεῖ Εκκλησίαν ἁγιάζει ἱερέα· δαίμονας φυγαδεύει προφητεύει τα μέλλοντα· μυστήρια προκηρύττει· νομοθετεῖ τὴν Τριάδα, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθροὺς σου ὑποπόδιον τῶν ποδῶν σου. Σύνθρονον τὸν Υἱὸν ἐκήρυξεν, οὐ λειτουργὸν τὸν ὁμοούσιον ἐστηλίτευσε. Διὰ τοῦτο γὰρ ἀρτίως ὁ μακάριος Δαβὶδ τὴν ακάματον φύσιν, τὴν παντοδύναμον οὐσίαν, τὴν ἀήττητον βούλησιν, τὴν μὴ βραδύνουσαν χάριν, τὸν αὐτ θέντην δημιουργόν, τὸν αὐτεξούσιον Υιόν, τὸν ὑπο οι σχήμα, ἀντὶ φύσεως ἀφθάρτως.
col. 693–694page 8 of 78
PG 65:693ταγή; ἐλεύθερον Θεόν, τὸν μὴ κελευόμενον Δεσπότην, & ἀνυμνῶν ἐβόα· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύ ριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Αἰσχυνέσθωσαν Αρειος, καὶ Εὐνόμιος, Μακεδόνιός τε καὶ Νεστόριος, τὸ τετράπωλον τοῦ διαβόλου ἅρμα· οἱ τῶν αἱρέσεων σκόπελος· αἱ τῆς βλασφημίας σπιλάδες· τὰ τῶν ψυ χῶν ναυάγια· αἱ τῆς δυσσεβείας ύφαλοι πέτραι· οἱ πονηροὶ τῆς Τριάδος ζυγοστάται· ἀκουσάτωσαν τοῦ Δαβὶδ λέγοντος· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Ο Δαβὶδ τὰ Έργα μεγαλύνει, καὶ οἱ βλάσφημοι τὸν κτίστην σμικρύνουσι. Πάντα γὰρ θαυμαστὰ καὶ παράδοξα, τὰ τοῦ Δεσπότου Χριστοῦ Θεοῦ γάρ ἐστι λόγου τερά στια, καὶ γλώττης τάχος νικώντα· ἰσχὺν δὲ τοῦ δη μιουργήσαντος παριστώντα. οικία Β. Πάντα ἐν σοφίᾳ ἐποίησεν ὁ Δεσπότης. 'Αγγέ λους ἐκ μὴ ὄντων παρήγαγεν· ἔνευσε, καὶ ἡ κτίσις οὐκ ἐβράδυνεν· ἐκέλευσε, καὶ τὸ φῶς ἐκ σκότους ἀνέτειλε, τὸν οὐρανὸν ὡσεὶ καμάραν εστερέωσε· τὴν δὲ γῆν ἐκ τοῦ βάθους διαλελυμένην ἀνέσπασε, τὸν ἥλιον ὡς νυμφίον εκόσμησε· τὴν δὲ σελήνην, διὰ τὴν χρείαν ποικίλως ἐσχημάτισε, δήμους ἀστέρων ἐκ φωτὸς ἐχάλκευσε· καὶ τὴν συμφωνίαν τῶν μαχομένων στοιχείων εχαρίσατο· [πῦρ, ὕδωρ ] ἡ γῆ ποτα μούς ἀναβλύζει, καὶ ὁ ἀὴρ μετεωρίζει τὰ βάρη· καὶ τὴν ἐναντιότητα, ἡ τέχνη αὐτοῦ εἰς φιλίαν ἐκέρασεν. Είπω τὸ μυστήριον. Θεὸς ῶν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ διὰ Παρθένου ἔνθα παρῆν ἐπεδήμησε· καὶ ὁ τόπος αὐτὸν οὐκ ἠλάττωσε, καὶ ἡ ὠδῖς τὴν ἄκτιστον φύσιν οὐκ ἠλλοίωσεν· ἀλλὰ κτιστὴ μορφὴ τὸν κτίστην ἐσχημάτισε, καὶ τὸν ἀχώρητον σαρκωθέντα ὁ κόσμος ἐχώρησε. Γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας, διὰ ξύλου τὴν φύσιν ἡμῶν ἀπὸ τῆς ἁμαρτίας ἠλευθέ. ρωσε· διὰ τάφου θάνατον ἐνέκρωσε· διὰ ὕβρεως δόσ ξαν εγεώργησεν· ἐν. ποταμῷ τὸ τῆς κολυμβήθρας μυστήριον ἐσκιογράφησε. Καὶ ὅτι Θεὸς ἦν ὁ Χριστὸς, ἐμαρτύρησεν ἀρτίως ἡ θάλασσα, καὶ οἱ ἄνεμοι, καὶ οἱ δαίμονες. Τῆς μὲν γὰρ ἡ ζάλη κατηυνάζετο· τῶν δὲ ἀνέμων ἡ βία ἐκοιμίζετο· οἱ δὲ δαίμονες ἀοράτως ἐμαστίζοντο. Καὶ ἐμαρτύρει τὰ στοιχεῖα τῇ δυνάμει τοῦ παρόντος, ὅτι τοῦτον ἐφοβήθησαν, περὶ οὗ ὁ προ φήτης ἐν ψαλμοῖς ἐβόα· Εἰδοσάν σε τὰ ὕδατα, δ Θεός, καὶ ἐφοβήθησαν. Γ. Οντως πάντα ἐν σοφίᾳ ἐποίησεν ὁ Δεσπότης χωφενούσῃ γὰρ τῇ κτίσει, γλῶτταν ἐχαρίσατο, τὸν – πῦρ, αρτίως ἐμαρτύρησεν. μαρτυρήσει, Η
col. 695–696page 9 of 78
PG 65:695άνθρωπον λέγω· καὶ μήτραν τοῦ πρωτοπλάστου, τὸν χοῦν ἐποίησεν ἐκ γῆς ἀγεωργήτου. Ωσπερ γὰρ ἐν μήτρα καταβάλλεται σπέρμα· διαπλάττεται σῶ μα· μορφοῦται ὁ πηλός· ψυχοῦται ἡ σάρξ· ἀπο τελεῖται τὸ ζῶν· σκιρτᾷ ὁ κατ' εἰκόνα· τίκτεται δ λόγος, καὶ ἀμάρτυρος μένει ἡ διάπλασις, ἀνερμήνευτος δὲ ἡ γέννησις· οὕτως καὶ ἐπὶ τοῦ πρωτοπλάστου Ἀδάμ· ἀντὶ μήτρας, αἱ θεῖαι γεγόνασι χεῖρες· ἀντὶ σπέρματος, ὁ γήϊνος χους· ἀντὶ μηνῶν, τὸ ἄχρινον τοῦ ποιήσαντος· ἀντὶ ὠδίνων, τὸ ἀπαθὲς τοῦ πλά σαντος· ἀντὶ τόκου, τὸ θεῖον ἐμφύσημα· ἀντὶ γά λακτος, ἡ πηγὴ τοῦ παραδείσου· ἀντὶ τροφῆς, ἡ ἄμοχθος τράπεζα· ἀντὶ μορφῆς, ἡ εἰκὼν τοῦ ἀρχε τύπου· ἀντὶ ἀξιώματος, τὸ κατὰ χάριν ἀθάνατον ἀντὶ ὑπηκόων, τὸ συμπλασθὲν ζῶον. Καὶ γέγονε μὲν ὁ κατὰ διάπλασιν τόκος· κάματος δὲ, τὸν τόκον οὐχ ὕβρισεν. Αἰσχυνέσθωσαν Ἰουδαίων παῖδες, οἱ τὴν παρθενικὴν ὠδῖνα διασύροντες, οἱ λέγοντες· Εἰ ἔτεκε παρθένος, οὐκ ἔμεινε παρθένος. Αθλιε καὶ ταλαξ. πωρε, ὁ Ἀδὰμ εἰς τὸν κόσμον παρήχθη, καὶ κάματος τὴν διάπλασιν οὐχ ύβρισεν· ὁ Θεὸς κατὰ σάρκα ἐγεννήθη, καὶ φθορὰν ὁ τόπος ὑπέμεινε; Διὰ τοῦτο γὰρ καὶ δεύτερος Αδάμ κατὰ σάρκα ὁ Δεσπότης Χριστός· ἐπειδὴ ὁ προλαβὼν Ἀδὰμ τύπος τοῦ Δε σπότου Χριστοῦ. Ἐσκιογράφησεν ἡ πηλὸς τὸν κεραμέα. Οτι δὲ τύπος ἦν, ἄκουε τοῦ μακαρίου Παύ λου λέγοντος· Εβασίλευσεν ὁ θάνατος ἀπὸ τοῦ Ἀδὰμ μέχρι Μωυσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως 'Αδάμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος. Καὶ ὅπως τύπος ἦν ὁ Ἀδὰμ τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα, ἄκουε Ο δοῦλος, φύσεως ἀρχή· ὁ Δεσπότης, ἀρχὴ ζωῆς τέ λος μὴ ἐχούσης. Ἐκεῖνον αἱ θεῖαι χεῖρες ἔπλασαν οὗτος, ὡς οἶδεν, ἑαυτὸν ἐσάρκωσεν. Ἐκεῖνος γέγονε κατ' εἰκόνα· οὗτος, εἰκὼν ἄκτιστος. Ἐκεῖνος δι' ἐμφυσήματος ἐψυχώθη· οὗτος ἐν δούλου μορφῇ ώφθη. Ἐκείνου ὁ παράδεισος οἶκος· τούτου ὁ οὐρανὸς θρό νος. Ἐκεῖνος γλῶττα τῆς κτίσεως· οὗτος, κεφαλὴ τῆς Ἐκκλησίας. Ἐκεῖνος τὴν χεῖρα εἰς δένδρον ἐξο ἔτεινε, καὶ θάνατον ἐτρύγησεν· οὗτος τὰς χεῖρας ἤπλωσεν ἐν τῷ σταυρῷ, καὶ τὸν κόσμον ἐνηγκαλί. σατο· καὶ βοᾷ ἐν Εὐαγγελίοις· “Οταν ὑψωθῶ, πάν τας ἑλκύσω πρὸς ἐμαυτόν. Ἐκεῖνος γυναῖκα ἔσχεν ἐπίβουλον· οὗτος Παρθένον ἔσχε θάλαμον. Τοῦ 'Αδάμ καθεύδοντος ή πλευρὰ ἀφῃρέθη, καὶ ᾠκοδομήθη ἡ γυνὴ, καὶ τῷ Ἀδὰμ οὐδὲν ἔλειψε· τοῦ Δεσπότου Χρι στοῦ κατὰ σάρκα σταυρωθέντος καὶ ταφέντος, τῷ ν, σκιρτᾷ ὁ κατ' εἰκόνα τίκτεται ὁ λόγος λόγος, Η φύσεως ἀρχή. φύσεως, φθίσεως
col. 697–698page 10 of 78
PG 65:697αἵματι αὐτοῦ ἡ Ἐκκλησία εξηγοράσθη, καὶ τῆς Θεό τητος αὐτοῦ πάθος οὐχ ἥψατο. Δ'. ᾿Αλλὰ ζητούμενόν ἐστι, τίνος ένεκεν μὴ ἐγρηγορότος τοῦ Ἀδάμ, ἀλλὰ καθεύδοντος ἀφηρέθη ἡ πλευρά, καὶ ἀνῳκοδομήθη ἡ γυνή. Οὐκ ἐχρῆν μᾶλλον ἐγρηγορηκότος, ὥστε μαρτυρεῖν τῇ διαπλάσει, καὶ ἐκπλήττεσθαι τὴν τέχνην, καὶ δοξολογεῖν τὴν σοφίαν τοῦ ποιήσαντος· πῶς ἐκ πηλοῦ ἐγένοντο νεῦρα καὶ τάρχες, ὀστέων ἁρμολογία καὶ λεπτότης τριχών; Αλλ' οὐ συνεχώρησεν ὁ Θεὸς ταῦτα διὰ δύο πρά γματα· πρῶτον μὲν, ἵνα μὴ ἀφαιρούμενος ἀλγήσῃ, καὶ ἀλγήσας μισήσῃ τὴν γυναῖκα· καὶ γένηται αὐτῷ δυσμενὴς ἡ ὁμόφυλος· δεύτερον δὲ, ὅ μεῖζόν ἐστι καὶ θειότερον· ἔδει ὁ Θεὸς ὅτι φιλόνεικον ζῶον ὁ ἄνθρω πως, καὶ ὅτι διαπλασθεὶς αὐτεξούσιος ἐστίν· ἵνα μὴ οὖν ἄρξηται καὶ Θεοῦ τόκον πολυπραγμονεῖν, ἐπι βάλλει αὐτῷ ὕπνον, χαλινῶν τὴν τόλμαν, μονονουχὶλέγων πρὸς αὐτόν· Εἰ τῆς ὁμοφύλου τὴν ἀνάπλασιν ἰδεῖν οὐ συνεχωρήθης, τὴν ἄῤῥητον τοῦ Θεοῦ δύναμιν, καὶ τὴν ἀκατάληπτον γέννησιν μή τολμήσῃς πολυ πραγμονεῖν. Πῶς μὲν ἄνθρωπος γεννᾶται, νοῆσαι οὐ δύναται, Θεοῦ δὲ οἰκονομίαν ζητήσειν δύνῃ; Β΄. Ἀλλ᾽ ὁρῶ ὑμᾶς στενοχωρουμένους, καὶ βέλτιον ἐνθάδε κατευνάσαι τὸν λόγον· εἰ δὲ βιασταί έστε, τῶν βιαζομένων δέ ἐστιν ἡ βασιλεία, προσθήσω τοῖς εἰρημένοις. Εἰκὸς τῶν Ἰουδαίων τινὰ παρεῖναι ἐν ταῦθα, καὶ ἐν τῷ ἀμπελῶνι τοῦ Χριστοῦ λανθάνειν τὴν ἀλώπεκα τῆς Ἰουδαίας, καὶ μετὰ τὸ ἀπολυθῆναι τὴν ἐκκλησίαν, στήκειν ἔξω καὶ σκώπτειν τοὺς λό τους, καὶ λέγειν τοιαῦτα· Διὰ τί, Χριστιανοί, καινοτομεῖτε ταῦτα, καὶ κομπάζετε ἐπὶ πράγμασιν ἀναποδείκτοις; Θεὸς ἐπὶ γῆς ὤφθη ποτέ; οὐδέποτε ἄλ λοτε, εἰ μὴ μόνον ἐπὶ Μωϋσέως. ᾿Αλλὰ τότε οὐδὲ ὤφθη, ὦ Ἰουδαῖε· καὶ τούτου μάρτυς αὐτὸς ὁ Μωϋ σῆς λέγων οὕτως· Πρόσεχε σαυτῷ, καὶ συμβιβάσεις εἰς τὴν καρδίαν σου πάντας τοὺς λόγους, οὓς ἐωράκασιν οἱ ὀφθαλμοί σου· καὶ διδάξεις τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου μνήσθητι τὴν ἡμέραν Κυρίου τοῦ Θεοῦ σου, τὴν ἡμέραν τῆς ἐκκλησίας, ὅτε ἐλάλησε Κύριος προς με, λέγων· Ἐκκλησίασον πρός με τον λαόν, καὶ ἀκούσωσι τὰ ῥήματά μου, καὶ διδάξουσιν αὐτὰ τοὺς υἱοὺς αὐτῶν. Καὶ προσήλθετε, καὶ ἔστητε ὑπὸ τὸ ὄρος τὸ Σινά· καὶ τὸ ὄρος εκαίετο πυρί ἕως τοῦ οὐρανοῦ· καὶ ἡκούσατε τὴν φωνὴν τοῦ Κυρίου τοῦ Θεοῦ ὑμῶν ἐκ μέσου τοῦ πυρός· φω την ρημάτων ήκούσατε, καὶ ὁμοίωμα οὐκ ἴδετε. *Δ τοίνυν οὐκ εἶδες, τί κομπάζεις έωρακέναι; Τι εάν μοι, φησί, προσφέρεις, ὅτι ἡδύνατο γυνή γεν νῆσαι Θεόν; Εἰς τοῦτο γάρ σοι λέγω· ὅτι οὐ λέγω σοι ὅτι ἠδύνατο γυνή Θεόν γεννῆσαι, ἀλλ' ὅτι ἡδύνατο Θεός σαρκωθείς γεννηθῆναι ὑπὸ γυναικός· πάντα γὰρ αὐτῷ δυνατά. Ὅμως εἰ ἀπιστεῖς, ὦ Ἰουδαῖε, τοῖς ἐμοῖς λόγοις, ἐντρέπου τὰς τῶν προφητῶν βί δίους· ἔγκυψον ἐν αὐταῖς, καὶ βλέπε ὅλον τὸ μυστήο
col. 699–700page 11 of 78
PG 65:699ριον θεολογούμενον· βλέπε ὅλον τὸ παρθενικὸν θαῦμα σκιαγραφούμενον. Καὶ γὰρ λέγει ὁ προφήτης· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει Κύριος παντοκράτωρ πρῶτον ἀναγινώσκω τὴν προφητείαν, καὶ τότε λέγω τὴν ἑρμηνείαν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύ ριος παντοκράτωρ, προσκαλέσεται ἄνθρωπος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω συκῆς αὐτοῦ. Καὶ ἐπέστρεψε με, φησίν, ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ ἐξήγειρε με, ὃν τρόπον ἐξηγέρθη ἄνθρωπος ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπε πρός με· Τί σὺ βλέπεις; καὶ εἶπον 'Εώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι, καὶ ἑπτὰ ἐπαρυστρίδες, καὶ δύο ἐλαῖαι ἐπάνω. Καὶ ἐπηρώτησα τὸν ἄγγελον, καὶ εἶπον· Τί ἐστι ταῦτα, Κύριε; καὶ εἶπέ μοι· Οὐ γινώσκεις τί ἐστι ταῦτα; καὶ εἶπον· Οὐχὶ, Κύριε· καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπεν· Οὗτος ὁ Λόγος Κυρίου. "Ο βάθους [καὶ] πλούτου, καὶ σοφίας, καὶ Θεοῦ γνώσεως! Ανέγνωμεν την προφητείαν, ἐπαγάγωμεν τὴν ἑρμηνείαν. Γ. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει Κύριος παντοκράτωρ. Εν ποίᾳ ἡμέρᾳ, ὦ προφῆτα; Τῇ τῆς ἐναν θρωπήσεως, ὅτε Παρθένος οὐρανὸν ἐμιμήσατο· ότι ἐκ γαστρὸς ἐξεπήδησαν ἀκτῖνες· ὅτε ἐκ μήτρας προέκυπτε σαρκωθείς ἥλιος· ὅτε τὸ φῶς ἐσχηματίσθη ανθρωπεία μορφῇ· ὅτε ὁ τόκος τοῦ τεχθέντος, οὐκ ἀρχὴ, ἀλλ᾽ ἀνατολή. Καὶ ἐπέστρεψε με, φησίν, ὁ άγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ ἡγειρέ με, ἂν τρό πον ὅταν ἐξηγέρθη ἄνθρωπος ἐκ τοῦ ὕπνου απ του. Τίς ὁ ἄγγελος; ὁ τὴν Μαριάμ εὐαγγελισάμενος. Τίς ὁ ὕπνος; ὁ τοῦ νόμου καιρός. "Ωσπερ γὰρ ἐν τῷ ὕπνῳ τὸ βλέφαρον τὴν κόρην καλύπτει, οὕτως ἐν τῷ νόμῳ τὸ κάλυμμα τὴν καρδίαν ἐσκέπασε. Καὶ εἶπεν πρός με· Τί σὺ βλέπεις; καὶ εἶπον· Εώρακα, καὶ ἰδοὺ λυχνία χρυσή όλη. Τις οὖν ἐστιν ἡ λυχνία; ἡ ἁγία Μαρία. Διὰ τί δὲ λυχνία; ἐπειδὴ τὸ αῦλον φῶς Θεὸν σαρκωθέντα ἐβάστασε. Διὰ τί δ χρυσῆ ὅλη; ἐπειδὴ καὶ μετὰ τόκον παρθένος ἔμεινε. Φησί γάρ· Η πύλη αύτη κεκλεισμένη ἔσται· οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεός Ισραήλ μόνος διελεύσεται δι' αὐτῆς· καὶ ἔσται κεκλεισμένη, διότι ὁ ἡγού μενος καὶ ἐξελεύσεται καὶ κλείσει τὰς θύρας ὄπισθεν αὐτοῦ. Ὅτι δὲ ἡ γαστήρ πύλη λέγεται, μάρτυς Ἰὼβ λέγων· Διὰ εἰ οὐ συνέκλεισε πύλας γαστρός μου; Καὶ ὥσπερ ἡ λυχνία οὐκ αὐτὴ φωτὸς αἰτία, ἀλλὰ φωτὸς ὄχημα, οὕτως καὶ ἡ Παρθένος, οὐκ αὐτὴ Θεὸς, ἀλλὰ Θεοῦ ναός. Καὶ τὸ λαμπάδιον, φησίν, ἐπάνω αὐτῆς. Τι τὸ λαμπάδιον; ὁ σαρκωθεὶς Θεός Λόγος, τὸ φῶς τῆς οἰκουμένης, ὁ λέγων Εγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Καὶ ὥσπερ ἐν τῷ λαμπαδίῳ ἡ ὕλη φλόγα δέχεται, οὕτως ἐν τῷ μυστηρίῳ ὁ Θεὸς μορφὴν δούλου έλαβε. Καὶ ὥσπερ τὸ λαμ επέστρεψέ με.
col. 701–702page 12 of 78
PG 65:701πάδιον ἐξ ὕψους τὴν αὐγὴν καταλάμπει, οὕτως ὁ Δεσπότης ἐξ οὐρανῶν ἐπεδήμησε τῇ γῇ. Διὰ τοῦτο καὶ ὁ προφήτης ἐβόα· Διὰ σπλάγχνα ελέους Θεοῦ 1. ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς Ἀνατολὴ ἐξ ὕψους. Ζ'. Καὶ τὸ λαμπάδιον, φησιν, ἐπάνω, καὶ ἑπτὰ Λύχνοι. Τίνες οἶδε ἑπτὰ λύχνοι; οἱ κατὰ μέρος να μαι. Πόθεν τοῦτο δῆλον; λέγει γὰρ ὁ Δαβίδ· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Καὶ Σαλομών • "Οτι λύχνος ἐντολὴ νόμος καὶ φῶς. Ἐνταῦθα οὖν λέγει τοὺς ἑπτὰ νόμους. Ὅτι δὲ ἑπτὰ νόμοι ἦσαν, ἄκουε. Πρώτος νόμος ὁ ἔμφυτος, περὶ οὗ φησιν ὁ Παῦλος· "Οταν γὰρ ἔθνη τὰ μὴ νό μον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιεῖ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Δεύτερος νόμος, ὁ διὰ τῆς ἔψεως· ὃν γὰρ ὁ νόμος κηρύττει δημιουρ- 13 γόν, τοῦτον ἡ ὄψις διὰ τῶν κτισμάτων πιστούται. Ἐκ γὰρ μεγέθους, καὶ καλλονῆς κτισμάτων, ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρείται. Τρίτος νόμος, ἡ ἐπὶ τοῦ ξύλου ἐντολή· καὶ βοᾷ ὁ ἀπόστολος Παῦλος· ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολή ἁγία, καὶ δικαία, καὶ ἀγαθή. Τέταρτος νόμος, ὁ ἐπὶ τοῦ Νῶς, ἐν τῇ νεφέλῃ. Πέμπτος νόμος, ὁ ἐπὶ τοῦ ᾿Αβραάμ, ὁ τῆς περιτομής. Εκτος, ὁ τοῦ γράμ ματος. Εβδομος, ὁ τῆς χάριτος· καὶ ὅτι δὲ ἡ χάρις νόμον ἔχει, ἄκουε πάλιν Παύλου λέγοντος· Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ. Λέγει δὲ Ἡσαΐας· Ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Ενταῦθα οὖν λέγει ἑπτὰ λύχνους τους ἑπτὰ νόμους. Ἐπειδὴ γὰρ ἦλθεν ὁ Χριστὸς ὅλους – τους νόμους πληρῶσαι κατὰ τὸν μακάριον Παῦλον, τὸν λέγοντα· Πλήρωμα νόμου Χριστὸς εἰς δικαιοσύνην· διὰ τοῦτο εἶπε τοὺς ἑπτὰ λύχνους, ἑπτὰ νόμους. Καὶ ἑπτὰ ἐπαρυστρίδες τίνες εἰσί; τὰ ἑπτὰ τοῦ Πνεύματος χαρίσματα. Πόθεν τοῦτο δῆλον; λέγει μὲν Ησαΐας· Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, [καὶ ἄνθος ἐκ ρίζης] ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα Κυρίου, πνεῦμα coφίας καὶ συνέσεως· πνεῦμα βουλῆς καὶ Ισχύος· πνεῦμα γνώσεως καὶ εὐσεβείας. Καὶ πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν· καὶ δύο ἐπαρυστρίδες, καὶ δύο ἑλαῖαι ἐπάνω. Τίνες αἱ δύο ἐλαῖαι; αἱ δύο διαθῆκαι. Καὶ διὰ τί ταύτας εἶπεν Ελαίας; ἐπειδὴ ὥσπερ ἡ ἐλαία ἀειθαλὲς ἔχει τὸ φύλο λον, οὕτω καὶ αἱ δύο διαθήκαι ἀπαύστους τὰς περὶ Χριστοῦ ἔχουσι μαρτυρίας. Η'. Καὶ ἐπηρώτησα τὸν ἄγγελον, καὶ εἶπον· π ἐστι ταῦτα; καὶ εἶπεν ὁ ἄγγελος· Οὐ γινώσκεις τί ἐστι ταῦτα; καὶ εἶπον· Οὐχὶ, Κύριε. Τί λέγεις, ὦ προφῆτα; σὺ λέγεις, ὅτι Εἶδον λυχνίαν, καὶ λαμπάδιον, καὶ λύχνους, καὶ ἐπαρυστρίδας. Πῶς οὖν ἐρωτᾷς & εἶδες; Ναί· εἰκόνα γὰρ ἔβλεπον, καὶ θαῦμα ἡρεύνων, φησίν. Ωσπερ γὰρ οἱ πλέοντες ἐν τῇ νις, τι, νόμου,

Oration IIIOratio III

col. 703–704page 13 of 78
PG 65:703θαλάσσῃ τὸ μὲν πέλαγος βλέπουσι, τὸν δὲ κρυπτόμε οι νον κάτω μαργαρίτην οὐχ ὁρῶσιν· οὕτω καὶ ὁ προ φήτης εἰκόνα μὲν ἔβλεπε, καὶ μυστήριον ἠρεύνα. Διό φησιν· Καὶ ἠρώτησα τὸν ἄγγελον, καὶ εἶπον· Τι ἐστι ταῦτα; Τί οὖν ὁ ἄγγελος; οὐ λέγει ὅτι εἶδεν λυχνίαν, καὶ λαμπάδιον, καὶ λύχνους καὶ ἐπαρυστρία δας· ἀλλ' ἀφεὶς τὸ αἴνιγμα, κηρύττει τὸ θαῦμα, καὶ λέγει· Οὗτος ὁ Λόγος Κυρίου. Καὶ γίνεται ὁ ἄγγε λος εὐαγγελιστής· ἀφεὶς γὰρ τὴν ὄψιν, κηρύττει τη θαῦμα, καὶ λέγει· Οὗτος ὁ Λόγος Κυρίου. Τι λέ γεις, ὦ ἄγγελε; Σκεύη ἔδειξας, καὶ Λόγον εὐαγγελί ζεις; Ναί· αίνιγμα γὰρ τὸ θέαμα, καὶ μυστήριον ἡ χάρις. Ἐπειδὴ γὰρ ἔμελλεν ὁ Δεσπότης Κύριος ἐκ Παρθένου τίκτεσθαι κατὰ σάρκα, καὶ σχηματίζεσθαι ὡς ἄνθρωπος, καὶ σαρκοῦσθαι ὡς ἤθελεν· ἡμελλον δὲ Ἰουδαῖοι διασύρειν τὸ θαῦμα, καὶ λέγειν· Πῶς ἡδύ νατο ὁ τοῦ Θεοῦ Λόγος, ὁ ἐν ἀρχῇ Λόγος, ὁ πρὸς τὸν Θεὸν Λόγος, ἐν σχήματι ἀνθρώπου γεννάσθαι, καὶ ἐκ τοῦ οἰκείου πλάσματος σαρκοῦσθαι; βουλόμενος οὖν ἀποφράξαι τῶν Ἰουδαίων τὰ στόματα, ἔδειξε τῷ προφήτῃ ἀντὶ τῆς Παρθένου, τὴν λυχνίαν· ἀντὶ τῶν χαρισμάτων, τὰς ἐπαρυστρίδας· ἀντὶ τῶν διαθηκών, τὰς ἐλαίας· ἀντὶ τοῦ Σωτῆρος, τὸ λαμπάδιον. Καὶ ὅτι λαμπάδιον λέγουσιν οἱ προφῆται τὸν Δεσπότην Χριστὸν, τὸν σαρκωθέντα Λόγον, τὸν μὴ τραπέντα Θεόν, ἄκουε Ησαΐου λέγοντος· 'Αγαλλιάσθω ή ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ιμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης· ὡς νυμφίῳ περιέθηκε μοι μίτραν· καὶ ὡς νύμφην κατακό σμησέ με κόσμῳ· καὶ ὡς τήν αύξουσαν τὸ ἄνθος αὐτῆς· καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ· οὔτ τως ἀνατελεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐνώπιον πάντων τῶν ἐθνῶν. Διὰ Σιών οὐ σιω πήσομαι, καὶ διὰ ῾Ιερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου· τὸ δὲ σω τήριόν μου ὡς λαμπάς καυθήσεται. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ τιμὴ σὺν τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων. Αμήν. ΛΟΓΟΣ Γ'. Εἰς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Α'. Πολλοὶ καὶ διάφοροι πανηγύρεις τὸν ἀνθρώπινον φαιδρύνουσι βίον, τῷ κύκλῳ τῶν ἑορτῶν τῆς ἐπιμόχθου ζωῆς τὸ λυπηρὸν εἰς ἡδονὴν μεταβάλλουσαι. Ὥσπερ γὰρ οἱ μετὰ ζάλης ἐκ πελάγους κατα βάντες χαίρουσι τοῖς λιμέσιν, ὡς ζωῆς ἀγκάλαις οὕτως μετὰ πολλὰς πραγμάτων περιστάσεις ἑορτάζων ὁ ἄνθρωπος, χαίρει τῇ πανηγύρει ὡς ἀμεριμνίας μητρί. Ἑορτὴ γὰρ ἐστι λύπης λήθης φροντίδων ὕπνος, χαρᾶς γεωργός, φαιδρότητος πρόξενος, προσ ευχῆς καιρός, πενήτων θέρος, ἐκκλησιῶν κόσμος, εἰς τὰ γενέθλια τοῦ Ἰησοῦ Χριστοῦ.
col. 705–706page 14 of 78
PG 65:705πόλεων πανήγυρις, έχθρας ναυάγιον, φιλίας ἀνατολή.; ἐπὶ γῆς οὐρανός. Καὶ τί τὰ πολλὰ λέγω; Ἑορτὴ αναστάσεως καρπός, κατὰ τὸν προφήτην λέγοντα Εόρταζε, Ιούδα, τὰς ἑορτάς σου· ἀνέβη γὰρ ἐκ τῆς γῆς ὁ ἐμουσῶν εἰς πρόσωπόν σου. Β. Αλλὰ πολλαὶ μὲν, καθάπερ ἔφην, αἱ πανηγύρεις· οὐκ ἴσα δὲ τῶν ἑορτῶν τὰ κέρδη. Αἱ μὲν γὰρ παρὰ Θεοῦ ἐνομοθετήθησαν, αἱ δὲ παρὰ διαβόλου εἰσ έφρησαν. Διόπερ καὶ αἱ μὲν, ψυχῶν ἀπειλοῦσι ζη μίαν· αἱ δὲ γαστρὶ λειτουργοῦσι χέρον· αἱ δὲ τῆς ἀνθρωπίνης φύσεως ἐμπορεύονται τὴν σωτηρίαν. Οι Έλληνες ἑορτάζουσιν· ἀλλ᾽ αἰσχρῶς τὰ πάθη θεο ποιήσαντες, ἐντεῦθεν ἀναμάττονται τῆς αἰσχύνης τὸν βόρβορον. Ἰουδαῖοι πάλιν ἑορτάζουσιν· ἀλλὰ θεὸν τὴν κοιλίαν περιφέρουσι, καιροὺς ἁμαρτημάτων μετὰ κόρον τὰς ἑορτὰς ποιοῦντες. Ἐν ἐρήμῳ ἑορτάζοντες, τῇ εἰκόνι τῇ χρυσῇ προσεκύνησαν· εἰς κρίσεις καὶ μά χας ἐνήστευον· ἐν Ἱεροσολύμοις ἑορτάζοντες, σταυρὸν κατὰ τοῦ Δεσπότου συνέπηξαν. Ὁ Ἰουδαῖκαὶ ἑορταί, ὧν καὶ ἡ φαιδρότης πλάνος, καὶ ἡ τρυφή φόνος. Αἱ δὲ τῶν Χριστιανῶν πανηγύρεις θεῖαι καὶ παράδοξοι, καὶ ὄντως πηγαὶ καὶ θησαυροί σωτηρίας. Ἡ μὲν γὰρ πρώ τη ἡμῶν πανήγυρις, Θεοῦ πρὸς ἀνθρώπους ἐπιδημίαν κηρύσσει. Η δὲ μετ' ἐκείνην, ὑδάτων ἁγιασμὸν καὶ βαπτίσματος εικονογραφεί μήτραν. Η τρίτη κατά δυσιν θανάτου, καὶ σταυροῦ τρόπαιον, καὶ ἀναστάσεως δώρον, καὶ πατράσιν ελευθεροποιὸν εὐαγγελίζεται. Η τετάρτη, τῆς ἡμετέρας ἀπαρχῆς τὴν εἰς εὐρανοὺς ἄνοδον, καὶ τὴν ἐκ δεξιῶν κέκραγε καθ έδραν. Η πέμπτη Πνεύματος ἁγίου κάθοδον, καὶ μυ ρίων χαρισμάτων όμβρους σαλπίζει. Ανταί εἰσιν αἱ ἑορταὶ ἂς ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐταῖς. Γ. Τί γὰρ οὐκ ἔστιν ἐν αὐταῖς θαυμαστὸν καὶ παράδοξον, ἣν χθὲς ἐπετελέσαμεν, οὔτε μετὰ φρίκης καὶ δόξης; Τί γὰρ ἦν χθεσινῆς ἑορτῆς τὸ θαῦμα; ἀλλὰ παρακαλώ, μετὰ συγγνώμης ἀκούσατε, Πηλίνη γὰρ γλῶσσα Θεοῦ μυστήρια διαπορθμεύσαι ἐπιχειρεῖ. Τί οὖν τῆς χθεσινῆς ἑορτῆς τὸ θαῦμα θεότητος καὶ ἀνθρωπότητος ανερμήνευτον μυστήριον. ὡδὲν ἀλόχευτος· σάρκωσις ἀπαθῶς τὸν ἀσχημάτιστον μορφώσασα· τόκος παράδοξος· ἀρχὴ, καὶ οὐκ ἀρχὴ τοῦ τεχθέντος· τῆς μὲν γὰρ ἀνθρωπότητος γέγονεν ἀρχὴ, ἡ δὲ θεότης ἔμεινεν ἄναρχος· μορφὴ μορφὴν προσλαβοῦσα, καὶ ἡ Τριὰς οὐκ ἐπλεόνασεν εἰς τε ΣΧΧΙΙ, αὐτῇ. τόκος παράδοξος. ἄνθρωπος ἐξ ἐμοῦ,

