PG 65Diadochus of Photice
Homily of Diadochus on the Ascension of Our Lord Jesus Christ
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1143–1144page 1 of 3
PG 65:1143νούς. Διόπερ ἀλλαχοῦ προανεφώνησεν ὁ Προφήτης λέγων· Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται· ἄστραψον ἀστραπὴν, καὶ σκορπιεῖς αὐτούς. Τοῦτο δὲ ἔλεγεν τῶν τοῦ ᾅδου δυνάμεων την συντριβὴν προ ευαγγελιζόμενος τοῖς ὑπὸ τὴν σκιὰν ἔτι τοῦ θανά του καθημένοις· ἥντινα ἐνεργεῖσθαι ἐκ τῆς τοῦ Κυ ρίου ταφῆς καὶ ἀναστάσεως διὰ πολλῶν πεπληροφορήμεθα. Διόπερ ἐν ἑτέρῳ πάλιν κεφαλαίῳ τὸν Ψαλμ ῳδὸν ἔχομεν λέγοντα· ᾿Αναβὰς εἰς ὕψος, τχμαλώ τευσεν αἰχμαλωσίαν, ἔδωκεν δώματα ἐν ἀνθρώποις. Εκ γὰρ τῆς αἰχμαλωσίας τοῦ θανάτου διὰ τῆς ἑαυτοῦ ἀναστάσεως λαβὼν τὴν ἀνθρωπότητα ὁ μονο γενὴς Υἱὸς τοῦ Θεοῦ, καὶ ἀνελθὼν ὑπεράνω τῶν οὐ ρανῶν, ὅπλα τοῖς θέλουσιν δικαιοσύνην (βασιλεύς γάρ ἐστι δόξης) ηὐτρεπίσατο, λογικοῖς θώραξι τοὺς παρ' αὐ τοῦ ἐν σφραγίδι ταπεινοφροσύνης στρατολογουμένους καθ' ἡμέραν ἀσφαλιζόμενος· ἔπρεπεν γὰρ αὐτὸν ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτίσασθαι αι νον, τοὺς τῇ οἰήσει τελεῖσθαι νομίζοντας ἀποδοκιμάσαι εἰς τέλος. Σφραγὶς γὰρ ὄντως εὐσεβείας, ταπείνωσις· διόπερ ἐκεῖνοι μὲν ἀπειθοῦντες τὸ κατασκηνώσας κατὰ τὴν προφητείαν διὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ἐν τῷ φωτὶ τῶν ζώντων, τῆς ἑαυτῶν 200 μιοῦνται ἀνοίας τοὺς καρπούς. Γ'. Ἡμεῖς δὲ τὰ τοῦ Ψαλμῳδοῦ καὶ πάλιν, ἀδελφοί, φιλοσοφήσωμεν ῥήματα, ίνα ίδωμεν καὶ πάλιν τοῖς ὀφθαλμοῖς τοῦ λόγου τὸν ἐπὶ νεφέλης εἰς οὐρανούς ἀναβάντα Κύριον· τὴν γὰρ τῶν ἀποστόλων μαρτυρίαν τέως σιωπάν με προτρέπεται ὁ λόγος, ἵνα μὴ δόξω παρὰ τοῖς ἀφροσιν ἐμαυτῷ συνηγορεῖν, ὁπότε πᾶς ἀποστολικὸς λόγος, ὑπὸ τῆς προφητικής μαρτυρεῖται ἀληθείας· γεννήματα γὰρ ὄντες οἱ αὐτῶν λόγοι γνωρίζονται τῶν προφητικῶν ῥήσεων. "Α γὰρ οἱ προ φῆται κατὰ πρόγνωσιν περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ᾐν[ο]ίξαντο, οἱ ἀπόστολοι ταῦτα κατ' ἐπίσ γνωσιν ὑπὸ τοῦ αὐτοῦ ἐμπνευσθέντες ἁγίου Πνεύματος διετράνωσαν. Ἐν τῷ ἐγγίζειν γάρ, φησὶν, τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀνα δειχθήσῃ. Είπωμεν οὖν πάλιν· Κύριος, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! ὅτι