PG 10Pamphilus of Caesarea
Saint Pamphilus, Presbyter and Martyr of the Church of Caesarea
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (60% of openings; remainder still OCR), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

col. 1529–1530page 1 of 10
PG 10:1529ἑλλογιμώτατον αὐτῷ τε βίῳ φιλό σοφον ἀληθῆ,
col. 1531–1532page 2 of 10
PG 10:1531παρ' ὧν ἁπάντων τόλμης συγγνώμην αἰτῶ, εὐχῇ τῇ ὑπὲρ ἡμῶν τὴν συμπεριφορὰν κομιζόμενος Τῶν οἱ μὲν πέντε Παμφίλῳ τὸ δεσμοτήριον οἰκοῦντι, συμπαρόντος καὶ Εὐσεβίου, ἐξεπονήθησαν· ὁ δὲ ἔκτος, ἐπεὶ ὁ μάρτυς ξίφει τοῦ ζῆν ἀπο χθείς, ανέλυσε πρὸς ἐν ἐπόθει Θεὸν, Εὐσεβίῳ λοιπὸν

First PartPars prior

PG 10:1533Α'. Καιρὸς δὴ καλεῖ πρὸς πᾶσι τὸ μέγα καὶ περιβόη τον ανιστορῆσαι θέατρον Παμφίλου τοῦ ἁγίου μάρτυρος καὶ τῶν σὺν αὐτῷ τελειωθέντων θαυμασίων ἀνδρῶν, καὶ πολυτρόπους εὐσεβείας ἄθλους ἐπιδεδεγμένων. Πλείστων γοῦν ὅσων κατὰ τὸν ἐγνωσμένον· ἡμῖν διωγμὸν, ἀνδρισαμένων, τὸν περὶ ὧν ὁ λόγος ἀγῶ να σπανιώτατον, ἐν ἡμεῖς ἔγνωμεν, ἱστορήσαμεν, ἀθρόως ἐν αὐτῷ πᾶν εἶδος ἡλικιῶν τε σώματος, καὶ ψυχῶν ἀγωγῆς, βίου τε καὶ ἀναστροφῆς διαφόρου περιειληφότα, βασάνων τε ποικίλοις εἴδεσι, καὶ τοῖς κατὰ τὸ τέλειον μαρτύριον ἐνηλλαγμένοις στεφάνοις κεκοσμένον. Νέους τε γὰρ ἦν ἰδεῖν, καὶ κομιδῇ παι δας τῶν σὺν αὐτοῖς Αἰγυπτίων τινὰς, ἡμῶν τοὺς δὲ ἄλλους (μεθ' ὧν καὶ ὁ Πορφύριος ἦν ἀκμαίους τε αὖ σώματί τε ὁμοῦ καὶ φρονήσει, τοὺς ἀμφὶ τὸ ποθεινόν μοι ὄνομα, καὶ τὸν Ἰαμνήτην Παῦλον, Σέλευκόν τε καὶ Ἰουλιανὸν, ἄμφω τῆς Καππαδοκῶν γῆς ὡρμη μένους· ἦσαν δὲ ἐν αὐτοῖς καὶ ἱερᾷ πολιᾷ, βαθυτάτῳ γε γήρα πεπυκασμένοι, Ουάλης διάκονος τῆς Ἱερο
PG 10:1535σολυμιτῶν Ἐκκλησίας, καὶ ὁ τούνομα επαληθεύσας Θεόδουλος. Β'. Τοιαύτη μὲν οὖν ἐν αὐτοῖς ἡ τῶν ἡλικιῶν ἐτύγε χανε ποικιλία· ψυχῶν δὲ ἀγωγαῖς διηλλάττοντο, οἱ μὲν Ιδιωτικώτερον, οἷα παῖδες, καὶ ἁπλούστερον ἔτι τὸν νοῦν φοροῦντες, οἱ δὲ καὶ πάνυ στιβαρὸν καὶ ἐμβριθές κεκτημένοι τὸ ἦθος· ἦσαν δὲ ἐν αὐτοῖς καὶ τοῖς τῶν ἱερῶν μαθημάτων οὐκ ἀνεπιστήμονες, συγγενῶς δὲ ἅπασιν ὑπερφυὴς καὶ ἐνάρετος ἡ ἀνδρία προσῆν. Οἷα δέ τις ἐν ἀποστίλβουσιν άστροις ἡμεροφανής φωστήρ, ἐν μέσοις διέπρεπεν ἐξαστράπτων ὁ ἐμὸς δεσπότης (οὐ γὰρ ἑταῖρον προσειπεῖν ἔτι μοι θέμις τὸν θεσπέσιον καὶ μακάριον ὡς ἀληθῶς Πάμφιλον)· παιδείας γὰρ οὗτος τῆς παρ' Έλλησι θαυμαζομένης οὐ με τρίως ἧπτο, τῆς τε κατὰ τὰ θεῖα δόγματα καὶ τὰς θεοπνεύστους Γραφάς (εἰ χρῆ τι θρασύτερον, πλην ἀληθὲς, εἰπεῖν), ὡς οὐδέτερον ἔχοι τις φάναι τῶν κατ' αὐτὸν, ἤχετο· μεῖζον δὲ τούτων ἐκέκτη τὸ πλεονέκτημα, τὴν οίκοθεν, μᾶλλον δὲ θεόθεν αὐτῷ δεδωρημένην σύνεσίν τε καὶ σοφίαν. Γ. Καὶ τὰ μὲν περὶ ψυχὴν οὕτως εἶχον οἱ πάντες βίου δὲ αὖθις καὶ ἀναστροφῆς πλείστη τις ἐν αὐτοῖς ὑπῆρχε διαλλαγή· τοῦ μὲν Παμφίλου ἐξ εὐπατριδῶν κατάγοντος κατὰ σάρκα γένος, ἐπισήμως τε ταῖς κατὰ τὴν πατρίδα πολιτείαις διαπρέψαντος, τοῦ δὲ Σελεύ του ταῖς κατὰ τὴν στρατείαν ἀξίαις περιφανέστατα τετιμημένου, τῶν δὲ τῆς μέσης καὶ κοινῆς γεγονότων ἀγωγῆς. Οὐκ ἦν δὲ αὐτῶν ὁ χορὸς οὐδὲ τοῦ οἰκετικοῦ γένους ἐκτὸς, ὅ τε γὰρ ἡγεμονικῆς οἰκετίας θεράπων αὐτοῖς συγκατείλεκτο καὶ ὁ Πορφύριος, τὸ μὲν δοκεῖν, τοῦ Παμφίλου γεγονώς οἰκέτης, διαθέσει γε μὴν ἀδελφοῦ καὶ μᾶλλον γνησίου παιδὸς διενηνοχὡς οὐδὲν ἢ ἐλλείπων τῆς πρὸς τὸν δεσπότην κατὰ πάντα μια μήσεως. Καὶ τί γάρ; Αλλ' εἰ φωνῇ τις, αὐτοὺς ὁλό κληρον ἐν βραχεῖ τόπον ἐκκλησιαστικού συστήματος περιειληφέναι, οὐκ ἂν ἐκτὸς βάλοι τῆς ἀληθείας, πρεσβυτερίου μὲν ἐν αὐτοῖς ἠξιωμένου τοῦ Παμφίλου, διακονίας τε τοῦ Ουάλεντος, τήν τε τῶν ἐπὶ τοῦ πλή θους ἀναγινώσκειν εἰθισμένων τάξιν εἰληχότων ἑτέ ρων· ὁμολογίαις διὰ καρτερωτάτης μαστίγων υπο μονῆς, ἔτι πάλαι πρὸ τοῦ κατὰ τὸ μαρτύριον τέλους τοῦ Σελεύκου διαπρέψαντος, καὶ τὴν τῆς στρατιωτικῆς ἀξίας ἀποβολὴν ἐῤῥωμένως καταδεξαμένου· τῶν τε λοιπῶν ἐπὶ τούτοις, διὰ κατηχουμένων καὶ πιστῶν τουτὶ λοιπὸν τῆς ὡς ἐν εἰκόνι σμικρά μυριάνδρου Ἐκκλησίας αφομοίωμα φερούσης αναπληρούντων. Δ'. Οὕτω παράδοξον τὴν τοσούτων καὶ τηλικούτων μαρτύρων ἐκλογὴν ἐθεωρήσαμεν, καθ' ήν καίτοιγε οὐ πολλοῖς τὸν ἀριθμὸν οὖσιν, ὅμως οὐδὲν ἀπέδει ταγμάτων ἐν ἀνθρώποις εὑρισκομένων. Οἷα οὖν ἐν πολυχόρδῳ λύρᾳ ἐξ ἀνομοίων συνεστώσῃ χορδών, Θεόδουλος ἑταῖρον, ἕτερον,
PG 10:1537ὀξειῶν καὶ βαρειῶν· τῶν τε ἀνειμένων καὶ ἐπιτεταμένων καὶ μέσων, εὐδιηρμοσμένων ἁπασῶν τέχνῃ τῇ μουσικῇ· κατὰ τὰ αὐτὰ δὴ καὶ ἐπὶ τούτων νέοι κατὰ τὸ αὐτὸ καὶ πρεσβύται, δοῦλοί τε ὁμοῦ καὶ ἐλεύθεροι, λόγιοι καὶ ἰδιῶται, ἄδοξοί τε κατὰ τὸ τοῖς πολλοῖς δοκοῦν καὶ ἐπίδοξοι, πιστοί τε καὶ κατηχούμενοι, ἅμα καὶ διάκονοι σὺν πρεσβυτέροις, οἱ πάντες, ὡς ἂν ὑφ' ἑνὸς πανσόφου μουσουργοῦ τοῦ μονογενοῦς τοῦ Θεοῦ Λόγου ποικίλως