PG 76Cyril of Alexandria
Explanation of the Twelve Chapters
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Explanation of the XII ChaptersExplicatio XII Capitum

col. 295–296page 1 of 98
PG 76:295ἀναγκαῖον καὶ ἡμᾶς αὐτοὺς τοῖς παρ' ἐκείνων ἀντ αποδύεσθαι 4 λόγοις, ἀναθεματίσαι τε αὐτῶν τὰ μικρὰ καὶ βέβηλα δόγματα, μεμνημένους Θεοῦ λέγοντος διὰ φωνῆς προφήτου· «Ἱερεῖς, ἀκούσατε, καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰσραήλ, λέγει Κύριος παντοκράτωρ.» Καὶ πάλιν· «Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε.» Δεῖ γὰρ ἡμᾶς τῶν τῆς ἀληθείας ὑπεραθλούντας δογμά των ἐκ μέσου ποιεῖσθαι τὰ σκάνδαλα, ὡς ἂν κατ' οὐδένα τρόπον αὐτοῖς προσπταίοντες οἱ λαοὶ, διὰ λείας ὥσπερ ἔρχοιντο • τρίβου πρὸς τὰς ἱερὰς καὶ θείας αὐλὰς, μονονουχὶ καὶ ἐφ' ἑκάστῃ λέγοντες «Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.» Νεστορίου τοίνυν ξένων τε καὶ ἀνοσίων δυσ φημιῶν ὄχλον τοῖς ἰδίοις ἐνθέντος βιβλίοις, ἀναγ καίως τῆς τῶν ἐντευξομένων αὐτοῖς σωτηρίας φρον τίζοντες, συντεθείκαμεν ἀναθεματισμούς, οὐ τὸ εἰς νοῦν ἧκον ἁπλῶς ἐνθέντες τῇ γραφείσῃ πρὸς αὐτὸν παραινετικῇ ἐπιστολῇ, ἀλλ' ὡς ἔφημεν ἀρτίως, ξένα καὶ ἀλλότρια τῶν τῆς εὐσεβείας δογμάτων ἀποφαίνοντες τῆς ἐκείνου φρενοβλαβείας τὰ γεννήματα 1. Ἐπασχάλλουσι δὲ τάχα πού τινες τοῖς παρ᾿ ἡμῶν λόγοις, ή μή συνιόντες ἀληθῶς τῶν γεγραμμένων τὴν δύναμιν, ἢ τῆς Νεστορίου μιαρας αἱρέσεως ὑπασπισταί γεγονότες, καὶ μεριζόμενοι τὴν ἀσές βειαν, καὶ τὰ αὐτὰ φρονοῦντες ἐκείνῳ. Λανθάνει μὲν οὖν οὐδέ τινα τῶν 5 τὰ ὀρθὰ φρονεῖν ειωθότων τὸ ἀληθές. Ἐπειδὴ δὲ εἰκὸς, ταῖς παρ' ἐκείνων εὑρεσιλογίαις παρενηνεγμένους 5 μὴ συνιέναι τινάς, πῶς καὶ τίνα τρόπον γεγόνασι, δεῖν ᾠήθην ἕκαστον τῶν ἀναθεματισμῶν ἑρμηνεῦσαι διὰ βραχέων, καὶ τὴν δύναμιν αὐτῶν ὡς ἔνι καλῶς, ἀφηγήσασθαι· ἔσται γὰρ, ως γε οἶμαι, τὸ χρῆμα τοῖς ἐντυγχάνουσιν οὐκ ἀσυντελὲς εἰς ὄνησιν ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Α'. Εἴ τις οὐχὶ ἡ ὁμολογεῖ, Θεὸν εἶναι κατὰ ἀλήθειαν τον Εμμανουήλ, καὶ διὰ τοῦτο Θεοτόκον τὴν ἁγίαν Παρθένον· γεγέννηκε γὰρ σαρκικῶς σάρκα γεγονότα τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον· ἀνάθεμα έστω. Ἐπίλυσις σ'. Οι μακάριοι Πατέρες, οἱ κατὰ καιροὺς ἐν τῇ Νικαέων πόλει συναγηγερμένοι, καὶ τὸν τῆς ὀρθῆς καὶ ἀδιαβλήτου πίστεως ὅρον ἐκθέμενοι, πιστεύειν έφασαν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, πάνω των ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν αὐτοῦ· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον· αὐτὸν λέγοντες τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον, τὸν δι' οὗ τὰ πάντα ἐγένετο, τὸ φῶς τὸ ἐκ φωτός, τὸν ἐκ Θεοῦ ἀληθινοῦ Θεὸν ἀληθινὸν, σαρ κωθῆναί τε καὶ ἐνανθρωπήσαι, παθεῖν τε καὶ ἀνα στῆναι. Θεὸς γὰρ ἂν κατὰ φύσιν ὁ μονογενὴς τοῦ Πατρός Λόγος, σπέρματος ᾽Αβραὰμ ἐπελάβετο, καθά φησιν ὁ μακάριος Παῦλος, καὶ παραπλησίως ἡμῖν ἀνταποδίσασθαι. • ἔχοιντο. ' ἐγκλήματα. σ οὐδένα των. Η παρενηνεγμένα. Η ούχο
col. 297–298page 2 of 98
PG 76:297μετέσχεν αἵματος, καὶ σαρκός· γεγέννηται γὰρ κατὰ σάρκα ἐκ τῆς ἁγίας Παρθένου, καὶ ἄνθρωπος γέ γονε 1 καθ' ἡμᾶς, οὐκ ἀπολισθήσας τοῦ εἶναι Θεός μὴ γένοιτο· ἀλλ' ὢν ὅπερ ἦν, καὶ μεμενηκὼς ἐν τῇ τῆς θεότητος φύσει τε καὶ δόξῃ. Φαμὲν οὖν αὐτὸν ἄνθρωπον γεγενήσθαι, οὐ τροπὴν ὑπομείναντα τὴν εἰς ὅπερ οὐκ ἦν, οὐκ ἀλλοίωσιν· ἀεὶ γάρ ἐστιν ὁ αὐτὸς, καὶ τροπῆς ἀποσκίασμα παθεῖν οὐκ ἀνέχεται. Αλλ' οὐδὲ φυρμόν, ἢ ἀναχυσιν, ἢ σύγκρασιν τῆς οὐσίας αὐτοῦ πρὸς τὴν σάρκα γεγενῆσθαι διοριζόμεθα· φαμὲν δὲ κ σαρκὶ ψυχὴν ἐχούσῃ τὴν λογικήν ἡνῶσθαι τὸν Λόγον ὑπὲρ νοῦν τε καὶ ἀποῤῥήτως, καὶ ὡς μόνος οἶδεν αὐτός. Οὐκοῦν μεμένηκε Θεὸς καὶ ἐν προσλήψει σαρκός· καὶ ἔστιν εἷς Υἱὸς τοῦ Θεοῦ, καὶ Πατρὸς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ὁ αὐτ τὸς καὶ πρὸ παντὸς αἰῶνος, καὶ χρόνου, καθὸ νοεῖται Λόγος, καὶ χαρακτήρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἐν ἐσχάτοις καιροῖς οἰκονομικῶς ἄνθρωπος δι' ἡμᾶς γεγονώς. Ἐπειδὴ δὲ ἀναιροῦσί τινες τὴν κατὰ σάρκα γέννησιν αὐτοῦ, τὴν ἐκ τῆς ἁγίας Παρθένου γεγε νημένην ἐπὶ σωτηρίᾳ τῶν ὅλων, οὐκ εἰς ἀρχὴν τοῦ εἶναι καλοῦσαν αὐτὸν, ἀλλ᾽ ἵνα ἡμᾶς ἀπαλλάξη θα νάτου, καὶ φθορᾶς, γεγονώς καθ' ἡμᾶς. ταύτης Ένεκα τῆς αἰτίας ὁ πρῶτος ἡμῖν ἀναθεματισμός και τακέκραγε μὲν τῆς ἐκείνων κακοπιστίας, τὸ δὲ ὀρο θῶς ἔχον ὁμολογεῖ, Θεὸν εἶναι λέγων κατὰ ἀλήθειαν τὸν Ἐμμανουήλ· καὶ διὰ τοῦτο Θεοτόκον τὴν ἁγίαν Παρθένον. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Β'. Εἴ τις οὐχ ὁμολογεῖ σαρκὶ καθ᾽ ὑπόστασιν ἡνῶσθαι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ίνα τε εἶναι Χριστὸν μετὰ τῆς ἰδίας σαρκὸς, τὸν αὐτὸν δηλονότι Θεόν τε ὁμοῦ, καὶ ἄνθρωπον· ἀνάθεμα έστω. Επίλυσις β'. Ο θεσπέσιος γράφει Παῦλος, ὁ τῶν θείων μυσ στηρίων ἱερουργός·. Ομολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐν σαρκὶ ἐφανερώθη· ἐδικαιώθη ἐν πνεύματι· ὤφθη ἀγγέλοις ἐκηρύχθη ἔθνεσιν· ἐπιστεύθη ἐν κόσμῳ· ἀνελήφθη ἐν δόξῃ.» Τί οὖν ἐστι τὸ, «Ἐφανερώθη ἐν σαρκί;» τουτέστι, Γέγονε σὰρξ ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐ κατά μετάστασιν, ἢ τροπήν, τῆς ἑαυτοῦ φύσεως εἰς σάρκα μεταπεποιημένης, ὡς ἤδη προείπομεν, ἰδίαν δὲ μᾶλλον ποιησάμενος σάρκα τὴν ἐκ τῆς ἁγίας Παρθένου, εἷς καὶ ὁ αὐτὸς χρηματίζων Υἱός· πρὸ μὲν τῆς ἐνανθρωπήσεως ὡς ἄσαρκος ἔτι Λόγος, μετὰ δὲ τὴν ἐνανθρώπησιν ἔτι ὁ αὐτὸς ἐν σώματι 1. ταύτῃτοι φαμεν τὸν αὐτὸν ὑπάρχειν Θεόν τε ὁμοῦ καὶ ἄνε θρωπον, οὐ διιστάντες εἰς ἄνθρωπον ἰδικῶς τε καὶ ἀναμέρος κείμενον τὴν ἐπ' αὐτῷ θεωρίαν, καὶ εἰς Θεὸν Λόγον ἰδικῶς· ἵνα μὴ δύο νοῶμεν υἱοὺς, ἀλλ᾽ 1 πέφηνε, * γάρ. 1 ὁ αὐτὸς ἐντώματος,
col. 299–300page 3 of 98
PG 76:299καὶ Υἱὸν, καὶ Κύριον. Τοὺς δὲ μὴ οὕτως ἔχειν ὑπει ληφότας, ήγουν πιστεύειν ἐθέλοντας, διορίζοντας δὲ εἰς υἱοὺς δύο τὸν ἕνα, καὶ διιστάντας ἀπ' ἀλλήλων τὰ ἡνωμένα κατὰ ἀλήθειαν, φάσκοντας δὲ κατὰ μόνην τὴν ἀξίαν, ἤτοι αὐθεντίαν, ἀνθρώπου γενέσθαι συν άφειαν πρὸς Θεὸν, τῆς ὀρθῆς, καὶ ἀμωμήτου πίστεως ἀλλοτρίους εἶναι φαμεν. Ὥστε κἂν ἀπόστολος όνο μάζηται, κἂν κεχρῖσθαι λέγηται, καὶ εἰς Υἱὸν ὡρί σθαι Θεοῦ, οὐκ αἰσχυνόμεθα τὴν οἰκονομίαν. Αὐτὸν δέ φαμεν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ὅτε καθ' ἡμᾶς γέγονεν ἄνθρωπος, ὠνομάσθαι δὴ τότε καὶ ἀπόστολον, καὶ κεχρῖσθαι δὲ μεθ᾿ ἡμῶν κατὰ τὸ ἀνθρώπινον. Ο γὰρ γεγονώς καθ᾿ ἡμᾶς, εἰ καὶ μεμένηκεν ὅπερ ἦν, οὐ παραιτείται τὰ ἡμῶν. Προσίεται δὲ μᾶλλον ὁμοῦ τοῖς τῆς ἀνθρωπότητος μέτροις τὰ ἀν θρώπινα διὰ τὴν οἰκονομίαν, οὐδὲν ἐντεῦθεν εἰς οἰ κείαν ἀδικούμενος δόξαν, ή φύσιν· ἔστι γὰρ ἔτι καὶ οὕτω Θεὸς, καὶ τῶν ὅλων Κύριος. ένα καὶ τὸν αὐτὸν ὁμολογοῦντες τὸν αὐτὸν Χριστὸν, ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Γ'. Εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν, μόνῃ συνάπτων αὐτὰς συναφείᾳ τῇ κατὰ τὴν ἀξίαν, ήγουν αὐθεντίαν, ἢ δυναστείαν, καὶ οὐχὶ δὴ μᾶλλον σύνοδον τὴν = καθ' ἔνωσιν φυσικήν ἀνάθεμα έστω. Ἐπίλυσις γ'. Ο Τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενούς που λυπραγμονοῦντες τὸ μυστήριον, παραδόξως τε καὶ ἀποῤῥήτως γνῶσθαί φαμεν ἁγίῳ σώματι ψυχήν ἔχοντι λογικὴν, τὸν ἐκ Θεοῦ Πατρὸς λόγον· ἕνα τε καὶ οὕτω νοοῦμεν Υἱόν, καθάπερ αμέλει καὶ ἐφ' ἡμῶν αὐτῶν ἔξεστιν ἰδεῖν, ἑτεροφυᾷ μὲν τῷ σώματι τὴν ψυχὴν, πλὴν εἰς ἐν ἄμφω ζῶον συντεθειμένα. Αλλ' οὐχ οὕτω ταῦτ᾽ ἔχειν ὑπονοοῦσί τινες. Αν θρωπον δὲ διιστάντες ἡμῖν ἀνὰ μέρος καὶ ἰδικῶς συνήφθαί φασιν αὐτὸν τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ κατά μόνην τὴν ἀξίαν, ήγουν τὴν αὐθεντίαν οὐ καθ᾿ ἕνωσιν φυσικήν, τουτέστιν ἀληθῆ, καὶ καθά περ ἡμεῖς πιστεύομεν. Οὕτω γάρ τού φησι καὶ ἡ θεία Γραφή - «Καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί, ο τὸ φύσει, ἀντὶ τοῦ, ἀληθῶς, λαμβάνουσα. Οἱ διαιροῦντες τοίνυν τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν, καὶ ἀνὰ μέρος τιθέντες ἑκατέραν, τους ἐστιν ἄνθρωπον καὶ Θεὸν, καὶ ἐπινοοῦντες συν άφειαν αὐτοῖς τὴν κατά γε μόνην τὴν ἀξίαν, δύο που πάντως ἱστῶσιν υἱούς· καίτοι τῆς θεοπνεύστου Γραφῆς ἕνα λεγούσης Υἱόν, καὶ Κύριον. "Ωστε μετά τὴν ἄῤῥητον ἔνωσιν, κἂν Θεὸν ὀνομάσῃς τὸν Ἐμ μανουήλ, σαρκωθέντα τε καὶ ἐνανθρωπήσαντα μεν ἡμεῖς τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον· κἂν ἄνθρωπον εἴπῃς, οὐδὲν ἧττον ἐκεῖνον αὐτὸν, ἐν τοῖς τῆς ἀν τα συνοδῳ τῇ. Η φυσική
col. 301–302page 4 of 98
PG 76:301θρωπότητος μέτροις καθηγμένον οἰκονομικῶς ἐπι γινώσκομεν. Γεγονέναι δέ φαμεν αὐτὸν ὁ ἁπτὸν τὸν ἀναφῇ· ὁρατὸν τὸν ἀόρατον. Οὐ γὰρ ἦν ἀλλότριον αὐτοῦ τὸ ἑνωθὲν αὐτῷ σῶμα, ὁ καὶ ἁπτὸν εἶναί φαμεν, καὶ ὁρατόν. Τοὺς δὲ μὴ οὕτω πιστεύοντας, διιστῶντας δὲ, ὡς ἔφην, τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν, καὶ ψιλήν αὐταῖς συνάφειαν ἐπινοοῦντας κατὰ μόνην τὴν ἀξίαν, ήγουν αὐθεντίαν, ἀλλοτριοί τῶν ὀρθὰ φρονούντων ὁ προκείμενος ἀναθεματισμὸς. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Δ'. Εἰ τις προσώποις δυσὶν, ήγουν ὑποστάσεσι, τάς τε ἐν τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς Συγγράμμασι διανέμει φωνάς, ἢ ἐπὶ Χριστῷ παρὰ τῶν ἁγίων λεγο μένας, ἢ παρ' αὐτοῦ περὶ ἑαυτοῦ· καὶ τὰς μὲν ὡς ἀνθρώπῳ παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἰδικῶς νοουμένῳ προσάπτει, τὰς δὲ ὡς θεοπρεπεῖς μόνῳ τῷ ἐκ Θεοῦ Πατρὸς Λόγῳ· ἀνάθεμα έστω. Ἐπίλυσις δ'. Εν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς ὑπο ἄρχων ὁ ἐξ αὐτοῦ Λόγος, οὐχ άρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, καθώς γέγραπται· καθῆκε δὲ μᾶλλον ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ καταπεφοίτηκεν ἐθελοντὴς ἐν τοῖς καθ᾿ ἡμᾶς, οὐ μεθεὶς τὸ εἶναι ὅπερ ἐστὶ, μεμενηκὼς δὲ μᾶλλον καὶ οὕτω Θεὸς, καὶ τὸ τῆς ἀνθρωπότητος οὐκ ἀτιμάσας μέτρον. Πάντα τοί νυν αὐτοῦ τὰ θεοπρεπῆ καὶ ἀνθρώπινα. Ποῦ γὰρ ὅτι κεκένωχεν ἑαυτὸν, εἰ τοῖς τῆς ἀνθρωπότητος μέσ τροις ἐπερυθριᾷς; Καὶ εἰ παρῃτεῖτοι τὰ ἀνθρώπινα, τίς ὁ καταθήσας • αὐτὸν ὡς ἐξ ἀνάγκης καὶ βίας εἰς τὸ γενέσθαι καθ' ἡμᾶς; Πάσας τοίνυν τὰς ἐν τοῖς Εὐαγγελίοις φωνας, τάς τε άνθρωπίνας, καὶ μὴν καὶ τὰς θεοπρεπεῖς, ἐνὶ προσώπω προσάπτομεν. Ἐπειδὴ καὶ ἕνα πιστεύομεν Υἱὸν εἶναι Χριστὸν Ἰη σοῦν, τουτέστιν ἐνανθρωπήσαντά τε καὶ σεσαρκωμένον τὸν τοῦ Θεοῦ Λόγον. Ὥστε κἂν λέγῃ τι τῶν ἀν θρωπίνων, τοῖς τῆς ἀνθρωπότητος αὐτοῦ μέτροις καταλογιούμεθα τὰ ἀνθρώπινα· αὐτοῦ γὰρ πάλιν καὶ τὸ ἀνθρώπινον· κἂν ὡς Θεὸς διαλέγηται, Θεὸν εἶναι πιστεύοντες τὸν ἐνανθρωπήσαντα, πάλιν ὡς ἐνὶ Χρι στῷ καὶ Υἱῷ τὰς ὑπὲρ ἀνθρώπου φύσιν προσνεμοῦμεν φωνάς. Οἱ δὲ διιστάντες εἰς δύο πρόσωπα, δύο που πάντως ἐπινοοῦσιν υἱούς. Ωσπερ γὰρ τὸν καθ' ἡμᾶς ἄνθρωπον οὐκ εἰς δύο πρόσωπα διαιρεῖσθαι θέμις, κἂν ἐκ ψυχῆς νοοῖτο καὶ σώματος, ἀλλ' εἷς ἐστι, καὶ ὁ αὐτὸς ἄνθρωπος, οὕτω καὶ ἐπὶ τοῦ Ἐμμανουήλ. Ἐπειδὴ γὰρ ἐστιν εἷς Υἱὸς καὶ Κύριος, ὁ σεσαρχω μένος καὶ ἐνανθρωπήσας τοῦ Θεοῦ Λόγος, ἓν αὐτοῦ πάντως ἐστὶ καὶ πρόσωπον· καὶ αὐτῷ προσνεμοῦμεν καθηγμένον οἰκονομικῶς ἐπιγινώσκομεν γεγονέναι, φαμὲν τοίνυν αὐτόν. ἡ φρονεῖν ειωθότων. ἡ ἐπε ηρυθρία. * παραιτεῖτο * κατωθήτες, καταδήσας.
