PG 66Synesius of Cyrene
In Praise of Baldness
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (recovered via audit-verified maximization) — PG column chips mark the printed columns.
PG 66:1167ΦΑΛΑΚΡΑΣ ΕΓΚΩΜΙΟΝ
PG 66:1169Δίωνι τῷ χρυσῷ τὴν γλῶτταν ἐποιήθη βιβλίον, κόμης ἐγκώμιον, οὕτω δή τι λαμπρόν, ὡς ἀνάγκην εἶναι παρὰ τοῦ λόγου φαλακρὸν ἄνδρα αἰσχύνεσθαι. συνεπιτί-θεται γὰρ ὁ λόγος τῇ φύσει· φύσει δὲ ἅπαντες ἐθέλομεν εἶναι καλοί, πρὸς ὃ μέγα μέρος αἱ τρίχες συμβάλλονται, αἷς ἡμᾶς ἐκ παίδων ἡ φύσις ᾠκείωσεν. ἐγὼ μὲν οὖν καὶ ὁπηνίκα τὸ δεινὸν ἤρχετο καὶ θρὶξ ἀπερρύη, μέσην αὐτὴν δέδηγμαι τὴν καρδίαν· καὶ ἐπειδὴ προσέκειτο μᾶλλον, ἄλλης ἐπ’ ἄλλῃ πιπτούσης, ἤδη δὲ καὶ σύνδυο καὶ κατὰ πλείους, καὶ ὁ πόλεμος λαμπρὸς ἦν, ἀγομένης καὶ φερο-μένης τῆς κεφαλῆς, τότε δή, τότε χαλεπώτερα πάσχειν ᾤμην ἢ ὑπ’ Ἀρχιδάμου τοὺς Ἀθηναίους ἐπὶ τῇ δενδρο-τομίᾳ τῶν Ἀχαρνῶν, ταχύ τε ἀπεδείχθην ἀνεπιτήδευτος Εὐβοεύς, οὓς ὄπιθεν κομόωντας ἐστράτευσεν ἐπὶ Τροίαν ἡ ποίησις. ἐν ᾧ τίνα μὲν θεῶν, τίνα δὲ δαιμόνων παρῆλθον ἀκατηγόρητον; ἐπειθόμην δὲ καὶ Ἐπικούρου τι γράφειν ἐγκώμιον, οὐ κατὰ ταὐτὰ περὶ τῶν θεῶν διακείμενος, ἀλλ’ ὡς ὅ τι κἀγὼ δυναίμην ἀντιδηξόμενος. ἔλεγον γὰρ ὅτι ποῦ τὰ τῆς προνοίας ἐν τῷ παρ’ ἀξίαν ἑκάστου; καὶ τί γὰρ ἀδικῶν ἐγὼ φανοῦμαι ταῖς γυναιξὶν ἀηδέστερος; οὐ δεινόν, εἰ ταῖς ἐκ γειτόνων· τὰ γὰρ ἐς Ἀφροδίτην ἐγὼ δικαιότατος, κἂν τῷ Βελλεροφόντῃ σωφροσύνης ἀμφι-σβητήσαιμι. ἀλλὰ καὶ μήτηρ, ἀλλὰ καὶ ἀδελφαί, φασί, τῷ κάλλει τι νέμουσι τῶν ἀρρένων· ἐδήλωσε δὲ ἡ Παρύσατις, Ἀρταξέρξην τὸν βασιλέα διὰ Κῦρον τὸν καλὸν ἀποστέρξασα.
PG 66:1170Ταῦτ’ ἄρα ἐποτνιώμην, καὶ μικρὸν οὐδὲν ἐπενόουν περὶ τῆς συμφορᾶς. ἐπεὶ δὲ ὅ τε χρόνος αὐτὴν συνηθεστέραν ἐποίησε, καὶ ὁ λόγος ἀντεισιὼν κατεξανίστη τοῦ πάθους, τὸ δὲ κατὰ μικρὸν ὑπεξίστατο, ἤδη διὰ ταῦτα ῥᾴων ἦν καὶ ἀνέφερον· νυνὶ δὲ ἀνθυπήνεγκεν αὐτὸ ῥεῦμα ἕτερον οὗτος αὐτὸς ὁ Δίων, καὶ ἐπανήκει μοι μετὰ συνηγόρου. πρὸς δύο δέ, φησὶν ὁ λόγος, οὐδ’ Ἡρακλῆς, εἰ τοὺς Μολιονίδας ἐκ λόχου προσπεσόντας οὐκ ἤνεγκεν, ἀλλὰ καὶ πρὸς τὴν ὕδραν ἀγωνιζόμενος, τέως μὲν εἷς ἑνὶ συνεστήκεσαν· ἐπεὶ δὲ ὁ καρκίνος αὐτῇ παρεγένετο, κἂν ἀπεῖπεν, εἰ μὴ τὴν Ἰόλεω συμμαχίαν ἀντεπηγάγετο. κἀγώ μοι δοκῶ παραπλήσιόν τι παθεῖν ὑπὸ Δίωνος, οὐκ ἔχων ἀδελφιδοῦν τὸν Ἰόλεων. πάλιν οὖν ἐκλαθόμενος ἐμαυτοῦ τε καὶ τῶν λογισμῶν, ἐλεγεῖα ποιῶ θρῆνον ἐπὶ τῇ κόμῃ. σὺ δὲ ἐπειδὴ φαλακρῶν μὲν ὁ κράτιστος εἶ, δοκεῖς δέ τις εἶναι γεννάδας, ὃς οὐδὲ ἐμπάζῃ τῆς συμφορᾶς, ἀλλὰ καί, ὅταν ἔτνους προ-κειμένου μετώπων ἐξέτασις γίνηται, σαυτὸν ἐπιλέγεις, ὡς ἐπ’ ἀγαθῷ δή τινι φιλοτιμούμενος, οὐκοῦν ἀνάσχου τοῦ λόγου, καὶ τήρησον ἐν πείσῃ, φασί, τὴν καρδίαν, ὥσπερ ὁ Ὀδυσσεὺς πρὸς τὴν ἀναγωγίαν τῶν γυναικῶν ἀνέκ-πληκτος ἔμεινε· καὶ σὺ πειρῶ μηδὲν ὑπὸ τούτου παθεῖν. ἀλλ’ οὐκ ἂν δύναιο; τί φῄς; καὶ μὴν δυνήσῃ. τοιγαροῦν ἄκουε. δεῖ δὲ οὐδὲν ἐξελίττειν τὸ βιβλίον, ἀλλ’ αὐτὸς ἐρῶ. καὶ γὰρ οὐδὲ πολύστιχόν ἐστι· γλαφυρὸν μέντοι, καὶ τὸ κάλλος αὐτοῦ προσιζάνει τῇ μνήμῃ, ὥστε οὐδὲ βουλόμενον ἐπιλαθέσθαι με οἷόν τε.
PG 66:1172«Ἀναστὰς ἕωθεν καὶ τοὺς θεοὺς προσειπών, ὅπερ εἴωθα, ἐπεμελούμην τῆς κόμης· καὶ γὰρ ἐτύγχανον μαλακώτερον τὸ σῶμα ἔχων· ἡ δὲ ἠμέλητο ἐκ πλείονος. πάνυ γοῦν συνέστραπτο καὶ συνεπέπλεκτο τὰ πολλὰ αὐτῆς, οἷον τῶν ὀίων τὰ περὶ τοῖς σκέλεσιν αἰωρούμενα· πολὺ δὲ ταῦτα σκληρότερα, ὡς ἂν ἐκ λεπτοτέρων συμπε-πλεγμένα τῶν τριχῶν. ἦν οὖν ὀφθῆναί τε ἀγρία ἡ κόμη καὶ βαρεῖα· μόλις δὲ διελύετο, καὶ τὰ πολλὰ αὐτῆς ἀπε-σπᾶτο καὶ διετείνετο. οὐκοῦν ἐπῄει μοι τοὺς φιλοκόμους ἐπαινεῖν, οἳ φιλόκαλοι ὄντες καὶ τὰς κόμας περὶ πλείστου ποιούμενοι ἐπιμελοῦνται οὐ ῥᾳθύμως, ἀλλὰ κάλαμόν τινα ἔχουσιν ἀεὶ ἐν αὐτῇ τῇ κόμῃ, ᾧ ξαίνουσιν αὐτήν, ὅταν σχολὴν ἄγωσι· καὶ τοῦτο δὴ τὸ χαλεπώτατον, χαμαὶ κοιμώμενοι φυλάττουσιν ὅπως μηδέποτε ἅψωνται τῆς γῆς, ὑπερείδοντες ὑπὸ τὴν κεφαλὴν μικρὸν ξύλον, ὅπως ἀπέχῃ τῆς γῆς ὡς πλεῖστον, καὶ μᾶλλον φροντίζουσι τοῦ καθαρὰν φέρειν τὴν κόμην ἢ τοῦ ἡδέως καθεύδειν· ἡ μὲν γὰρ καλούς τε καὶ φοβεροὺς αὐτοὺς ἔοικε ποιεῖν, ὁ δὲ ὕπνος, κἂν πάνυ ἡδὺς ᾖ, βραδεῖς τε καὶ ἀφυλάκτους. δοκοῦσι δέ μοι καὶ Λακεδαιμόνιοι μὴ ἀμελεῖν τοῦ τοιούτου πράγματος, οἳ τότε ἥκοντες πρὸ τῆς μάχης τῆς μεγάλης τε καὶ δεινῆς, ὅτε μόνοι τῶν Ἑλλήνων ἔμελλον δέχεσθαι βασιλέα, τριακόσιοι τὸν ἀριθμὸν ὄντες, ἐκάθηντο ἀσκοῦντες τὰς κόμας. δοκεῖ δέ μοι καὶ Ὅμηρος πλείστης ἐπιμελείας ἀξιοῦν τὸ τοιοῦτον. ἀπό γε μὴν ὀφθαλμῶν οὐ πολλάκις ἐπαινεῖ τοὺς καλούς, οὐδὲ ἀπὸ τούτου μάλιστα ἡγεῖται τὸ κάλλος ἐπιδείξειν. οὐδενὸς οὖν τῶν ἡρώων ὀφθαλμοὺς ἐγκωμιάζει ἢ Ἀγα-μέμνονος, ὥσπερ καὶ τὸ ἄλλο σῶμα ἐπαινεῖ αὐτοῦ· καὶ οὐ μόνον τοὺς Ἕλληνας ἑλίκωπας καλεῖ, ἀλλ’ οὐδὲν ἧττον καὶ τὸν Ἀγαμέμνονα τὸ κοινὸν ἐπὶ τοῖς Ἕλλησιν· ἀπὸ δὲ τῆς κόμης ἅπαντας· πρῶτον μὲν Ἀχιλλέα, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα· ἔπειτα Μενέλεων, ξανθὸν ἐπονομάζων ἀπὸ τῆς κόμης· τῆς δὲ Ἕκτορος χαίτης μέμνηται, ἀμφὶ δὲ χαῖται κυάνεαι πεφόρηντο· Εὐφόρβου γε μὴν τοῦ καλλίστου τῶν Τρώων ἀποθανόντος, οὐδὲν ἄλλο ὠδύρετο λέγων αἵματί οἱ δεύοντο κόμαι, Χαρίτεσσιν ὁμοῖαι, πλοχμοί θ’, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο· καὶ τὸν Ὀδυσσέα, ὅταν ἐθέλῃ καλὸν γεγονότα ὑπὸ τῆς Ἀθηνᾶς ἐπιδεῖξαι, φησὶ γοῦν κυάνεαι δ’ ἐγένοντο ἔθειραι πάλιν δὲ ἐπὶ τοῦ αὐτοῦ κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. καὶ πρέπειν γε μᾶλλον τοῖς ἀνδράσι φαίνεται καθ’ Ὅμηρον ὁ κόσμος ὁ τῶν τριχῶν ἢ ταῖς γυναιξί. γυναικῶν γοῦν περὶ κάλλους διεξιών, οὐ τοσαυτάκις φαίνεται κόμης μεμνη-μένος, ἐπεί τοι καὶ τῶν θεῶν τὰς μὲν θηλείας ἄλλως ἐπαι-νεῖ· χρυσῆν γὰρ Ἀφροδίτην, καὶ βοῶπιν Ἥραν, καὶ Θέτιν ἀργυρόπεζαν. τοῦ Διὸς δὲ μάλιστα ἐπαινεῖ τὰς χαίτας· ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος.»
PG 66:1174Ταυτὶ μέν σοι τὰ Δίωνος. ἀτάρ, ὡς οὐδὲ μάντις εἰμὶ πονηρός, ᾔδειν Θρασύμαχον ἐρυθριῶντα ὀψόμενος· ἀλλὰ περὶ ἐμὲ γὰρ οὐκέτι παραπλήσιον πάθος ἐγένετο. κομιδῇ γέ τοι τὴν πρώτην ἑαλωκὼς τοῦ λόγου, νῦν μοι δοκεῖ Δίων λέγειν μὲν εἶναι δεινός, οὐκ ἔχειν δὲ ὅ τι καὶ λέγοι, λέγειν δὲ ὅμως ὑπὸ περιουσίας τοῦ δύνασθαι· ἐπεί τοι πολλῷ θαυμασιώτερος ἂν φανῆναι τοὐναντίον ἐπαι-νέσαι προελόμενος, τὸ καθ’ ἡμᾶς πρᾶγμα τῆς κεφαλῆς. ὁ γὰρ ἐν ἀπόροις εὔπορος τί ἂν ἐποίησεν, ἐμπεσὼν ὕλῃ χωρούσῃ τὴν δύναμιν; νυνὶ δέ, οὔσης αὐτῷ κόμης καὶ τέ-χνης, ἐχρήσατο τῇ τέχνῃ περὶ τῆς κόμης. ὡς δὲ καὶ πανούρ-γως ἑαυτὸν εἰς τὸ βιβλίον παρήγαγεν. οὐ γὰρ ἕτερός τίς ἐστιν ὁ ἐν τῷ λόγῳ φιλόκομος, ὁ τῷ καλάμῳ καλλύνων τὴν κόμην, ἀλλ’ οὗτος αὐτός, ὅτῳ ποτὲ τῷ καλάμῳ τὸν λόγον ξυνέγραψεν. εἰ δὲ κἀγὼ φαλακρός εἰμι, καὶ δύναμαι λέγειν, καὶ τὸ πρᾶγμα τοῦ πράγματος πλέονι κάλλιόν ἐστιν, ἢ ἐγὼ Δίωνος χείρων, τί οὐκ ἀνταποδύομαι, καὶ λαμβάνω πεῖραν ἐμαυτοῦ τε καὶ τῆς ὑποθέσεως, εἰ ἄρα δυναίμην ἀντιπεριστῆσαι τοῖς κομήταις τὸ ὄνειδος; ἐρῶ δέ, οὔτε προοιμιασάμενος ἀκμαῖόν τι καὶ τορόν, οἵῳ τοὺς ἀγωνιστικοὺς λόγους οἱ ῥήτορες ὥσπερ ἐμβόλοις τὰς τριή-ρεις ὁπλίζουσιν, οὔτε προᾴσας, ὅπερ Δίων ἐποίησε, μέλος ἀναβεβλημένον καὶ λιγυρόν, [ὅ,] ἅτε κιθαρῳδικοῦ νόμου, τοῦ λόγου προανεκρούσατο· «Ἀναστὰς ἕωθεν, καὶ τοὺς θεοὺς προσειπών, ὅπερ εἴωθα, ἐπεμελούμην τῆς κόμης. καὶ γὰρ ἐτύγχανον τὸ σῶμα μαλακώτερον ἔχων· ἡ δὲ ἠμέλητο ἐκ πλείονος.» κᾆθ’ οὕτω προιὼν διὰ τῶν συμπτωμάτων τῆς ἀμελείας, ἔλαθεν ἡμᾶς καταστὰς εἰς ἔπαινον τῆς ἐπι-μελείας. ταῦτα γὰρ ἡμᾶς δρῶσιν οἱ δεινοὶ τῶν λόγων δημιουργοί· νῦν μὲν κηλοῦσιν, νῦν δὲ καταπλήττουσιν. ἐγὼ δὲ δυναίμην οὐ χεῖρον ἑτέρου συνιέναι περὶ πρα-γμάτων· ῥητορικὴν δὲ οὐκ ἐργάζομαι, ἀλλὰ προὐστησάμην τοῦ βίου τέχνας δύο, φυτηκομεῖν τε καὶ κυνοκομεῖν ἐπὶ τῶν θηρίων τὰ ἀλκιμώτατα. δάκτυλοι δὲ οὗτοι σκαφίσι καὶ προβολίοις ἀντὶ καλάμων τετρίφαται, εἰ μὴ κάλαμον λέγοις ἀντὶ τοῦ γραφέως τὸν ἐν βέλει. τούτῳ μὲν γὰρ οὐδὲν θαυμαστὸν εἰ καὶ προστετήκασιν. οὐ δὴ καταισχυνῶ τὰ πάτρια τῶν ἀγρῶν, οὐδὲ φανοῦμαι στρογγύλλων λογά-ρια, προοίμιά τινα καὶ προνόμια· ἀλλ’ ὃ κράτιστον ἡγοῦμαι καὶ ἀγροίκῳ πρὸς τρόπου, ψιλὰς αὐτὰς τῶν νοημάτων τὰς φάσεις εἰς μέσον κατατιθέμενος, ἀγωνιοῦμαι τοῖς πράγ-μασι, μόνον εἰ τῆς γλώττης τὸν τόνον ἀπὸ τῆς διαλέξεως εἰς ἐπιστροφὴν μεθαρμόσαιμι, ἀπὸ Δωρίου, φασίν, ἐπὶ Φρύγιον. δεῖ γέ τοι πνεύματος ἀρκοῦντος ἐπιχειρήμασιν, ἅττα μοι πολλὰ τὴν καρδίαν ἀναδώσειν μαντεύομαι.