ἀνακρουσθέντες, καὶ τῆς ἐν αὐτοῖς ἕκαστο: δυνάμεως διὰ τῆς τῶν βασάνων ὑπομονῆς ἐν δεξάμενοι τὴν ἀρετὴν, τούς τε τῆς ὁμολογίας λαμπροτάτους καὶ ἐμμελεῖς, ἁρμονίους τε καὶ συμφώνους ἐπὶ τῶν δικαστηρίων φθόγγους ἀποδεδωκότες, ὑφ᾽ ἐν καὶ ταὐτὸ τέλος τὴν εὐσεβεστάτην καὶ πάνσοφον διὰ τῆς τοῦ μαρτυρίου τελειώσεως τῷ Θεῷ τῶν ὅλων ἀπεπλήρωσαν τὴν μελωδίαν. Ε'. Ὑπερθαυμάζειν ἄξιον καὶ τὸν ἀριθμὸν τῶν ἀν δρῶν προφητικὸν δηλοῦντα χορόν· δώδεκα γὰρ εἶναι συνέβη τοὺς πάντας, ὁπόσους πατριάρχας καὶ προ φήτας καὶ ἀποστόλους γενέσθαι παρειλήφαμεν. Ο περ ἑτέρων, οὐδὲ τὰς κατὰ μέρος ἑκάστου πολυτλήτους ἀνδρείας, κατὰ τῶν πλευρῶν ξέσεις, καὶ τὰς διὰ τριχῶν αἰγίων ὑφῆς κατὰ τῶν ξεσθέντων του σώμα τος μερῶν ἐκτρίψεις, τάς τε ἀνηκέστους μάστιγας, καὶ τὰς πολυτρόπους καὶ ἐνηλλαγμένας βασάνους, δεινάς τε καὶ δυσκαρτερή τους στρεβλώσεις, ἃς ἐπι κελευομένου τοῦ δικαστοῦ καὶ χερσὶ καὶ ποσὶν ἐπι τείνοντες οἱ δορυφόροι, τῇ βία κατηνάγκαζον πρᾶξαι τι τῶν ἀπειρημένων τοὺς μάρτυρας. Γ' Τί χρή λέγειν τὰς ἀειμνήστους τῶν θεσπεσίων φωνάς, ἐν αἷς ἧττον πεφροντικότες τῶν πόνων, λαμ πρῷ καὶ φαιδρῷ προσώπῳ, τὰς τοῦ δικαστοῦ πεύσεις ἀμείβοντες, πρὸς αὐταῖς βασάνοις γελῶντες ἀνδρικῶς, ἤθει τε σπουδαίῳ κατειρωνευόμενοι αὐτοῦ τὰς ἐρω τήσεις; Ἐρωμένου γὰρ ὁπόθεν εἶεν, τὴν ἐπὶ γῆς πόλ λιν φράζειν παρέντες, τὴν ὄντως ἑαυτῶν ἀνεδήλουν πατρίδα, ἀπὸ Ἱερουσαλὴμ ἑαυτοὺς ἀναγορεύοντες, ἐνέφαινον δὲ ἄρα κατὰ τὸν αὐτῶν νοῦν τὴν ἐπουράνιον τοῦ Θεοῦ, ἐφ᾽ ἦν καὶ ἔσπευδον πόλιν, καὶ ἄλλα δὲ τοιουτότροπα, ἄγνωστα μὲν καὶ ἀσύνοπτα τοῖς τῶν ἱερῶν ἀγεύστοις, μόνοις δὲ αὐτοῖς καὶ τοῖς ἐκ τῆς θείας πίστεως ώρμημένοις ἀριδηλότατα προσέφερον ἐφ᾽ οἷς δὲ μάλιστα ὁ δικαστὴς ἀγανακτικῶς, καὶ μάλα ὀργίλως σφαδάζων, καὶ τὸν λογισμὸν ἀπορούμενος ποικίλως, ὡς ἂν μὴ ἡττηθείη, τὰς κατ᾿ αὐτῶν ἐπενόει μηχανάς· κάπειτα πεσὼν τῆς ἐλπίδος, τέλος ἑκάστῳ τὰ τῆς νίκης ἀποφέρεσθαι παρεχώρει βρα εῖα. Ποικίλος δ᾽ ἦν αὐτῶν καὶ ὁ τῆς τελευτῆς τρό πος· δυεῖν μὲν τῶν ἐν αὐτοῖς κατηχουμένων τῷ διὰ πυρὸς βαπτίσματι τελειωθέντων· ἑτέρου δὲ τῷ τοῦ σωτηρίου πάθους σχήματι παραδοθέντος· τῶν δὲ ἀμφὶ τὸ ποθεινόν μοι όνομα, διαλλάττουσι βραβείοις ἀναδησαμένων. Ζ'. Τάδε μὲν οὖν φαίη ἄν τις καθολικώτερον τούτων μεμνημένος, κατὰ μέρος δὲ ἕκαστον ἐπεξιών, εικό τως ἂν τοῦ χοροῦ τὸν πρωτοστάτην μακαρίσεις.
