PG 10Dionysius of Alexandria
Part I
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Fragments from Book II of On PromisesFragmenta ex libris II "De promissionibus"

col. 1237–1238page 1 of 17
PG 10:1237Λ'. Ἐπεὶ δὲ σύνταγμά τι προκομίζουσι Νέπωτος, 1. ᾧ λίαν ἐπερείδονται ὡς ἀναντιῤῥήτως ὑποδεικνύν, τι τὴν τοῦ Χριστοῦ βασιλείαν ἐπὶ γῆς ἔσεσθαι ἐν ἄλλοις μὲν πολλοῖς ἀποδέχομαι καὶ ἀγαπῶ Νέπω τα, τῆς τε πίστεως καὶ τῆς φιλοπονίας καὶ τῆς ἐν ταῖς Γραφαῖς διατριβῆς· καὶ τῆς πολλῆς ψαλμῳδίας ᾗ μέχρι νῦν πολλοὶ τῶν ἀδελφῶν εὐθυμοῦν λ. "Ελεγχον
col. 1239–1240page 2 of 17
PG 10:1239μᾶλλον, ᾗ προανεπαύσατο Ἀλλὰ φίλη γὰρ καὶ προτιμοτάτη πάντων ἡ ἀλήθεια· ἐπαινεῖν τε χρὴ καὶ συναινεῖν ἀφθόνως, εἴ τι ὀρθῶς λέγοιτο· ἐξετάζειν τε καὶ διευθύνειν, εἴ τι μή φαίνοιτο υγιῶς ἀναγεγραμμένον. Καὶ πρὸς μὲν παρόντα καὶ ψιλῷ λόγῳ δογματίζοντα, αὐτάρκης ἣν ἂν ἡ ἄγραφος ὁμιλία, δι' ἐρωτήσεως καὶ ἀποκρίσεως πείθουσα καὶ συμβιβάζουσα τοὺς ἀντιδιατιθεμένους· γραφῆς δὲ ἐκκειμέν νης, ὡς δοκεῖ τισι, πιθανωτάτης· καὶ τινῶν διδασκάλων τὸν μὲν νόμον καὶ τοὺς προφήτας τὸ μηδὲν ἡγου μένων, καὶ τὸ τοῖς Εὐαγγελίοις ἔπεσθαι παρέντων, καὶ τὰς τῶν ἀποστόλων Επιστολὰς ἐκφαυλισάντων, τὴν δὲ τοῦ συγγράμματος τούτου διδασκαλίαν ὡς μέσ γα δή τι καὶ κεκρυμμένον μυστήριον κατεπαγγελλομένων καὶ τοὺς ἁπλουστέρους ἀδελφοὺς ἡμῶν οὐδὲν ἑώντων ὑψηλὸν καὶ μεγαλεῖον φρονεῖν, ούτε περὶ τῆς ἐνδόξου καὶ ἀληθῶς ἐνθέου τοῦ Κυρίου ἡμῶν ἐπιφανείας, οὔτε τῆς ἡμετέρας ἐκ νεκρῶν ἀναστάσεως καὶ τῆς πρὸς αὐτὸν ἐπισυναγωγῆς καὶ ὁμοιώσεως· ἀλλὰ μικρὰ καὶ θνητὰ καὶ οἷα τὰ νῦν ἐλπί ζειν ἀναπειθόντων ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ ἀναγκαῖον καὶ ἡμᾶς, ὡς πρὸς παρόντα, τὸν ἀδελφὸν ἡμῶν διαλεχθῆναι Νέπωτα. ται· καὶ πάνυ δι' αἰδοῦς ἄγω τὸν ἄνθρωπον ταύτῃ Η προανεπαύσατο. Εξετάζειν τε. ἐξετάζειν δέ. γραφῆς δὲ ἐκκειμένης, προκειμένης. Κατεπαγγελλομένων. Ελπιζόμενα πειθόντων. καὶ οἷα τὰ νῦν ἐλπίζειν ἀναπειθόντων ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. ελπιζόμενα ἐλπίζειν Β'. Τούτοις μεθ' ἕτερα επιφέρει λέγων· Ἐν μὲν οὖν τῷ ᾿Αρσενοείτῃ γενόμενος, ἔνθα (ὡς οἶδας) πρὸ πολλοῦ τοῦτο ἐπεπόλαζε τὸ δόγμα ὡς καὶ σχίσματα καὶ ἀποστασίας ὅλων Ἐκκλησιῶν γεγονέ και· συγκαλέσας τοὺς πρεσβυτέρους καὶ διδασκάλους τῶν ἐν ταῖς κώμαις ἀδελφῶν· παρόντων καὶ τῶν βουλομένων ἀδελφῶν, δημοσίᾳ τὴν ἐξέτασιν ποιήσασθαι τοῦ λόγου προετρεψάμην. Καὶ τοῦτό μοι προτα γαγόντων τὸ βιβλίον ὣς τι ὅπλον καὶ τεῖχος ἀκαταμάχητον συγκαθεσθεὶς αὐτοῖς τριῶν ἑξῆς ἡμε ρῶν ἐξ ἔω μέχρις ἑσπέρας, διευθύνειν ἐπειράθην τὰ γεγραμμένα. Ενθα καὶ τὸ εὐσταθὲς καὶ τὸ φιλάληθες, καὶ τὸ εὐπαρακολούθητον καὶ συνετὸν ὑπερηγάσθην τῶν ἀδελφῶν, ὡς ἐν τάξει καὶ μετ᾿ ἐπιεικείας ἀπὸ κοινοῦ φρονείν Εν μὲν οὖν τῷ Αρσενοείτῃ. Αρσινοείτῃ. Επεπόλαζε τὸ δόγμα. Άμαχον. άκα ταμάχητον, Εὐπαρακολούθητον. παρακολουθεῖν
col. 1241–1242page 3 of 17
PG 10:1241τὰς ἐρωτήσεις καὶ τὰς ἐπαπορήσεις καὶ τὰς συγκαταθέσεις εποιούμεθα· τὸ μὲν ἐκ παντὸς τρόπου καὶ φι λονείκως τῶν ἅπαξ δοξάντων περιέχεσθαι, εἰ καὶ φαί νοιντο ὀρθῶς ἔχοντα, παραιτησάμενοι· μήτε δὲ τὰς ἀντιλογίας ὑποστελλόμενοι· ἀλλ' ἐς ὅσον οἷόν τε τῶν προκειμένων ἐπιβατεύειν καὶ κρατύνειν αὐτ τὰ πειρώμενοι· μήτε εἰ λόγος αἱρεῖ, μεταπείθεσθαι καὶ συνομολογεῖν αἰδούμενοι· ἀλλ᾽ εὐσυνειδήτως καὶ ἀνυποκρίτως, καὶ ταῖς καρδίαις πρὸς τὸν Θεὸν ἡπλωμέναις, τὰ ταῖς ἀποδείξεσι καὶ διδασκαλίαις τῶν ἁγίων Γραφῶν συνιστανόμενα καταδεχόμενοι. Καὶ τέλος, ὅ τε τῆς διδαχῆς ταύτης ἀρχηγὸς καὶ εἰσηγη τῆς ὁ καλούμενος Κορακίων, ἐν ἐπηκόῳ πάντων τῶν παρόντων ἀδελφῶν ὡμολόγησε καὶ διεμαρτύρατο ἡμῖν, μηκέτι τούτῳ προσέξειν, μηδὲ διαλέξεσθαι περὶ τού του, μηδὲ μεμνήσθαι, μηδὲ διδάξειν, ὡς ἱκανῶς ὑπὸ τῶν ἀντιλεχθέντων ᾑρημένος· τῶν τε ἄλλων ἀδελφῶν οἱ παρόντες ἔχαιρον ἐπὶ τῇ κοινολογίᾳ καὶ τῇ πρὸς πάντας συγκαταβάσει καὶ συνδιαθέσει. Γ. Εἶθ' ἑξῆς ὑποβὰς περὶ τῆς Ἀποκαλύψεως Ἰωάννου ταῦτά φησι· Τινὲς μὲν οὖν τῶν πρὸ ἡμῶν ἠθέτησαν καὶ ἀνεσκεύασαν πάντη τὸ βιβλίον· καθ᾿ ἕκαστον κεφάλαιον διευθύνοντες, ἄγνωστόν τε καὶ ἀσυλλόγιστον ἀποφαίνοντες· ψεύδεσθαί τε τὴν ἐπιγραφὴν· Ἰωάννου γὰρ οὐκ εἶναι λέγουσιν· ἀλλ᾽ οὐδ᾽ ἀπο κάλυψιν εἶναι, τὴν σφοδρῷ καὶ παχεί κεκαλυμμένην τῷ τῆς ἀγνοίας παραπετάσματι καὶ οὐχ ὅπως τῶν ἀποστόλων τινὰ, ἀλλ' οὐδ' ὅλως τῶν ἁγίων ἢ τῶν ἀπὸ τῆς Ἐκκλησίας τούτου γεγονέναι ποιητὴν τοῦ γράμματος· Κήρινθον δὲ τὸν καὶ τὴν ἀπ' ἐκείνου κληθεῖσαν Κηρίνθιανὴν συστησάμενον αἵρεσιν, ἀξιό πιστον ἐπιφημίσαι θελήσαντα τῷ ἑαυτοῦ πλάσμα τι όνομα. Τοῦτο γὰρ εἶναι τῆς διδασκαλίας αὐτοῦ τὸ δόγμα, ἐπίγειον ἔσεσθαι τὴν τοῦ Χριστοῦ βασιλείαν καὶ ὧν αὐτὸς ὠρέγετο, φιλοσώματος ὢν καὶ πάνυ σαρ αικὸς, ἐν τούτοις ονειροπολεῖν ἔσεσθαι· γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα πλησμοναῖς, τουτέστι σιτίοις καὶ ποτοῖς καὶ γάμοις, καὶ δι᾽ ὧν εὐφημότερον Εἰ καὶ φαίνοιντο. εἰ καὶ μὴ φαίνοιντο, Τῶν προκειμένων ἐπιβατεύειν. απλωμέναις ταῖς καρδίαις. Συγκαταβάσει. συγκατάβασις συμβιβάσει; καὶ συμβιβάζουσα τοὺς ἀντιδιατιθεμένους. συμβιβάζειν, συμβιβασμόν Αγνείας παραπετάσματι. ἀγνωσίας. Κήρινθον δὲ... καὶ ἱερείων σφαγαίς. Ονειροπολεῖν. ὀνειροπολεῖ, ὠνειροπόλει. εὐθυμότερον, εὐφημότερον, Εὐφημότερον.