Oration IVOratio IV

col. 707–708page 15 of 78
PG 65:707Λόγου καὶ σαρκὸς ἀσύγχυτος ἔνωσις· καὶ ὁ γεννηθείς χθές κατὰ σάρκα, Θεός ἐστι τὸ ἐκ Πατρὸς, καὶ ἄν θρωπος τὸ ἐξ ἐμοῦ. " μυστηρίου φρικτοῦ καὶ πα ραδόξου! Τίς ειδέ ποτε ὅτι βασιλεὺς καταδίκου σχήμα ἐφόρεσεν; ἢ πότε ὀφθαλμὸς ὅλον ἐχώρησεν ἥλιον; πότε δὲ Θεῷ σὰρξ κατ' οὐσίαν ἀτρέπτως ἡνώθη, εἰ μὴ χθές; ὅτε ἡ μὲν ἁγία Παρθένος τήν σου γαστέρα ἐπή χρα ὁ δὲ Λόγος δι' ἀκοῆς εἰσεπήδα· τὸ δὲ Πνεύμα τὸ ἅγιον τὸν ναὸν ἐζωοπλάστες· ὁ δὲ Ὕψιστος εἰς δούλου μορφὴν ἑαυτὸν ἐκένου· τὸ δὲ μυστήριον τῆς θείας οἰκονομίας ἐβάσταζε Παρθένου γαστήρ. Ο γα στὴρ οὐρανοῦ πλατύτερος! ὢ τόκος σωτηρίας φόρ τος! Ο κοιλία πηλοῦ καὶ πλαστοῦ νυμφών. Ο ὠδῖν κοσμικῆς ἁμαρτίας λύτρον! Ο μυστήριον, οὗ τὸν τρόπον ἑρμηνεῦσαι οὐ δύναμαι! Ο τόπος, οὐκ ἀρχὴν ὑπάρξεως Θεοῦ, οὐ τροπήν φύσεως, οὐ μείωσιν δυ νάμεως, οὐ χωρισμὸν τοῦ ἀνάρχου γεννήσαντος, ἀλλὰ Θεοῦ καὶ σαρκός συνουσιωμένην Ένωσιν, εύλο γίαν γεννήσεως, Θεοῦ ἐπιδημίαν, ἐξ αἰῶνος ἐν τῷ Θεῷ ἀποκεκρυμμένον θαῦμα, φύσεων ἀδιαίρετον με στήριον, κατάρας λύσιν, ἀποφάσεως ἀνατροπήν, τοῦ ἑνὸς καὶ μόνου Υἱοῦ τὴν ἄναρχον ὑπαρξιν, καὶ τὴν ἐκ Παρθένου κατὰ σάρκα γέννησιν, καὶ τὴν παρὰ πάν σης τῆς κτίσεως προσκύνησιν, τῷ δήμῳ παντὶ κεχα ρισμένος καὶ εὐαγγελισάμενος. Αὐτῷ ἡ δόξα καὶ τὰ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. τράδα δύο φύσεων σύνοδος, καὶ ἑνὸς Υἱοῦ τόπος Ο ἐκήρα. καὶ τὸν λόγον εἰς τὴν γέννησιν τοῦ Κυ ρίου. ΛΟΓΟΣ Δ'. Εἰς τὸ γενέθλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Α'. Λαμπρὰ καὶ παράδοξος τῆς παρούσης ἑορτῆς Ἐκ τοῦ εἰς τὴν πανύμνητον Θεοτόκου καὶ τὸν Συμεώνα συντεθειμένου λόγου Θεοδότῳ τῆς Αγκύρας. Χαίροις χρημα κλά χιστον, χωρῆσαν τὸν τοῖς πᾶσιν ἀχώρητον. Καὶ τὶς τὴν γενεὰν τοῦ ἀρχαιοτέρου τῆς γεννήσεως διηγήσεται; Τί θαυμάζομεν· τὸν θεῖον καὶ ἀνέκφραστον τόκον, ἢ τὴν ἀνερμήνευτον λοχείαν; Ο περιβράττε ται τῷ λόγῳ τὰ ὑπὲρ λόγον· οὐ περιγράφεται να τὰ ὑπὲρ ἔννοιαν. Εἰ γὰρ καὶ γράφει γραφεις την μητέρα τῆς οἰκονομίας, ἀλλ' οὐκ ερμηνεύει λόγος τὸν τρόπον τῆς κυοφορίας. ᾿Αρχὴν ἐπιθῶμεν τῷ τόπῳ; ἀλλ' οὐχ ὑφέστηκεν άτερ τοῦ ἀνάρχου. Βρέφος ενο μάσομεν τὸν τεχθέντα; ἀλλὰ τὸν παλαιὸν τῶν ἡμε ρῶν κέκτηται προκαταρκτικὸν καὶ αἴτιον. Νικῇ τὴν ὕφεσιν ἡ ἐπίτασις, καὶ ὑπερίπταται τῆς περιγραφής τὴν αὐτῆς.
col. 709–710page 16 of 78
PG 65:709ἡ ὑπόθεσις· λαμπρὰ μὲν, ὅτι ξένην ἀνθρώποις σω τηρίαν ἐπανήγαγεν· παράδοξος δὲ, ὅτι τὸν τῆς φύσ στους νόμον ἐνίκησεν ὁ τόπος. Φύσις μὲν γὰρ ἐννοεῖ τας τὴν τεκοῦσαν μητέρα· ἡ δὲ χάρις καὶ τεκοῦσαν ἔδειξε, καὶ παρθένον ἐφύλαξε, καὶ μητέρα ἐποίησε, καὶ τὴν ἀφθαρσίαν οὐκ ἔβλαψεν. Ο γῆς ἀσπόρου καρπὸν βλαστησάσης οὐράνιον! Ο Παρθένος ἀνοίξασα τῷ 'Αδάμ τὸν παράδεισον, μᾶλλον δὲ τοῦ παραδείσου ἐνδοξοτέρα υπάρχουσα! Ὁ μὲν γὰρ Θεοῦ γεώργιον γέγονεν, ἡ δὲ κατὰ σάρκα Θεὸν αὐτὸν ἐγεώργησε. Δεῦτε οὖν πάντες, τῆς τοῦ Δεσπότου μητρός μήπως καὶ τοὺς γάμους χορεύσωμεν· παρθένος γάρ ἐστι γάμων ἀμύητος, καὶ γάμων ἀβόητος· ἀλλὰ τὰς ἀνυμφεύτου αὐτῆς ὠδῖνας τιμήσωμεν. Μήτηρ γὰρ καὶ ἄνευ γάμων ἐγένετο· καὶ ἀνδρὸς πεῖραν οὐκ ἔλαβε· καὶ ὀρφανός ὁ παῖς οὐχ εὑρίσκεται. Δεῦτε ἴδωμεν γαστέρα Παρη θένου πλατυτέραν τῆς κτίσεως. Ὁ γὰρ ἐκεῖ μὴ χω ρούμενος, ἐνταῦθα ἀστενοχωρήτως εχώρησε, καὶ ὁ ἐν τῇ χειρὶ καὶ αὐτὴν τὴν τεκοῦσαν βαστάζων μετά πάντων, ὑπὸ ταύτης ἐν γαστρὶ βαστάζεται. Δεῦτε ἴδωμεν τὴν ἀλατόμητον πέτραν ἐν τῇ παρθενική ἐράχνῃ ὑπερφυώς φερομένην, καὶ τὴν φύσιν μὴ βλά πτουσαν, καὶ τὸν κόσμον εδράζουσαν. Δεῦτε ἴδωμεν της ποντοπορούσης ἀθεώρητον πορείαν, τῆς βυθισάσης μὲν τὸν ἀρχέκακον, αλιευσάσης δὲ τὴν πρωτόπλαστον ἧς καὶ ἡ εἴσοδος ἀνιστόρητος, καὶ ἡ ἔξοδος ἀνερμήνευτος. Δεῦτε ἴδωμεν τὸν νοητὸν ὄφιν, τὸν τῇ θυγατρὶ τῆς Εὔας προσομιλοῦντα, καὶ τὸ γραμμάτιον τῆς παρακοῆς ἀκυροῦντα. Δεῦτε ἴδωμεν καὶ τὸ φῶς τῆς θεότητος, ὡς διαφανοῦς τοῦ σώματος, τὰς ἀκτῖ νας ἐκπέμπον τῆς χάριτος. Ο Β. Γυναίκες τρεχέτωσαν, ὅτι γυνὴ οὐ θανάτου δεικνύει φυτόν, ἀλλὰ ζωῆς τίκτει καρπόν. Παρθένοι συντρεχέτωσαν, ὅτι παρθένος ἔτεκεν, οὐχὶ τὴν παρ τὸ ἀπερίγραπτον. Τοιαῦτα ἡμῖν ἡ ἁγία μητροπάρθενος ἐν ἁγίοις αὐτῆς ἐπιλάμψεσι προκομίζει τὰ ἀγαθά· ὅτι παρ' αὐτῇ πηγή ζωής. κι ξένην. κοινήν, τὸ κοινήν. τεκοῦσαν, σεκοῦραν. χούρα κόρη, ει κόρη παρθένος, κόρη, ἀγνοεῖ, ἐννοεῖ γάμων αμύητος. αμύητος καὶ γάμων ἀβόητος
col. 711–712page 17 of 78
PG 65:711Η θενίαν αἰσχύνουσα, ἀλλὰ τὴν ἀφθαρσίαν σφραγίσασα. Ο καὶ καινότατον. καὶ καινότερον νοερόν νοερόν Ἐξῆλθε γὰρ τὸ βρέφος, καὶ ἀκεραίους τοὺς χιτῶνας τῆς γαστρὸς ἀπέλιπε, τοιοῦτον ἀφεὶς ἐν προσθήκῃ τῆς χάριτος, οἷς εὗρε τὸ τῆς φύσεως εργαστήριον Μητέρες τρεχέτωσαν, ότι μήτηρ παρθένος τὸ ξύλου τῆς παρακοῆς διὰ τοῦ ξύλου τῆς ζωῆς διωρθώσατο Θυγατέρες συντρεχέτωσαν, ὅτι μητρικής παρακοής ὕβριν, θυγατρὸς ὑπακοὴ ἐξεδίκησε. Πατέρες τρεχέτωσαν, διὰ τὸν ἐπ' ἐσχάτων τῶν αἰώνων τεχθέντα Πατέρα. Βρέφη συντρεχέτωσαν, διὰ τὸ ἐν φάτνῃ σπαργανούμενον βρέφος. Ποιμένες τρεχέτωσαν, διὰ τὸν ἐκ τῆς παρθενικῆς ἀμνάδος προελθόντα ποιμένα. Ὁ γὰρ ποιμὴν τὴν ξενοπαγῆ τοῦ σώματος περιέθετο δοράν· καὶ ὁ λύκος ὡς ἀμνὸν ἰδὼν περιέτρεχεν κεχηνὼς· ἀλλὰ τοὺς μὲν ὀδόντας ἠκόνησε, τῶν δὲ σαρ κῶν τοῦ ἀμώμου οὐκ ἴσχυσε γεύσασθαι. Ἡ γὰρ σὰρξ αὐτοῦ οὐκ εἶδε τὴν διαφθοράν. Ο γὰρ ἀμνὸς τὸν λύκον ἀπέκτεινε, καὶ τοὺς ἀπ' αἰῶνος ἐξεμέσαι νάγ κασεν ἐξ αὐτῆς τῆς γαστρὸς τοῦ παμφάγου θηρός, ὡς τὸν Ἰωνᾶν ἐξελκύσας ἐκ τοῦ κήτους τὸν ἄνθρωπον. Βασιλεῖς συντρεχέτωσαν, ὅτι ὁ βασιλεὺς τῆς δόξης ἀνθ᾽ ἁλουργίδος τὰ σπάργανα περιέθετο. "Αρ χοντες τρεχέτωσαν, ὅτι ὁ ἄρχων τῆς εἰρήνης ἐν τῷ παρθενικῷ ἐργαστηρίῳ χαλκεύσας τὸ ὅπλον τοῦ στ ματος, καὶ στομώσας αὐτὸ τῇ ἀχράντῳ θεότητι, τὸν πολέμιον διάβολον δι' αὐτοῦ ἐθανάτωσεν. Ύπατος συντρεχέτωσαν, ὅτι ὁ ἐπουράνιος τὸν ἐπίγειον κατ έλαβεν ὕπατον· δίφρον ἔχων καλλιπρεπῆ τὴν Θεοτόκον παρθένον Μαρίαν· τόταν υπατικήν, τὴν ἄσπορον σάρκα, λίθους ἔχουσαν τιμίους τῶν ἁγίων τους βίους· μαργαρίτας ἀτιμήτους, τῶν προφητῶν τὰς πολυτιμήτους προῤῥήσεις· οὐ χρυσὸν σκορπίζων της ἀταξίας τὸν αἴτιον, ἀλλ᾽ εὐσπλαγχνίαν βραβεύων τῆς σωτηρίας τὴν πρόξενον. Ιδιῶται τρεχέτωσαν, ὅτι ὁ κριτὴς ιδιωτικὸν ἱμάτιον περιέθετο, ἵνα τὸν κλέπτην διάβολον δι' αὐτοῦ θηράσῃ κρυπτόμενον, καὶ ἐκθω ρακίζῃ ὁπλούμενον. Ξένον τὸ ἔνδυμα, καὶ καινότατον τὸ ἱμάτιον· καὶ ἡ πήξις παράδοξος, ὡς ἀνθρωπίνης τέχνης ἀμέτοχος. Ο παρθένε, κόρη ἀπειρόγαμε, καὶ μήτηρ ἀλόχευτε· πόθεν λαβοῦσα τὸ ἔριον κατεσκεύασας ἱμάτιον, 8 σήμερον ὁ Δεσπότης τῆς κτίσεως εν εδύσατο; ποῖον δ' εὗρες ἱστῶνα γαστρός, ἔνθα τὸν ἄῤῥαφον χιτῶνα ἐξύφανας; Ακούειν τῆς φύσεως ἀντὶ τῆς παρθένου εἶπον· φυλάττει γὰρ τάξιν τῷ παρθενικῷ τόκῳ τὸν λόγον. Ιμάτιον σαρκὸς δίχα κοινωνίας ἀνδρὸς οἶδα ποιεῖν. Ὁ ἐμὸς ἱστὸς ῥυπαρὰ ποιεῖ τὰ ἐνδύματα. Ενεδύσατο ὁ ᾿Αβάμ, καὶ ἐγυμνώθη, καὶ φύλλα συχῆς μετ' αἰσχύνης περιεβάλετο. Οθεν εἰς διόρθωσιν τοῦ φθαρέντος χιτῶνος, ἡ σοφία ἑαυτῇ τὸν η τὸ νοερόν.
col. 713–714page 18 of 78
PG 65:713χιτῶνα τοῦ σώματος ἐν τῷ παρθενικῷ ἐργαστηρίῳ, κερκίδι θεϊκῆς ἐργασίας ἐξυφάνασα περιέθετο. Γ. Θέλω δὲ διὰ τοὺς ἀπίστους Ἰουδαίους, καὶ τὴν Παρθένον ἐρωτῆσαι. Εἰπέ μοι, Παρθένε, τίς σε μη τέρα πρὸ τῶν γάμων ἐποίησε; πῶς μήτηρ ἐγένου, καὶ παρθένος διέμεινας; πληροφόρησον τοὺς Ἰου δαίους, ὅτι παρθένος ἐγέννησεν· ἔμφραξον τῶν ἀπί στων τὰ στόματα. Ἡ δὲ τῇ δυνάμει μοι ἀποκρίνεται Πῶς ξενίζονται οἱ Ἰουδαῖοι, ὅτι παρθένος ἐγέννησεν; καὶ οὐ ξενίζονται πῶς ῥάβδος ξηρὰ παρὰ φύσιν ἐβλά στησε; Βλέπουσιν ἄῤῥιζον βακτηρίαν ὑπὸ στέγην βλαστήσασαν, καὶ οὐκ ἐρωτῶσι πόθεν, ἢ πῶς· καὶ περὶ ἐμοῦ μελετῶσιν ἀεί; Ἰδοὺ ἡ παρθένος ἐν α στρὶ λήψεται, καὶ τέξεται υἱόν. Βλέπουσι τὸ βρέ φος, καὶ πράγματα βάπτουσι τῇ τεκούσῃ· καὶ πα τέρα ζητοῦσιν, οὗ τὴν μητέρα παρθένον ἀναγινώσκουσιν. "Η πατέρα ζητείς, ὦ Ἰουδαῖε, τοῦ σήμερον γεννηθέντος υἱοῦ; ἄκουε τοῦ βοῶντος· Κύριος εἶπεν πρός με Υιός μου εἰ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Οὐκ ἐγώ σου προ αιώνων γεννήτωρ, καὶ ἄλλος δε του σήμερον τεχθέντος πατήρ. Εἴτε ἀπάτωρ λεγέ ενα ὁ σήμερον τεχθεὶς, ὥσπερ οὖν καὶ ἔστιν· εἴτε ἐμὸς ἐνομαζέσθω υἱός. Εἷς γὰρ υἱὸς ἀπὸ δύο πατέρων γεννᾶσθαι οὐ πέφυκεν. Εγώ σήμερον γεγέννηκά σε. Σήμερον γὰρ ὁ τῆς δικαιοσύνης ἥλιος ἐκ τῆς παρ Γενικῆς νεφέλης ἀνέτειλεν. Ὁ λαὸς γὰρ ὁ καθημε νες ἐν σκότει, εἶδε φῶς μέγα. Σήμερον ὁ ἄσπορος κόκκος ἐκ τῆς ἀγεωργήτου πεδιάδος εβλάστησε, και 8 λιμώττων κόσμος εὐφραίνεται. Σήμερον χωρίς μία ξεως τόκος ήνθησεν ἐκ τῆς ἀλοχεύτου γαστρὸς, καὶ πᾶσα ἡ κτίσις τῷ ἀπάτορι βρέφει προσφέρει τὰ ξένια ἡ γῆ τὴν φάτνην· αἱ πέτραι τὰς λιθίνας ὑδρίας· τὰ ὄρη τὸ σπήλαιον· αἱ πόλεις τὴν Βηθλεέμ· οἱ ἄνεμοι τὴν ὑπακοήν· ἡ θάλασσα τὴν ὑποταγήν· τὰ κύματα τὴν γαλήνην· ὁ βυθὸς τοὺς ἰχθύας· οἱ ἰχθύες τὸν στα τῆρα· τὰ ὕδατα τὸν Ἰορδάνην· αἱ πηγαὶ τὴν Σαμα ρεῖτιν· ἡ ἔρημος τὸν Ἰωάννην· τὰ κτήνη τὸν πῶλον τὰ πετεινὰ τὴν περιπτεράν· οἱ μάγοι τὰ δῶρα· αἱ γυναῖκες τὴν Μάρθαν· αἱ χῆραι τὴν ᾿Ανναν· αἱ στεί και τὴν Ἐλισάβετ· αἱ παρθένοι τὴν Θεοτόκον ρίαν· οἱ ποιμένες τὴν ὑμνῳδίαν· οἱ ἱερεῖς τὸν Συ μεῶνα· οἱ παῖδες τὰ βαΐα· οἱ διῶκται τὸν Παῦλον οἱ ἁμαρτωλοὶ τὸν τελώνην· τὰ ἔθνη τὴν Χαναναίαν· ή αιμορροούσα τὴν πίστιν ἡ πόρνη τὸ μύρον· τὰ δέν δρα τὸν Ζακχαίον· τὰ ξύλα τὸν σταυρόν· ὁ σταυρὸς τὸν λῃστήν· ἡ ἀνατολὴ τὸν ἀστέρα· ὁ ἀὴρ τὴν νεφέ λην· ὁ οὐρανὸς τοὺς ἀγγέλους· ὁ Γαβριὴλ τὸν ἀσπα σμόν, τὸ Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, καὶ ἐκ σοῦ, καὶ πρὸ σοῦ· ἐν σοὶ εἰσελθὼν, ὡς ηύ δόκησε· καὶ ἐκ σοῦ ἐξελθὼν, ὡς ἠθέλησε· πρὸ σοῦ, αμυήτως. ἀμυθήτως τὸ ἀμυήτως, ἀμυθήτως, τῷ, ἀῤῥήτως εἰ ἀφράστως, τὸ ο το ἀμυήτως μυεῖσθα γεννηθείς ἀμυήτως

Oration VOratio V

col. 715–716page 19 of 78
PG 65:715ὡς πρὸ πάσης ἐπινοίας ἀῤῥήτως, ἀῤῥεύστως, ἐννοίας. ἀνεπίγραφος αμφιβαλλόμενα. μαρτυρία καὶ πανηγ. μαρτυρικαὶ πανηγύρεις, μαρτυρίας καὶ πανηγύρεις· κι Ο ἀγαπῶς, ἀμυήτως, αμιάντως, ἀπαθῶς, ἀμαρτύρως. ἀμεσιτεύτως, ἀνεπιτάτως, ἀφράστως, καὶ θεοπρεπῶς γεννηθεὶς ἐκ τοῦ Θεοῦ καὶ Πατρός:· ἐν οὐρανοῖς, ἀμήσ τωρ· ἐπὶ γῆς, ἀπάτωρ. Δόξα γὰρ ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις εὐδοκία· νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ Ε'. Εγκώμιον εἰς τὴν ἁγίαν Παρθένον καὶ Θεοτόκον Μαρίαν. Α'. Πᾶσαι μὲν αἱ μαρτυρικαὶ πανηγύρεις θαυ μασταὶ, αἱ μιμοῦνται τὴν λαμπρότητα τῶν ἀστέρων την μνήμην. Καθάπερ γὰρ οἱ ἀστέρες ἐν οὐρανῷ τῇ θέσει πεπήγασι· καὶ τῇ διαστάσει ἀλλήλων, πλείονα γνωρίζονται, καὶ πάντα τὸν τῆς γῆς καταλάμπουσε κύκλον· καὶ ὁ αὐτὸς παρὰ Ἰνδοῖς ὁρᾶται· παρὰ Σκύ θαῖς οὐ κρύπτεται· ἐν ἠπείρῳ ἀστράπτει, καὶ θά λασσαν φωτίζει, καὶ κυβερνᾷ τοὺς πλέοντας, ὧν πάντων, εἰ καὶ διὰ τὸ πλῆθος, τὰ ὀνόματα ἀγνοοῦμεν, ἀλλὰ διὰ τὸ κάλλος, τὴν λαμπρότητα θαυμάζομεν οὕτω καὶ τῶν ἁγίων ἕκαστος. Εἰ γὰρ καὶ τάφοις τὰ λείψανα περικέκλεισται, ἀλλὰ τὴν δύναμιν αὐτῶν ἡ ὑπ᾽ οὐρανὸν οὐ περιέγραψε. Καὶ ὅτι ἀληθὲς τὸ είρη μένον, ἔξεστί σοι μαθεῖν ἐκ τῶν πραγμάτων αὐτῶν. Η Παλαιστίνη τὸ λείψανον τοῦ Ἀβραὰμ ἔχει, καὶ ἡ καλύβη αὐτοῦ τῷ παραδείσῳ ἐρίζει. Ὁ γὰρ ἐκεῖ κατὰ τοῦ Ἀδὰμ ἀποφηνάμενος Θεός, ἐνταῦθα ὑπὸ τοῦ πατριάρχου ἐξενοδοχήθη. Τοῦ Ἰωσὴφ τὰ ὀστᾶ εἷς περιπτύσσεται τάφος, καὶ τὸν κατὰ τῆς Αἰγυπτίας πόλεμον, τὰ τῆς οἰκουμένης ἐκπλήττεται πέρατα. Μωϋσέως, οὐδὲ τὸ μνῆμα εὑρίσκεται, καὶ μετὰ θά νατον κηρύττει τὸν διὰ ῥάβδου σχίσαντα τὴν Ἐρυθρὰνθάλασσαν. Ησαΐας δὲ ποῦ τέθαπται οὐκ ἴσμεν, καὶ πᾶσα ἡ Ἐκκλησία διὰ τῆς προφητείας αὐτοῦ κέκραγεν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν. Δανιὴλ ἐν Βαβυλῶνι ἐτάφη, καὶ διὰ πάσης τῆς γῆς ἐκέκραγεν· Ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρα νοῦ, ὡς Υἱὸς ἀνθρώπου ερχόμενος. Οἱ περὶ 'Ανα νίαν παῖδες καὶ αὐτοὶ ἐν Βαβυλῶνι ἐκοιμήθησαν, καὶ δι' αὐτῶν πᾶσα ἡ οἰκουμένη καθ᾿ ἑκάστην ἡμέραν βοᾷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύ ριον. Ίεζεχιήλ παρὰ Πέρσαις ἐχώσθη, καὶ μετὰ τῶν τὸ μαρτυρικαί, μαρτυρίαι πανηγύρεις, πανηγύρεις Μαρτυρικα πανω ηγύρεις μαρτυρίαι, τῶν ἁγίων μνήμας
col. 717–718page 20 of 78
PG 65:717Χερουβίμ κέκραγεν· Εὐλογημένη δόξα Κυρίου ἐκ ". τοῦ τύπου αὐτοῦ. Οὕτως οὐδὲν ὠφέλησεν ὁ διάβολος ἐν παραδείσῳ τὸν ᾿Αδὲμ θανατώσας· ἀνέῳξεν γὰρ ὁ Θεός τοῖς δικαίοις διὰ θανάτου παῤῥησίας θύραν. Β. ᾿Αλλὰ πᾶσαι μὲν τῶν ἁγίων αἱ μνῆμαι θαυμασταὶ· οὐδὲν δὲ τοσοῦτον εἰς δόξαν, οἷα ἡ παρούσα πανήγυρις. Ο "Αβελ διὰ θυσίαν ὀνομάζεται· ὁ Ενώχ δι' εὐαρέστησιν μνημονεύεται· ὁ Μελχισεδέκ ὡς εἰκὼν Θεοῦ κηρύσσεται· ὁ ᾿Αβραὰμ διὰ πίστιν ἐγκωμιάζεται· ὁ Ἰσαὰκ διὰ τύπον ἐπαινεῖται· ὁ Ἰα κωδ διὰ πάλην μακαρίζεται· ὁ Ἰωσὴφ διὰ σωφροσύνην τιμᾶται· ὁ Ἰὼβ δι᾽ ὑπομονὴν μακαρίζεται. Μωϋσῆς ὡς νομοθέτης εὐφημείται· Ἰησοῦς ὁ τοῦ Ναυῆ ὡς στρατηγὸς μνημονεύεται· Σαμψών ὡς συν ύμιλος Θεοῦ μακαρίζεται· Ἠλίας ὡς ζηλωτής μαρ τυρεῖται· Ησαΐας ὡς θεολόγος ἀναγράφεται· Δανιὴλ ὡς συνετὸς κηρύσσεται· Ἰεζεκιήλ ὡς θεατής τῶν ἀποῤῥήτων θαυμάζεται· Δαβὶδ ὡς πατὴρ τοῦ κατὰ σάρκα μυστηρίου λαλεῖται· Σαλομῶν ὡς σοφός θαυ μάζεται. Αλλ' οὐδὲν τοιοῦτον, οἷον ἡ Θεοτόκος Μαρία. Ὃν γὰρ ἐκεῖνοι πάντες ἐν αἰνίγμασιν εἶδον, αὕτη ἐν γαστρί σαρκωθέντα ἐβάστασε· καὶ οὐδὲν ἐνεπόδισε τῇ ἀῤῥήτῳ οἰκονομίᾳ τοῦ Θεοῦ Λόγου. Ογκος; ἀλλ' ὑλικὸν πάθος· ἀλλ᾽ ὄγκου καὶ πάθους ὁ λόγος ἀλλό τριος. Ελαττώματος τοιούτου μέγεθος; ἀλλ' ἡ Θεότης οὐ περιγράφεται. Μῦσος; ἀλλ᾽ ἣν ἀναπλάττων οὐκ ἐμολύνθη ἐν αὐτῇ σαρκωθείς, καὶ ἐξ αὐτῆς γεννηθείς, οὐκ ἐμιανθη· ἀλλὰ καὶ μᾶλλον δόξαν φέρει τῷ βασιλεῖ τὸ φιλάνθρωπον. Τόκος; ἀλλ᾽ οὐκ ἐλάτ τωσε τόκος τὸ ἄναρχον. Ἡ ἐνανθρώπησις; ἀλλὰ με ταβολήν ή θεία φύσις οὐχ ὑπέμεινεν. Ἔχειν κατὰ σάρκα μητέρα; ἀλλ' οὐκ ἀπώλεσε τὸ εἶναι κατὰ θεό τητα ἀμήτωρ. Φάτνη; ἀλλὰ τὸν τοῦ πατρὸς οὐκ ἐγύ μνωσε κόλπον. Σπήλαιον; ἀλλ' οὐδέποτε τῷ θρόνῳ ἡ Τριὰς ἐνέλειψεν. Οὐδὲν τοίνυν ἐν βίῳ, οἷον ἡ ΘΕΟΤΟΚΟΣ Μαρία. Περίελθε δή, ὦ ἄνθρωπε, τὴν κτίσιν τῷ λογισμῷ, καὶ βλέπε εἰ ἔστιν ἴσον ἢ μείζον τῆς ἁγίας καὶ Θεοτόκου Παρθένου. Περινόστησον τὴν γῆν· Περίβλεψαι την θάλασσαν· πολυπραγμόνησον τὸν ἀέρα τοὺς οὐρανοὺς τῇ διανοίᾳ ἐρεύνησον· τὰς ἀοράτους πάσας δυνάμεις ἐνθυμήθητι, καὶ βλέπε εἰ ἔστιν ἄλλο τοιοῦτον θαῦμα ἐν πάσῃ τῇ κτίσει. Οὐρανοὶ μὲν γὰρ δόξαν διηγοῦνται Θεοῦ· ἄγγελοι δὲ λειτουργοῦσι μετὰ φόβον· ἀρχάγγελοι προσκυνοῦσι μετὰ τρόμου· τὰ χερουβὶμ μὴ φέροντα φρίττει· τα σερα φιμ οὐ πλησιάζουσι περιϊπτάμενα· κεκράγασι δὲ τρόμῳ, Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ· πλή ρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς αἰνέσεως αὐτοῦ. [ Χριστού. ὡς Χριστοῦ εἰ κών, Θεοῦ· Υιού. ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ η ἐμόλυνε γενα νηθείς.
col. 719–720page 21 of 78
PG 65:719σεως τρόμῳ γεγόνασιν όχημα· ὁ ἥλιος, την ύβριν μὴ φέρων, ἔφριξεν· ὁ ᾅδης τοὺς νεκροὺς ἐν φόβῳ ἐξέμεσε· πυλωροί ᾅδου ἰδόντες ἔπτηξαν· τὸ ὄρος τὴν ἐπίβασιν δεξάμενον, ἐκαπνίσθη· ἡ βάτος, μὴ ἐνέγε κασα τὴν ὀπτασίαν, ἐφλέγετο· Ὁ Ἰορδάνης φρίξας ἐστράφη εἰς τὰ ὀπίσω· ἡ θάλασσα, φοβηθείσα την ῥάβδον, ἐσχίσθη, διὰ τὸν Δεσποτικὸν τύπον ἡμερω θεῖσα· ἡ ῥάβδος Ααρών διὰ τὴν εἰκόνα παρὰ φύσιν ἤνθησε· τὸ πῦρ ἐν Βαβυλῶνι Τριάδος ἀριθμὸν δέ σθη. ᾿Αρίθμησον τοίνυν τὰ παράδοξα, καὶ θαύμασιν τῆς Παρθένου τὴν νίκην· ὅτι ὅν πᾶσα ἡ κτίσις φόβ καὶ τρόμῳ ὕμνησεν, αὕτη μόνη ανερμηνεύτως ἐθαλάμευσε. λίμνη τὸ ἦχος οὐκ ἤνεγκεν· αἱ νεφέλαι τῆς ἀναστά Γ'. Μακάριαι δι' αὐτὴν πᾶσαι αἱ γυναῖκες. Ομως ἔστιν ὅτι τὸ θῆλυ ἐν κατάρᾳ· ἔσχε γὰρ τὸ γένος, ἀφ' οὗ καὶ ἀγγέλους νικήσει εἰς δόξαν. Τεθεράπευται ή Ενα· σεσίγηται ἡ Αἰγυπτία - τέθαπται ἡ Δαλιδά λεληθάργηται ἡ Ἰεζάβελ· ἀμνημονεῖται καὶ Ἡρω διὰς, καὶ νῦν θαυμάζεται τῶν γυναικῶν ὁ κατάλογος. Εὐφημεῖται Σάββα, ὡς λαῶν ἄρουρα· τιμάται Ρετ βέκκα, ὡς εὐλογιῶν πανούργος πρόξενος θαυμάζεται καὶ ἡ Λία, ὡς μήτηρ τοῦ κατὰ σάρκα προγόνου ἐπαινεῖται Δεββῶρα, ὡς ὑπὲρ φύσιν στρατηγήσασα μακαρίζεται καὶ ἡ Ελισάβετ, ὡς σκιρτήματα αυτο φορήσασα τοῦ προδρόμου, καὶ διατεθεῖσα τῆς χάρι τος· προσκυνεῖται καὶ ἡ Μαρία, ὅτι γέγονε μήτηρ, καὶ δούλη, καὶ νεφέλη, καὶ θάλαμος, καὶ κιβωτός τοῦ Δεσπότου. Μήτηρ, ἔτεκε γὰρ τὸν βουληθέντα τεχθῆναι. Δούλη, ὁμολογῷ γὰρ φύσιν, καὶ κηρύττω τὴν χά ριν. Νεφέλη, ἐκ Πνεύματος γὰρ ἁγίου συνέλαβεν, δν ἀπαθῶς ἔτεκε. Θάλαμος, ὡς ἐν νυμφῶνι γὰρ ὁ Θεὸς Λόγος ἐν αὐτῇ κατεσκήνωσε. Κιβωτός, οὐ τὸν νόμον βαστάσασα, ἀλλὰ τὸν νομοθέτην κυοφορήσασα. Δε ὅπερ εἴπωμεν πρὸς αὐτήν· Εὐλογημένη σὺ ἐν το ναιξίν, ἡ μόνη τῆς Εὔας θεραπεύσασα τὴν λύπην ή μόνη τὰ τῆς στεναζούσης ἀπομάξασα δάκρυα μόνη τὸ κοσμικὸν βαστάσασα λύτρον· ἡ μόνη τὸν θησαυρὸν τοῦ μαργαρίτου πιστευθεῖσα· ἡ μόνη ἄνευ ἡδονῆς ὀγκωθεῖσα, καὶ ἄνευ πάθους τεκοῦσα· ἡ με νη τὸν Ἐμμανουήλ, ὡς ἠθέλησεν αὐτὸς, γεννήσασα. Ευλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου· ὁ καρπος, οὐχ ὁ σπόρος τὸ ἄνθος, οὐ τὸ πάθος· τὸ ἀπαύγασμα, οὐ τὸ κτίσμα ὁ σύνθρονος, οὐχ ὁ δοῦλος· ὁ ἥλιος, οὐχ ἡ ψάμμος· ὁ προσκυνούμενος, οὐ τὸ κτίσμα· τὸ λύτρον, οὐχ ὑπό χρεος. Ευλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημέν νος ὁ καρπὸς τῆς κοιλίας σου. οι ΣΥΗ, ὁμολογοῦσα, καὶ κηρύττουσα. * 132. ΣΙΧ, 1.
col. 721–722page 22 of 78
PG 65:721Δ'. 'Αντὶ πάντων εἰς εὐφημίαν ἀρκεῖ σοι ὁ προφή της, βοῶν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Εἶπε τὸ θαῦμα, καὶ τὸν τρόπον ἐσίγησε. Καὶ τέξεται υἱόν Ἐκήρυξε τὴν ὠδῖνα, καὶ τὴν σχέσιν οὐκ ἐνόθευσε Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Εμμανουήλ· εἶπε τὸ μυστήριον, καὶ τὴν κλῆσιν ἀβρόντησεν· Ὁ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Τὸν τεχθέντα Θεὸν ἐκήρυξε, καὶ Ἰουδαίων ἐφίμωσε στόματα. Μεθ' ἡμῶν ὁ Θεὸς, καὶ ἐσβέσθη ἡ πλάνη· Μεθ' ἡμῶν ὁ Θεός, καὶ περιτομη κατηργήθη - Μεθ' ἡμῶν ὁ Θεός, καὶ οἱ δαίμονες φυγαδεύονται· Μεθ' ἡμῶν ὁ Θεός, καὶ ὁ διάβολος κατήργηται· Μεθ' ἡμῶν ὁ Θεός, καὶ ἡ κολυμβήθρα τίκτουσα οὐ κάμνει· Μεθ' ἡμῶν ὁ Θεὸς, καὶ βασιλεῖς εὐσεβοῦσι· Μεθ' ἡμῶν ὁ Θεός, καὶ ἐκκλησίαι στενοχωροῦνται· Μεθ' ἡμῶν ὁ Θεός, καὶ ὁ θάνατος γέγονεν ὕπνος· Μεθ' ἡμῶν ὁ Θεός, καὶ οἱ νεκροὶ τὴν ἐλευθερίαν σκιρτώντες βοῶσιν Οὐκ ἄγγελος, οὐ πρέσβυς· ἀλλ' αὐτὸς ὁ Θεὸς ήλθε, καὶ ἔσωσεν ἡμᾶς· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ Γ. Νο Εγκώμιον εἰς τὴν Θεοτόκον Μαριάμ. Δ'. Κλέπτει τοὺς πόνους τῶν ἐμπόρων ἡ συνεχής προσδοκία τῶν πόρων καὶ τῶν ἀγρίων κατασκευάζει καταθαῤῥεῖν κυμάτων, διακαής πόθος τῶν χρημάτων. Ἐπεὶ οὖν μέλλομεν καὶ ἡμεῖς σήμερον ἐκ τῶν στομίων ἔκπέμπειν τῆς προθυμίας, τὴν μια κρὰν καὶ εὐτελῆ σκάφην τῆς διδασκαλίας, εἰς τὸν εἴδιον καὶ ἀτάραχον πλοῦν τῆς παρθενικῆς ἱστο ρίας αναδράμωμεν]. Δεῦρο δὴ οὖν τοῦ βάθους γνησιώτερον τοῦ Δεσποτικού κατατολμήσωμεν τῆς πνευματικῆς ὠφελείας, τὸν ἔκνον ἀποτριψάμε να τῆς σωματικῆς ἀσθενείας· καὶ τῶν μὲν βιωτικῶν πραγμάτων περιέλωμεν τὰ σχοινία τῶν δὲ πανηγυρικῶν κρεμάσωμεν ὀφλημάτων τὰ ἱστία· ἵν᾽ οὔ τως τῇ πραείᾳ τοῦ πνεύματος αὔρα παραπεμπόμενοι, τὴν χρυσοφόρον [τῶν ] Εὐλέων πόλιν εὑρεθῶς? μεν καταληψόμενοι. Καὶ τίς ἐστιν Εὐλάτ, καὶ ἡ γῆ,? (59)? καὶ τὸ χρυσίον; οὐχὶ ἡ ἁγία Παρθένος, καὶ ἡ [ταύτης].: 419 καθαρὰ καὶ ἄσπιλος ψυχή; Τίς δὲ ὁ ἄνθραξ οὐχὶ ὁ Κύ ριος [ὁ]λέγων· πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν; Τίς δὲ λίθος ὁ πράσινος; οὐχὶ ἡ ἑκούσιος τῆς σωματικῆς αὐτοῦ νεκρώσεως ὠχρότης ὃς διὰ τῆς καυστικῆς ἡ τοῦ τοιούτου πράσου φύσεως, τὸν καταπιόντα αὐτὸν ἐδρίμυξε θάνατον Παρακαλῶ τοίνυν τοὺς συν όγκον. άνθραξ; θρακα, τοῦ τοιούτου πράσου. ἄνθραξ, τὸ πράσον, πράσινον θεῖον γάρ' μάθωμεν ποίαν,