PG 10:1539Πάμφιλος οὗτος ἦν, ὁ θεοφιλής όντως ἀνὴρ καὶ πάν των ὡς ἀληθῶς φίλος τε καὶ προσήγορος, ἐπαληθεύων τὴν ἐπωνυμίαν, τῆς Καισαρέων Εκκλησίας ὁ κόσ μος. Ἐπεὶ καὶ τὴν τῶν πρεσβυτέρων καθέδραν πρε σβύτερος ὢν ἐδόξαζε, κοσμῶν ὁμοῦ καὶ κοσμούμενος τῇ ἐνταῦθα λειτουργίᾳ· κἂν τοῖς ἄλλοις δὲ θεῖος ἦν ὄντως καὶ θείας μετέχων εμπνεύσεως· ἐπεὶ καὶ παρ' ὅλον αὐτοῦ τὸν βίον ἀρετῇ πάσῃ διαπρέψας έτυχε, μακρὰ μὲν χαίρειν εἰπὼν τρυφῇ καὶ πλούτου πο ριουσίᾳ, ὅλον δὲ ἑαυτὸν ἀναθεὶς τῷ τοῦ Θεοῦ λόγῳ ἀποδόμενός γέ τοι τὰ εἰς αὐτὸν προγόνων ήκοντα γυμ νοῖς, πηροῖς καὶ πένησιν ἅπαντα, αὐτὸς ἐν ἀκτήμον διῆγε βίῳ δι' ἀσκήσεως καρτεριχωτάτης τὴν ἔνθεον μετιών φιλοσοφίαν. [ἁρμᾶτο μὲν οὖν ἐκ τῆς Βηρυτίων πόλεως, ἔνθα τὴν πρώτην ἡλικίαν τοῖς αὐτόθι ἐτέθραπτο παιδευτηρίοις· ἐπεὶ δὲ τὰ τῆς φρονήσεως εἰς τελείους ἄνδρας αὐτῷ προσῄει, μετέβαινεν ἀπὸ τῶνδε ἐπὶ τὴν τῶν ἱερῶν λόγων ἐπιστήμην· ἀνελάκ βανε δὲ ἐνθέου καὶ προφητικοῦ βίου τρόπον, καὶ Θεοῦ μάρτυρα αὐτὸς ἀληθῆ ἑαυτὸν καὶ πρὸ τελευτῆς τοῦ βίου παρίστη. | Η'. Αλλ' ὁ μὲν Πάμφιλος τοιοῦτος ἦν· δεύτερος δὲ μετ' αὐτὸν ἐπὶ τὸν ἀγῶνα παρῄει Ουάλης, γηραι καὶ ἱεροπρεπεῖ πολιᾷ τετιμημένος, αὐτῇ τε προς ὄψει σεμνὸς καὶ ἱερὸς πρεσβύτης· οὐ μὴν ἀλλὰ τῶν θείων Γραφῶν εἰ καί τις ἄλλος εἰδήμων· τοσαύτες γέ τοι μνήμας αὐτῶν ἐνεστερνίσατο, ὡς μηδὲ ἀποδεῖν τῆς ἀπὸ γραμμάτων τεύξεως τὰς διὰ μνήμης αὐτῷ σωζομένας τῶν ἱερῶν μαθημάτων ἀπαγγελίας. Διά κονος ἦν, καίπερ ὧν τοιοῦτος, τῆς Αἰλιέων ἐκκλησίας. Τρίτος ἐν τοῖςδε κατηριθμεῖτο Παῦλος, θερμουργότατος καὶ τῷ πνεύματι ζέων ἀνὴρ, ἀπὸ τῆς Ἰαμνιτῶν πόλεως ἐγνωρίζετο· ὃς δὴ καὶ πρὸ τοῦ μαρτυρίου διὰ καυτήρων ὑπομονῆς τὸν τῆς ὁμολογίας ἀγῶνα διηθλήκει. η Πάμφιλος, πάντων φίλος, Καιρὸς δῆτα καλεῖ, τὸ μέγα καὶ περιβόητον ἀνιστορῆσαι θέατρον, τῶν ἀμφὶ τὸ τριπόθητον ἔμοιγε όνομα Παμφίλου τελειωθέντων. Δώδεκα δ' ἦταν οἱ πάντες, προφητικοῦ τινος ἢ ἀποστολικοῦ χαρίσματος καὶ ἀριθμοῦ κατηξιωμένοι· ὧν ὁ κορυφαῖος καὶ. τοῦ κατὰ Καισάρειαν πρεσβείου τιμῇ κεκοσμημένος μόνος ἐτύγχανεν ὁ Πάμφιλος· ἀνὴρ καὶ παρ' ὅλον αὐτοῦ τὸν βίον πάσῃ διαπρέψας ἀρετῇ, ἀπο τάξει καὶ καταφρονήσει βίου, τῇ τῆς οὐσίας εἰς ἐν δεεῖς κοινωνία, κοσμικῶν ἐλπίδων ολιγωρία, φιλοσόφω

Second PartPars altera

col. 1541–1542page 7 of 10
