PG 71Cyril
Commentary on the Prophet Hosea
Printed pages · scan text
diplomatic · TLG-E + First1K + critical ed.
Diplomatic text · First1KGreek clean (TLG critical edition) — PG column chips mark the printed columns.
PG 71:311ἔπεμψε μὲν γὰρ πρὸς αὐτὸν ἀγγέλους, αἰτῶν μαναὰ καὶ τὰ συνήθη· ὁ δὲ προστάττεσθαι παρ’ ἐκείνου μὴ ἀνασχόμενος, ἐπρεσβεύετο πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου, τὴν παρ’ αὐτοῦ βοήθειαν αἰτῶν. πρὸς τοῦτο λελυπημένος ὁ Σαλμανασὰρ, πεπολιόρκηκε μὲν τὴν Σαμάρειαν, ἐφ’ ὅλοις ἔτεσι τρισίν. εἶτα ζωγρήσας τὸν ᾿Ωσηὲ, δεσμώτην ἐποίει, καὶ κατέγραφεν ἐν οἰκέταις, ἀπῴκισε δὲ καὶ τὸν ᾿Ισραὴλ ἐν ὁρίοις Περσῶν καὶ Μηδῶν. ἔοικεν οὖν ὁ προφητικὸς ἡμῖν λόγος ᾿Ωσηὲ τὸν ᾿Ηλὰ καταδεικνύειν ἐν τούτοις, ὃν καὶ φρόνιμον ἀποκαλεῖ, οὐχ ὅτι συνετὸς ἦν κατὰ ἀλήθειαν, ἀλλ’ οἱονείπως εἰρωνεύεται· ἐδόκει μὲν γὰρ παρὰ τῷ ᾿Ισραὴλ συνετὸς εἶναί τις, καὶ σφόδρα σοφῶς βεβουλεῦσθαι, διά τοι τὸ ἑλέσθαι τὴν ἐξ Αἰγύπτου καλεῖν ἐπικουρίαν αὐτοῖς. ἀλλ’ ἥλω ψυχρὰ καὶ ἀνόνητα καὶ δράσας καὶ βουλευσάμενος. τίς δὴ οὖν ἄρα, φησὶν, ἐξελεῖταί σε τοῦ μὴ παθεῖν τὰς ἀνηκέστους συμφοράς; οὗτος ὁ ὑίος σου ο φρόνιμος, διοτι οὐ ῥῆ υποστῃ ἐν συντριβῃ τέκνων. τῶν γὰρ σῶν τέκνων συντριβομένων φησὶν οὐδ’ ἂν αὐτὸς ὑποσταίη· ληφθήσεται γὰρ δοῦλός τε καὶ αἰχμάλωτος ὁμοῦ τοῖς ἄλλοις· βαδιεῖται πρὸς Ἀσσυρίους. σοφὸς οὖν ὁ ψάλλων “᾿Ισχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.” παρ’ αὐτοῦ γὰρ πᾶσα δύναμις, καὶ σωτηρία πᾶσα. καὶ σώζων οὐκ ἔστι πάρεξ αὐτοῦ.
PG 71:312´Eκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς, ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη ὅου, θάνατε ; που τό κέντρον σου, ᾅδη ; Τὰ ἐκ θυμοῦ λαλήσας τοῖς ἡμαρτηκόσι, καὶ τὰ ἐκ λύπης ἐσόμενα προαπηγγελκὼς, ἀναπεφοίτηκε πάλιν εἰς θεοπρεπῆ τε ἡμερότητα, καὶ ὅτι μὴ εἰσάπαν τὸ ἐπὶ γῆς ἀπέστραπται γένος, μήτε μὴν ἀνῆκεν εἰς καταφθορὰν ἀχάλινόν τε καὶ ἀτελεύτητον, ἀλλ’ ἔσται τις κατὰ καιροὺς φειδὼ καὶ ἀνάκλησις εἰς τὸ ἀπ’ ἀρχῆς ἐν Χριστῷ, καταμεμήνυκε προστιθεὶς, ὡς ῥύσεται μὲν ἐκ χειρὸς ᾅδου, καὶ ἐκ θανάτου λυτρώσεται, δῆλον δὲ, ὅτι τοὺς ὑπ’ αὐτὸν γεγονότας, διὰ τὴν εἰσποιητὸν ἁμαρτίαν, καὶ τὴν ἐν ἀρχαῖς τοῦ ᾿Αδὰμ παράβασιν. πεποίηται γὰρ ἡ τοιάδε πάλιν ὑπόσχεσις, οὐχὶ μόνῳ τῷ ᾿Εφραΐμ, ἤγουν τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἅπασι δὲ μᾶλλον τοῖς ἐπὶ τῆς γῆς. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “Οὐκ ᾿Ιου- “δαίων ὁ Θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν. δεδικαίωκε γὰρ “περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.” λελύτρωται γὰρ ἡμᾶς ἐκ χειρὸς ᾅδου, τουτέστιν, ἐκ τῆς τοῦ θανάτου καταδυναστείας, καὶ ὁ τῆς λυτρώσεως τρόπος ὁ Χριστοῦ νοεῖται θάνατος. ἀνέτλη γὰρ ἑκὼν τὴν ὑπὲρ ἡμῶν ἐπὶ ξύλου σφαγὴν, καὶ τεθριάμβευκεν ἀρχὰς καὶ ἐξουσίας, προσηλώσας αὐτῷ τὸ καθ’ ἡμῶν χειρόγραφον.
PG 71:313τότε γὰρ τότε “καὶ πᾶσα μὲν ἀνομία τὸ ἑαυτῆς ἐνέφραξε στόμα·” κατήργηται δὲ καὶ τὸ τοῦ θανάτου κράτος, ἐξηρημένης τῆς ἁμαρτίας· αὕτη γάρ ἐστιν ἡ τοῦ θανάτου νίκη, καὶ τὸ κέντρον τοῦ ᾅδου. οὕτω καὶ ὁ σοφὸς ἡμῖν ἡρμήνευσε Παῦλος. ἔφη γὰρ, ὅτι “Τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρτία, ἡ “δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.” οὐκοῦν τῆς ἁπάντων ἁμαρτίας ἀνῃρημένης ἐν Χριστῷ, φαίημεν ἂν εἰκότως καὶ ἡμεῖς αὐτοί Ποῦ ἡ νίκη σου θάνατε ; που τὸ κέντρον σου ᾅδη ; “Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων ; Χριστὸς Ἰησοῦς ὁ “ἀποθανὼν” ὑπὲρ ἡμῶν, μᾶλλον δὲ “δοὺς ἑαυτὸν ἀντίλυτρον “ὑπὲρ πάντων,” εἷς ὁ πάντων ἀξιώτερος, δι’ οὗ καὶ ἐν ᾧ πεπλουτήκαμεν τὸ ἀναφοιτῆσαι πάλιν εἰς ἀφθαρσίαν. Παράκλησις κέκρυπται ἐξ ὀφθαλμῶν μου; διότι οὐτος ανα μέσον ἀδελφῶν διαστελεῖ. ᾿Αναγνωσόμεθα τοῦ προκειμένου τὸν πρῶτον στίχον κατ’ ἐπερώτησιν, καὶ ὑποστιγμὴν, καί τι τοιοῦτον ἡμῖν ὑπεμφήνειεν ἂν ὀρθῶς νοεῖν ᾑρημένοις. κατηρρώστησέ φησιν, ἡ ἀνθρώπου φύσις τὸ πολυειδὲς εἰς ἁμαρτίαν, καὶ ἀπονένευκεν οὐ μετρίως εἰς τὸ πλημμελές· ταύτῃτοι δικαίως κατεδικάσθη θανάτῳ. εἶτα τίς ἔσται τῆς ἐπικουρίας ὁ τρόπος τοῖς τοῦτο παθοῦσιν, ἢ ὅπως ἂν διακρούσαιντο τὸ συμβεβηκὸς, αὐτὸς ἐγὼ διασκέψομαι, μᾶλλον δὲ ἤδη καὶ ὁρίσας ἔχω.
ἢ ἆρά τις ἐστὶν ἐν ὑμῖν, φρενοβλαβείας εἰς τοῦτο προήκων, ὡς οἴεσθαί τε καὶ λέγειν, ὅτι παρακλήσεως καὶ παραμυθίας ἐστί τις τρόπος, ὃν ὁ θεῖός τε καὶ ἀκήρατος οὐχ ἑώρακε νοῦς ; εἰμὶ γὰρ τεχνίτης, ἄναλκίς τε πρὸς οὐδὲν, ἀλλ’ εὖ οἶδα πάντα, καὶ ἀμελλητὶ κατορθῶ τὸ δοκοῦν. καίτοι, φησὶν, οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ. προαπαγγέλλει δὲ διὰ τούτων ἡμῖν τὸν κύριον ἡμῶν ᾿Ιησοῦν τὸν δοκοῦν. Χριστόν. αὐτὸς γάρ ἐστιν ἡ πάντων παράκλησις, ὁ τῆς θεραπείας τρόπος· αὐτὸν προώρισεν ὁ Πατὴρ πρὸ χρόνων αἰωνίων Σωτῆρα καὶ Λυτρωτὴν τοῖς τῷ θανάτῳ κεκρατημένοις. αὐτὸν ἔφη διαστέλλειν ἀνὰ μέσον ἀδελφων. καὶ τί δὴ τοῦτο ἔστιν, αὐτοῦ λέγοντος ἀκηκόαμεν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ “Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν “εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ “μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς “αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην “κατὰ τῆς πενθερᾶς αὐτῆς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ “οἰκειακοὶ αὐτοῦ· καὶ πάλιν τὰ ἐσόμενά που προαπαυγέλλων τοῖς ἁγίοις μαθηταῖς “Παραδώσει, φησὶν, ἀδελφὸς “ἀδελφὸν εἰς θάνατον,’’ καὶ ἐπαναστήσεται πατὴρ ἐφ’ υἱούς.
PG 71:314ἐπειδὴ γὰρ τὴν τοῦ διαβόλου καθῄρηκε τυραννίδα, καὶ τῶν τῆς εἰδωλολατρείας ἐξείλετο βρόχων τοὺς πεπλανημένους, κατέδησεν οὕτως πρὸς ἀγάπην τὴν πρὸς ἑαυτὸν, ὡς καὶ φυσικῆς ἀλογῆσαι φιλοστοργίας τοὺς πεπιστευκότας, καὶ ἀδελφοὺς ἀνήνασθαι καὶ πατέρας καὶ οἴκους καὶ γένη, καὶ ἀποχρήσειν αὐτοῖς εἰς ἅπασαν εὐθυμίαν, ὑπολαβεῖν τὸ προσκεκλίσθαι τῷ χριστῷ. καὶ γοῦν καὶ ὁ μακάριος Δαυεὶδ, ὡς ἐκ προσώπου τῶν τοῦτο κατορθωκότων ψάλλει που καί φησιν ὅτι “Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατ- “έλιπόν με, ὁ δὲ κύριος προσελάβετό με.” ᾿Επάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπ’ αὐτὸν, καὶ ἀναξηρανεῖ τὰς φλέρας αὐτοῦ, ἐξερημώσει τὰς πηγάς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τῆν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ. Μεθίστησι μὲν τὸν λόγον ἐπ’ αὐτὸ τὸ τοῦ θανάτου πρόσωπον, ἀνέμῳ δὲ νότῳ καὶ καύσωνι παρεικάζει Χριστὸν, ὃν καὶ ἐκ τῆς ἐρήμου φησὶν ἐπενεχθήσεσθαι κατὰ καιρούς. χρὴ δὲ εἰδέναι, καὶ πρό γε τῶν ἄλλων, ἐκεῖνο, ὅτι τῶν Ιουδαίων ἡ χώρα πλατεῖαν καὶ ἀκατάληπτον ἔρημον ἔχει, κειμένην ἐν μέρεσι τοῖς νοτιωτάτοις, κἂν εἰ συνέβη ποτὲ τὸν ἐκεῖθεν ἄνεμον κατενεχθῆναι ῥαγδαίως, περιδεεῖς ἦσαν οὐ μετρίως, αὐαινομένης τῆς χώρας.
