PG 66Theodore of Mopsuestia
Commentaries on the New Testament
Printed pages · scan text
diplomatic · pgworks
Diplomatic text · pgworks clean digital edition (verified) — PG column chips mark the printed columns.
PG 66:855Δ νάμενα μανθάνειν οὐδὲν, τοὺς δὲ τοῦ χρόνου προϊόντος τὰ πλείονα μανθάνειν ὧν οὐκ ἠπίσταντο πρότερον. Τούτου ένεκεν θνητούς μὲν ἡμᾶς κατὰ τὸν παρόντα του την πεποίηκε βίον, νόμους δὲ ἔδωκεν ἱκανός, εἰς ὑπόμνησιν ἡμᾶς ἄγειν βουλόμενος (1) τῆς τοῦ καλοῦ διορθώσεως, ὡς ἂν ἐντελή τῆς ἀρετῆς ούτως τὴν μάθησιν κομισαίμεθα· ἐντεῦθεν κἂν πολλήν της πρὸς τὸ χεῖρον ἔχειν ἡμᾶς τὴν ροπὴν συμβαίνῃ, ἀλλ' οὖν γε βεβαίαν ἐπὶ τῆς ψυχῆς τοῦ καλοῦ τὴν εἴδησιν έχομεν, καὶ ἔστιν ἀνθρώπων οὐδεὶς, ὃς οὐχὶ πάντως ἐπίσταται τὸ κρεῖττον τί ποτέ ἐστιν ἐν βίῳ. Οὕτω μὲν οὖν ἀσφαλῆ τε καὶ βεβαίαν ἐπὶ τοῦ παρόντος βίου τῆς ἀρετῆς τὴν διδασκαλίαν ἡμῖν παρέχεται Ἐπειδὴ δὲ οὐχ ὥσπερ ίσμεν τὸ καλόν, οὕτω καὶ κακείν αὐτὸ ῥᾳδίως δυνάμεθα, ἄχρις ἂν ἐπὶ τῆς θνητότη Β τος διαμένωμεν, δεύτερόν τινα βίον τὸν μέλλοντα ἡμῖν διὰ τῆς ἀναστάσεως ὁ ποιητὴς δεδώρηται, κατά πολὺ τοῦ παρόντος ἀμείνω, ἀθάνατόν τε καὶ ἀπαθή καὶ πάσης ἁμαρτίας ἀπηλλαγμένον. Εσειν τοίνυν οὐκ ἀνακαινισμὸς καὶ διόρθωσις μόνον τῶν παρόντων ἐκεῖνα, ἀλλὰ γὰρ καὶ τελείωσις· & γὰρ ἐνταῦθα μετ θόντες ποιεῖν οὐκ ἰσχύομεν, ταῦτα τότε ἡμῖν τόνων ἐκτὸς μετὰ πολλῆς προσέσται τῆς ὑμαρείας, τῷ τε ἀπηλλάχθαι λέγω τῆς τῶν χειρόνων πράξεως καὶ τὸ άσχετόν τινα τῶν καλῶν ἐπὶ τῆς ψυχῆς ἔχειν τὸν ἔρωτα. Εὐθὺ μὲν ἡμᾶς ἐν ἐκείνοις καταστήσει· οἱ καλῶς ἔχειν ἡγησαμένου τοῦ σοφοῦ τῶν ψυχῶν Οἰκν νόμου, ὡς ἂν μὴ άλογόν τινα καὶ ἀδιάκριτον ἐνοῦ σαν ἡμῖν ἔχοιμεν τοῦ καλοῦ τὴν ἕξιν, ἐγγενομένης δε ἡμῖν ἐπὶ τοῦ παρόντος βίου καθ᾽ ἂν ἔφην τρόπον τῆς τοῦ καλοῦ μαθήσεως. εὐκαιρότατα καὶ μάλα γε έναν καίως τῶν μελλόντων παρέχεται την κατάστασιν τοῦτο μὲν, ἵνα κατὰ παράθεσιν τῶν παρόντων ἀκρι· βῶς εἰδέναι τῶν τότε τὸ διάφορον ἔχωμεν, τοῦτο δέ, ὡς ἂν λογική πρεπόντως φύσει τῆς τοῦ καλοί και ορθώσεως αἰσθανώμεθα, ὧν ἐνταῦθα κατὰ τὴν ἀπό ῥητον τοῦ Θεοῦ σοφίαν ποικίλως τὴν εἴδησιν ἐδειξε. μεθα, ταῦτα τότε τίνων ἐκτὸς τῇ τοῦ πνεύματα χάριτι κατωρθωμένα ἐν ἡμῖν ὁρῶντες, καίτοιγε ἐπὶ τοῦ παρόντος οὐδὲ μετὰ πόνων παραπλησίως τοῖς τότε καθαρεύειν τῆς τῶν ἀτόπων δυνάμενοι πράξεως. Ταῦτα ἡμῖν εἴρηται ἐπὶ τὸ σαφέστερον γενέσθαι το ποτε ὁ ᾿Απόστολος βούλεται λέγειν τὸν Τίς ἡ πρόσ ληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν· ὡς γὰρ ἐκείνου μὲν πρὸς τὴν τῶν ἐνθάδε συντελοῦντος τελείωσιν. δὲ δὲ τοῦτο ἡμῶν ἐπὶ τοῦ παρόντος βίου γεγονότων θητε τῶν, ἵνα τῆς ἀρετῆς ἡ διδασκαλία κατὰ τὸ προς ἦχον ἡμῖν ἐγγένηται πρότερον, εἶτα τῶν μελλόντων ἐπὶ τελείᾳ κατορθώσει τῶν ἐγνωσμένων δεξώμεθα τὴν ἀπόλαυσιν, τοῦτο λέγει, ὅτι ὀλίγοι πεπιστευκότες ἐξ αὐτῶν αἴτιοι τῆς τῶν ἐξ ἐθνῶν σωτηρίας ἐγένον», καὶ δι' ἐκείνων τὸ τυχεῖν τῆς παρὰ τοῦ Θεοῦ καταλλαγῆς ὑπῆρξε μικροῦ παντὶ τῷ κόσμῳ· εἰ δὲ πάντε; ἐπίστευσαν Ἰουδαῖοι ἀκόλουθα τῇ τοῦ νόμου παιδε γωγία φρονήσαντες, πρόδηλον μὲν ὡς ἑτοιμοτέρα καὶ τοῖς ἔθνεσι διὰ τῆς τούτων συμφωνίας ἡ ἐπὶ τὴν Χριστὸν ἐγίνετο πίστις· πᾶσι δὲ λοιπὸν τοῦ τῆς εὐν
PG 66:861προσεῖπεν, ἐπειδὴ τὰ μὲν κατὰ νόμον προσκομισθέντα παρὰ μετὰ τὴν θυσίαν ἦν ὡς εἰκὸς, ταῦτα δὲ αὐτοῦ με τούτου ένεκεν θεῷ προσήγετο, ὥστε ἐν τῷ ζῆν τὰ τοῖς αὐτοῦ νόμοις πράττειν ἀκόλουθα· ὅθεν καὶ ἁγίαν προσείπεν ταύτην, ἐπειδὴ ἐκείνην ἐνεχώρει Στίχ. γ. - Τὰ μὲν οὖν προλαβόντα περὶ τῆς καθόλου λεγόμενα ἀρετῆς καλῶς ἔχειν ήδύνατο· ἐξέρχεται δὲ ἱαπὸν ἐπὶ τὰ (3) κατά μέρος, πρὸ πάντων (3) τὴν ὑπερηφανίαν, ὡς ἂν χείριστον ἀπαγορεύων οὐκ ἔτι παρακλήσει, ἀλλ' αὐθεντίᾳ μᾶλλον· οὐ γὰρ ὅμοιον ἐπ' ἀρετὴν προτρέπειν καὶ τὴν τῶν ἀτόπων ἀπαγο- Β ρεύειν πράξιν· ὅθεν ἐκείνῃ μὲν παράκλησιν συνῆφθαι τρέποι ἄν, ταύτῃ δὲ καὶ σφοδρότης ἁρμόσει πολλάκα· καὶ γὰρ τῇ προσθήκῃ τῆς χάριτος τῆς δοθεί της μοι φοβερωτέραν ειργάσατο τοῦ κακοῦ τὴν ἀπου τροπήν. Παραφροσύνην τὴν ὑπερηφανίαν εἰπὼν, ὑγιῆ δὲ φρόνησιν τὴν μετριότητα. ἵνα μὴ ἐντεῦθεν σύγχυεν τινα εργάζεσθαι δόξῃ, ὡς ἂν οὐδὲ τῆς ἐκκλησιαστικῆς εὐταξίας δι' ὑπερβολὴν μετριότητος φυλάττε σία: ἐν αὐτοῖς ὀφειλούσης, καλῶς ἐπάγει, ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισε μέτρον πίστεως. Βούλομαι, νησί, μετριάζειν μὲν ἅπαντας, φυλάττεσθαι δὲ ἐν ὑμῖν καὶ τὴν τάξιν ἀναλόγως τοῖς νενεμημένοις ὑμῖν ἀπὸ τοῦ Θεοῦ χαρίσμασιν· ἐπειδὴ γὰρ πλεῖστα ἦν ἐν αὐτοῖς τὰ χαρίσματα, μερισμὸν πίστεως καὶ ἐπι- C μέτρησιν λέγει τῶν χαρισμάτων τὴν διανομήν. Στίχ. τ'. - Το, ὁ προϊστάμενος ἐν σπουδῇ, ἀντὶ τοῦ ὁ ἐπιμελούμενος λέγει· οὕτως καὶ ἐν τῇ πρὸς Τιμόθεον Επιστολῇ· Εἰ δέ τις τοῦ ἰδίου οίκου προστήναι εὐκ οἶδεν, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελή είναι ; σαφῶς τὴν προστασίαν ἐπὶ τῆς ἐπιμελείας λέγων· διάφοροι γὰρ τρόποι τότε μάλιστα εὐποιΐας περὶ τῶν εὐπορωτέρων εἰς τοὺς πενεστέρους τῶν Φιεπίστων ἐγίνοντο, περὶ ὧν νῦν λέγει καὶ τὸ, ὁ μεταδιδούς, καὶ τὸ, ὁ προϊστάμενος, καὶ τὸ, d ἐλεῶν περὶ τῶν αὐτῶν λέγων. Στίχ. τ. Τό, τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φι Πόστοργος ἔστιν μὲν ὁμοιόν πως τῷ, ἡ ἀγάπη ἀν υπέρτες, επείπερ οὐδὲν διαλλάττει τοῦ ἀληθινῶς ἐγειαν τὸ σφόδρα στέργειν· ἔχει δέ τι πλέον τῇ τοῦ εἰς ἀλλήλους προσθήκῃ· τὴν γὰρ αὐτὴν σπουδὴν εάντες περὶ ἀλλήλους ἔχειν βούλεται, ἐπεὶ μηδὲ οἷόν τε άλλως κρατείσθαι τὴν ἀγάπην, ἀλλ᾽ ἢ τοῦ ἀγα ταμένου τὴν αὐτὴν σώζειν περὶ τὸν ἀγαπῶντα γνώ την ἐσπουδακότος, ὅπερ εἰ μὴ γίγνοιτο, ἀφέξεται τοῦ ἀγαπῶν πάντως ὁ ἀγαπῶν ὅσην ἂν ἔχῃ τὴν ε λέει, οὐκ ἀνεχόμενος φιλῶν περιορᾶσθαι. Στίχ. ιγ'. - ταῖς χρείαις, φησί, τῶν ἁγίων κοι τωνοῦντες· ἔνια δὲ τῶν ἀντιγράφων ταῖς μνείαις τὴν πίστιν τῷ βίῳ, καὶ τὸν βίον συνομολογεῖν τῇ πίστει. με τοιαύτην εἶναι τῇ τῶν προσκομιζόντων κρινομένην κακίᾳ, ἀλλὰ καὶ εὐάρεστον τῷ Θεῷ, ἐκείνη γάρ οἱ πάντως τοιαύτη· καὶ τὸν τὴν λογικήν λατρείαν ὑμῶν πολὺ τὸ διάφορον ἔδειξεν, οὐ γὰρ ὅμοιον ἀλό τως (1) προσκομιδή λατρεύειν Θεῷ καὶ λογισμῶν τελειότητι τὴν πρὸς τὸν Θεὸν συνείδησιν ἐπὶ τῶν ἔρω των δεικνύναι.
PG 66:863έχει (1), τῆς αὐτῆς οὔσης διανοίας· λέγει γὰρ να δίκαιον ὑμᾶς μνημονεύειν πάντοτε τῶν ἁγίων, χαλα νάς τε αὐτῶν τὰς χρείας νομίζειν, καὶ οὕτως αὐτοῖς ἐπικουφίζειν τὴν ἔνδειαν Στίχ. ις', 15. - Μὴ γίνεσθε, φησί, φρόνιμα παρ' ἑαυτοῖς, τοῦτο πάλιν ἕτερον γινόμενον ἀπὸ ὑπερηφανίας. Μὴ τὸ τῇ διανοίᾳ σου, φησί, παραστάν ἁπλῶς αἱροῦ, ὅταν τῇ κοινῇ ὑπολήψει φαίνεται στο πον. Καλῶς δὲ καὶ τὸ, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες· πάλιν γὰρ ἐπὶ τὰ πρὸς τοὺς ἐναντίους ἀπὸ τῶν πρὸς ἀλλήλους ἐξελήλυθεν· προσέθηκεν οὖν τὸ μηδενὶ ἀντὶ τοῦ οὐδὲ ἐπὶ τῶν ἀλλοτρίων της είν στεως τοῦτο ἐπιδείκνυσθαι δίκαιον. ΚΕΦ. ΙΓ'. Στίχ. ε.-Κατ' ἀμφότερα, φησί, τὸ ὑποτετάχθαι ες τοιούτοις πρέπει, τοῦτο μὲν ἵνα τὸ πρέπον διαπρα τόμενοι τὴν ἐκεῖθεν τιμωρίαν ἐκκλίνωμεν, τοῦτο δὲ ἵνα τῇ πρὸς τούτους αἰδοῖ τὴν ὀφειλομένην συνείδησιν τῷ ταῦτα τάξαντι Θεῷ ἀποδιδόντες φαινώμεθα (2). Δῆλον δὲ ἄρα κἀκεῖνο ὡς ὑποτάσσεσθαι τοῖς ἄρχουσιν ἐν τούτοις ὁ μακάριος (3) Παύλος παραινεῖ, οὐχ ἵνα κἂν ἀσεβεῖν ἀναγκάζωσι πειθώμεθα, σαφῶς γὰρ καὶ τὸν σκοπὸν εἶπεν τῆς ἀρχῆς, καὶ οὗπερ ἕνεκεν ὁ θεὸς οὕτως ἔταξε τὰ ἀνθρώπινα, ὥστε τὸ περὶ τῆς εὐσε βείας νομοθετεῖν ἃ μὴ δεῖ οὐ τοῦ σκοποῦ τῆς ἀρχῆς εἴη ἄν, ἀλλὰ τῆς γνώμης τῶν οὐκ εἰς δέον τῷ ἄρχειν κεχρημένων (4)· τὰ μὲν γὰρ εἰς Θεὸν ἀναφερόμενε οὐ τῶν ἀρχόντων κρίνειν ἴδιον, ἐπειδὴ μηδὲ πρὸς τούτο κατέστησαν, περὶ δὲ τῶν ἐν ἀνθρώποις κινουμένων καὶ τῶν πρὸς ἀλλήλους δικαίων, μεσίται τινὲς καὶ βραβευταί τοῦ δικαίου οἱ ἄρχοντες καθιστάμενοι, ὅταν ἀκόλουθα τῷ οἰκείῳ σκοπῷ διαπράττων, ἀναγκαιότατόν τι χρῆμα δεικνύουσι τὴν ἀρχήν. Στίχ. 5. - Φέρον καλεῖ τὴν ὑπὲρ τῆς γῆς συν τέλειαν, τέλος δὲ τὴν ὑπὲρ τῆς ἐμπορίας, ἡ ενός τέχνης σωματικῆς (5). Στίχ. ι'. Συντόμως εἰπεῖν, νόμου πλήρωσις τῆς ἀγάπης ἡ φυλακὴ, καὶ ἐπειδὴ παράδοξον άγαν ἦν τὸ λεγόμενον, ἐπήγαγεν τὸ ἑξῆς. "Απαν νόμιμον ἢ ἀπαγόρευσιν ἔχει κακοῦ, ἡ τρέ ξιν καλοῦ· τὰ μὲν γὰρ ἵνα μὴ βλάπτωμεν ἀλλξίας ὁ νομοθέτης ἐξέθετο, τὰ δὲ ἵνα τι καὶ εὐποιῶμεν ἐν λήλους κατὰ δύναμιν, ἀλλὰ πάντα ταῦτα περιλή πται ἐν τῷ ἀγαπᾶν τὸν πλησίον επιτάττοντι νομίμω καλῶς οὖν τὸ ἀνακεφαλαιοῦται ἀντὶ τοῦ πάντα ἐκεῖνε τὰ διὰ πολλῶν νενομοθετημένα ὥσπερ τινὰ ἀνακα φαλαίωσιν ἐν τῷ τὸν πλησίον ἀγαπᾷν περιέχεται. Ο γὰρ ἀγαπῶν, φησὶ, βλάπτειν τὸν ἀγαπώμενον οὐκ ἀνέχεται, εἴπερ ἀληθῆ περὶ αὐτὸν ἔχει ἀγάπην οὐκοῦν τῆς ἀγάπης ἡ φυλακὴ τοῦ παντός ἐστι νόμου κατόρθωσις. Εἶτα ἐπὶ παραίνεσιν ἐκφέρει τὸν λόγον καὶ φησὶ τὸ ἑξῆς. χωρεῖ.
