PG 75Cyril
On the Incarnation of the Lord
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

Chapter I; Chapter IICaput I · Caput II

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput I

PG 75:1419ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΚΥΡΙΟΥ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ. Α. Ὅτι ὠφέλιμον τοῖς ἀκούουσιν ἡ τῆς θείας οἰκονομίας ἀνάμνησις. Ὁ μὲν περὶ τῆς ἁγίας Τριάδος ὡς ἐν εὐσεβῶν συλλόγῳ, καὶ τοῖς εὐαγγελικοῖς δόγμασιν πειθομένων, ἀποχρώντως ἡμῖν, ὡς οἶμαι, λόγος διήνυσται. Οὐ γὰρ ἀντειπεῖν ἐπὶ τοῦ παρόντος τοῖς ἀσεβέσιν, ἀλλὰ τοῖς φοιτηταῖς τῶν ἀποστόλων ἐκθέσθαι πίστιν προὐθέμεθα. Ἐπειδὴ δὲ καὶ τῶν θείων εὐεργεσιῶν τὸ μέγεθος ὑφάπτειν οἶδε μειζόνως τῶν φιλοθέων τὸν πόθον, καὶ θερμοτέρους αὐτοὺς καθίστησιν ἐραστὰς τοῦ Θεοῦ, ἀναγκαίως καὶ ἐπὶ τοῦτον βαδιοῦμαι τὸν λόγον, τῇ θεολογίᾳ τὴν οἰκονομίαν συνάπτων, καὶ δεικνὺς ἡλίκα καὶ ὅσα ὁ Ποιητὴς τὸ ἡμέτερον εὐηργέτησε γένος. Οὐ γὰρ ἐπαύσαντο πώποτε τῶν θείων δωρεῶν αἱ πηγαὶ τοῖς ἀνθρώποις τὰ ἀγαθὰ ἀναβλύζουσαι. Β. Διήγησις τῶν ὑπὸ Θεοῦ γεγενημένων εἰς τὴν ἀνθρώπου εὐεργεσίαν ἐξ ἀρχῆς. Ἀλλ’ ἀφ’ οὗπερ τόνδε τὸν παναρμόνιον κόσμον ἐδημιούργησεν, ταῖς ποικίλαις εὐεργεσίαις τὴν ἡμετέραν ἐπικλύζει φύσιν ὁ Ποιητής.
Καὶ πρῶτον μὲν μὴ ὄντα πεποίηκε καὶ διαπλάττων ἐτίμησεν, καὶ τὸν χοῦν εἰς ἀνθρώπου φύσιν μετέβαλεν ὡς ἠθέλησε, καὶ τῷ δυσειδεῖ πηλῷ κάλλος καὶ ψυχὴν ἐδωρήσατο, ὀφθαλμῶν λαμπρότητα, καὶ γαλήνης καθαρότητα, καὶ παρειῶν λειότητα, καὶ γλώττης ἁπαλότητα, καὶ αἵματος ὀχετοὺς εἰς ἅπαντα τοῦ σώματος Διαθέοντας μέλη, καὶ ἀρδεῖαν ἀποχρῶσαν σαρκὶ καὶ νεύροις χορηγοῦντας καὶ δέρματι, ὀστῶν ἀντιτυπίαν, καὶ τῶν ἐν τούτοις ἀποκειμένων μυελῶν τὸ χρειῶδες, καὶ τἄλλα ὅσα τοῦ ἀνθρωπίνου ζώου τὸ ὁρώμενον ἔχει. Καὶ πρὸς τούτοις, νοῦν ἔδωκεν ἡγεμόνα καὶ κυβερνήτην, σοφίας πληρώσας, τέχνης ἁπάσης καὶ ἐπιστήμης ἐμπλήσας, καὶ λογικὸν ἀπέφηνε τὸ πήλινον ἄγαλμα, καὶ οἰκείαν εἰκόνα πεποίηκε τὸν χοϊκὸν ἀνδριάντα, τὸ ἀρχικὸν καὶ αὐτοκρατορικὸν καὶ δημιουργικὸν τῇ νοερᾷ ψυχῇ καὶ ἀθανάτῳ δωρησάμενος. Εἶτα βασιλέα κτηνῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν, νηκτῶν, καὶ ἀμφιβίων, καὶ τῶν ἀεροπόρων ὀρνίθων ἐχειροτόνησε. Πρὸ δὲ τούτων ὥσπερ τινὰ παστάδα χαριεστάτην ἄνωθεν ἐξέτεινεν οὐρανὸν, λειμῶνας ἀστέρων ἐγκαταπήξας, χρείαν τε ὁμοῦ καὶ τέρψιν παρέχοντας·
PG 75:1420ἥλιόν τε ἀνίσχειν κελεύσας, καὶ δύεσθαι, καὶ ποιεῖν ἡμέρας καὶ νύκτας, καὶ τῷ δρόμῳ τὸν χρόνον μετρεῖν· σελήνην φθίνειν καὶ πλήθειν, καὶ ταῖς πυκναῖς μεταβολαῖς ἥδειν τε ὁμοῦ καὶ σημαίνειν κύκλον τὸν ἐνιαύσιον· γῆν δὲ κάτωθεν ὑπεστόρεσε, καὶ ποικίλον αὐτῇ κόσμον δέδωκεν, εἰς ἄλση καὶ λήϊα καὶ λειμῶνας διακρίνας· ὄρη κυρτώσας εἰς ὕψος, καὶ νάπας κοιλάνας, καὶ πεδία ὕπτια καὶ ἰσόπεδα δείξας, καὶ πηγὰς ἀναβλύζειν ἐν μέσῳ κελεύσας, καὶ ποταμοὺς τρέχειν ἄπαυστα, καὶ τἄλλα ὅσα γῆν καλλωπίζει καὶ θάλατταν. Γ. Διὰ τί τὸν ἄνθρωπον προσηγόρευσεν Ἀδάμ. Οὕτω δημιουργήσας τὸν πρῶτον ἄνθρωπον, καὶ τῇ εἰκόνι τιμήσας καὶ τῷ πλήθει τῶν δωρεῶν ἀποκλύσας, τίθησιν αὐτῷ τὸ τῆς φύσεως ὄνομα· Ἀδὰμ γὰρ αὐτὸν προσηγόρευσεν· τοῦτο δὲ τὸν χοῦν δηλοῖ τῇ Ἑβραίων φωνῇ. Μία δὲ καὶ αὕτη περὶ τὸν ἄνθρωπον κηδεμονία.

Caput XI

Ἐπειδὴ γὰρ ἔμελλε τοσούτοις ἀγαθοῖς ἐντρυφήσειν, καὶ τοσούτων ἄρχων ἀνηγορεύθη καὶ βασιλεὺς, ἵνα μὴ τῷ πλήθει τῶν δωρεῶν ὑπερμαζήσας, καὶ τῷ ὕψει τῆς ἡγεμονίας ἐπαρθεὶς κατασκιρτήσῃ τοῦ κτίσαντος, καὶ μεγίστην ἐκ τῆς τυραννίδος ἀπενέγκηται βλάβην, κατὰ τὸν πρῶτον ἀποστάτην ἐκεῖνον τὸν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα δι’ ἀλαζονείαν, ἀναγκαίως ὁ σοφὸς τῶν ὅλων πρύτανις κωλύων αὐτοῦ τὸν ὄγκον τοῦ φρονήματος, Ἀδὰμ προσηγόρευσεν, ἵνα ἐκ τῆς προσηγορίας ἐννοῶν τὴν συγγένειαν, καὶ τὰς ἀφορμὰς τῆς φύσεως λογιζόμενος, καὶ τὸν πρόγονον χοῦν πρὸ τῶν ὀφθαλμῶν θεώμενος, ἑαυτὸν μὲν γνωρίζῃ, προσκυνῇ δὲ τὸν τοσαύτην εὐπρέπειαν αὐτῷ καὶ μεγαλοπρέπειαν δωρησάμενον· αὕτη πρώτη περὶ τὸν ἄνθρωπον ἐδείχθη τοῦ Ποιητοῦ μετὰ τὴν δημιουργίαν πρόνοια· οὕτως ἐξ ἀρχῆς οἷά τις πατὴρ καὶ ἰατρὸς καὶ διδάσκαλος, κοσμῶν ὁμοῦ καὶ ἰατρεύων καὶ διδάσκων αὐτὸν τὴν ἀρετὴν, διετέλεσεν. Δ. Διὰ τί τὴν γυναῖκα ἐκ τῆς πλευρᾶς ἐδημιούργησε. Οὕτως αὐτὸν διαπλάσας, οὕτως προσαγορεύσας, βοηθὸν αὐτῷ καὶ συνεργὸν καὶ τοῦ βίου κοινωνὸν παραχρῆμα ἐδημιούργησεν·

Chapter III · Chapter IVCaput III · Caput IV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1422οὐκ ἐκ μόνης δὲ τῆς γῆς, ὡς ἐπ’ ἐκείνου, λαμβάνει τὰς ἀφορμὰς τῆς διαπλάσεως, ἀλλὰ μίαν τῶν πλευρῶν ἐκείνου λαβὼν, καὶ ταύτῃ καθάπερ τινὶ κρηπῖδι καὶ θεμελίῳ χρησάμενος, τὴν γυναικείαν φύσιν ποιεῖ· οὐχ ὕλης ἀπορίᾳ· μόνη γὰρ αὐτῷ βουλὴ πρὸς τὴν ὅλων δημιουργίαν ἤρκεσεν· ἀλλ’ ἐν τῇ φύσει τῆς ὁμονοίας θελήσας ἐνθεῖναι τὸν σύνδεσμον. Φυτεύει καὶ παράδεισον, καὶ φυτοῖς αὐτὸν κατακοσμεῖ παντοίοις, καὶ τοῦτον ἐνδιαίτημα τῷ ἀνθρώπῳ χαρίζεται, δεδωκὼς αὐτῷ γυμνάσιον ἀρετῆς, ἐντολὴν οὐκ ἐπίπονον, οὐδὲ γέμουσαν ἱδρῶτος, ἀλλὰ μάλα σωφρονοῦντι ῥᾳδίαν. Ε. Διὰ τί νόμον αὐτῷ τέθεικεν. Πάντων γὰρ τῶν φυτῶν τοῦ παραδείσου κελεύσας ἀπολαύειν, ἑνὸς ἀπηγόρευσε τὴν μετάληψιν· οὐχ ἁπλῶς οὐδὲ τοῦτο πεποιηκὼς, ἀλλ’ ἵνα τὸν πεποιηκότα γνωρίζῃ, καὶ ὥσπερ τινὰ ζυγὸν ἔχῃ τὸν νόμον τοῦ δημιουργήσαντος, ἵνα γινώσκῃ ὡς βασιλεύει μὲν τῶν ἐν τῇ γῇ, βασιλεύεται δὲ ὑπὸ πλάσαντος, ἄρχει καὶ ἄρχεται, δεσπόζει καὶ δεσπόζεται, ἡγεῖται καὶ ἄγεται. Ἄλλως δὲ καὶ πρόσφορος ἡ νομοθεσία τοῖς λογικοῖς· ἀλόγων γὰρ ἴδιον τὸ νόμων χωρὶς πολιτεύεσθαι·
τὸν δὲ περὶ βρώσεως νόμον τέθεικεν αὐτῷ ὁ Ποιητὴς, ἐπειδὴ τῶν ἄλλων νόμων ἡ θέσις περιττὴ τηνικαῦτα ἦν. Τί γὰρ αὐτῷ καὶ ἀπαγορεύειν ἐχρῆν; Μὴ φονεῦσαι; Ἀλλ’ οὐκ ἦν ὁ τοῦτο πεισόμενος. Ἀλλὰ μὴ μοιχεῦσαι; Ἀλλ’ οὐδὲ βουληθεὶς οἷός τε ἦν, γυναικὸς ἄλλης οὐκ οὔσης. Ἀλλὰ μὴ κλέψαι; Τὰ τίνος; Αὐτοῦ γὰρ ἦν ἅπαντα. Ἁρμόδιος τοίνυν ὁ κόσμος ἐκεῖνος ἦν τῷ τότε καιρῷ, καὶ οὐ μόνον τοῖς μόνοις οὖσιν, ἀλλὰ καὶ παιδίοις ἀρτιγενέσιν συμβαίνων. 2. Περὶ τῆς ἐξορίας τοῦ Ἀδάμ. Ἐπειδὴ δὲ φθόνῳ διαβόλου, καὶ γυναικὸς εὐκολίᾳ τὴν ἀπάτην ἐδέξατο (ταύτην γὰρ ὡς ἁπαλωτέραν φενακίσας, πρότερον δι’ αὐτῆς, ὡς πιθανωτέρας, τὸν Ἀδὰμ ὁ τῆς ἡμετέρας φύσεως ἀλάστωρ ἐπολιόρκησεν), ἐξεβλήθη μὲν εὐθὺς τοῦ παραδείσου, καὶ πρὸς τὴν συγγενῆ γῆν παρεπέμφθη, ἱδρῶτι καὶ πόνῳ καὶ ταλαιπωρίᾳ συγκληρωθεὶς, καὶ οἷόν τινι χαλινῷ τῇ γηπονίᾳ καὶ κακοπαθείᾳ καὶ ταῖς ἄλλαις τοῦ βίου πονηρίαις παραδοθείς. Ὡς γὰρ τὴν ἄπονον ἐκείνην καὶ ἄλυπον οὐκ ἐνεγκὼν εὐγνωμόνως ζωὴν, τῇ δυςημερίᾳ συζεύγνυται, ἵνα τὴν ἀπὸ τῆς εὐημερίας φερομένην νόσον διὰ τῶν πόνων ἀποσκευάσηται.

Chapter V; Chapter VI; Chapter VIICaput V · Caput VI · Caput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1423Διακόπτει δὲ καὶ θανάτῳ τὸν δρόμον τῆς ἁμαρτίας ὁ νομοθέτης, καὶ αὐτὴν δείκνυσι τὴν τιμωρίαν φιλανθρωπίαν. Ἐπειδὴ γὰρ τῇ παραβάσει νομοθετῶν συνέζευξε θάνατον, παραβὰς δὲ ὑπὸ τὴν τιμωρίαν ἐκείνην ἐγένετο, οἰκονομεῖ τὴν τιμωρίαν σωτηρίαν γενέσθαι. Διαλύει γὰρ τοῦτο τὸ ζῶον ὁ θάνατος, καὶ παύει μὲν τὴν τῆς πονηρίας ἐνέργειαν, ἀπαλλάττει δὲ πόνων, καὶ ἱδρώτων ἐλευθεροῖ, λύπας καὶ φροντίδας ἐλαύνει, τέλος τοῖς τοῦ σώματος δίδωσι πάθεσι. Τοσαύτῃ φιλανθρωπίᾳ τὴν τιμωρίαν ἐκέρασεν ὁ κριτής Ζ. Διήγησις τῆς τῶν ἀνθρώπων ἀχαριστίας, καὶ τῆς τοῦ Θεοῦ κηδεμονίας. Ἀλλ’ οὐδὲν ἐντεῦθεν τὸ ἀχάριστον γένος τῶν ἀνθρώπων ἀπώνατο· μείζοσι δὲ ἀγνωμοσύναις τὸν εὐεργέτην ἠμείψατο. Εὐθὺς γὰρ ἀδελφοκτονία τολμᾶται, καὶ φθόνος, καὶ ψεῦδος, ἀκολασίαι τε καὶ ἀσέλγειαι, ἀδικίαι, καὶ ἀλληλοφονίαι, καὶ τῶν ἀλλοτρίων ἁρπαγαὶ, καὶ τἄλλα ὅσα ἐβλάστησεν ἡ ἁμαρτία κακά. Ἀλλ’ οὐδὲ οὕτως ὁ Ποιητὴς ἣν διέπλασεν ἀπηγόρευσεν φύσιν·

Caput XIX

σοφῶς δὲ αὐτὸ καὶ διαφόρως ἐτέλεσεν, ἰατρεύων, ἐπιτιμῶν, ἐγκαλῶν, εἰςηγούμενος τὸ δέον, συμβουλεύων, ἀπειλῶν, ἐπάγων τὴν ἀπειλὴν, κολάζων τοὺς πονηροὺς, στεφανῶν τοὺς ἀγαθοὺς, καὶ τὸν μὲν ἀνακηρύττων, τὸν δὲ μετατιθεὶς, τὸν δὲ ξύλῳ μετὰ τοῦ γένους διασώζων, καὶ σπινθῆρα τῇ φύσει διατηρῶν, ἐπικλύζων τὴν γῆν, διαφθείρων ὕδατι τοὺς ἐργάτας τῆς πονηρίας, αὔξων αὖθις τὸ ἀνθρώπινον γένος, μερικαῖς τιμωρίαις κοινὰς ἰατρείας ποιούμενος, πόλεις ἀσεβείαις συζώσας πυρὶ καταφλέγων οὐρανίῳ, τὸν σὺν αὐτοῖς μὲν οἰκοῦντα, τῆς δ’ ἀσεβείας οὐ κοινωνοῦντα, τῆς τιμωρίας ἐλευθερῶν, εὐετηρίαις δωρούμενος, ἐν καιρῷ ὑετὸν χαριζόμενος, αὔξων ἀῤῥήτως τὰ παρὰ τῶν ἀνθρώπων καταβαλλόμενα σπέρματα, καρπῶν ἀφθονίας βρύειν τὰ δένδρα κελεύων, λιμῷ παιδεύων τοὺς οὐδὲν ἐκ τῆς εὐθηνίας ὠφεληθέντας, νόσους ἐπάγων, καὶ πάλιν ταύτας ἐλαύνων, χαλασφενδονῶν τὰς τῆς ζωῆς ἀφορμὰς, νέφεσιν ἀκρίδος τὸν ἥλιον κρύπτων καὶ τοὺς καρποὺς διαφθείρων· νεύων αὖθις, καὶ τὰ λυπηρὰ μεταβάλλων, τοὺς τὴν εὐσέβειαν ἀγαπήσαντας οὐκ ἐῶν, καὶ τούτοις φαινόμενος, καὶ φιλικῶς διαλεγόμενος, καὶ διὰ τούτων προσημαίνων τὰ μέλλοντα. Η.
PG 75:1425Ὅτι φιλανθρωπίας γέμει ἡ τοῦ Θεοῦ ἐνανθρώπησις. Ἐπειδὴ δὲ ταῦτα, καὶ τἄλλα τὰ μυρία καὶ δυσδιήγητα τῆς θείας οἰκονομίας εἴδη ὀλίγους μὲν εὐηργέτησεν, οἱ δὲ λοιποὶ τῶν ἀνθρώπων ἀνηκέστως διέκειντο, τότε δὴ, τότε τὸ μέγα καὶ ἄῤῥητον γίνεται τῆς οἰκονομίας μυστήριον· αὐτὸς γὰρ ὁ Λόγος τοῦ Θεοῦ, ὁ δημιουργὸς ἁπάσης τῆς κτίσεως, ὁ ἀχώρητος, ὁ ἀπερίγραπτος, ὁ ἀναλλοίωτος, ἡ πηγὴ τῆς ζωῆς, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ ζῶσα τοῦ Πατρὸς εἰκὼν, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως, τὴν ἀνθρωπείαν φύσιν ἀναλαμβάνει, καὶ τὴν οἰκείαν εἰκόνα νεοποιεῖ τῇ ἁμαρτίᾳ διαφθαρεῖσαν, καὶ τὸν ἀνδριάντα τὸν ὑπὸ τοῦ υἱοῦ τῆς πονηρίας παλαιωθέντα ἀνανεοῖ, καὶ τοῦ πρώτου χαριέστερον δείκνυσιν, οὐκ ἀπὸ γῆς ὡς πάλαι τοῦτον δημιουργήσας, ἀλλ’ αὐτὸς καταδεξάμενος· οὐ τὴν θείαν φύσιν εἰς ἀνθρωπείαν μεταβαλὼν, ἀλλὰ τῇ θείᾳ τὴν ἀνθρωπείαν συνάψας· μένων γὰρ ὃ ἦν, ἔλαβεν ὃ οὐκ ἦν· καὶ τοῦτο ἡμᾶς διδάσκει ὁ μακάριος Παῦλος βοῶν·

Caput XXIX

«Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ἐξ ὧν εὔδηλον, ὡς ἡ τοῦ Θεοῦ μορφὴ, μένουσα ὃ ἦν, ἔλαβε τὴν δούλου μορφήν· μορφὴν δὲ καλεῖ οὐ τὸ φαινόμενον μόνον τοῦ ἀνθρώπου, ἀλλὰ πᾶσαν τὴν ἀνθρώπου φύσιν· ὥσπερ γὰρ ἡ τοῦ Θεοῦ μορφὴ, τοῦ Θεοῦ τὴν οὐσίαν σημαίνει, ἀνείδεον γὰρ τὸ θεῖον καὶ ἀσχημάτιστον, καὶ οὐδεὶς ἂν εἴπῃ μὴ παραπαίων, μορφὴν ἔχειν, καὶ μελῶν διαίρεσιν, τὸν ἀσώματον καὶ ἀσύνθετον, οὕτως ἡ τοῦ δούλου μορφὴ, οὐ τὸ ὁρώμενον τοῦτο μόνον, ἀλλὰ πᾶσαν τοῦ ἀνθρώπου δηλοῖ τὴν οὐσίαν. Θ. Ἔλεγχος τῆς τῶν αἱρετικῶν ἀσεβείας. Τινὲς δὲ τῶν τἀναντία φρονούντων τῆς εὐσεβείας, ἐπειδὴ τοῖς ἀποστολικοῖς ῥητοῖς πειρῶνται κατατοξεύειν ἀληθείας τὰ δόγματα, Ἄρειος μὲν καὶ Εὐνόμιος ἄψυχον ἄνθρωπον ἀνειλῆφθαι παρὰ τοῦ Θεοῦ Λόγου διαβεβαιούμενοι, Ἀπολινάριος δὲ ἔμψυχον, νοῦ δὲ ἐστερημένον, οὐκ οἶδ’ ὅ τι νοῶν τὴν ἀνθρωπείαν ψυχήν· Μαρκίων δὲ καὶ Μάνης, καὶ ἡ λοιπὴ τῆς ἀσεβείας ἐκείνη συμμορία, τὸ τῆς οἰκονομίας ἄπαν ὁμοῦ ἀρνεῖται μυστήριον.

Chapter IX · Chapter XCaput IX · Caput X

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1427Καὶ τὴν μὲν ἄῤῥητον τῆς ἁγίας Παρθένου σύλληψίν τε καὶ κύησιν, μῦθον εἶναι καὶ πλάσμα νομίζουσι· φαντασίᾳ δὲ σώματος τὴν θεότητα συγκαλυφθῆναι διαγορεύουσι, καὶ τούτῳ τῷ τρόπῳ τοῖς ἀνθρώποις ἄνθρωπον ἀναφανῆναι. Ἀναγκαῖον τῶν ἀποστολικῶν ῥητῶν σαφῆ τῆς διανοίας παραστῆσαι τοῖς εὐσεβέσιν, «ὃς ἐν μορφῇ Θεοῦ, φησὶν, ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» Ταῦτα τῶν προειρημένων αἱρετικῶν ἕκαστος οἰκειούμενος, τῶν βδελυρῶν δογμάτων κατασκευάζει τὸ ψεῦδος. Ἄρειος μὲν καὶ Εὐνόμιος καὶ Ἀπολινάριος καὶ οἱ κατὰ τούτους, τὴν τοῦ δούλου μορφὴν καὶ τὸ σχῆμα καὶ τὸ ὁμοίωμα τοῦ ἀνθρώπου, τὸ φαινόμενον τῆς ἡμετέρας φύσεως σημαίνειν διαγορεύοντες· οἱ δὲ τῆς μυσαρωτέρας φάλαγγος, τὸ σχῆμα καὶ τὸ ὁμοίωμα εἰς σκιάν τινα καὶ εἰκόνα καὶ φαντασίαν σώματι ἐοικυῖαν λαμβάνοντες. Ι. Ἑρμηνεία τοῦ, «ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων.» Φρενοβλάβειαν δὲ τὴν ἀμφοτέρων παραυτίκα ἡμεῖς διελέγξομεν· μορφὴν γὰρ δούλου τὴν οὐσίαν, ὡς ἀπεδείξαμεν, προσαγορεύει τοῦ δούλου·
εἰ γὰρ ἡ τοῦ Θεοῦ μορφὴ τὴν οὐσίαν δηλοῖ τοῦ Θεοῦ, εὔδηλον ὡς καὶ ἡ τοῦ δούλου τῆς οὐσίας ἐστὶ τοῦ δούλου σημαντική· τὸ δὲ, «ἐν ὁμοιώματι τοῦ ἀνθρώπου γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» οὐχ ὡς τῆς φύσεως ὀνόματα τέθεικεν ὁ Ἀπόστολος, ἀλλὰ τῆς ἐνεργείας· ἐπειδὴ γὰρ ὁ Δεσπότης Χριστὸς τὴν ἡμετέραν ἔχων φύσιν, τὴν ἡμετέραν οὐ κατεδέξατο πονηρίαν, ἀλλ’ ἁπάσης ἐλεύθερος, ὡς ὁ προφήτης βοᾷ, ὅτι «ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·» καὶ ὁ τῆς ἐρήμου πολίτης Ἰωάννης συμμαρτυρεῖ λέγων· «Ἴδε ὁ ἀμνὸς ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν·» ὁ μακάριος Παῦλος ἐν ὁμοιώματι ἀνθρώπου αὐτὸν ἀναγκαίως ἔφη γενέσθαι, καὶ σχήματι εὑρεθῆναι ὡς ἄνθρωπον, τῆς πονηρᾶς ἐνεργείας τῶν ἀνθρώπων ἀπηλλαγμένον. Διὸ καὶ ἑτέρωθι ἔλεγε· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Ὁρᾶτε πῶς διὰ τούτων ἐκείνων λύει τὴν ἀσάφειαν.
PG 75:1428«Ὁ Θεὸς, φησὶ, τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας·» οὐχ ἁπλῶς εἶπεν, ἐν ὁμοιώματι σαρκὸς, διαλύων τῶν ἀσεβῶν δογμάτων τὴν βλασφημίαν· προγινώσκει γὰρ ἅπαντα ἡ χάρις τοῦ Πνεύματος· ἀλλ’, «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας,» ἵνα μάθωμεν ὡς τὸ «ὁμοίωμα,» διὰ τὸ πάσης ἁμαρτίας ἀπηλλάχθαι τὸν ἡμέτερον Σωτῆρα, τέθεικεν· ἄνθρωπος γὰρ γενόμενος τὴν φύσιν, κατὰ τὴν ἁμαρτίαν γέγονεν ἄνθρωπος· διὸ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἀνθρωπείαν μὲν φύσιν ἀναλαβὼν, τῆς δὲ τυραννούσης ἐν τοῖς ἀνθρώποις ἁμαρτίας τὸν ζυγὸν μὴ δεξάμενος, ἀλλὰ πᾶσαν ταύτης ἀποῤῥίψας τὴν δεσποτείαν, καὶ δείξας, ὡς δυνατὸν ἐν ἀνθρωπείᾳ φύσει τῶν τῆς ἁμαρτίας περιγενέσθαι βελῶν· οὕτως κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, τὸ ἀσθενὲς αὐτῆς ἐλέγξας, καὶ τὴν τυραννίδα παύσας, καὶ νικᾷν οὕτω τοὺς ἀνθρώπους διδάξας· διὸ ἐπήγαγεν ὁ μακάριος Παῦλος, Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα τοῦ νόμου περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Οὐκοῦν ἐδικαιώθημεν, τῆς ἁμαρτίας ἐν σαρκὶ κατακριθείσης·
κατέκρινε δὲ ἐν σαρκὶ τὴν ἁμαρτίαν, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γενόμενος ὁ Σωτὴρ ὁ ἡμέτερος· τὴν μὲν ἀνθρωπείαν φύσιν ἀναλαβὼν, τὴν δὲ πάλαι ταύτης δεσπόζουσαν μὴ καταδεξάμενος ἁμαρτίαν. Οὕτως ὁ θεσπέσιος Παῦλος ἐν ὀλίγοις ῥήμασιν ἅπαν τῶν αἱρετικῶν τὸ στίφος διέλυσεν, Ἀρείου μὲν καὶ Εὐνομίου τὴν μανίαν ἐλέγξας, ἐν τῇ τῶν προειρημένων ῥημάτων ἀρχῇ· «Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Οὐ γὰρ εἶπεν, ἐν μορφῇ Θεοῦ γενόμενος, ἀλλ’, «ἐν μορφῇ Θεοῦ ὑπάρχων.» Οὐδὲ εἶπεν Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα ἑαυτῷ, ἢ ἴσα ἀγγέλοις, ἢ ἴσα τῇ κτίσει, ἀλλ’ ἴσα, ἔφη, Θεῷ τῷ Πατρὶ, τῷ γεννήσαντι, ἀνάρχῳ, τῷ ἀγεννήτῳ, τῷ ἀπεράντῳ, τῷ τῶν ὅλων Δεσπότῃ. Ἄρειος μὲν οὖν καὶ Εὐνόμιος ἰσχυρὸν ἐντεῦθεν ἐδέξαντο τῆς οἰκείας ἀσεβείας τὸν ἔλεγχον, καὶ Σαβέλλιος δὲ καὶ Μάρκελλος καὶ Φωτεινὸς, οἱ τὰς τρεῖς ὑποστάσεις ἀρνούμενοι, καὶ τὰς τῆς θεότητος συγχέοντες ἰδιότητας, ἐντεῦθεν βλασφημοῦντες ἐλέγχονται·
PG 75:1430ἕτερος γὰρ κατὰ τὴν ὑπόστασιν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ ἕτερος ἐκεῖνος οὗ ἐν μορφῇ ὑπάρχει· καὶ ἄλλος πάλιν ὁ μὴ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ, παρ’ ἐκεῖνον οὗ ἴσος ὑπάρχει, ἀλλ’ οὐχ ἥρπασεν τὴν πρὸς αὐτὸν ἰσότητα. Πρὸς δὲ τούτοις καὶ ὁ ψευδώνυμος Παῦλος, ὁ τὴν μὲν πρὸ αἰώνων γέννησιν τοῦ Σωτῆρος ἀρνούμενος, Ἰουδαϊκῷ δὲ κεχρημένος φρονήματι, καὶ τὴν ἐκ Παρθένου μόνην ὁμολογῶν, ἐκ τῶν αὐτῶν τούτων λόγων, τὴν ἀξίαν τῆς ἀσεβείας αἰσχύνην καρποῦται· διδάσκεται γὰρ ὑπὸ τοῦ θείου Παύλου τὸν λαβόντα Θεὸν Λόγον, καὶ τὴν ἀνθρωπείαν φύσιν τὴν ληφθεῖσαν, τὴν προϋπάρχουσαν μορφὴν τοῦ Θεοῦ, καὶ ἐν τῷ τέλει τῶν αἰώνων προσληφθεῖσαν ἀπ’ ἐκείνης δούλου μορφήν. Διδάσκεται δὲ πάλιν Ἀπολινάριος σὺν Ἀρείῳ καὶ Εὐνομίῳ, ὡς οὐχ ὁ Θεὸς Λόγος ὁ ἄτρεπτος, εἰς σαρκὸς φύσιν ἐτράπη, ἀλλὰ τὴν ἡμετέραν ἀναλαβὼν οὐσίαν, τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν. Ἀπεδείξαμεν δὲ, δι’ ὧν εἰρήκαμεν, μορφὴν δούλου τὴν τοῦ ἀνθρώπου προσαγορευομένην οὐσίαν· εἰ γὰρ ἡ μορφὴ τοῦ Θεοῦ, οὐσία τοῦ Θεοῦ· ἀμόρφωτον γὰρ καὶ ἀνείδεον τὸ Θεῖον·
ἁπλοῦν δὲ καὶ ἀσύνθετον καὶ ἀσχημάτιστον, καὶ ἡ τοῦ δούλου μορφὴ δηλονότι οὐσία δούλου εἰκότως ἂν νοηθείη· οὐσία δὲ δούλου, τουτέστιν ἀνθρώπου, οὐ τὸ φαινόμενον σῶμα μόνον, ἀλλὰ πᾶσα τοῦ ἀνθρώπου ἡ φύσις παρὰ τοῖς σωφρονοῦσιν νενόμισται. Πρὸς δὲ τούτοις οἱ πρωτοστάται τῆς ἀσεβείας, καὶ πρῶτοι τὴν βλασφημίαν κατὰ τῆς εὐσεβείας βλαστήσαντες, καὶ Χριστιανῶν μὲν ὄνομα ἑαυτοῖς ἐπιθέντες, πᾶσαν δὲ τὴν πολύθεον τῶν εἰδώλων πλάνην ὑπερακοντίσαντες, Μαρκίων, φημὶ, καὶ Μάνης, καὶ οἱ τῆς λοιμικῆς αὐτῶν καθέδρας μύσται καὶ γείτονες, δι’ αὐτῶν τούτων τῶν ῥημάτων τὴν οἰκείαν παραπληξίαν μανθάνουσι· τὴν κατὰ σάρκα γὰρ τοῦ Κυρίου γέννησίν τε καὶ ἐνανθρώπησιν οὐ δεχόμενοι, ἀκούουσι τοῦ θειοτάτου Παύλου διδάσκοντος, ὡς ἡ τοῦ Θεοῦ μορφὴ ἔλαβε τὴν τοῦ δούλου μορφήν· ἡ δὲ τοῦ δούλου μορφὴ οὐ φαντασία τις ἦν, οὐδὲ σκιὰ, οὐδὲ ἀέριον ἴνδαλμα, οὐδ’ ἄλλο τι τῶν τοιούτων προσαγορεύεται, ἀλλ’ ἡ τοῦ δούλου φύσις.
PG 75:1431Εἰ δὲ τὰ ἐπαγόμενα ἡμῖν προβάλλοιντο, «ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» καὶ τὸ ἐν τῇ πρὸς Ῥωμαίους, «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, «πρῶτον αὐτῶν τὴν ἄνοιαν διελέγξωμεν· εἰ γὰρ τὸ, «ἐν ὁμοιώματι ἀνθρώπου, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» φαντασίαν τινὰ ἀνθρωπείαν δηλοῖ, ἡ δὲ μορφὴ τοῦ δούλου, φύσις ἀνθρώπου· ἐναντία τίθησιν ὁ Ἀπόστολος· εἰ δὲ οὐκ ἐναντία τοῦ Ἀποστόλου τὰ ῥήματα, μάθωμεν ὡς ἡ τοῦ δούλου μορφὴ, οὐσία δούλου τυγχάνει. Τὸ δὲ ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι, καὶ σχήματι εὑρεθῆναι ὡς ἄνθρωπον, οὕτως νοήσομεν, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἡμετέραν ἔχων φύσιν, οὐ κατὰ πάντα ἴσος ἡμῖν ἐτύγχανεν· ἐγεννήθη μὲν γὰρ ἐκ γυναικὸς καὶ αὐτὸς, ἀλλ’ οὐχ ὁμοίως ἡμῖν· ἐκ παρθενικῆς γὰρ ἐβλάστησε μήτρας· καὶ τέλειος μὲν ἄνθρωπος ἦν ὡς ἡμεῖς· εἶχε δὲ πλέον ἡμῖν τοῦ Θεοῦ Λόγου τὴν ἐνοίκησίν τε καὶ ἕνωσιν· καὶ σάρκα μὲν εἶχεν ἔμψυχόν τε καὶ λογικὴν ὡς ἡμεῖς, τῶν δὲ τῆς ἁμαρτίας οὐκ ἠνέσχετο κινημάτων ὥσπερ ἡμεῖς, ἀλλ’ ἐν σώματι ὑφ’ ἁμαρτίας πολεμουμένῳ, τὴν τῆς ἁμαρτίας τυραννίδα κατέλυσε·
διὰ τοῦτο ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἑαυτὸν ἐταπείνωσεν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ αὐτὸ δὲ τὸ ὄνομα τῆς ταπεινώσεως δηλοῖ τὴν τῆς ταπεινῆς ἀνάληψιν φύσεως. Ἄλλως τε περὶ τοῦ ἐν μορφῇ Θεοῦ ὑπάρχοντος διαλεγόμενος, ἐπήγαγεν· «Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» διδάσκων ὅτι ὁ ἀσώματος Θεοῦ Λόγος ὡς ἄνθρωπος ὤφθη, φύσιν ἀνθρωπείαν ἀναλαβών· διὸ καὶ τὸ «ὡς ἄνθρωπος» τέθεικεν, ἵνα μὴ τροπήν τινα γεγενῆσθαι νομίσωμεν τοῦ ἀοράτου Θεοῦ, ἀλλὰ πιστεύσωμεν ὅτι σάρκα λαβὼν ἔμψυχόν τε καὶ λογικὴν, Θεὸς ὢν ἐν ὁμοιώματι ἀνθρώπου ἐγένετο, καὶ σχήματι εὑρέθη ὡς ἄνθρωπος· οὕτως ὁ μέγας τῆς εὐσεβείας προαγωνιστὴς, ὁ μακάριος λέγω Παῦλος, τὰ ποικίλα καὶ διάφορα τῶν αἱρετικῶν κατέλυσε στόματα. Ἀλλ’ ἐνταῦθα μὲν ἡμᾶς ὁ Λόγος παρήνεγκε, τὴν τῶν αἱρετικῶν ἐλέγχων ἐμβροντησίαν, καὶ δῆλα ποιῶν τοῖς τροφίμοις τῆς εὐσεβείας τῆς ἀληθείας τὰ δόγματα. Ἀναχωρεῖν οὖν, ὅθεν ἐξέβην, καιρός. ΙΑ. Τίνος χάριν τὴν ἀνθρωπίνην φύσιν ὁ Θεὸς ἀνέλαβε Λόγος.
PG 75:1433Τοίνυν τὴν ἡμετέραν φύσιν ὁ Ποιητὴς οἰκτείρας ὑπὸ τοῦ Πονηροῦ πολεμουμένην, καὶ τοῖς πικροῖς τῆς ἁμαρτίας βέλεσι βαλλομένην, καὶ τῷ θανάτῳ παραπεμπομένην, ἐπαμύνει τῇ εἰκόνι, καὶ τοὺς πολεμοῦντας καταγωνίζεται, οὐ γυμνῇ τῇ δυνάμει χρησάμενος τῇ θεότητι, οὐδὲ τῇ ἐξουσίᾳ τῆς βασιλείας καταπλήξας τοὺς ἀντιπάλους, οὐκ ἀγγέλους στρατεύσας, οὐδὲ τοὺς ἀρχαγγέλους εἰς συμμαχίαν λαβὼν, οὐδὲ κεραυνοὺς ἢ πρηστῆρας κατὰ τῶν ἐναντίων ὁπλίσας, οὐδὲ μετὰ τῶν χερουβὶμ φανεὶς ἐπὶ τῆς ἠπείρου καὶ τῶν ἡμετέρων ἀντιδίκων δικαστικῶς καταψηφισάμενος [ ξοδ. μενδοσε καταψησάμενος], ἀλλ’ εἷς τῶν ὑπευθύνων καὶ πολεμουμένων γινόμενος, καὶ κατακρύψας τὸ μεγαλοπρεπὲς τῆς θεότητος τῇ εὐτελείᾳ τῆς ἀνθρωπότητος, καὶ τὸν ὁρώμενον ἄνθρωπον εἰς πάλην ἀλείψας, καὶ νικήσαντα στεφανώσας· καὶ παιδόθεν μὲν τὴν ἀρετὴν ἐκδιδάξας, καὶ δικαιοσύνης εἰς ἀκρότατον ἀγαγὼν, ἀήττητον δὲ φυλάξας, καὶ τῶν βελῶν τῆς ἁμαρτίας ἐλεύθερον, συγχωρήσας δὲ ὅμως ὑπὸ θάνατον γενέσθαι, ἵνα τῆς ἁμαρτίας τὴν ἀδικίαν ἐλέγξῃ, καὶ τοῦ θανάτου καταλύσῃ τὸ κράτος.
Εἰ γὰρ τῶν ὑπὸ τὴν ἁμαρτίαν γεγενημένων ὁ θάνατος ἐπιτίμιον, ὁ ταύτης ἀπηλλαγμένος παντάπασι, δηλονότι ζωῆς ἀπολαύειν, ἀλλ’ οὐ θανάτου, δίκαιος ἦν· τοίνυν ἡττηθεῖσα ἡ ἁμαρτία, καὶ τὸν νικητὴν κατακρίνασα θανάτῳ, καὶ τὴν αὐτὴν ἐξενεγκοῦσα κατὰ τοῦ νενικηκότος ψῆφον, ἣν ἀεὶ κατὰ τῶν ἡττωμένων ἐξέφερεν, ἀδικοῦσα ἑάλω. Μέχρι μὲν γὰρ τοὺς ὑπηκόους τῷ θανάτῳ παρέπεμπεν, ὡς δίκαια ποιοῦσα συνεχωρεῖτο τοῦτο ποιεῖν· ἐπειδὴ δὲ τὸν ἀθῶον καὶ ἀνεύθυνον καὶ στεφάνων καὶ ἀναῤῥήσεων ἄξιον τοῖς αὐτοῖς ἐπιτιμίοις ὑπέβαλλεν, ἀναγκαίως λοιπὸν ὡς ἄδικος τῆς ἐξουσίας ἐκβάλλεται. Καὶ τοῦτο διδάσκων ὁ μακάριος Παῦλος ἔλεγεν· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Ὃ δὲ λέγει, τοιοῦτό ἐστι· Σκοπὸς, φησὶν, ἦν τῷ νόμῳ δικαιῶσαι τὴν φύσιν τῶν ἀνθρώπων· ἀδυνάτως δὲ εἶχε τοῦτο ποιεῖν, οὐ παρὰ τὴν οἰκείαν ἀσθένειαν, ἀλλὰ διὰ τὴν τῶν ἀκουόντων ῥᾳστώνην·