col. 1243–1244page 4 of 17
PG 10:1243ταῦτα ᾠήθη πορεῖσθαι, ἑορταῖς καὶ θυσίαις καὶ ἱε ρείων σφαγαῖς. Ἐγὼ δὲ ἀθετῆσαι μὲν οὐκ ἂν τολμήσαιμι τὸ βιβλίον· πολλῶν αὐτὸ διὰ σπουδῆς ἐχόντων ἀδελφῶν· μείζονα δὲ τῆς ἐμαυτοῦ φρονήσεως τὴν ὑπόληψιν τὴν περὶ αὐτοῦ λαμβάνων, κεκρυμμένην εἶναί τινα καὶ θαυμασιωτέραν τὴν καθ' ἕκαστον ἐκε δοχὴν ὑπολαμβάνω. Καὶ γὰρ εἰ μὴ συνίημι, ἀλλ' ὑπονοῶ γε νοῦν τινα βαθύτερον ἐγκεῖσθαι τοῖς ῥήμα σιν· οὐκ ἰδίῳ ταῦτα μετρῶν καὶ κρίνων λογισμῷ, πίτ στει δὲ πλέον νέμων, ὑψηλότερα ἢ ὑπ᾿ ἐμοῦ κατα ληφθῆναι νενόμικα· καὶ οὐκ ἀποδοκιμάζω ταῦτα & μὴ συνεώρακα· θαυμάζω δὲ μᾶλλον ἔτι μὴ καὶ εἶ δου. εὐθυμότερον Διεξαγωγής λεγομένης. λεγομένης α Δ'. Ἐπὶ τούτοις τὴν ὅλην τῆς Ἀποκαλύψεως βασανίσας γραφὴν, ἀδύνατον δὲ αὐτὴν κατὰ τὴν πρόχειρον ἀποδείξας νοεῖσθαι διάνοιαν, ἐπιφέρει λέγων· Συντελέσας δὴ πᾶσαν, ὡς εἰπεῖν, τὴν προ φητείαν, μακαρίζει ὁ προφήτης τούς τε φυλάσσοντας αὐτὴν, καὶ δὴ καὶ ἑαυτόν. Μακάριος γάρ, φησιν, ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· κἀγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων ταῦτα. Καλεῖσθαι μὲν οὖν αὐτὸν Ἰωάννην, καὶ εἶναι τὴν γραφὴν Ἰωάννου ταύτην, οὐκ ἀντερῶ. Αγίου μὲν γὰρ εἶναί τινος καὶ θεοπνεύστου συναινώ. Ο μὴν ῥᾳδίως ἂν συνθείμην τοῦτον εἶναι τὸν ἀπόστολον, τὸν υἱὸν Ζεβεδαίου, τὸν ἀδελφὸν Ἰακώβου· οὗ τὸ Εὐαγγέλιον τὸ κατὰ Ἰωάννην ἐπιγεγραμμένον, καὶ ἡ Ἐπιστολὴ ἡ καθολική. Τεκμαίρομαι γὰρ ἔκ τε τοῦ ἤθους ἑκατέρων, καὶ τοῦ τῶν λόγων εἴδους, καὶ τῆς τοῦ βιβλίου διεξαγωγής λεγομένης μὴ τὸν αὐ τὸν εἶναι. Ὁ μὲν γὰρ εὐαγγελιστής, οὐδαμοῦ τὸ ὄνομα αὐτοῦ παρεγγράφει· οὐδὲ κηρύσσει ἑαυτὸν, οὔτε διὰ τοῦ Εὐαγγελίου, οὔτε διὰ τῆς Ἐπιστολῆς. Εἶθ' ὑποβὰς, πάλιν ταῦτα λέγει· Ιωάννης δὲ οὐ δαμοῦ οὐδὲ ὡς περὶ ἑαυτοῦ, οὐδὲ ὡς περὶ ἑτέρου ὁ δὲ τὴν Ἀποκάλυψιν γράψας, εὐθύς τε ἑαυτὸν ἐν ἀρχῇ προτάσσει· Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ ἦν ἔδωκεν αὐτῷ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἐν τάχει καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ· ὃς ἐμαρτύρησε τὸν λό γον τοῦ Θεοῦ, καὶ τὴν μαρτυρίαν αὐτοῦ ὅσα εἶ δεν. Εἶτα καὶ ἐπιστολὴν γράφει· Ιωάννης ταῖς ἑπτὰ Ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ, χάρις ὑμῖν καὶ εἰρήνη Ο δέ γε εὐαγγελιστής, οὐδὲ τὸ [ισ. τῆς] καθολικῆς Ἐπιστολῆς προέγραψεν ἑαυτοῦ τὸ ὄνομα· ἀλλὰ ἀπερίττως ἀπ' αὐτοῦ τοῦ μυστηρίου τῆς θείας ἀπο καλύψεως ἤρξατο· Ο ἦν ἀπ' ἀρχῆς, ὁ ἀκηκόαμεν, διεξαγωγήν οίκονομίαν. διεξ. αγαγεῖν διοικεῖν, ἀπὸ τοῦ ἤθους
col. 1245–1246page 5 of 17
PG 10:1245έωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν. Ἐπὶ ταύτῃ γὰρ τῇ ἀποκαλύψει καὶ ὁ Κύριος τὸν Πέτρον ἐμακάρισεν εἰπών· Μακάριος εἶ, Σίμων, βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος. Αλλ' οὐδὲ ἐν τῇ δευτέρα φερομένῃ Ἰωάννου καὶ τρίτῃ, και τοι βραχείαις οὔσαις Επι στολαῖς, ὁ Ἰωάννης ὀνομαστὶ πρόκειται· ἀλλὰ ἀνω νύμως ὁ πρεσβύτερος γέγραπται. Οὗτος δέ γε οὐδὲ αὔταρκες ἐνόμισεν ἅπαξ ἑαυτὸν ὀνομάσας, διηγεῖσθαι τὰ ἑξῆς· ἀλλὰ πάλιν ἀναλαμβάνει· Ἐγὼ Ἰωάννης ὁ ἀδελφὸς ὑμῶν, καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ἐν ὑπομονῇ Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ· καὶ δὴ καὶ πρὸς τῷ τέλει ταῦτα εἶπε· Μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· κἀγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων ταῦτα. Ὅτι μὲν οὖν Ἰωάννης ἐστὶν ὁ ταῦτα γράφων, αὐτῷ λέγοντι πιστευτέον. Ε΄. Ποῖος δὲ οὗτος, ἄδηλον. Οὐ γὰρ εἶπεν ἑαυτὸν ὡς ἐν τῷ Εὐαγγελίῳ πολλαχοῦ, τὸν ἠγαπημένον ὑπὸ τοῦ Κυρίου μαθητήν· οὐδὲ τὸν ἀναπεσόντα ἐπὶ τὸ στῆθος αὐτοῦ· οὐδὲ τὸν ἀδελφὸν Ἰακώβου· οὐδὲ τὸν αὐτόπτην καὶ αὐτήκοον τοῦ Κυρίου γενόμενον. Εἶπε γὰρ ἄν τι τούτων τῶν προδεδηλωμένων, σαφῶς ἑαυ τὸν ἐμφανίσαι βουλόμενος. ᾿Αλλὰ τούτων μὲν οὐδέν ἀδελφὸν δὲ ἡμῶν καὶ συγκοινωνὸν εἶπε καὶ μάρτυρα Ἰησοῦ, καὶ μακάριον ἐπὶ τῇ θέᾳ καὶ ἀκοῇ τῶν ἀπο καλύψεων. Πολλοὺς δὲ ὁμωνύμους Ἰωάννῃ τῷ ἀπο στόλῳ νομίζω γεγονέναι· οἱ διὰ τὴν πρὸς ἐκεῖνον ἀγάπην, καὶ τὸ θαυμάζειν καὶ ζηλοῦν, ἀγαπηθῆναι τε ὁμοίως αὐτῷ βούλεσθαι ὑπὸ τοῦ Κυρίου, καὶ τὴν ἐπωνυμίαν τὴν αὐτὴν ἠσπάσαντο· ὥσπερ καὶ ὁ Παῦ λος πολὺς, καὶ δὴ καὶ ὁ Πέτρος ἐν τοῖς τῶν πιστῶν παισὶν ὀνομάζεται Ἔστι μὲν οὖν καὶ ἕτερος Ἰωάννης ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ὁ ἐπικληθεὶς Μάρκος· ὃν Βαρνάβας καὶ Παῦλος ἑαυτοῖς συμ παρέλαβον, περὶ οὗ καὶ πάλιν λέγει· Εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. Εἰ δὲ οὗτος ὁ γράψας ἐστὶν, οὐκ ἂν φαίην· οὐδὲ γὰρ ἀφῖχθαι σὺν αὐτοῖς εἰς τὴν Ασίαν γέγραπται· Ἀλλὰ ἀναχθέντες μέν, φησὶν, ἀπὸ τῆς Πάφου οἱ περὶ Παῦλον, ἦλθον εἰς Πέρ την τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσεις ἀπ' αὐτῶν, ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. "Αλλον δέ τινα οἶμαι τῶν ἐν Ἀσίᾳ γενομένων· ἐπεὶ καὶ δύο φασὶν ἐν Ἐφέσῳ γενέσθαι μνήματα, καὶ ἑκάτερον Ιωάννου λέγεσθαι. Γ. Καὶ ἀπὸ τῶν νοημάτων δὲ καὶ τῶν ῥημάτων Ἐν τοῖς τῶν πιστῶν παισὶν ὀνομάζεται.