PG 71:315δοκεῖ δέ τισι καὶ αὐτὰς τῶν ὑδάτων τὰς ἐν τῆ γῆ φλέβας ὀκνηροτέρας ποιεῖσθαι τὰς χορηγίας, καὶ ταῖς τοῦ βιαίου καὶ πυρώδους πνεύματος προσβολαῖς ἀνακόπτεσθαι. οὐκοῦν ἐξ ὧν ἴσασι καὶ πεπείρανται, ποιεῖται τοὺς λόγους. ᾿Επενεχθήσεσθαι δὴ οὖν τῷ θανάτῳ Χριστὸν ὁ προφητικὸς ἡμῖν ἔφη λόγος ἀνέμῳ καύσωνι παραπλήσιον, ὃς πάσας αὐτοῦ τὰς πηγὰς καὶ τὰς φλέβας καταξηρανεῖ. ἐπιμένει οὖν τῆ τροπῇ, καὶ μάλα ὀρθῶς, καὶ ὡς ἀπό γε τοῦ συμβαίνειν εἰωθότος, τὴν τοῦ μυστηρίου ποιεῖται δήλωσιν. φλέβας δὲ καὶ πηγὰς τοῦ θανάτου, τοὺς τῆς τρόπους εἶναί φαμεν, ἤτοι τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις. δι’ αὐτῶν γὰρ ὥσπερ τὴν τῶν ἀεὶ κατὰ καιροὺς ἀπολλυμένων χορηγεῖται πληθύν. οὕτω νοήσεις καὶ τα σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ. σκεύη γὰρ ἀπολλύοντα τοὺς ἐπὶ τῆς γῆς καὶ τῷ θανάτῳ τίμια φαίη τις ἃν εἰκότως, ἢ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, ἤγουν ἀνοσίους τινὰς τῶν ἐπὶ τῆς γῆς, τῆς ἐκείνου δυστροπίας θεραπευτὰς, καὶ προσαπολλύντας ἑαυτοῖς ἑτέρους. πνεύσαντος δὴ οὖν τοῦ καύσωνος, ἅπασά φησιν ἡ τοῦ θανάτου ξηρανθήσεται γῆ. πεποίηται δὲ πάλιν ὡς ἐκ μεταφορᾶς ὁ λόγος.
PG 71:316ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχόν κατεβόσκετο μὲν ὥσπερ τι χωρίον ὁ θάνατος τοὺς ἐπὶ τῆς γῆς· ἀλλ’ ἔσται ξηρὸν, οὐχ εὑρήσει νομὴν ὁ θάνατος. ἀνήρηται γὰρ ἡ φθορὰ προθέντος ἅπασι τοῦ Χριστοῦ τὴν ζωὴν, καὶ παλινάγρετον ποιεῖσθαι τὴν ἀφθαρσίαν. ᾿Αφανισθήσεται Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸ Θεὸν αὐτῆς· ἐν ῥομφαίᾳ πεσοῦνται αὐτοί, κω τὰ ὑποτίτθια αὐτῶ ἐδαφισθήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶ διαῤῥαγήσονται. Διαπεράνας εὖ μάλα τὸν ἐπὶ Χριστῷ λόγον, καὶ τῆς καθόλου λυτρώσεως τὸ μυστήριον προαπηγγελκὼς ὁ μακάριος προφήτης, ἐποιμώζει πάλιν ταῖς τῶν προσκεκρουκότων συμφοραῖς, μόνον δὲ οὐχὶ καὶ κατολοφύρεται τοὺς ἐν Σα- μαρείᾳ. μετὸν γὰρ ἀπόνασθαί φησι, καὶ σφόδρα πλουσίως, τῶν ἐξ ἡμερότητος ἀγαθῶν, αὐτόμολοι δεδραμήκασι πρὸς τὰ ἐξ ὀργῆς ἐσόμενα κατ’ αὐτῶν, διάτοι τὸ ἀντεξάγειν ἑλέσθαι Θεῷ, καὶ δεσποτικοῖς προστάγμασι τὸ ἴδιον ἀντεγεῖραι θέλημα, μόνον δὲ οὐχὶ καὶ ἀντιτετάχθαι δοκεῖν, ἣ καὶ ἐν μοίρᾳ γενέσθαι τῶν ἀνθεστηκότων αὐτῷ κατὰ ἀλήθειαν. τοιγάρτοι φειδοῦς ἁπάσης ἐξηρημένης ἔργον μὲν ἔσονται ῥομφαίας αὐτοί· ξένοι δὲ τῆς ἀπανθρωπίας ἐπινοηθήσονται τρόποι κατά τε γυναίων καὶ τέκνων.