PG 10:1541πολιτείᾳ καὶ ἀσκήσει. Μάλιστα παρὰ τοὺς καθ' ἡμᾶς διέπρεπε τῇ περὶ τὰ θεῖα λόγια γνησιωτάτη σπουδή, ἀτρύτῳ τε προϋθετο φιλοπονίᾳ, καὶ τῇ περὶ τοὺς προσήκοντας καὶ πάντας τοὺς αὐτῷ πλησιάζοντας ὠφελείᾳ· οὗ τὰ λοιπὰ τῆς ἀρετῆς κατορθώματα, μακροτέρας όντα διηγήσεως, ἐπὶ ἰδίας τῆς τοῦ κατ' αὐτ τὸν ὑποθέσεως βίου γραφῆς ἐν τρισὶν ἤδη πρότερον ὑπομνήμασι παραδεδώκαμεν. ᾿Αλλὰ γὰρ ἐπ' ἐκεῖνα τοὺς φιλοτίμως καὶ ταῦτα εἰδέναι ἔχοντας, ἀναπέμψαντες, τὰ νῦν ἐχώμεθα τῆς κατὰ τοὺς μάρτυρας ἀκολουθίας. Δεύτερος μετὰ Πάμφιλον ἐπὶ τὸν ἀγῶνα παρῄει, ἱεροπρεπεί πολιᾷ τετιμημένος, Ουάλης, τῶν ἀπὸ Αἰλίας διάκονος, αὐτῇ προσάψει σεμνότατος πρε σβύτης, τῶν θείων Γραφῶν εἰ καί τις ἄλλος ἐπιστήμων· τοσαύτας γέ τοι μνήμας αὐτῶν ἐνεστέρνισατο, ὡς μὴ ἐνδεῖν τῆς ἀπὸ γραμμάτων ἐντεύξεως, τῆς εἴ ποτε λάβοι Γραφῆς οὓς δ' οὖν ἀπομνημονεῦσαι διεξ όδους. Τρίτος ὁ θερμουργότατος καὶ τῷ πνεύματι ζέων, ἀπὸ τῆς Ἰαμνιτῶν πόλεως, ἂν αὐτοῖς ἐγνωρίζετο Παῦλος, πρὸ τοῦ μαρτυρίου διὰ καυτήρων ὑπο μονῆς τὸν τῆς ὁμολογίας διαθλήσας ἀγῶνα. Θ'. Τούτοις ἐπὶ τῆς εἰρκτῆς δυεῖν τοῖν χρόνων και τατριβομένοις, ὑπόθεσις τοῦ μαρτυρίου ἐγένετο Αι γυπτίων ἄφιξις, τῶν σὺν αὐτοῖς τελειωθέντων, οὓς κατὰ τὴν Κιλικίαν οὗτοι καταπονουμένους ἐν τοῖς μετάλλοις, μέχρι τῶν τόπων καταστήσαντες ἐπὶ τὴν οἰκείαν ἐπαλινόστουν· καὶ δὴ πρὸς ταῖς εἰσόδοις τῶν κατὰ Καισάρειαν πυλῶν, τίνες είεν καὶ πόθεν ἀφική μενοι, πρὸς τῶν φυλάκων ερωτηθέντες, καὶ μηδὲν τ' ἀληθοῦς ἀποκρύψαντες, Χριστιανοὶ δὲ φάντες ἑαυ τοὺς, κακούργων τρόπῳ ἐπ' αὐτῷ φώρῳ ληφθέντων καταλαμβάνοντο· πέντε δὲ ἦσαν τὸν ἀριθμόν. Οἱ δὲ προσαχθέντες τῷ ἄρχοντι, κἀπὶ τούτου παρρησιασάμενοι, δεσμοῖς μὲν αὐτίκα παραδίδονται. Τῇ ὑστεραίᾳ, Περιττίου μηνὸς ἐκκαιδεκάτῃ, κατὰ Ῥωμαίους δὲ τῇ πρὸ δεκατεσσάρων Καλάνδων Μαρτίων, αὐτοὺς δὴ τούτους, σὺν τοῖς ἀμφὶ τὸν Πάμφιλον, τῷ Φιρμιλιανῷ προσάγουσιν. Ὁ δὲ τῶν Αἰγυπτίων ἀπεπειρᾶτο μόνων, πρὸ τῶν βασάνων είδεσιν παντοίοις δια γυμνάζων τοὺς ἄνδρας· τὸν μὲν οὖν προήγορον αύτ τῶν ἐν μέσῳ ἀγαγών, τί εἴη καὶ πόθεν ἠρώτα. ἐπὶ τῆς Κρή της, τῆς εἰρκτῆς ὁμολογητής,
col. 1543–1544page 8 of 10
PG 10:1543"Οστις, ἀντὶ τοῦ κυρίου ονόματος, προφητικών ει ἑαυτῷ προσῆπτε· τοῦτο δὲ καὶ πρὸς τῶν λοιπῶν ἐγίγνετο ἀντὶ τῆς πατρόθεν αὐτοῖς ἐπιτεθείσης ἐπων μίας. Ι. Ηλίαν γ' οὖν καὶ Ἱερεμίαν, Ησαΐαν τε καὶ Σαμουήλ καὶ Δανιὴλ ἀκούσας ἂν αὐτῶν ἑαυτοὺς ἐν μαζόντων, καὶ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ γνήσ Ισραηλίτην αὐτοῖς ἔργοις οὐ μόνον, ἀλλὰ καὶ φωνεῖς κυρίως ἐκφερομέναις ἐνδεικνυμένων· τοιοῦτον οὖν τι πρὸς τοῦ μάρτυρος ἐπακούσας ὁ δικαστὴς ὄνομα, οἱ μὴν τῇ τοῦ ῥήματος ἐπιστήσας