col. 1247–1248page 6 of 17
PG 10:1247παρ' ἐκεῖνον ὑπονοηθήσεται. Συνάδουσι μὲν γὰρ ἀλ λήλοις τὸ Εὐαγγέλιον καὶ ἡ Ἐπιστολή, ὁμοίως σε ἄρχονται. Τὸ μέν φησιν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· ἡ δέ· Ο ἦν ἀπ᾿ ἀρχῆς. Τὸ μέν φησι· Καὶ ὁ Λόγοςσὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν· καὶ ἐθεα σάμεθα τὴν δόξαν αὐτοῦ· δόξαν, ὡς μονογενούς παρὰ Πατρός. Ἡ δὲ τὰ αὐτὰ σμικρῷ παρηλλαγμένα· “Ο ἀκηκόαμεν, ὁ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν· ὁ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν εψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ εφανερώθη. Ταῦτα γὰρ προανακρούεται, διατεινόμενος ὡς ἐν τοῖς ἑξῆς ἐδήλωσε πρὸς τοὺς οὐκ ἐν σαρκὶ φάσκοντας ἐληλυθέναι τὸν Κύριον· διὸ καὶ συνῆψεν ἐπιμελῶς· Καὶ ὁ ἑωράκαμεν μαρτυροῦμεν· καὶ καὶ τῆς συντάξεως αὐτῶν, εἰκότως ἕτερος οὗτος απαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν· ὁ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν. Έχεται αὐτοῦ καὶ τῶν προθέσεων οὐκ ἀφίσταται διὰ δὲ τῶν αὐτῶν κεφαλαίων καὶ ὀνομάτων πάντα διεξέρχεται, ὧν τινα μὲν ἡμεῖς συντόμως ὑπομνήσομεν ὁ δὲ προσεχῶς ἐντυγχάνων, εὑρή σει ἐν ἑκατέρῳ πολλὴν τὴν ζωήν, πολὺ τὸ φῶς, ἀπο τροπὴν τοῦ σκότους, συνεχῆ τὴν ἀλήθειαν, τὴν χά ριν, τὴν χαρὰν, τὴν σάρκα καὶ τὸ αἷμα τοῦ Κυρίου, τὴν κρίσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, τὴν πρὸς ἡμᾶς ἀγάπην τοῦ Θεοῦ, τὴν πρὸς ἀλλήλους ἡμᾶς ἀγάπης ἐντολήν· ὡς πάσας δεῖ φυλάσσειν τὰς ἐντο λάς· ὁ ἔλεγχος τοῦ κόσμου τοῦ διαβόλου, του ᾿Αντιχρίστου· ἡ ἐπαγγελία τοῦ ἁγίου Πνεύματος ἡ υἱοθεσία τοῦ Θεοῦ· ἡ διόλου πίστις ἡμῶν ἀπα τουμένη· ὁ Πατὴρ καὶ ὁ Υἱὸς πανταχοῦ· καὶ ὅλους διὰ πάντων χαρακτηρίζοντας, ένα καὶ τὸν αὐτὸν συν ορᾷν τοῦ τε Εὐαγγελίου καὶ τῆς Ἐπιστολῆς χρῶτα πρόκειται. 'Αλλοιοτάτη δὲ καὶ ξένη παρὰ ταῦτα ἡ Ἀποκάλυψις· μήτε ἐφαπτομένη, μήτε γειτνιώσε τούτων μηδενὶ σχεδὸν ὡς εἰπεῖν· μηδὲ συλλαβὴνπρὸς αὐτὰ κοινὴν ἔχουσα· ἀλλ᾽ οὐδὲ μνήμην τινά, οὐδὲ ἔννοιαν, οὔτε ἡ Ἐπιστολὴ τῆς ᾿Αποκαλύψεως ἔχει· ἐῶ γὰρ Εὐαγγέλιον· οὔτε τῆς Ἐπιστολῆς ἡ Αποκάλυψις· Παύλου διὰ τῶν Ἐπιστολῶν ὑποψή ναντός τι καὶ περὶ τῶν ἀποκαλύψεων αὐτοῦ, ὡς οὐκ ἐνέγραψε καθ᾿ αὐτάς. Καὶ ἀπὸ τῶν νοημάτων δὲ καὶ ῥημάτων, καὶ τῆς τούτων συντάξεως. τεκμαίρομαι γὰρ ἔκ τε τοῦ ἤθους έκα τέρων. Ει σύνταξιν. Περὶ συντάξεως ὀνομάτων. σύνταξις, Τῶν αὐτῶν κεφαλαίων. καθ᾿ ἕκαστον κεφάλαιον διευθύνοντες. περι κοπήν Ὑπομνήσομεν. ὑπομνήσωμεν. υπεμνήσαμεν. Ἔλεγχος του κόσμου. ἔλεγχον

Fragments from the Books "On Nature"Fragmenta ex libris "De natura"

col. 1249–1250page 7 of 17
PG 10:1249Ζ'. Ἔτι δὲ καὶ τῆς φράσεως τὴν διαφορὰν ἔστι τεκμήρασθαι τοῦ Εὐαγγελίου καὶ τῆς Ἐπιστολῆς πρὸς τὴν Ἀποκάλυψιν. Τὰ μὲν γὰρ οὐ μόνον ἀπταίστως κατὰ τὴν Ἑλλήνων φωνὴν, ἀλλὰ καὶ λογιώτατα ταῖς λέξεσι, τοῖς συλλογισμοῖς, ταῖς συντάξεσι τῆς Ερμηνείας γέγραπται· πολλοῦ γε δει βάρβαρον τινα φθόγγον, ἢ σολοικισμόν, ἢ ὅλως ἰδιωτισμὸν ἐν αὐτοῖς εὑρεθῆναι. Εκάτερον γὰρ εἶχεν ὡς ἔοικε τὸν λό γον ἀμφοτέρους αὐτῷ χαρισαμένου τοῦ Κυρίου, τόν τε τῆς γνώσεως, τόν τε τῆς φράσεως. Τοῦτον δὲ ἀποκάλυψιν μὲν ἑωρακέναι, καὶ γνῶσιν εἰληφέναι καὶ προφητείαν οὐκ ἀντερῶ· διάλεκτον μέντοι καὶ γλῶσ σαν οὐκ ἀκριβῶς Ἑλληνίζουσαν αὐτοῦ βλέπω· ἀλλ᾽ ἰδιώμασι μὲν βαρβαρικοῖς χρώμενον, και που καὶ σολοικίζοντα· ἅπερ οὐκ ἀναγκαῖον νῦν ἐκλέγειν· οὐδὲ γὰρ ἐπισκώπτων, μή τις νομίση, ταῦτα εἶπον ἀλλὰ μόνον τὴν ἀνομοιότητα διευθύνων τούτων τῶν γραφῶν. Πρὸς τοὺς κατ' Επίκουρον, Πρόνοιαν μὲν ἀρνουμένους, ἀτόμοις δὲ σώμασιν ανατιθέντας τὸ πᾶν. Πότερον ἓν ἐστι συναφὲς τὸ πᾶν, ὡς ἡμῖν τε καὶ τοῖς σοφωτάτοις Ελλήνων Πλάτωνι καὶ Πυθα γόρᾳ, καὶ τοῖς ἀπὸ τῆς Στοᾶς καὶ Ἡρακλείτῳ φαί νεται· ἢ δύο, ὡς ἴσως τις ὑπέλαβεν, ἢ καὶ πολλὰ καὶ ἄπειρα, ὥς τισιν ἄλλοις ἔδοξεν, οι πολλαῖς τῆς δια νοίας παραφοραῖς, καὶ ποικίλαις προφοραῖς ὀνομά των τὴν τῶν ὅλων ἐπεχείρησαν κατακερματίζειν οὐσίαν, ἄπειρόν τε, καὶ ἀγέννητον, καὶ ἀπρονόητον ὑποτίθενται; Οἱ μὲν γὰρ, ἀτόμους προσειπόντες ἄφθαρτά τινα καὶ σμικρότατα σώματα, πλῆθος ἀνάριθμα, καί τι χωρίον κενὸν, μέγεθος ἀπεριόριστον προβαλόμενοι, ταύτας δή φασι τὰς ἀτόμους, ὡς ἔτυ χεν ἐν τῷ κενῷ φερομένας, αυτομάτως τε συμπι Τὸν λόγον, τὴν γνῶσιν. ἑκάτερον λόγον τὴν ἐνδιάθετον καὶ τὸν προφορικὸν λόγον, τόν τε τῆς γνώσεως, τόν τε τῆς φράσεως. τόν τε τῆς σοφίας, τόν τε τῆς γνώσεως, Πότερον, κ. τ. λ. Ἀπὸ τῶν Περὶ φύσεως Διονυσίου ἐπι σκόπου Αλεξανδρείας.