Chapter XIICaput XII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1435ἐπιῤῥεπῶς γὰρ ἔχοντες περὶ τὴν τῆς σαρκὸς ἡδονὴν, ἔφυγον μὲν τὸ τῶν νομίμων ἐπίπονον, ταῖς δὲ τοῦ σώματος προσεχώρουν ἡδυπαθείαις· διὰ τοῦτο, φησὶν, ὁ τῶν ὅλων Θεὸς τὸν ἑαυτοῦ πέμψας Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, τουτέστιν ἀνθρωπίνῃ μὲν φύσει, ἁμαρτίας δὲ ἀπηλλαγμένῃ, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἐλέγξας αὐτῆς τὴν ἀδικίαν, ὅτι τὸν ἀνεύθυνον καὶ ἁμαρτίας ἐλεύθερον τοῖς τῶν ἁμαρτωλῶν ἐπιτιμίοις ὑπέβαλλεν· οὐχ ἵνα δὲ δικαιώσῃ ὃν ἀνέλαβεν ἄνθρωπον, ταῦτα πεποίηκεν, ἀλλ’ ἵνα, φησὶ, τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Ἐπὶ γὰρ πᾶσαν τὴν φύσιν τῶν ἀνθρώπων ἡ τοῦ Σωτῆρος ἡμῶν εὐεργεσία χωρεῖ· ὅτι καθάπερ τῷ προπάτορι Ἀδὰμ, καὶ τῆς ἀρᾶς ἐκοινωνήσαμεν, καὶ γεγόναμεν ἅπαντες ὑπὸ τὸν θάνατον ὥσπερ ἐκεῖνος, οὕτω τοῦ Σωτῆρος Χριστοῦ καὶ τὴν νίκην οἰκειούμεθα, καὶ τῆς δόξης συμμεθέξομεν, καὶ τῆς βασιλείας συναπολαυσόμεθα. Καὶ τούτων μάρτυς ὁ μακάριος Παῦλος, τῶν τε παλαιῶν καὶ τῶν νέων ἀναμιμνήσκων, καὶ δεικνὺς τῶν προτέρων λύσιν γεγενημένην, τὴν τοῦ Σωτῆρος ἡμῶν δικαιοσύνην. ΙΒ.
Ὥσπερ τῶν τοῦ Ἀδὰμ θανάτῳ ἐκοινωνήσαμεν, οὕτω καὶ τῇ τοῦ Κυρίου ζωῇ. «Εἰ γὰρ τῷ τοῦ ἑνὸς, φησὶ, παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ, καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς πολλοὺς ἐπερίσσευσε.» Καὶ μετὰ βραχέα· «Ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους τὸ κατάκριμα, οὕτω καὶ δι’ ἑνὸς δικαιώματος δικαίωσις ζωῆς· ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Ταῦτα καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ σαφέστερον διδάσκει λέγων· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ἐξ ὧν εὔδηλον, ὡς ἡμετέρα νίκη τοῦ Σωτῆρος ἡμῶν ἡ νίκη· καὶ γὰρ ἧττα κοινὴ γέγονεν ἡ τοῦ προπάτορος ἡμῶν ἧττα· καὶ δεῖ, καθάπερ ἐκείνῳ τῆς κοινωνίας ἐκοινωνήσαμεν, οὕτως ἡμᾶς συναπολαῦσαι τῶν ἀγαθῶν τῷ ἐξ ἡμῶν μὲν ἀναληφθέντι, ὑπὲρ ἡμῶν δὲ στεφανωθέντι· διὸ καὶ ὁ θεῖος Ἀπόστολος ἔλεγεν, ὅτι «Οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς·
PG 75:1436οὓς αὐτὸς προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε· καὶ οὓς ἐδικαίωσε, τούτους καὶ ἐδόξασε.» Καὶ ἑτέρωθεν λέγει· «Εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ· εἴπερ καὶ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.» Καὶ ἀλλαχοῦ· «Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.» Ὑπὲρ πάσης τοίνυν τῆς ἡμετέρας φύσεως ὁ τοῦ Θεοῦ Θεὸς Λόγος τὴν ἡμετέραν ἀπαρχὴν ἀνελάβετο, ἵνα διὰ πάσης αὐτὴν ἀρετῆς ἀγαγὼν, εἰς πάλην μὲν προτρέψῃ τὸν ἀνταγωνιστὴν, δείξῃ δὲ τὸν ἀθλητὴν ἀήττητον· καὶ τοῦτον μὲν στεφανώσῃ, ἐκείνου δὲ τὴν ἧτταν κηρύξῃ, καὶ καταθαῤῥεῖν αὐτοῦ πάντας παρασκευάσῃ· διὸ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔλεγε, νῦν μέν· «Εἶδον τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα·» νῦν δέ· «Ἐὰν μή τις εἰσέλθῃ εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὸν ἰσχυρὸν δήσῃ, πῶς τὰ σκεύη αὐτοῦ διαρπάσει;» οἰκίαν λέγων τοῦ ἰσχυροῦ τὴν ἀνθρωπείαν φύσιν, ὡς πρὸς ἐκεῖνον αὐτομολήσασαν, καὶ πᾶν τὸ κελευσθὲν ὑπ’ ἐκείνου ποιεῖν ἀνασχομένην, καὶ αὐθαίρετον δουλείαν ἐπισπασαμένην. Καὶ ἀλλαχοῦ δὲ, «Θαρσεῖτε, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον.» Καὶ ἑτέρωθεν·
«Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ἀπὸ τῆς γῆς ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ προϊὼν δὲ τοῦτο λέγει σαφέστερον· ΙΓ. Ὅτι κοινὴ τῶν ἀνθρώπων εὐεργεσία ἡ τοῦ Σωτῆρος οἰκονομία. «Περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται·» καὶ αὖθις· «Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν·» πάσης γὰρ ἀπηλλαγμένος αἰτίας, οὐδὲν εἶχε τῶν τοῦ διαβόλου σπερμάτων. Διὸ καὶ τὸ τυραννεῖν κατέπαυσεν, καὶ ἐξέβαλεν ἔξω, καὶ ὑπὸ τῶν πάλαι δουλευόντων πατεῖσθαι πεποίηκε, παρεγγυῶν, καὶ λέγων· «Ἰδοὺ δίδωμι ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ.» Ἵνα δὲ καὶ αὐτὴν ἴδωμεν τὴν πρὸς τὸν διάβολον πάλην, ἔλθωμεν ἐπὶ τὴν ἱστορίαν τῶν Εὐαγγελίων. Ἀνήχθη ὑπὸ τοῦ Πνεύματος Ἰησοῦς εἰς τὴν ἔρημον μετὰ τὸ βάπτισμα, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Ἀνήχθη δὲ οὐχ ὁ Θεὸς Λόγος, ἀλλ’ ὁ ἐκ σπέρματος Δαβὶδ ὑπὸ τοῦ Θεοῦ Λόγου ληφθεὶς ναός· οὐ γὰρ τὸν Θεὸν Λόγον εἰς τὴν πρὸς τὸν διάβολον πάλην ἀπήγαγε τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ’ ὃν ἐν τῇ Παρθένῳ διέπλασε τῷ Θεῷ Λόγῳ ναόν.

Chapter XIIICaput XIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1438Ἄσιτος διετέλεσεν ἡμέρας τεςσαράκοντα, καὶ νύκτας ἰσαρίθμους· οὐ γὰρ ἠθέλησεν ὑπερβῆναι τῶν πάλαι νενηστευκότων τὸ μέτρον, ἵνα μὴ φύγῃ τὴν πρὸς αὐτὸν ὁ ἀντίπαλος μάχην, ἵνα μὴ γνωρίσας τὸν κρυπτόμενον, φύγῃ τὴν πρὸς τὸ φαινόμενον πάλην. Τούτου χάριν μετὰ τὸν προειρημένον ἀριθμὸν τῶν ἡμερῶν, τῆς ἀνθρωπείας φύσεως τὸ πάθος ὑποφαίνει, καὶ συγχωρεῖ τῇ πείνῃ χώραν λαβεῖν, λαβὴν ἐκείνῳ διὰ τῆς πείνης διδούς· οὐ γὰρ προσελθεῖν ἐτόλμα, πολλὰ περὶ αὐτὸν θεοπρεπῆ γινόμενα θεωρῶν· καὶ γὰρ ἄγγελοι τεχθέντος ἐχόρευον, ἀνατείλας ἀστὴρ μάγους ἐποδήγησεν εἰς προσκύνησιν τοὺς τῆς αὐτῆς φάλαγγος κορυφαίους, καὶ αὐτὸν ἑώρα πᾶσαν ἐκ παιδὸς μετιόντα δικαιοσύνην, βδελυττόμενον κακίαν, μυσαττόμενον πονηρίαν· καὶ ταῦτα [ ξοδ. ταύτην] κατὰ τὴν εἰς αὐτὸν γεγενημένην πρόῤῥησιν ὑπὸ τοῦ προφήτου, ὅτι «Πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν·» ἐβόα δὲ καὶ Ἰωάννης· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Πατὴρ ἄνωθεν ἐμαρτύρησεν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Τοῦ Πνεύματος ἡ χάρις ἐφοίτησε.
Ταῦτα καὶ ὅσα τοιαῦτα τὸν διάβολον καταπλήττοντα προσελθεῖν οὐκ εἴα τῷ τῆς ἡμετέρας φύσεως ἀθλητῇ· ὡς δὲ τῆς πείνης τὴν προσβολὴν ὑπεδέξατο, καὶ τροφῆς αὐτὸν εἶδεν ἀνθρωπίνης δεόμενον, καὶ καρτερεῖν περαιτέρω τῶν παλαιῶν ἀνδρῶν οὐ δυνάμενον, προσέρχεται, λαβὴν οἰόμενος εὑρηκέναι μεγίστην, καὶ νικήσειν ῥᾳδίως πιστεύων. ΙΔ. Τίνι τρόπῳ κατηγωνίσατο τὸν διάβολον ὁ Δεσπότης Χριστός. Καὶ καθάπερ ἐν τοῖς πολέμοις τὸν πανταχόθεν τῇ πανοπλίᾳ κεκαλυμμένον κατατοξεῦσαί τις ἐθέλων, ὅλον τοῖς ὀφθαλμοῖς περισκοπῶν, πόῤῥωθεν ἐρευνῶν, μέλος γεγυμνωμένον ἐπιζητῶν, ἵνα τὸ βέλος ἐκεῖ ῥίψας τὸν ἀντίπαλον πλήξῃ, οὕτως ὁ διάβολος πάσῃ δικαιοσύνῃ τὸν Χριστὸν καθωπλισμένον ὁρῶν, καὶ τόπον ζητῶν ἁρμόδιον, ἵνα τὸ βέλος ἐκεῖ ἀκοντίσῃ, ὡς εἶδε τὴν πείναν ἀναφανεῖσαν, προσέρχεται θαρσαλέως ὡς εὑρὼν τὸ ζητούμενον, ὡς τοῦ προπάτορος ἐν αὐτῷ θεωρήσας τὸ πάθος. Καὶ γὰρ ἐκεῖνον διὰ βρώσεως στερήσας τῆς ἀλύπου ζωῆς, ἱδρῶτι καὶ ταλαιπωρίᾳ καὶ θανάτῳ συνέζευξε· προσέρχεται τοίνυν λέγων·

Chapter XIVCaput XIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1440«Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Οὐκ ἂν δὲ τοῦτο πεποίηκεν, εἰ μὴ τὸ πάθος τῆς πείνης ὁ Σωτὴρ κατεδέξατο· καὶ τοῦτο μάθοι τις ἐκ τῶν μετὰ ταῦτα σαφῶς· ὡς γὰρ ἡττήθη παλαίσας, καὶ διὰ τῆς πείρας ἔμαθεν, ὅτι αὐτός ἐστιν ὃν οἱ προφῆται προεκήρυξαν ἅπαντες, οὐδὲ τὴν θέαν αὐτοῦ προσιόντος φέρειν ἐτόλμησεν, ἀλλ’ εὐθὺς ἐδραπέτευσεν, νῦν μὲν βοῶν, «Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; τί ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» νῦν δὲ, «Οἶδά σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁρκίζω σε μή με βασανίσῃς.» Οὕτως ἐδεδοίκει, καὶ κριτὴν ὡμολόγει· τότε πρὸ τῆς πείρας οὐ τοιούτοις ἐκέχρητο ῥήμασιν, ἀλλὰ θαῤῥῶν προσῄει λέγων· «Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Τῆς μὲν γὰρ ἄνωθεν ἐλθούσης φωνῆς ἤκουσα, φησὶ, τοῦτό σε καλεσάσης, ἀπιστῶ δὲ ἕως ἂν λάβω τὴν πεῖραν διδάσκαλον. Πεῖσόν με διὰ τῶν πραγμάτων, ὡς ὃ κέκλησαι, ἀληθῶς ὑπάρχεις. Ἂν γὰρ τοῦτο μάθω, φεύξομαι, καὶ δραπετεύσω, καὶ τὴν πρὸς σὲ παραιτήσομαι πάλην· οἶδα γὰρ ὅσον ἐμοῦ καὶ σοῦ τὸ διάφορον. Δεῖξον τοίνυν τὸ θαῦμα καὶ τὴν θαυματουργίαν, δίδαξον τὸν τοῦ θαύματος ποιητήν·
«Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Τούτων ἀκούσας κρύπτει μὲν τὴν θεότητα, ἐκ δὲ τῆς ἀνθρωπείας διαλέγεται φύσεως· «Οὐκ ἐπ’ ἄρτῳ μόνῳ, λέγων, ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι διὰ στόματος ἐκπορευομένῳ Θεοῦ.» Δύναμαι, φησὶν, ἄνευ ἄρτου τραφῆναι. Οὐ μόνον γὰρ ἄρτοις ἡ τῶν ἀνθρώπων συγκροτεῖται ζωὴ, ἀλλὰ ῥῆμα Θεοῦ ἀρκεῖ πᾶσαν τῶν ἀνθρώπων διαθρέψαι τὴν φύσιν· οὕτως ὁ Ἰσραηλιτικὸς διετράφη λαὸς, τεσσαράκοντα ἔτη συλλέγων τὸ μάννα, καὶ θήρας ἀπολαύων ὀρνίθων πεπεδημένης βουλῇ Θεοῦ· καὶ Ἡλίας κόρακας ἑστιάτορας ἔσχε· καὶ Ἐλισαῖος ἀγρίοις λαχάνοις τοὺς θιασώτας διέθρεψε· καὶ τί με δεῖ τὰ παλαιὰ καταλέγειν; Ἰωάννης οὗτος ὁ ἔναγχος ἐν τῷ Ἰορδάνῃ βαπτίζων, πᾶσάν τε τὴν ἡλικίαν ἐν τῇ ἐρήμῳ διατελέσας, ἀκρίσι τρέφεται, καὶ μελιττῶν ἀγρίων καρπῷ· οὐδὲν τοίνυν ἀπεικὸς, καὶ ἡμᾶς ἀπὸ Θεοῦ ξένῃ ἑστιαθῆναι τροφῇ, καὶ ἄρτου μὴ δεηθῆναι. Τούτων ἀκούσας ὁ διάβολος, ἤλγησε μὲν ὡς ἡττηθεὶς, οὐκ ἀπηγόρευσε δὲ τὴν νίκην, ἀκούσας ὡς ἄνθρωπος εἴη·
PG 75:1441διὸ δευτέραν αὐτῷ καὶ τρίτην αὖθις πεῖραν προσάγει, πὴ μὲν λέγων, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἄνωθεν κάτω·» πὴ δὲ τὰς βασιλείας τῆς οἰκουμένης ὑποδεικνὺς, καὶ ταύτας ἀντιδώσειν ὑπισχνούμενος, εἰ πρότερον παρ’ αὐτοῦ τὴν προσκύνησιν λάβοι· ὡς δὲ πάλιν αὐτὸν τῶν παλαιῶν νομίμων ἀνέμνησε, «Γέγραπται, λέγων, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» καὶ ἐδίδαξεν ὅτι οὐκ ἀνέξεται ἑτέρῳ τινὶ τὸ θεῖον γέρας προσενεγκεῖν, καὶ ἑτέρων δὲ ὑπομέμνησε ῥημάτων τοῦ Θεοῦ καὶ διδαγμάτων διαγορευόντων μὴ πειράζειν τὸν τῶν ὅλων Θεὸν, ὁ μὲν ἀπέδρα, τῆς ἥττης τὴν αἰσχύνην οὐ φέρων, καὶ δειλιῶν, καὶ τρέμων, καὶ τῆς τυραννίδος ἐκβληθήσεσθαι προσδοκῶν. Πάντα γὰρ αὐτοῦ κενώσας τὰ βέλη, καὶ πάσας αὐτοῦ τῆς ἀπάτης τὰς πάλας προσενεγκὼν, ἄτρωτον εὗρε καὶ ἀήττητον τὸν ἀθλητήν. Καὶ ὡς τῷ Ἀδὰμ προσελθὼν, οὐχ εὗρεν ὃν προσεδόκησεν· ἄγγελοι δὲ τῷ νικητῇ προςιόντες, οἳ πόῤῥωθεν ἑώρων τὴν πάλην, καθάπερ τινὲς ἐρασταὶ διηκόνουν, ἐχόρευον, εὐφήμουν τὸν ἀθλητὴν, ἐστεφάνουν, ἀνεκήρυττον, ἔχαιρον ἐπὶ τῇ τῶν ὁμοδούλων ἀνθρώπων ἐλευθερίᾳ, ἐγάννυντο τοῦ ἀντιπάλου τὴν ἧτταν ὁρῶντες. ΙΕ.
Ὅτι εἰ νοῦν οὐκ ἀνέλαβεν, οὐδὲν πρὸς ἡμᾶς ἡ κατὰ τοῦ διαβόλου νίκη. Κατὰ τοῦ Ἀπολιναρίου. Ταῦτα τὴν Ἀπολιναρίου ἐλέγχει ματαιολογίαν, ὃς ἀντὶ νοῦ τὸν Θεὸν Λόγον ἐνοικῆσαι λέγει τῇ προςληφθείσῃ σαρκί. Εἰ γὰρ νοῦν οὐκ εἶχεν ἀνθρώπινον ἡ ἀναληφθεῖσα φύσις, Θεὸς μὲν ὁ πρὸς τὸν διάβολον ἀγωνισάμενος ἦν, Θεὸς δὲ ὁ τὴν νίκην ἀναδησάμενος· Θεοῦ δὲ νενικηκότος, ἐγὼ μὲν οὐδὲν ἀπωνάμην τῆς νίκης, ὡς οὐδὲν εἰς ταύτην εἰσενεγκών· ἀλλὰ καὶ τῆς ἐντεῦθεν εὐφροσύνης γεγύμνωμαι, ὡς ἐπὶ τροπαίοις γαυριῶν ἀλλοτρίοις· ὁ δὲ διάβολος αὐχεῖ, καὶ κομπάζει, καὶ μέγα φρονεῖ, καὶ σεμνύνεται, ὡς Θεῷ παλαίσας, καὶ ὑπὸ Θεοῦ ἡττηθείς· μέγα γὰρ αὐτῷ καὶ τὸ ἡττηθῆναι ὑπὸ Θεοῦ· ὅτι εἰ ὁ Θεὸς Λόγος ἦν ἀντὶ νοῦ ἐν τῷ ληφθέντι, καὶ ὁ διάβολος δικαιολογίαις χρήσαιτο ἂν εὐλόγοις, καὶ εἴποι ἂν εἰκότως· Ἐγὼ, Δέσποτα καὶ ποιητὰ τῶν ὅλων, οὐ πρὸς σὲ τὴν μάχην ἀνεδεξάμην· οἶδα γάρ σου τὴν ἀξίαν, ἐπίσταμαι τὴν ἐξουσίαν, γινώσκω τὴν δεσποτείαν. Ὁμολογῶ τὴν δουλείαν, εἰ καὶ ἀποστασίαν νοσῶ· παραχωρῶ δὲ καὶ ἀγγέλοις τῆς νίκης, καὶ πᾶσι τοῖς οὐρανίοις δήμοις, ὧν ποτε καὶ ὁ ταλαίπωρος εἷς ὑπῆρχον ἐγώ·

Chapter XVICaput XVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1443τὴν δὲ μάχην πρὸς τοῦτον ἀνεδεξάμην, ὃν ἀπὸ πηλοῦ μὲν διέπλασας, κατ’ εἰκόνα δὲ σὴν ἐποίησας, καὶ ἐτίμησας τῷ λόγῳ, καὶ παραδείσου πολίτην κατέστησας, καὶ γῆς καὶ θαλάττης δεσπότην ἀπέφηνας· τοῦτον μέχρι τῆς σήμερον ἡμέρας νικῶν, καὶ βάλλων, καὶ τῷ θανάτῳ παραπέμπων διατελῶ· τοῦτον εἰς τὸ στάδιον ἀγαγὼν, καὶ παλαίειν ἐμοὶ κελεύσας, γενοῦ θεατὴς αὐτὸς καὶ τῶν παλαισμάτων ἀγωνοθέτης· εἰ δὲ βούλει καὶ τὰ παιδοτρίβου ποιεῖν, δίδαξον παλαίειν, ὑπόδειξον αὐτῷ τὰς τῆς νίκης λαβὰς, ἄλειψον ὡς θέλεις, μόνον μὴ συμμαχήσῃς παλαίοντι. Οὐ γὰρ οὕτω θρασὺς ἐγὼ, καὶ τοῦ φρονεῖν ἐξεστηκὼς, ὡς σοὶ τῷ Ποιητῇ παλαίειν ἐπιχειρῆσαι. Ταῦτα ἂν εἶπεν ὁ διάβολος δικαίως πρὸς τὸν Σωτῆρα Χριστὸν, εἴπερ οὐκ ἄνθρωπος ἦν, ἀλλὰ Θεὸς, ὁ ἀντὶ ἀνθρώπου παλαίων. Εἰ γὰρ νοῦς ἀνθρώπινος οὐκ ἦν ἐν αὐτῷ, Θεὸς ἀντὶ νοῦ ὑπάρχων τὰ τῷ νῷ ἐνήργει προσήκοντα· Θεὸς μὲν ἦν ὁ τῷ σώματι συμπεινάσας, Θεὸς δὲ ὁ διψήσας, καὶ κοπιάσας, καὶ ἄλλα πάντα τὰ ἀνθρώπινα ὑπομείνας παθήματα. Εἰ δὲ Θεὸς ὁ παλαίσας, καὶ νικήσας, κἀγὼ τοῦ νίκους ἐστέρημαι, Θεὸς δὲ ὁ τὴν δικαιοσύνην ἅπασαν κατορθώσας.
Εἴπερ, ὥς φασιν οἱ τῆς Ἀπολιναρίου τερθρείας ὁμολογηταὶ, ἐπειδὴ ἀδύνατον ἦν καὶ ἐν ἀνθρωπίνῳ [νοὶ̈] πληρῶσαι τῆς δικαιοσύνης τοὺς νόμους, οὐκ ἀνελάβετο τοῦτον ὁ Θεὸς Λόγος. Ι. Ὅτι οἱ ἁμαρτάνοντες ἀπολογίαν ἔχουσιν, εἰ ὡς ἀσθενῆ τὸν νοῦν οὐκ ἀνέλαβεν ὁ Θεὸς Λόγος. Τοῦτο δὲ λέγοντες, πρῶτον μὲν ἀδυναμίαν προςάπτουσιν οὐ τὴν τυχοῦσαν αὐτῷ τῷ Θεῷ, εἴπερ, ὥς φασιν, οὐχ οἷόν τε ἦν τοῦ νοῦ τοῦ ἀνθρωπίνου συνόντος δικαιῶσαι τὸν ἄνθρωπον. Ἔπειτα δὲ καὶ πᾶσι τοῖς ἁμαρτάνουσι, καὶ τοὺς θείους νόμους παραβαίνουσιν, ἀπολογίας ὑπανοίγουσι θύραν. Εἴποιεν γὰρ εἰκότως πρὸς τὸν τῶν ὅλων Θεόν· Οὐκ ἀσύγνωστα, Δέσποτα, πεπλημμελήκαμεν, οὐδὲ τιμωρίας ἄξια, νοῦν ἡγεμόνα λαβόντες ἀσθενῆ, καὶ φυλάττειν τοὺς σοὺς οὐ δυνάμενον νόμους. Καὶ μαρτυροῦσι πατριάρχαι, καὶ προφῆται, καὶ τῶν θεοφιλῶν ἀνθρώπων τὰ τάγματα, τῶν τε πρὸ τοῦ νόμου, καὶ τῶν μετὰ τὸν νόμον, οἱ ἐν ἀζυγίᾳ, οἱ ἐν ζυγῷ, οἱ ἐν πλούτῳ, οἱ ἐν ἀκτησίᾳ πληρῶσαί σου τὰς ἐντολὰς μὴ δυνηθέντες διὰ τοῦτον· καὶ ταῦτα τῷ παναγίῳ σου Πνεύματι βοηθούμενοι. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν;
PG 75:1444Αὐτὸς, ὦ Δέσποτα, ἐν σαρκὶ παραγέγονας, καὶ σάρκα μὲν ἡμετέραν ἀνέλαβες, τὸν δὲ νοῦν ὡς κωλύοντα τῆς ἀρετῆς τὴν κτῆσιν, καὶ τῆς ἁμαρτίας τὴν ἀπάτην ῥᾳδίως ὑποδεχόμενον ἀπέῤῥιψας, καὶ οὐκ ἠνέσχου λαβεῖν· γέγονας δὲ ἀντὶ νοῦ τῇ σαρκὶ, καὶ τῷ τρόπῳ τούτῳ τὴν δικαιοσύνην κατώρθωσας. Τούτῳ τῷ τρόπῳ τὴν ἁμαρτίαν νενίκηκας. Θεὸς γὰρ ὑπάρχεις, βουλῇ ποιῶν τὸ δοκοῦν, νεύματι μετασκευάζων τὰ πράγματα. Ἡμεῖς δὲ νοῦν ἔχοντες τὸν ἀνθρώπινον, ὃν ἀναλαβεῖν οὐκ ἠθέλησας, ἀναγκαίως ὑπὸ τὴν ἁμαρτίαν τυγχάνομεν, τοῖς σοῖς ἀκολουθῆσαι ἴχνεσιν οὐκ ἰσχύσαντες. Τί γὰρ νοῦς ἀνθρώπινος πρὸς Θεοῦ δυνάμιν καὶ Θεοῦ σοφίαν, καὶ φῶς, καὶ δικαιοσύνην, καὶ ζωὴν, καὶ τὰς ἄλλας ἐνεργείας τῆς σῆς οὐσίας, αἳ καθάπερ ἀκτῖνες καὶ λαμπηδόνες ἐκ τῆς σῆς ἀνίσχουσι φύσεως; Ταῦτ’ ἂν εἰκότως εἴποιεν οἱ τῇ ἁμαρτίᾳ δουλεύειν αἱρούμενοι, εἴπερ ὁ Θεὸς Λόγος ἀληθῶς ἂν συνανέλαβεν ἄνθρωπον, τούτῳ τῷ τρόπῳ μηχανησάμενος τὸ ἀναμάρτητον. ΙΖ. Κατασκευὴ, ὅτι εὔλογος ἡ τοῦ νοῦ ἀνθρωπίνου ἀνάληψις. Ἀλλὰ τὴν μὲν ἀδολεσχίαν ἐκείνων καταλίπωμεν ἐπὶ τοῦ παρόντος·
ἡμεῖς δὲ ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἐπανέλθωμεν, καὶ δείξωμεν τὴν τοῦ Σωτῆρος ἡμῶν οἰκονομίαν ἀναγκαίως γεγενημένην. Ἐπειδὴ γὰρ ἅπας ὁ ἄνθρωπος ἠπατήθη, καὶ ἅπας ὑπὸ τὴν ἁμαρτίαν ἐγένετο, καὶ πρὸ τοῦ σώματος δὲ τὴν ἀπάτην ὁ νοῦς ὑπεδέξατο· ἡ τοῦ νοῦ γὰρ πρότερον συγκατάθεσις τὴν ἁμαρτίαν σκιαγραφεῖ, εἶθ’ οὕτως διὰ τῆς ἐνεργείας τὸ σῶμα ταύτην μορφοῖ, εἰκότως ὁ Δεσπότης Χριστὸς τὴν πεπτωκυῖαν φύσιν ἀναστῆσαι βουλόμενος, πᾶσι χεῖρα ὀρέγει, καὶ κειμένην ἐγείρει τὴν σάρκα, φημὶ, καὶ τὸν νοῦν, ὃς ἐγεγόνει κατ’ εἰκόνα τοῦ Κτίσαντος· ἀόρατός τε γάρ ἐστι, καὶ ἀθέατος, ἀνέφικτος τε καὶ ἀκατάληπτος, οὐδ’ ἑαυτὸν ἐπιστάμενος, πρὸς δὲ τούτοις καὶ ἀπερίγραφος·

Chapter XVIICaput XVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1446εἴπερ εἰς τὴν τῶν λογισμῶν ἀποβλέψαιμεν φαντασίαν, ἡγεμονίᾳ τε καὶ ἐξουσίᾳ τετιμημένος, τέχναις καὶ ἐπιστήμαις κεκοσμημένος, βραχύς τις καὶ νέος δημιουργὸς, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, τοῦ Δημιουργοῦ μιμητὴς, βασιλεὺς τῆς ὁρωμένης κτίσεως, ἢ βασιλέως εἰκὼν, φόρους συλλέγων ἐκ γῆς, ἐκ θαλάττης, ἐξ ἀέρος, ἐξ ἡλίου καὶ σελήνης καὶ ἀστέρων, ἐξ οὐρανοῦ καὶ νεφῶν, ἐκ προβάτων καὶ βοῶν καὶ τῶν ἄλλων κτηνῶν, μᾶλλον δὲ πάντας αὐτῶν τοὺς καρποὺς δρεπόμενος· δι’ αὐτὸν γὰρ ἐγένετο τὰ ὁρώμενα· Θεὸς γὰρ τούτων ἀπροσδεής. Οὔκουν ἠτίμασε τὸν οὕτω τίμιον, τὸν θεραπείας δεόμενον· οὐδὲ τὸ φθειρόμενον, καὶ νόσῳ καὶ γήρᾳ δουλεῦον καὶ θανάτῳ ἀνέλαβε, τὸ δὲ λογικὸν καὶ ἀθάνατον καὶ κατ’ εἰκόνα γεγενημένον ὑπερεῖδε, καὶ ταῦτα κακῶς, ὥς φασι, διακείμενον· ἀλλὰ πᾶσαν τὴν φύσιν παλαιωθεῖσαν ἐνεοποίησε. Καὶ τὸ μὲν αὐτῆς καινὸν ἀπειργάσατο, τὸ δὲ πεπαλαιωμένον καὶ διεφθαρμένον ἀνίατον εἴασε; καὶ ταῦτα τιμιώτατον ὑπάρχον, καὶ ἀθανασίᾳ τετιμημένον, καὶ λόγῳ κεκοσμημένον, καὶ τῆς τῶν νοητῶν μοίρας τυγχάνον·
τῶν ἀτοπωτάτων γὰρ τὸ μὲν σῶμα τὸ πήλινον, καὶ χοϊκὸν, καὶ πάθεσι συνεζευγμένον, καὶ προσληφθῆναι, καὶ ἀναληφθῆναι, καὶ ἐκ δεξιῶν τῆς μεγαλωσύνης καθιδρυνθῆναι· τὸν δὲ νοῦν τὸν ἀόρατον, τὸν ἀθάνατον, τὸν ἡγεμόνα τοῦ ζώου, τὸν κατ’ εἰκόνα θείαν γεγενημένον, τὸν ἀφθαρσίᾳ τετιμημένον, τὸν τοῦ σώματος ἡνίοχον καὶ κυβερνήτην καὶ μουσικὸν, δι’ ὃν οὐκ ἄλογος ἡ ἀνθρωπεία φύσις, ἀλλὰ σοφίας καὶ τέχνης καὶ ἐπιστήμης ἀνάπλεως, τοῦτον ἀπεῤῥίφθαι κάτω, καὶ τῆς τοῦ σώματος μὴ μεταλαγχάνειν τιμῆς· δι’ ὃν τὸ σῶμα τῆς λογικῆς ἐγένετο κτίσεως· δι’ ὃν νομοθεσίαι, καὶ προφητεῖαι· δι’ ὃν ἀγῶνες, καὶ πάλαι, καὶ νίκαι, καὶ ἀναῤῥήσεις, καὶ στέφανοι· δι’ ὃν καὶ τὸ σῶμα τὸ συναθλοῦν, ἆθλον τῶν πόνων ἔχει τὴν τῶν οὐρανῶν βασιλείαν· δι’ ὃν καὶ αὐτὴ τοῦ Σωτῆρος ἡμῶν ἡ παρουσία γεγένηται, καὶ τὸ τῆς οἰκονομίας ἐπραγματεύθη μυστήριον· οὐ γὰρ ὑπὲρ ἀψύχων ἢ ἀνοήτων τὰ σωτήρια κατεδέξατο πάθη, οὐδ’ ὑπὲρ ἀλόγων κτηνῶν ἢ λίθων ψυχῆς ἐστερημένων, ἀλλ’ ὑπὲρ ἀνθρώπων ψυχὴν ἀθάνατον ἔνοικον κεκτημένων. ΙΗ. Λύσις τῶν αἱρετικῶν προβλημάτων.

