PG 73Cyril
Commentary on the Gospel of John (Books I-VI)
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 73:365ἐπειδὴ δέ σοι δοκεῖ τῶν μὲν ἁπλουστέρων κατασοβαρεύεσθαι δογμάτων, περιεργοτέραν δὲ μᾶλλον ποιεῖσθαι τὴν ζήτησιν, ἄγε δὴ πάλιν τοῖς σοῖς ἐναντίως ἰόντες προβλήμασι, πρῶτον μὲν ἐκεῖνο λέγωμεν Οὐχὶ πάντως, οὐδὲ ἀναγκαίως, ὦ οὗτος, ὁ δοῦναί τι λεγόμενος, ὡς οὐκ ἔχοντι τῷ δεχομένῳ προσνέμει, ἀλλ’ οὐδὲ μείζων ἀεὶ τοῦ λαμβάνοντος ὁ διδούς. ἐπεὶ τί ποιήσεις, ὅταν ἴδῃς ἐν πνεύματι τὸν ἱερὸν λέγοντα ψαλμῳδόν Δότε δόξαν τῷ Θεῷ; δόξης ἆρα καθεστάναι τὸν Θεὸν ἐπιδεᾶ λογιούμεθα, ἢ καὶ μείζους τοῦ κτίσαντος διὰ τοῦτο πάντως ἡμεῖς, οἱ ταύτην αὐτῷ προσάγειν ἐπιταττόμενοι; ἀλλ’ οὐδ’ ἂν αὐτὸς ἀποτολμήσῃς εἰπεῖν, ὁ τὸν ἐπὶ ταῖς δυσφημίαις ὄκνον οὐ παραιτούμενος· πλῆρες γὰρ δόξης τὸ θεῖον, κἂν μὴ δέχηται παρ’ ἡμῶν· ὃ δὲ οἴκοθεν ἔχει λαμβάνων ἐν τάξει τιμῆς, οὐκ ἂν ἐλάττων νοοῖτό ποτε, τῶν οἵπερ αὐτῷ τὴν δόξαν ὡς δῶρον προσάγουσιν. ἔστι τοίνυν πολλάκις ὁρᾶν τὸν εἰληφότα τι τοῦ δεδωκότος οὐκ αἰσχίονα, καὶ οὐ διὰ τοῦτο μεγαλοφυέστερος ὁ Πατὴρ τοῦ ἰδίου γεννήματος, ἐπεὶ πᾶσαν αὐτῷ δέδωκε τὴν κρίσιν. Εἶτα πρὸς τούτῳ κἀκεῖνο περισκεπτέον·
PG 73:367τὸ κρίνειν, ἤτοι δικάζειν, ἐνέργειαι μᾶλλόν εἰσι καὶ πράγματα τῶν περὶ τὰς οὐσίας νοουμένων, ἢ αὐτὸ κατ’ ἀλήθειαν οὐσίαι· ἐνεργοῦμεν γάρ τι δικάζοντες, ἰδιαζόντως ὑπάρχοντες ὅπερ ἐσμέν. εἰ δὲ τὸ κρίνειν, ἤτοι δικάζειν, οὐσίας εἶναι δώσομεν, πῶς οὐκ ἀνάγκη καὶ οὐχ ἑκόντας ὁμολογεῖν, μηδὲ ὑπάρχειν ὅλως δύνασθαι τῶν ὄντων τινὰς, εἰ μὴ φαίνοιντο κριταὶ, συγκαταλήγειν τε πάντως αὐτοῖς τῷ τέλει τῆς κρίσεως τὴν οὐσίαν; ἀλλ’ ἔστι τὸ οὕτως νοεῖν τῶν ἀτοπωτάτων· ἐνέργειά τις τοιγαροῦν τὸ κρίνειν ἐστὶ, καὶ ἕτερον οὐδέν. τί οὖν ἄρα δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ; πλεονέκτημα μὲν ὡς ἐξ ἰδίας φύσεως οὐδὲν, ἔν γε τῷ τὴν κρίσιν ἐπιτρέψαι πᾶσαν αὐτῷ, ἐνέργειαν δὲ μᾶλλον τὴν κατὰ τῶν κρινομένων. πῶς οὖν ἔσται κατὰ τοῦτο μείζων, ἢ μεγαλοφυέστερος, τι προστεθεικὼς, ὅπερ οὐκ ἦν ἐν Υἱῷ τῷ λέγοντι Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι; Πῶς οὖν ἄρα τὸ δοῦναι νοητέον, ἄκουε λοιπόν. ὥσπερ ἔχων τὸ δύνασθαι δημιουργεῖν ὁ Θεὸς καὶ Πατὴρ, δι’ Υἱοῦ τὰ πάντα δημιουργεῖ, ὡς διὰ δυνάμεως καὶ ἰσχύος ἰδίας· οὕτως ἔχων καὶ τὸ δύνασθαι κρίνειν, ἐνεργήσει καὶ αὐτὸ δι’ Υἱοῦ, ὡς διὰ δικαιοσύνης ἰδίας.
ὥσπερ ἂν εἰ λέγοιτο καὶ τὸ πῦρ τῇ ἐξ ἑαυτοῦ κατὰ φύσιν ἐνεργείᾳ τὸ καῦσαί τι παραχωρεῖν, ταύτην ἔχοντος τοῦ πράγματος τὴν ὁδόν· οὕτω τό Δέδωκεν εὐσεβῶς ἑρμηνεύοντες, τὴν τοῦ διαβόλου παγίδα διαφευξόμεθα. εἰ δὲ ἐπιμένουσιν ἀναιδῶς προστεθεῖσθαι δόξαν αὐτῷ παρὰ τοῦ Πατρὸς διαβεβαιούμενοι, διὰ τοῦ κριτὴν ἀναφαίνεσθαι τῆς γῆς, διδασκόντων ἡμᾶς, πῶς ἂν ἔτι νοοῖτο τῆς δόξης Κύριος, ὁ καὶ ἐν ἐσχάτοις καιροῖς ταῖς ἐπὶ τούτῳ τιμαῖς στεφανούμενος. ΚΕΦΑΛΗ Η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν. «Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα· ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν.» ΑΙΤΙΑ καὶ πρόφασις ἤδη τῶν προκατηριθμημένων ὁρᾶται, τὸ χρῆναι τιμᾶσθαι τὸν Υἱὸν ἐν ἰσότητί τε καὶ ὁμοιότητι τῇ πρὸς τὸν Πατέρα. βραχὺ δὲ ἀναλαβὼν, καὶ εἰς τὴν τῶν κατόπιν ἀνακομιζόμενος μνήμην, περιαθρήσῃ ἀκριβῶς τοῦ λόγου τὴν δύναμιν. οὐκοῦν ἴδιον μὲν ἔφασκε Πατέρα τὸν Θεὸν ὑπάρχειν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ·
εἶτα πάλιν ἰσοσθενῆ καὶ ὁμότεχνον ἀπεδείκνυε λέγων Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· ὅτι δὲ καὶ ζωὴ καὶ ζωοποιὸς κατὰ φύσιν ἐστὶν, ὥσπερ οὖν καὶ ὁ γεννήσας αὐτὸν, διεσάφει προστιθείς Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. ἀλλ’ ὡς ἔσοιτο καὶ πάντων κριτὴς, συνευδοκοῦντος ἐφ’ ἅπασι καὶ συγκατανεύοντος τοῦ Πατρὸς, ἐξηγεῖτο λέγων Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ. τίς οὖν ἡ τούτων αἰτία; τί δὲ ἄρα τὸ πεπεικὸς διὰ τοιούτων ἔρχεσθαι λόγων τὸν Μονογενῆ; Ἵνα πάντες φησὶ τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα. εἰ γὰρ πάντα ἔστιν ὅσα καὶ ὁ Πατὴρ, ὅσον ἧκεν εἰς ἀξίωμα θεοπρεπὲς, πῶς οὐκ ἂν εἴη πρέπον ἰσοστάθμοις ἐκείνῳ στεφανοῦσθαι τιμαῖς, τὸν ᾧπερ οὐδὲν εἰς ταυτότητα τῆς οὐσίας ἐνδεῖ; τί οὖν ἄρα πάλιν καὶ πρὸς τοῦτό φασιν οἱ πάντα τὰ ὀρθὰ διαστρέφοντες, ὡς ὁ προφήτης φησὶν Ἡσαί̈ας; Εἰ διὰ τὸ λέγεσθαι, φησίν Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα, νομίζετε χρῆναι τὸν Υἱὸν ἰσομέτροις τῷ Πατρὶ κατασεμνύνειν τιμαῖς, ἀγνοεῖτε τῆς ἀληθείας μακράν που βαδίζοντες.
PG 73:369οὐ γὰρ πάντως τό Καθὼς ἰσότητα πραγμάτων εἰσφέρει, καθ’ ὧν ἂν φαίνοιτο τεθὲν, ὁμοίωσιν δέ τινα χαρακτηρίζει πολλάκις, οἷον, φησὶν, ὁ Σωτήρ που συμβουλεύει λέγων Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. ἆρ’ οὖν ἐσόμεθα φιλοικτίρμονες οὕτως, ὡς ὁ Πατὴρ, διὰ τό Καθώς; καὶ πάλιν ὁ Χριστὸς λέγει πρὸς τὸν ἑαυτοῦ Πατέρα περὶ τῶν μαθητῶν Ἠγάπησας αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας. ἀλλ’ οὐχ οὕτω δώσομεν ἠγαπῆσθαι τοὺς μαθητὰς, ὡς τὸν Υἱὸν πάλιν, διὰ τό Καθώς. τί οὖν εὑρεσιλογεῖς καὶ ἀποβιάζῃ τὴν λέξιν εἰς δυσφημίαν, οὐδεμίαν τοῖς ἀκροωμένοις ἀνάγκην εἰσφέρουσαν, εἰς τὸ χρῆναι τιμᾶν τὸν Υἱὸν ἐν ἴσῳ μέτρῳ τῷ φύσαντι; Τί οὖν πρὸς ταῦτα καὶ παρ’ ἡμῶν; πικροῖς μὲν ἡμῶν καθυλακτοῦσι λόγοις οἱ θεομάχοι, ἀλλ’ Ἔξω τοὺς κύνας, ὡς ὁ Παῦλός φησιν, ἔξω τοὺς κακοὺς ἐργάτας, ἔξω τῆς ὀρθῆς πίστεως τὴν κατατομήν. ἡμεῖς μὲν γάρ ἐσμεν ἀληθείας υἱοὶ, καὶ τέκνα φωτός· διάτοι τοῦτο τὸν Μονογενῆ τῷ Θεῷ καὶ Πατρὶ συνδοξάζομεν, οὐ κατά τινα διαφορὰν, ἀλλ’ ἐν ἰσότητι τιμῆς τε καὶ δόξης, ὡς Θεὸν ἐκ Θεοῦ, καὶ φῶς ἐκ φωτὸς, καὶ ζωὴν ἐκ ζωῆς.

Chapter VIIICaput VIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ περιεργάζεσθαι μὲν τὸ πίστει παραδεκτὸν, ὡς ἐπὶ πλεῖστον οὐκ ἀσφαλές· βασανιστέον δ’ οὖν ὅμως καὶ τοῦ Καθὼς τὴν δύναμιν, ἵνα μὴ μέγα φρονῶσιν ἐφ’ ἑαυτοῖς οἱ δι’ ἐναντίας. οὐκοῦν ἐπὶ μὲν τῶν ἀνομοίων κατὰ τὴν φύσιν ὅτε τάττεται τό Καθὼς, οὐ πάντως ἀπαράλλακτον ἡμῖν εἰσφέρει τὴν ἰσότητα, ὁμοιότητα δὲ μᾶλλον καὶ εἰκονισμὸν, ὡς καὶ αὐτοὶ προλαβόντες ὡμολογήκατε. ἐπὶ δὲ τῶν ἀλλήλοις κατὰ πάντα προσεοικότων εἴπερ ὁρῷτο τεθὲν, καὶ ἰσότητα τὴν ἐν πᾶσι καὶ ὁμοιότητα δηλοῖ, καὶ εἴ τι τούτοις ἕτερον ἰσοδυναμοῦν εὑρίσκεται. οἷόν τι φημί· λαμπρὸς μὲν ὁ κατ’ οὐρανόν ἐστιν ἥλιος, λαμπρὸς δὲ ὁμοίως καὶ ὁ γῆθεν ἄργυρος. ἀλλ’ ἡ μὲν φύσις τῶν εἰρημένων διάφορος. νοείσθω δέ τις τυχὸν τῶν ἐπὶ γῆς πλουσίων τοῖς κατ’ οἶκον οἰκέταις Λαμπέτω λέγων ὁ ἄργυρος, καθὼς καὶ ὁ ἥλιος· ἐν τούτῳ δὴ μάλα δικαίως οὐκ εἰς τὴν ἴσην ἀναβαίνειν λαμπρότητα τῷ ἡλίῳ τὴν ἐκ γῆς ὕλην φαμὲν, ἀλλ’ εἰς ὁμοίωσίν τινα καὶ ἐμφέρειαν, καὶ εἰ φέροιτο κατ’ αὐτοῦ τό Καθώς·
PG 73:371Πέτρου δὲ καὶ Ἰωάννου τυχὸν τῶν ἁγίων μαθητῶν παρενεχθέντων εἰς μέσον, οἳ καὶ τῷ τῆς φύσεως λόγῳ, καὶ τῇ εἰς Θεὸν εὐσεβείᾳ τῆς πρὸς ἀλλήλους ἀκριβοῦς ὁμοιότητος οὐκ ἀπολιμπάνονται, τετάχθω τό Καθὼς, λέγοντός του περὶ αὐτῶν, ὡς ἐν ὑποκειμένῳ Τιμάσθω παρὰ πάντων Ἰωάννης, καθὼς καὶ ὁ Πέτρος· ἆρα τό Καθὼς ἀτονήσει πάλιν εἰς τὸ μὴ δεῖν ἐπ’ ἀμφοῖν τὴν ἴσην ἄγεσθαι τιμήν; ἀλλ’ οὐκ ἂν οἶμαί τις τὸ τοιοῦτον ἐρεῖ· θεωρήσει γὰρ δὴ τὸ κωλύον οὐδέν. Κατὰ ταύτην τοῦ νοήματος τὴν ἀναλογίαν, ὅταν ἐφ’ Υἱοῦ καὶ Πατρὸς φέρηται τό Καθὼς, διὰ ποίαν αἰτίαν ἀποναρκήσομεν ἰσομέτροις ἄμφω καταστέφειν τιμαῖς; προανασκεψάμενος γὰρ ὡς Θεὸς τὰ ἐσόμενα, καὶ τὴν βάσκανον τῆς σῆς ἀμαθίας περιαθρήσας ἀντιλογίαν, οὐ γυμνὸν εὐθὺς, οὐδὲ τῆς αὐτῷ πρεπούσης ἔρημον ἐπικουρίας, τό Καθὼς εἰσενήνοχεν, ἀλλὰ ταῖς μὲν καθηκούσαις προοχυρώσας πληροφορίαις, προαποδείξας δὲ ὅτι καὶ Θεὸς ὑπάρχοι κατὰ φύσιν· ἴδιον γὰρ ἐποιεῖτο Πατέρα τὸν Θεόν·
προκατασκευάσας δὲ πάλιν, ὅτι καὶ Θεὸς Δημιουργὸς καὶ ζωὴ κατ’ ἀλήθειάν ἐστι, καὶ ὅλως, ἵν’ οὕτως εἴπω, τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπαγλαϊζόμενον ἰδιώμασι προεισενεγκὼν, εὐκαίρως ἐπάγει λοιπόν Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι καὶ τὸν Πατέρα. εἶτα τί τὸ ἀντιστατοῦν ἀναφανεῖται λοιπὸν, τί δὲ τὸ κωλύον ἐστὶ τὸν, ᾧπερ οὐσιωδῶς ἐνυπάρχει τὰ τοῦ γεννήσαντος ἴδια καὶ ἐξαίρετα, πρὸς τὸ ἴσον τῆς τιμῆς ἀναβαίνειν μέτρον; αὐτὴν γὰρ ἤδη τιμῶντες τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἁλωσόμεθα φύσιν, καλῶς ἐν Υἱῷ διαλάμπουσαν· διὰ γὰρ τοῦτό φησιν ἐφεξῆς Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. ἀναβήσεται γὰρ οὐκ ἐφ’ ἕτερόν τινα μᾶλλον τῆς εἰς Υἱὸν ἀτιμίας τὸ ἔγκλημα, καὶ τῆς δυσφημίας ἡ δύναμις, ἢ εἰς αὐτὸν ἀληθέστερον τὸν Πατέρα, καθάπερ ἀπὸ πηγῆς τῆς οἰκείας φύσεως ἀνέντα τὸν Υἱὸν, εἰ καὶ συνυπάρχων ἀϊδίως αὐτῷ διὰ πάσης ὁρᾶται τῆς ἁγίας γραφῆς. Ἀλλὰ ναὶ, φησὶν ὁ δι’ ἐναντίας, ἡκέτω τῆς εἰς Υἱὸν ἀτιμίας τὸ ἔγκλημα πρὸς ὅπερ ἂν βούλοιο, μᾶλλον δὲ εἰς αὐτὸν ἀφικνείσθω τὸν Θεὸν καὶ Πατέρα.
ἀγανακτήσει γὰρ δὴ καὶ μάλα εἰκότως, ἀλλ’ οὐχὶ πάντως, ὡς τῆς αὐτοῦ φύσεως ὑβρισμένης ἐν Υἱῷ, κατὰ τὸν ἀρτίως ἡμῖν φιλοτεχνηθέντα λόγον, ἀλλ’ ἐπείπερ ἐστὶν εἰκὼν αὐτοῦ καὶ χαρακτὴρ, ὡς πρὸς τὴν θείαν τε καὶ ἄῤῥητον αὐτοῦ φύσιν ἄριστα μεμορφωμένος, χαλεπαίνει μὲν εὐλόγως, ἀνοίσει δὲ πάντως εἰς ἑαυτὸν τὸ ἀδίκημα. καὶ γὰρ ἦν ὄντως τῶν ἀτοπωτάτων, τὸν τοῖς θείοις χαρακτῆρσιν ἐμπαροινήσαντα, μὴ οὐχὶ πάντως τῆς εἰς ἀρχέτυπον ἁμαρτίας ἀποτιννύναι δίκας. ὥσπερ οὖν ἀμέλει, καὶ ὁ ταῖς εἰκόσι τῶν ἐπὶ γῆς βασιλέων ἐμπαροινήσας, ὡς εἰς αὐτὸν ἤδη πεπλημμεληκὼς τὸν κρατοῦντα κολάζεται· ὡρισμένον δέ τι τοιοῦτον παρὰ Θεοῦ καὶ ἐφ’ ἡμῶν αὐτῶν εὑρήσομεν Ὁ γὰρ ἐκχέων, φησὶν, αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. ὁρᾷς οὖν, φησὶν, ἤδη διὰ τούτου, καὶ μάλα σαφῶς, ὅτι τῆς εἰκόνος ἀδικουμένης, καὶ οὐχὶ πάντως τῆς θείας αὐτοῦ φύσεως, ἀγανακτεῖν οἴεται δεῖν ὁ Θεὸς καὶ Πατήρ; οὐκοῦν κατὰ τοῦτον νοείσθω τε καὶ ἐσχηματίσθω τὸν τρόπον τὸ εἰρημένον παρὰ Χριστοῦ Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα τιμᾷ.
PG 73:373Ἆρ’ οὖν ἔξω κείσεται μεθ’ ἡμῶν τῆς τοῦ Πατρὸς οὐσίας ὁ Μονογενής; πῶς οὖν ἔτι κατὰ φύσιν Θεός ἐστιν, εἴπερ ὅλως ἐξώλισθε τῶν τῆς θεότητος ὅρων, ἐν ἰδίᾳ τινὶ φύσει καὶ ἑτεροίᾳ κείμενος, ἢ ἐν ᾗπέρ ἐστιν ὁ Πατήρ; ἀδικοῦμεν δὲ κατὰ τὸ εἰκὸς, εἰς ἕνα θεότητος ἀναβιβάζοντες λόγον, τῆς ἁγίας Τριάδος τὴν σύνταξιν. ἔδει γὰρ ἔδει λοιπὸν προςκυνεῖν μὲν ἡμᾶς ὡς Θεὸν τὸν Πατέρα, δόξαν δέ τινα πάλιν ἰδίαν ἀπονέμειν τῷ Υἱῷ καὶ τῷ Πνεύματι, ὡς εἰς διαφόρους κατασχίζοντας φύσεις, καὶ ἴδιον ἑκάστῳ τὸν τοῦ πῶς ἐστι διορίζοντας λόγον· ἀλλ’ ἕνα Θεὸν ἡμῖν αἱ θεῖαι πρεσβεύουσι γραφαὶ, τὸν Υἱὸν τῷ Πατρὶ καὶ τὸ Πνεῦμα συντάττουσαι, ὡς διὰ τῆς οὐσιώδους καὶ ἀπαραλλάκτου ταυτότητος, εἰς ἕνα θεότητος ἀναφερομένης λόγον τῆς ἁγίας Τριάδος. οὐκ ἄρα ἐστὶ τῆς τοῦ γεννήσαντος φύσεως ἀλλότριος ὁ Μονογενὴς, ἀλλ’ οὐδ’ ἂν ὅλως Υἱὸς ὑπάρχων νοοῖτο κατὰ ἀλήθειαν, εἰ μὴ ἐκ τῆς τοῦ τεκόντος ἐξέλαμψεν οὐσίας· τοιοῦτος γὰρ, καὶ οὐχ ἕτερος ἐν πᾶσιν ὁ τῆς ἀληθοῦς υἱότητος ὅρος τε καὶ τρόπος· Υἱοῦ δὲ οὐκ ὄντος, συναναιρεθήσεται πάντως καὶ τὸ εἶναι Πατέρα τὸν Θεόν.
πῶς οὖν ἀληθεύσει λέγων ὁ Παῦλος περὶ αὐτοῦ Ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται; εἰ γὰρ μὴ γεγέννηκεν ἐξ ἑαυτοῦ θεοπρεπῶς τὸν Υἱὸν, πῶς ἐν αὐτῷ τῆς πατρότητος ἡ ἀρχὴ διήκουσα κατὰ μίμησιν ἐπί τε τοὺς ὄντας ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς; ἀλλ’ ἔστι Πατὴρ κατ’ ἀλήθειαν ὁ Θεός· Υἱὸς ἄρα κατὰ φύσιν ὁ Μονογενὴς, εἴσω τε πάντως ἐστὶ τῶν τῆς θεότητος ὅρων· Θεὸς γὰρ ἐκ Θεοῦ τεχθήσεται, καθάπερ οὖν ὁ ἄνθρωπος ἐξ ἀνθρώπου τυχὸν, καὶ οὐ διαψεύσεται τοῦ Θεοῦ καὶ Πατρὸς ἡ τὰ πάντα ὑπερκειμένη φύσις, τὸν αὐτῇ μὴ πρέποντα τεκοῦσα καρπόν. Ἐπειδὴ δὲ δυσσεβῶς τε καὶ ἀνοήτως φασὶν οὐ τὴν τοῦ Θεοῦ τε καὶ Πατρὸς ἐξυβρίζεσθαι φύσιν ἐν Υἱῷ, μὴ τῆς προσηκούσης ἀπολαύοντι δόξης πρός τινων, ὡς εἰκόνος δὲ μᾶλλον ἰδίας ἠτιμασμένης ἐν αὐτῷ χαλεπαίνειν, εἰκότως γε δὴ ποιοῦντα καὶ καλῶς· ἐρωτητέον αὐτοὺς, κατὰ τίνα τρόπον εἰκόνα βούλονται τοῦ Πατρὸς εἶναί τε καὶ λέγεσθαι τὸν Υἱόν. μᾶλλον δὲ αὐτοὶ τὸν παρ’ ἐκείνων φθάσαντες λόγον προδιαστέλλωμεν τῆς εἰκόνος τὰ εἴδη, κατά γε τὸν ἐγχωροῦντα λόγον· οὕτω γὰρ ἂν γένοιτο σαφής τε καὶ λίαν εὐκρινεστέρα τῶν ζητουμένων ἡ εὕρεσις.
οὐκοῦν μία μὲν ἤδη καὶ πρώτη τῆς κατὰ φύσιν ταυτότητος ἐν ἀπαραλλάκτοις τοῖς ἰδιώμασιν ἡ εἰκὼν, ὡς ἐξ Ἀδὰμ ὁ Ἄβελ, ἢ Ἰσαὰκ ἐξ Ἁβραάμ. δευτέρα δὲ πάλιν ἡ κατὰ μόνην τὴν τοῦ χαρακτῆρος ἐμφέρειαν, καὶ τὸ ἀκριβὲς τοῦ εἴδους ἐκτύπωμα, καθάπερ ἡ τοῦ βασιλέως ἐν ξύλῳ γραφὴ, ἢ καὶ καθ’ ἕτερόν τινα πεποιημένη τρόπον, ὡς πρὸς αὐτὸν ἄριστά τε καὶ ἐντεχνέστατα. εἰκὼν δὲ ἑτέρα λαμβάνεται πάλιν πρὸς ἤθη καὶ τρόπους καὶ πολιτείαν καὶ θέλημα τὸ ἐπί τισιν ἀγαθοῖς ἢ φαύλοις, ὡς ἐοικέναι λέγεσθαι τυχὸν τὸν μὲν ἀγαθοεργοῦντα τῷ Παύλῳ, τὸν δὲ μὴ τοιοῦτον τῷ Κάϊν. τὸ γὰρ ἐν τοῖς ἴσοις ὁρᾶσθαι φαύλοις τε καὶ ἀγαθοῖς, τὴν ὁμοίωσιν ἑκάστῳ πραγματεύεται καὶ περιτίθησιν εἰκότως. εἶδος δέ πως εἰκόνος ἐστὶν ἕτερον, καὶ τὸ ἐν ἀξιώματι καὶ τιμῇ καὶ δόξῃ καὶ ὑπεροχῇ, ὥσπερ ἂν εἴ τις τυχὸν τήν τινος ἀρχὴν διαδέχοιτο, καὶ πάντα δρῴη μετ’ ἐξουσίας, ἅπερ ἂν ἐκείνῳ προσήκοι τε καὶ πρέποι. εἰκὼν δὲ ἑτέρως, ἢ καθ’ ἑτέραν τινὰ ποιότητα πράγματος ἢ ποσότητα, σχῆμά τε καὶ ἀναλογίαν· δεῖ γὰρ ἤδη συλλήβδην εἰπεῖν.
PG 73:375Διδασκέτωσαν τοίνυν οἱ τῆς θείας εἰκόνος ἀκριβέστατοι ζητηταὶ, πότερόν ποτε τὴν οὐσιώδη καὶ φυσικὴν ἀπονέμειν ὁμοίωσιν οἴονται δεῖν τῷ Μονογενεῖ, καὶ οὕτως εἰκόνα φασὶν ὑπάρχειν τοῦ Πατρὸς τὸν Μονογενῆ τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, ὡσπερανεὶ καὶ τὸν Ἄβελ ἐξ Ἀδὰμ, ὅλην ἀποσώζοντα τοῦ τεκόντος τὴν φύσιν ἐν ἑαυτῷ, καὶ ὁλόκληρον τῆς ἀνθρωπότητος φοροῦντα τὸν λόγον; ἢ δυσχερανοῦσι μὲν ἐπὶ τούτῳ λίαν, ὡς Θεὸν ὄντως ἐκ Θεοῦ κατὰ φύσιν ὁμολογεῖν ἀναγκαζόμενοι τὸν Υἱὸν, ἐπὶ δὲ τὸ μάχεσθαι τῇ ἀληθείᾳ συνήθως ἐκνεύοντες, ἐπὶ τὸν δεύτερον τῆς εἰκόνος ἀναβαδιοῦνται τρόπον, ὃς ἐν μόνῃ νοεῖται μορφῇ καὶ χαρακτῆρι καὶ σχήματι. ἀλλ’ οἶμαι μὲν τοῦτο λέγειν ἀποναρκήσειν αὐτούς. οὐ γὰρ πεποσῶσθαι τὸ θεῖον, ἢ καὶ σχήματι περιγραπτὸν, καὶ χαρακτῆρι μετρούμενον, ἢ καὶ ὅλως τὰ σωμάτων ὑπομένειν τὸ ἀσώματον, ὑπολήψεταί τις, οὐδ’ εἰ σφόδρα φαίνοιτο ληρῶν. ἆρ’ οὖν ὡς πρὸς ἤθη καὶ τρόπους καὶ θέλημα μεμορφῶσθαι λέγουσιν αὐτὸν, καὶ ταύτην αὐτῷ περιτιθέντες οὐκ αἰσχύνονται τὴν εἰκόνα;
πῶς γὰρ ἔτι κατὰ φύσιν νοεῖται Θεὸς ὁ ἐν μόνῳ τῷ θέλειν τὴν πρὸς αὐτὸν ἔχων ὁμοίωσιν, ἕτερον δέ τι καθ’ ἑαυτὸν ἰδίως ὑπάρχων; ὑφεστάναι γὰρ πάντως ὁμολογήσουσιν αὐτόν. εἶτα τί τὸ πλέον ἐν αὐτῷ παρὰ τὴν κτίσιν φανεῖται λοιπόν; ἢ γὰρ οὐχὶ καὶ ἀγγέλους πιστεύσομεν πρὸς τὸ θεῖον αὐτοὺς ἐπείγεσθαι διαπράττειν θέλημα, ἕτερόν τι παρὰ τὸν Θεὸν κατὰ φύσιν ὑπάρχοντας; τί δὲ ὅταν καὶ ἐφ’ ἡμῶν νοῆται τὸ εἰρημένον; ἆρα γὰρ τοῖς ὑπὲρ φύσιν παραλόγως ἐπιπηδᾶν, καὶ τῶν ἀδυνάτων ἐφίεσθαι διδάσκει λέγων αὐτὸς ὁ Μονογενής Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί; τοῦτο γὰρ ἦν ἀνενδοιάστως εἰπεῖν, χρῆναι δὴ πάντως ἡμᾶς τὴν ἐν ταυτότητι θελημάτων ἀναλαμβάνειν εἰκόνα τοῦ Πατρός. μιμητὴς δὲ καὶ ὁ Παῦλος ἐγίνετο τοῦ Χριστοῦ, τῆς, ὡς ἐκεῖνοι ληροῦντές φασιν, ἐν θελήμασι μόνοις εἰκόνος τοῦ Πατρός.
ἀλλὰ καὶ τούτων μὲν ἀπαναστήσονται κατὰ τὸ εἰκὸς τῶν ἀθλίων νοημάτων, ὥσπερ δέ τι μεῖζον ἐπινοοῦντες καὶ ἄμεινον, ἐκεῖνο δὴ πάντως ἐροῦσιν Εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Μονογενὴς, ὅσον ἐν ταυτότητι θελημάτων, ὅσον ἐπὶ ἀξίωμα καὶ δόξαν καὶ δύναμιν τὴν θεοπρεπῆ, ὅσον εἰς ἐνέργειαν τὴν ἐπὶ τῷ κτίζειν καὶ θαυματουργεῖν, ὅσον εἰς τὸ βασιλεύειν καὶ πάντων κρατεῖν, ὅσον εἰς τὸ κρίνειν καὶ προσκυνεῖσθαι πρός τε ἀγγέλων καὶ ἀνθρώπων καὶ πάσης ἁπαξαπλῶς τῆς κτίσεως. διὰ τούτων ἁπάντων ἡμῖν ἐν ἑαυτῷ δεικνύων τὸν Πατέρα, οὐκ ἐκ τῆς ὑποστάσεώς φησιν, ἀλλὰ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ. οὐκοῦν, ὅπερ ἔφημεν ἀρτίως, οὐδέν ἐστι τῶν εἰρημένων κατὰ φύσιν ὁ Υἱὸς, ἔξω δὲ πάντων ἀθρόως κείσεται, κατά γε τὸν παρ’ ὑμῶν ἀνοητότατον λόγον, οὔτε δὲ Θεὸς ἀληθινὸς, οὔτε Υἱὸς, οὐ βασιλεὺς, οὐ Κύριος, οὐ δημιουργὸς, οὐ δυνατὸς, οὔτε μὴν ἐν θελήμασιν ἀγαθὸς κατὰ φύσιν ἰδίοις ἐστίν· ἐν δὲ γυμνοῖς καὶ μόνοις τοῖς θεοπρεπέσιν ὁρᾶται καυχήμασι. καὶ ὅπερ ἐστὶ ταῖς ἐν πίναξι γραφαῖς ἡ τῶν χρωμάτων ἐπιβολὴ, μόναις αὐταῖς ταῖς τῶν ὁρωμένων ποικιλίαις ἐξωραί̈ζουσα, φοροῦσα δὲ ἀληθὲς οὐδέν·
PG 73:377τοῦτο καὶ ἐν Υἱῷ τῶν τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιωμάτων τὸ κάλλος, ἐν μὲν ψιλοῖς καὶ μόνοις ὀνόμασι περιανθίζεται, ἔξωθεν δὲ ὥσπερ χρωμάτων τινῶν ἐπαλείφεται δίκην· σκιαγραφεῖται δὲ μᾶλλον ἡ θεία φύσις ἐν αὐτῷ, καὶ ὡς ἐν ψιλῷ φαίνεται τύπῳ. Εἶτα πῶς οὐκ ἄντικρυς ἁπάσαις φανήσεσθε ταῖς ἁγίαις πολεμοῦντες γραφαῖς, ἵνα δὴ καὶ δικαίως ἀκούσητε Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. πότε γὰρ οὐ Θεὸν ἀληθινὸν ὀνομάζουσι τὸν Υἱὸν, ἢ πότε τῆς τοῦ τεκόντος οὐσίας ἔξω φέρουσιν αὐτόν; τίς δὲ ὁ τολμήσας εἰπεῖν ὡς οὔτε φύσει δημιουργὸς οὔτε βασιλεὺς οὔτε παντοκράτωρ ἢ προσκυνητός ἐστιν; ὁ μὲν γὰρ θεσπέσιος μελῳδὸς, ὡς πρὸς αὐτόν που φησὶ τὸν Μονογενῆ Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Θωμᾶς δὲ πάλιν ὁμοίως ὁ νουνεχέστατος μαθητὴς, καὶ Θεὸν ὁμοῦ καὶ Κύριον ἀποκαλεῖ.
παντοκράτωρ δὲ καὶ δημιουργὸς, διὰ πάσης ἁγίου καλεῖται φωνῆς, καὶ ὡς οὐκ ἐπακτὸν ἔχων καθ’ ὑμᾶς τὸ ἀξίωμα, ἀλλ’ ὡς τοῦτο κατὰ φύσιν ὑπάρχων, ὅπερ εἶναι λέγεται, διά τε τοῦτο προσκυνεῖται παρά τε τῶν ἁγίων ἀγγέλων καὶ πρὸς ἡμῶν, καίτοι μηδενὶ προσκυνεῖν ἑτέρῳ τῆς θείας λεγούσης χρῆναι γραφῆς, πλὴν μόνῳ Κυρίῳ τῷ Θεῷ. Εἰ μὲν οὖν ἐπίκτητον αὐτῷ καὶ δοτὸν ἐνυπάρχειν τὸ θεοπρεπὲς ἀξίωμα πεπιστεύκασιν, εἶτα τῷ τοιούτῳ προςκυνεῖν οἴονται δεῖν, ἴστωσαν παρὰ τὸν κτίστην τῇ κτίσει λατρεύοντες, πρόσφατόν τε καὶ νέον ἑαυτοῖς ζωγραφοῦντες θεὸν, ἤπερ ὄντως τὸν κατὰ φύσιν ἐπιγινώσκοντες. εἰ δὲ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἔξω κεῖσθαι λέγοντες τὸν Υἱὸν, καὶ Υἱὸν αὐτὸν καὶ Θεὸν ὁμολογοῦσιν ὑπάρχειν ἀληθινὸν καὶ βασιλέα καὶ κύριον καὶ δημιουργὸν καὶ οὐσιωδῶς ἐν ἑαυτῷ τὰ τοῦ Πατρὸς ἔχειν ἴδια καὶ ἐξαίρετα· βλεπέτωσαν ὅποι ποτὲ πάλιν αὐτοῖς τὸ τῶν τῇδε δοκούντων ἀποκινδυνεύσει τέλος. οὐδὲν γὰρ ὅλως ἐν τῇ θείᾳ φύσει τὸ ἀξιόπιστον εὑρεθήσεται, δυναμένης ἤδη καὶ τῆς τῶν γενητῶν φύσεως ὑπάρχειν τοῦτο κατ’ ἀλήθειαν, ὅπερ ἂν νοοῖτο καὶ αὐτή.
ἀποδέδεικται γὰρ κατά γε τὸν παρὰ τοῖς δι’ ἐναντίας ἀδρανέστατον λόγον, τῆς μὲν θείας φύσεως οὐχ ὑπάρχων ὁ Μονογενὴς, ἔχων δ’ οὖν ὅμως ἀληθινῶς ἐν ἑαυτῷ τὰ ἐκείνης ἐξαίρετα. εἶτα τίς οὐκ ἀποφρίξει, καὶ μόνον ἀκούων τὴν τῶν δογμάτων δυσσέβειαν; πάντα γὰρ ἄνω τε καὶ κάτω στρέφεται λοιπὸν, τῆς μὲν τὰ πάντα ὑπερκειμένης φύσεως καταβαινούσης ἐπὶ τὸ συντάττεσθαι τοῖς γενητοῖς, αὐτῆς δὲ τῆς κτίσεως εἰς τὸ ὑπερέκεινα καὶ οὐχ ὡρισμένον αὐτῇ παραλόγως ἀναπηδώσης μέτρον. Οὐκοῦν, ὡς ὁλκάδος ἐν πελάγει βαπτιζομένης, τῆς τῶν τοιούτων δογμάτων ἀτοπίας ἀπονηχόμενοι, σπεύδωμεν ὡς ἐπ’ ἀσφαλῆ καὶ ἀκύμονα λιμένα τὴν ἀλήθειαν, καὶ εἰκόνα τοῦ Θεοῦ τε καὶ Πατρὸς ὁμολογῶμεν τὸν Υἱὸν, οὐκ ἐπικήροις ὥσπερ τισὶ περιπεπλασμένον ἀξιώμασιν, οὐδὲ μόνοις τοῖς θεοπρεπέσι κατηγλαϊσμένον ὀνόμασιν, ἀλλ’ οὐσιωδῶς πρὸς τὴν τοῦ τεκόντος ἐμφέρειαν ἀπηκριβώμενον, καὶ ἀπαραλλάκτως ὑπάρχοντα κατὰ φύσιν, ὅπερ ἂν νοοῖτο καὶ ὁ γεννήσας αὐτὸν, τουτέστι Θεὸν ἀληθινὸν ἐκ Θεοῦ κατὰ ἀλήθειαν, παντοκράτορα, δημιουργὸν, δεδοξασμένον, ἀγαθὸν, προσκυνητὸν, καὶ εἴ τι τοῖς εἰρημένοις ὡς Θεῷ πρέπον παρέζευκται.

Caput Unical

PG 73:379τότε γὰρ δὴ κατὰ πάντα προσεοικότα δεικνύοντες τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἀληθεύοντα παραστήσομεν, ὡς εἰ μή τις βούλοιτο τιμᾶν τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ τὸν ἀποστείλαντα αὐτόν· περὶ τούτου γὰρ ἡμῖν ἡ ζήτησις, καὶ ἡ τῶν ἀρτίως ἐξητασμένων κεκίνηται βάσανος. «Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον· καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.» Ἀποδείξας ἤδη διὰ τῶν προλαβόντων ἀρκούντως, ὡς οὐκ εἰς μόνον ἁμαρτάνουσι τὸν Υἱὸν οἱ τάλανες Ἰουδαῖοι, τολμῶντες ἐπιτιμᾶν οἷσπερ ἂν λέγῃ διδάσκων, ἢ καὶ ἐργάζηται παρ’ αὐτοῖς, ἀλλὰ καὶ εἰς αὐτὸν ἀμαθαίνοντες πλημμελοῦσι τὸν Πατέρα, καὶ ὅσον ἧκεν εἰς τὴν τῶν εἰρημένων ἐνέργειαν, περιστείλας τῷ φόβῳ τὸ θράσος, καὶ ζῆν ἀναπείσας ἐπιεικέστερον τῇ τῶν ἐσομένων ἐλπίδι, λοιπὸν σαγηνεύει πρὸς εὐπείθειαν. οὐκ ἀτέχνως δὲ πάλιν τὸν ἐπὶ τούτοις ἐποιήσατο λόγον.
ἐπειδὴ γὰρ οἶδεν ἔτι νοσοῦντας τοὺς Ἰουδαίους, σκανδαλιζομένους τε ἔτι περὶ αὐτοῦ, πάλιν ἀναφέρει τὴν πίστιν εἰς τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ὡς ἑαυτὸν ἔξω τιθεὶς, ἀλλ’ ὡς διὰ τὴν ταυτότητα τῆς οὐσίας καὶ ἐν Πατρὶ τιμώμενος. τοὺς δέ γε πιστεύοντας, οὐ μετόχους ἔσεσθαι μόνον τῆς αἰωνίου ζωῆς, ἀλλὰ καὶ τὸν ἐκ τῆς κρίσεως διαφεύξεσθαι κίνδυνον, δικαιουμένους δηλονότι διισχυρίζεται, κεκερασμένον ἐλπίδι προτείνων τὸν φόβον. οὕτω γὰρ ἦν ἐνεργέστερόν πως καὶ δεικτικώτερον τοῖς ἀκροωμένοις ἀπεργάσασθαι τὸν λόγον.
«Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσωσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ οἱ ἀκούσαντες ζήσουσιν.» Ἐκ θανάτου πρὸς ζωὴν μεταβήσεσθαι τοὺς πιστεύοντας εἰπὼν, ἑαυτὸν εἰσφέρει τῆς ἐπαγγελίας ἐργάτην καὶ ὅλου τοῦ πράγματος ἀποτελεστὴν, ὁμοῦ μὲν ἐκεῖνο τοῖς Ἰουδαίοις ὑπαινιττόμενος, ὅτι θαυμαστὴ μὲν ὄντως ἐστὶν ἡ ἐπὶ τῷ παραλελυμένῳ δύναμις, ἀξιολογωτέρων δ’ οὖν ὅμως ἀναδειχθήσεται δημιουργὸς ὁ Υἱὸς, οὐκ ἀῤῥώστημα μόνον, οὐδὲ τὰς ἐκ νόσου μαλακίας τῶν ἀνθρωπίνων ἐξελαύνων σωμάτων, ἀλλὰ καὶ αὐτὸν ἤδη τὸν θάνατον καὶ τὴν ἐπισκήψασαν ἀνατρέπων φθοράν· τοῦτο γὰρ ἦν τὸ καὶ μικρῷ πρότερον εἰρημένον Ὁ Πατὴρ φιλεῖ τὸν Υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. τὸ γὰρ ἐν τῷ θαυμάζεσθαι μεῖζον, ἐν τῇ τῶν νεκρῶν ἀναστάσει φαίνεται. ὁμοῦ δὲ πάλιν ἐκεῖνο κατασκευάζων, ὅπερ ἦν εἰκὸς οὐκ ἐν ὀλίγῳ μέτρῳ καταπτοήσειν τοὺς ἀκροωμένους·
PG 73:381ὅτι γὰρ καὶ ἀναστήσει τοὺς νεκροὺς, καὶ πρὸς κρίσιν ἄξει τὸ ποίημα, διαγορεύει σαφῶς, ἵνα τῷ προσδοκᾶν αὐτῷ παραστήσεσθαί ποτε, καὶ τὸν ἐφ’ ἑκάστοις ἀποδώσειν λόγον, ὀκνηρότεροι μέν πως εἰς τὴν ἐπὶ τὸ διώκειν αὐτὸν εὑρίσκοιντο τόλμαν, δέχοιντο δὲ προθυμότερον ἤδη τὸν τῆς διδασκαλίας τε καὶ ὑφηγήσεως λόγον. Εἰς ταῦτα μὲν οὖν ὁ τοῦ κεφαλαίου σκοπὸς ὁρᾶται καὶ συντείνεται· τὸ δὲ πρὸς λέξιν ἡμᾶς ἀναγκαῖον ἀπολευκάναι λοιπόν. ὁ μὲν οὖν κοινὸς, ὡς ἔοικεν, ἔχει λόγος, ὡς ἥξει ποτὲ καιρὸς καθ’ ὃν ἀκούσονται τῆς τοῦ διανιστῶντος φωνῆς οἱ νεκροί· παρεῖναι δὲ καὶ νῦν οὐδὲν ἧττον ὑπολαμβάνουσιν αὐτὸν, ἢ ὡς Λαζάρου τυχὸν τῆς τοῦ Σωτῆρος ἀκουσομένου φωνῆς, ἢ καὶ νεκροὺς εἶναι λέγοντες τοὺς οὔπω διὰ τῆς πίστεως εἰς αἰώνιον ἀνακεκλημένους ζωὴν, οἳ δὴ καὶ πάντως εἰς αὐτὴν ἔμελλον ἀναβήσεσθαι, τὴν τοῦ Σωτῆρος διδασκαλίαν παραδεξάμενοι. καὶ σώζει μὲν ὄντως τῆς θεωρίας ὁ τρόπος τὸ ἐν πιθανότητι σχῆμα, τὸ δὲ ἀκριβὲς οὐ πάνυ· διὸ δὴ πάλιν τὴν τῶν λεγομένων ἀναμασώμενοι δύναμιν, τὸν πρεπωδέστερόν πως αὐτοῖς ἐφαρμόσομεν νοῦν, διαστελοῦμεν δὲ οὕτω τὸ ἀνάγνωσμα.
Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσωσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ· ὥρα δηλονότι πάλιν ὅτε καὶ οἱ ἀκούσαντες ζήσουσι. διὰ μὲν οὖν τῶν ἐν ἀρχῇ, τὸν τῆς ἀναστάσεως ἡμῶν σημαίνει καιρὸν, καθ’ ὃν εἰς ἀπολογίαν τῆς ἐν κόσμῳ ζωῆς ἀναστήσεσθαι τοὺς κεκοιμημένους διὰ τῆς τοῦ δικάζοντος ἐκδιδάσκει φωνῆς, ἵνα καθάπερ ἤδη προεῖπον, ὥσπερ τινὰ χαλινὸν τὸν ἐντεῦθεν αὐτοῖς ἐπινοήσας φόβον, καλῶς δὴ σφόδρα καὶ ἐπιστημόνως ἀναπείσῃ βιοῦν· διὰ δὲ τῶν ἐν ὑστέροις τὸν τοῦ χρῆναι πιστεύειν αὐτῷ ἐπιδεικνύει παρόντα καιρὸν, ἀλλὰ καὶ τῆς εὐπειθείας μισθὸν τὴν αἰώνιον ἔσεσθαί φησι ζωὴν, μονονουχὶ τοιοῦτόν τι δηλῶν Ἥξετε πάντες εἰς κρίσιν, ὦ οὗτοι, κατὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, ἀλλ’ εἰ πικρὸν ὑμῖν εἶναι τὸ κολάζεσθαι δοκεῖ, καὶ ἀπεράντους λελυπημένῳ τῷ κρίνοντι τὰς δίκας ὑπέχειν, μὴ παρατρέχειν ἐᾶτε τὸν τῆς εὐπειθείας καιρὸν, ἀλλ’ ἔτι παρόντος ἐπιδραττόμενοι, πρὸς τὴν αἰώνιον ἀναβαίνειν ἐπείγεσθε ζωήν. «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ·
καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.» Ὅρα δή μοι πάλιν καὶ τὴν ἐν τούτοις οἰκονομίαν, ἵνα τοῦ λόγου θαυμάσῃς τὸ σχῆμα, καὶ μὴ τοῖς ἐξ ἀμαθίας περιπίπτων σκανδάλοις, αὐτὸς ἐπὶ σεαυτῷ καλέσῃς τὴν ἀπώλειαν. ἄνθρωπος ὑπάρχων, ὅσον εἰς τὴν φύσιν τοῦ σώματος, ὁ Μονογενὴς, καὶ ὡς εἷς ἐξ ἡμῶν ἐπὶ τῆς γῆς ἔτι μετὰ σαρκὸς ὁρώμενος, καὶ τοῖς Ἰουδαίοις πολυτρόπως τὰ πρὸς σωτηρίαν εἰσηγούμενος, δύο πραγμάτων θεοπρεπῶν ἑαυτῷ περιτέθεικε τὴν λαμπρότητα. ὅτι δὲ καὶ ἀναστήσει τοὺς νεκροὺς, καὶ κριθησομένους παραστήσει τῷ οἰκείῳ βήματι, διεβεβαιοῦτο σαφῶς· ἀλλ’ ἦν καὶ σφόδρα εἰκὸς δυσχεραίνειν ἐπὶ τούτῳ τοὺς ἀκροωμένους, ἐγκαλοῦντας ἤδη καὶ διώκειν εὐλόγως αὐτὸν ὑποπτεύοντας, ὅτι πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. ἀνακεράσας τοίνυν ἐξουσίᾳ καὶ λαμπρότητι τῇ θεοπρεπεῖ τὸν ἁρμόζοντα τῇ ἀνθρωπότητι λόγον, ὑποκλέπτει τὸ βαρὺ τῆς ὀργῆς, ἐπιεικέστερόν πως καὶ ὑφειμένως, ἢ ᾗπερ ἐχρῆν, λέγων Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.
PG 73:383μὴ θαυμάζετε τούτῳ, φησὶν, εἰ καθ’ ὑμᾶς νῦν ὑπάρχων, καὶ ὁρώμενος ἄνθρωπος, ἀναστήσειν ὑπισχνοῦμαι τοὺς νεκροὺς, καὶ εἰς κρίσιν ἄγειν ἀπειλῶ· δέδωκέ μοι τὸ δύνασθαι ζωογονεῖν ὁ Πατὴρ, δέδωκέ μοι τὸ κρίνειν ἐπ’ ἐξουσίας. ἐπειδὴ δὲ διὰ τούτων τὴν εὐόλισθον τῶν Ἰουδαίων τεθεράπευκεν ἀκοὴν, φροντίδα ποιεῖται γοργὴν καὶ τῆς τῶν ἐφεξῆς ὠφελείας, καὶ τὴν αἰτίαν εὐθὺς τοῦ δεδέχθαι λέγειν ἑαυτὸν ἐξηγούμενος, τὴν οὐδὲν ἔχουσαν ἐξ ἑαυτῆς ἀνθρωπότητα προί̈σχεται λέγων Ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Ὅτι γὰρ καὶ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Μονογενὴς, καὶ οὐ ζωῆς τῆς παρ’ ἑτέρου μέτοχος, ζωογονεῖ τε οὕτως ὥσπερ καὶ ὁ Πατὴρ, περιττὸν οἶμαι λέγειν πρὸς τὸ παρὸν, ἐπείπερ ἡμῖν οὐ βραχὺς ἐν τούτῳ δεδαπάνηται λόγος ἐν ἀρχῇ τοῦ βιβλίου, προκειμένου ῥητοῦ Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν. «Μὴ θαυμάζετε τοῦτο·
ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσωσι τῆς φωνῆς αὐτοῦ καὶ ἐξελεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.» Σημαίνει μὲν διὰ τούτων τῆς ἁπάντων ἀναστάσεως τὸν καιρὸν, ὅτε, καθάπερ ἡμῖν ὁ θεσπέσιος ἐπέστειλε Παῦλος Αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ ἀποδώσειν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· χειραγωγεῖ δ’ οὖν ὅμως διὰ τῆς τῶν αὐτῶν ἐπαναλήψεως τὴν ἀμαθεστάτην τῶν Ἰουδαίων διάνοιαν εἰς τὸ δύνασθαι συνιέναι σαφῶς, ὅτι καὶ μειζόνων ἔσται τερατουργὸς, ἢ ἐν οἷς ὁ παράλυτος ἦν, καὶ τῆς οἰκουμένης ἀναδειχθήσεται κριτής· ἀντιπαρατιθεὶς δὲ χρησίμως τῇ τῶν νεκρῶν ἀναστάσει τὴν ἐφ’ ἑνὶ τῶν νοσούντων θεραπείαν, μείζονά τε καὶ ἀξιολογωτέραν ἐπιδεικνύει τὴν θανάτου λυτικὴν ἐνέργειαν, καὶ φθορᾶς τῆς ἁπάντων ἀναιρετικὴν, εἰκότως τε καὶ ἀναγκαίως ὡς ἐπ’ ἐλάττονι τῷ παραδόξῳ φησί Μὴ θαυμάζετε τοῦτο.
καὶ οὐ δήπου πάντως νομιοῦμεν αὐτὸν τῆς τῶν οἰκείων ἔργων λαμπρότητος διὰ τούτων κατηγορεῖν, ἢ καὶ τοῖς ἀκροωμένοις ἐπιτάττειν, μὴ χρῆναι θαύματος ἀξιοῦν τὰ ἐφ’ οἷς ἂν εἰκότως θαυμάζοιεν, ἀλλ’ εἰδέναι τε καὶ πιστεύειν βούλεται τοὺς ἐπ’ ἐκείνῳ καταπεπληγμένους, ὅτι μικρὸν αὐτῷ τὸ μέχρι τούτου θαυμάζεσθαι. ἐγείρει γὰρ λόγῳ καὶ ἐνεργείᾳ θεοπρεπεῖ, οὐχ ὅπως ἐκ μικρῶν ἀῤῥωστημάτων τοὺς κάμνοντας, ἀλλὰ καὶ αὐτοὺς ἤδη τοὺς τῷ θανάτῳ βεβαπτισμένους, καὶ ἀκράτῳ νενικημένους φθορᾷ· καὶ διὰ τοῦτό φησι, τὸ μεῖζον εἰσφέρων Ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσωσι τῆς φωνῆς αὐτοῦ. ὁ γὰρ λόγῳ τὰ οὐκ ὄντα ποτὲ πρὸς τὸ εἶναι παρενεγκὼν, πῶς οὐκ ἂν ἰσχύσαι τὸ ἤδη πεποιημένον παλινδρομεῖν ἀναπεῖσαι πρὸς γένεσιν; εἶεν γὰρ ἂν οὕτω τῆς αὐτῆς ἐνεργείας ἑκάτερα, καὶ μιᾶς ἐξουσίας τὸ ἐπ’ ἀμφοῖν ἀξιάγαστον ἀποτέλεσμα. ἐπιλέγει δὲ χρησίμως, ὅτι προελεύσονται τῶν μνημάτων οἱ μὲν ἐπ’ αἰσχροῖς ἁλόντες καὶ πονηρίᾳ συμβιοτεύσαντες, τὴν ἀτελεύτητον ὑφέξοντες δίκην, οἱ δὲ διαπρεπεῖς ἐν ἀρεταῖς τῆς ἐπιεικείας μισθὸν ἀντικομιούμενοι τὴν αἰώνιον ζωήν·
PG 73:385ὁμοῦ μὲν, καθάπερ ἤδη προείπομεν, ἑαυτὸν διανομέα τῶν ἑκάστῳ διαπρεπόντων καὶ διὰ τούτων εἰσφέρων, ὁμοῦ δὲ ἀναπείθων, ἢ τῷ φόβῳ τοῦ παθεῖν τὰ δεινὰ, παραιτεῖσθαι τὸ φαῦλον καὶ συνελαύνεσθαί πως εἰς τὸ βιοῦν ἐθέλειν ἤδη σωφρονέστερον, ἢ ἐφέσει νυττομένους τρόπον τινὰ τῇ περὶ τὴν αἰώνιον ζωὴν, συντονωτέραν ποιεῖσθαι σπουδάζειν τὴν ἐπ’ ἀγαθοῖς προθυμίαν. ΚΕΦΑΛΗ Θ. Ὅτι κατ’ οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ’ ἰσοσθενὴς κατ’ ἐνέργειαν τὴν ἐφ’ ἅπασίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ. «Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν. καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.» ἘΠΙΣΤΗΣΟΝ πάλιν τοῖς λεγομένοις ἀκριβέστερον, καὶ δέχου τοῦ θεωρήματος ὡς ἐν περινοίᾳ τὴν δύναμιν. οὐκ εἰδότες Ἰουδαῖοι τὸ βαθὺ τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον, ἀλλ’ οὐδὲ τὸν ἐνοικοῦντα τῷ ἐκ παρθένου ναῷ Θεὸν Λόγον ἐπιγινώσκοντες, ζήλῳ πολλάκις πεπλανημένῳ, καὶ οὐ τῷ κατ’ ἐπίγνωσιν, ὡς ὁ Παῦλός φησιν, εἰς ἀγριότητα τρόπων καὶ ἀνημέρους ὀργὰς ἐξεκαίοντο·
καὶ δὴ καὶ καταλεύειν ἐπεχείρουν αὐτὸν, ὅτιπερ ἄνθρωπος ὢν, ἑαυτὸν ἐποίει Θεὸν, καὶ πάλιν, ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. ἐπειδὴ δὲ ἦσαν οὕτω δυσμαθεῖς, καὶ θεοπρεπῶν μὲν ὅλως οὐκ ἀνεχόμενοι λόγων, μικρὰ δὲ περὶ αὐτοῦ καὶ φρονοῦντες καὶ λέγοντες, οἰκονομικῶς ὁ Σωτὴρ συννηπιάζει μὲν αὐτοῖς, κεκραμένην δ’ οὖν ὅμως ἐποιεῖτο τὴν ἐξήγησιν, οὔτε τοὺς Θεῷ πρέποντας λόγους ὁλοτελῶς παραιτούμενος, οὔτε μὴν εἰς ὁλόκληρον τῶν ἀνθρωπίνων ῥημάτων ἀποφοιτῶν· εἰπὼν δέ τι τῆς θεϊκῆς ἐξουσίας ἄξιον, παραχρῆμα κολάζει τὸν ἀπαίδευτον τῶν ἀκροωμένων θυμὸν, ἐπαγαγών τι καὶ ἀνθρώπινον, καὶ πάλιν ἀνθρώπινόν τι διὰ τὴν οἰκονομίαν εἰπὼν, οὐκ ἐν μικροῖς ὁρᾶσθαι μόνοις τὰ καθ’ ἑαυτὸν ἐπιτρέπει, Θεὸν ὄντα κατὰ φύσιν ἐπιδεικνύων διὰ τῆς ὑπὲρ ἄνθρωπον ἰσχύος, ἢ καὶ λόγων πολλάκις. τοιαύτην τινὰ καὶ νῦν ἐν τοῖς ἀρτίως ἡμῖν προκειμένοις εὑρήσεις τὴν τέχνην· τί γὰρ ἔφη φθάσας; Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ, εἶτα πάλιν Ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσωσι τῆς φωνῆς αὐτοῦ·
καὶ πρὸς τούτοις, ὅτι καὶ ἐξελεύσονται κριθησόμενοι, καὶ ἀναλόγως ὧνπερ ἂν εἶεν ἐργάται τὴν ἀντιμισθίαν ἀποληψόμενοι. ὁ δὲ δύνασθαι λέγων οὕσπερ ἂν ἐθέλει ζωογονεῖν, καὶ οὕτως, ὡς ὁ Πατήρ· πῶς ἂν οὐχὶ τὴν Θεῷ πρέπουσαν δύναμιν ἑαυτῷ νοοῖτο περιτιθείς; ἔσται δὲ ὅτι καὶ πάντων κριτὴς ὁ διαῤῥήδην εἰπὼν, πῶς οὐκ ἂν ἐκταράξαι δικαίως τοὺς ἄνθρωπον ἔτι γυμνὸν οἰομένους ὑπάρχειν αὐτόν; ἦν γὰρ δὴ κατὰ τὸ εἰκὸς, Ἑβραίους ὄντας αὐτοὺς, καὶ τοῖς ἱεροῖς παιδαγωγουμένους γράμμασιν, οὐκ ἀγνοῆσαι παντελῶς ὅτι Θεὸς ἔσται τῆς οἰκουμένης κριτὴς, ἐπεὶ καὶ παρ’ αὐτοῖς πολλάκις ἐψάλλετο Ἀνάστα ὁ Θεὸς, κρῖνον τὴν γῆν. καὶ πάλιν Ὅτι ὁ Θεὸς κριτής ἐστιν. Ἐπεὶ οὖν τούτοις ἀσχάλλοντας ᾔδει τοὺς ἀνοήτους τῶν Ἰουδαίων λαοὺς, τῆς αὐτῆς συνήθους ὀργῆς ἐξίστησι λέγων ἀνθρωπινώτερον Οὐ δύναμαι ποιεῖν ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐδὲν, καθὼς ἀκούω κρίνω. ὅσον μὲν οὖν ἐστιν ἐκ τοῦ προχείρου λαβόντας εἰπεῖν, διαγελᾷ τῶν Ἰουδαίων τὸν νοῦν·
ἀσθενείας γάρ τινος, καὶ οὐ παντελῶς ἐλευθέρας ἐξουσίας, ὑπόληψιν πλάττεται τοῦ λόγου τὸ σχῆμα, ἔχει δὲ οὐχ οὕτω κατ’ ἀλήθειαν, ἐπείπερ ἴσος ὢν ὁ Υἱὸς κατὰ πάντα τῷ Πατρὶ, τὴν αὐτὴν ἐφ’ ἅπασιν ἐνέργειάν τε καὶ ἐξουσίαν ἔχει φυσικῶς. λέγει δὲ μὴ δύνασθαί τι ποιεῖν ἀφ’ ἑαυτοῦ, κρίνειν δὲ οὕτως, ὥσπερ ἂν ἀκοῦσαι· τρόπῳ πάλιν ἑτέρῳ, καὶ ἰσογνώμονα καὶ ἰσοσθενῆ δεικνύων ἑαυτὸν τῷ Θεῷ καὶ Πατρί. οὐδὲ γὰρ ἐνεργὸς περί τι τῶν ὄντων δίχα τοῦ Υἱοῦ νοοῖτ’ ἂν μόνος καὶ καθ’ ἑαυτὸν ὁ Πατὴρ, ἰσχὺν ἔχων αὐτὸν καὶ δύναμιν· διὸ δὴ πάντα δι’ αὐτοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· οὐδ’ αὖ πάλιν ἐξεργάσεταί τι καθ’ ἑαυτὸν ὁ Υἱὸς, μὴ οὐχὶ συνόντος αὐτῷ τοῦ Πατρός. διὰ γάρ τοι τοῦτο καί φησιν Ἀπ’ ἐμαυτοῦ οὐδὲν ποιῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός. καὶ οὐ δήπου διακεισόμεθα δυναμοῦσθαι μὲν ὡς ἐξ ἀσθενείας παρὰ τοῦ Πατρὸς τὸν Υἱὸν, χορηγεῖσθαι δὲ πάλιν αὐτῷ καὶ τὴν ἐφ’ ἅπασιν ἐξουσίαν· ἢ γὰρ ἂν οὐκέτι ᾖ κατὰ φύσιν Θεὸς, ἐπακτὸν ὥσπερ ἔχων τὸ τῆς θεότητος κάλλος·
ἀλλ’ οὐδὲ αὐτὸς ὁ Πατὴρ ἐν ἀκράτοις τῶν ἀγαθῶν ὑπεροχαῖς ἔτι κείσεται, δυνάμεως τῆς παρ’ ἑτέρου καὶ ἐξουσίας δεόμενον ἔχων τὸν τῆς ἰδίας φύσεως χαρακτῆρα Λόγον. ζητηθήσεται γὰρ ἀναλόγως τῇ εἰκόνι καὶ τῷ ἀρχετύπῳ τῶν εἰρημένων ὁ χορηγὸς, οὕτω τε λοιπὸν εἰς ἀπέραντον ζήτησιν ὁ λόγος ἡμῖν οἰχήσεται, καὶ εἰς βαθὺ βλασφημιῶν ἐκδραμεῖται πέλαγος. ἀλλ’ ἐπείπερ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχων ὁ Υἱὸς, πάντα τὰ τοῦ γεννήσαντος ἴδια κατὰ φύσιν ἐπάγεται, καὶ οὐσιωδῶς ἀνατρέχει πρὸς μίαν αὐτῷ θεότητα διὰ τὸ τῆς φύσεως ἀπαράλλακτον, ἔστι μὲν αὐτὸς ἐν Πατρὶ, ἔχει δ’ αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα· διάτοι τοῦτο, πολλάκις ἀκατηγορήτως τε καὶ ἀληθῶς ἀνατίθησι τῷ Πατρὶ τῶν οἰκείων ἔργων τὴν δύναμιν, οὐκ ἔξω τοῦ δύνασθαι τιθεὶς ἑαυτὸν, ἀλλὰ τῇ ἐνεργείᾳ τῆς μιᾶς θεότητος τὰ πάντα προσνέμων· μία δὲ ἡ θεότης ἐν Πατρὶ καὶ ἐν Υἱῷ καὶ ἐν Ἁγίῳ Πνεύματι.
PG 73:389Ὅτι δὲ οὐκ ἐλάττων ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, ἢ κατὰ δύναμιν ἢ κατ’ ἐνέργειαν τὴν ἐπί τισιν, ἀλλ’ ὅμοιος κατὰ πάντα καὶ ἰσοσθενὴς, καὶ δι’ ἑτέρων ἡμῖν ἀποδέδεικται, προκειμένου ῥητοῦ Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. ἐπειδὴ δὲ τὴν ἐν τοῖς θείοις δόγμασιν ἀξιεραστοτάτην σπουδὴν, ὄκνου παντὸς ἀναφαίνεσθαι κρείττονα, δίκαιόν τε καὶ πρέπον ὑπολαμβάνω· φέρε δὴ πάλιν τοῖς ἐν θαλάττῃ ναυτίλοις ποιοῦντες τὰ παραπλήσια, σχοινίου τινὸς δίκην, ὅλον εἰσαῦθις τὸν τοῦ κεφαλαίου λόγον ἀναμηρυσώμεθα. ἔστι γὰρ οὕτως ἰδεῖν, οὐ τῆς ἑαυτοῦ φύσεως κατηγοροῦντα τὸν Υἱὸν δι’ αὐτοῦ τοῦ λέγειν μὴ δύνασθαί τι ποιεῖν ἀφ’ ἑαυτοῦ, ἀλλὰ μᾶλλον τὴν τῶν Ἰουδαίων ἀπόνοιαν ἐξελέγχοντα, καὶ αὐτὸν δὲ τὸν διὰ Μωυσέως πατήσαντας νόμον διαῤῥήδην ἐπιδεικνύοντα. τὸ γὰρ εὐθὺς ἐπεισάγεσθαι τῷ Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδὲν, τό Καθὼς ἀκούω κρίνω, λοιδορίας μὲν ἁπάσης τῆς ἐπὶ τῷ μή τι δύνασθαι δρᾶν ἐξ οἰκείας δυνάμεως ἐλευθεροῖ τὸν Υἱόν· φιλοπάτορα δὲ μᾶλλον καὶ συνεθελητὴν τῷ γεννήσαντι κατὰ πάντα σαφῶς ἀποφαίνει.
εἰ γὰρ ὡςπερεὶ τυχὸν ἀτονήσας τὴν ἐκ Πατρὸς ἐδανείζετο δύναμιν, ὡς οὐκ ἐξαρκοῦσαν ἔχων ἀφ’ ἑαυτοῦ, πῶς οὐκ ἔδει μᾶλλον εἰπεῖν Οὐ δύναμαι ἐγὼ ἀπ’ ἐμαυτοῦ ποιεῖν οὐδὲν, λαμβάνω δὲ τὸ δύνασθαι παρὰ τοῦ Πατρός; νυνὶ δὲ τοῦτο μὲν οὐκ εἰπὼν, ἐπενεγκὼν δὲ μᾶλλον τῷ μή τι δύνασθαι δρᾶν ἀφ’ ἑαυτοῦ, τὸ κρίνειν οὕτως ὥσπερ ἂν καὶ ἀκοῦσαι, δῆλος ἂν εἴη λοιπὸν, οὐκ ἐπ’ ἀσθενείᾳ τῇ κατ’ ἐνέργειαν τὴν ἐπί τισι τὸ μὴ δύνασθαι τεθεικὼς, ἀλλ’ ἐπὶ τῷ μὴ ἐνδέχεσθαι παραβαίνειν αὐτὸν κατά τι γοῦν τὸ θέλημα τοῦ Πατρός. μιᾶς γὰρ θεότητος τῆς ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης, ἔσται δήπου πάντως καὶ θέλημα ταὐτὸν, οὔτε δὲ ἐν Πατρὶ, οὔτε μὴν ἐν Υἱῷ, ἢ καὶ τῷ Ἁγίῳ Πνεύματι στασιάζουσά ποτε καθ’ ἑαυτῆς ἡ θεία φύσις νοηθήσεται, ἀλλ’ ὅπερ ἂν δόξαι τῷ Πατρὶ τυχὸν, τοῦτο πάσης ἐστὶ τῆς θεότητος θέλημα. Ἀναγκαίως τοιγαροῦν ὁ Υἱὸς, συνευδοκητὴν ὥσπερ τινὰ καὶ συγκατανεύοντα τῷ Πατρὶ πρὸς τὴν ἐφ’ ᾧπερ ἂν δόξειε ψῆφον, ἑαυτὸν εἰσφέρει, μὴ δύνασθαί τι δρᾶν ἐξηγούμενος, ὃ μὴ πάντως ἐστὶ κατὰ γνώμην τοῦ Πατρός· τοῦτο γὰρ ἡμῖν σημαίνει τό Ἀπ’ ἐμαυτοῦ.

Chapter IXCaput IX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὥσπερ ἂν εἰ λέγοι μὴ δύνασθαι δρᾶν ἁμαρτίαν, οὐκ ἄν τῳ δόξαι δικαίως ἀσθενείας ὑπομεῖναι γραφὴν, ἐξηγεῖσθαι δὲ μᾶλλον ἀξιάγαστόν τι καὶ θεοπρεπὲς τῆς οἰκείας φύσεως ἰδίωμα· ὅτι γὰρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὑπάρχει δίδωσι νοεῖν· οὕτως ὅταν ἀφ’ ἑαυτοῦ μὴ δύνασθαί τι ποιεῖν ὁμολογῇ, καταπλαγησόμεθα μᾶλλον φύσεως ἀτρέπτου καρπὸν ὁρῶντες τὸ ἄτρεπτον, ἤπερ οὐκ εὐκαίρως ὡς ἀσθενείας σημαντικὸν τὸ μὴ δύνασθαι λογιούμεθα. Ταῦτα δὲ πάλιν ἡμῖν ἀναλόγως μὲν τοῖς ἡμετέροις εἰρήσθω μέτροις· ἐρευνάτω δὲ ὁ φιλομαθὴς τὰ βελτίονα. διερμηνεῦσαι γεμὴν καὶ ἑτέρως τὸ ῥητὸν οὐκ ὀκνήσομεν, βραχύ τι τῶν τῆς θεότητος ὅρων καὶ τῆς τοῦ Μονογενοῦς ὑπεροχῆς τὸν λόγον ὑποβιβάζοντες· καὶ ἐπείπερ ἄνθρωπος γέγονέ τε ὄντως καὶ κεχρημάτικεν ὁ Υἱὸς, ἐπὶ τὴν μετὰ σαρκὸς οἰκονομίαν τὴν τῶν θεωρημάτων μεταῤῥυθμίζοντες δύναμιν, συγγενῆ τε καὶ συνημμένα τοῖς προαποδεδομένοις καὶ τὰ ἐφεξῆς ἐπιδεικνύντες. οὐκοῦν ὅτι καὶ ἀκούσονται τῆς φωνῆς αὐτοῦ πάντες οἱ ἐν τοῖς μνημείοις, καὶ ὅτι καὶ κριθησόμενοι προελεύσονται διεμαρτύρατο σαφῶς.
PG 73:391ἐπειδὴ δὲ ἅπαξ εἰς τὸν περὶ τοῦ κρίνειν αὐτὸν τὴν οἰκουμένην ἐκβέβηκε λόγον, οὐ μόνον ὅτι κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃ ἔσεσθαί φησι τὴν τῶν νεκρῶν ἀναβίωσιν, δίκαιος ἔσται κριτὴς ἐπαγγέλλεται, ἀλλὰ γὰρ ἤδη καὶ τὰ ἐν τῷδε τῷ βίῳ πράγματα κρίνειν ὀρθῶς καὶ δικαίως διισχυρίζεται. τί δὲ ἦν τὸ ζητούμενον ἢ καὶ ἐπὶ τίσιν ὅλως ὁ λόγος, ἄκουε λοιπόν. ἐγεννήθη δι’ ἡμᾶς ἐκ γυναικός· ὡς γὰρ ὁ Παῦλός φησιν Οὐκ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἁβραάμ· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος καὶ ἐν τῇ τοῦ δούλου μορφῇ, γέγονε καὶ ὑπὸ νόμον ὁ νομοθέτης ὡς Θεὸς καὶ Κύριος. λαλεῖ τοιγαροῦν ποτὲ μὲν ὡς ὑπὸ νόμον, ποτὲ δὲ αὖ πάλιν ὡς ὑπὲρ τὸν νόμον, καὶ ἀκατηγόρητον ἐπ’ ἀμφοῖν ἔχει τὴν ἐξουσίαν. διαλέγεται δὲ νυνὶ πρὸς Ἰουδαίους, ὡς νομοφύλαξ καὶ ἄνθρωπος, ὡς οὐκ εἰδὼς παραβαίνειν τὰς ἄνωθεν ὁρισθείσας ἐντολὰς, οὐδὲ ἀπὸ γνώμης οἰκείας ἀνεχόμενός τι ποιεῖν, ὃ μὴ τῷ θείῳ νόμῳ συνδοκεῖ. διὰ τοῦτό φησιν Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδὲν, καθὼς ἀκούω κρίνω·
ἑαυτῷ δὲ τὸ μὴ δύνασθαί τι ποιεῖν ἀφ’ ἑαυτοῦ μαρτυρῶν, ὃ μὴ πάντως ἐστὶ καὶ θελητὸν τῷ νόμῳ, κρίνειν τε οὕτω καὶ δικάζειν τοῖς πράγμασιν, ὥσπερ ἂν ἀκοῦσαι, διαγορεύοντος δηλονότι τοῦ νόμου, τὰς τῶν Ἰουδαίων ἀπειθείας ἐξελέγχει, καὶ τρόπων αὐτῶν ἀπογυμνοῖ τὸ ἐξήνιον. τοῦτο γὰρ δὴ καὶ ὑπεμφαίνει καλῶς τεθειμένον τό Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδὲν, ἀντὶ τοῦ Ὑμεῖς ἀφυλάκτως τὰς δοθείσας ὑμῖν παραβαίνοντες ἐντολὰς, πάντα πράττειν ἀφ’ ἑαυτῶν ὡς ἐξ ἀκινδύνου λοιπὸν ἐθαρσήσατε, καὶ τὰς ἐφ’ ἑκάστῳ τῶν πραγμάτων κρίσεις οὐκ ἀκολουθούσας τοῖς θεόθεν διατεταγμένοις ποιεῖσθαι σπουδάζετε. διδάσκετε γὰρ διδασκαλίας ἐντάλματα ἀνθρώπων, καὶ νόμον ὡρίσασθε τὸ οἰκεῖον θέλημα. Τίς οὖν ὁ τῆς διασκευῆς τῆς ἐν τούτῳ τρόπος, ἢ πῶς ἑαυτὸν μὲν εἰσάγει κρίνοντα δικαίως, ἐκείνους δὲ οὐδαμῶς, εἰρήσεται πάλιν. τεθεράπευκεν ἐν σαββάτῳ τὸν παράλυτον, ἠλέησεν ἄνθρωπον μακροὺς ἐν νοσήματι κατατρίψαντα χρόνους, ὀρθὴν δηλονότι καὶ ἀγαθὴν ἐπ’ αὐτῷ τὴν κρίσιν ἐξενεγκών.
ἔδει γὰρ ἐποικτείρειν καὶ ἐν σαββάτῳ τὸν κείμενον, καὶ συστεῖλαι μὲν τὸν ἔλεον οὐδαμῶς αἰδοῖ τῇ περὶ τὸ σάββατον, εἰκαιοτάτην ἐπιτηδεύοντα τὴν εὐλάβειαν. ὥσπερ δὲ καὶ ἐν σαββάτῳ καὶ ὁ Πατὴρ ἐνεργὸς περὶ τὴν τῶν κτισμάτων οἰκονομίαν ἐστὶ, πάντως δὲ δι’ Υἱοῦ, οὕτω καὶ αὐτός· οὐδὲ γὰρ ἀποστερεῖσθαι δεῖν τὸν ἐλέου δεόμενον ἐν σαββάτῳ διὰ τὸ σάββατον ἐδοκίμαζεν, ἐπεὶ κύριον ᾔδει τοῦ σαββάτου τὸν υἱὸν τοῦ ἀνθρώπου· οὐδὲ γὰρ ὁ ἄνθρωπος διὰ τὸ σάββατον ἐγένετο, ἀλλὰ τὸ σάββατον διὰ τὸν ἄνθρωπον. οὐκοῦν ὀρθὴ μὲν ἐπὶ τούτοις καὶ ἀγαθὴ τοῦ Σωτῆρος ἡ κρίσις, οὐ διὰ τὸ σάββατον τὴν ἐπὶ τῷ κειμένῳ φιλανθρωπίαν ἀποκωλύσαντος, ἀλλ’ ὅπερ οἶδεν ὡς Θεὸς ἐνεργεῖν· πηγὴ γὰρ ἀγαθότητος ἡ θεία φύσις ἐστί· τοῦτο καὶ ἐν σαββάτῳ ποιήσαντος. ἡ δέ γε τῶν Ἰουδαίων κρίσις ἡ ἐπ’ αὐτῷ λυπουμένων διὰ τὸ σάββατον, καὶ διὰ τοῦτο φονώντων κατὰ τοῦ μηδὲν ἀδικήσαντος, πῶς οὐ λίαν ἐστὶ τοῖς μὲν θείοις ἀπᾴδουσα νόμοις· γέγραπται γάρ Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς; ἐξ ὠμότητος δὲ μᾶλλον τῆς ἀπ’ αὐτῶν, καὶ οὐκ ἐκ τῶν ἱερῶν ηὑρημένη γραμμάτων;
Δέχου τοίνυν ἐπὶ τούτοις μετ’ ἐμφάσεώς τινος λέγοντα τὸν Ἰησοῦν πρὸς τοὺς ἐφ’ οἷς εὐεργετεῖ χαλεπαίνοντας, καὶ τοῖς μὲν ὁσίοις αὐτοῦ κρίμασιν ἐπισκήπτοντας, ἀκολουθοῦντας δὲ μοναῖς ταῖς ἑαυτῶν ἐννοίαις, καὶ τὸ δόξαν ἔχειν ὀρθῶς νόμον ὥσπερ ὁριζομένους, κἂν ἀπᾴδῃ τῷ νόμῳ Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδὲν, ἀντὶ τοῦ Πάντα κατὰ νόμον πράττω τὸν ὁρισθέντα διὰ Μωυσέως, οὐδὲν ἀπ’ ἐμαυτοῦ ποιεῖν ἀνέχομαι, καθὼς ἀκούω κρίνω. τί γὰρ ὁ νόμος βούλεται; Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι. τί τοίνυν ἐμοὶ χολᾶτε, φησὶν, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ, Μωυσέα μὴ κρίνοντες καὶ ἐν σαββάτῳ περιτέμνεσθαι δεῖν τὰ βρέφη διαταξάμενον; Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, ἀπερισκέπτως οὕτως ἀσχάλλετε τεθεραπευμένον ὅλον ἄνθρωπον ἐν σαββάτῳ θεώμενοι. οὐκοῦν ἐγὼ μὲν ἔκρινα δικαίως, ὑμεῖς δὲ οὐκέτι, πάντα γὰρ ἀφ’ ἑαυτῶν ποιεῖτε.
ἐγὼ δὲ οὐ δύναμαι ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδὲν, καθὼς ἀκούω κρίνω καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ ἐμὸν θέλημα, καθάπερ ὑμεῖς, ἀλλὰ τὸ τοῦ πέμψαντός με Πατρός. Τίς δὲ ὁ τρόπος τῆς ἀποστολῆς, καὶ ὁ τοῦ πεπέμφθαι λόγος, διὰ πολλῶν ἤδη πρότερον εἰρηκότες, τὸ λέγειν ἔτι περὶ τούτων παρήσομεν· πλὴν ἐκεῖνο χρησίμως ἐπιτηρητέον, ὅτι θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς τὸν νόμον εἶναί φησιν. «Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ.» Ὁ σοφώτατος Σολομὼν τὰ ἐφ’ οἷσπερ ἄν τις καὶ μάλα εἰκότως ἐπισεμνύνοιτο, καὶ ἀξιοζήλωτον τὸν οἰκεῖον ἀποφαίνει τρόπον, συλλέγων τε ἅμα καὶ προτιθεὶς τοῖς ἐπιεικεστέροις εἰς τὸ μαθεῖν Δίκαιος, φησὶν, ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· καὶ πάλιν Ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη. ἔστι γὰρ ὄντως φορτικὸν καὶ χρῆμα τοῖς ἀκροωμένοις δυσφορητότατον τὸ μὴ διὰ τῆς ἑτέρων ἐπαινεῖσθαι φωνῆς ἐθελῆσαί τινας, ἀλλ’ ἑαυτοῖς ἀνέδην ἐπιμαρτυρεῖν τὰ κάλλιστα καὶ ἐξαίρετα. ἀπιστοῖτο δ’ ἂν καὶ λίαν εἰκότως ὁ τοιοῦτος λόγος·
PG 73:393πεφύκαμεν γὰρ ὥσπερ τισὶ φυσικοῖς τε καὶ ἀναγκαίοις φιλαυτίας ὁλκοῖς καλεῖσθαι σπουδαίως εἰς τὸ φαῦλον μὲν ἑαυτοῖς ἐπιγράφειν οὐδὲν, ἀεὶ δὲ περιτιθέναι, καὶ οὐ πάντως ἀληθεύοντας, τὰ ἐφ’ οἷς ἂν οἴηταί τις ὁρᾶσθαι κόσμιός τε καὶ ἀγαθός. Ἐπειδὴ τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἑαυτῷ τὸ τὰ δίκαια κρίνειν ἐπεψηφίζετο, μὴ δύνασθαί τι δρᾶν ἀφ’ ἑαυτοῦ διαῤῥήδην εἰπὼν, κανόνα δὲ ὥσπερ ἐφ’ ἅπασι τοῖς πρακτέοις ποιεῖσθαι τὴν τοῦ Πατρὸς βούλησιν, καὶ τοῦτο λέγων, αὐτὸς ἐφ’ ἑαυτῷ μάρτυς εἰσβέβηκεν, εἰ καὶ ἦν ἀληθὴς, ἀναγκαίως καὶ τῆς παρὰ τῶν Φαρισαίων εὑρεσιλογίας φροντίσας, ὅπερ ἔμελλον ἐρεῖν ἀμαθαίνοντες· οὐ γὰρ ᾔδεσάν πως κατὰ φύσιν ὄντα Θεόν· εἰς μέσον ἄγει προλαβὼν, καὶ φησίν Ἐρεῖτε δὴ πάντως, ταῖς τῶν πολλῶν συνηθείαις ἑπόμενοι, καὶ τὴν Ἰουδαίοις πρέπουσαν ἀπόνοιαν οὐκ ἐκβαίνοντες Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής· ἀλλὰ πρὸς τοῦτο πάλιν ἀντακούσεσθε, φησίν Ἀνέχομαι δυσφημούντων ἔτι, χαλεπαίνω δὴ λίαν οὐδαμῶς τὰ ἐξ ἀμαθίας τῆς ὑμῖν φιλαιτάτης ἐρευγομένων ῥήματα· δίδωμι καθ’ ὑπόθεσιν, καλῶς παρ’ ὑμῶν εἰρῆσθαι καὶ τοῦτο·
PG 73:395ἔστω, τὴν ἐμὴν παρακρούεσθε φωνὴν, ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ. σημαίνει δὲ διὰ τούτου τὸν ἐν τοῖς οὐρανοῖς ὄντα Θεὸν καὶ Πατέρα, κατὰ πολλοὺς ἤδη τρόπους τὸ γνήσιον τῆς οὐσίας ἐπιμαρτυρήσαντα τῷ ἰδίῳ γεννήματι, οὗ καὶ εἰδέναι τὴν μαρτυρίαν φησὶν, ὡς ἔστιν ἀληθὴς, ἀξιοπιστοτάτην ὄντως καὶ ἀληθῆ καὶ τὴν ἑαυτοῦ ψῆφον ἐπιδεικνύς· ἵνα γὰρ μὴ καταδεξάμενος ὥσπερ τὸ ψευδῆ λέγειν ἑαυτὸν περὶ ἑαυτοῦ, χώραν τινὰ πάλιν κακονοίας καὶ παρείσδυσιν τοῖς ἑτεροδοξεῖν εἰθισμένοις παράσχοι καθ’ ἑαυτοῦ, ἀναγκαίως ἐπιδοὺς τῷ πρέποντι καὶ τῇ συνηθείᾳ τὸ μὴ χρῆναι πάντως ὡς ἀληθῆ πιστεύεσθαι τὸν ἑαυτὸν ἐπαινοῦντα καὶ ἀποδεχόμενον, ἀνατρέχει πάλιν ὡς Θεὸς ἐπὶ τὴν ἑαυτῷ χρεωστουμένην ἀξίαν, καὶ εἰδέναι φησὶ τὴν τοῦ Πατρὸς μαρτυρίαν ὡς ἔστιν ἀληθὴς, μονονουχὶ τοῦτο διδάσκων, ὅτι Θεὸς ὢν ἀληθινὸς, οἶδα, φησὶν, ἐμαυτὸν, κεχαρισμένον δὲ οὐδὲν ὁ Πατὴρ ἐρεῖ περὶ ἐμοῦ· ἔχω γὰρ οὕτω κατὰ φύσιν, ὥσπερ ἂν οὖν καὶ αὐτὸς ἀληθὴς ὢν ἐπιψηφίσαιτο. οὐκοῦν ἐν ἐκείνῳ μὲν συγκαταβατική τις ὥσπερ συναίνεσις ἦν, καὶ ὑποθετικὸς μᾶλλον ἤπερ ἀληθὴς ὁ λόγος·
ἐν δὲ τῷ εἰδέναι λέγειν τὴν τοῦ Πατρὸς μαρτυρίαν ἀληθῆ, τῆς Θεῷ πρεπούσης ἀξιοπιστίας ἐπίδειξις. Σημειωτέον δὲ πάλιν, ὅτι κατ’ ἰδίαν ὑπόστασιν ἄλλος ἐστὶν ὁ Πατὴρ παρὰ τὸν Υἱὸν, καὶ οὐχ ὥσπερ ἔδοξέ τισι τῶν ἀπαιδεύτων αἱρετικῶν, υἱοπάτωρ εἰσφέρεται. «Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ.» Ὥσπερ ἀρτίως αἰσχρὸν εἶναι διεβεβαιούμεθα, καὶ τῆς ἐσχάτης εὐηθείας οὐκ ἀμοιρεῖν, τὸ τῶν οἰκείων πλεονεκτημάτων θαυμαστὴν ὁρᾶσθαί τινα, καὶ εἰ παραιτοῖτο τὸ ψεύδεσθαι διὰ πολλὴν ἀρετὴν, οὕτως ἀδελφὴν ὥσπερ ἔχει καὶ γείτονα τὴν ἀτοπίαν ἐκείνῳ, τὸ μὴ κεκλημένους ἐπὶ τὴν ἐπί τισι μαρτυρίαν ἰέναι τινὰς, αὐτομόλους δὲ τοῖς δικάζουσιν, ἤγουν τοῖς διερωτᾶν ἐθέλουσιν ἀναφαίνεσθαι. δόξαι γὰρ ἂν ὁ τοιοῦτος καὶ οὐκ ἀπὸ σκοποῦ μὴ πάντως ἐπείγεσθαι λέγειν τὸ ἀληθὲς, τὸ δὲ λίαν προθύμως ἐθελῆσαι μαρτυρεῖν, οὐχ ὅπερ ἔχει τοῦ πράγματος ἡ φύσις, ἑαυτῷ δὲ μᾶλλον τὸ δοκοῦν ἀποφαίνεσθαι. ἐντεχνέστατα τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, μᾶλλον δὲ ὡς Θεὸς, καὶ τὴν ἐπὶ τούτοις τῶν Φαρισαίων προανατρέπων αἰτίαν φησίν Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην·
οὐκ αὐτόκλητος, φησὶ, πρὸς τὴν ἐπ’ ἐμοὶ ψῆφον ὁ βαπτιστὴς, ἔξω τῆς ἐπὶ τούτῳ κείσεται γραφῆς, ἐλευθέραν ἐποιήσατο τὴν μαρτυρίαν. ὑμεῖς ἐρωτῶντες ἀπεστείλατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ. ἐρωτώμενος γὰρ παρ’ ἐκείνων, οἵπερ ἦσαν πρὸς αὐτὸν ἀπεσταλμένοι, εἰ αὐτός ἐστιν ὁ Χριστός Ὡμολόγησε καὶ οὐκ ἠρνήσατο· ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ Χριστὸς, ἀλλ’ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. μεμαρτύρηκεν οὖν τῇ ἀληθείᾳ, ἀλήθεια γὰρ ὁ Χριστός. «Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε.» Οὐχ ὡς ἄχρηστον ἀποπέμπεται τὴν Ἰωάννου φωνὴν, οὐδὲ ἀργὸν ἀποφαίνει τῆς ἀληθείας τὸν μάρτυρα· ἢ γὰρ ἂν ἔδοξε δικαίως αὐτός τι καθ’ ἑαυτοῦ τῶν ἀτόπων ἐργάζεσθαι, τοῦ χρῆναι πιστεύεσθαι παραλόγως ἐκπέμπων ὃν αὐτὸς ἔπεμψε βοᾶν Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν·
PG 73:397ἀλλ’ ὡς ἀμετρήτῳ δυσηκοί̈ᾳ τῶν Ἰουδαίων μαχόμενος, ἐπὶ τὰ μείζω τε καὶ ἀξιολογώτερα χωρεῖ, οὐκ ἀναγκαίως μὲν ἐξ ἀνθρώπου φωνῆς τὴν ἐφ’ ἑαυτῷ δέχεσθαι μαρτυρίαν εἰπὼν, μᾶλλον δὲ ἀπὸ τῆς πρεπούσης ἐξουσίας τῷ κατὰ φύσιν ὄντι Θεῷ, καὶ ἀπὸ τῆς ἐν ταῖς θεοσημείαις ὑπεροχῆς, λαμπροτέραν ποιήσασθαι τὴν ἀπόδειξιν. ἀνθρώπου μὲν γὰρ ἔσθ’ ὅτε παρακρούσαιτ’ ἄν τις φωνὴν, ὡς οὐκ ἀληθεύουσαν, εἰ καί τις εἴη τυχὸν τῶν ἐν ἁγίοις κατατεταγμένων· ὃ δὴ καὶ ποιεῖν οὐ κατοκνοῦντές τινες, τοῖς τῶν προφητῶν ἀντέπραττον λόγοις Ἄλλα ἡμῖν λαλεῖτε, βοῶντες, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. ἔτι τε πρὸς τούτοις, καὶ τῶν ἐξ Ἱεροσολύμων, ἤτοι τῆς Ἰουδαίων χώρας, εἰς τὴν Αἰγυπτίων καταπεφευγότες τινές· Ἀζαρίας δὲ ἦν υἱὸς Ὡσηὲ καὶ Ἰωάννης υἱὸς Καρηὲ, καὶ πάντες οἱ ἄνδρες οἱ ὑπερήφανοι, καθὰ γέγραπται, διαῤῥήδην ταῖς Ἱερεμίου προφητείαις ἀπειθοῦντες, ἔφασκον Ψεύδῃ, οὐκ ἀπέστειλέ σε Κύριος πρὸς ἡμᾶς εἰπεῖν Μὴ εἰσέλθητε εἰς Αἴγυπτον·
ἡ δὲ διὰ τῶν θαυμάτων ἀπόδειξις, ποίαν ἂν λάβοι τὴν ἀντιλογίαν, καὶ τὸ τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπιμαρτυρεῖσθαι πλεονεκτήμασι, ποῖον ἔτι δώσει τοῖς φιλεγκλήμοσι τῆς δυστροπίας τὸν τρόπον; καὶ γοῦν ὁ Νικόδημος· εἷς δὲ ἦν οὗτος τῶν παρ’ ἐκείνοις καθηγητῶν, καὶ ἐν τοῖς τὸ ἄρχειν λαχοῦσι κατατεταγμένος· ἀναντίῤῥητον τὴν ἀπὸ τῶν θαυμάτων ἐποιεῖτο μαρτυρίαν λέγων Ῥαββὶ, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ’ αὐτοῦ. Ὡς οὖν οὐκ ἐκβαίνοντος τὴν Ἰουδαίων κακόνοιαν τοῦ καὶ αὐτὸν ἀπειθεῖσθαι τὸν ἅγιον βαπτιστὴν, τὴν ὅσον ἧκεν εἰς λόγους μαρτύριαν εἰσάγοντα, πάλιν ὡς ἐν ἤθει φησί Μεμαρτύρηκε μὲν τῇ ἀληθείᾳ, καίτοι παρ’ ὑμῶν ἐρωτώμενος, ὁ μακάριος βαπτιστὴς, ἀλλ’ ἐπείπερ ὑμῖν ἀνεπιχείρητον οὐδὲν, καὶ τὸ ῥιψοκινδύνως ἐπὶ πᾶσαν ἰέναι λοιδορίαν κατείθισται, καὶ τὴν ἐκείνου κατὰ τὸ εἰκὸς παρεκρούσασθε φωνήν. ἐπειδὴ δὲ ὀρθῶς μὲν ὑμῖν ἔχειν καὶ τοῦτο δοκεῖ, ἔστω δὴ, πείθομαι τυχὸν, κατανεύω σὺν ὑμῖν, ἀποστήσομαι δι’ ὑμᾶς καὶ τῆς Ἰωάννου φωνῆς, καὶ τὴν ἐκείνου μαρτυρίαν μεθ’ ὑμῶν παραγράψομαι·
ἔχω τὸν ἄνωθεν μαρτυροῦντα Πατέρα. διδάσκων δὲ πάλιν, ὅτι συναίνεσιν ὑποθετικὴν ὁ λόγος ὠδίνει, χρησίμως ἐπήνεγκε Ταῦτα δὲ λέγω ἵνα ὑμεῖς σωθῆτε, ἀντὶ τοῦ Τοὺς τοιούτους πρὸς ὑμᾶς ἐποιησάμην λόγους, οὐχ οὕτως ἐχούσης τῆς ἀληθείας, ἀλλ’ ὑποθετικῶς, ἵνα ὑμεῖς διὰ παντὸς σώζησθε τρόπου. Καὶ μέχρι δὴ τούτου τὸ δεύτερον ἡμῖν βιβλίον στήσεται. «ΚΥΡΙΛΛΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΤΟΥ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΠΛΗΡΩΘΗ ΒΙΒΛΙΟΝ Β.» ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩι ΤΡΙΤΩι ΒΙΒΛΙΩι ΠΛΑΤΥΤΕΡΟΝ ΕΙΡΗΜΕΝΑ. α. Ζήτησις ἀκριβὴς, διατί μὴ μόνον λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται παρὰ Χριστοῦ, προκειμένου ῥητοῦ Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος. β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα, προκειμένου ῥητοῦ Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, καὶ τὰ ἑξῆς. γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς, λέγων Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ὡς ἐμέ. δ.
Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν, ἐν ταὐτῷ δὲ καὶ ὁ λόγος περὶ τῶν πέντε ἄρτων τῶν κριθίνων καὶ τῶν δύο ὀψαρίων, προκειμένου ῥητοῦ Καὶ μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Τιβεριάδος. ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενὴς, καὶ οὐχ ἕτερος παρ’ αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χαρακτὴρ, προκειμένου ῥητοῦ Ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει, καὶ τὰ ἑξῆς. 2. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι’ αὐτοῦ χαρισμάτων πνευματικῶν, προκειμένου ῥητοῦ Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Γ.
«Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται παρὰ Χριστοῦ.» ἌΡΤΙ καὶ μόλις τὸν ἐπὶ τῷ δευτέρῳ βιβλίῳ στήσαντες κάλαμον, καὶ τῶν θείων θεωρημάτων τὸ πλατύ τε καὶ βαθὺ διανηξάμενοι πέλαγος, καταίρειν τε οὕτω νομίσαντες, ὡς εἰς λιμένα τὸ τέλος, καὶ μονονουχὶ τῆς ἠπείρου τὸ σκάφος ἐξάπτοντες, θαλάττης ὁρῶμεν ἑτέρας ἀρχὴν, τὸν ἐπὶ τοῖς ἐφεξῆς δηλονότι δρόμον, ὃν καὶ ὅτι προσήκοι μετὰ πάσης ἡμᾶς ἐξανύειν σπουδῆς, καὶ αὐτὸς δυσωπεῖ τοῦ πράγματος ὁ σκοπὸς, ἀναπείθει δὲ οὐδὲν ἧττον καὶ τὸ ὑπό του λεγόμενον Ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεής. φέρε δὴ οὖν εἰς εὔτολμον πάλιν ἀναβαίνοντες φρόνημα, τῷ μὲν ἀγαθῷ καὶ φιλανθρώπῳ Θεῷ τὰ καθ’ ἡμᾶς οἰακοστροφεῖν ἐπιτρέπωμεν· ἀναπετάσαντες γὰρ καθάπερ ἱστίον τῆς διανοίας τὸ πλάτος, καὶ τὴν τοῦ Πνεύματος χάριν ἐγκολπούμενοι καθάπερ ἐκ πρύμνης οὐρίαν ἠχὴν, εἰς βαθείαν ἐκτρέχωμεν ζήτησιν. Χριστὸς γάρ ἐστιν ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν καὶ ἐν ὕδατι τρίβον. κατέληξε μὲν οὖν τὸ δεύτερον ἡμῖν βιβλίον, ἐν τῷ Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε.
PG 73:401ἀρξώμεθα δὲ τοῦ τρίτου, στοιχηδὸν ἐπισυνάπτοντες τὰ ἐφεξῆς τὰ περὶ τοῦ ἁγίου βαπτιστοῦ λέγοντος τοῦ Χριστοῦ· «Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.» Λύχνῳ παρεικάζει τὸν ἅγιον βαπτιστὴν, ἅτε δὴ κατὰ τὸ προσεῖναι πεφυκὸς ἀνθρώπῳ μέτρον προαναλάμψαντα μὲν τῆς παρουσίας αὐτοῦ, πλὴν οὐκ ἰδίῳ κεχρημένον φωτί· οὐ γὰρ ἴδιον ἐν τῷ λύχνῳ τὸ φῶς, ἀλλ’ ἔξωθέν τε καὶ ἐπακτὸν καὶ προστεθειμένον· οὕτω δ’ ἂν ἴδοις καὶ ἐν τοῖς ἁγίοις τὸν παρὰ Χριστοῦ φωτισμὸν ἐν πνεύματι· διὸ δὴ καὶ λίαν εὐγνωμονέστατα καὶ φρονοῦντες καὶ πράττοντες αὐτοὶ δι’ οἰκείας ὁμολογοῦσι φωνῆς Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. φῶς μὲν γάρ ἐστι κατὰ φύσιν ὁ Μονογενὴς, ἅτε δὴ καὶ ἐκ φωτὸς ἀναλάμψας, τῆς τοῦ Πατρὸς οὐσίας φημί· μετέχει δὲ ἡ κτίσις αὐτοῦ, καὶ πᾶν εἴ τι τὴν τοῦ λογικεύεσθαι καὶ φρονεῖν ἐπάγεται δύναμιν, σκεῦος ὥσπερ ἐστὶν εἰς τὸ δύνασθαι θείου πληροῦσθαι φωτὸς, ἄριστα διηρτισμένον ὑπὸ τοῦ πάντων ἀριστοτέχνου Θεοῦ. λύχνος οὖν ὁ μακάριος βαπτιστὴς κατὰ τὸν ἤδη προαποδοθέντα λόγον.

Book III · Chapter ILiber III · Caput I

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τοῦτο δὲ λέγων ὁ Σωτὴρ οἰκονομικῶς τοὺς ἀνοήτους Φαρισαίους καλεῖ πρὸς ὑπόμνησιν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς φωνῆς, λέγοντός που περὶ αὐτοῦ Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. σφόδρα δὲ χρησίμως τε καὶ ἀναγκαίως τοῖς ἤδη προειρημένοις ἐπάγει νυνὶ τὰ τοιαῦτα Χριστός. ἐπειδὴ γὰρ πᾶσαν ἀποκλείων τοῖς Ἰουδαίοις ἀπειθείας ἀφορμὴν, καὶ πανταχόθεν αὐτοὺς συνελαύνων εἰς τὸ χρῆναι πιστεύειν αὐτῷ, συναινεῖν ἔδοξέ πως εἰς τὸ μὴ δέχεσθαι τὴν μαρτυρίαν τὴν παρ’ αὐτοῦ, εἰπών Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω· ἵνα μὴ δοκοῖεν ὄντως τε καὶ ἀληθῶς οὕτω διακεῖσθαι περὶ τοῦ προδρόμου τὸν Κύριον, ὥσπερ οὖν ἔχει τοῦ λόγου τὸ σχῆμα, χρησίμως εἰς τὸ παρὸν, οὐχ ἑαυτόν τι λέγοντα περὶ αὐτοῦ, διὰ δὲ τῆς τοῦ Πατρὸς φωνῆς εἰσφέρει βοώμενον· ᾤετο γὰρ δεῖν αἰδοῖ μάλιστα τῇ πρὸς Θεὸν καὶ Πατέρα, τὸν ἀντιτείνοντα δυσωπεῖν, ἤγουν ἤδη γυμνότερον θεομαχοῦντα δεικνύειν, ὡς καὶ αὐτοῖς τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀνέδην ὑπαντιάζοντα λόγοις. Ἦν οὖν φησιν ἐκεῖνος ὁ λύχνος, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.
PG 73:403ἔδει γὰρ οὐ μόνον τοῦ πρέποντος ἀποφοιτῶντας εὐκόλως, καὶ διὰ πολλὴν ἀνοσιότητα τρόπων τὸ ἐθελῆσαι πιστεύειν ἐξωθουμένους, ἐπιδεῖξαι τοὺς Φαρισαίους, ἀλλὰ καὶ ἁψικόρους ὄντας ἐλέγχειν, καὶ προσεδρεύειν μὲν τῇ ἐφέσει τῶν ἀγαθῶν οὐδαμόθεν κατειθισμένους, ἀπογευομένους δὲ μόλις, καὶ ὅσον ἐν ῥήμασιν ἐπαινέσαντας μόνον τοὺς οἵπερ ἂν δόξειαν εἶναι σεπτοὶ, ταχὺ πρὸς τὴν ἐναντίαν ἕξιν μεταχωρεῖν οὐκ αἰσχυνομένους· τοῦτο γὰρ οἶμαι σημαίνειν τὸ ἐθελῆσαι πρὸς ὥραν ἀγαλλιαθῆναι ἐν τῷ φωτὶ αὐτοῦ. ἀπεθαύμαζον μὲν γὰρ ἐν ἀρχαῖς τὸν ἅγιον βαπτιστὴν, ὡς ἀσκητὴν, ὡς φιλόθεον, ὡς εὐλαβείας ἁπάσης ὑπογραμμὸν, ἀλλ’ οἱ τιμῶντες τῷ θαύματι, πάλιν ὑβρίζουσιν, οὐκ ἀνεχόμενοι λέγοντος τό Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. τοῦτο γὰρ δὴ καὶ ποιοῦντες σαφῶς διὰ τῆς ἀπειθείας ἁλίσκονται. Ἤδη μὲν οὖν, καθάπερ ὑπολαμβάνω, τὸν εὐτριβῆ καὶ κατειθισμένον τοῖς πολλοῖς τῆς ἑρμηνείας τρόπον τοῦ προκειμένου τηρήσαντες, τὴν ἐπ’ αὐτῷ θεωρίαν κατὰ τὴν ἐνοῦσαν ἡμῖν ἐξεθέμεθα δύναμιν·
ἐπειδὴ δὲ τοῦ Σωτῆρος ὁ λόγος εἰς βαθείας ἡμᾶς κατατείνων ἐννοίας, καὶ πικροτέρων ἅψασθαι νοημάτων μονονουχὶ καὶ ἐπαναγκάζων ὁρᾶται, οὐχ ἁπλῶς ὅτι λύχνος ἦν Ἰωάννης σημαίνων, ἀλλ’ ὅτι καὶ καιόμενος καὶ φαίνων, ἀναγκαῖον ἡγούμεθα, προσβαλόντας ὀξυωπέστερον τῇ τῶν εἰρημένων δυνάμει, τῆς ἀληθείας τὸ κάλλος ἰχνηλατεῖν. αὐτὸ δὲ δὴ πάλιν εἰς μέσον ἡμῖν παροισθήσεται τὸ ῥητόν. Ἐκεῖνος ἦν ὁ λύχνος φησίν. ἐξήρκει καὶ διὰ τούτου μόνου κατασημῆναι τὸν ἅγιον βαπτιστὴν, ὥστε καὶ εἰς ἔννοιαν τοὺς ἀκροωμένους ἀναδραμεῖν τῆς περὶ αὐτοῦ προφητείας, ἐχούσης ὧδε Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. ἐπειδὴ δὲ προστίθησι τῷ λύχνον εἰπεῖν, ὁ καιόμενος καὶ φαίνων, δῆλος ἂν εἴη δήπουθεν οὐκ εἰς μόνην τὴν τοῦ προφήτου φωνὴν ἀναφέρων τὸν ἀκροατὴν, ἀλλὰ καὶ εἰς νομικήν τινα διατύπωσιν, ὡς ἐν σχήματι πάλιν καὶ σκιᾷ τὴν Ἰωάννου δᾳδουχίαν προαναπλάττουσαν, ἣν καλῶς ἐποιήσατο μαρτυρήσας τῷ δεσπότῃ Χριστῷ. ὡς δὲ τοῖς Μωυσαϊκοῖς ὁμιλοῦντας λόγοις καὶ τοῦτο ἐνδελεχῶς τοὺς οἰησίφρονας Φαρισαίους, ἐξελέγχει πάλιν ἀμαθαίνοντας, καὶ δοκήσει μᾶλλον ὄντας σοφοὺς, ἤπερ ὄντως νομομαθεῖς.
οὗτος μὲν οὖν σύμπας ἐστὶν ὁ τοῦ λόγου σκοπός· δεῖν δὲ ἡμᾶς ἀναμφιλόγως ὑπολαμβάνω καὶ τὸ θεῖον αὐτὸ παρακομίζοντας λόγιον, ἐπιδεικνύειν ἤδη λύχνον οὐχ ἁπλῶς, ἀλλὰ καὶ καιόμενον καὶ φαίνοντα τὸν μακάριον βαπτιστήν. Ὅτε τοίνυν τὰ περὶ τῆς ἁγίας σκηνῆς διετύπου Θεὸς, μετὰ τὴν τῶν αὐλαίων τῶν δέκα συμπλήρωσιν, λέγει πρὸς τὸν ἱεροφάντην Μωυσέα Καὶ σὺ σύνταξον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαίων ἄτρυγον καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι, ἵνα καίηται ὁ λύχνος διὰ παντὸς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης· καύσει αὐτὸν ὁ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωὶ̈ ἐναντίον Κυρίου, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν Ἰσραήλ. καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ τῶν υἱῶν Ἰσραὴλ ἱερατεύειν μοι. τὸ μὲν οὖν θεῖον λόγιον ἐν τούτοις ἡμῖν ἑστάτω, χωρητέον δὲ ἤδη πρὸς τὴν ἐνδεχομένην σαφήνειαν αὐτοῦ·
PG 73:405τὸ ἔλαιον τὸ ἄτρυγόν τε καὶ καθαρὸν, ἔοικεν ὑποδηλοῦν τὴν καθαρωτάτην καὶ ἀθόλωτον τοῦ Ἁγίου Πνεύματος φύσιν, ἥτις ἐν ἡμῖν ἐλαίου δίκην ἀπερινοήτως εἰστρέχουσα ἀποτρέφει καὶ συνέχει καὶ αὔξει τὸν ἐν ψυχῇ φωτισμὸν, καθάπερ ἐν λύχνῳ κείμενον. οὕτω δὲ καὶ τὸν θεσπέσιον βαπτιστὴν τῆς περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας τὸ φῶς ἐκλάμψαι πιστεύομεν, οὐχ ἑτέρωθεν τὴν τοῦ δύνασθαι φωταγωγεῖν κομισάμενον δύναμιν, ἢ διὰ τοῦ ἐλαίου τοῦ νοητοῦ, δυνατῶς τε καὶ ἐπιτηδείως ἔχοντος εἰς τὸ φῶς καῦσαι τὸ θεῖον ἐν ἡμῖν, ὃ δὴ καὶ αὐτὸς ὡς ἐν αἰνίγματι ὁ Σωτὴρ κατεμήνυσε λέγων Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; λύχνος οὖν ὡς ἐν τύπῳ πάλιν ὁ καιόμενος καὶ φαίνων διὰ παντὸς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ὁ μακάριος ἦν βαπτιστής· καὶ τὸ μὲν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φαίνειν αὐτὸν, σημαίνει καὶ καλῶς, ὅτι δεκτὸς ἐν ἐκκλησίαις ὁ παρ’ αὐτοῦ φωτισμὸς, καὶ οὐκ ἔξω κείσεται τῆς ἱερᾶς τε καὶ θείας τοῦ Σωτῆρος αὐλῆς. τὸ γεμὴν ἔξω τοῦ καταπετάσματος ὁρᾶσθαι τὸν λύχνον, ἔοικεν ὑποδηλοῦν, ὅτι τὸν ἁπλούστερόν τε καὶ εἰσαγωγικὸν εἰσοίσει φωτισμὸν, Μετανοεῖτε λέγων, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν·
τῶν δὲ ἔσω τοῦ καταπετάσματος ἀποκεκρυμμένων, δηλαδὴ τοῦ Σωτῆρος ἡμῶν μυστηρίων, οὐδὲν ὅλως ἐπιδεικνύει. οὐ γὰρ ἐβάπτισεν εἰς μετουσίαν Ἁγίου Πνεύματος, οὐδὲ εἰςήνεγκεν ὁ παρ’ αὐτοῦ φωτισμὸς εἰς τὸ ἔσω τοῦ καταπετάσματος· ἦν γὰρ ἐπὶ τῆς ἔξω σκηνῆς τῆς ἐχούσης ἔτι τὴν στάσιν κατὰ τὴν τοῦ Παύλου φωνήν. ἐπειδὴ δέ φησιν, ὅτι καὶ Καύσει αὐτὸν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωὶ̈ ἐναντίον Κυρίου, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν, τοιῶσδε πάλιν νοῆσαι προσήκειν οἶμαι τὸ εἰρημένον. Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τοὺς ἐν ταῖς ἐκκλησίαις κατὰ καιρὸν ἱερουργοῦντας ὑποσημαίνουσι, τουτέστι τοὺς ἐν αὐταῖς διδασκάλους, καὶ τῶν θείων θυσιαστηρίων λειτουργούς· οὗτοι τὸν λύχνον τὸν νοητὸν, τουτέστι τὸν Ἰωάννην, ἀεὶ διαλάμποντα τηρεῖν ἐπιτάττονται· τοῦτο γάρ ἐστι τό Καύσουσιν αὐτὸν ἀπὸ ἑσπέρας ἕως πρωί̈. ὁ γὰρ σύμπας καιρὸς, ἐν ᾧ προσῆκε τὸ τοῦ λύχνου φαίνεσθαι φῶς, τὸ μῆκός ἐστι τῆς νυκτὸς, δι’ οὗ σημαίνεται τοῦ παρόντος αἰῶνος τὸ μέτρον. φῶς γὰρ τὸν μέλλοντα νοοῦμεν αἰῶνα.
καίεται γεμὴν, ἤτοι λαμπρὸς ὁ λύχνος διαφυλάττεται, δεκτὴν ἀεὶ τοῖς πιστεύουσιν εἰς Χριστὸν τὴν ἐπ’ αὐτῷ δᾳδουχίαν ποιούμενος, καὶ ὅτιπέρ ἐστιν ἀληθὴς τὰ τοιαῦτα λέγων περὶ Χριστοῦ διὰ φωνῆς τῶν κατὰ καιροὺς ἱερέων ἐπιμαρτυρούμενος. Ἵνα δέ σε διδάξῃ Θεὸς, ὅτι διὰ τούτου τὸν τοῦ Σωτῆρος προανετύπου προάγγελον, εὐθὺς ἐπισυνάπτει τὴν τῶν ἱερατευόντων ἐπιλογήν. ἀναβήσῃ δὲ πάλιν ὅλον τοῦ κεφαλαίου τὸν λόγον ἀναμασώμενος εἰς τοιαύτην τινὰ θεωρίαν, καὶ οὐκ ἄκομψον, ὥς γε μοι δοκεῖ· ἐπὶ τέλει τῆς σκηνῆς ἡ ἐπὶ τῷ λύχνῳ διάταξις εἰσενήνεκται, μεθ’ ἣν εὐθὺς ἡ τῶν ἱερέων προβολή τε καὶ χρῆσις. ἐπὶ γὰρ τέλει τοῦ νόμου καὶ τῶν προφητῶν, ἡ τοῦ προβαδίζοντος ἐξέλαμψε Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, καθὰ γέγραπται, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν, μεθ’ ὃν εὐθὺς ἡ τῶν ἁγίων ἀποστόλων διὰ Χριστοῦ χειροτονία τε καὶ ἀνάδειξις· ἐξελέξατο γὰρ ὁ Κύριος δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν.
PG 73:407Καὶ ἐν τούτοις ἡμῖν τῆς ἐπὶ τῷ λύχνῳ θεωρίας συμπεπερασμένης, ἴδωμεν πάλιν τὴν τοῦ Σωτῆρος φωνήν Ἐκεῖνος ἦν ὁ λύχνος φησὶν ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. ἕξιν ἀμαθῆ καὶ δυσάγωγον εἰς ὑπακοὴν τοῖς Φαρισαίοις ἐγκαλεῖ, καὶ διελέγχει πάλιν, ὡς ἀσύγκριτον νοσοῦσι τὴν ἀπαιδευσίαν, οὐδὲ ἅπερ εἰδέναι κατεπαγγέλλοντο νοεῖν ἰσχύοντες, καὶ πολὺ μὲν λίαν τῆς ἀκριβοῦς νομομαθείας ἐξῳκισμένοι, ἀγνοοῦντες δὲ κατὰ τὸ παντελὲς, ἅπερ ὡς ἐν σχήμασιν ὁ νομοθέτης προανετύπου διὰ Μωυσέως. διὰ μὲν γὰρ τοῦ λέγειν, ὅτι ὁ λύχνος ἦν ἐκεῖνος ὁ καιόμενος καὶ φαίνων, δυσωπεῖ κατὰ τὸ εἰκὸς ὡς οὔπω νενοηκότας τὸ ἐν νομικοῖς αἰνίγμασι καὶ πάλαι σκιαγραφούμενον· διὰ δὲ τοῦ εἰπεῖν Ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ, τῆς ἄνωθεν ψήφου τὸ οἰκεῖον ἀεὶ προτάττοντας θέλημα πάλιν εἰσφέρει, καὶ οἷσπερ ἂν βούλωνται μόνοις ἀκολουθεῖν εἰθισμένους. τοῦ γὰρ νομοθέτου, φησὶ, διὰ παντὸς φαίνειν τε καὶ καίεσθαι τὸν λύχνον διατεταχότος, οὐκ εἰς ἀεὶ φαίνειν αὐτὸν ὑμεῖς ἠθελήσατε, ἀλλὰ πρὸς μόνην ὥραν, τουτέστι πρὸς ὀλιγοστὸν κομιδῆ τὸν καιρόν.
ἐν ἀρχῇ γὰρ θαυμάσαντες κατεσβέσατε, τὸ ὅσον ἐφ’ ἑαυτοῖς, τοῦ λύχνου τὸ φῶς, ἀλογώτατα μὲν ἐπισκήπτοντες τῷ θεόθεν ἀπεσταλμένῳ, καὶ οὐ μόνον αὐτοὶ τὸ βαπτίζεσθαι παραιτούμενοι, ἀλλὰ καὶ τοῦ βαπτίζειν ἑτέρους ἀποκωλύοντες· ἀπεστείλατε γὰρ πρὸς αὐτὸν λέγοντες Τί οὖν βαπτίζεις; τουτέστι τί φωτίζεις εἰς μετάνοιαν καὶ ἐπίγνωσιν τοῦ Χριστοῦ; οὐκοῦν εὐηθείας ἅμα καὶ παρανομίας ἐπήνεγκε γραφὴν τοῖς ἀνοήτοις γραμματεῦσι καὶ Φαρισαίοις, ταῖς Ἰωάννου πάλιν ἐπαγωνιζόμενος φωναῖς ὁ Σωτήρ· ὅπερ οἶμαι συνεὶς, ἄριστά τε διειληφὼς καὶ ὁ μακάριος Λουκᾶς τῆς ἐκείνων ἀπονοίας καταβοᾷ λέγων Καὶ πᾶς ὁ λαὸς ἀκούσας τῶν τοῦ Σωτῆρος ῥημάτων δηλαδὴ, ἐδικαίωσαν τὸν Θεὸν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου. οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν ἐν ἑαυτοῖς, μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ. «Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με ἀπέσταλκε.
καὶ ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ.» Εἰ καὶ λύχνος ἦν ἐκεῖνος, φησὶ, καὶ διὰ νομικῶν συνταγμάτων ζωγραφούμενος, καὶ διὰ φωνῆς τῶν ἁγίων προφητῶν προβοώμενος, ὡς ἀναδειχθήσεταί ποτε τοῦ κατ’ ἀλήθειαν προαναλάμπων φωτὸς, καὶ διαγγέλλων ἐν ὑμῖν, ὅτι προσήκει τὴν ὁδὸν εὐτρεπῆ ποιεῖσθαι τοῦ Κυρίου καὶ Θεοῦ· ἀλλ’ ἐπείπερ ὑμῖν οὐκ ἀξιόπιστος ἴσως ὁρᾶται, καίτοι τοσοῦτος ὑπάρχων ἐν ἀρετῇ, διὰ τὴν ἐνοῦσαν ὑμῖν ἀχάλινόν τε καὶ ἐκτοπωτάτην ἀπόνοιαν, ἐπὶ τὸ μεῖζον ἤδη χωρῶ, καθ’ οὗ κατὰ τὸ εἰκὸς ἐρεῖτε πάλιν οὐδὲν, αὐτὸ τῆς ἀληθείας τὸ κάλλος καὶ παρὰ βούλησιν τὴν ἑαυτῶν δυσωπούμενοι.
PG 73:409οὐ γὰρ λόγοις ἔτι καὶ ταῖς ἐξ ἀνθρώπων ψήφοις ἐπισεμνύνομαι, οὐδὲ τὰς ἐκ ῥημάτων ψιλῶν συλλέγειν ἐπ’ ἐμαυτῷ μαρτυρίας οἰήσομαι δεῖν, ἀξιολογωτέροις δὲ καὶ πολὺ μείζοσι τῶν εἰρημένων ἐπιτρέψω τὰ κατ’ ἐμαυτὸν, καὶ ἐξ αὐτῆς ἤδη καταλαμπρύνω τῆς ἐν ἔργοις μεγαλειότητος, ὅτι Θεὸς κατὰ φύσιν εἰμὶ, καὶ ἐκ Θεοῦ πέφηνα Πατρὸς, ἀδικῶ δὲ οὐδὲν τοὺς ἐμοὺς, ἐφ’ ὅπερ ἂν βούλωμαι μεταῤῥυθμίζων, νόμους, καὶ ἐκ τῆς κατὰ τὸ γράμμα παχύτητος εἰς πνευματικὴν θεωρίαν μεταστοιχειῶν τὰ τοῖς ἀρχαιοτέροις αἰνιγματωδῶς εἰρημένα. κατανοείτω δὲ πάλιν ὁ φιλομαθὴς, ὅτι λέγων ὁ Σωτὴρ διὰ τῶν ἔργων ἐπιμαρτύρεσθαι καλῶς εἰς τὸ εἶναι κατὰ φύσιν Θεὸς, ἐκδιδάσκει σαφῶς, ὡς οὐκ ἂν εἴη τῶν ἐνδεχομένων ἀπαραλλάκτως ἐνυπάρχειν τινὶ τὴν Θεῷ πρέπουσαν ἐνέργειάν τε καὶ δύναμιν, εἰ μὴ καὶ αὐτὸς κατὰ φύσιν ὑπάρχοι Θεός. μαρτυρεῖται γὰρ διὰ τῶν ἔργων, οὐ καθ’ ἕτερον οἶμαι τρόπον, ἀλλὰ κατὰ τοῦτον αὐτόν. εἰ γὰρ τῶν τοῦ γεννήσαντος ἔργων ὁρᾶται τελειωτὴς, καὶ ἅπερ ἂν ἐκείνῳ καὶ μόνῳ φαίνοιτο πρεπωδέστερα, ταῦτα καὶ αὐτὸς ἐξ οἰκείας ἰσχύος ἀποπληροῖ·
πῶς οὐκ ἂν γένοιτο παντί τῳ σαφὲς, ὅτι τὴν αὐτὴν ἐκείνῳ φύσιν ἀπεκληρώσατο, καὶ τοῖς τοῦ τεκόντος ἰδιώμασι διαλάμπων, ὡς ἐξ αὐτοῦ, τὴν ἴσην αὐτῷ δύναμίν τε καὶ ἐνέργειαν ἔχει; εἰληφέναι γεμὴν παρ’ αὐτοῦ τὰ ἔργα φησὶν, ἢ διὰ τὸ τῆς ἀνθρωπότητος σχῆμα καὶ τὴν τοῦ δούλου μορφὴν, ταπεινότερόν πως ἤπερ ἐχρῆν καὶ τοῦτο λαλῶν οἰκονομικῶς, ἢ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὐδοκίαν τε καὶ συναίνεσιν, τὴν ἐφ’ ἅπασι τοῖς παραδόξως ἐπιτελουμένοις, τῷ τῆς δόσεως ἀποσεμνύνων ὀνόματι. οὕτω γὰρ καὶ ἀπεστάλθαι διισχυρίζεται, ἅτε δὴ καὶ κενώσας ἑαυτὸν, καθὰ γέγραπται, τῆς ἀκράτως πρεπούσης ἀξίας τῷ Θεῷ διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν· ἐταπείνωσε γὰρ ἑαυτὸν, καὶ τὴν τοῦ τεταπεινῶσθαι σμικροπρέπειαν οὐκ ἐν ἑτέροις εὑρήσομεν τρόποις, ἢ ἐφ’ οἷσπερ ἂν ὡς ἄνθρωπος ἔσθ’ ὅτε λαλῇ. τούτῳ συνᾴδει τὸ διὰ τοῦ ψαλμῳδοῦ πάλιν ὡς ἐξ αὐτοῦ δι’ ἡμᾶς ἀνθρωποπρεπῶς εἰρημένον Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα Κυρίου.
ὁ γὰρ βασιλεὺς ὢν ἀεὶ μετὰ τοῦ Πατρὸς, ὁ σύνθρονός τε καὶ σύνεδρος, ὡς Θεὸς Θεῷ τῷ γεννήσαντι, κεχειροτονῆσθαί φησιν εἰς βασιλέα καὶ κύριον, ἅπερ εἶχεν ὡς Θεὸς λαμβάνειν εἰπὼν, ὅτε πέφηνεν ἄνθρωπος, ᾧ τὸ βασιλεύειν κατὰ φύσιν οὐκ ἔνεστιν, ἀλλὰ γὰρ καὶ τὸ τῆς κυριότητος ὄνομά τε καὶ πρᾶγμα πάντως ἐπακτόν. ΚΕΦΑΛΗ Β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα. «Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέσταλκεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.» ΟΥΧ ἁπλῆν ἄν τις ἴδοι νοημάτων διασκευὴν τῷ προτεθέντι πάλιν ἐπιχεομένην ῥητῷ, ἀλλὰ κεκρυμμένων θεωρημάτων ἑσμὸν, πολὺ δὴ λίαν εὐκόλως τὸν τῶν ἀζητήτως ἐπακροωμένων παριππεύοντα νοῦν, μόνοις δὲ τάχα τοῖς πικρότερον ἐξετάζουσιν ὁρᾶσθαι καταδεχόμενον.
PG 73:411τί γὰρ δὴ τὸ πεπεικὸς, ἐρεῖ τις τυχὸν, ἀπὸ τῆς θεοπρεποῦς ἐνεργείας μαρτυρεῖσθαι λέγοντα τὸν Ἰησοῦν, ὡς ἐπί τι τῶν παρακειμένων ἐλθεῖν τὸ πολὺ λίαν ἀπεσχοινισμένον, τὸ μήτε ἀκηκοέναι φημὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς φωνῆς τοὺς Φαρισαίους πώποτε, μήτε μὴν τεθεᾶσθαι τὸ εἶδος αὐτοῦ, ἀλλὰ μηδὲ τὸν λόγον ἔχειν ἐνοικοῦντα αὐτοῖς τὸν ἐκείνου. καὶ συνθήσομαί γε, καὶ πᾶς τις οἶμαι τῶν ἄλλων, ὡς οὐκ ἔξω τοῦ πρέποντος γένοιτ’ ἂν ἡ τοιαύτη παρά τινων ἐπαπόρησις. ποῖον οὖν ἄρα τοῖς προκειμένοις ἐφαρμόσομεν νοῦν, τί δὲ πάλιν εὑρεσιλογοῦντες ἐξαρτύσομεν, τῆς ἀληθείας ἐχόμενοι πανταχῆ, διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας τε καὶ χάριτος ἐξειπεῖν πειράσομαι.
Ἔθος τῷ Σωτῆρι Χριστῷ, ποιουμένῳ πολλάκις τὰς ἐπωφελεῖς διαλέξεις πρὸς τοὺς ἀσυνέτους μάλιστα Φαρισαίους, εἰς τὸ τῆς καρδίας αὐτῶν ἀτενίζειν βάθος, καὶ περισκέπτεσθαι θεοπρεπῶς τὰ ἐν λογισμοῖς ἀφώνως ἔτι κατὰ τὸν νοῦν στρεφόμενά τε καὶ ἀνακινούμενα, καὶ πρὸς ταῦτα μάλιστα καὶ τὰς ἀποκρίσεις ποιεῖσθαι καὶ τοὺς λόγους ἔσθ’ ὅτε καὶ τοὺς ἐλέγχους ἐπ’ αὐτοῖς, καὶ οὐ πάντως τῶν οἰκείων ῥημάτων ἀνεξίτητον διατηρεῖ τὸν εἱρμὸν, ἀλλὰ πρὸς ὅπερ ἂν ἐκεῖνοι βουλεύωνται καὶ καθ’ ἑαυτοὺς ἐννοῶσι, δριμὺς ὑπαντᾷ, καὶ διὰ τούτου δεικνὺς, ὅτι πέρ ἐστι κατὰ φύσιν Θεὸς, ὡς γινώσκων τὰ ἐν τῷ βάθει κείμενα, καὶ καρδίας ἐρευνῶν καὶ νεφρούς· δεχέσθω δὲ, εἴ τῳ δοκεῖ, τὴν ἐπὶ τοῖς εἰρημένοις ἐναργεστάτην ἀπόδειξιν παρὰ τῶν ἑτέρων εὐαγγελιστῶν, Λουκᾶ δὴ φημὶ καὶ τῶν σὺν αὐτῷ. γέγραπται τοίνυν ἐν τοῖς εὐαγγελίοις, ὡς ἦσάν ποτε συνεληλυθότες ἀπὸ πάσης τῆς περιχώρου τῆς Ἰουδαίας Φαρισαῖοι καὶ νομοδιδάσκαλοι. Καὶ ἰδοὺ, φησὶν, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ·
καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός; ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς, φησὶ, τοὺς διαλογισμοὺς αὐτῶν, ἀποκριθεὶς εἶπε πρὸς αὐτούς Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον εἰπεῖν Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν Ἔγειραι καὶ περιπάτει; ὁρᾷς ὅπως οὐ περιμείνας τὴν ἐν προφορᾷ ῥημάτων ἀπόκρισιν, ἤτοι γογγυσμὸν, πρὸς τὰς ἐν αὐτοῖς ἐννοίας ὡς Θεὸς ἀποκρίνεται; εὑρήσεις δὲ πάλιν καὶ ἑτέραν πράγματος εἰκόνα κατὰ τοῦτο διηρτημένην τὸ σχῆμα. λέγει γὰρ οὕτως ὁ μακάριος Λουκᾶς Ἐγένετο δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν, καὶ ἦν ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά. παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύει, ἵνα εὕρωσι κατηγορίαν κατ’ αὐτοῦ·
PG 73:413αὐτὸς δὲ ᾔδει, φησὶν, τοὺς διαλογισμοὺς αὐτῶν, καὶ εἶπε τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα Ἔγειραι καὶ στῆθι εἰς τὸ μέσον. καὶ ἀναστὰς ἔστη. εἶπε δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς Ἐπερωτήσω ὑμᾶς εἰ ἔξεστι τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι. ὁρᾷς δὴ πάλιν ἀνακεκαλυμμένως ἐν τούτοις, ὡς εἰς αὐτὴν ὁρῶν τὴν καρδίαν τῶν ἀνοήτως αἰτιᾶσθαι πειρωμένων αὐτὸν, ἐποιήσατο τοὺς λόγους; τοιοῦτόν τι πάλιν καὶ ἐπὶ τῷ προκειμένῳ ῥητῷ τεθεωρῆσθαι παρὰ τοῦ Σωτῆρος ἐν ταῖς τῶν Φαρισαίων διανοίαις ὑποτοπήσομεν. ὄψει δὲ τὴν εὐθεῖαν ἢ τὴν τοῦ πράγματος θέσιν οὐκ ἀπολακτίσαντα τὸν λόγον, ἕκαστα τῶν ἤδη προειρημένων ἀναμηρύσασθαι κατοκνήσας οὐδαμῶς.
Γέγονε τοίνυν ἐν ἀρχῇ πρὸς ἐκείνους ὁ πολύς τε καὶ μακρὸς οὑτοσὶ λόγος ἐπὶ τῷ τεθεραπευμένῳ κατὰ τὸ σάββατον, καὶ διὰ ποικίλων εὑρημάτων καὶ συλλογισμῶν ἀναπείθειν ἐπειρᾶτο Χριστὸς τοὺς οἵπερ ἦσαν ἐπὶ τῇ τοῦ σαββάτου λύσει δυστρόπως ἀσχάλλοντες, ὡς ἔξεστι καὶ ἐλεεῖν ἐν σαββάτῳ, καὶ εἰς πάντας ἐργάζεσθαι τὸ ἀγαθὸν, καὶ πρὸς τούτοις, ὅτι πράγματος ἀξιολογωτάτου σκιὰν ὁ νόμος ἐποιεῖτο τὴν κατὰ τὸ σάββατον ἀργίαν, ἄλλως τε καὶ ὅσον ἧκεν εἰς τὴν ἐκείνων ψῆφον παραλύσας τὴν τοῦ σαββάτου τιμὴν, ἢ καὶ τὸν νόμον ὡς διὰ τούτου δὴ μάλιστα παραβεβηκὼς, καὶ ἀπεστάλθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ λίαν εὐτόνως διισχυρίζετο, καὶ προσέτι μαρτυρεῖσθαι παρ’ αὐτοῦ, καὶ συνευδοκήσειν ἐφ’ ἅπασιν οἷσπερ ἂν ἐργάσαιτο, διελάλει σαφῶς. πρὸς ταῦτα κατά γε τὸ ἐν λογισμοῖς πιθανὸν, διενθυμοῦνται πάλιν οἱ Φαρισαῖοι καθ’ ἑαυτοὺς, ἅτε δὴ τοῖς νομικοῖς προσεδρεύοντες γράμμασιν, ἀεί τε τὰς διὰ Μωυσέως ἐντολὰς προϊσχόμενοι καὶ ἀνεγνωκέναι λέγοντες Τίς ὁ παρὰ τούτου λόγος· πῶς δὲ αὐτῷ συνευδοκήσει παραλύοντι τὸν νόμον ὁ Θεὸς καὶ Πατήρ; πότε δὲ μεμαρτύρηκεν, ἢ τίνα ψῆφον ἐποιήσατο περὶ αὐτοῦ;