PG 66:865Στίχ. ιε'. Οὕτως ἀναγνωστέον, καὶ τοῦτο, εἶτα Καστήσαντα εἰδότες τὸν καιρὸν, καὶ τὰ ἑξῆς· βού λεται γὰρ εἰπεῖν ὅτι καὶ τούτου δὲ ἡμῖν ἐπιμελητέον όπως ἂν πράττοιμεν ἃ δεῖ, εἰδότες ἐφεστῶτα τὸν και τὸν τοῦ ἀποθέσθαι τὴν ἐπὶ τοῖς ἁμαρτήμασιν ἡδονὴν, ὥσπερ τινὰ ὕπνον βαθύν. Σωτηρίαν δὲ ἡμῶν καλεῖ τὴν ἀνάστασιν, ἐπειδὴ τότε τῆς ἀληθινῆς ἀπολαύο μεν σωτηρίας. Στίχ. ιβ'. — Ημέραν καλεῖ τὸν ἀπὸ τῆς τοῦ Χρισ στοῦ παρουσίας καιρὸν, ὡς τῆς αὐτοῦ φανερώσεως τρανοτάτην τών τε καλῶν καὶ μὴ τοιούτων ποιησαμένης τὴν διάκρισιν, νύκτα δὲ τὸν πρὸ τούτου χρόνον ἄμφω δὲ ὡς πρὸς ἐκείνους μάλιστα λέγει τοὺς εἰδώ λεις προσέχοντας, παρ' οἷς οὐκ ἦν νόμιμα οὐδὲ διδα σκαλία τῶν πρακτέων. Ὁ τῆς ἀγνοίας οὖν, φησί, καιρός παρῆλθεν, ὅτε ἦτε ὡς ἐν νυκτὶ οὔτε Θεὸν εἰδότες, ούτε νομίμων δεδεγμένοι διαγόρευσιν, ἐπε ἐστι δὲ ὁ τῆς ἡμέρας καιρός, ἀντὶ μεγίστου φωτός τῆς τοῦ Χριστοῦ παρουσίας ἐπιλαμψάσης ἡμῖν. Στίχ. 1. 'Αλλ' ἐνδύσασθε, φησὶ, τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ Σμυεῖσθε εἰς ἐπιθυμίας. Τὸ ἐνδύσασθε ἀντὶ τοῦ αποδύσασθε λέγει· βούλεται γὰρ εἰπεῖν ὅτι διὰ τῆς αναγεννήσεως τοῦ βαπτίσματος συναφθέντες τῷ Χρισ στῆν καὶ μέλος τοῦ κοινοῦ σώματος τῆς Ἐκκλησίας ἀποφανθέντες ούπερ ἐκεῖνος ἐστι κεφαλή, ὥσπερ ἐνεδύσασθε αὐτὸν τῇ κοινωνίᾳ τῶν προσδοκωμέν των, καθὰ καὶ συμμετασχεῖν αὐτῷ τῆς ἀναστάσεως δείζετε δίκαιοι τοίνυν ἂν εἴητε τὰ πρέποντα τῇ καταστάσει φρονεῖν ἐκείνῃ, ἐν ᾗπερ ἅπαντα πεπαῦ είμαι τὰ τοιαῦτα ἀνάγκη· οὐδὲν οὖν ἐπιτελεῖν τοιοῦ που προσῆκεν ἡμᾶς, οἷον ὁ μὲν αἰὼν ἐκεῖνος οὐ δέξε πι· ἐπὶ δὲ τῶν φιλαμαρτημόνων πάροδον ἔχει κατὰ τον παρόντα καιρόν, ἔνθα φθορᾷ μὲν ἔτι τὸ ἡμέτερον σπάνειται σώμα, πολλὴ δὲ καὶ τῶν παθῶν ἐντεῦθεν τμῖν ἡ ἐνόχλησις γίνεται. Εἰρήκαμεν δὲ καὶ ἀνωτέρω ότι κέρες ή Γραφή πολλάκις οὐ τὴν φύσιν αὐτὴν, ελλὰ τὸ θνητὸν ἤτοι τὸ πρόσκαιρον οὕτω καλεῖ· τοῦτο εν κανταῦθα λέγει, τῆς σαρκὸς πρόνοιαν μὴ ποι είσθε εἰς ἐπιθυμίας, οὗ τῆς φύσεως αὐτῆς λέγων, ἀλλ' ἐπὶ τοῦ μὴ ταῖς ἐπιθυμίαις ἑαυτῶν ἐξακολουθεῖτε, σπουδήν τιθέμενοι ἐκεῖνα πράττειν, ἃ κατὰ τὸν παρόντα βίον διὰ τῆς ἐνούσης ὑμῖν θνητότητας τὴν Στην τιν δέχεται. Σαρκὸς οὖν πρόνοιαν λέγει τὴν περὶ Η παρόντα ήτοι καὶ τὰ ἄτοπα σπουδήν, ὡς ἂν ἐν τῷ ζω τούτι πράττεσθαι δυνάμενα νόμον, ἐπὶ δὲ τοῦ μέλλοντος αιώνος οὐκ ἔτι· ὅθεν αὐτὸ καὶ ἀντέταξεν τὸ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστὸν, δ δὴ τμημα της μελλούσης ἐστὶ καταστάσεως. Μή τοίνυν περὶ ταῦτο, φησίν. Έχετε την σπουδήν, ὅπως ἂν τὰς τοῦ τοὺς τὴν μέλλουσαν κατάστασιν κοινωνία. ΚΕΦ. ΙΔ'. Στίχ. ζ'-6'. - Τί λέγω, φησὶν, περὶ τοῦ ἐσθίειν καὶ τοῦ μὴ ἐσθίειν; οὔτε ζῶντες ἑαυτῶν ἐσμεν, οὔτε Επιλογή ποντες· καν γὰρ ζώμεν, τὴν αὐτοῦ ζωὴν ντεν, κάν ἀποθνήσκωμεν, κατὰ τὸν ὅρον ἀποθνή χαμεν ἐκείνου· σκοπὸν τοίνυν ἀπανταχοῦ προσῆκεν μῖν τοῦτον εἶναι, τῷ Θεῷ ἀρέσκειν, λογιζομένοις ὅτι ῶντες καὶ ἀποθνήσκοντες ἐκείνου πάντω; ἐσμέν παρόντος αἰῶνος ἐπιθυμίας ἐπιτελῆτε, αἷς οὐδεμία
PG 66:871αὐτοὺς ἀποστῆναι τῆς παλαιᾶς οὐ δυναμένους γνώ μης· μὴ μὴν τὸ ἑαυτῶν περισκοπεῖτε μόνον, τούτο γὰρ ἐστι τὸ ἑαυτοῖς ἀρέσκειν, ἄμεινον δὲ καὶ τὸ τοῦ όμοπίστου περισκοπεῖν, ὅπως ἂν βελτιωθείη κἀκεῖ. νος· καὶ παραδείγματι πείθων αὐτοὺς τοῦτο ποιεῖν, ἐπήγαγεν τὸ ἑξῆς. Στίχ. ε'. - Λέγει μὲν ὅτι χαρίσεται (1) ὑμῖν δ Θεὸς πᾶσαν ὑπομονὴν καὶ παράκλησιν, ὥστε όμως νοοῦντας πρὸς ἀλλήλους τῆς ἐπὶ τὸν Χριστὸν ἔχεσθαι πίστεως, οὕτω τε σύμφωνον τῷ Θεῷ καὶ Πατρὶ τὴν ὑμνῳδίαν ἀποδιδόναι. Εστι δὲ καὶ τοῦτο παραίνεσις ἐν σχήματι προσευχῆς· οίους γὰρ αὐτοὺς εἶναι βού λεται, τοιούτους εἶναι ηὔξατο· ὅθεν οὐκ ἐξιστάμενος τοῦ οἰκείου σκοποῦ πάλιν ἐπάγει. Στιχ. ζ. - Ὥστε, φησί, δίκαιον ὑμᾶς μᾶλλον ἐφ έλκεσθαι τοὺς ἀσθενεστέρους, λογιζομένους ότι θα καὶ ὑμᾶς ἀλλοτρίους όντας τῆς εὐσεβείας ὁ Χριστός οἰκειώσατο ἐπὶ τῷ τῆς μελλούσης παρὰ Θεοῦ δόξη; τυχεῖν. Καὶ ἐπειδὴ πολὺν ἐποιήσατο πρὸς τοὺς ἐπὶ ἐθνῶν τὸν λόγον, δυνατούς αὐτοὺς καλῶν καὶ πίστιν όνομάζων τὴν περὶ τῶν βρωμάτων γνώμην αὐτῶν, ἵνα μὴ δόξῃ τὰ Ἰουδαίων αὐτὰ ὡς ἂν οὐδενὸς ἄξις λόγου διασύρειν, ἐπήγαγεν τὸ ἑξῆς. Στίχ. η'. - Τὰ μὲν οὖν προειρημένα, φησίν, είρη ταί μοι τὸ ἄκαιρον ἐλέγχοντι τῶν μετὰ τὴν τοῦ Χρι στοῦ παρουσίαν βουλομένων ἀντέχεσθαι τῆς τῶν νομικῶν παρατηρήσεως, ἐπεὶ καὶ ἄγαν ἄτοπον εἶναι νενόμικα μετὰ τὴν τελειότητα τῶν κατὰ Χριστὸν ἐπέκεινα παλινδρομείν· ἐπὶ διαβολῇ δὲ τῶν κατὰ τὸν νόμον ἔφην οὐδέν· τοὐναντίον γὰρ ἅπαντα ἐκεῖνα θαν μαστὰ καὶ μεγάλα εἶναι νενόμικα, εἰδὼς αὐτὰ διατάξεις ὄντα Θεοῦ, ὅς τὸν ᾿Αβραὰμ ἐκλεξάμενος ἐπαγγελίας πρὸς αὐτὸν ἐποιήσατο τοῦ ἐπιμελήσεσθαι μὲν τῶν ἐξ αὐτοῦ, ποιήσειν δὲ καὶ τὰ ἔθνη πάντα διὰ τῆς πρὸς εὐν τόν τε καὶ τὸ αὐτοῦ σπέρμα οἰκειώσεως τῶν παρ' εύν τοῦ τυχεῖν εὐλογιῶν, ὥστε ἅπαντας Θεόν τε τῶν ἀπάν των αἴτιον ἐπιγιγνώσκειν, καὶ πατέρα οἰκεῖον ἐπι· γράφεσθαι τὸν ᾿Αβραάμ, περὶ πολλοῦ τὴν πρὸς σπέρμα αὐτοῦ τιθεμένους οἰκείωσιν. Εδει μὲν ὧν τὰς πρὸς Ἀβραὰμ ἐπαγγελίας πέρας λαβεῖν· περί τοῦ ἅπαντα τὰ ἔθνη δι' αὐτοῦ τε καὶ τοῦ σπέρματος αὐτοῦ τυχεῖν τῶν παρὰ τοῦ Θεοῦ εὐλογιῶν· ἐπεις δὲ οἱ πλεῖστοι τῶν Ἰουδαίων οὐδὲν τῆς τοῦ Θεοῦ χρές μονίας άξιον διεπράττοντο, οὐδὲ ἔκβασιν αἱ ὑπὸ θεοῦ λαβεῖν ὑποσχέσεις διὰ τὴν ἐκείνων ἐδύνανα παείον, ὁ τοίνυν Χριστὸς ἐκεῖθεν κατὰ σάρκα τὸ γένος κατ άγων, ἠνέσχετο δέξασθαι τὴν περιτομήν, καίτοιγε οὐδεμίαν ἔχων ἀνάγκην κατὰ τοὺς λοιποὺς Ἰουδαίος, οἱ διὰ τὴν οἰκείαν ἀγνωμοσύνην ἀναγκαίως ἐπὶ τῆς σαρκὸς τοῦ τρόπου τὸν ἔλεγχον φέρουσι· τίνος γὰρ καὶ ἔδει τῶν ἔξωθεν τῷ Χριστῷ ἐπὶ τῆς οἰκείας γνώ μης τάς τε ὑποσχέσεις βεβαιοῦντι καὶ τοῦ νόμου πλη· ροῦντι τὸ βούλημα; Ἀλλὰ καὶ τοῦτο είλετο, ὥστε ἔχειν τῆς πρὸς τὸν προπάτορα ἐπαγγελίας τὸ σύμβολον, ἵνα ὅταν ἅπαντες ἐπὶ Χριστὸν πιστεύσωσι, τὸν ἐκ τοῦ Ἀβραὰμ τὸ γένος κατάγοντα, επαγόμενοι μετὰ τῆς κατὰ τὴν φύσιν οικειότητος καὶ τὸ σύμβο
PG 66:873λον, τῆς πρὸς ἐκεῖνον ὑποσχέσεως ἀληθῆ καὶ βεβαίαν τὴν ἔκβασιν δεχομένης, ὅτι οἱ (1) ἀπὸ ἐθνῶν ἐπὶ τὸν Χριστὸν ἐκείνου σπέρμα τυγχάνοντα πιστεύσονται, ὁμοῦ τε τὸν ᾿Αβραὰμ ἐπιγράφεσθαι πατέρα, καὶ διὰ τῆς πρὸς τὸν ἐξ αὐτοῦ οἰκειώσεως τῶν παρὰ τοῦ Θεοῦ καλῶν ἀπολαύοντας, βεβαιούν τῶν εἰρημένων τὴν ἀλήθειαν. Ελλετο, φησίν, ὁ Χριστὸς τὴν περιτομήν, δεξάμενος ὥσπερ τις διάκονος γενέσθαι τῶν ὑποσχέσεων ἐπὶ τούτῳ δοθεισῶν τῷ συμβόλῳ, ὥστε τοῦ Θεοῦ φανῆναι τὴν ἀλήθειαν, πέρας τῆς πρὸς τοὺς πατέρας υποσχέσεως οὕτω λαμβανούσης. Οὐκοῦν Ἰουδαῖοι μὲν ἐπειδὰν ἐκεῖθεν Χριστῷ πιστεύσωσιν, Θεοῦ τὴν πρὸς ταῦτα οἰκείωσιν δέχονται. Ταῦτα μὲν οὖν εἰς σύστασιν ἔφη τῶν κατὰ νόμον ἐπὶ τῷ δεῖξαι Στίχ. θ'β'. Ταύταις ἐχρήσατο ταῖς μαρτυρίαις, B ὥστε δεῖξαι ὅτι ἀεὶ καὶ παρὰ τοῖς προφήταις δεδοκί μάστας τὰ ἔθνη ἀξιόπιστα εἶναι πρὸς τὸ τῆς εὐσε δείας μάθημα, εἰ δὴ βούλοιντο, εἴ γε καὶ εὐχαριστεῖν ἐπ᾿ ὄψεσι ταῖς ἐκείνων ὁ προφήτης επαγγέλλεται, κοινωνείν τε τῆς εὐφροσύνης τῷ λαῷ προστάττονται καὶ ὕμνους ἀναπέμπειν Θεῷ. Στίχ. υ. -- Τολμηρότερον δέ, φησίν, ἔγραψα ἀπὸ μέρους· καλῶς τὸν ἀπὸ μέρους, ἵνα μὴ (3) καθόλου δόξῃ τοῦτο ἀποφαίνεσθαι περὶ ἑαυτοῦ, καὶ τὴν οἰ πίαν ἐκβάλλειν οὕτω διδασκαλίαν, ἐπείπερ οὐδὲ ποιεῖν αὐτὸ ἐχρῆν, εἰ δὴ καθόλου τολμηρὸν ἐπεχείρει τοῖς μὴ προσήκουσι· νυνὶ γὰρ τῇ τοῦ ἀπὸ μέρους προσθήκῃ καὶ τὸ ἀναγκαῖον τῆς ἑαυτοῦ διδασκαλίας ἐνεδείξατο, καὶ τὴν αἰτίαν σαφῆ πεποίηκεν δι᾿ ἣν τολμηρότερον ἔφη γεγραφηκ]έναι, οὐ τῷ αὐτοὺς διο δάσκειν, ἀλλὰ τῷ μετὰ Πέτρον. Δεικνύς γοῦν τὸ τοῦ πράγματος ἀναγκαῖον, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, φησί. Καλῶς τὸ ἐπαναμιμνήσκων. Οὕτω γάρ, φησίν, ἀπεδέχομαι ἐκεῖνα καὶ θαυμαστὰ εἶναι ἡγοῦμαι, ὥστε οὐδὲ διδάσκειν ἐπαγγέλλομαι, ἀλλ᾽ εἰς ὑπόμνησιν ἄγειν ὧν μεμαθήκατε· καὶ δεικνὺς ὅτι ἁρμόττον αὐτῷ τὸ ποιεῖν, τοῦτο ἐπήγαγεν· Διὰ τὴν χάριν την δοθείσάν μοι ὑπὸ τοῦ Θεοῦ, καὶ τὰ ἑξῆς. Τῆς παρὰ τοῦ Θεοῦ χάριτος ἠξιώθην, φησιν, εἰς τὸ ὑπηρετεῖεκεί με τῷ Χριστῷ, τοῖς ἀπανταχόσε ἀνθρώποις δια στάλαντα τῶν δι' αὐτοῦ παρασχεθέντων ἡμῖν τὸ μέγεθος, ἐπὶ τὸ κἀκείνους πιστεύσαντας καὶ τῆς τοῦ Πνεύματος ἀξιωθέντας χάριτος, τῶν μελλόντων ἐπισ τυχεῖν ἀγαθῶν. Ἀναγκαίως οὖν καὶ τοῦτο ἐγχειρισθείς κέχρημαι τῇ πρὸς ὑμᾶς διδασκαλία, οὐ καινόν Στίχ. κβ'. - Διὰ τοῦτο, φησίν, ἐγὼ πρὸς ὑμᾶς ἐλθεῖν ἐπειχόμην, ἐπειδὴ ὑμῖν μὲν ἀρκοῦντα τῆς εὐσεβείας διδάσκαλον ἀπέστειλεν ὁ Θεὸς τὸν Πέτρον, ἐμὲ τὰ περὶ τὴν τῶν λοιπῶν ὠφέλειαν ἀσχολεῖσθαι † βούλεται ἀκολούθως ἀπὸ τῶν καλῶν ἐπὶ τὰ κρείττω μεθίστανται, οἱ δέ γε ἀπὸ Ἑλλήνων προσιόντες φιλανθρωπία ὅση τις ἐστὶν τῶν Ἑλληνικῶν καὶ τῶν κατὰ Ἰουδαίους ἡ διαφορὰ, ὥστε (2) μὴ ἀπὸ τῶν προειληφό των διασύρειν τὰ τοῦ νόμου δοκεῖν· ἀκολούθως δὲ πάλιν ἀσφαλίζεται τὸ μὴ Ἰουδαίοις ἀφορμὴν παρασχεῖν κατὰ τῶν ἀπὸ ἐθνῶν ὡς ἂν πρόσφατον δεδεγμένων. τι διδάσκειν ὑπισχνούμενος, οὐδὲ ὅπερ οὐκ ἔγνωτε ἄγων ὑμᾶς. παρὰ Πέτρου, εἰς ὑπόμνησιν δὲ τῶν προειληφότων
PG 66:875Ει Στίχ. κβ'. - Τὸ ἀπὸ μέρους εἶπεν ὡς καὶ αὖθις πρὸς αὐτοὺς γενησόμενος, ἐπείπερ οὐχ ἅπαξ μόνον εἰς τὴν Ῥώμην ἀφίκετο ὁ μακάριος Παῦλος. Στίχ. κη'. — Καὶ σφραγισάμενος αὐτοῖς τὸν καρ πὸν τοῦτον, ἀντὶ τοῦ, πληρώσας αὐτὸν λέγει, ἵνα εἴπῃ, ἀποκομίσας καὶ δεδωκώς· εἰ γὰρ καὶ τῇ γνώμη τῶν δεδωκότων τέλειος ἦν ὁ καρπὸς, ἀλλὰ τῇ χρεία ἀτελῆς, οὔπω δεξαμένων ὧνπερ οὖν ἔνεκεν ἐδόθη. θαυμαστὴ μὲν οὖν ἡ πρόγνωσις τοῦ μακαρίου Παύ λου, οὕτως ἀκριβῶς ὑποσχομένου τὸ ἀπελεύσεσθαι πρὸς αὐτοὺς, καὶ ἀπ' αὐτῶν εἰς τὴν Σπανίαν, καὶ τοῦτο οὐκ εἰς ἅπαξ ἐμφήναντος ἔσεσθαι, ὅπερ οὖν τὸ ἀπὸ μέρους ἐμήνυσεν· ὑπερβολὴν δὲ ἔχει θαύματος τὸ ἑξῆς. Στίχ. κθ'. - Σαφῶς δείκνυσιν ὡς καὶ τὸν τρόπον ἠπίστατο καθ' ὃν ἔμελλεν ἀπιέναι πρὸς αὐτούς· τοῦτο δὲ ἦν τὸ δέσμιον αὐτὸν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Ῥώμην ὑπὲρ τῆς εὐσεβείας ἀχθῆναι· ἦν δὲ καὶ τοῦτο οὐ μικρὸν εἰς ἀπόδειξιν τῆς γνώσεως, ἣν περὶ τῶν μελλόντων εκέκτητο. Στίχ. λγ'. - Ως αὐτὸς ἐν πολλοῖς ἐξετάζεσθαι μέλλων θορύβοις, παρακαλέσας τε αὐτοὺς εἰκότως καὶ προσεύχεσθαι, τούτου γε ἕνεκεν ἐπεύχεται ἐκεί νοις τὸ τῆς εἰρήνης ἀπολαύειν ἀεὶ, δεικνὺς ὅτι καν αὐτὸς ἐν τούτοις ὑπὲρ ἑτέρων ᾖ, τους γοῦν λοιποὺς μετὰ πάσης ἀνέσεως τὴν εὐσέβειαν μετιέναι εύχεται. Στίχ. ι. Ἔοικεν οὗτος εἶναι οὗ καὶ ἐν ταῖς Πράξεσιν ὁ μακάριος μέμνηται Λουκᾶς, ὡς ἐλλογία καὶ ἀπὸ τῆς γνώσεως τῶν θείων Γραφών συν μου ἔχοντος τοὺς Ἰουδαίους ἐν τοῖς ἐλέγχοις. Στίχ. ιη'. – Τὸ μὲν τῆς εὐλογίας, ἵνα είπη της εὐφημίας καὶ τῆς κολακείας, ἣν ἐπὶ ἀπάτῃ πολλάκι; ἐποιοῦντο· λέγει δὲ περὶ τῶν ἀπὸ Ἰουδαίων· οἱ ἀπαν ταχόσε περιιόντες, τοὺς ἀπὸ ἐθνῶν πιστεύοντας τῆς νομι κῆς ἔχεσθαι παρατηρήσεως πείθειν ἐπειρῶντο, οὓς αὐτ άρχως διέσυρεν τῷ εἰπεῖν, ὅτι Τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, εἴ γε ὑπὲρ τοῦ ἀπατώντας δύνασθαι τὴν ἑαυτῶν 12 στέρα πληρούν πάντα ποιοῦσιν. Ἔδειξεν δὲ κάν τούτῳ ὅτι σφόδρα ἐπαινεῖ τὰ Πέτρου διδάγματα, ὅπου γε ἐπ' ἐκείνων αὐτοὺς βούλεται μένειν, καὶ ἀποστρέφεσθαι τοὺς παρ' ἐκεῖνα τι διδάσκειν ἐπιχειροῦντας. Στίχ. κγ'. Οικονόμον τῆς πόλεως καλεῖ τόν βιωτικήν τινα ἐγκεχειρισμένον φροντίδα παρὰ τῶν έξωθεν ἀρχόντων ἐπὶ διορθώσει τῆς πόλεως· ἦν δὲ καὶ οὗτος τῶν πεπιστευκότων δηλονότι Χριστῷ. αὐτῶν.