δυνάμει, δεύτερο, ἥτις αὐτοῦ πατρὶς εἴη ἠρώτα. Ὁ δὲ συνοδῷ τῇ προ τέρᾳ δευτέραν ἀφίησι φωνὴν, Ἱερουσαλὴμ εἶναι λέ γων τὴν ἑαυτοῦ πατρίδα, ἐκείνην δῆτα νοών, περί ής εἴρηται Παύλῳ· 'Η δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέραἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν· και· προσεληλύθατε Σιών ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ιερο σαλὴμ ἐπουρανίῳ. Καὶ ὁ μὲν ταύτην ἐνόει· ὁ ἃ ἐπὶ χθόνα καὶ χαμαι ρίψας τὴν διάνοιαν, τίς εἰς αὐτὴ καὶ ὑπὸ γῆς ποίας κειμένη, ἀκριβῶς ἐπολυπραγμόνει, καὶ δῆτα καὶ βασάνους ἐπῆγεν ὡς ἂν τ' ἀληθὲς ὁμολογοίη. Ὁ δὲ στρεβλούμενος κατόπιν τὰ χεῖρε καὶ τοῖν ποδοῖν μαγγανοις τισὶ διακλώμενος, είρηκέναι τ' ἀληθὲς διῖσχυρίζετο. Εἶτα αὖ πάλιν καὶ πολλάκις πυνθανομένου, τίς εἴη καὶ ποῖ κειμένη ἡ λεχθεῖσα πόλις Ιερουσαλήμ, μόνην αὐτὴν εἶναι τῶν Χριστιανῶν πατρίδα ἔλεγε, μὴ γὰρ καὶ ἑτέροις ἢ τούτοις μόνοις αὐτῆς μετείναι, κεῖσθαι δὲ πρὸς ἀνατολαῖς, καὶ πρὸς αὐτῷ φωτὶ καὶ ἡλίῳ. Ὁ μὲν καὶ πάν λιν διὰ τούτων κατὰ τὸν οἰκεῖον νοῦν ἐφιλοσόφει· τῶν ἐν κύκλῳ βασάνοις αὐτὸν αἰκιζομένων οὐδὲ ἐπιστρεφόμενος· ὥσπερ δέ τις ἄσαρκος καὶ ἀσώματος, οὐδὲ ἐπαισθάνεσθαι ἐδόκει τῶν ἀλγηδόνων. Ὁ δὲ δικαστές απορούμενος ἐσφάδαζεν, ἐχθρὸν καὶ Ῥωμαίοις του λεμίαν τάχα που συστήσασθαι ἑαυτοῖς πόλιν Χριστιανοὺς οἰόμενος· πολύς τε ἦν ἐπικείμενος ταῖς βασά νοις, καὶ ἀνερευνῶν τὴν δηλωθεῖσαν πόλιν, τήν τε κατὰ ἀνατολὰς ἐξετάζων χώραν· ὡς δὲ ἐπὶ πλεῖον μάστιξι τὸν νεανίαν καταξήνας, ἀπαράλλακτον τῶν προτέρων αὐτῷ ῥηθέντων ἑώρα, τὴν ἐπὶ θανάτῳ κατ' αὐτοῦ κεφαλικὴν ἐκφέρει ψῆφον. ΙΑ'. Καὶ τὰ μὲν κατὰ τοῦτον, τοιαύτην είληφε δρα ματουργίαν, καὶ τοὺς λοιποὺς δὲ τῶν Αἰγυπτίων, τοῖς παραπλησίοις διαγυμνάσας παλαίσμασι, τὸν ὅμοιον ἐπάγει τρόπον. Εἶτα ἐκ τούτων ἐπὶ τοὺς ἀμφὶ τὸν Πάμφιλον μεταβὰς ἀνεδιδάσκετο, ὡς ἄρα πρότερον ἤδη πλείστων εἶεν βασάνων πεπειρασμένοι· ἄτοπον δὲ εἶναι λογισάμενος ταῖς αὐταῖς αἰκίαις περιβάλλειν τοὺς ἄνδρας, καὶ μάταια μοχθεῖν, τοσοῦτον μόνον, εἰ κἂν νῦν πειθαρχοῖεν, ἀνεπυνθάνετο· ἀκούσας δὲ παρ' ἑκάστου τὴν ὑστάτην τῆς μαρτυρίας φωνήν,
col. 1545–1546page 9 of 10