Chapter XVIIICaput XVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1448Ἀλλ’ ὁ τὸν ὕθλον προτιμήσας τῆς ἀληθείας Ἀπολινάριος, καὶ τῶν εὐσεβῶν δογμάτων τὴν οἰκείαν προτάξας ἀδολεσχίαν, τὴν μὲν σάρκα τὸν Θεὸν Λόγον ἀνειληφέναι φησὶ, καὶ ταύτῃ καθάπερ τινὶ παραπετάσματι χρήσασθαι· τοῦ δὲ νοῦ μὴ δεηθῆναι, αὐτὸν δὲ ἀντὶ νοῦ γενέσθαι τῷ σώματι. Ἀλλ’, ὦ βέλτιστε, εἴποι τις ἂν πρὸς αὐτὸν, οὐδὲ τοῦ σώματος ὁ Θεὸς Λόγος ἔχρῃζεν, ἀπροσδεὴς γάρ· ἠδύνατο δὲ καὶ μόνῳ προστάγματι τὴν ἡμετέραν πραγματεύσασθαι σωτηρίαν· ἀλλ’ ἠθέλησεν ἔχειν τινὰ καὶ ἡμᾶς εἰς τὸ κατορθούμενον κοινωνίαν, οὗ χάριν λαβὼν φύσιν τὴν ἡμαρτηκυῖαν, πόνοις αὐτὴν οἰκείοις δικαιώσας, τῶν τε πικρῶν τυράννων ἀπήλλαξεν ἁμαρτίας, καὶ διαβόλου, καὶ θανάτου, καὶ τῶν ἐπουρανίων θρόνων ἠξίωσε, καὶ διὰ τοῦ ληφθέντος παντὶ τῷ γένει τῆς ἐλευθερίας μετέδωκεν· ἀλλ’ οὐδὲν τούτων εἰς νοῦν λαβὼν ὁ σοφώτατος τὸν μεγαλοφωνότατον κήρυκα τῆς θεολογίας, τὸν εὐαγγελιστὴν Ἰωάννην, μάρτυρα τῆς οἰκείας ἀνοίας ἔχειν ἡγεῖται·
«Ὁ Λόγος γὰρ, φησὶ, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν·» καὶ ταῦτα σαφῶς εἰδὼς, ὡς πολλαχοῦ τὸ πᾶν ἀπὸ μέρους ἡ θεία Γραφὴ προσαγορεύει, καὶ πὴ μὲν ἀπὸ τῆς ψυχῆς πάντα καλεῖ τὸν ἄνθρωπον, πὴ δὲ ἀπὸ τῆς σαρκὸς ὅλον τὸ ζῶον δηλοῖ· «Πᾶσαι γὰρ αἱ ψυχαὶ, αἱ εἰσελθοῦσαι, φησὶν, ἅμα Ἰακὼβ εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε. Εὔδηλον δὲ ὡς οὐκ ἀσώματοι ἦσαν οἱ τοῦ Ἰακὼβ υἱοί τε καὶ ἔκγονοι, ἀλλ’ ἀπὸ μέρους τὸ πᾶν ὁ ἱστοριογράφος ἐδήλωσε. Καὶ πάλιν· «Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται.» Οὐδεὶς δὲ ἔγνω πώποτε ψυχὴν ἄνευ σώματος ἁμαρτίᾳ περιπεσοῦσαν· καὶ αὖθις, «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκα.» Καὶ ὁ προφήτης ἑτέρωθι, «Πᾶσα σὰρξ χοῦς [ ιτα ξοδ., νον χόρτος], καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·» καὶ ὁ μακάριος Δαβὶδ, «Ἐμνήσθη, φησὶν, ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον, καὶ οὐκ ἐπιστρέφον.» Παντὶ δὲ δήπουθεν γνώριμον, ὡς οὐκ ἄψυχοι ἦσαν οὗτοι ὧν κατηγορεῖ, καὶ οἷς νομοθετεῖ, καὶ ὧν ἑρμηνεύει τὴν φύσιν. Οὐ μόνον δὲ τοὺς κατηγορουμένους [λέγει ἡ Γραφὴ], ἀλλὰ καὶ τῶν ἐπαινουμένων τοὺς κορυφαίους·
PG 75:1449καὶ τούτων μάρτυς ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Γαλάτας λέγων· «Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, ἀλλὰ πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους ἀνῆλθον.» Εἰ δὲ οὐ μόνον ἐπὶ τοῦ σαρκικοῦ φρονήματος καὶ τῆς θνητότητος, τὸ τῆς σαρκὸς φρόνημα λαμβάνεται, ἀλλὰ καὶ ἐπὶ πάσης τῆς τοῦ ἀνθρώπου φύσεως, εὔδηλον ὡς τὸ, «Ὁ Λόγος σὰρξ ἐγένετο,» οὐ τὸ φαινόμενον τοῦ ζώου μόνον, ἀλλ’ ὅλον σημαίνει τὸν ἄνθρωπον· οὐδὲ τροπήν τινα τῆς θείας οὐσίας εἰς σάρκα φησὶ γεγενῆσθαι, ἀλλὰ τὴν ὑπὸ τοῦ Θεοῦ Λόγου ἀνάληψιν τῆς ἀνθρωπείας κηρύττει φύσεως· ὥσπερ γὰρ τὸ, «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα,» οὐ τὴν εἰς κατάραν μεταβολὴν τῆς τῶν ἀγαθῶν πηγῆς αἰνίττεται, ἀλλὰ τὴν δι’ αὐτοῦ γενομένην τῆς ἁμαρτίας ἤγουν τῆς κατάρας ἀπαλλαγὴν, καὶ τὸ, «Γενέσθαι ἁμαρτίαν ὑπὲρ ἡμῶν τὸν μὴ γνόντα ἁμαρτίαν,» οὐ τὴν τῆς δικαιοσύνης σημαίνει τροπὴν (ἄτρεπτον γὰρ τὸ Θεῖον, καὶ ἀναλλοίωτον, ὡς διὰ τοῦ προφήτου βοᾷ·
«Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι,») ἀλλὰ τὴν τῶν ἡμετέρων ἁμαρτημάτων ἀνάληψιν· «Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἴδε ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου·» οὕτω τὸ, «Ὁ Λόγος σὰρξ ἐγένετο,» οὐ τὴν ἀλλοίωσιν λέγει τῆς Θεότητος, ἀλλὰ τῆς ἀνθρωπίνης φύσεως ἀνάληψιν· τὴν ἄφατον γὰρ τοῦ Θεοῦ φιλανθρωπίαν ὁ εὐαγγελιστὴς κηρύττων, ὡς ἐδίδαξεν ὡς ὁ ἐν ἀρχῇ ὢν, καὶ Θεὸς ὢν, καὶ πρὸς τὸν Θεὸν ὢν, καὶ οὐδέποτε μὴ ὢν, ὁ δημιουργήσας πάντα, ὁ τὰ μὴ ὄντα εἰς τὸ εἶναι ποιήσας, ἡ ζωὴ, τὸ φῶς τὸ ἀληθινὸν, τὴν φθαρτὴν ἀνέλαβε φύσιν, καὶ τὰ τῶν ἀνθρώπων ᾠκειώσατο πάθη, τὴν τῶν ἀνθρώπων πραγματευόμενος σωτηρίαν. Καὶ μειζόνως αὐτοῦ δεῖξαι τῆς εὐεργεσίας τὸ μέγεθος ἐθελήσας, οὐ τῆς ψυχῆς ἐμνημόνευσε τῆς ἀθανάτου, ἀλλὰ τῆς σαρκὸς τῆς παθητῆς, τῆς θνητῆς, τῆς φθειρομένης, τῆς ἐκ πηλοῦ γεγενημένης· καὶ ἀπὸ τοῦ μέρους τὴν πᾶσαν φύσιν ἐδήλωσεν, ὡς μαρτυρεῖ τὰ ἐπαγόμενα· «Ὁ Λόγος γὰρ, φησὶν, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Ἕτερος δὲ ὁ κατοικήσας κατὰ τὸν λόγον τῆς φύσεως, καὶ ἕτερος ὁ ναός. Διὸ καὶ τοῖς Ἰουδαίοις ἔλεγε·

Chapter XIXCaput XIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1451«Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Λύσις δὲ τοῦ ναοῦ, ψυχῆς καὶ σώματος ἡ διάζευξις· θάνατος γάρ ἐστι ψυχῆς ἀπὸ σώματος ἀναχώρησις· οὐκοῦν τὴν λύσιν τοῦ ναοῦ ὁ τῆς ψυχῆς ἐργάζεται χωρισμός· εἰ τοίνυν Ἰουδαῖοι τὸν ναὸν ἔλυσαν σταυρῷ καὶ θανάτῳ παραδεδωκότες, λύσις δὲ ναοῦ τῶν συνημμένων ὁ χωρισμὸς, ὁ δὲ Θεὸς Λόγος τοῦτον λυθέντα ἀνέστησε, σαφὲς οἶμαι τοῖς ἔμφροσιν, ὡς οὐκ ἄψυχον οὐδὲ ἄνουν, ἀλλὰ τέλειον ἄνθρωπον ὁ Θεὸς ἀνελάβετο Λόγος· εἰ γὰρ ἀντὶ τῆς ἀθανάτου ψυχῆς, ἐν τῷ ἀναληφθέντι σώματι γέγονεν ὁ Θεὸς Λόγος, εἶπεν ἂν τοῖς Ἰουδαίοις· Λύσατέ με, καὶ ἐν τρισὶν ἡμέραις ἀναστήσομαι· νῦν δὲ διδάσκων, καὶ τοῦ ναοῦ τὸ τηνικαῦτα τὸ θνητὸν, καὶ τὸ δυνατὸν τῆς ἐνοικούσης Θεότητος, «Λύσατε, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·» οὐ γὰρ ἐγὼ, φησὶν, ὑφ’ ὑμῶν λυθήσομαι, ἀλλ’ ὁ ληφθεὶς ὑπ’ ἐμοῦ ναός·
καὶ οὗτος δὲ λύεται, ἵνα κρείττονος ἀναστάσεως ἀπολαύσῃ, ἵνα τὴν θνητὴν ἀπόθηται φύσιν, ἵνα τὴν φθορὰν ἀποδύσηται καὶ τὴν ἀφθαρσίαν ἐνδύσηται, ἵνα τοῦ θανάτου καταλύσῃ τὸ κράτος, ἵνα τῶν κεκοιμημένων ἀπαρχὴ γένηται, ἵνα λύσας τῆς φθορᾶς τὰς ὠδῖνας ἀναδειχθῇ τῶν νεκρῶν πρωτότοκος, καὶ διὰ τῆς οἰκείας ἀναστάσεως εὐαγγελίσηται τὴν πάντων ἀνθρώπων ἀνάστασιν. ΙΘ. Ἀπόδειξις ὅτι ψυχὴν νοερὰν ὁ Θεὸς Λόγος ἔλαβεν. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, μαρτυρεῖ τῶν ἀποστόλων ὁ κορυφαῖος ἐν ταῖς Πράξεσι λέγων, ὅτι οὐκ ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου, οὐδὲ ἡ σὰρξ αὐτοῦ οἶδε διαφθοράν. Λύσις τοιγαροῦν τοῦ ναοῦ, ψυχῆς καὶ σώματος χωρισμός· καὶ πάλιν ἀνάστασις, πρὸς τὴν σάρκα τὴν οἰκείαν ἐπάνοδος· εἰ τοίνυν, ὥς φασιν οἱ τῆς αἱρέσεως προστάται, ψυχὰς δύο τῶν ἀνθρώπων ἕκαστος ἔχει, τήν τε ζωτικὴν, καὶ τὴν λογικὴν, καὶ σὰρξ ἄνευ ψυχῆς οὐκ ἄν ποτε νοηθείη τῆς ζωτικῆς (σῶμα γὰρ, ἀλλ’ οὐ σὰρξ, φησὶ, τὸ τοιοῦτον προσαγορεύεται)· Πέτρος δὲ ἔφη, οὐ τὸ σῶμα τοῦ Κυρίου, ἀλλὰ τὴν σάρκα τοῦ Κυρίου μὴ ἰδεῖν διαφθορὰν, καὶ τὴν ψυχὴν αὐτοῦ μὴ ἐγκαταλειφθῆναι εἰς ᾅδου·
PG 75:1452εὔδηλον ὡς τὴν μὲν ζωτικὴν, ἣν οὐκ οἶδ’ ὅπως λέγουσιν, εἶχεν ἡ διαφθαρεῖσα σὰρξ, ἧς ἄνευ οὐκ ἂν προσαγορευθείη, ὥς φασι, σάρξ· ἡ δὲ ἀθάνατος καὶ λογικὴ καὶ τοῦ ζώου τὴν ἡγεμονίαν πεπιστευμένη, οὐ κατελείφθη εἰς ᾅδου, ἀλλὰ πρὸς τὴν οἰκείαν ἐπανῆκε σάρκα· καὶ μάτην ἀδολεσχοῦσιν, ἄψυχον ἢ ἄνουν τοῦ Θεοῦ Λόγου τὸν ναὸν προσαγορεύοντες. Ἡμεῖς δὲ Πέτρῳ ἑψόμεθα, καὶ σάρκα κηρύττοντι μὴ δεξαμένην διαφθορὰν, καὶ ψυχὴν μὴ καταλειφθεῖσαν εἰς ᾅδου, ἀλλ’ ἐπανελθοῦσαν καὶ τῷ οἰκείῳ σώματι συναφθεῖσαν· πιστεύομεν δὲ καὶ αὐτῷ τῷ Κυρίῳ λέγοντι· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Τῆς γὰρ λύπης τὴν αἴσθησιν τὸ ἐν ἡμῖν λογικὸν ὑποδέχεται· εἰ δὲ ἀντὶ νοῦ ὁ Θεὸς Λόγος ὑπάρχων, τὰ τοῦ νοῦ κατεδέχετο πάθη, αὐτὸς ἦν ὁ λυπηθεὶς, καὶ φοβηθεὶς, καὶ ἀγνοήσας, καὶ ἀγωνιάσας, καὶ ἀγγελικῇ συμμαχίᾳ ῥωσθείς· εἰ δὲ καὶ ταῦτα φήσουσιν οἱ τῆς Ἀπολιναρίου ματαιολογίας κληρονόμοι, μετὰ Ἀρείου καὶ Εὐνομίου τῶν χριστομάχων ταχθήτωσαν· ὧν γὰρ ἴση ἡ βλασφημία, τούτων μίαν εἶναι τὴν ἑταιρίαν δίκαιον· ἡμεῖς δὲ ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·
οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμοῦ.» Ἐκ γὰρ τῶν λόγων τούτων μαθησόμεθα, ὡς ἕτερος μὲν ὁ τιθεὶς, ἕτερον δὲ τὸ τιθέμενον· καὶ Θεὸς μὲν ὁ τιθεὶς καὶ λαμβάνων, ψυχὴ δὲ ἡ τιθεμένη καὶ λαμβανομένη· καὶ Θεὸς μὲν τὴν ἐξουσίαν ἔχων, ψυχὴ δὲ ἡ ὑπὸ τὴν ἐξουσίαν ἐκείνην τεταγμένη. Κ. Ὅτι οἱ προφῆται τελείως τὴν φύσιν ἀναληφθῆναι θεσπίζουσι. Τούτοις συνῳδὰ καὶ Ἡσαί̈ας ὁ προφήτης θεσπίζει βοῶν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ,» ὅ ἐστι μεθερμηνευόμενον, κατὰ τὴν τῶν Εὐαγγελίων διδασκαλίαν, Μεθ’ ἡμῶν ὁ Θεός· τὸ δὲ, Μεθ’ ἡμῶν ὁ Θεὸς, μετὰ ἀνθρώπων ἑρμηνεύει Θεόν· εἰ τοίνυν τὸ κύημα τῆς Παρθένου ταύτην ἔλαβε τὴν προσηγορίαν, εὔδηλον ὡς ὁ Θεὸς ὁμοῦ καὶ ἄνθρωπος ἦν· τὸ μὲν ὑπάρχων, τὸ δὲ λαβὼν, καθ’ ἑκάτερον τέλειος· διὰ μὲν γὰρ τοῦ, «Μεθ’ ἡμῶν,» τοῦ ἀνθρώπου τὸ τέλειον δείκνυται· τελείως γὰρ ἡμῶν ἕκαστος ἔχει τοῦ ἀνθρώπου τὴν φύσιν· διὰ δὲ τοῦ, «Θεὸς,» καὶ τῆς προσθήκης τοῦ ἄρθρου, ἡ τοῦ Υἱοῦ θεότης γνωρίζεται· καὶ τούτου διδάσκαλος ὁ μακάριος Παῦλος λέγων·

Chapter XXCaput XX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1454«Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς·» καὶ ὁ θεόληπτος δὲ Λουκᾶς ὁ εὐαγγελιστὴς ἐναργῶς ἡμῖν δείκνυσι τὸν νοῦν τὸν ἀνθρώπινον τοῦ Σωτῆρος Χριστοῦ· «Τὸ παιδίον γὰρ, φησὶν, ηὔξανε, καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ’ αὐτῷ.» Καὶ μετ’ ὀλίγα· «Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.» Τὸ δὲ σοφίᾳ προκόπτειν, οὐ Θεοῦ τοῦ σοφοῦ, τοῦ ἀπροσδεοῦς, καὶ ἀεὶ τελείου, καὶ μήτε ἐπίδοσιν, μήτε ἐλάττωσιν δεχομένου, ἀλλὰ τοῦ νοῦ τοῦ ἀνθρωπίνου, τοῦ ταῖς ἡλικίαις συμπροϊόντος, καὶ διδασκαλίας δεομένου, καὶ τέχνης καὶ ἐπιστήμης δεκτικοῦ, καὶ κατὰ βραχὺ τά τε ἀνθρώπινα καὶ τὰ θεῖα γνωρίζοντος. ΚΑ. Ἀπόδειξις ἐκ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς τῆς τῶν φύσεων διακρίσεως, καὶ τῆς τοῦ Λόγου ἑνώσεως. Σαφέστερον δ’ ἄν τις ἐκ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς τὴν θείαν φύσιν καὶ τὴν ἀνθρωπείαν κατίδοι, ταῖς ἐνεργείαις μὲν διῃρημένας, τῷ προσώπῳ δὲ συνημμένας, καὶ τὸν ἕνα ὑποδεικνύσας Υἱόν. Οὐχ ἥκιστα δὲ καὶ τῆς Ἐπιστολῆς τὸ προοίμιον, ταύτην ἔχει τὴν διδασκαλίαν. Εἶπε γὰρ ὁ θεσπέσιος Παῦλος·
«Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ.» Καὶ δείξας αὐτὸν ὑπέρχρονον καὶ προαιώνιον (δι’ αὐτοῦ γὰρ, φησὶν, καὶ τοὺς αἰῶνας ἐποίησεν), ἐπήγαγεν· «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοῖς κεκληρονόμηκεν ὄνομα.» Ἐναντίον δὲ τοῦ γενέσθαι, τὸ εἶναι· ὁ γὰρ ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως, οὐ γίνεται κρείττων ἀγγέλων, ἀλλ’ ἔστιν ἀγγέλων οὐ κρείττων μόνον, ἀλλὰ καὶ Ποιητὴς, καὶ Δεσπότης· εἰ δὲ ἐναντίον τοῦ εἶναι τὸ γενέσθαι, δι’ ἐκείνου μὲν τὸν ἀεὶ ὄντα νοήσομεν, διὰ τούτου δὲ τὸ ἐξ ἡμῶν ἀναληφθὲν, καὶ κρεῖττον τῶν ἀγγέλων γεγενημένον, διὰ τὴν πρὸς τὸν ἀνειληφότα ἕνωσιν· πάλιν μετ’ ὀλίγα, πρὸς μὲν τὸν Υἱόν φησιν· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν·

Chapter XXICaput XXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1456διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Ὁ δὲ Θεὸς, καὶ μετὰ τοῦ ἄρθρου προσαγορευθεὶς Θεὸς, καὶ τὸν θρόνον ἔχων εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πῶς ἂν ὑπὸ τοῦ Θεοῦ χρισθείη; Πῶς ἂν χειροτονητὴν λάβοι βασιλείαν, φυσικὴν ἔχων βασιλείαν; «Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Οὐκοῦν ἐναντίον τὸ εἶναι βασιλέα τοῦ εἰς βασιλέα χρισθῆναι, διὰ τὸ ἀγαπῆσαι δικαιοσύνην, καὶ μισῆσαι ἀνομίαν. Πόνων γὰρ ἆθλον ἡ τοιαύτη βασιλεία. Οὐκοῦν πάλιν τὸν μὲν Θεὸν, οὗ ὁ θρόνος εἰς αἰῶνα αἰῶνος, τὸν ἀεὶ ὄντα νοήσομεν· τὸν δὲ ὕστερόν ποτε χρισθέντα διὰ τὸ περὶ τὴν ἁμαρτίαν μῖσος, καὶ τὴν ἀγαπηθεῖσαν ὑπ’ αὐτοῦ δικαιοσύνην, τὸ ἐξ ἡμῶν ληφθὲν, τὸ ἐκ Δαβὶδ, τὸ ἐξ Ἀβραὰμ, τὸ μετόχους ἔχον, οἷς πλεονεκτεῖ τῷ χρίσματι, ἐν ἑαυτῷ δεξάμενον πάντα τὰ χαρίσματα τοῦ παναγίου Πνεύματος· ἐν ἑκατέρᾳ δὲ φύσει τὸν ἕνα Υἱὸν προσκυνήσωμεν Καὶ αὖθις δὲ ὁ μακάριος Παῦλος τὸν Δαβὶδ καλέσας εἰς μαρτυρίαν λέγοντα· «Κύριε, τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;
Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν·» ἐπήγαγε· «Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.» Τοῦτο δὲ μάλιστα σαφῶς δείκνυσι τοῦ ἀναληφθέντος ἀνθρώπου τὸ τέλειον· καὶ γάρ φησι· «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ;» ἀλλὰ τί ἐστιν ἄνθρωπος, καὶ πᾶσαν ὁμοῦ τὴν φύσιν περιλαβών· καὶ Κύριον μὲν προσαγορεύσας, τὸν ἐνοικήσαντα Θεὸν Λόγον, τὸν τῆς οἰκείας εἰκόνος μνησθέντα, τὸν ἀῤῥήτῳ φιλανθρωπίᾳ χρησάμενον· ἄνθρωπον δὲ τὸν ἐξ ἡμῶν ἀναληφθέντα ναὸν, ὃν τῇ παρουσίᾳ ἐπεσκέψατο, καὶ ἑαυτῷ συνῆψε, καὶ τῇ ἑνώσει τὴν σωτηρίαν εἰργάσατο· καὶ τοῦτο ἑρμηνεύων ἔφη· «Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου.» Ἀπέθανε δὲ οὐχ ὁ ἀθάνατος Θεὸς Λόγος, ἀλλ’ ἡ θνητὴ φύσις. Διὸ καὶ ἠλαττοῦτο βραχύ τι παρ’ ἀγγέλους, τῷ τοὺς μὲν ἀθανάτους εἶναι, τὴν δὲ θνητήν. Ὁ δὲ Θεὸς Λόγος οὐκ ἐλάττων ἀγγέλων, ἀλλὰ δεσπότης ἀγγέλων·
PG 75:1457«Ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι, εἴτε Ἄγγελοι, εἴτε Δυνάμεις· πάντα δὲ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται.» Καὶ μετὰ πολλὰ πάλιν· «Ὃς ἐν ταῖς ἡμέραις, φησὶ, τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον αὐτὸν ἐκ θανάτου ῥύσασθαι μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προςενεγκὼν, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας.» Καίπερ ὢν Υἱὸς, ἔμαθεν ἐξ ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τελειωθεὶς γέγονεν ἅπασι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου. Τίς τοίνυν ὁ προσευχόμενος, καὶ δεήσεις καὶ ἱκετηρίας μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενεγκών; Τίς ὁ ἐν εὐλαβείᾳ συζήσας, καὶ διὰ τοῦτο ὃν ἱκέτευσε πείσας; Τίς ὁ μαθὼν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τὴν πεῖραν λαβὼν διδάσκαλον, καὶ ταύτην ἀγνοῶν πρὸ τῆς πείρας; Τίς ὁ λαβὼν κατὰ μέρος τὴν τελειότητα; Οὐχ ὁ Θεὸς Λόγος, ὁ τέλειος, ὁ εἰδὼς πάντα πρὶν γενέσεως αὐτῶν, ἀλλ’ οὐ τῇ πείρᾳ μανθάνων· ὁ πάντας ἔχων εὐλαβουμένους, ἀλλ’ οὐκ αὐτὸς εὐλαβούμενος· ὁ ἀφελόμενος πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου, ἀλλ’ οὐ δακρύειν ὑπ’ ὀδύνης ἀναγκαζόμενος·
ὁ ἀπαθὴς καὶ ἀθάνατος, ἀλλ’ οὐ δεδιὼς τὸν θάνατον, καὶ μετὰ κραυγῆς ἱκετεύων ἀπαλλαγῆναι θανάτου. Οὐκοῦν ἴδια ταῦτα τῆς ἀναληφθείσης ἀνθρωπότητος, ἣ καὶ τὸν θάνατον ἐδεδίει, καὶ διετέλει προσευχομένη, τῆς ἐνοικούσης Θεότητος τῷ φόβῳ παραχωρούσης, ἵνα διὰ τῶν παθημάτων δειχθῇ τοῦ ληφθέντος ἡ φύσις. Καὶ πάλιν· «Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ.» Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Καὶ μετ’ ὀλίγα· «Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. Ἕτερον τοίνυν τὸ τοῦ Ἀβραὰμ σπέρμα παρὰ τὸν ἐπιλαμβανόμενον τούτου.» Σπέρμα δὲ Ἀβραὰμ οἶδεν ὁ μακάριος Παῦλος τὸν Σωτῆρα Χριστὸν κατὰ σάρκα· «Οὐ γὰρ εἶπε, φησὶ, Καὶ τοῖς σπέρμασί σου, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός.» Καὶ τὸ πειραθῆναι δὲ καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας, οὐ τοῦ Θεοῦ Λόγου ἴδιον, ἀλλὰ τοῦ ἀναληφθέντος σπέρματος. ΚΒ.

Chapter XXII · Chapter XXIIICaput XXII · Caput XXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1459Ὅτι Ἰησοῦς καὶ Θεὸς Λόγος καὶ ἄνθρωπος λέγεται. Οὕτως ὁ θειότατος Παῦλος, διὰ πάσης τῆς Ἐπιστολῆς, τάς τε τῶν φύσεων ἰδιότητας, καὶ τοῦ προσώπου κηρύττει τὴν ἕνωσιν· διὸ Ἰησοῦν Χριστὸν καὶ ἄνθρωπον καὶ Θεὸν προσαγορεύει· «Εἷς γὰρ, φησὶ, Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα.» Καὶ πάλιν Τιμοθέῳ γράφων· «Εἷς μεσίτης, φησὶ, Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς·» καὶ ἐν αὐτῇ δὲ τῇ πρὸς Ἑβραίους· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας·» καὶ ἄλλας δ’ ἄν τις ἐθελήσας εὕροι μυρίας μαρτυρίας ἐκ τῆς θείας Γραφῆς τὸν τέλειον ἄνθρωπον κηρυττούσας, καὶ τῶν αἱρετικῶν ἐλεγχούσας τὴν ἄνοιαν. Ἀλλ’ ἡμῖν οὐ σχολὴ ταῦτα συλλέγειν ἐπὶ τοῦ παρόντος. Τοῖς φιλοπόνοις τοίνυν τὸν πόνον τοῦτον καταλιπόντες, ἡμεῖς τῆς προκειμένης πραγματείας ἐχώμεθα. ΚΓ. Περὶ τῆς ἀῤῥήτου τῆς Παρθένου γεννήσεως. Τοιγαροῦν τὴν οἰκείαν εἰκόνα πολεμουμένην οἰκτείρας ὁ Ποιητὴς, καὶ θανάτῳ παραπεμπομένην, ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, οὐ τὸν τόπον ἀμείψας, οὐδ’ ἑτέρωσε μεταβάς· πληροῖ γὰρ τὰ σύμπαντα, μᾶλλον δὲ ἄπειρός ἐστι, καὶ ἀχώρητος, καὶ πάντα ἔχων, κατὰ τὸν προφήτην, ἐν τῇ χειρί.
«Τίς γὰρ, φησὶν, ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;» Καὶ πάλιν ὁ Δαβίδ· «Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς.» Καὶ αὐτὸς δὲ ὁ Θεὸς διὰ τοῦ προφήτου· «Ὁ οὐρανός μου θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» Οὐκοῦν τὴν κατάβασιν νοήσωμεν συγκατάβασιν· ἔκλινε τοίνυν οὐρανοὺς, καὶ κατέβη, καὶ παρθενικὴν ἐκλεξάμενος νηδὺν κόρης ἁγίας καὶ εὐσεβείᾳ συντεθραμμένης, δι’ ἀγγελικῆς φωνῆς τὸν τόκον προμηνυσάσης, καὶ τῆς συλλήψεως τὸν τρόπον προερμηνευσάσης, καὶ τῆς παρθενίας τὸν φόβον τῇ ἑρμηνείᾳ λυσάσης, εἰσοικίζεταί τε, καὶ ναὸν ἑαυτῷ κατασκευάζει, καὶ τὴν ἄσπαρτον, καὶ ἀνήροτον σκηνὴν διαπλάττει· ἐπειδὴ ὁ πρώτως δουλεύσας τῇ ἁμαρτίᾳ, ἀπάτωρ ἐτύγχανε, μητέρα δὲ μόνην εἶχε τὴν γῆν· «Ἔλαβε γὰρ, φησὶν, ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον.» Διὸ καὶ ὁ μακάριος Παῦλός φησιν·
PG 75:1461«Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ.» Τούτου χάριν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐκ μόνης Παρθένου τὰς ἀφορμὰς λαβὼν τῆς διαπλάσεως, καὶ τούτῳ τῷ τρόπῳ τὸν ἀγεώργητον δημιουργήσας ναὸν, καὶ ἑαυτῷ συνάψας, πρόεισιν ἐκ τῆς Παρθένου, οὐ λύσας τῇ συλλήψει τὴν παρθενικὴν ζώνην, οὐ τῇ γεννήσει διαῤῥήξας, ἀλλ’ ἀκήρατον καὶ ἀνέπαφον διαφυλάξας, καὶ τὸ μέγα τοῦτο καὶ ἄῤῥητον θαῦμα θαυματουργήσας· μέγα γὰρ τῷ ὄντι καὶ ἀνερμήνευτον, καὶ λόγου δύναμιν ὑπερβαῖνον, βότρυν ἰδεῖν ἐκ γῆς ἄνευ κλημάτων βλαστήσαντα, σῖτον ἄνευ σπερμάτων φύντα, χιτῶνα χωρὶς νημάτων καὶ χειρῶν ὑφαντικῶν ὑφασμένον, ἄρτον οὐ μύλῃ καὶ χερσὶ καὶ πυρὶ δημιουργηθέντα, ἀλλ’ ἀῤῥήτως ἐκ παρθενικῶν ἀλεύρων γεγενημένον, καὶ τὴν οἰκουμένην καλύψαντα·
πρὸς δὲ τούτοις, Παρθένον οἰκείῳ βρέφει θηλὴν ὀρέγουσαν, καὶ γάλακτος χορηγοῦσαν πηγὰς, καὶ μητέρα γενομένην τὴν γάμου νόμον οὐ δεξαμένην, μητέρα γενομένην τὴν πῶς γίνεται μήτηρ οὐκ ἐπισταμένην, μητέρα γενομένην τὴν γυναῖκα πρότερον οὐ γενομένην, ἀλλ’ ἐν παρθενίᾳ καὶ τὸν ὄγκον τῆς γαστρὸς ἐπιδεικνῦσαν, καὶ τὸν καρπὸν ἐν ταῖς χερσὶ περιφέρουσαν, καὶ τὰ μητρὸς ἐργαζομένην, σωζομένης τῆς παρθενίας, καὶ παρθένον μητέρα καλουμένην, καὶ τἀναντία ὀνόματά τε καὶ πράγματα κατὰ ταὐτὸν συνάγουσαν. ΚΔ. Ἐν κεφαλαίῳ διήγησις τῆς μετὰ τὴν γέννησιν τοῦ Χριστοῦ πολιτείας.