PG 71:317ὁμοῦ γὰρ τοῖς ἀρτιγενέσι νηπίοις πρόωρον ὑπομενοῦσι θάνατον καὶ τὰ οὔπω κεκλημένα πρὸς τὸ εἶναι καὶ ζῆν, καὶ φθάσει τὴν δι’ ὠδῖνος πρόοδον τῶν πολεμίων τὸ ξίφος. πικρὸν οὖν ἄρα τὸ ἀντιτάττεσθαι Θεῷ, καὶ ὀλέθρου πρόξενον ἀληθῶς καὶ δι’ αὐτῆς ὁρᾶται τῆς πείρας. ᾿Επιστράφητι ᾿Ισραὴλ πρὸς κόρωι τὸν Θεόν σου, διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου. λάβετε μεΘ’ ἑαυτῶι λόγους, καὶ ἐπιστράφητε πρὸς κύρω τοι Θεὸν ὑμῶν· εἴπατε ὰὐτῷ ὅπως μὴ λάβητε ἀδικίαν καὶ λἀβητε ἀΓαΘά, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν. ᾿Ασσοὺρ οὐ μὴ σώσῃ ἡμᾳς, ἔφιπποι οὐκ ἀναβησόμεθα· οὐκ ἔτι μὴ εἴπωμεν Θεὼ ἡμῶν, τοῖς ἔργοις τῶι χειρῶ ἡμῶν. Οὐ μετρίως ἄν τις ἀγάσαιτο κἀν τῷδε δὴ πάλιν τοῦ προφήτου τὸ εὐτεχνὲς, καὶ τοῦ λόγου τὴν οἰκονομίαν. πεποίηται γὰρ ἁγιοπρεπῶς, καί ἐστι τῆς ἄνωθεν μυσταγωγίας ἔμπλεως. προαναπεφώνηκε μὲν γὰρ τὴν ἐσομένην διὰ Χριστοῦ λύτρωσιν, καὶ ὅτι κατὰ καιροὺς ἀτονήσει θάνατος, καὶ ἀργήσει τὸ κέντρον τοῦ ᾅδου· καὶ πρὸς τούτοις, ὅτι παρακλήσεως καὶ παραμυθίας τρόπος ἃν νοοῖτο παντελῶς οὐδεὶς, ὃς οὐκ ἐγνώσθη Θεῷ. καὶ τί μετὰ τοῦτο ;
συμβουλεύειν ἦν ἀναγκαῖον τὰ πρὸς σωτηρίαν αὐτοῖς τελοῦντα λοιπὸν φρονεῖν τε καὶ δρᾶν, καὶ οἱονεὶ πρὸς ἀνάνηψιν ἀνακομίζειν ἐπείγεσθαι τοὺς με μεμεθυσμένους· οὐκ ἐξ οἴνου· πόθεν; ἐκ φιληδονίας δὲ μᾶλλον κοσμικῆς, καὶ τοῦ προσκεὶσθαι φιλεῖν ταῖς τῶν δαιμονίων ἀπάταις. ἵνα τοίνυν μὴ ταῖς εἰς χρηστότητα καὶ φιλανθρωπίαν ὑποσχέσεσι πρὸς τὸ ῥᾴθυμον ὑπτιούμενοι, τὸν σωφρονίζειν εἰδότα παρ’ οὐδὲν ποιοῖντο λόγον, ταὐτῃτοι χρησίμως πρὸς ὑπόμνησιν αὐτοὺς τῶν δεινῶν ἀναφέρει πάλιν, ἀφανισθήσεσθαι μὲν τὴν Σαμάρειαν εἴπων, ὅτι ἀντέστη πρὸς ’τον Θέον ἀύτης εἶτα τούτοις ἐκεῖνα προστιθεὶς, ἃ δὴ μάλιστά γε καταδεδίττεσθαί τε καὶ ἀνιᾶν οὐκ ἀνικάνως ἔχοντα φαίνεται τοὺς ἀκροωμένους. νήπια μὲν γὰρ ἐδαφισθήσεσθαί φησι· συνδιολεῖσθαι δὲ τοῖς ἐμβρύοις καὶ αὐτὰς τὰς μητέρας, οὔπω τῆς λαγόνος ἐξενεγκούσας εἰς φῶς τὸ πολύευκτον ἄχθος. προκαταπτοήσας δὴ οὖν τοῖς δείμασιν, ἐπὶ καιροῦ λοιπὸν ταῖς τῶν νουθετουμένων καρδίαις τὸν καλοῦντα πρὸς μετάγνωσιν ἐνίησι λόγον, ὅτι χρὴ παλινδρομεῖν, καὶ πρὸς Θεὸν ἐπανήκειν εὖ μάλα παραφωνῶν.
PG 71:318λέγων δὲ ὅτι ἡσθένησας ἐν ταῖς ἀδικίαις σοῦ, δίδωσι νοεῖν, ὅτι πάντη τε καὶ πάντως συγκαταλήξει ταῖς ἀδικίαις καὶ τὸ ἀσθενεῖν αὐτοὺς, καὶ τοῖς τῆς ἀποστασίας τρόποις, εἰ ἐκ μέσου γένοιντο, συνοιχήσεται καὶ τὰ δεινά. τὸν δέ γε τῆς πρὸς Θεὸν ἐπιστροφῆς καταλειαίνει τρόπον· ἔσεσθαι γὰρ ἐν ἀμείνοσι καὶ ἐν φειδοῖ τῆ παρὰ Θεῷ τοὺς ἡμαρτηκότας εὖ μάλα φησὶν, οὐ τὰ ἐκ πλούτου προσάγοντας, οὐ χρυσὸν ἀναθέντας, οὐ σκεύεσιν ἀργυροῖς τιμᾶν ᾑρημένους, οὐ βουθυσίαις, οὐ μήλων σφαγαῖς εὐφραίνοντας, ἀλλ’ εἰ χαρίσαιντο λόγους, καὶ εὐστομεῖν ἕλοιντο τὸν τῶν ὅλων Δεσπότην ἐκμειλισσόμενοι. λάβετε γὰρ μεθ’ ἑαυτῶν λόγους, εἴπατε τῷ Θεῷ, ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθὰ, τουτέστιν ἵνα μὴ ταῖς ἀδικίαις ἰσομέτρως κολάζησθε, καταπλουτῆτε δὲ μᾶλλον ταῖς τῶν ἀγαθῶν χορηγίαις, ἐπαυγείλασθε δὲ προσκομίζειν αὐτῷ τὰ ἀπὸ χειλέων, χαριστηρίους ᾠδὰς καὶ ἐξομολόγησιν. γλώσσης γὰρ τὰ τοιάδε καρποί. πλὴν ἐκεῖνο βοᾶτέ φησι, καὶ ἀραρότως ἐπαγγέλλεσθε, ὡς οὔτε ᾿Ασοὺρ σώσει ἡμᾶς, οὔτε μὴν ἔφιπποι ἀναβησόμεθα· ἀλλ’ οὐδὲ ἐροῦμεν ἔτι Θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν. ἦσαν γὰρ οὗτοι τῆς ἀποστασίας οἱ τρόποι.
