PG 10Dionysius of Alexandria
Letters
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1271–1272page 1 of 10
Epistolaelig;
PG 10:1271τὴν ὑπόστασιν τῶν ὅλων τὸν Θεὸν ἀγέννητον εἶναι κρατύνει. Τῷ γὰρ εἶναι ἀγέννητον, ἅμα καὶ τὸ πῶς εἶναι προσῆψε. Πολὺς μὲν οὖν καὶ πρὸς τούτους ὁ λόγος, ἀλλ᾽ οὐ νῦν ἡμῖν πρόκειται. Συγκρίσει δὲ τῇ πρὸς τοὺς ἀθεωτάτους πολυθέους, εὐφημότεροι οὗτοι. φημος καὶ ἀληθὴς οὗτος ὁ λόγος, καὶ προσέτι καὶ ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΔΙΟΝΥΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΒΑΣΙΛΕΙΔΗΝ ΕΠΙΣΚΟΠΟΝ Ερωτήσαντα περὶ διαφόρων κεφαλαίων, πρὸς ἃ διὰ τῆς Ἐπιστολῆς ὁ Διονύσιος ἀποκρίσεις ἐποιήσατο, αν καὶ ὡς κανόνες ἐδέχθησαν. Απέστειλας. Ιστέον ότι γέγονε μὲν ὁ μακάριος Διονύσιος οὗτος ἀκροατής Ωριγένους, ἐν τῷ τετάρτῳ τῆς βα ΚΑΝΩΝ Α'. Διονύσιος Βασιλείδῃ τῷ ἀγαπητῷ μου υἱῷ καὶ ἀδελφῷ συλλειτούργῳ καὶ θεοπειθεῖ, ἐν Κυρίῳ χαίρειν. Απέστειλας μοι, πιστότατε καὶ λογιώτατε υιέ μου, πυνθανόμενος καθ' ἣν ὥραν ἀπονηστία σιλείας ἔτει Φιλίππου τοῦ μετὰ Γορδιανόν βασιλεύσαντος. Τὸν βίον μεταλλάξαντος Ηρακλα τρισκαιδεκάτου τῆς Ἀλεξανδρέων Ἐκκλησίας ἐπισκόπου τὴν
col. 1273–1274page 2 of 10
PG 10:1273ζεσθαι δεῖ τὴν τοῦ Πάσχα ἡμέραν Τι νὰς μὲν γὰρ τῶν ἀδελφῶν λέγειν φής ότι χρή τοῦτο ποιεῖν πρὸς τὴν ἀλεκτοροφωνίαν· τινὰς δὲ, ὅτι ἀφ' ἑσπέρας χρή. Οἱ μὲν γὰρ ἐν Ρώμῃ ἀδελ φοί, ὡς φασι, περιμένουσι τὸν ἀλέκτορα· περὶ δὲ τῶν ἐνταῦθα έλεγες ὅτι τάχιον. Ακριβῆ δὲ ὥραν τιθέναι ἐπιζητεῖς, καὶ ὥραν πάνυ μεμετρημένην ὅπερ καὶ δύσκολον καὶ σφαλερόν ἐστι. Τὸ μὲν γὰρ ὅτι μετὰ τὸ τῆς ἀναστάσεως τοῦ Κυρίου ἡμῶν καιρὸν χρὴ τῆς ἑορτῆς καὶ τῆς εὐφροσύ της ἐνάρχεσθαι, μέχρις ἐκείνου τὰς ψυχὰς ταῖς νηστείαις ταπεινοῦντας, ὑπὸ πάντων ὁμοίως όμο λογηθήσεται. Κατεσκεύασας δὲ δι' ὧν ἔγραψάς μοι πάνυ ὑγιῶς καὶ τῶν θείων Εὐαγγελίων ήσθη μένος, ότι μηδὲν ἀπηκριβωμένον ἐν αὐτοῖς περὶ τῆς ὥρας καθ᾿ ἣν ἀνέστη, φαίνεται. Διαφόρως μὲν γὰρ οἱ εὐαγγελισταὶ τοὺς ἐπὶ τὸ μνημεῖον ἐλθόντας ἀνέγραψαν κατὰ καιροὺς ἐνηλλαγμένους, καὶ πάντες ανεστηκότα ἤδη τὸν Κύριον Ερασαν εὑρηκέναι. Καὶ ὀψὲ Σαββάτων, ὡς ὁ Ματ θαῖος εἶπε· καὶ πρωΐας ἔτι σκοτίας ούσης, ὡς ὁ Ιωάννης γράφει· καὶ ὄρθρου βαθέος, ὡς ὁ Λου κᾶς· καὶ λίαν πρωὶ ἀνατείλαντος τοῦ ἡλίου, ὡς ὁ Μάρκος. Καὶ πότε μὲν ἀνέστη, σαφῶς οὐδεὶς ἀπεφήνατο. Οτι δὲ ὀψὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ μιᾷ Σαββάτων οἱ ἐπὶ τὸ μνημεῖον παρα γενόμενοι, οὐκέτι κείμενον αὐτὸν ἐν αὐτῷ κατέ λαβον, τοῦτο ἀνωμολόγηται. Καὶ μηδὲ διαφωνεῖν, μηδὲ ἐναντιοῦσθαι τοὺς εὐαγγελιστὰς πρὸς ἀλλή λους υπολάβωμεν· ἀλλ᾽ εἰ καὶ μικρολογία τις εξ και δόξει περὶ τὸ ζητούμενον, εἰ συμφωνοῦντες " πάντες ἐν ἐκείνῃ τῇ νυκτὶ τὸ τοῦ κόσμου φῶς τὸν Κύριον ἡμῶν ἀνατεταλκέναι, περὶ τὴν ὥραν διαφέρονται· ἀλλ' ἡμεῖς εὐγνωμόνως τὰ λεχθέντα καὶ πιστῶς ἁρμόσαι προθυμηθῶμεν. Τὸ μὲν ὑπὸ τοῦ Ματθαίον λεχθέν, οὕτως ἔχει· Οψὲ δὲ Σαβ (α προστασίαν ταύτης δε ἀπολαμβάνει· καὶ πρὸς τοῖς ἐπὶ δέκα καὶ ἑπτὰ ἔτεσι, ἤτοι τοῖς λοιποῖς τρισὶ Φι λίππου, καὶ τῷ ἑνὶ Δεκίου, καὶ τῷ ἑνὶ Γάλλου, καὶ Βολοσιανοῦ τοῦ υἱοῦ Δεκίου, καὶ τοῖς δώδεκα Οὐαλεριανοῦ καὶ Γαλλίου τοῦ παιδὸς αὐτοῦ, πρὸς Κύριον ἐξεδήμησεν. Ὁ δὲ Βασιλείδης ἦν τῶν κατὰ τὴν Πεντάπολιν τῆς Λιβύης παροικιῶν ἐπίσκοπος, ὥς φησιν Εὐσέβιος ἐν τῷ ς' καὶ τῷ ζ' τῆς Ἐκκλησιαστικῆς ιστορίας λόγῳ. Απονηστίζεσθαι δεῖ. ἀπονητίζεσθαι, νηστίζεσθαι Τῷ δὲ Σαββάτῳ μέχρις αλεκτοροφωνίας παρατείνοντες, ἀπονηστίζεσθε ἐπι φωσκούσης μιᾶς Σαββάτων. 1. 18; Επιτελείσθω δὲ ἡ νηστεία αὕτη πρὸ τῆς νηστείας τοῦ Πάσχα· ἀρχομένη μὲν ἀπὸ δευτέρας, πληρωμένη δὲ εἰς παρασκευήν, μεθ᾽ ἂς ἀπονηστεύσαντες. Απονηστίσασθαι, τὸ ἀπὸ νηστείας ἐπὶ πρώτην ἐλθεῖν. καθ᾽ ἣν ὥραν ἀπονηστίζεσθαι δεῖ τὴν τοῦ Πάσχα ἡμέραν. Τὴν τοῦ Πάσχα ἡμέραν. Επέστειλάς μοι..... τῇ τοῦ Πάσχα περιλύσει. τὴν τοῦ Πάσχα ἡμέραν. περίλυσις τοῦ Πάσχα, τὰς τῶν ἀσιτιῶν ἐπιλύσεις, περιλύειν, ἀπολύειν, ἐπιλύειν, κατα λύειν.