Chapter IICaput II

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐκ μὲν γὰρ τῶν Μωυσαϊκῶν συνταγμάτων ἐγνώκαμεν ὅτι καταβέβηκεν ὁ Θεὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ὤφθη τοῖς πατράσι τὸ εἶδος αὐτοῦ, ἀκουστὴ, φησὶ, γέγονεν ἡ φωνὴ αὐτοῦ· λελάληκεν ὅλῃ τῇ Συναγωγῇ, τηρεῖν ἐκέλευσε τὴν ἡμέραν τοῦ σαββάτου, σαφῶς διαστείλας ὡδί Μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν· ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἅγια Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον. καὶ οὐχ ἑτέρου, φησὶ, ταῦτα λέγοντος ἠκούσαμεν, αὐτήκοος ἦν τῆς θεόθεν φωνῆς ἡ τῶν πατέρων πληθὺς, καὶ μετ’ ἐκείνους ἐν ἡμῖν ὁ λόγος τοῦ Θεοῦ· τίς δὲ οὗτός ἐστιν; Ταῦτα πάλιν ἐπείπερ ἐνθυμουμένους ἐθεᾶτο, πικρῶς ἀμαθαίνοντας ἐξελέγχει λέγων Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτ’ εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε.
PG 73:415τὰ γὰρ ἐν τύπῳ γεγονότα κατ’ ἐκεῖνο τοῦ καιροῦ, καὶ δι’ ὧν αὐτοῖς ἡ ἐπὶ τὸ ὄρος τὸ Σινᾶ κάθοδος ἐσχηματίζετο τοῦ Θεοῦ, ταῦτα πάλιν εἰδότες οὐδὲν, οὐκ εἰς εἰκόνας πραγμάτων ἐδέχοντο νοητῶν, ἀλλ’ ὄντως καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ὁρατὴν εἶναι δύνασθαι τὴν θείαν ᾤοντο φύσιν, καὶ φωνῇ σωματικῇ κεχρῆσθαι πεπιστεύκεισαν. ὅτι δὲ ἀληθὴς ἐπ’ αὐτοῖς τοῦ Σωτῆρος ὁ λόγος ἦν, καὶ οὔτε φωνῆς ἀκηκόασί ποτε τοῦ Θεοῦ καὶ Πατρὸς, οὔτε μὴν ὄψει τῇ διὰ σώματος τεθέαταί τις τὸ εἶδος αὐτοῦ, τουτέστι τὸν ὅμοιον αὐτῷ κατὰ πάντα Λόγον, χρῆναι πάλιν ἐπιδεῖξαι σαφῶς ὑπολαμβάνω, τὰ ἐν τῇ ἐξόδῳ γεγραμμένα παραθέντα πρὸς ἔρευνάν τε καὶ βάσανον πνευματικήν. ἔχει δὲ οὕτως Καὶ ἐξήγαγε Μωυσῆς τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος τὸ Σινᾶ. τὸ δὲ ὄρος τὸ Σινᾶ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι τὸν Θεὸν ἐπ’ αὐτοῦ ἐν πυρὶ, καὶ ἀνέβαινεν ὁ καπνὸς ὡς καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα. ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυραὶ σφόδρα· Μωυσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. ὧδε μὲν οὖν ἡμῖν τὸ τοῦ πανσόφου Μωυσέως λόγιον ἔχει·
δεῖν δὲ οἶμαι καὶ νῦν εἰς γελοιοτάτην κατολισθαίνοντας περὶ Θεοῦ δόξαν τοὺς Ἰουδαίους ἐλέγχειν, καὶ αὐτὸ τεθεᾶσθαι τὸ εἶδος οἰηθέντας αὐτοῦ, καὶ ἀκοῦσαι τῆς ὄντως ἐνούσης τῇ θείᾳ φύσει φωνῆς. Ἄγε δὴ τοίνυν τῇ τοῦ Σωτῆρος ἐπιθαρσοῦντες χορηγίᾳ καὶ χάριτι, τὴν τοῦ νομικοῦ παχύτητα γράμματος εἰς πνευματικὴν θεωρίαν ἀπολεπτύνωμεν· οὕτω γὰρ μάλιστα φανεῖται καὶ ἀληθὲς τὸ πρὸς Φαρισαίους εἰρημένον περὶ Θεοῦ Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε. τὸ μὲν οὖν διὰ Μωυσέως ἐξάγεσθαι τὸν λαὸν εἰς ἀπάντησιν τοῦ Θεοῦ, καθὰ γέγραπται, σημεῖον ἂν γένοιτο σαφὲς καὶ λόγος ὡς ἐν αἰνίγματι, τοῦ μὴ δύνασθαί τινας ἀπαιδαγωγήτως τε καὶ ἀνεπιστήτως ἰέναι πρὸς Θεὸν, νόμῳ δὲ μᾶλλον χειραγωγουμένους εἰς ἐπίγνωσιν ὧν ζητοῦσι μαθεῖν. Μωυσῆς γὰρ εἰς νόμον ἡμῖν νοηθήσεται κατὰ τὸ εἰρημένον ὑπό τινος Ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας.
ἡ δέ γε παράστασις ἡ ὑπὸ τὸ ὄρος καταβεβηκότος ἤδη καὶ ὄντος ἐν αὐτῷ τοῦ Θεοῦ, τὴν ἑτοιμότητα τῆς γνώμης καὶ τὸ γοργὸν εἰς δουλείαν τῶν καλουμένων ὑποδηλοῖ, οὐκ ἀνανευόντων τρόπον τινὰ καὶ τοῖς ὑπὲρ δύναμιν καὶ ὑψηλοτέροις ἢ κατὰ τὴν φύσιν προσβαλεῖν, συμπαρόντος αὐτοῖς τοῦ Θεοῦ. τοιοῦτοι δὲ πάντως τοῦ Σωτῆρος οἱ μέτοχοι. διὸ δὴ καὶ τὴν ὑπὲρ ἄνθρωπον μελετῶντες ἀνδρείαν Τίς ἂν ἡμᾶς χωρίσαι, φασὶν, ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; πάντα γὰρ τοῖς εὐσεβοῦσιν οἰστὰ τὰ δεινὰ διὰ τὴν εἰς Χριστὸν ἀγάπησιν· κἂν ὡς ὄρος ἡ θλίψις ἐγείρηται, παντὸς ἐκεῖνοι κινδύνου κατανεανιεύσονται, καὶ τῆς πρὸς Θεὸν φιλίας τὴν γνώμην οὐκ ἀποστήσουσι. κατελθεῖν δὲ λεγόμενος, οὐκ εἰς χθαμαλόν τινα χῶρον, ἀλλ’ ἄνω που πάλιν καὶ ἐν ὄρει φαίνεται Θεὸς, ἵνα δή τι τοιοῦτον ἐννοήσῃς κατὰ σαυτὸν, ὅτι κἂν ταῖς ἡμετέραις διανοίαις ἡ θεία φύσις συγκαταβαίνουσα, ἑαυτὴν ἡμῖν προσάγῃ πρὸς κατανόησιν, ἀλλ’ ἔστι πάλιν ἐν τοῖς πολὺ λίαν ὑπὲρ ἡμᾶς καὶ λόγοις καὶ θεωρήμασι.
PG 73:417τὸ γὰρ ὑψηλόν τε καὶ ὑπέρτονον τῶν περὶ αὐτῆς δογμάτων διὰ τοῦ ὄρους σημαίνεται, ὃ καὶ σύμπαν ἡμῖν τῷ καπνῷ καταμελαίνεσθαι λέγει. δριμεῖς γὰρ ὄντως καὶ οὐ σφόδρα λαμπροὶ παρ’ ἡμῖν οἱ περὶ τῆς θεότητος λόγοι, τὸν τῆς διανοίας ὀφθαλμὸν καπνοῦ δίκην ἀμύττοντες. διὰ τοῦτο Παῦλος μὲν ὁ σοφώτατος ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι βλέπειν ἡμᾶς διεμαρτύρατο· τεθεικέναι δὲ σκότος ἀποκρυφὴν αὐτοῦ, τὸν Θεὸν δηλονότι, φησί που πάλιν ὁ μελῳδὸς, τῷ τοῦ σκότους ὀνόματι τὴν περὶ αὐτὸν ἀκαταληψίαν ὑποδηλῶν, ἧσπερ ἂν εἰς τύπον ληφθείη καλῶς ὁ περὶ τὸ πῦρ ἐν τῷ ὄρει καπνός· ἐν πυρὸς δὲ σχήματι κάτεισι τὸ θεῖον αὐτὸ, κατ’ ἐκεῖνο δὴ μάλιστα καιροῦ, πρεπόντως τε καὶ ἀναγκαίως τῇ τοῦ πράγματος φύσει. ἔδει γὰρ ἔδει τὸν εἰς δουλείαν καὶ σύνεσιν διὰ τοῦ μέλλοντος ὁρισθήσεσθαι νόμου καλοῦντα τὸν Ἰσραὴλ, φωτιστὴν ὁρᾶσθαι καὶ κολαστήν· ἄμφω δὲ ταῦτα τελεῖται διὰ πυρός. ἀλλὰ καὶ φωναὶ, φησὶν, αἱ τῆς σάλπιγγος ἐγίνοντο προβαίνουσαι ἰσχυρότεραι σφόδρα, ἵνα πάλιν ἡμῖν τοιαύτη τις νοημάτων ἐξυφαίνηται δύναμις·
ἐξεφωνήθη μὲν γὰρ καὶ ὁ νόμος παρὰ Θεοῦ, πλὴν οὐ συντόνως ἐν ἀρχῇ διὰ τὴν τῶν παιδαγωγουμένων ἀσθένειαν, ἀλλ’ ἰσχνοφώνως, ἵν’ οὕτως εἴπω, καὶ οὐχ ὅλην ἔχων τὴν τοῦ σαλπίζοντος δύναμιν. διὸ δὴ καὶ βραδύγλωσσον ἑαυτὸν ὠνόμαζεν ὁ Μωυσῆς. προβαίνοντος δὲ τοῦ καιροῦ, καὶ ἐκ τῆς κατὰ τὸ γράμμα σκιᾶς εἰς πνευματικὴν ἀναφέροντος λατρείαν τοὺς πιστεύοντας εἰς Χριστὸν, ἰσχυρότεραι σφόδρα τῆς θείας σάλπιγγος ἐξέδραμον αἱ φωναὶ, τοῦ σωτηρίου τε καὶ εὐαγγελικοῦ κηρύγματος πᾶσαν τρόπον τινὰ περιηχοῦντος τὴν οἰκουμένην. οὐ γὰρ, καθάπερ ὁ λεπτοβόης τε καὶ σμικροκῆρυξ νόμος εἰς μόνην τὴν Ἰουδαίων ἠκούσθη χώραν, ἢ καὶ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ κατηγγέλλετο, μᾶλλον δὲ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καθὰ γέγραπται. τί δὲ δὴ πάλιν ἐπὶ τούτοις; Μωυσῆς ἐλάλει, φησὶν, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. Δριμὺς ἔστω πάλιν τῶν εὐμαθεστέρων ὁ νοῦς, ἐπιτηρείτω δὲ ἀκριβῶς τὴν τοῖς θείοις λογίοις ἐνοῦσαν ἀσφάλειαν.
λαλεῖ μὲν γὰρ ὁ Μωυσῆς, ἀποκρίνεται δὲ τούτῳ Θεὸς φωνῇ, οὐκ ἰδίᾳ πάντως φωνῇ, τοῦτο γὰρ οὐ φησὶν, ἀλλ’ ἁπλῶς τε καὶ ἀπολελυμένως φωνῇ, τῇ διὰ κτύπου ῥημάτων ἀνθρωπινώτερον παραδόξως ἀποτελουμένῃ· περὶ τί γὰρ ἂν τῶν ἔργων ἀτονήσαι Θεός; τί δ’ οὐκ ἂν ἐξανύσῃ Θεὸς θελήσας, καὶ λίαν εὐκόλως; ἐλάλει τοιγαροῦν ὁ Μωυσῆς, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. καὶ ὁ μὲν τύπος ἐν τούτοις· ἴδωμεν δὲ τὴν ἀλήθειαν. ἔχεις τοιγαροῦν ἐν εὐαγγελίοις τοῖς ἁγίοις λαλοῦντα τὸν Κύριον Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἀποκρινόμενον δὲ διὰ φωνῆς τὸν Πατέρα Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. οὐκ εἶναι δὲ τὴν φωνὴν ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Σωτὴρ ἔδειξεν, εἰπὼν τοῖς τὸ τηνικάδε παροῦσιν Οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι’ ὑμᾶς· ὁρᾷς ὅπως γεγενῆσθαι σαφῶς διισχυρίσατο τὴν φωνὴν, ἐπεὶ μὴ τῇ διὰ κτύπου κεχρῆσθαι φωνῇ τὴν θείαν οἴεσθαι φύσιν ἀκόλουθον, κἂν ταῖς ἡμετέραις συσχηματίζηται χρείαις, καὶ λαλῇ καθ’ ἡμᾶς οἰκονομικῶς. Ταῦτα πάλιν ἡμῖν ἀναγκαίως εἰσεκομίσθη πρὸς τὸ παρὸν τῷ λόγῳ τὰ θεωρήματα·
PG 73:419χρῆναι δὴ πάντως ἐλογισάμεθα τοῖς ἐντευξομένοις ἀληθεύοντα φαίνεσθαι τὸν Ἰησοῦν, ὅταν εὑρίσκηται λέγων πρὸς Ἰουδαίους περὶ τοῦ ἰδίου γεννήτορος Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. ὅτι δὲ πάλιν οἱ Φαρισαῖοι πρὸς ἐκτόπους ἀλαζονείας ἀναφυσώμενοι, τὸν θεῖον εἶναι σὺν αὐτοῖς τε καὶ ἐν αὐτοῖς ἐπλάττοντο λόγον, διά τε τοῦτο πρὸς ἀξιάγαστον ἐλάσαι σοφίαν ἀνοήτως διισχυρίζοντο, μαρτυρήσει καὶ αὐτὸ τὸ Πνεῦμα, Χριστοῦ διὰ τοῦ προφήτου λέγοντος Ἱερεμίου πρὸς αὐτούς Πῶς ἐρεῖτε ὅτι σοφοί ἐσμεν ἡμεῖς, καὶ ὁ λόγος Κυρίου μεθ’ ἡμῶν ἐστίν; εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν, ᾐσχύνθησαν σοφοὶ, ἐπτοήθησαν καὶ ἑάλωσαν, σοφία τίς ἐστιν ἐν αὐτοῖς; ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν. πῶς γὰρ τὸν ζῶντα καὶ ἐνυπόστατον τοῦ Θεοῦ Λόγον ἀποδοκιμάσαντες οὐχ ἁλώσονται, τὴν εἰς αὐτὸν οὐ παραδεξάμενοι πίστιν, ἀλλὰ τὸν τοῦ Θεοῦ καὶ Πατρὸς ἀτιμάσαντες χαρακτῆρα, καὶ τὸ ἀληθέστατον ὥσπερ εἶδος αὐτοῦ, διὰ τῆς θεοπρεποῦς ἐξουσίας τε καὶ δυνάμεως θεωρῆσαι παραιτησάμενοι;
καταληπτὴ γὰρ ἡμῖν οὐχ ἑτέρως κατὰ τὸ ἐνδεχόμενον ἡ θεία τε καὶ ἀπόῤῥητος φύσις, ἢ δι’ ὧν ἐπιτελεῖ καὶ ἐργάζεται· διὰ γάρ τοι τοῦτο, καὶ ἀπὸ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ἐπὶ τὴν τοῦ γενεσιουργοῦ θεωρίαν ὁ μὲν Παῦλος ἡμᾶς ἰέναι προστάττει, ξεναγεῖ δὲ πάλιν εἰς τὴν ἐφ’ ἑαυτῷ κατάληψιν ὁ Σωτήρ Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, λέγων, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε. κατῃτιᾶτο δέ που καὶ λίαν εὐλόγως τὸν οἰκεῖον μαθητὴν, Φίλιππος οὗτος ἦν, ὡς ἑτέρως δύνασθαι πρὸς τὴν ἐπὶ τῷ Θεῷ καὶ Πατρὶ θεωρίαν ἐλθεῖν ἀζητήτως ὑποτοπήσαντα, καίτοι παρὸν ἐπ’ ἐξουσίας αὐτῷ τὴν ἀπαραποίητον εἰκόνα κατασκέπτεσθαι, δεικνύουσαν ἀκριβῶς ἐν ἑαυτῇ τὸν γεννήσαντα· διὸ δὴ καὶ ἔφασκε Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.
«Ἐρευνᾶτε τὰς γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρὸς μὲ, ἵνα ζωὴν ἔχητε.» Ἡ μὲν λεία καὶ ἱππήλατος τοῖς πολλοῖς καὶ τετριμμένη διάνοια τοῦ ῥητοῦ προστακτικῶς εἰρῆσθαι νομίζειν παρὰ τοῦ Σωτῆρος ἡμῶν πρὸς τοὺς Φαρισαίους ἀναπείθει, τὸ χρῆναι τὰς θείας ἐρευνῶντας γραφὰς τὰς περὶ αὐτοῦ μαρτυρίας πρὸς ζωὴν ἐρανίζεσθαι. ἐπειδὴ δὲ σύνδεσμον ἐν τῷ μεταξὺ θείς· φημὶ δὲ τό Καί· συνάπτει τό Οὐ θέλετε ἐλθεῖν πρὸς μὲ, δῆλος ἂν εἴη λοιπὸν ἕτερόν τι σημαίνων, συγγενὲς μὲν τοῖς εἰρημένοις, ἔχον δέ τι βραχὺ τὸ ἐξηλλαγμένον. εἰ γὰρ ἔδει νοεῖσθαι προστακτικῶς, πῶς οὐκ εἶναι φήσομεν ἀναγκαῖον κατὰ τόδε τὸ σχῆμα τυχὸν τὸ σύμπαν εἰπεῖν Ἐρευνᾶτε τὰς γραφὰς ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· ἐρευνήσαντες δὲ ἔλθετε πρὸς μέ· ἀλλ’ ὡς μὴ ἐθέλοντας ἐλθεῖν, καίτοι διὰ τῆς ἐρεύνης ἐπὶ τοῦτο χειραγωγουμένους καταιτιᾶται λέγων Καὶ οὐ θέλετε ἐλθεῖν πρὸς μέ.
PG 73:421Ἀναγνωσόμεθα τοίνυν ἐπὶ τὸ χρησιμώτερον βλέποντες, καὶ τὸ τοῖς προαποδοθεῖσιν ἀκολουθοῦν, οὐ πάντως προςτακτικῶς, ἀλλ’ ὡς ἐν συνέσει μᾶλλον καὶ ὑποστιγμῇ. ἔσται δὲ πάλιν τοῦ προκειμένου τοιοῦτος ὁ νοῦς. ἐπειδὴ γὰρ ἐθεάσατο αὐτοὺς τρέχοντας ἐπὶ τὰ Μωυσέως ἀεὶ συγγράμματα, καὶ συλλέγοντας ἐκεῖθεν ἀπαιδεύτως τὰς τῶν ἀντιλογιῶν ἀφορμὰς, ζητοῦντας δὲ ἕτερον οὐδὲν, ἢ καὶ δεχομένους, ὅπερ ἂν αὐτοῖς τὸ χρῆναι πιστεύειν περιποιῇ· διὰ τοῦτο πάλιν ἀναγκαίως ἄχρηστον αὐτοῖς καὶ ἀνόνητον τὸν τῆς ἐπὶ τούτοις ἐρεύνης ἀποφαίνει πόνον, καὶ ὡς ἐπὶ μεγάλῳ τε καὶ ἐπωφελεστάτῳ πράγματι μεμελετήκασιν οὐ κατὰ λόγον κεχρῆσθαι τὸν πρέποντα διελέγχει σαφῶς. τί γὰρ εἰπέ μοι τὸ χρήσιμον, ὅτι τὰς μὲν θείας, φησὶν, ἐρευνᾶτε γραφὰς, οἰόμενοι δι’ αὐτῶν εἰς αἰώνιον ἀναβήσεσθαι ζωήν· ἐπὰν δὲ ταύτας ἐμοὶ μαρτυρούσας εὑρίσκητε, καὶ ζωὴν ὀνομαζούσας ἐμὲ τὴν αἰώνιον, οὐ θέλετε ἐλθεῖν πρὸς μὲ ἵνα ζωὴν ἔχητε;
οὐκοῦν ὅθεν ἔδει σώζεσθαι, φησὶν, ἐκεῖθεν τὰ μέγιστα τὰς ἑαυτῶν ζημιοῦντες οὐ νοεῖτε ψυχὰς, πρὸς μὲν μόνον τὸ ἀντιλέγειν ἐκ Μωυσαϊκῶν ἀκονώμενοι λόγων, τὰ δὲ ἐφ’ οἷς ἦν ὑμᾶς τὴν αἰώνιον ἀποκερδαίνειν ζωὴν, οὐδ’ ὅσον εἰς νοῦν τὸν ἑαυτῶν εἰσοικίζοντες. Ὅτι δὲ πολὺς ἔν τε τῷ νόμῳ καὶ τοῖς ἁγίοις προφήταις ὁ λόγος περὶ τῆς κατὰ φύσιν ζωῆς, τουτέστι τοῦ Μονογενοῦς, πᾶσιν οἶμαι τοῖς φιλομαθέσιν ὑπάρχειν καταφανές. «Δόξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω, ἀλλ’ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.» Αἰσθάνεται πάλιν, μᾶλλον δὲ ὁρᾷ θεοπρεπῶς, τὸ δυσπειθὲς καὶ δυσήνιον τῶν Φαρισαίων καταδακνόμενον στῖφος, καὶ οὐ πάντως ἐφ’ οἷς ᾐτιᾶτο τὰς θείας ὡς οὐ δεόντως ἐρευνῶντας γραφὰς, ἀλλ’ ἐπὶ τῷ μᾶλλον εἰπεῖν Οὐ θέλετε ἐλθεῖν πρὸς μέ. ἃ γὰρ αὐτοὶ νοσοῦσιν εὐκόλως, ταῦτα δύνασθαι κρατεῖν καὶ ἐπὶ τοῦ Σωτῆρος πιστεύουσιν· ᾤοντο γὰρ δὴ κατὰ τὸ εἰκὸς, ἐκ πολλῆς καὶ τοῦτο παθόντες ἀνοίας φιλαρχεῖν ἤδη κατ’ αὐτῶν τὸν Κύριον, καὶ τὰς παρὰ πάντων τιμὰς ἑαυτῷ πραγματεύεσθαι θέλειν, διὰ τοῦ καλεῖν εἰς μαθητείαν αὐτούς.
τοιαύτην τινὰ τὴν ὑπόνοιαν λαβόντες εἰς νοῦν, ἐκπεσεῖσθαι μὲν ὅσον οὐδέπω τῆς κατὰ τοῦ ἔθνους ἐξουσίας προσεδόκων αὐτοί· διεπρίοντο δὲ οὐ μικρῶς τὸν κληρονόμον ὁρῶντες ἀπαιτεῖν ἐθέλοντα τὸν τοῦ ἀμπελῶνος καρπόν. διὸ δὴ πάλιν, ὅσον ἧκεν εἰς ὀργὴν καὶ τοὺς ἐπὶ τοῖς εἰρημένοις φθόνους, μονονουχὶ λέγουσι τὸ ἐν ταῖς εὐαγγελικαῖς παραβολαῖς Δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ. ἀναιρῶν τοιγαροῦν τὴν ἐξ εἰκαιότητος ἐν αὐτοῖς κατεσπαρμένην ὑπόνοιαν, καὶ τὰ ἐκ φθόνου καὶ βασκανίας προαποῤῥιζῶν βλαστήματα, γυμνῇ λέγει τῇ φωνῇ Δόξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω. οὐ γὰρ καλῶ, φησὶν, εἰς μαθητείαν τὴν παρ’ ἐμοὶ τοὺς ἀκροωμένους, ἢ τὰς παρ’ ὑμῶν ἢ τὰς παρ’ ἑτέρων τιμὰς, καθάπερ ὑμεῖς, θηρώμενος, οὐδὲ τοῦτον τῆς διδασκαλίας ἀντικομισαίμην ἂν τὸν μισθὸν, πληρεστάτην ἔχων τὴν δόξαν ἐξ ἐμαυτοῦ, καὶ οὐχ ὑστερίζουσαν τῆς παρ’ ὑμῶν, ἀλλ’ εἴρηκα μὴ θέλειν ὑμᾶς ἔρχεσθαι πρὸς μὲ διὰ τὸ γνῶναι σαφῶς Ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. ἔρημοι γὰρ ὄντες τῆς εἰς Θεὸν ἀγάπης, φησὶ, πῶς ἂν ἐφίκοισθε πρὸς μὲ τὸν ἐκ Θεοῦ πεφηνότα Θεὸν Μονογενῆ;
PG 73:423«Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Ἵνα μὴ δοκοῖεν οἱ Φαρισαῖοι διαλοιδορεῖσθαι μάτην αὐτοῖς τὸν Κύριον, διὰ τοῦ λέγειν Οὐκ ἔχετε τὴν ἀγάπην τοῦ Θεοῦ ἐν ἑαυτοῖς, πρᾶγμα δεικνὺς ἀληθὲς τὸ εἰρημένον, παρατίθησιν εὐθὺς τοῖς ἀνωτέρω καὶ τοῦτο· ὅτι γὰρ, φησὶν, οὐ διαψεύδομαι τῆς πρὸς τὸ θεῖον ἀγάπης ἐρήμους ὑμᾶς ὑπάρχειν εἰπὼν, δι’ ἑνὸς ὑμῖν παραστήσω πράγματος. ἐγὼ μὲν γὰρ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου· πάντα γὰρ εἰς δόξαν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπείγεσθαι πράττειν ὑμᾶς ἀναπείθω· ἀλλὰ ταῖς ἀπειθείαις ἀπετινάξασθε μὲν τὸν ἄνωθεν ἥκοντα καὶ θεόθεν ὁρμώμενον· λήψεσθε δὲ πάντως· οἶδα γὰρ ὡς Θεὸς τὰ ἐσόμενα· τὸν ψευδώνυμον, οὐ τῷ Θεῷ καὶ τῷ Πατρὶ τὴν δόξαν ἀνατιθέντα, καὶ τὴν παρ’ ὑμῶν ἀπαιτοῦντα πίστιν, ἀλλ’ ὀνόματι τῷ ἰδίῳ πραγματευόμενον·
ἐντεῦθεν, οἶμαι, συνεὶς καὶ ὁ μακάριος Παῦλος ἀληθές τι φησὶ περί τε τῶν Ἰουδαίων καὶ τοῦ τῆς ἀνομίας υἱοῦ Ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσιν ἅπαντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες τῇ ἀδικίᾳ. ἀπόδειξις τοίνυν τοῦ μὴ λόγοις εἰκαίοις βεβλῆσθαι τοὺς Φαρισαίους παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ εἰρημένον ἐστὶ, πράγματος ἐσομένου κατ’ οἰκεῖον καιρὸν προφητείαν εἰσφέρον. « Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;» Φιλαρχοῦντας ἤδη καὶ τὰς ἐξ ἀνθρώπων τιμὰς ποιουμένους περὶ πολλοῦ τοὺς Φαρισαίους ἐλέγχει, λεληθότως ὑπαινιττόμενος ὅτιπερ σφόδρα ποιοῦσι κακῶς, τὰ νοσήματα τῆς οἰκείας ψυχῆς περιτιθέντες ἀβούλως τῷ κατὰ μηδένα τρόπον νοσεῖν εἰδότι Θεῷ. εἶτα τῆς φιλοδοξίας ἀπρὶξ ἐχομένους, δι’ αὐτὴν τὰ κάλλιστα ζημιοῦσθαί φησι, τὴν πίστιν δὴ λέγων τὴν εἰς αὐτόν· ὅπερ δὴ καὶ ὁ Παῦλος ἡμῖν ὁρᾶται εἰπὼν σαφῶς Εἰ γὰρ ἔτι, φησὶν, ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
πέφυκε τοίνυν ὥσπερ ἐξ ἀνάγκης συμβαίνειν τοῖς τὰς ἐξ ἀνθρώπων θηρωμένοις τιμὰς, τὸ τῆς ἄνωθεν ἀποπίπτειν δόξης καὶ παρὰ Θεοῦ τοῦ μόνου, καθά φησιν ὁ Σωτήρ. μόνον δὲ πάλιν φησὶ τὸν Θεὸν τοῖς τῶν ἐθνῶν ἀντιδιαστέλλων, καὶ οὐκ ἔξω τιθεὶς ἑαυτὸν τῆς τοῦ μόνου τιμῆς. ἀναβαίνει γὰρ, καθάπερ ἤδη πολλάκις εἰρήκαμεν, εἰς μίαν θεότητος φύσιν τε καὶ δόξαν τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος τὸ πλήρωμα. «Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.» Φιλοδόξως μᾶλλον ἤπερ εὐσεβῶς διαζῆν ἐπείγεσθαι τοὺς Φαρισαίους εἰπὼν, διά τε τοῦτο πρὸς ἄμετρον ἀπείθειαν ἀποκλῖναι διδάξας, καὶ ἐξ αὐτοῦ φησι κατηγορηθήσεσθαι Μωυσέως, ἐφ’ ᾧπερ ἦν ἔθος αὐτοῖς καὶ λίαν εὐτόνως ἀποσεμνύνεσθαι. καὶ γοῦν λέγοντός ποτε τοῦ ἐκ γενετῆς τυφλοῦ πρὸς αὐτοὺς περὶ Χριστοῦ Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; διαῤῥήδην εὐθὺς ἀνακεκραγότες φασί Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί.
PG 73:425κατηγορήσει τοίνυν, φησὶ, καὶ αὐτὸς ὑμῶν ὁ Μωυσῆς, ἐφ’ ᾧ πᾶσαν ἔθεσθε τὴν ἐλπίδα, καὶ τῆς ἐνούσης ὑμῖν ἀπονοίας καταβοήσει παρὰ Θεῷ μετὰ τῶν ἄλλων καταφρονούμενος. καὶ οὐ δήπου νομιοῦμεν ἀνεγκλήτους εἶναι παρὰ Χριστῷ τοὺς ἀπειθοῦντας αὐτῷ, διὰ τὸ φάναι πρὸς Ἰουδαίους Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα. τί γὰρ δὴ καὶ ἐροῦμεν, ὅταν ἀκούσωμεν αὐτοῦ λέγοντος Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς; ἆρ’ οὐκ εὐλόγως ὑπονοήσομεν κατηγορηθήσεσθαί ποτε παρὰ τῷ Θεῷ καὶ Πατρὶ διὰ τῆς ἀρνήσεως, τοὺς οἷσπερ ἂν τοῦτο συμβαίνῃ διὰ Χριστοῦ; ἀλλ’ ὑπάρχειν οἶμαι τοῦτο παντί τῳ σαφές. οὐκοῦν οὐκ ἐλεύθεροι τοῦ κατηγορεῖσθαι πάντως εἰσὶν Ἰουδαῖοι, διὰ μακρᾶς ἀπειθείας ἀρνησάμενοι τὸν Χριστὸν, ἀλλ’ εὐφυέστατα πάλιν ὁ πρὸς αὐτοὺς ἔχει λόγος.
ἐπειδὴ γὰρ τὰς παρ’ αὐτοῦ νουθεσίας ἀποσειόμενοι, καὶ ἐν τῷ μηδενὶ κατατάττοντες λόγῳ τὴν θείαν τε καὶ οὐράνιον διδασκαλίαν αὐτοῦ, ἐπὶ τὸ χρῆναι φυλάττειν ἀεὶ τὰ Μωυσέως βαδίζουσιν, ὡς καὶ γυμνότερον ἤδη βοῶντας ὁρᾶσθαι Ἡμεῖς οἴδαμεν ὅτι Μωυσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν· ἀναγκαίως δὴ σφόδρα καὶ εἰς αὐτὸν πλημμελοῦντας ἐλέγχει τὸν ἐφ’ ᾧ μεγαλαυχῶσι Μωυσέα, καὶ δεηθήσεσθαι μὲν μηδαμῶς ἑτέρου κατηγοροῦντός φησιν, ἐξαρκέσειν δὲ μόνον αὐτοῖς καὶ τὸν δι’ ἐκείνου νόμον, δι’ ὧν ἀπειθοῦσιν αὐτῷ πρὸς τὸ χρῆναι λοιπὸν εὐλόγως κατηγορεῖσθαι πεσοῦσι, κἂν ἡ τοῦ κρίνοντος ἀργήσῃ φωνὴ, τουτέστι Χριστοῦ. «Εἰ γὰρ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Ὑπὸ τοῦ πανσόφου Μωυσέως κατηγορηθήσεσθαι τοὺς Ἰουδαίους εἰπὼν, καὶ τὴν ἐπὶ ταῖς εἰς αὐτὸν ἀπειθείαις ὑπομεῖναι γραφὴν, ἐπιφέρει καὶ ταῦτα χρησίμως τὸ μὴ μάτην αὐτοῖς ἐπισκῆψαι διδάσκων, ἢ καὶ ὡς ἄλλως τὴν ἐπὶ τῷ λοιδορεῖσθαι φιλεῖν ὑπόληψιν παραιτούμενος· πρᾶγμα γὰρ λέγων οὐ διεψευσμένον ὁρᾶται· Ἔστω τοίνυν, φησὶ, τοὺς ἐμοὺς ὅτι παρακρούεσθε λόγους, καρτερήσω καὶ ἀπειθούμενος·
καταδέξασθε Μωυσέα τὸν ἑαυτῶν· δότε τῷ παρ’ ὑμῶν θαυμαζομένῳ τὴν πίστιν, καὶ γνώσεσθε πάντως, ὃν οὐκ εἰδότες ἀτιμάζετε· ἀναῤῥήξατε τοὺς τύπους ὠδίνοντας τὴν ἀλήθειαν. ἐγὼ γὰρ ἐν τοῖς ἐκείνου σκιαγραφοῦμαι βιβλίοις. οὐκοῦν καὶ αὐτὸς ὑμῶν κατηγορήσει, φησὶν, ὁ Μωυσῆς, ὅταν ἀπειθοῦντας ἴδῃ τοῖς περὶ ἐμοῦ συγγράμμασιν. Ἔδει μὲν οὖν ἴσως ἡμᾶς καὶ τὸν ἐν τοῖς προκειμένοις διερμηνεύσαντας νοῦν, ἰέναι πάλιν ἐπὶ τὰ ἐφεξῆς, ἐπιτρέψαντας τοῖς ὄντως φιλομαθέσιν ἀναζητεῖν τὰς ἐπὶ Χριστῷ διὰ Μωυσέως εἰκόνας. πλήρη μὲν γὰρ τῶν εἰρημένων τὰ ἐκείνου συγγράμματα, καὶ πολὺς ὁ λόγος ὁ παρ’ αὐτῷ· δυσχερείας δ’ οὖν ὅμως τῆς εἰς τὸ συνιέναι μεστὸς, λεπτῶν δὲ σφόδρα καὶ κεκρυμμένων θεωρημάτων ἀνάπλεως. ἵνα δὲ μὴ δοκῶμεν ὄκνῳ μὲν τὸ κρατεῖν ἐπιτρέψαι, ἱδρῶτα δὲ οὕτω τὸν ἀξιάγαστον οὐκ εὐλόγως ἀναδύεσθαι, περιτιθέντες ἁπλῶς τοῖς Μωυσαϊκοῖς συγγράμμασι τὴν δυσχέρειαν, ἑαυτοὺς καὶ πρὸς τοῦτο καθήσομεν, τὸ γεγραμμένον εἰδότες Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ·
μακροῦ δὲ ὄντος τοῦ περὶ τούτων λόγου, καθάπερ εἰρήκαμεν, καὶ διὰ πολλῶν σχημάτων τοῦ πανσόφου Μωυσέως τὸ ἐπὶ Χριστῷ προανατυποῦντος μυστήριον, οὐκ ἀμέτρητόν τινα τοῖς ἐντευξομένοις ἐπισωρεύειν ὄχλον οἰησόμεθα δεῖν, ἀλλ’ ἓν ἑλόντες ἐκ πάντων, σαφῆ τὴν ἀπόδειξιν ποιεῖσθαι σπουδάσομεν, ὅτι τοῦ Σωτῆρος ἡμῶν ἀληθὴς ἦν ὁ λόγος, ὃν ἐποιεῖτο πρὸς Ἰουδαίους εἰπών Εἰ ἐπιστεύετε Μωυσεῖ ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. ΚΕΦΑΛΗ Γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς. Ἐκ τοῦ Δευτερονομίου περὶ Χριστοῦ. ΠΡΟΦΗΤΗΝ ὑμῖν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε. κατὰ πάντα ὅσα ᾐτήσω παρὰ τοῦ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν· καὶ εἶπε Κύριος πρὸς μέ Ὀρθῶς πάντα ὅσα ἐλάλησαν· προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ·
καὶ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ. ἐπανάληψίν τινα καὶ ἀνακεφαλαίωσιν τῶν Μωυσαϊκῶν βιβλίων τὸ Δευτερονόμιον ἔχει· διὸ δὴ τύπον ἐξ αὐτοῦ καὶ εἰκόνα τὴν ἐκ νομικῆς ἱερουργίας οὐκ ἔνεστιν ἑλόντας εἰπεῖν. ὅμως ἐπείπερ ἀσυνετεῖν οὐκ εἰθίσμεθα πάντα νοοῦντες ὀρθῶς διὰ Χριστὸν, τοῖς ἐντευξομένοις ἐροῦμεν, καὶ τὸν ἐν τοῖς προκειμένοις ἀναμοχλεύοντες νοῦν Ἰδοὺ δὴ πάλιν ἀκατακαλύπτως ἡμῖν τὸ ἐπὶ Χριστῷ λαλεῖται μυστήριον, ἐξ ὁμοιότητος τῆς κατὰ Μωυσέα διὰ λεπτοτάτης θεωρίας ἐντέχνως μεταπλαττόμενον. Προφήτην γὰρ ὑμῖν ἀναστήσει, φησὶ, Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμέ· διερμηνεύων δὲ αὐτὸς, καὶ μάλα γοργῶς, ὁποίαν ἡμῖν εἰσφέρει τὴν ἐξ εἰκονισμοῦ τοῦ κατ’ αὐτὸν θεωρίαν τὸ διηγγελμένον, ἐπιφέρει σαφῶς Κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν τῷ ὄρει Σινᾷ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, καὶ οὐ μὴ ἀποθάνωμεν.
PG 73:429ἑαυτὸν μὲν γὰρ τὸ τηνικάδε μεσίτην εἰρῆσθαι διισχυρίζεται, τοῖς ὑπὲρ τὴν φύσιν προσβαλεῖν ἀτονούσης ἔτι τῆς Ἰουδαίων Συναγωγῆς, καὶ τὰ ὑπὲρ δύναμιν διὰ τοῦτο σωφρόνως παραιτουμένης. τοῦτο δὲ ἦν θεοπτία δηλονότι, ταῖς οὐκ ἐξ ἔθους φαντασίαις τὴν ὄψιν ξενίζουσα, καὶ σαλπίγγων ὑπερφυῆ καὶ ἀφόρητα τοῖς ἀκροωμένοις ἀπηχήματα. Οὐκοῦν ἀσθενείας μὲν τοῖς τὸ τηνικάδε φάρμακα ἡ Μωυσέως ἀνεδείκνυτο μεσιτεία, διακονοῦντος τῇ συναγωγῇ τὰ θεόθεν τεθεσπισμένα. μεταλήψῃ δὲ πάλιν τὸν τύπον ἐπὶ τὴν ἀλήθειαν, καὶ τὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων διὰ τούτων ἐννοήσεις Χριστὸν, διακονοῦντα τοῖς εὐμαθεστέροις διὰ φωνῆς ἀνθρωπίνης, ὅτε δι’ ἡμᾶς ἐκ γυναικὸς ἐγεννήθη, τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀπόῤῥητον θέλησιν, γνωριζομένην αὐτῷ δὴ καὶ μόνῳ, καθὸ καὶ Υἱὸς ἐξ αὐτοῦ καὶ σοφία νοεῖται πάντα εἰδὼς καὶ τὰ βάθη τοῦ Θεοῦ. ἐπειδὴ γὰρ τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐκ ἦν ἀκράτῳ καὶ γυμνῇ προσβαλεῖν τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ δόξῃ τῆς τὰ πάντα ὑπερκειμένης οὐσίας· Οὐδεὶς γὰρ ὄψεται τὸ πρόσωπόν μου, φησὶ, καὶ ζήσεται·
ἀναγκαίως ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος ταῖς ἡμετέραις ἀσθενείαις συνεσχηματίζετο, τὸ ἀνθρώπινον δὴ τοῦτο κατὰ τὸν ἄῤῥητον τῆς οἰκονομίας λόγον ἠμφιεσμένος σῶμα, καὶ τὴν ἄνωθεν ἡμῖν, τουτέστι τοῦ Θεοῦ καὶ Πατρὸς, φανερὰν ἐποιεῖτο βουλὴν, λέγων Πάντα ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ταῦτα ἀναγγελῶ ὑμῖν· καὶ πάλιν Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω. οὐκοῦν κατὰ μὲν τὴν τῆς μεσιτείας εἰκόνα, τύπος ἂν νοοῖτο Χριστοῦ καὶ πάλαι Μωυσῆς, τὰ θεόθεν διωρισμένα τοῖς υἱοῖς Ἰσραὴλ εὖ δὴ καὶ μάλα διακονούμενος· ἀλλ’ ἡ μὲν Μωυσέως μεσιτεία διακονικὴ, ἐλευθέρα δὲ ἡ διὰ Χριστοῦ καὶ μυστικωτέρα, φυσικῶς τῶν μεσιτευομένων ἐπιθιγγάνοντος, καὶ πρὸς ἄμφω διήκοντος, τήν τε μεσιτευομένην ἀνθρωπότητά φημι, καὶ Πατέρα Θεόν. Ἦν μὲν γὰρ φύσει Θεὸς ὡς ἐκ Θεοῦ Μονογενὴς, οἱονεὶ τῆς τοῦ γεννήσαντος οὐ κεχωρισμένος οὐσίας, καὶ αὐτῇ προσπεφυκὼς, καθὸ νοεῖται καὶ ἐξ αὐτῆς· ἦν δὲ καὶ ἄνθρωπος, καθὸ γέγονε σὰρξ ἑαυτὸν ἡμῖν ἐξομοιῶν, ἵνα δι’ αὐτοῦ συνάπτηται Θεῷ τὸ πολὺ κατὰ φύσιν διῃρημένον.

Chapter IIICaput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὅταν οὖν λέγῃ Μωυσῆς ἀναστήσει Κύριος ὑμῖν προφήτην ὡς ἐμὲ, νοήσεις οὐχ ἑτέρως, ἢ ὅνπερ τρόπον ἀρτίως εἰρήκαμεν· ἐπεὶ καὶ αὐτὸς τὸν ἐπὶ τούτῳ λόγον ἐπισφραγίζει λέγων ὁ Θεός Ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην αὐτοῖς ἀναστήσω ὥσπερ σὲ, καὶ θήσω τὰ ῥήματά μου ἐπ’ αὐτῷ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ. φέρει γὰρ τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως ὁ Υἱὸς, ὡς ὁ Παῦλός φησι, καὶ τὰς τοῦ Πατρὸς ἡμῖν ἀναγγέλλει φωνὰς, ἅτε δὴ παρ’ αὐτοῦ μεσίτης κεχειροτονημένος, κατὰ τὸ ἐν ψαλμοῖς ᾀδόμενον, ὡς ἐξ αὐτοῦ τοῦ Χριστοῦ Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Εἰ δέ τῳ δοκεῖ καὶ ἐξ ἑτέρων ἐννοιῶν ἐπὶ τὸν τῆς ὁμοιότητος ἀναβιβάζεσθαι τρόπον, ἐκλήψεται μὲν νομοθέτην τό Ὡς ἐμὲ, καὶ παροίσει πρὸς ἀπόδειξιν τό Ἐῤῥέθη τοῖς ἀρχαίοις Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν Οὐκ ἐπιθυμήσεις. ἐκλήψεται δὲ πάλιν ὁμοίως τό Ὡς ἐμὲ, χειραγωγὸν οἱονεί τινα καὶ καθηγούμενον λέγων, εἰς τὸ δύνασθαι νοεῖν τὰ ἐν θελήσει Πατρὸς καὶ δι’ ὧν ἂν γένοιτο τῆς εἰς οὐρανοὺς βασιλείας ἡ ὁδὸς ἱππήλατος·
PG 73:431ὥσπερ οὖν ἀμέλει καὶ τοῖς ἀρχαιοτέροις ὁ μακάριος Μωυσῆς τῆς διὰ νόμου παιδαγωγίας διδάσκαλος ἀνεφαίνετο, πανταχῆ τοῖς ἰδίοις ἐπιτιθεὶς λόγοις τό Ἵνα πολὺν ζήσῃς χρόνον, καὶ εἰσάξῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν ἣν ὤμοσε τοῖς πατράσι σου. ἐπειδὴ δὲ τοῖς εἰρημένοις ἐπήνεγκε Καὶ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ, ἀμαθαίνοντες Ἰουδαῖοι, καὶ πρὸς ἐσχάτην δυσηκοί̈αν τὸν οἰκεῖον ἀποτραχύνοντες νοῦν, αὐτόκλητον ἤδη βλεπέτωσαν ταῖς ἑαυτῶν κεφαλαῖς ἐπαντλοῦντες τὸν ὄλεθρον· ἔσονται γὰρ ὑπὸ θείαν ὀργὴν, ὀψώνια τῆς εἰς Χριστὸν παροινίας τὸ ἐν ὁλοκλήρῳ τῶν ἀγαθῶν ζημίᾳ γενέσθαι λαμβάνοντες· Εἰ γὰρ ἐπίστευον Μωυσεῖ, ἐπίστευον ἂν τῷ Χριστῷ· περὶ γὰρ αὐτοῦ ἐκεῖνος ἔγραψεν. «Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύετε;» Πολλὴν ἄν τῳ δόξαι καὶ λίαν εἰκότως ὁ λόγος ἔχειν τὴν ἀσάφειαν. οἰχήσεται γὰρ καὶ οὐκ ἀπὸ σκοποῦ πρὸς ὑπονοίας οὐκ ἀληθεῖς, ὑπερκεῖσθαι τὰς Μωυσέως συγγραφὰς τῶν τοῦ Σωτῆρος ῥημάτων ὑπολαβών·
ἔχει γάρ τινα τοιοῦτον ὁ λόγος τὸν σχηματισμὸν, καὶ ὅσον ἔστιν οὐκ ἐξ ἀκριβοῦς θεωρίας ἑλόντας εἰπεῖν, ἀξιολογωτέραν τῶν τοῦ Σωτῆρος ῥημάτων τοῖς Μωυσαϊκοῖς συγγράμμασιν ἐκπορίζει τὴν ὑπόληψιν. διὰ γὰρ τοῦ λέγειν Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύετε; τὸ ἐν ἀμείνοσι κεῖσθαι τὰς ἐκείνου συγγραφὰς, ἢ ἐν οἷς ἂν εἶεν οἱ παρ’ αὐτοῦ λόγοι, δίδωσί πως ἐννοεῖν· ἀλλ’ αὐτὴ τοῦ πράγματος ἡ φύσις τῆς ἐσχάτης εὐηθείας ἀνάπλεων τὴν οὕτως ἀπίθανον ἐπιδείξει διάνοιαν. πῶς γὰρ ἂν νοοῖτο τὰ Μωυσέως γράμματα τῶν τοῦ Σωτῆρος διενεγκόντα ῥημάτων, ὅπου τύποι μὲν ἦσαν τὰ δι’ ἐκείνου καὶ σκιαὶ, ἀλήθεια δὲ τὰ διὰ Χριστοῦ; καὶ μακρὸν μὲν ἦν ἴσως οὐ χαλεπὸν ἐπὶ τούτῳ δαπανῆσαι λόγον· τὰ δὲ λίαν ἐναργῆ καὶ οὐ θύραθεν, ἀλλ’ ἐξ ἑαυτῶν τοὺς ἐλέγχους λαμβάνοντα, περιττὸν οἶμαι λέγειν, ὡς οὐκ ἂν ἔχοι κακῶς ἢ καλῶς. τί γὰρ ἄν τις τοῖς τοιούτοις ἐπιδιατρίψαι λεπτομυθῶν; καὶ τὰ μηδαμόθεν δυσχερῆ κατακερματίζων εἰς οὐκ εὐκαίρους πολυλογίας; Ἔχει τοίνυν τὸ διὰ τοῦ Σωτῆρος λεγόμενον τοιοῦτόν τινα νοῦν.
PG 73:433εἰ νόμον, φησὶ, τὸν διὰ Μωυσέως ἔχοντες γεγραμμένον, ἄνω τε καὶ κάτω τὰ ἐκείνου μελετῶντες γράμματα παρ’ οὐδὲν ποιεῖσθε τὴν ἐπ’ αὐτοῖς παράβασιν, ἐκτόπῳ λήθῃ βαπτίζοντες τὸ πολλάκις ἀνεγνωσμένον, πῶς ἂν γένοισθε περὶ τοὺς ἐμοὺς εὐγνωμονέστεροι λόγους, ἢ πῶς ἂν ἑτοιμότεροί τε καὶ εὐπειθέστεροι πρὸς τὰς ἐμὰς ἀναφανεῖσθε φωνὰς, οὐ πολλάκις οὐδὲ ἀεὶ προσεδρεύοντες, ἀλλ’ ὡς ἐκ παραδρομῆς ἀκροώμενοι, καὶ μόνον ἅπαξ ἔσθ’ ὅτε ταῖς τοῦ σώματος ἀκοαῖς εἰσοικίζοντες; ἢ γὰρ κατὰ τὸ σχῆμα τόδε τοῖς εἰρημένοις προσβαλεῖς, ἢ ἑτέρως ἐπαθρήσεις· χρηστομαθὴς γὰρ λίαν ἡ ἐν τούτοις περιεργία καὶ ζήτησις. οὐκοῦν τὰ μὲν Μωυσέως γράμματα, παιδαγωγίαν τινὰ καὶ τὸν διὰ τύπου σχηματισμὸν τῶν ἐπὶ Χριστῷ μυστηρίων εἰσφέρει, καὶ οἱονεὶ στοιχεῖά τινα τῆς περὶ αὐτοῦ γνώσεως, τὰ ἐν ἐκείνῳ σκιαγραφούμενα, ἃ καὶ διὰ τῶν ἤδη προεξητασμένων πλατύτερον ἐπεδείξαμεν. τέλος δὲ παιδεύσεως νομικῆς ὁ Χριστὸς, κατὰ τὸ γεγραμμένον Πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστός.
οἱ τοίνυν, φησὶ, τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λόγων τοῦ Θεοῦ μὴ παραδεξάμενοι, καὶ τὸν δι’ ἐμφανεστέρου τοῦ γράμματος χειραγωγοῦντα νόμον ταῖς εὐηθείαις ἐξωθούμενοι, πῶς ἂν ἔτι τῆς τελειοτέρας ἐφίκοιντο γνώσεως; ἢ πῶς ἂν αὐτοῖς εὐπαράδεκτον ἔτι τὸ μεῖζον, χωρηθέντος οὐδαμῶς τοῦ μικροῦ τε καὶ ὑποβεβηκότος; ΚΕΦΑΛΗ Δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν· ἐν ταὐτῷ δὲ καὶ λόγος περὶ τῶν πέντε ἄρτων τῶν κριθίνων καὶ τῶν δύο ὀψαρίων. «Καὶ μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Τιβεριάδος.» ΠΡΩΤΟΝ ἐκεῖνο χρῆναι τοῖς ἀκροωμένοις εἰπεῖν ὑπολαμβάνω ἀναγκαῖον, ὅτι τὰς ἐκ τῶν Ἱεροσολύμων μεταβάσεις ὁ Κύριος οὐ δίχα τινὸς ἀναγκαιοτάτης αἰτίας ὁρᾶται ποιῶν· οἰκονομεῖ δέ τι σχεδὸν ἐφ’ ἑκάστῃ, καὶ ἐν τῇ τῶν πραγμάτων φύσει, καθάπερ ἐν πίνακι, καταγράφει μυστήρια. ὁποῖος μὲν οὖν τῆς μεταστάσεως ὁ σκοπὸς, καὶ τί τὸ ἐντεῦθεν ὑποδηλούμενον, ἐν οἰκείῳ καιρῷ καταφανὲς καταστήσομεν, ἐκβεβηκότων εἰς πέρας τῶν προκειμένων ἡμῖν κεφαλαίων·
ἕκαστα γὰρ διελόντες κατὰ βραχὺ, καὶ τὸ ἐκ τῶν γραμμάτων διερμηνεύσαντες χρήσιμον, οὕτω τε τοῖς ἐντευξομένοις παραθέντες εἰς νόησιν, τελευταίαν ἐποίσομεν τὴν ἐπὶ τῷ παντὶ θεωρίαν τὰ πολυμερῶς εἰρημένα κεφαλαιωδέστερον ἐπιτέμνοντες· ὃ δὲ νῦν ἐν χερσὶν ὑπάρχει, τοῦτο καὶ πρῶτον εἰπεῖν οἰήσομαι δεῖν. Μετὰ ταῦτά φησιν ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Τιβεριάδος. μετὰ ποῖα ταῦτα, ζητητέον οὐ παρειμένως. παράδοξος τοίνυν ἐν τοῖς Ἱεροσολύμοις ἰατρὸς ἀνεδείχθη Χριστός· τεθεράπευκεν ἄνθρωπον τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχοντα ἐν τῇ ἀσθενείᾳ αὐτοῦ, οὐ φάρμακον ἐπιθεὶς, οὐ νοσημάτων ἀποκρουστικὸν ἐπινοήσας βοήθημα, λόγῳ δὲ μᾶλλον, ὡς Θεὸς, ἐξουσίᾳ παντουργῷ καὶ θεοπρεπεῖ τῷ νεύματι· Ἐγερθεὶς γὰρ, φησὶν, ἆρον τὸ κλινίδιόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
ἐπειδὴ δὲ σάββατον ἦν, χαλεπαίνουσιν ἀμαθῶς οἱ τὴν παχύτητα νοσοῦντες τοῦ γράμματος Ἰουδαῖοι, οἱ πλέον ἢ ἐκεῖνος ταῖς συντρόφοις αὐτῶν ἀλογίαις συνδεδεμένοι, οἱ πάντων ὁμοῦ τῶν ἀγαθῶν ἀδρανῆ νοσοῦντες ἀργίαν, οἱ παράλυτοι τὸν νοῦν, καὶ τὴν ἕξιν ἐκλελυμένοι, πρὸς οὓς ἂν εἰκότως καὶ λέγοιτο Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα. χαλεπαίνουσι δὲ, τὴν ὀφειλομένην τῷ σαββάτῳ τιμὴν χρῆναι λέγοντες καὶ παρ’ αὐτοῦ τοῦ νομοθέτου φυλάττεσθαι· καταδικάζουσιν ὡς παραβαίνοντος τοῦ Χριστοῦ, τὸ γεγραμμένον εἰς νοῦν οὐ δεχόμενοι Ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς. ἐπὶ τούτοις ἔλεγχοι μὲν ἦσαν παρὰ τοῦ Σωτῆρος δριμεῖς· λόγος δὲ διεσκευάζετο πολύς τε καὶ μακρὸς, ὅτι τυπικῶς τοῖς ἀρχαιοτέροις ἡ κατὰ τὸ σάββατον ἀργία νενομοθέτητο, καὶ ὅτι Κύριός ἐστι τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου. ἀλλ’ οἱ πρὸς μηδὲν μὲν τῶν ἀγαθῶν ἐπιτήδειοι, πρὸς δὲ πάσας ἑτοιμότατοι δυστροπίας καταστασιάζουσι τοῦ διδάσκοντος ἅπερ ἔδει μαθεῖν, καὶ φονῶσιν ἤδη κατὰ τοῦ σοφοῦν ἐθέλοντος, πονηρὰ, κατὰ τὸ γεγραμμένον, ἀντὶ ἀγαθῶν ἀποδιδόντες αὐτῷ.
Μετὰ τοίνυν ταῦτα τὰ πεπραγμένα τε καὶ εἰρημένα ἀπανίσταται τῶν Ἱεροσολύμων ὡς ἐξ ἀνάγκης ὁ Κύριος, καὶ ἐπείπερ ἦν ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, ὡς ὀλίγον ἐν τοῖς ἐφεξῆς εὑρήσομεν, καὶ αὐτὴν διέπλευσε τὴν Τιβεριάδος θάλασσαν, ἤτοι λίμνην οὕτω καλουμένην ἐν τῇ χώρᾳ τῶν Ἰουδαίων. ἐπειδὴ δὲ τὸ δὴ μάλιστα κατασοβῆσαν αὐτὸν, καὶ μεταχωρεῖν ἀναπεπεικὸς εἰς ἑτέρους τε οἴχεσθαι τόπους καὶ τοσοῦτον τῆς Ἱερουσαλὴμ ἀπεσχοινισμένους, ἐκεῖνο δὴ μάλιστα ὑπάρχειν ἀρτίως εἰρήκαμεν, τὸ ἐγγὺς εἶναι τὸ πάσχα τῶν Ἰουδαίων· δεικνύναι πρέπειν ὑπολαμβάνω, καλῶς δὴ λίαν τὸ ἐν τοῖς Ἱεροσολύμοις εὑρίσκεσθαι κατ’ ἐκεῖνο καιροῦ παραιτησάμενον τὸν Ἰησοῦν. Οὐκοῦν νόμος ὁ διὰ Μωυσέως ἀπὸ πάσης τῆς περιοικίδος ἀνατρέχειν εἰς Ἱεροσόλυμα τοὺς Ἰουδαίους ἐκέλευεν, ἐκεῖ τὴν ἐν τύπῳ τῆς σκηνοπηγίας ἐπιτελέσοντας ἑορτήν.
καὶ νοήσει μὲν ἐντεῦθεν ὁ πνευματικὸς τὴν ἁπάντων τῶν ἁγίων ἐπισυναγωγὴν εἰς Χριστὸν, ὅτε δὴ καὶ ἀπὸ πάσης τῆς οἰκουμένης μετὰ τὴν τῶν νεκρῶν ἀναβίωσιν εἰς τὴν ἄνω συνενεχθήσονται πόλιν τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἀναθήσοντες ἐκεῖσε τὰ χαριστήρια τῆς σκηνοπηγίας τῆς ἀληθοῦς, τουτέστι τῆς τῶν σωμάτων συμπήξεώς τε καὶ διαμονῆς, λελυμένης δηλονότι τῆς φθορᾶς, καὶ τοῦ θανάτου πεσόντος εἰς θάνατον. τὸ δὲ ὅσον εἰπεῖν εἰς τὸ ἐκ τῆς ἱστορίας γενέσθαι πεφυκὸς, ἀριθμὸν οὐκ ᾔδει τῶν ἀναβαινόντων εἰς Ἱερουσαλὴμ ἡ πληθὺς, καὶ ἦν δὴ μάλιστα κατ’ ἐκεῖνο καιροῦ πολλὰ δύνασθαι τοὺς Φαρισαίους εἰκὸς, συναγορεύειν τῷ νόμῳ προσποιουμένους, καὶ ὡς ἐν πλήθει τοσούτῳ καταβοῶντας τοῦ παραβαίνοντος, ἢ καὶ παραβαίνειν οἰηθέντος αὐτοῖς. οὐδὲν γὰρ ὅλως τὸ χαλεπὸν, τὸν ἀμέτρητον τῶν ἀγελαίων ἀναῤῥιπίζειν ἑσμὸν, ὅταν τις αὐτὸν ἠδικῆσθαι λέγῃ καὶ παροτρύνειν ἐπιχειρῇ καὶ κατὰ τῶν λυπούντων οὐδέν· ὕδατος γὰρ δίκην, ἢ καὶ πυρὸς ἀδιακρίτοις καὶ ἀπροβουλεύτοις ὁρμαῖς διαῤῥιπτεῖται πανταχῆ, καὶ πρὸς ἅπαντα χωρεῖ τὰ παθεῖν ἀνεχόμενα.
PG 73:435ταῦτα τοίνυν οὐκ ἀγνοήσας ὁ Κύριος ὑπεκκλέπτει μὲν τῆς Ἱερουσαλὴμ ἅμα τοῖς μαθηταῖς ἑαυτὸν, ἀφικνεῖται δὲ τῆς θαλάσσης πέραν τῆς Τιβεριάδος· ὅτι δὲ φονῶντας παραιτεῖται τοὺς Ἰουδαίους, καλῶς δὴ μάλα ποιῶν, εἰσόμεθα πάλιν καὶ διὰ τούτων. λέγει γὰρ αὐτὸς ὁ μακάριος Εὐαγγελιστής Καὶ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ὅτι μὲν οὖν παραιτεῖται τὸ ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ἵνα μὴ πρόωρον ὑπομείνῃ τὸν θάνατον, συγκατανεύσω, φησὶν, ἐρεῖ τις τυχὸν, ἀλλ’ εἰ καὶ φεύγει τὴν ἑορτὴν, οὔπω μανθάνω. οὐκοῦν οἱ μὲν νομισθέντες ἀδελφοὶ προσίασι λέγοντες ἐν τῇ Γαλιλαίᾳ τῷ Χριστῷ Ἀνάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου βλέπωσι τὰ σημεῖα ἃ ποιεῖς. πρὸς αὐτοὺς δὲ ὁ Κύριος Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν, ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται.
PG 73:437Πρόδηλον οὖν ἄρα καὶ σαφὲς, ὅτι τῶν Ἱεροσολύμων ἐκκεχώρηκεν ὁ Σωτὴρ, οὐκ αὐθαίρετον τὴν ὡς ἐξ ἐκεῖθεν ἀποδημίαν στειλάμενος, ἀλλὰ καὶ τὰς τῶν ἀπειθούντων βδελυρίας ἐκμυσαττόμενος, καὶ τῶν διωκόντων τὴν ἀγριότητα τῆς εὐστοχίας περιπλανῶν, καὶ τέχνῃ τοῦ φθόνου τὸ βέλος ἀποκρουόμενος. ὑπεκνεύει δὲ πάλιν, καίτοι παθεῖν ἰσχύων οὐδὲν, εἴ γε καὶ παρῆν, ἵνα τύπον ἡμῖν ἀναγράψῃ καλὸν, οὐ δειλίας μᾶλλον, ἀλλ’ εὐλαβείας καὶ ἀγάπης τῆς εἰς τὸν πέλας. εἰσόμεθα γὰρ, ὡς ἐκ τύπου πρὸς ἐπίγνωσιν χρησίμου χειραγωγούμενοι πράγματος, ὅτι διωκόντων ἡμᾶς τῶν ἐχθρῶν, καὶ εἰ μηδὲν ὁρῷτο παντελῶς ἐν τῷ παρεῖναι τὸ βλάβος, ἀλλ’ ἐξιστάμενοί πως, καὶ διὰ τούτου σοφιζόμενοι τὰς τῶν ἐφόδων ἀκμὰς, ὑπεκτρέχοντές τε τὸ παραυτίκα θερμὸν, ἐξήβοις ἤδη περιτευξόμεθα ταῖς τῶν ἀδικούντων ὀργαῖς, καὶ τὸ θράσος τῆς καθ’ ἑαυτῶν πλεονεξίας ὑποτεμνόμεθα, ὠφελοῦντες μᾶλλον τοὺς οἵπερ ἂν γένοιντο περὶ ἡμᾶς οὐκ ἀγαθοὶ, καὶ ἀδίκως, ἤπερ ὠφελούμενοι, ὅπερ ἐστὶν ἐναργῶς, μὴ τὰ ἑαυτῶν ζητοῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων.