PG 71:319διὰ ταῦτα προσκεκρούκασιν, ὅτι καὶ λελατρεύκασιν εἰδώλοις, καὶ τὸν ἀεὶ σώζοντα Θεὸν ἀτιμάσαντες, ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις προσνενεμήκασι τὴν ἐλπίδα. καὶ πολεμούντων μὲν αὐτοῖς τῶν Αἰγυπτίων, ἐπεκαλοῦντο τὸν Ἀσσύριον· Ἀσσυρίων δὲ πάλιν ὅπλα κατὰ τῆς Σαμαρείας ἠρμένων, κατεμισθοῦντο χρήμασι τοὺς τῶν Αἰγυπτίων ἱπποτοξότας, ἤγουν τοὺς τῆς ἐν πολέμοις ἱππικῆς ἐπιστήμονας. ταύτῃτοι καὶ ἤκουον Θεοῦ λέγοντος ἐναργῶς “Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον “ἐπὶ βοήθειαν, οἱ ἐφ’ ἵπποις πεποιθότες καὶ ἐφ’ ἅρμασιν·’ ἐγελῶντο δὲ, καὶ μάλα δικαίως, προασπιστὴν ποιεῖσθαι σπουδάζοντες “Αἰγύπτιον ἄνθρωπον καὶ οὐ Θεὸν, ἵππων “σάρκας,’’ κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἀποφοιτᾶν ἐπαγλέλλονται καὶ τοῦ λατρεύειν εἰδώλοις καὶ τοῦ τὰς ἐλπίδας ἐπ’ ἀνθρώποις ἔχειν ἔτι. ἐπανόρθωσις δὲ αὕτη τῶν ἤδη προεπταισμένων, καλοῦσα πρὸς ἡμερότητα τὸν τῶν ὅλων Δημιουργὸν, τὸν διὰ φωνῆς Προφήτου λέγοντα “᾿Αποστροφῇ ἀποστρέψατε ἄπο τῶν ἀνομιῶν ὑμῶν, οἶκος του “᾿Ισραηλ, καὶ οὐκ ἔσονται ὕμιν εἰς κόλασιν ἀδικίας. Ο ἐν σοὶ, ἐλεήσει ὀρφανόν. Αὕτη τοῦ Προφήτου φωνὴ προτρέποντος εἰς μετάγνωσιν, καὶ τοῦ Δεσπότου τὴν γαληνότητα καθιστάντος ἐναργῆ, καὶ τὸν ὄκνον ὑποτεμνομένου τοῦ μεταγινώσκειν ἐθέλοντος.
PG 71:320μὴ γὰρ ἐνδοιάσῃς, φησὶν, ὦ ᾿Ισραὴλ, ὅτι τεύξῃ τῶν κατ’ εὐχὴν, εἰ προσκομίσειας τὴν μετάγνωσιν. ὁ γὰρ ἐν τοὶ Θεὸς ἐλεεῖν οἶδε καὶ κατοικτειρεῖν ὀρφανούς. οὕτω που φησὶ καὶ ὁ θεσπέσιος Δαυείδ᾿Ορφανὸν καὶ χήραν ἀναλήψεται,” ἐξ ἑνὸς οἶμαι πράγματος, ἤγουν ἐκ προσώπων τῶν ὅτι μάλιστα κατελεεῖσθαι πεφυκότων, τῆς θείας τε καὶ ἀπορρήτου φύσεως καταδεικνὺς τὸ φιλάνθρωπον. εἰ δὲ δὴ βούλοιτό τις τῆς ὀρφανίας τὸ χρῆμα καὶ αὐτῷ καταγράφειν τῷ ᾿Ισραήλ. ἀπώλισθε γὰρ μονονουχὶ Πατρὸς τοῦ Θεοῦ, καίτοι λέγοντος ἐναργῶς “Υἱὸς πρωτότοκός μου ᾿Ισραήλ·” φαίην ἂν ἔγωγε καὶ τῇδε νοεῖν ὀρθῶς. Δεῖ δὴ οὖν ἄρα τεθαρρηκότας ὡς ἀγαθός τε ἐστὶ καὶ πρόχειρος εἰς φιλανθρωπίαν ὁ τῶν ὅλων Δεσπότης, ἀοκνότατα μετανοεῖν, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπανορθώσεσι, τὰς τῶν ἤδη προεπταισμένων ἀπολύειν αἰτίας. Ἰάσομαι τὰς κατοικίας αὐτῶι, ἀγαπήσω αὐτοῦς ὁμολόγως, διότι ἀπέστρεψεν ἡ ὀργή μου ἀπ᾿ αὐτῶ. Εἰσκεκόμισται γείτων εὐθὺς, μόνον δὲ οὐχὶ καὶ ἀγχίθυρος, ὁ παρὰ Θεοῦ λόγος, ἱᾶσθαί τε τοὺς ἠσθενηκότας ὐπισχνουμένου, καὶ ὁμολόγως ἀγαπᾶν, τουτέστιν, ὁμολογουμένως καὶ ἀκρύπτως ἤδη λοιπὸν ἐνεργοῦντα φαίνεσθαι τὰ ἐκ φειδοῦς καὶ ἀγάπης, καὶ τὴν παντὸς ἐπίδοσιν ἀγαθοῦ.