PG 66:881τραπέζας μετὰ τὸν τοῦ φαγεῖν καιρὸν ἀποψώντων καὶ Α ἀποῤῥιπτόντων ὡς περιττά ψήγματα. Στίχ. ε'. Εδυσώπησεν (1) τῇ μνήμῃ τοῦ Χριστοῦ, ὥστε μὴ τῇ χάριτι τῇ πρὸς ἐκεῖνον παριδεῖν τὸ δέον, παραδούναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ἄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τὸ μὲν, Παραδοῦναι τῷ Σατανᾷ, οὐχ ὡς αὐτὸς τοῦτο γενέσθαι ὁρίζων εἶπεν, ἀλλ' ὡς ἂν τῷ τῆς Ἐκκλησίας ἐξεωθῆναι διὰ τῆς τοῦ Θεοῦ ἀλλοτριώσεως ὑπὸ τὴν τοῦ Σατανᾶ γενομένην ἐξουσίαν· ἡ μὲν γὰρ παρ' αὐτοῦ τιμωρία ἦν τὸ τῆς Ἐκκλησίας αὐτὸν ἐξῶσαι, ἐκ δὲ τούτου πάντως ἐκεῖνο συνέβαινεν· ὁ μέντοι Απόστολος ἀντὶ τῆς τιμωρίας τὸ (2) ἀποβαῖνον εἶπεν, ώστε φοβήσαι μᾶλλον. Εξῶσαι δέ φησιν αὐτὸν, οὐκ ἀλλοτριώσαι πάντη βουλόμενος, ἀλλ᾽ ἵνα στοῦ (5) οἰκείου αισθόμενος πλημμελήματος, μεταμελείᾳ τινὶ κατὰ τὸν παρόντα βίον συντρίψας ἑαυτὸν, δυνηθῇ τῆς μελλούσης σωτηρίας ἄξιον ἑαυτὸν καταστῆσαι. "Ολε βρον εἶπεν σαρκὸς τὴν κατὰ τὸν παρόντα βίον διὰ τῆς μεταμελείας συντριβήν. Καὶ ἐπειδὴ ἡ ἀνάστασις ἡμῶν τῇ τοῦ πνεύματος δυνάμει γενέσθαι μέλλει, πολλάκις ἐπὶ τῆς ἀναστάσεως καὶ τῆς ἀθανασίας τὴν τοῦ πνεύ ματος λαμβάνει σημασίαν· οὕτως ἐν τῇ πρὸς Ρωμαίους φάσεως, ἐν ἐλπίδι τῆς ἀθανασίας καθεστήκατε. Στίχ. η'. – Ακολούθως (4) καὶ νῦν ἐχρήσατο τῇ επαγωγή μετὰ τὴν ἀπόφασιν· ὡς γὰρ παρών, οὕτω πρὸς τοὺς παρόντας λοιπὸν διαλέγεται, καί φησιν· Ὁ τῷ κακῷ συνημμένος κατὰ διάθεσιν ἀναγκαίαν δέχεκαὶ τῷ χρόνῳ τὴν πρὸς αὐτὸν κοινωνίαν· καὶ ἀκολουδῶν τῷ παραδείγματι, ἀπὸ τῶν πραγμάτων τὴν τρὸς αὐτοὺς ποιείται παραίνεσιν. Στίχ. α', β'. - Ζητήσειεν (5) ἄν τις τίνος ένεκεν ἐν τῇ πρὸς Ρωμαίους πᾶσαν ἐξουσίαν ἀπὸ Θεοῦ φάσκων εἶναι καὶ σφόδρα γε ἐπαίρων, ἐνταῦθα ἀδίτους εὐτοὺς ἐκάλεσεν καθόλου; Ότι ἐκεῖ μὲν περὶ τοῦ δεῖν τὰ ὀφειλόμενα κἀκείνους πληρούν διαλεγόμενος, ὑπὸ Θεοῦ κἀκεῖνα εἰκότως τετάχθαι λέγει αὐτὰ καθ' αὐτά, ἀπὸ τοῦ σκοποῦ καθ᾽ ἂν τέτακται κρίνων αὐτά, ἐνταῦθα δὲ πρὸς τοὺς κρινομένους λέγει (6), διὰ τὸ βούλεσθαι τῷ τε χρόνῳ καὶ τῇ περιουσίᾳ καὶ τη δυναστεία συντρίβειν αὐτούς· πρὸς γὰρ οὐδὲν τούτων οἱ πένητες ἐξαρχεῖν δυνάμενοι, οὐ ῥᾳδίως τοῦ δικαίω τυγχάνειν δύνανται. Αδίκους ἐκάλεσεν ἀπὸ της τούτων γνώμης, ἀντὶ τοῦ καταφεύγειν ἐπ' ἐκεί τοις παρ' οἷς δύνῃ συγκαλύψαι τὴν κατὰ τοῦ πένητος ἀδικίαν διὰ πολλῶν· ὅθεν καὶ καλῶς εἶπεν, Τολμᾷ. Οὐκ εἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι; Περαιτείσθε, φησί, τούτους ὑμεῖς, ὧν ἡ ἀρετὴ πέντε κρίνει τὸν κόσμον, οὐ κατὰ ἐξέτασιν, ἀλλὰ κατά παράθεσιν. (6) Υ. κρινομ. λέγει φησίν· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν πνεύματι, ἀντὶ τοῦ, ἔξω τῆς τοῦ θανάτου γεγονότες ἀπο
PG 66:883Α Στίχ β', γ'. — Ὑφ' ὧν (1) ἅπας ὁ κόσμος κρίνεται, χρημάτων ἀμφισβήτησις ὑπὸ τούτων οὐ δύναται δικ λύεσθαι; Εντρεπτικώτατον δὲ μάλιστα τὸ, Εἰ ἐν ὑμῖν, συμπεριλαβὼν καὶ τοὺς παραιτουμένους, ὡς ἂν αὐτῶν ἑαυτοὺς παραιτουμένων ἐν τῷ παραιτεῖσθαι τοὺς ομοπίστους. Κατά αύξησιν δέ φησιν· οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν ; ὡς γὰρ μείζον τοῦτο ἐπήγαγεν. Ἐπὶ μὲν οὖν τοῦ κόσμου ἐλάχιστα κριτή για τὰ περὶ τῶν χρημάτων εκάλεσεν, ὡς ἄγαν ὄντε μικρὰ τῇ πρὸς ἐκεῖνον συγκρίσει· ἐπὶ δὲ τῶν ἀγγέ λων Βιωτικά, ὡς ἂν ἐκείνων οὐ κατὰ τὸν βίον τούτον ὄντων. Στίχ. δ', ε'. Βιωτικά (2) μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ Ἐκκλησίᾳ, τούτους καθίζετε. Καὶ ἵνα μὴ δοκῇ κελεύειν αὐτο; ἀληθῶς τοὺς ἁπάντων εὐτελεστέρους ἐπιζητεῖν οπτι νές εἰσι, καὶ τούτους ἐπὶ τῶν τοιούτων αἱρεῖσθαι κριτάς, Πρὸς ἐντροπὴν ὑμῖν, φησίν, λέγω. Τίνες δὲ οἱ κρίνειν ὀφείλοντες, ἐπάγει. Στίχ. ια'.— Ταῦτα (3) γάρ, φησίν, εἰ καὶ πρότερον πράττετε, ἀλλὰ νῦν τετυχηκότες ἁγιασμοῦ τῇ τοῦ Πνεύματος μετουσία διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως, μετὰ πάσης ἀποφεύγειν προσήκει τῆς σπουδῆς. Στίχ. ιβ'. ᾿Αλλὰ τοῦτο φής, φησίν, ὅτι Πάντα μοι ἔξεστιν· εἶτ᾽ αὐτὸς ἐπιφέρει· 'Αλλ' οὐ πάντα συμφέρει· οὐκ ἀνελὼν τὸ ἐξεῖναι τέως, ἀλλὰ τὸ μὴ δεῖν τῇ ἐξουσίᾳ κεχρῆσθαι· ἐπειδὴ γὰρ οὐ πάντα συμφέρει, δῆλον ὡς οὐ πᾶσι χρηστέον, ἀλλὰ τοῖς ὠφελοῦσι μόνοις. Εἶτα πάλιν τὴν ἀντίθεσιν τεθεικώς, ἑτέρως αὐτὴν μεθώδευσε· Πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. Ορώ γάρ, φησίν, οὐδὲ τὴν ἐξουσίαν μοι σωζομένην ἀκέραιον, ἄνπερ δὴ πᾶσιν ἁπλῶς ὑπάγωμαι, μὴ πρὸς τὸ συμ φέρον την χρῆσιν αὐτῶν ποιούμενος· οὕτω δὲ κατά συγχώρησιν τοῦ πάντα ἐξεῖναι τὸ καὶ πάντα πράττειν ἀνελεῖν (4) δεῖ. Οὕτω δείκνυσιν ὅτι οὐδὲ πάντα ἔξεστιν, ἀλλ' ὅσα μὴ νόμῳ τινὶ ποιεῖν κεκωλύμεθα, κατά παράθεσιν τινὰ μὲν ἐν ἡμῖν, τινὰ δὲ οὐκ ἐν ἡμῖν ἀποφαίνων. Στίχ. ιδ'. — Οὐδὲ (5) συγκαταλύεσθαι τῷ παρόντι βίῳ τὸ ἡμέτερον νομίζωμεν σῶμα· ὁ γὰρ τὸν Χριστὸν ἀναστήσας καὶ ἡμᾶς ἀναστήσει πάντως. Ωσπερ γάρ ἐπὶ τοῦ ἐσθίειν ἐξουσίαν ἔδωκεν ἀπό τε τοῦ πρὸς τοῦτο γεγενῆσθαι καὶ ἀπὸ τοῦ παύεσθαι πάντως, οὗ τως ἐπὶ τοῦ πορνεύειν τὸ μὴ ἐξεῖναι συνέστησεν ἀπό τε τοῦ μὴ πρὸς τοῦτο γεγενῆσθαι καὶ ἀπὸ τοῦ τὸ σῶμα μετὰ τὴν ἀνάστασιν ἔσεσθαι πάλιν. Στίχ. ιε'. - Μέλη Χριστοῦ (6) πάντες ὑμεῖς, οἱ διὰ τῆς τοῦ Πνεύματος ἀναγεννήσεως τὴν πρὸς αὐτοὺς δεξάμενοι συνάφειαν ἐλπίδι τοῦ καὶ ἀναστήσεσθαι ὁμοίως αὐτῷ. Στίχ. ιη'. — Τὰ μὲν (7) λοιπά, φησίν, ἁμαρτήματα έτερα βλάπτειν δοκεῖ· τοῦτο δὲ, πρὸ τῶν λοιπῶν πάν των τὸν διαπραττόμενον· τὸ οἰκεῖον γὰρ οὗτος μολύ νει σῶμα.
PG 66:885ΚΕΦΑΛ. Ζ'. Στίχ. ε. — Ακρασίαν, οὐ τὴν ἀσέλγειαν λέγει, ἀλλὰ τὸν κρατεῖν οὐ δυνάμενον εἰς πορνείαν κατα φέρεσθαι. Στίχ. η'.—Οὐκ εἶπεν αὐτῷ γνώμης κατόρθωμα, ἀλλὰ θείας χάριτος ἔργον· εἰκότως· τὸν γὰρ ἐναντία εξ φύσες κατορθούν αἱρούμενον οὐ τῆς ἡμετέρας δυνάμεως, ἀλλὰ τοῦ τῆς φύσεως ποιητοῦ· οὕτω καὶ ὁ Κύριος, Οὐ πάντες, φησίν, χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται, δόσιν αὐτὸ καὶ χάριν καὶ αὐτὸς Στίχ. ιδ'. — Κατὰ τὸ ἡμέτερον δῆλον ὅτι ἀγό μενον βούλημα ἅγιον εἶναι δύναται Στίχ. εξ'. - Περιστὸν γὰρ οἴεσθαι ταῦτα ἐμπο δὼν αὐτῷ πρὸς εὐσέβειαν γίνεσθαι, ἐν οἷς τὸ πρότερον ών κληθῆναι πρὸς τὴν πίστιν οὐκ ἐκωλύθη· τοῦτο γὰρ σημαίνει τό, ὡς κέκληκεν· καὶ δεικνὺς τὸ τοῦ παραγγέλματος ἀναγκαῖον, Καὶ οὕτως ἐν ταῖς Εκ κλησίαις πάσαις διατάσσομαι. Στίχ. ιη'. - Τὴν ἀφηρημένην σάρκα οὐ δήπου ἐπισκᾶσθαι δυνατόν· ὁ μακάριος δὲ Ἐπιφάνιος ὁ Κύ πρου, δυνατὸν ἔφη τοῦτο γίνεσθαι· τὸ δὲ ὅπως τοὺς βουλομένους εἰδέναι παραπέμψωμεν τοῖς ὑπ' αὐτοῦ εἰρημένοις ἐντυχείν Στίχ. κε'. - Δῆλον ὅτι καὶ περὶ τούτου γεγρα τηγόσιν αὐτοῖς ἀποκρίνεται, ἀμφότερα πάντως μαθεῖν βουληθέντων αὐτῶν, καὶ εἰ τοὺς ἐν γάμῳ προσῆκεν ἀλλήλων ἀπέχεσθαι, καὶ εἰ τοὺς μηδέπω πειραθέντας μεἶναι ἐπὶ τοῦ προτέρου σχήματος. "Οτ' ἂν οὖν εἴπῃ, Περὶ τῶν παρθένων, δῆλον ὅτι περὶ τῆς παρθενίας λέγει, τὰ ὅμοια καὶ ἐπὶ τούτου περί τε τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν φθεγγόμενος. Στίχ. κθ'. — Παρενθεὶς τὴν καθόλου παραίνεσιν, ἐπὶ τὴν οἰκείαν ἀκολουθίαν ἀνατρέχει, ερμηνεύων τό, Διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, καὶ τὸν θλίψιν τῇ σαρκὶ ἐξουσιν. Στίχ. λγ'. - Καλώς παρέθηκε το, Μὴ ἔχων ἀνάγκην ἔγχωρεῖ γὰρ πολλάκις προειλῆφθαί τινα μνηστείας ἐγγύην, ὑφ᾽ ἧς ἐπὶ τὴν ἔκδοσιν συνωθεῖται τῆς οἰκείας παιδός· ἔστιν δὲ ὅτε καὶ οἰκέτης ὧν φυ λέπειν μὲν βούλεται, οὐ δύναται δὲ τῷ τὸν δεσπότην πρὸς γάμον ἐκδοῦναι βούλεσθαι. ΚΕΦΑΛ. Θ'. Στίχ. κ. - Υπό νόμον αὐτὸν λέγειν τοὺς παρά Ἰουδαίοις προσηλύτους Ασθενεῖς δὲ, τοὺς ἀπὸ Ἰουδαίων πεπιστευκότας καὶ ἔτι δι᾿ ἀσθένειαν λογι σμών ταῖς νομικαίς παρατηρήσεσι κρατουμένους. ΚΕΦΑΛ. Ι. Στίχ. γ'-'. - Πνευματικών καλεῖ καὶ Τὸ βρώμα καὶ τὸ πόμα, ὡς ἂν τοῦ Πνεύματος ἄμφω διὰ τοῦ Μωϋσέως κατὰ τὴν ἀπόῤῥητον αὐτοῦ παρασχόντος αὐτοῦ. ὦ πταίειν (έ μαχ.) εκχωρεί. τινας.
PG 66:891Στίχ. ι'. Προφητείαν δέ φησιν εἶναι τὴν τῶν μελλόντων προαγόρευσιν λέγεται δὲ καὶ τὸ τὰ ἐν πράξει ἤτοι καὶ βουλεύμασιν ἄδηλα ὄντα τοῖς πολλοῖς εἰπεῖν, ἀλλὰ μὴν καὶ τὸ τὰ παρεληλυθότα και ἀγνοούμενα τοῖς πᾶσι δυνηθῆναι εἰπεῖν, ὡς Μωϋσής διηγήσατο ἅπαντα. Πολλοὶ τότε διὰ τὸ πλῆθος τῶν πνευματικών χα ρισμάτων ὑπεκρίνοντο τὴν εὐσέβειαν εἰς ἀπάτην στέρων, καὶ δὴ καὶ θαύματα δαιμονικῇ τῇ συνεργεία κεχρημένοι ὁμοίως τοῖς πιστοῖς ἐπιτελεῖν ἐδόκουν οὕτως οἱ τοῦ Σκευά υἱοὶ περιήεσαν ἐν ἐπορκιστών σχήματι, δαίμονας καὶ αὐτοὶ ἀπελαύνειν προσποιούμενοι δῆθεν. Ην οὖν χάρισμα Πνεύματος καὶ πρὸς τοῦτο ὥστε διακρίνειν, τίνες μὲν οἱ ἀληθῶς τῇ δυνά μει τοῦ θείου Πνεύματος ἐπιτελοῦντες τὰ θαύματα, τίνες δὲ οἱ δαιμονικῇ συνεργεία υποκρινόμενοι την ἀλήθειαν. (2. προσαγόρευσιν, λέγεσθαι. Στίχ. κγ'. Περιτίθεμεν εἶπεν καὶ ού, περί κειται, οὐ γὰρ τῆς φύσεως μέρος τὰ ὑποδήματα, ἀλλ᾽ ὕστερον εὕρηνται παρ' ἡμῶν. Καὶ τὰ ἀσχή μονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει· ἀσχήμονα ὡς πρὸς τὴν κοινὴν ὄψιν ἀποκαλεῖ, ὥστε τῇ μὲν φύσει οὐκ ἔτι ἀσχήμονα, είπερ δὴ περισσοτέραν ἔχει τὴν εύσχημοσύνην, τῇ δὲ ὑπολήψει κρινόμενα λέγεται οὕτως, καθ᾿ ἣν οὐκ εὐσχημοσύνην τὴν ἄνευ αἰτίας γύμνωσιν αὐτῶν εἶναι νομίζομεν. Στίχ. κζ'. — Οὕτω δὴ καὶ ὑμεῖς, ἐπειδὴ τάξιν ἐπέχετε σώματος ἐκ διαφόρων συγκειμένου μελών, τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν τοῦ δεσποτικού σώματος καταστάντες συνάφειαν· ταύτην ἀναγκαίως ο σώζετε την συμφωνίαν, μηδεμίαν ἀπὸ τῆς διαφορᾶς τῶν χαρισμάτων δεχόμενοι φιλονεικίας παρείσδυσιν. ΚΕΦΑΛ. ΙΔ'. Στίχ. α'. - Αντὶ τοῦ μάλιστα μὲν ὑμᾶς τῆς ἀγάπης ἐπιμελεῖσθαι βούλομαι, εἰ δ᾽ ἄρα καὶ τῶν πνευματικῶν χαρισμάτων ἐφίεσθε, κἂν γνώτε παίς κρείττονα, καὶ ὅτι τὸ προφητεύειν ἄμεινον τοῦ γλώσσα λαλεῖν. ΚΕΦΑΛ. ΙΕ. Στίχ. α', β'. - Εἰ γὰρ εὐηγγελίσατο καὶ παρ ἔλαβον καὶ μὴν καὶ κατέχουσιν ἔτι (τοῦτο γὰρ ἐστι τὸ Ει· ᾧ καὶ ἑστήκατε), περιστὸν τὸ περὶ τούτου τρέ φειν, εἰ μὴ ἄρα ἐκεῖνοι τῷ δοκεῖν τὰ Χριστιακά κατέχοντες δόγματα, ἐπὶ τῶν πραγμάτων τὰ ἐναντία φαίνονται ἀσπαζόμενοι· ὅθεν καλῶς ἐπήγαγεν τ Δι' οὗ καὶ σώζεσθε, ἀντὶ τοῦ, οὕτω κατέχετε, ὡς ἐν καὶ σωτηρίας τυχεῖν ἐλπίζοντες ἀπ' αὐτοῦ· εἰ δὲ, Τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, ἀντὶ τοῦ, τίς ὁ σκοπὸς τοῦ Εὐαγγελίου, τίς ἡ αἰτία, ἵνα τὸ μὲν Εὐαγγέλιον ᾖ τοῦ Χριστοῦ ἡ ἀνάστασις, ὁ δὲ τούτον σκοπὸς τὸ πιστεῦσαι ὅτι καὶ πάντες αναστησόμεθα ἀκολούθως ἐκείνῳ· εἴπερ δὴ κατέχετε, καὶ μὴ ἀπεβάλο [λ]ετε πάντα, ὡς ἂν εἰκῇ πεπιστευκότες τοῖς παρ' ἡμῶν λεχθεῖσιν. με