Chapter IVCaput IV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἔργον οὖν ἀγάπης, τὸ τοῖς ἐθελοκακοῦσι μὴ ἀντεγείρεσθαι πάντως, μηδὲ ἀποκεχρημένους τῷ δύνασθαι πάσχειν οὐδὲν κἂν παρόντες ἁλισκώμεθα, δριμύτερον ὥσπερ ἐν ἐκείνοις ἀπεργάζεσθαι τὸν θυμὸν, πλεονεκτεῖν οὐκ ἔχοντα τοῦ μισουμένου τὴν δύναμιν· ἡ τοίνυν ἀγάπη, φησὶ καθάπερ ὁ Παῦλος, οὐ ζητεῖ τὰ ἑαυτῆς, ἥπερ ἦν ἐν Χριστῷ καθαρῶς. Ὀξὺ δὲ δὴ πάλιν ἐνερείσας τοῖς γεγραμμένοις τῆς διανοίας τὸ ὄμμα, θαυμάσεις ἀρίστην εὑρίσκων οἰκονομίαν ἐν ταῖς τοῦ Σωτῆρος ἡμῶν ἀποστάσεσι, ταῖς ἐκ τῶν Ἱεροσολύμων φημί. ἐξελαύνεται μὲν γὰρ ὑπὸ τῆς τῶν Ἰουδαίων ἀπονοίας πολλάκις, καταλύων δὲ παρὰ τοῖς ἀλλογενέσι, καὶ ἀνασώζεσθαί πως δοκεῖ παρ’ ἐκείνοις, καὶ τῆς δεούσης ἀπολαύει τιμῆς· τὴν ἀμείνω ψῆφον τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ διὰ τούτου διδοὺς, καὶ τὸ μισόθεον τῶν ἐξ Ἰσραὴλ διὰ τῆς ἑτέρων εὐλαβείας ἐξελέγχεσθαι ποιῶν, καὶ τὸ ἐν ἐκείνοις ὠμὸν διὰ τῆς ἐν τούτοις ἡμερότητος ἐπιδεικνύων, ἵνα δὴ διὰ πάντων φαίνοιντο λοιπὸν κεχρεωστημένως ἤδη καὶ καλῶς τῆς εἰς τοὺς πατέρας ἐπαγγελίας ἐξωθούμενοι.
ἀποπηδήσας δὲ τῶν Ἱεροσολύμων ὁ Κύριος, οὐκ εἰς μίαν τῶν περιοικίδων καταλύει πόλιν, οὐδὲ ἐν ταῖς ὁμόροις αὐλίζεται κώμαις, πέραν δὲ ἄπεισι τῆς θαλάσσης τῆς Τιβεριάδος, μονονουχὶ δι’ ἐμφανεστάτου πράγματος ἀπειλῶν τοῖς ὅτι προσήκοι διώκειν αὐτὸν δυσσεβῶς ᾑρημένοις, ὅτι τοσοῦτον αὐτῶν ἀποστήσεται, καὶ παντὸς τοῦ ἔθνους ἑαυτὸν ἀπονοσφιεῖ, ὡς καὶ ἄβατον αὐτοῖς τρόπον τινὰ τῆς πρὸς αὐτὸν ἐπιστροφῆς κατασκευάσαι τὴν ὁδόν· βατὴ γὰρ οὐδαμῶς τοῖς ἀνθρώπων ποσὶν ἡ θάλασσα. τοιοῦτον δέ τι καὶ ἐν τοῖς ἐφεξῆς πρὸς αὐτούς που λέγων εὑρεθήσεται Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε, καὶ ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. λειοτάτη μὲν γὰρ καὶ εὐπόρευτος καὶ οὐδὲν ἔχουσα τὸ τραχὺ τοῖς διὰ πίστεως πρὸς αὐτὸν ἰοῦσιν ἡ διὰ τῆς δικαιοσύνης ὁδὸς, ἐκτετραχυμένη δὲ καὶ ἀνάντης, μᾶλλον δὲ καὶ ἀδιόδευτος παντελῶς τοῖς παροργίζουσιν αὐτὸν, κατὰ τὸ εἰρημένον δι’ ἑνὸς τῶν ἁγίων προφητῶν Διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.
PG 73:439οὐκοῦν τὸ δυσήνυτον ὥσπερ, μᾶλλον δὲ καὶ ἀνήνυτον, τοῖς Ἰουδαίοις, τῆς ὡς ἐπ’ αὐτὸν νοουμένης ὁδοῦ, τὸ μεταξὺ τῆς θαλάσσης κατασημαίνει διάστημα, ἐπεὶ καὶ τῆς δυσσεβούσης ψυχῆς ἀναφράττειν ἐπαγγέλλεται τὰς ὁδοὺς ἐν προφήταις ὁ Θεὸς λέγων Διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ. ὅπερ οὖν ἐν ἐκείνοις ἐδήλουν οἱ σκόλοπες, τοῦτο καὶ ἐν τούτοις ἡ θάλασσα τῶν ἀφυλάκτως ἐμπαροινεῖν ἑλομένων τὸν ἐμπαροινηθέντα χωρίζουσα καὶ διιστῶσα τῶν οὐχ ὁσίων τὸν ὅσιον. Ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν ὡς ἐν ὠδῖσιν ὁ τύπος κεκρυμμένον ἔχειν μυστήριον. ὅτε γὰρ τῆς Αἰγυπτίων ἐξεπέμπετο χώρας ὁ Ἰσραὴλ, ἠκολούθει μὲν λίαν ἐκτεθηγμένος ὁ Φαραὼ, ἐπὶ δὲ ταῖς ἀδοκήτοις εὐπραγίαις τοῦ ἔθνους ἐξοιστρούμενος, τὰ ἐκ φθόνου καὶ λύπης ἀποτολμᾶν νόμῳ τῷ μάχης ἠπείγετο· ἠκολούθει δὲ, δύνασθαι παλινδρομεῖν εἰς δουλείαν ἀναγκάσειν οἰόμενος τοὺς ὀψὲ καὶ μόλις τῆς ὑπ’ αὐτῷ θητείας ἐκδεδυκότας·
ἀλλὰ διεβίβαζε μὲν τὸν λαὸν διὰ θαλάσσης μέσης Θεὸς, ὁ δὲ διώκων ἐντόνως καὶ χαλᾶσαι μὲν τὴν ὀργὴν μηδαμῶς ἀνεχόμενος, θεομαχεῖν δὲ παραλόγως ἀναπεπεισμένος ἐξ ἀκράτου θυμοῦ, κατὰ μέσην αὐτὴν πανστρατιᾷ κατεπνίγετο, διεσώζετο δὲ μόνος ὁ Ἰσραήλ. ἀλλ’ ἡκέτω καὶ νῦν εἰς μέσον ἡμῖν ὁ τὰς τῶν Ἰουδαίων ἀπονοίας προαναθρηνήσας Μωυσῆς, καὶ λεγέτω πρὸς αὐτοὺς ἐπὶ ταῖς εἰς Χριστὸν ἀσεβείαις ἀγανακτῶν Γενεὰ πονηρὰ καὶ μοιχαλὶς, ταῦτα τῷ Κυρίῳ ἀνταποδίδοτε; τὸν διενεγκόντα διὰ θαλάσσης μέσης καὶ κυμάτων σφοδρῶν πέραν ἐλαύνεις θαλάσσης, καὶ διώκων οὐκ ἐρυθριᾷς; σὸν οὖν ἄρα τὸ παθεῖν Ἰουδαῖε, σὲ καταπνίξει λοιπὸν ἡ θάλασσα· τῶν γὰρ καταδιωκόντων, οὐ τῶν διωκομένων, ὁ θάνατος, καὶ ἐν ἐκείνοις ἦν τότε, καὶ νῦν ἐπὶ Χριστοῦ καὶ τῶν ἀνοσίων Ἰουδαίων. ψάλλει δέ που καὶ ὁ θεσπέσιος ἡμῖν Δαυείδ Μή με καταποντισάτω καταιγὶς ὕδατος, λέγων, μηδὲ καταπιέτω με βυθός· τὸ παγχάλεπον τῆς Ἰουδαίων συναγωγῆς ὑπεμφαίνων ναυάγιον, καὶ τὸ σὺν ἐκείνοις ἐναποπνίγεσθαι τῷ τῆς ἀγνωσίας βυθῷ παραιτούμενος.
ἀλλ’ Αἰγυπτίοις μὲν καὶ τῷ παρ’ ἐκείνοις κρατοῦντι, τότε περὶ σώματος ἐκ γῆς ὁ κίνδυνος ἦν, Ἰουδαῖοι δὲ παθόντες εἰς τὰ τιμιώτερα μειζόνως κολάζονται· ψυχῆς γὰρ ὑπομένουσι ζημίαν, ἀναλόγως τοῖς ἰδίοις κακουργήμασι τὰ ἐπίχειρα κομιζόμενοι. ἐκολάζετο μὲν γὰρ εὐλόγως ὁ Φαραὼ, πλεονεκτεῖν εἰς δουλείαν τὸ ἐλεύθερον ἐπιχειρῶν· τιμωρεῖται δὲ πάλιν ἐξ ἀντιστρόφου δικαίως ὁ Ἰσραὴλ τὴν ὑπὸ τῷ πάντων Δεσπότῃ δουλείαν οὐκ εἰσερχόμενος, ἀλλ’ ὅπερ ἦν ὡς ἐν δυνάμει πλεονεξίας ἐκεῖνος αὐτῷ, τοῦτο καὶ αὐτὸς ἐκ πολλῆς ἀλαζονείας εἰς Θεὸν εὑρισκόμενος. Σημειωτέον δὲ, ὅτι τὴν Τιβεριάδος λίμνην θάλασσαν ἀποκαλεῖ, τοῖς τῆς θείας γραφῆς ἑπόμενος λόγοις· τὰ γὰρ συστήματα τῶν ὑδάτων θαλάσσας ἐκάλεσεν ὁ Δημιουργός· ἀδιαφορεῖ δὲ πολλάκις καὶ ὁ παρὰ τοῖς ἔξω λόγος, ὡς καὶ λίμνην ἔσθ’ ὅτε τὴν θάλασσαν ὀνομάζειν οὐ παραιτεῖσθαί τινας. «Ἠκολούθει δὲ αὐτῷ ὄχλος πολὺς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων· ἀνῆλθε δὲ εἰς τὸ ὄρος ὁ Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ·
PG 73:441ἦν δὲ ἐγγὺς τὸ πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων.» Ὅτε γὰρ τῶν Ἱεροσολύμων ἐκπεφοίτηκεν ὁ Χριστὸς, κατὰ τὸ ἐν προφήταις εἰρημένον Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ὅτε τὸν ἀπειθῆ καὶ δυσήνιον τῶν Ἰουδαίων ἀπολακτίσας λαὸν τοῖς ἀλλογενέσιν ἑαυτὸν ἐχαρίζετο, τότε πολὺς μὲν ὄχλος ἀκολουθεῖ. ἄνεισι δὲ καὶ εἰς ὄρος αὐτὸς, κατ’ ἐκεῖνο δὴ πάντως ὅπερ εἴρηκε φθάσας Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. ὑψώθη μὲν γὰρ ἐκ τῆς γῆς, καὶ εἰς τὸν ὑπὲρ ἡμῶν ἀναβαίνων σταυρόν· ὑψώθη δὲ πάλιν ἑτέρως, καθάπερ εἰς ὄρος ἀναβεβηκὼς τὴν θεοπρεπῆ τιμήν τε καὶ δόξαν· οὐ γὰρ ὡς ἄνθρωπον ἀτιμάζομεν κατὰ τὸν Ἰσραὴλ, ἀλλ’ ὡς Θεὸν καὶ Σωτῆρα καὶ Κύριον προσκυνοῦμεν ἡμεῖς. παρ’ ἐκείνοις μὲν γὰρ ταπεινός τις ὑπάρχειν, καὶ οὐδὲν ὅλως κατὰ τὸ παντελὲς, ἐνομίζετο· καὶ γοῦν Σαμαρείτην ἀποκαλοῦντες οὐκ ἔφριττον, σεμνότερον δέ πως ἀτιμάζοντες τὸν τοῦ τέκτονος αὐτὸν ἀπεκάλουν υἱόν· παρὰ δέ γε τοῖς πιστεύουσιν εἰς αὐτὸν, ὡς μεγαλουργὸς καὶ Θεὸς, ὡς τῶν παραδόξων ἐργάτης ἀποθαυμάζεται. ἀκούῃς γὰρ, ὅπως εὐσεβὴς τοῖς ἀκολουθήσασιν ἐνυπάρχει σκοπός.
ὅτι γὰρ ἐθεώρουν τὰ ἐπὶ τῶν ἀσθενούντων σημεῖα, διὰ τοῦτο δὴ μάλα θερμῶς ἕπεσθαι δεῖν ὑπελάμβανον, ὡς ἀπὸ τῶν τελουμένων ἀναλόγως ἐπὶ τὴν τοῦ τελοῦντος ἐπίγνωσιν ποδηγούμενοι, καὶ ἀπὸ τῆς θεοπρεποῦς ἐξουσίας τὸν ταύτην ἠμφιεσμένον φυσικῶς ἐννοοῦντες Υἱόν. διὰ ταύτης δὲ χρῆναι βαδίζειν ἡμᾶς τῆς ὁδοῦ πρὸς τὴν ἐφ’ ἑαυτῷ πίστιν ἐκέλευσεν ὁ Σωτήρ· Τὰ γὰρ ἔργα, φησὶν, ἃ ἐγὼ ποιῶ, αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ. καὶ πάλιν Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε. ὥσπερ οὖν ἀπὸ μεγέθους καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται Θεὸς, οὕτως ἀπὸ τῆς θεοσημείας, κατὰ τὴν ἴσην τῶν νοημάτων διασκευὴν, ὁ τῶν σημείων ὁρᾶται τελειωτὴς, καὶ ἡ τῶν ἀκολουθούντων πίστις δικαίως ἂν θαυμάζοιτο. Οἶμαι δ’ ἔγωγε περιεργοτέραν τινὰ καὶ οὐχ ἁπλῆν τοῖς εἰρημένοις ἐγκεκρύφθαι διάνοιαν. ὁρῶμεν γὰρ λέγονται τὸν Εὐαγγελιστὴν, οὐχ ὅτι μόνον σημείων ἦσαν φιλοθεάμονες οἱ ἀκολουθήσαντες τῷ Χριστῷ, ἀλλὰ καὶ ποίων ἦσαν σημείων δικαιότατοι θαυμασταί.
προστίθησι γὰρ ὅτι Ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων, ἵνα διὰ τούτων ἐναντίως ἔχουσαν τῇ τῶν Ἰουδαίων τὴν τῶν ἀκολουθούντων ἀποδείξῃ διάνοιαν. οἱ μὲν γὰρ ὅτι τὸν παράλυτον ἀσθενοῦντα τεθεράπευκε, δυσσεβῶς χαλεπαίνουσιν, οἱ δὲ οὐ μόνον ἐπὶ τούτοις παρόντα θαυμάζουσιν, ἀλλὰ καὶ ἀποδημοῦντι συνεκτρέχουσιν, ὡς θαυματουργῷ καὶ Θεῷ. φύγωμεν τοίνυν τὴν Ἰουδαίοις πρέπουσαν ἀμαθίαν, οἱ Χριστὸν δεσπότην ἐπιγραφόμενοι, προσεδρεύσωμεν αὐτῷ διὰ τῆς ὑπομονῆς, ὅπερ ἔδρων τληπαθῶς οἱ σοφώτατοι μαθηταί· χωρίζεσθαι μὲν καὶ λειποτακτεῖν ἀνεχόμενοι μηδαμῶς, αὐτοῖς δὲ λοιπὸν ἀναβοῶντες τοῖς πράγμασι τὸ νεανικῶς ὑπὸ τοῦ Παύλου λεγόμενον Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;
PG 73:443ἀκολουθήσωμεν τοίνυν αὐτῷ καὶ διωκομένῳ καὶ φεύγοντι τὰς τῶν μαχομένων αὐτῷ δυστροπίας, ἵνα καὶ εἰς ὄρος ἀναβαίνωμεν, καὶ ἐκεῖ καθίσωμεν σὺν αὐτῷ, τουτέστιν εἰς περιφανῆ καὶ εὐκλεεστάτην ἀναπηδήσωμεν χάριν, διὰ τοῦ συμβασιλεύειν αὐτῷ, καθάπερ οὖν ἔφασκεν αὐτός Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τοῖς πειρασμοῖς μου, ἐν τῇ παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. ταύτας γὰρ οἶμαι τὰς θεωρίας εἰσφέρειν τὸ καὶ προσεδρεύειν λέγεσθαι τῷ Σωτῆρι τοὺς μαθητὰς, καὶ ἀνελθόντας ἐν ὄρει συγκαθίσαι. «Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς Φίλιππον Πόθεν ἀγοράσομεν ἄρτους ἵνα φάγωσιν οὗτοι; τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν.
ἀπεκρίθη αὐτῷ Φίλιππος.» Μάθημα δὴ πάλιν ἄριστόν τε καὶ ἀνδράσι τοῖς ἱερωτάτοις πρεπωδέστατον τοῖς ἑαυτοῦ μαθηταῖς ἐπενόησεν ὁ Χριστὸς, καὶ ἐν δυσχωρίαις ἀκράτοις νικᾶν ἀναπείθων τὴν ἐπὶ τρόπῳ τῷ φιλοξένῳ δειλίαν, καὶ ὄκνον μὲν τὸν ἐπὶ τούτῳ διαῤῥίπτειν που μακρὰν, θερμοτέροις δὲ μᾶλλον ἐπὶ τὴν ἀρετὴν ἀφικνεῖσθαι κινήμασιν· οὗ τί ἂν γένοιτο μεῖζον, παρά γε τοῖς εἰδόσι καὶ θέλουσι δι’ ὧν ἂν πρέποι τὴν ἄνωθεν ἑαυτοῖς ἐξωνεῖσθαι φιλίαν; ὄχλου γὰρ δὴ πρὸς αὐτὸν ἰόντος οὐ μικροῦ, καὶ ἀναριθμήτου πληθύος ὑδάτων δίκην ἐπεισχεομένης τοῖς τόποις, ἐν οἷς ηὐλίζετο, πρὸς τὸ ἑτοιμάζεσθαι τρέφειν αὐτοὺς παραχρῆμα διεκελεύετο. καὶ ἦν μὲν ὄντως οὐκ ἀπεικὸς καὶ τοῦ σφόδρα πλουσίου καταναρκήσειν τὴν προθυμίαν, τῷ πλήθει τῶν ὁρωμένων καταπτοουμένην εἰς φόβον τὸν ἐπὶ τῷ μὴ δύνασθαι φιλοξενεῖν· ἀλλ’ οὐδὲν ὅλως δεικνύει τὸ μέγα Χριστὸς, ὅταν εἰς ὀλίγους γίγνηται παρ’ ἡμῶν ἡ φιλαδελφία, κατανεανιεύεσθαι δέ πως καὶ τῶν παρ’ ἐλπίδα βούλεται, τῇ εἰς αὐτὸν πεποιθήσει βεβαιουμένους πρὸς τὴν ἐφ’ ἅπασι τοῖς ἀγαθοῖς εὐτολμίαν.
Κατὰ μὲν οὖν τῆς ἱστορίας τὸν λόγον, οὐκ ἀπὸ σκοποῦ συντείνεται τῶν εἰρημένων ἡ δύναμις, μεταβαλόντες δὲ πάλιν αὐτὰ πρὸς θεωρίαν πνευματικὴν, καὶ τὸ ἐν τύπῳ παχὺ περικείροντες σχῆμα, γυμνότερον ἤδη φαμὲν, ὡς διὰ προθυμίας ἀγαθῆς καὶ πίστεως τοὺς ἐπιζητοῦντας αὐτὸν, καθάπερ ἐξ ὄρους, ἐξ ὑψηλῆς δηλονότι καὶ θεοπρεποῦς τῆς προγνώσεως, προαναβλέπει Θεὸς, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Παύλου Οὓς γὰρ προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν. ἐπαίρει τοίνυν τοὺς ὀφθαλμοὺς ὁ Χριστὸς, οἱονεὶ τῆς θείας ἐπισκέψεως ἀξίους ὄντας ἐπιδεικνύων τοὺς ἀγαπῶντας αὐτόν· ὥσπερ οὖν ἀμέλει καὶ ἐν εὐλογίας τρόπῳ πρὸς τὸν Ἰσραὴλ ἐλέγετο Ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δώῃ σοι εἰρήνην· ἀλλ’ οὐ μέχρι μόνης τῆς ἐπισκέψεως ἡ ἐπὶ τοῖς τιμῶσιν αὐτὸν ὁρίζεται χάρις, ἀλλά τι καὶ ἕτερον προστιθεὶς ὁ μακάριος Εὐαγγελιστὴς, οὐκ ἀπρονοήτως ἔχοντα τῶν ὄχλων δεικνύει τὸν Κύριον, ἀλλ’ εἰς τροφὰς ἤδη καὶ πανδαισίαν εὐτρεπιζόμενον· ἵνα δὴ πάλιν διὰ τούτου νοῇς τὸ ἐν παροιμίαις φερόμενον Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν·
PG 73:445ἑαυτὸν γὰρ παρατίθησι, καθάπερ ἄρτον ἐξ οὐρανοῦ, καὶ τὰς τῶν φοβουμένων αὐτὸν ἀποθρέψει ψυχάς· πάντα δὲ αὐτοῖς ἑτοιμάζει τὰ ζωαρκῆ, καθάπερ οὖν ἐν ψαλμοῖς λέγει τό Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου. καὶ αὐτὸς δέ που φησὶν ὁ Χριστός Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ ἐρχόμενος πρὸς μὲ οὐ μὴ πεινάσῃ πώποτε· ἐπιδώσει γὰρ, καθάπερ ἤδη προείπομεν, τὰς ἐξ οὐρανοῦ δηλονότι τροφὰς, καὶ τὴν πολυειδῆ τοῦ Πνεύματος ἐπιδαψιλεύσεται χάριν. εὐτρεπίζεται γεμὴν πρὸς τὸ δοῦναι τοῖς προσιοῦσι τὰς τροφὰς, οὐδὲ περιμείνας τὴν αἴτησιν. Τὸ γὰρ τί προσευξόμεθα καθ’ ὃ δεῖ οὐκ οἴδαμεν, αὐτὸς δὲ ὀρέγει προλαβὼν, ἅπερ ἡμᾶς εἰς ζωὴν συνέχει τὴν αἰώνιον. Λέγει τοίνυν πρὸς Φίλιππον Πόθεν ἀγοράσομεν ἄρτους; διατί πρὸς Φίλιππον, καίτοι τῶν ἄλλων συμπαρεστώτων τε καὶ προσκαρτερούντων αὐτῷ μαθητῶν, ἀναγκαῖον ἰδεῖν. οὐκοῦν ζητητικὸς μὲν ὁ Φίλιππος καὶ φιλομαθὴς, ὀξὺς δὲ οὐ λίαν εἰς τὸ δύνασθαι συνιέναι θερμῶς τὰ θεοπρεπέστερα.
τοῦτο δ’ ἂν μάθοις, ἐκεῖνο κατὰ σαυτὸν ἀναλογισάμενος, ὅτι χρόνους ἀκολουθήσας τῷ Σωτῆρι μακροὺς, καὶ ποικίλως τὰ περὶ τῆς θεότητος αὐτοῦ συλλέγων μαθήματα, καὶ πλουσιωτάτην διά τε πραγμάτων καὶ λόγων ἐρανιζόμενος ἐπ’ αὐτῷ τὴν κατάληψιν, ὡς οὐδὲν οὔπω μαθὼν, ἐν τελευταίοις τῆς οἰκονομίας καιροῖς λέγει πρὸς τὸν Ἰησοῦν Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν· ἀλλ’ ὡς ἀκακοήθως εἰπὼν εὖ μάλα μετεπαιδεύετο· Τοσοῦτον γὰρ χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με Φίλιππε, φησὶν ὁ Χριστός. ὡς οὖν παχυτέρῳ πρὸς νόησιν, καὶ βραδύτερόν πως ἤπερ ἐχρῆν πρὸς τὴν τῶν θειοτέρων ἰόντι κατάληψιν, προτείνει τὴν πεῦσιν, γυμνάζων εἰς πίστιν τὸν μαθητήν. τοῦτο γὰρ σημαίνει τό Πειράζων ἐν τούτοις, εἰ καὶ καθάπερ ὁ μακάριος Εὐαγγελιστὴς διισχυρίσατο Αὐτὸς δὲ ᾔδει τί ἔμελλε ποιεῖν. Τὸ δέ Πόθεν ἀγοράσομεν λέγων, τῶν συνόντων αὐτῷ τὸ ἀφιλοχρήματον, καὶ τὴν ἑκούσιον διὰ Θεὸν πτωχείαν ἐπιδεικνύει, οὐδ’ ὅσον εἰς τὸ πρίασθαι τὰς ἀναγκαίας ἐχόντων τροφάς. ὁμοῦ δέ τι τούτῳ προσεργάζεται, καὶ διὰ τέχνης οἰκονομεῖ.
τὸ γάρ Πόθεν, οὐ μάτην, ὡς πρὸς οὐδὲν ὅλως ἐπικομίζεσθαι μελετήσαντας, ἀλλὰ καὶ εἰς ἄκρον ἀφιλαργυρεῖν εἰθισμένους φησίν. ἀποκλείσας δὴ οὖν καὶ ἀποτεμὼν εὐφυεστάτως τὴν ἐπ’ ἀργύροις ἐλπίδα, μονονουχὶ καὶ ἀναπείθει λοιπὸν ἐπ’ ἐκεῖνο βαδίζειν, ὅτι δεήσει τὸν Κύριον, εἰ μηδενὸς ἐνόντος αὐτοῖς, ἀποτρέφειν βούλοιτο τοὺς πρὸς αὐτὸν ἐρχομένους ἀφάτῳ δυνάμει καὶ ἐξουσίᾳ θεοπρεπεῖ δημιουργῆσαι τροφάς. τοῦτο γὰρ ἦν ἔτι τὸ λειπόμενον, καὶ εἰς μόνας ὁρᾶν τὰς ἐντεῦθεν ἐλπίδας ἐκάλει λοιπὸν, κατὰ τοὺς παρ’ Ἕλλησι ποιητὰς, «σιδήρεον ἕλκος ἀνάγκης.» «Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ τι λάβῃ.» Ἀδρανῶς ὁ Φίλιππος οὐκ ἐπὶ τὸ πάντα δύνασθαι καὶ λίαν εὐκόλως τὸν Ἰησοῦν ἀναβαίνει πάλιν, ἀλλὰ τό Πόθεν ἀγοράσομεν ἀκούσας πειραστικῶς παραχρῆμα συναρπάζεται, καὶ εἰς μόνην ὁρᾷ τὴν διὰ χρημάτων ὁδὸν, οὐχ ἑτέρως ἀνυσθήσεσθαι τὴν τοῦ πράγματος ἐννοήσας φύσιν, εἰ μὴ θεσμῷ τῷ κοινῷ καὶ τῷ παρὰ πᾶσι κατειθισμένῳ· τοῦτο δὲ ἦν ἡ ἐκ δαπάνης φιλοτιμία.
οὐκοῦν ὅσον εἴς τε τῶν μαθητῶν τὸ ἀφιλοχρήματον καὶ τὸ κεκτῆσθαι μηδὲν, καὶ εἰς αὐτὴν δὲ τοῦ Φιλίππου τὴν διάνοιαν, οὔπω τελείως πρὸς τὸ ἐξαίσιον τοῦ Σωτῆρος ἡμῶν ἀφορῶσαν ἀξίωμα, εἰς ἀδύνατόν πως περιτρέπεται λοιπὸν ἡ ἐπὶ τοῖς ὄχλοις φιλοτιμία. τοῦτο δὲ οὐ γέγονε, διεξάγεται δὲ τοῦ Σωτῆρος εἰς πέρας ἡ βούλησις. Τὸ ἀδύνατον ἄρα παρὰ ἀνθρώποις δυνατὸν παρὰ τῷ Θεῷ, καὶ τῆς ἐνούσης ἀκολουθίας ἐν τῇ φύσει τῶν καθ’ ἡμᾶς πραγμάτων, πανταχόθεν ἀμείνων ἡ θεία φαίνεται δύναμις, πάντα παραδόξως ἐξανύειν ἰσχύουσα, καὶ ὅσα τὸν ἐν ἡμῖν ἐξάλλεται νοῦν. «Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου Ἔστι παιδάριον ὧδε, ὃ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; εἶπε δὲ ὁ Ἰησοῦς.» Ἀδελφὰ τῷ Φιλίππῳ καὶ φρονεῖ καὶ λογίζεται, καὶ συγγενῆ πως ἔχων ἐν ἑαυτῷ τὴν ἐπὶ τῷ Σωτῆρι διάληψιν καὶ αὐτὸς ἐξελέγχεται. οὐ γὰρ ἐννοήσας τὴν δύναμιν, οὔτε μὴν ἐκ τῆς τῶν φθασάντων μεγαλουργίας ἐπὶ τὸ πάντα δύνασθαι τὸν Ἰησοῦν καὶ λίαν εὐπετέστατα παιδαγωγούμενος, καταμηνύει δὲ τὰ παρὰ τῷ παιδαρίῳ κείμενα, πλὴν ἀτονήσας ὁρᾶται περὶ τὴν πίστιν·
PG 73:447ταῦτα γὰρ τί ἐστι φησὶν εἰς τοσούτους; καίτοι· χρὴ γὰρ ἤδη λέγειν· οὐχ ὑπεσταλμένως, μᾶλλον δὲ δεῖ πρὸς ἀνάμνησιν ἰέναι γοργῶς τῶν ἤδη παραδόξως τετελεσμένων, λογίζεσθαι δὲ ὅτι ξένον ἦν ἔργον ἢ καὶ ἀλλότριον οὐδαμῶς τοῦ μετασκευάσαντος εἰς οἶνον τὴν τοῦ ὕδατος φύσιν, τοῦ θεραπεύσαντος τὸν παράλυτον, καὶ τὴν οὕτω μακρὰν ἀῤῥωστίαν ἑνὶ κατασοβήσαντος λόγῳ, καὶ ἐκ τοῦ μὴ ὄντος δημιουργῆσαι τροφὰς, καὶ ὀλίγας κομιδῆ τὰς ηὑρημένας πολυπλασιάσαι θεϊκῶς. ἡ γὰρ ἐν ἐκείνοις ἐξουσία, πῶς οὐκ ἂν ἔχοι καὶ τὸ ἐν τούτοις δραστικόν; οὐκοῦν ἀδρανέστερον μέν πως ἤπερ ἐχρῆν ἡ τῶν μαθητῶν ἀπεκρίνετο ξυνωρίς. πλὴν ἀθρητέον ἐν τούτῳ πάλιν ἐκεῖνο. τὰ γὰρ δοκοῦντα τοῖς ἁγίοις καὶ διεπταῖσθαι κατὰ βραχὺ, τοῦ χρησίμου πολλάκις οὐκ ἀμοιρεῖ, ἀλλ’ ἔχει τι συμπεπλεγμένον, ὃ τῇ τοῦ πράγματος φύσει λυσιτελεῖ, περὶ ἣν ἂν γένοιτο τῆς δοκούσης ἀσθενείας αὐτῶν τὰ ἐγκλήματα· λογισάμενοι γὰρ οἱ μνημονευθέντες ἅγιοι μαθηταὶ, καὶ σαφῶς εἰρηκότες, ὁ μὲν ὅτι Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ τι λάβῃ· ὁ δὲ, περί τε τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων, ὅτι ταῦτα τί ἐστιν εἰς τοσούτους;
PG 73:449αἴρουσί πως εἰς ὕψος τὸ θαῦμα, καὶ περιφανεστάτην ἀπεργάζονται τὴν τοῦ Σωτῆρος ἰσχὺν, τὴν ὅσον οὐδέπω κορεσθησομένην πληθὺν διὰ τῶν οἰκείων κατασημήναντες λόγων, καὶ περιτέτραπται τῆς ἀπιστίας ἡ δύναμις εἰς ἀγαθὴν μαρτυρίαν τὴν ἐπὶ Χριστῷ. δι’ ὧν γὰρ τοῖς ὄχλοις οὐκ ἐξαρκέσειν ὡμολογήκασι πρὸς βραχεῖαν ἀπόλαυσιν τῶν τοσούτων ἀργυρίων τὸ μέτρον, διὰ τούτων αὐτῶν τὴν ἀπόῤῥητον τοῦ ἑστιῶντος καταστέφουσι δύναμιν, ὅτε δὴ καὶ ἐνόντος οὐδενός· τί γὰρ ἦν εἰς τοσούτους τὰ παρὰ τῷ παιδαρίῳ κατὰ τὸν Ἀνδρέου λόγον; τὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης καὶ σφόδρα πλουσίως ἐκβέβηκε. Τοιαύτην τινὰ κατὰ τὴν ἔρημον καὶ τὴν τοῦ πανσόφου Μωυσέως ὀλιγοπιστίαν εὑρήσομεν. ἔκλαιον μὲν γὰρ οἱ ἐξ Ἰσραὴλ, καὶ πρὸς βδελυρὰν ἐπιθυμίαν τῶν ἐν Αἰγύπτῳ τραπεζῶν κατηρεθισμένοι, λέβητας μὲν ἀκαθάρτους ἐφαντάζοντο κρεῶν, κρομμύων δὲ καὶ σκορόδων καὶ τῆς ἐν τοῖς ὁμοειδέσι χυδαιότητος εἰς ἐκτοπωτάτην ἐκνεύοντες ἡδονὴν, καὶ τῶν θείων ἀλογήσαντες ἀγαθῶν, ἐπεφύοντό πως καὶ τῷ μεσιτεύοντι καὶ παιδαγωγοῦντι Μωυσεῖ.
ἀλλ’ οὐκ ἠγνόει Θεὸς τὰ ἐφ’ οἷς ἀνοιμώζειν ἡ πληθὺς ἠπείγετο, καὶ δὴ καὶ ἐπιδώσειν αὐτοῖς κρέα κατεπηγγέλλετο. ἐπειδὴ δὲ ἦν ἐν ἐρήμῳ τῆς φιλοτιμίας ἡ ὑπόσχεσις, καὶ δυσήνυτόν πως, ὅσον ἧκεν εἰς ἀνθρώπινον νοῦν, ἐδόκει τὸ πρᾶγμα, πρόσεισιν ἀναβοῶν ὁ Μωυσῆς Ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαὸς ἐν οἷς εἰμι ἐν αὐτοῖς, καὶ σὺ εἶπες Κρέα δώσω αὐτοῖς, καὶ φάγονται μῆνα ἡμερῶν· μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς; καὶ τί πρὸς ταῦτα Θεός; Μὴ χεὶρ Κυρίου οὐκ ἀρκέσει; περὶ τί γὰρ ἂν καὶ ἀδυνατήσαι Θεός; Οὐκοῦν ἐρεῖ τις εὐλόγως, καὶ ἐπὶ τοῖς παρὰ Φιλίππου τε καὶ Ἀνδρέου λόγοις Μὴ χεὶρ Κυρίου οὐκ ἀρκέσει; δεχόμενοι δὲ καὶ ἡμεῖς εἰς παραδείγματος τρόπον τὴν τοῦ πράγματος φύσιν, νοσημάτων ἔσχατον καὶ παντὸς ἐπέκεινα κακοῦ τὴν ὀλιγοπιστίαν ἡγώμεθα, κἂν ἐργάζηται Θεὸς, ἢ καὶ δράσειν ἐπαγγέλληται, πίστει δὴ πάντως ἀπεριεργάστῳ γινέσθω δεκτὸν, καὶ μὴ τῷ μὴ δύνασθαι νοεῖν, ὅπως ἔσται τὰ ὑπὲρ ἡμᾶς, ἐπ’ ἀσθενείᾳ τῇ ἐπί τισι κατηγορείσθω τὸ θεῖον.
πρέποι δ’ ἂν τῷ ἀγαθῷ καὶ σώφρονι καὶ βεβηκότα καλῶς φρονοῦντι τὸν λογισμὸν, κἀκεῖνο λαμβάνειν εἰς νοῦν, ὡς καὶ ὁ τοῦ σώματος ὀφθαλμὸς, οὐκ ὅσον ἂν βούλοιτό τις, τοσοῦτο δὴ πάντως καὶ κατόψεται, ἀλλ’ ὅσον ἐνδέχεται, καὶ τὸ τῆς φύσεως ἡμῶν ἐφίησι μέτρον· τὰ δὲ ἐν ὕψει πολλῷ λίαν ἀνατεθειμένα, κἂν ὅλως φαντάζηται, διακρίνειν οὐ δύναται, λεπτοτάτην ἐπ’ αὐτοῖς καὶ μόλις ἁρπάζων τὴν θεωρίαν. οὕτω μοι νόει καὶ τὸν ἀνθρώπινον νοῦν· μέχρι γὰρ τῶν δοθέντων ὅρων αὐτῷ παρὰ τοῦ πεποιηκότος ἐφικνεῖται καὶ ἐκτείνεται, κἂν ὅλως ὑπάρχῃ κεκαθαρμένος· ὄψεται γὰρ οὐδὲν τῶν ὑπερκειμένων, παραχωρήσει δὲ καὶ οὐχ ἑκὼν τοῖς ὑπὲρ τὴν φύσιν, οὐδαμόθεν ἔχων αὐτῶν περιδράττεσθαι· πίστει τοίνυν τὰ ὑπὲρ ἡμᾶς, καὶ οὐ ζητήσει λαμβάνεται, καὶ θαυμάζεται μὲν ὁ οὕτω πιστὸς, ἐπεὶ ἀνεπιτίμητος δὲ οὐδαμῶς ὁ τοῖς ἐναντίοις περιπεσών· καὶ ἐπὶ τούτῳ πάλιν αὐτὸς ἡμῖν ὁ Σωτὴρ μαρτυρήσει λέγων Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται.
Διειληφότες δὲ ἅπαξ τὸν λόγον τὸν ἐπὶ τῷ χρῆναι μὴ ἀπιστεῖν τῷ Θεῷ, φέρε δή τι πάλιν ἐκ τῶν ἱερῶν γραμμάτων ἀναδεξάμενοι παραθῶμεν εἰς μέσον, καὶ τὴν ἐπὶ ταῖς ἀπιστίαις κόλασιν ἐκλαμπρύνωμεν πρὸς ὠφέλειαν τῶν ἐντευξομένων. οὐκοῦν· ἐπ’ αὐτὸν γὰρ εἶμι πάλιν τὸν ἱεροφάντην Μωυσέα· ἐκελεύετό ποτε κατὰ τὴν ἔρημον ἀφορήτῳ δίψει καταβαρυνθέντος τοῦ λαοῦ, κοινωνὸν μὲν ποιεῖσθαι τὸν Ἀαρὼν, κατακρούειν δὲ τῇ ῥάβδῳ τὴν πέτραν, ἵνα καὶ ὑδάτων ἀνομβρήσῃ πηγάς. ἀλλ’ οὐ σφόδρα τοῖς τοῦ προςτάττοντος ἀναπεπεισμένος λόγοις, ὀλιγοψυχήσας δέ πως διὰ τὸ ἀνθρώπινον Ἀκούσατέ μου, φησὶν, οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξε τῇ ῥάβδῳ τὴν πέτραν ἅπαξ καὶ δὶς, καὶ ἐξῆλθεν ὕδωρ πολύ· καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν δέδωκα αὐτοῖς. ἆρ’ οὖν ἐντεῦθεν οὐκ ἂν γένοιτο παντί τῳ σαφὲς, ὅπως ἐστὶ χαλεπὰ τῆς ἀπιστίας τὰ ὀψώνια;
καὶ εἰ τοσοῦτος ὑπάρχων ἐπετιμήθη Μωυσῆς, τίνος ἔτι φείσεται Θεὸς, τίνι δὲ οὐκ ἐποίσει τὸν ἐφ’ οἷς ἂν ἀπιστήσῃ θυμὸν ὁ οὕτως ἀπροσωπόληπτος, ὡς μηδὲ αὐτὸν ἐθελῆσαι δυσωπεῖσθαι Μωυσέα, πρὸς ὃν εἴρηται παρ’ αὐτοῦ Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ’ ἐμοί. «Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν· ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ· ἀνέπεσον οὖν ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι.» Πρᾳότητα μὲν τὴν συνήθη τετίμηκεν ὁ Σωτὴρ, καὶ τὸ μὲν δριμὺ τῶν ἐλέγχων ἀφίστησιν· οὐκ ἐπιτιμᾷ γὰρ δηκτικῶς, καίτοι καὶ λίαν νυστάζουσι τοῖς μαθηταῖς, ὅσον ἧκεν εἰς τὸ ἐπ’ αὐτῷ μικρόψυχόν τε καὶ ὀλιγόπιστον· παιδαγωγεῖ δὲ μᾶλλον διὰ πραγμάτων αὐτῶν εἰς κατάληψιν ὧν οὔπω πιστεύουσι. τὸ γάρ Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν, οὐ μετρίαν ἔχει τὴν ἔμφασιν, μόνον δὲ οὐχὶ καὶ τοιοῦτόν τι λέγοντα δεικνύει τὸν Ἰησοῦν Ὢ βραδεῖς εἰς τὸ τὴν ἐμὴν συνιέναι δύναμιν, καὶ νοῆσαι τίς ὁ λαλῶν Ἀνακλίνατε τοὺς ἄνδρας, ἵν’ ἐκ μηδενὸς τοῦ παρ’ ὑμῖν κειμένου κατακορεσθέντας ὁρῶντες θαυμάζητε. ἀνακλίνατε τοὺς ἄνδρας. τοῦτο γὰρ αὐτοῖς τὸ λεῖπόν ἐστιν·
PG 73:451οὐ γὰρ δηνάρια μὲν διακόσια τὰ ζωαρκῆ τοῖς ὄχλοις περιποιεῖν ἂν ἴσχυσε, χρημάτων δὲ τῶν ἐν ἀνθρώποις τὸ μεῖον ἐν τῷ δύνασθαι σώζειν, ἡ ἐμὴ κεκτήσεται δύναμις, ἡ πάντα πρὸς τὸ εἶναι καλοῦσα καὶ τῶν ἐξ οὐκ ὄντων δημιουργός· οὐδὲ Ἡλίας μὲν ὁ προφήτης ἀνενδεᾶ τὸν ἐλαιοφόρον τῆς χήρας ἐτίθει καμψάκην, μητέρα τε ἀνεκλείπτου τροφῆς τὴν ὑδρίαν ἀπετέλει, ὁ δὲ κἀκείνῳ τὸ δύνασθαι διδοὺς, οὐκ ἂν ἐξίσχυσε πολυτλασιάσαι τὸ μηδὲν, καὶ τὸ προστυχὸν ἁπλῶς τῆς ἀῤῥήτου φιλοτιμίας ἐργάσασθαι πηγὴν, καὶ ἀδοκήτου χάριτος ἀρχήν τε καὶ ῥίζαν; Τοιαῦτα μὲν οὖν ἐννοῆσαι τυχὸν οὐκ ἀπίθανον διὰ τῆς ἐμφάσεως οἱονεὶ λέγοντα τὸν Χριστόν· ἐπισημαίνεται δὲ χρησίμως ὁ μακάριος Εὐαγγελιστὴς, ὅτι καὶ χόρτος ἦν ἐν τῷ τόπῳ πολὺς, ἐπιτηδείως ἔχοντα τὸν χῶρον πρὸς τὸ καὶ δεῖν ἀνακλίνεσθαι τοὺς ἄνδρας ἐπιδεικνύς. ἐπιτήρει δὲ ὅπως ἀναμεμιγμένης εἰς ἑαυτὴν τῆς τῶν τρεφομένων πληθύος, καὶ γυναικῶν δηλονότι παρουσῶν σὺν τέκνοις, μόνους τοὺς ἄνδρας ἀπηριθμήσατο, ταῖς κατὰ τὸν νόμον ὡς οἶμαι συνηθείαις ἀκολουθῶν.
PG 73:453διατάττοντος γὰρ τοῦ Θεοῦ, καὶ πρὸς τὸν ἱεροφάντην λέγοντος Μωυσέα Λάβετε ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ κατὰ συγγενείας, κατ’ οἴκους πατριῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόματος, κατὰ κεφαλὴν αὐτῶν, πᾶν ἄρσεν ἀπὸ εἰκοσαετοῖς καὶ ἐπάνω· ἀπετελεῖτο τὸ προσταχθὲν, καὶ μακρὸν μὲν ὀνομάτων ὁ προφήτης συνετίθει κατάλογον, θηλειῶν δὲ παντελῶς καὶ μειρακιώδους ἡλικίας ἀλογήσας ὁρᾶται, καταγράφει δὲ ὄχλον τὸν ἡβήσαντα. τίμιον γὰρ καὶ ἐν βίβλῳ Θεοῦ πᾶν ὅσον ἀνδρῶδες καὶ νεανικὸν, καὶ οὐ νηπιάζον εἰς φρόνησιν τὴν ἐπ’ ἀγαθοῖς. οὐκοῦν καὶ συνήθειαν διὰ τούτου τετίμηκε νομικὴν, καὶ θεώρημά τι πάλιν διαπλάττει πνευματικόν· ἢ γὰρ οὐκ εὐλόγως ἐροῦμεν εἰς ὅλην τοῦ προκειμένου τὴν διάνοιαν βλέποντες, ὅτι τὸν μὲν ὑβριστὴν καὶ ἀλαζόνα τῶν Ἰουδαίων λαὸν, καὶ ἐκτρέπεται δικαίως καὶ καταλιμπάνει Χριστὸς, προσδέχεται δὲ καὶ λίαν ἡδέως τοὺς προσιόντας αὐτῷ, καὶ ταῖς οὐρανίοις καταπιαίνει τροφαῖς, ἄρτον ὀρέγων τὸν νοητὸν, τὸν στηρίζοντα καρδίαν ἀνθρώπου; ἀποτρέφει δὲ οὐκ ἐπιπόνως αὐτοὺς, ἀλλ’ ἱλαρῶς τε καὶ ἀνειμένως, καὶ μετὰ πολλῆς τῆς ἐν εὐλαβείᾳ τέρψεως.
τοῦτο γὰρ ἡμῖν ἡ ἐπὶ τῷ χόρτῳ τῶν ὄχλων κατάκλισις σημαίνει, ὡς ἤδη καὶ πρέπειν ἑκάστῳ τῶν τῆς τοιαύτης ἠξιωμένων χάριτος τὸ ἐν ψαλμοῖς ἐκεῖνο λέγειν Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν. ἐν πολλῇ γὰρ τέρψει καὶ τρυφῇ ταῖς τοῦ Πνεύματος χορηγίαις ὁ τῶν ἁγίων ἐκτρέφεται νοῦς, κατὰ τὸ εἰρημένον ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων Φάγετε καὶ πίετε καὶ μεθύσθητε οἱ πλησίον. πολλῶν δὲ ὄντων καὶ ἀναμὶξ, καθάπερ ἤδη προειρήκαμεν, τῶν ἀνακειμένων ἀνδρῶν ἐπεμνήσθη μόνων, ἀποσιωπήσας γυναῖκας καὶ τέκνα χρησίμως τῷ θεωρήματι. διδάσκει γὰρ ἡμᾶς ὡς δι’ αἰνίγματος, ὅτι τοῖς ἀνδριζομένοις, εἰς τὸ ἀγαθὸν δηλονότι, πρεπωδέστερόν πως καὶ οἰκειότερον ἡ παρὰ τοῦ Σωτῆρος χορηγηθήσεται τροφὴ, καὶ οὐχὶ τοῖς ἐκθηλύνεσθαι πεφυκόσιν εἰς ἕξιν οὐκ ἀγαθὴν, ἀλλ’ οὐδὲ τοῖς νηπιάζουσι ταῖς φρεσὶν, ὡς διὰ τοῦτο μηδὲν συνιέναι δύνασθαι τῶν ἀναγκαίων εἰς γνῶσιν. «Ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκε τοῖς ἀνακειμένοις· ὁμοίως δὲ καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.» Εὐχαριστεῖ μὲν εἰς τύπον ἡμέτερον, καὶ τῆς ὀφειλούσης ἡμῖν ἐνυπάρχειν εὐλαβείας ὑπογραμμόν.
ἀνατίθησι δὲ πάλιν, ὡς ἄνθρωπος, τῇ θείᾳ φύσει τὴν ἐπὶ τῷ παραδόξῳ δύναμιν. κατείθισται γάρ πως οὗτος ὁ τρόπος αὐτῷ, καὶ ὠφελοῦντι πρὸς ὑπογραμμὸν εὐλαβείας, καθάπερ εἰρήκαμεν, τοὺς ἐφ’ οἷς ἀναδειχθῇ τῶν καλλίστων εἰσηγητὴς, καὶ οἰκονομικῶς κατακρύπτοντί πως ἔτι τὸ θεοπρεπὲς ἀξίωμα, πρὶν ἐπιστῆναι τοῦ παθεῖν τὸν καιρόν· ἦν γὰρ δὴ καὶ διὰ φροντίδος αὐτῷ τὸ λαθεῖν ἐπείγεσθαι τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. διάτοι τοῦτο καὶ ἐν ἑτέροις τὰς μὲν ἀνθρώποις πρεπούσας σχηματίζεται φωνὰς, ὡς ἄνθρωπος· θεραπεύει δὲ πάλιν τῶν ἀκροωμένων τὸν νοῦν, σοφωτάτην ἔσθ’ ὅτε ποιούμενος τὴν ἐπαγωγὴν, ὡς ἐν τῷ Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. ὁρᾷς, ὅπως ἀνθρωποπρεπὴς ὁ λόγος, καὶ τὴν τῶν ἀκεραιοτέρων διάνοιαν ἐκταράξαι δυνάμενος; ἀλλ’ ὅτε τοῦτό φησιν, ὡς ἄνθρωπος, τότε δὴ πάλιν εὐθὺς τῆς οἰκονομίας ἐξηγεῖται τὸν τρόπον, καὶ τὸν ἐπὶ τῷ βούλεσθαι λανθάνειν σκοπὸν, ἄριστα δὴ λίαν οἰκονομῶν καὶ ἀνατειχίζων παραλελυμένον τῶν ἁπλουστέρων τὸν νοῦν. Ἐγὼ γὰρ ᾔδειν, φησὶν, ὅτι πάντοτέ μου ἀκούεις. τίνος οὖν ἕνεκα τοιαῦτα λαλεῖς; Διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσι, φησὶν, ὅτι σύ με ἀπέστειλας.
ἆρ’ οὖν οὐκ ἂν γένοιτο διὰ τούτων καταφανὲς, ὅτι πολυτρόπως ἡμᾶς ὠφελῶν, καὶ τὸν κεκρυμμένον τῆς μετὰ σαρκὸς οἰκονομίας, ὡς ἂν αὐτῷ πρέποι, διανύων σκοπὸν, ταπεινότερά πως, ἢ ἐν οἷς ἐστιν ἀληθῶς, ἔσθ’ ὅτε λαλεῖ; ὡς οὖν ἐν ἐκείνοις οἰκονομικῶς τό Εὐχαριστῶ σοι λαμβάνεται, οὕτως καὶ ἐνταῦθα τό Εὐλογήσας ἐπὶ τῶν ἄρτων νοεῖται. Σημειωτέον δὲ, ὅτι ἀντὶ τοῦ Εὐχαριστήσας, τό Εὐλογήσας εἴρηκεν ὁ Ματθαῖος, διαφωνήσει δὲ οὐδαμῶς τῶν ἁγίων ἡ ἔκδοσις. ἓν γὰρ ἀποδείξει τὸ συναμφότερον ὁ Παῦλος εἰπών Ὅτι πᾶν βρῶμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως· εὐλογεῖται δὲ πάντως τὸ ἁγιαζόμενον διὰ τῆς ἐν ἐντεύξει προσευχῆς, ἣν ἐπὶ τραπέζαις ἀεὶ ποιεῖν εἰθίσμεθα. Ἐπειδὴ δὲ ἀζήτητον τῶν συμφερόντων οὐδὲν καταλιμπάνεσθαι πρέπει· φέρε δή τι βραχὺ καὶ εἰς τοὺς πέντε λέγωμεν ἄρτους, οἵπερ ἦσαν παρὰ τῷ παιδαρίῳ καὶ εἰς τὰ δύο ὀψάρια· λόγον γὰρ ὠδίνει μυστικὸν τῶν ηὑρημένων αὐτό τε τὸ εἶδος, καὶ μὴν καὶ ὁ ἀριθμός. διὰ τί γὰρ, τυχὸν ἐρεῖ τις τῶν φιλομαθεστέρων, οὐχὶ μᾶλλον τέσσαρες οἱ ἄρτοι, καὶ τρεῖς οἱ ἰχθύες; διατί δὲ μὴ πέντε, καὶ τέσσαρα ὀψάρια;
PG 73:455τί δὲ ἦν ὅλως τὸ ἀναγκάζον καὶ τῶν ηὑρημένων ἐξηγεῖσθαι τὸν ἀριθμὸν, καὶ οὐχὶ μᾶλλον ἁπλούστερόν τε καὶ ἀπολύτως εἶπεν ἐξ ὀλίγων κομιδῆ τῶν ηὑρημένων τὴν ἀμέτρητον τῶν ἀκολουθούντων ἀποτετράφθαι πληθύν; τὸ δὲ λίαν ἐσπουδασμένως καὶ περὶ τούτων ἐξηγεῖσθαι τὸν μακάριον Εὐαγγελιστὴν, δίδωσί τι πάντως ἐννοεῖν, ὃ καὶ ζητεῖν ἀναγκαῖον. Οὐκοῦν, πέντε μὲν εἶναί φησι τοὺς ἄρτους, καὶ τοῦτο κριθίνους, δύο δὲ τὰ ὀψάρια, καὶ διὰ τούτων ἀποτρέφει Χριστὸς τοὺς ἀγαπῶντας αὐτόν. οἶμαι δὲ ἔγωγε· καὶ σκοπείτω τὸ κρεῖττον ὁ φιλομαθής· ὅτι διὰ μὲν τῶν πέντε ἄρτων τῶν κριθίνων, τὸ πενταμερὲς τοῦ πανσόφου Μωυσέως βιβλίον σημαίνεται, τουτέστι σύμπας ὁ νόμος, παχυτέραν ὥσπερ εἰσφέρων τὴν διὰ τοῦ γράμματος καὶ τῆς ἱστορίας τροφήν· τοῦτο γὰρ ὑποδηλοῖ, τὸ ἀπὸ κριθῆς. διὰ δὲ τῶν ὀψαρίων ἡ διὰ τῶν ἁλιέων τροφὴ, τουτέστι τὰ τρυφερώτατα τῶν τοῦ Σωτῆρος μαθητῶν συγγράμματα· καὶ δύο ταῦτα, φησὶν, ἀποστολικὸν ἐν ἡμῖν καὶ εὐαγγελικὸν διαλάμπει κήρυγμα. ἄμφω δὲ ταῦτα τῶν ἁλιέων εὑρήματα καὶ λογογραφίαι πνευματικαί.
PG 73:457ἀναμίξας τοιγαροῦν ὁ Σωτὴρ τοῖς παλαιοῖς τὰ νέα, διὰ νόμου καὶ μαθημάτων διαθήκης καινῆς τῶν εἰς αὐτὸν πιστευόντων τὰς ψυχὰς ἀποτρέφει πρὸς ζωὴν, δῆλον ὅτι τὴν αἰώνιον. ὅτι γὰρ ἐξ ἁλιέων οἱ μαθηταὶ, πρόδηλον δήπου καὶ σαφές· εἰ γὰρ καὶ μὴ πάντες τυχὸν, ἀλλ’ ἐπείπερ εἰσὶν ἐν αὐτοῖς οἱ τοιοῦτοι, οὕτω τῆς ἐπὶ τοῖς εἰρημένοις ἀληθείας ὁ λόγος ἡμῖν οὐκ ἐξοιχήσεται. «Ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων, ἅπερ ἐπερίσσευσε τοῖς βεβρωκόσι.» Δόξειε μὲν ἄν τῳ φειδοῖ τῶν περισσευμάτων τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιτάξαι Χριστὸς συλλέγειν αὐτά. ἀλλ’, οἶμαι, παστισοῦν ἐννοήσαι πρεπόντως, ὡς οὐκ ἂν εἰς τοῦτο μικρολογίας καταβαίνειν ἠνέσχετο· καὶ τί λέγω Χριστός; ἀλλ’ οὐδὲ εἷς τις τῶν καθ’ ἡμᾶς. τί γὰρ ἦν ἐκ πέντε ἄρτων κριθίνων τὸ περιλελεῖφθαι προσδοκώμενον; ἀλλ’ ἔχει πολλὴν οἰκονομίαν ὁ λόγος, καὶ τὸ θαῦμα τοῖς ἀκροωμένοις διαφανὲς ἐργάζεται.
τοσαύτη γάρ τις ἐνέργεια θεοπρεποῦς ἐξουσίας περὶ τὸ πρᾶγμά ἐστιν, ὡς μὴ μόνον ἐκ πέντε τὸν ἀριθμὸν κριθίνων καὶ ὀψαρίων δυοῖν δῆμον οὕτω κατακορεσθῆναι πολὺν, ἀλλ’ ἔτι πρὸς τοῦτο καὶ συγκομισθῆναι λειψάνων κοφίνους δώδεκα. ἄλλως τε καὶ ἑτέραν τινὰ κατὰ τὸ εἰκὸς τὸ θαῦμα τὴν ὑπόνοιαν ἀπεκρούσατο, τῇ τῶν λειψάνων εὑρέσει βεβαιούμενον εἰς πίστιν τοῦ πάντως τε καὶ ἀληθῶς τροφῆς γενέσθαι πλεονασμὸν, καὶ οὐχὶ μᾶλλον φαντασίας ἐπίδειξιν ἀπατώσης καὶ τὸν τῶν ἑστιωμένων καὶ τὸν τῶν διακονούντων αὐτοῖς ὀφθαλμόν. τὸ δέ γε μεῖζόν τε καὶ ἀξιολογώτερον, καὶ λίαν ἡμᾶς ὠφελοῦν, ἐκεῖνό ἐστι· κατανόει γὰρ ὅπως προθυμοτάτους ἡμᾶς διὰ τοῦ θαύματος ἀπεργάζεται πρὸς τὸ βούλεσθαι καὶ λίαν ἀσμένως φιλοξενεῖν, μονονουχὶ δι’ αὐτῶν ἡμῖν ἀναβοήσας τῶν γεγενημένων, ὡς οὐκ ἐπιλείψει τὰ παρὰ Θεοῦ τὸν κοινωνικὸν, καὶ τῷ φιλαλλήλῳ χαίροντα τρόπῳ, καὶ τὸ γεγραμμένον ἀποπληροῦν ἐθελήσαντα Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου. ὄκνῳ μὲν γὰρ τῷ περὶ τοῦτο κατειλημμένους τοὺς μαθητὰς εὑρίσκομεν ἐν ἀρχῇ, ἀλλ’ ἐπείπερ ἦσαν οὕτω διακείμενοι, πλουσίαν αὐτοῖς ὁ Σωτὴρ τὴν ἀπὸ τῶν λειψάνων ἐτίθει συγκομιδήν·
διδάσκει δὲ καὶ ἡμᾶς διὰ τούτων, ὅτι βραχύ τι δαπανῶντες εἰς δόξαν Θεοῦ, πλουσιωτέραν ἀντιληψόμεθα χάριν κατὰ τὸ εἰρημένον παρὰ Χριστοῦ Μέτρον καλὸν πεπιεσμένον καὶ σεσαλευμένον ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. οὐκ ὀκνητέον τοιγαροῦν εἰς κοινωνίαν τὴν ἐξ ἀγάπης τῆς εἰς ἀδελφοὺς, ἰτέον δὲ μᾶλλον εἰς εὐτολμίαν ἀγαθὴν, καὶ ὄκνον μὲν καὶ δειλίαν τὴν ἀφιλοξενεῖν ἀναπείθουσαν, ὡς ποῤῥωτάτω ποιησώμεθα, βεβαιούμενοι δὲ πρὸς ἐλπίδα διὰ τῆς πίστεως τοῦ καὶ τὰ μικρὰ πολυπλασιάζειν δύνασθαι τὸν Θεὸν, ἀνοίξωμεν τοῖς δεομένοις τὰ σπλάγχνα, κατὰ τὴν τοῦ νόμου διάταξιν Ἀνοίγων γὰρ, φησὶν, ἀνοίξεις τὰ σπλάγχνα σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ ἐν σοί· πότε γὰρ ἐλεήμων ὀφθήσῃ, σκληρὸς διαμείνας τὸν ἐν τῷδε τῷ βίῳ χρόνον; πότε δὲ πληρώσεις τὴν ἐντολὴν, τὸν τοῦ δύνασθαι δρᾶν ἐν ἀργίᾳ παριππεύειν ἐπιτρέπων καιρόν; μέμνησο λέγοντος τοῦ μελῳδοῦ Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; ποῖος γὰρ ἔτι τῶν νεκρῶν ὁ καρπὸς, ἢ πῶς ἔτι μεμνήσεταί τις Θεοῦ διὰ τοῦ πληροῦν ἐντολὴν τῶν ἐν ᾅδου καταβεβηκότων;
Συνέκλεισε γὰρ ὁ Θεὸς κατ’ αὐτοῦ, κατὰ τὸ γεγραμμένον· διάτοι τοῦτο καὶ ὁ σοφώτατος ἡμᾶς ἐπαίδευε Παῦλος Ἕως καιρὸν ἔχομεν ἐργαζώμεθα τὸ ἀγαθὸν, ἐπιστέλλων τισί. Καὶ ταῦτα μὲν ἡμῖν εἰς τὸ ἐκ τῆς ἱστορίας λελέξεται χρήσιμον· ἐπειδὴ δὲ πνευματικῶς ἐκλαμβάνοντες τὰ εἰρημένα· χρῆν γὰρ οὕτω, καὶ οὐχ ἑτέρως· διὰ μὲν τῶν πέντε κριθίνων τὸ Μωυσαϊκὸν ἔφημεν ὑποδηλοῦσθαι βιβλίον, διὰ δὲ τοῖν δυοῖν ὀψαρίοιν, τὰ σοφὰ τῶν ἁγίων ἀποστόλων συγγράμματα· χρῆναι πάλιν ὑπολαμβάνω καὶ ἐπὶ τῆς τῶν λειψάνων συλλογῆς, μυστικόν τε καὶ πνευματικὸν ἐπινοῆσαι θεώρημα, τῇ τῶν εἰρημένων ἀκολουθίᾳ συντρέχον. οὐκοῦν ἐκέλευε μὲν ὁ Σωτὴρ ἀναπίπτειν μὲν τοὺς ὄχλους, εὐλογήσας δὲ τοὺς ἄρτους καὶ τὰ ὀψάρια παρετίθει, διὰ τῆς τῶν μαθητῶν ὑπουργίας δηλαδή· ἐπειδὴ δὲ κατεκορέσθησαν παραδόξως οἱ βεβρωκότες, συλλέγειν ἐπιτάττει τὰ λείψανα, καὶ πληροῦνται κόφινοι δώδεκα, εἷς ἑκάστῳ τῶν μαθητῶν κατὰ τὸ εἰκός· ἦσαν γὰρ τοσοῦτοι καὶ αὐτοί.
PG 73:459τί οὖν ἐντεῦθεν ὑπονοήσομεν, ἢ πάντως ἐκεῖνο, καὶ οὐκ ἐψευσμένως, ὅτι πανηγυριάρχης μὲν τῶν ἐπ’ αὐτῷ πιστευόντων ἐστὶν ὁ Χριστὸς, καὶ τοὺς πρὸς αὐτὸν ἰόντας ἀποτρέφει τοῖς θείοις τε καὶ οὐρανίοις, δῆλον ὅτι μαθήμασι, νομικοῖς τε καὶ προφητικοῖς, εὐαγγελικοῖς τε καὶ ἀποστολικοῖς. ἀλλ’ οὐ πάντως αὐτὸς ὁρᾶται τούτων ὁ αὐτουργὸς, διακονοῦσι δὲ ἡμῖν τὴν ἄνωθεν χάριν οἱ μαθηταί· αὐτοὶ γὰρ οὐκ εἰσὶν οἱ λαλοῦντες κατὰ τὸ εἰρημένον, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν αὐτοῖς· ἀλλ’ οὐκ ἀμισθὶ τοῖς ἁγίοις ἀποστόλοις ὁ πρὸς τοῦτο γενήσεται πόνος. παραθέντες γὰρ ἡμῖν τὰς πνευματικὰς δῆλον ὅτι τροφὰς, καὶ τὰ παρὰ τοῦ Σωτῆρος ἡμῶν ἀγαθὰ διακονησάμενοι, πλουσιωτάτην ἀποίσονται τὴν ἀνταπόδοσιν, καὶ πληρεστάτην εὑρήσουσι παρὰ Θεοῦ τῆς φιλοτιμίας τὴν χάριν. οἶμαι γὰρ τοῦτο, καὶ οὐχ ἕτερόν τι, δηλοῦν τὸ μετὰ τοὺς πόνους καὶ τὴν ὑπουργίαν τὴν ἐπὶ τοῖς δαιτυμόσι δεδαπανημένην, κόφινον ἑκάστῳ συνειλέχθαι μεστὸν διὰ προστάγματος τοῦ Χριστοῦ. ὅτι δὲ μετ’ ἐκείνους τὰ ἐκ τοῦ τύπου διαβήσεται καὶ εἰς τοὺς τῶν ἁγίων ἡγουμένους ἐκκλησιῶν, οὐκ ἀμφίλογον.
«Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι οὗτός ἐστιν ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.» Θαυμάζουσι τὸ σημεῖον οἱ δοκιμάζειν εἰδότες τὰ θεοπρεπῆ, καὶ ἀνθρωπίνῳ μᾶλλον λογισμῷ διοικούμενοι, ἤπερ κτηνώδη νοσοῦντες τὴν ἀβουλίαν, ὁποῖοί τινες ἦσαν οἱ δυσσεβεῖς Ἰουδαῖοι, δέον ὠφελεῖσθαι τῇ τῶν τελουμένων περιφανείᾳ, καὶ τὸ κρίνειν ὀρθῶς δύνασθαι ζημιούμενοι. χρῆναι γὰρ ἤδη καὶ καταλιθοῦσθαι τὸν Ἰησοῦν ἐδοκίμαζον, τῶν παραδόξων ὅτι δὴ πολλάκις ὁρῷτο δημιουργός. ἀμείνους τοιγαροῦν καὶ οὐ κατά τι μέρος βραχὺ τῆς ἐκείνων ἀπονοίας, οἱ τῇδε θαυμάζοντες, καὶ ἐφ’ ἑνὶ τούτῳ καὶ μεγάλῳ σημείῳ σωφρόνως ἀναπεπεισμένοι λοιπὸν, ὅτιπερ εἴη πάντως αὐτὸς ὁ καὶ ἥξειν εἰς κόσμον ἐν προφήτου τάξει προκεκηρυγμένος· ἐπιτήρει δὲ, ὅση πάλιν ἐντεῦθεν ὁρᾶται διαφορὰ, γένους τε φημὶ τοῦ ἐξ Ἰσραὴλ, καὶ τῶν ἔξω τῆς Ἰουδαίας κειμένων·
οἱ μὲν γὰρ καίτοι πολλῶν καὶ οὐκ ἀναξίων εἰς τὸ θαυμάζεσθαι γεγονότες θεωροὶ, σκληροὶ μὲν οὐχ ὅπως εἰσὶ καὶ ἀπάνθρωποι μόνον, ἀλλὰ δὴ καὶ φονῶσιν ἀδίκως τὸν ὅτι προσήκοι διασώζειν αὐτοὺς προθυμούμενον, ἀτιθάσοις ἀπονοίαις πόλεώς τε τῆς ἑαυτῶν καὶ χώρας ἐλαύνοντες· οἱ δὲ τῆς Ἱερουσαλὴμ ἐξῳκισμένοι, καὶ διὰ τούτου τὸ ἀλλογενὲς ὑπεμφαίνοντες, ἑνὶ καὶ μόνῳ σημείῳ δοξάζουσι, καὶ ἀνενδοιάστως τῇ πίστει παραδέχεσθαι δεῖν τὰς ἐπ’ αὐτῷ διαλήψεις εὐγενῶς δοκιμάζουσιν. ἀπὸ δὴ τούτων ἁπάντων, αὐτοκατάκριτος μὲν καὶ αὐτόκληρος εἰς τὸ χρῆναι λοιπὸν ἀποῤῥίπτεσθαι δικαίως ὁ Ἰσραὴλ ἀνεδείκνυτο, φειδοῦς δὲ τῆς ἄνωθεν καὶ ἀγαπήσεως τῆς διὰ Χριστοῦ τὸ χρῆναι λαχεῖν ἤδη τοῖς ἐθνῶν χρεωστούμενον. «Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσι βασιλέα, ἀνεχώρησε πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.» Ἀξιεπαινετωτάτην μὲν ἄν τις ἐποίησε τὴν ψῆφον, καὶ σφόδρα δικαίως τοῖς ἀπὸ τοῦ μεγάλου θαύματος ἀναπεπεισμένοις εὐκόλως, ὅτι δὴ πρέποι τὰ πάντων ἐξαίρετα προσεῖναι Χριστῷ, καὶ τὴν ἀκροτάτην ὡς ἐν μοίρᾳ τιμῆς ἀνατίθεσθαι.
PG 73:461τὸ γὰρ ἐθέλειν αὐτὸν εἰς βασιλέα προχειρίζεσθαι, τί ἂν ἡμῖν ἕτερον ἢ τοῦτο σημαίνῃ; ἀγασθείη δ’ ἄν τις εἰκότως μετὰ τῶν ἄλλων καὶ τοῦτο, ὑπογραμμὸς γὰρ ἡμῖν ἀφιλοδοξίας εὑρίσκεται Χριστὸς, καὶ τοὺς ὅτι προσήκοι τιμᾶν ἑλομένους αὐτὸν ἀποφεύγων, καὶ βασιλείαν τὴν ἀνωτάτω τῶν ἐν ἡμῖν παραιτούμενος, εἰ καὶ ἀζήλωτον αὐτῷ ἀληθῶς τὸ πρᾶγμα, διὰ τὸ πάντων βασιλεύειν μετὰ Πατρὸς, ὁμοῦ δὲ καὶ δίδωσιν ἐννοεῖν τοῖς εἰς ἐλπίδα τὴν μέλλουσαν ἀποβλέπουσιν, ὅτι μικρὸν αὐτοῖς τὸ ἐν κόσμῳ μέγα, καὶ ὅτι τὰς ἐν τῷδε τῷ βίῳ, ἤγουν κόσμῳ, τιμὰς, κἂν αὐτομολῶσι, μὴ προσίεσθαι καλὸν, ἵν’ εἰς ἐκείνην ἀναβαίνωσι τὴν παρὰ Θεοῦ· ἀπρεπὲς γὰρ ὄντως τὸ ἐν τούτοις διαλάμψαι φιλεῖν, τοὺς οἵ γε πρὸς θείαν ἐπείγονται χάριν, καὶ δόξαν διψῶσι τὴν αἰώνιον. Παραιτητέον τοιγαροῦν τὴν ὑπεροψίας ἀδελφὴν καὶ γείτονα φιλοδοξίαν, καὶ οὐ πολὺ τῷ μέτρῳ τῶν ἐκείνης ὅρων ἀπεσχοινισμένην.
καὶ τὸ μὲν ἐπιφανὲς ἐν τιμῇ κατὰ τὸν παρόντα βίον, ὡς ἀδικοῦν ἀποφύγωμεν, ζητῶμεν δὲ μᾶλλον τὸ ἐν ταπεινώσει σεμνὸν, παραχωροῦντες ἀλλήλοις, καθάπερ ἡμᾶς καὶ ὁ μακάριος Παῦλος ἐνουθέτει λέγων Τοῦτο φρονείτω ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. ὁρᾷς ὅπως ἡ ἑκούσιος ταπείνωσις λαμπρὸν ἔχει τὸ τέλος, καὶ ῥίζα πολλῶν ἡμῖν ἀγαθῶν τὸ μέτριον ἀναφαίνεται φρόνημα; ἐν μορφῇ μὲν γὰρ ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς τεταπείνωκεν ἑαυτὸν ὁ Μονογενὴς ἄνθρωπος γενόμενος δι’ ἡμᾶς, ἀλλ’ εἰ καὶ πέφηνεν ἐν τῷδε τῷ βίῳ μετὰ σαρκὸς, ἀλλ’ οὐκ ἔμεινε ταπεινός· ἀνατρέχει γὰρ εἰς τὸ ἀρχαῖον ἀξίωμα καὶ εἰς δόξαν τὴν θεοπρεπῆ, καὶ εἰ γέγονεν ἄνθρωπος. τὸν αὐτὸν δὴ τοῦτον νοήσαι τις τρόπον καὶ ἐφ’ ἡμῶν.
ὅταν γὰρ ἑαυτοὺς τῶν διακένων ὑψωμάτων τοῦ παρόντος βίου κατακομίζωμεν καὶ ζητῶμεν τὰ ταπεινὰ, τότε δὴ πάντως καὶ τὴν ἄνωθεν ἀντικομιούμεθα δόξαν, καὶ εἰς τὸ εἶναι θεοὶ κατὰ χάριν ἀναβησόμεθα, καθ’ ὁμοιότητα λαμβάνοντες τὴν ὡς πρὸς τὸν ἀληθῶς καὶ κατὰ φύσιν Υἱὸν τὸ καλεῖσθαι τέκνα Θεοῦ· καὶ ἵνα τι τοῖς προκειμένοις εἴπω τὸ συγγενὲς, καὶ αὐτὴν, εἰ πρόσεισι, τὴν ἐπὶ γῆς ἀκρότητα παραιτώμεθα τὴν ἁπάσης μητέρα τιμῆς, εἰ φρονοῦμεν τὰ ἐπουράνια, καὶ τοῖς ἄνω πολιτευόμεθα μᾶλλον ἤπερ τοῖς ἐπὶ τῆς γῆς. Πνευματικῶν δὲ θεωρημάτων ὁ λόγος ἡμῖν οὐκ ἀμοιρεῖ, διὸ δὴ πάλιν ἐροῦμεν, ὅλην ὥσπερ ἀνακεφαλαιούμενοι τῶν γεγενημένων τὴν δύναμιν, καὶ τὸν ἐξ ἀρχῆς τῶν προκειμένων ἀναμηρυσάμενοι λόγον· οὕτω γὰρ ἡμῖν ἔσται καταφανὲς τὸ ῥηθήσεσθαι μέλλον, μάλισθ’ ὅτι προστέθεικεν ὁ μακάριος Εὐαγγελιστὴς, ὥσπερ ἀναγκαῖόν τι καὶ ἀπαραίτητον ὑποδηλῶν, τὸ, ὅτι ἀνεχώρησεν εἰς τὸ ὄρος αὐτὸς μόνος. οὐκοῦν τὴν τῶν Ἰουδαίων ἀπανθρωπίαν παραιτούμενος, ἀπεδήμει μὲν τῆς Ἱερουσαλὴμ ὁ Χριστὸς, ὅπερ ἐστὶν ἐναργῶς Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου.
PG 73:463διαπεραιωσάμενος δὲ τὴν Τιβεριάδος θάλασσαν, καὶ πολὺ λίαν τῆς ἐκείνων ἀπονοίας ἀπεσχοινισμένος, ἀνεπήδα πρὸς ὄρος ἅμα τοῖς μαθηταῖς· ἃ δὴ καὶ ὑποδηλοῦν εἰρήκαμεν τό τε ἄβατον ὥσπερ καὶ ἀνήνυτον τοῖς Ἰουδαίοις τῆς ὡς ἐπ’ αὐτὸν ὁδοῦ, καὶ τὴν ἐξ ὀργῆς τῆς ἐπὶ τῷ πάθει γενομένην ἀναχώρησιν τοῦ Χριστοῦ μέχρι καιροῦ, δῆλον ὅτι τοῦ πρέποντος, καὶ ὅτι περιφανὴς ἔσται Χριστὸς ἅμα τοῖς ἑαυτοῦ μαθηταῖς, ὅταν ἐκβαίνῃ τὴν Ἰουδαίαν καὶ πρὸς τὰ ἔθνη βαδίζῃ μετατιθεὶς ἐπ’ ἐκεῖνα τὴν χάριν· ἀπὸ δέ γε τοῦ ὄρους τοὺς ἑπομένους αὐτῷ κατεσκέπτετο, καὶ προσέτι τούτῳ διενοεῖτο περὶ τροφῆς. καὶ τοῦτο δὲ πάλιν ἐλέγομεν καθάπερ ἐν τύπῳ σημαίνειν καὶ τὴν ἄνωθεν τοῖς ἁγίοις χρεωστουμένην ἐπισκοπὴν, κατὰ τό Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὅτι τῶν σεβομένων αὐτὸν οὐκ ἀπρονοήτως ἔχει ὁ Χριςτός. εἶτα παραδόξως ὁ πολὺς ἀπετρέφετο δῆμος, διά γε τῶν πέντε ἄρτων καὶ τοῖν δυοῖν ὀψαρίοιν· ἐφ’ ᾧ δὴ χρῆναι νοεῖσθαι διωριζόμεθα τῶν ἁγίων συγγράμματα παλαιῶν τε καὶ νέων τὴν διὰ τῶν ἀποστόλων παράθεσιν τοῖς ἀγαπῶσι Χριστόν.
πρὸς δὲ τούτοις, ὅτι καὶ τὸν τῆς εἰς ἡμᾶς διακονίας καρπὸν πλούσιον κομιεῖται παρὰ Θεοῦ τῶν μαθητῶν ὁ χορὸς, καὶ μετ’ ἐκείνους, οἱ τῶν ἁγίων τοῦ Θεοῦ προεστῶτες ἐκκλησιῶν· ἐπὶ γὰρ πάντας ἐν ἐκείνοις ὁ τύπος ἦν ἐν ἀρχῇ. εἶτα θαυμάζουσιν οἱ θεωροὶ τὸ σημεῖον καὶ ἁρπάζειν εἰς βασιλέα βουλεύονται τὸν Ἰησοῦν. ὃ δὴ καὶ συνεὶς, ἀναχωρεῖ μόνος εἰς τὸ ὄρος ὡς γέγραπται· ὅτε γὰρ παρὰ τοῖς ἔθνεσιν ὡς μεγαλουργὸς καὶ Θεὸς ἐθαυμάσθη Χριστὸς, ὅτε πάντες αὐτὸν ἐπεγράψαντο βασιλέα καὶ κύριον, τότε καὶ ἀνελήφθη μόνος εἰς τὸν οὐρανὸν, οὐδενὸς αὐτῷ τὸ παράπαν ἀκολουθήσαντος· ἀπαρχὴ γὰρ τῶν νεκρῶν ἀναβέβηκεν ὅλως μόνος εἰς τὸ ὄρος τὸ μέγα καὶ ἀληθέστερον κατὰ τὸ εἰρημένον διὰ τοῦ ψαλμῳδοῦ Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. ἀκολουθήσει γὰρ ὁ τοιοῦτος τῷ Χριστῷ καὶ εἰς ὄρος τὸ νοητὸν ἀναβήσεται, κατὰ τὸν τῆς τῶν οὐρανῶν βασιλείας καιρόν·
ἀνακεχώρηκε δὲ εἰς τὸ ὄρος, τουτέστιν, ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, οὐ τὸ βασιλεύειν τῶν πεπιστευκότων αὐτῷ παραιτούμενος, ἀλλ’ ὑπερτιθέμενος τὸν τῆς βασιλείας τῆς ἐκφανεστέρας καιρὸν εἰς τὴν ἄνωθεν ὡς ἡμᾶς ἐπιστροφὴν, ὅτε καὶ ἐν δόξῃ τῇ τοῦ Πατρὸς καταβήσεται, οὐκέτι διὰ σημείων, καθάπερ καὶ πρότερον, ἐπιγινωσκόμενος ὅτιπερ ὄντως ἐστὶ κατὰ φύσιν Κύριος, ἀλλ’ ἐκ δόξης θεοπρεποῦς ὅτιπερ ὑπάρχει βασιλεὺς ἀνενδοιάστως ὁμολογούμενος. Οὐκοῦν· ἐρῶ γὰρ αὖθις ἐν ὀλίγῳ συνενεγκὼν τῶν εἰρημένων τὸ πλάτος· ὅτε διὰ σημείων ἐπιστεύθη καὶ ἐπεγνώσθη Θεὸς, τῶν Ἰουδαϊκῶν ἐκφοιτήσας λαῶν, τότε δὴ πάντες αὐτὸν καὶ εἰς βασιλέα λαμβάνειν ἐπείγονται· ἀναβαίνει δὲ μόνος εἰς οὐρανοὺς καιρῷ τῷ πρέποντι τὴν τῆς βασιλείας ἐκφανεστέραν ἐπίδειξιν ἀποταμιευόμενος. «Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ.» Παραδόξως ἀποτελεσθέντος τοῦ πρώτου σημείου, ῥίζα πάλιν καὶ ἑτέρου καὶ πρόφασις ἡ ἐπ’ ἐκείνῳ φυγή τε καὶ ἀναχώρησις οἰκονομικῶς εὑρίσκεται, καὶ πορεύεται, κατὰ τὸ γεγραμμένον, ἐκ δυνάμεως εἰς δύναμιν ὁ θαυματουργός.
PG 73:465ἐπειδὴ γὰρ ἐζητεῖτο μὲν εἰς βασιλέα παρὰ τῶν ἐπ’ ἐκείνῳ τῷ μεγάλῳ καταπεπληγμένων θαύματι, παρῃτεῖτο δὲ αὐτὸς τὰς ἐν κόσμῳ τιμὰς κατὰ τοὺς ἤδη προαποδοθέντας λόγους· ἔδει δὴ πάντως καὶ τόπων αὐτὸν, μᾶλλον δὲ ἁπάσης τῆς ἐκείνων ἀπανίστασθαι χώρας. ἵνα τοίνυν καὶ ἀποπλεῦσαι δοκῇ, καὶ τὸν τῶν ἐπιζητούντων ὑποχαυνώσῃ τόνον, προαποδημεῖν ἐπιτάττει τοῖς μαθηταῖς, ἀπομένει δὲ αὐτὸς εὐαφόρμως ἐπὶ τὸ ἐφεξῆς σημεῖον ἐρχόμενος· ἦν γὰρ δὴ καὶ λίαν ἐσπουδαςμένον αὐτῷ τὸ διὰ πάσης ἀφορμῆς καὶ πράγματος βεβαιοῦν εἰς πίστιν τὴν ἐφ’ ἑαυτῷ τῶν ἀποστόλων τὸν νοῦν. ἐπειδὴ γὰρ ἔμελλον ἔσεσθαι τῆς οἰκουμένης διδάσκαλοι, καὶ ὥσπερ τινὲς φωστῆρες διαλάμψειν ἐν κόσμῳ, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἀναγκαίαν αὐτοῖς τὴν ἐφ’ ἅπασι τοῖς ὠφελεῖν πεφυκόσιν ἐποιεῖτο χειραγωγίαν. τοῦτο γὰρ ἦν οὐχ ὅπως ἐκείνοις χαρίζεσθαι μόνοις, ἀλλὰ καὶ τοῖς παρ’ αὐτῶν παιδαγωγηθήσεσθαι μέλλουσιν εἰς τὴν ἐπ’ αὐτῷ κατάληψιν ἀπλανῆ. Ἀλλὰ τοῦ δὴ χάριν, ἐρεῖ τις τυχὸν, μετὰ τὴν ἐπ’ ἐκείνῳ μεγαλουργίαν εὐθὺς τὸ δύνασθαι καὶ ἐπ’ αὐτῆς ἰέναι θαλάσσης τὸν Ἰησοῦν εἰσφέρεται; πιθανὴν δὲ σφόδρα τὴν αἰτίαν ὁ τοιοῦτος ἀντακούσεται.
PG 73:467ἐπειδὴ γὰρ τοὺς μὲν ὄχλους αὐτὸς ἀποτρέφειν ἐβούλετο, ἀτονήσειν δέ πως αὐτὸν περὶ τοῦτο Φίλιππός τε καὶ Ἀνδρέας ὑπέλαβον, ὁ μὲν ἀργυρίων οὐκ ἐλάχιστον ἀριθμὸν μόλις αὐτοῖς ἐξαρκέσειν εἰς ὀλίγην κομιδῆ τὴν ἀπόλαυσιν εἰρηκὼς, ὁ δὲ πέντε μὲν ἄρτους καὶ ὀψάρια δύο παρ’ ἑνὶ τῶν παιδαρίων ηὑρῆσθαι διδάσκων, μὴ μὴν εἶναί τι τὸ ηὑρημένον εἰς ὄχλον οὕτω πολὺν, καὶ ἀπὸ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν οἰκείων ῥημάτων μηδὲν ἔξω δύνασθαι τῆς χρεωστουμένης ἀκολουθίας τοῖς καθ’ ἡμᾶς πράγμασιν ἐνόμισαν αὐτόν· ἀναγκαίως, ἵνα τῆς οὕτω σμικροπρεποῦς ὑπολήψεως ἑαυτὸν ἀπαλλάξῃ, καὶ ἀτονοῦντά πως ἔτι τῶν ἀποστόλων τὸν νοῦν ἀναπείθῃ δύνασθαι μαθεῖν, ὅτι πάντα παραδόξως ἅπερ ἂν ἐθελήσαι ποιεῖ τῇ τῶν πραγμάτων φύσει μὴ κωλυόμενος, μήτε μὴν κατά τι γοῦν ὅλως παραποδιζούσης αὐτῷ τῆς ὡς ἐξ ἀνάγκης ἀκολουθίας, ὑπὸ πόδας ἐτίθει τοὺς ἑαυτοῦ τὴν ὑγρὰν τῶν ὑδάτων φύσιν, καίτοι τοῖς ἀνθρωπίνοις σώμασιν ὑποκεῖσθαι μελετήσασαν· πάντα γὰρ ἦν ὡς Θεῷ δυνατά.
ὀψίας τοιγαροῦν ἤδη γεγενημένης, καὶ τῶν ζητούντων αὐτὸν τὴν ἀκρίβειαν παραλύοντος τοῦ καιροῦ, καταβαίνει μὲν ἐπὶ θάλασσαν τῶν ἁγίων μαθητῶν ὁ χορὸς, ἀπέπλει δὲ παραχρῆμα, τῷ Θεῷ καὶ διδασκάλῳ τὰ πάντα καὶ ἀμελητὶ πειθόμενος. «Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο.» Πολλὰ κατὰ ταὐτὸν οἰκονομεῖται χρησίμως, καὶ συνελαύνει τοὺς μαθητὰς εἰς θερμοτέραν τοῦ Σωτῆρος τὴν ἐπιζήτησιν τὰ συμβαίνοντα· θορυβεῖ μὲν γὰρ βαθὺς ὢν ὁ τῆς νυκτὸς σκότος, καὶ τοῖς μὲν ὕδασι μαινομένοις καπνοῦ δίκην ἐπινηχόμενος, τὴν δὲ ὅποι λοιπὸν ἀπευθύνεσθαι χρῆν ἀναιρούμενος γνῶσιν. ἐκταράττει δὲ οὐ μικρῶς καὶ πνευμάτων ἀγριότης, ῥοιζηδὸν τοῖς κύμασιν ἐπεμβαίνουσα, καὶ πρὸς ὕψος ἤδη τὸ ἀσύνηθες διανιστῶσα τὸν κλύδωνα. ἀλλὰ καὶ τούτων ἤδη γεγενημένων, οὔπω φησὶν ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς· ἐν τούτῳ γὰρ ἦν μάλιστα τὸ κινδύνευμα, καὶ τὸ τοῦ φόβου πλέον τὸ μὴ παρεῖναι Χριστὸν τοῖς πλέουσιν ἐνειργάζετο.
Οὐκοῦν ἀνάγκη χειμάζεσθαι τοὺς μὴ συνόντας αὐτῷ, διατεμνομένους δέ πως, ἢ καὶ δοκοῦντας ἀποδημεῖν διὰ τοῦ τῶν θείων ἐξοίχεσθαι νόμων, καὶ χωριζομένους διὰ τὴν ἁμαρτίαν τοῦ διασώζειν ἰσχύοντος. οὐκοῦν εἰ βαρὺ τὸ ἐν σκότῳ γενέσθαι τῷ νοητῷ, καὶ εἰ χαλεπὸν τὸ ἐν θαλάσσῃ πικρᾷ τῶν ἡδονῶν καταπνίγεσθαι, προσδεξώμεθα τὸν Ἰησοῦν· τοῦτο γὰρ ἡμᾶς καὶ κινδύνων ἀπαλλάξει, καὶ τῆς εἰς θάνατον ἁμαρτίας. ὁ δὲ τύπος τῶν εἰρημένων ἐν τοῖς γεγονόσιν ὀφθήσεται· ἥξει δὴ οὖν πάντως ἐπὶ τοὺς μαθητάς. «Ἐληλακότες οὖν ὡς σταδίους εἰκοσιπέντε ἢ τριάκοντα, θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον· καὶ ἐφοβήθησαν. ὁ δὲ εἶπεν αὐτοῖς Ἐγώ εἰμι, μὴ φοβεῖσθε.» Ὅτε μακροῖς διαστήμασι τῆς ἠπείρου χωρίζονται, καὶ παθόντας ἦν εἰκὸς διασώζεσθαι μηδαμῶς· μέσην γὰρ ἤδη εἶχον τὴν θάλασσαν· τότε δὴ μάλα τριποθήτως αὐτοῖς ἐπιφαίνεται ὁ Χριστός· ἦν γὰρ οὕτω καὶ χαριεστάτην τοῖς κινδυνεύουσιν ἐπιδοῦναι τὴν σωτηρίαν, πᾶσαν αὐτοῖς τὴν ἐπὶ τῷ ζῆν ἐλπίδα προαποτεμόντος ἤδη τοῦ φόβου. ἐπιφαίνεται δὲ παραδόξως αὐτοῖς· τοῦτο γὰρ ἦν μάλιστα τὸ πρὸς ὠφέλειαν οἰκονομούμενον·
καταπλήττονται δὲ διὰ μέσης θαλάςσης καὶ ἐπ’ αὐτῶν ὑδάτων ἰόντα βλέποντες τὸν Ἰησοῦν, καὶ προσθήκην τῷ φόβῳ τὸ θαῦμα λαμβάνουσιν· ἀπαλλάττει δὲ αὐτοὺς τῶν συμβεβηκότων παραχρῆμα Χριστός Ἐγώ εἰμι, μὴ φοβεῖσθε λέγων· ἔδει γὰρ ἔδει πάντα μὲν ἐκποδὼν οἴχεσθαι θόρυβον, παντὸς δὲ κινδύνου φαίνεσθαι κρείττονας, τοὺς οἷς ἤδη παρῆν ὁ Χριστός· εἰσόμεθα τοίνυν καὶ διὰ τούτου πάλιν, φρόνημα μὲν ἔχειν ἐν πειρασμοῖς εὔτολμόν τε καὶ νεανικὸν, ὑπομονῇ δὲ κεχρῆσθαι συντόνῳ τῇ εἰς Χριστὸν ἐλπίδι, βεβαιουμένους εἰς εὐθαρσίαν τὴν ἐπὶ τῷ πάντως διασωθήσεσθαι, κἂν πολλοί τινες ἡμᾶς οἱ ἐκ τοῦ πειράζεσθαι περικλύζωσι φόβοι. Ἐπιτήρει γὰρ ὅπως οὐκ εὐθὺς ἀποπλεύσασιν, οὐδὲ ἐν ἀρχῇ τῶν κινδύνων, τοῖς ἐν τῷ σκάφει Χριστὸς ἐπιφαίνεται, ἀλλ’ ὅτε σταδίοις ἀπενοσφίζοντο τῆς ἠπείρου πολλοῖς. οὐ γὰρ εὐθὺς ἀρχομένης τῆς ἐκταρασσούσης ἡμᾶς περιστάσεως ἡ τοῦ διασώζοντος χάρις ἐπιφοιτᾷ, ἀλλ’ ὅταν ἀκμάσῃ μὲν ὁ φόβος, φαίνηται δὲ ἤδη κατὰ κράτος ὁ κίνδυνος, καὶ ἐν μέσοις, ἵν’ οὕτως εἴπω, τοῖς κύμασι τῶν θλίψεων εὑρισκώμεθα·
PG 73:469τότε δὴ καὶ ἀδοκήτως ἐπιφαίνεται Χριστὸς, καὶ περιστέλλει μὲν τὸν φόβον, κινδύνου δὲ ἀπαλλάξει παντὸς, ἀφάτῳ δυνάμει μετατιθεὶς τὰ δεινὰ, καθάπερ εἰς γαλήνην τὴν εὐθυμίαν. «Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.» Οὐ κινδύνων μόνον ἀπαλλάττει τοὺς πλωτῆρας ὁ Κύριος παραδόξως αὐτοῖς ἐπιλάμψας, ἀλλ’ ἤδη καὶ πόνου καὶ ἱδρώτων ἐλευθεροῖ, δυνάμει τῇ θεοπρεπεῖ τῇ κατ’ ἀντίπεραν γῇ προσερείσας τὸ σκάφος· οἱ μὲν γὰρ προσεδόκουν, ἐρέττοντες ἔτι μόλις δύνασθαι διεκπλεῖν, ὁ δὲ καὶ τούτων ἐξίστησι τῶν πόνων αὐτοὺς, πολλῶν ἐν ὀλίγῳ κομιδῇ τῷ καιρῷ θαυμάτων δημιουργὸς πρὸς πληροφορίαν αὐτοῖς ἀναδεικνύμενος· οὐκοῦν ὅταν ἡμῖν ἐπιφαίνηται καὶ ἐπιλάμπῃ Χριστὸς, ἀκονιτὶ κατορθώσομεν καὶ τὸ μεῖζον ἢ κατ’ ἐλπίδα τὴν ἐν ἡμῖν, καὶ οἱ διὰ τοῦ μὴ ἔχειν αὐτὸν κινδυνεύοντες, οὐδενὸς ἔτι προσδεησόμεθα πόνου πρὸς τὸ δύνασθαι κατορθοῦν τὰ λυσιτελῆ, παρόντος αὐτοῦ. λύσις οὖν ἄρα παντὸς κινδύνου Χριστὸς, καὶ κατορθωμάτων ἔκβασις τῶν ὑπὲρ ἐλπίδα τοῖς προσδεχομένοις αὐτόν.
Ἐπειδὴ δὲ τὸν ἐφ’ ἑκάστῳ τῶν προκειμένων ἀνὰ μέρος ἐποιησάμεθα λόγον, ἄγε δὴ πάλιν ταῖς τῶν ἤδη φθασάντων ἀκολουθίαις καὶ τὸν ἐν τούτοις συνείροντες νοῦν, πνευματικὴν ἐξυφήνωμεν θεωρίαν. οὐκοῦν ὥσπερ εἰς ὄρος ἀναβεβηκέναι τὸν οὐρανὸν ἐλέγομεν τὸν Ἰησοῦν, ἀναληφθέντα δηλονότι, μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν· ἀλλ’ ὅτε τοῦτο γενέσθαι συμβέβηκε, τότε μόνοι καὶ καθ’ ἑαυτοὺς οἱ μαθηταὶ τύπον ἐπέχοντες τῶν ἐφεξῆς καὶ κατὰ πάντα καιρὸν διδασκάλων ἐκκλησιαστικῶν, καθάπερ τινὰ θάλασσαν, τὸν ἐν τῷ παρόντι βίῳ διανήχονται κλύδωνα, συχνοῖς καὶ μεγάλοις περιπίπτοντες πειρασμοῖς, καὶ τοὺς ἐπὶ τῷ διδάσκειν κινδύνους οὐκ εὐκαταφρονήτους ὑπομένοντες παρὰ τῶν ἀνθεστηκότων τῇ πίστει καὶ μαχομένων τοῖς εὐαγγελικοῖς δηλονότι κηρύγμασιν· ἀλλὰ καὶ τοῦ φόβου πεπαύσονται καὶ κινδύνου παντὸς, καταλήξουσι δὲ καὶ τῆς ἐν πόνοις ταλαιπωρίας, ὅταν αὐτοῖς καὶ εἰσαῦθις ἐπιφαίνηται Χριστὸς ἐν δυνάμει θεοπρεπεῖ, καὶ πᾶσαν ἔχων ὑπὸ πόδας τὴν οἰκουμένην.
τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἐπὶ θαλάσσης περιπατεῖν, ἐπεὶ καὶ εἰς κόσμου τύπον πολλάκις ἡ θάλασσα παρὰ τῇ θείᾳ λαμβάνεται γραφῇ κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῷα μικρὰ μετὰ τῶν μεγάλων. ὅταν οὖν ἔλθῃ ὁ Χριστὸς ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καθὰ γέγραπται, τότε τῶν ἁγίων ἀποστόλων τὸ σκάφος, τουτέστιν ἡ Ἐκκλησία, καὶ οἱ πλέοντες ἐν αὐτῇ, τουτέστιν οἱ διὰ πίστεως καὶ ἀγάπης τῆς εἰς Θεὸν, ἄνω τῶν ἐν κόσμῳ γεγονότες πραγμάτων, ἀμελητὶ καὶ δίχα πόνου παντὸς καταλύσουσιν εἰς γῆν εἰς ἣν ὑπῆγον. ἦν γὰρ αὐτοῖς ὁ σκοπὸς, καθάπερ εἰς εὔδιον καταλῦσαι λιμένα, τὴν τῶν οὐρανῶν βασιλείαν δηλαδή· βεβαιοῖ δὲ τὴν ἐφ’ ἅπασι τοῖς εἰρημένοις διάνοιαν ὁ Σωτὴρ, λέγων πρὸς τοὺς ἑαυτοῦ μαθητὰς, ποτὲ μὲν ὅτι Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ποτὲ δὲ πάλιν Θλίψιν ἕξετε ἐν τῷ κόσμῳ· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. κάτεισι γεμὴν διὰ νυκτὸς ἀπὸ τοῦ ὄρους ὁ Κύριος, καὶ τοῖς ἑαυτοῦ μαθηταῖς ἀγρυπνοῦσιν ἐπιφοιτᾷ· καὶ γοῦν ἰόντα προσβλέπουσι δειλίας οὐ δίχα·
PG 73:471καταφρίττουσι γὰρ, ἵνα δή τι τὸ ἀναγκαῖον εἰς νόησιν καὶ διὰ τούτων ἡμῖν ἀναφαίνηται. καταβήσεται γὰρ ἐξ οὐρανοῦ καθάπερ ἐν νυκτὶ κοιμωμένου τρόπον τινὰ τοῦ κόσμου, καὶ εἰς πολλὴν ῥέγχοντος ἁμαρτίαν. διὰ γὰρ τοῦτο καὶ πρὸς ἡμᾶς που φησί Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. διδάξει δὲ οὐδὲν ἧττον ἡμᾶς καὶ ἡ ἐπὶ ταῖς παρθένοις παραβολὴ τὸ λεγόμενον. πέντε μὲν γὰρ τὰς φρονίμους εἶναί φησι, μωρὰς δὲ τὰς πέντε· ἀλλὰ βραδύνοντος τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον· μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν Ἰδοὺ ὁ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν. ὁρᾷς ὅπως διὰ μέσης νυκτὸς ὁ νυμφίος ἡμῖν ἀγγέλλεται; τίς δὲ λοιπὸν ἡ κραυγὴ, καὶ ὁ τῆς ἀπαντήσεως τρόπος, σαφηνιεῖ λέγων ὁ θεσπέσιος Παῦλος, ποτὲ μὲν ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ· ποτὲ δὲ πάλιν περὶ τῶν ἐγηγερμένων ἁγίων, ὅτι καὶ ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα αὐτοῖς ἐν νεφέλαις ἁρπαγησόμεθα εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
τὸ δὲ φόβῳ βεβλῆσθαι τοὺς μαθητὰς, καίτοι θεωροῦντας ἐρχόμενον, καὶ ἐν πόνῳ καὶ ἐγρηγόρσει κατειλημμένους, ἐκεῖνο δηλοῖ, ὅτι φοβερὸς μὲν ἐπὶ πάντας ἥξει κριτὴς, καταπτήξει δὲ πάντως ἐφ’ ἑαυτῷ καὶ ὁ δίκαιος, ὡς διὰ πυρὸς δοκιμαζόμενος, καίτοι καὶ προαναβλέπων ἀεὶ τὸν ἀφιξόμενον, καὶ οὐκ ὀκνήσας εἰς πόνους τοὺς ἐπ’ ἀρετῇ, νήψει τε ὁμοίως καὶ ἀγαθῇ γρηγόρσει συντεθραμμένος. οὐ συνεισέρχεται δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, ὡς συμπλεύσων ὁ Κύριος, ἐφορμίζει δὲ μᾶλλον τῇ χέρσῳ τὸ σκάφος. οὐ γὰρ συνεργήσων ἔτι πρὸς κατόρθωσιν ἀρετῆς τοῖς αὐτὸν σεβομένοις ἐπιφανεῖται Χριστὸς, ἀλλὰ τοῖς ἤδη κατωρθωμένοις πέρας ἐπιθήσων τὸ προσδοκώμενον. «Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστὼς πέραν τῆς θαλάσσης ἰδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν ἐκεῖνο εἰς ὃ ἀνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνῆλθε τοῖς μαθηταῖς αὐτοῦ εἰς τὸ πλοῖον ὁ Ἰησοῦς, ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·
ἄλλα δὲ ἦλθε πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ Κυρίου.» Οὐ λανθάνει τὸ παράδοξον, τὸ ἐπ’ αὐτῆς τῆς θαλάσσης φημὶ περιπατῆσαι τὸν Ἰησοῦν, καίτοι διὰ νυκτὸς καὶ ἐν σκότῳ γεγενημένον καὶ λεληθότως οἰκονομηθέν. ὑπαισθάνεται δὲ τῶν ἀκολουθεῖν εἰωθότων ὁ δῆμος, διὰ πολλῆς τινος, ὡς ἔοικε, τῆς ἐπιτηρήσεως, ὅτι μήτε συμπλεύσοι τοῖς ἑαυτοῦ μαθηταῖς πληροφορούμενος, μήτε μὴν ἑτέρῳ διαπορθμεύσαι τῷ σκάφει· μόνον γὰρ ἦν ἐκεῖσε τὸ τῶν ἀποστόλων, ὃ δὴ καὶ λαβόντες προῴχοντο. οὐδὲν οὖν ἄρα λανθάνει τῶν ἀγαθῶν, κἂν λεληθότως ὑπό του τελῆται τυχὸν, καὶ ἀληθὲς ἐντεῦθεν ὀψόμεθα, τό Οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ.
PG 73:473χρῆναί φημι τοιγαροῦν τὸν τοῖς ἴχνεσιν ἀκολουθεῖν ἐθέλοντα τοῦ Χριστοῦ, καὶ κατὰ τὸ ἐγχωροῦν ἀνθρώπῳ πρὸς τὸν ἐν ἐκείνῳ διαπλάττεσθαι τύπον, μὴ φιλοκόμπως ἐπείγεσθαι διαζῆν, μηδὲ εἰς θήραν ἐπαίνων ἐξέλκεσθαι ποιοῦντα τὴν ἀρετὴν, μηδὲ εἰ παράδοξόν τινα καὶ λίαν ἐξησκημένον ἐπανέλοιτο βίον, οὐ μετρίως δοξάζεσθαι διὰ τοῦτο φιλεῖν, ἀλλὰ μόνοις ὁρᾶσθαι θέλειν τοῖς τῆς θεότητος ὀφθαλμοῖς ἀπογυμνούσης τὰ κρυπτὰ, καὶ τὸ λεληθότως ἐπιτελεσθὲν εἰς ἐμφανεστάτην ἀγούσης κατάληψιν. «Ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν.» Ἀκολουθοῦσιν οὗτοι θαυμασταὶ μὲν ἴσως τῶν σημείων ὑπάρχοντες, οὐ μὴν εἰς τὸ χρῆναι πιστεύειν τὴν ἐξ αὐτῶν ὠφέλειαν δεχόμενοι, ἀλλ’ ὥσπερ τινὰ τῷ παραδοξοποιῷ τὴν ἀντίδοσιν διὰ τοῦ καὶ μόνον αὐτὸν ἐπαινεῖν οὐκ ἀνεθέλητον προσκομίζοντες. φρενὸς δὲ τοῦτο νόσημα ψυχρὸν, καὶ ψυχῆς οὐδαμόθεν ἐπὶ τὴν τοῦ συμφέροντος αἵρεσιν παιδαγωγεῖσθαι κατειθισμένης.
αἴτιον δὲ τούτων αὐτοῖς, τὸ μόνον ἐπιτέρπεσθαι ταῖς τῆς σαρκὸς ἡδοναῖς, καὶ τροφῇ μᾶλλον τῇ εὐτελεστάτῃ καὶ προσκαίρῳ προθύμως ἐπιπηδᾶν, ἤγουν τοῖς πνευματικοῖς ἐπιτρέχειν ἀγαθοῖς, καὶ πειρᾶσθαι κερδαίνειν, ὅσα πρὸς ζωὴν ἂν ἀποτρέφῃ τὴν αἰώνιον. τοῦτο δ’ ἂν μάθοις ἀκριβῶς, καὶ διὰ τῶν ἐφεξῆς. «Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ Ῥαββὶ, πότε ὧδε γέγονας;» Εἰς διάθεσιν μὲν ὁ λόγος τὴν ἐξ ἀγαπώντων σχηματίζεται, καὶ ὑποπλάττεταί πως τὸ γλυκὺ, πλὴν ἀνόητος κομιδῆ καὶ μειρακιώδης ἐξελέγχεται· οὐ γὰρ ἔδει τῷ τοσούτῳ περιτυχόντας διδασκάλῳ, μάταιόν τι λέγειν καὶ μαθεῖν ἐπείγεσθαι τὸ μηδέν. τί γὰρ ἔδει φιλοπευστεῖν, πότε μὲν αὐτὸς ἀφίκοιτο τυχόν; τί δὲ ἦν εἰκὸς τοῦτο μαθόντας ὠφεληθήσεσθαι; σοφὰ τοιγαροῦν παρὰ σοφῶν ζητητέον, καὶ προτετιμήσθω λόγων ἀπαιδεύτων ἡ ἐν συνέσει σιγή. ἅλατι μὲν γὰρ ἠρτύσθαι δεῖν ἐπιτάττει τὸν λόγον ἡμῶν ὁ Χριστοῦ μαθητής· ἕτερος δέ τις εἰς τοῦτο προτρέπει τῶν σοφῶν Τέκνον, εἰπὼν, εἰ μέν ἐστι σοι λόγος συνέσεως, ἀποκρίθητι· εἰ δὲ μὴ, χεὶρ ἔστω ἐπὶ στόματί σου.
ὅπως δὲ φαῦλόν ἐστι τὸ ἐπ’ ἀπαιδεύτῳ γλώττῃ καταγινώσκεσθαι, καὶ δι’ ἑτέρου γνωσόμεθα Εἴ τις γάρ, φησι, δοκεῖ θρῆσκος εἶναι ἐν ὑμῖν, μὴ χαλιναγωγῶν γλῶτταν αὐτοῦ, ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. «Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν Ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖον, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.» Ἐροῦμεν δή τι κοινὸν, πλὴν ἔθει μικρῷ τετριμμένον. πεφύκασί πως αἱ μεγάλαι τῶν διδασκάλων ἕξεις οὐ μετρίως χαλεπαίνειν πολλάκις, ὅταν τι τῶν εἰκαίων καὶ ἀνωφελῶν ἐξετάζωνται· καὶ οὐ δήπου τοῦτο παθόντας αὐτοὺς ἐξ ἀλαζονείας εὑρήσομεν, ἀλλὰ μᾶλλον ταῖς τῶν ἐρωτώντων ἀμαθίαις ἐπιστυγνάζοντας. ἐπὶ μὲν οὖν ἡμῶν τε καὶ τῶν καθ’ ἡμᾶς οὐκ ἀκόμψως εἰρῆσθαι τὸ τοιοῦτο ὑπολαμβάνω· θερμὸν δὲ τοῖς ἐκεῖνα διερωτήσασιν ἐπιφέρει τὸν ἔλεγχον ὁ Σωτὴρ, ὡς λαλοῦσιν ἀπαιδεύτως, καὶ ἀσυνέτως διεσκεμμένοις, οὐχ ὅτι προσήκοι ζητεῖν τὰ ἐφ’ οἷς ἂν γένοιντο καλοί τε καὶ ἀγαθοὶ, ἀλλ’ ἐπὶ μισθῷ σωματικῷ καὶ τούτῳ εὐτελεστάτῳ κατακολουθεῖν αὐτῷ. τί γὰρ ἂν γένοιτο τροφῆς τῆς ἐφημέρου, καὶ οὐκ ἐν πολυτελεῖ, τὸ ἔλαττον;
PG 73:475ἐπιτηδευτέον τοιγαροῦν τὴν εἰς Χριστὸν καὶ εὐλάβειαν καὶ ἀγάπησιν, οὐχ ἵνα τι τῶν σωματικῶν εὑρίσκωμεν, ἀλλ’ ἵνα τὴν δι’ αὐτοῦ σωτηρίαν ἀποκερδαίνωμεν, καὶ μὴ λέγωμεν μὲν ἀγαθὰ πρὸς αὐτὸν, ὥσπερ οὖν ἐκεῖνοι τό Ῥαββὶ, ἐμπορίας δὲ ἄλλως ὑπόθεσιν καὶ ἀπλήστου χρημάτων συγκομιδῆς τὴν χρηστολογίαν ἀρτύωμεν· ἤγουν ὁ τοιούτοις ἐπιχειρῶν, οὐκ ἀγνοήσει λοιπὸν ὅτι πικρῶς ἐλέγχοντι προσβαλεῖ τῷ Χριστῷ, καὶ τὴν κεκρυμμένην ἐν αὐτῷ κακίαν ἀποκαλύπτοντι. Θαυμάσαι δὲ πάλιν ἀκόλουθον καὶ τὴν ἐπὶ τούτοις οἰκονομίαν. ἐπειδὴ γὰρ νόσῳ κατειλημμένους ἐθεᾶτο τῇ προειρημένῃ, καθάπερ τις ἀριστοτέχνας καὶ ἐπιστήμων ἰατρὸς, διπλοῦν αὐτοῖς ἐπενόησε φάρμακον, ἀξιολογωτάτῳ σημείῳ τὸν ἐπωφελῆ παραπλέξας ἔλεγχον. τὸ μὲν οὖν σημεῖον εὑρήσομεν ἐν τῷ εἰδέναι τὰ ἐν αὐτοῖς, ἐν δὲ τῷ κυρίως μὴ δι’ εὐσέβειαν ζητεῖν ἐπείγεσθαι λέγειν αὐτοὺς τὸν θαυματουργὸν, θεωρήσεις τὸν ἔλεγχον· ὠφελεῖ δὲ διττῶς.
τῷ μὲν γὰρ ἐξεπίστασθαι σαφῶς τὰ ἐν αὐτοῖς βουλεύματα καὶ γνωρίζειν ἀκριβῶς, ἀσυνέτους ὄντας ἐπιδεικνύει, ὅτι δὴ λήσονται τὸν θεῖον ὀφθαλμὸν οἰομένους, καταχώσαντες μὲν ἐν καρδίᾳ τὴν πονηρίαν, ἐπιτηδεύοντες δὲ τὸ ἐν γλώττῃ γλυκύ. τοῦτο δὲ ἦν ἀναπείθοντος ἤδη νόσου μὲν τῆς ἐπὶ τούτοις ἀποφοιτᾶν, ἁμαρτίας δὲ καταλήγειν οὐ μικρᾶς· ὑβριστὴς γὰρ ὄντως καὶ παράνομος, ὁ ταύτην ἔχων ἐπὶ Θεῷ τὴν διάληψιν· τῷ δὲ χρησίμως ἐλέγχειν ἡμαρτηκότας, ἀνασειράζων τρόπον τινὰ τοῦ κακοῦ τὸν ἐπέκεινα δρόμον· ἕρπει μὲν γὰρ καὶ ἐκτείνεται τὸ κωλύον ἔχον οὐδέν· φωραθὲν δέ πως μονονουχὶ καὶ αἰσχύνεται, καὶ σχοινίου δίκην εἰς ἑαυτὸ συστέλλεται. ὠφελεῖ τοιγαροῦν καὶ ἐλέγχων ὁ Κύριος, καὶ δι’ ὧν ἄν τις αὐτὸν ὅτι πλήττοι νομίσειε, διὰ τούτων αὐτῶν εὐεργετοῦντα θεάσαιτο. νοητέον ἐντεῦθεν, ὅτι κἂν θωπεύωσί τινες, ἢ καὶ χρηστοῖς περισαίνωσι λόγοις τοὺς τῶν ἐκκλησιῶν ἡγουμένους, μὴ ὀρθοποδῶσι δὲ περὶ τὴν πίστιν, οὐ συναρπάζεσθαι ταῖς κολακείαις ἀκόλουθον αὐτοὺς, οὐδὲ ὥσπερ τινὰ μισθὸν τῶν ἐπαίνων ἀντικιχρᾶν τοῖς ἐπανορθώσεως δεομένοις, τὴν ἐφ’ οἷσπερ ἂν πταίωσι σιωπήν·
ἐλέγχειν δὲ μᾶλλον ἐκ παῤῥησίας, καὶ μεταχωρεῖν ἀναπείθειν ἐπὶ τὸ ἄμεινον, ἤγουν διὰ τούτου κἂν ἑτέρους ὠφελεῖν, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Παύλου Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. Τὰ μὲν οὖν ἐν τοῖς προκειμένοις ἡμῖν ἀνὰ μέρος ἐν τούτοις, ἀκόλουθα γεμὴν καὶ ἀναγκαίως ἐπενηνεγμένα τοῖς ἤδη προτεθεωρημένοις, ἀναδείκνυσθαι δεῖν ὑπολαμβάνω καὶ αὐτά. οὐκοῦν ἐν ἐκείνοις ἐλέγομεν τοῦ Σωτῆρος ἡμῶν τὴν ἐκ τοῦ ὄρους κάθοδον τὴν δευτέραν ἡμῖν καὶ εἰσαῦθις ἐσομένην ἐκ τῶν οὐρανῶν ἐπιδημίαν ἀνατυποῦν, καὶ ὡς ἐν συναιρέσει τοῦ παντὸς θεωρήματος προσεπετίθεμεν, ὅτι καὶ ἀγρυπνοῦσι καὶ ἐν τῷ πονεῖν ὑπάρχουσιν ἔτι τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιφαίνεται, καὶ δειλίας ἀπαλλάξας παραχρῆμα τὸ σκάφος ἐτίθει πρὸς γῆν. καὶ τί τὸ ἐν τούτοις ὡς ἐν τύποις ἡμῖν ζωγραφούμενον, ἐν ἐκείνοις ἐσαφηνίζομεν. ἀλλ’ ἐπιτήρει καὶ νῦν, ὅτι μετὰ τὸ κατελθεῖν ἐκ τοῦ ὄρους τὸν Ἰησοῦν, ὑστεροῦσί τινες περὶ τὴν ἀκολούθησιν, καὶ τελευταῖοι βαδίζουσιν ἐπ’ αὐτόν. ἔρχονται γὰρ τῇ ἐπαύριον, οὐκ ἀπαρατηρήτως καὶ τοῦτο προστεθεικότος τοῦ εὐαγγελιστοῦ·
PG 73:477εἶτα περιτυχόντες, χρηστοῖς κολακεύειν ἐπιχειροῦσι λόγοις, ἐπιπλήττει δὲ αὐτοῖς ὁ Χριστὸς, ζέοντα καὶ δριμὺν ἐπαγαγὼν τὸν ἔλεγχον, ἵνα πάλιν ἐκεῖνο διενθυμώμεθα, ὅτι μετὰ τὸ ἀφικέσθαι τὸν Κύριον ὡς ἡμᾶς ἐξ οὐρανῶν, εἰκαιοτάτη λοιπὸν καὶ ἀνωφελὴς ἀνθρώποις ἡ τῶν ἀγαθῶν ἐπιζήτησις, καὶ τὸ ἀκολουθεῖν ἐθέλειν αὐτῷ καιρὸν οὐκ ἔχει τὸν πρέποντα. ἀλλὰ κἂν προσίωσί τινες, προσηνεστάτοις αὐτὸν καταμαλθάξειν οἰόμενοι λόγοις, οὐκέτι χρηστῷ περιτεύξονται καὶ πράῳ τῷ κρίνοντι, ἀλλ’ ἐλεγκτικῷ τε καὶ πληκτικῷ· τὴν γὰρ τῶν ἐλεγχομένων θωπείαν, καὶ αὐτὸν δὲ τὸν ἔλεγχον ἐν τοῖς τοῦ Σωτῆρος θεωρήσεις λόγοις, ὅτε δὴ καί φησι Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· τῇ τῆς κρίσεως δηλονότι Κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν; ἀλλὰ Τότε, φησὶν, ὁμολογήσω αὐτοῖς, ὅτι ἀμὴν λέγω ὑμῖν οὐδέποτε ἔγνων ὑμᾶς· οὐ γὰρ ἐζητήσατέ με, φησὶ, καθαρῶς, ἀλλ’ οὐδὲ τὸ ἐν ἁγιασμῷ διαπρέπειν ἠγαπήσατε, ἔγνων γὰρ ἂν διὰ τούτων ὑμᾶς, ἀλλ’ ἐπείπερ εἰς εὐπορίας εὕρεσιν τὴν ἐν δοκήσει καὶ ἐν ψιλαῖς ὑπονοίαις εὐλάβειαν ἐποιήσασθε, καὶ ἠγνοηκέναι δικαίως ὁμολογῶ·
ὅπερ οὖν ἐν τούτοις εἶναί φαμεν τό Κύριε, κύριε, τοῦτο καὶ ἐνθάδε τό Ῥαββί. οὐκοῦν ὅτῳ τὸ κολάζεσθαι πικρὸν, μὴ καταπιπτέτω πρὸς ἀνανδρίαν, μηδὲ ἀσθενείτω ποικίλως εἰς τὸ πλημμελεῖν, εἰς χρηστότητα βλέπων τὴν ἐν Θεῷ, ἀλλ’ ἑτοιμαζέτω εἰς τὴν ἔξοδον αὐτοῦ τὰ ἔργα αὐτοῦ, καθὰ γέγραπται, καὶ παρασκευαζέσθω εἰς τὸν ἀγρὸν, τουτέστιν, ἕως ἐστὶν ἐν τῷδε τῷ κόσμῳ. ἀγρὸν γὰρ τὸν κόσμον ἡρμήνευσεν ὁ Σωτήρ. παρασκευαζέσθω δὲ πρὸς ἀπόδειξιν ἁγιασμοῦ καὶ δικαιοσύνης ἐπὶ τοῦ θείου βήματος. οὐ γὰρ ἀκαίρως ὄντα φιλάνθρωπον θεωρήσει τὸν δικαστὴν, ἀλλ’ οὐδὲ τοῖς εἰς ἔλεον εἴκοντα λόγοις, τὸν ᾧπερ ἐχρῆν ἀμελητὶ καταπείθεσθαι καλοῦντι πρὸς σωτηρίαν, ὅτε καὶ ὁ τῆς ἡμερότητος ἐπεδίδου καιρὸς, καὶ τὴν ἐπὶ τοῖς ἤδη προεπταισμένοις ἐξαιτεῖν ἀμνηστίαν, καὶ τὴν ἐκ Θεοῦ τοῦ σώζοντος φιλανθρωπίαν ἐπιζητεῖν. «Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.» Τοιοῦτόν τι πάλιν ἐπὶ τὸ καθόλου καὶ γενικώτερόν πως ἐκπλατύνων τὸν λόγον, ὁ Παῦλος ἡμᾶς ἐκδιδάσκει λέγων Ὁ σπείρων εἰς τὴν σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθοράν·
PG 73:479ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. σπείρειν μὲν γὰρ εἰς τὴν σάρκα φησὶ τοὺς οἵ γε ταῖς τῆς σαρκὸς ἡδοναῖς ὅλας ὥσπερ ἐπιτρέψαντες τὰς ἡνίας δρομαῖοι βαδίζουσιν ἐφ’ ὅπερ ἂν βούλωνται, διακρίνοντες μὲν οὐδαμῶς τὸ σφίσι λυσιτελὲς ἀπὸ τοῦ κατασίνεσθαι καὶ ἀδικεῖν πεφυκότος, δοκιμάζειν δὲ ὅλως τὸ τῷ νομοθέτῃ δοκοῦν οὐδαμόθεν κατειθισμένοι, ἐπὶ δὲ μόνον τὸ ἡδύ τε καὶ πρόςκαιρον ἀπερισκέπτως κατασυρόμενοι, καὶ τῶν ὁρωμένων προκρίνοντες οὐδέν· σπείρειν δὲ πάλιν εἰς τὸ πνεῦμα διισχυρίζεται, τὰ ἐφ’ οἷς ἂν βούλοιτο διαπρέπειν ἡμᾶς τὸ Ἅγιον Πνεῦμα, ὅλον μὲν τῆς ἑαυτῶν διανοίας δαπανῶντας τὸ σπούδασμα, συντόνῳ δὲ οὕτως ἀποκεχρημένους φροντίδι πρὸς γεωργίαν τῶν ἀγαθῶν, ὡς εἰ μή τις αὐτοὺς κατήπειξε λόγος φυσικός τε καὶ ἀνυπέρθετος τὰς ἀναγκαίας τῇ σαρκὶ χαρίζεσθαι τροφὰς, οὐδ’ ἂν εἰς τοῦτό ποτε καταβαίνειν ἠνέσχοντο. οἶμαι τοίνυν προσήκειν ἡμᾶς, τῆς μὲν σαρκὸς εἰς ἐπιθυμίας μηδεμίαν ὅλως τίθεσθαι πρόνοιαν, προςκεῖσθαι δὲ μᾶλλον τοῖς ἀναγκαιοτάτοις, καὶ ἐπιτηδεύειν ἐπείγεσθαι τὰ ὅσαπερ ἡμᾶς εἰς τὴν αἰώνιόν τε καὶ θείαν ἀναφέρει ζωήν.
τὸ μὲν γὰρ τὰς τοῦ σώματος ἀποθαυμάζειν τρυφὰς, καὶ μηδὲν ἡγεῖσθαι τὸ ἄμεινον τῶν περὶ γαστέρα πλεονασμῶν, θηριῶδες ὄντως, καὶ τῆς ἐπὶ τοῖς ἐσχάτοις ἀλογίας οὐκ ἀμοιροῦν. τὸ δὲ προσκεῖσθαι τοῖς ἀγαθοῖς, καὶ λίαν ἐπείγεσθαι διαπρέπειν ἐν ἀρεταῖς καὶ τοῖς τοῦ πνεύματος ὑποκεῖσθαι νόμοις, προσίεσθαί τε καὶ λίαν ἀσμένως τὰ παρὰ Θεοῦ πρὸς σωτηρίαν ἐφοδιάζειν ἡμᾶς ἰσχύοντα, δοίην ἂν ἔγωγε πρέπειν ὄντως τῷ τὴν ἰδίαν ἐπιγινώσκοντι φύσιν, καὶ ὅτι ζῷον πεποίηται λογικὸν κατ’ εἰκόνα τοῦ κτίσαντος οὐκ ἠγνοηκότι. οὐκοῦν ὡς αὐτός που φησὶν ὁ Σωτήρ Μὴ μεριμνῶμεν τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα, λογιζόμενοι δὲ ὅτι κρείττων ἐστὶν ἡ ψυχὴ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος, ὅπως ἂν ἔχοι καλῶς τὰ τιμιώτερα μᾶλλον τῶν ἐν ἡμῖν ἐνθυμώμεθα. Εὐπαθοῦντος μὲν γὰρ τοῦ σώματος, καὶ ταῖς αὐτῷ καταλλήλοις πιαινομένου τρυφαῖς, ὄνησις μὲν οὐδεμία τῇ ἀθλίᾳ ψυχῇ· ἐκ δὲ τῶν ἐναντίων, καὶ πολύ τι τὸ βλάβος ἀνατελεῖ.
κατοιχήσεται γὰρ εἰς τὸ πῦρ τὸ αἰώνιον, ἐπείπερ ἀνάγκη τοὺς οὐδὲν τῶν ἀγαθῶν εἰργασμένους, τῆς ἐπὶ τούτοις εἴσω γενέσθαι δίκης, λογισμῷ δὲ τῷ πρέποντι χαλιναγωγηθέντος τοῦ σώματος, καὶ τοῖς τοῦ πνεύματος ὑπεζευγμένου νόμοις, σώζεσθαι πάντως ἀνάγκη τὸ συναμφότερον. ἔστι τοίνυν τῶν ἀτοπωτάτων, τῆς μὲν προσκαίρου καὶ ὅσον οὐδέπω φθαρησομένης σαρκὸς οὕτως ἡμᾶς προνοεῖν, ὡς οἴεσθαι δεῖν οὐδενὸς ὅλως ἀπολιμπάνεσθαι τῶν φιλαιτάτων αὐτῇ· ἐν παρέργου δὲ τάξει λαβεῖν, ἢ καὶ τῷ μηδενὶ παρισοῦν τὴν ἐπὶ ψυχῇ φροντίδα, καίτοι τοσοῦτον οἶμαι προσήκειν ἐπείγεσθαι μᾶλλον ἡμᾶς προσκεκλίσθαι τοῖς ἐπὶ ψυχῇ φροντίσμασιν, ὅσον καὶ ἐν ἀμείνοσιν ἢ κατὰ σάρκα ἐστίν· οὕτω γὰρ ὄντως, καὶ τῶν ἡττωμένων προτάττοντες τὸ ὡς ἐν συγκρίσει νικῶν, καὶ δικαίαν τὴν ἐπὶ τούτοις ὁρίζοντες ψῆφον, ὅσιοί τε καὶ σοφοὶ γενησόμεθα δικασταὶ, καὶ οὐχ ἑτέροις τισὶ τὴν ἐκ λογισμῶν ἀγαθῶν ὀρθότητα χαριούμεθα, μᾶλλον δὲ ταῖς οἰκείαις περιθήσομεν κεφαλαῖς. ἐργαζώμεθα τοίνυν καθά φησιν ὁ Σωτὴρ μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην·
PG 73:481χωρήσασα γὰρ εἰς γαστέρα καὶ εἰς ὀλίγον κομιδῆ τὸν καιρὸν πρὸς εὐτελεστάτην ἡδονὴν τὸν νοῦν διαπαίξασα πρὸς ἀφεδρῶνα χωρεῖ, καὶ ἐκ γαστρὸς αὖθις μετοχετεύεται. ἡ δὲ βρῶσις ἡ πνευματικὴ τὴν καρδίαν στηρίζουσα, συνέχει τὸν ἄνθρωπον εἰς ζωὴν αἰώνιον, ἣν καὶ χορηγήσειν αὐτὸς ἡμῖν ὁ Χριστὸς ἐπαγγέλλεται, λέγων Ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· συναναπλέξας ὁμοῦ τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον, καὶ συζεύξας ὅλον τῆς οἰκονομίας τῆς μετὰ σαρκὸς τὸ ἐν κόσμῳ μυστήριον. ὑπαινίττεται δέ πως τὴν μυστικήν τε καὶ πνευματικωτέραν τροφὴν, δι’ ἧς καὶ σῶμα καὶ ψυχὴν ἁγιαζόμενοι διαζῶμεν ἐν αὐτῷ. γυμνότερον δέ πως ἐν τοῖς ἐφεξῆς τοῦτο λέγοντα θεωρήσομεν. τετηρήσθω τοιγαροῦν ὁ λόγος τῷ χρεωστουμένῳ καιρῷ τε καὶ τόπῳ. ΚΕΦΑΛΗ Ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενὴς, καὶ οὐχ ἕτερος παρ’ αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χαρακτήρ. «Ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός.» ΟΥΚ ἠγνόησε πάλιν, ὡς Θεὸς, τὰ ἐκ τῆς Ἰουδαϊκῆς ἀμαθίας ἐσόμενα τυχὸν ἐγκλήματα, καὶ τὰ ἐφ’ οἷς ἐξαγριοῦσθαι πολλάκις αὐτοὺς ἀπαιδεύτως συμβέβηκεν.
ᾔδει δὲ ὅτι λογιοῦνται καθ’ ἑαυτοὺς, εἰς μόνην ὁρῶντες τὴν σάρκα, καὶ τὸν ἐν αὐτῇ Θεὸν Λόγον οὐκ ἐννοήσαντες Τίς οὗτος ἄρα ἐστὶν ὁ τοῖς θεοπρεπέσι λόγοις ἐπιπηδῶν; τίς γὰρ ἂν ἀνθρώποις χορηγήσαι τροφὴν, τὴν εἰς ζωὴν συνέχουσαν τὴν αἰώνιον; φύσεως μὲν γὰρ ἀνθρωπίνης παντελῶς ἀλλότριον τὸ τοιοῦτόν ἐστι, μόνῳ δ’ ἂν πρέποι τῷ ἐπὶ πάντας ὄντι Θεῷ. προαπολογεῖται τοιγαροῦν ὁ Σωτὴρ, καὶ δυσωπεῖ ταῖς εὐκαίροις τῶν λόγων ἐπαγωγαῖς, τὴν προσδοκουμένην αὐτῶν ἀθυρογλωττίαν. ἐπιδώσειν μὲν γὰρ τὴν βρῶσιν αὐτοῖς τὴν εἰς ζωὴν ἀποτρέφουσαν τὴν αἰώνιον τὸν υἱὸν τοῦ ἀνθρώπου φησὶν, ἐσφραγίσθαι γεμὴν ἀπὸ τοῦ Πατρὸς ἑαυτὸν παραχρῆμα διισχυρίσατο· ἢ τὸ ἐσφραγίσθαι πάλιν, ἀντὶ τοῦ κεχρίσθαι τεθεικώς· κατασφραγίζεται γὰρ ὁ χριόμενος· ἤγουν ὅτι μεμόρφωται φυσικῶς πρὸς τὸν Πατέρα δεικνύς. ὅμοιον γὰρ ὡς εἰ ἔλεγεν Οὐκ ἀδυνατήσω βρῶσιν ὑμῖν ἐπιδοῦναι τὴν μένουσαν καὶ εἰς αἰώνιον ζωήν τε καὶ τρυφὴν ἀναφέρουσαν. εἰ γὰρ καὶ ὁρῶμαι καθάπερ εἷς ἐξ ὑμῶν, ἄνθρωπος δηλονότι μετὰ σαρκὸς, ἀλλ’ ἐχρίσθην καὶ κατεσφραγίσθην παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς ἀπαράλλακτον ὁμοιότητα, τὴν ὡς πρὸς αὐτόν.
ὄψεσθε γὰρ, φησὶν, ἐν ἐμοὶ μὲν ἐκεῖνον, ἐμὲ δὲ αὖ πάλιν ἐν ἐκείνῳ φυσικῶς, καὶ εἰ γεγέννημαι δι’ ὑμᾶς ἄνθρωπος ἐκ γυναικὸς κατὰ τὸν ἄῤῥητον τῆς οἰκονομίας λόγον· ἔχω γὰρ δὴ τὸ πάντα δύνασθαι δρᾶν ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ἀπολειφθήσομαί τε κατ’ οὐδένα τρόπον τῆς ἐνούσης ἰσχύος τῷ φύσαντι· καὶ εἰ δίδωσι τροφὴν ὑμῖν τὴν πνευματικὴν τὴν διασώζουσαν εἰς ζωὴν αἰώνιον ὁ Θεὸς καὶ Πατὴρ, ἐπιδώσει δῆλον ὅτι καὶ ὁ Υἱὸς, καὶ ἐν σαρκὶ γεγονὼς, εἰκὼν ἀπαράλλακτος ὑπάρχων αὐτοῦ, νοουμένης δηλονότι τῆς κατὰ πᾶν ὁτιοῦν ἐμφερείας, οὐ κατὰ τοὺς τῆς σαρκὸς χαρακτῆρας, ἀλλ’ οὐδὲ κατά τι γοῦν τῶν ὅλως ἐν σωματικῷ νοουμένων σχήματι, ἀλλ’ ἐν δόξῃ θεοπρεπεῖ καὶ ἰσοστάθμῳ δυνάμει, καὶ ἐν ἐξουσίᾳ βασιλικῇ. ἐπιτηρητέον δὲ πάλιν, ὅτι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐπιχορηγήσειν εἰπὼν τὰ θεοπρεπῆ, καὶ κατεσφραγίσθαι πρὸς εἰκόνα τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἀνέχεται μερισμοῦ τοῦ διατέμνοντος τῆς κατ’ ἀλήθειαν υἱότητος τὸν ἐκ παρθένου ναὸν, ἀλλ’ ἕνα πάλιν ἑαυτὸν ὁρίζει τε καὶ νοεῖσθαι βούλεται·
PG 73:483καὶ γὰρ εἷς ὄντως ἐστὶν ἐφ’ ἡμᾶς ὁ Χριστὸς, καθάπερ ἁλουργίδα βασιλικὴν τὸ ἴδιον φόρημα περικείμενος, φημὶ δὴ τὸ ἀνθρώπινον σῶμα, ἤτοι ναὸν τὸν ἐκ ψυχῆς δηλονότι καὶ σώματος, εἰ καὶ εἷς ἐξ ἀμφοῖν ὁ Χριστός. Ἀλλ’, ὦ βέλτιστε, πάλιν ὁ χριστομάχος ἐρεῖ, δίδου ταῖς ἀληθείαις τὸ δύνασθαι κρατεῖν, μὴ κατασοφίζου τὸν λόγον, ἐφ’ ὅπερ ἂν αὐτὸς ἐθελήσαις περιέλκων οὐκ εὐγενῶς. ἰδοὺ σαφῶς, καὶ διὰ τούτων ἡμῖν οὐκ ἐκ τῆς οὐσίας ὑπάρχων τοῦ Πατρὸς ὁ Υἱὸς ἀναδείκνυται, ἀλλὰ μᾶλλον ἀπεικόνισμα τῆς οὐσίας αὐτοῦ. ἔστω δὲ δή τι τοιοῦτον, φησὶν, ὅ φαμεν· ἡ σφραγὶς, ἤτοι τὸ σήμαντρον, κηρῷ τυχὸν ἤγουν ἑτέραις ὕλαις ἐπιτηδείως ἐχούσαις εἰς τὸ λαβεῖν ἐνθλιβόμενον, καὶ τὴν ὁμοιότητα μόνην ἐγχαράξαν τὴν ἑαυτοῦ, πάλιν ἐπανακομίζεται παρὰ τοῦ προσθλίβοντος, ζημιωθὲν ἐξ ἑαυτοῦ μηδέν· οὕτως ὁ Πατὴρ πρὸς τὸν Υἱὸν ὅλον ἑαυτὸν ἐνιεὶς καὶ ἐνσημάνας τρόπον τινὰ δι’ ἀκριβεστάτης τῆς ὁμοιώσεως, οὐκ ἐξ ἑαυτοῦ πάντως ἔχει μέρος ὡσπεροῦν τῆς οὐσίας, ἤγουν ἐξ αὐτῆς νοούμενον, ἀλλ’ ὡς εἰκόνα μόνην καὶ ὁμοίωσιν ἀκριβῆ.
Ὁράτω δὴ πάλιν ὁ φιλομαθὴς, ὅτι καὶ νῦν ἡμῖν ὡς ὄφις ὁ δι’ ἐναντίας ἐπιπηδᾷ, καὶ εἰς ὕψος αἴρει τὴν ἰοῦ γέμουσαν κεφαλήν· ἀλλ’ ὁ συνθραύων τὰς κεφαλὰς τοῦ δράκοντος, συνθραύσει καὶ ταύτην, καὶ δώσει πάλιν ἡμῖν τὸ δύνασθαι τὰς πολυτρόπους αὐτῶν δυστροπίας ὑπεκδραμεῖν. λεγέτω τοίνυν ἡμῖν ὁ δεινοῖς ἡμᾶς ἀρτίως περικτυπήσας λόγοις· ἡ σφραγὶς ἤτοι τὸ σήμαντρον τὸ ἐξ ὕλης τυχὸν πεποιημένον ἤτοι σιδηρᾶς ἤγουν τῆς ἀπὸ χρυσοῦ, ἆρ’ οὐχὶ πάντως ἐν χαρακτῆρί τινι κατασημαίνει τὰ ἐν οἷς γίνεται, ἢ καὶ δίχα χαρακτῆρος ἔσται τε καὶ νοηθήσεται σήμαντρον; ἀλλ’ οἶμαι πᾶς τις οὖν ὅτι καὶ τῶν παρ’ ἐκείνοις, καὶ οὐχ ἑκὼν ὁμολογήσειεν ἀπὸ τοῦ πρέποντος πρὸς αὐτὴν συνελκόμενος τὴν ἀλήθειαν, ὅτι δὴ πάντως ἐν χαρακτῆρι σφραγιεῖ· χαρακτῆρος δὲ δίχα, κατά γε τὸν ἐν τῷ πρέποντι λογισμὸν, οὐδαμῶς. ὅτε τοίνυν, καθάπερ ἡμῖν ἡ θεία διαμαρτύρεται γραφὴ, χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, ἐν αὐτῇ τε ὢν δηλονότι, καὶ ἐξ αὐτῆς φυσικῶς, αὐτὸς ἐν τίνι κατασημαίνεται, ἢ διὰ τίνος ἑτέρου σφραγιεῖ χαρακτῆρα τὸν ἴδιον ὁ Πατήρ;