4 perpetuo, quo 65 eam dum vacat vellicent, in crine A. gerunt; ac quod in ea re molestius est, humi cum jacent, terram ipsam verentur attingere, et ab ea ut absit plurimum, ligno aliquo caput sur fulciunt, majoremque nitidæ comæ habendæ, quam suaviter dormfendi curam adhibent. Illa ‹ enim pulchritudinem ac terrorem addit: som ‹ nus, quantumvis suavis, inertes et improvidos reddit. Nec ea vero res Lacedæmoniis neglectui fuisse videtur, quorum trecenti olim cum venis sent, ante grave illud ac formidolosum certa men, quo soli ex Græcis Persarum regis impe ‹ tum propulsaturi erant, comam adornantes se ‹ debant. Quin ab Homero multum illi curæ stirdiique tribuitur. Nam si quos ob pulchritudinem laudat, oculorum raro meminit, nec in eo præ cipuum esse putat laudandæ pulchritudinis ar gumentum. Neminem igitur heroum ex oculis commendat, uno excepto Agamemnone, idque ‹ cum et reliquum ejus corpus laudaret: et non Græcos tantum omnes nigris ac volubilibus ocu lis conspiciendos appellat, sed ipsum etiam Aga ● memnonem; id quod commune Græcis erat om nibus: cemain autem in singulis laude afficit; in Achille cum primis, ....Flavaque coma prensavit Achillem. Deinde Menelaum a coma flavum nuncupans. De Hectoris vero cæsarie mentionem facit. Casaries raptata..... Et cærula passim Euphorbo deinceps Trojanorum formosissimo C. oecumbente, nihil præter comam deplorat aliud Sanguine sparsa coma est, Charitumque similLimus illi ] Crinis, et intorti argentoque auroque capilli. Ulyssem quoque a Minerva formosum factum cum describit, Carulei, inquit, pendent de vertice crines. ‹ Et rursus de eodem, Crispamque in vertice fudit Cæsariem, el gratos hyacinthi flore capillos. Quid quod et capillorum honos ab eodem Ho mero viris quam mulieribus magis convenire censetur? Sane feminarum speciem cum prædi cat, comæ haud ita sæpe mentionem facit. Jam ‹ enim deabus ipsis aliud laudum genus accom ‹ modat, aureamque Venerem, rotundis atque amplis oculis conspicuam Junonem, talis argenteis ‹ insignem Thetidem appellat. Jovis vero ex C.E serie apud ipsum præcipua commendatio. Cæsaries magni subito est concussa Tonantis. › 4. Hactenus Dio. Cæterum ut non infelix omnino sum vales, vel ipsum sciebam Thrasymachum 66 pudore suffusum iri: quod mihi ex eo non accidit, quod illico ipsa sum plane oratione victus. Nunc illud mihi occurrit, Dionem incredibili quidem dicendi facultate præditum esse, nihil tamen habere de quo dicat, et præ ipsa nihilominus facultatis

PG 66:1176Οὑμὸς οὖν λόγος ὁριεῖ πάντων ἥκιστα χρῆναι φαλακρὸν ἄνδρα αἰσχύνεσθαι. τί γάρ, εἰ ψιλὴν μὲν ἔχει τὴν κεφαλήν, λάσιον δὲ τὸ φρονοῦν, οἷον τὸν Αἰακίδην ἡ ποίησις ὕμνησεν; ἀλλ’ οὗτός γε ἠμέλει τῶν τριχῶν, ἃς καὶ δωρεῖται νεκρῷ. νεκρὸν γάρ τι καὶ αὗται, καὶ τοῖς ζῶσιν οὐ ζῶντα μέρη παρήρτηνται. ταύτῃ τῶν ζῴων τὰ ἀλογώτερα κατὰ παντὸς αὐτὰς ἠμφίεσται τοῦ σώματος· ἄνθρωπος δέ, ἐπεὶ μετείληφεν ἐναργεστέρας ζωῆς, γυμνός ἐστι τῷ πλείστῳ τοῦ συμφυοῦς φορτίου· ἵνα δὲ μὴ ἀνε-πίμνηστον ὂν τῆς πρὸς τὰ θνητὰ κοινωνίας ἀλαζονεύηται, μέρεσιν ὀλίγοις κομῷ. ὅστις οὖν οὐδὲ τοῖς ὀλίγοις κομᾷ, τοῦτ’ ἔστι πρὸς ἕτερον ἄνθρωπον, ὅπερ ἄνθρωπος πρὸς θηρίον. ὥσπερ δὲ ἄνθρωπος τῶν ἐπὶ γῆς φρονιμώτατόν τε ὁμοῦ καὶ ψιλότατον, οὕτως ὁμολογεῖται μὲν τῶν βοσκη-μάτων ἁπάντων πρόβατον ἠλιθιώτατον εἶναι· τοῦτο δέ ἐστιν ὃ μὴ διακεκριμένας, ἀλλὰ κατὰ συστήματα τὰς τρίχας ἀνίησιν· ὥστε κινδυνεύει τὸ τῶν τριχῶν τοῦτο πρᾶγμα πόλεμον ἔχειν πρὸς φρόνησιν· οὐδενὶ γὰρ ἐθέλουσιν ἅμα συγγίνεσθαι. εἰ δὲ δεῖ τι συντελέσαι καὶ κυνηγέταις· φίλοι γὰρ οἱ ἄνδρες, καὶ ἣν μετέρχονται τέχνην· ἐκεῖναι σοφώ-ταται τῶν κυνῶν, ὧν ὦτα καὶ γαστέρες ψιλαί· αἱ λάσιοι δὲ ἔμπληκτοι καὶ θρασεῖαι, καὶ βελτίους εἰσὶν ἀποῦσαι τῆς θήρας. εἰ δὲ καὶ Πλάτων ὁ σοφὸς τῆς συνωρίδος, ἣν ἐλαύνει ψυχή, τὸν ἄδικον ἵππον περὶ ὦτα λασιόκωφον λέγει, τί καὶ καλὸν ἐννοεῖ περὶ τῶν τριχῶν; ἀλλὰ καὶ μὴ λέγοντος Πλάτωνος, ἀνάγκη κωφὸν εἶναι τὸν ταύτῃ λάσιον, ὅθεν ἀκούομεν, ὥσπερ τυφλὸν τὸν ταύτῃ λάσιον, ὅθεν ὁρῶμεν. τοῦτο μὲν οὖν εἰ γένοιτο, τέρας ἐστίν. ἤδη δὲ ἀνεφύτην ἐπὶ βλεφάρου δίδυμοι τρίχες, καὶ δοκεῖ τὸ ἔσχατον εἶναι κακῶν, παρῳκηκέναι τῷ ὀφθαλμῷ τρίχας, ἐφ’ ἃς ἅπασα τέχνη καὶ βία κινεῖται, μὴ φθάσωσι τὸν ὀφθαλμὸν ἐξορύ-ξασαι. οὐ γὰρ ἀνέχεται τοῖς τιμιωτάτοις ἡ φύσις συνόντα τὰ ἀτιμότατα. τιμιώτατα δὲ τοῦ ζῴου τὰ αἰσθητήρια, καὶ οἷς μάλιστα τῶν τοῦ σώματος μορίων ζῷόν ἐστι· πρώτοις γὰρ αὐτοῖς ἡ ψυχὴ τὰς ἑαυτῆς δυνάμεις ἐμέρισεν· ὄψις δὲ τὸ πάντων θειότατον, ἀλλά τοι καὶ τὸ ψιλότατον. πάλιν οὖν ὥσπερ ἑνὸς ἀνθρώπου τὰ τιμιώτατα φαλακρότατα, οὕτως ἔχειν ἀνάγκη πρὸς αὐτὸ τὸ γένος αὐτοῦ τοῦ γένους τὰ κράτιστα. τουτὶ δὲ μικρῷ πρόσθεν ἐδεικνύετο, καὶ δι’ ὁλοκλήρου τοῦ γένους, ὃ τοσοῦτον ἀναχωρεῖ θηρίων ὅσον τριχῶν. εἰ δὴ ζῴων μὲν ἁπάντων ἱερώτατον ἄνθρω-πος, ἀνθρώπων δέ, οἷς ὑπῆρξεν εὐμοιρῆσαι τὴν ἀποβολὴν τῶν τριχῶν, φαλακρὸς ἂν εἴη τῶν ἐπὶ γῆς τὸ θειότατον.
PG 66:1178Ἔξεστι δὲ τοὺς ἐν μουσείῳ θεάσασθαι πίνακας, τοὺς Διογένας λέγω καὶ τοὺς Σωκράτας καὶ τοὺς οὕστινας βούλει τῶν ἐξ αἰῶνος σοφῶν· φαλακρῶν γὰρ ἂν εἶναι δόξειε θέατρον. Ἀπολλώνιος μὴ ἐνοχλείτω τῷ λόγῳ, μηδ’ εἴ τις ἕτερος γόης καὶ περιττὸς τὰ δαιμόνια. καὶ γὰρ οὐκ ὄντες οὗτοι κομῆται δύνανται φαίνεσθαι τὰ πλήθη καταπολιτευόμενοι· τάχα δὲ οὐδὲ σοφία τὸ τῶν γοήτων, τερατουργία δέ τίς ἐστι, καὶ οὐκ ἐπιστήμη τις, ἀλλὰ δύναμις. οὕτω γὰρ οἱ νομοθέται σοφίαν μὲν τῶν τιμιω-τάτων ἐνόμιζον· ἐπὶ δὲ τοὺς γόητας ἔτρεφον τοὺς δημίους. ὥστε εἰ καὶ κομήτης ἦν Ἀπολλώνιος, οὐδὲν πρὸς λόγον· καίτοι φίλα μοι πρὸς τὸν ἄνδρα, καὶ βουλοίμην ἂν αὐτὸν εἶναι τοῦ καταλόγου. κινδυνεύει γὰρ ἐκ τῶν εἰρημένων ὑγιῶς ἀντιστρέφειν ὁ λόγος· εἰ σοφός τις, καὶ φαλακρός· εἰ μὴ φαλακρός τις, οὐδὲ σοφός. οὕτω δὲ ἔχει καὶ τὰ δαιμόνων. ὃς τὴν Διονύσου τεθέαται τελετήν, τὸ μὲν ὅσον ἐστὶ τοῦ θιάσου δασὺ τριχί, τῇ μὲν οἰκείᾳ, τῇ δὲ ἀλλο-τρίᾳ κατάκομον· Βακχικὸν γὰρ οὐδὲν οὕτως ὡς ἡ νεβρίς· οἱ δὲ καὶ παρὰ τῶν πιτύων κόμας δανείζονται. τούτους μὲν ἅπαντας εἶδεν ἀνασειομένους τε καὶ βρυάζοντας καὶ ἐν ἀκόσμοις σκιρτήμασιν, ὡς ἄν, οἶμαι, τῇ μέθῃ κεκρατη-μένους, ἥτις ποτέ ἐστιν ἐν τελεταῖς ἡ μέθη· πλὴν ἀλλ’ ἐοί-κασιν εἰς τὸ πλημμελὲς ὑπενηνέχθαι τῆς φύσεως. Σειληνῷ δὲ κἀκεῖ καθέδρα καὶ σκύτος ἐστί, καὶ τοῦ Διονύσου παιδαγωγὸς ἀποδέδεικται· ἔδει γάρ, οἶμαι, φαλακρὸν ὄντα νοῦν ἔχειν καὶ σωφρονεῖν ἐν τοσούτοις παρακινήσασι. καίτοι μὴ μικρὸν οἰηθῇς ὑπὸ τοῦ Διὸς ἁπάντων αὐτὸν προτετιμῆσθαι δαιμόνων, παρεῖναι καὶ φρενοῦν αὐτῷ τὸ παιδάριον. δεῖ μὲν γὰρ αὐτῷ καὶ γεύσασθαι τοῦ ζωροῦ, καὶ μανῆναί ποτε φύσεως ἱμέρῳ, καὶ προελθεῖν τὴν παρα-φοράν, ἐς ὃ τοῖς Βάκχοις συνεξορχήσηται· μετρεῖ δὲ αὐτῷ τὴν μανίαν ὁ Σειληνός, μὴ λάθῃ πολὺς ῥυεὶς ἐπὶ θάτερα, καὶ γένηται τῷ πατρὶ δυσανάγωγος. ἀλλὰ ταχὺ γὰρ ἐντεῦθεν ἐπανακτέον λαβόντας ἀποχρῶν τὸ τεκμήριον, ὡς ἐκεῖ φρένες, ὅθεν οἴχονται τρίχες· ἐκεῖ δὲ τρίχες, ὅθεν οἴχονται φρένες. ταῦτ’ ἄρα καὶ Σωκράτης ὁ Σωφρονίσκου, μέτριος ἐς τἄλλα γενόμενος, καὶ παρ’ ὁντινοῦν οἰκείων ἐπαίνων φεισάμενος, οὐκ ἠδύνατο μὴ φιλοτιμεῖσθαι τῇ πρὸς τὸν Σειληνὸν ὁμοιότητι. ἐν τούτῳ γὰρ ἅπαν ἐνῆν, ὅσον ἐβούλετο νοῦ δοχεῖον αὐτῷ κατασκευάσασθαι τὴν κεφαλήν. ἀλλ’ ὥσπερ ἄλλα πολλὰ τῆς γνώμης Σωκράτους, καὶ τοῦτο τοὺς ἠλιθίους ἐλάνθανεν, ὅτι τῷ Σειληνῷ λίαν ἑαυτὸν ἀπεσέμνυνεν. τὸ δὲ δὴ παιδαρίοις μὲν ἐπιπρέπειν τὴν ἄνθην τῆς κόμης, ἐν ᾧ τοῦ βίου μήπω φρονοῦμεν, τοῦ δὲ γήρως ἀποφοιτᾶν καὶ μὴ περιμένειν ἡλικίαν, ἥτις ἐπιδήλως νοῦν τε καὶ φρόνησιν ἐνοικίζει τῷ ζῴῳ, τί ἂν εἴποις, ἢ καταδικάζειν ἀλογίαν τῆς φύσεως τῶν τριχῶν; εἰ δὲ κομᾷ τις καὶ γέρων, καὶ γὰρ ἀφραίνει τις γέρων, καὶ οὐχ ἅπαντες ἄνθρωποι δήπουθεν ἐπὶ τὴν ἀνθρώπου φθάνουσι τελειότητα. ἔχει μὲν οὖν οὕτως ὡς μὴ περιμένειν ἄλληλα νοῦν τε καὶ κόμην, ἀλλ’, ὥσπερ φωτὶ σκότος, ἐξίστασθαι. ἐπιζητοῦσι δὲ τὴν αἰτίαν ὁ λόγος ἀπορρητό-τερος. πειρασόμεθα δ’ οὖν ὅσον εἰς τὴν παροῦσαν χρείαν ἀρκεῖ λαβόντες, εὐαγῶς περιστεῖλαι τὸ ὅσον ἀβέβηλον.

CALVITII ENCOMIUM. magis admirandus videri potuit, si vim ille suam ad id quod contrarium est laudandum, calvitium scilicet nostrum, transtulisset. Nam qui in adeo jejuna inopique materia copiosus est, quid ab co factum iri putandum est, si in eam incideret, quæ tantam eloquendi ubertatem posset capere? Jam vero cum ei et coma esset, et dicendi facultas, in laudanda coma facultatem quamı habebat expertus est. Quam vero callide seipsum in eum librum insinuavit! Nec enim alius est is, cujus in illa oratione meminit, come studiosus, qui calamo comam venustat, quam ille ipse, quocunque demum calamo orationem istam scripserit. Ego vero cum et calvus sim, et dicendi non imperitus, et & copia ad dicendum incitari; quandoquidem multo argumentum argumento longe sit præstantius, quam ego Dione sum deterior: cur non adversus illum accingor, meique et argumenti ipsius periούτε culum facio, si forte in crinitos bomines vicissim probrum istud retorquere possimn? Dicemus sane, neque tamen concitatum quid vibratumque præfa bimur; cujusmodi potissiinum exordiis conten tiosæ orationes, non secus ac rostris triremes, ab oratoribus instrui solent: Deque præcentione uteΚαθ' mur ulla, quod a Dione nostro factum est, qui canorum suavemque carminis auspicatum ante orationem suam, quasi ante citharœdicum modum, præludii instar emodulatus est. e Diluculo surgens diisque, ut moris habeo, salutatis, comam rabam. Molluscule enim mihi tum corpus habe bat. Hæc autem diu neglecta fuerat.» Ac dein ceps ita progressus, ex incuriæ eventibus sensim ad curationis comæ laudes dilabitur. Ita enim biscum agere solent periti illi orationis artifices, ut nunc demulceant, nunc terrorem ac stuporem incutiant. Ego autein res quidem ipsas percipere enimoque dijudicare nihilo deterius altero possim oratoriam tamen nequaquam profteer; sed duas potissimum artes in vivendi ratione præ me sem per habui: arboribus enin colendis, alendisqne ad acerrimas quasque feras consectandas canibus operain omnem adhibui; digitique hi nostri phiis ac venabulis potius quam calamo attriti sunt, nisi pro scriptorio forte calamo jaculi nostri arundinem usurpare velis, cui tractanda penins illos, assuevisse nihil est quod mirere. Nunquam ego mehercule paternæ-rusticitati pudori futurus sum: neque contortis atque ineitatis oratiunculis proœmii ac præludii loco usus videbor; sed quod et optimum duco, 67 et rusticorum moribus magis esse consentaneum, nuda ipsa sensuum animi signa in medium adducens, solis rebus contendam. Liceat modo linguæ et orationis impetum a disputatione ad rei propositæ animadversionem considerationemque convertere; a Dorio, ut aiunt, ad Phrygium. Atqui spiritu mihi opus est, qui argumentationibus et ratiocinationibus sufficiat, quas mihi, ut auguror, cor meum uberrime suppeditabit. 5. Nostra igitur oratione definietur, ‹ Homini calvo nequaquam esse pudendum.. Quid si enin gl:ibro sit capite, viHoma tamen hirsutaque animi prudentia, qualis aciles a poeta celebratur? AL is crines admodum contempsit, quos et mortuo amico largius impendebat. Quippe mortui sunt