PG 66:893Στίχ. με. – Το, Εγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, γέγραπται· τὸ δὲ, ὁ πρῶτος, καὶ τὸν δεύτερος Αδάμ, αὐτὸς προσέθηκεν, ἵνα εἴπῃ τὸν ἔσχατος Αδάμ. Στίχ. νβ'. — Εσχάτην σάλπιγγα ἐνταῦθα ἐκά λύσεν, μεθ᾿ ἣν ἀνίστανται ἅπαντες· αὕτη γὰρ ἡ τοῦ θανάτου κατάργησις· δῆλον δὲ ὅτι πολλαὶ μὲν φωναί σαλπίγγων γίγνονται, ἑκάστου δέ τινος ἐπιτελουμέ του πάντως ἔστι σύμβολον· ἐπειδὴ τοίνυν τάξει τινὶ γίνεται ἕκαστον, εἰκότως ἐν τῇ ἐσχάτῃ σάλπιγγι τοῦτο ἐπεσθαί φησιν. Στίχ. νς'. Νόμον ἐνταῦθα λέγει ἁπλῶς, εἴτε τὸν φυσικόν, εἶτε τὸν θετόν· βούλεται γὰρ εἰπεῖν ὅτι τότε σὺν τῷ θανάτῳ καὶ ἡ ἁμαρτία λύεται, καὶ νό μας ἅπας ἀργεῖ, ἐπειδὴ ἄφθαρτοι γεγονότες, τῇ τοῦ Πνεύματος χάριτι κυβερνώμεθα. Ρ. είτε τ. φυσ. ΚΕΦΑΛ. Α'. Στίχ. γ. Συνετὸν τὸ ἀπὸ εὐχαριστίας καὶ μὴ διηγηματικῶς ἄρξασθαι τῶν συμβεβηκότων αὐτῷ ὥστε μὴ δοκεῖν μεγάλα φρονεῖν ἐπ' αὐτοῖς· καὶ οὐδὲ ἀπὸ τῆς θλίψεως ἤρξατο, ἀλλ' ἀπὸ τῆς παρακλήσεως ὥστε φαίνεσθαι τὸ μὲν προκείμενον αὐτῷ, τὴν ὑπερ τῆς παρακλήσεως εὐχαριστίαν· ὑπὸ δὲ τῆς ἀκολου Νέας του λόγου δοκεῖν εἰς τὸν περὶ τῶν θλίψεων ἐξ ενηνέχθαι λόγον. Εὐλογητὸς ὁ Θεός· ἐνταῦθα ὑπο στιχίον, ἵνα ᾗ κατ' ἔλλειψιν· νοεῖται γὰρ τὸ, ἡμῶν, ἐπὶ τοῦ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν. Στίχ. 5. - Αντί του, 'Αληθὴ περὶ ὑμῶν ἐλπίζον τις πάσχειν αἱρούμεθα. Στίχ. β'. - Τοῦτο εἶπεν, ἐπειδὴ διεβαλλον αὐτὸν «ἐκ περιτομῆς, λέγοντες, ὅτι καὶ αὐτὸς φυλάττει τὸν νόμον, εἰ καὶ ὑμῖν ὡς ἀπὸ ἐθνῶν οὖσιν ἑτέρως δελέγεται. Στίχ. ιε'. Εντρεπτικώτατον τὸ, Καὶ ταύτῃ, ὡς εὐχ ὁμοίως ἔτι θαῤῥεῖν δυνάμενος, τῷ μετακεκλῆσθαι αὐτούς, καὶ οὐχ ὁποίους εἶναι περὶ αὐτόν· ἐκ τῶν λε γημένων δὲ δῆλον, ὡς πολλὴν περὶ αὐτοὺς ἔσωζε τὴν μέθεσιν. Στίχ. κ. - Εστι, φησί, τὸ ἀμὴν φωνὴ συγκατα βάσεις ἐπὶ εὐχαριστίας τῆς εἰς τὸν Θεὸν γινομένης, ὡς ἐν τῇ προτέρᾳ αὐτός φησιν· Ο αναπληρῶν τὸν τόχου τοῦ Μιώτου, πῶς ἐρεῖ τὸ ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστία;
PG 66:899Ἐκ τοῦ δ' λόγου τῶν κατὰ Απολλιναρίου αὐτῷ γραφέντων. Δεδωκέναι σοί τινας τῶν ἡμετέρων εἶπας τὰ οἰκ ἂν δοθέντα παρά τινος τῶν τῆς ἐκκλησιαστικῆς ἐπ έχεσθαι δόξης ἐσπουδακότων. Επυνθανόμεθα γάρ, εἰ τὸν Θεὸν λόγον ὁμολογοῦσιν ἄνθρωπον γεγενήσθαι εἴ πως ἐπήγαγες « ἐδίδοσαν, ο καὶ τίς ἂν ἔχων νοῦν ἐν θρωπον εἴποι τὸν Θεὸν γεγενῆσθαι Λόγον, ὡς ὑμεῖς φατε, εἰ μὴ ἄρα τὴν αὐτὴν ὑμῖν πρότερον νοσήσει ἄνοιαν ; Ἡμεῖς γὰρ εἰληφέναι μὲν τὸν Θεὸν λόγον καὶ σφόδρα φαμέν· γεγενῆσθαι δὲ ἄνθρωπον καθ ὑμᾶς, οὐκ ἂν ποτε εἰπεῖν ἀνασχοίμεθα. Εκ τῆς αὐτῆς πραγματείας λόγου γ'. Ὡς ἐκ προσ ώπου τοῦ Χριστοῦ οὕτως λέγει Ἐγὼ μὲν, ἂν ὁρᾶτε, δύναμαι μὲν ποιεῖν οὐδὲν κατὰ τὴν οἰκείαν φύσιν, ἅτε ἄνθρωπος ἄν· ἐργάζε μαι δὲ, ἐπειδὴ ἐν ἐμοὶ μένων ὁ Πατήρ άπαντα ποιεῖ· ἐπειδὴ γὰρ ἐγώ τε, φησίν, ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Θεὸς δὲ Λόγος ἐν ἐμοί, ὁ τοῦ Θεοῦ Μονογενής, δηλονότι και Πατήρ σὺν αὐτῷ ἐν ἐμοί τε μένων, καὶ ἔργα ποιῶν. Καὶ θαυμαστών γε οὐδὲν ἐπὶ τοῦ Χριστοῦ τοῦτο νομίζειν, σαφῶς αὐτοῦ περὶ τῶν λοιπῶν λέγοντος ἀνθρώπων. Ο αγαπών με, τὸν λόγον μου τηρήσει καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Εἰ γὰρ παρ' ἑκάστῳ τῶν τοιούτων δ τε Πατὴρ καὶ ὁ Υἱὸς τὴν μονὴν ποιοῦνται, τί θαυμαστὸν, εἰ ἐν τῷ κατὰ σάρκα Δεσπότῃ Χριστῷ ἄμφω κατ' αὐτῶν νομίζοιτο μέσιν, τῆς κατὰ τὴν οὐσίαν κοινωνίας προσιεμένης, ὡς εἰς κὸς, καὶ τὴν τῆς μετοχῆς κοινωνίαν ; Ἐκ τῆς αὐτῆς πραγματείας λόγου δ. Ο πρὸ αἰώνων, γέγονεν ἐπ' ἐσχάτων. - Πάλιν ώς τινῶν δεδωκότων καὶ τοῦτο λεγόντων, οὐδενὸς τῶν εὐσεβεῖν ἐσπουδακότων ταύτην ἐλομένων νοσήσε την ἄνοιαν, ὥστε τὸν πρὸ αἰώνων εἰπεῖν ἐπ' ἐσχάτων γεγενῆσθαι. Καὶ μεθ᾿ ἕτερα. Οὐκοῦν τοῖς ὑμετέροις επόμενοι νόμοις, καὶ τὴν ὑπὸ τῆς σῆς ἀγχινοίας νομοθετουμένην ἀντιστροφήν, μᾶλλον δὲ καταστροφήν, δεξάμενοι, φέρε δή πάντε εἰς αὐτὸν συγχέωμεν, καὶ μηδεμία λοιπὸν ἔστω διά κρισις, μὴ Θεοῦ μορφῆς, μὴ δούλου μορφῆς, μὴ ναοῦ ληφθέντος, μὴ τοῦ ἐνοικοῦντος ἐν τῷ ναῷ, μὴ τοῦ λυθέντος, μὴ τοῦ ἐγείραντος, μὴ τοῦ τελειωθέντος ἐν πάθεσι, μὴ τοῦ τελειώσαντος, μὴ τοῦ μνημονευθέντος, μὴ τοῦ μνημονεύσαντος, μὴ τοῦ ἐπισκ
PG 66:901υιοθεσίας φανερουμένης ἐκβληθῇ ή διά νόμου ἀνάγκη, ' ἡ δόξα εἰς τοὺς αἰῶνας. Αμήν. Καὶ τοῦτο καινὸν καὶ παρηλλαγμένον· τὸ μὲν γὰρ, Ἀμὴν, οὐδαμοῦ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις ἐπιστολῆς εὐρίσκομεν κείμενον, ἀλλὰ μετὰ πολλά· ἐνταῦθα δὲ δεικνὺς ὅτι καὶ τὰ εἰρημένα ἱκανὴν εἶχεν κατηγορίαν Γαλατῶν, καὶ ὅτι λόγος απηρτισμένος ἐστὶν, τὸ προοίμιον ταῦτα τέθεικε· τὰ γὰρ φανερὰ τῶν ἔγκλημάτων οὐ πολλῆς δεῖται κατασκευῆς. Αναμνήσας τοίνυν τοῦ σταυροῦ, τῆς ἀναστάσεως, τῆς τῶν ἁμαρτημάτων λυτρώσεως, τῆς πρὸς τὸ μέλλον ἀσφαλείας, τῆς τοῦ Πατρὸς γνώμης, τῆς τοῦ Υἱοῦ βουλῆς, τῆς χάριτος, τῆς εἰρήνης, πάσης αὐτοῦ τῆς δωρεάς, εἰς δοξολογίαν κατέκλεισε τὸν λόγον, τὴν αὐτῷ δυνατὴν εὐφημίαν ὑπὲρ τῆς οἰκουμένης αναπέμπων ἁπάσης· διὰ τοῦτο καὶ σφοδρότερον τῷ μετὰ ταῦτα κέχρηται λόγῳ, Β sic dicit. Στίχ. 5'-η. - Διά πάντων (1) ηύξησε τὴν ἀτο είαν τῆς μεταβολῆς, τὸ οὕτως εἰπὼν πολλὴν ἔχον (2) τὴν ἔνδειξιν, καὶ τὸ ταχέως ἐπισυνάψας καὶ τὸ, μετ τατίθεσθε, προστεθεικώς, ού, μετάγεσθε, ὡς ἐπὶ ἀψύχων φησί. Μετατίθεσθε εἰς ἕτερον Εὐαγγέλιον, ἵνα δικῇ παντελὴς εἶναι εὐσεβείας μετάθεσις, καὶ ἵνα εἰς δόξῃ συγχωρεῖν ἕτερον Εὐαγγέλιον εἶναι, ὃ οὐκ ἄλλο. Πῶς οὖν εἶπας ἕτερον; Εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ Βιταγγέλιον τοῦ Χριστοῦ, τὴν ἀπὸ τοῦ ὄντος Εὐαγγελαίου μεταβολὴν ἕτερον εἰπὼν Εὐαγγέλιον. Είτα ἐπειδὴ τὰ τῶν ἀποστόλων πρόσωπα προεβάλλοντο, ὥστε δείξει ὅτι οὐχ ἑαυτὸν ἐκείνων προτιμᾷ, ἀλλὰ τὴν ἀλήθειαν, ἧς ἐκτὸς οὐδὲ ἑαυτὸν εἶναι τι νενόμικεν, δεν αὐτὸ καὶ ἐπαύξων ἔλεγεν, "Η ἄγγελος ἐξ οὐρα τοῦ, ἵνα μηδὲ ἡ τοῦ τόπου αξιοπιστία μετὰ τοῦ προσώπου συναφθείσα αντίρροπος τῆς ἀληθείας εἶναι νομίζηται. Ει μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, φησί, καὶ θέλοντες ἀνατρέπειν τὸ Εὐαγγέλιον τοῦ Χριστού, τουτέστιν, ἕως ἂν ὑγιαίνητε τὸν νοῦν, οὐκ ἐπιγνώσεσθε ἕτερον Εὐαγγέλιον, ἕως ἂν ὀρθὰ βλέπητε, καὶ μὴ διεστραμμένα, τὰ μὴ ὄντα φανταζόμενος (5). Στίχ. ε'. - Καλῶς (4) αὐτὸ ἐπὶ τὴν πρόγνωσιν ἀνήγαγα τοῦ Θεοῦ, ὥστε καὶ πρὸ τῆς αὐτοῦ ὑπάρ ξεως φαίνεσθαι τῷ Θεῷ τοῦτο δεδογμένον, τοσοῦτον ἀπολέση τοῦ καινότητα είναι τινα καὶ εὕρεσιν ἀν θρώπων τὸ κήρυγμα Στίχ. 1. - Τινές (5) τὸν δὲ σύνδεσμον περισσὸν Έραπιν είναι, διὰ δὲ τοὺς ψευδαδέλφους· ἡ γὰρ ἀκολουθία ἐστίν, ὅτι οὐδὲ Τίτος Ἕλλην ὢν ηναγκάσθη περιτμηθῆναι διὰ τοὺς παρεισάκτους ψευδαδέλφους, ταυτίστε τους βουλομένους τηρεῖν τὸν νόμον (6). Στίχ. 5'. Τινές μέν φασι τοῦτο αὐτὸν λέγειν (7), (Θ) "Αλλος δὲ πάλιν οὕτως ἐρμηνεύε: τὰ εἰρημένα. (Θ) Καὶ ἄλλος δὲ εἰς τό · ὅτε δὲ όχησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός αινίττεται Θεόδωρον καὶ Σενηριανὸν καὶ καθάπερ πυρωθείς σφοδρῶς ὑπὸ τῆς ἐννοίας τῶν εὐεργεσιῶν τοῦ Θεοῦ· εἰπὼν γὰρ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμὴν, ἀπὸ σφοδροτέρας ἔρχεται ἐπιπλήξεως, οὕτω λέγων.
PG 66:903ὅτι οὐ μόνον αὐτὸν οὐκ ἐδίδαξαν, ἀλλὰ καὶ ἐδιδάχθησαν παρ' αὐτοῦ (1). Στίχ. ιε'. - 'Αντὶ τοῦ (2), ἐκ γένους, καὶ οὐ προσήλυτοι. Θρᾷς πως λανθανόντως τῶν Ἰουδαίων καθ. άπτεται καὶ τὴν διδασκαλίαν συντίθησιν ἀπηρτισμέν νην ; Εἰπὼν γὰρ, Φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί, καὶ αἰτίαν τίθησιν εύλογον, δι' ἐν ἀπὸ έστησαν τοῦ Ἰουδαϊσμοῦ. Στίχ. ιθ'. Ἐπειδὴ (5) ἐν τῷ βαπτίσματι τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως τύπον ἐπλήρουν, σου σταυροῦσθαι ἐλέγοντο τῷ Χριστῷ, ὡς ἂν αὐτοῦ μὲν διὰ σταυροῦ τὸν θάνατον δεξαμένου καὶ ἀναστάνης, αὐτοὶ δὲ κατὰ τύπον τοῦ βαπτίσματος ἐν τοῖς ὁμοίως γιγνόμενοι ἐπ' ἐλπίδι τοῦ καὶ πάντη ποτέ μετασχείν τῶν ὁμοίων, ὅταν τῆς κοινῆς πάντων ἀναστάσεως ἐν τῇ τοῦ αἰῶνος συντελείᾳ τὸν καιρὸν παρείναι συμ βαίνῃ· τοῦτο οὖν λέγει· ὅτι Συνεσταύρωμαι, φησίν τῷ Χριστῷ, οὐδεμίαν πρὸς τὴν παροῦσαν ταύτην ζωὴν κοινωνίαν ἔχων, ἐν ᾗ κατὰ νόμον πολιτεύεσθαι ἡμᾶς ἀνάγκη. Στίχ. β'. 2. Πνεῦμα (4) τὴν χάριν ἐκάλεσε, σάμας δὲ τὴν κατὰ νόμον πολιτείαν. Στίχ. ις'. - Η πρὸς (5) τὸν ᾿Αβραὰμ φωνή έπεγ γελίας ἐστί, φησὶν, ὁ δὲ νόμος κατορθώσαι ἀπαιτεῖ, καὶ τότε δίδωσι τὸν μισθόν, ὥστε εἰ μὲν ἀπὸ τοῦ νόμου ταῦτα περιμένομεν, περιττὴ ἡ ἐπαγγελία· ὁ γὰρ ἡμέτερος κάματος, καὶ οὐχ ἡ τοῦ Θεοῦ ἐπαγγελία τὸν μισθὸν ἡμῖν ἀποδίδωσιν· εἰ δὲ ἡ ἐπαγγελία με γένηται τὴν τοῦ ὑποσχομένου χάριν ἐμφαίνουσα, οὐκ άρα ἡ τοῦ νόμου κατόρθωσίς ἐστιν, ἀλλ' ἡ τοῦ Θεοῦ ὑπόσχεσις ἡ τὴν κοινωνίαν ἡμῖν τῆς εὐλογίας χαρι ζομένη. Τὸ δὲ, τῷ σπέρματι αὐτοῦ, εἰρημένον οὕτωςἁπλῶς εὑρίσκομεν ἐπὶ τοῦ Χριστοῦ ἀκριβῶς τὰς ρούμενον· οὗτος γὰρ σπέρμα μὲν αὐτοῦ κατὰ φύσιν, ὡς οὖν καὶ οἱ λοιποὶ οἱ τὸ γένος ἐκεῖθεν κατάγοντες πιστεύομεν δὲ ἐπ' αὐτὸν, εἶτα καὶ τὸν ᾿Αβραάμ πει τέρα ἐπιγραφόμεθα, καὶ οὕτω τῆς εὐλογίας την κοινωνίαν δεχόμεθα, ὥστε τὸ εἰρημένον ὡς ἐφ' ἑνὸς, δυνάμενον δὲ κατὰ κοινοῦ ὡς ἐπὶ πολλῶν νοεῖσθαι, τῷ σπέρματι αὐτοῦ εἶναι πάντας τοὺς ἐκεῖθεν τ γένος κατάγοντας, ἐπὶ τοῦ Χριστοῦ κυρίως ἐπὶ τὴν τῶν πληρούμενον τῶν πραγμάτων εὑρίσκομεν. Στίχ. κα'. - Εἰ γὰρ τοιαύτη (6) τις δύναμις τῷ νόμῳ προσήν, ὥστε τοὺς ὑπ' αὐτῷ πολιτευομένους καὶ δικαιοῦσθαι καὶ τῆς αἰωνίου δύνασθαι συγχάνειν ζωῆς, ἀναιρετικὸς ἦν τῆς ἐπαγγελίας ὁ νόμος αὐτός, ἀντ᾽ ἐκείνης τὴν δικαίωσιν παρέχων· νυνὶ δὲ τὸ ἐναντίον, ἀπαγορεύων μὲν τὴν ἁμαρτίαν, ἀπαλλάττειν δὲ αὐτῆς οὐκ ἰσχύων τοὺς διὰ τὴν τῆς φύσεως ἀσθένειαν καταπίπτοντας εἰς αὐτὴν, καὶ διὰ τούτου μειζόνως ἐλέγχων ἡμῶν τὸ πρὸς δικαίωσιν άτονον, μᾶλλον δὲ πάντη ἀδύνατον, ἀναγκαίως τῆς τοῦ Χρι στοῦ χάριτος δεομένους δείκνυσιν ἡμᾶς. Στίχ. κβ. – Διήλεγξεν (7) ή θεία Γραφή και
PG 66:909Στίχ. η- -το Τῆς χάριτος Θεοῦ (8) ἂν τὸ καλέσαι, τὸ δοῦναι τοῦ Πνεύματος τὴν χάριν, ὑποσχέσθαι τὰ μέλλοντα " τὸ μέντοι μένειν βεδαίους ἐπὶ τῆς πίστεως οὐκ ἦν ἐχείνου, ἀλλ᾽ ὑμέτερον (9). Στίχ. ττ΄.--ὶ μέλλετε (10), φησὶν, πρὸς ἀλλήλους οὕτω φιλονεικεῖν ἀνενδότως, οὗ μόνον οὐδὲν ὠφελεῖτα ποὺς ἁμαρτάνοντας, ἀλλὰ γὰρ τοὐναντίον ἔξω πανπελῶς γενέσθαι αὐτοὺς τῆς εὐσεθείας παρασχευάζετε, ὃ καὶ καλῶς ἀναλίσκεσθαι ἐχάλεσεν, ἅτε δὴ, μείωσιν ἐργαζομένων τῷ κοινῷ τῶν τῆς εὐσεθείας ἀπογωρούντων (11). Στίχ. ιζ΄.--- Αναιρετιχὸν (12) μὲν θνητότητος ἀθανασία, ἀθανασίας δὲ θνητότης, οὐδὲ γὰρ συμφωνεῖ ταῦτα ἀλλήλοις - ὅθεν οὐδὲ ἡμῖν ἔξεστι ποιεῖν ἅπερ βουλόμεθα, ἐπεὶ μηδὲ δυνατὸν ἐν ἐχείνοις ὄντας τὰ ᾧ τῆς θνητότητος πράττειν " τὸ γὰρ ἔνα οὐχ ἐπὶ αἰτίας εἴπεν, ἀλλ᾽ ὡς ἀκόλουθον χατὰ τὸ οἰχεῖον ἰδίωμα. ὲ εχρηφηαίϊοιι Ἀπεϊάω, εἰ ἐδ σονιεάϊειι μτδῖς θαταδ. Ῥογβὰθ ἀυοαιθ, Το βηδη 6 ϑριἃ ἴρβ ναί, [- ἄυβ τυρεγο : δὲ σϑ!ϊοιῖβ ργορτῖ!5. βϑ Πνιβ, ργίπιαπι αὐἰάοπὶ πῃ ΑΛ πἰᾶ απ ὀχ τοίμι ἱπγαβοσοπὶ, Οαπι- 46 ορρίἀυϊατι Τμοοάοβίορο!ίηι σερίβδθιι, Ἀπ δην νϑῦϑιβ, 48 Γθ. ΜΟΒΟρΟΙΆ μη 681 5818 πηι ἶτὰ, ἴπὸσ [δρορθ, ἤλισ φιοψιο ἀϊίαγηα οθβιἀΐοπο οἷαφἴδιν. (ἀπά δπι σομόγαῃι. 568 ἱπιροναῖον Ποπιάπογαμ, ἡ Ν. δἴπθ ἔπροπιὶ ἸΆ ΠΟΥ 6, Θαμὴ ροβίθα. ἰμδίμα σαν. Ουοὰ 51 αυΐβ βἴπραἀοοαγανθ ΘΙΡΙ: δορποβοῦνο, οἱ ἀϊ φοητθια. ουποιοόγαι αυαρ σοβίη ΌΠῚ πλνναεος, βθῖῃ ρου]οσορο, ἰ Ἐπισία! μΐαμν ἰδμαῖ, φα] Ἰποιοῖνεἰβδίτνο οἱ ϑατιηλο οὐτη ἸΆΒΟΡο τραχ ππδῆ πο δἰοραηία, Βαγαμη. τότ Ὠἰπιονίαπι ΘΟμβου ρ:. ΟἿ διμὴ δ ᾿νδο υδάι ἰδιιροτα Πἰβιουίαπν βιιδιη ρουθαχίββοι, ΘΧΟΟϑϑῖς 6 Υἶτα, τὸϑ βοβίαβ ἀππὺ ἱπιροῦ!! Απαβίαβὶὶ ἀποάςοϊπιο ρογβοσυιυβ, ΕἸαΐτο ᾿ιοο 6 ἴυ, Ἀπαβιλϑίνβ, * in MEM οι, EL: NM DIMMBCSNE C lib e ne RS. nac due epe Curt di νόμεμα ἐτὴ τῆς καθ᾽ ἡμᾶς διαίτης, ἣν κατὰ τύπον πληροῦμεν τῆς ἀναστάσειος " χαὶ λοιπὴν ὡς ἀπὸ τῶν ππροχειμένων ἐπισυλλογίζεται (1).