col. 303–304page 5 of 98
PG 76:303τά τε ἀνθρώπινα διὰ τὴν οἰκονομίαν τὴν μετὰ σαρ κὸς, καὶ μὴν καὶ τὰ θεῖα διὰ τὴν ἐκ Θεοῦ Πατρὸς ἀπόῤῥητον γέννησιν. Οἱ δὲ διιστῶντες, καὶ ἀπομερί ζοντες εἰς ἄνθρωπον ἰδικῶς, ὡς ἕτερον ὄντα Υἱόν παρὰ τὸν ἐκ Θεοῦ Λόγον, καὶ εἰς Θεὸν ἰδικῶς, ὡς ἕτερον ὄντα υἱόν, δύο λέγοντες υἱοὺς, ὑποφέρονται δικαίως τῇ δυνάμει τοῦ προκειμένου ἀναθεματισμοῦ. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Ε'. Εἴ τις τολμᾷ λέγειν θεοφόρον ἄνθρωπον τὸν Χρι στὸν, καὶ οὐχὶ δὴ μᾶλλον Θεὸν εἶναι κατὰ ἀλήθειαν, καὶ Υἱὸν ἕνα, καὶ φύσει, καθό γέγονε σὰρξ ὁ Λόγος, καὶ κεκοινώνηκε παραπλησίως ἡμῖν αἵματος, καὶ σαρκός· ἀνάθεμα έστω. Ἐπίλυσις ε. Σάρκα γενέσθαι φησίν ὁ θεσπέσιος εὐαγγελιστής Ιωάννης τὸν τοῦ Θεοῦ Λόγον, οὐ κατὰ μετάστασιν, Η τροπὴν τῆς ἰδίας φύσεως εἰς σάρκα μεταπεποιη μένον, καθάπερ ἤδη προείπομεν· ἔχει γὰρ τὸ ἀναλ λοίωτον ὡς Θεός· ἀλλ' ὅτι κεκοινώνηκεν ἡμῖν παρα πλησίως αἵματος, καὶ σαρκὸς, καὶ γέγονεν ἄνθρωπος· ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ σάρκα τὸν ἄν θρωπον ὀνομάζειν· γέγραπται γάρ, «ὅτι ψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. Ἀλλ' οἱ τῶν ἀνοσίων δογμάτων εὑρεται, Νεστόριος τε καὶ οἱ σὺν αὐτῷ, ἤτοι τὰ αὐτὰ φρονοῦντες ἐκείνῳ, ὑποκρίνονται μὲν ὁμολογεῖν τὴν τοῦ σεσαρκώσθαι φωνήν. Οὐ μὴν ὅτε ' καὶ σαρκωθῆναί φασι κατὰ ἀλήθειαν τὸν τοῦ Θεοῦ λόγον· τουτέστιν ἄνθρωπον γενέσθαι " καθ' ἡμᾶς, μετὰ τοῦ μεἶναι ὁ ἦν. Ἀλλὰ γὰρ ὡς εἰς ἄν θρωπον, τῶν ἁγίων ἕνα, τὸν ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένον κατοικήσαι διισχυρίζονται τὸν μονο γενῆ τοῦ Θεοῦ Λόγον· ἵνα μηκέτι Χριστὸς εἰς όμο λογῆται καὶ Υἱὸς, καὶ Κύριος, καὶ προσκυνητός ἀλλ' ὡς ἄνθρωπος ἰδικῶς, καὶ καταμόνας νοούμενος, μόνῃ συναφείᾳ τῇ κατὰ τὴν ἑνότητα τῆς ἀξίας τετι μημένος, συμπροσκυνῆται, καὶ συνδοξάζηται. Κατοικεῖ γὰρ ἐν ἡμῖν ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ ἁγίου Πνεύ ματος. Καὶ γοῦν πάλαι = μὲν ἔφασκε δι᾿ ἑνὸς τῶν ἁγίων προφητῶν· ε Οτι ἐνοικήσω ἐν αὐτοῖς, καὶ εμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.» Γράφει δὲ καὶ ὁ μακάριος Παῦ λος· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Εφη δὲ καὶ αὐτὸς ὁ Χρι στὸς περὶ τῶν ἁγίων αὐτοῦ προφητῶν, ἤτοι τῶν προγεγονότων ἁγίων· «Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὔς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, ἂν ὁ Πατήρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ Θεοῦ εἰμι· ν· ἀλλ' οὐχ ὥσπερ ἐν ἡμῖν οἰκεῖ Θεὸς, οὕτω καὶ ἐν Χριστῷ Θεὸς γὰρ φύσει ἦν, πεφηνώς καθ' ἡμᾶς, εἰς τε καὶ μένος Υἱὸς, καὶ ὅτε γέγονε σάρξ. Οἱ τοίνυν τολμῶντες λέγειν θεοφόρον ἄνθρωπον ὑπάρχειν αὐτὸν, καὶ οὐχὶ δὴ μᾶλλον ἐνανθρωπήσαντα Θεὸν, ὑποπίπτουσιν ἀναγκαίως τῷ προκειμένῳ ἀναθεματισμῷ. ὅτι, ή, ἔτι. η γεγονέναι. ν μὲν γάρ. = πάλιν.
col. 305–306page 6 of 98
PG 76:305ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Γ'. Εἴ τις Θεὸν ἢ Δεσπότην εἶναι λέγει τοῦ Χριστοῦ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ οὐχὶ δὴ μᾶλλον τὸν αὐτὸν ὁμολογεῖ ὁμοῦ τε Θεὸν καὶ ἄνθρωπον, ὡς γεγονότος σαρκὸς τοῦ Λόγου κατὰ τὰς Γραφάς· ἀνά θεμα έστω. Επίλυσις ς'. Ο Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ εἷς τε καὶ μόνος, καὶ κατὰ ἀλήθειαν Υἱὸς ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς, γέγονε σὰρξ ὁ Λόγος· καὶ συγκατάρχει τῶν ὅλων ὁμοῦ τῷ ἰδίῳ Γεννήτορι· «κάμπτει τε αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ ἐξομολογεῖται πόσα γλῶσσα ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Εστι τοίνυν ὁ αὐτὸς μὲν τῶν ὅλων Κύριος, καθὸ νοεῖται, καὶ Εστι Θεὸς, εἰ καὶ μὴ δίχα σαρκὸς μετὰ τὴν ἐνανθρώπησιν. Αὐτὸς δὲ ἑαυτοῦ οὔτε Θεὸς, οὔτε Δεσπότης καὶ γάρ ἐστι τῶν ἀτοπωτάτων, μᾶλλον δὲ δυσσεβείας ἁπάσης ἐπίμεστον ἀληθῶς, τὸ οὕτω φρονεῖν ἢ λέ γειν· εἰκότως οὖν ἐπ' αὐτῷ δὴ τούτῳ γέγονεν ὁ προ κείμενος ἀναθεματισμός. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Ζ'. Εἰ τίς φησιν ὡς ἄνθρωπον ἐνηργῆσθαι ὑπὸ τοῦ Θεοῦ Λόγου τὸν Ἰησοῦν, καὶ τὴν τοῦ Μονογενούς εὐδοξίαν περιῆφθαι ὡς ἑτέρῳ παρ' αὐτὸν ὑπάρχοντι, ἀνάθεμα έστω. Επίλυσις ζ. Ὅτε τὴν κατὰ σάρκα γέννησιν τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ μονογενούς εὐηγγελίζετο τῇ ἁγίᾳ Παρθένῳ ὁ μακάριος Γαβριήλ - «Τέξῃ, φησίν, υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. • Ονόμασται δὲ καὶ Χριστὸς, διὰ τὸ κεχρῖσθαι μεθ' ἡμῶν ἀνθρωπίνως, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν· ο Ηγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλεον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Καίτοι γὰρ ὑπάρχων αὐτὸς τοῦ ἁγίου Πνεύματος χορηγός, καὶ οὐκ ἐκ μέτρου διδοὺς τοῖς ἀξίοις αὐτό· πλήρης γάρ ἐστι, ο καὶ ἐκ τοῦ πλη ρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν,» κατὰ τὸ γεγραμμένον· οἰκονομικῶς ὡς ἄνθρωπος κεχρῖσθαι λέγεται, νοητῶς, καὶ οὐκ ἀνθρωπίνως καταπτάντος ἐπ' αὐτὸν τοῦ ἁγίου Πνεύματος, ἵνα καὶ ἐν ἡμῖν καταμείνῃ, καίτοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν ἀποφοιτῆσαν ἐν ἀρχαῖς. Αὐτὸς οὖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος σάρξ γενόμενος, κέκληται Χριστός· καὶ τὴν Θεῷ πρέπουσαν δύναμιν ἰδίαν ἔχων, εἰργάζετο παράδοξα. Οι τοίνυν λέγοντες τῇ Χριστοῦ δυναστεία τὴν τοῦ Μονογενοῦς εὐδοξίαν περιῆφθαι, ὡς ἔντος ἑτέρου τοῦ Μονογενούς παρὰ τὸν Χριστὸν, δύο φρο τοῦσιν υἱούς· καὶ τὸν μὲν ἐνεργοῦντα, τὸν δὲ ἐνερ γούμενον ὡς ἄνθρωπον ἕνα τῶν καθ᾿ ἡμᾶς· ταύτῃ Η συνάρχει.
col. 307–308page 7 of 98
PG 76:307τοι καὶ ὑποφέρονται τῇ δυνάμει τοῦ ἀναθεματισμοῦ. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Η'. Εἴ τις τολμᾷ λέγειν τὸν ἀναληφθέντα ἄνθρωπον συμπροσκυνεῖσθαι δεῖν τῷ Θεῷ λόγῳ, καὶ συνδοξάζεσθαι, καὶ συγχρηματίζειν Θεόν, ὡς ἕτερον ἑτέρῳ τὸ γὰρ, Σύν, ἀεὶ προστιθέμενον τοῦτο νοεῖν ἀναγκάσει· καὶ οὐχὶ δὴ μᾶλλον μια προσκυνήσει τιμᾷ τὸν Ἐμμανουὴλ, καὶ μίαν αὐτῷ τὴν ὁμολογίαν συν άπτει ", καθὸ γέγονε σὰρξ ὁ Λόγος· ἀνάθεμα έστω. Επίλυσις η'. Εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, καὶ εἰς ἕνα Υἱὸν, καὶ μὴν καὶ εἰς ἐν Πνεῦμα ἅγιον βεβαπτίσμεθα· εἶτά φησιν ὁ μακάριος Παῦλος, Οὐκ οίδατε, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, (εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος αὐτοῦ εἰς τὸν θάνα τον ἵνα ὥσπερ ηγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.» Πεπιστεύκαμεν τοίνυν, καὶ βεβαπτίσμεθα εἰς ἕνα, καθάπερ ἔφην, Υἱὸν τὸν Κύριονἡμῶν Ἰησοῦν Χριστόν, τουτέστι, σεσαρκωμένον τε καὶ ἐνανθρωπήσαντα τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ένα τε ὄντα Θεὸν ὁ προσκυνεῖν δεδιδάγμεθα, και μεθ' ἡμῶν αἱ ἄνω δυνάμεις γέγραπται γάρ·. Οταν δε προσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέ "., γει· Καὶ προσκυνησάτωσαν αὐτὸν ὁ πάντες ἄγγελοι Θεοῦ.» Γέγονε δὲ πρωτότοκος ὁ Μονογενής, ὅτι καὶ ο ἄνθρωπος πέφηνε καθ' ἡμᾶς· τότε γὰρ καὶ ἀδελφὸς κεχρημάτικε τῶν ἀγαπώντων αὐτόν. Εἴ τις τοίνυν συμπροσκυνεῖσθαί φησιν ὡς ἄνθρωπον ἰδικῶς ἑτέρῳ δ παρ' αὐτὸν ὑπάρχοντι τῷ ἐκ Θεοῦ Πατρὸς Λόγῳ, καὶ οὐχὶ καθ' ἔνωσιν ἀληθῆ συνενεγκών εἰς ἕνα Χριστὸν, καὶ Υἱὸν, καὶ Κύριον, μια προσ κυνήσει τιμᾷ, ὑποφέρεται δικαίως τῇ δυνάμει τοῦ ἀναθεματισμοῦ. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Θ. καὶ ἐνήργησε τὰς θεοσημίας· ἀνάθεμα ἔστω. Εἴ τις φησί, τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν δο ξάζεσθαι ἡ παρὰ τοῦ Πνεύματος, ὡς ἀλλοτρία δυνά μει τῇ ἰδίᾳ αὐτοῦ χρώμενον, καὶ παρ' αὐτοῦ λαβόντα τὸ ἐνεργεῖν δύνασθαι κατὰ πνευμάτων ἀκαθάρτων, καὶ τὸ πληροῦν εἰς ἀνθρώπους τὰς θεοσημίας, καὶ οὐχὶ δὴ μᾶλλον ἴδιον αὐτοῦ τὸ Πνεῦμά φησι, δι' οτι συσχηματίζειν. Επίλυσις θ'. *Ανθρωπος γεγονώς ὁ μονογενής τοῦ Θεοῦ λόγος, ἀπομεμένηκε καὶ οὕτω Θεὸς, πάντα ὑπάρχων ὅσα καὶ ὁ Πατὴρ, δίχα μόνου τοῦ εἶναι Πατήρ· καὶ ἴδιον ἔχων τὸ ἐξ αὐτοῦ, καὶ οὐσιωδῶς ἐμπεφυκὸς αὐτῷ Πνεῦμα ἅγιον, ειργάζετο τὰς θεοσημίας κ· ὥστε καὶ δοξολογίαν ἀνάπτει, ἀναπέμπει. 5 καὶ Θεόν. καί. 1 προσκυνεῖσθαι. 6 καὶ ὡς ἑτέρῳ. Η δεδοξάσθαι. ι θεοσημείας. εισαγάγῃ. ὁ αὐτῷ.· ὅτι θεοσημείας. Η θεοσημείας.
col. 309–310page 8 of 98
PG 76:309άνθρωπος γεγονώς, επιμεμένηκε καὶ οὕτω· Θεός ώστε ιδία δυνάμει τῇ διὰ τοῦ Πνεύματος ἐπλήρου τὰ θαύματα. Οἱ δὲ λέγοντες, ὡς ἄνθρωπον ἕνα τὸν καθ' ἡμᾶς, ήγουν τῶν ἁγίων, δεδοξάσθαι αὐτὸν τῇ διὰ τοῦ Πνεύματος ενεργείᾳ, οὐχ ὡς ἰδίᾳ μᾶλλον, ἀλλ' ὡς ἀλλοτρίᾳ, καὶ οὐ θεοπρεπεί χρώμενον, καὶ ὡς ἐν χάριτος μέρει λαβεῖν παρὰ τοῦ Πνεύματος τὴν εἰς οὐρανοὺς ἀνάληψιν· ὑποκείσονται δικαίως τῇ δυνά μει τοῦ ἀναθεματισμού. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Ι. Αρχιερέα, καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γεγενῆσθαι Χριστὸν ἡ θεία λέγει Γραφή προσκεκο μ.κέναι δὲ ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Εἴ τις τοίνυν ἀρχιερέα, καὶ ἀπό στολον ἡμῶν γεγενῆσθαί φησιν οὐκ αὐτὸν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ὅτε γέγονε σὰρξ, καὶ καθ᾿ ἡμᾶς ἄνθρωπος, ἀλλ' ὡς ἕτερον παρ' αὐτὸν, ἰδικῶς ἄνθρωπον ἐκ γυναικός· ἡ εἴ τις λέγει ὑπὲρ ἡ ἑαυτοῦ προς ενεγκεῖν αὐτὸν τὴν προσφοράν, καὶ οὐχὶ δὴ μᾶλλον ὑπὲρ μόνων ἡμῶν· οὐ γὰρ ἂν ἐδεήθη προσφορᾶς ὁ μὲ εἰδὼ ἀκαοτίαν· ἀνάθεμα έστω. Επίλυσις ι. Σμικρὰ μὲν ὁμολογουμένως τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ τὰ ἀνθρώπινα. Πλὴν ἀλλ' οὐκ ἀπόβλητα διὰ τὴν οἰκονομίαν. Κύριος γὰρ ῶν τῶν ὅλων κατὰ φύσιν, καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ' ἡμᾶς, μορφὴν δούλου λαβών· καὶ κεχρημάτικεν ἡμῶν καὶ ἀρχιερεὺς, καὶ ἀπόστολος, τῶν τῆς ἀνθρωπότητος μέτρων καὶ εἰς τοῦτο καλούντων αὐτόν· ο Προσκεκόμικς δὲ ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρίς μια γὰρ προσφορᾷ τετελείωκε τοὺς ἁγιαζομένους εἰς τὸ διηνεκές, ο καθὰ γέγραπται. 'Αλλ' οὐκ οἶδ' ὅπως = οἱ ἑτερόφρονες οὐκ αὐτὸν τὸν ἐκ Θεοῦ Λόγον ἄνθρωπον γεγονότα διισχυρίζονται, χρηματίσαι τε καὶ ἀπόστολον, καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, ἀλλ' ὡς ἕτερόν τινα παρ' αὐτὸν ἄνθρωπον ἰδικῶς, τὸν ἐκ τῆς ἁγίας Παρθένου γεγενημένον φασὶ χρηματίσαι καὶ ἀπόστολον, καὶ ἀρχιερέα, καὶ κατὰ προκοπὴν εἰς τοῦτο ἐληλυθέναι, καὶ οὐχ ὑπέρ γε μόνων ἡμῶν, ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ προσενεγκεῖν η ἑαυτὸν εἰς θυσίαν τῷ Θεῷ καὶ Πατρί· ὅπερ ἐστὶ τῆς ὀρθῆς, καὶ ἀμως μήτου πίστεως ἀλλότριον παντελῶς· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν· ὁ δὲ κρείττων ῶν τοῦ πλημμελεῖν, καὶ ἀμοιρήσας ἁμαρτίας παντελῶς, οὐκ ἂν ἐδεήθη θυσίας τῆς ὑπὲρ ἑαυτοῦ. Ἐπειδὴ δὲ τὸ εἰκὸς παρωθούμενοι, δύο δὴ πάλιν υἱοὺς ἐπινοοῦσιν οἱ ἑτερόφρονες, άναγ καίως γέγονεν ὁ ἀναθεματισμός, ἐμφανῆ καθιστῶν τὴν ἀσέβειαν αὐτῶν. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ ΙΑ'. Εἴ τις οὐχ ὁμολογεῖ τὴν τοῦ Κυρίου σάρκα ζωο 1 καὶ ὑπέρο - οἶδα πώς. η μᾶλλον ἡμῶν, ἢ ἑαυτοῦ προσενεγκεῖν.
col. 311–312page 9 of 98
PG 76:311ποιὸν εἶναι, καὶ ἰδίαν αὐτοῦ τοῦ ἐκ Θεοῦ Πατρὸς Λό γου, ἀλλ' ὡς ἑτέρου τινὸς παρ αὐτὸν, συνημμένου μὲν αὐτῷ κατὰ τὴν ἀξίαν, ήγουν ὡς μόνην ἐνοίκησιν ἐσχηκότος, καὶ οὐχὶ δὴ μᾶλλον ζωοποιόν, ὡς ἔφημεν, ὅτι γέγονεν ἰδίᾳ ἡ τοῦ Λόγου τοῦ τὰ πάντα ζωοποιείν Ισχύοντος· ἀνάθεμα έστω. Ἐπίλυσις ια. Τὴν ἁγίαν, καὶ ζωοποιόν, καὶ ἀναίμακτον ἐν ταῖς ἐκκλησίαις τελοῦμεν θυσίαν, οὐχ ἑνὸς τῶν καθ' ἡμᾶς, καὶ ἀνθρώπου κοινοῦ σῶμα εἶναι πιστεύοντες τὸ προκείμενον, ὁμοίως δὲ καὶ τὸ τίμιον αἷμα, δεχόμενος δὲ μᾶλλον ὡς ἴδιον σῶμα γεγονὸς, καὶ μέντοι καὶ αἷμα τοῦ τὰ πάντα ζωογονοῦντος 4 Λόγου. Κοινὴ γὰρ σὰρξ ζωοποιεῖν οὐ δύναται. Καὶ τούτου μάρτυς αὐτὸς ὁ Σωτὴρ, λέγων· «Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν.» Ἐπειδὴ γὰρ ἰδίᾳ τ γέ γονε τοῦ Λόγου, ταύτῃτοι νοεῖται καὶ ἔστι ζωοποιός, καθά φησιν αὐτὸς ὁ Σωτήρ· «Καθὼς ἀπέστειλέ με δ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται ο δι' ἐμέ. Ἐπειδὴ δὲ Νεστόριος καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες παραλύουσιν ἀμαθῶς τοῦ μυστηρίου τὴν δύναμιν, ταύτῃτοι, καὶ μάλα εἰ κότως, γέγονεν ὁ ἀναθεματισμός. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ ΙΒ'. Εἴ τις οὐχ ὁμολογεῖ, τὸν τοῦ Θεοῦ Λόγου πα θόντα σαρκί, καὶ ἐσταυρωμένον σαρκί, καὶ θανάτου γευσάμενον σαρκί, γεγονότα δὲ 4 πρωτότοκον ἐκ νε κρῶν, καθὸ ζωή ἐστι, καὶ ζωοποιὸς, καὶ Θεός· ἀνά θεμα ἔστω. Ἐπίλυσις ιβ'. Απαθὴς μὲν, καὶ ἀθάνατος ὁ ἐκ Θεοῦ Πατρός ἐστι Λόγος, ὡς ἀνωτέρω γὰρ τοῦ πάσχειν ή θεία τε καὶ ἀκήρατός ἐστι φύσις· καὶ αὕτη τὰ πάντα ζωοποιεί, καὶ φθορᾶς ἀμείνων ἐστὶ, καὶ παντὸς τοῦ λυπεῖν εἰω θότος. ᾿Αλλὰ, καίτοι ταῦτα οὐσιωδῶς ὑπάρχων ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἰδίαν ἐποιήσατο σάρκα τὴν τοῦ θανάτου δεκτικήν· ἵνα τῷ πάσχειν ειωθότι τὰ ὑπὲρ ἡμῶν, καὶ δι᾿ ἡμᾶς, εἰς ἑαυτὸν ἀναλαβὼν πάθη, πάν τὰς ἡμᾶς ἀπαλλάξῃ καὶ θανάτου, καὶ φθορᾶς, ζωο ποιήσας ὡς Θεὸς τὸ ἴδιον αὐτοῦ σῶμα, καὶ ἀπαρχή γεγονὸς τῶν κεκοιμημένων, καὶ πρωτότοκος ἐκ νε . κρῶν· οὐ γὰρ ἄνθρωπος ἦν κοινός, ἰδίᾳ τε καὶ ἀνὰ μέρος νοούμενος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ὁ δι' ἡμᾶς τὸν τίμιον ὑπομείνας σταυρὸν, καὶ θανά του γευσάμενος· ἀλλ' αὐτὸς ὁ τῆς δόξης Κύριος, σαρκὶ πέπονθε κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ οἱ τὰ κενὰ καὶ δυσσεβῆ ν δόγματα τῇ ὀρθῇ καὶ ἀμωμήτῳ πίστει παρεισκρίνειν ἐθέλοντες, ἄνθρωπόν φασι κοι νὸν ὑπομεῖναι τὸν ὑπὲρ ἡμῶν σταυρόν, γέγονεν ἀναγκαῖος ὁ ἀναθεματισμός, τῆς ἐνούσης αὐτοῖς ἀσεβείας ἐμφανίζων τὸ μέγεθος. μόνην θείαν ἐνοίκησιν. ἡ ἰδία. 9 ζωοποιοῦντος.· ἰδία, ο ζήσει. Η τε. " ανωτερα γαρ. ν δυσφημα.