PG 66:1179Τὰ πρῶτα τῶν ὄντων ἁπλᾶ· κατιοῦσα δὲ ἡ φύσις ποικίλλεται. ἡ δὲ ὕλη τῶν ὄντων τὸ ἔσχατον· ταύτῃ καὶ ποικιλώτατον. αὕτη, κἄν τι δέχηται θεῖον, οὐκ εὐθὺς ὅσον ἐστὶν ἐδέξατο· δεχομένη δὲ ἐμφάσεις καὶ σπέρ-ματα περιπλέκεταί τε αὐτοῖς καὶ πλείστη περὶ αὐτὰ γίνε-ται, τάχα μὲν οἷς ἔχει δεξιουμένη, τάχα δὲ διὰ τὴν ἀναγκαίαν ἀντίθεσιν ἐν τῇ πρώτῃ συνόδῳ κατισχύουσα τοῦ θείου, πρὶν τελεωθῆναι τὴν ἔμφασιν. δύναιτο δ’ ἂν καὶ ἑκάτερον. οὐ γὰρ ἔχουσιν, ὥσπερ δοκοῦσι, μάχην οἱ λόγοι· ἀλλ’ ἐπεὶ μὴ νῦν περὶ τούτων ἐστίν, ἀλλὰ ταῦτα δι’ ἕτερα, δεικτέον ἐστὶν ἐπὶ τῶν πραγμάτων, ὡς ἐν ἀτελεστέροις ἡ φύσις ἰσχύει, δυναμουμένοις δὲ ὑπεξίσταται. ἆρ’ οὖν οὐχὶ καὶ τῶν καταβαλλομένων ἐν γῇ σπερμάτων οἱ λόγοι θεῖόν εἰσιν, εἰ καὶ τοῦ θείου τὸ ἔσχατον; τούτων τέλος μὲν ὁ καρπός, ἀλλὰ πρὶν ἥκειν εἰς τοῦτο, θέα τὴν πομπείαν καὶ τὰ κάλλη τῆς φύσεως. ῥίζαι, καλάμη, φλοιός, ἀθέρες, λέμματα, καὶ ἐπὶ τοῖς λέμμασιν ἕτερα λέμματα· ὁ δὲ καρπὸς ἀτελὴς ἔτι καὶ κρύφιος. παραγενομένου δέ, αὖα πάντα, καὶ ἀπερρύη τῆς ὕλης τὰ παίγνια· ὡραϊσμοῦ γὰρ οὐ δεῖται τὸ τέλειον. ἤδη δὲ τέλειος, ἐν ᾧ λόγος ἐστὶν ἕτερος σπέρματος. ἐπὶ τούτοις Ἐλευσὶς ἄγει τὰ Δήμητρος ἀνακαλυπτήρια. εἰ δὴ νοῦς τὸ θειότατόν ἐστι τῶν ἄνωθεν ἡκόντων σπερμάτων, ἐνοικίζεται δὲ κεφαλῇ, καὶ αὐτῇ καρπός ἐστιν ὁ ἔνυλος νοῦς, καθάπερ ὁ πυρὸς ἐκείνου τοῦ λόγου, εἰωθὸς ἡ φύσις ποιεῖ. θαυματοποιεῖ περὶ αὐτήν, καὶ τριχῶν αὐτὴν ἀγάλλει κάλλεσιν, ὥσπερ ἀθέρων τινῶν ἢ λεμμάτων ἢ καὶ νὴ Δία τῆς ἄνθης, ἣν τοῖς φυτοῖς πρὸ τῶν ἀκροδρύων χαρίζεται. ἀλλ’ οὔτε ἀκρόδρυον ἐν φυτῷ, πρὶν ἀπανθῆσαι· νοῦς τε οὐκ ἂν παραγένοιτο κεφαλῇ πρὶν τελεωθεῖσαν ἀποσκυβαλίσαι τὰ περιττά, καθάπερ ὑπὸ πτύου, τοῦ χρόνου, καὶ πᾶσαν ἀποσκευάσασθαι τὴν φλυαρίαν τῆς φύσεως· ὥστε τοῦτ’ ἄν τις θεῖτο τεκμήριον τοῦ τέλεον ἤδη καρπὸν ἀποδεδεῖχθαι τὴν κεφαλήν. ἣν ἂν ἀκριβῶς ἴδῃς ἐκλελεμμένην, ἐκεῖ νόμιζε κατεσκηνηκέναι τὸν νοῦν, ἐκείνην ἡγοῦ τὴν κεφαλὴν νεὼν τοῦ θεοῦ. ἄγοιτ’ ἂν οὖν ἐν δίκῃ μυστήρια κεφαλῆς ἀνακαλυπτήρια, διὰ μὲν τοὺς βεβήλους οὑτωσί πως καλούμενα· οἱ σοφοὶ δ’ ἂν εἰδεῖεν, ὅτι νοῦ ταῦτα ἐπιβατήρια· ὁ δὲ ἄρτι παραγγείλας εἰς φαλακρούς, οὗτός ἐστιν ὁ νεοτελής, ὁ μεμυημένος τὰ θεοφάνια. ὥσπερ δέ εἰσι πυροὶ καὶ ῥοιαὶ καὶ κάρυα πονηρὰ καὶ ἐναποθνήσκοντα τοῖς ἐλύτροις καὶ τοῖς κελύφεσιν, οὕτως εἰσὶ καὶ κακαὶ κεφαλαί, τοῦ θείου μὲν ἀμοιροῦσαι, πολὺ δὲ τὸ νεκρὸν περικείμεναι. ἤδη δὲ ἐγὼ κατενόησα καὶ τοὺς ἐν Αἰγύπτῳ θεραπευτὰς τοῦ θείου μηδὲ τῶν ἐπιβλεφαρι-δίων ἀνεχομένους τριχῶν· καὶ ἦσαν μὲν ἰδεῖν γελοῖοι, σοφὸν δέ τι ἐνόουν, ἅτε ὄντες περιττοὶ καὶ Αἰγύπτιοι. ταῖς γὰρ φύσεσι ταῖς ἀιδίοις καὶ οὐσιωμέναις ζωῇ, ταύταις οὐ χρεών ἐστι πελάζειν μετὰ ἀποθανόντων μερῶν. εἰ τοίνυν ὁ ξυραῖος χειροποιητός ἐστιν εὐσεβής, ὁ φύσει φαλακρὸς αὐτοφυῶς ᾠκείωται τῷ θεῷ. μήποτε γὰρ καὶ τὸ θεῖον αὐτὸ τοιοῦτόν ἐστιν. ἵλεων δὲ εἴη τῷ λόγῳ· πάνυ γὰρ ἀπ’ εὐσεβοῦς διανοίας εἰρήσεται.
PG 66:1181Ὅσον μὲν οὖν ἐστι τοῦ θείου τὸ μὴ φαινόμενον, τί ἄν τις περιεργάζοιτο, ἅπαξ γε μὴ βουλόμενον ἐμφανὲς εἶναι; τὸ δὲ ὁρώμενον ἅπαν ἀκριβεῖς εἰσι σφαῖραι· ἥλιος, σελήνη, πάντες ἀστέρες, ἀπλανεῖς τε καὶ πλάνητες μείους καὶ μείζους εἰσίν, ἀλλ’ ὁμοιοσχήμονες ἅπαντες. τί δ’ ἂν σφαίρας γένοιτο φαλακρότερον; τί δὲ θεσπεσιώτερον; λέγεταί τέ τις καὶ λόγος, ὅτι βούλεται μὲν ἡ ψυχὴ μιμεῖ-σθαι θεόν· ὁ δέ ἐστιν ὁ τρίτος θεός, ἡ τοῦ κόσμου ψυχή, ἣν ὁ πατὴρ μὲν αὐτῆς, τοῦ δὲ σωματικοῦ κόσμου δημιουργὸς ἐπεισήγαγε τῷ κόσμῳ, τέλεον αὐτὸν καὶ ὅλον καὶ πᾶν ἐκ πάντων σπερμάτων τε καὶ σωμάτων ἀπεργασάμενος, ἀπο-δοὺς διὰ τοῦτο καὶ σχῆμα σχημάτων τὸ περιεκτικώτατον. ἔστι δὲ τῶν μὲν ἰσοπεριμέτρων μεῖζον ἀεὶ τὸ πολυγωνό-τερον· τῶν δὲ πολυγώνων ἁπάντων κύκλος ἐν ἐπιπέδοις· ἐν δὲ τοῖς βάθος ἔχουσι σφαῖρα· ἴσασιν οἱ γεωμετρίας καὶ στερεομετρίας ἐπήβολοι. ἥ τε οὖν ὅλη ψυχὴ σφαῖραν ὄντα τὸν ὅλον κόσμον ψυχοῖ, αἵ τε ἀπὸ τῆς ὅλης ῥυεῖσαι καὶ μέρη γενόμεναι θέλουσιν ἑκάστη τοῦθ’ ὅπερ ἡ πᾶσα ψυχή, διοικεῖν σώματα καὶ κόσμων εἶναι ψυχαί, ὃ καὶ τοῦ μερισμοῦ γέγονεν αὐταῖς αἴτιον· οὕτως ἐδέησε τῇ φύσει σφαιρῶν μερικῶν. ἄνω μὲν οὖν ἀστέρες, κάτω δὲ κεφαλαὶ διεπλά-σθησαν ἵν’ εἶεν οἶκοι ψυχῶν, ἐν κόσμῳ κόσμοι μικροί· ἔδει γὰρ εἶναι τὸν κόσμον ζῷον ἐκ ζῴων συγκείμενον. ταῖς μὲν οὖν εὐηθικωτέραις ψυχαῖς οὐδὲν διαφέρει καὶ εἰς κομῆτιν κεφαλὴν ἐνοικίσασθαι, παρὰ πλεῖστον οὖσαν τῆς ἀκριβείας τοῦ σχήματος· σοφὴ δὲ ψυχὴ πρὸς ἀξίαν ἑκάστη τὴν ἑαυτῆς, ἡ μὲν ἄστρον, ἡ δὲ φαλάκραν ἐνείματο. εἰ γὰρ ἡ τῇδε φύσις ἀσθενεῖ πρὸς τελέαν ἀκρίβειαν, ἀλλὰ τήν γε ἄνω καὶ πρὸς οὐρανὸν ἐπιφάνειαν ἡμῶν οὐκ ἀνέχεται μὴ οὐ κόσμον εἶναι τῷ σχήματι. ἡ φαλάκρα τοίνυν καὶ οὐρανὸς ἡμῖν ἀναπέφηνεν οὖσα καὶ ὅσα τις ἂν εἴποι σφαίρας ἐγκώμια, αὐτὰ ταῦτα καὶ φαλάκρας ἐγκώμια διεξέρχεται.

jlli, et viventibus expertes vitae partes alnascu tur. Quam ob causam ex brutis animantibus, quæ a ratione alieniora sunt, per totum corpus pilis vestiuntur. Hominis autem, quia vita sincerior est, nuda est oneris cognati pars maxima. Sed ne arrogantius insolesceret, si nulla ei esset cum caducis et interituris rebus societas, aliquot sui partibus pilos habet. Quo ft ut qui vel in bis paucis partibus pilis caret, hic si cum altero homine comparetur, tantumdem eo sit, quanto homo belluis, præstantior. Sed ut animantium omnium sagacissimum juxta et nudissimum homo est, sic oves cæterorum omnium stolidissimas esse nemo non fatetur; hoc autem ipsum animal est, quod non distinctos discretosque pilos emittit, sed convoluta densitate collectos. Ita eo ferme jam res rediit, ut capillitium istud omne cum prudenția sapientiaque pugnare videatur, cum ambo simul esse nequeant, Quod si quid usurpandum est quod venatoribus ex usu fit, quibuscum et illorum arte nobis amicitia est; sagacissimi canum illi sunt, qui auribus et ventre glabri sunt; villosi autem attoniti omnes ac temerarii, quos a venatione arcere sit consullius, Cum vero sapiens Plato in bigis illis, quarum auriga est aninía, alterum equorum, quem injustumn vocat, surdum atque auribus hirsutum faciat, quam honorifice demum de capillis existimat? Sed, vel tacente Platone, necesse est surdum eum esse, qui qua audimus parte villos habeat, uti et cacum, qui eu sit parte villosus, qua cernimus. Ac si id alicui forte contingeret, in prodigium verteretur. Nonnullis vero palpebræ duplici pullulant pilorum serie; idque inter extrema mala esse creditur, cum vicinas illæ oculis partes occupant, ad quos prohibendos artem omnem ac vim adhibemus, ne oculum nobis effodiant. Nam quæ vilissima sunt cum pretiosissimis sociari natura non patitur: pretiosissimæ autem 68 animalis partes sunt ipsa sensuum domicilia, quibus præ cæteris corporis partibus maxime animal est. Nam primis illis anima vires suas ac facultates impertitur; cumque divinissimus sit omnium videndi sensus, is est omnium pilis maxime vacuus. Rursus itaque ut in uno homine pilis vacant eæ partes imprimis quæ sunt nobilissimæ: sic ad genus hominum ipsum, quod in toto genere præstantissimum est, habere se necesse est. Quod nos paulo ante demonstravimus: neque tantopere a brutis animantibus, quantum a pilorum hirsutie, totum ipsum hominum genus abhorret. Quocirca cum animantium omnium sacratissimum sit home:ex bominibus vero, quibus pilorum jactura, divina quadam felicique sorte contigit, sequitur calvum corum esse, quæ in terris sunt, omnium divinissimum. 6. Licet eas intueri, quas in musæo habenius, depictas clarorum virorum imagines, Diogenes, inquam, illos et Socrates, aliosque ab hominum memoria sapientes; calvorum theatrum conventumque esse dixeris. Nec est quod hoc loco mihi negotium facessat Apollonius, aut alius quiquam praestigiatorum ejusmodi et vanitatis magicz perilorum. Cum enim minime comati sint, ejusmodi tamen ut appareant, vulgi oculos fascinare possunt.