PG 66:911Α τοῦτο δὲ γίνεται, ὅταν διὰ παραινέσεως καὶ χρηστά τητος ἐπικουφίζῃς αὐτῷ τὴν ψυχὴν, ὑπὸ τῆς τοῦ ἁμαρτήματος συνειδήσεως βεβαρημένην. Στίχ. ια'. Μέλλων (1) καθάπτεσθαι τῶν ἐναν τίων, ἄγαν μείζοσιν ἐχρήσατο γράμμασιν, ἐμφαίνων ὅτι οὔτε αὐτὸς ἐρυθριᾷ, οὔτε ἀρνεῖται τὰ λεγά μενα (2). (3) Ει Επῆλθέ μοι (2) σφόδρα θαυμάζειν ἐκεῖνα τῶν εἰ ρηκότων, τὸν μακάριον Ἰωάννην τὸν εὐαγγελιστὴν πρῶτον τοῖς Ἐφεσίοις παραδεδωκέναι τὸν τῆς εὐσε βείας λόγον· οὐκ ἐνενόησαν γάρ, ὡς Ιωάννης τους ὑστέρους χρόνους παρ' Εφεσίοις ἐγένετο, διαγενόμενος ἄχρι τῶν Τραϊανοῦ τοῦ βασιλέως καιρῶν ἀπὸ τῶν Νέρωνος ἀρξάμενος, ἀφ' οὗ (3) Παῦλος ἀπετμήθη τὴν κεφαλὴν, καὶ ὁ Ἰουδαϊκὸς πόλεμος ἀρχὴν ἐδέξατο. Ἐπὶ τούτου γὰρ δὴ τοῦ πολέμου πάντας μὲν ἀναχωρῆσαι τοὺς ἀποστόλους τῆς Ἰουδαίας ἐγένετο ο τότε δὲ καὶ Ἰωάννης εἰς τὴν Ἔφεσον γενόμενος διετέλεσεν ἐπ' αὐτῆς, ἄχρι τῶν Τραϊανού διαγεγονώς, ὡς ἔφην, καιρῶν. Παῦλος δὲ οὐδὲ τεθεαμένος αὐτοὺς ἐπιστέλλων φαίνεται· καταλιμπάνει δὲ Τιμόθεον μετὰ τοῦτο, ἐπιστατήσοντα τῇ παρ' αὐτοῖς ἐκκλησία, γεγονώς ήδη παρ' αὐτοῖς, ὡς εἰκός. Τίς δὲ οὕτως ἡλί θιος ὥστ᾽ ἂν οἰηθῆναι, ότι παρόντος Ιωάννου Τιμή θεον ἐπὶ τῷ τὴν ἐκκλησίαν οἰκονομεῖν κατελίμπανεν; Ἔτι καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις λογίζεσθαι χρή ὡς Ἐφεσίους ἐθεάσατο πολλῷ πρότερον, ἢ ἐπὶ τὴν Ῥώμην ἀπὸ τῆς Ἰουδαίας ἀναχθῆναι ὅλως, ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων μάθοι ἄν τις σαφέστερον, ὥστε φαίνεσθαι αὐτὸν πανταχόθεν πολλῷ πρότερον τῆς Ἰωάννου διατριβής ταῦτα γράφοντα τους αὐτούς. ΚΕΦΑΛΑ'. Στίχ. γ'. Τὸ εὐλογητὸς (4) ἀντὶ τοῦ ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι ἄξιος. Τὸ μέντοι, Ὁ Θεὸς καὶ Πατής τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δύναται μὲν (5) καὶ διῃρημένως λέγεσθαι, ἵν' ᾗ τὸ μὲν Θεὶς κατά διαίρεσιν ἀπολύτως νοούμενον, τὸ δὲ Πατὴρ καθ' ἑαυτό. Εἰ δέ τις αὐτὸ ἐπισυμπλέκειν φιλονεικοίη, ὡσὰν καὶ τοῦ Θεὸς καὶ τοῦ Πατὴρ ἐπὶ τοῦ προς Τῶν εἰς τὴν πρὸς Εφεσίους ἐπιστολὴν Παύλου τοῦ ἀπ. ἐξηγητικῶν ἐκλογών τόμος, ἀπὸ φωνῆς Ὥριγένους, του μακ. ώπου νοεῖσθαι ὀφείλοντος τοῦ Χριστοῦ, οὐδὲ πρὸς τοῦτο μαχόμεθα, ἵν' ἡ κατ' οἰκονομίαν αὐτοῦ Θεός, ο εἰ λογήσας ἡμᾶς ἐν πάσῃ εὐλογία πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. Ευλογίαν έκαλεσε δύναται τὸ μέν.
PG 66:913πνευματικὴν τοῦ Πνεύματος τὰ χαρίσματα, ἀντιδιαστέλλων ταῖς κατὰ τὸν νόμον εὐλογίαις. Τὸ δὲ, ἐν τοῖς ἐπουρανίοις, ἀντὶ τοῦ περὶ τῶν ἐπουρανίων, οὐχ ἵνα γῆν κληρονομήσωμεν κατά νόμον, οὐδ᾽ ἵνα κατὰ γῆν πολιτευσώμεθα (1). Πρόδηλον (9) ὡς ἀπὸ τῶν μελλόντων ἔθος αὐτῷ τῶν κατὰ Χριστὸν ποιεῖσθαι τὴν ἀπόδειξιν, ἅτε δὴ τότε φαινομένων ἐπὶ τοῦ πράγματος· νῦν γὰρ ἐν επαγγελία μόνον αὐτῶν ἐσμεν διὰ πίστεως (3). Στίχ. ε'. — Τοῦτο ἐπίτασιν (4) ἔχει τοῦ προκειμέν του διχόθεν. ἐπείπερ ἡμῖν ἀγάπη τῆς ἐκλογῆς μείζων, καὶ τὸ τῆς υἱοθεσίας τοῦ ἁγίους καὶ ἀμώμους· οἰκειότητος γὰρ ἀπόδειξιν ἔχει ταῦτα μεγίστην. Τὸ δέ, εἰς αὐτὸν, ἵνα αὐτοῦ υἱοὶ λεγοίμεθά τε καὶ χρηματίζωμεν. Ἵνα εἴπῃ (5) ὅτι σφόδρα ήρεσεν αὐτῷ ταῦτα περὶ ἡμᾶς διαπράξασθαι· ὡς γὰρ ἐν εὐχαριστίας προσχήματι λέγων αὐτά, πανταχόθεν αὔξει τῶν γεγονότων τὴν χάριν τῷ μεγέθει τῶν πραγμάτων. Στίχ. 5'. - Ὥστε, φησίν, (6) ὑπὲρ τούτων ἐπαινεῖται καὶ θαυμάζεσθαι δίκαιον αὐτὸν (7) παρ' ἡμῶν, ἀνθ' ὧν οἰκείᾳ χάριτι τοσαύτης ἡμῖν μετέδωκε δόξης. Στίχ. θ', ι.- Μυστήριον (8) τοῦ θελήματος του Θεοῦ λέγει, τὸ ἀποκεκρυμμένον αὐτοῦ θέλημα καὶ ἄδηλον τοῖς πᾶσι μυστήριον αὐτὸ καλῶν· ὅπερ οὖν, φησί, πόρρωθεν αὐτῷ δοκοῦν καὶ προωρισμένον ἦν, τούτο μετὰ πολλῆς σοφίας καὶ φρονήσεως εγνώρισεν ἡμῖν, ἵνα εἴπῃ, ἐπ' αὐτῶν ἔδειξε τῶν πραγμάτων· διὰ τί δὲ νῦν, Εἰς οἰκονομίαν τοῦ πληρώματος c τῶν καιρῶν; Επειδὴ κατὰ τάξιν πάντα οἰκονομεῖσθαι δέει. Ὅτι οὖν (9) ἐπληρώθησαν οι καιροὶ τῶν λοιπῶν, ούτε κατὰ τὴν ἄνωθεν οἰκονομουμένην τάξιν ἐπὶ τῶν οἰκείων καιρῶν καὶ τὰ περὶ τὸν Χριστὸν ἐδείχθη. Στίχ. ιγ. - Τῷ γὰρ (10) αὐτῷ δη τρόπῳ φησί, τῶν τοῦ Εὐαγγελίου βημάτων ἀκούσαντες, τῇ τε πίστει προσεληλύθατε καὶ τῇ τοῦ Πνεύματος μετουσίᾳ την βεβαίωσιν ἐδέξασθε· τοῦτο γὰρ λέγει τὸ, ἐσφραγίσθητε. Προσεγίνετο δὲ αὐτοῖς διὰ τῆς τοῦ Πνεύματος χάριτος ή βεβαίωσις τῶν ἀκολουθούντων, ὡς εἰκὸς, θευμάτων, μειζόνως εἰς τὴν πίστιν ἐπίσφιγγον αὐτ απός· καλῶς δὲ αὐτὸ πνεῦμα τῆς ἐπαγγελίας εκάλεπεν, ἐπειδὴ πάντα τὰ προσδοκώμενα αὐτοῖς ἐπὶ του μέλλοντος αἰῶνος προσέσται (11) ἀγαθὰ τῇ τοῦ Πνεύματος μετουσία. Στίχ. ι. - Κληρονομίαν (12) τῶν τότε καλεῖ τὴν ἀπόλαυσιν, ἅτε δὴ βεβαίως αὐτοῖς διδομένων, ἀρρα ζώνα δὲ τῆς κληρονομίας τὴν ἐνταῦθα δόσιν τοῦ Πνεύματος, ἐπειδὴ τὰς περὶ τῶν μελλόντων ἐπαγγε λας δεχόμενοι καὶ τὴν τελείαν τοῦ Πνεύματος προσ-
PG 66:919᾿ς Ὃ τ: γὰρ (1) δεδωκὼς ἡμῖν εἷς καὶ τὸ δοθὲν ἡμῖν πνεῦμα ἕν, Ὑπαλλάξας δὲ τὸ, “Ε.αδε δόματα οὕτως ἐν τῷ ψαλμῷ κείμενον, ἔδωχε δόματα εἶπε, τῇ ὑπαλλαγῇ περὶ τὴν οἰχείαν χρησάμενος ἀκολουθίαν " ἐχεῖ μὲν γὰρ πρὸς τὴν ὑπόθεσιν τὸ ἔϊαδεν ἥρμοττεν, ἐνταῦθα δὲ τῷ προχειμένῳ τὸ ἔδωχεν" ἀνόλουθον ἦν. Βούλεται δὲ εἰπεῖν, ὅτι ἀγῶνα ὑπὲρ ἡμῶν ἐνστησάβένος (3) ὁ Χριστὸς πρὸς τὸν διάδολον χαὶ ὥσπερ πολέμου νόμῳ νικήσας αὐτὸν, ἐπειδὴ ἀφεῖλεν ἑαυτὸν τοῦ θανάτου πρότερος ἀναστὰς, κοινὴν ἐπὶ πάντων ἡμῶν τοῦ θανάτου τὴν λύσιν ἐποιήσατο καὶ (5) ὥσπερ αἰχμαλώτους τινὰς τοὺς ἀνθρώπους καὶ ὑπὸ τὴν τοῦ διαθόλου τυραννίδα χατεχομένους, τῆς ἐχείνου χαπαδυναστείας αὐτοὺς ἀφελὼν, ἀνῆγεν (4) εἰς τοὺς οὐρανούς. 5 Στέχ. ιξ'-ι', -τ-ο Τοῦτο λέγει (6) συντόμως. Οὐ δέχαῖον ὑμᾶς ἀχόλουθα πράττειν τοῖς ἔθνεσιν, οἱ μηδὲν ἐπιστάμενοι τῶν δεόντων ὥσπερ ἐν σχότῳ διάγουσι, τῆς εὐσεθείας μακρὰν τυγχάνοντες καὶ τῆς τοῦ Θεοῦ ζωῆς ἀλλότριοι καθεστῶτες, ἵνα εἴπῃ τῆς προσδοκωμένης ἀναστάσεως. Τὸ δὲ ἀπηλγηκότες ὥσπερ τῶν ἀτὸ πάθους τινὸς μέρη πολλάκις τοῦ σώματος νενεχρωμένων, οἷς οὐ μόνον ἄλγος οὐδὲν ἐκεῖθεν ἐγγίνεπαι, ἄλλ᾽ οὐδὲ ἡ τοῦ μέρους ἀφαέρεσις αἴσθησιν ἐμἀρῶν Στίχ. κγ'. --- Ἣν γὰρ ἐπέχει (6) τάξιν ὁ Χριστὸς τῇ Ἐχχλησίᾳ, τὸ αὐτό ἔστιν ὁ Σωτὴρ, ἀντὶ τοῦ ὁ τὴν αἰτίαν παρασχόμενος τῇ συστάσει τοῦ ἐκκλησιαστικοῦ , σώματος, ταύτην ἐπέχει τὴν τάξιν ὁ ἀνὴρ τῇ γυναικὶ, ᾿ἅτε δὴ τὸ εἶναί τε καὶ συνεστάναι ἐχεῖθεν λαδούσῃ. Στίχ. δ. το "Ὥσπερ μέλος (17) ἐγένετο τοῦ ᾿Αδὰμ. ἡ γονὴ ἐκ τῶν ὀστῶν αὐτοῦ χαὶ ἐκ τῆς σαρχὺς αὐτοῦ χηφθεῖσα, οὕτως καὶ ἡμεῖς τοῦ Δεσποτικοῦ σώματός ἔσμεν μέλη, ὥσπερ ἐκ τῆς σαρχὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ γεγονότες. Στίχ. λῷ, Ὅπερ, φησὶν (8), εἴρηται ἐν ἀρχῇ τῆς δημιουργίας περὶ τῶν γυναικῶν χαὶ τῶν ἀνδρῶν, τοῦτο μυστικώτερον ἐπὶ τοῦ Χριστοῦ χαὶ τῆς Ἐχκχληαἰας πεπλήρωται" πάντες γὰρ τῆς ἐχ (9) πατρὸς καὶ μητρὸς γεννήσεως ἔξω γενόμενοι, ἅτε δὴ καὶ θανάτῳ χωρισθέντες τῆς ζωῆς ἐχείνης, πνευματιχῇ τῇ ἀναγεννήσει τὴν ἀνάστασιν δεχόμεθα, ἀποῤῥήτῳ λόγῳ πῷ Χριστῷ συναπτόμενοι χαὶ τὴν πρὸς αὐτὸν ὁμοιό- ) τητα τῆς ἀθανασίας ἀκριθῆ λαμθάνοντες. Στίχ. ιζ.-- Καλῶς (10) τὸ, Ὅ ἐστι ῥῆμα Θεοῦ, εἰς παράστασιν τοῦ δυνατοῦ τῆς ἐνεργείας τοῦ Πνεύματος" ῥῆμα γὰρ Θεοῦ λέγει ἀντὶ τοῦ Θεοῦ ἐνέργεια, ὡς τὸν, Τῷ ᾿όγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, ἀντὶ τοῦ τῇ ἐνεργείᾳ καὶ τῇ δυνάμει τοῦ Θεοῦ ταῦτα συνἐστη" οὕτως καὶ παρὰ τοῖς προφήταις κεῖται συνεχῶς τὸ, 'Ρῆμα τοῦ θεοῦ ὃ ἐγένετο, καὶ όγος Κυ-
PG 66:921ρίου ὃς ἐγένετο, ἀντὶ τοῦ, ἡ ἀποκάλυψις ἡ χατ' ἐνέρ- γεῖαν τοῦ Θεοῦ ἐναποτεθεῖσα (1)" χἀνταῦθα τοίνυν Θεοῦ ῥῆμα τὴν τοῦ Πνεύματος ἐχάλεσεν ἐνέργειαν, ῥῆρα τὴ μ' Υ Στίχ. α΄.-- Προσεχτέον (3) ὅτι τὸ, σὺν ἐπισκόποις, λέγει, οὐχ ὥς τινες ἐνόμισαν, ὥσπερ ἡμεῖς συμπρεσθυτέροις γράφειν εἰώθαμεν" οὐ γὰρ πρὸς τὸ ἑαυτοῦ πρόσωπον εἶπεν τὸ σὺ», ἵνα ἢ συνεπισχότιοις (δ) ἡμῶν, ἀλλὰ πρὸς τὸ, πᾶσι τοῖς ἐν Φιλίπποις ἀγίοις σὺν τοῖς αὐτόθι ἐπισχόποις τε καὶ διακόνοις. οὐχ ἁπλῶς ἐπισημηνάμενος τὰ τούτων ὀνόματα, ἀλλ᾽ ὡς μάλιστα τῶν περὶ τῆς μετριοφροσύνης λόγων τούτοις ἁρμοττόντων, οἱ τοὺς (4) ἑτέρους ὥφειλον διδάσχειν καὶ πρὸ τῶν λοιπῶν αὐτοὶ μετιέναι τὸ δέον, Στίχ. ζ΄. --- βοδαίωσιν (δ) τοῦ Εὐαγγελίου τὸ πιστεῦσαι λέγει, ὡς ἂν τῶν πιστευόντων τό γε ἐπ᾿ (6) αὑτοῖς βεθαιούντων τὸ κήρυγμα ὅτι ἀληθὲς, ὡς ἐν τοῖς Εὐαγγελίοις τὸ, "Ο Ταδὼν αὐτοῦ τὴν μαρτυεἰαν ἐσφράγισεν ὅτε ὁ Θεὸς ἀληθής ἔστιν, ἀντὶ τοῦ 4 τῷ πιστεῦσα: ἐχδεθαιώσει τά γε ἐπ' αὐτῷ τὰ παρὰ τοῦ Θεοῦ γινόμενα ὡς ἀληθῆ. Καὶ συγχοιγωγοὺς δὲ μου τῆς χάριτος τὸ αὑτὸ λέγει" ἐπειδὴ γὰρ αὐτὸς εἰλήφει χάριν ἀποστολῆς εἰς τὸ πιστεύειν ἑτέρους, ὁ πιστεύων, ὡς εἰχὸς, ἐχοινώνει: τῆς χάριτος. Σείχ. ητιανς τ Βούλεται (7) εἰπεῖν ὅτε μάρτυς μου ὁ Θεὺς ὅπως περὶ πάντας ὑμᾶς διάκειμαι, καὶ προσεὐχομαι ἐχάστοτε τλεονάζειν μὲν ὑμῶν τὴν περὶ τὸν Θεὸν καὶ τὴν περὶ ἀλλήλους ἀγάπην, γνῶσιν δὲ ἔχειν ὑμᾶς τὴν προσήχουσαν περὶ τῶν εἰς ἀρετὴν συντεινόντων, δοχιμάζαντας τίνα τὰ κρείττονα, καὶ περὶ ταῦτα μᾶλλον ἐσπουδακότας, ὥστε ὑμᾶς ἐν τῇ μεὰλούσῃ, ἡμέρᾳ ἀμέμπτους κατὰ πάντα φανῆναι, ὄγχον ἐπαγομένους κατορθωμάτων ἐφ᾽ οἷς δυνατὸν, καὶ χατὰ τὸν παρόντα βίον θαυμάξεσθαι ἐφ᾽ ὑμῶν τὸν Θεὺν, πάντων, ὡς εἰχὰς, ἐτὴ τῇ ὑμετέρᾳ ἀρετῇ ἐκεῖνον ἐκπληττομένων, οὗπερ ἔτ᾽ ὀνόματι ταῦτα ποιεῖτε (8). Στίχ. ιβ΄. το Ὁ μακάριος (9) Παῦλος ἐφέσεως ͵, Ππω ν ς ὠπνωποΣ ϑρ ἴδῳξας. αὐτὸν