col. 1251–1252page 8 of 17
PG 10:1251μένας διὰ τὸ πολύσχημον, ἀλλήλων ἐπιλαμβάνεσθαι, καὶ οὕτω τόν τε κόσμον καὶ τὰ ἐν αὐτῷ, μᾶλλον δὲ κόσμους ἀπείρους ἀποτελεῖν. Ταύτης δὲ τῆς δόξης Επίκουρος γεγόνασι καὶ Δημόκριτος· τοσοῦτον δὲ διεφώνησαν, ὅσον ὁ μὲν, ἐλαχίστας πάσας, καὶ διὰ τοῦτο ἀνεπαισθήτους· ὁ δὲ Δημόκριτος, καὶ μεγίστας εἶναί τινας ἀτόμους ὑπέλαβεν. Ατόμους δὲ εἶναί φα σιν ἀμφότεροι, καὶ λέγεσθαι διὰ τὴν ἄλυτον στεί ρότητα. Οἱ δὲ, τὰς ἀτόμους μὲν ὀνομάσαντες, ἀμερή φασὶν εἶναι σώματα, τοῦ παντὸς μέρη, ἐξ ὧν ἀδιαιρέτων ὄντων συντίθεται τὰ πάντα, καὶ εἰς ἃ δια λύεται. Καὶ τούτων φασὶ τῶν ἀμερῶν ὀνοματοποιών Διόδωρον γεγονέναι· ὄνομα δέ, φασὶν, αὐτοῖς ἄλλο Ηρακλείδης θέμενος, ἐκάλεσεν ὄγκους, παρ' οὗ καὶ Ἀσκληπιάδης ὁ ἰατρὸς ἐκληρονόμησε τὸ ὄνο πτούσας ἀλλήλαις διὰ ῥύμην ἄτακτον, καὶ συμπλεκο μα ὄγκους, ΙΙ. Εκληρονόμησε τὸ ὄνομα. Ταῦτ᾽ εἰπὼν, ἑξῆς ἀνασκευάζει τὸ δόγμα διὰ πολλῶν, ἀτὰρ δὲ διὰ τούτων. έχε 'Αλλ' οὐδὲ ἀπὸ τῶν μικρῶν. ἐξ ὧν Ἀπὸ τῶν ἐν ἀνθρώποις ὑποδειγμάτων. Πῶς αὐτῶν ἀνασχώμεθα, τυχηρὰ λεγόντων εἶναι συμπτώματα τὰ σοφά, καὶ διὰ τοῦτο τὰ καλὰ δη μιουργήματα; ὧν ἕκαστόν τε καθ' ἑαυτὸ γενόμενον, ὤφθη τῷ προστάξαντι γενέσθαι καλὸν, καὶ συλλήβδην ὁμοίως ἅπαντα. Εἶδε γάρ, φησίν, ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Αλλ' οὐδὲ ἀπὸ τῶν μικρῶν τῶν συνήθων, καὶ παρὰ πόδας νουθετούντων παραδειγμάτων, ἐξ ὧν δύνανται μανθάνειν, ὅτι χρειώδες μὲν καὶ πρὸς ὠφέλειαν ἔργον αὐτ δὲν ἀνεπιτηδεύτως, οὐδὲ συμβατικῶς ἀπεργάζεται, ἀλλὰ χειρουργούμενον, εἰς τὴν πρέπουσαν ὑπηρεσίαν καταρτίζεται. "Οταν δὲ εἰς ἄχρηστον μεταπίπτῃ καὶ ἀνωφελές, τότε διαλυόμενον ἀορίστως καὶ ὡς ἂν τύχῃ διασκίδναται, ἅτε μηκέτι μεταχειριζομένης, μηδὲ διαταττούσης αὐτὸ τῆς σοφίας, ἡ τοῦ συνεστά και τοῦτο ἔμελεν. Ιμάτιόν τε γὰρ, οὐ χωρὶς ἑστουρ γοῦ, συνισταμένων τῶν στημόνων, οὐδὲ τῆς κρόκης αὐτομάτως παρεμπλεκομένης, ἀνυφαίνεται· εἰ δὲ κατατριβείη, τὰ λακισθέντα διαῤῥιπτεῖται ῥάκη. Οι κία τε ἀνοικοδομεῖται καὶ πόλις, οὐ τοὺς μέν τινας δεχομένη θεμελίοις αὐτομολοῦντας λίθους, τοὺς δὲ ἀναπηδῶντας εἰς τὰς ἐπιβολὰς, ἀλλὰ κατὰ χώραν ὁ τοιχοδόμος τοὺς εὐθέτους επιφέρει καταῤῥιφθείσης δὲ, ὡς ἂν παρείκῃ, κατενεχθεὶς ἕκαστος ἀπεσφάλη. Καὶ κατασκευαζομένης νεώς, οὐχ ἡ μέν τις ὑπέβαλο λεν ἑαυτὴν τροπὶς, ὁ δὲ κατὰ μέσην ἑαυτὸν ἱστὸς ὤρθωσε, καὶ τῶν ἄλλων ἕκαστον ξύλων, ἣν ἔτυχεν ἐξ ἑαυτοῦ θέσιν κατέλαβεν. Οὐδὲ τὰ λεγόμενα ἑκατὸν παραδειγμάτων, φιλοσοφοῦσιν, νουθετούντων νουθετούνται? Εἰς τὴν πρέπουσαν... ἀορίστως.
col. 1253–1254page 9 of 17
PG 10:1253τῆς ἀμάξης ξύλα, καθ᾽ ἂν εὗρε κενὸν τόπον ἕκαστον συνεπάγη· ἀλλ' ὁ τέκτων ἑκατέρας συνεκόμισε καί ριον Εἰ δὲ διαλυθείη ἡ ναῦς ἐνθαλασσεύουσα, ἢ φερομένη κατὰ γῆν ἅμαξα, ὅπη τύχῃ τὰ ξύλα, τὰ μὲν ὑπὸ τῶν κυμάτων, τὰ δὲ ὑπὸ τῆς συντόνου ρύμης διασπείρεται. Οὕτως ἂν ἁρμόζοι λέγειν αὐτοῖς, καὶ τὰς ἀτόμους, ἀργὰς μενούσας, καὶ ἀχειροποιήτους, καὶ ἀχρήστους, εἰκῆ φέρεσθαι. Ὁράτωσαν γὰρ τὰς ἀθεάτους ἐκεῖνοι, καὶ τὰς ἀνοήτους νοείτωσαν, οὐχ ὁμοίως ἐκείνῳ, ὃς φανερωθὲν ἑαυτῷ τοῦτο ὑπὸ τοῦ Θεοῦ πρὸς αὐτὸν ὁμολογεῖ· Τὸ ἀκατέργαστών σου ίδωσαν οἱ ὀφθαλμοί μου. Ὅταν δὲ καὶ ἅ φασιν ἐξ ἀτόμων ὑφάσματα γίνεσθαι τὰ εὐήτρια, ταῦθ᾽ ὑπ' αὐτῶν ἀσόφως καὶ ἀναισθήτως αὐτουργεῖσθαι λέγωσι, τίς ἀνέξεται τὰς ἀτόμους ἀκούων ἀφ ρύθμους, ὧν καὶ ὁ ἀράχνης ἐστὶ σοφώτερος, χειροτεχνῶν ἐξ ἑαυτοῦ; Γ'. Ἀπὸ τῆς τοῦ παντὸς συστάσεως. Η τὸν μέγαν τοῦτον οἶκον τὸν ἐξ οὐρανοῦ καὶ γῆς συνεστῶτα, καὶ διὰ τὸ μέγεθος καὶ πλῆθος τῆς ἐπιφερομένης αὐτῷ σοφίας καλούμενον κόσμον, ὑπὸ τῶν σὺν οὐδενὶ κόσμῳ φερομένων ἀτόμων κεκοσμῆσθαι, καὶ γεγονέναι κόσμον ἀκοσμίαν; Πῶς δὲ κινή σεις καὶ ὁδοὺς εὐτάκτους ἐξ ἀτάκτου προσάγεσθαι φορᾶς; Πῶς δὲ τὴν παναρμόνιον τῶν οὐρανίων χο ρείαν, ἐξ ἀμούσων καὶ ἀναρμόστων συνάδειν ὀργά (νων; Τίνα δὲ τρόπον, μιᾶς οὔσης καὶ τῆς αὐτῆς ἀπα σῶν οὐσίας, καὶ τῆς αὐτῆς ἀφθάρτου φύσεως, πλήν τῶν μεγέθων, ὥς φασι, καὶ τῶν σχημάτων, τὰ μέν ἐστι θεῖα, καὶ ἀκήρατα, καὶ αἰώνια, ὡς αὐτοὶ φ σαιεν ἂν, σώματα, ἢ μακραίωνά γε κατὰ τὸν οὕτως ὀνομάσαντα, φαινόμενά τε καὶ ἀφανῆ· φαινόμενα μὲν, ἥλιος, καὶ σελήνη, καὶ ἀστέρες, γῆ τε, καὶ ὕδωρ· ἀφανῆ δὲ, θεοί τε, καὶ δαίμονες, καὶ ψυχαί; Εκατέρας συνεκόμισε καίριον. εἰς τὸν ἑκατέρας ἑκατέρας νεώς άμάξης. Οράτωσαν γὰρ τὰς ἀθεάτους. ἀθέατοι, ανόητοι, φύσεις ἀθεάτους, ἀθέτους ἀνοήτους, Τὸ ἀκατέργαστον. ἴδωσαν, ἴδον εἶδον, ἀκατέργαστόν σου, εἰ ὀφθαλμοί μου. φανερωθὲν ἑαυτῷ τὸ ἀκατέργαστόν σου, τὸ ἀκατέργαστόν μου εἶδον ἴδον) οἱ ὀφθαλμοί σου, ἀμόρφωτος Αμόρφωτόν με, τουτέστι, μηδένα λαβόντα τύπον, ἔτι ὑφαινόμενον· καὶ οὕτω με ἴδον σαφῶς, ὡς ἐκεῖνον τὸν πεπληρωμένον, καὶ οὐδεμιᾶς ἡμέρας ἔτι δεόμενον, πρὸς τὴν ἀπάρτισιν.: Ομοίως ἐκείνοις με εἶδες τοῖς πλασσομένοις, ἐν ταῖς ἡμέραις αὐτῶν, ἡμέραις αἷς οὐκ ἐνέδει οὐδεμία ἡμέρα. τὸ ἀκατέργαστον σου εἴδοσαν οἱ ὀφθαλμοί μου. Ἢ τὸν μέγαν.