PG 66:1183Πρὸς ταῦτα γραφέτω μὲν Ὅμηρος, πλαττέτω δέ, εἰ βούλεται, καὶ Φειδίας ἀποδείξεις τῷ Δίωνι, χαίτην τῷ Διὶ καθιέντες, καὶ ταύτην βαθείας τριχός, ἵν’ ἔχῃ κινεῖν δι’ αὐτῶν ὁπότε θέλοι τὸν οὐρανόν. ὁ γὰρ ὁρώμενος ἐν οὐρανῷ Ζεὺς ἅπαντες ἴσμεν οἷός ἐστιν· εἰ δέ τίς ἐστι καὶ ἕτερος Ζεύς, οὐκ οἶδα μὲν εἴ τίς ἐστι μετὰ σώματος ἕτερος· ἔστω δέ, εἴ τις οἴεται. πάντως οὖν ἢ πρῶτος ἢ μετὰ τοῦτον· οὐκοῦν εἰκών ἐστι παραδείγματος τούτου. ὁπο-τέρως δ’ ἂν ἔχοι, τοιοῦτός ἐστιν, ὁποῖος ὁ πᾶσι φαινό-μενος, ὡς ἂν ἡ τάξις τῆς φύσεως χωρήσῃ τὴν ὁμοιότητα. ἀλλὰ γὰρ ἐοίκασι ποιητική τε καὶ πλαστική, καὶ τὸ μιμη-τικὸν ἅπαν γένος ἥκιστα μὲν εἶναι φιλάληθες· δημαγωγικὸν δὲ ὡς μάλιστα, καὶ ποιεῖν ἅττα ποιεῖ πρὸς δόξαν οὐ πρὸς ἀλήθειαν. τίμιον δὲ ἀμαθέσιν ἡ κόμη, καὶ πᾶν τὸ περι-κείμενον ἔξωθεν δήμου δόξα τεθαύμακεν, ἀγροὺς καὶ ἀπή-νας καὶ οἰκίας καὶ συνοικίας, ὅσα μὴ τῆς φύσεώς ἐστι τῶν ἐχόντων, ἀλλ’, ὥσπερ αἱ τρίχες, ἀλλότριον· πόρρω γάρ εἰσι νοῦ καὶ θεοῦ, καὶ ἀντὶ νοῦ καὶ θεοῦ φύσις αὐτοὺς διοικεῖ καὶ τύχη. ἔτι τοῦτο ἀλλοτριώτερον. μακαρίζεται δ’ οὖν ὑπὸ τῶν ἀνοήτων ὅσα τύχης δῶρα καὶ φύσεως. ὅστις δ’ οὖν δήμῳ γράφει καὶ δήμῳ λέγει, τοῦτον ἀνάγκη δῆμον εἶναι τῇ δόξῃ, ἵν’ ἀπὸ τῶν ἀρεσκόντων αὐτῷ πλάττῃ καὶ διαλέγηται. καὶ γὰρ ἀμαθεῖς ὄντες, ἰσχυρογνώμονές εἰσι καὶ χαλεποὶ προστάται τῶν ἀτόπων προλήψεων, ὥστ’ ἄν τίς τι τῶν πατρίων παρακινῇ, ταχὺ πιεῖται τὸ κώνειον. τί δ’ ἂν οὖν δοκεῖς Ὅμηρον ὑπὸ τῶν Ἑλλήνων παθεῖν, αὐτὰ τἀληθῆ περὶ τοῦ Διὸς εἰπόντα, καὶ μηδὲν τοιοῦτο τερατευσάμενον, ᾧ τὰ παιδάρια καταπλήττεται;
PG 66:1184Αἰγύπτιοι δὲ καὶ τοῦτο σοφοί, παρ’ οἷς τὰ προ-φητικὰ γένη βαναύσοις μὲν καὶ χειρώναξιν οὐκ ἐπιτρέπουσι δημιουργεῖν εἴδη θεῶν, ἵνα μή τι τοιοῦτο παρανομήσωσιν, ἀλλὰ τοῖς μὲν ῥάμφεσι τῶν ἱεράκων τε καὶ τῶν ἴβεων, ἃ τοῖς προτεμενίσμασιν ἐγκολάπτουσι, καταμωκῶνται τοῦ δήμου· αὐτοὶ δὲ καταδύντες εἰς τοὺς ἱεροὺς χηραμούς, ἅττ’ ἂν ἀπεργάσωνται, περιστέλλουσι· καὶ ἔστιν αὐτοῖς κωμαστήρια τὰ κιβώτια κρύπτοντα, φασί, ταύτας τὰς σφαίρας, ἃς ὁ δῆμος, ἐὰν εἰδῇ, χαλεπανεῖ, τὸ δὲ ῥᾷστον καταγελάσεται· δεῖται γὰρ τερατείας· πῶς δὲ οὐ μέλλει, δῆμός γε ὤν; διὸ τεθεῖσθαι πᾶσιν ἐπὶ τοῖς ἀνδριάσι τὰ ῥάμφη τῶν ἴβεων· ἕνα δέ, ὃν οὐ κρύπτουσιν ἀλλ’ ἀνα-δεικνύουσι, τὸν Ἀσκληπιόν, τοῦτον ἂν ἴδοις ὑπέρου πολὺ φαλακρότερον. ἀλλ’ οὗτος ἐν Ἐπιδαύρῳ κομᾷ· Ἕλλησι γὰρ ἀταλαίπωρος τῆς ἀληθείας ἡ ζήτησις, ὡς ἐν δίκῃ τὸ γένος ὁ συγγραφεὺς ἐλοιδόρησεν. Αἰγύπτιοι δὲ καὶ ὁρῶσιν αὐτὸν ὁσημέραι, καὶ τὴν διὰ λόγων συγγίνονται, οὐχ οὗ τὴν ἑστίαν ἔχει μόνον, οὐδ’ ὡς ἂν αὐτὸς καὶ ὅσα προέ-ληται. ἀλλ’ ἐγὼ γὰρ ἀκούω λεγόντων, ὡς ἀνὴρ Αἰγύπτιος τέχνην ἐπὶ τοὺς θεοὺς ἔχει καί τινας ἴυγγας· ὥσθ’, ὅταν ἐθέλοι, μικρὸν ὑποβαρβαρίσας ἅπαν εἵλκυσεν ὅσον ἐστὶ τοῦ θείου τὸ πεφυκὸς ὁλκαῖς τισιν ἕπεσθαι. παρὰ τούτων οὖν, οὐ παρ’ Ἑλλήνων ληπτέον τοῦ θείου τὰς ἀληθεστέρας εἰκόνας. καίτοιγε ἀπόχρη, τὸ μικρῷ πρότερον εἰρημένον, τὸν ἥλιον ἰδόντι καὶ τοὺς ἀστέρας μηδὲν προσπεριεργά-ζεσθαι. εἰ δέ τίς ἐστι καὶ κομήτης ἀστήρ· ἔστι μὲν οὐδείς· χώρα γὰρ ἀστέρων τὸ κύκλῳ σῶμα κινούμενον, περὶ ἣν οὐδὲν οὐδέποτε νεώτερον γίνεται· ὁ δὲ ὑπὸ σελήνην τόπος, αὐτὰ τὰ μεθόρια τῆς γενέσεως, οὗτος ἴσχει τὰ ὑπεκκαύ-ματα, ψευδωνύμους ἀστέρας, τῷ μὲν ἑξῆς ὑποκεῖσθαι συγκι-νουμένους, τῷ δὲ μὴ τῆς αὐτῆς φύσεως εἶναι πλημμελῶς κινουμένους. ἧκέ τις ἐπὶ τὸ τῆς ἰσημερίας σημεῖον ἀπὸ τοῦ θυτηρίου· κἀκεῖθεν ἥξει παραφερόμενος ἐπὶ τὸν πόλον τὸν βόρειον, ἂν μὴ φθάσῃ προαπολόμενος. τούτων γὰρ ὄψει τινὰ πολυμήκη, καὶ τήμερον μέν, ἂν τύχῃ, ζῳδίου μῆκος ἐπέχοντα· εἰς τρίτην δὲ οὐδὲ τριτημόριον, εἰς δεκάτην δὲ καὶ εἰς τριακοστὴν καλῶς ποιῶν οἴχεται, κατὰ σμικρὸν ἀπεσβηκὼς καὶ οὐδεὶς γενόμενος οὐδαμοῦ. τούτους ἐμοὶ μὲν οὐδ’ ὅσιόν ἐστιν ἀστέρας καλεῖν. εἰ δὲ σὺ βούλει καλεῖν· οὐκοῦν τοσοῦτόν ἐστιν ἡ κόμη κακόν, ὥστε καὶ ἐν ἄστρῳ θνητὸν εἶδος ἐργάζεσθαι, καὶ φανέντες δὲ τέρας εἰσὶ πονη-ρόν, οὓς οἱ τερατοσκόποι καὶ οἱ μάντεις ἐκθύονται· δημο-σιωτάτας γέ τοι μαντεύουσι συμφοράς, ἐθνῶν ἀνδραποδι-σμούς, πόλεων ἀναστάσεις, βασιλέων ὀλέθρους, μικρὸν οὐδὲν οὐδὲ μέτριον, ἀλλὰ πάντα πέρα δεινῶν· οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ, ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν. ὅστις οὖν ἀπόλωλεν οὐκ ἔστιν ἀστήρ, ἀλλὰ πάντα σφαι-ρικὰ τὰ μακάρια σώματα. ἐμοὶ δὴ καὶ τοῖς ἐμοῖς παρείη τουτὶ τἀγαθόν, ὅ με ποιεῖ τοῖς θεοῖς παραπλήσιον· οὐ γὰρ ἕτεροί τινές εἰσιν ἀντὶ τῶν οὕτως ἐχόντων ἀντίθεοι, οὐδ’ οὓς μᾶλλον προσήκει θεοειδέας καὶ θεοεικέλους καλεῖν, καὶ τἄλλα πάντα τὰ τοῦ θείου κάλλους ὀνόματα. καὶ οὐχ οὕτω μὲν ἄξιον, ἑτέρως δὲ γίνεται· ἀλλ’ ἀκούσαις ἂν ὑποκοριζομένων καὶ ἄντικρυς σελήνια καλούντων τοὺς φαλακρούς.

CALVITII ENCOMIUM. Sed nec ulla forte talium impostorum peritia esl, sed portentorum potius artifex, non ars quidem illa, sed facultas. Ita enim a legislatoribus sapientiæ peritiæque bonus semper habebatur, ab iisdemque veneficis et incantatoribus puniendis carnifices alebantur. Quantumvis igitur comalus fuerit Apollonius, magni interesse non potest. Quanquam mihi cum homine isto amicitia est, enmque plurimum optem ex nostro esse numero. Prope enim est, ut ex his quæ dicta sunt hactenus, apta sit orationis conversio; si quis sapiens sit, eum itidem et calvum esse oportere; qui non calvus sit, eum neque esse sapientem. Nec aliter in dæmonibus sese res habet, quod novit ille qui Bacchi sacrorum cæremoniis interfuerit. In eo itaque conventu atque coetu qui birsuti et hispidi sunt, pilis partim nativis, partim ascititiis ornantur. Nec enim nebride ipsa quidquam est Bacchi sacris familiarius, alii vel a piceis arboribus capillamenta mutuantur. Ilos autem omnes succussari ac gestire videas, et indecore sallare; utpote, opinor, tenulentia correptos, quæcunque demnum in sacris temulentia est. Verum illi ad omnem natura insolentiam et inertiam redacti ac resoluti videntur. Silenus vero cathedram illic suam ac sculicam habet, et Bacchi pedagogus est. Oporte bat enim, ut opinor, eum, qui quidem calvus esset, sapere, atque inter tot fanaticos et furiosos esse temperatum. Neque vero leve tu aliquid esse suspicere, cæteris omnibus dæmonibus ipsum ab Jove esse prælatum, ut puerulo suo adessel, eumque castigaret. 69 Etenim nonnunquam illum inero indulgere opus est, et natura gestientis illecebra furere, et eo usque insaniam progredi, ut cum Bacchantibus tripudia ac choreas exerceat. Sel furorem moderatur Silenus, ne imprudens in alteram partem fiat propensior, patrique se demum minus tractabilem præbeat. Verum quamprimum hiuc avocanda est oratio, si prius evidentissimo ista nobis argumento fuerint, ibi demum menti ac prudentiæ locum esse, unde pili recesserint; ibique pilos esse vicissim, unde prudentia recesserit. Quain præsertim ob causam Sophronisci Glius ille Socrates, ue se alioqui moderate sentiens et in suis commemoranulis laudibus omnium parcissimus, temperare sibi minime potuit, quin de sua cum Sileno similitudine gloriaretur. Nimirum in eo nihil nou eorum quæ vellet comprehendebat, cum in capite mentis ac prudentiæ domicilium statuissel. Sed cum alia multa consulto a Socrate dictə factaque, tum hoc potissimum stolidos et ineptos homines latebat, plurimum sibi Socratem ex hac cum Sileno collatione gloriæ ac splendoris arrogare. Jam illud, puerulis quidem ea in ætate florere comam, qua nondum sapiunt; eademque senio appetente caducam excidere, nec eam opperiri zlatem quæ mentem ac sapientiam sine controversia affert animanti, quid aliud quam pilorum katuram inopem rationis esse convincit? At est aliquis qui etiamnum cum senectute comam babrat. Nompe et senex quoque aliquis desipit, neque consummatam hominis perfectionem assequi cujusvis est hominis. Ita ergo natura comparatum est, ut hæc duo sese mutuo non ferant, conia et