PG 66:923σάμενος, ἀνήχθη δέσμιος εἰς τὴν 'Ρώμην, εισαχθείς δὲ τῷ Νέρωνι καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογησάμενος διετή χρόνον αὐτόθι διέτριψεν, παντελούς τετυχηκὼς τῆς ἀφέσεως. Τότε τοίνυν προσεδόκων μὲν ἅπαντες τὴν μακάριον Παῦλον πάντως ἀναιρεῖσθαι ὑπὸ τοῦ Νέρωνος, ὠμοτάτου τὸν τρόπον ὄντος, καὶ μάλιστα ἐπειδή πως καὶ καινὰ ἐδόκει διδάσκειν, πολύ τῆς τότε παρὰ 'Ρωμαίοις κρατούσης περὶ Θεὸν δόξης ἀλλότρια. Ετυχεν οὖν παντελούς ἀφέσεως, ὡς καὶ αναχωρῆσαι τῆς Ῥώμης καὶ τῷ συνήθει τρόπῳ χρήσ σασθαι τῆς διδασκαλίας· ἐξέπληττέ τε ἅπαντας τὸ γενόμενον καὶ παρρησίαν ενεποίει τοῖς πιστοῖς τοῦ διδάσκειν. Τοῦτο οὖν λέγει, ὅτι βούλομαι ὑμᾶς εἰδέ ναι, ὡς τὰ τῆς διδασκαλίας όσημέραι προκόπτει την Ἰουδαίοις ἐκδοῦναι καὶ διὰ τοῦτο Καίσαρα επικαλε Β ἐμῆς· δῆλος γὰρ ἐπὶ τοῖς δεσμοῖς μου ἅπασιν ἐγενόμην, καὶ εἰσαχθεὶς περὶ τῶν καθ' ἑαυτὸν ἀπελογη· σάμην, καὶ οὕτως ἀπήλλαξα ἀκινδύνως, ὥστε πολλοὺς τῶν ὁμοπίστων διδάσκειν τὰ τῆς εὐσεβείας ἀπὸ τῶν κατ' ἐμὲ τὴν παῤῥησίαν ειληφότας. Στίχ. 5'. - Κένωσιν (1) ή θεία Γραφή φησιν τὸ μηδέν, ὡς τὸ, Κεκένωται ἡ πίστις, ἀντὶ τοῦ οὐδὲν πέφανται (3), καὶ, Κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, ἀντὶ τοῦ οὐδὲν καὶ εἰκεῖον τὸ οὖν, ἑαυτὸν ἐκένωσεν, ἀντὶ τοῦ, οὐκ ἔδειξεν ἑαυτόν· μορφὴν γὰρ δούλου λαβὼν τὴν ἀξίαν ἐκείνην ἀπέκρυψεν, τοῦτο τοῖς ὁρῶ σιν εἶναι νομιζόμενος, ὅπερ εφαίνετο. Στίχ. α', β'. — Εντεῦθεν (5) ἄρχεται τῶν ἐκ περι τομῆς καθάπτεσθαι, οἱ πείθειν αὐτοὺς ἐπειρῶντο κατά νόμον ζῇν. Τῷ, τὰ αὐτὰ γράψειν, οὐχ ὡς καὶ ἤδη γρά ψας λέγει, οὐδαμοῦ γὰρ τῆς Ἐπιστολῆς φαίνεται περί αὐτῶν εἰπὼν, ἑτέραν δὲ ὅτι γεγράφ[ηκ]εν πρὸς αὐτοὺς ἐπιστολὴν οὐδαμόθεν ἐμάθομεν, ἀλλ' ὡς διαλεχθείς αὐτοῖς πολλὰ περὶ τούτων ὅτε παρῆν τοῦτο λέγει, ὅτι ἐμοὶ περὶ ὧν ὑμῖν διελέχθην, περὶ τῶν αὐτῶν καὶ γράφειν ἔκνος οὐδεὶς, ἐπειδήπερ ἀσφάλειαν ὑμῖν ἡ συνέχεια παρέχει τῶν ῥημάτων. Κύνας δὲ αὐτοὺς καλεῖ ὡς ἀναισχύντους καὶ πολλάκις ἐλεγχθέντας, ἐφ' οἷς οὐ καλῶς διδάσκουσιν, ἐπιμένοντας δὲ ὅλως, κα κοὺς δὲ ἐργάτας, ὡς οὐ τὰ προσήκοντα διδάσκειν ἐσπουδακότας. Στίχ. γ'. — Οἱ ἀσώματον (4) τῷ Θεῷ τὴν λατρείαν ἀποδιδόντες, ὥσπερ οὖν προσῆκόν ἐστιν, καὶ καυχώμενοι ἐπὶ τῷ Χριστῷ τῷ τούτων ἡμῖν αἰτίῳ γεγονότι, οὐ μὴν ἐν τοῖς περὶ τὴν σάρκα τὴν εὐσέβειαν οριζόν μένοι. Στίχ. ζ'. Τὸ, ἦν εἰς (5) σύστασιν τοῦ ποτε κέρου; ἔχει τὴν περὶ ταῦτα σπουδήν. Στίχ. ιβ', ιδ'.—Βούλεται (6) ἀπὸ τοῦ, Τὰ αὐτὰ γρά εἰς τὸ ἀναμιμνήσεις. σθαι τοὺς ἀγῶνας μου τους παρελθόντας, ἀλλ' εἰς
PG 66:929Στίχ. κδ', κε'. - "Ωστε, φησίν ήδομαι καὶ πά σχων ὑπὲρ ὑμῶν· καὶ ἐπειδὴ προλαβὼν ὑπὲρ τῆς ὑμετέρας εὐεργεσίας ἔπαθεν ὁ Χριστὸς, ὥστε σώμα ἑαυτοῦ ὑμᾶς ἀποφῆναι διὰ τῆς ἀναστάσεως, τὰ προσ λείποντα ταῖς θλίψεσιν αὐτοῦ ταῖς ὑπὲρ ὑμῶν ἀναπληρῶ. Τί δὲ ἦν τὸ προσλείπον; τὸ μαθόντας ὑμᾶς τίνα ἐστὶ τὰ ὑπὲρ ὑμῶν κατορθωθέντα, παρ' αὐτοῦ δέξασθαι τὴν περὶ αὐτῶν ἐπαγγελίαν· τοῦτο δὲ άνευ πόνων καὶ θλίψεων γενέσθαι οὐδαμῶς οἷόν σε ἦν· ὑπὲρ δὴ τούτων πάσχω, περιιὼν καὶ κηρύττων ἅπασι τὰ κατορθωθέντα, ὥστε ὑμᾶς πιστεύσαντας τῇ διαθέσει τῆς ψυχῆς τὴν πρὸς αὐτὸν οἰκείωσιν δέ ξασθαι· τούτων γὰρ ἐγὼ κατέστην διάκονος. Στίχ. κζ' κθ'. - Οὗτος ὁ μέγας πλοῦτος ὁ Χρι στὸς καὶ τὸ ἐπ' αὐτῷ πιστεύειν· οὗτος γὰρ ἡ τῆς μελ λούσης δόξης ἐλπὶς ὁ καὶ τὴν αἰτίαν ἡμῖν τοῦ προσ δσαν ἐκεῖνα χαρισάμενος. Μυστήριον δὲ καλεῖ τὴν περὶ τὰ ἔθνη χάριν, ὡς ἂν ἄδηλον οὖσαν τοῖς πρὸ τούτου, ἐπίγνωσιν δὲ μυστηρίου την μετουσίαν αὐτῆς ΚΕΦΑΛ. Β'. Στίχ. γ. - Αποκρύφους πάντας τοὺς θησαυ φοὺς τῆς σοφίας καὶ τῆς γνώσεως εἶναι ἐν τῷ Χριστῷ λέγει, ὡς ἂν τῶν μετὰ πολλῆς κατορθωθέντων συν ἐπως διὰ τοῦ Χριστοῦ ὑπὲρ τῆς ἡμετέρας εὐεργεσίας νῦν μὲν ὄντων ἀδήλων, φανησομένων δὲ τότε ὁπότ' ἂν φαίνηται καὶ αὐτός. Στίχ. ιγ'. - Ακροβυστίαν ἐνταῦθα οὐ τὴν τοῦ σώματος λέγει, ἀλλ᾿ ὥσπερ περιτομὴν τὴν ἀφαίρεσιν ἐκάλεσεν τῆς θνητότητος, οὕτως ἀκροβυστίαν τὸ περικεῖσθαι ἔτι τὴν θνητότητα. Τοῦτο οὖν λέγει, ὅτι νενεκρωμένους ἡμᾶς τοῖς ἁμαρτήμασι διὰ τὴν περι κειμένην θνητότητα συνανέστησεν τῷ Χριστῷ, ἐν αὐτῷ τὴν κοινὴν ἀνάστασιν κατεργασάμενος, ἀφ' ής την είδος ἁμαρτίας ὑμῶν ἀφανισθήσεται. Στίχ. ιε'. — Αἱ ἀντικείμενα: (7, δυνάμεις οὐκ ἄν ποτε ἔσχον τινὰ ἰσχὺν μὴ ἐπιδεχομένων ἡμῶν ἁμαρτάνειν. Τῷοὖν ἀποθέσθαι, φησὶν, τὴν θνητότητα, ἣν ὑπὲρ τῆς καινῆς ἀφεῖλεν εὐεργεσίας, ἀπεδύσατο κἀκείνων τὴν αὐθεντείαν, ἤπερ ἐκέχρηντο καθ' ἡμῶν, μεγίστην καὶ ἀναμφίβολον τὴν κατ' αὐτῶν ἐργασάμενος νίκην, ως αἰσχυνθῆναι κακείνους μάτην τοσοῦτον ἐπιδειξα μένεις καθ' ἡμῶν τὸν πόνον, ἀφ' οὗ μηδὲν αὐτοῖ; ἐγένετο όφελος ἐν κρείττονι τῇ καταστάσει γεγο ἤταν ἡμῶν, ὡς μηδὲ ἁμαρτάνειν ἡμᾶς ἐπιδέχεσθαι Στίχ. ιη'. - Ἐπειδὴ δι' ἀγγέλων ὁ νόμος ἐλέ μετο δεδόσθαι, ὡς ἂν διακονησαμένων αὐτοῦ πρὸς τὴν δόσιν, καθὼς καὶ ὁ μακάριος Παυλός φησιν· Ει γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος εγένετο βέβαιος, α τὸν νόμον φυλάττειν αὐτοὺς ἀναπείθοντες προεβάλ δωτο τοὺς ἀγγέλους, ὡς ἂν καὶ ἐκείνων ἀγαν Τὰ προσλείποντα. • Προσλείπω, Τὰ προσλεί μεντα τοῦ ἔργου. Πρόσλοιπος, 15) 516. (Θ.) Καὶ ἄλλος ὁμοίως. 317. (Θ.) "Αλλος δέ φησιν. 325. "Αλλος δὲ οὕτω φησίν. Μας όφειλος. προσεβάλλοντο
PG 66:931ακτούντων, εἰ μὴ ὁ νόμος φυλάττοιτο· εἶτα καὶ μετ τριότητά τινα δῆθεν ἐπεδείκνυντο, ὡς ἂν δὲ τῆς τοῦ νόμου φυλακῆς οὐκ ἐξιστάμενοι τῷ μηδὲ τοὺς ἀγγέ λους περιορᾷν τοῦ νόμου τὴν καταφρόνησιν. Μὴ τα νυν, φησί, τοῖς τὴν μετριότητα ταύτην ἐπιδεικνυμέν νοις καὶ βουλομένοις τοὺς ἀγγέλους προβαλέσθαι προσέχητε· ὑπὸ γὰρ τύφου διανοίας λέγουσιν ἃ μὴ ἴσασιν. Στίχ. κγ'. Ασαφές μέν έστι (1), βούλεται δὲ εἰπεῖν, ὅτι τὸ ταῦτα παραδιδόναι δοκεῖ μέν τινας τῶν διδασκόντων ἔνδειξιν ἔχειν γνώσεως, καὶ δῆθεν καὶ μετριοφροσύνης βουλομένους ἐπιμελεῖσθαι τοὺς περὶ ταῦτα ἔχοντας ἐπιδείκνυσιν, ὡς ἂν καὶ τοῦ σώματος ἀφειδοῦντας καὶ οὐ τίμιον νομίζοντας τὸ διὰ πάντων πληροῦν τὴν σάρκα, ἀλλὰ γὰρ μᾶλλον αἱρουμένους ἀπέχεσθαι τῶν πολλῶν διὰ τὴν τοῦ νόμου παράδοση. Στίχ. ιζ'. Ως ἔστιν (2) ἐκ τῶν γεγραμμένων εἰκάσαι, παρὰ Λαοδικεῦσιν ὄντι καὶ τὴν διακονίαν ἐγκεχειρισμένῳ τῆς διακονίας (5). Στίχ. α'. - Τό, Χάρις ὑμῖν (2), οὕτω τίθησιν, ὥσπερ ἡμεῖς τὸ Χαίρειν ἐν ταῖς ἐπιγραφαῖς (3) τῶν ἐπιστολῶν εἰώθαμεν, τὸ δὲ, ἐν Θεῷ Πατρί, ὡς (4) καὶ ἡμεῖς ἐν Κυρίῳ γράφομεν. Στίχ. η', θ'. — Λόγον Κυρίου (5) ἐνταῦθα οὐ τὴν πίστιν λέγει, οὐ γὰρ ἡ πίστις ἀπ' αὐτῶν ἔλαβε τὴν ἀρχὴν, ἀλλ' ἀντὶ τοῦ πάντες ἔγνωσαν ὅσα ὑπὲρ τῆς πίστεως ἐπάθετε, καὶ πάντες ὑμῶν τὸ βέβαιον θαν μάζουσι τῆς πίστεως, ὥστε καὶ προτροπὴν ἑτέροις γενέσθαι τὰ ὑμέτερα. Επισημαντέον δὲ, φησίν, ὅτι ἐν τῇ τῶν εἰδώλων ἀναχωρήσει τὸν Θεὸν καὶ ζῶντα καὶ ἀληθινὸν προσεἶπεν πρὸς ἀντιδιαστολὴν ἐκείνων, ὥστε ὅπου ποτ' ἂν τὴν φωνὴν εὑρίσκομεν ταύτην, εἰδέναι χρὴ ὅτι μήτε ἐπὶ Πατρὸς εἰς ἀναίρεσιν λέγεΟ ται Υἱοῦ, μήτε ἐφ' Υἱοῦ εἰς ἀναίρεσιν Πατρὸς, ὁμοίως ἀληθινοῦ Πατρὸς καὶ Υἱοῦ παρὰ τοῖς εὐσεβέσιν. Στίχ. δ, Σκεῦος (6) τὴν ἰδίαν ἑκάστου γαμετὴν ὀνομάζει, ἐν ἁγιασμῷ κτᾶσθαι αὐτὸ εἰρηχώς, ὅταν μὴ πρὸς ἑτέραν ῥυπαίνηται· ἐμφατικώτερον δὲ τὸ (4) Ρ. 340, τὰ ἐν Θ. Π. τεθεικώς, ὡς.
PG 66:937ἀλλὰ καὶ πάσης ἐπιμελεῖσθαι τῆς ἐκκλησιαστικῆς καταστάσεως, περὶ ἧς αὐτῷ καὶ γεγράφηκε. Δῆλον ὅτι τὸ, Ἵνα παραγγείλῃς τισί, περὶ τῶν οἰκείων λέγει· οὐ γὰρ δὴ τοῖς ἀλλοτρίοις παραγγέλλειν ἡδύνατο… τουναντίον γὰρ καὶ πολλὰ κακὰ ὑπέμενον παρ' ἐκεί νων· λέγει δὲ περὶ τῶν ἐκ περιτομῆς, οἱ πολὺν ὑπὲρ τοῦ νόμου δῆθεν ποιούμενοι λόγον, τοὺς ἀπὸ ἐθνῶν ἐπει χείρουν διδάσκειν ἐναντία τοῦ χριστιανικού δόγματος. Λέγει τοίνυν· Πᾶσι μὲν παραγγελ[λ]ε, προηγουμένως δὲ τοῖς ἀπὸ ἐθνῶν, μὴ προσέχειν τοῖς μύθοις τοῖς ὑπ' ἐκείνων λεγομένοις καὶ ταῖς γενεαλογίαις· πολλὴν γὰρ ἐποιοῦντο τὴν σπουδὴν τοῦ δεικνύναι τὸν Χριστὸν νκ ἀκολούθως ταῖς ἐπαγγελίαις ἐξ ᾿Αβραὰμ καὶ Δαβίδ γεγονότα, καὶ διὰ τοῦτο ἐπεχείρουν καὶ τὰ γένη τὰ παλαιὰ διηγεῖσθαι δῆθεν, ἀφ᾽ ὧν δὴ πολλοὺς τῶν ἀπὸ ἐθνῶν πεπιστευκότων παρετάραττον, οὐδὲν Β τῶν παλαιῶν ἀκριβῶς ἐπισταμένων. Καλῶς δὲ αὐτὰς καὶ ἀπεράντους ἐκάλεσεν, ὡς τῶν ἐπὶ τὰ τοιαῦτα ἱεφερομένων δυναμένων τῇ δὲ κἀκεῖσε περιάγεσθαι τῷ λόγῳ, ὅπερ ἐν ταῖς γενεαλογίαις γίνεσθαι ἀνάγκη, νῦν μὲν τούτου λεγόντων τὸ γένος, αὖθις δὲ τὸ ἑτέρου, Στίχ. ια'. - Εἰκότως (1) δὲ μακάριον αὐτὸν ἐνα ταῦθα καλεῖ, ὡς ἂν αὐτοῦ μὲν τὸ μακάριον ἔχοντος ἐν τῇ φύσει διὰ τῆς ἀτρεπτότητος, ἡμῖν δὲ χάριτι τοῦτο περιποιοῦντος. Στίχ. εβ-ιδ.-Τό, Γυναικὶ δὲ διδάσκειν (2) οὐκ ἐπιτρέπω, δηλονότι περὶ τῆς ἐν κοινῷ καταστάσεως λέγει, ὡς ἂν οὗ δέον ἐν ἐκκλησίᾳ αὐτὰς διδάσκειν - περὶ γὰρ τα τῆς κατ' οἶκον ἀναστροφῆς αὐτῶν ταῦτα νομοθετήσαι οὐκ ἂν ποτε ήνείχετο Παῦλος, οὐδ᾽ ἂν ἐπώλυσε γυναῖκας ἢ ἀσεβοῦντας τοὺς ἄνδρας παιδεύειν τὴν εὐσέβειαν, ἢ μὴ δεόντως πολιτευομένους ἐπὶ τὰ τῆς ἀρετῆς ἔργα προάγειν. Καὶ Ἀδὰμ οὐκ ήπατήθη, ἐπειδὴ ἐκείνον μὲν τῆς ἀπάτης τὴν αἰτίαν είχεν αὕτη, αὐτὴ δὲ ἐπ' ἐκεῖνον τὴν αἰτίαν στρέφειν οὐκ ἠδύ Γελοιότατον (3) παρὰ τοῖς πολλοῖς Στίχ. β'. ἐστιν αὐτὸ φυλαττόμενον δῆθεν εὑρεῖν· εἰ μὲν γάρ της εἴη σώφρων ὡς δευτέραν ἀγόμενος γυναῖκα, του τον οὐ προσίενται εἰς κλῆρον· εἰ δὲ βιώσας τις ὡς οὐ εισήκε μίαν ηγάγετο κατά νόμον, οὗτος εἰς μέσον παράγεται, καίτοι τὸν μὲν δεύτερον γάμον τοῦ ματ καρίου Παύλου σαφῶς ἐπιτρέψαντος γίνεσθαι, πάσης Ο τῆς παρὰ τὸν νόμιμον γάμον κοίτης πορνείας οὔτ της Σαρῶς καὶ παρίημι τέως ἐκεῖνο, ὅτι καὶ δύο γυναίκας ειληφότα (σαφῶς νομίμους λέγω), βαπτίσαν Ως ἐπὶ τὸν κλῆρον παράγουσιν ἀδεῶς, καίτοιγε ἐπὶ καὶ πάλιν ἀπὸ τούτου μεθισταμένων εἰς ἕτερον· διήγησιν. μύθους δὲ αὐτοὺς ὠνόμασεν ὡς μὴ ἔχοντας ἀναγκαίαν