Oration VIOratio VI

col. 723–724page 23 of 78
PG 65:723εφάπτεσθαι θέλοντας ἡμῖν τῆς παρούσης αποδημίας, ΠΟΛ Γρ. κτήσεται. τῆς νενομισμένης μὴ κατολιγωρῆσαι κωπηλασίας οὕτω γὰρ ἡ διδασκαλική πορία τὴν εὔπλοιαν κτί σεται καὶ ἡ ἀδελφική συμμαχία τὴν εὔνοιαν ἐπιδείξεται. Ομως δὲ ἐξ αὐτοῦ βούλομαι ὑμᾶς ὑπου μνῆσαι, ἀδελφοί, τοῦ προοιμίου, ὡς οὐκ ἔστιν ἀκίνδυνον τῆς παρθενικῆς ἐπιβῆναι θαλάσσης· καὶ μάλιστα τοὺς ἀήθεις καὶ ξένους τῆς τοιαύτης πορείας. Εἰ γὰρ καὶ πολλοὶ τοῦ τοιούτου πελάγους κατετόλμησαν ἀλλ᾽ ἀχει μάστως ὀλίγοι διεσώθησαν ἐντεῦθεν, εἰς τὸν ἀκύμονα καὶ εὔδιον λιμένα τοῦ θελήματος τοῦ Θεοῦ. Β. Θεῖον γὰρ ὡς ἀληθῶς καὶ λαμπρὸν, καὶ τῆς ὑπερκειμένης καὶ μακαρίας τῶν ἀσωμάτων τάξεως, τὸ ἀμόλυντον τῆς παρθενίας Ενδυμα· ἐπεὶ καὶ ὁ τῶν ὅλων βασιλεὺς ταύτην περιβαλέσθαι κατεδέξατο την εὐπρεπεστάτην στολήν. Ο Κύριος γάρ, φησίν, έβα σίλευσεν· εὐπρέπειαν ἐνεδύσατο. Οὐ μόνον δὲ τὸν ἔθικτον τῆς ἱερατικῆς ἁγνείας ἐνεδύσατο χιτῶνα, ἀλλὰ γὰρ καὶ τὴν ἔντιμον τῆς βασιλικῆς ευκοσμίας ἡμφιάσατο στολήν. Ἐν οἷς δηλοῦται τὰ δύο τάγματα τῶν ἀρχόντων καὶ τῶν ἀρχομένων, τῆς ἀληθοῦς παρ θενίας, καὶ τῆς εὐσεβοῦς σωφροσύνης. "Ην γὰρ ὁ αὐ τὸς καὶ βασιλεὺς καὶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ. Ον τρόπον καὶ 'Ααρών ἐν τοῖς ἔμπροσθεν χρόνοις περιεβάλλετο πορφύραν καὶ βύσσον σημεῖον μὲν γὰρ τῆς ἀμέμπτου καὶ καθαρᾶς τῶν ἱερέων πολιτείας ἡ βύσσος· τεκμήριον δὲ τῆς ἐμπό νου καὶ ἐναρέτου τῶν βασιλέων διαγωγής ή πορφύρα, ὁπλιτικοῖς ἱδρῶσι φοινισσομένη· ὡς διὰ τοῦ ἐνδύματος, ἑκάστου δηλοῦσθαι ἀξιώματος τὸ εὐσεβές, καὶ ἀνδρεῖον τοῦ φρονήματος· οὕτω καὶ ὁ Κύριος ἐν ἀμε φοτέροις γενόμενος· ὡς μὲν ἱερεύς, τὸν Πατέρα ὑπὲρ πάντων ἐξιλεώσατο· ὡς δὲ βασιλεὺς, τὸν κατὰ πάντ των οπλιζόμενον διάβολον ετροπώσατο. Γ'. Οντως κηρίον μέλιτος οἱ καλοὶ τῆς παρθενίας λόγοι· ἐκ μὲν τῆς ἀληθοῦς πίστεως ἔχοντες Τοῦ θελήματος αὐτ αὐτῶν ὑπερκειμένης μακαρίας τάξεως τῶν ἀσωμάτων σύμφυτος, πρόσκτητος, τὸ ἀντεχόμενον" ἀρχόντων καὶ ἀρχομένων, χόντων αρχομένων Γρ. γάρ. εκάστου δηλοῦσθαι ἀξιώματος. τό, ἑκάστου ἐνδύματος ἀξιώματος,
col. 725–726page 24 of 78
PG 65:725τὴν ἠδύτητα· ἐκ δὲ τῆς ἀκριβούς πράξεως κεκτημέναι τὴν γλυκύτητα. Αὕτη ὁ λογικὸς τοῦ Θεοῦ παρά δεισος, ἐν ᾧ πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, τουτέστιν πνευματικὴν θεωρίαν· καὶ καλὸν εἰς βρῶσιν, τὴν πνευματικὴν διδασκαλίαν· καὶ τὸ τῆς ζωῆς πεφύ σενται δένδρον, ἡ σωτήριος τοῦ Θεοῦ οἰκονομία μεθ' ὧν ἐστι καὶ τὸ ξύλον τοῦ εἰδέναι καλοῦ γνωστὸν καὶ πονηροῦ· ἡ παρθενικὴ εὐμορφία, ἐν τῇ προαιρετικὴ γυμνάζουσα τὴν φυσικὴν ἐπιθυμίαν. Αὕτη τῆς ἀληθινῆς ἐπαγγελίας ἡ χώρα, ἐν ᾗ λογικὸν καὶ ἄδο Σον γάλα, καὶ τὸ πνευματικὸν καὶ ἄφθαρτον πηγάζουσα μέλι, Εισάξω γάρ, φησὶν, ὑμᾶς εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι· ἵνα οἱ μὲν ἀρχόμενοι, καὶ τῷ κόσμῳ τούτῳ ἀναστρεφόμενοι, τῆς σωφροσύνης ἐπιμελῶνται· οἱ δὲ ἄρχοντες καὶ τῷ Θεῷ ἀνακείμενοι, τῆς ἁγνείας ἀντέχωνται. Διπλοῦς γὰρ ὁ τῆς ἐκκλησίας χαρακτήρ' ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη, πᾶσαν δὲ τὴν τοῦ κάλλους δόξαν, κατὰ τὸ γεγραμμένον, ἔσωθεν ἐπιφερομένη ἐν μὲν τοῖς βιωτικοῖς ἐκφέρουσα κατὰ τὸν Σολομῶν. τα, ὡς συχῆ, τῆς σεμνότητος τοὺς ὀλύνθους· ἐν δὲ τοῖς ἱερατικοῖς, κατὰ τὸν αὐτὸν Σολομῶντα, προβάλλουσα ὡς ἄμπελος τῆς χρηστότητος τοὺς κυπρίζοντας βότρυας. Αἱ ἄμπελοι γὰρ ἡμῶν, φησί, κυπρίζουσι, καὶ ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς. Κατὰ ταύτην, ὡς οἶμαι, τὴν τάξιν προσήνεγκαν οἱ ἀπόστολοι μετὰ τὴν ἀνάστασιν τῷ Δεσπότῃ, ἐχθύος ἐπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίον σημαία νοντες ἐν τῷ ἰχθύϊ τοὺς ἐκ τῆς ἁλμυρᾶς τῶν κακῶν θαλάσσης, τῷ ἀγκίστρῳ τῆς πίστεως συλληφθέντας λογικοὺς ἰχθύας, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου πρὸς τὸν Πέτρον· ᾿Απὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν· ἐν δὲ τῷ κηρίῳ, τοὺς ἐκ τῶν ἐναρέτων τῆς δικαιοσύνης ἀνθέων, εἰς τὸ ἐνδότατον τῆς καρδίας ἀποθησαυρίζοντας ταμιεῖον, τὸν ὠφέλιμον καὶ προ συνῆ τῆς εὐσεβείας καρπὸν, ὃν βασιλεῖς ὁμοῦ καὶ ἰδιῶνται πρὸς τὴν τῆς ψυχῆς προσφέρονται ὑγίειαν. Οὕτω Βούτυρον καὶ μέλι φάγεται· ἐκ τῆς τῶν δύο ταγμάτων ἐπιστροφῆς ἐσθίειν τὸ τικτόμενον παιδίον ἐκ τῆς ἁγίας Παρθένου, διὰ τοὺς νηπιάζοντας τῇ κακία μετὰ τὸν μυστικὸν τῆς κολυμβήθρας τόχον. Δ'. Ἐκ ταύτης τοιγαροῦν ὁ Ἰωάννης μεταλαμβά και νεής τροφῆς, τῆς ἀχράντου κατηξιώθη ἅψασθαι κορυφῆς Κυρίου· ταύτης ἀπολαύων τῆς βρώσεως, σιν, πρωτοτύπως Ἰσ. ἐσθίον.
col. 727–728page 25 of 78
PG 65:727τῆς ἀγγελικῆς γέγονε τάξεως. Ην γὰρ ἡ τροφή Χ, ἀκρίδες. πολὺ τῆς κοι σμικῆς ἀπώκισται χώρας. τοῦ, ἀποικίζεσθαι. εὐριπίστον ἀναθυμιάσεως. εὐρίπιστος, ριπίζω, αὐτοῦ ἀκρίδες, καὶ μέλι ἄγριον· τὸ ἀκρότατον τῆς ἀμέμπτου πολιτείας, καὶ τὸ καθαρώτατον τῆς ἀσπί λου ἁγνείας. Καὶ καλῶς ἀγρίαν τὴν τοιαύτην ὁ εὐαγ γελιστὴς ἐκάλεσε μετάληψιν· δυσθήρατον γὰρ τῆς παρθενίας τὸ εἶδος, καὶ πολὺ τῆς κοσμικῆς ἀπέκι σται χώρας τοῦτο τὸ φυτόν· καὶ τάχα ὀλίγοι ίσχυσαν καταμαθεῖν τὴν τούτου ποιότητα. Νοείσθω δὲ καὶ ἑτέρως τὸ ἐσθίειν ἄγριον μέλι τὸν προφήτην· πρῶτον μὲν, ὅτι τὸν τῆς διανοίας ὀφθαλμόν καθαρὸν ἐφύλαττεν ἐκ τῆς εὐριπίστου τῶν σαρκικῶν ὀρέξεων ἀνα θυμιάσεως. Κατὰ γὰρ Ιατρικόν λόγον, ἀπαράβατον τῷ τεθολωμένῳ ὀφθαλμῷ τὸ ἀκάπνιστον μέλι. Μετά δὲ ταῦτα, ὅτι μηδέπω πιστεύσας ἐπὶ τὸν Κύριον, μη δὲ τὸν αὐχένα ὑποβαλών τῆς ψυχῆς ὑπὸ τὸν εὐαγ γελικόν ζυγόν, μεθ᾿ ἡδονῆς τὸν ἀπεξενωμένον, καὶ Ιταμὸν μετήρχετο βίον, τῷ γλυκεῖ τῆς νομικῆς κυήσεως τρεφόμενος φρονήματι. Οὐ γὰρ οἰκείᾳ γνώμῃ. ἀλλὰ κελευσθεὶς ὑπὸ τοῦ Θεοῦ τὸν Ἰορδάνην κατέλαβε. Καγώ γάρ, φησίν, οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμ ψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν Εφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ πε ριστερὰν, καὶ ἐρχόμενον ἐπ' αὐτὸν, οὗτος ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Διὰ ταύτην ἔστιν εἰπεῖν τὴν αἰτίαν, ὅτι ἡ τροφὴ αὐτοῦ ἦν μέλι ἄγριον· ] ἄγριον γάρ ἐστι τὸ μέλι τῆς ἁγνείας. Πλή ρωμα γάρ νόμου Χριστός, εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι χωρὶς δὲ πίστεως, ἀδύνατον εὐαρεστῆσαι. Καὶ, Ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν, οὐκ δίνεται ζωὴν αἰώνιον. Ε΄. Οσοι οὖν τὴν λαμπάδα τῆς ἁγνείας ἄσβεστον διετήρησαν, τὸν ἁμαράντινον ἀνεδήσαντο στέφανον τῆς ἀφθαρσίας· ὅσοι τὸν τῆς σωφροσύνης ἀτίμητον περι εποιήσαντο χιτῶνα, εἰς τὸν μυστικὸν τῆς δικαιοσύνης παραληφθήσονται νυμφῶνα. Ὅσοι τοῦ ἀγγελι και πλησιέστερον γεγόνασι βαθμοῦ, γνησιώτεροι τοῦ Δεσποτικού κατατρυφήσουσι μακαρισμοῦ. Διὰ τοῦτο, ὅσοι τῆς Δεσποτικῆς ἐγεύσαντο γλυκύτητος, τῆς εὐαγ γελικῆς ἐπελάβοντο ἀκρότητος. “Είσοι τοῦ οἴνου καὶ μένον.
col. 729–730page 26 of 78
PG 65:729τῶν σικέρων ἀπέχονται τῆς ἡδυπαθείας, ἐκ τοῦ και τοῦ γεννήματος εὐφρανθήσονται τῆς ζωηφόρου φυτείας. Ὅσοι τὸν σωματικὸν ῥῶγα ἄφθαρτον ἐκτήσαντο, τὸν πνευματικὸν καρπὸν τῆς εὐλογίας ἄφθονον ἐδρέψαντο. Ον τρόπον, φησίν, εὑρέθη ὁ ῥὼς ἐν τῷ βότρυν, καὶ ἐροῦσι· Μὴ λυμαίνεσθε αὐτὸν, ὅτι εὐλογία Κυρίου ἐστί. Λέγει δὲ τὸν μακάριον Ιωάννην τὸν εὐαγγελιστήν, μόνον διαφυλαχθέντα καὶ σώματι καὶ πνεύματι ἄσπιλον ἐν τῷ ἀποστολικῷ βότρυϊ μέχρι σταφιδώσεως, τουτέστι, μέχρι βαθυτάτου γήρως. Τοῦτο τὸ πρῶτον τοῦ Θεοῦ καὶ ἐξαίρετον δῶρον· τοῦτο τὸ φωτιστικὸν ἔλαιον τῆς διανοίας· τοῦτο τὸ καθαρὸν τῆς εὐοδίας θυμίαμα· τοῦτο τὸ πολύτιμον τῆς καρ δίας μύρον· τοῦτο τὸ δόκιμον τῆς ψυχῆς ἄρωμα. τοῦτο τὸ ἀπαθέστατον τοῦ εὐώδους σώματος ἄνθος. Διὰ τοῦτο τὸ δῶρον ἀποθανών Αβελ ἔτι λαλεῖ. Τῶν γὰρ ἡ λαμπὰς μὴ σβέννυται τῆς παρθενίας, τούτων ἀθάνατον μένει τὸ κλέος τῆς ἁγνείας. Διὰ τοῦτο τὸ δῶρον μένει ἱερεὺς ὁ Μελχισεδέκ εἰς τὸν αἰῶνα. Διὰ τοῦτο τὸ δῶρον τοῦ Δεσποτικοῦ πάθους γίνεται τύπος ὁ Ἰσαάκ. Διὰ τοῦτο τὸ δῶρον Θεὸς τοῦ Φαραὼ χειροτονεῖται ὁ Μωϋσῆς. Διὰ τοῦτο τὸ δῶρον τὰς δευτε ρευούσας τῆς βασιλικῆς ἀξίας ἡνίας παραλαμβάνει ὁ Ἰωσήφ. Διὰ τοῦτο τὸ δῶρον τοῖς σωματικοῖς πεζεύει ποσὶν ὁ Ἠλίας τὸν αἰθέρα. Διὰ τοῦτο τὸ δῶρον έκρι ζοῦν καὶ κατασκάπτειν τὰς βασιλείας εγχειρίζεται δ Ἱερεμίας. Διὰ τοῦτο τὸ δῶρον τῶν ἀνημέρων θηρίων ἐμφράττει τὸ στόμα ο Δανιήλ. Διὰ τοῦτο τὸ δῶρον φυλάττονται ἐν τῇ φοβερᾷ καμίνῳ οἱ τρεῖς παῖδες ἀβλαβεῖς. Διὰ τοῦτο τὸ δῶρον υἱοὶ βροντῆς προσαγορεύονται οἱ δύο του Ζεβεδαίου υἱοί. Διὰ τοῦτο τὸ δῶ ρον πιστὸς καθίσταται καὶ φίλος τοῦ οὐρανίου νυμφίου ὁ Ἰωάννης. Καὶ συντόμως εἰπεῖν· διὰ τοῦτο τὸ δῶρον μήτηρ γίνεται τοῦ Δεσπότου τῶν ἀγγέλων, ἡ ἐκ τοῦ γένους τῶν ἀνθρώπων καταγομένη, καὶ ἐκ τοῦ χοῖ τοῦ διηρτημένη φυράματος. Εγκυμων ηὑρέθη γε νομένη ἐκ Πνεύματος ἁγίου. Γ. Επειδή τοίνυν τρέχων ὁ λόγος τὸ δεύτερον κατέλαβε καταπέτασμα, ἐν ᾧ ξένης ὑποδείκνυται ὁδοῦ τὸ ἴχνος· ἀφανοῦς καινοτομεῖται πορείας ἡ τρί ος· τῆς δευτέρας ἀνοίγεται σκηνῆς τὰ προπύλαια οὕτως ἀναφαίνεται τὰ ἀπρόσιτα· ἀναλάμπεται τῶν ἀθεάτων τὸ πρόσωπον· φανεροῦται τὸ ὑπὸ τῶν χε ρουδίμ σκιαζόμενον ιλαστήριον. Χριστὸς γὰρ, φησί, παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων άγαη θῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου· τουτέστιν, οὐ ταύτης τῆς κτί σεως· εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Αγια. Αρα καὶ μετὰ τὴν ἀποστολικὴν μαρτυρίαν τολμωσί τινες κατά ω παρθενίαν &γνείαν, σε σωφροσύνην
col. 731–732page 27 of 78
PG 65:731τοὺς ἄφρονας λέγειν· Οὐκ ἔστι Θεὸς, ὁ καὶ γεννη θεὶς, καὶ προελθὼν ἐκ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς; Πῶς δὲ καθ' ἡμᾶς ἦν κοινὸς ἄνθρωπος, ὁ ἐκ τοῦ παρθενικοῦ ὄρους ἄνευ χειρῶν τμηθεὶς λίθος; ὃν ὁ καταπατήσας, τουτέστι, τοῖς ἐκ γῆς διαπλα σθεῖσι συναριθμήσας, ἀσυγνώστοις ἐκδίδοται τιμω ρίαις· Πόσῳ γὰρ, φησὶ Παῦλος, χείρονος ἀξιω θήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος; Καταθαῤῥήσωμεν, εἰ δοκεῖ, τοῦ ἡγιασμένου της δευτέρας σκηνῆς τόπου, λυθέντος τοῦ νεκροῦ Υποδήματος τοῦ συμπεποδισμένου τρόπου· οὔτε γὰρ ὁ ἱερεὺς εἰς τὸ ἄδυτον εἰσέρχεται, ἐὰν μὴ πάσης ἑαυτοῦ χωρίσῃ λογισμῶν ἀτοπίας· οὔτε ὁ Μωϋ σῆς, τὸ μέγα τῆς Δεσποτικῆς οἰκονομίας δύναται ὄψεσθαι όραμα, ἐὰν μὴ πάντα παρέλθῃ τὰ ἀνθρώπινα πράγματα. Οὕτω γὰρ ἔμαθεν ἡ ἀκανθώδης τῶν ἀνθρώπων φύσις τῇ φωτιστικῇ, οὐ τῇ καυ στικῇ θεότητος κοινωνεῖν φύσει. Σύμβολον γὰρ ἔφερεν ἡ προσομιλοῦσα βάτος τότε τῷ πυρί, τῆς ἀσπόρως συλλαβούσης Παρθένου τὸ φῶς τὸ ἀληθινόν· τὸν ἥλιον τῆς δικαιοσύνης, τὸν ἐκ τούτου ἀνατέλλοντα τοῦ ἀμολύντου παστοῦ, ἵνα τὰ ἐθνικὰ ὕδατα θερμάνῃ, κατὰ τὸ γεγραμμένον· ἵνα τῇ θερμότητι τῆς ἀγαθότητος, τὸν κρυμὸν διαλύσῃ τῆς διαβολικῆς δεινότητος· ἵνα τῇ λαμπρότητι τῆς θεότητος, τὴν νύκτα ἐκδιώξῃ τῆς ἀγνωσίας· ἵνα ταῖς φωτιστικαῖς ἀκτῖσι, τὴν ὑπ' αὐτοῦ γεναμένην καταυγάσῃ κτίσιν· ἵνα μην κέτι μηδεὶς προσκόπτῃ εἰς τὴν παρθενικὴν τῆς χά ριτος ἡμέραν, ἐν τῷ φωτὶ τῆς ὀρθοδοξίας περιπατῶν κατὰ τὴν ὁροθετηθεῖσαν ἀσφαλῆ πίστιν, ἐν τῇ δωδε καπλέθρῳ χώρᾳ τῶν ἀποστόλων, κατὰ τὸ εἰρημένον Οὐχὶ δώδεκα ὡραί εἰσι τῆς ἡμέρας; ἐάν τις ἐν τῷ φωτὶ περιπατεῖ, οὐ προσκόπτει. Γρ. ἑαυτόν. Ἴσ. τὴν ἀκανθώδη φύσιν. τὰ ἐθνικὰ ὕδατα θερμάνη. κατὰ τὸ γεγραμμένον Στιν, Ζ'. Πολλοὶ γάρ εἰσιν, οὐ μόνον εἰς τὸν οὐρανὸν, κατὰ τὸν Δαβίδ, τὸ στόμα τιθέντες, ἀλλὰ καὶ τὴν γλῶσσαν ἐπὶ τῆς γῆς φέροντες, καὶ τὴν καθαρότητα τῆς Παρθένου ἐγγύθεν πολεμοῦντες. Ἵνα οὖν μὴ κατὰ τοὺς ἡδυπαθεῖς καὶ γεώδεις ἀνθρώπους, καὶ ἡμεῖς καταπίπτωμεν, ἀκούοντες τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρινὴ συνελθεῖν αὐτοὺς, ευρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου· καὶ οὐκ ἐγαλε νωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· μήπως ἐντεῦθεν μετὰ τὸν θεῖον τόχον νομίζεσθαι, τὴν μὲν Παρθένον πεπαῦσθαι τῆς ἁγνείας, τὸν δὲ Ἰωσὴφ ἔχεσθαι τῆς γαμικής συναφείας. Πα ρακαλῶ οὖν τοὺς πνευματικούς πνευματικῶς δέχε σθαι τὰ πνευματικά, καὶ μὴ καταφέρεσθαι εἰς τὸ Καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους τὰ ἐθνικὰ ὕδατα.
col. 733–734page 28 of 78
PG 65:733τῆς σαρκὸς πάθος, ἀγνοοῦντας τὸ τῆς Γραφῆς βάθος. Εἰ γὰρ πιστεύομεν κατὰ τὴν ἐν Χριστῷ καινὴν κτί σιν, μὴ εἶναι ἄῤῥεν καὶ θῆλυ, μηδὲ τὸ κίβδηλον προ χωρείν νόμισμα τῆς σωματικῆς ἁμαρτίας ἐν τῇ πνευ ματικῇ πολιτείᾳ, μηκέτι τοῦ παλαιοῦ πολυπραγμονῶμεν ἀνθρώπου τὸ γήϊνον ἔχνος, μηδὲ τοῦ καρποῦ πάλιν ὀρεγώμεθα τῆς ξηρανθείσης συκῆς ἐκ ριζῶν διὰ τῆς Δεσποτικῆς φωνῆς. Οὐ δυνάμεθα γὰρ δύο κατὰ τὸ αὐτὸ φέρεσθαι χιτῶνας· οὐκ ἐγχωρεῖ ἐπὶ τὸ τῆς ἀφθαρσίας ἱμάτιον, δερμάτινον ἐπενδύσασθαι χιτῶνα. Τίς γάρ, φησί, κοινωνία φωτὶ πρὸς σκό τος; μηδὲ τὴν εὐαγγελικὴν γνῶσιν, εἰς τὴν σωματ τικὴν ἀπαγάγωμεν μίξιν· μὴ τὴν μυστικὴν ἐξήγη εἰς τὴν γαμικὴν ἐκλάβωμεν σύναψιν. Τί ζητοῦ μεν φυσικὴν ἀκολουθίαν, εἰς τὴν ὑπὲρ φύσιν οἶκο νομίαν; σεν, Η'. Μάθωμεν ποίαν ἔχει ἔννοιαν τοῦ Ἰωσὴφ ἡ ἄγνοια. Τὸ τελούμενον ἐν τῇ Παρθένῳ μυστήριον οὐκ Εγνώριζε ποίου διάκονος ὑπῆρχε θαύματος. νωσκεν ὅτι ὁ προφητευόμενος Χριστός, ἐκ τῆς μετ μνηστευμένης αὐτῷ ἐτίκτετο γυναικός. Οὐκ ᾔδει ὅτι ὁ κατὰ Μωϋσέα Προφήτης, ἐκ τῆς ἀπειρογάμου προήρχετο κόρης. Οὐκ ἐμνήσκετο ὅτι ναὸς ἡδύνατο γενέσθαι Θεοῦ, ἡ ἐκ τοῦ ἀγαθοῦ πεπλασμένη πηλοῦ. Οὐκ ἐγίνωσκεν ὅτι ταῖς ἀχράντοις τοῦ Δεσπό του χερτὶ, ἐκ τοῦ παρθενικοῦ πάλιν πλάττεται παρα δείσου ὁ δεύτερος Αδάμ. Οὐκ ᾔδει ὅτι ὁ ἄρχων τῆς ξηράς δημιουργεῖται ἄνευ σπορᾶς. Οὐκ ἐγίνωσκεν ὅτι ἡ Ἰσραηλιτική ποτε γῆ τὸν ζωοποιόν δώσει καρ τόν. [Καὶ ἡ γῆ ἡμῶν, φησί, δώσει τὸν καρπὸν Μωϋσές προφήτης κατ' ἐμέ 45, 18), ὁ καθ' ἡμᾶς ἄνθρωπος του καθαρού.
col. 735–736page 29 of 78
PG 65:735αὐτῆς]. αγκώθη τῆς Παρθένου ἡ κοιλία, καὶ ἐτρώθη ο μακαριοτέραν. φῶς. υἱόν. τί δὲ τοῦτο· περιπτύσσομαι. εύνομον. τόχον. μεταλαβούσα. τοῦ Ἰωσὴφ ἡ καρδία· εἶδε τὴν ἔπαρσιν τῆς γαστρός, καὶ ἀπέγνω τῆς ἁγνείας τὸ μυστήριον παντελώς ο ἐθεώρησεν ἐγκύμονα, καὶ εἰς μέγιστον κατέπεσε κλύδωνα· προσέσχε πεφορτωμένην, καὶ ὑπενόησε πεφθαρμένην. Οὐκ ἔστιν ἡ τῆς γνώσεως ἀποστέρησις, συνουσίας ὑπόπτευσις, ἀλλ' ἐπίτασις ἀπιστίας κατηγορίας, καὶ οὐ μακροθυμίας τὸ πράγμα. Ήκους τοῦ λέγοντος ἀγγέλου· Μὴ φοβηθῇς παραλαβεῖν τὴν γυναῖκά σου· καὶ μακροτέραν ποιεῖ τοῦ δισταγμοῦ τὴν μελέτην. Οὐ πιστεύω, φησί, τὴν συλ ληψιν, ἐὰν μὴ κατίδω τὴν γέννησιν· ἐὰν μὴ θεάσωμαι τὸ βρέφος οὐκ ἀπελαύνω τῆς ἀγνωσίας τὸ νέφος· ἐὰν μὴ ὄψομαι τὸν πρωτότοκον υἱόν οὐκ αποφορτίζομαι τὸν ἀτοπώτατον λογισμόν· ἐὰν μὴ ἴδω τὸν νοητὸν ἥλιον ἐπαρθέντα, οὐ πείθομαι ὅτι ἡ νοητή σελήνη μένει ἐν τῇ τάξει τῆς παρθενίας. Τί δέ; τοῦτον περιπτύξομαι τὸν λογισμὸν, καὶ οὐκ έρχομαι εἰς τὴν χωρισμόν; Ερχομαι· οὕτω γὰρ τῶν ἀνθρώπων κἀμὲ ἐκκλῖναι τὸν ὀνειδισμὸν, καὶ ταύτην τὸν ἔννομον διαφυγείν σωφρονισμόν. Οποίων γὰρ ἀπήρξατο πρὸς αὐτὴν λόγων, ἀπιστῶν εἰς τὸν θεῖον λόγον ἀκούσωμεν. Θ. Απιθι μακρὰν τῆς Ἰουδαϊκῆς συγγενείας, τῆς ἐθνικῆς ἀπολαβοῦσα ἀκαθαρσίας.» Εἶτα καὶ ἡ ἀγία Παρθένος πρὸς τὴν βαρεῖαν ἐπιτίμησιν πραείαν ἐδίδου ἀπόκρισιν, λέγουσα· «Βεβηλωμένην ἐννοεῖς, ότι ώγκωμένην με θεωρεῖς;» Πρὸς τοῦτο [] Ίω σήφ· «Γυναικὸς οὐκ ἔστι κοσμίας, ἀλλότρια φρον νεῖν εὐσεβείας· Ἡ ἁγία λέγει· «Δικάζων τρόπων πορνείας, οὐ δίδως τόπον ἀπολογίας;» Καὶ ὁ Ἰω σήφ· ι Επιμένεις γὰρ ἀρνουμένη [οὕτως ἐγκύμων γενομένη];» Καὶ ἡ ἁγία· «Ζήτησον τὸ ἀψευδὲς πιο στῶς τῆς προφητικῆς προῤῥήσεως, καὶ μαθήση σα φῶς ἐξ αὐτῆς τὸ καινοπρεπές τῆς Δεσποτικῆς συλ λήψεως. Καὶ ὁ Ἰωσήφ·. Εθέτησας τὸ εὐσεβές συνοικέσιον; ἥξεις, ὅτι οὐκ ἐλπίζεις, εἰς τὸ ἀκριβές λογοθέσιον.» Καὶ ἡ ἁγία· «Θέλεις οὖν ἐξ ὑπονοίας καταδικασθῆναι τὴν ἐκ συνουσίας μή καθυβρισμέ νην;» Καὶ ὁ Ἰωσήφ· «Ισως εἰμὶ τῶν καλῶς βιούν των, καὶ πῶς σε δύναμαι δοῦναι εἰς χεῖρας τῶν ταῦτα κρινόντων;» Καὶ ἡ ἁγία «Κρινεί μοι Κύ ριος ταύτην τὴν ἁμαρτίαν, ὁ χωρήσας, ώς οἶδεν εἰς τὴν ἐμὴν κοιλίαν.» Καὶ ὁ Ἰωσήφ· ο Λυπεί σε τὸ ἀπαραμύθητον τῆς λοιδορίας; δείξον οὖν τὸ ἀνεπιβούλευτον τῆς ἁγνείας.» Καὶ ἡ ἁγία εἶπεν· «Μεῖνον τὸν νενομισμένον τοῦ ἐμβρύου χρόνον, καὶ ἅψει τον ἡγιασμένον τοῦ Κυρίου τόχον.» Καὶ ὁ Ἰωσήφ «Νο ο εἰ τὸ ἀκριβὲ, λογοθέσιον.
col. 737–738page 30 of 78
PG 65:737μίζεις δι' ὑπερόγκων ῥημάτων τὴν φρόνησιν παρα κρούσασθαι τῆς ἐμῆς πολιᾶς; Καὶ ἡ ἁγία· «Ξένα σοι φαίνεται, [οἶδα,] τὰ ῥήματα, ἕως ἂν ἴδῃς τὰ πα ράδοξα πράγματα.» Καὶ ὁ Ἰωσήφ·. Οὐ βούλομαι του διαζευχθῆναι διὰ τὴν Ἰουδαϊκήν συγγένειαν καὶ οὐ δύναμαι πάλιν παραβῆναι τὴν νομικὴν ἀκρί Γειαν.» Καὶ ἡ ἁγία Πείσθητι ὅτι ἡ ῥίζα αυτομάτη ἐβλάστησε τοῦ Ἰεσσαὶ, τὸ ἀμάραντον ἄνθος τῆς ζωῆς.» Καὶ ὁ Ἰωσήφ·. Ρίπτω τῶν ἀτόπων λογι σμῶν τὴν ἐπανάστασιν, ὅτε Δεσπότου τῶν ὅλων και πίσω τὴν γέννησιν. › Καὶ ἡ ἁγία· «Στέργω μέν σε ἀπαθῶς διὰ τὸν νόμον ὡς μνηστήρα· οὐ θέλω δέ σε προσκρούσαι προπετώς διὰ τὸν τόκον εἰς τὸν Σω τῆρα» Καὶ ὁ Ἰωσήφ· «Τοῦτο γὰρ κἀγὼ εὐλα βούμενος, ὑπομένω σου τέως μη χωριζόμενος. Καὶ ἡ ἁγία Υπομνήσθητι καὶ τὴν ἐπηγγελμένην παρουσίαν τοῦ Κυρίου, καὶ ἐκκλίνῃς τὴν προσγενομένην σοι ἐκ τοῦ Πονηροῦ ἀπιστίαν.» Καὶ ὁ Ἰωσήφ «Φοβηθεὶς τὴν ὑπερβάλλουσαν τοῦ σώματος εὐμορφίαν, ἐδεξάμην εὐχερῶς τὴν μὴ πρέπουσαν τοῦ πράγματος ὑποψίαν. Καὶ ἡ ἁγία» Χρῆσον οὖν τὸ δόκιμον τῆς μακροθυμίας δηνάριον, ἵνα κτήσῃ τὸ αἰώνιον τῆς βασιλείας καταγώγιον.» Καὶ ὁ Ἰωσήφ Ψηφίζω τὴν εὐαρίθμητον ἀπαρτὶ τοῦ χρόνου συμ πλήρωσιν, ἵνα θεωρήσω τὴν ἀδιήγητον τοῦ Δεσπότου ἐνανθρώπησιν.» Καὶ ἡ ἁγία «'Ω Ιωσήφ τότε παρὰ πάντων μακαρισθώμεν, ὅτε τοῦ πάντων Δη μιουργοῦ γονεῖς κληθῶμεν.» Ι΄. Τότε λοιπόν τις ἦν ἡ Παρθένος ὁ Ἰωσὴφ ἐπληροφορήθη, ὅτε καὶ τίς ἦν ὁ γεννηθεὶς ὑπὸ τοῦ ἀγ γέλου ἐδιδάχθη. Ἐγερθεὶς γὰρ, φησί, παράλαβε τὸ παιδίον, καὶ τὴν μητέρα αὐτοῦ. Οὐκέτι λέγει, Τὴν γυναῖκά σου. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Τότε τὴν τῆς ψυχῆς ἀπέθετο δειλίαν, ὅτε τὴν ἀγγε λικὴν ἐθεάσατο χοροστασίαν· τότε τὴν γαστέρα έμα χάρισεν, ὅτι τὸν ἀστέρα κατενόησε τότε τοὺς λο γισμοὺς τῶν σαρκικῶν ἀπέθετο γάμων, ὅτε τοὺς Θησαυροὺς τῶν ἀνατολικῶν ἐδέξατο μάγων τότε ἑαυτὸν ἐταλάνιζεν, ὅτε Συμεὼν τὸ βρέφος ἐβάσταζε, καὶ ὡς Θεὸν ἐδόξαζε· καὶ ἦν πρότερον ἀπεστρέφετο ὡς ἀκρατῆ, ὕστερον ἀπεδέχετο ὡς ἁγνὴν· ἣν ἐλειδό ρει ὡς ἄχρωμον ὑμνολόγει ὡς ἄμεμπτον· ἣν ἀπήλαυνεν ὡς βέβηλον, ἱκέτευεν ὡς ἄσπιλον· ἣν ἀπωθεῖτο ὡς ἀναιδή, περιεποιείτο ὡς θεοφιλή ἣν ἐκάλεσε δημοσίᾳ μαινάδα, παρεκάλει ὡς ἁγίαν ἀμνάδα. Οὕτως ὁ Ἰωσήφ, ἕως οὗ ἔτεκεν ἡ Παρθένος τὸν Κύριον, οὐκ ἐγίνωσκε τὸ τῆς οἰκονομίας μυστή. ριον· ἕως οὗ ἐβλάστησε τὸν καρπὸν τῆς σωτηρίας, ἀμφέβαλεν εἰς τὸ ἄφθαρτον δένδρον τῆς ἁγνείας· ἕως οὗ ἐτελεσφορήθη τὸ δράγμα τῆς χαρᾶς, οὐκ ἐξη ράνθη ή υποψία τῆς φθορᾶς. οὐκ ἔστιν ἡ τοιαύτη Δαυϊτικήν. στέργομαί τε ἀληθῶς. εἰς τόν Θεόν. ἐπαγγελλομένην. ὦ πρεσβύτα. ἑαυτὸν ἐταλάνιζεν. άπωχεῖτο.
col. 739–740page 31 of 78
PG 65:739κατάγνωσιν, ὅτι τῇ θείᾳ συλλήψει ἐξ ἀγνοίας ἐπ ήνεγκε μέμψιν. Ο γὰρ ὁ Θεὸς μαρτυρεῖ δικαιοσύνην, τίς τούτῳ δύναται ἐπαγαγεῖν ἀφροσύνην; Οὕτω γὰρ ἦν τὸ μυστήριον ἀκατάληπτον ἀνθρωπίνης διανοία, καὶ τοσοῦτον τοῦ μυστικοῦ ἐτύγχανε τόκου τὸ παρά δοξον, ὅπου γε καὶ αὐτὴ ἡ ἁγία Παρθένος τὸν Θεὸν Λόγον ἐβάσταζε, καὶ εἰς τὸν τοῦ ἀρχαγγέλου λόγον ἐδίσταζε· τῷ σαρκουμένῳ ἐξ αὐτῆς ἔσωθεν ἔχαιρε, καὶ τῷ διαλεγομένῳ ἔξωθεν πρὸς αὐτὴν ἀντέλεγε τὸν θησαυρὸν τῆς ζωῆς περιεπτύσσετο, καὶ τὸν ἀσπασμὸν τῆς φωνῆς διελογίζετο. ἀγνωσία τοῦ δικαίου κατηγορία· οὐδέ ἐστιν ὑπὸ ΙΑ'. Πῶς ἔσται μοι τοῦτο, φησὶν, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Αγνοῦ τοῦ ῥήματος τὸ σαφές, καὶ πῶς λαβήν. φύσεως γνώσομαι τοῦ πράγματος τὸ θεοπρεπές;» Καὶ ἀρχάγγελος πρὸς αὐτήν·. Απαιτεῖς οὖν τὰ ἀγγελικά τάγματα, ἄῤῥητα δημοσιεύειν ῥήματα; • Καὶ ἡ ἁγία πρὸς τὸν ἄγγελον Βλάβην (2') έχει τὰ τῆς ἐπερωτήσεως, ἐὰν φανερωθῇ τὰ τῆς συλλήψεως;» Καὶ ὁ ἄγω γελος • Βλέπεις τὸν εὐαγγελιζόμενον Γαβριήλ, καὶ ἐνδοιάζεις τὸν μηνυόμενον Εμμανουήλ; Καὶ ἡ Παρ θένος" • Γυναικείας οὖν φύσεως ἐστι, τὸν Δεσπότην γεννῆσαι τῆς κτίσεως» Καὶ ὁ ἀρχάγγελος Γήινου ἔχουσα φρόνημα, πῶς δύνῃ, μαθεῖν τὸ οὐράνιον βού λευμα;» Καὶ ἡ ἁγία ο Δέξομαι οὖν τὸν λόγον σου ἀναμφίβολον, καὶ μὴ περιεργάσομαι τὸν τόπον τὸ σύνολον; καὶ δύναται ἐν κοιλίᾳ χωρηθῆναι, ὁ τοῦ Πατρὸς μὴ δυνάμενος χωρισθῆναι; ο Καὶ ὁ ἀρχάγγελος· ο Διδαχθήσῃ, ὡς ἐγχωρεί, τὸ μυστήριον, ὅταν περιλήψῃ χειρὶ τὸν Κύριον.» Καὶ ἡ ἁγία·. Ἐθεάσω χώραν βλαστήσασαν δράγμα, μὴ πρότερον δεξαμένην σπέρμα;» Καὶ ὁ ἀρχάγγελος· «Ἐδέξω τὴν ὑπὲρ φύσιν χαράν, μὴ ἔτι λογίζου τὴν κατὰ φύσιν φθοράν. Καὶ ἡ ἁγία • Ζυγὸν οὐδέποτε ἐβάστασα ἀνδρὸς, καὶ πῶς ἔχω γενέσθαι μήτηρ παιδός;» Καὶ ὁ ἀρχάγγελος + Ζητεῖς γὰρ γαμικῆς πράξεως σύνοδον, ὅπου Δεσποτικῆς δυνάμεως γίνεται κάτοδος;» Καὶ ἡ ἁγία Ηθελον ἐντελοῦς τυχεῖν πληροφορίας, ἵνα ισχύσω παντελοῦς ἀποφυγείν αδημονίας. Καὶ ὁ ἀρχάγγελος Ηλθον ἀναγγείλαί σοι τὰ δεδεγμένα τῷ κτίστῃ τῶν ἁπάντων· μὴ γὰρ ἑρμηνεῦσαι σοι τὰ κεκρυμμένα ἀπὸ πάντων; ι Καὶ ἡ ἁγία «Θεοῦ ἄγγελος πιστός ὑπάρχεις, καὶ τὰ [τοῦ] Θεοῦ δυνατὰ ἀκριβῶς οὐκ ἐπίστασαι; › Καὶ ὁ ἀρχάγγελος· «Θέλεις μαθεῖν τὰ ὑπὲρ σέ; πίστευσον εἰς τὸν θελήσαντα γενέσθαι κατά σέ. › Καὶ ἡ ἁγία·. Ισως τὸ εἶδος οὐκ ἐγχωρεί ἐξαγγείλαί μοι τοῦ μὴ περιγραφομένου, κἂν τὸ ἴχνος μοι μόνον ὑπόδειξον τοῦ ποθουμένου.» Καὶ ὁ ἀρχάγγελος· ε Ισθι δεχομένη τὰ λεγόμενά σου πνευματικῶς, καὶ ὄψει πως εὑρίσκῃ μακαριζομένη εἰς τὰ τε λούμενα μυστικῶς·» Καὶ ἡ ἁγία· «Καὶ πιστεύσω ὅτι ὁ μονογενής Υἱὸς τοῦ Θεοῦ, συγγενής γίνεται ἐμός; ὁ σύνθρονος τοῦ Πατρός, σύσσωμος γυναικός, ο Καὶ λέξομαι. δέξου.
col. 741–742page 32 of 78
PG 65:741ὁ ἀρχάγγελος ο Καρπὸς τῆς ἀνθρωπότητος, ἡ μεγα-? λυπρεπής εξουσία, ὁμοιοπαθής τῇ πτωχείᾳ.» Καὶ ἡ Αγία Λίαν θαυμάζω, πῶς τὸ ἀπαύγασμα τοῦ Πατρὸς γίνεται γέννημα γυναικός.» Καὶ ὁ ἀρχάγγελος· «Λα θεῖν βουλόμενος τὸν ἐχθρὸν, ὁ σύνθρονος τῆς πατρικῆς ὑποστάσεως, γίνεται σύμμορφος τῆς δουλικῆς τά ξεως. ο Καὶ ἡ ἁγία· «Μαθεῖν ήθελον, πῶς ἡ μεγα λοπρεπής ἐξουσία, ὁμοιοπαθής τῇ πτωχείᾳ.» Καὶ ὁ ἀρχάγγελος· «Μὴ γὰρ τῆς θνητῆς περιβαλλόμενος φύσεως τὸ ἔνδυμα, ἀποβάλλεται τῆς ἀθανάτου δυνά μεως τὸ διάδημα; μὴ γὰρ ἐν τῇ χοϊκῇ ἐρχόμενος εὐ τελείᾳ, τὴν βασιλικὴν ἀποτίθεται δυναστείαν; μὴ γὰρ τὴν εἰκόνα λαμβάνων τῆς ἀνθρωπότητος, τὴν ἀξίαν ἐλαττοὶ τῆς θεότητος; μὴ γὰρ ἡ συγκατάβασις τῆς εὐσπλαγχνίας, τῆς οὐσίας γίνεται ἀλλοίωσις; μὴ γὰρ τοῦ ὑψίστου Πατρὸς χωρίζεται, ἐὰν ὑπὸ σοῦ τῆς μη. τρὸς βαστάζεται; μὴ γὰρ τὸν χερουβικόν θρόνον και ταλιμπάνει, ἐὰν τὸν κοσμικὸν τόπον καταλάβῃ; μὴ γὰρ ἐκπίπτει τῆς μεγαλοσύνης, ἐὰν κατακλιθῇ ἐπὶ τῆς φάτνης; μὴ γὰρ οὐκ ἔστιν άναρχος, ἐὰν γένηται πρόσφατος; μὴ γὰρ ὑπὸ ἀγγέλων οὐκ ἀνυμνεῖται ὡς ἐξουσιαστὴς, ἐὰν ὑπὸ ἀνθρώπων θεωρεῖται ὡς εὐτελής; μὴ γὰρ ἄνω οὐ κάθηται, ἐὰν κάτω πολιτεύεται; μὴ γὰρ πάντων οὐ προνοεῖ, ἐὰν μετὰ πάντων περιπατεῖ; μὴ γὰρ πάντων οὐκ ἐπικουρεῖ, ἐὰν γωνία τοῦτον φρουρεῖ; μὴ γὰρ οὐκ ἔστι Θεὸς, ἐὰν προέλθῃ ἐκ γαστρός; μὴ γὰρ οὐκ ἔστιν ἀπροσδεὴς, ἐὰν μεταλάβη τροφής; μή γὰρ οὐκ ἔστι Κύριος πάσης πνοῆς, ἐὰν γένηται τῆς ἀνθρωπίνης μορφής; ΙΒ'. «Αποβαλοῦσα οὖν τὸν δισταγμόν, δέξον προ θύμως τὸν ἀσπασμόν· ἀπόθου τὴν γυναικείαν ταπείνωσιν [καὶ περίθου τὴν ἀνδρείαν φρόνησιν]. Οὐκ οἶδας ὅτι διὰ τὴν τοῦ πράγματος οικονομίαν, τὴν τοῦ ὀνό ματος ἔλαβαν ἀπ' ἀρχῆς προσηγορίαν; Γαβριήλ [γαρ] ἑρμηνεύεται, ἄνθρωπος Θεός. Ἐπειδὴ γὰρ ἤμελλεν ὁ ἄτρεπτος Θεὸς ἐν τῇ ἀνθρωπίνῃ φαίνεσθαι τοῖς ἀν θρώποις μορφῇ, ἐν τῇ ἀγγελικῇ προλαβών διακονίᾳ, ἐμήνυσε τὴν ἑαυτοῦ ἔνδοξον παρουσίαν· ἵνα τοῖς μὲν ἀπίστοις νομισθῇ ὡς [θνητὸς] ἄνθρωπος, τοῖς δὲ πιο στοῖς φανερωθῇ ὡς Θεὸς ἀθάνατος]. Ον τρόπον γάρ, καὶ ἡ ἐμὴ ἐπιστασία ήδη δεύτερον επιστήθη περὶ τὰ θεῖα. Τοῖς γὰρ ὑπ' ἐμοῦ εἰρημένοις οὐκ αὐτὴ μόνη ἠπίστησας, ἀλλὰ καὶ Ζαχαρίας. Καὶ σὲ μὲν ὡς νηπιάζουσαν περὶ τὰ μυστικώτερα ἐπιστάμενος, μᾶλ λον δὲ, ὡς μητέρα τοῦ Κυρίου αιδούμενος, σύ τολμῶ σωφρονῆσαι ἀπιστούμενος· ἐκείνῳ δὲ ὡς ἐπισταμένῳ τὴν νόμον, καὶ μὴ δεξαμένῳ τὸν λόγον, ἐπήνεγκα τοῦ ἐπιτιμίου τὸν τρόπον, καὶ προστίμῳ ὑπέβαλον χωρώ σεως· καὶ τοῦ μὲν ἀνδρὸς τὸ τῆς γλώττης ὄργανον ἐδέσμευσαν τῆς δὲ τούτου γυναικός, τὸ τῆς στειρώσεως εργαστήριον ήνοιξα. Πάντως γὰρ ἦλθεν εἰς τὴν σὴν γνῶσιν, ὅπως ἐν γήρα Ελισάβετ μήτηρ αὐτὴ συναρίθμηται ταῖς μητράσιν. Αγνοείς ποίων σώ ζεται ἐν ἀμφοτέραις εἰκόσιν ὑπόστασις; οὐ γινώσκεις ὅτι ἐν σοὶ μὲν ἡ ἐθνικὴ ἐκκλησία, ἐν ἐκείνῃ δὲ ἡ 16. ποία.
col. 743–744page 33 of 78
PG 65:743το ἀσκητικός κλάδος. ἀσκητικὸν ἐγκαλλώπισμα. πληρουμένην. πλαστουργόν. Γρ. χρυσοχόον. ληστής. Ἰουδαϊκή συναγωγὴ ἱστόρηται; λανθάνει σε, ἔτι ἐκ σοῦ μὲν τῆς ἐλευθέρας τίκτεται ὁ ἡγαπημένος Ἰσαάκ, ἐξ ἐκείνης δὲ τῆς δούλης τίκτεται υἱὸς, εἰς συμπλήρωσιν μὲν τοῦ τῆς δουλείας νόμου, ευαγγελισμὸν δὲ τοῦ τῆς παρουσίας τόκου τοῦ Κυρίου; Πορεύθητε πρὸς αὐτὴν, ἵνα γνως τίνος εξ μήτηρ. Αύτη γάρ, εἰ δὲ πρὸς τὰ ἐμὰ ἐναντίως ἐπιμένῃς διακειμένη ρή ματα· ἀλλὰ θεασαμένη τὰ Ἰωάννου σκιρτήματα, γνώσῃ πῶς μετ' ὀλίγον ἀγαλλιωμένη, εἰς πάντα τὰ πέρατα ευρεθήσῃ μακαριζομένη. Ὁ τῆς στείρας ἀσκητικὸς κλάδος τὸν ἐν σοὶ τῇ Παρθένω μηνύει καρ πόν. Ὁ ἐν ἐκείνῳ τῷ ξυλίνῳ μοδίῳ κείμενος λύχνος. τὸν ἐν τῇ χρυσῇ λυχνίᾳ ἀνατέλλοντα υποδείξει ήλιον. Ἐκεῖνο τὸ ἐρημικὸν ζεῦγος τῶν τρυγόνων φανερώσει δυάδα τῶν ἀκεραίων περιστερών. Παρ' ἐκείνου μήτηρ διδασκομένη μητέρα σε τοῦ Κυρίου προσείποι χαρᾶς πληρουμένη Εκείνη ἡ χελιδὼν τὸ ἔαρ εὐαγγελίζεται τῶν ψυχῶν. Κηρύξει γὰρ ὁ ἐπίγειος ἄγγελος τὸν οὐράνιον Θεὸν, καὶ ἐκ μήτρας ἄνθρωπον· ὁ νόμος τὴν χάριν· ὁ προφήτης τὸν Δεσπότην· ὁ δοῦλος τὸν Κύριον· ὁ πηλὸς τὸν πλάστην ὁ ἄργυρος τὸν χρυσόν ὁ στρατιώτης τὸν βασιλέα· ὁ θνητὸς τὸν ἀθάνατον· ὁ κάτω τὸν ἄνω· ὁ ἀσθενὴς τὸν ἰατρόν· τὸ πρόβατον τὸν ποιμένα· ὁ πρόσκαιρος τὸν ἀΐδιον· ὁ ἐκ μὴ ὄντων τὸν ἀεὶ ὄντα· ὁ λειτουργὸς τὸν δημιουργόν τὸ κτίσμα τὸν κτίστην· ὁ βαπτιστής τον ποιητήν ὁ μηνυτής τὸν κριτήν· ὁ ἐκ μητρὸς τεχθεὶς ἐν χρό νῳ, τὸν ἐκ Πατρός γεννηθέντα πρὸ ἑωσφόρου. Ὅτε γὰρ τὸ κατὰ φύσιν ήργησεν ἐργαστήριον, τότε τὸ παρὰ φύσιν ενήργησε τῇ Ελισάβετ τὸ μυστήριον· ὅτε τοῦ γήρως ἡ τομή, τότε τοῦ βρέφους ή φυή ὅτε ἡ ἀπόγνωσις τῆς προσδοκίας, τότε ή βεβαίωσις τῆς ἀγγελίας· ὅτε τῆς κοιλίας ή νέκρωσις, τότε τῆς παιδοποιίας ἡ ἀνάστασις· ὅτε τοῦ χρόνου τὸ ἔριμον, τότε τοῦ καρποῦ [το] πρώιμον· ὅτε τῶν ἐλπίδων ή πάροδος, τότε τοῦ νηπίου ἡ πρόοδος· ὅτε τὸ κλῆ μα ἐξηράνθη, τότε ὁ βότρυς ἐπεπανθη· ὅτι ἡ ῥίζα ἡτόνει, τότε ὁ κλάδος ἐξήνθησεν. Οξύτερον γὰρ τοῦ τι τοῦ γήρως ή τομή. τοῦ χήρους· ἀπὸ τοῦ γήρως· ἀπὸ τοῦ, γῆρας, γήρους, φυή φωνή. τὸ γή ρως λῃστής, τον κριτήν. ληστής, ληστών μηνυτής, ή φωνή. των νηπίων.
col. 745–746page 34 of 78
PG 65:745βούλεσθαι κέκτηται τὸ δύνασθαι. "Αρα οὖν ἡ νομικὴ ἐξήνεγκε συχῆ τὸν πρώϊμον, κατὰ τὸ γεγραμμένον, καρπόν· καὶ ἡ εὐαγγελικὴ οὐ προβάλλει ἄμπελος τὸν ακόρεστον σωτηρίας βότρυν; Τί οὖν ἔτι ἀμφιβάλλεις, καὶ μὴ καθ' ἡμᾶς τοὺς ἀγγέλους μανθάνεις δέχεσθαι ἁπλάστως τοῦ Θεοῦ τοὺς λόγους; Ὅτε περὶ μυστηρίων ἀκούεις, θαυμάζειν, οὐκ ἐξιχνιάζειν ὀφείλεις ἱκετεύειν, οὐ τρακτεύειν εὐσεβεῖν, οὐ φιλονικεῖν· ὑμνολογεῖν οὐ πολυπραγμονεῖν· μετ λετᾷν, οὐκ ἐρευνᾷν· ζητεῖν τὰ δέοντα, οὐ πολυπραγμονεῖν τὰ ἀπέραντα· διδάσκεσθαι τὰ συμφέροντα, οὐ περιεργάζεσθαι τὰ ἀκατάληπτα. Η'. Οὕτως ἡ Παρθένος τῷ μὲν λόγῳ τοῦ ἀγγέλου ἐτειχίζετο, τὸν δὲ τόκον τοῦ Δεσπότου διελογίζετο· καὶ τῇ μὲν βεβαιώσει τοῦ Γαβριὴλ ὠχυροῦτο, τὴν δὲ σύλληψιν τοῦ Ἐμμανουὴλ διενοεῖτο. Ἐντεῦθεν εἰς χαρὰν καὶ λύπην διαμεριζομένη, εἰς ἄνισα λογισμῶν περιετύγχανε σταθμία· ποτὲ μὲν εἰς τὸ ὕψος τῆς θεότητος ἀναγομένη, ποτὲ δὲ εἰς τὸ ταπεινὸν τῆς ἀνθρωπότητος κατ αγομένη. Οὕτω τῆς διανοητικής πλάστιγγος ἐφ' ἑκα τέρας φερομένης, τῆς ἠκριβωμένης τοῦ Θεοῦ ἀξιοῦται ροπῆς. Ὁ γὰρ τὸ καθαρώτατον τῆς παρθενίας ἐργαστήριον φυλάξας ἀβλαβές, καὶ τὸ μεσαίτατον καὶ εξύρροπον τῆς καρδίας διακριτήριον πεποίηκεν ἀκλινὲς· καταστήσας δὲ τῆς ψυχικής κιθάρας τὰ κεχαλασμένα νεύρα, ταῖς φωτιστικαῖς τοῦ ἁγίου Πνεύματος χερσί, τὴν ἀπὸ τῆς ὀνειδιστικῆς πληγὸς ἐνήχει μελ ῳδίαν, λέγων· «Ακμὴν διστάζεις; τὸν κυβερνήτην ἔχουσα πάντων, χειμάζῃ πλέον ἁπάντων; τὸν ἰατρὸν φέρουσα τῶν ψυχῶν, οὐκ ἀποβάλλεις τὴν ἀῤῥωστίαν τῶν λογισμῶν; οὐκ ἔγνως ὅτι ἐκ σοῦ κάτω σαρκοῦμαι, καὶ ὑπὸ ἀγγέλων ἄνω προσκυνοῦμαι; οὐ θέλεις τὸν φιλάνθρωπον, διὰ τὸν ἄνθρωπον γενέσθαι κάτω ἄνθρωπον; οὐ θέλεις διὰ τῆς σῆς πληρωθῆναι κοιλίας τὰς τῶν πατέρων του επαγγελίας; οὐ θέλεις τὴν παρακοὴν τῆς γυναικός, δι᾿ ὑπακοῆς πάλιν λυθῆναι γυναικός; ἐπειδὴ ἐσφράγισται ή παρθενία, διὰ τοῦτο ἀμφιβάλο λεται ἡ οἰκονομία; ἐπειδὴ ἀμόλυντον τὸ τῆς φύσεως ή ἐργαστήριον, διὰ τοῦτο ἄπιστον τῆς γεννήσεως τὸ μυστήριον; ἐπειδὴ ἄσπορος ἡ χώρα, διὰ τοῦτο ἀπαράδεκτος ἡ χαρά; ἄπιστόν σοι φαίνεται, εἰ ὁ ἀθάνατος Θεὸς εἰς σκεῦος χωρεῖται θνητόν; εἰ ἐνοῦται σύ ματι, καὶ οὐκ ἀλλοιοῦται πνεύματι; [εἰ] γίνεται σάρξ. καὶ οὐ τρέπεται ὡς πᾶσα σάρξ; εἰ ὁ δι' ἀγγέλων καὶ προφητών κηρυττόμενος Λόγος ἐκ τῶν σῶν εὑρίσκε και προερχόμενος σπλάγχνων ὡς βρέφος; εἰ ὁ ἄναρ χος ἄρχεται; εἰ ὁ ἀόρατος ὁρᾶται; εἰ ὁ πλούσιος πτω χεύει; εἰ ὁ τρέφων τρέφεται; εἰ ὁ Δεσπότης πάντων τέλος ἀπαιτεῖται μετὰ πάντων; εἰ δ᾽ καθήμενος ἐπὶ τῶν χερουβὶμ οὐκ ἔχει ποῦ κλίνῃ τὴν κεφαλήν; ὁμολογεῖν. μή καθ' ἡμᾶς τοὺς ἀγω γέλους. ἁπλά στως, πολυπραγμονεῖν τὰ ἀπέραντα. γενεαλογίαις ἀπεράντοις,
col. 747–748page 35 of 78
PG 65:747τὸ καταργούμενον. ἐμοῦ διατιθεμένου. καὶ τί χτεται ὡς μὴ ὢν, παιδίον. ΙΔ'. «Αλλὰ ἐὰν μὴ λάβω γήϊνον σῶμα, ἀμήχανον καὶ ὑμᾶς λαβεῖν ἅγιον Πνεῦμα. Ἐὰν μὴ μετασχῷ τῆς θνητῆς φύσεως, οὐ γίνεσθε μέτοχοι τῆς ἀθανάτου δυνάμεως. Ἐὰν μὴ φορέσω τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὐ δύνασθε κοινωνήσει τη μορφὴ τοῦ ἐπουρανίου. Ἐὰν μὴ τὸ καταργούμενον τοῦ δούλου ὑπέλθω προτο ωπον, ἀμήχανόν ἐστιν ὑμᾶς εἰς τὸν δεδοξασμένον τοῦ Δεσπότου φθάσει χαρακτήρα. Ἐὰν μὴ τοῦ ἐπιγείου τόπου ἐπιβήσωμαι σωματικώς, οὐ περιληφθήσε σθε του Αβραμιαίου κόλπου μυστικῶς. Οὐ θέ λεις υπουργῆσαι εἰς τὸν τόπον τοῦ ἀθανάτου, ἵνα τὸ κράτος λυθῇ τοῦ θανάτου; οὐ θέλεις ὑποδέξασθαι ἐν κοιλίᾳ τὸν αἴροντα τοῦ κόσμου τὴν ἁμαρτίαν; οὐ θέα λεις δοῦναι μοι παρθενικὸν μαζόν, ἵνα ἐκμυζήσω τὸν διαβολικὸν Ιόν; Ἐὰν μὴ τὴν πρόσκαιρον ἀρχὴν περι βάλωμαι τῆς ἀνθρωπότητος, οὐ δυνήσεσθε ἀνελθεῖν εἰς τὴν ἀρχαίαν ἀρχὴν τῆς θεότητος. Ἐὰν μὴ ἐπὶ τῶν ἀγκαλῶν καθήσω τῆς μητρός, οὐ καθήσεσθε ἐπ δεξιῶν τοῦ ἐμοῦ Πατρός. Ἐὰν μὴ ἐν τῷ ἁμαρτωλῷ γένωμαι σώματι, καὶ δι' αὐτοῦ ὡς νεκρός κατακλιθώ ἐν τῷ καινῷ μνήματι οὐ δυνήσεται οὔτε ἡ δια θήκη κυρωθῆναι, οὔτε ὑμεῖς τῆς βασιλείας τῶν οὐρα νῶν κληρονόμοι ἀναδειχθῆναι. Οὕτω γὰρ δὴ καὶ πάν τας τοὺς ἀπὸ 'Αδάμ μέχρι ταύτης τῆς γεννᾶς ἀπο κληρονόμους πεποίηκα, ἐμοῦ διατιθεμένου θανάτου γεύσασθαι μή δυναμένου [ὡς μηδὲ τὴν ὑμετέραν σάρκα ἐνδυσαμένου]. Οὐ μολυνῶ οὖν, ὡς νομίζεις, τὸ βασιλικὸν ὁπόδημα, ἐὰν πατήσω εἰς τὸ χοϊκὸν ποίημα. Οὐ καθυβρίσω τὸ ἄκτιστον ἀξίωμα, εἰ ἐνοικήσω εἰς τὸ κτισθὲν ὑπ' ἐμοῦ οἴκημα. Οὔτε γὰρ τοῦ ἡλίου τὰς ἀκτῖνας τὰ βορβορώδη βλάπτουσι συστήματα· οὐδὲ πάλιν τοῦ ἰατροῦ τὰς χεῖρας τὰ νοσώδη σπιλούσι τραύ ματα. Μάθε ὅτι ὁ Θεὸς προέρχεται ἐκ σοῦ, οὐκ ἄρχε ται ἀπὸ σοῦ. Ἐν σοὶ ὁ Λόγος ἐφίσταται, τοῦ δὲ Πα τρὸς οὐδ᾽ ὅλως ἀφίσταται· καὶ τίκτεται, ὡς μὴ ὤν, παιδίον· καὶ δίδοται, ὡς ὤν, υἱὸς, κατὰ τὴν Γραφήν. Καὶ περιλαμβάνεται, καὶ οὐ καταλαμβάνεται· καὶ θεωρεῖται, καὶ οὐχ ὁρᾶται· χωρεῖται, καὶ οὐ χωρεῖται καὶ γεννᾶται, καὶ οὐ μετρεῖται· καὶ φαίνεται πᾶσι, καὶ οὐ φανεροῦται πᾶσι· καὶ γίνεται, ὁ μὴ ἔστιν, ἄν θρωπος· καὶ μένει ὁ ἐστι, Θεός. Εκτίναξαι τοίνυν τὸν κονιορτὸν τῆς σαρκικῆς ἐνθυμήσεως, καὶ περιβαλοῦ τὸ ἱμάτιον τῆς μυστικῆς γνώσεως· ἀπόρριψον τὴν ῥαθυμίαν τῆς ψυχῆς, καὶ κράτει [τῆς] αἰωνίου ζωῆς. ἐπιδῶ. περιλήψεσθαι. αναρχον. μνημείῳ. δυναμένους,
col. 749–750page 36 of 78
PG 65:749οὕτω γὰρ δυνήσῃ καὶ παρθένος φυλαχθῆναι ἁγνὴ, καὶ μήτηρ ενηθῆναι πιστή· καὶ τῶν μὲν ἀγάμων μὴ χωρισθῆναι, ταῖς δὲ ὑπάνδροις συναριθμηθῆναι καὶ τὸν μὲν προφητευόμενον Χριστὸν βαστάσαι, τὸν δὲ ἐναντιούμενον ἐχθρὸν πατῆσαι· καὶ τοῦ μὲν ὑμνῆσαι τὴν φωτιστικὴν της παρουσίας ἔλλαμψιν, τοῦ δὲ σθέσαι τὴν πειρατικὴν τῆς μανίας ἔκκαυσιν.» ο ΙΕ. Οὐ γὰρ μικρῶς αὐτὸς ἡνιάθη, ἀφ' οὗ μάλιστα ἡ Παρθένος εὐηγγελίσθη. Ο κόσμος ἐν εὐθυμίᾳ, καὶ ὁ διάβολος ἐν ἀθυμία. Ο βασιλεὺς ἔσωθεν ἐν τῷ πα λατίῳ τὰς δωρεὰς τῆς εἰρήνης ὑπέγραφε, καὶ ὁ τύπ ραννος ἔξωθεν τῷ βίῳ τοῦ πολέμου τὰ ὅπλα ἐχάλκευεν. Ο Δεσπότης τὸν λιμένα τῆς σωτηρίας κατήρτιζε, καὶ ὁ πειραστής τον χειμῶνα τῆς ἀγνωσίας ηὐτρέπιζεν. Ὁ Κύριος τὴν ἡμέραν τῆς θεογνωσίας Ο ἐρρύθμιζε, καὶ ὁ δόλιος τὴν νύκτα τῆς δυσσεβείας ἐτείχιζεν. Ο κτίστης τοῖς κτίσμασι συναναστρέφετε, καὶ ὁ λῃστὴς τοῖς δαίμοσι συνεσκέπτετο ο 'Αν ετράπη, ο λέγων ὁ διάβολος, «ή θανατική βασιλεία, ἐὰν ἡ παρθενικὴ γεννήσῃ κοιλία. Ἐὰν ἄφθορος συλ λάσῃ φύσις, τέθνηκε τῶν δαιμόνων ἡ φύσις· ἐὰν ἀγνεία πολιτεύσηται, ἀκολασία φυγαδεύεται· ἐὰν ἀπάθεια κρατήσῃ, ἀντιπάθεια δραπετεύσει· ἐὰν ἀφθαρσία παρρησιάσηται, ἡ ἁμαρτία εγκαλύψεται. Μὴ τὴν παλαιὰν τῆς ἐπιθυμίας ἀπολέσωμεν νομήν μὴ δεξώμεθα τὴν νεαράν τῆς παρθενίας και νοτομίαν· μὴ ἐκπέσωμεν διὰ ῥαθυμίας τοῦ δι καίου τῆς ἀδικίας· μὴ ἀργήσῃ τῆς φιληδονίας † ἐμπορία· μὴ σβεσθῇ τῆς ἡδονῆς ὁ σπινθήρ· μὴ ἀποβληθῇ τῆς πλεονεξίας τὸ χάραγμα· μὴ κλεισθῇ τῆς πονηρίας τὸ ἐργαστήριον· μὴ παραποιηθῇ τῆς ὑπερηφανείας ή σφραγίς· μὴ ἄπρακτον μείνῃ τῆς κακίας τὸ ἀγώνιον. Αντιταξώμεθα πρὸς τὸν αὐχένα τῆς παρθενίας τον χειμῶνα τῆς ἡδυπαθείας· πρὸς τὴν στερρότητα τῆς ἐγκρατείας, την ἠξύτητα τῆς γαστριμαργίας· πρὸς τὴν τῆς ἀληθείας λαμπηδόνα, τὸν τοῦ ψεύδους σπινθῆρα· πρὸς τὴν κρηπίδα τῆς εὐσεβείας, την τυραννίδα τῆς ἀσεβείας. Μεγάλη κατέχει συμφορὰ τῶν δαιμόνων τὴν φοράν εἰς βαρυτάτην κείμεθα τιμωρίαν εἰ μὴ σφο δροτάτην ἐνδυσώμεθα πανοπλίαν. Καταμάθωμεν τὸ παράδοξον τῆς Παρθένου πράγμα, καὶ ἴδωμεν τὸ φοβερὸν καὶ ἐξαίσιον τοῦ ἐξ αὐτῆς σαρκουμένου θαῦμα· πῶς κόρη γυνή κυαφορεῖ, μὴ πλησιάσασα τὸ σύνολον μηδενὶ ἀνδρί· πῶς τὴν ἀγνείαν οὐκ ἀπὸ ἔθετο, καὶ τὴν παιδοποιίαν ἐνεπορεύσατο πῶς τὴν ὥραν οὐκ ἐτρυγήθη τῆς εὐμορφίας, καὶ ἡ χώρα ἐγεωργήθη τῆς καλλιτεχνίας· πῶς ἡ ἄμπελος οὐκ ἐσκάφη, καὶ ὁ βότρυς ἐπεπάνθη· πῶς καὶ ἡ σφραγὶς τῆς παρθενίας μένει ἀπαρεγχείρητος, καὶ ὁ χωρηθεὶς ἐν τῇ κοιλίᾳ, ἀνερμήνευτος· πῶς καὶ τὴν σύλληψιν ἀ γνοεῖ τοῦ ἀνδρὸς, καὶ τὴν κύησιν προσκυνεῖ τοῦ παιδός. 1. Τις είδε κλάδον τῆς ῥίζης προγενέστερον, Έμβρυον δημιουργήσαν τὴν φύσιν, βρέφος την τῆς φωτιστικής. νοερόν. (29 οὐ δικαίου. άπρατον. ἀντιτάξωμεν. πονηρίαν. ίδωμεν καί. ἐπριᾶτο. χαρά.
col. 751–752page 37 of 78
PG 65:751? κτισαμένην κτίσαν; "Ον μέλλει ὡς ἄνθρωπον τίκτειν, Α' τούτῳ ἀπάρτι ὡς Θεῷ ὑποκύπτει· ὃν ἔχει διατρέφειν ὡς νήπιον, τοῦτον μετὰ αἰδοῦς δοξάζει ὡς Κύ ριον. Τί οὖν; ἀποστῶμεν τῆς ἐπιβουλῆς, ὅτι μεγά λης ἠξίωται αὐτὴ φυλακῆς; ἀναχωρήσωμεν τῆς ἀν τιπαθείας, ὅτι ὑπὸ τῆς ἄνω σκέπεται συμμαχίας; μὴ γὰρ οὐ γινώσκω κἀγὼ, ὅτι ἐπισφαλῶς ὁπλίζεται ὁ ἰσχυρός, ὅτε ἀσφαλῶς φυλάττεται 4 θησαυρός; Εἰς μάτην ὁ κλέπτης εφεδρεύει, ὅτι ὁ οἰκοδεσπότης μη καθεύδῃ; ᾿Αλλὰ πάλιν ἡμῖν ἐστι πρὸς δευτέραν [Εὔαν] ὁ πόλεμος; πρὸς ἄφθορον γυναίκα ἡ παράταξις; πά λιν τὸν δεύτερον ἀναγκαζόμεθα προσκυνείν 'Αδάμ; πάλιν ὑπὸ τοῦ μεθ᾿ ἡμᾶς πλαττομένου ἄρχεσθαι κει λευόμεθα πάλιν τῇ βασιλικῇ προσταττόμενα κοῦ ὑπὸ τῶν ὀφθαλμῶν εὐχερῶς καταβέβληται εἰκόνι ἐγκύπτειν; Αλλ' ἐκείνη μὲν ἡ γυνὴ τοῦ χολ. αὕτη δὲ ὑπὸ τῶν χειρῶν παρειλημμένη τοῦ ἐπουρανίου, ἰσχυρῶς τετείχισται. Ἐκείνη τοῦ ξύλου ἐμφορηθῆναι ἐπεθύμησεν· αὕτη τούτου οὐδὲν ἐνθυμηθῆνας ἐπένευσεν. Ἐκείνη τὴν συμβουλίαν ἡδέως ἐδέξατο αὕτη καὶ τὴν ἀκοὴν ταχέως ἡσφαλίσατο. Εκείνη τὴν πεῦσιν περιεπτύξατο· αὕτη, καὶ τὴν διήγησιν ἐβδελύξατο. Εκείνη τῆς βρώσεως τοῦ δένδρου έρα σθεῖσα θεοποιίαν ἐφαντάζετο· αὕτη τῆς ἑνώσεως τοῦ Δεσπότου ἀξιωθεῖσα εἰς δοξολογίαν ευτρεπίζετο. Εκείνη, τῆς φθορᾶς μεταλαβοῦσα, τῆς ὑπερ κειμένης ἀξίας λαβέσθαι διενοεῖτο· αὕτη, τῆς θείας χαρᾶς ἐντὸς γενηθεῖσα, τῆς ἀνθρωπίνης ἀσθενείας οὐκ ἐπιλανθάνεται. Πῶς οὖν τὴν τοιαύτην σκάφην χειμάσωμεν; ἐὰν τὸν ἐν αὐτῇ ὑπνοῦντα κυβερνήτην ἀποστῶ μεν τῆς ἐπιβουλής. τοῦ χοϊκού. τῷ, τοῦ ἐπουρανίου αὕτη καὶ τὴν διήγησιν ἐβδελύξατο καταλάβωμεν Πῶς τὸ πρόβατον σπαράξωμεν; ἐὰν τὸν ποιμένα ἀμελοῦντα ὑποπτεύσωμεν. Πῶς τὴν πόλιν διαρπάσωμεν; ἐὰν τὸν βασιλέα ῥαθυμοῦντα υπονοήσωμεν. 'Αρα τὸ σατανικὸν στίφος οὐ κατα σείσει τὸ παρθενικὸν τεῖχος; ἆρα τῶν ἐλπίδων ἀπ τυγχάνωμεν, ἐὰν τῶν πόνων μὴ κατολιγωρήσουμε. ἆρα τῆς προσδοκίας διαμαρτάνωμεν, ἐὰν τῆς φιλο νεικίας μὴ ἀναχωρήσωμεν; Οτε δὲ καὶ τῷ ἐργαστηρίῳ τῆς παρθενίας μὴ δυνηθῶμεν ἐπιβουλεῦσαι, καὶ τῷ χωρίῳ τῆς διανοίας μὴ ἰσχύσωμεν παρενοχλήσει. καὶ τῷ ἐμβρύῳ τῆς κοιλίας μὴ δυνηθῶμεν ἀντοφθαλμῆσαι· τότε τοῖς συκοφαντικοῖς πλήξομεν βέλεσι τὴν ἄφθορον τῆς Παρθένου σύλληψιν. διαβάλλωμεν τὸ μυστήριον [ἵνα ἐλκύσωμεν εἰς κριτήριον]. μεταλαβοῦσα της φθορᾶς. αὕτη τῆς θείας χαρᾶς ἐντὸς γενηθεῖσα, ἀρχόμεθα κελεύειν. γυνὴ τῶν ὀφθαλμῶν τοῦ χοί κοῦ. τῆς οὐδεμιᾶς φθοράς. ὑπολάβωμεν. πλήττωμέν.
col. 753–754page 38 of 78
PG 65:753Λαδορήσωμεν τὴν ἀγνείαν, ἵνα ἐπάγωμεν τιμωρίαν.: εί Διασύρωμεν τὴν μυστικὴν κυοφορίαν, ἵνα προσενέγ χωμεν εἰς Ἰουδαϊκὴν ἀποτομίαν. Χρησώμεθα τούτῳ τῷ γένει, συνηγοροῦντι τῷ ἡμετέρῳ ψεύδει. Υπο θώμεθα διαβολικὴν πονηρίαν τοῖς ἀσυγγνώστοις καὶ τὰ μικρὰ τῶν ἄλλων] ἐξετάζουσι πταίσματα· τοῖς παντελῶς ἀγνοοῦσι τῆς συμπαθείας τὰ ὁροθέσια τοῖς πρὸ τῆς ἀληθείας την μάχαιραν ὀξύνουσι τῆς ἀπανθρωπίας· τοῖς πρὸ τῆς ἐξετάσεως τὸν χάρτην ὑπογράφουσι τῆς ἀποφάσεως· τοῖς τὴν ἄδικον κρίσιν τοῖς κρινομένοις κρίνειν ἐπειγομένοις. Τὸ ἄσπιλον ιατρειον ἀφανισθῇ, ἵνα μὴ ὁ πολύτιμος ἐν αὐτῷ μαργαρίτης τελεσφορηθῇ. Εἰ δὲ καὶ τὸ δόρυ τῆς ἡμετέρας πονηρίας μὴ τρώσῃ τῆς Παρθένου τὴν σύλληψιν, [ἀλλὰ τὸ τοῦ Ἡρώδου τῆς βασκανίας ξίφος τοῦ τικτομένου βρέφους πλήξει την γέννησιν. Αὐτὸς 13 γὰρ ὑπὲρ ἡμῶν τὸν καθ' ἡμῶν πολεμήσει Χριστόν. ο Ζ'. Ποίοις οὖν ἐγκωμίων χρώμασι τὴν παρθενι τὴν διαγράψω εἰκόνα; ποίοις ἐπαίνων ῥήμασι τὸν ἄσπιλον τῆς ἁγνείας φαιδρύνω χαρακτῆρα; Αὕτη τὸ ἄδυτον τῆς ἀναμαρτησίας ἱερόν· αὕτη ὁ ἡγιασμένος τοῦ Θεοῦ ναός· αὕτη τὸ χρυσοῦν τῶν ὁλοκαυτωμάτων θυσιαστήριον· αὕτη τὸ θεῖον τῆς συνθέσεως θυμίαμα· αὕτη τὸ ἅγιον τῆς χρίσεως ἔλαιον· αὕτη τὸ που λύτιμον τῆς πιστικῆς νάρδου ἀλάβαστρον· αὕτη τὸ ἱερατικὴν ἐφούδ, τὴν τοῦ Θεοῦ μηνύουσα βουλή αὕτη ἡ τὸν ἑπτάμυξον λύχνον βαστάζουσα χρυσή λυχνία· αὕτη ἡ κεχρυσωμένη ἔσωθεν καὶ ἔξωθεν κιβωτός, σώματι καὶ πνεύματι ἡγιασμένη, ἐν ᾗ τὸ συνηγορούντες. ἵν᾿ ἀφανισθῇ τὸ ἄσπιλον ἔστρειον τελεσφόρη χρυσοῦν, ὁλοκαυτωμάτων, θυμιαμάτων,
col. 755–756page 39 of 78
PG 65:755"· χρυσοῦν ἔκειτο θυμιατήριον, καὶ ἡ στάμνος ἡ χρυσῆ ἡ ἔχουσα τὸ μάννα, καὶ τὰ λοιπὰ [περιέχουσαν ], περὶ ὧν ἔμπροσθεν εἴρηται. Αὕτη ἡ πρωτότοκος ἄζυξ, καὶ πυρὰ δάμαλις, ἧς ἡ σποδός, τὸ ἐξ αὐτῆς ληφθὲν τοῦ Κυρίου σῶμα, τοὺς κεκοινωνημένους ὑπὸ τοῦ μολυσμοῦ τῆς ἁμαρτίας καθαρίζει. Αύτη ή βλέπουσα κατὰ ἀνατολὰς πύλη, ἡ διὰ τῆς Δεσποτική; εἰσόδου καὶ ἐξόδου κλειομένη εἰς τὸν αἰῶνα. Αὕτη ὁ καινὸς τῆς Καινῆς Διαθήκης τόμος, δι' ἧς τῶν δαιμόν νων ὀξέως ἡ δυναστεία ἐσχυλεύθη, καὶ τῶν ἀνθρώπω ταχέως ἡ αἰχμαλωσία προενομεύθη Αὕτη τὰ τρία μέτρα τῆς ἀνθρωπότητος· Ἑλλήνων, Ρω μαίων, Ἰουδαίων, ἐν ᾗ [ή] ἄῤῥητος τοῦ Θεοῦ σοφία τὴν ζύμην τῆς οἰκείας έκρυψεν ἀγαθότητος. Αὕτη τῆς πατρικῆς εὐλογίας ὁ ἀγρός, ἐν ᾗ ὁ τῆς Δε Βσποτικῆς οἰκονομίας ἔκειτο θησαυρός. Αὕτη ἡ βασι λικὴ ναῦς, ἡ τὸν πλοῦτον ἐκ Θάρσεις εἰσκομίζουσα, ἐκ τῆς ἐθνικῆς προσφέρουσα χώρας τῶν ἐθνῶν τὴν ἐπιστροφὴν τῷ βασιλεῖ τῆς ἄνω Ἱερουσαλήμ. Αὕτη ἡ καλὴ τῶν Ἀσμάτων νύμφη, ἡ τὸν παλαιὸν χιτώνα. ἀποδυσαμένη, καὶ τοὺς νομίμους πόδας ἀποπλυναμένη, καὶ μετὰ αἰδοῦς τὸν ἄφθαρτον νυμφῶνα ἐν τῷ αὐτῆς ταμιείῳ ὑποδεχομένη. Αὕτη ἡ σκηνὴ τῶν πιστῶν, ἢ τὴν ἔμψυχον τῆς οἰκονομίας κιβωτὸν βαστάσασα, καὶ διὰ τῶν πρωτοτοκουσῶν δαμάλεων, τῶν δύο Διαθηκῶν, ἐπὶ τὴν ἁπλανή τῆς σωτηρίας ὁδὸν κατευθυνομένη. Αὕτη ἡ σκηνή του μαρτυρίου, ἀφ᾿ ἧς Θεὸς ὢν δ. ἀληθινὰς Ἰησοῦς μετὰ τὸν ἐνναμηναῖον τοῦ ἐμβρύου χρόνον ἐξεπορεύετο. Αὕτη ἡ ἔσωθεν καὶ ἔξωθεν ἡσφαλτωμένη θέση, συνέσει καὶ εὐλαβείᾳ κεκοσμημένη, ἐν ᾗ ὁ πνευματικὸς Μωϋσῆς ἐκ τοῦ νοητοῦ διασώζεται Φαραώ· οὗ θυγάτηρ, τουτ ἐστιν ἡ ἐθνικὴ Ἐκκλησία, ἐν ταῖς παρθενικαῖς ἐκ τρέφουσα ἀγκάλαις, ὑπισχνείται δώσειν αὐτῇ τῆς αἰωνίου ζωῆς τὸν μισθόν. Αὕτη τὸ πέμπτον τοῦ ἀψευδοῦς φρέαρ ὅρκου, ἐν ᾗ τὸ ὕδωρ ἔδρυσε τῆς ἀθανασίας διὰ τῆς ἐνσάρκου τοῦ Κυρίου παρουσίας, ἐν τῇ συμπληρώσει τῆς πέμπτης διαθήκης. Πρώτη γὰρ ἐγράφη ἐπὶ τοῦ ᾿Αδάμ· δευτέρα ἐπὶ τοῦ Νῶς τρίτη ἐπὶ τοῦ ᾿Αβραάμ τετάρτη ἐπὶ τοῦ Μωϋσέως καὶ πέμπτη ἐπὶ τοῦ Κυρίου· ἐπειδὴ καὶ πεντάκις ἐξῆλθε τοὺς εὐσεβεῖς μισθούμενος εργάτας εἰς τὸν τῆς δικαιοσύνης ἀμπελῶνα· περὶ πρώτην ώραν,. περὶ τρίτην, περὶ ἔκτην, περὶ ἐννάτην, περὶ ἐνδε κάτην. Αὕτη ὁ τιθέμενος ἐν τῇ κοσμικῇ ὅλωνι ἄσπι λος τόκος, ἐν ᾗ ὁ σωτήριος ἐκ τοῦ οὐρανοῦ κατελθὼν ὑετὸς πᾶσαν ἐξήρανε τὴν γῆν ἐκ τῆς ἀμέτρου φοράς τῶν κακῶν· καὶ πάλιν τὸν πόκον ἐξήρανεν ἐκ τῆς Η ἔδρυσεν ἀθα νασίας ύδωρ. προενεμήθη. πνευματικής. νέος ών. 53) Ισ. τῇ τεκούσῃ καὶ θηλαζούση.
col. 757–758page 40 of 78
PG 65:757ὑπονοστούσης ικμάδος τῶν παθῶν, καὶ τὴν γῆν Λ. ἐπλήρωσε τῆς ἀφθόνου δωρεᾶς τῶν ἀγαθῶν. Αὕτη ἡ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένη κατάκαρπος ἐλαία, ἐξ ἧς τὸ ἅγιον Πνεῦμα τὸ σωματικὸν τοῦ Κυ ρίου λαβόν κάρφος, τῇ χειμαζομένῃ τῶν ἀνθρώπων διεκόμισε φύσει, τὴν ἄνωθεν εὐαγγελισάμενος εἰρή νην. Αὕτη ἡ εὐθαλὴς καὶ ἄφθαρτος παράδεισος, ἐν ᾗ τὸ τῆς ζωῆς ξύλον φυτευθὲν πᾶσιν ἀκωλύτως χορη. γεῖ τῆς ἀθανασίας τὸν καρπόν. Αὕτη τῆς καινῆς κτίσεως ή οὐράνιος σφαίρα, ἐν ᾗ ὁ ἀειφανὴς τῆς δικαιοσύνης ήλιος πᾶσαν ἀπὸ πάσης ἀπήλασε ψυχῆς τῶν ἁμαρτιῶν τὴν νύκτα. Αὕτη των παρθένων τὸ καύχημα· τῶν μητέρων τὸ ἀγαλλίαμα· τῶν πιστῶν τὰ στήριγμα τῆς Ἐκκλησίας τὸ διάδημα τῆς ὀρ θοδοξίας τὸ χάραγμα· τῆς εὐσεβείας το σφράγισμα τῆς ἀληθείας τὸ νόμισμα τῆς ἐγκρατείας τὸ ἔνδυμα τῆς ἀρετῆς τὸ φόρημα· τῆς δικαιοσύνης τὸ ὀχυρωμα τῆς ἁγίας Τριάδος τὸ κατάλυμα, κατὰ τὸ εὐαγγελικὸν διήγημα· Πνεῦμα ἅγιον, φησὶν, ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεν νώμενον ἐκ σοῦ ἅγιον κληθήσεται ως Θεοῦ. Αὐτῷ ἡ δόξα, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ Ζ'. Εἰς τὰ Ἅγια Θεοφάνεια. Α'. Χριστὸς τῷ κόσμῳ ἐπεφάνη, καὶ τὸν ἄκοσμον κόσμον κοσμήσας, ἐφαίδρυνε· τὴν τοῦ κόσμου αμαρ τίαν ἀνέλαβε, καὶ τὸν τοῦ κόσμου ἐχθρὸν κατέβαλεν ἡγίασεν ὑδάτων πηγὰς, καὶ ἐφώτισε τὰς τῶν ἀνθρώ των ψυχάς· θαύματα συνεπλάκη μείζοσι θαύμασι. Σήμερον γὰρ ἡ γῆ καὶ ἡ θάλασσα τὴν τοῦ Σωτῆρος χάριν ἐμερίσαντο, καὶ πᾶς κόσμος εὐφροσύνης που ο πλήρωται· καὶ τῆς προλαβούσης ἑορτῆς ἡ σήμερον ἑορτὴ μείζονα δείκνυσι τῶν θαυμάτων τὴν αὔξησιν. Καὶ γὰρ ἐν τῇ προλαβούσῃ ἑορτῇ τῶν γενεθλίων τοῦ Σωτῆρος [] γῆ ἔχαιρεν, ἐν τῇ φάτνῃ τὸν τῶν ἁπάντων Δεσπότην βαστάζουσα· ἐν δὲ τῇ σήμερον ἑορτῇ τῶν Θεοφανείων ἡ θάλασσα λίαν εὐφραίνεται· εὐφραίνεται δὲ, ὡς διὰ Ἰορδάνου τὰς τοῦ ἁγιασμοῦ εὐλογίας μεταλαμβάνουσα. Ἐπὶ τῇ προλαβούσῃ ἑορτῇ ἀτελὲς βρέφος ἐδείκνυτο, τὴν ἡμετέραν ἀτελειότητα δεικνύμενον· ἐν δὲ τῇ σήμερον ἑορτῇ τέλειος ὁρᾶται, τὸν ἐκ τελείου τέλειον αἰνιττόμενος. Ἐκεῖ τὸν τεχθέντα ἐμήνυσεν ὁ ἐν τῇ ἀνατολῇ προκύψας ἀστήρ· ἐνταῦθα δὲ τῷ βαπτιζομένῳ μαρτυρεῖ ἄνωθεν ή γεννήσας Πα τήρ. Ἐκεῖ μάγοι ἐξ ἀνατολῶν πεζοπορήσαντες ὡς βασιλεῖ δώρα προσέφερον· ἐνταῦθα δὲ ἄγγελοι ἐξ οὐ ρανῶν παραγενόμενοι, ὡς Θεῷ τὴν πρέπουσαν δια κονίαν προσήνεγκαν. Ἐκεῖ ἐδεσμεῖτο σπαργάνων δεσμοῖς· ἐνταῦθα λύει τὰς τῶν ἁμαρτημάτων σειράς. Ἐκεῖ ὁ βασιλεὺς τὴν ἀλουργίδα τοῦ σώματος ένα εδύετο· ἐνταῦθα ἡ πηγὴ τὸν ποταμὸν ἀμφιέν. νυται. ἀνέλαβε. ἀνέλαβε τὴν τοῦ δούλου μορφήν