Chapter VCaput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
οὐ γὰρ δή τις ἐρεῖ τὸν Πατέρα μὴ εἶναι πάντως ἐν εἴδει θεοπρεπεῖ, ὅπερ ἐστὶν ὁ Υἱὸς ἡ μορφὴ τοῦ τεκόντος αὐτὸν, ὃν εἴπερ τις θεάσαιτο νοητῶς, αὐτὸν δῆλον ὅτι κατόψεται τὸν Πατέρα. διὰ γάρ τοι τοῦτο καὶ ἑαυτὸν εἶναί φησιν ἐν αὐτῷ φυσικῶς, κἂν ἐξ αὐτοῦ νοῆται κατὰ τὸ ἰδιοσύστατον, ὡσπεροῦν καὶ τὸ ἀπαύγασμα τυχὸν ἐν τῷ ἀπαυγάζοντι καὶ ἐκ τοῦ ἀπαυγάζοντος, καὶ ἕτερόν τι κατά γε τὸν ἐν νοήσει λόγον, καὶ πάλιν οὐχ ἕτερον, ὡς πρὸς αὐτὸ θεωρούμενον, διὰ τὸ ἐξ αὐτοῦ λέγεσθαι, καὶ ἐν αὐτῷ πάλιν ὑπάρχειν. καὶ οὐ δήπου κατὰ τὸ ἐν μερισμῷ καὶ ἀποκοπῇ τῇ καθόλου, καὶ κατ’ οὐσίαν τὰ τοιαῦτα λαμβάνεται· ἐμπεφυκότα γὰρ κατὰ τὴν ταυτότητα τῆς οὐσίας τοῖς ἀφ’ ὧν εἰσι, καὶ ἐξ αὐτῶν εἶναι πιστεύονται, προκύπτοντα μέν πως κατὰ τὴν ἔκφανσιν τὴν ὡς ἐν νοήσει πρὸς ἕτερόν τι καὶ ἰδικῶς, πλὴν οὐ μεμερισμένως. σφραγίζεται τοίνυν παρὰ τοῦ Πατρὸς, οὐ γυμνὸς ἢ ἄσαρκος ὁ ἐκ τῆς οὐσίας αὐτοῦ Λόγος, ἀλλὰ μᾶλλον δι’ αὐτοῦ τὰ πρὸς ὁμοίωσιν ἀναγόμενα τὴν ὡς πρὸς Θεὸν κατὰ τὸ ἐνδεχόμενον, ὥσπερ οὖν ἐν ἐκείνῳ νοοῦμεν, ἐν τῷ τινας λέγειν Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.
PG 73:485πρόσωπον μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν εἶναί φησιν, ὅπερ ἐστὶ πάλιν ὁ χαρακτήρ· φῶς δὲ τὸ ἐξ αὐτοῦ, τὴν διὰ τοῦ Πνεύματος ἐπὶ τὴν κτίσιν διήκουσαν χάριν, δι’ ἧς ὡς πρὸς Θεὸν ἀναπλαττόμεθα διὰ πίστεως, οἱονεὶ σημάντρῳ τινὶ τὴν πρὸς τὸν Υἱὸν συμμορφίαν ἀναλαμβάνοντες δι’ αὐτοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Πατρὸς, ἵνα σώζηται καλῶς ἐν ἡμῖν τὸ καθ’ ὁμοίωσιν καὶ εἰκόνα γεγενῆσθαι τοῦ κτίσαντος. ἐπειδὴ δὲ ὁμολογουμένως πρόσωπόν ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, εἴη δήπου πάντως ἂν αὐτὸς καὶ ὁ χαρακτὴρ ἐν ᾧ σφραγίζει Θεός. Ἀλλὰ ναὶ, φησὶν ὁ δι’ ἐναντίας, ὅτι μὲν διὰ τοῦ Πνεύματος κατασφραγίζει Θεὸς τοὺς ἁγίους πιστεύομεν, πλὴν οὐδὲν ὅλως τὰ παρὰ σοῦ πρὸς τὴν προκειμένην εὑρίσκεται ζήτησιν· διὸ δὴ πάλιν ἀναλαβόντες ἐροῦμεν Ἡ σφραγὶς ἡ ἀπὸ σιδήρου τυχὸν ἢ καὶ χρυσοῦ νοουμένη ἐγχαράττει τὴν ὁμοίωσιν τὴν ἑαυτῆς ταῖς ὕλαις, ταῖς ἐφ’ αἷς ἂν γένοιτο, ἀποβαλοῦσα μὲν ἐξ ἑαυτῆς οὐδὲν, μόνην δὲ κατ’ ἐνέργειαν τὴν ἐκ τοῦ προστεθλίφθαι κατασημαίνουσα τὰ δεχόμενα·
οὕτω νοοῦμεν ἐσφραγίσθαι παρὰ τοῦ Πατρὸς τὸν Υἱὸν, οὐδὲν ἔχοντα τῆς οὐσίας αὐτοῦ, ἀπολαύσαντα δὲ μόνης τῆς ἀκριβοῦς ὁμοιώσεως, καὶ ἕτερόν τι παρ’ αὐτὸν ὑπάρχοντα, καθάπερ εἰκόνα πρὸς τὸ ἀρχέτυπον. Ὢ παρανοίας ἀμέτρου καὶ ῥιψοκινδύνου φρονήματος· ὡς εὐκόλως ἐπελάθου τῶν ἄρτι γεγυμνασμένων. χαρακτῆρα μὲν γὰρ τοῦ Πατρὸς τὸν Υἱὸν εἰρήκαμεν, σφραγίζεσθαι δὲ ἐν αὐτῷ τὸ ἀλλότριον, καὶ οὐκ αὐτὸν, ἵνα μὴ αὐτὸς ἑαυτοῦ νοοῖτο χαρακτήρ. σὺ δὲ ἡμῖν οὐκ ὀρθῶς τὸν ἐπὶ τούτοις ἀπολακτίσας λόγον, μόνην αὐτῷ τὴν κατ’ ἐνέργειαν ὁμοιότητα περιτιθεὶς οὐκ ἐρυθριᾷς. ἐν μόνοις οὖν ἄρα χαρακτῆρσι Θεὸς ἔσται καθ’ ὑμᾶς ὁ Υἱὸς, καὶ φύσει μὲν οὐδαμῶς, κατὰ δὲ τὸ μεμορφῶσθαι μόνον καὶ ἐσχηματίσθαι καλῶς πρὸς τὴν τοῦ τεκόντος ἐμφέρειαν. τάχα δὲ οὐκέτι τεκόντος ὅλως· ὥρα γὰρ ὑμᾶς διὰ τούτων ἀναιρεῖν καὶ τὴν γέννησιν, μᾶλλον δὲ ἀνάγκη πᾶσα, καὶ εἰ μὴ βούλεσθε. περὶ μὲν οὖν τοῦ χρῆναι πιστεύειν γεγεννῆσθαι τὸν Υἱὸν ἐκ Πατρὸς, πολὺς ἡμῖν ἤδη δεδαπάνηται λόγος, ἢ καὶ ἐν οἰκείῳ καιρῷ δαπανηθήσεται·
PG 73:487πρεπωδέστερον δέ πως ἐπὶ τὸ ἐν χερσὶ βαδιούμεθα, τοῖς ἀθυρογλωττεῖν ἀφυλάκτως εἰωθόσιν ἐκεῖνο προτείνοντες εἰς ἐρώτησιν Ἆρ’ οὐχὶ πάντως τὸ δοτὸν ἐροῦσι καὶ ἀφαιρετὸν καὶ τὸ προσγεγονὸς ὅλως ἐγχωρεῖν ὁμολογοῦσι καὶ ἀποβάλλεσθαι; ἢ γὰρ οὐχὶ καὶ ἀποπτύεσθαι πᾶν ὁτιοῦν ἔσθ’ ὅτε συμβαίνει, ὃ μὴ κατὰ φύσιν ἐνεῤῥιζώθη τισίν; ἀλλ’ ἔστι δῆλον, κἂν εἰ μή τις ἐκείνων συννεύσειεν. ἔσται δὴ οὖν, κατά γε τὸν ἐν τοῖς ἐνδεχομένοις λόγον, γυμνός ποτε τῆς ὁμοιώσεως ὁ Υἱός· μόνην γὰρ ὥς φατε κατ’ ἐνέργειαν τὴν ὡς ἐκ Πατρὸς πρὸς αὐτὸν ἐσημάνθη, τὸ ἐκ φυσικῶν πλεονεκτημάτων οὐκ ἔχων ἀσφαλὲς, ἀλλ’ ἕτερός τις παντελῶς νοούμενος καὶ ὑπάρχων παρὰ τὸν γεννήσαντα, καὶ ὁλοσχερῶς ἀποκεκομμένος τῆς οὐσίας αὐτοῦ. καλῶς γὰρ δὴ σφόδρα ποιοῦντες, καὶ σοφωτάτοις τὰ πράγματα προαναβλέποντες λογισμοῖς, ἠσφαλίσασθε τὸν Πατέρα, μηδὲν ἐξ ἑαυτοῦ λέγοντες ἐπιδοῦναι τῷ· Υἱῷ, πλὴν ὁμοιώσεως ἀξιῶσαι μόνης, ἵνα μή τι πάθος νοῆται περὶ αὐτόν. τοῦτο γὰρ ὑμῶν τὸ ἀπόῤῥητον εὔηθες. ἠγνοήσατε γὰρ κατὰ τὸ εἰκὸς, ὅτι πάντα ποιῶν ἀπαθῶς ὁ Θεὸς καὶ Πατὴρ, γεννήσει καὶ ἀπαθῶς, καὶ πυρός ἐστι κρείττων·
καταφέρει γὰρ καὶ εἰς ταύτην ἡμᾶς ὁ λόγος τὴν χρείαν· οὐκ ἐν πάθει καὶ ἀποκοπῇ τῇ κατὰ σῶμα νοουμένῃ γεννῶντος τὴν ἐξ αὐτοῦ πύρωσιν. ἀκουέτωσαν τοίνυν οἱ πρὸς μόνας ὑπονοίας νεανικοὶ, καὶ τὸ δυσφημεῖν ἀφυλάκτως χρῆμα μὲν οὐκ ἀνόσιον, ἀρετὴν δὲ μᾶλλον εἶναι λογιζόμενοι, ὅτι περ εἰ ἐν μόνῃ τῇ καθ’ ὁμοίωσιν οἰκειότητι συντετάχθαι φασὶ τῷ Πατρὶ τὸν Υἱὸν, ἐν οὐδεμιᾷ τῶν ἀγαθῶν ἀσφαλείᾳ κείσεται, ἀποκινδυνεύσει δὲ πάντως καὶ εἰς τὸ εἶναι φύσει Θεὸς, ἐπιδέξεται δὲ κατά γε τὸ ἐνδεχόμενον καὶ τὴν εἰς τὰ χείρω παρατροπήν. καὶ γὰρ δὴ καὶ πρὸς ἐκεῖνον ἐλέγετο τὸν Τυρίων ἡγούμενον, ἃ καὶ λόγος ἡμᾶς ἀναγκαίως ἀναπείθει προσάπτειν τῷ τοῦ Διαβόλου προσώπῳ Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως· ἀλλ’ εὑρίσκεται τῆς ὁμοιώσεως ἀποπεσὼν, ὁ πρὸς ὃν ὁ τοιοῦτος εἴρηται λόγος. ὁρᾷς οὖν ἤδη, καὶ μάλα σαφῶς, ἀπὸ δὴ τῶν τοιούτων, ὡς οὐκ ἀσφαλὲς εἰς ἀκλόνητον στάσιν τοῖς νοητοῖς τὸ ἐν ὁμοιότητι κεῖσθαι μόνῃ τῇ πρὸς Θεὸν, ἀλλ’ οὐδὲ ἀπόχρη πρὸς ἀπαραποίητον διαμονὴν τὴν ἐφ’ οἷσπερ ἂν εἶεν ἀγαθοῖς, τὸ κατεσφραγίσθαι καλῶς πρὸς τὴν τοῦ ποιήσαντος φύσιν.
καταπίπτει γὰρ καὶ αὐτὰ καὶ φέρεται κάτω μεταχωροῦντα πολλάκις εἰς αἰσχίονα γνώμην, ἤπερ ἦν ἐν ἀρχαῖς. ἐνδέχεται δὴ οὖν κατὰ τὸν οὕτως ἡμῖν ἔχοντα λόγον, κατὰ μόνην τὴν ταυτοεργίαν εἰς ὁμοίωσιν ἀναβαίνοντα τῷ Πατρὶ τὸν Υἱὸν, καὶ ὑποβάθρᾳ μὲν οὐκ ἐρηρεισμένον φυσικῇ, ἐν δὲ μόναις ταῖς ἐξ οἰκείων θελημάτων ῥοπαῖς τὴν ἀσφάλειαν ἔχοντα, ὑπομεῖναι καὶ τροπὴν ἢ, κἂν μὴ πάθοι, προαιρέσεως ἀξιαγάστου καρπὸν εὑρήσει τὸ μὴ παθεῖν, καὶ οὐ φυσικῆς ἀσφαλείας ἑδραιότητα μᾶλλον ὡς Θεός. Τί οὖν, ὦ βέλτιστοι, γέγονεν ἡμῖν οὐκέτι Θεὸς κατ’ ἀλήθειαν ὁ Υἱός; καὶ εἰ καθ’ ὑμᾶς οὕτως ἔχων ἁλώσεται, τί προσκυνοῦμεν αὐτῷ; διατί δὲ τῷ Θεῷ καὶ Πατρὶ συνδοξάζεται; τί δὲ καὶ ταῖς ἀνωτάτω δυνάμεσιν, ὡς Θεὸς ἐποχεῖται; ἠγνόησεν ἆρα μεθ’ ἡμῶν καὶ αὐτὰ τὰ ἅγια Σεραφὶμ, ὅτι πολὺ τοῦ πρέποντος ἀποσφάλλεται, τὸν οὐκ ὄντα κατὰ φύσιν δοξολογοῦντα Θεόν; πλανᾶται δὲ, κατὰ τὸ εἰκὸς, Κύριον σαβαὼθ ὀνομάζοντα τὸν τοῖς ἴσοις τετιμημένον. ἢ γὰρ οὐκ ἐροῦμεν, καὶ τὰς ἀνωτάτω δυνάμεις, ἀρχάς τε καὶ θρόνους καὶ ἐξουσίας καὶ κυριότητας συμμόρφους ὁρᾶσθαι σπουδάζειν κατὰ τὸ ἐγχωροῦν τῷ Θεῷ;
PG 73:489εἰ γὰρ τὸ ἐκ τῆς γῆς μικρὸν οὕτω ζῷον ὡς πρὸς ἐκείνην τὴν κτίσιν, φημὶ δὴ τὸν ἄνθρωπον, τῷ τοιούτῳ κάλλει τετίμηται, ποῖον ἔχει λόγον μὴ οὐχὶ πάντως οἴεσθαι, καὶ πολὺ τῶν ἐν ἡμῖν ἐν ἀμείνοσι, τὰ πολὺ τίθεσθαι κρείττονα; πῶς οὖν αὐτὸν καὶ Κύριον σαβαὼθ ὀνομάζουσι, καὶ ἐν δορυφόρων τάξει περιεστᾶσι, καθάπερ τῷ βασιλεῖ τῶν ὅλων ὑπηρετούμενα; ὅτου δὲ χάριν καὶ αὐτῷ συνεδρεύει τῷ Πατρὶ, καὶ τοῦτο ἐκ δεξιῶν, τὸ δοῦλον τῷ δεσπότῃ, τῷ πεποιηκότι τὸ ποίημα; ἢ γὰρ οὐχὶ τοῖς γενητοῖς, τὸ ἐκ προσοχῆς καὶ γρηγόρσεως ἀπαθὲς καὶ ἀπαραποίητον μᾶλλον ἂν πρέπῃ προσάγειν, ἢ τῷ κατ’ οὐσίαν Θεῷ φυσικῶς ἔχοντι τὸ μὴ δύνασθαι παθεῖν; ἀλλ’ ἔστι δῆλον, κἂν ἐκεῖνοι μὴ λέγωσι. τίς οὖν ἔτι τούτων ληρούντων ἀνέξεται, ἢ πῶς οὐκ εὐλόγως ἀκούσονται Οὐαὶ οἱ μεθύοντες ἄνευ οἴνου; Ἀλλ’ ἴσως δυσωπηθήσονται μὲν τὰς ἐκ τῶν τοιούτων συλλογισμῶν ἀτοπίας, ἐπ’ ἐκεῖνο δὲ βαδιοῦνται, καὶ κατασεσημάνθαι μὲν παρὰ τοῦ Πατρὸς εἰς ὁμοίωσιν ἀκριβεστάτην ἐροῦσι τὸν Υἱὸν, ἐν ἀτρέπτῳ δ’ οὖν ὅμως εἶναι τῇ φύσει, καὶ εἰ μὴ ἔστιν ἐκ Πατρός.
Εἶτα πῶς εἰπέ μοι τὸ μὴ ἐκ Θεοῦ κατὰ φύσιν, φορέσει τὸ ἴδιον αὐτοῦ, καὶ τῶν τῆς θείας οὐσίας πλεονεκτημάτων οὐκ ἀμοιροῦν οὐσιωδῶς εὑρεθήσεται, τὸ μὴ ἐξ αὐτῆς προελθὸν κατὰ τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον; ἔστι γὰρ, οἶμαι, παντί τῳ σαφὲς καὶ ὁμολογούμενον, ὡς ἄβατα παντελῶς τὰ τῆς θεότητος ἴδια τῇ πεποιημένῃ κτίσει, καὶ τὰ ἐκείνῃ προσόντα φυσικῶς οὐκ ἂν γένοιτό ποτε παρ’ ἑτέρῳ τῶν ὄντων τινὶ, κατὰ τὸν ἴσον τε καὶ ἀπαράλλακτον τρόπον· οἷον τὸ ἄτρεπτον ἐν Θεῷ φυσικῶς, οὕτω δὲ καὶ ἐν ἡμῖν οὐδαμῶς, ἀσφάλεια δέ τις ἡμᾶς ὡς πρὸς αὐτὸ σχηματίζει διὰ προσοχῆς καὶ νήψεως, ἐφ’ ἃ μὴ προσῆκεν οὐκ ἐπιτρέπουσα προχείρως μεταβιβάζεσθαι. εἰ δὲ ὅλως ἐνδέχεταί τι κατ’ ἐκείνους τῶν θεϊκῶν ἰδιωμάτων ἐνυπάρχειν τινὶ τῶν οὐκ ἐξ αὐτῆς κατ’ οὐσίαν καὶ οὕτως ἐνυπάρξει καθάπερ αὐτῇ, τί τὸ κωλύον εἰπέ μοι, καὶ πάντα λοιπὸν τὰ θεοπρεπῆ καταχωρεῖν ἤδη, καὶ ἐν τοῖς μὴ ὑπάρχουσι κατὰ φύσιν θεοῖς; ἑνὸς γὰρ ὅλως ἀδιακωλύτως χωρήσαντος, τοῦ ἀτρέπτου φημὶ, τόπον ἕξει καὶ τὰ λοιπά· καὶ τί τὸ ἐντεῦθεν; συγκέχυται τὸ πᾶν ἡμῖν. ἢ γὰρ οὐχὶ τὰ μὲν ἄνω χωρήσει κάτω, ἀναβήσεται δὲ πρὸς τὸν ἄνω τόπον τὰ κάτω;
τί γὰρ δὴ τὸ παραποδίζον ἔτι τὸν μὲν ἀνωτάτω Θεὸν πρὸς τὴν ἡμετέραν καταβιβάζεσθαι θέσιν, ἡμᾶς δὲ αὖ πάλιν εἶναι θεοὺς, καὶ οὕτως ὡς ὁ Πατὴρ, οὐδεμιᾶς ἔτι μεταξὺ κειμένης τε καὶ ὁρωμένης διαφορᾶς, εἰ χωρήσει καὶ ἐν ἡμῖν καὶ ἐνυπάρξει φυσικῶς τὰ Θεῷ προσόντα μόνῳ πλεονεκτήματα; καὶ ἐπείπερ ἐν ἑαυτῷ μόνῳ συνέχει κατὰ τὸ εἰκὸς ὁ Θεὸς καὶ Πατὴρ τὰ δι’ ὧν ἐσόμεθα κατ’ αὐτὸν, μεμενήκαμεν ἄνθρωποι, καὶ ἄγγελοι δὲ σὺν ἡμῖν τοῦθ’ ὅπερ εἰσὶν, ἐπὶ τὸ ἐπάνω πάντων οὐκ ἀναβαίνοντες. ὡς εἴπερ εἰδείη φθόνου κρείττων ὁρᾶσθαι Θεὸς, διὰ τοῦ προσθεῖναι πᾶσιν εἰς ἐξουσίαν τὸ ἴδιον αὐτοῦ, πολλοὶ δὴ πάντως ἂν ἦσαν οἱ κατὰ φύσιν θεοὶ, γῆν τε καὶ οὐρανὸν καὶ τὴν ἄλλην ἅπασαν κτίσιν δημιουργεῖν ἰσχύοντες· τὰ γὰρ ἅπαξ κεχωρηκότα τὰ ἐν τῷ κατὰ φύσιν Δημιουργῷ πλεονεκτήματα, πῶς οὐκ ἂν γένοιντο κατ’ αὐτόν; ἢ τί τὸ κωλύον ἐν ἴσῃ φαίνεσθαι δόξῃ τὸ τοῖς ἴσοις διαλάμπον ἀγαθοῖς; ἀλλ’ ὁρᾷ που πάντως ὁ θεομάχος, ὅση τις ἐντεῦθεν τῶν ἐκτόπων ἡμῖν ἐννοιῶν ἡ πληθὺς ἐπισωρεύεται, καὶ τῆς ἐνούσης αὐτῷ δυσμαθίας καταβοᾷ·
PG 73:491ἐν ἰδίᾳ γὰρ φύσει τὸ θεῖον κείσεται, καὶ μεθέξει μὲν αὐτοῦ τὸ πεποιημένον δι’ οἰκειότητος πνευματικῆς, ἀναβήσεται δὲ οὐδαμῶς εἰς τὸ ἐκείνῃ προσὸν ἀπαραλλάκτως ἀξίωμα. διεσκευασμένων δὲ οὕτως ἡμῖν τῶν λόγων, οὐσιωδῶς τῷ Υἱῷ τὸ ἄτρεπτον ἐνυπάρχον εὑρήσομεν· Θεὸς οὖν ἄρα κατὰ φύσιν ἐστὶν, ἀναγκαίως τε λοιπὸν ἐκ Πατρὸς, ἵνα μή τι φαίνηται τῶν οὐκ ἐξ αὐτοῦ κατὰ φύσιν πρὸς τὸ ἴσον ἐν θεότητι διαβαῖνον ἀξίωμα. Ἐπειδὴ δὲ ὡς ἀκαταμάχητον ἡμῖν προί̈σχονται λογισμὸν, ἕτερον εἶναι τὸν Υἱὸν λέγοντες παρὰ τὸν Πατέρα, καθάπερ εἰκόνα πρὸς ἀρχέτυπον, καὶ διὰ τῆς τοιαύτης εὑρεσιλογίας διατεμεῖν οἴονται τῆς οὐσίας αὐτὸν τοῦ γεννήσαντος· ἁλώσονται πάλιν ἀνοηταίνοντες οὐ μικρῶς, καὶ ἐπὶ μηδενὶ τὸ παράπαν διισχυρίζεσθαι μελετήσαντες, ὡσανεὶ καὶ κατ’ ἀλήθειαν δυναμένῳ τοῦθ’ ὅπερ αὐτοῖς κατὰ νοῦν ἐστιν ἐξανύειν καλῶς. τί γὰρ ὅλως ἐπὶ τούτῳ καὶ διατείνονται μάτην, ἢ πόθεν ἀπὸ μόνης τῆς κατ’ ἰδίαν ὕπαρξιν ἑτερότητος διατέμνουσι τοῦ Πατρὸς τὸν Υἱόν; οὐ γὰρ δήπου τὸ ὑπάρχειν αὐτὸν ἰδιοσυστάτως, καὶ τῆς τοῦ τεκόντος οὐσίας ἀλλότριον ἀποφαίνει.
ἔστι μὲν γὰρ ἐκ Πατρὸς ὁμολογουμένως, ὡς ἐκ τῆς οὐσίας αὐτοῦ, ἔστι δὲ αὖ πάλιν ἐν Πατρὶ διὰ τὸ ἐν αὐτῷ κατὰ φύσιν ὑπάρχειν· καὶ αὐτοῦ λέγοντος ἀκούσῃ, ποτὲ μέν Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω· ποτὲ δὲ αὖ πάλιν Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. ἀναχωρήσει μὲν γὰρ οὐκ εἰς ἰδιότητα παντελῶς καὶ ὁλοτρόπως κεχωρισμένην, διὰ τὸ ἐν μιᾷ θεότητι τὴν ἁγίαν νοεῖσθαι Τριάδα, ἀλλ’ ὢν ἐν Πατρὶ κατὰ λόγον, ἤτοι σχέσιν ἀδιάστατον τὴν ὡς ἐν ὁμοουσιότητι, καὶ ἐξ αὐτοῦ νοηθήσεται κατὰ πρόοδον ἀποῤῥήτως τὴν ἐκφαντικὴν, ἤτοι τὴν ὡς ἐν ἀπαυγάσματι. φῶς γάρ ἐστιν ἐκ φωτός. οὐκοῦν ἐν Πατρὶ καὶ ἐκ τοῦ Πατρὸς, ἀδιαστάτως τε ἅμα καὶ κεχωρισμένως, ὡς μὲν χαρακτὴρ ἐνυπάρχων, εἰκὼν δὲ ὡς πρὸς ἀρχέτυπον ἐν ἰδίᾳ νοούμενος ὑπάρξει. ποιησόμεθα δὲ οὐχ ἁπλῶς τὸν ἐπὶ τούτῳ λόγον, ἀλλ’ ἐκ παραδείγματος νομικοῦ βεβαιώσομεν πανταχόθεν τοῖς ἑτεροδόξοις τὴν ἐκ τῆς ἀληθείας ἐπιτειχίζοντες δύναμιν. Οὐκοῦν προσκομίζειν ὁ νόμος τοῖς ἐξ Ἰσραὴλ διετάξατο λύτρον τῆς οἰκείας ἕκαστον κεφαλῆς, τὸ ἥμισυ τοῦ διδράχμου. ἐν δὲ ἑνὶ στατῆρι τὸ δίδραχμον ἦν.
PG 73:493ἀλλὰ καὶ ἐν τούτῳ πάλιν αὐτὸς ἡμῖν ἐσκιαγραφεῖτο Χριστὸς, ὁ ὑπὲρ πάντων, ὡς παρὰ πάντων, λύτρον ἑαυτὸν προσαγαγὼν τῷ Θεῷ καὶ Πατρὶ, καὶ νοούμενος μὲν, ὡς ἐν μιᾷ δραχμῇ, πλὴν τῆς ἑτέρας οὐ κεχωρισμένως, διὰ τὸ ὡς ἐν νομίσματι τῷ ἑνὶ, καθάπερ ἤδη προειρήκαμεν, τὰς δύο κεῖσθαι δραχμάς. οὕτω δ’ ἂν νοοῖτο καὶ Υἱὸς πρὸς Πατέρα, καὶ Πατὴρ αὖ πάλιν ὡς πρὸς Υἱὸν, ἐν μιᾷ μὲν ἄμφω τῇ φύσει, διῃρημένως δὲ ἀνὰ μέρος ἑκάτερος, ὡς ὑπάρχων ἰδιοσυστάτως, πλὴν οὐ πάντη διακεκομμένως, οὐδὲ δίχα τοῦ ἑτέρου τὸ ἕτερον. καὶ ὥσπερ ἦσαν ἐν ἑνὶ τῷ νομίσματι δύο δραχμαὶ, τὸ ἐν ποσότητι μέτρον ἰσομοιροῦν ἀλλήλαις καὶ οὐδαμόθεν ἐλαττούμενον ἔχουσαι, οὕτω νοήσεις τὸ ἐν μηδενὶ παραλλάττον τῆς οὐσίας τοῦ Υἱοῦ πρὸς Θεὸν καὶ Πατέρα, ἢ αὖ πάλιν ἐκείνου πρὸς αὐτὸν, ὑγιᾶ τε λοιπὸν τὸν ἐφ’ ἅπασι τοῖς περὶ αὐτοῦ λαλουμένοις ἐκδέξῃ λόγον. «Εἶπον οὖν αὐτῷ Τί ποιοῦμεν, ἵνα ἐργαζώμεθα τὸ ἔργον τοῦ Θεοῦ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς.» Οὐκ ἐξ ἀγαθῆς διανοίας ἡ πεῦσις, ἀλλ’ οὐδὲ, ὥσπερ ἄν τις ὑποτοπήσαι τυχὸν, ἐκ φιλομαθείας αὐτοῖς πρόεισιν ἡ ἐρώτησις, γέγονε δὲ μᾶλλον ἐκ πολλῆς ἄγαν τῆς ἀλαζονείας ὁ λόγος.
ὥσπερ γὰρ οὐδὲν πρὸς οἷς ᾔδεσαν ἀξιοῦντες ἔτι μαθεῖν μονονουχὶ τοιοῦτόν τι φασίν Ἅλις, ὦ οὗτος, ἡμῖν τὰ διὰ Μωυσέως· ἴσμεν οὐκ ἔλαττον, ἤπερ ἐχρῆν, τὰ ἐφ’ οἷς ἂν δεήσαι συντείνεσθαι τὸν τῶν θείων ἔργων ἐπιστήμονα. τί δὲ ἄρα τὸ καινὸν ἐποίσεις αὐτὸς τοῖς κατ’ ἐκεῖνο καιροῦ διατεταγμένοις; τί δὲ διδάξεις τὸ ξένον, ὃ μὴ διὰ τῶν θείων ἡμῖν προεσημάνθη λόγων; οὐκοῦν ἐξ ἀπονοίας μᾶλλον ἤπερ ὄντως ἐκ φιλομαθοῦς προαιρέσεως ἡ ἐρώτησις. ἔχεις τι τοιοῦτο καὶ παρὰ τῷ μακαρίῳ Ματθαίῳ· νεανίας μὲν γάρ τις, οὐκ εὐποριστάτῳ κτημάτων περιουσίᾳ περιχεόμενος, ὑπαινίττετό πως εἰς τὸ χρῆναι λοιπὸν τὴν ὑπὸ Θεῷ δουλείαν εἰσέρχεσθαι. ἐπειδὴ δὲ ἧκεν εἰς τὸν Ἰησοῦν, σπουδαίως ἀνεπυνθάνετο, τί χρὴ δρᾶν αὐτὸν, ἵνα καὶ τῆς αἰωνίου ζωῆς εὑρίσκοιτο κληρονόμος. πρὸς αὐτὸν δὲ ὁ Κύριος Τὰς ἐντολάς που πάντως οἶσθα, φησὶν, οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐκ ἐπιορκήσεις, καὶ ὅσα τούτοις συνήρμοσται. ἀλλ’ ὡς τούτων οὐδενὸς ἐκεῖνος ἔτι δεόμενος, ἢ καὶ μαθημάτων ἐξήγησιν πολὺ τῆς ἐνούσης ἕξεως ὑστερίζουσαν οὐ καταδεχόμενος Ταῦτα, φησὶ, πάντα ἐκ νεότητός μου τετήρηκα· τί δὲ ἔτι ὑστερῶ;
ὅπερ οὖν ἐκεῖνος ἀμαθίᾳ συζεύξας τὴν ὑπεροψίαν τό Τί ἔτι φησὶν ὑστερῶ, τοῦτο καὶ οὗτοι διὰ πολλὴν ἄγαν ἀλαζονείαν τε ὁμοῦ καὶ δοκησισοφίαν λέγουσι Τί ποιοῦμεν ἵνα ἐργαζώμεθα τὸ ἔργον τοῦ Θεοῦ; Ἀγαθὸν οὖν ἄρα τὸ μέτριον φρόνημα, καὶ ψυχῆς ἔργον εὐγενοῦς, τὸ τοῖς διδάσκουσιν ἐπιτρέπειν τὸ λυσιτελὲς ἐξεπίστασθαι μᾶλλον, παραχωρεῖν τε οὕτω μαθήμασιν, ἐνεστιᾶν οἷσπερ ἂν ἔχειν οἴωνται καλῶς, ἅτε δὴ καὶ τὸ μεῖζον ἔχουσιν ἐν γνώσει. πῶς γὰρ ἂν ὅλως καὶ ἐν διδασκάλου παραληφθήσονται τάξει, μὴ οὐχὶ πάντως ἑλόντες τὸ ἐν συνέσει πλεονεκτοῦν ἢ ὥσπερ ἂν ἔχοι τῶν παιδευομένων ὁ νοῦς, ὅτε καὶ εἰς τὸ ἐκείνων μέτρον καταλήξει μόλις αὐτοῖς ἡ εἰς τὸ μεῖζον ἐπίδοσις, κατά γε τὸ ὑπὸ τοῦ Σωτῆρος εἰρημένον Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, καί Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ; «Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.» Πληκτικώτατα πάλιν ὁ Κύριος, εἰ καὶ λεληθότως ἔτι καὶ ἐπεσκιασμένως ταῖς τῶν ἐρωτώντων ἀπονοίαις ἐπιπηδᾷ· οἰήσεται μὲν γάρ τις ὅσον ἧκεν εἰπεῖν εἰς ἁπλότητα λόγου, μηδὲν ἕτερον αὐτοῖς ἐπιτάττειν τὸν Ἰησοῦν, ἢ ὅτι προσήκοι πιστεύειν αὐτῷ.
PG 73:495περισκεπτόμενος δὲ τῶν εἰρημένων τὸν νοῦν, καὶ πρὸς ἕτερόν τι βαδίζουσαν θεωρήσει τὴν ἀναφοράν. καλῶς γὰρ δὴ σφόδρα ποιῶν, ταῖς τῶν ἐρωτώντων ἀπονοίαις πρέποντα τὸν ἐπὶ τούτοις διεσκευάζετο λόγον. ἐκεῖνοι μὲν γὰρ, ὡς ἅλις διὰ νόμου μανθάνοντες τῷ Θεῷ θυμῆρες ἐργάζεσθαι, ἀθετοῦσι δυσσεβῶς τοῦ Σωτῆρος ἡμῶν τὴν διδασκαλίαν Τί ποιοῦμεν, λέγοντες, ἵνα ἐργαζώμεθα τὸ ἔργον τοῦ Θεοῦ; ἀλλ’ ἔδει καὶ πολὺ τῆς Θεῷ φιλαιτάτης λατρείας ἀπεσχοινισμένους ἔτι δεικνύειν αὐτοὺς, καὶ οὐδὲν ὅλως ἐγνωκότας τῶν ἀληθῶς ἀγαθῶν, τοὺς οἵ γε τῷ γράμματι τῷ νομικῷ προσεδρεύοντες, τύπων ἁπλῶς καὶ σχημάτων μεστὸν ἔχουσι τὸν νοῦν. διά τοι τοῦτο μετὰ πολλῆς τινος τῆς ἐμφάσεως λέγει ταῖς κατὰ νόμον λατρείαις τὸν ἐκ τῆς πίστεως ἀντιδιαστέλλων καρπόν Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. τοῦτό ἐστιν, οὐχ ὅπερ ὑμεῖς ἐνομίσατε, φησὶν, εἰς μόνους ὁρῶντες τοὺς τύπους, ἀλλ’ ἴστε δὴ πάλιν, κἂν μὴ βούλησθε μαθεῖν, ὡς οὐ ταῖς παρ’ ὑμῖν βουθυσίαις ὁ νομοθέτης ἠγάσθη ποτὲ, μηλοσφαγεῖν δὲ οὐ δεῖ σε ἐθέλοντί τε καὶ ἀπαιτοῦντι τοῦτο Θεῷ·
τί δ’ ἂν εἴη λιβανωτὸς, κἂν εὐόσμοις εἰς ἀέρα περιελίττηται καπνοῖς, τί δὲ ὁ τράγος ὀνήσει, φησὶ, καὶ αἱ δυσπόριστοι τοῦ κινναμώμου προσαγωγαί; οὐ φάγεται κρέα ταύρων Θεὸς, ἀλλ’ οὐδὲ αἷμα τράγων πίεται· ἔγνω πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ’ αὐτοῦ ἐστι. μεμίσηκε δὲ καὶ ἀπεώσατο τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῇ ἐν ταῖς πανηγύρεσιν ὑμῶν, ὡς αὐτός που φησίν· ἀλλ’ οὐδὲ ἐλάλησε πρὸς τοὺς πατέρας ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν. οὐκοῦν οὐ τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἀλλ’ ἐκεῖνο μᾶλλον, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν αὐτός. καὶ γὰρ δὴ καὶ ὄντως ἀμείνων ἐστὶ τῆς νομικῆς καὶ ὡς ἐν τύπῳ λατρείας ἡ διὰ πίστεως σωτηρία, καὶ τῆς κατακρινούσης ἐντολῆς ἡ δικαιοῦσα χάρις. Ἔργον οὖν ἄρα τῇ φιλοθέῳ ψυχῇ πίστις ἡ εἰς Χριστὸν, καὶ ἀξιολογώτερον σφόδρα τὸ ἐπείγεσθαι μᾶλλον τοῖς περὶ αὐτοῦ κατασοφοῦσθαι λόγοις, ἤγουν ταῖς ἐν τύπῳ προσεδρεύειν σκιαῖς. ἀποθαυμάσεις δὲ πάλιν κἀκεῖνο πρὸς τούτοις· ἔχων γὰρ ἐν ἔθει Χριστὸς λόγον ποιεῖσθαι μηδένα τῶν διερωτώντων πειραστικῶς, αὐτὸ πρὸς τὸ παρὸν οἰκονομικῶς ἀποκρίνεται· εἰ καὶ ᾔδει πάλιν ὠφεληθησομένους οὐδέν· εἰς κατάκριμα αὐτοῖς·
PG 73:497ὥσπερ οὖν καὶ ἐν ἑτέροις φησίν Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νυνὶ δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. «Εἶπον οὖν αὐτῷ Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.» Ἐκκαλύπτεται κατὰ βραχὺ τῶν Ἰουδαίων ἡ γνώμη, καίτοι λανθάνουσά πως καὶ ἐν ἀφανεστέροις ἔτι κατακεχωσμένη τοῖς λογισμοῖς· ἔφασκον μὲν γὰρ ἐξ ἀπονοίας Τί ποιῶμεν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ, ἅτε δὴ, καθάπερ ἤδη προείπομεν, ἐξαρκοῦσαν ἔχοντες τὴν διὰ Μωυσέως ἐντολὴν, εἰς τὸ δύνασθαι πρὸς πᾶσαν αὐτοὺς ἀπευθῦναι σοφίαν, δι’ ἧς ἂν εἰδεῖεν τὸ εὐάρεστον ἐπιτελεῖν τῷ Θεῷ· ἀλλ’ ἠγνοεῖτό πως καίτοι τοιοῦτος ὢν ἐν αὐτοῖς ὁ σκοπὸς, ἀπογυμνοῦται δὲ νυνὶ καὶ κατὰ βραχὺ πρόεισιν εἰς τὸ ἐμφανέστερον· Οὐ γάρ ἐστι κρυπτὸν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ὃ οὐ φανερωθήσεται. τί τοίνυν ἤδη, φασὶ, τί ποιεῖς σὺ σημεῖον; τετίμηται, φησὶ, καὶ λίαν εἰκότως ὁ μακάριος Μωυσῆς, παρεδέχθη πρὸς μεσιτείαν Θεοῦ καὶ ἀνθρώπων. καὶ γὰρ δὴ καὶ ἀρκοῦν ἔδωκε σημεῖον·
ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα πάντες οἱ σὺν αὐτῷ. σὺ δὲ δὴ λοιπὸν, ἐπείπερ εἰς τόπον ἡμῖν εἰσέρχῃ τὸν ἐκείνου μείζονα, καὶ τοῖς πάλαι διωρισμένοις ἐπιδιατάττειν οὐ παραιτῇ, ποίοις ἡμᾶς πιστώσεις σημείοις, ἢ τί δεικνύων τῶν ὅσα θαυμάζεσθαι πρέπει καινοτέρων ἡμῖν παιδευμάτων εἰστρέχεις εἰσηγητής; ἀληθὴς δὲ διὰ τούτων καὶ αὐτὸς ὁ τοῦ Σωτῆρος ἡμῶν ἀναδείκνυται λόγος· ὅτι γὰρ ᾤοντο χρῆναι ζητεῖν, οὐχ ἵνα θαυμάζωσιν αὐτὸν, ἐφ’ οἷς ἄν τι δράσαι θεοπρεπῶς, ἀλλ’ ἐπείπερ ἔφαγον ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθησαν, ἐξ ὧν ἤδη φασὶν καὶ ἐλέγχονται. σημεῖον γὰρ ἀπαιτοῦσιν αὐτὸν, οὐχ ἁπλῶς τὸ τυχὸν, ἀλλ’ ὅπερ ὡς ᾤοντο πεποίηκε Μωυσῆς, οὐκ εἰς μίαν ἡμέραν, ἀλλ’ ἐν ὅλοις τοῖς ἔτεσι τεσσαράκοντα τὸν ἐξ Αἰγύπτου λαὸν διαθρέψας κατὰ τὴν ἔρημον, διὰ τῆς τοῦ μάννα χορηγίας. παντελῶς γὰρ, ὡς φαίνεται, τῶν ἐν τῇ θείᾳ γραφῇ μυστηρίων εἰδότες οὐδὲν, οὐ τῇ θείᾳ τοῦτο πεποιηκότος δυνάμει τὴν ἐπ’ ἐκείνῳ θαυματουργίαν ἀνακεῖσθαι πρέπειν διελογίζοντο, ἀνοήτως δὲ σφόδρα τὴν Μωυσέως ἐπ’ αὐτῷ καταστέφουσι κεφαλήν.
αἰτοῦσι τοιγαροῦν τὸ ἴσον ἐκείνῳ παρὰ Χριστοῦ σημεῖον, οὐδὲν ὅλως τὸ θαῦμα διδόντες τῷ πρὸς ἡμέραν αὐτοῖς ἐπιδειχθέντι σημείῳ, καὶ εἰ μέγα τυχὸν εὑρίσκοιτο, χρῆναι δὲ καὶ εἰς μακρὸν ἐκτείνεσθαι χρόνον τῆς τροφῆς τὴν ἐπίδοσιν. οὕτω γὰρ ἂν, καὶ μόλις δυσωπήσειν αὐτοὺς εἰς τὸ κατανεύειν καὶ συμψηφίζεσθαι λοιπὸν ἀξιολογωτάτην εἶναι τοῦ Σωτῆρος τὴν δύναμιν, εὐπαράδεκτόν τε διὰ τούτου τὴν διδασκαλίαν. πρόδηλον οὖν ἐστι, καὶ εἰ μὴ σφόδρα φασὶν ἐναργῶς, ὅτι σημείων μὲν ἀλογοῦσι παντελῶς, προφάσει δὲ τοῦ θαυμάζειν ἐθέλειν αὐτὰ, τὴν ἀκάθαρτον τῆς γαστρὸς ἡδονὴν θεραπεύειν ἐπείγονται. ΚΕΦΑΛΗ 2. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι’ αὐτοῦ χαρισμάτων πνευματικῶν. «Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ.» ΠΛΗΚΤΙΚΩΤΑΤΑ καὶ νῦν ὁ Σωτὴρ ἀσυνέτους ὄντας ἐλέγχει, καὶ πολὺ λίαν ἠγνοηκότας τὰ ἐν τοῖς Μωυσαϊκοῖς συγγράμμασι.
PG 73:499χρῆν γὰρ δήπου λίαν αὐτοὺς ἐξεπίστασθαι σαφῶς, ὅτι διηκόνει μὲν ὁ Μωυσῆς τὰ παρὰ τοῦ Θεοῦ πρὸς τὸν λαὸν, καὶ αὖ πάλιν τὰ ἐξ υἱῶν Ἰσραὴλ πρὸς Θεὸν, καὶ αὐτουργὸς μὲν αὐτὸς ἐπ’ οὐδενὶ τῶν θαυμάτων ὑπῆρχεν, ὑπηρέτης δὲ μᾶλλον καὶ ὑπουργὸς ὧν ἂν βούλοιτο δρᾶν ἐπ’ ὠφελείᾳ τῶν ἐκ δουλείας ἀνακεκλημένων ὁ πάντων αὐτοῖς τῶν ἀγαθῶν χορηγός. ὅπερ οὖν ἦν ἐν ὑπονοίᾳ δυσσεβεῖ παρ’ ἐκείνοις, τοῦτο καὶ μάλα γοργῶς ὑποτέμνεται Χριστός. τὸ γὰρ δὴ τὰ μόνῃ πρέποντά τε καὶ χρεωστούμενα τῇ θείᾳ φύσει, ταῖς ἀνθρώπων ἀνατιθέναι τιμαῖς, καὶ οὐχὶ μᾶλλον αὐτῇ, πῶς οὖν οὐκ ἂν εἴη λοιπὸν μωρίας τε ὁμοῦ καὶ δυσσεβείας ἀνάπλεων; ἀποστήσας δὲ λοιπὸν τὸν ἱεροφάντην Μωυσέα τοῦ θαύματος, καὶ τῆς ἐκείνου χειρὸς ὑπεξελὼν τὸ παράδοξον, δῆλος ἂν εἴη δήπουθεν ἑαυτῷ μᾶλλον ἀνατιθεὶς μετὰ Πατρὸς τὴν δόξαν, εἰ καὶ παραιτοῖτο λέγειν ἐναργέστερον, διὰ τὴν τῶν ἀκροωμένων ἀπαιδευσίαν.
ἦν γὰρ δὴ καὶ ὄντως ἐλπίδος οὐ μακρὰν, ἅτε δὴ Μωυσέως διὰ τῶν τοιούτων ἐξυβρισμένου ῥημάτων, ἀποταυροῦσθαι πάλιν αὐτοὺς, καὶ εἰς ἀκράτους ὀργὰς ἀνακαίεσθαι, τὸ μὲν ἀληθὲς ὅπως ἂν ἔχοι διερευνῶντας οὐδαμῶς, οὐδὲ τὴν τοῦ λαλοῦντος ἀξίαν ἐπιγινώσκοντας, ἐπὶ δὲ μόνον ἀπερισκέπτως ἰόντας τὸ χρῆναι τιμᾶσθαι Μωυσέα, καὶ οὐκ εὐλόγως τυχὸν, ὅτε καὶ πρός τι τὸ ὑπερτεροῦν συγκρίνοιτο. Μανθάνωμεν τοίνυν, εὐκρινέστερόν τε καὶ λογικώτερον, τὴν εἰς τοὺς ἁγίους ἡμῶν πατέρας ἐπιτηδεύειν εὐλάβειαν, καὶ ἀποδιδόναι κατὰ τὸ γεγραμμένον, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν. ἀδικήσομεν γὰρ οὐδαμῶς, τὸ ἑκάστῳ πρέπον ἀναλόγως προσάπτοντες, ἐπεὶ καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται· ὅταν δὲ δή τις λόγος εἰσέρχηται περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τότε καὶ λέγειν ἡμᾶς ἀναγκαῖον Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ἢ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; «Ἀλλ’ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» Ἔδει μὴ μόνον ἀποστῆσαι Μωυσέα τῆς θεοπρεποῦς ἐξουσίας, κατά γε τὴν ἐνοῦσαν ἐν ἐκείνοις διάληψιν, καὶ τῆς ἐπ’ ἐκείνῳ θαυματουργίας ὑπηρέτην ἀναδεῖξαι μᾶλλον ἢ χορηγὸν, ἀλλ’ ἤδη καὶ αὐτὸ καίτοι παραδόξως γεγενημένον κατασμικρύνειν τὸ θαῦμα, καὶ ἀντιπαραθέσει τῇ πρὸς τὸ μεῖζον ἐπιδεικνύειν ὑπάρχον ὅλως οὐδέν. δέχου γάρ μοι πάλιν τοιοῦτόν τι βοῶντα Χριστόν Ἐν μικροῖς, ὦ οὗτοι, καὶ εὐτελεστάτοις τὰ μεγάλα λογίζεσθε, καὶ τὴν τοῦ πάντων Δεσπότου φιλοτιμίαν ἐν ὀλίγοις κομιδῆ διωρίσασθε μέτροις. ἀμαθαίνοντες γὰρ οὐ κατά τι βραχὺ τὸ μάννα λογίζεσθε τὸν ἄρτον εἶναι τὸν ἐξ οὐρανοῦ, καίτοι μόνον ἐν ἐρήμῳ τὸ τῶν Ἰουδαίων ἀποθρέψαν γένος, ἀναριθμήτων ὄντων ἑτέρων, τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν· καὶ συνεσταλμένην οὕτω τὴν φιλανθρωπίαν ἐλογίσασθε θέλειν ἐπιδεῖξαι Θεὸν, ὡς ἑνὶ καὶ μόνῳ λαῷ χορηγῆσαι τροφάς· τύποι μὲν γὰρ ἐκεῖνα τῶν γενικωτέρων, καὶ τῆς καθόλου φιλοτιμίας εἰς τὸ κατὰ μέρος ἐπίδειξις ἦν, ὡς ἐν ἀῤῥαβῶνι τοῖς προειληφόσιν.
PG 73:501ἀλλ’ ὅτε τῆς ἀληθείας ἐπὶ θύραις ἡμῖν ὁ καιρὸς, ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, ὃς διὰ τῆς τοῦ μάννα χορηγίας τοῖς ἀρχαιοτέροις ὡς ἐν σκιαῖς κατεγράφετο. μὴ γὰρ δή τις οἰέσθω, φησὶ, κατ’ ἀλήθειαν ἐκεῖνον εἶναι τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, κατανευέτω δὲ μᾶλλον ἐκείνῳ τὴν ψῆφον, ᾧπερ ἂν φαίνοιτο προσὸν τὸ πᾶσαν ἀποτρέφειν δύνασθαι τὴν οἰκουμένην, καὶ ὅλως χαρίζεσθαι τῷ κόσμῳ τὴν ζωήν. Καταιτιᾶται τοίνυν τοῖς ἐν τύπῳ γεγενημένοις προσπεπηγότα τὸν Ἰουδαῖον, καὶ τὸ ἐκ τῆς ἀληθείας κάλλος ἀναζητεῖν παραιτούμενον. ἦν γὰρ οὐκ ἐκεῖνο τὸ μάννα κυρίως, ἀλλ’ ἢ αὐτὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ἐκ τῆς οὐσίας ἐρχόμενος τοῦ Πατρὸς, ἐπείπερ ἐστὶ κατὰ φύσιν ζωὴ, τὰ πάντα ζωογονῶν. ἐπειδὴ γὰρ ἐκ ζῶντος ἀνέφυ Πατρὸς, ζωὴ καὶ αὐτὸς κατὰ φύσιν ἐστὶ, καὶ ἐπείπερ ἔργον τῇ κατὰ φύσιν ζωῇ τὸ ζωοποιεῖν, ζωοποιεῖ τὰ πάντα Χριστός. ὅπερ γὰρ ἄρτος ἡμῖν ὁ ἐκ γῆς εὑρίσκεται, τὴν ἀσθενῆ τῆς σαρκὸς φύσιν οὐκ ἐῶν καταφθείρεσθαι· τοῦτο καὶ αὐτὸς διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας τὸ πνεῦμα ζωοποιῶν, καὶ οὐ μέχρι τούτων, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα συνέχων εἰς ἀφθαρσίαν.
Ἐπειδὴ δὲ ἅπαξ ἡμῖν εἰς τὸν ἐπὶ τῷ μάννα λόγον ἐκτρέχει τὰ θεωρήματα, τὸ λυποῦν κατά γε τὸ εἰκὸς οὐδὲν, καὶ ἐπ’ αὐτῷ τι βραχὺ κατασκεψαμένους εἰπεῖν, ἐξ αὐτῶν παραθέντας τῶν Μωυσαϊκῶν βιβλίων ἀνὰ μέρος τὰ ἐπ’ αὐτῷ γεγραμμένα· οὕτω γὰρ ἂν καὶ εὐκρινεστάτην ποιησάμενοι τοῦ λόγου τὴν παράθεσιν, ἕκαστα τῶν ἐπ’ αὐτῷ νοουμένων ὀρθῶς διοψόμεθα. ἐπιδείξομεν δὲ διὰ πάντων, ὅτι τὸ μάννα τὸ ἀληθινὸν αὐτός ἐστιν ὁ Χριστὸς, ὡς ἐν τύπῳ τῷ μάννα χορηγεῖσθαι τοῖς ἀρχαιοτέροις νοούμενος παρὰ τοῦ Θεοῦ καὶ Πατρός. ἔχει δὲ οὕτως ἡ τῶν λογίων ἀρχή Τῇ τε πεντεκαιδεκάτῃ ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου, διεγόγγυζε πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν, καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ἰσραήλ Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονὴν, ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ. τὰ μὲν οὖν ἐκ τῆς ἱστορίας διαφανῆ καὶ λίαν εὐσύνοπτα, καὶ οὐδενὸς οἶμαι προσδεόμενα λόγου τοῦ τὴν πρόχειρον βασανίζοντος γνῶσιν·
ἐροῦμεν δὲ πάλιν εἰς μόνον ὁρῶντες τὸ πνευματικόν. οὐκοῦν ἔτι τὴν Αἰγυπτίων ἔχοντες χώραν οἱ ἐξ Ἰσραὴλ, διὰ θείου προστάγματος τὴν ἐπὶ Χριστῷ τυπικῶς ἐπετέλουν ἑορτὴν, καὶ τῆς τοῦ προβάτου θοίνης ἁψάμενοι, μόλις οὕτω τῆς τοῦ Φαραῶ τυραννίδος τὴν πλεονεξίαν ἐξέβησαν, καὶ τὸν τῆς δουλείας ἀφόρητον ἀπεσείοντο ζυγόν· εἶτα πρὸς τούτῳ παραδόξως τὴν ἐρυθρὰν διαπεραιωσάμενοι θάλασσαν ἐν ἐρήμῳ γεγόνασι· καὶ δὴ καὶ ἐν αὐτῇ λιμώττοντες κρεωφαγεῖν ἐπεθύμουν, καὶ εἰς τὴν συνήθη τῶν ἄρτων ἐπιθυμίαν ὑπεσύροντο· ἐγόγγυζόν τε οὕτω κατὰ Μωυσέως καὶ εἰς μετάγνωσιν τῆς παρὰ Θεοῦ δωρεᾶς καταπίπτουσι, δέον ἐπὶ τούτοις οὐ μετρίως εὐχαριστεῖν.
PG 73:503Αἴγυπτος τοίνυν σκοτασμὸς ἂν εἴη, καὶ νοηθήσεταί πως εἰς τὴν τοῦ παρόντος αἰῶνος κατάστασιν καὶ εἰς ἕξιν τὴν κοσμικὴν, ἣν ὥσπερ τινὰ χώραν ἐπιγραψάμενοι, πικρὰν ὑπομένομεν ἐν αὐτῇ τὴν θητείαν, ἐργαζόμενοι μὲν τὸ παράπαν οὐδὲν τῷ Θεῷ, μόνῳ δὲ τῷ διαβόλῳ τελοῦντες τὰ θυμηρέστατα, καὶ καθάπερ εἰς πηλὸν ἢ δυσώδη βόρβορον, τὰς τῆς ἀκαθάρτου σαρκὸς καταπηδῶντες ἡδονὰς, ἄμισθόν τε καὶ ἀνόνητον τληπαθοῦντες πόνον, καὶ οὐκ ἀταλαίπωρον, ἵν’ οὕτως εἴπω, τὴν φιληδονίαν ἐπιτηδεύοντες. Ἀλλ’ ὅταν ἡμῖν ὁ τοῦ Θεοῦ νόμος κατὰ νοῦν προσλαλῇ, καὶ πικρὰν ἤδη βλέπωμεν τὴν ἐν τούτοις δουλείαν, τότε δὴ τότε τὴν ἐξ ἁπάσης φαυλότητος ἀποδημίαν διψήσαντες, ὥσπερ εἰς τὴν τῆς ἐλευθερίας ἀρχὴν καὶ θύραν ἐπ’ αὐτὸν ἐρχόμεθα τὸν Χριστὸν, καὶ τὴν δι’ αἵματος τοῦ τιμίου λοιπὸν ἀσφάλειάν τε καὶ χάριν ἐφοδιαζόμενοι, καθάπερ τινὰ θάλασσαν ταραχώδη καὶ συγκεχυμένην, τὰς ἐν τῷδε τῷ βίῳ περιστάσεις ἀφέντες σαρκικὰς, ἔξω τε παντὸς θορύβου γεγονότες κοσμικοῦ, πρὸς ἕξιν ἤδη τὴν ἀϋλοτέραν καὶ καθαρωτέραν ἐρχόμεθα, οἷάπερ εἰς ἔρημον καταλύοντες χῶρον.
ἐπειδὴ δὲ οὐκ ἀγύμναστος εἰς ἀρετὴν ὁ διὰ νόμου πρὸς αὐτὴν παιδαγωγούμενος, ὅταν ἐν τούτοις ἤδη γεγόνοτες εὑρισκώμεθα, τότε τοῖς δοκιμάζουσι περιπίπτοντες πειρασμοῖς, ὑπομνήσει τῇ τῶν σαρκικῶν ἐπιθυμιῶν ἔσθ’ ὅτε καταδακνόμεθα, εἶτα πολὺ λίαν ἡμᾶς καταπυρούσης τῆς ἐπιθυμίας, καταβοῶμεν ἐξ ἀκηδίας πολλάκις, καίτοι πρὸς ἐλευθερίαν ἀνακεκληκότος ἡμᾶς τοῦ θείου νόμου, ἐν λιμῷ δὲ ὥσπερ γεγονότες τῶν ἀρχαιοτέρων καὶ κατειθισμένων ἡμῖν ἡδονῶν, καὶ πρὸς πόνους ἤδη τοὺς ἐπὶ ταῖς ἐγκρατείαις ὀλιγωρήσαντες, οὐκέτι φαύλην ὁρῶμεν τὴν ἐν κόσμῳ δουλείαν. καὶ γὰρ ὄντως ἱκανὸν τὸ ἐν τῇ σαρκὶ θέλημα πρὸς ἅπασαν ὀλιγοψυχίαν τὴν ἐπ’ ἀγαθοῖς ἑλκῦσαι τὸν νοῦν. Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ. ἔχεις ἤδη καὶ μάλα σαφῶς ἐν τούτοις ὁρᾶν τὸ ἐν ψαλμοῖς μελῳδούμενον Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος· ἀλλ’ ἔστιν, οἶμαι, πᾶσι διαφανὲς, ὅτι τῶν ἐν τοῖς οὐρανοῖς δυνάμεων λογικῶν, οὐχ ἕτερος ἂν νοοῖτο καὶ ἄρτος καὶ τροφὴ παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Μονογενῆ.
αὐτὸς οὖν ἄρα τὸ μάννα τὸ ἀληθὲς, ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ, ὁ πάσῃ κτίσει λογικῇ παρὰ Θεοῦ Πατρὸς χορηγούμενος. εἰς δέ γε τῶν προκειμένων τὴν τάξιν εἰσβαίνοντες, ἐκεῖνό φαμεν Κατανόησον ὅπως ἡ θεία τε καὶ ἄνωθεν χάρις, καὶ νοσοῦσαν ἔσθ’ ὅτε τὰ συνήθη, τὴν ἀνθρώπου φύσιν ἀνθέλκει πρὸς ἑαυτὴν καὶ ἀνασώζει ποικίλως. κατωθεῖ μὲν γὰρ λίθου δίκην ἐπιπίπτον τῷ νῷ τὸ φρόνημα τῆς σαρκὸς, καὶ πρὸς τὸ ἴδιον θέλημα τυραννικῶς ἐκβιάζεται, ἀντιπεριάγει δὲ πάλιν ἡμᾶς ὁ Χριστὸς, καθάπερ τινὶ χαλινῷ, πρὸς τὴν τῶν ἀμεινόνων ἐπιθυμίαν, καὶ εἰς ἕξιν ἀνακομίζει τοὺς νενοσηκότας τὴν φιλόθεον. ἰδοὺ γὰρ ἰδοὺ τοῖς κατολισθαίνουσιν εἰς σωματικὰς ἡδονὰς, τὰς ἐξ οὐρανῶν χορηγήσειν ὑπισχνεῖται τροφὰς, τὴν διὰ τοῦ Πνεύματος παράκλησιν δηλονότι, τὸ μάννα τὸ νοητόν. διὰ γάρτοι τούτου πρὸς πᾶσαν ὑπομονὴν καὶ ἀνδρείαν διακρατούμεθα, καὶ τὸ μὴ πίπτειν ἐξ ἀσθενείας ἐφ’ ἃ μὴ προσῆκεν ἀποκερδαίνομεν. ἐστήριζε τοίνυν ἡμᾶς εἰς εὐσέβειαν καὶ πάλαι τὸ μάννα τὸ νοητὸν, τουτέστι Χριστός.
PG 73:505ἐπειδὴ δὲ ἅπαξ διὰ τὴν χρείαν, ὡς ἐν ἐκβάσει τοῦ λόγου γεγόναμεν, οὐκ ἀζήτητον αὐτὸν οἶμαι πρέπειν ἐᾶν, ἐπείπερ ἔχει πολὺ τὸ τελοῦν εἰς ὄνησιν. Οὐκοῦν ἐρεῖ τις εὐλόγως Ὅτου δὴ χάριν ὁ φιλάνθρωπός τε καὶ φιλάρετος οὕτω Θεὸς, δέον φθάσαι μὲν τὴν αἴτησιν, ὑστερίζει περὶ τὴν ὑπόσχεσιν· κολάζει γεμὴν οὐδαμῶς τοὺς οὕτω διεστραμμένους τὴν ἕξιν, καίτοι κολάσας ἐν τοῖς ἐφεξῆς, ὅτε τὴν ἴσην νοσοῦντες ἐπιθυμίαν, καὶ ἄρτους εἰς πλησμονὴν καὶ κρεῶν ἐφαντάζοντο λέβητας, καὶ δυσωδεστάτων κρομμύων εἰσεδέχοντο πόθον. ἐν γὰρ τοῖς ἀριθμοῖς εὑρήσομεν ὅτι καὶ τετιμώρηνταί τινες, καὶ Μνήματα τῆς ἐπιθυμίας ὁ χῶρος ἐκλήθη, ἐν ᾧπερ ἐστρατοπέδευον τότε. Ἐκεῖ γὰρ ἔθαψαν, φησὶ, τὸν λαὸν τὸν ἐπιθυμητήν. οὐκοῦν πρὸς μὲν τὸ πρῶτον ἐροῦμεν, ὅτι δὴ πάντως ἐχρῆν περιμεῖναι τὰς ἐπιθυμίας, οὕτω τε λοιπὸν εὐκαίρως ἀναδείκνυσθαι χορηγόν· χαριεστάτη γάρ πως ἐστὶ τοῖς εὖ παθοῦσιν ἡ δόσις, ὅταν αὐτῆς τινες προαναφαίνωνται καὶ προβαδίζωσιν ἡδοναὶ, διψῆν ἀναπείθουσαι τὸ οὔπω παρόν· αἰσθήσεως δὲ τῆς χαριεστέρας ἀμοιρήσειεν ἂν ἡ τοῦ ἀνθρώπου ψυχὴ, μὴ ταῖς εἰς τὸ εὖ παθεῖν ἡδοναῖς προσυντεινομένη καὶ κάμνουσα.
ἀλλ’ ἴσως αἴτησιν μὲν οὐδαμῶς γεγενῆσθαι, τὴν ὡς παρ’ ἐκείνων ἐρεῖς, γογγυσμὸν δὲ μᾶλλον καὶ μετάγνωσιν καὶ καταβοήν· τοῦτο γὰρ ἦν ὄντως καὶ ἀληθέστερον εἰπεῖν. πρὸς δὴ καὶ τοῦτό φαμεν, ὅτι πρέποι μὲν ἂν τοῖς μὲν τελείοις τὴν ἕξιν, ἡ δι’ ἐντεύξεως αἴτησις· ἰσομοιρήσει δέ πως αὐτῇ καὶ ὁ τῶν ἀσθενεστέρων ἐξ ἀκηδίας, ἢ ὅπως ἂν γένοιτο, γογγυσμός· χαλεπαίνει δὲ οὐ πάντως φιλάνθρωπος ὢν ὁ πάντων Σωτήρ. ὅνπερ γὰρ τρόπον τοῖς ἔτι κομιδῇ νηπίοις ὁ κλαυθμὸς ἔσθ’ ὅτε συντελεῖ πρὸς αἴτησιν τῶν χρησίμων αὐτοῖς, καὶ καλεῖται πρὸς ἔρευναν ἡ τεκοῦσα διὰ τούτου πολλάκις τῶν ἐν ἡδοναῖς τῷ βρέφει, οὕτω τοῖς ἔτι νηπίοις καὶ βεβηκόσιν οὔπω πρὸς σύνεσιν, ὁ ἐξ ἀκηδίας, ἵν’ οὕτως εἴπω, κλαυθμὸς αἰτήσεως ἔχει δύναμιν τὴν ὡς πρὸς Θεόν. κολάζει δὲ οὐκ ἐν ἀρχῇ, καίτοι καὶ ταῖς γηί̈ναις ἐπιθυμίαις ἡττωμένους ὁρῶν, ἀλλ’ ἐν μέσοις ἤδη τοῖς χρόνοις, δι’ αἰτίαν τοιαύτην, ὥς γε μοι φαίνεται. οὔπω μὲν γὰρ τὸ μάννα λαβόντες οἱ νεωστὶ τῆς Αἰγυπτίων ἀποδημήσαντες, οὐδὲ τὸν ἄρτον ἔχοντες τὸν ἐξ οὐρανοῦ, τὸν στηρίζοντα καρδίαν ἀνθρώπου, καταπίπτουσιν εἰκότως εἰς ἐπιθυμίας σαρκικὰς, διάτοι τοῦτο καὶ συγγινώσκονται·
PG 73:507οἱ δὲ ἤδη τοῦ Κυρίου κατατρυφήσαντες, καθὰ γέγραπται, τῶν πνευματικῶν ἀγαθῶν τὰ σαρκικὰ προτιμήσαντες, δικαιοτάτην ἤδη τὴν δίκην ὑπέχουσι, καὶ προσέτι τῷ παθεῖν ἐπίσημον τῆς συμφορᾶς τὴν μνήμην ἀποκληρώσονται. μνήματα γὰρ τῆς ἐπιθυμίας ὄνομα κεῖται τῷ τῆς κολάσεως τόπῳ. Καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσι τὸ τῆς ἡμέρας εἰς ἡμέραν. εἰς τύπον τοῦ μάννα τοῦ νοητοῦ τὸ αἰσθητὸν λογιούμεθα. καὶ τὸ μὲν μάννα τὸ νοητὸν αὐτὸν ἡμῖν κατασημαίνει τὸν Χριστὸν, τὴν δέ γε παχυτέραν τοῦ νόμου παίδευσιν τὸ αἰσθητὸν ὑπαινίττεται. ἐφήμερος οὖν εὐλόγως ἡ συγκομιδὴ, καὶ ἀποκωλύει τηρεῖν ὁ νομοθέτης εἰς τὴν αὔριον, ὡς δι’ αἰνιγμάτων τοῖς ἀρχαιοτέροις ὑποδηλῶν, ὅτι τοῦ σωτηρίου λοιπὸν ἀναλάμψαντος χρόνου, καθ’ ὃν ἐν κόσμῳ μετὰ σαρκὸς πέφηνεν ὁ Μονογενὴς, καταργηθήσονται πάντως οἱ διὰ τοῦ νόμου τύποι, καὶ τὸ συλλέγειν ἔτι τροφὰς ἐκεῖθεν εἰκαῖον, αὐτῆς ἤδη παρακειμένης τῆς ἀληθείας ἡμῖν εἰς τρυφὴν καὶ ἀπόλαυσιν. Καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ὃ ἐὰν εἰσενέγκωσι, καὶ ἔσται διπλοῦν ὃ ἐὰν συναγάγωσιν.
ἐπιτήρει δὴ πάλιν, ἵνα νοῇς, ὅτι οὐκ ἐᾷ συλλέγειν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὸ μάννα τὸ αἰσθητὸν, τὸ δὲ ἤδη πορισθὲν καὶ συνειλεγμένον κατὰ τὴν πρὸ αὐτῆς ποιεῖσθαι κελεύει τροφήν. ἡ μὲν γὰρ ἑβδόμη σημαίνει τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν χρόνον, καθ’ ὃν ἐν ἁγιασμῷ σαββατίζομεν, τῶν τῆς ἁμαρτίας ἔργων ἀποπαυσάμενοι, καὶ δεχόμενοι μὲν εἰς τροφὴν, καὶ πληροφορίαν τῆς πίστεως καὶ τὴν ἤδη συγκεκοσμημένην ἐν ἡμῖν διὰ τοῦ νόμου γνῶσιν, οὐ μὴν ὡς ἐξ ἀνάγκης ἔτι συλλέγοντες, λαμπροτέρας ἤδη παρακειμένης τροφῆς, καὶ τὸν ἄρτον ἔχοντες τὸν ἐξ οὐρανοῦ. ἐν διπλῷ δὲ τῷ μέτρῳ πρὸ τῆς ἁγίας ἑβδόμης τὸ μάννα συλλέγεται· καί μοι πάλιν νοήσεις ἐντεῦθεν, ὅτι κατακλειομένου τοῦ νόμου πρὸς τὸ ἐν τῷ χρόνῳ τέλος, καὶ ἀρχομένης ἤδη τῆς ἁγίας ἑβδόμης, τουτέστι τῆς ἐπιδημίας Χριστοῦ, ἐν διπλῷ τρόπον τινὰ τῷ μέτρῳ γενήσεται τῶν οὐρανίων ἀγαθῶν ἡ εὕρεσις, καὶ διττή τις ἡ χάρις, πρὸς τοῖς ἐκ νόμου χρησίμοις καὶ τὴν εὐαγγελικὴν εἰσάγουσα παίδευσιν.
ὅπερ ἂν καὶ αὐτὸς νοοῖτο διδάσκων ὁ Κύριος, ὅτε φησί που καθάπερ ἐν εἴδει παραβολῆς Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ νέα καὶ παλαιά· παλαιὰ μὲν τὰ ἐκ τοῦ νόμου, νέα δὲ τὰ διὰ Χριστοῦ. Καὶ εἶπε Μωυσῆς καὶ Ἀαρὼν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ Ἑσπέρας γνώσεσθε ὅτι Κύριος ἐξήγαγεν ὑμᾶς ἐξ Αἰγύπτου, τὸ πρωὶ̈ ὄψεσθε τὴν δόξαν Κυρίου ἐν τῷ διδόναι Κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωὶ̈ εἰς πλησμονήν. ἐπαγγέλλεται τοῖς ἐξ Ἰσραὴλ ὁ Μωυσῆς χορηγηθήσεσθαι μὲν παρὰ Θεοῦ τὴν ὀρτυγομήτραν τὸ πρὸς ἑσπέραν, ἐπιγνώσεσθαι δὲ διισχυρίζεται διὰ τούτου σαφῶς, ὅτι Κύριος ἀνήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου· πρωὶ̈ γεμὴν διαῤῥήδην ὄψεσθε, φησὶ, τὴν δόξαν Κυρίου, ἐν τῷ λαβεῖν ἄρτους εἰς πλησμονήν. καί μοι πάλιν τὴν ἐφ’ ἑκάστῳ τῶν εἰρημένων ἐννόει διαφοράν· ἡ μὲν γὰρ ὀρτυγομήτρα σημαίνει πως τὸν νόμον· χθαμαλοπετὲς γὰρ ὄντως ἀεὶ καὶ περὶ γῆν τὸ στρουθίον·
PG 73:509οὕτω δ’ ἂν ἴδοις καὶ τοὺς διὰ νόμου παιδαγωγουμένους εἰς χθαμαλωτέραν διὰ τύπων θεοσέβειαν, ὅσον δὲ ἧκεν εἰς θυσίας φημὶ καὶ περιῤῥαντήρια καὶ καθάρσεις Ἰουδαϊκάς· ὀλίγον γὰρ οὗτοι τῆς γῆς ἀνοχλίζονταί πως, καὶ ἀναβαίνειν δοκοῦσιν αὐτῆς, εἰσὶ δ’ οὖν ὅμως ἐν αὐτῇ καὶ περὶ αὐτήν· οὐ γὰρ ἐν νόμῳ τὸ τελείως ἀγαθὸν καὶ ὑψηλὸν εἰς σύνεσιν. χορηγεῖται γεμὴν ἐν ἑσπέρᾳ· ἤτοι τὸ ἐν τῷ γράμματι σκοτεινὸν τοῦ λόγου πάλιν ἡμῖν διὰ τῆς ἑσπέρας σημαίνοντος, ἢ τὴν ἀφεγγῆ τοῦ κόσμου κατάστασιν, οὔπω τὸ φῶς ἔχοντος τὸ ἀληθινὸν, τουτέστι Χριστὸν, ὃς ἐνανθρωπήσας φησίν Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα. γνώσεσθαι δὲ λέγει τοὺς υἱοὺς Ἰσραὴλ, ὅτι Κύριος αὐτοὺς ἀνήγαγεν ἐξ Αἰγύπτου· γνῶσις γὰρ μόνη τῆς καθόλου διὰ Χριστοῦ σωτηρίας ἐν τοῖς Μωυσαϊκοῖς ὁρᾶται συγγράμμασιν, οὔπω παρούσης αὐτοπροσώπως τῆς χάριτος. αὐτὸ γὰρ δὴ τοῦτο καὶ ὑπεδήλου προστιθείς Τὸ πρωὶ̈ ὄψεσθε τὴν δόξαν Κυρίου ἐν τῷ διδόναι ὑμῖν ἄρτους εἰς πλησμονήν.
λελυμένης γὰρ ὥσπερ ἐν τάξει νυκτὸς τῆς νομικῆς ἀχλύος, καὶ ἡλίου τοῦ νοητοῦ πᾶσιν ἡμῖν ἀνατείλαντος, τὴν δόξαν Κυρίου παρόντος ἤδη κατοπτριζόμεθα, τὸν ἄρτον εἰς πλησμονὴν τὸν ἐξ οὐρανοῦ κομιζόμενοι, αὐτὸν δὲ ἤδη πάλιν φημὶ τὸν Χριστόν. Ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψε τὴν παρεμβολήν· τὸ πρωὶ̈ ἐγένετο δὲ καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκόν. ὅρα δὴ πάλιν τὴν τῶν νοημάτων διασκευήν· περὶ μὲν γὰρ τῆς ὀρτυγομήτρας φησὶν, ὅτι ἐκάλυψε τὴν παρεμβολὴν, περὶ δέ γε τοῦ μάννα πάλιν, ὅτι πρωὶ̈ καταβέβηκε, καταπαυομένης τῆς δρόσου, κύκλῳ τῆς παρεμβολῆς ἐπὶ πρόσωπον τῆς ἐρήμου. ἡ μὲν γὰρ διὰ νόμου παίδευσις, ἡ ἐν τύποις φημὶ καὶ σχήμασιν, ἣν τῷ τῆς ὀρτυγομήτρας εἴδει παραβεβλήκαμεν, τὴν τῶν Ἰουδαίων καλύπτει Συναγωγήν· κεῖται γὰρ, ὡς ὁ Παυλός φησι, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν, καὶ πώρωσις ἀπὸ μέρους. ἐπὰν μέντοι γένηται πρωὶ̈, τουτέστιν ἀνίσχοντος ἤδη καὶ τὴν οἰκουμένην ὅλην περιαστράπτοντος τοῦ Χριστοῦ, ἐπὰν καὶ ἡ δρόσος καταλήγῃ λοιπὸν, τουτέστιν ἡ παχεῖα καὶ ἀχλυώδης τῶν νομικῶν ἐπιταγμάτων εἰσήγησις·
τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός· τότε δὴ πάντως τὸ ἀληθὲς ἡμῖν καὶ ἐξ οὐρανοῦ καταβήσεται μάννα· εὐαγγελικὴν δὲ δηλονότι διδασκαλίαν τοῦτό φαμεν· οὐκ ἐπὶ τὴν τῶν Ἰσραηλιτῶν συναγωγὴν, ἀλλὰ κύκλῳ τῆς παρεμβολῆς, εἰς πάντα δηλονότι τὰ ἔθνη, καὶ ἐπὶ πρόσωπον τῆς ἐρήμου, τουτέστι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, περὶ ἧς εἴρηταί που Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ἐπὶ γὰρ πᾶσαν τὴν οἰκουμένην ἡ τοῦ νοητοῦ μάννα κατασκεδάννυται χάρις, ἣ καὶ τῷ κορίῳ παραβάλλεται, καὶ λεπτὸν ὀνομάζεται. λεπτὴ γὰρ ὄντως καὶ ἀποψυκτικὴ τῶν ἐν ζέσει παθῶν ἡ τοῦ θείου λόγου δύναμις, τὴν ἐκ σαρκικῶν κινημάτων πύρωσιν ἐν ἡμῖν κατευνάζουσα, καὶ εἰς τὸ βάθος τῆς καρδίας εἰσδύνουσα. ψυχροτάτην δὲ εἶναί φασι, καὶ αὐτῆς τῆς πόας, τουτέστι τοῦ κορίου, τὴν ἐνέργειαν τὴν ἐν ποιότητι φυσικῇ. Ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ἰσραὴλ εἶπαν ἕτερος τῷ ἑτέρῳ Τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν τί ἦν. ἀσυνήθεις ὄντες τοῦ παραδόξως γεγενημένου, καὶ οὐκ ἔχοντες ἐκ πείρας εἰπεῖν ὅπερ ἂν εἴη σαφῶς Τί ἐστι τοῦτο πρὸς ἀλλήλους φασίν·
PG 73:511αὐτὸ δὲ δὴ τοῦτο τὸ ὡς ἐν ζητήσει ῥηθὲν, ὄνομα ποιοῦνται τῷ πράγματι, καὶ τῇ Σύρων ἀποκαλοῦσι γλώττῃ Μάννα, τουτέστι πάλιν Τί ἐστι τοῦτο; καὶ νοήσεις ἐντεῦθεν, ὡς ἔμελλε παρὰ τῶν Ἰουδαίων ἀγνοηθήσεσθαι Χριστός. τὸ γὰρ ὡς ἐν τύπῳ κρατοῦν, καὶ ἐπ’ αὐτῆς ἔδειξε τῆς ἀληθείας ἰσχύσαν ἡ πεῖρα. Εἶπε δὲ Μωυσῆς πρὸς αὐτούς Μηδεὶς ἐγκαταλιπέτω ἀπ’ αὐτοῦ ἕως τὸ πρωί̈· καὶ οὐκ ἤκουσαν Μωυσῇ, ἀλλὰ κατέλιπον ἀπ’ αὐτοῦ τινες εἰς τὸ πρωὶ̈, καὶ ἐξέζεσε σκώληκας καὶ ἐπώζεσε, καὶ ἐπικράνθη ἐπ’ αὐτοὺς Μωυσῆς. τὸ πρωὶ̈ πάλιν ἐν τούτοις, τὸν λαμπρὸν ἡμῖν καὶ διαφανέστατον τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατασημαίνει καιρὸν, ὅτε λελυμένης τρόπον τινὰ τῆς τε κατὰ νόμον σκιᾶς, καὶ τῆς ἐν τοῖς ἔθνεσιν ἀχλύος διαβολικῆς, φωτὸς ἡμῖν δίκην ἀνέτειλεν ὁ Μονογενὴς, καὶ ὄρθρος ἐδείχθη πνευματικός. ἐπιτάττει τοίνυν ὁ μακάριος Μωυσῆς τὸ ἐν τύπῳ πάλιν μάννα μὴ καταλιμπάνειν εἰς τὸ πρωί̈. ἀνατείλαντος γὰρ ἡμῖν τοῦ μνημονευθέντος ἀρτίως καιροῦ, περιτταὶ λοιπὸν καὶ ἄκαιροι παντελῶς αἱ κατὰ τὸν νόμον σκιαὶ, διὰ τὴν ἤδη παροῦσαν ἀλήθειαν·
πρᾶγμα δὲ ὄντως ἀχρεῖον, ἀναλάμψαντος ἤδη Χριστοῦ, τὴν ἐν νόμῳ δικαιοσύνην ὁ Παῦλος ἀπέδειξε λέγων περὶ αὐτοῦ, δι’ ὃν τὰ πάντα ἐζημιώθην, τὰ ἐν νόμῳ δηλονότι καυχήματα, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδανῶ καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐν νόμῳ, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ. ὁρᾷς οὖν ὅπως ὡς σοφὸς ἐφυλάξατο τὸ μὴ καταλιμπάνειν εἰς τὸ πρωί̈; τύπος δ’ ἂν εἶεν οἱ πρὸς τὸ πρωὶ̈ τηρήσαντες, τῆς ἀπειθήσειν μελλούσης αὐτῷ πληθύος Ἰουδαϊκῆς, οἷς καὶ τὸ ἐντόνως ἐθέλειν τὸν ἐν γράμμασι τηρῆσαι νόμον, καὶ σαπρίας καὶ σκωλήκων ἔσται παραίτιον. ἀκούεις γὰρ ὅπως ἐκπικραίνεται λίαν ὁ νομοθέτης ἐπ’ αὐτοῖς; Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών Λάβε στάμνον χρυσοῦν ἕνα καὶ ἐμβάλετε εἰς αὐτὸν πλῆρες τὸ γόμορ Μὰν, καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ εἰς διατήρησιν. εὔκαιρον ὄντως καὶ ἐπὶ τούτῳ δὴ λίαν ἀποθαυμάζοντας λέγειν Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ἀκατάληπτος γὰρ ὄντως ἡ ἐγκεκρυμμένη σύνεσις ταῖς θεοπνεύστοις γραφαῖς, καὶ βαθὺ βάθος, κατὰ τὸ γεγραμμένον, τίς εὑρήσει αὐτό; ὁρᾷς τοίνυν ὅπως ἡμῖν καὶ ὁ τελευταῖος ἐπὶ τούτοις διήρτισται λόγος.
ἐπειδὴ γὰρ αὐτὸς ἡμῖν τὸ μάννα τὸ ἀληθινὸν ἀνεδείχθη Χριστὸς, ὡς ἐν εἰκόνι τοῖς ἀρχαιοτέροις διὰ τύπου δηλούμενος, ἀναγκαίως διὰ τοῦ προκειμένου διδάσκει, τίνος ἔσται καὶ πόσης ἀνάπλεως ἀρετῆς τε καὶ δόξης, ὁ τὸ μάννα τὸ νοητὸν ἀποθησαυρίζων ἐν ἑαυτῷ, καὶ εἰς τὰ ἐσώτατα τῆς ἑαυτοῦ καρδίας εἰσφέρων τὸν Ἰησοῦν διὰ τῆς εἰς αὐτὸν πίστεώς τε ὀρθῆς καὶ ἀγάπης ὁλοτελοῦς. ἀκούεις γὰρ ὅπως ἐν σκεύει χρυσῷ πλῆρες τὸ γόμορ τοῦ Μὰν ἐνετέθη διὰ χειρὸς Ἀαρὼν εἰς διατήρησιν ἐναντίον τοῦ Θεοῦ [κατετέθη]· ἡ γὰρ ὁσία καὶ θεοφιλὴς ὄντως ψυχὴ, τελείως ἐν ἑαυτῇ τὸν ἐπὶ Χριστῷ λόγον ὠδίνουσα, καὶ ὅλον λαβοῦσα τὸν οὐράνιον θησαυρὸν, σκεῦος μὲν ἔσται τίμιον, ὡς ἀπὸ χρυσοῦ, προσενεχθήσεται δὲ διὰ τοῦ πάντων ἀρχιερέως τῷ Θεῷ καὶ Πατρὶ, καὶ εἰς ὄψιν ἀνενεχθήσεται τοῦ τὰ πάντα συνέχοντός τε καὶ διασώζοντος εἰς διατήρησιν, καὶ τὸ φθειρόμενον ὅσον εἰς οἰκείαν φύσιν, οὐκ ἐῶντος καταφθείρεσθαι. καταγράφεται τοιγαροῦν ὁ δίκαιος, ὡς ἐν σκεύει χρυσῷ τὸ νοητὸν ἔχων μάννα, τουτέστι Χριστὸν, ἀναβαίνων εἰς ἀφθαρσίαν, ὡς ἐν ἐπισκέψει Θεοῦ, καὶ μένων εἰς διατήρησιν, εἰς μακραίωνα δηλονότι βίον καὶ ζωὴν τὴν ἀπέραντον.
PG 73:513ἀφραίνοντας τοιγαροῦν οὐ μετρίως τοὺς Ἰουδαίους, οἰομένους τε ὅτι παρὰ τοῦ πανσόφου Μωυσέως τοῖς ἀρχαιοτέροις ἐχορηγήθη τὸ μάννα, καὶ μέχρι τούτων ἱστῶντας τὸν ἐπ’ αὐτῷ λόγον, ἐννοοῦντας δὲ παντελῶς τῶν δι’ αὐτοῦ προσημαινομένων οὐδὲν, εὐλόγως ἐλέγχει λέγων ὁ Χριστός Ἀμὴν λέγω ὑμῖν οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸ μάννα. ἔδει γὰρ μᾶλλον ἐκεῖνο διενθυμεῖσθαι καὶ νοεῖν, ὅτι μόνην εἰς τοῦτο τὴν διὰ τῆς μεσιτείας ὑπουργίαν εἰσενήνοχεν ὁ Μωυσῆς· ἦν δὲ τὸ δῶρον οὐκ ἀνθρωπίνης εὕρημα χειρὸς, ἀλλ’ ἔργον τῆς ἄνωθεν χάριτος, ἐν τοῖς παχυτέροις καταγραφούσης τὸ νοητὸν, καὶ τὸν ἄρτον ἡμῖν σημαινούσης τὸν ἐξ οὐρανοῦ, τὸν ὅλῳ τῷ κόσμῳ διδόντα τὴν ζωὴν, καὶ οὐχ ἓν ὡς κατὰ πρόσκλισιν ἀποτρέφοντα γένος τὸ ἐξ Ἰσραήλ. «Εἶπον οὖν πρὸς αὐτόν Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς.» Ἀπογυμνοῦται σαφῶς διὰ τούτων, καὶ πολὺ λίαν ἐπιθυμήσας λαθεῖν, ὁ τῶν Ἰουδαίων σκοπὸς, καὶ ὅτι μὴ θέμις ψεύδεσθαι τὴν ἀλήθειαν κατίδοι τις ἂν, οὐχ ὅτι σημείων γεγόνασι θεωροὶ, διὰ τοῦτο καὶ ἀκολουθεῖν αὐτοὺς ἐπείγεσθαι, λέγουσαν, ἀλλ’ ὅτι φαγόντες ἐκ τῶν ἄρτων ἐχορτάσθησαν.
ἐπὶ πολλῇ δ’ ἂν εἰκότως δυσμαθίᾳ καταγινώσκοιντο, καὶ χρῆναι λέγειν ἐπ’ αὐτοῖς ὄντως ὑπολαμβάνω Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσι. διὰ γάρ τοι πολλῶν, ὥσπερ οὖν ἔξεστι καταθεάσασθαι, λόγων ἀφιστῶντος αὐτοὺς τῶν σωματικῶν ἐννοιῶν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ ἀναπτεροῦντος διὰ τῆς πανσόφου διδασκαλίας εἰς θεωρίαν πνευματικὴν, οὐκ ἀναβαίνουσι τῶν τῇ σαρκὶ χρησίμων, καὶ ἄρτον ἀκούοντες τὸν ζωὴν διδόντα τῷ κόσμῳ, τὸν ἀπὸ γῆς ἔτι φαντάζονται, θεὸν ἔχοντες τὴν κοιλίαν, κατὰ τὸ γεγραμμένον, καὶ τοῖς περὶ γαστέρα κεκρατημένοι κακοῖς, ἵνα δικαίως ἀκούσειαν, ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. ἐοικότα δὴ λίαν τὸν τοιοῦτον εὑρήσεις λόγον τῷ διὰ γυναικὸς ἐκείνης τῆς Σαμαρείτιδος· μακρὸν γὰρ καὶ ἐπ’ αὐτῇ δαπανῶντος λόγον τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ περὶ ὑδάτων τῶν νοητῶν ἐκδιδάσκοντος, λέγοντός τε σαφῶς Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω ἐγὼ αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον·
PG 73:515συνηρπάζετο διὰ τὴν ἐνοῦσαν αὐτῇ δυσμαθίαν, καὶ τὴν νοητὴν ἀφεῖσα πηγὴν, οὐδέν τε τὸ σύμπαν περὶ αὐτῆς ἐννοήσασα, ἐπὶ τὴν τῶν αἰσθητῶν ὑδρευμάτων χορηγίαν κατολισθαίνουσά φησι Κύριε δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. συγγενὴς οὖν ἄρα τοῖς παρ’ ἐκείνης λόγοις ὁ τῶν Ἰουδαίων· ὥσπερ γὰρ ἐκείνη διὰ τὴν φύσιν ἐμαλακίζετο, τὸν αὐτὸν οἶμαι καὶ οὗτοι τρόπον, τὸ μὲν ἄρσεν, ἵν’ οὕτως εἴπω, καὶ νεανικὸν εἰς φρόνησιν ἔχουσιν οὐδαμῶς, ἐκθηλύνονται δέ πως εἰς ἀνάνδρους ἐπιθυμίας τὰς ἐπὶ γαστρὶ, καὶ τὸ γεγραμμένον ἐφ’ ἑαυτοῖς δεικνύουσιν ἀληθές Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει. «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.» Ἔθος τῷ Σωτῆρι Χριστῷ τὰς περὶ τῶν θειοτέρων καὶ τῶν ἤδη προκατηγγελμένων μυστηρίων ποιουμένῳ διηγήσεις, αἰνιγματώδη πως καὶ οὐ σφόδρα διαφανῆ τὰ ἐπ’ αὐτοῖς ἐξυφαίνειν διηγήματα. οὐ γὰρ ἀκατακάλυπτον προκεῖσθαι τοῖς ἐθέλουσιν ἁπλῶς βεβήλοις τε καὶ ἀνοσίοις εἰς καταπάτημα τὸν οὕτω σεπτὸν ἐφίησι λόγον, ἐπικρύψας δέ πως ταῖς δι’ αἰνιγμάτων ἐπιβολαῖς οὐκ ἀσυμφανῆ μὲν τοῖς συνετοῖς ἐργάζεται·
ἐπὰν δέ τινας τῶν ἀκροωμένων ἀμαθαίνοντας βλέπῃ, καὶ νοοῦντας τὸ παράπαν τῶν λαλουμένων οὐδὲν, ἀπολευκαίνει σαφῶς, ὅπερ ἂν ἐθέλοι δηλοῦν, καὶ πᾶσαν ὥσπερ ἀχλῦν τὴν ἐν τῷ λόγῳ περιελὼν, γυμνήν τε καὶ εὐσύνοπτον παρατίθησι τοῦ μυστηρίου τὴν γνῶσιν, ἀναπολόγητον αὐτοῖς καὶ διὰ τούτου τὴν ἀπιστίαν ἀποτελῶν. ὅτι δὲ ἦν σύνηθες αὐτῷ, καθάπερ εἰρήκαμεν, ἐπεσκιασμένῳ καὶ λεληθότι μάλιστα κεχρῆσθαι τῷ λόγῳ, καὶ αὐτὸς μὲν διδάξει λέγων ἐν βίβλῳ ψαλμῶν Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου. βεβαιώσει δὲ οὐδὲν ἧττον τὴν ἐπὶ τούτοις ἡμῖν ἐξήγησιν, καὶ διεσφαλμένην οὐδαμῶς ἀποδείξει καὶ ὁ μακάριος προφήτης Ἡσαί̈ας ἀναβοῶν Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι, καὶ ἔσται ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ. βασιλέα γὰρ δίκαιον ἐφ’ ἡμᾶς βεβασιλευκέναι φησὶ τὸν λέγοντα Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. κρίσει δὲ, τουτέστιν ὀρθότητι τῇ κατὰ πᾶν συμβιοτεύοντας ἄρχοντας, καὶ τοὺς ἁγίους φησὶ μαθητὰς, οἳ καὶ τῷ Σωτῆρι Χριστῷ κρύπτοντι πολλάκις τοὺς λόγους αὐτοῦ προσῄεσαν λέγοντες Φράσον ἡμῖν τὴν παραβολήν·
ὅτε καὶ αὐτός Διατί τοῖς ὄχλοις λαλεῖς ἐν παραβολαῖς ἀκούσας ποτὲ, σαφεστάτην αἰτίαν εὑρίσκεται διειπών Ὅτι βλέποντες, φησὶν, οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνιοῦσιν. οὐ γὰρ ἦσαν ἄξιοι πάντως δήπου κατὰ τὸ εἰκὸς, τοιαύτην ἐπ’ αὐτοῖς ὁρισαμένου τὴν ψῆφον τοῦ τὰ δίκαια κρίνοντος Θεοῦ. μυρίας τοιγαροῦν ὁ Σωτὴρ ἐπινοήσας τοῖς λόγοις τὰς περιστροφὰς, ἐπείπερ ἐθεᾶτο συνέντας οὐδὲν τοὺς ἀκροωμένους, γυμνότερον ἤδη φησίν Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, μόνον δὲ οὐχὶ ταῖς ἀμετρήτοις αὐτῶν ἀλογίαις ἐνάλλεται λέγων Ὦ πρὸς μόνην ἀπαιδευσίαν ἀσύγκριτον ἔχοντες τὴν κατὰ πάντων ὑπεροχὴν, χορηγήσειν ὑμῖν ἄρτους ἐξ οὐρανοῦ διειπόντος τοῦ Θεοῦ, καὶ τοσαύτην ἐφ’ ὑμᾶς πεποιημένου τὴν ὑπόσχεσιν ἐν τῇ τοῦ μάννα τροφῇ, τὴν θείαν ὡρίσασθε φιλοτιμίαν, καὶ μέχρι τούτων ἱστῶντες οὐκ ἐρυθριᾶτε τὴν ἄνωθεν χάριν, ἀγνοοῦντες ὅτι μικρὸν καὶ ὑμῖν τὸ λαβεῖν τὰ τοιαῦτα παρὰ Θεοῦ, καὶ αὐτῷ δὲ τῷ Θεῷ τὸ χαρίζεσθαι. μὴ τοίνυν ἐκεῖνον, φησὶ, τὸν ἄρτον εἶναι τὸν ἐξ οὐρανοῦ πιστεύετε. ἐγὼ γάρ εἰμι ὁ ἄρτος τῆς ζωῆς, ὁ πάλαι μὲν ὑμῖν ὡς ἐν ὑποσχέσει προκατηγγελμένος καὶ ὡς ἐν τύπῳ δηλούμενος·
PG 73:517παρὼν δὲ νυνὶ καὶ χρεωστουμένην ὑπόσχεσιν ἀποπληρῶν. εἰμὶ δὲ ἄρτος ζωῆς, οὐκ ἄρτος σωματικὸς, μόνα τὰ ἐκ λιμοῦ περικόπτων πάθη, καὶ καταφθορᾶς τῆς ἐντεῦθεν ἀπαλλάττων τὴν σάρκα, ἀλλ’ ὅλον ἐξ ὅλου τὸ ζῷον εἰς ζωὴν ἀναπλάττων τὴν αἰώνιον, καὶ θανάτου κρείττονα τὸν εἰς τὸ εἶναι ἀεὶ πεποιημένον ἄνθρωπον ἀποδεικνύς· ὑπαινίττεται δὲ διὰ τούτων τὴν διὰ τῆς ἁγίας σαρκὸς ζωήν τε καὶ χάριν, δι’ ἧς ἐν ἡμῖν τὸ τοῦ Μονογενοῦς ἴδιον ἐπεισκρίνεται, τουτέστιν ἡ ζωή. Ἰστέον δὲ ὅτι· δεῖν γὰρ οἶμαι φιλομαθῶς τὸ εἰς ὠφέλειαν τελοῦν θηρᾶσθαι σπουδάζειν· ἐφ’ ὅλοις μὲν ἔτεσι τὸν ἀριθμὸν τεσσαράκοντα τὸ τυπικὸν τοῖς ἐξ Ἰσραὴλ ἐχορηγήθη μάννα παρὰ Θεοῦ, συνόντος ἔτι Μωυσέως σὺν αὐτοῖς· ἐπειδὴ δὲ εἰς τὸ κοινὸν τοῦ βίου κατήντηκε τέλος, καθηγητὴς δὲ ἤδη καὶ στρατηγὸς τῶν Ἰουδαϊκῶν ταγμάτων κατεστάθη Ἰησοῦς, διεβίβαζε μὲν αὐτοὺς τὸν Ἰορδάνην, καθὰ γέγραπται, περιτεμὼν δὲ μαχαίραις πετρίναις, καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσκεκομικὼς, ἄρτῳ λοιπὸν ἀποτρέφεσθαι παρεσκεύαζε, στήσαντος ἤδη τοῦ μάννα τὴν χορηγίαν τοῦ πανσόφου Θεοῦ. οὐκοῦν· ὁ τύπος γὰρ ἤδη μετασκευασθήσεται πρὸς τὸ ἀληθέστερον·
ὅτε συνεστάλη Μωυσῆς, τουτέστιν, ὅτε τῆς κατὰ νόμον λατρείας ἤργησαν οἱ τύποι, ἀνεδείχθη δὲ Χριστὸς ἐφ’ ἡμᾶς ὁ ἀληθὴς Ἰησοῦς· αὐτὸς γὰρ διέσωσε τὸν λαὸν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· τότε διέβημεν τὸν Ἰορδάνην, τότε τὴν ἐν πνεύματι περιτομὴν διὰ τῆς διδασκαλίας τῶν δυοκαίδεκα λίθων ἐδεξάμεθα, τουτέστι τῶν ἁγίων μαθητῶν, περὶ ὧν ἐν προφήταις γέγραπται, ὅτι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς· οἱ γὰρ δὴ πᾶσαν περινοστοῦντές τε καὶ καταθέοντες τὴν οἰκουμένην ἅγιοι λίθοι, αὐτοὶ δὴ πάντως εἰσὶ, δι’ ὧν καὶ περιετμήθημεν περιτομῇ ἀχειροποιήτῳ τῇ ἐν πνεύματι, διὰ Πνεύματος δηλαδή. ὅτε τοίνυν εἰς τὴν τῶν οὐρανῶν ἐκλήθημεν βασιλείαν διὰ Χριστοῦ· τοῦτο γὰρ οἶμαι δηλοῦν, καὶ οὐχ ἕτερόν τι πάλιν, τὸ εἰσβῆναί τινας εἰς τὴν γῆν τῆς ἐπαγγελίας· τότε μάννα μὲν οὐκέτι τὸ τυπικὸν ἐφ’ ἡμᾶς· οὐ γὰρ τοῖς Μωυσαϊκοῖς ἔτι τρεφόμεθα γράμμασιν· ἄρτος δὲ λοιπὸν ὁ ἐξ οὐρανοῦ, τουτέστι Χριστὸς, ἀποτρέφων ἡμᾶς εἰς μακραίωνα ζωὴν, διά τε τῆς ἐπιχορηγίας τοῦ Ἁγίου Πνεύματος καὶ μεθέξει τῆς ἰδίας σαρκὸς, ἐντιθείσης ἡμῖν τὴν Θεοῦ μετοχὴν, καὶ νεκρότητα τὴν ἐκ τῆς ἀρχαίας ἀφανιζούσης ἀρᾶς.
PG 73:519«Ὁ ἐρχόμενος πρὸς μὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε.» Κέκρυπταί τι πάλιν ἐν τούτοις, ὅπερ εἰπεῖν ἀναγκαῖον. ἔθος γὰρ τῷ Σωτῆρι Χριστῷ, ταῖς τῶν ἁγίων δόξαις οὐ σφόδρα φιλονεικεῖν, ἀλλ’ ἐκ τῶν ἐναντίων καὶ ἀξιαγάστοις αὐτοὺς καταστέφειν τιμαῖς. ἐπὰν μέντοι τινὲς τῶν ἀμαθεστέρων, ὅσην ἔχει κατ’ ἐκείνων τὴν ὑπεροχὴν οὐκ ἐπιγινώσκοντες τὴν ἀμείνω προσαγάγωσι δόξαν αὐτοῖς, τότε δὴ σφόδρα χρησίμως φρονεῖν μεταπείθει τὰ πρεπωδέστερα, τίς μέν ἐστιν ὁ Μονογενὴς διενθυμουμένους, καὶ ὅτι δὴ πάντως ἀσυγκρίτοις διοίσει ταῖς ὑπεροχαῖς· ἀλλ’ οὐ σφόδρα σαφῆ τὸν ἐπὶ τούτοις ποιεῖται λόγον, ἐπεσκιασμένον δέ πως, καὶ δίχα κόμπου παντὸς, ἀπὸ δὲ τῆς ἐν πράγμασι θεωρίας, ἤτοι συγκρίσεως, τὴν ἐπὶ τοῖς κρείττοσιν ἁρπάζοντα ψῆφον. οἷον, φέρε εἰπεῖν, διελέγετό ποτε πρὸς τὴν ἐκ Σαμαρείας γυναῖκα, ᾗ καὶ δώσειν ὕδωρ τὸ ζῶν ἐπηγγέλλετο· συνεῖσα δὲ οὐδὲν τῶν εἰρημένων ἡ γυνή Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ἔφη, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ;
ἐπειδὴ δὲ μεταπείθειν αὐτὴν ὁ Σωτὴρ ἐβούλετο, ὅτιπερ εἴη καὶ κρείττων αὐτοῦ, καὶ οὐκ ἐν ὀλίγοις τισὶν ἀξιοπιστότερος μέτροις, ἐπὶ τὴν τῶν ὑδάτων βαδίζει διαφορὰν, λέγων Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. καὶ τί τὸ ἐντεῦθεν, ἢ πάντως ἐκεῖνο νοεῖν ἀναπείθει, ὅτι περ ἀνάγκη τὸν τῶν ἀμεινόνων χορηγὸν κεῖσθαι δὴ πάντως καὶ ἐν ἀμείνοσιν, ἢ ἐν οἷσπερ ἂν εἴη τυχὸν ὁ πρὸς ὃν ἡ σύγκρισις; τοιοῦτόν τινα τρόπον ὑφηγήσεώς τε καὶ διδασκαλίας ἐπιτηδεύει καὶ νῦν.
ἐπειδὴ γὰρ κατεσοβαρεύοντό πως αὐτοῦ, καὶ μεγαλοφρονεῖν ἀπετόλμων Ἰουδαῖοι, Μωυσέα τε τὸν νομοθέτην ἄνω τε καὶ κάτω προϊσχόμενοι, καὶ τοῖς δι’ ἐκείνου μᾶλλον ἀκολουθεῖν, ἤπερ τοῖς διὰ Χριστοῦ, χρῆναι πολλάκις διισχυρίζοντο, τὴν τοῦ μάννα χορηγίαν καὶ τὴν ἐκ πέτρας τῶν ὑδάτων ἐκδρομὴν, ἀξιολογωτάτην ἀπόδειξιν λογιζόμενοι τῆς κατὰ πάντων πλεονεξίας, καὶ αὐτοῦ δὲ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, λοιπὸν ἀναγκαίως ἐπὶ τὴν συνήθη κεχώρηκε μέθοδον, καὶ γυμνότερον μὲν οὔ φησιν, ὅτι κρείττων εἴη Μωυσέως, διὰ τὸ τῶν ἀκροωμένων ἀχάλινον θράσος, καὶ τὸ πολὺ λίαν εἰς ὀργὴν ἐκκεκρεμασμένον· ἐπ’ αὐτὸ δὲ πάλιν τὸ θαυμαζόμενον ἔρχεται πρᾶγμα, καὶ ἀπὸ συγκρίσεως τῆς πρὸς τὸ μεῖζον, ἐλέγχει μικρόν· Ὁ γὰρ ἐρχόμενος πρὸς μέ φησιν οὐ μὴ πεινάσῃ καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε· ναὶ γὰρ, φησὶ, καὶ αὐτὸς ὑμῖν ἐγὼ συνθήσομαι δεδόσθαι τὸ μάννα διὰ Μωυσέως, ἀλλ’ οἱ φαγόντες ἐπείνασαν· ἐρῶ δὲ ὅτι καὶ ἐκ πετρῶν ὑμῖν ὠδῖνος ἐξεδόθη τὸ ὕδωρ, ἀλλ’ οἱ πιόντες ἐδίψησαν, καὶ πρόσκαιρόν τινα κομιδῇ τὴν ἀπόλαυσιν ἡ τῶν εἰρημένων ἐνεποίησε δόσις·
ὁ δέ γε πρὸς ἐμὲ βαδίζων οὐ μὴ πεινάσῃ πώποτε, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε. Τί δὴ οὖν ἄρα Χριστὸς ἐπαγγέλλεται; φθαρτὸν μὲν οὐδὲν, εὐλογίαν δὲ μᾶλλον τὴν ἐν μεταλήψει τῆς ἁγίας σαρκός τε καὶ αἵματος, ὁλοκλήρως εἰς ἀφθαρσίαν ἀνακομιζούσης τὸν ἄνθρωπον, ὡς οὐδενὸς ἐπιδεῖσθαι τῶν ὅσα τὸν τῆς σαρκὸς ἀπελαύνει θάνατον, τροφῆς δὲ δηλονότι φημὶ καὶ ποτοῦ. ἔοικε δὲ πάλιν ὕδωρ ὀνομάζειν ἐν τούτοις, τὸν διὰ Πνεύματος ἁγιασμὸν, ἢ αὐτὸ τὸ θεῖόν τε καὶ ἅγιον Πνεῦμα, οὕτω πολλάκις παρὰ ταῖς θείαις ὠνομασμένον γραφαῖς. ζωοποιεῖ τοιγαροῦν τὸ ἅγιον σῶμα Χριστοῦ τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ συνέχει πρὸς ἀφθαρσίαν, τοῖς ἡμετέροις ἀνακιρνάμενον σώμασι. σῶμα γὰρ οὐχ ἑτέρου τινὸς, ἀλλ’ αὐτῆς νοεῖται τῆς κατὰ φύσιν ζωῆς, ὅλην ἔχων ἐν ἑαυτῷ τὴν τοῦ ἑνωθέντος Λόγου δύναμιν, καὶ πεποιωμένον ὥσπερ, μᾶλλον δὲ ἤδη καὶ ἀναπεπλησμένον τῆς ἐνεργείας αὐτοῦ, δι’ ἧς τὰ πάντα ζωοποιεῖται καὶ πρὸς τὸ εἶναι φυλάττεται.
PG 73:521ἐπειδὴ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἴστωσαν ἤδη λοιπὸν οἱ βεβαπτισμένοι καὶ τῆς θείας ἀπογευσάμενοι χάριτος, ὅτι βαδίζοντες μὲν ὀκνηρῶς καὶ μόλις ἐν ταῖς ἐκκλησίαις, ἀποφοιτῶντες δὲ καὶ εἰς χρόνους μακροὺς τῆς εὐλογίας τῆς διὰ Χριστοῦ, καὶ τὴν ἐπιζήμιον εὐλάβειαν πλαττόμενοι, διὰ τοῦ μὴ βούλεσθαι μετέχειν αὐτοῦ μυστικῶς, ὅτι τῆς αἰωνίου ζωῆς ἑαυτοὺς ἐκπέμπουσι, ζωοποιεῖσθαι παραιτούμενοι· περιτρέπεται δὲ εἰς παγίδα καὶ εἰς σκάνδαλον, καίτοι καρπὸς εὐλαβείας δοκοῦσά πως εἶναι παρ’ αὐτοῖς, ἡ παραίτησις. χρῆν γὰρ δὴ μᾶλλον ἐπείγεσθαι τὴν ἐνοῦσαν αὐτοῖς εἰσκομίζειν δύναμίν τε καὶ προθυμίαν, ὅπως ἂν φαίνοιντο γοργοὶ πρὸς ἀποκάθαρσιν ἁμαρτίας, καὶ πειρᾶσθαι μᾶλλον ἀστειοτάτην ἐπιτηδεύειν τοῦ βίου τὴν ἀγωγὴν, τρέχειν τε οὕτω λοιπὸν καὶ σφόδρα τεθαῤῥηκότως εἰς μετάληψιν τῆς ζωῆς.
ἀλλ’ ἐπείπερ ἐστὶ ποικίλος εἰς ἀπάτην ὁ σατανᾶς, σωφρονεῖν μὲν αὐτοὺς οὐδαμόθεν ὅτι πρέποι λογίζεσθαι συγχωρεῖ, κατασπιλώσας δὲ τοῖς κακοῖς, καὶ αὐτὴν ἀποφρίττειν ἀναπείθει τὴν χάριν, δι’ ἧς ἦν εἰκὸς, ὥσπερ ἐξ οἴνου καὶ μέθης τῆς ἐπὶ φαυλότητα καλούσης ἡδονῆς ἀνανήφοντας, τὸ συμφέρον ὁρᾶν τε καὶ περισκέπτεσθαι. ἀποῤῥήξαντες τοίνυν τὸν ἐκείνου δεσμὸν, ἀποσεισάμενοί τε τὸν ἐκ πλεονεξίας ἡμῖν ἐπιῤῥιφέντα ζυγὸν, δουλεύσωμεν ἐν φόβῳ τῷ Κυρίῳ, καθὰ γέγραπται, καὶ τῶν τῆς σαρκὸς ἡδονῶν ἀμείνους ἤδη δι’ ἐγκρατείας ἀναδεικνύμενοι, προσίωμεν τῇ θείᾳ τε καὶ οὐρανίῳ χάριτι, καὶ εἰς ἁγίαν μετάληψιν ἀναβαίνωμεν τοῦ Χριστοῦ· οὕτω γὰρ οὕτω καὶ ἀπάτης διαβολικῆς περιεσόμεθα, θείας τε φύσεως γεγονότες κοινωνοὶ, πρὸς ζωὴν καὶ ἀφθαρσίαν ἀναβησόμεθα. «Ἀλλ’ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε.» Διὰ πολλῶν μὲν αὐτοὺς καταγωνίζεται λόγων, καὶ ἐκ παντὸς συνελαύνει τρόπου πρὸς τὴν διὰ πίστεως σωτηρίαν· ἀλλ’ οὐκ ἠγνόησε πάλιν ὡς Θεὸς, ὅτι πρὸς ἀδελφὴν ὥσπερ τινὰ καὶ συνήθη δραμοῦνται τὴν σύντροφον ἀπιστίαν, περιόψονται δὲ ὡς οὐδὲν τὸν καλοῦντα πρὸς ζωήν.
ἵνα τοίνυν εἰδεῖεν οὐκ ἠγνοηκότα τὸν Ἰησοῦν, ὁποῖοί τινες εὑρεθήσονται πάλιν, μᾶλλον δὲ, ὅπερ ἐστὶ πρεπωδέστερον εἰπεῖν, ὑπὸ θείαν ὄντας ἑαυτοὺς ἐκμάθοιεν ὀργὴν, ἐπιφέρει πάλιν Ἀλλ’ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. προέγνων, φησὶ, καὶ προείρηκα σαφῶς, ὅτι δὴ πάντως διαμενεῖτε σκληροὶ, καὶ τῆς ὑμῖν φιλαιτάτης ἀπειθείας ἀπρὶξ ἡμμένοι, τῶν ἐμῶν ἀμέτοχοι χαρισμάτων καταλειφθήσεσθε. καὶ πότε τι τοιοῦτον ἐπ’ αὐτοῖς εἴρηκεν ὁ Χριστός; ἀναμιμνήσκου λέγοντος πρὸς τὸν μακάριον προφήτην Ἡσαί̈αν Πορεύθητι καὶ εἰπὸν τῷ λαῷ τούτῳ Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου. ἢ γὰρ οὐκ ἀληθὴς καὶ διὰ τῶν ἐν χερσὶ κειμένων ἡμῖν πραγμάτων ὁ λόγος ἀναδειχθήσεται; εἶδον γὰρ εἶδον Θεὸν ὄντα κατὰ φύσιν τὸν Κύριον, ὅτε τὴν ἀριθμοῦ κρείττονα τῶν ἐπ’ αὐτὸν ἰόντων πληθὺν πέντε κριθίνοις διέθρεψεν ἄρτοις, καὶ δύο διακλάσας ὀψάρια. ἀλλ’ ἑωρακότες οὐ πιστεύουσι, διὰ τὴν ἐκ τῆς θείας ὀργῆς ταῖς διανοίαις αὐτῶν ἀχλύος δίκην ἐπισκήψασαν πώρωσιν.
PG 73:523ἦσαν γὰρ δήπου καὶ ἀναμφιλόγως ἄξιοι τοῦτο παθεῖν, ἐπείπερ ἀμέτροις ἐνεχόμενοι πταίσμασι, καὶ ἀῤῥήκτοις κατεσφιγμένοι σειραῖς παρανομημάτων, οὐδὲ αὐτὸν ἐπιδημήσαντα τὸν ἐλευθεροῦν ἰσχύοντα παρεδέχοντο. διὰ ταύτην ἐπαχύνθη τὴν αἰτίαν ἡ καρδία τοῦ λαοῦ τούτου. Ὅτι δὲ διὰ τῆς τοῦ σημείου μεγαλειότητος Θεὸν ὄντα κατὰ φύσιν ἐθεώρει τὸν Ἰησοῦν ἡ τῶν Ἰουδαίων πληθὺς, δι’ ἐκείνου δὴ μάλιστα συνιέναι δυνήσῃ· ἀποθαυμάσαντες γὰρ τὸ γεγενημένον, ὥσπερ οὖν ἐν τοῖς ἀνωτέρω φησὶν ὁ Εὐαγγελιστὴς, ἐζήτουν ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσι βασιλέα. σκῆψις τοιγαροῦν οὐδεμία τῆς ἀπονοίας περιλιμπάνεται τοῖς Ἰουδαίοις. καταπληττόμενοι γὰρ, καὶ λίαν εἰκότως, τὰς θεοσημείας, καὶ ἀναλόγως ἐπὶ τὴν τοῦ τερατοποιοῦντος δύναμιν ἀπὸ τῶν ἔργων ἐρχόμενοι, μονονουχὶ καταφρίττουσι τὴν εὐπείθειαν, καὶ τῶν ἀγαθῶν ἐξάλλονται τρόπων, ἐπ’ αὐτὸν ὥσπερ κατακυβιστῶντες ἡδέως τὸν τῆς ἀπωλείας πυθμένα.
«Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ πρὸς ἐμὲ ἥξει.» Οὐχ ἁπλῶς εἰπεῖν ἔδει τὸν Κύριον Ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε, ἀλλ’ ἦν ἀναγκαῖον, καὶ τὴν τοῦ πεπωρῶσθαι πρόφασιν τοῖς εἰρημένοις ἐπενεγκεῖν, ἵνα δὴ μάθοιεν ὑπὸ θείαν πεσόντες ὀργήν. οὐκοῦν ὡσπερεί τις ἀριστοτέχνης ἰατρὸς, καὶ τὴν ἀῤῥωστίαν αὐτοῖς ἐπιδεικνύει, καὶ τῆς ἀῤῥωστίας ἀνακαλύπτει τὴν πρόφασιν, οὐχ ἵνα μαθόντες ἐπ’ αὐτῷ δὴ τούτῳ μένοιεν ἡσυχῆ, ἀλλ’ ἵνα διὰ παντὸς ἐκμειλίσσοιντο τρόπου λελυπημένον ἐπ’ αὐτοῖς τὸν ἁπάντων Δεσπότην, ἐπ’ εὐλόγοις δὲ δηλονότι ταῖς αἰτίαις· οὐ γὰρ ἂν ἀδίκως ἐλυπήθη ποτὲ, ἀλλ’ οὐδ’ ἂν ὁ τὰ δίκαια κρίνειν εἰδὼς, τοιαύτην τινὰ τὴν ἐπ’ ἐκείνοις ἐποιήσατο κρίσιν, εἰ μὴ λόγος ἐκάλει πρὸς τοῦτο, τὸ κατηγορεῖσθαι δεῖν πανταχόθεν διαπηδῶν. ἀφίξεσθαι γεμὴν πρὸς αὐτὸν ὁ Σωτὴρ διὰ τούτων διισχυρίσατο πᾶν ὅπερ ἂν ἐπιδοίη ὁ Θεὸς καὶ Πατὴρ, οὐχ ὡς αὐτὸς ἀτονήσας εἰς τὸ προσκομίζειν ἑαυτῷ τοὺς πιστεύοντας· ἐξήνυσε γὰρ ἂν ἐθελήσας καὶ τοῦτο λίαν εὐπετῶς κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα κατὰ τὴν τοῦ Παύλου φωνήν·
PG 73:525ἀλλ’ ἐπείπερ ἀναγκαῖόν πως εἶναι δοκεῖ καὶ πρεπωδέστερον, τὸ διὰ τῆς θείας φύσεως φωταγωγεῖσθαι λέγειν τοὺς ἐν ἀγνωσίᾳ, πάλιν ὡς ἄνθρωπος ἀνατίθησι τῷ Πατρὶ τὴν ἐπὶ τοῖς θεοπρεπεστέροις ἐνέργειαν. ἔθος γὰρ αὐτῷ τοῦτο ποιεῖν, ὥσπερ οὖν ἀμέλει πολλάκις εἰρήκαμεν. εἰκὸς δὲ ὅτι προςαχθήσεσθαι λέγων ἑαυτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς πᾶν ὃ δίδωσιν αὐτῷ, παρεσόμενον ἤδη καὶ ὅσον οὐδέπω πιστεύοντα τὸν ἐξ ἐθνῶν ὑπαινίττεται δῆμον. τοῦτο δὲ ἦν ἀπειλοῦντος εὐφυῶς, ὅτι καὶ ἀποπεσοῦνται τῆς χάριτος αὐτοὶ, καὶ ἀνταναβήσονται πάντες οἱ ἐξ ἐθνῶν προσαγόμενοι διὰ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἡμερότητος, ὡς σωτῆρι καὶ ζωοποιῷ κατὰ φύσιν ὑπάρχοντι τῷ Υἱῷ, ἵνα τῆς εὐλογίας μετεσχηκότες τῆς ἀπ’ αὐτοῦ, κοινωνοὶ μὲν ἤδη τῆς θείας ἀποτελοῖντο φύσεως, ἀνακομίζοιντο δὲ οὕτως εἰς ἀφθαρσίαν καὶ ζωὴν, καὶ εἰς τὸ ἀρχαῖον τῆς φύσεως μεταπλάττοιντο σχῆμα. ὥσπερ οὖν εἴ τις ἰατρῷ προσάξαι τὸν ἄῤῥωστον, ἵνα τὴν ἐπισκήψασαν ἀποκρούσαιτο νόσον, οὕτω προσφέρειν ἐροῦμεν τῷ Υἱῷ τὸν Θεὸν καὶ Πατέρα, τοὺς οἵπερ ἂν φαίνοιντο τῆς παρ’ αὐτοῦ σωτηρίας ἄξιοι. πικρὸν οὖν ἄρα καὶ ὀλέθριον κομιδῇ τοῖς ἔχουσιν ἡ σκληροκαρδία.
διά τοι τοῦτο καὶ προφητικὸς τοῖς Ἰουδαίοις ἐπισκήπτει λόγος Περιτμήθητε τῷ Θεῷ διαῤῥήδην ἀναβοῶν, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. ἀλλ’ οὐκ ἐκείνοις, ἡμῖν δὲ μᾶλλον, ὁ Θεὸς καὶ Πατὴρ τὴν ἐν καρδίᾳ τετήρηκε περιτομὴν, τὴν διὰ Πνεύματος Ἁγίου δηλονότι κατὰ τὸν ἐν τῷ κρυπτῷ τελουμένην Ἰουδαῖον. δίκαιον οὖν ἄρα τῆς ἐκείνων ἀπειθείας ἀποπηδᾶν, καὶ παραιτεῖσθαι σπουδάζειν τὴν σκληροκαρδίαν, εἰς τρυφερὰν δὲ μᾶλλον μεταποιεῖσθαι διάνοιαν, εἰ τὴν ἐπ’ ἐκείνοις ὀργὴν ὡς ὀλέθριον παραιτούμεθα. «Καὶ τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβάλω ἔξω.» Οὐκ ἀνόνητον ἔσεσθαί φησι τοῖς πρὸς αὐτὸν ἰοῦσι τὴν διὰ πίστεως ἐπιστροφήν· ἔδει γὰρ ὄντως ἀξιεραστότατόν τι χρῆμα, καὶ μυρίων παραίτιον ἀγαθῶν, τὴν ἐκ Θεοῦ καὶ Πατρὸς ἐπιδεῖξαι προσαγωγήν. ἔσται τοίνυν, φησὶ, καὶ ὑπάρξει τὰ κάλλιστα τοῖς διὰ τῆς ἄνωθεν χάριτος ὡς ἐμὲ καλουμένοις καὶ βαδίζουσιν.
οὐ γὰρ ἐκβάλω ἔξω τὸν ἐρχόμενον, τουτέστιν, οὐ καθάπερ τι σκεῦος ἄχρηστον ἀποπέμψομαι κατὰ τὸ εἰρημένον δι’ ἑνὸς τῶν προφητῶν Ἠτιμώθη Ἱεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ἀπεῤῥίφη καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει. γῆ γῆ ἄκουε λόγον Κυρίου, γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον. οὐκοῦν οὐκ ἐκκηρυχθήσεται, φησὶν, ἀλλ’ οὐδὲ ὡς ἄτιμος ἔξω ῥιφήσεται, ἢ καὶ ἀμέτοχος ἀπομενεῖ τῆς ἐμῆς φιλοτιμίας, ἀλλ’ εἰς ἀποθήκην εἰσκομισθήσεται, καὶ ἐν ταῖς οὐρανίαις καταλύσει μοναῖς, εἴσω τε πάσης ἐλπίδος τῆς ὑπὲρ νοῦν ἀνθρώπινον ἑαυτὸν γεγονότα κατόψεται· Ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. εἰκὸς δὲ δὴ πάλιν ὑποδηλοῦν, τό Οὐ μὴ ἐκβάλω ἔξω τὸν ἐρχόμενον πρὸς μὲ, τὸ μὴ παραδοθήσεσθαι τῇ κρίσει τὸν πιστεύοντα καὶ τῇ θείᾳ προσερχόμενον χάριτι.
τὸ γάρ Ἔξω τοιοῦτόν τι σημαῖνον εὑρήσεις, ὡς ἐν ἐκείνῃ τῇ παραβολῇ τῇ παρὰ τῷ μακαρίῳ Ματθαίῳ Ὁμοία γὰρ, φησὶν, ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ, ἣν ἀναβιβάσαντες καὶ ἐπὶ τὸν αἰγιαλὸν ἑλκύσαντες, συνέλεξαν τὰ καλὰ εἰς ἄγγεια, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. τὸ μὲν γὰρ εἰς τὰς θείας καὶ οὐρανίους αὐλὰς συγκομισθήσεσθαι τοὺς ἀγαθοὺς, διὰ τοῦ συλλελέχθαι λέγειν τὰ καλὰ εἰς ἄγγεια νοήσομεν· διὰ δὲ τοῦ τὸ ἀχρεῖον ἔξω βεβλῆσθαι, τὸ πάντων ἀποπεσεῖσθαι τῶν ἀγαθῶν καὶ εἰς κρίσιν κατοιχήσεσθαι τὸν ἀσεβῆ θεωρήσομεν. οὐκοῦν ὅταν λέγῃ Χριστός Τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβάλω ἔξω, τὸ μηδαμόθεν περιπεσεῖσθαι κολάσει τὸν διὰ πίστεως αὐτῷ προσιόντα λαὸν παραδεξώμεθα. σοφώτατα δέ μοι δοκεῖ τοῖς ἐκτόπως ἀπονοουμένοις διὰ τούτων ὑπαπειλεῖν, ὡς, εἰ μή τις αὐτοὺς τὴν ταχίστην ἀγαθὴν πρὸς εὐπείθειαν μεταποιεῖσθαι βουληθείη, ἔξω μὲν κείσονται παντὸς ἀγαθοῦ, τῆς δὲ εἰς αὐτὸν φιλίας καὶ οὐχ ἑκόντες ἀποδημήσουσι· δι’ ὧν γὰρ οὐκ ἐκβάλλειν ἔξω τὸν ἐρχόμενον ἐπαγγέλλεται, διὰ τούτων αὐτῶν ὅτι πάντως ἐκβαλεῖ τὸν οὐκ ἰόντα σημαίνει.
PG 73:527« ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.» ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΤΕΤΑΡΤΩι ΒΙΒΛΙΩι α. Ὅτι κατ’ οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγηται παρὰ τινῶν, προκειμένου ῥητοῦ Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. ἐν αὐτῷ δὲ τούτῳ καὶ λόγος χρησιμώτατος περὶ τοῦ τιμίου σταυροῦ τοῦ Χριστοῦ. β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, προκειμένου ῥητοῦ Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, καὶ τῶν ἐφεξῆς, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. γ. Ὅτι οὐ ζωῆς τῆς παρ’ ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρὸς, προκειμένου ῥητοῦ Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ. δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τό τε τοῦ θυμιάματος καὶ τὸ τῶν καρπωμάτων, αὐτὸν ἐσήμαινε τὸν Χριστόν· προκειμένου ῥητοῦ Ποῦ ἔχομεν ἀπελθεῖν;
ῥήματα ζωῆς αἰωνίου ἔχεις. ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν· προκειμένου ῥητοῦ Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. 2. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνὺς, προκειμένου ῥητοῦ Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνὺς, προκειμένου ῥητοῦ Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, καὶ τῶν ἐφεξῆς. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι κατ’ οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγηται παρὰ τινῶν. «Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.
PG 73:529τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὁ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» ΔΟΞΕΙΕΝ μὲν ἄν τῳ κατὰ τὸ πρόχειρον σχῆμα δυσχερὴς ὁ λόγος, καὶ σκανδάλου τοῦ περὶ τὴν πίστιν οὐ λίαν ἀπηλλαγμένος, ὡς ἐντεῦθεν ἤδη προσδοκᾶν δυσκαταγωνίστοις ἡμᾶς περιπεσεῖσθαι προβλήμασι τοῖς ἐκ τῶν δι’ ἐναντίας. ἀλλ’ οὐδὲν ὅλως ἐν τούτῳ τὸ χαλεπὸν, Πάντα γὰρ ἐνώπια τοῖς συνιοῦσι, κατὰ τὸ γεγραμμένον, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν, τουτέστι τοῖς εὐσεβῶς μελετήσασι διερμηνεύειν τε καὶ νοεῖν τὰ ἐν ταῖς θείαις γραφαῖς μυστήρια. ἀπόδειξιν τοίνυν ὥσπερ τινὰ καὶ πληροφορίαν ἐναργῆ τοῦ μὴ ἐκβληθήσεσθαι ἔξω τὸν ἐρχόμενον πρὸς αὐτὸν, ἐν τούτοις ἡμῖν τοῖς λόγοις ποιεῖται Χριστός. ταύτης γὰρ δή τοι, φησὶν, ἕνεκα τῆς αἰτίας κατέβην ἐξ οὐρανοῦ, τουτέστιν, ἄνθρωπος γέγονα κατὰ τὴν εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρὸς, μόνον δὲ οὐχὶ καὶ ἀβουλήτοις ὁμιλῆσαι πράγμασιν οὐ παρῃτησάμην, ἄχρις ἂν ἐξανύσαιμι τοῖς εἰς ἐμὲ πιστεύουσι τὴν αἰώνιον ζωὴν καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καταργήσας τοῦ θανάτου τὸ κράτος. τί δὲ ἦν ἄρα τὸ ἀνεθέλητόν τε καὶ θελητὸν τῷ Χριστῷ;
ἡ παρὰ τῶν Ἰουδαίων ἀτιμία, λοιδορίαι καὶ ὕβρεις καὶ αἰκίαι καὶ μάστιγες καὶ ἐμπτύσματα, καὶ πρὸς τούτοις ἔτι συκοφαντίαι, καὶ τὸ τελευταῖον ἐφ’ ἅπασιν, ὁ τῆς σαρκὸς θάνατος. ταῦτα μὲν γὰρ δι’ ἡμᾶς ἑκὼν ὑπέμεινεν ὁ Χριστὸς, ἀλλ’ εἴπερ ἐνεδέχετο μὴ παθόντα κατορθοῦν τὸ ἐφ’ ἡμῖν σπουδαζόμενον, οὐκ ἂν ἠθέλησε παθεῖν· ἐπειδὴ δὲ πάντως τε καὶ ἀπαραιτήτως ἔμελλον Ἰουδαῖοι κατατολμᾶν τὰ ἐπ’ αὐτῷ γεγονότα, καταδέχεται τὸ παθεῖν, ποιεῖται δὲ θελητὸν τὸ ἀνεθέλητον, διὰ τὰ ἐκ τοῦ πάθους χρήσιμα, συνευδοκοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ χρῆναι πάντα προθύμως ὑπενεγκεῖν ὑπὲρ τῆς ἁπάντων σωτηρίας συγκατανεύοντος. ἐν γὰρ δὴ τούτῳ μάλιστα τὴν ἄμετρον τῆς θείας φύσεως ἀγαθότητα κατοψόμεθα, ὡς καὶ αὐτὸ δι’ ἡμᾶς αἱρετὸν ποιεῖσθαι τὸ ἀπόβλητον οὐ παραιτουμένης. ὅτι δὲ καὶ ἀνεθέλητον μέν πως ἐστι τῷ Σωτῆρι Χριστῷ τὸ ἐπὶ τῷ σταυρῷ πάθος, θελητὸν δὲ δι’ ἡμᾶς καὶ τὴν εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρὸς, συνήσεις ἐντεῦθεν. μέλλων γὰρ ἀναβαίνειν ἐπ’ αὐτὸν, τὰς πρὸς Θεὸν ἐποιεῖτο διαλέξεις, ὡς ἐν προσευχῆς δηλονότι σχήματι λέγων Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο·
PG 73:531πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ· ὅτι μὲν γὰρ Θεὸς ἦν ὁ Λόγος ἀθάνατός τε καὶ ἀδιάφθορος, καὶ αὐτὸ κατὰ φύσιν ζωὴ, καταπτήσσειν οὐκ ᾔδει τὸν θάνατον, πᾶσιν οἶμαι προδηλότατον· ἐπιτρέπει γεμὴν ὡς ἐν σαρκὶ γεγονὼς ὑπομένειν τὰ ἴδια τῇ σαρκὶ, καὶ γεγονότα λοιπὸν ἐπὶ θύραις ὑποπτήσσειν τὸν θάνατον, ἵνα φαίνηται κατὰ ἀλήθειαν ἄνθρωπος· διὰ τοῦτό φησιν Εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο. εἰ ἐνδέχεται, φησὶν, ὦ Πάτερ, μὴ παθόντα τὸν θάνατον κατορθῶσαι τοῖς εἰς αὐτὸν πεσοῦσι τὴν ζωὴν, εἰ ἀποθνήσκει θάνατος μὴ τεθνεῶτος ἐμοῦ, κατὰ τὴν σάρκα δὲ δηλονότι, παροιχέσθω, φησὶ, τὸ ποτήριον· πλὴν ἐπειδήπερ οὐκ ἂν γένοιτο, φησὶν, ἑτέρως, οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. ὁρᾷς ὅπως ἀτονοῦσα μὲν πάλιν ἡ ἀνθρώπου φύσις καὶ ἐν αὐτῷ τῷ Χριστῷ, τὸ ὅσον εἰς ἑαυτὴν, εὑρίσκεται· ἀνακομίζεται δὲ διὰ τοῦ ἑνωθέντος αὐτῇ Λόγου πρὸς εὐτολμίαν θεοπρεπῆ, καὶ εἰς φρόνημα νεανικὸν μεταπαιδεύεται, ὡς μὴ τοῖς ἰδίοις τὸ δοκοῦν ἐπιτρέψαι θελήμασιν, ἀλλὰ σκοπῷ μᾶλλον ἀκολουθεῖν τῷ θείῳ, καὶ πρὸς ἐκεῖνο τρέχειν ἐπείγεσθαι, πρὸς ὅπερ ἂν ἡμᾶς ὁ τοῦ πεποιηκότος ἀνακαλῇ νόμος.
ὅτι δὲ τὰ τοιαῦτά φαμεν ἀληθεύοντες, καὶ ἐξ αὐτοῦ μαθήσῃ τοῦ συνεζευγμένου Τὸ μὲν γὰρ πνεῦμα, φησὶ, πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· οὐ γὰρ ἠγνόησε Χριστὸς, ὅτι τῆς θεοπρεποῦς ἀξίας πολὺ δὴ λίαν ἀπελιμπάνετο, τὸ δοκεῖν ἡττᾶσθαι θανάτῳ καὶ τῆς ἀπ’ αὐτοῦ δειλίας αἰσθάνεσθαι· διὰ τοῦτο θερμοτάτην τοῖς εἰρημένοις ἐπήνεγκε τὴν ἀπολογίαν· ἠσθενηκέναι μὲν γὰρ τὴν σάρκα διὰ τὸ αὐτῇ πρέπον καὶ φύσει προσὸν εἰπών· πρόθυμον δ’ οὖν ὅμως ὑπάρχειν τὸ πνεῦμα, τὸ παθεῖν οὐδὲν τῶν ἀδικούντων εἰδός· ὁρᾷς ὅπως ἀβούλητος τῷ Χριστῷ διά τε τὴν σάρκα καὶ τὴν ἐκ τοῦ πάθους ἀδοξίαν ὁ θάνατος ἦν· θελητὸς δ’ οὖν ὅμως, ἄχρις ἂν εἰς αἴσιον διεξάγηται πέρας τῷ κόσμῳ παντὶ τὸ ἐν εὐδοκίᾳ τοῦ Πατρὸς, τουτέστιν, ἡ πάντων σωτηρία καὶ ζωή; ἢ γὰρ οὐχὶ πάντως δήπου καὶ ἀληθῶς τὸ τοιοῦτον ἡμῖν κατασημαίνων ὁρᾶται, τοῦτο λέγων εἶναι τὸ θέλημα τοῦ Πατρὸς, ἵνα τῶν προσαγομένων ἀπολέσῃ μηδὲν, ἀλλ’ ἀναστήσῃ αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ; ὡς γὰρ ἤδη φθάσαντες προεδιδάξαμεν, ὡς ζωῇ καὶ Σωτῆρι τῷ Χριστῷ, τὸν ζωῆς καὶ σωτηρίας ἐπιδεᾶ προσκομίζει φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ Πατήρ.