PG 66:939τῶν λοιπῶν αὐτὸ φυλάττεσθαι δοκοῦντες, ὡς ἂν τοῦ βαπτίσματος ποιοῦντος αὐτὸν οὐκέτι εἶναι συνεχτ - κότα δυσὶ γυναιξί· πολλάκις δὲ τοῦτο καὶ ἐπὶ τῶν καθόλου μοχθηρῶν διαπραττόμενοι, οἴονται κάλλιστα ποιεῖν, εἰ δὴ βαπτίζοντες (1) τὸν ὅπως ποτὲ ἐζηκότε ἐπὶ τὴν τοῦ κλήρου λειτουργίαν παράγοιεν (2), μηδὲν ἀρετῆς καὶ τῆς περὶ τὴν εὐσέβειαν ἐπιμελείας γνώ ρισμα επαγόμενον. Ἵνα γὰρ σιωπήσω τοῦ βαπτίσματος τὴν αἰτίαν, ἐφ' ᾗ δίδοται, πρὸς ἦν οὐδὲ ἀφορᾷν ἐθέλουσιν οἱ τηλ. λοὶ, ἐκεῖνο γοῦν εἰδέναι αὐτοὺς ἐχρῆν, ὅτι ὁ μακέρες Παῦλος περὶ βίου νομοθετεί, καθ' δν νομίζει δεῖν ἐξη κέναι τὸν ἐπίσκοπον, οὐ περὶ συγχωρήσεως διαλέγεται τῆς χάριτος προσγινομένης (3) τοῖς τὸ βάπτ. σμα εἰληφόσιν· εἰ γὰρ δὴ τοῦτο γίνεσθαι οὕτως κι Β λόν, περιττὴ πᾶσα ἡ νομοθεσία του Παύλου, συγχωρήσαντος καὶ τὸν ὅπως ποτέ βιώσαντα βαπτισθέντα (4) εὐθὺς εἰς κλῆρον ἄγειν, ὅπερ ἀπηγόρευται μὲν παρά τῷ Παύλῳ βουλομένῳ τὸν εἰς ἐπισκοπὴν ἀγόμενον μαρτυρίαν τινὰ τῆς ἑαυτοῦ καλοκαγαθίας ἀπὸ τοῦ παρελθόντος επάγεσθαι βίου, ήτοι πάντοτε γεγονότα τοιοῦτον, ἢ μεταμελείᾳ γοῦν δειχνύμενον, ὅτι δὴ (5) ἀπὸ τοῦ χείρονος ἐπὶ τὸν κρείττονα μετελήλυθε βίον, δ καὶ ἄμεινον εἰσόμεθα ἀπὸ τῶν ἑξῆς· γίνεται δὲ παρὰ πολλοῖς νυνί, ὥς τι καὶ μέγιστον διαπραττομένοις καλόν. Τὸ οὖν, Μιᾶς γυναικὸς ἄνδρα, τινὲς οὕτω ἐξέλαβον, 8 καὶ ἔγωγε μᾶλλον ἀληθὲς εἶναι πείθομαι, ἐπειδὴ τότε πολλοὶ μὲν κατὰ ταὐτὸν δύο νομίμους είχαν με ναῖκας, δ καὶ ἀπὸ τοῦ Μωσαϊκού νόμου ποιεῖν αὐτοῖς έπετέτραπτο· πολλοὶ δὲ νομίμην ἔχοντες μίαν, ταύτη μὲν οὐκ ἠρχοῦντο, κέχρηντο δὲ καὶ ἑτέραις ἦτοι κα δίσκοις ἑαυτῶν, ἢ καὶ εἰς τὰς τυχούσας πολλάκις ἀδεὼς ἁμαρτάνοντες, δ καὶ μέχρι τῆς δεῦρο γίνεται παρὰ τῶν οὐκ ἐπιμελομένων σωφροσύνης. Τούτο είρη κέναι τὸν Παῦλον ἔφησαν, ὥστε τὸν τοιοῦτον εἰς τὴν Επισκοπὴν παράγεσθαι, ὃς ἀγαγόμενος γυναίκα στ φρόνως ἰδίω μετά ταύτης, προσέχων αὐτῇ καὶ μέσ χρις αὐτῆς ὀρίζων τῆς φύσεως τὴν ὄρεξιν, ὡς εἴ τις οὕτω ζήσας, ἀποβαλὼν τὴν προτέραν νομίμως ἀγέ γοιτο δευτέραν, τὸν αὐτὸν δὴ τρόπον βιοὺς καὶ μετὰ ταύτης, μὴ εἰργεσθαι αὐτὸν κατὰ τὴν τοῦ Παύλει νομοθεσίαν τῆς εἰς τὴν ἐπισκοπὴν παρόδου. Τοῦτο εἰρῆσθαι παρὰ τοῦ μακαριωτάτου Παύλου και νοηκότας τινὰς πάνυ γε ἀποδέχομαι, μάλιστα πάντων οὐ πειθόμενος ὅτι ὁ τὸν δεύτερον γάμον ὁμοίως ἐπιτρέψας τῷ πρώτῳ, εἰ νομίμως γίγνοιτο, εἰς ἐπισκοπὴν παριέναι τὸν τοιοῦτον ἐκώλυσεν. Ὁ γὰρ εἰπών, Δίω δὲ ταῖς ἀγάμοις καὶ ταῖς χήραις, καὶ ὁμοῦ συνέρες αὐτοὺς καὶ ἕνα νόμον εξενεγκών, δῆλος ἦν ἔν τι ἀμφοτέρους ἡγούμενος. Εἰκότως· τί γὰρ διαλλάττει κατά γε την τῆς φύσεως ὄρεξιν ἢ καθόλου μὴ ἐσχηκέναι, ἡ ἔσχη κέναι μὲν, ἀποβεβληκότα δὲ οὐκ ἔχειν ; ἐπεὶ καὶ συν τυχίας τὸ τοιοῦτο μᾶλλον ἐστιν ἡ γνώμης. Ὁ μὲν γὰρ ἐσχηκὼς ἐπιπολὺ τὴν ἑαυτοῦ βιώσασαν γυναῖκα, ἀπ' έλαυσεν αὐτῆς ἐφ' ὅσον ἐβούλετο· ὁ δὲ μετὰ βραχύ πολλάκις αὐτὴν ἀποβαλών, ἐξ ἀνάγκης ἐπὶ τὸν τῆς
PG 66:941αυτέρα; ἔρχεται γάμον· ἔστι δὲ ταῦτα συντυχίας, Η οὐ γνώμης κατορθώματα, ἅπερ ἐξετάζων ὁ μακάριος μ' όλου φαίνεται Παῦλος, τὸν εἰς ἐπισκοπὴν παραγόμενον μάλιστα ἀπὸ τοιούτων γνωρίζεσθαι δεῖν ἡγούμενος· ἐπεὶ καὶ γελοίον νομίζειν Παῦλον νόμους τι Είναι μὴ γνώμην δοκιμάζοντα, ἀλλ' ἀπὸ τῆς συντι χίας τὴν διάκρισιν ἐργαζόμενον. Εἰ γάρ τις ἐκεῖνο λέγοι, ὅτι μικρὰ καὶ τῆς συντυχίας φροντίσας πλείονος τῆς ἀκριβείας ἐπιμελόμενος ἐπὶ τοῦ ἐπισκόπου ἐνόμισεν, αὐτὸν ὅπως ποτέ μιᾷ δεῖν κεκοινωνηκότα γυα ναικί, ἀκουέτω, ὅτι κατὰ τοῦτον τὸν λόγον οὐδὲ μετά βαπτίσματος τοιούτον παραγενέσθαι δίκαιον ἦν. Οὐ γὰρ δὴ τὸ βάπτισμα ἢ οὐκ εἶναι αὐτὸν δυσὶν κεκοιτωνημάτα ποιεῖ γυναιξὶν, ἡ παρὰ πᾶσιν ὡς μιᾷ κεκοινωνηκότα ὑπολαμβάνεσθαι· πολλῷ δὲ πλέον τὸν μιᾷ μὲν συγγεγονότα κατὰ τὴν νόμιμον συνάφειαν, πολύ λαῖς δὲ ἑτέραις ἀκολάστως συμπλακέντα· καὶ πρόδηλον ἐπὶ τῷ τοιούτῳ γεγονότα βίῳ εἰς τὴν ἐπισκοπὴν παράγεσθαι οὐχ δειον κατά γε τὸν αὐτὸν λόγον διὰ τὰ τοῦ βαπτίσματος τετυχηκέναι· εἰ γὰρ δὴ τὸν νομί μως δυσὶ συμπλακέντα σωφρόνως τε αὐταῖς συνεζητότε προθέσει γνώμης φάσκοιον δι' ἀκρίβειαν ἐπὶ τὴν ἐπισκοπὴν οὐκ εἶναι δεκτόν, πολλῷ πλέον τὸν καὶ ἀκολάστως βιώσαντα οὐ θεμιτόν ἐπὶ τοῦτο προσγεσθαι, ἐπειδὴ τοῦ βαπτίσματος αὐτῷ τυχεῖν ἐγένετο. Στίχ. ιγ. - Ἐκεῖνο δὲ (2) προσθεῖναι ἄξιον, ὅτι μὴ δεῖ θαυμάζειν, εἰ μήτε ὑποδιακόνων (3) ἐμνήσθη, μήτε: ἀναγνωστῶν· τῶν γὰρ ἐν τῇ τῆς Ἐκκλησίας c λειτουργία βαθμῶν ἔξωθεν μᾶλλον οὗτοί εἰσι, διὰ τὴν χρείαν ἐπινοηθέντες ὕστερον, ήν διὰ τὸ τῶν πεπιστευκότων πλήθος λοιπὸν δι' ἑτέρων πληροῦσθαι ἠναγκάεἰς · ὅθεν οὐδὲ νενόμισται αὐτοὺς πρὸ τοῦ θυσιαστηρίου τὴν χειροτονίαν δέχεσθαι, ἐπεὶ μηδὲ αὐτῷ ὑπηρετοῦνται τῷ μυστηρίῳ, ἀλλ᾽ οἱ μὲν τὴν ἀνάΣτίχ. α'. - Εκκλησίας (4) οὐ τους οίκους λέγει τοὺς εὐκτηρίους, κατὰ τὴν τῶν πολλῶν συνήθειαν, ἀλλὰ τῶν πιστῶν τὸν σύλλογον, ὅθεν καὶ στύλον αὐ τὴν καὶ ἑδραίωμα τῆς ἀληθείας ἐκάλεσεν, ὡς ἂν ἐν αὐτῇ τῆς ἀληθείας τὴν σύστασιν ἐχούσης. Στίχ. εγ. Διδασκαλίαν φησὶ (5) τὴν ἀπόλυτον ἐξω έγγαν, παράκλησιν δὲ τὴν ἀπό τινων συμβεβηκότων νουθεσίαν τε καὶ ὑπόμνησιν, ἣν ἐνίοτε μὲν καὶ ἐπὶ τοῦ κοινοῦ γίνεσθαι ἀνάγκη, μαλιστα δὲ καὶ ἐν επῖς πρὸς τὸν καθ' ἕνα διαλέξεσι. Στίχ. 1. Η καὶ (6) τὸν τῶν ἀποστόλων σύλλογόν φησιν, οι συνήεσάν τε αὐτῷ καὶ συνεφήπτοντο, ὡς εἰ εἰς, ποιουμένῳ τὴν ἐπ' αὐτῷ χειροτονίαν, πρεσβυτέ Καὶ ταῦτα μὲν εἰρήσθω περὶ τοῦ, Μιᾶς γυναικὸς ἄνδρα, οὗ δὴ τὴν ἑρμηνείαν σαφέστερον εἰπεῖν ἀναγκαῖον ἡγησάμεθα, μικρὰ τῆς κρατούσης παρὰ τοῖς πολλοῖς φροντίσαντες συνηθείας (1). γνωσιν ἐκτελοῦσιν, οἱ δὲ ἔνδον τὰ πρὸς τὴν τῶν τῶν ἐκκλησιαστικών φώτων. διακόνων υπηρεσίαν εὐτρεπίζουσιν, ἐπιμελόμενοι καὶ
PG 66:947Στίχ. 8. βείας βήματα. ΚΕΦΑΛ. Δ'. Μύθους εἶπε (4) τὰ ἐναντία τῆς εὐσε Στίχ. ι'. — Τὰς νῦν (2) καλουμένας Γαλλίας· ού. τως γὰρ αὐτὰς πάντες ἐκάλουν οἱ παλαιοί (3). Στίχ. α'-.-Τὰ μὲν (2) τῆς προγραφῆς ἐν τούτοις Παύλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χρι στοῦ, Τίτῳ γνησίῳ τέχνῳ, καὶ τὰ ἑξῆς, παρέθηκε δὲ τὰ ἀπὸ τοῦ, Κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, ἄχρι τοῦ, Τίτω γνησίω τέκνῳ. Στίχ. ε'. Ο γὰρ τῆς (3) εὐσεβείας λόγος παρεδέδοτο πᾶσι παρ' αὐτοῦ, ἐλείπετο δὲ οἰκονομῆσαι τὰ κατὰ τοὺς πεπιστευκότας καὶ εἰς ἁρμονίαν αὐτοὺς καταστῆσαι ταῖς ἐκκλησιαστικοῖς διατυπώσεσι. Στίχ. ιβ', ιγ'. - Οἱ κατὰ (4) τῶν χριστιανικών συν τάξαντες δογμάτων ἐνταῦθα ἔφασαν καὶ τὸν μαχό ριον Παῦλον ἀποδέχεσθαι τὴν τοῦ ποιητοῦ φωνὴν, καὶ ἐπιμαρτυρεῖν αὐτῷ, ὡς ἂν δικαίως ταῦτα ὑπὲρ τοῦ Διὸς περὶ Κρητῶν εἰρηκότι, οὐ προσεσχηκότες επι τῷ τρόπῳ τῆς τοῦ ᾿Αποστόλου χρήσεως, ούτε τῷ, Η μαρτυρία αὕτη ἐστὶν ἀληθὴς· οὐ γὰρ τὸ ποίημα, οὐδὲ τὴν τοῦ ποιητοῦ χρῆσιν (5) ἀποδέχεται, ἀλλ' ὡς παροιμίᾳ τῇ τοῦ ποιητοῦ φωνῇ χρησάμενος, ευχών καὶ τῶν τότε τῇ φωνῇ κεχρημένων, ὥσπερ ούν και ἕτερα πολλὰ τῶν παρὰ τοῖς ἀρχαίοις φερομένων ἐν παροιμία[ι]ς χρήσει τοῖς ὕστερον ἐγένετο. Δι' εκείν τίαν, φησίν, Ἔλεγχε αὐτοὺς ἀποτόμως. Επι πολλάκις ἐπαινῶν ἐπιείκειαν ἐκδιδάσκει, εὗρε τη Κρῆτας χρείαν ἔχοντας ὥσπερ κέντρου τῆς ἐπιτάξε ξεως, διὰ τοῦτο εἶπεν· Ἀποτόμως ἔλεγχε αὐτοὺς ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει. Ελέγχειν οὖν ἀπου ἀποτόμως· οὐ γάρ πᾶσιν ἐνὶ τρόπῳ προσεκτέον, τόμως οὐ τοὺς ἀλλοτρίους φησὶν, ἀλλὰ τοὺς οἰκείους ἀλλὰ διαφόρως καὶ ποικίλως καὶ πρὸς τὰ ὑποκείμενα. Στίχ. ιε', ις'. - Επειδή (β) περὶ τὰ βρώματα ἀκρι βολογεῖσθαι ἐδόκουν, ὡς ἂν κατὰ νόμον τῶν μὲν δέν μεταλαμβάνειν, τῶν δὲ ἀπέχεσθαι, τῶν γεγονότων σὶν ἀκάθαρτον οὐδὲν, εἰ δή τις αὐτῶν καθαρά μετα λαμβάνοι τῇ γνώμῃ· ἐπειδὰν δέ τις δι' ἀπιστίαν έχουν τὴν συνείδησιν μεμολυσμένην, καθαρὸν οὐδὲν το τοιούτῳ· βλάπτεται γὰρ ὑφ᾽ ἁπάντων ὁμοίως· ὁ γὰρ
PG 66:949Θεός πάντα καθαρὰ ἐποίησεν· εἰ δὲ ἀκάθαρτά ἐστιν (1), ή κατηγορία του δημιουργήσαντος ἄπτεται· καὶ τοῦτό ἐστι, Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. ᾿Αλλὰ μηδὲν τούτων ἔνεκεν σιγήσῃς, κἂν μὴ δέχωνται, φησί, σὺ τὰ σαυτοῦ πράττε. Άρα οὐ τὸ παρατηρεῖσθαι καθαρότητος, ἀλλὰ καθα ρότητος τὸ πάντων κατατολμᾷν· αἱ γὰρ παρατηρήσεις ἐκεῖναι σύμβολα ἦσαν καθαρσίων καὶ τύποι· νῦν δὲ ταῦτα οὐκ ἀπαιτούμεθα· μετέστη γὰρ εἰς τὴν ψυχὴν τὸ πᾶν· οὐ δεῖ τοίνυν προσεδρεύειν ταῖς σκιαίς, ἀλλὰ τῆς ἀληθείας ἔχεσθαι. Στίχ. Υ. Ούχ ώς τινες (2) ενόμισαν, ὅτι χειροτονίᾳ τις ἦν τότε ἐν γυναιξὶ πρεσβυτέρων· διδάσκει γὰρ ὁμοίως καὶ τῶν γυναικῶν τὰς τὴν ἡλικίαν παλαιοτέρας τό τε σχήμα ἔχειν ἱεροπρεπές, ἵνα εἴπῃ, θαυμαστὸν καὶ αἰδέσιμον. Στίχ. σ. - Συνεργὸς δὲ (3) τῷ περὶ τὴν τῶν C ἁγίων ἐσπουδακέναι θεραπείαν οὐ μικρὰ συμβαλμενον τοῖς τὸ Εὐαγγέλιον κηρύττειν εγκεχειρι εμέναις. Στίχ. β. — Καὶ ὥσπερ (3) ἀγαπητὸν ἐκεῖνον ἐκά λεσεν, οὕτω καὶ ταύτην, ἅτε δὴ μηδὲν διαφέρειν κατὰ τὴν εὐσέβειαν ἀνδρῶν τὰς γυναῖκας ἡγούμενος· ἡγεῖτο δὲ ταύτην ἐπ' ἐκείνων ἀρμόττειν τὴν προσ ηγορίαν, ἐφ᾽ ὧν πάθους αἰσχρότης οὐκ ἐμεσίτευσε. Το αὐτοῦ λέγει (4) τοῦ τε Φιλήμονος καὶ τῆς Αμφίες. Στίχ. κα'. - Ίνα μὴ δόξῃ (5) τὸν ἀλλότριον οἰκέτην πρεπρίζεσθαι, διὰ τοῦτο σοί, εἶτα μοί· σοὶ καὶ τὴν ὑπηρεσίαν, ἐμοὶ κατὰ τὴν βελτίωσιν τοῦ τύπου (6).
PG 66:951Οὐκ ἀπίστοις (2) έγραφε τοῖς ἄσπονδον πρὸς αὐτὸν μίσος κεκτημένοις, ἀλλὰ τοῖς μετεσχηκόσιν ἀπάντων ὧν δεῖ μετεῖναι τοῖς πιστεύουσιν, εἶτα οὐδὲ τοῖς τυ χοῦσιν ἁπλῶς, ἀλλὰ τοῖς ἐπὶ τῶν ἔργων τῆς πίστεως τὴν βεβαίωσιν καὶ τῆς ἀρετῆς τὴν ἀκρίβειαν ἐπιδειξαμένοις, ὡς καὶ τὰ ἐν τῇ Ἐπιστολῇ κείμενα δείχν σιν, ὥστε καὶ ἀποδεδόσθαι αὐτοῖς ἔδει τὴν Ἐπιστολὴν ὡς Παύλου γεγραφότος αὐτοῖς· ὥσπερ οὖν καὶ ἐπὶ τῶν λοιπῶν ἐγίνετο· οὐδὲ γὰρ αὐτοὺς ὠφελεῖν τι τὰ αναγεγραμμένα ἐδύνατο, μὴ τούτου γινομένου. Πρός δ' αὖ τούτοις καὶ τὰ πρὸς τῷ τέλει τῆς Ἐπιστολής γεγραμμένα δείκνυσιν ὅ φημι· Παρακαλὼ γὰρ ὑμᾶς, φησίν, ἀδελφοί, ἀνέχεσθαι τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν· τίσι δὲ ἔγραφεν, ὅτι Ἐπέστειλα ὑμῖν, οὐκ ὄντων ἐκεί νων, οἷς ἀποδεδόσθαι ἦν ἀνάγκη το γράμμα; είτε ἐπάγει· Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπο λελυμένον, μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, δίνομαι ὑμᾶς· ὁρᾷς ὅτι δῆλος ἦν ὁ καὶ τῇ Ἐπιστολῇ τοῦ γράμματος διακονησάμενος, μεθ' οὗ καὶ ὄψεσθαι αὐτοὺς εἰ τάχιον ἐπανέλθοι σαφῶς ὑπισχνείται ; Τίς οὖν ἡ τούτου αἰτία ; εὔδηλος καὶ ἄγαν σαφής. Διέλοντο Βαρνάβας τε καὶ αὐτὸς μετὰ τῶν περὶ τὸν μακάρων Πέτρον τὸ κήρυγμα, οὐχ ἵνα τὰ μὲν οὗτοι, τὰ δὲ ἐκεῖνοι διδάσκωσιν (εἷς γὰρ ἦν αὐτὸς ὁ σκοπός), ἀλλ᾽ ἵνα οἱ μὲν τοὺς ἀπὸ ἐθνῶν, οἱ δὲ τοὺς ἀπὸ τῶν Ἰουδαίων τῇ πίστει προσάγωσι, διὰ τὴν τότε κρατοῦσαν ἐπι φιλονεικίαν ἀπὸ τῆς ἐν τῷ νόμῳ συνηθείας τῶν Ἰου δαίων τοῖς ἐξ ἐθνῶν ἐπιμίγνυσθαι οὐκ ἀνεχομένων, οικονομικώτερον τῇ διαιρέσει ταύτῃ χρησάμενο: ἐχρημάτιζον οὖν οἱ μὲν ἐθνῶν ἀπόστολοι, οἱ δὲ τῶν ἐκ περιτομῆς, οἱ δέ γε πεπιστευκότες κοινούς, ὡς εἰκὸς, διδασκάλους τε καὶ ἀποστόλους ἐνόμιζον εἶνα ὅτε μὲν οὖν ἔγραφε τοῖς ἀπὸ ἐθνῶν εἰκότως ὡς αὐτῶν ἀπόστολος αὐτοῖς ἐπιστέλλει, ὅτε δὲ πρὸς τοὺς ἐπὶ Εβραίων, οὐκέτι. Στίχ. γ. Τοῦτό ἐστιν (5), ού ποιητήν μόνον εἰπεῖν τῶν ὄντων, ἀλλὰ γὰρ καὶ τῷ πολλῇ ποιεῖν αὐτὰ περιουσία τῆς δυνάμεως, ὡς ἂν ἐν τῇ φωνῇ εἰ τοῦ πάντων ἀπηρτημένων· οὐδὲν γὰρ διαλλάττει τοῦτο τοῦ, Καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα, ἢ καὶ Θ. Μοψουεστίας. Ταύτην τὴν αἰτίαν στρέφων Θεόδωρος ὧδε λέγει, ως. - Intellige αἰτίαν ἵνα μὴ τῷ μίσει τῷ πρὸς αὐτὸν ζημιωθῶσι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς ἐπισ στολής.