col. 1255–1256page 10 of 17
PG 10:1255; Ταῦτα γὰρ οὐδὲ θέλοντες υπάρχειν ἀρνήσασθαι δύο Διαφθορᾶς. διαφορᾶς. Φιλοκρίνων. Απ φυλοκρινών? 1. νανται. Τὰ δὲ μακροβιώτατα ζωά τε καὶ φυτά· ζῶς μὲν, ἔν τε ὄρνισιν, ὥς φασιν, ἀετοί, κόρακές τε, καὶ φοίνικες· ἔν τε χερσαίοις, Ελαφοί τε, καὶ ἐλέφαντες, καὶ δράκοντες; ἐν δὲ τοῖς ἐνύδροις, τὰ κήτη δένδρα δὲ, φοίνικες, καὶ δρύες, καὶ περσέαι· καὶ τῶν γε δένδρων, τὰ μέν ἐστιν ἀειθαλή, ἃ καὶ καταριθμήσας τις εἶπεν εἶναι τεσσαρακαίδεκα· τὰ δὲ πρὸς καιρόν ἀνθεῖ, καὶ φυλλοῤῥεῖ· τὰ δὲ πλεῖστα τῶν τε φυομένων καὶ γεννωμένων ἐστὶν ὠκύμορα καὶ βραχυτελή ὧν ἐστι καὶ ὁ ἄνθρωπος, ὡς εἶπέ τις ἁγία περὶ αὐτ τοῦ Γραφή· Βροτὸς δὲ γεννητὸς γυναικός, ὀλιγόβιος. ᾿Αλλὰ τοὺς συνδέσμους φήσουσι τῶν ἀτόμων διαλλάττοντας, αἰτίους γίνεσθαι τῆς περὶ τὴν διαμονὴν διαφθορᾶς Τὰ μὲν γὰρ ὑπ' αὐτῶν πεποι ανώσθαι καὶ κατεσφίγχθαι λέγεται, ὡς ταῦτα παντελῶς δυσαπάλλακτα γεγονέναι πιλήματα· τὰ δὲ μα νοτέραν καὶ χαλῶσαν τὴν συνάφειαν τῶν ἀτόμων ἐπ᾽ ἔλαττον ἢ πλέον ἐσχηκέναι, ὡς ἢ θᾶττον ἡ μετά πολὺ τῆς κοσμήσεως αὐτῶν ἀφίστασθαι. Καὶ τὰ μὲν ἐκ τοιῶνδε καὶ ὧδέ πως έσχηματισμένων· τὰ δὲ, ἐξ ἑτέρων ἑτεροίως διακειμένων συμμεμίχθαι. Τίς οὖν 6 φιλοκρίνων συναγείρων τε, καὶ ἀναχέων, καὶ τάσδε μὲν οὕτω συντάττων εἰς ἥλιον, τὰς δὲ ὡδ', ἵνα ἡ σελήνη γένηται, καὶ ἕκαστα συμφέρων κατὰ τὴν οἰκειότητα πρὸς ἑκάστου φύσιν ἀστέρος; Οὔτε γὰρ αἱ ἡλιακαὶ καὶ τοσαίδε, καὶ τοιαίδε, καὶ ὧδέ τους ἐνωθεῖσαι, πρὸς ἐργασίαν σελήνης ἂν καταβεβήκεσαν, οὔτ᾽ ἂν αἱ τῶν σεληνιακῶν ἀτόμων πλεκτάνα γεγόνεσαν ποτε ἥλιος· ἀλλ᾽ οὐδὲ Αρκτούρος, εἰ καὶ λαμπρός ἐστι, τὰς Εωσφόρου μεγαλοφρονήσαι τό ποτε ἂν ἀτόμους ἔχειν, οὐδὲ τὰς Ωρίωνος αἱ Πλειάδες. Καλῶς γὰρ ὁ Παῦλος διέστειλεν, εἰπών. "Αλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ Καὶ εἰ μὲν ἀνεπαίσθητος αὐτῶν ὡς ἀψύχων ἡ σύμ πηξις ἐγένετο, ἐπιστήμονος αὐταῖς ἔδει δημιουργού εἰ δὲ ἀπροαίρετος καὶ κατ᾿ ἀνάγκην, ὡς ἀλόγων, ή σύνερξις, σοφός τις αὐτὰς ἀγελάρχης συνελαύνων ἐπεστάτησεν· εἰ δὲ ἑκουσίως ἐθελουργῆσαι συγκέ κλεινται, θαυμάσιος τις αὐτῶν ἀρχιτέκτων εργοδο τῶν προηγήσατο· ἢ καθάπερ εἴτακτος στρατηγὸς οὐ συγκεχωρημένην εἴασε την στρατιάν, καὶ πάντα ἀναμίξ, ἀλλ' ἐν μέρει μὲν τὴν ἵππων, ἰδίᾳ δὲ τοὺς ὁπλίτας, τούς τε ἀκοντιστὰς καθ᾿ ἑαυτοὺς, καὶ χω ρίς τοὺς τοξότας, καὶ τοὺς σφενδονίτας, ἔνθα ἐχρῆν διετάξατο, ἵνα ἀλλήλοις οἱ ὁμόσχευοι συμμαχοίεν. Εἰ δὲ τοῦτο χλεύην οἴονται τὸ παράδειγμα, διὰ τὸ μεγάλων σωμάτων με πρὸς τὰ ἐλάχιστα ποιεῖσθαι σύγκρισιν, ἐπὶ τὰ σμικρότατα μεταβησόμεθα. Εἶτα τούτοις ἑξῆς ἐπιλέγει· Εἰ δὲ μήτε λέξις, μήτε ἐκλογὴ, μήτε τάξις αὐταῖς ἄρχοντος ἐπικέοιτο, α ταὶ δὲ ἐφ' ἑαυτῶν αὐτὰς ἐκ τῆς πολλῆς κατὰ φύσιν τύρβης διευθύνουσαι, καὶ τὸν πολὺν τῶν συμπτώσεων διεκπερῶσαι κυδοιμόν, αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας οὐχ Συγκεχωρημένην. συγκεχυμένην. ΙΒ.
col. 1257–1258page 11 of 17
PG 10:1257ὑπὸ τοῦ Θεοῦ, κατὰ τὸν ποιητὴν, ἄγοιντο, συντρέχοιεν δὲ καὶ συναγελάζοιντο, γνωρίζουσαι τὰς συγγενεῖς· θαυμαστή γε τῶν ἀτόμων ἡ δημοκρατία, δε ξιουμένων τε ἀλλήλας τῶν φίλων καὶ περιπλεκομένων, εις μίαν τε κατασκηνοῦν συνοικίαν ἐπειγομένων καὶ τῶν μὲν, ἀποτετορνευμένων αὐτομάτως εἰς ἥλιον φωστῆρα μέγαν, ἵνα ποιήσωσι τὴν ἡμέραν τῶν δὲ εἰς πολλὰς ἴσως πυραμίδας ἀστέρων ἀναπεφλεγμένων, ἵνα καὶ ὅλον στεφανώσωσι τὸν οὐρανόν· τῶν δὲ, περιτεταγμένων, ἵνα αὐτὸν εἰκῇ στερεώσωσι καὶ καμαρώσωσι τὸν αἰθέρα εἰς τὴν τῶν φωστήρων ἐπιβάθραν, ἐπιλέξωνται· τε ἑαυταῖς αἱ συνομολογίαι τῶν χυδαίων ἀτόμων μονάς, καὶ διακληρώσωνται τὸν οὐρανὸν εἰς οἴκους ἑαυταῖς καὶ σταθμούς. Εἶτα μεθ' ἕτερά φησιν. ᾿Αλλ' οὐδὲ τὰ φανερὰ ὁρῶσιν αὐτοὶ οἱ ἀπρονόητοι, πολλοῦ γε δέουσι συνορᾷν καὶ τὰ ἀφανῆ. Ἐοίκασι γὰρ μηδὲ ἀνατολὰς ὑποπτεύειν τεταγμένας, καὶ δύ σεις, μήτε τῶν ἄλλων, μήτε τὰς ἐκπρεπεστάτας ἡλίου· μηδὲ χρῆσθαι ταῖς δι' αὐτῶν δεδωρημέναις ἀνθρώποις ἐπικουρίαις, ἀναπτομένῃ μὲν εἰς ἐργασίαν ἡμέρᾳ, ἐπηλυγαζούσῃ δὲ νυκτὶ πρὸς ἀνάπαυλαν. Εξελεύσεται γὰρ ἄνθρωπος, φησὶν, ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ, ἕως ἑσπέρας. Αλλ' οὐδὲ τὴν ἑτέραν ἐπισκοποῦσιν ἀνακύκλησιν αὐ τοῦ, καθ᾿ ἣν ώρισμένας ώρας, καὶ καιροὺς εὐκαίρους, καὶ τροπὰς ἀπαρατρέπτους ἀποτελεῖ, ὑπὸ τῶν ἐξ ὧν ἐστιν ἀτόμων ὁδηγούμενος. ᾿Αλλὰ κἂν μὴ θέλωσιν οἱ δείλαιοι, ὡς δ᾽ οὖν πιστεύουσιν, οἱ δίκαιοι, μέγας Κύριος ὁ ποιήσας αὐτὸν, καὶ ἐν λόγοις αὐτοῦ κατέ σπευσε πορείαν. "Ατομοι γὰρ ὑμῖν χειμῶνα φέρουσιν, ο ὦ τυφλοί, καὶ ὑετούς, ἵνα ἡ γῆ τροφὰς ὑμῖν τε καὶ πᾶσι τοῖς ἐπ' αὐτοῖς ζώοις ἀνῇ; θέρος τε ἐπάγουσιν, ἵνα καὶ τοὺς ἀπὸ δένδρων εἰς τρυφὴν καρποὺς λά βητε; Καὶ διὰ τί μὴ ταῖς ἀτόμοις προσκυνεῖτε καὶ θύετε ταῖς ἐπικάρποις; Αχάριστοί γε, μηδὲ ἀπαρχὰς αὐταῖς ὀλίγας τῶν πολλῶν δωρεῶν, ἃς παρ' αὐτῶν ἔχετε, ἀφιεροῦντες. Καὶ μετὰ βραχέα φησίν· Ο δὲ πολυεθνὴς καὶ πολυμιγὴς δῆμος τῶν ἀστέρων, οὓς αἱ πολυπλανεῖς καὶ ἀεὶ διαῤῥιπτούμεναι συνέστησαν άτομοι, χώρας ἑαυτοῖς κατὰ συνθήκας ἀπεδάσαντο, ὥσπερ ἀποικίαν καὶ συνοικίαν ἀνελόμενοι, μηδενὸς οἰκιστοῦ μηδὲ οἰκοδεσπότου προεστηκότος· καὶ τὰς πρὸς τοὺς πλησιοχώρους γειτνιάσεις, ενωμότως καὶ μετ' εἰρήνης φυλάττουσιν, οὐχ ὑπερβαίνοντες οὓς καὶ εἰλήφασιν ἐξ ἀρχῆς ὄρους, ὥσπερ ὑπὸ τῶν βασι λίδων ἀτόμων νομοθετούμενοι. Αλλ' οὐκ ἄρχουσιν ἐκεῖναι· πῶς γὰρ αἱ μηδ' οὖσαι; Αλλὰ θείων λο γίων ἐπακούσατε· Ἐν κρίσει Κυρίου τὰ ἔργα αὐτ τοῦ. Ἀπ᾿ ἀρχῆς καὶ ἀπὸ ποιήσεως αὐτῶν, διέ στειλε μερίδας αὐτῶν· ἐκόσμησεν εἰς αἰῶνα τα ἔργα αὐτοῦ, καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτ τῶν. Καὶ μετὰ βραχέα φησίν· "Η τίς οὕτως εὐσ τάκτως πεδιάδα γῆν διώδευσε φάλαγξ, οὐ προθέοντος οὐδενὸς, οὐκ ἐκτρεπομένου, οὐκ ἐμποδιστατοῦντος οὐκ ἀπολειπομένου τῶν συμπαρατεταγμένων· ὡς Ισόστοιχοι καὶ συνασπιδοῦντες ἀεὶ προΐασιν, ὁ συνε ο Εμποδιστατοῦντος. ἐμποδοστατοῦντες. Χ.