col. 313–314page 10 of 98

APOLOGETICUS PRO XII CAPITIBUS CONTRA ORIENTALES. IN UTRUMQUE SANCTI CYRILLI LIBELLUM APOLOGETICUM. Pro XII capitibus contra Orientales, et contra Theodoretum. (P. GARNERIUS in Opp. Marii Mercatoris, col. 933 ed. Migne.) Cyrillus epistole suæ tertiæ ad Nestorium subjunxerat capita errorum duodecim, quæ quia singula subje ctum habent anathema, vulgo anathematismi vocantur, quanquam veteres malebant capitula dicere. Ilæc cum accepisset Nestorius, confestim Antiochiam misit ad Joannem episcopum, rogans ut a præstantissimis duobus suæ diœcesis hominibus, Andrea Samosateno et Theodoreto Cyrensi, refellenda, et Apollinarii, Ariique errorum damnanda curaret. Fecerunt ambo quod rogabantur, scriptumque singuli acerbum pariter atque amarulentum ediderunt, Andreas Orientalium nomine, Theodoretus suo; scripsit enim ille Antiochiæ, iste Cyri. Andreæ objectiones probavit Joannis synodus; misitque, opinor, Alexandriam per Possidonium ſpsum diaconum, qui litteras Coelestini ac Cyrilli ad Joannem attulerat. Theodoretus reprehensiones suas per Phœniciam vicinasque regiones sparsit, imo et in urbem regiam misit, gratificaturus amico Nestorio has cum accepisset Evo plius Ptolemaidis Pentapoleos regionis episcopus, ad Cyrillum misit. Uterque scripsit ante concilium Ephesinum, quod de se testatur Theodoretus in præfatione Pentalogus. utrique Cyrillus ante concilium respondit, quod vel ex eo constat, quod damnati a synodo Nestorii nus quam meminit, cum tamen magni in rem suam momenti futurum esset tantum Ecclesiæ judici um. Fuit vero Andreas ea tempestate inter Orientales doctrinæ fama pietatisque celebris. Tres exstant au eum Theodoreti epistolæ, prima inter editas a Sirmondo vigesimo quarto numero censetur; altera in quinta synodo reperitur; tertia apud Marium Mercatorem, quo interprete nunc primum editur. Ex prima intelli gitur quantam ille sui opinionem apud omnes fecerat; ex secunda, non venisse ad concilium Ephesinum, propter adversam valetudinem; ex tertia, pertinaciter adhæsisse Nestorio; neque unquami in ejus damna tionen consensisse, etiam cogente per Aristolaum tribunum Theodosio. Mirum sane, quod scribit Baronius (Ad ann. 431, num. 183), impulsum fuisse Andream a Joanne An tiocheno, post solutum concilium, ad scribendum contra Cyrilli capitula, tulisseque eam pro impietato mercedem, ut ex monacho Constantinopolitano Sainosatenus episcopus fieret: nam primo Constantinopo litanus ille monachus, post pacem Ecclesiarum, cum ad eum scriberet Theodoretus, adhuc erat monachus. Deinde Liberatus tradit, statim acceptis Cyrilli litteris, Nestorium a Joanne petiisse, ut a suis argui capi tula curaret, idipsumque refert ex Liberato Baronius ad ann, 430. Denique Theodoretus ante concilium so scripsisse testatus est; et ostendimus utrique a Cyrillo responsum ante ipsum quoque concilium. Cyrillus certe Theodoreto respondit, velut homini ignoto: qui vero fuisset post concilium, cum Theodoretus rem schismaticorum, vel unus, vel inter primos promoverit? Postremo Andream Theodoretus jam episcopum, et quidem non ita pridem factum, Epheso litteris convenit. Jucertuin quousque vitam protraxerit, nam quod habet Theodorus lector: Rabbulas Edessenus episcopus cæcus erat; Andreas vero Samosalenus accusavit eum, quasi contra duodecim capita Theodoreti scripsisset (Lib. 1 Collectaneorum, t. II Bibliotheca Patrum ). Nihil potest ad chronologiam conducere, cum nihil sit Collectaneis hujus viri perturbatius. Non supervixit sane ad annum usque 451, quo concilium Chalcedo nense habitum est. In eo enim legitur nomen Rufini Samosatensis, qui, cum centesimo vigesimo primo loco sententiam dixerit, inter plures sexcentis episcopos, non ita pridem debuit Samosatensem Ecclesiam regere, quandoquidem credibile est pro ratione ordinationis recensitos esse Patres. Quare vix Andreamn reor adusque ann. 440 vitam produxisse. Methodus porro quam in bocce opere servat ista fere est. Cyrillum arguit non tam erroris quam quod pugnantia sit locutus; quod vocibus inconsultis et ambiguis utatur; et quod maligne forte aliquid latentis erroris dissimulet. Ex duobus autem duntaxat operibus Cyrilli depromit loca, quæ anathematismis opponat, ex epistola nempe ad Ægypti monachos, et homilia paschali 17, illamque primi tomi nomine, istam secundi appellat.

Apology for the Twelve Chapters against the Eastern BishopsApologeticus pro duodecim Captitubus adversus Orientales episcopos

col. 315–316page 11 of 98
Admonitio in duos sequentes Libellos
PG 76:315ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑ ΑΠΟΛΟΓΗΤΙΚΟΣ ΥΠΕΡ ΤΩΝ ΔΩΔΕΚΑ ΚΕΦΑΛΑΙΩΝ ΠΡΟΣ ΤΟΥΣ ΤΗΣ ΑΝΑΤΟΛΗΣ ΕΠΙΣΚΟΠΟΥΣ. Οἱ τῷ παναγίῳ Θεῷ τὴν ἑαυτῶν διάνοιαν παρα στήσαντες, καὶ τοῖς τῆς ἀληθείας δόγμασι συνειπεῖν ᾑρημένοι, παραιτοῦνται μὲν τὰς βεβήλους κενοφωνίας κ τῶν ἀνοσίων αἱρετικῶν, ἐρείσαντες δὲ τὸν ἔσω, καὶ κατακεκρυμμένον ὀφθαλμὸν τῆς καρδίας τῇ θευ πνεύστῳ Γραφῇ, οὕτω τε αὐτὸν πλουσίως ἀναμεστώσαντες ἐννοιῶν ἀγαθῶν, τοῖς τὰ ὀρθὰ διαστρέφουσιν "., ἀντανίστανται, καὶ μάλα νεανικῶς, μονονουχί λέ γοντες· Ζηλοῦντες ἐζηλώκαμεν τῷ Κυρίῳ. Νε στορίου τοίνυν πολλάς τε καὶ διαφόρους καταχέοντος βλασφημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ οἷον ἐκ βάθρων αναμοχλεύοντος τὸ σεπτὸν, καὶ μέγα τῆς ἐνανθρωπήσεως μυστήριον, οὐκ ἀκίνδυνον εἰδότες τὸ ἐπί γε τούτοις ελέσθαι σιγάν, συμβουλεύσαντές τε πλειστάκις αὐτῷ τῶν τοιούτων ἀπέχεσθαι δυσφημιῶν, ὀνήσαντες δὲ παντελῶς οὐδὲν, κεχωρήκαμεν ἀναγκαίως ἐπὶ τὸ χρῆναι συναθλεῖν τοῖς τῆς εὐσε οι ίσως, καινοφωνίας
col. 317–318page 12 of 98
PG 76:317βείας δόγμασιν. Απολεξάμενοι δὲ κεφάλαιά τινα τῶν ἐκείνου δυσφημιῶν, ταῦτα χρησίμως ἀνεθεματίσα μεν, ἤτοι τοὺς φρονεῖν ἐθέλοντας αὐτὰ, πειθόμενοι λέγοντι τῷ μακαρίῳ Παύλῳ·. Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' δ παρελάβετε, ἀνάθεμα ἔστω· ἀλλὰ πἂν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμᾶς παρ' δ παρελάβετε, ἀνάθεμα έστω.» Αλλ' οὐκ οἶδ' όπως δεδυσφορήκασί τινες ἐπὶ τούτῳ λίαν, ἢ ὁμό φρονες ὄντες, καὶ ἐσογνώμονες, ἢ προσποιούμενοι μὲν παραιτεῖσθαι τὴν ὁμοδοξίαν, πειρώμενοι δὲ διὰ τρό που παντὸς ἐπικουρεῖν αὐτῷ, καὶ ποιεῖσθαι κατ εστυγημένους τοὺς τῷ Σωτῆρι συναγορεύειν ἐθέλοντας. Αλλ' ἦν ἀκόλουθον ἐννοεῖν, ὅτι τοῖς ἑτεροδιδα σκάλοις ἐπιτιμάν προϋξένησεν ἂν αὐτοῖς τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον· νῦν δὲ πεπράχασι μὲν οὐχ ὅπερ ἦν ἄμεινον· πολλοῦ γε καὶ δεῖ· πεποίηνται μου δὲ πολεμιωτάτους, ὧν εἰ γεγόνασι ζηλωται, ἀνεδή σαντη ἂν σὺν αὐτοῖς τῆς ἀφθαρσίας τον στέφανον. Επιλαμβάνονται τοίνυν τῶν ἀναθεματισμῶν, ὡς οὐκ εὖ γεγονότων· καὶ δὴ καὶ ἑκάστῳ παραθέντες ἐγε γράφως τὰ τῆς ἑαυτῶν διανοίας εὑρήματα, καὶ ἀσυν έτους τινὰς εἰκαιομυθίας, συναρπάσειν οἴονται τοὺς εντευξομένους, καὶ ἀβασανίστως τοῖς παρ' αὐτῶν ἐν τυγχάνοντας λόγοις. Ην οὖν ἀναγκαῖον καὶ ἡμᾶς αὐτοὺς ἀντιπαρεξάγειν τὸ ἀληθὲς, καὶ ἀποκρούεσθαι τὴν κατάῤῥησιν, ἀποφῆναί τε φιλοσκώμμονας, ήγουν ἀληθείας ἐρευνητὰς τοὺς δι᾿ ἐναντίας. Προτάξαντες τοίνυν ἕκαστον τῶν ἀναθεματισμῶν, εἶτα τούτοις τὰ παρ' ἐκείνων συντεθειμένα συντάξαντες, παρεζεύξα μεν τὰ παρ' ἑαυτῶν, τοῖς τῶν θείων Γραφῶν ἐπιστήμοσι, δικασταῖς οἱονεὶ χρώμενοι, καὶ ψῆφον αἰτοῦντες ἐρθήν τε καὶ ἀνεπίπληκτον παρὰ τῶν εἰδότων τὴν ἀλήθειαν. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Α'. Εἴ τις οὐχ ὁμολογεῖ Θεὸν εἶναι κατὰ ἀλήθειαν τὸν Ἐμμανουὴλ, καὶ διὰ τοῦτο Θεοτόκον τὴν ἁγίαν Παρ θένον· γεγέννηκε γὰρ σαρκικῶς σάρκα γεγονότα τὸν ἐκ Θεοῦ Πατρὸς λόγον· ἀνάθεμα έστω Αντίρρησις τῶν Ἀνατολικῶν. Καὶ τῆς σαρκικῶς, σάρκα γεγονότα τὸν ἐκ Θεοῦ Λόγον, ἀποτετάχθαι συνομολογήσειεν; Ε! γὰρ σαρκικῶς ἐγέννησεν, οὐκέτι κατὰ παρθένον· καὶ ποῦ θή σομεν τό· «Πνεῦμα τὸ ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι, ν σαρκικῶς κατ' αὐτὸν τῆς Παρθένου, καὶ οὐ θεοπρεπῶς γεννησάσης; καὶ πῶς ταύτην 3 ἀστὴρ παραδόξως φαινόμενος κατά εμήνυε; μάγοι δὲ ἐκ Περσίδος δι' αὐτοῦ ὁδηγούμενοι παρήεσαν *, τὸν τεχθέντα ζητοῦντες· καὶ εύ ρόντες, ἔφερον δῶρα καὶ τῷ νοουμένῳ, καὶ τῷ φαι νομένῳ πρόσφορα. "Αγγελοί τε οὐρανόθεν κατελθόντες τὴν γέννησιν, μετὰ τῶν ποιμένων ἀναμιγέντες ", ἐχόρευαν λέγοντες· ι Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ ῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Ταῦτα τίνος τοῦτον. ι περίεσαν. • αναμιγνύντες.
col. 319–320page 13 of 98
PG 76:319λως τε εἰ ἀβασανίστως ταῖς φωναῖς ἐμβάλοιμεν 5, καὶ τροπὴν τοῦ λόγου, καὶ μεταβολὴν τὴν εἰς σάρκα φαντασθησόμεθα· καὶ οὕτως καὶ ἁμαρτίαν αὐτὸν, καὶ κατάραν γεγενήσθαι ὑποληψόμεθα, εἰ τοῖς ἑπομένοις, ἢ ἡγουμένοις τῶν κειμένων, καὶ αὐτῇ τῇ συν ηθείᾳ τῆς Γραφῆς μὴ προσέχοιμεν. ᾿Αλλὰ γὰρ τὸ γενέσθαι σάρκα τὸν Λόγον, τὴν ἐν τῇ σαρκὶ σκήνωσιν καλῶς ἐκλαμβάνομεν κατὰ τὴν τῶν Εὐαγγελίων διά μηνύματα; Σαρκικῆς, ἢ θεοπρεπούς γεννήσεως; "Αλ νοιαν. Απολογία Κυρίλλου. δ Τῆς μετά σαρκὸς οἰκονομίας τοῦ μονογενούς Υἱοῦ τοῦ Θεοῦ τὸ μυστήριον ὁ πάνσοφος Ιωάννης διατρανοῖ γεγραφηκώς· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Ταῦτα συνιέντες ὀρθῶς οἱ μα κάριοι Πατέρες, οἱ κατὰ καιροὺς ἐν τῇ Νικαέων συν ειλεγμένοι, αὐτὸν ἔφασαν τὸν ἐκ Θεοῦ Πατρὸς φύντε Λόγον, τὸν δι' οὗ τὰ πάντα πεποίηκεν ὁ Πατήρ, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, τὸν Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, σαρκωθῆναι τε καὶ ἐνανθρωπήσαι· τουτ ἐστιν ἐνωθῆναι σαρκὶ ψυχὴν ἐχούσῃ τὴν λογικήν, καὶ ἄνθρωπον γενέσθαι μετὰ τοῦ καὶ ἀπομείναι Θεόν. Οτι δὲ ἀτρέπτως τε καὶ ἀσυγχύτως τὸ τῆς ἑνώσεως πέπρακται χρῆμα, μεμενηκότος, ὡς ἔφην, τοῦ Θεοῦ Λόγου τοῦθ' ὅπερ ἐστὶ, καὶ εἰ γέγονε σὰρξ, ἀναλ λοίωτος γὰρ κατὰ φύσιν ἐστὶν, οὐδενὶ τῶν ὄντων ἀμ φίβολον. Τὸ γὰρ σαρκοῦσθαι λεγόμενον, οὐκ εἰς σαρ κὸς τρέπεται φύσιν, ἀλλ' ἕτερόν τι ἐννοεῖται ο παρ' αὐτὴν ὑπάρχον, καὶ ἐνωθὲν αὐτῇ. Οὕτω φρονοῦντες οἱ μακάριοι Πατέρες, Θεοτόκον ὠνόμασαν τὴν ἁγίαν Παρθένον. Πεπιστεύκασι γὰρ ὅτι· σαρκωθέντα καὶ ἐνανθρωπήσαντα γεγέννηκε τὸν Υἱόν, τὸν δι' οὗ τὰ πάντα πεποίηκεν ὁ Πατήρ. Ο δὲ τῶν νέων ἡμῖν δυσφημιῶν εὑρετής Νεστόριος τοιάδε μαχόμενος δόξῃ, κατακιβδηλεύει μὲν ὁ ὡς οὐκ οὖσαν ἀληθῆ τὴν Θεότοκος φωνήν· ἔφη δὲ οὕτως• Ηρώτησα, φησί, πολλάκις αὐτούς· Την Θεότητα λέγετε γεγεννῆσθαι ἐκ τῆς μακαρία; Παρθένου; ᾿Αποπηδῶσιν εὐθὺς πρὸς τὸ ῥῆμα· Καὶ τίς, φησί, τοσαύτην βλασφημίαν νοσεί, ὡς ἐκείνην τὴν γεννήσασαν τὸν ναὸν λέγειν παρὰ τοῦ Πνεύματος τὸν Θεὸν ἐν ἐκείνῃ ἐκτίσθαι; Εἶτα ὅταν ἐπαγάγωμεν ι· Τί οὖν ἄτοπον ἡμεῖς λέγομεν, συμ βουλεύοντες φυγεῖν τὴν φωνὴν, καὶ ἔρχεσθαι ἐπὶ τὸ κοινὸν σημαινόμενον τῶν δύο φύσεων; Τότε νομί ζεται ἑαυτοῖς εἶναι βλάσφημον τὸ λεγόμενον· "Η όμο λόγησον σαφῶς θεότητα γεγεννῆσθαι ἐκ τῆς μακα ρίας Μαρίας, ή φεύγων βλάσφημον τὴν φωνὴν, τί ταῦτά μοι λέγων, ὑποκρίνῃ μὴ λέγειν; Περιστάντος τοίνυν ἐκείνου, μᾶλλον δὲ ἀναπείθοντος ανοσίως τους Θεοτόκον λέγοντας τὴν Παρθένον εἰς τὸ δεῖν ὁμολογεῖν σαρκὸς γενέσθαι καρπὸν γυμνήν τε καὶ κατα μόνας τὴν θεότητος φύσιν, καὶ τῆς ὑπάρξεως τὴν ἀρχὴν ἐκ γυναικὸς ἐσχηκέναι τὸν τοῦ Θεοῦ Λόγων, «Ει η συμβάλοιμεν. νοεῖται. κατ' αὐτοῦ κιβδηλεύει μέν. * κεκτίσθαι. 1 ἐπαγάγω.