Book IV · Chapter ILiber IV · Caput I

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀλλ’ αἰσθάνομαι πάλιν ἀπᾴδοντα λέγων τῷ τῆς ἀληθείας ἐχθρῷ. συγκατανεύσει μὲν γὰρ τοῖς ἀρτίως ἡμῖν εἰρημένοις οὐδαμῶς· ἀναβοήσει δὲ μέγα καὶ διαπρύσιόν τι κεκραγὼς ἀφίξεται Ποῖ δὴ πάλιν ἡμῖν περιπλανᾷς, ὦ οὗτος, τὰ θεωρήματα, καὶ πολυπλόκους μὲν ἐπινοεῖς νοημάτων ἐπεισφορὰς, ἐξέλκεις δὲ τῆς ἀληθείας τὸν λόγον; ἐρυθριᾷς δὲ κατὰ τὸ εἰκὸς ὁμολογῆσαι, φησὶ, τὴν ἀκούσιον ὑποταγὴν τοῦ Υἱοῦ. ἢ γὰρ οὐκ ἔσται καὶ διὰ τούτων ἡμῖν καταφανὲς, ὅτι κατάρξει μὲν αὐτὸς καὶ καθηγήσεται τῆς ἐν τοῖς πράγμασιν οἰκονομίας οὐδαμῶς, ὑπόκειται δὲ μᾶλλον τοῖς θελήμασι τοῦ Πατρός; οἶδε γὰρ οὕτως ἑαυτὸν τῆς πρὸς αὐτὸν ἰσότητος ἡττώμενον, ὡς καὶ ἀναγκάζεσθαι τρόπον τινὰ καὶ τὰ ἀνεθέλητα ποιεῖσθαι θελητὰ, καὶ πράττειν οὐ πάντως τὸ αὐτῷ δοκοῦν, ἀλλὰ μᾶλλον τὸ τῷ Πατρί. καὶ μὴ λέγε μοι πάλιν, φησὶν, εἰς τὴν ἐνανθρώπησιν περιέλκων τὸ εἰρημένον Ὡς ἄνθρωπος ὑποτάσσεται. ἰδοὺ γὰρ ὡς ὁρᾷς, Θεὸς ὢν ἔτι καὶ Λόγος γυμνὸς καὶ ἀσύμπλοκος τῆς σαρκὸς καταβέβηκεν ἐξ οὐρανοῦ, καὶ πρὶν ὅλως τὴν τοῦ δούλου περιτεθῆναι μορφὴν ὑπετάττετο προὔχοντι δηλονότι καὶ κατάρχοντι τῷ Πατρί.
PG 73:533Δεινοῖς μὲν ἡμῶν, ὦ γενναῖε, καθάπερ οἴει δὴ πάντως, καὶ λίαν εὐτροχωτάτοις καθιππεύεις λόγοις, οὐ μὴν δι’ εὐθείας ἰοῦσιν, ἀλλ’ ἐκτὸς ὁδοῦ τῆς βασιλικῆς τε καὶ τετριμμένης ἐκσεσοβημένοις, ἀφεὶς δὲ, ὡς ὁ παρ’ Ἕλλησιν ἔχει λόγος, τὴν ἁμαξιτὸν, ἐπὶ κρημνοὺς ἐπείγῃ καὶ πέτρας. διατείνεσθε μὲν γὰρ εἰκῇ πρὸς ἡμᾶς τὸ πείθεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, ἄνω τε καὶ κάτω λέγοντες, ὡσανεὶ καί τινος τῶν ὀρθὰ φρονεῖν εἰωθότων, ὅτι χρὴ πρεσβεύειν τὸ ἐναντίον, ἐνθυμουμένου, καὶ οὐχὶ δὴ μᾶλλον καὶ συναγορεύειν ὑμῖν ἐπὶ τούτῳ διεγνωκότος. οὐ γὰρ στασιάζουσάν ποτε καθ’ ἑαυτῆς τὴν ἁγίαν τε καὶ ὁμοούσιον Τριάδα νοήσομεν, ἀλλ’ οὐδὲ εἰς διαφόρους κατασχίζεσθαι γνώμας, ἢ καὶ καταμερίζεσθαί πως εἰς τὸ ἰδίᾳ δοκοῦν, ἢ τὸν Πατέρα τυχὸν, ἢ τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλὰ συμφέρεσθαι μὲν ἐφ’ ἅπασιν, ὡς ἐκ μιᾶς δὲ δῆλον ὅτι θεότητος, ἓν ἀεὶ πάντως καὶ τὸ αὐτὸ θέλημα ἐν ὅλῃ τῇ ἁγίᾳ κεῖσθαι Τριάδι. ἀργείτω τοιγαροῦν ὁ μακρὸς ἡμῖν περὶ τούτων λόγος, καὶ ἡσυχαζέτω τὸ φιλονεικεῖν ἀναπεῖθον ἐφ’ οἷς ἥκιστα χρή· οὐδενὸς γὰρ ἐπὶ τούτῳ χαλεπαίνοντος, περιττὸν ὑμῖν ἔτι τὸ διατείνεσθαι.
Ἐπειδὴ δὲ δυστροπώτατα φρονεῖν τε καὶ νοεῖν εἰθισμένοι, τὸ συμφέρεσθαι τοῖς θελήμασι τοῦ Πατρὸς τὸν Υἱὸν, τὴν ὡς ἐξ ἀνάγκης ὑποταγὴν ὀνομάζετε, πρὸς τοῦτο δὴ πάλιν τὰ εἰκότα πρὸς ὑμᾶς διαλεξόμεθα. ἐν ἁπλότητι μὲν γὰρ εἰ προεκομίσθη παρ’ ὑμῶν ἡ τοιαύτη φωνὴ, κἂν εἰκότως ἐφησυχάζοντες, τὸ περὶ τὴν λέξιν ἀδιάφορον οὐ πάντως ἐβασανίζομεν. ἐπειδὴ δὲ μετὰ πολλῆς τινος τῆς κακοηθείας προκεκομισμένην ὁρῶμεν, ἀναγκαίως ἀντιταξώμεθα, τῇ δυνάμει τοῦ Ἁγίου Πνεύματος, καὶ οὐ τοῖς ἐνοῦσιν ἡμῖν θαρσήσαντες λόγοις. μάλιστα μὲν γὰρ οὐκ ἀπολύτως, οὐδὲ εἰς πᾶσαν ἁπλῶς ὑπόθεσιν, ἀλλ’ οὐδὲ ἐπὶ παντὸς πράγματος, μὴ πάντη τε καὶ πάντως τῶν οἰκείων ἔχεσθαι θελημάτων ὁ Υἱὸς διισχυρίσατο, φυλάξαι γεμὴν τὸ τοῦ Πατρὸς λέγει κατὰ πράγματος ὡρισμένου, διὰ τὰς σὰς, ὥς γε μοι πρόςεστι νοεῖν, εὑρεσιλογίας, προνοήσας τῆς ἡμετέρας ἀσφαλείας, ὡς Θεός. ὑπομένει δὲ τὸ ἀβούλητον, καὶ ποιεῖται θελητὸν δι’ ἡμᾶς· πάθος δέ φημι τὸ ἐπὶ τῷ σταυρῷ, δηλονότι συναρέσαν οὕτω καὶ τῷ γεννήσαντι, καθάπερ ἡμῖν ἤδη προείρηται.
καὶ γοῦν ἔξεστιν ὁρᾶν παρατεθεῖσαν εὐθὺς τὴν ἀπόδειξιν, καὶ παρακειμένην ἐναργῶς τὴν ὑπόθεσιν, ἐφ’ ἣν, καθάπερ αὐτός φησι, τῶν μὲν οἰκείων ἀπέστη θελημάτων, ἀποπληροῖ δὲ τὸ τοῦ Πατρός. τοῦτο γάρ ἐστι φησὶ τὸ θέλημα τοῦ Πατρὸς ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλ’ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. καὶ ὅτι μὲν ὄντως ἀνεθέλητόν τε ὁμοῦ καὶ θελητὸν τῷ Μονογενεῖ τὸ ἐπὶ τῷ σταυρῷ πάθος ὁρᾶται, προείρηται μὲν ἤδη σαφῶς, διαληψόμεθα δὲ καὶ ἐσαῦθις ἀκριβεστέραις ἐρεύναις, τοῖς ἐντευξομένοις ἁπλοῦντες τὴν ἀλήθειαν. βαδιοῦμαι δὲ πρότερον ἐπὶ ζήτησιν τῆς λεγομένης παρ’ ὑμῶν ὑποταγῆς, προϋποκειμένου δηλονότι καὶ ἀνενδοιάστως ὁμολογουμένου παρ’ ὑμῶν, ὅτι συντρέχει τῆς ἁγίας Τριάδος εἰς μίαν βουλήν τε καὶ γνώμην ἀεὶ τὰ θελήματα· λεγέτωσαν τοίνυν ἡμῖν οἱ δεινοὶ σοφισταὶ, πότερόν ποτε ἐν τῷ τῆς ὑποταγῆς ὀνόματί τε καὶ πράγματι τὸ εἶναί ἐστι τοῦ Υἱοῦ, καὶ τοῦτο αὐτῷ φύσις, ὥσπερ ἀνθρώπῳ τυχὸν ἡ ἀνθρωπότης, ἢ ὑπάρχων πρότερον αὐτὸς ὡς ἐν ἰδίῳ λόγῳ ὑποτάττεται τῷ Πατρὶ, ὥσπερ οὖν ἂν εἴ τις νοήσαι τυχὸν ἐπ’ ἀγγέλου καὶ ἑτέρας τινὸς δυνάμεως λογικῆς.
PG 73:535ὄντα γὰρ ταῦτα καὶ ὑφεστῶτα, τὸν τῆς ὑποταγῆς δέχεται τρόπον. Εἰ μὲν οὖν ἐν τῷ ὑποτάττεσθαι τῷ Πατρὶ τὸ εἶναί φατε τοῦ Υἱοῦ, ὑποταγὴ μᾶλλον ἔσται καὶ οὐχ υἱός. εἶτα πῶς οὐ λίαν, εἰπέ μοι, ληροῦντες ἀναφανήσεσθε λοιπόν; ὑποταγὴ γὰρ αὐτὴ καθ’ ἑαυτὴν πῶς ἂν ὑφεστάναι νοοῖτο μὴ ἐνυπάρχουσα τῶν ὄντων τινί; τὰ γὰρ τοιαῦτα προϋποκειμένων ἀναγκαίως τῶν ἐν οἷς γίνεσθαι φιλεῖ συμβαίνειν ἔθος, καὶ οὐχ ἑτέρως. θεωροῦνται δὲ μᾶλλον περὶ τὰς οὐσίας, ἤτοι ταῖς οὐσίαις συμβαίνοντα, ἤγουν ὑφεστῶτα καθ’ ἑαυτά. καὶ ὥσπερ ἐπιθυμία τυχὸν, ἡ ἐπί τι τῶν ὄντων καλοῦσα καὶ φέρουσα, οὐκ ἂν ὑπάρξαι καθ’ ἑαυτὴν, ἐντίκτεται δὲ μᾶλλον τῷ δέχεσθαι πεφυκότι· οὕτως ἡ ὑποταγὴ θελημάτων τινὰ ῥοπὴν ὑπεμφαίνουσα πρὸς τὸ δεῖν ὑποτάττεσθαί τισιν, οὐκ ἐν ἰδίᾳ φύσει νοηθήσεται, ἀλλ’ ὡς πάθος ἢ θέλησις ἢ ἐπιθυμία τυχὸν λοιπὸν ἐνυπάρξαι μᾶλλον τῶν ὄντων τινί. ἄλλωστε τὸ τῆς ὑποταγῆς ὄνομά τε καὶ πρᾶγμα, κατ’ οὐδενὸς ἂν νοοῖτο κυρίως ἀδιακρίτως ἐκφωνηθὲν, ἀλλ’ οὐδὲ ὅτι φαῦλόν ἐστιν ἢ ἀγαθόν τις διαγνώσεται, εἰ μὴ προσκείμενον ἔχοι τὸ τίνος ἐστὶν ὑποταγή· ὑποτάττεται μὲν γάρ τις τῷ Θεῷ, ἀλλὰ καὶ τῷ διαβόλῳ·
καὶ ὥσπερ τὸ σοφὸς ὄνομα μέσον τι ἐστί· σοφοὶ γάρ εἰσι τοῦ κακοποιῆσαί τινες, σοφοὶ δὲ πάλιν κληρονομήσουσι δόξαν, ἔχοντες δὲ δῆλον ὅτι τὴν σοφίαν ἐπ’ ἀγαθοῖς· οὕτως ἡ ὑποταγὴ μεσότητά τινα μᾶλλον ἔχει, καὶ οὐκ ἀλήθειαν ὡρισμένως. ἄδηλον γὰρ τίνος ὅλως ὑποταγὴ ἔσται. τοιγαροῦν, καὶ ἐπ’ ἀδήλοις ἡμῖν ἡ τοῦ Υἱοῦ φύσις, εἰ νοοῖτο παρ’ ὑμῶν ὑποταγή. τίνος γὰρ ὑποταγὴ, προσκειμένου μηδενὸς, οὐκ ἂν δύναιτό τις ἀψευδήσας εἰπεῖν. ὅτι δὲ αὐτὴ καθ’ ἑαυτὴν οὐχ ὑπάρξει ποτὲ κατ’ ἴδιον λόγον ἡ ὑποταγὴ, παχύτερόν πως καὶ ἐναργέστερον ἐπ’ αὐτῶν ἤδη τῶν ποιημάτων καταγαγόντες τὸν λόγον, θεωρήσομεν· δέχου δέ τινα ἐπὶ τούτοις συλλογισμόν. εἰ γὰρ ἐν τῷ ὑποτάττεσθαι τὸ εἶναι δώσομεν τῷ ἀνθρώπῳ τυχὸν, τὸ μὴ εἶναι πάντως αὐτὸν ἐν τῷ μὴ ὑποτάττεσθαι λογιούμεθα· πῶς οὖν ἐλέγετο πρός τινα παρὰ τοῦ μελῳδοῦ, ὡς ὄντα μὲν ἤδη καὶ ὑπάρχοντα, οὐ μὴν ἔτι καὶ ὑποτεταγμένον Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν; ὁρᾷς οὖν ὅπως ἀνόητον κομιδῇ τὸ αὐτὴν ὑφεστάναι καθ’ ἑαυτὴν οἴεσθαι τὴν ὑποταγήν;
PG 73:537οὐκοῦν ἀνάγκη καὶ συνομολογεῖν ὑπάρχειν τε καὶ εἶναι τὸν Υἱὸν ἐν ἰδίᾳ φύσει πρότερον, εἶθ’ οὕτως καὶ ὑποτάττεσθαι λέγειν τῷ Πατρί. τί οὖν, εἰπέ μοι, τὸ ἀναγκάζον ἐστὶ, τὸν ἐκ τῆς οὐσίας ὄντα τοῦ γεννήσαντος, τὸν ἀπαραποίητον τῆς φύσεως αὐτοῦ χαρακτῆρα, τῆς πρὸς αὐτὸν ἀποπίπτειν ἰσότητος, διὰ τὸ πειθήνιον; ἡμεῖς μὲν γὰρ ὀρθὰ φρονοῦντες καὶ λέγοντες, ὁμοούσιον ὄντα τῷ γεγεννηκότι γινώσκομεν, καὶ τὴν ἐφ’ ἅπασιν ἰσοτιμίαν αὐτῷ περιτίθεμεν, καὶ κατ’ οὐδένα τρόπον τῆς θεοπρεποῦς ἀξίας ἡττᾶσθαι λογιούμεθα· σὺ δέ μοι σκόπει κατὰ τίνα τρόπον ἐκβαλεῖς τῆς ἰσομέτρου πρὸς τὸν Πατέρα τιμῆς διὰ τὴν λεγομένην ὑποταγὴν, τὸν τοῖς ἴσοις ἐπαγλαϊζόμενον ἀγαθοῖς διὰ τὴν ταυτότητα τῆς οὐσίας. Ἀλλ’ αὐτὸ δὴ τοῦτο, φησὶ, τοῖς παρ’ ἡμῶν ἐπαγωνιεῖται λόγοις, τὸ πείθεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ θελημάτων μὲν τῶν ἰδίων οὐ σφόδρα φροντίζειν, εἴκειν δὲ μᾶλλον τοῖς τοῦ Πατρὸς, ὡς ὑπερκειμένου δηλονότι καὶ μείζονος. Ἀλλ’ αὐτὸ δὴ τοῦτο κατὰ τὴν σὴν, ὦ οὗτος, φωνὴν, ὅπερ οἴει τοὺς σοὺς ὠφελήσειν λόγους, πάλιν ἕτερον εὑρήσεις οὐδὲν, ἢ τῆς ἐνούσης ὑμῖν ἀμαθίας καρπόν.
εἰ μὲν γὰρ τὸ τίς ἀμείνων ἐν ἀξιώματι, καὶ τὸ μεῖζον ἔχων ἐν δόξῃ, διεκρίνομεν, ἔδοξεν ἄν πως καὶ τότε δὴ μόλις εὔκαιρόν τινα λόγον ἔχειν ὑμῖν τὸ θρυλούμενον· ἐπειδὴ δὲ ὁ τῆς ὁμοουσιότητος ἐξετάζεται τρόπος, πῶς οὐ μετρίως ἀσυνετοῦντες ἁλώσεσθε, τὸ μεῖζον ἐν αὐτῇ κατὰ τοῦ ἰδίου γεννήματος ἀπονέμοντες τῷ Θεῷ καὶ Πατρί; τὸ μὲν γὰρ μεῖζον, ἤτοι τὸ ἔλαττον, ἢ ὅπερ ἂν λέγηταί τι τοῖς τοιούτοις ὁμοειδὲς, οὐκ αὐτὰ κυρίως οὐσίας εἶναι δώσομεν· ὥσπερ οὖν ἐλέγομεν καὶ ἐπὶ τῆς ὑποταγῆς, ἀλλ’ ἔξωθέν πως εἰσὶ καὶ τῶν περὶ τὰς οὐσίας. τὸ γὰρ ἤδη προϋφεστηκὸς καὶ ὑπάρχον, ἐπιδέξεται τυχὸν ὡς ἐν συγκρίσει τῇ πρὸς ἕτερον τὸ μεῖζον ἢ ἔλαττον· μὴ ὑποκειμένου δέ τινος καὶ προϋφεστῶτος περὶ ὃ τὰ τοιαῦτα γίνεσθαι φιλεῖ, πῶς ἂν εἶεν αὐτὰ καθ’ ἑαυτὰ, καίτοι κατὰ τὴν τοῦ συμβεβηκότος τάξιν νοούμενά τε καὶ ὁριζόμενα;
οὐκοῦν ὅταν τὸ ἔλαττον ἢ καὶ τὸ μεῖζον ἡμῖν ὀνομάζηται, τῆς οὐσίας μὲν οὐχ ἅψεσθε τοῦ Μονογενοῦς, ἀλλ’ οὐδὲ τῆς τοῦ Πατρὸς, μόναις δὲ ταῖς ἔξωθεν ὑπεροχαῖς ἤτοι μειονεκτήμασι, κατασεμνυνεῖτε μὲν ὥσπερ οὖν οἴεσθε τὸν Πατέρα, διαλοιδορηθήσεσθε δὲ τῷ Υἱῷ, καίτοι διαῤῥήδην ἀκούοντες βοῶντος αὐτοῦ Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα τιμᾷ, καὶ ὅτι προσήκοι πάντας τιμᾶν τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα· ἰσοστάθμῳ γὰρ χρῆναι περιβαλέσθαι δόξῃ τὰ μηδαμόθεν εἰς ἔκφυλον ἀλλοτριότητα μερισθῆναι δυνάμενα, λαχόντα δὲ μίαν καὶ τὴν αὐτὴν οὐσίαν, καλῶς γε σφόδρα ποιῶν ἐδίδασκεν ὁ Χριστὸς, οὐ παρ’ ἀνθρώπων τὴν ἐφ’ ἑαυτῷ μαρτυρίαν λαβεῖν ἐκδεξάμενος, καθάπερ ἔφασκεν αὐτὸς, ἀλλὰ τῶν ὄντων ἁπάντων ἀξιόχρεώς τε καὶ ἀξιώτερος αὐτὸς ἐφ’ ἑαυτῷ μάρτυς εἰσβεβηκώς. ἐρεῖ δὲ δὴ πάντως ἀληθῆ κατὰ φύσιν ὑπάρχων ἀλήθεια, καθάπερ οὖν ἔξεστι καὶ ἐξ αὐτῆς ἡμᾶς δοκιμάζειν τοῦτο τῆς τῶν πραγμάτων ποιότητος. τὸ μὲν γὰρ μεῖζον, ἤτοι τὸ ἔλαττον χωρήσῃ ἂν εἰκότως, οὐ κατ’ αὐτῆς τῆς τινων οὐσίας, ἀλλὰ κατά τινων τῶν περὶ τὰς οὐσίας τῶν ὄντων·
PG 73:539οἷον δὲ δή τι φημί Ἄνθρωπος ἑτέρου τυχὸν ἀνθρώπου, καθ’ ὅπερ ἂν ἄνθρωπος νοοῖτο καὶ λέγοιτο, οὐδαμόθεν ἕξει τὸ μεῖζον, ἢ ἔλαττον· οὔτε γὰρ ἐλάττων ἄνθρωπος ἀνθρώπου καθὸ ἄνθρωπος, οὔτε μείζων καθὸ πάλιν ἄνθρωπος. ἴσος γὰρ ἐφ’ ἅπασιν ὁ τῆς φύσεως θεωρεῖται λόγος· ὁ αὐτὸς δ’ ἂν σώζοιτο λόγος καὶ ἐπ’ ἀγγέλων, ἢ καὶ ἐπὶ παντὸς τοῦ πεποιημένου καὶ ἐν τῇ κτίσει κατηριθμημένου. οὐκοῦν ἀχώρητα παντελῶς ἐπ’ αὐτῶν τὰ τοιαῦτα τῶν οὐσιῶν εὑρίσκεται, συμβαίνει δὲ ταῖς οὐσίαις, ἤγουν τισὶ τῶν περὶ αὐτὰς, καθάπερ ἐν τοῖς ἀνωτέρω δεδώκαμεν. πῶς οὖν ἔσται μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, φύσει Θεὸς ὑπάρχων τοῦ κατὰ φύσιν Θεοῦ; τὸ γὰρ ἐξ αὐτοῦ γεγεννῆσθαι τὸν Υἱὸν, ἀναγκάσει δὴ πάντως καὶ οὐχ ἑκόντας ὑμᾶς ἀποδοῦναι τὸ ὁμοούσιον αὐτῷ. Προϋποκειμένου τοιγαροῦν καὶ ἀναμφιλόγως εἰσβαίνοντος τοῦ κατὰ φύσιν εἶναι Θεὸν τὸν Υἱὸν, ἐπιζητῶμεν, εἰ δοκεῖ, πότερόν ποτε τὴν μὲν ἴσην αὐτῷ τιμὴν ἀπονέμοντες, ὡς πρὸς τὸν ἐξ οὗπέρ ἐστι, καὶ μὴν καὶ δόξαν περιθήσομεν τῷ γεγεννηκότι, ἢ τὸ ἐναντίον ἐξεργασόμεθα, τοῖς κατωτέρω καὶ ἐλάττοσιν ἐξυβρίζοντες τὸν γεγεννημένον, ὅπερ ὄντως ἐστὶ καὶ ἀληθέστερον·
δόξα μὲν γὰρ τῷ Πατρὶ τὸ γεννῆσαι τοιοῦτον, ὁποῖός περ ἂν ὑπάρχοι κατὰ φύσιν αὐτός. συμβήσεται δὲ πάντως τὸ ἐναντίον· εὐφημεῖν γὰρ ἀκόλουθον· εἰ μὴ διασώζοι τὴν αὐτῷ πρέπουσαν εὐφυί̈αν ὁ Υἱὸς, τὸ μεῖον ἔχων ἢ κατὰ τὴν δόξαν ἢ κατά τι γοῦν τῶν ὅσα προσεῖναι πάντως ἐχρῆν, ἵνα δὴ φαίνοιτο διὰ πάντων παντέλειός τε καὶ ἀληθινὸς ὑπάρχων Θεός. ἔχων δὲ οὕτω φύσεως, εἰ τιμᾷ τὸν Πατέρα, μὴ γελάσῃς ἄνθρωπε, μηδὲ ὀφλήσεις δίκην κακύνων ἀμαθῶς, ὅπερ ἥκιστα χρῆν. ἔστι γὰρ δήπου θαυμάζειν αὐτὸν καὶ ἐπὶ τούτῳ πρέπον, ὅτι καὶ τιμᾷ καὶ ἀγαπᾷ τὸν γεννήσαντα· πᾶν γὰρ εἶδος ἀρετῆς, πηγὴν ὥσπερ τινὰ καὶ ῥίζαν ἔχει τὴν ἀνωτάτω πασῶν οὐσίαν· ἐκφανέντα δὲ πρῶτον ἐν ἐκείνῃ τὰ ἀγαθὰ, καὶ εἰς ἡμᾶς καταῤῥεῖ, τοὺς οἵπερ ἐσμὲν γεγονότες κατὰ τὴν ἐκείνης εἰκόνα. διὰ τοῦτο καὶ ἡμῖν ὁ νομοθέτης τιμᾶν ὅτι χρὴ πατέρα καὶ μητέρα διήγγελλεν, ἀλλὰ καὶ γέρα τούτοις ἐπετίθει τὰ κάλλιστα· μέγιστον οἶμαι δὴ πάντων τὸ πρᾶγμα εἰδὼς, καὶ λοιδορίας ἁπάσης τοσοῦτον ἀπηλλαγμένον, ὡς καὶ μακραίωνος βίου φαίνεσθαι πρόξενον·
ὅνπερ οὖν τρόπον ἡμεῖς διὰ τὸ ὑποτάττεσθαι καὶ καταπείθεσθαι τοῖς γεννήσασιν, οὐχ ἕτεροί τινες κατὰ τὴν φύσιν ὡς πρὸς αὐτοὺς ἀποτελούμεθα, ἀλλ’ ὄντες ὅπερ εἰσὶν ἐξ ἀνθρώπων ἄνθρωποι, καὶ τέλειον ἔχοντές τε καὶ ἀποσώζοντες τὸν τῆς ἀνθρωπότητος ὅρον, ἐπιτηδεύομεν ὡς ἐν τάξει λαμπρᾶς ἀρετῆς τὸ πειθήνιον· οὕτω νοήσεις ἐπί τε Πατρὸς καὶ τοῦ Υἱοῦ. ὢν γὰρ ὅ ἐστιν, ἐκ Θεοῦ Θεὸς δηλονότι, τέλειος ἐκ τελείου, χαρακτὴρ ἀπαραποίητος τῆς τοῦ γεννήσαντος οὐσίας, λογιεῖται μὲν ἕτερον οὐδὲν, ἢ ὅπερ ἂν καὶ αὐτὸς λογίσαιτο τυχὸν, οὗπέρ ἐστι καὶ βουλὴ καὶ Λόγος· ἐθελήσει δὲ πάντως τὰ αὐτὰ τῷ Πατρὶ, τοῖς αὐτοῖς, ἵν’ οὕτως εἴπω, τῆς ὁμοουσιότητος νόμοις, εἰς τὸ πάντα συνεθέλειν τὰ ἀγαθὰ τῷ Πατρὶ συνδιακρατούμενος. Σκανδαλίζου τοιγαροῦν, ἄνθρωπε, μηδαμῶς, ὅταν ἀκούσῃς λέγοντος Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. ὃ γὰρ ἐλέγομεν ἐξ ἀρχῆς, τοῦτο πάλιν ἐροῦμεν. κατὰ πράγματος ὡρισμένου καὶ ἐναργοῦς τὸν ἐπὶ τούτῳ λόγον ἐποιήσατο ὁ Χριστός.
PG 73:541διδάσκων γὰρ, ὅτι τὸ ὑπὲρ πάντων τεθνάναι θελητὸν μὲν ἔχει διὰ τὸ οὕτω βεβουλῆσθαι τὴν θείαν φύσιν, ἀνεθέλητον δὲ διὰ τὰ ἐπὶ τῷ σταυρῷ πάθη, καὶ τὸ ὅσον ἧκεν εἰς τὴν σάρκα παραιτουμένην τὸν θάνατον, τὰ τοιαῦτά φησι. καὶ μακρὸς μὲν ἡμῖν ἤδη προανήλωται λόγος· ὅτι δὲ καὶ ἀνεθέλητόν πως ὁρᾶται τῷ Σωτῆρι Χριστῷ, καθόπερ ἦν ἄνθρωπος, τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ ἐξ αὐτῆς ἀκόλουθον ἡμᾶς τῆς τῶν πραγμάτων φύσεως κατιδεῖν. φαμὲν οὖν, ὅτι τῆς Ἰουδαϊκῆς ἔργον ἦν ἀπονοίας, τὸ πάντη τε καὶ πάντως σταυρωθήσεσθαι τὸν Χριστὸν, καὶ τοῦτο ἀνυπερθέτως ἔμελλεν ἔσεσθαι παρ’ αὐτῶν, οὐκ ἀμελέτητον ἐχόντων τὴν τόλμαν τὴν ἐπὶ τούτοις, ἀφ’ ὧν ἤδη πεπράχεσαν εἴς τε τοὺς ἁγίους προφήτας, καὶ τοὺς οἵπερ ἂν ἦσαν κατ’ ἐκεῖνο καιροῦ γεγονότες ἅγιοι. ἐπειδὴ δὲ οὐχ ἑτέρως ἦν τὸ πεπτωκὸς εἰς θάνατον, ἐξαναστῆσαι πάλιν εἰς ζωὴν, εἰ μὴ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔδει δὲ πάντως γεγονότα παθεῖν· τὸ ἀνεθέλητον ἐποιήσατο θελητὸν, καὶ τοῦτο τῆς θείας φύσεως διὰ τὴν εἰς ἡμᾶς καταδεξαμένης ἀγάπην.
Ἡ γὰρ πάντων τεχνῖτις σοφία, τουτέστιν ὁ Υἱὸς, τὸ ἐκ διαβολικῆς δυστροπίας σκευωρηθὲν, φημὶ δὲ τὸν ἑαυτοῦ κατὰ σάρκα θάνατον, ὁδὸν ἡμῖν σωτηρίας καὶ θύραν ἀνέδειξε ζωῆς, καὶ ἀντέστραπται τῷ διαβόλῳ τὰ ἐν ἐλπίσι, καὶ μόλις ἔγνω παθὼν, ὅτι σκληρὸν αὐτῷ τὸ θεομαχεῖν. δοκεῖ δέ μοι καὶ ὁ θεσπέσιος μελῳδὸς τοῖς περὶ τούτων συμφέρεσθαι λόγοις, καί τι τοιοῦτον ὑποδηλοῦν, ὅτε φησὶν, ὡς περὶ Χριστοῦ καὶ τοῦ διαβόλου Ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν· παγίδα μὲν γὰρ συνεπήξατο τῷ Χριστῷ τὸν θάνατον ὁ διάβολος, ἀλλ’ ἐν αὐτῇ τεταπείνωται τῇ οἰκείᾳ παγίδι. λέλυται γὰρ ὁ θάνατος ἐν θανάτῳ Χριστοῦ, καὶ κατηργήθη τύραννος ὁ πεσεῖσθαι μὴ προσδοκῶν. καὶ μακρὸν μὲν ἦν ἐπὶ τούτοις ἐπιθεῖναι λόγον οὐ χαλεπὸν, ὃ δὲ ἦν ἐν χερσὶν, αὐτὸ δὴ πάλιν ἐροῦμεν. εἰ μὴ κυρίως τε καὶ ἀληθῶς θελημάτων ἦν ἔργον Ἰουδαϊκῶν, καὶ τῶν ἐν ἐκείνοις ἀνοσίων τολμημάτων καρπὸς ὁ θάνατος τοῦ Χριστοῦ, κρῖμα δὲ ἦν τὸ θεῖον, ὥσπερ οἴονταί τινες, τὸ πάντως ἄγον εἰς τοῦτο· πῶς οὐκ ἔδει λοιπὸν καὶ ὡς ἐξ ἀνάγκης ἤδη πληροῦσθαι τὸ δόξαν δι’ ἀνθρώπων δὴ πάντως, καὶ οὐχ ἑτέρως;
εἶτα πῶς ἂν, εἰπέ μοι, δικαίως ἔτι κολάζοιντο ταῖς ἀπαραιτήτοις τοῦ Θεοῦ ψήφοις ὑπηρετοῦντές τινες; πῶς δὲ δείλαιος καὶ ἐν ἀμείνοσιν εἰ μὴ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος δι’ οὗ παρεδόθη ὁ Χριστός; εἰ γὰρ θελητὸν τῷ Σωτῆρι τὸ πάθος, καὶ ἀνεθέλητον οὐδαμῶς καθ’ ἕτερόν τινα τρόπον νοοῖτο, ποίαν ἂν εὐλόγως εἰσπράττοιτο δίκην, ὁ θελημάτων δεσποτικῶν καὶ τῶν ἐσομένων ἀπαραιτήτως ὑπηρέτης ἀναδεδειγμένος; ἢ γὰρ οὐχ ἅπασιν ἔσται διαφανὲς, ὅτι πάντως ἔδει γενέσθαι τὰ τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ δόξαντα φύσει, γενέσθαι δὲ πάντως διά τινων; ἀλλ’ ἔστι καὶ διὰ τούτων καὶ διὰ πλειόνων ἑτέρων συνιδεῖν, ὡς ἐπείπερ ἐξ οὐρανῶν καταβέβηκεν ὁ Υἱὸς τὸν ὑπὲρ ἁπάντων ὑπομεῖναι θάνατον, ἑκών τε ὁμοῦ καὶ ἄκων, ἵνα πάντας ἀναστήσῃ τῇ ἐσχάτῃ ἡμέρᾳ, δόξαν οὕτω καὶ αὐτῷ τῷ Πατρὶ διὰ τὸ πᾶσι συμφέρον· ἑτεροφυᾶ δὲ οὐδαμῶς, ἢ κατά τι γοῦν ἡττώμενον τοῦ γεγεννηκότος ἑαυτὸν νοεῖσθαι διὰ τούτων βούλεται. Τὸν μὲν οὖν δι’ ἐναντίας ὑπερυθριάσειν ἤδη, καὶ τοῖς περὶ τούτων ἡμῖν οὐκ ἀντιτάξεσθαι λόγοις ὑπολαμβάνω· ἐνισταμένῳ δὲ πάλιν καὶ φιλονεικεῖν ὅτι πρέποι διεγνωκότι μακρότερον ἐκεῖνό φημι.
PG 73:543Εἰ καταβέβηκεν ἐξ οὐρανῶν ὁ Υἱὸς οὐ τὸ οἰκεῖον ἀποπληρώσων θέλημα, καθάπερ αὐτός φησιν, ἀλλὰ τὸ τοῦ Πατρὸς, καί σοι τῆς ἀρτίως ἡμῖν εἰρημένης ἐπὶ τούτῳ θεωρίας οὐχ ἡδεῖς οἱ λόγοι φανοῦνται τυχόν· ἆρ’ οὐκ ἀναγκαῖον εἰπεῖν ἀντιτετάχθαι πως αὐτοῖς τὰ θελήματα, καὶ διωρίσθαι κατὰ τὸ ἐναντίον τὴν βούλησιν; ἀλλ’ ἔστι δὴ πᾶσιν ὁμολογούμενον. εἰ μὲν γὰρ τὸ διεῖργον οὐδὲν, μία δήπου πάντως ἐν ἀμφοῖν ἡ θέλησις· εἰ δὲ ὡς ἑτέραν τινὰ παρὰ τὴν τοῦ Πατρὸς ὑπάρχουσαν παρελαύνει μὲν τὴν ἑαυτοῦ, πληροῖ δὲ ἐκείνην, πῶς οὐκ ἀσυνέτως ἐροῦμεν μίαν εἶναι, καὶ οὐχ ἑτέραν ὡς πρὸς ἑτέραν; Ἴδωμεν τοίνυν ἐν τίσιν ἐστὶν ἡ θέλησις τοῦ Πατρός· οὕτω γὰρ δὴ καὶ τὴν ἑτέραν, ὅποι ποτὲ βλέποι, διαγνωσόμεθα. οὐκοῦν ἡ μὲν βούλησις τοῦ Πατρὸς, ὡς αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, ἵνα πᾶν ὃ δέδωκεν αὐτῷ μὴ ἀπολέσῃ ἐξ αὐτοῦ ἀλλ’ ἀναστήσῃ αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. καὶ ἀγαθὴ μὲν ὅτι καὶ φιλάνθρωπος οὐδεὶς ἀντερεῖ·
μεθιστάντες δὲ πρὸς τὴν ἐναντίως ἔχουσαν βούλησιν τοῦ Υἱοῦ τὰς ἐννοίας, οὔτε φιλάνθρωπον, οὔτε μὴν ὅλως εὑρήσομεν ἀγαθὸν, φρονοῦντα δὴ πάντως τἀναντία τῷ Πατρὶ, καὶ οὔτε διασώζειν ἡμᾶς, οὔτε μὴν ἐκ θανάτου διανιστᾶν ἐθέλοντα. πῶς οὖν ἔτι ποιμὴν ἀγαθὸς, πῶς δὲ σημεῖον ἡμῖν τῆς ἐνούσης αὐτῷ φιλανθρωπίας ἐτίθει, τὸ διδόναι τὴν ψυχὴν ὑπὲρ ἡμῶν; εἰ μὲν γὰρ καταβέβηκεν ἐξ οὐρανῶν, ἵνα τοῦτο πληρώσῃ καθ’ ἑκούσιον βούλησιν, πῶς οὐ τὸ ἴδιον θέλημα πληροῖ, μήτε ἀπολλύων τὸ προσαγόμενον, ἀλλὰ καὶ διανιστὰς κατὰ τὴν ἐσχάτην ἡμέραν; εἰ δὲ οὐκ ἔστιν ἐν θελήσει τοῦτο αὐτῷ, ὑπηρετεῖ δὲ μᾶλλον τοῖς θελήμασι τοῦ Πατρὸς, καὶ διανιστὰς καὶ διασώζων, τοὺς ἀπολωλότας δηλονότι καὶ τῷ θανάτῳ κεκρατημένους, πῶς οὐκ ἀληθεύσομεν, οὔτε ἀγαθὸν, οὔτε μὴν ἑτέρως φιλάνθρωπον εἶναι διαβεβαιούμενοι τὸν Υἱόν; παυέσθω τοίνυν ὁ χριστομάχος, πανταχόθεν αὐτῷ πρὸς δυσφημίαν κατηγορουμένου τοῦ προβλήματος, καὶ πικροῖς ἡμᾶς περὶ τούτων μὴ καθυλακτείτω λόγοις.
PG 73:545«Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.» Ὁρισάμενος ἤδη τὸ ἀγαθὸν θέλημα τοῦ Πατρὸς, ἀπολευκαίνει πάλιν αὐτὸ, καὶ πλατύτερον εἰς ἐπίσκεψιν τοῖς ἀκροωμένοις προτίθησι, διὰ τοῦ καὶ ἐσαῦθις ἀναλαβεῖν. τίς γὰρ ἂν γένοιτο τῆς προσαγωγῆς ὁ τρόπος, καὶ τί τὸ ἐκ τοῦ προσῆχθαι κερδανοῦσί τινες, ἐξηγεῖται λαμπρῶς. δίδωσι τοίνυν ὁ Πατὴρ τῷ Υἱῷ ζωοποιεῖν ἰσχύοντι τὰ ζωῆς ἐπιδεᾶ· δίδωσι δὲ οὕτως, ὡς διὰ γνώσεως ἐντιθεὶς ἑκάστῳ δηλονότι τὴν ἐφ’ Υἱῷ κατάληψιν ἀληθῆ, καὶ τὸ δύνασθαι συνιέναι καθαρῶς ὅτιπερ εἴη Θεὸς ἐκ Θεοῦ Πατρὸς ἀληθινοῦ, ἵν’ οὕτως διατεθεὶς, καὶ ταῖς ἐπ’ αὐτῷ θεωρίαις κατηγλαϊσμένος, ἐπὶ τὸ ἐκ τῆς πίστεως ἀναφέροιτο γέρας, τουτέστι τὴν μακραίωνα ζωὴν, καὶ τὸν ἀμήρυτον ἐν μακαριότητι βίον. προσάγει μὲν οὖν ὁ Πατὴρ διὰ γνώσεως καὶ θεοπρεποῦς θεωρίας τῷ Υἱῷ, τοὺς οἷς ἂν τὴν θείαν ἐπιψηφίσαιτο χάριν.
ζωοποιεῖ δὲ λαβὼν ὁ Υἱὸς, καὶ τὸ ἴδιον ἀγαθὸν τοῖς ἐξ οἰκείας φύσεως καταφθείρεσθαι πεφυκόσιν ἐντιθεὶς, καὶ καθάπερ σπινθῆρα πυρὸς ἐγκαταχώσας αὐτοῖς τὴν ζωοποιὸν τοῦ Πνεύματος δύναμιν, ὅλους δι’ ὅλου μεταπλάττει εἰς ἀθανασίαν. ἀκούων δὲ πάλιν, ὅτι προσκομίζει μὲν ὁ Πατὴρ, τὸ δὲ ἀναβιοῦν δύνασθαι χορηγεῖ τοῖς προστρέχουσιν ὁ Υἱὸς, μὴ πρὸς ἐκτόπους ἀποδημήσεις ἐννοίας, ὡς ἰδίᾳ καὶ μεμερισμένως οἴεσθαί τι ποιεῖν ἑκάτερον, πρὸς ὅπερ ἂν ἔχοι φύσεως ἐπιτηδείως, δέχου δὲ μᾶλλον εἰς νοῦν ὅτι συνεργάτης μέν ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ καὶ ὁ Υἱὸς αὖ πάλιν τῷ Πατρὶ, καὶ ὅλης, ἵν’ οὕτως εἴπω, τῆς ἁγίας Τριάδος ἔργον ἐστὶν ἡ καθ’ ἡμᾶς σωτηρία καὶ ἡ ἐκ θανάτου πάλιν εἰς ζωὴν ἐπάνοδος, ἀρκούντως δὲ ἴσθι καὶ τὸν Πατέρα πρὸς πᾶσαν ἔχειν ἰσχύν τε καὶ χρείαν, ὁμοίως δὲ καὶ τὸν Υἱὸν, καὶ προσέτι τὸ Ἅγιον Πνεῦμα· ἔρχεται δὲ διὰ πάσης τῆς ἁγίας Τριάδος τὰ εἰς ἡμᾶς ἀγαθὰ, καὶ τὰ πάντα ἐν πᾶσιν ὁ Θεὸς καὶ Πατὴρ ὁλοκλήρως εὑρίσκεται δι’ Υἱοῦ ἐν Πνεύματι. Ἐπιτηρητέον δ’ οὖν ὅμως κἀκεῖνο, ὡς πολύ τι τὸ ἀξιόλογον ἐν τῷ πιστεύειν εἰς τὸν Υἱὸν εὑρίσκεται. ζωὴν γὰρ ἔχει τὸ γέρας·
εἰ δὲ ἐν Υἱῷ κατὰ φύσιν ἐπιγινώσκεται ὁ Πατὴρ καὶ Θεὸς, τίς ἂν ἀνάσχοιτο λοιπὸν τῶν ἔξω φερόντων αὐτὸν τῆς οὐσίας τοῦ Πατρὸς, καὶ ἀπύλωτον ἐχόντων εἰς τὴν ἐπὶ τούτῳ δυσφημίαν τὸ στόμα; δι’ ὧνδε δύνασθαι διανιστᾶν εἰς ζωὴν τὸ πεπτωκὸς εἰς θάνατον ἐπαγγέλλεται, διὰ τούτων αὐτῶν, οὐδεμιᾶς ἤδη μεσολαβούσης ἐξαλλαγῆς, εἰς ταυτότητα φυσικὴν ἀναβαίνει τῷ γεγεννηκότι· ζωῆς γὰρ ἔργον ἴδιον τὸ ζωοποιεῖν, καὶ ἐπείπερ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ζωὴ πάντως καὶ ὁ κατὰ φύσιν ἐξ αὐτοῦ νοηθήσεται, τουτέστι ὁ Μονογενής. «Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ.» Ἀγανακτοῦσι πάλιν οἱ τῶν εἰρημένων παρὰ Χριστοῦ συνιέντες οὐδέν· πέφυκε δέ πως ἐν τούτοις ὁρᾶσθαι κατὰ τὸ πλεῖστον ὁ ἀπαίδευτος νοῦς· οὐ γὰρ ἔχοντες περιδράττεσθαι τῶν ἐννοιῶν, δι’ ὧν ἦν εἰκὸς μεταποιηθήσεσθαί πως ἐπὶ τὸ ἄμεινον, εἰς ἀκαίρους ὀλιγοψυχίας ἐκτελευτᾷ. ἢ γὰρ οὐχὶ καὶ ἀληθὲς ἐπ’ αὐτοῖς δὴ πάλιν τοῖς Ἰουδαίοις τὸ εἰρημένον εὑρήσομεν; χαλεπαίνουσι γὰρ διὰ ποίαν αἰτίαν; τίς δὲ αὐτοὺς εἰς τοῦτο κέκληκε λόγος; γογγύζουσι δὲ διατί;
PG 73:547καίτοι μᾶλλον ἐχρῆν φιλομαθέστερον τοῖς εἰρημένοις ἐπιστῆσαι τὸν νοῦν, καὶ ἐξ αὐτῶν ἤδη κατασκέπτεσθαι τῶν πραγμάτων τὴν ἀλήθειαν, διά τε τῆς ἐν τοῖς ἀποτελεσθεῖσι μεγαλουργίας, εἰς δοκιμωτάτην ἰέναι σύνεσιν, πότερόν ποτε διαψεύδοιτο Χριστὸς, ἄρτον ἑαυτὸν, καὶ τοῦτο ἐξ οὐρανοῦ καταβεβηκότα καλῶν, ἤγουν ἀληθεύει, καὶ τοῦτον ἔχων αὐτοῖς τὸν τρόπον ἁλίσκοιτο. οὕτω γὰρ ἦν κρίνοντας ὀρθῶς παιδαγωγεῖσθαι καλῶς πρὸς τὴν τοῦ συμφέροντος εὕρεσιν· ἀλλὰ ζητοῦντες οὐδὲν χαλεπαίνουσι, καίτοι διὰ τῶν ἤδη παρῳχηκότων, ἄρτον ὄντως ζωῆς καὶ ἀληθινὸν ἐπιδείξαντος ἑαυτὸν τοῦ Χριστοῦ, ἀντιδιαστέλλοντός τε τῷ ἐν τύπῳ καὶ σκιᾷ χορηγηθέντι μάννα κατὰ τὴν ἔρημον τοῖς πατράσιν αὐτῶν. Ὁ γὰρ ἐρχόμενος πρὸς μὲ, φησὶν, οὐ μὴ πεινάσῃ πώποτε· ὡς τῶν ἐκεῖνο φαγόντων τὸ μάννα, βραχεῖάν τινα καὶ εὐαπόβλητον κομιδῆ τὴν ἀπόλαυσιν ἐσχηκότων περὶ τὴν σάρκα· τῶν δὲ πρὸς αὐτὸν ἰόντων διὰ τῆς πίστεως, οὐκ εἰς ὁμοίαν τοῖς τότε τὴν ὄνησιν ἀναβησομένων, καρπωσομένων δὲ μᾶλλον διηνεκῆ τῆς εὐλογίας τὴν χάριν. Σφάλλεται τοίνυν τῶν Ἰουδαίων ὁ νοῦς, μόνα βλέπων τὰ ἐπὶ τῆς γῆς·
καὶ τοῦτο ἦν ἄρα τὸ ἐπ’ αὐτοῖς ᾀδόμενον Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον, ἵνα μηδαμόθεν πρὸς τὴν τῶν θείων μυστηρίων ἀνανεύοντες γνῶσιν, κακοὶ κακῶς ἀπόλοιντο διὰ τὰς σφῶν αὐτῶν ἀπονοίας, καὶ τὸ λίαν ἀκρατὲς εἰς ἀπείθειαν. ἀναμιμνησκόμενοι δέ πως τὰ ἐν τοῖς Μωυσαϊκοῖς συγγράμμασι, πατρῷον ὥσπερ τινὰ τοῖς Ἰουδαίοις κλῆρον ἐνόντα τὸν ἐπὶ τοῖς ἀρίστοις τε καὶ ἀγαθοῖς γογγυσμὸν εὑρήσομεν· ἀλλ’ εἰς πικρὸν καταλῆγον τὸ πρᾶγμα τέλος, καὶ πάλαι μὲν ἐν ἐκείνοις ἡ πεῖρα, καὶ νῦν ἐπὶ τούτοις οὐδὲν ἧττον ἐπέδειξεν. ἐγόγγυζον ἐκεῖνοι κατὰ τὴν ἔρημον, καὶ ἀχάριστον ἐποιοῦντο κατὰ Θεοῦ τὴν καταβοὴν, ἀλλ’ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο, καθάπερ που καὶ ὁ σοφὸς διεμαρτύρατο Παῦλος· γογγύζουσι καὶ οὗτοι κατὰ Χριστοῦ, καὶ τὸν νομοθέτην καὶ λυτρωτὴν ταῖς οὕτω μακραῖς ἀπειθείαις ὑβρίζουσιν· ἀλλ’ ἐντελεῖται τῷ δράκοντι καὶ δήξεται αὐτοὺς, κατὰ τὸ γεγραμμένον· προκείσονται δὲ θοίνη τῷ παμφάγῳ θηρὶ, καταλήγει γὰρ ὡς ἐξ ἀνάγκης ἀεὶ πρὸς τέλος ἡ ἀπείθεια τὸ παγχάλεπον.
«Καὶ ἔλεγον Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;» Ὦ πολλῆς ἀμαθίας, καὶ ἀκράτῳ μέθῃ κατεσκοτισμένης διανοίας· ἐπαχύνθη, κατὰ τὸ γεγραμμένον, ἡ καρδία τοῦ λαοῦ τούτου. θεωρεῖ γὰρ ὄντως οὐδὲν, ὧν ἔδει συνιέναι λαμπρῶς, καὶ γέλωτος ἄξια καὶ φρονεῖ καὶ φθέγγεται· χρῆν γὰρ δήπου μᾶλλον αὐτοὺς τὴν τοῦ πανσόφου Μωυσέως ἐκμελετῶντας συγγραφὴν, τοῖς τε τῶν ἁγίων προφητῶν ἐντρυφῶντας κηρύγμασιν ἐκεῖνο νοεῖν, ὡς οὐ δίχα σαρκὸς, οὐδὲ τῶν διὰ σώματος περιβλημάτων, ὡς ἡμᾶς ἀφίξεσθαι προσεδοκᾶτο Χριστὸς, ἀλλ’ ἐν ἀνθρωπείᾳ μορφῇ φανήσεσθαι προεκηρύττετο, καὶ ἐν τῷ κοινῷ δὴ τούτῳ πάντων εὑρεθήσεσθαι σχήματι· διάτοι τοῦτο τὴν μὲν ἁγίαν παρθένον ἕξειν ἐν γαστρὶ, τέξεσθαι δὲ καὶ υἱὸν, προφητικὸς ἡμῖν ἀναφωνεῖ λόγος· ὀμόσας δὲ τῷ μακαρίῳ Δαυεὶδ ἀλήθειαν εὑρίσκεται Κύριος, ἣν δὴ καὶ ἀθετήσειν οὐδαμῶς ἐπηγγέλλετο, ὅτι θήσει τὸν ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ, καθὰ γέγραπται· ἐξελεύσεσθαι δὲ καὶ ῥάβδον ἐκ τῆς ῥίζης Ἰεσσαὶ προαπήγγελτο.
PG 73:549οἱ δὲ εἰς τοσαύτην ἀλογίαν ἐκτρεχόντες οὐκ αἰσθάνονται, ὡς εἴπερ εἰδεῖεν τὴν κατὰ σάρκα μητέρα τοῦ μετὰ σαρκὸς ἀφίξεσθαι προκεκηρυγμένου, διὰ τοῦτο χρῆναι δὴ πάντως ἀπειθεῖν οἰομένων, ὅτι καταβέβηκεν ἐκ τῶν οὐρανῶν· εἰ γὰρ καὶ μὴ κατὰ σῶμα τοῦτο γεγονὸς εὑρήσομεν, ἀλλ’ ἦν ὡς ἐν οἰκείῳ ναῷ τῷ ἐκ παρθένου σώματι Λόγος ὁ θεῖος, ἄνωθεν ἐκ Πατρὸς ὡς ἡμᾶς ἀφιγμένος, καὶ διὰ τὴν ἁπάντων σωτηρίαν σπέρματος Ἁβραὰμ ἐπιδραξάμενος, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῇ, καὶ καλέσῃ πρὸς υἱοθεσίαν τὴν ὡς πρὸς Θεὸν τὴν ἀνθρώπου φύσιν, Θεὸς ἅμα καὶ ἄνθρωπος ἀναδεδειγμένος. ἀλλ’ οὐ συνέντες τὴν μετὰ σαρκὸς οἰκονομίαν τοῦ Σωτῆρος ἡμῶν Ἰουδαῖοι, ἀπὸ τοῦ τὴν μητέρα γινώσκειν αὐτοῦ καὶ τὸν πατέρα, καίτοι μὴ ὄντα πατέρα, οὐκ ἐρυθριῶσιν ἀσχάλλοντες, ὅτι καταβῆναι λέγοι Χριστὸς ἐξ οὐρανοῦ. Τύπος δὲ πάλιν ἡμῖν ὠφελείας ἀνατέλλει κἀν τούτῳ πολλῆς·
παιδευόμεθα γὰρ διὰ τούτων ἐν τοῖς καθ’ ἡμᾶς, ὅτι πολλὴν ἂν ἡμῖν προσοίσῃ ζημίαν τὸ μὴ μᾶλλον τοῖς νοητοῖς τῆς καρδίας ὄμμασι τὴν ἐνοῦσαν τοῖς ἁγίοις περιαθρεῖν ἀρετὴν καὶ εἰς τὴν ἐγκεκρυμμένην αὐτοῖς δόξαν ἀφορᾶν, ἀλλ’ ἐκ τῆς περὶ τὸ σῶμα σμικροπρεπείας πολλάκις οὐδενὸς ἐν τάξει τιθέναι τὸ μέγα παρὰ Θεῷ καὶ τίμιον. οὕτω περὶ τῶν ἁγίων ἐν προφήταις ὁ Θεός που φησὶν, ὡς ἐν ἑνὶ κατὰ πάντων ἁπλώσας τὸν λόγον Εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ, καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ’ ὕδατι, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζαν αὐτοῦ, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, καὶ οὐ διαλείψει ποιῶν καρπόν. βαθεῖα καρδία παρὰ πάντα, καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; ἐγὼ Κύριος ἐτάζων καρδίας, δοκιμάζων νεφρούς.
ὅταν τοίνυν ἡμεῖς τὸν ἐγνωσμένον παρὰ Θεῷ, καὶ ἐν ταῖς ἀρτίως εἰρημέναις τεθαυμασμένον ἀρεταῖς, ταῖς ἀλαζονείαις κατασμικρύνωμεν, εἰς μόνην αὐτοῦ τὴν ἐξωφανῆ καὶ ἐπίκηρον ἀποβλέποντες σάρκα, καὶ τὴν ἐκ τοῦ σώματος ἀδοξίαν πρόφασιν τῆς ἐπ’ αὐτῷ σμικροψυχίας ποιησάμενοι, πῶς οὐχὶ τἀναντία φρονοῦντες τῷ πάντων ἁλωσόμεθα βασιλεῖ, δίκην τε οὕτως ὑφέξομεν οὐ μετρίαν, ἔσθ’ ὅτε τὸ ὑψηλὸν λέγοντες ταπεινὸν, καὶ τὸ φῶς τιθέμενοι σκότος, καὶ τὸ γλυκὺ πικρὸν ὁριζόμενοι; Φυλακτέον τοιγαροῦν τοῖς ἁγίοις τὰς αὐτοῖς πρεπούσας τιμὰς, καὶ θεωρητέον μᾶλλον αὐτοὺς διὰ τῆς ἔσωθεν καὶ κεκρυμμένης εὐκλείας, ἢ ἐν οἷς ἂν εἶεν διὰ τὴν σάρκα. ἀλλὰ γὰρ οἱ πλεῖστοι τῶν ἐν ἡμῖν, τὸ μὲν ἐν κόσμῳ ταπεινὸν τιμῆς μὲν ὅλως ἢ καί τινος δόξης ἀξιοῦν οὐκ ἀνέχονται, κἂν ὑπάρχοι διαπρεπὴς ἐν ἀρεταῖς, εἰς δὲ μόνην ἀποβλέποντες τὴν ἐκ πλούτου πλεονεξίαν, καὶ τὴν εὐδιάφθορόν τε καὶ ὅσον οὐδέπω τεθνηξομένην εὔκλειαν ἐνορῶντες οὐ σφόδρα δικαίοις ὀφθαλμοῖς, παρ’ οὐδὲν ποιοῦνται τὸ κρίνειν ὀρθῶς.
PG 73:551τοὺς γὰρ δὴ τοιούτους καὶ λίαν εἰκότως διαγελᾷ τοῦ Σωτῆρος ὁ μαθητὴς, λέγων Ὑποκριταὶ, ἐὰν γάρ τις εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, εἶτα λέγητε, φησὶ, τῷ μὲν πλουσίῳ πρὸς τῷ δεξιῷ καθέζεσθαι τόπῳ, τῷ δὲ πτωχῷ Στῆθι ἐκεῖ ἢ κάθου ὑπὸ τὸ ὑποπόδιόν μου, οὐ διεκρίθητε ἐν ἑαυτοῖς; καίτοι σκοπεῖν ἐντεῦθεν ἀκόλουθον, πόσης ἂν εἶεν εὐλόγου μομφῆς ὑπαίτιοι γεγονότες, οἱ τοῖς ἔξωθεν περιβλήμασι, καὶ οὐχὶ τοῖς ἔσωθεν ἀγαθοῖς τὸν ἄνδρα θαυμάζοντες. καὶ πλοῦτος μὲν γὰρ καὶ τὸ ἐκ πλούτου λαμπρὸν, ἀλλοτρίαν τινὰ καὶ νόθην τοῖς κεκτημένοις προσοίσειεν ἂν εἰκότως τὴν δόξαν· ἡ δὲ ἐν καρδίᾳ λαμπρότης, καὶ τὸ ἐν ἔργοις ἀγαθοῖς διαφανὲς, γνήσιος ἂν εἶεν καὶ ἐμπεφυκὼς τοῖς ἔχουσι πλοῦτος, οὐ συναπομένων τῇ σαρκὶ, καὶ σὺν αὐτῇ κατασηπόμενος, ἀλλ’ ἐνδημούσῃ μὲν ἔτι τῇ ψυχῇ κατὰ τόνδε τὸν βίον συνῳκιςμένος, ἐκδημούσῃ δὲ πάλιν συναφιπτάμενος, ὅποι περ ἂν ὁ τοῦ παντὸς νεύσειεν ἡγεμών. πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, καθάπερ ἠκούσαμεν.
Τιμητέον τοιγαροῦν οὐχὶ πάντως ἢ ἀναγκαίως τὸν ἐν πλούτῳ διαφανῆ, καὶ τοῖς ἐπὶ γῆς δοξαρίοις καθάπερ ἐν πίνακι κατακεχρωσμένον, ἐκείνους δὲ μᾶλλον, οἷς ἡ τῶν ἔργων φαιδρότης ἀμάραντον ἀποτίκτει διὰ Θεοῦ τὴν εὔκλειαν, καὶ τὸ ἔσωθεν ἐναστράπτει κάλλος διὰ πάσης ἰδέας ἀγαθῶν ἐκλελαμπρυσμένους. «Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Μὴ γογγύζετε μετ’ ἀλλήλων. οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτὸν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Κατασμικρύνουσιν Ἰουδαῖοι τὸν Ἰησοῦν, τὸν μὲν ἐν τοῖς οὐρανοῖς ἀγνοοῦντες Πατέρα, καὶ ὅτι περ εἴη κατὰ φύσιν Υἱὸς τοῦ πάντων δεσπόζοντος, οὐδαμόθεν ἐπιγινώσκοντες, εἰς δὲ μόνην ἀποβλέποντες τὴν ἐπὶ τῆς γῆς μητέρα καὶ τὸν Ἰωσήφ. διὰ τοῦτο θερμότερόν πως αὐτοῖς ὑπαντᾷ, καὶ παραχρῆμα πάλιν ἐπ’ αὐτὸ τὸ θεοπρεπὲς ἀξίωμα χρησίμως ἀναπηδᾷ· δι’ ὧν οἶδεν, ὡς Θεὸς, καὶ τὸ λάθρα ψιθυρισθὲν καὶ εἰς νοῦν αὐτοῖς ἀναβεβηκὸς, διὰ τούτων αὐτῶν ἐπιτρέπων ἐννοεῖν, ὅτι τῆς ἀληθείας ἐκπίπτουσι, καὶ μικρὰν κομιδῆ τὴν ἐπ’ αὐτῷ διάληψιν ἐποιήσαντο.
τὸν γὰρ ὅλως εἰδότα καρδίας, ἐξετάζοντά τε τὰ ἐν νῷ κινήματα, καὶ οὐδὲν ἠγνοηκότα τῶν ἐν ψυχαῖς βουλευμάτων, πῶς οὐχὶ μᾶλλον ἐχρῆν δόξῃ μὲν ἤδη καταστέφειν τῇ θεοπρεπεῖ, καὶ ἀνακομίζειν δὲ εἰς τοσοῦτον τῆς ἐν ἀνθρώποις σμικροπρεπείας, ὅσον δὴ ὑπερκέοιτο τῶν ἐπὶ γῆς ὁ Θεός; ἀνακαλύπτων τοίνυν τὸν ἐν ἀφθόγγοις ἔτι μομφαῖς κατακεχωσμένον λογισμὸν, καὶ τὸν λάθρα διαψιθυρισθέντα γογγυσμὸν ἐν αὐτοῖς φανερὸν καθιστὰς δι’ αἰτίαν ἤδη τὴν εἰρημένην Μὴ γογγύζετέ φησι μετ’ ἀλλήλων· εἶτα δεικνὺς, ὅτι θεοδίδακτον ἐν ἀνθρώποις ἀγαθὸν τὸ περὶ αὐτοῦ μυστήριον, καὶ τῆς ἄνωθεν χάριτος ἔργον ἐστὶν ἡ περὶ αὐτοῦ γνῶσις, μηδὲ δύνασθαί φησιν ὡς αὐτὸν ἀφικέσθαι, μὴ οὐχὶ ταῖς τοῦ Πατρὸς νουθεσίαις καθειλκυσμένον·
PG 73:553ἦν δὲ τοῦτο πάλιν ἕτερον ποιοῦντος οὐδὲν ἢ σκοπεῖν ἀναπείθοντος, ὅτι δεήσοι μὲν αὐτοὺς κλάοντας καὶ πικραινομένους, ἐφ’ οἷς μὲν ἤδη λελυπήκεσαν ἐλευθεροῦσθαι ζητεῖν, ἀνέλκεσθαι δέ πως καὶ εἰς σωτηρίαν διὰ πίστεως τῆς εἰς αὐτὸν, διὰ βουλῆς τοῦ Πατρὸς, καὶ τῆς ἄνωθεν ἐπικουρίας κατευμαριζούσης αὐτοῖς τὴν ἐν τούτοις ὁδὸν, καὶ λείαν ὥσπερ ἀποτελούσης, τὴν ἐπείπερ ἡμάρτανον ἀφειδῶς ἐκτετραχυμένην· ἀναστήσειν γεμὴν ἐκ νεκρῶν τὸν πιστεύοντα χρησίμως διεβεβαιοῦτο, καὶ διὰ τούτου πάλιν Θεὸν ὄντα κατὰ φύσιν καὶ ἀληθινὸν τοῖς ἀνοήτοις ἑαυτὸν παριστάς· τὸ γὰρ ὅλως δύνασθαι ζωοποιεῖν, καὶ παλινδρομῆσαι πρὸς ἀναβίωσιν ἀναγκάσαι τῷ θανάτῳ κεκρατημένον, μόνῃ μὲν ἂν πρέποι δικαίως τῇ τοῦ Θεοῦ φύσει, προσγράφοιτο δὲ τῶν γενητῶν οὐδενί. τοῦ γὰρ ζῶντός ἐστι τὸ ζωοποιεῖν, καὶ οὐχὶ τοῦ παρ’ ἑτέρου δανειζομένου τὴν χάριν.
« Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.» Τὴν ἐνυπάρχουσαν τοῖς ἀκροωμένοις ἀπόνοιαν ἐννοήσας ὡς Θεὸς, οὐκ ἀμαρτύρητον ἐᾷ τὸν ἐπὶ τούτῳ λόγον, ἄνωθεν δὲ διὰ τῶν ἁγίων προφητῶν προκεκηρυγμένον ἤδη καὶ προαναφωνηθέντα δεικνύει, καὶ τὰς τῶν ἀντερεῖν ὅτι πρέποι πάλιν αὐτῷ διενθυμουμένων προαναιρῶν ἀφορμὰς, καὶ τὴν ἐνοῦσαν αὐτοῖς ἀμαθίαν οὐδὲν ἧττον ἀπογυμνῶν, διὰ τοῦ καὶ τοῦτο δὴ πάλιν ἀγνοοῦντας ὁρᾶσθαι, καίτοι νόμῳ παιδαγωγουμένους πρὸς τὴν τῶν ἐσομένων κατάληψιν. ἀναπείθει τοίνυν καὶ οὐχ ἑκόντας ἤδη συννεύειν· οὐ γὰρ ἦν εἰκὸς καὶ ταῖς τῶν ἁγίων προφητῶν ἀντιστατήσειν φωναῖς, ὅτι τοῖς ἀξίοις ἐνηχήσει ὁ Θεὸς καὶ Πατὴρ τὸ περὶ αὐτοῦ μυστήριον, καὶ ἀποκαλύψει τὸν ἴδιον Υἱὸν, ἀποῤῥήτως ἑκάστῳ προςλαλῶν, καὶ θεοπρεπῶς τὴν ἐπὶ τούτοις σύνεσιν ἐντιθείς. Ἀνωτέρω δὲ λέγων Οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτὸν, οὐκ ἀναγκαστικὴν, οὐδὲ βιαιοτάτην οὖσαν ἐπιδεικνύει τὴν ἕλξιν προστιθείς·
«Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρός μου καὶ μαθὼν ἔρχεται πρὸς μέ.» Ὅπου γὰρ ἀκοὴ καὶ μάθησις καὶ τὸ ἐκ παιδεύσεως ἀγαθὸν, διὰ πειθοῦς δηλονότι καὶ οὐκ ἐξ ἀνάγκης ἡ πίστις· ἀντιληπτικὴ δὲ μᾶλλον, ὡς ἐξ ἀγάπης τοῖς ἀξίοις ἡ ἐπὶ Χριστῷ σύνεσις χορηγεῖται παρὰ τοῦ Πατρὸς ἤπερ ἀναγκαστική· περισώζεσθαι γὰρ ὁ δογματικὸς ἀναγκάζει λόγος τὸ αὐτεξούσιον καὶ αὐτοπροαίρετον τῇ τοῦ ἀνθρώπου ψυχῇ, ἵνα δικαίους μὲν ἐπ’ ἀγαθοῖς ἀπαιτῇ τοὺς μισθοὺς, σφαλλομένη δὲ τοῦ πρέποντος, καὶ τὸ τῷ νομοθέτῃ δοκοῦν ἐκ ῥᾳθυμίας ἐκβαίνουσα, τὴν ἐπὶ τῷ κολάζεσθαι δίκην καὶ εὐλογωτάτην ἀποκομίζοιτο. Ἰστέον δὲ ὅτι κἂν λέγοιτό τινας ἐκπαιδεύειν ὁ Πατὴρ τὸ ἐπὶ Χριστῷ μυστήριον, ἀλλ’ οὐ μόνος ἐνεργήσει περὶ τοῦτο, ἐπιτελέσει δὲ μᾶλλον ὡς διὰ σοφίας ἰδίας αὐτὸ τοῦ Υἱοῦ. ἐννοεῖν γὰρ ἀκόλουθον, ὡς οὐ δίχα σοφίας ἡ κατὰ σύνεσιν ἔν τισιν ἀποκάλυψις ἔσται παρὰ τοῦ Πατρός. σοφία δὲ τοῦ Πατρός ἐστιν ὁ Υἱός. οὐκοῦν ὡς διὰ σοφίας ἐνεργήσει τοῦ ἰδίου γεννήματος τὴν ἐν τοῖς ἀξίοις ἀποκάλυψιν ὁ Πατήρ.
PG 73:555καὶ ἁπαξαπλῶς εἰπεῖν, ἀληθῶς δὲ δὴ πάντως, καὶ οὐχ ἑτέρως, οὐκ ἄν τις ἁμάρτοι, πάνθ’ ὅσα πέρ ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ἐνεργήματα τὰ ἐπί τισιν, ἤτοι θελήματα, πάσης εἶναι λέγων τῆς ἁγίας Τριάδος, ὁμοίως δὲ καὶ τὰ αὐτοῦ τοῦ Υἱοῦ, καὶ τὰ τοῦ Ἁγίου Πνεύματος. διὰ γάρτοι ταύτην, ὡς ἐγῷμαι, τὴν αἰτίαν, τοῦ Θεοῦ καὶ Πατρὸς ἀποκαλύπτειν λεγομένου τὸν ἴδιον Υἱὸν, καὶ καλεῖν ἐπ’ αὐτῷ τοὺς εἰς τὸ πιστεύειν ἑτοιμοτέρους, καὶ αὐτὸς ὁ Υἱὸς τοῦτο ποιῶν εὑρίσκεται, καὶ τὸ Πνεῦμα δὲ οὐδὲν ἧττον τὸ Ἅγιον. Πέτρῳ μὲν γὰρ τῷ μακαρίῳ φησὶν ὁ Σωτὴρ, τὴν εἰς αὐτὸν πίστιν εὐθαρσέστατα διωμολογηκότι Μακάριος εἶ Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. αὐτὸς δὲ τοῦτο ποιῶν ἐν ἑτέροις ὁρᾶται. καὶ γοῦν ἐφ’ ἑαυτῷ καλῶς δὴ λίαν ὁ Παῦλος ἀποσεμνύνεται, περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου βοῶν Οὐδὲ γὰρ ἐγὼ παρ’ ἀνθρώπου παρέλαβον αὐτὸ, ἢ ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. ἴδοις δὲ ἂν ὅτι καὶ αὐτὸ τὸ Πνεῦμα τὸ Ἅγιον οὐδὲν ἧττον ἡμῖν ἀποκαλύπτει Χριστόν.
ἐπιστέλλει γοῦν ὁ σοφώτατος Ἰωάννης Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ’ ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων. καὶ αὐτὸς δέ που φησὶν ὁ Σωτὴρ, ὡς περὶ τοῦ παρακλήτου, τουτέστι τοῦ Πνεύματος Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ· οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἀκούει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. πνεῦμα γὰρ ἀληθείας ὑπάρχον, φωταγωγήσει τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ ἐπὶ τὴν τῆς ἀληθείας χειραγωγήσει κατάληψιν. καὶ ταῦτά φαμεν, οὐχ ὡς κατασχίζοντες εἰς ἀλλοτριότητα, καὶ εἰς τὸ διῃρημένως κατὰ τὸ πᾶν ἢ τὸν Πατέρα τιθέντες τοῦ Υἱοῦ, ἤγουν τὸν Υἱὸν τοῦ Πατρὸς, ἀλλ’ οὐδὲ τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἀλλ’ εἴπερ μία θεότης ἐστί τε ὄντως καὶ οὕτω κηρύττεται ἐν τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ θεωρουμένη Τριάδι, τὰ ἑκάστῳ προσαπτόμενα καὶ ἰδίως ἀνατεθεῖσθαι δοκοῦντα, πάσης εἶναι διοριζόμενοι τῆς θεότητος βουλάς τε καὶ ἐνεργείας.
ἐνεργήσει γὰρ δι’ ἑαυτῆς οὐ μεμερισμένως ἡ θεία τε καὶ ἀδιαίρετος φύσις, ὅσον ἧκεν εἰς τὸν ἕνα τῆς θεότητος λόγον, εἰ καὶ ὑφέστηκε τῶν νοουμένων ἕκαστον ἰδιοσυστάτως· ἔστι γὰρ ὅ ἐστιν ὁ Πατὴρ, καὶ ὁ Υἱὸς ὁμοίως καὶ τὸ Ἅγιον Πνεῦμα. πρὸς δέ γε τοῖς εἰρημένοις περιαθρητέον κἀκεῖνο· τὰ πρός τι πως ἔχοντα τῶν ὀνομάτων, αὐτὰ δι’ ἀμφοῖν γνωρίζεται, καὶ τὴν τοῦ ἑνὸς δήλωσιν ἐν τῇ τοῦ ἑτέρου κατίδοι τις ἄν. οὐκοῦν ἀνάγκη μὲν πᾶσα διὰ Πατρὸς ἀποκαλύπτεσθαι τὸν Υἱὸν, δι’ Υἱοῦ δ’ αὖ πάλιν τὸν Πατέρα· συνεισάγεται γὰρ πάντως θατέρῳ τὸ ἕτερον, καὶ εἴ τις εἰδείη Πατέρα τῇ φύσει τὸν Θεὸν, ἐννοήσει δὴ πάντως τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱὸν, ὥσπερ οὖν ἀμέλει καὶ τὸ ἕτερον. ὁ γὰρ Υἱὸν ὁμολογῶν οὐκ ἀγνοήσει τὸν γεγεννηκότα. Οὐκοῦν ᾗ μέν ἐστι Πατὴρ ὁ Θεὸς, οὕτω τε νοεῖται καὶ κηρύττεται, τὴν περὶ τοῦ ἰδίου γεννήματος τοῖς ἀκροωμένοις ἐντίθησι γνῶσιν· ᾗ δὲ Υἱὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν ὀνομάζεται καὶ ἔστιν ἀληθῶς, διαγγέλλει τὸν Πατέρα· διάτοι τοῦτό φησιν ὡς πρὸς αὐτόν Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. ἐπειδὴ γὰρ ἐγνώσθη παρὰ τοῖς πεπιστευκόσιν ὁ Υἱὸς, πεφανερῶσθαί φησι τὸ τοῦ γεννήσαντος ὄνομα·
PG 73:557νοηθείη δ’ ἂν τὴν περὶ τοῦ ἰδίου γεννήματος γνῶσιν ἐντιθεὶς ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, οὐ φωνῆς ἄνωθεν καταῤῥηγνυμένης, καὶ βροντῆς τινος δίκην περικτυπούσης τὴν οἰκουμένην, ἀλλὰ θείας δηλονότι φωταγωγίας ἀναλαμπούσης ἐν ἡμῖν πρὸς κατανόησιν τῆς θεοπνεύστου γραφῆς· εὑρήσεις δὲ πάλιν καὶ πρὸς τοῦτο ἐν ἡμῖν ἐνεργὸν τὸν Υἱόν· γέγραπται γάρ που περὶ τῶν ἁγίων μαθητῶν ὅτι Τότε διήνοιξεν αὐτῶν τοὺς ὀφθαλμοὺς, εἰς τὸ νοεῖν δηλονότι τὰς ἁγίας γραφάς. «Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα.» Προανασκοπήσας πάλιν, ὡς Θεὸς, ὅτι παραδέξονται μὲν οὐδαμῶς τὴν διὰ τοῦ Πνεύματος ἀποκάλυψιν, οὐδὲ τὴν ἄνωθεν μὲν ἐν φωταγωγίαις ἐννοήσουσι σύνεσιν, ἀπαιτήσουσι δὲ διὰ πολλὴν δυσβουλίαν καὶ αὐτὸ τὸ χρῆναι θεωρεῖν τὸν Πατέρα, καὶ, ἵνα οὕτως εἴπωμεν, δι’ αὐτοπροσώπου παιδεύεσθαι θέας, ὅπερ ὡς ᾤοντο τοῖς πατράσιν αὐτῶν ὑπήρχθη ποτὲ, καταφοιτώσης ἐπὶ τὸ ὄρος τὸ Σινᾶ τῆς δόξης τοῦ Θεοῦ· προανασειράζει πάλιν, καὶ ὥσπερ τινὶ χαλινῷ περιτρέπει πρὸς τὸ χρῆναι μὴ παχεῖαν ἔχειν ἐπὶ τῷ Θεῷ τὴν διάληψιν, μηδὲ ὁρατὴν ἔσεσθαί ποτε τὴν ἀόρατον οἴεσθαι φύσιν·
οὐδεὶς γὰρ πώποτε, φησὶ, τεθέαται τὸν Πατέρα. ἔοικε δὲ πάλιν καὶ αὐτὸν ὑπαινίττεσθαι τὸν ἱεροφάντην Μωυσέα. ᾤοντο μὲν γὰρ ἀνοήτως δὴ σφόδρα καὶ τοῦτο φρονοῦντες οἱ Ἰουδαῖοι, διὰ τὸ εἰσελθεῖν εἰς τὸν γνόφον αὐτὸν, τεθεᾶσθαι τὴν ἄῤῥητον τοῦ Θεοῦ φύσιν, καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς κατιδεῖν, ὅπερ ἐστὶ κατὰ φύσιν τὸ ἀκήρατον κάλλος. ἀλλ’ ἵνα μή τι γυμνότερον λέγων ἐπὶ τῷ πανσόφῳ Μωυσεῖ, δοκῇ πως αὐτοὺς ἐπὶ τὸ σύνηθες παροτρύνειν θράσος, ἀδιορίστως τε ἅμα κατὰ πάντων καὶ ὡς ἐπ’ ἐκείνῳ φησίν Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις. μὴ γὰρ δὴ τὰ ὑπὲρ τὴν φύσιν ἀπαιτεῖτε, φησὶ, μηδὲ εἰς τὸ πᾶσι τοῖς γεγονόσιν ἀνέμβατον παραλόγοις φέρεσθε ταῖς ὁρμαῖς. ἀπέδρα τε γὰρ καὶ διαλέληθεν ἡ θεία καὶ ἀπερινόητος φύσις, οὐχ ὅπως τοὺς ἐν ἡμῖν ὀφθαλμοὺς ὄντας μόνους, ἀλλ’ ἤδη καὶ τοὺς ἁπάσης τῆς κτίσεως· ἐν γὰρ τῷ Οὐδεὶς, τὰ πάντα περισχοινίζεται, ἑαυτὸν δὲ καὶ μόνον εἶναί τε ἐκ Θεοῦ καὶ τεθεᾶσθαι τὸν Πατέρα διοριζόμενος, ἔξω τίθησι δηλονότι τῶν πάντων, καθ’ ὧν ἂν νοοῖτο τό Οὐδεὶς ἀποφαντικῶς·
ἐπειδὴ δὲ ἔξω πάντων ἐστὶ, καὶ οὐδενὸς ὁρῶντος τὸν Πατέρα, μόνος αὐτὸς τοῦ βλέπειν οὐχ ἁμαρτάνει, πῶς οὐκ ἂν νοοῖτο λοιπὸν οὐκ ἐν τοῖς πᾶσιν ὑπάρχων, ὡς εἷς ἐξ αὐτῶν, ἀλλ’ ἔξω τῶν πάντων, ὡς ὑπὲρ πάντα; καὶ εἰ πάντων εἶναι λεγομένων παρὰ τοῦ Θεοῦ, καὶ μηδενὸς ὁρῶντος τὸν Πατέρα· τὰ γὰρ πάντα ἐκ τοῦ Θεοῦ κατὰ τὴν τοῦ Παύλου φωνήν· μόνος αὐτὸς θεωρεῖ τὸν Πατέρα διὰ τὸ ὑπάρχειν παρὰ Θεοῦ· τό παρὰ τοῦ Θεοῦ ληψόμεθα νοοῦντες ὀρθῶς, ἐπ’ αὐτοῦ δὴ καὶ μόνου τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρός. εἰ γὰρ μὴ τοῦτον ἔχει τὸν τρόπον, ὅτου δὴ χάριν, καθάπερ ἤδη προείπομεν, πάντων εἶναι λεγομένων παρὰ Θεοῦ, μόνος αὐτὸς ἐπὶ τὴν τοῦ γεννήσαντος ἀναβαίνει θέαν, διὰ τὸ εἶναι παρὰ Θεοῦ; οὐκοῦν εἰρήσεται μὲν ἐπὶ τῶν ποιημάτων καταχρηστικώτερον· παρὰ Θεοῦ γὰρ τὰ πάντα δημιουργητῶς διὰ τὸ παρῆχθαι δι’ αὐτοῦ πρὸς γένεσιν· ἐπὶ δὲ τοῦ Υἱοῦ, καθ’ ἕτερόν τε καὶ ἀληθέστερον τρόπον τὸ παρὰ τοῦ Θεοῦ, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν, δεδέξεται.
PG 73:559διὸ τοῖς πᾶσιν οὐ συναριθμούμενος, ἀλλ’ ἔξω πάντων ὑπάρχων καὶ ἐπάνω πάντων μετὰ Πατρὸς, οὐ συνασθενήσει τοῖς πᾶσιν, ἅτε δὴ τῆς ἐκείνων ὁμοφυί̈ας ἐξῃρημένος, ὡς δὲ εἰς τὴν τοῦ γεννήσαντος ἀνατρέχων φύσιν, κατόψεται πάντως τὸν ἐξ οὗπέρ ἐστι. Τὸ δὲ ὅπως ἢ κατὰ τίνα τρόπον, ἢ αὐτὸς θεωρήσει τὸν Πατέρα, ἢ αὖ πάλιν παρὰ τοῦ Πατρὸς ὀφθήσεται, τῆς μὲν ἡμετέρας γλώττης οὐκ ἔργον εἰπεῖν· νοητέον δ’ οὖν ὅμως θεοπρεπῶς. «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.» Θύρα τοιγαροῦν καὶ ὁδὸς εἰς ζωὴν ἡ πίστις, καὶ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν ἀναδρομή. θαυμάσαι γεμὴν οὐδὲν ἧττον παρέσται τοῖς ἀκροωμένοις καὶ τὴν ἐν τούτοις οἰκονομίαν. ἐπειδὴ γὰρ οὐδὲν τὸ παράπαν συνέντας αἰσθάνεται, ἀλλ’ οὐδὲ ὅτι προσήκοι τοῖς ἐκ προφητῶν ὑποπείθεσθαι λόγοις οἰομένους ὁρᾷ, τὸ μὲν ὅσον ἦν ἀσθενοῦν εἰς πίστιν ὡς ἐκ λογισμῶν ἀνθρωπίνων, ὅρκῳ τῷ πρὸς ἀλήθειαν ὑποτέμνεται. γέρα δὲ τοῖς πιστεύουσι προτιθεὶς τὰ ἀξιοζήλωτα, καθάπερ τισὶν ὁλκοῖς, ἐπιθυμίαις δηλονότι ταῖς εἰς αὐτὰ, μονονουχὶ καὶ οὐχ ἑκόντας ἐκβιάζεται καὶ ἀναπείθει βαδίζειν ἐπὶ τὸ κηρυττόμενον.

Chapter IICaput II

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τί γὰρ ἂν γένοιτο τῆς αἰωνίου ζωῆς προτιμότερον, τοῖς οἷς γε πικρὸς ὁ θάνατος καὶ τὰ ἐκ τῆς φθορᾶς ἀναφαίνεται πάθη; πρέποι δ’ ἂν καὶ τοῦτο σοφῷ διδασκάλῳ, τὸ διὰ πάσης φημὶ τῆς εἰς ζωὴν καλούσης ὁδοῦ, τοὺς ἀσύνετόν τι φρονεῖν ἑλομένους μεταπαιδεύειν ἐπὶ τὸ ἄμεινον· αὐτὸς δὲ ὑπάρχων ἡ αἰώνιος ζωὴ, ἑαυτὸν τοῖς πιστεύουσιν ἐπιδώσειν ἐπαγγέλλεται, ὅπερ ἐστὶ τὸ κατοικῆσαι Χριστὸν ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως. ΚΕΦΑΛΗ Β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον· οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.» ΣΑΦΩΣ δὴ λίαν ἐν τούτοις ἐκεῖνο καταθεάσασθαι παρέσται τὸ διὰ τοῦ προφήτου προαναφωνούμενον Ἡσαί̈ου Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ηὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εἶπα Ἰδού εἰμι τῷ ἔθνει ὃς οὐκ ἐκάλεσεν τὸ ὄνομά μου· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.
ὅλην γὰρ τοῦ λόγου τὴν λεβηρίδα περιελὼν, καὶ πᾶσαν, ἵν’ οὕτως εἴπω, περιστολὴν ἀποστήσας, ἀκατακαλύπτως ἤδη τοῖς ἐξ Ἰσραὴλ ἑαυτὸν ἐμφανίζει λέγων Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, ἵνα δὴ μάθοιεν, ὡς, εἴπερ ἔχουσι θελητὸν τὸ κρείττους εἶναι τῆς φθορᾶς, καὶ αὐτὸν τὸν ἐκ παραβάσεως ἐπισκήψαντα θάνατον ἀποδύσασθαι, δεήσει βαδίζειν αὐτοὺς εἰς μετάληψιν τοῦ ζωοποιεῖν ἰσχύοντος, καὶ ἀφανίζοντος μὲν τὴν φθορὰν, καταργοῦντος δὲ καὶ τὸν θάνατον· ἔργον γὰρ ὄντως τοῦτο τῆς κατὰ φύσιν ζωῆς ἴδιόν τε καὶ πρεπωδέστατον. ἐπειδὴ δὲ δεδόσθαι τὸ μάννα κατὰ τὴν ἔρημον τοῖς πατράσιν αὐτῶν διαβεβαιούμενοι, τὸν ἄρτον ἀληθῶς τὸν ἐξ οὐρανοῦ καταφοιτήσαντα, τουτέστι τὸν Υἱὸν, οὐκ ἐδέχοντο, ἀναγκαίαν τοῦ τύπου πρὸς τὸ ἀληθὲς ποιεῖται τὴν σύγκρισιν, ἵν’ οὕτως εἰδεῖεν οὐκ ἐκεῖνον ὄντα τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, ἀλλ’ ὃν ἡ τοῦ πράγματος πεῖρα τοιοῦτον κατὰ φύσιν ὄντα δεικνύει·
PG 73:561οἱ μὲν γὰρ ὑμέτεροι, φησὶ, πατέρες τε καὶ πρόγονοι φαγόντες τὸ μάννα, τῇ τοῦ σώματος φύσει τὸ χρέος ἀποδεδώκασι, πρόσκαιρον δι’ ἐκείνου τὴν ζωὴν ἀποκερδάναντες, καὶ ἐφήμερον τὴν ἐξ αὐτοῦ τροφὴν τῇ σαρκὶ προσκομίζοντες, τὸ μὴ παραυτίκα τεθνάναι μόλις ἐπραγματεύοντο. εἴη δ’ ἂν ἐναργεστάτη, φησὶν, ἀπόδειξις τοῦ μὴ ἄρτον εἶναι τὸν ἐξ οὐρανοῦ κατὰ τὸ ἀληθέστερον, τὸ μηδαμόθεν εἰς ἀφθαρσίαν ὠφελεῖσθαι δι’ αὐτοῦ τοὺς μετεσχηκότας· σημεῖον δὲ πάλιν ὁμοίως τοῦ κυρίως τε καὶ ἀληθῶς ἄρτον εἶναι ζωῆς τὸν Υἱὸν, τὸ καὶ αὐτῶν ἀναδείκνυσθαι κρείττονας τῶν ἐκ θανάτου δεσμῶν τοὺς ἅπαξ μετεσχηκότας, καὶ ἀνακεκραμένους τρόπον τινὰ διὰ τῆς κοινωνίας αὐτῷ. ὅτι γὰρ πάλιν εἰς εἰκόνα μᾶλλον, ἢ σκιὰν, τοῦ Χριστοῦ τὸ μάννα λαμβάνεται, καὶ τὸν ἄρτον ὑπεδήλου τῆς ζωῆς, αὐτὸ δὲ οὐκ ἦν ὁ τῆς ζωῆς ἄρτος, εἴρηται μὲν ἡμῖν διὰ πολλῶν· συνεργεῖ δέ πως καὶ ὁ ψαλμῳδὸς ἐν πνεύματι βοῶν Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. δοκεῖ μὲν γάρ πως ὁ λόγος ἐπὶ τοῖς ἐξ Ἰσραὴλ εἰρῆσθαι παρὰ τοῦ πνευματοφόρου, ἔχει δὲ οὐχ οὕτω τὸ ἀληθὲς, ἐφ’ ἡμῖν δὲ μᾶλλον ὁ τῶν εἰρημένων σκοπὸς συντείνεται.
ἢ γὰρ οὐκ εὔηθες καὶ ἀνόητον κομιδῇ τοὺς ὄντας κατὰ τὸν οὐρανὸν ἁγίους ἀγγέλους, καίτοι φύσιν λαχόντας τὴν ἀσώματον, παχυτέρας μετίσχειν οἴεσθαι τροφῆς, καὶ δεῖσθαι βοηθημάτων εἰς τὸ διακρατεῖσθαι πρὸς ζωὴν, ὁποίων περ ἂν καὶ τουτὶ τὸ ἐκ γῆς ἐπιθυμήσαι σῶμα; ἀλλ’ οὐδὲν οἶμαι χαλεπὸν ἐννοεῖν, ὡς ἐπείπερ εἰσὶ πνεύματα, τοιαύτης ἂν δέοιντο καὶ τροφῆς, πνευματικῆς δηλονότι καὶ νοητῆς. πῶς οὖν ἄρτος ἀγγέλων τοῖς τῶν Ἰουδαίων προγόνοις κεχορηγῆσθαι λέγεται, εἰ ἀληθεύοι τὰ τοιαῦτα βοῶν ὁ προφήτης; ἀλλ’ ἔστι δῆλον, ὡς ἐπείπερ ἦν τὸ μάννα τὸ τυπικὸν εἰς εἰκόνα Χριστοῦ, τοῦ συνέχοντός τε καὶ διακρατοῦντος εἰς τὸ εἶναι τὰ πάντα, καὶ ἀποτρέφοντος μὲν ἀγγέλους, ζωογονοῦντος δὲ τὰ ἐπὶ τῆς γῆς, τὸ ὡς ἐν σκιαῖς ὑποδηλούμενον ὀνόματι τῷ τῆς ἀληθείας ὁ προφήτης ἀπεκάλει, τῷ μὴ δύνασθαι τοὺς ἁγίους ἀγγέλους γεωδεστέρας μετίσχειν τροφῆς, παχείας ὥσπερ ἐννοίας, τῆς ἐπὶ τῷ μάννᾳ φημὶ, καὶ οὐχ ἑκόντας ἐξέλκων τοὺς ἀκροωμένους, ἀνακομίζων δέ πως εἰς λόγον πνευματικὸν, τὸν ἐπ’ αὐτῷ δηλονότι τῷ Χριστῷ, ὃς καὶ αὐτῶν ἄρτος τῶν ἁγίων ἐστὶν ἀγγέλων.
Οὐκοῦν οἱ μὲν φαγόντες τὸ μάννα, φησὶ, τετελευτήκασιν, ὡς οὐδεμιᾶς δηλονότι ζωῆς μετουσίαν παρ’ αὐτοῦ δεξάμενοι· οὐ γὰρ ἦν ὄντως ζωοποιὸν, λιμοῦ δὲ μᾶλλον ἐπίκουρον σαρκικοῦ, καὶ ὡς ἐν τύπῳ τοῦ ἀληθεστέρου παραληφθέν. οἱ δὲ τὸν ἄρτον ἐν ἑαυτοῖς εἰσκομίζοντες τῆς ζωῆς, γέρας ἕξουσι τὴν ἀθανασίαν, φθορᾶς τε καὶ τῶν ἐκ ταύτης κακῶν παντελῶς ἀλογήσαντες, πρὸς ἀμήρυτόν τε καὶ ἀτελεύτητον βίου τοῦ κατὰ Χριστὸν ἀναβήσονται μῆκος. διαλυμανεῖται δὲ τοῖς περὶ τούτων ἡμῶν λόγοις οὐδὲν τὸ καὶ ἀπογεύσασθαι δεῖν θανάτου σαρκικοῦ διὰ τὸ τῇ φύσει πρέπον, τοὺς ἐν μεταλήψει γεγονότας τοῦ Χριστοῦ· ὅτι κἂν εἰ τῷ κοίνῳ δὴ τούτῳ περιολισθαίνοντες τέλει πάθωσι τὸ ἀνθρώπινον, ἀλλ’ ὡς ὁ Παῦλός φησι, ζῶσι τῷ Θεῷ ζήσειν μέλλοντες. «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσει εἰς τὸν αἰῶνα.» Τὰ αὐτὰ λέγειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλὲς, ἐπιστέλλει τισὶν ὁ θεσπέσιος Παῦλος, ἐξ αὐτῶν οἶμαι καὶ τοῦτο τῶν τοῦ Σωτῆρος πεπαιδευμένος ῥημάτων.
PG 73:563ὅνπερ γὰρ τρόπον τοῖς ἀγριαίνουσι τῶν τραυμάτων, οὐχ ἑνὸς δεῖ φαρμάκου προσβολῆς, πολυειδοῦς δὲ μᾶλλον τῆς θεραπείας, καὶ οὐχ ἅπαξ τυχὸν προσκομιζομένης, ἀλλὰ τῇ συνεχείᾳ τῆς ἐπαγωγῆς ἐκπολιορκούσης τὸ πάθος· οὕτως οἶμαι δεῖν καὶ ἀπηνεστάτῃ ψυχῇ καὶ νῷ κατεσκληκότι, συχνὰς ἐπαρτύεσθαι, καὶ ἀλλεπαλλήλους ἰέναι τὰς ἐκ τῶν διδασκάλων ἐπικουρίας· καταμαλθάξαι γὰρ ἂν εἴη μὴ διὰ μιᾶς καὶ πρώτης ὑφηγήσεως, ἀλλά γε διὰ τῆς καὶ ἐσαῦθις προσκομιζομένης αὐτῷ, καὶ εἰ διὰ τῶν αὐτῶν ἔρχοιτο λόγων. πολλάκις τοιγαροῦν ὁ Σωτὴρ τὸν αὐτὸν τοῖς Ἰουδαίοις ἀνακυκλήσας λόγον παρατίθησι ποικίλως, ποτὲ μὲν αἰνιγματώδη καὶ ἀσαφείᾳ πολλῇ κατημφιεσμένον, ποτὲ δὲ διπλόης ἁπάσης ἀπηλλαγμένον, ἀφειμένον τε καὶ ἄνετον, ἵνα λοιπὸν ἀπειθήσαντες, μηδενὸς ἔτι δέοιντο πρὸς κατάκρισιν, κακοὶ δὲ ἀπόλοιντο κακῶς, αὐτοὶ τῆς ἑαυτῶν κατωθοῦντες ψυχῆς τῆς ἀπωλείας τὸ ξίφος. Οὐδὲν τοιγαροῦν ἐπικρυψάμενος ἔτι φησὶν ὁ Χριστός Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. τύπος ἦν ἐκεῖνό φησι, καὶ σκιὰ καὶ εἰκών.
ἀκούσατε διαῤῥήδην ἤδη καὶ οὐκέτι κεκαλυμμένως Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου ζήσεται εἰς τὸν αἰῶνα. οἱ ἐξ ἐκείνου φαγόντες ἀπέθανον· οὐ γὰρ ἦν ζωοποιός· ὁ δὲ τοῦτον ἐσθίων τὸν ἄρτον, τουτέστιν ἐμὲ, ἤτοι τὴν σάρκα τὴν ἐμὴν, ζήσεται εἰς τὸν αἰῶνα. παραφυλακτέον τοιγαροῦν καὶ παραιτητέον ὁμοῦ τὸ σκληρύνεσθαι τοῖς εἰς εὐσέβειαν λόγοις, οὐχ ἅπαξ ἡμᾶς, ἀλλὰ καὶ πολλάκις μεταπείθοντος τοῦ Χριστοῦ. εἴη γὰρ ἂν οὐκ ἀμφίλογον, ὡς ἔνοχοι πάντως ἔσονται παγχαλέποις ἐγκλήμασιν, οἱ πρὸς ἐσχάτην ἐκνενευκότες ἀπόνοιαν, καὶ δι’ ὑπερμέτρου τῆς ἀπειθείας ἐμπαροινεῖν οὐ παραιτούμενοι τῷ τῶν καλλίστων εἰσηγητῇ. διὰ τοῦτό φησι περὶ τῶν Ἰουδαίων Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νυνὶ δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. οἱ μὲν γὰρ οὐδαμῶς διὰ τῆς ἀκοῆς εἰς καρδίαν εἰσοικισάμενοι τῆς σωτηρίας τὸν λόγον, ἡμερωτέρῳ τυχὸν περιτεύξονται τῷ κριτῇ, τὸ μηδόλως ἀκοῦσαι προτείνοντες, εἰ καὶ ὅτι μάλιστα τὸν ἐπὶ τῷ μὴ ζητῆσαι μαθεῖν ἀποδώσουσι λόγον·
οἱ δὲ καὶ πολλάκις διὰ τῶν αὐτῶν νουθεσιῶν τε καὶ λόγων εἰς τὴν τοῦ συμφέροντος θήραν ἐκπαιδαγωγούμενοι, σφᾶς δὲ αὐτοὺς ὅτι χρὴ τῶν καλλίστων ἀποστερεῖν ἀνοήτως λογιζόμενοι, πικροτάτην ἀποτίσουσι κόλασιν, καὶ οἷον λελυπημένῳ περιπεσοῦνται τῷ κρίνοντι, πρόφασιν τῆς αὐτῆς ἀπονοίας δυσωποῦσαν αὐτὸν ἀνευρίσκειν οὐχ ἔχοντες. «Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» Ἀποθνήσκω, φησὶν, ὑπὲρ πάντων, ἵνα πάντας ζωοποιήσω δι’ ἐμαυτοῦ, καὶ ἀντίλυτρον τῆς ἁπάντων σαρκὸς τὴν ἐμὴν ἐποιησάμην. τεθνήξεται γὰρ ὁ θάνατος ἐν θανάτῳ τῷ ἐμῷ, καὶ συναναστήσεταί μοι, φησὶν, ἡ πεσοῦσα τοῦ ἀνθρώπου φύσις. γέγονα γὰρ διὰ τούτου καθ’ ὑμᾶς, ἄνθρωπος δηλονότι καὶ ἐκ σπέρματος Ἁβραὰμ, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῶ. συνεὶς δὲ τοῦτο καλῶς ὅπερ ἀρτίως ἡμῖν ἔφη Χριστὸς, καὶ αὐτός φησιν ὁ μακάριος Παῦλος Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον·
PG 73:565οὐ γὰρ ἦν ἑτέρως τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου καταργηθῆναί ποτε, καὶ αὐτὸν δὲ τὸν θάνατον, εἰ μὴ δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ὁ Χριστὸς, εἷς ὑπὲρ πάντων ἀντίλυτρον· ἦν γὰρ ὑπὲρ πάντας. διὰ τοῦτο καὶ ἐν ψαλμοῖς που φησὶν ἑαυτὸν ὑπὲρ ἡμῶν ὥσπερ ἄμωμον ἱερεῖον ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρί Θυσίαν καὶ προςφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας· τότε εἶπον Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ Θεὸς ἠβουλήθην· ἐπειδὴ γὰρ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως οὐκ ἐξήρκει πρὸς ἀποκάθαρσιν ἁμαρτίας, ἀλλ’ οὐδὲ ἡ τῶν ἀλόγων σφαγὴ κατήργησεν ἄν ποτε τοῦ θανάτου τὸ κράτος, αὐτὸς εἰσβαίνει Χριστὸς τρόπον τινὰ τὰς ὑπὲρ ἁπάντων ὑφέξων δίκας. Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, ὡς ὁ προφήτης φησὶ, καὶ τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ εἰς τὸ ξύλον· ἐσταυρώθη δὲ ὑπὲρ πάντων καὶ διὰ πάντας, ἵνα ἑνὸς ὑπὲρ πάντων ἀποτεθνηκότος, οἱ πάντες ζήσωμεν ἐν αὐτῷ· οὐ γὰρ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου, ἀλλ’ οὐδ’ ἂν τῆς κατὰ φύσιν ζωῆς κατεκράτησεν ἡ φθορά.
ὅτι δὲ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὴν ἑαυτοῦ προσήγαγε σάρκα Χριστὸς, καὶ διὰ τῶν αὐτοῦ γνωσόμεθα λόγων· Πάτερ γὰρ, φησὶν, ἅγιε τήρησον αὐτούς· καὶ πάλιν Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν· ἑαυτὸν δέ φησιν ἁγιάζειν ἐν τούτοις, οὐκ εἰς ἁγιασμὸν ὠφελῶν τὸν ἐν καθάρσει ψυχῆς, ἤτοι πνεύματος, ὡς ἐφ’ ἡμῶν νοούμενον, ἀλλ’ οὐδὲ τὴν τοῦ Ἁγίου Πνεύματος μέθεξιν· ἦν γὰρ ἐν αὐτῷ τὸ Πνεῦμα φυσικῶς· ἦν τε καὶ ἔστιν ἅγιος ἀεὶ, καὶ ἔσται κατὰ τὸ διηνεκές· τὸ δέ Ἁγιάζω φησὶν ἐν τούτοις, ἀντὶ τοῦ Ἀνατίθημι καὶ προσάγω καθάπερ ἄμωμον ἱερεῖον εἰς ὀσμὴν εὐωδίας. ἡγιάζετο γὰρ, ἤτοι κατὰ νόμον ἐκαλεῖτο ἅγιον τὸ τῷ θείῳ θυσιαστηρίῳ προσκομιζόμενον. Δέδωκε τοιγαροῦν ὑπὲρ τῆς ἁπάντων ζωῆς τὸ ἴδιον σῶμα ὁ Χριστὸς, ἐνοικίζει δὲ πάλιν ἡμῖν δι’ αὐτοῦ τὴν ζωὴν, καὶ ὅπως, ἐρῶ κατὰ δύναμιν. ἐπειδὴ γὰρ ὁ ζωοποιὸς τοῦ Θεοῦ Λόγος ἐνῴκηκε τῇ σαρκὶ, μετεσκεύασεν αὐτὴν εἰς τὸ ἴδιον ἀγαθὸν, τουτέστι τὴν ζωὴν, καὶ ὅλος αὐτῇ κατὰ τὸν ἄῤῥητον τῆς ἑνώσεως λόγον συμβεβηκὼς ζωοποιὸν ἀπέδειξε, καθάπερ οὖν ἐστι κατὰ φύσιν αὐτός. διὰ τοῦτο ζωοποιεῖ τοὺς μετέχοντας αὐτοῦ τὸ σῶμα Χριστοῦ·
PG 73:567ἐξελαύνει γὰρ τὸν θάνατον, ὅταν ἐν τοῖς ἀποθνήσκουσι γένηται, καὶ ἐξίστησι τὴν φθορὰν, τὸν τὴν φθορὰν ἀφανίζοντα Λόγον τελείως ὠδῖνον ἐν ἑαυτῷ. Ἀλλ’ ἐρεῖ τις τυχὸν, εἰς τὴν τῶν κεκοιμημένων ἀναβίωσιν τὸν τῆς διανοίας ὀφθαλμὸν ἀπερείσας Οἱ γὰρ πίστιν μὲν τὴν εἰς Χριστὸν οὐ παραδεξάμενοι, μέτοχοί τε οὐ γεγονότες αὐτοῦ, κατὰ τὸν τῆς ἀναστάσεως οὐκ ἀναβιώσονται χρόνον. τί δέ; οὐχὶ παλινδρομήσει πρὸς ζωὴν σύμπαν τὸ ποίημα τὸ πεπτωκὸς εἰς θάνατον; Ἀλλὰ ναὶ πρὸς ταῦτα ἐροῦμεν, ἀναβιώσεται πᾶσα σάρξ· ἐγερθήσεσθαι γὰρ τοὺς νεκροὺς ὁ προφητικὸς προαγορεύει λόγος. λογιούμεθα γὰρ ἐπὶ πᾶσαν διήκειν τὴν ἀνθρωπότητα τὸ διὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ μυστήριον, καὶ ἐν αὐτῷ καὶ πρώτῳ πᾶσαν ἀπολελῦσθαι πιστεύομεν τῆς φθορᾶς τὴν ἡμετέραν φύσιν. πάντες γὰρ ἀναστήσονται, καθ’ ὁμοιότητα τοῦ δι’ ἡμᾶς ἐγηγερμένου καὶ πάντας ἔχοντος ἐν ἑαυτῷ, καθάπερ ἦν ἄνθρωπος. καὶ ὥσπερ ἐν τῷ πρωτοπλάστῳ κατεκλίθημεν εἰς θάνατον, οὕτως ἐν τῷ πρωτοτόκῳ πάλιν, τῷ δι’ ἡμᾶς, ἐκ νεκρῶν ἀναβιώσονται σύμπαντες· ἀλλ’ οἱ μὲν τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, καθάπερ γέγραπται, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
δοίην δ’ ἂν ἔγωγε καὶ οὐ τῷ τυχόντι μέτρῳ, θανάτου πικρότερον τὸ ἀναστῆναι πρὸς κόλασιν, καὶ εἰς μόνας αἰκίας τὸ ἀναβιῶναι λαβεῖν. κυριώτερον τοιγαροῦν ζωὴν ὄντως τὴν ἐν Χριστῷ νοητέον, τὴν ἐν ἁγιασμῷ καὶ μακαριότητι καὶ ἀδιαπτώτῳ τῇ θυμηδίᾳ· ἐπεὶ καὶ ταύτην ἀληθῶς οὖσαν τὴν ζωὴν ἐξεπίσταται καὶ ὁ σοφὸς Ἰωάννης λέγων Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον, ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν. ἰδοὺ γὰρ ἰδοὺ τὸν ἐν ἀπειθείᾳ κατειλημμένον τὴν ζωὴν οὐκ ὄψεσθαί φησι· καίτοι παντὸς τοῦ ποιήματος παλινδρομήσειν εἰς ζωὴν καὶ ἀναστήσεσθαι προσδοκωμένου. πρόδηλον οὖν, ὅτι τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην, τὴν ἐν δόξῃ φημὶ καὶ ἐν ἁγιασμῷ, ζωὴν εἰκότως ἀπεκάλεσεν ὁ Σωτὴρ, ἣν ὅτι διώκειν δεήσει πρὸς μετάληψιν ἰόντας τῆς ζωοποιούσης σαρκὸς, οὐδενὶ τῶν εὖ φρονούντων ἀμφίβολον.
Ἐπειδὴ δὲ διὰ πολλῶν ἤδη τῶν προκειμένων ἄρτον ἑαυτὸν ἀπεκάλεσεν ὁ Σωτὴρ, ἴδωμεν πάλιν, εἰ μήτι τῶν προκατηγγελμένων εἰς νοῦν ἀναφέρεσθαι τὸν ἡμέτερον καὶ διὰ τούτου βούλεται, καὶ τῶν ἐν τοῖς ἱεροῖς κειμένων ἀναμιμνήσκει γραμμάτων, ἐν οἷς ὡς ἐν ἄρτου σχήματι καὶ πάλαι κατεσημαίνετο. γέγραπται τοίνυν ἐν τοῖς ἀριθμοῖς Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, καὶ ἔσται ὅταν ἔσθητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα ἀφόρισμα Κυρίῳ· ἀπαρχὴν φυράματος ὑμῶν ἄρτον ἀφαίρεμα ἀφοριεῖτε αὐτὸ, ὡς ἀφαίρεμα ἀπὸ ἅλωνος, οὕτως ἀφοριεῖτε αὐτὸν, ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε τῷ Κυρίῳ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν. αἰνιγματωδῶς μὲν οὖν καὶ παχεῖαν ὥσπερ τὴν ἀπὸ τοῦ γράμματος περιστολὴν ἔχων ὁ νόμος τὰ τοιαῦτα διετύπου· προανεφώνει δὲ πάλιν τὸν ἄρτον ὄντως τὸν ἀληθινὸν τὸν ἐξ οὐρανοῦ καταφοιτῶντα, τουτέστι Χριστὸν, καὶ ζωὴν διδόντα τῷ κόσμῳ.
PG 73:569ἐννόει γὰρ ὅπως ἄνθρωπος καθ’ ἡμᾶς διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν γεγενημένος, ἀπαρχή τις ὥσπερ τοῦ ἡμετέρου φυράματος καὶ ἀφόρισμα κατὰ τὸ γεγραμμένον, ἀνετέθη τῷ Θεῷ καὶ Πατρὶ πρωτότοκος ἐκ νεκρῶν ἀναδεδειγμένος, καὶ ἀπαρχὴ τῆς ἁπάντων ἀναστάσεως εἰς αὐτὸν ἀναβαίνων τὸν οὐρανόν· ἐλήφθη μὲν γὰρ ἐξ ἡμῶν, σπέρματος Ἁβραὰμ ἐπελάβετο, καθάπερ ὁ Παῦλός φησιν, ἀνετέθη δὲ ὡς ἐξ ἁπάντων καὶ ὑπὲρ πάντων, ἵνα τοὺς πάντας ζωοποιήσῃ, καὶ καθάπερ ἐξ ἅλωνος δράγμα τὸ πρῶτον ἀναφέρηται τῷ Θεῷ καὶ Πατρί. ὥσπερ δὲ ὑπάρχων κατ’ ἀλήθειαν φῶς, ἐπετίθει τοῖς ἑαυτοῦ μαθηταῖς τὴν ἀπὸ τοῦ πράγματος χάριν· Ὑμεῖς γάρ ἐστε, φησὶ, τὸ φῶς τοῦ κόσμου· οὕτω καὶ ἄρτος ὑπάρχων ὁ ζῶν καὶ ὁ πάντα ζωογονῶν καὶ πρὸς τὸ εἶναι συνέχων, καθ’ ὁμοιότητα πάλιν καὶ διὰ σκιᾶς τῆς κατὰ τὸν νόμον, ὡς ἐν ἄρτοις δώδεκα τὸν ἱερὸν ἀνετύπου τῶν ἀποστόλων χορόν. λέγει γὰρ οὕτως ἐν τῷ Λευιτικῷ Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων Ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσάν σοι ἔλαιον ἐλάϊνον καθαρὸν κεκομμένον εἰς φῶς, καῦσαι λύχνον διὰ παντὸς ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
εἶτά φησιν ἐπὶ τούτοις Καὶ λήψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους, δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς· καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα, ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου, καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλας, καὶ ἔσται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ. Λύχνον μὲν οὖν τὸν ἐν τῇ ἁγίᾳ σκηνῇ, καὶ ἔξωθεν τοῦ καταπετάσματος τὸν καταφωτίζοντα, τὸν μακάριον Ἰωάννην ἐν τοῖς προλαβοῦσιν εἶναι δεδώκαμεν, τρεφόμενον μὲν ἐλαίῳ τῷ καθαρωτάτῳ, τουτέστι, τῷ διὰ τοῦ Πνεύματος φωτισμῷ· ἔξω γεμὴν τοῦ καταπετάσματος, ἐπείπερ ἐστὶν ὁ λόγος αὐτῷ κατηχητικός Ἑτοιμάσατε γὰρ τὴν ὁδὸν Κυρίου, φησὶν, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. τὰ δὲ ἔσω τοῦ καταπετάσματος, τουτέστι, τὸ ἀποκεκρυμμένον περὶ Χριστοῦ μυστήριον, οὐ λίαν ἐκφαίνει. Ἐγὼ μὲν γὰρ, φησὶν, ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι, αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί.
ὁρᾷς οὖν ὅπως καταλάμπει μὲν αὐτὸς, ὡς ἐν ἁπλουστέρῳ τῷ λόγῳ καλῶν εἰς μετάνοιαν, τὰ γεμὴν ἔσω τοῦ καταπετάσματος ἀπογυμνοῦν ἐπιτρέπει τῷ βαπτίζοντι διὰ πυρὸς καὶ Πνεύματος; καὶ πλατύτερον μὲν τὰ περὶ τούτων διειλήφαμεν, προτεθέντος ἡμῖν ῥητοῦ, κατὰ τὴν ἀρχὴν τοῦ βιβλίου Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· ἡψάμεθα δέ πως ἐκ παραδρομῆς ἀρτίως, ἐπείπερ ἦν ἀναγκαῖον, μετὰ τὴν Ἰωάννου πάροδον, γείτονα δεικνύειν καὶ εὐθὺς κειμένην τῶν ἁγίων ἀποστόλων τὴν ἀνάῤῥησιν. Διὰ γὰρ ταύτην οἶμαι τὴν αἰτίαν ὁ λόγος προκατασημήνας αὐτὸν διὰ τοῦ λύχνου, τὴν ἐπὶ τοῖς δώδεκα ἄρτοις θεωρίαν ἡμῖν παρατίθησι· Ποιήσετε γὰρ, φησὶ, δώδεκα ἄρτους· δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς. ἔθος τῇ θείᾳ γραφῇ τὸν ἀριθμὸν τὸν δέκα, τέλειον ἀεὶ προσδέχεσθαι καὶ εἰδέναι πληρέστατον, ἐπείπερ ἡ τῶν ἐφεξῆς ἀριθμῶν πάροδός τε καὶ θέσις, ἀνακύκλησίν τινα καὶ πολυπλασιασμὸν τῶν αὐτῶν εἰς τὰ αὐτὰ δεχομένη, πρὸς ὅπερ ἄν τις ἐθελήσαι βαδίζει καὶ ἐκτείνεται. ἐκ δύο τοιγαροῦν δεκάτων ἕκαστον εἶναι κελεύει, ἵνα τὸ τέλειον ἴδῃς ἐν τοῖς μαθηταῖς, ἐν ἴσῃ τῇ ξυνωρίδι, τῇ τε πραγματικῇ φημι καὶ τῇ κατὰ θεωρίαν ἀρετῇ.
PG 73:571ἐπιτίθεσθαι γεμὴν δύο θέματα κελεύει χρησίμως, μονονουχὶ καὶ τὴν στάσιν αὐτὴν ὑποδεικνὺς, ἣν ἔθος ἦν κατὰ τὸ εἰκὸς ποιεῖσθαι, μέσον ἀεὶ τὸν Κύριον δεχομένους, καὶ ὥσπερ τινὰ καθηγητὴν ἀεὶ κυκλοῦν εἰθισμένους αὐτόν. ἵνα δὲ μάθωμεν, ὅτι καθάπερ ὁ Παῦλός φησι, Χριστοῦ γεγόνασιν εὐωδία τῷ Θεῷ καὶ Πατρὶ, ἐπιτίθεσθαι τοῖς ἄρτοις κελεύει τὸν λιβανωτὸν, καταπάττεσθαι δὲ καὶ ἁλσίν. εἴρηται γάρ που πρὸς αὐτούς Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἀλλὰ καὶ τῇ τῶν σαββάτων ἡμέρᾳ προσκομίζεσθαι κελεύει χρησίμως· ἀνεδείχθησαν γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ἐσχάτη δὲ τῆς ἑβδομάδος ἡμέρα τὸ σάββατον. καὶ οὐχὶ τοῦτο μόνον, ἀλλ’ ἐπείπερ κατὰ τὸν καιρὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐσαββατίσαμεν πνευματικῶς· ἠργήσαμεν γὰρ ἐξ ἁμαρτιῶν. συνέβη δὲ καὶ τοὺς ἁγίους τότε ἡμῖν ἀποστόλους ἀναδειχθῆναι, ὧν καὶ τὰ θεῖα τρεφόμενοι συγγράμματα πρὸς ζωὴν ἀναβαίνομεν τὴν ἐν ἁγιασμῷ. διὰ τοῦτο κατὰ τὴν τῶν σαββάτων ἡμέραν προκεῖσθαι μάλιστα κελεύει τοὺς ἄρτους ἐν τῇ ἁγίᾳ τραπέζῃ, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ· σημαίνεται γὰρ πολλάκις ἀπὸ μέρους τὸ πᾶν. τί δ’ ἂν γένοιτο τῆς ἁγίας Χριστοῦ τραπέζης τὸ ἁγιώτερον;
οὐκοῦν ὡς ἄρτος μὲν ὁ Σωτὴρ προανετυποῦτο κατὰ τὸν νόμον· ἄρτοι δὲ πάλιν οἱ μαθηταὶ καθ’ ὁμοιότητα τὴν αὐτοῦ· πάντα γὰρ ἀληθινῶς μὲν ἦν ἐν Χριστῷ, καθ’ ὁμοιότητα δὲ τὴν ὡς πρὸς αὐτὸν, καὶ ἐφ’ ἡμᾶς διὰ τῆς αὐτοῦ χάριτος. «Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες Πῶς δύναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα φαγεῖν; εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς.» Πάντα ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν, κατὰ τὸ γεγραμμένον· σκοτεινὸν δὲ τοῖς ἀνοήτοις καὶ τὸ λίαν εὐμαθές. ὁ μὲν γὰρ συνετὸς ὄντως ἀκροατὴς, τὸ μὲν τῶν μαθημάτων εὐσυνοπτότερον τῷ τῆς διανοίας ἐγκατακλείει θησαυρῷ, μελησμὸν ἐπὶ τούτῳ μηδένα καταδεξάμενος· τὰ δὲ ἐφ’ οἷς ἂν φαίνηται χαλεπὸς ὁ λόγος, ταῖς ἐρεύναις περινοστεῖ, καὶ φιλοπευστῶν οὐ παύεται. καί μοι δοκεῖ τοιοῦτόν τι χρησίμως ἐπείγεσθαι δρᾶν, ὁποῖόν τι φασὶ τὰς εὐδρομωτάτας καὶ θηρευτικὰς ἀπεργάζεσθαι κύνας, αἳ πρὸς αἴσθησιν τὴν διὰ ῥινῶν πολλὴν ἔχουσαι παρὰ τῆς φύσεως τὴν ὀξύτητα, τὰς τῶν ζητουμένων καταδύσεις ἀεὶ περιθέουσιν. ἢ γὰρ οὐχὶ πρὸς τοιαύτην τινὰ τὴν ἕξιν καλέσει τὸ σοφὸν καὶ προφητικὸν ὧδε λόγιον ἔχον Ζητῶν ζήτει, καὶ παρ’ ἐμοὶ οἴκει;
PG 73:573χρὴ γὰρ ζητοῦντα ζητεῖν, τουτέστι, συντονωτάτην εἰς τοῦτο τὴν προθυμίαν εἰσφέροντα μὴ ἀπονοσφίζεσθαί ποι πρὸς ἐξιτήλους ἐννοίας, ἀλλ’ ὅσῳπερ ἂν ἀποτραχύνηταί τι πρὸς δυσχέρειαν, τοσούτῳ δὴ μᾶλλον ὀξυτέρῳ προσέχεσθαι νῷ, καὶ γοργοτέραις ἐνθυμημάτων ἐκπολιορκεῖν προσβολαῖς τὸ κρυπτόμενον. ἀλλὰ γὰρ ὁ ἀτριβής τε καὶ ἀχειραγώγητος νοῦς, ὅπερ ἂν αὐτὸν ἀνατρέχῃ, τοῦτο πάντως ἐξυβρίζει ταῖς ἀπειθείαις, καὶ ὡς κίβδηλον ἐκτρέπεται τὸ νικῶν, ἐξ ἀπαιδεύτου θράσους καὶ εἰς ἐσχάτην ἀναβαίνων ὑπεροψίαν. τὸ γὰρ μηδενὶ παραχωρεῖν ἐθέλειν, μηδὲ οἴεσθαί τι μεῖζον ὑπάρχειν αὐτοῦ, πῶς οὐκ ἂν εἴη λοιπὸν, ὅπερ ἀρτίως εἰρήκαμεν; Τούτῳ περιπεσόντας τῷ πάθει καὶ τοὺς Ἰουδαίους εὑρήσομεν εἰς τὴν τοῦ πράγματος ἀφορῶντες φύσιν. δέον γὰρ αὐτοὺς παραδέχεσθαι μὲν ἀμελ[λ]ητὶ τοῦ Σωτῆρος τοὺς λόγους, προτεθαυμακότας ἤδη διὰ πολλῶν τὴν θεοπρεπῆ δύναμιν αὐτοῦ καὶ τὴν ἐφ’ ἅπασιν ἄμαχον ἐξουσίαν, ἐπὶ δὲ τοῖς δυσεφίκτοις φιλοπευστεῖν, καὶ παιδεύεσθαι μᾶλλον παρακαλεῖν περὶ ὧν ἂν φαίνοιντο δυσχεραίνοντες· πάλιν τό Πῶς ἀνοήτως ἐπὶ Θεοῦ λέγουσιν, ὥσπερ οὐκ εἰδότες, ὅτι δυσφημίας ἁπάσης ἀνάπλεως ὁ λόγος ὁρᾶται.
τὸ γὰρ πάντα δύνασθαι κατορθοῦν ἀκονιτὶ πρόσεστι τῷ Θεῷ· ψυχικοὶ δὲ ὄντες, καθάπερ φησὶν ὁ μακάριος Παῦλος, οὐκ ἐδέχοντο τὰ τοῦ πνεύματος τοῦ Θεοῦ, μωρία δὲ αὐτοῖς τὸ σεπτὸν οὕτως ὁρᾶται μυστήριον. Δεῖ τοιγαροῦν ἐντεῦθεν ἡμᾶς ὠφελουμένους, καὶ ἐξ ὧν ἕτεροι πταίουσι τὸν οἰκεῖον ἐπανορθοῦντας βίον, ἐν ταῖς παραλήψεσι τῶν θείων μυστηρίων πίστιν μὲν ἔχειν ἀζήτητον, μηδενὶ δὲ τῶν λεγομένων ἐπιφέρειν τό Πῶς· Ἰουδαϊκὸν γὰρ τὸ ῥῆμα, καὶ κολάσεως δὲ τῆς ἐσχάτης διὰ τοῦτο παραίτιον· ἐπεὶ καὶ ὁ τῆς Ἰουδαίων συναγωγῆς ἡγούμενος· Νικόδημος δὲ οὗτος ἦν· τό Πῶς δύναται ταῦτα γενέσθαι λέγων, ὅτε τῶν θείων κατηκροᾶτο λόγων, ἐγελᾶτο δικαίως ἀκούσας Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; ἐντεχνέστεροι τοίνυν πρὸς τὴν τοῦ συμφέροντος θήραν καὶ διὰ τῆς ἑτέρων ἀτοπίας εὑρισκόμενοι, τό Πῶς λέγειν ἐφ’ οἷς ἂν ἐργάζηται Θεὸς παραιτώμεθα, ἀνατιθέναι δὲ μᾶλλον μελετήσωμεν αὐτῷ τῶν ἰδίων ἔργων τὴν ὁδὸν ἐξεπίστασθαι·
ὅνπερ γὰρ τρόπον εἴσεται μὲν οὐδεὶς, τὸ τί κατὰ φύσιν ἐστὶν ὁ Θεὸς, δικαιοῦται δὲ πιστεύων ὅτι ἐστὶ, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται, οὕτως ἀγνοήσει μὲν πάλιν τὸν ἐφ’ ἑκάστῳ τῶν τελουμένων παρ’ αὐτοῦ τρόπον, ἀνατιθεὶς δὲ τῇ πίστει τὴν ἔκβασιν, καὶ τὸ πάντα δύνασθαι συναινῶν τῷ ὑπὲρ πάντας Θεῷ, κομιεῖται τῆς οὕτως ἀγαθῆς διαλήψεως οὐκ εὐκαταφρόνητον τὸν μισθόν. οὕτω γὰρ ἡμᾶς διακεῖσθαι καὶ αὐτὸς ἐθέλων ὁ πάντων Δεσπότης διὰ τοῦ προφήτου φησὶν Ἡσαίου Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει Κύριος· ἀλλ’ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου· ὁ δὲ τοσοῦτον ἡμῶν κατά τε σοφίαν καὶ δύναμιν ὑπερκείμενος, πῶς οὐχὶ καὶ ἐργάσεται παραδόξως, καὶ τὴν ἡμετέραν ὑπεραλεῖται κατάληψιν; Βουλοίμην δ’ ἂν ἔτι καὶ λογισμὸν ἐπὶ τούτοις οὐκ ἄκομψον, ὥς γε μοι φαίνεται, παρεισενεγκεῖν.
PG 73:575οἱ μὲν γὰρ κατὰ τονδὲ τὸν βίον τῆς καλουμένης μηχανικῆς τὴν ἐπιστήμην ἐπανελόμενοι, μέγα τι πολλάκις κατορθοῦν ἐπαγγέλλονται, καὶ τῶν μὲν ἀκροωμένων διαλανθάνει τὸν νοῦν πρὸ τῆς θεωρίας τῶν δρωμένων ἡ μέθοδος· εἰς δὲ τὴν ἐνοῦσαν αὐτοῖς ἀποβλέποντες τέχνην, καὶ πρὸ πείρας αὐτῆς ποιούμεθα τῇ πίστει δεκτὸν, τὸ ἀντιτείνειν ἔτι δυσωπούμενοι. πῶς οὖν, ἐρεῖ τις, οὐκ ἂν εἶεν εἰκότως δεινοῖς ἐγκλήμασιν ἔνοχοι, τὸν ἁπάντων ἀριστοτέχνην Θεὸν ταῖς ἀπειθείαις ἀτιμάζειν κατατολμῶντες, οἱ τό Πῶς ἐφ’ ὧν ἂν ἐργάζηται λέγειν οὐ παραιτούμενοι, καίτοι σοφίας ἁπάσης χορηγὸν ἐγνωκότες αὐτὸν, καὶ ὅτι πάντα δύναται διὰ πάσης παιδευόμενοι τῆς θείας γραφῆς; εἰ δὲ ἐπιμένεις Ἰουδαῖε λέγων τό Πῶς, ἐρῶ σοι κἀγὼ τὴν σὴν ἀμαθίαν διὰ σὲ μιμούμενος Πῶς ἐξῆλθες ἐξ Αἰγύπτου; πῶς δὲ, εἰπέ μοι, καὶ εἰς ὄφιν μετετράπη ῥάβδος ἡ Μωυσαϊκή; πῶς ἐλεπρώθη μὲν ἡ χεὶρ, ἀποκατεστάθη δὲ αὖθις, ὡς γέγραπται; πῶς εἰς τὴν αἵματος φύσιν μετῆλθε τὸ ὕδωρ; πῶς διῆλθες διὰ μέσης θαλάσσης ὡς διὰ ξηρᾶς; πῶς δὲ διὰ ξύλου τὸ πικρὸν τῆς Μεῤῥᾶς ὕδωρ εἰς γλυκὺ μετεσκευάζετο; πῶς δέ σοι καὶ ὕδωρ ἐκ τῶν πετραίων ἀνεδόθη μαστῶν;
πῶς ἐπὶ σὲ κατηνέχθη τὸ μάννα; πῶς δὲ κατὰ χώραν ἔστη πάλιν ὁ Ἰορδάνης; ἢ πῶς κατεσείσθη διὰ μόνης κραυγῆς τῆς Ἱεριχοῦς τὸ ἀπόρθητον τεῖχος, καὶ οὐκ ἐπιλείψει λέγοντά σε τό Πῶς; πολλὰ γὰρ ἤδη προτεθαυμακὼς ἁλώσῃ μεγαλουργήματα, οἷς εἴπερ ἐπάγεις τό Πῶς, ὅλῃ παντελῶς ἀπειθήσεις τῇ θείᾳ γραφῇ, καὶ πάντας τῶν ἁγίων προφητῶν ἀνατρέψεις τοὺς λόγους, καὶ αὐτοῦ δὲ πρὸ πάντων τοῦ σοῦ Μωυσέως τὰ ἱερὰ συγγράμματα. οὐκοῦν ἔδει μᾶλλον πιστεύοντας τῷ Χριστῷ, καὶ τοῖς παρ’ αὐτοῦ λεγομένοις ἀμελλητὶ κατανεύοντας μανθάνειν ἐπείγεσθαι μᾶλλον τῆς εὐλογίας τὸν τρόπον, οὐκ ἀπερισκέπτως ἐμπαροινεῖν λέγοντας Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν; ὅτι καὶ τό Οὗτος, ἐν ὑπεροψίᾳ φασί· τοιοῦτόν τι γὰρ πάλιν αὐτοῖς τὸ ὑπέρογκον ὑπαινίττεται ῥῆμα. «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Μακρόθυμος ὄντως καὶ πολυέλεος ὁ Χριστὸς, ὥσπερ οὖν ἔξεστι καὶ ἐξ αὐτῶν ἤδη τῶν προκειμένων ἰδεῖν.
φιλονεικήσας γὰρ οὐδαμῶς ταῖς τῶν ἀπειθούντων μικροψυχίαις, πάλιν αὐτοῖς τὴν ζωοποιὸν τοῦ μυστηρίου γνῶσιν ἐπιδαψιλεύεται, καὶ νικήσας ὡς Θεὸς τὴν τῶν λυπούντων ἀλαζονείαν, τὰ δι’ ὧν εἰς μακραίωνα βίον ἀναβήσονταί φησι· καὶ τίνα μὲν τρόπον αὐτοῖς τὴν σάρκα δώσει φαγεῖν, οὔπω διδάσκει· ᾔδει γὰρ ὄντας ἐν σκότει καὶ νοεῖν οὐδαμόθεν ἰσχύοντας τὸ ἀπόῤῥητον· ὅσον δὲ αὐτοῖς ἐκ τοῦ φαγεῖν ἀγαθὸν ἐκβήσεται, παραδεικνύει χρησίμως, ἵνα τάχα πως αὐτοὺς ταῖς εἰς τὸ βούλεσθαι ζῆν ἀπεράντοις ἡδοναῖς ἑτοιμότερον πείθων, τὸ πιστεύειν διδάξειε. πεπιστευκόσι γὰρ ἤδη καὶ τὸ μανθάνειν δύνασθαι πρεπόντως ἀκολουθεῖ. ἐπεὶ καὶ οὕτω φησὶν ὁ προφήτης Ἡσαί̈ας Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε. οὐκοῦν ἔδει προεῤῥιζωμένης ἐν αὐτοῖς τῆς πίστεως, δευτέραν ἐπεισκρίνεσθαι τὴν ἐφ’ οἷς ἀγνοοῦσι σύνεσιν, καὶ οὐ πρεσβυτέραν. τῆς πίστεως ὁρᾶσθαι τὴν ζήτησιν. Διὰ ταύτην οἶμαι τὴν αἰτίαν παρεὶς εἰκότως ὁ Κύριος τὸ λέγειν αὐτοῖς, τίνα τρόπον ἐπιδώσει τὴν σάρκα αὐτοῦ φαγεῖν, ἐπὶ τὸ χρῆναι πιστεύειν πρὸ τῆς ἐρεύνης καλεῖ.
PG 73:577τοῖς γὰρ ἤδη πεπιστευκόσι, διακλάσας τὸν ἄρτον ἐδίδου, λέγων Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου· ὁμοίως δὲ καὶ εἰς πάντας τὸ ποτήριον περιενεγκών Λάβετε πίετε, φησὶν, ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου τῆς διαθήκης τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. ὁρᾷς ὅπως τοῖς μὲν ἀνοηταίνουσιν ἔτι, καὶ τὸ πιστεύειν ἀζήτητον ἐξωθουμένοις, οὐκ ἐξηγεῖται τοῦ μυστηρίου τὸν τρόπον, τοῖς δὲ ἤδη πεπιστευκόσι σαφέστατα διειπὼν εὑρίσκεται; ἀκουέτωσαν τοίνυν οἱ τὴν πίστιν τὴν εἰς Χριστὸν ἐξ ἀνοίας οὔπω παραδεξάμενοι Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν αἰώνιον ἐν ἑαυτοῖς· ἀμέτοχοι γὰρ παντελῶς καὶ ἄγευστοι διαμένουσι τῆς ἐν ἁγιασμῷ καὶ μακαριότητι ζωῆς, οἱ διὰ τῆς μυστικῆς εὐλογίας οὐ παραδεξάμενοι τὸν Ἰησοῦν. ζωὴ μὲν γὰρ κατὰ φύσιν ἐστὶ, καθὸ καὶ ἐκ ζῶντος ἐγεννήθη Πατρός· ζωοποιὸν δὲ οὐδὲν ἧττον καὶ τὸ ἅγιον αὐτοῦ σῶμα, συνενηνεγμένον τρόπον τινὰ καὶ ἀῤῥήτως ἑνωθὲν τῷ τὰ πάντα ζωογονοῦντι Λόγῳ· διὸ αὐτοῦ λελόγισται, καὶ ὡς εἷς νοεῖται σὺν αὐτῷ.
ἀδιαίρετος γὰρ μετὰ τὴν ἐνανθρώπησιν, πλὴν ὅσον εἰς τὸ εἰδέναι τὸν ἐκ Θεοῦ Πατρὸς ἥκοντα Λόγον καὶ τὸν ἐκ τῆς παρθένου ναὸν, οὐ ταὐτὸν μὲν οὖν ὄντα τῇ φύσει· οὐ γὰρ ὁμοούσιον τῷ ἐκ Θεοῦ Λόγῳ τὸ σῶμα· ἓν δὲ τῇ συνόδῳ καὶ τῇ ἀπερινοήτῳ συνδρομῇ· καὶ ἐπείπερ ζωοποιὸς γέγονε τοῦ Σωτῆρος ἡ σὰρξ, ἅτε δὴ τῇ κατὰ φύσιν ἡνωμένη ζωῇ, τῷ ἐκ Θεοῦ δηλονότι Λόγῳ, ὅταν αὐτῆς ἀπογευσώμεθα, τότε τὴν ζωὴν ἔχομεν ἐν ἑαυτοῖς συνενούμενοι καὶ ἡμεῖς αὐτῇ, καθάπερ οὖν αὐτὴ τῷ ἐνοικήσαντι Λόγῳ. διὰ γάρ τοι τοῦτο καὶ ἐν τῷ τοὺς νεκροὺς διανιστᾶν, οὐ λόγῳ μόνον, οὐδὲ τοῖς θεοπρεπέσιν ἐπιτάγμασιν ὁ Σωτὴρ ἐνεργῶν εὑρίσκεται, ἀλλὰ συνεργάτην ὥσπερ τινὰ πρὸς τοῦτο δὴ μάλιστα τὴν ἁγίαν αὐτοῦ λαμβάνειν ἠπείγετο σάρκα, ἵνα δεικνύῃ ζωοποιεῖν δυναμένην, καὶ ὡς ἓν ἤδη γενομένην πρὸς αὐτόν. καὶ γὰρ ἦν ὄντως ἴδιον αὐτοῦ, καὶ οὐχ ἑτέρου τὸ σῶμα. καὶ γοῦν ὅτε τὸ τοῦ ἀρχισυναγώγου κόριον διανίστη λέγων Ἡ παῖς ἔγειραι, ἐκράτησε τῆς χειρὸς αὐτῆς, καθὰ γέγραπται· ζωοποιῶν μὲν ὡς Θεὸς, τῷ παντουργῷ προστάγματι· ζωοποιῶν δὲ αὖ πάλιν καὶ διὰ τῆς ἁφῆς τῆς ἁγίας σαρκὸς, μίαν τε καὶ συγγενῆ δι’ ἀμφοῖν ἐπιδείκνυσι τὴν ἐνέργειαν.
ἀλλὰ καὶ ὅτε εἰσεπορεύετο εἰς πόλιν καλουμένην Ναὶ̈ν, καὶ ἐξεκομίζετο μονογενὴς υἱὸς τεθνηκὼς τῇ μητρὶ αὐτοῦ, πάλιν ἥψατο τῆς σοροῦ, λέγων Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. καὶ οὐ μόνον δίδωσιν ἐνεργεῖν τῷ λόγῳ τὴν τῶν νεκρῶν ἀναβίωσιν, ἀλλ’ ἵνα δείξῃ ζωοποιὸν τὸ ἴδιον σῶμα, καθάπερ οὖν ἤδη προείπομεν, τῶν τεθνεώτων ἅπτεται, καὶ δι’ αὐτοῦ τὴν ζωὴν ἐντιθεὶς τοῖς ἤδη κατεφθαρμένοις. καὶ εἰ διὰ μόνης ἁφῆς τῆς ἁγίας σαρκὸς ζωοποιεῖται τὸ διεφθαρμένον, πῶς οὐχὶ πλουσιωτέραν ἀποκερδανοῦμεν τὴν ζωοποιὸν εὐλογίαν, ὅταν αὐτῆς καὶ ἀπογευσώμεθα; μεταποιήσει γὰρ πάντως εἰς τὸ ἴδιον ἀγαθὸν, τουτέστι τὴν ἀθανασίαν, τοὺς μετεσχηκότας αὐτῆς. Καὶ μὴ θαυμάσῃς ἐπὶ τούτῳ, μηδὲ εἴπῃς κατὰ σεαυτὸν Ἰουδαϊκῶς τό Πῶς· ἐννόει δὲ μᾶλλον ὅτι ψυχρὸν τῇ φύσει τὸ ὕδωρ ἐστίν· ἀλλ’ ὅταν εἰς λέβητα κεχυμένον ὁμιλήσῃ τῷ πυρὶ, τότε τῆς μὲν ἰδίας μονονουχὶ καὶ ἐπιλανθάνεται φύσεως, εἰς δὲ τὴν τοῦ νενικηκότος ἐνέργειαν ἀποφοιτᾷ. τὸν αὐτὸν οὖν ἄρα καὶ ἡμεῖς τρόπον, εἰ καὶ φθαρτοὶ διὰ τὴν φύσιν ἐσμὲν τῆς σαρκὸς, ἀλλὰ τῇ μίξει τῆς ζωῆς τὴν ἑαυτῶν ἀφέντες ἀσθένειαν, εἰς τὸ ἐκείνης ἴδιον ἀναστοιχειούμεθα, τουτέστι τὴν ζωήν.
PG 73:579ἔδει γὰρ ἔδει, μὴ μόνον διὰ τοῦ Ἁγίου Πνεύματος εἰς ζωῆς καινότητα τὴν ψυχὴν ἀνακτίζεσθαι, ἀλλὰ γὰρ καὶ τὸ παχὺ τοῦτο καὶ γεῶδες σῶμα διὰ παχυτέρας καὶ συγγενοῦς ἁγιάζεσθαι μεταλήψεως καὶ καλεῖσθαι πρὸς ἀφθαρσίαν. οἰέσθω δὲ μηδαμῶς ὁ νωθρὸς εἰς σύνεσιν Ἰουδαῖος, νεωτέρων ἡμῖν μυστηρίων ἀνηυρῆσθαι τρόπον. θεωρήσει γὰρ ἐν ἀρχαιοτέροις συγγράμμασι, φημὶ δὲ τοῖς Μωυσαϊκοῖς, προκαταγραφόμενον ἤδη καὶ τῆς ἀληθείας φοροῦντα τὴν δύναμιν, ὅτι καὶ ἐν ψιλοῖς ἐτελεῖτο τοῖς σχήμασι. τί γὰρ ἐδυσώπησεν, εἰπέ μοι, τὸν ὀλοθρευτήν; τί δὲ καὶ τοὺς προγόνους ἐκείνων μὴ συναπολέσθαι τοῖς Αἰγυπτίοις παρεσκεύασεν, ὅτε κατὰ τῶν πρωτοτόκων ὁ πάντα νικῶν ἐξωπλίζετο θάνατος; ἆρ’ οὐχὶ πᾶσιν ἂν γένοιτο συμφανὲς, ὡς ἐπείπερ τῷ θείῳ νόμῳ καταπειθόμενοι τεθύκασι τὸν ἀμνὸν, καὶ τῶν ἐκείνου σαρκῶν ἀπογευσάμενοι κατέχρισαν τῷ αἵματι τὰς φλιὰς, παρελαύνειν αὐτοὺς ὡς ἡγιασμένους ὁ θάνατος ἠναγκάζετο; παρετέτακτο μὲν γὰρ κατὰ πάσης τῆς ἀνθρωπείας φύσεως ὁ ὀλοθρευτὴς, τουτέστιν, ὁ τῆς σαρκὸς θάνατος, διὰ τὴν ἐν τῷ πρωτοπλάστῳ παράβασιν. τότε γὰρ πρῶτον ἠκούσαμεν Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.
ἀλλ’ ἐπείπερ ἔμελλε τὸν οὕτω δεινὸν ἀνατρέψειν τύραννον ὁ Χριστὸς, διὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐν ἡμῖν γινόμενος ὡς ζωὴ, προανετυποῦτο τοῖς πάλαι τὸ μυστήριον, καὶ ἀπεγεύοντο τῶν τοῦ προβάτου κρεῶν, ἁγιαζόμενοί τε τῷ αἵματι διεσώζοντο, παρατρέχοντος αὐτοὺς, κατὰ βούλησιν Θεοῦ, τοῦ ὀλοθρεύειν τεταγμένου, τοὺς οἵπερ ἦσαν μέτοχοι τοῦ ἀμνοῦ. τί τοιγαροῦν χαλεπαίνεις, Ἰουδαῖε, πρὸς τὴν ἐκ τῶν τύπων ἤδη καλούμενος ἀλήθειαν, ὅταν λέγῃ Χριστός Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς; καίτοι μᾶλλον ἐχρῆν εὐθαρσέστερόν πως ἐπὶ τὴν τῶν μυστηρίων ἰέναι κατάληψιν, διὰ τῶν Μωυσαϊκῶν προπαιδαγωγηθέντα βιβλίων, καὶ διὰ σχημάτων ἀρχαιοτάτων ἐπὶ τὸ χρῆναι πιστεύειν ἀνενδοιάστως χειραγωγούμενον. «Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Κἀν τούτῳ δὴ μάλιστα θαυμάσαι προσήκει τὸν ἅγιον Εὐαγγελιστήν Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, διαῤῥήδην ἀνακεκραγότα· οὐ γὰρ ὅτι γέγονεν ἐν σαρκὶ, ἀλλ’ ὅτι γέγονε σὰρξ, οὐκ ἀπενάρκησεν εἰπεῖν, ἵνα δείξῃ τὴν ἕνωσιν.
PG 73:581καὶ οὐ δήπου φαμὲν, ἢ τὸν ἐκ Πατρὸς Θεὸν Λόγον εἰς τὴν τῆς σαρκὸς μεταπεποιῆσθαι φύσιν, ἤγουν τὴν σάρκα μεταχωρῆσαι πρὸς Λόγον· μένει γὰρ ἑκάτερον, ὅπερ ἐστὶ τῇ φύσει, καὶ εἷς ἐξ ἀμφοῖν ὁ Χριστός· ἀποῤῥήτως δὲ καὶ ὑπὲρ νοῦν τὸν ἀνθρώπινον ἡνωμένος ὁ Λόγος τῇ ἰδίᾳ σαρκὶ, καὶ ὅλην ὥσπερ εἰς ἑαυτὸν μεταστήσας κατ’ ἐνέργειαν τὴν ἐν τῷ δύνασθαι ζωοποιεῖν τὰ ζωῆς δεόμενα· τῆς μὲν ἡμετέρας φύσεως ἐξήλασε τὴν φθορὰν, ἐξέστησε δὲ καὶ τὸν πάλαι διὰ τὴν ἁμαρτίαν ἰσχύσαντα θάνατον. οὐκοῦν ὁ τρώγων τὴν ἁγίαν σάρκα Χριστοῦ, ζωὴν αἰώνιον ἔχει· ἔχει γὰρ ἡ σὰρξ ἐν ἑαυτῇ τὸν Λόγον κατὰ φύσιν ὄντα ζωήν. διὰ γὰρ τοῦτό φησιν, ὅτι ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἀντὶ δὲ τοῦ εἰπεῖν, ὅτιπερ αὐτὸν, τὸν ἐσθίοντα δηλονότι, τὸ ἐμὸν ἀναστήσει σῶμα, τό Ἐγὼ τέθεικεν, ὡς οὐχ ἕτερος ὢν παρὰ τὴν ἰδίαν σάρκα· καὶ οὐ πάντως τῇ φύσει, διατέμνεσθαι γὰρ ὅλως εἰς υἱῶν δυάδα μετὰ τὴν ἕνωσιν οὐκ ἀνέχεται. ἐγὼ τοιγαροῦν, φησὶν, ὁ ἐν αὐτῷ γεγονὼς, διὰ τῆς ἐμῆς δηλονότι σαρκὸς, ἀναστήσω τὸν ἐσθίοντα τῇ ἐσχάτῃ ἡμέρᾳ.
ἦν γὰρ δὴ καὶ ἀμήχανον μὴ οὐχὶ πάντως νικῆσαι τὴν φθορὰν καὶ κρατῆσαι θανάτου τὸν κατὰ φύσιν ὄντα ζωήν. διὰ τοῦτο κἂν βιάζηται τὸ ἀνθρώπινον σῶμα πρὸς τὸ καταφθείρεσθαι δεῖν ὁ διὰ τῆς παραβάσεως ἐπιπηδήσας θάνατος, ἀλλ’ ἐπείπερ ἐν ἡμῖν ὁ Χριστὸς διὰ τῆς ἰδίας γίνεται σαρκὸς, ἀναστησόμεθα πάντως· ἀπίθανον γὰρ, μᾶλλον δὲ καὶ ἀδύνατον, μὴ ζωοποιεῖν τὴν ζωὴν τοὺς ἐν οἷς ἂν γένοιτο. ὥσπερ γὰρ εἴ τις σπινθῆρα λαβὼν ἀχύροις ἐγκαταχώσαι πολλοῖς, ἵνα σωζόμενον ἔχοι τὸ τοῦ πυρὸς σπέρμα· οὕτω καὶ ἐν ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τῆς ἰδίας σαρκὸς ἐναποκρύπτει τὴν ζωὴν, καὶ ὥσπερ τι σπέρμα τὴν ἀθανασίαν ἐντίθησιν, ὅλην τὴν ἐν ἡμῖν ἀφανίζον φθοράν. «Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις.» Ἀντιδιαστέλλει πάλιν τῇ τοῦ μάννα χορηγίᾳ τὴν μυστικὴν εὐλογίαν, καὶ τοῖς ἐκ πετραίων λαγόνων νάμασι τοῦ ποτηρίου τὴν γεῦσιν. ὅπερ δὲ ἤδη καὶ δι’ ἑτέρων εἴρηκε φθάσας, τοῦτο πάλιν ἐνταῦθά φησι, πολυτρόπως τὸν αὐτὸν ἐξυφαίνων λόγον. οὐ γὰρ δὴ χρῆναι λίαν ἀποθαυμάζειν αὐτοῖς τὸ μάννα παρεγγυᾷ, προσδέχεσθαι δὲ μᾶλλον αὐτὸν, ὡς ἄρτον ἐξ οὐρανοῦ καὶ χορηγὸν τῆς αἰωνίου ζωῆς.
PG 73:583Οἱ μὲν γὰρ πατέρες ὑμῶν, φησὶν, ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον· οὗτος δέ ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ· ἡ μὲν γὰρ τοῦ μάννα τροφὴ πρὸς ὀλίγον, φησὶ, κομιδῇ τὸν καιρὸν τὴν τοῦ σώματος χρείαν διαπαίξασα, καὶ τὸ ἐκ τῆς ἐνδείας δυσωπήσασα βλάβος, ἠσθένησε πάλιν οὐκ ἐντιθεῖσα τοῖς βεβρωκόσι τὴν αἰώνιον ζωήν. οὐκ ἦν οὖν ἄρα βρῶσις ἀληθὴς καὶ ἄρτος ἐξ οὐρανοῦ τουτέστι· τὸ δὲ ἅγιον σῶμα τοῦ Χριστοῦ, πρὸς ἀθανασίαν καὶ ζωὴν αἰώνιον ἀποτρέφον, βρῶσις ὄντως ἀληθής. ἀλλ’ ἔπιον καὶ ὕδωρ ἐκ πέτρας ἐκεῖνοι. καὶ τί τὸ ἐντεῦθεν, φησὶ, ποία δὲ τοῖς πεπωκόσιν ἡ ὄνησις; τετελευτήκασι γάρ. ἦν οὖν ἄρα κἀκεῖνο πόσις οὐκ ἀληθὴς, ἀληθὴς δὲ κατ’ ἀλήθειαν εὑρίσκεται πόσις τὸ τίμιον αἷμα Χριστοῦ, ὅλην ἐκ βάθρων ἀποῤῥιζοῦν τὴν φθορὰν, καὶ ἀναμοχλεῦον τὸν ἐν τῇ ἀνθρωπείᾳ σαρκὶ κατοικήσαντα θάνατον. αἷμα γάρ ἐστιν οὐχ ἑνὸς τῶν τυχόντων ἁπλῶς, ἀλλ’ αὐτῆς τῆς κατὰ φύσιν ζωῆς. διὰ τοῦτο καὶ σῶμα καὶ μέλη Χριστοῦ χρηματίζομεν, ὡς διὰ τῆς εὐλογίας αὐτὸν ἐν ἑαυτοῖς δεχόμενοι τὸν Υἱόν.
«Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.» Πολυτρόπως ἡμᾶς διὰ τούτων μυσταγωγεῖ, καὶ ἐπείπερ ἐστὶ δυσέφικτός πως τοῖς ἀμαθεστέροις ὁ λόγος, τὴν ἀπὸ τοῦ πιστεύειν σύνεσιν ἐφ’ ἑαυτῷ μᾶλλον ἀπαιτῶν ἢ ζήτησιν, ἄνω τε καὶ κάτω τῶν αὐτῶν ἑλίττων ἐξευμαρίζει ποικίλως, καὶ πανταχόθεν ἡμῖν τὸ ἐκ τοῦ πράγματος καταλαμπρύνει χρήσιμον, θεμέλιον ὥσπερ τινὰ καὶ κρηπῖδα τῇ πίστει τὴν ἐπ’ αὐτῷ καλλίστην ἐπιθυμίαν καταπηγνύς. ὁ γὰρ τρώγων μου φησὶ τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. ὥσπερ γὰρ εἴ τις κηρὸν ἑτέρῳ συνάψειε κηρῷ, πάντως δήπου καὶ ἕτερον ἐν ἑτέρῳ γεγονότα κατόψεται· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τὴν σάρκα δεχόμενος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ πίνων αὐτοῦ τὸ τίμιον αἷμα, καθά φησιν αὐτὸς, ἓν ὡς πρὸς αὐτὸν εὑρίσκεται συνανακιρνάμενος ὥσπερ καὶ ἀναμιγνύμενος αὐτῷ διὰ τῆς μεταλήψεως, ὡς ἐν Χριστῷ μὲν αὐτὸν εὑρίσκεσθαι, Χριστὸν δὲ αὖ πάλιν ἐν αὐτῷ.
οὕτω πως ἡμᾶς καὶ ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ, Χριστὸς ἐπαιδαγώγει λέγων Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. τίς μὲν οὖν ἡ γυνὴ, τίς δὲ τῶν καλουμένων σάτων ἡ τριὰς, ἢ καὶ τί τὸ σάτον ὅλως ἐστὶν, ἐν οἰκείῳ λελέξεται τόπῳ· πρὸς δέ γε τὸ παρὸν εἰς μόνην ἐροῦμεν τὴν ζύμην. ὥσπερ οὖν ὁ Παῦλός φησιν, ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ, οὕτως ὀλιγοστὴ πάλιν εὐλογία σύμπαν ἡμῶν εἰς ἑαυτὴν ἀναφύρει τὸ σῶμα, καὶ τῆς ἰδίας ἐνεργείας ἀναπληροῖ, οὕτω τε ἐν ἡμῖν γίνεται Χριστὸς, καὶ ἡμεῖς αὖ πάλιν ἐν αὐτῷ. καὶ γὰρ δὴ καὶ ἀληθεύων ἐρεῖ τις ὅτι καὶ ἐν παντὶ μέν ἐστιν ἡ ζύμη τοῦ φυράματος, καὶ τὸ φύραμα δὲ κατὰ τὸν ἴσον λόγον ἐν ὅλῃ γίνεται τῇ ζύμῃ· ἔχεις ὡς ἐν βραχέσι τῶν εἰρημένων τὸν νοῦν. ἀλλ’ εἴπερ ἐσμὲν τῆς αἰωνίου ζωῆς ἐρασταὶ, εἰ τὸν τῆς ἀθανασίας χορηγὸν ἐν ἑαυτοῖς ἔχειν εὐχόμεθα, μὴ κατά τινας τῶν ἀμελεστέρων τὸ εὐλογεῖσθαι παραιτώμεθα, μηδὲ παγίδα καὶ βρόχον ἡμῖν ἐξαρτυέτω τὴν ἐπιζήμιον εὐλάβειαν ὁ βαθὺς εἰς πανουργίαν διάβολος.
PG 73:585Ναὶ γὰρ γέγραπται, φησίν Ὁ ἐσθίων ἐκ τοῦ ἄρτου καὶ πίνων ἐκ τοῦ ποτηρίου ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει· δοκιμάσας δὲ τὰ κατ’ ἐμαυτὸν, οὐκ ἄξιον ὄντα βλέπω. Πότε τοίνυν ἄξιος ἔσῃ, καὶ παρ’ ἡμῶν ὁ τοῦτο λέγων ἀκούσεται, πότε σαυτὸν παραστήσεις τῷ Χριστῷ; εἰ γὰρ μέλλοις ἀεὶ καταπτοεῖσθαι τοῖς ὀλισθήμασιν, ὀλισθάνων δὲ οὐκ ἀποπαύσῃ· Τίς γὰρ συνήσει παραπτώματα, κατὰ τὸν ἅγιον ψαλμῳδὸν, ἀμέτοχος εὑρεθήσῃ παντελῶς τοῦ διασώζοντος ἁγιασμοῦ. οὐκοῦν λογιῇ μὲν εὐσεβέστερον σύννομον ἐπιτηδεύειν βίον, μεταλήψῃ δὲ οὕτω τῆς εὐλογίας, οὐ θανάτου μόνον, ἀλλὰ καὶ τῶν ἐν ἡμῖν νοσημάτων ἀποκρουστικὴν εἶναι πιστεύσας· κατακοιμίζει γὰρ ἐν ἡμῖν γεγονὼς ὁ Χριστὸς τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον, καὶ ἀναζωπυρεῖ μὲν τὴν εἰς Θεὸν εὐλάβειαν, ἀπονεκροῖ δὲ τὰ πάθη, μὴ λογιζόμενος ἡμῖν τὰ ἐν οἷς ἐσμεν παραπτώματα, θεραπεύων δὲ μᾶλλον ὡς νενοσηκότας. καταδεσμεῖ γὰρ τὸ συντετριμμένον, ἐγείρει τὸ πεπτωκὸς, ὡς ποιμὴν ἀγαθὸς καὶ τὴν ψυχὴν ἑαυτοῦ τεθεικὼς ὑπὲρ τῶν προβάτων. ΚΕΦΑΛΗ Γ.
Ὅτι οὐ ζωῆς τῆς παρ’ ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. «Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσει δι’ ἐμέ.» ΑΣΥΜΦΑΝΕΣΤΕΡΟΣ μὲν τῶν προκειμένων ὁ νοῦς, καὶ οὐ τῇ τυχούσῃ δυσχερείᾳ κατημφιεσμένος· πλὴν οὐ παντελῶς ἀποσκιρτήσει πρὸς τὸ δυσεύρετον, καταληφθήσεται γὰρ καὶ ἁλώσιμος ἔσται τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν. ὅτε τοίνυν ἀπεστάλθαι φησὶν ἑαυτὸν ὁ Υἱὸς, τότε τὸ σεσαρκῶσθαι δηλοῖ, καὶ ἕτερον οὐδέν· τὸ σεσαρκῶσθαι δὲ ὅταν λέγωμεν, ἄνθρωπον ὁλοκλήρως γενέσθαι φαμέν. ὥσπερ τοίνυν ἄνθρωπόν με, φησὶ, πεποίηκεν ὁ Πατὴρ, καὶ ἐπείπερ ἐκ τῆς κατὰ φύσιν ἐγεννήθην ζωῆς Θεὸς ὢν Λόγος ζωὴ, καὶ ἄνθρωπος γεγονὼς τῆς ἐμαυτοῦ φύσεως τὸν ἐμὸν ἐμπλήσας ναὸν, τουτέστι τὸ σῶμα· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τὴν ἐμὴν ἐσθίων σάρκα ζήσει δι’ ἐμέ· ἔλαβον γὰρ τὴν ἀποθνήσκουσαν σάρκα, ἀλλ’ ἐπείπερ ἐνῴκηκα ταύτῃ, ζωὴ κατὰ φύσιν ὑπάρχων, διὰ τὸ ἐκ ζῶντος εἶναι Πατρὸς, πᾶσαν εἰς ζωὴν ἀνεστοιχείωσα τὴν ἐμαυτοῦ. οὐ νενίκημαι τῇ φθορᾷ τῆς σαρκὸς, νενίκηκα δὲ μᾶλλον αὐτὴν ὡς Θεός. ὥσπερ οὖν·
ἐρῶ γὰρ αὖθις ὀκνήσας οὐδὲν διὰ τὸ χρήσιμον· εἰ καὶ γέγονα, φησὶ, σάρξ· τοῦτο γὰρ τὸ ἀπεστάλθαι σημαίνει· ζῶ πάλιν διὰ τὸν ζῶντα Πατέρα, τουτέστι, τὴν τοῦ τεκόντος εὐφυί̈αν ἐν ἐμαυτῷ διασώζων, οὕτω καὶ ὁ διὰ τῆς μεταλήψεως τῆς ἐμῆς σαρκὸς ἐμὲ δεχόμενος ἐν ἑαυτῷ ζήσεται, πάντως ὅλος εἰς ἐμὲ μεταστοιχειούμενος, τὸν ζωογονεῖν ἰσχύοντα διὰ τὸ ὡς ἐκ ῥίζης εἶναι τῆς ζωοποιοῦ, τουτέστι τοῦ Θεοῦ καὶ Πατρός. σεσαρκῶσθαι δὲ λέγει παρὰ τοῦ Πατρὸς, καίτοι τοῦ μὲν Σολομῶνος λέγοντος Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον· τοῦ δὲ μακαρίου Γαβριὴλ τῇ τοῦ Πνεύματος ἐνεργείᾳ τὴν τοῦ θείου σώματος ἀνατιθέντος ποίησιν, ὅτε τῇ ἁγίᾳ προσελάλει παρθένῳ Πνεῦμα γὰρ, φησὶν, ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· ἵνα πάλιν ἐννοῇς, ὅτι μιᾶς οὔσης τῆς κατὰ φύσιν θεότητος, καὶ ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης καὶ ἐν τῷ Ἁγίῳ Πνεύματι, οὐ μεμερισμένως ἕκαστος ἐνεργήσει περί τι τῶν ὄντων, ἀλλ’ ὅπερ ἂν λέγοιτο γενέσθαι καὶ δι’ ἑνὸς, τοῦτο πάντως ἐστὶν ὅλης ἔργον τῆς θείας φύσεως. μιᾶς γὰρ οὔσης τῆς ἁγίας Τριάδος κατά γε τὸν τῆς ὁμοουσιότητος λόγον, μία δήπου πάντως καὶ ἡ ἐφ’ ἅπασιν ἔσται δύναμις.
PG 73:587πάντα γὰρ ἐκ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι· ὃ δὲ πολλάκις εἰρήκαμεν, τοῦτο πάλιν ἐροῦμεν· τὰ αὐτὰ γὰρ λέγειν εἰ καὶ φορτικὸν, ἀλλ’ οὖν ἔχει τὸ ἀσφαλές. ἔθος γὰρ τῷ Σωτῆρι Χριστῷ τὰ ὅσαπέρ ἐστι τὴν ἀνθρώπῳ πρέπουσαν ἀναπηδῶντα δύναμιν, τῇ τοῦ Πατρὸς ἐνεργείᾳ χρησίμως ἀνατιθέναι. τεταπείνωκε γὰρ ἑαυτὸν ἄνθρωπος γεγονώς· καὶ ἐπείπερ τὴν τοῦ δούλου μορφὴν κατεδέξατο, τὸ δουλοπρεπὲς οὐκ ἀτιμάζει μέτρον, πλὴν οὐκ ἔξω κείσεται τοῦ πάντα ποιεῖν μετὰ Πατρός· ἐνεργεῖ δὲ ὁ γεννήσας αὐτὸν δι’ αὐτοῦ τὰ πάντα, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν Ὁ Πατὴρ γὰρ, φησὶν, ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός. ἀποδιδοὺς τοίνυν τῇ οἰκονομίᾳ τῇ μετὰ σαρκὸς τὸ πρέπον, ἀνατίθησι τῷ Θεῷ καὶ Πατρὶ τὰ ὑπὲρ ἀνθρώπου δύναμιν. τὸ γὰρ κτίσαι ναὸν ἐν παρθένῳ τὴν ἀνθρώπου δύναμιν ἐξάλλεται. Ἀλλ’ ἐρεῖ πρὸς ταῦτα πάλιν ὁ δι’ ἐναντίας Καὶ πῶς ἂν ἑτέρως τὸ τί κατὰ φύσιν ἐστὶν ἐξεκάλυψεν ὁ Υἱὸς, ἢ πῶς ἂν ἔδειξε σαφῶς ὅτι μείζων ἐστὶν ὁ Πατὴρ, εἰ μὴ διὰ τοῦ λέγειν ὅτι ζῶ διὰ τὸν Πατέρα;

