PG 65Mark the Hermit
Minor Works of Marcus the Ascetic
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Minor Work IOpusculum I

col. 907–908page 1 of 118
PG 65:907ΧΙΧ. ΙΑ'. Τυφλός ἐστι κράζων καὶ λέγων· γιὲ Δαβίδ, ἐλέησόν με, ὁ προσευχόμενος σωματικῶς, καὶ με πω ἔχων γνῶσιν πνευματικήν. Ο ποτὲ τυφλὸς ἀνα βλέψας καὶ ἰδὼν τὸν Κύριον, οὐκέτι υἱὸν Δαβίδ, ἀλλ᾽ Υἱὸν Θεοῦ ὁμολογήσας προσεκύνησε. ΙΒ'. Μὴ ἐπαρθῇς ἐκχέων δάκρυον ἐν προσευχή σου Χριστὸς γὰρ ἥψατο τῶν ὀφθαλμῶν τῆς καρδίας σου, καὶ νος μῶς ἀνέβλεψας. ΙΓ. Ὁ κατὰ μίμησιν τοῦ τυφλοῦ ἀποβαλὼν τὸ ἱμάτιον, καὶ ἐγγίσας τῷ Κυρίῳ, ἀκολουθεῖ αὐτῷ, καὶ κήρυξ γίνεται τῶν τελειοτέρων δογμάτων. ΙΔ'. Κακία ἐν λογισμοῖς μελετωμένη, θρασύνει καρδίαν· ἀναιρουμένη δι' ἐγκρατείας καὶ ἐλπίδος, συντρίβει αὐτήν. ΙΕ΄. Εστι συντριμμός καρδίας ὁμαλὸς καὶ ἐπε ωφελής, εἰς κατάνυξιν αὐτῆς· καὶ ἔστιν ἕτερος ἀν ώμαλος καὶ ἐπιβλαβής, εἰς πλῆξιν αὐτῆς. ΙϚ'. Αγρυπνία, καὶ προσευχή, καὶ τῶν ἐπερχομένων ὑπομονὴ, συντριμμός ἐστιν ἀνεπηρέαστος, καὶ ἐπωφελής τῇ καρδίᾳ, μόνον εἰ μὴ διά τινος πλεονεξίας ἐγκόψομεν αὐτῶν τὴν σύγχρασιν. Ο γὰρ ἐν τούτοις ὑπομένων, καὶ ἐν τοῖς λοιποῖς βοηθήσεται ὁ δὲ ἀμελῶν καὶ διαχεόμενος, ἐν ἐξόδῳ ἀφορήτως ὀδυνηθήσεται. ΙΖ΄. Φιλήδονος καρδία, εἱρκτὴ καὶ ἄλυσις τῇ ψυχῇ ἐν καιρῷ ἐξόδου· ἡ δὲ φιλόπονος, θύμα ἐστὶν ένα εωγμένη. ΙΗ'. Σιδηρά πόλη ἐπὶ τὴν πόλιν ἀπάγουσα, ἐστὶ σκληρὰ καρδία. Τῷ δὲ κακοπαθοῦντι καὶ τεθλιμμένῳ αυτομάτη ἀνοιχθήσεται, καθὼς καὶ τῷ μαχαρίῳ Πέτρω. ΙΘ'. Πολλοὶ μὲν εἰσὶ προσευχῆς τρόποι, ἕτερος ἑτέρου διαφορώτερος. Όμως οὐδὲ εἰς τρόπος εὐχῆς ἐπιβλαβής τυγχάνει· εἰ μή τι ἂν οὐκ ἔστιν εὐχὴ, ἀλλ' ἐργασία σατανική. Κ'. "Ανθρωπος κακοποιῆσαι θέλων, πρῶτον ηύξατο κατὰ συνήθειαν· καὶ οἰκονομικῶς ἐμποδισθείς, ὕστε ρον εὐχαρίστησεν. ΚΑ'. Ο Δαβίδ φονεῦσαι βουληθείς Ναβάλ τὸν Καρμήλιον, ὑπόμνησιν λαβὼν περὶ θείας ἀνταποδόσεως, ἐγκοπεὶς τῆς προθέσεως, πολλὰ εὐχαρίστησεν. ΚΒ'. Οἴδαμεν δὲ πάλιν & πεποίηκεν ἐπιλαθόμενος τοῦ Θεοῦ· καὶ οὐκ ἐπαύετο, ἕως ὁ Νάθαν αὐτὸν εἰ; μνήμην κατέστησεν. ΚΓ'. Ἐν καιρῷ μνήμης Θεοῦ πολυπλασίασον δέη σιν, ἵνα ὅταν ἐπιλάθης, ὁ Κύριος υπομνήση σε. ΚΔ΄. Ὁ ἀναγινώσκων τὰς θείας Γραφάς, νόησον τὰ κεκρυμμένα. Όσα γὰρ προεγράφη, φησὶν, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη. ΚΕ'. Τὴν πίστιν ἡ Γραφή λέγει, ελπιζομένων ὑπόστασιν· καὶ τοὺς μὴ ἐπιγινώσκοντας τὴν ἐνοίκησιν τοῦ Χριστοῦ, τούτους ἀδοκίμους είρηκεν. Κα'. Ωσπερ δι' ἔργων καὶ λόγων φανερούται να
col. 909–910page 2 of 118
PG 65:909νοια, οὕτω διὰ τῶν καρδιακῶν ἐνεργημάτων ή μέλο λουσε ἀνταπόδοσις. ΚΖ΄. Οικτίρμων καρδία δῆλον ὅτι οίκτειρήσεται καὶ ἐλεηθήσεται ὁμοίως ἐλεήμων. Τὰ δὲ ἐναντία, ή ἀκολουθία ἀντιπεφώνηκεν. ΚΗ'. Ο νόμος τῆς ἐλευθερίας διδάσκει πᾶσαν ἀλή θειαν· καὶ οἱ μὲν πολλοὶ τοῦτον κατὰ γνῶσιν ἀνα γινώσκουσιν· ὀλίγοι δὲ νοοῦσιν αὐτὸν κατὰ ἀναλογίαν τῆς ἐργασίας τῶν ἐντολῶν. ΚΘ'. Μὴ ζήτει αὐτοῦ τὴν τελειότητα ἐν ἀρεταῖς & θρωπίναις· τέλειος γὰρ ἐν αὐταῖς οὐχ εὑρίσκεται. Ἡ γὰρ τελειότης αὐτοῦ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ εγκέκρυπται, Α'. Ο νόμος τῆς ἐλευθερίας διὰ μὲν γνώσεως ἀληθοῦς ἀναγινώσκεται· διὰ δὲ ἐργασίας τῶν ἐντολῶν νοείται· πληρούται δὲ διὰ τῶν οἰκτιρμῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ΛΔ', "Οταν πρὸς πάσας τὰς ἐντολὰς τοῦ Θεοῦ διὰ συνειδήσεως κατορθοῦσθαι βιαζώμεθα, τότε νοήσο μεν τὸν νόμον τοῦ Κυρίου ἄμωμον, ἐν τοῖς ἡμετέροις μὲν καλοῖς ἐπιτηδευόμενον· χωρὶς δὲ οἰκτιρμῶν τοῦ Θεοῦ, ἐν ἀνθρώποις τελειωθῆναι μὴ δυνάμενον. ΑΒ. Οσοι πάσης ἐντολῆς Χριστοῦ ἑαυτοὺς ὀφει λέτας οὐκ ἐλογίσαντο, οὗτοι τὸν τοῦ Θεοῦ νόμον σω ματικῶς ἀναγινώσκουσι, μὴ νοοῦντες μήτε & λέ γουσι, μήτε περὶ τίνος διαβεβαιοῦνται· διὸ καὶ πληροῦν αὐτὸν ἐξ ἔργων νομίζουσιν. ΛΓ'. Ἔστι πρᾶγμα προφανῶς ἐπιτελούμενον, ὡς καλὸν, καὶ ὁ σκοπὸς τοῦ ἐπιτελοῦντος αὐτὸ, εἰς που νηρόν· καὶ ἔστιν ἕτερον ὡς πονηρὸν, καὶ ὁ σκοπός τοῦ ἐπιτελοῦντος αὐτὸ, εἰς ἀγαθόν. ΑΔ'. Οὐ μόνον δὲ ἔργα ποιοῦσί τινες, ἀλλὰ καὶ λόγους λαλοῦσι τῷ τρόπῳ ᾧ προειρήκαμεν. Οἱ μὲν γὰρ ἐναλλάσσουσι πράγματα κατὰ ἀπειρίαν ἢ ἄγνοιαν· οἱ δὲ ἐναλλάσσουσι κατὰ πρόθεσιν πονη ρίας· ἕτεροι δὲ κατὰ σκοπὸν εὐσεβείας. ΛΕ'. Ὁ ἐν προβολῇ ἐπαίνου ἐγκρύπτων διαβολήν, δυσεύρετός ἐστι τοῖς ἁπλουστέροις· ὅμοιος δὲ τούτῳ ἐστὶν ὁ κενοδοξῶν ἐν ταπεινῷ σχήματι. ΑϚ'. Οἵτινες ἐπὶ πολὺ κατασοφισάμενοι τὴν ἀλή θειαν ἐν τῷ ψεύδει, παραχωρηθέντες ὕστερον, διὰ τῶν πραγμάτων ἐξελέγχονται. ΛΖ'. Ἔστι ποιῶν τις προφανές ὡς καλὸν τῷ πλη στον αμυνόμενος· καὶ ἔστιν ἐν τῷ μὴ ποιῆσαι αὐτὸν ὠφεληθεὶς κατὰ διάνοιαν. ΛΗ'. Ἔστιν ἔλεγχος κατὰ κακίαν, καὶ δι' ἄμυ αν· καὶ ἔστιν ἕτερος κατὰ φόβον Θεοῦ καὶ ἀλή θειαν. ΛΕ. Τὸν παυσάμενον καὶ μετανοοῦντα μηκέτι
col. 911–912page 3 of 118
PG 65:911ἔλεγχε. Εἰ δὲ λέγεις κατὰ Θεὸν ἐλέγχειν, πρῶτον τὰ σὰ κακὰ φανεροποίησον. Μ'. Πάσης ἀρετῆς κατάρχει Θεὸς, καὶ τοῦ μεθο ημερινοῦ φωτὸς ὁ ἥλιος, ΜΑ'. Ποιήσας ἀρετὴν, μνήσθητε τοῦ εἰρηκότος, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. ΜΒ. Διὰ θλίψεως τὰ ἀγαθὰ τοῖς ἀνθρώποις ἡτοίμασται· ὁμοίως καὶ τὰ κακὰ διὰ κενοδοξίας καὶ ἡδονῆς. ΜΓ'. Ἐκφεύγει ἀπὸ ἁμαρτίας ὁ παρὰ ἀνθρώπων ἀδικούμενος, καὶ ὁμοίαν τῆς θλίψεως εὑρίσκει τὴν ἀντίληψιν. ΜΔ'. Ὁ μὴ πιστεύων τῷ Χριστῷ περὶ ἀνταποδόσεως, πᾶσαν ἀδικίαν ὑπομένει κατὰ ἀναλογίαν τῆς πίστεως. ΜΕ. Ὁ ἀδικούντων ἀνθρώπων ὑπερευχόμενος καταράσσει τοὺς δαίμονας· ὁ δὲ τοῖς πρώτοις ἀντι τασσόμενος, ὑπὸ τῶν δευτέρων τιτρώσκεται. ΜϚ'. Κρείσσων πλημμέλεια ἀνθρώπων, καὶ μὴ δαιμόνων· ὁ δὲ εὐαρεστῶν τῷ Κυρίῳ, ἀμφοτέρους ἐνίκησε. ΜΖ'. Πᾶν ἀγαθὸν παρὰ Θεοῦ οἰκονομικῶς παραγίνεται· διαφεύγει δὲ μυστικῶς τοὺς ἀγνώμονας καὶ ἀχαρίστους καὶ ἀεργούς. ΜΗ'. Πάσα κακία εἰς τὴν ἀπηγορευμένην ἡδονὴν καταλήγει, καὶ πᾶσα ἀρετὴ εἰς παράκλησιν πνευματικὴν. Καὶ ἡ μὲν προτέρα κρατοῦσα, προσερεθίζει τὰ οἰκεῖα· καὶ ἡ δευτέρα δε, ὁμοίως τὰ συγγενῆ. ΜΘ'. Ονειδισμὸς ἀνθρώπων θλίψιν παρέχει τῇ καρδίᾳ· ἀγνείας δὲ γίνεται αἰτία τῷ ὑπομένοντι. Ν'. Αγνοια ἀντιλέγειν πρὸς τὰ ὠφέλιμα παρ ρασκευάζει· καὶ θρασυνομένη αύξει τις κακίας. ΝΑ'. Τὰ προεγκείμενα μηδὲν ζημιούμενος, τὰ θλι βερὰ προσδέχου· καὶ ὡς ἀποδώσων λόγον, πλεονεξίαν ἀπόβαλε. ΝΒ. 'Αμαρτήσας λαθραίως, μὴ πειρῶ λανθάνειν Πάντα γὰρ γυμνά τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς δν ἡμῖν ὁ λόγος. ΝΓ. Κατὰ διάνοιαν σεαυτὸν ἐπιδείκνυε τῷ Δεσπό της Ανθρωπος γὰρ εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν ὁρᾷ. ΝΔ'. Μηδὲν λογίζου ἢ πρᾶττε ἄνευ σκοπού. Ο γὰρ ἀσκόπως ὁδοιπορῶν, ματαιοπονήσει. ΝΕ'. Τῷ ἐκτὸς ἀνάγκης ἁμαρτάνοντι δυσμετα νόητα γίνεται· διότι ἀλάθητος ἡ τοῦ Θεοῦ δι καιοσύνη. Να'. Σύμβασις όδυνηρά μνήμην Θεοῦ παρέχει τῷ συνετῷ· θλίβουσα κατὰ ἀναλογίαν τὸν ἐπιλανθανόν μενον τοῦ Κυρίου. ΝΖ'. Πᾶς ἀκούσιος πόνος γινέσθω σοι μνήμης Θεοῦ διδάσκαλος· καὶ οὐκ ἐπιλείψει σοι ἀφορμὴ πρὸς μετ τάνοιαν. ΝΗ. Λήθη καθ' ἑαυτὴν οὐδεμίαν έχει δύναμιν,
col. 913–914page 4 of 118
PG 65:913ἀλλ᾽ ἐκ τῶν ἡμετέρων ἀμελειῶν κατ' αναλογίαν κρατύνεται. ΝΘ'. 14, λέγε· Τί ποιήσω, ὅ τι οὐκ ἐθέλω, καὶ ἔρχεται; Διότι μνημονεύων παρελογίσω το όφει λόμενον. 2. "Ο γὰρ μνημονεύεις, ποίησον· καὶ ὁ ἀμνημονεῖς, ἀποκαλύπτεταί σοι· καὶ οὐ μὴ παραδῷς ἀκρίτως τὴν ἔννοιαν λήθῃ. ΣΔ'. Η Γραφή φησιν· "Αδης,καὶ ἀπώλεια φανερὰ παρὰ Κυρίῳ. Ταῦτα δὲ περὶ καρδιακής αγνοίας καὶ λήθης λέγει. ΕΒ΄. Αδης ἐστὶν ἄγνοια· ἀπώλεια δέ ἐστι λήθη. Αμφότερα δέ ἐστιν ἀφάνερα· διότι ἐξ ὑπαρχόντων ἀπώλοντο. ΕΓ'. Τὰ σὰ περιεργάζου κακά, καὶ μὴ τὰ τοῦ πλη στον· καὶ οὐ μὴ συλλυθῇ σου τὸ νοερόν ἐργαστήριον. & ΕΔ'. Πάντων τῶν κατὰ δύναμιν καλῶν, δυσχώρητος ἡ ἀμέλεια· ἐλεημοσύνη δὲ καὶ προσευχὴ ἀνακαλεῖται τοὺς ἀμελήσαντας. ΞΕ. Πᾶσα θλίψις κατὰ Θεὸν, ἔργον ἐστὶν εὐσε δείας ἐνυπόστατον· ἡ γὰρ ἀληθινὴ ἀγάπη δι' έναν τίων δοκιμάζεται. ΣΤ΄. Μὴ λέγε κεκτῆσθαι ἀρετὴν ἐκτὸς θλίψεως ἀδόκιμος γάρ ἐστι διὰ τὴν ἄνεσιν. ΞΖ'. Πάσης ἑκουσίου θλίψεως ἀναλογίζου τὴν ἐκ βασιν, καὶ εὑρήσεις ἐν αὐτῇ ἁμαρτίας ἀναίρεσιν. ΣΗ'. Πολλαί συμβουλίας τοῦ πέλας πρὸς τὸ συμ φέρον· ἑκάστῳ δὲ τῆς ἰδίας γνώμης οὐδὲν ἁρμοδιώτερον. ΕΘ'. Ζητῶν θεραπείαν, ἐπιμέλησαι τῆς συνειδήσεως· καὶ ὅσα λέγει, ποίησον· καὶ εὑρήσεις τὴν ὠφέ λειαν. Ο. Τὰ κρυπτὰ ἑκάστου ὁ Θεὸς οἶδε, καὶ ἡ συν εἴδησις· καὶ διὰ τούτων αὐτῶν λαμβανέτω διόρ θωσιν. ΟΑ'. Ο αβουλήτως κοπιών, καθολικῶς πτωχεύει. Ὁ δὲ μετ' ἐλπίδος τρέχων, δίπλουτος ἐστιν. ΟΒ'. "Ανθρωπος όσα δύναται ἐπιτηδεύει, κατὰ τὸ θέλημα· ὁ δὲ θεὸς τὰς τούτων ἐκβάσεις ποιεῖ, κατὰ τὸ δίκαιον. ΟΓ'. Ἐὰν θέλῃς ἀκατακρίτως παρὰ ἀνθρώπων ἔπαινον λαβεῖν· πρῶτον ὑπὲρ ἁμαρτιῶν σου ἀγάπησον ἔλεγχον. ΟΔ'. Οσην ἄν τις ὑπὲρ ἀληθείας Χριστοῦ καταδέξηται ἐντροπήν, εκατονταπλασίως ὑπὸ πλήθους δο ξασθήσεται. ΟΕ'. Κρείσσον δὲ πᾶν ἀγαθὸν ἐργάζεσθαι διὰ τὰ μέλλοντα. ΟϚ'. Οταν άνθρωπος ἄνθρωπον ὠφελήσῃ ἐν λό γοις ἢ ἐν πράγμασιν, Θεοῦ εἶναι τὴν χάριν νοείτωσαν ἀμφότεροι. Ὁ δὲ μὴ συνιών τοῦτο, παρὰ τοῦ συνιέντος ἐξουσιασθήσεται. ΟΖ'. ῾Ο ἐπαινῶν τὸν πλησίον κατά τινα ὑπόκρισιν, ὀνειδίσει αὐτὸν ἐν καιρῷ, καὶ αὐτὸς ἐντραπήσεται. ΟΗ'. ῾Ο ἀγνοῶν ἐνέδραν πολεμίων, σφάζεται εύ
col. 915–916page 5 of 118
PG 65:915καίρως· καὶ ὁ μὴ εἰδὼς τὰς αἰτίας τῶν παθῶν, καταπίπτει ῥᾳδίως. ΟΘ'. ᾿Απὸ φιληδονίας ἀμέλεια, καὶ ἀπὸ ἀμελείας λήθη προσγίνεται. Τῶν συμφερόντων γὰρ τὴν γνῶ σιν ὁ Θεὸς πᾶσι δεδώρηται. Π. Ανθρωπος ὑποτίθεται τῷ πλησίον, καθά ἐπίσταται· Θεὸς δὲ ἐνεργεῖ τῷ ἀκούοντι, καθὰ ἐπί στευσεν. ΠΑ'. Εἶδον ιδιώτας ἔργῳ ταπεινοφρονήσαντας. καὶ ἐγένοντο τῶν σοφῶν σοφώτεροι. "Ετερος ιδιώτης ἀκούσας ἐκείνου ἐπαιρομένου, τὴν ταπείνωσιν οὐχ ἐμιμήσατο· ἀλλ' ἐπὶ τῇ ἰδιωτεία κενοδοξῶν, ὑπερηφάνειαν προσελάβετο. ΠΒ'. Ο σύνεσιν ἐξουθενῶν, καὶ εἰς ἀμαθίαν ἐγκαυχώμενος, οὐκ ἔστιν ἰδιώτης μόνον τῷ λόγῳ, ἀλλὰ καὶ τῇ γνώσει. ΠΓ΄. Ωσπερ ἐστὶν ἄλλο σοφία λόγου, καὶ ἄλλο φρόνησις· οὕτως ἕτερον ιδιωτεία λόγου, καὶ ἕτερον ἀφροσύνη. ΠΔ'. Οὐδὲν βλάψει ἀμαθία λέξεων τὸν εὐλαβέστα τον, ὡς οὐδὲ σοφία λόγων τὸν ταπεινόφρονα. ΠΕ'. Μὴ λέγε· Οὐκ ἐπίσταμαι τὸ δέον, καὶ ἀναί τιός εἰμι μὴ ποιῶν αὐτό. Εἰ γὰρ ἐποίεις καλὰ ὅσα ἐπίστασαι, καὶ τὰ λοιπά σοι ἀκολούθως ἀποκαλύ πτετο, οἰκείῳ τρόπῳ ἐν δι' ἑνὸς κατανοούμενα. ΠϚ'. Οὐ συμφέρει σοι πρὸ τῆς ἐργασίας τῶν πρώτων, εἰδέναι τὰ δεύτερα· Ἡ γὰρ γνώσις αυ σιοῖ διὰ τὴν ἀργίαν, ἡ δὲ ἀγάπη οικοδομεί, διὰ τὸ πάντα ὑπομένειν. ΠΖ'. Τῆς Γραφῆς τὰ ῥήματα διὰ πράξεων ἀναγίνωσκε· καὶ μὴ πλατυλόγει, ἐπὶ ψιλοῖς τοῖς νοήμασι εἰκῇ φυσιούμενος. ΠΗ'. ῾Ο ἀφεὶς τὴν πρᾶξιν, καὶ γυμνῇ τῇ γνώσει ἐπερειδόμενος, ἀντὶ διστόμου μαχαίρας καλαμίνην ῥάβδον κρατεῖ, ἥτις ἐν καιρῷ πολέμου, κατὰ τὴν Γραφὴν, τρήσει τὴν χεῖρα αὐτοῦ, καὶ εἰς αὐτὴν εἰσ ελεύσεται, τὸν τὸν τῆς φύσεως πρὸ τῶν πολεμίων ἐμβάλλουσα. ΠΘ. Μέτρον ἔχει καὶ σταθμὸν παρὰ Θεῷ πᾶσα ἔννοια. Εστι γὰρ τὸ αὐτὸ ἢ ἐμπαθῶς ἢ μεσοτρόπως λογίσασθαι. κ. Ο ποιήσας ἐντολὴν, ἐκδεχέσθω τὸν ὑπὲρ αὐτῆς πειρασμόν· ἡ γὰρ εἰς Χριστὸν ἀγάπη, δι' ἐναντίων δοκιμάζεται. ΙΑ'. Μὴ καταφρονήσῃς ποτὲ ἐν λογισμῶν ἀμελεία ἀλάθητος γάρ ἐστιν ὁ Θεὸς ἐπὶ πάσης ἐννοίας. ΙΒ'. Οταν ἴδῃς λογισμὸν ἀνθρωπίνην σοι δόξαν υπαγορεύοντα, γίνωσκε σαφῶς, ὅτι αἰσχύνην σοι κατασκευάζει. [Γ. Ἐπίσταται ὁ ἐχθρὸς, τοῦ πνευματικοῦ νό του τὸ δίκαιον, καὶ ζητεῖ μόνον τὴν νοεράν συγκατάθεσιν. Οὕτω γὰρ ἂν ἢ τὸν τῆς μετανοίας ὑπεύθυνον ποιήσῃ τὸν ὑποχείριον, ἢ μὴ μετανοοῦντα, ἀκουσίοις ἐπιφοραῖς ὀδυνήσῃ αὐτόν. Ι. Δ'. Εστι δ' ὅτε καὶ πρὸς τὰς ἐπιφορὰς ἀντιμάχεσθαι παρασκευάσει,
col. 917–918page 6 of 118
PG 65:917λυπλασιάσῃ, καὶ ἐν ἐξόδῳ διὰ τὴν ἀνυπομνησίαν ἀπο δείξῃ ἄπιστον. ΚΕ'. Πρὸς τὰ ἐπερχόμενα πολλοὶ πολλὰ ἀντετάξαντο· ἀλλ' ἐκτὸς προσευχῆς καὶ μετανοίας οὐδεὶς τὸ δεινὸν διέφυγεν. ια. Εν δι᾿ ἑνὸς τὰ κακὰ λαμβάνει τὴν δύναμιν, ὁμοίως καὶ τὰ ἀγαθὰ δι' ἀλλήλων αὐξάνεται· καὶ τὸν ἑαυτῶν μέτοχον ἐπὶ τὰ πρόσω μείζονα προτρέπονται. | 47. Τὰ μικρὰ ἁμαρτήματα ἐξευτελίζει ὁ διάβο ίος· ἄλλως γὰρ ἐπὶ μεῖζον κακὸν ἀγαγεῖν οὐ δύ ναται. Η'. Ρίζα αἰσχρᾶς ἐπιθυμίας, ἀνθρώπινος ἔπαι νας· ὥσπερ καὶ σωφροσύνης, ὁ περὶ κακίας ἔλεγο χος, οὐχ ὅταν ἀκούωμεν, ἀλλ' ὅταν αὐτὸν καταδε. χώμεθα. ια. Οὐδὲν ὠφελήθη ὁ ἀποταξάμενος καὶ ἡδυπαθῶν· ὃ γὰρ ἐποίει διὰ τῶν χρημάτων, τοῦτο καὶ μηδὲν ἔχων ἐργάζεται. Ρ. Πάλιν δὲ ὁ ἐγκρατὴς ἐὰν κτᾶται χρήματα, ἀδελφός ἐστι τοῦ προτέρου κατά διάνοιαν· μητρὸς μὲν τῆς αὐτῆς διὰ τὴν νοερὰν ἡδονήν· πατρὸς δὲ ἑτέρου διὰ τὴν τοῦ πάθους ἐναλλαγήν. ΡΑ'. Εστιν ὁ περικόπτων πάθος διὰ μείζονα ἡδυ πάθειαν· καὶ ὑπὸ τῶν ἀγνοούντων αὐτοῦ τὸν σκοπόν, δοξάζεται. Τάχα δὲ καὶ ἑαυτὸν ἀγνοεῖ κοπιῶν ἀν όνητα. ΡΒ. Ἡ αἰτία πάσης κακίας, κενοδοξία καὶ ἡδονή ὁ δὲ μὴ μισήσας αὐτά, οὐ μὴ περιάρῃ πάθος. ΡΓ. 'Ρίζα πάντων τῶν κακῶν εἴρηται ἡ φιλαργυρία· ἀλλὰ καὶ αὕτη σαφῶς δι' ἐκείνων συνίσταται. Εκτυφλοῦται δ' ὁ νοῦς διὰ τῶν τριῶν τούτων παθῶν, φιλαργυρίας λέγω, κενοδοξίας, καὶ ἡδονῆς. ΡΔ'. Τρεις θυγατέρας λέγω βδέλλης· αὗταί εἰσι, κατὰ τὴν θείαν Γραφήν, ὑπὸ μητρὸς ἀφροσύνης ἀγαπήσει ἀγαπώμεναι. ΡΕ'. Γνῶσις καὶ πίστις, αἱ τῆς φύσεως ἡμῶν συν τρόφοι, δι' οὐδὲν ἕτερον ἢ δι᾽ ἐκείνας ἡμβλύνθησαν. ΡϚ'. θυμὸς καὶ ὀργὴ, καὶ πόλεμος καὶ φόνοι, καὶ πᾶς ὁ λοιπός κατάλογος τῶν κακῶν, δι' ἐκείνας ἐν ἀνθρώποις σφόδρα ἐκραταιώθησαν. ΡΖ'. Οὕτω μισήσαι δεῖ φιλαργυρίαν καὶ κενοδοξίαν καὶ ἡδονὴν, ὡς μητέρας τῶν κακῶν, καὶ μη τρυιάς τῶν ἀρετῶν. ΡΗ. Διὰ ταῦτα μὴ ἀγαπᾶν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ προσετάχθημεν· τοῦτο δὲ εἴρηται, οὐχ ἵνα τὰ κτίσματα τοῦ Θεοῦ ἀκρίτως μισήσωμεν, ἀλλ' ὅπως τῶν τριῶν ἐκείνων παθῶν τὰς ἀφορμάς περι κάψωμεν. ΡΘ'. Οὐδεὶς, φησί, στρατευόμενος τῷ Θεῷ, ἐμ πλέκεται ταῖς τοῦ βίου πραγματείαις· ὁ γὰρ μετά τῆς ἐμπλοκῆς τὰ πάθη νικῆσαι θέλων, ὅμοιός ἐστι τῷ μετὰ ἀχύρων σβεννύοντι ἐμπυρισμόν. ΡΙ. Ο διὰ χρήματα, ἢ δόξαν, ἢ ἡδονὴν ὀργιζόμε Τίμι. νι,
col. 919–920page 7 of 118
PG 65:919νος τῷ πλησίον, οὔπω ἔγνωκεν ὅτι ἐν δικαιοσύνῃ δια κονεῖ ὁ Θεὸς τὰ πράγματα. ΡΙΑ'. Ὅταν ἀκούσῃς τοῦ Κυρίου λέγοντος, ὅτι Εἴ τις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, οὐκ ἔστι μου ἄξιος, μή μόνον περὶ χρήματα νάει τὸ εἰρημένον, ἀλλὰ καὶ περὶ πάντων τῶν τῆς κακίας πραγμάτων. ΡΙΒ'. Ὁ μὴ γινώσκων τὴν ἀλήθειαν, οὔτε ἀληθῶς πιστεύειν δύναται. Η γὰρ γνῶσις κατὰ φύσιν προς ηγείται τῆς πίστεως. ΡΙΓ'. Ωσπερ ἑκάστῳ τῶν ὁρωμένων τὸ προσφυές ἀπένειμεν ὁ Θεός· οὕτω καὶ τοῖς ἀνθρωπίνοις λογι σμοῖς, κἂν θέλωμεν, και μή. ΡΙΔ'. Εί τις προφανῶς ἁμαρτάνων καὶ μὴ μετα νοῶν, οὐδὲν ἔπαθεν ἕως ἐξόδου, τούτου νόμιζε αν ίλεων εἶναι τὴν κρίσιν ἐκεῖ. ΡΙΕ'. Ὁ ἐμφρόνως προσευχόμενος, ὑπομένει τὰ ἐπερχόμενα· ὁ δὲ μνησικακῶν, οὔπω καθαρῶς προσ ηύξατο. Ζημιωθείς, ἢ ὀνειδισθεὶς, ἢ διωχθείς παρά τινος, μὴ λογίζου τὸ παρὸν, ἀλλὰ τὸ μέλλον ἐκδέ χου· εὑρήσεις ὅτι πολλῶν σοι ἀγαθῶν γέγονε πρό ξενος, οὐ μόνον ἐν τῷ παρόντι, ἀλλὰ καὶ ἐν τῷ μέλ λοντι αἰῶνι. ΡΙΖ'. Ωσπερ τοὺς κακοσίτους αψίνθιον ὠφελεῖ τὸ πικρόν· οὕτω τοῖς κακοτρόποις κακὰ πάσχειν συμ φέρει. Τοὺς μὲν γὰρ εὐεκτεῖν, τοὺς δὲ μετανοεῖν πα ρασκευάζει τὰ φάρμακα. ΡΙΗ. Εἰ μὴ θέλεις κακοπαθεῖν, μηδὲ κακοποιεῖν θέλε· διότι τοῦτο ἐκείνῳ ἀπαραβάτως ἀκολουθεῖ. Ο γὰρ σπείρει ἕκαστος, τοῦτο καὶ θερίσει. ΡΙΘ'. Ἐκουσίως τὰ φαῦλα σπείροντες, καὶ ἀκουσίως θερίζοντες, τὴν δικαιοσύνην τοῦ Θεοῦ θαυμάζειν οφεί λομεν. Ἐπειδὴ δὲ καὶ θέρους καὶ ἀνὰ μέσον σπόρου καιρός τις διώρισται, τούτου χάριν ἀπιστοῦμεν περὶ τὴν ἀνταπόδοσιν. ΡΚ'. 'Αμαρτήσας, μὴ αἰτιῶ τὴν πράξιν, ἀλλὰ τὴν ἔννοιαν. Εἰ μὴ γὰρ ὁ νοῦς προέδραμεν, οὐκ ἂν τὸ σῶμα ἐπηκολούθησε. ΡΚΑ'. Τῶν προφανῶς ἀδικούντων πονηρότερός εστιν ὁ λαθροκακοῦργος· διόπερ ἐκεῖνος καὶ πονηροτέρως κολάζεται. ΡΚΒ'. Ο δόλους συμπλέκων, καὶ κεκρυμμένως και κοποιῶν, ὄφις ἐστί, κατὰ τὴν Γραφήν, ὁ καθήμενος ἐν ὁδῷ, καὶ δάκνων πτέρναν ἵππου. ΡΚΓ. Ὁ ἐν τῷ αὐτῷ εἰς τινα μὲν ἐπαινῶν, εἰς τινα δὲ ψέγων τὸν πέλας, οὗτος κενοδοξίᾳ καὶ φθόνῳ κε κράτηται· καὶ διὰ μὲν τῶν ἐπαίνων, κρύπτειν πειρᾶται τὸν φθόνον, διὰ δὲ τῶν ψόγων, ἑαυτὸν εὐδοκιμώτερον ἐκείνου συνίστησιν.
col. 921–922page 8 of 118
PG 65:921ΓΚΑ'. Ὥσπερ οὐκ ἔστιν ἐπὶ τὸ αὐτὸ καὶ πρόβατα βόσκειν καὶ λύκους· οὕτως ἀδύνατον ἐλέους τυχεῖν τὸν δολοποιοῦντα τὸν πλησίον. ΡΚΕ'. Ὁ τῇ ἐπιταγῇ ἐπιμίσγων λάθρα τὸ ἴδιον θέλημα, μοιχός ἐστι, καθὼς ἐν τῇ Σοφίᾳ δεδήλωται, καὶ δι' ἔνδειαν φρενών, οδύνας καὶ ἀτιμίας ὑπου φέρει. ΡΚϚ'. Ωσπερ ὕδατος καὶ πυρὸς ἐναντία ἡ σύνοδος, οὕτως ἐναντιοῦται ἀλλήλοις δικαιολογία καὶ ταπείνωσις. ΡΚΖ'. Ο ζητῶν ἄφεσιν ἁμαρτιῶν, ἀγαπάτω ταπεινοφροσύνην· ὁ δὲ κατακρίνων τὸν ἕτερον, σφραγίζει τὰ ἑαυτοῦ κακά. ΡΚΗ. Μὴ ἀφῇς ἀνεξάλειπτον ἁμαρτίαν, κἂν βραχυτάτη τυγχάνῃ, ἵνα μὴ ὕστερον ἐπὶ μείζον κακὸν κατασύρῃ σε. ΡΚΘ'. Ἐὰν θέλῃς σωθῆναι, ἀληθῆ λόγον ἀγάπης σον, καὶ μηδέποτε ἀκρίτως ἔλεγχον ἀποστραφῇς. ΡΑ'. Λόγος ἀληθής μετέβαλε γεννήματα εχιδνών, καὶ ὑπέδειξεν αὐτοῖς φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς. ΠΛΑ'. Ο δεχόμενος λόγους ἀληθείας, ὑποδέξεται τὸν Θεὸν Λόγον φησὶ γὰρ ὁ Κύριος· Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται. ΡΑΒ. Παραλυτικός ἐστι χαλασθεὶς διὰ τοῦ δώ ματος, ἁμαρτωλός παρὰ πιστῶν κατὰ Θεὸν ἐλεγ χόμενος, καὶ διὰ τὴν ἐκείνων πίστιν λαμβάνων τὴν ἄφεσιν. ΡΑΓ'. Κρείσσον μετ᾿ εὐλαβείας ὑπερεύχεσθαι τοῦ πλησίον, ἢ ἐλέγχειν αὐτὸν ἐν παντὶ πράγματι. ΡΑΔ'. Ο ὀρθῶς μετανοῶν, ὑπὸ ἀφρόνων χλευάζεται. Τοῦτο δὲ αὐτῷ ἐστι τεκμήριον εὐαρεστήσεως. ΡΑΕ. Ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται, καὶ οὐ παύσεται, ἕως ἂν ἐξολοθρεύσῃ Κύριος σπέρμα ἐκ Βαβυλῶνος. Λόγισαί μοι ἔνδεκα εἶναι τὰ πάθη τῆς ἁμαρ τίας· ἐὰν ἐν ἐξ αὐτῶν ἀγαπήσῃς θελήματι, ἐκεῖνο ἀναπληρώσει τὸν τόπον τῶν ἔνδεκα. ΡΑΖ'. Πῦρ ἐστι καιόμενον ἡ ἁμαρτία. Οσον ἂν περικόψῃς τὴν ὕλην, τοσοῦτον σβεσθήσεται· καὶ καθὸ ἐν ἐπιθῇς ἀναλόγως ἐκκαυθήσεται. ΡΛΗ. Επαρθεὶς ἐν ἐπαίνοις, ἐκδέχου ἀτιμίαν. Φησί γάρ. Ο ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται. ΡΑΘ. Οταν πᾶσαν ἐκούσιον κακίαν ἀποβάλωμεν τῆς διανοίας, τότε ἂν πολεμήσωμεν πάθεσι τοῖς και τὰ πρόληψιν. ΡΜ. Πρόληψις ἔστι τῶν προτέρων κακῶν μνεία ἀκούσιος, παρὰ μὲν τῷ ἀγωνιστῇ προβῆναι εἰς πάθος κωλυομένη· παρὰ δὲ τῷ νικητῇ ἕως προσβολῆς ἀνα τρεπομένη. ΡΜΔ'. Προσβολή ἔστιν ἀνείδωλον κίνημα καρδίας, κλεισούρας δίκην, ὑπὸ τῶν ἐμπειρων κατεχομένη. ΕΜΒ'. Ὅπου εἰκόνες λογισμῶν ἐκεῖ γέγονε συγ Σιν, 11. Ρ. ἐνεπιθῇς, ἂν ἐπιθῇς. ύπου, κ. τ. λ.
col. 923–924page 9 of 118
PG 65:923κατάθεσις· κίνημα γάρ ἐστιν ἀνείδωλον, ἀναίτιος προσβολή. Εστι δὲ καὶ ὁ ἐκ τούτων ἐκφεύγων, ὡς δαλὸς ἐκ πυρός· καὶ ἔστιν ὁ μὴ ἀναστρέφων, ἕως ἂν ἐκκαύση φλόγα. ΡΜΓ. Μὴ λέγε· Ο τι οὐ θέλω, καὶ ἔρχεται. Πάνο τως γὰρ κἂν μὴ αὐτὸ ἀγνοῇς, τὰς δὲ αἰτίας ἀγαπᾶς τοῦ πράγματος. ΡΜΔ'. Ο ζητῶν ἔπαινον, ἔγκειται πάθει· καὶ θλίψιν ἐπελθοῦσαν ἀποδυρόμενος, ἀγαπᾷ τὴν ἄνεσιν. ΡΜΕ. Ὡς ἐπὶ ζυγοῦ ἀστατεῖ τοῦ ἡδυπαθοῦντος δ λογισμὸς, καὶ ποτὲ μὲν κλαίει καὶ ἀποδύρεται δι ἁμαρτίας· ποτὲ δὲ πολεμεῖ καὶ ἀντιλέγει τῷ πλησίον, ἐκδικῶν τὰς ἡδονάς Ο πάντα δοκιμάζων καὶ τὸ καλὸν κατέχων, ἀκολούθως ἀπὸ παντὸς πονηροῦ ἀφέξεται, ΡΜΖ΄. Μακρόθυμος ἀνὴρ, πολὺς ἐν φρονήσει ὁμοίως καὶ ὁ λόγοις σοφίας παραβάλλων τὸ οὖς αὐ τοῦ. ΡΜΗ. Χωρίς μνήμης Θεοῦ, γνώσις ἀληθῆς εἶναιοὐ δύναται· ἐκτὸς γὰρ τῆς προτέρας, ή δευτέρα νότ θος ὑπάρχει. ΡΜΘ'. Τὸν σκληροκάρδιον οὐκ ὠφελεῖ λεπτοτέρας γνώσεως λόγος, διότι ἐκτὸς φόβου, μετανοίας πόνου; οὐ καταδέχεται. ΓΝ. Τῷ προεῖ ἀνθρώπῳ πιστολογία συμβάλλεται, καθότι οὐ πειράζει Θεοῦ μακροθυμίαν, καὶ οὐ τύπτεται ἐν πυκνῇ παραβάσει. ΕΝΑ'. "Ανδρα δυνατὸν μὴ ἐλέγξῃς ἐπὶ κενοδοξία, ἀλλὰ τὴν ἐπιφορὰν τῆς μελλούσης ἀτιμίας ὑπόδειξον· τούτῳ γὰρ τῷ τρόπῳ ὁ συνετὸς ἡδέως ελέγ χεται. ΡΝΒ. Ὁ μισῶν ἔλεγχον, κατὰ πρόθεσιν ἔγκειται τῷ πάθει. Ὁ δὲ ἀγαπῶν, δηλονότι κατὰ πρόληψιν παραφέρεται. ΓΝΓ. Μὴ θέλε ἀκούειν ἀλλότρια πονηρεύματα· τῷ γὰρ τοιούτῳ θελήματι καὶ οἱ χαρακτῆρες τῶν ποντ ρευμάτων διατρέφονται. ΡΝΔ'. Ο κακοίς λόγοις ἐνηχηθείς, σεαυτῷ ἐργίου, καὶ μὴ τῷ λαλήσαντι· πονηρᾶς γὰρ ἀκοῆς, πονηρός καὶ ὁ ἀποκρισιάριος. ΡΝΕ. Εἴ τις ματαιολόγοις ἀνθρώποις περιτύχοι, ὑπεύθυνον ἑαυτὸν ἡγείσθω τῶν τοιούτων ῥημάτων, κἂν μὴ προσφάτως, ἀλλ' ἐκ παλαιοῦ χρεωτήματος. Ἐὰν ἴδης τινὰ καθ' ὑπόκρισιν ἐπαινοῦντά σε, ἐν ἰδίῳ καιρῷ παρ' ἐκείνον ψόγον ἐκδέχον. ΡΝΖ΄. Τὰ παρόντα Ολιβερά προσυναλλασσε τοῖς μέλλουσιν ἀγαθοῖς, καὶ οὐδέποτέ σου τὸν ἀγῶνα χαν νώσει πλημμέλεια. ΡΝΗ. Οταν διὰ σωματικὴν παραχὴν ἄνθρωπον ώ; ἀγαθὸν ἐκτὸς τοῦ Θεοῦ ἐπαινέσῃς, ὕστερον ὁ αὐτό; σοι πονηρός καταφανήσεται. ΓΝΘ. Πᾶν ἀγαθὸν παρὰ Κυρίου οἰκονομικῶς ἐπ
col. 925–926page 10 of 118
PG 65:925ἔρχεται· καὶ οἱ φέροντες αὐτὸ, εἰσὶν ἀγαθοῦ διά ΡΞ'. ᾿Αγαθῶν καὶ κακῶν τὰς μετεμπλοκὰς ὁμαλῷ λογισμῷ ὑποδέχου· καὶ οὕτως ἀνατρέπει ὁ Θεὸς τῆς ἀνωμαλίας τὰ πράγματα. ΡΞΑ'. Ἡ ἀνισότης τῶν λογισμῶν, τὰς τῶν ἰδικῶν ἀνιδίως μεταβολὰς ἐπιφέρει· ὁ Θεὸς γὰρ τὰ ἀκούσια τοῖς ἑκουσίοις προσφυῶς ἀπένειμε. ΡΕΒ'. Τὰ αἰσθητά, τῶν νοερῶν ἐστιν ἔκγονα, τὸ δέον φέροντα ψήφῳ Θεοῦ. ΡΞΓ'. Καρδίας ήδυπαθούσης, λογισμοί λοιμοὶ ἀνα φύονται· καὶ ἐν τῷ καπνῷ τὴν ἔγκειμένην ὕλην ἐπι γινώσκομεν. ΡΕΔ'. Παράμενε τῇ διανοίᾳ, καὶ οὐ κοπιάσεις ἐν πειρασμοῖς· ἐκεῖθεν δὲ ἀναχωρῶν, ὑπόμενε τὰ ἐπερ χόμενα. ΡΞΕ. Εὔχου μὴ ἐλθεῖν σοι πειρασμόν· ἐλθόντα δὲ, κατάδεξαι ὡς σὸν, καὶ οὐκ ἀλλότριον. ΡΕΤ'. 'Αρον τὴν ἔννοιαν ἀπὸ πάσης πλεονεξίας, καὶ τότε δυνήσει ἰδεῖν τὰς μεθοδείας τοῦ διαβόλου. ΡΞΖ'. Ο λέγων πάσας εἰδέναι τὰς μεθοδείας τοῦ διαβόλου, οὐκ οἶδεν ἑαυτὸν τέλειον εἰσφέρειν. ΡΞΗ'. ῞Οταν ἐξέλθῃ ὁ νοῦς τῶν σωματικών φρον τίδων, βλέπει κατ' ἀναλογίαν τὰς τῶν ἐχθρῶν παν ουργίας. ΡΕΘ'. Ο λογισμοῖς συναπαγόμενος, ἐκτυφλοῦται ὑπ' αὐτῶν· καὶ τὰς μὲν ἐργασίας τῆς ἁμαρτίας βλέ πει, τὰς δὲ αἰτίας αὐτῶν οὐ δύναται ἰδεῖν. ΡΟ. Ἔστιν ὁ ποιῶν προφανῶς ἐντολὴν, δουλεύων πάθει, καὶ διὰ λογισμῶν πονηρῶν ἀγαθὴν πρᾶξιν ἐξαφανίζων. ΡΟΛ΄. Εμφερόμενος ἐν ἀρχῇ κακοῦ, μὴ λέγε· Οὐ μὴ νικήση με. Καθὸ γὰρ ἂν ἐμφέρη, κατὰ τοσοῦτον ήδη νενίκησαι. ΡΟΒ'. Εκαστον τῶν γενομένων, ἀπὸ μικροῦ ἄρ χεται· καὶ κατά μέρος τρεφόμενον, λαμβάνει τὴν αἴ ξησιν. ΡΟΓ. Δίκτυόν ἐστι πολύπλοκον, ἡ τῆς κακίας μέθ οδος· ᾧ μερικῶς ἐμπλακείς, ἐὰν ἀμελήσῃ, περι εκτικώς σφίγγεται. ΡΟΔ'. Μὴ θέλε ἀκούειν δυστυχίας ἐχθρῶν ἀνθρώ των. Οἱ γὰρ ἡλέως ἀκούοντες τῶν τοιούτων ῥημάτ των, καρπούς τρυγώσι τῆς ἰδίας προθέσεως. ΡΟΕ'. Μὴ πᾶσαν θλίψιν ἐπέρχεσθαι τοῖς ἀνθρώποις δι' ἁμαρτίαν νόμιζε· εἰσὶ γάρ τινες εὐαρεστοῦντες καὶ πειραζόμενοι. Γέγραπται γάρ Ασεβεῖς καὶ ἄνομοι ἐκδιωχθήσονται. Ομοίως καὶ οἱ εὐσεβῶς θέλοντες ζῆν ἐν Χριστῷ, διωχθήσονται. Ρος. Ἐν καιρῷ θλίψεως, βλέπε τὴν προσβολὴν τῆς θλίψεως· ἐπειδὴ γὰρ ἡ προσβολή παραμυθεῖται τὴν θλίψιν, εὐπαράδεκτος γίνεται. ΡΟΖ'. Τινὲς φρονίμους λέγουσι, τους διακριτικούς
col. 927–928page 11 of 118
PG 65:927τῶν αἰσθητῶν πραγμάτων. Φρόνιμοι δέ εἰσιν, οἱ ἐποιο κρατοῦντες τῶν ἰδίων θελημάτων. ΡΟΗ'. Πρὸ ἀναιρέσεως τῶν κακῶν, μὴ ὑπακούσῃς τῇ καρδίᾳ σου. Οἷας γὰρ ἐνθήκας ἔχει, τοιαύτας καὶ προσθήκας ἐπιζητεῖ. ΡΟΜ. "Ωσπερ εἰσὶν ὄφεις συναντῶντες ἐν νάπαις, καὶ εἰσὶν ἕτεροι φωλεύοντες ἐν οἰκίαις· οὕτως εἰσὶ πάθη, λογιστικῶς μορφούμενα, καὶ εἰσὶν ἕτερα, πρακτικῶς ἐγκείμενα, εἰ καὶ ἐξ ἄλλων εἰς ἄλλας εἰκόνας μετεμορφώθησαν. ΡΠ'. Οταν ἴδῃς τὰ ἐγκείμενα ὑποστατικῶς κινούμενα, καὶ εἰς πάθος προκαλούμενα τὸν νοῦν ἡσυχάζοντα, γίνωσκε ὅτι ὁ νοῦς ποτε καὶ τούτων προ ηγήσατο, καὶ εἰς πράξιν ἤγαγε, καὶ τῇ καρδίᾳ ἐνα έθηκεν. ΡΠΑ΄. Οὐ συνίσταται νέφος ἐκτὸς αὔρας καὶ ἀνέ μου, καὶ οὐ γεννᾶται πάθος ἐκτὸς ἐννοίας. ΡΙΒ'. Ἐὰν μηκέτι ποιῶμεν τὰ θελήματα τῆς σαρκὸς κατὰ τὴν Γραφήν, ῥᾳδίως ἐν Κυρίῳ ὑπολή ξει τὰ προεγκείμενα. ΡΗΓ. Τὰ μὲν ὑποστατικὰ τοῦ νοὸς είδωλα, πονη ρότερά ἐστι καὶ ἐπικρατέστερα. Τὰ δὲ λογιστικά, τούτων αἴτια καὶ προηγητικά. ΡΠΔ'. Εστι κακία καρδιακῶς κατέχουσα διὰ τὴν χρονίαν πρόληψιν. Καὶ ἔστι κακία λογιστικώς που λεμοῦσα διὰ τῶν καθημερινῶν πραγμάτων. ΡΠΕ. Ὁ Θεὸς τὰς πράξεις κατὰ τὰς προθέσεις λογίζεται· Δῴη γάρ σοι, φησί, Κύριος κατὰ τὴν καρδίαν σου. Ὁ ἐν θεωρία συνειδήσεως μὴ ἐγκαρτερῶν, οὐδὲ τοὺς σωματικούς πόνους ὑπὲρ εὐσεβείας καταδέχεται. ΡΙΖ'. Φυσική βίβλος ἐστὶ συνείδησις. Ο ἐμπράκτως ἀναγινώσκων αὐτὴν, λαμβάνει πεῖραν θείας ἀντιλήψεως. ΡΠΗ'. Ο μὴ αἱρούμενος τοὺς ὑπὲρ ἀληθείας τό νους εκουσίως, ὑπὸ τῶν ἀκουσίων χαλεπωτέρως παι δεύεται. ΡΠΘ. Ο γνοὺς τὸ θέλημα τοῦ Θεοῦ, καὶ κατὰ δύναμιν ποιῶν αὐτὸ, διὰ μικρῶν πόνων τους μεγά λους ἐκφεύξεται. Ὁ ἐκτὸς προσευχῆς καὶ ὑπομονῆς πειρασμούς νικῆσαι θέλων, οὐκ ἀπώσεται αὐτούς, ἀλλὰ πλέον ἐμπλακήσεται. ΡΕΑ'. Κύριος εἰς τὰς ἰδίας ἐγκέκρυπται ἐντολές, καὶ τοῖς ζητοῦσιν αὐτὸν κατ' ἀναλογίαν εὑρίσκεται. ΡιΒ. Μὴ εἴπῃς· Ἐποίησα ἐντολὰς, καὶ οὐχ εξ ρον τὸν Κύριον. Γνῶσιν γὰρ μετὰ δικαιοσύνης πολυ λάκις εὕρηκας. Οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν, εὑρή σουσιν εἰρήνην. ΡΗΓ. Εἰρήνη ἐστὶ τῶν παθῶν ἀπαλλαγή· αὐτὴ δὲ, ὡς λέγει ὁ ἅγιος Απόστολος, ἐκτὸς ἐνεργείας τοῦ ἁγίου Πνεύματος οὐχ εὑρίσκεται. Ρ.. Αλλα πράξις ἐντολῆς, καὶ ἄλλο ἀρετή, καν
col. 929–930page 12 of 118
PG 65:929ἐξ ἀλλήλων τὰς τῶν ἀγαθῶν ἀφορμὰς λαμβάνωσι τὰ πάντα. ΡΕ'. Πρᾶξις ἐντολῆς λέγεται, ἐν τῷ πρᾶξαι τὸ προστεταγμένον· ἀρετὴ δὲ, ἐν τῷ ἀρέσκειν τῇ ἀλη θεία τὸ γεγενημένον. "Ωσπερ εἷς μὲν ἔστιν ὁ αἰσθητός πλοῦτος, κατὰ δὲ κτῆσιν πολυμερής· οὕτω μία ἐστὶν ἡ ἀρετή, πολυτρόπους ἔχουσα τὰς ἐργασίας. ΡΙΖ'. Ὁ ἐκτὸς ἔργου σοφιζόμενος καὶ λαλῶν λό γους, πλουτεῖ ἐξ ἀδικίας· καὶ οἱ πόνοι αὐτοῦ, κατὰ τὴν Γραφήν, εἰς οἴκους ἀλλοτρίους έρχονται. ΡΗ'. Πάντα υπακούσεται τῷ χρυσίῳ, φησί· καὶ τῇ χάριτι τοῦ Θεοῦ τὰ νοητὰ διοικηθήσεται. ΡιΘ. Συνείδησις ἀγαθὴ διὰ προσευχῆς εὑρίσκεται, καὶ προσευχὴ καθαρὰ διὰ συνειδήσεως· θάτερον γὰρ θατέρου κατὰ φύσιν προσδέεται. Σ'. Ὁ Ἰακὼβ τῷ Ἰωσὴφ χιτῶνα ποικίλον ἐποίησε, καὶ ὁ Κύριος τῷ πραεῖ γνῶσιν ἀληθείας χαρί ζεται, καθὰ γέγραπται, ότι Διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. ΣΑ'. Πάντοτε εργάζου τὸ ἀγαθὸν κατὰ δύναμιν, καὶ ἐν καιρῷ τοῦ μείζονος μὴ στρέφου ἐπὶ τὸ ἔλατ τον ῾Ο γὰρ στραφεὶς εἰς τὰ ὀπίσω, φησίν, οὐκ ἔστιν εὔθετος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Περὶ τῶν ολομένων ἐξ ἔργων δικαιούσθαι. Α΄. Ἡ τῶν ἔξωθεν κακοπιστία ἐν τοῖς ὑπογεγραμμένοις, ἐλέγχεται ὑπὸ τῶν βεβαιοπίστων, καὶ ἐπο εγνωκότων τὴν ἀλήθειαν. Β. Ο Κύριος πᾶσαν ἐντολὴν ὀφειλομένην δεῖξαι θέλων, τὴν δὲ υἱοθεσίαν ἰδίῳ αἵματι δεδωρημένην τοῖς ἀνθρώποις, φησίν· "Οταν πάντα ποιήσητε προστεταγμένα ὑμῖν, τότε εἴπατε· Δοῦλοι ἀχρεῖοί ἐσμεν, καὶ ὁ ὡφείλομεν ποιῆσαι, πεποιήκαμεν διὰ τοῦτο οὐκ ἔστι μισθὸς ἔργων ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλὰ χάρις Δεσπότου, πιστοῖς δούλοις ἡτοι μασμένη. Γ. Οὐκ ἀπαιτεῖ δοῦλος ὡς μισθὸν, τὴν ἐλευθερίαν, ἀλλ᾽ εὐαρεστεῖν ὡς ὀφειλέτης, καὶ κατὰ χάριν ἐκδέ χεται. Δ'. Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς, καὶ τοῖς εὖ δουλεύουσιν αὐτῷ, τὴν ἐλευθερίαν χαρίζεται· φησί γάρ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἐγένου πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυ ρίου.