col. 321–322page 14 of 98
PG 76:321πληροφορεῖν ἐθέλοντες, ὅτι τῆς τοιάσδε δόξης ἀλλά. τριοι παντελῶς καθεστήκαμεν οὐ γὰρ οὕτω λελη ρήχαμεν, ὡς ἑλέσθαι φρονεῖν παρ' δ δεῖ φρονεῖν ἀποτελεῖν ἔφημεν τὴν Παρθένον σάρκα γεγονότα κατά τὰς Γραφὰς τὸν τοῦ Θεοῦ Λόγον, τουτέστιν ἄνθρωπον· ἀποτελεῖν δὲ αὐτὸν σαρκικῶς, τουτέστι κατὰ σάρχα· ὁ μὲν γὰρ Θεὸς καὶ Πατήρ θεϊκώς γεγέννηκεν ἐξ αὑτοῦ Θεὸν ὄντα τὸν Υἱόν· ἐπειδὴ δὲ τὸ γε γεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι, γεγέννηκεν ή Παρθένος, ὡς σὰρξ ὑπάρχουσα, σαρκικῶς· τὸ δὲ σαρ νικῶς εἰπεῖν, οὐκ ἀναιροῦντός ἐστι τῆς γεννήσεως τὸ παράδοξον, οὔτε μὴν ἀνατρέποντος τοῦ ἁγίου Πνεύ ματος τὴν ἐνέργειαν, δι' ἧς ἐν μήτρα διέπλασε τὸ τεχθέν· διδάσκοντος δὲ μᾶλλον, ὅτι ὥσπερ θεὸς τίτ κτει θεϊκῶς, ἤτοι θεοπρεπῶς κατὰ τὴν ἰδίαν φύσιν, οὕτω καὶ ἄνθρωπος ἀνθρωπίνως, ήτοι σὰρξ σαρκι χῶς. Θεὸς δὲ ῶν κατὰ φύσιν ὁ Λόγος, ήτοι 6 σὰρξ γεγονώς, προῆλθε θεοπρεπώς, τουτέστιν, ὡς ἂν πρέ ποι τῷ γε ὄντι κατὰ τὴν ἀλήθειαν Θεῷ. Μόνος γὰρ ἔσχε μητέρα τὴν ἀπειρόγαμον, καὶ τετήρηκε παρ θένον τὴν τεκοῦσαν αὐτὸν κατὰ σάρκα. Θαυμάζω δὲ, ὅτι Θεοτόκον ἐκνοῦντες εἰπεῖν τὴν ἁγίαν Παρθένον, θεοπρεπῶς αὐτὸν γεγεννῆσθαί φασιν 1. Οὐ γὰρ ἄν θρωπος κοινὸς τίκτεται θεοπρεπώς. Δῶρα δὲ προσ κεκομίσθαι φασὶ παρὰ τῶν μάγων τὰ πρόσφορα καὶ τῷ νοουμένῳ, καὶ τῷ φαινομένῳ, διαιροῦντες εἰς δύο δὴ πάλιν μετὰ τὴν ἕνωσιν τὸν Κύριον 1 Ἰησοῦν Χρι στόν· ὁ γὰρ νοούμενος γέγονεν ὁρατὸς οὐ μεταβολή φύσεως, ἀλλ' ἐνώσει τῇ πρὸς τὸ ὁρώμενον σῶμα. Καὶ γοῦν αὐτόπτας, καὶ ὑπηρέτας γενέσθαι τοῦ Λόγου τοὺς ἁγίους ἀποστόλους, τὸ Γράμμα φησὶ τὸ ἱερόν καίτοι πῶς οὐ πάντη τὸ σαφές 1, ὡς ἔστιν ἀσώματός τε καὶ ἀναφὴς, καὶ ἀόρατος ὁ ἐκ Θεοῦ Πατρὸς Λό γος; 'Αλλ' εὑρίσκω λέγοντας τοὺς ἁγίους ἀποστόλους· «Ο ἦν ἀπ᾿ ἀρχῆς, ὁ ἀκηκόαμεν, ο έωράκα μεν, δ εθεασάμεθα τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς.» Πρόσφορα τοίνυν τὰ δῶρα τῷ ἐνί, τουτέστι τῷ Χρισ στῷ· καὶ γάρ ἐστιν ἐν ταυτῷ Θεός τε ὁμοῦ καὶ ἄν Ορωπος ὁ αὐτός. Ταύτητοι τεχθέντος αὐτοῦ χοροστασίαι μὲν ἦσαν τῶν ἁγίων ἀγγέλων, στρατιαὶ δὲ πνευμάτων, Σωτῆρα καὶ Λυτρωτὴν λεγόντων αὐτόν. Ἐπειδὴ δὲ τοῦ εὐαγγελιστοῦ λέγοντος· «Ο Λόγοςσὰρξ ἐγένετο, ο δεδιέναι φασί, μὴ ἄρα πως, τοῦ ἐγένετο, τὴν ἰδίαν σώζοντος δήλωσιν, τρόπος τις νοοῖτο περὶ τὴν θείαν τοῦ Λόγου γενέσθαι φύσιν ἐπαινῶ μὲν τὸ δεῖμα, θαυμάζω δὲ, ὅτι παραιτούμεναι τὴν λέξιν, τὴν ἀληθῆ τε καὶ ἀναγκαίαν δήλω τιν, οὕτω γενέσθαι φασὶ σάρκα τὸν Λόγον, ὡς ἂν εἰ λέγοιτο γενέσθαι κατάρα, καὶ ἁμαρτία. Εἶτα πῶς οὐκ ἔδει νοῦν ἔχοντας ὁρᾷν κ, ὅτι τὸ, ο ἐγένετο, ο τεθεικώς ὁ μακάριος εὐαγγελιστής, ἁπάσης τροπῆς ὑπόνοιαν ἀναιρεῖ, προσεπενεγκών εὐθὺς καὶ τό οι 8 καίτοι. Η αὐτὴν γεννῆσαί φασιν. Όντας όραν. 1 τὸν ἕνα Κύριον. ἡ ἴσως, παντί τω σαφές. * νουνεχεστάτους
col. 323–324page 15 of 98
PG 76:323Εσκήνωσεν ἐν ἡμῖν; Ατοπον δὲ καὶ ἑτέρως τὸ λέγειν ἀποτολμαν, οὕτω γενέσθαι σάρκα τὸν Λόγον, ὡς γενέσθαι λέγεται κατάρα, καὶ ἁμαρτία· οὐ γὰρ αυτόχρημα γέγονε κατάρα, ούτε μὴν ἁμαρτία· ἀλλ' ἐν τοῖς ἀνόμοις ελογίσθη δίκαιος ών, ἵνα καταργήση τὴν ἁμαρτίαν· καὶ κεχρημάτικεν ἐπικατάρατος ὁ εὐλογῶν τὴν κτίσιν, ἵνα λύσῃ τὴν καθ' ἡμῶν ἀρὰν, καὶ ἀπαλλάξῃ δίκης τοὺς πιστεύοντας εἰς αὐτόν. Ού κοῦν οὐ γέγονε κατὰ ἀλήθειαν κατάρα, καὶ ἁμαρτία κεχρημάτικε δὲ ταῦτα, ἵνα λύσῃ 1 κατάραν, καὶ ἁμαρτίαν. Οὐκοῦν εἰ οὕτω γέγονε σὰρξ, κατήργηκεν ἄρα τὴν σάρκα, καθὰ καὶ τὴν ἀρὰν, καὶ τὴν ἁμαρ τίαν· καὶ οὔτε γέγονεν ἄνθρωπος, οὔτε μὴν ἐσαρκώθη κατὰ ἀλήθειαν· ἀλλ᾽ ἐν δοκήσει μόνῃ τὸ μυ στήριον, καὶ ἐν ψιλοῖς ὀνόμασιν ὁ τῆς ἐνανθρωπήσεως εὑρίσκεται τρόπος ". Ανῄρηται δὲ εἰς ἅπαν καὶ ἡ τῆς ἀναστάσεως ἐλπίς. Εἰς τὸν τίνος οὖν ἄρα θάνατον βεβαπτίσμεθα; Ποῦ τὸ ῥῆμα τῆς πίστεως, δ κηρύσσομεν; Ομολογήσαντες γάρ, ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύσαντες ὅτι Θεὸς αὐτὸν ἡγειρεν ἐκ νεκρῶν, σωζόμεθα. Αρ' οὖν εἰς ἕνα τὸν ἡ καθ' ἡμᾶς, καὶ κοινὸν ἄνθρωπον ἡ πίστις, οὐκέτι δὲ τὸν ἐν ἀνθρωπεία μορφῇ πεφηνότα δι' ἡμᾶς προσκυνοῦ μεν Λόγον; Οὐκ ἔλαβε τὴν τοῦ δούλου μορφὴν ἡ ἐλεύ θερος ὡς Θεός ο; οὐ τεταπείνωκεν ἑαυτὸν ὁ τοῖς τῆς θεότητος ὑψώμασι διαπρέπων; ὁ ἐν μορφῇ, καὶ ἰσό τητι τοῦ Πατρὸς οὐ καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καίτοι διανέμων ἐξ ἰδίου πληρώματος τῇ κτίσει τὰ ἀγαθά; Απαγε τῆς δυσβουλίας· ἑτέρως ἡμᾶς μεμυσταγωγήκασιν οἱ μακάριοι Πατέρες· σαρκωθῆναι γάρ, καὶ ἐνανθρωπῆσαι κατὰ ἀλήθειαν αὐτὸν ἔφασαν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἀτρέπτως, καὶ ἀσυγχύτως. Απόῤῥητος δὲ παντελῶς τῆς οἰκονομίας ὁ τρό πος. Μάρτυρας δὲ τῶν εἰρημένων τοὺς αὐτῶν ποιή σομαι λόγους. Πέτρου μάρτυρος ἐπισκόπου Αλεξανδρειας. Οθεν καὶ ὁ εὐαγγελιστὴς ἀληθεύει λέγων· Ο 16 γος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· ο τότε δηλονότι, ἀφ' οὗ ὁ ἄγγελος Ασπάσατο τὴν Παρθένου, εἰπών· ο Χαῖρε, κεχαριτωμένη, ο Κύριος μετὰ σοῦ τὸ γὰρ, ο Κύριος μετὰ σοῦ, ν νῦν ἔστιν ἀκοῦσαι τοῦ Γαβριήλ, ἀντὶ τοῦ. Ὁ Θεὸς Λόγος μετὰ σοῦ· σημαίνει γὰρ αὐτὸν γεννώμενον ἐν μήτρα, καὶ σάρκα γινό μενον, καθώς γέγραπται· Πνεῦμα ἅγιον ἐπελεύ καταλύσῃ. ο λόγος. Η τῶν. σεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ. Αθανασίου ἐπισκόπου η Αλεξανδρείας. Οθεν καὶ γεννωμένης τῆς σαρκὸς ἐκ τῆς Θεοτό και Μαρίας, αὐτὸς λέλεκται γεγεννῆσθαι ὁ τοῖς ἄλλοις γένεσιν εἰς τὸ εἶναι παρέχων, ἵνα τὴν ἡμῶν εἰς ἐχυ τὸν μεταθῇ γέννησιν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς. Πῶς δὲ καὶ ἀμφιβάλλειν ἐτόλμησαν οι λεγόμενοι ο ελεύθερος θεός. η αρχιεπισκόπου.
col. 325–326page 16 of 98
PG 76:325Χριστιανοί, εἰ ὁ ἐκ Μαρίας προελθών Κύριος, Υἱὸς μὲν τῇ οὐσίᾳ, καὶ τῇ φύσει τοῦ Θεοῦ ἐστι· τὸ δὲ κατὰ σάρκα, ἐκ σπέρματός ἐστι Δαυίδ, σαρκὸς δὲ τῆς ἁγίας Μαρίας; Τίνες δὲ ἄρα οὕτω τολμηροί γεγόνασιν, ὥστε εἰπεῖν τὸν Χριστὸν τὸν σαρκὶ παθόντα και ἐσταυρωμένον μὴ εἶναι Κύριον, καὶ Σωτῆρα, καὶ Θεὸν, καὶ Υἱὸν τοῦ Πατρός; ἢ πῶς Χριστιανοὶ θέα λουσιν ὀνομάζεσθαι οἱ λέγοντες εἰς ἄνθρωπον ἅγιον, ὡς ἐπὶ ἕνα τῶν προφητῶν ἐληλυθέναι τον Λόγον, καὶ μὴ αὐτὴν ἄνθρωπον γεγονέναι, λαβόντα ἐκ Μαρίας τὸ σῶμα, ἀλλ᾽ ἕτερον εἶναι τὸν Χριστὸν, καὶ ἕτερον τὸν τοῦ Θεοῦ Λόγον, τὸν πρὸ Μαρίας, καὶ πρὸ αἰώνων Υἱὸν ὄντα τοῦ Πατρός; ἢ πῶς εἶναι Χριστιανοὶ δύνανται οἱ λέγοντες ἄλλον εἶναι τὸν Υἱόν, καὶ ἄλλον τὸν τοῦ Θεοῦ Λόγον; Ταύταις ἡμεῖς ταῖς τῶν ἁγίων Πατέρων εψόμεθα δόξαις. Εἰ δέ τις ἑτεροδιδασκαλεῖ, καὶ ἑτερόφρων ἐστὶν, ἔξω τῆς εἰς εὐθὺ, καὶ βασιλικῆς φέρεται τρί σου. Οτι δὲ καὶ τὸ σαρκικῶς λέγεσθαι γεννηθῆναι Χριστίν, οὐκ ἀσύνηθες τοῖς ἁγίοις Πατράσιν, ἔστι δὲ δὴ μᾶλλον καὶ ἑτέροις εντριβής ἡ λέξις, οὐδὲν ἧττον ἡμῖν ἀληθὲς ὑπάρχον ἀποφαίνει τὸ ὑποτεταγμένον ρητόν· ἔχει δὲ οὕτως Αμφιλοχίου ἐπισκόπου Ικονίου. Εἰ μὴ γὰρ ἐκεῖνος ἐγεννήθη σαρκικῶς, οὐκ ἂν σύ ἐγεννήθης πνευματικῶς· εἰ μὴ ἐκεῖνος ἀνέσχετο τῆς τοῦ δούλου μορφῆς, οὐκ ἂν σὺ τὴν δόξαν τῆς υἱοθεσίας εκέρδανας. Δηλοῖ δὲ κἀνταῦθα τὸ, σαρκικῶς, τὸ, κατὰ σάρκα· καθάπερ ἀμέλει τὸ θεϊκῶς, τὸ, κατὰ θεότητα. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Γ. Εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν, μόνῃ συνάπτων αὐτὰς συν αφείᾳ τῇ κατὰ τὴν ἀξίαν, ήγουν αὐθεντίαν, ἢ δυνα στείαν, καὶ οὐχὶ δὴ μᾶλλον συνόδῳ τῇ καθ᾽ ἕνωσιν Φυτικήν· ἀνάθεμα έστω. Αντίρρησις τῶν Ἀνατολικῶν. Πάλιν αὐτὸν τῶν αὐτοῦ ὑπομνήσομεν 9 λόγων, δει κνύντες αὐτὸν δύο υποστάσεις λέγοντα, ἐν οἷς φησιν ἐν τῷ πρώτῳ τόμῳ· Οὐκοῦν ὅσον εἰς ἰδίαν φύσιν, οὐχ ἡγίασται μόνος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος· εἰ δὲ δή τις οἴοιτο τὸν ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένον κεχρίσθαί τε καὶ ἡγιάσθαι μόνον, ταύτητοι καὶ ὠνομάσθαι Θεόν τ· πῶς οὖν ὡς ἐπιλαθόμενος τῶν ἑαυτοῦ, εἰς μίαν ὑπόστασιν συνάγει συγχέων τάς φύ σεις, φυσικὴν τὴν θείαν ἔνωσιν ἀποκαλῶν; Καὶ τίς ποτε παραδέξεται φυσικὴν τὴν θείαν ἔνωσιν τοῦ μυ στηρίου τῆς οἰκονομίας; Εἰ γὰρ φυσικὴ ἡ ἕνωσις, ποῦ ἡ χάρις; ποῦ τὸ θεῖον μυστήριον; Αἱ γὰρ φύσ σεις, ὡς δεδιδάγμεθα, ἅπαξ παρὰ τοῦ τάξαντος Θεοῦ παγεῖσαι, ἀνάγκης ἀκολουθία " δουλεύουσιν· ἢ καὶ ἔσται πάλιν κατὰ ἀνακύκλησιν, καὶ φύσεως ἀκολουθίαν τὸ τῆς οἰκονομίας χρῆμα κατὰ τὸν λῆρον, καὶ μυθώδη τῆς χιλιονταετηρίδος τοῦ δυσωνύμου 'Απου λιναρίου δόγματα; Η υπομνήσωμεν, ο Χριστόν.» ταγεῖσαι, ἀνάγκαις ἀκολουθίας, ἢ ἴσως, ἀναγκαίαις ἀκολουθίαις.
col. 327–328page 17 of 98
PG 76:327Απολογία Κυρίλλου. Ο θεσπέσιος Παῦλος τὸ, τίνα δὴ τροπον γέγονεν ἄνθρωπος ὁ μονογενής τοῦ Θεοῦ Λόγος, ἐναργές ἅπασι καθιστὰς, ὡς οἰκονόμος μυστηρίων Θεοῦ, καὶ αὐτὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα Χριστόν· Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, φησὶν, ἀλλὰ σπέρ ματος ᾿Αβραάμ ἐπιλαμβάνεται·, ὅθεν ἔφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένη ται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν. Ἡμεῖς δὲ ταῖς εἰς ὀρθότητα ψήφοις στεφανοῦντες τὸ εἰρημέν νον, επόμενοί τε πανταχῆ ταῖς θεοπνεύστοις Γραφαῖς, καὶ τὰς τῶν θεηγόρων φωνὰς τοῦ παντὸς ἀξιοῦντες θαύματος, μᾶλλον δὲ καὶ θείους ἡγούμενοι νόμους, οὐ τῆς τῶν ἁγίων ἀγγέλων, οὔτε μὴν τῆς ἑαυτοῦ φύσεως ἐπιλαβέσθαι φαμὲν τὸν ἐκ Θεοῦ Πατρὸς Λά γον· πεπιστεύκαμεν δὲ, ὅτι κατὰ τὸ τοῖς ἱεροῖς Γράμμασι δοκοῦν, ἐπισκιάσας τῇ ἁγίᾳ Παρθένῳ, ἅτε δὴ καὶ δύναμις ὢν τοῦ ὑψίστου Πατρός, ἔπλασεν ἑαυτῷ τὸ σῶμα τὸ ἐξ αὐτῆς, πλὴν δι' ἐνεργείας τοῦ ἁγίου Πνεύματος· καὶ γέγονεν ἄνθρωπος, κεχρημάτικε τε καὶ υἱὸς ᾽Αβραὰμ, καὶ Δαυΐδ· οὐκ ἀπεμπολήσας διὰ τὸ ἀνθρώπινον τὸ εἶναι κατὰ ἀλήθειαν Υἱὸς τοῦ Θεοῦ, καὶ Πατρός, μεμενηκὼς δὲ μᾶλλον, καὶ εἰ γέγονε σάρξ, ἐν φύσει τε καὶ ὑπεροχῇ, καὶ δόξῃ θεότητος· ἀναλλοίωτος γάρ ἐστι, καὶ τροπῆς ἀμείνων, ὡς Θεός. Εστι ' τοίνυν εἷς τε καὶ ὁ αὐτὸς Υἱὸς, καὶ Κύριος καὶ πρὸς τῆς σαρκώσεως, καὶ μετὰ τὴν σάρκωσιν. Καὶ τὸ διαιρεῖν εἰς υἱοὺς δύο τὸν ἕνα, καὶ τὸ τῆς ἀληθοῦς ἑνώσεως παραλύειν χρῆμα, δι ιστάντας ἀνὰ μέρος, καὶ τιθέντας ἰδικῶς ἄνθρωπον, καὶ ἰδικῶς Θεόν, δυσσεβείας ἔχει τῆς ἀνωτάτω γρα φήν. Ολίγα κ δὲ τούτου πεφροντικὼς ὁ Νεστόριος, τετόλμηκεν εἰπεῖν αὐταῖς λέξεσιν οὕτως· «Τοῦτο φρο νείσθω ἐν ὑμῖν, δ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορ φῇ Θεοῦ ὑπάρχων, ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Οὐκ εἶπε, Τοῦτο φρονείσθω ἐν ὑμῖν, δ καὶ ἐν τῷ Θεῷ λόγῳ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, δού του μορφή, ἔλαβεν ἀλλὰ λαβὼν τὸν Χριστὸς, ὡς τῶν δύο φύσεων προσηγορίαν σημαντικὴν, ἀκινδύνως αὐτ τὸν καὶ δούλου μορφήν λαβεῖν, καὶ Θεὸν ὀνομάζει τῶν δὲ λεγομένων * εἰς τὸ τῶν φύσεων ἀλήπτως μετ ριζομένων διπλοῦν. Ἐν ἑτέρᾳ δὲ πάλιν ἐξηγήσει φη σίν· ο Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ επουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστός.» Διὰ τὸν φοροῦντα, τὸ φορούμενον σέβω διὰ τὸν κεκρυμμένον προσκυνῶ τὸ φαινόμενον· ἀχώ ριστος τοῦ φαινομένου Θεός· διὰ τοῦτο τοῦ μὴ χωρι ζομένου τὴν τιμὴν οὐ χωρίζω. Χωρίζω τὰς φύσεις. ἀλλ' ἐνῶ τὴν προσκύνησιν. Καὶ ἐν ἐξηγήσει πάλιν ἑτέρᾳ· Εἰπὲ τὸν ἀναλαβόντα· ὅτι Θεός. Πρόσθες τὸν ἀναληφθέντα, ὅτι δούλου μορφή· ἐπάγαγε μετὰ ταῦ τα τὸ τῆς συναφείας ἀξίωμα, ὅτι τῶν δύο ἡ αὐθεντία σε σε ἔσται. Ἡ ὀλίγον. ν τῶν λεγομένων, ἢ ἴσως, τῶν δὴ λεγομένων.