ἐπήρθη ή μεγαλοπρέπειά σου υπεράνω τῶν οὐρανῶν, ἵνα γνῶμεν σαφῶς, ὅτι ἡ ἐνανθρώπησις τοῦ Κυρίου, καὶ ἡ ἀπὸ γῆς αὐτοῦ εἰς οὐρανοὺς ἐπάνοδος, ἧστινος τὴν μνήμην σήμερον ἑορτάζομεν, Θεοῦ γνώσεως τὸν κόσμον ἐπλήρωσεν. Εω; μὲν γάρ που ἦν ἐπὶ τῆς γῆς, μικρὰ περὶ τοῦ μεγαλείου της αὐτοῦ δόξης οἱ πολλοὶ ὑπελάμβανον· ἐπειδὴ δὲ ἐμ φανῶς ἀνῆλθεν εἰς τοὺς οὐρανούς, πᾶσαν τὴν τοῦ Πατρός, ὡς ἔπρεπεν, αποπληρώσας βούλησιν, θαύματ τος ἡ πᾶσα καὶ γνώσεως επληρώθη αίτησις, ἀναβαίνοντα ήτοι ἀναλαμβανόμενον τὸν τῶν ὅλων Κύριον θεωροῦσα. Επήρθη μεν, ήτοι ύψώθη ὑπεράνω πάντων τῶν οὐρανῶν, κατὰ τὴν προφητείαν, ὡς ἄνθρωπος ἀνέβη δὲ ὡς Θεός· Ἀνέβη γάρ, φησίν, ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Δ'. Οὐκ ἂν δὲ τούτοις ὁ Προφήτης ἐχρήσατο τοῖς
col. 1145–1146page 2 of 3
PG 65:1145βήμασιν, εἰ μὴ τὴν κάθοδον αὐτοῦ ἦν προθεωρήσας τοῖς ὀφθαλμοῖς ἀπλανῶς τῆς προγνώσεως. Ποῦ γὰρ ἦν ἀκόλουθον εἰπεῖν αὐτὸν, Υψώθητι ἐπὶ τοὺς οὐ ρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου; ἢ πάλιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, εἰ μὴ καὶ τὴν κατάβασιν αὐτοῦ καὶ τὴν ἀνάβασιν ἦν θεωρήσας ὁ θεολόγος τῇ προγνώσει τοῦ Πνεύματος; Διὰ τοῦτο μὲν, ὡς προέφην, ποῦ μὲν αὐτὸν ἐπαρθέντα λέγει, ποῦ δὲ ἀναβάντα, ἵνα Θεὸν καὶ ἄνθρωπον τὸν αὐτὸν εἶναι πιστεύσωμεν ἐν μιᾷ ὑποστάσει. Διὰ μὲν γὰρ θεότητα ἀνέβη· διὰ δὲ τὸ σῶμα ἐπῆρθαι λέγεται, τουτέστιν ἀνειλήφθαι. Οὐκοῦν διὰ πάντων δεῖ νοεῖν, ὅτι ὁ κατελθὼν αὐτός ἐστιν καὶ ὁ ἀνελθὼν ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πάντα τῆς αὐτοῦ πληρώσῃ χρηστότητος, [καὶ] τοὺς ἀποστόλους αὐτοῦ πρῶτον ἐκ τῶν παθῶν τῆς ἁμαρτίας διὰ τῆς τοῦ ἁγίου Πνεύματος καθόδου φυσάμενος, εἰς τέλος ὑψώσῃ. Τί γάρ φησιν; Υψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεὸς, καὶ ἐπὶ πάν σαν τὴν γῆν ἡ δόξα σου, ὅπως ἂν ῥυσθώσιν οἱ ἀγαπητοί σου. 'Αγαπητοὶ γὰρ ὄντως εἰσὶ τοῦ Κυρίου κατὰ πρῶτον λόγον, οἱ τὸ αὐτοῦ πάθος διὰ πάντων κοινωνήσαντες, καὶ αὐτόπται καὶ κήρυκες γενόμενοι τῆς αὐτοῦ μεγαλειότητος. Ε'. άστε ένα μὲν καὶ τὸν αὐτὸν οἱ προφῆται ἐκήρυττον Κύριον· τῆς δὲ σαρκώσεως αὐτοῦ τὸ σχήμα εἰς μίαν, ὥς τινες εἰσηγοῦνται, οὐ συν έχειν φύσιν· ἀλλὰ τὰ μὲν τῇ θεότητι αὐτοῦ δια φέροντα βήματα θεοπρεπῶς ἔλεγον, τὰ δὲ τῷ σώματι αὐτοῦ ἀνθρωποπρεπώς, ἵνα διδάξωσι σαφῶς, ὅτι ὁ ἀναβὰς, ἤτοι ὁ ἐπαρθεὶς ἐπὶ τοὺς οὐρανοὺς Κύριος, μὲν ἔστιν, ἐκ τοῦ Πατρὸς ὑπάρχει· ὁ δὲ γέγονεν ἐκ τῆς Παρθένου, μένει ἄνθρωπος, εἷς ὢν ἐν εἴδει, καὶ εἷς ἐν ὑποστάσει. Ο γὰρ ἀσώματος, ἑαυτὸν τῇ προς λέψει τῆς σαρκὸς εἰδοποιήσας, ἐμφανῶς ἀνέβη διὰ τοῦτο, ὅθεν ἀφανῶς καταβὰς ἐσαρκώθη. Διόπερ ἀν ελήφθη μὲν ἐν δόξῃ, ἐπιστεύθη δὲ ἐν δυνάμει, προσδοκᾶται δὲ ἐν φόβῳ, τὴν νεφέλην πάλιν προσδοκώμενος σχεῖν τὴν προφητικὴν εἰς τὴν ἑαυτοῦ κάθοδον ὑπηρέτην. Καὶ γὰρ τότε νεφέλην αὐτοῦ ὑπηρετήσασθαι οἱ προφῆται προείπον, ἵνα σωματώδης τις καὶ ἐλαφρὴ οὐσία τὸν σεσωματωμένον φανείη πάλιν βα στάζουσα Κύριον. Βαστάζει μὲν γὰρ ἐν τῇ αὐτοῦ βουλήσει, ὡς ἔφην, τὰ σύμπαντα ὡς Θεός· ὑπὸ δὲ τῆς νεφέλης βασταχθήσεται ὡς καὶ ἄνθρωπος, ἵνα μήτε τότε τοὺς νόμους ἧς προσέλαβεν αρνήσηται ὁ φιλόψυχος φύσεως. Γ. Διόπερ καὶ τοὺς ἁγίους ἐν νεφέλαις αρπαχθή σεσθαι προσεδίδαξεν ἡμᾶς ὁ θεσπέσιος Παῦλος, ὅταν ἔρχεται ἐπὶ νεφέλης ὁ ἐλθεῖν προσδοκώμενος Κύ ριος. Ο γὰρ ἁρμόττει τῷ σαρκωθέντι Θεῷ διὰ τὸ σῶμα, τοῦτο καὶ τοῖς θεωθησομένοις διὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, θεοὺς τοὺς ἀνθρώπους ποιῆσαι φιλοτιμησαμένου Θεοῦ. Μηδεὶς οὖν ὑπολαμβανέτω τὴν πυκνότητα τῆς ἀνθρώπου φύσεως, ήνπερ οὐσιωδῶς κοινωνήσας ὁ ἅγιος τοῦ Θεοῦ Λόγος ἐγνώρισται, ἐκ τῶν μαρμαρυγῶν τῆς θείας αὐτοῦ καὶ ἐνδόξου οὐ σίας, ἀδελφοί, ἀλλοιῶσθαι τὴν τῶν ἑκατέρων ἐν αὐτῷ ἀχωρίστως ἀλήθειαν φύσεων. Οὐ γὰρ ἵνα τὸ ἑαυτοῦ
col. 1147–1148page 3 of 3
Monitum in ejusdem sermonem contra Arianos
PG 65:1147πλάσμα φαντάσῃ, ἐσαρκώθη ὁ ἔνδοξος, ἀλλ᾽ ἵνα την ἐνσπαρεῖσαν ἐν αὐτῷ ἔξιν ἐκ τοῦ όφεως τῇ ἑαυτοῦ κοινωνίᾳ ἀναλώσῃ εἰς τέλος. Ὥστε ἕξιν, οὐ γὰρ φύ σιν, ήλλαξεν ἡ σάρκωσις τοῦ Λόγου, ἵνα τὴν μὲν μνήμην ἐκδυσώμεθα τοῦ κακοῦ, τὴν δὲ ἀγάπην ἐν δυσώμεθα τοῦ Θεοῦ· οὐκ εἰς ὅπερ μὴ ἦμεν ἀλλασσό μενοι, ἀλλ᾽ εἰς ὅπερ ἦμεν τῇ ἀλλαγή μετὰ δόξης ἀνακαινιζόμενοι. Αὐτῷ τοίνυν ἡ δόξα καὶ τὸ κράτος τῷ κατελθόντι ἐξ οὐρανῶν ἀφανῶς, ἀνελθόντι δὲ εἰς οὐ ρανοὺς ἐμφανῶς, τῷ πρὸ τῶν αἰώνων καὶ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Αμήν. οὐχ ἧττον τῆς εὐσεβείας ἢ προεδρίας διάδοχος. χον, τὸν Μάρκον Διάδοχον
Page scan enlarged

Notebook

Full View