PG 71:321δηλοῖ δὲ πρὸς τούτοις, ὅτι καὶ τῆς εἰς αὐτοὺς κατέληξεν ὀργῆς, καὶ τῆς αὐτῷ φιλητῆς οὐκ ἀποδημήσει φιλανθρωπίας. ἔοικε δὲ πάλιν ὁ λόγος ἡμῖν ἐν τούτοις, οὐ μόνης διαμεμνῆσθαι τῆς τῶν ἐξ αἵματος Ἰσραὴλ ἐπιστροφῆς, συνεισκομίζειν δὲ μᾶλλον καὶ τὴν τῶν ἐθνῶν κλῆσιν· ὅτι μὴ “πάντες οἱ “ἐξ ᾿Ισραὴλ, οὗτοι ᾿Ισραήλ·” καταλογίζονται δὲ μᾶλλον εἰς τέκνα οἱ ἀκολουθοῦντες “τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πί- “στεως τοῦ πατρὸς ἡμῶν ᾿Αβραάμ.” οὐκοῦν συνεισφέρεται καὶ ἡ τῶν ἐθνῶν κλῆσις, καὶ ἡ πρὸς Θεὸν οἰκείωσις ἐν Χριστῷ διὰ πίστεως καὶ ἁγιασμοῦ· κατασημαίνεται δὲ πρὸς τούτῳ καὶ ἡ τῶν πνευματικῶν χορηγία, καὶ τῆς χάριτος τὸ ἀμφιλαφὲς, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῷ. Ἔσομαι ὡς δρόσος τῷ ᾿Ισραήλ. Πάντως που καταπιαίνουσα καὶ κατάρδουσα τὸν νοῦν τῶν κεκλῇ’ μένων εἰς μετάγνωσιν, τῇ ἄνωθεν παρακλήσει, δῆλον δὲ ὅτι τῇ διὰ Πνεύματος· ἄνωθεν γὰρ ἡ δρόσος. ᾿Ανθήσει ὡς κρίνον. ᾿Εκδώσει φησὶ τὸ εὐῶδες ἐν Χριστῷ, καὶ τῆς εὐαγοῦς πολιτείας τὴν εὐοσμίαν, καὶ ἀπόλεκτον ἄνθος ἔσται λοιπόν. Καὶ βαλεῖ τὰς ῥίξας αὐτοῦ ὡς λίβανος, πορεύσονται οἱ κλάδοι αὐτοῦ. Ὅτι μὴ εὐκατάσειστος τῶν πιστευόντων ὁ νοῦς, οὐδὲ οἷον ἕτοιμος εἰς τὸ νικᾶσθαι πνεύμασι πονηροῖς, διὰ τούτου δηλοῖ.
ἔσται γὰρ οὕτως ἀσφαλὴς καὶ ἐρηρεισμένος, καθάπερ ἀμέλει καὶ τὸ τοῦ λιβάνου φυτὸν, ὃ καθίησι μὲν εἰς βάθος πολὺ τὴν ῥίζαν· τοῖς γεμὴν ἄνωθεν κλάδοις, οὐ με- τρίως εὐρύνεται. σπαταλώσης γὰρ τῆς ῥίζης, ἁδραί που πάντως εἰσὶ καὶ αἱ τῶν ὀρπήκων ἐκδόσεις. Καὶ ἔσται ὡς ἐλαία κατάκαρπος. Αειθαλὴς δηλονότι καὶ εὔκαρπος· τοιοῦτον γὰρ τὸ φυτόν. Καὶ ἡ ὅσφρανσις αὐτοῦ ὡς λιβάνου. Εὐοσμότατον κομιδῇ τοῦ λιβάνου τὸ χρῆμα. ταύτῃτοι καὶ ὡς ἱερὸν τῷ Θεῷ, καὶ ὁ Μωυσέως αὐτὸ κατεχρησμῴδησε νόμος. Λιβάνῳ γὰρ δεῖν καταπάττεσθαι τὴν προσαγομένην σεμίδαλιν εἰς θυσίαν, διετύπου πολλαχῶς. εὐώδης οὖν ἔσται, φησὶν, ὁ τῶν κεκλημένων καρπὸς, καὶ εὐπαράδεκτος εἰς θυσίαν τῶ φιλαρέτῳ Θεῶ. Ἐπιστρέψουσι καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ. ᾿Αποπεπαύσονται, Ἀποπεπαύσονται, φησί, τῶν ἀρχαίων ὑπονοστήσουσιν εὐσθενῶς εἰς τὸ λατρεύειν “Θεῷ ζῶντι καὶ “ἀληθινῷ,” καὶ ὑπ’ αὐτῷ γενήσονται μονοτρόπως, οὐ παρ’ ἑτέρου τὸ σώζεσθαι ἀπὸ τῶν ἐχθρῶν, ἀλλὰ παρ’ αὐτοῦ προσδοκῶντες μόνου.