PG 66:1186Καὶ μικροῦ με παρῆλθεν αὐτὸ τοῦτο τὸ πάντων εἰπεῖν οἰκειότατον, ἡ σελήνη καὶ τῆς σελήνης αἱ φάσεις, αἷς φαλακρῶν παῖδες ὁμώνυμοι καὶ ὁμοιοσχήμονες. καὶ γὰρ ἄρχεται μηνοειδὴς ἡ φιλτάτη, καὶ διχόμηνος γίνεται, καὶ πάλιν ἀμφίκυρτος· τελευτῶσα δὲ ἤδη πανσέληνος. καίτοι τοὺς εἰς ἄκρον εὐτυχίας ἐληλακότας, αὐτοὺς λέγω τοὺς πανσελήνους, θέμις ἤδη καὶ ἡλίους καλεῖν· οὐκέτι γὰρ ἐπα-νίασιν ἐπὶ τὰς φάσεις, ἀλλὰ διατελοῦσιν ὁλοκλήρῳ τῷ κύκλῳ τοῖς κατ’ οὐρανὸν ἀντιλάμποντες, ὥσπερ ἀμέλει τὸν Ὀδυσσέα παίζουσιν οἱ μνηστῆρες, μειράκια κομῶντα καὶ διαρρέοντα, καὶ ταχὺ μάλα κακῶς ἀπολούμενα, πλεῖον ἑκα-τόν, ὑφ’ ἑνὸς ἅπαντα φαλακροῦ, ὃν τέως λαμπαδηκόμον ὄντα καὶ φῶς ἅπτοντα χειροποίητον νουθετοῦσιν ἀπηλ-λάχθαι πραγμάτων, ὡς ἀρκούσης τῆς κεφαλῆς περιλάμψαι τὴν ὅλην οἰκίαν. οὐκοῦν αὐτὸ τοῦτο καὶ τὸ θειότατόν ἐστιν, ὃ καὶ τοῖς θεοῖς οὐκ ἔστιν ἐμφερές, ἀλλ’ ἤδη καὶ συγγενές, φῶς ἔχειν τε καὶ ποιεῖν. τούτου μὲν οὖν, τῆς στιλπνότητος, ἡ λειότης αἰτία. ἔστι δὲ οὐδὲν ἕτερον ἐν τῇ κεφαλῇ λειότης ἢ παντελὴς ἀπουσία τριχῶν· ἅμα γάρ τις ἀναχωρεῖ τῶν χειρόνων, καὶ πρόσεισι τοῖς βελτίοσιν, ὥσπερ ἐλέγομεν ἀντίθεσιν εἶναι τῷ νεκρῷ πρὸς ζωήν· ζωὴ δὲ καὶ φῶς καὶ πάντα τὰ τοιαῦτα τῆς ἀγαθῆς συστοιχίας ἐστί τε καὶ νομίζεται. εἰ δὴ ψιλότητι προσήκει τὸ φῶς, σκότῳ πρέπειν ἡγητέον τὴν κόμην· τοῦτο γὰρ οὐκ εὔλογόν ἐστιν, ἀλλὰ καὶ παντάπασιν ἀναγκαῖον. ἴσως δὲ καὶ πειθώ τινα δεῖ προσαγαγεῖν τῷ λόγῳ, μὴ μένοντας ἐπὶ τοῦ βιαίου τῆς ἀποδείξεως. οὐκοῦν ἅπαντες οἴονταί τε καὶ λέγουσιν αὐτοφυὲς εἶναι σκιάδειον τὴν κόμην· καὶ ὁ κάλ-λιστος ποιητῶν Ἀρχίλοχος ἐπαινέσας αὐτήν, ἐπαινεῖ μὲν οὖσαν ἐν ἑταίρας σώματι· λέγει δὲ οὕτως· ἡ δέ οἱ κόμη ὤμους κατεσκίαζε καὶ μετάφρενα. σκιὰ δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ σκότος· ἑκατέρῳ γὰρ τῶν ὀνομάτων φωτὸς ἀπουσία σημαίνεται. ἐγγυτέρω δὲ προσιοῦσι καὶ ἁπτομένοις τοῦ πράγματος ἴδοι τις ἂν καὶ τὴν νύκτα τὴν μεγίστην οὖσαν σκιάν, ἀντιφραττούσης ταῖς ἀκτῖσι τῆς γῆς. ἀλλὰ καὶ μεθ’ ἡμέραν αἱ συνηρε-φεῖς ὕλαι φωτὸς ἀμοιροῦσι, τῷ λίαν εἶναι κατάσκιοι καὶ κατάκομοι.
PG 66:1188Ταυτὶ μὲν οὖν ὑπὲρ τοῦ θεῖον εἶναι χρῆμα τοῦτο καὶ τοῖς φανοτάτοις ἀνακεῖσθαι τῶν ἐν αἰθέρι θεῶν. εἰ δὲ καὶ ὑγίεια καλόν, τὸ κάλλιστον μὲν οὖν τῶν καλῶν, διὰ ταύτην ἐγὼ πολλοὺς κομήτας ἐπὶ τὸ ξυρὸν ὁρῶ καὶ τὸν δρώπακα καταφεύγοντας, ὡς ἅμα μὲν φαλακρούς, ἅμα δὲ ἐξάντεις ἐσομένους τῆς νόσου. ἀλλ’ εἰ μὲν ὀφθαλμία καὶ κόρυζα καὶ βάρος ὤτων καὶ τἄλλα πάντα τὰ περὶ αὐτὴν ὄντα πάθη τὴν κεφαλὴν τῷ φορτίῳ τούτῳ συναπαλλάτ-τεται, μέγα ἂν εἴη καὶ τοῦτο· πολὺ δὲ μεῖζον, εἰ καὶ ποσὶ καὶ σπλάγχνοις ἐλυσιτέλησεν. οὗτοι μὲν οὖν εἰσιν οἱ ταῦτα δυστυχεῖς, οἱ τοὺς καλουμένους κύκλους ὑπὸ τῶν ἰατρῶν ὑπομένειν ἀναγκαζόμενοι, ὧν ἀρχὴ καὶ μέσα καὶ τέλος ὁ δρώπαξ ἐστίν, ὃς ἀκριβέστερον σιδήρου ταῖς θριξὶν ἐπεξέρ-χεται. καὶ γὰρ εὔλογον ἐξ ὑπερκειμένου χωρίου, καθάπερ ἐξ ἀκροπόλεως, ἀπὸ τῆς κεφαλῆς ἐξῆφθαι τῷ παντὶ σώματι τά τε τῶν νόσων καὶ τὰ τῆς ὑγιείας πείσματα. οὔκουν καὶ ὑγιείας οὐκ ἴσον μέρος μετέχομεν, ἀλλὰ σὺν θεῷ φάναι τὸ πλέον. δόξειε δ’ ἂν αὐτὸ τοῦτο αἰνίττεσθαι καὶ τὰ βρέτα τὰ Ἀσκληπίεια, καίτοι [ψιλὰ] τριχῶν Αἰγυπτιακῶς δια-κείμενα. εἴη γὰρ ἂν εἰς κοινὸν νουθεσία, καὶ παράγγελμα τῶν ἐν ἰατρικῇ τὸ ὑγιεινότατον, καὶ μονονουχὶ λέγειν ἔοικεν, ὡς ὅστις ὑγιαίνειν ἐρᾷ, μιμείσθω τὸν ἰατρικῆς εὑρέτην καὶ προστάτην. εἱληθεροῦν γὰρ κρανίον καὶ πάσαις ταῖς ὥραις ἐκκείμενον, οὐκ ἂν θαυμάσαις εἰ ταχέως ἀπερ-γασθείη σίδηρος ἀντ’ ὀστέου· οὕτω δὲ ἔχον, ἁπάσαις ἂν εἴη νόσοις δυσεμβολώτατον. καὶ ὥσπερ τῶν δοράτων τὰ μὲν ἕλεια καὶ τὰ πεδινὰ χείρω, τὰ δὲ ὄρεια κρείττω· τὴν δὲ αἰτίαν Ὁμήρου πυνθάνου καὶ ἀκούσῃ λέγοντος· ἀνε-μοτρεφῆ γάρ ἐστι καὶ γεγυμνασμένα. μηδὲ γὰρ Χείρωνα τὸν σοφὸν εἰκῆ νόμιζε τῷ Πηλεῖ τὸ δόρυ τεμεῖν, οὐκ ἀπὸ τῶν γειτόνων Τεμπῶν, οὐδ’ ἀπό τινος ὄρους ἢ φάραγγος, οὗ λεῖα καὶ μήκιστα φύεται, ἀλλὰ Πηλίου ἐκ κορυφῆς, οὗ ταῖς ἐμβολαῖς τῶν ἀνέμων ἐξέκειτο. ταῦτ’ ἄρα ξύλον ἀγαθὸν ἦν, ὅ γε καὶ τῇ διαδοχῇ τοῦ γένους ἐξήρκεσεν· οὕτως ἔχει καὶ περὶ τούτω τὼ κεφαλά, τήν τε δασεῖαν καὶ τὴν ψιλήν. ἡ μὲν ἕλειός ἐστι· σκιατροφεῖται γάρ· ἡ δὲ ὄρειος· ἀνεῖται γὰρ ἅπασι πνεύμασι, καὶ διὰ τοῦτο καρτερὰ μὲν αὕτη, ῥαδινὴ δὲ ἐκείνη.
PG 66:1190Ἔξεστι δὲ πεῖραν τοῦ λόγου λαβεῖν ἐκεῖ γενομένοις, οὗ συνερράγη τὸ Καμβύσου καὶ Ψαμμιτίχου στρατόπεδον, κατὰ τὴν ἐξ Ἀραβίας εἰς Αἴγυπτον εἰσβολήν· τούτω γὰρ ἀλλήλων τότε πειρώμενοι, καὶ τὸν παρόντα καιρὸν ἑκάτεροι τοῦ παντὸς εἶναι κρίσιν ἡγούμενοι, μόλις ποτὲ διελύθησαν· γενομένου δὲ φόνου πολλοῦ, καὶ τοῦ πάθους κρείττονος ὄντος ἢ κατ’ ἀναίρεσιν τῶν νεκρῶν, ἄλλο μὲν οὐδὲν οἱ περιγενόμενοι τοὺς ἀποθανόντας ἐποίη-σαν· ἀναμὶξ δὲ ὄντας, ὡς ἕκαστος ἐτύγχανε πεπτωκὼς ἐπὶ παρατάξεως, ἀλλήλων διέκριναν· καὶ νῦν εἰσὶ δύο θημῶνες ὀστέων, ὁ μὲν Αἰγυπτίων, ὁ δὲ Μηδικῶν. θαυμάζει τοίνυν Ἡρόδοτος· ἔοικε γὰρ ὁ βέλτιστος ἐμπεπαρῳνηκέναι ταῖς κεφαλαῖς· τῶν μὲν τὴν ἰσχνότητα καὶ ἀσθένειαν· καὶ γὰρ ἂν ψηφῖδι, φησί, διατετραναίης βαλών· τῶν δὲ τὸ παχὺ καὶ στερέμνιον· ἀντίτυποι γὰρ ἀπήντων αὐτῷ καὶ σκλη-ραί, καὶ οὐδ’ ἂν ὅλη χερμὰς ἐπ’ αὐτὰς ἐξαρκέσειεν, ὥστε κορύνης ἂν δέοι. αἰτίαν δέ γέ φασιν, ἐφ’ ἣν ἡμεῖς τὴν πεῖ-ραν ἐκαλέσαμεν μάρτυρα, τῶν μὲν τοὺς πίλους, τῶν δὲ τὴν ὑφ’ ἡλίῳ τροφήν. εἰ δὲ χαλεπὸν μὲν ὁδὸν προελέσθαι διὰ τοσούτων ἐθνῶν ὑπερόριον, οὐχ ὅσιον δὲ οὐδὲ λίθῳ πα-τάξαι νεκροῦ κεφαλήν, Ἡροδότῳ δὲ ἀπιστεῖς, οὐκοῦν οἰκέ-ται κἀμοὶ καὶ συχνοῖς ἄλλοις εἰσὶν ἐν ἄστει Σκύθαι καὶ Σκυθικῶς ἀνεικότες τὰς κόμας· τούτοις ἄν τις ἐντείνῃ κόν-δυλον, ἀπολώλεκεν· τὸν ἐν θεάτρῳ δὲ ἄνθρωπον, ὃς πολλὴν καὶ καλὴν παρέχει τῷ δήμῳ διατριβήν, ἔξεστι καθ’ ἑκάστην ἱερομηνίαν τῷ καταλαβόντι θέαν θεᾶσθαι. οὗτός ἐστι μὲν τῶν τέχνῃ φαλακρῶν, οὐ τῶν φύσει, βαδίζων ἐπὶ τὰ κου-ρεῖα τῆς ἡμέρας πολλάκις· πάρεισι δὲ εἰς τὸν δῆμον ἐπ’ αὐτὸ τοῦτο, τῆς κεφαλῆς τὴν ῥώμην ἐπιδειξόμενος, ᾗ μηδέν ἐστι δεινὸν τῶν δεινῶν· ἀλλὰ καὶ πρὸς πίτταν ἀναζέουσαν παραβάλλεται, καὶ διακυρίττεται δεδιδαγμένῳ κριῷ πόρρω-θεν εὖ μάλα τὸν πίτυλον κατασείοντι. ἐπιλείπει δὲ τὰ Μεγαρέων κεράμια τῇ γενναίᾳ ταύτῃ προσκαταγνύμενα· τέμνεται δὲ καὶ κατατέμνεται, καὶ οὐδὲν ὅ τι οὐ τῶν τοῖς ὁρῶσι φρίκην φερόντων, ᾗ γε καὶ προσήλωται βλαύτης Ἀττικῆς ἀκριβέστερον. τοῦτον ἐγὼ τὸν ἄνδρα θεώμενος, τῆς εὐτυχίας ἐμαυτὸν ἐμακάρισα. καὶ γὰρ κἂν ἐγὼ ταῦτα πάντα δυναίμην· ἀλλ’ οὗτος ἐμοῦ τῇ τόλμῃ περίεστι, μᾶλλον δὲ τοῦτον μὲν εἰς τοῦτο τῆς τόλμης ἡ πενία προήγαγεν, ἐμοὶ δὲ τῆς πείρας οὔτε δεῖ, μήτε δέοι· ἀλλ’ ἕτερον αὐτοῦ τὸ παμμέγεθες ἀγαθόν, ὃ τῶν εἰρημένων οὐδενὸς ἀπολεί-πεται. ἂν μὲν γὰρ ᾖ τῆς Πινδάρου τυγχάνειν εὐχῆς, καὶ ζῆν ἔχωμεν ἀπὸ τῶν οἰκείων, ἐν καλῷ τοῦ θεάτρου καθι-ζησόμεθα, ἀκροαταὶ τῶν δεικνυμένων καὶ θεαταί. κἂν χορη-γῆσαι δέῃ τῇ πόλει, κἂν ἐπιδόσεις ὁ δῆμος αἰτῇ, χρησόμεθα μεγαλοπρεπῶς τοῖς ὑπάρχουσι, τοῦ δαιμονίου δὲ ἀντι-πνεύσαντος, καὶ τῶν ἀλφίτων ἐπιλειπόντων· ὃ μηδενὶ τῶν θείων ἀνδρῶν παραγένοιτο· τὸ γοῦν ἔσχατον ἄπεστι τῶν κακῶν, ὁ λιμός, οἷς ἅπασιν ἔξεστι θαυματοποιοῖς εἶναι, καὶ μικρὸν ἀπερυθριάσασιν ἐν τῷ λογείῳ ἀποδοῦναι καὶ σχε-διάσαι τέχνην θέας ἀξίαν.
PG 66:1192Ὅστις οὖν, ὥσπερ Δίων, οἴεται πρέπειν πολὺ μᾶλλον ἀνδράσιν ἢ γυναιξὶ τὴν κόμην, πῶς οὐ τοῖς οὖσι καὶ τοῖς φανεροῖς τἀναντιώτατα διατάττεται; ὃ γὰρ τοὺς ἔχον-τας ἀσθενεστέρους ποιεῖ, πῶς εὔλογόν ἐστι τῇ τῶν ἰσχυόντων μοίρᾳ προσνέμειν; ἀμέλει δὲ καὶ φύσει καὶ νόμῳ διώρισται· νόμῳ μέν, εἰ μήτε πᾶσι καλὸν ἡ κόμη τοῖς ἄρρεσι, μήτε πανταχοῦ, μήτ’ ἀεὶ τοῖς αὐτοῖς. Λακεδαιμόνιοι γὰρ μετὰ Θυρέαν, Ἀργεῖοι δὲ πρὸ Θυρέας ἐκόμησαν· συχνὰ δὲ τῶν ἐθνῶν οὔτε νῦν οὔτε πρότερον· γυναιξὶ δὲ ἀεὶ καὶ πάσαις καὶ πανταχοῦ καλὸν ἐσπουδακέναι περὶ τὴν ἐπιμέλειαν τῶν τριχῶν· οὐ γάρ ἐστιν οὔτε γέγονεν, ἥτις ὑπέθηκε ξυρῷ τὴν κεφαλήν, ὅτι μὴ κατ’ ἀπαίσιόν τινα καὶ ἀποτρόπαιον συμφοράν, εἰ δή τι καὶ τοιοῦτον ὁ χρόνος ἤνεγκεν· ἐγὼ γὰρ οὔτε εἶδον, οὔτε ἤκουσα. ὁμολογεῖ δὲ καὶ ἡ φύσις τῷ νόμῳ· γυνὴ μὲν γὰρ οὐδεμία τῶν ἐξ αἰῶνος ἀναδέδεικται φαλακρά· καὶ οὐκ ἐρεῖς, ὡς οἱ κεκρύφαλοι κρύπτουσιν, αἱ γὰρ κωμῳδίαι καὶ διὰ τούτων ὁρῶσιν. εἰ δὲ τριχορρυής τις ἐγένετο, νόσον τινὰ ταύτην νοσεῖ, καὶ δι’ ἐλαχίστης ἐπιμελείας εἰς τὸ πεφυκὸς ἐπανέρχεται· ἀνδρῶν δέ, οὓς καὶ ἄξιον ἄνδρας καλεῖν, οὐ ῥᾴδιον εἰπεῖν, ὅστις οὐκ ἔφθασεν εἰς τοῦτο τῆς φύσεως. δι’ αὐτὸ γὰρ τοῦτο καὶ δοκεῖ τέλος εἶναι τῆς φύσεως, εἰ καὶ μὴ πᾶσιν ἐπιτυγχάνεται. ὥσπερ δὲ γεωργῶν παῖδες ἀπὸ τῆς ὁρμῆς τῶν ὑγιαινόντων φυτῶν συνέντες, ὡς εἰς ὀρθὸν αἴρεσθαι βούλεται τε καὶ πέφυκεν, ὅσα μὴ πρὸς τοῦτο παρ’ ἑαυτῶν ἐξισχύει, κοντοῖς αὐτὰ καὶ χάραξιν ὑπερείδουσιν· οὕτως, ἐπειδὴ πεφήνασιν ἅπαν-τες, ὧν ἡ φύσις ἀρίστη, παραπλησίως ἐμοὶ διακείμενοι, ξυρῷ τοὺς οὐχ οὕτως ἔχοντας ἐπανορθωτέον καὶ βοηθητέον ἂν εἴη τῇ φύσει.
PG 66:1193Λακεδαιμονίων μὲν οὖν ἄξιον μεμνῆσθαι πρὸ τῆς ἐν Θερμοπύλαις μάχης ἠσκηκότων τὰς τρίχας, ἣν δι’ αὐτὸ καλεῖ μεγάλην, ὅτι Λακεδαιμόνιοι πρὸ αὐτῆς ἐκτενίσαντο, ὧν οὐδεὶς ἐπὶ τῷ πονηρῷ τούτῳ σημείῳ περιεγένετο. λέγω δὲ οὐκ ἀναμιμνήσκων τῶν εἰρημένων, ὅτι τρίχες κἀν τοῖς ζῶσίν ἐστι νεκρόν, ἀλλ’ ὅτι τεθνεώτων αὔξουσι· τοῦτο γὰρ ὑπὸ τῶν ἐν Αἰγύπτῳ θεραπευτῶν εἰς πάντας διατεθρύ-ληται, καί τις ἐν χρῷ κουρίας ἀποθανών, εἰς νέωτα κόμην καὶ πώγωνα βαθὺν ἤνεγκεν. τούτους μὲν οὖν εἵλκυσεν εἰς τὸν λόγον, οἳ κάλλιστα τῶν Ἑλλήνων ἀπέθανον· τῶν δὲ τὰς καλλίστας τε καὶ μεγίστας νίκας ἀνῃρημένων, καὶ τιμω-ρησαμένων ὑπέρ τε τούτων αὐτῶν καὶ ὑπὲρ τῆς ἄλλης Ἑλλάδος τὸν βάρβαρον, ἑκὼν ἐπιλανθάνεται· λέγω δὲ Μα-κεδόνας τε καὶ τοὺς Ἀλεξάνδρῳ συναναβάντας Ἕλληνας, ὧν οὐκ ἐγένοντο μόνοι Λακεδαιμόνιοι. οὗτοι πρὸ τῆς ἐν Ἀρβήλοις μάχης, ἣν δικαιότερον ἄν τις μεγάλην προσα-γορεύσειε, πείρᾳ μαθόντες ὅτι πονηρὸν στρατιώταις αἱ τρίχες, πανδημεὶ ξυράμενοι, μετὰ θεοῦ καὶ τύχης καὶ ἀρε-τῆς εἰς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα συνέστησαν. ἐπράχθη δὲ ἀπὸ τοιαύτης αἰτίας ἡ διαβολὴ τῶν τριχῶν, ὡς ὁ τοῦ Λάγου Πτολεμαῖος ξυνέγραφεν, ὅς, ὅτι μὲν παρῆν τοῖς δρω-μένοις, ἠπίστατο, ὅτι δὲ βασιλεὺς ἦν, ὁπηνίκα συνέγραψεν, οὐκ ἐψεύδετο.
PG 66:1195Ἀνὴρ Μακεδών, κόμην τε ἀνεικὼς εἰς τὸ περιτ-τὸν καὶ γένειον βαθὺ καθεικώς, ἐπ’ ἄνδρα Πέρσην ἐφέρετο· συμφρονήσας δὲ ὁ Πέρσης, καίπερ ὢν ἐν δεινῷ, γέρρον μὲν ἐκεῖνο καὶ ξυστὸν ἀφίησι τῶν χειρῶν, ὡς οὐχ ἱκανὰ ταῦτα τῷ Μακεδόνι· ᾄττει δὲ ὁμόσε, καὶ φθάσας εἴσω τῶν τοῦ πολεμίου ὅπλων γενέσθαι, λαμβάνεται τοῦ πώγωνος καὶ τῆς κόμης, κᾆθ’ οὕτω καταβάλλει στρατιώτην ἄμαχον, τριχὶ δίκην ἰχθύος ἐφελκυσάμενος· πεσόντα δὲ ἤδη κατακαίνει, τὸν ἀκινάκην σπασάμενος. εἶδε δή τις καὶ ἕτερος Πέρσης, καὶ μάλα ἄλλος καὶ ἄλλος, καὶ ταχὺ μὲν ἅπαντες ἦσαν ῥιψά-σπιδες, ταχὺ δὲ ἄλλος ἄλλον κομήτην ἀπολαβόντες, ἀνὰ τὸ πεδίον ἐδίωκον· παρῄει γὰρ ὥσπερ σύνθημα διὰ τοῦ Περσικοῦ στρατεύματος, ὅτι ἄνδρες οὗτοι θριξὶν ἁλώσιμοι. μόνον οὖν, ὡς εἰκός, ὅσον φαλακρὸν ἦν τῆς Ἀλεξάνδρου φάλαγγος συντεταγμένον διέμεινεν. ἐν τούτῳ δὲ ὁ βασι-λεὺς ἀπορίᾳ συνείχετο, γυμνοῖς ἐξιστάμενος οἷς ὡπλισμένοις ἦν ἀνυπόστατος· κἂν αἰσχρῶς ἀνέλυσεν ἐπὶ Κιλικίας Ἀλέ-ξανδρος, κἂν ἐγένετο τοῖς Ἕλλησι καταγέλαστος, τῇ τριχο-μαχίᾳ κεκρατημένος· νυνὶ δέ (μοιρίδιον γὰρ ἦν ἤδη τοῖς Ἡρακλείδαις τοὺς Ἀχαιμενίδας παραχωρῆσαι τῶν σκήπ-τρων) ταχὺ συνείς τι τοῦ δεινοῦ, κελεύει μὲν ἀνακλητικὸν ἠχῆσαι τὰς σάλπιγγας· ἀπαγαγὼν δὲ ὡς πορρωτάτω καὶ καθίσας ἐν καλῷ τὸν στρατόν, ἐπαφίησιν αὐτῷ τοὺς κου-ρέας. οὗτοι μὲν οὖν δώροις ὑπὸ τοῦ βασιλέως ἀναπεισθέντες, πανδημεὶ τοὺς Μακεδόνας ἐξύρησαν. Δαρείῳ δὲ καὶ Πέρσαις οὐκέτι τὸ πρᾶγμα κατ’ ἐλπίδας ἐχώρησε· μὴ γὰρ οὔσης ἔτι λαβῆς, πρὸς πολὺ καλλίους ἀγωνιστὰς τοῖς ὅπλοις ἐκρίνοντο.
PG 66:1197Κόμη τοίνυν οὔτε ποιεῖ φοβεροὺς οὔτε δεί-κνυσιν, εἰ μή γε τῶν βρεφῶν εἰσι μορμολύκεια, ἐπεὶ τούς γε στρατιώτας ὁρῶμεν, ἐν ᾧ δεῖ τοὺς πολεμίους φοβεῖν, κράνη περικειμένους. τὸ δὲ κράνος οὐδὲν ἄλλ’ ἢ κατὰ τοὔνομα καὶ τὸ πρᾶγμα χαλκοῦν κρανίον ἐστίν. εἰ δὲ ἵππων θριξὶν ἐνσκευάζονται, οἷς μὲν ὑπῆρξεν ἀμφιέσασθαι κράνος, ἴσασι περὶ τοῦ σχήματος· διδακτέον δ’ ἂν εἴη τοὺς οὐκ εἰδότας, ὡς ὄπισθεν σκευάζονται στιχηδὸν διατεθείσαις θριξὶ μεταξὺ τοῦ πίλου καὶ τοῦ κράνους. ἐπεὶ τήν γε κυρτὴν ἐπιφά-νειαν οὐδ’ ἂν Ἥφαιστος ἐγκρατῆ τριχῶν ἀπεργάσαιτο· ἔχουσα δὲ ὥσπερ ἔχει, φαλάκρας ἀκριβεστάτην εἰκόνα παρέ-χεται ταύτῃ, καὶ καταπληκτικώτατόν ἐστιν ἁπάντων, ὅσα στρατιώταις περίκειται. ὁ γοῦν Ἀχιλλεὺς ἀναθαρσῆσαι τοὺς Τρῶάς φησιν, οὐχ ὅτι τῆς κόμης οὐχ ὁρῶσιν αἰωρου-μένην τὴν σόβην· ἀλλὰ πῶς λέγει; οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον ἐγγύθι λαμπομένης. τὸ γὰρ ἀποστίλβον αὐτῆς καὶ λεῖον, αὐτὸ τοῦτο φαλά-κρα τε ἂν εἴη καὶ φόβητρον. εἰ δὲ Ἀχιλλεὺς ἐκόμα· καὶ γὰρ δὴ καὶ τοῦτό φησι· νέος γὰρ ἦν, ὁπηνίκα καὶ ὀξύρ-ροπος ἦν εἰς ὀργήν, οὐδέπω χωρούσης τῆς ἡλικίας οὔτε ψυχῆς οὔτε σώματος τελειότητα. νέῳ δὲ εἰκὸς ἀναζεῖν καὶ τὴν κεφαλήν, οἶμαι, θριξί, καὶ θυμῷ τὴν καρδίαν. ἀλλ’ ὥσπερ οὐκ ἐπαινεῖται δι’ Ἀχιλλέα περὶ ψυχὴν ὁ θυμός, οὕτως οὐδὲ περὶ σῶμα ἡ κόμη τῶν θαυμαστῶν. καίτοι συγχωρῶ Θέτιδος ὄντα κράτιστα φῦναι πρὸς ἅπασαν ἀρετήν, καὶ γνώμην ἀποφαίνομαι περὶ Ἀχιλλέως, εἰ περιεγένετο, φαλά-κρας τε ἂν αὐτὸν καὶ φιλοσοφίας οὐκ ἀμοιρῆσαι. καὶ νέος ὢν ἀμωσγέπως ἰατρικῆς τε καὶ μουσικῆς ἥπτετο, καὶ πρὸς ἃς εἶχε τρίχας, οὕτω δυσχερῶς εἶχεν ὡς ἱεροῖς ὁσιωθείσας ἠρίοις ἀπάρξασθαι. ἐπεί τοι καὶ Σωκράτην αὐτὰ ταῦτά φησιν Ἀριστόξενος, ὡς φύσει ἐγεγόνει τραχὺς [εἰς] ὀργήν, καί, ὁπότε κρατηθείη τῷ πάθει, διὰ πάσης ἀσχημοσύνης ἐβάδιζεν. οὐ μὴν οὐδὲ Σωκράτης πω τότε φαλακρὸς ἦν, πέντε καὶ εἴκοσιν ἔτη γεγονώς, ὁπηνίκα Παρμενίδης καὶ Ζήνων ἧκον Ἀθήναζε, ὡς Πλάτων φησί, τὰ Παναθήναια θεασόμενοι. ἀλλ’ εἴ τις ὕστερον ὡς περὶ χαλεποῦ τοῦ Σω-κράτους ἢ ὡς περὶ κομήτου διελέγετο, πολὺν ἂν οἶμαι τὸν λέγοντα παρὰ τοῖς εἰδόσιν ὀφλῆσαι κατάγελων· ὡς οὗτός ἐστιν ὁ τῶν πώποτε πεφιλοσοφηκότων φαλακρότατός τε ὁμοῦ καὶ πραότατος. μὴ δὴ καταδίκαζε κόμην τοῦ ἥρωος· ἐν ᾧ γὰρ διαλέγῃ περὶ αὐτοῦ, μειράκιον ἦν, οὔπω πρώην ἐξ ἐφήβων γενόμενον. καὶ σὺ μὲν οὐκ ἂν ἔχοις εἰπεῖν, ὅτῳ ποτὲ τεκμηρίῳ χρώμενος ἀποφαίνῃ περὶ τῶν Ἀχιλλέως τριχῶν, ὡς κἂν τὸ γῆρας αὐτοῦ περιέμειναν· ἐγὼ δέ, ὡς οὐκ ἂν περιέμειναν, ἔχω πολλά, τὸν πατέρα, τὸν πάππον (εἶδον γάρ, εἶδον εἰκόνας), τὸ συγγενῆ γεγονέναι θεῶν. ἅπαξ δὲ εἰρημένον ἀρκεῖ περὶ τοῦ σχήματος τῶν θεῶν.
PG 66:1198Τί οὖν ὥσπερ ἑρμαίου λαβόμενος ἔχῃ, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα; ὅλως δὲ διὰ τί τεμάχιον ἐκφέρεις, ἀλλὰ μὴ πάντα τὸν στίχον ἕλκεις εἰς μέσον; οὐκοῦν ἐπεὶ μὴ σὺ βούλει, τοῦ παρ’ ἡμῶν αὐτὸ γενέσθαι σὺ τὴν ἀνάγκην ἐποίησας· στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἔλε Πηλείωνα. εὖγε, ὦ Δίων, ὡς οὐ παρελκούσας ἀφῄρησαι συλλαβάς, ἀλλ’ ἐν αἷς ἅπαν ἔνι τοὐναντίον ᾧ βούλει. ἐντεῦθεν ἐγὼ μαντεύομαι κἀν τούτῳ τῆς ἡλικίας Ἀχιλλεῖ φαλάκρας μετεῖ-ναι. ἥκουσα, φησίν, ἡ θεὸς ὄπισθεν αὐτοῦ τῆς κόμης ἐλά-βετο. ἀλλὰ κἂν ἐμοῦ τις, ἀλλὰ κἂν αὐτοῦ Σωκράτους, κἂν τοῦ γεραιτάτου τῶν Ἑλλήνων ὄπισθεν λάβοιτο· ἐκεῖ γὰρ ἡμῖν ὑπολείπεται τὰ τῆς ἐπικήρου φύσεως σύμβολα· οὐ γὰρ οὔτε ἀνθρώπινόν ἐστιν, οὔτε δαιμόνιον ἀγαθόν, ἀλλὰ θείας ἄντικρυς καὶ μοίρας καὶ φύσεως, εἰς τὸ παντελὲς ἀπηλ-λάχθαι τῆς πρὸς τὸ θνητὸν κοινωνίας. στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα· ἵνα λάβοιτο τῆς κόμης, ὄπισθεν ἔστη, ὡς οὐκ οὔσης ἐκ τοῦ προσθίου λαβῆς.