Minor Work IIOpusculum II

col. 931–932page 13 of 118
PG 65:931Τινές, κ. τ. λ. Ε΄. Οὔπω δοῦλός ἐστι πιστὸς, ὁ ψιλῇ τῇ γνώσει έπερειδόμενος, ἀλλ' ὁ δι᾽ ὑπακοῆς τῷ ἐντειλαμένῳ Χριστῷ πιστεύων. Γ'. Ο τὸν δεσπότην τιμών, ποιεῖ τὰ κελευόμενα, Σφαλεὶς δὲ ἡ παρακούσας, ὑπομένει ὡς ἴδια τὰ ἐπερ χόμενα. Ζ'. Φιλομαθής ὤν, γίνου καὶ φιλόπονος· ἡ γὰρ ψιλή γνῶσις, φυσιοῖ τὸν ἄνθρωπον. Η'. Οἱ ἀπροσδοκήτως ἡμῖν συμβαίνοντες πειρασμοί, οἰκονομικῶς ἡμᾶς φιλοπόνους διδάσκουσι, καὶ μὴ βου λομένους εἰς μετάνοιαν ἔλκουσιν. Θ'. Αἱ ἐπερχόμεναι θλίψεις ἀνθρώποις, τῶν ἰδίων κακῶν εἰσιν ἔκγονα· ἐὰν δὲ αὐτὰς διὰ προσευχῆς ὑπομείνωμεν, εὑρήσομεν πάλιν ἀγαθῶν πραγμάτων ἐπιφοράν. 1. Τινὲς ἐπ' ἀρετῇ ἐπαινεθέντες, ἠδύνθησαν, καὶ τὴν τῆς κενοδοξίας αὐτῶν ἡδονὴν, ἔδοξαν εἶναι πα ράκλησιν. Ετεροι ἐφ᾽ ἁμαρτίαις ἐλεγχθέντες, από νεσαν, καὶ τὸν ἐπωφελῆ πόνον ἐλογίσαντο εἶναι και κίας ἐνέργειαν. ΙΑ'. Οσοι προφάσει ἀγώνων ἀμελεστέρων κατα επαίρονται, οὗτοι ἐξ ἔργων σωματικών δικαιούσθαι νομίζουσιν. Ὅσοι δὲ ἐπερειδόμενοι ψιλῇ τῇ γνώσει τοὺς ἀγνοοῦντας εὐτελίζουσιν, οὗτοι ἐκείνων πολύ ἀφρονέστεροι τυγχάνουσιν. ΙΒ'. Ἐκτὸς τῶν κατ' ἀρετὴν ἔργων, ούπω βεβαία ἡ γνῶσις, κἂν ἀληθὴς τυγχάνῃ. Διότι παντὶ πράγμα τι τὸ ἔργον ἐστὶ βεβαίωσις. ΙΓ΄. Πολλάκις ἐκ τῆς περὶ τὴν πρᾶξιν ἀμελείας, καὶ ἡ γνῶσις σκοτίζεται. "Ων γὰρ αἱ ἐργασίας καθ όλου παρελογίσθησαν, τούτων καὶ αἱ μνῆμαι κατά μέρος οιχήσονται· ἡ Γραφὴ διὰ τοῦτο κατὰ γνῶσιν εἰδέναι τὸν Θεὸν ὑποτίθεται, ἵν᾿ ὀρθῶς αὐτῷ ποτε διὰ τῶν ἔργων δουλεύσωμεν. ΙΔ'. Οταν προφανῶς ἐπιτελῶμεν ἐντολὰς, τὰ μὲν ἰδικὰ παρὰ Κυρίου ἀναλόγως λαμβάνομεν· ὠφελούμεθα δὲ, κατὰ τὸν σκοπὸν τῆς προθέσεως. ΙΕ΄. Ο θέλων τι πρᾶξαι καὶ μὴ δυνάμενος, ὡς ποιήσας ἐστὶ παρὰ τῷ καρδιογνώστῃ Θεῷ. Τοῦτο καὶ ἐπὶ ἀγαθοῖς, καὶ ἐπὶ κακοῖς νοητέον. ΙϚ'. Ὁ νοῦς ἐκτὸς τοῦ σώματος, ἀγαθὰ καὶ κακά ἐκτελεί πολλά· τὸ δὲ σῶμα ἐκτὸς τοῦ νοὸς, οὐδὲν τού των ἐπιτελέσαι δύναται. Διότι ὁ νόμος τῆς ἐλευθερίας, πρὸ τῆς πράξεως ἀναγινώσκεται. ΙΖ΄. Τινὲς μὴ ποιοῦντες τὰς ἐντολὰς πιστεύειν ὀρθῶς νομίζουσι. Τινὲς δὲ ποιοῦντες, ὡς μισθὸν ἀρει λόμενον, τὴν βασιλείαν ἐκδέχονται· ἀμφότεροι δὲ τῆς βασιλείας ἀπεσφάλησαν
col. 933–934page 14 of 118
PG 65:933ΙΗ'. Παρὰ δεσπότου μισθὸς δούλοις οὐ κεχρεώστηται· οὐδ' αὖ πάλιν εἰ μὴ δουλεύσαντες ὀρθῶς ἐλευθερίαν τυγχάνουσιν. ΙΘ'. Εἰ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, κατὰ τὰς Γραφάς, καὶ οὐ ζῶμεν ἑαυτοῖς, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι, δηλονότι δουλεύειν αὐτῷ ἕως θανάτου κεχρεωστήκαμεν. Πῶς οὖν ὀφειλομένην τὴν υἱοθεσίαν λογισόμεθα; Κ'. Χριστός, Δεσπότης κατ' ουσίαν, καὶ Δεσπότης κατ' οἰκονομίαν, ὅτι καὶ μὴ ὄντας ἐποίησε, καὶ τῇ ἁμαρτία θανόντας, διὰ τοῦ ἰδίου αἵματος ἐξηγόρασε, καὶ τοῖς οὕτω πιστεύουσι, τὴν χάριν ἐδωρήσατο. ΚΑ'. Όταν ἀκούσῃς τῆς Γραφῆς λεγούσης, ὅτι ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οὐκ ἔργα λέ γει γεέννης Η βασιλείας ἀντάξια· ἀλλ' ἔργα τῆς ἑαυ τοῦ ἀπιστίας ἢ πίστεως, ὁ Χριστὸς ἀποδίδωσιν ἑκά στιν, οὐχ ὡς συναλλάκτης πραγμάτων, ἀλλ' ὡς Θεὸς κτίστης καὶ ἀγοραστὴς ἡμῶν. ΚΒ. Οσοι τοῦ λουτροῦ τῆς παλιγγενεσίας Αξιώ θημεν, τὰ ἀγαθὰ ἔργα, οὐ δι' ἀνταπόδοσιν προσφέρομεν, ἀλλὰ διὰ φυλακὴν τῆς δοθείσης ἡμῖν καθα ρότητος. ΚΓ'. Πᾶν ἔργον ἀγαθὸν 8 διὰ τῆς ἡμετέρας έργα ζόμεθα φύσεως, ἀπέχεσθαι μὲν ποιεῖ τοῦ ἐναντίου κακοῦ. Προσθήκην δὲ ἁγιασμοῦ ἐκτὸς χάριτος ποιῆ και οὐ δύναται. ΚΔ'. Ὁ ἐγκρατής, ἀπέχεται γαστριμαργίας· ὁ ἀκτήμων, πλεονεξίας· ὁ ἥσυχος, πολυλογίας· ὁ ἁγνὸς, φιληδονίας· ὁ σεμνός, πορνείας· ὁ αὐτάρκης, φιλαργυρίας· ὁ πράος, ταραχῆς· ὁ ταπεινόφρων, κενοδοξίας· ὁ ὑποτακτικός, φιλονεικίας· ὁ ἐλεγκτικής, ὑποκρίσεως. Ομοίως ὁ εὐχόμενος, ἀπο ἔχεται ἀνελπιστίας· ὁ πτωχός, φιλοχρηματίας· ὁ ὁμολογητής, ἀρνήσεως· ὁ μάρτυς, εἰδωλολατρείας. Βλέπεις πως πᾶσα ἡ ἕως θανάτου ἐπιτελουμένη ἀρετή, οὐδὲν ἕτερον ἢ ἁμαρτίας ἐστὶν ἀποχή; ἁμαρτ τίας δὲ ἀποχή, φύσεώς ἐστιν ἔργον, οὐ βασιλείας ἀντε ἀλλαγμα· ἄνθρωπος μόλις φυλάσσει τὰ τῆς ἑαυτοῦ φύσεως· Χριστὸς δὲ, διὰ σταυροῦ τὴν υἱοθεσίαν χα ρίζεται. ΚΕ'. Εστιν ἐντολὴ μερική, καὶ ἔστιν ἑτέρα περιεκτική. Πὴ μὲν γὰρ μερικῶς, κελεύει μεταδοῦναι τῷ μὴ ἔχοντι; τὴ δὲ ἐντέλλεται, πᾶσιν ἀποτάξασθαι τοῖς ὑπάρχουσιν. Κα'. Ἔστιν ἐνέργεια χάριτος, τῷ νηπίῳ ἀγνοουμένη. Καὶ ἔστι τῆς κακίας ἑτέρα, τῇ ἀληθείᾳ ἐξ ομοιουμένη. Καλὸν δὲ τὰ τοιαῦτα μὴ ἐνοπτρίζεσθαι διὰ τὴν πλάνην· μήτε μὴν ἀναθεματίζειν, διὰ τὴν ἀλήθειαν· ἀλλὰ πάντα δι' ἐλπίδος προσφέρειν τῷ Θεῷ. Αὐτὸς γὰρ οἶδε τῶν ἀμφοτέρων τὸ χρήσιμον. Βλέπεις.
col. 935–936page 15 of 118
PG 65:935ΚΖ'. Η διαπεράσαι θέλων τὴν νοητὴν θάλασσαν, μακροθυμεῖ, ταπεινοφρονεῖ, ἀγρυπνεί, ἐγκρατεύεται. Ἐκτὸς δὲ τῶν τεσσάρων τούτων ἐὰν εἰσελθεῖν βιά σηται, θορυβεῖ μὲν τὴν καρδίαν, περάσαι δὲ οὐ δύναται, ΚΗ. Ησυχία ὠφελεῖ, τῶν κακῶν ἀργήσασα. Ἐὰν δὲ καὶ τὰς τέσσαρας ἀρετὰς ἐν προσευχῇ προς λάβῃ βοήθημα, πρὸς ἀπάθειαν οὐδὲν αὐτῇ συντομώτερον. ΚΘ. Οὐκ ἔστιν ἡσυχάσαι τὸν νοῦν ἄνευ σώματος, οὔτε λῦσαι τὸ τούτων μεσότοιχον ἄνευ ἡσυχίας καὶ προσευχῆς. Λ'. Σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός. Οἱ δὲ πνεύματι περι πατοῦντες, ἐπιθυμίαν σαρκικὴν οὐ μὴ τελέσωσιν. ΛΑ'. Οὐκ ἔστι τελεία προσευχή χωρὶς νοητῆς ἐπι 5 κλήσεως· ἀπερισπάστως δὲ βοώσης ἐννοίας ἐπακούει ὁ Κύριος. σε ΛΒ'. Νοῦς ἀπερισπάστως ευχόμενος θλίβει καρ δίαν· Καρδίαν δὲ συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. ΑΓ. Ἡ προσευχὴν ἀρετὴ λέγεται, καν μήτηρ αὐτ τῶν τυγχάνῃ· ἀπογεννῇ γὰρ αὐτὰς, διὰ τῆς εἰς Χρι στὸν συναφείας. ΛΔ'. Ἐὰν πράξωμεν χωρίς προσευχῆς καὶ ἀγαθῆς ἐλπίδος, ὕστερον ἐπιβλαβὲς καὶ ἀτελὲς τυγχάνει. ΛΕ. Οταν ἀκούσῃς· "Εσονται οἱ ἔσχατοι πρώ τοι, καὶ οἱ πρῶτοι ἔσχατοι, μετόχους ἀρετῶν καὶ μετόχους ἀγάπης νόει. 'Αγάπη γάρ, ἐσχάτη μὲν ἀρε τῶν τυγχάνει κατὰ γένεσιν· πρώτη δὲ εὑρίσκεται άπασῶν κατὰ τὴν ἀξίαν, τὰς προγεγενημένας αὐτῆς έσχάτας ἀποδεικνύουσα. Αφ. Ἐὰν ἀκηδιάσῃς, ὑπὸ κακίας πολυτρόπως θλιβόμενος, μνημόνευσον τῆς ἐξόδου καὶ τῶν χαλε πῶν κολαστηρίων. ΛΖ'. Κρείσσον γὰρ τὸ προσκολλᾶσθαι τῷ Θεῷ διὰ προσευχῆς καὶ ἐλπίδος, ἢ μνήμας ἔχειν ἐξωτέρας, κἂν ἐπωφελεῖς τυγχάνωσιν. ΛΗ'. Οὐδεμία τῶν ἀρετῶν μόνη καθ' ἑαυτὴν ἀνοί γει τὴν φυσικὴν ἡμῖν θύραν, ἐὰν μὴ πᾶσαι ἀκολούθως ἀλλήλων ἐξήρτηνται. ΑΘ'. Οὐκ ἔστιν ἐγκρατής, ὁ λογισμοίς τρεφόμενος· κὰν γὰρ ὠφέλιμοι ὦσιν, οὐκ εἰσὶ τῆς ἐλπίδας ὠφελιμώτεροι. Μ'. Έστιν ἁμαρτία πρὸς θάνατον πᾶσα ἀμετανόητος· περὶ ἧς κἂν ἅγιος ὑπὲρ ἑτέρου προσεύξηται οὐκ εἰσακούεται. ΜΑ'. Ο ὀρθῶς μετανοῶν, οὐκ ἀντελλογεῖ τὸν και πον τοῖς παλαιοῖς ἁμαρτήμασιν, ἀλλ᾽ ἀεὶ δι᾿ ἑαυτοῦ τὸν Θεὸν ἐξευμενίζεται. ΜΒ. Εἰ ὅσα ἔχει ἡ φύσις ἡμῶν ἀγαθά, καθ' ἡμέ ραν ποιεῖν αὐτὰ κεχρεωστήκαμεν, τί λοιπόν περί τῶν προγεγενημένων κακῶν τῷ Θεῷ ἀνταποδώσομεν; ΜΓ'. Ὅσην ἂν ὑπερβολὴν ἀρετῆς σήμερον ποιή σωμεν, παρελθούσης αμελείας ἔλεγχός ἐστιν, οὐκ ἀνταπόδοσις. ΜΔ'. Ο θλιβόμενος νοερῶς, καὶ ἀναπαυόμενος σαρκικῶς, ὅμοιός ἐστι τῷ σαρκικῶς θλιβομένῳ, καὶ
col. 937–938page 16 of 118
PG 65:937νοερῶς διαχεομένῳ. Ἡ δ' ἐξ ἀμφοῖν θλίψις εκούσιος, συνεργεῖ πρὸς θάτερον, ἥτε τῆς διανοίας, τῇ σαρκικῇ, καὶ ἡ τῆς σαρκὸς, πρὸς τὴν διάνοιαν· τὸ γὰρ ἀσύνθετον αὐτῶν μοχθηρότερον γίνεται. ΜΕ΄. Μεγάλη ἀρετὴ, τὸ ὑπομένειν τὰ ἐπερχόμενα, καὶ ἀγαπᾷν τοὺς μισοῦντας, κατὰ τὸν λόγον τοῦ Κυ ρίου. Αγάπης δὲ ἀνυποκρίτου τεκμήριον, ἀδικημάτ των συγχώρησις. ΜϚ'. Οὐκ ἔστιν ἀπὸ καρδίας συγχωρῆσαί τινι τὰ παραπτώματα, ἐκτὸς γνώσεως ἀληθοῦς· αὕτη γὰρ ἴδια ἑκάστῳ τὰ ἐπερχόμενα δείκνυσιν. ΜΖ'. Οὐδὲν ἀπολέσεις, δ ἂν ἀφῆς διὰ τὸν Κύριον τῷ γὰρ ἰδίῳ καιρῷ πολυπλασίως ελεύσεται. ΜΗ'. Ὅταν ὁ νοῦς τοῦ τῆς εὐσεβείας σκοποῦ ἐπι λάθηται, τότε τὸ προφανὲς ἔργον τῆς ἀρετῆς ἀνόνη τον γίνεται. ΜΘ'. Εἰ παντὶ ἀνθρώπῳ βλαβερὰ ἡ κακοβουλία, πολλῷ μᾶλλον τοῖς τὴν ἀκρίβειαν ἐπανῃρημένοις. Ν'. Έργῳ φιλοσόφει περὶ βουλῆς ἀνθρώπου, καὶ ἀνταποδόσεως Θεοῦ· οὐκ ἔστι γὰρ ὁ λόγος τῆς έργα σίας σοφώτερος. ΝΑ'. Τοῖς ὑπὲρ εὐσεβείας πόνοις ἀκολουθεῖ ἡ ἀν τίληψις. Τοῦτο δὲ γνωστέον, διὰ νόμου θείου καὶ συν ειδήσεως. ΝΒ΄. Εἷς παρέλαβε φρόνημα, καὶ ἀπερισκέπτως ἐκράτησεν· ἕτερος δὲ παρέλαβε, καὶ τῇ ἀληθείᾳ συνέ κρινε. Ζητητέον, ποῖος αὐτῶν εὐσεβεστέρως επόνησε. ΝΓ. Σημεῖον γνώσεως ἀληθοῦς, ἡ τῶν θλιβερών ὑπομονὴ, καὶ τὸ μὴ αἰτιᾶσθαι ἀνθρώπους ἐπὶ ταῖς ἑαυτῶν συμφοραῖς. ΝΔ'. Ὁ ποιῶν ἀγαθὸν, καὶ ζητῶν ἀνταπόδοσιν, οὐ δουλεύει Θεῷ, ἀλλὰ τῷ ἰδίῳ θελήματι. Οὐκ ἔστιν ἁμαρτήσαντα τὴν ἀνταπόδοσιν διαδράσαι, εἰ μὴ διὰ μετανοίας προσηκούσης τῷ σφάλματα, ΝΕ. Τινὲς λέγουσιν· Οὐ δυνάμεθα ποιῆσαι τὸ ἀγα Οόν, ἐὰν μὴ ἐναργώς δεξώμεθα την χάριν τοῦ Πνεύ ματος. 'Αεὶ δὲ οἱ προαιρέσει ταῖς ἡδοναῖς ἐγκείμενοι, ὡς ἀβοήθητοι παραιτοῦνται τὸ κατὰ δύναμιν. α Να'. Ἡ μὲν χάρις, τοῖς ἐν Χριστῷ βαπτισθεῖσι, μυστικῶς δεδώρηται· ἐνεργεῖ δὲ κατὰ ἀναλογίαν τῆς ἐργασίας τῶν ἐντολῶν, καὶ κρυφίως βοηθεῖν ἡμῖν ἡ χάρις οὐ παύεται, ἐφ' ἡμῖν δέ ἐστι ποιεῖν ἢ μὴ ποιεῖν τὸ ἀγαθὸν κατὰ δύναμιν. Πρῶτον μὲν θεοπρεπώς διεγείρει την συνείδησιν. Οθεν καὶ και κοποιοί μετανοήσαντες τῷ Θεῷ εὐηρέστησαν. Πάλιν ἐν διδασκαλία τοῦ πλησίον ἐγκρύπτεται. Ἔστι δὲ ὅτε καὶ ἐν τῇ ἀναγνώσει τῇ διανοία παρέπεται, καὶ διὰ τῆς φυσικῆς ἀκολουθίας ἐκδιδάσκει τὸν νοῦν, τὴν ἑαυτῆς ἀλήθειαν. Εἰ οὖν τῆς μερικής ταύτης ἀκολουθίας μὴ κρύψωμεν τὸ τάλαντον, εἰς τὴν χαρὰν τοῦ Κυρίου ἐνεργῶς εἰσελευσόμεθα.
col. 939–940page 17 of 118
PG 65:939του Ο ΝΖ'. Ὁ πρὸ τῆς ἐργασίας τῶν ἐντολῶν τὰς ἐνερ γείας τοῦ Πνεύματος παραζητῶν, ὅμοιός ἐστι δούλο ἀργυρωνήτῳ, ὃς ἅμα τῷ ἀγορασθῆναι σὺν ταῖς ὠναῖς καὶ ἐλευθερίας γραφὴν παραζητεί. ΝΗ'. Ο τὰς ἔξωθεν ἐπιφορὰς δικαιοσύνῃ Θεοῦ παραγινομένας εὑρηκώς, οὗτος ζητῶν τὸν Κύριον, εὗρε γνῶσιν μετὰ δικαιοσύνης. ΝΘ'. Ἐὰν νοήσῃς, κατὰ τὴν Γραφὴν, ὅτι ἐν πάσῃ τῇ γῇ τὰ κρίματα Κυρίου, γενήσεταί σοι πᾶσα σύμ βασις θεογνωσίας διδάσκαλος. Σ'. Κατὰ τὴν ἑκάστου ἔννοιαν ἀπαντᾷ τὸ ὀφειλόμενον· τὴν δὲ ποικιλίαν τῆς ἀρμοδίου επιφοράς μόν γος ὁ Θεὸς ἐπίσταται. ΣΑ'. Οταν ἀτιμίαν τινὰ παρὰ ἀνθρώπων πάθῃς, εὐθὺς τὴν ἐπιφορὰν τῆς παρὰ Θεοῦ δόξης εννόησον καὶ ἐπὶ μὲν τῇ ἀτιμίᾳ ἄλυπος καὶ ἀτάραχος ἔσῃ ἐπὶ δὲ τῇ δόξῃ, πιστὸς καὶ ἐν πτάκριτος ευρεθήσε ὅταν ἐλεύσηται. ΕΒ'. Επαινούμενος ὑπὸ πλήθους κατ' εὐδοκίαν Θεοῦ, ἐπιδεικτικὸν μὲν μηδὲν ἐπιμίξης τῇ Κυριακῇ οικονομίᾳ, ἵνα μὴ πάλιν ἐκ μεταβολῆς εἰς τοὐναντίον ἐμπέσῃς. ΕΓ'. Σπόρος οὐκ αὐξηθήσεται δίχα γῆς καὶ ὕδα τος· καὶ οὐκ ὠφεληθήσεται ἄνθρωπος ἐκτὸς ἔχουν σίων πόνων καὶ θείας ἀντιλήψεως. ΕΔ'. Οὐκ ἔστι χωρὶς νέφους ἐπιχυθῆναι βροχὴν, οὐδὲ χωρὶς συνειδήσεως ἀγαθῆς εὐαρεστῆσαι Θεῷ. ΣΕ'. Μὴ ἀπαναίνου μανθάνειν, καν λίαν φρόνιμος τυγχάνῃς ἡ γὰρ οἰκονομία τοῦ Θεοῦ ὠφελιμωτέρα ἐστὶ τῆς ἡμετέρας φρονήσεως. ΣΤ'. Ὅταν ὑφ᾽ ἡδονῆς τινος ἡ καρδία παρακινη θῇ τοῦ τῆς φιλοπονίας τόπου, τότε λίθου βαρυτάτου δίκην ἐπὶ καταβάσει ἐνολισθήσαντος δυσεπικράτητος γίνεται, ΣΖ'. Ωσπερ μόσχος ἄπειρος βοτάναις ἐπιτρέχων κατήντησεν εἰς ἀμφίκρημνον τόπον· οὕτως εὑρίσκεται ψυχὴ κατὰ μικρὸν ὑπὸ λογισμῶν ἀποβουκολου μένη. ΞΗ'. Ὅταν ὁ νοῦς ἀνδρισάμενος ἐν Κυρίῳ ἀποστῇ τὴν ψυχὴν ἀπὸ χρονίας προλήψεως, τότε ἡ καρδία ὡς ὑπὸ δημίων κολάζεται, τεινόντων αὐτὴν ἔνθα καὶ ἔνθα τοῦ νοὸς καὶ τοῦ πάθους. ΕΘ'. Ωσπερ οἱ ἐν θαλάσσῃ πλέοντες, ἡδέως υπο μένουσι τὸν ἡλιακὸν καύσωνα: οὕτως οἱ μισοῦντες τὴν κακίαν ἀγαπῶσιν ἔλεγχον. Διότι ἐναντιοῦται, ὁ μὲν τοῖς ἀνέμους, ὁ δὲ τοῖς πάθεσιν, α. Ωσπερ φυγὴ ἐν χειμώνι, ἢ ἐν σαββάτῳ, ἐδύνη γίνεται τῇ σαρκὶ, καὶ βεβήλωσις τῇ ψυχῇ· οὕτως επανάστασις παθῶν γηραλέω σώματι καὶ ψυχῇ καθ ιερωμένη. ΟΔ'. Οὐδεὶς οὕτως ἀγαθὸς καὶ οἰκτέρμων, ὡς ὁ Θεός· τῷ δὲ μὴ μετανοοῦντι, οὐδὲ αὐτὸς ἀφίησι. ΟΒ'. Πολλοί λυπούμεθα ἐπὶ ταῖς ἁμαρτίαις· τὰς δὲ αὐτῶν αἰτίας ἡδέως καταδεχόμεθα.
col. 941–942page 18 of 118
PG 65:941ΟΓ. Ασπάλαξ ὑπὸ γῆν ἔρπων τυφλὸς ὤν, ἀστέρας ἰδεῖν οὐ δύναται· καὶ ὁ μὴ πιστεύων περὶ προσκαί οὔτε περὶ τῶν αἰωνίων πιστεύειν δύναται. ΟΔ'. Χάρις πρὸ χάριτος, ἡ ἀληθῆς γνῶσις δεδώ ρηται τοῖς ἀνθρώποις ὑπὸ τοῦ Θεοῦ, πρὸ πάντων τῷ δωρησαμένω πιστεύειν τους μετόχους αὐτῆς ἐκδι δάσκουσα. ΟΕ'. Ὅταν ἐνάμαρτος ψυχὴ καὶ ἐπερχομένας θλίψεις αὐτῇ οὐ καταδέχεται, τότε οἱ ἄγγελοι περὶ αὐτῆς λέξ γουσιν Ιατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ λάθη. ΟϚ'. Νοῦς ἐπιλαθόμενος τῆς ἀληθοῦς γνώσεως, ὑπὲρ τῶν ἐναντίων ὡς συμφερόντων, τοῖς ἀνθρώποις διαμάχεται. ΟΖ'. Ωσπερ ἐν ὕδασι πῦρ χρονίσαι οὐ δύναται, οὕτως οὐδὲ λογισμός αἰσχρὸς φιλοθέῳ καρδίᾳ, ὅτι πᾶς φιλόθεος ἐστὶ καὶ φιλόπονος· ἑκούσιος δὲ πόνος ἐχθρὸς ἡδονῆς κατὰ φύσιν ὑπάρχει. ΟΗ'. Πάθος έργου νομὴν κρατῆσαν διὰ τοῦ θελή ματος, ὕστερον καὶ μὴ θέλοντι τῷ μετόχῳ βιαίως κατεπεγείρεται. ΟΘ. Τῶν ἀκουσίων λογισμῶν τὰς αἰτίας ἀγαπῶ μεν, καὶ διὰ τοῦτο ἐπέρχονται τῶν ἑκουσίων δηλονότι καὶ τὰ πράγματα. Γ'. Οίησις καὶ ἀλαζονεία βλασφημίας εἰσὶν αἴτια φιλαργυρία δὲ καὶ κενοδοξία, ἀσπλαγχνίας καὶ ὑπο κρίσεως. ΠΑ'. Οταν ἴδῃ ὁ διάβολος, ὅτι ὁ νοῦς ἐκ καρδίας προσηύξατο, τότε μεγάλους καὶ κακοτέχνους λογι σμοὺς ἐπιφέρει. Μικραῖς γὰρ ἀρεταῖς, μεγάλας ἐπι φορὰς ἀναιρεῖν οὐκ ἀνέχεται. ΠΒ'. Λογισμός έγχρονίζων δηλοῖ τὴν τοῦ ἀνθρώπου προσπάθειαν· ταχέως δὲ ἀναιρούμενος σημαίνει πόλεμον καὶ ἐναντιότητα. ΠΓ. Τρεῖς εἰσι νοητοί τόποι, εἰς οὓς ὁ νοῦς ἐκ μεταβολῆς εἰσέρχεται· κατὰ φύσιν, παρὰ φύσιν, ὑπὲρ φύσιν. Καὶ ὅταν μὲν εἰς τὸν κατὰ φύσιν εἰσ ἔλθῃ, εὑρίσκει ἑαυτὸν αἴτιον τῶν πονηρῶν λογισμῶν, καὶ ἐξομολογεῖται τῷ θεῷ τὰς ἁμαρτίας, ἐπιγινώσκων τὰς αἰτίας τῶν παθῶν. Ὅταν δὲ εἰς τὸν παρὰ φύσιν γένηται, ἐπιλανθάνεται τῆς δικαιοσύνης τοῦ Θεοῦ, καὶ τοῖς ἀνθρώποις διαμάχεται ὡς ἀδικοῦσιν αὐτόν. Ὅταν δὲ εἰς τὸν ὑπὲρ φύσιν εἰσαχθῇ, εὑρίσκει η τοὺς καρποὺς τοῦ ἁγίου Πνεύματος, οὓς εἶπεν ὁ Απόστολος, ἀγάπην, χαράν, εἰρήνην, καὶ τὰ ἑξῆς. Καὶ οἶδεν, ὅτι ἐὰν προκρίνῃ τὰς σωματικάς φροντίδας, ἐμμένειν ἐκεῖ οὐ δύναται. Καὶ ἀναχωρῶν τοῦ τόπου ἐκείνου ἐμπίπτει εἰς τὴν ἁμαρτίαν, καὶ εἰς τὰς ἐπακολουθούσας αὐτῇ δεινὰς συμβάσεις, κἂν μὴ πρόσφατον, ἀλλὰ τῷ ἰδίῳ καιρῷ, ὡς οἶδεν ἡ τοῦ Θεοῦ δικαιοσύνη. ΠΔ'. Τοσοῦτον ἐκάστου γνῶσις ἀληθῆς τυγχάνει, ἴσον αὐτὴν πραότης καὶ ταπείνωσις καὶ ἀγάπη βε Γαιώσουσι.
col. 943–944page 19 of 118
PG 65:943ΠΕ'. Πᾶς ὁ βαπτισθεὶς ὀρθοδόξως ἔλαβε μυστικῶς πᾶσαν τὴν χάριν· πληροφορεῖται δὲ λοιπὸν κατά τὴν ἐργασίαν τῶν ἐντολῶν. ΠϚ'. Εντολή Χριστοῦ κατὰ συνείδησιν ἐπιτελουμένη, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν τῆς καρδίας, δε ρεῖται παράκλησιν. Πλὴν ἕκαστον αὐτῶν ἰδίῳ καιρῷ παραγίνεται. ΠΖ'. Εχε παράμονον δέησιν ἐπὶ παντὶ πράγματι, ὡς μηδὲν ἐπιτελεῖν δυνάμενος ἐκτὸς βοηθείας. ΠΗ'. Οὐδὲν προσευχῆς εἰς συνεργίαν δυνατώτερον, καὶ πρὸς εὐδοκίαν Θεοῦ οὐδὲν αὐτῆς ὠφελιμώτερον. ΠΘ'. Πᾶσα εργασία ἐντολῶν ἐν αὐτῇ περικές κλεισται. Τῆς γὰρ εἰς Θεὸν ἀγάπης οὐδὲν εἴρηται ἀνώτερον. 4. Προσευχὴ ἄῤῥεμβος, σημεῖον φιλοθεΐας τῷ παραμένοντι. Αμέλεια δὲ αὐτῆς καὶ ῥεμβασμός, φιληδονίας τεκμήριον. ΚΑ'. Ὁ ἀθλίπτως ἀγρυπνῶν καὶ μακροθυμῶν, καὶ προσευχόμενος, Πνεύματος ἁγίου ἐναργώς μέτοχος τυγχάνει. Ὁ δὲ θλιβόμενος ἐν τούτοις, καὶ θελήματι ὑπομένων, ταχέως καὶ οὕτως ἐπιτυγχάνει τῆς ἀντι λήψεως. ΙΒ'. Ἐντολὴ ἐντολῆς ἀποδέδεικται διαφορωτέρα διὸ καὶ πίστις πίστεως βεβαιοτέρα εὑρίσκεται. Εστι πίστις ἐξ ἀκοῆς, κατὰ τὸν ᾿Απόστολον καὶ ἔστι πίστις ἐλπιζομένων ὑπόστασις. ΑΓ. Καλὸν τὸ διὰ λόγων ὠφελεῖν τοὺς πυνθανομένους· κρείσσον δὲ τὸ δι᾿ ἀρετῆς καὶ προσευχῆς συνεργεῖν αὐτοῖς· ὁ γὰρ διὰ τούτων ἑαυτὸν προσφέρων τῷ Θεῷ βοηθεῖ καὶ τῷ πέλας διὰ τοῦ ἰδίου βοηθήματος. ΕΔ'. Εἰ θέλεις συντόμῳ λόγῳ ὠφελῆσαι τὸν φιλο μαθῆ, ὑπόδειξον αὐτῷ προσευχὴν καὶ πίστιν ὀρθὴν, καὶ τῶν ἐπερχομένων ὑπομονήν· πάντα γὰρ λοιπά τὰ καλὰ διὰ τούτων εὑρίσκεται. ΙΕ΄. Περὶ ὧν τις ἤλπισεν εἰς Θεόν, οὐκ ἔτι περὶ ἐκείνων τῷ πλησίον διαμάχεται. 45. Εἰ πᾶν ἀκούσιον ἐκ τῶν ἑκουσίων τὴν αἰ. τίαν ἔχει, κατὰ τὴν Γραφήν, οὐδεὶς οὕτως ἐχθρός η ανθρώπου, ὡς αὐτὸς ἑαυτοῦ τυγχάνει. Εκούσιον λέ γει τὸν λογισμόν· ἀκούσιον δὲ τὴν σύμβασιν. ΚΖ'. Πάντων τῶν κακῶν προηγεῖται ἡ ἄγνοια δευτέρα δὲ αὐτῆς ἐστὶν ἡ ἀπιστία. Η'. Φύγε πειρασμὸν δι' ὑπομονῆς καὶ δεήσεως εἰ δὲ ἐκτὸς τούτων ἀντιτάσσει, περισσοτέρως ἐπέρο χεται. 4. Ο πράος κατὰ Θεὸν, τῶν σοφῶν ἐστι σοφύ τερος· καὶ ὁ ταπεινὸς τῇ καρδίᾳ τῶν δυνατῶν δυνατώτερος, ἐπειδὴ τὸν ζυγὸν τοῦ Χριστοῦ κατὰ γνώ σιν βαστάζουσι.
col. 945–946page 20 of 118
PG 65:945Γ. Οσα ἐκτὸς προσευχῆς ἢ λαλοῦμεν, ἢ πράτ τομεν, ὕστερον ἢ σφαλερά, ἢ ἐπιβλαβή τυγχάνουσι, καὶ ἡμᾶς ἀγνώστους διὰ τῶν πραγμάτων ἐλέγχουσιν. ΡΑ'. Ἐξ ἔργων, καὶ λόγων, καὶ ἐννοίας, δικαίωσις· ἐκ δὲ πίστεως, καὶ χάριτος, καὶ μετανοίας, θησαυροὶ σωτηρίας πολλοί. ΡΒ'. Ωσπερ μετανοοῦντι υψηλοφρονεῖν ἀλλότριον οὕτως ἐκουσίως ἁμαρτάνοντι ταπεινοφρονεῖν ἀδύ να τον. ΡΓ. Οὐκ ἔστι συνειδήσεως κατάγνωσις ή ταπεινοφροσύνη, ἀλλὰ χάριτος Θεοῦ καὶ συμπαθείας ἐπί γνωσις. ΡΔ'. Ὅπερ ἐστὶν οἶκος αἰσθητὸς τῷ κοινῷ ἀέρι, τοῦτο νοῦς λογιστικὸς τῇ θείᾳ χάριτι. ΡΕ'. Οσην ἂν ἐκβάλῃς ὕλην, τοσοῦτον αὐτομολήσει· καὶ ὅσην ἂν ἐμβάλῃς, τοσοῦτον ὑποχωρήσει. "Υλη οίκου, σκεύη και βρώματα - ὕλη δὲ νος, κενοδοξία καὶ ἡδονή. ΡΖ'. Χώρημα καρδίας, ἐλπὶς εἰς Θεόν· στενοχωρία δὲ αὐτῆς, φροντὶς σωματική. ΡΗ'. Μία μέν ἐστι καὶ ἀναλλοίωτος ή χάρις τοῦ Πνεύματος· ἐνεργεῖ δὲ ἑκάστῳ, καθώς βού λεται. ΡΘ'. Ωσπερ ὑετὸς ἐπιχεθεὶς τῇ γῇ τοῖς φυτοῖς προσφυή παρέχει ποιότητα, γλυκεῖαν μὲν τοῖς γλυ κέσι, στυφὴν δὲ τοῖς στυφοῖς· οὕτω ἡ χάρις, ταῖς καρδίαις τῶν πιστῶν ἀτρέπτως ἐπιβάλλουσα, ἁρμοζούσας ταῖς ἀρεταῖς τὰς ἐνεργείας χαρίζεται· τῷ διὰ Χρι στὸν πεινῶντι γίνεται τροφή, καὶ τῷ διψῶντι, πόμα; ἡδύτατον· τῷ ῥιγώντι, ἔνδυμα, καὶ τῷ κοπιῶντι, ἀνάπαυσις· τῷ προσευχομένῳ, ἐλπὶς καρδιακή, καὶ τῷ πενθοῦντι, παράκλησις. ΓΙ'. Οταν δὴ οὖν ἀκούσῃς τῆς ἁγίας Γραφῆς λεγούσης περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι ἐκάθισεν ἐφ' ἕνα ἕκαστον τῶν ἀποστόλων, ἢ ὅτι ἐφήλατο ἐπὶ τὸν προφήτην, ἢ ἐνεργεῖ, ἡ λυπεῖται, ἢ σβέννυται, ἢ παροξύνεται· καὶ πάλιν, τοὺς μὲν ἀπαρ ή χὴν ἔχοντας· τοὺς δὲ, πλήρεις Πνεύματος ἁγίου, μὴ τομήν, ἢ ἀλλοίωσίν τινα ἐννοήσῃς ἐπὶ τοῦ Πνεύ ματος· ἀλλὰ πίστευε, καθ' όν προειρήκαμεν τρό τον, άτρεπτον καὶ ἀναλλοίωτον, καὶ παντοδύναμον, δι' ἂν ἐν ταῖς ἐνεργείαις καὶ μένει ὅ ἐστι, καὶ ἑκάστῳ τὸ δέον αποσώζει θεοπρεπῶς. Αὐτὸ μὲν γὰρ ἡλίου δίκην ἐπὶ τοὺς βαπτισθέντας εκκέχυ τας τελείως. Εκαστος δὲ ἡμῶν, καθ᾿ ὃν ἂν τὰ ἐπισκοτοῦντα πάθη μισήσας περιαιρῇ, ἀναλόγως φως τίζεται· καθ' ὁ δὲ ἂν ἀγαπῶν αὐτὰ διαλογίζηται, ὁμοίως σκοτίζεται. ΡΙΑ'. Ο μισῶν πάθη περιαιρεῖ τὰς τούτων απ τίας. Ὁ δὲ ταῖς αἰτίαις ἐγκείμενος ὑπὸ τῶν παθῶν καὶ μὴ βουλόμενος πολεμείται. ΡΙΒ. Οταν ὑπὸ τῶν πονηρῶν λογισμῶν ἐνεργώ νιιι,
col. 947–948page 21 of 118
PG 65:947μεθα, ἑαυτοὺς αἰτιασώμεθα, καὶ μὴ πατρώαν ἁμαρτίαν. ΡΙΓ. Ρίζαι τῶν λογισμῶν εἰσιν αἱ προφανείς κακίαι, ἂς χερσὶ καὶ ποσὶ καὶ στόματι ἐκδικούμεν ἕκαστος. ΡΙΔ'. Οὐκ ἔστι προσομιλεῖν πάθει κατά διάνοιαν, μὴ ἀγαπῶντα τὰς τούτου αἰτίας. Τίς γὰρ αἰσχύνης καταφρονῶν, κενοδοξία προσομιλεῖ· ἢ τίς ἐξουδένωσιν ἀγαπῶν, ἐπὶ ἀτιμίᾳ ταράσσεται; τίς δὲ καρ δίαν συντετριμμένην καὶ τεταπεινωμένην έχων, ἡδονὴν σαρκός παραδέχεται· ἢ τίς τῷ Χριστῷ τε λείως πιστεύων, μεριμνῇ περὶ προσκαίρων, ἢ δια μάχεται; ΡΙΕ. Ο αθετούμενος ὑπό τινος, και μήτε λόγω μήτε ἐννοίᾳ τῷ ἀθετοῦντι φιλονεικών, γνῶσιν ἀληθῆ κέκτηται, καὶ πίστιν βεβαίαν ἐπιδείκνυται τῷ Δε σπότῃ. ΡΙΓ'. Ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγούς τοῦ ἀδικῆσαι, ἑκάστῳ τὸ δίκαιον τοῦ Θεοῦ ἀποσώ ζοντος. ΡΙΖ'. Εἰ οὔτε τῷ ἀδικοῦντί ἐστι περίσσεια, οὔτε τῷ ἀδικουμένῳ ὑστέρημα· ἐν εἰκόνι μὲν διαπορεύεται ἄνθρωπος, πλην μάτην ταράσσεται. ΡΙΗ'. Οταν ίδης τινὰ ἐν πολλαῖς ἀτιμίαις δυ νώμενον, γίνωσκε ὅτι, λογισμοῖς κενοδοξίας έμφορη. θεὶς, ἡδέως τῶν καρδιακών σπερμάτων θερίζει τὰ Ο δράγματα. σε ΡΙΘ'. Ο σωματικαῖς ἡδοναίς πέρα τοῦ δέοντος ἀπολαύσας, ἑκατονταπλασίοις πόνοις ἀποτίσει τὴν περίσσειαν. ΡΚ'. Αρχικὸς ὑποτακτικῷ χρεωστεί λέγειν τὸ ὀφει λόμενον· παρακουόμενος δὲ, τὴν ἐπιφορὰν τῶν καὶ κῶν προδιαγγέλλειν. ΡΚΑ'. Ὁ ἀδικούμενος παρά τινος, καὶ μὴ παρα ζητῶν τῷ ἀδικοῦντι τὰ δέοντα, κατ' ἐκεῖνο τὸ μέσ ρος πιστεύει τῷ Χριστῷ, καὶ ἑκατονταπλασίως λαμ βάνει ἐν τῷ αἰῶνι τούτῳ, καὶ κληρονομεί ζωὴν τὴν αἰώνιον. ΡΚΒ'. Μνήμη Θεοῦ ἐστι πόνος καρδίας ὑπὲρ εὐ σεβείας γινόμενος. Πᾶς δὲ ἐπιλανθανόμενος τοῦ Θεοῦ, ηδυπαθὴς καὶ ἀνάλγητος γίνεται. ΡΚΓ'. Μὴ λέγε, ὅτι ὁ ἀπαθὴς θλίβεσθαι οὐ δύνα ται· κἂν μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τοῦ πλησίον τοῦτο κεχρεώστηκεν. ΡΚΔ'. "Οταν ὁ ἐχθρὸς τῶν ἐν τῇ λήθῃ ἁμαρτημά των πολλά κρατήση χειρόγραφα, τότε καὶ ἐν τῇ μνή μῃ ποιεῖν αὐτὰ τὸν χρεωφειλέτην ἀναγκάζει, τῷ τῆς ἁμαρτίας λόγῳ εὐλόγως ἀποχρώμενος. ΡΚΕ'. Εἰ βούλει διηνεκώς μνημονεύειν Θεοῦ, μὴ ἀπωθοῦ ὡς ἀδίκους τὰς ἐπιφοράς, ἀλλ' ὡς δικαίως ερχομένας ὑπόμενε. Η μὲν γὰρ ὑπομονὴ δι' ἐκε στης συμβάσεως τὴν μνήμην ἀνακινεί, ἡ δὲ παραίτησις μειοῖ τὸν φαιδρὸν τῆς καρδίας πόνον, καὶ διὰ τῆς ἀνέσεως τὴν λήθην ἐργάζεται.
col. 949–950page 22 of 118
PG 65:949Ἐὰν θέλῃς παρὰ Κυρίου ἐπικαλυφθῆναι τὰς ἁμαρτίας σου, μὴ φανεροποιήσῃς ἀνθρώποις τας σεαυτοῦ ἀρετάς. Ο γὰρ ἂν πράττωμεν ἐπὶ ταύταις, τοῦτο καὶ ὁ Θεὸς ἐπ' ἐκείναις ἐργάζεται. ΡΚΖ'. Κρύψας ἀρετὴν, μὴ ἐπαίρου ὡς δικαιοσύ την ἐκτελῶν· δικαιοσύνη γάρ ἐστι, μὴ μόνον τὸ κρύπτειν τὰ καλὰ, ἀλλὰ καὶ τὸ μὴ ἐννοεῖν τι τῶν ἀπηγορευμένων. ΡΚΗ'. Μὴ χαῖρε ὅταν εὖ ποιήσῃς τινί, ἀλλ' ὅταν ἀμνησικάκως ὑπομείνῃς τὴν παρεπομένην ἐναντιότητα. Ὃν γὰρ τρόπον αἱ νύκτες τὰς ἡμέρας, οὕτω οἱ κακίαι τὰς ἀρετὰς διαδέχονται. ΡΚΘ'. Κενοδοξία, καὶ φιλαργυρία, καὶ ἡδονὴ ἄσπι λον εὐποιίαν διαμεῖναι οὐκ ἀφιᾶσιν, εἰ μὴ πρότερον αὗται φόβῳ Θεοῦ καταπέσωσιν. ΡΑ'. Εἰς τὰς ἀκουσίους οδύνας τὸ ἔλεος τοῦ Θεοῦ θαυμασίως ἐγκέκρυπται, τὸν ὑπομένοντα εἰς μετάνοιαν ἔλκον, καὶ ἀπαλλάττον τῆς αἰωνίου κολά σεως. ΠΛΑ'. Τινὲς ἐργαζόμενοι ἐντολὰς ἐν ζυγῷ ἀν τιῤῥέψαι αὐτὰς ταῖς ἁμαρτίαις ἐκδέχονται· τινὲς δὲ δι' αὐτὸν τὸν ἀποθανόντα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, εξευμενίζονται. Ζητητέον τίς αὐτῶν ἔχει ὀρθὸν τὸ φρόνημα. ΡΑΒ: Γεέννης φόβος καὶ παραδείσου πόθος παρ ἔχουσι τὴν τῶν θλιβερῶν ὑπομονήν· καὶ τοῦτο, οὐκ ἐξ ἑαυτῶν, ἀλλ᾽ ἐκ τοῦ γινώσκοντος τους διαλογι αμοὺς ἡμῶν. ΡΑΓ. 'Ο πιστεύων περὶ τῶν μελλόντων τῶν ὧδε ἡδέων ἀδογματίστως ἀπέχεται· ἡ δὲ ἀπιστῶν ἡδὺς καὶ ἀνάλγητος γίνεται. ΡΑΔ'. Μή είπης Πῶς ἡδυπαθήσει ὁ πένης, μὴ ἔχων τὰ αίτια; Δύναται γάρ τις καὶ διὰ μόνων τῶν λογισμῶν ἀθλιωτέρως ἡδυπαθεῖν. ΡΑΕ. "Ετερόν ἐστι γνῶσις πραγμάτων, καὶ ἑτερόν ἐστιν ἀληθείας ἐπίγνωσις. Καθόσον οὖν διαφέρει ὁ ήλιος τῆς σελήνης, κατὰ τοσοῦτον τῆς προτέρας ή δευτέρα ὠφελιμωτέρα τυγχάνει. Η τῶν πραγμάτων γνῶσις κατ' ἀναλογίαν τῆς ἐργασίας τῶν ἐντολῶν. προσγίνεται· ἡ δὲ ἀληθείας ἐπίγνωσις, κατὰ τὸ μέ τρον τῆς εἰς Χριστὸν ἐλπίδος. Εἰ οὖν θέλεις σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, πειρῶ πάντοτε ὑπερβαίνειν τὰ αἰσθητά, καὶ διὰ μόνης ελπίδος προσ κολλάσθαι τῷ Θεῷ. Οὕτω γὰρ ἀκοντὶ μὲν παρατρεπόμενος, εὑρήσεις ἀρχὰς καὶ ἐξουσίας, διὰ τῶν προσ βολῶν πολεμούσας σοι· ταύτας δὲ διὰ τῆς προσ ευχῆς νικῶν, καὶ μένων εὔελπις εἰς τὴν χάριν τοῦ Θεοῦ τῆς μελλούσης ὀργῆς φυομένην σε. Ο συνεὼν τὸ ὑπὸ τοῦ ἁγίου Παύλου μυστικῶς εἰρημένων, την πάλην ἡμῶν πρὸς τὰ πνευματικά τῆς πονηρίας φήσαντος, γνώσεται καὶ τὴν παραβολήν τοῦ Κυρίου, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν,
col. 951–952page 23 of 118
PG 65:951ΡΑΖ'. Ο νόμος ἐξ ἡμέρας τυπικῶς ἐργάζεσθαι, τῇ δὲ ἑβδόμῃ σχολάζειν παρακελεύεται· διότι ψυχή; ἔργον ἐστὶν ἡ διὰ χρημάτων εὐποιία· σχολὴ δὲ αὐ τῆς καὶ κατάπαυσις, τὸ πωλῆσαι πάντα, καὶ δοῦναι πτωχοῖς κατὰ τὸν λόγον τοῦ Κυρίου· καὶ διὰ τῆς ἀκτημοσύνης καταπαύσαντα τῇ νοερᾷ σχολάζειν ἐλα πίδι. Εἰς ταύτην την κατάπαυσιν καὶ ὁ Παῦλος ἡμῶν μετὰ σπουδῆς προτρέπεται λέγων· Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν. Ταῦτα δὲ εἰρήκαμεν, οὐκ ἀποκλείοντες τὰ μέλλοντα, ούτε ὧδε την καθολικὴν ἀνταπόδοσιν εἶναι ὁρίσαντες· ἀλλ' ὅτι χρὴ πρῶτον ἐν τῇ καρδίᾳ ἔχειν τὴν χάριν τοῦ ἁγίου Πνεύματος ενεργοῦσαν, καὶ οὕτω κατ' αναλογίαν εἰσε ελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τοῦτο φανεροποιῶν ὁ Κύριος, ἔλεγεν Η βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. Τοῦτο καὶ ὁ Ἀπόστολος ἔλεγεν "Εστι πίστις έλπιζομένων ὑπόστασις· καὶ πάλιν Οὕτως τρέχετε, ἵνα καταλάβητε· καὶ πάλιν· δοκιμάζετε ἑαυτοὺς εἴ ἐστε ἐν τῇ πίστει· εἰ δὲ οὐκ ἐπιγινώσκετε ὅτι Χριστός Ἰησοῦς οἰκεῖ ἐν ὑμῖν; εἰ μήτι ἄρα ἀδόκιμοι έστε. ΦΛΗ. Ὁ ἀλήθειαν ἐγνωκώς ταῖς θλιβεραῖς ἐπι φοραῖς οὐκ ἀντιτάσσεται· οἶδε γὰρ ὅτι εἰς φόβον Θεοῦ ὁδηγοῦσι τὸν ἄνθρωπον. ΡΑΘ. Αἱ παλαιοὶ ἁμαρτίαι κατ' είδος μνημονευ θεῖσαι βλάπτουσι τὸν εὔελπιν· μετά λύπης μὲν γὰρ ἀντιδοθεῖσαι τῆς ἐλπίδος ἀφιστᾶσιν· ἀλύπως δὲ ἐξεικονισθεῖσαι τὸν παλαιὸν μολυσμὸν ἐναποτίθενται. ΡΜ'. Οταν ὁ νοῦς κρατήσῃ δι' ἀρνήσεως τὴν μονολόγιστον ελπίδα, τότε ὁ ἐχθρὸς προφάσει ἐξω ομολογήσεως τὰ προγεγραμμένα κακὰ ἐξεικονίζει, ἵνα τὰ χάριτι Θεοῦ ἐπιλησθέντα πάθη ἀναζωτο ρήσῃ καὶ λεληθότως ἀδικήσῃ τὸν ἄνθρωπον. Τότε γὰρ κἂν φαιδρός και μισοπαθής ὑπάρχῃ, ἐξ ἀνάγο της σκοτισθήσεται, συσχεθεὶς ἐπὶ τοῖς πεπραγμένοις. Κἂν ὁμιχλώδης ἔτι καὶ φιλήδονος εἴη, συγχρονίσει πάντως καὶ ἐμπαθώς προσομιλήσει ταῖς προσβολαῖς, ὡς πρόληψιν εὑρεθῆναι τὴν τοι αύτην μνήμην, καὶ οὐκ ἐξομολόγησιν. "Αν θέλης θεῷ προσφέρειν ακατακρίτως εξομολόγησιν, μή μνη μόνευε κατ' εἶδος τὰς παρατροπάς· λίαν γὰρ μολύ νεις τὴν διάνοιαν· ἀλλ' ὑπέμενε γενναίως τὰς τούτων επαγωγάς. ΡΜΑ'. Τὰ ἀνιαρὰ διὰ τὰς προσγεγενημένας ἁμαρτίας ἐπέρχονται πάσης πλημμελείας τὸ προσο φυὲς ἐπικομίζοντα. ΡΜΒ΄. Ο γνωστικὸς καὶ εἰδὼς τὴν ἀλήθειαν, οὐ διὰ μνήμης τῶν πραχθέντων, ἀλλὰ δι᾽ ὑπομονῆς τῶν ἐπερχομένων ἐξομολογεῖται τῷ Θεῷ. ΡΜΓ. Αποβαλών πόνον καὶ ἀτιμίαν, μὴ ἐπαγγέλλου δι' ἑτέρων ἀρετῶν μετανοεῖν· κενοδοξία γὰρ καὶ Οταν, κ. τ. λ.
col. 953–954page 24 of 118
PG 65:953ἀναλγησία δουλεύειν τῇ ἁμαρτίᾳ καὶ διὰ δεξιῶν πεφύκασιν. ΡΜΔ'. Ωσπερ τὰς ἀρετὰς πόνοι καὶ ἀτιμίας, οὕτω καὶ τὰς κακίας ἡδοναὶ καὶ δόξαι τίκτειν εἰώ θασ:. Ρ.ΜΕ. Πᾶσα σωματικὴ ἡδονὴ ἐκ προλαβούσης ἐστὶν ἀνέσεως· ἄνεσιν δὲ γεννᾷ ἡ ἀπιστία. Ρ. Ὁ ὢν ὑπὸ ἁμαρτίας οὐ δύναται μόνος περιγενέσθαι τοῦ σαρκικοῦ θελήματος. Διότι τὸν ἐρεθισμὸν ἅπαυστον ἔχει καὶ ἐγκείμενον τοῖς πάν θέσιν. ΡΜΖ'. Εμπαθείς όντας προσεύχεσθαι δεῖ καὶ ὑπου τάσσεσθαι· μόλις γὰρ ἔστι μετὰ βοηθείας πολεμῆσαι ταῖς προλήψεσιν. ΡΜΗ'. Ο μεθ' ὑποταγῆς καὶ προσευχῆς πυκτεύων τῷ θελήματι, ἀθλητής ἐστιν εὐμέθοδος, ὁ τὴν νοητ τὴν πάλην διὰ τῆς τῶν αἰσθητῶν ἀποχῆς προφανῶς ἐπιδεικνύμενος. ΡΜΘ. Ο μὴ συναλλάσσων τῷ Θεῷ τὸ ἑαυτοῦ θέσ λημα, ὑποσκελίζεται ἐν τοῖς ἰδίοις ἐπιτηδεύμασι, καὶ ὑποχείριος τῶν ἀντιπάλων γίνεται. ΡΝ'. "Οταν ἴδῃς δύο κακούς ἔχοντας πρὸς ἀλλήλους ἀγάπην, γίνωσκε ὅτι ἕτερος τῷ ἑτέρῳ συνεργεῖ πρὸς τὸ θέλημα. ΕΝΑ'. Υψηλόφρων και κενόδοξος ἀλλήλοις ήδέως συναλλάσσουσιν· ὁ μὲν γὰρ δουλικῶς ὑποπίπτοντα ἐπαινεῖ τὸν κενόδοξον, ὁ δὲ συνεχῶς ἐπαινοῦντα μεγαλύνει τὸν ὑψηλόφρονα. ΡΝΒ'. Φιλαλήθης ἀκροατὲς ἀμφοτέρωθεν πορίζε καὶ τὴν ἀλήθειαν. Ἐπὶ μὲν τοῖς ἀγαθοῖς μαρτυρούμενος, προθυμότερος γίνεται· ἐπὶ δὲ τοῖς κακοῖς ἐλεγχόμενος, μετανοεῖν ἀναγκάζεται. ΓΝΓ. Δεῖ ἡμᾶς κατὰ τὴν προκοπὴν καὶ τὸν βίον ἔχειν· καὶ κατὰ τὸν βίον ὀφείλομεν τὰς προσευχὰς ἀναφέρειν τῷ Θεῷ. ΡΝΔ'. Καλὸν μὲν τὴν κεφαλαιωδεστέραν κρατεῖν ἐντολὴν, καὶ μηδὲν κατ' εἶδος μεριμναν, μηδὲ κατ' εἶδος προσεύχεσθαι, ἀλλὰ μόνον ζητεῖν τὴν βασιλείαν, κατὰ τὸν λόγον Κυρίου. Εἰ δὲ περὶ ἑκάστης χρείας φροντίζομεν, ὀφείλομεν περὶ ἑκάστης προσεύχεσθαι. Ὁ γὰρ ἐκτὸς προσευχής τι ποιῶν ἢ φροντίζων οὐκ εὐοδοῦται ἐπὶ τῷ τέλει τοῦ πράγματος. Καὶ τοῦτο ἔστιν ἢ εἶπεν ὁ Κύριος· Οὐ δύνασθε χωρὶς ἐμοῦ ποιεῖν οὐδέν. ΦΝΕ. Τὸν παραλογιζόμενον τὴν περὶ προσευχῆς ἐντολὴν ἀτοπώτεραι παρακοαὶ διαδέχονται, ἑτέρα τη ἑτέρα καθάπερ δέσμιον παραπέμπουσα. Ο τὰ ἐνεστῶτα θλιβερά προσδοκίᾳ τῶν μεταγενεστέρων ἀγαθῶν προσδεχόμενος γνῶσιν ἀλη θείας εὕρηκε, καὶ ὀργῆς καὶ λύπης ταχέως ἀπαλλα νήσεται. ΡΝΖ. Ο κακουχίαν καὶ ἀτιμίαν ὑπὲρ ἀληθείας αἱρούμενος ἀποστολικὴν ὁδὸν πορεύεται, τὸν σταυ
col. 955–956page 25 of 118
PG 65:955ρὸν ἄρας, καὶ τὴν ἄλυσιν περικείμενος. Ὁ δὲ ἐκτὸς τῶν δύο τούτων προσέχειν τῇ καρδίᾳ πειρώμενος, πλανᾶται κατὰ νοῦν, καὶ ἐμπίπτει εἰς πειρασμούς καὶ παγίδας τοῦ διαβόλου. ΡΝΗ'. Οὔτε τοῖς λογισμοῖς τοῖς κακοῖς ἐκτὸς τῶν αἰτιῶν, οὔτε ταῖς αἰτίαις ἐκτὸς τῶν λογισμῶν ἐστι πολεμοῦντα νικήσαί ποτε. Οταν γὰρ τὸ ἐν μονομερῶς ἀποβάλωμεν, μετ᾿ οὐ πολὺ διὰ τοῦ ἑτέρου τοῖς ἀμφοτέροις ἐμφερόμεθα. ΡΝΘ'. Ο φόβῳ κακοπαθείας καὶ ὀνειδισμοῦ τοῖς ἀνθρώποις μαχόμενος, ἢ ὧδε δι' ἐπιφοράς περισσοτέρως κακοπαθεῖ, ἢ ἐν τῷ μέλλοντι αἰῶνι ἀνηλεώς κολάζεται. ΡΕ. Ο πᾶσαν κακὴν ἐπιφορὰν ἀποκλείσαι βουλόμενος, ὀφείλει διὰ προσευχής, συναλλάσσειν τῷ θεῷ τὰ πράγματα, καὶ κρατεῖν μὲν νοερῶς τὴν εἰς αὐτὸν ἐλπίδα, τὴν δὲ φροντίδα τῶν αἰσθητῶν κατὰ δύνα μιν παραλογίζεσθαι. ΡΕΑ'. Οταν εὕρῃ ὁ διάβολος ἐκτός ἀνάγκης αν θρωπον τοῖς σωματικοῖς ενασχολούμενον, πρότερον ἁρπάζει αὐτοῦ τὰ τῆς γνώσεως λάφυρα· εἶθ' οὕτω τὴν εἰς Θεὸν ἐλπίδα ὡς κεφαλὴν ἀποτέμνει. ΡΕΒ. Εἴ ποτε λάβοις καθαρᾶς προσευχῆς ὀχυ ρὸν τόπον, τὴν γνῶσιν τῶν πραγμάτων ἀναδεδομέν νην παρὰ τοῦ ἐχθροῦ ἐν τῷ καιρῷ μὴ καταδέχου, ἵνα τὸ μεῖζον μὴ ἀπολέσῃ. Κρείσσον γὰρ τοῖς τῆς προσευχῆς βέλεσι κατατοξεύειν αὐτὸν κατὰ τόπων συγκεκλεισμένον, ἢ προσομιλεῖν αὐτῷ τὰ σκύλα προ φέροντι, καὶ ἀποσπἂν ἡμᾶς τῆς κατ' αὐτοῦ δεήσεως μηχανωμένῳ. ΡΕΓ'. Ἡ τῶν πραγμάτων χώρα, ἐν καιρῷ πειρασμοῦ καὶ ἀκηδίας, ὠφελεῖ τὸν ἄνθρωπον· ἐν καιρῷ δὲ καθαρᾶς προσευχής καταβλάπτειν είωθε. ΡΞΔ'. Διδάσκειν ἐν Κυρίῳ λαχών, καὶ παρακουόμενος, θλίβου νοερῶς, καὶ μὴ ταράσσου προφανώς θλιβόμενος γὰρ οὐ συγκατακριθήσῃ τῷ παρ ακούοντι· ταρασσόμενος ἐν τῷ αὐτῷ πράγματι πειρασθήσῃ. ΡΞΕ. Εν καιρῷ ἐξηγήσεως, μὴ κρύψῃς τὰ τοῖς παροῦσι προσήκοντα, τὰ μὲν εὐπρεπή σαφεστέρως τὰ δὲ σκληρὰ αινιγματωδώς διηγούμενος. Τοῦ ἐν ὑποταγῇ σου μὴ ὄντος σφάλμα μὴ προσενέγκης εἰς πρόσωπον. Τοῦτο γὰρ ἐξουσίας μᾶλλον ἢ συμβουλίας ἐστί. ΡΕΖ'. Τὰ πληθυντικώς γινόμενα γίνεται πάσιν ὠφέλιμα. Εκάστῳ τὰ ἴδια κατὰ συνείδησιν ἐμφανίζονται. ΡΞΗ. Ο λαλῶν ὀρθῶς ὀφείλει καὶ αὐτὸς εὐχα ριστεῖν, ὡς παρὰ Θεοῦ λαμβάνων τὰ βήματα. Η γὰρ ἀλήθεια οὐ τοῦ λαλοῦντός ἐστιν, ἀλλὰ τοῦ ἐνερ γοῦντος Θεοῦ. ΡΞΘ'. Παρ' ὧν οὐκ ἔχεις ὁμολογίαν ὑποταγής, μὴ φιλονείκει ἀνθιστάμενος τῇ ἀληθείᾳ, ἵνα μὴ μέσος ἐγείρης κατὰ τὴν θείαν Γραφήν. ΡΟ. Ο υποτακτικῷ ὅπου οὐ δεῖ ἀντιλέγοντι παρ
col. 957–958page 26 of 118
PG 65:957ραχωρῶν πλανᾷ αὐτὸν ἐν ἐκείνῳ τῷ πράγματι, καὶ τὰς συνθήκας τῆς ὑποταγῆς ἀθετεῖν παρασκευάζει. ΡΟΔ'. Ο φόβῳ Θεοῦ νομοθετῶν ἢ παιδεύων τὸν ἁμαρτάνοντα τὴν ἐναντιουμένην τῷ σφάλματι ἀρε τὴν ἑαυτῷ περιποιείται· ὁ δὲ μνησικακῶν καὶ κακοθελῶς ὀνειδίζων τῷ ὁμοίῳ πάθει κατὰ τὸν πνευ ματικών περιπίπτει νόμον. ΡΟΒ. Ο καλῶς μαθὼν τὸν νόμον φοβεῖται τὸν νομοθέτην· καὶ ἐλπίζων ἐπ' αὐτῷ, ἐκκλίνει ἀπὸ παν τὸς κακοῦ. ΡΟΓ. Μη γίνου δίγλωσσος, ἑτέρως μὲν τῷ λόγῳ, ἑτέρως δὲ τῇ συνειδήσει διακείμενος· τὸν γὰρ τοιοῦ τον ἡ Γραφὴ ὑπὸ κατάρας ίστησιν. ΡΟΔ'. Ἔστιν ὁ ἀλήθειαν λέγων καὶ ὑπὸ ἀφρόνων μισούμενος, κατὰ τὸν ᾿Απόστολον· καὶ ἔστιν ὁ όπου κρινόμενος καὶ διὰ τοῦτο ἀγαπώμενος. Ὅμως οὐδέ τερον τῶν ἀνταποδόσεων τούτων πολυχρόνιον γίνε ται, διότι ὁ Κύριος, ἐν ἰδίῳ καιρῷ, ἑκάστῳ τὸ δέον ἀνταποδίδωσιν, ΡΟΕ'. Ο τὰ μέλλοντα μοχθηρὰ ἀναιρείν βουλόμενος ὀφείλει τὰ ἐνεστῶτα ἡδέως υποφέρειν· οὕτω γὰρ νοερῶς συναλλάσσων πράγματι, διὰ μικρῶν ὀδυνῶν, μεγάλας ἐκφεύξεται. Ρος. Ασφάλισαι λόγον ἀπὸ καυχήσεως, καὶ λο γισμὸν ἀπὸ οιήσεως, ἵνα μὴ παραχωρηθείς πράξης τὰ ἐναντία. Οὐ γὰρ ἐξ ἀνθρώπου μόνον τελεσιουργεῖται τὸ ἀγαθὸν, ἀλλὰ τοῦ παντεπόπτου Θεοῦ. ΡΟΖ'. Ο παντεπόπτης Θεός, ὥσπερ τοῖς ἔργοις ἡμῶν ἀξίας ἐπιφορὰς ἀπένειμεν, οὕτω καὶ τοῖς λο γισμοῖς καὶ τοῖς ἑκουσίοις νοήμασιν. ΡΟΗ. Οἱ ἀκούσιοι λογισμοὶ ἐκ προλαβούσης ἁμαρ τίας ἀναφύονται· οἱ δὲ ἑκούσιοι ἐκ τοῦ αὐτεξουσίου θελήματος· ὅθεν αἴτιοι εὑρίσκονται τῶν προτέρων σε δεύτεροι. ΡΟΘ. Ταῖς μὲν παρὰ πρόθεσιν κακαῖς ἐννοίαις λύπη παρέπεται· διὸ καὶ συντόμως ἐξαφανίζονται ταῖς δὲ κατὰ πρόθεσιν, χαρά· ὅθεν καὶ δυσαπάλλα κτοι γίνονται. ΡΙ. Ο φιλήδονος λυπεῖται ἐν ψόγοις καὶ κακο παθείαις· ὁ δὲ φιλόθεος, ἐν ἐπαίνοις καὶ πλεονεξίαις. ΡΠΑ'. Ὁ μή γινώσκων τὰ κρίματα τοῦ Θεοῦ ἀμφίκρημνον ὁδὸν κατὰ νοῦν διαβαίνει, καὶ ὑπὸ παν τὸς ἀνέμου ῥᾳδίως ἀνατρέπεται· ἐπαινούμενος γαυριᾷ, καὶ ψεγόμενος ερεθίζεται, εὐωχούμενος ἀσελγα! νεῖ, καὶ κακοπαθῶν ἀποδύρεται, συνιών φανητιᾷ, καὶ μὴ νοῶν σχηματίζεται, πλουτῶν ἀλαζονεύεται, καὶ πτωχεύων ὑποκρίνεται, κορεσθείς θρασύνεται, καὶ νηστεύων κενοδοξεί, τοῖς ἐλέγχουσι φιλονεικεῖ, καὶ τοῖς συγγνώμην αὐτῷ ἀπονέμουσιν ὡς ἀνοήτοις ἐφυβρίζει. Ἐὰν μήτε οὖν κατὰ χάριν Χριστοῦ γνώ σιν ἀληθείας καὶ φόβον Θεοῦ αἰτήσηται, οὐ μόνον ἐκ τῶν παθῶν, ἀλλὰ καὶ ἐκ τῶν συμβάσεων δεινῶς τραυματίζεται.
col. 959–960page 27 of 118
PG 65:959ΡΠΒ. Οταν λύσαι θέλῃς πράγμα συμπεπλεγμένον, ζήτει περὶ αὐτοῦ, τί τῷ Θεῷ ἀρέσκει, καὶ εὑρή σεις τὴν λύσιν αὐτοῦ ἐπωφελῆ. ΡΗΓ. Ἐν οἷς ἂν πράγμασιν εὐδοκῇ ὁ Θεὸς, ἐν τούτοις καὶ πᾶσα κτίσις ὑπηρετεῖ· ἐν οἷς δὲ ἂν αὐ τὸς ἀποστρέφηται, ὁμοίως καὶ ἡ κτίσις ἀντιτάσσεται. ΡΠΔ'. Ὁ ἀντιτασσόμενος ταῖς σκυθρωπαῖς ἐπιφοραῖς, οὐκ οἶδεν, ἀντιμάχεται τῇ κελεύσει τοῦ Θεοῦ· 6 δὲ καταδεχόμενος αὐτὰς μετὰ γνώσεως ἀληθοῦς, ού τος κατὰ τὴν Γραφὴν ὑπομένει τὸν Κύριον. ΡΠΕ'. Πειρασμοῦ ἐπελθόντος, μή ζήτει διὰ τί, ἢ διὰ τίνος ἐλήλυθεν, ἀλλ' ὅπως ἂν αὐτὸν εὐχαρίστως καὶ ἀμνησικάκως υπομείνης. ΡΠϚ'. 'Αλλότριον κακὸν οὐ προστίθησιν ἁμαρ τίαν, ἐὰν μὴ ἡμεῖς αὐτὸ κακαῖς παραδεξώμεθα ἐν νοίαις. ΡΙΖ'. Εἰ οὐκ ἔστι ῥᾳδίως εὑρεῖν τὸν ἐκτὸς πειρασμοῦ εὐαρεστήσαντα, εὐχαριστεῖν δεῖ τῷ Θεῷ ἐπὶ πάσῃ συμβάσει. ΡΠΗ'. Εἰ μὴ νυχτερινῆς ἄγρας ἀπέτυχεν ὁ Πέτρος, οὐκ ἂν τῆς ἡμερινῆς ἐπέτυχε· καὶ εἰ μὴ αἰσθητῶς ετυφλοῦτο ὁ Παῦλος, οὐκ ἂν πνευματικῶς ἀνέβλεψε καὶ εἰ μὴ ὡς βλάσφημος ἐσυκοφαντεῖτο ὁ Στέφανος, οὐκ ἂν, τῶν οὐρανῶν αὐτῷ ἀνεῳχθέντων, τὸν Κύριον εθεάσατο. ΡΙΘ'. "Ωσπερ ή κατὰ Θεὸν ἐργασία ἀρετὴ λέγε ται, οὕτως ἡ παρὰ προσδοκίαν θλίψις πειρασμός λέο γεται. Ρή. Ὁ Θεὸς τὸν ᾿Αβραὰμ ἐπείραζε, τοῦτ' ἔστε πρὸς τὸ συμφέρον ἔθλιβεν, οὐχ ἵνα μάθῃ ὁποῖς ἐστιν (ᾔδει γὰρ αὐτὸν ὁ εἰδὼς τὰ πάντα, πρὶν γενέσθαι αὐτὸν), ἀλλ' ὅπως ἀφορμὰς αὐτῷ παράσχῃ τῆς τε λείας πίστεως. ΡΙΑ'. Πάσα θλίψις ελέγχει την ροπὴν τοῦ θελή ματος, εἴτε εἰς δεξιὰ ῥέπει, εἴτε εἰς ἀριστερά. Δια τοῦτο ἡ συμβατική θλίψις πειρασμός ονομάζεται, τῷ μετόχῳ πεῖραν τῶν κεκρυμμένων θελημάτων παρ έχουσα. ΡΕΒ. Φόβος Θεοῦ ἀναγκάζει ἡμᾶς πολεμεῖν τῇ κακίᾳ· ἡμῶν δὲ πολεμούντων, ὁ Κύριος ἀναιρεῖ αὐτ τήν. Γ'. Σοφία ἐστὶν οὐ μόνον τὸ διὰ φυσικῆς ἀκο το λουθίας εἰδέναι τὴν ἀλήθειαν, ἀλλὰ καὶ τὸ ὑπομένειν ὡς ἰδίαν τὴν τῶν ἀδικούντων τιμωρίαν. Οἱ μὲν γὰρ τῇ προτέρᾳ ἐναπομείναντες πρὸς ὑπερηφανίαν ἀν επήρθησαν· οἱ δὲ ἐπὶ τὴν δευτέραν φθάσαντες ταπεινοφροσύνην ἐκτήσαντο. ΡΙΔ'. Εἰ βούλει μὴ ἐνεργεῖσθαι ὑπὸ πονηρῶν λο γισμῶν, ἐξουδένωσιν ψυχῆς καὶ θλίψιν σαρκὸς ὑπου δέχου, καὶ τοῦτο οὐ μερικῶς, ἀλλ' ἐν παντὶ τόπῳ, καὶ καιρῷ, καὶ πράγματι. Ρηδ'. Ὁ τοῖς θλιβεροῖς ἑκουσίως ἐμπαιδευόμενος ὑπὸ τῶν ἀκουσίων λογισμῶν οὐ κατέχεται· ὁ δὲ τὰ πρῶτα μὴ καταδεχόμενος ὑπὸ τῶν δευτέρων καὶ μὴ βουλόμενος αιχμαλωτίζεται.
col. 961–962page 28 of 118
PG 65:961Ρις. Ὅταν ἀδικουμένου σου σκληρυνθῇ τὰ σπλάγχνα καὶ ἡ καρδία, μὴ λυποῦ, ὅτι οἰκονομικῶς ἐκινήθη τὸ προκείμενον· ἀλλὰ χαίρων ανέτρεπε τους Επανακύπτοντας λογισμούς· εἰδὼς ὅτι τούτων ἐκ προσβολῆς ἀναιρουμένων, κἀκεῖνα μετὰ τὴν κίνησιν ἀναιρεῖσθαι πέφυκε. Τῶν δὲ λογισμῶν ἐνδελεχούντων, κἀκεῖνα προσθήκην λαμβάνειν είωθεν. ΡΙΖ. Ἐκτὸς συντριμμοῦ καρδίας ἀδύνατον καθ όλου ἀπαλλαγῆναι κακίας. Συντρίβει δὲ καρδίαν ἡ τριμερής εγκράτεια, ύπνου λέγω, καὶ τροφῆς, καὶ σωματικῆς ἀνέσεως. Η δὲ περὶ τούτων περισσεία ἡδυπάθειαν ἐντίθησιν· ἡδυπάθεια δὲ τοὺς πονηρούς λογισμούς παραδέχεται. 'Αντίκειται δὲ καὶ τῇ προσ ευχῇ, καὶ τῇ προσηκούσῃ διακονία. Ρ. Η'. Κελεύειν ἀδελφοῖς λαχών, φύλαττε τὴν τάξιν σου, καὶ μὴ διὰ τοὺς ἀντιλέγοντας παρασιωπήσης τὰ δέοντα. Ἐν οἷς μὲν γὰρ ὑπακούσουσι, μισθὸν ἕξεις ὑπὲρ τῆς ἐκείνων ἀρετῆς· ἐν οἷς δὲ παρακούσουσι, πάντως ἀφήσεις αὐτοῖς, καὶ λήψῃ τὰ ἴσα παρὰ τοῦ εἰρηκότος· 'Αφίστε, καὶ ἀφεθήσεται ὑμῖν. Ρ.Θ. Πανηγύρει ἔοικε πᾶσα σύμβασις. Ο εἰδὼς πραγματεύεσθαι κερδαίνει πολλά· ὁ δὲ μὴ εἰδὼς ζημίας υποφέρει. Σ'. Τὸν ἀπὸ ἑνὸς λόγου μὴ ὑπακούοντα μὴ βιάζου μετὰ φιλονεικίας, ἀλλὰ τὸ κέρδος ὁ ἀπέβαλεν ἐκεῖνος, σὺ περιποίησαι σεαυτῷ. Πλείον γὰρ τῆς ἐκείνου διορ θώσεως ὠφελήσει ἡ σὴ ἀνεξικακία. ΣΔ'. Ὅταν ἡ τοῦ ἑνὸς βλάβη εἰς τοὺς πολλοὺς δια τρέχῃ, τότε οὐ δεῖ μακροθυμεῖν, οὔτε ζητεῖν τὸ ἑαυ τοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶμεν. Διότι τῆς μονομερούς ἀρετῆς ἡ πολυμερής ὠφελιμώτερα τυγχάνει. ΣΒ΄. Εάν τις πέσῃ εἰς οιανδήποτε ἁμαρτίαν, καὶ μὴ λυπηθῇ κατὰ ἀναλογίαν τοῦ σφάλματος, εὐχερῶς τῷ αὐτῷ περιπεσείται δικτύῳ. ΣΙ'. Ωσπερ λέαινα δαμάλει φιλικῶς οὐ προσίεται, οὕτως ἀναισχυντία τὴν κατὰ Θεὸν λύπην εὐμενῶς οὐ παραδέχεται. ΣΔ'. Ωσπερ λύκῳ πρόβατον οὐ συνέρχεται εἰς τε κνογονίαν, οὕτως οὔτε κόρῳ πόνος καρδιακὸς εἰς κύησιν ἀρετῶν. ΣΕ. Οὐδεὶς δύναται πόνον καὶ λύπην κατὰ Θεὸν ἔχειν, ἐὰν μὴ πρότερον καὶ τούτων τὰς αἰτίας ἀγα πήσῃ. Σε. Φόβος Θεοῦ καὶ ἔλεγχος εἰσδέχονται λύπην ἐγκράτεια δὲ καὶ ἀγρυπνία προσομιλοῦσι πόνῳ. ΣΖ'. Ο γραφικαῖς ἐντολαῖς καὶ νουθεσίαις μὴ παι δευόμενος τῇ μάστιγι τοῦ ἵππου καὶ τῷ κέντρῳ τοῦ ὄνου ελασθήσεται· εἰ δὲ καὶ τούτοις ἀντιτάσσεται, καὶ ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας ἀχθήσεται. ΣΙΓ. Ὁ ὑπὸ τῶν μικρῶν εὐχερῶς νικώμενος, καὶ τοῖς μεγάλοις ἐξ ἀνάγκης δεδούλωται· ὁ δὲ τούτων οι
col. 963–964page 29 of 118
PG 65:963καταφρονῶν, καὶ τοῖς μεγάλοις ἐν Κυρίῳ ἀντιτάσσεται. ΣΘ'. Μὴ πειρῶ ἐλέγχων ὠφελεῖν τὸν ἐν ἀρεταῖς καυχώμενον, διότι ὁ αὐτὸς καὶ φιλενδείκτης καὶ φιλο αλήθης εἶναι οὐ δύναται. ΣΙ. Πᾶν ῥῆμα Χριστοῦ ἔλεον, καὶ δικαιοσύνην, καὶ σοφίαν ἐμφαίνει Θεοῦ, καὶ τὴν τούτων δύναμιν διὰ τῆς ἀκοῆς ἐμβάλλει τοῖς ἡδέως ἀκούουσιν. Οθεν οἱ ἀνελεήμονες, καὶ ἄδικοι, ἀηδῶς ἀκούοντες τὴν τοῦ Θεοῦ σοφίαν, γνῶναι οὐκ ἐδυνήθησαν· ἀλλὰ καὶ ἀπο λοῦντες ἐσταύρωσαν. Καὶ ἡμεῖς οὖν ἴδωμεν, εἰ ἡδέως αὐτοῦ ἀκούομεν. Αὐτὸς γὰρ εἴρηκεν· Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει, καὶ ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν, καὶ ἐμ φαγίσω αὐτῷ ἐμαυτόν. Βλέπεις, πῶς τὴν ἑαυτοῦ ἐμφάνειαν ἐν ταῖς ἐντολαῖς ἐνέκρυψε; ΣΙΑ΄. Πασῶν τῶν ἐντολῶν ἐστι περιεκτικωτάτη ἡ εἰς Θεὸν καὶ τὸν πλησίον ἀγάπη, ἥτις ἐκ τῆς τῶν ὑλικῶν ἀποχῆς, καὶ τῆς τῶν λογισμῶν ἡσυχίας συν ίσταται. Τοῦτο εἰδὼς ὁ Κύριος παραγγέλλει ἡμῖν λι γων· Μὴ μεριμνήσητε περὶ τῆς αὔριον. Καὶ εἰ κότως· ὁ γὰρ τῶν ὑλικῶν καὶ τῆς μερίμνης αὐτῶν μὴ ἀπαλλαγεῖς, τῶν πονηρῶν λογισμῶν τῶς ἀπαλλαγήσεται; 'Ο δὲ τοῖς λογισμοῖς περιεχόμενος, τας ἂν ἴδοι τὴν ὑπὸ τούτων καλυπτομένην ἁμαρτίαν ἐνα υπόστατον, ἥτις ἐστὶ σκότος καὶ ὁμίχλη ψυχῆς, ἐξ ἐννοιῶν πονηρῶν καὶ λόγων καὶ πράξεων ἐμπεσοῦσε τ τοῦ μὲν διαβόλου διὰ προσβολής βιαστοῦ πειράζοντος, καὶ τὴν ἀρχὴν ὑποδεικνύοντος· τοῦ δὲ ἀνθρώπου διὰ φιληδονίαν καὶ κενοδοξίαν ἡδέως προσομιλήσαντος; Εἰ γὰρ καὶ κατὰ διάκρισιν οὐκ ἐβούλετο, ἀλλὰ κατ' ενέργειαν ἐδύνατο καὶ παρεδέχετο. Ὁ δὲ ταύτην μὴ θεασάμενος τὴν περιεκτικὴν ἁμαρτίαν, πότε ἂν δετ θείη περὶ αὐτῆς καθαρισθήσεσθαι; Ὁ δὲ μὴ καθαρισθεὶς, πῶς ἂν εὕροι τὸν τόπον τῆς καθαρᾶς φύσεως Ὁ δὲ τοῦτο μὴ εὑρὼν, πῶς ἂν ἴδοι τὸν ἐνδοτέρω οἱ κον τοῦ Χριστοῦ, εἴπερ οἶκος τοῦ Θεοῦ ἐσμεν, κατά τὸν προφητικὸν, καὶ εὐαγγελλικὸν, καὶ ἀποστολικὸν λόγον; Χρὴ οὖν, διὰ τῆς τῶν προειρημένων ἀκολουθίας, ζητῆσαι τὸν οἶκον τοῦτον, καὶ διὰ προσευχῆς πε ραμένοντας κρούειν, ὅπως ἢ ὧδε ἢ ἐν τῇ ἐξόδῳ ἀνοίξοι ἡμῖν ὁ οἰκοδεσπότης, καὶ ἀμελήσασιν μή είποι· Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ. Οὐ μόνον δὲ ὀφείλομεν αιτήσασθαι καὶ λαβεῖν, ἀλλὰ καὶ τὸ δοθὲν φυλάξαι εἰσὶ γάρ τινες οἱ καὶ μετὰ τὸ λαβεῖν ἀπολέσαντες. Διὸ τῶν προειρημένων πραγμάτων ψιλήν μὲν τὴν γνώ σιν, ἢ καὶ συμβατικὴν τὴν πεῖραν, ἴσως καὶ ὄψιμα θεῖς καὶ νέοι κατέχουσι· τὴν δὲ μεθ' ὑπομονῆς παρά μονον ἐργασίαν, μόλις τῶν γερόντων οἱ εὐλαβεῖς καὶ πολύπειροι, οἱ πολλάκις αὐτὴν δι' ἀπροσεξίας απ ολέσαντες, καὶ δι' εκουσίων πόνων ἀναζητοῦντες, καὶ εὑρίσκοντες. Τοῦτο οὖν ποιεῖν καὶ ἡμεῖς μὴ παυσώμεθα, ἕως αὐτὴν ἀναφαίρετον κατ' ἐκείνους κτη σώμεθα. νι,
col. 965–966page 30 of 118
PG 65:965Ταῦτα τοῦ πνευματικοῦ νόμου ἐκ πολλῶν ὀλίγα ἐγνώκαμεν τὰ δικαιώματα, & καὶ ὁ μέγας ψαλμῳδὸς ὑφηγεῖται ἐνδελεχῶς, τοῦ μαθεῖν αὐτὰ καὶ ποιεῖν τοὺς συνετῶς ψάλλοντας ἐν Κυρίῳ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αιώνας. Αμήν. Περὶ μετανοίας τοῖς πᾶσι πάντοτε προσηκούσης εἰς τὴν δύναμιν τῆς ἐνεργείας· ἦν οἱ πιστοὶ καὶ πρὸ τῆς ἐργασίας διὰ τῆς χάριτος τοῦ βα πτίσματος ἔλαβον. Δ'. Ο Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἡ τοῦ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, θεοπρεπῶς ὡς οἶδεν αὐτὸς, τῆς πάντων προνοών σωτηρίας, διαφόροις δόγμασι τὸν τῆς ἐλευθερίας θέμενος νόμον, ένα σκοπόν πρέ τοντα τοῖς πᾶσιν ώρίσατο, λέγων· Μετανοείτε· ὡς ἐκ τούτου δυνατὸν ἡμῖν ἐπιγνῶναι, ὅτι πᾶσα ἡ ποι κιλία τῶν ἐντολῶν εἰς ἕνα καταλήγει τὸν τῆς μετα νοίας δρον, καθὼς καὶ τοῖς ἀποστόλοις ἐν κεφαλαίῳ ἐνετείλετο, εἰπών· Λέγετε αὐτοῖς· Μετανοεῖτε Άγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· οὐ πάντως χρονικὴν εἰρηκὼς ἐγγύτητα τῆς βασιλείας, ὡς ἔναγχος ἐπικειμένην τῷ κόσμῳ οὐ γὰρ ἂν ἡ ἀλήθεια ἀκατάλληλα τοῖς πράγμασι διωρίζετο. Ἰδοὺ γὰρ καὶ οἱ τηνικαῦτα περιιόντες καὶ οἱ μετ' ἐκείνους ἐκοιμή Θησαν, ἀμοιρήσαντες τῆς καθόλου συντελείας)· ἀλλ' εἰδὼς τὸν ἑαυτοῦ λόγον ὁ Κύριος, καὶ βασιλείας καὶ μετανοίας δύναμιν ἔχοντα, Μετανοεῖτε, φησίν· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Εἰ γὰρ μὴ τοῦτο δοθείη, πῶς Ομοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμη, ἣν λαβοῦσα γυνή έκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον; ἢ καθότι ἡ τὸν τοῦ Θεοῦ λόγον ὑποδεξαμένη διάνοια ἔκρυψεν εἰς τὴν τρι μερή ὑπόστασιν, σώματος λέγω, καὶ πνεύματος, καὶ ψυχῆς, κατὰ τὸν ᾿Απόστολον, καὶ πᾶσαν αὐτῶν τὴν ἐν τοῖς λογισμοῖς λεπτότητα, αλεύρου δίκην πολυμερῶς διακεχυμένην, εἰς μίαν τῆς πίστεως ζύμην συν ἡγαγεν, ἐξομοιωθῆναι τῷ ἐνεργοῦντι λόγῳ καθόλου περιμένουσα. Οὕτως ὁμοίωσε τὸν τῆς ἀληθείας λό τον κόκκῳ σινάπεως, μικρὸν μὲν ἐν τῇ τῶν ἀκουόν των καρδίᾳ κατασπειρόμενον, διὰ δὲ τῆς προσηκούσης εργασίας αυξανόμενον, καὶ ὥσπερ δένδρον εὐμέγεθες ἐν ὑψηλῷ τόπῳ, οὕτως εἰς οἶκον καταφυγῆς γενόμενον ταῖς πελαζομέναις διανοίαις. Τότε δὲ ἀλη θῶς ἂν εἴη, ὁπότε καθαροὺς καὶ τοὺς ἀποστόλους εἶναι ἔφη, διὰ τὸν λόγον ἂν ἤκουσαν, τῇ συνεισφέρο μένῃ τὸν λόγον δυνάμει πρὸς ἐργασίαν ἀποχρησαμέν νους, καὶ διὰ τοῦτο καθαρούς γενομένους· Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὸς ὑπάρχει. Διὸ καὶ τοὺς μὴ χρησαμένους τοιαύτῃ συνεισφορά, ὡς ἀπί οι