Chapter IIICaput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
εἰ γὰρ χορηγός ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ τῆς ζωῆς, τίς εἰς τοσαύτην ἀβελτερίαν ἐλάσει λοιπὸν, ὡς μὴ πάντως ἐννοεῖν ὅτι τὸ μέτοχον ζωῆς οὐ ταὐτὸν ἔσται κατὰ φύσιν τῇ ζωῇ, ἤτοι τῷ ζωοποιεῖν ἰσχύοντι; Πρὸς δὴ τὰ τοιαῦτα, καὶ ἡμεῖς τὸν τῆς ἀληθείας ἀντεξάγοντες λόγον, ἐροῦμεν εὐκαίρως Ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν. τί γὰρ ἂν γένοιτο τῆς τοιαύτης τῶν αἱρετικῶν ἐννοίας τὸ παρανομώτερον; πῶς δὲ οὐκ ἐσχάτη πλάνησις λαλεῖται παρ’ αὐτῶν κατὰ τοῦ πάντα ζωογονοῦντος Χριστοῦ, ὅτε λέγειν οὐκ ἐρυθριῶσιν οἱ παραφρονέστατοι, ζῆν αὐτὸν τῆς παρ’ ἑτέρου μέτοχον ζωῆς, καθάπερ τὰ δι’ αὐτοῦ γεγονότα; ἆρ’ οὖν ἔσται λοιπὸν καὶ ζῷον ἡμῖν ὁ Υἱὸς, ἅτε δὴ καὶ ζωῆς ὑπάρχον μέτοχος, ἀλλ’ οὐκ αὐτὸ κατὰ φύσιν ζωή; τὸ γὰρ ζῷον ἕτερον εἶναι δεῖ πάντως παρὰ τὴν οὖσαν ἐν αὐτῷ ζωήν. εἰ δὲ νομίζουσι ταὐτὸν εἶναι δύνασθαι, λεγέσθω πᾶν ζῷον ζωή· ἀλλ’ οὐκ ἂν οἶμαί τις οὕτω ποιήσαι σωφρονῶν· οὐκοῦν οὐδὲ ζῷον ἡμῖν ὁ Μονογενὴς, ἀλλὰ ζωὴ κατὰ φύσιν νοηθήσεται. πῶς γὰρ ἂν καὶ ἀληθεύσαι λέγων Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή;
PG 73:589ζωὴ γάρ ἐστι τὸ ζωογονοῦν, οὐ τὸ τῆς παρ’ ἑτέρου ζωῆς ἐπιδεὲς, ὥσπερ οὖν ἀμέλει καὶ σοφία νοεῖται τὸ σοφοῦν δυνάμενον, οὐ τὸ σοφοῦσθαι πεφυκός. οὐκοῦν καθ’ ὑμᾶς διαψεύσεται μὲν ἡ ἀλήθεια, καὶ οὐκ ἀληθεύσει λέγων ὁ Χριστός Ἐγώ εἰμι ἡ ζωή. ψευδομυθήσει δὲ πάλιν καὶ ὁ λαμπρὸς τῶν ἁγίων χορὸς, τοὺς διὰ τοῦ Πνεύματος ἐρευγόμενος λόγους, καὶ ζωὴν ἀποκαλῶν τὸν Μονογενῆ. ὁ μὲν γὰρ θεῖος ἡμῖν ψαλμῳδὸς ὡς πρὸς τὸν Πατέρα λέγων εὑρίσκεται Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ὁ δὲ θαυμάσιος Εὐαγγελιστὴς Ἰωάννης ἐν οἰκείαις ἐπιστολαῖς οὕτω φησίν Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν. ὁρᾷς ἀληθεύοντα τὸν ψαλμῳδὸν, καὶ διὰ τῆς Ἰωάννου φωνῆς, ὅτε φησὶ πρὸς τὸν τῶν ὅλων Πατέρα Θεόν Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς; ἦν γὰρ καὶ ἔστι παρ’ αὐτῷ πηγὴ ζωῆς ὁ Υἱός· ὅτι γάρ φησιν περὶ αὐτοῦ τὰ τοιαῦτα ὁ πνευματοφόρος, διὰ τῶν αὐτοῦ πάλιν πληροφορήσει λόγων·
ἐπιστέλλει γὰρ οὕτως Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος. εἶτα τίς εἰπέ μοι λοιπὸν τῆς τῶν ἑτεροφρόνων τερθρείας ἀνέξεται; ἢ τίς τῆς ἐκείνων δυσσεβείας οὐ καταβοήσει δικαίως, ζωῆς τῆς παρ’ ἑτέρου μέτοχον ἀποτολμώντων εἰπεῖν τὸν Υἱὸν, καίτοι τῆς ἁγίας καὶ θεοπνεύστου γραφῆς οὐδὲν μὲν τοιοῦτον λεγούσης περὶ αὐτοῦ, διαῤῥήδην δὲ μᾶλλον βοώσης, ὅτι καὶ Θεὸς εἴη κατὰ φύσιν, καὶ ἀληθινὸς, καὶ πηγὴ ζωῆς, καὶ ζωὴ πάλιν αἰώνιος; πῶς γὰρ ἂν νοοῖτο Θεὸς ὑπάρχειν ἀληθινὸς ὁ ζωῆς τῆς παρ’ ἑτέρου δεόμενος, καὶ οὐχὶ μᾶλλον ὑπάρχων αὐτὸς κατὰ φύσιν ζωή; ἢ πῶς ἂν λέγοιτο ζωῆς ἔτι πηγὴ, ταῖς παρ’ ἑτέρου χορηγίαις εἰς τὸ δύνασθαι ζῆν βοηθούμενος; Ἀλλὰ ναὶ, φησὶν ὁ δι’ ἐναντίας, κατὰ τοῦτο ζωὴν εἶναι δώσομεν τὸν Υἱὸν, καθὸ καὶ αὐτὸς δύναται ζωοποιεῖν, ὡς ἔχων ἐν ἑαυτῷ τὸν ζῶντα Πατέρα. Ἀλλ’ οὐκ ἀρκέσει ταῦτα πρὸς ἀπολογίαν ὑμῖν, ὦ βέλτιστοι, τῆς κατὰ τοῦ Μονογενοῦς δυσφημίας·
ἀπαίδευτος δὲ καὶ πανταχῆ διαπίπτων ὁ λόγος ὑμῖν κἀν τούτῳ πάλιν ἁλώσεται. τὸ γὰρ χρῆναι λέγειν ζωὴν ἀποκαλεῖσθαι τὸν Υἱὸν, ἐπείπερ οἶδε ζωογονεῖν τὰ ζωῆς δεκτικὰ, διὰ τὸ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, πῶς οὐκ ἄμετρόν τινα τὴν ἀμαθίαν ὠδίνει; οὐ γὰρ ἴστε δήπου κατὰ τὸ εἰκὸς, τί μέν ἐστι τὸ κατὰ φύσιν, τί δὲ τὸ ἐκ τοῦ κατὰ φύσιν, ὡς αὐτὸ συντιθέμενον, ὅπερ ἐστὶ τὸ κατὰ θέσιν. οἷον θερμὸν μὲν τῇ φύσει τὸ πῦρ, θερμὰ δὲ καὶ ἕτερα, τῆς ἐνεργείας μετασχόντα τῆς ἀπ’ αὐτοῦ, σίδηρος τυχὸν ἢ ξύλον· ἀλλ’ οὐκ ἐπείπερ ἐθερμάνθη, διὰ τοῦτο λέγοιντ’ ἂν εἶναι καὶ πῦρ· ἀλλοτρίαν γὰρ καὶ οὐ φυσικὴν ἐν ἑαυτοῖς τὴν ἐνέργειαν ἔχει. ἥξει δὲ καὶ ἐφ’ ἡμᾶς αὐτοὺς τῶν παραδειγμάτων ὁ λόγος· ἡ γραμματικὴ τυχὸν ἤτοι γεωμετρικὴ, λογικῆς μὲν ἐπιστήμης εἴδη πιστεύεται, ἀλλ’ ὅταν τις ἴδρις γένηται γραμματικῆς ἤτοι τῆς ἑτέρας, οὐκ αὐτὸ γραμματικὴ νοηθήσεται τυχὸν, ἤτοι γεωμετρικὴ, ἀλλ’ ἐκ τῆς ἐν αὐτῷ γενομένης γραμματικῆς, γραμματικὸς ὀνομάζεται, καὶ πάλιν ὁμοίως τὸ ἕτερον· οὕτω καὶ ἡ κατὰ φύσιν ζωὴ, ἕτερόν τι πάντως ἐστὶ παρὰ τὰ ἐν οἷς γίνεται, μετασκευάζουσα πρὸς ἑαυτὴν τὸ μὴ φύσει τοιοῦτον.
PG 73:591οὐκοῦν ὅταν ἐν Υἱῷ λέγητε τὸν Πατέρα ὑπάρχειν, ὥσπερ ἐν ὕλῃ τυχὸν, ἵνα, ἐπείπερ ἐστὶ ζωὴ κατὰ φύσιν, ζωογονεῖν δύνηται καὶ αὐτὸς, ἀνοήτως ἔτι ζωὴν εἶναι δώσετε, καὶ οὐχὶ μᾶλλον ζωῆς τῆς παρ’ ἑτέρου μέτοχον, σχέσει δὲ μᾶλλον καὶ οὐκ οὐσιωδῶς εἰς τὸ τοῦ χορηγοῦντος ἀνακεκλημένον ἀξίωμα. καὶ ὥσπερ οὐκ ἄν τις εὐλόγως τὸν θερμανθέντα σίδηρον ἀποκαλέσειε πῦρ, κἂν τὴν τοῦ πυρὸς ἐνέργειαν ἔχῃ, διὰ τὸ ἐξ αὐτοῦ τεθερμάνθαι· ἢ καὶ πάλιν οὐκ ἄν τις νοῦν ἔχων ὀνομάσαι γραμματικὴν τὸν γραμματικὸν, διὰ τὸ καὶ ἑτέρους δύνασθαι χειραγωγεῖν εἰς τὴν ἐπιστήμην· οὕτως καὶ οὐκ ἂν οἶμαί τις τὰ εἰκότα φρονῶν, ζωὴν ὀνομάσαι τὸν Υἱὸν διὰ τὸ καὶ ἑτέρους δύνασθαι ζωογονεῖν, οὐ κατὰ φύσιν ἔχοντα κατ’ ἐκείνους τὸ εἶναι ζωὴ, ἀλλ’ ἐκ τῆς τοῦ Πατρὸς ἐνεργείας ἐνεσπαρμένον, ἤτοι διὰ τὸν ἐνοικοῦντα Πατέρα. τί δ’ ἂν, εἰπέ μοι, καὶ διακωλύσαι λοιπὸν, ὡς ἐξ ἡμῶν ἕνα νοεῖσθαι τὸν Υἱὸν, φθαρτῆς δηλονότι φύσεως, εἰ ζῇ διὰ τὸν Πατέρα, τουτέστι, τὴν ἐκ τοῦ τεκόντος ζωὴν χορηγούμενος, ὡς νοοῦσιν αὐτοί; ἐφθάρη γὰρ ἂν κατὰ τὴν τῶν νοημάτων ἀναλογίαν, εἰ μὴ ἔσχεν ἐν ἑαυτῷ τὸν ζῶντα Πατέρα.
καὶ εἰ συγχωροῦμεν ἀληθεύειν λέγοντι Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ἔχει μὲν αὐτὸς ἐν ἑαυτῷ τὸν Πατέρα ζωὴν ὄντα κατὰ φύσιν· ἔστι δὲ αὐτὸς ἐν Πατρὶ, καίτοι ζωὴ κατὰ φύσιν οὐκ ὤν· καὶ σιωπῶ τὸ δύσφημον, εἰ καὶ λέγειν ἐχρῆν εἰς ἔλεγχον τῆς τῶν θεομάχων ἀσεβείας· ἁλώσεται γὰρ ἔχων ὁ Πατὴρ ἐν ἑαυτῷ τὸ ζωῆς ἔρημον, τουτέστι φθορὰν, ἤτοι φύσιν τὴν φθειρομένην. ὅτι γὰρ ἡ τοῦ πράγματος φύσις οὕτως νοεῖν ἡμᾶς ἀναγκάσῃ περὶ τοῦ Υἱοῦ, ζητητέον ἡμῖν καὶ ἐσαῦθις, καὶ διὰ ποικίλων ἰτέον θεωρημάτων, ἐπείπερ ἡμῖν σκοπὸς ταῖς προσηκούσαις ἀκριβείαις καταλεπτύναι τὸ ζητούμενον. ζωὴν εἶναι φῂς κατὰ φύσιν τὸν Θεὸν καὶ Πατέρα· καλῶς, ἔχει γὰρ οὕτως, ἀλλ’ ἔστι καὶ ἐν Υἱῷ. τοῦτο γὰρ καὶ ὁ παρ’ ὑμῶν δίδωσι λόγος. ἐροίμην δ’ ἂν εἰκότως ἤδη λοιπὸν, ἐκεῖνο μανθάνειν ἐπιθυμῶν, τί ἐνεργήσει περὶ τὸν Υἱὸν, ὑπάρχων ἐν αὐτῷ; ἆρα μεταδώσει τῆς ἑαυτοῦ ζωῆς τῷ ἰδίῳ γεννήματι, καθάπερ δεομένῳ καὶ οὐχ ἔχοντι τὴν ζωὴν ἐξ ἑαυτοῦ; καὶ πῶς οὐκ ἀνάγκη πᾶσα νοεῖν ἔρημον εἶναι ζωῆς τὸν Υἱόν; τὸ δὲ ζωῆς ἔρημον, τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ φθαρτόν; ἀλλ’ οὐ μεταδώσει τῆς ἑαυτοῦ ζωῆς τῷ γεννήματι·
PG 73:593ζωὴ γὰρ, καὶ εἰ μὴ δέχοιτο παρ’ αὐτοῦ. Πῶς οὖν ἔτι συκοφαντοῦσί τινες ἀθυρογλωττοῦντες ἀφυλάκτως, καὶ διὰ τοῦτο λέγουσι ζῆν τὸν Υἱὸν, ἐπείπερ ἔχει ζωὴν ὄντα κατὰ φύσιν ἐν ἑαυτῷ τὸν Πατέρα; εἰ μὲν γὰρ ζῇ καὶ δίχα τοῦ Πατρὸς, ὡς ὑπάρχων οὐσιωδῶς καὶ αὐτοζωὴ, οὐκέτι ζῇ διὰ τὸν Πατέρα, τουτέστι, διὰ τὴν ἐκ Πατρὸς μετάληψιν. εἰ δὲ χορηγὸν τῆς ἰδίας ζωῆς ἔχει τὸν Πατέρα, ζωὴν ἰδίαν οὐκ ἔχων αὐτὸς ἀναδειχθήσεται· διανείζεται γὰρ τὴν παρ’ ἑτέρου, καὶ ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, ζῷον μᾶλλόν ἐστιν ἢ ζωὴ, καὶ φθαρτῆς ἤδη φύσεως. πῶς οὖν ἑαυτὸν ἀπεκάλει ζωήν; ἢ γὰρ ἐξέσται καὶ ἡμῖν ἀκινδύνως εἰπεῖν Ἐγώ εἰμι ἡ ζωὴ, ἢ εἴπερ ἐστὶ σφαλερὸς ὁ λόγος· οὐ γὰρ ἐξέσται ποιήματι τοῖς θεοπρεπέσιν ἀξιώμασιν ἐπιπηδᾶν· οἶδεν ἄρα ζωὴν ὄντα κατὰ φύσιν ἑαυτὸν ὁ Υἱός. ἐπεὶ πῶς ἔσται χαρακτὴρ τῆς ὑποστάσεως τοῦ γεννήσαντος αὐτὸν, πῶς δὲ εἰκὼν καὶ ὁμοίωσις ἀκριβής; ἢ πῶς οὐκ ὀρθῶς ἐποίει λέγων ὁ Φίλιππος Δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν; καὶ γὰρ δὴ καὶ ὄντως ἐννοῆσαι προσήκει, ὅτι τὸν Υἱόν τις τεθεαμένος, οὔπω τεθεώρηκε τὸν Πατέρα, εἴπερ ὁ μέν ἐστι κατὰ φύσιν ζωὴ, ὁ δὲ ζωῆς τῆς παρ’ αὐτοῦ μέτοχος.
οὐ γὰρ ἄν τις ἴδοι τὸ ζωοποιοῦν ἐν τῷ ζωοποιουμένῳ ποτὲ, ἐν τῷ δεομένῳ τὸν ἀπροσδεᾶ. οὐκοῦν καὶ καθ’ ἕτερον ψεύσεται τρόπον, εἰπών Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἀλλ’ ὁρᾷ που πάλιν ὁ τῶν εὐσεβῶν τῆς Ἐκκλησίας δογμάτων ἐραστὴς, ὅσα ταῖς ἐκείνων φλυαρίαις ἀκολουθήσει τὰ ἄτοπα. ἐκκλινέτω τοιγαροῦν ἀπ’ αὐτῶν καὶ παραλλαττέτω κατὰ τὸ γεγραμμένον· καὶ ποιείτω μὲν τροχιὰς ὀρθὰς, τὰς δὲ ὁδοὺς κατευθυνέτω τὰς ἑαυτοῦ, καὶ πρὸς τὸ ἁπλοῦν τῆς ἀληθείας ὁράτω κάλλος, ζωὴν μὲν κατὰ φύσιν εἶναι πιστεύων τὸν Θεὸν καὶ Πατέρα, ζωὴν δὲ πάλιν ὁμοίως τὸν ἐξ αὐτοῦ γεγεννημένον Υἱόν. ὡς γὰρ φῶς ἐκ φωτὸς εἶναι λέγεται, οὕτω καὶ ζωὴ ἐκ ζωῆς· καὶ ὥσπερ τὰ φωτὸς δεόμενα φωτίζει ὁ Θεὸς καὶ Πατὴρ, ὡς διὰ φωτὸς ἰδίου τοῦ Υἱοῦ, καὶ σοφοῖ τὰ σοφίας δεκτικὰ, ὡς διὰ σοφίας ἰδίας, καὶ δυναμοῖ τὰ δυνάμεως χρῄζοντα, ὡς διὰ δυνάμεως πάλιν ἰδίας, οὕτω καὶ ζωοποιεῖ τὰ ὅσαπέρ ἐστι τῆς παρ’ αὐτοῦ δεόμενα ζωῆς, ὡς διὰ ζωῆς ἰδίας καὶ ἐξ αὐτοῦ προχεομένης, τουτέστι τοῦ Υἱοῦ.
ὅταν οὖν λέγῃ Ζῶ διὰ τὸν Πατέρα, μὴ νομίσῃς ὅτι διὰ τὸ δέχεσθαι τὴν παρὰ τοῦ Πατρὸς ζωὴν, ζῆν ἑαυτὸν ὁμολογεῖ, ἀλλ’ ἐπείπερ ἐκ ζῶντος ἐγεννήθη Πατρὸς, διὰ τοῦτο καὶ ζῆν ἑαυτὸν διισχυρίσατο. οὐ γὰρ ἐνεχώρει μὴ ζῆν τὸν ἐκ ζῶντος Πατρός· καὶ ὥσπερ εἴ τις λέγοι τῶν καθ’ ἡμᾶς Ἄνθρωπός εἰμι λογικὸς διὰ τὸν πατέρα, ἀνθρώπου γὰρ λογικοῦ γέγονα τέκνον· οὕτω νοήσεις καὶ ἐπ’ αὐτοῦ τοῦ Μονογενοῦς· ζῶ φησι διὰ τὸν Πατέρα. ἐπειδὴ γὰρ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ γεννήσας με Πατὴρ, εὐφυὲς δέ εἰμι καὶ γνήσιον γέννημα, τὸ ἴδιον αὐτοῦ κατὰ φύσιν ἐπάγομαι, τουτέστι, τὸ εἶναι ζωὴ, τοῦτο γάρ ἐστι καὶ ὁ Πατήρ. ἐπειδὴ δὲ εἷς ἐξ ἑνὸς νοεῖταί τε καὶ ἔστιν· ἐκ Πατρὸς γὰρ ὁ Υἱὸς, εἰ καὶ συνῆν ἀϊδίως· εἰκότως τοῖς φυσικοῖς τοῦ γεννήσαντος ἀξιώμασιν, ὡς ἰδίοις ἐπισεμνύνεται. «Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων μου τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.» Μεγάλα, φησὶν, εἶναι δεῖ τὰ ἐκ μεγάλων ἀποτελέσματα, καὶ τὰ διὰ τῆς ἄνωθεν χορηγούμενα χάριτος, ὁρᾶσθαι προσήκει θεοπρεπῆ, καὶ τῆς θείας μεγαλοδωρεᾶς ἄξια.
PG 73:595εἰ γὰρ ὅλως ἐποιήσω παραδεκτὸν ἐν πίστει τὸ ἐξ οὐρανοῦ καταβαίνειν τὸν ἄρτον, ἐμποιείτω τοῖς ἐφιεμένοις διηνεκῆ τὴν ζωὴν, καὶ ἀκατάληκτον ἐχέτω τῆς ἀθανασίας τὴν ἐνέργειαν. εἴη γὰρ ἂν ἀπόδειξις αὕτη σαφὴς τοῦ εἶναι τὸν ἄρτον ἐξ οὐρανοῦ, τουτέστι, παρὰ Θεοῦ· ἐπεὶ καὶ πρέπειν ἐροῦμεν αἰώνια τῷ αἰωνίῳ χαρίζεσθαι, καὶ μὴ προσκαίρου τρυφῆς ἀπόλαυσιν, εἰς ὀλιγοστὸν κομιδῆ τὸν καιρὸν καὶ μόλις ἀντέχειν ἰσχύουσαν. λογιεῖται γάρ τις οὐκ ἔτι σοφῶς ἄρτον εἶναι τὸν παρὰ Θεοῦ καὶ ἄνωθεν, ὃν βεβρωκότες οἱ πρόγονοι θανάτῳ νενίκηνται, καὶ τὴν ἀπὸ τῆς φθορᾶς οὐκ ἀπεκρούσαντο βλάβην, καὶ θαυμαστὸν οὐδέν· ἄρτος γὰρ ἀπαθανατίζειν ἰσχύων, ἐκεῖνος οὐκ ἦν. οὐκοῦν οὐδὲ ἐξ οὐρανοῦ δικαίως ἂν ὑπό του νοοῖτο καὶ λέγοιτο. ἦν γὰρ δὴ καὶ ἔργον τῷ ἐκεῖθεν καθικνουμένῳ πρέπον, καὶ θανάτου καὶ φθορᾶς ἀμείνους ἀποτελεῖν τοὺς μετέχοντας αὐτοῦ. ἀναμφιλόγῳ δὲ πάλιν ἀποδείξει βεβαιωθήσεται, ἄρτον εἶναι τοῦτον ἐξ οὐρανοῦ, τὸν διὰ Χριστοῦ δηλαδὴ, τουτέστι, τὸ σῶμα αὐτοῦ. ζῆν γὰρ εἰς αἰῶνα ποιεῖ τὸν ἀπογευσάμενον.
πολὺ δὲ δή τι τὸ ἀξιόπιστον τῆς θείας φύσεως κἀν τοιούτοις ὁρᾶται, οὐδὲν ἀξιούσης χαρίζεσθαι μικρὸν, πάντα δὲ μᾶλλον ὑπερφυῆ, εἰ καὶ τὴν ἡμετέραν διάνοιαν ὑπερτέλλοντα, ὡς διὰ τὸ μέγεθος ἤδη τῆς χάριτος καὶ ἀπιστεῖσθαι παρὰ τῶν ἁπλουστέρων. τῇ γὰρ οὕτω πλουσίᾳ χειρὶ πῶς οὐκ ἔδει προσεῖναι τὸ πλούσια χαρίζεσθαι θέλειν; διὸ καὶ ὁ Παῦλος ἀποθαυμάζει λέγων Ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἐν μικροῖς δὲ ὁ νόμος παραδείγμασι τὰ μεγάλα διετύπου, σκιὰν ἔχων τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν δὲ τὴν εἰκόνα τῶν πραγμάτων, καθὰ γέγραπται· ὡς ἐν τῇ τοῦ μάννα τροφῇ τὴν εὐλογίαν ὁρᾶσθαι τὴν διὰ Χριστοῦ· σκιὰ γὰρ τῶν μελλόντων ἐκεῖνα τοῖς ἀρχαιοτέροις προκατεγράφετο. «Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ.» Θαυμαστῶν ἡμῖν μυστηρίων ἐξήγησιν εἰσενεγκὼν ὁ σοφώτατος Εὐαγγελιστὴς, ἀνατίθησιν εἰκότως τῷ Σωτῆρι Χριστῷ τὴν τῆς ἐπ’ αὐτοῖς διδασκαλίας ἀρχὴν, τῇ τοῦ προσώπου περιφανείᾳ τὸν ἀντιπράττοντα δυσωπῶν, καὶ τοὺς οἵπερ ἔμελλον ἀντεροῦντες ἀφίξεσθαι προκαταπτοῶν·
ἡ γὰρ τῶν διδασκόντων ἔσθ’ ὅτε λαμπρότης ἑτοιμότερόν πως εἰς πίστιν τὸν ἀκροατὴν ἐργάζεται, καὶ γοργοτέραν παρὰ τῶν παιδευομένων ἀπαιτεῖ τὴν συναίνεσιν. εὖ δὲ δὴ λίαν ἐπάγει τό Ἐν τῇ συναγωγῇ· μόνον γὰρ οὐχὶ τοῦτο δηλούμενος ὁ λόγος Ἀλλ’ οὐδὲ εἷς που τυχὸν ἢ δύο κατήκουσαν ταῦτα λέγοντος τοῦ Χριστοῦ, διαῤῥήδην ἐπὶ πάντων ἐν συναγωγῇ διδάξας ὁρᾶται, ὥσπερ οὖν αὐτὸς καὶ διὰ τοῦ προφήτου Ἡσαί̈ου φησίν Οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· ἐποιεῖτο γὰρ ἐν παῤῥησίᾳ τοὺς περὶ τούτων λόγους, ἀναπολόγητον τοῖς Ἰουδαίοις τὴν κρίσιν ἀποτελῶν, καὶ τοῖς ἀπειθήσασι τὰ ἐκ τοῦ μὴ πιστεύειν αὐτῷ δυσαχθέστερα ποιῶν ἐγκλήματα. οὔπω μὲν γὰρ τὸ οὕτω σεπτὸν παιδευθέντες μυστήριον, εὔλογον ἂν ἐποιήσαντο τοῦ κολάζεσθαι τὴν παραίτησιν, καὶ τὸ μηδὲ ὅλως εἰδέναι προϊσχόμενοι, μετριωτέραν ἂν τὴν τοῦ κρίνοντος ὑπέμειναν κίνησιν. ἐγνώκοτες δὲ καὶ πολλάκις μυσταγωγούμενοι, εἶτα ταῖς ἀπειθείαις ὑβρίζοντες, πῶς οὐκ ἂν εἰκότως παντὸς ἀνῃρημένου λοιπὸν ἐλέου κολάζοιντο, καὶ πικροτάτην ἀποτίσειαν τῷ παρ’ αὐτῶν ἠτιμασμένῳ τὴν δίκην;
PG 73:597τοιοῦτόν τι καὶ αὐτὸς ἐπ’ αὐτοῖς εἴρηκεν ὁ Σωτήρ Εἰ μὴ γὰρ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νυνὶ δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Παραφυλακτέον τοιγαροῦν, μᾶλλον δὲ παραιτητέον, ὡς θανάτου πρόξενον τὸ δυσήκοον, καὶ ζωῆς παρεκτικὴν τὴν πίστιν ἡγώμεθα τὴν ἐφ’ οἷς ἂν διδάσκῃ Χριστός. διαφευξόμεθα γὰρ οὕτω τὸ μετ’ ἐκείνων κολάζεσθαι. προστίθησι δὲ ὅτι καὶ ἐν τῇ Καφαρναοὺμ ταῦτα λελάληκεν ὁ Χριστὸς, ἵνα φαίνηται μεμνημένος ἀκριβῶς. ὁ γὰρ εἰδὼς καὶ τόπον καὶ κώμην, πῶς ἂν ἁμάρτοι περὶ τὴν τῶν διδαχθέντων ἐξήγησιν; «Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς.» Τοῦτο τοῖς ἀνοήτοις ἔθος· ἀεὶ γὰρ τῶν μαθημάτων καταιτιῶνται τὰ λεπτότερα, καὶ τὴν ὑψηλοτέραν ἢ κατ’ αὐτοὺς θεωρίαν ἀμαθῶς διασύρουσιν, ἐπεὶ μὴ νοοῦσιν αὐτοί·
καίτοι μᾶλλον ἐχρῆν μανθάνειν ἐπείγεσθαι, καὶ τοῖς λαλουμένοις συναπολεπτύνεσθαι φιλεῖν, οὐκ ἐκ τῶν ἐναντίων τῶν οὕτω σοφῶν κατεξανίστασθαι λόγων, καὶ σκληρὸν ἀποκαλεῖν, ὃ καὶ θαυμάζεσθαι πρέπει. πάσχουσι γάρ τι τοιοῦτον, ὁποῖόν περ ἄν τις ὑπομένοντας βλέποι τοὺς τῶν ὀδόντων ἐστερημένους. ἐκεῖνοι μὲν γὰρ τοῖς τρυφερωτέροις ἐπιτρέχοντες σιτίοις, ἀτιμάζουσι πολλάκις τὰ τῶν ἐδωδίμων χρηστότερα, καὶ τὸ κρεῖττον ἔσθ’ ὅτε κακύνουσιν, οὐχ ὁμολογοῦντες τὴν νόσον, ὑφ’ ἧς αὐτὸ παραιτεῖσθαι βιάζονται. οἱ δὲ ἀμαθίᾳ σύντροφοι, καὶ φρενὸς τῆς ἀγαθῆς ἡττώμενοι, καταφρίττουσι τὴν γνῶσιν, ἣν ἔδει καὶ σφόδρα πολλοῖς καταθηρᾶσθαι πόνοις, καὶ διὰ συντόνου μᾶλλον ἐξανύειν σπουδῆς. ἀνὴρ μὲν οὖν ὁ πνευματικὸς τοῖς τοῦ Σωτῆρος ἡμῶν ἐντρυφήσει λόγοις, ἀναβοήσει δὲ ἂν μᾶλλον καὶ δικαίως Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.
ὁ δὲ ψυχικὸς Ἰουδαῖος μωρίαν εἶναι λογιζόμενος ἀσυνέτως τὸ πνευματικὸν μυστήριον, καὶ διὰ τῶν τοῦ Σωτῆρος ῥημάτων ἐπὶ τὴν ἀνθρώπῳ πρέπουσαν σύνεσιν ἀναβαίνειν παρακαλούμενος, ἐπὶ τὴν σύντροφον ἀεὶ καταπίπτει μωρίαν, τὸ μὲν πονηρὸν καλὸν λέγων, τὸ δὲ καλὸν πονηρὸν, κατὰ τὴν τοῦ προφήτου φωνήν. πατρώζει δὲ πάλιν, καὶ τὰς τῶν προγόνων ἀμαθίας ἀπομιμούμενος κἀν τούτοις ἁλώσεται· οἱ μὲν γὰρ τὸ μάννα παρὰ τοῦ Θεοῦ χορηγούμενοι, καὶ τῆς ἄνωθεν μετίσχοντες εὐλογίας ἐπὶ τὴν συνήθη χυδαιότητα κατεφέροντο, καὶ τὰς ἐν Αἰγύπτῳ δυσωδίας ἐζήτουν, κρόμμυα καὶ πράσα καὶ κρεῶν λέβητας ἐπιθυμοῦντες ἰδεῖν· οἱ δὲ τὴν ζωοποιὸν τοῦ Πνεύματος χάριν δέχεσθαι παρακαλούμενοι, καὶ τὸν ἄρτον τὸν ἀληθινὸν, τὸν ἐκ Θεοῦ καὶ Πατρὸς ἥκοντα τρέφεσθαι διδασκόμενοι, πρὸς τὴν ἑαυτῶν ἐκνεύουσι πλάνην, φιλήδονοι μᾶλλον ὄντες ἢ φιλόθεοι· καὶ ὥσπερ οἱ τούτων πρόγονοι καὶ αὐτῆς κατηγόρουν τῆς διὰ τοῦ μάννα τροφῆς, ἀποτολμῶντες λέγειν Ἡ δὲ ψυχὴ ἡμῶν κατάξηρος ἐν τῷ μάννᾳ τούτῳ· οὕτω καὶ οὗτοι πάλιν τὸν ἄρτον ἀποπέμπονται τὸν ἀληθινὸν, οὐκ ἐρυθριῶντες λέγειν Σκληρός ἐστιν ὁ λόγος οὗτος.
PG 73:599Δεῖ τοιγαροῦν σοφοὺς εἶναι τοὺς τῶν θείων μυστηρίων ἀκροατὰς, δεῖ δοκίμους εἶναι τραπεζίτας, ὡς εἰδέναι τὸ δόκιμον καὶ τὸ παράσημον νόμισμα, καὶ μήτε τοῖς πίστει παραδεκτοῖς ἀκαίρως ἐπάγειν τὴν ἀνεξίτητον ζήτησιν, μήτε τοῖς τῆς ζητήσεως δεομένοις ἐπασωτεύεσθαι πίστιν ἔσθ’ ὅτε τὴν ἐπιζήμιον, ἀποδιδόναι δὲ τὸ ἑκάστῳ πρέπον τῶν λαλουμένων, καὶ δι’ εὐθείας ὥσπερ ἰέναι τρίβου, τὸ ἐκκλίνειν ἐπ’ ἄμφω παραιτουμένους. ὁδῷ γὰρ βασιλικῇ πορεύεσθαι πρέπει τὸν εἰς ὀρθότητα πίστεως τρέχοντα τῆς ἐν Χριστῷ. «Τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;» Ἐκ πολλῆς ἄγαν τῆς ἀμαθίας τῶν ὑπὸ τῷ Σωτῆρι Χριστῷ μαθητευομένων τινὲς ἐπὶ τοῖς παρ’ αὐτοῦ λόγοις ἐσκανδαλίζοντο. ἐπειδὴ γὰρ ἐπηκροῶντο λέγοντος Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς· εἰς ὠμότητά τινα θηριοπρεπῆ καλεῖσθαι σφᾶς ὑπελάμβανον, ὡς σαρκοφαγεῖν μὲν ἀπανθρώπως, αἷμα δὲ ῥοφεῖν ἐπιτάττεσθαι, καὶ ὅσα καὶ μόνον ἀκοῦσαι φρικτὰ ταῦτα ποιεῖν ἀναγκάζεσθαι.
οὐ γὰρ ᾔδεσάν πως τοῦ μυστηρίου τὸ κάλλος, καὶ τὴν ηὑρημένην ἐπ’ αὐτῷ καλλίστην οἰκονομίαν· ἐπὶ δέ γε τούτῳ κἀκεῖνό που πάντως καθ’ ἑαυτοὺς ἐλογίζοντο Πῶς ἂν ἡμῖν τὸ ἀνθρώπινον σῶμα τὴν αἰώνιον ἐμφυτεύσαι ζωήν; τί δὲ ὀνήσει πρὸς ἀθανασίαν τὸ ἡμῖν ὁμοφυές; συνεὶς τοιγαροῦν ὁ Χριστὸς τὰ ἐν αὐτοῖς βουλεύματα· πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ· θεραπεύει πάλιν εἰς κατάληψιν τῶν ἀγνοουμένων ἔτι πολυτρόπως χειραγωγῶν. ἀνοήτως γὰρ λίαν, ὦ οὗτοι, φησὶν, ἐπὶ τοῖς παρ’ ἐμοῦ σκανδαλίζεσθε λόγοις. εἰ γὰρ οὔπω πιστεύειν ἐγνώκατε, καίτοι πολλάκις μυσταγωγούμενοι, ὅτι ζωὴν ὑμῖν ἐνήσει τὸ ἡμέτερον σῶμα, τίνα τρόπον διατεθήσεσθε, φησὶν, ὅταν αὐτὸ καὶ εἰς οὐρανὸν ἀνιπτάμενον βλέπητε; οὐ γὰρ ὑπισχνοῦμαι μόνον, ὅτι καὶ εἰς αὐτὸν ἀναβήσομαι τὸν οὐρανὸν, ἵνα μὴ πάλιν λέγητε τό Πῶς· ἀλλ’ ἐν ὀφθαλμοῖς ὑμῖν ἡ θέα στήσεται, πάντα δυσωποῦσα τὸν ἀντιλέγοντα. ἐὰν οὖν βλέπητε, φησὶν, εἰς τὸν οὐρανὸν ἀναβαίνοντα τὸν υἱὸν τοῦ ἀνθρώπου, τί ἐρεῖτε πάλιν; ἐλεγχθήσεσθε γὰρ οὐ μετρίως ἀφραίνοντες.
PG 73:601εἰ γὰρ μὴ δύνασθαι τὴν ἐμὴν σάρκα τὴν ζωὴν ὑμῖν ἐνθεῖναι λογίζεσθε, πῶς πτηνοῦ δίκην εἰς οὐρανὸν ἀναβήσεται; εἰ γὰρ μὴ δύναται ζωοποιεῖν, ὅτι μὴ πέφυκε ζωοποιεῖν, πῶς ἀεροβατήσει, πῶς δὲ εἰς οὐρανοὺς ἀναβήσεται; καὶ τοῦτο γὰρ ὁμοίως ἀδύνατον τῇ σαρκί. εἰ δὲ ἀναβαίνει παρὰ φύσιν, τί τὸ κωλύον ἔτι καὶ ζωοποιεῖν αὐτὴν, καὶ εἰ μὴ πέφυκε ζωοποιεῖν, ὅσον εἰς ἰδίαν φύσιν; ὁ γὰρ οὐράνιον ἀποδείξας τὸ ἀπὸ γῆς, καὶ ζωοποιὸν ἀποτελέσει, καὶ εἰ πέφυκε φθείρεσθαι κατὰ τὸν ἴδιον λόγον. Ἐπιτηρητέον δὲ ὅπως οὐκ ἀνέχεται πάλιν εἰς δύο καταμερίζεσθαι χριστοὺς, κατὰ τὴν τινῶν ἀβουλίαν. ἀμέριστον γὰρ ἑαυτὸν πανταχῇ φυλάττει μετὰ τὴν ἐνανθρώπησιν. τὸν γὰρ υἱὸν τοῦ ἀνθρώπου φησὶν ἀναβαίνειν ὅπου ἦν τὸ πρότερον, καίτοι τοῦ ἐκ γῆς σώματος οὐκ ὄντος ἄνω πρὸ τούτου, μόνου δὲ ἔτι καὶ καθ’ ἑαυτὸν τοῦ Λόγου, πρὸ συνδρομῆς τῆς εἰς σάρκα· καλῶς οὖν ὁ Παῦλος τό Εἷς Κύριος Ἰησοῦς Χριστὸς ἐν ἰδίαις τέθεικεν ἐπιστολαῖς. εἷς γὰρ Υἱὸς, καὶ πρὸ τῆς σαρκώσεως καὶ μετὰ τὴν σάρκωσιν, καὶ οὐκ ἀλλότριον τοῦ Λόγου τὸ ἴδιον αὐτοῦ λογιούμεθα σῶμα·
διὰ γάρ τοι τοῦτο καὶ υἱὸν ἀνθρώπου φησὶ τὸν ἄνωθεν ἐξ οὐρανοῦ καταφοιτήσαντα Λόγον· σὰρξ γὰρ ἐγένετο, κατὰ τὸν μακάριον Εὐαγγελιστὴν, καὶ οὐκ εἰς σάρκα μεταχωρήσας ἐκ παρατροπῆς· ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος κατὰ φύσιν ἐστὶν, ὡς Θεός· ἀλλ’ ὡς ἐν ἰδίῳ κατοικήσας ναῷ, τῷ ἐκ παρθένου φημὶ, καὶ ἄνθρωπος γεγονὼς κατὰ λόγον ἀληθινόν. ἀναβήσεσθαι δὲ λέγων, ἔνθα καὶ πρότερον ἦν, δίδωσί πως ἐννοεῖν τοῖς ἀκροωμένοις, ὅτι καταβέβηκεν ἐξ οὐρανοῦ· ἦν γὰρ οὕτως εἰκὸς συνέντας τοῦ λόγου τὴν δύναμιν, οὐχ ὡς ἀνθρώπῳ προσέχειν μόνον, ἀλλ’ εἰδέναι λοιπὸν καὶ τὸν ἐν σαρκὶ Θεὸν Λόγον, πιστεύειν τε ὅτι καὶ ζωοποιὸν ἔσται τὸ σῶμα αὐτοῦ. «Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν.» Οὐ σφόδρα, φησὶν, ἀσυνέτως τὸ μὴ δύνασθαι ζωοποιεῖν περιτεθείκατε τῇ σαρκί· ὅταν γὰρ μόνη νοῆται καὶ καθ’ ἑαυτὴν ἡ τῆς σαρκὸς φύσις πως, οὐκ ἔσται δηλονότι ζωοποιός· ζωογονήσει μὲν γάρ τι τῶν ὄντων οὐδαμῶς, δεῖται δὲ μᾶλλον αὐτὴ τοῦ ζωογονεῖν ἰσχύοντος.
ἐπὰν δὲ τὸ περὶ τῆς ἐνανθρωπήσεως πολυπραγμονῆται μυστήριον, εἶτα τίς ὁ ἐνοικῶν τῇδε τῇ σαρκὶ μανθάνητε, διατεθήσεσθε πάντως, φησὶν, εἰ μὴ καὶ αὐτοῦ κατηγορεῖτε τοῦ θείου Πνεύματος, ὅτι δύναται ζωοποιεῖν, κἂν μηδὲν ὅλως ἡ σὰρξ ἐξ ἑαυτῆς ὠφελῇ. ἐπειδὴ γὰρ ἥνωται τῷ ζωοποιοῦντι Λόγῳ, γέγονεν ὅλη ζωοποιὸς πρὸς τὴν τοῦ βελτίονος ἀναδραμοῦσα δύναμιν, οὐκ αὐτὴ πρὸς τὴν ἰδίαν βιασαμένη φύσιν, τὸν οὐδαμόθεν ἡττώμενον. κἂν ἀσθενῇ τοιγαροῦν ἡ τῆς σαρκὸς φύσις, ὅσον ἧκεν εἰς ἑαυτὴν, εἰς τὸ δύνασθαι ζωοποιεῖν, ἀλλ’ οὖν ἐνεργήσει τοῦτο τὸν ζωοποιὸν ἔχουσα Λόγον, καὶ ὅλην αὐτοῦ τὴν ἐνέργειαν ὠδίνουσα. σῶμα γάρ ἐστι τῆς κατὰ φύσιν ζωῆς, καὶ οὐχ ἑνός τινος τῶν ἀπὸ τῆς γῆς, ἐφ’ οὗπερ ἂν καὶ ἰσχύσαι δικαίως τό Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. οὐ γὰρ ἡ Παύλου τυχὸν, ἀλλ’ οὐδὲ ἡ Πέτρου, ἤγουν ἑτέρου τινὸς τοῦτο ἐν ἡμῖν ἐργάσεται· μόνη δὲ καὶ ἐξαιρέτως ἡ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς.
καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τὸ μὲν μέλι τοῖς οὐκ ἔχουσι κατὰ φύσιν τὸ γλυκὺ τὴν ἰδίαν ἐντιθέναι ποιότητα, καὶ εἰς ἑαυτὸ μετασκευάζειν δύνασθαι τὸ, ᾧπερ ἂν ἀναμίσγηται, τὴν δὲ τοῦ Θεοῦ Λόγου ζωοποιὸν φύσιν μὴ ἀνακομίζειν οἴεσθαι πρὸς τὸ ἴδιον ἀγαθὸν, τὸ ἐν ᾧπερ ἐνῴκησε σῶμα. οὐκοῦν ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων ἀληθὴς ἔσται λόγος, ὅτι ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· ἀτονήσει δὲ ἐπὶ μόνου Χριστοῦ, διὰ τὸ ἐν αὐτῇ κατοικῆσαι τὴν ζωὴν, τουτέστι τὸν Μονογενῆ. πνεῦμα δέ φησιν ἑαυτόν· Πνεῦμα γὰρ ὁ Θεός· καὶ κατὰ τὸν μακάριον Παῦλον Ὁ γὰρ Κύριος τὸ πνεῦμά ἐστιν. καὶ οὐκ ἀναιροῦντες τὸ ἰδίως ὑφεστάναι τὸ Πνεῦμα τὸ Ἅγιον τὰ τοιαῦτά φαμεν, ἀλλ’ ὥσπερ υἱὸν ἀνθρώπου φησὶν ἑαυτὸν, ἐπειδὴ γέγονεν ἄνθρωπος, οὕτω πάλιν ἀπὸ τοῦ ἰδίου πνεύματος ἑαυτὸν ὀνομάζει. οὐ γὰρ ἀλλότριον αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ. «Τὰ ῥήματα ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν.» Ὅλον ἤδη τῇ ζωοποιῷ τοῦ Πνεύματος ἐνεργείᾳ τὸ ἴδιον σῶμα πληροῖ. πνεῦμα γὰρ λοιπὸν τὴν σάρκα καλεῖ, καὶ οὐκ ἀνατρέπων τὸ εἶναι σάρκα αὐτήν·
PG 73:603διὰ δὲ τὸ ἄκρως ἡνῶσθαί τε αὐτῷ, καὶ ὅλην αὐτοῦ τὴν ζωογόνον ἐνδύσασθαι δύναμιν, ὀφείλουσαν ἤδη καλεῖσθαι καὶ πνεῦμα. καὶ θαυμαστὸν οὐδὲν, μηδὲ γὰρ ἐπὶ τούτῳ σκανδαλισθῇς. εἰ γὰρ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι, πῶς οὐχὶ μᾶλλον τὸ ἴδιον αὐτοῦ σῶμα ἓν ὡς πρὸς αὐτὸν ὀνομασθήσεται; σημαίνει τοιγαροῦν διὰ τῶν προκειμένων τοιοῦτόν τι πάλιν Ἐκ τῶν ἐνόντων ὑμῖν διαλογισμῶν ὑπαισθάνομαι, φησὶν, ἀσυνετοῦντες ὅτι διαλογίζεσθε γεγονέναι μοι λόγον τὸν πρὸς ὑμᾶς, ὅτι τῇ φύσει ζωοποιόν ἐστι τὸ ἀπὸ γῆς σῶμα· ἀλλ’ οὐχ οὗτός ἐστιν ἐν τοῖς ἐμοῖς ῥήμασιν ὁ σκοπός· ὅλη γὰρ ἦν πρὸς ὑμᾶς περὶ τοῦ θείου Πνεύματος ἡ ἐξήγησις καὶ περὶ τῆς αἰωνίου ζωῆς. οὐδὲ γὰρ ἡ τῆς σαρκὸς φύσις ζωοποιὸν τὸ πνεῦμα ἐργάζεται, ἀλλ’ ἡ τοῦ Πνεύματος δύναμις ζωοποιὸν τὸ σῶμα ποιεῖ. τὰ ῥήματα τοίνυν ἅπερ ὑμῖν διείλεγμαι, πνεῦμά ἐστι, τουτέστι πνευματικὰ καὶ περὶ τοῦ Πνεύματος, καὶ ζωή ἐστιν, ἀντὶ τοῦ ζωοποιὰ καὶ περὶ τῆς κατὰ φύσιν ζωῆς. καὶ οὐκ ἀθετῶν τὴν ἰδίαν σάρκα τὰ τοιαῦτά φησιν, ἀλλ’ ὅπερ ἐστὶν ἀληθὲς, τοῦτο διδάσκων ἡμᾶς· ὅπερ γὰρ εἰρήκαμεν ἀρτίως, τοῦτο πάλιν ἐροῦμεν ἀναλαβόντες διὰ τὸ χρήσιμον·
ἡ τῆς σαρκὸς φύσις, αὐτὴ καθ’ ἑαυτὴν οὐκ ἂν δύναιτο ζωογονεῖν· ἐπεὶ τί τὸ πλέον ἐν τῷ κατὰ φύσιν Θεῷ; ἀλλ’ οὐ μόνη καὶ καθ’ ἑαυτὴν καὶ ἐν Χριστῷ νοηθήσεται· ἔχει γὰρ ἑνωθέντα τὸν Λόγον, ὅς ἐστι κατὰ φύσιν ζωή. ὅταν οὖν ζωοποιὸν αὐτὴν ὀνομάζῃ Χριστὸς, οὐκ αὐτῇ τοσοῦτον, ὅσον ἑαυτῷ, ἤτοι τῷ ἰδίῳ Πνεύματι τὸ ζωογονεῖν δύνασθαι μαρτυρεῖ. δι’ αὐτὸν γὰρ καὶ τὸ ἴδιον αὐτοῦ σῶμα ζωοποιόν ἐστιν, ἐπείπερ αὐτὸ πρὸς τὴν ἰδίαν ἀνεστοιχείωσε δύναμιν· τὸ δὲ ὅπως, οὔτε νῷ καταληπτὸν, οὔτε γλώττῃ λεκτὸν, σιωπῇ δὲ καὶ πίστει τῇ ὑπὲρ νοῦν τιμώμενον. Ὅτι δὲ πολλάκις τῷ τοῦ Πνεύματος ὀνόματι παρὰ ταῖς θεοπνεύστοις γραφαῖς καλεῖται καὶ ὁ Υἱὸς, διὰ τῶν ὑποτεταγμένων εἰσόμεθα. γράφει τοίνυν ὁ μακάριος Ἰωάννης περὶ αὐτοῦ Οὗτός ἐστιν ὁ ἐλθὼν δι’ ὕδατος καὶ πνεύματος Ἰησοῦς Χριστὸς, οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλὰ καὶ ἐν τῷ ὕδατι καὶ τῷ πνεύματι, καὶ τὸ πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια. ἰδοὺ γὰρ πνεῦμα τὴν ἀλήθειαν ὀνομάζει, καίτοι βοῶντος διαῤῥήδην τοῦ Χριστοῦ Ἐγώ εἰμι ἡ ἀλήθεια· Παῦλος δὲ πάλιν ἡμῖν ἐπιστέλλων φησίν Οἱ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται·
PG 73:605ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. ἰδοὺ γὰρ δὴ πάλιν ἐν τούτοις τὸ τοῦ Θεοῦ Πνεῦμα κατοικεῖν ἐν ἡμῖν ἀποφηνάμενος, αὐτὸν εἴρηκεν ἐν ἡμῖν εἶναι τὸν Χριστόν. ἀδιαίρετον γὰρ τοῦ Υἱοῦ τὸ Πνεῦμα αὐτοῦ, κατά γε τὸν ἐν ταυτότητι φύσεως λόγον, εἰ καὶ νοοῖτο ὑπάρχειν ἰδιοσυστάτως. διὰ τοῦτο πολλάκις ἀδιαφορεῖ, ποτὲ μὲν τὸ Πνεῦμα, ποτὲ δὲ ἑαυτὸν ὀνομάζων. «Ἀλλ’ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν· ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. καὶ ἔλεγε Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου.» Ἐν τούτῳ δὴ πάλιν ἐστὶ διαῤῥήδην ὁρᾶν πληρούμενον τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν προκεκηρυγμένον Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.
ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς. αὐτήκοοι γὰρ τῶν τοῦ Σωτῆρος γιγνόμενοι διδαγμάτων, καὶ οὐ παρ’ ἑτέρου τινὸς τῶν ἁγίων μανθάνοντες, διὰ φωνῆς δὲ μᾶλλον τοῦ πάντων Δεσπότου μυσταγωγούμενοι, ἀλλὰ γὰρ καὶ τοῖς τοῦ σώματος ὁρῶντες αὐτὸν ὀφθαλμοῖς, ταῖς σφῶν αὐτῶν ἀνοίαις ἐξεπαχύνοντο, καὶ τὸν τῆς διανοίας καταμύσαντες ὀφθαλμὸν, τὸν τῆς δικαιοσύνης ἥλιον ἀπετρέποντο, τὸν τῆς εὐαγγελικῆς παιδεύσεως φωτισμὸν οὐ παραδεχόμενοι· πονηροὶ γὰρ ἦσαν καὶ πολλοῖς ἤδη τοῖς παρῳχηκόσιν ἔνοχοι πταίσμασι. διὰ τοῦτο καὶ πώρωσιν ἀπὸ μέρους γεγενῆσθαι τῷ Ἰσραὴλ ὁ σοφὸς ἡμῖν διεμαρτύρατο Παῦλος. ἐπεὶ δὲ καὶ οὐ τῆς τυχούσης φρονήσεως ἔργον ἦν τὸν ἐν ἀνθρωπείᾳ μορφῇ κρυπτόμενον ἐπιγνῶναι Θεὸν, μὴ δύνασθαί φησι πρὸς αὐτὸν ἰέναι τὸν οὔπω λαβόντα, σύνεσιν δὲ δηλονότι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μάλα εἰκότως. εἰ γὰρ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ πατρὸς τῶν φώτων·
PG 73:607πῶς ἂν οὐχὶ μᾶλλον καὶ τὸ ἐπιγνῶναι Χριστὸν, δῶρον ἂν γένοιτο τῆς τοῦ Πατρὸς δεξιᾶς; καὶ ἡ τῆς ἀληθείας κατάληψις, πῶς οὐκ ἂν νοοῖτο πάσης ἐπέκεινα χάριτος; ὅσῳ γὰρ ἂν φαίνοιτο τῶν ἀνωτάτω πρόξενος ἀγαθῶν, τοσούτῳ μᾶλλον ἂν πρέποι τῆς θείας αὐτὴν ἠρτῆσθαι φιλοτιμίας. δίδωσι γεμὴν οὐ τοῖς ἀκαθάρτοις ὁ Πατὴρ τὸ ἐπιγνῶναι Χριστὸν, οὐδὲ τοῖς εἰς ἐκτόπους ἀπειθείας ἀποφοιτᾶν μελετήσασι τὴν ἐπωφελεστάτην τοῦ Πνεύματος ἐνίησι χάριν· οὐ γὰρ ἔδει βορβόρῳ τὸ τίμιον ἐπιχεῖσθαι μύρον. καὶ γοῦν ὁ μακάριος προφήτης Ἱερεμίας, προαποκαθαίρεσθαι δεῖν ταῖς εἰς πᾶν ἔργον ἀγαθὸν ἐπιθυμίαις, τοὺς ἐγγίζειν ἐθέλοντας τῷ Χριστῷ διὰ τῆς πίστεως ἐπιτάττει βοῶν Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δ’ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. ὁρᾷς ὅπως προεξανίστασθαι χρῆναί φησι τῆς ἀρχαίας ὁδοῦ, καὶ τῶν παρανόμων ἀπανίστασθαι βουλευμάτων, ἵνα τὴν τῶν ἁμαρτιῶν ἄφεσιν κομισώμεθα, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ.
δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων νόμου, ἀλλὰ κατὰ χάριν τὴν ἐξ αὐτοῦ, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἄνωθεν ἀμνησικακίαν. Ἀλλ’ ἐρεῖ τις τυχόν Τοιγαροῦν τί τὸ κωλῦσαν αὐτὸν ἀμνησικακῆσαι καὶ Ἰουδαίοις, καὶ τῷ Ἰσραὴλ σὺν ἡμῖν τὴν ἄφεσιν ἐπιδαψιλεύσασθαι; ἦν γὰρ δὴ καὶ οὕτως πρέπον τῷ τελείως ἀγαθῷ. πῶς δὲ καὶ ἀληθεύσει, φησὶν, ὅταν λέγῃ πρὸς ἡμᾶς Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν; Τί οὖν πρὸς ταῦτα; μόνοις τοῖς ἐξ Ἰσραὴλ καὶ πρώτοις ἡ διὰ τοῦ Σωτῆρος προσεπινοεῖται χάρις· ἀπεστάλη γὰρ, ὡς αὐτὸς διεβεβαιώσατο, πρὸς μόνα τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. καὶ γοῦν τοῖς ἐθέλουσι πιστεύειν ἐξῆν καὶ εἰς τὴν ζωὴν ἀνατρέχειν τὴν αἰώνιον. ἀλλ’ οἱ μὲν εὐγενεστέρῳ συζῶντες τρόπῳ, καὶ τῆς ἀληθείας ὄντες ἐρευνηταὶ, τὴν τοῦ Θεοῦ καὶ Πατρὸς χάριν συνεργὸν λαβόντες εἰς σωτηρίαν διὰ πίστεως ἀνεσώζοντο· ὁ δὲ ἀλαζὼν Φαρισαῖος καὶ οἱ σκληροκάρδιοι μετ’ ἐκείνων ἀρχιερεῖς καὶ πρεσβύτεροι τοῦ λαοῦ, πιστεύειν οὐκ ἤθελον, καίτοι προπεπαιδευμένοι διὰ Μωυσέως καὶ τῶν προφητῶν.
ἐπειδὴ δὲ διὰ τὴν ἑαυτῶν δυσβουλίαν ἀνάξιοι λοιπὸν τῆς αἰωνίου ζωῆς ἀνεδείκνυντο, τὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἐκομίσαντο φωτισμόν. ἔχεις καὶ τούτου τὸν τύπον ἐν ἀρχαιοτέροις συγγράμμασιν. ὅνπερ γὰρ τρόπον τοῖς κατὰ τὴν ἔρημον ἀπιστήσασι τῷ Θεῷ, τὸ εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐ δέδοται, οὕτω καὶ τοῖς διὰ τῆς ἀπειθείας ἀτιμάζουσι τὸν Κύριον, οὐκ ἐδόθη τὸ εἰσελθεῖν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, ἧς ἦν ὁ τύπος τῆς ἐπαγγελίας ἡ γῆ. καὶ οὐκ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων ἑκάστῳ τὴν ὀργήν· δίκαιος γὰρ ὢν κατὰ φύσιν ὁριεῖ πάντως ὀρθὰ, καὶ τὸ οἰκεῖον ἀπευθυνεῖ κρῖμα πρεπόντως τῇ ἰδίᾳ φύσει, κἂν μὴ νοοῖμεν αὐτοὶ τῆς ὑπὲρ ἡμᾶς οἰκονομίας τὴν ὁδόν. Χρησίμως γεμὴν ὁ μακάριος Εὐαγγελιστὴς πάντα φησὶν εἰδέναι τὸν Ἰησοῦν, καὶ οὐκ ἀγνοῆσαι πάλιν τίνες μὲν οἱ ἀπειθήσειν μέλλοντες, τίς δὲ ὁ τῆς εἰς αὐτὸν δυσσεβείας ὑπουργὸς, ἵνα πάλιν νοῆται Θεὸς, ὡς εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν.
PG 73:609«Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν.» Σκληρά πως ἐστὶ τοῖς ἀσυνέτοις ἀεὶ τὰ σοφὰ, καὶ ὅπερ ἂν οἴηταί τις καὶ οὐ μετρίως ὀνήσειν αὐτοὺς, τοῦτο πολλάκις ὁρᾶται καὶ ἐπιζήμιον. ὅνπερ γὰρ τρόπον τοῖς τὴν ὄψιν ἀλγοῦσι τὴν σωματικὴν μάχεται μὲν τοῦ ἡλίου τὸ φῶς, ἡδὺ δέ πως ἐστὶ τὸ ἀφεγγέσιν ἐγκαθιδρύεσθαι τόποις, οὕτω τοῖς νοσοῦσι τὰ κατὰ τὸν νοῦν, ἀπεχθῆ μὲν τῶν μαθημάτων τὰ περισκελέστερα, καὶ τὰ δυσευρέτοις ἐννοίαις ἐπεσκιασμένα, βδελυρώτατα, κἂν πολὺ τὸ ὠφέλιμον ἔχοι, προσφιλῆ δὲ μᾶλλον τὰ μικρὰ καὶ ἡδίονα, κἂν μηδὲν ἔσθ’ ὅτε περιποιῇ τὸ λυσιτελές. ἢ γὰρ οὐκ ἐκ τῶν προκειμένων τὸ εἰρημένον ἀληθὲς ὂν εὑρήσομεν; τὸ θεῖον καὶ μέγα μυστήριον παρατιθέντος Χριστοῦ, καὶ διὰ ποικίλων θεωρημάτων ἀνοιγνύντος τὴν ἐπ’ αὐτῷ κατάληψιν, καὶ μονονουχὶ περιστέλλοντος ἤδη τὸ καταπέτασμα τοῦ ναοῦ, καὶ τὴν ἐσωτέραν σκηνὴν ἐκκαλύπτοντος, καταμυσάττονται μὲν τὸν οὕτω σοφόν τε καὶ οὐράνιον λόγον, ἀπονεύουσι δὲ πάλιν εἰς ἀμαθίαν κτηνοπρεπῆ, καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω, καθάπερ φησὶν ὁ Εὐαγγελιστὴς, καὶ τὸ περιπατεῖν ἔτι σὺν αὐτῷ παραιτούμενοι.
τοῦτο γὰρ ὄντως ἐστὶ τὸ ὀπίσω πεσεῖν. διὰ τοῦτο καὶ διὰ τοῦ προφήτου φησὶ πάλιν Ἱερεμίου πρὸς τὴν ἀγνώμονα καὶ φιλόνεικον Ἱερουσαλὴμ, τὴν τῶν ἀπειθούντων δηλονότι τροφόν Σὺ ἀπεστράφης με, λέγει Κύριος, καὶ ὀπίσω πορεύσῃ· καὶ γὰρ δὴ κατὰ λόγον ἀληθῆ τῇ τῶν ἀγαθῶν ἀποστροφῇ τὸ ὀπίσω πίπτειν ἀκολουθεῖ· Θεὸς δὲ τὸ πᾶν ἀγαθόν. οὐκοῦν ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ πεπτώκασιν ἀνόπιν οἱ δείλαιοι, τῷ Σωτῆρι μὴ συμβαδίζοντες ἔτι, πρὸς ἑτέρας δὲ ὥσπερ τραπόμενοι τρίβους, καὶ εἰς τὰ συνήθη κατασυρόμενοι πάθη. Ἀλλ’ ἴδωμεν πάλιν, εἰ μὴ καὶ τούτου τὸν τύπον ἐν τοῖς τοῦ Μωυσέως εὑρίσκομεν λόγοις. οὐκοῦν ὅτε μακρὰς διιππεύσαντες ὁδοὺς, καὶ τὴν ἀγρίαν ἐκείνην διελάσαντες ἔρημον, ἐπ’ αὐτῇ λοιπὸν ἦσαν τῆς ἐπαγγελίας τῇ γῇ, κατασκεψόμενοι ταύτην κατὰ θεῖον ἀπεστέλλοντο πρόσταγμα Ἰησοῦς τε ὁ τοῦ Ναυῆ, καὶ σὺν αὐτῷ τινες ἕτεροι. ὡς δὲ διοπτεύσαντες ἅπασαν ἐπὶ Μωυσέα πάλιν ἀνεκομίζοντο, προσελάλουν τῇ συναγωγῇ πικρὰ μέν τινες·
γῆ γὰρ, ἔφασκον, ἣν κατεσκεψάμεθα αὐτὴν, χαλεποὺς ἔχει τοὺς οἰκήτορας, καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ, καὶ ὅσαπερ ἦν τοὺς ἀκροωμένους ὀῤῥωδεῖν ἀναπείθοντα προστιθέντες διετέλουν. Ἰησοῦς δὲ μετ’ ἐκείνους πολλοῖς μὲν ἐπαίνοις καταστέφειν ἐπειρᾶτο τὴν γῆν, παρεκάλει δὲ λέγων Ἡ γῆ, ἣν κατεσκεψάμεθα αὐτὴν, ἀγαθὴ σφόδρα· εἰ αἱρετίζει ἡμᾶς Κύριος, εἰσάξει ἡμᾶς εἰς αὐτήν. ἀλλὰ τῶν Ἰουδαίων οἱ πρόγονοι καταλιθοῦν μὲν ὅτι πρέποι τὸν Ἰησοῦν διετείνοντο· τοῦ δὲ πάντα ἰσχύοντος Θεοῦ τὸ μηδὲν δύνασθαι καταψηφιζόμενοι, καθίσαντες ἔκλαιον, καθὰ γέγραπται, καὶ παροξύνουσι μὲν ἐπὶ τούτοις εἰκότως τὸν ἁπάντων Δεσπότην. ἐπειδὴ δὲ ἦσαν ἀπειθεῖς οὕτω καὶ ὑβρισταὶ, τῆς ἐπαγγελίας ἀποπεπτώκασιν· Ὡς γὰρ ὤμοσα, φησὶν, ἐν τῇ ὀργῇ μου Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. εἶτα τί τὸ ἐπὶ τούτοις; παλινδρομεῖν αὐτοῖς, καὶ ὀπίσω βαδίζειν ἐσαῦθις ἐπιτάττει Θεός· λέγει γὰρ πρὸς Μωυσέα Αὔριον ἀπάραντες ἐπιστράφητε ὑμεῖς ὁδὸν θάλασσαν ἐρυθράν. ἐπειδὴ γὰρ εἰσελθεῖν οὐκ ἐβουλήθησαν, εἰς ἣν ἐκλήθησαν γῆν, πέμπονται πρὸς ἀποστροφὴν, καὶ τὴν αὐτὴν αὖθις ἀνελίττειν ὁδὸν ἀναγκάζονται·
PG 73:611οὐ γὰρ ἠθέλησαν ἀκολουθῆσαι τοῖς Ἰησοῦ λόγοις, οὐδὲ ἀγαθὴν ἀκούοντες τὴν γῆν, ἐτίμων τῇ συναινέσει τὸν σύμβουλον. ὅπερ οὖν ἐκεῖνοι τότε πεπόνθασι, τοῦτο καὶ οὗτοι νυνί. διδασκόμενοι γὰρ τὴν ὁδὸν τῆς αἰωνίου ζωῆς, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰστρέχειν παρακαλούμενοι, ταῖς ἀπειθείαις ὑβρίζουσι· διὰ τοῦτο δικαίως ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ τὸ συμβαδίζειν ἔτι τῷ καθηγουμένῳ πρὸς σωτηρίαν ταῖς ἑαυτῶν δυστροπίαις ζημιούμενοι. «Εἶπεν οὖν τοῖς δώδεκα ὁ Ἰησοῦς Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;» Οὐ προτρέπει πρὸς ἀπόστασιν τοὺς ἁγίους ἀποστόλους ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐδὲ ἐλευθέραν αὐτοῖς καὶ ἀκατηγόρητον τοῦ πράγματος ἐπιδεικνύει τὴν ἄδειαν, ἀλλ’ οὐδὲ προχείρως ἀπονεύειν ἐφίησιν, ὡς οὐδὲν πεισομένους ἐκ τούτου τὸ βλάβος· ἀπειλεῖ δὲ μᾶλλον εὐφυῶς, ὡς εἰ μὴ φαίνοιντο κρείττους τῆς Ἰουδαίων ἀπαιδευσίας, ὀπίσω καὶ αὐτοὶ πεμφθήσονται, καὶ οὐκέτι σὺν αὐτῷ βαδιοῦνται, κατοιχήσονται δὲ πρὸς ἀπώλειαν. οὐ γὰρ ὁ πολὺς ἐν ἀριθμῷ προσκυνητὴς πάντως ἔσται παρὰ Θεῷ καὶ τίμιος, ἀλλ’ ὁ ἐν ὀρθῇ διαπρέπων πίστει, καὶ εἰ φαίνοιτο βραχύς.
διὰ τοῦτο πολλοὺς μὲν εἶναι τοὺς κεκλημένους ἡ θεία λέγει γραφὴ, παραδεχθήσεσθαι δὲ μόνους τοὺς ἐκλεκτοὺς, καὶ δοκιμωτάτους ὀλίγους ὄντας κομιδῆ. καὶ τοῦτο γὰρ αὐτὸς ὁ θεῖος ἡμῖν διεμαρτύρατο λόγος. ὅμοιον τοίνυν ὡς εἰ καὶ ἔφασκε τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Σωτήρ Εἰ μὲν τοῖς ἡμετέροις ἀμελλητὶ καταπείθεσθε λόγοις, εἰ τὸ κατηγοροῦν ἐνδοιάζειν ἀφέντες ἀπεριεργάστῳ πίστει λοιπὸν παραδέχεσθε τὸ μυστήριον, εἰ πικρὸν ὑμῖν φαίνεται καὶ βδελυρίας οὐ τῆς τυχούσης ἀνάμεστον τὸ σκληρίαν τῶν ἐμῶν κατηγορῆσαι λόγων, εἰ παραιτεῖσθε λέγειν Ἰουδαϊκῶς Πῶς δύναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν; ὄψομαί τε συνόντας ἡδέως, καὶ συνδιαιτήσομαι χαίρων, καὶ γνησίους ὄντας ἀγαπῶ· εἰ δὲ τοῖς ὀπίσω πεσοῦσι τὰ ἴσα φρονεῖν ἐγνώκατε, καὶ συναποτρέχειν ἐφίημι, καὶ συναπελαύνω δικαίως. οὐ γὰρ ἐπιλείψουσι προσκυνηταὶ, τῶν εὐαγγελικῶν κηρυγμάτων οὐκ εἰς μόνην λαληθησομένων τὴν Ἰουδαίαν, ἀλλ’ εἰς πᾶσαν ἤδη περιφοιτώντων τὴν οἰκουμένην, καὶ καθάπερ εἰς θίασον ἕνα τοὺς ἁπανταχόσε καλούντων, καὶ συναγειρόντων εὐπετῶς ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν.
Ἴδε τοιγαροῦν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ, καθάπερ ὁ Παῦλός φησι· καὶ ἀποτομίαν μὲν ἐπὶ τοῖς ἀπειθήσασι, χρηστότητα δὲ πάλιν ἐπὶ τοῖς μέλλουσιν ἐπιγινώσκειν αὐτὸν, ἐὰν ἐπιμένωσι τῇ χρηστότητι, καθάπερ που πάλιν ὁ Παῦλος διισχυρίσατο· ἐπεὶ καὶ αὐτοὶ ἐκκοπήσονται· ὁ γὰρ τῶν κατὰ φύσιν οὐ φεισάμενος κλάδων, οὐδὲ τῶν ἐγκεντρισθέντων φείσεται. ἴστω τοιγαροῦν καὶ παιδευέσθω διὰ τούτων ὁ χωλεύων ἐξ ἀνοίας περὶ τὴν πίστιν, ὡς εἰ μὴ βούλοιτο τῆς τοιαύτης καταλῆξαι νόσου, βαδιεῖται μὲν εἰς τὰ ὀπίσω, καὶ τὸν καθηγούμενον ἔτι πρὸς ζωὴν αἰώνιον οὐκ ἔχων κατοιχήσεται μὲν εἰς ᾅδου στυγνὸς, ἀνοιμώξει δὲ τὴν ἑαυτοῦ δυσβουλίαν· Ἐκεῖ γὰρ ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. εἰκὸς δὲ δὴ πάλιν καὶ ἕτερον ἡμῖν ὑποσημαίνεσθαι χρήσιμον διὰ τοῦ λέγειν τοῖς ἑαυτοῦ μαθηταῖς τὸν Ἰησοῦν Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;
PG 73:613ἵνα γὰρ μὴ νομίζοιντο καὶ αὐτοὶ ταῖς Ἰουδαϊκαῖς ἀμαθίαις συναποφέρεσθαι, καὶ συγκατολισθάνειν τοῖς ἀπειθήσασιν, ἢ καὶ ἄλλως καταβοῆσαι μετ’ ἐκείνων αὐτοῦ, ὡς σκληρὰ μὲν διδάσκοντος, ἀδύνατα δὲ μυσταγωγεῖν ἐπιχειροῦντος τοὺς ἀκροωμένους, ἐπυνθάνετο χρησίμως εἰ θελητὸν αὐτοῖς εἴη τὸ μετ’ ἐκείνων ἀποφοιτᾶν, ἵνα διὰ τούτου καλέσῃ πρὸς ὁμολογίαν τῆς ὀρθῆς καὶ ἀκηράτου πίστεως, ὃ δὴ καὶ γέγονεν. ΚΕΦΑΛΗ Δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τό τε τοῦ θυμιάματος καὶ τὸ τῶν καρπωμάτων, αὐτὸν ἐσήμαινε τὸν Χριστόν. «Ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις.» ΔΙ’ ἑνὸς οἱ πάντες λαλοῦσι τοῦ προὔχοντος, τὴν ἁγίοις ὄντως πρεπωδεστάτην ἀποσώζοντες ἐπιστήμην, ἵνα δὴ τύπος τοῖς μετ’ αὐτοὺς κἀν τούτῳ πάλιν εὑρίσκοιντο σώφρονός τε καὶ ἀξιαγάστου λογισμοῦ·
χρῆν γὰρ εἰς διδασκάλου λαλεῖν ἀκοὰς, οὐχὶ πάντας ἀδιακρίτως προπηδῶντας τῶν ἄλλων προαλέστερον, καὶ τὸ ἀγορεύειν οὐκ αὐτοῖς πρεπόντως ἁρπάζοντας, παραχωρεῖν δὲ μᾶλλον ἐπείγεσθαι σοφῶς τοῖς οἵπερ ἂν εἶεν καὶ βουλῇ καὶ τάξει προτεταγμένοι. διὰ τοῦτο καὶ ὁ Παῦλος Προφῆται, φησὶ, δύο ἢ τρεῖς λαλείτωσαν, καὶ ἀνὰ μέρος. οὐ γὰρ ἐπειδήπερ τῇ τῆς προφητείας τετίμηνται χάριτι, διὰ τοῦτο χρῆναι αὐτοὺς καὶ ἀτάκτως ποιεῖσθαι τὸν λόγον ἐπεψηφίζετο· ἀλλ’ ἐπείπερ ἦσαν ἅγιοι, διὰ τοῦτο δὴ μᾶλλον ἐπιστημόνως τοῖς ἀκροωμένοις προσλαλεῖν διεκελεύετο. οὐκοῦν ἐπιστήμης ἦν ἔργον ἁγιοπρεποῦς τὸ ὑπὲρ πάντων ἀπολογεῖσθαι μόνον ἐᾶν τὸν ᾧπερ ὑπῆρχε τὸ μεῖζον ἐν τάξει. Πρὸς τίνα τοιγαροῦν ἀπελευσόμεθα, φησὶν, ἀντὶ τοῦ Τίς ἡμᾶς μυσταγωγήσει τὰ παραπλήσια; ἢ καὶ τίνι προςελθόντες τὸ κρεῖττον εὑρήσομεν; ῥήματα ζωῆς αἰωνίου ἔχεις· οὐ σκληρὰ, καθάπερ ἐκεῖνοί φασιν, ἀλλ’ εἰς τὸ πάντων ἐξαίρετον ἀναφέροντα, τουτέστιν, εἰς ἀκατάληκτον καὶ μακραίωνα βίον, καὶ φθορᾶς ἁπάσης ἐξῳκισμένην ζωήν.
δῆλον δὲ δήπου πάντως ἡμῖν καὶ διὰ τούτων ἔσται τῶν λόγων, ὡς ἑνὶ καὶ μόνῳ διδασκάλῳ δεῖ προσκαθέζεσθαι τῷ Χριστῷ, καὶ προςεδρεύειν ἀδιαλείπτως τε καὶ ἀπερισπάστως αὐτῷ, καὶ αὐτὸν ποιεῖσθαι καθηγητὴν, ποδηγεῖν εἰδότα καλῶς εἰς ζωὴν τὴν ἀπέραντον. οὕτω γὰρ οὕτω καὶ εἰς τὴν οὐράνιόν τε καὶ θείαν αὐλὴν ἀναβησόμεθα, καὶ εἰς τὴν τῶν πρωτοτόκων ἐκκλησίαν εἰσελαύνοντες, τοῖς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον ἐντρυφήσομεν ἀγαθοῖς. ὅτι γάρ ἐστιν ἀγαθόν τε καὶ σωτήριον χρῆμα τὸ μόνῳ βούλεσθαι κατακολουθεῖν τῷ Χριστῷ, καὶ αὐτῷ συνεῖναι διὰ παντὸς, καὶ αὐτὴ μὲν ἀναμφιλόγως ἡ τοῦ πράγματος πληροφορήσει φύσις. οὐδὲν δὲ ἧττον καὶ ἐκ τῶν ἀρχαιοτέρων γραμμάτων εἰσόμεθα. Οὐκοῦν ὅτε τὰς Αἰγυπτίων πλεονεξίας ἀποδυσάμενοι πρὸς τὴν τῆς ἐπαγγελίας γῆν οἱ ἐξ Ἰσραὴλ ἠπείγοντο, οὐκ ἀτάκτους ποιεῖσθαι τὰς πορείας αὐτοὺς ἐκέλευε Θεὸς, οὐδὲ ὅποιπερ ἄν τις ἐθελήσαι βαδίζειν ὁ νομοθέτης ἠφίει· πλανηθήσεσθαι γὰρ πάντως οὐκ ἔχοντας τὸν ἡγούμενον οὐκ ἀμφίβολον ἦν.
PG 73:615διὰ τοῦτο γὰρ γέγραπται πάλιν πρὸς ὑποτύπωσιν ἡμετέραν ἐν τῷ βιβλίῳ τῷ καλουμένῳ τῶν ἀριθμῶν Καὶ τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνὴ, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί̈. οὕτως ἐγίγνετο διὰ παντὸς, ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἶδος πυρὸς τὴν νύκτα. καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῆραν οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐν τῷ τόπῳ οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ· διὰ προστάγματος Κυρίου ἀπαροῦσι. καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ καὶ οὐ μὴ ἐξάρωσι. διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσιν. ὁρᾷς ὅπως ἀκολουθεῖν ἐπιτάττονται, καὶ συναπαίρειν μὲν ἀπαιρούσῃ τῇ νεφέλῃ, συγκαταλύειν δὲ πάλιν αὐτῇ καὶ συγκατευνάζεσθαι; τὸ γὰρ συνεῖναι τῷ ποδηγοῦντι σωτήριον καὶ τότε μὲν ἦν τοῖς ἐξ Ἰσραὴλ, καὶ ἡμῖν δὲ νυνὶ τὸ μὴ χωρίζεσθαι Χριστοῦ. αὐτὸς γὰρ ἦν τοῖς ἀρχαιοτέροις καὶ ὡς σκηνὴ καὶ νεφέλη, καὶ ὡς πῦρ μορφούμενος· μετοισθήσεται δὲ πάλιν, ὡς ἐφικτὸν, τῆς ἱστορίας ὁ λόγος ἐπὶ τὸ πνευματικόν.

