PG 65Flavian of Constantinople
Letters
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Letter IEpistola I

NoticeNotitia

PG 65:891σεβεστάτῳ καὶ φιλοχρίστῳ ἡμῶν βασιλεῖ Θεοδοσία χαίρειν. Οὐδὲν οὕτω πρέπει ἱερεῖ Θεοῦ, καὶ τῷ τὰ θεμα παιδευθέντι δόγματα, ὡς ἕτοιμον εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ αὐτοῦντι αὐτὸν λόγον περὶ τῆς ἐν ἡμῖν ἐλ πίδος καὶ χάριτος. Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἐλέει τοῦ παμβασιλέως ἡμῶν Χριστοῦ τοῦ Θεοῦ, ἱερουργοὶ τοῦ Εὐαγγελίου ἐκληρώθημεν, φρο νοῦμεν ὀρθῶς καὶ ἀνεπιλήπτως, πάντοτε τοῖς θείαις Γραφαῖς ἑπόμενοι, καὶ ταῖς ἐκθέσεσι τῶν ἁγίων Πα τέρων, τῶν ἐν Νικαίᾳ καὶ ἐν Κωνσταντινουπόλει συνελθόντων, καὶ τῶν ἐν Ἐφέσῳ ἐπὶ τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου, τοῦ γενομένου ἐπισκόπου της 'Αλεξανδρέων· καὶ κηρύττομεν τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, πρὸ αἰώνων μὲν ἐκ Θεοῦ Πατρὸ; ανάρχως γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς, καὶ διὰ τὴν ἡμε τέραν σωτηρίαν, ἐκ Μαρίας τῆς Παρθένου κατὰ τὴν ἀνθρωπότητα, Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον τὸν αὐτὸν ἐν προσλήψει ψυχῆς λογικῆς καὶ σώμα τος, ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον τῇ μετρὶ τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα. Καὶ γὰρ ἐν εὐν ρύσεσιν ὁμολογοῦντες τὸν Χριστὸν μετὰ τὴν σάρκωἂν τὴν ἐκ τῆς ἁγίας Παρθένου, καὶ ἐνανθρώπησιν, ἐν μιᾷ ὑποστάσει, καὶ ἐν ἑνὶ προσ ώπῳ, ἕνα Χριστὸν, ἕνα Υιόν, ἕνα Κύριον ὁμολογού. μὲν· καὶ μίαν μὲν τοῦ Θεοῦ Λόγου φύσιν, σεσαρκωμένην μέντοι, καὶ ἐνανθρωπήσασαν, λέγειν οὐκ ἀρ νούμεθα, διὰ τὸ ἐξ ἀμφοῖν ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Τοὺς δὲ δύο υἱοὺς, ἢ δύο ύποστάσεις, ἢ δύο πρόσωπα καταγγέλο λοντας, ἀλλ' οὐχὶ ἕνα καὶ τὸν αὐτὸν Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος κηρύττοντας, ἀναθεματίζομεν, καὶ ἀλλοτρίους εἶναι της Εκκλησίας κρίνομεν. Καὶ πρῶτον πάντων Νεστόριον τὴν δυσσεβῆ ἀναθεματίζομεν, καὶ τοὺς τὰ αὐτοῦ φρονοῦντας, ἢ λέγοντας· καὶ ἐκπέσωσιν οἱ τοιοῦτοι τῆς υἱοθεσίας. τῆς ἐπηγγελμένης τοῖς ὀρθῶς πιστεύουσι. Καὶ μετὰ ταῦτα προσέθηκε, καὶ σημείοις ὑπεσημήνατο Δέσποτα Κύριε, βοήθησον ἡμῖν, ὁ Θεός. Καὶ πάλιν Ταῦτα ἔγραψα τῇ ἐμαυτοῦ χειρὶ, εἰς πληροφορίαν τοῦ ὑμετέρου κράτους, καὶ εἰς τὸ καταισχυνθῆναι τους Ο ἐπηρεάζοντας ἡμῶν τὴν ἀγαθὴν καὶ ἁπλῆν ἐν Χριστ ἀναστροφήν.
Page scan enlarged

Notebook

Full View