Oration VIIOratio VII

col. 759–760page 41 of 78
PG 65:759Β΄. Δεῦτε οὖν, ἴδετε παράδοξα θαύματα· τὸν τῆς δικαιοσύνης ἥλιον ἐν Ἰορδάνῃ λουόμενον, καὶ πῦρ ἐν ὕδατι βαπτιζόμενον, καὶ ὑπὸ ἀνθρώπου τὸν Θεὸν ἁγιαζόμενον. Σήμερον πᾶσα ἡ κτίσις ἀνυμνοῦτα βοᾷ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυ ρίου. Εὐλογημένος ὁ πάντοτε ερχόμενος· οὐ γὰρ ἐκ πρώτου νῦν παρεγένετο. Ευλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὁ καὶ διὰ τῶν κτισμάτων προς νοητικῶς ἐρχόμενος, οὐρανοῦ μὲν ὕψος ἄπτωτον συν τηρῶν, ἡλίου δὲ δρόμους εὐτέχνως ἡνιοχῶν· ἀστέ ρων πλῆθος ἀσυγχύτως ταξιαρχῶν· ἀέρα εἰς ἀνα πνοὴν εὐκράτως κιρνῶν· γῆς λαγόνας εἰς καρποφορίαν εὐκράτως πάλιν διαθάλπων· θάλασσαν την πολυκύ μα τον βραχυτάτη ψάμμῳ χαλινῶν· πηγὰς ἐκ βυθῶν ἀοράτως ὠθῶν· ποταμῶν ῥεῖθρα ἀπλανῶς ὁδηγῶν. Ταῦτα οὖν πάντα ὁρῶντες, λέγωμεν· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τίς οὗτος; εἰπε φανερῶς, ὦ μακάριε Δαβίδ· Θεός Κύριος, καὶ ἐπε έμανεν ἡμῖν. Οὐ μόνον δὲ ὁ προφήτης λέγει Δαβίδ, ἀλλὰ καὶ Παῦλος ὁ ἀπόστολος προσμαρτυρῶν αὐτῷ, φθέγγεται· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτή ριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς· οὐ τι σὶν, ἀλλὰ πᾶσιν. Πᾶσι γὰρ Ἰουδαίοις τε καὶ "Ἕλλησιδιὰ τοῦ βαπτίσματος τὴν σωτηρίαν χαρίζεται, κοινὸν εὐεργέτημα τὸ βάπτισμα προβαλλόμενος. Γ'. Δεῦτε, ἴδετε ξένον κατακλυσμόν, πολὺ βελτίω καὶ κρείττονα τοῦ ἐπὶ Νῶε θεωρούμενον. Ἐκεῖ τὰ ύδωρ τοῦ κατακλυσμοῦ τὴν ἀνθρωπείαν φύσιν έθα νάτωσεν· ἐνταῦθα δὲ τὸ ὕδωρ τοῦ βαπτίσματος, διὰ τοῦ βαπτισθέντος, τοὺς θανέντας ἐζωοποίησεν. Ἐκεῖ ὁ Νῶς ἐκ ξύλων ασήπτων κιβωτόν συνεπήξατο ενα ταῦθα δὲ ὁ Χριστὸς, ὁ νοητός Νῶς, ἐκ τῆς ἀφθόρου Μαρίας τὴν τοῦ σώματος κιβωτὸν κατεσκεύασεν. Ἐκεῖ ὁ Νῶς τὴν κιβωτόν τῇ ἀσφάλτῳ πίσσῃ ἔξωθεν κατέχρισεν· ἐνταῦθα δὲ ὁ Χριστὸς τῇ ἀσφαλείᾳ τῆς πίστεως τὴν τοῦ σώματος κιβωτὸν ἐκραταίωσεν. Ἐκεῖ περιστερὰ κάρφος Ελαίας βαστάζουσα, τὴν τοῦ Δεσπότου Χριστοῦ εὐωδίαν ἐμήνυσεν· ἐνταῦθα δὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἐν εἴδει περιστεράς παραγενόμενον, τὸν ἐλεήμονα ὑποδείκνυσι Κύριον. Αλλ' ἐκε πλήττει με τῆς τοῦ Κυρίου ταπεινοφροσύνης ή ὑπερβολή· ὅτι οὐκ ἤρκεσε τὸν ἐκ τελείου τέλειον, βρέφος τεχθῆναι ἐκ γυναικός· οὐκ ἤρχεσε τὸν σύν θρόνον τοῦ Πατρὸς ἀναλαβεῖν τὴν τοῦ δούλου μορφήν ἀλλὰ καὶ ὡς ἁμαρτωλός προσέρχεται τῷ βαπτίσματι. ᾿Αλλὰ μὴ γενέσθω τὸ κοινὸν εὐεργέτημα τῶν ἀκουόν των σκάνδαλον. Βαπτίζεται γὰρ ὁ πάντων Δεσπότης Χριστός, οὐ καθαρσίου δεόμενος, ἀλλὰ κατὰ δύο τρό πους τὸ συμφέρον ἡμῖν οἰκονομῶν· ἵνα καὶ τοῖς ὕδασιν ἁγιαστικὴν χάριν δωρήσηται, καὶ πάντα ἄν Ορωπον βαπτισθῆναι προτρέψηται. Δ'. Ερχεται γάρ, φησίν, ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς Ιωάννην τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ. Τι ἦν τὰ τότε τελούμενα, ἀδελφοί; ἐνθυμηθῆναι ἀδύνατον· ὀφθαλμῶν γὰρ ἀν
col. 761–762page 42 of 78
PG 65:761θρωπίνων ἀνώτερα ἦν τὰ βλεπόμενα. Τρέμει ὁ νοῦς ἡ γλῶσσα φεύγει στόματος, μη τολμῶσα φράσαι τὰ ἀνέκφραστα. Οθεν ἰδὼν ὁ Ἰωάννης τὸν Δεσπότην ἐρχόμενον πρὸς αὐτόν, ἀγῶνι πολλῷ τὴν καρδίαν συνεχόμενος, προσπίπτων καὶ ὑποκατακλινόμενος, καὶ τῶν ποδῶν αὐτοῦ ἐφαπτόμενος, ἱκετεύων ἐφθέγγετο· Τί βιάζῃ, ὁ παντοδύναμος, ἐμὲ τὸν ἀδύνατον, ποιῆσαι τὰ ὑπὲρ δύναμιν; ποιῆσαι ταῦτα οὐ δύνα μαι. Πώς τολμήσω βαπτίσαι σε; πότε πῦρ ὑπὸ χόρτου καθαίρεται; πότε πηλός πλύνει πηγήν τας βαπτίσω τὸν κριτὴν ὁ ὑπεύθυνος; πῶς βαπτίσω σε, Δέσποτα; Μῶμον οὐ βλέπω ἐν σοί. Τῇ κατάρᾳ τοῦ Ἀδὰμ οὐχ ὑπέπεσας· ἁμαρτίαν οὐκ ἐποίησας. Εἰ γὰρ καὶ κατέβης, ἀλλ' οὗ τι παρέβης. Τί ποιεῖς, Δέσποτα, πρᾶξαι με τὸ ὑπὲρ δύναμιν βιαζόμενος; εὐδέποτε οὐδὲν πρὸς σὴν ἀγανάκτησιν ποιῆσαι ἐτόλ μησα. Ως δοῦλος φιλοδέσποτος προλαβὼν τὴν σὴν παρουσίαν ἐγνώρισα· ἔτι ὧν ἐν τῇ γαστρί, τὴν γλώτταν τῆς μητρός μισθωσάμενος, Θεόν σε του κόσμου ἐκήρυξα· πάντας πρὸς τὴν σὴν ἀπάντησιν παρεσκεύατα. Ε'. Εἰπὶ γάρ μοι, Δέσποτα· πῶς ἐνέγκει ὁ ἥλιος, βλέπων τὸν πάντων Δεσπότην ὑπὸ δούλου τολμηρού αεριζόμενον, καὶ οὐκ εὐθὺς ὡς τοὺς Σοδομίτας ταῖς ἐπύροις αὐτοῦ μαρμαρυγαῖς καταφλέξηται; πῶς καστάσει ἡ γῆ, ὁρῶσα τὸν τοὺς ἀγγέλους ἁγιάζοντα ὑπὸ ἀνθρώπου ἁμαρτωλοῦ βαπτιζόμενον, καὶ οὐ παραχρήμα τὸ ἑαυτῆς στόμα ἀνοίξασα, ὡς τὸν Δα Εάν καὶ ᾿Αβηρὸν καταπιεῖ με; πῶς δὲ βαπτίσω σε, Δέσποτα, τοῖς ἐκ γενέσεως μολυσμοῖς οὐ προσομιλήσαντα; ἐξ ἀλοχεύτου γαστρὸς ἀσπόρως προῆλθες καρπός. Πῶς οὖν ἐγὼ ὁ κατάῤῥυπος ἄνθρωπος ἀγνίσω Θεόν, Θεὸν ἀναμάρτητον; Εγώ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Βα πτιστήν με ἀπέστειλας, Δέσποτα· οὐ παρήκουσα τοῦ σου προστάγματος. Πάντας γὰρ προτρεπόμενος εἰς τὸ βάπτισμα, ἔφασκον· Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός. Οὐκ ἔστι γὰρ ὁ παραγενόμενος αυστηρός ἀγαθὸς καὶ ἐξ ἀγαθοῦ γεγένηται Υἱός. Οὐ πρὸς ὀλί γον τὸ ἀγαθὸν ἐπιδεικνύμενος, καὶ εὐθὺς μεταβαλλόμενος· ἀλλ᾽ Εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐπειδὴ ἀμέτρητόν ἐστι τὸ ἔλεος αὐτοῦ, διὰ τοῦτο αἱ τῶν οὐρανῶν δυνάμεις ἀνυμνοῦσαι αὐτὸν ἔφασκον Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Επεφάνη τῆς δικαιοσύνης ὁ ἥλιος, καὶ τὸ σκότος τῆς ἀγνωσίας διεσκέδασεν. Ἐπεφάνη ὁ ποιμὴν ὁ οὐράνιος, καὶ τοῦ διαβόλου τοὺς λύκους τῆς καλῆς ποίμνης ἀπήλασεν. Ἐπεφάνη ὁ μονογενής Υἱὸς τοῦ Πατρὸς, καὶ διὰ τοῦ βαπτίσματος τοῖς πιστοῖς τὴν υἱοθεσίαν ἐχαρίσατο. Ἐπεφάνη ἡ πάντων ζωὴ, καὶ τὸν θάνατον διὰ θα νάτου θανατώσας, ὡς ἀθάνατος ζωῆς τους θανόντας ἠξίοισεν. γῆν. ἀσπόρου. τὰ ὑπὲρ δύ ο ΒΙΟΓ ναμιν. ταῦτα οὐ δύναμαι