col. 1259–1260page 12 of 17
PG 10:1259χής τε καὶ ἀδιάστατος, ἀόχλητός τε καὶ ἀνεμπόδιστος τῶν ἄστρών στρατός; Αλλ' ἐγκλίσεσι καὶ ταῖς εἰς πλάγιον γεύσεσι, γίνονταί τινες αὐτῶν άδηλος τροπαί. Καὶ μὴν ἀεὶ καιροφυλακοῦσι καὶ προορῶνται τὰς χώρας, ὅθεν ἕκαστος ἀνίησιν, οἱ τούτοις προσεσχηκότες. Ειπάτωσαν οὖν ἡμῖν οἱ τῶν ἀτόμων του μεῖς, καὶ τῶν ἀμερῶν μερισταὶ, καὶ τῶν ἀσυνθέτων συναγωγεῖς, καὶ τὰ ἄπειρα περινοῦντες, πόθεν ἡ κυκλοφορικὴ τῶν οὐρανίων συνοδία καὶ περιοδία, οὐχ ἑνὸς παραλόγως ἀτόμων πήγματος οὕτω σφενδο νισθέντος, ἀλλὰ τοσούτου κυκλικοῦ χοροῦ κατὰ ῥυθμὸν ἴσα βαίνοντος καὶ συμπεριδινουμένου πόθεν ἀδιάτακτοι, καὶ ἀπροαίρετοι, καὶ ἁγνῶτες ἀλλήλων συνέμποροι παμπληθεῖς συνανεστράφησαν; Καλώς τε ὁ προφήτης ἐν τοῖς ἀδυνάτοις καὶ ἀνενδείκτοις έταξε, ξένους κἂν δύο συνδραμεῖν· Εισπορεύσον ται φησί, δύο ἐπὶ τὸ αὐτὸ κατάλυμα, ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς; Εισπορεύσονται. κατά λέξιν Δ'. Ἀπὸ τῆς ἀνθρώπου φύσεως. Καὶ οὔτε ἑαυτοὺς, οὔτε τὰ περὶ ἑαυτοὺς ὁρῶσιν. Εἰ γάρ τις τῶν ἀρχηγετῶν τοῦ τῆς ἀσεβείας ταύτης δόγματος, ἑαυτὸν ὅστις ἐστὶ καὶ ὅθεν, ἀνελογίζετο, ἐφρόνησεν ἂν ὥσπερ συνησθημένος ἑαυτοῦ, καὶ εἶ. πεν οὐ πρὸς τὰς ἀτόμους, ἀλλὰ πρὸς τὸν Πατέρα καὶ Ποιητὴν ἑαυτοῦ· Αἱ χεῖρες σου ἔπλασαν με καὶ ἐποίησάν με. Καὶ προσεπεξεργάσατο ἂν ἐκεῖνος τὸν θαυμάσιον τῆς ποιήσεως ἑαυτοῦ τρόπον· Η οὐχ ὥσπερ γάλα με ήμελξας, ἐτύρωσας δέ με Τσα τυ ρῷ; Δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας; ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοὶ, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα. Πόσας γὰρ ἀτόμους ὁ Ἐπικούρου πατὴρ, καὶ ποταπὰς ἐξ ἑαυτοῦ προέχειν, ὅτ' ἀπεσπέρμαινεν Ἐπίκουρον; Καὶ πῶς εἰς τὴν μητρώαν αὐτοῦ κατακλεισθεῖσαι γα στέρα, συνεπάγησαν, ἐσχηματίσθησαν, ἐμορφώθησαν, ἐκινήθησαν, ηὐξύνθησαν; Καὶ πολλὰς ἡ βραχεῖα ρα νὰς τὰς Επικούρου ατόμους προσκαλεσαμένη, τὰς μὲν ἐπημφίεσεν αὐτῶν δέρμα καὶ σάρκα γενομένας,
col. 1261–1262page 13 of 17
PG 10:1261ταῖς δὲ ὀστωθείσαις ἡνώρθωται, ταῖς δὲ συνεδέθη νευροῤῥαφουμένη; Τά τε ἄλλα πολλὰ μέλη, καὶ σπλάγχνα, καὶ ἔγκατα, καὶ αἰσθητήρια, τὰ μὲν Ενδοθεν, τὰ δὲ θύραθεν ἐφήρμοσε, δι᾿ ὧν ἐζῳογονήθη τὸ σῶμα; Τῶν οὐδὲν ἀργὸν, οὐδὲ ἀχρεῖον προσ ετέθη· ἐπεὶ μηδὲ τὰ φαυλότατα, μήτε τρίχες, μήτε ὄνυχες· πάντα δὲ, τὰ μὲν πρὸς τὸ τῆς συν στάσεως όφελος, τὰ δὲ πρὸς τὸ κάλλος τῆς ὄψεως συντελεῖ. Οὐ γὰρ τῆς χρείας μόνης, ἀλλὰ καὶ τῆς ὥρας ἐπιμελὴς ἡ Πρόνοια. Ἔρυμα μὲν γὰρ καὶ σκέ πασμα πάσης τῆς κεφαλῆς ἡ κόμη· εὐπρέπεια δὲ ὁ πώγων τῷ φιλοσόφῳ. Τήν τε τοῦ ὅλου σώματος τοῦ ἀνθρωπείου φύσιν ἐκ τῶν μερῶν ἀναγκαίων πάντων ἥρμοσε, καὶ τοῖς μέλεσι πᾶσι τήν τε πρὸς ἄλληλα κοινωνίαν περιέβαλε, καὶ τὴν παρὰ τοῦ ὅλου χορη γίαν ἐπεμέτρησεν. ἂν τὰ μὲν ὁλοσχερῆ, καὶ τοῖς ἰδιώταις ἐκ τῆς πείρας, ἣν ἔχει δύναμιν, πρόδηλα κεφαλῆς ἡγεμονία, καὶ περὶ τὸν ἐγκέφαλον, ὥσπερ ἄρχοντα ἐν ἀκροπόλει, τῶν αἰσθήσεων ή δορυφορία προσιούσαι μὲν ὄψεις, ἀναγγέλλουσαι δὲ ἀκοα, ἐδωδὴ ὥσπερ φορολογοῦσα, όσφρησις καθάπερ ἀνιχνεύουσα καὶ διερευνωμένη, καὶ ἀφὴ πᾶν διατάττουσα τὸ ὑπήκοον. (Κεφαλαιωδῶς γὰρ νῦν ὀλίγα τῶν τῆς πανσόφου Προνοίας ἔργων ἐπιδραμούμεθα, μετ' ολί γον ἀκριβέστερον, τοῦ Θεοῦ διδόντος, ἐπεξεργασόμενοι, ὅταν πρὸς τὸν δοκοῦντα λογιώτερον ἀποτεινώμεθα.) Χειρῶν διακονία, δι' ὧν έργασίαι τε παντοῖαι, καὶ πολυμήχανοι τελοῦνται τέχναι, ταῖς κατὰ μέρος, δυνάμεσιν εἰς μίαν συνεργίαν διηρθρωμένων, ὤμων τε ἀχθοφορίαι, καὶ κατοχαὶ δακτύλων, ἀγκώνων τε καμπαί, πρός τε τὸ σῶμα εἴσω στρεφόμεναι, καὶ πρὸς τὸ ἐκτὸς ἀπονεύουσαι, ἵνα ἐφέλκεσθαί τε καὶ ἀπωθεῖσθαι δύνωνται· ποδῶν ὑπηρεσία, δι' ὧν πᾶσα ἡμῖν ὑποπέπτωκεν ή περίγειος κτίσις, βάσιμος ή γῆ, πλωτὴ ἡ θάλασσα, περάσιμοι οἱ ποταμοὶ, καὶ πάντων πρὸς πάντα ἐπιμιξία. Γἀστὴρ ταμεῖον τρο φῶν, πᾶσι τοῖς συντεταγμένοις μέλεσιν, ἐξ ἑαυτῆς ἐν μέτρῳ τὸ σιτηρέσιον διανέμουσα, καὶ τὸ περιττεῦον ἐκτιθεμένη. Καὶ τὰ ἄλλα δι᾿ ὅσων ἐμφανῶς ἡ διοίκησις τῆς ἀνθρωπείου μεμηχάνηται διανομής. τῶν ὁμοίως τοῖς ἄφροσιν ἔχοντες οἱ σοφοὶ τὴν κρί σιν οὐκ ἴσχουσι τὴν γνῶσιν. Οἱ μὲν γὰρ εἰς ἣν ἂν οἰηθῶσιν ἀθεότητα τὴν ἐπιστημονικωτάτην περὶ πάντων, καὶ τὴν εἰς ἑαυτοὺς εὐεργετικωτάτην ἀναφέρουσιν οἰκονομίαν, κρείττονος καὶ θείας ὄντως φρονήσεώς τε καὶ δυνάμεως ἔργον αὐτὴν εἶναι πι στούμενοι· οἱ δὲ, συντυχίᾳ καὶ συμπτώσει τῶν ἀπό μων, ἀσκόπως την θαυμασιωτάτην καλλιέργειαν ἀνατιθέασι. Τὴν δὲ ἐνεργεστέραν ἔτι τούτων ἐπίσκεψιν, καὶ τὴν τῶν ἐνδοσθίων διάθεσιν, ἰατροὶ μὲν ἀκριβῶς διερευνησάμενοι καὶ καταπλαγέντες, ἐξεθείασαν τὴν φύσιν· ἡμεῖς δὲ ὕστερον ὡς ἂν οἷοί τε γενώμεθα, κἂν ἐπιπολῆς ἀναθεωρήσομεν. Καθ Προσιούσαι. προϊοῦσαι. Διανομῆς..... κρίσιν. διαμονής..... χρησιν. Αθεότητα. θεότητα. Ιν. Επιπολής. ὡς ἂν οἷοί τε, εἰ ἐπιπολῆς, ἐπὶ πολλοῖς, ῥήμασι, λόγοις. κάν
col. 1263–1264page 14 of 17