Minor Work IIIOpusculum III

col. 967–968page 31 of 118
PG 65:967στοις κατέκρινεν, εἰπών· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐχ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Β. Τοῦτο δὲ εἰρήκαμεν, οὐχ ὡς ἀπιστούντες περί τῆς μελλούσης βασιλείας, ἥτις τοῖς ἰδίοις καὶ φορές στοις καιροῖς ἀπαραβάτως ἐλεύσεται· ἀλλ' ὅτι ὁ λό γος τοῦ Κυρίου τὴν αὐτὴν τῆς βασιλείας ἐπέχει δύο ναμιν, γενόμενος τοῖς πιστοῖς ἐλπιζομένων ὑπόστασις, ἀῤῥαβὼν τῆς μελλούσης κληρονομίας, ἀπαρχή τῶν αἰωνίων ἀγαθῶν· τοῖς δὲ ἀπίστοις καὶ βεβήλοις, ἐνυπόστατος ἀθεΐας ἔλεγχος. Διό φησι· Μετανοείτε ἤγγικεν ή βασιλεία τῶν οὐρανῶν. Εἰ οὖν μόνον τοὺς ἀκούοντας ὀφειλέτας ἔργου ὁ λόγος δείκνυσι, συνεισφέρων ἐν τῇ καρδίᾳ τῶν λεγομένων τὴν δύνα μιν, τί ποιησόμεθα ἡμεῖς, οἱ οὐ μόνον λόγων, ἀλλὰ πολλῶν καὶ μεγάλων εὐεργεσιῶν συνεισελθούσης τῆς δυνάμεως ἀθετήσαντες· καὶ οὐ μόνον τὸ ἐν τάλαντον, ἀλλὰ καὶ τὰ πέντε, καὶ τὰ δύο εἰς γῆν κρύψαντες, σωματικῶς ταῖς εὐεργεσίαις τοῦ Κυρίου ἀποχρησάμενοι· δι' ὧν εἰκὸς καὶ ἄλογα εὐεργετούμενα υπ ακούειν τῷ χειραγωγοῦντι, καθὸ ἔχει φύσεως δύναμιν, ὡς καὶ θηρίον ἀγριότητα τραπήναι πρὸς λόγον ὑπὸ ακοῆς τοῦ εὐεργέτου; Κατὰ τοσοῦτον ἡμεῖς οἱ ἀντ᾽ εξουσιότητι ὑπὲρ πάντα τὰ ζῶα τιμηθέντες, τῶν θηρίων ἀγριώτεροι, καὶ τῶν ἀλόγων ἀλογώτεροι πεφανερώμεθα. Ἐκεῖνα γὰρ πρὸς τὸν ἀλλήλων πλη σιασμὸν ἡδέως ἔχει, ὅθεν καὶ νεμόμενα ἕκαστον ἐξαρ κεῖται τῷ παρατυχόντι, καὶ ἀφθόνως τῷ ἑτέρῳ κατα λείπει τὸ παρακείμενον· ἡμεῖς δὲ οἱ τῶν ἀλόγων ἐπιστατεῖν καὶ κυριεύειν τεταγμένοι, τῆς φύσεως την κακίαν προετιμήσαμεν· ὥστε καὶ μηδεμιᾶς ἀνα καστικῆς αἰτίας, ἡμᾶς βιαζομένης, ἀνηλεως καὶ ἐπι φθόνως ἔχειν πρὸς τὸ ὁμόφυλον. Τους τοιούτους, οἶμαι, ὄφεις, γεννήματα ἐχιδνῶν ὁ Ἰωάννης ὠνόμασε, φυ γεῖν τῆς μελλούσης ὀργῆς, τὴν μετάνοιαν εὑρηκότας, ἧς ποιῆσαι καρποὺς ἀξίους παρακελεύεται, καὶ ἐκ δύο χιτώνων μεταδοῦναι τῷ μὴ ἔχοντι, καὶ περὶ βρω μάτων ὁμοίως ποιεῖν ἐντειλάμενος. Εἰ δὲ τοὺς πρὸ τῆς πίστεως τὸ δέον ἡγνοηκότας, ἔφεσι διὰ τὸ συμ καθὲς παρείκασεν, ἀπαρείκαστον ἂν εἴη κακόν, τὸ μετὰ πίστιν καὶ γνῶσιν, καὶ παροχὰς ἂς ειλήφαμεν, ἀδεῶς ἐξαμαρτάνειν; Γ. Τὰ μὲν οὖν κρύφια παρήσω, & ἕκαστος λογι στικῶς κατ' ἐξουσίαν ἔχει ἀποτελεῖν· εἴπω δὲ μᾶλ λον & πρὸς ἀλλήλους ἐπαχθῶς ἔχοντες ἐπιτηδεύομεν. μάλιστα πρὸς τοὺς δοκοῦντας ήδικηκέναι, μήτε με κροῖς μήτε μεγάλοις κατὰ Θεὸν συντυγχάνοντες. Τῶν μὲν γὰρ ἀφανεστέρων ἢ πτωχοτέρων προφανῶς κατεπαιρόμεθα, ὥσπερ μισθίων ἢ δούλων κατεξουσιάζειν ἐθέλοντες, οὐκέτι ἐν Χριστῷ, ἀλλ' ἐν σαρκι καὶ πλούτῳ ἐκδικοῦντες τὴν εὐγένειαν. Καὶ ὅταν μέν τινα τῶν σοβαρωτέρων ἁμαρτάνοντα ίδωμεν, ελέγξαι οὐ δυνάμεθα· φαμὲν δὲ τοῖς παρατυχοῦσιν, ὅτι γέ γραπται· Μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος· τῶν δὲ ταπεινοτέρων μικράν τινα αἰτίαν εύ ρόντες, εὐθέως κατεπικείμεθα, φανητιῶντες καὶ λέ Αι
col. 969–970page 32 of 118
PG 65:969γοντες, ότι γέγραπται· Τὸν ἁμαρτάνοντα ἐνώπιον πάντων ἔλεγχε. Καὶ οὕτως, τὴν μὲν ἑαυτῶν ὑπό κρισιν, ήτοι κακίαν, ταῖς Γραφικαῖς μαρτυρίαις ἐν διαστρόφως ὑποκαλύπτομεν, ἐκείνους δὲ, ὡς κατὰ Θεὸν ἐλέγχοντες διακείμεθα. Ταῦτα μὲν οὖν ἐν τοῖς υποδεεστέροις. Τοὺς δὲ ἰσοδυναμοῦντας ἐπὶ μικραίς τισιν ἀφορμαῖς εὐθέως ἀποστρεφόμεθα, πᾶσαν μη χανὴν ἐννοοῦντες πρὸς ἄμυναν. Καὶ οὐ πρότερον απο τοῖς εὐμενιζόμεθα, ἄχρις οὗ αὐτοῖς κατὰ γνώμην γε νώμεθα Προφάσεως δὲ τῆς αὐτῆς ἐπιλαβόμενοι, ὡς ἐπ' ἀγαθῷ χαίροντες, την πονηρίαν ἐπιδεικνύμεθα, καὶ μετὰ τὴν ἀμύναντες, τότε φιλικωτέρως αὐτοῖς ὁμιλοῦμεν, δευτέρας φιλίας τὴν προλαβοῦσαν τοῦ και και νίκην θεμέλιον προθέμενοι. Ανάγκη δὲ πᾶσα τὸ ἔργον ὅμοιον τῷ θεμελίῳ ἐπακολουθῆσαι, καὶ πάλιν νεῖχος ζητεῖν, ὡς μηδέποτε ἄμαχον φιλίαν διαμείνα τῷ νικᾷν βουλομένῳ, ἀλλ' ἀεὶ παρακολουθεῖν τῇ νίκῃ τὸ μῖσος, καθώς φησιν ἡ θεία Γραφή, ὅτι Μῖσος ἐγεί ρει νεῖκος. Τὸ δὲ τοιοῦτον νόσημα προσγίνεται τοῖς ἐν δόξῃ καὶ χρήμασι τα πρωτεῖα μεταδιώκουσι, καθώ ἀπερ τὸ πρῶτον τῆς νόσου τὸ δυσεντέριον· ὅπερ καὶ νῦν ὁ μακάριος Παῦλος θεραπεύει λέγων· Τῇ τα πεινοφροσύνῃ ἀλλήλους προηγούμενοι, ὑπερέχοντες ἑαυτῶν. Πρὸς μὲν οὖν τοὺς ταπεινοτέρους, εἴτουν ισοτίμους, οὕτως. διακείμεθα. Τὴν δὲ πρὸς τοὺς δυνατωτέρους πονηρίαν κεκρυμμένην οὖσαν καὶ πολύτροπον, οὐδὲ εἰπεῖν ὡς ἔστιν, ἢ νοῆσαι ῥᾴδιον. Οὐ γὰρ ὡς ἐντολὴν τηροῦντες διακείμεθα τοῖς ἀν ωτέροις, ἀλλ' ἐκείνους υποτρέχομεν οὓς ἀδικήσαι μὴ δυνάμεθα, καὶ ὀφθαλμῷ μὲν βασκάνῳ τὰς εὐτυχίας αὐτῶν καθορῶμεν πικρώς, εὐδαιμονίαν δὲ αὐτῶν οὐ δὲ κηρυττομένην ἡδέως ἀκούομεν· καὶ σχήματι μὲν καὶ λόγοις εἰρηνικῶς κολακεύομεν τους τοιούτους, ἐναντίως δὲ ταῖς ἐννοίαις πρὸς αὐτοὺς διακείμεθα ὡς ἐφ' ἡμῖν πληροῦσθαι τὸ λεγόμενον· Τῶν λαλούν των εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν. Δ'. Ταῦτα δὲ εἰρήκαμεν περὶ τῶν ἀκοντὶ περιφερομένων, τοὺς ἑκουσίως ἁμαρτάνοντας εξωτέρους δείξαι βουλόμενοι, καὶ πρὸς μετάνοιαν δυσκόλως μέσ ποντας. Πῶς γὰρ οὐχὶ ἑκουσίως, εἰ μὴ θέλοντες ποιεῖν τὸ τοῦ Δανιὴλ, καὶ εὑρεῖν ἄφεσιν, λέγοντος - Τάς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων; Αλλ' ἐρεῖς τυχόν· Οὐκ ἔχω χρήματα, πῶς οίκτειρήσω πένητα; Οὐκ ἔχεις χρήματα, ἀλλ' ἔχεις θελήματα· ἀπόταξαι αὐτοῖς, καὶ ἐν ἐκείνοις ἐργάζου τὸ ἀγαθόν. Οὐ δύνα και εὐποιῆσαι χειρὶ σωματικῇ; εὐποίησον δεξιᾷ προ αιρέσει. Όταν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἄφες αὐτῷ, κατὰ τὸν λόγον τοῦ Κυρίου, καὶ ἔσται σου ἐλεημοσύνη. Εἰ ζητοῦμεν ἄφεσιν ἁμαρτιῶν παρὰ Θεοῦ, τοῦτο ποιεῖν ὀφείλομεν ἐπὶ πάσῃ πλημμελεία πρὸς ἕκαστον, ὅπως γένηται τὸ, Αφετε καὶ ἀφεθήσεται ὑμῖν. Μέγα μὲν τῷ ἔχοντι χρήματα μεταδιδό απ' τοῖς πένησιν, ἐλεῆσαι δὲ τοὺς πλησίον ἐπὶ ἁμαρ
col. 971–972page 33 of 118
PG 65:971τήμασι, τοσοῦτον μεῖζόν ἐστι πρὸς ἄφεσιν, ὅσον ψυχή τιμιωτέρα σώματος κατὰ φύσιν ὑπάρχει. Οσοι δὲ αἱ τήσαντες ἄφεσιν παρὰ Θεοῦ, ἔλαβον μὲν πολλάκις, ὡς διὰ τοῦτο μηδὲν ἡμᾶς ἐντεῦθεν πονηρὸν ὑπομένειν τὸ αὐτὸ δὲ τοῖς πλησίον μετέχειν οὐ καταδεχόμεθα ὅμοιοί ἐσμεν τῷ δούλῳ ἐκείνῳ τῷ πονηρῷ, ὅς μυρίων ταλάντων ἄφεσιν εἰληφώς παρὰ τοῦ δεσπότου, τῷ συνδούλω ἑκατὸν δηνάρια οὐ συνεχώρησεν, ἢ καὶ νομίμως ὁ Κύριος διαλεγόμενος ἔφη· Δούλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσας με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύν δουλόν σου (αφιέναι αὐτῷ τὸ ὀφειλόμενον), ὡς καὶ εγώ σε ηλέησα; Καὶ ὀργισθεὶς, φησί· Παράδοτε αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον. Καὶ ἐπάγει λέγων· Οὕτως ποιήσει ὑμῖν ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς, ἐὰν μὴ ἀνῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ τὰ παραπτώματα ἀπὸ τῶν καρδιῶν ὑμῶν. Διὸ καὶ ἀλλαχοῦ τοὺς ποικίλαις εὐεργεσίαις παρ' αὐτοῦ πλουτισθέντας, ἀν ελεήμονα δὲ καὶ ἀσυμπαθῆ τρόπον έχοντας, ταλανίζει λέγων· Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. Ὄντως γὰρ πλοῦτος μὲν ἡμῖν ἐστιν ἡ περιουσία τῶν διαφόρων ἡμῖν δωρημάτων οὐαὶ δὲ ἡμῖν, ὅτι παρακαλέσαντες καὶ πολλάκις ἐλεηθέντες αὐτοὶ παρακαλούμενοι οὐδένα ηλεήσαμεν, ἀλλὰ ἀπέχομεν τὴν παράκλησιν ἡμῶν. Ε΄. Εἰπὼν γὰρ περὶ πλουσίων, οὐ πάντας αἰτιᾶται τοὺς εὐποροῦντας. Εἰτὶ γὰρ ἐν αὐτοῖς καὶ οἱ ἀληθῶς τὸν πλοῦτον διοικεῖν ἐπιστάμενοι πρὸς τὸ θέλημα του δεδωκότος Θεοῦ, καὶ ἑκατονταπλασίονα, καθώς γέ γραπται, ἐν τῷ αἰῶνι τούτῳ λαμβάνοντες· ὡς ὁ μα κάριος 'Αβραάμ, καὶ ὁ δίκαιος Ἰώβ, ἐλεήμονες γεω νόμενοι πλέον· έπλούτησαν, καὶ ὧδε, καὶ ἐν τῷ μέλ λοντι αἰῶνι· ἀλλὰ καθὰ προειρήκαμεν, τοὺς πλεονεκτικὸν τρόπον ἔχοντας, καὶ εἴτε ἐν χρήμασιν, εἴτε ἐν διαφόροις οἰκτιρμοῖς νοσφιζομένους τὰς τοῦ Θεοῦ δωρεάς, καὶ τὸν πλησίον μὴ βουλομένους ἐλεεῖν ἐπι μέμφεται Οὐ γὰρ ἡ παρὰ Κυρίου κτίσις τὸν ἔχοντα ἀδικεῖ· ἀλλ' ἡ ἐξ ἀδικίας ἐπιγενομένη πλεονεξία, καὶ ἡ ταύτης μήτηρ ἀσπλαγχνία, ἃς παντελῶς φεύγοντες οἱ βεβαιόπιστοι, ἄρδην τοῖς παροῦσιν ἀπετάξαντο οὐ τὴν τοῦ Θεοῦ κρίσιν ἀκρίτως μισήσαντες, ἀλλὰ πεπιστευκότες τῷ τοῦτο ποιεῖν αὐτὴν ἐντειλαμένω Χριστῷ, παρὰ αὐτοῦ τὴν ἐφήμερον αυτάρκειαν ἐπ δεχόμενοι. Δύναται οὖν τις καὶ ἐκτὸς χρημάτων πλου τεῖν, συνέχων ἐν πλεονεξίᾳ, ἤτοι λόγον, ἢ γνῶσιν, ἢ οιανδήποτε συμπάθειαν, τὰ κοινῇ πάσι κεχαρισμένα. Λαμβάνει γάρ, ἵνα μεταδῷ τῷ μὴ ἔχοντι. Οἱ δὲ ἀνελευ μόνως πρὸς τὸν πλησίον διάκεινται, τὸ οὐαὶ προσ λαμβάνουσιν, ὅτι ἀπέχουσι τὴν παράκλησιν αὐτῶν. Παραπλησίως δὲ τούτοις καὶ ὁ ἅγιος Ἰάκωτος δ ἀπόστολος, τοῖ; οὕτω πλουτοῦσι λέγει· Αγε εν, οι πλούσιοι, καὶ κλαύσατε όλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις Κλαίειν δὲ καὶ ὀλολύζειν ἐπιτρέπων, εἰς μετάνοιαν ἡμᾶς προτρέπεται. Συνειδὼς δὲ ὅτι ἀνεπιμέλητον τὸ πάθος ἐστὶ,
col. 973–974page 34 of 118
PG 65:973φησίν· Ο Πλούτος ὑμῶν σέσηπεν· ὡς ἂν εἰπεῖν Σχρηστός ἐστι, μὴ καὶ εἰς ἑτέρους μεταδοθείς, ὄντινα οἱ πολλοὶ καὶ δίχα χρημάτων κεκτήμεθα, ἐν τοῖς νοερούς ταμείοις τὴν πλεονεξίαν χρυσοῦ δίκην κατο ρύξαντες. Περὶ οὗ καὶ ὁ Προφήτης εκφαντικώτατά φησι· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, τὸν ἀφιλάγαθον καὶ πλεονεκτικὸν αὐτοῦ τρόπον μώλωπας λέγων. Τὸ δὲ, Προσώζεσαν καὶ ἐσάπησαν. τὴν μέχρις ἐξόδου ἀμέλειαν, ἐξομενίαν καὶ σήψιν εἶναι λο γισάμενος. Καὶ γάρ τινες αἱρούμεθα μᾶλλον ὑπὸ γῆν καλύψαι τὴν περιουσίαν, ἢ μεταδοῦναι τῷ μὴ ἔχοντι. Τότε δὴ ἐξόδου καταλαβούσης, προσόψει τῇ ψυχῇ τὸ τοιοῦτον τραῦμα, ὡς σηπεδόνος καὶ ἀφροσύνης αἰτία καὶ αἰώνιο; μώλων, αὐτῇ προσγινόμενος, οὐκ ἀφίησιν εἰσελθεῖν εἰς τὴν ἐπουράνιον βασιλείαν τῶν πρωτο τόχων, καθὼς ὁ νόμος περὶ τῶν ἐχόντων μῶμον ἐξα γορεύει. β Γ. Τάχα δὲ καιρὸς ἂν εἴη καὶ τοὺς χαλεπωτέρους μώλωπας γυμνώσαι, καὶ τῷ ἰατρῷ τῶν ψυχῶν ἐπισ δείξαι. Τοῦ γὰρ ἁγίου Παύλου εἰπόντος· Τὺ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα· ἡμεῖς τὸ ἐναντίον ποιοῦμεν, τὸ ὑστέρημα τῶν πενήτων ἀφαρ πάζοντες, καὶ προστιθέντες τῷ ἡμετέρῳ περισσεύ ματι. Τοῦτο δὲ καὶ ἐκτὸς χρημάτων κατεργαζόμεθα. Όταν πλημμελήσωμεν εἰς τὸν ἀδελφὸν ἐπί τινι πραγματι, οὐ μόνον ἀθεράπευτον ἀφίεμεν, ἀλλὰ καὶ ἀπολογίαν ἐν ἡμεῖς ἐχρεωστοῦμεν, ταύτην παρ' ἐκείνου τυραννικῶς λαμβάνομεν, οὐδὲν ἕτερον ποιοῦντες, ἢ καθώς προείρηται, τὸ ἐκείνων ὑστέρημα προσ τιθέντες τῷ ἡμετέρῳ περισσεύματι, τῇ Γραφῇ, ὡς εἰπεῖν, ἐναντιούμενοι. Αλλ' οὐ διὰ τοῦτο ἡμῖν ἀπο γνωστέον. Μὴ γένοιτο! Οὐ γὰρ ἐπὶ τῷ πλήθει τῶν κακῶν κρινόμεθα, ἀλλ' ἐπὶ τῷ μὴ θέλειν μετανοῆσαι, καὶ γνῶναι τὰ τοῦ Χριστοῦ θαυμάσια, καθώς μαρ τυρεῖ αὐτὴ ἡ ᾿Αλήθεια· Δοκεῖτε γάρ, φησίν, ὅτι ὧν τὸ αἷμα ἔμιξε Πιλάτος μετὰ τῶν Γαλιλαίων, ἁμαρτωλότεροι ἦσαν παρὰ πάντας ἀνθρώπους τοὺς ἐπὶ γῆς; Οϋ, λέγω ὑμῖν· ἀλλὰ ἐὰν μὴ μετα νοήσητε, ὡσαύτως ἀπολεῖσθε. Καὶ οἱ δέκα καὶ ὀκτὼ ἐς οὓς ἔπεσεν ὁ πύργος τοῦ Σιλωάμ, καὶ ἀπέκτεινεν αὐτούς· δοκεῖτε ὅτι ἁμαρτωλότεροι» ἦσαν παρὰ πάντας ανθρώπους τοὺς κατοικοῦντας Ιερουσαλήμ; Οὔ, λέγω ὑμῖν· ἀλλ' ἐὰν μὴ μετανοήσητε, ὡσαύτως ἀπολεῖσθε. Ορᾷς, ὅτι διὰ τὸ ἀποστῆναι τῆς μετανοίας, κατακρινόμεθα; Μετά νεια δε, ὡς οἶμαι, οὔτε καιροῖς, οὔτε πράγμασι περιώρισται, ἀλλὰ διὰ τῶν τοῦ Χριστοῦ ἐντολῶν ἀνα λόγως ἐπιτηδεύεται. Ἐντολαί δέ τινες περιεκτικώ τεραι τυγχάνουσι, πολλὰ τῶν ἑνικῶν ἐν ἑαυταῖς περ ριέχουσαι, καὶ πολλὰ μόρια κακίας ὑφ' ἓν περικό πτουσαι. Οἷον γέγραπται· Παντὶ τῷ αἰτοῦντι σε δίδου, καὶ ἀπὸ τοῦ αἵροντος τὰ σὰ, μὴ κωλύ σῃς καὶ, Τὸν θέλοντα δανείσασθαι ἀπὸ σοῦ, μὴ ἀποστραφῇς. Ταῦτα δὲ ἑνικά ἐστι· περιεκτικὸν δὲ ἐπὶ τούτοις τὸν Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ
col. 975–976page 35 of 118
PG 65:975καὶ ; δὸς πτωχοίς· και Αρον των σταυρόν του, και δεύρο, ακολούθει μοι· σταυρὸν λέγων τὴν τῶν ἐπερ η χομένων θλίψεων ὑπομονήν. Ο οὖν πάντα διαδούς πτωχοῖς, καὶ ἄρας τὸν σταυρὸν αὐτοῦ, πάσας τας ἐντολὰς τὰς προειρημένας εφάπαξ ἐποίησε. Καὶ πά λιν· Βούλομαι, φησί, προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίας χείρας και ἐπὶ τούτοις· Εἴσελθε εἰς τὸ ταμεῖον σου, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ πάλιν, ἀδιαλείπτως προσευχόμενος τὴν ἐν παντί προσευχήν περιέκλεισε. Καὶ πάλιν φησίν· Οὐ πορνεύσεις, οὐ μοιχεύσεις, οὐ φονεύσεις, κα! ὅσα τοιαῦτα· καὶ ἐπὶ τούτοις· Λογισμοὺς καλαι ροῦντες, καὶ πᾶν ὕψωμα επαιρόμενον κατὰ τῆς δόξης τοῦ Θεοῦ. Ὁ δὲ καθαιρῶν λογισμούς, πάσας τὰς προειρημένας κακίας ἀπέκλεισε. Διόπερ οι φιλόθεοι καὶ βεβα:όπιστοι, ἐπὶ τὰς περιεκτικὰς ἐντολάς βιάζονται, καὶ τὰς μερικὰς δὲ κατὰ σύμβασιν ἀπαν τώσας οὐ παραπέμπονται. 'Ο Ζ'. "Οθεν λογίζομαι τὸ τῆς μετανοίας έργον, ἐν ταῖς τρισὶ ταύταις ἐντολαῖς ἐξυφαίνεσθαι, ἐν τῷ λο γισμοὺς καθαιρεῖν, καὶ ἀδιαλείπτως προσεύχεσθαι, καὶ τὰς ἐπερχομένας θλίψεις υποφέρειν· ἅπερ οὐ μόνον φανερὰν, ἀλλὰ καὶ νοερὰν ἐργασίαν ἔχειν ὀφείλει, ὥστε τοὺς ἐγχρονίσαντας, ἀπαθεῖς καταστῆσαι. Ἐπειδὴ οὖν ὑπὸ τῶν προειρημένων τριῶν ἀμε τῶν δύναται τελειωθῆναι τὸ τῆς μετανοίας ἔργον. καθὼς ὁ λόγος ἀπέδειξε, πᾶσι πάντοτε προσήκειν οἶμαι τὴν μετάνοιαν ἁμαρτωλοῖς τε καὶ δικαίοι.. τοῖς βουλομένοις σωτηρίας τυχεῖν· διότι οὐδεὶς ἐστιν ὁ ὅρος τελειότητος, ὁ μὴ χρονίζων τῆς τῶν προειρημένων ἀρετῶν ἐργασίας. Καὶ γὰρ ἀρχομένοις μεν εὐσεβείας εισαγωγή, μέσοις δὲ προκοπή, τελείοις ε βεβαίωσις δι' αὐτῶν προσγίνεται, μήτε χρόνοις, μή ε δικαιώμασιν ἀνακοπτομένων, ἢ μόνον τῷ ἀπὸ ἀγνοίες καὶ κακοπιστίας, καὶ τούτῳ εὐχερῶς ἐπὶ τὰς ἡδονας ρέποντι, καὶ προφάσει ἀπελπισμοῦ φιληδονοῦντι, καὶ τὸ τῶν Ναβατιανών φρόνημα προσλαμβανομένου, καὶ μετάνοιαν ἐκβάλλοντι, εἰ καὶ ἐπερείδοντι τῷ Αποστόλῳ διαλεγομένῳ πρὸς Ἑβραίους, τοῖς ἐκου σίως ἁμαρτάνουσι καὶ καθ᾿ ἡμέραν βαπτιζομένοις λέγοντι· Μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ Θεόν, βαπτισμῶν διδαχῆς. Τοῦτο δὲ εἴρηκεν, οὐ τὴν μετάνοιαν ἐκβάλλων, μὴ γένοιτο! ὡς ἐκεῖνει λέγουσιν, ἀλλ' ἐν πάσῃ ἐργασίᾳ μετανοίας ένα θεμέν λιον εἶναι τὸ βάπτισμα ἐν Χριστῷ διδάσκων, τοῦ μὴ καθ' ἡμέραν βαπτίζεσθαι τοὺς ἐκ περιτομῆς πεπι στευκότας. Καὶ ἐπάγει· 'Αδύνατον γὰρ ἅπαξ ου τισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπου ρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνά μεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσύντας, πάλιν ἀνακαινίζειν πρὸς μετάνοιαν, ἵνα εἰδῇ; ἀνακαινισμὸν καὶ θεμέλιον ἐπὶ πάσῃ μετανοίᾳ πρι κείμενον, τὸ ἅγιον βάπτισμα. Καὶ μετ' ὀλίγα απά γει· Ἐκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ
col. 977–978page 36 of 118
PG 65:977λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι ἀπολείπεται θυσία περὶ ἁμαρτίας. Η'. Ἐπεὶ οὖν εἰσι τὰ πράγματα, ἐκεῖ ἁρμόζει τὰ προσφυώς λεγόμενα, δηλονότι οὐ μόνον Ιουδαίοις λέ γειν, ἀλλὰ καὶ πᾶσι τοῖς ἑκουσίως ἐξαμαρτάνουσιν ὧν πρώτοι εἰσιν οἱ λέγοντες, μετὰ τὸ βάπτισμα μὴ εἶναι μετάνοιαν· καὶ διὰ τοῦτο λοιπὸν αὐθαιρέτως ἀπαγόμενοι, τὴν ἀνομίαν ἐργάζονται. Τὰ δὲ ῥήματα ὁ ἅγιος Παύλος ὕστερον πρῶτον εἴρηκε· καὶ τοῦτο εἰκονομικῶς ποιῶν, ὡς οἶμαι, ὅπως τοῖς μὲν εὐλα Ζεστέροις διὰ τῆς τῶν Γραφῶν ἐκζητήσεως σαφές γένοιτο τὸ νόημα, τοῖς δὲ ἀμελεστέροις καὶ καταφρονηταῖς δυσεύρετον, ἵνα μὴ προφάσει μελλούσης μετανοίας, ἀδεῶς ἐξαμαρτάνωσιν. Ἐπειδὴ οὖν, οἱ μὲν, προφάσει μετανοίας, κατὰ πρόθεσιν ἔγκεινται τοῖς κακοῖς· οἱ δὲ, διὰ τὸ μὴ πιστεύειν εἶναι μετά νοιαν, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῷ διαβόλῳ ἀμφοτέροις δὲ τὸ πάθος πονηρὸν καὶ δυσίατον Διὰ τοῦτο ἡ Ἀλήθεια πᾶσιν ἁρμόδιον προσφέρει βοήθημα, λέγουσα· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· ὅπως μήτε οι πνευματικοὶ, καὶ οἱ ἐν προ κοπῇ τυγχάνοντες, ἀμελήσωσι τοῦ προστάγματος τούτου, ἐπ' αὐτοῖς, ὡς εἰπεῖν, τοῖς λεπτοῖς καὶ ὁλί τοῖς ἀσφαλιζόμενοι, φησί γάρ· Ὁ ἐξουδενῶν τὰ ε.αγά, κατὰ μικρὸν πεσεῖται. Καὶ μὴ εἶπης· Πῶς δύναται ὁ πνευματικὸς πεσεῖν; Τοιοῦτος μὲν διαμέ οὐ καταπίπτει· ὅταν δέ τι τῶν ἐναντίων κατα δέξηται, καὶ ἐπ' αὐτῷ μείνῃ ἀμετανόητος, ἐκεῖνο αὐτὸ τὸ μικρὸν χρονίσαν καὶ αὐξηθὲν, οὐκέτι ἀνέχεται ὀρφανικῶς αὐτῷ συνεῖναι, ἀλλ' ἔλκει αὐτὸν πρὸς τὴν ἰδίαν συγγένειαν, σχοινίου δίκην τῇ μακρᾷ φιλία βιαίως ἐπισπώμενον. Καὶ εἰ μὲν διὰ προσευχῆς μας χησάμενος ἀποκόψει, ἐμμένει μέντοι γε ἀπολήξας τῆς προσηκούσης αὐτῷ ἀπαθείας τοσοῦτον, ὅσον ἀφέ στηκε του τυχόντος κακοῦ πρὸς πάθος· εἰ δὲ εἰς τέλος συναπάγοιτο τῇ ἐπιτάσει τοῦ ἐπικρατοῦντος, τὸν τῆς μάχης καὶ προσευχῆς κόπον περιστελλόμενος, ἀνάγκη δελεάζεσθαι καὶ ὑπὸ τῶν ἄλλων παθῶν· καὶ οὕτως ἐκ διαδοχῆς ὑπὸ ἑκάστου κατὰ μικρὸν συν ηθικὼς ἀπαγόμενος, κατὰ τὸ μέτρον τῆς ἀπαγωγῆς ἀποσχοινίζεται τῆς θείας τοῦ Θεοῦ βοηθείας, καὶ ἀποφέρεται λοιπὸν καὶ εἰς μείζονα κακά, ἴσως καὶ μὴ βουλόμενος, ὑπὸ τῆς βίας τῶν προκεκρατηκό γων, των. Θ'. Πάντως δὲ ἐμεῖς μοι· Οὐκ ἠδύνατο ἐν ἀρχῇ τοῦ κακοῦ τυγχάνων παρακαλέσαι τὸν θεὸν, μὴ ἐκ πεσεῖν εἰς τὸ ἔσχατον; Καγώ σοι λέγω, ὅτι ἡδύνατο ἀλλ' ἐξ εὐτελείας τὸ μικρὸν το θελήματι αὐτοῦ παραδεξάμενος ὡς οὐδὲν, οὐκέτι παρακαλεῖ περὶ αὐτοῦ, ἀγνοῶν, ὅτι τὸ μικρὸν ἐκεῖνο γίνεται εἰσαγωγὴ καὶ αιτία τοῦ μείζονος· οὕτως ἐπ' ἀγαθῷ, καὶ οὕτως ἐπὶ κακῷ. Ὅταν δὲ μεγαλυνθῇ τὸ πάθος, καὶ νομὴν κρατ τήσῃ διὰ τοῦ θελήματος, λοιπὸν καὶ παρὰ θέλημα βιαίως αὐτῷ κατεπαίρεται Τότε νοήσας παρακαλεῖ τὸν θεὸν, πολεμῶν τῷ ἐχθρῷ, ἂν ἀγνοῶν ἐξεδίκει πρότερον, μαχόμενος ὑπὲρ αὐτοῦ τοῖς ἀνθρώποις. Ἔστι δὲ καὶ ὅταν ὑπακουσθῇ ὑπὸ τοῦ Κυρίου τὴν
col. 979–980page 37 of 118
PG 65:979ἄνθρωπος, ἀλλ' ὡς ᾠκονόμησεν ὁ Κύριος πρὸς τὸ συμφέρον. Εἰδὼς γὰρ ἡμῶν τὸ ἀπρεπὲς καὶ κατα φρονητικόν, τὰ πολλὰ βοηθήματα διὰ θλίψεως παρ έχει τοῖς ἀνθρώποις, ἵνα μὴ ἀθλίπτως ῥυσθέντες, πάλιν τὰ αὐτὰ ἐπιτηδεύωμεν αμαρτήματα. "Οθεν ἀναγκαῖον εἶναί φαμεν ὑπομένειν τὰ ἐπερχόμενα καὶ πάνυ προσφυὲς τῇ μετανοίᾳ. βοήθειαν οὐκ ἐδέξατο, διότι οὐκ ἦλθεν ὡς ἐνόμισεν Ι'. Αλλ' ἐρεῖς μοι πάντως· Οἱ ἀληθῶς εὐηρεστηκότες τῷ Θεῷ, καὶ εἰς τέλειον πεφθακότες, ποίας ἔτι χρήζουσι μετανοίας; Ὅτι μὲν γὰρ ἐγίνοντο τοιοῦτοι ἄνθρωποι καὶ εἰσὶ, σύμφημε· ἀλλ᾽ ἄκουσον συνετῶς, καὶ γνώση, πῶς καὶ οἱ τοιοῦτοι χρήζουσιν αὐτῆς. Τὸ ψεῦδος ἐκ τοῦ διαβόλου είναι εἴρηκεν ὁ Θεὸς, καὶ τὸ ἐμβλέψαι γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, μοιχείαν ἐλογίσατο, καὶ τὴν πρὸς τὸν πλησίον ὀργὴν φόνω παρείκασε, καὶ περὶ ἀργοῦ ῥήματος λόγον διδόναι ἐφανέρωσε· τίς οὖν ὁ ψεύδους ἀπείραστος, καὶ πάσης τῆς κατὰ τὸ ἐμελέται ἐπιθυμίας ἀμύητος, καὶ μηδέ ποτε ὀργισθεὶς τῷ πλησίον φιλονεικείν, μηδὲ ἀργοῦ βήματος ὑπηρέτης εὑρεθείς, ὥστε μὴ χρήζειν μετα νοίας; Εἰ γὰρ καὶ νῦν οὐκ ἔστι τοιοῦτος, ποτὲ δὲ ἐγένετο, μετάνοιαν κεχρεώστηκεν ἕως θανάτου. Θε μεν δὲ, ὅτι καὶ τούτων τινὲς ἐκτὸς εὕρηνται, καὶ ἀπὸ γεννήσεως πάσης κακίας ἀλλότριοι (ὅπερ ἀδύ νατον, τοῦ ἁγίου Παύλου λέγοντος· Πάντες ήμαρ τον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δι ; καιεύμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι· ὅμως εἰ καὶ xιν, ἐτύγχανον τοιοῦτος, πλὴν ἐκ τοῦ ᾿Αδάμ εἰσι, καὶ ὑπὸ τὴν ἁμαρτίαν τῆς παραβάσεως πάντες γεγόνασι, καὶ διὰ τοῦτα τῷ θανάτῳ τῆς ἀποφάσεως κατεδικάσθησαν, σωθῆναι ἐκτὸς τοῦ Χριστοῦ μὴ δυνάμενος. Σταυρωθέντος δὲ τοῦ Χριστοῦ, καὶ τῷ ἰδίῳ αἵματι πάντας ἐξαγοραζομένου, τότε καὶ αὐτοὶ λυτροῦνται. Εἶτα καὶ αὐτὸς ὁ λυτρωτής πᾶσι τίθησιν όμον ἕνα περιεκτικὴν τῶν πραγμάτων, καί φησι πρὸς τοὺς ἀποστόλους· Λέγετε αὐτοῖς· Μετανοείτε ήγε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Θέμενος ἅμα ἐντολὰς τὰς ἐκτελούσας τὴν μετάνοιαν, καὶ τὴν πλήρωσιν αὐτῶν ἕως θανάτου ὥρισεν, εἰπών· ῾Ο ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Καὶ πάλιν, ἀρνήσασθαι πάντα βουλεύων, προστίθησιν· Ετι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν. Καὶ σφραγίζει λέγων· Ὁ λύσας μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, ελάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐ ρανών. Εἰ οὖν ἕως θανάτου ὥρισε την μετάνοιαν. καθὼς ἀποδέδεικται, ὁ πρὸ θανάτου λέγων αὐτὴν τε τελεκέναι, λύει τὴν ἐντολὴν ὑφαιρῶν τὸν θάνατον. ΙΑ'. "Οθεν μικροῖς τε καὶ μεγάλοις έως θανάτου ἀτέλεστος ἡ μετάνοια. Εἰ γὰρ καὶ τῇ πράξει ἕως ἐκεῖ μὴ δυνηθῶμεν, τῷ δὲ σκοπῷ ἐπιτηδεύειν ὀφεί λομεν, ἵνα μὴ κατὰ πρόθεσιν λύοντες τὴν ἐντολὴν,
col. 981–982page 38 of 118
PG 65:981ὑποβληθώμεν τῷ κρίματι, ἐλάχιστοι κληθέντες ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ζήτησον τοὺς ἀπ' αἰῶνος τὸν βίου τοῦτον διοδεύσαντας, καὶ εὑρήσεις διὰ μετα νοίας τὸ τῆς εὐσεβείας μυστήριον ἐπὶ τοῖς εὐαρεστήσασι τελεσθέν. Οὐδεὶς κατεκρίθη, εἰ μὴ ταύτης κατεφρόνησε· καὶ οὐδεὶς ἐδικαιώθη, εἰ μὴ ταύτης ἐπεμελήσατο. Σαμψών, καὶ Σαούλ, καὶ Ἠλεί μετά τῶν υἱῶν αὐτοῦ ἤδη μερικώς ἁγιωσύνην μετασχόν των, πρῶτον μὲν ταύτην ἀπώλεσαν, τῆς μετανοίας ἀμελήσαντες· τῆς δὲ διορίας παρελθούσης, ἔσχατον ὑποδίκῳ θανάτῳ πεπτώκασιν. Ο διάβολος οὐ παύεται πολεμῶν ἡμᾶς, οὔτε ἡ μετάνοια ἀργεῖν ὀφείλει ποτέ. Οἱ ἅγιοι ὑπὲρ τῶν πλησίων αὐτὴν προσφέρειν ἀναγκάζονται, ἐκτὸς ἐνεργοῦς ἀγάπης τελειωθῆναι μὴ δυνάμενοι. Μάθε πῶς ἡ φύσις διδάσκει ἡμᾶς, ἕως θανάτου, μὴ ἀφιέναι αὐτήν. Νοῦς λογικῶς ἀργεῖν οὐ δύναται, ἀλλὰ κἂν τέλειος ᾖ, καλῶς ἔχων ἐν τοῖς δεξιοῖς ἐργάζεται· ἐὰν δὲ προφάσει τελειότητος παύ σηται τῆς τῶν ἀγαθῶν ἐργασίας, πάντως ἐπὶ τὸ ἀριστερὸν νεύει· ἀποσχόμενος δὲ τοῦ ἀριστεροῦ, πάλιν ἐπὶ τὸ δεξιόν φυσικώς ἕλκεται. Δεξιῶν δὲ ἐργασία καὶ ἀρχομένοις, καὶ μέσοις, καὶ τελείοις ἐστὶ προσευχή, καὶ λογισμῶν καθαίρεσις, καὶ τῶν ἐπερχομένων ὑπομονή, ὧν χωρὶς οὐκ ἔστι κατορθῶσαι τὰς λοιπὰς ἀρετὰς, δι' ὧν γίνεται εὐπρόσω δεκτος ἡ μετάνοια. Εἰ αἴτησίς ἐστιν ἐλέους ἡ μετά νους, ἐπιμελεῖσθαι χρεία τῷ ἔχοντα. Πῶς γὰρ ὁ αἰτῶν λαμβάνει. Εἰ οὖν ὁ ἐλεῶν ἐλεηθήσεται, διὰ ταύτην, ὡς εἶμαι, ὅλος ὁ κόσμος συνέστηκεν, ἕτερος δι' ἑτέρου οἰκονομικῶς βοηθούμενος. Διὰ ταύτην ὁ Θεὸς τοὺς Νινευΐτας ἔσωσεν· ἀμελήσαντας δὲ αὐτῆς Σοδομίτας κατέφλεξεν. ΙΒ'. Εἰ καὶ μέχρι θανάτου μετανοοῦντες ἀγωνισώμεθα, οὐδὲ οὕτως τὸ δέον ἐπληρώσαμεν. Οὐδὲν γὰρ ἀντάξιον τῆς βασιλείας τῶν οὐρανῶν. Ὥσπερ ἐσθίο μεν καὶ πίνομεν, καὶ λαλοῦμεν, καὶ ἀκούομεν· οὕτω καὶ μετανοεῖν φυσικώς κεχρεωστήκαμεν. Απαξ ὁ ἄξιος, θανάτῳ κατά νόμον τεθανάτωται· ὁ δὲ τῇ, μετανοίας ένεκεν, καὶ μὴ δι' ἄδειαν. ᾿Αλλὰ διὰ τὴν τῆς παραβάσεως ἁμαρτίαν, βαπτισθέντες ἐκαθαρίσθημεν· καθαρισθέντες, ἐντολὰς ἐλάβομεν. Όμοιο ποιῶν τὸ δεύτερον, τὸ πρῶτον ἐμόλυνεν, λήθην κα Εὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν, ὧν οὐδεὶς ἀνελλιπής τὸ καθ' ἡμέραν εὑρίσκεται, μη δέποτε μηδὲν τῶν προστεταγμένων παραλείψας. Δια τοῦτο πᾶσιν ἂν εἴη ἀναγκαία ή μετάνοια. Αὕτη τὰ ποτὲ ἐκούσια νῦν ἀκούσια ἀποδείκνυσι, διὰ τὸ μισή σπ: τὰ πάθη, καὶ ἀπέχεσθαι τοῦ πράγματος. Ο περιορίζων αὐτὴν, στρέφεται εἰς τὰ ἐπίσω, καὶ ἀνα καινίζει τὰ παλαιὰ παραπτώματα. Ὁ ἔχων γνῶσιν ἀληθῆ, οἶδεν ὅτι χρείαν ἔχει καὶ μετανοίας· ἕκαστον γὰρ αὐτῶν ἐν ἀλλήλοις κατευθύνεται. Χριστὸς ἡμᾶς ἐπὶ μετανοίας ἐγγυήσατο· ὁ ἀφιεὺς αὐτὴν ἀθετεῖ τὸν Εγγυησάμενον. "Ανευ μετανοίας, κατὰ πράξιν οὐδὲν
col. 983–984page 39 of 118
PG 65:983τὴν πρόθεσιν. Βιαζόμενος ἕως ἐξόδου, καὶ κρατών αὐτήν, κἂν ἔν τινι πλημμελήσῃ, διὰ τὴν βίαν σωθή σεται· τοῦτο γὰρ ἐν Εὐαγγελίοις ὁ Κύριος ἐπηγγείλατο. Ο λέγων μηκέτι χρήζειν αὐτῆς, δίκαιον ἑαυτὸν κρίνει, καὶ ἔγγονον κακὸν ὑπὸ τῆς Γραφῆς ὀνομάζει ται. ῾Ο οιήσει δικαιοσύνης ὡς τελέσας αὐτὴν διακείμενος, ὡς οὐκ οἶδεν, ἀντιστρόφως συνδυάζεται ταῖς ἡδοναῖς, εἴπερ ἡ οίησις καὶ ἡ ἀλαζονεία ἡδοναὶ τους χάνουσιν. Ο ἔχων οἴησιν, οὐ δύναται σωθῆναι· γέ γραπται γάρ· Ὁ κατοιόμενος καὶ καταφρονητής ἀνὴρ ἀλαζών, οὐθὲν οὐ μὴ περανεῖ. Εἰ οὐδὲν βλάπτει τὸν τέλειον ἡ ταπεινοφροσύνη, μηδὲ αὐτὸς ἀφῇ ταύτης αἰτίαν, μετάνοιαν. Ο πιστός Αβραάμ καὶ ὁ δίκαιος Ἰὼβ γῆν καὶ σποδὸν ἑαυτοὺς ὠνόμασαν· ταῦτα δὲ τὰ βήματα ταπεινοφροσύνης τεκμήριον. Ο δὲ μετανοίας κεκορεσμένος, ταπεινοφρο μεῖν οὐ δύναται. Οἱ τρεῖς παῖδες οἱ ὄντως μεγαλόφρονες, και μεγαλομάρτυρες, ἐκ μέσου καιμένης φλογὸς ἐξωμολογοῦντο, καὶ τὸ ἡμαρτηκέναι καὶ ἠνομηκέναι λέγοντες, περὶ τῶν ποτέ κακῶν μετενόουν, λοιπὸν τέλειοι ὄντες· καὶ πᾶς σχεδὸν ὁ ὕμνος αὐτῶν, μετανοίας ἐπέχει δύναμιν. ἄξιον ποιῆσαι δυνάμεθα· ἐλσούμεθα δὲ μεγάλως διά ΙΓ'. Εἰ οὖν καὶ λίαν εὐαρεστήσαντες καὶ τέλειοι διὰ πραγμάτων ἀποδειχθέντες, τούτῳ ἕως θανάτου ἐχρήσαντο τῷ βοηθήματι, τίς ἐστι λοιπὸν ὁ προφάσει δικαιοσύνης θαῤῥῶν ἑαυτῷ, καὶ μετανοίας καταφρονῶν; Ἐγὼ μὲν οἶμαι, οὐδ' ἂν κατὰ Παῦλον ἢ Πέτρον ἅγιός τις εἴη, οὐδ' οὕτως αἱρήσεται τὸ τὴν αἰτία. τῆς ταπεινοφροσύνης καταλιπεῖν. Διὰ τοῦτο Πέτρος ἑαυτὸν τῷ Κορνηλίω, κρύψας μὲν τὸ τοῦ Θεοῦ ἐν τῷ μέρει τούτῳ, τὸ δὲ ἴδιον φανερώσας, εἶπεν· Ανά 35, στα, κἀγὼ αὐτὸς ἄνθρωπος εἰμι· μηδὲν δὲ κοινὸν ἢ ἀκάθαρτον λέγειν θεόθεν ἐδιδάχθημεν, ὁμολογήσας. Παῦλος δὲ τῆς δεδομένης αὐτῷ χάριτος παρά Χρι στοῦ, ὑπολήγειν οὐδαμοῦ ἕως θανάτου λογισάμενος, οὕτως ἔφη· Διώκω δὲ, εἰ καὶ καταλάβω, ἐφ᾽ ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ, κατάληψιν την ”, μέχρις ἐξόδου ἐπιμονὴν εἰρηκώς· καθάπερ καὶ τῷ πιο στῷ Τιμοθέῳ, ἐπιστέλλει φανερὰν αὐτῷ τὴν ἐγγύτητα τῆς ἐξόδου καθιστῶν, λέγων· Τὸν ἀγῶνα τὸν καλών ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, την πίστιν τετήρηκα· οὐκ ἔνστασιν καὶ ὅρον χρονικὸν ἐπιμε ", τρήσας ἑαυτῷ, ὡς καταπαύσας τὸν δρόμον διὰ τελε τητα, και μηκέτι χρήζων ἀγώνων τῶν ὑπέρ τοῦ σώμα ματος τοῦ Χριστοῦ, μηδέποτε ἐπὶ γῆς καταπαυομέ νων, ὅ ἐστιν ἡ Ἐκκλησία· ἀλλὰ τὴν ἔξοδον αὐτοῦ, τέλος δρόμου καὶ ἀγώνων εἴρηκε. Φησί γάρ "ΜΕ σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. Ορᾷς ὅτι οὐκ εἶπεν, Αναπαύομαι, ἀλλ', Ηδη σπένδομαι, διὰ τῶν τοιούτων βημάτων τε καὶ πραγμάτων δεικνύς πᾶσι, τῆς μετανοίας των ὅρον ἕως λύσεως καὶ θανάτου κεχρεωστημένον τῷ ἐπουρανίῳ βασιλεῖ Χριστῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶ νας. Αμήν.
col. 985–986page 40 of 118
PG 65:985Απόκρισις πρὸς τοὺς ἀποροῦντας περὶ τοῦ θείου Βαπτίσματος. Ἐπειδὴ οἱ μὲν τέλειον λέγουσι τὸ ἅγιον βάπτισμα, επερειδόμενοι τῇ Γραφῇ λεγούσῃ· Αναστὰς βά πτισαι, καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου· καὶ τὸ, Λούσασθε καὶ καθαροὶ γίνεσθε· καὶ πάλιν· Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, καὶ πολλὰ τοιαῦτα εἰς μαρτυρίαν φέροντες· ἕτεροι δὲ ἐξ ἀγώνων ἀναι ρεῖσθαι τὴν παλαιὰν ἁμαρτίαν, φέροντες καὶ αὐτοὶ μαρτυρίαν τῆς Γραφῆς λεγούσης· Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύ ματος, ἅμα δὲ καὶ αὐτὴν τὴν ἐνέργειαν τῆς ἁμαρ τίας μετὰ τὸ βάπτισμα ἐν ἑαυτοῖς εὑρίσκοντες πρὸς ταῦτα ἡμεῖς τί ἐροῦμεν, ἢ τίνι πιστεύσομεν; Απόκρισις. Χρὴ μὲν ἡμᾶς τῷ ἀποστολικῷ κηρύγματι πιο στεύειν, καὶ ἐμμένειν ταῖς ἑαυτῶν ὁμολογίαις, καὶ μὴ πειράζειν τὴν τοῦ Θεοῦ δύναμιν ἐν ἀνθρωπίναις ὑπονοίαις, μηδὲ πάλιν ἑκουσίῳ ζυγῷ δουλείας ἀνέ χεσθαι, ἀλλὰ κρατεῖν τὴν ἐλευθερίαν, διὰ τῆς έργα σίας τῶν ἐντολῶν, δι' ὧν ἀναλόγως πᾶσα ἀλήθεια εὑρίσκεται· καὶ εἰδέναι σαφῶς, ὅτι διὰ τὴν τούτων ἔλλειψιν κατὰ ἀναλογίαν ὑπὸ τῆς ἁμαρτίας ἐνεργούμεθα. Ἐπειδὴ δὲ μάταιον ελογισάμεθα τὸ κήρυγμα, περιεργασία μᾶλλον ἢ λόγῳ Θεοῦ πειθόμενοι, διὰ τοῦτο ματαία καὶ ἡ πίστις ἡμῶν, διὰ τοῦτο καὶ ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις ἡμῶν. Ερώτησις. Ἡμεῖς οὐ λέγομεν μάταιον τὸ κήρυγμα, ἀλλὰ ζη τοῦμεν μαθεῖν τὴν ἀλήθειαν. Απόκρισις. Εἰ οὖν τὸ κήρυγμα ἀληθὲς ἔχομεν, τελέσωμεν πά σας τὰς ἐντολὰς, καὶ τότε εἴδομεν εἰ ὑπὸ τῆς ἁμαρ τίας ενεργούμεθα· τὸ γὰρ ἅγιον βάπτισμα, τέλειον μὲν ἔστιν, οὐ τελειοῖ δὲ τὸν μὴ ποιοῦντα τὰς ἐντολάς. Μὴ οὖν ἀνθρωπίναις ὑπονοίαις, ἀλλὰ τῇ θείᾳ Γραφή μάλλον πιστεύσωμεν, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφάς· καὶ ὅτι Συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος· καὶ, Ο ἀποθανών, δεδικαίωται ὑπὸ τῆς ἁμαρτίας· καὶ ότι Αμαρτία ἡμῶν οὐ κυριεύσει, ἐὰν τὰς ἐντο λὲς αὐτοῦ ποιήσωμεν· εἰ δὲ οὐ ποιοῦμεν, ἄπιστοί ἐσμεν, καὶ ὑπὸ τῆς ἁμαρτίας κρατούμεθα. Πίστις γάρ ἐστιν, οὐ μόνον τὸ βαπτισθῆναι εἰς Χριστὸν, ἀλλὰ καὶ τὸ ποιεῖν τὰς ἐντολὰς αὐτοῦ· ὅτι μὲν γὰρ μυστ κώς συνταφέντες αὐτῷ διὰ τοῦ βαπτίσματος, καὶ συν έγειρεν ἡμᾶς, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίων, κατά την Γραφήν, δῆλον ολάς, ἵνα