col. 1275–1276page 3 of 10
PG 10:1275βάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθών, ἀπεκύλισε τὸν λίθον, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ· ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ, ἐσείσθησαν οἱ τη ροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί. Αποκριθεὶς δὲ ὁ άγγελος εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε, οὐκ ἔστιν ὧδε· ηγέρθη γὰρ καθὼς εἶπε. Τοῦτο δὲ τὸ λεχθέν ὀψὲ, οἱ μέν τινες οιήσονται κατὰ τὴν κοινότητα τοῦ ῥήματος τὴν ἑσπέραν δηλοῦν τοῦ Σαββάτου οἱ δὲ σοφώτερον ἐξακούοντες, οὐ τοῦτο· ἀλλὰ νύκτα βαθεῖαν ἐροῦσιν εἶναι· βραδύτητα καὶ μακρόν χρόνον τοῦ ὀψὲ δηλοῦντος. Καὶ ὅτι νύ κτα λέγει καὶ οὐχ ἑσπέραν, ἐπήγαγε, Τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων· καὶ ἧκον, οὔπω, ὡς οἱ λοιποί φασι, τα αρώματα φέρουσαι, ἀλλὰ θεωρῆσαι τὸν τάφον, καὶ εὗρον τὸν σεισμόν γεγονότα καὶ καθήμενον τὸν ἄγγελον ἐπὶ τοῦ λίθου, καὶ ἀκηκόασι παρ' αὐτοῦ· Οὐκ ἔστιν ὧδε, ηγέρθη. Ομοίως ὁ Ἰωάννης· Ἐν μιᾷ τῶν Σαββάτων, φησὶ, Μαρία ἡ Μαγδαληνὴ ἦλθε πρωί σκοτίας ἔτι ού σης εἰς τὸ μνημεῖον· καὶ βλέπει τὸν λίθον ἡρμένον ἀπὸ τοῦ μνημείου· πλὴν παρὰ τοῦτο, σκοτίας ἔτι οὔσης, προεληλύθει. 'Ο δὲ Λουκᾶς φησι· Τὸ μὲν Σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν· τῇ δὲ μιᾷ τῶν Σαββάτων, όρθρου βαθέος ἐπὶ τὸ μνῆμα ἦλθον, φέ ρουσαι & ητοίμασαν ἀρώματα· εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. Ο βαθὺς δρο θρος ἴσως προϋποφαινομένην αὐτὴν ἑωθινὴν ἐμ φανίζει τῆς μιᾶς τῶν Σαββάτων, διὰ τοῦ παρα χηκότος ἤδη τελείως σὺν τῇ μετ' αὐτὸ νυκτί πάσῃ τοῦ Σαββάτου, καὶ ἑτέρας ἀρχομένης ημέ ρας, ἦλθον τὰ ἀρώματα καὶ τὰ μῦρα φέρουσαι ὅτε δῆλον ὡς ἀνειστήκει πρὸ πολλοῦ. Τούτῳ κατ ακολουθεῖ καὶ ὁ Μάρκος λέγων· Ἡγόρασαν ἀμώ ματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. Καὶ λίαν πρωτ τῆς μιᾶς Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου. Λίαν μὲν γὰρ πρωΐ καὶ οὗτος εξ πεν, ὅπερ ταὐτόν ἐστι τῷ βαθέος όρθρου, καὶ ἐπήγαγεν, ἀνατείλαντος τοῦ ἡλίου. Η μὲν ὁρμὴ καὶ ἡ ὁδὸς αὐτῶν, δῆλον ὡς ὄρθρου βαθέος, καὶ λίαν πρωί κατήρχθη. Παρέτειναν δὲ κατά τε τὴν πορείαν καὶ περὶ τὸ μνημεῖον διατρίβουσαι μέσ χρις ἀνατολῆς ἡλίου· καὶ λέγει καὶ τότε ταύταις ὁ νεανίσκος ὁ λευχείμων. Ηγέρθη, οὐκ ἔστιν ὧδε. Τούτων οὕτως ἐχόντων, τοῦτο τοῖς ἀκριβε λογουμένοις ἀποφαινόμεθα κατά ποίαν ώραν ή καὶ ποῖον ἡμιώριον ἡ ὥρας τέταρτον ἄρχεσθαι προσῆκε τῆς ἐπὶ τῇ τοῦ Κυρίου ἡμῶν ἐκ νεκρῶν ἀναστάσει χαρᾶς. Τοὺς μὲν λίαν ἐπιταχύναντας καὶ πρὸ νυκτὸς ἐγγὺς ἤδη μεσούσης ἀνιέντας, ὡς ὀλιγώρους καὶ ἀκρατεῖς, μεμφόμεθα, ὡς παρ' ἀλλ τον προκαταλύοντας τὸν δρόμον, λέγοντος ἀν δρὸς σοφοῦ· Οὐ μικρὸν ἐν βίῳ τὸ παρὰ μικρόν. Οι * LΧΙΙΙ,
col. 1277–1278page 4 of 10