PG 10:1263τοιοῦτον ἐσκηνοποίησεν, ὑψηλὸν, ὄρθιον, εὔρυθμον, εὐαίσθητον, εὐκίνητον, εύεργον, παντουργόν; Η τῶν ἀτόμων ἄλογος, φασί, πληθύς. Αλλ᾿ οὐδ᾽ ἂν εἰκόνα πηλίνην ἐκεῖναι συνελθοῦσαι πλάσαιεν, οὐδ᾽ ἀνδριάντα λίθινον ξέσαιεν, οὐδ᾽ ἂν εἴδωλον ἀργυροῦν ἡ χρυσοῦν χωνεύσασαι προσαγάγοιεν· ἀλλὰ τέχνα: καὶ χειρουργίαι τούτων, ὑπ' ἀνθρώπων εὕρηνται σωματουρ γῶν Τῶν δὲ ἀπεικασίαι καὶ σκιαγραφίαι δίχα σοφίας οὐκ ἂν γένοιντο, πῶς τὰ ἀληθῆ καὶ πρωτότυπα τούτων αὐτομάτως συμβέβηκε; Ψυχὴ δὲ, καὶ νοῦς καὶ λόγος, πόθεν ἐγγέγονε τῷ φιλοσόφῳ; Η παρὰ τῶν ἀψύχων καὶ ἀνοήτων καὶ ἀλογίστων ἀπό μων ταῦτ᾽ ἡρανίσατο, κἀκείνων αὐτῷ τι ἑκάστη νόημα καὶ δόγμα ἐνέπνευσεν; Καὶ ὥσπερ ὁ Ἡσιόδου μῦθος, τὴν Πανδώραν φησὶν ὑπὸ τῶν θεῶν, οὕτως ἡ σοφία τἀνδρὸς ὑπὸ τῶν ἀτόμων συνετελέσθη; Καὶ ποίησιν δὲ πᾶσαν, καὶ πᾶσαν μουσικὴν, ἀστρονομίαν τε, καὶ γεωμετρίαν, καὶ τὰς ἄλλας επιστήμας, οὐκ ἐτι θεῶν εὑρήματα καὶ παιδεύματα φήσουσιν Ελ ληνες εἶναι, μόναι δὲ γεγόνασιν ἐμπειρικαὶ καὶ σοφαὶ πάντων αἱ ἄτομοι Μοῦσαι· ἡ γὰρ ἐκ τῶν ἀτόμων Ἐπικούρου θεογονία, τῶν μὲν ἀπείρων κόσμων Εξορός ἐστιν, εἰς δὲ τὴν ἄπειρον ἀκοσμίαν πεφυγάδευται. όλου δὲ καὶ συλλήβδην, ὅλον τοῦτο τὸ σκῆνος τις γ. Σωματουργών. σωματουργοί. Μηδ' ἀναβάλλεσθαι. Μηδ' ἀναβάλλεσθαι εἰς αὔριον, εἰς τ' ἔννηψιν. Ε Ὅτι οὐκ ἐπίπονον τῷ Θεῷ τὸ ἐργάζεσθαι. Εγράζεσθαι δέ γε, καὶ διοικεῖν, καὶ εὐεργετεῖν τε, καὶ προκήδεσθαι, καὶ τὰ τοιαῦτα, τοῖς μὲν ἀργοῖς, καὶ ἄφροσι, καὶ ἀσθενέσι, καὶ κακούργοις, ἴσως επαχθῆ· οἷς ἐγκατέλεξεν ἑαυτὸν Ἐπίκουρος, τοιαῦτα φρονήσας περὶ τῶν θεῶν. Τοῖς δὲ σπουδαίοις, καὶ δυνατοῖς, καὶ συνετοίς, καὶ σώφροσιν, οἵους εἶναι χρή τοὺς φιλοσόφους (πόσῳ γε μᾶλλον τοὺς θεούς;) οὐχ ὅπως [οὐκ] ἀηδῆ ταῦτα καὶ προσάντη, ἀλλὰ καὶ τερπνότατα, καὶ πάντων μᾶλλον ἀσπαστότατα· οἷς τὸ ἀμε λὲς, καὶ τὸ μέλλειν τι πράττειν τῶν χρηστῶν, ὄνει δος· ὡς ἐκείνους τε ποιητὴς νουθετεί συμβουλεύων Μηδ' ἀναβάλλεσθαι εἰς αὔριον καὶ προσεπαπειλῶν Αἰεὶ δ᾽ ἀμβολιεργὸς ἀνὴρ ἄτησι παλαίει. Ημᾶς τε σεμνότερον παιδεύει προφήτης, θεο πρεπῆ μὲν ὄντως ἔργα τὰ κατ' ἀρετὴν ὑπάρχειν λέ γων, τὸν δὲ ὀλιγωροῦντα τούτων, ἐξάγιστον· Ἐπι κατάρατος γὰρ ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελώς. Εἶτα καὶ τοῖς μὲν ἀμαθέσιν ἡστινοσούν τέχνης καὶ Αἰεὶ δ᾽ ἀμβολιεργός, Ημᾶς τε. ἡμᾶς δέ.
col. 1265–1266page 15 of 17
PG 10:1265ἀτελεστέροις, διὰ τὸ τῆς πείρας ἀληθὲς καὶ τὸ τῶν ἔργων ἀτριβές, κάματος ἐγγίνεται ταῖς ἐπιχειρήσεσιν. Οἱ δὲ προκόπτοντες, καὶ μᾶλλον ἔτι οἱ τέλειοι, ῥᾳδίως ἃ μετίασι κατορθοῦντες γάννυνται, καὶ μᾶλλον ἂν ἕλοιντο τὰ εξωθότα πράττοντες ἀνύειν καὶ τελεσιουργεῖν, ἢ πάντα σφίσιν ὑπάρξαι τὰ ἐν ἀνθρώποις ἀγαθά. Δημόκριτος γοῦν αὐτὸς, ὥς φασιν, ἔλεγε βούλεσθαι μᾶλλον μίαν εὑρεῖν αἰτιολογίαν, ἢ τὴν Περσῶν οἱ βασιλείαν γενέσθαι· καὶ ταῦτα, μάτην καὶ ἀναιτίως αἰτιολογῶν, ὡς ἂν ἀπὸ κενῆς ἀρχῆς, καὶ ὑποθέσεως πλανωμένης ορμώμενος, καὶ τὴν βί ζαν, καὶ τὴν κοινὴν ἀνάγκην τῆς τῶν ὄντων φύσεως οὐχ ὁρῶν, σοφίαν δὲ μεγίστην ἡγούμενος, τὴν τῶν ἀσόφως καὶ ἡλιθίως συμβαινόντων κατανόησιν, και τὴν τύχην, τῶν μὲν καθόλου καὶ τῶν θείων δέσποιναν ἐφιστὰς καὶ βασιλίδα, καὶ πάντα γενέσθαι κατ' αὐτὴν ἀποφαινόμενος· τοῦ δὲ τῶν ἀνθρώπων αὐτὴν ἀποχη ρύττων βίου, καὶ τοὺς πρεσβεύοντας αὐτὴν ἐλέγχων ἀγνώμονας. Τῶν γοῦν ὑποθηκῶν ἀρχόμενος λέγει «Ανθρωποι τύχης εἴδωλον ἐπλάσαντο, πρόφασιν ἰδίης ἀνοίης. Φύσει γὰρ γνώμη τύχῃ μάχεται· καὶ τὴν ἐχθίστην τῇ φρονήσει ταύτην αὐτὴν ἔφασαν κρατεῖν μᾶλλον δὲ καὶ ταύτην άρδην ἀναιροῦντες, καὶ ἀφανίζοντες, ἐκείνην ἀντικαθιστᾶσιν αὐτῆς. Οὐ γὰρ εὐτυ χῆ τὴν φρόνησιν, ἀλλ᾽ ἐμφρονεστάτην ὑμνοῦσι τὴν τύχην» Οἱ μὲν οὖν τῶν βιωφελῶν ἔργων ἐπι στάται, ταῖς πρὸς τὸ ὁμόφυλον ἐπικουρίαις ἀγάλλονται, ἐπαίνου τε ὀρέγονται καὶ κλέους ἐφ᾽ οἷς αὐτῶν προ κάμνουσιν, οἱ μὲν τρέφοντες, οἱ δὲ κυβερνῶντες, οἱ δ' ἰώμενοι, οἱ δὲ πολιτευόμενοι· οἱ δέ γε φιλόσοφοι, καὶ σφόδρα παιδεύειν ἐπιχειροῦντες ἀνθρώπους φρυάττονται. "Η τολμήσουσιν Ἐπίκουρος ή Δημόκριτος εἰ πεῖν, ὡς ἀσχάλλουσι φιλοσοφοῦντες; Αλλ' οὐδὲ θυμη δίαν ταύτης ἂν ἑτέραν προθεῖντο. Καὶ γὰρ εἰ τὸ ἀγαθὸν ἡδονὴν εἶναι φρονοῦσιν, ἀλλ᾽ αἰδεσθήσονται γε μὴ λέγειν ἡδὺ ὅν αὐτοῖς εἶναι τὸ φιλοσοφεῖν. Τοὺς δὲ θεοὺς περὶ ὧν οἱ μὲν ποιηταὶ παρ' αὐτοῖς ᾄδουσι, δωτήρας εάων οὗτοι δὲ οἱ φιλόσοφοι μετὰ τωθείας εὐφημοῦσι, θεοὶ πάντων ἀγαθῶν ἀδώ ρητοι καὶ ἀμέτοχοι· καὶ τίνι τρόπῳ τεκμηριοῦνται θεοὺς εἶναι, μήτε παρόντας καὶ πράττοντας τι ὁρῶντες, ὡς οἱ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας θαυμάσαντες, διὰ τὸ θέειν ἔφασαν κεκλῆσθαι θεούς· μήτε τινὰ δημιουργίαν αὐτοῖς ἢ κατα σκευὴν προσνέμοντες, ἵν᾿ ἐκ τοῦ θεῖναι, τοῦτ' ἔστι ποιῆσαι, θεοποιήσωσιν αὐτούς (τούτου γὰρ ἕνεκα πρὸς ἀλήθειαν ὁ τῶν ἁπάντων ποιητὴς καὶ δημιουργὸς μόνος ἐστὶ Θεός)· μήτε διοίκησιν, ἢ κρίσιν, ἢ χάριν αὐτῶν τινα πρὸς ἀνθρώπους ἐκτιθέμενοι, ἵνα φόβον ἡ τιμὴν ὀφλήσαντες προσκυνήσωμεν αὐτοῖς; Η τοῦ κόσμου προκύψας Επίκουρος, καὶ τὸν οὐράνιον ὑπερβὰς περίβολον, ή διά τινων κρυφίων ἂς μόνος Αληθές. άηθες. Φύσει γὰρ γνώμη. Τὴν τύχην. Ηδύ εν. ήδιο θεούς, διὰ τὸ θέειν, ἐκ τοῦ Δωτῆρας εάων. Ἔσταν δ᾽ ἐν προθύροισι θεοὶ δωτήρες εάων. Ερμεία, Διὸς υἱὲ, διάκτορο, δῶτος ἐάων. Αδώρητοι. Σωτῆρες οἰ ἀδώρητοι