CALVITI ENCOMIUM. vero quotidiano ejus et aspectu fruuntur et ailoΑνήρ quio; non unus duntaxat, aut alter, cujus in bus versetur: neque ut ipsi visum, aut quoties fuerit. Sed id præterea multorum ad me fama detulit, Egyptios pelliciendorum deorum artificium atque illecebras quasdam tenere, quilus, quando libuerit, barbaris aliquot vocibus insusurratis, deos omnes eliciant, quicunque certis attractioniπροσ bus deduci naturæ suæ conditione possunt. Ab iis ergo, non a Græcis, verior ac sincerior est menda numinis effigies. Quanquam id satis quidem essc possit, quod est a nobis paulo ante dictum, solem sideraque si spectenus, nibil ut sit quod præterea curiosius investigare oporteat. Sed si aliqua videtur esse crinita stella, nulla quidem est ejusmodi. Etenim stellarum locus corpus illud est, quod in orbem agitur, in quo nibil unquam innuρίου vari potest. Lunæ autem subjecta regio, ipsumque generationis quoddam confinium, faces ejusmodi ac fomites edit, falsa sideris appellatione, quæ cum deinceps seriatimque subjectæ sint aliis corκαι poribus, cum ipsis una rapiuntur; quia vero ejusκαι 16) dem naturæ non sunt, vaga et immoderata tione fluctuant. Jam ab aræ cœlestis signo quod ad æquinoctialem raperetur animadversum est; unde rursum in borealem polum transversuim agatur, nisi prius exstinctum fuerit. Horum aliqua oblonga specie porrigi; et hodie quidem, si contigerit, unius signi magnitudinem exequare videas, tertia die vix trientem; decima vero, aut tricesima, præclare faciens perit, ac paulatim evanescit, nec ulfibi amplius cernitur. Has dem appellare stellas nefas arbitror; quo si tu nomine donandas esse contenderis, id saltem ex eo constabit, tantum malum esse comam, ut vel astrorum generi mortalem conditionem possit aferie. Adde quod malum, dum apparent, omen vatibus quibusdam sacris procurantur. Publicas habent, et a prodigiorum interpretibus et vero maxime calamitates, gentes in servitutem redigendas, urbes solo æquandas, regum interitus, mul exiguum aut mediocre, gravia denique omnia acerbissimaque portendunt, Haud ullum ignotum nobis perit ab Jove sidus, Quantum fama hominum constal. Quod ergo periit, sidus esse non potest, omniaque splærica beata immortaliaque corpora sunt. Mihi utique meisque felicitas hæc adsit, quæ me diis ipsis similem efficiat. Non enim alios, quam qui ita affecti sunt, diis similes esse credendum est, neque ullum esse divini, aut Deo æquiparandi nomine digniorein, cæterisque divini decoris appellationibus. Neque vero id ita se habere cum par sit, secus accidit. Calvos enim manifeste audias blanda quadam nominis divinatione lunulas vocitari. 11. Ac parum omnino abfuit, quin ea prorsus a me prætermitteretur, quæ huic proposito maxime congrua est, tuna, lunæque facies, quibuscuNE calvorum genus ejusdem est et nominis et figuræ. Etenim illa mihi sane charissima corniculata primum, tum dimidiata, atque aqua portione divisa, rursus dimidiato orbe major, demumque plena conspicitur. Tanıetsi qui jam summam felicitatem

PG 66:1200Ὅλως δὲ ἀγαθὸν μὲν οὐδὲν ὑπὲρ φύσεως τῶν τριχῶν ἔνι τῷ Δίωνος λόγῳ. καίτοι γε εἴπερ ἦν τῷ πράγ-ματι, Δίων ἂν ἐξεῦρεν αὐτό, καί, εἰ σμικρὸν ἦν, Δίων ἂν αὐτὸ μέγιστον ἔδειξεν, ὃς καὶ νῦν οὕτω πόρρωθεν ἐξευρί-σκει μὲν Λακεδαιμονίους οὐδὲν ὄντας πρὸς ἔπος, οὔκουν ὅσα γε καὶ ἄλλῳ δοκεῖν· Ὁμήρου δὲ ἐξαψάμενος, ὥσπερ ἱερᾶς ἀγκύρας, ἔχεται μέχρι τελευτῆς τοῦ βιβλίου· οὕτω δὲ ἀδί-κως πάνυ καὶ ῥητορικῶς χρῆται τῷ λόγῳ, ὥστε νῦν μὲν ἀπέκοψεν, ὥσπερ νόμου, τοῦ στίχου· ἑτέρωθι δὲ οὐκ ὄντων στίχων, ὡς ὄντων, μέρη μαρτύρεται. Ἕκτορος γὰρ ἄντι-κρυς καταψεύδεται, μᾶλλον δὲ Ὁμήρου τὰ περὶ Ἕκτορος, τάχα δὲ καὶ Ὁμήρου καὶ Ἕκτορος. ὁ μὲν γὰρ παραδέδοται τὰ περὶ τὴν κουρὰν ὁμοιότατα τοῖς πάνυ σώφροσι δια-κείμενος, καὶ δείκνυσιν ὁ τἀληθέστατα περὶ τῶν ἡρώων συγγεγραφώς, ἅτε, οἶμαι, τῶν μὲν συστρατιώτης γενόμενος, ἐπὶ δὲ τοὺς στρατευσάμενος, ὃς αὐτὰ ταῦτά φησι περὶ Ἕκτορος· εἴ τε εἰς Ἴλιον γέγονας, εὐθὺς εἰσιόντι πᾶς Ἰλιεὺς ἡγεῖται τὴν ἐπὶ τὸν νεὼν τὸν Ἑκτόρειον, οὗ τὸν ἀνδριάντα πρόχειρον μὲν ἰδεῖν· ἐπέρχεται δὲ τοῖς ἰδοῦσιν εἰπεῖν, ὡς ἐπ’ ἐκείνου κατεσκευάσθη τοῦ σχήματος, ὅπερ ἔχων ὠνείδισε τἀδελφῷ τὸ κάλλος τὸ ἐπιποίητον, τὴν τῶν τριχῶν ἐπιμέλειαν. ἃ δὲ γέγραφεν ὡς Ὁμήρῳ περὶ Ἕκτορος εἰρημένα· ἀμφὶ δὲ χαῖται κυάνεαι πεφόρηντο δειξάτω τις, οὗ κεῖται τῶν Ὁμήρου ῥαψῳδιῶν. ἀλλ’ οὐδ’ ἂν Ἴωνα δοκῶ τὸν ῥαψῳδὸν ἐξευρήσειν. πῶς δ’ ἂν Ὅμηρος κομήτην ἐποίησεν, ὃν εἰσήγαγεν εἰς τὴν ποίησιν ἑτέρῳ καλλωπιστῇ λοιδορούμενον; ὅμοιον εἰ καὶ Φιλέας Ἀνδο-κίδην ἱεροσυλίας ἐγράψατο, ὥσπερ οὐκ αὐτὸς ὢν ὁ τῆς θεοῦ τὸ Γοργόνειον ἐξ ἀκροπόλεως ὑφελόμενος. οὕτως ἔχει σοι καὶ τὰ κατὰ τόνδε τὸν ἥρω.
PG 66:1202Εἰ δὲ κάρη ξανθὸς ἦν ὁ Μενέλαος, ἀλλ’ οὔτι καὶ κομήτης γε ἦν, ὅσα γε ἀπὸ τοῦ λόγου. ἀλλ’ οὐδὲ ἔπαινος τοῦτο τριχῶν, ἀλλ’, ὥσπερ εἶχεν, ἐδίδαξεν, οὐ γὰρ ὅ τι ἂν Ὅμηρος ὀνομάσῃ τοῦτο τῆς φύσεώς ἐστι τῶν ἐπαινετῶν· Δίωνι δὲ ὑπὲρ εὐπορίας ταὐτὸν ἔοικεν εἶναι μνήμη τριχῶν καὶ ἐγκώμιον, ὅστις οὕτως ἀνδρείως ἐπέθετο, τὰ μὲν οὐκ ἐνόντα τῇ ποιήσει προσνέμειν, τῶν δὲ ὄντων ἀπο-στερεῖν αὐτήν, ὥσθ’, ἵνα πείσῃ λέγων, ὅτι πρέπει πολὺ μᾶλλον ἀνδράσιν ἢ γυναιξὶν ἡ κόμη, καὶ τῶν θεῶν, φησί, τὰς μὲν θηλείας Ὅμηρος ἄλλως ἐπαινεῖ, βοῶπιν Ἥραν καὶ Θέτιν ἀργυρόπεζαν· τοῦ Διὸς δὲ μάλιστα ἐπαινεῖ τὰς τρί-χας. ἐξεκέκοπτο γὰρ ἴσως αὐτῷ τὸ βιβλίον ἐπῶν ἀγαθῶν καὶ συχνῶν, ὁποῖα ταυτί· Ἀπόλλωνι ἄνακτι, τὸν ἠύκομος τέκε Δητώ· τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠυκόμοιο. περὶ δὲ τῆς Ἥρας ἐπιβουλευούσης τὸν Δία κατακοιμί-σαι, τά τε ἄλλα κομμωτίσασθαί φησι τὴν θεόν, ἐν ᾧ γε μέλλει καὶ δεήσεσθαι τοῦ κεστοῦ, ὃς ἄλλα τε πολλὰ δύνα-ται, καὶ μέγιστον, ὅτι κλέπτει τῶν ἐχόντων τὸν νοῦν. τότε τοίνυν ἐν ταὐτῷ μυραλοιφῆσαί τε αὐτὴν λέγει, καὶ ὅτι χαίτας πεξαμένη, χερσὶ πλοκάμους ἔπλεξε φαεινούς, καλούς, ἀμβροσίους, ὃ καὶ τοῦ πλήθους τῶν ἐγκωμίων ἄξιον. ἄξιόν γε μήν, εἴπερ ὁ λόχος ἐπὶ τὸν Δία, πολλῶν, ἄν τις εἴποι, τῷ Δίωνι παρεωραμένων, μᾶλλον δὲ ἃ καλῶς ἐκεῖνος εἰδώς, οὐκ εἰδέναι προσεποιήσατο. ἐγὼ δὲ καὶ οἶδα ταυτί, καὶ οὐκ ἄγω γε τὰ ψευδῆ διὰ τὴν ὑπόθεσιν, οὐδ’ ἂν συγχωρήσαιμι κομή-την εἶναί τινα τῶν οἰκούντων τὸν οὐρανόν. κοινὸς ὁ λόγος περί τε τῶν ἀρρένων καὶ θηλειῶν· ὡς οὐδέν γε τῆς ἐν ἄστροις Ἀφροδίτης ὁ Ζεὺς ἀκριβέστερος εἰς σφαιρικὴν ἐπι-φάνειαν. εἴρηται δὲ οὕτω καὶ περὶ τοῦ Διός, ὃν κορωνίδα τῷ λόγῳ Δίων ἐπέθηκεν, ὡς ἃ Ὁμήρῳ τεθεολόγηται, τὰ μὲν πολλὰ πρὸς δόξαν ἐστίν, ὀλίγα δὲ πρὸς ἀλήθειαν. ἓν δή τι καὶ τοῦτο πρὸς δόξαν ἐστίν, αἱ ῥωννύμεναι τρί-χες ἀπὸ τῆς κεφαλῆς τοῦ Διὸς καὶ συγκινοῦσαι τὸν οὐρανόν, ὃ τοῖς πλήθεσι καὶ τοῖς ἀγαλματοποιοῖς συνεχώρησεν. Ὁμήρου τοίνυν καὶ Λακεδαιμονίων ἐξῃρημένων, οὐδὲν ἔτι μέρος ὑπολείπεται τῷ λόγῳ τῷ Δίωνος· ἀλλὰ καὶ τούτων προσόντων, ὅπερ ἐλέγομεν, οὐκ ἔσθ’ ὅ τι καὶ περὶ φύσεως εἴρηκε τῶν τριχῶν, οὔτ’ οἴκοθεν ἐξευρών, οὔτε παρὰ τού-των λαβών· οὐχ ὅ τί ποτέ εἰσιν εἶπεν, οὐχ ὁποῖον ἐδί-δαξεν, οὐχ ὡς ἀγαθόν εἰσιν οἷς ἂν ὑπάρξωσιν ἔδειξεν, οὐχ ὡς κακὸν οἷς οὐ πάρεισιν. ὁ δὲ λόγος οὗτος αὐτὰς τῶν πραγμάτων τὰς οὐσίας ἐξητακώς, φαλάκραν μὲν θεῖον οὔσαν ἐξεῦρε, καὶ τοῦ θείου συγγενῆ, καὶ τέλος τῆς φύσεως, καὶ σηκὸν ἄντικρυς ᾧ φρονοῦμεν θεοῦ, ἄλλα μυρία καὶ περὶ σῶμα καὶ ψυχὴν ἀγαθὰ καθ’ ἕκαστον ἐπεξιών, ὅπως τε ἔχει, καὶ διὰ τί· ὡς οὐδὲν ὅ τι καὶ δίχα λαμπρᾶς αἰτίας προήνεγκεν. θριξὶ δὲ πέφηνεν ἅπαντα τἀναντία τούτων ὑπάρχοντα, ἀλογία καὶ ζῷα καὶ πᾶν ὅ τι τῆς ἐναντίας τῷ θεῷ μερίδος ἐστί. πεφήνασιν ἀθέρες τινὲς οὖσαι τοῦ ζῴου καὶ περικάρπια, παίγνια φύσεως, ὕλης ἀτελοῦς ἐξανθήματα.