PG 10:1277Τοὺς δὲ ὑφυστερίζοντας καὶ διαρκοῦντας ἐπὶ πλεῖστον, καὶ μέχρι τετάρτης φυλακῆς διεγκαρ τεροῦντας, καθ᾽ ἦν καὶ τοῖς πλέουσιν ὁ Σωτὴρ ἡμῶν περιπατῶν ἐπὶ τῆς θαλάσσης ἐπεφάνη, ὡς γενναίους καὶ φιλοπόνους ἀποδεχόμεθα. Τοῖς δὲ μεταξὺ ὡς ἐκινήθησαν ἢ ὡς ἠδυνήθησαν αναπαυ σαμένοις, μὴ πάνυ διοχλῶμεν· ἐπεὶ μηδὲ τὰς ἐξ τῶν νηστειῶν ἡμέρας ἴσως μηδὲ ὁμοίως πάντες διαμένουσιν· ἀλλ' οἱ μὲν καὶ πάσας υπερτιθέα σιν ἄσιτοι διατελοῦντες, οἱ δὲ δύο, οἱ δὲ τρεῖς, οἱ δὲ τέσσαρας, οἱ δὲ οὐδεμίαν. Καὶ τοῖς μὲν πάνυ διαπονηθεῖσιν ἐν ταῖς ὑπερθέσεσιν, εἶτα ἀποκαμοῦσι καὶ μονονοὺ ἐκλείπουσι, συγγνώμη τῆς ταχυτέρας γεύσεως. Εἰ δέ τινες οὐχ ὅπως οὐχ ὑπερτιθέμενοι, ἀλλὰ μηδὲ νηστεύσαντες ἢ καὶ τρυφήσαντες τὰς προαγούσας τέσσαρας, εἶτα ἐλθόντες ἐπὶ τὰς τελευταίας δύο καὶ μένας ἡμέ μας, αὐτὰς ὑπερτιθέντες, τήν τε Παρασκευὴν καὶ τὸ Σάββατον, μέγα τι καὶ λαμπρὸν ποιεῖν νομί ζουσιν ἂν μέχρι τῆς ἕω διαμείνωσιν, οὐκ οἶμαι τὴν ἴσην ἄθλησιν· αὐτοὺς πεποιῆσθαι, τοῖς τὰς πλείονας ἡμέρας προησκηκόσι. Ταῦτα μὲν, ὡς φρονῶ, συμβουλεύων περὶ τούτων ἔγραψα. ΒΑΛΣ. Επισκόπου τινὸς ἐρωτήσαντος τὸν μέγαν ἀρχιερέα τοῦτον, καθ᾽ ἣν ὥραν ἀνέστη ὁ Χριστὸς, ἐφ' ᾧ κατὰ τὴν πρὸ ταύτης ὥραν ἀπονηστίζειν, ὁ ἀρ χιερεὺς προέθετο ὅτι ἡ ἑορτὴ τοῦ Πάσχα μετὰ τὴ ἀναστῆναι τὸν Κύριον, ἄρχεται· καὶ ἕως τότε ὀφεί λομεν νηστεύειν· τηνικαῦτα δὲ, οὐ πρὸ τῆς ἀναστάσεως, ἀπονηστίζειν. Ὅτι δὲ οὐκ ἐξῆν αὐτῷ εἰπεῖν τὴν ὥραν καθ᾿ ἣν ὁ Κύριος ἀνέστη, ἀπελογήσατο ἀπὸ ῥημάτων διαφόρων εὐαγγελιστῶν, ὅτι· Εἰ καὶ μὴ ἔξεστιν ἀπὸ τούτων γνῶναι τὴν ὥραν καθ᾿ ἣν ὀφεί λομεν ἀπονηστίζειν, ἀλλὰ τοὺς μὲν πρὸ τοῦ μεσονυκτίου λύοντας τὴν νηστείαν, ὡς ὀλιγώρους και ἀκρατεῖς μεμφόμεθα· τοὺς δὲ μέχρι τετάρτης φυ λακῆς ἦταν ὄρθρου εγκαρτερούντας, ἀποδεχόμεθα τοὺς δὲ ἐν τῷ μεταξὺ ἀναπαυθέντας, οὐκ αιτιώμεθα ὅτι οὐδὲ τὰς ἓξ ἡμέρας τῆς τοῦ πάθους τοῦ Κυρίου ἑβδομάδος πάντες ὁμοίως ἀνύουσιν. Οἱ μὲν γὰρ τὰς πάσας νηστεύουσιν, οἱ δὲ δύο, οἱ δὲ τρεῖς, οἱ δὲ πλείους, οἱ δὲ οὐδεμίαν. Τοῖς οὖν ἐν πλείοσιν ἡμέραις νηστεύσασι, καὶ κοπιάσασιν, εἰ ταχύτερον γεύσονται τροφῆς, συγγνώμην δοτέον· τοῖς δὲ τέσσαρας ἡμέρας μὴ νηστεύσασιν, ἀλλὰ καὶ τρυφήσασι, κατὰ δὲ τὴν Παρασκευὴν καὶ τὸ Σάββατον νηστεύσασι, μὴ νομι σθείη μέγα τι ποιεῖν, εἰ μέχρι πρωίας τῆς ἀναστασίμου ἡμέρας έγκαρτερήσουσιν ἄσιτοι· οὐ γὰρ ὁμοίαν ποιοῦνται ἄθλησιν. Καὶ ἡ μὲν ἀπολογία τοῦ Πατρὸς, αὕτη. Σὺ δὲ ἀνάγνωθι τὸν πθ' κανόνα τῆς ἐν Τρούλλῳ συνόδου, διοριζόμενον ἀπονηστίζεσθαι περὶ μέσας νύκτας του μεγάλου Σαββάτου· τὰς δὲ ἄλ λας ἡμέρας τοῦ σωτηρίου πάθους, ἐν νηστείᾳ καὶ προσ ευχῇ καὶ κατανύξει διάγειν. Ἐπεὶ δὲ ἔξωθεν τοῦ αὐτ τοῦ κανόνος ἐσαφηνίσθη ἡ ὥρα τῆς Χριστοῦ ἀναστάσεως ἀπὸ διαφόρων Γραφικών [Ισ. Γραφῶν] τέως κατὰ τὸ ἐγχωροῦν (τὸ γὰρ ἀληθὲς μόνος οἶδεν ὁ ἀναστὰς Θεὸς), ὀφείλομεν εἰπεῖν ὅτι μέχρι μὲν τῆς ἕκτης ὥρας καὶ αὐτῆς τοῦ νυκτερινοῦ Σαββάτου ὀφείλομεν νηστεύειν. ᾿Απὸ δὲ τῆς ἑβδόμης ὥρας ἐπεὶ ἄρχεται ἡ κυριώνυμος καθ᾿ ἣν καὶ ἀνέστη ὁ Χριστὸς (εἰκὸς δέ ἐστιν ἢ κατὰ τὴν ἑβδόμην ἢ κατὰ τὴν ὀγδόην ώραν γενέ σθαι τὴν ἀνάστασιν), οὐκ ὀφείλομεν κατὰ ταύτας νη