PG 66:957Τοῦτο δὲ μᾶλλον δείκνυσιν ἡ τῶν ἑξῆς ἀκολουθία. Εἰπὼν γὰρ ὅτι χωρὶς Θεοῦ ἐγεύσατο τοῦ θανάτου, οὐδὲν πρὸς τοῦτο παραβλαβείσης τῆς θεότητος, καὶ διὰ τοῦτο ἀπὸ τῆς οἰκείας φύσεως τὴν κατὰ βραχὺ τοῦτο ἐλάττωσιν ἐδέξατο, ὥστε φαίνεσθαι ἐντεῦθεν αὐτὸν καὶ τῆς τιμῆς μετέχοντα διὰ τὴν πρὸς ἕτερον συν άφειαν, ἐπειδήπερ ἀκόλουθον ἦν τοὺς ταῦτα ἀκούοντας περιττὴν ἐν τῷ τοῦ πάθους καιρῷ νομίζειν εἶναι τοῦ Θεοῦ λόγου τὴν ἐνοίκησιν, οὐδὲν τοῖς προκειμένοις συμβαλλομένην, εἴπερ δὴ χωρὶς ἐκείνου τῆς πείρας ἐγεύσατο τοῦ θανάτου, ἐπάγει· Επρεπε γὰρ αὐτῷ, δι' ἂν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολ λοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειώσει. Οὐκ ἀσυντελὴς δὲ ἦν οὐδὲ ἡ θεότης, φησίν· ἔπρεπε γὰρ τὰ οἰκεῖα καὶ ἅπερ ἦν αὐτῇ πρέποντα, τὸ γάρ τὰς τοῦ πάθους οὐδαμῶς αὐτῇ πρέπον ἦν· τοῦτο τὸ ἔπρεπε σαφῶς τὸ χωρὶς Θεοῦ συνέστησεν ὡς γὰρ ἐκείνου οὐ πρέποντος τὸ πρέπον αὐτό φησι, δεικνύς ὁμοῦ καὶ ἅπερ ἔπραττε τότε, τίνα δὲ ταῦτα ἦν. Έπρεπε γὰρ αὐτῷ, δι' ἂν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, δηλονότι τῷ Θεῷ λόγῳ λέγων, ἐπειδήπερ πολλοῖς τῆς υἱότητος μετέδωκεν καὶ εἰς τὴν δόξαν ἤγαγε ταύτην, τὸν τῆς ἁπάντων σωτηρίας ἀρχηγὸν τὸν Κύριον ἡμῶν καὶ Σωτῆρα Ἰησοῦν τὸν Χριστὸν τὸν παρ' αὐτοῦ ληφθέντα ἄνθρωπον διὰ τῶν παθη μάτων τέλειον ἀποφῆναι, ὥστε φαίνεσθαι καὶ τούτου τὴν φύσιν κακείνου τὴν χάριν. ΚΕΦΑΛ. Γ. Στίχ. ιβ', ιγ. - οὐδὲ γὰρ νῦν, φησί, συμβου δεύειν προσήκεν ὑμῖν, ὅπως ἂν ἀποστάντες τῶν χειρόνων ἐπὶ τὸ κρεῖττον ῥέψητε διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως· πρὸς γὰρ ἤδη πεπιστευκότας ὁ λόγος μοι γίνεται, ὥστε τὰ αὐτὰ παραινεῖν ὑμῖν προσήκεν, ὅπως ἂν ἐπιμένητε τοῖς δόξασιν ἅπαξ Τοῦτο οὖν λέγει, ὅτι οἱ πιστεύσαντες καὶ τοῦ Πνεύ ματος μετειληφότες μέτοχος τῆς ὑποστάσεως τοῦ Χριστοῦ γεγόναμεν, ὥσπερ τινὰ φυσικὴν τὴν πρὸς αὐτὸν κοινωνίαν δεξάμενοι· λείπει δὴ λοιπὸν τὸ τὴν ἀρχὴν ταύτην ἐν ἀχεραίῳ διαφυλάξαι γνώμῃ. Στίχ. ις' ιη. — Βούλεται δείξαι, ὅτι πάντες οἱ διὰ Μωσέως ἐξελθόντες ἀπώλοντο δι' ἀπιστίαν, ὥστε ἐκ παραλλήλου μειζόνως φοβῆσαι τούτους πρὸς οὓς ἐπιεῖτο τὸν λόγον Οἱ δὲ τούτοις ἀντιλέγοντες προσεῖχον οὔτε τῇ ἀκολουθίᾳ τῶν ἑξῆς, τοῦ, Τίσιν δὲ προσώχθισε; καὶ, Τίσι δὲ ὤμοσεν; ἀναγινωσκομένων μὲν κατ' ἐρώτησιν, τὴν αὐτὴν δὲ ἀπαιτούντων ἀνταπόδοσιν· οὔτε ἐκεῖνο συνίεσαν ὅτι Τινὲς δὲ ἀκούσαντες παρεπίκραναν, τότε λέγεσθαι κατ' αὐτῶν ἠδύναντο τὴν διάνοιαν, εἴπερ δὴ ὀλίγος ἀπὸ πολλῶν τοῦτο ὑπομεμενηκότες ἦσαν· λέγομεν γὰρ ἐπὶ τῶν πραττομένων, ότι τινὲς ἐποίησαν, 175. Θ. φησίν. Θ. τινὲς γὰρ ἀλλ' οὐ ν. οἱ δὲ τ. ἀντ. προσείχον 80 συνίεσαν κατ' αὐτήν. τίνες.
PG 66:959Α τόδε μέρος ἀπὸ πλήθους ἀποτεμνόμενοι, ὅταν ἐλάτο τονας εἶναι τοὺς πεποιηκότας συμβαίνῃ τῶν οὐ πεποιηκότων, ἐνταῦθα δὲ δύο μόνοι, Ἰησοῦς καὶ Χαλέβ ὥστε οὐδὲ ἀκολουθίαν εἶχε τινα τὸ λέγειν, τινὰς (1) εἶναι τοὺς παραπικραίνοντας, δύο μόνων ἀπὸ τοσούτου πλήθους ὄντων. Ὁ δὲ μακάριος Παῦλος ταῦτα τέθεικεν (2) οὐδὲν λυμαίνεσθαι τῇ ἀποφάσει τῶν δύο να μίσας τὸν ἀριθμόν. Στίχ. α', β'.-Προσήκεν (3) φοβείσθαι, φησίν, όπως ἂν μὴ αὐτοὶ τῆς εἰς τὴν κατάπαυσιν εἰσόδου τὴν ἐπαγ γελίαν δεξάμενοι υστερήσωμεν μοχθηρίας γνώμης μηδὲ γάρ τις ολέσθω ἀρκεῖν αὐτῷ τὴν ἐπαγγελίαν τῶν μελλόντων, ὥσπερ οὐδὲ ἐκείνοις· οὐ γὰρ ἦσαν Β κατὰ τὴν πίστιν τοῖς ἐπαγγελθεῖσι συνημμένοι· ὅθεν οὕτως ἀναγνωστέον· Μὴ συγκεκερασμένους τῇ πίστει τοῖς ἀκουσθεῖσιν, ἵνα εἴπῃ ταῖς πρὸς αὐτ τοὺς γεγενημέναις ἐπαγγελίαις τοῦ Θεοῦ διὰ Μα σέως. Στίχ. 8-5. - Αληθινῆς (4) καταπαύσεως τοῦτο τὸ ἔργον, τὸ μὴ πάλιν ἐπὶ τὰ παλαιὰ ἀνατρέχειν μεταβολὴν ὑπομένοντας καὶ μετάθεσιν· ὥσπερ γὰρ ὁ Θεὸς λέγεται πεπαῦσθαι τοῦ ποιεῖν τὸν κόσμον, ἀπεξ αὐτοῦ τῇ κατασκευῇ τέλος δεδωκώς, οὕτως προσῆκε καὶ τὸν εἰς κατάπαυσιν εἰσιόντα μὴ παλινδρομεῖν ἐπὶ τὰ παλαιὰ, πόνους ὑφορώμενον τοὺς τῆς ἀρετῆς εἰς τε παράβασιν νομίμων ἐξοκέλλοντα (5)· τούτοις γὰρ ἀκολουθεῖν ἀνάγκη την μεταβολὴν καὶ τὴν ἀπὸ τῆς καταστάσεως μετάστασιν. Τὸ δὲ σήμερον, φησίν, οὔτε ἀόριστόν ἐστιν, οὔτε μὴν ἐπὶ τοῦ ἐκτὸς ἡμέρα; διαστήματος λέγεσθαι δύναται, ὡς ἂν ἐφ' ἑκάστης ἡμέρας τοῦ σήμερον ἁρμόττοντος. Τοῦτο δὲ οὐ τῆς ἀποστολικῆς σαφηνείας Ένεκεν μόνον ἐπισημήνασθαι δίκαιον ᾠήθην, ἀλλὰ καὶ τῶν βουλομένων ἐπὶ τῆς γεννήσεως τῆς τοῦ Μονογενοῦς θεότητος λαμβάνειν τὸ, Εγώ σήμερον γεγέννηκά σε, οἱ τὸ σήμερα αόριστον εἶναι ἀποφαίνονται, οὐδὲ τοῦτο ἐννοοῦντες, ὅτι τὸ σήμερον λέγεσθαι οὐκ ἂν δύναιτο μὴ οὔσης ημέρας. Ὅτι γὰρ οὐδὲ ἀόριστον λέγοιτο ἂν τὸ σήμε ρον, σαφῶς ὁ ᾿Απόστολος ἐδήλωσεν εἰπών· Πάλιν τινὰ ὀρίζει ἡμέραν ἐν Δαβὶδ λέγων, ἡ δὲ (6) καὶ ἑτέρωθι· Παρακαλεῖτε ἑαυτοὺς, ἔφη, καθ' ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖται. Πρώτον μὲν ἔδειξεν ὅτι οὐκ ἔξω τῶν ἡμερῶν τὸ σήμερον λέ γοιτο τῷ εἰπεῖν, καθ' ἑκάστην (7) ἡμέραν, καὶ οὕτως ἐπαγαγεῖν τὸ, Αχρις οὗ τὸ σήμερον καλεῖται, ἔπειτα οὐδὲ οὕτω φαίνεται περὶ τοῦ σήμερον ὡς ἂν ἀορίστου διαλεγόμενος, οὐ δυναμένου μὲν τοῖς παρεληλυθόσι, δυναμένου δὲ καὶ τοῖς μέλλουσιν ἁρμόττειν· τί γάρ φησι; Καθ' ἑκάστην ἡμέραν τὸ σήμερον λέγεσθαι πρὸς ἡμᾶς νομίσαντες, οὕτως ἐπιμελεῖσθε (8) τοῦ μένειν ἐπὶ τῆς πίστεως. Ὡς γὰρ τοῦ σήμερον την παρούσ σαν σημαίνοντος ἡμέραν, οὕτως αὐτοῖς συνεβούλευσε, καταχρησάμενος τῇ σημασία μᾶλλον πρὸς τὸ τῆς παραινέσεως ὠφέλιμον. (2) ν. 'Ο δὲ μ. Π. τ. τέθ. ego adjeci. (3) Θ. F. leg. προσήκει. γ. εἰς τε εἰ ἐξοκέλλοντα ἐπιμελεῖσθαι.
PG 66:961ΚΕΦΑΛ. Γ'. Στίχ. ιη'. -- Τὸ διὰ δύο ἀμεταθέτων, τῷ τε Θεὸν εἶναι τὸν ἐπαγγειλάμενον οὐδαμῶς οἷόν τε ψεύ σασθαι, καὶ τῷ μεθ᾽ ὅρκου ποιήσασθαι τὴν ἐπαγγελίαν. Στίχ. κ'. - Θεόδωρος δέ φησιν ὁμοίως τῷ μας καρίῳ Ἰωάννῃ, προσθεὶς ὅτι αἰώνιος ἡμῖν γέγονεν ἀρχιερεὺς ὁ Χριστὸς τῷ πάντας τοὺς καθ' ἑκάστην γενεάν πιστεύοντας δι' ἑαυτοῦ προσάγειν τῷ Θεῷ ἐπὶ τῇ τῆς ἀναστάσεως ἐλπίδι· οὗτος γὰρ ὁ Μελχισεδέκ βασιλεύς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. ΚΕΦΑΛ. Ζ. Στίχ. γ. - Διηγείτο ὕστερον ὅπως ὁ ναὸς κατά εσκεύαστο, καὶ λέγει δύο εἶναι τὰς σκηνάς, ἀλλ' εἰ; μὲν τὴν πρώτην διὰ παντὸς τοὺς ἱερεῖς εἰσιόντας τὰ νενομισμένα ἐπιτελεῖν, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ τὸν ἀρχιερέα μόνον· καὶ δὴ τὸ ἀπὸ τούτων σημαινόμενον διδάσκειν βουλόμενος, ἐπάγει Τούτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου, μήπω πεφανερώσθαι τὴν τῶν ἁγίων ὁδόν. Ὥσπερ τοίνυν οὐχ ἡ τοῦ τόπου φύσις ἦν ἄβατος, ἐφ᾽ οὗ δὴ τὸν ἐνδότερον οἶκον κατεσκευάσθαι συνέβαινεν, ἀλλ' ἡ κατασκευὴ καὶ τὸ νόμιμον καὶ ἡ τοῦ τόπου ἀφιέ ρωσις ἄβατον ἐποίει τὸν τόπον, ὅμως σύμβολον ἔφη εἶναι τοῦτο τῶν οὐρανῶν, οὕτω κάνταῦθα βουλόμενος τὸν Χριστὸν ἀρχιερέα δεῖξαι κατὰ τὴν τάξιν Μελχισεδὲκ, λέγει τὰ κατ' ἐκεῖνον, οὐ τὴν φύσιν ἐξηγούμενος, ἀλλὰ τὴν κατ' αὐτὸν διήγησιν ἀπὸ τῆς θείας τεθεὶς Γραφῆς καὶ ἀπ' ἐκείνης ἐμφαίνων τὸ ὅμοιον. Απάτορα τοίνυν καὶ ἀμήτορα καλεῖ, ὡς τῆς θείας Γραφῆς γονέας αὐτοῦ μὴ διηγουμένης, ὅθεν ἐπήγαγε τι, ἀγενεαλόγητος, δεικνύς ότι οὐ φύσιν λέγει τοῦ ἀνδρὸς, ἀλλὰ τῆς θείας Γραφῆς διήγησιν· εἶτ᾽ ἐπι συνάπτει· Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, οὐκ ἐν τῇ φύσει, ἀλλ' ἐν τῇ θείᾳ Γραφῇ. Καὶ ἐπειδὴ ταῦτα δυνατὸν ἦν καὶ ἐπ' ἄλλου λέγεσθαι, ἐμνημόνευσε γὰρ ἡ θεία Γραφή πολλῶν, οὔτε τους γονέα; εἰποῦσα, οὔτε τὴν γενεαλογίαν ἐκθεμένη, καὶ μάλιστα ὅσους ἔξω τοῦ Ἰσραηλιτικού γένους γεγο νότες με μαθήκαμεν, καλῶς ἐπήγαγε τον ομοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεύς εἰς τὸ διηνεκές· οὐκέτι γὰρ καὶ τοῦτο μετὰ τῶν λατών ἦν ἐπ' ἄλλου, ἐμφαίνει δὲ ἀπὸ τῆς κατὰ τὴν Γραφήν διηγήσεως, ὅπως αὐτῷ καὶ τὰ λοιπὰ προσήν, Διὰ καὶ τοῦτο. Καὶ γὰρ ὁ Χριστὸς ἦν μὲν ἀπάτωρ γεννήσει τῆς ἀνθρωπείας φύσεως, ἀμήτωρ δὲ τῇ γεννήσει τῆς θείας ὑπάρξεως, ἀλλὰ μὴν καὶ ἀγενεαλόγητος· τίς γὰρ ἂν γενεαλογία τοῦ ἐκ Πατρὸς ὄντας μόνον; ὅτι δὲ οὔτε ἀρχὴν ἡμερῶν ἔχει, οὔτε ζωῆς τέλος, καὶ τοῦτο δῆλον, ἀλλ' ἐνταῦθα μὲν ἐπὶ τῶν πραγμάτων, ἐκεῖ δὲ ἐπὶ τῆς διηγήσεως· τὸ μὲν κερία μένειν εἰς τὸ διηνεκὲς ἀπὸ τῆς θείας ἔλαβε Γραφῆς, τῷ εἰπεῖν· Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, ὡσανεὶ κακείνου διηνεκώς Ιερατεύοντος· διηνεχῆ δὲ αὐτὸν ἱερέα εκάλεσεν, ώσε 199. Θ. δὲ οὕτω φησί. (Θ.) 203. (Θ) Θ. φησί τὰ εἰρημένα τις προ αὐτοῦ μὴ ἀποδεξάμενος, ταῦτα ἐπάγει δεῖ τόν ἀδύνατον.
PG 66:967Στίχ. ιβ', ιγ'. – Που εἰσιν (1) οι λέγοντες τον Απόστολον ἐν ταύτῃ τῇ Ἐπιστολῇ ἀναιρεῖν τὴν μετάνοιαν διὰ τοῦ λέγειν· 'Αδύνατον γάρ τοὺς φωτι σθέντας, καὶ τὰ ἑξῆς, πάλιν ἀνακαινίζειν εἰς μετά νοιαν ; πῶς ἄρα ταῦτα νοοῦσιν; πῶς τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα άναρθωθῆναι κελεύει; χωλοῦ δὲ ἴασιν ποίαν βούλεται με νέσθαι ὁ μετάνοιαν τῶν ἡμαρτηκότων οὐ προσιέμενος; Ὅτι γὰρ ταῦτα πιστοῖς γράφει, δῆλον ἐξ ὧν φησί πρὸς αὐτούς· ᾿Αναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν οἷς φωτισθέντες πολλὴν ἄθλησα ὑπεμείνατε παθημάτων (2). Στίχ. ιζ'. Οὐ τὴν (3) μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται, ἀλλὰ διδάξει ὡς οὐκ ἔνεστιν ἐν καιρῷ τὴν προσήκουσαν διόρθωσιν οὐκ ἐπιδεξαμένους ὕστερον αὐτὴν ἀνακτᾶσθαι, ὅταν ὁ τῆς ἀνταποδόσεω; καιρός καταλλήλως επάγεσθαι τῷ ἑκάστου τρίπο μέλλῃ· οὐ γὰρ ἐναντία λέγειν ἐσπούδακεν ἑαυτῷ, καὶ ταῦτα οὕτως ἐκ τοῦ σύνεγγυς γνοίη δ' ἄν τις ἐκ τοῦ παραδείγματος ὅ φησι. Πρῶτον μὲν γὰρ ἐμνημόνευσε τοῦ Ἡσαῦ, τότε μὲν ἀθυμήσαντος, ὅτε τῆς εὐλογίας οὐκ ἔτυχεν, μείναντος δὲ ἐπὶ τῆς τοῦ τρόπου κακίας ὁμοίως καὶ μετὰ τοῦτο· ἔπειτα οὐχὶ συγχωρήσεως ἁμαρτημάτων μετανοήσας οὐκ ἔτυχεν ἐκεῖνος, οἱ γὰρ τοῦτο ᾔτει τότε, ἀλλ᾽ εὐλογίαν (4), ἣν κατὰ τὴν ἀξίαν τοῦ τρόπου τῷ ἀδελφῷ δοθεῖσαν ἀφαιρεθῆναι αὖθις οὐδαμῶς οἷόν τε ἦν καὶ δοθῆναι τούτῳ πάλιν. Ἔστι μέντοι καὶ τοῦτο εὑρεῖν, ὡς οὐκ ἀνόνητα αὐτῷ πάντη τὰ δάκρυα ἐγένετο· ἀμέλει φαίνεται ὁ Πατήρ μετὰ τοῦτο παθὼν ἐπ' αὐτῷ καί τινας εὐλογίας αὐτῷ δεδωκώς· οὕτως οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται. Στίχ. κς'. Καλῶς (5) ἀπὸ τῆς τοῦ προφήτου φωνῆς τῶν τε νῦν τὴν μεταβολὴν καὶ τῶν ὑστέρων τὸ βέβαιον συνίστησιν· τὸ μὲν γὰρ σείειν ἐπαγγείλασθαι τὴν μετάθεσιν αὐτῶν δηλοῖ πάντως ὡς ἐσο μένην, τῇ δὲ τοῦ ἅπαξ προσθήκῃ τῶν μετὰ τοῦτο δηλοῖ τὸ ἀμετάθετον. Στίχ. ζ'. - Θεόδωρος (6) δέ φησιν ἡγουμένους τοὺς παρ' αὐτοῖς καταγγείλαντας τὸν λόγον τῆς εἰ σεβείας καὶ τελειωθέντας ὑπὸ Ἰουδαίων αὐτόθι· ποί λοὶ δὲ ἦσαν, οὔτε Στέφανος μόνον καὶ Ἰάκωβος ὁ μαχαίρᾳ ἀναιρεθείς, ἀλλὰ καὶ ὁ τοῦ Κυρίου ἀδελφὸς Ιάκωβος, ἕτεροι δὲ πλεῖστοι σιωπῇ παραδεδομένα. Στίχ. ις'. Ευποιίας (7) εἶπεν εἰς ἔπαινον το γινομένου, κοινωνίαν δὲ διὰ τὸ περὶ ἐμοπίστον γίνεσθαι· ὡς ἂν δέον κοινωνοὺς ἡγεῖσθαι τους τους τους τῶν προσόντων ἡμῖν, οὕτω μετὰ σπουδῆς ταῖς χρείαις αὐτῶν ἀρχεῖν αἱρουμένους (8).
PG 66:711
PG 66:717
PG 66:733
PG 66:737
PG 66:781
PG 66:793
PG 66:821
PG 66:841
PG 66:869
PG 66:895
PG 66:917
PG 66:945
PG 66:965
Page scan enlarged

Notebook

Full View