adepti sunt, et capite quasi plenilunium referunt, fas sit soles etiam illos appellari. Nec enim að diversas illas facies redeunt amplius; sed integro orbe ex eorum adverso, quæ in cœlo sunt, siderum collucent. Cujusmodi sane dicteriis et cavillationibus Ulyssem incessebant proci, cincinnati juvenes ac luxu diffluentes, statimque plus centum ab uno undequaque calvo homine male perdendi quem, cum antea lampadarius esset, lucemque manu factam excitasset, missum facere munus istud hortantur, cum ipsius caput totis ædibus lumine collustrandis posset sufficere. Atqui hoc ipsum plane divinum est, 75 quod non simile jam diis, sed cognatum est, lucem habere pariter ac præbere. Splendoris autem istius causa est lævor, qui nihil est aliud quam omnimoda capillorum penuria. Simul enim a deterioribus recedit aliquis, et ad meliora progreditur, cujusmodi ejus quod vita præditum est, a mortuo diximus esse discrimen. Porro vita, et lumen, et id genus alia, in serie bonorum et sunt et esse creduntur. Unde si calvitio lumen afine est, tenebras existimandum est cum coma esse consentaneas. Quod non modo rationem præ se fert aliquam, sed etiam est necessario consequens. Verum probabili forte aliqua blandaque ratione fulcienda est oratio, ne nimis id accurata semper demonstrandi necessitas queat. Comam igitur nativam quamdam ac congenitam velut umbellam esse perinde omnes ut sentiunt, ita profitentur; poetarum elegantissimus Archilochus eam, sed in meretricio tamen corpore, commsndans, k me in modum loquitur ...Huic ipsi quidem Humeros obumbrat, torgaque incumbens coma. Umbra vero præter tenebra, athil aliud est; utrovis enim nomine lucis absentia significatur. Ac si quis rem penitius contempletur et exploret, facile intelliget noctem ipsam, terra solaribus radiis obducta, umbrarum esse maximam. Quin etiam interdiu opaciores et condensiores sylvæ lucem ideo non admittunt, quod nimium umbrosæ ac comosæ sunt. 12. Atque hæc quidem eo pertinent, ut ostendatur divinum quiddam esse calvitium, ac splendidissimis omnium, qui in æthere sunt, sacratum deorum. Si vero in bonis babenda valetudo est, ut est certe bonorum omnium optimum, ejus ego desiderio crinitos quamplurimos animadverti ad novaculam dropacemque confugere, ut et calvos se facerent, et a morbis incolumes præstarent. Quod si et ocularis ægritudo, et mucus, et aurium gravedo, cæteraque capitis incommoda cum hoc onere excutiuntur, magnum istud præfecto commodum erit; tum multo majus, si pedibus præterea, visceribusque remedio sit. Atqui illi ipsi, qui bis partibus laborant, circulos quosdam a medicis appellatos tolerare coguntur; quibus principium, medium, finisque dropax est, qui ferro quolibet accuratius pilos exinit.76 Est enim il rationi consentaneum, ex arduo et eminenti capitis loco, tanquam arce quadam, reliquo corpori valeἡ

PG 66:1204Προσήκειν δὲ οἶμαι κατὰ γένος τε καὶ κατ’ ἐπι-τήδευμα διελέσθαι τοὺς ἄνδρας, οὓς ὅδε τε κἀκεῖνος ὁ λόγος ἐνεκωμίασεν. οὐκοῦν ἀπὸ μὲν τῶν φιλοκόμων εἰσὶν οἱ μοιχοί. καὶ γὰρ Ὅμηρος ἐχόμενον τοῦ κέρα ἀγλαοῦ τὸν παρθενοπίπαν ἐποίησεν, ὡς ἐπὶ διαφθορᾷ γυναικῶν ἠγλαϊσμένης τῆς κόμης· καὶ μοιχός ἐστιν αὐτὸς οὗτος· τὰ κράτιστα μὲν οὖν τῶν μοιχῶν· εἰς ὃν ἀπέρριπται τοὔνειδος. ἓν μὲν δὴ τοῦτο γένος ἐπιβουλότατον, καὶ εἴσω τοῦ τείχους τῶν ὁμοφύλων πολεμιώτατον. ὧν γάρ, ἵνα μὴ βιασθεῖεν, προκινδυνεύομεν στρατευόμενοι, θυγατέρων λέγω καὶ γυναι-κῶν, ταύτας, ἂν οὕτω τύχῃ, μειράκιον εὐπάρυφον ἄγει λαβὸν οἷ γῆς καὶ θαλάττης βούλεται· εἰ δὲ μὴ γῆς ἢ θα-λάττης, ἀλλὰ γωνίας ἢ σκότου. καίτοι δοριαλώτου μὲν γυναικὸς κἂν ἡ γνώμη τῷ γεγαμηκότι συμμείνειεν· ὁ δὲ μοιχὸς αὐτὸ τοῦτό ἐστιν, ὃ καὶ πρῶτον ἐσύλησε τῆς ψυχῆς τοῦ συνῳκηκότος τὴν εὔνοιαν, ὥστε μὴ ἐξ ἡμισείας τἀνδρὶ γεγονέναι τὴν τοῦ γυναίου ζημίαν. εἰκότως οὖν ἐπ’ αὐτοῖς οἱ μὲν νόμοι τοὺς δημίους ὁπλίζουσιν, οἱ δὲ κηπουροὶ τὰς Ἀττικὰς ῥαφανίδας φυτεύουσιν, αἷς εὐθύς, ἐπειδὰν ἁλῷ τις, τιμωρίας ἀπάρχονται. ἓν μὲν δὴ τοῦτο τοιοῦτο γένος, ὃ συχνὰς μὲν οἰκίας ἀναστάτους ἐποίησεν, ἐνίας δὲ ἤδη καὶ πόλεις· καὶ τοῦ συρραγῆναι τὰς ἠπείρους ἀλλήλαις, καὶ διαβῆναι τοὺς Ἕλληνας ἐπὶ τὰ Πριάμου σκῆπτρα μοι-χεία γέγονε πρόφασις. ἕτερον δέ, ὃ τούτου πολὺ χεῖρόν ἐστι, τοῦ τὸν Ἀλέξανδρον ἡμῖν ἀναδείξαντος, ὅθεν οἱ Κλει-σθέναι καὶ Τίμαρχοι καὶ πάντες οἱ πρὸς ἀργύριον τὴν ὥραν διατιθέμενοι· καὶ εἰ μὴ πρὸς ἀργύριον δέ, ἀλλὰ πρὸς ἄλλο τι· καὶ εἰ μὴ πρὸς μηδοτιοῦν, ἀλλὰ διὰ τὴν ἐξάγιστον ἡδονήν· καὶ καθάπαξ οἱ θηλυδρίαι τριχοπλάσται πάντες εἰσίν. ἀλλ’ οἱ μὲν ἐπὶ τῶν οἰκημάτων ἄντικρυς οὗτοι· καίτοι νικᾶν νομίζουσιν, ὡς ταύτῃ μάλιστα τὸ θῆλυ τοῦ γένους ἐκμιμησόμενοι. ὅστις δὲ λάθρα μέν ἐστι πονηρός, δημοσίᾳ δὲ κἂν ἐξομόσαιτο, καὶ οὐδὲν ἄλλο παρέχεται γνώρισμα τοῦ θιασώτης εἶναι τῆς Κότυος, ἀλλ’ εἰ μόνον ἓν τοῦτο φανείη, περὶ πλείστου τὰς τρίχας ποιούμενος, ὡς ἐναλείφειν τε αὐτὰς καὶ διατιθέναι κατὰ βοστρύχους, εὐθὺς ἅπασι πρόχειρον λέγειν, ὅτι ἄνθρωπος οὗτος τῇ Χίων θεῷ καὶ τοῖς Ἰθυφάλλοις ὠργίακεν. ὁ μὲν γὰρ Φερεκύδης θοἰμάτιον ἐπηλυγασάμενος, «Χρῷ δῆλον», ἔφη, καὶ δακτύλῳ τὴν νόσον ἐδείκνυεν· πασχητιῶν δὲ μειράκιον ταῖς θριξὶ σημαινόμεθα.
PG 66:1206Εἰ δὲ καὶ ἡ παροιμία σοφόν· πῶς δ’ οὐχὶ σοφόν, περὶ ὧν Ἀριστοτέλης φησίν, ὅτι παλαιᾶς εἰσι φιλοσοφίας ἐν ταῖς μεγίσταις ἀνθρώπων φθοραῖς ἀπολομένης ἐγκατα-λείμματα, περισωθέντα διὰ συντομίαν καὶ δεξιότητα; πα-ροιμία δήπου καὶ τοῦτο, καὶ λόγος ἔχων ἀξίωμα τῆς ὅθεν κατηνέχθη φιλοσοφίας τὴν ἀρχαιότητα, ὥστε βόειον ἐπι-βλέπειν αὐτῇ. πάμπολυ γὰρ οἱ πάλαι τῶν νῦν εἰς ἀλή-θειαν εὐστοχώτεροι. τίς οὖν ποτ’ ἐστὶν ἥδε, καὶ τί βούλεται; οὐδεὶς κομήτης, ὅστις οὐ τὸ δὲ ἀκροτελεύτιον αὐτὸς σὺ πρὸς τὴν ἠχὼ τοῦ τρι-μέτρου συνάρμοσον· οὐ γὰρ ἔγωγε φθέγξομαι τὸ δεινὸν ἐκεῖνο καὶ πρᾶγμα καὶ ὄνομα. εὖγε, ὅτι συνήρμοσας. πῶς οὖν, τί σοι φαίνεται; βαβαὶ τῆς ἀληθείας· χρησμὸς ἄντι-κρυς. δῆλα μὲν δὴ καὶ αὐτόθεν. ἀλλὰ καὶ ὅσους ἐφέλκεται μάρτυρας, τούς τε νῦν χρωμένους αὐτῇ, καὶ τοὺς ὅσοι προ-λαβόντες ἐχρήσαντο· τὸ γὰρ ἀπαθανατίζον τὰς παροιμίας αὐτὸ τοῦτό ἐστιν, ἡ συνέχεια τῶν χρωμένων, οὓς ἐφ’ ἑαυ-τῶν ὑπομιμνήσκει τὰ πράγματα· ὁρώμενα γὰρ ἐπὶ τῶν ἑκάστοτε συμβαινόντων μαρτύρονται καὶ μαρτυροῦσι τοῖς παραδείγμασιν.

CALVITI ENCOMIUM. tudinis morbique quasi rudentes esse suspensos. Non igitur equalis est, aut par nobis cum cæteris valetudinis conditio: sed, quod Dei bona venia dictum sit, longe præstabilior. Quod ipsa Esculapii simulacra satis innuunt, Ægyptio more capillis nudata, quæ quidem in commune præcipere, ac monitum omnium, quæ in medicina sunt, saluberrimum præbere videntur, ac tantum non eloqui, homini illi, qui sanitatem expetit, medicinæ artis repertorem imitandum et præsidem. Insolatum enim cranium et omnibus cœli tempestatibus expositum haud mirum est si in ferri duritiem ossis ab natura transeat; quod ita temperatum, niorbis omnibus accessu difficilimum est futurum; quemadınodum hastæ, quæ in densis et campestribus nascuntur, deteriores sunt; quæ in montanis, multo potiores. Cujus rationem si ab Homero fueris sciscitatus, dicenτους tem audies, ad ventum illas nutritas et perflatas atque agitatas esse. Nemo quippe a sapientissimo Chirone temere putet Pelei hastam non ex vicinis Tempe, non ex finitimo aliquo monte aut depressa convalle, ubi politæ oblongæque arbores proveμέρα niunt, excisam fuisse; sed Pelio ex vertice, in quo ventorum quasi alatur impetu: ideoque probatiore erat ex ligno, quod tradita per manus successione universo generi perduravit. Eadem est utriusque, hirsuti nimirum glabrique capitis ratio. Illud enim in condenso situm est: in umbraculis enim degit; hoc montanum, ventisque omnibus perdabile, ob idque validum hoc et solidum; tenerum illud est et imbecillum. 13. Cujus rei periculum facere potest, si quis ad Arabiæ Ægyptique limites pergat, ubi Camalysis olim et Psammitichi exercitus certamen inierunt. Nam isti mutuo configentes et illo temporis momento de summa re agi putantes, ægre ab invicem dirimi potuerunt. Strage autem maxima facta, et validiore numerosioreque quam ut mortuorum cadavera tollere aut sepelire possent; aliud quidem nullum tantæ cædis superstites cæsis officium præstitere, nisi ut promiscue passimque stratos, ut in acie quisque cociderat, a se mutuo discernerent, et hodieque cernuntur ossium acervi duo, Ægyptiorum alter, alter Medorum; dignaque prorsus admiratione Herodoto visa est 77 (nam eo accessisse videtur optimus vir, ut eo spectaculo frueretur), cum illorum capitum tenuitas et fragililas; hæc enim, ait, si velis ferire, vel solo calculo perforare possis; tum horum compactio et soliditas repulsu enim renisuque firmitatem ac duritiem præ se ferebant, ita ut ne majori quidem aliquo et pugillari offendi saxo illidive possent; quod si facere velles, incutienda tibi clava fuerit. Hujus autem experimenti, cui nos testem ascivimus, causam esse ferunt, his quidem quod pilea gestent, illis vero quod soli expositum caput habeant. Quod si cui difficile videtur longinquum per tot nationes iter suscipere, neque mortui fas est caput lapide ſerire, tum Herodoto fidem non adlibes; nempe mibi quoque, ut et aliis permultis in urbe servi sunt genere Scythæ, promissa, Sey

PG 66:1207Ἀλλὰ καίπερ τούτων οὕτως ἐχόντων, Δίων θαυμαστὸν οἷον ὑπὲρ κόμης λόγον ἐξήνεγκεν. τί οὖν ἔτι δεῖ Πλάτωνος ἐξελέγχοντος, ὁπηνίκα κομμωτικὴν ἄντικρυς ὁ ῥήτωρ ἀπέφηνε τὴν ῥητορικήν; ἢ σὺ δοκεῖς τοὺς τριχο-βάπτας ἐρασμιωτέρας ἂν ἀποφῆναι τὰς τρίχας, ἀνδρὸς Ἕλλη-νος τὴν φωνὴν ἐπὶ θεάτρου τὸ κτῆμα ὑμνήσαντος; πολ-λὴν οἶμαι τοὺς ἐν τοῖς Κυβελείοις αὐτῷ τοὺς κατεαγότας ὑπὲρ τοῦ λόγου χάριν εἰδέναι, καὶ ὅστις ἀδίκοις ὀφθαλμοῖς ὁρᾷ τὴν τοῦ γείτονος, ὧν ἑκάστου τὴν κεφαλὴν ὥσπερ μύρῳ τῷ λόγῳ κατήντλησε. ζηλοῦσθαι γὰρ ἀνάγκη τὸ δημοσίᾳ τιμώμενον, ὅταν μάλιστα τύχῃ δόξαν ἔχων ὁ τοὺς ἐπαίνους διατιθέμενος. οὗτος μὲν οὖν κἂν αὐξήσειεν ἡμῖν ἐν τῇ πόλει τὸν τῶν ἐξωλεστάτων κατάλογον. φαλάκρα δὲ ἄρα ποῖα ἄττα γένη τούτοις ἀντιπαρέχεται; τίνας ἡμεῖς ἄνδρας ἀντὶ μοιχῶν ἐπῃνέσαμεν; ἀφ’ ὧν εἰσιν ἐν μὲν τοῖς τεμένεσι τῶν θεῶν ἱερεῖς καὶ προφῆται καὶ ζάκοροι· ἐν δὲ τοῖς διδασκαλείοις διδάσκαλοι καὶ παιδαγωγοί· στρατιω-τικῶν δὲ ταγμάτων ἐν ὑγιαίνουσι πράγμασιν οἱ στρατηγοί τε καὶ οἱ ταξίαρχοι· ἁπανταχοῦ δὲ οἱ πλείω νοῦν ἔχειν ὑπὸ τῶν πολλῶν ἀξιούμενοι. οἶμαι δὲ ἐγὼ καὶ τὸν ἀοιδόν, ὃν Ἀγαμέμνων τῇ Κλυταιμνήστρᾳ μελεδωνὸν ἀπολέλοιπεν, τοῦ καθ’ ἡμᾶς εἶναι γένους· κομήτῃ γὰρ οὐκ ἄν ποτε γύ-ναιον ἐκ διαβεβλημένης οἰκίας ἐπίστευσε. μέγα δὲ καὶ οἱ ζωγράφοι παρέχονται τῷ λόγῳ τεκμήριον, ὅταν μὴ πρὸς ἀρχέτυπον γράφωσιν, ἀλλ’ ἐπ’ αὐτοῖς τις προσποιήσηται μορφὴν ἐξευρεῖν, ἐπιτηδεύματι πρέπουσαν· τούτοις γὰρ ἂν μήν τις ἐκδῷ μοιχὸν ἢ κίναιδον ἐν πίνακι γράψαι, κομή-την ἀπολαβὼν ἀπέχει τοὐπίταγμα· ἂν δὲ φιλόσοφον ἐπαγ-γείλῃς ἢ ζάκορον, μέλλει τις ἑστάναι φαλακρὸς ὑπόσεμνος ἐν τῷ πίνακι. τουτὶ γάρ ἐστι τοὐπίσημον τοῦ νομίσματος.
PG 66:1209Φιλοσόφοις οὖν καὶ ἱερεῦσι καὶ τοῖς σωφρο-νικοῖς ἅπασι γένεσιν ἐχαρισάμην τὸν λόγον, ᾧ τά τε πρὸς τὸ θεῖον εὐσέβηται, τά τε πρὸς ἀνθρώπους εὖ συμβεβού-λευται. κἂν μὲν ἐξενεχθεὶς εἰς τὸ κοινὸν εὐδοκιμήσῃ παρὰ τοῖς πλήθεσιν, ὥστ’ ἤδη τοὺς φιλοκόμους αἰσχυνθέντας, αὐτοὺς μὲν ἐπιτηδεῦσαι μετριωτέραν κουρὰν καὶ σώφρονα, μακα-ρίσαι δὲ οἷς ὑπάρχει μηδὲ δεῖσθαι κουρέως, οὐκ ἐμοὶ χάριν ὑπὲρ τούτων ἰστέον· ἀλλ’ ἔστω καὶ τοῦτο τῆς ὑποθέσεως, δι’ ἣν ὁ φαυλότατος εἰπεῖν παρὰ τὸν ἄριστον εἶναί τις ἔδοξεν· εἰ δὲ μὴ πείθω λέγων, ἐνταῦθά τις ἂν τοὐμὸν αἰτιά-σαιτο, ὅτι μηδὲ μετὰ τῶν πραγμάτων ἀντέσχον ψιλῇ τῇ χάριτι Δίωνος. εἴη δὲ τῆς τῶν πολλῶν ὠφελείας εἵνεκα καὶ τόνδε τὸν λόγον ἀνειλῆφθαι ταῖς χερσίν.