Treatise IVOpusculum IV

col. 987–988page 41 of 118
PG 65:987ταύτας ποιήσαντες, εύρωμεν τὴν δεδομένην ἡμῖν 78 λειότητα· εἰ δὲ μὴ ποιήσομεν, ἑκουσίως ανώμεν ενεργούμενοι ὑπὸ τῆς ἁμαρτίας. Εἰ λέγομεν ἐξ έργων ἀναιρεῖσθαι ἁμαρτίαν, ἄρα Χριστὸς δωρεὰν ἀπέθανε, καὶ τὰ εἰρημένα πάντα ψευδή τυγχάνει· καὶ εἰ εὐκ ἔστι τέλειον τὸ βάπτισμα, ἀλλ' ἐξ ἀγώνων λέγουσιν ἔχειν τὴν τελειότητα, μάταιος παρ' ἐκείνοις ὁ τῆς ἐλευ θερίας νόμος, καὶ πᾶτα ἡ τῆς Καινῆς Διαθήκης νομο θεσία ἀνήρηται. "Αδικον δὲ καὶ τὸν Χριστὸν εἰσο άγουσι, τοῖς βαπτισθείσιν ἔργα Ελευθερίας προστάτ ξαντα, ἔτι παρὰ προαίρεσιν δεδουλωμένοις τῇ ἁμαρ τία, καθὼς λέγουσι· καὶ ἡ χάρις τοῦ Θεοῦ, οὐκέτι χάρις, ἀλλ' ἡμετέρων ἀγώνων ἀνταπόδοσις. Εἰ γάρ ἐξ ἔργων, οὐκ ἔτι χάριτι· εἰ δὲ χάριτι, τὸ ἔργον οὐκ ἔστιν ἔργον, ἀλλ' ἐντολὴ τοῦ ἐλευθερώσαντος, καὶ έργον ἐλευθερίας καὶ πίστεως. Τοιαῦτα πρὸς Γαλά τας ὁ ἅγιος Παύλος οἰκονομικῶς προέγραψεν, νουθετ τῶν καὶ αὐτοὺς τὰ ὅμοια ἀπιστήσαντας. Ἡμεῖς δὲ οὐχ οὕτως ἀπιστοῦμεν τὴν χάριν τοῦ Θεοῦ, με γέ νοιτο! οὐδὲ ἐπὶ τῷ κηρύγματι πίστιν ἀρνούμενα ἀλλ' εἰ καὶ μετὰ τὸ βάπτισμα ὑπὸ τῆς ἁμαρτίας κρατ τούμεθα, οὐχ ὡς τοῦ βαπτίσματος ἀτελοὺς ὄντας, ἀλλ' ὡς ἡμῶν τῆς ἐντολῆς ἀμελούντων, καὶ ἐγκειμέν νων ταῖς ἡδοναῖς προαιρέσει, καθάπερ ἐλέγχει ἡμᾶς ἡ θεία Γραφή, λέγουσα· Ως κύων ἐπιστέψας ἐπὶ τὸν ἴδιον ἔμετον· οὕτως ἄνθρωπος ἐπιστρέφων ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν αὐτεξουσίῳ προαιρέσει· τὸ γὰρ θέλημα, καὶ τὸ βάπτισμα, ούτε Θεός, οί τε Σατανάς βιάζεται. "Άρα ουκ ήκουσαν, ὅτι ἐντολαὶ τοῦ Χριστοῦ αἱ μετὰ τὸ βάπτισμα δεδομέναι, νόμος ελευθερίας ἐστι, καθά φησιν ή Γραφή· Οὕτως ποιεῖτε, καὶ οὕτως λαλεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλον. τες κρίνεσθαι· καὶ πάλιν ὁ ἅγιος Πέτρος • Επιχο ρηγήσασθε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν· καὶ τὰ ἑξῆς εἰπὼν, ἐπάγει λέγων· 'ρ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι μυοπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτημάτων. Ένα νοήσατε διὰ τῶν προειρημένων τὸν διὰ τοῦ βαπτίσματος καθαρισμόν, μυστικῶς μὲν γενόμενον, ἐνερ γῶς δὲ διὰ τῶν ἐντολῶν εὑρισκόμενον· εἰ δὲ βαπτισθέντες οὐκ ἠλευθερώθημεν ἀπὸ τῆς πατρικῆς ἁμαρ τίας, δηλονότι οὐδὲ τὰ τῆς ἐλευθερίας ἔργα ποιείν δυνάμεθα· εἰ δὲ δυνάμεθα ποιεῖν αὐτά, φανερὸν μένο ὅτι μυστικῶς τῆς κατὰ τὴν ἁμαρτίαν δουλεία; κλώνο θερώθημεν, κατὰ τὸ γεγραμμένον· "Ος: Ὁ νέμες τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας, καὶ τοῦ θανάτου. Διὰ νὰ τὴν ἀμέλειαν τῶν ἐντολῶν τοῦ καθαρίσαντος ἡμᾶς, ὑπὸ τῆς ἁμαρτίας ενεργούμεθα. “Η οὖν δεῖξόν μοι τους βεβαπτισμένους ἀδυνάτως ἔχειν τὰς ἐντολὰς τῆς ἐλε θερίας ἐργάζεσθαι, καὶ διὰ τοῦτο μὴ εἶναι τέλειον τὸ βάπτισμα· ἢ ἡμῶν δεικνυόντων εἰληφέναι αὐτοὺς τὴν τοιαύτην δύναμιν, ὁμολογείτωσαν, ἐλευθεροῦσθαι μὲν χάριτι Χριστοῦ, ἑαυτοὺς δὲ παραδιδωκέναι τῇ τῶν κακῶν δουλείᾳ, διὰ τὸ μὴ τελεῖν πάσας τὰς ἐντολές, καὶ διὰ τοῦτο πάλιν υποχειρίους γεγονέναι. λαβέτωσαν δὲ ἐκ τῶν ἰδίων μαρτυριῶν τὸν ἔλεγχον· Καθα οι
col. 989–990page 42 of 118
PG 65:989ρίσωμεν ἑαυτοὺς, ἀδελφοί, ἀπὸ παντός μολυσμού σαρκὸς καὶ πνεύματος. Ο οὖν δοῦλος τῆς ἁμαρ τίας, πῶς δύναται ἑαυτὸν καθαρίσαι ἀπὸ παντὸς μου λυσμοῦ σαρκὸς καὶ πνεύματος, μὴ ἔχων τὴν τοιαύτην ἐλευθερίαν καὶ δύναμιν, ἀλλ' ὑπὸ τῆς ἁμαρτίας κρα τούμενος; Εἰ δὲ ἔχεις τὸ κράτος κατὰ τῶν παθῶν, γίνωσκε ὅτι οὐ κατέχῃ ἐξουσίᾳ, ἀλλ᾽ αἰτίᾳ θελήματος. Οσα οὖν ἡ θεία Γραφὴ περὶ καθαρισμοῦ διαλέγεται, ὡς ἐλευθέροις διαλέγεται, ὡς ἐλευθέροις πα ραινεῖ, τοῦ μὴ μένειν ἐν τοῖς τοιούτοις λογισμοῖς, ἀλλὰ ἀγαπῶν τὴν ἐλευθερίαν, ἐξουσίαν ἔχοντας ρέπειν, ἐφ' δ' ἂν θέλωμεν, ἤτοι ἀγαθὸν, ἤτοι κακόν. Ερώτησις. Εἰ ἠλευθερώθημεν ἐν τῷ βαπτίσματι, διὰ τί οὐκ οίδαμεν τὸν ἀέρα τῆς ἐλευθερίας, καθὰ βλέπουσιν οἱ β ἀγωνιζόμενο:; Απόκρισις. Ἐπισκοτοῦσιν ἡμῖν αἱ κατὰ θέλησιν ἡδοναί, καὶ ἀμέλειαι τῶν ἐντολῶν, ὃς ἐκεῖνοι διωρθώσαντο. Προ ειρήκαμεν γάρ, ὅτι ἐλευθεροῦται μὲν ὁ ἄνθρωπος κατὰ τὴν δωρεὸν τοῦ Χριστοῦ. Κατὰ δὲ τὸ ἴδιον 0 λημα, ὅπου ἀγαπᾷ, ἐκεῖ ἐμμένει, κἂν βεβάπτισται, διὰ τὸ αὐτεξούσιον. Οταν οὖν λέγῃ· Βιασταὶ ἁρπά ζουσι τὴν μασιλείαν τῶν οὐρανῶν, τότε ἐπὶ τοῦ ἰδίου θελήματος λέγει, ἵνα βιάσηται ἕκαστος ἡμῶν κατὰ τὸ βάπτισμα μή τρέπεσθαι ἐπὶ τὸ κακὸν, ἀλλ᾽ ἐμμένειν εἰς τὸ ἀγαθόν. Εἰ γὰρ βία ἔπασχεν ὑπὸ τῶν ἐξουσιῶν ὁ ἄνθρωπος, πάντως ηδύνατο ἐλευθερώσαι ἡμᾶς ὁ Θεὸς, καὶ ἀτρέπτους βίᾳ ποιῆσαι. Νῦν δὲ οὐχ οὕτως, ἀλλ' αὐτὸς μὲν διὰ τοῦ βαπτίσματος τῆς κατὰ βίαν δουλείας ἐξήγαγε, καταργήσας τὴν ἁμαρτίαν διὰ τοῦ σταυροῦ, καὶ ἐντολὰς ἐλευθερίας ἔθετο. Ἐμ μένειν δὲ, ἢ μὴ ἐμμένειν ταῖς ἐντολαῖ; τῷ αὐτεξουσίῳ ἡμῶν θελήματι παρεχώρησεν. Α' οὖν ἐντολα καθὸ ἂν ἐπιμελοῦνται, κατ' αὐτὸ τὴν πρὸς τὸν ἔλευ θερώσαντα ἀγάπην σημαίνουσι· καθὰ ἂν δὲ ἀμελοῦνται ἢ ἐκλείπουσι, τὴν πρὸς τὰς ἡδονὰς ἡδυπάθειαν δεικνύουσιν· οἱ δὲ, τοῖς ἰδίοις λογισμοῖς περιπίπτουσι λέγοντες, ὅτι θέλομεν ποιῆσαι τὰς ἐντολὰς, καὶ οὐ δυνάμεθα, ὑπὸ τῆς ἁμαρτίας κατ' ἐξουσίαν κρατούμενοι· διὸ χρὴ πρότερον ἀγωνίσασθαι καὶ ἐξαλείψαι τὴν ἁμαρτίαν, ἵνα δυνηθῶμεν ἐπιτελέσαι τὰς τῆς ἐλευθερίας ἐντολάς, μὴ νοοῦντες & λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Εἰ γὰρ ὅλως οὐκ ἔχει; τὴν ἐλευ θερίαν, καὶ οὐ δύνασαι ἐπιτελέσαι τὰς ἐντολὰς, διὰ ποίων αγώνων λέγεις ἐξαλείψας τὴν ἁμαρτίαν; Οἱ ἀγῶνες τῶν πιστῶν ἐντολαί εἰσιν. Σὺ οὖν λέγεις· Οὐ δύναμαι ποιῆσαι τὰς ἐντολὰς, ἐὰν μὴ πρῶτον δι' ἀγώνων καθαρισθῶ. Δεῖξόν μοι ἐκτὸς ἐντολῶν οὓς λέγεις ἀγῶνας, καὶ πείθομαί σου τῷ φρονήματι. Καν γὰρ προσευχὴν εἶποις, ἐντολὴ ἐστι· κἂν νη στείαν, κἂν ἀγρυπνίαν, εντολή ἐστι· κἂν μετάδοσιν, καν ψυχῆς ἄρνησιν, ἐντολή ἐστι· κἂν λογι σμῶν καθαίρεσιν, ἐντολή ἐστι· κἂν θάνατον, καὶ σταυρὸν, καὶ ὁτιοῦν ἔργον ἀρετῆς εἴποις, ἐντολαί εἰτι πάντα. Διὸ τοῖς λαβοῦσι τὴν δύναμιν τῶν ἐντο λῶν, ὡς πιστοῖς παραγγέλλει, τοῦ ἐπαγωνίσασθαι
col. 991–992page 43 of 118
PG 65:991διὰ τὸ μὴ στραφῆναι εἰς τὰ ὀπίσω· οὐχ ὡς διὰ τοῦ των ἐξαλείψαι τὴν ἁμαρτίαν, ἀλλ᾿ ὥστε μηκέτι αυ τοὺς ἐπιστραφῆναι εἰς τὰ ὀπίσω. Καὶ αὐταὶ οὖν οἱ ἐντολαὶ οὐχὶ τὴν ἁμαρτίαν ἐκκόπτουσι (τοῦτο γάμ διὰ μόνου τοῦ σταυροῦ γεγένηται), ἀλλὰ τοὺς ὅρους τῆς δοθείσης ἡμῖν ἐλευθερίας φυλάττουσιν. Ἐπεὶ εἰπέ μοι σύ, εἰ δι' ἔργων τὴν ἁμαρτίαν τοῦ ᾿Αβά Εκκόπτεις, πῶς ῾Ο Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς; Αλλά πως ταῦτα μὲν ἀντιλέγειν οὐκ ἔχουσιν, ἀνακόλουθα δὲ με νον ἐπερωτῶσι, πρὸς τὰς ἑαυτῶν ὑπονοίας τὸ πάν νεύοντες, τῇ δὲ ἀληθείᾳ τῆς Γραφῆς μὴ πειθαρχοῦντες. Εἰ γάρ φασιν, Ἐν τῷ βαπτίσματι ἀναιρείται ἁμαρτία, διὰ τί πάλιν ἐνεργεῖ ἐν τῇ καρδίᾳ; Ἡμεῖς δὲ πολλάκις εἰρήκαμεν τὴν αἰτίαν, ὅτι οὐ καταλε φθεῖσα ἐνεργεῖ μετὰ τὸ βάπτισμα (δίδωσι γὰρ π λείαν τὴν λύσιν)· δῆσαι δὲ πάλιν ἑαυτοὺς διὰ τῆς προσπαθείας, ἃ λελυμένα ἐστὶ διὰ τῆς ἐργασίας τῶν ἐντολῶν, τῆς τοῦ αὐτεξουσίου ἐστὶ προαιρέσεως. γὰρ περί τινα ἡδονὴν ἢ θυμὸν ἐγχρονίζων λογισμό. οὐχ ἁμαρτίας ἐγκαταλειφθείσης, ἀλλ᾽ αὐτεξουσίας προσπαθείας ἐστὶ τεκμήριον. Διότι ἔχομεν ἐξουσίαν λογισμούς καθαιρεῖν, καὶ τῶν ὑψωμα επαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, κατὰ τὴν Γραφήν. Δε γισμὸν οὖν πονηρὸν τοῖς καθαιροῦσιν αὐτὸν ἐν αὐτο φιλοθεΐας, οὐχ ἁμαρτίας ἐστὶ σημεῖον. Οὐ γὰρ ἡ προσβολὴ τοῦ λογισμοῦ ἐστὶ σημεῖον ἁμαρτίας, ἐ ἡ τοῦ νοὸς πρὸς αὐτὸν φιλικὴ ὁμιλία. Εἰ δὲ οὗ τι λοῦμεν, τίνος χάριν αὐτῷ συγχρονίζομεν; Αδύνατον γὰρ τὸν ἀπὸ καρδίας μισούμενον, τῇ καρδίᾳ παρατατικῶς προσομιλεῖν, ἐκτὸς ἡμετέρας κακοπραγίας. Εἰ οὖν καὶ μισούμενος λογισμός κρατεῖ κατ' ἐξουσίαν τὸν νοῦν (συμβαίνει γὰρ, καὶ οὐκ ἀντιλέγω), με τοῦτο οὐκ ἔστιν ἐγκατάλειμμα τῆς τοῦ Ἀδὰμ ἀμερ τίας, ἀλλὰ τῆς μετὰ τὸ βάπτισμα ἀθεΐας. Όταν μετὰ τὸ ἅγιον Βάπτισμα, δυνάμενοι ποιεῖν ὅλες τις ἐντολὰς, οὐ ποιῶμεν αὐτὰς, τότε καὶ μὴ θέλοντας, ὑπὸ τῆς ἁμαρτίας κρατούμεθα, ἕως ἂν διὰ μετανοία τὸν Θεὸν παρακαλέσωμεν, πρὸς πάσας τὰς ἐντεία κατορθούμενοι, καὶ ἐξαλείψῃ ἡμῶν τὴν ἀθείας ἀμε τίαν. Δύο γάρ εἰσιν αἰτίαι τῆς τοῦ κακοῦ ἐνεργεία καὶ αἱ δύο ἐξ ἡμῶν εἰσι· μία μὲν ἐνεργοῦσε καί ἀναλογίαν τῆς τῶν ἐντολῶν ἐλλείψεως· ἑτέρα ἀπαραιτήτως κρατοῦσα διὰ τὴν μετὰ τὸ βάπτις κακοπραγίαν· ἣν ὁ Θεὸς μόνος ἀναιρεί, δια ἐλες με σύνης, καὶ προσευχῆς, καὶ τῆς τῶν ἐπερχομέν ὑπομονῆς παρακαλούμενος· ἅπερ καὶ αὐτὰ παρέχε ἡμῖν λεληθότως ἡ διὰ τοῦ βαπτίσματος ἡμῖν δεδομε τελεία χάρις. ιιο Ερώτησις. Οὐκοῦν ὁ Παῦλος μετὰ τὸ βάπτισμα ήμαρτεν, ότι ἑκουσίως ενηργεῖτο; Λέγει γάρ, ὅτι Βλέπω έτερ' νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ ναός μ Απόκρισις. Οὕτω καὶ τάς λοιπάς Γραφάς ο κακος κανει
col. 993–994page 44 of 118
PG 65:993διαστρέφουσι, καὶ πλανῶνται. Ανάλαβε γὰρ ἄνωθεν τὸ κεφάλαιον τοῦτο, καὶ εὑρήσεις ὅτι ὁ ἅγιος Παύ λος οὐ λέγει περὶ ἑαυτοῦ μετὰ τὸ βάπτισμα, ἀλλὰ τὸ τῶν ἀπίστων Ἰουδαίων πρόσωπον λαμβάνει, πεί θων αὐτοῦ;, ὅτι χωρίς χάριτος Χριστοῦ διὰ τοῦ βα πτίσματος δεδομένης, ἀδύνατον περιγενέσθαι τῆς ἁμαρτίας· εἰπὼν, ὅτι Ταλαίπωρος ἐγὼ ἄνθρωπος, είς με ρύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἐπάγει λέγων· Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὅτι ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Διὰ τοῦτό φησιν· Ο νόμος πνευματικός ἐστιν, ἐγὼ δὲ σαρκικὸς είμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν· ὅθεν καὶ ὅλα τὰ τοῦ νόμου, καὶ τὰ τοῦ ναοῦ, καὶ τῶν θυ σιῶν ἐν ἡμῖν πληρούται, τοῖς τὴν χάριν τοῦ Πνεύ ματος ἀπὸ τοῦ βαπτίσματος μυστικῶς ειληφέσι. Ναὸν γὰρ τοῦ Πνεύματος ἡμᾶς εἴρηκεν εἶναι, καὶ ἀνενέγκαι πνευματικὰς θυσίας παρακελεύεται, Ἰου δαίους λέγων ἐν τῷ κρυπτῷ, καὶ οὐκ ἐν τῷ φανερῷ καὶ περιτομὴν καρδίας, ἐν πνεύματι, οὐ γράμματι, καὶ αὐτὸν δὲ τὸν νόμον πνευματικὸν ὁ ἐπουράνιος νομοθέτης Χριστὸς διὰ τοῦ Πνεύματος τοῖς πιστοῖς ἐπέγραψεν, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξι καρδίας σαρκίναις. Ὥσπερ οὖν ταῦτα ἐν τῷ κρυπτῷ εἴρηκεν εἶναι, οὕτω μοι νόει καὶ ἕκαστα τῶν τυπικῶς εἰρημένων. Ἐπεὶ δὲ οὕτω βεβαίως ἐπιστεύσαμεν Χριστῷ, οὐδὲ πασῶν τῶν ἐντολῶν αὐτοῦ ὀφειλέτας ἑαυτοὺς ἐλογισάμεθα, οὐδὲ ἡρνησάμεθα αὐτοὺς κατὰ τὸν λόγον αὐτοῦ. Τούτου χάριν τὰ προειρημένα στήρια, ἀπὸ τοῦ βαπτίσματος είληφότες, ἀγνοοῦμεν. Οταν δὲ ἐπὶ τῇ ὀλιγοπιστίᾳ αὐτῶν καταγ· ῶμεν, και εἰλικρινῶς αὐτῷ διὰ πασῶν τῶν ἐντολῶν αὐτοῦ πιο στεύσωμεν, τότε τῶν προειρημένων πραγμάτων πεί ραν λαβόντες ἐν αὐτοῖς, ὁμολογήσομεν ἀληθῶς τέτ λειον εἶναι τὸ ἅγιον βάπτισμα, καὶ τὴν χάριν τοῦ Χριστοῦ ἀφανῶς ἐγκεκρυμμένην, ἐκδεχομένην δὲ λοιπὸν τὴν ἡμετέραν ὑπακοὴν, καὶ ἐργασίαν τῶν ἐν τυλῶν, ὧν τὴν δύναμιν δι' αὐτῆς προειλήφαμεν. Διὰ τοῦτο, ὅτοι οὔπω τὰς ἐντολὰς εἰργασάμεθα τῆς ἐλευ θερίας, οὔπω τὴν ἐλευθέραν Ἱερουσαλήμ κατειλήφαμεν (Ἡ γὰρ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν, ἀναγεννῶσα ἡμᾶς διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας), ἀλλ᾽ ἔτι ἐν τῇ ὁδῷ ἐσμεν τοῦ Κάϊν, καὶ πλανώμεθα, ἀνοδίας οδεύοντες. Το γὰρ φιλονεικεῖν ἀγνοοῦντα, ἀντιλέγειν τῇ ἀληθείᾳ, τῆς ὁδοῦ εἰσι παραλλαγαὶ, καὶ οὐκ ὀρθοτομίαι. Διὰ τοῦτο καὶ πρὸς τὴν τελείαν ἄνοδον ὁρῶν ἡμᾶς βρα δίνοντας ὁ μακάριος Παῦλος, Οὕτως, φησί, τρέχει τε, ίνα καταλάβητε. Εἰ δὲ τὴν πόλιν οὔπω κατειλήφαμεν, τότε τὸν ναὸν θεασώμεθα, καὶ εἰσελθόντες Ενδε τύχωμεν τῆς τοῦ θυσιαστηρίου προσαγωγής; Καὶ τί λέγω περὶ πίστεως, καὶ τοῦ ναοῦ, καὶ τοῦ θυ σιαστηρίου, ὅπου γε οὐδὲ τὰ θηρία τοῦ καλάμου παρ εληλύθαμεν; οἷς ἐπιτιμῆσαι τὸν Θεὸν ἐπηύχετο ὁ Προφήτης, ἵνα μὴ θηριάλωτα γένητα: τὰ πρωτότοκα οι το
col. 995–996page 45 of 118
PG 65:995τῶν θυμάτων, ἃ ἐν τῷ κρυπτῷ Ἰουδαῖος ἀναφέρειν προστέτακται· εἰ κατὰ σὲ, ὁ μὲν Ἰουδαῖος ἐστιν ἐν τῷ κρυπτῷ, κατὰ τὸν λόγον Παύλον· ὁ δὲ ναός παρά τοῦ υἱοῦ Δαβὶδ οὔπω ᾠκοδόμηται, οὔτε τὸ ἱλαστήριον παρ' αὐτοῦ κατεσκεύασται· τοῦτο γὰρ ἄντικρυς βαζ ὁ λέγων ἐξ ἀγώνων ἀναιρεῖν τὴν τοῦ 'Αδὲμ ἁμαρ τίαν, καὶ οὐ διὰ τῆς τοῦ Θεοῦ χάριτος, ἥτις ἐν ἡμῖν μὲν ἔστι κρυπτώς διὰ τοῦ βαπτίσματος· τότε δὲ ὀφθήσεται, ὅταν τὴν ὁδὸν τῶν ἐντολῶν καλῶς διανύσαντες, τοὺς τῆς φύσεως ἡμῶν λογισμοὺς τῷ ἀρχι ρεῖ Χριστῷ, ὡς θῦμά τι προσενέγκωμεν τὰ ὑγιῆ, οὐ τὰ θηριόληκτα· θηριάλωτοι γαρ γίνονται οἱ πλεῖστο τῶν ἐντολῶν ὅσοι ἐκτρέπονται· λέγω δὴ τῆς τῶν θλιο βερῶν ὑπομονῆς· καὶ ἀποσκιρτώντες τῆς εὐθείας, ἀνοδίας βαδίζουσιν, ἑτέρους μᾶλλον ἢ ἑαυτοὺς ἐπὶ ταῖς αἰτίαις μεμφόμενοι. Μόλις δὲ ὀλίγοι ἐξ αὐτῶν τινες δι' εὐθείας ὁδεύουσι, καὶ τοῦτο διὰ προσευχῆς φυλαττόμενοι, δι' ἐλπίδων δεσμούμενοι, διὰ πειρασμῶν τυπτόμενοι, καὶ οὕτω τὴν πόλιν καὶ τὸν ναὸν καταλαμβάνουσι, καὶ εἰς θυσίαν ἀναφέροντες. Πάλι; δέ ἐστιν ἡ φαιδρὰ καὶ ἔννομος ἐν Χριστῷ διάκρισης, ἥτις, ὅταν μὲν εὐσεβῶς διοικῇ τὰ πράγματα, είχε νεύει τε καὶ εὐθύνει· ὅταν δὲ διαμαρτάνῃ. τοῖς ἐχθρας παραδίδοται εἰς κατάλυσιν αὐτῆς. Ναὸς δὲ, τὸ τῆς ψυχῆς καὶ σώματος θεόκτιστον τέμενος· θυσιαστής ριον, τὸ ἐν τῷ ναῷ τούτῳ τῆς ἐλπίδας ίδρυσμα, ἐν ᾧ πάσης συμβάσεως πρωτογενής λογισμός, ὡσεὶ προ τότοκον ζῶον ὑπὸ τοῦ νοῦ ἀναφερόμενος θύεται εἰς ἱλασμὸν τοῦ ἀναφέροντος, είγε καὶ ἄμωμον αὐτῷ ἀνενέγκο:. το Ἔχει δὲ καὶ ὁ ναὸς οὗτος τὰ ἐσώτερον τοῦ καταπ τάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ιη σοῦς, καὶ οἰκεῖ ἐν ἡμῖν, εἰ μήτι ἄρα ἀδόκιμοί ἐστι ὅπερ ἐστὶ τὸ ἑνδότατον καὶ ἀπόκρυφον καὶ εἰλικρινὲς χώρημα τῆς καρδίας, ὁ εἰ μὴ διὰ Θεοῦ καὶ λογικής καὶ νοερᾶς ἐλπίδος ἀνοιγῇ, οὐκ ἔστι βεβαίως ἐπιγνῶναι τὸν ἐνοικοῦντα, οὔτε εἰδέναι εἰ προσεδέχθησαν ἡμῶν αἱ λογικαὶ θυσίαι, ἢ οὐ· καθάπερ γὰρ ἐν πρώ τοις ἐπὶ τοῦ Ἰσραὴλ πῦρ ἀνήλισκε τὰ λείψανα, ούτω καὶ ὧδε συμβαίνει· ἀνοιγείσης γὰρ τῆς πιστῆς καρ δίας διὰ τῆς προειρημένης ἐλπίδος, ὁ ἐπουράνιος ἀρχιερεὺς δέχεται τοὺς πρωτοτόκους τοῦ νοῦ λογισμούς, καὶ ἀναλίσκει τῷ θείῳ πυρὶ, περὶ οὗ εἶπε· Πῦρ ἦλθεν βάλλειν εἰς τὸν κόσμον, καὶ τί ἤθελον εἰ ἤδη ανήφθη; Πρωτοτόκους δὲ λογισμοὺς εἴρηκε τοὺς ἐν δευτερονοία καρδίας μή γεγενημένους, ἀλλὰ ἐκ πρώτ της προσβολής καὶ ἀναδόσεως εὐθὺς Χριστῷ προσ φερομένους, τοὺς γὰρ ἐκ πολυνοίας αὐτῷ προσφέρ μένους, χωλὰ καὶ τυφλὰ καὶ τερατώδη ὠνόμασενή Γραφή, καὶ διὰ τοῦτο μὴ εἶναι δεκάτας τῷ ἐπουρανίῳ ἀρχιερεῖ Δεσπότη Χριστῷ. Ὅτι μὲν οὖν καὶ μετὰ τὸ βάπτισμα, τάσης πονηρᾶς ἐννοίας ἡμεῖς ἐσμεν αἴτιοι, ἤδη διὰ τῶν γραφικῶν μαρτυρίων ἀποδέδεικται. Εἰ δὲ χρὴ καὶ διὰ φυτικῆς ἀκολουθίας τοῦτο φανερὸν καταστῆσαι, πάλιν εἰρήσεται· Ο άνθρωπος, ὁ λέγων ἐκτὸς αἰτίας ἐνεργεῖσθαι ὑπὸ τῆς τοῦ Αδάμ ἁμαρτίας μετὰ τὸ βάπτισμα, καὶ διὰ τῶν ἀγώνων ταῦτα ἐκκόπτειν ἐπαγγελλόμενος, γνώθι
col. 997–998page 46 of 118
PG 65:997ἀκριβῶς ὅτι ἠναντίωσαι, καὶ περιπέπτωκας τοῖς αὐτοῦ ῥήμασιν. Εἰ γὰρ λέγεις τους πονηρούς λογι σμούς εἶναι τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν, μάθε παρὰ τοῦ ἁγίου Παύλου, ὅτι διὰ τοῦ Βαπτίσματος Χριστὸν ἐνδυσάμενος, ἔχεις δύναμιν καὶ ὅπλα καθαιρεῖν αυτούς. Τὰ γὰρ όπλα, φησί, τῆς στρατιᾶς ἡμῶν, οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ, πρὸς καθαίρεσιν ὀχυρωμάτων· λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ύψωμα επαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Εἰ δὲ ἔχων τὴν κατ' αὐτῶν δύναμιν, οὐ καθαίρεις αὐτοὺς ἐκ προσβολής, δηλονότι φιληδονεῖς ἐξ ἀπιστίας, καὶ συνδυάζεις αὐτοῖς· καὶ σὺ εἶ τῆς τοιαύ της ενεργείας, οὐχὶ 'Αδάμ. Ερώτησις. Πῶς δύναται ἐξ ἀπιστίας φιληδονεῖν, ἢ συνδυάζειν τοῖς λογισμοῖς, ὁ ἑαυτὸν καθείρξας ἐν τῷ κελλίῳ, καὶ καθ' ἡμέραν νηστεύων, ἐγκρατευόμενος, καὶ πτω χεύων, καὶ ξενιτεύων, καὶ προσευχόμενος, καὶ πολύ λας τοιαύτας θλίψεις υποφέρων; Απόκρισις. Καλώς είρηκας ὅτι πολλὰς βλέψεις τοιαῦτα ποιῶν ὑποφέρει. Εἰ γὰρ ἀθλίπτες καὶ μετὰ χαρᾶς καὶ φιλο πονίας τὰς προειρημένας φανεράς ἀρετὰς ἐπιτελοῦ μεν, οὐκ ἂν κατὰ νοῦν ἦμεν φιλήδονοι. 'Αδύνατον γάρ, τὸν ἐπὶ τοῖς σωματικοῖς πόνοις ἀλγυνόμενον, μὴ κατὰ ἀναλογίαν προσομιλεῖν ταῖς προσβολαῖς, καὶ παραμυθεῖσθαι τὴν ἐπὶ τοῖς πόνοις ἀηδίαν. Εἰ γὰρ μὴ τοῦτο ἐβούλετο ὁ τοιοῦτος, οὐδ' ἂν ἐπὶ τοῖς πόνοις ἐθλίβετο. Τοῦτο δὲ πάσχομεν, ἐπειδὴ οὐ πόθῳ τῶν μελλόντων ἀγαθῶν κακοπαθοῦμεν, ἀλλὰ φόβῳ τῶν ἐν ἡμῖν νῦν επερχομένων πειρασμῶν. Ὅθεν, τὴν μὲν κακὴν πρᾶ ξιν, ἑαυτῶν ἁμαρτίαν είναι νομίζομεν, τὸν δὲ πρὸ ταύτης λογισμόν, ἀλλοτρίαν λέγομεν εἶναι ἐνέργειαν. Αδύνατον δὲ, τὴν ἐνέργειαν ταύτην ἀποστραφῆναι, τοὺς μὴ ἰδίαν αὐτήν, ἀλλὰ ἀλλοτρίαν ἡγουμένους. Εστι μὲν οὖν καὶ είχα συνδυασμοῦ λογισμό; τις άη δῆς, καὶ μισούμενος καθάπερ ληστής, απροόπτως ἐπ.βαλών, βίᾳ κατέχει τὸν νοῦν πρὸς ἑαυτόν. Ομως μάθε ἀκριβῶς, ὅτι καὶ οὗτος ἐξ ἡμῶν ἔχει τὰς ἀφορ μάς· εἰ γὰρ μετὰ τὸ βάπτισμά τινι πονηρῷ λογισμῷ ἑαυτοὺς ἕως πράξεως ἐπεδώκαμεν, καὶ διὰ τοῦτο όπο εύθυνοι καὶ παρά γνώμην γεγόναμεν ή τινα σπέρ ματα εκουσίως κρατοῦμεν κακίας, καὶ διὰ τοῦτο ὠχύρωται ὁ πονηρός· καὶ ὁ μὲν διὰ σπερμάτων κρατήσας ἡμᾶς, οὐκ ἀναχωρεῖ, ἕως ἂν αὐτὰ ῥίψωμεν ὁ δὲ διὰ τῆς κακῆς πράξεως παραμένων, τότε φυγαδεύεται, ὅταν πόνους ἀξίους τῷ Θεῷ προσενέγκωμεν. Διὰ τοῦτο οὐδὲ ταύτην ἐγὼ λέγω τοῦ Ἀδὰμ ἁμαρ τίαν, ἀλλ' ἢ μᾶλλον τοῦ πράξαντος τὸ κακὸν καὶ τοῦ ἔχοντος τὰ σπέρματα. Εἰ δὲ λογισμοί (ὅτι καὶ τῶν δύο τούτων λογισμοί προηγήσαντο) καὶ λῃστής τίς ἐστι τούτων αἴτιος, καγώ σοι λέγω, ὅτι ὁ ἔχων ἐξουσίαν καθαρίσαι αὐτὸν ἐκ προσβολῆς, καὶ μὴ καθαρίσας, ἀλλ᾽ ἕως πράξεως προσομιλήσας αὐτῷ. Εἰ δὲ ὅλως πρὸ τῆς πράξεως οὐκ ἐδύνατο αὐτὸν κατας λεῖν διὰ τὴν τοῦ νοὸς ἀσθένειαν, πῶς μετὰ τὴν πρᾶ
col. 999–1000page 47 of 118
PG 65:999ξιν ἀπαγγέλλει ἐκρύπτειν αὐτόν; Νότσον ἔτι καὶ πρὸ της πράξεως εἰ ήθελες, ὁ Θεὸς ἐβοήθει σοι. Καὶ ἦταν ἴδῃς διὰ τῆς καρδίας σου γενομένην σοι τὴν βοήθειαν, σύνες ἀκριβῶς, ὅτι οὐκ ἔξωθεν μεταβατικῶς ἐλήλυθεν ἡ χάρις· ἀλλ' ἡ δεδομένη σοι διὰ τοῦ βαπτίσματος κρυπτῶς νῦν, ἐνήργησε τοσοῦτον, ὅσον σὺ μισήσας τὸν λογισμὸν ἀπεστράφης. Καὶ διὰ τοῦτο λύσας ἡμᾶς πάσης βίας ὁ Χριστός, την προσβολὴν τῶν λογισμών ἀπεκώλυσε τῆς καρδίας, ἵνα οἱ μὲν μισούμενοι ἐκ καρδίας εὐθὺς ἐξαφανίζωνται, οἱ δὲ ἀγαπώμενοι ὅσον ἀγαπῶνται, τοσοῦτον καὶ παραμένωσιν· ὅπως δειχθῇ καὶ ἡ χάρις τοῦ Θεοῦ, καὶ τὸ θέλημα τοῦ ἀνθρώπου τί ἀγαπᾷ· τοὺς πόνους διὰ τὴν χάριν, ἢ τοὺς λογι σμοὺς διὰ τὴν ἡδονήν. Καὶ μὴ ξενισθῶμεν, ὅτι οὐ μόνον ὑπὸ τῶν ἀγαπωμένων βιαίως ἐνεργούμεθα καθότι ως τ: πονηρὸν αὐτῶν συγγένεια, οὕτω ταῖς ἡμῶν ἐπιθυμίαις αἱ προσβολαί συνεργοῦσιν ἀλλήλαις. καὶ ἑκάστη τὸν ἑαυτῆς ἐργάτην συγχρονίσαντα, λοι πὸν τῇ πλησίον παραδίδωσιν, ὡς ὑπὸ τῆς δευτέρας καὶ παρὰ γνώμην ἴσως ἀπάγεσθαι, τῇ περὶ τὴν πρώ την συνηθεία βιαίως ἑλκόμενον. Τίς γὰρ κενοδοξίας ἐμπλησθεὶς ὑπερηφανίαν διαφυγεῖν δυνήσεται; ἢ τρι φῆς ἀπολαύσας λογισμῷ πορνείας οὐ κρατηθήσεται; τίς πλεονεξία ἑαυτὸν ἐπιδοὺς, ὑπὸ ἀσπλαγχνίας ε σφίγγεται; πῶς δὲ οἱ τούτων πάντων παρὰ γνώμην ἀποστερούμενοι οὐ θυμωθήσονται καὶ δεινῶς ἐλασθήσονται; Διὸ χρὴ νοῆσαι, ὅτι καθ' ἡμετέραν αἰτίαν ὑπὸ τῆς ἁμαρτίας ενεργούμεθα, κατὰ δὲ τὸ πνεῦμα τῆς κατὰ βίαν δουλείας ἐλευθερούμεθα. Ο γὰρ νόμος, φησί, τοῦ Πνεύματος τῆς ζωῆς, ἠλευθέρωσε για ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Καὶ ἐφ' ἡμῖν λοιπόν ἐστι, τοῖς ἀκούσασι καὶ μαθούσι τὰ ἐντάλματα τοῦ Πνεύματος, ή, Κατὰ σάρκα περι πατῆσαι, ἢ κατὰ πνεῦμα. Αδύνατον δὲ, κατὰ πνεῦμα περιπατῆσαι τοὺς ἔπαινον ἀνθρώπων ἢ ἄνεσιν σώμα τος ήγαπηκότας· καὶ ἀμήχανον κατὰ σάρκα βιῶται τοὺς τὰ μέλλοντα τῶν παρόντων ἐνδιαθέτως προκρίνοντας. Διὸ χρὴ πολλὰ πλανηθέντας ἡμᾶς λοιπὸν μια σῆσαι ἔπαινον ἀνθρώπων καὶ ἄνεσιν σώματος, δι' ὧν οἱ πονηροί λογισμοί καὶ μὴ θελόντων ἡμῶν ἀναφύονται· καὶ ἐκ διαθέσεως εἰπεῖν τῷ Κυρίῳ τὴ τοῦ προ φήτου ῥητόν· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμβα σησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγέ νοντό μοι. Καὶ ὄντως ἐχθροὶ τοῦ Θεοῦ εἰσιν οἱ πονηροί του γισμοί, οἱ τὸ θέλημα αὐτοῦ γενέσθαι διακωλύοντες. Εἴπερ ὁ μὲν θέλει πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ἐκεῖνοι δὲ διὰ προσ παθείας ἡμᾶς πλανῶσι, καὶ τῆς σωτηρίας ἡμᾶς ἀπείργουσι. Περὶ ὧν καὶ ὁ Κύριος εἴρηκεν, ὅτι οὐκ ἐκ τοῦ ᾿Αδάμ, ἀλλ᾽ ἐκ τῆς καρδίας εἶπεν Ἐκπορεύσθαι, καὶ διὰ τοῦτο κοινοῦσι τὸν ἄνθρωπον δηλ δὲ ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ἐκ κενοδοξίας. Πως γίν δύνασθε, φησί, πιστεύειν, δίξαν παρὰ ἀνθρώπων
col. 1001–1002page 48 of 118
PG 65:1001λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μό του Θεοῦ οὐ ζητοῦντες; Οταν οὖν τὴν κενοδοξίαν μισήσωμεν, καὶ περὶ πάντων αὐτῷ πιστεύσωμεν, πάντα λογισμὸν καρδιακῆς καὶ μονολογίστου ἐλπίδος αὐτῷ προσεδαφίζοντες· τότε, καθὼς ἐν ἀρχῇ τῆς διὰ τοῦ βαπτίσματος πίστεως, ἐγένετο τὸ σῶμα τοῦ Χριστοῦ βρώματα τοῦ πιστοῦ· οὕτως ἐν τῇ νοερᾷ ἐλ πίδι καὶ ἀρνήσει τῶν λογισμῶν γίνεται ὁ βεβαιόπιστος καὶ καθαρός νοῦς βρῶμα τοῦ Ἰησοῦ τοῦ εἰπόν της· Εμὸν βρωμὰ ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου· πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, κατὰ τὸν λόγον Παύ λου. Αλήθειαν δὲ λέγει τῆς κατ' ἐλπίδα νοερᾶς πίσ στεως εὑρισκομένης καθώς προειρήκαμεν, ἥτις οὐκ ἔτι ἐξ ἀκοῆς, ἀλλ' ἐξ ἐνεργείας τοῦ παναγίου Πνεύματος πιστεύεται, ἥτις ἐστὶν ἐλπιζομένων υπό στασις, κατὰ τὴν Γραφήν· ἔστι γὰρ πίστις ἐξ ἀκοῆς, καὶ ἔστι πίστις ἐλπιζομένων ὑπόστασις. ᾿Αβάπτιστος δὲ ἢ κενόδοξος, εἰς ἐπίγνωσιν τῆς ἁλη θείας ταύτης ἐλθεῖν οὐ δύναται. Πρῶτον γὰρ ἐν τῇ καθολικῇ Ἐκκλησία βαπτισθήσεται, καὶ διὰ τοῦ βαπτίσματος χάρις δίδοται μυστικῶς, καὶ ἐνοικεῖ κρυπτώς. Εἶθ' οὕτως κατὰ ἀναλογίαν τῆς ἐργασίας τῶν ἐντολῶν καὶ τῆς νοερᾶς ἐλπίδος ἀποκαλύπτεται τοῖς οὕτω πιστεύουσι τῷ Κυρίῳ εἰρηκότι· Ο πιο στεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοί ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Διόπερ ἡμεῖς πιστεύομεν, διὰ τοῦ βαπτίσματος τὴν ἐλευθερίαν καὶ τὸν καθαρισμόν μυστικῶς είληφέναι, κατὰ τὸν λέγοντα· Νῦν δὲ ἀπελούσασθε, νῦν δὲ ἐδικαιώθητε, νῦν δὲ ἐκαθαρίσθητε. Καὶ τοιαῦτα γράφει Κορινθίοις, μήπω κατ' ἐλπίδα νοερὰν διὰ τῆς τῶν λογισμῶν ἀρνήσεως κεκαθαρμένοις, καὶ διὰ τῆς καρδιακῆς τοῦ Πνεύματος ενεργείας ἡγιασμένοις, ἀλλ' ἔτι κακοῖς οὖσι καὶ ἀδικοῦσι, καὶ ἀποστεροῦσι, καὶ ταῦτα ἀδελφοῖς· ἵνα δείξῃ ὅτι οἱ βαπτισθέντες, κατὰ μὲν τὴν δωρεὰν τοῦ Χριστοῦ, τὸν καθαρισμόν μυστι χως ειλήφασι· κατὰ δὲ τὴν ἰδίαν ὀλιγοπιστίαν, έκαν στος ἐνεργεῖται, ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος· καθώς γέγραπται· Εἶτα ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀπολύει θάνατον. Οὐκοῦν ἐκ τῆς ἰδίας ἐπιθυμίας ἡ λογικὴ ἁμαρτία, ἐκ δὲ ταύτης τὸ ἀποτέλεσμα τῆς κατ' αὐτὴν πράξεως, ὅ ἡ Γραφή ὠνόμασε θάνατον. Ὅτι δὲ ἀπὸ τοῦ βαπτίσματος ἐν ἡμῖν ἐστιν ἡ χάρις τοῦ Πνεύματος, διδάσκουσα ἡμᾶς πᾶσαν τὴν ἀλήθειαν, κατὰ τὸν λόγον τοῦ Κυρίου, γνώθι πάλιν ἀπὸ τῆς Γραφῆς καὶ τῶν πραγμάτων. τοῦ ἐν ταῖς Πράξεσι τί λέγει τῷ πλήθει ὁ μακάριος Πέτρος Μετανοήσατε, φησί, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Καθὶ ἂν δέ τις ἀπιστῇ, εὐθέως ὑπὸ τῆς ἁμαρτίας κρατεῖται. Ιδι
col. 1003–1004page 49 of 118
PG 65:1003καὶ τοῖς ἐν Ἐφέσῳ δέκα καὶ δύο ἀνδράσιν ἀπίστως βαπτισθεῖσι, πῶς ἐγκαλεῖ ὁ ᾿Απόστολος, και φησιν Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οι δε πρὸς αὐτὸν εἶπον· 'Αλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν, ἠκούσαμεν. Εἶπεν οὖν πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον· Εἰς τὸ Ιωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος Ιωάννης μὲν ἐξά πτισε βάπτισμα μετανοίας, λέγων τῷ λαῷ, εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν, ἵνα πιστεύσωσι, τοῦτ' ἔστιν εἰς τὸν Ἰησοῦν. Ακούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντες αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτούς. Επείσθης ἄρα κἂν νῦν, ὅτι εὐθέως ἀπὸ τοῦ βαπτίσ σματος δίδοται τὸ Πνεῦμα τὸ ἅγιον τοῖς βεβαιοπί στοις· τοῖς δὲ ἀπίστοις, ἢ κακοπίστοις, καὶ μὴ βαπτισθεῖσιν οὐ δίδοται; Οτι δὲ ἡμεῖς ἐσμεν οἱ λυποῦντες αὐτὸ, καὶ ἐν ἑαυτοῖς ἀποσβεννύντες, μάθετε παρά τοῦ ᾿Αποστόλου λέγοντος· τὸ Πνεῦμα μὴ σβέννυτε, προφητείας μὴ ἐξουθενεῖτε· καὶ πάλιν· Μὴ λυ πεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Ταύτας δὲ τὰς μαρτυρίας εἰσάγομεν, οὐχ ὡς πάντα ἄνθρωπον βεβαπτισμένον καὶ λαβόντα τὴν χάριν, λοιπὸν ἄτρεπτον λέγοντες, καὶ μηκέτι χρήζοντα μετανοίας, ἀλλ᾽ ὅτι ἀπὸ τοῦ βαπτίσματος, κατὰ μὲν τὴν δωρεὰν τοῦ Χριστοῦ, τελεία ἡ χάρις ἡμῖν τοῦ Θεοῦ δεδώρηται πρὸς ἐκπλήρωσιν πασῶν τῶν ἐντολῶν. Λοιπὸν δὲ ἕκαστος αὐτὴν λαβὼν μυστικῶς, καὶ μὴ τελεσιουργῶν τὰς ἐντολὰς, κατὰ ἀναλογίαν τῆς ἐλλείψεως ἐνεργεῖται ἀπὸ τῆς ἁμαρτίας, ἥτις οὐκ ἔστι τοῦ ᾿Αδάμ, ἀλλὰ τοῦ ἀμετ λήσαντος· καθότι λαβὼν τὴν δύναμιν τῆς ἐργασίας, τὸ ἔργον οὐκ ἐπιτελεῖ. Ἡ δὲ ἔλλειψις ἐξ ἀπιστίας ἐστίν· ἡ δὲ ἀπιστία οὐκ ἔστιν ἁμαρτία αλλοτρία, ἀλλ' αὐτοῦ τοῦ ἀπιστήσαντος, ἥτις λοιπὸν πάσης ἁμαρτίας μήτηρ καὶ εἰσαγωγὴ γίνεται. Είτε οὖν τα χέως τελειωθῆναι βουλόμεθα, εἴτε βραδέως, ὀφειλέται ἐσμὲν τελείως τῷ Χριστῷ πιστεῦσαι, καὶ πάσας τὰς ἐντολὰς αὐτοῦ ἐργάζεσθαι, ειληφότες της τοιαύτης εργασίας παρ' αὐτοῦ τὴν δύναμιν· καὶ τότε δὲ οὐχ ώς παρὰ μίαν ἐντολὴν ὀφείλοντες καὶ μονομερώς δρο γάζεσθαι, ἀλλὰ περιεκτικῶς συλλαβεῖν τὰς ἑνικὰς, καὶ οὕτω πάσας τελεσιουργῆσαι συντόμως. Εἰσὶ γὰρ ἐντολαὶ κεφαλαιωδέστερα:, ἐν αὐταῖς πολύ πλήθος τῶν λοιπῶν περιέχουσαι. Τοῦτον μόνον οὖν τὸν ἀγῶνα χρεωστούμεν ἡμεῖς τῆς ἑαυτῶν ἀπιστίας καταγωνίσασθαι, καὶ μὴ ἀμελῆσαι περιεκτικῶν ἐντολῶν, δι' ὧν ἡ δοθεῖσα ἡμῖν χάρις εναργώς ἀποκαλύπτεται. Οπερ καὶ ὁ ἅγιος Παῦλος γενέσθαι ἡμῖν προσεύχεται λέγων· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὶς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα δῴη ὑμῖν ὁ Κύριος δύναμιν κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω άνθρωπον, κατ οικῆσαι τὸν Χριστὸν ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει, εἰς τὰς καρδίας ἡμῶν διὰ τῆς πίστεως. Καιρός δ' ἂν εἴη, καθώς προειρήκαμεν, καὶ διὰ τῶν πραγμάτων τὴν μαρτυρίαν ταύτην βεβαιώσαι· ου γὰρ καθόσον πιστεύοντες τὰς ἐντολὰς ἐργαζόμεθα,
col. 1005–1006page 50 of 118
PG 65:1005κατὰ τοσοῦτον καὶ τοὺς ἰδίους καρποὺς ἐν ἡμῖν ἐνερ γεῖ τὸ Πνεῦμα τὸ ἅγιον. Οἱ δὲ καρποὶ τοῦ Πνεύ γιατος, κατὰ τὸν ἅγιον Παῦλον, εἰσὶν, ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίσ στις, πραότης, εγκράτεια. Τίς οὖν καθόλου τούτων τῶν ἐνεργημάτων ἀμύητος μετὰ τὸ βάπτισμα τυγχάνει, ἵνα ἀρνήσηται, λέγων τὴν τοῦ Πνεύματος χάριν μὴ εἰληφέναι ἀπὸ τοῦ βαπτίσματος; Τίς δὲ πάλιν καθ' ἡμέραν ἀδιαλείπτως ὑπὸ τῶν καρπῶν τούτων ἐνεργεῖται, μήπω τελεσιουργήσας τὰς ἐντολὰς, ἵνα εἴπῃ. Τέλειος εἰμι καὶ ἄτρεπτος; "Οθεν δηλοῖ ὅτι, ὥσπερ τελεία μὲν ἔστιν ἡ χάρις, ἡμεῖς δὲ οὐ τέλειοι διὰ τὴν τῶν ἐντολῶν ἔλλειψιν· οὕτω δὲ καὶ τὸ ἅγιον βά πτισμα τέλειόν έστιν εἰς ἡμᾶς, ἡμεῖς δὲ ἀτελεῖς πρὸς αὐτὸ τυγχάνομεν. Σὺ οὖν, ὦ ἄνθρωπε, ὁ ἐν Χριστῷ βεβαπτισμένος, μόνον δὸς τὴν ἐργασίαν, εἰς ἣν την δύναμιν είληφας, καὶ σεαυτὸν πρὸς τὴν ἐμφάνειαν τοῦ ἐνοικοῦντος εὐτρέπισον· καὶ οὕτω σοι εμφανίσει ἑαυτὸν κατὰ τὴν Επαγγελίαν ὁ Κύριος πνευματικώς, ὡς οἶδεν αὐτός. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Καὶ τότε νοήσεις τὸ εἰρη μένον, ότι 'Η βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν. Καὶ τοῦτο δὲ ἀναγκαίως εἰδέναι χρή, ὅτι τὰς ἐντολὰς μερικάς, μερικῶν ἐντολῶν οὔσας, καὶ ὑπ' εκείνων πληροῦνται, αἱ καὶ ἐνικαὶ λέγονται. Καὶ οἱ μερικῶς τὰς ἐντολὰς ἐργασάμενοι, κατὰ ἀναλογίαν εἰς βασιλείαν εἰσέρχονται. Οἱ δὲ βουλόμενοι εἰς τὸ τέ λειον φθάσαι, ὀφείλουσι περιεκτικῶς πάσας τὰς ἐν τολὰς ἐργάσασθαι. Περιεκτικὴ δὲ πασῶν ἐντολῶν, ἡ τῆς ψυχῆς ἄρνησίς ἐστιν, ὅ ἐστι θάνατος. Καὶ ὥσπερ ζῶν ἐν σαρκὶ, ἐλλιπής ἐστι τῆς τελεσιουργίας ταύτης οὕτως ἕως ἐξόδου άδεκτος είναι προσβολῆς οὐ δύναται διὰ τὴν προειρημένην ἔλλειψιν. Εἴ τις οὖν τῶν πιστῶν καλῶς διὰ τῶν ἐντολῶν πολιτευσάμενος, τινὰ πνευ ματικὴν ἀναλόγως εὕροι ενέργειαν, πιστευέτω ὅτι ἤδη προσειλήφει τὴν ταύτης δύναμιν, καθότι έλαβε διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ Πνεύματος, τὴν πάντων ἀγαθῶν αἰτίαν· λέγω δή, οὐ μόνον τῶν κρυπτῶν καὶ πνευματικῶν, ἀλλὰ καὶ τῶν φανερῶν ἀρετῶν πρόξενον. Καὶ μηδεὶς τῶν ἐναρέτων ὑπολαμβανέτω, διὰ μόνης τῆς ἑαυτοῦ δυνάμεως πεποιηκέ και τι ἀγαθόν. Ὁ γὰρ ἀγαθὸς ἄνθρωπος, οὐκ ἐξ ἑαυ τοῦ, φησὶν ὁ Λόγος, ἀλλ' ἐκ τοῦ ἀγαθοῦ θησαυρού τῆς καρδίας προφέρει τὸ ἀγαθόν, θησαυρὸν λέγων τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ καρδίᾳ τῶν πιστῶν κεκρυμμένον. Ομοία γὰρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος έκρυψε, καὶ ἀπελθὼν ἐπώλησε πάντα, καὶ Αγόρασε τὸν ἀγρὸν ἐκεῖνον. Τοῦτο γὰρ πάνυ τοῖς εἰρημένοις προσφυῶς ἔχει. Ο γὰρ νοήσας ἀκριβῶς, ὅτι ἀπὸ τοῦ βαπτίσματος τὸν Χριστὸν ἐν ἑαυτῷ κε κρυμμένον ἔχει, κατὰ τὸν ᾿Απόστολον, πάντα ῥίψας τὰ τοῦ κόσμου τούτου πράγματα, παραμένει ἐν τῇ ἑαυτοῦ καρδίᾳ, πάσῃ φυλακῇ τηρῶν αὐτὴν, καὶ ζη τῶν τὴν ἔξοδον τῆς ζωῆς κατὰ τὴν παροιμίαν. Διὰ τοῦτο οὐ χρὴ οἴεσθαι δι' ἀγώνων ἐκκόπτειν τὴν τοῦ
col. 1007–1008page 51 of 118
PG 65:1007'Αδάμ ἁμαρτίαν, ἀλλ' οὐδὲ τὰς ἰδίας ἁμαρτίας τὰς μετὰ τὸ βάπτισμα γενομένας, εἰ μὴ διὰ Χριστοῦ. Αὐτὸς γάρ ἐστιν ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. Προσθεὶς δὲ τὸ, ὑπὲρ τῆς εὐδοκίας, δείκνυσιν ὅτι τὸ εὐδοκεῖν ἐν ταῖς ἀρεταῖς ἐφ' ἡμῖν ἐστι. Καὶ τὸ εἰπεῖν δὲ, ότι Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν· καὶ τὸ, Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς, εἰς τὸ αὐτὸ συντείνει νόημα. Τάχα δὲ οὕτω νοητέον καὶ τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἐν 8 γέγονεν· εἴπερ ἐν τοῖς πᾶσιν ἐστι καὶ τὰ ἡμέτερα· καὶ τὸ, Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Διὰ τοῦτο καὶ ὁ προ φήτης οὐκ εἶπεν· Ἀπὸ Ἱερουσαλὴμ ἐπὶ τὸν ναόν σου σοὶ οἴσουσι βασιλεῖς δῶρα, [ τὸ εἰκὸς καὶ γινόμενον,] ἀλλὰ τὸ ἐναντίον, ᾿Απὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλὴμ σοι οίσουσι βασιλεῖς δώρα, διότι ἑκάστου βασιλικώτατος νοῦς ἀπὸ τοῦ κρυπτοῦ τῆς καρδίας ναοῦ πρῶτον λαμβάνει τὰς παλὰς καὶ ἀγαθὰς ὑπου θέσεις ὑπὸ τοῦ ἐνοικοῦντος Χριστοῦ, καὶ ἄγει απο τὰς ἐπὶ τὴν ἐνάρετον πολιτείαν, ἣν Ἱερουσαλήμ ὠνό μασε· καὶ πάλιν αὐτὰς αὐτῷ προσφέρει διὰ τῆς ἀγαθῆς ἐννοίας προσδεδωρημένῳ Χριστῷ. Ταῦτα δὲ εἰρήκαμεν, οὐκ ἀποκλείοντες τὰ μέλλοντα, ἀλλ' ὁμολογοῦντες, ὅτι τὴν δύναμιν τῶν ἐντολῶν εἰλήφα μεν, καὶ τῶν δεσμῶν τοῦ θανάτου ἐλύθημεν. Οφει λέται δέ ἐσμεν τῆς ἐργασίας λοιπόν· καὶ εἰ μὴ ἐρο γασώμεθα τὰς ἐντολὰς τοῦ Θεοῦ, ἡ δεδομένη ἡμῖν χάρις οὐκ ἀποκαλύπτεται. Πῶς γὰρ οἱ ἀποθανόντες ἐν τῇ ἁμαρτίᾳ, τὸ καλὸν ἀφ' ἑαυτῶν ποιεῖν ἠδυνάμεθα, εἰ μὴ αὐτὸς ἡμᾶς ὁ Κύριος διὰ λουτροῦ παν λιγγενεσίας έζωοποίησε, καὶ τὴν χάριν τοῦ Πνεύματ τος ἐδωρήσατο; "Οθεν νοήσομεν, ὅτι τελεία ή χάρις ἡμῖν δεδώρηται τοῦ Πνεύματος, εἰς ἐκπλήρωσιν πα σῶν τῶν ἐντολῶν, προσθήκην τῆς κατὰ Χριστὸν αὐξήσεως παρέχουσα, ἐνδυναμούσα ἕως θανάτου τους ἰδίους ἐργάτας, Μέχρι καταντήσωμεν οι πάντες εἰς τὴν ἐνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέσ τρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, κατά τὴν πατρικὴν ἀκολουθίαν, ἣν προ[σ]ειρήκαμεν. Ερώτησις. Ο οὖν βαπτισθείς, τίνα δέχεται μυστικῶς; Τον Χριστὸν, ἢ τὸ ἅγιον Πνεῦμα; Ποτέ γὰρ εἴρηκας τὸν Χριστὸν ἐνοικεῖν, ποτὲ δὲ τὸ ἅγιον Πνεῦμα. Απόκρισις. Τὸ ἅγιον Πνεῦμα δεχόμεθα διὰ τοῦ βαπτίσματος. Ἐπειδὴ δὲ καὶ Πνεῦμα Θεοῦ λέγεται, καὶ Πνεῦμα Χριστοῦ· τούτου χάριν διὰ τοῦ Πνεύματος τὸν Πα τέρα καὶ τὸν Υἱὸν δεχόμεθα Ερώτησις. Οὐκοῦν τὸ Πνεῦμά ἐστιν ἡ Τριάς; Απόκρισις. Οὕτω μονοπροσώπως οὐ λέγομεν εἶναι τὴν Τριάδα, ν,
col. 1009–1010page 52 of 118
PG 65:1009ἀλλ' ἐπειδὴ οὐ κεχώρισται τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, διὰ τοῦτο ἐν αὐτῷ τὴν Τριάδα ὁμολογοῦμεν κατὰ τὴν αὐτοῦ θεότητα. Ωσπερ γὰρ ἐν τῷ Πατρὶ ἐστιν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, καὶ πάλιν ἐν τῷ Υἱῷ ὁ Πατήρ καὶ τὸ Πνεῦμα· οὕτως ἐν τῷ Πνεύματι ὁ Πατήρ καὶ Υιός ἐστιν, οὐ συγχύσει τῶν τριῶν ὑποστάσεων, ἀλλὰ τῇ ἐνώσει τῆς αὐτῆς μιᾶς βουλῆς καὶ θεότητος. Ωστε καὶ ἡμεῖς, εἴτε τὸν Πατέρα μονομερώς ὀνομάζομεν, εἴτε τὸν Υἱόν, εἴτε τὸ Πνεῦμα, ἐν τῷ ἑνὶ ὀνόματι τὴν Τριάδα ονομάζομεν, κατὰ τὸν νῦν ἦν εἰρήκαμεν λόγον. Ερώτησις. Πῶς ἡ Γραφὴ λέγει ἐπουράνιον εἶναι τὴν Ἱερουσαλὴμ, σὺ δὲ εἴρηκας ἐν τῇ καρδίᾳ αὐτὴν εἶναι; Απόκρισις. Οὐ μόνον τὴν Ἱερουσαλήμ, ἀλλὰ καὶ τὰ λοιπὰ ἀγα θά, ὅσα μέλλουσιν ἐν τῇ ἀναστάσει λαμβάνειν οἱ δί καιοι, οίδαμεν ὅτι ἄνω εἰσί. Τούτων δὲ οἱ ἀῤῥαβῶνες καὶ ἀπαρχαί, ἐν ταῖς καρδίαις τῶν βεβαιοπίστων ἀπὸ τοῦ νῦν πνευματικῶς ἐνεργοῦσιν· ὅπως πληροφορηθέντες περὶ τῶν μελλόντων, τῶν παρόντων ἁπάντων καταφρονήσωμεν, καὶ ἕως θανάτου τὸν Θεὸν ἀγαπήσωμεν. Διὰ ταῦτο, Προσελθεῖν ἔχετε, οὐκ εἶπεν, ἀλλὰ, Προσεληλύθατε Σιών ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ιερουσαλήμ επουρανίω. Δεκτικοὶ γὰρ τούτων ἀπὸ τοῦ βαπτίσματος γεγόναμεν· τυχεῖν δὲ αὐτῶν μόνοι καταξιοῦνται οἱ βεβαιόπιστοι, οἱ διὰ τὴν τοῦ Χρι στοῦ ἀγάπην καθ' ἡμέραν ἀποθνήσκοντες, τοῦτ' ἔστι πᾶσαν ἔννοιαν τῆς ἐνταῦθα ζωῆς ὑπερβαίνοντες. καὶ μηδὲν ἕτερον ἐννοοῦντε; ἢ μόνον, πότε καταντήσωσιν εἰς τελείαν ἀγάπην τοῦ Χριστοῦ, ἥτις ἐστὶν ἐνδότερον ἄνοιγμα τῆς καρδίας, όπου πρόδρομος εἰσῆλθεν η τους. Τοῦτο ζητῶν παρὰ τὰς ἀρχὰς ὁ ἅγιος Παῦλος ἔλεγε· Διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ᾽ ᾧ καὶ κατ ελήφθην (τοῦτ' ἔστιν, ἵνα ἀγαπήσω, ἐφ᾽ ᾧ καὶ ἠγαπή θην) ὑπὸ Χριστοῦ. Μετὰ δὲ τὸ καταλαβεῖν ταύτην τὴν ἀγάπην, οὐκέτι ετερόν τι ἐννοεῖν κατεδέχετο, οὐ τὰ θλιβερά τούτου τοῦ σώματος, οὔτε τὰ θαύματα τῆς κτίσεως, ἀλλὰ πᾶσαν σχεδὸν ἔννοιαν παρῃτεῖτο, μηδὲ πρὸς ὥραν τῆς τοῦ Πνεύματος ἐνεργείας ἀποστερηθῆναι καταδεχόμενος. Εφανεροποίησε δὲ ὅσα διὰ τὴν πνευματικὴν ἀγάπην παρητεῖτο, καί φησι· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ τὰ ἑξῆς· καὶ πάλιν Πέπεισμαι, φησίν, ὅτι οὔτε θάνατος, οὔτε ζωή, καὶ τὰ ἑξῆς· καὶ πάλιν· Οὔτε τις κτίσις ἑτέρα δυ νήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, καθότι οὐδὲν τοῦτο ἐννοεῖν ἡνείχετο, ἢ μόνον ἐκεῖ παρα μένειν. Ερώτησις. Πῶς πρὸ βραχέος εἴρηκας, ὅτι τελείως ἐνοικεῖ ἐν ἡμῖν τὸ Πνεῦμα; Απόκρισις. Απαρχὴν εἶπον, οὐ μέρος τι τοῦ παντὸς, οὐδὲ ὡς τομήν τινα τοῦ Πνεύματος εἰσάγων [οὔτε γὰρ τέμνει το
col. 1011–1012page 53 of 118
PG 65:1011φαίνων, μὴ δυνάμενον χωρῆσαι πᾶσαν τὴν τοῦ Πνεύ ματος ενέργειαν, εἰ μὴ διὰ τῆς τελείας ἐντολῆς, τοῦτ' ἔστι διὰ θανάτου. Εἴπερ καὶ ὁ ὑπὲρ ἀληθείας Χρι στοῦ θάνατος ἐντολὴ Θεοῦ ἐστιν. Ωσπερ οὖν ὁ ἥλιος ὧν τέλειος, τελείαν καὶ ἁπλῆν καὶ ἴσην ἅπασι τὴν ἑαυτοῦ χάριν ἐπιβάλλει, λοιπὸν δὲ ἕκαστος καθόσον ἔχει τὸ ὄμμα κεκαθαρμένον, κατ' αὐτὸν καὶ εἰς λαῖ και του εἰσδέχεται φῶς· οὕτω καὶ τὸ ἅγιον Πνεῦμα, τα σῶν μὲν ἐνεργειῶν καὶ δωρεῶν τοὺς πιστεύοντας αὐτῷ δεκτικοὺς ἀπὸ τοῦ βαπτίσματος ἐποίησε. Λοι πὸν δὲ οὐ πᾶσιν ὁμοτίμως τὰς δωρεάς ενεργειν, αλλ ἑκάστῳ πρὸς ἀξίαν, κατὰ ἀναλογίαν τῆς ἐργασίας τῶν ἐντολῶν, ὅσον μαρτυρῆσαι τοῖς ἀγαθοῖς ἔργοις καὶ φανεροποιῆσαι τὸ μέτρον τῆς εἰς Χριστὸν πό ται, οὔτε ἀλλοιοῦται], ἀλλὰ τὸ ἡμῶν χωρητικὸν ἐμ στεως. Δεδ, φησὶν, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κράζον· Ἀββᾶ, ὁ Πατήρ καὶ, Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμεν τέκνα Θεοῦ. Ὅτι δὲ οὐδεὶς ἑαυτῷ ἐκκόπτει τὴν τοῦ 'Αδάμ ἁμαρτίαν, ἀλλ' ὁ Χριστὸς μόνος κατὰ ἀναλογίαν τῆς εἰς αὐτὸν πίστεως, ἄκουε τοῦ ᾿Αποστόλου λέγοντος, ἔτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφάς· καὶ πάλιν· Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτω τῶν ἡμῶν ὄντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθαν και, Συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος, ἵνα, ὥσπερ ηγέρθη Χριστὸς ἐκ νεκρῶν, οὕτω καὶ ἡμεῖς ἓν καινότητι ζωῆς περιπατήσωμεν, καὶ τὰ ἑξῆς και, ὅτι ῾Ο ἀποθανών δεδικαίωται ὑπὸ τῆς ἁμαρ τίας· καὶ, ὅτι Χάριτι ἐστε σεσωσμένοι διὰ τῆς πιο στεως, καὶ οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται καὶ πάλιν· Ητε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ως τέκνα φωτός περιπατεῖτε· καὶ πάλιν Ἡμεῖς δὲ οὐκ ἐσμεν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας. Τῇ ἐλευθερία οὖν, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε στήκετε· καὶ πάλιν· ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν. Βλέπεις πῶς δι' ὧν σὺ λέγεις ἀγῶνα ἐκκόπτειν τὴν ἁμαρτίαν, ταῦτα καινότητος, καὶ ἐλευ θερίας, καὶ φωτὸς ἔργα λέγει ἡ Γραφή; Φανεροί δὲ καὶ αὐτεξουσίου παρατροπάς, ἃς σὺ λέγεις εἶναι τὴν τοῦ ᾿Αδάμ ἁμαρτίαν. Τὸ γὰρ, ὡς ἐπικάλυμμα τῆς κακίας ἔχειν τὴν ἐλευθερίαν· καὶ. Λυπεῖν τὸ Πνεῦμα τὸ ἅγιον καὶ, Ποιεῖν τὸ θέλημα τῆς σαρ κὸς καὶ τῶν διανοιῶν καὶ τὸν Διαρξαμένους πνεύ ματι, νῦν σαρκὶ ἐπιτελεῖσθαι· καὶ, ὅτι Οφειλέται ἐσμὲν, οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῆν, ταῦτα καὶ τοιαῦτα εἰδυία ἡ Γραφή, ὅτι ποιεῖν αὐτὰ ἢ μὴ ποιεῖν ἐφ' ἡμῖν ἐστι, διὰ τοῦτο οὐχὶ Σατανᾶν, οὐδὲ τοῦ Ἀδὰμ ἁμαρτίαν, ἀλλ' ἡμᾶς μέμφεται. Εἰ δὲ βού λει νουνεχῶς ἀκοῦσαι, εἴπω σοι τῶν πάντων κεφαλαιωδέστερον. Σὺ τοὺς λογισμούς μετασχηματικούς λέγεις εἶναι τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν· καὶ ἰδοὺ ὁ μακάριος Παῦλος φανερῶς καὶ ἀριδήλως περὶ τῆς κακονοίας ταύτης, ὡς αἰτίοις ἡμῖν ἐγκαλεί, λέγων ν. και μ'. εἰς λαϊκών.
col. 1013–1014page 54 of 118
PG 65:1013Μὴ σχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακοινώσει τοῦ νοὸς ὑμῶν. Εἰ δὲ ταῦτα οὐκ ἔστι τοῦ ἡμετέρου θελήματος, ἀλλὰ τῆς τοῦ Σατανᾶ τυραννίδος, καὶ ἐγκατάλειμμα τῆς τοῦ Αδάμ ἁμαρτίας, διὰ τί ἡμεῖς ὑπὸ τῆς Γραφῆς ἐγκα λούμεθα, οἱ ἀκουσίως ὑπὸ τῆς ἁμαρτίας ἐνεργούμενοι, καὶ ὑπὸ τοῦ Σατανᾶ τυραννούμενοι; 'Αρα καὶ αναιτίως μέλλομεν κολάζεσθαι; Η τάχα καὶ ἄδικος ὁ Θεός, τὰ ὑπὲρ φύσιν προστάξας, καὶ παρὰ φύσιν ζη τῶν ἡμῖν τὰ ὑπὲρ δύναμιν; Αλλ' οὐκ ἔστι τοῦτο· μὴ γένοιτο! Ἐπεὶ ἐγώ σε ερωτήσω, καὶ δός μοι ἀπόκρισιν. Όσην ἔχει ἡ φύσις ἡμῶν εὐσεβείας δύναμιν, ταύτ την καθ' ἡμέραν κεχρεωστήκαμεν τῷ Θεῷ προσφέρειν ἢ οὐ; Πάντως ἐρεῖς μοι, ὅτι Ναί, ἐπειδὴ ὁ Θεὸς τοῦτο φύσει κεχάρισται, καὶ κατὰ δύναμιν τὰς ἐν τολὰς ἔθετο. Οὐκοῦν εἰ ε σήμερον αὐτῷ προσφέρομεν ἀγαθόν, σημερινόν ἐστι χρέος, δεῖξόν μοι λοιπὸν τῆς παλαιᾶς ἁμαρτίας ἀνταπόδομα, ήτοι τῆς σῆς, ἤτοι τῆς ᾿Αδάμ. Εγώ δέ σοι λέγω, ὅτι οὐ μόνον τοῦτο οὐκ ἔχεις δεῖξαι, ἀλλ' οὐδὲ τὸ καθ' ἡμέραν ἀνελλιπῶς ἀποδοῦναι. Καὶ πόθεν δῆλον τοῦτο; Ἐκ τοῦ μὴ πάν τοτε ἐν ταῖς αὐταῖς ἀρεταῖς εὐρίσκεσθαι. Ὅσον γὰρ ἂν σήμερον προσθείης τῇ ἀρετῇ, τοσοῦτον ἐλέγχθης χρεώστης εἶναι τῆς παρελθούσης, φανεροποιήσας τὴν τῆς φύσεως δύναμιν. Εδείχθη γὰρ διὰ τῆς σήμερον προσθήκης, ὅτι οὐ φύσεως, ἀλλὰ θελήματος πρόσθεσίς ἐστιν ἡ ἔλλειψις, καὶ διὰ τοῦτο ὑπὸ τῆς ἁμαρ τίας ἀναιρούμεθα. Ερώτησις. Δεδόσθω ταῦτα οὕτω ἔχειν· ὅμως ἓν οἶδα, ὅτι, εἰ μὴ ὁ Ἀδὰμ παρέβη, ἐγὼ τῆς τοῦ κακοῦ προσβολῆς πεῖραν οὐκ ἐλάμβανον. Απόκρισις. Οὐδὲ τοῦτο ὀρθῶς εἴρηκας· τὸ γὰρ τῆς τοῦ κακοῦ προσβολῆς ἄπειρον εἶναι, ἀτρέπτου φύσεως ἐστιν, οὐχὶ δὲ τῆς ἀνθρωπίνης· ἡμεῖς γὰρ καὶ ὁ ᾿Αδὰμ μιᾶς φύσεώ; ἐσμεν. Εδει κἀκεῖνον καθ' ἡμᾶς εἶναι, καὶ ἡμᾶς κατ' ἐκεῖνον. Οὐκοῦν πειθέτω σε αὐτὸς ἐκεῖνος ὁ πρῶτος ἄνθρωπος, ὅτι οὔτε ἄτρεπτος ἦν, οὔτε μονομερώς κακότρεπτος, καὶ οὐκ ἀνάγκῃ φύσεως παρέβη τὴν ἐντολὴν, ἀλλ᾽ εὐδοκίᾳ θελήματος. Ωσπερ ἐκεῖνος δεκτικὸς μὲν ἦν τῆς τοῦ Σατανᾶ προσβολής ὑπακοῦσαι, εἶχε δὲ τὴν ἐξουσίαν, οὕτω καὶ ἡμεῖς. Ερώτησις. Τάχα νῦν ἀνέχομαι σου, ὅτι τὴν προσβολὴν τοῦ Σατανᾶ οὐκ ἀναιρεῖς. Απόκρισις. Ἐγὼ μὲν οὐδὲ ἐν τοῖς προειρημένοις ἀνεῖλον πώποτε. Οίδα γὰρ καὶ τὸν Ἰὼβ πειρασθέντα ὑπὸ τοῦ διαβόλου, καὶ τὴν Γραφὴν λέγουσαν, ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πόλη προς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπου ρανίοις· καὶ πάλιν, Ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ' ὑμῶν· καὶ ἐν ἑτέρῳ, Ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ωρυόμενος περιπατεί,
col. 1015–1016page 55 of 118
PG 65:1015ζητών τίνα καταπίῃ. Αλλ' ἐπειδὴ ἡμεῖς τους που νηρούς λογισμούς, οὐχ ἡμῶν, ἀλλ᾽ ἑτέρων τινῶν εἶναι νομίζομεν, ποτὲ μὲν λέγοντες αὐτοὺς εἶναι τοῦ Αδάμ ἁμαρτίαν, ποτὲ δὲ αὐτὸν τὸν Σατανά, ποτέ δὲ τὴν τοῦ Σατανά προσβολήν, τούτου χάριν λέγο μεν, ὅτι ἄλλο τί ἐστιν ἡ τοῦ Ἀδὰμ ἁμαρτία, καὶ ἄλλο ὁ Σατανᾶς, καὶ ἄλλο ἡ τοῦ Σατανά προσβολή, καὶ ἕτερον οἱ πονηροὶ ἡμῶν λογισμοί, κἂν ἐκ προσβολής τὰς ἀφορμὰς ἔχωσι. Σατανᾶς μὲν γὰρ ἐστιν αὐτὴ ἡ τοῦ διαβόλου ὑπόστασις, ἡ καὶ τὸν Κύριον πειράζειν επιχειρήσασα· ἁμαρτία δὲ τοῦ πρώτου Αδάμ, ἐστὶν ἡ τῆς ἐντολῆς παράβασις τοῦ πρώτου ἀνθρώπου προσβολὴ δὲ τοῦ Σατανᾶ, ἐστὶ μονολόγιστος εμφάνεια πράγματος πονηρού, ἥτις ἑαυτῷ προσεγγίσαι τῷ νῷ ἡμῶν δι' ὀλιγοπιστίας εὑρίσκει. Ἐντολὴν γὰρ ἡμῶν λαβόντων τοῦ μηδὲν μεριμνᾶν, ἀλλὰ πάσῃ φυλακή τηρεῖν τὴν ἑαυτοῦ καρδίαν, καὶ ζητεῖν ἐντὸς ἡμῶν οὖσαν τὴν βασιλείαν τῶν οὐρανῶν, ὅταν ἀποστῇ ὁ νοῦς τῆς καρδίας καὶ τῆς προειρημένης ζητήσεως, εὐθέως δίδωσι τόπον τῇ τοῦ διαβόλου προσβολῇ καὶ γίνεται δεκτικὸς τῆς πονηρᾶς ὑποθέσεως. Ἀλλ᾿ οὐδὲ τότε κινεῖν ὁ διάβολος τοὺς λογισμοὺς ἡμῶν κατ' ἐξου σίαν ἔχει, ἐπεὶ οὐκ ἂν ἡμῶν ἐφείσατο, πᾶσαν και χήν ἔννοιαν ἀναγκαστικῶς ἐπιφέρων, καὶ μηδὲν ἀγαθὸν ἐννοεῖν συγχωρῶν· ἐξουσίαν δὲ μόνον ἔχει μονολογίστως ἐν πρωτονοία ὑποδεικνύειν τὰ πονηρὰ δόγματα τοῦ πειράζειν ἡμῶν τὸ ἐνδιάθετον, τοῦ ῥέω πειν πρὸς τὴν ἐκείνου ὑπόθεσιν, ἢ πρὸς τὴν ἐντολὴν τοῦ Θεοῦ· ἐπειδὴ ταῦτα ἀλλήλοις ἀντίκεινται· ὅθεν ἡμεῖς, ἐφ᾽ οἷς μὲν ἀγαπῶμεν, εὐθέως πρὸς τὸ ὑπό δειγμα ἀνακινούμεν τοὺς λογισμούς, καὶ ἐμπαθῶς προσομιλούμεν κατὰ διάνοιαν τῷ ὑποβληθέντι πρά γματι· ἐφ᾽ οἷς δὲ μισοῦμεν, συγχρονίζειν οὐ δυνά μεθα, ἀλλὰ καὶ αὐτὴν μισοῦμεν τὴν προσβολήν. Η δὲ μισουμένη παραμένει γίνεται γὰρ], πλὴν οὐκ ἐκ διαθέσεως προστάτου, ἀλλ' ἐκ παλαιᾶς προσ]λήψεω; ὠχύρωται· διὸ καὶ ἀπρόσκοπ[τ]ος ἴσταται ἐν τῷ τόπῳ καὶ μονολόγιστος, ὑπὸ τῆς καρδιακῆς ἀηδείας εἰς πολύνοιαν καὶ πάθος προσβήναι κωλυομένη· οὐ γὰρ ἔχει φύσιν ἡ μονοπρόσωπος ἐμφάνεια μισουμένη. παρὰ τοῦ προσέχοντος ἑαυτὸν, βίᾳ κατασύραι τὸν νοῦν εἰς τὸ τῆς πολυνοίας πάθος, εἰ μὴ διὰ ἡδυπαθείας καρδιακής μόνης. Ωστε ἡμεῖς τῆς ἡδυπαθείας εἰ παντελῶς ἀποστῶμεν, οὐδὲ τῶν προ[σ]λήψεων μονολόγιστος ἐμφάνεια βλάψαι ἡμᾶς ἔτι δύναται, καὶ τὴν συνείδησιν πρὸς ἀσφάλειαν τῶν μελλόντων κατακρίνειν. Ἐπιγνόντος γὰρ τοῦ νοὸς τὴν ἀργὴν τῆς προ[σ] λήψεως ἔνστασιν, καὶ ἐξομολογουμένου τῷ Θεῷ τὴν παλαιὰν αἰτίαν, εὐθέως ἀναιρεῖται καὶ οὗτος ὁ πει ρασμός. Καὶ πάλιν ὁ νοῦς ἐξουσίαν ἔχει προσέχειν τῇ καρδίᾳ, καὶ πάσῃ φυλακῇ τηρεῖν αὐτὴν, εἰς τὰ ἐνα δότερα αὐτῆς ἀνενόχλητα ταμεία εἰσελθεῖν πειρώμενος, ἔνθα οὐκ εἰσὶ πονηρών λογισμῶν ἄνεμοι, βιαίως ὠθοῦντες καὶ ψυχὴν καὶ σῶμα ἐπὶ τοὺς κρημνούς τῆς ἡδυπε θείας, καὶ εἰς φρέατα ασφάλτου καταβάλλοντες· οὔτε πλατεῖα τις καὶ εὐρύχωρος ὁδός, βήμασί τε καὶ σχή μασι κοσμικῆς σοφίας κατατετρωμένη, καὶ δελεάζουσα τοὺς ἐπομένους αὐτῇ, καν λίαν φρόνιμοι τυγχάνουσι. Τὰ δὲ καθαρὰ τῆς ψυχῆς ἐνδότερα ταμεία, καὶ
col. 1017–1018page 56 of 118
PG 65:1017ὁ οἶκος τοῦ Χριστοῦ γυμνὸν οὐκ εἰσδέχονται μηδὲν ἐπιφερόμενον τοῦ αἰῶνος τούτου, μὴ εύλογον, μὴ ἄλογον, εἰ μὴ τὰ τρία ταῦτα, ἃ εἶπεν ὁ ᾿Απόστολος, πίστιν, ἐλπίδα, ἀγάπην. Δύναται οὖν τις φιλαλήθης ὢν καὶ καρδιοπονείν βουλόμενος, μηδὲ ὑπὸ τῶν προ λήψεων ἐξωσθῆναι κατὰ τὴν ἀκολουθίαν ἣν προειρή και μὲν ἀλλὰ προσέχειν τῇ καρδίᾳ, καὶ προκόπτειν ; εἰς τὸ ἐνδότερον, καὶ ἐγγίζειν τῷ Θεῷ μόνον, ἵνα ἐπὶ τῆς προσοχῆς καὶ παραμονῆς πόνοις μὴ ἀηδίζηται. Οὐ δύναται γὰρ μὴ καρδιοπονεῖν ὁ προσεκτικὸς τῶν λογιστικών μετεωρισμῶν καὶ σαρκικῶν ἡδονῶν, ἐαυ τὴν καθ' ἡμέραν, οὐκ ἔξωθεν μόνον, ἀλλὰ καὶ ἔνδο δεν περιγράφων· ἐν οἷς πολλάκις καὶ ἔννοια καὶ πρᾶξις ανεστράφη. "Οθεν, τὴν μὲν μονολόγιστον προσβολήν, ἀναγκαστικήν οίδαμεν, διὰ τὸ καὶ μισουμένην παραμένειν· τὴν δὲ τῶν ἐπαγομένων λογι σμῶν ὁμιλίαν, προαιρετικήν. Εδειξαν δὲ τοῦτο καὶ οἱ μὴ ἁμαρτήσαντες ἐν τῷ ὁμοιώματι τῆς παρα βάσεως Αδάμ, τὴν μὲν προσβολὴν κωλῦσαι μὴ δυ νηθέντες, τὴν δὲ πρὸς αὐτὴν ὁμιλίαν καὶ προσπάθειαν, καθόλου παραιτησάμενοι. Ερώτησις, Εἰ τὴν τοῦ ᾿Αδάμ παράβασιν κατὰ ἀνάγκην οὐ παρεδεξάμεθα; "Ο ἐστιν ἡ λογιστικὴ ἡμῶν ἁμαρτία. Απόκρισις. Οὐκ ἔστι τοῦ Ἀδὰμ παράβασις, ἀλλ' ἔλεγχος της ἑκάστου ἡδυπαθείας. Αλλ' οὐδὲ τὴν παράβασιν διεδεξάμεθα. Ἐπεὶ κατὰ τὴν διαδοχήν, ἀνάγκῃ ἔδει πάν τις παραβάτας εἶναι, καὶ μὴ ἐγκαλεῖσθαι ὑπὸ Θεοῦ, κατὰ ἀνάγκην φυσικής διαδοχῆς παραβαίνοντας. Νῦν δὲ οὐχ οὕτως· οὐδὲ γὰρ πάντες παραβαίνομεν τὴν ἐντολὴν, οὐδὲ πάντες φυλάττομεν. "Οθεν δῆλον, ὅτι οὐ κατὰ ἀνάγκην ἐστὶν, ἀλλ' ἡδυπάθεια ἡ παράβασις. Εἰ δὲ λέγεις διὰ ταύτην ἐληλυθέναι τὸν Κύριον διά τί ταύτην οὐκ ἀνήρει ἐν τῷ βαπτίσματι, ἀλλ᾽ ἔτι καὶ νῦν ἕκαστος ἐξουσίαν ἔχει παραβῆναι, ἢ μὴ παρα Εῆναι; Οὐκοῦν τὴν παράβασιν προαιρετικήν ούσαν, καθὼς ἀποδέδεικται, οὐδεὶς ἐξ ἀνάγκης διεδέξατο τὸν δὲ ἐκ ταύτης θάνατον ἀναγκαστικὸν ὄντα διεδεξάμεθα· ὅς ἐστι Θεοῦ ἀλλοτρίωσις. Αποθανόντος η γὰρ τοῦ πρώτου ἀνθρώπου, τοῦτ' ἔστιν ἀλλοτριωθέν τος ἀπὸ τοῦ Θεοῦ, οὔτε ἡμεῖς ζῆν ἐν Θεῷ ἡδυνάμεθα διὰ ἦλθεν ὁ Κύριος, ἵνα ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας ζωοποιήσῃ, καὶ καταλλάξῃ τῷ Θεῷ, δ καὶ περ ποίηκεν. Οὐκοῦν οὐ τὴν παράβασιν διεδεξάμεθα, ἐπειδὴ κἀκεῖνον ἐξ ἀνάγκης ἐκράτησεν, ὅς ἐβασίλευε καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως 'Αδάμ. Ερώτησις. Δεδόσθω ὅτι τὴν παράβασιν θελήματι ἔσχεν ὁ Αδάμ, καὶ διὰ τοῦτο ὁμοφυεῖς ὄντες καὶ ἡμεῖς θέσ λήματι ἐκπίπτομεν· μὴ καὶ τὴν προσβολήν θελήματι ἔσχεν;
col. 1019–1020page 57 of 118
PG 65:1019Απόκρισις. Ναὶ τὴν προσβολὴν κατὰ ἀνάγκην ἔσχεν. Αλλ' ή προσβολή οὔτε ἁμαρτία ἐστὶν, οὔτε δικαιοσύνη, ἀλλ' ἔλεγχος τοῦ αὐτεξουσίου ἡμῶν θελήματος. Διὸ καὶ προσβάλλειν ἡμῖν παρεχωρήθη, ἵνα τοὺς μὲν ἐπὶ τὴν ἐντολὴν ῥέποντας στεφανίτας, ἀποδείξῃ ὡς πιστούς τοὺς δὲ ἐπὶ τὴν ἡδονὴν κατεγνωσμένους, ὡς ἀπί στους. Καὶ τοῦτο δὲ εἰδέναι ἡμᾶς χρή, ὅτι οὐ καθ' ἑκάστην ἡμῶν τροπὴν εὐθέως δόκιμοι ἡ ἀδόκιμοι κρινόμεθα· ἀλλ᾽ ὅταν ὅλην ἡμῶν τὴν ἐν σαρκὶ ζωὴν διὰ τῶν προσβολών δοκιμασθῶμεν, νικώντες, νικών μενοι· πίπτοντες, εγειρόμενοι· πλανώμενοι, εὐοδούμενοι· τότε ἐν ἡμέρᾳ ἐξόδου πάντων συμψηφισθέν των, κατὰ ἀναλογίαν κρινόμεθα. Οὔτε οὖν ἡ προσ βολή ἐστιν ἁμαρτία. Μη γένοιτο! Εἰ γὰρ καὶ ἐξ ἀνάγκης μονολογίστως δεικνύει τὰ πράγματα, ἀλλ᾽ ἡμεῖς ἐν Κυρίῳ ἐλάβομεν ἐξουσίαν πνευματικῆς ἐρω γασίας, καὶ ἐφ' ἡμῖν ἐστιν ἀπὸ πρώτης εννοίας δοκι μάζειν τὸ βλαβερὸν καὶ τὸ ὠφέλιμον, καὶ ἀποβάλλειν ἢ προσδέχεσθαι τοὺς λογισμούς, οὐκ ἐξ ἀνάγκης, ἀλλ᾽ ἐκ διαθέσεως πληθυνομένους. Θῶμεν δὲ κατὰ σὲ, ὅτι καὶ οὗτοι κατὰ ἀνάγκην καὶ διαδοχὴν ἀναφύονται ο διὰ τί ἡμᾶς ἡ θεία Γραφή κατακρίνει ἐπὶ τοῖς πονη ροῖς λογισμοῖς; ἢ πῶς δυνάμεθα ἀποκλεῖσαι τοὺς ἐξ ἀνάγκης καὶ διαδοχῆς ἡμῖν ἐνοχλοῦντας; Εἰ δέ μοι λέγεις - Δυνάμεθα διὰ τῆς χάριτος ἧς ειλήφαμεν ἀπὸ τοῦ βαπτίσματος, κατὰ τὰς Γραφάς· γνώθι ότι καὶ οὕτως ἡμεῖς ἐσμεν αἴτιοι, ἔχοντες παρὰ Θεοῦ δύναμιν ἀποκλείειν αὐτοὺς ἀπὸ πρώτης εννοίας καὶ ἀναδόσεως. Εἴ τις δὲ ἄλλον τινὰ ἴστησιν αἴτιον τῶν ἑαυτοῦ κακῶν, οὐ μόνον ἀδεῶς ἐξαμαρτάνει, ἀλλὰ καὶ βλασφημεῖ κατὰ τοῦ Θεοῦ, ὡς ἀναιτίως τοὺς ἀνθρώπους παραχωρούντος πολεμεῖσθαι. Ερώτησις. Διὰ τί οὖν ἐγὼ βεβαπτισμένος, καὶ τὸν Θεὸν παρε καλῶ, καὶ τὴν χάριν αὐτοῦ ἐπικαλούμαι, καὶ ὅλο θελήματι βούλομαι ῥυσθῆναι καὶ ἀπαλλαγῆναι τῶν πονηρῶν λογισμῶν, καὶ οὐ δύναμαι; "Η δῆλον, ὅτι ἡ τοῦ 'Αδάμ παράβασις ταύτην ἡμῖν τὴν ἀπαραίτητον κληρονομίαν κατέλιπεν; Απόκρισις. Εδει μὲν ἡμᾶς λογικοὺς ὄντας, εἰδέναι τί ἀκούο μεν. Ἐπεὶ δὲ ὑπὸ φιληδονίας καὶ κενοδοξίας σκοτι σθεῖσα ἡ ψυχὴ εἰς τὸν βυθὸν τῆς ἀγνοίας καταπέπτωκεν, οὐκέτι οὔτε Γραφικῆς ἐντολῆς ἀκούει, ούτε φυσικῆς ἀκολουθίας, οὔτε ἐμπείρων ἐπιστασίας· ἡ μόνον ταῖς ἐννοίαις ἀκολουθεῖν. Τίς γὰρ πιστεύων τῇ θείᾳ Γραφῇ, καὶ ποιῶν τὰς ἐντολὰς τοῦ Κυρίου, οὐχ εὑρίσκει κατὰ ἀναλογίαν τὴν ὑπόλειψιν των 200 σμῶν, καὶ πληροφορεῖται, ὅτι οὐ κατ' ἐξουσίαν κρατ τοῦσιν, ἀλλὰ κατὰ τὴν ὀλιγοπιστίαν ἡμῶν καὶ ἔλλειψιν τῶν ἐντολῶν; Διὸ οὐ πάντες τῇ καταστάσει ίσοι ἐσμὲν, οὔτε ταῖς αὐταῖς ἐννοίαις ἐλαυνόμεθα, ἐπειδή προαιρετικαί εἰσιν αἱ τῶν λογισμῶν αἰτίαι. Βἰ γὰρ ἦσαν ἀναγκαστικαὶ ἐκ τοῦ 'Αδάμ, πάντες ἂν ὁμοίως ἐνεργούμεθα, καὶ ἀπαραιτήτως ἐκρατούμεθα· καὶ ούτε Γραφικής νουθεσία; ἐδεόμεθα, φύσεως κατά
col. 1021–1022page 58 of 118
PG 65:1021διαδοχὴν κρατούσης, καὶ οὐ φιληδόνου θελήματος. Νῦν δὲ οὐχ οὕτως ἐστίν. Μὴ γένοιτο! Ἰδοὺ γὰρ ἐρῶμεν, ὅτι οὐ πάντες ὁμοίως ενεργούμεθα, οὐδὲ ἐν τοῖς αὐτοῖς καιροῖς, οὔτε ἐπὶ τοῖς αὐτοῖς πράγμασιν ἀλλ᾽ ἕκαστος καθ᾿ ἂν ἐπίστευσε τῷ Κυρίῳ, περὶ τῶν μελλόντων ἀγαθῶν, ἀνθρωπίνης δόξης, καὶ ἡδυ παθείας καταφρονήσας, τοσοῦτον καὶ τοὺς λογι σμοὺς ἀπέκλεισε, καὶ τοῦ ἡδυπαθοῦντας ἡσυχέστερος τυγχάνει. Διὰ τοῦτο ἕτερος ἑτέρου καὶ τῇ ἐννοίᾳ καὶ τῷ βίῳ διενηνόχαμεν. Ἐπειδὴ οὖν καὶ τοῦτο σοφι ζόμεθα τῇ ἀληθείᾳ, καὶ ζητοῦμεν οὐκ ἐκ πίστεως Ἰησοῦ, τοῦτ' ἔστιν οὐ δι' ἐργασίας τῶν ἐντολῶν αὐτ τοῦ, οὔτε δι᾽ εὐτελείας καὶ ταπεινοφροσύνης καρδιο πονοῦντες σβέσαι τοὺς λογισμούς, ἀλλὰ μετὰ τῆς κρυπτῆς ἡδυπαθείας, κενοδοξίας, λέγω, καὶ ἀνθρωπο αρεσκείας, οιήσεως καὶ φαντασμοῦ νίκης καὶ επάρσεως, καὶ ἑτέρων τοιούτων, ὧν αἱ μὲν ἀποτυχίαι τοὺς ἐπιθυμητικούς πληθύνουσι λογισμούς, τούτου χάριν οὐ δυνάμεθα. Τί οὖν τὰς αἰτίας κρα τοῦντες πειρώμεθα ἀποβάλλειν ἀδίκως τὰς προσ φυεῖς αὐτῶν ἐνεργείας; Εἰ δὲ ψευδῆς ὁ λόγος, καὶ χωρὶς ἡμετέρας αἰτίας ὑπὸ τῶν λογισμῶν ἐνεργούμεθα, ἀκριβῶς ἐπισκεψώμεθα ὡς Θεῷ ἐξομολογούμενοι. Τίς οὐκ οἶδεν, ὅτι καὶ ἔργῳ, καὶ λόγῳ, καὶ δια νοία τα προειρημένα πάθη ἐπισπώμεθα καθ' ἡμέραν καὶ τοὺς μὲν συνεργοῦντας ἀγαπῶμεν, ὡς εὐεργέτας τοὺς δὲ ἐμποδίζοντας, ὡς ἐχθροὺς ἀποστρεφόμεθα;? Εἰ δὲ οὕτω τὰ προειρημένα πάθη ἀγαπῶμεν, ὡς καὶ προφανῶς αὐτὰ διεκδικεῖν, πῶς τὴν μονολόγιστον αὐτῶν προσβολὴν μισήσομεν Τῆς πρωτονοίας δὲ παραδεχθείσης, πῶς οἱ ταύτης απηρτισμένοι λογι σμοὶ μὴ ἀκολουθήσωσιν; Ερώτησις. Εἰ καὶ ταῦτα θῶμεν οὕτως ἔχειν· οὕτως ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος ἐπηγγείλατο ποιῆσαι τὴν ἐκε δίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας. Απόκρισις. Ο μὲν Κύριος οὐ πρὸς τοὺς ἐγκειμένους ταῖς ἡδυ παθείαις θελήματι τὴν παραβολὴν λέγει, ἀλλὰ τοῖς ὑπὸ μόνων τῶν προσλήψεων πολεμουμένοις. Διὸ τοὺς μὲν ὑπὸ ἐχθρῶν ἀδικουμένους ἐκδικήσειν ἐπηγγεί. λατο, ἐκείνοις δὲ ὡς τὴν βοηθοῦσαν ἐντολὴν ἀποθεμένοις ἐγκαλεῖ, λέγων· Τί με καλεῖτε, Κύριε, η Κύριε, καὶ οὐ ποιεῖτε ο λέγω; Ούς καὶ παρεικάζει ἀνδρὶ μω ῷ ἐπὶ ψάμμου τῶν ἰδίων θελημάτων οἰκοδομοῦντι τὴν οἰκίαν αὐτοῦ. Μὴ οὖν ἀστηρίκτῳ νῷ καὶ ἀλόγῳ βουλῇ πάσαις ταῖς ἑαυτοῦ ὑπονοίαις ὡς ἀληθιναῖς ἐπερείδον, ποτὲ μὲν λέγων, ότι Εγώ βεβάπτισμαι, καὶ τὸν Θεὸν παρακαλῶ, καὶ τὴν χάριν αὐτοῦ ἐπισπῶμαι, ὅλῳ θελήματι βουλόμενος βυσθῆ καὶ τῶν πονηρῶν λογισμῶν, καὶ οὐ δύναμαι, ὡς ἀναι τίως ὑπὸ τῶν λογισμών κρατούμενος· ποτὲ δὲ πάλιν τὴν ἐκδίκησιν περιμένων τοῦ Κυρίου, ἣν ποιῆσαι ἐν τοῖς Εὐαγγελίοις κατηγγείλαμεν, πανταχοῦ σεαυτὸν ἀναίτιον ἱστῶν· ὅπερ μεγάλης ἐστὶ βλασφημίας. Όμως ἐρωτήσω σε κἀγὼ τῆς οἰήσεως νόημα, καὶ δός μοι ἀπόκρισιν. Οίδα δὲ, ὅτι ἀπὸ τῆς ἀληθείας
col. 1023–1024page 59 of 118
PG 65:1023σφιγγόμενος, ἢ μείζονος ἐπάρσεως βήματα λαλήσεις, ἢ τὴν σεαυτοῦ αἰτίαν ὁμολογήσεις. Ερώτησις. Διὰ τί ὁ Κύριος εἰπὼν, Εν τάχει ποιήσει την ἐκδίκησιν, οὐ ποιεῖ ἐν τάχει, ἀλλὰ βραδύνει, καὶ ἀφίησί σε ἐν τοῖς πονηροῖς λυγισμοῖς, καίτοι όλο καρδίως καὶ ἀνενδοιάστως ευχόμενον, καθὼς εἶ ρηκας; Απόκρισις. *Ο δὲ εἶπεν, ἐγὼ λογίζομαι, ὅτι δι' οὐδὲν ἕτερον βραδύνει, ἢ διὰ τὴν ἐμὴν ὑπομονήν· ὅσον γὰρ ἄν τις υπομείνῃ πολεμούμενος, τοσοῦτον καὶ δοξασθήσεται. Ἐγὼ μὲν ἐδόκουν μόνης της περιεχούσης σε οιήσεως προσενέγκαι ἀπόκρισιν· σὺ δὲ καὶ βλασφημίαν προσέθηκας. Ἵνα γὰρ σεαυτοῦ ψευδώνυμον ὑπομονὴν ἐπιγράψῃς, ἔστησας τὸν Θεὸν ἐπὶ τοῦ ἰδίου λόγου ψευδόμενον· καὶ τοὺς πονηρούς λογισμούς, οὐκέτι κατὰ τὴν θείαν Γραφήν, πονηρίας, καὶ ἡδυ παθείας, καὶ πάσης αμαρτίας παρεκτικούς, ἐκ τῆς καρδίας ἐκπορευομένους, κατὰ τὸν λόγον τοῦ Κυρίου, καὶ κοινοῦντας τὸν ἄνθρωπον, ἀλλ' ὑπομονῶν αἰτίους. Ἐγὼ δὲ οὐδέποτε τοὺς τοῖς πονηροῖς λογισμοῖς συν εχομένους, ὑπὸ τῆς θείας Γραφῆς ἐπαινουμένους εὖ ρηκα, οὔτε ἐν τῇ Παλαιᾷ, οὔτε ἐν τῇ Καινῇ Δια θήκῃ, ἀλλὰ μᾶλλον ὡς αἰτίους καὶ κατακρινομένους ὁ Θεὸς γὰρ, ὥσπερ τους πονηρούς λογισμούς μισεί, οὕτω καὶ τὴν γεννώσαν αὐτοὺς καρδίαν. Διὸ οἱ ἔχον τες αὐτοὺς, πενθεῖν ὀφείλομεν ὡς φιλαμαρτήμονες. καὶ μὴ φυσιοῦσθαι ὡς πολεμοῦντες ἀλλοτρίοις και κοῖς. Γνῶθι οὖν, ὦ ἄνθρωπε, ὅτι ὁ Κύριος ἐφορᾷ τὰς πάντων καρδίας, καὶ τοὺς μὲν μισοῦντας τῶν πονη ρῶν ἐνθυμημάτων την πρωτόνοιαν παραχρῆμα έχε δικεῖ, καθὼς ἐπηγγείλατο, καὶ οὐκ ἐπαφίησι τὸν εσμὸν τῆς πολυνοίας ἐπαναστάντα μολῦναι αὐτῶν τὸν νοῦν καὶ τὴν συνείδησιν· τοὺς δὲ τὰς πρώτας ἀναδόσεις μὴ διὰ πίστεως καὶ ἐλπίδος καταβάλλοντας, ἀλλ' ἐκ τοῦ καταμανθάνειν δῆθεν καὶ δοκιμάζειν προσηδυπαθοῦντας, ἀφίησιν, ὡς ἀπίστους καὶ αυτοβοηθοῦντας, περικρουσθῆναι καὶ ὑπὸ τῶν ἐφ επομένων λογισμῶν· οὓς διὰ τοῦτο οὐκ ἀφαιρεῖ, ἐπειδὴ βλέπει τὴν πρὸς αὐτοὺς προσβολὴν ὑφ᾽ ἡμῶν ἀγαπωμένην, καὶ μὴ ἐκ πρώτης ἀφανείας μισουμένην, Εἰ δέ τις μετὰ τοσαύτην φανερολογίαν ἀπιστεῖ τοῖς εἰρημένοις, ἔργῳ ἐπιτηδευσάτω μαθεῖν τὴν ἀλήθειαν. Εἰ δὲ οὔτε τῇ Γραφῇ πιστεύει, οὔτε ἔργῳ βούλεται ἑαυτὸν πληροφορῆσαι, δῆλός ἐστιν ἀγαπῶν τὴν ἡδα νὴν τῆς οιήσεως. Τί γὰρ ταύτης ἡδυπαθέστερον, ἀλλοτρίαν τὴν λογικὴν ἁμαρτίαν υποτιθεμένης, καὶ γαυριᾷν καὶ ἐπαίρεσθαι, ὡς ἀναιτίους μᾶλλον, ἐξομολογεῖσθαι καὶ πενθεῖν ἐπὶ τοῖς πονηροῖς φω λεύμασι παρασκευαζούσης; Ερώτησις. Σε προείρηκας, ὅτι τὴν μὲν παράβασιν τοῦ 'Αδάμ οὐ διεδεξάμεθα, τὸν δὲ θάνατον αὐτοῦ διεδέχθημεν. Οὐκοῦν τοῦ θανάτου κρατοῦντος, κρατοῦσι καὶ οἱ το Ο νεροί λογισμοί.
col. 1025–1026page 60 of 118
PG 65:1025Απόκρισις. Ο τῆς ἀπιστίας! Τί οὖν ἦλθεν ὁ Κύριος ἐν σαρκί, ἢ πάντως ἵνα εἰς ὑπὲρ πάντων ἀποθάνῃ, κατὰ τὰς Γραφάς, καὶ καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ' ἔστι τὸν διάβολον; Εἰ δὲ ἔτι τὸν ἐκ τοῦ Ἀδὰμ θάνατον κρατεῖν ἐκτὸς ἡμετέρας κακο πιστίας νομίζεις, δηλονότι καὶ τὴν παρουσίαν τοῦ Χριστοῦ ἀθετεῖς, καὶ τὸ βάπτισμα ατέλεστον ἔχεις, ἔτι τῶν βεβαπτισμένων χωρὶς αἰτίας ἰδίας ὑπὸ τοῦ πατρικοῦ θανάτου κρατουμένων. Διὰ τοῦτο, ὦ ἄν θρωπε, πῶς χάριτι Χριστοῦ νέος Ἀδὰμ γέγονας, καὶ οὐδὲν τοῦ παλαιοῦ ἐξ ἀνάγκης επιφέρεις, εἰ μή τι ἂν ἐκ τῆς σῆς κακοπιστίας καὶ παραβάσεως; Ήλθε δι' ἡμᾶς ὁ Κύριος, ἀπέθανεν ὑπὲρ ἡμῶν, ἔλυσεν ἡμᾶς τοῦ πατρικοῦ θανάτου, καθαρίζει ἡμᾶς καὶ ἀνακαινίζει διὰ τοῦ βαπτίσματος, τίθησιν ἡμᾶς ἐν τῷ παραδείσῳ τῆς Ἐκκλησίας, ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ ἐσθίειν ἐπιτρέπει, τοῦτ' ἔστι πάντα βεβαπτισμένον ἐν τῇ Ἐκκλησίᾳ ἀγαπᾶν καὶ ὑπο μένειν ἐν τοῖς ἡττήμασι, καὶ μὴ ἐν ταῖς τροπαῖς ἕκαστον ἐφευρίσκειν. Καὶ ἐν μὲν τοῖς δοκοῦσι καλοῖς ἀγαπᾷν, ἐν δὲ τοῖς νομιζομένοις κακοῖς μισεῖν· ὅ ἐστι τὸ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὗ ἀπογευσάμενος ὁ νοῦς, εὐθέως περιπίπτει τοῖς αὐτ τοῖς ἡττήμασι, καὶ εὑρίσκει τὴν ἑαυτοῦ γύμνωσιν διὰ τῆς πονηρᾶς ἐφευρέσεως, διὰ τοῦ πλησίον, ἣν πρῶτον οὐκ ἐπίστατο, διὰ συμπαθείας ἐπικεκαλυμμένην. Διὰ τοῦτο τοῖς ἐν τῷ παραδείσῳ τῆς ἐκκλησίας τεθεῖσιν ἐντέταλται, λέγων· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἄρετε, καὶ ἀφεθήσεται ὑμῖν. Σύντο ( μον ἐπὶ τούτοις φησίν· "Οσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. Οὗτος γὰρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Ον / τρόπον ἐποίησας, ἔσται σοι. Ποσάκις οὖν τὰς ἐντολὰς ταύτας ἐβεβηλώσαμεν! Ποσάκις τὸν πλησίον κατεκρίναμεν ἀσυμπαθῶς! Ποσάκις εμισήσαμεν, ἢ καὶ μηδὲν ἀδικοῦντας ἡδικήσαμεν! Εἰ δὲ ταῦτα οὕτως ἔχει, τί ἔτι τὸν Ἀδὰμ μεμφόμεθα, καὶ ἑτέροις αι τιώμεθα κακοῖς; Εἰ γὰρ δὴ καὶ περιεπέσαμεν τῷ ὁμοίῳ θανάτῳ, ἀλλὰ καὶ ὁμοίως παρέβημεν τὴν ἐνα τολὴν θελήματι, καθὼς κἀκεῖνος. Τρία οὖν συμβέβηκε τῷ 'Αδάμ πράγματα, καὶ οὐχὶ ὡς σὺ νομίζεις· ἅτινά ἐστι, προσβολή κατ' οίκονομίαν, παράβασις κατὰ ἰδίαν ἀπιστίαν, θάνατος κατὰ δικαίαν κρίσιν τοῦ Θεοῦ, ἐπακολουθήσας οὐχ ἧττον τῇ οἰκονομική προσβολή, ἀλλὰ τῇ ἐξ ἀπιστίας παραβάσει. Ἡμεῖς οὖν μόνον τὸν θάνατον τοῦ ᾿Αδάμ διεδεξάμεθα· διὰ τὸ μὴ δύο νασθαι ἐκ νεκρῶν ζῶντας γενέσθαι, ἕως οὗ ἦλθεν ὁ Κύριος, καὶ πάντας εζωοποίησε. Τὴν δὲ πρωτόνοιαν κατ' οἰκονομίαν ἔχομεν ὥσπερ κἀκεῖνος· καὶ τὸ παρ ακούσαι ή μή παρακοῦσαι κατὰ θέλημα ἔχομεν, ὥσπερ κἀκεῖνος. Καὶ πείθουσιν ἡμᾶς, ὅτι προαιρετικὴν ἔχομεν τὴν διὰ τῶν λογισμῶν παράβασιν οἱ μὴ ἁμαρτήσαντες ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Αδάμ, καθὼς εἶπεν ὁ ᾿Απόστολος. Εἰ γὰρ ἐκ τοῦ Αδάμ ὄντες ἐκεῖνοι ἡδυνήθησαν μὴ ἁμαρτῆσαι ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Αδάμ, δηλονότι καὶ ἡμεῖς δυνάμεθα. Τί οὖν προφασιζόμεθα προφάσεις ἐν