col. 329–330page 18 of 98
PG 76:329κοινὴ, ὅτι τῶν δύο ταυτὸν τὸ ἀξίωμα, τῶν φύσεων μενουσῶν ὁμολόγει τὴν τῆς ἀξίας ενότητα. Ορᾷς πανταχή διορίζοντα μὲν ἀλλήλων τὰς φύσεις, ἐνοῦντα δὲ, ὡς φησι, τὴν προσκύνησιν, καὶ κοινὴν αὐθεντίαν ὀνομάζοντα, καὶ τὴν τῆς ἀξίας ενότητα μόνης. Τὸ δὲ κοινὸν οὐχ ἕν, εἰ κοινὸν *, εἴη ἂν ν, ἀλλὰ δύο που πάντως, ἢ πλείοσιν ἰδικῶς τε καὶ ἀνὰ μέρος θεωρουμένοις. ᾿Ανθ' ὅτου δὴ οὖν τοσαύτην ποιοῦνται τὴν κατάῤῥησιν τοῦ τὰ τοιάδε καλῶς ἀναθεματίσαντος λόγου; Τί τὸ ἄτοπον, εἰ τοῖς βδελυροῖς καὶ ἀπηχεστάτοις Νεστορίου λόγοις τὰ τῆς εὐσεβείας ἀνεγείροντες δόγματα, τῆς τῶν ἀδελφῶν ἀσφαλείας φρον είδα τὴν δέουσαν πεποιήμεθα; Ἐπειδὴ δέ φασιν ἐμὲ τοῖς αὐτοῦ μάχεσθαι λόγοις, παρακομίζουσι δὲ πρὸς ἀπόδειξιν μέρος τῆς ἐπιστολῆς, ἧς γέγραφα πρὸς τοὺς ἁγίους μοναστὰς, δεῖν ᾠήθην τὰ εἰκότα καὶ πρός γε τοῦτο εἰπεῖν· φασὶ γὰρ ὅτι δύο καὶ αὐτὸς ὠνόμασα « ὑποστάσεις· καὶ ἀποχρήσειν ἡ αὐτοῖς εἰς ἔλεγχον τοῦ καὶ ἡμᾶς ἐλέσθαι ταυτὸ εἰπεῖν τοῖς· αὐτὸ δὴ τοῦτο νομίζουσι. Παραθεὶς οὖν ἀναγκαίως τὸ τῆς ἐπιστολῆς μέρος, προσεποίσῳ μετὰ τοῦτο τὰ δι' ὧν ἂν γένοιτο ψευδομυθεῖν ᾑρημένους ἀποφῆναι πανταχοῦ. Έχει δὲ οὕτως· Οὐκοῦν ὅσον ἧκεν εἰς ἰδίαν φύσιν, οὐχ ἡγίασται καταμόνας ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος· εἰ δὲ δή τις οἴοιτο τὸν ἐκ τῆς ἁγίας Παρθένου γεγεννημέν νον κεχρίσθαι τε καὶ ἡγιάσθαι μόνον, ταύτῃ τοι καὶ ὠνομάσθαι Χριστὸν, λεγέτω παρελθὼν, εἰ ἀπόχρη τὸ χρίσμα πρὸς τὸ ἀποφῆναι τὸν χριόμενον ἰσοκλεᾶ καὶ ὁμόθρονον τῷ πάντων ἐπέκεινα Θεῷ. Ἐπειδὴ γὰρ τὸν ἐκ Θεοῦ Λόγον ἰδικῶς ὠνομάσθαι Χριστὸν, ὁ τῶν νέων ἡμῖν βλασφημιών εὑρετής Νεστόριος διαβεβαιοῦται συχνῶς· ἰδικῶς δὲ, καὶ ἀνὰ μέρος Χριστὸν ἕτερον τὸν ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένον° κατακιβδηλεύοντες τὴν δόξαν, ὡς ἀκαλλῆ καὶ ἀσύμ φυλον 4 καὶ τῆς ἀληθείας εξωκισμένην, οὔτε δὲ ὁ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον κατὰ μόνας νοούμενον χεχρί σθαι τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως διαβεβαιούμεθα, οὔτε μὴν ἰδίᾳ τε καὶ κατὰ μόνας ὡς ἄνθρωπον, καὶ ἕτερον ὄντα Υἱὸν παρὰ τὸν ἐκ Θεοῦ Λόγον, τὸν ἐκ τῆς ἁγίας Παρθένου. Ενα δὲ μᾶλλον χρῆναι πρὸς ἁπάντων διισχυριζόμεθα ὁμολογεῖσθαι Χριστόν, σαρ κωθέντα καὶ ἐνανθρωπήσαντα, τὸν μονογενῆ τοῦ Θεοῦ Λόγου· «Βῖς γὰρ Κύριος, μία πίστις, εν βά πτισμα.» Εστι τοίνυν οὐδενὶ τῶν ὀρθὰ φρονεῖν εἰω θότων ἀσυμφανές, ὅτι παραχαράττουσι τῶν παρ' ἐμοῦ γεγραμμένων τὴν διάνοιαν, καὶ συκοφαντοῦσι κὰν τούτῳ τὴν ἀλήθειαν. Καὶ καθ᾿ ἕτερον δὲ τρόπον ἀπλημμελὲς εἴη ἄν, καὶ μάλα εἰκότως, αμοιρήσεις δ' ἂν καὶ μώμου παντὸς τὸ εἰδέναι τυχόν, ὡς ἑτέρα μὲν ἔστι κατὰ φύσιν ἰδίαν ἡ σὰρξ παρά γε τὸν ἐκ Θεοῦ Πατρὸς φύντα 1 Λόγον, ἕτερος δὲ αὖ κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον, ὁ Μονογενής. Αλλ' οὐ τὸ εἰδέναι ταῦτα, μερίζειν ἐστὶ τὰς φύσεις μετὰ τὴν κ τὸ δὲ κοινὴν, ἴσως οὐκ ἐννοεῖν κοινήν.., οὐχ ἐνὶ κοινὸν εἴη. πεποίηνται. • ὠνόμασεν, ὁ ἀπόχρη αὐτοῖς, ὁ ἀσύφηλον. • ἴσως, δη Η πεφηνότα. αν.
col. 331–332page 19 of 98
PG 76:331ἔνωσιν. Εἰ δὲ δή τις βούλοιτο τὴν τοῦ μυστηρίου δύο να μιν ἀκριβεῖ διανοίας όμματι κατασκέπτεσθαι, και ταθρήσειεν ἂν, ὅτι, καθάπερ ἔφην ἐν ἀρχαῖς, οὐ τῆς αὐτοῦ φύσεως ἐπελάβετο Θεὸς ὢν ὁ Λόγος, ἀλλὰ σπέρ ματος 'Αβραάμ· οὐχ ὁμοούσιον δὲ τῷ ἐκ Θεοῦ φύντι Λόγῳ, τὸ ἐκ σπέρματος ᾽Αβραὰμ ἅγιον σώμα όπερ ἐκ τῆς μαχαρίας Παρθένου λαβών, προῆλθεν ἄνθρωπος, ἵνα τοῖς ἀδελφοῖς ὁμοιωθῇ, καὶ χρηματίσῃ πρω τότοκος ὁ μονογενής. Αλλ' εἰ καὶ ἔστιν ἑτεροφυὲς τὸ σῶμα παρά γε τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἀλλ᾽ οὖν εἰς Χριστὸς, καὶ Υἱὸς, καὶ Θεὸς, καὶ Κύριος, καὶ εἰ γέγονε σάρξ. Καὶ τὸν τῆς ἀληθοῦς ἑνώσεως τρόπον παραλύειν οὐκ ἀζήμιον, διιστάντας εἰς υἱοὺς δύο τὰς ὑποστάσεις, ἀποφοιτώσας μὲν ἀλλήλων εἰς τὸ ἰδίᾳ τε εἶναι καὶ ἀνὰ μέρος, ἐχούσας δὲ μόνην συνάφειαν τὴν ἔξωθέν τε καὶ ὡς ἐν τάξει τιμῆς. Εἰ δὲ δὴ λέγοιμεν φυσικὴν τὴν ἕνωσιν, τὴν ἀληθῆ φαμεν, ἔθος ἐχούσης τῆς θεοπνεύστου Γραφῆς οὕτω κεχρήσθαι τῇ λέξει. Γράφει γάρ πού τισιν ὁ θεσπέσιος Παῦλος Καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί καὶ οὐ δήπου φαίη τις ἂν ὑφεστάναι κατὰ φύσιν τὴν θείαν ὀργὴν, ὥστε καὶ αὐτῆς γεννήματα νοεῖσθαι τοὺς ἁμαρτάνοντας· ἢ πάντη τε καὶ πάντως ἐσόμεθα σύμφρονες 6 τοῖς τὴν Μανιχαίων νοσοῦσι μανίαν. ᾿Αλλὰ τὸ, φύσει, δηλοῖ τὸ κατὰ ἀλήθειαν. Οὐκοῦν οὐ συγχέοντες τὰς φύσεις, οὔτε μὴν ἀλλήλαις αὐτὰς ἀναφύροντες, καθά φασιν οἱ δι' έναντίας, φυσικήν φαμεν γενέσθαι τὴν ἔνωσιν· ἀλλ' ἐκ δύο πραγμάτων ἀνομοίων, θεότητός τε καὶ ἀνθρωπότητος, τὸν ἕνα γενέσθαι Χριστὸν, καὶ Υἱὸν, καὶ Κύριον διαβεβαιού Ο μεθα πανταχοῦ. Τῶν δὲ ᾿Απολιναρίου δογμάτων ούτ δεὶς παντελῶς ἡμῖν ὁ λόγος· τοὺς γὰρ ἅπαξ κατακεκριμένους, ὡς παραχαράττοντας τὴν ἀλήθειαν, ἀποστρέφεσθαι χρή. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Δ'. Ε' τις προσώποις δυσὶν, ήγουν ὑποστάσεσι, τάς τε ἐν τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς συγγράμμασι διανέμει φωνάς, ἢ ἐπὶ Χριστῷ παρὰ τῶν ἁγίων λεγομένας, ἢ παρ' αὐτοῦ περὶ ἑαυτοῦ· καὶ τὰς μὲν ὡς ἀνθρώπῳ παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἰδικῶς νοουμένῳ προσάπτει, τὰς δὲ ὡς θεοπρεπείς μένῳ τῷ ἐκ Θεοῦ Πατρὸς Λόγῳ· ἀνάθεμα έστω, Αντίρρησις τῶν Ανατολικῶν. Ακόλουθον κάνταῦθα τῶν αὐτοῦ θεσπισμάτων αὐτὸν ὑπομνῆσαι, ἐν οἷς φησι· Κἂν ἀκούσῃς, ὅτι προέκοπτε σοφίᾳ, καὶ ἡλικίᾳ, καὶ χάριτι, μὴ σοφὸν ἐξ ἐπιδόσεως γενέσθαι νομίσῃς τὸν τοῦ Θεοῦ Λόγου μηδ' αὖ ἐκεῖνο φληνάφως τολμήσῃς εἰπεῖν, ὅτι τὸ προκόπτειν ἐν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι τῷ ἀνθρώπῳ προσάψομεν· ('Αλλ' εἰ καὶ ἀρνεῖται ἐνταῦθα τὴν τῆς Γραφῆς μαρτυρίαν διδάσκουσαν ὅτι κατὰ τὴν τῆς φαινομένης σαρκὸς φύσιν τοῦ Κυρίου τὰ τῆς προκοπῆς ἐγίνετο 4, ἀλλ' οὐ καιρὸς νῦν τοῦτο δι Η ισόφρονες. Η ἐγένετο
col. 333–334page 20 of 98
PG 76:333ελέγχειν, ἐπειγομένοις ἐπὶ τὸ προκείμενον κεφάλαιον τοῦ γὰρ δεῖξαι δύο ὑποστάσεις αὐτὸν λέγοντα, καὶ ἑαυτῷ ἐναντιούμενον, παρεθήκαμεν τὰ πάλαι αὐτῷ εἰρημένα. Ως δὲ ἡ προσώποις δυσὶν, ἢ ὑποστάσεσιν, ἢ υἱοῖς δυσὶ διαιροῦντας τὴν ἕνωσιν, ήγουν τὸν ἕνα γιόν, τὰς φωνὰς ἐφαρμόζειν οὐ δεῖ· ἀδιαίρετος γὰρ καὶ ἀχώριστος ἡ ἄκρα ἕνωσις· καὶ ὁ εἷς Υιός κ κατὰ πάντα καὶ λόγον, καὶ τρόπον, καὶ ἔννοιάν ἐστι. Τῆς δὲ ἄκρας ἑνώσεως φυλαττομένης, καὶ τοῦ ἑνὸς Υἱοῦ 1, καὶ Χριστοῦ, καὶ Κυρίου ὁμολογουμένου, περὶ τὸν ἕνα καὶ τὸν αὐτὸν Υἱὸν ἐκλαμβάνεσθαι χρή τα λεγόμενα. Κατά μέντοι τὴν τῶν ἐνωθεισῶν φύσεων δύναμιν ἐφαρμόζεσθαι πρέπει τῷ ἑνὶ Υἱῷ τὰ λεγόμενα.) Τὸ δὲ μὴ ἐρεῖν = τὰς ἐν τοῖς Εὐαγγε λίσις φωνάς, ἢ τὰς παρ' αὐτοῦ τοῦ Κυρίου περὶ ἑαυ τοῦ εἰρημένας, ἢ τὰς ἐν τοῖς ἀποστολικοῖς συγγράμ. μασι κειμένας, ποίαν ὑπερβολὴν βλασφημίας οὐχ ὑπεραίρει; Εἰ γὰρ μὴ διαιροῦμεν τὰς φωνὰς, πῶς ἂν ἀντιβλέψαιμεν τοῖς Εὐνομίου καὶ ᾿Αρείου, πάντα ὡς εἰς μίαν φύσιν εἰρημένα συμφύρουσι, καὶ τὰ ταπεινὰ τῆς ἀνθρωπότητος εἰς τὴν ὑψηλοτάτην τῆς ἀκηράτου Θεότητος φύσιν βλασφήμως ἀνάγουσιν; Η πώς νοήσομεν τὰς τοῦ Κυρίου φωνάς, διὰ τὴν τῆς φαινομένης σαρκὸς φύσιν εἰπόντος· «Οὐκ ἦλθον τὸ ἐμὸν θέλημα ποιῆσαι;» καὶ τὸ, «Εντολὴν ἔλαβον τί εἴτω, καὶ τί λαλήσω;» καὶ τὸ, • Ἐγὼ ἀπ᾿ ἐμαυ τοῦ οὐδὲν ποιῶ;, καὶ τὸ, «Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν· ο καὶ τὰ λοιπὰ ὅσα τοιαῦτα; Αδιαιρέτων τῶν φωνῶν, ὥσπερ καὶ τῶν φύσεων, μενουσῶν, ἔσται κατ' αὐτὸν τοῦ μονογενούς Θεοῦ Θεὸς, ὁ Πατήρ λειτουργὸς δὲ καὶ διάκονος τῶν πατρικών προσ ταγμάτων, ὁ Υἱὸς κατὰ τὴν θεότητα· καὶ εἰ τὰ ταπεινὰ εἰς τὴν τῆς θεότητος φύσιν ἐκλάβοιμεν, τίνι καὶ τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν, ο ἁρμόσομεν; καὶ τὸ, ὁμοίως αὐτὸν ποιεῖν τῷ Πατρί; καὶ τὸ, εὭσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει, καὶ οὐχ οἷς προστάσσεται, ζωοποιεῖ; ν Αλλ' ἔστιν ὀρθῶς κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνήν Πατὴρ, καὶ Θεὸς, ὁ Πατήρ Θεὸς μὲν τοῦ ἡ ἐν ὑστέ ροις καιροῖς ἐκ σπέρματος Δαυίδ μετὰ σαρκὸς °, Πατὴρ δὲ τοῦ ἐξ αὐτοῦ ἀπαθῶς τε καὶ ἀϊδίως γεννηθέντος Θεοῦ Λόγου, τῆς υἱότητος ἐν τῷ μοναδικῷ τύπῳ φυλαττομένης τε καὶ ὁμολογουμένης. Πῶς δ' ἂν ἡ νοήσομεν τό, «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν 'Αβραὰμ γενέσθαι ἐγώ εἰμι;» καὶ τὸ, ο Πάντα δι' αὐτοῦ ἐγένετο; ο ᾿Αδιαιρέτων τῶν φωνῶν μενουσῶν, ἆρα περιάψομεν 4 τὴν φωνὴν τῇ φύσει, τῇ ἐκ σπέρματος Δαυΐδ ἐν ὑστέροις καιροῖς γενομένῃ, τὸ πρὸ τοῦ Αβραὰμ καὶ Δαυΐδ εἶναι, καὶ πάντα δι' αὐτῆς γενέσθαι; ἢ φήσομεν εὐσεβῶς, τῶν φύσεων ἀσυγχύ των " μενουσῶν, καὶ τῆς ἑνώσεως αδιαιρέτου όμολο Η οὐδέ. 1 δεῖ. κ ἴσως, καὶ εἷς ὁ Υἱός. 1 καὶ ἑνὸς Υἱοῦ.» διαιρεῖν. " τῆς Δαυίδ σαρκός.» κατὰ σάρκα. ο ίσως, αν. 9 περιάψοιμεν. αὐτοῦ.· ἀσυγχύτως.