PG 10:1545παραπλησίως κεφαλικὴν τιμωρίαν κατ' αὐτῶν ἐξενεγκάμενος, ὑπάγει. ΙΒ'. Οὔπω δὲ αὐτῷ πᾶν εἴρητο ἔπος· καὶ πόθεν; Αναβο, μειρακιόν τι, τῆς οἰκετικῆς τοῦ Παμφίλου θεραπείας, ἐκ μέσου τοῦ πλήθους τῶν ἀμφὶ τὸ δι καστήριον κυκλούντων παρελθὼν εἰς μέσον· ἐβόα δὲ μεγάλη φωνῇ, ταφῇ τὰ σώματα ἐξαιτούμενος. Πορφύριος ἦν ὁ μακάριος· θρέμμα γνήσιον Παμφίλου, οὐδ᾽ ὅλων ὀκτὼ καὶ δέκα ἐτῶν, καλλιγραφικῆς ἔμπειρος, σωφροσύνης δὲ ἕνεκα καὶ τρόπων πάντα καλύπτων ἐγκώμια, ὡς οἷα ὑπὸ τηλικῷδε ἀνδρὶ συνησκημένος ὡς δ' ἔγνω τὴν κατὰ τοῦ δεσπότου ψῆφον, ἀπὸ μέσης τῆς πληθύος ἀνέκραγε, γῇ τὰ σώματα παραδοθῆναι ἀξιῶν. Ὁ δὲ οὐκ ἄνθρωπος, ἀλλὰ θήρ, καὶ θηρίου παντὸς ἀγριώτερος, μήτε τῆς αἰτήσεως εύλογον ἀπο δεξάμενος, μήτε τῷ τῆς ἡλικίας ἀπονείμας νέῳ συγ γνώμην, αὐτὸ μόνον ὡς ὁμολογοῦντα Χριστιανὸν ἔμαθε, παντί σθένει τοῖς βασανισταῖς κατ' αὐτοῦ χρῆσθαι προστάττει. Ὡς δὲ ἐπικελευομένου θύειν ἀνένευεν ὁ θαυμάσιος, οὐκ ἔθ᾽ οἷα σάρκας ἀνθρώπου, ἀλλ᾽ οἷα λίθους ἢ ξύλα, ἤ τι τῶν ἀψύχων ἕτερον ἄχρις ὀστέων αὐτῶν καὶ κατὰ βάθους σπλάγχνων αἰκίζειν αὐτὸν, καὶ πᾶν τὸ σῶμα καταξαίνειν ἐπικελεύεται εἰς μακρὸν δὲ τούτου γινομένου, μάτην ἐγχειρεῖν διέγνω. Αφώνου, μικροῦ δεῖν καὶ ἀψύχου τοῦ σώ ματος τῷ γενναίω μάρτυρι καταστάντος, παραμένον τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον κεκτημένος ὁ δικαστής, τριχῶν πεπλεγμένοις ὑφάσμασι τὰς ἐκδαρείσας ταῖς βασάνοις πλευρὰς ψήχειν καὶ τρίβειν ἐπὶ πλέον προσ τάττει· εἶθ' ὥσπερ κόρον λαβὼν καὶ τῆς μανίας ἐμ φορηθείς, μακρῷ καὶ μαλθακῷ πυρί παραβληθῆναι αὐτὸν ἀποφαίνεται. Οὗτος μὲν οὖν πρὸ τῆς τοῦ Παμ φίλου τελειώσεως ὕστατος ἐπὶ τὸν ἀγῶνα παρελθών, τῇ ἀπὸ τοῦ σώματος ἀπαλλαγῇ τὸν δεσπότην προέ λαβεν. ΙΓ'. Ην δὲ ἄρα τὸν Πορφύριον θεωρεῖν ἱερονίκου διαθέσει πάμμαχον νενικηκότος, κεκονισμένον τὸ σῶμα, φαιδρὸν δὲ τὴν ὄψιν, θαρσαλέω τε φρονήματι καὶ γαύρῳ, τὴν ἐπὶ τὸν θάνατον βαδίζοντα· θείου Πνεύματος ὡς ἀληθῶς ἔμπλεων· καὶ δὴ φιλοσόφῳ σχήματι τῷ περὶ αὐτὸν ἀναβολαίῳ τρόπον ἐξωμίδος ἡμφιεσμένος, ἄνω βλέπων καὶ πάντα τὸν θνητὸν καὶ ἀνθρώπινον ὑπερφρονῶν βίον, ἀτρεμεῖ τῇ ψυχῇ πρόσ εισι τῇ πυρᾷ. Ηδη ἑαυτῷ τῆς φλογὸς πελαζούσης, ὡς ἂν δὲ μηδενὸς αὐτῷ παρόντος λυπηροῦ, ἀταράχῳ καὶ νήφοντι λογισμῷ περὶ τῶν οἰκείων τοῖς γνωρίμοις ὁ ἥρως διετάττετο, εἰς ἔτι τότε τὸ πρόσωπον δ φαιδρὸν καὶ ἀπαράλλακτον διαφυλάττων. ὡς δὲ τοῖς γνωρίμοις αὐτάρκως συνετάξατο, πρὸς τὸν Θεὸν ἤδη λοιπὸν ἠπείγετο τῆς γέ τοι πυρᾶς ἐξ ἀποστήματος κύκλῳ περὶ αὐτὸν ἀφθείσης, ἐνθένδε κἀκεῖθεν ὑφήρπαζε τῷ στόματι τὴν φλόγα, επισπέρχων αὐτὸς ἑαυ τὸν ἐπὶ τὴν προκειμένην πορείαν· καὶ τοῦτο ἔπρατ σεν, οὐδὲν ἕτερον ἡ Ἰησοῦν ἀνακαλούμενος. ΙΔ΄. Τοιοῦτος καὶ Πορφυρίου ἆθλος· τῆς δὲ κατ' αὐτὸν τελειώσεως ἄγγελος τῷ Παμφίλῳ γενόμενος Σέλευκος, τοῦ σὺν αὐτοῖς καταξιοῦται παραυτίκα Χ.