Treatise VOpusculum V

col. 1027–1028page 61 of 118
PG 65:1027ἁμαρτίαις, καὶ λαλοῦμεν κατὰ τοῦ Θεοῦ ἀδικίας, ὡς ἀλλοτρίοις κακοῖς πολεμεῖσθαι ἡμᾶς παραχωρήσαντος ἀδίκως; Οφείλομεν δὴ οὖν ἀκριβῶς εἰδέναι, ότι πάσης τῆς τοῦ ᾿Αδάμ αἰτίας ἀναιρεθείσης παρὰ τοῦ Κυρίου, ἕκαστος εἴ τι πάσχοι κακὸν, ἀθετήσας διὰ τῆς ἰδίας ἀπιστίας, ήγουν ἐκ φιληδονίας, ἣν έλαβε μυστικῶς ἐν τῷ βαπτίσματι τελειότητα. Εἰ γὰρ καὶ ὁ ἄνθρωπος οὔπω ἔγνω ὁ ἔλαβεν, ἀτελής ὢν τῇ πίστει, καὶ ἐλλιπής ὢν τῇ ἐργασίᾳ· ἀλλ' ὁ Θεὸς τὸ τέλειον ἐδωρήσατο. Φησί γάρ πᾶν δώρημα τέλειον άνωθέν ἐστι καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φώτων. Τοῦτο δὲ τέλειον οὐχ ἁπλῶς, οὐδ' ὡς ἔτυχεν εὑρίσκει τις, κἂν πᾶσαν κοσμικήν σύνεσιν παρεισενέγκη, ε μὴ δι' ἐργασίας τῶν τοῦ Θεοῦ ἐντολῶν· καὶ τοῦτο ἀναλόγως· κατὰ γὰρ τὴν διαφορὰν τῆς ἐργασίας, διαφόρως καὶ ἡ δωρεὰ ἡμῖν ἀποκαλύπτεται. Μηδείς οὖν ἑαυτὸν συστελλέτω λόγοις καὶ σχήμασιν, ἐκείνην μὴ ἔχων τὴν σύνεσιν. Φησί γάρ· Οὐχ ὁ ἑαυτὸν συν ιστάνων, ἐκεῖνος ἐστι δόκιμος, ἀλλ' δν ὁ Κύ ριος συνίστησι. Καὶ αὐτὸς δὲ ὁ παρὰ Κυρίου τις συστάσεις λαμβάνων, ὀφείλει ὀρθῷ φρονήματι κει χρῆσθαι, καὶ εἰδέναι ἀκριβῶς, ὅτι ὅσον ἄν τις ήγα νίσατο κατὰ τῆς ἑαυτοῦ ἀπιστίας, καὶ προέκοψε τη πίστει, καὶ κατέλαβέ τι ἀγαθόν, οὐ κατὰ γνῶσιν μόνον ψιλὴν, ἀλλὰ κατ' ἐνέργειαν· οὐδὲν πλέον εὗρεν ἢ εὐρεῖν δυνήσεται, εἰ μὴ ὁ προειλήφει μυστικῶς διὰ τοῦ βα πτίσματος, ὅπερ ἐστὶν ὁ Χριστός. Οσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Χρ στὸς δὲ τέλειος Θεὸς ὤν, τελείαν τοῖς βαπτισθεῖσι τὴν χάριν τοῦ Πνεύματος δεδώρηται· προσθήκην δὲ παρ᾽ ἡμῶν οὐ λαμβάνουσαν, ἀποκαλυπτομένην δὲ καὶ ἐμφα νίζουσαν ἡμῖν κατὰ ἀναλογίαν τῆς ἐντολῶν ἐργασίας. καὶ προσθήκην ἡμῖν τῆς πίστεως παρέχουσαν, έως ἂν καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Εἰ τι οὖν προσφέρο μεν αὐτῷ ἀναγεννηθέντες, τοῦτο ἤδη παρ' αὐτοῦ ἦν ἐγκεκρυμμένον, κατὰ τὸ γεγραμμένον· Τις ἔγνω τοῦν· Κυρίου, ἢ τὶς σύμβουλος αὐτοῦ ἐγένετο, ἢ τις προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; Ὅτι ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν πάντα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Πρὸς Νικόλαον νουθεσίαι ψυχωφελείς. Δ΄. Επειδήπερ πρώην πολὺς ἦν φροντίζων ἐπὶ τῆς ἑαυτοῦ σωτηρίας, καὶ πολλὴν ἔχων μέριμναν πελ τῆς κατὰ Θεὸν ζωῆς, ἀντέβαλες ἡμῖν τὰ καθ' ἑαυτὸν διηγούμενος, δι' οἴων πόνων καὶ ὁρμῆς ζεούσης ἔμελ λες προσκολλάσθαι τῷ Κυρίῳ δι' ἀκριβούς πολιτείας καὶ ἐγκρατείας, καὶ πάσης ἄλλης κακοπαθείας, ἀγρε
col. 1029–1030page 62 of 118
PG 65:1029πνίας τε πολλής, και συντόνου προσευχῆς ἀγωνιζόμενος· οἵ τε πόλεμοι καὶ αἰκισμοὶ σαρκικῶν παθῶν ἐν τῇ σωματικῇ φύσει ἀναῤῥιπίζοντες, καὶ κατὰ τῆς ψυχῆς ἐπεγείρονται ἐκ τοῦ ἀντιστρατευομένου νόμου τῆς ἁμαρτίας τῷ νόμῳ τοῦ νοὸς ἡμῶν, περισσοτέρως παρενοχλεῖσθαι ἀπωδύρου ὑπὸ τοῦ τῆς ὀργῆς καὶ ἐπι θυμίας πάθους· καὶ μέθοδόν τινα, καὶ λόγους παρ αινέσεως επεζήτεις, οἴοις τε πόνοις καὶ ἀγῶσι χρη σάμενος ἀνώτερος τῶν προειρημένων ολεθρίων παθῶν καταστῆναι δυνήσῃ. Καὶ ἐν μὲν τῷ καιρῷ ἐκείνῳ, ὅσον ἦν δυνατόν, κατὰ πρόσωπον τῇ ἀγάπῃ σου παρ ηνέσαμεν, τὰ ψυχωφελή νοήματα καὶ φρονήματα ὑπου τιθέμενοι, καὶ ἀποδεικνύντες οἷοις πόνοις καὶ τόνοις ἀσκητικοῖς, μετὰ συνέσεως, καὶ πεφωτισμένης γνώ σεως λογικῶς κατὰ τὸ Εὐαγγέλιον πολιτευσαμένη ψυχή, διὰ πίστεως χάριτι βοηθουμένη δύναται περι γενέσθαι τῶν ἔνδοθεν τῆς καρδίας βρυόντων κακῶν, ἐξαιρέτως δὲ τῶν προειρημένων παθῶν. Πρὸς γὰρ πάθη διὰ πρόσληψιν καὶ συνήθειαν μᾶλλον πεποίηται ἡ ψυχή περισσοτέρως όχλουμένη, καὶ ὀξυπετεστέρως ὑπ' αὐτῶν ὑποσυρομένη, κατὰ τούτων σπουδαιότερον καὶ ἀδιάλειπτον ἀγῶνα ἀναλαβεῖν ὀφείλει, ἕως οὗ ὑποτάξῃ τὰ σαρκικὰ καὶ ἄλογα τῆς κακίας ἐνεργήματα, οἷς πρότερον ὑπετάσσετο, καὶ ὑπεσύρετο, καὶ τῇ συνεχεί τῶν λογισμῶν ὑποκρίσει καὶ μελέτῃ και καὶ διὰ τῆς ἔνδον τῶν ἐννοιῶν συγκαταθέσεως αἰχμάλωτος ἀπεφέρετο. Ἐπεὶ οὖν σωματικῶς διεστημέν σου σώματι, οὐ καρδίᾳ, ἐν τῇ ἐρήμῳ ἐληλυθότες πρὸς τοὺς ἀληθινοὺς ἐργάτας καὶ ἀθλητὰς τοῦ Χριστοῦ, ὅπως καὶ ἡμεῖς καν μικρῶς πως ἀγωνισάμενοι καὶ ς συναθλούντες τοῖς ἀδελφοῖς, τοῖς ἀθλοῦσι πρὸς τὰς ἀντικειμένας ἐνεργείας, καὶ τοῖς πάθεσι γενναίως ἀνθισταμένοις, τὸν ὄχνον ἀποθώμεθα, τὴν ἀμέλειαν ἀφ' ἑαυτῶν ἀπορρίψωμεν, καὶ πᾶσαν σπουδὴν καὶ Επιμέλειαν ἀναλάβωμεν, πρὸς εὐαρέστησιν Θεοῦ επειγόμενοι. Διόπερ ολίγην παραίνεσιν καὶ νουθεσίαν ψυχωφελή προεθυμήθην διά γράμματος χαράξαι τῇ γνησιότητί σου, ἵνα περὶ ὧν κατὰ πρόσωπόν σοι ἐλά λουν, ταῦτα δι' ὀλίγων ἐν τῷ μετρίῳ τῆς παραινέσεως ἡμῶν γράμματι ἐντυγχάνων ἐπιμελῶς, ὡς παρόντων ἡμῶν πνευματικὴν ὠφέλειαν καρπώσῃ. Β. Τὴν μὲν οὖν ἀρχὴν τῆς κατὰ Θεόν σου ὠφελείας, ὦ τέκνον, ἐντεῦθεν ποιεῖσθαι ὀφείλεις. Ανεπιλήστως καὶ ἀειμνημονεύτως ἐν ἀδιαλείπτῳ μελέτη ἀναλογίσασθαι χρή πάσας τὰς τοῦ φιλανθρώπου Θεοῦ εἰς σὲ γεγενημένας οἰκονομίας καὶ εὐεργεσίας εἰς σωτη ρίαν τῆς ψυχῆς σου, καὶ μὴ λήθῃ κακίας καλυπτομένης βαθυμίας αἰτίᾳ, ἀμνημονίᾳ τῶν πολλῶν καὶ μεγάλων αὐτοῦ εὐεργεσιῶν, καὶ διὰ τοῦτο ἀνωφελώς καὶ ἀχαρίστως παρέρχεσθαι τὸν ὑπόλοιπον χρόνον. Αἱ γὰρ τοιαῦται ἀδιάλειπτοι μνῆμαι, ὥσπερ τι κέν τρον νύττουσαι τὴν καρδίαν, κινοῦσιν αὐτὴν πάντοτε εἰς ἐξομολόγησιν, εἰς ταπείνωσιν, εἰς εὐχαριστίαν μετά συντετριμμένης ψυχῆς εἰς πᾶσαν σπουδὴν ἀγα θῆν, καὶ ἀνταπόδοσιν τρόπων καὶ ἠθῶν χρηστῶν, καὶ πάσης τῆς κατὰ Θεὸν ἀρετῆς, ἀεὶ μελετῶσαι εὐ συνειδήτῳ γνώμῃ τὸ προφητικὸν λόγιον, το, Τί ἀντ αποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδω
col. 1031–1032page 63 of 118
PG 65:1031κεν ἡμῖν; Οταν γὰρ ἀναλογίσητα: ψυχὴ τὰς ἀπὸ γεννήσεως εὐεργεσίας τοῦ φιλανθρώπου Θεοῦ, ἡ ἐκ πόσων κινδύνων πολλάκις ἐρύσθη, ἢ πόσοις κακοὶς περιπεσοῦσα, καὶ ἐν πλημμελείαις πολλάκις ὑποπεσοῦσα, ὀλισθήσασα οὐ παρεδόθη κατὰ τὸ δίκαιον κρῖμα τοῖς ἀπατήσασι πνεύμασιν εἰς ἀπώλειαν καὶ εἰς θάνατον· ἀλλὰ μακροθύμως ὁ φιλάνθρωπος Δεσπότης παρορῶν τὰ πλημμελήματα διεφύλαξεν, εκδεχόμενος τὴν ἐπιστροφὴν αὐτῆς· καὶ τοῖς ἐχθροῖς καὶ πονη ροῖς πνεύμασιν ἑκουσίως διὰ τῶν παθῶν δουλεύσασαν αὐτὸς διέτρεφε, σκέπων καὶ παντοίως προνοῶν, καὶ τέλος ἀγαθῷ πνεύματι εἰς σωτηρίαν ὡδήγησε· καὶ φίλτρον ἀσκητικοῦ βίου τῇ καρδίᾳ ἐνέθηκε, καὶ μετὰ χαρᾶς τὸν κόσμον καὶ πᾶσαν αὐτοῦ τὴν ἀπάτην τῶν σαρκικῶν ἡδονῶν καταλιπεῖν ἐνεδυνάμωσε, καὶ ἀ γελικῷ σχήματι τῆς ἀγγελικής τάξεως κατεκόσμησε, καὶ εὐχερῶς προσληφθῆναι παρὰ τῶν ἁγίων Πατέ ρων ἐν συστήματι ἀδελφότητος παρεσκεύασε. Τίς δὲ εὐσυνείδη τον ἔχων γνώμην, καὶ ταῦτα ἀναλογιζόμενος, οὐχὶ πάντοτε ἐν συντετριμμένη καρδίᾳ διατελέσει ἔχων τοσαῦτα ἐνέχυρα προλαβουσῶν εὐεργεσιών, μηδὲν ἀγαθὸν πρότερον αὐτὸς ποιήσας; οὐχὶ πάντοτε βεβαίαν ἐλπίδα ἀναλάβῃ, τοῦτο λογιζόμενος, ὅτι Εἰ μηδὲν ἀγαθόν μου ποιήσαντος, ἀλλὰ πολλὰ ἐνώπιον αὐτοῦ ἁμαρτήσαντος, ἐν ἀκαθαρσία σαρκὸς καὶ ἄλ λαις πολλαίς κακίαις συλληφθέντος, οὐ κατὰ τὰς ἁμαρτίας ἐποίησεν, οὐδὲ κατὰ τὰς ἀνομίας ανταπο ἔδωκεν, ἀλλὰ τοσαύτας δωρεὰς καὶ χάριτας εἰς σωτη ρίαν ᾠκονόμησεν; Ἐὰν οὖν ὁλυτελῶς δῶμεν αὐτῷ τοῦ λοιποῦ δουλεύειν αὐτῷ ἐν πάσῃ ἀγνῇ ἀναστροφή, καὶ ἀρετῶν κατορθώσει πασῶν, ἀγαθῶν καὶ πνευματικῶν χαρισμάτων καταξιώσει, εἰς πᾶν ἔργον ἀγα θὸν κατευοδῶν καὶ δυναμῶν. Διόπερ ὁ πάντοτε τὸν τοιοῦτον λογισμὸν διασώζων, καὶ μὴ ἐπιλανθανόμενος τῶν τοιούτων εὐεργεσιών, δυσωπεῖ αὐτὸν, καὶ εὐθύνει, καὶ ἐπείγει πρὸς πᾶσαν ἄσκησιν ἀρετῆς ἀγαθὴν, καὶ πρὸς πᾶσαν ἐργασίαν δικαιοσύνης πάνω τοτε προθύμως, καὶ πάντοτε ἑτοίμως εἰς τὸ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ. Γ. Τοιγαροῦν, ὦ τέκνον ἀγαπητόν, ἔχον χάριτι Θεοῦ φυσικὴν σύνεσιν, ταύτην τὴν ἀδολεσχίαν καὶ μετ λέτην ἀγαθὴν πάντοτε ἐν σαυτῷ φύλασσε, μὴ ὑπὸ λήθης τῆς ὀλεθρίου καλυπτόμενος, μηδὲ ὑπὸ βαθυ μίας τῆς ματαιούσης καὶ ἐκκλινούσης ἀπὸ ζωῆς τὸν νοῦν ἐμποδιζόμενος, μὴ ὑπὸ ἀγνοίας τῆς πάντων τῶν κακῶν αἰτίας τὸν λογισμὸν σκοτιζόμενος, μὴ [ὑπὸ] ἀμελείας τῆς παγκάκου δελεαζόμενος, μὴ ὑπὸ ἡδο νῆς τῆς σαρκὸς ὑποσυρόμενος, μὴ ὑπὸ ἐπιθυμίας τὸν νοῦν αἰχμαλωτιζόμενος, καὶ συγκαταθέσει πορνικών λογισμών μιασμὸν ἐν αὐτῷ ἐργαζόμενος, μὴ ὑπὸ ὀργῆς μισαδελφίαν γεννώσης νικώμενος, καὶ οἰκτρες ἕνεκεν καὶ ταλαιπώρου προφάσεως λυπῶν καὶ λυπούμενος, καὶ συνάγων μνήμας τῷ πλησίον λογισμών πονηρῶν τῆς πρὸς Θεὸν καθαρᾶς προσευχῆς ἐκκλειό μενος, καὶ τὸν νοῦν ἐξανδραποδιζόμενος, καὶ θηριώδει λογισμῷ τὸν ὁμόψυχον ἀδελφὸν ὑποβλεπόμενος, καὶ τῷ ἀλόγῳ τοῦ σαρκικού φρονήματος τρόπῳ τῇ
col. 1033–1034page 64 of 118
PG 65:1033συνειδήσει δεσμούμενος, καὶ τοῖς πονηροῖς πνεύμασιν οἷς ὑπῆρξας εἰς παιδείαν παραδιδόμενος ἄχρι και ροῦ, ἕως οὗ πάντοθεν ἐξαπορηθεὶς ὁ νοῦς, καὶ ὑπὸ λύπης καὶ ῥαθυμίας καταποθείς, καὶ τὴν κατὰ Θεὸν προκοπὴν διὰ τὰς προλαβούσας αἰτίας ἀπολέσας, πάλιν ἄρχεται ἐπιλαμβάνεσθαι, διὰ πολλῆς ταπεινώ. σεως, ἀρχὴν ὁδοῦ σωτηρίας· καὶ πολλὰ καμὼν ἐν εὐχαῖς καὶ ὁλονυχτίαις ἀγρυπνίαις, λύσας τὰ αίτια διὰ τῆς ταπεινώσεως καὶ ἐξομολογήσεως τῆς πρὸς Θεὸν, οὕτως ἄρχεται πάλιν ἀνανήφειν, καὶ διὰ φωτισμοῦ γνώσεως εὐαγγελικῆς θεία χάριτι ελλαμπόμενος για νώσκει, ὅτι ὁ μὴ ἑαυτὸν τελείως τῷ σταυρῷ ἐπιδιδοὺς ἐν φρονήματι ταπεινώσεως, καὶ ῥίψας ἑαυτὸν ὑπὸ πάντων καταπατεῖσθαι καὶ καταφρονεῖσθαι, ἀδικεῖσθαι τε καὶ καταγελάσθαι, καὶ χλευάζεσθαι, καὶ ταῦ τα πάντα μετά χαρᾶς διὰ τὸν Κύριον ὑπομένων, καὶ μὴ ἐκδικῶν ὅλως τὰ ἀνθρώπινα, δόξαν, ἡ τιμὴν, ἢ ἔπαινον, ἢ ἡδονὴν βρώσεως, ἢ πόσεως, ἢ ἐνδύματος, Χριστιανὸς ἀληθινὸς οὐ δύναται γενέσθαι. Δ'. Τοιγάρτοι οὐ τοιούτων ἡμῖν προκειμένων ἀγώ νων καὶ ἄθλων καὶ στεφάνων, μέχρι τότε ἡμεῖς ὑπὸ τῆς ἐσχηματισμένης εὐσεβοῦς μορφώσεως τῷ Κυρίῳ δουλεύοντες, άλλο τοῖς ἀνθρώποις νομιζόμενοι, καὶ ἄλλο τῷ κρυπτῷ γινωσκόμενοι καὶ καταφαινόμενοι. Αγιοι γὰρ παρά πολλών νομιζόμενοι, ἄγριοι ἀκο μὴν τὸ ἦθος τυγχάνομεν ἀληθῶς, μόρφωσιν εὐσε βείας ἔχοντες, τὴν δὲ δύναμιν αὐτῆς ἐνώπιον Θεοῦ μὴ κεκτημένοι· παρθένοι καὶ ἁγνοὶ παρὰ πολλῶν ναυ μιζόμενοι, καὶ παρὰ τῷ τὰ κρυπτὰ κατανοοῦντι, ἐν ἀκαρβασίαις συγκαταθέσεων πορνικῶν ἔνδοθεν μολυ νόμενοι, καὶ ταῖς ἐνεργείαις τῶν παθῶν βορβορού μενοι, καὶ διὰ τὴν ἐσχηματισμένην ἡμῶν ἄσκησιν, ἔτι καὶ τοῖς ἐπαίνοις τῶν ἀνθρώπων ὑπτιούμενοι, καὶ τὸν νοῦν ἐκτυφλούμενοι. Έως πότε οὖν ἐν τῇ ματαιότητι τοῦ νοὸς πορευόμεθα, τοῦ εὐαγγελικοῦ φρονήματος μὴ ἐπιλαβόμενοι, καὶ τὴν κατὰ συνείδησιν που λιτείαν οὐκ ἐπιγινώσκομεν, ἵνα ταύτην σπουδαίως μεταδιώξωμεν, ὅπως καὶ τὴν κατὰ συνείδησιν παρ ῥησίαν εὑρήσωμεν, ἀλλ᾽ ἔτι ἐν τῇ νομιζομένῃ τοῦ Εξωθεν ἀνθρώπου δικαιοσύνῃ στηριζόμεθα, καὶ δι' ὑστέρησιν ἀληθοῦς γνώσεως, διὰ τῶν ἔξωθεν μόνον ἐπιτηδευμάτων ἑαυτοὺς πλανώμεν, τοῖς ἀνθρώποις ἀ ρέσκειν βουλόμενοι, καὶ τὰς παρ' αὐτῶν δόξας καὶ τιο μὰς καὶ ἐπαίνους θηρώμενοι; Ηξει πάντως ὁ τὰ κρυπτὰ τοῦ σκότους ἀποκαλύπτων, καὶ φανερῶν τὰς βουλὰς τῶν καρδιῶν, ὁ ἀπαραλόγιστος δικαστής, ὁ μήτε πλούσιον ἐντρεπόμενος, μήτε πτωχὸν ἐλεῶν, ὁ τὸ σχῆμα τὸ ἔξωθεν περιαιρῶν, καὶ τὴν ἀλήθειαν τήν ἔνδοθεν κεκρυμμένην φανερῶν· ὁ τοὺς κατά συνείδησιν πολιτευσαμένους ἀληθινοῦς ἀγωνιστὰς καὶ ἀθλη τὰς, ἐν παρουσίᾳ ἀγγέλων ἐπὶ τοῦ ἰδίου Πατρὸς στε φανῶν, καὶ τοὺς ἐσχηματισμένους καὶ μόρφωσιν εὐν σεβείας περιβεβλημένους, και φαινομένην μόνην πολι τείαν τοῖς ἀνθρώποις ἐπιδεικνυμένους, καὶ ἐπὶ ταύτῃ ματαίως στηριζομένους, καὶ ἑαυτοὺς φρεναπατοῦντας ἐπὶ τῆς ἄνω κλήσεως τῶν ἁγίων, καὶ πάσης τῆς ἐπουρανίου στρατιάς θριαμβεύων δεινῶς αἰσχυνομέν νυς, καὶ εἰς τὸ ἐξώτερον κατακρινομένους κατὰ τὰς
col. 1035–1036page 65 of 118
PG 65:1035μωρὰς παρθένους, αἵτινες τοῖς μὲν ἔξωθεν τοῦ σύ ματος παρθενίαν ἐφύλαξαν· οὐδὲν γὰρ περὶ τούτου ἐνεκλήθησαν), ἀλλὰ καὶ ἔλαιον μερικῶς ἐν τοῖς ἀγγείοις εἶχον, τοῦτ' ἔστιν ἀρετῶν τινων καὶ κατορθωμάτων μέτοχοι ἐτύγχανον· διὸ καὶ αἱ λαμπάδα; αὐτῶν μέχρι τινὸς ἤπτοντο· διὰ δὲ ἀμέλειαν καὶ ἄγνοιαν καὶ ῥαθυμίαν, τῆς ἔνδοθεν καθαρότητος πρό νοιαν οὐκ ἐποιήσαντο· καὶ τὸν κρυπτόμενον έσωθεν τῶν παθῶν ἐσμὸν, τὸν ὑπὸ τῶν πονηρῶν λογισμῶν καὶ πνευμάτων ενεργούμενον, ἀκριβῶς οὐκ ἐπέγνωσαν, ἀλλ' ὑπὸ τῶν ἀντικειμένων ἐνεργειῶν τὰ νοήματ τα αὐτῶν ἐφθείροντο ἐν τῇ τῶν λογισμῶν συγκαταθέσει κινοῦσαι ἑαυτὰς, δελεαζόμεναι κρυπτῶς καὶ ἡττώμεναι φθόνῳ τῷ κακίστῳ, ζήλῳ τῷ μισοκάλῳ, ἔριδι, μίσει, φιλονεικίᾳ, ὀργῇ, πικρίᾳ, ὑποκρίσει, θυμῷ, ὑπερηφανίᾳ, κενοδοξίᾳ, ἀνθρωπαρεσκεία, φιλ αργυρίᾳ, ἐπιθυμίᾳ σαρκικῇ, ἐν λογισμοῖς τὴν ἡδυπάθειαν ἐργαζομένοις, ἀπιστίᾳ, ἀφοβία, δειλίᾳ, ἀκηδία, λύπῃ, ἀντιλογία, χαυνώσει, ὕπνῳ, οιήσει, δικαιοσύνῃ, επάρσει, ἀλαζονεία, απληστίᾳ, ἀσωτίᾳ, πλεονεξία, ανελπιστίᾳ τῇ πάντων χαλεπωτέρᾳ, καὶ τοῖς λοιποῖς τῆς κακίας λεπτοτάτοις ἐνεργήμασιν. Αἰτινες καὶ τῶν καλῶν τὴν ἐργασίαν, ἢ πολιτείαν σεμνήν, καὶ αὐταὶ ἐδόκουν ὑπὸ τῶν ἀνθρώπων ποιεῖσθαι, τους παρ' αὐτῶν ἐπαίνους καρποῦσαι, εἰ καί τινων χαρι σμάτων μετέχουσαι, τῆς κενοδοξίας καὶ ἀνθρωπαρεσκείας πνεύμασιν ἀπεμπόλων τὰ θεῖα χαρίσματα, τοῖς δὲ λοιποῖς πάθεσι κοινωνοῦσαι ἐμίγνυον τὰ καλὰ ἐπιτηδεύματα τοῖς πονηροῖς καὶ σαρκικοῖς φρονήμασι· διὸ ἀπρόσδεκτα καὶ ἀκάθαρτα ἀπειργάζοντο κατά τὴν τοῦ Κάϊν θυσίαν· διόπερ καὶ τοιούτου τέλους τυχον· νυμφίου χαρᾶς στερηθεῖσαι, καὶ νυμφῶνος ἐπουρανίου ἀποκλεισθεῖσαι. η Ε'. Ταῦτα οὖν λογιζόμενοι καὶ διακρίνοντες, γνώ μεν καὶ συνιῶμεν τίνες εσμέν, ἵνα ὡς ἔτι καιρών μετανοίας καὶ ἐπιστροφῆς ἔχομεν, ἑαυτοὺς διορθωτών μεθα, ὅπως τὰ καλὰ ἡμῶν ἔργα καθαρῶς ἐπιτελούμενα, ἀληθινὰ καὶ καλὰ ᾖ, σαρκικῷ φρονήματι μὴ μιγνύμενα, ἵνα μὴ ἀπόβλητα γένηται, ὡς θυσία ἐπίσ μωμος, δι' ἀφοβίαν καὶ ἀμέλειαν, καὶ ἀληθινῆς γνώ σεως ἔλλειψιν, μή πως καὶ τὸν κόπον τῆς παρθενίας καὶ ἐγκρατείας, νηστείας καὶ ἀγρυπνίας, καὶ κακο παθείας ὑπομένωμεν, καὶ τὰς ἡμέρας ἀναλώσωμεν, καὶ τὰς προειρημένας τῶν παθῶν αἰτίας, τὰ δοκοῦντα ἡμῖν δικαιώματα, ὡς θυσία επίμωμος εὑρεθέντα, ἀπρόσδεκτα τῷ ἐπουρανίῳ ἀρχιερεῖ Χριστῷ γένηται. Γνώσεως οὖν, τέκνον, καὶ συνέσεως προηγουμένης Επιμελητέον τῷ βουλομένῳ τὸν σταυρὸν ἄραι, καὶ τῷ Χριστῷ ἐπακολουθεῖν, διὰ τῆς ἀδιαλείπτου ἐν ἑαυτῷ τῷ λογισμῷ ἐρεύνης, καὶ πολλῆς μερίμνης περὶ σα τηρίας, καὶ πολλῆς τῆς πρὸς Θεὸν ἐφίξεως, καὶ συν έσεως, καὶ ἐρωτήσεως τῶν ὁμοφρόνων, καὶ συμ ψύχων δούλων τοῦ Θεοῦ, καὶ τὸν αὐτὸν ἀγῶνα αγω νιζομένων, ἵνα μὴ ἀγνοῶν περιπατῇ ἐν σκότει, καὶ ἄνευ φωτὸς καὶ λύχνου ὀδεύῃ. Ο γὰρ ιδιόρυθμος ἄνευ εὐαγγελικῆς γνώσεως καὶ ὁδηγίας οδεύων, πολλά προσκόπτει, καὶ εἰς πολλοὺς βόθρους καὶ παγίδας τοῦ διαβόλου ἐμπίπτει, πολλὰ πίπτει, καὶ πολλὰ πλεο νᾶται, καὶ πολλοῖς περιπίπτει κινδύνοις· καὶ οὐ
col. 1037–1038page 66 of 118
PG 65:1037είδε ποίου τέλους τυγχάνει. Πολλοὶ γὰρ διὰ πολλῶν & κόπων καὶ ἀσκήσεως διῆλθον, καὶ κακοπαθείας καὶ πολλοὺς μόχθους, ὡς διὰ Θεὸν, ὑπέμειναν· καὶ ἡ Ιδιορυθμία, καὶ ἡ ἀδιακρισία, καὶ τὸ ἀνεπιτηδὲς τῆς παρὰ τὸν πλησίον ὠφελείας, ἀκηρίους αὐτῶν τους τοσούτους κόπους καὶ πόνους καὶ καμάτους εἰργάσαντο. Γ. Σὺ οὖν, τέκνον ἀγαπητόν, κατὰ τὴν ἀρχὴν τῆς τοῦ λόγου παραινέσεως, τὰς εἰς σὲ γεγενημένας τοῦ φιλανθρώπου Θεοῦ μὴ ἐπιλανθάνου εὐεργεσίας, κλο τῆς καὶ ῥαθυμίας ὑποσυρόμενος· ἀλλὰ τὰς ἐξ ἀρχῆς, γεννήσεώς σου μέχρι τοῦ νῦν, ἐάν τε σωματικάς, Εάν τε πνευματικής ευεργεσίας πρὸ ὀφθαλμῶν τι θέμενος, μελέτα ἐν αὐταῖς καὶ ἀδολέσχει κατὰ τὸ εἰρημένον· Καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀντο αποδόσεις αὐτοῦ, ἵνα ῥᾳδίως καὶ εὐκόλως προσάξω σιν εἰς ἀγάπην Θεοῦ. Ἡ καρδια κινεῖται ἀνταποδού και κατά δύναμιν, βίον ἀκριβή, πολιτείαν ἐνάρετον, συνείδησιν εὐλαδή, λόγον εὐάρμοστον, καὶ ὅλον ἑαυτὸν τῷ Θεῷ ἀναθεῖναι δυσωπούμενον ὑπὸ τῆς μνήμης τῶν τοσούτων καλῶν, ὧν πέπονθας ὑπὸ ἀγαθοῦ καὶ φιλανθρώπου Δεσπότου, ὅπως αὐτομάτῳ τινὶ τρόπῳ διὰ τῆς τοιαύτης τῶν εὐεργεσιών μνήμης, μᾶλλον δὲ συνεργούσης σοι καὶ τῆς ἄνωθεν ῥοπῆς, εἰς ἀγά πην καὶ πόθον τιτρώσκεται ἡ καρδία σου, ὅτι ἅπερ ἄλλοις οὐκ ἐποίησε, πολλῇ κρίσει θαυμάσια, τῇ ἰδία αὐτοῦ ἀῤῥήτῳ φιλανθρωπία σοὶ ἐποίησε. Πάντων μὲν οὖν τῶν εἰς σὲ καλῶν παρὰ Θεοῦ γεγενημένων ἐν μνήμῃ ἀδιαλείπτῳ εἶναι σπούδαζε· ἐξαιρέτως δὲ Εκείνης τῆς θαυμαστῆς χάριτος καὶ εὐεργεσίας ἀδια λείπτως μέμνησο, ἧς ἐκπλέοντί σοι ἅμα τῇ μητρί σου ἐκ τῶν ἁγίων τόπων ἐπὶ τὴν Κωνσταντίνου πόλ δεν παράσχῃ σοι, καθὼς ἡμῖν διηγήσω, ὅτι ἡ φοβερά ἐκείνη καὶ ἀκατάσχετος ζάλη, καὶ κλύδων μέγας τῇ νυκτὶ ἐκινήθη· καὶ πάντες οἱ ἐν τῷ πλοίῳ ἅμα τοῖς ναύταις καὶ αὐτῇ τῇ μητρί σου ἀπώλοντο ἐν τῷ βυ θῷ· καὶ ἐκ παραδόξου καὶ θείας δυνάμεως μόνος σὺ μετὰ δύο ἄλλων ἀποῤῥιφθέντες διεσώθητε· καὶ πῶς ᾠκονομήθη ἐλθεῖν σε ἐν Ἀγκύρα καὶ πατρικοῖς σπλάγχνοις παρά τινος Ελευθέρου προσ ληφθέντα, καὶ διαθέσει ζευχθέντα τῷ εὐλαβεστάτῳ τέχνῳ Ἐπιφανίῳ, ἵνα ἀμφότεροι ὁδηγηθῆτε δι' ὁσίου ἀνδρὸς ἐλθεῖν εἰς σωτηρίας ὁδόν· καὶ παρὰ ἁγίων δούλων Θεοῦ, ὡς γνήσια τέκνα, προσληφθῆναι. Ζ. Ὑπὲρ τούτων οὖν ἁπάντων τῶν παρὰ Θεοῦ σοι γεγενημένων καλῶν, τί ἄξιον ἔχεις ἀνταποδοῦναι τῷ καλέσαντι τὴν ψυχήν σου εἰς ζωὴν αἰώνιον; Ἑαυτῷ γὰρ λοιπόν, κατὰ τὸ δίκαιον, οὐκέτι ζὴν ὀφεί λεις, ἀλλὰ τῷ ὑπὲρ σοῦ ἀποθανόντι καὶ ἐγερθέντι εἰς πᾶσαν ἀρετὴν δικαιοσύνης, εἰς πᾶσαν κατόρθωσιν ἐντολῶν, ἐκζητῶν ἀεὶ, τί ἐστι τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον· καὶ τοῦτο παντὶ σθένει σπουδάζειν καὶ διώκειν. Πλὴν τὴν νεότητά σου ὦ τέκνον, οὕτως ὑπόταξον τῷ λόγῳ τοῦ Θεοῦ, ὡς αὐτὸς ὁ λόγος ἀπαιτεῖ· Παράστησον τὸ σῶμα ὡς θυ σίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν Ελθεῖν σε ἐν Ἀγκύρᾳ,
col. 1039–1040page 67 of 118
PG 65:1039λατρείαν, πᾶσάν τε νοτίδα ἐπιθυμίας σαρκικῆς δι ρ ὀλιγοσιτίας καὶ ὀλιγοποσίας, καὶ ὁλονυκτίων ἀγρυ πνιῶν ψύξον καὶ ξήρανον, ἵνα καὶ αὐτὸς ἐκ διαθέσεως εἴπῃς· Εγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματα σου οὐκ ἐπελαθόμην· καὶ ἐπιγνοὺς ὅτι Χρι στοῦ εἶ, τὴν σεαυτοῦ σάρκα σταύρωσον, κατὰ τὴν ἀποστολικὴν φωνὴν, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπισ θυμίαις, καὶ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νέκρωσον, οὐ μόνον τὴν πρακτικὴν τῆς πορνείας, ἀλλὰ τὴν ἐνερ γουμένην ὑπὸ τῶν πονηρῶν πνευμάτων τῇ σαρκί ἀκαθαρσίαν. Καὶ οὐ μόνον ἕως τούτου έστησε τὸν ἀγῶνα ὁ ἀληθινῆς καὶ ἀμολύντου καὶ ὁλοτελούς παρ θενίας τὸν στέφανον ἐκδεχόμενος· ἀλλ᾽ ἐπακολουθών τῇ ἀποστολικῇ διδασκαλίᾳ, καὶ αὐτοῦ τοῦ πάθους τὴν συμμαχίαν καὶ κίνησιν νεκροῦν ἀγωνίζεται. Καὶ οὔτε οὕτως πληροφορείται σφοδρῷ ἔρωτι τὴν εὐαγγελικήν φωνὴν καὶ ἄχραντον παρθενίαν ἐν τῷ ἰδίῳ σώματι κατασκηνώσαι ἐκδεχόμενος, ἀλλὰ καὶ αὐτὴν ἐν μόνῳ τῷ λογισμῷ ψυχῆς ἐπιθυμίας ἐνθύμησιν, ἄνευ κινή σεως καὶ ἐνεργείας σωματικοῦ πάθους ἐν παραῤῥι πισμῷ νοὸς ἀνερχομένην, ἐξαφανισθῆναι εὔχεται τοῦτο δὲ διὰ τῆς ἄνωθεν βοηθείας καὶ δυνάμεως καὶ ἐπιχορηγίας τοῦ ἁγίου Πνεύματος μόνης κατορθοῦσθαι δυνατόν. Εἰ ἄρα τινές εἰσιν οἱ τῆς χάριτος αὐτῆς ἠξιωμένοι, οὗτος ὁ τῆς καθαρᾶς καὶ ἀχράντου παρ θενίας τὸν στέφανον ἐκδεχόμενος, νεκροῖ τὰ ἐπὶ τῆς γῆς μέλη, ἐπιτάσει καὶ ἐπιμονῇ τῆς ἐγκρατείας δια φθείρων τὸν ἔξω ἄνθρωπον, λεπτύνων αὐτὸν καὶ μι νῶν, καὶ κατεσκελετευμένον ἀπεργαζόμενος, ἵνα διὰ πίστεως καὶ ἀγώνων, καὶ τῇ τῆς χάριτος ἐνεργεία, ὁ ἔσω ἀνακαινίζηται, ἡμέραν ἐξ ἡμέρας ἐπὶ τὸ κρεῖτα τον προκόπτων, ἀγάπῃ αὐξανόμενος, ἐλπίδι μεγαλυνόμενος, πραότητι κοσμούμενος, εἰρήνῃ Χριστού βραβευόμενος, χρηστότητι ἀγόμενος, ἀγαλλιάσει πνεύ ματος εὐφραινόμενος, ἀγαθότητι φρουρούμενος, φύδι Θεοῦ περιεχόμενος, συνέσει καὶ γνώσει φωτιζόμενος, σοφία λαμπρυνόμενος, ταπεινοφροσύνῃ ὁδηγούμενος. Ταύταις καὶ ταῖς ὁμοίαις ἀρεταῖς ἐγκαινιζόμενος ὁ νοῦς, τῆς θεοειδοῦς εἰκόνος τὸν χαρακτῆρα ἐν ἑαυτῷ γνωρίζει, καὶ τῆς Δεσποτικῆς ὁμοιώσεως τὸ νοητόν καὶ ἄῤῥητον κάλλος συνίησι, καὶ τῆς αὐτοδιδάκτου καὶ αὐτομαθοῦς σοφίας καὶ ἐνδιαθέτου νόμου τὸν πλοῦτον καταλαμβάνει. Λέπτυνον οὖν, ὦ τέκνον, τὴν νεωτερικὴν σάρκα, καὶ τοῖς προειρημένοις πία τὴν ἀθάνατον ψυχὴν, καὶ ταῖς προειρημέναις ἀρεταῖς ἀνακαίνισον τὸν νοῦν τῇ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος. Νεότητος γὰρ σάρκα φασὶ πιαινομένην διαφόροις βρώμασι καὶ οἶνου πόσεσι, ὡς χοῖρον ἔτσι μον εἰς σφαγὴν εἶναι. Οὕτω τῇ πυρώσει τῶν τοῦ σώ ματος ἡδονῶν ἡ ψυχή κατασφάζεται, καὶ τῇ ζέσει τῆς κακῆς ἐπιθυμίας ὁ νοῦς αἰχμαλωτίζεται, ἀντα έχειν πρὸς τὰς ἡδονὰς τῆς σαρκὸς μὴ δυνάμενο;· εἰς ροὴ γὰρ αἵματος, ἐκροὴν πνεύματος ἀπεργάζεται. Ἐξαιρέτως δὲ οίνου μετάληψιν μὴ ὀσφραινέσθω ἡ νεότης, ἵνα μὴ διπλῇ πυρκαῖα ἐξαπτομένη, τῇ ἐμ φύτῳ λέγω ζέσει, καὶ τῇ ἔξωθεν ἐπιχεομένῃ οἰνοποσία, τὴν πνευματικὴν ἡδονὴν τῷ πόνῳ τῆς κατανύ
col. 1041–1042page 68 of 118
PG 65:1041ξεως ἐξ αὐτῆς ἀποδιώκῃ, καὶ σύγχυσιν καὶ πύρωσιν & ἐν τῇ καρδίᾳ ἐμποιῇ· ἀλλὰ δι' ἐπιθυμίαν πνευματι τὴν, καὶ ὕδατος κόρον ἡ νεότης μὴ προοιέσθω πάνω γὰρ πρὸς συνέργειαν σωφροσύνης συμβάλλεται ή τοῦ ὕδατος ἔνδεια. Καὶ τοῦτο ἔργῳ δοκιμάσας, αὐτῇ τῇ πείρα τὴν πληροφορίαν λήψῃ. Οὐ γὰρ ὡς ζυγὸν ἀνάγκης ἐπιθεῖναί σοι βουλόμενοι τοῦτο νομοθετοῦ μεν ἢ ὁρίζομεν, ἀλλ' ὡς ἐπίνοιαν καὶ μέθοδον ἀγαθὴν πρὸς συνέργειαν ἀληθοῦς παρθενίας καὶ ἀκριβούς σω φροσύνης παραινοῦμεν ἀγαπητικῶς καὶ συμβουλεύο μεν, τῇ αὐτεξουσιότητί σου καταλιμπάνοντας 8 βού λεται. Η΄. Δεύρο δή λοιπὸν καὶ περὶ τοῦ ἀλόγου τῆς ὀργῆς πάθους ὀλίγα διαλάβωμεν, τοῦ πᾶσαν ψυχὴν έρη μοῦντος, καὶ συγχέοντος, καὶ σκοτίζοντος, καὶ θησ ρίοις ὅμοιον τὸν ἄνθρωπον ἀποδεικνύντος ἐν καιρῷ τῆς κινήσεως καὶ ἐνεργείας αὐτοῦ, τὸν μάλιστα εὐ ολίσθως καὶ ὀξυῤῥεπῶς πρὸς αὐτὸ ἔχοντα τὸ πάθος. Τοῦτο ἐξαιρέτως ὑπερηφανία στηρίζεται καὶ κρα ταιοῦται, καὶ ἀκατάλυτον γίνεται, ἕως ἂν ὑπονοτίζη ται τὸ τῆς πικρίας λέγω καὶ ὀργῆς καὶ θυμοῦ δια βολικὸν δένδρον, τῷ φαύλῳ τῆς ὑπερηφανίας ὕδατι καὶ εὐανθοῦν καὶ εὐθαλοῦν πολὺν τὸν τῆς ἀνομίας καρπόν φέρει· καὶ οὕτως ἀκαταλύτως ἡ τοῦ Πονη ροῦ οἰκοδομὴ ἐν τῇ ψυχῇ γίνεται, ἔχουσα στήριγμα καὶ κραταίωμα τούτου τῆς ὑπερηφανίας θεμελίου. Εἰ οὖν βούλει τὸ δένδρον τῆς ἀνομίας, τὸ τῆς πικρίας καὶ ὀργῆς καὶ θυμοῦ λέγω πάθος, ἐν σοὶ ξηρανθῆναι καὶ ἄκαρπον γενέσθαι, ἵνα ἡ ἀξίνη τοῦ πνεύματος ἐλθοῦσα ἐκκόψῃ, καὶ εἰς πῦρ βάλλῃ, κατὰ τὴν εὐαγ γελικὴν φωνὴν, καὶ ἐξάρῃ σὺν πάσῃ κακίᾳ· καὶ εἰ βούλει τὸν τῆς ἀνομίας οἶκον, ὃν ὁ Πονηρὸς οἰκονομικῶς ἐν τῇ ψυχῇ ἑκάστοτε, ὡς λίθους, προφάσεις διαφόρους εὐλόγους ἡ ἀλόγους συνάγων διὰ τῆς ὕλης πραγμάτων ἢ ῥημάτων ἐν τοῖς λογισμοῖς, καὶ οἶκος δομὴν κακίας ἐν τῇ ψυχῇ κατασκευάζων στήριγμα καὶ κραταίωμα, τοὺς τῆς ὑπερηφανείας λογισμούς ὑποτίθησιν· εἰ οὖν βούλει τούτων καταλυθῆναι καὶ κατασκαφῆναι τὸν οἶκον, ἔχε τὴν ταπείνωσιν τοῦ Κυρίου ἀνεπίληπτον ἐν τῇ καρδίᾳ σου, τίς ὢν, τί γέγονε δι' ἡμᾶς, καὶ ἐξ οἷου ὕψους φωτός θεότητος ἀποκεκαλυμμένης, κατὰ δύναμιν τῶν ἄνω οὐσιῶν, καὶ ἐν οὐρανοῖς δοξαζομένης ὑπὸ πάσης λογικῆς φύ σεως, ἀγγέλων τε καὶ ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν, χερουβὶμ καὶ σεραφίμ, καὶ τῶν ἀκατονομάστων νοερών δυνάμεων, ὧν οὐκ ἔφθα σεν εἰς ἡμᾶς τὰ ὀνόματα, κατὰ τὸ Ἀποστόλου απ νιγμα, εἰς οἷον βάθος ταπεινώσεως ἀνθρώπων, δι' ἄφατον ἀγαθότητα κατῆλθε, καὶ κατὰ πάντα ὁμοιωθεὶς ἡμῖν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, καὶ διὰ τῆς ἐνεργείας τῶν παθῶν ὑπὸ τοῦ ἐχθροῦ κυριευομένοις. δ Θ'. Ἐν τοιαύτῃ τοίνυν αἰχμαλωσίᾳ ὄντας ἡμᾶς, καὶ βασιλευομένους ὑπὸ τοῦ ἀοράτου καὶ πονηροῦ θανάτου, οὐκ ἐπῃσχύνθη ὁ πάσης κτίσεως ὁρατῆς τε καὶ ἀοράτου Δεσπότης, ἀλλὰ ταπεινώσας ἑαυτὸν, καὶ ἀναλαβὼν τὸν ὑπὸ τὰ πάθη τῆς ἀτιμίας καὶ δεσπο
col. 1043–1044page 69 of 118
PG 65:1043& τικῆς ἀποφάσεως καταδικασθέντα ἄνθρωπον, κατά γι πάντα όμοιος ἡμῖν γέγονε χωρὶς ἁμαρτίας, τοῦτ' ἔστι, χωρὶς παθῶν ἀτιμίας· τὰ γὰρ διὰ τὴν ἁμαρ τίαν τῆς παραβάσεως ὑπὸ τῆς Δεσποτικής φωνής ἐπενεχθέντα τῷ ἀνθρώπῳ ἐπιτίμια, θανάτου, κόπου, πείνης, δίψης, καὶ τῶν τοιούτων πάντων ἀνέλαβε, γενόμενος ὅ ἐσμεν, ἵνα γενώμεθα ὅ ἐστιν. Ὁ Λόγοςσὰρξ ἐγένετο, ἵνα σὰρξ γένηται λόγος. Πλούσιος ὢν ἐπτώχευσε δι' ἡμᾶς, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Ωμοιώθη διὰ φιλανθρωπίαν ἡμῖν, ἵνα διὰ πάσης ἀρετῆς ὁμοιωθῶμεν αὐτῷ. Ἐξ οὗ γὰρ ἐπεδήμησε Χριστός, ἀληθῶς ὁ κατ' εἰ κόνα καὶ ὁμοίωσιν καινὸς ἄνθρωπος διὰ τῆς τοῦ Πνεύματος χάριτος καὶ δυνάμεως ἀνακαινίζεται, εἰς μέτρον τῆς τελείας ἀγάπης φθάνων τῆς ἔξω βαλλούσης τὸν φόβον, τῆς μηκέτι ὑπὸ πτῶσιν γενέσθαι δυναμένης. Η γὰρ ἀγάπη οὐδέποτε πίπτει. Η γὰρ ἀγάπη, φησὶν ὁ Ἰωάννης, ὁ Θεός ἐστι· καὶ ὁ μέ νων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει. Τούτου τοῦ μέτρου κατηξιώθησαν οἱ ἀπόστολοι, καὶ οἱ ὁμοίως αὐτοῖς τὴν ἀρετὴν ἐξασκήσαντες, καὶ τελείους ἐαυ τοὺς τῷ Κυρίῳ παραστήσαντες, καὶ τελείῳ πόθῳ ἐν ὅλῃ τῇ ζωῇ αὐτῶν τῷ Σωτῆρι ἀκολουθήσαντες. Την τοσαύτην ταπείνωσιν, ἣν διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην, ἀῤῥήτῳ φιλανθρωπία ἀνέλαβεν ὁ Χριστὸς, ἐὰν πάνω τοτε ἀνεπιλήστως ἀναλογίζῃ, τοῦτ' ἔστι τὴν ἐν μή τρᾷ τοῦ Θεοῦ Λόγου κατασκήνωσιν, τοῦ ἀνθρώπου ἀνάληψιν, τὴν ἀπὸ γυναικὸς γέννησιν, τὴν κατὰ μέ ρος τῆς σωματικῆς ἡλικίας αὔξησιν, τὰς ἀτιμίας, τὰς ύβρεις, τοὺς ὀνειδισμοὺς, τὰς λοιδορίας, τὰς μας στιγας, τὰ ἐμπτύσματα, τὰ ἐπὶ κόρρης ραπίσματα, τὸν καταγέλωτα, τὸν ἐμπαιγμόν, τὴν κοκκίνην χλαμύδα, τὸν ἀκάνθινον στέφανον, τὴν τῶν ἀρχόντων κατ' αὐτοῦ ἀπόφασιν, τὴν τῶν ἀνόμων Ἰουδαίων, ὁμοφύλων όντων, κατ' αὐτοῦ βόησιν· Αρον, ἆρον, σταύρωσον αὐτόν· τὸν σταυρὸν, τοὺς ἤλους, τὴν λόγχην, τὸν κάλαμον, τὸν ποτισμὸν τοῦ ὄξους καὶ τῆς χολῆς, τὸν θρίαμβον τῶν ἐχθρῶν, τὸν καταγέλωτα παραπορευομένων, καὶ λεγόντων· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ, καὶ πι στεύσομέν σοι· καὶ τὰ λοιπὰ τῶν παθημάτων, ἅπερ δι' ἡμᾶς ὑπέμεινε, την σταύρωσιν, τὸν θάνατον, την ἐν τῷ μνημείῳ τριήμερον ταφὴν, τὴν εἰς ᾅδου κάθε οδον· ἔπειτα τὰς τῶν παθημάτων επικαρπίας, οἶαι καὶ τίνες εἰσὶ, τοῦτ' ἔστι, τὴν ἐκ νεκρῶν ἀνάστασιν, οι τὴν τοῦ ᾅδου καὶ θανάτου σκύλευσιν, τῶν συνελίου σῶν τῷ Κυρίῳ ψυχῶν, τὴν ἐν οὐρανοῖς ἀνάληψιν, τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν, τὴν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ παντὸς ὀνόματος ὀνομαζομένην τιμὴν καὶ δόξαν, τὴν πάντων τῶν ἀγγέλων προσκύνησιν εἰς τὸν πρωτότοκον τῶν νεκρῶν, διὰ τὴν τῶν παθημάτων αἰτίαν, κατὰ τὴν τοῦ ᾿Αποστόλου φωνὴν τὴν λέγουσαν· Τοῦτο φρονείσθω ἐν ὑμῖν, δ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρ χων, οὐχ αρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεο ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εύ ΧΙΧ
col. 1045–1046page 70 of 118
PG 65:1045ρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν γενό μενος υπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυ ροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχα ρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Ἰδοὺ αἱ τῶν προῤῥηθέντων αἰτίαι, κατὰ τὸ δίκαιον τοῦ Θεοῦ κρίμα, εἰς οἷαν δόξαν καὶ ὕψος τὸν Κυριακὸν ἀνήγαγον ἄνθρωπον. Ι. Τί γὰρ οὖν; Ἐὰν πόθῳ καὶ διαθέσει ἀνεπιλήστῳ τὰς μνήμας ταύτας διασώζῃς ἐν τῇ καρδίᾳ σου, οὐ κατακυριεύσει σου τὸ τῆς ὀργῆς καὶ πικρίας καὶ θυμοῦ πάθος· τῶν γὰρ θεμελίων τοῦ πάθους τῆς ὑπερηφανίας διὰ τῆς ταπεινώσεως τοῦ Χριστοῦ, ἧς ἀναλογίζῃ, ὑπερελθόντων, ὅλον τὸ οἰκοδόμημα τῆς ἀνομίας, τοῦ θυμοῦ, καὶ ὀργῆς, εὐχερῶς καὶ αὐτο μάτως καταλύεται. Ποια γὰρ σκληρὰ καὶ λιθίνη καρδία ἐὰν ἔχῃ ἐν νῷ διηνεκῶς τὴν τοσαύτην τῆς θεότητος τοῦ Μονογενούς δι' ἡμᾶς ταπείνωσιν, καὶ τὴν ἀπαριθμηθεῖσαν τῶν προῤῥηθέντων παθημάτων μνήμην, οὐ συντρίβεται; Οὐχὶ γῆ, καὶ σποδός, καὶ πάτημα παρὰ πάντων ἀνθρώπων έκουσίως γίνεται; Οὕτω δὲ ταπεινουμένης καὶ συντριβομένης τῆς ψυ χῆς, εἰς ταπείνωσιν τοῦ Κυρίου ἀποσκοπούσης, ποῖος θυμός ταύτης κατακρατήσαι δυνήσεται; ποία οργή, ποία πικρία περιγενέσθαι; Αλλ᾽ ὡς ἔοικεν, ἡ λήθη τῶν συμφερόντων τούτων καὶ ζωοποιούντων ἡμᾶς λογισμῶν, καὶ ἡ ταύτης ἀδελφὴ ῥᾳθυμία, καὶ ἡ τού των συνεργός καὶ ὁμότροπος ἄγνοια, τὰ βαθύτερα καὶ ἐσώτερα τῆς ψυχῆς πάθη, τὰ δυσεξεύρετα καὶ δυσκατόρθωτα περιεργεία δεινῇ τὴν ψυχὴν καλύ πτοντα καὶ σκοτίζοντα, τὰ λοιπὰ πάθη τῆς κακίας ἐνεργεῖν καὶ ἐμφωλεύειν ἐν αὐτῇ παρασκευάζει, ὡς ἀφοβίαν καὶ ἀμέλειαν τῶν κακῶν ἐμποιοῦντα, εἰς ὁδὸν καὶ ἐργασίαν ἑκάστῳ πάθει, ἀδεῶς καὶ εὐκόλως παρέχοντα. Κεκαλυμμένης γὰρ τῆς ψυχῆς ὑπὸ τῆς παγκάκου λήθης, καὶ τῆς ὀλεθρίου ῥαθυμίας, καὶ τῆς πάντων τῶν κακῶν μητρὸς καὶ τροφοῦ ἀγνοίας, ἑκά στῳ τῶν ὁρωμένων, ἢ νοουμένων, ἢ ἀκουομένων εὐ χερῶς προσδεσμεῖται ὁ ἄθλιος καὶ τυφλώττων νοῦς. Οἷα ἐὰν κάλλος ἴδῃ γυναικός, εὐθὺς ἐτρώθη τῇ σαρκικῇ ἐπιθυμίᾳ· καὶ οὕτω λοιπόν διαδεξάμεναι αἱ μνῆμαι τῶν ἐμπαθῶς καὶ ἡδέως θεωρηθέντων, διὰ τῆς ἀνατυπώσεως τῶν ἐννοιῶν καὶ κακῆς μελέτης, ἔνδον τὰς εἰκόνας ἀναζωγραφούσι· καὶ οὕτω τὸν ἐμ παθῆ ἔτι καὶ ἄθλιον μιαίνουσι νοῦν, διὰ τῆς ἐνεργείας τῶν πονηρῶν πνευμάτων. ΙΑ'. Τὸ λοιπὸν γὰρ καὶ ἡ σὰρξ ἐὰν ᾗ πία καὶ νεά ζουσα, ἢ ὑγροτέρα, ταῖς τοιαύταις μνήμαις ἑτοίμως διεγειρομένη τῷ πάθει ἐνεργεῖ τὰ ἐν αὐταῖς πρὸς ἐπιθυμίαν κινουμένη, ἢ ἐνίοτε καθ' ύπνους, ή καθ' υπαρ ἀκαθαρσίας εργαζομένη. Εἰ γὰρ καὶ ἐν τοῖς φαινομένοις γυναικὶ οὐκ ἐκοινώνησε, σώφρων, καὶ παρθένος, καὶ ἁγνὸς παρὰ τοῖς ἀνθρώποις νενόμισται, ἢ καὶ ἁγίου έχει υπολήψεις· παρὰ δὲ τῷ τὰ κρυ στὰ ὑποπτεύοντι, βέβηλος καὶ μοιχὸς καὶ ἄσωτος οὗτος κρίνεται· καὶ δικαίως ἐν ἐκείνῃ τῇ ἡμέρᾳ και τακρίνεται, ἐὰν μὴ θρηνῇ καὶ πενθῇ, νηστείαις καὶ ἀγρυπνίαις καὶ εὐχαῖς ἀδιαλείπτως τὴν σάρκα κατα Ο
col. 1047–1048page 71 of 118
PG 65:1047τήξας, καὶ τὸν νοῦν ταῖς ἁγίαις μνήμαις καὶ μελέτ ταῖς τοῦ λόγου τοῦ Θεοῦ θεραπεύσας, καὶ διορθωσάμενος, ἀξίαν μετάνοιαν τῷ Θεῷ προσενέγκῃ, οὗ ἐνώπιον τὰ κακὰ ἐνενόησεν, ἢ ἐποίησεν· ἀψευδῆς γὰρ ἡ ζῶσα φωνὴ εἰποῦσα· Ἐγὼ δὲ λέγω ὑμῖν Πᾶς ὁ βλέπων γυναῖκα εἰς τὸ ἐπιθυμήσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Διὰ τοῦτο συμβάλλεται τοῖς νέοις μάλιστα, τὸ μήτε ὅλως, εἰ δυνατόν, συντυγχάνειν γυναιξί, κἂν ἅγιαι νομίζωνται. Εἰ δὲ δυνατὸν καὶ ἔξωθεν τῶν ἀνθρώπων διάγειν, έλαφρότερος ὁ πόλεμος διατελεί, καὶ τρανότερον γνωρίζει, μάλιστα ἐὰν ἀκριβῶς προσέχῃ αὐτῷ, καὶ ὀλιγοσιτίᾳ, καὶ ὀλιγοποσίᾳ ὕδατος, καὶ ἀγρυπνία πολλῇ, ἐν προσευχῇ τὴν διαγωγὴν ἔχειν. ἀγωνιζόμενος, καὶ μάλιστα ἐμπείροις πνευματικῶν Πατέρων συναναστρέφεσθαι, καὶ συνεῖναι, καὶ ὁδηγεῖσθαι σπου δάζων. Ἐπικίνδυνον γὰρ τὸν μόνον καὶ ἰδιόρυθμον καὶ ἀμάρτυρον, καὶ μετὰ ἀπείρων τοῦ πνευματικού πολέμου συζῇν· ἄλλοις γὰρ πολέμων τρόποις οἱ ται οὗτοι ἁλίσκονται, ὅτι πολλά εἰσι τῆς κακίας τὰ μη χανήματα καὶ ἔνεδρα κεκρυμμένα, καὶ διάφοροι πατ γίδες καταπεπήγασι τοῦ Ἐχθροῦ πανταχόθεν. Καὶ διὰ τοῦτο συνεἶναι ἡ συνεχώς συντυγχάνειν γνωστικοῖς ἀνδράσι σπουδαστέον καὶ ἀγωνιστέον· ὅπως καν μὴ αὐτὸς ἔχῃ λύχνον ἀληθοῦς γνώσεως, διὰ τὸ ἔτε ἀτελὲς τῆς νοητῆς ἡλικίας καὶ νήπιον, τῷ ἔχοντι συνοδεύων οὐ περιπατεῖ ἐν σκότει, οὐ κινδυνεύει βρά χοις καὶ παγίσι, καὶ τοῖς νοητοῖς οὐ περιπίπτει θησ ρίοις, τοῖς ἐν τῷ σκότει νεμομένοις, καὶ τοὺς ἐν αὐτῷ χωρὶς λύχνου νοητοῦ τοῦ θείου λόγου περιπατοῦντας ἁρπάζουσι καὶ διαφθείρουσιν. ΙΒ'. Εἰ οὖν βούλει, τέκνον, οἰκεῖον λύχνον φωτής νοητοῦ γνώσεως πνευματικῆς ἔνδον κτήσασθαι, ἐν τῇ βαθυτάτῃ νυκτὶ ἀπροσκόπτως τοῦ αἰῶνος τούτου πε ριπατεῖν δυνήσῃ, καὶ ὑπὸ Κυρίου τὰ διαδήματά σου κατευθυνθείη, ὅπως τὴν ὁδὸν τοῦ Εὐαγγελίου θελή σης σφόδρα, κατὰ τὸ προφητικόν λόγιον, τοῦτ' ἔστι, πίστει διαπύρως τῶν τελειοτέρων εὐαγγελικῶν προσ ταγμάτων περιέχεσθαι, καὶ τῶν παθημάτων τοῦ Κυ ρέου δι' ἐπιθυμίας καὶ εὐχῆς γενέσθαι κοινωνός, υπο δείχνυμί σοι μέθοδον θαυμαστὴν καὶ ἐπίμονον, τρό που πνευματικοῦ, οὐ σωματικοῦ κόπου ἢ ἀγῶνας δεομένην, ἀλλὰ ψυχικού πόθου καὶ νοὸς προσεχούς διανοίας χρήζουσαν, φόβῳ καὶ ἀγάπῃ Θεοῦ συνεργού μένην· δι᾿ ἧς ἐπινοίας τὴν φάλαγγα τῶν ἐχθρῶν εὐ χερῶς τροπώσασθαι δυνηθήσῃ κατὰ τὸν μακάριον Δαβίδ, ένα γίγαντα τῶν ἀλλοφύλων ἀνελόντα διά πο στεως καὶ πεποιθήσεως τῆς εἰς Θεόν; καὶ οὕτω τὰς μυριάδας τῶν ἐχθρῶν μετὰ τοῦ ἰδίου λαοῦ εὐχερώς τροπωσάμενον. Ἐκ δὲ ὑποθέσεως τοῦ ἡμετέρου λό γου, τρεῖς τοὺς δυνατούς καὶ κραταιοὺς τῶν ἀλλοφύλων γίγαντας ὁρᾷ, εἰς οὓς ἐπεστήρικται πᾶσα ἡ τοῦ νοητοῦ ὀλοφυρτικοῦ ἀντικειμένου δύναμις, ὧν καθ αιρεθέντων, εὐχερῶς λοιπὸν πᾶσα εἰς ἀναίρεσιν ἡ τῶν πονηρῶν πνευμάτων ἀσθενήσει δύναμις. Εἰσὶ οἱ ὀνομαζόμενοι τοῦ πονηροῦ ἰσχυροί γίγαντες, ἡ δη προειρημένη άγνοια, ἡ τῶν κακῶν ἁπάντων μήτηρ,
col. 1049–1050page 72 of 118
PG 65:1049λήθη ή ταύτης ἀδελφὴ καὶ συνεργὸς καὶ συνέριθος ἢ τὸ σκοτεινὸν τοῦ μελανοῦ νέφους ἔνδυμα καὶ κά λυμμα ἐν τῇ ψυχῇ ἐξυφαίνουσα ῥαθυμία, ἡ ἀμφοτέρας στηρίζουσα καὶ κραταιοῦσα, καὶ σύστασιν αὐταῖς παρεχομένη, τῇ ἀμελεστάτῃ ψυχῇ, τὸ ἔμμονον κακὸν ἐργαζομένη. Ὑπὸ γὰρ ῥαθυμίας λήθης τε καὶ ἀγνοίας τὰ τῶν λοιπῶν παθῶν ὑποστηρίγματα κραταιούνται καὶ μεγαλύνονται. Βοηθοὶ γὰρ ἀλλήλων οὖσαι, καὶ χωρὶς ἀλλήλων μὴ δυνάμεναι συνιστάναι, ισχυραί τοῦ ἀντικειμένου δυνάμεις ἀποδείκνυνται, καὶ οἱ κρατ ταιοὶ τοῦ Πονηροῦ ἄρχοντες, δι' ὧν πᾶσα ἡ στρατιά τῶν πνευμάτων τῆς πονηρίας ὑπονοστεῖται, καὶ ὑπου στηρίζεται, καὶ τὰ διανοήματα ἐκτελεῖν ἰσχύει· ὧν ἄνευ συστῆναι τὰ προκείμενα οὐ δύναται. ΙΙ. Εἰ οὖν βούλει κατὰ τῶν προειρημένων παθῶν τὸ νῖκος ἄρασθαι, καὶ τὴν φάλαγγα των νοητῶν ἀλ λοφύλων ευχερώς τροπώσασθαι, δι' εὐχῆς καὶ συνεργείας Θεοῦ γινόμενος ἐν ἑαυτῷ, καὶ εἰς τὰ βάθη τῆς καρδίας δύνας, ἀνίχνευσον τοὺς τρεῖς τούτους δυνα τοὺς τοῦ διαβόλου γίγαντας, λήθην λέγω, καὶ ῥᾳθυ μίαν, καὶ ἄγνοιαν, τὸ ὑποστήριγμα τῶν νοητῶν ἀλλο φύλων, ἐξ ὧν τὰ λοιπὰ τῆς κακίας πάθη ὑπονοστού μενα ἐνεργεῖ, καὶ ζῇ, καὶ ἰσχύει, ἐν ταῖς τῶν φιλ ηδόνων καὶ κενοδόξων ψυχαῖς. Καὶ διὰ πολλῆς προσ εχείας καὶ νοῦ ἐπιστασίας μετὰ τῆς ἄνωθεν ῥοπῆς εὑρὼν τὰ τοῖς πολλοῖς ἀγνοούμενα, ολεθριώτερα τῶν λοιπῶν ὄντα κακὰ διὰ τῶν δικαιοσύνης όπλων τῶν ἀπεναντίας, ἐκείνης μνήμης ἀγαθῆς λέγω τῆς πάνε των τῶν καλῶν αἰτίας, καὶ γνώσεως πεφωτισμένης, δι' ἧς ἀναγρηγοροῦσα ψυχὴ τὸ τῆς ἀγνοίας σκότος διώκει ἀφ' ἑαυτῆς, καὶ προθυμίας αρίστης πρὸς σω τηρίαν εὐτρεπιζούσης καὶ ἐπει[σα]γούσης τῇ ψυχῇ τὰ τῆς ἀρετῆς ἐνδυσάμενος ὅπλα, ἐν δυνάμει Πνεύ ματος ἁγίου, διὰ πάσης προσευχῆς καὶ δεήσεως γεν ναίως καὶ ἀνδρείως καταγωνίσῃ τοὺς τῶν νοητῶν ἀλλοφύλων τρεῖς προειρημένους γίγαντας. Διὰ μὲν τῆς ἀρίστης κατὰ Θεὸν μνήμης ἀγαθῆς, Οσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἀγνὰ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, πάντα λογιζόμενος, τὴν παγκάκιστον λήθην ἀφ' ἑαυτοῦ ἐχε διώχων· διὰ δὲ τῆς πεφωτισμένης καὶ οὐρανίου γνώ σεως, τὴν ὀλέθριον ἄγνοιαν τοῦ σκότους ἐξαφανίζων διὰ δὲ τῆς παναρέτου καὶ καλλίστης προθυμίας, την ἄθεον καὶ τὴν τῶν κακῶν ἐν τῇ ψυχῇ κατεργαζομέ την ῥαθυμίαν ἐξελαύνων. Ταύτας δὲ τὰς ἀρετὰς, οὐ ψιλῆς, ἢ ἐκ μόνης προαιρέσεως, ἀλλ' ἐκ δυνάμεως Θεοῦ καὶ συνεργείας ἁγίου Πνεύματος, ἐν πολλῇ προσεχείᾳ καὶ εὐχῇ ἐκτενεῖς κτησάμενος. Οὕτω δυνήσῃ τῶν προειρημένων ἰσχυρῶν γιγάντων ῥυσθῆναι τοῦ Πονηροῦ. Γνώσεως γὰρ ἀληθοῦς, καὶ μνήμης λόγου Θεοῦ, καὶ ἀγαθῆς προθυμίας συμφωνίᾳ, διὰ χάριτος ἐνεργοῦς ἐν τῇ ψυχῇ συστῆναι σπουδαζομένης καὶ ἐπιμελῶς φυλασσομένης, λήθης καὶ ἀγνοίας καὶ ῥᾳ θυμίας ίχνος ἐν αὐτῇ ἀφανίζεται, καὶ εἰς τὸ μὴ ὂν περιίσταται· τῆς χάριτος βασιλευούσης ἐν αὐτῇ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. Το
col. 1051–1052page 73 of 118
PG 65:1051Η 'Αντίγραφαν παρὰ Νικολάου προς Μάρκον Ασκητήν. Ἡ χάρις, τῷ Θεῷ χάρις, χάρις τῇ ἀνυπερβλήτων καὶ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεά, ὅτι ἐφιλανθρωπεύσατο ψυχὴν ἐν πάθεσι δεινοῖς κατεχομένην, καὶ ὅλην ἀκμὴν ἀπηλλοτριωμένην, καὶ ἐπεσκέψατο διὰ τῆς εὐσπλάγχνου καὶ ὅλης ἐξ ὅλης Θεῷ ἀνακειμένης προαιρέσεως, λέγω δὴ τῆς ἐναρέτου καὶ Θεῷ κεκαλ λημένης τῆς ὁσίας σου ψυχῆς, δι' ἧς ἀπεστάλης μου σπινθὴρ ἀστράπτων, πλήρης φωτὸς θεϊκοῦ, καὶ ἄγκιστρον ἔχον δέλεαρ πνευματικόν· καὶ ἀπὸ τῆς λυχνείας τῷ πόνῳ καὶ πόθῳ ὑπὸ τοῦ συνηνωμένου τῷ θεῷ λογισμοῦ, τεχθέντων βημάτων ἀνέσπασε τὴν ἀθλίαν μου ψυχὴν ἐκ τοῦ ζοφωδεστάτου σκότους καὶ θυέλα λης, καὶ ἀνανεῦσαι ἐποίησε τὴν διάνοιάν μου ἐξαι ρετος Δεσπότης ἐκ τῶν μηνυθέντων μοι τριῶν γιγάν των. Οντως γὰρ γίγαντες μεγάλοι καὶ ἀνήμερος, μηδέποτε παυόμενοι τοῦ πολεμεῖν τὸ ἀνθρώπινον γέν φως. Τίνα δὲ οὕτως ἀγρίως καὶ δεινῶς κατέχουσιν ἐπὶ γῆς, ὡς ἐμὲ τὸν κακῶς καὶ ἰδίῳ θελήματι ὑπ' αὐτῶν ἔτι κυριευόμενον; 'Αλλ' ὁ μηδέποτε τερπόμεν νος ἐπ' ἀπωλεία ζώντων, ηλέησε καὶ ἀνέδειξε το μακρόθυμον αὐτοῦ καὶ εὐσπλαγχνον τῆς φιλανθρωπίας, καὶ ἐκίνησεν ἐκεῖνον τὸν εὐσεβῆ λογισμόν· καὶ ἐξύπνισε τὴν ὕπνῳ βαθυτάτῳ κατακειμένην προαίο ρεσιν, καὶ ἀνέδειξε καὶ ἐφανέρωσέ μας τους προειρημένους γίγαντας. Λέγω δὲ πρῶτον, τὴν λήθην τὴν ἐκβάλλουσαν τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου. Εἰ μὴ γὰρ ἔλαβε τὴν παραγγελίαν τοῦ Δεσπότου, οὐκ ἂν ἐξέπεσε τῆς τοιαύτης δόξης· καὶ τὴν ῥαθυμίαν δι' ἧς ῥαθυμήσας ήκουσε τῆς ἐμοζύγου· καὶ τὴν ἄγνοι δι' ἧς ἡγνόησε, τίς ἦν καὶ τί ὑπῆρχε. Ταῦτα τρία πνεύματα φανερά μοι κατέστησεν ὁ Κύριος Ἰησοῦς, διὰ τοῦ ἁγίου Πνεύματος τοῦ ἐνοικοῦντας ἐν σοί. Τξ. απέστειλε γὰρ ἀληθῶς μάχαιραν δίστομον, ὅ ἐστι βήμα Θεοῦ, καὶ ἐδιχοτόμησε τὸν νοῦν ἐν πολλῇ γαλήνη. Οὐ μόνον δὲ τούτου μέχρι ἐστὶν, ἀλλὰ καὶ ἡδύτητά της πνευματικήν, ὡς τῶν σῶν ῥημάτων ἐνέθηκε τῇ προ αιρέσει μου. Πόσοις οὖν στόματι καὶ πόσαις γλώσ σαις δυνηθῶ ἀξίως εὐχαριστῆσαι τῷ ἀληθινῷ καὶ Δεσπότῃ Θεῷ, ὑπὲρ τῶν παρὰ σοῦ ὑπομνησθέντων μας εὐεργεσιών; Η αὖ πάλιν τῆς ἐπιστολῆς τὸ εὐμέθοδον καὶ εὐσπλαγχνον τῶν ῥημάτων, καὶ διεγερτικόν πρὸς ζήτησιν τῆς ἀληθείας, καὶ τήρησιν ἐντολῶν Θεοῦ, καὶ πολλὴν ὠφέλειαν τοῦ βαδίσαι θέλοντος τὴν ὁδὸν τοῦ Κυρίου, τὴν ἀπάγουσαν εἰς ζωὴν αἰώνιον. Οὐ μόνον δὲ ἐμοὶ ἡ τοιαύτη ὠφέλεια διὰ τὸν λόγον ἐγένετο, ἀλλὰ καὶ ὅσοι αὐτὸν ἤκουσαν, μεγάλως έλαμ τρύνθη αὐτῶν ἡ διάνοια, καὶ πολλὴν ὠφέλειαν ἐπαρ πώσατο ἀπὸ τῶν ἐναργώς λεχθέντων ρημάτων Αμε λει τὰ ῥήματα πράγματα ἐβεβαιώθησαν, καὶ οἱ λόγες οὐκ ἠκούσθησαν ὡς λόγοι, ἀλλ' ὡς ἔργον φανερὸν προκείμενον τοῖς ὀφθαλμοῖς ἡμῶν. Εὐθέως γὰρ ἐν έθηκε νῆψιν πολλὴν ὁ λόγος εἰς τὰς προαιρέσεις. Καὶ ἐπειδὴ ἐνεργῶς ἦν ὁ λόγος, οὐκ ἔμεινεν ἀέργως, ἀλλ᾽ εὐθέως στάχυας εβλάστησε, καὶ τὸν καρπὸν ἄριμον ἔδειξε, καὶ οὐ μόνον ἕως τούτου ἐστὶν, ἀλλὰ καὶ ακόρεστος ἐγένετο, ὡς οἶδεν ὁ Θεός· ὁσάκις γὰρ ἐν
col. 1053–1054page 74 of 118
PG 65:1053εύχω, κόρον οὐ λαμβάνει ή ταλαίπωρος μου ψυχή. Τῇ οὖν πρεσβεία τῆς σῆς ἁγιωσύνης, ἔσται τὸ δῶρον τοῦτο ἔμμονον, τοῦ παραμείναί με τὸν οὐράνιον σπινθῆρα, καὶ ἀπολέσαι παντελῶς τοὺς προειρημένους γίγαντας έως τέλους, μή ποτε ἐπιλάθωμαι, καὶ τῆς αυτεξουσίου προαιρέσεως προδοσίᾳ ἐμβάλω ἐμαυτὸν εἰς τὰ προειρημένα κακὰ, καὶ γένωμαι κατάβρωμα τῶν ἐχθρῶν. Ἀλλὰ πιστεύω τῷ Κυρίῳ μου Ἰησοῦ Χριστῷ, τῷ ἐνοικοῦντι ἐν σοὶ, ὅτι διὰ τῆς ὁσιότητός σου καὶ τῶν ὁμοίως σο! ἀγωνιζομένων, οὐ μή με παρ ἴδῃ, οὐδ᾽ οὐ μὴ παραδώσῃ με εἰς τὰ στόματα τῶν προειρημένων γιγάντων· ἀλλὰ πάντοτε διὰ τῶν ὁσίων δούλων αὐτοῦ ὑπομιμνήσκων τὴν ὁδὸν αὐτοῦ, γνωρίσαι μοι τῷ τάλανι εὐχαῖς σου ἀγίαις. Παρακαλῶ οὖν καὶ ἱκετεύω τὴν εὔσπλαγχνον καὶ ὁσίαν σου ψυχήν, μὴ καταγνῷς μου εἰς τοῦτο, ὅτι θαρσήσας ἀπετόλμησα τοῦ ἀντιχαράξαι γράμματα τῇ ἁγιότητί σου ἀλλ᾽ ἐπειδὴ εἶδον ἀνεψυγμένα σπλάγχνα πατρικά, κἂν δι᾿ εὐτελῶν γραμμάτων παρακαλῶ καὶ δέομαι τοῦ μνημονεύεσθαί μου ἐν πάσῃ ὥρα [ὅτι ἀεὶ ὁ Κύ ριος επισκέπτεται τὸν παρεδρευτὴν καὶ ἀδιάλειπτον λατρευτήν, λέγω δὴ τὸν ἀξίως κεκαθαρμένον νοῦν τῆς εὐλογημένης σου ψυχῆς], όπως διὰ τῆς ἁγιωσύνης σου κἀγὼ ἀπὸ τῶν κακῶν μου ῥυσθῶ, καὶ εύρω διέξοδον ἀγαθὴν χάριτι Χριστοῦ τοῦ Θεοῦ, μεθ' οὗ τῷ Πατρὶ τιμὴ καὶ κράτος σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Κεφάλαια νηπτικά. Δ΄. Ο κατὰ τὸ Εὐαγγέλιον μόνον πιστός, τὸ ὄρος της κακίας ἑαυτοῦ διὰ πίστεως μετατίθησιν, ἀπὸ ευθούμενος ἑαυτοῦ τῇ ἀνάτῳ περιφορά τήν ὑπὸ αἴσθησιν τὴν ἐπ' αὐτῆς προτέραν διάθεσιν. Ὁ δὲ μαθητής είναι δυνάμενος, ἐκ τοῦ Λόγου δεχόμενος χερσὶ τῶν γνωστικῶν ἄρτων τὰ κλάσματα, διατρέφει χιλιάδας, πράξει δειχνύς πληθυνομένην τοῦ Λόγου τὴν δύναμιν. ' Ο δὲ ἀπόστολος ἰσχύσας εἶναι, πα σαν Ιατρεύει νόσον, καὶ πᾶσαν μαλακίαν, ἐκβάλλων δαιμόνια, τοῦτ' ἔστι τὴν τῶν παθῶν φυγαδεύων ἐνέργειαν, νοσοῦντας ιώμενος, πρὸς ἕξιν εὐσεβείας τοὺς στερηθέντας αὐτῆς δι' ἐλπίδος ἐπανάγων, καὶ τοὺς δι' ἔκνων μαλακισθέντας ἐπιστύφων τῷ λόγῳ τῆς πίστεως. Πατεῖν γὰρ ἐπάνω ἔφεων καὶ σκορπίων κελευσθεὶς ἀρχὴν, τέλος τῆς ἁμαρτίας ἐξαφανίζει. Β. Σάββατα σαββάτων ἐστὶν ἠρεμία ψυχική ψυ χῆς λογικῆς, καὶ ἀπ' αὐτῶν πάντων ἐν τοῖς οὖσι θειο τέρων λόγων τὸν νοῦν συστειλάσης, καὶ μόνον τὸν Θεόν κατ' ἐρωτικὴν ἔκστασιν ὁλικῶς ἐνδυσάσης, καὶ παντελῶς ἀκίνητον αὐτὸν τοῦ Θεοῦ διὰ τῆς μυστικής Θεολογίας ποιησάσης. Γ'. θέρους θέρος ἐστὶν ἡ πᾶσα ἄβατος, καὶ κατὰ τὴν τῶν νοητῶν μυστικὴν θεωρίαν, περὶ γοῦν ἀγνώ