Oration VIIIOratio VIII

col. 763–764page 43 of 78
PG 65:763Ἀλλὰ τούτων οὕτω τελουμένων, ὁ Πατήρ ανα θεν ἀγαλλόμενος ἐπὶ τῇ τῆς ταπεινοφροσύνης ὑπερο βολῇ τοῦ Υἱοῦ, ἀθρόον διιστῷ τὰς πύλας τοῦ οὐρα νοῦ· βροντηδὸν ἐπαφίησι τωνὴν πεπληρωμένην δια θέσεως πατρικῆς· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. Καὶ ἵνα μὴ πλάζηται τῶν ἀκουόντων ἡ διάνοια εἰς τε τὸν βαπτιστὴν καὶ τὸν βαπτιζόμενον, ἔρχεται τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς δακτυλοδεικτοῦν τὸν βαπτιζόμενον, καὶ μαρτυρούμενον· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ Π'. Εἰς τὴν μεταμόρφωσιν τοῦ Κυρίου καὶ Θεοῦ καὶ νοθευόμενα, Οι ἵνα οἱ περὶ Πέτρον, Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.. Δ'. Δεῦτε, φίλοι, καὶ σήμερον τῶν εὐαγγελικών αόκνως ἐφαψώμεθα θησαυρῶν, ἵν' ἐκεῖθεν συνήθως ἀρυσώμεθα πλοῦτον ἀφθόνος μεριζόμενον, καὶ οὐ δαμῶς οὐδέποτε δαπανώμενον, Δεῦτε τῷ πανσόφι καλῶς ὁδηγοῦντι, καὶ πάλιν ἀκολουθήσωμεν Λουκά, ἵν' ίδωμεν τὸν Χριστὸν εἰς ὄρος ὑψηλὸν ἀναβαίνοντα, καὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, τῆς θείας μεταμορφώσεως λαμβάνονται μάρτυρας. Παραλαβών γάρ, φησί, τοὺς περὶ Πέτρον, εἰς ὄρος ὑψηλὸν ἀνῆλθεν. ὁ Δεσπότης. Ὅρος ὑψηλὸν, ἐν ᾧ Μωϋσῆς καὶ Ηλίας διελέγοντο τῷ Χριστῷ ὄρος υψηλόν, ἐν ᾧ νόμος καὶ προφῆται συνωμίλουν τῇ χάριτι ο όρος ύψηλόν, ἐν ᾧ Μωϋσῆς, ὁ τοῦ πάσχα τὸν ἀμνὸν στρα γιάσας, καὶ τῷ αἵματι τὰς φλιὰς τῶν Εβραίων βαν τίσας· ὅρος ὑψηλὸν, ἐν ᾧ Ηλίας, ὁ παρ' ἐκείνοις τὸν βοῦν μελίσας, καὶ τὴν δι᾽ ὕδατος θυσίαν ἐν πυρὶ δαπανήσας· ὄρος ὑψηλὸν, ἐν ᾧ Μωϋσῆς, ὁ ἀνοίξας καὶ κλείσας τῆς Ἐρυθράς θαλάσσης τα συστήματα· δρος ύψηλόν, ἐν ᾧ Ἠλίας, ὁ ἀνοίξας καὶ κλείσας τῶν ὑδάτων τὰ ὀμβρήματα Έρος υψηλόν, ἵνα μάθωσιν οἱ περὶ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, ὅτι αὐτός έστιν, ᾧ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Τρεῖς γὰρ μόνους παραλαβὼν εἰς ὄρος ἀνῆλθεν ὁ Δεσπότης· οὐ πάντας παραλαβών οὐ πάντας καταλιπών· οὐ φθονήσας τοῖς ἄλλοις τῆς δόξης· οὐκ εὐτελεστέρους κρίνας· οὐ τοὺς ἐννέα λυ πήσας. Δίκαιος γὰρ ἂν δικαίως τὰ πάντα διέπει Ένα λογιζόμενος πάντας, καὶ τῆς πρὸς ἀλλήλους ἀγέ της οὐ χωρίζων, οὓς ήνωσεν. Αλλ' ἐπειδὴ ἀνάξιος ἦν τῆς θείας δίψεως, καὶ τῆς φοβερᾶς ἐκείνης στα σίας, ο μέλλων γενέσθαι προδότης Ἰούδας, τούτου χάριν καὶ τοὺς ἄλλους καταλιμπάνει, ἵνα κἀκείνω καὶ Ἰάκωβον, καὶ Ἰωάννην μάθωσι. ἵνα μάθωμεν, 49: Εληλύθεσαν πρὸς τὰς περὶ τὴν Μάρθαν καὶ Μαρίαν
col. 765–766page 44 of 78
PG 65:765μὴ μόνῳ καταλειφθέντι πᾶσαν ἀπολογίαν ὕστερον ἀποκλείσῃ· καὶ τῆς μεταμορφώσεως τοὺς τρεῖς αὐτο ἄρχεις κατὰ τὸν νόμον, ἐπισπάσητα: μάρτυρας, ἐν αὐτοῖς κατὰ ψυχὴν καὶ τοὺς λοιποὺς περιφέροντας. Αὐτὸς γάρ φησι· Φύλαξον αὐτοὺς, Πάτερ δίκαιο, ἵνα καὶ αὐτοὶ ἐν ὦσι, καθὼς καὶ ἡμεῖς ἐν ἐσμεν. Ὁρῶν γὰρ ὁ Ἰούδας παρὰ τὸ ὄρος Ανδρέαν, Θωμᾶν, Φίλιππον, καὶ τοὺς λοιποὺς διατρίβοντας μετ' αὐτοῦ, καὶ οὐδὲ γογγύζοντας, οὐκ ἀγανακτοῦντας, οὐ λοιδοροῦντας, ἀλλὰ χαίροντας, καὶ ποινῇ τὴν ἄνωθεν χάριν ἑαυτοῖς, καὶ τοῖς ἀποῦσι ψηφίζοντας, ἀναπολόγη ". τις παντελῶς ὑπῆρχεν, εἰς οὐδέποτε τῶν θαυμάτων παροραθείς· ἀλλὰ καὶ τὸ γλωσσόκομον εἶχε, καὶ τὴν τοῦ μύρου τιμὴν ἀλειψάσῃ ἀναιτίως βασκαίνων, καὶ τὸν διδάσκαλον τολμηρῶς τοῖς ἐχθροῖς προδίδων. ο Β΄. Καὶ τί φησι; Καὶ μετεμορφώθη έμπροσθεν αὐτῶν· καὶ ὤφθησαν αὐτοῖς Μωϋσῆς καὶ Ηλίας συλλαλοῦντες αὐτῷ. 'Αλλ' ὁ Πέτρος, ὡς ἀεὶ πάντα θερμός, όμμασι διανοίας, οἷς οὐκ ἴδε ποτέ, θεωρήσας, συλλαλοῦντας αὐτῷ, οὐ τὸ πολὺ μετριάσας τοῦ θαύματος, οὐ τὸ παράδοξον σκοπήσας τῆς θείας ἐλλάμψεως, καλὸν ἐκάλει τὸν ἔρημον τόπον, καὶ σκη νοποιός ἐξ ἁλιέων προέκοπτε, τῷ Σωτῆρι λέγων Ποιήσωμεν ὧδε τρεῖς σκηνάς· μίαν σοὶ, καὶ μίαν Ηλίᾳ, καὶ μίαν Μωυσῇ· οὐκ εἰδὼς ὁ λέγει. Καλῶς ὁ πάνσοφος ἀπολογεῖται Λουκᾶς· Οὐκ εἰδὼς, φησίν, δ λέγει. Ἀλλ᾽, ὦ τῶν μαθητῶν κορυφαῖε, 'Αλλ', καὶ πρωτοστάτα τῶν ἀποστόλων, Πέτρε, τί ταπειναῖς ἐννοίαις προπετεύεσθαι θέλεις, καὶ λογισμοῖς ἀνθρωπίνοις καθυβρίζεις τὰ θεῖα, καὶ τρεῖς σκηνὰς ἐγείρειν ἐν ἐρήμῳ λέγεις, ὁμότιμον τοῖς δούλοις δρί ζων τὸν Δεσπότην, καὶ τῷ Χριστῷ μίαν σκηνήν, καὶ τοῖς δυσὶ ἐξίσης οἰκοδομεῖν ἐπείγῃ; Μὴ γὰρ ἐξ ἁγίου Πνεύματος, ὡς οὗτος, συνελήφθη Μωϋσῆς; μὴ γὰρ παρθένος μήτηρ ἔτεκε τὸν Ἠλίαν, ὡς τοῦτον ἡ παναγία παρθένος Μαρία; μὴ γὰρ ἔμβρυον ἐκ μή τρας ἐπέγνω Μωϋσέα, καθάπερ τοῦτον ὁ πρόδρομος; μὴ γὰρ οὐρανὸς ἐμήνυσεν Ηλίου τὴν γέννησιν; ἢ μάγοι προσεκύνησαν Μωϋσέως τὰ σπάργανα; μὴ γὰρ Μωϋσῆς καὶ Ηλίας εἰργάσαντο τοσαῦτα θαύ ματα; ἢ λεγεώνας δαιμόνων ἐξ ἀνθρώπων ἀπήλασαν; ἢ σπηλαίων ἀνθρωπίνων ἀπήλασαν πνεύματα; Μωϋσῆς γὰρ ὠργίσθη ποτέ, καὶ ῥάβδῳ πατάξας διήλθε τὸ πέλαγος· ὁ δὲ σὸς διδάσκαλος Ἰησοῦς ἐν θαλάσσῃ πεζεύσας, σοὶ τῷ Πέτρῳ βατὸν ἐποίησε τὸ βυθόν. Ο Ηλίας ἱκετεύσας επλήθυνε τῆς χήρας τὸ ἄλευρον, καὶ τὸν ταύτης υἱὸν ἀνέστησε ἐκ νε κρῶν· ὁ δὲ σὲ μαθητὴν ἐξ ἁλιέων λαβὼν, ἐπ' ὀλί τοις ἄρτοις, χιλιάδας ἐφόρεσε, καὶ τὸν ᾄδην ἀπήν τησε καὶ ἐσκύλευσε, καὶ ἀνήρπασε τοὺς ἀπ' αἰῶνος ἐκεῖσε καθεύδοντας. Μή τοίνυν λέγε, Πέτρε Ποιή σωμεν ὧδα τρεῖς σκηνάς· μηδέ, Καλὸν ἡμᾶς τὸ τι χνη, οι κιν, "Α.Ε. διείλε.
col. 767–768page 45 of 78
PG 65:767ὧδε είναι. Μηδὲν ἀνθρώπινον, μηδὲν τα πεινών, μηδὲν γήϊνον, μηδὲ χαμερπέ;· Τὰ ἄνω χρένει, τὰ ἄνω ζήτει, ὡς ὁ Παῦλος ἐμήνυσε, μὴ τὰ ἐπὶ γῆς. Πῶς γὰρ καλὸν ἡμᾶς τὰ ὧδε εἶναι, ὅπου ὁ ὄφις ὑβρίζας τὸν πρωτόπλαστον, καὶ ἔβλαψε, καὶ τὸν παράδεισαν ἔκλεισεν· ὅπου τὸν ἄρτον ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίειν ἠκούσαμεν· ὅπου στένειν καὶ τρέμειν ἐπὶ τῆς γῆς διὰ Κάῖν ἐμάθομεν ὅπου πάγιον οὐδέν ὅπου πάντα σκιαί· ὅπου πάντα παρελεύσεται ροπῇ; ", πῶς οὖν ἡμᾶς ὧδε εἶναι καλόν; Εἰ ἐνταῦθα Χριστός κατελίμπανεν ἡμᾶς, τίνος χάριν ἔκλινεν οὐρανοὺς καὶ κατέβη; εἰ ἐνταῦθα Χριστὸς κατελίμπανεν ἡμᾶς, ; τίνος χάριν ἐκοινώνησεν ἡμῖν αἵματος καὶ σαρκός; εἰ ἐνταῦθα Χριστὸς κατελίμπανεν ἡμᾶς, τίνος χάριν ? συγκατέβη τῷ πεσόντι, καὶ τὸν κείμενον ἤγειρεν; Εἰ καλόν ἐστι ἡμᾶς εἶναι ἐπὶ τῆς γῆς. εἰς μάτην ἐκλής θης τῶν οὐρανῶν κλειδούχος. Που γάρ σοι λοιπόν "? χρήσιμοι τῶν οὐρανῶν αἱ κλεῖς; Ἐπεὶ τὸ ὄρος τοῦτο ποθεῖς, ἀποτάττου λοιπὸν οὐρανοῖς· εἰ σκηνὰς ἐγεῖ ? ραι θέλεις, παραίτησαι τὸ εἶναι καὶ καλεῖσθαι τῆς Έκκλησίας θεμέλιος. Μετεμορφώθη γὰρ ὁ Κύριος Χριστὸς, οὐχ ἁπλῶς, ἀλλ' ἵνα ἡμῖν δείξῃ τὴν μέλλουσαν τῆς φύσεως μεταμόρφωσιν, καὶ τὴν ἐσομένην ἐπὶ τῶν νεφελῶν ἐν φωτ! μετ' ἀγγέλων δευτέραν ἔλευσιν. Αὐτὸς γάρ ἐστιν ὁ τὸ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, κριτής υπάρχων ζώντων καὶ νε κρῶν· ὅθεν Μωϋσῆν καὶ Ηλίαν εἰς μέσον παρήγαγε, τῶν ἀρχαίων ὄψεων παραστήσας τα σήμαντρα. Γ. Καὶ τί φησιν ὁ μέγας τῶν Εὐαγγελίων γρα φεύς; "Ετι αὐτοῦ λαλοῦντος, ἰδοὺ νεφέλη φω τεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγα πητός, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. Ετι, φησί, τοῦ Πέτρου λαλοῦντος, οὐρανόθεν ἀντέλεξεν ὁ Πατήρ· Τί δήτα ταῦτα, Πέτρε τί διστάζεις; τέ δῆτα περιττὰ προπετεύῃ, καὶ καλὸν εἶναι λέγεις τὸν τόπον τοῦτον; ἀπελάθου σαυτοῦ; ἀλλὰ τῷ γένει φθο νεῖς, μὴ εἰδὼς λέγεις; οὔπω παιδαγώγησαι; οὔπω τὴν ἀσφαλῆ γνῶσιν τῆς υἱότητος ἔμαθες; οὐ σύ ἦσθα ὁ λέγων· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος; τοσαῦτα θαύματα κατείδες σύ, Βάρ ? Ἰωνᾶ, καὶ ἔτι Σίμων ὑπάρχει;; οὐρανῶν σε κλειδούχου κατέστησε, καὶ τῆς ναυτιλίας ἔτι τὸ ἱμάτιον οὐκ ἀπέθου; ἰδοὺ τὸ τρίτον ἀνθίστασαι τῇ τοῦ Σωτῆρος βουλῇ, μὴ εἰδὼς ὁ λέγεις. Εἶπε γάρ σοι· Δεί με χιν, ἀπόστολον, παρακοήν. φωνή
col. 769–770page 46 of 78
PG 65:769παθεῖν· καὶ λέγεις, Οὐ μὴ ἔσται σοι τοῦτο. Εἶπε:. πάλιν· Πάντες σκανδαλισθήσεσθε, καὶ λέγεις· ΕΙ πάντες, ἐγὼ δὲ οὐ σκανδαλισθήσομαι. Ἰδοὺ καὶ νῦν σκηνὴν ἐγείραι θέλεις τῷ Χριστῷ, ὁμοίαν Μωϋ σεῖ καὶ Ἠλία; σκηνὴν τῷ Χριστῷ, τῷ ἅμα ἐμοὶ ἐκτείνοντι τὸν οὐρανόν; σκηνὴν, τῷ ἅμα ἐμοὶ θεμελιώσαντι τὴν γῆν; σκηνήν, τῷ ἅμα ἐμοὶ συστήσαντι τὴν θάλασσαν, καὶ στερέωμα πήξαντι, σκηνὴν, τῷ φωστῆρας ἀνάψαντι· αἰθέρα πυρώσαντι, καὶ τὰ πάντα σὺν ἐμοὶ πρὸ αἰώνων δημιουργήσαντι; σκηνήν τῷ ἐξ ἐμοῦ, καὶ ἐξ ὑμῶν; σκηνὴν, τῷ ἐν ἐμοὶ, καὶ μεθ᾽ ὑμῶν, σκηνὴν, τῷ ἀπάτορι Αδάμ; σκηνήν, τῷ ἀμήτορι θεῷ; σκηνήν, τῷ λαβόντι σκηνὴν, ἣν ᾑρετίσατο γαστέρα παρθενικήν; Οὐκοῦν ἐπειδὴ σὺ τρεῖς σκηνὰς ἐγείραι βούλει, μὴ εἰδὼς ὅπερ λέγεις, ἐγὼ νεφέλῃ φωτεινῇ χρησάμενος σκηνῇ, καὶ τοὺς παρόντας καλύψας, ἐκ τῶν ὑψίστων βοῶ· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. Ο Μωϋσῆς καὶ Ηλίας, ἀλλὰ οὗτος· οὐκ ἄλλος καὶ ἄλ λας, ἀλλ᾽ οὗτος, εἷς καὶ ὁ αὐτὸς, ἐν ᾧ ηὐδόκησα αὐτοῦ ἀκούετε. Δ'. Μωϋσῆν ἐδικαίωσα· ἀλλ' ἐν τούτῳ ηὐδόκησα. Ηλίαν ἀνέλαβον· ἀλλὰ τοῦτον ἀπέστειλα εἰς τὴν Παρθένων, ὡς εἰς τὸν οὐρανὸν, καὶ ἐκ Παρθένου εἰς αὐτὸν τὸν οὐρανόν. Οὐδεὶς γάρ, φησὶν, ἀνέβη εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Εἰκῇ τοίνυν κατῆλθεν ἐπὶ τῆς γῆς, εἰ μένῃ διηνεκῶς ἐπὶ τῆς γῆς. Εἰκῇ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, εἰ μὴ μείνας ὃ ἦν, γέγονεν ὅπερ ἐστὲ ὑμεῖς. Εἰ μὴ σταυρόν καθ' ὑμᾶς δι' ὑμᾶς ὑπομείνας, τῷ οἰκείω αἵματι τὸν κόσμον ἐξηγόρασεν, ἀργεῖ οἰκο νομία, καὶ μένει τὰ παλαιὰ τῶν προφητῶν ἀβέβαια βήματα. Ἀλλὰ ταῦσαι, Πέτρε, καὶ μὴ τὰ τῶν ἀν θρώπων φρόνει, ἀλλὰ τὰ τοῦ Θεοῦ. Οὗτος γὰρ ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὲς, ἐν ᾧ ηὐδόκησα αὐτοῦ ἀκούετε. Διττῇ γὰρ τῇ περὶ αὐτὸν τοιαύτῃ κέχρημαι φωνῇ· ἐπὶ μὲν ὑμῶν, ἐν τῷ ὄρει τούτῳ ἐπὶ δὲ Ἰωάννου, ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἵν᾿ ὁ πάλαι προφήτης ἀληθεύσῃ βοήσας· Θαβώρ καὶ Ἑρμονιεὶμ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ποίῳ ὀνόματι; Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. 'Εχαρίσατο γὰρ αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα, ὡς φησι Παῦλος. Αλλ' ἐρεῖς πάντως, ἀγαπητέ· Τί ἐστι, Θαβώρ καὶ Ερμονιεὶμ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται; Μάνθανε τοίνυν συνετῶς. Τὸ θα δώρ, τοῦτό ἐστι τὸ ὄρος, ἔνθα θελήσας μετεμορφώθη Χριστὸς, καὶ Υἱὸς παρὰ Πατρὸς ἐμαρτυρήθη, ὡς ἀρτίως ἠκούσατε. Τὸ δὲ Ἑρμονιεὶμ ὄρος ἐστὶ μικρὸν ἐγγὺς τοῦ Ἰορδάνου, ὅθεν ἀνελήφθη Ἠλίας καὶ οὗτινος πλησίον ἐν τοῖς ῥείθροις τοῦ Ἰορδάνου σε ΧVΙ, το Ερμών. πάντα σύν ἐμοὶ πρὸ αἰώνων δημιουργήσαντι. πρὸ αἰώνων, ἐπ᾿ αἰώνων. πρὸ αἰώνων προαιώνιος,

Oration IXOratio IX

col. 771–772page 47 of 78
PG 65:771Η βουληθεὶς ἐβαπτίσθη Χριστὸς, καὶ Υἱὸς παρὰ Πα. τρὸς ἐμαρτυρήθη. Ἐν τούτοις τοῖς δυσὶν δρεσιν ὁ ἄχραντος Πατὴρ βεβαιῶν τὴν υἱότητα, καὶ τότε, καὶ νῦν ἐκ δευτέρου βοᾷ· Οὗτός ἐστιν ὁ γιός μου δ ἀγαπητές, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. Ο γὰρ αὐτοῦ ἀκούων καὶ ἐμοῦ ἀκούει· καὶ ὃς ἀπαι σχυνθῇ αὐτὸν καὶ τοὺς αὐτοῦ λόγους, κἀγὼ αὐτὸν ἀπαισχυνθήσομαι ἐν τῇ δόξῃ μου καὶ τῶν ἁγίων ἀγ γέλων. Αὐτοῦ ἀκούετε· ἁπλάστως, ἀκάκως, ἀπεριγράπτως, ἀπεριέργως, πίστες ζητοῦντες, ἀλλ᾽ οὐ γλώττῃ μετρούντες· πίστει παραλαμβάνοντες, ἀλλ᾽ οὐ λόγοις τὸν Λόγον σταθμίζοντες. Αρκεῖ γὰρ ἄρτι Παῦλος ὁ ῥήτωρ χαλινῶν τὸν περίεργον, καὶ πάντας διδάσκων, ἀνενδοιάστως βοῶν· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΙΧ. ΛΟΓΟΣ Θ. Εἰς τὰ Βαΐα. Α'. Σπουδαιότερος ο παρών, ὦ φίλοι, καιρός· καὶ σπουδαιότερος, καὶ ἑτοιμότερος, καὶ πρὸς ἀπάντησιν τοῦ ἐπουρανίου βασιλέως γοργότερος. Τοῦτο γὰρ καὶ Παῦλος εὐαγγελιζόμενος ἔφασκεν· Ο Κύριος ἐγγύς μηδὲν μεριμνᾶτε. Ἐγγὺς δὲ ὁ Κύριος εὑρίσκεται, οὐ τῇ τῶν ποδῶν ὀξύτητι, ἀλλὰ τῇ τῶν ἀγαθῶν παροχῇ. Διὸ καὶ πάλιν καθήκει βοἂν ἡμᾶς τὰ τοῦ Παύλου· 'Η νὺξ προέκοψεν· ἡ δὲ ἡμέρα ἡγγικεν. Αποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυ σώμεθα τὰ ὅπλα τοῦ φωτός. Ὡς ἐν ἡμέρᾳ εὐ σχημόνως περιπατήσωμεν. Τὰς λαμπάδας τῆς πίστεως ἀνάψωμεν· τὸ ἔλαιον τῆς φιλοπτωχείας πλεονάσωμεν καθ' ομοιότητα τῶν πέντε φρονίμων παρθένων· ἀνυστάκτως τὸν Χριστὸν ὑποδεξώμεθα τὸν φοίνικα τῆς δικαιοσύνης ὑμνήσωμεν· τὸ Μαρία; μύρον περιπτυξώμεθα· τὴν φωνὴν τῆς ἀναστάσεως ἀκούσωμεν· τὰς θεοπρεπείς φωνὰς ἀναπέμψωμεν μετὰ τοῦ ὄχλου τὰ τοῦ ὄχλου βοήσωμεν· Ωσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεύς του Ισραήλ. Καλῶς δὲ, ὁ ἐρχόμενος· πάντοτε γὰρ ἔρχεται, καὶ οὐδέποτε ἀπολιμπάνεται. Εγγὺς γὰρ πᾶσι οι εχειν, χεν, τό, καλός, καλώς.
col. 773–774page 48 of 78
PG 65:773τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Εὐ λογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βα σιλεὺς τοῦ Ἰσραήλ. Πάντα σύμβολα τὰ παρόντα σύμβολα καὶ γνωρίσματα, καὶ τῆς βασιλικῆς ὁδοῦ τεκμήρια. Ἐν κοσμικοῖς πολίταις, ότε προσκαίρου βασιλέως εἴσοδον περιμένουσι, τὴν ὁδὸν ὁμαλίζουσι, τα προπύλαια στεφανοῦσι, τὴν πόλιν ἐξαλλάττουσι, τὰς βασιλικὰς αὐλὰς πανταχόθεν καθαίρουσι, χορούς ἐγκωμίων κατὰ τόπους συνυφαίνουσιν· ἐν τούτοις γὰρ ἡ τοῦ προσκαίρου βασιλέως εἰς τινα πόλιν εἰσ οδος γνωρίζεται. Τὰ παραπλήσια τούτων καὶ ἡμεῖς μετέλθωμεν, μᾶλλον δὲ τὰ ἐνδοξότερα και τιμιώτερα. Ὅσον γὰρ ἡ δυναστεία τοῦ ἐπουρανίου βασιλέως ὑπέρκειται, τοσοῦτον ἡ λειτουργία τῆς ἡμετέρας πολιτείας ὑπεραστράπτει. ε Β'. Ἐπὶ θύραν πάρεστιν ὁ πράος καὶ ἡσύχιος Βα σιλεύς· ὁ ἄνω μὲν ἐπὶ τῶν χερουβὶμ ἐποχούμενος, κάτω δὲ ἐπὶ πώλου όνου καθεζόμενος. Ετοιμάζω. μεν τοὺς ψυχικούς ἡμῶν οἴκους· διασπάσωμεν πά της μεταδελφίας ἀράχνην· μὴ εὑρεθῇ ἐν ἡμῖν κα γιορτές βλασφημίας· δαψιλῶς τὸ τῆς ἀγάπης ῥά νωμεν ὕδωρ· πάντα κόνδυλον ἔχθρας ὁμαλίσωμεν τὰ προπύλαια τῶν χειλέων ἡμῶν στεφανώσωμεν τοῖς ἄνθεσι τῆς εὐσεβείας· μετὰ τοῦ ὄχλου τὰ τοῦ ὄχλου βοήσωμεν· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ ᾿Ισραήλ. Τις μὴ λαλήσῃ; είς μὴ θαυμάσῃ τοὺς ὄχλους τούτους, τοὺς τῶν Ἰου δαίων ἐχθρούς, καὶ τῶν Χριστιανῶν φίλους; Βασι λέα τὸν Κύριον προσηγόρευσαν, μηδὲν βασιλείας ἄξιον θεωρήσαντες τοῖς σωματικοῖς ὀφθαλμοῖς. Οὐκ εἶδον ἄρματα χρυσοκόλλητα· οὐχ ἡμιόνους ἐξάσπρους οὐ τὴν λοιπήν φαντασίαν ἢν ειώθασιν οι πρόσκαιροι βασιλεῖς ἐν τοῖς προόδοις ἐπιδείκνυσθαι· οὐχ ὅπλα, οὐ θυρεούς, οὐ σίγνα, οὐχ αλουργίδας, οὐ τριχοκόμους μεγαλοσώμους παριππάζοντας ἄνδρας, οὐκ ἐλεφάντων φαντασίαν, οὐ σύγκλητον προηγουμένην· οὐδὲν τῶν τοιούτων ἐθεάσαντο, τοὐναντίον δὲ ἅπαν. Ονάριον ἴδον εὐτελὲς, μικρόν, ἀλλότριον, γυ μνόν, χρησιμεύον, ἕνδεκα μαθητὰς παρεπομένους μόνον· ἤδη γὰρ ὁ Ἰούδας εἰς τὴν προδοσίαν ἠσχολεῖτο. Καὶ τοσαύτην πτωχείαν οἱ ὄχλοι θεωρήσαντες, ὡς ἐν οὐρανῷ ἁρπαγέντες, καὶ τὰ ἄνω κατανοοῦντες, καὶ ἀγγέλοις συγχορεύοντες, οἱ τῶν σεραφὶμ τὰ στό ματα δανεισάμενοι, τὰς ὁμοιοφθόγγους ἐκείνας έβαλο λον φωνάς, λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ ᾿Ισραήλ. Γ. Ἐδρίμυττε τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους ἀκούειν ἐκ τῶν ὄχλων· Βασιλεὺς τοῦ ᾿Ισραήλ. Ο οὐκ ἤθελον, ήκουον. Ἐκεῖνοι δαιμονιώντα προσεφώ νων, καὶ οὗτοι βασιλέα ἐκήρυττον· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ισραήλ. Τίς ὁ ὑποθέμενος τοῖς ὄχλοις τὴν φωνὴν ταύ την; τίς ὁ βαλὼν αὐτῶν τῇ διανοίᾳ τὸν αἶνον τοῦτον; τίς ὁ πιστεύσας αὐτοῖς τὰ τῶν φοινίκων βαΐα; τίς ὁ ἀθρόον ὑφ' ἑνὶ συνθήματι πάντας στρατοπεδαρχήσας;
col. 775–776page 49 of 78
PG 65:775τίς ὁ τὴν ὁμοφωνίαν διδάξας; Ανωθεν ἡ χάρις· τοῦ ἁγίου Πνεύματος ἡ ἀποκάλυψις. Διὸ καὶ μετὰ παρ ῥησίας ἐβόων· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ἐνό. ματι Κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ· οἱ κοσμικοί στρατιῶται, οἱ οὐράνιοι ἄγγελοι· οἱ θνητοί, ἀθάνατοι οἱ ἐπὶ γῆς βαδίζοντες, καὶ ἐν οὐρανῷ χοροβατοῦντες ευλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Απεστράφησαν τους Φαρι σαίους· ἐβδελύξαντο τοὺς ἀρχιερεῖς· τὰς θεοπρεπείς ἀνέμελπον φωνάς· τὴν κτίπν ἐχαροποίησαν· τὴν αἰθέρα ἡγίασαν· τοὺς νεκροὺς προεσάλευσαν την οὐρανὸν ἠνέῳξαν· τὸν παράδεισον ἐφυτούργησαν ο τοὺς θνητούς εἰς τὸν ὅμοιον ζῆλον ηρέθισαν. "Οθε καί τινες τῶν Ἑλλήνων κατ' ἐκεῖνο καιροῦ, ἐκ ταύτ της τῆς θεοπρεπούς φωνῆς εἰς τὸν θεοπρεπή ζῆλον ἐναχθέντες, καὶ εἰς ἐπιστροφὴν χωρήσαντες, προσ ἦλθον, καθὼς ἀρτίως ήκουες, ἐνὶ τῶν ἀποστόλων τοὔνομα Φιλίππω, λέγοντες πρὸς αὐτόν· Κύριε, θέ λομεν τὸν Ἰησοῦν ἰδεῖν. Βλέπε τὴν τοῦ ὄχλου κτ ρυχείαν, καὶ πῶς τοὺς Ἕλληνας εἰς ἐπιστροφή ἐκίνησαν. Εὐθέως πρὸς τοὺς μαθητὲς τοῦ Κυρίου θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. Καλῶς οἱ ἐθνικοὶ ἐμαθήτευσαν τῷ Ζακχαίῳ, οὐκ ἐν τῇ συκομορία της ἄνοδον ποιούμενοι, ἀλλ' ἐν τῇ θεογνωσία τὴν ἐπειγόμενοι Θέλομεν τὸν Ἰησοῦν ἰδεῖν· οὐ τοσος τον ἵνα τὸ πρόσωπον θεωρήσωσιν, ὅσον ἵνα τὸν στα ρὸν βαστάσωσιν. Ὅθεν καὶ ὁ Ἰησοῦς τὴν πρόθεσιν αὐτῶν θεασάμενος, ἀναφανδὸν ἐβόησε πρὸς τοὺς παρ όντας, λέγων· Ἑλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου· δόξαν, τὴν τῶν Ἑλλήνων ἐπι στροφήν λέγων, ἣν Ἰουδαίων παίδες ἀπεδύσαντο, καὶ τὰ ἔθνη αὐτὴν ἐνεκομβώσαντο. Διὸ καὶ ὀνειδίζων τοὺς Ἰουδαίους ὁ Ἰησοῦς, ἔλεγε διὰ τοῦ προφήτου Εἰ πατὴρ ἐγώ εἰμι, ποῦ ἔστιν ἡ δόξα μου; καὶ εἰ Κύριος ἐγώ εἰμι, ποῦ ἔστιν ὁ φόβος μου; Διὰ τοῦτο περὶ τῶν ἐθνῶν ἔλεγεν· Ελήλυθεν η ώρα ίνα δου ξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου· δόξαν, τὸν σταυρὸν βαλών Ενθεν γὰρ ἐγνώσθη ἡ τοῦ Κυρίου δυνα στεία, ὅτι τὴν αἰσχύνην εἰς δόξαν μετήνεγκεν την ύβριν εἰς τιμήν· τὴν κατάραν εἰς εὐλογίαν· τὴν χο λὴν εἰς γλυκασμόν· τὸ ὄξος εἰς γάλα· τὸ ῥάπισμα εἰς ἐλευθερίαν· τὸν θάνατον εἰς ζωήν. Ελήλυθεν ἡ ὥρα, ίνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου· δόξαν, τὸν σταυρὸν καλῶν. Ἐξ ἐκείνου γὰρ καὶ νῦν δοξάζεται ὁ σταυρός. Αὐτὸς γὰρ ὁ σταυρὸς ἔτι καὶ νῦν καὶ βασιλεῖς δοξάζει, καὶ ἱερωσύνην φαιδρύνει, καὶ παρ θενίαν φυλάττει, καὶ ἄσκησιν ἑδράζει, καὶ συζυγίαν σφίγγει, καὶ χηροσύνην τειχίζει, καὶ ὀρφανίαν ὑπερο ασπίζει, καὶ εὐτεκνίαν αύξει, καὶ Ἐκκλησίαν πληθύν νει, καὶ λαὸν φωτίζει, καὶ ἔρημον φυλάττει, καὶ παράδεισον ἀνοίγει, καὶ λῃστὴν ὁδηγεῖ, καὶ ἔχθραν ἐξορίζει, καὶ μῖσος σβεννύει, καὶ δαίμονας φυγαδεύει, καὶ διάβολον ἀπελαύνει. σε χιι, Ισ. τῆς ὁδοῦ ἐπειγ. Δ'. Καὶ ἡμεῖς δὲ λαβόντες τῶν φοινίκων τὰ θαλλία, ἐξέλθωμεν εἰς ὑπάντησιν τοῦ Κυρίου ἡμῶν, πρὸς τοὺς ἀρχιερεῖς λέγοντες· Οὐχ ὑμεῖς ἐστε οι λεγοντες, καλῶν
col. 777–778page 50 of 78
PG 65:777ὅτι οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Θεός ἐστι κραταιός, ισχυρός. Δράμετε, σπεύσατε· μετὰ πάν των βοήσατε τῷ ἐγείραντι τὸν Λάζαρον· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ Ι' Εἰς τὴν ἁγίαν Πέμπτη. Α'. Ἐπέστη τῶν ἱερῶν μυστηρίων ἡ πανήγυρις ἐπέλαμψεν ἡ ἑσπέρα ή πάσης ἡμέρας φωτεινοτέρα. τί γὰρ ἐν παρούσῃ ἑσπέρᾳ οὐ γέγονε φρικτὸν καὶ παράδοξον; Ο Δεσπότης συνεδείπνησε τοῖς δούλοις μυστηρίων αὐτοῖς ἤνοιξε παράδεισον· δέδωκε βρῶμα τὴν ἀναμάρτητον σάρκα· ἁμαρτημάτων σπόγγον ἐχαρίσατο τόμα· ἐν ὑπηρέτου σχήματι ένιψε τῶν μαθητῶν τοὺς πόδας, ὀξύνων πρὸς δρόμον· ἔδωκε ψωμόν στηλιτεύων τὴν προδότην κατεφίλησε τὸν ἀνάξιον, ἀνακαλούμενος τὴν χάριν ἀπὸ τοῦ βεβήλου ἦλθεν ἐπὶ τὸ πάθος, δεικνύμενος ὅτι οὐ βίᾳ τὸ πάθος ὑπέμεινε. Τίς γὰρ ἂν ἡδυνήθη κρατῆσαι μὴ θέλοντα, των λόγῳ κρατήσαντα θάλασσαν; τὸν ἐπιτάγμασιν ἀνέμους χαλινώσαντα; τὸν νεκροὺς ὀδωδότας ἐκ τά φων ἑλκύσαντα; τὸν καὶ παρὰ δαιμόνων Δεσπότην προσκυνούμενον, εἰ μὴ αὐτὸς, ὡς φιλάνθρωπος, θέα λων ἔπαθεν, οὐ καθὸ ἦν, ἀλλὰ καθό γέγονεν; Αλλ' ὅμως ἐκρατεῖτο καὶ ἠνείχετο· οὐ γὰρ ἦλθε κρίναι τὸν κόσμον, ἀλλὰ σῶσαι τὸν κόσμον. Καὶ φίλημα γέ γονε τῆς αὐτῆς τόλμης μήνυμα. Τοιγαρούν προσ ελθόντι τῷ προδότῃ φησίν· Ἰούδα (ἱοῦ γὰρ γέμεις), Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου προδί ἕως; κρούει τῷ ὀνόματι τὴν θύραν τῆς αὐτοῦ συνειδήσεως, ἐξυπνῆσαι τὸν κεκαρωμένον τῇ φιλαργυρία βουλόμενος, ὡς ἂν εἰ λέγων πρὸς αὐτόν· Ἰούδα, εἰς ἀποστολήν σε ἐξελεξάμην, πῶς ἐστράφης εἰς προδό την; Ἰούδα, χρημάτων ἐρᾷς; πάντων βασιλέων υπάρχεις πλουσιώτερος. Βασιλέας οὐκ αἰδοῦνται δαί μονες· σοῦ δὲ τὴν γλῶσσαν φρίττουσιν ὡς δραπέται. Τοὺς πλουτούντας ἀναλίσκουσι νόσοι· σοῦ δὲ καὶ αἱ σκιαὶ φυγαδεύουσι πάθη. Τοῖς φιλαργύροις χρυσός ὁ θησαυρός· ὑμῖν δὲ τὸν οὐράνιον ηὐτρέπισται κλῆ ρου Εἰ χρημάτων ἐρᾷς, ἀπόδυσαι τὴν κατὰ τῶν παθῶν δυναστείαν· οὐ χωρεῖ γὰρ ψυχή βόρβορον φιλαργυρίας, καὶ μύρον φιλανθρωπίας. Β'. Οὐδὲν χεῖρον, ἀδελφοί, φυλαργυρίας συγγέ γειαν καθοπλίζει, τὴν φύσιν θερίζει, πρὸς τυραν ψίδα ἐκμαίνει, τείχη υπερορύττει, πόλεις εδαφίζει, μυστηρίων πανήγυριν, Ισ. ψωμίον, 176) ὁ οὐράνιος κλήρος. "Ισ. η τρέπισμαι. άσπάζομαί σε, Ιούδα, οὐχ ἵνα ἀγάπην δωρήσωμαι, ἣν ἀπεβάλου· ἀλλ᾽ ἵνα κενώσω τὴν χάριν, ἣν δέδωκά σοι. τόλμαν, αίτοπ μήνυμα αὐτῆς τῆς τόλμης