Chapter XXIVCaput XXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1462Οὕτως τεχθεὶς ὁ Δεσπότης Χριστὸς (οὐ γὰρ εὐαγὲς μετὰ τὸν τόκον ἢ Θεὸν Λόγον μόνον αὐτὸν προςαγορεύειν, ἢ ἄνθρωπον γεγυμνωμένον θεότητος, ἀλλὰ Χριστὸν, ὃ ἑκατέραν φύσιν τήν τε λαβοῦσαν καὶ τὴν ληφθεῖσαν δηλοῖ), πάντως τὰ ἡμέτερα πλὴν τῆς ἁμαρτίας καταδέχεται πάθη, σπαργανοῦται παραπλησίως τοῖς βρέφεσι, καὶ γάλακτι τρέφεται, καὶ τιθηνεῖται, καὶ χερσὶ περιφέρεται, καὶ κόλποις ἐντίθεται, καὶ κατὰ νόμον περιτέμνεται, καὶ καθαρσίοις θυσίαις καθαίρεται, ἡ καινὴ καὶ μόνη τῆς οἰκουμένης θυσία, ὁ τοῦ κόσμου τὴν ἁμαρτίαν ἄρας Ἀμνός· ὑπὸ τοῦ Συμεὼν προσκυνεῖται, καὶ Σωτὴρ ὁμοῦ καὶ Δεσπότης προσαγορεύεται· φεύγει τὸν Ἡρώδην μετὰ τῆς μητρὸς καὶ τοῦ κηδεμόνος, καταλαμβάνει τὴν Αἴγυπτον, ἐπανέρχεται πάλιν, ἀγωνιᾷ, εἰς τὴν Ναζαρὲτ παραγίνεται, ἡλικίᾳ καὶ σοφίᾳ προκόπτει, τοῖς γονεῦσιν ὑποτάσσεται, πάσης τιμῆς ἀξιοῖ οὐ μόνον τὴν μητέρα, ἀλλὰ καὶ τὸν τῆς μητρὸς πάλαι μὲν μνηστῆρα, μετὰ ταῦτα δὲ κηδεμόνα καὶ φύλακα, τὰς ἐννόμους ἑορτὰς ἑορτάζει, τῷ ἱερῷ προσεδρεύει, τὴν Ἰουδαϊκὴν ἐλέγχει παχύτητα· καὶ τοῦτο ποιεῖ δύο καὶ δέκα γεγονὼς μόνον ἔτη τέως μετὰ τὸν τόκον·
ἐπιζητεῖται παρὰ τῶν προσηκόντων, ἀπολειφθεὶς ἐγκαλεῖται παρὰ τῆς μητρὸς, ἀπολογεῖται, καὶ ἠρέμα πως παραγυμνοῖ τὴν θεότητα. «Οὐκ οἴδατε γὰρ, φησὶν, ὅτι ἐν τοῖς οἰκείοις τοῦ Πατρός μου δεῖ εἶναί με;» Δεικνὺς ὡς οὐ μόνον ἐστὶ τὸ ὁρώμενον, ἀλλὰ καὶ Θεὸς ἐν τῷ ὁρωμένῳ κρυπτόμενος, ὑπέρχρονος καὶ προαιώνιος ἐκ τοῦ Πατρὸς προελθών· καὶ ἵνα συντόμως εἴπω, παραγίνεται πρὸς Ἰωάννην βαπτίζοντα, πείθει βαπτίσαι παραιτούμενον, προτυποῖ τὸ ἡμέτερον ἐν τῷ Ἰορδάνῃ βάπτισμα, δίδωσι τέλος τῷ νόμῳ, καὶ τὴν θύραν ὑπανοίγει τῆς χάριτος, ὑπὸ τοῦ Πατρὸς οὐρανόθεν ἀνακηρύττεται, τῇ παρουσίᾳ τοῦ Πνεύματος δείκνυται, ἀνάγεται εἰς τὴν ἔρημον ὡς εἰς ἁρμοδίαν τινὰ παλαίστραν ὑπὸ τοῦ Πνεύματος, καὶ νηστεύει μὲν, οὐ πέρα δὲ τῶν μέτρων τῆς φύσεως, καὶ τροφῆς μὲν ἐφίεται, ἀλλὰ κρατεῖ τῆς ὀρέξεως, οὐ δουλεύει ταῖς ἡδοναῖς· καὶ καλεῖ μὲν τῇ πείνῃ τὸν ἀντίπαλον εἰς τὴν πάλην, περιγίνεται δὲ αὐτοῦ ἀνθρωπίνῃ φιλοσοφίᾳ, ἀλλ’ οὐκ ἐξουσίᾳ θεότητος, ἀγωνίζεται, καταγωνίζεται, νικᾷ, ἐξελαύνει, τὴν τυραννίδα καταλύει, τὸ ἀσθενὲς ἐλέγχει, τὴν ἧτταν κηρύττει·

Chapter XXVCaput XXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1464«Θαρσεῖτε γὰρ, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον·» προτρέπει πάντας εἰς ἀρετὴν, τὴν νομοθεσίαν τῶν θείων δογμάτων ποιεῖ, τὴν διὰ τοῦ προφήτου ἐπηγγελμένην καινὴν Διαθήκην δίδωσιν, οὐρανῶν βασιλείαν ὑπισχνεῖται, τοῖς ἀμελοῦσιν ἀπειλεῖ τῆς γεέννης τὴν φλόγα. ΚΕ. Σύντομος τῶν Δεσποτικῶν θαυμάτων διήγησις. Πιστοῦται τὰ λεγόμενα τῇ μεγάλῃ θαυματουργίᾳ, οἶνον ἀγεώργητον τῷ γάμῳ δωρούμενος, οἶνον χωρὶς κλημάτων ἐξ ὕδατος ἐργαζόμενος, οἶνον ἀστάφυλον τοῖς τοῦ γάμου δαιτυμόσι χαριζόμενος, εἰς οἶνον μεταβαλὼν τῶν ὑδάτων τὴν φύσιν, μὴ μεσιτευούσης ἀμπέλου, καὶ τῆς γῆς τὴν νοτίδα συλήσας, τιμῶν τὸν γάμον οὐ τῇ παρουσίᾳ μόνον, ἀλλὰ καὶ τῇ θαυματουργίᾳ· ἐπειδὴ γὰρ ἐκ παρθενικῆς ἐβλάστησε μήτρας, καὶ παρθενίαν ἤσκησέ τε καὶ τοῖς λόγοις ἐξῆρε, καὶ τὴν ἀζυγίαν ἔργοις καὶ λόγοις ἐτίμησεν, ἵνα μή τις ἀκολασίαν εἶναι νομίζῃ τὴν συζυγίαν, καὶ ὡς παρανόμου τοῦ γάμου κατηγοροίη, τιμᾷ τὸν γάμον τῇ παρουσίᾳ, αὔξει τὴν τιμὴν τῇ τοῦ δώρου φιλοτιμίᾳ, λύει τοῦ νυμφίου τὴν ἀπορίαν, ἐκπλήττει τοὺς συμπότας τῇ τοῦ καινοῦ πράγματος εὐοσμίᾳ, ἑαυτὸν διὰ τοῦ δώρου κηρύττει.
Ἀγεώργητος γὰρ ὢν, τὸν ἀγεώργητον οἶνον δέδωκεν. Ἐκεῖθεν τοὺς ἀῤῥώστους ἰᾶται, καὶ λόγῳ λύει τὰς νόσους, καὶ νεύματι τῶν παθῶν ἀπαλλάττει τοὺς κάμνοντας, τοὺς δαιμονῶντας τῆς λύττης ἐλευθεροῖ, δείκνυσι τοὺς μεμηνότας καθεστηκότας, σφίγγει τοὺς παρειμένους, ἀρτίποδας τοὺς χωλοὺς ἀπεργάζεται, δείκνυσι τὸν ἥλιον τοῖς τὸ βλέπειν ἀφῃρημένοις, ἀνοίγει τὰς θύρας τοῦ σώματος δι’ ὧν ἐπὶ τὰ ἔξω διαχεῖται τὸ τῆς ψυχῆς ὀπτικὸν, καὶ νῦν μὲν λόγῳ μόνῳ τοῦτο ποιεῖ, τὸν πηλὸν τὸν τῶν ὀμμάτων ἐπίβουλον ὀμμάτων θεραπευτὴν, καὶ τῷ πολεμίῳ φαρμάκῳ κέχρηται, καὶ τὸ δηλητήριον ἀλεξητήριον δείκνυσι· ταῖς ἀκοαῖς καλουμέναις, τὸ δὲ ἀκούειν ἀφῃρημέναις, τὴν οἰκείαν ἐνέργειαν ἐπιδίδωσι. Ἄρτοις ὀλίγοις ἐν ἐρήμῳ πολλὰς ἐκόρεσε χιλιάδας, τοὺς πέντε ἄρτους, ὥσπερ εἰς ἄρουραν σπέρμα, ταῖς χερσὶν ἐμβαλὼν, καὶ τῆς γλώττης τὴν εὐλογίαν οἷόν τι νέφος ἐπαγαγὼν, δασὺ καὶ βαθὺ λήϊον καὶ ἅλω πλήρη τὰς τῶν ἀποστόλων χεῖρας ἀπέφηνεν, ἅλω οὐ πτύου δεομένην καὶ διακρίσεως, οὐ μύλου καὶ μάκτρας καὶ πυρὸς καὶ κλιβάνου, ἀλλ’ αὐτοὺς τοὺς ἄρτους βρύουσάν τε καὶ πηγάζουσαν·
PG 75:1465καὶ ἵνα ἐν κεφαλαίῳ εἴπω, αἵματος ἔστησεν ὀχετοὺς τὴν ἴασιν ἑκοντὶ συληθείς· κόρην ἄωρον ἁρπαγεῖσαν ὑπὸ θανάτου καὶ πενθουμένην ὑπὸ τῶν οἰκείων ἀνθαρπάσας τοῖς φύσασιν ἀποδέδωκεν· ἕτερον νεανίαν εἰς τὸν τάφον προπεμπόμενον, εἰς ζωὴν ἐπανήγαγε, καὶ εἰς χαρὰν τὸ πένθος μετέβαλε, καὶ τὸν ἐπιτάφιον θρῆνον εἰς ὕμνων λόγον γαμηλίων ἔτρεψε· καὶ τὸν δυσώδη νεκρὸν μετὰ τετάρτην τῆς τελευτῆς ἐκ τῆς θήκης ἐξήγαγε, καὶ τὸν πεπεδημένον βαδίζειν ἐκέλευσεν, καὶ παραχρῆμα ὅ τε θάνατος ἐδραπέτευσεν, καὶ ὁ νεκρὸς ἔδραμε τῆς σηπεδόνος ἀπαλλαγεὶς, καὶ τὴν τῆς σηπεδόνος ἀποθέμενος δυσωδίαν, καὶ τὰς τοῦ θανάτου πύλας διαφυγὼν, καὶ ὑπὸ τῶν δεσμῶν τρέχειν οὐ κωλυόμενος, καὶ τῷ μὲν τοῦ προσώπου καλύμματι τὸ βλέπειν ἀφῃρημένος, ἀκωλύτως δὲ τρέχων πρὸς τὸν καλέσαντα, καὶ τὴν Δεσποτικὴν ἐπιγινώσκων φωνήν. Κ. Ὅτι ἑκουσίως τὰ σωτήρια πάθη κατεδέξατο. Διὰ τούτων καὶ ἄλλων [ ξοδ. τῶν προ ἄλλων] θαυμάτων, τῶν ἐπαγγελιῶν ἐμπεδώσας τὸ μέγεθος, καὶ τὸν χορὸν τῶν ἀποστόλων εἰς ἀρετὴν παιδοτριβήσας, προστρέχει τοῖς ἀναγράπτοις πάθεσιν ἐθελοντής·
πολλάκις μὲν ταῦτα τοῖς φοιτηταῖς προμηνύσας, ἐπιτιμήσας δὲ τῷ Πέτρῳ, μεθ’ ἡδονῆς μὴ καταδεξαμένῳ τὰ τῶν παθῶν εὐαγγέλια, καὶ δείξας ὡς διὰ τούτων κατορθοῦται τῆς οἰκουμένης ἡ σωτηρία· διὸ καὶ τοῖς ἐπελθοῦσιν ἑαυτὸν ὑπέδειξεν λέγων· «Ἐγώ εἰμι ὃν ζητεῖτε.» Καὶ κατηγορούμενος οὐκ ἀντεῖπεν, καὶ δυνάμενος λαθεῖν, τοῦτο ποιεῖν οὐκ ἠνέσχετο· καὶ ταῦτα πολλάκις ἡνίκα ἠβουλήθη διαφυγών· ἀλλὰ καὶ κλαίει μὲν τὴν Ἱερουσαλὴμ, ὡς δὴ τῆς ἀπιστίας ἐπισπωμένης τὸν ὄλεθρον, καταψηφίζεται δὲ πανωλεθρίως τοῦ πολυθρυλλήτου πάλαι νεώ· ἀνέχεται καὶ ἐπὶ κάρης [ ξοδ. κόρης] παιόμενος, ὑπὸ διπλῆν δουλείαν δουλεύοντος [ ξοδ. δουλεύοντες] κολαφιζόμενος, ἐμπτυόμενος, ὀνειδιζόμενος, στρεβλούμενος, μαστιγούμενος, καὶ τὸ τελευταῖον σταυρούμενος, καὶ λαμβάνων λῃστὰς τῆς τιμωρίας κοινωνοὺς ἑκατέρωθεν, καὶ ἀνδροφόνοις καὶ κακούργοις συνταττόμενος, καὶ ὄξος καὶ χολὴν παρὰ τοῦ κακοῦ ἀμπελῶνος καρπούμενος, καὶ ἀκάνθαις ἀντὶ κλημάτων καὶ βοτρύων στεφόμενος, καὶ πορφυρίδι χλευαζόμενος, καὶ καλάμῳ παιόμενος, καὶ λόγχῃ τὴν πλευρὰν ὀρυττόμενος, καὶ τέλος τάφῳ παραπεμπόμενος. ΚΖ.

Chapter XXVI · Chapter XXVII · Chapter XXVIIICaput XXVI · Caput XXVII · Caput XXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1467Τίς τῶν Δεσποτικῶν παθημάτων ἡ αἰτία. Ὑπέμεινε δὲ ταῦτα, τὴν ἡμετέραν μηχανώμενος σωτηρίαν· ἐπειδὴ γὰρ οἱ τῇ ἁμαρτίᾳ δουλεύσαντες τοῖς ἐπιτιμίοις ὑπεύθυνοι τῆς ἁμαρτίας ἐτύγχανον, αὐτὸς ἁμαρτίας ἀπηλλαγμένος, καὶ διὰ πάσης ὁδεύσας δικαιοσύνης, τὴν τῶν ἁμαρτωλῶν κατεδέξατο τιμωρίαν, διὰ μὲν τοῦ σταυροῦ, τῆς παλαιᾶς κατάρας τὴν ἀπόφασιν λύων «(Χριστὸς γὰρ, φησὶν, ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐν ξύλῳ»), διὰ δὲ τῶν ἀκανθῶν, τέλος διδοὺς ταῖς Ἀδὰμ τιμωρίαις (μετὰ γὰρ τὴν ἁμαρτίαν [ ξοδ. τιμωρίαν], ἤκουσεν ἐκεῖνος· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι»), διὰ δὲ τῆς χολῆς τὸ πικρὸν καὶ ἐπίπονον τῆς θνητῆς καὶ παθητῆς ζωῆς τῶν ἀνθρώπων εἰς ἑαυτὸν ἀναλαμβάνων· διὰ δὲ τοῦ ὄξους τὴν ἐπὶ τὸ χεῖρον τῶν ἀνθρώπων μεταβολὴν αὐτὸς δεχόμενος, καὶ τὴν εἰς τὸ κρεῖττον ἐπάνοδον χαριζόμενος·
τῇ πορφυρίδι σημαίνων τὴν βασιλείαν, τῷ καλάμῳ τὸ ἀσθενὲς καὶ σαθρὸν τῆς τοῦ διαβόλου δυνάμεως αἰνιττόμενος, τῷ ῥαπίσματι τὴν ἡμετέραν κηρύττων ἐλευθερίαν, τὰς ἡμετέρας ὑπομένων ὕβρεις, καὶ παιδείας, καὶ μάστιγας. Τὴν πλευρὰν τῷ Ἀδὰμ παραπλήσιον νυττόμενος, ἀλλ’ οὐ γυναῖκα προϊοῦσαν ἐκεῖθεν δεικνὺς, τὸν θάνατον διὰ τῆς ἀπάτης γεννήσασαν, ἀλλὰ πηγὴν ζωῆς τῷ διπλῷ νάματι τὴν οἰκουμένην ζωογονοῦσαν· ὧν τὸ μὲν ἡμᾶς ἐν κολυμβήθρᾳ νεοποιεῖ, καὶ τῇ ἀθανάτῳ περιβάλλει στολῇ· τὸ δὲ τρέφει γεννηθέντας ἐν τῇ τραπέζῃ τῇ θείᾳ, καθάπερ τὰ βρέφη τὸ γάλα. ΚΗ. Ὅτι διὰ τῶν τοῦ Χριστοῦ παθῶν ἡ ἡμετέρα γέγονε σωτηρία. Φάρμακα τοίνυν ἐστὶν ἡμέτερα τὰ τοῦ Σωτῆρος ἡμῶν παθήματα· καὶ τοῦτο διδάσκων ὁ προφήτης βοᾷ· «Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται· ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτῷ· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν·
PG 75:1469πάντες ὡς πρόβατα ἐπλανήθημεν, διὸ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος.» Καὶ καθάπερ ποιμὴν τὰ πρόβατα διεσκεδασμένα θεωρῶν, ἓν τῶν προβάτων κατέχων, καὶ ἐφ’ ἣν βούλεται νομὴν ἄγων, ἕλκει τὰ λοιπὰ δι’ ἐκείνου πρὸς ἑαυτόν· οὕτως ὁ Θεὸς Λόγος τῶν ἀνθρώπων τὸ γένος πεπλανημένον ἰδὼν, τοῦ δούλου λαβὼν τὴν μορφὴν, καὶ ταύτην συνάψας ἑαυτῷ, πρὸς ἑαυτὸν δι’ ἐκείνης ἐπέστρεψε πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν, καὶ εἰς τὴν θείαν νομὴν ἤγαγε τὰ κακῶς νεμόμενα, καὶ τοῖς λύκοις προκείμενα. Διὰ ταῦτα ὁ Σωτὴρ ὁ ἡμέτερος τὴν ἡμετέραν φύσιν ἀνέλαβε. Διὰ ταῦτα ὁ Δεσπότης Χριστὸς τὰ σωτήρια κατεδέξατο πάθη, καὶ θανάτῳ παραπεμφθεὶς, καὶ ταφῇ παραδοθεὶς, τὸ μὲν παλαιὸν ἐκεῖνο καὶ πολυχρόνιον κράτος ἔλυσε, τοῖς δὲ τῇ φθορᾷ πεπεδημένοις τὴν ἀφθαρσίαν ὑπέσχετο. Τὸν γὰρ λυθέντα ναὸν ἀνοικοδομήσας, καὶ ἀνεγείρας, καὶ τοῖς κειμένοις καὶ προσδεχομένοις αὐτοῦ τὴν ἀνάστασιν ἀληθεῖς καὶ βεβαίας τὰς ὑποσχέσεις ὑπέδειξεν.
Ὃν τρόπον γὰρ, φησὶν, ἡ ἐξ ὑμῶν ἀναληφθεῖσα φύσις τῇ τῆς θεότητος ἐνοικήσει τε καὶ ἑνώσει, τῆς ἀναστάσεως ἔτυχε, καὶ τὸ φθαρτὸν ἀνατιθεμένη σὺν τοῖς παθήμασιν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν μετέβη· οὕτω καὶ ὑμεῖς τῆς χαλεπῆς τοῦ θανάτου δουλείας ἀπαλλαγήσεσθε, καὶ τὴν φθορὰν ἀποῤῥίψαντες σὺν τοῖς πάθεσιν, ἐνδύσασθε τὴν ἀπάθειαν. Διὸ καὶ τὸ δῶρον τοῦ βαπτίσματος πᾶσιν ἀνθρώποις διὰ τῶν ἀποστόλων ἐξέπεμψε. «Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Τὸ βάπτισμα τοῦ Δεσποτικοῦ θανάτου σκιαγραφία τις ὑπάρχει καὶ τύπος. «Εἰ γὰρ σύμφυτοι, φησὶν ὁ Παῦλος, γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» ΚΘ. Ἀπόδειξις ἐκ τῶν Ἀποστόλου γραφῶν περὶ τῆς τελείας τοῦ ἀνθρώπου φύσεως. Οὕτω γεννηθεὶς ὁ Δεσπότης Χριστὸς, οὕτω τραφεὶς, οὕτω θαυματουργήσας, διὰ ταῦτα παθὼν, σταυρωθεὶς, ἀποθανὼν, κήρυκας ἀποστείλας πᾶσιν ἀνθρώποις τοὺς ἱεροὺς μαθητὰς, εἰς τὸν οὐρανὸν ἀνελήφθη· καὶ ταῦτα ἐν κεφαλαίῳ ἐν τοῖς πρὸς Τιμόθεον γραφεῖσιν, ὁ Ἀπόστολος ἡμᾶς ἐδίδαξε λέγων·

Chapter XXIX · Chapter XXXCaput XXIX · Caput XXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1470«Ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἔθνεσιν, ἐπιστώθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.» Καὶ τὴν μὲν φανέρωσιν συνέζευξε τῇ σαρκὶ, τὴν δὲ δικαίωσιν κατὰ τὴν τῶν αἱρετικῶν ἀβελτηρίαν· ἐδικαιώθη δὲ τῇ συνεργείᾳ τοῦ Πνεύματος. Ἆρα τὸ δικαιῶσαν Πνεῦμα, κρεῖττον τοῦ δικαιωθέντος Υἱοῦ; Ἀλλ’ οὐκέτι ταῦτα οὐκ ἔστι· τὸ γὰρ ἡμέτερον ἐδικαιώθη διὰ τοῦ ἐν αὐτῷ φανερωθέντος Θεοῦ, ὃς ἀχωρίστως αὐτῷ συνημμένος, τήν τε ἄκραν ἐπαίδευσεν ἀρετὴν, καὶ τῶν βελῶν τῆς ἁμαρτίας ἐφύλαξεν ἄγευστον, καὶ ἀμύητον, καὶ τῆς διαβολικῆς ἀπάτης ὑπέρτερον· καὶ θανάτου πρὸς βραχὺ γεύσασθαι συγχωρήσας, παραυτίκα τῆς ἐκείνου τυραννίδος ἀπήλλαξε, καὶ τῆς οἰκείας αὐτῷ ζωῆς μεταδέδωκε, καὶ εἰς οὐρανοὺς ἀνήγαγε, καὶ ἐκ δεξιῶν τῆς μεγαλωσύνης ἐκάθισεν, καὶ ὄνομα αὐτῷ ἐχαρίσατο τὸ ὑπὲρ πᾶν ὄνομα, τὴν οἰκείαν αὐτῷ ἀξίαν δωρησάμενος· καὶ τὴν τῆς φύσεως αὐτοῦ προςηγορίαν λαβὼν, Υἱὸς ἀνθρώπου ὁ προαιώνιος τοῦ Θεοῦ Λόγος ηὐδόκησεν ὀνομάζεσθαι.
«Οὐδεὶς γὰρ, φησὶν, ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐξ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.» Κατέβη δὲ οὐχ ὁ ἐκ σπέρματος Δαβὶδ ἐκ τῶν οὐρανῶν, ἀλλ’ ὁ τῶν [οὐρανῶν] ποιητὴς, ὁ ὑπέρχρονος Θεοῦ Λόγος, ὁ πρὸ τῶν αἰώνων ὑπάρχων· διὰ δὲ τὴν πρὸς τὸ ἀνθρώπινον ἕνωσιν, λαμβάνει τοῦ Υἱοῦ τοῦ ἀνθρώπου τὸ ὄνομα· καὶ ἑτέρωθι δὲ πάλιν οὕτως αὐτὸν προσαγορεύει· «Ἐὰν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀνερχόμενον ὅπου ἦν τὸ πρότερον·» οὐχ ἡ τοῦ δούλου μορφὴ, ἀλλ’ ἡ τοῦ Θεοῦ μορφή· καὶ αὖθις· «Ὅτι υἱὸς ἀνθρώπου ἐστὶ, φησὶ, μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ ἀκούσονται οἱ ἐν τοῖς μνήμασι τῆς φωνῆς αὐτοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.» Οὐ τῆς ἀνθρωπότητος δὲ ψιλῆς τοῦτο τὸ ἴδιον, ἀλλὰ τῆς ἐνεργούσης θεότητος, καὶ τῆς φαινομένης δὴ ἀνθρωπότητος διὰ τὴν πρὸς τὴν θεότητα συνάφειάν τε καὶ ἕνωσιν. Λ. Ὅτι Υἱὸς ἡ τοῦ δούλου μορφὴ διὰ τὴν συνάφειαν ὡσαύτως προσαγορεύεται. Οὕτως ὁ Θεὸς Λόγος οἰκειοῦται τῆς τοῦ δούλου μορφῆς τὴν εὐτέλειαν, καὶ Θεὸς ὑπάρχων, ἄνθρωπος ἠθέλησεν ὀνομάζεσθαι.

Chapter XXXI · Chapter XXXIICaput XXXI · Caput XXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1472Καὶ ὥσπερ μετέλαβε τῶν τοῦ ἀνθρώπου ταπεινῶν, οὕτω τῶν ὑψηλῶν αὐτῷ μεταδέδωκε. Καλεῖται γὰρ τὸ τῆς Παρθένου βρέφος Ἐμμανουὴλ, καὶ τὸ τοῖς σπαργάνοις ἐνειλημμένον, καὶ θηλὴν ἕλκον, καὶ τρεφόμενον γάλακτι, καὶ καλεῖται μεγάλης βουλῆς Ἄγγελος, καὶ θαυμαστὸς σύμβουλος, καὶ Θεὸς ἰσχυρὸς, καὶ ἐξουσιαστὴς, καὶ ἄρχων εἰρήνης, καὶ Πατὴρ τοῦ μέλλοντος αἰῶνος, καὶ Υἱὸς Ὑψίστου, καὶ Σωτὴρ, καὶ Κύριος, καὶ τῶν ὅλων Δημιουργός. «Εἷς γὰρ, φησὶ, Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα.» Καὶ μὴν τὰ Ἰησοῦς καὶ Χριστὸς ὀνόματα, τῆς οἰκονομίας εἰσὶ σημαντικά· ἡ δὲ οἰκονομία, οὐ πρὸ τῆς κτίσεως, οὐδὲ εὐθὺς μετὰ τὴν κτίσιν, ἀλλ’ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐγένετο· ἐπειδὴ τοίνυν τὸ Χριστὸς ὄνομα, οὐ τὸν ληφθέντα μόνον, ἀλλὰ καὶ τὸν λαβόντα Λόγον μετὰ τοῦ ληφθέντος δηλοῖ (τοῦ Θεοῦ γὰρ καὶ τοῦ ἀνθρώπου τοῦτο σημαντικόν ἐστιν)· ὁ Παῦλος ἀνατίθησι καὶ τῷ ὁρωμένῳ διὰ τὴν πρὸς τὸ κρυπτόμενον ἕνωσιν, τὴν τοῦ παντὸς ποίησίν τε καὶ διακόσμησιν· διὸ καὶ ἑτέρωθι τὸν Χριστὸν ἐπὶ πάντων προσαγορεύει Θεόν·
«Ἐξ ὧν γὰρ, φησὶν, Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός.» Οὐκ ἐπειδὴ τοῦ Δαβὶδ ὁ ἀπόγονος αὐτὸς καθ’ αὑτὸν Θεός ἐστι, καὶ ἐπὶ πάντων Θεὸς, ἀλλ’ ὅτι τοῦ Θεοῦ τοῦ ἐπὶ πάντων ὑπῆρχε ναὸς, ἡνωμένην καὶ συνημμένην ἔχων ἑαυτῷ τὴν θεότητα. ΛΑ. Ὅτι δύο μὲν εἰσὶ φύσεις, ἓν δὲ τὸ πρόσωπον τοῦ Χριστοῦ. Διὰ τοῦτο «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Οὐ γὰρ εἰς πρόσωπα δύο τὴν οἰκονομίαν μερίζομεν, οὐδὲ υἱοὺς δύο ἀντὶ τοῦ Μονογενοῦς κηρύττομέν τε καὶ δογματίζομεν, ἀλλὰ δύο μὲν τὰς φύσεις εἶναι καὶ μεμαθήκαμεν καὶ διδάσκομεν· ἕτερον γὰρ θεότης, καὶ ἕτερον ἀνθρωπότης· ἕτερον τὸ ὃν, καὶ ἕτερον τὸ γενόμενον· ἄλλο ἡ τοῦ Θεοῦ μορφὴ, καὶ ἄλλο ἡ τοῦ ἀνθρώπου μορφή· καὶ ἄλλο ἡ λαβοῦσα, καὶ ἕτερον ἡ ληφθεῖσα· ἕτερον ὁ λυθεὶς ναὸς, καὶ ἕτερον ὁ λυθέντα τοῦτον ἀναστήσας Θεός. ΛΒ. Ὅτι οὐ κρᾶσιν λέγειν ὅσιον, ἀλλ’ ἕνωσιν ἐπὶ τοῦ Χριστοῦ. Οὐ τὰς φύσεις τοίνυν συγχέομεν, οὐδὲ κρᾶσιν ποιητοῦ καὶ ποιήματος δογματίζομεν, καὶ τῷ τῆς κράσεως ὀνόματι τὴν σύγχυσιν συνεισφέρομεν· ἀλλὰ καὶ τοῦ Θεοῦ Λόγου τὴν φύσιν γνωρίζομεν·
PG 75:1473καὶ τῆς μορφῆς τοῦ δούλου τὴν οὐσίαν γινώσκομεν, ἑκατέραν δὲ φύσιν ὡς ἕνα προσκυνοῦμεν Υἱόν· θάτερον γὰρ θατέρῳ Χριστὸς ὀνομάζεται, καὶ οὔτε ἡ τοῦ δούλου μορφὴ ψιλὴ, καὶ γυμνὴ τυγχάνουσα τῆς θεότητος, τοῦτο πώποτε παρὰ τῶν διδασκάλων ἐκλήθη τῆς εὐσεβείας. Οἱ δὲ τὴν κρᾶσιν λέγοντες, τῇ κράσει τὴν σύγχυσιν συνεισφέρουσι· τῇ δὲ συγχύσει ἡ τροπὴ συνεισφέρεται· τροπῆς δὲ εἰσιούσης, οὔτε Θεὸς ἐπὶ τῆς ἰδίας μένοι ἂν φύσεως, οὔτε ἄνθρωπος ἐπὶ τῆς οἰκείας. Ἀνάγκη γὰρ ἐκστῆναι τῶν τῆς οὐσίας ὅρων ἑκάτερον, καὶ μήτε τὸν Θεὸν γνωρίζεσθαι Θεὸν, μήτε τὸν ἄνθρωπον, ἄνθρωπον. Τοῦτο δὲ οὐδὲ ἐπὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς λάβοι ἄν τις εὖ φρονῶν. Οὐ γὰρ τῷ σώματι τὴν ψυχὴν κεκρᾶσθαι, ἀλλ’ ἡνῶσθαι, καὶ συνῆφθαι, καὶ οἰκεῖν, καὶ ἐνεργεῖν φαμεν. Καὶ οὔτε τὴν ψυχὴν θνητὴν, οὔτε τὸ σῶμα εἴποι τις ἂν ἀθάνατον, μὴ κομιδῇ παραπαίων, ἀλλὰ τὴν μὲν ἑκατέραν [φύσιν] διαιροῦμεν, ἓν δὲ ζῶον γνωρίζομεν τὸ ἐξ ἐκείνων [ ξοδ. ἐκείνου] συγκείμενον· καὶ ἑκατέραν μὲν φύσιν διῃρημένοις ὀνόμασιν ὀνομάζομεν, τὴν μὲν ψυχὴν, τὸ δὲ σῶμα, τὸ δὲ ἐξ ἀμφοτέρων συνεστηκὸς ζῶον ἑτέρῳ καλοῦμεν ὀνόματι·
ἄνθρωπον γὰρ προσαγορεύομεν. Ταῦτα τοίνυν καὶ ἐπὶ τῆς οἰκονομίας τὴν εἰκόνα λαβόντες, τῆς βλασφημίας ἀπαλλαγῶμεν ἐκείνης, καὶ τὴν κρᾶσιν καταλιπόντες, τῷ τῆς ἑνώσεως καὶ συναφείας καὶ κοινωνίας ὀνόματι χρώμενοι διατελέσωμεν· φύσεων μὲν [ ξοδ. φύσεως] διάκρισιν, προσώπου δὲ ἕνωσιν δογματίζοντες. Οὕτω τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν ἐλέγξομεν, τὰ μὲν ταπεινῶς εἰρημένα καὶ πεπραγμένα τῷ Σωτῆρι Χριστῷ, προσάπτοντες τῇ τοῦ δούλου μορφῇ· τὰ δὲ ὑψηλὰ καὶ θεοπρεπῆ καὶ μεγάλα, τῇ ὑψηλῇ καὶ μεγάλῃ καὶ πάντα νοῦν ὑπερβαινούσῃ ἀνατιθέντες θεότητι. ΛΓ. Ὅτι τῆς ἡμετέρας φύσεως ἡ εἰς οὐρανοὺς ἀνάληψις τὰς τοῦ Πνεύματος δωρεὰς ἡμῖν προεξένισεν. Ἀλλὰ καιρὸς ἀναδραμεῖν ἐπὶ τὸ προκείμενον.

Chapter XXXIVCaput XXXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 75:1475Ἀναληφθεὶς τοίνυν εἰς οὐρανοὺς ὁ Δεσπότης Χριστὸς, καὶ ἑαυτὸν ὥσπερ ἐχέγγυον τῆς τῶν ἀνθρώπων εἰρήνης προσενεγκὼν τῷ Πατρὶ, πέμπει τοῖς ἀνθρώποις τὴν χάριν τοῦ Πνεύματος, ὥσπερ τινὰ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀῤῥαβῶνα, παιδοτρίβην, καὶ γυμναστὴν, τῶν τῆς εὐσεβείας ἀγωνιστὴν, φύλακα τῶν πιστευόντων ἀκοίμητον, φῶς τῶν προσιόντων ἄσβεστόν τε καὶ ἀνέσπερον, τῶν ψυχικῶν τραυμάτων θεραπευτὴν, ἰατρὸν τῶν ὑπὸ τῆς ἁμαρτίας γινομένων τραυμάτων, στρατηγὸν ἀριστεύειν κατὰ τοῦ διαβόλου διδάσκοντα, ὑποπτέρους τοὺς χαμαιπετεῖς ἐργαζόμενον, τοὺς γηί̈νους τὴν τῶν οὐρανῶν πολιτείαν παιδεύοντα, καταφρονεῖν σαρκὸς, ἐπιμελεῖσθαι ψυχῆς, διαπτύειν τὰ παρόντα, ἐφίεσθαι τῶν μελλόντων, ὁρᾷν τὰ προσδοκώμενα διὰ πίστεως, μηδὲν ἡγεῖσθαι τῶν ἐν τῷ βίῳ λαμπρὸν, δόξης καταγελᾷν, τῶν τοῦ πλούτου ῥευμάτων ὑπερορᾷν, ὥραν σώματος ὡς ἄνθος ὁρᾷν μαραινόμενον, μὴ ἀλγεῖν πενομένους, μὴ ἀνιᾶσθαι νοσοῦντας, χαίρειν ἀδικουμένους, λεηλατουμένους εὐφραίνεσθαι, φέρειν καρτερικῶς τὰ δεινὰ, ὑπερεύχεσθαι τῶν ἀντιδικούντων, εὐλογεῖν τοὺς καταρωμένους, καὶ πᾶσαν ἁπαξαπλῶς φιλοσοφίαν μεταδιώκειν.
Ταῦτα ἐδίδαξεν ἡ χάρις τοῦ Πνεύματος, ταῦτα γῆν [ ξοδ. δὲ προ γῆν] καὶ θάλατταν ἐξεπαίδευσεν, ταῦτα καὶ βάρβαροι μετὰ τὴν τοῦ Σωτῆρος αὐτῶν φιλοσοφοῦσιν ἐπιδημίαν, ταῦτα ἠπειρῶται, ταῦτα οἱ στρατιῶται, ταῦτα οἱ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκοῦντες. ΛΔ. Προτροπὴ εὐχαριστίας, καὶ ἀποτροπὴ περιουσίας. Ἀνυμνήσωμεν τοίνυν τὸν τῶν ἀμυθήτων ἀγαθῶν χορηγὸν, τὸν ἐκ τῆς ἐσχάτης ἀλογίας εἰς τὴν προτέραν ἡμᾶς φύσιν ἐπαναγαγόντα, τὸν δι’ ἡμᾶς πτωχεύσαντα, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· καὶ σὺν αὐτῷ τὸν γνήσιον αὐτοῦ Πατέρα, ὃς οὕτως ἠγάπησε τὸν κόσμον, ὡς δοῦναι τὸν μονογενῆ αὐτοῦ Υἱὸν ὑπὲρ αὐτοῦ, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον· καὶ σὺν Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ βαπτιζόμενοι τὸν τῆς δωρεᾶς ἀῤῥαβῶνα λαμβάνομεν· δι’ οὗ τὰς ψυχὰς φωτιζόμεθα, δι’ οὗ τὴν οἰκονομίαν διδασκόμεθα, δι’ οὗ τὴν θεολογίαν παιδευόμεθα, δι’ οὗ τῆς ἀλογίας ἀπαλλαττόμεθα, δι’ οὗ τῆς πλάνης ἠλευθερώθημεν, καὶ τὴν ἀλήθειαν ἔγνωμεν.
PG 75:1477Καὶ παυσώμεθα τὴν φύσιν πολυπραγμονοῦντες τοῦ ἀγεννήτου, εἰ καὶ αὐτὸς ἀγαθὸς καὶ δίκαιος, καὶ εἰ οἷόν τε εἶναί τινα μὴ γεννηθέντα ἢ γενόμενον· παυσώμεθα τὴν γέννησιν περιεργάζεσθαι τοῦ Μονογενοῦς, καὶ τὸν τρόπον ἐπιζητοῦντες, καὶ ἀγεννήτῳ καὶ γεννητῷ διαιτῶντες, καὶ μετροῦντες τὰ ἀμέτρητα· παυσώμεθα κακῶς ἀνιχνεύοντες τὴν τοῦ Πνεύματος πρόοδον, καὶ ζητοῦντες μαθεῖν ἃ μόνῳ Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι γνώριμα· ἐμμείνωμεν οἷς ἐλάβομεν ὅροις· μὴ ὅρια μετενέγκωμεν ἃ ἔθεντο οἱ Πατέρες ἡμῶν· ἀρκεσθῶμεν τῇ δοθείσῃ διδασκαλίᾳ παρὰ τοῦ Πνεύματος. Μὴ βουληθῶμεν ὑπερβῆναι Παύλου τὴν γνῶσιν, ὃς ἐκ μέρους ἔφη γινώσκειν, καὶ ἐκ μέρους προφητεύειν, καὶ ἐν ἐσόπτρῳ βλέπειν καὶ ἐν αἰνίγματι τὴν ἀλήθειαν· ἀναμείνωμεν τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Τότε τὰ τέλεια μαθησόμεθα, ὅτε δι’ ἀλαζονείας οὐ βλαβησόμεθα, ὅτε δι’ ὑπερηφανίας οὐ πεσούμεθα, ὅτε ἐν ἀπαθείᾳ βιωσόμεθα. Οὐκοῦν ἐν τῷ παρόντι ταῖς τῶν πατέρων διδασκαλίαις ἐμμείνωμεν, ἵνα μὴ μείζω ζητοῦντες, καὶ τῶν ἐλαττόνων ἐκπέσωμεν· ὃ πέπονθεν ὁ προπάτωρ Ἀδάμ·
καὶ γὰρ ἐκεῖνος ἐπιθυμήσας γενέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσε. ΛΕ. Ὅτι χρὴ Θεοτόκον καὶ ἀνθρωποτόκον λέγειν. Τοίνυν περὶ τὴν θεολογίαν μηδεὶς ἀπιστίαν νοσείτω, μηδεὶς περὶ τὴν οἰκονομίαν χωλευέτω, ἀλλὰ τὸν ἐκ Παρθένου γεννηθέντα Χριστὸν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον ὁμολογείτω καθ’ ἑκάτερον· διὰ τοῦτο γὰρ καὶ Θεοτόκος καὶ ἀνθρωποτόκος ἡ ἁγία Παρθένος ὑπὸ τῶν τῆς εὐσεβείας διδασκάλων προσαγορεύεται· τοῦτο μὲν ὡς φύσει τὸν [δούλῳ] ἐοικότα γεννήσασα· ἐκεῖνο δὲ, ὡς τῆς τοῦ δούλου μορφῆς, καὶ Θεοῦ τὴν μορφὴν ἡνωμένην ἐχούσης οὕτω διὰ θεολογίας καὶ οἰκονομίας τὸν τὸ μυστήριον ἡμῖν τὸ ἀποκεκρυμμένον γνωρίσαντα ἀνυμνήσωμεν, καὶ διὰ τῆς τοῦ βίου καθαρότητος ναοὺς ἑαυτοὺς τῷ Θεῷ κατασκευάσαντες, ἔνοικον αὐτὸν λάβωμεν· καὶ ταῖς ἀκτῖσιν αὐτοῦ φωτιζόμενοι, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Second witness · khazarzar edition

ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΚΥΡΙΟΥ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ. Αʹ. Ὅτι ὠφέλιμον τοῖς ἀκούουσιν ἡ τῆς θείας οἰκονομίας ἀνάμνησις. Αʹ. Ὅτι ὠφέλιμον τοῖς ἀκούουσιν ἡ τῆς θείας οἰκονομίας ἀνάμνησις. Ὁ μὲν περὶ τῆς ἁγίας Τριάδος ὡς ἐν εὐσεβῶν συλλόγῳ, καὶ τοῖς εὐαγγελικοῖς δόγμασιν πειθομέ νων, ἀποχρώντως ἡμῖν, ὡς οἶμαι, λόγος διήνυσται. Οὐ γὰρ ἀντειπεῖν ἐπὶ τοῦ παρόντος τοῖς ἀσεβέσιν, ἀλλὰ τοῖς φοιτηταῖς τῶν ἀποστόλων ἐκθέσθαι πίστιν προὐθέμεθα. Ἐπειδὴ δὲ καὶ τῶν θείων εὐεργεσιῶν τὸ μέγεθος ὑφάπτειν οἶδε μειζόνως τῶν φιλοθέων τὸν πόθον, καὶ θερμοτέρους αὐτοὺς καθίστησιν ἐραστὰς τοῦ Θεοῦ, ἀναγκαίως καὶ ἐπὶ τοῦτον βαδιοῦμαι τὸν λόγον, τῇ θεολογίᾳ τὴν οἰκονομίαν συνάπτων, καὶ δεικνὺς ἡλίκα καὶ ὅσα ὁ Ποιητὴς τὸ ἡμέτερον εὐ ηργέτησε γένος. Οὐ γὰρ ἐπαύσαντο πώποτε τῶν θείων δωρεῶν αἱ πηγαὶ τοῖς ἀνθρώποις τὰ ἀγαθὰ ἀναβλύζουσαι. Βʹ. Διήγησις τῶν ὑπὸ Θεοῦ γεγενημένων εἰς τὴν ἀνθρώπου εὐεργεσίαν ἐξ ἀρχῆς. Ἀλλ' ἀφ' οὗπερ τόνδε τὸν παναρμόνιον κόσμον ἐδημιούργησεν, ταῖς ποικίλαις εὐεργεσίαις τὴν ἡμε τέραν ἐπικλύζει φύσιν ὁ Ποιητής. Καὶ πρῶτον μὲν μὴ ὄντα πεποίηκε καὶ διαπλάττων ἐτίμησεν, καὶ τὸν χοῦν εἰς ἀνθρώπου φύσιν μετέβαλεν ὡς ἠθέλησε, καὶ τῷ δυσειδεῖ πηλῷ κάλλος καὶ ψυχὴν ἐδωρήσατο, ὀφθαλμῶν λαμπρότητα, καὶ γαλήνης καθαρότητα, καὶ παρειῶν λειότητα, καὶ γλώττης ἁπαλότητα, καὶ αἵματος ὀχετοὺς εἰς ἅπαντα τοῦ σώματος Διαθέοντας μέλη, καὶ ἀρδεῖαν ἀποχρῶσαν σαρκὶ καὶ νεύροις χορηγοῦντας καὶ δέρματι, ὀστῶν ἀντιτυπίαν, καὶ τῶν ἐν τούτοις ἀποκειμένων μυελῶν τὸ χρειῶδες, καὶ τἄλλα ὅσα τοῦ ἀνθρωπίνου ζώου τὸ ὁρώμενον ἔχει. Καὶ πρὸς τούτοις, νοῦν ἔδωκεν ἡγεμόνα καὶ κυβερνήτην, σοφίας πληρώσας, τέχνης ἁπάσης καὶ ἐπιστήμης ἐμπλήσας, καὶ λογικὸν ἀπέφηνε τὸ πήλι νον ἄγαλμα, καὶ οἰκείαν εἰκόνα πεποίηκε τὸν χοϊκὸν ἀνδριάντα, τὸ ἀρχικὸν καὶ αὐτοκρατορικὸν καὶ δη μιουργικὸν τῇ νοερᾷ ψυχῇ καὶ ἀθανάτῳ δωρησάμε νος. Εἶτα βασιλέα κτηνῶν, καὶ τετραπόδων, καὶ ἑρ πετῶν, νηκτῶν, καὶ ἀμφιβίων, καὶ τῶν ἀεροπόρων ὀρνίθων ἐχειροτόνησε. Πρὸ δὲ τούτων ὥσπερ τινὰ παστάδα χαριεστάτην ἄνωθεν ἐξέτεινεν οὐρανὸν, λειμῶνας ἀστέρων ἐγκαταπήξας, χρείαν τε ὁμοῦ καὶ τέρψιν παρέχοντας· ἥλιόν τε ἀνίσχειν κελεύσας, καὶ δύεσθαι, καὶ ποιεῖν ἡμέρας καὶ νύκτας, καὶ τῷ δρόμῳ τὸν χρόνον μετρεῖν· σελήνην φθίνειν καὶ πλήθειν, καὶ ταῖς πυκναῖς μεταβολαῖς ἥδειν τε ὁμοῦ καὶ σημαίνειν κύκλον τὸν ἐνιαύσιον· γῆν δὲ κάτωθεν ὑπεστόρεσε, καὶ ποικίλον αὐτῇ κόσμον δέδωκεν, εἰς ἄλση καὶ λήϊα καὶ λειμῶνας διακρίνας· ὄρη κυρτώ σας εἰς ὕψος, καὶ νάπας κοιλάνας, καὶ πεδία ὕπτια καὶ ἰσόπεδα δείξας, καὶ πηγὰς ἀναβλύζειν ἐν μέσῳ κελεύσας, καὶ ποταμοὺς τρέχειν ἄπαυστα, καὶ τἄλλα ὅσα γῆν καλλωπίζει καὶ θάλατταν. Γʹ. Διὰ τί τὸν ἄνθρωπον προσηγόρευσεν Ἀδάμ. Οὕτω δημιουργήσας τὸν πρῶτον ἄνθρωπον, καὶ τῇ εἰκόνι τιμήσας καὶ τῷ πλήθει τῶν δωρεῶν ἀποκλύ σας, τίθησιν αὐτῷ τὸ τῆς φύσεως ὄνομα· Ἀδὰμ γὰρ αὐτὸν προσηγόρευσεν· τοῦτο δὲ τὸν χοῦν δηλοῖ τῇ Ἑβραίων φωνῇ. Μία δὲ καὶ αὕτη περὶ τὸν ἄνθρωπον κηδεμονία. Ἐπειδὴ γὰρ ἔμελλε

τοσούτοις ἀγαθοῖς ἐντρυφήσειν, καὶ τοσούτων ἄρχων ἀνηγορεύθη καὶ βασιλεὺς, ἵνα μὴ τῷ πλήθει τῶν δωρεῶν ὑπερμαζή σας, καὶ τῷ ὕψει τῆς ἡγεμονίας ἐπαρθεὶς κατα σκιρτήσῃ τοῦ κτίσαντος, καὶ μεγίστην ἐκ τῆς τυ ραννίδος ἀπενέγκηται βλάβην, κατὰ τὸν πρῶτον ἀποστάτην ἐκεῖνον τὸν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα δι' ἀλαζονείαν, ἀναγκαίως ὁ σοφὸς τῶν ὅλων πρύτανις κωλύων αὐτοῦ τὸν ὄγκον τοῦ φρονήματος, Ἀδὰμ προσηγόρευσεν, ἵνα ἐκ τῆς προσηγορίας ἐν νοῶν τὴν συγγένειαν, καὶ τὰς ἀφορμὰς τῆς φύσεως λογιζόμενος, καὶ τὸν πρόγονον χοῦν πρὸ τῶν ὀφθαλ μῶν θεώμενος, ἑαυτὸν μὲν γνωρίζῃ, προσκυνῇ δὲ τὸν τοσαύτην εὐπρέπειαν αὐτῷ καὶ μεγαλοπρέπειαν δωρησάμενον· αὕτη πρώτη περὶ τὸν ἄνθρωπον ἐδείχθη τοῦ Ποιητοῦ μετὰ τὴν δημιουργίαν πρόνοια· οὕτως ἐξ ἀρχῆς οἷά τις πατὴρ καὶ ἰατρὸς καὶ διδά σκαλος, κοσμῶν ὁμοῦ καὶ ἰατρεύων καὶ διδάσκων αὐτὸν τὴν ἀρετὴν, διετέλεσεν. Δʹ. Διὰ τί τὴν γυναῖκα ἐκ τῆς πλευρᾶς ἐδημιούρ γησε. Οὕτως αὐτὸν διαπλάσας, οὕτως προσαγορεύσας, βοηθὸν αὐτῷ καὶ συνεργὸν καὶ τοῦ βίου κοινωνὸν παραχρῆμα ἐδημιούργησεν· οὐκ ἐκ μόνης δὲ τῆς γῆς, ὡς ἐπ' ἐκείνου, λαμβάνει τὰς ἀφορμὰς τῆς διαπλάσεως, ἀλλὰ μίαν τῶν πλευρῶν ἐκείνου λαβὼν, καὶ ταύτῃ καθάπερ τινὶ κρηπῖδι καὶ θεμελίῳ χρησά μενος, τὴν γυναικείαν φύσιν ποιεῖ· οὐχ ὕλης ἀπο ρίᾳ· μόνη γὰρ αὐτῷ βουλὴ πρὸς τὴν ὅλων δημιουρ γίαν ἤρκεσεν· ἀλλ' ἐν τῇ φύσει τῆς ὁμονοίας θελή σας ἐνθεῖναι τὸν σύνδεσμον. Φυτεύει καὶ παράδεισον, καὶ φυτοῖς αὐτὸν κατακοσμεῖ παντοίοις, καὶ τοῦτον ἐνδιαίτημα τῷ ἀνθρώπῳ χαρίζεται, δεδωκὼς αὐτῷ γυμνάσιον ἀρετῆς, ἐντολὴν οὐκ ἐπίπονον, οὐδὲ γέ μουσαν ἱδρῶτος, ἀλλὰ μάλα σωφρονοῦντι ῥᾳδίαν. Εʹ. Διὰ τί νόμον αὐτῷ τέθεικεν. Πάντων γὰρ τῶν φυτῶν τοῦ παραδείσου κελεύσας ἀπολαύειν, ἑνὸς ἀπηγόρευσε τὴν μετάληψιν· οὐχ ἁπλῶς οὐδὲ τοῦτο πεποιηκὼς, ἀλλ' ἵνα τὸν πεποιη κότα γνωρίζῃ, καὶ ὥσπερ τινὰ ζυγὸν ἔχῃ τὸν νόμον τοῦ δημιουργήσαντος, ἵνα γινώσκῃ ὡς βασιλεύει μὲν τῶν ἐν τῇ γῇ, βασιλεύεται δὲ ὑπὸ πλάσαντος, ἄρχει καὶ ἄρχεται, δεσπόζει καὶ δεσπόζεται, ἡγεῖται καὶ ἄγεται. Ἄλλως δὲ καὶ πρόσφορος ἡ νομοθεσία τοῖς λογικοῖς· ἀλόγων γὰρ ἴδιον τὸ νόμων χωρὶς πολι τεύεσθαι· τὸν δὲ περὶ βρώσεως νόμον τέθεικεν αὐτῷ ὁ Ποιητὴς, ἐπειδὴ τῶν ἄλλων νόμων ἡ θέσις περιττὴ τηνικαῦτα ἦν. Τί γὰρ αὐτῷ καὶ ἀπαγορεύειν ἐχρῆν; Μὴ φονεῦσαι; Ἀλλ' οὐκ ἦν ὁ τοῦτο πεισόμενος. Ἀλλὰμὴ μοιχεῦσαι; Ἀλλ' οὐδὲ βουληθεὶς οἷός τε ἦν, γυ ναικὸς ἄλλης οὐκ οὔσης. Ἀλλὰ μὴ κλέψαι; Τὰ τί νος; Αὐτοῦ γὰρ ἦν ἅπαντα. Ἁρμόδιος τοίνυν ὁ κόσμος ἐκεῖνος ἦν τῷ τότε καιρῷ, καὶ οὐ μόνον τοῖς μόνοις οὖσιν, ἀλλὰ καὶ παιδίοις ἀρτιγενέσιν συμ βαίνων. ςʹ. Περὶ τῆς ἐξορίας τοῦ Ἀδάμ. Ἐπειδὴ δὲ φθόνῳ διαβόλου, καὶ γυναικὸς εὐκολίᾳ τὴν ἀπάτην ἐδέξατο (ταύτην γὰρ ὡς ἁπαλωτέραν φενακίσας, πρότερον δι' αὐτῆς, ὡς πιθανωτέρας, τὸν Ἀδὰμ ὁ τῆς ἡμετέρας φύσεως ἀλάστωρ ἐπολιόρκη σεν), ἐξεβλήθη μὲν εὐθὺς τοῦ παραδείσου, καὶ πρὸς τὴν συγγενῆ γῆν παρεπέμφθη, ἱδρῶτι καὶ πόνῳ καὶ ταλαιπωρίᾳ συγκληρωθεὶς, καὶ οἷόν τινι χαλινῷ τῇ γηπονίᾳ καὶ κακοπαθείᾳ καὶ ταῖς ἄλλαις τοῦ βίου πονηρίαις παραδοθείς. Ὡς γὰρ τὴν ἄπονον ἐκείνην καὶ ἄλυπον οὐκ ἐνεγκὼν εὐγνωμόνως ζωὴν, τῇ δυσ ημερίᾳ συζεύγνυται, ἵνα τὴν ἀπὸ τῆς εὐημερίας φε ρομένην νόσον διὰ τῶν πόνων ἀποσκευάσηται. Δια κόπτει δὲ καὶ θανάτῳ τὸν δρόμον τῆς ἁμαρτίας ὁ νομοθέτης, καὶ αὐτὴν δείκνυσι τὴν τιμωρίαν φιλ ανθρωπίαν. Ἐπειδὴ

γὰρ τῇ παραβάσει νομοθετῶν συνέζευξε θάνατον, παραβὰς δὲ ὑπὸ τὴν τιμωρίαν ἐκείνην ἐγένετο, οἰκονομεῖ τὴν τιμωρίαν σωτηρίαν γενέσθαι. Διαλύει γὰρ τοῦτο τὸ ζῶον ὁ θάνατος, καὶ παύει μὲν τὴν τῆς πονηρίας ἐνέργειαν, ἀπαλλάττει δὲ πόνων, καὶ ἱδρώτων ἐλευθεροῖ, λύπας καὶ φροντί δας ἐλαύνει, τέλος τοῖς τοῦ σώματος δίδωσι πάθεσι. Τοσαύτῃ φιλανθρωπίᾳ τὴν τιμωρίαν ἐκέρασεν ὁ κριτής! Ζʹ. Διήγησις τῆς τῶν ἀνθρώπων ἀχαριστίας, καὶ τῆς τοῦ Θεοῦ κηδεμονίας. Ἀλλ' οὐδὲν ἐντεῦθεν τὸ ἀχάριστον γένος τῶν ἀν θρώπων ἀπώνατο· μείζοσι δὲ ἀγνωμοσύναις τὸν εὐ εργέτην ἠμείψατο. Εὐθὺς γὰρ ἀδελφοκτονία τολμᾶ ται, καὶ φθόνος, καὶ ψεῦδος, ἀκολασίαι τε καὶ ἀσέλγειαι, ἀδικίαι, καὶ ἀλληλοφονίαι, καὶ τῶν ἀλλοτρίων ἁρπαγαὶ, καὶ τἄλλα ὅσα ἐβλάστησεν ἡ ἁμαρτία κακά. Ἀλλ' οὐδὲ οὕτως ὁ Ποιητὴς ἣν διέ πλασεν ἀπηγόρευσεν φύσιν· σοφῶς δὲ αὐτὸ καὶ δια φόρως ἐτέλεσεν, ἰατρεύων, ἐπιτιμῶν, ἐγκαλῶν, εἰσ ηγούμενος τὸ δέον, συμβουλεύων, ἀπειλῶν, ἐπάγων τὴν ἀπειλὴν, κολάζων τοὺς πονηροὺς, στεφανῶν τοὺς ἀγαθοὺς, καὶ τὸν μὲν ἀνακηρύττων, τὸν δὲ μετα τιθεὶς, τὸν δὲ ξύλῳ μετὰ τοῦ γένους διασώζων, καὶ σπινθῆρα τῇ φύσει διατηρῶν, ἐπικλύζων τὴν γῆν, διαφθείρων ὕδατι τοὺς ἐργάτας τῆς πονηρίας, αὔξων αὖθις τὸ ἀνθρώπινον γένος, μερικαῖς τιμωρίαις κοι νὰς ἰατρείας ποιούμενος, πόλεις ἀσεβείαις συζώσας πυρὶ καταφλέγων οὐρανίῳ, τὸν σὺν αὐτοῖς μὲν οἰ κοῦντα, τῆς δ' ἀσεβείας οὐ κοινωνοῦντα, τῆς τιμω ρίας ἐλευθερῶν, εὐετηρίαις δωρούμενος, ἐν καιρῷ ὑετὸν χαριζόμενος, αὔξων ἀῤῥήτως τὰ παρὰ τῶν ἀνθρώπων καταβαλλόμενα σπέρματα, καρπῶν ἀφθο νίας βρύειν τὰ δένδρα κελεύων, λιμῷ παιδεύων τοὺς οὐδὲν ἐκ τῆς εὐθηνίας ὠφεληθέντας, νόσους ἐπάγων, καὶ πάλιν ταύτας ἐλαύνων, χαλασφενδονῶν τὰς τῆς ζωῆς ἀφορμὰς, νέφεσιν ἀκρίδος τὸν ἥλιον κρύπτων καὶ τοὺς καρποὺς διαφθείρων· νεύων αὖθις, καὶ τὰ λυπηρὰ μεταβάλλων, τοὺς τὴν εὐσέβειαν ἀγαπήσαντας οὐκ ἐῶν, καὶ τούτοις φαινόμενος, καὶ φιλικῶς διαλεγόμενος, καὶ διὰ τούτων προσημαίνων τὰ μέλλοντα. Ηʹ. Ὅτι φιλανθρωπίας γέμει ἡ τοῦ Θεοῦ ἐναν θρώπησις. Ἐπειδὴ δὲ ταῦτα, καὶ τἄλλα τὰ μυρία καὶ δυσδιήγητα τῆς θείας οἰκονομίας εἴδη ὀλίγους μὲν εὐηργέτησεν, οἱ δὲ λοιποὶ τῶν ἀνθρώπων ἀνηκέστως διέκειντο, τότε δὴ, τότε τὸ μέγα καὶ ἄῤῥητον γίνεται τῆς οἰκονομίας μυστήριον· αὐτὸς γὰρ ὁ Λόγος τοῦ Θεοῦ, ὁ δημιουργὸς ἁπάσης τῆς κτίσεως, ὁ ἀχώρη τος, ὁ ἀπερίγραπτος, ὁ ἀναλλοίωτος, ἡ πηγὴ τῆς ζωῆς, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ ζῶσα τοῦ Πατρὸς εἰκὼν, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως, τὴν ἀνθρωπείαν φύσιν ἀναλαμβάνει, καὶ τὴν οἰκείαν εἰκόνα νεοποιεῖ τῇ ἁμαρτίᾳ δια φθαρεῖσαν, καὶ τὸν ἀνδριάντα τὸν ὑπὸ τοῦ υἱοῦ τῆς πονηρίας παλαιωθέντα ἀνανεοῖ, καὶ τοῦ πρώτου χα ριέστερον δείκνυσιν, οὐκ ἀπὸ γῆς ὡς πάλαι τοῦτον δημιουργήσας, ἀλλ' αὐτὸς καταδεξάμενος· οὐ τὴν θείαν φύσιν εἰς ἀνθρωπείαν μεταβαλὼν, ἀλλὰ τῇ θείᾳ τὴν ἀνθρωπείαν συνάψας· μένων γὰρ ὃ ἦν, ἔλαβεν ὃ οὐκ ἦν· καὶ τοῦτο ἡμᾶς διδάσκει ὁ μακάριος Παῦλος βοῶν· «Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ἐξ ὧν εὔδηλον, ὡς ἡ τοῦ Θεοῦ μορφὴ, μένουσα ὃ ἦν, ἔλαβε τὴν δούλου μορφήν· μορφὴν δὲ καλεῖ οὐ τὸ φαινόμενον μόνον τοῦ ἀνθρώπου, ἀλλὰ πᾶσαν τὴν ἀνθρώπου φύσιν· ὥσπερ γὰρ ἡ τοῦ Θεοῦ μορφὴ, τοῦ Θεοῦ τὴν οὐσίαν σημαίνει, ἀνείδεον γὰρ τὸ θεῖον καὶ ἀσχημά τιστον, καὶ οὐδεὶς ἂν εἴπῃ μὴ παραπαίων, μορφὴν ἔχειν, καὶ μελῶν διαίρεσιν, τὸν ἀσώματον καὶ ἀσύν θετον,

οὕτως ἡ τοῦ δούλου μορφὴ, οὐ τὸ ὁρώμενον τοῦτο μόνον, ἀλλὰ πᾶσαν τοῦ ἀνθρώπου δηλοῖ τὴν οὐσίαν. Θʹ. Ἔλεγχος τῆς τῶν αἱρετικῶν ἀσεβείας. Τινὲς δὲ τῶν τἀναντία φρονούντων τῆς εὐσεβείας, ἐπειδὴ τοῖς ἀποστολικοῖς ῥητοῖς πειρῶνται κατα τοξεύειν ἀληθείας τὰ δόγματα, Ἄρειος μὲν καὶ Εὐ νόμιος ἄψυχον ἄνθρωπον ἀνειλῆφθαι παρὰ τοῦ Θεοῦ Λόγου διαβεβαιούμενοι, Ἀπολινάριος δὲ ἔμψυχον, νοῦ δὲ ἐστερημένον, οὐκ οἶδ' ὅ τι νοῶν τὴν ἀνθρω πείαν ψυχήν· Μαρκίων δὲ καὶ Μάνης, καὶ ἡ λοιπὴ τῆς ἀσεβείας ἐκείνη συμμορία, τὸ τῆς οἰκονομίας ἄπαν ὁμοῦ ἀρνεῖται μυστήριον. Καὶ τὴν μὲν ἄῤῥη τον τῆς ἁγίας Παρθένου σύλληψίν τε καὶ κύησιν, μῦθον εἶναι καὶ πλάσμα νομίζουσι· φαντασίᾳ δὲ σώματος τὴν θεότητα συγκαλυφθῆναι διαγορεύουσι, καὶ τούτῳ τῷ τρόπῳ τοῖς ἀνθρώποις ἄνθρωπον ἀνα φανῆναι. Ἀναγκαῖον τῶν ἀποστολικῶν ῥητῶν σαφῆ τῆς διανοίας παραστῆσαι τοῖς εὐσεβέσιν, «ὃς ἐν μορφῇ Θεοῦ, φησὶν, ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγή σατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» Ταῦτα τῶν προειρημένων αἱρετικῶν ἕκαστος οἰκειούμενος, τῶν βδελυρῶν δογμάτων κατασκευάζει τὸ ψεῦδος. Ἄρειος μὲν καὶ Εὐνόμιος καὶ Ἀπολινάριος καὶ οἱ κατὰ τούτους, τὴν τοῦ δούλου μορφὴν καὶ τὸ σχῆμα καὶ τὸ ὁμοίωμα τοῦ ἀνθρώπου, τὸ φαινόμενον τῆς ἡμε τέρας φύσεως σημαίνειν διαγορεύοντες· οἱ δὲ τῆς μυσαρωτέρας φάλαγγος, τὸ σχῆμα καὶ τὸ ὁμοίωμα εἰς σκιάν τινα καὶ εἰκόνα καὶ φαντασίαν σώματι ἐοικυῖαν λαμβάνοντες. Ιʹ. Ἑρμηνεία τοῦ, «ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων.» Φρενοβλάβειαν δὲ τὴν ἀμφοτέρων παραυτίκα ἡμεῖς διελέγξομεν· μορφὴν γὰρ δούλου τὴν οὐσίαν, ὡς ἀπεδείξαμεν, προσαγορεύει τοῦ δούλου· εἰ γὰρ ἡ τοῦ Θεοῦ μορφὴ τὴν οὐσίαν δηλοῖ τοῦ Θεοῦ, εὔδηλον ὡς καὶ ἡ τοῦ δούλου τῆς οὐσίας ἐστὶ τοῦ δούλου ση μαντική· τὸ δὲ, «ἐν ὁμοιώματι τοῦ ἀνθρώπου γενόμε νος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» οὐχ ὡς τῆς φύσεως ὀνόματα τέθεικεν ὁ Ἀπόστολος, ἀλλὰ τῆς ἐνεργείας· ἐπειδὴ γὰρ ὁ Δεσπότης Χριστὸς τὴν ἡμετέραν ἔχων φύσιν, τὴν ἡμετέραν οὐ κατεδέξατο πονηρίαν, ἀλλ' ἁπάσης ἐλεύθερος, ὡς ὁ προφήτης βοᾷ, ὅτι «ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·» καὶ ὁ τῆς ἐρήμου πολίτης Ἰωάννης συμμαρτυρεῖ λέγων· «Ἴδε ὁ ἀμνὸς ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν·» ὁ μακάριος Παῦ λος ἐν ὁμοιώματι ἀνθρώπου αὐτὸν ἀναγκαίως ἔφη γενέσθαι, καὶ σχήματι εὑρεθῆναι ὡς ἄνθρωπον, τῆς πονηρᾶς ἐνεργείας τῶν ἀνθρώπων ἀπηλλαγμένον. Διὸ καὶ ἑτέρωθι ἔλεγε· «Τὸ γὰρ ἀδύνατον τοῦ νό μου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Ὁρᾶτε πῶς διὰ τούτων ἐκείνων λύει τὴν ἀσά φειαν. «Ὁ Θεὸς, φησὶ, τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας·» οὐχ ἁπλῶς εἶπεν, ἐν ὁμοιώματι σαρκὸς, διαλύων τῶν ἀσεβῶν δογμάτων τὴν βλασφημίαν· προγινώσκει γὰρ ἅπαντα ἡ χάρις τοῦ Πνεύματος· ἀλλ', «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας,» ἵνα μάθωμεν ὡς τὸ «ὁμοίωμα,» διὰ τὸ πάσης ἁμαρ τίας ἀπηλλάχθαι τὸν ἡμέτερον Σωτῆρα, τέθεικεν· ἄνθρωπος γὰρ γενόμενος τὴν φύσιν, κατὰ τὴν ἁμαρτίαν γέγονεν ἄνθρωπος· διὸ ἐν ὁμοιώματι σαρ κὸς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἀνθρωπείαν μὲν φύσιν ἀναλαβὼν, τῆς δὲ τυραννού σης ἐν τοῖς ἀνθρώποις ἁμαρτίας τὸν ζυγὸν μὴ δεξά μενος, ἀλλὰ πᾶσαν ταύτης ἀποῤῥίψας τὴν δεσπο τείαν, καὶ δείξας, ὡς δυνατὸν ἐν ἀνθρωπείᾳ φύσει τῶν τῆς

ἁμαρτίας περιγενέσθαι βελῶν· οὕτως κατ έκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, τὸ ἀσθενὲς αὐτῆς ἐλέγξας, καὶ τὴν τυραννίδα παύσας, καὶ νικᾷν οὕτω τοὺς ἀνθρώπους διδάξας· διὸ ἐπήγαγεν ὁ μακάριος Παῦλος, Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα τοῦ νόμου περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Οὐκοῦν ἐδικαιώθημεν, τῆς ἁμαρτίας ἐν σαρκὶ κατακριθείσης· κατέκρινε δὲ ἐν σαρκὶ τὴν ἁμαρτίαν, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γενόμενος ὁ Σωτὴρ ὁ ἡμέτερος· τὴν μὲν ἀνθρωπείαν φύσιν ἀναλαβὼν, τὴν δὲ πάλαι ταύτης δεσπόζουσαν μὴ κα ταδεξάμενος ἁμαρτίαν. Οὕτως ὁ θεσπέσιος Παῦλος ἐν ὀλίγοις ῥήμασιν ἅπαν τῶν αἱρετικῶν τὸ στίφος διέλυσεν, Ἀρείου μὲν καὶ Εὐνομίου τὴν μανίαν ἐλέγξας, ἐν τῇ τῶν προειρημένων ῥημάτων ἀρχῇ· «Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Οὐ γὰρ εἶπεν, ἐν μορφῇ Θεοῦ γενόμενος, ἀλλ', «ἐν μορφῇ Θεοῦ ὑπάρχων.» Οὐδὲ εἶπεν Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα ἑαυτῷ, ἢ ἴσα ἀγγέλοις, ἢ ἴσα τῇ κτίσει, ἀλλ' ἴσα, ἔφη, Θεῷ τῷ Πατρὶ, τῷ γεννήσαντι, ἀνάρχῳ, τῷ ἀγεννήτῳ, τῷ ἀπεράντῳ, τῷ τῶν ὅλων Δεσπότῃ. Ἄρειος μὲν οὖν καὶ Εὐνόμιος ἰσχυρὸν ἐντεῦθεν ἐδέξαντο τῆς οἰκείας ἀσεβείας τὸν ἔλεγχον, καὶ Σα βέλλιος δὲ καὶ Μάρκελλος καὶ Φωτεινὸς, οἱ τὰς τρεῖς ὑποστάσεις ἀρνούμενοι, καὶ τὰς τῆς θεότητος συγ χέοντες ἰδιότητας, ἐντεῦθεν βλασφημοῦντες ἐλέγχον ται· ἕτερος γὰρ κατὰ τὴν ὑπόστασιν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ ἕτερος ἐκεῖνος οὗ ἐν μορφῇ ὑπάρ χει· καὶ ἄλλος πάλιν ὁ μὴ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ, παρ' ἐκεῖνον οὗ ἴσος ὑπάρχει, ἀλλ' οὐχ ἥρπασεν τὴν πρὸς αὐτὸν ἰσότητα. Πρὸς δὲ τού τοις καὶ ὁ ψευδώνυμος Παῦλος, ὁ τὴν μὲν πρὸ αἰώνων γέννησιν τοῦ Σωτῆρος ἀρνούμενος, Ἰουδαϊκῷ δὲ κεχρημένος φρονήματι, καὶ τὴν ἐκ Παρθένου μό νην ὁμολογῶν, ἐκ τῶν αὐτῶν τούτων λόγων, τὴν ἀξίαν τῆς ἀσεβείας αἰσχύνην καρποῦται· διδάσκεται γὰρ ὑπὸ τοῦ θείου Παύλου τὸν λαβόντα Θεὸν Λόγον, καὶ τὴν ἀνθρωπείαν φύσιν τὴν ληφθεῖσαν, τὴν προϋπάρ χουσαν μορφὴν τοῦ Θεοῦ, καὶ ἐν τῷ τέλει τῶν αἰώνων προσληφθεῖσαν ἀπ' ἐκείνης δούλου μορφήν. Διδά σκεται δὲ πάλιν Ἀπολινάριος σὺν Ἀρείῳ καὶ Εὐνομίῳ, ὡς οὐχ ὁ Θεὸς Λόγος ὁ ἄτρεπτος, εἰς σαρκὸς φύσιν ἐτράπη, ἀλλὰ τὴν ἡμετέραν ἀναλαβὼν οὐσίαν, τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν. Ἀπεδείξα μεν δὲ, δι' ὧν εἰρήκαμεν, μορφὴν δούλου τὴν τοῦ ἀνθρώπου προσαγορευομένην οὐσίαν· εἰ γὰρ ἡ μορφὴ τοῦ Θεοῦ, οὐσία τοῦ Θεοῦ· ἀμόρφωτον γὰρ καὶ ἀνεί δεον τὸ Θεῖον· ἁπλοῦν δὲ καὶ ἀσύνθετον καὶ ἀσχημά τιστον, καὶ ἡ τοῦ δούλου μορφὴ δηλονότι οὐσία δού λου εἰκότως ἂν νοηθείη· οὐσία δὲ δούλου, τουτέστιν ἀνθρώπου, οὐ τὸ φαινόμενον σῶμα μόνον, ἀλλὰ πᾶσα τοῦ ἀνθρώπου ἡ φύσις παρὰ τοῖς σωφρονοῦσιν νενό μισται. Πρὸς δὲ τούτοις οἱ πρωτοστάται τῆς ἀσεβείας, καὶ πρῶτοι τὴν βλασφημίαν κατὰ τῆς εὐσεβείας βλαστήσαντες, καὶ Χριστιανῶν μὲν ὄνομα ἑαυτοῖς ἐπιθέντες, πᾶσαν δὲ τὴν πολύθεον τῶν εἰδώλων πλά νην ὑπερακοντίσαντες, Μαρκίων, φημὶ, καὶ Μάνης, καὶ οἱ τῆς λοιμικῆς αὐτῶν καθέδρας μύσται καὶ γεί τονες, δι' αὐτῶν τούτων τῶν ῥημάτων τὴν οἰκείαν παραπληξίαν μανθάνουσι· τὴν κατὰ σάρκα γὰρ τοῦ Κυρίου γέννησίν τε καὶ ἐνανθρώπησιν οὐ δεχόμενοι, ἀκούουσι τοῦ θειοτάτου Παύλου διδάσκοντος, ὡς ἡ τοῦ Θεοῦ μορφὴ ἔλαβε τὴν τοῦ δούλου μορφήν· ἡ δὲ τοῦ δούλου μορφὴ οὐ φαντασία τις ἦν, οὐδὲ σκιὰ, οὐδὲ ἀέριον ἴνδαλμα, οὐδ' ἄλλο τι τῶν τοιούτων προσαγορεύεται, ἀλλ' ἡ τοῦ δούλου φύσις. Εἰ δὲ τὰ ἐπαγόμενα ἡμῖν προβάλλοιντο, «ἐν ὁμοιώ ματι ἀνθρώπου γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» καὶ τὸ ἐν τῇ πρὸς Ῥωμαίους, «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, «πρῶτον αὐτῶν τὴν ἄνοιαν διελέγξωμεν· εἰ γὰρ τὸ, «ἐν ὁμοιώματι ἀν θρώπου, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,»

φαν τασίαν τινὰ ἀνθρωπείαν δηλοῖ, ἡ δὲ μορφὴ τοῦ δού λου, φύσις ἀνθρώπου· ἐναντία τίθησιν ὁ Ἀπόστολος· εἰ δὲ οὐκ ἐναντία τοῦ Ἀποστόλου τὰ ῥήματα, μά θωμεν ὡς ἡ τοῦ δούλου μορφὴ, οὐσία δούλου τυγχά νει. Τὸ δὲ ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι, καὶ σχήματι εὑρεθῆναι ὡς ἄνθρωπον, οὕτως νοήσομεν, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἡμετέραν ἔχων φύσιν, οὐ κατὰ πάντα ἴσος ἡμῖν ἐτύγχανεν· ἐγεννήθη μὲν γὰρ ἐκ γυναικὸς καὶ αὐτὸς, ἀλλ' οὐχ ὁμοίως ἡμῖν· ἐκ παρθενικῆς γὰρ ἐβλάστησε μήτρας· καὶ τέλειος μὲν ἄνθρωπος ἦν ὡς ἡμεῖς· εἶχε δὲ πλέον ἡμῖν τοῦ Θεοῦ Λόγου τὴν ἐνοίκησίν τε καὶ ἕνωσιν· καὶ σάρκα μὲν εἶχεν ἔμψυχόν τε καὶ λογι κὴν ὡς ἡμεῖς, τῶν δὲ τῆς ἁμαρτίας οὐκ ἠνέσχετο κινημάτων ὥσπερ ἡμεῖς, ἀλλ' ἐν σώματι ὑφ' ἁμαρ τίας πολεμουμένῳ, τὴν τῆς ἁμαρτίας τυραννίδα κατ έλυσε· διὰ τοῦτο ἐν ὁμοιώματι ἀνθρώπου γενό μενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἑαυτὸν ἐταπείνωσεν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θα νάτου δὲ σταυροῦ· καὶ αὐτὸ δὲ τὸ ὄνομα τῆς ταπει νώσεως δηλοῖ τὴν τῆς ταπεινῆς ἀνάληψιν φύσεως. Ἄλλως τε περὶ τοῦ ἐν μορφῇ Θεοῦ ὑπάρχοντος δια λεγόμενος, ἐπήγαγεν· «Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» διδάσκων ὅτι ὁ ἀσώματος Θεοῦ Λόγος ὡς ἄνθρωπος ὤφθη, φύσιν ἀνθρωπείαν ἀναλαβών· διὸ καὶ τὸ «ὡς ἄνθρωπος» τέθεικεν, ἵνα μὴ τροπήν τινα γεγενῆσθαι νομίσωμεν τοῦ ἀοράτου Θεοῦ, ἀλλὰ πιστεύσωμεν ὅτι σάρκα λαβὼν ἔμψυχόν τε καὶ λογικὴν, Θεὸς ὢν ἐν ὁμοιώματι ἀνθρώπου ἐγένετο, καὶ σχήματι εὑρέθη ὡς ἄνθρωπος· οὕτως ὁ μέγας τῆς εὐσεβείας προ αγωνιστὴς, ὁ μακάριος λέγω Παῦλος, τὰ ποικίλα καὶ διάφορα τῶν αἱρετικῶν κατέλυσε στόματα. Ἀλλ' ἐνταῦθα μὲν ἡμᾶς ὁ Λόγος παρήνεγκε, τὴν τῶν αἱ ρετικῶν ἐλέγχων ἐμβροντησίαν, καὶ δῆλα ποιῶν τοῖς τροφίμοις τῆς εὐσεβείας τῆς ἀληθείας τὰ δόγματα. Ἀναχωρεῖν οὖν, ὅθεν ἐξέβην, καιρός. ΙΑʹ. Τίνος χάριν τὴν ἀνθρωπίνην φύσιν ὁ Θεὸς ἀνέλαβε Λόγος. Τοίνυν τὴν ἡμετέραν φύσιν ὁ Ποιητὴς οἰκτείρας ὑπὸ τοῦ Πονηροῦ πολεμουμένην, καὶ τοῖς πικροῖς τῆς ἁμαρτίας βέλεσι βαλλομένην, καὶ τῷ θανάτῳ παρα πεμπομένην, ἐπαμύνει τῇ εἰκόνι, καὶ τοὺς πολε μοῦντας καταγωνίζεται, οὐ γυμνῇ τῇ δυνάμει χρη σάμενος τῇ θεότητι, οὐδὲ τῇ ἐξουσίᾳ τῆς βασιλείας καταπλήξας τοὺς ἀντιπάλους, οὐκ ἀγγέλους στρατεύ σας, οὐδὲ τοὺς ἀρχαγγέλους εἰς συμμαχίαν λαβὼν, οὐδὲ κεραυνοὺς ἢ πρηστῆρας κατὰ τῶν ἐναντίων ὁπλίσας, οὐδὲ μετὰ τῶν χερουβὶμ φανεὶς ἐπὶ τῆς ἠπείρου καὶ τῶν ἡμετέρων ἀντιδίκων δικαστικῶς καταψηφισάμενος [ξοδ. μενδοσε καταψησάμενος], ἀλλ' εἷς τῶν ὑπευθύνων καὶ πολεμουμένων γινόμε νος, καὶ κατακρύψας τὸ μεγαλοπρεπὲς τῆς θεότητος τῇ εὐτελείᾳ τῆς ἀνθρωπότητος, καὶ τὸν ὁρώμενον ἄνθρωπον εἰς πάλην ἀλείψας, καὶ νικήσαντα στεφα νώσας· καὶ παιδόθεν μὲν τὴν ἀρετὴν ἐκδιδάξας, καὶ δικαιοσύνης εἰς ἀκρότατον ἀγαγὼν, ἀήττητον δὲ φυ λάξας, καὶ τῶν βελῶν τῆς ἁμαρτίας ἐλεύθερον, συγχωρήσας δὲ ὅμως ὑπὸ θάνατον γενέσθαι, ἵνα τῆς ἁμαρτίας τὴν ἀδικίαν ἐλέγξῃ, καὶ τοῦ θανάτου καταλύσῃ τὸ κράτος. Εἰ γὰρ τῶν ὑπὸ τὴν ἁμαρτίαν γεγενημένων ὁ θά νατος ἐπιτίμιον, ὁ ταύτης ἀπηλλαγμένος παντάπασι, δηλονότι ζωῆς ἀπολαύειν, ἀλλ' οὐ θανάτου, δίκαιος ἦν· τοίνυν ἡττηθεῖσα ἡ ἁμαρτία, καὶ τὸν νικητὴν κατακρίνασα θανάτῳ, καὶ τὴν αὐτὴν ἐξενεγκοῦσα κατὰ τοῦ νενικηκότος ψῆφον, ἣν ἀεὶ κατὰ τῶν ἡττω μένων ἐξέφερεν, ἀδικοῦσα ἑάλω. Μέχρι μὲν γὰρ τοὺς ὑπηκόους τῷ θανάτῳ παρέπεμπεν, ὡς δίκαια ποιοῦσα συνεχωρεῖτο τοῦτο ποιεῖν· ἐπειδὴ δὲ τὸν ἀθῶον καὶ ἀνεύθυνον καὶ στεφάνων καὶ ἀναῤῥήσεων ἄξιον τοῖς αὐτοῖς ἐπιτιμίοις ὑπέβαλλεν, ἀναγκαίως λοιπὸν ὡς ἄδικος τῆς ἐξουσίας ἐκβάλλεται. Καὶ τοῦτο διδάσκων