Treatise VIOpusculum VI

col. 1055–1056page 75 of 118
PG 65:1055τως συνισταμένη τοῦ Θεοῦ κατανόησις, ἣν προσφέρει Ο δεόντως ὁ ἐκ τῶν ὁρατῶν καὶ τῶν ἀοράτων κτισμάτων ἀξίως γεραίρων τὸν κτίσαντα. Δ'. Ὁ τὴν ἔκτης ευαγγελικῶς ἄγων ἡμέραν, ἀποκτείνας πρότερον τὰ τῆς ἁμαρτίας πρώτα κινήσ ματα, τὴν πάσης κακίας ἔρημον διὰ τῶν ἀρετῶν καὶ ταλαμβάνει τῆς ἀπαθείας κατάστασιν, σαββατίζων κατὰ νοῦν καὶ αὐτῆς ψιλῆς τῆς τῶν παθῶν φαντασίας. ' Ο δὲ τὸν Ἰορδάνην διαπεράσας, εἰς τὴν τῆς γνώσεως μετατίθεται χώραν, καθ' ἣν ὁ νοῦς μυστικῶς ὑπὸ τῆς εἰρήνης οικοδομούμενος, Θεοῦ γίνεται κατοικητήριον ἐν πνεύματι. Ε'. 'Ο τὴν ἔκτην θεϊκῶς μετὰ τῶν προσφόρων ἔρ γων καὶ ἐννοιῶν ἑαυτῷ συμπληρώσας ἡμέραν, καὶ αὐτὸς μετὰ τοῦ Θεοῦ καλῶς τὰ ἑαυτοῦ συντελέσας ἔρ γα, διέβη τῇ κατανοήσει πᾶσαν τὴν ὑπὸ φύσιν καὶ χρόνον ὑπόστασιν, καὶ εἰς τὴν τῶν αἰώνων καὶ αἰω νίων μετετάξατο μυστικήν θεωρίαν, σαββατίζων ἀγνώστως κατὰ νοῦν τὴν ὁλικὴν τῶν ὄντων ἀπαλειψίν τε καὶ ὑπέρβασιν. Εἰ δὲ καὶ τῆς ὀγδόης ἀξιωθείς, ἐκ τῶν νεκρῶν ἀνέστη [τῶν μετὰ Θεὸν λέγω πάντων αἰσθητῶν τε καὶ νοητῶν, καὶ λόγων] καὶ νοημάτων, καὶ ἔζησε τὴν τοῦ Θεοῦ μακαρίαν ζωὴν τοῦ νόμου κατὰ ἀλήθειαν κυρίως ζωῆς καὶ λεγομένου καὶ ὄντος], οἷα καὶ αὐτὸς γενόμενος τῇ θεώσει Θεός. Γ'. Τὰ φαινόμενα πάντα δεῖται σταυροῦ, τῆς τῶν ἐπ' αὐτοῦ κατ' αἴσθησιν ἐνεργουμένων ἐπεχούσης τὴν σχέσιν ἕξεως· τὰ δὲ νοούμενα πάντα χρήζει ταφής, τῆς τῶν ἐπ' αὐτῆς κατὰ νοῦν ἐνεργουμένων ὁλικῆς ακινησίας. Τῇ γὰρ σχέσει συναναιρουμένης τῆς περὶ πάντα φυσικῆς ἐνεργείας τε καὶ κινήσεως, δ λόγος μόνον ἐφ᾽ ἑαυτὸν ὑπάρχων ὥσπερ ἐκ νεκρῶν ἐγηγερμένος, προσαναφαίνεται πάντα περιγραφήν έχοντα ἐξ αὐτοῦ, μηδενὸς φυσικῇ σχέσει τὴν πρὸς αὐτὸν οἰκειότητα τὸ σύνολον ἔχοντος· κατὰ χάριν γάρ, ἀλλ' οὐ κατὰ φύσιν ἐστὶν ἡ τῶν σωζομένων σωτηρία. Ζ΄. Ἕως τῆς ἡμῶν τε καὶ πάντων τῶν μετὰ θελν οὐσίας κατὰ διάνοιαν καθαρῶς οὐκ ἐμβεβήκαμεν τὴν ἕξιν, οὔπω τὴν κατ' ἀρετὴν ἀτρεψίαν ἐλάβομεν. Οπηνίκα δὲ τοῦτο δι᾿ ἀγάπης ἡμῖν κατορθωθεί το ἀξίωμα, τότε γνωσόμεθα τῆς θείας ἐπαγγελίας τὴν δύναμιν· ἐκεῖ γὰρ εἶναι χρὴ πιστεύειν καθίδρυσιν ἀμετάθετον τοὺς ἀξίους, ἔνθα προλαβὼν ὁ νοῦς δι' ἀγάπης τὴν σφετέραν ἐῤῥίζωσε δύναμιν. Ο γὰρ μὴ ἐκβὰς ἑαυτοῦ, καὶ πάντων τῶν ὁπωσούν νοεῖσθαι δύν ναμένων, καὶ εἰς τὴν ὑπὲρ νόησιν σιγήν καταστά οὐ δύναται τροπῆς εἶναι πάντων ελεύθερος. Η'. Πᾶσα νόησις, πλήθους, ἢ τὸ ἐλάχιστον δύξέος, πάντως ἔμφασιν ἔχει. Μέση γάρ τινων ἐστὶν ἀκρο τήτων σχέσις ἀλλήλοις συνάπτουσα. Τό τε νοούν καὶ τὸ νοούμενον· οὐδὲ γὰρ οὐδέτερον δι᾿ ὅλου τὴν ἁπλότητα πέφυκε σώζειν· τό τε γὰρ νοοῦν, ὑποχεί μενόν τί ἐστι, πάντως συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖσθαι ἔχον δύναμιν, ἢ πρὸς ὑποκειμένην τὴν οὗ ἐστι δύναμις οὐσίαν. Οὐ γάρ τι τῶν ὄντων αὐ σύνολον, αὐτὸ καθ᾿ ἑαυτὸ, ἁπλῆ τις ουσία η νόησις ἐστιν, ἵνα καὶ μονας αδιαίρετος. Τὸν δὲ θεὸν εἶτ
col. 1057–1058page 76 of 118
PG 65:1057οὐσίαν είπομεν, οὐκ ἔχει φυσικῶς συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖσθαι δύναμιν, ἵνα μὴ καὶ σύνθετος εἴτε νόησις, οὐκ ἔχει φυσικῶς δεκτικὴν τὴν τῆς νοή σεως υποκειμένην οὐσίαν. Αλλ' αὐτὸς κατ' ουσίαν, νησίς ἐστιν ὁ Θεὸς, καὶ ὅλος νόησις, καὶ μόνον, καὶ ὑπὲρ οὐσίαν ὅλος, καὶ ὑπὲρ νόησιν ὅλος: διότι μονάς αδιαίρετος, καὶ ἀμερὴς, καὶ ἁπλῆ. Ὁ τοίνυν καθο τιοῦν νόησιν ἔχων, οὔπω τῆς δυάδος ἐξῆλθεν· ὁ δὲ ταύτην πάμπαν ἀπολιπών, γέγονε ποσῶς ἐν τῇ μου νάδι, τὴν τοῦ νοεῖν ὑπεροχικῶς ἀποθέμενος δύναμιν. θ'. Ἐν μὲν τοῖς πολλοῖς ἑτερότης καὶ ἀνομοιότης ἐστὶ καὶ διαφορά· ἐν δὲ τῷ Θεῷ κυρίως ἑνὶ καὶ μόνῳ τυγχάνοντι, ταύτης καὶ ἔξω γενέσθαι, τῶν πολλῶν ἐπιβάλλειν ταῖς περὶ Θεοῦ θεωρίαις. Καὶ δηλοῖ τοῦτο Μωϋσῆς ἔξω τῆς παρεμβολῆς πηγνύμενος τὴν σκη νὴν τῆς διανοίας, καὶ τότε προσομιλῶν τῷ Θεῷ. Τὸ γὰρ μετὰ λόγου τοῦ κατὰ προφοράν πειρᾶσθαι φάναι τὸν ἄῤῥητον, ἐπικίνδυνον, ὅτι διὰς καὶ πλέον ἐστὶν ὁ κατὰ προφορὰν λόγος. Τὸ δὲ ἄνευ φωνῆς μόνη ψυχῇ τὸ ὂν θεωρεῖν, ἰσχυρότερον, ὅτι κατὰ τὴν ἀδιαίρετον ἵσταται μονάδα, καὶ οὐκ ἐν τοῖς πολλοῖς. Ο γὰρ ἀρχιερεὺς ἅπαξ τοῦ ἔτους εἰς τὰ "Αγια τῶν ἁγίων ἔσω τοῦ καταπετάσματος εἰσιέναι μόλις προστεταγμένος, διδάσκει, μόνον δεῖν ἐκεῖνον τὸν τὴν αὐτὴν καὶ τὰ ἅγια διαβάντα, καὶ εἰς τὰ ῾Αγια τῶν ἁγίων ἔσω γε νόμενον, τοῦτ' ἔστι τὴν ἅπασαν τῶν αἰσθητῶν τε καὶ νοη[μα]τῶν παρελθόντα φύσιν, καὶ πάσης τῆς κατὰ τὴν γένεσιν ιδιότητος γενόμενον καθαρόν, ἀνείμονι καὶ γυμνῇ τῇ διανοίᾳ προσβάλλειν ταῖς περὶ Θεοῦ φαντασίαις. Ι. Μωσῆς ὁ μέγας ἔξω τῆς παρεμβολῆς πηξάμε νας τὴν ἑαυτοῦ σκηνήν, τοῦτ᾽ ἔστι τὴν γνώμην καὶ τὴν διάνοιαν ίδρυσάμενο; ἔξω τῶν ὁρωμένων, προσ κυνεῖν τὸν Θεὸν ἄρχεται, καὶ εἰς τὸν γνόφον εἰσελθὼν τὸν ἀηδῆ καὶ ἄϋλον τῆς γνώσεως τόπον, ἐκεῖ μένει τελούμενος τὰς ἱερωτάτας τελετάς. ΙΔ΄. Ο τὸν νόμον διὰ βίου καὶ πολιτείας ἐπιτελῶν, μόνων τῶν τῆς κακίας ἀργεῖ συμπερασμάτων, καταθύων τῷ Θεῷ τὴν ἄλογον τῶν παθῶν ἐνέργειαν, καὶ τούτῳ πρὸς σωτηρίαν ἀρκεῖται τῷ τρόπῳ, διὰ τὴν ἐν αὐτῷ πνευματικὴν νηπιότητα. ΙΒ'. Ὁ τὴν εὐαγγελικήν ζωήν γνησίως ἀσπαζόμενος, καὶ ἀρχὴν καὶ τέλος ἑαυτοῦ τῆς κακίας ἐξέτεμε, καὶ πᾶσαν ἀρετὴν ἔργῳ τε καὶ λόγῳ μετέρχεται, θύων θυσίαν αἰνέσεως, καὶ ἐξομολογήσεως, πάσης τῆς κατ' ἐνεργείας τῶν παθῶν ἀπηλλαγμένος ὀχλήσεως, καὶ τῆς κατὰ νοῦν πρὸς αὐτὴν μάχης ὑπάρ χων, ἐλεύθερος, καὶ μόνον ἔχων τὴν ἐπ' ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τὴν ψυχὴν διατρέφουσαν ἀκόρεστον ηδονήν. ΙΓ'. Ὁ τῆς γεέννης φόβος, κακίαν φεύγειν παρα σκευάζει τοὺς εἰσαγομένους· ὁ δὲ πόθος τῆς τῶν ἀγαθῶν ἀντιδόσεως, τοῖς προκόπτουσι τὴν ἐπ' ἐνερ γείᾳ τῶν ἀγαθῶν χαρίζεται προθυμίαν. Τὸ δὲ τῆς ἀγάπης μυστήριον, πάντων ὑπεραίρει τῶν γεγονό τὸν νόμον,
col. 1059–1060page 77 of 118
PG 65:1059των τὸν νοῦν, πρὸς πάντα τὰ μετὰ Θεὸν τυφλόν ἀπεργαζόμενον. Μόνους γὰρ τους τυφλούς προς πάντα τὰ μετὰ Θεὸν γεγενημένους ὁ Κύριος σοφίζει. δεικνὺς τὰ θειότερα. ΙΔ΄. Ο γνώσεως εφιέμενος, ἀμετακινήτως τάς βάσεις τῆς ψυχῆς ἐρεισάτω παρὰ τῷ Κυρίῳ καθά φησιν ὁ Θεὸς τῷ Μωσεί· Σὺ δὲ αὐτοῦ στήθι μετ' ἐμοῦ. Ιστέον δὲ, ὅτι καὶ ἐν αὐτοῖς τοῖς ἱσταμένοις παρὰ τῷ Κυρίῳ ἐστὶ διαφορά, εἴπερ ἐκεῖνο μὴ παρ έργως ἀναγινώσκεται τοῖς φιλομαθέσι, τὸ, Καὶ εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσων. ται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. Οὐ γὰρ πᾶσιν ἀεὶ μετὰ δόξης ὁ Κύριος ἐπιφαίνεται παρ' αὐτῷ ἱσταμέν νοις, ἀλλὰ τοῖς μὲν εἰσαγομένοις, ἐν δούλου μορφή παραγίνεται· τοῖς δὲ δυναμένοις ἀκολουθῆσαι αὐτῷ ἐπὶ τὸ ὑψηλὸν ἀναβαίνοντι τῆς αὐτοῦ μεταμορφώσεως ὄρος, ἐπὶ Θεοῦ μορφῇ ἐπιφαίνεται, ἐν ᾗ ὑπῆρχε πρὸ τοῦ τὸν κόσμον εἶναι. Δυνατὸν οὖν ἐστι κατὰ τὸ αὐτὸ τὸν αὐτὸν πᾶσι τοῖς παρ' αὐτὸν τυγχάνουσιν ἐπι φαίνεσθαι Κύριον· ἀλλὰ τοῖς μὲν οὕτω τοῖς δὲ ἐπέ ρως, κατὰ τὸ μέτρον τῆς ἐν ἑκάστῳ πίστεως, δηλον ότι ποικίλων την θεωρίαν. ΙΕ΄. Ανατέλλει ὁ ἥλιος, καὶ δύναι ὁ ἥλιος, φτ σὶν ἡ Γραφή. Οὐκοῦν καὶ ὁ λόγος, ποτὲ μὲν νομίζεται ἄνω, ποτὲ δὲ κάτω, κατὰ τὴν ἀξίαν δηλονότι, καὶ αὐ τὸν τὸν λόγον, ἢ τὸν τρόπον τῶν μετερχομένων τὴν ἀρετὴν, καὶ περὶ τὴν θείαν κινουμένων γνώσιν. Μα κάριος δὲ ὁ κρατῶν ἄδυτον ἐν ἑαυτῷ, κατὰ τὸν το Ναυῆ Ἰησοῦν τὸν τῆς δικαιοσύνης ἥλιον, ὅλον τὸ μέτρον τῆς κατὰ τὴν παροῦσαν ζωὴν ἡμέρας κακίας. ἑσπέρας καὶ ἀγνωσίας μὴ περιγραφόμενον, ένα δύο νηθῇ νομίμως τροπώσασθαι τοὺς ἐπανισταμένου αὐτοῦ πονηροὺς δαίμονας. τι ν. 1Ϛ'. Ὁ τὴν κατ' εὐσέβειαν μετιών φιλοσοφίαν, καὶ πρὸς τὰς ἀοράτους παρατασσόμενος δυνάμεις, εὐ χέσθω τήν τε φυσικὴν αὐτῷ διάκρισιν παραμείνει φῶς ἔχουσαν σύμμετρον καὶ τὴν φωτιστικὴν τοῦ Πνεύματος χάριν. Η μὲν γὰρ παιδαγωγεί την σάρκα πρὸς ἀρετὴν διὰ πράξεως· ἡ δὲ, φωταγεῖ τὸν νοῦν τὴν τῆς σοφίας πάντων προκρίναι συμβίωσιν, καθ᾿ ἣν τῶν τε τῆς κακίας οχυρωμάτων, καὶ παντὸς ὑψώματος επαιρομένου κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, ποιεῖται τὴν καθαίρεσιν. Καὶ δηλοί δι' εὐχῆς αἰτῶν ὁ Ναυῆ Ἰησοῦς στῆναι τὸν ἥλιον κατὰ Γαβαῶ, τοῦτ' ἔστιν, ἄδυτὸν αὐτὸν τὸ φῶς τῆς γνώσεως τοῦ Θεο κατὰ τὸ ὄρος τῆς κατὰ νοῦν θεωρίας φυλαχθῆναι καὶ τὴν σελήνην κατὰ φάραγγα, τοῦτ' ἔστι, τὴν φυ σικὴν διάκρισιν, ἐπὶ τῆς σαρκικῆς ἀσθενείας κειμέν νην, ἀπὸ τῆς ἀρετῆς ἀναλλοίωτον διαμείνει. ΙΖ'. Οἱ διὰ τὸν φόβον τῶν Ἰουδαίων κατὰ τὴν Γα λιλαίαν ἐν τῷ ὑπερῴῳ κλείσαντες τας θύρας και ἡμενοι, τοῦτ' ἔστιν οἱ διὰ τὸν φόβον τῶν πνευμάτω τῆς πονηρίας κατὰ τὴν χώραν τῶν ἀποκαλύψεων ἐ. τῷ ὕψει τῶν θείων θεωρημάτων ἀσφαλῶς βεβηκότες. θυρῶν δίκην μύσαντες τὰς αἰσθήσεις, παραγινόμενον ἀγνώστως δέχονται τὸν τοῦ Θεοῦ λόγον, ἄνευ τῆς κατ' αἴσθησιν ἐνεργείας αὐτοῖς ἐπιφαινόμενον, ἀπά
col. 1061–1062page 78 of 118
PG 65:1061Γειάν τε διὰ τῆς εἰρήνης, καὶ μερισμούς Πνεύματος αγίου διὰ τῆς ἐμπνεύσεως δωρούμενον, καὶ τὴν κατὰ πνευμάτων πονηρῶν ἐξουσίαν παρέχοντα, καὶ δει κνύοντα τῶν αὐτοῦ μυστηρίων τὰ σύμβολα. ΙΗ'. Ἡ γῆ τῶν Χαλδαίων, ἐστὶν ὁ ἐμπαθής βίος, ἐν ᾧ τῶν ἁμαρτημάτων δημιουργεῖται καὶ προσκυνεῖται τὰ εἴδωλα· ἡ δὲ μέση τῶν ποταμῶν, ἐστὶν ὁ επαμφοτερίζων τοῖς ἐναντίοις τρόποις· ἡ δὲ γῆ τῆς ἐπαγγελίας, ἐστὶν ἡ παντὸς ἀγαθοῦ πεπληρωμένη κατάστασις. Πᾶς οὖν ὁ ταύτης, κατὰ τὸν παλαιὸν Ἰσραήλ, τῆς ἕξεως, πρὸς δουλείαν πάλιν κατασύρεται παθῶν, τῆς δοθείσης ελευθερίας στερούμενος. 10. Σημειωτέον, ὡς οὐδεὶς τῶν ἁγίων φαίνεται κατελθὼν εἰς τὴν Βαβυλωνίαν· οὐ γὰρ θέμις, οὔτε συνέσεως ἐστι λογικῆς, τῶν ἀγαθῶν ἀνθαιρεῖσθαι τὰ χείρονα τοὺς τὸν Θεὸν ἀγαπῶντας. Εἰ δέ τινες αὐτῶν κατὰ βίαν ἐκεῖ τῷ λαῷ συναπήχθησαν, νοοῦ μεν διὰ τούτων τοὺς μὴ προηγουμένως, ἀλλὰ κατὰ περίστασιν σωτηρίας, ἕνεκεν τῶν χρηζόντων χειρ αγωγίας, ἀφέντας τὸν ὑψηλότερον τῆς γνώσεως λόγον, καὶ τὴν περὶ παθῶν μετερχομένους διδασκαλίαν. Καθ᾽ ἦν καὶ ὁ μέγας ᾿Απόστολος ἐν σαρκὶ λυσιτελέστερον ἔκρινεν εἶναι, τοῦτ' ἔστι τῇ ἠθικῇ διδασκαλία, διὰ τοὺς μαθητάς, ὅλον ἔχων τὸν πόθον ἀναλύσαι τῆς ἠθικῆς διδασκαλίας, καὶ σὺν Χριστῷ γενέσθαι διὰ τῆς κατὰ νοῦν ὑπερκοσμίου καὶ ἁπλῆς θεωρίας. Κ'. Αποδημεί παρκὸς, ὁ πρὸς τὴν γνωστικὴν ἕξιν μεταβὰς ἀπὸ τῆς πρακτικῆς, άρπαζόμενος, ὡς αἱ νεφέλαι, τοῖς ὑψηλοτέροις νοήμασιν εἰς τὸν διαφανή τῆς μυστικῆς θεωρίας αέρα, καθό σὺν Κυρίῳ εἶναι δυνήσεται. Πάντοτε ἐκδημεῖ ἀπὸ τοῦ Κυρίου, ὁ μήπω δίχα τῶν κατ' αἴσθησιν ἐνεργειῶν καθαρῷ νοὶ θεω ρῆσαι κατὰ τὸ ἐφικτὸν τὰ νοήματα δυνάμενος, καὶ τὸν περὶ τοῦ Κυρίου λόγον ἁπλοῦν χωρὶς αἰνιγμάτων μὴ χωρῶν. ΚΑ΄. Πῶς τὸν Θεὸν ἐν τῷ τῆς ἁγίας Γραφῆς ποιο κίλως διὰ τῶν αἰνιγμάτων σεσωματωμένον ὁρῶμεν τὸν τοῦ Θεοῦ Λόγον, οὔπω τὸν ἀσώματον καὶ ἁπλοῦν καὶ ἑνιαῖον, καὶ μόνον, ὡς ἐν ἀσωμάτῳ καὶ ἐνιαίῳ καὶ μόνῳ Υἱῷ, νοητῶς τεθεάμεθα Πατέρα· κατὰ τὸ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· κἀγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Πολλοῖς οὖν χρεία τῆς ἐπιστήμης, ὥστε διαδύντας πρότερον τὰ περὶ τὸν λόγον τῶν ῥημάτων καλύμματα, οὕτω γυμνὸν τῷ νοῖ καθαρὸν αὐτὸν ἑστῶτα θεάσασθαι τὸν τοῖς ἀνθρώποις δεικνύντα. Διόπερ ἀνάγκη τὸν εὐσεβῶς τὸν Θεὸν ἐπιζητοῦντα, μηδενὶ κρατεῖσθαι ῥητῷ, ἵνα μὴ ἀντὶ Θεοῦ τὰ περὶ Θεοῦ λάθῃ λαβών, τοῦτ' ἔστιν ἀντὶ τοῦ λόγου τὰ ῥητὰ στέργων ἐπισφαλῶς τῆς Γραφῆς, τοῦ λόγου διαφυγόντος τὸν νοῦν, τὸν ἐκ τῶν περιβλημάτων κρατεῖν δοκοῦντα τὸν ἀσώματον λόγον, κατά γε τὴν Αἰγυπτίαν, τὴν μὴ τοῦ Ἰωσήφ, ἀλλὰ τῶν αὐτοῦ ἐπιλαμβανομένην ἱματίων· καὶ τοὺς πα λαιοὺς ἀνθρώπους, οι μόνῃ τῇ εὐπρεπείᾳ τῶν ἄρω μένων εναπομείναντες, ἔλαθον τῇ κτίσει λατρεύοντας παρὰ τὸν κτίσαντα. ΚΕ. Οταν ὁ νοῦς τὰς ἐπικειμένας αὐτῷ πολλὰς το
col. 1063–1064page 79 of 118
PG 65:1063περὶ τῶν τῆς ἀληθείας λόγων ὠθῆται δόξας, τότε σαφὴς αὐτῷ τῆς ἀληθείας ὁ λόγος ἀναφαίνεται, διδοὺς αὐτῷ τῆς ὄντως γνώσεως τὰς ὑποθήκας, καὶ τὰς πρώην ἐπ' αὐτῷ προλήψεις, ὡσεὶ λεπίδας τῶν ὀπτικῶν δυνάμεων ἀπωθούμενος, κατὰ τὸν θεσπέσιον και μέγαν ἀπόστολον Παῦλον· λεπίδες γάρ εἰσιν ὡς ἀλη θῶς ἐπικείμεναι τῷ διορατικῷ τῆς ψυχῆς, καὶ ἀπείρο γουσαι τῆς πρὸς τὸν ἀκραιφνῆ τῆς ἀληθείας λόγου διαβάσεως, αν τε πρὸς τὸ ῥητὸν μόνον τῆς Γραφῆς ὑπολήψεις, καὶ τῶν ὁρωμένων αἱ κατ' αίσθησιν προσπαθεῖς θεωρίας. ΚΓ'. Ο γενναίως καταπαλαίσας τὰ πάθη τοῦ τ ματος, καὶ τοῖς ἀκαθάρτοις πνεύμασιν ἱκανῶς πολε μήσας, καὶ τῆς ἑαυτοῦ κατὰ ψυχὴν χώρας ἐξελάσας αὐτῶν τὰ νοήματα, καρδίαν εὐχέσθω καθαρὰν αὐτῷ δοθῆναι, καὶ πνεῦμα εὐθὲς ἐν τοῖς ἐγκάτοις ἐγκαινισθῆναι· τοῦτ' ἔστι, τελείως, τῶν μὲν φαύλων κε νωθῆναι λογισμῶν, τῶν δὲ θείων ἐννοιῶν πληρωθῆναι διὰ τῆς χάριτος, ἵνα γένηται κόσμος Θεοῦ νοητό;. λαμπρός τε καὶ μέγας ἐξ ἠθικῶν, καὶ φυσικῶν, καὶ θεολογικῶν συνεστώς θεωρημάτων. ΚΔ'. Καρδία ἐστὶ καθαρά, ἡ παντάπασιν ἀνείδε τῷ Θεῷ καὶ ἀδιαμόρφωτον παραστήσασα την μνή μην, καὶ μόνοις τοῖς αὐτοῦ ἑτοίμη ἐνσημανθῆναι τύποις, δι' ὧν ἐμφανὴς πέφυκε γενέσθαι. ΚΕ': Ζητοῦσί τινες τῶν φιλομαθῶν, κατὰ ποῖον ἔσται τρόπον ἡ τῶν αἰωνίων μονῶν τε καὶ ἐπαγγελιῶν διαφορά, πότερον καθ' ὑπόστασιν τοπικήν, η κατ' ἐπίνοιαν τῆς ἰδιαζούσης καθ' ἑκάστην μονή Ο πνευματικής ποιότητά τε καὶ ποσότητα. Καὶ τοῖ μὲν, δοκεῖ τὸ πρῶτον· τοῖς δὲ, τὸ δεύτερον. Ὁ δὲ γνούς, τί τὸν Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ἡμῶν ἐστι· καὶ τί τὸ, Μοναὶ πολλαὶ παρὰ τῷ Πατρὶ, τοῦ δευτέρου πάλιν γενήσεται. οι Κα'. Ο τῷ θείῳ πόθῳ νικήσας τὴν πρὸς τὸ σῶμα τῆς ψυχῆς διάθεσιν, ἀπερίγραφος γέγονε, καν ἐστι ἐν σώματι. Ο γὰρ ἕλκων τὴν τοῦ ποθοῦντος ἐφεσιν, Θεὸς πάντων ἀσυγκρίτως ἐστὶν ὑψηλότερος, οὐκ ἐῶν τὸν ποθοῦντά τινι τῶν μετὰ Θεὸν προσηλῶσαι τὴν ἔφεσιν. Ποθήσωμεν οὖν τὸν Θεὸν καθ' ὅλην ἡμῶν τὴν τῆς ἐφέσεως ἰσχὺν, καὶ πᾶσι τοῖς σωματικοῖς τὴν προαίρεσιν ἀκράτητον ποιησώμεθα, καὶ πάντων των ὄντως αἰσθητῶν καὶ νοητῶν ὑπεράνω τῇ διαθέσει γενώμεθα, καὶ οὐδὲν κατὰ γνώμην, πρὸς τὸ συνεῖναι Θεῷ τῷ κατὰ φύσιν ἀπεριγράφω, παντελῶς ὑπὸ τῆς φυσικῆς ζωῆς ζημιωθησόμεθα. Ερώτησις. Εἰ πάντοτε εἰσέρχεται ἄνθρωπος εἰς ἐκεῖνα τὰ πράγματα; Απόκρισις. Η μὲν χάρις ἀδιαλείπτως σύνεστι, καὶ ἐῤῥίζεται καὶ ἐζύμωται ἐκ νέας ἡλικίας, καὶ ὡς φυσικὸν καὶ πηκτὸν ἐγένετο αὐτῷ συνὸν τῷ ἀνθρώπων, ως μία οὖσα ἡ χάρις. Πολυτρόπως δὲ ὡς θέλει πρὸς τὸ συμ φέρον τῷ ἀνθρώπῳ οἰκονομεῖ· ποτὲ πλέον εκκαίεται οι τι, 21.
col. 1065–1066page 80 of 118
PG 65:1065καὶ ἄπτεται τὸ πῦρ· ποτὲ δὲ ὡς πραΰτερον καὶ μαλακώτερον. Αὐτὸ τὸ φῶς κατὰ καιροὺς πλέον ἐξάπτεται καὶ λάμπει· ποτὲ ὑποστέλλον καὶ στυγνάζει. Καίτοι ἡ λαμπὰς πάντοτε καιομένη καὶ λάμπουσα ὅταν δὲ φαιδρυνθῇ, πλέον ἐν μεθέξει εξετάζεται τῆς ἀγάπης τοῦ Θεοῦ, τὸ φῶς ἐνδιδοῦσα· καίτοι συνὸν τὸ φῶς ἀμβλύτερόν ἐστι. Πλὴν ἐπεφάνη τισὶ τὸ ση μεῖον τοῦ σταυροῦ διὰ φωτὸς, καὶ προσεπάγη τῷ ἔσω ἀνθρώπῳ. Αλλοτε πάλιν ἐν τῇ εὐχῇ, ὡς ἐν ἐκ στάσει γέγονεν ἄνθρωπος, καὶ εὑρέθη εἰς θυσιαστήριον ἑστὼς ἐν ἐκκλησίᾳ, καὶ προσηνέχθησαν τῷ τοιούτῳ ἄρτοι τρεῖς, ὡς δι' ἐλαίου ἐζυμωμένοι· καὶ ὅσῳ ἥσθιεν ἐκεῖνος πλέον ηύξανε καὶ ἐμηκύνετο. Αλλοτε πάλιν ὥσπερ ἔνδυμά τι φωτεινὸν οἷον οὐκ ἔστιν ἐπὶ τῆς γῆς εἰς τὸν αἰῶνα τοῦτον, οὔτε ἀπὸ ἀνθρωπίνων χειρῶν δυνατὸν κατασκευασθῆναι. Ον τρόπον εἰς τὸ ὄρος ἀνελθὼν ὁ Κύριος μετὰ Ἰωάννου καὶ Πέτρου μετεμορφώθη, καὶ τὰ αὐτοῦ ἱμάτια ἐξ ἡστραψεν· οὕτως ἦν τὸ ἔνδυμα ἐκεῖνο· καὶ ἐθαμβεῖτο ὁ ἄνθρωπος ἐνδεδυμένος. Ἐν ἄλλῳ καιρῷ, ἀδιαλείπτως φαίνων ἐν τῇ καρδίᾳ, ἤνοιγε τὸ ἐνδότερον, καὶ βαθύτερον, καὶ ἀπόκρυφον φῶς· ὁ καινὸς κόσμος ὁ φωτεινὸς σὺν τῷ Κυρίῳ καὶ αἰνῶν καὶ δοξολογῶν, ὥστε ὅλον τὸν ἄνθρωπον καταποθέντα εἰς ἐκείνην τὴν γλυκύτητα καὶ θεωρίαν, μηκέτι ἔχειν ἑαυτὸν, ἀλλ' εἶναι ὡς μωρὸν καὶ βάρβαρον τῷ κόσμῳ τούτῳ, διὰ τὴν ὑπερβάλλουσαν ἀγάπην καὶ ἰδιότητα, καὶ διὰ τὰ ἀπόκρυφα μυστήρια· ὥστε τὸν ἄνθρωπον κατ' ἐκεῖνον τὸν καιρὸν ἐλευθερωθέντα φθάσαι εἰς τὰ τέτ λεια μέτρα, καὶ εἶναι καθαρὸν ἐκ τῆς ἁμαρτίας. ᾿Αλλὰ μετὰ ταῦτα ὑπέστειλεν ἡ χάρις, καὶ ἦλθε τὸ κάλυμμα τῆς ἐναντίας δυνάμεως. Φαίνεται δέ πως μερικῶς, καὶ ἔστη εἰς ἕνα βαθμὸν τὸ κατώτερον τῆς τελειότητος. Ως, ἵνα εἴπωμεν, δεῖ δώδεκα παρελθεῖν τινας βαθμούς, καὶ φθάσαι εἰς τὴν τελειότητα· καὶ ἐν καιρῷ τινι ἔφθασε καταλαβεῖν ἐκεῖνο τὸ μέτρον, καὶ εἰσῆλθεν εἰς τὴν τελειότητα. Πάλιν ἐκδίδωσιν ἡ χάρις, καὶ κατέρχεται παρὰ ἕνα βαθμόν, καὶ στήκει εἰς τὰ ἕνδεκα. Εἰ δέ τις πλούσιος ἐν τῇ χάριτι, πάνε τετε νυκτὸς καὶ ἡμέρας, εἰς τὰ τέλεια μέτρα στη χεν, ὧν ἐλεύθερος καὶ καθαρὸς, πάντοτε αἰχμάλωτος και μετέωρος. Καὶ νῦν, ὡς ἐδείχθη, ἐκεῖνα τὰ θαυ μάτια, καὶ ὧν πεῖραν ἔλαβεν ὁ ἄνθρωπος, εἰ συνεῖναι αὐτῷ πάντοτε, οὐκ ἠδύνατο τὴν οἰκονομίαν τοῦ λό γου, ἢ τὸ βάρος ὑποδέξασθαι· οὔτε ἡνείχετο ἀκούειν τι, ἢ μεριμνᾶν κἂν εἰς τὸ τυχὸν περὶ ἑαυτοῦ, οὔτε περὶ τῆς αὔριον, εἰ μὴ μόνον κεῖσθαι ἐν μιᾷ γωνία μετέωρον καὶ μεμεθυσμένον. Ὥστε τὸ τέλειον μέτρον οὐκ ἐδέθη, ἵνα δυνηθῇ σχολάσαι εἰς τὴν μέριμναν τῶν ἀδελφῶν εἰς τὴν διακονίαν τοῦ λόγου. Πάλιν τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται. Τὰ δὲ πράγματα οὕτως ἐστίν. Ὡς γνοφώδης τις δύναμις ἐπίκειται σκεπάζει ὡς ἀὴρ ἐλαφρός, λεπτός, καίτοι πάντοτε τῆς λαμπάδας καιομένης καὶ φαινούσης· ὥσπερ ἐπί κειται ἐκείνῳ τῷ φωτὶ κάλυμμα. "Οθεν ὁμολογεῖ τοιοῦτος ὅτι οὐκ ἔστι τέλειος, οὐδὲ ἐλεύθερος τὸ ὅλον ἐκ τῆς ἁμαρτίας· ὥστε εἰπεῖν καὶ ἐλεύθερος καὶ οὐκ Ελεύθερος, καὶ διαλέλυται καὶ τέθραυσται τὸ μετό
col. 1067–1068page 81 of 118
PG 65:10672 τοίχον τοῦ φραγμού, καὶ πάλιν ἔν τινι οὐ διαλέλυτας τὰ ὅλον· οὔτε δὲ πάντοτε ἴση ἡ εὐχὴ ἦν. Ἔστι και μας ὅτε πλέον ἐξάπτει καὶ παρακαλεῖ καὶ ἀναπαύει ἔστι καιρὸς ὅτι ὑποστέλλει, καὶ στυγνάζει, ὡς αὐτὴ ἡ χάρις οἰκονομεῖ πρὸς τὸ συμφέρον τῷ ἀνθρώπα. Ὅμως εἰσελθὼν εἰς τὸ μέτρον, τὸ τέλειον, ἐν καιροίς καὶ γευσάμενος, καὶ πεῖραν ἔχων ἐκείνου τοῦ αἰῶνος. Ακμὴν δὲ οὐδένα εἶδον Χριστιανὸν τέλειον ἢ ἐλεύ θερον. Ἀλλὰ καὶ ἀναπαύεται τις ἐν τῇ χάριτι, καὶ εἰσέρχεται εἰς μυστήρια καὶ ἀποκαλύψεις καὶ εἰ; Αδύτητα πολλὴν τῆς χάριτος. Καὶ ἡ ἁμαρτία ἔτω σύνεστιν. Οὗτοι δὲ διὰ τὴν ὑπερβάλλουσαν χάριν, καὶ τὸ ἐν αὐτοῖς φῶς, νομίζουσιν ἐλεύθεροι καὶ τέλειος εἶναι παρὰ ἀπειρίαν σφαλλόμενοι, ἐπειδὴ ἔχουσιν ἐνέργειαν τῆς χάριτος. 'Ακμὴν δὲ οὐδένα εἶδον ἐλεύ Διθερον, ἐπειδὴ κἀγὼ μερικῶς ἐν καιροίς τισιν εἰσῆλθον ἐν ἐκείνῳ τῷ μέτρω, καὶ οἶδα καταμαθεῖν πως ἐστι τέλειος. Ερώτησις. Εἰπὲ ἡμῖν· Ἐν ποίοις εἶ μέτροις; Απόκρισις. ΚΖ'. Μετὰ τὸ σημεῖον τοῦ σταυροῦ νῦν ἡ χάρις οὕτως ἐνεργεῖ· εἰρηνεύει ὅλα τὰ μέλη, ὥστε την ψυχὴν ἐκ τῆς πολλῆς χαρᾶς, ὡς παιδίον ἄκακον άφε λὲς φαίνεσθαι, καὶ οὐκέτι κατακρίνει ὁ ἄνθρωπος ή Ἕλληνα, ἡ Ἰουδαῖον, ἢ ἁμαρτωλόν, ἀλλὰ ὁ ἔσω ἄνθρωπος καθαρῷ ὀφθαλμῷ πάντας ὡς ἕνα ὁρᾷ, καὶ χαίρει ὁμοίως ἐφ' ὅλῳ τῷ κόσμῳ, καὶ πάντας θέλει προσκυνεῖν, Ελληνας, Ἰουδαίους, τῷ Υἱῷ τοῦ Θεοῦ ὡς Πατρί. Αλλῇ ὥρᾳ υἱὸς βασιλέως, οὕτω θαῤῥεῖ τῷ Υἱῷ τοῦ Θεοῦ ὡς Πατρὶ, καὶ ἀνοίγονται αὐτῷ θύραι, καὶ εἰσέρχεται ἔνδον εἰς πολλὰς μονάς, καὶ ὅσῳ εἰσέρχεται, πάλιν ἀνοίγεται αὐτῷ πρὸς λόγον, ἀφ' ἑκατὸν μονῶν εἰς ἄλλας ἑκατὸν μονάς, καὶ πλου τεῖ. Πάλιν ἄλλῳ ἄλλα καινότερα καὶ θαυμάσια δεί κνυται αὐτῷ. Καὶ ἐμπιστεύεται ὡς υἱῷ καὶ κληρονόμῳ, πράγματα μὴ δυνάμενα ῥηθῆναι ὑπὸ φύσεως ἀνθρωπίνης, ἢ στόματι καὶ τῇ γλώσσῃ ταύτῃ. Αλλη ὥρᾳ λοιπὸν ὡς πρέσβυς Θεοῦ, ἐκ τῆς πολλῆς πρὸς αὐτὸν ἀγάπης, ἄρχεται δεῖσθαι ὑπὲρ τοῦ κόσμου. ἵνα σωθῇ ὁ κόσμος ὅλος ὁ ᾿Αδάμ· ἐκκαιόμενος ἐκ τῆς ἀγάπης, καὶ θέλων πάντας σωθῆναι, διδάσκει λόγον ζωῆς καὶ τὰ τῆς βασιλείας, πρεσβεύων ὑπὲρ Χριστοῦ, καὶ ἐξηγούμενος ὅσον δυνατὸν ἀκοῦσαι, με στήρια ἐπουράνια καὶ θεῖα τοῦ ἀπείρου αἰῶνος του ἀκαταλήπτου. Αλλῃ ὥρᾳ ὁπλίζεται ὅλος ὁ ἄνθρωπος τὴν πανοπλίαν τοῦ Θεοῦ ἐνδεδυμένος, καὶ λαμβάνει στρατείαν ἐπουράνιον, καὶ ἄρχεται κατακόπτειν τὰς παρεμβολὰς τῶν ἐχθρῶν, καὶ ποιεῖν ἐκεῖ σφαγές πολλὰς πτωμάτων πολλῶν. Αλλῃ ὥρᾳ ἐνεργεῖ τὴν ψυχὴν, καὶ εὐφραίνονται μετ' ἀλλήλων ἡ ψυχὴ καὶ ὁ Κύριος, καὶ ὁ ἄνθρωπός ἐστιν ἐν πολλῷ φωτὶ καὶ χαρᾷ, πρός τε τὸν Κύριον καὶ τοὺς ἀδελφούς. Όμως δὲ ἡ λαμπὰς καὶ τὸ φῶς νυκτὸς καὶ ἡμέρας καίεται, τὰ δὲ ὅλον κατ' οἰκονομίαν οὐκ ἀλλοιοῦται, καὶ ὅλος
col. 1069–1070page 82 of 118
PG 65:1069ἐστὶ καθαρὸς ὁ ἄνθρωπος, καὶ σχεδὸν οὐκ ἔστιν ὡς δεῖ, ὅμως διακέκοπται καὶ τὸ μεσότοιχον, καὶ νενί κηται ὁ θάνατος. Ποτὲ δὲ ἡ λαμπὰς πλέον εκκαίεται, καὶ φαιδρύνεται, ὥστε μὴ δύνασθαι τὸν ἄνθρωπον τὴν λαμπηδόνα ἐκείνην, καὶ τὴν στιλβότητα φέρειν, ἀλλ' εἶναι ὡς ἐκλελυμένον. Πάλιν ἔτι ἁπτόμενον τὸ φῶς, ὥσπερ στυγνάζει, καὶ ἐπίκειται ὥσπερ ἀήρ τις λεπτός, γνοφώδης, ὡς ἐπὶ δέρματος τῆς ἐναντίας δυο νάμεως. Διὰ τοῦτο λέγει ὁ τοιοῦτος ἄνθρωπος, ὅτι Οὐκ εἰμὶ τὸ ὅλον ἐλεύθερος. Εἰς τοὺς αἰῶνας δόξα τῷ Κυρίῳ. Αμήν. ΚΗ'. Καλόν ἐστιν ἡ νηστεία, ἡ ἀγρυπνία, η ξενιτεία, ἀλλὰ ταῦτα ἀκμὴν πολιτείας ἐστὶν ἀγαθῆς. Πλὴν ἡ τάξις τῶν Χριστιανῶν ἐσωτέρα ἐστὶ τούτων καὶ οὐκ ὀφείλει τις ἐπὶ τούτοις τὴν πεποίθησιν ἔχειν. Συμβαίνει δὲ ὅτι εἰσί τινες χάριτος μέτοχοι, καὶ ἡ κακία ἔτι ἔσω οὖσα, τεχνάζεται καὶ παραχωρεί ἐκοῦσα, καὶ οὐκ ἐνεργεῖ, ἀλλὰ ποιεῖ νομίσαι τὸν ἄν θρωπον, ὅτι ἐκαθαρίσθη ὁ νοῦς αὐτοῦ· καὶ λοιπὸν φέρει τὸν ἄνθρωπον εἰς οἴησιν ὅτι Χριστιανός ἐστι τέλειος. Καὶ μετὰ ταῦτα ὅταν νομίσῃ ὁ ἄνθρωπος, ὅτι Ελεύθερος εἰμε, καὶ ἀμεριμνεί, τότε ληστρικῷ τρόπῳ ἐπέρχεται αὐτῷ ἡ κακία ἔγκρυμμα ποιοῦσα, καὶ πειράζει αὐτὸν, καὶ καταφέρει αὐτὸν εἰς τὰ και τώτατα τῆς γῆς. Εἰ γὰρ ἄνθρωποι εἴκοσι ἐτῶν ὄντες, ἢ λῃσταί, ἡ στρατιῶται, κατὰ πολεμίων οίδασι τεχνάζεσθαι, καὶ ὑποκαθέζονται καὶ ποιοῦσιν ἐγκρυμμα, καὶ λαμβάνουσι τὰ νῶτα τῶν ἐχθρῶν, καὶ περιχυ κλοῦσιν αὐτοὺς ἀθρόως, καὶ ἀποκτείνουσι· πόσῳ μᾶλ λον ἡ κακία οὖσα τοσούτων χιλιάδων, τοῦτο τὸ ἔργον ἔχουσα, πῶς ἀπολέσει ψυχάς; Οἶδεν έγχρυμμα ποιεῖν ἐν καρδίᾳ, κατὰ καιροὺς μὴ ἐνεργεῖν, ἵνα ἐνέγκῃ τὴν ψυχὴν εἰς οἴησιν τελειότητος. Ο θεμέλιος τοῦ Χρι στιανοῦ οὗτός ἐστιν. Οσας ἂν ποιήσῃ ἄνθρωπος διο καιοσύνας, ἵνα μὴ ἐπαναπαῇ ἐν αὐταῖς, καὶ ἔχῃ ἑαυ τὸν μέγα, ἀλλ᾽ ἵνα ᾗ πτωχὸς τῷ πνεύματι· καὶ ἐὰν γένηται μέτοχος χάριτος, μὴ νομίσῃ ἑαυτὸν κατειληφέναι τι, καὶ οἰηθῇ εἶναί τις, καὶ ἄρξηται διδά σκειν. 'Αλλ᾽ ἵνα ὢν καλῆς πολιτείας, νηστεύων πολύ, ξενιτεύων, ευχόμενος, μέτοχος χάριτος, μὴ ἡγήσαιτο τὴν ψυχὴν αὐτοῦ τιμίαν. Ἀλλὰ τότε μάλιστα ὄντως ἀρχὴ χάριτος γεγένηται, ἵνα ἔχῃ τὸν πόνον, τὴν πεί ναν, καὶ τὴν δίψαν, ἵνα μὴ ᾖ κεκορεσμένος, ἵνα μὴ ἔχῃ ἑαυτὸν δίκαιον, ἢ πλούσιον ἐν χάριτι· ἀλλ᾽ ἵνα ᾗ πενθῶν καὶ δακρύων, δν τρόπον ἵνα ᾗ μήτηρ, καὶ ἔχῃ υἱὸν μονογενῆ καὶ παιδεύσῃ αὐτὸν, καὶ ὅταν γέ νηται ἀνὴρ, συμβαίνει αὐτὸν ἀποθανεῖν· καὶ λοιπόν... Λείπει.