Oration XOratio X

col. 779–780page 51 of 78
PG 65:779φύσεως αμαυροί δίκαια· είπω το κεφάλαιον· εἰς ἀποστόλων χορὸν εἰσεπήδησεν, ώνὴν ἐτόλμησε κατά τοῦ ἀπράτου. Αιτία οὖν πάντων τῶν κακῶν ἡ φιλαργυρία. Διὰ τοῦτο ὁ Χριστὸς καὶ Θεὸς κατηγορῶν ἐν προφήταις, ἔλεγε· Πρόβατον κατὰ ποιμένος ἐξέμει νεν Όντως 'Ρίζα τῶν κακῶν ἡ φιλαργυρία. Ἔλεγεν οὖν ὁ προφήτης Ζαχαρίας, ὡς ἐκ προσώπου Κυρίου· Καὶ ἐρῶ πρὸς αὐτούς· τουτέστι τοὺς ἁγνώ μονας τοῦ λαοῦ· Εἰ καλόν ἐστιν ἐνώπιον ὑμῶν, δότε στήσαντες τὸν μισθόν μου, ἢ ἀπείπασθε. Καὶ τὶς ἄρα γένοιτο μισθὸς τοῦ ἀπράτου; ποία δὲ τιμὴ τοῦ ὑπὲρ τιμήν; ποία δὲ πρᾶσις τοῦ ὑπὲρ λό γον; Καὶ ἔστησαν, φησί, τον μισθόν μου τριά κοντα ἀργύρια. Ὦ ἀκριβοῦς προῤῥήσεως! ποιόν τε τρόπον εἰς τοιαύτην ἐξεβάκχευσας απληστίαν, ὦ Ο Ἰούδα! Καὶ γὰρ ὅτε τὸ μύρον ἐν τῷ δείπνῳ κατέ τι, σε ἀνθρώπους ἐπιτίμιον. ἐπιτίμιον, χεεν, τὸ σεμνὸν ἐκεῖνο καὶ φιλόθεον γύναιον, ἐπὶ τῆς Ενδον μυχούσης ἐν σοὶ φιλαργυρίας έφασκες Ηδύνατο τοῦτο τὸ μύρον πραθῆναι τριακοσίων δηναρίων, καὶ δοθῆναι πτωχοῖς. Αλλ' ὁ τῆς βρον τῆς υἱὸς Ἰωάννης, ἐλέγχων σου τὴν παγκάκιστον τῆς φιλαργυρίας ἔννοιαν, φανερωτάτως φησί· Τοῦτο δὲ εἶπεν, οὐχ ότι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ' ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν. Ὁ μὲν οὖν Κύριος Ἰη σοῦς Χριστὸς προγνωστής ῶν ὡς Θεός, καὶ γνοὺς τῷ πονηρῷ πάθει τῆς φιλαργυρίας ἡττώμενον, νικῆσαι θέλων τὴν ὑπερβολὴν τῆς ἀπλήστου καρδίας, τὸ κατὰ ἀνθρώπους ἐπιτίμιον αὐτῷ κατεπίστευσεν. Ο δὲ, οὐ μόνον ἐπλήσθη τῶν τοῦ ἀγαθοῦ Δεσπότου δε ρεῶν ἐν ἀπολαύσει τυγχάνων, καὶ τῶν Θεοδωρήτων χαρισμάτων μηδενὸς ὑστερούμενος· ἀλλὰ τριάκοντα αργύρια τῶν τριακοσίων ἀντικατηλλάξατο δηναρίων. Ο τῆς τοῦ Ἰούδα κακοβουλίας! ὦ τῆς τοῦ Ἰούδα παραφροσύνης, ὅτι ἀκούσας παρὰ τοῦ ζωοποιοῦ δι δασκάλου Χριστοῦ· Τί ὠφελεῖται ἄνθρωπος τὸν κόσμον ὅλον κερδήσας, καὶ τὴν ψυχὴν ἀπολέσας, καὶ ζημιωθείς; τριάκοντα αργυρίοις προς άλλ γον τερφθείς, τὸν ζωοδότην Χριστὸν τοῖς ἀνόμοις παρέδωκε, τὴν δὲ ἑαυτοῦ ψυχὴν αἰωνία τιμωρία κατε δίκασε. Διὸ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός ἔλεγεν· Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Γ΄. Ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ταῦτα ἔλεγε, θέλων αὐτὸν εἰς αἴσθησιν ἀγαγεῖν· ὥστε ἀνα σφάλαντα ἀποστῆναι τοῦ πονηροτάτου ἐκείνου ἐπιτηδεύματος τῆς προδοσίας, καὶ εἰς μετάνοιαν χωρῆσαι, εξέμηνε. μοιχούσης. οὐ μόνον οὐκ.
col. 781–782page 52 of 78
PG 65:781καὶ σωτηρίας τυχεῖν. Ὁ δὲ τὴν παρακοὴν προτιμήσας τῆς ὑπακοῆς, γέγονε τοῦ ἀρχεκάκου όφεως οίκη τήριον. Διὸ καὶ ὁ Κύριος ἐπιμένοντα ὁρῶν αὐτὸν τῇ εικαιοβουλίᾳ τῆς προδοσίας, ἔκδοτον παρέδωκε τῷ ὑποθεμένῳ αὐτὸν τὸ τῆς φιλαργυρίας πάθος. Ερωτώμενος γὰρ ὑπὸ τῶν γνησίων μαθητῶν ἐν τῷ δείπνῳ, τις εἴη ὁ τὴν προδοσίαν ἐπιτηδεύων, ἀπε κρίνατο αὐτοῖς λέγων· ῇ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω, ἐκεῖνος ἐστιν, ὁ παραδιδούς με. Καὶ κατὰ τὸ λαβεῖν τὸ ψωμίον, φησίν, εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ο ποιεῖς, ποίησον τάχιον. Ιδετε πῶς ἑκουσίως ἔσπευδεν ὑπὲρ σωτηρίας τοῦ γένους τῶν ἀνθρώπων, ἐπὶ τὸ πάθος ἐλθεῖν, ὁ φύσει Σωτήρ; Διὸ τὰ ἐν ἀνθρώποις ἐξαίρετα καλά, τὰ ὑπ' αὐτοῦ γενόμενα, φῶς ἐστι καὶ ζωή. Ταῦτα καὶ αὐτὸς καλεῖσθαι ηὐδόκησε φῶς γάρ ἐστιν, ὡς Θεὸς, καὶ ζωὴ, ὡς ἀθάνατος, καν ἐγεύσατο πάθους σαρκί, οὐ θεότητι. Δ'. Φύγωμεν οὖν πάντες τὴν πλεονεξίαν· ἐξεμέσω μεν μετά φιλαργυρίας καὶ τὴν ὑπόκρισιν· ἀσπα ζώμεθα ἀλλήλους ἀπὸ καρδίας, μέλλοντες προσιέναι τοῖς θείοις μυστηρίοις· πᾶσαν ὀργὴν ἀποῤῥίψωμεν πάσης μνησικακίας καθαρεύσωμεν· ἵνα εἰσελθὼν ὁ Δεσπότης ἐν ταῖς ἡμετέραις ψυχαίς, μηδένα εύρη κατὰ τὸν Ἰούδαν ὑποκρίσεως γέμοντα· ἀλλὰ πάντας καθαρούς, κατὰ τὸν Ἰωάννην, τοὺς πατρικούς κολ τους μετὰ πίστεως θεολογοῦντας· κατὰ Παῦλον, τῷ κόσμῳ ἐσταυρωμένους· κατὰ τὸν Πέτρον, εὐσεβῶς κηρύττοντας καὶ λέγοντας· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζωντος· ὅπως τοῦ δεσποτικοῦ τύχω μεν μακαρισμοῦ· Μακάριος γὰρ, φησίν, ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, διὰ τοῦ προφήτου λέγει, ἀλλ' ἡ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον, καὶ τρέμοντα μου τοὺς λόγους; καὶ ἐν Εὐαγγελίοις ἔλεγεν ὁ Σωτὴρ διδάσκων τοὺς ἑαυτοῦ μαθητάς· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· ής γένοιτο πάντας ἡμᾶς ἀξίους καὶ ἐν ἀπολαύσει γενέσθαι, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἑκουσίως ὑπὲρ ἡμῶν πραθῆναι καὶ παραδοθῆναι καταδεξαμένου, ὅπως ἡμᾶς ἐκ τῆς δουλείας τοῦ ἀοράτου ἐχθροῦ ἐλευ θερώσῃ. Αὐτῷ ἡ δόξα ἅμα τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ ια' Εἰς τὸ πάθος τοῦ Κυρίου, τῇ ἁγίᾳ καὶ μεγάλῃ Παρασκευή. Δ'. Φοβερὰ τῆς σημερινής παρατάξεως τὰ μυστή το Ισ. αὐτῷ.

Oration XIOratio XI

col. 783–784page 53 of 78
PG 65:783ρια· φρικτὰ τοῦ καταχθονίου πολέμου τὰ τρόποια οι ἀδιήγητος τοῦ παλαιοῦ τυράννου ἡ ἀθρόα καθαίρεσις πάσης ἐνθυμήσεως κρείττων, ἡ τοῦ δι' ἡμᾶς σαρχων θέντος ὑπὲρ ἡμῶν νίκη. Συνεπλάκη μὲν γὰρ τῷ θα νάτῳ, ὡς νεκρός· ἐσκύλευσε δὲ τὸν ᾅδην ὡς Θεὸς ἰσχυρὸς καὶ δυνατός. Κύριος γὰρ κραταιὸς καὶ δυ νατός Κύριος δυνατὸς ἐν πολέμῳ. Ποῖος οὖν λό γος επαξίως δυνατὸς ὑπουργήσεις τῷ θαύματι; ποία δὲ γλῶσσα λαλήσει καὶ διηγήσεται τὴν φοβεράν τα ράταξιν; Σήμερον γὰρ προφητικῶν φωνῶν πεπλήρωται σφραγίς. Σήμερον ὁ ᾅδης ἀγνοῶν κατέπιε δη λητήριον. Σήμερον ὁ θάνατος ἐδέξατο τὸν ἀεὶ ζῶντα νεκρόν. Σήμερον ἐλύθη δεσμὰ, ἅπερ ὁ ἔφις ἐν παι ραδείσῳ ἐχάλκευσε. Σήμερον οἱ ἐξ αἰῶνος ἠλευθερώθησαν δοῦλοι. Σήμερον ὁ λῃστὴς ἑτυμβορύχησε, τὸν πεντακισχιλίοις καὶ πεντακοσίοις ἔτεσιν ὑπὸ φλογίνης ρομφαίας φρουρούμενον παράδεισον. Σήμερον τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ὅλον τοῦ θανάτου τὸν θησαυρὸν ἐκένωσε. Σήμερον βασιλικὴ εἰς τὸ δεσμοτήριον έκαινοτομήθη εἴσοδος. Σήμερον, πύλας χαλκᾶς συνέτριψε, καὶ μοχλούς σιδηρους στ έθλασεν, ὁ καταποθείς ὡς ψιλός νεκρός, καὶ πυρπολ λήσας ὡς Θεὸς Λόγος. Σήμερον ὁ ἀκρογωνιαίος λίθος Χριστὸς, τὸ τοῦ θανάτου προγονικόν θεμέλιον γενό μενον συνετάραξε, τὸν Ἀδὰμ ἀνέσπασε, καὶ τὴν *Αβελ διέσωσε, καὶ πᾶσαν τοῦ ᾅδου τὴν οἰκοδομὴν κατέστρεψε. Σήμερον καὶ οἱ πρώην θρηνοῦντες, οὓς κατέπιεν ὁ θάνατος ἰσχύσας, μετὰ μεγάλης φωνής κράζουσι· Ποῦ σου, θάνατο, τὸ νῖκος; Ποῦ σου, ᾄδη, τὸ κέντρον; Β'. Τί λέγεις πρὸς ταῦτα, ὦ Ἰουδαῖε; κωμωδείς τὸν σταυρόν; χλευάζεις τὸ πάθος; γελᾶς τὸν θάνα τον; διασύρεις τὸν τάφον; ἀλλὰ βλέπε τὴν νίκην, καὶ φρίξον τὸ πάθος τοῦ ἑκουσίως παθόντος σαρκί, απα θοῦς ὄντος Θεοῦ Λόγου. Πάντας τους δικαίους μετ' εξουσίας κατέπιε, καὶ οὐδεὶς τῶν ὁσίων περιεγένετο θανάτου. Τὸν ᾿Αβελ θαυμάζεις; ἀλλὰ θάνατος εργα φησεν αὐτόν. Τον Νοέ μοι λέγεις; ἀλλὰ καὶ αὐτὸς εἰς φθορὰν ἐγκυδίστησε. Την Ενώχ μοι προφέρεις; ἀλλὰ καὶ οὗτος ἔφυγε, καὶ οὐ τὸν νόμον κατήργησε. Τὸν ᾿Αβραάμ μοι κομπάζεις; ἀλλὰ καὶ τοῦτον διέλυσεν ὁ θάνατος. Τὸν Ἰσαὰκ μνημονεύεις; ἀλλὰ πεσὼν οὐκ ἀνέστη. Τὸν Ἰακὼς προφέρεις; ἀλλὰ κόνις ὁ πα τριάρχης. Τὸν Ἰωσὴφ εγκαυχάσαι; ἀλλ' ἐν γυμνοῖς καὶ ξηροῖς ὀστέοις ἡ μνήμη αὐτοῦ. Τὸν Μωϋσέα οὐκ ἔφυγε, εκθειάζεις. ἐκθειάζεις; ἀλλ' οὐδὲ τὸν τάφον αὐτοῦ εὑρίσκεις. Πάντας τοὺς προφήτας μοι λέγεις; ἀλλ' ἐννάει τοὺς σε 23 160. ΣΧΤ, τὸ ἐκθειάζειν τον κάλαμον ἐκθειάζων
col. 785–786page 54 of 78
PG 65:785τάφους, καὶ μὴ κόμπαζε τοῖς λόγοις. Τοσούτους έλα- ". δεν ὁ θάνατος, καὶ πάντας ἐῤῥόφησεν· ἕνα δὲ κατ ἐπιε, καὶ κόσμον ὅλον ἀβουλήτως ἐξέμεσε. Βλέπε γὰρ σήμερον τοῦ διαβόλου τὴν κατὰ τοῦ ἀνευθύνου τοῦ θανάτου πονηρίαν. Υπηρέτας πρὸς σύλληψιν πλησε τὸν Ἰούδαν εἰς προδοσίαν ηγόρασε τον Πέτρον εἰς ἄρνησιν ὑπεσκέλισε· τὸν δοῦλον τοῦ ἀρχιερέως πρὸς βάπισμα ἐξέμηνε· τοὺς στρατιώτας πρὸς χλεύην ἐξεβάκχευσε· τὸν Πιλάτον πρὸς ἐρώτησιν διήγειρε δήμον προς στασιασμὸν ἐκίνησε, βουλόμενος μαθεῖν τίς ἦν ὁ δεσπότης. Αλλ' ειστήκει ὁ μακρόθυμος φέ ρων τὴν τόλμαν, ἵνα λύσῃ τὴν κατάραν. Γ΄. Διὰ τοῦτο ὥσπερ ἐπὶ βασιλικοῦ θανάτου, πᾶσα ἢ τῶν πόλεων φαιδρότης φυγαδεύεται· οὕτως σήμε ρον πᾶσα ἡ κτίσις τὴν ἑαυτῆς ἠρνήσατο λαμπρότητα. Οὐρανὸς ἐμελανημόνει τὸ σκότος· ὁ ἥλιος ὥσπερ δοῦλος φιλοδέσποτος ἔφυγε, τὰς ἀκτῖνας συστείλας τὰ ἄστρα τὴν φυσικήν συνετάραττε τάξιν· ὁ ναὸς περ ριεσχίζετο διὰ τὸ πένθος· ἡ γῆ θρηνούσα οὐ βρα χίονας ἔτυπτεν, ἀλλὰ πέτρας ἔσχιζεν· οἱ προφῆται πάντες προσιόντες, ἠρώτων τὸν Δεσπότην, καὶ ἔλεγον Τί αι πληγαὶ αὗται αἱ ἀναμέσον τῶν χειρῶν σου; πῶς σοῦ τὸ πάθος άψασθαι ἐτόλμησε; θεότητι; ἀλλ' ἀνάλωτος ή θεότης. Ο οὖν πάσχει, σαρκὶ πέπονθε. Καὶ πῶς οὐκ ἠδάσθησάν σου οι σταυρώσαντες, καὶ οὐκ ἐμνήσθησαν τῆς εὐεργεσίας σου; Τί οὖν πρὸς αὐτοὺς ὁ Δεσπότης; αὗται αἱ πληγαὶ ὡς ἑκὼν ἐπλή τὴν ἐν τῷ οἴκῳ τοῦ ἀγαπητού μου. 'Εξ Αιγύπτου μετῆρα ἄμπελον ἤρδευσα τῇ παρόδῳ τῆς θαλάσσης περιέσκαψα τοῖς φοβήτροις· ἐκλάδευσα περ ριτομῇ· ἐχαράκωσα προφήταις· περιέφραξα νόμῳ Καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν· ἐποίησε δὲ ἀκάνθας, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Και, Εγενόμην ὡς ἄνθρωπος αβοήθητος, ἐν νεκροῖς ἐλεύθερος. Δ'. Ω πάθος κόσμου καθάρσιον! ὢ θάνατος ἀθανασίας ἀφορμὴ ζωὴν ἀνατέλλουσα! ὦ κάθοδος ἐν ᾅδου, τῶν ἐξ αἰῶνας νεκρωθέντων γέφυρα πρὸς ἀναβίωσ σιν! ὦ μεσημβρία τῆς δειλινῆς ἐν παραδείσῳ κατα δίκης ἀνάκλησις 1 ὢ σταυρὸς δένδρου ἰατρός! ω ἦλοι τὸν κόσμον τῇ θεογνωσία προσηλώσαντες, καὶ θανά του καταπείραντες! ᾧ ἀκανθαι, τοῦ Ἰουδαϊκοῦ ἀμπελῶνος οἱ βότρυες! ὢ χολή, τοῦ τῆς πίστεως μέλιτος πρόξενος, καὶ τῆς Ἰουδαίων πονηρίας κατο ήγορος 1 ὦ σπόγγος τὴν κοσμικὴν ἁμαρτίαν ἀποσπογ γίσας καὶ ἀποσμήξας! ὦ κάλαμος ἐν οὐρανοῖς τοὺς πιστοὺς πολιτογραφήσας, καὶ ἀρχεκάκου όφεως τὴν τυραννίδα συντρίψας! ὢ μυστήριον παρὰ ἀπίστοις ἀπιστούμενον, ὑπὸ δὲ πάντων πιστῶν προσκυνούμε τὸν ἀκαταπαύστως! & σημεῖον παρὰ ἀπίστων ἀντι λεγόμενον, καὶ παρὰ πιστῶν δοξαζόμενον! ὦ μυστή. ριον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία θάνατον, Ο οι

Oration XIIOratio XII

col. 787–788page 55 of 78
PG 65:787ἡμῖν δὲ, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ΧΙΙ. καθά φησιν ὁ ἀπόστολος Παῦλος, Ὅτι τὸ μωρὸν τοῦ Θεοῦ, σοφώτερον τῶν ἀνθρώπων ἐστίν· ὡς θάνατ τον καταγρῆσαι, καὶ τὸν ᾅδην σκυλεῦσαι, καὶ τοὺς ἀπ' αἰώνων νεκροὺς ζωοποιῆσαι· χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΙΒ'. Εἰς τὴν ἀνάστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Α'. Φαιδρὰ τοιγαροῦν τοῦ τριημέρου πάθους τὰ ἄν θη· ἀστράπτει τῆς κολυμβήθρας τὰ κρῖνα· ἀστέρες ἐξ ὑδάτων ἀνέτειλαν. Καὶ εἰκότως· ὁ ἥλιος γὰρ ἐπι φανε τοῖς ἐν σκότει ἐν λάκκῳ κατωτάτῳ καθημένοις, αἰχμαλωσία. Βλέπε τὰ τρόπαια, καὶ μὴ ἀμφίβαλλε περὶ τῆς νίκης. Θαύμασον τὴν τῆς βασιλίδος μεγα λοψυχίαν, πᾶσι τὰς πνευματικὰς εὐλογίας πηγάζουσαν. Πάλαι μὲν γὰρ οἱ Ἰουδαῖοι λίθους κατά Στεφάνου ἠκόντιζον, καταχώσαι βουλόμενοι τὸν τοῦ σταυ ρωθέντος πρώταρχον ἀθλητὴν καὶ ἄμαχον ρήτορα ἡ δὲ ἑαυτὴν τῷ Χριστῷ ἀναθεῖσα παρθένος, πλοῦτον δι᾿ εὐλάβειαν ἐκένωσέ τε καὶ ἀνάλωσεν. Τὴν οἰκείαν σάρκα τοῖς πάθεσιν ἐνέκρωσε· τὸν σταυρωθέντα ἐν ψυχῇ ἐθαλάμευσεν· τὸν ἐπίγειον οὐρανὸν τὸν ὁρώμενον ἐκαλλώπισεν. Ομολογεῖ τάφον τὸν θησαυρὸν τῆς σωτηρίας· ἐγκαυχάται σταυρῷ, δι' οὗ τὸ παρ λαιὸν ἐσχίσθη χειρόγραφον περιπτύσσεται θανατὸν τοῦ ἀρχαίου φραγμοῦ λυτήριον· κηρύττει ἀνάστασιν τὸ μέγα τοῦ σταυρωθέντος δῶρον· θαυμάζει κολυμβήθραν τὴν τοσούτους τεκοῦσαν καὶ μείνασαν παρ θένον, δι' ἧς φωστῆρες ἀνέτειλαν· ἐκπλήττεται μυστήριον, ἐν ᾧ διάβολος παραδόξως έναυάγησε. Ταῦτα τοῦ σταυρωθέντος τὰ δῶρα· ταῦτα τοῦ τάφου τὰ τρόπαια· ταῦτα τοῦ κοινοῦ Δεσπότου τα κατορθών ματα. Ἐν τῇ ἡμέρᾳ ὁ ᾿Αδὰμ ἐν παραδείσῳ τὸ δηλη τήριον ἔπιεν· ἐν ταύτῃ τῇ νυκτὶ ὁ "Αδης μεσεν, δν ἀγνοῶν κατέπιε. Τίς ἴδε τοιαῦτα; τίς ἤκουσεν οὔ τως; Τάφος παραδείσου γέγονεν ἴαμα· σταυρὸς δένε δρου κατάραν ἔλυσεν· ἡ κτίσις ἔφριξεν, ὃν Ἰούδας ἐπώλησε. καὶ ἐν σκιᾷ θανάτου. Ενδοξος τοῦ σταυρωθέντος ή ἀπάνε 0,μα, τοιγαροῦν, οι βασιλίς Β'. Τί λέγεις, ὦ Ἰουδαῖε; δύο ταῦτα στηλιτεύει σου τὴν μανίαν· προφητῶν λόγοι, καὶ τὰ στοιχεῖα τῆς φύσεως. Εἰ οὐκ ἐρυθρᾷς τοὺς λόγους, φρίξον καν τὸν τῆς φύσεως τρόμον. Ἰδοὺ γὰρ οἱ δοῦλοι ἐπένθησαν, τὴν δεσποτικὴν ὕβριν οὐ φέροντες. Ο οὐρανὸς ἐνεδύσατο σκότος· ὁ ἥλιος δραπέτευσε τὸ μυστήριον· ἡ γῆ
col. 789–790page 56 of 78
PG 65:789Στρόμαξε την τόλμαν· ὁ ναὸς ἐθρήνησε τοὺς χριστοκτόνους· ὁ ᾄδης πρεσβευτάς τους νεκρούς προέπεμψεν· ἡ γῆ τρέμουσα, ἄνευ φωνῆς ἐβόησεν Ιουδαίοις Εως πότε βαρυκάρδιοι, καὶ σκληροκάρδιοι διαμένετε πάντες οἱ νεκροί θαυμάζοντες τὸ πάθος, εὐαγγελίζονται λέγοντες· Τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ιά θημεν, καθήμενοι ἐν σκότει καὶ σκιᾷ θανάτου ἐν τυ ραννίδι· [αλλά] Διὰ σπλάγχνα ελέους ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ· ὁ δι' ἡμᾶς πτωχεύσας, πλούσιος ῶν, ὁ Υἱὸς τοῦ Θεοῦ, τοῦ ζῶντος Χριστὸς Ἰησοῦς ὁ Κύριος ἡμῶν, καὶ διασκορπίο στις τοὺς ὑπερηφάνους, ἀνύψωσε τους ταπεινούς πατάξας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τουτέστι τὸν διάβολον τὸν ἀρχέκακον ὄφιν, καὶ σπολούν δράκοντα, καθώς προείρηκεν ὁ τῶν προφητῶν ἐξοχώτατος Ἡσαΐας. Διὰ τοῦτο πᾶσα ἡ γῆ μετ' εὐ φροσύνης τῆς τοῦ Δεσπότου καὶ Σωτῆρος ἡμῶν Ἰησ σοῦ Χριστοῦ ἀνάστασιν μεγαλοφώνως ἀνυμνεῖ, ὅτι ἐν αὐτῇ τοῖς ἀπ' αἰῶνος αἰχμαλώτοις γέγονεν ἄφεσις, καὶ τυφλοῖς ἀνάβλεψις. Τὸ γὰρ, φῶς τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἐκ τῆς ἁγίας Παρθένου ἀτρέπτως, ἀσυγχύτως, καὶ ἀδιαιρέτως ἐνανθρωπήσαν, διὰ τοῦ σταυροῦ τὸν ἀντίδικον ἡμῶν κατέβαλεν, τὸν φθονήσαντα τῷ γέ καὶ τῶν ἀνθρώπων εἰς στέρησιν τῶν αἰωνίων αγα θῶν, καὶ δι' αὐτῶν τὸν Θεὸν ὀνειδίζειν βουλόμενον. ὅτι καταφρονήσαντες τῶν σῶν ἐντολῶν, ταῖς τοῦ βίου ἡδοναίς κατασύρονται· αὐτὸς οὖν ὁ Κύριος καὶ Θεὸς ἡμῶν ζωὴν αἰώνιον ἡμῖν ἐδωρήσατο διὰ τῆς τριη μέρου ἐκ νεκρῶν παραδόξου καὶ προσκυνητῆς αὐτο τοῦ ἀναστάσεως. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἀχράντῳ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ Αγ. Εἰς τὸ ἅγιον Πάσχα, Δ΄. Νικάνω καὶ λόγων εὕροιαν τῆς σωτηρίου πανηγύρεως τὸ θαῦμα. Ηττάσθω πάσης γλώττης μετ γαληγορία, μὴ φθάσασα επαξίως κηρύξαι τὴν τοῦ σταυρωθέντος εὐερεσίαν. Τί γὰρ τοιοῦτον ἐξ αἰῶνος γέγονεν, οἷον νῦν τῇ πίστει ὁρῶμεν; πότε νοῦς ἐφαντάσθη, ἡ καρδία ἐνεθυμήθη, ἢ ἀνέπλασσε διάνοια, ἢ λόγος διηγήσατο, ἡ ὀφθαλμὸς ἐθεάσατο, ἢ ἀκοὴ ἐδέξατο πράγμα τοιοῦτον, οἷς νῦν σαρκωθείς Χρι στὸς τῷ κόσμῳ ἐδωρήσατο; Οὐδέποτε ἥλιος ἐπίδες ἐπὶ ξύλου στηλιτευθέντα διάβολον· οὐδέποτε σταυρὸς ἀπὸ κατάρας ἡγόρασε φύσιν· οὐδέποτε τριάκοντα ἀργυρίων κοσμικόν λύτρον ἐπράθη· οὐδέποτε πάθος ἀναμάρτου ἁμαρτίας γέγονε χωνευτήριον· οὐδέποτε ἐπὶ ξύλου ἐκρεμάσθη ζωή, ἐν ἀπάτορι σαρκὶ τὸν τύ ραννον θριαμβεύσασα· οὐδέποτε μνῆμα θανάτου πορθητὴν ἐδέξατο· οὐδέποτε οὐρανὸς ἐν ἡμέρᾳ μέσῃ σκότος ἐνεδύσατο, ἵνα μὴ ἴδῃ τὸ δράμα κατὰ Θεοῦ ς: ἀλλ᾽ ᾧ ΧΙΙΙ. δατε,

Oration XIIIOratio XIII

col. 791–792page 57 of 78
PG 65:791μὲν τολμώμενον, σαρκὸς δὲ ἀπτόμενον· οὐδέποτε ᾄδης έφριξεν ἐν κατέπιεν· οὐδέποτε ἡ γῆ ἐκαλλωπίσατο ζωοδόχῳ μνήματι, μᾶλλον δὲ, οὐ μνήματι, ; ἀλλὰ νυμφῶνι. Οὐ γὰρ ἐφθάρη ὁ ταφείς, ἀλλ' ἐνυμε ; φεύσατο καταβάς. Οὐδέποτε τρισὶ νυχθημέροις φύσις εἰς ἀνάστασιν ἐλοχεύθη. Ο γὰρ ἐν τῇ γαστρὶ τῆς Παρθένου τὸ ἴδιον αὐτοῦ σῶμα, ὡς οἶδεν, ἑαυτῷ δια πλάσας, αὐτὸς καὶ ἐν τρισὶν ἡμέραις τὴν λύσιν τῆς ψυχῆς αὐτοῦ ἀπὸ τοῦ ἰδίου σώματος πάλιν ἐνώτας, τὴν ἑαυτοῦ ἀνάστασιν ἔδειξεν. Ἐκεῖ μὲν ὁ χρόνος πιστοῦται τὸν τόκον, ὅτι ἄνθρωπος· ἐνταῦθα δὲ ὁ τά φος πιστούται τὸ κράτος, ὅτι Θεός, Οὐδέποτε ἀμνὸς αἴρων ἁμαρτίας κοσμικὰς ἐπετέθη θυσιαστηρίῳ, εἰ μὴ ὅτε ὁ Θεὸς δούλου μορφήν ἀνέλαβεν· καὶ ὁ πλά σας τὸν χοῦν, ἀνερμηνεύτως ὃν ἔπλασεν ἐνεδύσατο ; οὗ ἡ μὲν σὰρξ ζωή· τὸ δὲ αἷμα λύτραν· τὸ δὲ πνεῦμα σφραγίς· ἡ δὲ θεία φύσις, άναρχος, Β. Καλῶς ἔλεγεν ὁ μακάριος Παῦλος· τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Ο οὐρα νὸς καινὸς, ὃν ὁ καταβλᾳ τῇ ἀνόδῳ ηὐλόγησε· γῆ καινή, ἣν ὁ ἐν φάτνῃ κατὰ σάρκα τεχθεὶς ἡγίασεν θάλασσα καινή, ή μετεωρίσασα ίχνος ὅπερ σὰρξ οὐκ ἔσπειρεν, οὔτε ἁμαρτία ἐβάρησε βίος καινός, ὃν που λέμου απήλλαξε, καὶ γαλήνης ἐπλήρωσεν· ἀνθρωπότης καινή, ἣν δι᾽ ὕδατος ἀπέπλυνε, καὶ τῷ περὶ τοῦ πνεύματος ἐχώνευσε· θρησκεία καινή· οὐκέτι γὰρ κνίσσα καὶ περιτομή, ἀλλὰ πίστις λαμπρύνεται, ἢ ἐν μιᾷ οὐσίᾳ τρεῖς ὑποστάσεις δοξολογοῦσα λατρεύεται. Γ. Ταῦτα εὐαγγελιζόμενος ὁ προφήτης Ησαΐας, ἔλεγεν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς. Ἐν ποίᾳ ἡμέρᾳ, ὦ προφῆτα; ἐν ᾖ, φησί, πάντα ὑπὲρ φύσιν ὁ Θεὸς, ὡς οίδεν, εργάζεται ἐκ γυναικὸς αρκούμενος. Παρ θένος ἄνευ ἀνδρὸς τίκτουσα μυστήριον· ἄνθρωπος ὁ φιλάνθρωπος γενόμενος, καὶ μὴ τρεπόμενος θάνα τος ἐμῶν, ὃν ἀγνοῶν κατέπιε· τάφος θησαυρὸς ζωῆς καὶ ἀναστάσεως· αἰχμαλωσία, μήτηρ ἐλευθερίας. Καὶ τί πολλὰ λέγω; ἡνίκα ὁ Θεὸς Λόγος ἄνθρωπος γενόμενος ἐσταυροῦτο, σαρκὸς μὲν τὸ πάθος, θεότητος δὲ τὸ κράτος. ᾿Αλλ' εἰπὲ ἡμῖν, ὦ προφῆτα, πώς έπιλάμψῃ ὁ Θεὸς τοῖς ἐπὶ γῆς; ἄρα ἐκτὸς ἀνθρωπότητος; ἆρα ἄνευ σαρκός; ἄπαγε. Θα φέρει τὴν τῆς θεότητος ἀκτῖνα ἡ ὄψις· οὐ προσέρχεται διάβολος πρὸς πάλην. Φρίττει γὰρ τὸν κτίστην ὁ θάνατος, οὐ τολμῶν καταπίνειν φύσιν ἀνόλεθρον. Τρέμει ὁ ήδης Θεὸν σαρκὸς γεγυμνωμένον· ὃν γὰρ οὐ προσβλέπει τὰ χερουβίμ, τοῦτον τρέμει καὶ ᾅδης. Αλλά χρεία καλύμματος τῇ θείᾳ φύσει, οὐκ ἐκείνην καλύ πτοντος, ἀλλὰ ἡμετέραν ύβριν κατακρύπτοντος· οἱ Μωσαϊκοῦ καλύμματος· ἀγνωσία γὰρ καὶ ὁμίχλη οὐ ποικίλου καταπετάσματος· χρωμάτων γὰρ τὸ ἄνθος· οὐχ ἱλαστηρίου κεχρυσωμένου· ὕλης γὰρ τὰ
col. 793–794page 58 of 78
PG 65:793κάλλος· οὐ χειροποιήτου χερουβίμ τέχνης γὰρ τὸ θαῦμα· ἀλλὰ χρεία μορφής προβάτου, ἵνα δελεάσῃ; τὸν ἀνθρωποβόρων λύκον. Δ'. Αλλ' εὐθὺς ἐπιπηδῇ τοῖς λόγοις Ἰουδαῖος, καὶ κωμῳδεῖ τὴν τοῦ προφήτου μεγαληγορίαν, ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ μαχόμενος. Καὶ τί φησιν; Εγώ οὐ πιστεύω ὅτι ὁ θεὸς ἐπὶ τῆς γῆς ἐπεφάνη, ἢ ἀνθρώ του ύψος ἐμόρφωσε τὸν ἀσχημάτιστον. Ἀλλ᾽, ὦ Ἰου ξαίε, εἰ καὶ νόμου παρακούεις, και προφήτας παρα λογίζεις, καὶ εὐαγγελίοις διαπτύεις, καὶ ἀποστόλους παραβλέπεις· ἐρωτήσωμεν τὰ στοιχεῖα, καὶ ἴδωμεν εἶναι ὁμολογεῖ τὸν σαρκὶ παθόντα Δεσπότην. Καὶ ὡς δεῖ πρῶτον ἐρωτήσωμεν τὸν ἥλιον. Εἰπὲ οὖν ἡμῖν, ήλιε, διὰ τί συνέστειλας τὰς ἀκεῖνας σταυρουμένου του Δεσπότου; ψιλός άνθρωπος ὁ σταυρούμενος; οὐκοῦν ώφειλες τοῦτο ποιῆσαι καὶ ἐπὶ τοῦ δικαίου "Αβελ ἀναιρουμένου. Ερωτήσωμεν καὶ τὸν οὐρανόν. Εἰπὲ ἡμῖν, ὦ οὐρανό, διὰ τί σκότος ἐνέδυσας ἐν σταθηρα μεσημβρία, ότε Ιουδαῖοι τὴν δεσποτικὴν πλευράν ἐξεκέντησαν; ὅτι ψιλός άνθρωπος ὁ σταυρούμενος; διὰ τὶ οὐ μὴ ἐθρήνησας καὶ ἐπὶ τοῦ δικαίου Ναβουθέ 2:αζομένου. Ερωτήσωμεν καὶ τὴν γῆν. Εἰπὲ ἡμῖν, γῆ, διὰ τ᾿ ἐτράματας, ὅτε οἱ θεομάχοι ταῦτα ἐτόλμων; ὅτι ψιλός άνθρωπος ὁ σταυρούμενος; πῶς οὖν οὐκ ἑτρέματας βλέπουσα τον Ησαΐαν ὑπὸ τοῦ Μανασσῆ ξυλίνῳ πρίου πριζόμενον; Αλλ' ἐρωτήσωμεν καὶ την ναύν. Εἰπὲ ἡμῖν, ὦ ναὲ, διὰ τί ἔσχισας τὸ κατα πέτασμα τοῦ Χριστοῦ σταυρουμένου; ὅτι ψιλός ἄνε θρωπος ὁ σταυρούμενος; πῶς οὖν οὐ περιέσχισας, ὅτι τὸ αἷμα Ζαχαρίου ἐν μέσῳ σου ἐξέχεῖτο. Απου κρίνεται ἄνευ φωνῆς πᾶσα ἡ κτίσις λέγουσα· Ἐκη ρύξαμεν τῷ πένθει τὸν Δεσπότην. Οὐχ ὁμοδούλου πάν (ας ἐθρηνήσαμεν, ἀλλὰ δεσπότου υβριν ἐφρίξαμεν. Βοῖ ὁ οὐρανός· Θεὸς ἦν ὁ ἐνανθρωπήσας, καὶ σαρκὶ σταυρωθείς, ἐμὲ ὡς Θεός έκλινε καὶ κατήλθε. Βολ ὁ ἥλιος· Δεσπότης μου ἦν ὁ σαρκὶ σταυρωθείς ἐγὼ γὰρ τὸ φῶς τῆς θεότητος αὐτοῦ φοβηθείς, συν ἔστειλα τὰς ἀκτῖνας. Βαξί ἡ γῆ. Δημιουργὸς ἦν σαρ κορυφῶν ὁ σαρκὶ σταυρωθείς· εἰ γὰρ καὶ τὴν σάρκα ἐν φάτνῃ ἡγκαλισάμην, ἀλλὰ τῷ κράτει τῆς Θεότητος αὐτοῦ οὐ περιέγραψα. καὶ ἡ θάλασσα Οὐκ ἦν ὁμόδουλός μου ὁ σαρκὶ σταυρωθείς· ίχνος μὲν γὰρ τοῦ ὁμοδούλου Πέτρου βαρεῖ μου τὰ νῶτα, πόδες δὲ Δεσπότου ἁγιάζουσί μου τὴν φύσιν, Βοῇ καὶ ὁ ναός· Ο πάλαι ἐν ἐμοὶ θρησκευόμενος Θεός, οὗτος νῦν ὁ σαρκὶ ὑβριζόμενος· διόπερ μὴ φέρων τὴν τόλο μαν, διέρρηξα τὴν ἐσθῆτα. Βοᾷ καὶ ᾄδης· Οὐκ ἦν ψιλός ἄνθρωπος ὁ ὧδε καταβάς· οἶδα τί πέπονθα· ἂν γὰρ ἐδεξάμην ὡς αἰχμάλωτον, εὗρον ὡς Θεόν παν δ χειροποιήτων. το κράτος. ΧΧΙΙΙ, ὑπὸ τοῦ Μανασσή. ο βαρεί.

Oration XIVOratio XIV

col. 795–796page 59 of 78
PG 65:795τοδύναμον. Αλλὰ ἀπιστεῖς τοῖς στοιχείοις; Ερωτής σωμεν καὶ τὰς ἐπουρανίας δυνάμεις. Είπατε ἡμῖν, ἄγγελοι, ἀρχάγγελοι καὶ πᾶσαι τῶν οὐρανῶν αἱ δυνά μεις· τίς ἐστιν ὁ ἐπὶ γῆς φανείς, καὶ σαρκὶ σταυ ρωθείς; καὶ ἀποκριθήσονται πᾶσαι διὰ τοῦ προφήτου Δαβὶδ βοῶσαι· κύριος ὁ Θεὸς τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ ΙΔ'. Εἰς τὸ ἅγιον Πάσχα. Δ'. Λαμπρὰ μὲν ἡ τοῦ Πάσχα πανήγυρις· λαμ πρὸς δὲ καὶ ὁ παρών σύλλογος. Καὶ παλαιὰ καὶ καινὰ περιέχει μυστήρια. Τοσοῦτον δὲ ἔχει πλῆθος ἡ τῆς ἑβδομάδος ἑορτὴ, μᾶλλον δὲ εὐφροσύνη, ὡς μὴ μόνονἐπὶ γῆς ἀνθρώπους ἀγάλλεσθαι, ἀλλὰ καὶ τὰς ἄνω δυνάμεις συνεορτάζειν καὶ συμπανηγυρίζειν ἡμῖν διὰ τὸν ἀναστάντα Χριστόν. Νῦν γὰρ ἑορτάζουσιν ἄγγε λοι, καὶ ἀρχαγγέλων στρατιαὶ τὸν βασιλέα τῶν οὐ ρανῶν, Χριστὸν Θεὸν ἡμῶν, ἀπὸ τῆς γῆς εἰς οὐρα νοὺς προσδεχόμεναι ὡς νικητήν· ἑορτάζουσι δὲ καὶ τῶν ἁγίων χοροί, τὸν πρὸ έωσφόρου ανατείλαντα κηρύττοντες Χριστόν· ἑορτάζει καὶ ἡ γῆ θείῳ λελουμένη αἵματι· ἑορτάζει καὶ ἡ θάλασσα, τοῖς ἴχνεσι αὐτοῦ Χριστοῦ τετιμημένη. Εορταζέτω καὶ πᾶς ἄνθρωπος, δι' ὕδατος καὶ Πνεύματος ἁγίου ἀναγεννώμενος· ἑορταζέτω καὶ πρῶτος ἄνθρωπος Αδάμ, τῆς πάλαι κατάρας ελευθερωθείς. Β΄. Τοσαύτην δὲ χάριν εὐφροσύνης ἐνέπλησεν ἡμᾶς διὰ τῆς ἀναστάσεως αὑτοῦ ὁ Χριστός, ὡς μή μόνον ἑορτάζειν ἡμᾶς, ἀλλὰ καὶ παρέχειν ἡμῖν ἐκ πάθους σωτηρίαν, ἐκ θανάτου ἀθανασίαν, ἐκ πληγῆς ἴασιν, ἐκ πτώσεως ἀνάστασιν. Καὶ πάλαι μεν, ἀγαπητοί, διὰ τοῦ νόμου μυστικῶς τὸ τοῦ Πάσχα μυστήριον ἐπετελεῖτο ἐν Αἰγύπτῳ, συμβολικῶς δὲ διὰ τῆς τοῦ ἀμνοῦ σφαγῆς ἐδηλοῦτο· νυνὶ δὲ διὰ τοῦ Εὐαγγελίου πνευματικῶς ἐπιτελοῦμεν τὴν ἀναστάσιμον ἑορτὴν τοῦ Πάσχα. Ἐκεῖ μὲν γὰρ ἀμνὸς ἐξ ἀγέλης εθύετο κατὰ τὸν νόμον· ἐνταῦθα δὲ αὐτὸς ὁ Χριστὸς ὁ τοῦ τοσοῦτον πλῆθος διὰ τῆς τοῦ ἀμνοῦ σφαγῆς. φαγής
col. 797–798page 60 of 78
PG 65:797Θεοῦ ἀμνὸς προσάγεται. Ἐκεῖ πρόβατον ἐκ ποιμνίου· 1; ἐνταῦθα δὲ ἀντὶ προβάτου αὐτὸς ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων. Ἐκεῖ σημείον αἵματος αλόγου ραντιζομένου, παντὸς τοῦ λαοῦ ". ἐγένετο φυλακτήριον· ἐνταῦθα δὲ τίμιον αἷμα Χριστοῦ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας εκχέεται, ἵνα τῶν ἁμαρτημάτων τὴν ἄφεσιν λάβωμεν. Ἐκεῖ τὰ πρω τότοκα τῶν Αἰγυπτίων ἐθανάτωσεν· ἐνταῦθα δὲ τὰ πολύτοχα τῶν ἁμαρτημάτων γεννήματα διὰ τῆς ἐξ ομολογήσεως καθαίρονται. Ἐκεῖ Φαραώ μετὰ τῆς φοβερᾶς αὐτοῦ στρατιάς κατεποντίζετα· ἐνταῦθα ὁ νοητός Φαραὼ σὺν πάσῃ τῇ δυνάμει αὐτοῦ διὰ τοῦ βαπτίσματος βυθίζεται. Ἐκεῖ Εβραίων παῖδες, μετά τὸ διαδῆναι τὴν Ἐρυθρὰν θάλασσαν, τὸν ἐπινίκιον ὕμνον τῷ εὐεργέτῃ ἀνέμελπον, λέγοντες· Ασωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἐνταῦθα οἱ τοῦ βαπτίσματος ἀξιωθέντες ᾄδουσι τὸν ἐπινίκιον ὕμνον μυστικῶς λέγοντες· Εἰς ἅγιος· εἰς Κύριος Ιησούς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Αμήν. Ο δὲ προφήτης ἀναβοᾷ λέγων· Ὁ Κύριος ἐβασίλευσεν· εὐπρέπειαν ἐνεδύσατο. Οι Εβραίοι, ". μετὰ τὸ διαβῆναι τὴν Ἐρυθρὰν θάλασσαν, ἐν τῇ ἐρήμῳ τὸ μάννα ἤσθιον· γυνὶ δὲ οἱ ἐκ τῆς κολυμβήθρας ἐσθίουσι τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ κατα δάντα. Αὐτοῦ γὰρ ἐστιν ἡ φωνὴ ἡ λέγουσα· Εγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Γ'. Καλῶς οὖν μακάριος Παῦλος ἐβόα· Ταῦτα δὲ τυπικώς συνέβαινον ἐκείνοις· ἐγράφη δὲ εἰς του θεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατ ήντησε. Ἰουδαίων παῖδες φανερῶς ἐσφάλησαν, ἀγνοήσαντες τὴν ἀλήθειαν· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Οὐ συν ἦταν οἱ δείλαιοι, ὅτι μέχρις τότε οἱ τυπικοί χρησμοί, ἕως φανῇ ἡ ἀλήθεια. Καὶ γὰρ ἀνδριαντοποιὸς ἀν δριάντα βασιλέως αναστῆναι βουλόμενος ἀπὸ χρυσοῦ, ἢ ἀργύρου, ἢ χαλκοῦ, πρῶτον ἀπὸ πηλοῦ ἀναπλάττει τὸ ἐκτύπωμα τοῦ ἀνδριάντος, καὶ μέχρις τὸν ἀλη θινὸν ἀνδριάντα ἀποπληρώσῃ, ἢ ἀπὸ χρυσοῦ, ἢ τοῦ ἀργύρου, ἢ τοῦ χαλκοῦ, φυλάττεται ἀκριβῶς ὁ τυπικὸς καὶ πήλινος, δι᾿ ἀναγκαίαν χρείαν τῷ τεχνίτη. Ἐπὶν δὲ τὸν πρὸς ἀλήθειαν ἀνδριάντα ἀποπληρώσῃ, λύεται λοιπὸν ὁ τυπικὸς καὶ πήλινος, ὡσανεὶ ἄχρηστος ῶν, καὶ εἰς οὐδὲν ἐπιτήδειος τῷ τεχνίτῃ. Οὕτως καὶ οἱ Ἰουδαῖοι· πρὶν μὲν φανερωθῆναι τοῖς ἀνθρώποις τὴν ἀλήθειαν, καλῶς τους τύπους ἐφύλαττον, μετὰ δὲ τὸ φανῆναι τὸν Κυρίου ἡμῶν Ἰησοῦν Χριστὸν τὸν είποντα· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωὴ, καὶ ἀνάστασις· μάτην τοὺς τύπους κρατοῦσιν, ὅπερ οὐδὲ τοῦτο φυλάττουσι. Παυ σάσθωσαν λοιπὸν οἱ θεομάχοι Ἰουδαῖοι, οἱ τὸ ἄλογον πρόβατον σφάζοντες ὑπὲρ τῆς ἀπολυτρώσεως τοῦ Κύριος. Χριστός. οίπερ, όπερ.