ὁ μακάριος Παῦλος ἔλεγεν· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρ τίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Ὃ δὲ λέγει, τοιοῦτό ἐστι· Σκοπὸς, φησὶν, ἦν τῷ νόμῳ δικαιῶσαι τὴν φύσιν τῶν ἀνθρώπων· ἀδυνάτως δὲ εἶχε τοῦτο ποιεῖν, οὐ παρὰ τὴν οἰκείαν ἀσθένειαν, ἀλλὰ διὰ τὴν τῶν ἀκουόντων ῥᾳστώνην· ἐπιῤῥεπῶς γὰρ ἔχοντες περὶ τὴν τῆς σαρκὸς ἡδονὴν, ἔφυγον μὲν τὸ τῶν νομίμων ἐπίπονον, ταῖς δὲ τοῦ σώματος προσεχώρουν ἡδυπαθείαις· διὰ τοῦτο, φησὶν, ὁ τῶν ὅλων Θεὸς τὸν ἑαυτοῦ πέμψας Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, τουτέστιν ἀνθρωπίνῃ μὲν φύσει, ἁμαρτίας δὲ ἀπηλλαγμένῃ, καὶ περὶ ἁμαρτίας, κατ έκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἐλέγξας αὐτῆς τὴν ἀδικίαν, ὅτι τὸν ἀνεύθυνον καὶ ἁμαρτίας ἐλεύθερον τοῖς τῶν ἁμαρτωλῶν ἐπιτιμίοις ὑπέβαλλεν· οὐχ ἵνα δὲ δικαιώσῃ ὃν ἀνέλαβεν ἄνθρωπον, ταῦτα πεποίηκεν, ἀλλ' ἵνα, φησὶ, τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Ἐπὶ γὰρ πᾶσαν τὴν φύσιν τῶν ἀνθρώπων ἡ τοῦ Σωτῆρος ἡμῶν εὐεργεσία χωρεῖ· ὅτι καθάπερ τῷ προπάτορι Ἀδὰμ, καὶ τῆς ἀρᾶς ἐκοι νωνήσαμεν, καὶ γεγόναμεν ἅπαντες ὑπὸ τὸν θάνατον ὥσπερ ἐκεῖνος, οὕτω τοῦ Σωτῆρος Χριστοῦ καὶ τὴν νίκην οἰκειούμεθα, καὶ τῆς δόξης συμμεθέξομεν, καὶ τῆς βασιλείας συναπολαυσόμεθα. Καὶ τούτων μάρτυς ὁ μακάριος Παῦλος, τῶν τε παλαιῶν καὶ τῶν νέων ἀναμιμνήσκων, καὶ δεικνὺς τῶν προτέρων λύσιν γε γενημένην, τὴν τοῦ Σωτῆρος ἡμῶν δικαιοσύνην. ΙΒʹ. Ὥσπερ τῶν τοῦ Ἀδὰμ θανάτῳ ἐκοινωνήσα μεν, οὕτω καὶ τῇ τοῦ Κυρίου ζωῇ. «Εἰ γὰρ τῷ τοῦ ἑνὸς, φησὶ, παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ, καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς πολλοὺς ἐπερίσσευσε.» Καὶ μετὰ βραχέα· «Ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους τὸ κατάκριμα, οὕτω καὶ δι' ἑνὸς δικαιώματος δικαίωσις ζωῆς· ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀν θρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθή σονται οἱ πολλοί.» Ταῦτα καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ σαφέστερον διδάσκει λέγων· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ἐξ ὧν εὔδηλον, ὡς ἡμετέρα νίκη τοῦ Σωτῆρος ἡμῶν ἡ νίκη· καὶ γὰρ ἧττα κοινὴ γέγονεν ἡ τοῦ προπάτορος ἡμῶν ἧττα· καὶ δεῖ, καθάπερ ἐκείνῳ τῆς κοινωνίας ἐκοινωνή σαμεν, οὕτως ἡμᾶς συναπολαῦσαι τῶν ἀγαθῶν τῷ ἐξ ἡμῶν μὲν ἀναληφθέντι, ὑπὲρ ἡμῶν δὲ στεφανωθέντι· διὸ καὶ ὁ θεῖος Ἀπόστολος ἔλεγεν, ὅτι «Οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐ τοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελ φοῖς· οὓς αὐτὸς προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε· καὶ οὓς ἐδι καίωσε, τούτους καὶ ἐδόξασε.» Καὶ ἑτέρωθεν λέγει· «Εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ· εἴπερ καὶ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.» Καὶ ἀλλαχοῦ· «Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.» Ὑπὲρ πάσης τοίνυν τῆς ἡμετέρας φύσεως ὁ τοῦ Θεοῦ Θεὸς Λόγος τὴν ἡμετέραν ἀπαρχὴν ἀνελάβετο, ἵνα διὰ πάσης αὐτὴν ἀρετῆς ἀγαγὼν, εἰς πάλην μὲν προτρέψῃ τὸν ἀντ αγωνιστὴν, δείξῃ δὲ τὸν ἀθλητὴν ἀήττητον· καὶ τοῦτον μὲν στεφανώσῃ, ἐκείνου δὲ τὴν ἧτταν κηρύξῃ, καὶ καταθαῤῥεῖν αὐτοῦ πάντας παρασκευάσῃ· διὸ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔλεγε, νῦν μέν· «Εἶδον τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα·» νῦν δέ· «Ἐὰν μή τις εἰσέλθῃ εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὸν

ἰσχυρὸν δήσῃ, πῶς τὰ σκεύη αὐτοῦ διαρπάσει;» οἰκίαν λέγων τοῦ ἰσχυροῦ τὴν ἀνθρω πείαν φύσιν, ὡς πρὸς ἐκεῖνον αὐτομολήσασαν, καὶ πᾶν τὸ κελευσθὲν ὑπ' ἐκείνου ποιεῖν ἀνασχομένην, καὶ αὐθαίρετον δουλείαν ἐπισπασαμένην. Καὶ ἀλλα χοῦ δὲ, «Θαρσεῖτε, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον.» Καὶ ἑτέρωθεν· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ἀπὸ τῆς γῆς ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ προϊὼν δὲ τοῦτο λέγει σαφέστερον· ΙΓʹ. Ὅτι κοινὴ τῶν ἀνθρώπων εὐεργεσία ἡ τοῦ Σωτῆρος οἰκονομία. «Περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται·» καὶ αὖθις· «Ἔρχεται ὁ τοῦ κόσμου τού του ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν·» πάσης γὰρ ἀπηλλαγμένος αἰτίας, οὐδὲν εἶχε τῶν τοῦ διαβόλου σπερμάτων. Διὸ καὶ τὸ τυραννεῖν κατέπαυσεν, καὶ ἐξέβαλεν ἔξω, καὶ ὑπὸ τῶν πάλαι δουλευόντων πα τεῖσθαι πεποίηκε, παρεγγυῶν, καὶ λέγων· «Ἰδοὺ δίδωμι ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων, καὶ σκορ πίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ.» Ἵνα δὲ καὶ αὐτὴν ἴδωμεν τὴν πρὸς τὸν διάβολον πά λην, ἔλθωμεν ἐπὶ τὴν ἱστορίαν τῶν Εὐαγγελίων. Ἀνήχθη ὑπὸ τοῦ Πνεύματος Ἰησοῦς εἰς τὴν ἔρημον μετὰ τὸ βάπτισμα, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Ἀνήχθη δὲ οὐχ ὁ Θεὸς Λόγος, ἀλλ' ὁ ἐκ σπέρματος Δαβὶδ ὑπὸ τοῦ Θεοῦ Λόγου ληφθεὶς ναός· οὐ γὰρ τὸν Θεὸν Λόγον εἰς τὴν πρὸς τὸν διάβολον πάλην ἀπήγαγε τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' ὃν ἐν τῇ Παρθένῳ διέπλασε τῷ Θεῷ Λόγῳ ναόν. Ἄσιτος διετέλεσεν ἡμέρας τεσ σαράκοντα, καὶ νύκτας ἰσαρίθμους· οὐ γὰρ ἠθέλησεν ὑπερβῆναι τῶν πάλαι νενηστευκότων τὸ μέτρον, ἵνα μὴ φύγῃ τὴν πρὸς αὐτὸν ὁ ἀντίπαλος μάχην, ἵνα μὴ γνωρίσας τὸν κρυπτόμενον, φύγῃ τὴν πρὸς τὸ φαινό μενον πάλην. Τούτου χάριν μετὰ τὸν προειρημένον ἀριθμὸν τῶν ἡμερῶν, τῆς ἀνθρωπείας φύσεως τὸ πάθος ὑποφαίνει, καὶ συγχωρεῖ τῇ πείνῃ χώραν λαβεῖν, λαβὴν ἐκείνῳ διὰ τῆς πείνης διδούς· οὐ γὰρ προσελθεῖν ἐτόλμα, πολλὰ περὶ αὐτὸν θεοπρεπῆ γινόμενα θεωρῶν· καὶ γὰρ ἄγγελοι τεχθέντος ἐχό ρευον, ἀνατείλας ἀστὴρ μάγους ἐποδήγησεν εἰς προσκύνησιν τοὺς τῆς αὐτῆς φάλαγγος κορυφαίους, καὶ αὐτὸν ἑώρα πᾶσαν ἐκ παιδὸς μετιόντα δικαιοσύ νην, βδελυττόμενον κακίαν, μυσαττόμενον πονηρίαν· καὶ ταῦτα [ξοδ. ταύτην] κατὰ τὴν εἰς αὐτὸν γεγενη μένην πρόῤῥησιν ὑπὸ τοῦ προφήτου, ὅτι «Πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν·» ἐβόα δὲ καὶ Ἰωάννης· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Πατὴρ ἄνωθεν ἐμαρτύρησεν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Τοῦ Πνεύματος ἡ χάρις ἐφοίτησε. Ταῦτα καὶ ὅσα τοιαῦτα τὸν διάβολον καταπλήττοντα προσελθεῖν οὐκ εἴα τῷ τῆς ἡμετέρας φύσεως ἀθλητῇ· ὡς δὲ τῆς πείνης τὴν προσβολὴν ὑπεδέξατο, καὶ τροφῆς αὐτὸν εἶδεν ἀνθρωπίνης δεό μενον, καὶ καρτερεῖν περαιτέρω τῶν παλαιῶν ἀν δρῶν οὐ δυνάμενον, προσέρχεται, λαβὴν οἰόμενος εὑ ρηκέναι μεγίστην, καὶ νικήσειν ῥᾳδίως πιστεύων. ΙΔʹ. Τίνι τρόπῳ κατηγωνίσατο τὸν διάβολον ὁ Δεσπότης Χριστός. Καὶ καθάπερ ἐν τοῖς πολέμοις τὸν πανταχόθεν τῇ πανοπλίᾳ κεκαλυμμένον κατατοξεῦσαί τις ἐθέλων, ὅλον τοῖς ὀφθαλμοῖς περισκοπῶν, πόῤῥωθεν ἐρευνῶν, μέλος γεγυμνωμένον ἐπιζητῶν, ἵνα τὸ βέλος ἐκεῖ ῥί ψας τὸν ἀντίπαλον πλήξῃ, οὕτως ὁ διάβολος πάσῃ δικαιοσύνῃ τὸν Χριστὸν καθωπλισμένον ὁρῶν, καὶ τόπον ζητῶν ἁρμόδιον, ἵνα τὸ βέλος ἐκεῖ ἀκοντίσῃ, ὡς εἶδε τὴν πείναν ἀναφανεῖσαν, προσέρχεται θαρσα λέως ὡς εὑρὼν τὸ ζητούμενον, ὡς τοῦ προπάτορος ἐν αὐτῷ θεωρήσας τὸ πάθος. Καὶ γὰρ ἐκεῖνον διὰ βρώσεως στερήσας τῆς ἀλύπου ζωῆς, ἱδρῶτι καὶ ταλαιπωρίᾳ καὶ θανάτῳ συνέζευξε· προσέρχεται τοίνυν

λέγων· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λί θοι οὗτοι ἄρτοι γένωνται.» Οὐκ ἂν δὲ τοῦτο πεποίη κεν, εἰ μὴ τὸ πάθος τῆς πείνης ὁ Σωτὴρ κατεδέξατο· καὶ τοῦτο μάθοι τις ἐκ τῶν μετὰ ταῦτα σαφῶς· ὡς γὰρ ἡττήθη παλαίσας, καὶ διὰ τῆς πείρας ἔμαθεν, ὅτι αὐτός ἐστιν ὃν οἱ προφῆται προεκήρυξαν ἅπαντες, οὐδὲ τὴν θέαν αὐτοῦ προσιόντος φέρειν ἐτόλμησεν, ἀλλ' εὐθὺς ἐδραπέτευσεν, νῦν μὲν βοῶν, «Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; τί ἦλθες πρὸ καιροῦ βασανί σαι ἡμᾶς;» νῦν δὲ, «Οἶδά σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁρκίζω σε μή με βασανίσῃς.» Οὕτως ἐδεδοίκει, καὶ κριτὴν ὡμολόγει· τότε πρὸ τῆς πείρας οὐ τοιού τοις ἐκέχρητο ῥήμασιν, ἀλλὰ θαῤῥῶν προσῄει λέγων· «Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Τῆς μὲν γὰρ ἄνωθεν ἐλθούσης φωνῆς ἤκουσα, φησὶ, τοῦτό σε καλεσάσης, ἀπιστῶ δὲ ἕως ἂν λάβω τὴν πεῖραν δι δάσκαλον. Πεῖσόν με διὰ τῶν πραγμάτων, ὡς ὃ κέ κλησαι, ἀληθῶς ὑπάρχεις. Ἂν γὰρ τοῦτο μάθω, φεύ ξομαι, καὶ δραπετεύσω, καὶ τὴν πρὸς σὲ παραιτήσο μαι πάλην· οἶδα γὰρ ὅσον ἐμοῦ καὶ σοῦ τὸ διάφορον. Δεῖξον τοίνυν τὸ θαῦμα καὶ τὴν θαυματουργίαν, δίδα ξον τὸν τοῦ θαύματος ποιητήν· «Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Τούτων ἀκούσας κρύπτει μὲν τὴν θεότητα, ἐκ δὲ τῆς ἀνθρωπείας διαλέγεται φύσεως· «Οὐκ ἐπ' ἄρτῳ μόνῳ, λέγων, ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥή ματι διὰ στόματος ἐκπορευομένῳ Θεοῦ.» Δύναμαι, φησὶν, ἄνευ ἄρτου τραφῆναι. Οὐ μόνον γὰρ ἄρτοις ἡ τῶν ἀνθρώπων συγκροτεῖται ζωὴ, ἀλλὰ ῥῆμα Θεοῦ ἀρκεῖ πᾶσαν τῶν ἀνθρώπων διαθρέψαι τὴν φύσιν· οὕτως ὁ Ἰσραηλιτικὸς διετράφη λαὸς, τεσσαράκοντα ἔτη συλλέγων τὸ μάννα, καὶ θήρας ἀπολαύων ὀρνίθων πεπεδημένης βουλῇ Θεοῦ· καὶ Ἡλίας κόρακας ἑστιά τορας ἔσχε· καὶ Ἐλισαῖος ἀγρίοις λαχάνοις τοὺς θιασώτας διέθρεψε· καὶ τί με δεῖ τὰ παλαιὰ κατα λέγειν; Ἰωάννης οὗτος ὁ ἔναγχος ἐν τῷ Ἰορδάνῃ βαπτίζων, πᾶσάν τε τὴν ἡλικίαν ἐν τῇ ἐρήμῳ διατε λέσας, ἀκρίσι τρέφεται, καὶ μελιττῶν ἀγρίων καρπῷ· οὐδὲν τοίνυν ἀπεικὸς, καὶ ἡμᾶς ἀπὸ Θεοῦ ξένῃ ἑστια θῆναι τροφῇ, καὶ ἄρτου μὴ δεηθῆναι. Τούτων ἀκούσας ὁ διάβολος, ἤλγησε μὲν ὡς ἡττη θεὶς, οὐκ ἀπηγόρευσε δὲ τὴν νίκην, ἀκούσας ὡς ἄν θρωπος εἴη· διὸ δευτέραν αὐτῷ καὶ τρίτην αὖθις πεῖραν προσάγει, πὴ μὲν λέγων, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἄνωθεν κάτω·» πὴ δὲ τὰς βασιλείας τῆς οἰκουμένης ὑποδεικνὺς, καὶ ταύτας ἀντιδώσειν ὑπισχνούμενος, εἰ πρότερον παρ' αὐτοῦ τὴν προσκύ νησιν λάβοι· ὡς δὲ πάλιν αὐτὸν τῶν παλαιῶν νομί μων ἀνέμνησε, «Γέγραπται, λέγων, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» καὶ ἐδίδαξεν ὅτι οὐκ ἀνέξεται ἑτέρῳ τινὶ τὸ θεῖον γέρας προσενεγκεῖν, καὶ ἑτέρων δὲ ὑπομέμνησε ῥημάτων τοῦ Θεοῦ καὶ διδαγμάτων διαγορευόντων μὴ πειράζειν τὸν τῶν ὅλων Θεὸν, ὁ μὲν ἀπέδρα, τῆς ἥττης τὴν αἰσχύνην οὐ φέρων, καὶ δειλιῶν, καὶ τρέμων, καὶ τῆς τυραννίδος ἐκβληθήσεσθαι προσδοκῶν. Πάντα γὰρ αὐτοῦ κενώσας τὰ βέλη, καὶ πάσας αὐτοῦ τῆς ἀπάτης τὰς πάλας προσενεγκὼν, ἄτρωτον εὗρε καὶ ἀήττητον τὸν ἀθλητήν. Καὶ ὡς τῷ Ἀδὰμ προσελθὼν, οὐχ εὗ ρεν ὃν προσεδόκησεν· ἄγγελοι δὲ τῷ νικητῇ προσ ιόντες, οἳ πόῤῥωθεν ἑώρων τὴν πάλην, καθάπερ τινὲς ἐρασταὶ διηκόνουν, ἐχόρευον, εὐφήμουν τὸν ἀθλητὴν, ἐστεφάνουν, ἀνεκήρυττον, ἔχαιρον ἐπὶ τῇ τῶν ὁμο δούλων ἀνθρώπων ἐλευθερίᾳ, ἐγάννυντο τοῦ ἀντιπά λου τὴν ἧτταν ὁρῶντες. ΙΕʹ. Ὅτι εἰ νοῦν οὐκ ἀνέλαβεν, οὐδὲν πρὸς ἡμᾶς ἡ κατὰ τοῦ διαβόλου νίκη. Κατὰ τοῦ Ἀπολι ναρίου. Ταῦτα τὴν Ἀπολιναρίου ἐλέγχει ματαιολογίαν, ὃς ἀντὶ νοῦ τὸν Θεὸν Λόγον ἐνοικῆσαι λέγει τῇ προσ ληφθείσῃ σαρκί. Εἰ γὰρ νοῦν οὐκ εἶχεν ἀνθρώπινον ἡ ἀναληφθεῖσα φύσις, Θεὸς μὲν ὁ πρὸς τὸν διάβολον ἀγωνισάμενος ἦν, Θεὸς δὲ ὁ τὴν νίκην ἀναδησάμενος· Θεοῦ δὲ νενικηκότος, ἐγὼ μὲν οὐδὲν ἀπωνάμην τῆς

νίκης, ὡς οὐδὲν εἰς ταύτην εἰσενεγκών· ἀλλὰ καὶ τῆς ἐντεῦθεν εὐφροσύνης γεγύμνωμαι, ὡς ἐπὶ τροπαίοις γαυριῶν ἀλλοτρίοις· ὁ δὲ διάβολος αὐχεῖ, καὶ κομ πάζει, καὶ μέγα φρονεῖ, καὶ σεμνύνεται, ὡς Θεῷ παλαίσας, καὶ ὑπὸ Θεοῦ ἡττηθείς· μέγα γὰρ αὐτῷ καὶ τὸ ἡττηθῆναι ὑπὸ Θεοῦ· ὅτι εἰ ὁ Θεὸς Λόγος ἦν ἀντὶ νοῦ ἐν τῷ ληφθέντι, καὶ ὁ διάβολος δικαιολογίαις χρήσαιτο ἂν εὐλόγοις, καὶ εἴποι ἂν εἰκότως· Ἐγὼ, Δέσποτα καὶ ποιητὰ τῶν ὅλων, οὐ πρὸς σὲ τὴν μάχην ἀνεδεξάμην· οἶδα γάρ σου τὴν ἀξίαν, ἐπίσταμαι τὴν ἐξουσίαν, γινώσκω τὴν δεσποτείαν. Ὁμολογῶ τὴν δουλείαν, εἰ καὶ ἀποστασίαν νοσῶ· παραχωρῶ δὲ καὶ ἀγγέλοις τῆς νίκης, καὶ πᾶσι τοῖς οὐρανίοις δήμοις, ὧν ποτε καὶ ὁ ταλαίπωρος εἷς ὑπῆρχον ἐγώ· τὴν δὲ μάχην πρὸς τοῦτον ἀνεδεξάμην, ὃν ἀπὸ πηλοῦ μὲν διέπλασας, κατ' εἰκόνα δὲ σὴν ἐποίησας, καὶ ἐτίμησας τῷ λόγῳ, καὶ παραδείσου πολίτην κατέστησας, καὶ γῆς καὶ θαλάττης δεσπότην ἀπέφηνας· τοῦτον μέχρι τῆς σήμερον ἡμέρας νικῶν, καὶ βάλλων, καὶ τῷ θα νάτῳ παραπέμπων διατελῶ· τοῦτον εἰς τὸ στάδιον ἀγαγὼν, καὶ παλαίειν ἐμοὶ κελεύσας, γενοῦ θεατὴς αὐτὸς καὶ τῶν παλαισμάτων ἀγωνοθέτης· εἰ δὲ βούλει καὶ τὰ παιδοτρίβου ποιεῖν, δίδαξον παλαίειν, ὑπόδει ξον αὐτῷ τὰς τῆς νίκης λαβὰς, ἄλειψον ὡς θέλεις, μόνον μὴ συμμαχήσῃς παλαίοντι. Οὐ γὰρ οὕτω θρα σὺς ἐγὼ, καὶ τοῦ φρονεῖν ἐξεστηκὼς, ὡς σοὶ τῷ Ποιητῇ παλαίειν ἐπιχειρῆσαι. Ταῦτα ἂν εἶπεν ὁ διά βολος δικαίως πρὸς τὸν Σωτῆρα Χριστὸν, εἴπερ οὐκ ἄνθρωπος ἦν, ἀλλὰ Θεὸς, ὁ ἀντὶ ἀνθρώπου παλαίων. Εἰ γὰρ νοῦς ἀνθρώπινος οὐκ ἦν ἐν αὐτῷ, Θεὸς ἀντὶ νοῦ ὑπάρχων τὰ τῷ νῷ ἐνήργει προσήκοντα· Θεὸς μὲν ἦν ὁ τῷ σώματι συμπεινάσας, Θεὸς δὲ ὁ διψήσας, καὶ κοπιάσας, καὶ ἄλλα πάντα τὰ ἀνθρώπινα ὑπομεί νας παθήματα. Εἰ δὲ Θεὸς ὁ παλαίσας, καὶ νικήσας, κἀγὼ τοῦ νίκους ἐστέρημαι, Θεὸς δὲ ὁ τὴν δικαιοσύνην ἅπασαν κατορθώσας. Εἴπερ, ὥς φασιν οἱ τῆς Ἀπο λιναρίου τερθρείας ὁμολογηταὶ, ἐπειδὴ ἀδύνατον ἦν καὶ ἐν ἀνθρωπίνῳ [νοῒ] πληρῶσαι τῆς δικαιοσύνης τοὺς νόμους, οὐκ ἀνελάβετο τοῦτον ὁ Θεὸς Λόγος. Ιςʹ. Ὅτι οἱ ἁμαρτάνοντες ἀπολογίαν ἔχουσιν, εἰ ὡς ἀσθενῆ τὸν νοῦν οὐκ ἀνέλαβεν ὁ Θεὸς Λό γος. Τοῦτο δὲ λέγοντες, πρῶτον μὲν ἀδυναμίαν προσ άπτουσιν οὐ τὴν τυχοῦσαν αὐτῷ τῷ Θεῷ, εἴπερ, ὥς φασιν, οὐχ οἷόν τε ἦν τοῦ νοῦ τοῦ ἀνθρωπίνου συν όντος δικαιῶσαι τὸν ἄνθρωπον. Ἔπειτα δὲ καὶ πᾶσι τοῖς ἁμαρτάνουσι, καὶ τοὺς θείους νόμους παραβαίνου σιν, ἀπολογίας ὑπανοίγουσι θύραν. Εἴποιεν γὰρ εἰκό τως πρὸς τὸν τῶν ὅλων Θεόν· Οὐκ ἀσύγνωστα, Δέ σποτα, πεπλημμελήκαμεν, οὐδὲ τιμωρίας ἄξια, νοῦν ἡγεμόνα λαβόντες ἀσθενῆ, καὶ φυλάττειν τοὺς σοὺς οὐ δυνάμενον νόμους. Καὶ μαρτυροῦσι πατριάρχαι, καὶ προφῆται, καὶ τῶν θεοφιλῶν ἀνθρώπων τὰ τά γματα, τῶν τε πρὸ τοῦ νόμου, καὶ τῶν μετὰ τὸν νό μον, οἱ ἐν ἀζυγίᾳ, οἱ ἐν ζυγῷ, οἱ ἐν πλούτῳ, οἱ ἐν ἀκτησίᾳ πληρῶσαί σου τὰς ἐντολὰς μὴ δυνηθέντες διὰ τοῦτον· καὶ ταῦτα τῷ παναγίῳ σου Πνεύματι βοηθούμενοι. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; Αὐτὸς, ὦ Δέσποτα, ἐν σαρκὶ παραγέγονας, καὶ σάρκα μὲν ἡμετέραν ἀνέλαβες, τὸν δὲ νοῦν ὡς κωλύοντα τῆς ἀρετῆς τὴν κτῆσιν, καὶ τῆς ἁμαρτίας τὴν ἀπάτην ῥᾳδίως ὑποδεχόμενον ἀπέῤῥιψας, καὶ οὐκ ἠνέσχου λαβεῖν· γέγονας δὲ ἀντὶ νοῦ τῇ σαρκὶ, καὶ τῷ τρόπῳ τούτῳ τὴν δικαιοσύνην κατώρθωσας. Τούτῳ τῷ τρόπῳ τὴν ἁμαρτίαν νενίκηκας. Θεὸς γὰρ ὑπάρ χεις, βουλῇ ποιῶν τὸ δοκοῦν, νεύματι μετασκευάζων τὰ πράγματα. Ἡμεῖς δὲ νοῦν ἔχοντες τὸν ἀνθρώπινον, ὃν ἀναλαβεῖν οὐκ ἠθέλησας, ἀναγκαίως ὑπὸ τὴν ἁμαρτίαν τυγχάνομεν, τοῖς σοῖς ἀκολουθῆσαι ἴχνεσιν οὐκ ἰσχύσαντες. Τί γὰρ νοῦς ἀνθρώπινος πρὸς Θεοῦ δυνάμιν καὶ Θεοῦ σοφίαν, καὶ φῶς, καὶ δικαιοσύνην, καὶ ζωὴν, καὶ τὰς ἄλλας ἐνεργείας τῆς σῆς οὐσίας, αἳ καθάπερ ἀκτῖνες καὶ λαμπηδόνες ἐκ τῆς σῆς ἀν ίσχουσι

φύσεως; Ταῦτ' ἂν εἰκότως εἴποιεν οἱ τῇ ἁμαρτίᾳ δουλεύειν αἱρούμενοι, εἴπερ ὁ Θεὸς Λόγος ἀληθῶς ἂν συνανέλαβεν ἄνθρωπον, τούτῳ τῷ τρόπῳ μηχανησάμενος τὸ ἀναμάρτητον. ΙΖʹ. Κατασκευὴ, ὅτι εὔλογος ἡ τοῦ νοῦ ἀνθρωπίνου ἀνάληψις. Ἀλλὰ τὴν μὲν ἀδολεσχίαν ἐκείνων καταλίπωμεν ἐπὶ τοῦ παρόντος· ἡμεῖς δὲ ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἐπανέλθωμεν, καὶ δείξωμεν τὴν τοῦ Σωτῆ ρος ἡμῶν οἰκονομίαν ἀναγκαίως γεγενημένην. Ἐπει δὴ γὰρ ἅπας ὁ ἄνθρωπος ἠπατήθη, καὶ ἅπας ὑπὸ τὴν ἁμαρτίαν ἐγένετο, καὶ πρὸ τοῦ σώματος δὲ τὴν ἀπάτην ὁ νοῦς ὑπεδέξατο· ἡ τοῦ νοῦ γὰρ πρότερον συγκατάθε σις τὴν ἁμαρτίαν σκιαγραφεῖ, εἶθ' οὕτως διὰ τῆς ἐνερ γείας τὸ σῶμα ταύτην μορφοῖ, εἰκότως ὁ Δεσπότης Χριστὸς τὴν πεπτωκυῖαν φύσιν ἀναστῆσαι βουλόμε νος, πᾶσι χεῖρα ὀρέγει, καὶ κειμένην ἐγείρει τὴν σάρκα, φημὶ, καὶ τὸν νοῦν, ὃς ἐγεγόνει κατ' εἰκόνα τοῦ Κτίσαντος· ἀόρατός τε γάρ ἐστι, καὶ ἀθέατος, ἀνέφ ικτος τε καὶ ἀκατάληπτος, οὐδ' ἑαυτὸν ἐπιστάμενος, πρὸς δὲ τούτοις καὶ ἀπερίγραφος· εἴπερ εἰς τὴν τῶν λογισμῶν ἀποβλέψαιμεν φαντασίαν, ἡγεμονίᾳ τε καὶ ἐξουσίᾳ τετιμημένος, τέχναις καὶ ἐπιστήμαις κεκο σμημένος, βραχύς τις καὶ νέος δημιουργὸς, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, τοῦ Δημιουργοῦ μιμητὴς, βασι λεὺς τῆς ὁρωμένης κτίσεως, ἢ βασιλέως εἰκὼν, φόρους συλλέγων ἐκ γῆς, ἐκ θαλάττης, ἐξ ἀέρος, ἐξ ἡλίου καὶ σελήνης καὶ ἀστέρων, ἐξ οὐρανοῦ καὶ νεφῶν, ἐκ προ βάτων καὶ βοῶν καὶ τῶν ἄλλων κτηνῶν, μᾶλλον δὲ πάντας αὐτῶν τοὺς καρποὺς δρεπόμενος· δι' αὐτὸν γὰρ ἐγένετο τὰ ὁρώμενα· Θεὸς γὰρ τούτων ἀπροσδεής. Οὔκουν ἠτίμασε τὸν οὕτω τίμιον, τὸν θεραπείας δεόμενον· οὐδὲ τὸ φθειρόμενον, καὶ νόσῳ καὶ γήρᾳ δου λεῦον καὶ θανάτῳ ἀνέλαβε, τὸ δὲ λογικὸν καὶ ἀθάνατον καὶ κατ' εἰκόνα γεγενημένον ὑπερεῖδε, καὶ ταῦτα κακῶς, ὥς φασι, διακείμενον· ἀλλὰ πᾶσαν τὴν φύσιν παλαιωθεῖ σαν ἐνεοποίησε. Καὶ τὸ μὲν αὐτῆς καινὸν ἀπειργάσατο, τὸ δὲ πεπαλαιωμένον καὶ διεφθαρμένον ἀνίατον εἴ ασε; καὶ ταῦτα τιμιώτατον ὑπάρχον, καὶ ἀθανασίᾳ τετιμημένον, καὶ λόγῳ κεκοσμημένον, καὶ τῆς τῶν νοητῶν μοίρας τυγχάνον· τῶν ἀτοπωτάτων γὰρ τὸ μὲν σῶμα τὸ πήλινον, καὶ χοϊκὸν, καὶ πάθεσι συνεζευγμέ νον, καὶ προσληφθῆναι, καὶ ἀναληφθῆναι, καὶ ἐκ δε ξιῶν τῆς μεγαλωσύνης καθιδρυνθῆναι· τὸν δὲ νοῦν τὸν ἀόρατον, τὸν ἀθάνατον, τὸν ἡγεμόνα τοῦ ζώου, τὸν κατ' εἰκόνα θείαν γεγενημένον, τὸν ἀφθαρσίᾳ τετι μημένον, τὸν τοῦ σώματος ἡνίοχον καὶ κυβερνήτην καὶ μουσικὸν, δι' ὃν οὐκ ἄλογος ἡ ἀνθρωπεία φύσις, ἀλλὰ σοφίας καὶ τέχνης καὶ ἐπιστήμης ἀνάπλεως, τοῦτον ἀπεῤῥίφθαι κάτω, καὶ τῆς τοῦ σώματος μὴ μεταλαγχάνειν τιμῆς· δι' ὃν τὸ σῶμα τῆς λογικῆς ἐγένετο κτίσεως· δι' ὃν νομοθεσίαι, καὶ προφητεῖαι· δι' ὃν ἀγῶνες, καὶ πάλαι, καὶ νίκαι, καὶ ἀναῤῥήσεις, καὶ στέφανοι· δι' ὃν καὶ τὸ σῶμα τὸ συναθλοῦν, ἆθλον τῶν πόνων ἔχει τὴν τῶν οὐρανῶν βασιλείαν· δι' ὃν καὶ αὐτὴ τοῦ Σωτῆρος ἡμῶν ἡ παρουσία γεγένηται, καὶ τὸ τῆς οἰκονομίας ἐπραγματεύθη μυστήριον· οὐ γὰρ ὑπὲρ ἀψύχων ἢ ἀνοήτων τὰ σωτήρια κατεδέξατο πάθη, οὐδ' ὑπὲρ ἀλόγων κτηνῶν ἢ λίθων ψυχῆς ἐστερημένων, ἀλλ' ὑπὲρ ἀνθρώπων ψυχὴν ἀθάνατον ἔνοικον κεκτημένων. ΙΗʹ. Λύσις τῶν αἱρετικῶν προβλημάτων. Ἀλλ' ὁ τὸν ὕθλον προτιμήσας τῆς ἀληθείας Ἀπο λινάριος, καὶ τῶν εὐσεβῶν δογμάτων τὴν οἰκείαν προτάξας ἀδολεσχίαν, τὴν μὲν σάρκα τὸν Θεὸν Λόγον ἀνειληφέναι φησὶ, καὶ ταύτῃ καθάπερ τινὶ παραπε τάσματι χρήσασθαι· τοῦ δὲ νοῦ μὴ δεηθῆναι, αὐτὸν δὲ ἀντὶ νοῦ γενέσθαι τῷ σώματι. Ἀλλ', ὦ βέλτιστε, εἴποι τις ἂν πρὸς αὐτὸν, οὐδὲ τοῦ σώματος ὁ Θεὸς Λόγος ἔχρῃζεν,