col. 1279–1280page 5 of 10
PG 10:1279στεύειν, οὐδὲ ἀπονητίζειν, ἵνα μὴ δόξωμεν έναν τιοῦσθαι τοῖς κανόσι τοῖς διοριζομένοις κατὰ τὰς κυ ριωνύμους μὴ νηστεύειν ἡμᾶς. Κἂν γὰρ τρίτη ἡμέρα λογίζηται ή κυριώνυμος, ἀλλ᾽ εἰς μόνον τὸ ἅψασθαι ταύτης τὴν τριήμερον ἀνάστασιν, λογίζεται τρίτη πρώτη γάρ ἐστι· καὶ ἀκολούθως τῷ πθ' κανόνι τῆς ἐν τῷ Τρούλλῳ συνόδου, λέγε πρὸ τῆς ἑβδόμης ώρας τοῦ νυχτερινοῦ Σαββάτου ὀφείλειν ἡμᾶς ἀπονηστίζει σθαι ἐν οἷᾳ ὥρᾳ θελήσει τις τῶν ἓξ πρώτων ὡρῶν, πάντως κατὰ τὴν οἰκείαν δύναμιν καὶ προαίρεσιν. Τοῖς οὖν ἐπὶ πλείους ἡμέρας νηστεύσασι καὶ κοπιά ΖΩΝΑΡ. Πρὸς τὸ ἐρώτημα τοῦτο φησὶν ὁ ἐρωτηθεὶς, ὅτι· Ἐξῄτησας ἀκριβῆ ὅρον ἐπιτεθῆναι, ἤγουν κανόνα καὶ τύπον ὁρισθῆναι, καὶ σαφηνισθῆναι ἀκρι ῶς τὴν ὥραν τῆς ἀναστάσεως τοῦ Κυρίου, ὅπερ καὶ δύσκολον καὶ σφαλερόν ἐστιν· ὅτι μὲν γὰρ μετὰ τὸ ἀναστῆναι τὸν Κύριον τῆς ἑορτῆς τῆς ἀναστάσεως ἄρχεσθαι δεῖ, ἕως τούτου νηστεύοντας, καὶ τὰς ψυ χὰς οὕτως ταπεινοῦντας. Ἡ γὰρ διὰ τῆς νηστείας ταπείνωσις τοῦ σώματος, διὰ τὴν τῆς ψυχῆς ἐπιτηδεύεται ταπείνωσιν· ὡς εἴγε ἐπηρμένη εἴη τοῦ νησ στεύοντος ἡ ψυχή, ματαία ή νηστεία ἐστὶ, τοῦτο ὁμολογούμενον. Ἐπάγει δὲ ὅτι ὅσοι πρὸς τὸ μνη μεῖον ἀπῆλθον, ἀναστάντα ἤδη εὗρον τὸν Κύριον· μὴ διαφωνεῖν, φησί, καὶ ἐναντιοῦσθαι ἀλλήλοις δόξωμεν τοὺς εὐαγγελιστάς, ὅτι συμφωνοῦντες περὶ τῆς ἀνα στάσεως ὡς ἐν ἐκείνῃ τῇ νυκτὶ τοῦ Κυρίου ἀναστάντος, τὴν ὥραν καθ᾽ ἣν ἀνέστη σαφῶς οὐ λέγουσιν, Εἶτα καὶ αὐτὰ τὰ ῥήματα ἢ μᾶλλον τὰ χωρία τῆς Γραφῆς τίθησιν, ὅσα ἔκαστος τῶν εὐαγγελιστῶν λέ γει περὶ τῆς ἀναστάσεως τοῦ Κυρίου, καὶ συμβιβάζει τὴν δοκοῦσαν διαφωνίαν αὐτῶν. Καὶ ἐπὶ τούτοις τοὺς μὲν πρὸ τοῦ μεσονυκτίου λύοντας τὴν νηστείαν, ὡς ὀλιγώρους καὶ ἀκρατεῖς, φησί, μεμφόμεθα, ὡς δι' ὀλίγην ὥραν τὸν δρόμον τῆς νηστείας καταλύοντας τοὺς δὲ μέχρι τετάρτης φυλακής, ήτοι ὄρθρου έγχαρ τεροῦντας ἀποδεχόμεθα. Εἰ δέ τινες μετὰ τὸ μεσονύκτιον ἀνεπαύσαντο, ήγουν τὴν κακοπάθειαν τὴν ἐκ τῆς νηστείας ἔπαυσαν ὡς ἠδυνήθησαν, τούτοις, φησί, μὴ ἐνοχλῶμεν (ἀντὶ τοῦ, μὴ ὅτι ἕως πρωὶ οὐκ καρτέρησαν αιτιώμεθα αὐτοὺς), ὅτι οὐδὲ τὰς ἓξ ἡμέν ρας τῆς τοῦ πάθους τοῦ Κυρίου ἑβδομάδος πάντες ὁμοίως ἀνύουσιν· οἱ μὲν γὰρ τὰς πάσας νηστεύουσιν, οἱ δὲ δύο ἢ τρεῖς, οἱ δὲ πλείους, οἱ δὲ οὐδεμίαν. σασι μᾶλλον εἰ ταχύτερον γεύσονται τροφῆς συγγνώ μεν. Εἰ δέ τινες οὐ μόνον ἐφ' ἡμέρας τινὰς οὐκ ἐνή στευσαν, ἀλλὰ καὶ ἐτρύφησαν τὰς ἑτέρας τέσσαρας τῆς ἑβδομάδος ἡμέρας, κατὰ δὲ τὴν Παν ρασκευὴν καὶ τὸ Σάββατον ἀπέσχοντο βρώσεως, καὶ μέγα τι ποιεῖν νομίζουσιν, εἰ μέχρι πρωίας τῆς ἀναστασίμου ἡμέρας εγκαρτερήσουσιν ἄσιτοι, οὐ τὴν ὁμοίαν ἄθλησιν ποιοῦνται· τουτέστιν, οὐχ ὁμοίως κεκοπιάκασι τοῖς πλειόνας ἡμέρας ἀσκήσασι. Καὶ ὁ πθ' κανὼν τῆς ς' συνόδου, περὶ μέσας νύκτας τοῦ μεγάλου Σαββάτου φησὶ δεῖν ἀπονητίζεσθαι, τὰς ἄλλας ἡμέρας τῆς ἑβδομάδος τοῦ πάθους ἐν νηστεία καὶ προσευχῇ καὶ κατανύξει διάγοντας.
col. 1281–1282page 6 of 10
PG 10:1281ΚΑΝΩΝ Β'. Περὶ δὲ τῶν ἐν ἀφέδρῳ γυναικῶν, εἰ προσ ἧκεν αὐτὰς οὕτω διακειμένας εἰς τὸν οἶκον εἰσ ιέναι τοῦ Θεοῦ, περιττόν δὲ τὸ πυνθάνεσθαι νομίζω. Οὐδὲ γὰρ αὐτὰς οἶμαι, πιστὰς οὖσας καὶ εὐλαβεῖς, τολμήσειν οὕτως διακειμένας, ἢ τῇ τραπέζῃ τῇ ἁγίᾳ προσελθεῖν, ἢ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ προσάψασθαι. Οὐδὲ γὰρ ἡ τὴν δωδεκαετή ῥῦσιν ἔχουσα προς τὴν ἴασιν ἔθιγεν αὐτοῦ· ἀλλὰ μόνου τοῦ κρατ σπέδου. Προσεύχεσθαι μὲν γὰρ ὅπως ἂν ἔχῃ τις, καὶ ὡς ἂν διάκειται, μεμνῆσθαι τοῦ Δεσπό του, καὶ δεῖσθαι βοηθείας τυχεῖν, ἀνεπίφθονον. Εἰς δὲ τὰ ῾Αγια τῶν ἁγίων, ὁ μὴ πάντη καθαρὸς καὶ ψυχῇ καὶ σώματι, προσιέναι κωλυθήσεται. ΒΑΛΣ. Α' Εβραϊδες γυναῖκες ὅταν γένηται αὐτ ταῖς ἡ τῶν ἐμμήνων ῥῦσις, ἐν τόπῳ μεμονωμένῳ καθήμεναι, ἡσυχάζουσιν, ἕως ἂν ἡμέραι ἑπτὰ παρ έλθωσι, καὶ ἡ τῶν ἐμμήνων ῥῦσις καθαρισθῇ· ὅθεν είληπται τὸ ἐν ἀφέδρῳ, ἤτοι τὸ κεχωρίσθαι αὐτὰς ἀπὸ τῆς τῶν λοιπῶν ἕδρας, ὡς ἀκαθάρτους. ἐρωτηθεὶς οὖν ὁ ἅγιος περὶ τῶν πιστῶν γυναικῶν, εἰ χρή ταύτας ὅταν ὑπὸ τῶν ἐμμήνων ὀχλῶνται, εἰσιέναι εἰς ἐκκλησίαν, ἀπεκρίθη μὴ δεῖν τοῦτο γίνεσθαι, καὶ τὴν ἐν τῷ Εὐαγγελίῳ αἱμοῤῥοοῦσαν παρήγαγεν εἰς πα ράδειγμα, μὴ τολμήσασαν θίξαι τοῦ Κυρίου, ἀλλ' ἡ μόνου τοῦ κρασπέδου αὐτοῦ. Εὔχεσθαι μὲν γὰρ καὶ τοῦ Κυρίου μεμνῆσθαι, φησίν, οὐδ᾽ ἐν τοιούτῳ καιρῷ κωλυθήσονται· εἰς ναὸν δὲ Θεοῦ εἰσιέναι ή μεταλαμβάνειν αὐτὰς τῶν ἁγιασμάτων, οὐ δεῖ. Ταῦτα τοῦ μεγάλου ἀρχιερέως διορισαμένου, βλέπομεν σήμερον εἰς τὰ γυναικεῖα καὶ μᾶλλον μοναστήρια ἀδεῶς τοιαύτας ἱσταμένας γυναῖκας εἰς τοὺς προνάους παντοίαις ἁγίαις εἰκόσι κεκαλλωπισμένους, καὶ εἰς δοξολογίαν Θεοῦ ἀπονεμηθέντας· καὶ ἐρωτῶντες ὅπως τοῦτο για νεται, ἀκούομεν μὴ ἐκκλησιάζειν αὐτὰς, ὅπερ ἐμοὶ τέως οὐ δοκεῖ. Οὐ γάρ εἰσιν οἱ πρόναοι κοινοὶ ὡς τὰ τῶν ἐκκλησιῶν προαύλια, ἀλλὰ μέρος αὐτῶν ἀπονεμηθέν ταῖς γυναιξὶ ταῖς μὴ κωλυομέναις ἐκκλησιάζειν. Ος δὴ πρόναος, τόπος δευτέρας ἐστὶ μετανοίας, ὁ τῶν ἀκροωμένων λεγόμενος. Καὶ ἐν αὐτῷ οὐδὲ ἀνδράσιν ἐφεῖται ἵστασθαι, ἐπιτιμηθεῖσι μὴ ἐκκλησιάζειν, ἀλλὰ ἔξωθεν αὐτοῦ προσκλαίειν. Έδει γοῦν τοὺς τοιούτους προνάους εἰς οὓς αἱ τοιαῦται ἀκάθαρτοι γυναῖκες ἔμελλον ἴστασθαι, μὴ ἀναπληρούν το πον ἐκκλησιῶν ἐξ ὀρθοῦ, ὥστε καὶ ἱερεῖς μετὰ τῶν θείων ἁγιασμάτων διέρχεσθαι κατὰ τὸν χερουβικὸν ὕμνον, καὶ θυμιᾷν τοὺς ἐν τούτῳ ἴσως όντας τάφους καὶ ἁγίους, καὶ τελευτὰς ἁγιῶν εὐχῶν ποιεῖν· ἢ κἂν Περὶ δὲ τῶν ἐν ἀφέδρῳ. Αἱ ἐν ἀφέδρῳ καὶ θείων ναῶν καὶ ἱερῶν μυστηρίων εἰργέ σθωσαν. Αἱ ἐν ἀφέδρῳ ήγουν ἐν καταμηνίοις· διὰ τὸ κεχωρισμένως ταύτας παρὰ Ἰουδαίων καθέζεσθαι.
col. 1283–1284page 7 of 10
PG 10:1283μετὰ ἐπισκοπικῆς ἐπιτροπῆς τους τοιούτους τόπους ἀφορίζεσθαι, ὥστε ἀποκριματίστως ίστασθαι ἐν αὐ τοῖς τὰς ἀκαθάρτους γυναῖκας. Ἐγὼ δὲ εἶδον καὶ τοιαύτην γυναῖκα ἐπὶ προνάου ἑστῶσαν, καὶ εὐχὴν ἀῤῥαβῶνος παρὰ ἀρχιερέως δεξαμένην· ὅπερ καὶ ἐθαύμασα. Ως ἔοικε δὲ, τὸ παλαιὸν εἰσήρχοντο για ναῖκες εἰς τὸ θυσιαστήριον, καὶ ἀπὸ τῆς ἁγίας τρι πέζης μετελάμβανον. Διὰ τοῦτο γὰρ καὶ τοῦ θυσιαστηρίου μέμνηται ὁ κανών. Καὶ ἀνάγνωθι τὸν μὲ κανόνα τῆς ἐν Λαοδικεία συνόδου, καὶ τὸν ἔθ' της ς συνόδου. Ὡσαύτως ἀνάγνωθι και την ιξ νεαράν τοῦ βασιλέως κυρίου Λέοντος τοῦ Φιλοσόφου, ἐν μέρει ταῦτα διαλαμβάνουσαν· Ορίζομεν περὶ τεκουσῶν γυ ναικῶν καὶ περὶ τῶν ὅσαι