Treatise VIIOpusculum VII

col. 1071–1072page 83 of 118
PG 65:1071Αντιβολὴ πρὸς σχολαστικόν. τα Ηρώτησέ τις τῶν ἐν λόγοις δικανικών γέροντα ἀσκητὴν, λέγων· Παρακαλῶ, πείσατέ με γνώναι θέλοντα, τί φρονοῦντες οἱ μοναχοί φατε δεῖν τοὺς ἀδικοῦντας μὴ κρίνειν· ἢ τί μεταχειριζόμενοι, τῶν αἰσθητῶν ἔργων ἀπέχεσθε; ἐφ᾽ ὧν λίαν καταμεμφό. μεθα ὑμᾶς, ὡς τὴν μὲν ἀκρισίαν παρὰ τοὺς νόμους, τὴν δὲ ἀργίαν παρὰ τὴν φύσιν ἐπιτηδεύοντας. Εἰ δ φιλοσοφίας χάριν τοῦτο ποιοῦντες ἐπιγνῶτε, ἀναγ καίως καὶ αὐτὸς τῆς μέμψεως ἀποστὰς, ζηλώσω τὴν ἀρετὴν ὑμῶν. Ὁ δὲ ἀσκητὴς πρῶτον κατὰ νοῦν εὐξάμενος, οὕτως ἔφη· Εδει μὲν, ὦ λογιώτατε, ταῦτά σε πυθόμενον παρὰ τῶν εὖ εἰδότων μαθεῖν. Ἡμεῖς γὰρ ἔτι τῶν διδασκομένων τυγχάνομεν. Επει δὴ δὲ ὁ σοφὸς πρὸς τοὺς ἰδιώτας ηυτομόλησας, ὡς καν στωσόμενος περὶ ὧν ἔφης, ἄκουσον· Οἱ μοναχοὶ ξένων τῆς Ἐκκλησίας οὐχ ᾑρετίσαντο φρόνημα, ἀλλὰ τὸ τοῦ Χριστοῦ κατέχειν σπουδάζουσι, κατὰ τὸν ᾿Απόστολον λέγοντα· Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὁ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἐαυτές εκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Έταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπ ήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροί. Γνῶθι οὖν ὅτι Θεοδώρητόν ἐστι, καὶ τῆς μεγάλης ἀρετῆς, λέγω δὴ ταπεινοφροσύνης πρόξενος. Έργ δὲ ἐνετείλατο ὁ Κύριος τῇ Ἐκκλησίᾳ τοῦτο ἐργά ζεσθαι, εἰπών· Εργάζεσθε, μὴ τὴν βρῶσιν τήν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωής αἰώνιον. Ὁ δὲ δικανικός λέγει· Γνωσόμεθα και ἡμεῖς, παρακαλῶ, ποῖόν ἐστι τὸ ἔργον. Ὁ δὲ ἀππο τῆς· Τὸ διὰ προσευχῆς ζητεῖν τὴν βασιλείαν του Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ· ἣν καὶ ἐντὸς ἡμῶν εἴρηκεν εἶναι· καὶ τοῖς ζητοῦσιν αὐτὴν τὰ σωματική πάντα ὑπέσχετο. Ταῦτα οὖν ἀκούσαντες παρά του Κυρίου, καὶ πιστεύσαντες, κατὰ δύναμιν ἐργαζ μεθα· πῶς ἔξω τῆς φύσεως ἡμᾶς πράττειν λέγεις; Εἰ δὲ φαίνεταί σοι παρὰ φύσιν, γνώθι τίνα κα μέμφη· ὁ Θεὸς γάρ ἐστιν ὁ ἐντειλάμενος. Ὁμείας δὲ καὶ τὸ μὴ κρίνειν τοὺς ἀδικοῦντας, Θεοῦ ἐντος ἐστι. Πῶς παρανομοῦσιν οἱ ποιοῦντες αὐτὰ, εἰρη κα τος τοῦ Θεοῦ διὰ τοῦ προφήτου· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος· καὶ ἐν τοῖς δ αγγελίοις· Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε καὶ τοῦ ᾿Αποστόλου· Μὴ πρὸ καιροῦ τι κρίνετε· καὶ πάλιν· Μὴ ἐκδικοῦντες ἑαυτούς· καὶ πάλιν· Σύ τί κρίνεις ἀλλότριον οἰκέτην; Τίς ἐστι λοιπόν τούτων δικαιοτέρους νόμους ορισάμενος, καὶ πρό καιροῦ κρῖναι θέλων τοὺς ἀδικοῦντας, ὡσεὶ ἀναμάρ οι Σιν, 4.
col. 1073–1074page 84 of 118
PG 65:1073τητος, καὶ τοῦ Θεοῦ νόμον φυλάττειν πειρωμένοις παρανομίαν ἐγκαλῶν, καὶ τὴν ἀνεξικακίαν ὀνομάζων κακίαν; Β. Ταῦτα ἀκούσας ὁ σχολαστικὸς ἔφη· Οἱ οὖν ἄρχοντες ἁμαρτάνουσι, τοὺς ἀδικοῦντας ἀμυνόμενοι, καὶ τοῖς ἀδικουμένοις τὸ δίκαιον ἀποσώζοντες; Απ εκρίθη ὁ γέρων· Οἱ δικασταὶ οὐχ ἁμαρτάνουσιν, ἀλλ' οἱ παραδιδόντες, καὶ μὴ τῷ Θεῷ ἀποδιδόντες· πρῶτ τον μὲν, πᾶν τὸ ἐπελθὸν αὐτοῖς, τῶν ἰδίων κακῶν ἐπιφορὰ τυγχάνει, εἰς μετάνοιαν αὐτοὺς ἕλκον, καὶ οὐκ εἰς ἄμυναν· δεύτερον δὲ, εἰ καὶ ἀδίκως ἔπαθον, τὸ τυχὸν πλημμέλημα ἔδει ἀφεῖναι τῷ ἀδικήσαντι, ἀκούσαντας τοῦ Κυρίου εἰρηκότος· Αφετε, καὶ ἀπεθήσεται ὑμῖν, καὶ μὴ διὰ τῆς ἀνθρωπίνης ἀντε αποδόσεως ασυγχώρητα ποιεῖν τὰ ἑαυτῶν κακά. Οι δὲ ἄρχοντες, κατὰ τὸν ᾿Απόστολον, οὐκ εἰσὶ τό βος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Οὐ γὰρ τοὺς πιστοὺς καὶ εὐλαβεῖς ἀναγκάζουσι τῶν ἀδικούν των κατηγορεῖν, οὐδὲ τοῖς ἀνεξικακοις ἐγκαλοῦσι, διότι οὐ χρῶνται τοῖς δικαστηρίοις ἀδικούμενοι, ἀλλὰ τοῖς βουλομένοις παρέχουσι τὴν ἐκδίκησιν. Τοὺς δὲ διὰ τὸν Θεὸν μακροθυμοῦντας, ὡς μᾶλλον εὐφρο νοῦντας, καὶ τιμῶσι καὶ ἀποδέχονται. Ωσπερ οὖν τοὺς μὴ βουλομένους ἐντυγχάνειν οὐκ ἐφέλκονται οὕτω τοὺς κατηγοροῦντας ἐκδικοῦντες οὐχ ἁμαρτάνουσι. Διὸ χρή, ὦ σοφώτατε, μετὰ τοὺς ἔξωθεν λό γους τε καὶ νόμους, λοιπὸν καὶ τὸν πνευματικὸν δια δεχθῆναι νόμον, καὶ τοὺς ὑπὲρ εὐσεβείας ἀναδέξασθαι πόνους· καὶ ὡς ἴδια ὑπομένεις τὰ ἐπερχόμενα λυ πηρὰ, ὧν χωρὶς οὐ δύναταί τις ἀληθῶς γενέσθαι σοφός. 1. Τοῦ δὲ σχολαστικοῦ ζητοῦντος μαθεῖν, τίνες εἰσὶν οἱ ὑπὲρ εὐσεβείας πόνοι· εἶπεν ὁ γέρων, τὰς τοῦ Χριστοῦ εἶναι ἐντολάς, ὧν πρώτη καὶ μεγίστη ἐστὶν ἡ ἀγάπη, καθότι οὐ λογίζεται τὸ κακὸν, ἀλλὰ πάντα στέργει, πάντα ελπίζει, πάντα πιστεύει, πάντα ὑπομένει, κατὰ τὴν Γραφήν. Ταῦτα δὲ ποι οὖσα, οὐ δύναται κρίνειν τὸν ἀδικεῖν αὐτὴν δοκοῦντα. Ἐν ταύτῃ ἕτερος μὲν ἑτέρου διαφέρομεν, πάντα δὲ τῆς ἀξίας αὐτῆς ἀπολειπόμεθα. Ἐκδεχόμενοι χάριτι Χριστοῦ τῶν ἐλλειμμάτων τὴν ἀναπλήρωσιν, ὑπὲρ τῆς κατὰ δύναμιν ἐργασίας μὴ ἀμελήσωμεν. Θεὸς γὰρ εἶδε πόσων ἀσθενοῦντες οὐ δυνάμεθα ποιεῖν, καὶ πόσων ἀμελοῦντες οὐκ ἐργαζόμεθα τὸ ἔργον τῆς ἀγά πῆς. Ἐπειδὴ δὲ οὐκ ἐκ τῶν προαιρετικῶν πόνων μόνον, ἀλλὰ καὶ ἐκ τῶν συμβατικῶν θλίψεων κρατύνεται, πολλῆς ἡμῖν χρεία παρὰ Θεοῦ ὑπομονῆς καὶ πραότητος· διὰ τοῦτό φησιν ὁ ᾿Απόστολος· Ὁ θέλων γενέσθαι σοφὸς ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέ σθω, ίνα γένηται σοφός. Ο τοιοῦτος τοὺς μὲν ἀνωτέρους αὐτοῦ ἐν τοῖς θελήμασι τῆς τελείας ἀγά πῆς οὐ κατακρίνει· ἑαυτὸν δὲ μᾶλλον πρὸς τὴν ἐκεί νων υπεροχὴν ἐπεκτείνει· καὶ ὅταν αὐτοὺς καταλάβῃ, πάλιν ἄλλους ζητεῖ ἑαυτοῦ μείζονας, καὶ εὑρὼν ἀμελλᾶται κἀκείνοις. καὶ οὐδέποτε παύεται τοῦ δρό μου, ἕως ἂν εὑρίσκῃ τινὰς αὐτὸν ἐν τῇ ἀγάπῃ προσο άγοντας. Εἰ δέ τις αὐτῶν μὲν τοῖς ἀνωτέροις οὐ παρεικάζει, εκείνους δὲ ὡς μή τελείους κατακρίνει,
col. 1075–1076page 85 of 118
PG 65:1075ὡς οὐκ οἶδεν ἑαυτὸν, καταδικάζει. Φησί γάρ Μη καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. Οθεν οἱ ἐν ρήμασι σοφοί μόνους τοὺς ἀδικοῦντας ἁμαρ τάνειν νομίζουσιν· οἱ δὲ πνευματικοὶ καὶ ἀδικούμενος ἑαυτοὺς καταμέμφονται, ὅταν μὴ μετὰ χαράς αὐθαιρέτως τὰς ἀδικίας υποφέρουσιν· οὐ μόνον δὲ διὰ τοῦτο, ἀλλ' ὅτι καὶ ἐκ παλαιᾶς αὐτῶν αἰτίας οἱ θλίψεις ἀναφύονται, εἰ καὶ ἁμάρτημα ἁμαρτήματος ελαφρότερον τυγχάνει. Ο μὲν γὰρ ἐκδικῶν ἑαυτὸν ἀκρισίας Θεοῦ δοκεῖ καταγινώσκειν· ὁ δὲ ὑποφέρων ὡς ἰδίαν τὴν ἐπελθοῦσαν αὐτῷ θλίψιν, τὴν ἰδίαν πρόσληψιν ὁμολογεῖ, δι' ἦν καὶ ὑπομένων πάσχει τὰ δεινά. Δ'. ᾿Αγανακτήσας δὲ ὁ κοσμικὸς ἐπὶ τοῖς ἐλέγχοις, ἔφη· Εἰ ταῦτα ὁ πνευματικὸς ὑμῶν παρακελεύεται νόμος, τοῦ Θεοῦ θεσπίσαντος, καθὼς ἔφης, διὰ τί πίπτουσί τινες τῶν μοναχῶν, τοῦτον κρατοῦντες τὸν νόμον; Ο δὲ γέρων ἔφη· Οἱ κρατοῦντες αὐτὸν οὐ πίπτουσιν, ἀλλ᾽ οἱ καταλείποντες, καὶ τῶν καιρίων αὐτοῦ ἀμελήσαντες, προσευχῆς, λέγω, καὶ τα πεινοφροσύνης, ὑπὸ μερίμνης βιωτικῆς καὶ κενοδοξίας κλαπέντες. "Οθεν καὶ ὁ διάβολος πάντα τα βιωτικά ἐννοεῖν οὐκ ἀποτρέπει μόνον, ἀλλ᾽ ἵνα προσευχῆς καὶ ταπεινοφροσύνης ἀποπλανήσῃ· οἶδε γὰρ τὰ ἐκτὸς τῶν δύο τούτων γινόμενα, ὅτι κἂν καλὰ τυγχάνῃ, ἐγέ ποτε ἀφαιρεθήσεται ἀπ' αὐτοῦ. Προσευχὴν δὲ λέγο μεν, οὐ μόνον διὰ σαρκὸς ἐπιδεικνυμένην, ἀλλὰ καὶ δι' ἐννοίας ἀπερισπάστου τῷ Θεῷ προσφερομένην. Ἐὰν γὰρ ἐν ἐξ αὐτῶν ἀκαίρως περισπασθῇ, οὐδὲ τὸ ἕτερον καταμόνας παρίσταται τῷ Θεῷ φερομένην, ἀλλὰ τῷ ἰδίῳ θελήματι. Επερωτά ο σχολαστικός Ἔχει θέλημα ή σὰρξ παρὰ τὴν διάνοιαν; Απεκρίθη ὁ ἀσκητής· Ἔχει, κατὰ τὸν ᾿Απόστολον λέγοντα *Ημεν γάρ ποτε καὶ ἡμεῖς ἀπειθοῦντες, ποιοῦν. τες τὰ θελήματα τῆς σαρκός· καὶ πάλιν· Ἡ συμβ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός. Ιδε οὖν, ὅτι ἔχει καὶ ἐπιθυμίαν καὶ θέλημα, ἅπερ ἡμεῖς ἀγνοοῦμεν διὰ τὴν τῶν λογισμῶν ἀπροσεξίαν καὶ συγκατάθεσιν. Οθεν οὐ μόνον οἱ ἀμελοῦντες προσευχῆς, ἀλλὰ καὶ οἱ τῇ δια μὴ προσέχοντες επηρεάζονται. Ταῦτα δὲ εἰρή καμεν οὐχ ὡς ἑτέρους κατακρίνοντες, ἀλλὰ τὰ ἐπι τῶν ἐλλείμματα ὁμολογοῦντες. Ἐκεῖνο μὲν γὰρ ὑπερ ηφανίας, τοῦτο δὲ ταπεινοφροσύνης γνώρισμα. Καὶ Ὑπερηφάνοις μὲν ἀντιτάσσεται Κύριος, ταπεινεις δὲ δίδωσι χάριν δι' ἧς οὐ μόνον εἰς γνῶσιν, ἀλλὰ καὶ εἰς ἕξιν ἡμᾶς ἄγει τῆς ἱερᾶς ἀρετῆς, λέγω δὴ τῆς ἀπερισπάστου προσευχῆς, ἧς μηδόλως ἡμᾶς ἀμελεῖν βουλόμενος ὁ μακάριος Παῦλος λέγει· 'Αδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Αμα δὲ καὶ τὸ ἀμετεώριστον τοῦ νοὸς ἐμφαίνει λέγων· Μὴ σχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακοινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ στο αρεστον καὶ τέλειον. Ἐπειδὴ γὰρ πρὸς τὴν άλογα πιστίαν ἡμῶν καὶ ἀσθένειαν διαφόρους ἐντολὰς ἔθετο
col. 1077–1078page 86 of 118
PG 65:1077ὁ Θεὸς, όπως κατὰ τὴν ἑαυτοῦ σπουδὴν ἕκαστος ἐχε φύγοι τὴν κόλασιν, καὶ τύχοι τῆς σωτηρίας, τούτου χάριν ὁ ᾿Απόστολος ὁδηγεῖ ἡμᾶς ἐπὶ τὸ τέλειον τοῦ Θεοῦ θέλημα, μηδόλως ἡμῶν κριθῆναι βουλόμενος. Εἰδὼς δὲ πρὸς κατόρθωσιν πασῶν τῶν ἐντολῶν συνεργοῦσαν τὴν προσευχὴν, οὐ παύεται πολυμερῶς καὶ πολυτρόπως περὶ αὐτῆς ἐντελλόμενος, καὶ λέγων, Προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἐπαγρυπνοῦντες ἐν πάσῃ προσ καρτερήσει καὶ δεήσει. Ε'. Οθεν γινώσκομεν, ὅτι προσευχή προσευχῆς διαφορώτερα τυγχάνει. Αλλο γάρ ἐστιν, ἀῤῥέμβῳ δια νοίᾳ καὶ μὴ θολωτῷ νῷ παρακαλεῖν τὸν Θεὸν, καὶ ἄλλο τὸ παριστἂν τὸ σῶμα, καὶ τῇ διανοία ρέμβεσθαι. Καὶ πάλιν, ἄλλο ἐστὶ καιροσκοπεῖν, καὶ μετὰ τὰς σωματικὰς ἀσχολίας εὐκαιρήσαντα προσεύξασθαι καὶ ἄλλο, ὅσον δυνατὸν προτιμᾷν καὶ προαρπάζειν τὴν εὐχὴν τῶν κοσμικών φροντίδων, κατὰ τὸν ἀπόστολον λέγοντα· Ὁ Κύριος εγγύς. Μηδὲν μεριμνᾶτε ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει, τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν. Καθὼς καὶ ὁ μακάριος Πέτρος ἔφη· Σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχὰς, πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιθέντες ἐπὶ τὸν Θεόν. Πρῶτον δὲ αὐτὸς ὁ Κύριος εἰδὼς, ὅτι πάντα διὰ προσευχῆς ὠχύρωται, φησί· Μὴ μεριμνήσητε τί φάγητε, ἢ τί πίητε, ἢ τί ἐνδύσησθε, ἀλλὰ μόνον ζητεῖτε τὴν βασι λείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Τάχα δὲ καὶ εἰς μείζονα πίστιν διὰ τούτου ἡμᾶς προσκαλεῖται ὁ ς Κύριος. Τίς γὰρ τὴν ὑπὲρ τῶν προσκαίρων μέρι μιαν ἀποβαλών, καὶ ἀνενδεής γενόμενος, μη πιστεύσει λοιπὸν αὐτῷ καὶ περὶ τῶν αἰωνίων ἀγαθῶν; Ὅθεν καὶ αὐτὸς τοῦτο φανεροποιῶν ἔλεγεν· Ὁ ἐν ὀλίγῳ ἄπιστος καὶ ἐν πολλῷ ἄπιστός ἐστιν. Ὅμως καὶ ἐν τούτῳ ἡμᾶς ἐφιλανθρωπεύσατο· είν δῶς γὰρ ἀπαραίτητον οὖσαν τὴν ἐφήμερον τῆς σαρ κὸς ἐπιμέλειαν, οὐ περιέκοψε την καθημερινὴν φροντίδα, ἀλλὰ παραχωρήσας ἡμῖν τὴν σήμερον, περὶ τῆς αὔριον μὴ μεριμναν παρακελεύεται, πάνυ θεο πρεπῶς καὶ φιλανθρώπως. Καὶ γὰρ οὐκ ἔστι δυνα τὸν, σάρκα φοροῦντας καὶ ἀνθρώπους τυγχάνοντας τὰ τῆς σωματικῆς ζωῆς καθόλου παραλογίσασθαι. Συσταλῆναι γὰρ τὰ πολλὰ εἰς ὀλίγα διὰ προσευχῆς καὶ ἐγκρατείας ἐνδέχεται, παντελῶς δὲ παροραθῆναι ἀδύνατον. Γ'. Διόπερ ὁ βουλόμενος εἰς ἄνδρα τέλειον, εἰς μέσ τον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ καταντῆς σπς, κατὰ τὴν Γραφήν, οὐκ ὀφείλεις προκρίνειν πά σας τὰς διακονίας, ἢ ἐκτὸς ἀνάγκης ἐπισπᾶσθαι ὡς ἔτυχεν, οὔτε ἀπαντώσας κατ' ἀνάγκην τινὰ καὶ οικονομίαν Θεοῦ, προφάσει προσευχῆς παρωθεῖν καὶ ἀποβάλλειν, ἀλλὰ καὶ τὴν διαφορὰν ἐπιγινώσκειν, καὶ τῇ οἰκονομίᾳ τοῦ Θεοῦ δουλεύειν ἀδογματίστως. Ο γὰρ μὴ οὕτως φρονῶν, οὔτε, κατὰ τὴν Γραφήν, ἐντολὴν ἐντολῆς διαφορωτέραν καὶ περιεκτικὴν εἶναι πιστεύει, ούτε, κατὰ τὸν προφήτην, προς πάσας τὰς τι.
col. 1079–1080page 87 of 118
PG 65:1079; ", ἐντολὰς κατορθοῦσθαι οἰκονομικῶς ἀπαντώσεις βού λεται. ᾿Απαραιτήτων οὖν ὄντων τῶν ἀναγκαίων, καὶ οἰκονομικῶς ἀπαντώντων, παραιτεῖσθαι χρὴ τὰς ἀκαίρους ἀσχολίας, προτιμῶντας τὴν προσευχὴν, με λιστα τὰς εἰς πολυτέλειαν καὶ πλεονεξίαν χρη μάτων ἡμᾶς κατασπώσας. Ὅσον γὰρ ἄν τις ἐν Κυρίῳ συστέλλοι ταύτας καὶ τὰς περισσᾶς αὐτῶν ὕλας ἐκκόπτοι, τοσοῦτον καὶ τὴν ἔννοιαν ἀπὸ ῥεμβασμῶν συστέλλει· καὶ ὅσον ἂν συστέλλοι τὴν ἔννοιαν, τοσοῦτον καὶ τῇ καθαρᾷ προσευχῇ δίδωσι τόπον, καὶ τὴν εἰς Χριστὸν πίστιν εἰλικρινῇ ἐπιδείκνυσιν. Εἰ & τις δι' ὀλιγοπιστίαν, ἢ ἑτέραν τινὰ ἀσθένειαν, τοῦτο ποιεῖν οὐ δύναται, κἂν τὴν ἀλήθειαν ἐπιγινωσκέτω, καὶ κατὰ δύναμιν ἐπεκτεινέσθω, τὴν ἑαυτοῦ νηπι τητα καταιτιώμενος. Κρείσσον γὰρ ἐλλείψεως δοῦναι λόγον, καὶ μὴ πλάνης καὶ οιήσεως. Πειθέτω σε 4 παραβολὴ τοῦ Κυρίου, ἕνα Φαρισαῖον καὶ ἕτερον τετ λώνην παρεισάγουσα. Διὸ καὶ ἡμεῖς πειρώμεθα πάν σαν κοσμικὴν μέριμναν δι᾿ εὐχῆς καὶ ἐλπίδος όπου κρούσασθαι. Μὴ δυνάμενοι δὲ ἀνελλειπαὺς τοῦτο κατ ορθῶσαι, τῷ μὲν Θεῷ προσφέρομεν τῶν ἐλλειμμάτων τὴν ἐξομολόγησιν, τῆς δὲ περὶ τῶν αὐτῶν σπουδῆ; οὐκ ἀφιστάμεθα· βέλτιον γὰρ ἐγκληθῆναι περὶ ἐλλείψεως μερικῆς, καὶ μὴ παντελοῦς ἐγκαλύψεως. Ἐπὶ πᾶσι δὲ περὶ προσευχῆς ὀφείλομεν, ἐπειδὴ ἕκαστος πρὸς τὴν ἠγαπημένην αὐτῷ χρείαν ἀσχολούμενος ὀφειλομένην διακονίαν ἐκτελεῖν δοκεῖ, ἀγνοῶν, ὅτι πρὸς εὐαρέστησιν Θεοῦ μᾶλλον ἢ αὐτοῦ τὰ πράγματα κρίνειν ὀφείλεται. Τὸ δὲ ἐπὶ τούτοις δυσδιάκριτον, ὅτι αὗται ἀναγκαῖαι καὶ ἀπαραίτητοι ἐντολαί οὐ πάντοτε οὐδὲ αἱ αὐταῖ, ἀλλ᾽ ἑτέρα τῆς ἑτέρας ἐν ἰδίῳ χαιρῷ προτιμᾶσθαι ὀφείλει, ἐπειδὴ οὐ πᾶσι μὲν δια κονία πάντοτε, ἀλλ' ἐν ἰδίῳ και ρῷ ἐπιτελεῖται. Της δὲ προσευχῆς ἀδιαλείπτως ἡμῖν ἡ λειτουργία νενομο δέτηται· τούτου χάριν τῶν ἐκ τῆς ἀνάγκης ἀσχο λιῶν προκρίνειν αὐτὴν ὀφείλομεν. Ταύτην τὴν δια φορὰν πάντες οἱ ἀπόστολοι διδάσκοντες τὸ πλῆθος περισπᾶν αὐτοὺς εἰς διακονίαν βουλόμενον, ἔλεγον Οὐκ ἀρεστόν ἐστι καταλιπόντας ἡμᾶς τὸν λόγες τοῦ Θεοῦ διακονεῖν τραπέζαις· ἐπισκέψασθε οὖν ἐξ ὑμῶν αὐτῶν ἄνδρας μαρτυρουμένους ἑπτά, οὓς καταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου πρεσο καρτερήσωμεν· καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον της τὸς τοῦ πλήθους. Εἰ δὲ διὰ τούτων μανθάνομεν, ὅτι τοῖς μὴ δυναμένοις προσκαρτερεῖν τῇ προσευχή και λὸν τὸ ἐγκεῖσθαι τῇ διακονία, ἵνα μὴ ἀμφοτέρων ἐκπέσωμεν· τοῖς δὲ δυναμένοις κρεῖσσόν ἐστι τὸ μὴ ἀμελοῦν τοῦ βελτίονος. Ζ΄. Ο δὲ δικανικὸς ἀκούσας ταῦτα οὕτως ἔφη Πῶς οἱ κατὰ κόσμον σοφοί προσευχῆς ἀμελοῦντες οι καταπίπτουσιν, ἀλλὰ διὰ τῆς φιλοσοφίας εαυτούς φυλάττουσιν; Ο δὲ ἀσκητὴς στενάξας οὕτως ἔφη Καλῶς εἶπας, ὅτι οὐ πίπτουσι. Πεσόντες γὰρ ἅπαξ τὸ ἐξαίσιον καὶ δισσὸν πτώμα, τῆς οἰήσεως καὶ ἀμε λείας λέγω, οὔτε ἀναστῆναι δύνανται χωρίς της προς ευχής, οὔτε ἔχουσι πόθεν πέσωσι. Τίς γὰρ ἔτι μέ
col. 1081–1082page 88 of 118
PG 65:1081ριμνα τῷ διαβόλῳ παλαίειν τοῖς ἀεὶ κάτω κειμένοις, καὶ μηδέποτε ἱσταμένοις; Ετεροι μέν εἰσιν οἱ ποτὲ μὲν νικῶντες, ποτὲ δὲ νικώμενοι· πίπτοντες, ἐγει ρόμενοι· θλίβοντες, θλιβόμενοι· πολεμοῦντες, πολε μούμενοι· καὶ ἕτεροι οἱ τῇ πρώτῃ πτώσει διὰ πολλὴν ἄγνοιαν ἐναπομείναντες, καὶ μὴ εἰδότες, ὅτι περι πεπτώκασιν, οἷς ἐλεεινῶς ὁ προφήτης διαλέγεται Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀπ στρέφων οὐκ ἐπιστρέψει; καὶ πάλιν· Εγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι δ Χριστός. Μὴ βουλομένοις δὲ τὸν τῆς ἐγέρσεως κόπον ἀναδέξασθαι, καὶ τῇ προσευχῇ παραμένειν, καὶ ὑπὲρ εὐσεβείας θλιβῆναι, διὰ τὴν μέλλουσαν βασιλείαν, φησί· Τῇ διαφθορᾷ σου, Ἰσραήλ, τίς βοηθήσῃ; Οὐκ ἔστι τραῦμα, οὔτε μώλωψ, οὔτε πληγή φλεγμαίνουσα, οὔτε τι τῶν παρὰ θέλημα συμβαινόντων κακῶν. Αὕτη ἐστὶν ἡ ἁμαρτία ή προς θάνατον, μηδὲ ταῖς ἑτέρων προσευχαῖς ἰατρευομένη. Πατρεύσαμεν γὰρ τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη, διότι αὐθαίρετος ή νόσος, καὶ οὐκέτι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε και ταδέσμους, τὰ παρ' ἑτέρων βοηθήματα. Ταῦτα καὶ τὰ τοιαῦτα ἀποφθέγγεται ἡ θεία Γραφὴ πρὸς τοὺς ἐξευτελίζοντας τὴν προσευχήν, καὶ ἐκ τῆς ἀνάγκης καὶ ἀσθενείας ὥραις καὶ καιροῖς ταύτην περιορίζοντας, τοῦ μὲν Κυρίου πάντοτε νυκτὸς καὶ ἡμέρας, τοῦ δὲ Αποστόλου ἀδιαλείπτως αὐτὴν προσφέρειν τῷ παν ποδυνάμῳ Θεῷ νομοθετήσαντος. Ε΄. Ἰδοὺ καὶ ἡ Παλαιά Διαθήκη πῶς ἀνακύπτει τὸν πεποιθότα ἐφ' ἑαυτῷ, καὶ ἐπὶ τῇ σοφίᾳ αὐτοῦ ἐπαιρόμενον, λέγουσα· ἴσθι πεποιθὼς ἐπὶ Κύριον ἐν ὅλῃ καρδίᾳ σου, ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου. Γαῦτα δὲ οὐκ εἰσὶ ψιλὰ ῥήματα, καθώς τισιν έδοξε, καὶ διὰ τοῦτο βίβλους ἐκτήσαντο, καὶ γνόντες τὴν τῶν γεγραμμένων δύναμιν, μηδὲν τούτων ἐργασάμενοι, ὑπερφυσῶνται ψιλοῖς τοῖς νοήμασι, καὶ διὰ λόγων καὶ ζητημάτων συνιστῶντες ἑαυτοὺς, μέγαν παρὰ τοῖς σοφία; ἀπείροις φέρουσιν ἔπαινον, τῆς φιλοπονίας μὴ ἀψάμενοι, μηδὲ τοῦ ἔργου μνησθέντες, πολλὴν παρὰ Θεοῦ καὶ τῶν φιλοπόνων καὶ εὐσεβῶν ἀνδρῶν ἀποφέρονται τὴν κατάγνωσιν. Διότι τῇ εἰσαγωγική γνώσει τῶν Γραφῶν οὐ πρὸς ἔργον, ἀλλὰ πρὸς ἐπίσ δειξιν ἀποχρησάμενοι, τῆς κατ' ἐνέργειαν Πνεύματος ἁγίου ἀπεστερήθησαν χάριτος. Οὗτοί εἰσιν οἱ ἐν προσ ώπῳ καυχώμενοι, καὶ οὐ καρδίᾳ. Οθεν οἱ τοῦ ἔργου ἄπειροι ὀφείλουσιν αὐτοῦ ἅψασθαι· τὰ γὰρ παρὰ τῆς Γραφῆς εἰρημένα, οὐχ ἵνα νοήσωμεν μόνον, ἀλλ' ὅπως αὐτὰ καὶ ποιήσωμεν, είρηνται. Αρξώμεθα δὴ οὖν τοῦ ἔργου· οὕτως οὖν ἀκολούθως προκύπτοντες εύ ρήσομεν, ὅτι οὐ μόνον εἰς Θεὸν ἐλπὶς, ἀλλὰ καὶ βε Γαία πίστις, καὶ ἀνυπόκριτος ἀγάπη, καὶ ἀμνησικακία. καὶ φιλαδελφία, καὶ ἐγκράτεια, καὶ ὑπομονή, καὶ γνώσις ἐσωτέρα, καὶ πειρασμῶν λύτρωσις, καὶ χαρισμάτων δωρήματα, καὶ ἐξομολόγησις καρδιακή, καὶ δάκρυον ἐκτενές, διὰ προσευχῆς τοῖς πιστοῖς ἀγγίνεται. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ τῶν ἐπερχο
col. 1083–1084page 89 of 118
PG 65:1083μένων θλιβερών Υπομονή, καὶ εἰλικρινής του πλη σίον ἄφεσις, καὶ νόμου πνευματικοῦ ἐπίγνωσις, καὶ δικαιοσύνης Θεοῦ εὕρεσις, καὶ Πνεύματος ἁγίου ἐπιφοίτησις, καὶ θησαυρῶν πνευματικῶν δόσις, καὶ πάντα ὅσα ἐπηγγείλατο ὁ Θεὸς παρέχειν τοῖς πιστούς ἀνθρώποις, καὶ ὧδε καὶ ἐν τῷ μέλλοντι αἰῶν. Καὶ ἅπαξ ἁπλῶς κατ' εἰκόνα Θεοῦ ἀναφανῆναι τὴν ψυχὴν ἀδύνατον, εἰ μὴ διὰ χάριτος Θεοῦ καὶ πίστεως, ἀν θρώπου μετά πολλῆς ταπεινοφροσύνης καὶ ἀμετεωρίστου προσευχῆς τῇ καρδίᾳ παραμένοντος. Πῶς οὖν οἱ τοιούτων καὶ τοσούτων ἀγαθῶν δι' ἄγνοιαν καὶ προς ευχῆς ἀμέλειαν ἀπεστερημένοι λέγουσιν· Οὐ πεπτώκαμεν; Καὶ σοφίαν ἑαυτοῖς ἐπιγράφουσιν, οἱ μηδὲ τὴν ἰδίαν καταβολὴν ἐπιστάμενοι, ἐλεεινοὶ τῆς πρώ σεως, ἐλεεινοὶ τῆς ἀπειρίας, τοῦτο μόνον κερδαίνοντες, ὅτι ἡμᾶς πλεῖον πιστεύειν τῇ Γραφῇ παρασκευάζουσι, λεγούσῃ τὴν σοφίαν τοῦ κόσμου τούτου μω ρίαν εἶναι παρὰ τῷ Θεῷ· ἡ δὲ ἐκ Θεοῦ, ἄνωθέν ἐστι κατερχομένη παρὰ τοῦ Πατρὸς τῶν φώτων, ἧς τε κμήριόν ἐστιν ἡ ταπεινοφροσύνη. Οι οὖν ἄνθρωπο αρεσκεῖν βουλόμενοι, ἀντὶ τῆς θείας τὴν ἀνθρωπίνην ἐδέξαντο, καὶ ἐν ταύτῃ φυσιούμενοι καὶ ἐγκαυχώμε. νοι, πολλοὺς τῶν ἁπλουστέρων ἠπάτησαν, πείσαντες οὐκ ἐν πόνοις εὐσεβείας καὶ προσευχῆς, ἀλλ' ἐν πει θοῖ ἀνθρωπίνης σοφίας, καὶ λόγοις φιλοσοφειν· ἐν καὶ ὁ ᾿Απόστολος συνεχώς μέμφεται, καὶ κένωσιν τοῦ σταυροῦ ὀνομάζει. Φησὶ γὰρ ἐν τῇ πρὸς Κορινο θίους Επιστολῇ· Οὐκ ἀπέστειλέ με Χριστὶς βα πτίζειν, ἀλλ᾽ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λό γου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Καὶ πάλιν· Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ τὰ ἀγενῆ τοῦ πό σμου, καὶ τὰ ἐξουδενούμενα ἐξελέξατο ὁ Θεὸς καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, όπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. Εἰ οὖν ὁ Θεὸς οὐκ ἐν ῥήμασιν Ἑλληνικῆς σοφίας, ἀλλ᾽ ἐν πονήμασι προσευχῆς καὶ ταπεινοφροσύνης εὐδοκεί, καθὼς καὶ ἀποδέδεικται, τί ματαιοφρονοῦσι, καὶ τὸν πρῶτον τρόπον τῆς θεοσεβείας ὡς δυσκατόρθωτων και ταλιπόντες, οὐδὲ τῷ δευτέρῳ, ἢ κἂν τῷ τρίτῳ σωθή ναι βουλόμενοι, καὶ τοὺς ἁπλουστέρους ἐξαπατῶσιν; Θ'. Τοῦ δὲ σχολαστικοῦ βουλομένου μαθεῖν, τίνεςεἰσὶ τῆς θεοσεβείας τρόποι, ὁ ἀσκητὴς ἀπεκρίνατο Ὁ πρῶτος ἐστι, τὸ μὴ ἁμαρτάνειν· ὁ δεύτερος τῷ ἁμαρτήσαντι ὑπομένειν τὰ ἐπερχόμενα θλιβερά· ὁ δὲ τρίτος τρόπος, τὸν μὴ ὑπομένοντα πενθεῖν ἐν τοῖς ὑπομονῆς ἐλλείμμασι, καθότι ὧδε μὴ διορθωθέντα διὰ τῶν προσφυών συμβάσεων, ἐξ ἀνάγκης λοιπόν τὴν ἐκεῖθεν ἡμῖν κρίσιν ἐπάγουσιν, εἰ μήτι οὖν πεν θοῦντας ἡμᾶς καὶ τεταπεινωμένους ἰδὼν ὁ Θεὸς, ὡς οἶδε, τῇ παντοδυνάμῳ αὐτοῦ ἀγαθότητι καὶ θεία χά ριτι ἐξαλείψῃ τὰς ἁμαρτίας ἡμῶν. Εἰ δὲ ἐπὶ τῇ τῶν προειρημένων ἀμελείᾳ τὸ πένθος καὶ τὴν ταπείνωσιν καταλιπόντες, ὅτι ἑαυτοὺς καὶ λόγοις κοσμικῆς σοφίας εὐδοκοῦμεν, ὅπως καὶ ἐν τούτοις τῶν εὐλαβεστέρων κατεπαιρώμεθα, πῶς ἐλεηθῶμεν λοιπὸν ἐναντία τοῦ
col. 1085–1086page 90 of 118
PG 65:1085ἐλέους ποιοῦντες; πῶς πιθανόν ἐστι τὸ τῆς ἀν θρωπαρεσκείας πάθος καὶ δυσεύρετον, καθότι καὶ τῶν φρονίμων κατακρατεῖ; Τῶν μὲν γὰρ ἄλλων πα θῶν αἱ ἐργασίαι τοῖς μετόχοις αὐτῶν εὐδηλοί εἰσιν ὅθεν καὶ ταπεινοφρονεῖν τοὺς κεκρατημένους παρα σκευάζουσιν· ἡ δὲ ἀνθρωπαρέσκεια βήμασί τε καὶ σχήμασιν εὐσεβείας ἐπικρύπτεται, ὡς μηδὲ τὰς πα ρατροπές αὐτῆς τοὺς δελεαζομένους ἐπιγνῶναι ῥᾷ διον. Ι. Επερώτησεν ὁ κοσμικός· Ποῖαί εἰσιν αἱ ἐξ ἀνθρωπαρεσκείας παρατροπαί; μᾶλλον δὲ πρὸ τού των μαθεῖν βούλομαι, τί ἐστιν ἀνθρωπαρέσκεια· ὁρῶ γάρ σε οὐ φύσεως ἀκόλουθα λέγειν τοῖς κεχρημα. τισμένοις επόμενον, ἀλλ᾽ ἀμαθίας αἰτίαν τῶν πάν των καταστοχαζόμενον, καὶ ἀσυναρτίστοις μαρτυρίαις ψέγοντα τὰ ὠφέλιμα. Διὸ ταύτης μοι τῆς προσωνυμίας πρῶτον εἰπὲ τὴν οἰκειότητα, καὶ οὕτως πιο στενομέν σοι, ὅτι καὶ τὴν γενικωτάτην αὐτῆς βλάβην κατείληφας. Ο δὲ ἀσκητὴς ἔφη· Ανθρωπαρέσκειά ἐστιν, ὡς δοκῶ, τὸ τοῖς ἀνθρώποις ἀρέσκειν. ταύτηνεἶναι οἶδα τοῦ χρηματισμοῦ τὴν οἰκειότητα. Ὁ δὲ δικανικός, ὡς μέγα τι θαυμάσας τὸ ῥῆμα, φησί Πάνω προσφυῶς εἴρηκας. Τί οὖν, εὐλαβέστατε, ψέ γεις ἀδίκως τὸ δίκαιον; Η οὐ φαίνεται σοι δίκαιον εἶναι τὸ ἑκάστῳ τῶν οἰκείων ἔργων τὴν δοκιμασίαν ἑαυτῷ ἀποδιδόναι, ἀλλ' ἑτέροις τὴν τοῦ καλοῦ κρίσιν ἐπιτρέπειν μᾶλλον ἢ ἑαυτοῖς; Ἐγὼ δέ φημι, μήτε ὅπως ἀρετὴν ὀνομάζεσθαι τὸ μὴ ἀρέσκον ἀνθρώποις, μήτε παρὰ τοῦ πέλας ἔχειν τὸν ἔπαινον· ὅπερ καὶ τῆς Γραφῆς ἤκουσα λεγούσης· Εγκωμιαζέτω σε ό πέλας, καὶ μὴ τὸ σὲν στόμα· ἀλλότρια, καὶ μὴ τὰ τὰ χείλη· καὶ πάλιν· Εκαστος ἡμῶν τῷ πλη σίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν 83; καὶ πάλιν· 'Απρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ ᾿Εκκλησίᾳ τοῦ Θεοῦ. Τίς δὲ δύναται, μὴ ἀρέσκων τοῖς ἀνθρώποις, ἀπρόσκοπος εἶναι; Τί οὖν τοσοῦτον ἐβάθυνας τὴν ἀνθρωπαρέσκειαν μεμφόμενος; Εἰ δὲ τοὺς κατὰ σὲ μὴ ἀρέσκοντας χρὴ ἀποδέχεσθαι, καιρός σοι λοιπόν τοὺς λῃστὰς, καὶ φονεῖς, καὶ ἅρπαγας, καὶ ἐπιβούλους ἐπαινεῖν, ἐπειδὴ οὐδενὶ τῶν ἀνθρώπων ἀρέσκουσιν. Εἰ δὲ ἐν τοῖς εἰρημένοις παρὰ σοῦ ἡμεῖς μέχρι νῦν σεσιωπήκαμεν, μὴ θαυμάσῃς· οὐ γὰρ ὡς μὴ ἐπιστάμενοι τὰς Γρα φάς, οὐδὲ ὡς ἀγνοοῦντες τὸ δίκαιον, ἀλλὰ βουλόμενοι πρότερον ὑπακοῦσαι τῶν ὑμετέρων λόγων. Οίδαμεν δὲ καὶ συγγνώμην ἀποδιδόναι τοῖς ἐν λόγῳ σφαλλομένοις, ὅταν μὴ θελήματα απαιδευσίας αἴτια τοῦτο ποιῶσι, καὶ ταῖς ἀγαθαῖς προσηγορίαις κακίαν ἐπιγράφωσιν· ὅπερ καὶ σὺ παρὰ γνώμην πέπονθας, εὐλαβέστατε· βουλόμενος γὰρ ὡς οἶμαι, φανερο ποιῆσαι τὴν αὐταρέσκειαν. Ἐπειδὴ οὖν το: οὐκ ἀπὸ ἀμελείας, ἀλλὰ ἀπὸ ἀμαθίας προσελήλυθε, δίκαιον ἂν εἴη, τῆς προσωνυμίας φανερωθείσης, καὶ τὰς αἰ τίας ὡς ψευδεῖς παρασιωπηθῆναι, ἃς τοσοῦτον φαύ λας καὶ δυσευρέτους ἔδοξας εἶναι, ὡς καὶ τῶν φρόνιμον κατακρατεῖν. αὐτο αρέσκεια, σε
col. 1087–1088page 91 of 118
PG 65:1087ΙΑ΄. Ὁ δὲ ἀσκητὴς ἐπιγνοὺς ὅτι φανερῶς πρὸς τοὺς ἐλέγχους ἀγανακτεῖ, καὶ τὰ ῥηθησόμενα παραι τιᾶται, ἀπηνεώθη μικρὸν, ὡς εἰκάσαι πάντας τοὺς ἀκούοντας, ὅτι τοῖς συλλογισμοῖς καταπλαγείς, τὰς συστάσεις κατέλειπεν. ᾿Ανοίξας δὲ τὸ στόμα αὐτοῦ ἔφη· Ἐπειδὴ οὐ νικῆσαι, ἀλλ' ὠφεληθῆναι προθέμενοι, ἐπὶ τούτους ἥκομεν τους λόγους· αὐτὸς δὲ ἄχρι τοῦ νῦν παρεσιώπησας, οὐχ ὡς ἀγνοῶν τὸ δικαιότερον, ἔφης, ἀλλὰ πρότερον τὴν παρ' ἡμῶν ἀκοῦσαι διήγησιν βουλόμενος· τούτου χάριν παρακαλούμεν τὴν θαυμασιότητά σου, τέλος δοῦναι τῷ ἐπαγγέλματι, καὶ διδάξαι, ὡς οὐκ αὐτοπροσώπως, ἀλλ᾽ ἑτερωνύμως μέμφεται τὴν ἀνθρωπαρέσκειαν ἡ θεία Γραφή ( πᾶσαν καλῶς ἐπιστάμενος, οὐ καλῶς ἄχρι νῦν παρ εσιώπησας). Οὕτω γὰρ τὰ τῆς Γραφῆς, σου λέγοντος, οὐ μόνον ἐπὶ τοῖς προειρημένοις πεισθῶμεν, ἀλλὰ καὶ πολλοῖς διηγήμασιν ἀνεξόμεθά σου δικαιότερα λέγοντος, εἰ καὶ ἀπὸ ἰδιωτείας, ὡς ἔφης, τὰ ὀνόματα ἀνταλλάξαντες, ἀρετὴν ἀντὶ πάθους ήτοιμασάμεθα. Ὁ δὲ βιωτικὸς ταῦτα ἀκούσας, ἀπεκρίνατο· Οὐκ εἶπον, ὅτι πᾶσαν Γραφὴν ἐπίσταμαι, ἀλλ' ἀπὸ μέσ ρους. Σὺ οὖν με εἰς τὸ λέγειν μὴ προσκαλοῦ, ἀλλ' ἐναρξάμενος, εἰ μὲν ἀπορεῖς τῶν συστάσεων, σιώτα, καὶ παρ' ἡμῶν συγγνώμην ἕξεις. Εἰ δὲ πάρεστι θα δεῖξαι καταγινωσκομένην όνομαστὶ τὴν ἀνθρωπαρέσκειαν, λέγε· καὶ ἡμεῖς ἐξ ἀνάγκης, κἂν μὴ θέλωμεν, τὴν ἀλήθειαν ὁμολογήσομεν. Ο δὲ ἀσκητὴς ἔφη Ἐχέτω ταῦτα οὕτως· τὰς δὲ ἀδίκους παρὰ τοῦ μέμψεις που θήσομεν; Ο δὲ δικανικὸς λέγει· Εἰς τὸν τῆς μακροθυμίας νόμον, ἐν ἡμᾶς προεδίδαξας. Ο δὲ γέρων πρὸς αὐτόν· Ἐπαινῶ σε τῆς σοφίας, ἵνα μὴ λέγω τῆς πανουργίας, καθότι ἐπὶ τῇ ἀγνοίς συμ πάθειαν παρεισήγαγες, διὰ τῆς τοῦ παρέχειν ἐπαγ γελίας τὸ λαβεῖν προσκεψάμενος. Ομως ταῦτα και ταλιπόντες, τοῦ προκειμένου γενώμεθα. ΙΒ'. Ακουε οὖν τῆς Γραφῆς προφερούσης τὰς κατά τῆς ἀνθρωπαρεσκείας μέμψεις· πρῶτον τοῦ Προφή του λέγοντος· "Οτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀν θρωπαρέσκων κατησχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς· καὶ ὁ ᾿Απόστολος· Μὴ κατ' ὀφθαλμοδουλείαν, ὡς ἀνθρωπάρεσκοι· καὶ πάλιν" 31 Εἰ ζητῶ ἀνθρώποις ἀρέσαι; καὶ ἔτι· Εἰ ἀνθρώποις ἠρέσκουν, Χριστοῦ δοῦλος οὐκ ἂν ἡμερο και πολλὰ ἕτερα ἐν τῇ θείᾳ Γραφῇ ἀναλεξάμενος εὑρή σεις. Ο δὲ κοσμικὸς ἔφη· Τί οὖν; ὅτι καὶ ὦ εἶπον γέγραπται, ἆρα ἡ Γραφή ἀσύμφωνος ἑαυτῇ; Ο ἀσκητὴς ἔφη· Οὐκ ἔστιν ἑαυτῇ ἀσύμφωνος, ἀλλ' ἡμεῖς άμβλυωποῦμεν πρὸς τὴν τῆς ἀληθείας ἀπόδειξιν. Ἐπειδὴ γὰρ οὐ πάντες ἀσεβεῖς ἄνθρωποι, οὐδὲ πάν τες εὐσεβεῖς τυγχάνομεν· τούτου χάριν οὗ πᾶσιν ἀρέσκειν ὀφείλομεν, πλὴν τοῖς ἀγαθοῖς· ὁμοίως δὲ οὐ πᾶσι μὴ ἀρέσκειν ὀφείλομεν, πλὴν τοῖς πονηροῖς. Διὸ καὶ ὁ Κύριος τοῦτο φανεροποιῶν ἐν τοῖς Εὐαγ γελίοις φησίν· Οὐαὶ ὅταν καλῶς ὑμᾶς εἰπωσι πάντες οἱ ἄνθρωποι. Οὐ μόνον δὲ ἐν τούτοις, ἀλλά
col. 1089–1090page 92 of 118
PG 65:1089καὶ ἐν αὐτοῖς τοῖς δοκοῦσι καλοῖς ἀνθρωπαρεσχεῖν ἡμᾶς κωλύει, ὅταν μή δι' ἔλεγχον καὶ μίμησιν, ἀλλὰ δι' ἔπαινον καί τινα ἀντίδοσιν ἐπιδεικνύωμεν τὰ καλὰ τοῖς ἀνθρώποις. Καὶ εἰκότως. Εἰ γὰρ ἀνταποδόσεως ἕνεκεν σωματικῆς ἀρέσκειν τοῖς ἀνθρώποις βούλεται, οὐδὲν χάρισμα πνευματικὸν παρὰ Θεοῦ λαμβάνει, οὐδὲ τυγχάνει τῶν ἐκεῖ ἀνταποδόσεων, ἀπέχων τὸν μισθὸν αὐτοῦ, καθὼς καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγ γελίοις εφανέρωσεν, οὐχ άπαξ, ἀλλὰ καὶ πλειστάκις καὶ περὶ προσευχῆς, καὶ περὶ νηστείας, καὶ ἐλεη μοσύνης εντελλόμενος, κρύπτειν αὐτὰ ἀπὸ τῶν ἀν θρώπων παρήγγειλεν. ΙΓ΄. Ο δὲ σχολαστικός, ἔτι λαλουμένων τῶν ῥημάτ των, εἶπε μεγάλῃ τῇ φωνῇ· ἱκανῶς ἔχει, περὶ τού του πεπληροφόρημαι. Λείπεται δέ σοι μὴ ἐν αἰνίγμα τι, μηδὲ ἐν εἰκασμῷ, ἀλλὰ φανερῶς εἰπεῖν, τίνες εἰσὶν αἱ τῆς κακίας παρατροπαι, ἵνα γνῶμεν ἀκριβῶς, εἰ εἰσὶ, καθὼς εἴρηκας, σκοτεινότεροι καὶ δυσεύρετοι, ὡς δύνασθαι αὐτὰς ἐληλυθυίας, καὶ τῶν φρονίμων κατακρατεῖν. Ὁ δὲ ἀσκητὴς ἔφη· “Ακουε συνετῶς, καὶ ἀπαγγελῶ σοι ὀνομαστί· αὐτὸς δὲ ἐπίστησον, εἰ μὴ αὐτὸς εὔρῃς πάσας ταύτας ἐν πᾶσιν ἐκείνοις τῷ πάθει οἰκειωμένας. Πρώτη και μήτηρ ἐστὶ τῶν πα ρατροπῶν ἡ ἀπιστία. Ταύτῃ δὲ λοιπὸν ὡς τέκνα ἐπ ακολουθοῦσι φθόνος, μίσος, ζῆλος, δόλος, νεῖκος, ὑπό κρισις, προσωποληψία, ὀφθαλμοδουλεία, καταλαλιά, ψεῦδος, εὐλαβείας πρόσχημα, οὐκ ἀληθείας, καὶ ὅσα τοιαῦτα δυσφανῆ καὶ σκοτεινὰ πάθη. Τὸ καὶ πάντων φαυλότερον, ὅτι τινὲς διὰ τῆς τοῦ λόγου σοφίας συν ιστῶσιν αὐτὰ ὡς καλά, καὶ τὴν ἐπ' αὐτῆς βλάβην ἐπικαλύπτουσιν. Εἰ δὲ βούλει, καὶ τὴν πανουργίαν " αὐτῶν μερικῶς φανεροποιήσω. Ο πανούργος άνθρωπο άρεσκος, ἑτέρῳ συμβουλεύων, ἑτέρῳ ἐπιβουλεύει ἄλλον ἐπαινῶν, ἄλλον ψέγει· νουθετῶν τὸν πλησίον, ἑαυτὸν συνίστησιν· εἰς δίκην συνηγορεῖ, οὐχ ἵνα τὸ δίκαιον κρίνῃ, ἀλλ᾽ ἵνα τὸν ἐχθρὸν ἀμύνηται· μετὰ κολακείας ἐλέγχει, ἕως οὗ ὀνειδίζων παραδεχθῇ τὸν ἑαυτοῦ ἐχθρόν· ἀνωνύμως διαβάλλει, ἵνα τὴν ἑαυτοῦ καταλαλιὰν ἐπικρύψῃ· ὁρκίζει τοὺς ἀκτήμονας τοῦ ὁμολογῆσαι τὰ ἐνδέοντα, ὡς παρασχείν βουλόμενος καὶ ὅταν εἴπωσιν, ὡς αὐτοῦντας διαφημίζει· παρὰ ἀπείροις καυχάται, καὶ παρὰ ἐμπείροις ταπεινολο γεῖ, τὸν ἐξ ἀμφοτέρων ἔπαινον θηρώμενος. ἐγκωμιαζομένων ἐναρέτων ἀηδίζεται· καὶ ἐπιῤῥίψας ἑτέραν διήγησιν, περιστᾷ τὸ ἐγκώμιον· τοὺς ἀρχικοὺς ἀπόν. τας ἐξευτελίζει, καὶ παρόντας εἰς πρόσωπον δοξάζει τους ταπεινόφρονας μυκτηρίζει, καὶ τοὺς διδασκάλους μωροσκοπεῖ· ἰδιωτείαν ὀνειδίζει, ἵνα ὡς σοφὸν ἑαυ τὸν ἐπιδείξῃ· πάντων τὰς ἀρετὰς παραλογίζεται, ας δὲ κακίας διὰ μνήμης ἔχει. Καὶ ἀπαξαπλῶς καιρούς θηρεύει, καὶ προσώποις δουλεύει, ὅπως πληροφορήσῃ το πολυτροπώτατον τῆς ἀνθρωπαρεσκείας πάθος κρύπτειν πειρᾶται τὰ ἑαυτοῦ κακὰ διὰ τῆς τῶν ἀλ λοτρίων ερωτήσεως. Οἱ δὲ ὄντως μοναχοὶ οὐχ ούτ τως, ἀλλὰ τούναντίον, τὰ τῶν ἄλλων συμπαθώς παρ ορῶσι· τὰ δὲ αὐτῶν τῷ Θεῷ φανεροποιοῦσι. Διὸ καὶ παρὰ τῶν ἀγνοούντων ἀνθρώπων ἐξευτελίζονται οὐ γὰρ τοσοῦτον βροτοῖς, ὅσον Θεῷ ἀρέσκειν σπου
col. 1091–1092page 93 of 118
PG 65:1091δάζουσι, τοῦτο μὲν εὐαρεστοῦντες, τοῦτο δὲ καὶ ἐπη τοὺς κατακρίνοντες, ἐπ' ἀμφοτέροις ἐκδεχόμενοι παρὰ Κυρίου τὴν ἀνταπόδοσιν, εἰρηκότος· Ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. ο ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ανάπαυσιν ταῖς σε ΙΔ΄. Ὁ δὲ σχολαστικός, πονήσας ἐπὶ τοῖς ἐλέγχους, ἔφη· Εγώ σου σὺν τοῖς νοήμασιν, ὦ ἀσκητά, καὶ την πανουργίαν ἐθαύμασα, ἦν ἑτέροις ἐγκαλῶν αὐτὸς ἐπεσκιασμένως κατέχεις. Απορῶν γὰρ τῆς ἐγκυκλίου παιδεύσεως, εἰς τὴν κατὰ Θεὸν μωρίαν ἐπι εσπάσω, λέγων αὐτὴν σοφίαν εἶναι μεγίστην, καὶ Θεῷ εὐάρεστον, μεθ᾿ ἧς καὶ τὴν προσευχὴν, καὶ τοὺς ὑπὲρ εὐσεβείας πόνους προσέλαβες, ὅπως τὴν εὔδη τον ἀπαιδευσίαν τῇ ἀδήλῳ εὐλαβείᾳ ἐπικαλύψῃς. Εἰ δὲ ὅλως εργάτης τυγχάνεις τῶν σῶν διηγημάτων, αὔριον πάλιν ἐπιβαλόντες ἐπιγνωσόμεθα· καὶ ταῦτα εἰπὼν, ἀναστὰς ἀπῆλθεν. Ὁ δὲ γέρων προπέμψας αὐτὸν καὶ στραφεὶς ἑποτνία. Οἱ δὲ ἀδελφοὶ παρεκάλουν αὐτὸν, τοῦ στεναγμοῦ τὴν αἰτίαν εἰπεῖν· ὁ δὲ εἶπεν· Ορῶ τινας ὑμῶν τεταραγμένους. Τεκμήριον γὰρ ἔλαβον, ὅτι οὐ πρὸς ὠφέλειαν, ἀλλὰ πρὸς βλά Την ἐδέξασθε τοῦ δικανικοῦ τὰ ῥήματα· καὶ οὐκ ὠφεληθέντας, ἀλλ' ὑβρισθέντας ἑαυτοὺς ἐλογίσασθε ἐπὶ τοῖς εἰρημένοις. Αὕτη ἐστὶν ἡ αἰτία τῆς ἐμῆς ἀθυμίας, ὅτι τὸν πνευματικὸν νόμον ἑτέροις λαλού μεν, αὐτοὶ δὲ οὗ τηροῦμεν. Εἰ δὲ οὐ προσφυώς κατ ηκολούθησα τῷ βουλήματι τῶν σκυθρωπῶν, ἀλλ' αὐτοὶ κρατοῦσι τὸν τοῦ Θεοῦ νόμον, καὶ πάντα θλιβερὰ οὐχ ἀδίκως ἐπέρχεσθαι πεπιστεύκασι κατὰ τὴν Γραφήν, ὡς γέροντι μοι συγγνώμην τῆς μικρονοίας ἀπόδοτε, μόνον ἵνα πιστεύσωμεν, ὅτι τῶν συμβαινόντων ἡμῖν λυπηρῶν ἐσμεν ὑπεύθυνοι, καὶ εἰ μὴ προσφάτως, δι' αὐτῶν τῶν πραγμάτων, ἀλλ' ἐκ παλαιοῦ χρεω στήματος. Τότε εἷς τῶν ἀδελφῶν πεποιθὼς ἐπὶ ἐγκράτεια, καὶ διὰ τοῦτο ἀγνοῶν τὴν ἀλήθειαν, καὶ πάν τα μὲν τὰ θλιβερὰ ὑπομένειν πειρώμενος, ὅμως ὡς μάρτυρ πάσχειν ἀδίκως οἰόμενος, μετὰ θράσους ἀπεκρίνατο, λέγων· Ποῦ ἡ Γραφὴ κατὰ αἰτίαν ἐκά στου καὶ δικαίαν κρίσιν Θεοῦ ἐπέρχεσθαι τοῖς ἀνθρώποις τὰς συμφορὰς εἴρηκεν; Ὁ δὲ γέρων, ἐφ᾽ οἷς εἰρήκει λίαν εὐπροσωπήσας ἔφη· Ἐν πολλοῖς κεφα λαίοις τοῦτο ζητήσας εὑρήσεις, ἀγαπητέ, καὶ ἐν τῇ Παλαιᾷ, καὶ ἐν τῇ Καινῇ Διαθήκῃ· εἰ δὲ βούλει, καὶ ἡμεῖς σμικρὰ φανερώσωμεν· αὐτὸς δὲ μαθών, ἀπό βαλε τὴν ὑψηλοφροσύνην, καὶ κτῆσαι τὴν τοῦ Χρι στοῦ ταπείνωσιν, λέγοντος· "Αρατε τον ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πραός είμι και ψυχαῖς ὑμῶν. ΙΕ΄. Ο δὲ ὑποτακτικός επιδραμον τῷ λόγῳ, Εφη Εἰ ἕκαστος ἡμῶν ἐν τούτῳ μιμεῖται τὴν ταπείνωσιν τοῦ Χριστοῦ, ἐν τῷ ἴδιον χρέος ἡγεῖσθαι τὰ ἐπερχόμενα, καθὼς εἴρηκας, δηλονότι καὶ ὁ Χριστὸς παθών, ἴδιον χρέος ἐξετέλεσεν· ὅθεν ἐγὼ βλασφημεῖν ἡγον μαι τὸν τοῦτο λέγοντα. Ακούσας δὲ ταῦτα ὁ ἡγούμενος, λέγει· Ἐγὼ μὲν ἐπειρώμην την προλαβουτάν του πεῦσιν πρότερον λύσαι· ἐπειδὴ δὲ καὶ ταύτῃ ἐπιτ ραν ἐπέβαλες, ὡς ἐκ τῆς συγχύσεως τῶν μυρίω ἐρωτήσεων ἐπεκάλυψας τὰς λύσεις. Ἡμεῖς ἐν Κυρίῳ
col. 1093–1094page 94 of 118
PG 65:1093καὶ περὶ τούτου πληροφορήσομεν, τὰ προσήκοντα ἀντεπερωτήσαντες. Εἰπέ μοι, οἱ δανειζόμενοι ἴδιον χρέος, αὐτοὶ μόνοι χρεώσται τυγχάνουσιν, ἢ καὶ οἱ ἐγγυώμενοι αὐτούς; Ὁ δὲ ὑποτακτικὸς ἀπεκρίθη ο Δηλονότι καὶ οἱ ἐγγυώμενοι αὐτούς. Ὁ δὲ γέρων πρὸς αὐτόν· Γνῶθι οὖν ἀκριβῶς, ὅτι καὶ ὁ Χριστὸς ἡμᾶς ἀναδεξάμενος χρεωφειλέτην ἑαυτὸν κατέστησε, κατὰ τὰς θείας Γραφάς· Ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴ ρων τὴν ἁμαρτίαν τοῦ κόσμου· Ο γενόμενος ὑπὲρ ἡμῶν κατάρα· Ὁ πάντων τὸν θάνατον ἀναδεξάμενος, καὶ ὑπὲρ πάντων ἀποθανών, σὲ μόνον οὐκ ἀνεδέξατο; Τοῦτο ὁμολόγησον σαφῶς, καὶ ἡμεῖς ἡττή μεθα. 'Ο δὲ ἀδελφὸς προσπεσὼν ἔφη· Εἰ καὶ ὡς νή πιος ἐσφάλην κατὰ ἄγνοιαν, τὸν δὲ λυτρωτὴν τῶν ψυχῶν ἡμῶν καὶ ἀνάδοχον οὐκ ἀρνοῦμαι. Οίδα γάρ, η ὅτι οὐδεμία ἑτέρα ἐλπὶς σωτηρίας ὑπολέλειπται τοῖς ἀνθρώποις, τοῦ ᾿Αποστόλου λέγοντος, ὅτι Πάντες ἥμαρτον, καὶ ὑστερούμενοι τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεάν τῇ αὐτοῦ χάριτι. 14. Ωφεληθέντων δὲ πάντων ἐπὶ τῇ ἐπιγνώσει καὶ μετανοίᾳ τοῦ ἀδελφοῦ, ὁ δὲ γέρων ἔφη - Λείπεται λοιπὸν ἡμᾶς δείξαι ἀπὸ τῆς Γραφῆς, ὅτι οὐδὲν τῶν συμβαινόντων λυπηρῶν ἑκάστῳ ἀδίκως επέρχεται, ἀλλὰ πάντα κατὰ δικαίαν κρίσιν Θεοῦ, τῶν μὲν ὑπὲρ ἰδίων κακῶν, τῶν δὲ ὑπὲρ τῶν πλησίον πασχόντων, εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις· Παρὰ δὲ Κυρίου πάντα δίκαια· καὶ πάλιν· Πάντα τὰ ἔργα τοῦ Θεοῦ μετὰ δικαιοσύνης· καὶ ὁ σπείρει ἕκα στις, τοῦτο καὶ θερίσει· καὶ, Εἰ ἡμῶν ἀδικία Θεοῦ ς δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; Μὴ ἄδικος δ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. Μὴ γένοιτο. Ἰδοὺ καὶ οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ βληθέντες, διδάσκουσιν ἡμᾶς τοῦτο τὸ φρόνημα, και τὰ ἰδίαν αἰτίαν καὶ Θεοῦ παίδευσιν λέγοντες ἐμβεβλῆσθαι, εἰ καὶ ἄλλο ἀνεδέξαντο πρόσωπον. Καὶ ὁ ἅγιος Δαβίδ, ὑπὸ τοῦ Σεμεί θλιβόμενος, κελεύσει Θεοῦ καὶ διὰ ἴδια αιτιάματα ὁμολογεῖ θλίβεσθαι. Καὶ Ησαίας δὲ καὶ Ἱερεμίας. Ἰεζεκιήλ τε καὶ Δανιήλ, καὶ οἱ λοιποὶ προφῆται, τῷ τε λαῷ καὶ τοῖς ἔθνεσι τὰ μέλλοντα θλιβερὰ κατὰ τὴν ἑκάστου ἁμαρτίαν ἐπο έρχεσθαι αὐτοῖς προεφήτευον, ἅμα καὶ τὰς αἰτίας καὶ τὰς ἀφορμὰς προδηλώσαντες· φησί γάρ· 'Ανθ' ὧν ἐλάλουν τάδε, καὶ ἐποίουν τάδε, ἐπέλθοι αὐτοῖς τάδε. Καὶ ἐν τῷ ψαλμῷ ὁ μακάριος Δαβὶδ τοῦτο φανεροποιῶν ἔλεγεν· Εγγων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἐν ἀληθείᾳ σου ἐταπείνωσάς με. Καὶ πάλιν· Ονειδος ἄφρονι ἔδωκάς μοι· ἐχωρώ θην, καὶ οὐκ ἦνοιξα το στόμα μου, ὅτι σὺ ἐποίησας. Καὶ εὐχαριστεῖ, ὅτι τῶν ἐπικεκαλυμμένων ἐν ἡμῖν ἐννοιῶν πονηρῶν ἐπέστειλεν αὐτῷ, ἵνα ἀκρι Εως τὰς ἐννοίας ἡμῶν ἐπιβλεψάμενοι, ἑαυτοὺς διορθωσώμεθα, καὶ μὴ ἀμφιβάλλωμεν εἰ τὸ πλεῖστον τῆς κακίας τῆς ἑαυτῶν ἀγνοοῦμεν. Τελείου γὰρ ἀνδρός ἐστιν ἀληθάργητον εἶναι ἐν τοῖς ἰδίοις ήττήμασιν. Εἰ δὲ τὰ προφανή κτήματά ἐστι διοκατανόητα, πολύ ΧΧΧΥΗ
col. 1095–1096page 95 of 118
PG 65:1095λῷ μᾶλλον τὰ ἐνθυμήματα. Γνωσόμεθα οὖν ὡς λογι κολ, ὅτι πρὸς τὴν ἡμῶν ὠφέλειαν ἐπιφέρει Κύριος τὰς ἐπαγωγὰς, καὶ πολλὰ καλὰ δι᾿ αὐτῶν ἐν ἡμῖν ἐργάζεται. Πρῶτον εὕρεσις τῶν κρυπτώς ἡμᾶς κατ εχουσῶν ἐννοιῶν, μετὰ τὴν τούτων εὕρεσιν· καὶ τα πεινοφροσύνην προστίθησιν ἀληθινὴν καὶ ἀσχημάτιστον, εἶτα τῆς ματαίας οιήσεως ἀπαλλαγῆναι κελεύουσαν ἀνακάλυψιν, κατὰ τὸ γεγραμμένον· Διέκτη αν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξ. ολοθρευθώσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τούτο οὖν ἀκριβῶς ἴστε γινώσκοντες, ἀδελφοί, ὅτι ἐὰν μὴ τὰς ἐπιφορὰς μετὰ πίστεως καὶ εὐχαριστίας ὑπομείν νωμεν, τὴν ἐγκεκρυμμένην κακίαν εὑρεῖν οὐ δυνά μεθα. Ταύτης δὲ τρανῶς μὴ εὑρεθείσης, οὔτε τους ἐνεστῶτας φαύλους λογισμοὺς ἀποῤῥίψαι δυνάμεθα, οὔτε τῶν προγεγενημένων κακῶν ἱλασμὸν ζητήσει, οὔτε περὶ τῶν μελλόντων ἀσφάλειαν δέξασθαι. Ερώτησις. ΙΖ'. Εἰ τὰ ῥήματα τοῦ δικανικοῦ ἔλεγχοί εἰσι τῶν ἡμετέρων πραγμάτων, διὰ τί τῶν εἰρημένων ὑπεν θύνους ἑαυτοὺς οὐχ εὑρίσκομεν; Απόκρισις. Αἱ ἐπιφοραὶ καὶ οἱ ἔλεγχοι ταῖς αἰτίαις εἰς τὸ φανερὸν οὐκ ἐξομοιοῦνται· κατὰ δὲ τὸ πνευματική, πᾶσαν ἀποσώζουσι δικαιοσύνην. Τοῦτο δὲ καὶ διὰ τῆς ἁγίας Γραφῆς γνῶναι δυνάμεθα. Μὴ γὰρ εἰ ὑπὸ τοῦ πύργου του Σιλωὰμ ἀποθανόντες, ἑτέροις πύργου ἀπεκατέστησαν, καὶ οἱ ἀπαχθέντες εἰς μετάνοιαν ἐν Βαβυλῶν: αἰχμάλωτοι ἑβδομήκοντα έτη, ἄλλους τινές αἰχμαλώτους ἔλαβον εἰς μετάνοιαν; Οὐχ οὕτως εἰσὶν αἱ παιδευτικαὶ συμβάσεις· ἀλλ' ὥσπερ οἱ στρατιῶται, ὅταν φωραθῶσιν ἁμαρτήσαντες, αἰκίζονται μὲν, οἱ τὰ αὐτὰ δὲ πάσχουσιν, οἷα φαύλα πεποιήκασιν· οὕτω καὶ πάντες παιδευόμεθα μὲν διὰ τῶν ἐπερχομένων, εὐκαίρως δὲ καὶ ἁρμοζόντως καὶ πρὸς μετάνοιαν οὐχ ὁμοιοτρόπως δὲ, οὐδὲ ἐν τῷ αὐτῷ καιρῷ, αὐτὶ διὰ τῶν αὐτῶν πραγμάτων· καὶ τοῦτό ἐστιν ὁ ἔγει τοὺς πολλοὺς εἰς ἀπιστίαν τῆς τοῦ Θεοῦ δικαιοσύνη, ἡ τοῦ καιροῦ ὑπέρθεσις, καὶ ἡ τῶν ἐπιφερομένων ἀνομοιότης. Οὐκοῦν ἐπειδὴ πολλὰ ἐπέρχονται ἡμῖν θλιβερά πράγματα, τοῦτο μὲν δι' ἀνθρώπων φθονούν των, κολακευόντων, καταλαλούντων, διαβαλλόντων, συκοφαντούντων, πλανώντων, ἀπόντων, διορυττόμ των, κλεπτόντων, ἀποστερούντων, σκανδαλιζόντων, διωκόντων, καταφρονούντων, μισούντων, τυπτόντων, επηρεαζόντων, καὶ ὅσα ἀνθρώποις παρὰ ἀνθρώπων ἐπέρχονται, καὶ παρὰ τοῦ ἰδίου σώματος σφριγώνται, πολεμοῦντος, ἀναπαύσεις θέλοντος· ἐντὸς τούτοις συμβαίνοντα δήγματα κυνῶν, ιοβόλων, ἢ σαρκοβόρων θηρίων· πρὸς τούτοις λοιμοί, σεισμοί, παγετοί, και σωνες, γῆρας, πενία, μόνωσις, καὶ ὅσα τοιαῦτα τοῦτο δὲ διὰ τῶν πνευμάτων τῆς πονηρίας πρὸς & τὴν πάλην ἡμῶν εἶναι ὁ ᾿Απόστολος ἐφανέρωσε, τους λόγους ἡμῶν καὶ τὰς πράξεις ἐπιτηρούντων, δι' ὧν ἀκολούθως ἐφαμίλλους καὶ τοὺς λογισμούς ἡμῶν και ταστοχάζονται εἶναι· εἰκότως. Εἰ μὴ γὰρ ὁ αὐτεξούσιος ἡμῶν νοῦς ταῖς δοκιμαστικοῖς προιβολαῖς ἐξ ἀπιστίας προσομιλήσει, καὶ ἀφεὶς τὴν καθολικὴν
col. 1097–1098page 96 of 118
PG 65:1097Ελπίδα λογισμούς ἀνακινήσει, οὔτε λόγο προσφέρονται, οὔτε πράξεις ἐπιτελοῦνται. Ερώτησις. ΙΗ'. Αὐτὸς εἰρηκας, ὅτι πᾶσαι αἱ συμφοραί κατά αἰτίαν εὐλόγως ἑκάστῳ ἐπέρχονται, εἰς ἐπίγνωσιν τῆς τοῦ Θεοῦ δικαιοσύνης ἡμῶν ἐφέλκουσι. Φανέρωσον οὖν ἡμῖν τὰς αἰτίας, ἵνα οὕτως πιστεύωμεν, ὅτι ὑπεύ θυνοι τῶν ἐπιφορῶν ἐσμεν, καὶ ὀφείλομεν ὑπομένειν τὰ ἐπερχόμενα θλιβερά, ἵνα μὴ ἐν τῇ κρίσει, οὐχ ὡς ἁμαρτωλοὶ μόνον, ἀλλὰ καὶ ὡς τὴν ἴασιν μὴ προσ δεξάμενοι, βαρυτέραν ἕξωμεν τὴν κόλασιν. Απόκρισις. Πάσης συμβάσεω; αἰτία ἐστὶν οἱ ἑκάστου λογια σμοί. Εἶχον δὲ εἰπεῖν, ὅτι καὶ οἱ λόγοι καὶ αἱ πράξεις ἐπειδὴ δὲ πρὸ ἐννοίας ταῦτα οὐ προέρχονται, τούτου χάριν τὸ πᾶν τοῖς λογισμοῖς ἐπιγράφοιμι. Τοῦ λο γισμοῦ οὖν προηγουμένου, λοιπὸν οἱ λόγοι καὶ αἱ πράξεις παρέχουσιν ἡμῖν τὴν εἰς ἀλλήλους κοινωνίαν. Δύο δέ εἰσιν οἱ τρόποι τῆς κοινωνίας· εἷς ἀπὸ ἀγάπης, καὶ εἷς ἀπὸ κακίας. Διὰ δὲ τῆς κοινωνίας οἷς οὐκ οἴδαμεν, ἀλλήλους ἀναδεχόμεθα. Ταῖς δὲ ἀνα δοχαῖς ἐπιφοραὶ ἀναγκαίως ἀκολουθοῦσι, καθώς φη σιν ή Γραφή. Ο εγγυώμενος τὸν ἑαυτοῦ φίλον, ἐχθρῷ παραδίδωσι τὴν ἑαυτοῦ χεῖρα. Οὕτως ἔκα στος, οὐ μόνον ἑαυτοῦ τὰ ἐπερχόμενα ὑπομένει, ἀλλὰ καὶ ὑπὲρ τοῦ πλησίον, ἐφ' οἷς αὐτὸν ἀνεδέξατο. Ερώτησις. ΙΘ', 'Αξιοῦμεν μαθεῖν τὸν ἕνα τρόπον τῆς ἀναδοχῆς, λέγομεν δὲ τὸν ἀπὸ κακίας γενόμενον. Απόκρισις. Ἀπὸ κακίας ἀναδοχή ακούσιος ἐστιν. Οὕτω δὲ συμβαίνει· ᾿Αναδέχεται τους πειρασμούς, ὡς θέλει ὁ ἀποστερῶν τοῦ ἀποστερουμένου, ὁ πλεονεκτῶν τοῦ πλεονεκτουμένου, ὁμοίως ὁ συκοφαντῶν τοῦ συκοφαντουμένου, ὁ καταπονῶν τοῦ καταπονουμένου, ο καταλαλῶν τοῦ καταλαλουμένου, ὁ καταφρονῶν τοῦ καταφρονουμένου, ὁ διαβάλλων τοῦ διαβαλλομένου καὶ ἵνα μὴ καθ᾽ ἐν λέγω, πᾶς ὁ ἀδικῶν, τοῦ ἀδικουμένου κατὰ ἀναλογίαν ἀναδέχεται τους πειρασμούς. Τούτοις δὲ μαρτυρεῖ ἡ θεία Γραφὴ λέγουσα· Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ᾿ αὐτοῦ δὲ παραδίδοται ἀσεβής· καὶ πάλιν· 'Ο ὀρύσσων βόθρον, έμπε σεῖται εἰς αὐτὸν, καὶ ὁ κυλίων λίθον, ἐφ' ἑαυτὸν κυλίει· καὶ πάλιν· Εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις, παρὰ δὲ Κυρίου πάντα δίκαια. Ει οὖν ἡ ἡμῶν ἀδικία, Θεοῦ δικαιοσύνην συνίστησιν ἐν ἀλλήλοις, κατὰ τὸν ᾿Απόστολον, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργὴν τοῖς παιδευομένοις διὰ τῶν ἐπιφορῶν, ἀλλὰ καὶ πρὸς ταῦτα ἀνε πισκέπτως ἀγριαινομένοις; Ερώτησις. Κ'. Ταῦτα οὕτως ἔχειν πιστεύομεν δι' ἀκολουθίας ἐπακούσαντες. Λοιπὸν εἰπὲ ἡμῖν καὶ τὴν ἐξ ἀγάπη; ἀναδοχὴν, ἵνα καὶ ταῦτα μὴ ἀγνοῶμεν.
col. 1099–1100page 97 of 118
PG 65:1099Απόκρισις. Ἐξ ἀγάπης ἀναδοχή ἐστιν, ἣν ὁ Κύριος Ἰησοῦς ἡμῖν πάντως δέδωκε, πρῶτον ἐασάμενος ἡμῶν τὰς ἀσθε νείας τῆς ψυχῆς, εἶτα θεραπεύων πᾶσαν νόσον, καὶ πα σαν μαλακίαν· ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, την καθαρὰν φύσιν ἀποκαθιστῶν τοῖς βεβαίως αὐτῷ πιστεύουσι, θανάτου λύτρωσιν, θεοσέβειαν παραδούς, εὐσέ βειαν διδάσκων, ὑπὲρ ἀγάπης κακοπαθεῖν ἕως θανά του ὑποδεικνύων· τὴν ἐπὶ τούτοις ὑπομονὴν διὰ τῆς τοῦ Πνεύματος μετουσίας χαρισάμενος ἡμῖν· καὶ τὰ μέλο λοντα ἀγαθά, ο ὀφθαλμὸς οὐκ εἶδε, καὶ οἷς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Διὸ καὶ τοὺς ὑπὲρ ἡμῶν πειρασμοὺς ἀναδέχεται, με κτηριζόμενος, ὀνειδιζόμενος, δεσμούμενος, παραδιδόμενος, κολαφιζόμενος, όξος και χολήν ποτιζόμενες, συκοφαντούμενος, διωκόμενος, ραπιζόμενος. Οὗτος ἡμῖν διὰ σαρκὸς καὶ πνεύματος κοινωνήσας, καὶ τὰ ὑπὲρ ἡμῶν πάθη ἀναδεξάμενος, πάλιν τοῖς ἰδίοις ἀποστόλοις παρέδωκε τὸν νόμον τοῦτον, προφήτας, πατράσι, πατριάρχαις· τοὺς μὲν προδιδάξας διὰ τοῦ παναγίου Πνεύματος, τοῖς δὲ ὑποδείξας διὰ τοῦ ἀχρόνο του σώματος. Ταύτην τὴν ἀναδοχὴν ἐμφαίνων έλεγενο Μὴ φοβεῖσθε, ἐγὼ νενίκηκα τὸν κόσμον· καὶ πάλιν· Ἐγὼ ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτὸν, ἵνα καὶ αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ· καὶ πάλιν Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ὅθεν καὶ ὁ ἅγιος Παῦλος μιμούμενος τὸν Κύριον ἔλεγε· Νϊν χαίρω ἐν τοῖς παθήμασι μου ὑπὲρ ὑμῶν τῶν έθνῶν, καὶ ἀναπληρῶ τὰ ὑστερήματα τῶν θλί ψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ στ ματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία· καὶ αὐτὲς τὴν ἐξ ἀγάπης ἀναδοχήν αινιττόμενος. Βούλει σαφέ στερον, πῶς ἡμῖν πάντες οἱ ἀπόστολοι δι' ἐννοίας καὶ λόγου καὶ πράξεως ἐκοινώνησαν, καὶ διὰ τῆς κοινωνίας τοὺς ὑπὲρ ὑμῶν ἀνεδέξαντο πειρασμού;; διὰ μὲν ἐννοίας τὰς Γραφὰς ἡμῖν παρανοίγοντες, τις προφητείας παρατιθέμενοι, τῷ Χριστῷ πιστεύειν ὡς λυτρωτῇ πείθοντες, λατρεύειν αὐτῷ ὡς κατά φύσ σιν Υἱῷ Θεοῦ πληροφοροῦντες, ὑπὲρ ἡμῶν προσευχά μενοι, δακρύοντες, καὶ ὅσα τοῖς πιστοῖς ἐστι διά ἐννοίας· διὰ δὲ λόγους, παρακαλοῦντες, νουθετοῦντες, ἐλέγχοντες, τὴν ἀπιστίαν ἡμῶν ἐπισκώπτοντες, τὰς Γραφάς διερμηνεύοντες, τὸν καιρὸν φανεροποιούντες, τὸν Χριστὸν ὁμολογοῦντες, αὐτὸν εἶναι τὸν ἐσταυρωμένον κηρύττοντες, τὸν Λόγον ἐνανθρωπήσαντα, ένα, καὶ οὐ δύο λέγοντες, κἂν ἐκ δύο νοεῖται ἡνωμένων αδιαιρέτως, ἀσυγχύτως, ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι τὴν κακοπιστίαν ἀνακόπτοντες, τῷ ψεύδει μὴ συντιθέμενοι, καυχωμένῳ κατὰ σάρκα μὴ συνομιλούντες, κενοδόξῳ μη συνδιατρίβοντας, αλαζόνα μηδόλως κατοπτεύσαντες, πονηρευόμενον ἐξουθενοῦντές, τοὺς ταπεινούς προϊέμενοι, τοὺς εὐσεβεῖς ο κειούμενοι, καὶ ἡμᾶς τὰ αὐτὰ ποιεῖν διδάξαντες διὰ δὲ πράξεως, διωκόμενοι, φυλακιζόμενοι, κακουχούμενοι, μυκτηριζόμενοι, υστερούμενοι, θλιβόμενος, καὶ ἀποκτεινόμενοι, καὶ ὅσα τοιαῦτα ὑπὲρ ἡμῶν ἔπα θον. Οὕτω δὴ οὖν διὰ τῆς κοινωνίας ἀνεδέξαντο ἡμῶν
col. 1101–1102page 98 of 118
PG 65:1101τοὺς πειρασμούς· εἴτε γάρ, φησίν, θλιβόμεθα ὑπὲρ ἡ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, είτε παρα καλούμεθα ὑπὲρ τῆς ὑμῶν σωτηρίας και παρακλήσεως, τὸν νόμον παρὰ Χριστοῦ δεξάμενοι τοῦ λέγοντος Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Καὶ αὐτοὶ ἡμῖν παραδεδώκασι λέγοντες· Εἰ ὁ Κύριος τὴν ψυχὴν αὐτοῦ ὑπὲρ ἡμῶν ἔθηκεν, ὀφείλομεν καὶ ἡμεῖς τὰς ψυχὰς ἡμῶν ὑπὲρ τῶν ἀδελφῶν τις “, θέναι· καὶ πάλιν· 'Αλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ. ". Εἰ οὖν ἔγνωμεν τους δύο τρόπους τῆς εἰς ἀλλήλους κοινωνίας, καὶ τὴν ἐξ ἀνάγκης ἀκολουθοῦσαν ἀναδοχὴν, καὶ τοὺς κατὰ ἀναλογίαν συμβαίνοντας πειρασμοὺς, μὴ περιεργάζεσθε ἢ πῶς, ἢ πότε, ἢ διὰ τίνος ἐπέρχονται. Τὸ γὰρ ἐκάστῳ προσφυές, καὶ τὴν ἀνυπέρθετον αὐτῶν ἔπειξιν, καὶ τὴν πάσης τῆς κτίσεως εἰς τοῦτο συνέργειαν, μόνου τοῦ Θεοῦ ἐστιν εἰδέναι. Ημεῖς δὲ ὀφείλομεν μόνον πιστεύειν τῇ τοῦ Θεοῦ δικαιοσύνῃ, καὶ εἰδέναι ὅτι πᾶν τὸ ἐπελθὸν ἡμῖν ἀκουσίως, ἢ δι' ἀγάπην, ἢ διὰ κακίαν ἡμῖν ἐλήλυθε καὶ διὰ τοῦτο ὑπομένειν χρή, καὶ μὴ ἀπωθεῖσθαι αὐτὸ, ἵνα μὴ προσθῶμεν ἁμαρτίαν ἐφ᾽ ἁμαρτίαις ἡμῶν. ΚΑ'. Πρ πάντων παρακαλῶ ὑμᾶς, ἀδελφοί, ἀκρι εως προσέχειν τοῖς εἰρημένοις, ἵνα μὴ καὶ ἡμεῖς ἀνωφελῶς τοὺς ὑπὲρ τῶν λόγων πειρασμοὺς ὑπομείνωμεν, καὶ ὑμεῖς διὰ ῥᾳθυμίαν τὰ εἰρημένα λήθη παραδώσητε. Η γὰρ λήθη ῥαθυμίας θυγάτηρ, ἀμ. φότερα δὲ ἀπιστίας ἔγγονα τυγχάνει. Πρὸς ταῦτα ἀπεκρίθησαν οἱ ἀδελφοί· Προθυμότερος ἔσο περὶ τὴν διήγησιν, ὦ Πάτερ ἡμεῖς γὰρ οίδαμεν & ἠκούσα μεν, βεβαιούμενοι περὶ τῆς θείας Γραφῆς ταῦτα λεγούσης, ὅτι ἐκτὸς δικαιοσύνης Θεοῦ, οὐδὲν τῶν ἀκουσίων τοῖς ἀνθρώποις συμβαίνει· εἰ καὶ τὴν μυστικὴν τῶν συμβάσεων συνδρομήν εναρμόνιον Επειξιν άνθρωποι ὄντες οὐ καταλαμβάνομεν, καθώς καὶ αὐτὸς προείρηκας. Διόπερ ἐκ τῶν εἰρημένων ἄφρων τις γενόμενος ἔφη· Εἰπὲ ἡμῖν λοιπόν, τί τὸ θέλημα τῆς σαρκὸς, καὶ πῶς ἐκτὸς τοῦ νοὸς ὑφέστηκεν. Ο γὰρ σχολαστικός ηρώτησε μόνον, εἰ ἔστε· τὸ δὲ πῶς, ἢ τί ἐστιν, οὐκ ἐπύθετο. Πρό; ταῦτα ὁ ᾿Ασκητὴς ἔφη· Θέλημα σαρκός, ἐστὶν ἡ φυσικὴ τοῦ σώματος κίνησις μετὰ τῆς ἐπομένης χωρίς λογισμού πυρώσεως· ἅπερ δι᾽ ὕπνου καὶ τῆς τῶν μελῶν ἀνέσεως ἰσχὺν λαμβάνει. Περὶ ὧν φησιν ὁ ἀπόστολος Πέτρος· Ἀγαπητοὶ, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ͵ ὡς ξένου ὑμῖν συμβαίνοντος. Καὶ ὁ μακάριος Παῦλος περὶ αὐτῶν ἔφη· Ἡ σάρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Διὸ καὶ παραγγέλλει λέγων· Εν πνεύματι περι πατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητέ ποτε. Ταῦτα δὲ εἰρήκασιν ἀσυνδιάστους ἡμᾶς πρὸς τὰς τοιαύτας κινήσεις είναι βουλόμενος.

Treatise VIIIOpusculum VIII

col. 1103–1104page 99 of 118
PG 65:1103Συμβουλία ναὸς πρὸς τὴν ἑαυτοῦ ψυχήν. Α'. Ακουε ψυχή λογική, κοινωνὲ τῶν ἐμῶν βου λευμάτων· βούλομαί σοί τι μυστικὸν καὶ κοινὸν διη γήσασθαι πράγμα, περ ὅτι οὐ καθαρισθήσῃ τῶν παθῶν, κατείληφα, ἀλλὰ χάριτι Χριστοῦ μικρὸν ἀν θήσῃ. Εγνων σαφῶς, ὦ ψυχή, ὅτι ἐγώ τε καὶ τὰ παρὰ φύσιν ἐνεργούμενοι, ὑπὸ ἀγνοίας πλανώμεθα, καὶ διὰ τοῦτο ἐπὶ ταῖς ἑαυτῶν ἁμαρτίαις ἑτέρους μεμφόμεθα, ἔξωθεν ἡμῶν τὴν κακίαν εἶναι λέγοντες καὶ ποτὲ μὲν τὸν Ἀδάμ, ποτὲ δὲ τὸν Σατανᾶν, ποτέ δὲ τοὺς ἀνθρώπους αἰτιώμεθα. Καὶ ἐν τούτῳ δοκοῦν τις ἑτέρους πολεμεῖν, ἑαυτοὺς πολεμούμεν· καὶ να μίζοντες ἀλλήλων ὑπερασπίζειν, ἐγώ τε καὶ σὺ κατ' ἀλλήλων στρατευόμεθα· καὶ ἑαυτοὺς εὐεργετεῖν οἱ όμενοι, ἑαυτοὺς αἰκίζομεν, κόπους καὶ ὀνειδισμούς άνονή τους δικαίως ὑπέχοντες· τὰς μὲν ἐντολὰς τῷ δοκεῖν ἀγαπῶντες, τὰς δὲ αἰτίας αὐτῶν διὰ τὴν πλά την μισήσαντες. Οθεν ἔγνων ἀκριβῶς, ὅτι οὔτε εἰς τὸ ἀγαθὸν, οὔτε εἰς τὸ κακὸν ὑπό τινος ἐξουσίας ἀδίκως ἑλκόμεθα, ἀλλ᾽ ἀπὸ τοῦ βαπτίσματος ἐν ταῖς ἀρχαῖς τῶν πραγμάτων, ᾧ ἂν πρὸς τὸ θέλημα του λεύσωμεν, ἤτοι τῷ Θεῷ, ἢ τῷ διαβόλω, αὐτὸς ἡμᾶς δικαίως λοιπὸν ἐπὶ τὸ ἴδιον κατεπείγει μέρος. Β'. Αἱ δὲ ἀρχαὶ τῶν πραγμάτων εἰσὶν ἀδιαλόγιστοι προσβολαί δύο, ἔπαινος ἀνθρώπων, καὶ ἄνεσις σώ ματος, αἵτινες έκουσίως προσβάλλουσαι πρὸ τοῦ θελή ματος ἡμῶν, οὔτε κακίαι εἰσὶν, οὔτε ἀρεταῖ, ἀλλ' έλεγχοι τῆς ἡμετέρας νεύσεως τοῦ ῥέπομεν. Τοῦ γὰρ Κυρίου βουλομένου ἡμᾶς ὑπομένειν ὀνειδισμοὺς καὶ κακοπάθειαν, τοῦ δὲ διαβόλου τὰ ἐναντία θέλοντος, ἡμεῖς ὅταν θέλωμεν ἐπὶ ταῖς προσβολαῖς ἐκείναις, φανερὸν ὅτι τὴν βοπὴν ἐδώκαμεν τῷ φιληδόνῳ πνεύ ματι, παρακούσαντες τοῦ Κυρίου· ὅταν δὲ ἐπὶ ταῖς προειρημέναις προσβολαίς θλιβώμεθα, δῆλον ὅτι τὴν ῥοπὴν ἐδώκαμεν τῷ Θεῷ, τὴν στενὴν ἀγαπήσαντες. Διὰ τοῦτο οὖν αἱ δύο αὗται προσβολαὶ τοῖς ἀνθρώποις προσβαλεῖν παρεχωρήθησαν, ὅπως οἱ τὴν ἐντολὴν ἀγαπῶντες, δώσουσι τῷ Χριστῷ τὴν βοπὴν τοῦ θελή ματος· καὶ αὐτὸς εἴσοδον εὐρών, οδηγήσει τὸν νοῦν ἐπὶ τὴν ἀλήθειαν. Οὕτω δέ μοι νόει καὶ τὸ ἐναντίον. Οσοι γὰρ πάλιν ἀγαπῶσι τὴν ἀνθρωπίνην δόξαν, καὶ τὴν ἄνεσιν τοῦ σώματος, δεδώκασιν εἴσοδον τῷ δια σόλῳ· ὃς καὶ αὐτὸς εὑρὼν ἰδίαν εἴσοδον, τὰ ἴδια λοι πὸν ὑποτίθεται κακά· καθ᾽ ἂν αὐτῷ ἡδέως λογίζωνται, προσθήκας ποιεῖν οὐ παύονται, ἕως οὗ τὰς προ ειρημένας προσβολὰς ἐκ καρδίας μισήσωμεν. Ημείς δὲ οὕτως αὐτὰς ἀγαπῶμεν, ὥστε οὐ μόνον τὴν ἀρι τὴν ἀντ᾿ αὐτῶν προδιδόαμεν, ἀλλὰ καὶ αὐτὰς ἐκείνας ἑτέραν τῇ ἑτέρᾳ ἐν καιρῷ καταλλάσσομεν· ποτέ άτι μίαν ὑποφέρομεν διὰ φιληδονίαν. Ὅταν δὲ καὶ του τοῖς ἀλύπως συνθώμεθα, λοιπὸν τὰς αὐξητικές ύλας αὐτῶν ζητούμεν. Επι και κενοδοξίας καὶ ἠδοσης
col. 1105–1106page 100 of 118
PG 65:1105CΑΤΙΟ φιλαργυρία, η ρίζα πάντων τῶν κακῶν, κατὰ τὴν θείαν Γραφήν. Γ. Πάντως δὲ ἐρεῖς μοι, ὦ φίλη ψυχή, ὅτι οὔτε χρυσίον θησαυρίζομεν, οὔτε κτήματα ἔχομεν. Καγώ σου λέγω, ὅτι οὔτε χρυσός, οὔτε κτήματα παρέχουσι τὴν βλάβην, ἀλλὰ, καθώς προείρηκα, ἡ ἐμπαθής αὐτῶν παράχρησις. Ιδού γάρ τινες ἀπαθῶς πλουτήσαντες εὐηρέστησαν, ὡς ὁ ἅγιος ᾿Αβραάμ, καὶ Ἰώβ, καὶ Δαβίδ. Τινὲς δὲ καὶ δίχα πλούτου τὸ πάθος τῆς φιλοχρηματίας ἐν εὐτελεστάταις ὕλαις ἐτρέψαμεν ὅθεν τῶν πολλὰ κεκτημένων ἐσμὲν ἀθλιώτεροι· διότι ἀφέντες τὴν καθολικὴν κακοπάθειαν μετὰ πανουργίας, ἡδυπαθοῦμεν ὡς Θεοῦ λανθάνοντες· τὴν γὰρ φιλαργυρίαν διαφεύγοντες, τὴν φιληδονίαν οὐ φεύγο μεν· χρυσὸν οὐ θησαυρίζομεν, καὶ τὰς λεπτὰς ὕλας συνάγομεν. ᾿Αρχὰς καὶ ἡγεμονίας οὐ λαμβάνομεν, τὰς δὲ δόξας αὐτῶν καὶ τοὺς ἐπαίνους ἐκ παντὸς τρόπου θηρεύομεν· τὰς κτήσεις καταλείπομεν, καὶ τὰς ἀπολαύσεις αὐτῶν οὐ παραιτούμεθα· ὅταν δὲ καὶ παραιτεῖσθαι δόξωμεν, οὐχ ὡς τὴν πλεονεξίαν φεύ γοντες, ἀλλ' ὡς τὰ κτίσματα τοῦ Θεοῦ βδελυσσόμενοι Μὴ ἅψῃ, μὴ γεύση, μη θίγης. Όταν ἀκούσῃς, ὦ φίλη ψυχή, τὴν παράβασιν τοῦ Ἀδὰμ καὶ τῆς Εὔας, ἐν ἀρχῇ μὲν ἰδικῶς ἐπ' ἐκείνοις γεγενημένην πίστευε νυνὶ δὲ νοητῶς ἐπ' ἐμοὶ καὶ σοὶ γινομένην εὑρήσεις Ταῦτα γὰρ τυπικώς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αιώνων κατήντησεν. Ἰδοὺ γὰρ διὰ τοῦ βαπτίσματος ἀναγεννηθέντες, τὴν ἐντολὴν τοῦ ἀναγεννήσαντος ἡμᾶς παρέβημεν, καθότι τοῦ Κυρίου πάντας τοὺς ὁμοπίστου, ἀγαπᾷν, καὶ τὸν ἐκ πάντων ἐρχόμενον καρπὸν δι' ὑπομονῆς ἐσθίειν κελεύσαντος, κατὰ τὸ εἰ ρημένον, ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρῶσιν φαγεῖν, ἡμεῖς τοῖς τοῦ ὄψεως λογισμοῖς χρη σάμενοι, τοὺς μὲν, ὡς καλούς ήγαπήσαμεν· τοὺς δὲ, ὡς πονηροὺς ἐμισήσαμεν· ὅπερ ἐστὶ τὸ ξύλον του για νώσκειν καλὸν καὶ πονηρόν· οὗ ἀπογευσάμενοι, κατά διάνοιαν θανατούμεθα· οὐχὶ τοῦ Θεοῦ τὸν θάνατον ποιήσαντος, ἀλλὰ τοῦ ἀνθρώπου τὸν πλησίον μισή σαντος· Θεὸς γὰρ θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλεία ζώντων, οὔτε κινεῖται πάθει ὀργῆς, οὔτε ἐπινοεί πρᾶγμα εἰς ἄμυναν, οὔτε ἀλ λοιοῦται πρὸς τὴν ἑκάστου ἀξίαν· ἀλλὰ πάντα ἐν σοφίᾳ ἐποίησεν, ὑπὸ νόμῳ πνευματικῷ κρίνεσθαι προορίσας. Διὰ τοῦτο οὐ λέγει τῷ Ἀδάμ, Η δ' ἂν ἡμέρᾳ φάγητε, ἐγὼ θανατώσω ὑμᾶς, ἀλλ' ἀσφαλιζόμενος τὸν τῆς δικαιοσύνης προλέγει νόμον, καὶ φησίν Η δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. Καὶ ὅλως δὲ ἑκάστῳ πράγματι, καλῷ τε καὶ κακῷ, φυσικῶς ἐπακολουθεῖν τὸ δέον ἀπένειμε, καὶ οὐκ ἐπι νοητικῶς, ὥς τινες νομίζουσιν, οἱ τὸν πνευματικὸν ἀγνοοῦντες νόμον. Ημεῖς δὲ οἱ μερικῶς τοῦτον ἐπι στάμενοι, γινώσκειν ὀφείλομεν, ὅτι εἴ τινα τῶν ὁμο πίστων ὡς κακὸν μισήσομεν, καὶ ἡμεῖς κακοὶ ὄντες, ὑπὸ Θεοῦ μισηθησόμεθα· καὶ εἰ ὡς ἁμαρτωλὸν τῆς μετανοίας ἐκβάλλομεν, καὶ ἡμεῖς ἁμαρτωλοὶ ὄντες ἀποβληθησόμεθα· καὶ εἰ οὐκ ἀφίεμεν τῷ πλησίον τὰ 21. Το Ει
col. 1107–1108page 101 of 118
PG 65:1107φανεροποιῶν ὁ νομοθέτης Χριστός, εἴρηκε· Μὴ κρί νετε, καὶ οὐ μὴ κριθῆτε· ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν. Τοῦτον ἰδὼν τὸν νόμον, φανεροποιῶν ὁ Παῦ λος ἔλεγεν· Ὁ κρίνων τὸν ἕτερον, ἑαυτὸν κατα κρίνεις. Καὶ ὁ Προφήτης δὲ οὐκ ἀγνοῶν τοῦτο, ὁδός πρὸς τὸν Θεὸν λέγων· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατά τὰ ἔργα αὐτῶν· καὶ ἕτερος προφήτης ἐκ προσώπου τοῦ Θεοῦ φησιν· Ἐμὴ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. ἁμαρτήματα, οὔτε ἡμῖν ἀφεθήσεται. Τοῦτον νόμον Δ΄. Καὶ τί λέγω καθ᾽ ἕν, όπου με πᾶσιν ἡ Γραφή Παλαιά τε καὶ Νέα, μάλιστα ὁ μέγας ψαλμωδός σαφέ στερον ἡμῖν τοῦτον ὑποδείκνυσι τὸν νόμον, ὅπως " πνευματικὸν εὐρόντες αὐτὸν, καὶ μυστικῶς προωρισμένον ἐπὶ πάσῃ ἡμῶν τῇ τροπῇ φοβηθέντες, οὐ μόνον προφανῶς, ἀλλὰ καὶ κρυπτῶς ἀγαπῶν τοὺς ἀδελφοὺς σπουδάσωμεν. Οὐ γάρ ἐστι Μωσαϊκός νόμος τὰ φανερὰ κρίνων, ἀλλὰ πνευματικὸς καὶ τὰ κρυπτά ἐλέγχων· κἀκεῖνον μὲν ὁ αὐτὸς Θεὸς ἐνομοθέτησε τῷ ἰδίῳ καιρῷ πρέποντα· οὗτος δὲ ἐκεῖνον ἐπλήρωσε, διὰ τῆς χάριτος τοῦ Κυρίου ἡμῶν, εἰρηκότος· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρώσαι. Διὰ τοῦτο (περὶ παντὸς πράγματος ἅπαξ λαλήσεται) καὶ λοιπὸν συγχωρεῖν τῷ δοκοῦντι ἠδικηκέναι, κἂν εὔλο γον εἴη κἂν ἄλογον τὸ ἀδίκημα, πάσης ἀρετῆς εἰδότας μείζονα εἶναι τὴν τῆς συγχωρήσεως. Ἐπειδὴ δὲ οὗ δυνάμεθα τοῦτο ποιεῖν διὰ τὴν προκατέχουσαν ἁμαρ τίαν, ὀφείλομεν μετὰ ἀγρυπνίας καὶ πάσης κακοπ θείας τὸν Θεὸν παρακαλεῖν, ἕως οὗ εύρωμεν ιλασμόν, καὶ λάβωμεν τὴν τοιαύτην δύναμιν. Πρὸς ταῦτα, ὦ ψυχή, ένα σκοπὸν ὀφείλομεν ἔχειν ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι, τὸ ὑπὸ ἀνθρώπων διαφόρως αδικούμενοι χαίρειν καὶ μὴ λυπεῖσθαι· χαίρειν δὲ οὐχ ἁπλῶς, οὐδὲ ἀσκόπως, ἀλλ' ὅτι εύρομεν ἀφορ μὴν τοῦ ἀφιέναι τῷ ἁμαρτήσαντι. καὶ λαβεῖν ἄφεσιν τῶν ἡμετέρων ἁμαρτημάτων. Αὕτη γάρ ἐστιν ή ἀληθὴς θεογνωσία πάσης γνώσεως περιεκτικωτάτη, δι' ἧς δυνάμεθα παρακαλεῖν τὸν Θεὸν καὶ ἐπακούεσθαι· αὕτη ἐστὶν ἡ τῆς εὐχῆς καρποφορία· διὰ ταύ της τὸν σταυρὸν ἄραι καὶ ἀκολουθεῖν τῷ Κυρίῳ δυ νάμεθα· αὕτη τῶν πρώτων καὶ μεγάλων ἐντολῶν μήτηρ τυγχάνει. Διὰ ταύτης γὰρ ἀγαπᾶν τὸν Θεὸν ἐξ ὅλης καρδίας, καὶ τὸν πλησίον ὡς ἑαυτοὺς δυνά μεθα. Διὰ ταύτης γὰρ νηστεύειν καὶ ἀγρυπνεῖν καὶ κακοπαθεῖν ὀφείλομεν, ὅπως ἡ καρδία καὶ τὰ σπλάγχνα ἀνοιγέντα εἰσδέξωνται ταῦτα, καὶ μὴ ἀποδά λωσι. Τότε γὰρ καὶ τὴν κρυπτώς δεδομένην ἡμῖν τοῦ ἁγίου βαπτίσματος χάριν, οὐκέτι ἀδήλως, ἀλλ' ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει ἐνεργοῦσαν εὑρήσο μεν, διὰ τὸ ἀφιέναι τῷ πλησίον τὰ ἁμαρτήματα. Ε'. Ταύτης δὲ τῆς ἀρετῆς κωλυτικαί εἰσι κακίας δύο, κενοδοξία, καὶ ἡδονὴ, ἃς χρὴ πρότερον κατὰ νοῦν παραιτήσασθαι, καὶ οὕτω τὴν ἀρετὴν κρατῆσαι. Διὰ τοῦτο, ὦ ψυχή, προδοῦσα ἑαυτὴν τοῖς δυσὶ τούτοις θελήμασι, μηδένα αἰτι, μήτε τὸν ᾿Αδάμ, μήτε τὸν
col. 1109–1110page 102 of 118
PG 65:1109Σατανᾶν, μήτε τοὺς ἀνθρώπους, ἀλλὰ πολέμησον τῷ σῷ θελήματι, καὶ μὴ καταφρονήσῃς· ἐμφύλιος γάρ ἐστιν ὁ πόλεμος. Οὐκ ἔστιν ἔξωθεν, ἵνα μετὰ τῶν συνόντων ἀδελφῶν πολεμήσωμεν, ἔνδοθέν ἐστιν· καὶ οὐδεὶς ἀνθρώπων συμπολεμήσει ἡμῖν. Ἕνα ἔχομεν σύμμαχον τὸν μυστικῶς ἡμῖν διὰ τοῦ βαπτίσματος ἐγκεκρυμμένον Χριστόν, ἀνίκητον καὶ ἀλάθητον. συμμαχήσει δὲ ἡμῖν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ κατὰ δύνα μιν ποιήσωμεν. Τὰ δὲ πολεμοῦντα ἡμῖν, καθὼς προειρήκαμεν, ἡδονὴ συμμιγεῖσα τῷ σώματι, καὶ κενοδοξία, αἱ καὶ ἐμὲ καὶ σὲ κατέχουσι. Ταῦτα τὰ δύο τὴν Εὔαν ἐπλάνησαν, καὶ τὸν Ἀδὰμ ἐξηπάτησαν. Η μὲν ἡδονὴ ἔδειξε τὸ ξύλον, ὡς καλὸν εἰς βρῶσιν, καὶ ὡραῖον τοῦ κατανοῆσαι· Ἡ δὲ κενοδοξία τό· Ως θεοὶ ἔσεσθε, γινώσκοντες καλὸν καὶ πονηρόν. Καθάπερ οὖν ὁ πρωτόπλαστος 'Αδὰμ καὶ ἡ Εύα ᾐσχύνοντο ἀλλήλους, οὕτω καὶ ἡμεῖς τὴν κακίαν τῶν νοερῶν ὀφθαλμῶν ἀποβαλόντες, καὶ ἑαυτοὺς γυμνούς ὁρῶν τες, ἀλλήλους κατά συνείδησιν αἰσχυνόμεθα· καὶ Ιδού φύλλα συχῆς ἑαυτοῖς συρράπτομεν, ἐξωτέροις βήμασι καὶ σχήμασι καὶ δικαιολογίαις ἐνδύοντες. Ο δὲ Κύριος κατασκευάζει ἡμῖν τὸ ἐκ δερμάτων ένδυμα, καὶ λέγει· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Καὶ τὰ ἀκόλουθα παραινεί λέγων· 'Ο εὑρὼν τὴν ψυχὴν αὐτοῦ, τοῦτ' ἔστιν ἐν μνησικακία, ἀπολέσει αὐτήν· καὶ ὁ ἐν αὐτῇ ἀπολέσας αὐτὴν, εἰς ζωὴν αἰώνιον εὑρήσει αὐτήν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Αμήν. Περί νηστείας Δ'. Προσήκει τοὺς ἀσκοῦντας ἐναρχομένους, καὶ ἐπιτελεῖν, τούς τε νέους καὶ πρεσβυτέρους, ἐρρωμένον ἔχοντας τὸ σῶμα, μήτε κάματον, μήτε κάκωσιν φοβουμένους, πάσῃ προθυμίᾳ την χρησιμωτέραν καὶ ἀσφαλεστέραν ἀπαραλείπτως προΐστασθαι νη