ἀπροσδεὴς γάρ· ἠδύνατο δὲ καὶ μόνῳ προστάγματι τὴν ἡμετέραν πραγματεύσασθαι σω τηρίαν· ἀλλ' ἠθέλησεν ἔχειν τινὰ καὶ ἡμᾶς εἰς τὸ κατορθούμενον κοινωνίαν, οὗ χάριν λαβὼν φύσιν τὴν ἡμαρτηκυῖαν, πόνοις αὐτὴν οἰκείοις δικαιώσας, τῶν τε πικρῶν τυράννων ἀπήλλαξεν ἁμαρτίας, καὶ διαβό λου, καὶ θανάτου, καὶ τῶν ἐπουρανίων θρόνων ἠξίωσε, καὶ διὰ τοῦ ληφθέντος παντὶ τῷ γένει τῆς ἐλευθερίας μετέδωκεν· ἀλλ' οὐδὲν τούτων εἰς νοῦν λαβὼν ὁ σοφώτα τος τὸν μεγαλοφωνότατον κήρυκα τῆς θεολογίας, τὸν εὐ αγγελιστὴν Ἰωάννην, μάρτυρα τῆς οἰκείας ἀνοίας ἔχειν ἡγεῖται· «Ὁ Λόγος γὰρ, φησὶ, σὰρξ ἐγένετο, καὶ ἐσκή νωσεν ἐν ἡμῖν·» καὶ ταῦτα σαφῶς εἰδὼς, ὡς πολλαχοῦ τὸ πᾶν ἀπὸ μέρους ἡ θεία Γραφὴ προσαγορεύει, καὶ πὴ μὲν ἀπὸ τῆς ψυχῆς πάντα καλεῖ τὸν ἄνθρωπον, πὴ δὲ ἀπὸ τῆς σαρκὸς ὅλον τὸ ζῶον δηλοῖ· «Πᾶσαι γὰρ αἱ ψυχαὶ, αἱ εἰσελθοῦσαι, φησὶν, ἅμα Ἰακὼβ εἰς Αἴ γυπτον ἑβδομήκοντα πέντε. Εὔδηλον δὲ ὡς οὐκ ἀσώματοι ἦσαν οἱ τοῦ Ἰακὼβ υἱοί τε καὶ ἔκγονοι, ἀλλ' ἀπὸ μέρους τὸ πᾶν ὁ ἱστοριογράφος ἐδήλωσε. Καὶ πάλιν· «Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖ ται.» Οὐδεὶς δὲ ἔγνω πώποτε ψυχὴν ἄνευ σώματος ἁμαρτίᾳ περιπεσοῦσαν· καὶ αὖθις, «Οὐ μὴ κατα μείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκα.» Καὶ ὁ προφήτης ἑτέρωθι, «Πᾶσα σὰρξ χοῦς [ιτα ξοδ., νον χόρτος], καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·» καὶ ὁ μακάριος Δαβὶδ, «Ἐμνήσθη, φησὶν, ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμε νον, καὶ οὐκ ἐπιστρέφον.» Παντὶ δὲ δήπουθεν γνώρι μον, ὡς οὐκ ἄψυχοι ἦσαν οὗτοι ὧν κατηγορεῖ, καὶ οἷς νομοθετεῖ, καὶ ὧν ἑρμηνεύει τὴν φύσιν. Οὐ μόνον δὲ τοὺς κατηγορουμένους [λέγει ἡ Γρα φὴ], ἀλλὰ καὶ τῶν ἐπαινουμένων τοὺς κορυφαίους· καὶ τούτων μάρτυς ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Γαλάτας λέγων· «Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, ἀλλὰ πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους ἀνῆλθον.» Εἰ δὲ οὐ μόνον ἐπὶ τοῦ σαρκικοῦ φρονήματος καὶ τῆς θνητό τητος, τὸ τῆς σαρκὸς φρόνημα λαμβάνεται, ἀλλὰ καὶ ἐπὶ πάσης τῆς τοῦ ἀνθρώπου φύσεως, εὔδηλον ὡς τὸ, «Ὁ Λόγος σὰρξ ἐγένετο,» οὐ τὸ φαινόμενον τοῦ ζώου μόνον, ἀλλ' ὅλον σημαίνει τὸν ἄνθρωπον· οὐδὲ τρο πήν τινα τῆς θείας οὐσίας εἰς σάρκα φησὶ γεγενῆ σθαι, ἀλλὰ τὴν ὑπὸ τοῦ Θεοῦ Λόγου ἀνάληψιν τῆς ἀνθρωπείας κηρύττει φύσεως· ὥσπερ γὰρ τὸ, «Χρι στὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα,» οὐ τὴν εἰς κατάραν μεταβολὴν τῆς τῶν ἀγαθῶν πηγῆς αἰνίττεται, ἀλλὰ τὴν δι' αὐτοῦ γενομένην τῆς ἁμαρτίας ἤγουν τῆς κατάρας ἀπαλλαγὴν, καὶ τὸ, «Γενέσθαι ἁμαρτίαν ὑπὲρ ἡμῶν τὸν μὴ γνόντα ἁμαρτίαν,» οὐ τὴν τῆς δικαιοσύνης σημαίνει τροπὴν (ἄτρεπτον γὰρ τὸ Θεῖον, καὶ ἀναλλοίωτον, ὡς διὰ τοῦ προφήτου βοᾷ· «Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι,») ἀλλὰ τὴν τῶν ἡμετέρων ἁμαρτημάτων ἀνάληψιν· «Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἴδε ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου·» οὕτω τὸ, «Ὁ Λόγος σὰρξ ἐγένετο,» οὐ τὴν ἀλλοίωσιν λέγει τῆς Θεότητος, ἀλλὰ τῆς ἀνθρωπίνης φύσεως ἀνάληψιν· τὴν ἄφατον γὰρ τοῦ Θεοῦ φιλανθρωπίαν ὁ εὐαγγελιστὴς κηρύττων, ὡς ἐδίδαξεν ὡς ὁ ἐν ἀρχῇ ὢν, καὶ Θεὸς ὢν, καὶ πρὸς τὸν Θεὸν ὢν, καὶ οὐ δέποτε μὴ ὢν, ὁ δημιουργήσας πάντα, ὁ τὰ μὴ ὄντα εἰς τὸ εἶναι ποιήσας, ἡ ζωὴ, τὸ φῶς τὸ ἀληθινὸν, τὴν φθαρτὴν ἀνέλαβε φύσιν, καὶ τὰ τῶν ἀνθρώπων ᾠκειώ σατο πάθη, τὴν τῶν ἀνθρώπων πραγματευόμενος σωτηρίαν. Καὶ μειζόνως αὐτοῦ δεῖξαι τῆς εὐεργεσίας τὸ μέγεθος ἐθελήσας, οὐ τῆς ψυχῆς ἐμνημόνευσε τῆς ἀθανάτου, ἀλλὰ τῆς σαρκὸς τῆς παθητῆς, τῆς θνη τῆς, τῆς φθειρομένης, τῆς ἐκ πηλοῦ γεγενημένης· καὶ ἀπὸ τοῦ μέρους τὴν πᾶσαν φύσιν ἐδήλωσεν, ὡς μαρτυρεῖ τὰ ἐπαγόμενα· «Ὁ Λόγος γὰρ, φησὶν, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Ἕτερος δὲ ὁ

κατοικήσας κατὰ τὸν λόγον τῆς φύ σεως, καὶ ἕτερος ὁ ναός. Διὸ καὶ τοῖς Ἰουδαίοις ἔλεγε· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Λύσις δὲ τοῦ ναοῦ, ψυχῆς καὶ σώμα τος ἡ διάζευξις· θάνατος γάρ ἐστι ψυχῆς ἀπὸ σώ ματος ἀναχώρησις· οὐκοῦν τὴν λύσιν τοῦ ναοῦ ὁ τῆς ψυχῆς ἐργάζεται χωρισμός· εἰ τοίνυν Ἰουδαῖοι τὸν ναὸν ἔλυσαν σταυρῷ καὶ θανάτῳ παραδεδωκότες, λύσις δὲ ναοῦ τῶν συνημμένων ὁ χωρισμὸς, ὁ δὲ Θεὸς Λόγος τοῦτον λυθέντα ἀνέστησε, σαφὲς οἶμαι τοῖς ἔμφροσιν, ὡς οὐκ ἄψυχον οὐδὲ ἄνουν, ἀλλὰ τέλειον ἄνθρωπον ὁ Θεὸς ἀνελάβετο Λόγος· εἰ γὰρ ἀντὶ τῆς ἀθανάτου ψυχῆς, ἐν τῷ ἀναληφθέντι σώματι γέγονεν ὁ Θεὸς Λόγος, εἶπεν ἂν τοῖς Ἰουδαίοις· Λύσατέ με, καὶ ἐν τρισὶν ἡμέραις ἀναστήσομαι· νῦν δὲ διδά σκων, καὶ τοῦ ναοῦ τὸ τηνικαῦτα τὸ θνητὸν, καὶ τὸ δυνατὸν τῆς ἐνοικούσης Θεότητος, «Λύσατε, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐ τόν·» οὐ γὰρ ἐγὼ, φησὶν, ὑφ' ὑμῶν λυθήσομαι, ἀλλ' ὁ ληφθεὶς ὑπ' ἐμοῦ ναός· καὶ οὗτος δὲ λύεται, ἵνα κρείττονος ἀναστάσεως ἀπολαύσῃ, ἵνα τὴν θνητὴν ἀπόθηται φύσιν, ἵνα τὴν φθορὰν ἀποδύσηται καὶ τὴν ἀφθαρσίαν ἐνδύσηται, ἵνα τοῦ θανάτου καταλύσῃ τὸ κράτος, ἵνα τῶν κεκοιμημένων ἀπαρχὴ γένηται, ἵνα λύσας τῆς φθορᾶς τὰς ὠδῖνας ἀναδειχθῇ τῶν νεκρῶν πρωτότοκος, καὶ διὰ τῆς οἰκείας ἀναστάσεως εὐαγ γελίσηται τὴν πάντων ἀνθρώπων ἀνάστασιν. ΙΘʹ. Ἀπόδειξις ὅτι ψυχὴν νοερὰν ὁ Θεὸς Λόγος ἔλαβεν. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, μαρτυρεῖ τῶν ἀποστό λων ὁ κορυφαῖος ἐν ταῖς Πράξεσι λέγων, ὅτι οὐκ ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου, οὐδὲ ἡ σὰρξ αὐτοῦ οἶδε διαφθοράν. Λύσις τοιγαροῦν τοῦ ναοῦ, ψυχῆς καὶ σώματος χωρισμός· καὶ πάλιν ἀνάστασις, πρὸς τὴν σάρκα τὴν οἰκείαν ἐπάνοδος· εἰ τοίνυν, ὥς φασιν οἱ τῆς αἱρέσεως προστάται, ψυχὰς δύο τῶν ἀν θρώπων ἕκαστος ἔχει, τήν τε ζωτικὴν, καὶ τὴν λογι κὴν, καὶ σὰρξ ἄνευ ψυχῆς οὐκ ἄν ποτε νοηθείη τῆς ζωτικῆς (σῶμα γὰρ, ἀλλ' οὐ σὰρξ, φησὶ, τὸ τοιοῦτον προσαγορεύεται)· Πέτρος δὲ ἔφη, οὐ τὸ σῶμα τοῦ Κυ ρίου, ἀλλὰ τὴν σάρκα τοῦ Κυρίου μὴ ἰδεῖν διαφθο ρὰν, καὶ τὴν ψυχὴν αὐτοῦ μὴ ἐγκαταλειφθῆναι εἰς ᾅδου· εὔδηλον ὡς τὴν μὲν ζωτικὴν, ἣν οὐκ οἶδ' ὅπως λέγουσιν, εἶχεν ἡ διαφθαρεῖσα σὰρξ, ἧς ἄνευ οὐκ ἂν προσαγορευθείη, ὥς φασι, σάρξ· ἡ δὲ ἀθάνατος καὶ λογικὴ καὶ τοῦ ζώου τὴν ἡγεμονίαν πεπιστευμένη, οὐ κατελείφθη εἰς ᾅδου, ἀλλὰ πρὸς τὴν οἰκείαν ἐπαν ῆκε σάρκα· καὶ μάτην ἀδολεσχοῦσιν, ἄψυχον ἢ ἄνουν τοῦ Θεοῦ Λόγου τὸν ναὸν προσαγορεύοντες. Ἡμεῖς δὲ Πέτρῳ ἑψόμεθα, καὶ σάρκα κηρύττοντι μὴ δεξαμένην διαφθορὰν, καὶ ψυχὴν μὴ καταλειφθεῖσαν εἰς ᾅδου, ἀλλ' ἐπανελθοῦσαν καὶ τῷ οἰκείῳ σώματι συναφθεῖσαν· πιστεύομεν δὲ καὶ αὐτῷ τῷ Κυρίῳ λέ γοντι· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Τῆς γὰρ λύπης τὴν αἴσθησιν τὸ ἐν ἡμῖν λογικὸν ὑπο δέχεται· εἰ δὲ ἀντὶ νοῦ ὁ Θεὸς Λόγος ὑπάρχων, τὰ τοῦ νοῦ κατεδέχετο πάθη, αὐτὸς ἦν ὁ λυπηθεὶς, καὶ φοβηθεὶς, καὶ ἀγνοήσας, καὶ ἀγωνιάσας, καὶ ἀγγε λικῇ συμμαχίᾳ ῥωσθείς· εἰ δὲ καὶ ταῦτα φήσουσιν οἱ τῆς Ἀπολιναρίου ματαιολογίας κληρονόμοι, μετὰ Ἀρείου καὶ Εὐνομίου τῶν χριστομάχων ταχθήτωσαν· ὧν γὰρ ἴση ἡ βλασφημία, τούτων μίαν εἶναι τὴν ἑταιρίαν δίκαιον· ἡμεῖς δὲ ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ.» Ἐκ γὰρ τῶν λόγων τούτων μαθησόμεθα, ὡς ἕτερος μὲν ὁ τιθεὶς, ἕτερον δὲ τὸ τιθέμενον· καὶ Θεὸς μὲν ὁ τιθεὶς καὶ λαμβάνων, ψυχὴ δὲ ἡ τιθεμένη καὶ λαμβανομένη· καὶ Θεὸς μὲν τὴν ἐξουσίαν ἔχων, ψυχὴ δὲ ἡ ὑπὸ τὴν ἐξουσίαν ἐκείνην τεταγμένη.

Κʹ. Ὅτι οἱ προφῆται τελείως τὴν φύσιν ἀναλη φθῆναι θεσπίζουσι. Τούτοις συνῳδὰ καὶ Ἡσαΐας ὁ προφήτης θεσπίζει βοῶν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ,» ὅ ἐστι μεθερμηνευόμενον, κατὰ τὴν τῶν Εὐαγγελίων δι δασκαλίαν, Μεθ' ἡμῶν ὁ Θεός· τὸ δὲ, Μεθ' ἡμῶν ὁ Θεὸς, μετὰ ἀνθρώπων ἑρμηνεύει Θεόν· εἰ τοίνυν τὸ κύημα τῆς Παρθένου ταύτην ἔλαβε τὴν προσηγορίαν, εὔδηλον ὡς ὁ Θεὸς ὁμοῦ καὶ ἄνθρωπος ἦν· τὸ μὲν ὑπάρχων, τὸ δὲ λαβὼν, καθ' ἑκάτερον τέλειος· διὰ μὲν γὰρ τοῦ, «Μεθ' ἡμῶν,» τοῦ ἀνθρώπου τὸ τέλειον δείκνυται· τελείως γὰρ ἡμῶν ἕκαστος ἔχει τοῦ ἀνθρώπου τὴν φύσιν· διὰ δὲ τοῦ, «Θεὸς,» καὶ τῆς προσθήκης τοῦ ἄρθρου, ἡ τοῦ Υἱοῦ θεότης γνωρίζεται· καὶ τούτου διδάσκαλος ὁ μακάριος Παῦλος λέγων· «Ἐν ᾧ κατ οικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς·» καὶ ὁ θεόληπτος δὲ Λουκᾶς ὁ εὐαγγελιστὴς ἐναργῶς ἡμῖν δείκνυσι τὸν νοῦν τὸν ἀνθρώπινον τοῦ Σωτῆρος Χριστοῦ· «Τὸ παιδίον γὰρ, φησὶν, ηὔξανε, καὶ ἐκρα ταιοῦτο πνεύματι, πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ' αὐτῷ.» Καὶ μετ' ὀλίγα· «Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.» Τὸ δὲ σοφίᾳ προκόπτειν, οὐ Θεοῦ τοῦ σοφοῦ, τοῦ ἀπροσδεοῦς, καὶ ἀεὶ τελείου, καὶ μήτε ἐπίδοσιν, μήτε ἐλάττωσιν δεχομένου, ἀλλὰ τοῦ νοῦ τοῦ ἀνθρωπίνου, τοῦ ταῖς ἡλικίαις συμπροϊόντος, καὶ δι δασκαλίας δεομένου, καὶ τέχνης καὶ ἐπιστήμης δε κτικοῦ, καὶ κατὰ βραχὺ τά τε ἀνθρώπινα καὶ τὰ θεῖα γνωρίζοντος. ΚΑʹ. Ἀπόδειξις ἐκ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς τῆς τῶν φύσεων διακρίσεως, καὶ τῆς τοῦ Λόγου ἑνώσεως. Σαφέστερον δ' ἄν τις ἐκ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς τὴν θείαν φύσιν καὶ τὴν ἀνθρωπείαν κατίδοι, ταῖς ἐνεργείαις μὲν διῃρημένας, τῷ προσώπῳ δὲ συν ημμένας, καὶ τὸν ἕνα ὑποδεικνύσας Υἱόν. Οὐχ ἥκιστα δὲ καὶ τῆς Ἐπιστολῆς τὸ προοίμιον, ταύτην ἔχει τὴν διδασκαλίαν. Εἶπε γὰρ ὁ θεσπέσιος Παῦλος· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστά σεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυ νάμεως αὐτοῦ.» Καὶ δείξας αὐτὸν ὑπέρχρονον καὶ προαιώνιον (δι' αὐτοῦ γὰρ, φησὶν, καὶ τοὺς αἰῶνας ἐποίησεν), ἐπήγαγεν· «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγα λωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοῖς κεκλη ρονόμηκεν ὄνομα.» Ἐναντίον δὲ τοῦ γενέσθαι, τὸ εἶναι· ὁ γὰρ ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως, οὐ γίνεται κρείττων ἀγγέλων, ἀλλ' ἔστιν ἀγγέλων οὐ κρείττων μόνον, ἀλλὰ καὶ Ποιητὴς, καὶ Δεσπότης· εἰ δὲ ἐναντίον τοῦ εἶναι τὸ γενέσθαι, δι' ἐκείνου μὲν τὸν ἀεὶ ὄντα νοήσομεν, διὰ τούτου δὲ τὸ ἐξ ἡμῶν ἀναληφθὲν, καὶ κρεῖττον τῶν ἀγγέλων γε γενημένον, διὰ τὴν πρὸς τὸν ἀνειληφότα ἕνωσιν· πάλιν μετ' ὀλίγα, πρὸς μὲν τὸν Υἱόν φησιν· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Ὁ δὲ Θεὸς, καὶ μετὰ τοῦ ἄρθρου προσαγορευ θεὶς Θεὸς, καὶ τὸν θρόνον ἔχων εἰς τὸν αἰῶνα τοῦ αἰῶ νος, πῶς ἂν ὑπὸ τοῦ Θεοῦ χρισθείη; Πῶς ἂν χειρο τονητὴν λάβοι βασιλείαν, φυσικὴν ἔχων βασιλείαν; «Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Οὐκοῦν ἐναντίον τὸ εἶναι βασιλέα τοῦ εἰς βασιλέα χρισθῆναι, διὰ τὸ ἀγαπῆσαι δικαιοσύνην, καὶ μισῆσαι ἀνομίαν. Πόνων γὰρ ἆθλον ἡ τοιαύτη βασιλεία. Οὐκοῦν πάλιν τὸν μὲν Θεὸν, οὗ ὁ θρόνος εἰς αἰῶνα αἰῶνος, τὸν ἀεὶ ὄντα νοήσομεν· τὸν δὲ ὕστερόν ποτε χρισθέντα διὰ τὸ περὶ τὴν ἁμαρτίαν μῖσος, καὶ τὴν ἀγαπηθεῖσαν ὑπ' αὐτοῦ δικαιοσύνην, τὸ ἐξ ἡμῶν ληφθὲν, τὸ ἐκ Δαβὶδ, τὸ ἐξ Ἀβραὰμ, τὸ μετόχους ἔχον, οἷς πλεονεκτεῖ τῷ χρίσματι, ἐν ἑαυτῷ δεξά

μενον πάντα τὰ χαρίσματα τοῦ παναγίου Πνεύμα τος· ἐν ἑκατέρᾳ δὲ φύσει τὸν ἕνα Υἱὸν προσκυνή σωμεν Καὶ αὖθις δὲ ὁ μακάριος Παῦλος τὸν Δαβὶδ καλέ σας εἰς μαρτυρίαν λέγοντα· «Κύριε, τί ἐστιν ἄν θρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν·» ἐπ ήγαγε· «Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττω μένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανά του, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.» Τοῦτο δὲ μά λιστα σαφῶς δείκνυσι τοῦ ἀναληφθέντος ἀνθρώπου τὸ τέλειον· καὶ γάρ φησι· «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ;» ἀλλὰ τί ἐστιν ἄνθρωπος, καὶ πᾶσαν ὁμοῦ τὴν φύσιν περιλαβών· καὶ Κύριον μὲν προσαγορεύσας, τὸν ἐνοικήσαντα Θεὸν Λόγον, τὸν τῆς οἰκείας εἰκόνος μνησθέντα, τὸν ἀῤῥήτῳ φιλαν θρωπίᾳ χρησάμενον· ἄνθρωπον δὲ τὸν ἐξ ἡμῶν ἀναληφθέντα ναὸν, ὃν τῇ παρουσίᾳ ἐπεσκέψατο, καὶ ἑαυτῷ συνῆψε, καὶ τῇ ἑνώσει τὴν σωτηρίαν εἰργά σατο· καὶ τοῦτο ἑρμηνεύων ἔφη· «Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου.» Ἀπέθανε δὲ οὐχ ὁ ἀθάνατος Θεὸς Λόγος, ἀλλ' ἡ θνητὴ φύσις. Διὸ καὶ ἠλαττοῦτο βραχύ τι παρ' ἀγγέλους, τῷ τοὺς μὲν ἀθανάτους εἶναι, τὴν δὲ θνητήν. Ὁ δὲ Θεὸς Λόγος οὐκ ἐλάττων ἀγγέλων, ἀλλὰ δεσπότης ἀγγέλων· «Ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι,εἴτε Ἄγγελοι, εἴτε Δυνάμεις· πάντα δὲ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται.» Καὶ μετὰ πολλὰ πάλιν· «Ὃς ἐν ταῖς ἡμέραις, φησὶ, τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον αὐτὸν ἐκ θανάτου ῥύ σασθαι μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσ ενεγκὼν, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας.» Καίπερ ὢν Υἱὸς, ἔμαθεν ἐξ ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τελειωθεὶς γέγονεν ἅπασι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου. Τίς τοίνυν ὁ προσευχόμενος, καὶ δεήσεις καὶ ἱκε τηρίας μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενεγ κών; Τίς ὁ ἐν εὐλαβείᾳ συζήσας, καὶ διὰ τοῦτο ὃν ἱκέτευσε πείσας; Τίς ὁ μαθὼν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τὴν πεῖραν λαβὼν διδάσκαλον, καὶ ταύ την ἀγνοῶν πρὸ τῆς πείρας; Τίς ὁ λαβὼν κατὰ μέρος τὴν τελειότητα; Οὐχ ὁ Θεὸς Λόγος, ὁ τέλειος, ὁ εἰ δὼς πάντα πρὶν γενέσεως αὐτῶν, ἀλλ' οὐ τῇ πείρᾳ μανθάνων· ὁ πάντας ἔχων εὐλαβουμένους, ἀλλ' οὐκ αὐτὸς εὐλαβούμενος· ὁ ἀφελόμενος πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου, ἀλλ' οὐ δακρύειν ὑπ' ὀδύνης ἀνα γκαζόμενος· ὁ ἀπαθὴς καὶ ἀθάνατος, ἀλλ' οὐ δεδιὼς τὸν θάνατον, καὶ μετὰ κραυγῆς ἱκετεύων ἀπαλλα γῆναι θανάτου. Οὐκοῦν ἴδια ταῦτα τῆς ἀναληφθείσης ἀνθρωπότητος, ἣ καὶ τὸν θάνατον ἐδεδίει, καὶ δι ετέλει προσευχομένη, τῆς ἐνοικούσης Θεότητος τῷ φόβῳ παραχωρούσης, ἵνα διὰ τῶν παθημάτων δει χθῇ τοῦ ληφθέντος ἡ φύσις. Καὶ πάλιν· «Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ.» Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Καὶ μετ' ὀλίγα· «Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυ νάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπει ραμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρ τίας. Ἕτερον τοίνυν τὸ τοῦ Ἀβραὰμ σπέρμα παρὰ τὸν ἐπιλαμβανόμενον τούτου.» Σπέρμα δὲ Ἀβραὰμ οἶδεν ὁ μακάριος Παῦλος τὸν Σωτῆρα Χριστὸν κατὰ σάρκα· «Οὐ γὰρ εἶπε, φησὶ, Καὶ τοῖς σπέρμασί σου, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός.» Καὶ τὸ πειραθῆναι δὲ καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας, οὐ τοῦ Θεοῦ Λόγου ἴδιον, ἀλλὰ τοῦ ἀναληφθέντος σπέρματος. ΚΒʹ. Ὅτι Ἰησοῦς καὶ Θεὸς Λόγος καὶ ἄνθρωπος λέγεται. Οὕτως ὁ θειότατος

Παῦλος, διὰ πάσης τῆς Ἐπιστο λῆς, τάς τε τῶν φύσεων ἰδιότητας, καὶ τοῦ προσώπου κηρύττει τὴν ἕνωσιν· διὸ Ἰησοῦν Χριστὸν καὶ ἄν θρωπον καὶ Θεὸν προσαγορεύει· «Εἷς γὰρ, φησὶ, Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα.» Καὶ πάλιν Τιμοθέῳ γράφων· «Εἷς μεσίτης, φησὶ, Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς·» καὶ ἐν αὐτῇ δὲ τῇ πρὸς Ἑβραίους· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας·» καὶ ἄλλας δ' ἄν τις ἐθελήσας εὕροι μυρίας μαρτυρίας ἐκ τῆς θείας Γραφῆς τὸν τέλειον ἄνθρωπον κηρυττούσας, καὶ τῶν αἱρετικῶν ἐλεγχούσας τὴν ἄνοιαν. Ἀλλ' ἡμῖν οὐ σχολὴ ταῦτα συλλέγειν ἐπὶ τοῦ παρόντος. Τοῖς φιλοπόνοις τοίνυν τὸν πόνον τοῦτον καταλιπόντες, ἡμεῖς τῆς προ κειμένης πραγματείας ἐχώμεθα. ΚΓʹ. Περὶ τῆς ἀῤῥήτου τῆς Παρθένου γεννήσεως. Τοιγαροῦν τὴν οἰκείαν εἰκόνα πολεμουμένην οἰ κτείρας ὁ Ποιητὴς, καὶ θανάτῳ παραπεμπομένην, ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, οὐ τὸν τόπον ἀμεί ψας, οὐδ' ἑτέρωσε μεταβάς· πληροῖ γὰρ τὰ σύμπαντα, μᾶλλον δὲ ἄπειρός ἐστι, καὶ ἀχώρητος, καὶ πάντα ἔχων, κατὰ τὸν προφήτην, ἐν τῇ χειρί. «Τίς γὰρ, φησὶν, ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;» Καὶ πάλιν ὁ Δαβίδ· «Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς.» Καὶ αὐτὸς δὲ ὁ Θεὸς διὰ τοῦ προφήτου· «Ὁ οὐρανός μου θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» Οὐκοῦν τὴν κατάβασιν νοήσωμεν συγκατάβασιν· ἔκλινε τοίνυν οὐρανοὺς, καὶ κατέβη, καὶ παρθενικὴν ἐκλε ξάμενος νηδὺν κόρης ἁγίας καὶ εὐσεβείᾳ συντεθραμ μένης, δι' ἀγγελικῆς φωνῆς τὸν τόκον προμηνυσά σης, καὶ τῆς συλλήψεως τὸν τρόπον προερμηνευσά σης, καὶ τῆς παρθενίας τὸν φόβον τῇ ἑρμηνείᾳ λυ σάσης, εἰσοικίζεταί τε, καὶ ναὸν ἑαυτῷ κατασκευάζει, καὶ τὴν ἄσπαρτον, καὶ ἀνήροτον σκηνὴν διαπλάττει· ἐπειδὴ ὁ πρώτως δουλεύσας τῇ ἁμαρτίᾳ, ἀπάτωρ ἐτύγχανε, μητέρα δὲ μόνην εἶχε τὴν γῆν· «Ἔλαβε γὰρ, φησὶν, ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον.» Διὸ καὶ ὁ μακάριος Παῦλός φησιν· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρω πος ὁ Κύριος ἐξ οὐρανοῦ.» Τούτου χάριν ὁ μονογε νὴς τοῦ Θεοῦ Λόγος ἐκ μόνης Παρθένου τὰς ἀφορ μὰς λαβὼν τῆς διαπλάσεως, καὶ τούτῳ τῷ τρόπῳ τὸν ἀγεώργητον δημιουργήσας ναὸν, καὶ ἑαυτῷ συνάψας, πρόεισιν ἐκ τῆς Παρθένου, οὐ λύσας τῇ συλλήψει τὴν παρθενικὴν ζώνην, οὐ τῇ γεννήσει διαῤῥήξας, ἀλλ' ἀκήρατον καὶ ἀνέπαφον διαφυλάξας, καὶ τὸ μέγα τοῦτο καὶ ἄῤῥητον θαῦμα θαυματουργήσας· μέγα γὰρ τῷ ὄντι καὶ ἀνερμήνευτον, καὶ λόγου δύναμιν ὑπερβαῖνον, βότρυν ἰδεῖν ἐκ γῆς ἄνευ κλημάτων βλα στήσαντα, σῖτον ἄνευ σπερμάτων φύντα, χιτῶνα χωρὶς νημάτων καὶ χειρῶν ὑφαντικῶν ὑφασμένον, ἄρτον οὐ μύλῃ καὶ χερσὶ καὶ πυρὶ δημιουργηθέντα, ἀλλ' ἀῤῥήτως ἐκ παρθενικῶν ἀλεύρων γεγενημένον, καὶ τὴν οἰκουμένην καλύψαντα· πρὸς δὲ τούτοις, Παρθένον οἰκείῳ βρέφει θηλὴν ὀρέγουσαν, καὶ γά λακτος χορηγοῦσαν πηγὰς, καὶ μητέρα γενομένην τὴν γάμου νόμον οὐ δεξαμένην, μητέρα γενομένην τὴν πῶς γίνεται μήτηρ οὐκ ἐπισταμένην, μητέρα γενομένην τὴν γυναῖκα πρότερον οὐ γενομένην, ἀλλ' ἐν παρθενίᾳ καὶ τὸν ὄγκον τῆς γαστρὸς ἐπιδεικνῦ σαν, καὶ τὸν καρπὸν ἐν ταῖς χερσὶ περιφέρουσαν, καὶ τὰ μητρὸς ἐργαζομένην, σωζομένης τῆς παρθε νίας, καὶ παρθένον μητέρα καλουμένην, καὶ τἀναν τία ὀνόματά τε καὶ πράγματα κατὰ ταὐτὸν συν άγουσαν. ΚΔʹ. Ἐν κεφαλαίῳ διήγησις τῆς μετὰ τὴν γέννη σιν τοῦ Χριστοῦ πολιτείας. Οὕτως τεχθεὶς ὁ Δεσπότης Χριστὸς (οὐ γὰρ εὐαγὲς μετὰ τὸν τόκον ἢ Θεὸν Λόγον μόνον αὐτὸν προσ αγορεύειν, ἢ ἄνθρωπον γεγυμνωμένον θεότητος, ἀλλὰ Χριστὸν, ὃ ἑκατέραν

φύσιν τήν τε λαβοῦσαν καὶ τὴν ληφθεῖσαν δηλοῖ), πάντως τὰ ἡμέτερα πλὴν τῆς ἁμαρτίας καταδέχεται πάθη, σπαργανοῦται παραπλησίως τοῖς βρέφεσι, καὶ γάλακτι τρέφεται, καὶ τιθηνεῖται, καὶ χερσὶ περιφέρεται, καὶ κόλποις ἐντίθεται, καὶ κατὰ νόμον περιτέμνεται, καὶ καθαρ σίοις θυσίαις καθαίρεται, ἡ καινὴ καὶ μόνη τῆς οἰκουμένης θυσία, ὁ τοῦ κόσμου τὴν ἁμαρτίαν ἄρας Ἀμνός· ὑπὸ τοῦ Συμεὼν προσκυνεῖται, καὶ Σωτὴρ ὁμοῦ καὶ Δεσπότης προσαγορεύεται· φεύγει τὸν Ἡρώδην μετὰ τῆς μητρὸς καὶ τοῦ κηδεμόνος, καταλαμβάνει τὴν Αἴγυπτον, ἐπανέρχεται πάλιν, ἀγωνιᾷ, εἰς τὴν Ναζαρὲτ παραγίνεται, ἡλικίᾳ καὶ σοφίᾳ προκόπτει, τοῖς γονεῦσιν ὑποτάσσεται, πάσης τιμῆς ἀξιοῖ οὐ μόνον τὴν μητέρα, ἀλλὰ καὶ τὸν τῆς μητρὸς πάλαι μὲν μνηστῆρα, μετὰ ταῦτα δὲ κηδε μόνα καὶ φύλακα, τὰς ἐννόμους ἑορτὰς ἑορτάζει, τῷ ἱερῷ προσεδρεύει, τὴν Ἰουδαϊκὴν ἐλέγχει παχύτητα· καὶ τοῦτο ποιεῖ δύο καὶ δέκα γεγονὼς μόνον ἔτη τέως μετὰ τὸν τόκον· ἐπιζητεῖται παρὰ τῶν προσηκόν των, ἀπολειφθεὶς ἐγκαλεῖται παρὰ τῆς μητρὸς, ἀπολογεῖται, καὶ ἠρέμα πως παραγυμνοῖ τὴν θεό τητα. «Οὐκ οἴδατε γὰρ, φησὶν, ὅτι ἐν τοῖς οἰκείοις τοῦ Πατρός μου δεῖ εἶναί με;» Δεικνὺς ὡς οὐ μόνον ἐστὶ τὸ ὁρώμενον, ἀλλὰ καὶ Θεὸς ἐν τῷ ὁρωμένῳ κρυπτόμενος, ὑπέρχρονος καὶ προαιώνιος ἐκ τοῦ Πατρὸς προελθών· καὶ ἵνα συντόμως εἴπω, παρα γίνεται πρὸς Ἰωάννην βαπτίζοντα, πείθει βαπτίσαι παραιτούμενον, προτυποῖ τὸ ἡμέτερον ἐν τῷ Ἰορ δάνῃ βάπτισμα, δίδωσι τέλος τῷ νόμῳ, καὶ τὴν θύ ραν ὑπανοίγει τῆς χάριτος, ὑπὸ τοῦ Πατρὸς οὐρανό θεν ἀνακηρύττεται, τῇ παρουσίᾳ τοῦ Πνεύματος δείκνυται, ἀνάγεται εἰς τὴν ἔρημον ὡς εἰς ἁρμοδίαν τινὰ παλαίστραν ὑπὸ τοῦ Πνεύματος, καὶ νηστεύει μὲν, οὐ πέρα δὲ τῶν μέτρων τῆς φύσεως, καὶ τροφῆς μὲν ἐφίεται, ἀλλὰ κρατεῖ τῆς ὀρέξεως, οὐ δουλεύει ταῖς ἡδοναῖς· καὶ καλεῖ μὲν τῇ πείνῃ τὸν ἀντίπαλον εἰς τὴν πάλην, περιγίνεται δὲ αὐτοῦ ἀνθρωπίνῃ φιλοσοφίᾳ, ἀλλ' οὐκ ἐξουσίᾳ θεότητος, ἀγωνίζεται, καταγωνίζεται, νικᾷ, ἐξελαύνει, τὴν τυραννίδα καταλύει, τὸ ἀσθενὲς ἐλέγχει, τὴν ἧτταν κηρύττει· «Θαρσεῖτε γὰρ, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον·» προτρέπει πάντας εἰς ἀρετὴν, τὴν νομοθεσίαν τῶν θείων δογμάτων ποιεῖ, τὴν διὰ τοῦ προφήτου ἐπηγγελμένην καινὴν Διαθήκην δίδωσιν, οὐρανῶν βασιλείαν ὑπισχνεῖται, τοῖς ἀμελοῦσιν ἀπειλεῖ τῆς γεέννης τὴν φλόγα. ΚΕʹ. Σύντομος τῶν Δεσποτικῶν θαυμάτων δι ήγησις. Πιστοῦται τὰ λεγόμενα τῇ μεγάλῃ θαυματουργίᾳ, οἶνον ἀγεώργητον τῷ γάμῳ δωρούμενος, οἶνον χωρὶς κλημάτων ἐξ ὕδατος ἐργαζόμενος, οἶνον ἀστάφυλον τοῖς τοῦ γάμου δαιτυμόσι χαριζόμενος, εἰς οἶνον μεταβαλὼν τῶν ὑδάτων τὴν φύσιν, μὴ μεσιτευούσης ἀμπέλου, καὶ τῆς γῆς τὴν νοτίδα συλήσας, τιμῶν τὸν γάμον οὐ τῇ παρουσίᾳ μόνον, ἀλλὰ καὶ τῇ θαυ ματουργίᾳ· ἐπειδὴ γὰρ ἐκ παρθενικῆς ἐβλάστησε μήτρας, καὶ παρθενίαν ἤσκησέ τε καὶ τοῖς λόγοις ἐξῆρε, καὶ τὴν ἀζυγίαν ἔργοις καὶ λόγοις ἐτίμησεν, ἵνα μή τις ἀκολασίαν εἶναι νομίζῃ τὴν συζυγίαν, καὶ ὡς παρανόμου τοῦ γάμου κατηγοροίη, τιμᾷ τὸν γάμον τῇ παρουσίᾳ, αὔξει τὴν τιμὴν τῇ τοῦ δώ ρου φιλοτιμίᾳ, λύει τοῦ νυμφίου τὴν ἀπορίαν, ἐκ πλήττει τοὺς συμπότας τῇ τοῦ καινοῦ πράγματος εὐοσμίᾳ, ἑαυτὸν διὰ τοῦ δώρου κηρύττει. Ἀγεώρ γητος γὰρ ὢν, τὸν ἀγεώργητον οἶνον δέδωκεν. Ἐκεῖ θεν τοὺς ἀῤῥώστους ἰᾶται, καὶ λόγῳ λύει τὰς νόσους, καὶ νεύματι τῶν παθῶν ἀπαλλάττει τοὺς κάμνοντας, τοὺς δαιμονῶντας τῆς λύττης ἐλευθεροῖ, δείκνυσι τοὺς μεμηνότας καθεστηκότας, σφίγγει τοὺς παρ ειμένους, ἀρτίποδας τοὺς χωλοὺς ἀπεργάζεται, δεί κνυσι τὸν ἥλιον τοῖς τὸ βλέπειν ἀφῃρημένοις, ἀνοίγει τὰς θύρας τοῦ σώματος δι' ὧν ἐπὶ τὰ ἔξω διαχεῖται τὸ τῆς ψυχῆς ὀπτικὸν, καὶ νῦν μὲν λόγῳ μόνῳ τοῦτο ποιεῖ, τὸν πηλὸν τὸν τῶν ὀμμάτων