col. 1267–1268page 16 of 17
PG 10:1267Ο θεούς, καὶ τὴν πολλὴν αὐτῶν ἐμακάρισε τρυφήν, κἀκεῖθεν ἐπιθυμητής γενόμενος τῆς ἡδονῆς, καὶ τῆς ἐν τῷ κενῷ ζηλωτής διαίτης, οὕτω πάντας ἐπὶ τοῦ μακαρισμοῦ τούτου μετουσίαν, ἐξομοιωθησομένους ἐκείνοις τοῖς θεοῖς, παρακαλεῖ, συμπόσιον αὐτοῖς μακάριον, οὐχ ὅπερ οἱ ποιηταί, τὸν οὐρανὸν ἢ τὸν ὄλυμπον, ἀλλὰ τὸ κενὸν συγκροτῶν, ἔκ τε τῶν ἀπό μων τὴν ἀμβροσίαν αὐτοῖς παρατιθεὶς, καὶ προ πίνων αὐτοῖς ἐξ ἐκείνων τὸ νέκταρ; Καὶ δὴ κατ' ἐκείνων τῶν μηδὲν πρὸς ἡμᾶς, ὅρκους τε καὶ ὁρκισμοὺς μυρίους τοῖς ἑαυτοῦ βιβλίοις ἐγγράφει, ομνύς τε συνεχῶς μὰ Δία καὶ νή Δία, ἐξορκῶν τε τοὺς ἐνα τυγχάνοντας καὶ πρὸς οὓς διαλέγοιτο, πρὸς τῶν θεῶν, οὗ τί που δεδιὼς αὐτὸς ἢ δεδιττόμενος ἐκεῖνος τὴν ἐπιορκίαν, κενὸν δὲ τοῦτο, καὶ ψευδὲς, καὶ ἀργὸν, καὶ ἄσημον ἐπιφθεγγόμενος τοῖς λόγοις αὐτοῦ παράρτημα, οἷον εἰ καὶ χρέμπτοιτο καὶ πτύοι, τό τε πρόσ ωπον στρέφοι, καὶ τὴν χεῖρα κινοίη. Τοιαύτη γὰρ ἀδιανόητος ἦν ἡ παρ' αὐτῷ καὶ ματαία ὑπόκρισις, ἡ τῶν θεῶν ὀνομασία. ᾿Αλλὰ τοῦτο μὲν πρόδηλον, ὅτι μετὰ τὸν Σωκράτους θάνατον κατεπτηχώς ᾿Αθη ναίους, ὡς μὴ δοκοίη τοῦθ᾽ ὅπερ ἦν, ἄθεος εἶναι, κενὰς αὐτοῖς ἀνυποστάτων θεῶν τερατευσάμενος έξω γράφησε σκιάς. Οὔτε γὰρ εἰς οὐρανὸν ἀνέβλεψεν νοεροῖς ὀφθαλμοῖς, ἵνα τῆς ἐναργούς ἄνωθεν φωνῆς ἀκούσῃ, ἧς ὁ προσεκτικός θεατής κατακούσας ἐμαρ τύρησεν· ὅτι οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ούτε τῇ διανοίᾳ κατείδεν εἰς τοὔδαφος· ἔμαθε γὰρ ἄν, ὅτι, Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ, καὶ ὅτι, Τοῦ Κυ ρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς· καὶ, Μετὰ ταῦτα γάρ, φησί, Κύριος εἰς τὴν γῆν ἐπέβλεψε, καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ. Ψυχὴν παντὸς ζώου ἐκάλυψε τὸ πρόσωπον αὐτῆς. Εἰ & μὴ σφόδρα τυφλώττουσιν, ἐπισκεψάσθωσαν τὴν παρ ποίκιλον τῶν ζώων πολυπλήθειαν, τὰ χερσαία, τὰ πτηνά, τὰ ἔνυδρα· καὶ κατανοησάτωσαν ὡς ἀληθὲς ἐπὶ τῇ πάντων κρίσει γέγονεν ἡ μαρτυρία του Δεσπότου· Καὶ πάντα κατὰ τὴν αὐτοῦ πρόσταξι πέφηνε καλά θεῖναι, θεοποιήσωσιν, εἶδεν, ἐξελθὼν πυλῶν, οὓς ἐν τῷ κενῷ κατείδε ο Ούς. τούς. Ατόμων. ἀτμῶν. Αὐτός. αὐτούς. Ψυχήν. ψυχῇ. Κρίσει. κτίσει. Καλά. Ψυχήν ἀπὸ Ταῦτά μοι πλείστων ἐξήνθισται τῶν πρὸς Ἐπίκουρον Διονυσίῳ τῷ καθ᾿ ἡμᾶς ἐπισκόπῳ πεποιημένων.

Fragments from Books Against SabelliusFragmenta ex libris adversus Sabellium

col. 1269–1270page 17 of 17
PG 10:1269Τοῦ ἁγίου Διονυσίου Αλεξανδρείας Περὶ φύσεως. Οὐχ ἁπλῶς τῶν μεριστῶν τοῦ κόσμου, καὶ τῶν ὑπ' αὐτὸν, καὶ τοῦ ἀριθμοῦ τοῦ αἰῶνος· ἀλλὰ πάντ των καὶ τῶν ἐλαχίστων ἄπειρος, ἀτέλεστος τῶν ἐν ἀνθρώποις ἡ γνῶσις. Περὶ τοῦ μὴ ἀγέννητον εἶναι τὴν ύλην. Οὐδ᾽ ἐκεῖνοι μὲν γὰρ ὅσιοι, οἱ τὴν ὕλην ὡς ἀγέννητον ὑποχείριον εἰς διακόσμησιν διδόντες τῷ Θεῷ· παθητὴν γὰρ αὐτὴν, καὶ τρεπτὴν ὑπάρχουσαν, εἶχειν ταῖς θεοποιήτοις ἀλλοιώσεσι. Καὶ πόθεν γὰρ ὑπάρχει καὶ τῷ Θεῷ, καὶ τῇ ὕλῃ, τό τε ὅμοιον καὶ τὸ ἀνόμοιον, διασαφήτωσαν. Εκατέρου γὰρ δεῖ τινὰ ἐπινοῆσαι κρείττονα, δ μηδὲ θεμιτὸν ἐννοῆσαι περὶ τοῦ Θεοῦ. Τό τε γὰρ ἀγέννητον, ὅμοιον ἐν ἀμφοτέροις λεγόμενον, καὶ ἕτερον νοούμενον παρ' ἑκάτερον, πό θεν ἐν αὐτοῖς ἐγένετο; Εἰ μὲν γὰρ αὐτὸ ἀγέννητόν ἐστιν ὁ Θεὸς, καὶ οὐσία ἐστὶν αὐτοῦ, ὡς ἂν εἴποι τις, ἡ ἀγεννησία, οὐκ ἂν ἀγέννητον εἴη ἡ ὕλη· οὐ γὰρ ταυτόν ἐστιν ἡ ὕλη, καὶ ὁ Θεός. Εἰ δὲ ἑκάτερον μὲν ἔστιν, ὅπερ ἐστὶν ἡ ὕλη καὶ ὁ Θεὸς, πρόσεστι δὲ ἀμφοτέροις τὸ ἀγέννητον· δῆλον ὡς ἕτερόν ἐστιν ἑκατέρου, καὶ ἀμφοτέρων πρεσβύτερόν τε καὶ ἀνω τέρω. 'Ανατρεπτικὴ δὲ παντελῶς, καὶ τοῦ ταῦτα συνυπάρχειν, μᾶλλον δὲ τοῦτο ἕτερον αὐτῶν τὴν ὕλην ἐφ' ἑαυτῆς ὑπάρχειν, καὶ ἡ τῆς ἐναντίας ἕξεως δια φορά. Εἰπάτωσαν γὰρ τὴν αἰτίαν, δι᾿ ἣν ἀμφοτέρων ὄντων ἀγεννήτων, ὁ μὲν Θεὸς ἀπαθὴς, άτρεπτος, ἀκίνητος, ἐργαστικός· ἡ δὲ, τὰ ἐναντία, παθητή, τρεπτή, άστατος, μεταποιουμένη. Καὶ πῶς ἤρμοσαν καὶ συνέδραμον; Πότερον κατὰ τὴν τῆς ὕλης φύσιν ἐξοικειώσας ἑαυτὸν ἐτεχνίτευσεν αὐτὴν ὁ Θεός; ᾿Αλλὰ τοῦτό γε ἄτοπον, ὁμοίως ἀνθρώποις χρυσοχοεῖν καὶ λιθουργεῖν, καὶ κατὰ τὰς ἄλλας τέχνας, ὅσας αἱ ὕλαι μορφοῦσθαι καὶ τυποῦσθαι δύνανται, χειροκμητεῖν τὸν Θεόν. Εἰ δὲ οἶαν αὐτὸς ἐβούλετο κατὰ τὴν ἑαυτοῦ σοφίαν ἐποίησε τὴν ὕλην, τὸ πο λύμορφον, καὶ παμποίκιλον τῆς δημιουργίας ἑαυτοῦ σχῆμα καὶ τύπον ἐνσφραγιζόμενος αὐτῇ, καὶ εἴ Οὐδ᾽ ἐκεῖνοι, κ. τ. λ. Θήσω δὲ φωνὰς τῶν πρὸ ἡμῶν τὸ δόγμα διηκριβωκότων, καὶ πρώτου γε Διονυσίου, ὃς ἐν τῷ πρώτῳ τῶν πρὸς Σαβέλλιον αὐτῷ γεγυμνασμένων, τάδε περὶ τοῦ προκειμένου γράφει.
Continue reading PG 10: Epistolaelig; →≣ entire volume
Page scan enlarged

Notebook

Full View