col. 1547–1548page 10 of 10
PG 10:1547κλήρου. Αὐτίκα γ' οὖν διαγγείλαντα αὐτὸν τῷ Παμ Τῆς ἐκ στρατείας ἐπιλέκτου νεαλείας, Ο φίλῳ τὸ τοῦ Πορφυρίου τέλος, καὶ τῶν μαρτύρων των δῆμον ἐν φιλήματι ασπασάμενον, συλλαβόντες οἱ στρατιῶται ἄγουσιν ἐπὶ τὸν ἡγούμενον. Ὁ δὲ, ὥσπερ ἐπισπεύδων τῷ προτέρῳ αὐτὸν συναπόδημον γενέσθαι, κεφαλῇ κολασθῆναι προστάττει. Τῆς Κατ παδοκῶν οὗτος ὁρμᾶτο γῆς· λαμπρότατα δὲ τῶν ἐν στρατείαις εὐδοκιμήσας, τῶν ἐν Ῥωμαϊκαῖς προχω παῖς οὐ μικρᾶς ἐπείληπται ἀξίας· οὐ μὴν ἀλλὰ καὶ αὐτῇ ἡλικίᾳ καὶ ῥώμῃ σώματος, μεγέθει τε και ἰσχύος, ἀρετῇ πλεῖστον ὅσον τοὺς λοιποὺς ἀνθρώπους ἐπλεονέκτει, καὶ τὴν πρόσοψιν δὲ αὐτὴν περίβλεπτος ἦν τοῖς πᾶσι, τό τε πᾶν εἶδος ἀξιάγαστος, μεγέθους ἕνεκα καὶ εὐμορφίας· καταρχὰς μὲν οὖν διωγμοῦ διὰ μαστίγων ὑπομονῆς, τοῖς κατὰ τὴν ὁμολογίαν διέπρεψεν ἀγῶσι· μετὰ δὲ τὴν τῆς στρατείας ἀπαλλαγὴν, ζηλωτὴν αὐτὸς ἑαυτὸν καταστήσας τῶν τῆς εὐσεβείας ἀσκητῶν, Χριστοῦ γνήσιος στρατιώτης ἀποδέδεικται όρφανῶν, ἐρήμων καὶ χηρῶν ἀποριστάτων, τῶν τε ἐν πενίᾳ καὶ ἀσθενείᾳ καταπονουμένων, ἐπίσκοπός τις οἷα καὶ φροντιστὴς ἐπιμελούμενος· πατρός τε καὶ κηδεμόνος δίκην τῶν ἀπεῤῥιμμένων ἁπάντων τοὺς πόνους, καὶ τὰς κακοπαθείας ανακτώμενος ὅθεν εἰκότως, πρὸς τοῖς τοιούτοις δὴ χαίρει Θεὸς μέλο λον ἢ ταῖς διὰ καπνοῦ καὶ αἵματος θυσίαις, τῆς κατὰ το μαρτύριον ἠξιώθη τελειώσεως. Δέκατος οὗτος ἀθλητὴς σὺν τοῖς εἰρημένοις, μιᾷ καὶ τῇ αὐτῇ τετελείωτο ἡμέρᾳ, καθ᾿ ἣν ὡς ἔοικε μεγίστης τῷ Παμ φίλου μαρτυρίῳ πύλης οὐρανῶν διανοιχθείσης, εὐμα ρὲς ἅμ' αὐτῷ καὶ ἄφθονος ἡ τῆς τοῦ Θεοῦ βασιλείας ἐγίγνετο πάροδος. ΙΕ΄. Κατ' ίχνος δῆτα τῷ Σελεύκω Θεόδουλος, σε μνός τις καὶ θεοσεβής παρῄει πρεσβύτης, τῆς ἡγεμονικῆς οἰκετίας πρώτης τιμῆς ἠξιωμένος τρόπων καὶ ἡλικίας ἕνεκα· καὶ διὰ τὸ τριγονείας αὐτὸν πατέρα καθεστάναι, καὶ ἔτι μᾶλλον δι᾿ ἣν ἔσωσε περὶ τοὺς κηδεμόνας εύνοιαν· τὸ παραπλήσιον δὴ τῷ Σελεύκω καὶ οὗτος διαπραξάμενος, καί τινας τῶν μαρτύρων ἀσπασάμενος φιλήματι, προσάγεται τῷ δεσπότῃ, μᾶλλον ἑαυτὸν (Ισ. δὲ αὐτόν ) τῶν ἄλλων ἐπ' ὀργὴν ὀξύνας, ταυτὸν τοῦ σωτηρίου μαρτυρίου πάθος σταυρῷ παραδοθεὶς ἀνεδέξατο. ΙϚ'. Ἐπὶ τούτοις ἑνὸς ἔτι λείποντος· δς τὸν δωδέ κατον ἀποπληρώσειε τοῖς εἰρημένοις ἀριθμὸν Ἰου λιανὸς παρῆν τοῦτον ἀποπληρώσων. Ἐξ ἀριδημίας οὗτος αὐτῆς ὥρας ἀφικόμενος, μηδὲ εἰσβαλών πως τῇ πόλει, εὐθὺς ὡς εἶχεν ἀπὸ τῆς ὁδοῦ, μαθὼν παρά τοῦ [γενομένου ] καὶ ὁρμήσας ἐπὶ τὴν τῶν μαρτύρων θέαν, ὡς ἐπὶ τῆς γῆς χαμαὶ κείμενα τὰ τῶν μαρτύρων εθεάσατο σώματα, χαρᾶς ἔμπλεως γεγονώς, ἑκάστῳ περιπλέκεται, φιλήματι τοὺς πάντας ἀσπα ζόμενος. Ἔτι δὲ τοῦτο πράττοντα συλλαβόντες α τῶν φόνων διάκονοι προσάγουσι τῷ ἄρχοντι. Ὁ & ἀκόλουθα τῇ προαιρέσει τελῶν, μακρῷ καὶ τοῦτον πυρὶ παραδίδωσιν. Οὕτω δῆτα καὶ Ἰουλιανὸς σκιρ τριγονείας παι τέρα τριγένεια.
Page scan enlarged

Notebook

Full View