PG 71:322τοῦτό τοι πληροῦσα καλῶς ἡ ἐξ ἐθνῶν ᾿Εκκλησία, περὶ τοῦ πάντων Σωτῆρός φησιν ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων “Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ “ἐκάθισα.” τοῖς τοῦτο δρᾶν εἰωθόσιν ἐπιφωνείτω λέγων καὶ ὁ θεσπέσιος Δαυείδ “Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει “σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα.” τοῦτο τοῖς ἀρχαιοτέροις ἐπετελεῖτο παρὰ Θεοῦ, νεφέλης αὐτοῖς ἐπισκιαζούσης κατὰ τὴν ἔρημον, καὶ τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ σκηνὴν ὑποφαινούσης ἀστείως. εὖ δὲ δὴ σφόδρα καὶ τὸ καθιοῦνταί φησιν, ἵνα τὸ βεβηκὸς καὶ τὸ ἱδρυμένον ἀσφαλῶς τῆς τῶν ἐπιστρεφόντων γνώμης διὰ τούτου νοῆται. Ζήσονται κὼ μεθυσθήσονται σίτῳ. Αὗται τῆς ἐπιστροφῆς καὶ τῆς ἑδραιότητος ἀξιόληπτοι δωρεαί. καὶ ζωῆς γὰρ ἔσονταί φησι τῆς αἰωνίου μέτοχοι, καὶ ἐν πλεονασμῷ δυνάμεως, δῆλον δὲ ὅτι καὶ πνευματικῆς. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ στηριχθήσονται σίτῳ. γέγραπται δὲ, ὅτι “Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου.“ σώματα μὲν γὰρ ταῖς καταλλήλοις ἥδεται τροφαῖς, ψυχὴν δὲ ἀνθρώπου θεῖός τε καὶ ἄνωθεν διανευροῖ λόγος. ὅτι γὰρ ἐξ ἀσθενείας εἰς δύναμιν μεταφοιτήσειεν ἂν ὁ ἐπιστρέφων ἐκ πλάνης πρὸς ἐπίγνωσιν Θεοῦ, καὶ ἐκ τῶν τῆς φαυλότητος βόθρων ἀναθρώσκων εὐσθενῶς εἰς ἔφεσιν ἀρετῆς, πῶς ἐστὶν ἀμφιλβλεῖν ;
PG 71:323εἴπερ ἐστὶν ἀληθῶς ἀσθενείας μὲν ἔγκλημα, τὸ ἀναπίπτειν εἰς ῥᾳθυμίας καὶ εἰς ἡδονὰς κοσμικὰς, καὶ εἰς τὸ προσκεῖσθαι φιλεῖν ταῖς τῶν εἰδώλων λατρείαις· ἰσχύος δὲ τῆς πνευματικῆς λαμπρὸν νοεῖται κατόρθωμα, τὸ ἀγαθουργεῖν ἑλέσθαι προθύμως, ἡγεῖσθαί τε πρὸς τούτῳ τῆς εἰς Θεὸν ἀγάπης τὸ ἄμεινον οὐδὲν, καὶ ἀδιαπτώτως ἰέναι μετὰ γοργοῦ τοῦ φρονήματος τὴν εἰς τοῦτο τρίβον. Καὶ ἐξανθήεσι ὡς ἄμπελος τὸ μνημόσυνον αὐτοῦ, ὡς οἰνος λιβάνου τῷ ᾿Εφφραίμ. Εηη που Θεὸς πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, τουτέστι τὴν Συναγωγήν “ ᾿Εγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον “ πᾶσαν ἀληθινήν.” ψάλλει δέ που περὶ αὐτῆς καὶ ὁ θεῖος ἡμῖν Δαυείδ “Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλε “ ἔθνη καὶ κατεφύτευσας αὐτήν· ὡδοποίησας ἔμπροσθεν ἅλ’ “ τῆς. ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως “ ποταμοῦ τὰς παραφυάδας αὐτῆς.’’ οὐκοῦν ἄμπελος μὲν εὐ- κληματοῦσα ὑπῆρχεν ὁ Ἰσραήλ· ἐπειδὴ δὲ προσκέκρουκε πολυτρόπως, “ Περιεῖλε κύριος τὸν φραγμὸν αὐτῆς, τετρυγήκασιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν. “ ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ ὄνος ἄγριος κατενε- “ μήσατο αὐτήν.” τέθειται γὰρ ὥσπερ εἰς καταπάτησιν τοῖς ἑθέλουσιν ἀδικεῖν, χοίροις τε καὶ ὄνοις νομὴ, τουτέστιν ἡδοναῖς τε καὶ ἀλογίαις.
PG 71:324ταύτῃτοι μεμάρανται. πλὴν ἀνέθαλεν ἐν Χριστῷ τὸ μνημόσυνον αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰσραήλ· μνημόσυνον δέ φησιν, ὅτι μὴ πάντες πεπιστεύκασιν, ἀλλ’ εἰς μνήμην ὥσπερ αὐτοῦ τετήρηται τὸ κατάλειμμα. γέγονε δὲ τῷ ᾿Εφραΐμ, ἤτοι τῷ ᾿Ισραὴλ, ἡ παρὰ Θεοῦ χάρις ὡς οἶνος λιβάνου, τουτέστιν, εὐώδης τε καὶ λιβάνῳ πρὸς εὐοσμίαν ὀλίγα παραχωρῶν. ἔστι δὲ τοιοῦτος ὁ παρὰ Χριστοῦ λόγος, καὶ περὶ αὐτοῦ φησὶν ὁ μακάριος Λαυείδ “Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου,” ᾧ καὶ σφόδρα προθύμως ἐπείγεσθαι προσβαλεῖν, ἱερὸς ἡμᾶς παραθήγει λόγος· ἔχει γὰρ ὧδε “Φάγετε, καὶ πίετε, καὶ μεθύσθητε οἱ πλη- “ σίον.’’ ἀπροσκορῆ γὰρ ἁγίοις τὰ διὰ Χριστοῦ, καὶ εἰς μέθην ληφθέντα χρησιμώτερα. Τί αὐτῶ ἔτι κὼ εἰδώλοις ; Εἰ γὰρ γένοιτο, φησὶν, ἐν πλησμονῇ καὶ μεθέξει τῶν οὕτω σεπτῶν καὶ ἄνωθεν ἀγαθῶν, ἀποχωρήσει παντελῶς τοῦ πλανᾶσθαι θέλειν, καὶ προσκεῖσθαι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. τίνος γὰρ ἔτι τῶν ἀγαθῶν ὑπάρχων ἐνδεὴς, τὰ παρ’ ἑτέρου ζητήσει ; ἢ καὶ ἀνόνητος παντελῶς τοῖς πεπλανημένοις ἡ τοιάδε ζήτησις ; τί γὰρ ἡ ἄψυχος ὕλη χαριεῖταί τισιν ; οἷς καὶ δικαίως ἐλέγετο παρὰ Θεοῦ “Εὖ “ποιήσατε, καὶ κακώσατε, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. ἀλλ’ οὐδ’ ἂν κακώσειαν ἀνθρώπους τὰ χειρόκμητά ποτε· πῶς γὰρ, ἢ πόθεν ;