col. 335–336page 21 of 98
PG 76:335γουμένης, τὰς φωνὰς ἐφαρμόζεσθαι κατὰ τὴν τῶν ἐνωθεισῶν φύσεων δύναμιν, ώς προείρηται, εἰς ἕνα μὲν τὸν Υἱὸν, καὶ Κύριον, καὶ Χριστόν, ἀλλ' οὐκ εἰς μίαν φύσιν τὰ πάντα συναιροῦντες· ὡς καὶ ἐξ ἑνὸς τῶν φύσεων ὀνόματος ἑκατέρας νοεῖσθαι διὰ τὸ τῆς ἑνώσεως ἄκρον, καὶ ἡμῖν ἀκατάληπτον· ὡς που καὶ τὸ, ο Οὐδεὶς· ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ· ν καὶ τὸ, ο Ἐὰν οὖν ἴδητε τὸν Υἱόν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρότερον το οὐχὶ ἐκ τῆς προσηγορίας τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ τὸν αὐτῷ ἀσυγχύτως τε ἅμα καὶ ἀχωρίστως συνημμένον νεοῦμεν; Εἰ γὰρ καὶ Υἱὸν ἀνθρώπου ὠνόμαζε διὰ τὴν τῆς προσληφθείσης καὶ φαινομένης σαρκὸς φύσιν, ἀλλὰ διὰ [τῶν] καὶ παρ' αὐτοῦ τελουμένων Θεὸν ἑαυτὸν παρεδείκνυ. Καὶ πάλιν· «Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα.» Καὶ πάλιν· «Ἰησοῦς Χριστὸς χθες καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Εἰ χθὲς καὶ σήμερον, πῶς δι' αὐτοῦ τὰ πάντα; Εἰ δὲ δι' αὐτοῦ τὰ πάντα, πῶς χθὲς καὶ σήμερον; Αλλὰ καὶ τὸ, Πάντα δι' αὐτοῦ, ἡ ἀληθές· καὶ τὸ, ο Χθές, καὶ σήμερον, ο πιστόν· καὶ τὸ, «Ὁ αὐτὸς εἰς τοὺς αἰῶνας, ο ἀληθινόν· ἐὰν κατὰ τὸ τῶν ἐνωθεισῶν ἀσυγχύτως τε καὶ ἀχωρίστως φύσεων διάφορον τὰς φωνὰς ἐφαρμό ζωμεν, ναοῦντες κατὰ μὲν τὸ φαινόμενον, «χθὲς καὶ σήμερον, κατὰ δὲ τὸ νοούμενον, «Εἰς τοὺς αἰῶνας· ο κατὰ δὲ τὸ τῆς υἱότητος μοναδικόν, «Ένα καὶ τὸν αὐτόν. Απολογία Κυρίλλου. Σκοπός οὖν, ὡς· ἔοικε, τοῖς ἐθέλουσιν ἀπερισκέπτως ἐπιτιμᾷν τοῖς παρ' ἡμῶν χρειωδέστατά τε καὶ ἀναγκαίως γεγονόσιν ἀναθεματισμοῖς, φρονεῖν μὲν ἢ λέγειν τῶν ἀληθινῶν οὐδὲν, φιλοψογίας δὲ μόνης ἀπόδειξιν ἐναργῇ ποιεῖσθαι τὸ χρῆμα· εἰ γὰρ ἀνίσχοντα ", καὶ ἀκριβὴ τοῖς γεγραμμένοις τὸν οἰκεῖον ενερείσαντες νοῦν, οὐκ ἠγνόησαν, ὅτι κρατύνουσι ταῖς παρ' ἑαυτῶν τ ψήφοις, καὶ δι' ὧν πεποίηνται λόγων, τὸν ἀναθεματισμὸν, καὶ οὐχὶ δὴ μᾶλλον ἀνεπιστημόνως αὐτὸν γεγονότα καταδεικνύουσι. Καὶ τίνα τρόπον, ἐρῶ· Ὁ χρηστὸς ἡμῖν Νεστόριος ἔφη τι τοιοῦτον ἐπ' ἐκκλησίας. = εξηγούμενος. Ἵνα δὲ αὐτὸ σαφέστερον καὶ πᾶσιν εὐληπτότερον είπω, τοῖς ᾿Αρείου, καὶ Εὐνομίου, καὶ ᾿Απολιναρίου, καὶ πάν των τοῖς χοροῖς τῶν τῆς τοιαύτης φατρίας 5, σπουδή, τὸ, Θεοτόκος, εἰσάγειν, ὡς κράσεως γινομένης, καὶ τῶν φύσεων μὴ διαιρουμένων, μηδὲν τῶν εὐτελῶν εἰς τὴν ἀνθρωπότητα λαμβάνεσθαι, καὶ χώραν αὐτοὺς λοιπὸν κατὰ τῆς θεότητος ἔχειν· ὡς πάντων τῶν λεγομένων παρ' ἑνὸς λεγομένων. Τούτων ώδι λεγω μένων, χρειωδέστατος = παρ'· ἡμῶν γέγονεν ὁ ἀναθεματισμὸς, οὐκ ἐφιεὶς εἰς δύο μερίζεσθαι πρόσ ωπά τε καὶ ὑποστάσεις τὸν ἕνα Κύριον Ἰησοῦν Χρι Σκοπός, ώς. «ἔσ. εἰ γὰρ ἡνείχοντο ἀκο δοῦν. ν παρ' αὐτῶν. λελεγμένων χρειωδέστατα, ο ἴσ. περί. ἐκκλησίᾳ. Η αὐτῆς φρατρίας
col. 337–338page 22 of 98
PG 76:337στόν. Οτι δὲ καὶ αὐτοῖς τοῖς παρ' ἡμῶν συμφέρονται / λόγοις, δῆλον ἂν εἴη δήπουθεν ἐξ ὧν γεγράφασι, καὶ φρονεῖν ἐγνώκασιν· ἔχει δὲ οὕτως· Ως δὲ προσο ώποις, ἢ – ὑποστάσεσι δυσὶν, ἢ υἱοῖς δυσὶ διαιροῦντας τὴν ἕνωσιν, ήγουν τὸν ἕνα Υἱὸν, τὰς φωνὰς ἐφαρμόζειν οὐ δεῖ· ἀδιαίρετος γὰρ καὶ ἀχώριστος ἡ ἄκρα ἔνωσις· καὶ ὁ εἷς Υἱὸς κατὰ πάντα καὶ λόγον, καὶ τρόπον, καὶ ἔννοιάν ἐστι. Τῆς δὲ ἄκρας ενώσεως φυλαττομένης, καὶ τοῦ ἑνὸς Υἱοῦ, καὶ Χριστοῦ, καὶ Κυρίου όμολογουμένου, περὶ τὸν ἕνα καὶ τὸν αὐτὸν γιόν ἐκλαβέσθαι ο χρὴ τὰ λεγόμενα· κατὰ μέντοι τὴν τῶν ἑνωθεισῶν φύσεων δύναμιν ἐφαρμόζεσθαι πρέπει τῷ ἑνὶ Υἱῷ τὰ λεγόμενα. Οὐκοῦν τῆς εἰς ἄκρον ενώσεως σωζομένης, ποία παρείσδυσις γοῦν φαντασία τομής παρεισκρίνοιτο ἂν ἔτι; καὶ ὁ μερίζειν ἀποτολμῶν πῶς οὐκ ἔξω φέρεται τῆς εὐθείας ὁδοῦ, καὶ τῶν τῆς εὐσεβείας δογμάτων εἰς ἅπαν ἀποφοιτῶν; Τί οὖν φησιν ὁ ἀναθεματισμός; Εἴ τις μερίζει τὰς φωνὰς κατά γε τουτονὶ τὸν τρόπον, καὶ τὰς ὁ μὲν ὡς ἀνθρώπῳ παρὰ τὸν ἐκ Θεοῦ Λόγον ἰδικῶς νοουμένῳ προσάπτειν, τὰς δὲ ὡς θεοπρεπείς μόνῳ τῷ ἐκ Θεοῦ Λόγῳ· ἀνάθεμα ἔστω. Εἰ μὲν οὖν οἱ διιστάντες· καὶ διορίζοντες εἰς ἄνθρωπον ἰδικῶς τε καὶ ἀνὰ μέρος, καὶ εἰς Θεὸν Λόγον ἰδικῶς τε καὶ ἀνὰ μέρος, οὐ μερίζουσι τὸν ἕνα Χριστὸν, καὶ δύο λέγουσιν υἱοὺς, ἀγανακτείτωσαν καθ᾿ ἡμῶν οἱ φιλο εγκλήμονες· εἰ δὲ τομὴ καὶ διαίρεσις τὸ οὕτω φρονεῖν ἐστι, κατὰ τίνα τρόπον τοῖς παρ' ἡμῶν λόγοις ἐπιτι βἂν ἐγνώκασι, καίτοι καὶ αὐτοὶ, καθά φασιν, ἀδιαίρετον τε καὶ ἕνα κατὰ ἄκραν ἔνωσιν ὁμολογοῦντες ὑπάρχειν τὸν Ἐμμανουήλ; Τὸ μὲν οὖν ἐμφρόνως ἑκάστην φωνήν, εἰ καὶ παρ' αὐτοῦ τυχὸν εἰρημένην, ἐκλαμβάνεσθαι δεῖν, ἐπαινέσαιμ' ἂν καὶ αὐτὸς ἐγώ, καὶ ἀπαστισοῦν, οἶμαι, τῶν ὀρθὰ φρονεῖν εἰωθότων αἱ μὲν γάρ εἰσι θεοπρεπεῖς, αἱ δὲ τῇ μετὰ σαρκὸς οικονομία μᾶλλον ἀρμοδιώτεραι. Επειδὴ δέ ἐστιν εἷς καὶ ὁ αὐτὸς, θεός τε ὁμοῦ καὶ ἄνθρωπος, ταύτῃ του καὶ λίαν ὀρθῶς, ποτὲ μὲν θεϊκῶς, ποτὲ δὲ ἀνθρωπίνως ποιείται τοὺς λόγους· πλὴν τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ ταύτας τε κἀκείνας εἶναι φωνας διισχυριζόμεθα ούτε ψιλοῦντες θεότητος τὸν ἐκ τῆς παναγίας Παρο θένου ναόν, οὔτε μὴν ἄσαρχον εἰδότες τὸν ἐκ Θεοῦ Πατρός Λόγον μετὰ τὴν ἄῤῥητον ἔνωσιν. Θαυμάζω δὲ ὅτι, καίτοι πολυπραγμονοῦντες ἄγαν, καὶ ὡς γε νομίζουσι, λεπτώς βασανίζοντες τὰς ἐμὰς ἐπιστολὰς, τὰ μὲν ὅσα ἐστὶν ἐν αὐταῖς χρήσιμά τε καὶ ἀναγκαία πρὸς ἀπόδειξιν τῆς τῶν δογμάτων ὀρθότητός τε καὶ ἀκριβείας, ἐθέλοντες παρατρέχουσιν, ἐπιπηδῶσι δὲ καὶ μάλα γοργῶς τοῖς κἂν γοῦν ἰσχνὴν ἔχουσιν ὑπο σμίαν, κατά γε τὸ αὐτοῖς δοκοῦν, εἰς τὸ δύνασθαι δι' αὐτῶν τὰς καθ' ἡμῶν ποιεῖσθαι συκοφαντίας. Μεμνήσομαι δὲ τῶν ἐμαυτοῦ ῥητῶν 6. Γέγραφα γὰρ οὕτως ἐν τῇ πρὸς Νεστόριον ἐπιστολῇ· Τὰς δέ γε ἐν τις Εὐαγγελίοις τοῦ Σωτῆρος ἡμῶν φωνὰς οὔτε » προσώποις δυσὶν, ή. ο Υιόν καὶ ἐκλαμβάνεσθαι. ὁ ὡς τις.· οὐ διιστάντες. οὐ δύο. Η ρημάτων.
col. 339–340page 23 of 98
PG 76:339ὑποστάσεσι δυσιν, οὔτε μὴν προσώποις δυσὶ καταμε ο το Σιν, θ. ρίζομεν· οὐ γάρ ἐστι διπλοῦς ὁ εἷς καὶ μόνος Χρι στὸς, κἂν ἐκ δύο νοῆται καὶ διαφόρων πραγμάτων εἰς ενότητα τὴν ἀμέριστον συνενηνεγμένος· καθάπερ ἀμέλει καὶ ἄνθρωπος ἐκ ψυχῆς νοεῖται καὶ σώματος καὶ οὐ διπλοῦς μᾶλλον, ἀλλ' εἷς ἡ ἐξ ἀμφοῖν· ἀλλὰ τάς τε ἀνθρωπίνας, καὶ πρός γε τούτῳ τὰς θεῖκας παρ' ἑνὸς εἰρῆσθαι, διακεισόμεθα φρονοῦντες ὀρθῶς. Οταν μὲν γὰρ θεοπρεπῶς λέγῃ περὶ ἑαυτοῦ· «Ο ἑωρακὼς ἐμὲ, εώρακε τὸν Πατέρα·, και, ο Ἐγὼ καὶ ὁ Πατὴρ ἐν ἐσμεν·, τὴν θείαν αὐτοῦ καὶ ἀπόρο ῥητον ἐννοοῦμεν φύσιν, καθ᾽ ἦν ἐστι 1 πρὸς τὸν Πατέρα τὸν ἑαυτοῦ διὰ τὴν ταυτότητα τῆς οὐσίας εἰκών τε καὶ χαρακτήρ, καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ. Ὅταν δὲ τὸ τῆς ἀνθρωπότητος μέτρον οὐκ ἀτιμάζων, τοῖς Ἰουδαίοις προσλαλῇ· «Νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, δς τὴν ἀλήθειαν ὑμῖν λελάληκα· › πάλιν οὐδὲν ἧττον αὐτὸν τὸν ἐν ἰσότητέ τε καὶ ὁμοιότητι τοῦ Πατρὸς Θεὸν λόγον, καὶ ἐκ τῶν τῆς ἀνθρωπότητος αὐτοῦ μέτρων ἐπιγινώσκομεν. Εἰ γάρ ἐστιν ἀναγκαῖον τὸ πιστεύειν, ὅτι θεὸς ὢν φύ σει, γέγονε σὰρξ, ήγουν ἄνθρωπος, ἐμψυχωμένης ψυχῇ λογικῇ τῆς σαρκός· ποῖον ὁ ἂν ἔχοι λόγον τὸ έπαισχύνεσθαί τινα ταῖς παρ' αὐτοῦ φωναῖς, εἰ γεγόνασιν ἀνθρωποπρεπῶς; Εἰ γὰρ παρητείτο τοὺς ἀνθρώ πως πρέποντας λόγους, τίς ὁ ἀναγκάσας γενέσθαι καθ' ἡμᾶς ἄνθρωπον; Ὁ δὲ καθεὶς ἑαυτὸν δι᾿ ἡμᾶς εἰς ἑκούσιον κένωσιν, διὰ ποίαν αἰτίαν παρητεῖτο ἂν τοὺς τῇ κενώσει πρέποντας λόγους; Ενὶ τοιγαροῦν προσώπῳ τὰς ἐν τοῖς Εὐαγγελίοις πάσας ἀναθετέον φωνάς, ὑποστάσει μιᾷ τῇ τοῦ Λόγου σεσαρκωμένῃ κα Κύριος γὰρ εἰς Ἰησοῦς Χριστὸς ', κατὰ τὰς Γραφάς. Οὐκοῦν ὡς ἀπό γε τῶν ἤδη προγεγραμμένων, οὐκ ήγνοηκότες μὲν ἁλωσόμεθα τὴν οἰκονομίαν, καὶ τὴν ἑκάστῃ φύσει πρέπουσαν φωνήν, οὐκ ἐφιέντες δὲ μᾶλλον τοῖς ψυχικοῖς, καὶ πνεῦμα μὴ ἔχουσι, νοεῖν δύο υἱοὺς, ἢ λέγειν, διαιροῦντας ἀλλήλων τὰς ὑπο στάσεις μετὰ τὴν ἀδιάσπαστον η ένωσιν. Επειδὴ δὲ βραχύ τι μέρος λαβόντες ἐξ ἡμετέρας ἐπιστολῆς, τεθείκασιν ἐν ἀρχῇ τῶν ἰδίων λόγων, ἀπειλοῦντες ἡμᾶς ἐπὶ καιροῦ διελέγχειν, ὡς οὐ μετρίως ἡμαρτηκότας εἰς τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ τῇ αὐτοῦ φύσει τὴν τῇ σαρκὶ πρέπουσαν αὔξησίν τε καὶ προς κοπὴν ἀβουλότατα προσνενεμηκότας· φέρε καὶ πρός γε ταῦτα τὰ εἰκότα λέγωμεν, ὅλον παραθέντες τῆς ἐπιστολῆς τὸ μέρος. Δεδοικότε; • γὰρ αὐτοὶ τὴν ἀλή θειαν, καὶ συναρπάζοντες τοὺς ἀκροωμένους, μέρος τι τεθείκασιν, ὅπερ αὐτοῖς ἐδόκει χρειωδέστατον εξ ναι πρὸς τὸ δύνασθαί τε καὶ μὴν καὶ δοκεῖν εὐλό γους α τὰς καθ' ἡμῶν ποιεῖσθαι συκοφαντίας· ἔχει δὲ οὕτως τὸ εἰρημένον· Κἂν ἀκούσῃς, ὅτι προέκοπτεν ὁ Ἰησοῦς ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι, μὴ σοφὸν ἐξ ἐπιδόσεως νομίσῃς γενέσθαι τὸν τοῦ Θεοῦ Λόγων διπλοῦς, μᾶλλον ἀλλ᾽ εἴς. ἱ καθ᾽ ἦν καὶ ἔν ἐστι. 1 ὁ Χριστός. - καὶ ὡς, η αδιάστατον. ο δεδιότες. ἐμψυχωμένος ψυχῇ λογική. Η σεσαρκωμένου. Γϊσ. ναί. 9 εὐδοκεῖν, εὐλόγως.
col. 341–342page 24 of 98
PG 76:341διαμεμνήσομαι δὲ μᾶλλον γεγραφότος ώδι τοῦ θεσπεσίου Παύλου • Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ ση φία. • Μηδὲ αὖ ἐκεῖνο φληνάφως τολμήσῃς εἰπεῖν, ὅτι τὸ προκόπτειν ἐν ἡλικίᾳ τε καὶ σοφίᾳ, καὶ χάριτι, τῷ ἀνθρώπῳ προσάψομεν· τοῦτο γὰρ ἐστιν, οἶμαι, ἕτερον οὐδὲν, ἢ διελεῖν εἰς δύο τὸν ἕνα Χριστόν ἀλλ᾿ ὥσπερ ἔφην αρτίως, προαιώνιος ὧν ὁ Υἱός, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς εἰς Υἱὸν ὡρίσθαι λέγε και Θεοῦ, τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος οἰκονομικῶς· οὕτω καὶ ὑπάρχων σοφία τοῦ γεν γεννηκότος, προκόπτειν ἐν σοφίᾳ λέγεται, καίτοι παντέλειος ὢν ὡς Θεὸς, τὰ τῆς ἀνθρωπότητος ἴδια διὰ τὴν εἰς ἄκρον ἕνωσιν εἰς ἑαυτὸν εἰκότως ἀναλαβὼν. Ανθ' ὅτου δὴ οὖν Θεοῦ λέγοντος, ο Κρίμα δί καιον κρίνατε, ο παραλογίζονται τὴν ἀλήθειαν; Ούτε γὰρ μερισμὸν τῶν ὑποστάσεων μετὰ τὴν ἔνωσιν δογματίζομεν, οὔτε τὴν τῆς Θεότητος φύσιν αὐξήσεώς τε καὶ προκοπῆς δεδεῆσθαί φαμεν· ἐκεῖνο δὲ μᾶλλον, ὅτι κατ' οἰκείωσιν οἰκονομικὴν ἑαυτοῦ πεποίηται τὰ ίδια τῆς σαρκὸς, ὡς σάρξ γεγονώς, ο κατὰ τὰς Γρα φάς. Ὅτι δὲ τῇ τοιᾷδε πίστει τε καὶ δόξῃ καὶ ὁ τῶν ἁγίων Πατέρων συνάδει χορὸς, ἐπιδεῖξαι πειράσομαι, παραθεὶς εἰς πληροφόρησιν, ἐξηγήσεως μέρος, γενομένης κατὰ καιροὺς παρὰ τοῦ τῆς μακαρίας μνή μης 'Αττικοῦ· ἔχει δὲ οὕτως Αττικοῦ ἐπισκόπου Κωνσταντινουπόλεως. Σήμερον Χριστὸς ὁ Δεσπότης τὴν τῆς φιλανθρωπίας γέννησιν ἀνεδέξατο· τὴν γὰρ τῆς θεϊκῆς ἀξίας προϋπήρχεν. Εἶτα τούτοις ἐπιφέρει πάλιν· Ο τῆς φιλανθρωπίας Λόγος κενοῦται, ἀκένωτος τὴν φύσιν ὑπάρχων· «Καυτὸν γὰρ ἐκένωσε, μορφήν δούλου Γ. λαβών.» Ο άσαρκος διὰ σὲ σαρκοῦται· «Ο γὰρ Λό γος σὰρξ ἐγένετο·; Ὁ ἀφῇ μὴ ὑποπίπτων διὰ τὸ τῆς φύσεως ἀσώματον, ψηλαφᾶται. Ὁ ἄναρχος, ὑπὸ ἀρχὴν γίνεται σωματικήν· ὁ τέλειος αὔξει· ὁ ἄτρεπτος προκύπτει ὁ πλούσιος, ἐν καταλύματι γίνεται· ὁ πεν οι άλλων τὸν οὐρανὸν ἐν νεφέλαις, σπαργανοῦται· ὁ βασιλεύς, ἐν φάτνη τίθεται. Οτι δὲ διαιρεῖν τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν οὐκ ἀπλημμελὲς, μᾶλλον δὲ ἀνατρεπόντων ἐστὶ τὸ σεπτὸν τῆς ἐνανθρωπήσεως μυστήριον, οὐδὲν ἧττον εἰσόμεθα, τοῖς ἐντεταγμένοις εντυγχάνοντες ῥητοῖς Ἰουλίου τε καὶ Φήλικος, τῶν ἀφηγησαμένων κατά καιροὺς τῆς Ῥωμαίων Εκκλησίας. Ιουλίου ἐπισκόπου Ρώμης. Κηρύσσεται δὲ εἰς συμπλήρωσιν τῆς πίστεως καὶ σαρκωθεὶς ἐκ Παρθένου Μαρίας ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ σκηνώσας ἐν ἀνθρώποις, οὐκ ἐν ἀνθρώπῳ ἐνεργής σας· τοῦτο γὰρ ἐπὶ προφητῶν ἐστι καὶ ἀποστόλων τέλειος Θεὸς ἐν σαρκί, καὶ ἄνθρωπος τέλειος ἐν πνεύ ματι· οὐ δύο υἱοί, εἷς μὲν γνήσιος Υἱὸς ἀναλαβὼν ἄνθρωπον, ἕτερος δὲ θνητὸς ἄνθρωπος ἀναληφθείς ὑπὲ Θεοῦ, ἀλλ' εἷς ὁ μονογενῆς ἐν οὐρανῷ, καὶ μου νογενῆς ἐπὶ τῆς γῆς Θεός. το ο ε κ οἶμαι, καὶ ἕτερον.· καὶ πληροφορίαν.