thico more, caesarie; quibus si quis vel colaphum & ingesserit, eos enecabit. At eum hominem, qui in theatro diuturno jucundissimoque spectaculo ple bem detinet, singulis calendis spectare licet ei, qui subsellia ad spectandum occupaverit. Is non natura quidem, sed artificio calvus est, eadem die tonstrinas sæpius adiens, proditque coram populo, ut capitis robur ac firmitatem ostentet; cui nihil terribile est eorum que terribilia videntur. Nam el cum fervente pice conflictatur, et cum edocto ariete coniscat, qui eminus concinna quadam agilatione et capitis micatione fertur. Megaren sium quoque figlina valido huic capiti illisa def ciunt: scinditur, contunditur; nihilque non eorum fit, quæ horrorem spectantibus afferunt; cum eodem capite accuratius, quam Attico calceo præ siliat. Hunc equidem hominem intuens, mihimet ipsi de tam felici sorte gratulabar. Etenim hæc perinde omnia illa præstare possem, sed ille me 8 audacia superat: vel potius ille quidem ad hoc audendum inopia compellitur: mihi vero hujusce rei periculo neque opus est, neque opus unquam fuerit. Verum aliud nobis occurrit quam maximum commodum, nec ullo eorum quæ hactenus dieta sunt, deterius. Nam si, ut Pindarus ait, voli com potem esse contigerit, et domesticæ res ad vitam degendam satis esse possint, in opportuno aliquo ad spectandum loco eorum, quæ exhibentur, auscultatores et spectatores sedebimus. Quod si in civitatem sumptus faciendi sint, aut largitiones a G populo fagitentur, magnifice ex facultatibus nostris erogabimus. 78 Sin fortuna reflaverit, victusque ac familiaris res defecerit; quod divinis et eximiis viris haud unquam evenit; ii saltem fame, quod extreinum malorum est, non periclitantur, quibus præstigiatoribus ac circulatoribus esse licet; st pudore paululum submoto, artem spectaculo dignam e re nata in orchestra exhibere possunt. 14. Quisquis igitur, ex Dionis sententia, viros, quam feminas magis decere comam arbitratur, nonne rebus ipsis et apertæ veritati plurimum adversatur? Nam quod qui possident, imbecilliores redduntur, id ipsum in censu ponere validoru≤ Ac vires babentiuni, potest ulli esse rationi consentaneum? Natura profecto ac legibus ista discreta sunt; legibus quidem, quando neque mares omnes decet coma, neque ubivis, neque eosdem perpetuo. Lacedæmonii quippe post Thyream, Argivi ante Thyream comam aluere: infinitæ prope nationes neque bodie, neque unquam hactenus feminarum generi, et omni, et ubivis honesta fuit semper capillitii cura; nec usquam inventa est, aut inveniri potest, quæ novaculæ caput submiserit, præterquam in gravi et inauspicato eventu; si ullum unquam ejusmodi tempus tulit, mibi certe neque auditum, neque visum aliquando. Quin etiam cum lege natura consentit; nullam enim ex hominum memoria accepimus mulierem fuisse calvam. Neque est quod id reticulo tegi potuisse dicas nam comœdiæ vel per ista transpiciunt. Sin cuiquam pili defluxerint, hoc ex morbo potius factoi est, potuitque vel minima cura pristinum naturae statum recuperare. Virorum contra eorum saltem,

ditum est, quod ad tonsuram pertinet, fuisse cum temperantissimis viris comparandum: quod is auctoritate sua comprobat, qui de heroum gestis omnium scripsit verissime; ut qui horum quidem in acie socius, illorum hostis fuerit, qui de Hectore hæc ipsa testatur. Quod si liumi aliquando profeclus es, statim Iliensis quilibet introductum ad Hectoris templum deducit, ubi flectoris simulacrum obvium est; quod qui viderint, iisdem occurrit, in ea effictum esse specie, in qua olim fratri adscititiam pulchritudinem exprobravit, comæ videlicet cultum. Præterea quæ Homerum de Hectore scripsisse Gingit, Cesaries raptata, Et cerula passim mili ostendat aliquis quonam in loco Homerica rhapsodia legantur. Hoc vero ne lo quidem ipse rhapsodus ostendere potest. An est enim credibile, ab Homero comæ studio eum commendari, quem in eodem opere alteri ejusmodi elegantiæ et ornatui nimis addicto 83 conviciantem introduxit? Perinde id futurum erat, ac si Andocidem Phileas sacrilegii reum appellasset, quasi non ipse ex Palladio in arce Gorgonis verticem subripuisset. Ejusdem rationis sunt quæ de hoc heroe traduntur. 20. Porro tametsi flavo capite dieatur fuisse Menelaus, non ideo tamen comatum esse necesse est, quantum ex his verbis colligitur. Sed neque laus ista capillitii est, potiusque quale fuerit significatur. Nec quidquid ab Homero nominatur, id ex genere laudabilium est. Dioni tamen, quo uberior sit dicendi materies, idem esse videtur capillorum mentio atque commendatio: qui ita strenue rem aggressus est, ut ea, quæ non erant, operi poetico ascriberet, germana propriaque separaret. ltaque uti dicendo persuadeat, comam viros quam mulieres magis decere, «Deabus, inquit, «Homerus aliud potius laudum genus accommodat, rotundis atque amplis oculis conspicuam Junonem, talis argenteis insignem Thetidem appellans, Jovis vero ex cæsarie præcipua laus ducitur. › Mutilus enim ei rimis versibus detruncatis, quales hi sunt, et, Phobo, quem pulchris peperit Latona capillis; Quem tu pulchricomæ in gremio depone Minervæ. De Junone insuper Jovem ut sopiret insidias moliente loquens, cum alia multa formæ lenocinia adhibuisse deam ait, cum et cesto opus ci futurum. esset, cujus præter cæteras vis hæc potissima, mentem iis qui ea præditi sunt posse subripere. Tum una igitur et unguento delibutam facit, et addit, crinem Pexa manu, rutilos intorquet Diva capillos Pulchros, ambrosios. Quod et præconiorum multitudine dignum, ut est certe dignum, quoniam Jovis in laudem cedit oratio. Mnlta hoc loco dici possunt a Dione neglecta, vel potius quæ cum ille probe nosset, quasi fortassis codex fuit quamplurimis iisque

CALVITH ENCOMIUM nesciret, dissimulavit. Mibi vero et hac perspecta ἐνανsunt, et falsum nibil a me ad propositum dictum est; neque ullum inter eos qui in cœlo degunt, comatum esse concesserim. Eadeın mariuın, atque ſeminarum ratio est. Etenim Jupiter non est Veneris stella, quod ad sphæricam superficiem attinet, perfectior. Ita vero etiam de Jove dictum est, quem velut coronidem orationi suæ imposuit Dio. Nimirum quæ de diis ab Homero tradita 84 sunt, ex opinione multa sunt hominum, pauca ex rei veritate dicta. Unum igitur eorum quæ ex-opinione dicuntur, est agitata Jovis casaries, coelumque ipsum una concutiens: id quod vulgo et statuariis indulsit. Quamobrem Jove et Lacedæmoniis remotis, nulla jam Dionis orationi pars est reliqua. Quæ quamlibet suppetant, nihil tamen, ut mox dicebamus, de natura capillorum dixit, quæ per sese excogitasset, aut ex illis ipsis arcessivisset: non quid tandem ii sunt, aut cujusmodi, aperuit; non iis aut bonum esse qui habeant, aut malum esse qui careant, probavit. Nostra autein bæc oratio in ipsas reruin naturas inquirens, calvitium quidem divinam esse rem, 'diisque ipsis cognatam esse reperit; naturæque finem, ac Dei illius quo, sapimus templum: sigillation infinita alia corporis aninique bona percensens, quomodo se habeant, et cujus rei gratia. Neque quidquam absque luculenta et illustri ratione propositum est. Capillis vero contraria inesse omnia deprehensum est, rationis c opiam, animalia, ac quidquid aliud contraria Deo sortis est. Deprehensum est præterea, velut aristas eas animalis esse, et integumenta frugum, naturæ ludicra, sive materiæ imperfectæ ac rudis er uptiones. 21. Sed jam ere nostra futurum arbitror, si homines ejusmodi secundum genus ipsum ac studia distinguamus, quos et hæc nostra, et alterius commendavit oratio. Igitur 2 come studiosis adulteri sunt. Homerus enim puellarum deceptori comæ nitidioris amantem proxime subjecit: quasi ad mulierum corruptelam ornaretur coma, et adulter is ipse est, adulterorumque omnium facile princeps, in quem probrosum istud convicium jacitur. Unum vero genus hominum maxime suspectum est, intraque muros omnium ejusdem generis infestissimum. Nam pro quibus nos. ne vim patiantur expeditione facta periclitamur, natis, inquam, et uxoribus: easdem, si casus tulerit, adolescens aliquis elegantioris cultus quocunque libuerit terra marique raptas facile abduxerit aut nisi terra marique, at in angulo aliquo tenebrisve potietur. Atqui bello capta uxore, eadem in conjuge charitas perseverare potest; ab adultero autem omnis est primum e virorum animis sublata benevolentia: 85 adeo ut non dimidiata viris sit uxorum jactura; meritoque legibus in eos armentur carmílices, olitores vero Atticos raphanos serant, quibus simul deprehensus est aliquis, in eum animadvertunt. Una igitur hæc est hominum nalı,

SYNESII PTOLEMAINS EPISCOPI qua inanita subversæ sunt familiæ, nonnullaque itidem civitates, eademque adulterii occasio conti. neptes duas collatis inter se signis commisit, et Græcos ad expugnanda Priami sceptra concitavit. Est autem altera multo quam illa deterior, quæ Alexandrum nobis adulterii nomine fecit infamem; unde Clisthenæ et Timarchi primum eelebres, cæterique, quibus venalis argento sui corporis species; aut nisi argento alia tamen aliqua re; vel si nulla prorsus, at exsecrandæ saltem libidinis gratia: unoque verbo eſſeminati omnes fucato come nitore delectantur. Ac palam quídem ii qui in lupanari prostant, quanquam bi sese victores putent, quasi hoc maxime modo muliebre genus imitari possint. Qui autem clam nequissimus est, palatn tamen vel ipsum facinus ejuraverit, nec alio Cotyltonis sese sacrorum participem ac sodalem esse indicio demonstrat, si hoc solum deprebendatur, capillos ab eo magni feri, ut delibatos habere velit, et in cincinnos intorqueat, hoc statim obvium dictu cuivis est, hominem euin Chiorum deæ, et Ithyphallorum orgia celebrasse. Enimvero Pherecydes veste faciem obumbrans, ‹ de cute, › aiebat, «manifestum est, o digitoque morbum indicabat; nos vero adolescentem pathicorum modo muliebria appetentem cápillis significamus. 22. Quod si sapiens dietum proverbium est quiðni enim sapiens sit, cuin de iis ita sentiat Aristoteles, vetustioris philosophiæ in maximis bominum ruinis intercidentis reliquias esse, et monumenta ob brevitatem ac scitam elegantiam serrata? Proverbium igitur hoc est, sententiaque, cujus dignitas ab ejusdem ipsius est, undo emanavit, vetustate philosophis; adeo ut gravi ex'ea trucique sit aspectu. Multo quippe veteres quam zos in veritate indaganda solertiores fuerunt. (Juodnam ergo istud proverbium est? Nelius conatus, qui mon. Tu porro ad trimetri sonum extremuni carminis accommoda. Neque enim unquam gravem istam rem, nomeave pronuntiavero. Recte sane quod tute ipse iftud accommodati. Ecquid igitur tibi videtur? 86 Pape! O mirar veritatem oraculum procul dubio est. Porro hujus veritas per se quidem manifesta est: at quam multos habet testes, tran eos qui nunc aluntur, quam qui olim usi sunt! Quod enim immortalia facit proverbia illud ipsum est, usus eorum qui hac usurpant assiduus, quos in memoriam revocant res ipsæ. Nam quæ quotidianis eventibus observantur, in testimonium adducant, ipsisque exemplis testimonio sunt. 25. Verum quamvis ista sese hoc modo labeant, ulhilominus Dio coma patrocinium admirabili quadam oratione edidit. Quid ergo Platone id evincente opus est, cum rhetorice fucandi, lenocinique aptandi nis ab eo oratore sit effecta? Non tu vero credideris capillorum tinctores multo amabiliores ac gratiores comas reddituros, postquam homo lingua Græcus in theatro rem ejusmodi commendavit? Enimvero maximas, ut opinor, pro hae oratione gratias habiκβ'.

CALVITH ENCOMIUM. turi sunt, qui in Cybeles sacris versantur, elumbes fractique homines: tum quisquis iniquis oculis vicini uxorem intuetur; quorum uniuscujusque caput, quasi unguento, ita oratione perfudit. Magni quippe Geri oportet quod publice laudatur et honore allicitur, præsertim si is nominis gloriam insignem habeat, qui laudandum id susceperit. Nobis itaque ille in civitate perditissimorum hominum nuinerum auctiorem redditurus est. Calvitium autem quæ tandem illis altera ex parte opponit hominum genera? Quinam a nobis adulterorum loco viri laudəti sunt? li nempe, ex quibus in deorum templis sacerdotes, et prophetæ, ædituique funt; in litterariis ludis præceptores ac pædagogi; in militari acie, si integræ sint, recteque se habeant res, imperatores et ordinum ductores: ubique vero, qui sagacitate ac prudentia cæteris antecellere a plerisque judicantur. Ego vero cantorein eum arbitror, cui Clytemnestræ ab Agamemnone cura commissa est, ex nostro fuisse genere. Comato enim haud unquam mulierem ex infami familia credidisset. Præterea magnum seramai nostro cupfirmando a pictoribus indicium pra·betur, si nou ad archetypum exemplarque pingant, sed ab aliquo iisdem permittatur, ut formam studio ac moribus excogitent uniuscujusque consentaneam. Nam si quis mœchum aut cinædum in 87 tabella pingendum locaverit, criaitum aliquem, et cincinphilosophum aut sacerdotem locaveris, calvus natum accipiens, babet quod præceperat. Sin in tabella stabit, auctoritatis ac gravitatis aliquid præ se ferens. Ejusmodi enim est nummi bujus insigne. 24. Quamobreų de philosophis, sacerdotibus, temperantibusque omnibus bene sum hac oratione meritus; in qua et religiose quæ ad deos attinent tractantur, et hominibus optimo consilio subvenitur. Quod si publicata apud vulgus gloriam et splendorem adepta fuerit, ita ut comme studiosi pudore affecti ad temperatiorem modestioremque Lonsuram seipsos traducant, eosque beatos prædicent, quibus neque tonsore opus est; mihi quidem gratim pro his nullæ debentur, sed argumento id acceptum ferendum est, per quod is etiam qui ad dicendum ineptissimus est, cum eloquentissimo homine collatus non contemnendus est visus. Sin nemini bac oratione persuadeo, merito id mihi aliquis vitio vertet, qui vel materiæ ubertate freLus, nude Dionis eloquentiæ gratiæque resistere non potuerim. Utiuam vero hæc in plurimorum utilitatem nobis assumpta in manus fuerit oratio!

PG 66:1171
PG 66:1173
PG 66:1175
PG 66:1177
PG 66:1185
PG 66:1187
PG 66:1189
PG 66:1191
PG 66:1199
PG 66:1201
PG 66:1203
PG 66:1205
Page scan enlarged

Notebook

Full View