ἐπίβουλον ὀμμά των θεραπευτὴν, καὶ τῷ πολεμίῳ φαρμάκῳ κέχρη ται, καὶ τὸ δηλητήριον ἀλεξητήριον δείκνυσι· ταῖς ἀκοαῖς καλουμέναις, τὸ δὲ ἀκούειν ἀφῃρημέναις, τὴν οἰκείαν ἐνέργειαν ἐπιδίδωσι. Ἄρτοις ὀλίγοις ἐν ἐρήμῳ πολλὰς ἐκόρεσε χιλιάδας, τοὺς πέντε ἄρτους, ὥσπερ εἰς ἄρουραν σπέρμα, ταῖς χερσὶν ἐμβαλὼν, καὶ τῆς γλώττης τὴν εὐλογίαν οἷόν τι νέφος ἐπαγαγὼν, δασὺ καὶ βαθὺ λήϊον καὶ ἅλω πλήρη τὰς τῶν ἀποστόλων χεῖρας ἀπέφηνεν, ἅλω οὐ πτύου δεομένην καὶ δια κρίσεως, οὐ μύλου καὶ μάκτρας καὶ πυρὸς καὶ κλι βάνου, ἀλλ' αὐτοὺς τοὺς ἄρτους βρύουσάν τε καὶ πηγάζουσαν· καὶ ἵνα ἐν κεφαλαίῳ εἴπω, αἵματος ἔστησεν ὀχετοὺς τὴν ἴασιν ἑκοντὶ συληθείς· κόρην ἄωρον ἁρπαγεῖσαν ὑπὸ θανάτου καὶ πενθουμένην ὑπὸ τῶν οἰκείων ἀνθαρπάσας τοῖς φύσασιν ἀποδέδωκεν· ἕτερον νεανίαν εἰς τὸν τάφον προπεμπόμενον, εἰς ζωὴν ἐπανήγαγε, καὶ εἰς χαρὰν τὸ πένθος μετέβαλε, καὶ τὸν ἐπιτάφιον θρῆνον εἰς ὕμνων λόγον γαμηλίων ἔτρεψε· καὶ τὸν δυσώδη νεκρὸν μετὰ τετάρτην τῆς τελευτῆς ἐκ τῆς θήκης ἐξήγαγε, καὶ τὸν πεπεδημέ νον βαδίζειν ἐκέλευσεν, καὶ παραχρῆμα ὅ τε θάνατος ἐδραπέτευσεν, καὶ ὁ νεκρὸς ἔδραμε τῆς σηπεδόνος ἀπαλλαγεὶς, καὶ τὴν τῆς σηπεδόνος ἀποθέμενος δυσωδίαν, καὶ τὰς τοῦ θανάτου πύλας διαφυγὼν, καὶ ὑπὸ τῶν δεσμῶν τρέχειν οὐ κωλυόμενος, καὶ τῷ μὲν τοῦ προσώπου καλύμματι τὸ βλέπειν ἀφῃρημένος, ἀκωλύτως δὲ τρέχων πρὸς τὸν καλέσαντα, καὶ τὴν Δεσποτικὴν ἐπιγινώσκων φωνήν. Κςʹ. Ὅτι ἑκουσίως τὰ σωτήρια πάθη κατεδέξατο. Διὰ τούτων καὶ ἄλλων [ξοδ. τῶν προ ἄλλων] θαυ μάτων, τῶν ἐπαγγελιῶν ἐμπεδώσας τὸ μέγεθος, καὶ τὸν χορὸν τῶν ἀποστόλων εἰς ἀρετὴν παιδοτριβήσας, προστρέχει τοῖς ἀναγράπτοις πάθεσιν ἐθελοντής· πολλάκις μὲν ταῦτα τοῖς φοιτηταῖς προμηνύσας, ἐπιτιμήσας δὲ τῷ Πέτρῳ, μεθ' ἡδονῆς μὴ καταδεξα μένῳ τὰ τῶν παθῶν εὐαγγέλια, καὶ δείξας ὡς διὰ τούτων κατορθοῦται τῆς οἰκουμένης ἡ σωτηρία· διὸ καὶ τοῖς ἐπελθοῦσιν ἑαυτὸν ὑπέδειξεν λέγων· «Ἐγώ εἰμι ὃν ζητεῖτε.» Καὶ κατηγορούμενος οὐκ ἀντεῖπεν, καὶ δυνάμενος λαθεῖν, τοῦτο ποιεῖν οὐκ ἠνέσχετο· καὶ ταῦτα πολλάκις ἡνίκα ἠβουλήθη διαφυγών· ἀλλὰ καὶ κλαίει μὲν τὴν Ἱερουσαλὴμ, ὡς δὴ τῆς ἀπιστίας ἐπισπωμένης τὸν ὄλεθρον, καταψηφίζεται δὲ παν ωλεθρίως τοῦ πολυθρυλλήτου πάλαι νεώ· ἀνέχεται καὶ ἐπὶ κάρης [ξοδ. κόρης] παιόμενος, ὑπὸ διπλῆν δουλείαν δουλεύοντος [ξοδ. δουλεύοντες] κολαφιζόμε νος, ἐμπτυόμενος, ὀνειδιζόμενος, στρεβλούμενος, μαστιγούμενος, καὶ τὸ τελευταῖον σταυρούμενος, καὶ λαμβάνων λῃστὰς τῆς τιμωρίας κοινωνοὺς ἑκα τέρωθεν, καὶ ἀνδροφόνοις καὶ κακούργοις συνταττό μενος, καὶ ὄξος καὶ χολὴν παρὰ τοῦ κακοῦ ἀμπελῶ νος καρπούμενος, καὶ ἀκάνθαις ἀντὶ κλημάτων καὶ βοτρύων στεφόμενος, καὶ πορφυρίδι χλευαζόμενος, καὶ καλάμῳ παιόμενος, καὶ λόγχῃ τὴν πλευρὰν ὀρυττόμενος, καὶ τέλος τάφῳ παραπεμπόμενος. ΚΖʹ. Τίς τῶν Δεσποτικῶν παθημάτων ἡ αἰτία. Ὑπέμεινε δὲ ταῦτα, τὴν ἡμετέραν μηχανώμενος σωτηρίαν· ἐπειδὴ γὰρ οἱ τῇ ἁμαρτίᾳ δουλεύσαντες τοῖς ἐπιτιμίοις ὑπεύθυνοι τῆς ἁμαρτίας ἐτύγχανον, αὐτὸς ἁμαρτίας ἀπηλλαγμένος, καὶ διὰ πάσης ὁδεύ σας δικαιοσύνης, τὴν τῶν ἁμαρτωλῶν κατεδέξατο τιμωρίαν, διὰ μὲν τοῦ σταυροῦ, τῆς παλαιᾶς κατ άρας τὴν ἀπόφασιν λύων «(Χριστὸς γὰρ, φησὶν, ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενό μενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γάρ· Ἐπι κατάρατος πᾶς ὁ κρεμάμενος ἐν ξύλῳ»), διὰ δὲ τῶν ἀκανθῶν, τέλος διδοὺς ταῖς Ἀδὰμ τιμωρίαις (μετὰ γὰρ τὴν ἁμαρτίαν [ξοδ. τιμωρίαν], ἤκουσεν ἐκεῖνος· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς

ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι»), διὰ δὲ τῆς χολῆς τὸ πικρὸν καὶ ἐπίπονον τῆς θνητῆς καὶ παθητῆς ζωῆς τῶν ἀνθρώπων εἰς ἑαυτὸν ἀναλαμβάνων· διὰ δὲ τοῦ ὄξους τὴν ἐπὶ τὸ χεῖρον τῶν ἀνθρώπων μεταβολὴν αὐτὸς δεχόμενος, καὶ τὴν εἰς τὸ κρεῖττον ἐπάνοδον χαριζόμενος· τῇ πορφυρίδι σημαίνων τὴν βασι λείαν, τῷ καλάμῳ τὸ ἀσθενὲς καὶ σαθρὸν τῆς τοῦ διαβόλου δυνάμεως αἰνιττόμενος, τῷ ῥαπίσματι τὴν ἡμετέραν κηρύττων ἐλευθερίαν, τὰς ἡμετέρας ὑπο μένων ὕβρεις, καὶ παιδείας, καὶ μάστιγας. Τὴν πλευρὰν τῷ Ἀδὰμ παραπλήσιον νυττόμενος, ἀλλ' οὐ γυναῖκα προϊοῦσαν ἐκεῖθεν δεικνὺς, τὸν θάνατον διὰ τῆς ἀπάτης γεννήσασαν, ἀλλὰ πηγὴν ζωῆς τῷ διπλῷ νάματι τὴν οἰκουμένην ζωογονοῦσαν· ὧν τὸ μὲν ἡμᾶς ἐν κολυμβήθρᾳ νεοποιεῖ, καὶ τῇ ἀθανάτῳ περιβάλλει στολῇ· τὸ δὲ τρέφει γεννηθέντας ἐν τῇ τραπέζῃ τῇ θείᾳ, καθάπερ τὰ βρέφη τὸ γάλα. ΚΗʹ. Ὅτι διὰ τῶν τοῦ Χριστοῦ παθῶν ἡ ἡμετέρα γέγονε σωτηρία. Φάρμακα τοίνυν ἐστὶν ἡμέτερα τὰ τοῦ Σωτῆρος ἡμῶν παθήματα· καὶ τοῦτο διδάσκων ὁ προφήτης βοᾷ· «Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται· ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλά κισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτῷ· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· πάντες ὡς πρόβατα ἐπλανήθημεν, διὸ ὡς πρόβατον ἐπὶ σφα γὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος.» Καὶ καθάπερ ποιμὴν τὰ πρόβατα διεσκεδασμένα θεωρῶν, ἓν τῶν προβάτων κατέχων, καὶ ἐφ' ἣν βούλεται νομὴν ἄγων, ἕλκει τὰ λοιπὰ δι' ἐκείνου πρὸς ἑαυτόν· οὕτως ὁ Θεὸς Λόγος τῶν ἀνθρώ πων τὸ γένος πεπλανημένον ἰδὼν, τοῦ δούλου λαβὼν τὴν μορφὴν, καὶ ταύτην συνάψας ἑαυτῷ, πρὸς ἑαυ τὸν δι' ἐκείνης ἐπέστρεψε πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν, καὶ εἰς τὴν θείαν νομὴν ἤγαγε τὰ κακῶς νεμόμενα, καὶ τοῖς λύκοις προκείμενα. Διὰ ταῦτα ὁ Σωτὴρ ὁ ἡμέτερος τὴν ἡμετέραν φύσιν ἀνέλαβε. Διὰ ταῦτα ὁ Δεσπότης Χριστὸς τὰ σωτήρια κατεδέξατο πάθη, καὶ θανάτῳ παραπεμφθεὶς, καὶ ταφῇ παραδο θεὶς, τὸ μὲν παλαιὸν ἐκεῖνο καὶ πολυχρόνιον κράτος ἔλυσε, τοῖς δὲ τῇ φθορᾷ πεπεδημένοις τὴν ἀφθαρσίαν ὑπέσχετο. Τὸν γὰρ λυθέντα ναὸν ἀνοικοδομήσας, καὶ ἀνεγείρας, καὶ τοῖς κειμένοις καὶ προσδεχομένοις αὐτοῦ τὴν ἀνάστασιν ἀληθεῖς καὶ βεβαίας τὰς ὑπο σχέσεις ὑπέδειξεν. Ὃν τρόπον γὰρ, φησὶν, ἡ ἐξ ὑμῶν ἀναληφθεῖσα φύσις τῇ τῆς θεότητος ἐνοικήσει τε καὶ ἑνώσει, τῆς ἀναστάσεως ἔτυχε, καὶ τὸ φθαρτὸν ἀνα τιθεμένη σὺν τοῖς παθήμασιν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν μετέβη· οὕτω καὶ ὑμεῖς τῆς χαλεπῆς τοῦ θανάτου δουλείας ἀπαλλαγήσεσθε, καὶ τὴν φθορὰν ἀποῤῥίψαντες σὺν τοῖς πάθεσιν, ἐνδύσασθε τὴν ἀπά θειαν. Διὸ καὶ τὸ δῶρον τοῦ βαπτίσματος πᾶσιν ἀν θρώποις διὰ τῶν ἀποστόλων ἐξέπεμψε. «Πορευθέν τες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Τὸ βάπτισμα τοῦ Δεσποτι κοῦ θανάτου σκιαγραφία τις ὑπάρχει καὶ τύπος. «Εἰ γὰρ σύμφυτοι, φησὶν ὁ Παῦλος, γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» ΚΘʹ. Ἀπόδειξις ἐκ τῶν Ἀποστόλου γραφῶν περὶ τῆς τελείας τοῦ ἀνθρώπου φύσεως. Οὕτω γεννηθεὶς ὁ Δεσπότης Χριστὸς, οὕτω τρα φεὶς, οὕτω θαυματουργήσας, διὰ ταῦτα παθὼν, σταυρωθεὶς, ἀποθανὼν, κήρυκας ἀποστείλας πᾶσιν ἀνθρώποις τοὺς ἱεροὺς μαθητὰς, εἰς τὸν οὐρανὸν ἀνελήφθη· καὶ ταῦτα ἐν κεφαλαίῳ ἐν τοῖς πρὸς Τιμόθεον γραφεῖσιν, ὁ Ἀπόστολος ἡμᾶς ἐδίδαξε λέγων· «Ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστή ριον, Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν Πνεύ ματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἔθνεσιν, ἐπιστώθη ἐν κόσμῳ,

ἀνελήφθη ἐν δόξῃ.» Καὶ τὴν μὲν φανέρω σιν συνέζευξε τῇ σαρκὶ, τὴν δὲ δικαίωσιν κατὰ τὴν τῶν αἱρετικῶν ἀβελτηρίαν· ἐδικαιώθη δὲ τῇ συνερ γείᾳ τοῦ Πνεύματος. Ἆρα τὸ δικαιῶσαν Πνεῦμα, κρεῖττον τοῦ δικαιωθέντος Υἱοῦ; Ἀλλ' οὐκέτι ταῦτα οὐκ ἔστι· τὸ γὰρ ἡμέτερον ἐδικαιώθη διὰ τοῦ ἐν αὐτῷ φανερωθέντος Θεοῦ, ὃς ἀχωρίστως αὐτῷ συν ημμένος, τήν τε ἄκραν ἐπαίδευσεν ἀρετὴν, καὶ τῶν βελῶν τῆς ἁμαρτίας ἐφύλαξεν ἄγευστον, καὶ ἀμύη τον, καὶ τῆς διαβολικῆς ἀπάτης ὑπέρτερον· καὶ θα νάτου πρὸς βραχὺ γεύσασθαι συγχωρήσας, παραυ τίκα τῆς ἐκείνου τυραννίδος ἀπήλλαξε, καὶ τῆς οἰκείας αὐτῷ ζωῆς μεταδέδωκε, καὶ εἰς οὐρανοὺς ἀνήγαγε, καὶ ἐκ δεξιῶν τῆς μεγαλωσύνης ἐκάθισεν, καὶ ὄνομα αὐτῷ ἐχαρίσατο τὸ ὑπὲρ πᾶν ὄνομα, τὴν οἰκείαν αὐτῷ ἀξίαν δωρησάμενος· καὶ τὴν τῆς φύσεως αὐτοῦ προσ ηγορίαν λαβὼν, Υἱὸς ἀνθρώπου ὁ προαιώνιος τοῦ Θεοῦ Λόγος ηὐδόκησεν ὀνομάζεσθαι. «Οὐδεὶς γὰρ, φησὶν, ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐξ οὐρα νοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρα νῷ.» Κατέβη δὲ οὐχ ὁ ἐκ σπέρματος Δαβὶδ ἐκ τῶν οὐρανῶν, ἀλλ' ὁ τῶν [οὐρανῶν] ποιητὴς, ὁ ὑπέρχρο νος Θεοῦ Λόγος, ὁ πρὸ τῶν αἰώνων ὑπάρχων· διὰ δὲ τὴν πρὸς τὸ ἀνθρώπινον ἕνωσιν, λαμβάνει τοῦ Υἱοῦ τοῦ ἀνθρώπου τὸ ὄνομα· καὶ ἑτέρωθι δὲ πάλιν οὕτως αὐτὸν προσαγορεύει· «Ἐὰν ἴδητε τὸν Υἱὸν τοῦ ἀν θρώπου ἀνερχόμενον ὅπου ἦν τὸ πρότερον·» οὐχ ἡ τοῦ δούλου μορφὴ, ἀλλ' ἡ τοῦ Θεοῦ μορφή· καὶ αὖθις· «Ὅτι υἱὸς ἀνθρώπου ἐστὶ, φησὶ, μὴ θαυμά ζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ ἀκούσονται οἱ ἐν τοῖς μνήμασι τῆς φωνῆς αὐτοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.» Οὐ τῆς ἀνθρωπότητος δὲ ψιλῆς τοῦτο τὸ ἴδιον, ἀλλὰ τῆς ἐνεργούσης θεότητος, καὶ τῆς φαινομένης δὴ ἀνθρω πότητος διὰ τὴν πρὸς τὴν θεότητα συνάφειάν τε καὶ ἕνωσιν. Λʹ. Ὅτι Υἱὸς ἡ τοῦ δούλου μορφὴ διὰ τὴν συνάφειαν ὡσαύτως προσαγορεύεται. Οὕτως ὁ Θεὸς Λόγος οἰκειοῦται τῆς τοῦ δούλου μορφῆς τὴν εὐτέλειαν, καὶ Θεὸς ὑπάρχων, ἄνθρωπος ἠθέλησεν ὀνομάζεσθαι. Καὶ ὥσπερ μετέλαβε τῶν τοῦ ἀνθρώπου ταπεινῶν, οὕτω τῶν ὑψηλῶν αὐτῷ μετα δέδωκε. Καλεῖται γὰρ τὸ τῆς Παρθένου βρέφος Ἐμ μανουὴλ, καὶ τὸ τοῖς σπαργάνοις ἐνειλημμένον, καὶ θηλὴν ἕλκον, καὶ τρεφόμενον γάλακτι, καὶ καλεῖται μεγάλης βουλῆς Ἄγγελος, καὶ θαυμαστὸς σύμβουλος, καὶ Θεὸς ἰσχυρὸς, καὶ ἐξουσιαστὴς, καὶ ἄρχων εἰρή νης, καὶ Πατὴρ τοῦ μέλλοντος αἰῶνος, καὶ Υἱὸς Ὑψίστου, καὶ Σωτὴρ, καὶ Κύριος, καὶ τῶν ὅλων Δημιουργός. «Εἷς γὰρ, φησὶ, Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα.» Καὶ μὴν τὰ Ἰησοῦς καὶ Χρι στὸς ὀνόματα, τῆς οἰκονομίας εἰσὶ σημαντικά· ἡ δὲ οἰκονομία, οὐ πρὸ τῆς κτίσεως, οὐδὲ εὐθὺς μετὰ τὴν κτίσιν, ἀλλ' ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐγένετο· ἐπειδὴ τοίνυν τὸ Χριστὸς ὄνομα, οὐ τὸν ληφθέντα μόνον, ἀλλὰ καὶ τὸν λαβόντα Λόγον μετὰ τοῦ ληφθέν τος δηλοῖ (τοῦ Θεοῦ γὰρ καὶ τοῦ ἀνθρώπου τοῦτο σημαντικόν ἐστιν)· ὁ Παῦλος ἀνατίθησι καὶ τῷ ὁρω μένῳ διὰ τὴν πρὸς τὸ κρυπτόμενον ἕνωσιν, τὴν τοῦ παντὸς ποίησίν τε καὶ διακόσμησιν· διὸ καὶ ἑτέρωθι τὸν Χριστὸν ἐπὶ πάντων προσαγορεύει Θεόν· «Ἐξ ὧν γὰρ, φησὶν, Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός.» Οὐκ ἐπειδὴ τοῦ Δαβὶδ ὁ ἀπόγονος αὐτὸς καθ' αὑτὸν Θεός ἐστι, καὶ ἐπὶ πάντων Θεὸς, ἀλλ' ὅτι τοῦ Θεοῦ τοῦ ἐπὶ πάντων ὑπῆρχε ναὸς, ἡνω μένην καὶ συνημμένην ἔχων ἑαυτῷ τὴν θεότητα. ΛΑʹ. Ὅτι δύο μὲν εἰσὶ φύσεις, ἓν δὲ τὸ πρόσωπον τοῦ Χριστοῦ. Διὰ τοῦτο «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Οὐ γὰρ εἰς πρόσωπα δύο τὴν οἰκονομίαν μερίζομεν, οὐδὲ υἱοὺς δύο ἀντὶ τοῦ Μονογενοῦς κηρύττομέν τε καὶ

δογματίζομεν, ἀλλὰ δύο μὲν τὰς φύσεις εἶναι καὶ μεμαθήκαμεν καὶ διδάσκομεν· ἕτερον γὰρ θεότης, καὶ ἕτερον ἀνθρωπότης· ἕτερον τὸ ὃν, καὶ ἕτερον τὸ γενόμενον· ἄλλο ἡ τοῦ Θεοῦ μορφὴ, καὶ ἄλλο ἡ τοῦ ἀνθρώπου μορφή· καὶ ἄλλο ἡ λαβοῦσα, καὶ ἕτερον ἡ ληφθεῖσα· ἕτερον ὁ λυθεὶς ναὸς, καὶ ἕτερον ὁ λυθέντα τοῦτον ἀναστήσας Θεός. ΛΒʹ. Ὅτι οὐ κρᾶσιν λέγειν ὅσιον, ἀλλ' ἕνωσιν ἐπὶ τοῦ Χριστοῦ. Οὐ τὰς φύσεις τοίνυν συγχέομεν, οὐδὲ κρᾶσιν ποιητοῦ καὶ ποιήματος δογματίζομεν, καὶ τῷ τῆς κράσεως ὀνόματι τὴν σύγχυσιν συνεισφέρομεν· ἀλλὰ καὶ τοῦ Θεοῦ Λόγου τὴν φύσιν γνωρίζομεν· καὶ τῆς μορφῆς τοῦ δούλου τὴν οὐσίαν γινώσκομεν, ἑκατέραν δὲ φύσιν ὡς ἕνα προσκυνοῦμεν Υἱόν· θάτε ρον γὰρ θατέρῳ Χριστὸς ὀνομάζεται, καὶ οὔτε ἡ τοῦ δούλου μορφὴ ψιλὴ, καὶ γυμνὴ τυγχάνουσα τῆς θεό τητος, τοῦτο πώποτε παρὰ τῶν διδασκάλων ἐκλήθη τῆς εὐσεβείας. Οἱ δὲ τὴν κρᾶσιν λέγοντες, τῇ κράσει τὴν σύγχυσιν συνεισφέρουσι· τῇ δὲ συγχύσει ἡ τροπὴ συνεισφέρεται· τροπῆς δὲ εἰσιούσης, οὔτε Θεὸς ἐπὶ τῆς ἰδίας μένοι ἂν φύσεως, οὔτε ἄνθρωπος ἐπὶ τῆς οἰκείας. Ἀνάγκη γὰρ ἐκστῆναι τῶν τῆς οὐσίας ὅρων ἑκάτερον, καὶ μήτε τὸν Θεὸν γνωρίζεσθαι Θεὸν, μήτε τὸν ἄνθρωπον, ἄνθρωπον. Τοῦτο δὲ οὐδὲ ἐπὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς λάβοι ἄν τις εὖ φρονῶν. Οὐ γὰρ τῷ σώματι τὴν ψυχὴν κεκρᾶσθαι, ἀλλ' ἡνῶσθαι, καὶ συνῆφθαι, καὶ οἰκεῖν, καὶ ἐνεργεῖν φαμεν. Καὶ οὔτε τὴν ψυχὴν θνητὴν, οὔτε τὸ σῶμα εἴποι τις ἂν ἀθάνατον, μὴ κομιδῇ παραπαίων, ἀλλὰ τὴν μὲν ἑκατέραν [φύσιν] διαιροῦμεν, ἓν δὲ ζῶον γνωρίζομεν τὸ ἐξ ἐκείνων [ξοδ. ἐκείνου] συγκείμενον· καὶ ἑκατέραν μὲν φύσιν διῃρημένοις ὀνόμασιν ὀνο μάζομεν, τὴν μὲν ψυχὴν, τὸ δὲ σῶμα, τὸ δὲ ἐξ ἀμ φοτέρων συνεστηκὸς ζῶον ἑτέρῳ καλοῦμεν ὀνόματι· ἄνθρωπον γὰρ προσαγορεύομεν. Ταῦτα τοίνυν καὶ ἐπὶ τῆς οἰκονομίας τὴν εἰκόνα λαβόντες, τῆς βλασφημίας ἀπαλλαγῶμεν ἐκείνης, καὶ τὴν κρᾶσιν καταλιπόντες, τῷ τῆς ἑνώσεως καὶ συναφείας καὶ κοινωνίας ὀνόματι χρώμενοι διατελέσωμεν· φύσεων μὲν [ξοδ. φύσεως] διάκρισιν, προσώπου δὲ ἕνωσιν δογματίζοντες. Οὕτω τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν ἐλέγξομεν, τὰ μὲν ταπεινῶς εἰρημένα καὶ πεπραγμένα τῷ Σωτῆρι Χριστῷ, προσάπτοντες τῇ τοῦ δούλου μορφῇ· τὰ δὲ ὑψηλὰ καὶ θεοπρεπῆ καὶ μεγάλα, τῇ ὑψηλῇ καὶ μεγάλῃ καὶ πάντα νοῦν ὑπερβαινούσῃ ἀνατιθέντες θεότητι. ΛΓʹ. Ὅτι τῆς ἡμετέρας φύσεως ἡ εἰς οὐρανοὺς ἀνάληψις τὰς τοῦ Πνεύματος δωρεὰς ἡμῖν προεξένισεν. Ἀλλὰ καιρὸς ἀναδραμεῖν ἐπὶ τὸ προκείμενον. Ἀναληφθεὶς τοίνυν εἰς οὐρανοὺς ὁ Δεσπότης Χρι στὸς, καὶ ἑαυτὸν ὥσπερ ἐχέγγυον τῆς τῶν ἀνθρώ πων εἰρήνης προσενεγκὼν τῷ Πατρὶ, πέμπει τοῖς ἀνθρώποις τὴν χάριν τοῦ Πνεύματος, ὥσπερ τινὰ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀῤῥαβῶνα, παιδοτρί βην, καὶ γυμναστὴν, τῶν τῆς εὐσεβείας ἀγωνι στὴν, φύλακα τῶν πιστευόντων ἀκοίμητον, φῶς τῶν προσιόντων ἄσβεστόν τε καὶ ἀνέσπερον, τῶν ψυχικῶν τραυμάτων θεραπευτὴν, ἰατρὸν τῶν ὑπὸ τῆς ἁμαρ τίας γινομένων τραυμάτων, στρατηγὸν ἀριστεύειν κατὰ τοῦ διαβόλου διδάσκοντα, ὑποπτέρους τοὺς χα μαιπετεῖς ἐργαζόμενον, τοὺς γηΐνους τὴν τῶν οὐρα νῶν πολιτείαν παιδεύοντα, καταφρονεῖν σαρκὸς, ἐπι μελεῖσθαι ψυχῆς, διαπτύειν τὰ παρόντα, ἐφίεσθαι τῶν μελλόντων, ὁρᾷν τὰ προσδοκώμενα διὰ πίστεως, μηδὲν ἡγεῖσθαι τῶν ἐν τῷ βίῳ λαμπρὸν, δόξης κατα γελᾷν, τῶν τοῦ πλούτου ῥευμάτων ὑπερορᾷν, ὥραν σώματος ὡς ἄνθος ὁρᾷν μαραινόμενον, μὴ ἀλγεῖν πενομένους, μὴ ἀνιᾶσθαι νοσοῦντας, χαίρειν ἀδικουμένους, λεηλατουμένους εὐφραίνεσθαι, φέρειν καρτερικῶς τὰ δεινὰ, ὑπερεύχεσθαι τῶν ἀντιδικούντων, εὐλογεῖν τοὺς καταρωμένους, καὶ πᾶσαν

ἁπαξαπλῶς φιλοσοφίαν μεταδιώκειν. Ταῦτα ἐδίδαξεν ἡ χάρις τοῦ Πνεύματος, ταῦτα γῆν [ξοδ. δὲ προ γῆν] καὶ θάλατταν ἐξεπαίδευσεν, ταῦτα καὶ βάρβαροι μετὰ τὴν τοῦ Σωτῆρος αὐτῶν φιλοσοφοῦσιν ἐπιδημίαν, ταῦτα ἠπειρῶται, ταῦτα οἱ στρατιῶται, ταῦτα οἱ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκοῦντες. ΛΔʹ. Προτροπὴ εὐχαριστίας, καὶ ἀποτροπὴ περιουσίας. Ἀνυμνήσωμεν τοίνυν τὸν τῶν ἀμυθήτων ἀγαθῶν χορηγὸν, τὸν ἐκ τῆς ἐσχάτης ἀλογίας εἰς τὴν προτέραν ἡμᾶς φύσιν ἐπαναγαγόντα, τὸν δι' ἡμᾶς πτωχεύσαντα, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· καὶ σὺν αὐτῷ τὸν γνήσιον αὐτοῦ Πατέρα, ὃς οὕτως ἠγάπησε τὸν κόσμον, ὡς δοῦναι τὸν μονογενῆ αὐτοῦ Υἱὸν ὑπὲρ αὐτοῦ, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον· καὶ σὺν Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ βαπτιζόμενοι τὸν τῆς δωρεᾶς ἀῤῥαβῶνα λαμβάνομεν· δι' οὗ τὰς ψυχὰς φωτιζόμεθα, δι' οὗ τὴν οἰκονομίαν διδασκόμεθα, δι' οὗ τὴν θεολογίαν παιδευόμεθα, δι' οὗ τῆς ἀλογίας ἀπαλλαττόμεθα, δι' οὗ τῆς πλάνης ἠλευθερώθημεν, καὶ τὴν ἀλήθειαν ἔγνωμεν. Καὶ παυσώμεθα τὴν φύσιν πολυπραγμονοῦντες τοῦ ἀγεννήτου, εἰ καὶ αὐτὸς ἀγαθὸς καὶ δίκαιος, καὶ εἰ οἷόν τε εἶναί τινα μὴ γεννηθέντα ἢ γενόμενον· παυσώμεθα τὴν γέννησιν περιεργάζεσθαι τοῦ Μονογενοῦς, καὶ τὸν τρόπον ἐπιζητοῦντες, καὶ ἀγεννήτῳ καὶ γεννητῷ διαιτῶντες, καὶ μετροῦντες τὰ ἀμέτρητα· παυσώμεθα κακῶς ἀνιχνεύοντες τὴν τοῦ Πνεύματος πρόοδον, καὶ ζητοῦντες μαθεῖν ἃ μόνῳ Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι γνώριμα· ἐμμείνωμεν οἷς ἐλάβομεν ὅροις· μὴ ὅρια μετενέγκωμεν ἃ ἔθεντο οἱ Πατέρες ἡμῶν· ἀρκεσθῶμεν τῇ δοθείσῃ διδασκαλίᾳ παρὰ τοῦ Πνεύματος. Μὴ βουληθῶμεν ὑπερβῆναι Παύλου τὴν γνῶσιν, ὃς ἐκ μέρους ἔφη γινώσκειν, καὶ ἐκ μέρους προφητεύειν, καὶ ἐν ἐσόπτρῳ βλέπειν καὶ ἐν αἰνίγματι τὴν ἀλήθειαν· ἀναμείνωμεν τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Τότε τὰ τέλεια μαθησόμεθα, ὅτε δι' ἀλαζονείας οὐ βλαβησόμεθα, ὅτε δι' ὑπερηφανίας οὐ πεσούμεθα, ὅτε ἐν ἀπαθείᾳ βιωσόμεθα. Οὐκοῦν ἐν τῷ παρόντι ταῖς τῶν πατέρων διδασκαλίαις ἐμμείνωμεν, ἵνα μὴ μείζω ζητοῦντες, καὶ τῶν ἐλαττόνων ἐκπέσωμεν· ὃ πέπον θεν ὁ προπάτωρ Ἀδάμ· καὶ γὰρ ἐκεῖνος ἐπιθυμήσας γενέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσε. ΛΕʹ. Ὅτι χρὴ Θεοτόκον καὶ ἀνθρωποτόκον λέ-γειν. Τοίνυν περὶ τὴν θεολογίαν μηδεὶς ἀπιστίαν νοσείτω, μηδεὶς περὶ τὴν οἰκονομίαν χωλευέτω, ἀλλὰ τὸν ἐκ Παρθένου γεννηθέντα Χριστὸν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον ὁμολογείτω καθ' ἑκάτερον· διὰ τοῦτο γὰρ καὶ Θεοτόκος καὶ ἀνθρωποτόκος ἡ ἁγία Παρθένος ὑπὸ τῶν τῆς εὐσεβείας διδασκάλων προσαγορεύεται· τοῦτο μὲν ὡς φύσει τὸν [δούλῳ] ἐοικότα γεννήσασα· ἐκεῖνο δὲ, ὡς τῆς τοῦ δούλου μορφῆς, καὶ Θεοῦ τὴν μορφὴν ἡνωμένην ἐχούσης οὕτω διὰ θεολογίας καὶ οἰκονομίας τὸν τὸ μυστήριον ἡμῖν τὸ ἀποκεκρυμμένον γνωρίσαντα ἀνυμνήσωμεν, καὶ διὰ τῆς τοῦ βίου καθαρότητος ναοὺς ἑαυτοὺς τῷ Θεῷ κατασκευάσαντες, ἔνοικον αὐτὸν λάβωμεν· καὶ ταῖς ἀκτῖσιν αὐτοῦ φωτιζόμενοι, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Page scan enlarged

Notebook

Full View