Treatise IXOpusculum IX

col. 1111–1112page 103 of 118
PG 65:1111στείαν. Σταθμῷ τὸν ἄρτον ἐσθίειν, καὶ μέτρῳ το ὕδωρ πίνειν, ἀπὸ καιροῦ εἰς καιρόν· τοσοῦτον δὲ ὅσον πεινῶντας καὶ διψῶντας ἀναχωρεῖν τοῦ δείπνου, καὶ τὴν ἀναγκαίαν πρὸς Θεὸν λειτουργίαν μὴ ἐμποδίζεσθαι ὑπὸ τῆς ἡδονῆς τῶν βρωμάτων, Ἐὰν γὰρ θελήσωμεν ἐσθίοντες κορεσθῆναι, ταχέως ἀκηδιάσαντες ἐφ' ἑτέραν τραπησόμεθα ἐπιθυμίαν, καὶ ἐὰν ταύτης μεταλαμβάνοντες ἐμπλησθῶμεν, καὶ ταύτην ὁμοίως αὖθις ὡς πρώτην ἀποδοκιμάσαντες καταλείψομεν. Καὶ οὐκ ἔστιν ἡμᾶς, ἂν ἐπινοήσωμεν ΜΟΣ ἑαυτοῖς ἐπιθυμίαν ἡ νηστείαν, πρὸς παράκλησιν ἐπι μεῖνα: χορταζομένους. Τί τοῦ μάννα ἐν τοῖς σιτίοις πολυτελέστερον; καὶ ὡς τοῦτο ἔφαγε, καὶ ἐνεπλήσθη ὁ Ἰσραὴλ, ὅτε μὴ εἶχε κρείττονος ἐπιθυμῆσαι, τα ἔλαττον ἐπεθύμησε, σκόροδα καὶ κρόμμυα, ὥστε έμφυτον τῇ πλησμονῇ ἡ τοῦ ἑτέρου ἐπιθυμία. Εἰ οὖν ἐν τῷ κορέννυσθαι ἄρτου, ἐπιθυμοῦμεν ἑτέρου, τοῦτον ἐσθίοντες μὴ κορεσθῶμεν, ἵνα τοῦτον ἐπιθυμοῦντες ἀεὶ ἐπιθυμῶμεν κορεσθῆναι· ὅπως καὶ τὴν βλάβην τὴν ἐκ τῆς ἐπιθυμίας ἐκφύγωμεν, καὶ τὴν δικαιοσύνην τὴν ἐκ τῆς ἐγκρατείας ἀπενεγκώμεθα. σταθμῷ καὶ μέτρῳ Β'. 'Αλλ' ἴσως ἐρεῖ τις τῶν περὶ τὴν νηστείαν ὀκνη ροτέρων· Μὴ γὰρ ἁμαρτία ἐστὶν ἄνθρωπον τροφής με ταλαμβάνειν; 'Αλλ᾿ οὐδὲ ἡμεῖς ὡς ἁμαρτίας οὔσης τοῦτο συμβουλεύομεν, ἀλλ' ὡς ἐκ τούτου τῆς ἁμαρ τίας κατακολουθούσης. Καὶ ὁ Ἰσραὴλ οὐχ ήμαρ. τεν ἐπιθυμήσας, ἀλλὰ διὰ τῆς ἐπιθυμίας Θεοῦ κατα λαλήσας ησέβησεν· εἶπε γάρ· Μὴ δυνήσεται ὁ Θεός ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; Καὶ μετὰ τὸ ἔτοι» μασθῆναι αὐτοῖς, τότε ἡ ὀργὴ τοῦ Θεοῦ ἐξεκαύθη ἐν
col. 1113–1114page 104 of 118
PG 65:1113αὐτοῖς, καὶ συνεπόδισε τοὺς ἐκλεκτοὺς αὐτῶν, ἵνα μὴ & ζῶντες πάλιν ἑτέρας ἐπιθυμήσωσι τροφῆς, καὶ λό τους κατὰ τοῦ Ὑψίστου λαλήσωσι, καὶ ἐξολοθρευθῶσιν οἱ κατάλοιποι αὐτῶν. Ἔργον ἐστὶ τῆς ἀναιδους κρατῆσαι γαστρός· θεός ἐστι τῶν ἡττωμένων αὐτῇ, καὶ οὐκ ἔστιν ἀθωωθῆναι τὸν ἀνεχόμενον αὐτῆς. Καὶ οὐ μόνον τὸ τῆς πλησμονῆς ἐστι τὸ κινδυνευόμενον, ἀλλὰ καὶ τὸ τῆς ἀσιτίας· ἐν τῷ παρελθεῖν γὰρ ἡμέ ρας πλείους οὐδενὸς μεταλαμβάνοντας, ἡ ἀκηδία χώ ραν λαβοῦσα ἐπαναστήσεται, καὶ πολεμήσει ἡμᾶς, καὶ τὴν μὲν ἀγρυπνίαν ἡμῶν τῆς νυκτὸς μεταβαλεί εἰς ὕπνον, τὴν δὲ προσευχὴν ἡμῶν τῆς ἡμέρας εἰς σαρκικούς λογισμούς, ὥστε ἡμᾶς ἐκ τοῦ ὕπνου ὠφε ληθῆναι μηδὲν, καὶ ἐκ τῶν σαρκικῶν λογισμῶν μᾶλ λον βλαβῆναι τα μέγιστα. Αρχόμεθα γὰρ ὡς ὑπὲρ τοὺς ἄλλους ἀσκοῦντες μέγα φρονεῖν, καὶ τοὺς μὲν μικροτέρους ἐξουθενεῖν, ὅπερ ἐστὶ πάσης πλημμελείας χαλεπώτερον. "Ωσπερ γὰρ γεωργὸς ἀσύνετος, ἐὰν τὴν ἑαυτοῦ χώραν, ἀναλώμασι πολλοῖς κατεργασάμενος, ἄσπορον ἐάσῃ, εἰς ζημίαν ἐκοπίασεν· οὕτω καὶ ἡμεῖς ἐὰν τὴν ἑαυτῶν σάρκα πολλῇ τῇ προσόδῳ δουλαγωγήσαντες, τὸν λόγον τῆς προσευχῆς μή και ταβάλωμεν, μάλλον καθ' αὐτῶν ἐσπουδάσαμεν. Γ'. Αλλ' ἴσως ἐρεῖ τις· Εἰ ἐν τῇ προσευχῇ ἡ δι καιοσύνη, τίς ἐστι χρεία τῆς νηστείας; Πολλὴ κατὰ πάντα τρόπον. "Ωσπερ γάρ τις τῶν πενήτων γεωρ γῶν, ἐὰν ἐπὶ χέρσου σπείρῃ μὴ νεώσας τὴν γῆν, ἀντὶ πυροῦ ἀκάνθας προσοδευθήσεται· οὕτω καὶ ἐὰν ἡμεῖς μὴ τὴν ἑαυτῶν σάρκα νηστείᾳ ὑπωπιάσαν τες, τὸν λόγον τῆς προσευχῆς καταβάλωμεν, ἀντὶ δικαιοσύνης ἁμαρτίας καρπωσόμεθα. Ἡ γὰρ σὰρξ αὕτη ἐκ τῆς γῆς ἐκείνης ὑπάρχει· καὶ ἐὰν μὴ τοσαύ τῆς ἐπιμελείας τύχῃ, ὅσης ἐκείνη, καρπὸν δικαιοσύνης οὐδέποτε βλαστήσει. Ταῦτα δὲ λέγομεν, οὐχ ὡς τοὺς ἐκ τῆς νηστείας ὠφεληθῆναι βουλομένους ἐγκύπτοντες, ἀλλὰ τοὺς μετὰ διακρίσεως καὶ φόβου Θεοῦ τὴν ἀπάθειαν τοῦ οἰκείου σώματος ἐξ ἀπαθείας άπα θείας
col. 1115–1116page 105 of 118
PG 65:1115ὠφελεῖ τοὺς μετὰ λογισμοῦ αὐτῇ προσιόντας, οὕτω βλάπτει τοὺς ἀλογίστως αὐτῇ προσερχομένους. Οι οὖν κηδόμενοι τῆς ὠφελείας αὐτῆς, ὀφείλουσι φυλάτο τεσθαι καὶ τὴν βλάβην αὐτῆς· καὶ τὸν ἄρτον, δν ἐσθίομεν μετὰ τὴν συμπλήρωσιν τῆς νηστείας, ἧς ορίζομεν ἑαυτοῖς, τοῦτον διελεῖν εἰς τὰς ἡμέρας τῆς ἀσιτίας, ἵνα μέρους βραχέος καθ' ἑκάστην λαμ βάνοντες φιμώσωμεν τῆς ἑαυτῶν σαρκὸς τὸ φρόνημα, καὶ τὴν καρδίαν ἔχωμεν στηριγμένην εἰς τὴν ὠφελιμωτέραν προσευχήν· ὅπως δυνάμει Θεοῦ, ἀπὸ ἐπάρ σεως φυλαχθέντες, ἐν ταπεινοφροσύνῃ διάγωμεν πά σας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, ἧς χωρὶς οὐδεὶς εὐηρέστησε Θεῷ. σκεῖν βουλομένους προτρεπόμενοι· ἐν τρόπον γὰρ μεθ᾿ ἧς ἀναστρέφεται, οὐκ ἂν ἐπήρθη. Ο δὲ ἑαυτὸν Δ'. Εἰ γὰρ ταπεινοφροσύνης ἐπεμελούμεθα, οὐκ ἂν ἐδεήθημεν παιδείας· πάντα γὰρ τὰ κακὰ καὶ δεινὰ τὰ συμβαίνοντα ἡμῖν, διὰ τὴν ἔπαρσιν ἡμῶν συμ βαίνει. Εἰ γὰρ τῷ ᾿Αποστόλῳ, ἵνα μὴ ἐπαρθῇ, ἄγο * γελος Σατᾶν ἐδόθη, πόσῳ μᾶλλον ἡμῖν τοῖς ἐπηρ μένοις αὐτὸς ὁ Σατανᾶς δοθήσεται καταπατεῖν ἡμᾶς ἕως ταπεινωθῶμεν; Οι προπάτορες ἡμῶν, οίκων ἐδέσποζον, καὶ πλοῦτον εἶχον, καὶ γυναικῶν καὶ τέο κνων προενόουν, καὶ Θεῷ ἡμίλουν διὰ τὴν ἄπλαστον ταπεινοφροσύνην αὐτῶν· ἡμεῖς δὲ κόσμου ἀνεχωρήσαμεν, καὶ πλούτου κατεφρονήσαμεν, καὶ τοὺς οἴκους κατελίπομεν, καὶ ὑπὸ δαιμόνων χλευαζόμεθα διὰ τὴν ἔπαρσιν ἡμῶν. Ὁ ἐπαιρόμενος ἀγνοεῖ ἑαυτόν· εἰ γὰρ ἐγίνωσκεν ἑαυτὸν, καὶ τὴν ἑαυτοῦ ἀφροσύνην, ἀγνοῶν πῶς δύναται Θεὸν γιγνώσκειν; Εἰ γὰρ τὴν ἑαυτοῦ ἀφροσύνην οὐκ ἴσχυσε συνιέναι, πῶς τὴν τοῦ Θεοῦ σοφίαν, ἧς ποῤῥωθέν ἐστι καὶ ξένος, συνιέναι δυνήσεται; Ο γὰρ γινώσκων τὸν Θεόν, ἐνοπτρίζεται την μεγαλωσύνην αὐτοῦ, καὶ φαυλίζει ἑαυτὸν, Ο μακάριος Ἰώβ, καὶ λέγει· Ἕως ἀκοῆς ἤκουόν σου τὸ πρότερον· νῦν δὲ ὁ ὀφθαλμός μου εώρακε σε. Διὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην· ἡγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Οἱ τοίνυν τὸν Ἰὼβ μια μούμενοι, οὗτοι τὸν Θεὸν ὁρῶσι· οἱ δὲ ὁρῶντες αὐτὸν, οὗτοι γινώσκουσιν αὐτόν. Ἐὰν οὖν βουληθώμεν ὁρᾷν τὸν Θεόν, φαυλίσωμεν ἑαυτοὺς, καὶ ταπεινοφρονήσω μεν· ἵνα μὴ μόνον αὐτὸν ἐξ ἐναντίας ὁρῶμεν, ἀλλὰ καὶ ἐν ἡμῖν οἰκοῦντά τε καὶ ἀναπαυόμενον ἔχοντες, κατατρυφῶμεν αὐτοῦ. Οὕτω γὰρ ἡ ἀφροσύνη ἡμῶν ἀπαθείας ἐν τῇ σοφίᾳ αὐτοῦ σοφισθήσεται, καὶ ἡ ἀσθένεια ἡμῶν ἐν τῇ δυνάμει αὐτοῦ δυναμωθήσεται, κραταιούσῃ ἡμᾶς εἰς αὐτὸν τὸν ἀξιώσαντα ἡμᾶς τῆς δωρεάς ταύτης περισσοτέρως δοξασθῆναι ἐν ἡμῖν, καὶ τὸν ἐχθρὸν ἡμῶν διάβολον ὑπερβαλόντως καταισχύναι ἀπαθείας sατί
col. 1117–1118page 106 of 118
PG 65:1117δι' ἡμᾶς, ἐν αὐτῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ ὅτι αὐτῷ πρέπει δόξα, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια, εἰς τοὺς αἰῶνας. Ἀμήν. Εἰς τὸν Μελχισεδέκ. Δ'. Κύριος τὸν μὲν κόσμον ἀγρῷ, τὸ δὲ τῆς ἀλη θείας κήρυγμα σπόρῳ παρεικάσας, σἶτον μὲν ἐν πρώ τοῖς ἐσπάρθαι λέγει, ὕστερον δὲ ζιζάνια· ὡς ἐκ τού του δυνατὸν ἡμῖν ἐπιγνῶναι, ὅτι τὰ μὲν μετὰ τὴν ἀπο- Β' στολικὴν παράδοσιν ἐπινενοημένα φρονήματα περιττή τίς ἐστι καὶ δαιμονιώδης επισπορά. Τῶν μὲν γὰρ ἁγίων αὐτοῦ μαθητῶν μηδὲν ὑπολειψάντων τῆς ἀλη θείας, καὶ τοῦ ἁγίου Παύλου μηδὲν ὑστερηκότος τῶν ὑπερλίαν ἀποστόλων, ἀλλ᾿ ὥσπερ σίτῳ τὸν κόσμον κατεσπαρκότος τῷ λόγῳ, τινὲς ἑτερόφρονες, ζιζανίων δίκην ἀνακύψαντες ἐπέκεινα τοῦ σίτου, πειρῶνται ὑπερεκτείνεσθαι μυστικώτερα τῶν ἀποστόλων, ὡς οἴονται, διδάσκειν ἐπιχειρήσαντες. Τὸν γὰρ Μελχ σεδέκ, φύσει Θεὸν εἶναι οὐκ ἐκήρυξαν ἐκεῖνοι, ὡς οὗτοι λέγουσιν· οὐ μὴν ἀλλὰ καὶ τοιαῦτά τινα συν εισφέρουσι νοήματα, ὡς καὶ τὰς ὑπὲρ ἡμῶν γεγενημένας τοῦ Κυρίου οικονομίας εὐτελίζεσθαι. Εἰ γὰρ τὸν ἐκ παρασιωπήσεως Γραφικῆς ἀπάτορα καὶ ἀμήτορα ὀνομασθέντα θεοποιοῦσιν ἄνθρωπον, εὐτελίζουσι τὸν Πατέρα ἔχοντα ἐν οὐρανοῖς, καὶ μητέρα ἐσχηκότα ἐπὶ γῆς δι' ἡμᾶς Χριστόν· καὶ εἰ διὰ τὸ ἀγενεαλόγη τον ἐκεῖνον μέγαν ήγηνται, γενεαλογούμενον τὸν Χριστὸν ἡττότερον ἂν νομίσειαν. Ἡ δὲ τῆς τοιαύτης εννοίας προαγωγὴ τοὺς ἀφρονεστέρους αὐτῶν καὶ εἰς ἄρνησιν κατασύρειν ἔοικεν, ὅπερ πλείονα φέρει και τάκρισιν τῷ προηγησαμένῳ τῆς τοιαύτης ἐννοίας. Ταῦτα δὲ πάσχουσιν, ὡς οἶμαι, διὰ τὸ παρατρέχειν αὐτοὺς τὰ συστατικὰ κεφάλαια τῆς θείας Γραφῆς, καί τινας περικοπὰς πρὸς τὸν ἴδιον σκοπὸν ἐκζητεῖν ἑκουσίους. Διὸ καὶ τὸν ἐπὶ Χριστοῦ ἑρμηνευόμενον χρηματισμὸν τῷ χρηματισθέντι ἀνθρώπῳ ὡς Θεῷ ἀπονέμουσι, καὶ τὸν κατὰ τὴν τάξιν τῆς ἱερατείας ἀφωμοιωμένον τῷ Κυρίῳ ἄνθρωπον, λέγουσι φύσει η

Treatise XOpusculum X

col. 1119–1120page 107 of 118
PG 65:1119γν Θεοῦ. Φασί γάρ· Ει μὴ ἦν οὗτος Υιός Θεού. πῶς βασιλεὺς εἰρήνης, καὶ βασιλεύς δικαιοσύνης ἐλέγετο; Γνώσονται εἰ βούλονται. Ο ἀπόστολος αὐτὸν οὐ λέγει φύσει βασιλέα εἰρήνης, ἀλλ' ερμηνευ μενον. Φησὶ γὰρ πρῶτον μὲν, Ἑρμηνευόμενος βα σιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεύς Σα λήμ, δ ἐστι βασιλεὺς εἰρήνης. Τοῦτο γοῦν τὸ ῥητὸν παρατρέχουσι τὸ εἰπεῖν ἑρμηνευόμενον, καὶ διὰ τοῦτο τὴν τοῦ ὀνόματος ερμηνείαν φύσιν εἶναι τοῦ χρηματισθέντος ἔνδοξον. Β'. Πάλιν οἱ αὐτοί φασιν· Εἰ μὴ ἦν Θεός, πώς ἀπάτωρ, ἀμήτωρ; Ἐν τούτῳ δὲ, ὡς ἔοικεν, οὐκ ἔτι Υἱὸν λέγουσι τὸν Μελχισεδέκ, ἀλλὰ τάχα πατέρα. Και φασιν· Ἡμεῖς οὐ λέγομεν αὐτὸν Πατέρα, ἀλλὰ τὸν Θεόν Λόγον πρὶν σαρκωθῆναι ἢ ἐκ Μαρίας γεννηθῆναι. Καὶ πῶς ἀπάτωρ ὁ Θεὸς Λόγος, ὦ ματαιόφρονες; μάθετε ἀκριβῶς, ὅτι ὁ μακάριος Παῦλος πάντα ἐκεῖνα ἐπὶ τὸν σαρκωθέντα εἰρῆσθαι λέγει. Φησὶ γάρ Ἐφ' δν λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκε πρόδηλον γὰρ, ὅτι ἐξ Ιούδα ἀνατέταλκεν ὁ Κύ ριος. 'Αλλ' εἰπὲ, φασὶ, πῶς ἐξ Ἰούδα ἀνατείλας δ Χριστὸς, ἀπάτωρ ἐστὶ καὶ ἀμήτωρ κατὰ τὴν τάξιν Μελχισεδέκ; οὐκ εἰδότες δ λέγουσιν. Οὐ γὰρ περὶ ἀπάτορος ἔθετο τὴν τάξιν ὁ Παῦλος, ἀλλὰ περὶ μόνης τῆς ἱερωσύνης. Διὰ τοῦτο οὐ λέγει, σὺ ἀπάτωρ, ἀμήτωρ κατὰ τὴν τάξιν Μελχισεδέκ, ἀλλὰ, σὺ ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. Τί δέ ἐστι τὸ, κατά τὴν τάξιν; Τοῦτ᾽ ἔστιν κατὰ τὴν ὁμοίωσιν, καὶ οὐ κατὰ μόνον. Ἡ μὲν γὰρ φυλὴ τοῦ Λευί, κατὰ τὸν νόμον ἱερατεύειν ἐτέτακτο· ὁ δὲ Μελχισεδὲκ οὐ κατὰ νόμον, ἀλλὰ κατὰ τάξιν προφητείας, δεικνύων τὰ περὶ τοῦ Χριστοῦ. Διὰ τοῦτό φησι· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, οὐ κατὰ τὴν τάξιν Λευί, οὐδὲ κατὰ τὴν τάξιν Ααρών, τῆς αὐτῆς φυλῆς ὄντων, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδέκ, τοῦ χωρίς νόμου ιερατείο σαντος. Γ'. ᾿Αλλὰ πάλιν ἐκεῖνοι πρὸς ἡμᾶς. Εἰ & Μελχισεδὲκ ἄνθρωπος ἐστι, πῶς μένει ἱερεὺς εἰς τὸ διηνεκὲς; Καὶ τοῦτο δὲ ἐκ περικοπῆς ἐρωτῶσι, τὰ πλείονα τοῦ κεφαλαίου παρατρέχοντες. Λέγει γάρ. Άρα μοιωμένος τῷ Υἱῷ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκὲς. Αφομοίωσις δὲ, καὶ ὑπόστασις ταυτὸν οὐκ ἔστι τὸ μὲν γὰρ τύπος, τὸ δὲ ἀλήθεια τυγχάνει. Ὥσπερ οὖν ἀφωμοίωται τῷ Χριστῷ ὁ προφήτης Ἰωνᾶς, καὶ μένει προφήτης κατὰ τὴν τριήμερον ταφήν· καὶ ὥσπερ ἀρωμοίωται αὐτῷ Μωϋσῆς κατὰ τὴν τοῦ λαοῦ ἀφήγησιν, καὶ μένει ἡγούμενος εἰς τὸ διηνεκές· ου τως ἀφωμοίωται αὐτῷ καὶ ὁ Μελχισεδέκ κατὰ τὴν τῶν ἐθνῶν ἱερωσύνην, καὶ μένει ἱερεὺς εἰς τὸν αἰῶνα. Διὸ λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τά ξιν Μελχισεδέκ. ᾿Αλλὰ δεδόσθω, φασίν, ὅτι ἄνθρωπος ἦν ὁ Μελχισεδὲν ἀφωμοιωμένος τῷ Χριστέ, δεῖ ξαν πῶς ἀπάτωμ καὶ ἀμήτωρ ἐστὶ, μήτε ἀρχὴν ἡμε ρῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ γιῷ τοῦ Θεοῦ· ἐν τούτοις δεῖξον τὴν ἀφομοίωσιν,
col. 1121–1122page 108 of 118
PG 65:1121ἵνα γνώμεν, ὅτι ἄνθρωπος ὁ Μελχισεδέκ, καὶ οὐκ αὐ τὸς ὁ Χριστός. Οὕτω μὲν ἀντερωτήσαντες οὐχ ἡμῖν, ἀλλὰ τῇ θείᾳ Γραφῇ παρατάσσονται. Ηρχει γὰρ αὐτ τοῖς πιστεῦσαι τῷ ᾿Αποστόλῳ, ἀφωμοιωμένον αὐτὸν εἰρηκότι τῷ Υἱῷ τοῦ Θεοῦ. Λέγοντες οὖν, Δεῖξον ἡμῖν τὴν ἀπὸ τῶν ὀνομάτων ἀφομοίωσιν, ἵνα πιστεύσωμεν, ἐοίκασιν ἀπιστεῖν τοῖς ὑπὸ τοῦ Παύλου λεγο μένοις· ὡς εἶχε ἡμεῖς ἀπορήσαιμεν τῆς τοιαύτης ἀποδείξεως, ἐκεῖνοι τῆς πίστεως ἀφίστανται, ἢ ἀπο στήσονται, ὡς καὶ ἀπέστησεν. Ἐπειδὴ οὖν πολλὰ ἔστιν εὑρεῖν ἐν τῇ ἀληθινῇ Γραφῇ ὀνόματα, ὧν ἡ ἀπόδειξις παρὰ τῷ πλήθει δυσεύρετος, παρὰ τοῦτο ἡ Ἐκκλησία τῆς παραδοθείσης πίστεως ἀποστήσεται, καὶ ταῖς ἐκείνων ὑπονοίαις ὑπαχθήσεται; Μη γέν νοι το 1 Πλὴν οὐ διὰ τοῦτο σιωπήσομεν ἀκρίτως, ἀλλὰ κατὰ τὴν δύναμιν ἀποδείξομεν τὴν ἐν τοῖς προειρημένοις αφομοίωσιν. Δ΄. Απάτορα καὶ ἀμήτορα τὸν Μελχισεδέκ λέγει ὁ Παύλος κατὰ τὸ ἑπόμενον ῥητὸν, ὅτι ἀγενεαλόγητος. Ἐπειδὴ ἐν τῇ γενεαλογίᾳ οὐκ ἐμφέρεται τίνος πα τρός, η ποίας μητρός, ἢ πότε ἐγεννήθη, ἢ πότε ἀπὸ ἔθανε· διὰ τοῦτο μήτε ἀρχὴν ἡμερῶν ἔχων, μήτε τέλος. Οὔτε γὰρ ἡδύνατο γενεαλογηθῆναι, ἐκ τῶν παραλειφθέντων καταγόμενος ἐθνῶν, καθὼς ἡ Γραφή ἐκ τῆς κατοικεσίας αὐτὴν φανεροποιεῖ. Ἐν τούτῳ δὲ ἀφωμοίωται τῷ Υἱῷ Θεοῦ, ἐπειδὴ ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐπὶ τῆς γῆς οὐκ ἔσχε πατέρα, καὶ ἐν οὐρανῷ οὐκ ἔσχε μητέρα. Ἐπειδὴ δὲ εἰρήκαμεν, ὅτι κατ' οἰκονομίαν οὐκ ἐμφέρεται ἐν τῇ θείᾳ Γραφῇ, πότε ἐγεννήθη ὁ Μελχισεδέκ, ἢ πότε ἀπέθανε· καὶ διὰ τοῦτο λέγει μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχειν· ζητοῦσι καὶ ἐν τούτῳ τῷ λόγῳ τὴν ἀφομοίωσιν, λέγοντες· Εἴπερ περὶ τοῦ Μελχισεδέκ, εἰπὲ καὶ περὶ τοῦ Χριστοῦ, πως οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωής τέλος ἔχει, ἵνα γνῶμεν καὶ ἐν τούτῳ τὴν ἀφ ομοίωσιν. Οίδαμεν γάρ, ὅτι ὁ γεννηθεὶς ἐκ Μαρίας, καὶ ἀρχὴν ἔσχε, καὶ ἀπέθανε, καὶ ἀνέστη κατὰ τὰς Γραφάς. Ἡμεῖς δὲ πρὸς ταῦτα· Πιστεύετε τῷ εὐαγγελίῳ, ὅτι ὁ λόγος σὰρξ ἐγένετο, οὐ τραπεὶς εἰς ἀνθρώπου ἀλλὰ ἄνθρωπον εἰς ἑαυτὸν προσλαβόμενος; Οἱ δὲ, Ναί, φασί, τοῦτο πιστεύομεν. Εἰ οὖν πιστεύετε, γνώτε, ἔτι, ἄνθρωπος ψιλός, οὔτε ἐστὶν οὔτε νοεῖται ὁ Χριστὸς, καθότι μονομερῶς οὐχ ὑπέστη ποτέ, καὶ ὕστερον ἡνώ. θη. Δῆλον δὲ, ὅτι τοῦ Θεοῦ Λόγου θεοπρεπώς πρότερον ἐνεργήσαντος κατὰ τὸ γεγραμμένον, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Υψίστου ἐπι σκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ. Ὅθεν νοοῦμεν, ὅτι ὁ Χρι στὸς, οὔτε ἀρχὴν ἡμερῶν, ούτε ζωῆς τέλος ἔχει. Εί γὰρ ὁ ἄναρχος Λόγος, τῆς ἐνανθρωπήσεως γέγονεν ἀρχὴ, σαφὲς ὅτι ὁ Χριστὸς ἄναρχος διὰ τὴν ἐκ μή τρας ἔνωσιν. Οὕτως οὖν καὶ ὁ Μελχισεδέκ, καὶ ἐν τούτῳ ἀφωμοίωται αὐτῷ οἰκονομικῶς παρασιωπη θείσης αὐτοῦ καὶ τῆς γεννήσεως, καὶ τῆς τελευτῆς, ἕνα προδηλώσῃ τὰ τοῦ Χριστοῦ μυστήρια.
col. 1123–1124page 109 of 118
PG 65:1123Ε'. Καὶ πάλιν φασίν· ὁ Κύριος τὸ ἡμέτερον ἀνέλα σε σῶμα, ἢ οὐ; Ναὶ τὸ ἡμέτερον· ἀλλ' οὐ διῃρημένως αὐτὸ ἀνέλαβεν· οὐ γὰρ προϋπέστησεν αὐτό, καὶ τότε ἡνώθη, ἀλλ' ἀδιαίρετον ἐκ μήτρας ἐποιήσατο την ἕνωσιν, καθά προειρήκαμεν. Εὐθὺς δὲ λέγουσι· Διατί οὖν ψηφίζετε αὐτοῦ τὰ ἔτη; Στη ψηφίζονται οὐκ ἐκ φύσεως μονομερώς, ἀλλὰ γεννήσεως τοῦ γενομένου άνθρώπου. Οὐκ εἶπε γὰρ ἡ Γραφή, ὅτι ἐγεννήθη ει λὸς ἄνθρωπος, ὡς ὑμεῖς λέγετε ὁ Θεὸς Λόγος, ἀλλ' δ Χριστός, ὅς ἐστι Θεὸς ἅμα καὶ ἄνθρωπος, αμέριστος, καὶ ἀδιαίρετος Υἱὸς Θεοῦ. Γεννήσεως οὖν τῆς οἰκονομικῆς ἔσχεν ἀρχὴν, φύσεως δὲ ἀρχὴν οὐκ ἔχει διὰ τὴν ἐκ μήτρας ἔνωσιν. Τίνι γάρ, είπέ μοι, ἐπιθήσεις ἀρχήν; Σώματι ψιλῷ; ἀλλὰ ψιλόν οὐδέποτε ὑπῆρξε τὸ Κυριακὸν σῶμα κατὰ τὴν εὐαγγελικὴν φωνὴν τὴν λέγουσαν πρὸς Ἰωσήφ· Μὴ φοβηθῇς παραλαβείν Μαριάμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματος ἁγίου ἐστίν· 'Αλλ' ἐπιθήσεις, ἀρχὴν τῷ γεννηθέντι Χριστῷ; ἰδοὺ αὐτὸς ὁ Λόγος σεσαρκωμένος, καθὼς ἐν τοῖς Εὐαγγελίοις ἀποδό δεικται. Οὔτε οὖν μερισμόν, οὔτε ἀρχὴν ἐπιδεῖναι δύνασαι τῷ Χριστῷ, καθὼς ἀποδέδεικται. Δεδόσθω, φασίν, ὅτι ὁ Χριστὸς οὐκ ἔχει ἀρχὴν διὰ τὴν ἕνωσιν μὴ ἡ ἔνωσις ἀρχὴν οὐκ ἔχει; Καὶ ἔχει, καὶ οὐκ ἔχει διότι αὐτὸς ὁ ἀναρχος, τῆς ἑνώσεως γέγονεν αρχή και διὰ τοῦτο εἶπον, καὶ ἔχει καὶ οὐκ ἔχει. Εὐσεβέστερον δε ἐστιν εἰπεῖν, ὅτι οὐκ ἔχει· ὅσα γὰρ ὑποστατικῶς ἤνα ται, κἂν ἐκ δύο νοεῖται, ὅμως τὸ τῇ τοῦ δυνατωτέρου φύσει συνενωθεν, ἐκεῖνο καὶ νοεῖται, καὶ ὀνομάζεται. Καθάπερ ποταμὸς ἐκ βροχῆς συσταθείς, καὶ τῇ θα λάσσῃ συμμιγείς, οὐκ ἔτι λέγεται ποταμός, ἀλλὰ θὰ λασσα, ἐκεῖθεν ἀρχὴν λαβὼν, κἀκεῖ καταλήξας. μὲν γὰρ ἡ σωματική δύναμις ὡς ὑπερέχουσα ενή γησε τῷ λόγῳ, καὶ οὕτως γέγονεν ένωσις, νοείσθω καὶ ἀρχὴν ἔχειν κατὰ τὴν τοῦ σώματος φύσιν. Εἰ δὲ ὁ Θεός Λόγος θεοπρεπώς ενήργησε κατὰ τὸ εὐαγγέλιον, φανερὸν ὅτι πρὸς ἐκείνην τὴν φύσιν τὸ ἅγιον σῶμα ηὐγένισται· ὅτι ἐν αὐτῷ εὐδόκησε κατοικήσει πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Εἰ δὲ πα τὸ πλήρωμα δηλονότι οὐδὲν ὑπολέλειπται τῆς θεότητος, ὃ οὐκ ἔχει τὸ ἅγιον σῶμα τοῦ Χριστοῦ, εἴτε ἀναρχότητα εἴποις, εἴτε Θεότητα, εἴτε ἀθανασίαν, εἴτε παντοκρατορικήν δύναμιν, εἴτε ἐξουσίαν, είτε κράτος, είτε σοφίαν ἀθάνατον, πάντα ἔχει· ὅτι εὐδόκησεν ἐν αὐτῷ κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητας σωματικῶς. Διὰ τοῦτό φησιν ὁ Παῦλος· Ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οίδαμεν κατὰ σάρκα· εἰ δὲ ἐγνώ καμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκ ἔτι για νώσκομεν. Εγνώκαμεν γάρ, ὅτι ἐν αὐτῷ εὐδόκησε και τοιχῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικώς, καὶ ἐσμὲν ἐν αὐτῷ πεπληρωμένοι. Οὐκ εἶπεν, Εν αὐτ τοῖς, ἀλλ', Ἐν αὐτῷ· αὐτὸς γάρ ἐστι τὸ πλήρωμα τοῦ πάντα ἐν πᾶσι πληρουμένου. Οὕτω δὴ οὖν νοεῖται Χριστὸς, μήτε ἀρχὴν ἡμερῶν ἔχων, μήτε ζωῆς τέλος. το
col. 1125–1126page 110 of 118
PG 65:1125Γ. Πάλιν λέγουσιν· Εἰ ἄνθρωπος ἐστιν ὁ Μελχισεδὲκ, πῶς μένει ἱερεὺς εἰς τὸ διηνεκές; Τοῦτο κατά δύο τρόπους νοητέον, οὐ μόνον περὶ ἐκείνου, ἀλλὰ καὶ περὶ πάντων ἁγίων. Πρῶτον μὲν, ὅτι ἐμφέρεται ἐν τῇ Γραφῇ, Εἰς τὸ διηνεκές. καὶ ὅτι μένουσι παρὰ τῷ Θεῷ διηνεκώς· Ησαΐας ὁ προφήτης μένει προ φήτης εἰς τὸ διηνεκές, καὶ παρὰ τῇ Γραφῇ, καὶ παρὰ τῷ Θεῷ. Ομοίως οἱ ἀπόστολοι μένουσιν εἰς τὸ διηνεκές· εἰ δὲ μὴ, ποίᾳ ἐλπίδι ὑπὲρ Χριστοῦ καθ' ἡμέραν ἀπέθνησκον: Καὶ πάντες οἱ ἱερατεύσαντες τῷ Χριστῷ μένουσιν εἰς τὸ διηνεκές. Οὕτω καὶ ὁ Άγιος Μελχισεδέκ ἱερατεύσας τῷ Θεῷ, μένει εἰς τὸ διηνεκές, κατὰ τὸν λόγον τοῦ Κυρίου, λέγοντος, ὅτι αὐτῷ πάντες ζῶσιν. Εἰς θεολογίαν δὲ λαμβάνουσι κατὰ τὸν λόγον τοῦτον τὸν Μελχισεδέκ, ὡς θεῷ πρέπειν ἡγούμενοι αὐτῷ τὸ, θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἐμέρισεν Αβραὰμ ἐκ τῶν ἀκροθη νίων ὁ πατριάρχης. Καὶ τί τοῦτο πρὸς θεότητος ἀξίαν; Θέλεις ἰδεῖν μείζονα ταπεινότητα τοῦ ᾿Αβραάμ; ὑπηνίκα τὸ σπήλαιον ἔλαβεν εἰς ταφήν Σάββας, τοῖς ἀποδομένοις προσεκύνησε. Παρὰ τοῦτο κἀκείνους θεοποιήσομεν, διότι προσεκύνησεν αὐτοὺς ὁ πατριάρχης; Μη γένοιτο! Ιδε πόσον ἔχονται ἀφροσύνης, ὅτι ἐν πηλικότητι τὸν Θεὸν ὁρίζονται, καὶ οἷς βραχύτητι! Ο θεωρεῖτε γὰρ, είπε, πηλίκος οὗτος, ὁ ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων πρὸς τὰς ἑκουσίους αὐτῶν κινήσεις, τὸ δέον ἐπὶ πάντων ἀπονείμας οὐ προσφάτως, ἀλλ᾿ ἰδίῳ καιρῷ προσφυῶς ἀνακύπτειν βρισάμενος. Οὐδὲ εἶπεν ὁ σταθμίσας εὐμέτρως ὑετῶν, καὶ χιόνων ἐπιφοράς, κρυμούς τε χειμερινούς, και θερινοῦ καύσωνος βολὰς ἵνα μὴ τὸν κόσμον ἀπολέσῃ. Οὐδὲ εἶπεν, ὁ ἐν οἰκτιρμοῖς δικαισύνης αποσώζων, καὶ ἁμαρτωλὸν ἀνυποκρίτως ἐλεῆσαι δυνάμενος, ὁ παν ταχοῦ ὧν ἀδιαιρέτως, καὶ ἐν τῷ Πατρὶ μένων ἀσυγχύτως· ὁ τῶν ἀγαθῶν κτίστης, καὶ πάντων γνώστης εὐκριτής, ὁ ἐν ἀσθενείᾳ δήσας τὸν ἰσχυρὸν, καὶ ἐν μωρίᾳ τοῦ φρονίμου ὄψεως τὰ σκεύη ἁρπάσας, δ ἐξαγαγὼν ἐκ θανάτου ζωὴν, καὶ τὰ ἄδηλα φανερο ποιήσεις Οὐδὲν τοιοῦτο ὁ ᾿Απόστολος εἶπε περὶ τοῦ Μελχισεδέκ, ἀλλὰ θεωρεῖτε, φησί, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην μέρισεν Αβραάμ! 'Αρα, εἰ ἦν Θεὸς, ὁ Παῦλος ἐν πηλικότητι τὴν ἀκατάληπτον δύναμιν περιώριζε, καὶ τοῦτο ἐν μηδενὶ θαυμαστῷ, ἀλλ' ἐν ταῖς δεκάταις τοῦ ᾿Αβραάμ, ας καὶ οἱ κατὰ νόμον ἱερεῖς καταλαμβάνουσιν; Οταν οὖν ἀναγινώσκων εὕρης τι περὶ Μελχισεδέκ γεγραμμένον, ΠΙ, Μελχισεδέκ Όταν δὲ ἀκούσας, παρὰ τῶν Μελχισεδεχιτῶν ὅτι θεὸς ονομάζεται, μνήσθητι τοῦ ἀποστολικοῦ, ὅτι ἑτέρας γε νᾶς ἐστι, τουτέστι Χαναναίων.
col. 1127–1128page 111 of 118
PG 65:1127μνήσθητι του Αποστόλου, Εφ' όν λέγεται ταύτα, φυλῆς ἑτέρας μετέσχηκε, καὶ οὐδέποτε πλανηθήσῃ. Πρόδηλον γὰρ ὅτι ἐξ Ιούδα ανατέταλκαν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ᾿Ακολούθησαν τῇ πίστει Παύλου, καὶ μὴ τὰ προφητικώς χρη ματισθέντα πρόσνεμε τῷ χρηματίσαντι, μηδ' αὐτά πάλιν τὰ τυπικῶς γεγενημένα αὐτοῖς ἀπόνεμε τοῖ; τύποις. Ποίας φυλῆς μετέσχηκεν ὁ Μελχισεδέκ, ὅτι αὐτὸς αὐτῷ νομίζεις τὰ εἰρημένα; Οὕτω δὲ πλανώμενος, πάντως ἂν καὶ τὸν ἀμνὸν τὸν σφα γέντα τυπικώς, Θεὸν ἡγήσῃ λέγων· Εἰ μὴ ἦν Θεός, πῶς τὸν ὀλοθρευτὴν ἄγγελον ἀπήλαυνε στὸ αἷμα αὐτοῦ; Τάχα δὲ καὶ τὸν χαλκοῦν ὄφιν θεοποιήσεις, ταῦτα ὑπολαμβάνων, καὶ λέγων· εἰ μὴ ἦν Θεός, πως τοὺς δηχθέντας ὑπὸ ὄψεων ἐθεράπευεν; Ἡμεῖς δὲ τὸ του Αποστόλου ἐροῦμεν. Εφ' δν λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν· Εκαστος γὰρ αὐτῶν, οὐ δι' ἑαυτοῦ ἐποίει τὴν δύναμιν, ἀλλὰ διὰ τοῦ ἐν αὐτοῖς ἑρμηνευομένου Χριστοῦ· οὕτω καὶ ὁ Μελχισεδὲκ κἂν ἐχρημάτισε βασιλεύς δικαιοσύνης, καὶ βα σιλεὺς εἰρήνης, οὐ φύσει ἦν, ἀλλ᾽ ἐρμηνευόμενος κατὰ τὴν Γραφήν· Ἐφ' δν γὰρ λέγεται ταῦτα, φυ λῆς ἑτέρας μετέσχηκεν. Ζ'. Ηθελον γὰρ κἀγὼ πυθέσθαι τῶν φρεναπατῶν Τίνος ἕνεκα οἱ προφῆται, ἢ οἱ ἀπόστολοι Θεὸν αὐτὸν εἶναι οὐκ ἐκήρυξαν; Εἰ μὲν γὰρ φθόνῳ ἢ φόβῳ ἐφε ροντο, οὐκ ἂν τὸν ἐκ Μαρίας ἀφθόνως καὶ ἀφόβως πᾶσιν ἐφανέρωσαν; Εἰ δὲ ἡγνόησαν, ἐκεῖνοι μὲν νήσ πιοι παρ' ὑμᾶς, ὑμεῖς δὲ παρ᾽ ἐκείνους τελειότεροι, καθότι τὸ ἐκείνους λαθὸν ὑμῖν ἀπεκαλύφθη. Αλλά τί φασιν οἱ δεινοί; Μὴ θαυμάσης, ὅτι εἰ ηγνόησαν οἱ ἀπόστολοι τὸ μυστήριον τοῦτο, ὅπου γε καὶ τῷ Παύλῳ δυσερμήνευτον κατεφάνη, λέγοντι Περὶ οὐ πολὺς ἡμῖν ὁ λόγος, καὶ δυσερμήνευτος λέγεις. Ω τῆς ἀλαζονείας! Δοκοῦντες εἶναι τῶν ἀποστόλων σοφώτεροι, οὔτε νοοῦσιν & λέγουσιν, οὔτε περὶ τίνων διαβεβαιοῦνται. Εἰ γὰρ πιστεύουσιν ὅλως ὅτι, πολὺς ἐ περὶ τοῦ Μελχισεδέκ λόγος, καὶ δυσερμήνευτος, εξ πάτωσαν, ποίῳ μέρει δυσερμήνευτός ἐστι; πότερον τῷ ἡμετέρῳ, ἢ τῷ ἐκείνων; Ἡμεῖς λέγομεν, ὅτι ἐρ μηνεύεται Μελχισεδέκ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ πολὺς ἡμῖν ὁ λόγος και δυσερμήνευτος, καθ' δ καὶ Απόστολος λέγει· ἐκεῖνοι δὲ λέγουσιν, ὅτι θεὸς φύσει ἐστίν. Εἰ δὲ φύσει θεὸς πῶς δυσερμήνευτος; Θεὸς καθολικῶς πιστεύεται ανερμήνευτος, οι δὲ τύποι ἑρμηνεύονται. Διὰ τοῦτο ίδωμεν, τίνι μαρ τυρεῖ ὁ ἅγιος Παῦλος, εἰπών· Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος. Εἰ ἐκείνοις, ὡς περί Θεοῦ τοῦ Μελχισεδέκ εἰρηκώς, ἑρμηνευσάτωσαν το Θεὸν αὐτῶν, ὡς νοήσαντες αὐτὸν φύσει Θεόν· εἰ δὲ μή γε, ἡμεῖς ἐν Κυρίῳ κατὰ δύναμιν τὰ τοῦ Μελχ σεδέκ ὡς τυπικὰ ἑρμηνεύσομεν, κατὰ τὴν ὑπόθεση τοῦ ἁγίου Παύλου, καὶ παυσάσθωσαν βλασφημού τες. Πρῶτον μὲν γὰρ Ἱερουσαλήμ Ἰεδοὺς έχει εjκε,
col. 1129–1130page 112 of 118
PG 65:1129λεῖτο· ὅθεν γινώσκομεν, ὅτι ἐκ τῶν καθαιρεθέντων θανάτο μια αναλαβω αποβεί ἑπτὰ ἐθνῶν ἦν ὁ Μελχισεδέκ· Ιεβουσαίος γὰρ ἐτύγ χανεν. Ύστερον δὲ, μετὰ τὸ ἐκβληθῆναι τὰ ἔθνη, καὶ ἀποικίσαι τὸν λαὸν, ἀπεκλήρωσεν αὐτὴν ὁ Θεὸς τοῖς ἱερεῦσι, τοῦ ἐκείνου ἀναφέρεσθαι τὰς θυσίας ἐκ παν τὸς τόπου τῶν Ἰουδαίων· ὅθεν καὶ μετὰ τὸ κατα παῦσαι ἀπὸ τῶν πολεμίων, μετωνόμασε την πόλιν Σαλήμ, ὅ ἐστιν εἰρήνη. Ἱερουσαλὴμ δὲ ἑρμηνεύεται, δρασις εἰρήνης. Τούτου χάριν ὁ Μελχισεδέκ παρὰ τῷ Παύλῳ καὶ τῇ Γραφῇ βασιλεὺς εἰρήνης ερμη νεύεται· ἐν αὐτῇ γὰρ ἐβασιλεύετο πρότερον, ώς εν τις εἴπῃ, βασιλεὺς Σέλγης· Σέλγη δὲ ἑρμηνεύεται ἀγνεία. Οὐκ οὖν εἰκότως ὁ ἡγούμενος Σέλγης, κατὰ τὸ τῆς πόλεως ὄνομα, ἡγούμενος ἁγνείας ερμηνεύεται; οὐ φύσει μέντοι ἁγνείας ἐστὶν ἡγούμενος, ἀλλὰ καθ' Ερμηνείαν ὀνομασίας. Χριστὸς δέ ἐστι φύσει ἁγνείας ἡγούμενος. Δρα νηοῦσιν, ὅτι καὶ ὁ Μελχισεδέκ καθ' ἑρμηνείαν όνομαστικὴν βασιλεύς ειρήνης λέγεται; Εἰ μὲν Ἱερουσαλήμ αὕτη ἐστὶν ἐπουράνιος, ἔνθα ἐβασίλευσεν, έτω καὶ ὁ ἡγούμενος αὐτῆς φύσει βασι λεὺς εἰρήνης· εἰ δὲ αὕτη τύπος ἦ τῆς ἄνω Ἱερα σαλήμ, φανερόν, ὅτι καὶ οὗτος τυπικώς ανίμασται βασιλεὺς εἰρήνης, διὰ τὴν ὁμωνυμίαν τῆς πόλεως. Τὸ δὲ Βασιλείς δικαιοσύνης, τον άνεμο πέρα ματός ἐστιν ἐρμηνεία, τουτέστι Μελχισεδέκ, γίν μου εγρασια μουσταση επιδερμιδα μαs. μένει μανία, βέβαια inιων μυτητων σκονισμα; φως «κατέβασες. Νονη καρικατου χρονικής μειονό Μολυβια αν η πατωμα και του ΑΤΜ του Τμήκος μια iμως η καλο θανατο Αμαρίου δεν μιλάς μετα το καλ τῇ Κενεντι, καθώς παρά τῶν ἐπισταμένοι έμε 19 βρω που βρίσκει και είναι και βασικα παπι Βαλλα με γεύση με το ελασθείς ότι βομεν, ὡς ἐν τις είπα έργου, τι άλλ νατες. Τί εἶ; ἐπειδη των, την κρίση Άγ ἐπρέπειν σε δ
col. 1131–1132page 113 of 118
PG 65:1131ἀποστολικῶς ὁπλισάμενοι ετροπώσαντο τάς αἱρέσεις. Ιδε ἑρμηνείαν προσφυή. Τότε ὁ Μελχισεδέκ ἐξο ήνεγχεν ἄρτον καὶ οἶνον, εἰς ανάπαυσιν τοῖς ἀνα στρέφουσιν ἀπὸ τοῦ πολέμου. Οὕτω καὶ ὁ Χριστὸς, ὁ μέγας ἀρχιερεὺς, τοῖς ἐκ τοῦ νεροῦ πολέμου προς αὐτὸν ἀναστρέφουσι δίδωσιν ἄρτον καὶ οἶνον ἡγια σμένον, λέγων· Λάβετε, φάγετε ἐξ αὐτοῦ πάντες. Καὶ πάλιν δίδωσι δεκάτας ᾽Αβραὰμ ἀπὸ τῶν ἀκρο θινίων τῷ ἱερεῖ τοῦ Θεοῦ· καὶ οἱ ἐφάμιλλοι τῆς ἐκείνου πίστεως προσφέρουσι τῷ Χριστῷ τὰ ἀκρο θίνια. Αἱ γὰρ πέντε αισθήσεις, διττῶς ἀνατέθειται αὐτῷ, νοερῶς λέγω καὶ ἰδικῶς, δεκάται τίνεςεἰσὶ τῶν μορίων τῆς φύσεως ἡμῶν, τῆς ποτε αἰχμα λωτευθείσης ὑπὸ τῶν ἀλλοφύλων κατὰ τὴν προειρημένην ἱστορίαν. Αρα διὰ τῶν εἰρημένων ενόησας, πῶς πολύς ἐστιν ὁ λόγος καὶ δυσερμήνευτος, καθώς προείρηκεν ὁ ἅγιος Παῦλος ἀπόστολος; Μὴ οὖν τους τύπους λέγε ἀλήθειαν, μηδὲ ἀκούσας ἀπάτορα, καὶ ἀμήτορα διὰ τὸ ἀγενεαλόγητον, λογίζου διὰ τοῦτο Υἱὸν Θεοῦ φύσει. Η οὐκ ἀνέγνως ὅσα διηγεῖται ἡ θεία Γραφὴ ἐν τῇ κατ' αὐτὸν ἱστορίᾳ περὶ τῶν τύπων, περὶ τοῦ Λὼτ τοῦ ἀδελφιδοῦ ᾿Αβραάμ, περὶ τῶνδε βασιλέων, τὰ ὀνόματα καὶ τῶν ἀνθρώπων ἅμα καὶ τῶν τόπων, καὶ τὸν Μελχισεδέκ, καὶ τὴν πόλιν Σα λήμ φανερῶς δηλώσασα; Οὐδὲν δὲ τούτων περὶ τῆς σαρκώσεως τοῦ Κυρίου αὐτολύτως ερμηνεύεται. ΕΕ Ερμηνεία, οὐκέτι φύσις. Πῶς οὖν πολὺς ὁ λόγος καὶ δυσερμήνευτος; ᾿Αλλὰ γνῶθι τὸ γεγραμμένον, ὅτι
col. 1133–1134page 114 of 118
PG 65:1133ταῦτα τύποι συνέβαινον ἐκείνοις· γέγραπται δὲ εἰς? νουθεσίαν ἡμετέραν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. Θ. Καὶ τοῦτο δὲ ἀναγκαῖόν ἐστι πυθέσθαι παρ' αὐτῶν· Πῶς ὁ Θεὸς Λόγος μὴ ἔχων τότε σάρκα ιερά τευσεν; ὑπὲρ τίνος δὲ καὶ ἱεράτευσεν; Εἰ ὑπὲρ τοῦ κόσμου λέγεις, καὶ ποῦ ἔστι τὸ θύμα; χωρὶς γὰρ αἱματοχυσίας ήκουσας, ὅτι οὐ γίνεται ἄφεσις· τίνες δέ εἰσι καὶ οἱ τῆς ἱερωσύνης κήρυκές τε καὶ μάρ τυρες; Εἰ δὲ λέγουσιν, ὅτι αὐτὸς μὲν ἔστι, τύπος δὲ ἐγένετο τῶν μελλόντων· οὐκοῦν ὁ ἄσαρκος τοῦ σαρ κωθησομένου τύπος εὑρίσκεται; μᾶλλον δὲ αὐτὸς ἑαυτοῦ τύπος ἐγένετο; Ὅπου δὲ αὐτὸς πάρεστιν, οὐ λέγεται τύπος, ἀλλ' ἀλήθεια. Εἰ δὲ τότε ἀλήθεια, ἐπὶ τῆς σαρκώσεως τί ἐροῦμεν; πῶς δὲ ἡ Γραφή λέγει, ὅτι ἑτέραις γενεαῖς τὸ μυστήριον τοῦτο οὐκ ἔγνω ρίσθη, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις, καὶ προφήταις; τότε δὲ οὔτε προφῆται εβόησαν περὶ τούτου, οὔτε ἀπόστολοι. Ἀλλὰ τί πάλιν λέγουσιν; Εἰ μὴ ἦν Θεὸς, πῶς ἦν ἱερεὺς πρὸ νόμου; Ἡμεῖς δὲ πρὸς αὐτούς· Ἱερωσύνη λέγεται διὰ τὸ θύειν τῷ Θεῷ θυσίας ἄνθρωπον ἔνσαρκον· χωρὶς δὲ σαρκὸς ἱερεὺς οὐκ ὀνομάζεται. Ωσπερ οὖν ἔθυσε τῷ Θεῷ ᾿Αβελ πρὸ νόμου, καὶ διὰ τοῦτο ἀποδέδεικται δε ρεύς, καὶ ὥσπερ ἔθυσεν αὐτῷ Ἰακώβ, καὶ ἀποδέτ δεικται ἱερεύς· ὡς οὗτοι πάντες ἔθυσαν πρὸ τοῦ νόμου, οὕτω καὶ ὁ Μελχισεδέκ πρὸ τοῦ νόμου ἦν ἱερεύς. Αλλά φασι· Τούτους ἱερεῖς οὐκ εἶπεν ἡ θεία Γραφή. Η μὲν θεία Γραφὴ οὐ περιττολογεῖ, καθὼς παραζητεῖτε ὑμεῖς. Εἰ δὲ ὅλως ζητεῖτε τὴν διαφορὰν τοῦ πράγματος, ὁ Μελχισεδέκ οὐκ ἔθυσεν, ἀλλὰ μόνον ὠνομάσθη. Βεβαιότεροι οὖν εἰσιν οὗτοι θύσαντες, ἢ γὰρ ἐκεῖνος ὀνομασθεὶς, ἐπειδὴ τὸ θύειν ἱερωσύνης ἐστὶ μᾶλλον, ἢ γὰρ τὸ χρηματίζειν. Τὴν τοιαύτην μὲν διαφορὰν τῇ ἐκείνων ἀκαιρολογία παρεθήκαμεν· ἡμεῖς δὲ ἐν Κυρίῳ κἀκεῖνον κάτ κείνους ὁμοίως ἱερεῖς ἔχομεν τοῦ Θεοῦ. Θαυμάζω δὲ, πῶς οὐκ ἤκουσαν τοῦ μακαρίου Πέτρου σαφῶς περὶ αὐτῶν βοῶντος, καὶ λέγοντος, ὅτι Ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱ ρέσεις ἀπωλείας. Προσφυῶς δὲ εἴρηκε τὸ παρεισ ἀξουσι· καιροσκοποῦσι γὰρ ὄντως, καὶ καθ' δ ἂν εὕρωσι τοὺς παρατυγχάνοντας, κατὰ τὸ αὐτὸ καὶ τὰς ἀποκρίσεις ποιοῦνται· ποτὲ μὲν γὰρ αὐτὸν λέ γουσιν φανερῶς Θεὸν, ποτὲ δὲ πανούργως ὁμολογοῦσιν, ὅτι ἡμεῖς αὐτὸν ἱερέα τοῦ Θεοῦ ὀνομάζομεν, καθὼς καὶ ἡ θεία Γραφή. Εἰ ὅλως τῇ θείᾳ Γραφῇ πιστεύουσιν, είπωσι πάντα κατὰ τὴν Γραφήν. Πρῶτ του ή Γραφή Θεὸν αὐτὸν οὐ λέγει, μήτε ἐκεῖνοι λεγέτωσαν· ὁμολογείτωσαν δὲ καὶ τοῦτο, ὅτι Αφ ωμοιωμένος ἐστὶ τῷ Υἱῷ τοῦ Θεοῦ, οὐ φύσει Υἱὸς, καὶ ὅτι Ερμηνευόμενος ἐστι βασιλεύς δικαιοσύνης, οὐ φύσει, καὶ ὅτι Εγ᾿ ὃν λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκε· καὶ μὴ περικοπὴν ἀμ
col. 1135–1136page 115 of 118
PG 65:1135; φιῤῥεπῆ ἐκλέγωσιν, ὡς καὶ πείθειν ὑποκρίσει τους πολλούς, καὶ παγιδεύειν τους νηπιωτέρους. Ημείς μὲν οὖν ἐντολὴν τοιαύτην κατὰ τάξιν λαβόντες παρὰ Κυρίου, τοὺς δι᾿ ἄγνοιαν πλανωμένους πεί θειν ἀναγκαζόμεθα· ἐκεῖνοι δὲ, ὅταν ἴδωσι τοὺς ὑπ' αὐτῶν ἐπατημένους μετανοήσαι θέλοντας, εύ ληπτοτέραις αὐτοὺς πιθανολογίαις ἐπικρατοῦσιν, οὔ τως ἀεὶ λέγοντες· Εἰ καὶ οὐκ ἔστι φύσει Θεὸς ὁ Μελχισεδέκ, οὐδὲν ἡμαρτήσαμεν ἄνθρωπον θεοποιήσαντες· γέγραπται γάρ· Ἐγὼ εἶπα· Θεοί έστε, καὶ υἱοὶ Ὑψίστου πάντες· οὐκ εἰδότες, ὅτι ἡ τοιαύτη διχόνοια ἀβέβαιον τὴν εἰς Χριστὸν πίστιν ἀποδείκνυσι σαφῶς, ἂν οὕτως τὸν Κύριον πάντων ἀνθρώπων ἴσον ἡγήσωνται, καὶ οὐκέτι ὡς ἔστι, Σωτῆρα, καὶ Θεὸν, καὶ Δεσπότην, καὶ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτι σαντα παρασκευάζει. Ἐπειδὴ οὖν όφεως δίκην ἀντ Ειλισσόμενοι σφίγγουσι τοὺς ἀποδρἂν αὐτῶν βουλομένους, ἀνάγκη καὶ ἡμᾶς ἐντολὴν ἔχοντας τὸ, ΓΙ νεσθε φρόνιμοι ὡσεὶ ὄψεις, μιμήσασθαι τὴν ἐκείνων κακουργίαν, καὶ τοῖς ἀγχιστρόφοις νοήμασι ἐκλύειν αὐτῶν τὰς τοιαύτας περιείλιγγας, λέγοντες, ὅτι κάν ἐστι Θεὸς ὁ Μελχισεδέκ, οὐδὲν ἁμαρτήσαιμεν ἐν τούτῳ ἄνθρωπον αὐτὸν ἔχοντες καὶ ὀνομάζοντες· γέν γραπται γὰρ, ὅτι οὐκ ἔστιν ὄνομα ἕτερον ὑπὸ τὸν οὔ ρανόν, ἐν ᾧ δεῖ σωθῆναι πάντας ἡμᾶς, ἀλλὰ Κύριος Ἰησοῦς Χριστός, Τὸ πλήρωμα τοῦ πάντα ἐν πᾶσι πληρουμένου. Ακουέτωσαν τοῦ ᾿Αποστόλου παραγγέλλοντος, μηδὲ τοῦ Εὐαγγελίου δευτεροκήρυκας παραδέχεσθαι. Εἰ μὲν γὰρ ὁ ἐρχόμενος, φησίν, ἄλλον Ἰησοῦν κηρύσσει, δν οὐκ ἐκηρύξαμεν, ἢ Πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε, ἡ Εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνείχεσθε. Εἰ οὖν οὗτος τὰ τοῦ Εὐαγγελίου σφραγίζει, τί πείσονται λογ πὸν οἱ τὰς αἱρέσεις παρεισάγοντες, ἢ οἱ πιστεύοντες αὐτοῖς; ᾿Αλλὰ τί φασι πρὸς ἡμᾶς; Πῶς οὐ πάντες διδάσκουσιν ἐν ταῖς ἐκκλησίαις, καθάπερ καὶ σὺ ὧδε σήμερον; Γνώτωσαν δὲ, ὅτι πάντες οἱ διδάσκοντες τὰ τῶν ἀποστόλων, ὡς βέβαια βεβαιοῦσιν, οὐδεὶς δὲ πω καινοτομεῖ ὡς μηδέπω κεκηρυγμένα· εἰ δὲ καί ποτέ τις πλανηθεὶς ἀκουσίως φωραθῇ, πάντως ἢ ἐπιτιμη. θεὶς ἐπιστρέφει, ἢ τὸ ψεῦδος αἱρετισάμενος, μετά τῶν ἔξω λογισθήσεται, ὅπερ εἰκὸς καὶ ἐν τούτοις πα θεῖν. Καὶ ἐν τούτῳ δὲ ἔστι δοκιμάσαι τὴν ἀφροσύνην
col. 1137–1138page 116 of 118
PG 65:1137αὐτῶν, ὡς πάσης αἱρέσεως πονηρότεροι τυγχάνουσιν. Αφορισθέντες γὰρ ὑπὸ τῶν ἁγίων ἐπισκόπων καὶ ἀναθεματισθέντες, ὅπου ἀγνοοῦνται καὶ κοινωνοῦσι λάθρα, καὶ συνάγονται, τουτέστιν ὁ προειρήκαμεν, ὅτι καὶ τὸ μυστήριον τοῦ Χριστοῦ καὶ τὴν οἰκονομίαν ἀτιμάζουσιν. Οὐ μόνον δὲ τοῦτο, ἀλλ᾽ εἰ καί ποτε διὰ τῆς ἐπιπλάστου εὐλαβείας αὐτῶν δυνηθῶσι παρ' ἐπισκόποις, ή περιοδευταῖς δεχθῆναι, εὐθὺς τοὺς ὄντως πιστοὺς καὶ ὀρθοδόξους διαβάλλουσι λα θραίως ὡς κακόφρονας, καὶ μισεῖσθαι ἡ διώκεσθαι παρασκευάζουσιν. Αλλ' ὁ ἐπιστάμενος τους λογι σμοὺς τῶν ἀνθρώπων, περιτρέπει αὐτῶν τὴν παντ ουργίαν· καὶ φανεροποιήσας αὐτοὺς εἰς βόθρον, δν εἰργάσαντο, παραχωρεῖ ἐμπεσεῖν, κατὰ τὸ γεγραμμένον. ΙΑ'. Ομως ἀφέντες αὐτῶν τὰς λαθραίας τοῦ και κοῦ συνεισφοράς, τοῦ προκειμένου γενώμεθα, τελείως αὐτῶν διελέγξαντες τὴν κακοπιστίαν. Τὸ γὰρ ὄνομα ἐκεῖνο προφῆται οὐ προεκήρυξαν, ἀπόστολοι οὐκ ἐδί. δαξαν, μάρτυρες οὐχ ὡμολόγησαν, οὐδεὶς τῶν παρ τριαρχῶν, ὡς Θεὸν αὐτὸν ἐφανέρωσεν, οὐδεὶς τῶν ἁγίων Πατέρων συνέγραψε. Διὸ ἀνάνηψον ὦ ἄνθρωπε, καὶ γνῶθι, ὅτι σε ὁ διάβολος περισσῶς φρονεῖν ἐποίησεν, ἵνα τὴν ὑπερηφανίαν ἐκείνου θε λήματι νοσήσας, λοιπὸν καὶ τῷ πτώματι αὐτοῦ συγ καταπέσῃς. Πῶς γὰρ οὐ θελήματι; ὅτι τοσοῦτον ἔχων νέφος μαρτύρων εἰς βεβαίωσιν τῆς ἀληθοῦς πίστεως, ᾑρετίσω καὶ ὡμολόγησας, δ οὐδεὶς αὐτῶν ὡμολόγησεν. Εἰ γὰρ χωρὶς ἐκείνης τῆς γνώσεως καὶ τῆς ὁμολογίας ἐκεῖνοι πάντες ἐσώθησαν, σώθητι καὶ σὺ κατά μίμησιν ἐκείνων, καὶ εἰπὲ, κατὰ τὸν ἅγιον Παῦλον, ὅτι οὐδὲν ἔτερον ἔκρινα εἰδέναι, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον. Ει δὲ ἐκτὸς τοιαύτης ὁμολογίας ἑαυτῷ λογίζῃ μὴ δύνα περιοδευτῶν ὦ ἄνθρωπε, ο ριο: Τῶν συλλογῶν τοῦ ἁγίου Πατρὸς ἡμῶν Παύλου, βιβλ. δ', ἐν τῷ Γεροντικῷ, Συνήχθησαν ποτε οἱ Πατέρες τῆς Σκίτεως ἰδεῖν περὶ τοῦ Μελχισεδέχ, καὶ ἐπελάθοντο καλέσαι τὸν ἀββαν Κόπριν. Ὕστερον δὲ καλέσαντες αὐτὸν ἠρώτων περὶ τούτου. Ὁ δὲ τύψας τὸ στόμα αὐτοῦ ἐπὶ τρεῖς εἶπεν· «Οὐαί σοι, Κόπρι! οὐαί σοι, Κόπρι! οὐαὶ σοι, Κόπρι! ὅτι ἢ ἐνετείλατό σοι ὁ Θεὸς, ἐγκατέλειπες· καὶ ἃ οὐ ζητεῖ παρὰ σοῦ, ἐρευνας.» Καὶ ἀκούσαντες οἱ ἀδελφοὶ ταῦτα ἔφυγον εἰς τὰ κελλία αύ τῶν.

Notice on Diadochus' Homily on the AscensionMonitum in Diadochii homiliam de Ascensione

col. 1139–1140page 117 of 118
PG 65:1139σθαι σωθῆναι, δῆλον, ὅτι καὶ πάντας τοὺς ἁγίου, ὡς μὴ σωθέντας ἔχεις παρὰ σεαυτῷ, εἰ καὶ στόματι μὴ λέγεις ἀνθρώπους ὑποκρινόμενος, ἀλλ' ὅμως μεῖζον τῆς σῆς φωνῆς βοᾷ ἡ ἀκολουθία τοῦ πράγματος. Βλέπεις πόσαις βλασφημίαις, καὶ πόσοις κακοῖς περιπέπτωκας διὰ τὴν τοιαύτην σου κακοπιστίαν, μάλ λον δὲ παντελῆ ἀπιστίαν; Τὸ δὲ πῶς, μάθε· Σημεία Μελχισεδέκ οὐκ ἐποίησεν, ἐντολὰς οὐκ ἔθετο, ἀπειλάς οὐχ ὡρίσατο, ὑπὲρ ἡμῶν οὐκ ἀπέθανεν, Πνεύματος ἁγίου μετοχὴν οὐκ ἐδωρήσατο. Αγνοῶ λοιπόν είνα τῆς εἰς ἐκεῖνον πίστεως ἐχέγγυον έχεις πληροφορίαν. Εἰ δὲ λέγεις, Ταῦτα πάντα σαρκωθείς παρέσχεν ἡμῖν, πλέον ἑαυτὸν ὑπόδικον τῆς κακοπιστίας ἐλέγ χεις. Ἐν οἷς γὰρ ἡμῖν ἑαυτὸν διὰ ῥημάτων καὶ πραγμάτων εφανέρωσεν ὁ Κύριος, ἐν τούτοις καὶ πιστεύειν ἐνετείλατο· εἶπε γὰρ ἡ Γραφή, ότι ώφθη τῷ ᾿Αβραὰμ ἐν φωνῇ ἐντελλόμενος αὐτῷ ἐντολὰς, καὶ προλέγων τὰ ἐσόμενα, καὶ ἐπαγγελλόμενος εὐεργεσίας ἐν γῇ Χαλδαίων, καὶ πρὸς τῇ δρυΐ τῇ Μαμβρή, καὶ ἐν ἑτέροις δὲ πλείστοις λόγοις, καὶ πράγμασιν, οὐδαμῶς δὲ ἀδήλως, οὔτε Μελχισεδέκ, οὔτε διὰ Μελ χισεδέκ ή Γραφή δεδήλωκε. Τούτου χάριν ἀνυπόστατος σου ἡ πίστις, ἄδηλον τὸ φρόνημα, ματαία ἡ τοιαύτη θεογνωσία. Διὰ τοῦτο τῆς ὀρθοδόξου πίστεως διὰ πολλῶν μαρτύρων φανερωθείσης, ὅσοι ἂν βλέπωσιν ἑτέρωθι, καὶ εὐλόγως καὶ ἀλόγως τὸν Μελχισεδὲκ ὀνομάζουσιν, ἢ φύσει Υἱὸν Θεοῦ, φανερῶς του δαΐζουσι· διότι Ἰησοῦς Χριστὸς ὁ ἐκ Μαρίας γεννηθεὶς, αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζώντος, καὶ οὐδὲν αὐτῷ λείπει, ἵνα πάλιν ζητήσωμεν ἀλλαχοῦ τὸ πλήρωμα· ἐν αὐτῷ γὰρ εὐδόκησε κατοικῆσαι πάν τὸ πλήρωμα τῆς Θεότητος σωματικῶς, καὶ ἑσμὲν ἐν αὐτῷ πεπληρωμένοι πάντες, οἱ πιστεύοντες τοῖς λό γοις αὐτοῦ ὡς Υἱοῦ Θεοῦ, εὐδοκίᾳ, καὶ δυνάμει, καὶ χάριτι τοῦ Θεοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος, καὶ ἡ βα σιλεία, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰών νων. Αμήν.
col. 1141–1142page 118 of 118
PG 65:1141ΔΙΑΔΟΧΟΥ ΕΠΙΣΚΟΠΟΥ ΦΩΤΙΚΗΣ ΤΗΣ ΗΠΕΙΡΟΥ ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΛΟΓΟΣ. Δ'. Φέρε μοι νῦν τοὺς Ἰουδαϊκοὺς ἱερεῖς, ὥρα γάρ Επινικίων λόγων· φέρε ὧδε ἐκκλησιαστὰ καὶ Χριστοῦ κήρυξ λέγε, καὶ ζωγράφει τῇ σῇ δυνατῶς ἀληθείᾳ πῶς μὲν ἐκεῖνοι τὸ ἀργύριον τῆς αὐτῶν κακοβουλίας ἐπὶ τοὺς στρατιώτας κατέβαλον, ψεύδει τὴν ἀπε ρίβλεπτον νομίζοντες καλύπτειν· ἀλήθειαν· πῶς δὲ νῦν οἱ τοῦ Χριστοῦ λειτουργοὶ τὸν ἐκ νεκρῶν τῇ τρί τῇ ἡμέρᾳ ἀναστάντα, καὶ ἀναβάντα εἰς τοὺς οὐρα νοῦς, ἀπεκδεχόμεθα Κύριον, Σωτῆρα τοῦτον ἀπαύ στις καυχώμενοι, ὃν οὐρανοὶ μὲν ἐδέξαντο, θεοπρε τεῖ αὐτοῖς ἐπιστάντι θαύματι· γῆ δὲ βαστάξαι, ὡς ὑπὸ τῆς αὐτοῦ θελήσεως βασταζομένη, ὑπομένειν οὐκ ἴσχυεν· ὃν νεφέλη μὲν ὑπέλαβεν φωτός, ἐμφανῶς τὸ σχῆ μα πληρώσασα τῆς προφητείας· ἄγγελοι δὲ τοῖς ὕμνοις ἄχρι τῶν πατρικῶν ἀπεκατέστησαν θρόνων, Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξ ξης, ἀπαύστως βοῶντες· οὗτινος ὁ ψαλμῳδὸς τὴν ἀπὸ γῆς εἰς οὐρανὸν ἐπάνοδον ἐν τῷ ἁγίῳ προθεωρῶν Πνεύματι, Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύ ριος ἐν φωνῇ σάλπιγγος, ἔψαλλεν. Προέβλεπεν γὰρ καὶ τὴν τῶν ἁγίων Εὐαγγελίων ὁ θεσπέσιος ᾠδήν. Β'. Οἱ δὲ πατέρα τὸν πιστότατον 'Αβραάμ καυχώμενοι, ἐγηγέρθαι τὸν πάντων ἡμῶν Σωτῆρα οὐ θέ λουσιν ἐκ νεκρῶν, ἀνυποστάτῳ φήμῃ καθ᾿ ἑκάστην οἱ δείλαιοι νομίζοντες τὸ κάλλος τῆς τοσαύτης μολύ νειν ἀληθείας (Διεφημίσθη γάρ, φησίν, παρὰ Ἰουδαίοις ὁ λόγος οὗτος ἄχρι τῆς σήμερον)· ἥντινα δαίμονες μὲν ἐπέγνωσαν· οἱ δὲ τὰς ἐντολὰς τοῦ Θεοῦ ὑποδεδέχθαι ὁμολογήσαντες. οὔτε ἄχρι λόγου τιμῆσαι προαιροῦνται καὶ ταῦτα τοῦ Προφήτου λέγοντος· Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! ὅτι ἐπήρθη ή μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· καὶ πάλιν· Υψώθητι ἐπὶ τοὺς οὐ ρανούς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. Απερ οὔτε πῶς οἱ τῆς κακίας σοφισταί δια στρέψαι εὑρήσουσιν, κἂν ὅπως τὸ ψεῦδος τοῦ πα τρὸς αὐτῶν φιλοσοφήσωσιν· ὁ γὰρ ἐπαρθεὶς καὶ ὑψω θεὶς ἐπάνω τῶν οὐρανῶν, Κύριος πάντως, ὅτι πρῶτ τον καταβὰς ἐπὶ τῆς γῆς, ἀναβέβηκεν εἰς τοὺς οὐρα
Page scan enlarged

Notebook

Full View