οὔτε μὴν χρηστὸν ἢ ὀνησιφόρον τι δοῖεν ἂν αὐτοῖς. οὐκοῦν ἀκουόντων, καὶ μάλα εἰκότως, “Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπο- “λέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ “τούτου.” τὸ πεπηγὸς οὖν ἄρα, καὶ ἀραρὸς εἰς ἀγάπησιν τὴν ἐπὶ Θεῷ κατασημαίνει λέγων Τι αὐτῷ ἔτι καὶ εἰεἰδωλοις ; ᾿Εγὼ ἐταπείνωσα αὐτὸν, κοὶ ἐΓὼ κατισχύσω αὐτό. Ἐγώ φησι δύναμαι κακοῦν, οὓς ἂν ἴδοιμι τῆς εἰς ἐμὲ γνησιότητος περιορῶντας τοὺς τρόπους· νευρῶ δὲ δὴ πάλιν τοὺς οἵπερ ἂν ἕλοιντο κατορθοῦν ἀρετὴν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς εἰδέναι Θεόν. οὔτ’ οὖν ἡ κάκωσις, ἤτοι τὸ ἀσθενῆσαι τὸν Ἰσραὴλ ἐξ ἐκείνων ἦν· οὔτε μὴν ἡ εἴς γε τὸ δύνασθαι μεταδρομὴ δαιμόνων ἂν νοοῖτο δόσις, ἀλλ’ ἔστι θεόσδοτον ἀγαθὸν, καθάπερ ἀμέλει καὶ τὸ ἀσθενεῖν τῶν ἐξ ὀργῆς κινημάτων ἀπότεξις ἦν. σοφῶς οὖν ἄρα, καὶ φιλοθέως ὁ μέγας ἡμῖν ψάλλει Δαυείδ “Ἰσχύς μου “καὶ ὕμνησίς μου ὁ Κύριος.” ᾿Εγὼ ὡς ἄρκευθος πυκάζουσα, ἕε ἐμοῦ ὁ καρπός θοῦ εὕρηται. Φύτον μὲν ἡ ἄρκευθος, δασὺ γεμὴν οὕτω καὶ εἰς κόμην ἀμφιλαφὲς, ὡς δοκεῖν εἶναί πὼς χειρόκμητον ὀροφήν, οὔτε ταῖς ἡλίου βολαῖς παραχωροῦσα τὴν διάδυσιν, οὔτε μὴν ταῖς ὑετῶν καταφοραῖς, κἂν εἰ ῥαγδαῖοι τῆς γῆς καταχέοιντό ποτε.
PG 71:325ὅτι τοίνυν ὑπὸ Θεῷ γεγονότες ἀνεπιβούλευτον ἕξουσι τὸν ἐπισκιασμὸν, ἤτοι τὴν ἐπικουρίαν, ὑπεμφαίνει λέγων ᾿Ευὼ ὡς αρκευθος πυκαζουσα. Οτι δὲ πᾶσα καρποφορία τῶν ὑπὸ Θεῷ γένοιτ’ ἃν οὐχ ἑτέρως, ἢ ἐν Χριστῷ, καὶ διὰ Χριστοῦ, πληροφορήσει λέγων αὐτὸς ἐν εὐαγγελικοῖς θεσπίσμασι “Χωρὶς ἐμοῦ οὐ “δύνασθε ποιεῖν οὐδέν.’’ λεγέτω δὴ οὖν εἰκότως ἑκάστῳ τῶν πεπιστευκότων, εἴπερ τις εἴη λαμπρός τε καὶ ἀξιάγαστος, καὶ ἐν αὐχήμασιν ἀρετῆς ᾿Εξ ἐμοῦ ὁ καρπός σου ηὔρηται. Τίς σοφὸς καὶ συνήσει ταῦτα ; ἥ συνετὸς καὶ ἐπιγώσεται αὐτά ; διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἑ αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς. Τὸν συνιέντα ταυτὶ σοφόν τε εἶναι καὶ συνετώτατον εὖ μάλα φησίν. ἔκκειται γὰρ οὐχὶ τοῖς ἐθέλουσιν ἑτοίμως ἑλεῖν ἡ τῶν θείων λόγων κατάληψις, ἀλλ’ οὐδ’ ἂν δύ- ναιτό τις συνιέναι “παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις “τε σοφῶν καὶ αἰνίγματα,” κατὰ τὸ γεγραμμένον, εἰ μὴ διὰ τῆς ἄνωθεν δᾳδουχίας, Χριστοῦ καθιέντος εἰς νοῦν καὶ καρδίαν οἷαπερ ἀκτῖνα λαμπρὰν, τὴν παρ’ ἑαυτοῦ χάριν.
PG 71:326διδάσκει δὲ, ὅτι τὸ μὲν δύνασθαι διάττειν τὴν ἐπ’ εὐθὺ καὶ ἁνδάνουσαν τῷ Θεῷ τρίβον, ἀταλαίπωρον κομιδῆ τοῖς κοσμιότητος ἐρασταῖς· οὐκ ἄτραχυ δὲ τὸ χρῆμά ἐστι τοῖς οὐχ ὧδε ἔχουσι γνώμης. τοὺς μὲν γὰρ ἡ εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίς τε καὶ προθυμία διανευροῖ, καὶ ἀσχέτῳ φέρεσθαι πείθει δρόμῳ πρὸς τὸ θέλειν εὐδοκιμεῖν· τοὺς δὲ ῥοπὴ καὶ διάνευσις ἡ εἰς φαυλότητά τε καὶ ἁμαρτίαν, δειλοὺς καὶ ἀνάνδρους ἀποφήνειεν ἂν, καὶ οὐκ ἔχοντας παρὰ Θεοῦ τὸ κατορθοῦν δύνασθαι τὴν ἀρετὴν, ὅτι μὴ ἐν ἀρχαῖς τετιμήκασι, μηδὲ γέγονεν εἰς τοῦτο βλέπων αὐτοῖς ὁ σκοπός. οὐκοῦν εἴπερ ἐσμὲν ἀγχίνοι καὶ σοφοὶ, παρὰ Θεοῦ τὸ δύνασθαι δρᾶν ἃ προσῆκεν αἰτήσομεν, χαριεῖται δὲ πάντως, φιλάνθρωπος ὢν, καὶ πνευματικῆς ἰσχύος ἐμπλήσει διὰ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ῾Αγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ
Page scan enlarged

Notebook

Full View