Oration XVOratio XV

col. 799–800page 61 of 78
PG 65:799λαοῦ· ἐσφάγη γὰρ ὁ νοητὸς ἀμνὸς, ὁ Υἱός τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ λυτρωσάμενος ἡμᾶς τοῦ ὀλοθρευτοῦ. Ἐάσωσι τὰς παλαιὰς ζύμης, καὶ τὸ νέον φύραμα τῆς ἀληθείας λαμβανέτωσαν. Παυσάσθωσαν τὰς πικρίδας ἐσθίοντες· ἐξέπις γὰρ ὁ Χριστὸς ὑπὲρ ἡμῶν τὴν χολήν, ἵνα γλυκείας ἡμῖν αντικεράσῃ παρ' αὐτοῦ πηγὰς τῶν ἰαμάτων. ἑορταζέτωσαν τοίνυν μεθ' ἡμῶν, μὴ ἐν ζύμη κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀλη θείας· ἵνα καὶ μετὰ τὴν τοῦ βίου ἔξοδον ὁμοθυμαδὸν δοξάσωμεν τὸν Κύριον τῆς δόξης μετὰ τῶν ἀγγέλων, λέγοντες· Ο Κύριος ἐβασίλευσεν· εὐπρέπειαν ἐν εδύσατο. Αὐτῷ ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ προσκύνησις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ ΙΕ'. Εἰς τὸ ἅγιον Πάσχα, καὶ εἰς τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Α΄. Οἱ μὲν ἄλλοι εὐαγγελισταί τὴν κατὰ σάρκα γενεαλογίαν τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χρι στοῦ ἐξηγήσαντο· Ἰωάννης δὲ τῶν εὐαγγελιστών ὁ ἐξαίρετος, ἡ θεολόγος λύρα, τὴν ἄναρχον ύπαρξιν τοῦ Θεοῦ Λόγου ἐθεολόγησε, καὶ τὴν προαιώνιον, καὶ ἁμάρτυρον τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν γέννησιν εξηγήσατο, εἰπών· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· πάντα δι' αὐ τοῦ ἐγένετο. Αρκοῦσιν οὗτοι οἱ πέντε λίθοι τῇ Έχε κλησίᾳ εἰς τείχος. Εἶπε γὰρ, Ἐν ἀρχῇ ἦν ὁ λόγος οὐκ εἶπεν, Ἐν ἀρχῇ ἐγένετο ὁ Λόγος· ἀλλ', Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ἔδειξε τὸ ἀναρχον τῆς ὑποστάσεως τοῦ Υἱοῦ, καὶ πρὸς τὸν Πατέρα τὴν σχέσιν· καὶ ἔστιν Ισχυρότερος τῆς ἡμῶν πίστεως ὁ θεμέλιος. Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Εδειξε τῆς οὐσίας τὸ ἀδιαίρετον· καὶ ἔστι μεγάλη ἡ τοῦ εὐαγγελιστοῦ κατὰ Ἑλλήνων βροντή. Καὶ Θεὸς ἦν ὁ Λόγος. Έδειξε τὸ τῆς φύσεως ἀπαράλλακτον· καὶ ἔστι μεγάλη κατὰ Ἰουδαίων ή πληγή. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Έδειξε τὸ πρὸς τὸν Πατέρα συναΐδιον· καὶ ἔστι μέγα τῶν Μανιχαίων τὸ πτῶμα. Πάντα δι' αὐτ τοῦ ἐγένετο. Έδειξε της δημιουργίας τὸ αὐτεξούσιον, καὶ ἀπέφραξε τῶν πάντων αἱρετικῶν τὰ στα ματα. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο. Ο οὐρανὸς αὐ τοῦ κτίσμα· ἡ γῆ ποίημα· ἡ θάλασσα ἔργον· ὁ ἀὴρ παρήχθη· τὸ φῶς ἐξ οὐκ ὄντων· οἱ ἄγγελοι, δοῦλοι αἱ δυνάμεις, λειτουργοί· τὰ Χερουβίμ, θρόνος. καὶ εἰς τὸν ἅγιον Ιωάννην τὸν θεολόγον, ἀπόστολον τε καὶ εὐαγγελιστήν. Πατρὸς πρὸς τὸν Υἱὸν γέννησιν, Α.3. λειτουργοῦσι· ἄλ. αἰνοῦσι.
col. 801–802page 62 of 78
PG 65:801Ο Πατήρ, Θεός· ὁ Υἱός, Λόγος καὶ Θεός· ἀλλὰ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, Θεός· καὶ ἀριθμὸς τῆς ὑπου στάσεως τὴν φύσιν οὐκ ἤμβλυνεν, οὐδὲ ἡ Τριὰς τὴν οὐσίαν ἐμερίσατο· ἀλλ' ἔστι Τριὰς ὁμοούσιος ἐν δυο νάμει, ἐν θεότητι, ἐν ἀγαθότητι, τὴν ἡμῶν πίστιν θεμελιώσασα καὶ τηρήσασα· τὴν Ἐκκλησίαν τειχί σασα, τὴν οἰκουμένην ἁγιάσασα, τὸν διάβολον κατο αργήσασα, τοὺς δαίμονας μαστίζουσα καὶ τήξασα, Ἰουδαίων περιτομήν νεκρώσασα, Ἑλλήνων πλάνην διώξασα, καὶ αἱρετικῶν στόματα ἀποφράξασα. Β'. Ἐθεολόγησε δὲ ὁ εὐαγγελιστὴς τὴν προαιώνιον καὶ ἀμάρτυρον τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν γέννησιν, εἰπὼν ἐν Εὐαγγελίοις· Ο μονογενής Υἱὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Καὶ πάλιν· Ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. Αμάρτυρος οὖν ἡ ἄνω πρὸ πάν των γέννησις, ὅτι μόνος ἐκ μόνου ἐγεννήθη. Καὶ οὐδεὶς οἶδε τὸ πῶς ἐγέννησεν, εἰ μὴ ὁ Πατήρ· καὶ ὁ Υἱὸς πῶς ἐγεννήθη. Χρόνος γὰρ οὐκ ἦν· αὐτὸς γάρ ἐστιν ὁ τῶν αἰώνων δημιουργός. "Αγγελοι οὐ παρ ἦσαν· αὐτὸς γάρ ἐστιν Ο ποιῶν τοὺς ἀγγέλους αυτ τοῦ πνεύματα. Οὐρανὸς οὐκ ἦν· Τῷ γὰρ λόγῳ Κυ ρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Ὁ ἥλιος οὐκ ἦν αὐτὸς γὰρ ἔθετο τὸν φωστῆρα τὸν μέγαν εἰς φαῦ. σιν τῆς ἡμέρας. Σελήνη οὐκ ἦν, οὐδὲ ἀστέρες Σε λήτην γὰρ καὶ τοὺς ἀστέρας αὐτὸς ἐθεμελίωσεν. Ἡ γῆ οὐκ ἦν· αὐτὸς γὰρ εἶπε· Συναχθήτω τὰ ὕδατα, καὶ ὀφθήτω ή ξηρά. Θαυμαστῶς τοίνυν ὁ Εὐαγγελιστής έσαφήνισε τὴν ἄναρχον τοῦ Λόγου ὕπαρξιν, καὶ τὴν προαιώνιον καὶ ἁμάρτυρον τοῦ Υἱοῦ γέννησιν. Γ. Τίς σε ταῦτα ἐπαίδευσεν εἰπεῖν, ὦ μακάριε Ιωάννη; Η λίμνη Γενησαρέτ; 'Αλλ' οὐ δογματίζει. Η άλεξα; Αλλ' οὐ θεολογεῖ. Ζεβεδαίος; 'Αλλ' ιδιώτης. Η πατρίς; ἀλλ' εὐτελής. Η κώμη; ἀλλ᾽ ἄγροικοι, οὐ πολίται. Οι Ιουδαίοι; ᾿Αλλὰ παραβάται νόμου. Νόμος; ἀλλὰ σκιὰν εἶχε. Μωϋσῆς; Αλλ' ισχνόφωνος ἦν καὶ βραδύγλωσσος. Δαβίδ; ᾿Αλλὰ σκώληξ καὶ οὐκ ἄνθρωπος. Πῶς οὖν εἶπας τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λό γος; Τίς σε πρὸς τοσοῦτον ύψος μετεώρισε; Τίς τῷ νοί σου τοιαῦτα ἐχαρίσατο πτερά; Αφήκας γὰρ τῇ πίστει τὴν γῆν, καὶ ἐγένου ὑπὲρ τὸν ἀέρα· ὑπερέβης τὸν αἰθέρα· τὰ ὑπερκόσμια οὐρανοῦ ὕψη υπερπέ τησας τὰ ἄνω ὑπερεπήδησας· ἀρχαγγέλους πα σῆλθες· τῶν σεραφίμ ἐξισώθης· τῷ τοῦ Δεσπότου χερουβικῷ θρόνω παρέστης. Επτεροποιήθης τῇ πίσ στει· ἀπερινόητον εβρόντησας γέννησιν· ἀκατάληπτον ἐκήρυξας ύπαρξιν αναρχον ἐθεολόγησας τὸν Λόγον εἶπας γάρ· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Υπερυψηπέτησας. ή κώμη. πόλις,
col. 803–804page 63 of 78
PG 65:803Η Δ'. Μεγάλη ἡ χάρις, ἀγαπητοί. Άνθρωπος τριπή χνιος ῶν, εἰς τὸν οὐρανὸν τῷ νῷ καὶ τοῖς λογισμοίς, ἅμα καὶ τῷ λόγῳ μετῆλθεν. Ἐθεάσατο τῇ πίστει ἐπ πατρικών κόλπων ἀπαθῶς ἐξελθόντα, καὶ Θεὸν ἐπ Θεοῦ γεννηθέντα. Ιδε τὸ Πνεῦμα τὸ ἅγιον σὺν Πατρὶ καὶ Υἱῷ προσκυνούμενον· τὴν Τριάδα ἐν μονάδι 80 ξαζομένην, καὶ ἐν τρισὶν ὑποστάσεσι διαιρουμένην, καὶ φύσει ήνωμένην. Καὶ τῶν σεραφὶμ ὁ εὐαγγελιστὴς εὑρέθη ἀνώτερος, ὅτι ἐκεῖνα διὰ τὴν ἀστραπὴν καλύπτει τὰ πρόσωπα, οὗτος δὲ διὰ τὴν χάριν, καὶ τὴν γέννησιν καὶ τὴν ὕπαρξιν ἐθεολόγησε. ἴδε Ε'. Πάλιν δὲ τοῖς ἔργοις ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν καταβὰς, εἶπεν· Ο Λόγος σὰρξ ἐγένετο. Ιδε με στήριον Θεοῦ, τροπῆς καὶ ἀλλοιώσεως χωρίς· ἴδι τὸν λόγον ἐπὶ γῆς σαρκωθέντα, καὶ τῶν οὐρανῶν μὴ ἀποστάντα, ἴδε τὴν Παρθένον τεκοῦσαν, καὶ τὴν παρθενίαν μὴ φθαρεῖσαν· ἴδε γαστέρα, οὐρανοῦ πλατυτέραν· ἴδε μητέρα ἀλόχευτον, καὶ τόκον ἀνών δυνον· ἴδε..... τικτόμενον ὡς ἄνθρωπον. ίδε βρέ φος, τὸν πρὸ αἰώνων τέλειον· ἴδε σπαργανωθέντα, τὸν προστάξει λύσαντα Λαζάρου τὰ σπάργανα α κτίσιν γνωρίσαντα τὸν κτίσαντα· ἴδε σπήλαιον, τὸ τοῦ κόσμου ἱλαστήριον· ἴδε τὸ κτίσμα βαστάζον τὸν κτίστην· ἴδε τρεφόμενον, τὸν τρέφοντα την τρέ φουσαν· ἴδε μητρικῷ κόλπῳ, τὸν μὴ χωρισθέντε τοῦ πατρῴου κόλπου. Ιδε προσκυνούμενον ὑπὸ γάτ μων, τὸν αἰνούμενον ὑπὸ ἀγγέλων· ἶδεν εἰς Αἴγυπτον φυγόντα σαρκί, τὸν κατέχοντα τὴν γῆν δρακί· ἴδεν ὕδατι βαπτιζόμενον, τὸν τὰ ὕδατα ἀπὸ γῆς πηγέ σαντα· ἴδε προδοθέντα ὑπὸ μαθητοῦ διδάσκαλον· θα δεθέντα, τὸν τὴν παρθενίαν τῆς μητρὸς μὴ λύσαντα ἴδε παρεστώτα Πιλάτῳ, τὸν ἐκ πηλοῦ Πιλάτον πλαστουργήσαντα. Ιδεν ἐξ ἀκανθῶν στεφανωθέντα, τὸν τὴν γῆν τοῖς ἄνθεσι στέψαντα - ίδε σταυρωθέντα ἐπὶ γῆς, τὸν ὑψωθέντα ἐν οὐρανοῖς· δε ἐν τάφῳ νεκρόν. τὸν ἐκ τάφου τοὺς νεκροὺς ἐγείραντα· ἴδεν ανα στάντα, τὸν τὴν ἀνάστασιν προμηνύσαντα· [εν εἰς ᾄδην κατελθόντα, τὸν εἰς οὐρανοὺς ἀνελθόντα. "Αξκω γὰρ ἐξέμεσεν, ὃν ἀγνοῶν κατέπιεν. Γ'. Καὶ τὶς ἐστιν ἄρα ἐν δεν; Τίς; Ὁ κλίνες ῃ τοὺς οὐρανούς, καὶ κατελθὼν ἀψοφητί· ὁ λαθών τὰς ἄνω δυνάμεις· ὁ μὴ γυμνώσας τὸν πατρικόν θρόνον, σαρκωθεὶς ἐκ Παρθένον· ἐν οὐρανοῖς ἀμήτωρ. ἐκ Θεοῦ Θεὸς, καὶ ἐπὶ γῆς ἐκ μητρός, Παρθένου υἱὸς, ὁ φιλάνθρωπος δι' ἀνθρώπους ἐνανθρωπήσεις ὁ τὴν ἀμόλυντον γαστέρα τῇ οἰκήσει ἁγιάσας· ὁ τὰς λαγόνας ελευθερώσας· ὁ τὰς τῆς φύσεως γονὰς εὐ λογήσας· ὁ τὰς παρθενικὰς ὠδῖνας σφραγίσας· ὁ τόπους οὐρανῶν μὴ χωρήσας, καὶ μήτραν οὐ στενοχωρήσας· ὁ πρὸ αἰώνων τοὺς αἰῶνας δημιουργήσεις. Ισ. γνωρίσασαν.
col. 805–806page 64 of 78
PG 65:805λόγῳ τὸν κόσμον μετ᾿ ἐξουσίας εκτελέσας· ὁ τοῦ Πατρὸς ἄῤῥητος Λόγος· ὁ τοῦ γεννήσαντος ὁμοούσιος Υιός· ὁ ἄναρχος, καὶ ἀρχὴν μὴ δεχόμενος, καὶ ἀρ χὴν τοῦ εἶναι λαβών. Παράδοξα τὰ θαύματα, ἀγαπητοὶ· ὅτι ὁ ἐν οὐρανῷ θρόνος οὐκ ἐκενώθη, καὶ ὁ ἐπὶ γῆς κόσμος ἐσώθη. Ταῦτα πάντα περιέχουσιν οἱ πέντε λόγοι τοῦ μεγάλου βροντολόγου εὐαγγελιστοῦ Ιωάννου. Διὰ τοῦτο θανατωθήτωσαν Ελληνες, και ταργηθήτωσαν Ἰουδαῖοι· αἰσχυνέσθωσαν Σαμαρεῖται, διασκορπισθήτωσαν Μανιχαῖοι· ἀπολέσθωσαν αἱρετικοί, καὶ πάντες οἱ ἐχθροὶ τῆς ἀμωμήτου καθο λικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· ὅτι πάντων ἐκεί των ἡ ἐλπὶς εἰς πτῶσιν καὶ ἀπώλειαν, ἡ δὲ ἡμετέρα ἐλπὶς εἰς ἀνάστασιν, καὶ εἰς ζωὴν αἰώνιον· διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι ἡ δόξα, καὶ τιμὴ, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ 17 Εἰς τὴν ἁγίαν Πεντηκοστήν. Δ'. Σήμερον, ἀγαπητοί, ἐπεφοίτησε τοῦ ἁγίου Πνεύματος ή χάρις, ἀρξαμένη μὲν ἀπὸ τῆς σήμερον ἡμέρας· αὐξανομένη δὲ μέχρι τῆς σήμερον ἡμέρας μεγαλύνεται. Έλαμψεν ἡ τοῦ ἁγίου Πνεύματος χά ρις, καὶ ἐξαίφνης εὔλαλα τῶν ἀλάλων τὰ στόματα καὶ τῶν ἀπαιδεύτων αἱ γλῶτται ἐστομώθησαν· καὶ τῶν ἁλιέων αἱ καρδίαι πρὸς θάρσος μετεβλήθησαν. Διὸ καὶ τὴν πτωχεύσασάν μου διάνοιαν ἐξαρπάζει δειλίας ή σήμερον ἐπιφοιτήσασα ἐξ οὐρανοῦ χάρις. Οὕτως γὰρ πρὸ τῆς παρουσίας τοῦ Πνεύματος δει λιῶν ὁ Πέτρος, ἐπὶ παιδίσκης ἡρνήσατο τὸν Δεσπό την μετὰ δὲ τὴν κάθοδον τοῦ Πνεύματος, ἐπὶ δήμων καὶ βασιλέων μετὰ τοῦ θάρσους ώμολόγει κράζων Οὐ δυνάμεθα ἡμεῖς ὁ ἠκούσαμεν καὶ εἴδομεν μὴ λαλεῖν. Ὅθεν καὶ μέθην τὴν τοῦ ἁγίου Πνεύματος ευγλωττίαν Ἰουδαῖοι ἐνόμισαν, λέγοντες· Ὅτι γλεύ τους μεμεστωμένοι εἰσίν. ᾿Αντερητόρευσε δὲ πρὸς αὐτοὺς ὁ Πέτρος, ὁ καὶ τῆς ὥρας τῶν δοκίμων διὰ Τριάδος βεβαιουμένων Επειδὴ γὰρ τῇ τρίτῃ ὡρα ὁ σταυρὸς ἐῤῥιζώθη, καὶ τρίτῃ τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει πυρὸς ἐπὶ τοὺς ἀποστόλους ἐκάθησε, μηνύον ὅτι Θεὸς τὸ Πνεῦμα. Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ κατα ναλίσκον ἐστί. Καὶ ἡ μὲν παρουσία τοῦ Πνεύματος ὡς ὑστὸς ἐπὶ πόκον ἐγένετο, ἐπειδὴ οι κονομίας ἦν σύμβολον. Ἐπὶ δὲ τοῦ Πνεύματος, ἵνα δειχθῇ ὅτι θεὸς τὸ Πνεῦμα ὑπάρχει, Ἦχος ἐκ τοῦ σε του τίο ᾧ τὸ δόκιμον βεβαιούμενον. Σωτήρος. Πνεύματος ἐπὶ δὲ τοῦ Πνεύματος

Oration XVIOratio XVI

col. 807–808page 65 of 78
PG 65:807οὐρανοῦ ἐγένετο ὥσπερ φερομένης πνοῆς βιαίας Καὶ ὅτι Θεὸς τὸ πνεῦμα, διδάχθητι. Ησαΐας γάρ φησιν· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ τὰ σεραφίμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. Καὶ εἶπε πρὸς μέ· Τις πολ ρεύσεται πρὸς τὸν λαὸν τοῦτον, καὶ τίνα ἀπο στελῶ πρὸς αὐτόν; ἐπαχύνθη γὰρ ἡ καρδία του λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ήχου σαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῖς ὠσὶν αὐτῶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, ἐπιστρέψωσι, καὶ ἰάσωμαι αυτούς. Θέλεις οὖν γνῶναι; πνευματομάχι, ότι Πνεῦμα Ερευσεν ἐπὶ τοῦ θρόνου τοῦ ὑψηλοῦ καὶ ἐπηρμένου; Ακουσαν Παύλου τοῦ ἀποστόλου, καὶ πείσθητι. Παρεπέμφθη τῷ Νέρωνι ἐπὶ τὴν Ῥώμην· κατέλαβε τὰ ἐκεῖ πλήθη τῶν Ἰουδαίων· ἐδίδασκεν αὐτοὺς τὸν λόγον τῆς σου τηρίας. Οἱ μὲν ἐπείθοντο, οἱ δὲ ἠπίστουν. Ασύμ φωνοι δὲ ὄντες πρὸς ἀλλήλους, ἀπελύοντο· εἰ πόντος τοῦ Παύλου ῥῆμα εν· Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον περὶ ὑμῶν διὰ Ἡσαΐου τοῦ προ φήτου· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε. Ορᾷς ὅτι Κύριος καὶ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον; τοῦ γὰρ οὐχ εὑρήσεις τὸ Πνεῦμα ἐν τῇ Τριάδι πανταχοῦ δου ξαζόμενον ἐν τῷ νόμῳ; Ακουσον τοῦ προφήτου λέο γοντος· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Β'. 'Αλλ' ἐν τῇ χάριτι, ἡνίκα ἐπὶ τὸ σωτήριον βά πτισμα ὁ Σωτὴρ παρεγένετο, ὁ Πατὴρ ἄνωθεν τῷ Υἱῷ ἐμαρτύρει, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει πα ριστεράς παρεγένετο. Τοῦτο τὸ Πνεῦμα σήμερον ἐν εἴδει πυρὸς ἐκάθησεν ἐφ᾽ ἕκαστον τῶν ἀποστόλων. Ορᾷς ὅτι καὶ θρόνοι οἱ ἀπόστολοι; Ὁ Θεὸς γὰρ, φησί, κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. Τοῦτο τὸ Πνεῦμα Ανανίαν ψευσάμενον έθανάτωσε. Τοῦτο τὸ Πνεῦμα διανέμει τῶν ἀγαθῶν τὰ χαρίσματα, Διαι ροῦν ἰδίᾳ καθώς βούλεται. Τούτου τοῦ Πνεύματος πλησθεὶς Παῦλος ὁ ἀπόστολος. Ελύμαν τὸν μάγον ἐσκότισε. Τοῦτο τὸ Πνεῦμα Γαβριὴλ τῇ Μαρίᾳ εὐηγγελίσατο, λέγων· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σε, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Αὐτὸ καὶ νῦν ἐπέλθῃ ἐφ' ἡμᾶς καὶ εὐλογήσῃ. Τοῦτο γὰρ συναναμίγνυται τῷ ὕδατι, καὶ χωνεύει τὰς ἁμαρτίας ὡς πῦρ, καὶ τοὺς νεωφωτίστους λαμπρύνει ὡς φῶς, καὶ ἡμᾶς ἐλεεῖ ὡς Θεός· ὅτι αὐτῷ πρέπει δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. σε ΣΙΙ, 11 ο σε Πνεύματος,
col. 809–810page 66 of 78
PG 65:809ΛΟΓΟΣ ΙΖ'. Εγκώμιον εἰς τὸν ἅγιον πρωτομάρτυρα Στέφανον. Α. Ὁ μὲν αἰσθητὸς ἥλιος ὑπὲρ γῆν ἀνατέλλων, ἀρχτοῦρον, καὶ ὡρίωνα, καὶ πλειάδα, ἢ καὶ αὐτὸν τὸν ἑωσφόρον παρανατέλλοντα ἔχει· ὁ δὲ τῆς δι καιοσύνης ἥλιος ἐκ κόλπων παρθενικῶν ἀναλάμψας, τὰς μὲν ἀστρίας χορείας, εἰς συνδρομήν φωτὸς οὐκ ἐπιδέχεται, Στέφανον δὲ τὸν πρωτομάρτυρα συνανατο λέα τῶν ἀθανάτων ἀκτίνων πεποίηται. Ἐκεῖνος μὲν τὴν ἀρκτῴαν εἰς τὴν νοτιαίαν τρίβον ἐλαύνων, ποτὲ μὲν συστέλλει, ποτὲ δὲ πλατύνει τῆς ἡμέρας τὰ μέτρα οὗτος δὲ, τῇ πρὸς ἡμᾶς ἐξ οὐρανῶν ἐπιδημίᾳ την δικαιοσύνην αὐξήσας, ἀμίαντον καὶ ἀμείωτον τὸ ταύ της ετήρησε φέγγος· ἐκεῖνος νυκτὸς διάδοχος, οὗτος θανάτου ἀντίπαλός· ἐκεῖνος σκότους φυγαδευτής, οὗτος ἁμαρτίας ἀνατροπεύς· ἐκεῖνος δωδεκάωρον φέγγει, οὗτος δι' αἰῶνος ἀστράπτει. Ἐκεῖνος δι' ἀστέρων οδεύει, οὗτος δι᾿ ἀποστόλων ἐκλάμπει ἐκεῖνος διὰ καιρῶν καὶ χρόνων περιέρχεται, οὗτος διὰ προφητῶν καὶ εὐαγγελιστῶν κηρύττεται· ἐκεῖ νος τὰς ὥρας τῷ δρόμῳ ὑφαίνει, οὗτος τῷ λόγω τὰς ἐκκλησίας μεγαλύνει. Ἐκεῖνον ἐπὶ ἅρματος οι ζωγράφοι ἐπιβεβηκότα γράφουσι, τοῦτον οἱ θεολόγοι ἐπὶ φάτνης ἀναπαυόμενον διαγγέλλουσι·. φάτνης, τὸν οὐρανὸν μιμουμένης φάτνης τοῦ χε ρουσιμ περισουμένης· φάτνης, τῷ ἀῤῥήτῳ θρόνῳ συγκρινομένης· φάτνης, τὴν λογικὴν τροφὴν περι εχούσης - φάτνης, τὴν τοῦ παντὸς ζωὴν ὑποδεξαμένης· φάτνης, τὸν τὰ πάντα βαστάζοντα βασταζούσης φάτνης, πάσης ὁμοῦ τῆς κτίσεως πλατυτέρας (δν γὰρ ἡ κτίσις οὐ χωρεί, τοῦτον ἡ φάτνη διὰ τὴν χάριν " ἐχώρησε)· φάτνης, ὑπὸ ἀστέρος ἡμεροδρόμου μηνυομένης· φάτνης, ἐν ἑαυτῇ τὸ θυσιαστήριον προδια γραφούσης· φάτνης, Ἐκκλησίαν τὸ σπήλαιον ἀπο τελεσάσης. Β. Δεῦτε τοίνυν, καὶ ἡμεῖς τοὺς εὐσεβεῖς μάγους ζηλώσωμεν, καὶ τὴν Ἐκκλησίαν ἀντὶ τῆς Βηθλεὲμ κατανοήσωμεν· ἀντὶ τοῦ σπηλαίου τὸ ἱερατικὸν ἀσπασώμεθα βῆμα· ἀντὶ τῆς φάτνης τὸ θυσιαστήριον προσκυνήσωμεν· ἀντὶ τοῦ βρέφους περιπτυξώμεθα τὸν διὰ τοῦ βρέφους εὐλογούμενον ἄρτον· ἐφ᾽ ἅπασι δὲ τούτοις τὸν ὑπὸ τοῦ Στεφάνου σήμερον καταγγελ. λόμενον Βασιλέα δοξάσωμεν. "Ω ξένου Βασιλέως παρά δοξα πράγματα! Χθὲς ἐτέχθη, καὶ σήμερον αὐτῷ Στέφανος προσηνέχθη· Στέφανος, ὁ φερώνυμος μάρ τυς· Στέφανος, ὁ ἔμψυχος στέφανος· Στέφανος, τὸ αὐτόπλεκτον διάδημα· Στέφανος, τὸ αὐτοχάλκευτον περίθεμα· Στέφανος, τὸ αὐτοφυὲς τῆς ἰδίας κορυφῆς προανατο

Oration XVIIOratio XVII

col. 811–812page 67 of 78
PG 65:811στεφάνωμα· Στέφανος, τὸ πολυανθὲς τῆς πίστεως βλάστημα· Στέφανος, τὸ τῆς ἀγάπης εὐωδέστατων ῥόδον· Στέφανος, τὸ τῆς ἐλπίδος ἀμάραντον ἄνθος Στέφανος, ὁ τῆς χάριτος εὐθαλέστατος στάχυς· Στέ κανος ὁ τῆς ἀειζώου ἀμπέλου τὸ πολυφόρον κλῆματ Στέφανος, τῆς ἀθανασίας ὁ μελίστακτος βότρυς Στέφανος, ἡ τοῦ σταυρωθέντος οὐρανομήκης παρα φυάς· Στέφανος, παντὸς ἀγαθοῦ ἔργου καὶ λόγο, τὸ πλήρωμα· Στέφανος, ὁ τῆς ὁμολογίας ἀκαθαίρετος πύργος· Στέφανος, ὁ τῆς ὑπομονῆς ἀσάλευτος πρόβολος Στέφανος, ὁ τῆς ἐγκρατείας σταυροφόρος οπλίτης Στέφανος, ὁ τῆς εὐσεβείας αήττητος στρατιώτης Στέφανος, ὁ ἔμψυχος στρατηλάτης - Στέφανος, ὁ κατὰ τῶν χριστοκτόνων θαρσαλαῖος ῥήτωρ. Εκαμον, έκα μον πλέκων τῷ Στεφάνῳ τὸν στέφανον, καὶ οὐδέ πω τῆς πλοκῆς ἐφηψάμην. Τῇ θείᾳ τοίνυν Γραφή των Στέφανον στεφανώσαι παραχωρήσωμεν. η Στέφανος γάρ, φησί, πλήρης χάριτος καὶ δυνά Γ'. Στέφανος γάρ, φησί, πλήρης χάριτος καὶ δυνάμεως εποίει σημεῖα καὶ τέρατα μεγάλα ἐν τῷ λαῷ. Πῶς ἐπαινέσω τὸν Στέφανον, ὃν ἡ χάρις τοῖς οἰκείοις δακτύλοις ἐπλέξατο; τί χαρίσωμαι τῷ Στεφάνῳ, πᾶσαν κεφαλὴν μαρτύρων στεφανοῦντι; τί δύναμαι προσθῆναι τῷ τῇ χάριτι πεπλεγμένῳ στε φάνω; ποίῳ λόγῳ κοσμήσω τὴν παντός φαιδρότερον κόσμου; ποίοις ρήμασι θαυμάσω τὸν μυρίοις και μῶντα τοῖς θαύμασι; Στέφανος γάρ, φησί, πλήρης χάριτος καὶ δυνάμεως, ἐποίει σημεῖα καὶ τέρατα μεγάλα ἐν τῷ λαῷ. Χάρις καὶ δύναμις τῷ Στεφάν τὸν στέφανον ἔπλεκον· ἐξ ἑκατέρας χειρὸς πρὸς τὸν ἀγῶνα τὸν καλὸν συνετίθετο. Η μὲν πρὸς τὴν πίστιν αὐτὸν, ἡ δὲ πρὸς τὸ μαρτύριον ήρμοζεν. Η μὲν πρὸς τὴν διακονίαν, ἡ δὲ πρὸς τὸν λόγον ὠδήγησεν. Η μὲν πρὸς παῤῥησίαν, ἡ δὲ πρὸς ὑπομονὴν διεξ ρύθμιζεν. Ἡ μὲν πρὸς θαύματα, ἡ δὲ πρὸς κατορθώματα παρεσκεύαζεν. Χάρις καὶ δύναμις, ὁμότιμον φύτευμα χάρις καὶ δύναμις, ὁμόχρονον βλάστημα χάρις καὶ δύναμις, ὁμόρριζον κλάδευμα χάρις καὶ δύναμις, ὁμοδίαιτος συζυγία• χάρις καὶ δύναμις, τὸ διττὸν τῆς πίστεως μόσχευμα· χάρις καὶ δύναμις, ὁμόηχος συμφωνία· χάρις καὶ δύναμις, οἱ καλλιβλέ φαροι τῆς ὀρθοδοξίας ὀφθαλμοί· χάρις καὶ δύναμις, οἱ δίδυμοι τῆς Ἐκκλησίας μασθο!· χάρις καὶ δύνα μις, αἱ ὁμόσκηνοι τοῦ Χριστοῦ στρατιώτιδες· χάρις καὶ δύναμις, οἱ τοῦ Στεφάνου άγρυπνοι φύλακες. μεως. Δ'. Θυμιατήριον τῆς χάριτος ἦν ὁ Στέφανος, τὸ τῆς ἁγιωσύνης περιπνέον θυμίαμα. Πηγή ἦν τῆς χάριτος, ἀεννάοις ἀρετῆς πλημμυρῶν τοῖς νάμασι. Νεῖλος ἦν τῆς χάριτος, τῷ τῆς εὐσεβείας περιβλύζων ρεύματι. ᾿Αθλητὴς ἦν τῆς χάριτος, πρὸς πᾶσαν ἀνταγωνιστών ἀντιφερόμενος δύναμιν. Στρατιώτης ἦν τῆς χάριτος, πρὸς πᾶσαν τῶν ἐναντίων μηχανήν, τῶν τε θορύβων τὰ παντοῖς, καὶ τὴν ἐπανάστασιν επιφερόμενος ἀπαντῶν τοῖς τοξεύματι· τοῖς διωγμοῖς ἐγκαρτερών
col. 813–814page 68 of 78
PG 65:813τοῖς θαύμασιν ἐγχορεύων· τὰ πάθη διώκων· τάς νόσους φυγαδεύων· τοὺς δαίμονας ἀπελαύνων· τοῖς πτωχοίς ὑπηρετῶν· τοὺς ἀῤῥώστους παραμυθούμενος· ταῖς χήραις ἐπαμύνων· ὀρφανῶν προϊστάμενος· ἀδικουμένων προασπίζων· τὸ κήρυγμα πλατύνων· τὴν πίσ στιν διαγγέλλων· τὸν σταυρὸν θεολογῶν· τοῖς ἥλοις ἐγκαυχούμενος· τὸν κάλαμον ἐκθειάζων· τὰ δεσμὰ μεγαλύνων· τὴν λόγχην διακηρύττων· τὴν ὑπὲρ τοῦ κόσμου πληγεῖσαν πλευρὰν εὐφημῶν· τὸ θανατοκτό νον πάθος προσκυνῶν· τὴν φάτνην προβαλλόμενος τοῖς σπαργάνοις ἐγγαυρούμενος· τῷ ῥαπίσματι σεμνυνόμενος· τὸ Πιλάτου δικαστήριον οὐκ ἐπαισχυνόμενος· τὸν τάφον οὐκ ἐπικρυπτόμενος· τὴν ἀνά στασιν μεγαλαυχούμενος· Ἰουδαίους ἐλέγχων· Φα ρισαίους ἐντρέπων· Σαδδουκαίους ὀνειδίζων· γραμ ματεῖς ἐπιστομίζων· τὸν νόμον ἑρμηνεύων· τοὺς προφήτας διερευνώμενος τας Γραφάς διανοίγων λάμποντα τὸν Χριστὸν ἐν αὐταῖς ἐκκαλύπτων· τοῖς σταυρώσασιν ἐπεμβαίνων· τοῖς παρανόμοις ἐπιτιμῶν τοῖς ἀσεβέσιν ἐναλλόμενος· τοὺς ἀπίστους τῇ πίστει καταγωνιζόμενος· τοῖς πανταχόθεν ἐπιδημοῦσιν Ιου δαίοις περὶ τοῦ κηρύγματος συμπλεκόμενος. Αν έστησαν γάρ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτινῶν, καὶ Κυρηναίων, καὶ Αλε ξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συ ζητοῦντες τῷ Στεφάνῳ, καὶ οὐκ ἴσχυν ἀντι στῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. Πολλὰ τὰ κύματα· ἀλλ' ἐπουράνιος ὁ κυβερνήτης. Πυκναὶ αἱ θύελλας· ἀλλὰ σταυροφόρον τὸ πλοῖον. Ἐπάλληλαι αἱ καταιγίδες· ἀλλ' ἡ τρόπις ἄνωθεν ἐσφιγμένη. Οὐ δύναται τὰ κύματα πρὸς οὐρανὸν ἀνεγείρεσθαι· οὐ δύναται πνεῦμα πονηρὸν τῷ ἄνω θεν Πνεύματι μάχεσθαι· οὐ δύναται λυθῆναι σκάφος τῇ ζωῇ κυβερνώμενον. Ε'. 'Ανέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτινῶν, καὶ Κυρηναίων, καὶ ᾿Αλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας, καὶ Ασίας συζητοῦντες τῷ Στεφάνῳ· καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. Καὶ περὶ τίνος ή ζήτησις; περὶ τοῦ ἀῤῥήτως κυοφορηθέντος· περὶ τοῦ παρὰ φύσιν τεχθέντος· περὶ τοῦ ὑπὲρ λόγον θηλάσαντος. Πῶς δίχα μίξεως ἡ Παρθένος μήτηρ ἐγένετο· πῶς μετὰ ὠδῖνας πάλιν παρθένος τὑρίσκετο· πῶς ἡ φύσις τῷ θαύματι παρεχώρησε πῶς ἐπὶ τῆς Μαρίας τοὺς ἰδίους οὐκ ἐξεζήτησεν ὅρους· πῶς ὁ ἀχώρητος εἰς βρέφος συνεστέλλετο· πῶς ἔμβρυον ἦν, καὶ τὰ πανταχοῦ διέπλαττεν ἔμβρυα πῶς ἐτίκτετο, καὶ πᾶσι παρεῖχε τὸ τίκτεσθαι· πῶς ἐθήλαζε, καὶ πᾶσι τοῖς θηλάζουσι τὰς πηγὰς ἐχο ρήγει τοῦ γάλακτος. Πόση τοῦ νόμου καὶ τῆς χάριτος ἡ διαφορὰ· πῶς ὁ μὲν κατακρίνει, ἡ δὲ συγχωρεῖ ὁ μὲν χολάζει, ἡ δὲ διασώζει· ὁ μὲν ὑπηρετεῖ. ἡ δὲ τὰ πάθη διώκωνο ἐγχορεύειν, έγχορεύειν· εἰς τὸ θανατοκτό νον πάθος.
col. 815–816page 69 of 78
PG 65:815αὐθεντεῖ· ὁ μὲν τὴν ἁμαρτίαν ἐπιτρίβει, ἡ δὲ τὴν ἁμαρτίαν ἐξαφανίζει· ὁ μὲν τὸ ξίφος ἐπιτείνεται, ἡ δὲ τὸ ἔλεος μεταχειρίζεται· ὁ μὲν δημίου τάξιν ἐπο ἔχει, ἡ δὲ βασιλικῶς ἐξουσιάζει· ὁ μὲν τῷ καταδίκῳ τὸ σπαρτιον περιτίθησιν, ἡ δὲ φιλανθρώπῳ δεξιᾷ τὸ τοῦ θανάτου σύμβολον ἀφαιρεῖται. δ Γ'. Τοσαῦτα τὰ του Στεφάνου περὶ τῆς χά ριτος θεολογοῦντος πρὸς τοὺς Ἰουδαίους· ἐπιστάν. τες, φησίν, οἱ θεομάχοι, καὶ συναρπάσαντες αὐτ τὸν, ἤγαγον εἰς τὸ συνέδριον. Ὅπου ἁρπαγή, ἐκεῖ Ἰουδαϊκή συνδρομή όπου ταραχή, ἐκεῖ δ μισόχριστο; δῆμος· ὅπου φόνος ἄδικος μελετάτας. ἐκεῖ γραμματέων συνέδριον. Τί μιαίνεις τὴν καθ έδραν Μωϋσέως, παράνομε; τί μολύνεις θρόνον, δ ο νόμος εκόσμησεν; ὁ νόμος Μωϋσέως εἶπεν· οὐ φονεύσεις· οὐ ψευδομαρτυρήσεις. Η τοίνυν της ρησον τὸν νόμον, ἢ τοῦ τόπου ἀπίστηθι. Εστησαν δὲ μάρτυρας ψευδείς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα βλάστημα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου. Ακηκόαμεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη παρέδωκεν ἡμῖν Μωυσής. Πάλιν οὖν ὑπέβαλον ἄνδρας ψευδεῖς λέγοντας· ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντες ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν. Νῦν Μωϋσέα θαυμάζεις, ὦ συκοφάντα; νῦν ὡς νομοθέτην τιμᾶς, ἐν ζωντα διέπτυες; νῦν ὡς ζηλωτὴς τοῦ νόμου διαθερμαίνεις; νῦν ὑπὲρ Θεοῦ ἀγανακτεῖς; νῦν ὡς βλασφημούμενον ἐκδικεῖς; οὐ πρὸ πάντων κατὰ Μωϋσέως λίθους ἔβαλες; οὐ τοῦ Θεοῦ λίθους, καὶ ξύλα, καὶ ξόανα προετίμησας πάντοτε; καὶ νῦν ἵνα ποιήσῃς φόνον, εὐλάβειαν ἐπαγγέλλῃς; ἵνα ἐκχύσῃς αἷμα ἀθῶον, θεοσέβειαν σχηματίζῃς; ὁ καὶ τότε, καὶ νῦν τὴν ἀλήθειαν συνταράσσων· ὁ καὶ τότε τολμηρῶς ἐνυδρε ζων, καὶ νῦν ἀνοσίως τιμῶν· ὁ κακῶς ἀγοράζειν αἵματα μελετήσας· ὁ πάντοτε ψευδομαρτύρων έργα. στήριον συγκροτών. Εστησαν γάρ, φησί, μάρτυρας ψευδεῖς λαλοῦντας· ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα εἰς Μωυσῆν καὶ εἰς τὸν Θεὸν, καὶ κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου. Ποια βήματα; Ακηκόαμεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Ἰησοῦς ὁ Ναζωραίος οὗτος κατα λύει τὸν τόπον τοῦτον. Τί οὖν; ἐὰν φονεύσῃς τὸν Στέφανον, ὁ τόπος οὐ καταλυθήσεται; μᾶλλον οὖν καταλυθήσεται, ὅτι καὶ δεσπότην και δοῦλον ἐφόνευσας· ὅτι τῷ ποιμένι τὸ πρόβατον συγκατέθυσας· ὅτι τῷ βασιλεῖ τὸν στρατιώτην συγκατέσφαξας. Οὐ δύο ναται πόλις εστάναι, ἔνθα ὁ βασιλεὺς κατεσφάγη. Οὐκέτι τιμᾶται ναός, ἔνθα δεσποτικός φόνος ἐτελέσθη. Μὴ γὰρ Στέφανος ἀπεφήνατο· Ἰδοὺ ἀφίεται δ οἶκος ὑμῶν ἔρημος; Μὴ γὰρ Στέφανος εἶπεν· οὐ μὴ μείνῃ ἐν τῷ ναῷ λίθος ἐπὶ λίθον; Ὁ τοῦ παραδόξου θαύματος! ὢ τοῦ παραλόγου πράγματος! χχιν, Ισ. δέ.
col. 817–818page 70 of 78
PG 65:817Θεὸς ἀπεφήνατο, καὶ ἄνθρωπος κρίνεται. Χριστός κατεψηφίσατο, και Στέφανος δίδωσι δίκας. Ο βασι λεὺς ἀλήθευσε, καὶ ὁ στρατιώτης εὐθύνεται. Σὺ τῆς τοιαύτης ἀποφάσεως αἴτιος εἶ, ὦ Ἰουδαῖε. Επηξας σταυρόν, καὶ τὴν Ἱερουσαλὴμ ἀνεμόχλευσας· εἶπας, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Δέχου τοίνυν τὴν καταδίκην, ἣν αὐτὸς διώρισας. Ζ'. Υπάρχων δέ, φησί, Στέφανος πλήρης Πνεύ ματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δό ξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ. Καὶ μὲν τῶς ὁ Παῦλος καθεζόμενον αὐτὸν λέγει; Εκάθισε γάρ, φησίν, ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλοσύνης τοῦ Θεοῦ ἐν ὑψηλοῖς. Τί οὖν τὸ αἴτιον τοῦ νῦν αὐτὸν ἐστάναι; ποία σπουδὴ ἐκ τῶν πατρικῶν αὐτὸν ἐγείρεσθαι θρόνων; Εἶδε τὸν ἀθλητὴν ἀγωνιζόμενον, καὶ βραβεῦσαι αὐτῷ τὴν νίκην, ἀνέστη. Εἶδε τὸν ἀεροπόρον ναύτην ἐπειγόμενον ἄνω, καὶ τοὺς οὐρανοὺς αὐτῷ ἀντὶ λιμένος ἠνέφξε. Μὴ φοβηθής, φησίν, ὦ Στέφανε. Οὐδείς σου την πάλην παραβραβεύσει. Δεξιάν σοι βουλόμενος δοῦναι, ἐκ τῶν θρόνων ἀνέστην. Εἰς ἐμὲ τὸν σταυρωθέντα βλέπων, τῆς συμπλοκής κατατόλμησον. Ἐκεῖνός εἰμι ὖν εἶδες ἐν τῷ ξύλῳ κρεμάμενον σαρκί τῇ προσηλώσει ἐν αὐτῇ σὲ βραβεύσω. ᾿Αγωνοθέτης εἰμί· ἀλλὰ γὰρ καὶ ἀθλητὴς μαρτυρίου γεγένημαι. Ἐπὶ τοῦ σταυροῦ, ὡς ἐπὶ παλαίστρας ἐπάλαισα. Ἐν τῷ με συλλαβεῖσθαι, τὸν ἀντίπαλον διάβολον έρρηξα. Μη φοβηθῇς τοὺς λιθάζοντας· ἄκοντές σοι κλίμακα πρὸς οὐρανὸν προστιθέασι· μὴ φοβηθῇς τοὺς λιθάζοντας, βαθμοί σοι πρὸς οὐρανὸν οἱ λίθοι γενή σονται· μὴ φοβηθῇς τοὺς λίθους, τὸν ἀκρογωνιαίον λίθον ἔνδοθεν περιφέρων Ἰησοῦν Χριστὸν Θεόν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ ΑΓ. η ΧΙΙΙ. Ἐγκώμιον εἰς τὸν ἅγιον Παῦλον τὸν ἀπόστολον. Α'. Οὐδεὶς ἀσθενεῖ Παύλου ἀθλοῦντος· μετὰ γὰρ τῶν σουδαρίων αὐτοῦ, καὶ αἱ μνῆμαι τὰς νόσους θε ρίζουσι. Οὐδεὶς οὖν ἀσθενεῖ Παύλου ἀθλοῦντος. Ἰσχυ τὸν ἀρρωστημάτων φάρμακον, ὁ ἄθλος τοῦ σκην ράφου. Διὰ τοῦτο λαμπρὰ τοῦ Παύλου ή πανήγυρις θαυμαστὰ τὰ τοῦ Ταρσέως θέατρα. Πάντα σκιρτά ἀγωνιζωμένου τοῦ Παύλου, τοῦ τῆς εὐσεβείας πύ πτου· παράδεισος ἂν ᾤκησεν· οὐρανὸς ἂν ἤρπασεν κόσμος ἐν ἐσύφισεν· ἄβυσσος ἦν ἡγίασεν· ἥλιος ᾧ συνέδραμεν· ἡ σπυρὶς ἣν ἐλάμπρυνεν· κτίσις ἣν ἐνίκησεν· ἡ Ἐκκλησία ἣν ἐπελάγισε· τὸ δεσμωτήριον δ ἐφώτισεν· ὁ τάφος ὃν ἐκόσμησεν. Πάντα βλέπει του Παύλου τοὺς ἄθλους· τοῦ σκηνογράφου τους δρό μους· τοῦ ἀθλητοῦ τὰς πάλας· τοῦ πύκτου τὰ στί γματα· τοῦ στρατιώτου τὰ τρόπαια· τοῦ κυβερνήτου τὸν φόρτον· τοῦ γεωργοῦ τὸν ἀμπελῶνα· τοῦ ἰατροῦ το

Oration XVIIIOratio XVIII

col. 819–820page 71 of 78
PG 65:819; τὴν φαρμακοθήκην· τοῦ ἀετοῦ τὴν πτῆσιν· τῶν δαι μένων τὴν πτῶσιν· τοῦ διαβόλου τὴν αἰσχύνην τῶν συναγωγῶν τὴν ἐρημίαν· τῶν εἰδώλων τὴν καθαίρεσιν· τοῦ σταυροῦ τὸ κράτος· τῆς φωνῆς τὸν χαλινόν τῆς ἀστραπῆς τὸ θήραμα τῆς μανίας τὴν τόλμαν τῆς κλήσεως τὸ φιλάνθρωπον· τῆς ἀποκρίσεως τὸ ὀρθόδοξον τῆς τυφλότητος τὴν χειρουργίαν τῆς και λυμβήθρας τὴν ὠδῖνα· τοῦ κηρύγματος τὴν παῤῥησίαν· τοῦ νόμου τὴν λήθην· τοῦ λόγου τὴν μελέτην. Ἐνίκησε γὰρ πολεμῶν, καὶ ἐβρόντησε κυριολογών πανταχοῦ, ὁ Παῦλος αήττητος στρατιώτης. Ἡ κτίσις ἐτόξευε, καὶ ἡ πίστις ἐθωράκισεν. Ταρσός ήνεγκεν ἀλλὰ παράδεισος ήρπασεν. Δαμασκὸς ἀνεγέννησεν ἀλλ' ὁ κόσμος ἐμακάρισεν. Ῥώμη ἔθαψεν· ἀλλ' οὐ ρανό; ἐστεφάνωσεν. Τὰ στίγματα τῷ σώματι ἐνύγη σαν· ἀλλὰ πᾶσα γλῶσσα τὴν ἀγῶνα εὐφήμησεν. Εὐθὺς ἑορτῶν ἀνατέλλουσιν ἀκτῖνες, καὶ πάντα θαύματος γέν μει τοῦ Παύλου. Δὲ ἐπιστολαί, σωτηρίας δίκτυα· τὰ σουδάρια, παθῶν δρέπανα· ἡ γλῶσσα, αὐτὸς τοῦ σταυ ρωθέντος· τὸ πτῶμα, οἰκουμένης ἔγερμα· ἡ τυφλότης, πίστεως ὀξυδορκία· ἡ σαργάνη, εὐαγγελίου σαγήνη αἱ πληγαί, οἰκουμένης ἰάματα· οἱ δρόμοι, βραβείων πρόξενοι· τὸ ναυάγιον, Ἐκκλησίας πηδάλιον· αἱ ἁλύ σεις, ἀγάπης σύνδεσμος· τὸ αἷμα, σπονδή φιλανθρωπίας· ὁ τάφος, Ρωμαίων εὐγένεια· ἡ μνήμη, έρ δόξων καύχημα. Β'. Οντως οὐδὲν τοιοῦτον ἐν βίῳ, οἷον ἀποστολική χάρις. Πολλὰ μὲν γὰρ εἶχε καὶ ὁ νόμος θαύματα" ἀλλὰ ἀνατείλαντος τοῦ ἡλίου, ἐκοιμήθη ὁ λύχνος. Οὐδὲν δὲ τοιοῦτον ἐν βίῳ, οἷον ἀπόστολοι. ὑπηρέτησαν τῷ λόγῳ· ἐψηλάφησαν σαρκωθέντα τὸν ἀσχημάτιστον· ἠκολούθησαν βαδίζοντι, τῷ πανταχού παρόντι ήκουσαν φωνῆς καλοῦντος τὰ μὴ ὄντα, ὡς ὄντα· ἐτπ γήνευσαν διὰ γλώττης τὸν κόσμον· περιήλθον ὡς ἀε τοῦ τὰ πέρατα· ἐξερίζωσαν τὴν πλάνην, ὡς οικ για· ἐνέπρησαν τοὺς βωμούς, ὡς ἀκάνθας· ἐνέχρσεν τὰ εἴδωλα, ὡς θηρία· ἐφυγάδευσαν τους δαίμονας, ὡς λύκους· συνήγαγον τὴν Ἐκκλησίαν, ὡς ποιμένες" Εσώρευσαν τοὺς ἐθοδόξους, ὡς στάχυας· ἀπεσκανδά λησαν τις αἱρέσεις, ὡς ἄχυρα· ἐξήρανον τὸν Ἰουδαϊσμὸν, ὡς χέρτον· κατέπεισαν τὸν Ἑλληνισμόν, ὡς ὕλην πρωτρίασαν τῷ σταυρῷ τὸν κόσμον· κατ έσπειραν τὸν λόγον ὡς σίτον· κατέστρεψαν τὰ πάντα ὡς ἑωσφόροι. Διὰ τοῦτο Κύριος βοᾷ ἀρτίως πρὸς τὸν η Παῦλον· Ἀρκεῖ σοι ἡ χάρις μου. Ο Παύλε, ὡς Ο ἐνέπρησαν. κατέσκαψαν, ενέπρησαν ἐθέρισα», ἥλιος τῷ κηρύγματι τὰ πάντα κατέλαμψας· ὡς σε λήνη τὸ σκότος τῆς ἀγνωσίας ἀπήλασας· ὡς ἀετὸς εἰς οὐρανοὺς ἀνέδραμες· ὡς μαργαρίτης ἐν βυθῷ Ἤστραψας. Αρκεί σοι ἡ χάρις μου. Βλέπε σου τὰς νίκας, καὶ κήρυττε μου τὸ κράτος. Αρκεῖ σοι ἡ χάρις μου. καταπρήζω, κατέφλεξαν ως ύλην. κατέπρισαν πρίω
col. 821–822page 72 of 78
PG 65:821Ἐμαίνοντο οἱ ἄρχοντες· ἐφίσταντο δήμοι· βασιλεῖς κατεψηφίσαντο· ἑταράττοντο πόλεις· ἐφέδρευον Ἰου δαῖοι· διεπρίοντο Ἕλληνες· ἡκονᾶτο ξίφη· δεσμά εὐτρεπίζετο, καὶ εἱστήκει Παῦλος ἡ τῶν θλίψεων πέτρα, βοῶν· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; "Ο κεφαλὴ οὐ θριξίν, ἀλλὰ νίκαις κομῶσα! Γ. Εννόησον γάρ μοι τοῦ Παύλου τοὺς ἄθλους, καὶ ναρκήσεις πρὸς τοὺς στεφάνους. Ρωμαίους δι' ἐπι στολῆς ὑπηγάγετο· Κορινθίους διὰ σταυροῦ ἐσαγήνευσεν· Γαλάτας δι' ἐπιτιμήσεως ἐπέστρεψεν. Εφε σίων τὴν "Αρτεμιν ἐδάφησεν· ᾿Αθηναίους διὰ βωμοῦ ἐσαγήνευσεν· ἐν Φιλίπποις τὸν δεσμοφύλακα ἐκέρδησεν· ἐν Ἀντιοχεία σφοδρῶς ἐδημηγόρησεν· ἐν Ἰκο- "; νίῳ ταῖς νιφάσι τῶν λίθων συνεχώσθη ἐν Λύστροις τῷ χωλῷ ἡρεύξατο πόδας· ἐν Τρωάδι τὸν Εὐτυχον ἐξωοποίησεν· ἐν τῇ νήσῳ τὴν ἔχιῖναν ἐθριάμβευσεν ἐν Κύπρῳ τὸν μάγον ἐτύφλωσεν· ἐν Ἱεροσολύμοις τῷ σταυρῷ συνηγόρησεν. Ἐπέληψε τόπος, καὶ οὐκ ενάρκησε δρόμος. Πανταχόθεν αὐτῷ ὡς ἐκ πηγών ἐπέῤῥεον κίνδυνοι. Κίνδυνοι ποταμῶν, καὶ τὴν θη μονίαν τῶν ἀρετῶν οὐ παρέσυραν. Κίνδυνοι λῃστῶν, καὶ τὸν θησαυρὸν τῆς πίστεως οὐκ ἐσύλησαν. Κίν δυνοι ἐκ γένους· ἀλλ᾽ ὁ ἐπίγειος ὡς οὐράνιος θαμ ῥεῖ. Κίνδυνοι ἐξ ἐθνῶν· ἀλλὰ τὸ εὐαγγελικὸν οὐκ ἐπόρθησαν τεῖχος. Κίνδυνοι ἐν πόλει· ἀλλὰ τὸν τῆς αἰκουμένης οὐκ ἐσκέλησαν στεφανίτην. Κίνδυνοι ἐν ἐρεμίαις· ἀλλὰ τὸ τῶν εὐαγγελίων θέατρον ἐθεώρει την νίκην. Κίνδυνοι ἐν θαλάσσῃ· ἀλλὰ τὸ σκάφος τῆς ὑπομονῆς οὐκ ἐβύθησαν. Κίνδυνοι ἐν ψευδαδέλ τοις· ἀλλ᾽ ἀγγέλους ἐκ τῶν Ἰουδαίων ἀνελάβετο. Όντως ἔλειψε τῷ διαβόλῳ πειρασμὸς, καὶ οὐκ ἔλειψε τῷ Παύλῳ στέφανος. Δ'. Πάντα τοίνυν τὰ μέλη Παύλου θαυμάσωμεν. Ο κεφαλὴ ἀρετῶν ἀκρόπολις! ὢ ὀφθαλμοὶ ἐσοπτρι σάμενοι τὴν ἁγίαν Τριάδα! ὢ γλῶσσα θεολογίας βροντή! ὦ στίγματα ἀστέρων λαμπρότερα! ὢ χεῖ ρες μελών πλαστουργοί! ὢ πόδες εὐαγγελικοῦ δρόμου πέρας! ὦ λόγοι ψυχῶν Ιατροί! ᾧ ἐπιστολαί, σωτη ρίας σαγήνη! ὢ στήθη μεριμνών πελάγη! ὢ ἱδρῶτες Εκκλησίαν ἀρδεύοντες! ὦ ἄνθρωπος πίστεως στι λος! ὦ θησαυρὸς τὸν κόσμον πλουτήσας! ὢ ἰατρὸς Ο Ο Ο Ο Ο Ο Ο Ο την πλάνην χειρουργήσας! ὦ νεκρὸς μηδέποτε ἀποη! Ο Θνήσκων! ᾧ ἀπόστολος ἐν τάφῳ σιωπῶν, καὶ ἐξ οὐ ρανοῦ βοῶν· Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ ΙΘ'. Εγκώμιον εἰς τὸν ἅγιον Ανδρείαν τὸν ἀπόστολον. Α΄. Ἰσχυρὸν τῆς ἀποστολικῆς ἀλείας τὸ δίκτυον ΧΙΧ. οὐ

Oration XIXOratio XIX

col. 823–824page 73 of 78
PG 65:823θαυμαστὸν τῆς ᾿Ανδρέου μνήμης τὸ ἀμφίβληστρον ἀδιάκοπος τῶν ἀθανάτων νεκρῶν ἡ σαγήνη. Οὐ γὰρ παλαιοῦται τῷ χρόνῳ τὰ θήρατρα, ἅπερ ἐνέπλεξεν οὐ τέχνη, ἀλλὰ χάρις. Οἱ μὲν γὰρ ἁλιεῖς εἰ καὶ ἀπῆλ θον, ἀλλ᾽ οὐ παλαιοῦται τῷ χρόνῳ τὰ τῶν λογικῶν ἁλιέων ἐργαλεῖα, καὶ ἡ σαγήνη ἐν ᾗ τὸν κόσμον θη ρεύουσιν. Οἱ ἔλκοντες οὐχ ὁρῶνται, καὶ τὰ δίκτυα πεπλήρωται· οὐκ ἐκτήσαντο κάλαμον, ἦν διαφθείρει χρόνος· οὐκ ἐχάλασαν λίνον, ὃ διακύπτει παλαιότης οὐκ ἐχάλκευσαν ἄγκιστρον, ὅπερ ἱὸς ἀναλίσκει· οὐ περιέθηκαν δέλεαρ τὴν τῶν ἰχθύων παγίδα· οὐκ ἐκά. θησαν ἐπὶ πέτραν, ήνπερ τινάσσει τα κύματα· οὐκ ἀνέβησαν εἰς σκάφος, ὅπερ διαλύει ζάλη· οὐκ ἐθή ρευσαν ἰχθύας, τὴν ἀλογίαν τῆς φύσεως. 'Αλλ' ώσπερ ἡ τέχνη παράδοξος, οὕτως καὶ τὰ ἐργαλεῖα παράδοξα καὶ καινότερα. Ἀντὶ μὲν γὰρ καλάμου, τείνουσι τὸ κήρυγμα· ἀντὶ δὲ σπαρτίου, χαλῶσι τὴν μνήμην ἀντὶ ἀγκίστρου, καθιᾶσι τὴν δύναμιν· ἀντὶ δελέατος, περιτιθέασι τὰ θαύματα· ἀντὶ πέτρας, ἐξ οὐρανῶν ἁλιεύουσιν· ἀντὶ σκάφους, τὸ θυσιαστήριον κατέλα ον· ἀντὶ ἰχθύων, βασιλέας θηρεύουσιν· ἀντὶ σαγή νης, τὸ εὐαγγέλιον ἐξέτειναν· ἀντὶ τέχνης, κέχρηνται τῇ χάριτι· ἀντὶ θαλάσσης, τὸν βίον τελοῦσιν ἀντὶ δὲ δικτύων, τῷ σταυρῷ σαγηνεύουσι. Τίς δε ποτὲ νεκροὺς ἁλιεύοντας, καὶ ζῶντας ἁλιευομένους; Ὢ τῆς τοῦ Σταυρωθέντος δυνάμεως! ~ τῆς θεϊκῆς ἀξίας! ὢ τῆς ἀποστολικῆς εὐεργεσίας! Οὐδὲν γὰρ ἐν βίῳ τοιοῦτον, οἷον ἡ ἀποστολικὴ χάρις. Β΄. Πολλὰ μὲν γὰρ ἶδεν ὁ βίος θαυμαστά, και πα ράδοξα. Ιδε γὰρ αἷμα μετὰ ἔκχυσιν κράζον, καὶ φόνον ἄνευ γλώττης βοῶντα· καὶ φύσιν διὰ φθόνον σχισθεῖσαν· καὶ γῆν διὰ τόλμαν μιανθεῖσαν· καὶ ἀδελφοκτόνον προσπέμποντα τῷ θανάτῳ τὸν ὁμομήτριον, καὶ τὴν θύραν τοῦ θανάτου ἀπὸ βασκανίας ἀνεῳχθεῖσαν. Ιδε κιβωτὸν ἐν ναυαγίς φύσεως μή τραν. Ιδε γέροντα διὰ πίστιν ὁπλιζόμενον κατὰ σπλάγχνων. Ιδε θυσιάζοντα τὸν μὴ σφαγέντα, καὶ προσφερόμενον τὸν μὴ νεκρούμενον. Ιδε καλύβην οὐρανοῦ πλατυτέραν, καὶ Θεὸν ὑπὸ σκηνήν χωρούμενον. Ιδε κλοπὴν εὐλογιῶν μητέρα, καὶ πάλην πλά στου καὶ δούλου. Ιδε φθόνον ἐν ἀδελφοῖς χωρήσαντα, καὶ δουλείαν βασιλείας πρόξενον. δεν ὀνείρατα 46 νον εὐτρεπίσαντα, καὶ λιμὸν τοῖς ὑποδούλοις ἑλκύσαντα. Ιδε πυρ δροσίζον βάτον, καὶ ῥάβδον θαυμάτων μητέρα. Ιδε κύματα στερούμενα, καὶ βυθόν φωτιζόμενον. Ιδεν ὁδοὺς σχεδιαζομένας, καὶ στύλον νεφέ λης ὁδηγοῦντα τὸ ἀοίδιμον τῶν δήμων πλῆθος. Ιδεν ἄνευ γῆς βλαστήσασαν ράβδον, καὶ οὐρανὸν ἄρτον ποιήσαντα μάννα. Ιδε νομοθέτην στοιχείοις ἐπιτάξαντα, καὶ γράμμα βρύον κατάραν. Ιδεν ἄνθρωπον λόγῳ χαλινώσαντα ἥλιον, καὶ στείραν δι' εὐχῆς κυοφορήσασαν προφήτην. Ιδεν αλεύρου κιν, Εται.
col. 825–826page 74 of 78
PG 65:825δράκα, βαθυληίων πλουσιωτέραν, καὶ καμψάκην ἐλαίου, πηγῶν ἀφθονώτερον. Ιδεν ἐν ἄλλῳ ἁρματι αναλαμβανόμενον προφήτην, καὶ ὀστέα νεκρῶν ζωῆς φάρμακα. Ταῦτα καὶ ἄλλα πολλὰ καὶ θαυμαστὰ ἴδεν ὁ βίος, ἀλλ' ἐκεῖνα ὥσπερ σκιὰ καὶ χλόη παρῆλθεν, καὶ ὡς λύχνος ἐκοιμήθη. Ανατείλαντος γὰρ τοῦ ἡλίου, ή σκιά παρέδραμεν· ὅτι οὐδὲν τοιοῦτον, οἷον οἱ ἀπό στολοι. Γ. Υπηρέτησαν τῷ Θεῷ λόγῳ· ἐψηλάφησαν σαρ κωθέντα τὸν ἀσχημάτιστον· ἠκολούθησαν βαδίζοντι τῷ πανταχοῦ ὄντι· συνανέκεισαν τῷ ἀπεριγράπτῳ έχουσαν φωνῆς τοῦ ποιήσαντος λόγῳ τὰ πάντα· ἐσαγήνευσαν διὰ γλώττης τὸν κόσμον· περιῆλθον τῷ λόγῳ πάντα τὰ πέρατα· ἐξερρίζωσαν τὴν πλά νην ὡς ζιζάνια· ἐθέρισαν τοὺς βωμοὺς ὡς ἀκανθας ἐνέκρωσαν τὰ εἴδωλα ὡς θηρία· ἐφυγάδευσαν τους δαίμονας ὡς λύκους· συνήγαγον τὴν Ἐκκλησίαν ὡς ποίμνιον· ἐσώρευσαν τοὺς ὀρθοδόξους ὡς στο τον· ἀπεσκυβάλισαν τὰς αἱρέσεις ὡς ἄχυρα· ἑξή ραναν τὸν Ἰουδαϊσμὸν ὡς χόρτον· κατέφλεξαν τὸν Ἑλληνισμὸν ὡς ὕλην ἠροτρίασαν τῷ σταυρῷ τὴν φύσιν· κατέσπειραν τὸν λόγον ὡς σἶτον· κατήστρα ψαν τὰ πάντα ὡς ἑωσφόροι. Διὰ τοῦτο πρὸς αὐτοὺς ἐβόα ὁ Δεσπότης· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Ἀνατολὴν ἔχετε τὴν παρθενικὴν ὠδῖνα· ἄρθρον, τὴν τοῦ βαπτίσματος μήτραν λαμπρότητα, τὴν τοῦ Σταυ ρωθέντος χάριν· ἀκτῖνας, τὰς παραδόξους γλώττας ἡμέραν τὸν μέλλοντα αἰῶνα· μεσημβρίαν, τὴν τοῦ σταυροῦ ὥραν· δύσιν, τὴν τοῦ τάφου οἴκησιν· ἑσπέ ραν, τὸν πρόσκαιρον θάνατον· ἔλλαμψιν, τὴν τῶν νεκρῶν ἀνάστασιν. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Βλέπετε τὰ ἄστρα, καὶ ἐκπλάγητε τὴν φαιδρότητα. Δ'. Διὰ τοῦτο σήμερον ὁ ᾿Ανδρέας καθάπερ θησαυ μὲν φωτὸς εὐρηκὼς τὸν κοινὸν Δεσπότην, ἐβόα πρὸς τὸν Πέτρον τὸν ἑαυτοῦ ἀδελφόν· Ευρήκαμεν, φησί, τὸν Μεσσίαν. Ο φιλαδελφίας ὑπερβολή. Ο τάξεως ἀντιστροφή! Δεύτερον τοῦ Πέτρου εἰς τὸν βίον ἐξεπήδησεν ὁ ᾿Ανδρέας, καὶ πρῶτος τοῦ Πέτρου εἰς τὸ Εὐαγγέλιον ἐθήρευσεν. Ευρήκαμεν, φησί, τὸν Ο ὦ Μεσσίαν. Εκ περιχαρεία 45 λόγος· φαιδρὰ τῆς εὐρέ. σεως τὰ εὐαγγέλια. Ευρήκαμεν, φησί, τὸν θησαυρόν φεῦγε, Πέτρε, τὴν τῆς περιτομῆς πενίαν· ἀπόδυσαι τὰ τοῦ νόμου ῥάκια· ἀπόρριψον τὸν τοῦ γράμματος ζυγόν· ὡς μικρὰ ἄρνησαι ταῦτα πάντα, καὶ ὡς ἐνα υπνιστά παρόντα· τὴν Βηθσαϊδὰν ὡς εὐτελὲς χωρίον τὸ ἀμφίβληστρον, ὡς πενίας ἐργαλεῖον· τὸ σκάφος, ἀΰλῳ ἅρματι. πνεῦμα καὶ πῦρ ἄϋλον δρόμῳ τον Πέτρον,
col. 827–828page 75 of 78
PG 65:827μητέρα· τοὺς ἰχθύας, ὡς γαστριμαργίας ἐμπορίαν τὴν γῆν, ὡς θορύβου πέλαγος: τὸ γένος, ὡς φθοράς κλήματα· τὸν κόσμον, ὡς γαστρὸς ἐμπόριον· τὸν ναόν, ὡς λῃστῶν σπήλαιον· τὴν Ἱερουσαλήμ, ὡς προφητῶν πολυάνδριον· τὸ ἔθνος, ὡς κατὰ Θεὸν λυπ σῶν· τὸν Καϊάφαν, ὡς πονηροῦ συνεδρίου πατέρα. Εὑρήκαμεν τὸν Μεσσίαν, ὃν προεκήρυξαν οι προ φῆται· ἂν προεσάλπισεν ὁ νόμος. Ευρήκαμεν τὸν τοῦ νόμου θησαυρόν φεύγε, Πέτρε, τὸν τοῦ γράμματος λι μόν. Ευρήκαμεν τὸν Μεσσίαν, ν προεσκιαγράφησε τὰ σημεῖα· δν ἴδεν Μηχαίας ἐπὶ τοῦ θρόνου τῆς δόξης δν Ησαΐας ἐθεάσατο ἐπὶ τῶν σεραφίμ· ὃν Εζεκιήλ ἴδεν ἐπὶ τῶν χερουβίμ· ὃν Δανιὴλ ἐθεάσατο ἐπὶ τῶν νεφελῶν· ὃν Ναβουχοδονόσωρ ἴδεν ἐν τῇ καμένῳ· ἐν Αβραὰμ ἐδέξατο ἐν τῇ καλύβῃ· δν Ἰακὼβ οὐκ ἀφῆ κεν εἰ μὴ εὐλογήθη· οὗ Μωϋσῆς τὰ ὀπίσθια ἴδεν ἐπὶ τῆς πέτρας. Τοῦτον εὑρήκαμεν, ἀνάρχως γεννηθέντα, καὶ ἐπ' ἐσχάτων φανερωθέντα· τὸν θησαυρόν, οὗ ἡ εὐπορία ἀκένωτος, καὶ ὁ πλοῦτος ἄσυλος, καὶ ἡ παρ ξις ἄναρχος, καὶ ἡ εὕρεσις πρόσφατος. Ευρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον Χριστός. Πολλοὶ χριστοὶ γεγόνασιν, ἀλλὰ θανάτῳ πάντες εδού λευσαν. ᾽Αβραὰμ χριστὸς, ἀλλ' ἐν τάφῳ διελύθη Ἰσαὰκ χριστός· ἀλλ᾽ ἐν ὀστέοις ἡ μνήμη αὐτοῦ Ἰακὼν χριστός, ἀλλὰ θανάτου πάρεργον γέγονε Μωϋσῆς χριστός, ἀλλ' οὐδὲ ὅπου ἐτάφη ἴσμεν· Δαδιά χριστός, ἀλλὰ πάντες λάφυρα. Πάντες χριστοί, ἀλλὰ θανάτου αἰχμάλωτοι. Εἷς δὲ ὁ Χριστὸς ὁ τῇ φύσει Θεὸς, καὶ δι᾿ εὐσπλαγχνίαν ἄνθρωπος· ὁ Παρθένου γαστέρα τῷ τόκω σφραγίσας, καὶ πηγὰς ἰαμάτων τοὺς ἁλιεῖς ἀναδείξας· αὐτῷ τὸ κράτος, καὶ ἡ βα σιλεία καὶ ἡ δόξα, καὶ ἡ προσκύνησις, σὺν τῷ ἀχράντῳ καὶ ὁμοουσίῳ, καὶ ὁμοδυνάμῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ὡς ναυαγίου θάλαμον· τὴν τέχνην ὡς βωμού βωμοῦ σάλου, τὸν Χριστόν Λόγος

Oration XXOratio XX

col. 829–830page 76 of 78
PG 65:829Πρόκλου τοῦ ἀοιδίμου τὸν πατριαρχικών διεθύνοντος θρόνον, μετὰ τέσσαρας του διωγμοῦ τοῦ ἁγίου κατασταθέντας τῆς Ἐκκλησίας προέδρους. τοῦ λαοῦ μηκέτι τὴν ὀδυρμὲν ὑποφέροντος ἀκούειν, διὰ τὸ μὴ τὴν Χρυσόστομον τῇ τῶν διπτύχων ἀναφέρεσθαι μνήμῃ, καὶ τὴν Ἐκκλησίαν εἰς σχίσματα περιελθούσαν όραν ἀδολεσχοῦντος· εὐθέτου δραξάμενος καιρού, δηλα ταῦτα πεποίηκε τῷ βασιλεῖ Θεο δοσίῳ τῷ νέῳ· ἦν δὲ λέγειν οὕτως· Εὐδοξίας μὲν σαρκικῶς, καὶ ἐκ θελήματος ἀνδρὸς τέκνον· πνευματικῶς δέ, καὶ ἀπὸ κολυμβήθρας, τέκνον τοῦ Χρυσ σοστόμου πατρός. "Ενεκεν δὴ τούτου πρὸς τὴν παρά κλησιν ὀχυρωθεὶς ὁ θεοφόρος Πρόκλος, παρρησία τὸ συμφέρον τῇ βασιλείᾳ, καὶ τὴν πόλιν συνιστάνον. καὶ τὸν κόσμον εὐεργετούν, προανατίθεται Θεοδοσίῳ, τοιαῦτα πρὸς αὐτὸν μεσιτεύσας· Ζήτησον, βασι λεῦ, τὸν σὲ διὰ πυρὸς καὶ ὕδατος, ὅταν ἀνεκαι νίζου διὰ τοῦ Εὐαγγελίου, γεγεννηκότα· καὶ ταῖς ἱερατικαῖς ἀγκάλαις καθάπερ Συμεὼν ὁ πρεσβύ τῆς ἐν νόμῳ Κυρίου μετὰ τὸ βάπτισμα ἀναδεδεγμένον πατρικῶς. Η Εκκλησία βου σοι· Ἡ στολή μου διέσχισται· τὸ στόμα συγκέκλεισται τὸ κάλλος ἡμαύρωται· ἐλυμήνατο μοντὸς ἄγριος τὸν ποιμένα των προβάτων μου Χρυσόστομον, καὶ θες φθινοπῶροι τοὺς καρποὺς τῶν χειλέων μου εβεβήλωσε φθόνος τὸ ἁγίασμα τοῦ λειτουρ τοῦ μου· ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν αὐτὸν ἀπ' ἐμοῦ· ἐπὶ τοαυτὸ ἐν μνήματι καὶ μετοικεσία ξένη κατέῤῥαξαν αὐτόν. Εἶπον αἱ συ γένειαι τῶν αἱρετικῶν ἐπιτεαυτό. Κατεπαύσαμέν στόμα τὸ λαλῆσαν πολλὰ καθ' ἡμῶν· ἡτιμάσα μεν των χρυσίν αὐτοῦ· οὐκ ἔστιν ἔτι ὁ διδάσκων, καὶ ἡμᾶς οὐ συστομήσει λοιπόν. Εως πότε, ὦ βασιλεῦ, διὰ τὸν Χρυσόστομον ὀνειδιεῖ ὁ ἐχθρός; ἀπόδος μοι τὴν ἀντιπρόσωπον τοῦ νυμφίου μου Χριστοῦ. Ἀποκατάστησόν μοι τῇ μητρί σου τὸν πνευματικόν σου πατέρα. Κἂν ἡ σαρκική σου μήτηρ Ευδοξία τοῦτόν με ἐζημίωκεν ἀσπλάγχνως, σαρκὸς οὐ ζηλώσης προαίρεσιν· ἀλλ' ο ἁγια σμὸν πνεύματος, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Παρῆλθεν Ευδοξία· μένει διηνεκῶς ἡ Εκκλησία. Εγώ σου μήτηρ αιωνίζουσα· χαρο ποίησόν μου τὰ πρὸς τὸν Χρυσόστομον σπλάγχνα, ὅπως κἀμὲ μεσιτεύουσάν σοι τὰ πρὸς τὸν Θεὸν στῆς, καὶ τοῦ Χρυσοστόμου τὴν ψυχὴν πρεσ βεύουσαν κτήσῃ περὶ σου. Αλλά γενοῦ δικαιο σύτης υἱὸς, καὶ πατρὸς εὐχῇ στηρίζομενος. Τοιαύτα παρὰ τοῦ πατρὸς Πρόκλου ὡς ἐκ προσ ώπου τῆς Ἐκκλησίας τῷ βασιλεῖ Θεοδοσίῳ βεβηχό τος· Καὶ εἰ πρὸς θρόνον, φησί, τὸν ἴδιον τὸ σῶμα τοῦ Χρυσοστόμου κελεύσῃς μετακομισθῆναι συν τόμως, οὐ μόνον τὰς ἐκκλησίας ενώσεις, ἀλλὰ καὶ τὴν πίστιν κραταιώσεις, καὶ τὸν λαὸν ἐν εἰ ρήνῃ καὶ ὁμονοίᾳ καταστήσεις. Πείθεται ταῖς παρακλήσεσιν ὁ βασιλεύς· καὶ παρευθύνων τινὰς τῶν ἐπ᾿ εὐλαβεία γνωρίμων καὶ συγκλήτου τάξας, κελεύ στις [τά] τούτοις ἐγχειρίσας. ἀπολύει τοὺς ἄνδρας ἐν Κωμάνῃ σὺν καὶ γλωσσοκόμῳ πάντοθεν περιηργυρω μένω· προστάξας διατάχους γενέσθαι κατὰ τὴν λε χθεῖσαν πόλιν, καὶ τιμῇ πολλῇ τὸ λείψανον ἄραντας τοῦ ἁγίου, τῇ ἐκ χώρας εἰς χώραν, καὶ ἐπαρχίας εἰς ἐπαρχίαν, ὑπαλλακτική φωταγωγία, καὶ ψαλμωδίας διαδοχῇ, καὶ τῇ λοιπῇ κατὰ τὴν ὁδὸν χρειώδει δορυ φορία. ἀνακομίσαι τοῦτο πρὸς αὐτόν. σκα «Τί δὲ καὶ ὁ πατριάρχης Πρόκλος; ἀσπασάμενος καὶ αὐτὸς ἐν φιλήματι ἁγίῳ τὸν δίκαιον Χαίροις, ἐβόα, Χριστοφιλή πάτερ, διδακτά γλυκύτατε· σὸς ἐγώ, καὶ τοῦ γάλακτος τῶν σῶν εὐ πότων ἀγγείων ἀνατροφή, καὶ νῦν ποιμήν. Σὰ γὰρ τὰ ἐμὰ πρόβατα, ἐκ σοῦ γὰρ αἱ τούτων τε ἀγέλαι καὶ οἱ μετὰ σὲ ποιμένες, τὴν σὴν ἐμπο ρεύονται τῶν προβάτων ἐνθήκην. Διὸ καὶ σε ποθοῦντα, ἄλλῳ μετὰ σὲ κατακολουθῆσαι προ θύμως οὐκ ἠνείχοντο, ἔνθεν κἀκεῖθεν τοῖς ἐξαγε
col. 831–832page 77 of 78
PG 65:831λισμοῖς ἀποκλίνοντα. Δεῖξον αὐτοῖς τὴν ὄψιν σου, καὶ ἀκούτισον αὐτοῖς τὴν φωνήν σου· καὶ γενήσονται πάλιν μία ποίμνη τῆς σῆς ποιμνιας χίας. ἐπὶ τὸν ὑψηλὸν τοῦ κηρύ γματος αὐτοῦ θρόνον
col. 833–834page 78 of 78
PG 65:833Πρόκλου Αρχιεπισκόπου Κωνσταντινουπόλεως εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν. Α'. Εὐλογητὸς ὁ Θεός! Εἰς οὐρανὸν μὲν καὶ γῆν ἡ τῆς κτίσεως διανέμεται φύσις, οὐκ ἐξ δέ με τὴν διαίρεσιν βλέπειν ἡ συνάψασα σήμερον χάρις τὴν τούτων διαίρεσιν. Τί; γὰρ ἂν εἴποι λοιπὸν οὐρανὸν τῶν ἐν γῇ διαι ρεῖσθαι, καὶ κάτω τῆς ἐμῆς εἰκόνος καὶ ἄνω τῆς ἐμῆς βασιλευούσης; ᾿Αλλὰ καὶ κάτω μὲν ἔτι ὑπὸ τῆς φθο ρας τυραννούμεθα, καὶ διδόαμεν τῷ διαβόλῳ χαρὰν ἀναλισκόμενοι τάφοις· ὅτ' ἂν δὲ εἰς οὐρανοὺς ἀνα βλέπει, τὴν χαρὰν ἀποτίθεται, βλέπων ἄνω τὴν τῶν κάτω νεκρῶν ἀναστάσιμον ρίζαν· βλέπει τὸν κάτω παρ' αὐτοῦ παραδοθέντα σταυρῷ, εἰς οὐρανοὺς τὸ ἡμέτερον σῶμα περικείμενον καὶ τρόμῳ συνέχεται, μὴ συνιὼν τὴν δύναμιν. Ο κέρδους ἐκ ζημίας ἡμῖν τεχθέντος! Εκερδάναμεν οὐρανὸν, ζημιωθέντες πα ράδεισον· κατενεχθέντες (37)... ώτεροι διὰ πτώμα. τος ἔστημεν· ὡσθέντες, εἰς οὐρανὸν ἀνηνέχθημενο ἔξω τοῦ παραδείσου πληγέντες, ἔξω τοῦ ἰατροῦ τὴν θεραπείαν ευρήκαμεν· παρὰ τῷ ξύλῳ τῆς ζωῆς νεκρωθέντες, παρὰ τῷ τῆς χριστοκτονίας ὑγιάναμεν ξύλῳ· ἐν τῷ λιμένι βυθισθέντες, ἐν τοῖς τῆς θαλάσ στις ανεζήσαμεν κύμασιν. Β. Ποῦ του, καταποντιστὰ, τὸ κακούργημα; Ον ἔπηξας τῷ κυβερνήτη σταυρόν, γέγονεν τη ναυ αγούσῃ φύσει βοήθεια, καὶ πρὸς λιμένας οὐρανοῦ παρ έπεμψεν, λύσας τὴν θρηνῳδίαν τῇ γῇ, ἣν πρὸ τῆς ἀναλήψεως ἔσχεν τοῖς πράγμασιν τὸν ὀδυρμὸν ποιουμένη. Ωσπερ γὰρ οἱ οὐρανοὶ τὴν θείαν διηγοῦνται δόξαν, συνθέσει τὴν τέχνην φθεγγόμενοι, τὸν αὐτὸν τρόπον καὶ ἡ γῆ τοῖς πάθεσιν ὡς φωναῖς ἐθρηνώδει
Continue reading PG 65: Homiliae →≣ entire volume
Page scan enlarged

Notebook

Full View