τῇ φυσικῇ καθάρσει κ ταλαμβάνονται, ἀνενοχλήτου μὲν ἐξ ἄλλης τινὸς δ.2 θέσεως νοσερᾶς τῆς ζωῆς αὐτῶν συντελούσης, ἀμετόχους εἶναι· τὰς μὲν ἀτελέστους, τοῦ φωτισμοῦ· τὰς δὲ μεμυσταγωγημένας, τῶν ἀχράντων μυστηρίων τῆς μεταλήψεως, μέχρι τῆς τῶν μ' ἡμερῶν π θεσμίας· νοσήματος δέ τινος κατασχόντος καὶ τὴν διακοπὴν τῆς ζωῆς ἀπειλοῦντος, παντὶ τρόπῳ μετα λαμβάνειν αὐτὰς τοῦ ἁγιάσματος. Καὶ μετά τινα πά λιν παρακελεύεται ἡ αὐτὴ νεαρὰ περὶ βρεφῶν, νοσή ματος μὲν μὴ κατεπείγοντος, μετὰ τὴν ὀγδόην ἡμέ ραν ταῦτα βαπτίζεσθαι· θανάτου δὲ ἐφισταμένου, καὶ τῆς ὀγδόης ἡμέρας ἐντὸς αὐτὰ βαπτίζεσθαι. Ἐπεὶ δὲ ἤκουσά τινος λέγοντος ὡς οὐκ ὀφείλουσιν οἱ άτω ρισμένοι λαϊκοὶ ἢ ἀκροᾶσθαι θείων ψαλμωδημάτων, ἔξωθεν τοῦ προνάου ἱστάμενοι, ἀλλ᾽ οὐδὲ ψάλλειν ἀπολογοῦμαι πρὸς αὐτὸν ὅτι· Τὰ ἐν τῷ παρόντι και νόνι γεγραμμένα επιστομίζουσί σε, ἄνθρωπε, το αῦτα λέγοντα. Ωσπερ γὰρ αἱ μὴ παραχωρούμενοι ἐκκλησιάζειν γυναίκες προσεύχεσθαι οὐ κωλύονται, οὕτως οὐδὲ οἱ ἀφωρισμένοι κωλυθήσονται καθ᾿ ἑαυ τοὺς εὔχεσθαι· ἴστασθαι δὲ καὶ ἔξωθεν τοῦ προνάου τῆς ἐκκλησίας, καὶ ἀκροᾶσθαι τῶν θείων ψαλμωδημάτων. Διότι τοῦτο πρὸς πλείονα συντριβὴν αὐτῶν ἐστίν. ΖΩΝΑΡ. Ἑβραϊδες γυναῖκες ὅτε γένηται αὐταῖς ἡ τῶν ἐμμήνων ῥύσις, ἐν τόπῳ μεμονωμένῳ καθή μεναι, ἡσυχάζουσιν, ἕως ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν· ὅθεν είληπται τὸ ἐν ἀφέδρῳ, δηλοῦν τὸ κεχω ρίσθαι αὐτὰς ἀπὸ τῆς τῶν λοιπῶν ἕδρας ὡς ἀκαθάρτους. Ερωτηθεὶς δὲ ὁ Πατήρ οὗτος περὶ τῶν πιστῶν γυναικῶν, εἰ χρὴ ταύτας ὅτε ἡ τῶν ἐμμήνων ῥύσις αὐταῖς ἐνοχλεῖ, εἰσιέναι εἰς ἐκκλησίαν, ἀπε κρίθη μὴ δεῖν, καὶ τὴν ἐν τῷ Εὐαγγελίῳ αἱμορξουν σαν παρήγαγεν εἰς παράδειγμα, μὴ τολμήσασαν θίξει τοῦ Κυρίου, ἀλλ᾽ ἢ μόνου τοῦ κρασπέδου αὐτοῦ. Εἰ χεσθαι μὲν γὰρ καὶ τοῦ Κυρίου μεμνῆσθαι, φησὶν, οὐδ' ἐν τῷ τοιούτῳ καιρῷ κωλυθήσονται· εἰς ναὸν δὲ Θεοῦ εἰσιέναι, ἢ μεταλαμβάνειν αὐτὰς τῶν ἁγιασμά των οὐ δεῖ. ΚΑΝΩΝ Γ'. Αὐτάρκεις δὲ καὶ οἱ γεγηρακότες, ἑαυτῶν ὀφεί λουσιν εἶναι κριταί. Ὅτι γὰρ ἀπέχεσθαι ἀλλήλων προσῆκον ἐκ συμφωνίας, ἵνα πρὸς καιρόν σχο
col. 1285–1286page 8 of 10
PG 10:1285λάσωσι τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἡ ὦσιν, ἀκηκόασι Παύλου γράφοντος. ΒΑΛΣ. Ὡς ἔοικεν, ἠρωτήθη ὁ ἅγιος ἐὰν ἐνδέχηται τοὺς συζύγους γεγηρακότας, καθ' οὓς καιροὺς ἀφείλουσι προσεύχεσθαι, τῆς ἐπιμιξίας ἀπέχεσθαι καί φησιν ὡς οἱ τοιοῦτοι, ἑαυτῶν κριταὶ γινέσθωσαν· καί ποτε ἀλλήλων ἐκ συμφώνου ἤγουν ἐκ κοινοῦ θελήματος, ἀπεχέτωσαν, ήγουν κατὰ τοὺς καιρούς καθ' οὓς ἐνετάλθησαν προσεύχεσθαι, διαγέτωσαν μετὰ πάσης σωφροσύνης, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἔστωσαν. Οτι καὶ ὁ μέγας Παῦλος τοῦτο διετάξατο. Καὶ ὁ μὲν κανὼν περὶ γεγηρακότων φησίν· ἐξακουστέον δὲ τὰ ἐν αὐτῷ καὶ εἰς πάντας τοὺς ὁμοζύγους. Καλῶς δὲ εἶπε τὸ ἐκ συμφώνου. Οὔτε γὰρ ὁ ἀνὴρ ἐξουσιάζει τοῦ ἰδίου σώματος· οὔτε ἡ γυνὴ, κατὰ τὸν μέγαν ᾿Απόστολον. Διὰ τοῦτο οὖν ἀλλήλους δεῖ συμφωνεῖν περὶ ἀποχῆς, ἵνα σχολάσωσι τῇ προσευχή καὶ τῇ νηστείᾳ. Εἰ γὰρ μὴ ἐκ συμφωνίας γίνοιτο ἡ ἀποχὴ, ἀποστερεῖ πάντως τὸ μὴ βουλόμενον τὴν συν ουσίαν μέρος, τὸ ταύτην ἐπιζητοῦν. Καὶ πῶς ἂν δόξειεν ἐξουσιάζειν τοῦ σώματος τοῦ μὴ συγχωροῦντος μέρους τὸ τὴν συνάφειαν ζητοῦν καὶ μὴ συγχωρούμενον; Συμβαίνει δὲ καὶ τὴν τοῦ θατέρου ἐγκράτειαν εἰς βλάβην ἴσως ἀποβαίνειν θατέρου. Εἰ γὰρ νικᾶται ὑπὸ τῆς ἐπιθυμίας καὶ οὐ παραχωρεῖται, περιπεσεῖται μίξει ἀθέσμῳ. Ἐρεῖ δέ τις, ὡς ἐπεὶ ὁ και νών φησιν ἀποδιίστασθαι τοὺς ὁμοζύγους ἵνα σχολάσωσι τῇ προσευχῇ, ὁ ᾿Απόστολος δὲ διορίζεται ἀδια λείπτως ἡμᾶς προσεύχεσθαι, ἀεὶ χρὴ καὶ τοὺς συνοικοῦντας ἀλλήλων ἀπέχεσθαι; Αλλ' οὐ περὶ πάσης προσευχῆς ὁ λόγος ἐστί· περὶ δὲ τῆς σπουδαιοτέρας ἤγουν τῆς τῶν ἁγίων νηστειῶν, ὅτι καὶ διὰ τοῦ Μω σέως ὁ Θεὸς παρηγγυήσατο τοῖς Ἰουδαίοις μέλλουσιν ἀκοῦσαι τῶν ἐν τῷ ὄρει θείων φωνῶν, ἀπέχεσθαι τῶν οἰκείων γαμετῶν. Καὶ ὁ προφήτης Ἰωήλ· Ἁγιάσατε, φησί, νηστείαν, καὶ ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐ τῆς. Τούτων δὲ οὕτως ἐχόντων, οὐ συνορῷ ποίοις ἐπιτιμίοις καθυποβληθήσονται οἱ ταῦτα μὴ φυλάττοντες. Νομίζω δὲ ὅτι κατὰ τὴν διάκρισιν τοῦ τὴν ἐξαγορείαν δεχομένου ἡ θεραπεία γενήσεται πρὸς τὰ πρόσωπα καὶ τὴν ἀνάγκην τῆς φύσεως. Καὶ ἀνάγνωθι τὸν ρβʹ κανόνα τῆς ἐν τῷ Τρούλλω συνόδου. ΖΩΝΑΡ. Περὶ τῶν ἐν γάμῳ νομίμῳ βιούντων έρω τηθεὶς εἰ χρὴ ἀπέχεσθαι ἀλλήλων, ἔφησεν ὡς ὀφεί λουσιν οἱ τοιοῦτοι αὐτοὶ ἑαυτῶν εἶναι κριταί, και ποτε ἀλλήλων ἀπέχεσθαι ἐκ συμφώνου, ήγουν ἐκ κοινοῦ θελήματος. Οὔτε γὰρ ὁ ἀνὴρ ἐξουσιάζει τοῦ ἰδίου σώματος, οὔτε ἡ γυνή, κατὰ τὸν μέγαν ᾿Από στολον. Διὰ τοῦτο οὖν συμφωνεῖν ἀλλήλους δεῖ περὶ ἀποχῆς ἵνα σχολάσωσι τῇ προσευχῇ, καὶ τῇ νηστεία. Εἰ μὴ γὰρ ἐκ συμφώνου γίνοιτο ἡ ἀποχή, ἀποστερεί πάντως τὸ μὴ βουλόμενον τὴν συνουσίαν μέρος, τὸ ταύτην ἐπιζητοῦν. Καὶ πῶς ἂν δόξῃ ἐξουσιάζειν τοῦ σώματος τοῦ μὴ συγχωροῦντος μέρους, τὸ τὴν συνά φειαν ζητοῦν καὶ μὴ συγχωρούμενον; Συμβαίνει δὲ καὶ τὴν θατέρου εγκράτειαν, εἰς βλάβην ἴσως ἀπο η
col. 1287–1288page 9 of 10
PG 10:1287βαίνειν θατέρου. Εἰ γὰρ νικᾶται ὑπὸ τῆς ἐπιθυμίας καὶ οὐ παραχωρεῖται, περιπεσεῖται μίξει ἀθέσμῳ. Εἶτα καὶ τὸν καιρὸν ὁ ᾿Απόστολος ὁρίζει· ὃν φησινεἶναι τῆς προσευχῆς καὶ νηστείας. Ἐρεῖ οὖν τις ὅτι τοῦ ᾿Αποστόλου λέγοντος, ἀδιαλείπτως προσεύχεσθαι, ἀεὶ χρὴ καὶ τοὺς συνοικοῦντας ἀλλήλων ἀπέχεσθαι, εἰ ὅτε προσεύχονται ἀλλήλων ἀπαιτοῦνται ἀπέχεσθαι. Ἀλλ᾿ οὐ περὶ πάσης προσευχῆς ἐνταῦθα φησὶν ὁ Απόστολος, περὶ δέ γε τῆς σπουδαιοτέρας ἣν ἐν δέ κρυσι καὶ κακοπαθείαις δεῖ γίνεσθαι. Οὐ γὰρ πάντως οὕτως προσεύξονται πάντοτε· νηστείαν δὲ λέγει τὴν γινομένην ἐν καιροῖς ὡρισμένοις, ἢ ὅτε μέλλοι τις τῶν ἁγιασμάτων μετέχειν. Καὶ τοῖς Ἰουδαίοις δὲ μέλλουσιν ἀκοῦσαι τῶν ἐν τῷ ὄρει θείων φωνών, ἀπέχεσθαι τῶν γαμετῶν ἐπετάχθη. Καὶ ὁ Ἰωήλ Αγιάσατε νηστείαν, εἰπὼν, ἐξελθέτω, προσέθετο, νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ πιστοῦ αὐτῆς. Δεῖ γὰρ τοὺς νηστεύοντας ήδ παθείας πάσης ἀπέχεσθαι· ὅτι χαυνοῦν τὴν ψυχὴν καὶ συγχέειν τὸν λογισμὸν αἱ τῶν ἡδονῶν ἀπολαύσεις πεφύκασιν. ΚΑΝΩΝ Δ'. Οἱ δ' ἐν ἀπροαιρέτῳ νυκτερινῇ φύσει με νόμενοι, καὶ οὗτοι τῷ ἰδίῳ συνειδότι κατακολου θείτωσαν, καὶ ἑαυτοὺς εἶτε διακρίνονται περί τούτου, είτε μή, σκοπείτωσαν. Καὶ ἐπὶ τῶν βρω μάτων ὁ διακρινόμενος, φησὶν, ἐὰν φάγῃ, κατακέκριται· καὶ ἐν τούτοις εὐσυνείδητος ἔστω καὶ εἰν Οἱ δὲ ἐν ἀπροαιρέτῳ. Ὁ δὲ Νηστευτής Ιωάννης οὕτω φησίν· Ὁ μολυνθεὶς καθ᾽ ὕπνους τῷ τῆς ἐκρύσεως πάθει, ἡμέραν μίαν τῆς κοινωνίας ἐκβάλλεται, τὸν ν' τας ψαλμόν, καὶ μετανοίας ποιήσας μθ'. Ο δὲ μαλακίαν διαπραξάμενος, μ' ἡμέρας ἐπιτιμᾶται, ξηροφαγία διαιτώμενος, καὶ μετανοίας ἑκάστης ποιῶν ρ'. Ἀλλὰ καὶ γυνὴ ἡ εἰς ἀσπασμὸν ἀνδρὸς ἐλθοῦσα, τὸ τῆς μαλακίας ἐπιτίμιον δέχεται. Ὁ δὲ ἐγρηγορότως μολυνθεὶς εἰς ἑπτὰ ἡμέρας εἴργεται τῆς κοινωνίας, τὸν ν' καθ' ἑκάστην ᾄδων, καὶ μετανοίας ποιῶν μθ'. παρρησίαστος κατὰ τὸ ἴδιον ἐνθύμιον, πᾶς ὁ προσιὼν τῷ Θεῷ. Ταῦτα, σὺ μὲν, τιμῶν ἡμᾶς (οὐ γὰρ ἀγνοῶν, ἀγαπητὲς τὰ πύσματα ἡμῖν προσήγαγες, ὁμόφρονας ἡμᾶς, ὥσπερ οὖν ἐσμεν, καὶ Ισοψύχους ἑαυτῷ παρασκευάζων. Ἐγὼ δὲ, εὐχ ὡς διδάσκαλος, ἀλλ' ὡς μετὰ πάσης ἁπλότητες προσῆκον ἡμᾶς ἀλλήλοις διαλέγεσθαι, εἰς κοιν τὴν διάνοιαν ἐμαυτοῦ ἐξέθηκα· ἣν ἐπικρίνας καὶ σὺ συνετώτατε μου υἱὲ, ὅ, τι ἂν σοι φανῇ δί καιον καὶ βέλτιον, ἢ καὶ οὕτως ἔχειν δοκιμάζης, περὶ αὐτῶν ἀντιγράψεις. Ερρώσθαί σε, ἀγαπητέ υἱέ μου, ἐν εἰρήνῃ λειτουργοῦντα τῷ Κυρίῳ εἰ χομαι. ΒΑΛΣ. Ερωτηθεὶς ὁ Πατὴρ εἰ ὀφείλουσι τῶν ἁγιασμάτων μετέχειν οἱ ἐν φύσει σπέρματος ἀπρωι ρέτως γινόμενοι, ἔφησεν ὡς οἱ τοῦτο παθόντες, τὸ αν πρὸς τοὺς τὴν φυσικὴν τῆς γονῆς ἐκροὴν μίασμα ἡγουμένης,
col. 1289–1290page 10 of 10
PG 10:1289κεῖον συνειδὸς κριτὴν ἐχέτωσαν· ὥστε εἰ μὲν μή τι νος ἐμπαθείας προϋποκειμένης, συνέβη αὐτοῖς τοῦτο, αὐτομάτως τῆς φύσεως ἐκκρινάσης ὡς περίττωμα τὴν ἐκροὴν, οὐκ ἐμποδισθήσονται τῶν ἁγιασμάτων μεταλαβεῖν. Εἰ δέ τιτι προϋπῆρξεν ἐξ ἐμπαθοῦς λο γισμοῦ ἐπιθυμία, καὶ ταύτῃ ἐπηκολούθησεν ἐκροὴ, ἢ ἐξ ἀκρασίας βρωμάτων καὶ πόσεως συνέβη τοῦτο, οἱ τοιοῦτοι οὐκ εἰσὶ καθαροί· οὐ διὰ τὴν ῥῦσιν τοῦ σπέρ ματος (οὐ γὰρ ἀκάθαρτον τοῦτο, ἐπεὶ μηδὲ ἡ σὰρξ ἐξ ἧς ἐκεῖνο περίττωμα), ἀλλὰ διὰ τὸ πονηρὸν ἐνθύ μιον ὅπερ ἐμόλυνε τὴν διάνοιαν. Ὁ γοῦν τοιοῦτος, οὐκ εὐσυνείδητος, κάντεῦθεν οὐδ᾽ εὐπαῤῥησίαστος εἰς τὸ προσελθεῖν τῷ Θεῷ. Ἐπάγει δὲ καὶ τὴν χρῆσιν ἐκ τοῦ μεγάλου Παύλου γράψαντος περὶ τῶν εἰδωλοθύτων, ὅτι ὁ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται. Πε ρὶ δὲ τῆς τοῦ σπέρματος γεύσεως, ζήτει καὶ τοῦ με γάλου Αθανασίου ἐπιστολὴν πρὸς Ἀμμοῦν μονά ζοντα. ΖΩΝΑΡ. Καὶ ταῦτα πρὸς ἐρώτησιν ὁ Πατήρ ἀπο κρίνεται. Ερωτηθεὶς γὰρ εἰ δεῖ τοὺς ἐν φύσει σπέρ ματος γενομένους ἀπροαιρέτως, τῶν ἁγιασμάτων μετ έχειν, ἔφη ὅτι, Οἱ τοῦτο παθόντες, τῷ οἰκείῳ συνειδότι κατακολουθείτωσαν· ἤγουν τὸ συνειδὸς ἐχέτωσαν τοῦ πράγματος δικαστήν, τὴν οἰκείαν δηλονότι διάνοιαν. Ὥστε εἰ μή τινος ἐμπαθείας προϋποκειμένης συμβέβηκεν αὐτομάτως ἡ τῆς γονῆς ἐκροή, τῆς φύσεως αὐτὴν ὡς περίττωμα έκκρινάσης· ἢ εἰ μὴ ἐκ παροινίας καὶ ἐξ ἀδδηφαγίας ἐγένετο, οὐκ ἐμποδισθήσεται ὁ τοῦτο παθὼν τῷ ἁγίῳ προσελθεῖν θυσιαστηρίῳ· εἰ δέ τις προϋπῆρξεν ἐμπαθής λογισμὸς, καὶ οὗτος ἐμφιλοχωρήσας τῇ διανοίᾳ αὐτοῦ, φαντασίαν ἐπήνεγκε νυκτερινὴν, καὶ ταύτῃ ἐπηκολούθησεν ἡ τῆς γονῆς ἐκροὴ, καὶ ἐξ ἀκρασίας βρωμάτων καὶ πόσεως συνέβη· ὁ τοιοῦτος οὐ καθαρός ἐστιν, οὐ διὰ τὴν σιν τοῦ σπέρματος (οὐ γὰρ ἀκάθαρτον τοῦτο, ἐπει μὲν οὐδὲ ἡ σὰρξ ἧς ἐκεῖνο περίττωμα ), ἀλλὰ διὰ τὸ πονηρὸν ἐνθύμιον, ὅπερ ἐμόλυνε τὴν διάνοιαν. Ὁ γοῦν τοιοῦτος οὐκ εὐσυνείδητος, κἀντεῦθεν οὐδ᾽ εὐπαῤῥησίαστος διὰ τὸ ἴδιον ἐνθύμιον. Πῶς οὖν προσελεύσεται τῷ Θεῷ διακρινόμενος; Επάγει δὲ καὶ χρῆσιν ἐκ τοῦ μεγάλου Παύλου γράψαντος περὶ τῶν εἰδωλοθύ των, ὅτι διακρινόμενος ἐὰν φάγῃ, κατακέκριται. Περὶ δὲ τῆς τοῦ σπέρματος ῥεύσεως καὶ ὁ μέγας Αθανάσιος πλατέως ἔγραψεν πρὸς Ἀμμοῦν μονά ζονται Χ.
Continue reading PG 10: Operum Pars II →≣ entire volume
Page scan enlarged

Notebook

Full View