Chapter IVCaput IV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὅτε γὰρ ἡ σοφία, κατὰ τὸ γεγραμμένον, ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ τὴν ἀληθεστέραν ἔστησε σκηνὴν, τουτέστι, τὸν ἐκ παρθένου ναὸν, καταβέβηκεν εἰς αὐτὴν ἀπερινοήτως τε καὶ θεοπρεπῶς ὁ ἐν κόλποις ὢν τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸς Λόγος, καὶ γέγονεν ἄνθρωπος, ἵνα τοῖς μὲν ἤδη πεφωτισμένοις, καὶ ὡς ἐν ἡμέρᾳ περιπατοῦσι, κατὰ τὸν Παῦλον, νεφέλη γένηται συσκιάζουσα, καὶ τῶν ἐξ ἀσθενείας παθῶν τὸν καύσωνα παραλύουσα· τοῖς δὲ ἀγνοοῦσιν ἔτι καὶ πλανωμένοις, καὶ καθάπερ ἐν νυκτὶ καὶ σκότῳ διαιτωμένοις, πῦρ καταφωτίζον, καὶ εἰς τὴν τοῦ Πνεύματος ζέσιν μεταποιοῦν. θερμοὺς γὰρ εἶναι τῷ πνεύματι τοὺς οἵπερ εἰσὶν ἀγαθοὶ πιστεύομεν· οἶμαι γὰρ οὐχ ἑτέρου τινὸς ἕνεκα φαίνεσθαι μὲν ἐπὶ τῆς σκηνῆς τὴν νεφέλην ἐν ἡμέρᾳ, τὸ πῦρ δὲ τὴν νύκτα, ἢ τῆς ἤδη προαποδεδομένης ἡμῖν θεωρίας. τοῖσδε ἕπεσθαι τοῖς προστεταγμένοις μὴ αὐτομολεῖν εἰς ὁδοιπορίαν ἐπετάττετο, συναπαίρειν δὲ τῇ σκηνῇ καὶ συγκαταλύειν αὐτῇ, διὰ τύπου πάλιν ἵνα νοῇς ἐκεῖνο τὸ εἰρημένον παρὰ Χριστοῦ Ὁ ἐμοὶ διακονῶν ἀκολουθείτω μοι· καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται.
τὸ γὰρ πεπηγὸς περὶ τὴν ἀκολούθησιν, καὶ τὸ τῆς προσεδρείας ἐκτενὲς, διὰ τοῦ συμβαδίζειν ἀπερισπάστως αὐτῷ σημαίνεται· τὸ δὲ συμβαδίζειν τῷ Σωτῆρι Χριστῷ, καὶ ἀκολουθεῖν, οὐχὶ πάντως κατὰ σῶμα νοεῖται, πληροῦται δὲ μᾶλλον διὰ τῆς ἐν ἔργοις ἀρετῆς, ἐφ’ ᾗ τὸν οἰκεῖον καταπήξαντες νοῦν οἱ σοφώτατοι μαθηταὶ, καὶ τὸ ἀπελθεῖν ὀπίσω μετὰ τῶν ἀπειθούντων ὡς ὀλέθριον παραιτούμενοι, τό Ποῦ ἔχομεν ἀπελθεῖν ἀναβοῶσιν εἰκότως· ἀντὶ τοῦ Σοὶ πάντοτε συνεσόμεθα, καὶ τῶν σῶν ἀνθεξόμεθα προσταγμάτων, καὶ τοὺς σοὺς παραδεξόμεθα λόγους, οὐ κατά τι γοῦν ἐπαιτιώμενοι, καὶ μετὰ τῶν ἀπαιδεύτων σκληρὸν εἶναι νομίζοντες, ὅπερ ἂν λέγῃς μυσταγωγῶν, ἀλλ’ ἐκεῖνο μᾶλλον Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. Τῶν μὲν οὖν προκειμένων τοιοῦτος ὁ νοῦς· ὅτι δὲ ἡ σκηνὴ τοῖς ἀρχαιοτέροις εἰς τύπον ἦν τοῦ Χριστοῦ, γνωσόμεθα πάλιν, τοῖς περὶ αὐτῆς εἰρημένοις πρὸς τὸν ἅγιον Μωυσέα λεπτὴν ἐπιστήσαντες τὴν διάνοιαν. παρεκβατικὸς μὲν οὖν δόξειεν ἂν εἶναί τῳ τυχὸν ὁ περὶ τούτων λόγος, ἀλλ’ ὀνήσειεν οὐ μικρῶς·
PG 73:617δεῖ γὰρ οἶμαι περὶ τούτων προθύμως δὴ μάλα στενολεσχεῖν τὰς τῶν οὐκ εὐλόγως ἐπαιτιωμένων φιλοψογίας παραιτουμένους. ἔχει τοιγαροῦν τὸ θεῖον λόγιον οὕτως· ἐκθησόμεθα γὰρ οὕτως ἀνὰ μέρος τὴν ἐκ τοῦ γράμματος σκιὰν ὡς ἔνι καταλεπτύνοντες. Καὶ ἐλάλησε, φησὶ, Κύριος πρὸς Μωυσῆν λέγων Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνίᾳ στήσεις τὴν σκηνήν. τί τὸ πεπεικὸς τὸν ἁπάντων Κύριον, ἐρεῖ τις εὐλόγως τῶν φιλομαθεστέρων, ἐν μιᾷ μὲν ἵστασθαι τὴν σκηνὴν ἡμέρᾳ προςτάξαι, καὶ μὴ ἐν δυσὶν, ἢ τρισὶν, ἐν δὲ τῇ νουμηνίᾳ, καὶ οὐ μηνὸς ἁπλῶς τοῦ τυχόντος, ἀλλὰ τοῦ πρώτου; πολλὴν γὰρ ὄντως ἡμῖν τὰ τοιαῦτα καὶ μάλα εἰκότως ἐμποιήσαι τὴν ζήτησιν, ἐπειδὴ τῶν εἰρημένων ταῖς θείαις γραφαῖς τῶν εἰκαίων οὐδέν. οὐκοῦν· ἑψόμεθα γὰρ τοῖς ἑαυτῶν περὶ τούτων λόγοις· ἡ ἀνισταμένη σκηνὴ τὸ ἅγιον σῶμα σημαίνει Χριστοῦ καὶ, ἵνα οὕτως εἴπω, τὴν σύμπηξιν τοῦ τιμίου σκήνους αὐτοῦ, ἐν ᾧ ηὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς·
ἀνίστασθαι γεμὴν αὐτὴν ἐν ἡμέρᾳ κελεύει μιᾷ, καὶ τοῦτο δὴ μάλιστα σοφῶς τε καὶ οἰκονομικῶς, ἵνα διὰ τῆς μιᾶς ἡμέρας τὸν αἰῶνα νοῇς τὸν ἐνεστηκότα, καθ’ ὃν καὶ μόνον γέγονεν ἄνθρωπος. νουμηνίαν γεμὴν οὐδὲν ἕτερον ἡμᾶς ἀκόλουθον ἐννοεῖν, ἢ τὴν ἀνακαινίζουσαν ἡμᾶς τοῦ Σωτῆρος ἐπιδημίαν, καθ’ ἣν τὰ μὲν ἀρχαῖα παρῆλθε, γέγονε δὲ τὰ πάντα καινά. νέος γὰρ ἡμῖν ἀνεδείχθη καιρὸς ἐν Χριστῷ, τὴν μὲν παλαιότητα τῆς νομικῆς λατρείας ἐξωθούμενος, εἰς νέαν δὲ καὶ καινὴν ἀναῤῥυθμίζων ζωὴν διὰ τῶν εὐαγγελικῶν παιδευμάτων, ἀλλὰ καὶ τοὺς πεπαλαιωμένους ἐξ ἁμαρτίας καὶ ἀφανισμοῦ γεγονότας ἐγγὺς ἀνακαινίζων εἰς δικαιοσύνης ἀρχὴν, καὶ τὴν μὲν παλαιότητα καταλύων τῆς ἐπεισάκτου φθορᾶς, τῇ δὲ τῆς ἀφθαρσίας καινότητι καταφαιδρύνων τοὺς διὰ πίστεως εἰς ζωὴν ἀναδραμόντας τὴν αἰώνιον· εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, κατὰ τὸ γεγραμμένον.
Μηνὶ δὲ τῷ πρώτῳ, τὴν θείαν ἐγείρεσθαι διατάττει σκηνὴν, ὅτε τῆς τροπῆς τῆς ἐαρινῆς ἀναλάμπει τὸ κάλλος, ἀπονιψάμενον ὥσπερ τοῦ χειμῶνος τὴν κατήφειαν, ὑποθάλπεται δὲ μαλακῶς λαμπροτέροις ἤδη καὶ καθαρωτέροις ἡ γῆ ἡλίοις, καὶ κυπρίζουσι μὲν ἀμπελῶνες, ταῖς δὲ τῶν ἀνθέων εὐοσμίαις ὁ γηπόνος ἐντρυφᾷ, καὶ ποηφορεῖ μὲν πεδία, τοῖς δὲ τῶν ἀσταχύων ὀχμοῖς ὅλαι φρίττουσιν ἄρουραι, κατά τινας τῶν παρ’ Ἕλλησι ποιητῶν· ὅτε παρῆλθεν ὁ χειμὼν, κατὰ τὸ γεγραμμένον, ἐπορεύθη δὲ καὶ ὁ ὑετὸς ἑαυτῷ, ὅτε τῆς τομῆς ἔφθασεν ὁ καιρός. ταῦτα δὲ πάντα νοήσεις πνευματικῶς, καὶ χειμῶνα μὲν ἐκλείψει καὶ ὑετὸν παρελάσαντα, τοὺς ἐκ διαβολικῆς τυραννίδος ἐπισκήπτοντας πειρασμοὺς, καὶ τὴν κατὰ πάντων πλεονεξίαν· λέλυται γὰρ ἡ τῶν δαιμόνων ἰσχὺς ἐν ἡμέραις Χριστοῦ. ἥλιος δὲ ἡμῖν ἀνέτειλεν ὁ λαμπρὸς, αὐτὸς δηλονότι περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατήρ Καὶ ἀνατελεῖ ὑμῖν ἥλιος δικαιοσύνης, τοὺς ἀπεψυγμένους εἰς ἁμαρτίαν, τῇ τοῦ Πνεύματος ζέσει καταθάλπων εἰς δικαιοσύνην·
PG 73:619ἀμπέλους δὲ πάλιν τὰς νοητὰς, καὶ ἄνθη τὰ πνευματικὰ, καὶ ἀστάχυας ἐπὶ τούτοις, τοὺς ἁγίους νοήσεις, πολυτρόπῳ τῇ εἰς Θεὸν εὐσεβείᾳ διαπρέποντας, καὶ πολυειδῆ τῆς ἀρετῆς ἀναβρύοντας τὸν καρπόν· εἰπεῖν δὲ ὡς ἐν συντόμῳ λοιπὸν ἀναγκαῖον· ἀνθοκομεῖ τὸ ἔαρ, καὶ χλοηφορεῖν μὲν ἅπασαν παρασκευάζει τὴν γῆν, καταστέφει δὲ νέῳ τοὺς λειμῶνας βλάστῳ, καὶ πρέμνα τὰ πάλαι ξηρὰ διὰ τὴν τοῦ χειμῶνος ἀφόρητον ὕβριν ἀνηβᾶν ἀναπείθει, καὶ πρὸς ὄψιν ἄγει τὴν ἀμείνονα, καὶ φύλλῳ μὲν τῷ συνήθει περιανθίζεσθαι ποιεῖ, καρποῖς δὲ τοῖς κατὰ φύσιν φιλοτιμεῖσθαι παρασκευάζει τὸν ἐφεστῶτα γηπόνον. τοιοῦτόν τι καὶ ἐφ’ ἡμῶν γεγενημένον εὑρήσομεν· οἱ γὰρ πάλαι ξηροὶ διὰ τὴν ἐφ’ ἡμᾶς βασιλεύουσαν ἁμαρτίαν, καὶ καρπῶν ἔρημοι τῶν εἰς ἀρετὴν, ἀνεθάλομεν εἰς δικαιοσύνην διὰ Χριστοῦ, καὶ τὸν διὰ πίστεως ἤδη καρπὸν ἀρτιφανῆ τε καὶ νέον τῷ τῶν πνευμάτων γηπόνῳ προσκομίζομεν· οὕτω τε νοοῦμεν εἰκότως τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον, ὡς ἐκ προσώπου Χριστοῦ Αὐτὸς ὁ λαλῶν, πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων. τί γὰρ ἐν τοῖς ὄρεσιν ἡ ὥρα, τουτέστιν, ὁ ἐαρινὸς ἐργάζεται καιρὸς, προλαβόντες ἤδη σαφῶς εἰρήκαμεν.
Οὐκοῦν ἐν μιᾷ μὲν ἵστασθαι τὴν σκηνὴν ἡμέρᾳ προςτάττει χρησίμως, τύπον ἐπέχουσαν τοῦ Χριστοῦ, ἵνα νοῇς ἐπ’ αὐτῷ, τὸ ἅπαξ ἀποθανεῖν ἐν ἑνὶ τούτῳ τῷ παρόντι καιρῷ· γεννηθήσεται γὰρ εἰσαῦθις οὐδαμῶς, ἀλλ’ οὐδὲ τεθνήξεται, γεγεννημένος ἅπαξ καὶ ἀποθανὼν καὶ διαναστὰς ἐκ νεκρῶν· ἀκολουθεῖν γὰρ ἀνάγκη τῷ θανάτῳ τὴν ἀνάστασιν, σύμπηξίν τινα τοῦ ἁγίου σκήνους ὑπάρχουσαν. ἐν νουμηνίᾳ δὲ, ὅτι νέος ἡμῖν αἰὼν ἐν Χριστῷ· καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ. καὶ ὁ μὴν δὲ ὁ πρῶτος παραλαμβάνεται, τὴν ἐκ θανάτου καὶ φθορᾶς εἰς ζωὴν καὶ ἀφθαρσίαν ἐπανανέωσιν τῆς ἀνθρωπείας φύσεως ὑποδηλῶν, καὶ τὴν ἐκ τῆς ἀκαρπίας εἰς εὐκαρπίαν ἤδη μετάστασιν, καὶ τῆς τοῦ διαβόλου τυραννίδος τὴν παραδρομὴν, καταλήξαντος ἤδη χειμῶνος δίκην καὶ συνεσταλμένου. εἶτα πάλιν ἑτέρως ἡμῖν ὡς ἐν τύπῳ καὶ σχήματι τὸν Ἐμμανουὴλ ἐπιδεικνύει λέγων Καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι. ἐν μὲν γὰρ τοῖς προλαβοῦσιν ὁ Λόγος ἡμῖν ὡς ἐν ὁλοκλήρῳ κατεγράφετο τῇ σκηνῇ· ἦν γὰρ οἶκος Θεοῦ τοῦ ἐνοικήσαντος ἐν αὐτῷ, δηλονότι τὸ ἅγιον σῶμα Χριστοῦ·
PG 73:621ἀλλ’ οὐδὲν ἧττον ἡμῖν καὶ διὰ τῆς κιβωτοῦ κατὰ μέρος ὁ αὐτὸς σημαίνεται. κατεσκεύαστο μὲν γὰρ ἐκ ξύλων ἀσήπτων, ἵνα τὸ σῶμα νοῇς τὸ ἀδιάφθορον αὐτοῦ· κατακεχρύσωτο δὲ ὅλη χρυσίῳ καθαρῷ, καθὰ γέγραπται, ἔσωθέν τε καὶ ἔξωθεν. πάντα γὰρ τίμια καὶ βασιλικὰ τὰ ἐν αὐτῷ, καὶ τὸ θεῖον καὶ τὸ ἀνθρώπινον, καὶ ἐν πᾶσιν αὐτὸς πρωτεύει, κατὰ τὸν Παῦλον· εἰς τιμῆς δὲ τύπον καὶ ὑπεροχῆς τῆς κατὰ πάντων τὸ χρυσίον λαμβάνεται. κατεσκευασμένη τοιγαροῦν ἡ κιβωτὸς ἐκ ξύλων ἀσήπτων καὶ κεχρυσωμένη, καὶ τὸν θεῖον εἶχεν ἐναποτεθέντα νόμον, εἰς τύπον τοῦ ἐνοικήσαντος καὶ ἑνωθέντος τῇ ἁγίᾳ σαρκὶ Θεοῦ Λόγου· ῥῆμα γὰρ Θεοῦ καὶ ὁ νόμος ἦν, εἰ καὶ μὴ ἐνυπόστατον, ὥσπερ οὖν ἐστιν ὁ Υἱός. καλύπτεται δὲ τῷ καταπετάσματι. καὶ γὰρ ἦν πως καὶ ἀσυμφανὴς τοῖς πολλοῖς ἐνανθρωπήσας ὁ Θεὸς Λόγος, καὶ περιβολὴν ἔχων τὸ ἴδιον σῶμα, καὶ ὥσπερ ἐν καταπετάσματι διαλανθάνων τῇ ἰδίᾳ σαρκὶ, ὡς ἐντεῦθεν οὐδὲ ἐγνωκότας τινὰς αὐτοῦ τὸ θεοπρεπὲς ἀξίωμα, ποτὲ μὲν καταλιθοῦν ἐπιχειρεῖν, ἔγκλημα ποιουμένους, ὅτι περ ἄνθρωπος ὢν, ἑαυτὸν εἶναι λέγοι Θεόν·
ποτὲ δὲ πάλιν, οὐδὲν ὅλως ὑπερυθριῶντας εἰπεῖν Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει ὅτι ἐξ οὐρανοῦ καταβέβηκα; οὐκοῦν τὸ ἐπεῤῥίφθαι τῇ κιβωτῷ τὸ καταπέτασμα, τὸ ἀγνοηθήσεσθαι παρὰ τοῖς πολλοῖς ὑποσημαίνει τὸν Ἰησοῦν. ἦν οὖν ἄρα καὶ ἡ κιβωτὸς εἰς τύπον αὐτοῦ. διὰ γάρ τοι τοῦτο καὶ προεβάδιζε τῶν ἐξ Ἰσραὴλ κατὰ τὴν ἔρημον τὴν τοῦ Θεοῦ τάξιν ἀποπληροῦσα τότε· αὐτὸς γὰρ ἦν ὁ τοῦ λαοῦ καθηγούμενος. καὶ μάρτυς ὁ ψαλμῳδὸς λέγων Ὁ Θεὸς ἐν τῷ προπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν. προελαυνούσης γὰρ καὶ προβαδιζούσης ἀεὶ τῆς κιβωτοῦ, Θεὸς διαῤῥήδην προπορεύεσθαι λέγεται. σαφεστέραν δ’ ἂν ἔχοις τὴν ἐπὶ τούτῳ πάλιν ἀπόδειξιν, ἐκεῖνο διενθυμούμενος. ἐκέλευέ ποτε τοῖς ἐξ Ἰσραὴλ διὰ Μωυσέως ὁ Θεὸς, ἀναβαίνειν μὲν τεθαρσηκότως ἐπὶ τὸ ὄρος τὸ Σηεὶρ, ἐκπολιορκεῖν δὲ τὸν Ἀμοῤῥαῖον·
ἀλλ’ εἰς ἀδρανῆ πεσόντες δειλίαν οἱ κεκελευσμένοι, καὶ ῥώμαις ταῖς ἑαυτῶν ἀναθέντες τὸ κατορθοῦν, καὶ οὐχὶ μᾶλλον ταῖς ἄνωθεν ἐπικουρίαις ἐπιθαρσήσαντες, καθίσαντες ἔκλαιον παρὰ τὸ ὄρος, καθὰ γέγραπται· ἐπὶ τούτοις εἰκότως ὁ νομοθέτης ἐξεπικραίνετο, καὶ ἠπείλει λοιπὸν οὐδὲ ἀποίσειν εἰς τὴν γῆν τῆς ἐπαγγελίας αὐτούς. καταδηχθέντες δὲ μόλις τῆς ἀπειλῆς, καὶ εἰς μετάγνωσιν ἐνεχθέντες οὐκ εὔκαιρον, ἀναβαίνειν ἐπεχείρουν, ἐκ παρακοῆς δευτέρας, ὅπλα κατὰ τῶν Ἀμοῤῥαίων ἁρπάσαντες. ἀλλὰ προηγόρευε Θεὸς τὰ ἐσόμενα διὰ Μωυσέως· εἶπε γὰρ αὐτοῖς Οὐκ ἀναβήσεσθε, φησὶ, καὶ οὐ μὴ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ὑμῶν, οὐ γάρ εἰμι μεθ’ ὑμῶν. πανταχῆ δὲ νοσοῦντες τὸ δυσήκοον, καὶ παραβιασάμενοι ἀνέβαινον εἰς τὸ ὄρος, καθὰ γέγραπται. ἀλλ’ ἡ κιβωτὸς, φησὶ, τοῦ Θεοῦ οὐκ ἀνέβη μετ’ αὐτῶν· ἔμεινε γὰρ ἐν τῇ παρεμβολῇ. ὁρᾷς ὅτι Θεοῦ λέγοντος Οὐκ εἰμὶ μεθ’ ὑμῶν, οὐ συναναβαίνει τοῖς ἀπειθοῦσιν ἡ κιβωτὸς, αὐτὸ σαφῶς τοῖς εὐμαθεστέροις ἐπιδεικνύουσα, τὸ τάξιν ἐπέχειν τοῦ καθηγεμόνος Θεοῦ;
PG 73:623ἀλλὰ καὶ κύκλῳ τῆς Ἱεριχοῦς διὰ τῶν ἱερέων ἐβαστάζετο, καὶ τὸ ὑψηλὸν αὐτῆς κατέπεσε τεῖχος, οὐχ ἑλεπόλεις ἐπιστήσασα καὶ κριοὺς, διὰ σαλπίγγων δὲ μᾶλλον καὶ φωνῆς· ὅπερ ὂν ἀληθὲς ἐν Χριστῷ πάλιν εὑρήσομεν. αὐτὸς γάρ ἐστιν ὁ τοῖς ἱεροῖς καὶ ἁγίοις ἀνδράσιν ἐποχούμενος, καὶ πᾶσαν τοῦ διαβόλου καταστρέφων ἰσχὺν, οὐχ ὅπλοις, ἀλλὰ κραυγῇ καὶ σάλπιγγι, τουτέστιν, ἀποστολικοῖς τε καὶ εὐαγγελικοῖς κηρύγμασι, καὶ συναινέσει τῇ παρὰ παντὸς τοῦ λαοῦ, ἐν ὀρθότητι πίστεως τὸν ἴδιον ὁμολογοῦντος Δεσπότην. ὃ καὶ ἐν ταῖς μυστικαῖς δοξολογίαις ὁρῶμεν ἀποπληρούμενον, προαναφωνούσης τοῦ λαοῦ σάλπιγγος ἱερατικῆς, ἣ καὶ ἐν τῇ τοῦ λειτουργοῦντος νοεῖται φωνῇ, πίπτει δὲ οὕτω καὶ συντρίβεται τῶν ἐναντίων ἡ δύναμις· Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, κατὰ τὸν Παῦλον, ἀλλὰ δυνατὰ τῷ Θεῷ. ὅτι δὲ τοῖς ἁγίοις ἐποχεῖται τρόπον τινὰ καὶ ἐπίκειται Χριστὸς, σαφηνιεῖ μὲν λέγων καὶ ὁ προφήτης Ἀμβακούμ Ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία·
διδάξει δὲ οὐδὲν ἧττον καὶ αὐτὸς ὁ Σωτῆρ πρὸς τὸν Ἀνανίαν περὶ τοῦ Παύλου λέγων Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μου ἐστὶν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον πάντων τῶν ἐθνῶν. Ἀλλὰ καὶ εἰσοίσεις τὴν τράπεζαν, ἐπὶ τούτοις φησὶ, καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς, καὶ εἰσοίσεις τὴν λυχνίαν καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. νοήσεις δὲ δι’ ἀμφοῖν τὸν Χριστόν· συσχηματίζεται γὰρ ἐν τραπέζης τρόπῳ προκειμένους ἐχούσης τοὺς ἄρτους, διὰ τὸ ἐν αὐτῷ πάντας εἰς ζωὴν αἰώνιον ἀποτρέφεσθαι, μετασχόντας δηλονότι τῆς ἁγίας αὐτοῦ σαρκὸς, κατὰ τὸ εἰρημένον παρ’ αὐτοῦ Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. οὐκοῦν τῆς τραπέζης ἡ πρόθεσις, τουτέστιν οἱ ἄρτοι, τὸ ἅγιον σημαίνουσι σῶμα Χριστοῦ, τὸ πάντας εἰς ζωὴν ἀποτρέφον τὴν αἰώνιον. ἐπειδὴ δὲ ὁ μακάριος Δαυεὶδ καὶ οἱ σὺν αὐτῷ πεινάσαντες, καθὰ γέγραπται, τοὺς ἄρτους τῆς προθέσεως ἔφαγον, ἴδωμεν εἰ μή τι καὶ διὰ τούτου μυστικὸν ἀνεγράφετο.
οὐκ ἐξῆν ἀπογεύσασθαι τῶν τῆς προθέσεως ἄρτων, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι, κατὰ διάταξιν νομικήν· ἀλλ’ οὐκ ὄντες ἐκ φυλῆς ἱερατικῆς Δαυείδ τε καὶ οἱ σὺν αὐτῷ, τῆς ἱερωτάτης ἥπτοντο τροφῆς· ἵνα διὰ τούτου πάλιν ἡ τῶν ἐθνῶν πίστις καὶ ἀπὸ μέρους τῶν ἐξ Ἰσραὴλ σημαίνηται. ὠφείλετο μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ ὁ Χριστὸς, ὡς ἱερωτέροις διὰ τοὺς πατέρας καὶ τὸν νόμον, ἀλλ’ ἐπεισδραμοῦσα τρόπον τινὰ, καίτοι διὰ τὴν πλάνην ἀνίερος οὖσα τῶν ἀλλογενῶν ἡ πληθὺς, ἔφαγε τὸν ἄρτον τῆς ζωῆς, συμπαρόντος αὐτῇ τοῦ Δαυεὶδ, καὶ ὥσπερ τινὰ τύπον ἀποπληροῦντος τῶν ἀνασεσωσμένων ἐξ Ἰσραὴλ, ὅπερ καὶ ὁ μακάριος Ἡσαί̈ας ὀνομάζει κατάλειμμα. πολλοὶ γὰρ ἐξ αὐτῶν πεπιστεύκασι τῷ Χριστῷ. Οὕτω μὲν οὖν διὰ τῆς ἁγίας τραπέζης νοηθήσεται Χριστός. λυχνία δὲ πάλιν, ὡς ὅλῃ φαίνων τῇ οἰκίᾳ, τουτέστι τῷ κόσμῳ· Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου, φησίν· ἑπτὰ δὲ τοὺς λύχνους καὶ οὐχ ἕνα λαμβάνει· φωτίζει γὰρ πολυτρόπως καὶ διαφόροις καταλαμπρύνει χαρίσμασι τὰς τῶν πιστευόντων ψυχάς· γίγνεται δὲ πάλιν ἐκ χρυσίου καθαροῦ, διὰ τὸ ὑπὲρ πάντας καὶ τίμιον. ἀλλὰ καὶ στερεὸν ἔχει τὸν καυλόν· γέγραπται γὰρ οὕτω·
PG 73:625διάκενον γὰρ, ἀλλ’ οὐδὲ κοῦφον, οὐδὲν ἐν Χριστῷ. ἔχει δὲ καὶ κρίνα διὰ τὴν εὐωδίαν τὴν ἐν ἁγιασμῷ, κατὰ τό Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. καὶ αὗται δὲ πάλιν αἱ ἐπαρυστρίδες τὰς τῶν θείων χαρισμάτων χορηγίας σημαίνουσι. δύο γεμὴν κλάδους ἐλαιῶν ὁρᾶσθαι περὶ αὐτὴν ὁ προφήτης Ζαχαρίας διισχυρίσατο, ἵνα δύο νοῇς τοὺς ἠλεημένους λαοὺς, οὓς καὶ τῆς πιότητος ἀπεκάλεσεν υἱοὺς, παρεστάναι τε λέγει τῷ Κυρίῳ πάσης τῆς γῆς, καίτοι περὶ τὴν λυχνίαν τεθεωρημένων τῶν κλάδων, ἐναργεστάτην ἀπόδειξιν διὰ τούτου ποιούμενος, ὅτιπερ ἡ λυχνία Χριστὸς, δι’ ὑπακοῆς καὶ πίστεως ἑαυτῷ παραστήσας τόν τε ἐξ ἐθνῶν καὶ τὸν ἐκ τῶν Ἰουδαίων λαόν. Εἶτα τούτοις ἐπιλέγει πολυτρόπως ἡμῖν κατασημαίνων αὐτόν Καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ, καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ περιθήσεις τὴν σκηνὴν, καὶ πάντα τὰ ἐν αὐτῇ ἁγιάσεις κύκλῳ. ἐπιτηρητέον γὰρ, ὅπως καὶ δι’ ἀμφοῖν ἡμῖν τοῖν θυσιαστηρίοιν ὁ Χριστὸς καταγράφεται.
ἀποτεθῆναι γὰρ διατεταχὼς τὸ θυσιαστήριον τὸ χρυσοῦν, ἐν ᾧ τὸ θυμίαμα κατέναντι τῆς κιβωτοῦ, καλύμματα δὲ διὰ μέσου ταῖς τῆς σκηνῆς περιτείνεσθαι θύραις εἰπὼν, ὡς ἂν μὴ τὰ ἔνδον ὁρῷτο, καὶ τὸ τῶν καρπωμάτων θυσιαστήριον παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου κεῖσθαι κελεύει, οὐκ ἀσυμφανὲς ἢ διαλανθάνον· ἔξω γὰρ ἦν τοῦ καταπετάσματος. ὅρα τοίνυν αὐτὸν, διὰ μὲν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντα τῷ Θεῷ καὶ Πατρί· τοῦτο γὰρ ὑποδηλοῖ τὸ θυμίαμα· διὰ δὲ τοῦ θυσιαστηρίου τῶν καρπωμάτων, ὡς θῦμα καὶ σφάγιον ὑπὲρ ἡμῶν προσαγόμενον. ἐκρύπτετο δὲ διὰ τοῦ καταπετάσματος τὸ χρυσοῦν θυσιαστήριον· κεκρυμμένη γὰρ ἦν ἡ δόξα Χριστοῦ· ἐμφανὲς δὲ τὸ ἕτερον τὸ τῶν καρπωμάτων, ἐν ᾧ τὰ σφάγια· φανερὸς γὰρ ὁ Χριστοῦ θάνατος καὶ πᾶσι γνώριμος. κεῖται γεμὴν οὐκ ἀδιακρίτως· τὸ μὲν γὰρ ἀπέναντι τῆς κιβωτοῦ, τὸ δὲ παρὰ τὰς θύρας τῆς σκηνῆς. καὶ τὸ μὲν ἀπέναντι τῆς κιβωτοῦ τὸ χρυσοῦν κεῖσθαι θυσιαστήριον, οἱονεὶ τὸ ἐν ὄψει τοῦ Θεοῦ καὶ Πατρὸς, θαυμαστὴν εἶναι τὴν δόξαν τοῦ Υἱοῦ δι’ αἰνίγματος ὑποδηλοῖ, κατὰ τό Οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ.
τὸ δὲ πρὸς αὐταῖς κεῖσθαι ταῖς θύραις τῆς σκηνῆς τὸ τῶν καρπωμάτων θυσιαστήριον, τύπον ἐπέχον τοῦ θανάτου αὐτοῦ καὶ τῆς ὑπὲρ πάντων σφαγῆς, σημαίνει πάλιν μὴ ἑτέρως δύνασθαι προσελθεῖν τῷ Θεῷ καὶ Πατρὶ ἡμᾶς, εἰ μὴ διὰ τῆς τοῦ Χριστοῦ θυσίας, κατὰ τὸ εἰρημένον παρ’ αὐτοῦ Ἐγώ εἰμι ἡ θύρα, καί Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ. ἐν κύκλῳ γεμὴν περιτείνεσθαι τὴν σκηνὴν διατάττει τῶν ἐν αὐτῇ πάντων περιεκτικὴν, ὡς μίαν ὁρᾶσθαι, καὶ μὴ πολλάς. εἷς γὰρ ἐν ἡμῖν ὁ Χριστὸς, κἂν πολυτρόπως νοῆται, σκηνὴ μὲν διὰ τὸ καταπέτασμα τῆς σαρκὸς, κιβωτὸς δὲ τὸν θεῖον ἔχουσα νόμον, ὡς Λόγος τοῦ Θεοῦ καὶ Πατρός· τράπεζα δὲ πάλιν, ὡς τροφὴ καὶ ζωή· λυχνία δὲ, ὡς φῶς νοητὸν καὶ πνευματικόν· καὶ θυσιαστήριον θυμιάματος, ὡς εὐωδίας ὀσμὴ τῆς ἐν ἁγιασμῷ· καὶ θυσιαστήριον καρπωμάτων, ὡς σφάγιον ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. ἁγιάζεται δὲ πάντα τὰ ἐν αὐτῇ· ἅγιος γὰρ ὅλος, καὶ ὅπως ἂν νοῆται Χριστός.
PG 73:627Καθηγουμένης τοιγαροῦν τῆς ἁγίας σκηνῆς, συναπαίρειν τε αὐτῇ καὶ συγκαταλύειν οἱ ἐξ Ἰσραὴλ ἐπετάττοντο, παιδεύοντος πάλιν ἡμᾶς τοῦ Θεοῦ καὶ διδάσκοντος χρησίμως, ἡγεμόνα ποιεῖσθαι καὶ καθηγητὴν τῆς εἰς σωτηρίαν ὁδοῦ, τὸν δι’ ἡμᾶς σαρκωθέντα Θεὸν Λόγον, καὶ τοῖς αὐτοῦ διατάγμασιν ἀμελλητὶ συννεύοντας, εἰς ζωὴν ἀναβαίνειν τὴν αἰώνιον· ὃ καὶ δρᾶν οὐ θελήσαντες οἱ διὰ πολλῶν μυσταγωγηθέντες λόγων, ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν. σοφώτατα γεμὴν ὁ μακάριος Πέτρος τό Ποῦ ἔχομεν ἀπελθεῖν πρὸς τὸν Σωτῆρά φησι· τὸ γὰρ κατὰ μηδένα τρόπον ἀποφοιτᾶν τοῦ Θεοῦ, συνεῖναι δὲ μᾶλλον ἐπείγεσθαι πνευματικῶς, ἁγίοις ὄντως πρεπωδέστατον. «Καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν σὺ εἶ ὁ Χριστὸς ὁ ἅγιος τοῦ Θεοῦ.» Θαυμαστὴ τῶν ἁγίων ἀποστόλων ἡ πίστις, θερμὸς τῆς ὁμολογίας ὁ τρόπος, ἀξιεραστοτάτη καὶ ὑπερφερὴς ἡ σύνεσις.
οὐ γὰρ δὴ κατά τινας τῶν ἀμαθεστέρων, ἢ καὶ κατ’ ἐκείνους τοὺς οἵπερ ἀπηνῆ τὸν τοῦ Σωτῆρος ἀπεκάλουν λόγον, ὀπίσω δικαίως ἀπῴχοντο καὶ πεπτώκασιν, οὔτε μὴν ἐξ ἐλαφρίας εὐσυναρπάστως ἐπὶ τὸ πιστεύειν ἐκλήθησαν, πληροφορηθέντες δὲ πρότερον, καὶ διακείμενοι κατὰ τὸ ἀληθὲς, ὅτι ῥημάτων μὲν ζωοποιῶν ἀνάμεστος ἦν ὁ μυσταγωγῶν, οὐρανίων δὲ παιδευμάτων εἰσηγητής. ἀσφαλὴς δὲ λίαν ἡ τοιαύτη πίστις· ἡ δὲ οὐχ οὕτως ἔχουσα, ῥᾳδίως ἂν εἰκότως καὶ ἀποπτύοιτο, καὶ ῥίζαν οὐκ ἔχουσα τὴν πληροφορίαν, ἑτοιμότατα τῆς ἀνθρώπου διανοίας ἐκτρίβεται. καὶ γοῦν αὐτὸς ἐν παραβολαῖς ὁ Σωτὴρ, ὅτε τοὺς περὶ τοῦ σπείροντος ἐποιεῖτο λόγους, ὃ δὲ ἔπεσεν ἐπὶ τὴν πέτραν, φησὶ, καὶ μὴ ἔχον ῥίζαν ἐξηράνθη, πέτραν εἶναι λέγων αἰνιγματωδῶς, νοῦν τὸν ἀπεσκληκότα καὶ τὸν ἅπαξ ἐγκαταβληθέντα λόγον οὐδαμόθεν ἔχοντα παραδέξασθαι. τοῦτο γὰρ δὴ καὶ πεπονθότες ἐκ πολλῆς ἄγαν τῆς ἀμαθίας οἱ τάλανες Ἰουδαῖοι Διαῤῥήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν, διὰ τῆς τοῦ προφήτου φωνῆς ἐδιδάσκοντο. ὅνπερ γὰρ τρόπον πρὸ τῆς τῶν σπερμάτων καταβολῆς, ἀρότρῳ χρῆναι προανατέμνεσθαι τὴν γῆν ὁ τῆς γηπονίας συμβουλεύει νόμος·
οὕτως οἶμαι δεῖν τοὺς πρὸς ἀνάληψιν θείων ἰόντας λόγων προαναπτύσσειν τρόπον τινὰ ταῖς εἰς αὐτοὺς ἐπιθυμίαις τὴν καρδίαν· παραδεχθέντες γὰρ οὕτω, γῆν ὥσπερ τινὰ καρποφόρον ἀποτελοῦσι ψυχὴν τὴν ὠδίνουσαν. οὐκοῦν ἐν πληροφορίᾳ πίστεως ἐγνωκέναι φασὶν οἱ σοφώτατοι μαθηταὶ, καὶ πρός γε τούτῳ θαρσεῖν, ὡς αὐτὸς εἴη Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. σοφῶς δὲ λίαν, καὶ τὸν ἐπὶ τούτῳ πάλιν ἐξυφασμένον εὑρήσεις λόγον· καὶ πιστεύειν γὰρ καὶ ἐγνωκέναι φασὶ, συνενεγκόντες ἄμφω κατὰ ταὐτόν. ἔδει γὰρ καὶ πιστεύειν καὶ νοεῖν· καὶ οὐκ ἐπείπερ ἐστὶ πίστει παραδεκτὰ τὰ θειότερα, διὰ τοῦτο χρὴ πάντως τῆς ἐπ’ αὐτοῖς ἐρεύνης ὁλοκλήρως ἀποφοιτᾶν, πειρᾶσθαι δὲ μᾶλλον καὶ γοῦν εἰς μετρίαν ἀναβαίνειν γνῶσιν, τὴν ὡς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καθάπερ ὁ Παῦλός φησιν. εὖ δὲ δὴ πάλιν οὐ πρότερον ἐγνωκέναι φασὶν, εἶτα πιστεύειν, ἀλλὰ προθέντες τὴν πίστιν, δευτέραν τὴν γνῶσιν ἐπάγουσι. μετὰ γὰρ τὴν πίστιν ἡ γνῶσις, καὶ οὐ πρὸ τῆς πίστεως, κατὰ τὸ γεγραμμένον Ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε.
PG 73:629προκατατεθείσης γὰρ ἐν ἡμῖν κρηπῖδός τινος δίκην τῆς ἀπεριεργάστου πίστεως, ἐποικοδομεῖται λοιπὸν ἡ γνῶσις κατὰ βραχὺ, καὶ εἰς μέτρον ἡλικίας ἡμᾶς ἀναφέρουσα τῆς ἐν Χριστῷ, καὶ εἰς ἄνδρα τέλειον καὶ πνευματικόν. διά τοι τοῦτο καὶ ὁ Θεός που φησίν Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον. ἀρχὴ γὰρ ἡμῖν καὶ θεμέλιος εἰς ἁγιασμὸν καὶ δικαιοσύνην ὁ Χριστὸς, διὰ πίστεως δὲ δηλονότι, καὶ οὐχ ἑτέρως· οὕτω γὰρ ἐν ἡμῖν ἐνοικίζεται. Ἐπιτήρει δὲ ὅπως πανταχῆ μοναδικῶς καὶ προτεταγμένου τοῦ ἄρθρου φασί Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, τῶν μὲν ἐν χάριτι κεκλημένων εἰς υἱοθεσίαν ὡς ἕνα καὶ ἐξαίρετον ὑπεξάγοντες τὸν ἀληθῶς Υἱὸν, οὗ καθ’ ὁμοιότητα καὶ ἡμεῖς υἱοί. καὶ τὸν Χριστὸν δὲ πάλιν ἀποκαλοῦσιν αὐτὸν ὡς ἕνα· πλὴν ἰστέον ὅτι Χριστὸς οὐκέτι καλεῖται δι’ ἑαυτὸν, ἢ ὡς τοῦτο ὑπάρχων οὐσιωδῶς, ὥσπερ οὖν ἔσται καὶ Υἱὸς, ἀλλ’ εἷς μὲν ὄντως καὶ ἐξαιρέτως· οὐδεὶς γὰρ ἐν χριςτοῖς ὡς αὐτὸς, πλὴν καθ’ ὁμοιότητα τὴν ὡς πρὸς ἡμᾶς ὀνομάζεται Χριστός·
κύριον μὲν γὰρ αὐτῷ καὶ ἀφωρισμένον ἰδικῶς ὄνομά τε καὶ πρᾶγμα κατ’ ἀλήθειαν, τό Υἱὸς, κοινὸν δὲ ὡς πρὸς ἡμᾶς τό Χριστός. ἐπειδὴ γὰρ ἐχρίσθη καθὸ γέγονεν ἄνθρωπος, διὰ τοῦτο Χριστός. οὐκοῦν εἰ τὸ χρίεσθαι τῇ τῆς ἀνθρωπότητος περιθήσομεν χρείᾳ, Χριστὸς ἂν νοοῖτο καθ’ ὁμοίωσιν τὴν ὡς πρὸς ἡμᾶς, καὶ οὐχ οὕτως ὥσπερ ἐστὶ καὶ Υἱὸς, πλὴν εἷς καὶ μόνος φυσικῶς τε καὶ ἐξαιρέτως, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς, καὶ οὐ δύο, καθάπερ οἴονταί τινες, οὐ νοοῦντες, ὡς ἔοικε, τοῦ μυστηρίου τὸ βάθος. οὐ γὰρ εἰς ἄνθρωπον ὁ ἐκ Θεοῦ Πατρὸς καταπεφοίτηκε Λόγος, ὥσπερ ἐφ’ ἕνα τυχὸν τῶν ἁγίων προφητῶν ἡ διὰ Πνεύματος χάρις, ἀλλ’ αὐτὸς κατ’ ἀλήθειαν ἐγένετο σὰρξ, κατὰ τὸ γεγραμμένον, ἄνθρωπος δηλαδή. ἀδιαίρετος τοιγαροῦν μετὰ τὴν ἕνωσιν, καὶ οὐκ εἰς δύο πρόσωπα κατασχίζεται, κἂν ἕτερόν τι νοῶμεν τὸν ἐκ Θεοῦ Λόγον, καὶ τὴν ἐν ᾗ κατῴκηκε σάρκα·
ὅλου δὲ τοῦ χοροῦ τῶν ἁγίων ἀποστόλων τὴν ἐπὶ τούτοις ἡμῖν διαβεβαιοῦντος πίστιν, δι’ ὧν ἐγνωκέναι φασὶ μοναδικῶς, ὡς αὐτός ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τοὺς ἕτερόν τι πρὸς τούτοις ἐπικαινοτομεῖν ἐξ ἀνοίας οὐ παραιτουμένους, εἰ φρονοίημεν ὀρθῶς, οὐ παραδεξόμεθα. «Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν; ἔλεγε δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτην· οὗτος γὰρ ἔμελλεν αὐτὸν παραδιδόναι, εἷς ὢν ἐκ τῶν δώδεκα.» Ἐπιτείνει τὸν ἔλεγχον, καὶ δριμυτέροις αὐτοὺς κατασφίγγει λόγοις, τὸ χαῦνον καὶ ἀνειμένον εἰς ῥᾳθυμίας τὰς ἐπὶ τῷ σοφοῦσθαι θέλειν ὑποτεμνόμενος· τοιοῦτόν τι γὰρ μονονουχὶ λέγων ὁρᾶται Νήψεως, ὦ μαθηταὶ, καὶ φρενῶν ὁ καιρὸς καὶ συντόνου διανοίας εἰς τὸ διασώζεσθαι θέλειν. ὀλισθηροτάτη γὰρ λίαν ἡ τῆς ἀπωλείας ὁδὸς, οὐ τὸν ἀσθενῆ μόνον ὑποσύρουσα νοῦν, ἀλλὰ καὶ τὸν ἤδη δοκοῦντα βεβαίως ἑστάναι· δεινὸν δ’ ὅτι χρῆμα καὶ πολύμορφον ἁμαρτία, πολυτρόποις ἡδοναῖς τὸν ἀνθρώπινον καταγοητεύουσα νοῦν, καὶ λειοτάταις ὥσπερ ἐπιθυμίαις εἰς ἃ μὴ προσῆκεν ἐξέλκουσα· ὑπόδειγμα δέ μοι τοῦ λόγου, φησὶν, ἔσται τὸ καθ’ ὑμᾶς. ἐρῶ γὰρ τέως·

Chapter VCaput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 73:631οὐδένα ἐκείνων τῶν ἐξ ἐλαφρίας ὀπίσω πεσόντων, ὡς ἀγαθοὺς ὑμᾶς ἐπελεξάμην· ᾔδειν γὰρ ὡς Θεὸς τὰ ἐν ὑμῖν· ἀλλ’ ἥρπασεν ἐν ἀδείᾳ φιλοκερδίας ὁ σατανᾶς, καὶ οὐ διέψευσται πάντως ψῆφος ἡ ἐμή. προαιρετικὸν γὰρ ἐν ἀνθρώποις καὶ αὐθαίρετον τὸ ἐπ’ ἄμφω βαδίζειν, εἴτε εἰς δεξιὸν εἴτ’ οὖν εἰς ἀριστερὸν, ἀρετὴν δὲ δηλονότι καὶ κακίαν φημί. ὁμοῦ τοιγαροῦν διὰ τοῦ καὶ μειζόνως ἐπισκήπτειν αὐτοῖς, καὶ εἰς νῆψιν ἐγείρει τὴν πρέπουσαν, καὶ ἐν τοῖς καθ’ ἑαυτὸν, ἕκαστον ἀσφαλέστερον ἀπεργάζεται· τὸ μὲν γὰρ τίς ὁ παραδώσων αὐτὸν, οὔπω λέγει σαφῶς· ἑνὶ δὲ ἁπλῶς καὶ ἀδιορίστως τῆς ἀσεβείας ἐπιθεὶς τὸ φορτίον, εἰς ἀγῶνα καθίστη τοὺς πάντας, καὶ πρὸς νῆψιν ἀκριβεστέραν ἐκάλει, καταφρίττοντος ἑκάστου τῆς ἑαυτοῦ ψυχῆς τὴν ζημίαν. ὁμοῦ δέ τι τούτοις καὶ ἕτερον ἀπετέλει τῇ τῶν μαθητῶν εὐπιστίᾳ λυσιτελές. ἐπειδὴ γὰρ εἰδέναι καθωμολογήκασι, πεπιστευκέναι τε ἀραρότως, ὅτιπερ αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, φαίνεται προειδὼς τὰ ἐσόμενα, βεβαίαν ὥσπερ καὶ διὰ τούτου τὴν ἐφ’ ἑαυτῷ δεικνὺς ὁμολογίαν.
πρέπει γὰρ τῶν ὄντων οὐδενὶ τὸ γινώσκειν τὰ μέλλοντα, πλὴν ἑνὶ τῷ μόνῳ κατὰ φύσιν Θεῷ, περὶ οὗ καὶ γέγραπται Ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. διάβολον δὲ, τὸν τῶν διαβολικῶν θελημάτων ἀπεκάλεσεν ὑπουργὸν, οὐ διεψευσμένως. ὥσπερ γὰρ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν, οὕτω δηλονότι καὶ τὸ ἐναντίον. ΚΕΦΑΛΗ Ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν· προκειμένου ῥητοῦ Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. «Καὶ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν Ἰουδαῖοι ἀποκτεῖναι.» ΜΕΤΑ ταῦτα, φησὶ, τὰ εἰρημένα τε καὶ πεπραγμένα, πάλιν ἐποιεῖτο τὰς διατριβὰς ἀσμενέστερον ἐν τῇ Γαλιλαίᾳ Χριστός· τοῦτο γὰρ οἶμαι τὸ περιεπάτει δηλοῦν· ἀλλ’ οὐκ ἐθελούσιον αὐτῷ τὸ παρ’ ἐκείνοις εἶναι, μᾶλλον δὲ ὡς ἐξ ἀνάγκης συμβαῖνον ἐπιδεικνύει προστεθεικὼς τὰς αἰτίας. ἤθελον γὰρ, φησὶν, αὐτὸν ἀποκτεῖναι Ἰουδαῖοι· διὰ τοῦτο τοῖς ἀλλογενέσι καὶ εἰς μακροὺς ἑαυτὸν ἐχαρίζετο χρόνους, τὸ ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν παραιτούμενος.
PG 73:633ἀλλ’ οἶμαι πάλιν οὐδὲν ἧττον διὰ τούτων ἐπὶ πολλῇ λίαν δυστροπίᾳ κατηγορεῖσθαι τὸν Ἰσραὴλ, εἴ γε τοῦ διαιτᾶσθαι παρ’ αὐτῷ πολύ τι κρεῖττον ἐφαίνετο τὸ παρὰ τοῖς ἐξ ἐθνῶν εὑρίσκεσθαι μᾶλλον· ἦν δὲ ἄρα τουτὶ τὸ διὰ τοῦ προφήτου πεφωνημένον Ἱερεμίου Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς· τὸ γὰρ ἔξοικον μὲν διὰ τὴν τῶν διωκόντων ἀνοσιότητα γενέσθαι Χριστὸν, μεταφοιτῆσαι δὲ παρὰ τοῖς Γαλιλαίοις, πῶς οὐκ ἔστι διαῤῥήδην ἐπιδοῦναι τὴν οἰκείαν ψυχὴν εἰς χεῖρας ἐχθρῶν αὐτῆς; ἐχθρὰ γὰρ τὰ ἔθνη Χριστοῦ, κατά γε τὸ δουλεύειν ἑτέρῳ, καὶ προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα, διὰ τὸ μήπω τὴν εἰς αὐτὸν παραδέξασθαι πίστιν. καὶ τοῦτο σαφῶς διδάξει λέγων αὐτός Ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν. ἀλλ’ οἶμαι δὴ πᾶς τις ἐρεῖ πρὸ τῆς ἀληθοῦς θεογνωσίας καὶ πίστεως οὐκ εἶναι τὰ ἔθνη μετὰ Χριστοῦ· ἦν οὖν ἄρα κατ’ αὐτοῦ, καὶ ἐν τῇ τῶν ἐχθρῶν τάξει διὰ τοῦτο κείμενα·
οὕτω δὲ ἔχοντος τούτου, καὶ σαφῶς διεγνωσμένου, τοσαύτη τις παρὰ τοῖς ἐξ Ἰσραὴλ μυσαρότης ἐπολιτεύετο, ὡς ἐν μοίρᾳ κεῖσθαι τῇ ἀμείνονι, τὸ παρ’ ἐχθροῖς ὁρᾶσθαι φοιτῶντα, καὶ μεθ’ ὧν ἥκιστα χρῆν ἥδιον ποιεῖσθαι τὰς διατριβὰς, ἢ ὅπερ ἦν μᾶλλον ἀκόλουθόν τε καὶ πρεπωδέστερον παρὰ τοῖς συγγενέσι κατὰ τὴν σάρκα· καὶ ὅσον εἰς τοῦτο καὶ ἀγαπᾶν ὀφείλουσιν. εὐλογώτατα τοίνυν ἐπὶ τὰ ἔθνη μεθίστη Χριστὸς, καὶ δι’ αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἤδη λέγων, ὡς, εἰ μὴ τοῦ διώκειν ἀπόσχοιντο, καὶ παραλύειν ταῖς ἀπονοίαις τὸν εὐεργέτην, ὁλοκλήρως ἑαυτὸν τοῖς ἔξωθεν χαριεῖται, καὶ ἐπὶ τὰ ἔθνη μεταστήσει Χριστός. ὥσπερ δὲ τοῦτό φαμεν ὑπεμφαίνειν αὐτὸν διὰ τοῦδε τοῦ πράγματος, οὕτω πάλιν εὑρήσομεν καὶ διὰ σχήματος ἀρχαιοτέρου τὴν ἐκ τῆς Ἱερουσαλὴμ ἀποδρομὴν ἀπειλήσαντα. Ὅτε τοίνυν τοὺς περὶ τῶν θυσιῶν διωρίζετο νόμους, καθὰ καὶ ἐν τῷ βιβλίῳ γέγραπται τῷ Λευιτικῷ, προδιατυπώσας, ὡς ἐν εἰκόνι Χριστοῦ, προσάγεσθαι μόσχον εἰς τὸ δῶρον καὶ ὁλοκαύτωμα τῷ Κυρίῳ·
καὶ πάλιν ἑτέρως αὐτὸν σχηματίζει λέγων Ἐὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ, ἀπό τε τῶν ἀρνῶν καὶ τῶν ἐρίφων εἰς ὁλοκαύτωμα, ἄρσεν ἄμωμον προσάξει αὐτὸ, καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ σφάξουσιν αὐτὸ ἐκ πλαγίων τοῦ θυσιαστηρίου πρὸς βοῤῥᾶν ἔναντι Κυρίου. πῶς οὖν ἄρα καὶ διὰ τούτων ἡμῖν τὸ ἐπὶ Χριστοῦ μορφοῦται μυστήριον, ἀναγκαίως ἐρευνητέον. πρῶτον δὲ οἶμαι προσήκειν αὐτοῦ τε τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύμοις, καὶ τοῦ θείου θυσιαστηρίου τὴν θέσιν εἰπεῖν, ἵνα οὕτω νοῶμεν, ὅ τι ποτὲ ἄρα δηλοῖ, τὸ μὴ κατ’ εὐθὺ τῶν εἰρημένων ὁρᾶν, τετράφθαι δὲ μᾶλλον πρὸς βοῤῥᾶν τὸ πρόβατον. κεῖται τοιγαροῦν ἐν μὲν τοῖς νοτιωτέροις τῆς γῆς μέρεσι τῶν Ἰουδαίων ἡ χώρα, βλέπει δὲ εἰς ἑῴαν ὁ νεὼς, καὶ ταῖς πρώταις τοῦ ἡλίου βολαῖς ἀνοίγει τὰς θύρας· ἀλλὰ καὶ αὐτὸ τὸ θεῖον θυσιαστήριον, κατευθὺ τῶν ἁγίων ἐρηρεισμένον, ὥσπερ ἐν ὄψει Θεοῦ, τοῖς ἐξ ἑῴας εἰσβάλλουσι τὸ πρῶτον ἐδίδου μέτωπον, τῶν δύο πλαγίων τοῦ μὲν ὁρῶντος εἰς νότον, τοῦ δὲ ἐπὶ βοῤῥᾶν· ὅτι δὲ ταῦθ’ οὕτως ἔχει, καθάπερ εἰρήκαμεν, πληροφορηθήσῃ μαθὼν τὸ παρὰ τῷ προφήτῃ Ἰεζεκιὴλ κείμενον.
PG 73:635ὅτε γὰρ δὴ τὰ περὶ τῆς τοῦ Φαλτίου τελευτῆς ἐδιδάσκετο, διὰ θεωρίας δὲ δηλονότι πνευματικῆς, οὕτω φησί Καὶ εἶδον καὶ ἰδοὺ ὡς εἰκοσικαιπέντε ἄνδρες, τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν Κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι· καὶ οὗτοι προςεκύνουν κατὰ ἀνατολὰς τῷ ἡλίῳ. εἰ δὲ ἀνίσχοντι τῷ ἡλίῳ προσκυνῶν ὀπισθομερῆ τις τὸν ναὸν ἐτίθει τοῦ ἰδίου σώματος, πῶς οὐκ ἀνάγκη νοεῖν εἰς ἀνατολὰς τετράφθαι τὸ πρόσωπον αὐτοῦ; κατὰ τοῦτο δὲ ἦν τὸ σχῆμα καὶ τὸ θεῖον αὐτὸ θυσιαστήριον, καθάπερ εἰρήκαμεν. οὐκοῦν αὐτοῦ τε τοῦ ναοῦ καὶ τοῦ θείου θυσιαστηρίου μέτωπον μὲν ἦν τὸ προςβάσιμον εἰς ἀνατολάς· πλάγια δὲ δύο, τὸ μὲν εἰς νότον, θάτερον δὲ πρὸς βοῤῥᾶν, τοῦ ἑτέρου δηλονότι καὶ λείποντος, ὃ δὴ νοεῖταί πως καὶ ὀπισθοφανὲς τοῖς τῆς ἑσπέρας ἐνορῶντος μέρεσιν· οὕτω τοιγαροῦν ἐχόντων ἡμῖν τῶν εἰρημένων, πρὸς αὐτῷ κειμένην εὑρήσομεν τῷ βοῤῥᾷ τὴν τῆς Ἰουδαίων γείτονα Γαλιλαίαν, τουτέστι, τὴν τῶν ἐθνῶν χώραν, κατὰ τὸ γεγραμμένον Γαλιλαία τῶν ἐθνῶν.
ἐπειδὴ δὲ ἔμελλεν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς μετὰ τὸ σωτήριον πάθος τῆς μὲν τῶν Ἰουδαίων ἀπανίστασθαι χώρας, ἀφικέσθαι δὲ εἰς τὴν Γαλιλαίαν, τουτέστι, πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἐκ πλαγίων ἐσφάζετο τοῦ θυσιαστηρίου τὸ ἐν τύπῳ ληφθὲν εἰς θυσίαν πρόβατον, ἵνα ὑποβλέψῃ πρὸς βοῤῥᾶν, κατ’ ἐκεῖνο τὸ εἰρημένον ὑπὸ τοῦ ψαλμῳδοῦ περὶ Χριστοῦ Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὰ ἔθνη ἐπιβλέπουσιν. Ἐπειδὴ δὲ καὶ παραιτεῖσθαί φησιν ὁ μακάριος Εὐαγγελιστὴς τὸ συνεῖναι τοῖς Ἰουδαίοις αὐτὸν, ἐπείπερ αὐτὸν ἀνελεῖν ἐβουλεύοντο, τοῖς εἰρημένοις ἐκεῖνο προσθήσομεν, ὡς οὐ δειλίας ἔγκλημα τὴν ἀναχώρησιν λογιούμεθα τοῦ Χριστοῦ, ἀλλ’ οὐδὲ ἀσθενείας διὰ τοῦτο κατηγορήσομεν τοῦ πάντα ἰσχύοντος, τὸν δὲ τῆς οἰκονομίας ἀποδεξόμεθα τρόπον· ἔδει γὰρ οὐ πρόωρον, ἀλλ’ ἐν καιρῷ τῷ ἰδίῳ τὸν ὑπὲρ πάντων ὑπομεῖναι σταυρόν. «Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖς· οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
οὐδὲ γάρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.» Οὔπω τὸν ἐνοικήσαντα τῇ ἁγίᾳ σαρκὶ Θεὸν Λόγον ἐπιγινώσκοντες οἱ νομισθέντες τοῦ Σωτῆρος ἀδελφοὶ, ἀλλ’ οὐδὲ εἰδότες κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν τὰ τοιαῦτά φασιν, ὅτι γέγονεν ἄνθρωπος, μικρὰς ἔτι τὰς διαλήψεις ἔχουσι περὶ αὐτοῦ, καὶ πολὺ μετριώτερα τῆς ἐνούσης αὐτῷ χάριτός τε καὶ ὑπεροχῆς φαντάζονται, πλέον μὲν τῶν ἄλλων ὁρῶντες οὐδὲν, ταῖς δὲ κοιναῖς ἐπ’ αὐτῷ διαπαιζόμενοι δόξαις, οἰόμενοί τε κατὰ τὸ ἀληθὲς ἐκ πατρὸς γεγεννῆσθαι καὶ αὐτὸν τοῦ Ἰωσὴφ, καὶ τὴν κεκρυμμένην οὐχ ὁρῶντες τοῦ μυστηρίου κατασκευήν· πολλῶν γὰρ, ὡς εἰκὸς, λεληθότως θαυματουργουμένων παρὰ Χριστοῦ κατὰ τὴν Γαλιλαίαν, κενῆς ἐφίεσθαι δόξης αὐτὸν ἀναπείθουσι, καὶ ὡς μέγα τι χρῆμα τὸ ἐκ τῶν ὁρώντων ἀποδέχεσθαι θαῦμα συμβουλεύουσιν, ὡς τούτου γε ἕνεκα καὶ μόνου τὰς ἐφ’ ἑκάστῳ τῶν τελουμένων δυνάμεις ἐνεργεῖν ἐθέλοντος αὐτοῦ, ἵνα δὴ μόνον παρὰ τοῖς ὁρῶσιν ἀξιάγαστος εἶναι δοκῇ, καὶ τοῖς ἐξ ἀνθρώπων ἐπαίνοις ἐναβρύνηται, κατά τινας τῶν φιλοδοξεῖν εἰωθότων.
PG 73:637ὅρα γὰρ ὅπως ἀναβαίνειν αὐτῷ συμβουλεύουσιν εἰς τὴν Ἰουδαίαν, ἐν αὐτῇ δὲ μᾶλλον τερατουργεῖν, οὐχ ἵνα πιστεύωσιν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, ἀλλ’ ἵνα θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖ. εἰ γὰρ βούλει γινώσκεσθαι, φασί· τοῦτο γὰρ τὸ εἶναι ἐν φανερῷ· μὴ λεληθότως ἔσο μεγαλουργὸς μηδὲ, ἐν τῷ δύνασθαι πάντα δρᾶν ὑπάρχων ἐκπρεπὴς, φεῦγε τὴν παῤῥησίαν· ἔσῃ γὰρ οὕτω τῷ κόσμῳ γνώριμος καὶ ἐν τοῖς ὁρῶσι περιφανέστερος. λόγος μὲν οὖν ὁ παρ’ ἐκείνων ἐν τούτοις. ἐπισημαίνεται δὲ χρησίμως ὁ σοφώτατος Εὐαγγελιστὴς, ὡς οὔπω πεπιστεύκεισαν εἰς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· καὶ γὰρ ἦν ὄντως τῶν ἀτοπωτάτων ἐπὶ τοῖς οὕτω ψυχροῖς καταγινώσκεσθαι λόγοις, τοὺς ἤδη διὰ τῆς πίστεως τὴν θεοπρεπῆ περὶ αὐτοῦ λαβόντας ἐπίγνωσιν. ἀλλὰ τότε μὲν οὔπω πεπιστευκότες λαλοῦσι σοφῶς· ἐπειδὴ δὲ πεπιστεύκασι τὸ μέγα περὶ αὐτοῦ συνέντες μυστήριον, εἰς τοῦτο θεοσεβείας τε καὶ ἀρετῆς ἀνατρέχουσιν, ὡς καὶ ἀποστόλους χρηματίσαι, καὶ διαπρεπῆ κτήσασθαι τὴν εὐλάβειαν. ἔχεις καὶ τοῦτο διὰ τῆς τῶν προφητῶν προᾳδόμενον φωνῆς.
καὶ γοῦν ὁ μακάριός φησιν Ἱερεμίας, ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν Ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλήσουσι πρὸς σὲ καλά. οἱ γὰρ πρὸ τῆς πίστεως ἀθετήσαντες ἀδελφοὶ, καὶ διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων, μονονουχὶ καὶ καταβοᾶν ἐπιχειροῦντες αὐτοῦ, συνήχθησαν διὰ πίστεως, λελαλήκασί τε καλὰ περὶ αὐτοῦ, καὶ προσωφελοῦντες ἑτέρους, καὶ τοῖς περὶ τῆς πίστεως ἐπαγωνιζόμενοι λόγοις. ἐπαγρύπνως δὲ λίαν ὁ προφήτης ἀδελφοὺς ὀνομάσας, ἐπιφέρει χρησίμως Ὁ οἶκος τοῦ πατρός σου, ἵνα μὴ καὶ αὐτοὶ γεγονότες νοοῖντό πως ἐκ τῆς ἁγίας παρθένου, μᾶλλον δὲ ὡς ἐκ μόνου πατρὸς τοῦ Ἰωσήφ. «Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.» Ἐπεσκιασμένος ἀεὶ τοῦ Σωτῆρος ὁ λόγος· οὕτω γὰρ γέγραπται περὶ αὐτοῦ, ὅτι καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ. ὅτι δὲ καὶ τοῦτο χρησίμως ἐπετηδεύετο, τίς τῶν εὖ φρονούντων οὐκ ἐρεῖ;
οὔπω τοιγαροῦν παῤῥησίας ἀκράτου καιρὸς, φησὶν, ἀλλ’ οὐδὲ ἀναδείξεως τῆς εἰς ἅπαντας ἀπημφιεσμένως οὕτω τῆς Ἰουδαίων διανοίας πεπαινομένης εἰς σύνεσιν, ὡς δίχα θυμοῦ καὶ ὀργῆς τοὺς παρ’ ἐμοῦ δύνασθαι χωρῆσαι λόγους· ἀλλ’ οὐδὲ ὅλως γνωρίζεσθαί με τῷ κόσμῳ νῦν ἐφίησιν ὁ καιρὸς, οὔπω παντελῶς ἀποφοιτώντων τῆς χάριτος Ἰουδαίων, ἀλλ’ οὐδὲ οὕτως ἐμπαροινησάντων εἰς ἐμὲ, ὡς ἤδη χρῆναι λοιπὸν μεθορμίσασθαι πρὸς ἑτέρους. οὔπω τοιγαροῦν διὰ ταῦτα τὸν ἑαυτοῦ φησι παρεῖναι καιρὸν, παρεῖναι δὲ λέγει τὸν ἐκείνων, καὶ ἐν ἑτοίμῳ δὲ κεῖσθαι διὰ παντός· ἐξεῖναι γὰρ τοῖς ἐν κόσμῳ φαμὲν τὸ δοκοῦν ἐπιτελεῖν παραποδίζοντος ἀναγκαίου μηδενὸς, ἢ καὶ εἰς πρόσκαιρον καλοῦντος οἰκονομίαν πρὸς τὸ χρῆναί τι δρᾶν ἢ μὴ συμβουλεύουσαν, ὥσπερ οὖν ἦν ἀμέλει καὶ ἐπὶ Χριστοῦ· ἄλλωστε τῶν τὴν ἐν κόσμῳ ζωὴν ἑλομένων, ἀνειμένη τις ἐστὶν ἡ δίαιτα, καὶ φροντίδος τῆς ἐπιπονωτέρας ἀπηλλαγμένη, προκείμενον ὥσπερ ἀεὶ καὶ ἡπλωμένον εἰσφέρουσα τὸν ἐπὶ τοῖς ἡδίστοις καιρὸν καὶ ἐφ’ ὅπερ ἂν βούλωνται βαδίζειν, ἑτοίμως τοῖς αὐτῇ χρωμένοις ἐπιτρέπουσα.
PG 73:639Οὐκοῦν τῶν μὲν ἀναγκαίως οἰκονομίαις πραγμάτων ὑποκειμένων, καιρὸς οὐχ ἅπας εἰς τὸ δρᾶν ἃ προσῆκεν ἐπιτήδειος, ἀλλ’ ὁ πρέπων ἑκάστῳ τῶν τελουμένων, καὶ ὥσπερ ἂν ἡ τοῦ πράγματος ἀπαιτοίη φύσις· τῷ δὲ ἀπολύτως ἑλομένῳ βιοῦν, ἐπικείσεται μὲν τοιοῦτον οὐδέν· ἑτοιμοτάτη δὲ μᾶλλον καὶ ἀνειμένη παντελῶς, ἡ ἐφ’ ὅπερ ἂν ἐθέλωσιν ἰέναι πάροδος. «Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.» Χαριέντως σφόδρα καὶ νῦν ὁ Σωτὴρ κοσμικώτερον ἔτι φρονοῦντας καὶ διακειμένους ἐλέγχει τοὺς ἀδελφοὺς, καὶ δευτέραν ὥσπερ ἀπολογίαν τέχνῃ κεράσας εἰσφέρει, δι’ ἧς οὐχ ὅπως οὐκ ἐγνωκότας αὐτοὺς τίς κατὰ φύσιν ἐστὶν ἀποδείκνυσιν, ἀλλ’ ἔτι τοσοῦτον τῆς εἰς αὐτὸν ἀγάπης ἐξῳκισμένους, ὡς ἑλέσθαι διαζῆν οὐκ ἀπᾳδόντως τοῖς τὸν ἐν κόσμῳ θαυμάζουσι βίον, καὶ οὐχὶ μᾶλλον τὸν ἐν ἀρετῇ. ἦν γὰρ δὴ καὶ ὄντως ἀτοπώτατον τοῖς μὲν ἄλλοις ἅπασι προσλαλεῖν τὰ συμφέροντα, περιστολῆς ἁπάσης τῆς ἐπὶ τούτῳ παρῃρημένης·
τοῖς δὲ εἶναι δοκοῦσιν ἀδελφοῖς, μὴ οὐχὶ πολλῷ καὶ πλείονι χαρίζεσθαι μέτρῳ, τὰ ἐφ’ οἷς ἔμελλον οὐ μετρίως ὠφελούμενοι μανθάνειν ἔχοντες ἤδη τῆς σοφίας τὸν χορηγόν. ἔθος δὲ τοῦτο τῷ Σωτῆρι Χριστῷ· δραξάμενος γὰρ εὐκαίρου προφάσεως ἔσθ’ ὅτε, μακρὰς τοῖς ἀκροωμένοις ἐξυφαίνει τὰς κατηχήσεις. ἀεὶ τοιγαροῦν, φησὶ, φίλον ἑκάστῳ τὸ συγγενὲς, καὶ ἡ τοῦ τρόπου ταυτότης παραδόξως συνάγει πρὸς διάθεσιν. ὁ κόσμος ὑμᾶς οὐ μισεῖ· φρονεῖτε γὰρ ἔτι τὰ αὐτοῦ· ἐμὲ δὲ μισεῖ, οὐχ ἡδέως ἔχων ἐφ’ οἷς ἂν ἀσχημονῇ παρ’ ἐμοῦ κατηγορούμενος· οὐκοῦν ἀκινδύνως ἐπελεύσεσθε μὲν ὑμεῖς ἐπὶ τήνδε τὴν ἑορτὴν, ἐγὼ δὲ οὐκέτι. διαλέξομαι γὰρ πάντως καὶ ἐρῶ παρὼν τὰ συμφέροντα, πικρὸς δὲ τοῖς φιληδόνοις ὁ ἔλεγχος, καὶ πρὸς ὀργὴν ἀνακαῦσαι δεινὸς τὸν ὅτι προσήκοι σωφρονεῖν οὐ καταδεχόμενον. Ὠφελεῖ δὲ πάλιν καὶ διὰ τούτων ἡμᾶς τῶν ῥημάτων ὁ Κύριος·
καὶ γὰρ δὴ ποιεῖσθαι τοὺς ἐλέγχους οὐκ ἀπερισκέπτως συμφέρει, οὐδὲ εἰς πάντας ἐκφέρειν μετ’ ἐπιπλήξεως τὴν ὑφήγησιν, ἀλλ’ εἰδέναι τὸ γεγραμμένον Μὴ ἔλεγχε κακοὺς, ἵνα μὴ μισήσωσί σε, ὅτε τὸ μῖσος ἡμῖν οὐκ ἀζήμιον, εἰς ὦτα δὲ μᾶλλον ἀκουόντων ἐπείγεσθαι λαλεῖν, κατὰ τὸ γεγραμμένον. φιλαμαρτήμων μὲν γὰρ ὁ κόσμος ἐστὶν, ἐπανορθωτὴς δὲ τῶν οὐ δεόντως ἐπιτελουμένων ὁ Κύριος· δι’ ἐλέγχου δὲ πολλάκις ποιεῖσθαι προσήκει τὴν ἐπανόρθωσιν· τὸ γὰρ ὅλως καταλέγειν τῆς ἁμαρτίας, ἐπιτιμᾶν ἐστι τοῖς ἀγαπῶσιν αὐτὴν, καὶ τὸ τῆς φαυλότητος κατηγορεῖν, ἐπιπλήττειν ἐστὶ τοῖς ἔχουσιν αὐτήν. ὅταν οὖν ἀνάγκη μὲν εἰς τὸ ἐλέγχειν καλῇ τὸν διδάσκοντα, καὶ ὁ τῆς θεραπείας τρόπος διὰ τούτων ἰέναι κελεύῃ, χαλεπαίνῃ δὲ λίαν ὁ διὰ τῶν ἐλέγχων ἀβουλήτως παιδαγωγούμενος, τότε δεῖ πάντως τὰ ἐκ μίσους ἀναφύεσθαι κακά. διὰ τοῦτό φησιν ὁ Σωτὴρ ἑαυτὸν μισεῖσθαι παρὰ τοῦ κόσμου, ὡς οὔπω χωρεῖν ἰσχύοντος τὴν μετ’ ἐπιπλήξεως παραίνεσιν, ὅταν καὶ τοῦτο προσήκῃ γενέσθαι διὰ τὸ χρήσιμον. νοῦς γὰρ ἐπὶ ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς τυραννούμενος, χαλεπαίνει δὴ πάντως τὸν ὅτι προσήκοι σωφρονεῖν ἀναπείθοντα λόγον.
PG 73:641ταῦτα δέ φησιν ὁ Σωτὴρ οὐκ ἀποφήσας παντελῶς τὴν ἐν τοῖς Ἱεροσολύμοις ἀποδημίαν, οὐδὲ πρὸς ἐλέγχους ἀπειρηκὼς τοὺς οἵπερ ἂν φαίνοιντο τοῖς ἁμαρτάνουσι χρήσιμοι, ἀλλ’ ἐν καιρῷ τῷ δεόντι δρᾶν καὶ τοῦτο μετὰ τῶν ἄλλων διανοούμενος. σημειωτέον δὲ ὅτι καὶ τοῖς ἑαυτοῦ μαθηταῖς τοιοῦτόν τι φησί. παραμυθούμενος γὰρ, καὶ οὐ σφόδρα τοῖς ἐπισυμβήσεσθαι μέλλουσιν ἐπασχάλλειν διδάσκων, ὅταν αὐτὸν τῇ οἰκουμένῃ κηρύττωσι, καὶ μυρίοις διὰ τοῦτο περιπίπτωσι πειρασμοῖς Εἰ ἦτε, φησὶν, ἐκ τοῦ κόσμου, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ἐπειδὴ δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστὲ, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. κόσμον ἐν τούτοις οὐ τὴν ὁρωμένην κτίσιν ἀποκαλῶν, μᾶλλον δὲ τοὺς φρονοῦντας τὰ ἐν κόσμῳ· οἷς δὴ καὶ λίαν ὁ μὲν τῶν ἴσων οὐκ ἐραστὴς, σκληρὸς καὶ προσάντης καὶ ἐν ἐχθροῦ τινος τάξει λελόγισται· συγγενὴς δὲ καὶ φίλος ὁ συνεθελητὴς, καὶ τῇ τοῦ βίου ταυτότητι πρὸς ἰσοτροπίαν τὴν ἐπ’ αἰσχροῖς συσφιγγόμενος. «Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην·
ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται.» Ἀποφάσκει μὲν ἤδη σαφῶς τὸ βούλεσθαι τοῖς Ἰουδαίοις συνεορτάζειν ὁ Κύριος, ἤγουν ἰέναι κατὰ ταὐτὸν, ὡς συμμεθέξων ἐκείνοις τῆς ἐν σκιαῖς εὐθυμίας. τὸ γὰρ ἅπαξ εἰρημένον, ὡς πρὸς ὀλίγους, καίτοι νομισθέντας ἀδελφοὺς, εἰς ὅλον δυνάμει διαδραμεῖται τὸ γένος τὸ ἐξ Ἰσραήλ. οὐ γὰρ δή τις ἐρεῖ τὸ συνεῖναι τοῖς ἀδελφοῖς δι’ αὐτούς γε κυρίως παραιτεῖσθαι τὸν Ἰησοῦν, ὡς δὲ καὶ συνὼν ἐν τῇ Γαλιλαίᾳ φαίνεται· ὑποτοπητέον δὲ, ὅτι καὶ οὐκ ἀπὸ σκοποῦ διὰ τὴν τοῦ γένους τοῦ κατὰ σάρκα παρὰ πολλοῖς ὑπόνοιαν καὶ ὁμέστιος ἦν. πρόδηλον οὖν, ὅτι καθάπερ ἐν τύπῳ τοῖς ἀδελφοῖς ὅλης τῆς Ἰουδαίων πληθύος εἰσφερομένης, τὸ συνεορτάζειν αὐτοῖς ἀποφεύγει Χριστὸς, κατὰ τὸ εἰρημένον δι’ ἑνὸς τῶν ἁγίων προφητῶν Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι· μετάστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι·
Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. ὑπάρχων δὲ πνεῦμα, πνευματικαῖς ἂν εἰκότως τιμαῖς καὶ δωροφορίαις ἐφήδοιτο, ὧν καὶ εἰς τύπον διὰ τῆς νομικῆς ἐντολῆς βουθυσίαι τε καὶ μηλοσφαγίαι, καὶ λιβάνου πρὸς τούτοις, σεμιδάλεώς τε καὶ οἴνου καὶ ἐλαίου προσκομιδαὶ τεταγμένως ἐγίνοντο, τὸ πολυειδὲς τῆς ἀρετῆς τῶν προςκυνούντων ἐν πνεύματι δι’ ἐμφανεστέρων σχημάτων καταμηνύουσαι. ὑμεῖς τοιγαροῦν, φησὶν, οἱ τὴν σκίαν ἀγαπῶντες ἔτι, παχύτερόν τε καὶ Ἰουδαϊκῶς διακείμενοι περὶ τούτων, ἀνάβητε πρὸς τὴν ἐν σκιαῖς καὶ τύποις πανήγυριν· ἐμοὶ δὲ οὐχ οὕτως ἑορτάζειν ἡδύ· πρὸς ταύτην οὐκ ἄνειμι τὴν ἑορτὴν, τὴν ἐν τύπῳ δηλονότι καὶ σχήματι· ἔχω γὰρ ἐν αὐτῇ τὸ τέρπον οὐδέν· περιμένω δὲ μᾶλλον τῆς ἀληθοῦς πανηγύρεως τὸν καιρὸν, ὃς οὔπω πεπλήρωται. τότε γὰρ τότε, φησὶ, τοῖς ἐμοῖς θιασώταις συνέσομαι χαίρων ἐν τῇ λαμπρότητι τῶν ἁγίων, τῇ τοῦ Πατρὸς δόξῃ, τὴν εἰς ἄκρον ἀπαστράπτων φαιδρότητα. ἑαυτοῦ δέ φησι, καὶ ὡς ἴδιον ἀποκαλεῖ τὸν καιρόν· αὐτοῦ γὰρ ἡ ἑορτὴ, αὐτὸς ὁ πανηγυριάρχης ἐστίν.
PG 73:643αὐτῷ γὰρ αὐτὴν καὶ ὁ μακάριος Ἱερεμίας ἀνετίθει λέγων τοῖς κατημεληκόσι τῆς εἰς Θεὸν εὐσεβείας, καὶ ἐν τῷ μηδενὶ πεποιημένοις τὸ βούλεσθαι διαπρέπειν ἐν ἀγαθοῖς Τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως, καὶ ἐν ἡμέραις ἑορτῆς Κυρίου; οἱ γὰρ ὅλως, φησὶ, τὸ ὑπὲρ τῆς ἀρετῆς ἱδροῦν παραιτούμενοι, καὶ τὸ λαμπρὸν τῆς εἰς Θεὸν ἀγάπης ἄμφιον οὐκ ἔχοντες, τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως, πῶς εἰσελεύσεσθε πρὸς τὴν θείαν τε καὶ οὐράνιον ἑορτὴν, ἢ πῶς ἂν ὑμᾶς ὁ τοῦ δείπνου δεσπότης οὐκ ἂν εὐλόγως ἐξώσειε τοῦ φαιδροτάτου τῶν κεκλημένων χοροῦ λέγων Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; τούτῳ δ’ ἂν εἴη συγγενὲς καὶ τὴν ἴσην ἡμῖν εἰσκομίζον διάνοιαν τὸ παρὰ τῷ προφήτῃ κείμενον Ζαχαρίᾳ Καὶ ἔσται γὰρ, φησὶν, ὅσοι ἂν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλὴμ, καὶ ἀναβήσονται κατ’ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. ἀναβήσεσθαι δὲ τοὺς καταλειφθέντας φησὶν ἐπὶ τὴν τοῦ μεγάλου βασιλέως προσκύνησιν, καὶ πρὸς ἀποπλήρωσιν τῆς ἑορτῆς τῆς σκηνοπηγίας.
πολλῶν γὰρ διὰ τῆς χάριτος κεκλημένων, οἱ πρὸς τὴν ἄνω πόλιν ἀναβαίνοντες οὐ πολλοί· ὀλίγοι γὰρ οἱ ἐκλεκτοὶ, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἐκ παντὸς δηλονότι ληφθέντες ἔθνους. ἀναβήσονται δὲ λέγων ἐπὶ τῷ προςκυνεῖν, οὐκέτι τὴν νομικὴν, μᾶλλον δὲ τὴν ἐν πνεύματι λατρείαν ἐπιτελοῦντας ἐπιδεικνύει, καὶ πληροῦντας ἑορτὴν τὴν ἐπὶ σκηνοπηγίᾳ τῇ κατ’ ἀλήθειαν, μονονουχὶ τὸ ἐν ψαλμοῖς ἐκεῖνο λιγυρῶς ἀνιέντας μέλος Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην καὶ ἀνέθαλεν ἡ σάρξ μου· ἀνεθάλη γὰρ ἡ σὰρξ, καὶ εἰσαῦθις ἀναβιώσεται, καὶ οὐ δίχα Χριστοῦ· γέγονε γὰρ ἡμῖν αὐτὸς ἡ τῆς ἀναστάσεως ἀρχὴ, καὶ τῆς ἀληθεστέρας σκηνοπηγίας ἡ θύρα. καὶ τοῦτο ἦν ἄρα τὸ δι’ ἑνὸς εἰρημένον τῶν ἁγίων προφητῶν καὶ ἀναστήσω τὴν σκηνὴν Δαυεὶδ τὴν πεπτωκυῖαν.
PG 73:645σκηνὴ γὰρ ἡ πεσοῦσα τοῦ ἐκ σπέρματος Δαυεὶδ τὸ κατὰ σάρκα Χριστοῦ, πρώτη πρὸς ἀφθαρσίαν διὰ τῆς δυνάμεως τοῦ Θεοῦ καὶ Πατρὸς ἐξεγήγερται κατὰ τὸ εἰρημένον πρὸς Ἰουδαίους δι’ ἑνὸς τῶν ἀποστόλων περὶ αὐτοῦ Τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλετε, ὃν ὁ Θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ· καὶ πάλιν Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. ὅτι γὰρ ἔθος τῇ ἁγίᾳ γραφῇ, τὸν ἐκ Δαυεὶδ κατὰ σάρκα Χριστὸν, Δαυεὶδ ἀποκαλεῖν, χαλεπὸν οὐδὲν συνιδεῖν. «Ταῦτα εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ· ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτὴν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς, ἀλλ’ ὡς ἐν κρυπτῷ.» Ἐμφιλοχωρεῖ τῇ Γαλιλαίᾳ, καὶ τῆς Ἰουδαίων χώρας ἐξωστρακισμένος, ἥδιόν τε καὶ ἀσφαλέστερον διαιτᾶται Χριστὸς, ἵνα πάλιν τῶν εἶναι δοκούντων νομομαθῶν εὐγενεστέρα φαίνηται, καίτοι λίαν ἀπαίδευτος οὖσα τῶν ἐθνῶν ἡ πληθὺς, διὰ τὴν ἔτι συνέχουσαν πλάνην. σημαίνει δὲ διὰ τούτου καὶ τὴν εἰς αὐτὰ δικαίαν ἀγάπησιν, καὶ τὴν ἐπὶ τοῖς ἐξ Ἰσραὴλ εὐλογωτάτην ἀπέχθειαν.
πῶς γὰρ οὐκ ἔμελλεν ὁ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν, οὕτω διατεθήσεσθαι, ὡς ἀγάπης μὲν ἤδη τῆς θείας ἀξιοῦν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καλουμένην οὕτως εὐπετῶς ἐπὶ τῷ πιστεύειν αὐτῷ, ἀποσείεσθαι δὲ λοιπὸν καὶ καταμυσάττεσθαι δικαίως ὡς ἀγνώμονα τὴν Ἱερουσαλήμ· ὅς γε καὶ πρὸ αὐτῶν τῆς ἐπιδημίας τῶν χρόνων, ἐπιθυμῆσαι μὲν λέγεται τοῦ κάλλους αὐτῆς, κατὰ τὴν τοῦ ψάλλοντος ἀναφώνησιν, πόρνην δὲ καὶ μοιχαλίδα, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων, τὴν σκληροτράχηλον Ἱερουσαλὴμ ἀπεκάλει; σαφέστατα γοῦν διὰ μὲν τοῦ προφήτου φησὶν Ἱεζεκιὴλ πρὸς αὐτήν Διὰ τοῦτο πόρνη ἄκουε λόγον Κυρίου· διὰ δὲ τῆς Ἱερεμίου φωνῆς ὡς μοιχαλίδα καταιτιᾶται βοῶν ὅτι Καθὼς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ οἶκος Ἰσραὴλ, λέγει Κύριος. ὡς οὖν ἤδη κατὰ πρόγνωσιν τὴν ἐκ προμηθείας θεοπρεποῦς, τῆς μὲν ἐξ ἐθνῶν Ἐκκλησίας περιαθρήσας τὸ κάλλος, τῆς δὲ τῶν Ἰουδαίων συναγωγῆς τὴν ἐν φαυλότητι τρόπων αἰσχρότητα, τὴν μὲν ἤδη προαγαπᾷ καὶ προεισοικίζεται, καθάπερ τινὰ νύμφην ἐπὶ παστῷ, ἐπὶ δὲ τῇ ἑτέρᾳ προαπεχθάνεται, τὸ τελείως ἑκατέρᾳ χρεωστούμενον καιρῷ τηρήσας τῷ δέοντι.
οὔτε γὰρ πρόωρον τοῖς ἐξ Ἰσραὴλ ὁλοκλήρως ἐπάγει τὴν κόλασιν, οὔτε μὴν ὁλοσχερῶς ἑαυτὸν τῇ Γαλιλαίᾳ χαρίζεται πρὸ τοῦ σωτηρίου σταυροῦ· τότε γὰρ ἦν τοῦτο δρῶντα δικαίως ἐπ’ εὐλόγοις αἰτίαις τῆς πρὸς ἐκείνους ἀγάπης ἀποφοιτᾶν. εἰρηκὼς τοιγαροῦν, ὡς οὐκ ἀναβήσεται πρὸς ταύτην τὴν ἑορτὴν, καὶ τοῖς ἀδελφοῖς ἐπιτρέψας, εἰ θελητὸν, ἰέναι, μόνος· παρεῖναι γὰρ οὔπω διεβεβαιοῦτο καιρόν· ἄνεισι μετ’ αὐτοὺς, οὐχ ἕτερα μὲν λέγων, πράττων δὲ οἷς ἂν λέγοι τὰ ἐναντία· τοῦτο γὰρ ἦν ἤδη καὶ ψεύδεσθαι, καίτοι δόλου, τουτέστι ψεύσματος, οὐχ ηὑρῆσθαι λεγομένου παντελῶς ἐν τῷ στόματι αὐτοῦ· ἀλλ’ ὄντως ἐκεῖνο δρᾶν ὅπερ ὑπέσχετο προθυμούμενος. οὐ γὰρ ἀναβαίνει συνεορτάσων, νουθετήσων δὲ μᾶλλον, καὶ ἐπείπερ εἰς τὸ σώζειν ἀφίκετο, τὰ εἰς ζωὴν ἀναφέροντα τὴν αἰώνιον ἐρῶν τε καὶ εἰσηγησόμενος. ὅτι γὰρ οὗτος ἦν ὁ σκοπὸς ἐν αὐτῷ, διδάξει σαφῶς τὸ μηδὲ τοῖς ἀνιοῦσιν ἐθελῆσαι συμβαδίζειν αὐτὸν, ἀνελθεῖν δὲ μόλις καὶ λεληθότως, οὐ παῤῥησίᾳ καὶ ἱλαρότητι χρώμενον τῶν ἰόντων ἐπὶ πανήγυριν.
PG 73:647Καὶ γοῦν, ὅτε λοιπὸν ἐπὶ τὸ σωτήριον ἀνέβαινε πάθος, ἀνῆλθεν οὐ κεκρυμμένως, ἀλλὰ πώλῳ μὲν ἐποχούμενος εἰς τύπον τοῦ νέου λαοῦ, νηπίων δὲ προελαύνοντα δῆμον οὐκ εὐαρίθμητον ἔχων, σχῆμα πάλιν ἀποπληροῦντα τοῦ τεχθησομένου λαοῦ, περὶ οὗ γέγραπται Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. ἀνεφώνει δὲ καὶ τὰ προβαδίζοντα βρέφη Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις. οὐκοῦν διὰ τοῦ λεληθότως ἀνελθεῖν, ἀποδεικνύει ὅτι συνεορτάσων μὲν οὐδαμῶς, προσδιαλεχθησόμενος δὲ μᾶλλον αὐτοῖς εἰς Ἱεροσόλυμα παραγέγονεν ὁ Χριστός· ὡς γὰρ ἤδη προλαβόντες εἰρήκαμεν, οὔπω παντελῶς τοῦ Ἰσραὴλ ἀπανίσταται, πρὶν ἂν θανάτῳ παραδοθεὶς, ἀξίως ἤδη φαίνηται τοῦτο ποιῶν. Τοῦ δὲ εἰπεῖν μὲν, ὡς οὐκ ἀναβήσεται, μετὰ δὲ τοῦτο μὴ παραιτεῖσθαι τὸ ἀνελθεῖν, εὑρήσεις καὶ πάλαι τὸν τύπον ἀποπληρούμενον ἐν βιβλίῳ τῷ ἐπίκλην Ἐξόδῳ. Μωυσῆς μὲν γὰρ ὁ θεοσπέσιός τε καὶ ἱερώτατος τὰς ἐν τῷ ὄρει διατριβὰς ἐποιεῖτο μετὰ Θεοῦ, τὸν δοθησόμενον παρ’ αὐτοῦ περιμένων νόμον. ἐμοσχοποίει δὲ κατὰ τὴν ἔρημον τῆς εἰς Θεὸν εὐσεβείας ὀλιγωρήσας ὁ Ἰσραήλ·
ἀλλ’ ὀργίζεται δικαίως ἐπὶ τούτοις ὁ νομοθέτης, καὶ τῆς ἐλαφρίας τῶν οὕτως ἑτοίμως ἐφ’ ἃ μὴ προσῆκεν ἀποκλινάντων καταβοήσας, καὶ ἐξαναλώσειν εἰσάπαξ ἀπειλήσας αὐτοὺς, ἐν τελευταίοις φησὶ πρὸς τὸν ἅγιον Μωυσέα Πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐξ Αἰγύπτου, εἰς τὴν γῆν ἣν ὤμοσα τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων Τῷ σπέρματι ὑμῶν δώσω αὐτὴν, καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου, εἶτα λέγει πρὸς αὐτὸν ὁ Μωυσῆς Εἰ μὴ αὐτὸς συμπορεύσῃ μετ’ ἐμοῦ, μή με ἀναγάγῃς ἐντεῦθεν· καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι εὕρηκα χάριν παρὰ σοὶ, ἐγὼ καὶ ὁ λαός σου, ἀλλ’ ἢ συμπορευομένου σου μεθ’ ἡμῶν; καὶ εἶπε Κύριος πρὸς Μωυσῆν Καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω· εὗρες γὰρ χάριν παρ’ ἐμοί. ὁρᾷς ὅπως ἐπὶ μὲν τοῦ Ἰσραὴλ ἀποστασίᾳ λυπούμενος, οὐ συναναβήσεσθαι μὲν εἰς τὴν γῆν αὐτοῖς τῆς ἐπαγγελίας διισχυρίζετο, συναποστέλλειν δέ τινα ἄγγελον ἔφασκεν, αἰδοῖ δὲ τῇ πρὸς Μωυσέα, καὶ τῇ τῶν πατέρων μνήμῃ τὴν συγγνώμην ἐπιδιδοὺς, συμβαδιεῖσθαι πάλιν αὐτοῖς καθυπέσχετο.
Ἀρνησάμενος τοιγαροῦν τὸ συνεορτάζειν Ἰουδαίοις, ὡς ἀλαζόσι καὶ ὑβρισταῖς, ὡς διὰ τῆς ἀρνήσεως ἀτιμάζουσι Θεὸν, ὥσπερ οὖν ἐκεῖνοι διὰ τῆς μοσχοποιίας, οὐ σφόδρα φιλονεικήσας τοῖς τῶν λυπούντων πταίσμασιν, ἀποπληρῶν δὲ μᾶλλον τὴν εἰς τοὺς ἁγίους πατέρας ὑπόσχεσιν, ἄνεισι διδάξων, καὶ τὰ εἰς σωτηρίαν αὐτοῖς παραθήσων μαθήματα, οὐκ ἀγγέλῳ τὴν τοιαύτην ἐπιτρέψας διακονίαν, ὥσπερ οὖν οὐδὲ τότε, αὐτουργὸς δὲ μᾶλλον καὶ εἰς τὴν τῶν ἀχαρίστων σωτηρίαν γιγνόμενος. «Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον Ποῦ ἐστιν ἐκεῖνος;» Ἐρευνῶσιν Ἰουδαῖοι τὸν Ἰησοῦν, οὐχ ἵνα εὑρόντες πιστεύσειαν· ἢ γὰρ ἂν καὶ τὸ ζητεῖσθαι φθάσας ἑαυτὸν προσεκόμιζε κατὰ τὸ παρ’ αὐτοῦ λεγόμενον Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· ἀλλ’ ἐκ πολλῆς ἄγαν τῆς παρανομίας εἰς τὴν Ἑλλήνων εἰκαιοπονίαν κατολισθαίνοντες, καὶ τὰ ἐκείνοις συνήθη ζηλώσαντες μᾶλλον, ἤπερ τὰ δι’ ὧν εἰκὸς ἦν διὰ τῆς ἄνωθεν καταλαμπρύνεσθαι χάριτος.
PG 73:649Ἑλλήνων μὲν γὰρ οἱ δοκοῦντες εἶναι συνετοὶ, καὶ τῆς κοσμικῆς καὶ δαιμονιώδους σοφίας ἀναπεπλησμένοι, μακροὺς καὶ πικροὺς ἀναλίσκοντες λόγους, καὶ κύκλους θεωρημάτων εἰκαίων ἑλίττοντες, ἱστόν τε ἀράχνης κατὰ τὸ γεγραμμένον ὑφαίνοντες, τὴν ἀλήθειαν, ἤτοι τὸ ἀγαθὸν, ἢ τὸ δίκαιον ὅ τι ποτὲ κατὰ φύσιν ἐστὶν, προςποιοῦνται ζητεῖν, καὶ μόνην ὥσπερ σκιὰν τῆς ἀληθοῦς γνώσεως ἑαυτοῖς ἀναπλάττοντες, ἄγευστοι παντελῶς τῆς ἐν ἔργοις διατελοῦσιν ἀρετῆς, καὶ τῆς ἄνωθέν τε καὶ ὄντως σοφίας ἔρημοι διαμένοντες, ἐπ’ οὐδενὶ τῶν χρησίμων ἔσθ’ ὅτε τὰ μέχρι λόγων ποιοῦνται γυμνάσματα. Ἰουδαῖοι δὲ πάλιν, οἱ τῆς ἐκείνων ἀμαθίας ἀδελφοὶ καὶ γείτονες, ἀναζητοῦσι τὸν Ἰησοῦν, οὐχ ἵν’ εὑρόντες πιστεύσωσιν, ὡς ἡ τῶν πραγμάτων ἔδειξε φύσις, ἀλλ’ ἵνα πολλαῖς αὐτὸν λοιδορίαις κατακοντίζοντες, τὴν ἄσβεστον ταῖς ἑαυτῶν κεφαλαῖς ἐποίσειαν φλόγα. καὶ καθ’ ἕτερον δὲ τρόπον, εἰκαιοτάτην αὐτοὺς ποιεῖσθαι τὴν ζήτησιν οἰησόμεθα πάλιν. μόνον γὰρ ὅτι μὴ πάρεστι προσποιοῦνται ζητεῖν.
παρεῖναι γὰρ ἔδει, φασὶ, τοῖς ἑορτάζουσι τὸν θαυματουργὸν, τὸ ἐν τέρψει μᾶλλον ἡδὺ, καὶ οὐχὶ πάντως τὴν ἐκ τοῦ θαυμάζειν ὠφέλειαν θηρώμενοι· νομομαθείας δὲ δόξαν ἠμφιεσμένοι, καὶ πεπαιδεῦσθαι τοῖς ἱεροῖς γράμμασιν οὐ μετρίως οἰόμενοι, τῆς προφητικῆς ἀμνημονοῦσι φωνῆς, ἐχούσης ὧδε Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται. ὁρᾷς ὅπως οὐκ ἐξαρκέσει πρὸς σωτηρίαν τὸ μόνον ζητεῖν, ἀλλ’ εὑρόντας ἀνάγκη καὶ ἐπιστρέφειν, δι’ ὑπακοῆς δηλονότι καὶ πίστεως; οὕτω δὲ ἦν ἀνασώζεσθαι τὸν ἀμαθῆ καὶ δυσάγωγον τῶν Ἰουδαίων λαόν· ἐπειδὴ δὲ κἀν τούτῳ λίαν ἀσυνετοῦντες ἁλίσκονται, λοιπὸν εὐλόγως ἀκούσονται Πῶς ἐρεῖτε ὅτι σοφοί ἐσμεν ἡμεῖς, καὶ λόγος Κυρίου μεθ’ ἡμῶν ἐστιν; εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν. ᾐσχύνθησαν σοφοὶ, ἐπτοήθησαν, ἑάλωσαν. σοφία τίς ἐστιν ἐν αὐτοῖς; ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν.
πῶς γὰρ οὐκ ἀπεδοκίμασαν, οὐ παραδεξάμενοι, ἢ πῶς οὐκ ἀτιμάζουσι, τό Ποῦ ἐστιν ἐκεῖνος, ἀπαιδεύτως περὶ αὐτοῦ λέγειν οὐ παραιτούμενοι; ἀπονοουμένων γὰρ τό Ἐκεῖνος, καὶ οὔπω θαυμάζειν ἀξιούντων αὐτὸν, καίτοι διὰ πολλῆς ἄγαν τῆς μεγαλουργίας ἐκπρεπεστάτην ἔχειν ὀφείλοντα παρ’ αὐτοῖς τὴν ὑπόληψιν. «Καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις. οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν· ἄλλοι δὲ ἔλεγον Οὒ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.» Δυσθήρατον μὲν ἀεί πως καὶ δυσεύρετόν ἐστι τὸ ἀγαθὸν, καὶ τὸ δύνασθαι τῆς ἀληθείας τὸ κάλλος ἰχνηλατεῖν δυσκατόρθωτον τοῖς πολλοῖς, ἐξαιρέτως δὲ τοῖς ἀμαθεστέροις καὶ οὐκ ἔχουσι τὸ ἐν συνέσει πικρὸν, οἳ ῥοπαῖς ἀλογωτάταις λογισμῶν ἀσυνέτων ἐπὶ τὸ δοκοῦν αὐτοῖς εὐπετέστερον ἀποκλίνοντες, καὶ τὴν τοῦ παρεμπίπτοντος φύσιν δοκιμάζειν οὐκ ἀνεχόμενοι, τῆς ἀληθοῦς τῶν πραγμάτων ποιότητος οὐκ ἂν ἐφίκοιντό ποτε, καίτοι τοῦ Παύλου λέγοντος Γίνεσθε δόκιμοι τραπεζῖται, καὶ πάντα δὲ δοκιμάζειν ἡμᾶς ἀναπείθοντος, ὡς ἐξ ἀκριβοῦς ἐρεύνης ἐπὶ τὴν τοῦ συμφέροντος ἔρχεσθαι θήραν.
PG 73:651ἀκουέτωσαν τοίνυν οἱ ἐκ πολλῆς παρανοίας τὸν Ἰησοῦν οὐ θαυμάζοντες, ἀδιακρίτως δὲ ὅτι πρέποι κατηγορεῖν ἐγνωκότες αὐτοῦ Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. ὅνπερ γὰρ τρόπον οἱ τὸ ἐξαίρετον ἐν τῇ κατὰ γεῦσιν ποιότητι δοκιμάζοντες μέλι, καὶ ἐξ ὀλίγης κομιδῇ τῆς γεύσεως δέχονται τοῦ ζητουμένου τὴν αἴσθησιν, οὕτως οἱ εἰς πεῖραν καὶ βραχεῖαν τῶν τοῦ διασώζοντος ἰόντες λόγων, ὅτι χρηστὸς ἐπιγνώσονται, καὶ μαθόντες θαυμάσουσιν. οἱ μὲν οὖν παρὰ τοῖς Ἰουδαίοις συνετώτεροι συναγορεύουσι τῷ Χριστῷ, καὶ ὀρθὴν ἐπ’ αὐτῷ τὴν ψῆφον ἐκφέρουσι, συναινοῦντες ὡς ἀγαθῷ, ἐκεῖνο δὴ πάντως κατὰ τὸ εἰκὸς ἐνθυμούμενοι, ὡς οὐκ ἄν τῳ προσείη δύνασθαι κατορθοῦν, ὧν ἂν ἐργάτης ὁρῷτο Θεὸς, εἰ μὴ Θεὸς κατὰ φύσιν ὑπάρχοι, ἤγουν Θεοῦ μέτοχος, καὶ διὰ τοῦτο ἀγαθὸς, ᾧπερ ἂν πρέποι καὶ τὸ διὰ πάντων εὐδοκιμεῖν, καὶ διὰ τῆς ἄνωθεν δυναμοῦσθαι χάριτος, εἰ καὶ οὐχ οὕτως ἦν ἐν Χριστῷ· αὐτὸς γάρ ἐστιν ὁ Χριστὸς ὁ τῶν δυνάμεων Κύριος· ἀλογωτάταις δὲ λίαν ἐπινήχονται δόξαις, καὶ τῆς ἀληθείας ἀφεστᾶσι μακρὰν, οἱ πλάνον ἀποκαλεῖν οὐκ ὀκνήσαντες τὸν εἰς ἀπλανῆ τῆς δικαιοσύνης κατευθύνοντα τρίβον.
ἀκουέτω τοιγαροῦν ὁ παράφρων Ἰουδαῖος Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρὸν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος. ἐν ἴσῃ γὰρ τάξει τῷ συνειπεῖν φαυλότητι τὸ κατηγορεῖν τοῦ καλοῦ, καὶ τῶν μὲν αἰσχρῶν τὴν εὐλογωτάτην ἀποστῆσαι κατάῤῥησιν, τοῖς δὲ ἐν τῇ τῶν ἀρίστων μοίρᾳ τεταγμένοις μῶμον ἐπιῤῥίπτειν τὸν οὐδαμόθεν αὐτοῖς χρεωστούμενον. προανεφωνεῖτο δὲ καὶ τὰ ἐπὶ ταύταις αὐτῶν ταῖς λοιδορίαις ἐγκλήματα· Οὐαὶ γάρ φησιν αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψευδῆ. «Οὐδεὶς μέντοι ἐν παῤῥησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.» Ἐν τοῖς Ἰουδαίοις ὁ γογγυσμὸς, καὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, οὐδένα δύνασθαί φησιν ἐν παῤῥησίᾳ λαλεῖν.
οὐκοῦν ἐξαιρέτως Ἰουδαίους ὀνομάζει τοὺς τῶν Ἰουδαίων ἐξάρχοντας, οὐκ ἀξιώσας, ὥς γε μοι φαίνεται, πρεσβυτέρους αὐτοὺς, ἢ ἱερέας, ἢ ἕτερόν τι προσειπεῖν τῶν τοιούτων ὁ θεσπέσιος Εὐαγγελιστὴς, ζήλῳ τῷ πρὸς εὐσέβειαν πρὸς τὴν ἐπ’ αὐτοῖς λύπην ἠκονημένος, οὓς δὴ καὶ εἰκότως, ὡς τὸν νοητὸν καταφθείροντας ἀμπελῶνα, καταιτιᾶται λέγων ἐν προφήταις ὁ Θεός Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον, ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας. πῶς γὰρ οὐκ οἰησόμεθα κατεφθάρθαι κατ’ ἀλήθειαν ἀμπελῶνα τὸν δεσποτικὸν ταῖς ἑαυτῶν βδελυρίαις, ὅτε καὶ τὸ συνειπεῖν τῷ ἀγαθῶ καὶ θαυμάσαι μόνον τὸ θαύματος ἄξιον ἐπισφαλὲς ἀπεδείκνυον; φορτικωτέραν δὲ ὅτι τοῖς ἡγουμένοις τῶν Ἰουδαίων τὴν κόλασιν ἀπεργάζεται μετὰ τῶν ἄλλων καὶ τοῦτο, τίνι τῶν εὖ φρονούντων ἀμφίβολον; ἰδοὺ γὰρ ἰδοὺ, δέδιέ τε καὶ καταφρίττει μὲν ἅπας αὐτοὺς ὁ λαὸς, οὐ παιδαγωγεῖται δὲ κατὰ νόμον, ἀλλ’ οὐδὲ ζῆν ἐκδιδάσκεται κατὰ λόγον τὸν πρέποντα, καίτοι καὶ μάλα προθύμως οἷσπερ ἂν ἐπιτάξειαν ὑποκείμενος. ἀπόδειξις γὰρ τῆς εἰς ἄκρον ὑποταγῆς ὁ φόβος·
PG 73:653παρανομεῖν τοιγαροῦν, ἢ τὸ τῷ νομοθέτῃ δοκοῦν περιαθρεῖν εὐγνωμόνως ἠναγκάζετο, καὶ δι’ ὧν οὐδ’ ὅσον ἐπαινέσαι τὸ ἀγαθὸν τολμῶσιν, ἐθελούσιον μὲν οὐδαμῶς, βιαιοτάτην δὲ ὥσπερ, καθ’ ὧν ἂν ἐκεῖνοι βούλωνται, τὴν ἐπὶ φαυλότητι ψῆφον ἐκφέρειν, καὶ τὸν ἐπαίνου καὶ θαύματος ἄξιον, ὡς αἰσχρὸν κατακρίνειν. ὅνπερ οὖν τρόπον ἂν ἄριστά τις ἀνὴρ θαλαττεύειν εἰδὼς, καὶ τοῖς τῆς νεὼς πηδαλίοις προσκαθήμενος, καὶ πειθομένην ἔχων αὐτὴν ἀγάγοι κατὰ πετρῶν, αὐτὸς ἂν ὑπαίτιος νοοῖτο γεγονὼς τοῦ πταίσματος· ἢ ὥσπερ ἂν εἴ τις ἱππηλατεῖν εἰθισμένος, εὐδρομωτάτοις μὲν λίαν ἐποχοῖτο τοῖς πώλοις, εὐπαρακόμιστον δὲ αὐτῶν καὶ τὴν ἐφ’ ὅπερ ἂν βούλοιτο πτῆσιν τοῖς τῶν χαλινῶν ἀνακρούσμασιν ἔχειν δυνάμενος, εἶτα λίθῳ προσαῤῥάξας τοὺς τροχοὺς, οὐ τοῖς πώλοις τοῦ παθεῖν τὴν αἰτίαν εὐλόγως μὲν, μᾶλλον ἑαυτῷ περιθήσει· τὸν αὐτὸν οἶμαι τρόπον οἱ τῶν Ἰουδαίων καθηγηταὶ, οὐχ ὅπως τιμῶντα μόνον, ἀλλὰ καὶ τῷ ὑπὲρ τούτου φόβῳ δουλαγωγούμενον ἔχοντες τὸν λαὸν, ἀπᾳδόντως δὲ τοῖς θείοις προστάγμασι διοικήσαντες, δικαίως ἂν αὐτοὶ τῆς ἁπάντων ἀπωλείας εὐθύνας ἐκτίσειαν.
ὅτι δὲ αὐτοὶ τῆς τῶν λαῶν ἀπωλείας γεγόνασι πρόφασις, μαρτυρήσει λέγων ὁ προφήτης Ἱερεμίας Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν. «Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν.» Ἱεροπρεπὴς τοῦ Σωτῆρος ἡμῶν ἡ διδασκαλία· ποῦ γὰρ δὴ καὶ ἑτέρωθι μᾶλλον ἐχρῆν τὴν θείαν ἀκούεσθαι φωνὴν, εἰ μὴ ἐν τόποις, οἷς τὸ θεῖον ἐνοικεῖν πιστεύηται; πάντα μὲν γὰρ περιέπει Θεὸς, καὶ οὐκ ἂν νοοῖτο τόπῳ περιγραπτὸς, ὅσον δὲ εἰς ἰδίαν φύσιν, παντελῶς τοῖς οὖσιν ἀχώρητος· πρεπωδέστερόν πως χώροις αὐτὸν τοῖς ἁγίοις ἐνοικεῖν ὑποτοπήσομεν, καὶ τὸ δοκοῦν τῇ θείᾳ φύσει ἀκουστὸν ἡμῖν ἐν ἱεροῖς μάλιστα τόποις ἔσεσθαι νομιοῦμεν εὐλογώτατα· ὅπερ δὲ πάλιν ἐν τύπῳ καὶ σκιᾷ τοῖς ἀνωτέρω κατεγράφετο, τοῦτο νῦν εἰς ἀλήθειαν μετασκευάζει Χριστός· φησὶ γὰρ πρὸς Μωυσέα τὸν ἱεροφάντην Θεός Καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν, καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια ἃ ἐὰν δῶ σοι·
καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο Χερουβὶμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ἰσραήλ. ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, μεσούσης ἤδη τῆς ἑορτῆς, καθὰ γέγραπται, ἐν τοῖς ἱεροῖς τε καὶ ἀνακειμένοις τῷ Θεῷ τόποις παρελθὼν ὡς Θεὸς, ἐκεῖ τοῖς ὄχλοις προσλαλεῖ, καίτοι λεληθότως ἀναβεβηκὼς, ὥσπερ οὖν καὶ ἐπὶ τοῦ κατὰ τὴν σκηνὴν ἱλαστηρίου, λεληθότως μὲν ἦν ἡ Θεοῦ κάθοδος, νοουμένη δὲ τότε μόλις, ὅτε τοῦ λαλεῖν ἐνειστήκει καιρός· ἑνὶ δὲ καὶ τότε τῷ μακαρίῳ Μωυσεῖ διελέγετο Θεὸς, ἑτέρῳ μὴ προσλαλῶν· οὕτω καὶ ὁ Χριστὸς, ἓν ἔτι τὸ τῶν Ἰουδαίων ἐπαίδευε γένος, ἑνί τε λαῷ προσδιαλέγεται, κοινὴν οὔπω τοῖς ἔθνεσιν ἁπλώσας τὴν χάριν. εὖ δὲ δὴ λίαν ὁ μακάριος Εὐαγγελιστὴς, οὐχ ἁπλῶς Εἰσῆλθεν, ἀλλ’ ἀνέβη φησὶν εἰς τὸ ἱερόν· ὑψηλὸν γάρ τι χρῆμα καὶ τῆς χαμαιζήλου φαυλότητος πολὺ λίαν ὑπερτεροῦν τὸ εἰς θεῖον εἰσέρχεσθαι παιδευτήριον, καὶ τοῖς ἁγίοις ἐνδιαιτᾶσθαι τόποις· ὁ δὲ τοῦ πράγματος τύπος ἀληθὴς ἐφ’ ἡμῶν.
PG 73:655Χριστὸς γὰρ ἦν ὁ ἁγιάζων τὸ ἱερὸν, καὶ τύπος ἦν τούτου πάλαι Μωυσῆς, τῷ ἐλαίῳ τῷ ἡγιασμένῳ τὴν σκηνὴν καταχρίων καὶ ἁγιάζων αὐτὴν, καθὰ γέγραπται· καίτοι μᾶλλον ἐχρῆν ἁγιάζεσθαι διὰ τῶν ἁγίων τόπων τὸν ἄνθρωπον, ἤπερ ἁγιάζειν αὐτούς· ἀλλ’ οὐδεὶς τῶν ἐν τύπῳ τελουμένων ὁ λόγος διὰ τὴν ἀλήθειαν, ἧς δὴ καὶ χάριν τὰ ἐν σκιαῖς ἀνεπλάττετο· καθάπερ οὖν ἔστιν ἰδεῖν καὶ ἐπὶ τῶν ἁγίων προφητῶν. ὁ μὲν γάρ τις πόρνῃ γυναικὶ καὶ οὐχ ἑκὼν συνοικεῖν ἐκελεύετο, γυμνὸς δὲ βαδίζειν ἕτερος, ἀλλὰ καὶ ἐπὶ πλευρὰν κατακεῖσθαι τὴν δεξιὰν οὐκ ὀλίγον ἡμερῶν ἀριθμόν. ἐπετελεῖτο δὲ ταῦτα διὰ τὰ ἐξ αὐτῶν, καὶ οὐ πάντως δι’ ἑαυτά· οὕτω τοιγαροῦν καὶ ὁ μακάριος Μωυσῆς ἁγιάζειν ἐκελεύετο τὴν σκηνὴν, καίτοι μᾶλλον ἁγιάζεσθαι πρὸς αὐτῆς ὀφείλων, ἵνα Χριστὸς νοοῖτο πάλιν ὡς ἐν αὐτῷ τὸν ἴδιον ἁγιάζων ναὸν, καίτοι μετὰ σαρκὸς Ἰουδαίοις συνδιαιτώμενος, καὶ ἐν αὐτῷ τοῖς ὄχλοις προσλαλῶν, ὥσπερ οὖν ἐκ τοῦ ἱλαστηρίου πάλαι ὁ Θεός. «Ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς;» Οὐκ ἀπηχὲς τῶν Ἰουδαίων τὸ θαῦμα, κεκομψευσμένος δέ πως ἐστὶν ὁ ἐπὶ τούτῳ λόγος·
ἦν γὰρ δὴ καὶ εἰκὸς καταπλήττεσθαι βλέποντας καὶ λόγῳ καὶ γνώσει διαπρέποντα ξένως, τὸν ὅτῳ πλουτεῖν ἐκ μαθημάτων οὐκ ἦν. δεκτικὸς μὲν γὰρ σοφίας ὁ ἀνθρώπινος νοῦς, καὶ εἰ μήπω τις ὁρῷτο σοφὸς, ἐπιτηδειοτάτη δὲ λίαν ἡ φύσις πρὸς ἀνάληψιν συνέσεώς τε καὶ ἐπιστήμης τῆς ἐπί τισιν. ἀλλ’ ἐν τοῖς οὐ σφόδρα περὶ τὰς ἐν λόγοις ἔχουσι τριβὰς συμμεμυκὸς τρόπον τινὰ καὶ κατηυνασμένον ἐστὶ τὸ ἐν τῇ φύσει χρήσιμον· ἐν δὲ τοῖς εἰωθόσι καὶ διὰ τοιούτων ἔρχεσθαι πόνων, καὶ γυμνάσμασι τοῖς διὰ λόγων ἐντρυφᾶν, λαμπρόν τε λίαν ἐστὶ, καὶ εἰς νῆψιν ἕτοιμον ἀγαθὴν, λόγων δὲ καὶ σοφῶν εὑρημάτων παράθεσιν οὐ μετρίαν ἔχον εὑρίσκεται. καταπλήττονται τοιγαροῦν οἱ Ἰουδαῖοι, προσέχοντες οὔπω μὲν ὡς Θεῷ κατὰ φύσιν, ἔτι δὲ ὡς ἀνθρώπῳ ψιλῷ τῷ Σωτῆρι Χριστῷ, καὶ ὅτι πλουτεῖ καὶ ἐν σοφίᾳ θαυμάζουσι, τὴν τούτου πρόξενον μάλιστα, τὴν ἐν τοῖς ἀναγνώσμασι γυμνασίαν, οὐκ ἔχων, διὰ τὸ ἀδιδάκτως εἰδέναι γράμματα. οὐκοῦν ἀνοίας Ἰουδαϊκῆς καὶ τοῦτο μετὰ τῶν ἄλλων τὸ κατηγόρημα·
PG 73:657ἢ γὰρ ἂν οὐδὲν αὐτοῖς ἐδόκει παράδοξον τὸ μὴ δεῖσθαι γραμμάτων τὴν ἁπάντων τεχνῖτιν σοφίαν, τουτέστι, τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον, ὃς ἦν ἐν αὐτοῖς ἐν ἀνθρώπου διαλανθάνων σχήματι. Ἐπιτηρητέον δὲ πάλιν ἐκεῖνο χρησίμως. ζητοῦντες μὲν γὰρ τὸν Ἰησοῦν ἐν τοῖς ἀνωτέρω λέγουσι Ποῦ ἐστιν ἐκεῖνος; ὡς ἐκ μόνων εἰδότες αὐτὸν τῶν θαυμάτων· τίς δὲ ἀκριβῶς, ἢ τίνος, ἢ πόθεν οὔπω σαφῶς ἐπιστάμενοι· ἐν δὲ τούτοις οὐχ ὅπως ἠγνοηκότες τι τῶν κατ’ αὐτὸν, ἀλλ’ ὡς πάντα σαφῶς ἐπιστάμενοι, λέγουσιν, ὅτι καὶ οἶδε γράμματα μὴ μεμαθηκώς. οὐκοῦν ἡ ἐπ’ αὐτόν τε ζήτησις παρὰ τῶν ἀγελαίων ἀσημοτέρα, καὶ παρὰ τῶν οὐκ εἰδότων αὐτὸν ἀκριβῶς, τό Ποῦ ἐστιν ἐκεῖνος ἀνεφωνεῖτο καταφρονητικῶς· παρὰ δὲ τῶν εἰδότων, τὸ ἕτερον. ἀγριωτέραν οὖν ἄρα τῶν ἐν ἀγνοίαις οἱ μὴ ἀγνοοῦντες ἀποτίσουσι δίκην· τοῖς μὲν γὰρ τὸ μὴ εἰδέναι παραίτησις, τοῖς δὲ τὸ εἰδέναι κατάκριμα. διὰ τοῦτο καὶ κρεῖττον εἶναι λέγεταί τισι τὸ μὴ ἐπιγνῶναι τὴν ὁδὸν τῆς ἀληθείας· ἐν γὰρ τῷ εἰδέναι μείζων ἡ κόλασις, ὅτι φιλήδονοι μᾶλλον ἢ φιλόθεοι. ὁ μὲν οὖν Ἰησοῦς, κατὰ τὴν τῶν Ἰουδαίων ἐπαπόρησιν, ᾔδει γράμματα μὴ μεμαθηκώς·
ἐπαιδεύθη δὲ Μωυσῆς, καθὰ γέγραπται, πάσῃ τῇ τῶν Αἰγυπτίων σοφίᾳ, ἀλλ’ ὡς οὐδὲν ὅλως εἰδὼς, καίτοι λίαν ὢν ἐν ἐκείνοις σοφὸς, τοῖς θεόθεν λόγοις εἰς ἀμείνονα γνῶσιν ἐπαιδεύετο, ἐλεγχομένης ὡς ἀδρανοῦς δηλονότι τῆς τοῦ κόσμου σοφίας, διὰ τῆς θειοτέρας καὶ κρείττονος, καθ’ ἣν ἤτοι δι’ ἧς τὰ ἐπὶ Χριστῷ μυσταγωγούμεθα, τὴν ἄνωθεν ὄντως καὶ παρὰ Θεοῦ κομιζόμεθα σύνεσιν. Χριστὸς οὖν ἄρα τὸ ἐν πᾶσι τελείως ἀγαθὸν, ἓν δὲ τῶν πάντων καὶ ἡ σοφία καὶ ἡ σύνεσις, ἐφ’ ᾗ τὸ λαμπρὸν οὐ διδακτῶς, ἀλλ’ ἔμφυτον ἔχων νοεῖται. καὶ γοῦν ὁ προφήτης που περὶ αὐτοῦ φησιν Ἡσαί̈ας Ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον καλὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. καὶ οὐ δήπου νομιοῦμεν ἀφραίνοντες, ὡς ἐν διακρίσει λογισμῶν, ἤτοι κατὰ τὴν τοῦ βελτίονος αἵρεσιν τὸ μὲν φαῦλον ἀποτρέπεσθαι τὸ δὴ θεῖόν τε καὶ οὐράνιον γέννημα, προσίεσθαι δὲ μᾶλλον τὸ ἀγαθόν· ἀλλ’ ὥσπερ ἂν εἴ τις λέγοι περὶ τοῦ πυρὸς, ὅτι ἀπειθεῖ τῷ ψυχρῷ, τὸ εἶναι ψυχρῶν οὐ καταδεχόμενον, οὐχ αἵρεσιν ἐν αὐτῷ τὴν ἐκ θελημάτων σημαίνει, φύσεως δὲ μᾶλλον ἑδραιοτάτην εἰς τὸ ἴδιον στάσιν· οὕτω καὶ ἐπὶ Χριστοῦ.
φυσικὰ γὰρ ἐν Θεῷ πάντα τὰ ἀγαθὰ, καὶ οὐκ ἔξωθεν ἐπεισκρίνεται· οὕτω δὲ ἦν ἐν αὐτῷ καὶ ἡ σοφία, μᾶλλον δὲ αὐτὸς ἦν ἡ πηγὴ κυρίως τε καὶ ἰδικῶς σοφία, δι’ ἧς τὰ ἐν μεθέξει σοφὰ κατὰ μέρος, οὐράνιά τε καὶ ἐπίγεια λογικὰ κτίσματα. «Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με.» Ἀληθὲς ὄντως ὑπάρχον τὸ ὑπό του τῶν σοφῶν ἀναγεγραμμένον εὑρήσομεν Ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ οὖς ἀκροάσεως ἐπακροᾶται τὰ πάντα. πρὸς δέ γε τοὺς οἰομένους ἀνοήτως κομιδῆ, μᾶλλον δὲ ἤδη καὶ δυσσεβῶς, ὅτι φθεγξάμενοί τι τὸν θεῖον διαλήσονται νοῦν, ὁ θεσπέσιος ψαλμῳδός που φησί Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε· ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; πῶς γὰρ ὅλως ἂν ἐνδέχοιτο μὴ οὐχὶ πάντως ἀκροάσασθαι τὰ πάντα, τὸν τοῖς δι’ αὐτοῦ γενομένοις καὶ τὴν διὰ τῆς ἀκοῆς αἴσθησιν ἐμφυτεύσαντα; βλέπε τοιγαροῦν κἀν τούτῳ πάλιν Θεὸν ὄντα κατὰ φύσιν τὸν Κύριον. τὸ γὰρ ὡς ἐν ὄχλῳ λάθρα διαψιθυρισθὲν παρὰ τῶν Ἰουδαίων οὐκ ἀγνοεῖ· δέχεται δὲ ὥσπερ ἐν ὠσὶ θεοπρεπῶς, κἂν διὰ τὸν φόβον τῶν ἡγουμένων μηδὲν ἐν παῤῥησίᾳ λαλῶσι περὶ αὐτοῦ.
PG 73:659ἐπειδὴ δὲ ἅπαξ τεθαυμάκασί τινες τῶν συνδεδραμηκότων ἐν τῷ ἱερῷ καὶ διελογίζοντο κατὰ τὸ εἰκὸς, ἢ καὶ ἀλλήλοις προσελάλουν ἠρέμα Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; ἀναγκαίως δὴ πάλιν ἴσον ἑαυτὸν ἀναδείκνυσι τῷ Θεῷ καὶ Πατρὶ, τῷ μαθόντι μὲν τὸ παράπαν οὐδὲν, ἔχοντι δὲ τῶν ὅλων τὴν γνῶσιν φυσικῶς τε καὶ ἀδιδάκτως, διὰ τὸ παντὸς ὑπερκεῖσθαι νοῦ καὶ πᾶσαν τὴν ἐν τοῖς οὖσιν ὑπερανίπτασθαι φρόνησιν. ἦν μὲν οὖν καὶ ἐξ ἑτέρων τοῦτο δεικνύειν πραγμάτων, καὶ πληροφορεῖν τοὺς ἀκροωμένους, ὡς ὅσα περ ἔνεστι τῷ γεγεννηκότι, ταῦτα καὶ αὐτῷ προσόντα φαίνεται, διὰ ταυτότητα φυσικήν. ὅπερ ἐποίει καὶ ἐν ἑτέροις ἀπὸ τοῦ δύνασθαι ταὐτὰ, καὶ ἀπαράλλακτον ἔχειν τὴν ἐφ’ ἅπασιν ἐνέργειαν πρὸς τὸ ἴσον εἰκότως ἀναβαίνων ἀξίωμα Ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, φησὶ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ, καὶ πάλιν Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Ἀλλ’ ἦν πως ἐν τούτοις ἐπικαιρότατόν τε καὶ πρεπωδέστατον, ἐξ ὧν ἔδει μάλιστα ποιεῖσθαι τὴν ἀπόδειξιν. συνέσεως γὰρ πέρι καὶ φιλομαθίας τῆς δίχα γραμμάτων ὁ λόγος ἦν τοῖς ἐκεῖνα διενθυμουμένοις.
ἑαυτῷ τοιγαροῦν τοῦτο δεικνύειν ἐνυπάρχον ἐχρῆν, καθάπερ ἀμέλει καὶ τῷ Πατρί. τίς οὖν ὁ τῆς ἀποδείξεως τρόπος; ἀπὸ τοῦ τὴν ἴσην ἔχειν ἐκείνῳ σοφίαν, εἰ καὶ ὅτι μάλιστα κατὰ τὸν ἀληθῆ τε καὶ σώφρονα λογισμὸν, αὐτός ἐστιν ἡ σοφία καὶ ἐκ Θεοῦ Πατρὸς, ᾧ καὶ κατὰ πάντα προσεοικὼς ταυτὰ διδάσκειν ἐκείνῳ φησὶ, κατ’ οὐδένα τρόπον ἐξηλλαγμένως. ἢ γὰρ διὰ τὸ εἰς ἄκρον ἐξωμοιῶσθαι τῇ τοῦ Πατρὸς διδαχῇ τὴν ἑαυτοῦ, ταύτην εἶναι τὴν ἐκείνου φησὶν, ἢ διὰ τὸ αὐτὸν εἶναι τὴν σοφίαν τοῦ Πατρὸς, δι’ ἧς τὰ πάντα λαλεῖ καὶ νομοθετεῖ, αὐτοῦ καὶ τὴν διδαχὴν εἶναι φησίν· ὁμοῦ δέ τι πρὸς τούτῳ καὶ ἕτερον οἰκονομεῖ, πρὸς δὲ τὴν τῶν παιδευομένων σωτηρίαν οὐ μετρίως λυσιτελοῦν. ἐπειδὴ γὰρ ἄνθρωπον ὁρῶντες, διὰ τὴν ἀπὸ γῆς σάρκα οὐκ ἐδέχοντο τὸν λόγον ὡς παρὰ Θεοῦ, πιθανὴν δέ τινα διὰ τοῦτο νοσεῖν ἐδόκουν τὴν ἀπείθειαν, ἀνατίθησι χρησίμως τῷ Θεῷ καὶ Πατρὶ τὴν διδασκάλιαν, ὁμοῦ καὶ πρᾶγμα λέγων ἀληθὲς, καὶ φόβῳ τοῦ θεομάχους εἶναι δοκεῖν ἀντιτείνοντας ἔτι τοῖς ἄνωθεν ὁρισμοῖς, καταδέχεσθαι πείθων τὰ λεγόμενα.
PG 73:661Ἰστέον δὲ ὅτι διὰ τοῦ πάλιν ἀπεστάλθαι λέγειν, οὐκ ἐν δευτέροις τῆς τοῦ Πατρὸς ἀξίας ἑαυτὸν ὄντα δεικνύει· οὐ γὰρ δουλοπρεπῆ νοητέον τὴν ἀποστολὴν, εἰ καὶ ὅτι μάλιστα τὴν τοῦ δούλου μορφὴν ἠμφιεσμένος, ἀνεγκλήτως ἂν λέγοι καὶ ταῦτα περὶ ἑαυτοῦ. ἀπεστάλη δὲ οὕτως ὡς λόγος ἐκ νοῦ, ὡς ἀπαύγασμα τὸ ἡλιακὸν ἐξ αὐτοῦ. ταῦτα γάρ πως ἐστὶ τῶν ἐν οἷς εἰσιν ἐκφαντικὰ, διὰ τοῦ προκύπτειν ἐπὶ τὸ ἔξω δοκεῖν, πλὴν τοῖς ἀφ’ ὧν εἰσιν ἐνυπάρχοντα φυσικῶς καὶ ἀδιαστάτως. οὐ γὰρ ἐπειδήπερ ἐξεδόθη λόγος ἐκ νοῦ, καὶ ἀπαύγασμα τυχὸν ἐξ ἡλίου, διὰ τοῦτο χρὴ πάντως οἴεσθαι τῶν ἐκβεβηκότων ὑπάρχειν ἔρημα τὰ γεννήσαντα, μᾶλλον δὲ κἀκεῖνα ἐν τούτοις, καὶ ταῦτα δὲ ἐν ἐκείνοις ἐνυπάρχοντα πάλιν ὀψόμεθα. ἄλογος γὰρ οὐκ ἔσται ποτὲ νοῦς, ἀλλ’ οὐδὲ λόγος οὐκ ἔχων τὸν ἐν αὐτῷ μορφωθέντα νοῦν. ἀναλόγως δὲ τούτῳ καὶ τὸ ἕτερον ἐκληψόμεθα. «Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ.» Ἀζητήτως μὲν ἔδει καὶ παντὸς ἐνδοιασμοῦ δίχα τοὺς τῆς ἀληθείας παραδέξασθαι λόγους, καὶ τὸ ἅπαξ εἰρημένον, μὴ ἑτέρως ἔχειν δύνασθαι πιστεύειν, ἢ ὥσπερ ἂν εἶναι διωρίσατο.
πλὴν οὐκ ἀναπόδεικτον ἐᾷ διὰ τοὺς ἀπειθοῦντας τὸ λεγόμενον, ἐναργεστάτην δὲ αὐτῷ καὶ σαφῆ λίαν ἐπάγει τὴν λύσιν, τέχνῃ πολλῇ κεράσας τοῦ λόγου τὸ σχῆμα. καὶ τίς ἡ τέχνη, τίς δὲ τῆς οἰκονομίας ὁ λόγος, ἐροῦμεν πάλιν. ἐζήτουν αὐτὸν ἀποκτεῖναι διὰ τὸν πάρετον, τὸν ἐν τῷ σαββάτῳ θεραπευθέντα φημί. ὁμοῦ τοιγαροῦν ἠρέμα καὶ ὑποπλήττει διανοουμένους ἤδη κατ’ αὐτοῦ τὸ δεινὸν, καὶ τὴν ἐπ’ αὐτῷ μιαιφονίαν ὠδίνοντας διελέγχει σαφῶς, ὡς ἐπιθυμεῖν ἑλομένους πληροῦσθαι τὸ αὐτοῖς μᾶλλον ἤπερ τὸ τῷ νομοθέτῃ δοκοῦν. εἴσεσθε γὰρ τότε δὴ μάλιστα, φησὶ, τὴν παρ’ ἐμοῦ διδαχὴν, ὅτι τοῦ Θεοῦ καὶ Πατρός ἐστιν, ἐπὰν βούλοισθε τοῖς ἐκείνου μᾶλλον ἤπερ τοῖς οἰκείοις ἀκολουθῆσαι θελήμασι. θέλημα δὲ τοῦ νομοθέτου καὶ Θεοῦ, τὸ μιαιφονίας ἐξίστασθαι παντελῶς. τότε γὰρ τότε, φησὶν, οὐκ ἀδίκῳ μίσει προκατειλημμένοι, οὐδὲ τρόπῳ θηριοπρεπεῖ πρὸς οὐκ εὐκαίρους ὀργὰς ἐξωθούμενοι, διαγνώσεσθε σαφῶς, πότερον ἐκ Θεοῦ ἐστιν ὁ τῆς ἐμῆς διδαχῆς λόγος, ἢ ἀπ’ ἐμαυτοῦ λαλῶ.
οὐκοῦν τῷ χρησίμῳ συναναπλέξας τὸν ἔλεγχον, καταιτιᾶται δικαίως, ὡς οὐκ εὐλόγως ἐπισκώπτοντας οἷσπερ ἂν φαίη διδάσκων, συνευδοκοῦντος αὐτῷ καὶ συνεθέλοντος τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ καὶ ὅπερ ἐστὶν ἀληθὲς, συνδιδάσκοντός τε καὶ συνεξηγουμένου. τίθησι δὲ τό Ἀπ’ ἐμαυτοῦ, ἀντὶ τοῦ ἰδιαζόντως, καὶ ἀποκεκομμένως κατὰ τὸ παντελὲς τοῦ κατὰ τὴν συνεθέλησιν καὶ ταυτοβουλίαν τοῦ Πατρός. καὶ οὐ δήπου τις οἰήσεται, τὰ εἰκότα φρονῶν, τῶν οἰκείων ῥημάτων αὐτὸν ὡς κιβδήλων κατηγορεῖν, ἀλλ’ ὡς ἑτέρως οὐκ ἂν ἐσομένων πώποτε, εἰ μὴ κατὰ θέλησιν τοῦ Θεοῦ καὶ Πατρὸς, τὰ τοιαῦτά φησι. λαλεῖ γὰρ ὡς διὰ Λόγου καὶ σοφίας ἰδίας τοῦ ἰδίου γεννήματος· λαλεῖ δὲ πάντως οὐκ ἀπᾳδόντως ἑαυτῷ· πῶς γὰρ ἐνδέχεται; «Ὁ ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ.» Σημεῖον τοῦτο τίθησιν ἐναργὲς τοῦ μὴ παντελῶς ἑαυτῷ τὴν ἐκ τοῦ διδάσκειν πραγματεύεσθαι δόξαν, τὸ μὴ ξένοις τισὶ καὶ ἀλλοτρίοις τοῦ νόμου προσχρῆσθαι λόγοις· τοῦτο γὰρ ἦν τὸ λαλεῖν ἀφ’ ἑαυτοῦ·
PG 73:663καταπείθεσθαι δὲ μᾶλλον τοῖς ἤδη προτεθεσπισμένοις συμβουλεύειν αὐτοῖς, μόνην τοῦ γράμματος τὴν ἀνωφελῆ καὶ παχεῖαν ἀφιστῶντα σκιὰν, μετασκευάζοντά τε πιθανῶς εἰς πνευματικὴν θεωρίαν τὰ ἐν τύποις ἔτι λανθάνοντα· ὅπερ οὖν καὶ ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ φησίν Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. τοῦτο πάλιν ἐνθάδε πλαγίως ὑποδηλοῖ· μόνην ἔχει τοῦ γράμματος μεταμόρφωσιν εἰς ἀλήθειαν ἡ εὐαγγελικὴ πολιτεία, καὶ Μωυσαϊκόν τι μετασκευάσας τύπον ἐπὶ τὸ πρεπωδέστερον, ἔχει τῆς ἐν πνεύματι λατρείας τὴν εἴδησιν. λαλεῖ τοιγαροῦν καὶ οὐκ ἀφ’ ἑαυτοῦ Χριστός· τουτέστι, ξένον οὐδὲν τῶν ἤδη προδιηγγελμένων. οὐ γὰρ ἀποπέμπεται Μωυσέα, οὐδὲ τὴν ἐν νόμῳ παραιτεῖσθαι διδάσκει παίδευσιν, ἀλλὰ τοῖς ἐν τύπῳ σκιαγραφουμένοις, καθάπερ τι χρῶμα περιφανέστερον, ἐπαλείφειν τὴν ἀλήθειαν. εὐμεταχειρίστως δὲ σφόδρα τὰς τῶν Ἰουδαίων εὐνοίας ἐξωνούμενος, ἀνατίθησι τῷ Θεῷ τε καὶ Πατρὶ τιμήν τε καὶ δόξαν.
ἐπειδὴ γὰρ οὐκ εἰδότες Ἰουδαῖοι τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, παρὰ μόνου τοῦ Πατρὸς ᾤοντο δεδόσθαι τὸν νόμον, εἰκότως αὐτὸν καὶ δοξάζεσθαι μὲν σωζομένου τοῦ νόμου διισχυρίζετο, καὶ τὸ ἐναντίον ὑπομένειν, εἰ μὴ φυλάττοιτο κατὰ λόγον. ἀλλ’ εἰ καὶ τῆς δόξης τοῦ Πατρὸς κοινωνός ἐστιν ὁ Υἱὸς, καὶ δι’ αὐτοῦ πρὸς Μωυσέα λελάληκεν ὁ Θεὸς καὶ Πατὴρ, ὅμως ταῖς ἐκείνων ὑπονοίαις οἰκονομικῶς συναινεῖ· ἐν δὲ τῷ μηδὲν ἀφ’ ἑαυτοῦ λαλεῖν, ὃ μὴ τῷ νόμῳ δοκεῖ, οὐ πάντως τὴν ἰδίαν ἐπείγεσθαι δόξαν οἰκοδομεῖν ὁμολογεῖ, ἀλλὰ τὴν τῷ νόμῳ χρεωστουμένην. Πρὸς δέ γε τούτῳ, κἀκεῖνο θεωρητέον. πλαγίως γὰρ ἔτι καὶ ἐπεσκιασμένως ὑποπλήττει τοὺς Ἰουδαίους, περιπίπτοντας μὲν οἷς ἐγκαλοῦσιν ἀμαθῶς, ἑαυτοῖς δὲ μᾶλλον, ἤπερ τῷ πάντων δεσπότῃ Θεῷ τὴν δόξαν ἁρπάζειν κατειθισμένους, καὶ ὅπως, ἐρῶ. ἀποκλίνοντες γὰρ τῶν τοῦ νόμου διαταγμάτων, ἐπὶ τὸ δοκοῦν ἕκαστοι κατεφέροντο, διδάσκοντες, καθὰ γέγραπται, διδασκαλίας ἐντάλματα ἀνθρώπων.
ἐπὶ τούτῳ πάλιν εὐφυῶς παρανομοῦντας ἐλέγχει Χριστὸς, καὶ εἰς αὐτὸν πλημμελοῦντας τὸν νομοθέτην, δι’ ὧν οὐ τοῖς ἐκείνου διαζῆν ὁρισμοῖς, προσκεῖσθαι δὲ μᾶλλον ταῖς παρ’ αὐτῶν διδασκαλίαις τοὺς ἀκροωμένους ἀνέπειθον. οὐκοῦν, κἂν ἀδιορίστως ἔτι καὶ ἀπολελυμένως λέγῃ Χριστός Ὁ ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, τῆς τῶν Φαρισαίων ἀπονοίας ἐλέγχει τὴν νόσον, ὡς διὰ τοῦ μᾶλλον τὰ οἰκεῖα βούλεσθαι λαλεῖν τὴν τοῦ νομοθέτου κλέπτοντας δόξαν, καὶ περιπλανῶντας εἰς ἑαυτοὺς τὰ τῷ Θεῷ χρεωστούμενα, ἀφυλάκτως τε διὰ τοῦτο λοιπὸν καὶ φονεύειν αὐτὸν ἤδη βουλεύεσθαι. διὰ γάρ τοι τοῦτο μάλιστα παρανομοῦντας ἐλέγχει, πρόφασιν τοῦ λόγου ποιησάμενος οἰκονομικῶς, τὸ τηρεῖν ἐπείγεσθαι τὸν νόμον, διά τε τούτου τιμᾶν τὸν Θεὸν καὶ Πατέρα. ὁ δὲ ζητῶν φησιν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. ὡς τοῦ μὴ ζητοῦντος τὸ τοῦ Θεοῦ μᾶλλον, ἀλλὰ τὸ οἰκεῖον, οὔτε ὄντος ἀληθοῦς, ἀλλὰ καὶ λίαν ἀδικωτάτου· οὐκ ἔστι μὲν γὰρ ἀληθὴς, ὡς συκοφαντῶν τὸν νόμον καὶ τὸ οἰκεῖον θέλημα παρεισφέρων αὐτῷ·
PG 73:665ἀδικώτατος δὲ, ὡς τὸ τοῦ νομοθέτου δίκαιον κρῖμα παρωσάμενος, καὶ ἐν ἀμείνοσι τῶν δεσποτικῶν τὰ οἰκεῖα τιθείς. δίκαιος οὖν ἄρα καὶ ἀληθὴς ὁ Χριστὸς, οὐδενὶ τῶν εἰρημένων ὑποπίπτων ἐγκλήματι. «Οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον· τί με ζητεῖτε ἀποκτεῖναι;» Διὰ πολλῶν εὑρημάτων ἐφ’ ἕνα συντρέχει σκοπὸν τοῦ Σωτῆρος ὁ λόγος. πλαγίως μὲν γὰρ ἐν τοῖς προλαβοῦσιν ὑπελέγξας τοὺς Φαρισαίους, ὡς προσῆκεν, οἰομένους, οὐχὶ τοῖς θεόθεν διατεταγμένοις καταπείθεσθαι δεῖν, ἀλλὰ γνώμας εἰσηγεῖσθαι τὰς ἑαυτῶν, θηρᾶσθαι δὲ μᾶλλον ἐπείγεσθαι τὴν παρὰ τῶν ὑπηκόων τιμὴν, καὶ οὐ τῷ πάντων ἀνατιθέντας Δεσπότῃ, ἀλλ’ εἰς τὸ σφῶν αὐτῶν περιέλκοντας πρόσωπον, ὡς ἐντεῦθεν ἤδη καὶ παρανομεῖν ἀποτολμᾶν εὐπετέστερον, ἑτέρῳ πάλιν καὶ δριμυτάτῳ χρησάμενος τρόπῳ, γυμνὸν αὐτοῖς ἤδη καὶ ἀκατακάλυπτον ἐξαρτύει τὸν ἔλεγχον. ἐπὶ γὰρ τῇ τοῦ σαββάτου λύσει κρινόμενος, καὶ παρανομίας ἀδικωτάτην ὑπομένων ἐπ’ αὐτῷ τὴν γραφὴν, οὐ καθ’ ἕνα λοιπὸν πλημμελοῦντας εἰς τὸν νόμον, ἀλλ’ ἤδη σύμπαν τὸ τῶν Ἰουδαίων ἔθνος παρ’ οὐδὲν ὅτι πεποίηται τὰ Μωυσέως διήλεγξε.
λέγετε γάρ μοι, φησὶν, οἱ τὸν ἐλεεῖν ἐν σαββάτῳ προθυμούμενον κατακρίνοντες, οἱ βδελυρωτάτην τὴν ἐπὶ τοῖς εὖ ποιοῦσιν ὁρίζοντες ψῆφον, καὶ τῶν οἰκτιρμόνων ἀνέδην καταδικάζοντες, ἆρ’ οὐχὶ διὰ Μωυσέως ὑμῖν, ὃν ἀεὶ θαυμάζετε, τὸ ἐπὶ τῷ μὴ χρῆναι μιαιφονεῖν δέδοται πρόσταγμα; οὐκ ἠκούσατε λέγοντος Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς; τί τοιγαροῦν καὶ τὸν ἑαυτῶν λυπεῖτε Μωυσέα, προχείρως οὕτω τὸν ὁρισθέντα δι’ αὐτοῦ παραβαίνοντες νόμον; ἔλεγχος δὲ τούτου καὶ ἀπόδειξις ἐναργὴς, τὸ τὸν μηδὲν ἡμαρτηκότα διώκειν ἐμὲ, καὶ ἀναιρεῖν ἀδίκως ἐπείγεσθαι τὸν οὐδαμόθεν, ὅτι πρέποι τοῦτο παθεῖν αὐτὸ, κατηγορεῖσθαι δυνάμενον. Οὐκοῦν ἐν ἤθει πολλῷ τοῦ Σωτῆρος ὁ λόγος, καὶ πληκτικώτατα μὲν ἐν τούτοις ταῖς τῶν Ἰουδαίων ἀπονοίαις ἐπιπηδᾷ, κατολισθαίνοντας δὲ ὥσπερ ἀχαλίνοις ὁρμαῖς ἐπὶ τὸ καταδικάζειν αὐτοῦ διὰ τὴν τοῦ σαββάτου παράβασιν, παρανομοῦντας ἐπιδεικνύει καὶ μιαιφονεῖν ἑλομένους, διά τε τοῦτο καὶ μόνον, εἰς ἁμαρτίαν τὴν ἁπασῶν καταπίπτειν χείρονα.
μόνον δὲ οὐχὶ καὶ βοᾷ Πικρᾷ καὶ ἀνουθετήτῳ περιπεσόντα νόσῳ, καὶ ἀφορήτῳ λοιπὸν ἀῤῥωστίᾳ δαπανώμενον τεθεράπευκα τὸν παράλυτον, ἐν ἡμέρᾳ σαββάτου· ἀλλ’ εὖ ποιήσας, ὡς ἐφ’ ἅπασι τοῖς αἰσχίστοις ἁλοὺς κατακρίνομαι, καὶ φόνον διὰ τοῦτο τῆς ἐμῆς καθορίζετε κεφαλῆς. ποῖος οὖν ἄρα, φησὶ, τιμωρίας ὑμῖν εὑρεθήσεται τρόπος τῶν τολμημάτων ἐπάξιος; ἰδοὺ γὰρ παραβαίνετε μὲν καὶ αὐτοὶ τὸν νόμον· ὁ δὲ τῆς παραβάσεως λόγος, οὐ τοῖς ἐμοῖς ἐγκλήμασι παραπλήσιος· οὐ γὰρ εὖ ποιοῦντες, ὥσπερ κἀγὼ, τοῦτο δρᾶν ἀναπείθεσθε, ἀλλ’ εἰς φόνον ὁρῶντες, τὸν ἁπάσης πλημμελείας χείρονα. ποῦ τοιγαροῦν ἐν τούτοις ὑμῖν ὁ Μωυσῆς, δι’ ὃν ἐγὼ, καίτοι διασώζων, κρίνομαι; οὐκ αὐτὸς ὑμῖν τὸν ἐπὶ τούτῳ νόμον ὡρίσατο; μὴ ἄρα δὴ πάλιν, ὡς ἐμὸν πατήσαντες λόγον, παρ’ οὐδὲν ποιεῖσθε τὴν παράβασιν φονῶντες ἀδίκως; τοιαῦτα μὲν οὖν πρὸς τοὺς ἀνοσίους Φαρισαίους εἰκότως ἂν λέγοι Χριστός·
PG 73:667ἀφίστησι δὲ πρὸς τὸ παρὸν τοῦ οἰκείου προσώπου τὸν νόμον, καίτοι νομοθέτης ὑπάρχων αὐτὸς, μόνῳ δὲ ὥσπερ αὐτὸν ἀνατίθησι τῷ Πατρὶ, δι’ ἐκείνου δὴ μάλιστα δυσωπῶν ἀναισχυντοῦντας τοὺς Ἰουδαίους, ὃς εἶναι καὶ μείζων αὐτοῦ παρ’ ἐκείνοις ὑπείληπτο. καὶ γὰρ, ὡς πολλάκις εἰρήκαμεν, οὔπω κατὰ φύσιν ὄντα Θεὸν ἐπεγίνωσκον, ἀλλ’ οὐδὲ τῆς μετὰ σαρκὸς οἰκονομίας ᾔδεσάν πω τὸ βαθὺ μυστήριον, τὴν Μωυσέως δὲ μᾶλλον ἐθαύμαζον δόξαν. «Ἀπεκρίθη ὁ ὄχλος Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς.» Αἰσθάνονται τῶν ἐγκλημάτων, καὶ πικροῖς ἤδη τοῖς ἐντεῦθεν βαλλόμενοι λόγοις, χωροῦσι πρὸς ἄρνησιν, οὐκ αὐτοκυρίως τὸ μιαιφονεῖν παραιτούμενοι, μόνον δὲ τὸ δοκεῖν παραλύειν τὸν νόμον περισπουδάστως ἀποκρουόμενοι· ἐν μόνῃ γὰρ τῇ οἰήσει τῶν Φαρισαίων τὸ καύχημα. διὸ δὴ καὶ τάφους αὐτοὺς κεκονιαμένους ἀπεκάλει Χριστὸς, ἔξωθεν μὲν περικειμένους τῆς ἐκ τεχνῶν ἐπινοίας τὴν ὡραιότητα, γέμοντας δὲ κατὰ τὸ ἔσω τῆς νεκρῶν ἀκαθαρσίας.
οἶμαι δὲ ὅτι καὶ τὸν ἐπὶ τῷ προσδοκῆσαί τι παθεῖν ἀφιστῶντες φόβον τὰ τοιαῦτά φασιν, οὐ τὸ θαρσεῖν ἀληθῶς ὡς οὐ πείσεται διδόντες αὐτῷ, ἀλλ’ εἰς ἐπικίνδυνον ἐξέλκοντες παῤῥησίαν, καὶ τὸ μὴ ἐπείγεσθαι διαλανθάνειν αὐτοὺς ἀναπείθειν οἰόμενοι. τότε γὰρ ἦν δύνασθαι χαλεπὸν οὐδὲν ἐπιβουλεύειν αὐτῷ, κατά γε τὴν οὖσαν ἐν ἐκείνοις ὑπόνοιαν· ᾤοντο γὰρ ἀμαθῶς οὐκ εἰδότες τὸν διωκόμενον, ὅτι ταῖς παρ’ αὐτῶν δυστροπίαις ὑποκείσεται, κἂν μὴ βούληται παθεῖν, ἁλώσεται δὲ καθ’ ἕνα τῶν οὐκ εἰδότων τὸν ἐν ταῖς διανοίαις αὐτῶν διαλανθάνοντα λογισμόν. καρπὸς τοιγαροῦν δυστροπίας ἡ ἄρνησις, καὶ δυσσεβείας τῆς εἰς Χριστὸν ἕτερος τρόπος· δι’ ὧν γὰρ ἐπιχειροῦσιν, ὡς οὐκ ὂν ἀληθὲς ἀποκρούεσθαι τὸ παρ’ αὐτοῦ λελεγμένον, ὡς ψευσάμενον κατακρίνουσι, προστιθέντες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καθὰ γέγραπται. «Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε;» Ἀναγνωσόμεθα μὲν τὸ προκείμενον, ὡς ἐν ἐρωτήσει, καθ’ ὑποστιγμὴν καὶ τελείαν. πλὴν τὴν ἐν τῷ λόγῳ τέχνην οὐκ ἀγνοήσομεν, σοφωτάτην ἐν ἑαυτῷ τὴν οἰκονομίαν ὠδίνοντι.
ἐπιτήρει γὰρ ὅπως τὴν ἐπὶ τῷ παρειμένῳ γεγενημένην φιλανθρωπίαν τοῖς Ἰουδαίοις ἐξηγούμενος, οὐκ ἀφυλάκτως φησί Τεθεράπευκα τὸν ἄνθρωπον ἐν σαββάτῳ, καὶ διὰ τοῦτο θαυμάζετε; ὑφειμένως δὲ μᾶλλον καὶ πολὺ λίαν εὐπεριστόλως Ἓν ἔργον ἐποίησα λέγει, τὴν ἐκ τοῦ πλήθους ἄκαιρον τιθασεύων ὀργήν· καὶ γὰρ ἦν οὐκ ἀπεικὸς διὰ τὴν ἐπὶ τῷ σαββάτῳ δηχθέντας παράβασιν, καταλιθοῦν ἤδη πειρᾶσθαι τὸν Ἰησοῦν. ἀκριτόβουλον γάρ πως, κατὰ τοὺς παρ’ Ἕλλησι ποιητὰς, καὶ πρόχειρον εἰς ὀργὴν ἀεὶ τὸ πλῆθός ἐστι, καὶ λειοτάτῃ συμπνοίᾳ τῇ πρὸς ὅπερ ἂν βούλοιτο κεχρημένον, καὶ εἰς ἀκάθεκτον θράσος εὐκόλως ἀποταυρούμενον, γοργότερον δέ πως ἤπερ ἐχρῆν εἰς τὰς ἐπὶ τοῖς δεινοῖς ἁλίσκεται τόλμας. ἀποστήσας τοιγαροῦν τὸν ἐπὶ τῷ πράγματι κόμπον διὰ τὸ χρήσιμον, πραοτάτοις μὲν προσχρῆται λόγοις, ἐπιεικῶς δὲ σφόδρα φησίν Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε; ἐφ’ ἑνὶ, φησὶ, τούτῳ, καίτοι γεγονότι διὰ τὴν τοῦ κειμένου σωτηρίαν καὶ ζωὴν, ὡς ἐπ’ ἐκτόποις ὄντως τολμήμασι κατακρίνετε τὸν μεγαλουργὸν, καὶ εἰς μόνην ὁρῶντες τὴν τοῦ σαββάτου τιμὴν, οὐ τῷ παραδόξῳ τὸ θαῦμα χαρίζεσθε· τοῦτο γὰρ ἦν ὄντως τὸ πρεπωδέστερον·
PG 73:669ἀλλ’ ὅτι λέλυταί πως κατὰ τὴν ἐνοῦσαν ὑμῖν ὑπόνοιαν ἀμαθῆ παράγγελμα νομικὸν, οὐκ ἐπὶ μικροῖς τισιν, ἢ καὶ οὐδενὸς ἀξίοις, ἀλλ’ ἐπ’ ἀνθρώπου σωτηρίᾳ καὶ ζωῇ, παραλόγως ἠγάσθητε, δέον ἐπαίνους μᾶλλον ἀπονέμειν αὐτῷ τῷ τὴν οὕτω μεγάλην καὶ θεοπρεπῆ κατημφιεσμένῳ δύναμιν. ἀπαίδευτος τοιγαροῦν καὶ διὰ τούτων ὁ τῶν Ἰουδαίων ἐλέγχεται δῆμος, ἐφ’ οἷς οὐ προσῆκε τὴν ἐπὶ τῷ τεθεραπευμένῳ δαπανήσας κατάπληξιν, καὶ οὐχὶ μᾶλλον αὐτὴν ἀναθεὶς τῷ παραδόξως διασώζοντι Χριστῷ. ἰστέον δὲ ὅτι τοῖς ἐξ Ἰσραὴλ προσδιαλεγόμενος καὶ λέγων Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε, πλαγίως ὑπελέγχει πάλιν, καὶ τοιοῦτόν τι παραδηλοῖ. ἐφ’ ἑνὶ γὰρ τούτῳ, φησὶ, τῷ καθ’ ὑμᾶς πλημμελήματι τὴν ἐμὴν ἀποθαυμάζετε γνώμην, ὡς τῷ νομοθέτῃ προσκρούειν ἀποτολμήσαντος· εἶτα πῶς οἴεσθε διακεῖσθαι Θεὸν, οὐ καθάπαξ αὐτοὶ λυποῦντες τὸν νόμον, ἀλλ’ ὡς οὐδὲν παραβαίνοντες, τὰ ἐφ’ οἷς ἑτέρους κρίνετε;
«Διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περιτομὴν, οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστὶν, ἀλλ’ ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.» Βαθὺς μὲν ὁ λόγος καὶ δυσέφικτόν πως ἐστὶ τὸ ἐπὶ τῷ προκειμένῳ θεώρημα, πλὴν ἔσται καταφανὲς διὰ τὴν τοῦ φωτίζοντος χάριν. διὰ πολλῶν τοιγαροῦν κατασοφιζόμενος λόγων τὴν τῶν Ἰουδαίων ἀπαιδευσίαν, καὶ διδάσκων πολυτρόπως, ἐπὶ τῇ τοῦ σαββάτου λύσει πρὸς ἀκαίρους ὀργὰς ὅτι μὴ προσῆκεν ἀποδημεῖν, διὰ τὸ κύριον εἶναι τοῦ σαββάτου τὸν υἱὸν τοῦ ἀνθρώπου· λοιπὸν ὀνήσας οὐδὲν διὰ τὴν τῶν ἀκροωμένων κακοβουλίαν, ἐφ’ ἕτερον οἰκονομίας διαβαίνει τρόπον, καὶ πειρᾶται δεικνύειν ἤδη σαφῶς αὐτὸν τὸν ἱεροφάντην Μωυσέα τὸν τοῦ νόμου διάκονον, τὸν ἐπὶ τῷ σαββάτῳ παραλύοντα νόμον διὰ τὴν περιτομὴν, τὴν ἐκ τῆς τῶν πατέρων συνηθείας μέχρι καὶ τῶν αὐτοῦ διήκουσαν χρόνων, ἵνα λοιπὸν εὐλόγως φαίνηται καὶ αὐτὸς πατρῷον ὥσπερ ἀποσώζων ἔθος, καὶ ἐπείπερ ἐν σαββάτῳ Θεὸς ἐργάζεται, διὰ τοῦτο καὶ ἑαυτὸν ἐνεργὸν ἐπιδεικνὺς, οὐδὲν ἡγούμενον τοῦ σαββάτου τὴν παράβασιν, διὰ τὸ συμφρονεῖν ἀεὶ τῷ γεννήσαντι.
PG 73:671διὰ γὰρ τοῦτο καὶ ἔφασκεν Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. ἵνα τοίνυν μὴ ἐμὲ, φησὶν, ἐνεργοῦντά τι κατὰ τὸ σάββατον βλέποντες, ὡς ἐπὶ ξένῳ καὶ παραλογωτάτῳ θαυμάζητε πράγματι, δέδωκεν ὑμῖν ὁ Μωυσῆς τὴν περιτομὴν ἐν σαββάτῳ, καὶ φθάσας ἐκεῖνος τὸν ἐπ’ αὐτῷ παρέλυσε νόμον. καὶ διὰ ποίαν αἰτίαν; οὐκ ἐνόμιζε πράττειν ὀρθῶς, τὸν τοῖς πατράσι διορισθέντα νόμον καὶ τὸ ἐξ ἐκείνων ἔθος ἀτιμάζων διὰ τὸ σάββατον. διὰ γὰρ τοῦτο καὶ ἐν σαββάτῳ περιτέμνεται ἄνθρωπος. εἰ δὲ ὅτι προσήκοι τιμᾶν τὸ πατρῷον ἔθος ὁ Μωυσῆς ἐλογίζετο, καὶ κρεῖττον αὐτὸ τῆς εἰς τὸ σάββατον ἐτίθει τιμῆς, τί τεθορύβησθε μάτην ἐπ’ ἐμοὶ, καὶ ὥσπερ τινὰ τῶν παρανομεῖν ἀφυλάκτως εἰωθότων, ἐπὶ τῇ τοῦ νόμου καταφρονήσει θαυμάζετε; καίτοι τῷ γεγεννηκότι, φησὶ, τὰ ἴσα μὲν δρῶ, συμφρονῶ δὲ ἀεὶ πρὸς πᾶν τὸ δοκοῦν, καὶ ἐπείπερ ἐνεργής ἐστιν ἐν σαββάτῳ, τὸ ἀργεῖν ἐν αὐτῷ παραιτοῦμαι καλῶς. δεδωκέναι γεμὴν τὴν περιτομὴν τὸν Μωυσέα διισχυρίζεται, καίτοι μὴ οὖσαν ἐξ αὐτοῦ κατὰ τὸ ἀρτίως εἰρημένον, ἀλλ’ ἐκ τῶν πατέρων· διὰ τὸ δεδόσθαι μὲν τοῖς πατράσι τὴν ἐπὶ τῷ περιτέμνεσθαι δεῖν ἐντολήν·