col. 343–344page 25 of 98
PG 76:343Φήλικος τοῦ ἀγιωτάτου ἐπισκόπου Ρώμης, καὶ μάρτυρος. Περὶ δὲ τῆς σαρκώσεως τοῦ Λόγου, καὶ τῆς πίσ στεως, πιστεύομεν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐκ τῆς Παρθένου Μαρίας γεννηθέντα, ὅτι αὐτός ἐστιν ὁ τοῦ Θεοῦ ἀΐδιος Υἱὸς καὶ Λόγος, καὶ οὐκ ἄνθρωπος ὑπὸ Θεοῦ ἀναληφθείς, ἵν᾿ ἕτερος παρ' ἐκεῖνον. Οὐδὲ γὰρ ἄνθρωπον ἀνέλαβεν ὁ τοῦ Θεοῦ Υιός, ἵνα ᾖ ἕτερος παρ' αὐτόν· ἀλλὰ Θεὸς ὢν τέλειος, γέγονεν ἅμα καὶ τέλειος άνθρωπος, σαρκωθεὶς ἐκ Παρθένου. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Ζ'. Εἰ τίς φησιν, ὡς ἄνθρωπον ένηργῆσθαι ὑπὸ τοῦ Θεοῦ Λόγου τὸν Ἰησοῦν, καὶ τὴν τοῦ Μονογενοῦς εὐ δοξίαν περιῆφθαι ὡς ἑτέρῳ παρ' αὐτὸν ὑπάρχοντι ἀνάθεμα έστω. Αντίρρησις τῶν Ἀνατολικῶν. Ἐνηργῆσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὑπὸ τοῦ Πνεύματος ὡς ἄνθρωπον ἁπλῶς, ἡ ὡς προ φήτην, ἢ ὡς ἀπόστολον, οὐδεὶς ἂν ὁμολογήσεις· τὰς μέντοι ἀποστολικὰς φωνὰς περὶ αὐτοῦ διὰ τὴν τῆς φαινομένης σαρκὸς φύσιν εἰρημένας, οὔτ᾽ ἀρνησά μεθα, οὔτ᾽ ἂν ἐξαλείψαιμεν ', ποτὲ μὲν λεγούσας Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νε κρῶν, λύσας τὰς ὁδύνας τοῦ θανάτου· καὶ πάλιν, Τῇ δυνάμει τοῦ Θεοῦ ὑψωθείς· ο καὶ ὅσα τοιαῦτα. Αλλ᾽ εἰ καὶ ταῦτα πρόσκειται διὰ τὸ φαινόμενον, οὐδεὶς ἂν ἐκλάδο: ἢ ὡς ἄνθρωπον ἁπλῶς ἑαυτὸν ενεργούμενον, ἢ ὡς δίκαιον, ἢ ὡς προφήτην, ἢ ὡς ἀπόστολον· οὔτ᾽ αὖ τὰς θείας φωνὰς ἐξαλείφομεν, ἢ ἀρνούμεθα, ἡ ἀμαθῶς τε ὁμοῦ καὶ βλασφήμως ἀναθεματίζομεν, εἰρημένας καὶ κειμένας διὰ τὴν τῆς φαινομένης σαρχές φύσιν, οὔτε ὡς ἄνθρωπον ἁπλῶς, ἡ ὡς δίκαιον, ἢ ὡς προφήτην, ἢ ὡς ἀπόστολον ενηργῆσθαι φήσομεν· οὐ γὰρ ἔλεγε· Τάδε λέγει Κύριος· ἀλλ᾽ ὡς Υἱὸς νομοθετῶν· «Ἐγὼ δὲ λέγω ὑμῖν. ο ν Απολογία Κυρίλλου. Καὶ νῦν ἡμῖν οὐδὲν ἧττον διὰ τῶν ἴσων ἔρχεται λόγων τῆς ἀπολογίας ὁ τρόπος· εἷς μὲν γὰρ ἐστιν όμολογουμένως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ αὐτὸς εἶναι πεπιστευμένος καὶ ἐκ Θεοῦ Πατρὸς Λόγος ἀϊδιός τε καὶ προαιώνιος, καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἄνθρωπος ἐκ γυναικός, παράδοξον ἐσχηκὼς τὴν κατὰ σάρκα γέννησιν. Αλλ' εἰς ὑπάρ χων Υἱὸς, καὶ Θεὸς, καὶ Κύριος, ειργάζετο τάς θεο σημείας διὰ τῆς ὑπὲρ ἄνθρωπον Ισχύος πληροφορῶν ὅτι, καὶ εἰ γέγονε σὰρξ, ἀλλ' οὐδὲν ἧττόν ἐστι καὶ οὕτω Θεὸς ἀληθινὸς καὶ δύναμις τοῦ Πατρός οὐ γὰρ πέπαυται τοῦ εἶναι ὁ ἦν, γενόμενος άνθρω αὖ ἐξαλείψομεν. " σ. αὐτόν. ν οὖν τάς.· οὖν.
col. 345–346page 26 of 98
PG 76:345τος. Επλήρου τοιγαροῦν τὰ παράδοξα· τοῦτο μὲν δαιμονίοις ἐπιτιμῶν, καὶ συντρίβων τὸν Σατανᾶν τοῦτο δὲ τυφλοῖς τὸ φῶς ἐνιείς· νεκροὺς ἀνιστῶν γ θάλασσαν ἀγριαίνουσαν ἑνὶ κατευνάζων ῥήματι· οὐχ ὡς ἄνθρωπόν τινα, καὶ ἕτερον ὄντα καταμόνας Χρι στον, δοξάζεσθαι ποιῶν, καθάπερ ἀμέλει καὶ ἕνα τῶν ἁγίων προφητῶν, ἡ γοῦν ἀποστόλων ε· ἀλλ᾽ ἑαυτῷ τὴν δόξαν πραγματευόμενος, ἵνα παρά πάντων πιο στεύηται Θεὸς ὢν φύσει, καὶ εἰ γέγονεν ἄνθρωπος. 'Ην οὖν ἄρα τῶν ἐκτοπωτάτων ἀνασχέσθαι Νεστορίου λέγοντος· Κοιναὶ γὰρ αἱ τῆς Τριάδος ενέργειαι, καὶ μόναις ὑποστάσεσι τὴν διαίρεσιν ἔχουσαι· ήγουν τοῦ Μονογενοῦς ἡ εὐδοξία ποτὲ μὲν τῷ Πατρὶ περι ἧπται, ποτὲ δὲ τῷ Πνεύματι, ποτὲ δὲ τῇ τοῦ Χριστοῦ δυναστεία. Οὐκοῦν ἢ δεικνύτωσαν, οἱ ἐπιτιμᾶν ἐθέ λοντες, ἕτερον ἡμῖν Χριστὸν ἰδίᾳ καὶ ἀνὰ μέρος ὑπὸ ἄρχοντα καὶ νοούμενον, ᾧ τὴν ἑαυτοῦ δυναστείαν περιῆψεν ὁ μονογενής τοῦ Θεοῦ Λόγος, ὡς ἕτερος ὢν παρ' αὐτὸν ἰδικῶς ὁ Υἱός· καὶ ἡ εἰ α μή ἐστιν ἕτερος, καὶ ἕτερος, ἀλλ' εἷς τε καὶ ὁ αὐτὸς, καὶ ἐκ Πατρὸς μονογενῆς, καὶ γυναικὸς ἄνθρωπος κατὰ σάρκα, πῶς ἦν ἀκόλουθον ἐλέσθαι σιγάν, καὶ οὐχὶ δὴ μᾶλλον ἀντα αναστῆναι» πάλιν τῆς ἀληθείας τήν δύναμιν τοῖς παρ' ἐκείνου βατταρισμοῖς, τῶν τῆς εὐσεβείας δου γμάτων τὸ κάλλος παρασημαίνουσι; "Ην μὲν οὖν καὶ ἔστι Θεὸς ὁ Υἱός. Ἐπειδὴ δὲ ἅπαξ τὸ τῆς ἀνθρωπότητος υπέδυ μέτρον, καὶ οὐκε ἀπόβλητον ἐποιήσατο. τὴν οἰκονομίαν, ὑπέμεινε δὲ πάντα διὰ τὴν κένωσιν Εθελοντι δι' ἡμᾶς· ταύτῃ τοι, καίτοι κατὰ φύσιν ὑπάρχων ζωή, ζωοποιεῖσθαι λέγεται παρὰ τοῦ Πα τρός· καὶ τῆς δόξης Κύριος ών, δόξαν λέγεται λαο δεῖν. Εφη γοῦν ὁ Ἑβραῖος ἐξ Εβραίων, ὁ νομομαθής ἀληθῶς, καὶ ἐκ φυλής Βενιαμίν· «Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰη σοῦ Χριστοῦ, καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐ τὸν ἐκ νεκρῶν, καὶ δόξαν αὐτῷ δόντος, ο ᾿Αλλὰ και του λεγόμενος δόξαν λαβεῖν παρὰ τοῦ Πατρὸς, δια ήκοντος τοῦ πράγματος ἐπὶ τὸ τῆς ἀνθρωπότητος μέτρον, οἶδεν ἑαυτὸν ἔχοντα, καθὸ νοεῖται καὶ ἔστι Θεός, τὸ ὑπὲρ κτίσιν ἀξίωμα. Εφη γοῦν·. Πάντα μας παρεδόθη παρὰ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπι γινώσκει τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις επιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.» 'Αλλ' ίσως ἐρεῖ τις τῶν φιλομαθεστέρων· Εἰ πάντα σοι παρεδόθη παρὰ τοῦ Πατρός, ὡς δόξης δεδεημένῳ, καὶ δοτὸν ἔχειν ὀφείλον-; τι τὸ κατὰ πάντων κράτος διὰ τὸ ἀνθρώπινον· πῶς ἀνέφικτον ταῖς ἀνθρώπων διανοίαις εἶναι φῆς τὸ εἰ δέναι σε, καθάπερ ἀμέλει καὶ τὸν Πατέρα; ᾿Αλλὰ ναι, φησίν, οὐ μέχρι τῶν ὀρωμένων ἡ ἐπ' ἐμοὶ συν στέλλεται γνώσις. Εἰμὶ γὰρ Θεὸς ἐν σαρκὶ καὶ απ ματι, κατὰ μὲν τὴν σάρκα γινωσκόμενος, κατὰ δὲ τὴν θεότητος φύσιν τε καὶ δόξαν ἰσομέτρως ἔχων τῷ Ἡ ἀνιστάς. - ἢ ἀποστόλων. «ἰδικῶς Υιός· ἢ εἰ. ὁ ἀνταναστῆσαι. • μέτρον οὐκ, εθελοντής. • πάντα,
col. 347–348page 27 of 98
PG 76:347Θεῷ καὶ Πατρὶ, καὶ νοῦ καὶ λόγου παντὸς ἐπέκεινα τρέχων. Οὐκοῦν (ανθέξομαι γὰρ τῆς τῶν προκειμένων ἐννοίας) οὔτε τὰς ἀποστολικὰς ἀναιροῦμεν φωτ νάς, μὴ γένοιτο, οὔτε μὴν ἕτερα ἅττα παρὰ τὸ εἰκὸς ἢ φρονοῦντες, ἢ λέγοντες, τοῖς τῆς ἐνανθρωπήσεως ἀντιπράττομεν λόγοις· ἑπόμενοι δὲ πανταχοῦ τοῖς ἱεροῖς Γράμμασι, καὶ ταῖς τῶν θεηγόρων φωναῖς τὸ χρῆναι κρατεῖν ἀπονέμοντες, ἀντανιστάμεθα μόνοις τοῖς τὰ ὀρθὰ τῆς Ἐκκλησίας δόγματα διαστρέφουσιν. Οτι δὲ ὁ Πατὴρ ἐκ νεκρῶν ἀναστῆσαι τὸν Κύριονἡμῶν Ἰησοῦν Χριστὸν λέγεται, ενεργουμένου δηλον ότι περὶ τὴν σάρκα αὐτοῦ τοῦ πράγματος, οὐκ ἂν ἐνδοιάσειέ τις. Αὐτὸς δὲ ὑπάρχων ή ζωή, ζωοποιός τε καὶ ἐνεργὴς δύναμις τοῦ Πατρὸς, τὸν ἴδιον ἐζωοποίει ναόν· «Καταλύσατε τὸν ναὸν τοῦτον, φησί, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ην οὖν ἄρα τὸ ζωοποιούμενον οὐκ ἀλλότριον, οὔτε μὴν ἑνὸς τῶν καθ' ἡμᾶς ἀνθρώπων, ἀλλ᾽ ἴδιον αὐτοῦ τοῦ Λόγου σῶμα. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Η'. Εἴ τις τολμᾷ λέγειν τὸν ἀναληφθέντα ἄνθρωπον συμπροσκυνεῖσθαι δεῖν τῷ Θεῷ λόγῳ, καὶ συνδοξάζεσθαι, καὶ συγχρηματίζειν Θεόν, ὡς ἕτερον ἑτέρῳ (τὸ γὰρ σὺν, ἀεὶ προστιθέμενον τοῦτο νοεῖν ἀναγκάσει)· καὶ οὐχὶ δὴ μᾶλλον μια προσκυνήσει τιμᾷ τὸν Ἐμμανουὴλ, καὶ μίαν αὐτῷ τὴν ὁμολογίαν συν άπτει 5, καθό γέγονε σαρξ ὁ Λόγος· ἀνάθεμα ἔστω. Αντίῤῥησις τῶν Ανατολικῶν. Τὸ συμπροσκυνεῖσθαι, καὶ συνδοξάζεσθαι, ὡς περ. προσώπων, ἢ ὑποστάσεων ἢ υἱῶν δύο οὐ λέγομεν, ὡς τῇ σαρκὶ ἑτέρως προσκυνήσεως γινομένης, καὶ τῷ Θεῷ λόγῳ ἑτέρως· ἀλλὰ μᾶλλον μίαν προσκύνησιν, καὶ τὰ λοιπὰ ὡς ἑνὶ Υἱῷ προσφέρομεν, καὶ τὸ συμπροσκυνεῖσθαι, ὡς καὶ αὐτὸς ἐν τῷ πρώτῳ τόμῳ λέγει. Καίτοι γὰρ ἀεὶ συνεδρεύων ὡς Λόγος τῷ ἰδίῳ Πατρὶ, καὶ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν ὑπο ἄρχων, πάλιν ήκουε λέγοντος καὶ μετὰ σαρκός Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Οὕτω καὶ προσκυνεῖο σθαί φαμεν αὐτὸν πρός τε ἡμῶν αὐτῶν, καὶ τῶν ἁγίων ἀγγέλων. Πρὸς οὖν ταῦτά φαμεν, ὡς πάνυ ἐπιστημονικῶς ἐπέσκηψε τοῖς σὺν τῇ σαρκὶ προσ μετά, σύν, κυνεῖν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Υἱῷ βουλομένοις· ὡς ἑτέρου τινὸς ὄντος παρὰ τὸ σὺν, τοῦ μετά, ὅπερ αὐτὸς ἔθηκεν, ὡς προείρηται, λέγων αὐτὸν μετὰ σαρκὸς δεῖν προσκυνεῖσθαι, ἀπαγορεύων δὲ συμπροσκυνεῖσθαι τῇ Θεότητι την σάρκα. Απολογία Κυρίλλου. Νουνεχεστάτους ' ἡμᾶς ὁ θεσπέσιος Παῦλος ἀπο φαίνει, λέγων· ο Εαυτούς δοκιμάζετε, εἰ ἐστὲ ἐν τῇ πίστει. ο Νοῦς μὲν γὰρ ὁ ἀνθρώπινος ὑπὸ φιλαυτίας 1 κατὰ τὸς λύσατε τὸν ναόν. ὁ ἀνάπτει, ἢ ἀναπέμπει. Η λέγοντα. 1 Νουνεχέστατα.
col. 349–350page 28 of 98
PG 76:349ἔσθ' ὅτε, κἂν εἰ ἔξω φέροιτο τῆς εὐθείας ὁδοῦ, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἀποφοιτῶσαν ἔχοι τὴν κίνησιν, τῶν ἰδίων ἐννοιῶν καθορίζειν τὸ ἀπηχές ὀκνεῖ πως ἀεὶ καὶ δέδιεν· ἑαυτόν γε μὴν ἐπανορθώσεται καὶ μάλα ῥᾳδίως, τοὺς τῶν ἁγίων Πατέρων πολυπραγμονήσας πόνους, οἱ καὶ ἐπ' ὀρθότητί τε καὶ ἀκριβείς δογμάτων διαβόητον ἔχουσι παρὰ πάν των τὴν εὐφημίαν. Τότε τὴν οἰκείαν εὐτέχνως δοκι μάσει πίστιν· σκοπὸς γὰρ ἅπασι τοῖς ἁρτίοις τὴν φρένα, ταῖς ἐκείνων ἔπεσθαι δόξαις· ὅτι καὶ αὐτοὶ τῆς τε ἀποστολικῆς καὶ εὐαγγελικῆς παραδόσεως τὸν οἰκεῖον ἐμπλήσαντες νοῦν, καὶ τῶν ἐπὶ τῇ πίστει λόγων ὁ ὀρθῶς τε καὶ ἀμωμήτως ἐκ τῶν ἱερῶν Γραμ μάτων εὖ μάλα κατωρθωκότες, φωστῆρες ἦσαν ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, κατὰ τὸ γεγραμμένον. Γράφει τοίνυν ὁ τῆς ἀϊδίου μνήμης - Πατὴρ ἡμῶν καὶ ἐπίσκοπος Αθανάσιος περὶ τοῦ πάντων ἡμῶν Σω τῆρος Χριστοῦ ἐν τοῖς περὶ τῆς σαρκώσεως· ὁμολογοῦμεν καὶ εἶναι αὐτὸν Υἱὸν τοῦ Θεοῦ, καὶ Θεὸν κατὰ πνεῦμα, υἱὸν ἀνθρώπου κατὰ σάρκα. Οὐ δύο φύσεις τὸν ἕνα Υἱόν, μίαν προσκυνητὴν, καὶ μίαν ἀπροσκύνητον, ἀλλὰ μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμέν νην, καὶ προσκυνούμενον μετὰ τῆς σαρκὸς αὐτοῦ μια προσκυνήσει· οὐδὲ δύο υἱοὺς, ἄλλον μὲν Υἱὸν Θεοῦ ἀληθινὸν καὶ προσκυνούμενον, ἄλλον δὲ ἐκ Μαρίας ἄν θρωπον μὴ προσκυνούμενον, κατὰ χάριν δὲ Υἱὸν Θεοῦ γενόμενον, ὡς καὶ ἄνθρωποι. Καὶ μεθ' ἕτερα πάλιν Ὁ τοίνυν γεννηθεὶς ἐκ τῆς Παρθένου Μαρίας, Υἱὸς Θεοῦ φύσει, καὶ θεὸς ἀληθινὸς, καὶ οὐ χάριτι καὶ μετα ουσία, κατὰ σάρκα μόνην τὴν ἐκ Μαρίας ἄνθρωπος, κατὰ δὲ πνεῦμα αὐτὸς Υἱὸς Θεοῦ καὶ Θεός· καὶ πάλιν Εἰ δέ τις παρὰ ταῦτα ἐκ τῶν θείων Γραφών διδάσκει, ἕτερον λέγων Υἱὸν τοῦ Θεοῦ, καὶ ἕτερον τὸν ἐκ τῆς Μαρίας, κατὰ χάριν υἱοποιηθέντα ὡς ἡμεῖς· ὡς εἶναι δύο υἱούς, ἕνα κατὰ φύσιν Υἱὸν Θεοῦ, τὸν ἐκ Θεοῦ, καὶ ἕνα κατὰ χάριν τὸν ἐκ Μαρίας ἄνθρωπον· ἢ εἴ τις τὴν τοῦ Κυρίου ἡμῶν σάρκα ἄνωθεν λέγει, καὶ μὴ ἐκ τῆς Παρθένου Μαρίας· ἡ τραπείσαν τὴν θεότητα εἰς σάρκα, ἢ συγχυθεῖσαν, ἢ ἀλλοιωθεῖσαν, ἢ παθητὴν τὴν τοῦ Κυρίου θεότητα· ἡ ἀπροσκύνητον τὴν τοῦ Κυρίου ἡμῶν σάρκα ὡς ἀνθρώπου, καὶ μὴ προσκυνητήν, ὡς Κυρίου καὶ Θεοῦ σάρκα· τοῦτον ἀναθεματίζει ἡ ἁγία, καὶ καθολική Εκκλησία, πειθομένη τῷ θείῳ ᾿Απο στόλι λέγοντι· «Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' δ παρελάβετε, ἀνάθεμα ἔστω.» Ταῦτα φρονοῦντος καὶ γράφοντος 1 ἡμῖν τοῦ ἀνδρὸς, ὁ τῇ Χριστοῦ δόξῃ που λεμεῖν ᾑρημένος, καὶ ἀπύλωτον ἐπ' αὐτῷ κ την γλῶσσαν ἀνεὶς Νεστόριος, οὕτω που πάλιν φησίν Ὁμολογοῦμεν τὸν ἐν ἀνθρώπῳ Θεὸν, σέβομεν τῇ θεία συναφείᾳ τῷ Θεῷ λόγῳ συμπροσκυνούμενον ἄνθρωπον. 'Αρ' οὐκ ἐναργώς θεοφόρον ἄνθρωπον ὀνομάζει Χριστὸν, καὶ συνάφειαν ἁπλῶς ἀνθρώπου φησί γε Ει ἡ ἴσως, τὸν ἐπὶ τῇ πίστει λόγον. κ ἀοιδίμου. 1 γεγραφότος. * αὐτήν.