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
λεπτότερον δέ πως καὶ ἀκριβέστερον τὰ ἐπ’ αὐτῇ διωρίσθαι διὰ Μωυσέως. περιετμήθη μὲν γὰρ ὁ προπάτωρ Ἁβραὰμ, ἀλλ’ οὐκ ὀκταήμερος, οὐδὲ ζεῦγος ἐπ’ αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν. ΚΕΦΑΛΗ 2. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ τὸ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. «Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;» ΑΔΙΑΚΡΙΤΟΝ πως ἐστὶ τοῖς πολλοῖς τὸ ἀνάγνωσμα, καὶ οὐ σφόδρα σαφὲς εἰς διαίρεσιν, διὰ τοῦτο πρότερον ἐροῦμεν τὰ ἐπ’ αὐτῷ. ἀναγνωσόμεθα τοιγαροῦν κατὰ βραχὺ, παραμείβοντες τὴν ἐν τῇ λέξει συνθήκην· οὕτω γὰρ νοήσεις ἀκριβῶς τὸ δηλούμενον. Εἰ περιτομὴν τοιγαροῦν φησι λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἐμοὶ χολᾶτε, ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; οὐ γὰρ δέχεται τὴν περιτομὴν ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως· λυέται γὰρ οὐκ ἀργοῦντος διὰ τὴν περιτομὴν τοῦ σαββάτου· ὡς γὰρ φθάσαντες ἤδη προεδιδάξαμεν, μᾶλλον δὲ ὡς αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, οὐκ ἐκ τοῦ Μωυσέως, ἀλλ’ ἐκ τῶν πατέρων ἐστὶν ἡ περιτομή.
ὥστε διὰ τὴν ἐκ τῶν πατέρων περιτομὴν λύεταί πως ὁ νόμος ὁ Μωυσέως, ὁ ἐπὶ τῷ σαββάτῳ φημί. διά τοι τοῦτο Ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, τοῖς τοῦ Σωτῆρος ῥήμασι συναπτέον· χολᾶτε γάρ μοι φησὶν ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ. τὰ μὲν οὖν τῆς διαιρέσεως, ἐν τούτοις ἤδη περιώρισται· ἰτέον δὲ καὶ πρὸς τὴν τῶν δηλουμένων ἐξήγησιν, εἰ καὶ σφόδρα δυσχερῆ πρὸς κατάληψιν. φροντίδος τοιγαροῦν τῆς ἐπ’ ἀνθρώπῳ, φησὶ, τρόπος ἐστὶν ἡ περιτομὴ, καὶ αὐτὴν νικῶσα τὴν ἐπὶ τῷ σαββάτῳ διάταξιν. ἦν γὰρ ἀνάγκη τῷ παθόντι καὶ θεραπεύεσθαι. τί τοιγαροῦν τὸ ἀπεῖργόν ἐστιν, ἢ πῶς ἂν εὐλόγως διακωλύσειε τὸ πᾶν ὑγιάζεσθαι σῶμα τὸ ἐπὶ τῷ σαββάτῳ νομοθετούμενον, ἀνέγκλητον ἤδη τὴν λύσιν τῇ κατὰ μέρος καὶ βραχὺ θεραπείᾳ συγκεχωρηκός; περιτέμνεται γάρ τις, καὶ θεραπεύεται παθὼν, οὐ κατηγορούμενος ἐν σαββάτῳ. μάτην οὖν ἄρα, φησὶν, ἐπασχάλλετε τῷ τῶν ἀμεινόνων ἐργάτῃ τὴν τοῦ νόμου παράβασιν ἐπιφέροντες, ὅτε μὴ λυπεῖται νόμος καὶ ἐπὶ σμικρᾷ τῇ περιτομῇ παρὰ τοῦ Μωυσέως ἐξωθούμενος.
PG 73:673ἀναπλέκεται δὲ διὰ τούτων συλλογισμὸς, ἀναπείθων εἰς συναίνεσιν, ὅτι μὴ προσήκοι λυπεῖσθαι μάτην αὐτοὺς, εἰ τύπος ἤδη τοῦ πράγματος γέγονεν ὁ Μωυσῆς, ᾧ συναγορεύειν παραλόγως ὅτι πρέποι νομίζοντες, καὶ εἰς τὸ χρῆναι μιαιφονεῖν κατεσύροντο παρ’ οὐδὲν τὸν δι’ ἐκείνου ποιούμενοι νόμον. «Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.» Ὁ νόμος, φησὶν, ᾧ συναγορεύειν ἐπείγεσθε, δι’ ὃν οὕτω καὶ εἰς ἀγρίαν ὀργὴν ἀνεκαύθητε, διαῤῥήδην βοᾷ ὅτι Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν. οἱ τοίνυν ἐμὲ κατακρίνοντες, ὡς παρανομοῦντα διὰ τὸ σάββατον, καὶ ἐπὶ τούτῳ χαλεπαίνειν ὅτι καὶ μάλα προσήκοι διεγνωκότες, μελετήσατε τὴν εἰς τὸν νόμον τιμήν· δυσωπήθητε τὸ διηγγελμένον Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
εἰ μὲν γὰρ ἔξω τοῦ παρανομεῖν τεθείκατε τὸν Μωυσέα, καὶ τῆς ἐπὶ τούτῳ καταγνώσεως ἀμοιρεῖν εὖ μάλα ποιοῦντες λογίζεσθε, καίτοι παραλύοντα τὸν ἐπὶ τῷ σαββάτῳ θεσμὸν διὰ τὴν ἐκ πατέρων περιτομὴν, ἀπολύσατε τῶν ἐγκλημάτων καὶ τὸν Υἱὸν τῇ τοῦ Πατρὸς ἀεὶ συμφερόμενον γνώμῃ, καὶ τοῖς ἐκείνου συναινοῦντα θελήμασι, καὶ ἅπερ ἂν ἐργάζηται, ταῦτα καὶ αὐτὸν ὁμοίως ποιεῖν εἰθισμένον. εἰ δὲ μόνου καταδικάζετε τοῦ Υἱοῦ, Μωυσέα μὴ κρίνοντες, καίτοι τοῖς ἴσοις, φησὶν, ἐνεχόμενον, οἷσπερ ἂν οἴεσθε κἀμὲ διὰ τὸ σάββατον, πῶς οὐχὶ δὴ τὸν θεῖον πατοῦντες ἁλώσεσθε νόμον, καὶ τοῖς ἄνωθεν ἐνυβρίζοντες ὅροις καταληφθήσεσθε, αἰδοῖ τῇ περί τινας τὸν ἐπὶ τῷ τὰ δίκαια κρίνειν παραφθείροντες λόγον, καὶ τῶν θείων ἐνταλμάτων ποιούμενοι κρείττονα, τὸν ᾧ τὴν ἐκ προσωποληψίας αἰδὼ παρανομοῦντες χαρίζεσθε; Ἐπιτηρείτω δὲ πάλιν ὁ συνετὸς ἀκροατὴς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὴν ἀξιάγαστον τέχνην. νόμου γὰρ ἑνὸς ἐγκαλούμενος λύσιν, διὰ πολλῶν ἄγαν παρανομοῦντας ἐλέγχει, μονονουχὶ τὸ εὐαγγελικὸν ἐκεῖνο λαλῶν Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;
κακὸν οὖν ἄρα τὸ κρίνειν ἑτέρους· Ἐν ᾧ γάρ τις κρίνει τὸν ἕτερον, ἑαυτὸν κατακρίνει, κατὰ τὸ γεγραμμένον. διάτοι τοῦτο καὶ παρ’ αὐτοῦ τοῦ Σωτῆρος ἐλέγετο Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε, μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. καὶ ταῦτά φαμεν ἐν τοῖς καθ’ ἡμᾶς· παρανομήσει γὰρ οὐδαμῶς ὁ Χριστὸς, τοὺς ἑαυτοῦ μετατιθεὶς ἐφ’ ὅπερ ἂν βούληται νόμους, καὶ τῆς ἀληθείας τὴν εὔχροιαν ταῖς νομικαῖς ἐπιτάττων σκιαῖς· ἵνα δὴ λοιπὸν καὶ εἰς πνευματικὴν μεταβάλλοιτο θεωρίαν τὰ παχύτερόν πως τοῖς ἀρχαιοτέροις διατεταγμένα. Ἐπειδὴ δὲ ἅπαξ ὁ λόγος ἡμῖν εἰς τὴν ἐπὶ τῷ σαββάτῳ καὶ τῇ περιτομῇ κατεῤῥύηκε μνήμην, οἶμαι δὴ πάλιν οὐ μεῖον εἰσοίσειν ἤπερ ἔδει τὸ κέρδος τῷ γε ὅλως φιλομαθεῖ, τὸ συνιδεῖν ἀκριβῶς, τοῦ μὲν ἂν εἴη σημαντικὸς ὁ ἐν ἑβδόμῃ σαββατισμὸς, τί δ’ αὖ τὸ ὑποδηλούμενον διὰ τῆς ἐν ὀγδόῃ περιτομῆς, ἔτι τε πρὸς τούτῳ τὸ μαθεῖν καὶ διὰ ποίαν αἰτίαν ἡ περιτομὴ καὶ ἐν αὐτῷ λαμβάνεται τῷ σαββάτῳ, τῆς κατὰ νόμον ἀργίας οὐκ ἀνεχομένη· τὸν δὲ ἐφ’ ἑκάστῳ λόγον, ὡς ἂν οἷός τε ὦ, διευκρινησάμενος, σαφῆ ποιῆσαι πειράσομαι.
PG 73:675προκείσεται δὲ πρῶτος ἡμῖν ὁ περὶ τῆς ἑβδόμης, ἤτοι τοῦ σαββάτου, καὶ τῆς ἀργίας τῆς ἐν αὐτῷ. οὕτω γὰρ ἂν γένοιτο καὶ τῶν ἐφεξῆς πρεπωδεστάτη λίαν ἡ βάσανος. οὐκοῦν ἤδη τὸν πρῶτον ἐπ’ αὐτῷ διορισθέντα νόμον, ὅπως τε καὶ τίνα τρόπον ἔφυ, ζητήσωμεν. Ἐπειδὴ γὰρ τῆς ἐν Αἰγύπτῳ δουλείας τὸν Ἰσραὴλ ἐξελὼν πρὸς τὴν ἄνωθέν τε καὶ ἀρχαίαν ἐλευθερίαν ἐκάλει Θεὸς διὰ τοῦ πανσόφου Μωυσέως, καὶ διὰ μέσης θαλάσσης ξηρῷ τρόπον τινὰ καὶ ἀβρόχῳ ποδὶ παραδόξως διενεγκὼν ἐπὶ τὴν τῆς ἐπαγγελίας ἐπείγεσθαι γῆν διεκελεύετο· λοιπὸν ἀναγκαίως προαφαγνίζεσθαι τρόπον τινὰ καὶ προκαθαίρεσθαι προσεθίζων αὐτοὺς, συνεκάλει μὲν εἰς ἐκκλησίαν ἐν τῷ ὄρει Σινᾷ· ἐν πυρὸς δὲ εἴδει καταφοιτήσας ἐπ’ αὐτὸ, τὰ πρὸς σωτηρίαν ἐνομοθέτει λέγων Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὅστις ἐξήγαγέ σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. οὐ προσκυνήσεις αὐτοῖς καὶ οὐ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής.
ἔδει γὰρ ἔδει τῆς τῶν συμφερόντων νομοθεσίας ἐντεῦθεν ἀπάρχεσθαι, καὶ τοῖς εἰς θεογνωσίαν μαθήμασι προμυσταγωγεῖν τοὺς ἅπαξ παραστήσαντας ἑαυτοὺς εἰς δουλείαν καὶ ὑπακοὴν τῷ Θεῷ. ῥίζα γὰρ ἁπάσης ἀρετῆς ἡ θεογνωσία, καὶ κρηπὶς εὐσεβείας ἡ πίστις. ἐπιδείξας τοιγαροῦν ἑαυτὸν, καὶ οἱονεὶ φανερὸν καταστήσας ἤδη, διὰ τοῦ εἰπεῖν Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, καὶ προγεωργήσας ἐν αὐτοῖς τὴν διὰ γνώσεως πίστιν, ἀποφήσας τε παντελῶς τὴν εἰδώλου κατασκευὴν, καὶ προσκύνησιν τῶν ψευδωνύμων θεῶν, ὅτι τὸ παραβαίνειν αὐτοῖς οὐκ ἀζήμιον, καὶ τὴν ἐκ τοῦ μεθίστασθαι κόλασιν εἰς ὄψιν ἄγει βοῶν Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ, τουτέστιν, οὐ περιθήσεις εἰδώλῳ ματαίῳ τὸ θεῖόν τε καὶ φρικωδέστατον ὄνομα, οὐ γὰρ μὴ, φησὶ, καθαρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.
ἔνοχον τοίνυν ἔσεσθαι διειπὼν οὐ μετρίῳ πταίσματι τὸν, ᾧπερ ἂν γένοιτο φίλον προσκυνεῖν ἑτέρῳ, καὶ ψευδώνυμον ἐπιγράφεσθαι θεὸν, καὶ ἀπειλήσας συμμέτρως, ἅτε δὴ καὶ ἐν ἀρχῇ πρὸς τὸ πιστεύειν ἠγμένοις, καὶ τρυφερωτέραν ἔχουσι τὴν διάνοιαν, τίθησιν ἐφεξῆς, καὶ δεύτερον ὥσπερ διετύπου νόμον Μνήσθητι, λέγων, τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν· ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον· εἶτα καὶ τίνα τοῦτο δρῶντες ἀπομιμήσονται χρησίμως ἐπιδεικνύς Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησε, φησὶ, Κύριος τόν τε οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· διὰ τοῦτο ηὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν. Τί οὖν ἄρα πάλιν, ἐρεῖ τις, ὁ ἐπὶ τῷ σαββάτῳ παρεδίδου θεσμός; δεύτερος δὲ καὶ γείτων εὐθὺς μετὰ τὴν ἐπὶ ταῖς παραβάσεσιν ἀπειλὴν εἰσενήνεκται διὰ ποίαν αἰτίαν; πρὸς δὴ καὶ τοῦτό φαμεν, ὡς ἔδει μὴ μόνον, ὅτι πείσονται τὰ δεινὰ τοῖς παραβαίνουσιν ἀπειλεῖν, μηδὲ μόνῳ τῷ δείματι πρὸς εὐλάβειαν ἀσφαλίζεσθαι τὸν Ἰσραήλ·
PG 73:677δουλοπρεπέστερον γὰρ τὸ ἐν φόβῳ θεοσεβεῖν· ἀλλ’ ἐπιδεῖξαι καὶ τίνων ἔσονται μέτοχοι, ἢ καὶ εἰς ποῖον καταλήξουσι τέλος οἱ τῆς εἰς αὐτὸν ἀγάπης ἀπρὶξ ἠρτημένοι. διορίζει τοιγαροῦν καὶ δίδωσιν ὡς ἐν τύπῳ τῶν ἐσομένων αὐτοῖς ἀγαθῶν τὴν ὑπόσχεσιν. σκιὰν γὰρ ἔχει ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, καθὰ γέγραπται, καὶ προγύμνασμά τι τῆς ἀληθείας τὸ ἐν αὐτῷ σχῆμα φαίνεται. ἀργεῖν δὲ κελεύει τὴν τελευταίαν τῆς ἑβδομάδος ἡμέραν, τουτέστι τὸ σάββατον, καὶ ἀποπαύεσθαι μὲν ἔργου παντὸς, ἀνίεσθαι δὲ καὶ ἀνάπαυσιν ἐπιτηδεύειν ἐν αὐτῷ, τὴν ἐπὶ τέλει τῶν αἰώνων ἐσομένην τοῖς ἁγίοις ἀνάπαυσίν τε καὶ τρυφὴν διὰ τούτου δηλῶν, ὅτε τῆς ἐν κόσμῳ καταλήξαντες ζωῆς, καὶ τοὺς ἐπὶ ταῖς ἀγαθουργίαις ἱδρῶτας ἀπονιψάμενοι, τὴν ἄπονόν τε καὶ καμάτου δίχα παντὸς διαζήσονται βίον οἱ ἐν Χριστῷ, κατὰ τὸ εἰρημένον περὶ αὐτῶν διὰ τῆς τοῦ προφήτου φωνῆς Ἐπιλήσονται γὰρ τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν, ἀλλ’ εὐφροσύνη αἰώνιος ἐπὶ τὴν κεφαλὴν αὐτῶν· ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις, καὶ εὐφροσύνη καταλήψεται αὐτοὺς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
καταλύσαντα τοίνυν, καὶ μονονουχὶ τῶν ἐπὶ τῇ δημιουργίᾳ πόνων καταλήξαντα τὸν Δημιουργὸν ἀπομιμούμενοι καὶ αὐτοὶ, τῶν ἐν τῷδε τῷ βίῳ καμάτων ἀποπαύσονται, πρὸς τρυφὴν ἀναβαίνοντες τὴν ἐπὶ τέλει τῶν αἰώνων δοθησομένην παρὰ Χριστοῦ. καὶ εἰς τοῦτον οἶμαι συντετάσθαι τὸν σκοπὸν τὴν ἐπὶ τῷ σαββάτῳ διατεταγμένην ἀργίαν. Ἐπιτήρει δὲ ὅπως ἀποφατικῶς μέν φησιν ὁ νομοθέτης, τό Οὐ προσκυνήσεις θεοῖς ἑτέροις· τὸν δὲ ἐπὶ τῷ σαββάτῳ θεσμὸν γείτονα τούτῳ τιθεὶς τό Μνήσθητι λέγει, καὶ διὰ ποίαν αἰτίαν; ὅτι τοῦ μὲν μὴ προσκυνεῖν θεοῖς ἑτέροις ἤδη παρῆν ὁ καιρός. διὰ γάρ τοι τοῦτο καὶ ἐνεργοὺς εἶναι περὶ αὐτὸ παραχρῆμα διεκελεύετο, διὰ μνήμης δέ πως κατιδεῖν τὰ ἐσόμενα, καὶ τὰ ἐν τύποις ἔτι ζωγραφούμενα ταῖς ἐννοίαις προαναθεωρεῖν ἐνεδέχετο· εἶτα πρὸς τούτῳ κἀκεῖνο περισκεπτέον·
PG 73:679εὖ γὰρ δὴ καὶ μάλα διατεταχὼς τὰ ἐπὶ τῇ πίστει παθήματα, τίθησιν εὐθὺς τῆς ἐπὶ τέλει τῶν αἰώνων ἐπαγγελίας τὴν μνήμην, εἶτα λοιπὸν τοὺς ἑτέρους ὁρίζει νόμους, τό Τίμα, φημὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ τό Οὐ φονεύσεις, καὶ τὰ λοιπὰ, ἵνα μὴ ἐξ ἔργου δικαιοῦσθαι νομίζωμεν, μηδὲ τῶν οἰκείων πόνων καρπὸν τὴν ἄφθονον τοῦ Θεοῦ μεγαλοδωρεὰν, ἀλλ’ ἐκ πίστεως μᾶλλον ἑαυτοῖς ἔσεσθαι προσδοκήσωμεν. διὰ τοῦτο πρὸ τῶν νόμων τῆς κατ’ εὐσέβειαν πολιτείας, γείτων εὐθὺς τῇ πίστει τῶν ἐν ἐλπίσιν ἀγαθῶν ἡ χάρις εἰσβέβηκε. Σημαίνει τοιγαροῦν ἡ κατὰ τὸ σάββατον ἀργία τὴν ἐν ἀναπαύσει καὶ ἁγιασμῷ τῶν ἁγίων ζωὴν, ὅτε δὴ σύμπαν ἀποδυσάμενοι τὸ λυποῦν, καὶ πόνου παντὸς καταλήξαντες, τοῖς θεόθεν ἐντρυφήσουσιν ἀγαθοῖς. καὶ γοῦν ὁ μακάριος Παῦλος, ὅτε τοὺς περὶ τούτων ἡμῖν ἐποιεῖτο λόγους, καὶ τὸν ἐπὶ τῷ σαββατισμῷ τοῦ λαοῦ διερευνήσασθαι τρόπον ἄριστά τε ποιῶν ἐδοκίμαζεν, οὕτω φησί Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν, ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν διὰ ἀπιστίαν.
ἐπειδὴ γὰρ ᾤοντό τινες ἐκείνην εἶναι τῆς καταπαύσεως τὴν γῆν, εἰς ἣν ἐβάδιζον τῆς τῶν Αἰγυπτίων ἐκκεχωρηκότες, καίτοι ληφθεῖσαν εἰς τύπον τῆς τοῖς ἁγίοις δοθησομένης παρὰ Χριστοῦ, ἣν καὶ γῆν ζώντων ἀπεκάλεσεν ὁ Δαυεὶδ, πειρᾶται δεικνύειν ὁ σοφώτατος Παῦλος, ὅτι τύπος ἦν ἐκείνη τῆς προσδοκωμένης κατακληροδοτηθεῖσα τότε τοῖς υἱοῖς Ἰσραὴλ τοῖς Ἰησοῦ διατάγμασιν. ὅτι γὰρ εἰς τύπον τῆς ἀληθείας ἐκεῖνα λαμβάνεται, διελέγχει γοργῶς, ἀποδεικτικὸν τοῖς εἰρημένοις ἐπάγων συλλογισμόν. λέγει δὲ οὕτως Ἐπεὶ οὖν ἀπολείπεταί τινας εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι’ ἀπιστίαν, πάλιν ὁρίζει τινὰ ἡμέραν Σήμερον ἐν Δαυεὶδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. ὁρᾷς ὅπως τὸ δοκοῦν ἀντιπίπτειν ἔλυσε γοργῶς; εἶπε γὰρ ἄν τις εὐθὺς πρὸς ἐκεῖνα τοῖς τῶν Ἰουδαίων ἐπαγωνιζόμενος λόγοις Τί οὖν, ὦ βέλτιστε, φῄς; οὐκ εἰσκεκόμικεν ὁ Ἰησοῦς τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας;
οὐ κατέπαυσαν καὶ ἐσαββάτισαν ἐν αὐτῇ; ναί φησιν, ἀλλ’ ὡς ἐν τύπῳ τῶν ἀληθινῶν καὶ μιμήματι. εἰ γὰρ ἐν τούτοις καὶ μόνοις ἡ τοῦ Θεοῦ χάρις, καὶ τῆς ἐπαγγελίας τῆς παρ’ αὐτοῦ τὸ μέτρον περιορίζεται, καὶ πεπλήρωται τῷ Ἰσραὴλ ἐν ἐκείνοις τὰ ἐν ἐλπίσι, δηλοῖ δὲ πρὸς τούτοις ἕτερον οὐδὲν τὸ γράμμα τὸ νομικὸν, κατὰ τίνα δὴ τρόπον, ὡς μή που καταπαύσαντος αὐτοὺς Ἰησοῦ, πάλιν ἕτερος διὰ τοῦ μακαρίου Δαυεὶδ ὁ τῆς καταπαύσεως ὁρίζεται καιρὸς, καίτοι τοσούτοις ὑστερίζοντος χρόνοις; σοφῶς οὖν ἄρα καὶ λίαν ἐμφρόνως τύπον ἐπιδείξας καὶ εἰκόνα πραγμάτων πνευματικῶν τὰ ἐν ταῖς ἱστορίαις κείμενα, τὸν κεκρυμμένον ἔτι καὶ διαλανθάνοντα λόγον ἐπὶ τῷ σαββάτῳ καταλαμπρύνει, προστιθείς Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, καθάπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.
εἶτα πῶς ἐντεῦθεν οὐκ ἂν ἤδη λοιπὸν ὁμολογοῖτο σαφῶς, ὅτι τὸ καταλῦσαι πόνων τῶν ἐπ’ ἔργοις δηλαδὴ, σαββατισμὸν οἶδε τῶν ἁγίων ὁ νοῦς, ὅτε τοῖς ἤδη προειργασμένοις ἐν τῷδε τῷ βίῳ κατορθώμασι τὸ λαμπρὸν τῶν ἁγίων ἐντρυφήσει στῖφος, καθ’ ὁμοιότητα τοῦ πάντων Δημιουργοῦ, καταπαύσαντός τε καὶ εὐφραινομένου κατὰ τὴν ἑβδόμην ἡμέραν, ὥσπερ οὖν ἐν βιβλίῳ παροιμιῶν ἡ σοφία φησίν Ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ’ ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων. οὐκοῦν· ἐπανήξω γὰρ αὖθις ἐπὶ τὸ ἐξ ἀρχῆς, καὶ τοῦ παντὸς λόγου τὸν σκοπὸν ἀναλήψομαι· τὴν ἄπονον τῶν ἁγίων ζωὴν ἡ κατὰ τὸ σάββατον ἀργία δηλοῖ. πάντα γὰρ δίχα πόνου τὰ ἀγαθὰ κατ’ ἐκεῖνο καιροῦ τοῖς ἁγίοις χορηγηθήσεται παρὰ Θεοῦ, καὶ οὔτε τὴν ἀρχέκακον ἁμαρτίαν ἐργασόμεθα τότε, διὰ τὸ πρόῤῥιζον αὐτὴν ἐξ ἡμῶν ἀπολέσθαι μετὰ τοῦ κατασπείρειν αὐτὴν ἐν ἡμῖν εἰωθότος, κατὰ τό Οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ, ἀλλ’ ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται.
PG 73:681ἀλλὰ καὶ πάντων ἀκονιτὶ τῶν ἀγαθῶν τῶν ἁγίων ὁ νοῦς ἀνθέξεται. διὰ γάρ τοι τοῦτο καὶ ὁ συλλέγων ἐν σαββάτῳ τὰ ξύλα λιθόλευστος τελευτᾷ, ὡς ἀδικήσας ἐν τῷ τύπῳ τὴν ἀλήθειαν. καταλύσαντες γὰρ καὶ εἰς ἐκείνην καταντήσαντες τὴν ἀνάπαυσιν, οὐκ ἐξελευσόμεθά ποτε τὸν ἀξιάγαστόν τε καὶ ἐν ἀρεταῖς διαφανῆ τρόπον, καθάπερ ἐκεῖνοι ἀπὸ τῆς ἰδίας σκηνῆς, ἀλλ’ οὐδὲ τὴν πυρὸς ἔτι τροφὸν καὶ μητέρα συλλέξομεν ἁμαρτίαν, ὡσπεροῦν ἐκεῖνος τὰ ξύλα διὰ πολλὴν ἄγαν ἀναισθησίαν, οὐ συνεὶς τὰ ἐν τύπῳ πρὸς ἀλήθειαν βλέποντα. διά τοι τοῦτο καὶ τοῖς λίθοις τοῖς ἀναισθήτοις, ἅτε δὴ καὶ ἁλοὺς ἐπ’ ἀναισθησίᾳ πολλῇ, παρὰ τῶν κολαζόντων ἐβάλλετο, γραφομένην ἔχων ἐν τῇ τιμωρίᾳ τὴν ποιότητα τοῦ τρόπου. ὅτι μὲν οὖν τότε τὴν βδελυρὰν ἁμαρτίαν οὐκ ἐργασόμεθα, δῆλον, ἀλλ’ οὐδὲ τὸ ὠφελοῦν ἱδρῶτι κατορθώσομεν· καὶ ὀψόμεθα πάλιν ὡς ἐν αἰνίγματι καὶ τοῦτο δηλούμενον ἐν βιβλίοις τοῖς Μωυσαϊκοῖς. δρόσου μὲν γὰρ δίκην ἐπηφίει τὸ μάννα τοῖς υἱοῖς Ἰσραὴλ ἐν ἐρήμῳ Θεὸς, καὶ δέδωκεν ἄρτον ἀγγέλων αὐτοῖς, κατὰ τὸ γεγραμμένον· εἶτα καὶ νόμον ἐπ’ αὐτῷ διωρίζετο διὰ τοῦ πανσόφου Μωυσέως· προσεφώνει γὰρ οὕτως Φάγετε σήμερον·
ἔστι γὰρ σάββατα σήμερον τῷ Κυρίῳ, οὐχ εὑρήσετε ἐν τῷ πεδίῳ· ἓξ ἡμέρας συλλέξετε· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, οὐκ ἔστιν ἐν αὐτῇ. ὑποδηλοῖ γὰρ, ὅτι πρὸ μὲν τῆς τῶν αἰώνων συστολῆς, πόνῳ τὸ ὠφελοῦν καὶ τὸ ἀποτρέφον ἡμᾶς εἰς ζωὴν τὴν αἰώνιον συναγείρειν ἀκόλουθον, ὡσπεροῦν ἐκεῖνοι τὴν πλατεῖαν περιθέοντες ἔρημον, ἁπανταχόθεν εἰς τροφὴν τὸ μάννα συνεκομίζοντο· ἐν δὲ τῇ ἑβδόμῃ, τουτέστιν, ἐπὶ τέλει λοιπὸν, ὁ μὲν τῆς τῶν χρησίμων συλλογῆς ἐξοίχεται καιρὸς, τοῖς δὲ ἤδη προπεπορισμένοις ἐντρυφήσομεν, κατὰ τὸ εἰρημένον διὰ τοῦ ψαλμῳδοῦ Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι. Ὁ μὲν οὖν νομοθέτης καὶ Θεὸς, οὐ ταῖς σκιαῖς ἐφηδόμενος, ἀλλ’ εἰς αὐτὴν ἤδη τὴν τῶν πραγμάτων εἰκόνα προαναβλέπων, διηγγέλλετο μὴ δεῖν ἐν σαββάτῳ πονεῖν. ἀλλ’ ὑπερφρονήσαντές τινες τοῦ διορισθέντος αὐτοῖς ἐπὶ τούτῳ νόμου, καὶ ῥιψοκινδύνως τῷ πάντων Δεσπότῃ προσκρούειν οὐ παραιτούμενοι, τὸ μὲν ὅτι προσήκοι βαδίζειν συγκομισομένους τὸ μάννα καὶ ἐν σαββάτῳ διεγνώκεσαν, καὶ οὐκ ἐν βουλαῖς τὸ τόλμημα μόναις, ἀλλ’ εἰς ἔργον ἤδη τὸ δοκοῦν διεξήγετο.
PG 73:683ἐπισκήπτει τοιγαροῦν διὰ τοῦτο πάλιν αὐτοῖς ὁ νομοθέτης καί φησιν Ἕως πότε οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου; ἴδετε, ὁ γὰρ Κύριος ἔδωκεν ὑμῖν τὴν ἡμέραν ταύτην σάββατα· διὰ τοῦτο αὐτὸς δέδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν· καθίσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν, μηδεὶς ὑμῶν ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. ὁρᾷς ὅπως τὴν ἱδρῶτος καὶ πόνου παντὸς ἐλευθέραν ἡμῖν προαναπλάττων ζωὴν ἐν ταῖς κατὰ τύπον ἀργίαις, δρᾶν οὐδὲν ὅλως ἐφίησιν ἐν σαββάτῳ; συλλέγειν μὲν γὰρ οὐκ ἐᾷ, προσεπιτάττει δὲ τούτῳ, καὶ τὸ χρῆναι τὸν οἶκον ἀφέντα μηδαμόσε χωρεῖν, ἀλλ’ ἐκ τῶν ἰδίων μὴ ἐκπορεύεσθαι τόπων. καὶ τί πάλιν ἡμᾶς διὰ τούτου βούλεται μαθεῖν, ἐκθησόμεθα, συγγενὲς αὐτῷ καὶ ὡσαύτως ἔχον παραθέντες ῥητόν. προσελάλει τοιγαροῦν ὁ μακάριος προφήτης Ἱερεμίας τοῖς Ἰουδαίοις ὡδί Τάδε λέγει Κύριος Φυλάξατε τὰς ψυχὰς ὑμῶν καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ μὴ ἐκπορεύεσθε ταῖς πύλαις Ἱερουσαλὴμ, καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ πᾶν ἔργον οὐ ποιήσετε·
ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων καθὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν. καὶ τί τὸ ἐντεῦθεν; εἰς ἕξιν ἡμᾶς προδιανιστὰς τὴν φιλάγρυπνον, φυλάττειν ἐπιτάττει τὴν ἰδίαν ψυχήν· οὕτω γὰρ ἂν ὑπάρξαι ῥᾳδίως καὶ τὸ δεῖν εἰσελάσαι λοιπὸν εἰς τὸν ἐν ἐλπίσι σαββατισμόν. ἀναφανεῖται δὲ ὅσα τοῖς τοῦδε τυχοῦσι τὰ ἀγαθὰ, διεσάφει καλῶς διὰ τῆς τῶν ἑτέρων ἐπαγωγῆς. βαστάγματι μὲν γὰρ οὐκ ἐᾷ καταβρίθεσθαί τινας, ὡς οὐδενὸς ἔτι κατ’ ἐκεῖνο καιροῦ τὸ δυσαχθὲς τῆς ἁμαρτίας ἀναληψομένου φορτίον· ἁγιότητος γὰρ ὁ καιρὸς, οἰχομένης μὲν εἰς ἀναίρεσιν παντελῆ τῆς ἀρχαίας ἁμαρτίας, ἀνακαινιζομένης δὲ τῆς ἑκάστου ψυχῆς εἰς ἕξιν ἀκλινῶς τὴν φιλάρετον. ἀλλὰ καὶ τὸ ἔξω φοιτᾶν τῶν τῆς Ἱερουσαλὴμ οὐκ ἐφίησι πυλῶν. καὶ γὰρ δὴ κατὰ τὸν ἀληθῆ τε καὶ ὀρθῶς ἔχοντα λόγον οἰκήσει παγίως ὁ λαμπρὸς τῶν ἁγίων χορὸς τὴν ἐπουράνιον Ἱερουσαλὴμ, καὶ τὴν ἁγίαν οὐκ ἐκβήσεται πόλιν, ἔσται δὲ μᾶλλον διὰ παντὸς ἐν αὐτῇ καὶ πρὸς τὸ δύνασθαι δραπετεύειν οὐδαμῶς τῶν ἅπαξ δοθέντων ἀγαθῶν τῇ θείᾳ δυνάμει διακρατούμενος. Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ, κατὰ τὸν ἅγιον Παῦλον.
ἐν δέ γε τῷ πάλιν εἰπεῖν Οὐκ ἐξελεύσεσθε ἕκαστος ἐκ τοῦ τόπου ὑμῶν, ἐκεῖνο δὴ μάλα σαφῶς ἔοικεν ὑποδηλοῦν. πολλαὶ μὲν γὰρ ὄντως αἱ μοναὶ παρὰ τῷ Θεῷ καὶ Πατρὶ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· καὶ τούτου δὴ πάλιν λαμπρῶς ἀνεπλήρου τὸν τύπον ἡ ἁγία σκηνὴ, δέκα λαμβάνουσα τὰς αὐλὰς, καὶ δοθήσεται μὲν ἑκάστῳ κατὰ τὴν ἀξίαν καὶ ἀναλόγως τοῖς κατωρθωμένοις ἡ μονή· οἱ δὲ ὅλως ἐν κατασχέσει τῶν ἐκεῖσε σκηνωμάτων γεγενημένοι, διὰ παντὸς μὲν αὐτοὶ ἐνδιαιτήσονται, βαδιοῦνται δὲ οὐδαμῶς εἰς ἀπόπτωσιν τῶν ἐκ θείας αὐτοῖς ἀπονεμηθέντων δωρεᾶς. καὶ ἀληθὴς ἡμῖν ὁ μάρτυς εἰσβήσεται· λέγει γὰρ οὕτως ὁ προφήτης Ἡσαί̈ας περὶ τῶν τοιούτων διειληφώς Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδ’ οὐ μὴ κινηθῶσιν εἰς τὸν αἰῶνα χρόνον. ἐν γὰρ τῷ μὴ σείεσθαι λέγειν τὰς ἐν τῇ πλουσίᾳ πόλει σκηνὰς, τὸ ἀμετάθετον τῆς ἐν αὐτῇ διαμονῆς καὶ ἐνδιαιτήσεως καταδηλοῖ. ἀλλὰ καὶ πρὸς τούτοις ἔτι, πᾶν ἔργον, φησὶν, οὐ ποιήσετε ἐν αὐτῇ, καὶ ἁγιάσετε τὴν ἡμέραν τῶν σαββάτων.
PG 73:685καθάπερ ἤδη πολλάκις εἰρήκαμεν, ἀργίας τῆς ἐπ’ ἀμφοῖν καὶ ἀναπαύσεως ὁ καιρὸς, καὶ ὅλος ἅγιος ἀνατεθειμένος εἰς ἑορτὴν τῷ Χριστῷ. Τὸ δὲ χρῆναι πάλιν ἡμᾶς ἐνεργεῖν μὲν ἐν σαββάτῳ μηδὲν, καταλύειν δὲ ὥσπερ καὶ ἀνεῖσθαι παντὸς τοῦ πρὸς ἱδρῶτα καλοῦντος καὶ πόνον, καὶ δι’ ἑτέρων ἐπιγνωσόμεθα. ἐν μὲν γὰρ τῇ ἐξόδῳ φησίν Ἓξ ἔτη σπερεῖς τὴν γῆν σου καὶ συνάξεις τὰ γεννήματα αὐτῆς· τῷ δὲ ἑβδόμῳ ἄφεσιν ποιήσεις καὶ ἀνήσεις αὐτήν. ἐν δὲ τῷ Λευιτικῷ Ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύσεται ἡ γῆ ἣν ἐγὼ δίδωμι ὑμῖν σάββατα Κυρίῳ· ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου, καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου καὶ συνάξεις τὸν καρπὸν αὐτῆς· τῷ δὲ ἔτει τῷ ἑβδόμῳ ἀνάπαυσις ἔσται τῇ γῇ, σάββατα Κυρίῳ. τὴν μὲν γὰρ ἀναίσθητον τῶν πόνων οὐκ ἀνίησι γῆν, ἀλλ’ οὐδὲ αὐτῇ κυρίως τὸν ἐπὶ τούτοις ἐχαρίζετο νόμον, τὸ δὲ μὴ χρῆναι πονεῖν διὰ τοῦ τὴν γῆν ἀνεῖναι τοῖς αὐτὴν κεκτημένοις ἐπραγματεύετο. πολυτρόπως γὰρ ἡμῖν τὴν ἐπὶ Χριστῷ κατεσήμαινεν ἑορτὴν, καθ’ ἣν οἱ φόβῳ τῷ θείῳ συζήσαντες, εἰς παντελῆ καὶ ὁλόκληρον ἐλευθερίαν ἀναδραμοῦνται τὴν ἐν ἁγιασμῷ καὶ πλουσιωτάτῃ τοῦ Πνεύματος χάριτι.
καὶ τοῦτο δὲ πάλιν δι’ αὐτῶν εἰσόμεθα τῶν Μωυσαικῶν ἐνταλμάτων. ἔχει γὰρ οὕτως Ὅταν πραθῇ σοι ἀδελφός σου ἢ ἡ ἀδελφή σου, ὁ Ἑβραῖος ἢ ἡ Ἑβραία, ἓξ ἔτη δουλεύσει σοι, τῷ δὲ ἔτει τῷ ἑβδόμῳ ἄφεσις. οἱ γὰρ πάλαι τῇ ἁμαρτίᾳ δουλεύσαντες, καὶ ἡδονῇ τῇ πρὸς τὸ φαῦλον ἑαυτοὺς τρόπον τινὰ τῷ διαβόλῳ καταπωλήσαντες, δικαιωθέντες ἐν Χριστῷ διὰ τῆς πίστεως, εἰς τὸν ἀληθῆ καὶ ἅγιον ἀναβησόμεθα σαββατισμὸν, τὴν διὰ τῆς χάριτος ἐλευθερίαν ἠμφιεσμένοι, καὶ ἀγαθοῖς τοῖς θεόθεν λελαμπρυσμένοι. ΚΕΦΑΛΗ Ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. ἈΡΚΟΥΝΤΩΣ ἤδη, καθάπερ ὑπολαμβάνω, καὶ κατὰ δύναμιν τῆς ἐνούσης ἡμῖν διανοίας τὸν ἐπὶ τῷ σαββάτῳ διαπτύξαντες λόγον, ἐπὶ τὴν τούτῳ γείτονα περιτομὴν τὸν ἐπὶ τῇ ζητήσει μετοίσομεν πόνον, πανταχόθεν τὸ λυσιτελὲς ὅτι πρέποι θηρᾶσθαι διεγνωκότες· καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων, καὶ γελοιότητος δὲ τῆς ἐσχάτης οὐκ ἀμοιροῦν, τὸ μὴ πάντα πόνον ἀδεῶς τῆς ἐν τούτοις γνώσεως ἀμείβεσθαι φιλεῖν.
τί δὲ δὴ καὶ τὸ ἐξ αὐτῆς ὡς ἐν τύπῳ τοῖς ἀρχαιοτέροις ὑποδηλούμενον περιαθροῦντες πνευματικῶς, ἐκθησόμεθα πάλιν κατὰ τὸ μέτρον τῆς ἐπιχορηγίας τοῦ πάντα τὰ σκοτεινὰ φανεροῦντος Θεοῦ, καὶ θησαυροὺς ἡμῖν ἀποκρύφους ἀοράτους ἀνοίγοντος. τοῖς μὲν γὰρ πρὸς ἕξιν ἤδη βεβηκόσι τὴν ἀπροσδεᾶ, καὶ τελειοτέραν ἔχουσι τὴν διάνοιαν, ἐξέσται καὶ νοεῖν καὶ λαλεῖν τὰ πολὺ τούτων βελτίονα· ἡμεῖς δὲ τὰ εἰς νοῦν ἰόντα τὸν ἡμέτερον, κἂν τοῦ πρέποντος ὑστερίζειν δοκεῖ, τοῖς ἀκροωμένοις παραθήσομεν, οὐκ αἰδοῖ τοῦ μὴ δοκεῖν ἡττῆσθαι τινῶν τὴν φιλαδελφίαν λυπήσαντες, μᾶλλον δὲ τὸ γεγραμμένον εἰδότες Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται· γνώριζε δὲ δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. πρῶτος τοιγαροῦν ἐπὶ τῇ περιτομῇ διωρίζετο νόμος, λέγοντος πρὸς Ἁβραὰμ τοῦ Θεοῦ Σὺ τὴν διαθήκην μου διατηρήσεις, καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· καὶ αὕτη ἡ διαθήκη μου ἣν διαθήσω ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται πᾶν ἀρσενικόν. καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.

Chapter VIICaput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 73:687καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν. ὁρισάμενος δὲ τὸν ἐπὶ τούτῳ νόμον, καὶ ὅτι προσήκοι πάντως αὐτοὺς τῆς ἀκροβυστίας τὴν σάρκα περιτέμνεσθαι διατεταχὼς, οὐκ ἀζήμιον ἀποφαίνει τοῦ νόμου τὴν παράβασιν, μυστηρίου τύπον ἀναγκαιοτάτου τὸ πρᾶγμα δεικνύς· ἐπιλέγει γὰρ τούτοις ἐφεξῆς Καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον· καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ σπέρματος αὐτῆς· ὅτι τὴν διαθήκην μου διεσκέδασεν. ὁ μὲν οὖν θεσπέσιος Παῦλος σημεῖον ὥσπερ τι καὶ σφραγῖδα δεδόσθαι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τὴν περιτομὴν τῷ πατριάρχῃ διισχυρίσατο. σκοπὸς γὰρ ἦν, ὡς ἔοικεν, αὐτῷ καὶ περισπούδαστον ἐπιχείρημα, νομικοῦ παντὸς ἐπιτάγματος προανέχουσάν τε καὶ ἀρχαιοτέραν ἐπιδεῖξαι τὴν διὰ πίστεως κλῆσίν τε καὶ δικαιοσύνην. ἐδυσώπει γὰρ οὕτω μόλις τοὺς ἐξ Ἰσραὴλ καὶ συνέπειθέ πως εἰς τὸ μὴ παράβασιν ἡγεῖσθαι τοῦ νόμου τὴν διὰ πίστεως δικαιοσύνην, ἐπαναδρομὴν δὲ μᾶλλον εἰς τὸ ἀπ’ ἀρχῆς, καὶ πρὸ νόμου παντός·
ἀλλ’ ἐν καιρῷ περιενεγκὼν εἰς τὸ τέως ὠφελοῦν καὶ τῷ παρόντι χρήσιμον τοῦ λόγου τὴν δύναμιν, ἕτερόν τινα πάλιν εἰδὼς τῆς περιτομῆς τὸν τρόπον εὑρίσκεται. τὸ γὰρ ἐν σαρκὶ καυχᾶσθαι φιλεῖν τοῖς Ἰουδαίοις ἀπομαθεῖν συμβουλεύων, ἐπιστέλλει πάλιν Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ Θεοῦ. ἢ γὰρ οὐχὶ διὰ τούτων καὶ ὑποπείθει λοιπὸν εἰς ἑτέρας ἐννοίας ἐπ’ ἐκείνῃ μεταβιβάζεσθαι, καὶ οὐ μέχρι τοῦ δεδόσθαι σφραγῖδα τῆς ἐν ἀκροβυστίᾳ πίστεως, τὴν περιτομὴν τῷ προπάτορι, διενθυμεῖσθαι βούλεται, ἀλλά τι καὶ μεῖζον ἐπὶ τούτῳ νοεῖν καὶ πνευματικόν; Ζητητέον τοιγαροῦν καὶ περισκεπτέον οὐκ ἀνειμένως τίς ἡ ἐν πνεύματι περιτομὴ, τίνος δ’ ἂν νοοῖτο σύμβολον ἡ ἐν σαρκὶ τελουμένη, καὶ διὰ ποίαν αἰτίαν οὐκ ἀδιαφόρως, ἐν ᾗπερ ἂν ἡμέρᾳ τύχοι, μόνῃ δὲ ἐν ὀγδόῃ περιτέμνεται ἄνθρωπος.
ἔστι τοίνυν οὐδενὶ τῶν ὄντων ἀμφίβολον, ὡς ἐπείπερ ἡμῖν ὁ σκοπὸς συντείνεται πρὸς τὸ θέλειν συνδεῖσθαι τῷ Θεῷ διὰ μεσίτου Χριστοῦ, διὰ τοῦτο δὴ πάντως καὶ προκαθαίρεσθαι πρέπει, προαγνίζεσθαι διὰ τρόπου παντὸς τοὺς εἰς οἰκειότητα διὰ πίστεως ἀναβαίνοντας τῷ πανάγνῳ Δεσπότῃ. ληψόμεθα δὲ εἰς ἀρίστην τοῦ τοιοῦδε πράγματος εἰκόνα τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν ἅγιον Μωυσέα Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια ἑαυτῶν, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος Σινᾶ. ἐν μὲν γὰρ τῷ προαγνίζεσθαι δεῖν, τὴν διὰ τρόπων ἐπιείκειαν ἐπιτηδεύειν βούλεται· ἐν δὲ τῷ χρῆναι τὰ ἄμφια περιπλύνειν αὐτοὺς, τὴν αὐτοῦ τοῦ σώματος ὑπεμφαίνει κάθαρσιν. ἄμφιον γὰρ ὥσπερ καὶ περιστολὴ τῆς ψυχῆς τὸ σῶμά ἐστιν. Οὐκοῦν ἐπειδήπερ· ἀναβήσομαι γὰρ ἐπὶ τὴν τοῦ λόγου πρώτην τε καὶ ἀναγκαιοτάτην ἀρχήν· προαγνίζεσθαι πάντως ἐχρῆν τοὺς εἰς οἰκειότητα τρέχοντας τῷ ἁγίῳ Θεῷ, κατὰ τὸ παρ’ αὐτοῦ λεγόμενον Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι· σύμβολον ἁγνισμοῦ διὰ τῆς ἐν σαρκὶ περιτομῆς τοῖς ἀρχαιοτέροις ὡρίζετο·
PG 73:689καὶ ὅπως, ἐροῦμεν. τὴν τῶν καθ’ ἡμᾶς πραγμάτων διευκρινησάμενοι φύσιν, ἁμαρτίας ἁπάσης προβαδίζουσαν ἡδονὴν εὑρήσομεν· καὶ καλεῖ τις ἡμᾶς εἰς τὸ πλημμελεῖν ἐπιθυμία θερμὴ τῆς ἐνεργείας ἀεὶ προανίσχουσα, καὶ τὴν τῆς διανοίας σύνεσιν προαρπάζουσα, πείθουσά τε οὕτω λοιπὸν ἐπὶ τὴν τῶν αἱρεθέντων διεξαγωγὴν διὰ λειοτάτης ἔρχεσθαι τῆς ὁδοῦ. ἀληθῆ δέ πως ὄντα τὸν ἐπὶ τούτοις ἡμῶν λόγον ἀποφαίνει λέγων ὁ Χριστοῦ μαθητὴς, οὕτω βοῶν Μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ Θεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα, ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος· εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. ὁρᾷς οὖν ὅπως ἐν ἐπιθυμίαις ταῖς ἐπί τισιν ἡ τῆς φαυλότητος προδημιουργεῖται γένεσις, καὶ ἐν ἐκτόποις ἡδοναῖς τὰ τῆς ἁμαρτίας προκυοφορεῖται σπέρματα;
προστάττει τοιγαροῦν ὁ νομοθέτης καὶ Θεὸς ἐκείνῳ δὴ μάλιστα τῷ μορίῳ τοῦ σώματος, ἐν ᾧ καὶ δι’ οὗ τῶν ἡδονῶν ἡ γένεσις, τὸν περιτέμνοντα σίδηρον ἐπιφέρεσθαι, ἵνα δὴ μάθοις ὡς δι’ αἰνίγματος, ὡς ἀμήχανον ἡμᾶς ὀφθήσεσθαί ποτε καθαροὺς, εἰ μὴ τοῦ θείου λόγου τὴν τομωτάτην ἐνέργειαν ἐν καρδίᾳ δεξάμενοι, καὶ εἰς νοῦν λαβόντες τὴν τοῦ Πνεύματος μάχαιραν, τὰς ἐφ’ ἅπασι τοῖς αἰσχίστοις ἐπιθυμίας ἀποπεμψόμεθα, πράττοντες μὲν οὐδαμῶς τὰ ἐν ἰδίοις θελήμασι, κἂν ἡδίστην ἔχειν ὑποκρίνωνται τὴν ἀπόλαυσιν, μόνον δὲ τὸ δοκοῦν τῷ Θεῷ στέργειν καὶ δρᾶν ἀναπειθόμενοι. τοιαύτην ἡμῖν εἰσκομιζούσης τῆς ἀληθεστέρας περιτομῆς τὴν δύναμιν, πρὸς τοὺς ἐπὶ μόνῃ τῇ σαρκὶ μεγαλοφρονεῖν εἰωθότας εἰκότως ἂν λέγοιτο Περιτμήθητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. ὁ γὰρ τὴν σάρκα περιτεμνόμενος, μόνῃ περιτέτμηται τῇ σαρκὶ, ὁ δὲ τὴν ἐν πνεύματι περιτομὴν διὰ πίστεως τῆς εἰς Χριστὸν κομισάμενος, μόνῳ καὶ ἀληθῶς περιτέμνεται τῷ Θεῷ.
PG 73:691Δεχόμεθα δὲ τὴν ἐν πνεύματι περιτομὴν ἀνακομίζουσαν ἡμᾶς εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, κατὰ τὴν ὀγδόην, τουτέστι τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν, σημεῖον τοῦτο τιθέμενοι τοῦ πρόξενον εἶναι ζωῆς τὴν ἐν πνεύματι περιτομὴν, καὶ συναινοῦντες τρόπον τινὰ δι’ αὐτοῦ τοῦ πράγματος, ὅτι συζησόμεθα τῷ Χριστῷ κατὰ τὸ εἰρημένον διὰ τοῦ Παύλου· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. ἢ γὰρ οὐχὶ καὶ ἀληθεύων ἐρεῖ τις, ὅτι τῷ κόσμῳ τεθνήξεταί τις, τὰς ἐν κόσμῳ διὰ Θεὸν ἡδονὰς παραιτούμενος; τοιόσδε τις καὶ ὁ θεσπέσιος Παῦλος ἡμῖν ἀνεφαίνετο λέγων Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. μέτοχοι γὰρ γεγονότες αὐτοῦ διὰ τοῦ Πνεύματος, τοῦ πᾶσαν τὴν ἐν ἡμῖν ἀκαθαρσίαν ἀχειροποιήτως περιτέμνοντος, ἐνεκρώθημεν τῷ κόσμῳ, ζῶμεν δὲ τὴν ἀρίστην ζωὴν τῷ Θεῷ. οὐκοῦν κατὰ τὴν ὀγδόην ἡ περιτομὴ διὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ, καὶ οὐ πρὸ τῆς ὀγδόης·
οὐ γὰρ πρὸ τῆς ἀναστάσεως ἡ τοῦ Πνεύματος δόσις, ἀλλὰ μετ’ ἐκείνην ἐστὶν, ἤτοι κατ’ αὐτὸν τῆς ἀναστάσεως τὸν καιρὸν, ὅτε καὶ τοῖς ἑαυτοῦ μαθηταῖς ἐνεφύσησε λέγων Λάβετε Πνεῦμα Ἅγιον. Ἰουδαίοις μὲν οὖν ἡ διὰ σιδήρου πρεπωδεστέρα περιτομὴ, δοῦλοι γὰρ ἔτι καὶ ὑπὸ νόμον τὸν κολαστήν· κολάσεως δὲ σημεῖον ὁ σίδηρος· ἡμῖν δὲ ὡς ἐλευθέροις καὶ πνευματικοῖς ἡ διὰ Πνεύματος κάθαρσις, πάντα μὲν τῶν ἡμετέρων ψυχῶν ἐκπέμπουσα μολυσμὸν, τὸ δὲ τέλειον ἐν λαμπρότητι τῇ κατ’ εὐσέβειαν διὰ πίστεως εἰσκομίζουσα. Ὅτι γὰρ διὰ τῆς ἀληθεστέρας καὶ πνευματικῆς περιτομῆς, τῆς κατ’ εὐσέβειαν τελειότητος ἀποπληροῦται τὸ καύχημα, περισκεψάμενοι πάλιν τὰ ἐπὶ τῷ πατριάρχῃ Ἁβραὰμ γεγραμμένα, θεωρήσομεν. γέγραπται τοίνυν περὶ τοῦ προπάτορος Ἁβραὰμ, ὡς ἦν μὲν ἐτῶν ἐννέα καὶ ἐννενήκοντα τὸν ἀριθμὸν, ἐνομοθέτει δὲ τότε χρησίμως αὐτῷ τὴν περιτομὴν ὁ Θεὸς, σημεῖον ὥσπερ τι καὶ τοῦτο τιθεὶς ἐναργὲς, ὅτι πρόθυρον ὥσπερ καὶ προεισαγωγή τις ἐστὶ τῆς εἰς ἀρετὴν τελειότητος ἡ περιτομὴ, μᾶλλον δὲ οὐδὲ ὅλως ἀφίξεσθαί ποτε πρὸς τοῦτό τινα σαφῶς ὑποδηλῶν, μὴ τὴν ἐκ τῆς περιτομῆς σκιαγραφουμένην ἔχοντα κάθαρσιν·
τελειότητος γὰρ σύμβολον ὁ ἑκατὸν ἀριθμός. πρὸ τῆς τελειότητος τοίνυν ἡ περιτομή. προβαδίζουσα γὰρ αὕτη πρὸς ἐκείνην ἡμᾶς ἀνακομίζει ῥᾳδίως. ἀλλ’ οὐ μέχρι τούτων ἡμῖν τὰ ἐκ τῆς περιτομῆς περιορίζεται χρήσιμα, περιτομῆς δέ φημι τῆς ἐν πνεύματι· ἀλλ’ ἤδη καὶ μόνοις αὐτὴν τοῖς κατὰ Χριστὸν ἐλευθέροις χρεωστουμένην εὑρήσομεν. ἐλεύθερος δὲ δήπου πάντως ἐστὶν ἐν Χριστῷ, τὴν μὲν ὑπὸ τῷ διαβόλῳ δουλείαν καὶ τὸν τῆς ἁμαρτίας ζυγὸν ἀποσεισάμενος ὁ ἄνθρωπος, καὶ διαῤῥήξας μὲν τοὺς ἐκείνων δεσμοὺς, καθὰ γέγραπται, τὸ δὲ λαμπρόν τε καὶ ἀτυράννευτον τῆς δικαιοσύνης ἀναδησάμενος καύχημα, δικαιοσύνης δέ φημι τῆς ἐν πίστει Χριστοῦ. Ὅτι δὲ πρέπουσαν ἐλευθέροις μὲν τὴν ἐν ὀγδόῃ περιτομὴν εὑρήσομεν, δούλοις δὲ οὐκ ἔτι, τὴν ἱεράν τε καὶ θείαν περινοστοῦντες γραφὴν, κατ’ οὐδένα πάλιν ἐνδοιάσομεν τρόπον. οὐκοῦν ὁ μὲν Ἰσμαὴλ, ὁ ἐκ θεραπαίνης τῆς Ἄγαρ τῷ πατριάρχῃ γεγεννημένος υἱὸς, περιετέμνετο μὲν, ἀλλ’ οὐκ ἐν ὀγδόῃ, ἐν ἔτει δὲ μᾶλλον τῷ τρισκαιδεκάτῳ·
PG 73:693γέγραπται γὰρ οὕτως, ὅτι περιέτεμεν Ἁβραὰμ Ἰσμαὴλ τὸν υἱὸν αὐτοῦ δέκα καὶ τριῶν ἐτῶν, ἵνα τὸν τῆς δουλευούσης Ἱερουσαλὴμ υἱὸν, τουτέστι τὸν Ἰσραὴλ, καὶ τῆς ὀγδόης ἐκπεσόντα καὶ τῆς δωδεκάτης, ὁ θεῖος ἡμῖν ἐπιδείξῃ λόγος. ἐκπίπτει μὲν γὰρ τῆς ὀγδόης, ὡς οὐκ ἐθελήσας προσδέξασθαι τῆς ἐν ὀγδόῃ γενομένης ἀναστάσεως τὸ σωτήριον κήρυγμα, τουτέστι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, δι’ οὗπερ ἦν οὐκ ἀμφίβολον ὠφελουμένους εἰς πίστιν καὶ ἐν πνεύματι περιτέμνεσθαι. ἐκπίπτει δὲ πάλιν καὶ τῆς δωδεκάτης, ὡς ἐν αἰνίγματι τὸν ἱερὸν τῶν ἀποστόλων χορὸν ταῖς ἀπειθείαις ἐξωθούμενος, ἄγευστός τε καὶ παντελῶς ἀπείρατος τῆς παρ’ ἐκείνων διδασκαλίας διατελεῖν προθυμούμενος. ὁ μὲν οὖν οἰκέτης ἐν τούτοις· ὁ δὲ ἐκ τῆς ἐλευθέρας ἐλεύθερος Ἰσαὰκ ἐν ὀγδόῃ περιτέμνεται. οἱ γὰρ τῆς ἐλευθέρας ἐλεύθεροι παῖδες, τῆς ἄνω φαμὲν Ἱερουσαλὴμ, προσδεξάμενοι τὴν ὀγδόην, τουτέστι τὴν ἀνάστασιν τοῦ Χριστοῦ, καὶ τὴν ἐν πνεύματι περιτομὴν πεπλουτήκασιν, ἁπάσης αὐτοὺς ἐλευθερώσασαν ἁμαρτίας, καὶ θανάτου μὲν ἀπαλλάττουσαν, ἐπειδὴ καὶ ἁμαρτίας, ἐξ ἧς καὶ δι’ ἣν ὁ θάνατος, εἰς δὲ τὴν Χριστοῦ ζωὴν μεθορμίζουσαν.
Ὅτι δὲ πάλιν πρὸς οἷς ἤδη φθάσαντες διειρήκαμεν, καὶ θανάτου λύσις καὶ φθορᾶς ἀνατροπὴ διὰ τῆς ἐν πνεύματι περιτομῆς εὑρίσκεται, θεωρήσομεν εὐκόλως, τὸ τῆς καλουμένης ἐξόδου πολυπραγμονοῦντες βιβλίον. Μωυσῆς μὲν γὰρ ὁ μακάριος διὰ θείου προστάγματος πρὸς Φαραὼ τὸν τῶν Αἰγυπτίων ἐστέλλετο τύραννον, ὅτι τῆς μακρᾶς ἐκείνης δουλείας ἀνεῖναι προσήκοι τὸν Ἰσραὴλ ἀπαγγέλλων. καὶ δὴ καὶ ἐβάδιζεν, ὡς ἤδη περιτευξόμενος ὧν εἰρήκαμεν χάριν· ἀλλ’ ἐγένετο, φησὶν, ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος, καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι· καὶ λαβοῦσα Σεπφώρα ψῆφον περιέτεμε τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου· καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ, διότι εἶπεν Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου. ἐνταῦθα μοι τίθει τὸ οὖς ἀκριβῶς· Μωυσέα μὲν γὰρ ὁ λεγόμενος ἄγγελος διαχειρίσασθαι καὶ ἀποκτεῖναι ζητεῖ, ἀναχωρεῖ δὲ μόλις αὐτοῦ καὶ ἀπανίσταται, τὴν τοῦ παιδίου περιτομὴν δυσωπούμενος, ἣν διὰ ψήφου Σεπφώρα δημιουργήσασα τὸ χρεὼν ἀποπληρῶσαί φησιν. ἔστη γὰρ τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου, τὸν Μωυσέως ὀλοθρευτὴν ἀποσοβοῦσα, βοᾷ.
ἀλλ’ εἰ μή τις καὶ τούτοις μυστικὸς ἐνεκρύπτετο λόγος, ποῖον ἂν εἰπέ μοι πιθανὸν ἐπιδείξαιτο νοῦν, τὸ τῇ τοῦ παιδίου περιτομῇ τὸν ἱεροφάντην σώζεσθαι Μωυσέα, καὶ θηρίου δίκην ἐπιπηδῶντα τὸν ὀλοθρευτὴν τῇ τοῦ αἵματος ἐπιδείξει καταλῆξαι μὲν τῆς ἐφόδου λοιπὸν, ἀνασειράζεσθαι δὲ ὥσπερ καὶ ὀπίσω χωρεῖν; οὐκοῦν· ἐπ’ ἐκεῖνο γὰρ δὴ καὶ πρῶτον βαδιοῦμαι τῶν ἄλλων· οὐκ ἤρκεσεν εἰς σωτηρίαν τῷ μακαρίῳ Μωυσεῖ τὸ ἐκ τῆς ἰδίας περιτομῆς ἀγαθὸν, ἤτοι καύχημα. δεῖν γὰρ οἶμαι μᾶλλον οὕτως εἰπεῖν. οὐ γὰρ ἀνατρέψει τὸν θάνατον κατὰ παντὸς ἀδιακρίτως ἐρχόμενον, πονηροῦ τε καὶ ἀγαθοῦ, τῆς κατὰ νόμον περιτομῆς ἡ δύναμις. φοβεῖ δὲ καὶ ἄκοντα, καὶ ἀνατρέπει λυσσῶντα, τοῦ νέου λαοῦ, τουτέστι, τῶν εἰς Χριστὸν πεπιστευκότων ἡ ἐν πνεύματι περιτομὴ, διὰ τῆς Σεπφώρας, τουτέστι τῆς Ἐκκλησίας, ἄριστα δὴ λίαν ἐπιτελουμένη. Πῶς οὖν, εἴποι τις ἂν καὶ λίαν εἰκότως, ἐν τῇ τοῦ νέου λαοῦ κατὰ πνεῦμα περιτομῇ καὶ ὁ ταύτης ἀπείρατος Ἰσραὴλ περισώζεται; πρὸς δὴ τοῦτό φαμεν, ὡς ὅσον μὲν ἧκεν εἰς τὸ μὴ θελῆσαι τὸν Ἰσραὴλ παραδέξασθαι τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, βεβασίλευκεν ἂν καὶ εἰς τὸ διηνεκὲς ὁ θάνατος·
PG 73:695ἐπειδὴ δὲ οἱ πιστεύσαντες παρεδέξαντο, δι’ αὐτοὺς εἰς ὅλην διέβη τὴν φύσιν ἡ τῆς ἀναστάσεως χάρις, προτεινομένη τρόπον τινὰ τοῖς ὅλοις διὰ τῆς ἐν πνεύματι περιτομῆς· εἰ καὶ πολλή τις ἡ τῆς ἀναστάσεως ἔν τε τούτοις κἀκείνοις ὁρᾶται διαφορά. οἱ μὲν γὰρ τὸ πιστεύειν εἰς Χριστὸν ἐξωθούμενοι, καὶ ταῖς ἀπειθείαις ὑβρίζοντες τὸν χορηγὸν τῆς ζωῆς, ὅσον εἰς τὸ μόνον ἀναβιῶναι τὴν ἀπὸ τῆς ἀναστάσεως κερδανοῦσι δύναμιν· ἀναβιώσονται γὰρ εἰς κατάκρισιν, οὐκ ἀγαπήσαντες τὸν δικαιοῦντα Χριστόν· οἱ δὲ τῆς τοῦ Σωτῆρος ἀναστάσεως θαυμασταὶ, καὶ τῶν ἐνταλμάτων γνήσιοι φύλακες, εἰς ἀνάστασιν ζωῆς, καθὰ γέγραπται, τῆς ἐν ᾗπέρ εἰσιν ἐξοιχήσονται γῆς. παραπέμψει τοιγαροῦν ὁ ἐν πνεύματι περιτετμημένος λαὸς καὶ εἰς τοὺς ἀπίστους ἔτι τὸ ἴδιον ἀγαθόν. αὐτῷ γὰρ κυρίως ἡ τῆς ἀναστάσεως ὀφείλεται χάρις, παραπέμψει δὲ καὶ εἰς ἑτέρους αὐτὴν, ὅλην ἐκ τέχνης ἀνασῶσαι τὴν φύσιν ἐθελήσαντος τοῦ Θεοῦ. ὡς γὰρ ὁ Παῦλός φησιν, ὥσπερ ἡμεῖς ἠπειθήσαμέν ποτε τῷ ἐλέῳ τοῦ Ἰσραὴλ, ἵνα διὰ τῆς ἐκείνων εὐπειθείας τὴν διὰ Χριστοῦ κερδάνωμεν χάριν·
οὕτω καὶ αὐτοὶ νῦν ἠπείθησαν τῷ ἡμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ πάλιν ἐλεηθῶσι, παραπέμποντος καὶ εἰς αὐτοὺς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ τῆς ἡμετέρας πίστεως τὸ ἐκ τῆς ἀναστάσεως ἀγαθόν. τὰ γὰρ τοῖς πιστεύουσι χρεωστούμενα, πρεπωδέστερον ὅλῃ δωρεῖται τῇ φύσει. διὰ γάρ τοι τοῦτο καὶ ὁ θεσπέσιος ἡμῖν ἀπόστολος Παῦλος τὸ περὶ τῆς ἐσομένης ἀναστάσεως ἀποκαλύπτων μυστήριον, ἀπαρχὴν μὲν τὸν Χριστὸν ἀναστήσεσθαι λέγει. καὶ γὰρ δὴ καὶ ἐγήγερται πρῶτος ἐκ νεκρῶν, ἀλλ’ ἔπειτα, φησὶν, οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. πρὸ γὰρ τῶν ἄλλων ἁπάντων τοὺς οἰκειωθέντας αὐτῷ διὰ πίστεως δεῖ ἀναστήσεσθαι λέγει, χρεωστουμένην αὐτοῖς δὴ μάλιστα κυρίως τε καὶ ἰδικῶς ἐπιδεικνύων τὴν ἀνάστασιν, εἰ καὶ εἰς ὅλην διικνεῖται τὴν φύσιν, ἐξ ἀγαθότητος δηλονότι καὶ φιλανθρωπίας τοῦ παντελῶς καταργῆσαι τὸν θάνατον ἐθελήσαντος Θεοῦ. Ἐπιτήρει δὲ ὅπως οὐ σιδήρῳ περιτέμνει τὸ παιδίον ἡ Σεπφώρα· κολαστὴς γὰρ ὁ σίδηρος, καὶ τοῖς ὑπὸ νόμον τὸν κολάζοντα πρέπων· ἀλλὰ ψήφῳ, καθὰ γέγραπται, νοουμένῃ εἰς τύπον Χριστοῦ. τὸ γὰρ ἄθραυστόν τε καὶ στερεὸν ἐφ’ ἅπασι τῆς τοῦ Μονογενοῦς φύσεως διὰ τούτου σημαίνεται.
PG 73:697τοιγάρτοι καὶ ἀδάμαντα τὸν Χριστὸν ὁ Θεὸς καὶ Πατὴρ ἐν ἁγίοις προφήταις ἀπεκάλει λέγων Ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα εἰς μέσον λαοῦ μου Ἰσραήλ. τὸ γὰρ μηδαμόθεν εἴκειν τοῖς ἀντιπίπτουσι δύνασθαι τὴν θείαν τε καὶ ἄῤῥητον τοῦ Λόγου φύσιν, ὡς ἐν σχήματι πάλιν ὁ ἀδάμας ἡμῖν σημαίνει· οὕτω δὲ ἡμῖν καὶ ὁ θεσπέσιος Ἰησοῦς, μετὰ τὴν Μωυσέως στρατηγίαν καὶ τὴν ἐκείνου τελευτὴν εἰς ἡγεμονίαν κεκλημένος, ψήφῳ τῇ θείᾳ καθαροὺς ἀπετέλει τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐπείπερ τῆς τῶν πολεμίων χειρὸς κατεξανίστασθαι χρῆν, προεξοπλίζεσθαι τρόπον τινὰ διὰ τῆς περιτομῆς εὖ μάλα διεκελεύετο, οὐχ ἑτέρως ἔσεσθαι τοῦ πίπτειν ἀμείνους καὶ θανάτου κρείττονας τοὺς ὅσον οὐδέπω μαχομένους εἰδώς. Γέγραπται δὲ οὕτως περὶ αὐτοῦ Καὶ εἶπε Κύριος τῷ Ἰησοῦ Ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου, καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ἰσραήλ. καὶ ἐποίησεν Ἰησοῦς μαχαίρας πετρίνας, καὶ περιέτεμε τοὺς υἱοὺς Ἰσραήλ. ἐν γὰρ δὴ τούτοις ἡμῖν τὸ μὲν τῆς πέτρας ὄνομα, τὸ οἱονεὶ πεπηγός τε καὶ ἄθραυστον τοῦ Θεοῦ Λόγου·
τὸ δὲ λεγόμενον ἀκρότομον, τὴν ἐν τῷ καθικνεῖσθαι λεπτῶς εἰς ἅπαντα δύναμιν καὶ τὴν ὀξυτάτην ἐνέργειαν αὐτοῦ δηλοῖ, ἐπεὶ καὶ Παῦλος ἡμῖν, ὁ τοῖς ἱεροῖς τε καὶ θείοις ἐντεθραμμένος γράμμασι ζῶντα καὶ ἐνεργῆ, καὶ τομώτερον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον τὸν θεῖον ἀποκαλεῖ λόγον, διικνεῖσθαί τε φησὶν αὐτὸν ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος. ὁ δὲ οὕτως λεπτὸς καὶ τομὸς, ἐν καρδίαις ταῖς ἡμετέραις διὰ τοῦ ἰδίου καθικνούμενος Πνεύματος, ἀπαλλάττει μὲν ἁπάσης ἀκαθαρσίας· περιτεμὼν δὲ, ὡς οὐκ ἔστιν εἰπεῖν, τὰ ἐφ’ οἷς ἐσμεν τῆς ἐσχάτης βδελυρίας ἀνάπλεῳ, καὶ ἁγίους καὶ ἀμώμους ἀπεργάζεται. ὅρα γάρ μοι διαφανεστάτην ἐν τούτοις τὴν τῆς ἀληθείας εἰκόνα. ἔστι γὰρ ὁ μὲν περιτέμνων Ἰησοῦς, οἱ δὲ ὑπομένοντες τοῦτο παρ’ αὐτοῦ, πᾶν παιδίον νέον, καθὰ γέγραπται, ὅστις οὐκ οἶδε σήμερον ἀγαθὸν ἢ κακόν. οἱ μὲν γὰρ τῆς Αἰγυπτίων ἐκδεδημηκότες, τῆς ἀπειθείας ὀψώνιον τὴν θείαν εἶχον ὀργὴν, καὶ πολυειδὴς αὐτοὺς κατὰ τὴν ἔρημον ἐξεδέχετο κόλασις, δόξαν εἰκότως τῷ πανάγνῳ Θεῷ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν αὐτῶν.
οἱ δὲ αὖ μετ’ ἐκείνους τῶν τῆς ἀπειθείας ἐγκλημάτων ἐλεύθεροι, τύπον ἀνεπλήρουν τοῦ νέου λαοῦ, ὡς καὶ τὴν ἐν πνεύματι περιτομὴν διὰ Χριστοῦ λαμβάνειν, κατοιχομένου πρὸς ἀπώλειαν, καθάπερ ἀρτίως ἐλέγομεν, τοῦ ἀρχαίου καὶ πρώτου λαοῦ, τουτέστι τοῦ Ἰσραήλ. περιτέμνεται γεμὴν ὁ εὐγενὴς καὶ νέος λαὸς, Ἰησοῦ διατάττοντος, πέραν τοῦ Ἰορδάνου, καθὰ γέγραπται. ἔχει γὰρ οὕτω καὶ τὰ ἐκ τῆς ἀληθείας θεωρούμενα. δεξόμεθα γὰρ οὐδαμῶς τὴν διὰ τοῦ Πνεύματος ἐν καρδίᾳ περιτομὴν, οὔπω τὸν μυστικὸν διαβιβασθέντες Ἰορδάνην, ἀλλ’ ἐπέκεινα γεγονότες τῶν ἁγίων ὑδάτων. ἐπειδὴ δὲ περιετμήθη πᾶς ὁ λαὸς διὰ προστάγματος Ἰησοῦ, τὸ ἐκ τοῦ πράγματος εὐθὺς ἀνακαλύπτει χρήσιμον ὁ νομοθέτης, καί φησι πρὸς τὸν ἅγιον Ἰησοῦν Ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ’ ὑμῶν. ἐπὶ τίσιν οὖν ἄρα τὸν Ἰσραὴλ ὠφελεῖσθαι δώσομεν περὶ τῆς περιτομῆς; ἢ ποῖον αὐτὸν ὀνειδισμὸν ἀφαιρεθῆναί φαμεν; τὴν δουλείαν δηλονότι, καὶ τὸ ἐξ ἀσθενείας ἕτοιμον εἰς πλεονεξίαν, καὶ προσέτι πόνους τοὺς ἐπὶ πηλῷ καὶ πλινθείᾳ. ὁρᾷς ὅσων ἀπαλλάττει κακῶν τῆς ἐν πνεύματι νοουμένης περιτομῆς ἡ δύναμις;
PG 73:699ἐξέλκει μὲν γὰρ τῆς τοῦ διαβόλου χειρὸς τὴν τοῦ ἀνθρώπου ψυχὴν, ἐλευθέραν καὶ ἀνειμένην τῆς τυραννούσης ἐν ἡμῖν ἁμαρτίας ἀποτελεῖ, καὶ πλεονεξίας ἁπάσης τῆς ἐκ πονηρῶν δαιμονίων ἀμείνω δεικνύει. ἀλλὰ καὶ πηλοῦ καὶ πλινθείας ἀνίησιν, οὐ γὰρ ἔτι ταῖς τῆς σαρκὸς μεμολυσμένον ἡδοναῖς, ἢ τοῖς περὶ γῆν ἐγκαταφύρεσθαι πόνοις ἐᾷ, ἐλευθεροῖ δὲ καὶ θανάτου καὶ φθορᾶς, καὶ οὐκ ἐν τούτοις ὅλα τὰ ἐκ τῆς περιτομῆς, ἀλλὰ καὶ θείας φύσεως ἀποτελεῖ κοινωνοὺς διὰ μετοχῆς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. Ἐπισυνάπτει γὰρ τοῖς εἰρημένοις ὁ τοῦ βιβλίου συγγραφεὺς, ὅτι Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς, καὶ ἐφάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα. οὐ γὰρ ἔστιν ἑτέρως δύνασθαι μετασχεῖν τοῦ ἀμνοῦ τοῦ ἀληθινοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλ’ οὐδὲ τὴν ἄζυμόν τε καὶ νέαν τῶν εὐαγγελικῶν κηρυγμάτων εὑρέσθαι τροφὴν, μὴ προπαρελθόντας μὲν τὸν μυστικὸν Ἰορδάνην, τὴν δὲ ἐκ τοῦ ζῶντος Λόγου λαβόντας περιτομὴν, καὶ προαποτριψαμένους τρόπον τινὰ, καθάπερ κηλῖδα ψυχῆς, τὸν ὀνειδισμὸν Αἰγύπτου, κατὰ τὸν ἀρτίως ἡμῖν διερμηνευθέντα τρόπον.
Ὅτι γὰρ ὡς ὀνειδισμοῦ καὶ ἀκαθαρσίας ἀνάμεστον ἁπάσης τὸν οὔπω περιτετμημένον καταμυσάττεται Θεὸς, οὐ τὴν σάρκα βδελυττόμενος, ἣν οὐκ ἀπηξίωσε δημιουργεῖν· ἀλλὰ τὸν ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς ὑγιῶς ἔτι καὶ ὁλοκλήρως, ἵνα οὕτως εἴπωμεν, ἔχοντα, διὰ τὸ μηδὲν ἀποβαλεῖν, διαγνωσόμεθα πάλιν, ὅταν εὕρωμεν λέγοντα πρὸς τὸν ἅγιον Μωυσέα καὶ τὸν Ἀαρών Οὗτος ὁ νόμος τοῦ πάσχα· πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ’ αὐτοῦ, καὶ πάντα οἰκέτην τινὸς καὶ ἀργυρώνητον περιτεμεῖς αὐτὸν, καὶ τότε φάγεται ἀπ’ αὐτοῦ. ἐξείργει μὲν γὰρ παντελῶς τὸν ἀλλόφυλον, τὸν οὔπω διὰ πίστεως προσοικειωθέντα Χριστῷ διὰ τούτου δηλῶν· τὸν δέ γε τῇ ἁμαρτίᾳ δουλεύοντα, καὶ τῷ διαβόλῳ τρόπον τινὰ καταπεπραμένον, προπεριτμηθέντα καὶ προκεκαθαρμένον τῶν ἱερωτάτων ἅπτεσθαι κρεῶν εὐκαίρως δὴ λίαν ἐφίησι τότε. καθαροὶ γὰρ μᾶλλον καθαρῶς μεθέξομεν τοῦ Χριστοῦ, κατὰ τὸ ἐν ταῖς ἐκκλησίαις εὐρύθμως ἀναφωνούμενον Τὰ ἅγια τοῖς ἁγίοις.
καὶ γὰρ ἦν ὄντως δίκαιόν τε καὶ πρέπον, ἀποθανόντος ὑπὲρ ἡμῶν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ οὐ τοῖς κατὰ νόμον ἡμᾶς περιῤῥαντηρίοις καθαρίσαντος, ἀλλ’ αἵματι τῷ ἰδίῳ, καὶ ἡμᾶς αὐτῷ τὴν ἰδίαν ἀναθεῖναι ζωὴν, καὶ ὡς ἐν τάξει δικαίων ὀφλημάτων καταθέσθαι λοιπὸν τὸ μὴ πολιτεύεσθαι μὲν ἑαυτοῖς, ἀντιδιδόναι δὲ ὡσπερεὶ τὴν ὁλοσχερῆ πρὸς ἁγιασμὸν ἀφιέρωσιν τῶν ἡμετέρων ψυχῶν. ὅτι γὰρ ἡμᾶς τὸ τίμιον αἷμα καὶ ὁ θάνατος τοῦ ὑπὲρ πάντων ἀποθανόντος Χριστοῦ, καὶ παντὸς διέσωσε κακοῦ, καὶ τῆς ἐν πνεύματι περιτομῆς γέγονε πρόξενον, δι’ ἧς τὸ συνάπτεσθαι τῷ ἐπὶ πάντας Θεῷ κερδαίνομεν, κἀν τούτῳ πάλιν ὀψόμεθα. γέγραπται γάρ τι τοιοῦτο ἐπὶ τῷ μετὰ Μωυσέα γεγονότι στρατηγῷ, φημὶ δὲ πάλιν Ἰησοῦ τῷ τοῦ Ναυῆ Καὶ ἐγένετο μετ’ ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς Ναυῆ δοῦλος Κυρίου ἑκατὸν δέκα ἐτῶν. καὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ· ἐκεῖ ἔθηκαν μετ’ αὐτοῦ εἰς τὸ μνῆμα ἐν ᾧ ἔθαψαν αὐτὸν ἐκεῖ, τὰς μαχαίρας τὰς πετρίνας ἐν αἷς περιέτεμε τοὺς υἱοὺς Ἰσραήλ. ἐθάπτετο μὲν γὰρ τεθνεὼς ὁ μακάριος Ἰησοῦς· παρεπήγνυντο δὲ χρησίμως αἱ μάχαιραι τῷ μνημείῳ, πρὸς τὸν τῆς περιτομῆς ὑπουργήσασαι τύπον·
PG 73:701ἵνα πάλιν ἡμεῖς διὰ τούτου συνῶμεν, ὅτι τῷ θανάτῳ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τῆς ἐν πνεύματι περιτομῆς παραπέπηγεν ἡ χάρις ἡ πάντων ἡμῖν τῶν οὐρανίων ἀγαθῶν προμνήστρια. Ἐκληψόμεθα τοίνυν τὴν ἐν ὀγδόῃ περιτομὴν, Ἰουδαϊκὸν νοοῦντες οὐδὲν, τὴν διὰ Πνεύματος κάθαρσιν, ἐν πίστει καὶ ἀναστάσει Χριστοῦ, πάσης ἁμαρτίας ἀποβολὴν, θανάτου καὶ φθορᾶς ἀναίρεσιν, πρόξενον ἁγιασμοῦ καὶ οἰκειότητος τῆς εἰς Χριστὸν, ἐλευθερίας εἰκόνα, τῆς πρὸς Θεὸν οἰκειώσεως ὁδόν τε καὶ θύραν. Ἅλις μὲν οὖν ἤδη τῶν ἐπὶ τούτοις πανταχόθεν ἡμῖν ἠρανισμένων θεωρημάτων πνευματικῶν, διῃρημένοιν δὲ ὡς εἰκὸς τοῖν δυοῖν κεφαλαίοιν, ἑκάστῳ τε τὸν αὐτῷ πρέποντα διηντληκότες λόγον· λεῖπον ἂν εἴη καὶ χρεωστούμενον εἰπεῖν, ὅτου δὴ χάριν τῆς περιτομῆς τὸ χρῆμα τὸ πνευματικὸν κατανεανιεύεταί πως καὶ τῆς τοῦ σαββάτου τιμῆς. δεκτὴ γὰρ ἡ περιτομὴ καὶ ἐν σαββάτῳ, τὸν ἐπ’ αὐτῷ τῆς ἀργίας οὐ καταφρίττουσα νόμον.
κατασημαίνοντος τοίνυν τοῦ μὲν ἐν ἑβδόμῃ σαββατισμοῦ τὴν ἐκ φαυλότητος ἁπάσης ῥᾳστώνην τε καὶ ἀργίαν, καὶ τὴν ἀπὸ τῆς ἁμαρτίας σχολὴν, σημαινούσης δὲ πάλιν τῆς ἐν πνεύματι περιτομῆς οὐδὲν παρὰ ταῦτα ἕτερον, ὡς ἐν ἐξηλλαγμένῳ τρόπῳ· τὸ γὰρ οἶμαι τῶν περιττῶν ἐπιθυμιῶν ἀπαλλάττεσθαι καὶ ἡδονῆς τῆς πλείονος, τὴν ἐκ φαυλότητος ἀργίαν ὠδίνειν διαφανῶς· οὐχ ὅπως κατ’ οὐδένα παραλύουσαν τρόπον τὸν ἐπὶ τῷ σαββάτῳ νόμον τὴν περιτομὴν εὑρήσομεν, ἀλλ’ ἤδη καὶ συνασπίζουσαν καὶ εἰς ἕνα καὶ τὸν αὐτὸν μονονουχὶ καὶ συνθέουσαν λόγον, καὶ ὅτι προσῆκεν ἀργεῖν καὶ ἀνεῖσθαι φαυλότητος ἀναφανδὸν ἀγορεύουσαν, ὡς εἶναι ταὐτὸν ἀμφότερα, τό τε περιτέμνεσθαι λέγω, καὶ τὸ ἀργεῖν ἐν σαββάτῳ, καθόσονπερ ἄν τις ἄριστά γε ποιῶν ὑπολάβοι, κατὰ τὴν ἐξ ἀμφοῖν εἰς ἕνα σκοπὸν συνδρομήν. οὐ γὰρ δήπου τῷ παχεῖ τῆς ἱστορίας προσεδρεύσομεν τύπῳ, προσβαλοῦμεν δὲ μᾶλλον πνευματικῶς τοῖς λογίοις τοῦ Πνεύματος.
οὐκοῦν ἀκατηγορήτως καὶ ἐν σαββάτῳ τὸ ἐκ τῆς περιτομῆς εἰσβήσεται χρήσιμον, ἐπεὶ κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, βεβηλοῦσιν οἱ ἱερεῖς ἐν τῷ ναῷ τὸ σάββατον ἱερουργοῦντες ἐν αὐτῷ, καὶ τῶν συνήθων οὐ καταλήγοντες, καὶ ἀναίτιοί εἰσιν, ὡς αὐτὸς αὐτοῖς μεμαρτύρηκεν ὁ Κριτὴς, εὖ δὴ μάλα καὶ λίαν εἰκότως. ἔργων γὰρ ἱερῶν καὶ τῶν ὅσα τὸ θεῖον εὐφραίνει ποῖος ἂν γένοιτο καιρὸς, ὅτι προσῆκεν ἡμᾶς ἀποσχέσθαι λέγων; τὸ δὲ καταλήγειν τῆς ἐν εὐσεβείᾳ σπουδῆς κατὰ τίνα χρόνον οὐκ ἐπιζήμιον; φαυλότητος οὖν ἄρα καὶ μόνης τῆς βδελυρᾶς ἁμαρτίας ἀξιεπαινετωτάτην ἔχει κατάλυσιν καὶ ἀνοκωχὴν ἡ κατὰ τὸ σάββατον ἀργία, διακωλύει δὲ οὐδαμῶς ἔργοις μὲν ἐφήδεσθαι τοῖς ἱεροῖς, ὅπερ δ’ ἂν οἴηταί τις πρὸς ὠφέλειαν ἔσεσθαι τῇ οἰκείᾳ ψυχῇ, τοῦτο καὶ λίαν ἐπείγεσθαι περαίνειν ὀρθῶς ἀνεγκλήτως ἐφίησι. τοῦτο δ’ ἂν ἴδοις αὐτὸ καὶ ἐν τῇ δυνάμει τῆς περιτομῆς εἰσκεκομισμένον τὸ χρήσιμον. ἐν γὰρ τῷ τὰς εἰς τὸ φαῦλον ἡδονὰς ἀποτέμνειν, ἀργίας μὲν τῆς εἰς ἁμαρτίας ὁρᾶται γένεσις, λατρείας δὲ τῆς ἐν πνεύματι καὶ πολιτείας τῆς ἱερωτάτης ἀρχή· ἀλλ’ ἥ γε διαφορὰ μικρὰ μὲν ἐν τούτοις, ἀναγκαία δ’ οὖν ὅμως.
PG 73:703τὸ γὰρ ἄμφω μὴ ἐν ἑβδόμῃ τελεῖσθαι προστάττειν, μήτε μὴν ἐν ὀγδόῃ τυχὸν, ὅτι διέσταλταί πως ὁ ἐφ’ ἑκάστῳ λόγος δίδωσιν ἐννοεῖν. ἀλλ’ ἔχει τινὰ καὶ τοῦτο διάνοιαν, οὐκ ἄκομψον, ὥς γε μοι φαίνεται. τὸ γὰρ ἀργῆσαι φαυλότητος, οὔπω πάντως ἐστὶ καὶ φαυλότητος ἀποβολή. ἠρεμεῖ γὰρ πολλάκις ἐν ἡμῖν τὰ πάθη, τῆς μὲν διανοίας οὐκ ἔξωθεν ὄντα κατὰ τὸ πάντη· λογισμῷ δὲ τῷ σώφρονι, καθάπερ τινὶ χαλινῷ περιενεχθέντα βιαίως εἰς ἀπᾴδουσαν αὐτοῖς ἡσυχίαν, ἀλλὰ καὶ τοῖς εἰς ἄσκησιν πόνοις καὶ οὐχ ἑκόντα παραχωρεῖ· τὸ δὲ ἀποσείσασθαι πάθος, ὅσον ἀνθρώπῳ πρέπει, πάντως γε δήπου καὶ ἕτερόν τι παρ’ ἐκεῖνό ἐστι, καὶ πολύ τι μεῖζον παρὰ τὸ ἀργῆσαι πάθους. διεσκευασμένων δὲ οὕτω τῶν ἐπὶ τούτοις λόγων, προσήκει λοιπὸν ἐννοεῖν, ὡς οὐ πρότερον ἐπὶ τὴν τῶν παθῶν, ἤτοι τῶν ἐξ ἡδονῆς πταισμάτων, ἥξομεν ἀποβολὴν, ὃ καὶ διὰ τῆς περιτομῆς σημαίνεται, μὴ οὐχὶ τῆς κατ’ ἐνέργειαν δραστικῆς κακίας προκαταλύοντες, καὶ ἱστῶντες ὥσπερ εἰς ἀργίαν τὰ εἰς πλημμέλειαν τρέχοντα τοῦ νοῦ κινήματα.
βαθμῷ γὰρ ὥσπερ τινὶ τότε τῷ τοιούτῳ χρησάμενοι, καὶ προσέτι μεῖζον καὶ ὑπερτεροῦν ῥᾳδίως ἀναβησόμεθα, τὴν ὁλοσχερῆ φημι τῶν παθῶν ἀποτομήν. ἀλλὰ τὸ μὲν ἀργῆσαι πάθους, ἔχει τινὰ μοῖραν τοῦ καὶ ἐφ’ ἡμῖν κεῖσθαι δοκεῖν· καταλήξομεν γὰρ τοῦ κακοῦ τοῖς ἀμείνοσι τῶν ἰδίων θελημάτων ἐπιδιδόντες τὴν ῥοπήν· τὸ δὲ ἀπαλλάττεσθαι πάθους, οὐχὶ πάντως ἐφ’ ἡμῖν, ἔργον δ’ ἂν εἴη πρέπον ὄντως Χριστῷ τῷ παθόντι ὑπὲρ ἡμῶν, ἵνα καὶ πάντας ἀναῤῥυθμίσῃ πρὸς καινότητα ζωῆς. διάτοι τοῦτο τὴν μὲν ὀγδόην ἡ περιτομὴ πρεπόντως ἀπεκληρώσατο, τὸν ἀνακαινιστὴν, ἵν’ οὕτως εἴπω, τῆς ἀναστάσεως εἰσκομίζουσα καιρόν. γείτονα δὲ τὴν ὀπίσω βραχὺ, τὴν ἑβδόμην, ἡ ἀργία. λείπεται γάρ πως καὶ ὀπίσω κεῖται βραχὺ τῆς ὁλοκλήρου τῶν παθῶν ἀποτομῆς, ἡ πρόσκαιρός τε καὶ κατὰ θέλησιν ἀργία. ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΠΕΜΠΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ’ ἡμᾶς, ἀλλ’ ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ ἐναντίον ἐρχόμεθα, καὶ ὅτι τοῖς τοῦ Θεοῦ νεύμασι διοικούμεθα·
προκειμένου ῥητοῦ Ἐζήτουν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα· προκειμένου ῥητοῦ Οὔπω γὰρ ἦν Πνεῦμα ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ τῷ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ’ αὐτὸς ἑκὼν τοῦτο ὑπὲρ ἡμῶν πέπονθεν, ἵνα πάντας διασώσῃ· προκειμένου ῥητοῦ Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐδεὶς ἐπίασεν αὐτὸν ὅτι οὔπω ἐλήλυθεν ἡ ὥρα αὐτοῦ. δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον· προκειμένου ῥητοῦ Ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ· ἐγὼ ἐκ τοῦ κόσμου τούτου οὐκ εἰμί. ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ [αὐτο]σοφία καὶ δύναμις αὐτοῦ· προκειμένου ῥητοῦ Ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ Πατὴρ ταῦτα λαλῶ. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.
PG 73:705«Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;» ἙΟΡΤΗΣ οὔσης τῆς κατὰ νόμον σκηνοπηγίας κατωνομασμένης, καὶ ἐξ ἁπάσης, ὡς ἔπος εἰπεῖν, τῆς περιοικίδος συνδεδραμηκότων Ἰουδαίων εἰς Ἱεροσόλυμα· τοῦτο γὰρ ἦν τὸ τῷ νομοθέτῃ δοκοῦν· τὴν πρὸς ἅπαντας διδασκαλίαν ἐποιεῖτο Χριστός. οὐ γὰρ δήπου μόνοις προσελάλει τοῖς ἀστικοῖς. οὐκοῦν ἀνάγκη ζητεῖν τόν γε ὅλως χρηστομαθῆ καὶ φιλήκοον, τί τὸ πεπεικὸς τὸν θεῖον ἡμῖν Εὐαγγελιστὴν, τὴν μὲν ἄλλην ἅπασαν τῶν Ἰουδαίων ἀγέλην σιωπῶσαν εἰσάγειν, Ἱεροσολυμίταις δὲ μόνοις τὸν ἐπὶ τούτῳ προσάψαι λόγον· τί δὲ ἄρα διεσκεμμένοι καὶ καθ’ ἑαυτοὺς ἐνθυμούμενοι τὰ τοιαῦτά φασιν· σχῆμα γὰρ τῷ λόγῳ περιτέθειται βαθύ. τί τοιγαροῦν πρὸς τοῦτο ἐροῦμεν; οὐκ εὐαρίθμητα κατὰ τὸ ἄστυ σημεῖα πεποιηκότος τοῦ πάντων Σωτῆρος ἡμῶν Χριστοῦ, συχνότερον δὲ τοῖς Ἱεροσολύμοις ἐνδιατρίβοντος, ὑποπείθονται δέ πως, ἠρέμα βαδίζουσιν εἰς τὸ λοιπὸν θελῆσαι πιστεύειν αὐτῷ τῶν κατὰ τὸ ἄστυ τινὲς, ἀλλ’ οὔτε γυμνῶς, οὔτε μὴν ἐλευθέρως ἀγαπᾶν ἀπετόλμων, τῷ τῶν ἡγουμένων καταπτοούμενοι θράσει, καὶ πρὸς δέος ἐπιζήμιον οὐκ ἐξ ἐπιβουλίας συνωθούμενοι.
τοῦτο γὰρ ἐδήλου σαφῶς ἐν τοῖς ἤδη παρῳχηκόσιν εἰρηκὼς ὁ μακάριος Εὐαγγελιστὴς, ἐν παῤῥησίᾳ μηδένα λαλεῖν περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ἰουδαίους γὰρ ἐν τούτοις τοὺς ἡγουμένους ἀποκαλεῖ λοιπὸν, κατοκνήσας, ὥς γ’ ἐμοὶ φαίνεται, τοῖς οὕτως ἀπεγνωσμένοις τὴν τῶν ἡγουμένων ἐπωνυμίαν χαρίζεσθαι. παῤῥησιαζομένου τοιγαροῦν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ταῖς τῶν ἀρχόντων ἀπονοίαις ἐπιπηδῶντος εὐτόνως, διελέγχοντός τε καὶ μάλα σαφῶς ὡς οὐδεὶς μὲν αὐτοῖς τοῦ νομοθέτου λόγος, ἐπὶ δὲ τὸ δοκοῦν ἕκαστοι καὶ λίαν εὐπετῶς ἀποκλίνοντες καὶ εἰς τὸ φονᾶν ἀπερισκέπτως ὡς ἐπὶ μηδενὶ τῶν φαύλων ἐξώλισθον, ὑπομένοντός τε τῶν ἀηδῶν ἐπὶ τούτοις οὐδὲν παρ’ ὧν ἦν εἰκὸς ὑποστήσεσθαι τὰ δεινά· αὐτὸ δὴ τοῦτο πρὸς ἀπόδειξιν καὶ πληροφορίαν τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας Ἱεροσολυμῖται λαμβάνουσι, καὶ τοῖς ἤδη προτεθαυμασμένοις προσθήκην ὥσπερ τινὰ καὶ τοῦτο δεχόμενοι, καὶ τοῖς προλαβοῦσιν ἐπισωρεύοντες, θερμοτέροις λοιπὸν τοῖς κινήμασιν ἐπὶ τὸ χρῆναι πιστεύειν αὐτῷ συνελαύνονται. διὰ τοῦτό φασιν τὴν ἐκ λογισμοῦ τοῦ εἰκότος ἐρανιζόμενοι γνῶσιν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;

Book VLiber V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 73:707ἐννόει γὰρ ὅτι μονονουχὶ καὶ ὑψηλὴν ἀνατείνοντες χεῖρα τὴν δεξιὰν, τῇδε κἀκεῖσε περικομίζοντες, δεικνύουσι μὲν τὸν ἐλέγχοντα, διαγελῶσι δὲ ἤδη τὴν ἐκείνων ἀτίθασον ἀγριότητα κατηυνασμένην ὁρῶντες, οὐ λογισμῷ τῷ σώφρονι· πόθεν; θεοπρεπεῖ δὲ μᾶλλον δυνάμει καὶ ἐξουσίᾳ. Σημειωτέον δὲ ὅτι τοῖς ἄλλοις ἅπασι τῶν Ἰουδαίων ὄχλοις Ἱεροσολυμῖται μόνοι τἀναντία φασὶ, καὶ ὅπως, ἐρῶ. εἰσηγουμένου ποτὲ τὰ κάλλιστα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ παρειστήκεισαν οἱ Φαρισαῖοι διαπριόμενοι ἐπὶ τούτοις, ἀνακεκαλυμμένοι δὲ ἤδη πρὸς ἀνήμερον θράσος, καὶ τὰ ἐκ φόνου πράττειν ἐπειγόμενοι· πρὸς δὴ τοῦτο αὐτὸς ἔφασκε παρανομοῦντας ἐλέγχων αὐτοὺς τοὺς ὅτι προσήκοι φονᾶν ἐγνωκότας Οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον· τί με ζητεῖτε ἀποκτεῖναι; καὶ ὁ μὲν σύμπας τοῦ λόγου σκοπὸς τὰς τῶν ἡγουμένων κατατοξεύει καρδίας· ὑποπλήττεται δ’ οὖν ὅμως ἡ ἀγελαῖα πληθὺς, ἀφορητῶς δὲ διατεθεῖσα περὶ τοὺς λόγους ὑβριστικώτερον ἀπεκρίνατο λέγουσα Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; ἀλλ’ οἶμαι παντί τῳ δῆλον ὑπάρχειν, ὡς ἐπείπερ ἐθεᾶτο φονῶντας ἤδη τοὺς Φαρισαίους, ἐκεῖνά φησιν ὁ Χριστός.
Page scan enlarged

Notebook

Full View