col. 351–352page 29 of 98
PG 76:351νέσθαι πρὸς Θεὸν, κατ' ἐκεῖνο τάχα που τὸ διὰ τῆς 97? › Παύλου φωνῆς· «Ο κολλώμενος τῷ Κυρίῳ, ἐν πνεῦμά ἐστι Καίτοι πῶς οὐκ ἀληθὲς, ὅτι μᾶλλον ὁ αύτ τὸς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος, καὶ οὐκ ἄνθρωπός τις ἀνὰ μέρος τε καὶ ἰδικῶς νοούμενος, καὶ σχε ? τικὴν ἔχων συνάφειαν πρὸς Θεόν; Μετὰ γάρ τοι τὴν ἄφραστον ἔνωσιν, κἂν εἴ τις λέγῃ Θεὸν τὸν Ἐμμα νουὴλ ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, τὸν τοῦ Θεοῦ Λόγον νοεῖσθαι πρέπει· κἂν ἄνθρωπον ὀνομάσῃ, ἀλλ' οἴδαμεν μετὰ τούτου καὶ Λόγον ὄντα αὐτὸν τοῦ Πατρός. Εστι τοίνυν ἕτερον τὸ ἕνα λέγειν Υἱὸν μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ ὁμοίως ἕτερον τὸ ἐν ἀνθρώπῳ λέγειν εἶναι Θεόν, καθάπερ ἀμέλει καὶ ἐν προφήταις ἦν, ήγουν καὶ ἐν ἡμῖν αὐτοῖς διὰ τοῦ ἁγίου Πνεύματος. Ακιν δύνως δὲ καὶ ἀλήπτως, ως γε οἶμαι, φαίη τις αν, ὅτι ὁ σαρκωθεὶς τοῦ Θεοῦ Λόγος, ὡς εἷς ὑπάρχων Υἱός, οὐχὶ δίχα τῆς ἑαυτοῦ σαρκός, μετὰ ταύτης δὲ μᾶλλον, ἐστὶ προσκυνητός. Καθάπερ αμέλει καὶ ἡ τοῦ ἀνθρώπου ψυχὴ μετὰ τοῦ ἰδίου τιμᾶται σώμα τος, κλήσει δὲ μιᾷ τὸ ἐξ ἀμφοῖν, ὡς ἐν ζῶον, σημαίνεται. Όταν τοίνυν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος ; Χριστοῦ τοὺς λόγους ποιεῖσθαι προθυμούμενος, διέλης εἰς δύο τὸν ἕνα, καὶ ἄνθρωπον ἰδικῶς καὶ ἀνὰ μέρος νοούμενον ἀποφήνῃς, εἶτα τοῦτον συμπροσκυνεῖσθαι δεῖν καὶ συγχρηματίζειν Θεὸν, ὡς ἑτέρῳ παρ' αὐτὸν υπάρχοντι Χριστῷ τῷ ἐκ Θεοῦ κατὰ φύσιν Υἱῷ, τολ μήσῃς εἰπεῖν, τίς ὁ καρτερῆσαι δυνάμενος, καὶ τὴν ?: οὕτω προφανῆ γλωσσαλγίαν κατ' αὐτοῦ σιωπῇ ο παρατρέχων; Εδει γὰρ μᾶλλον εἰπεῖν· Σέβομεν ν τὸν τοῦ Θεοῦ Λόγου, γενόμενον ἄνθρωπον, καὶ χρηματίζοντα Θεὸν, καὶ ἐν ἀθρωπότητι προσκυνούμενον, ὅτι καὶ φύσει Θεός ἐστι, καὶ ἐκ Θεοῦ πέφηνε Πατρός. ᾿Αλλὰ γὰρ ναί, φασὶν οἱ δι' ἐναντίας, ἁλώσῃ που καὶ αὐτὸς ἐν ἐπιστολῇ γεγραφώς, ότι συνήδρευσεν ὁ Υἱὸς τῷ Πατρὶ μετὰ τῆς ἰδίας σαρκός. Είτα πως ? επιλαμβάνῃ τοῦ λέγοντος, ὅτι χρὴ συμπροσκυνεῖσθαι σύν, εἰ μετά. τὸν ἄνθρωπον τῷ Θεῷ λόγῳ, καὶ συγχρηματίζειν Θεόν; Ταυτὸν γὰρ ἐστιν εἰπεῖν καὶ τὸ σύν, καὶ τὸ 180 μετά. Οὐκοῦν ἡγνοηκότας ἐλέγχωμεν τῶν εἰρημένων τὴν δύναμιν, καὶ τῇ ἡ τῶν πραγμάτων οὐκ ἐνορῶντας φύσεις. Όταν μὲν γὰρ ἐφ' ἑνὸς προσώπου, καὶ φύσεως, ήγουν ὑποστάσεως μιᾶς, βασανίζων ὁ λόγος τὰ ἐξ ὧν ἔστιν, ἤτοι σύγκειται φυσικῶς, ἐπι φέρῃ τὸ σύν, ἤτοι τὸ μετὰ, τετήρηκε τῷ σημαινομένῳ, καὶ οὕτω τὸ ἓν εἶναι κατὰ σύνθεσιν, καὶ οὐκ εἰς δύο διηρημένως διοριετ ι· ὅταν δὲ προδιηρημέν σύν, μετά νων - ὑποστάσεων εἰς δύο, καὶ πρός γε τὸ δεῖν ἀνὰ μέρος ἑκάτερον νοεῖσθαι καὶ ἰδικῶς τὸ σύν, ήγουν τ τὸ μετὰ λέγηται, τότε δυοῖν, ἢ καὶ ἔτι πλειόνων αὐτὸ, καὶ οὐχ ἑνὸς κατὰ σύνθεσιν ποιεῖσθαί φαμεν τὴν δήλωσιν. Οἷον, εἰ λέγοιμεν τυχὸν συντιμᾶσθαι τῷ ἰδίῳ σώματι τὴν τοῦ ἀνθρώπου ψυχήν, εἴ τις γένοιτο Αν 6. Ο ετοι. σιγῇ. η σέβω μέν. 4 ὥς που. εἰσ. τήν. • Ισ. φύσιν. ο διαιρεί. " προσδιηρημένων.
col. 353–354page 30 of 98
PG 76:353σύν, μετά, παρ' αὐτοῦ ς τιμὴ περὶ τὸν ἕνα ἄνθρωπον, ὅς ἐστιν ἐξ ἀμφοῖν· ήγουν, εἴ τις λέγει ἂν ζῶον εἶναι μετά τοῦ ἰδίου σώματος, οὐχὶ πάντως εἰς ἀνθρώπους δύο διοριεῖ τὸν ἕνα· φαίνεται δὲ μᾶλλον οὐκ ἠγνοηκώς τὰ ἐξ ὧν ἔστιν, ἤτοι συντέθειται φυσικῶς. Ὅταν δὲ εἴπω· Πέτρος τε καὶ Ἰωάννης συγχρηματίζουσιν ἄνω θρωποι, ἢ γοῦν, ὅτι Μετὰ Πέτρου καὶ Ἰωάννης ἀνα έβαινεν εἰς τὸ ἱερὸν, οὐκέτι τὸ σύν, ἢ γοῦν τὸ μετά, τὴν ἑνὸς ποιεῖται δήλωσιν. Οὐ γὰρ συντέθειται Πέ τρος Ἰωάννῃ, ἀλλ᾽ οὐδὲ εἰς ἑνὸς ἀνθρώπου σύστασιν τελοῦσιν ἀμφότεροι. Τί τοίνυν σοφίζονται 7 τὴν ἀλή θειαν, διαιροῦντες ἀμαθῶς εἰς δύο Χριστοὺς τὸν ἕνα; Εἰ δὲ νομίζουσιν, ὅτι, συνεδρεύειν λέγοντες τῷ Πατρὶ τὸν Υἱὸν μετὰ τοῦ ἰδίου σώματος, δύο νοεῖσθαι δε δώκαμεν υἱοὺς, ἐρευνάτωσαν, εἰ μὴ ἕνα λέγοντες γιόν, μια συνεδρεύσει τετιμῆσθαί φαμεν, καὶ οὐ δυσὶ μάλλον· ὡς μίαν μὲν καὶ ἰδικὴν ἐκνενεμῆσθαι τῷ σώματι, ἑτέραν δὲ πάλιν καὶ ἰδικὴν τῷ λόγῳ. Αλλ' οὐκ ἂν ἔχοιεν ἐπιδεῖξαι τοῦτο· πῶς γὰρ, ἢ πόθεν; Ένα γὰρ ὄντα Υἱὸν μετὰ τῆς ἰδίας σαρκὸς τὸν Υἱὸν Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον τὸν αὐτὸν, μια συνεδρεύ σει τῇ πρὸς τὸν Πατέρα διαπρέπειν διαβεβαιούμεθα τό γε μὴν συμπροσκυνεῖσθαι λέγειν ἄνθρωπον θεῷ, καὶ συγχρηματίζειν Θεόν, δύο που πάντως ὁμολογεῖν ἐστι τοὺς προσκυνουμένους, ἢ καὶ κ ἀλλήλοις συγχρη ματίζοντας. Ευήθης δὲ λίαν, καὶ τῶν εἰς ὀρθότητα καὶ ἀλήθειαν ἐννοιῶν ἀλλότριος παντελῶς ὁ τοιόσδε λόγος. Γέγονε τοίνυν ἀναθεματισμὸς κατὰ τῶν ὅλο τρόπως διοριζόντων τὸν Ἐμμανουήλ εἰς ἄνθρωπον. ἰδικῶς, καὶ Θεὸν Λόγον ἰδικῶς· ἕνα γὰρ ἡμῖν αὐτὸν ὁ τῶν θεηγόρων ἐκήρυξε λόγος, καὶ τῶν ἱερῶν Γραμ μάτων ἡ ἀκιβδήλευτος γνῶσις. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Θ'. Εἰ τίς φησι τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν δου ξάζεσθαι ο παρὰ τοῦ Πνεύματος, ὡς ἀλλοτρία δια νάμει τῇ ἰδίᾳ αὐτοῦ 5 χρώμενον, καὶ παρ' αὐτοῦ λα βόντα τὸ ἐνεργεῖν δύνασθαι κατὰ πνευμάτων ἀκαθάρ των, καὶ τὸ πληροῦν εἰς ἀνθρώπους τὰς θεοσημείας καὶ οὐχὶ δὴ μᾶλλον ἴδιον αὐτοῦ τὸ Πνεῦμά φησι, δι' οὗ καὶ ἐνήργησε τὰς θεοσημείας· ἀνάθεμα ἔστω. Αντίέρησις τῶν Ανατολικών. Αὖθις καλὸν τὰ πάλαι αὐτῷ εἰρημένα εἰς μέσον ἀγαγεῖν, καὶ ἴσως ἐπιλελησμένον τοῦ • αὐτοῦ ὑπο μνῆσαι αὐτόν· οὐ γὰρ μόνον τὸν Κύριον τὰ σημεῖα ἐν Πνεύματι ποιεῖν ἀπεφήνατο, ἀλλὰ δὴ καὶ αὐτὸν τὸν τεθνῶτα 4 ζωοποιηθῆναι Πνεύματι, ἐν οἷς φησιν ἐν τῷ πρώτῳ τόμῳ Εἰ τοίνυν οὐ πέπονθε τὸ τεθνά και σαρκικῶς κατὰ τὰς Γραφάς, οὐδὲ ἐζωοποιήθη Πνεύματι. Σκοπεῖν δὲ δεῖ τὴν ἑαυτοῦ πρὸς ἑαυτὸν ἐναντιότητα, ἐν μὲν τοῖς ἀναθεματισμοῖς αὐτοῦ ἀπὸ αγορεύσαντος τὸν Κύριον ἐν Πνεύματι θεοῦ δαίμονας ἐκβάλλειν, καὶ τὰ ἄλλα σημεία ποιεῖν, καὶ τὴν ἐν τοῖς Εὐαγγελίοις κειμένην ἔγγραφον τοῦ Κυρίου φω ἶσ. παρά του. Η σοφίζετε. 2 προσκ, και ὰ αὐτὸν τεθνεῶτα. ε ίσ. των. δεδοξάσθαι. δι' αὐτοῦ.
col. 355–356page 31 of 98
PG 76:355".» νὴν ἀθετοῦντος, εἰπόντος· «Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ζουσα ενέργεια, ὧν μία καὶ ἡ οὐσία, καὶ ἡδύναμις, ενέργεια. ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ο 'Αλλ' ἡμεῖς τὸν Κύριονἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ τῇ οἰκείᾳ δυνάμει, καὶ τῇ τοῦ Πνεύματος ἐνεργείᾳ ἐπιτελέσαι τὰ σημεῖα ὁμολογοῦμεν· οὐ γὰρ ὡς οὐκ ἔχοντα τὴν ἰδίαν δύ ναμιν, χρῆσθαι τῇ δυνάμει τοῦ ἁγίου, Πνεύματος· μὴ συνεῖναι δὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἀρνουμένων ἐστὶν, ὡς οἶμαι, τὰς θείας Γραφάς. Καν γάρ που η θεία Γραφή λέγῃ, τὸν Πατέρα ἐπιτελεῖν τὰ ἔργα τῶν θαυ μάτων, δι' ὧν φησιν·. Ο Πατὴρ ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ·, ὁ Υἱός ἐστιν ὁ ποιῶν πάντα τὰ ἔργα τοῦ Πατρός· κἂν τὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγῃ ποιεῖν, δι' ὧν φησιν·. Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια·, ὁ Κύριός ἐστιν ὁ ποιῶν ἐν Πνεύματι. Οὐδὲ γὰρ ἡλλοτρίωται ὁ Υἱὸς τοῦ Πατρὸς, ἢ τοῦ Πνεύματος· οὐδὲ κεχωρισμέναι καὶ ἰδιάζουσαί που αἱ τῆς Τριάδος ενέργεια:, ἀλλ' οἰκεία τῆς Τριάδος ἡ ἑκάστης ὑποστάσεως ἐν τῇ Γραφῇ λεγομένη ενέργεια· ὥσπερ • καὶ πᾶσαν τὴν κτίσιν ποτὲ μὲν λέγει ἡ Γραφὴ τοῦ Υἱοῦ ἔργον, λέ γουσα· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν·, ποτὲ δὲ τοῦ Πνεύματος, δι' ὧν ἐπάγει· «Καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Αλλ' οὐχ ὡς ἀδυνατοῦντος τοῦ Πατρὸς τὰ πάντα ποιῆσαι, δημιουργεῖ καὶ ὁ Υἱός· οὐδ᾽ αὖ πά λιν, ὡς ἀσθενοῦντος τοῦ Υἱοῦ εἰς τὴν δημιουργίαν, συμπαραλαμβάνεται τὸ Πνεῦμα (ἀληθὲς γὰρ τό, Πάντα δι' αὐτοῦ ἐγένετο»)· ἀλλ᾿ ἵνα τὸ τῆς Τριάδος ὁμοούσιον, καὶ ὁμότιμον, καὶ ὁμοδύναμον ἡμῖν παρα στήσῃ, λέγει τὰ αὐτὰ ποτὲ μὲν ὑπὸ τοῦ Πατρὸς, ποτὲ δὲ ὑπὸ τοῦ Υἱοῦ, ποτὲ δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος γεγενῆσθαι. Οὕτω γὰρ καὶ μιᾶς τινος οὐσίας θείας ήρ τῆσθαι πάντα νοοῦμεν. Ὡς γὰρ ἐνούσιος 1 καὶ ἐν υπόστατος ὁ Μονογενὴς ἐξ αὐτοῦ ἀπαθῶς ἐγεννήθη, καὶ τὸ Πνεῦμα δὲ καὶ αὐτὸ ἐξ αὐτοῦ ἡ ἐκπορευόμενον, ἐν ἰδίᾳ ὑποστάσει τυγχάνει· ὥστε μίαν ἡ οὐσίαν ἐν τρισὶν ὑποστάσεσι χαρακτηρίζεσθαι, καὶ μηδ ετέραν αὐτῶν τῷ τῆς οὐσίας λόγῳ ηλλοτριωμένην θεωρεῖσθαι, μόναις δὲ ἰδιότησι χαρακτηριστικαῖς, εἶτ' οὖν διοριστικαῖς, ἀλλήλων νοεῖσθαι. Πῶς οὖν ἰδιά καὶ ἡ βούλησις; ὧν γὰρ ταῦτα κοινά, μία πάντω; Απολογία Κυρίλλου. "Αρά μοι μαρτύρων δεήσει φωνῆς πρὸς τὸ ἀπο φῆναι τοὺς δι' ἐναντίας εἰχαιολόγους ἐθέλοντας 1, καὶ ταῖς καθ᾿ ἡμῶν δυσφημίαις ἀπερισκέπτως χρω μένους; 'Αλλ', οἶμαι, τουτὶ καὶ μόνος ὁ παρ' αὐτῶν διαδείξει κ λόγος. Ἐν μὲν γὰρ τῷ προκειμένῳ ἀνα θεματισμῷ διισχυρισάμεθα σαφῶς ἴδιον εἶναι τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴν, ὅτι δι' αὐτοῦ τετέλεκε τὰς θεοσημείας. Οἱ δὲ, καίτοι πολλάκις 1 ἐπιλή. σμονά με τῶν ἐμαυτοῦ τ λόγων γενέσθαι διισχυριζό χιν, ώς που. 1 πλειστάκις 1 ὡς γὰρ Λόγος, 6 αὐτῆς. Ὁ αὐτῆς. 1 ὡς τὴν μίαν. ἡ εἰκαιολογεῖν ἐθέλοντας. Η διδάξει. τη ἑαυτοῦ.
col. 357–358page 32 of 98
PG 76:357μενοι, προήκουσιν εἰς τοῦτο νωθείας αὐτοί, [καὶ] μὴν καὶ ἀβελτηρίας, ὡς οἴεσθαί με λέγειν οὐ διὰ τοῦ Πνεύ ματος ἐκβάλλειν τὸν Ἰησοῦν τὰ δαιμόνια. Αρ' οὐκ ἐναργής συκοφαντία τοῦτό γε; Εἰ μὴ γὰρ οὐκ ἀξιοῦσιν ὁμολογεῖν θεοσημείας εἶναι τρόπον τὸ ἐκε βάλλεσθαι τὰ δαιμόνια, λεγόντων & βούλονται, ποιείτωσαν κατ' ἐμοῦ ὁ τὸ χρῆμα γραφὴν, ἐγκαλείτωσαν ὅτι μὴ τοῦτο ἔφην ἐναργώς, σιωπήσας τὰς θεοσημείας. Εἰ δὲ ὁμοῦ τοῖς ἄλλοις καὶ τὸ ἐκβάλλεσθαι τὰ δαιμόνια, τρόπος ἂν εἴη, καὶ οὐκ ἀθαύμαστος, τῆς θεοσημείας, τί δήποτε μεθέντες ὡς ἀκερδὲς τὸ ἐλέσθαι μᾶλλον εὐστομεῖν, καὶ τὸ χρῆναι λαλεῖν τὴν ἀλήθειαν ὡς ἕωλον παραιτούμενοι, τὸ τῆς Ρ καθ' ἡμῶν ἀθυροστομίας τετιμήκασι χρῆμα 4, καὶ οὐκ ἐν μικρῷ πεποίηνται λόγῳ τὸ οὕτω κατεψεγμένον παρά σε Θεῷ καὶ ἀνθρώποις; Επιλελῆσθαι δέ μοι δοκοῦσι λέγοντος τοῦ Χριστοῦ·. Πῶς ἐρεῖς τῷ ἀδελφῷ σου Αδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ σῷ ὀφθαλμῷ; Υποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε ἐμβλέψεις • ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.» Ὅτι μὲν γὰρ ὁμοούσιος τέ ἐστιν ἡ ἁγία Τριάς, ισοσθενής τε, καὶ ἰσουργός, οὐ διά γε τοῦ παρ' ὑμῶν ἐγνώκαμεν λόγου· πεπληροφορήμεθα δὲ μᾶλλον ἐκ τῆς θεοπνεύστου Γραφῆς. Οτι δὲ κατ' οὐδένα τρόπον τοῖς τῆς ὀρθῆς πίστεως διαλυμανείται λόγοις, ὀνίνησι δὲ μᾶλλον ὁ προκείμενος ἀναθεματισμός, ἀταλαίπωρον ἰδεῖν. Τοὺς γάρ τοι διαιροῦντας τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν, μερί ζοντάς τε αὐτὸν, ὡς ἤδη πλειστάκις ειρήκαμεν, εἰς ἄνθρωπον, ἰδικῶς, καὶ εἰς Θεὸν Λόγον ἰδικῶς, ὡς δύο " νοεῖσθαι πρόσωπά τε καὶ ὑποστάσεις διισχυρι ζομένας ἀπ' ἀλλήλων, τοῦτο δρᾷν οὐκ ἐξ· οὔτε μὴν ἐφίησι λέγειν ὡς ἕνα κοινὸν ἄνθρωπον ἐνηργῆσθαι παρὰ τοῦ Πνεύματος τὸν Ἰησοῦν, πρός γε τὸ δύνα σθαι κατορθοῦν τὰς θεοσημείας· ἐπεὶ κατ' οὐδένα εξοίσει τρόπον τῶν ἁγίων ἀποστόλων, ἢ γοῦν προφη τῶν, οἱ διὰ τῆς ἄνωθεν ἡμερότητος τῶν θείων χα ρισμάτων ἀναπιμπλάμενοι φαῖεν ἂν εἰκότως· «Χάριτι Θεοῦ ἐσμεν ὅ ἐσμεν.» ᾿Αλλὰ τοῖς μὲν ἁγίοις ἀνδρά τιν, οἷς ἡ τῶν παρὰ Θεοῦ χαρισμάτων ἐμπρέπει διανομή, ἁρμόσειεν ἂν εἰκότως * ή τοιάδε φωνή, Χριστῷ δὲ οὐκέτι. Ιδιον γὰρ αὐτῷ ν τὸ Πνεῦμά ἐστι τὸ ἅγιον, καθάπερ ἀμέλει καὶ τοῦ Θεοῦ καὶ Πατρός ἐνεργεῖ δὲ ὥσπερ ὁ Πατὴρ διὰ τοῦ Πνεύματος, οὕτω καὶ αὐτός. Καὶ γοῦν, καίτοι λέγων Ἰουδαίοις· «Πολλά καλὰ ἔδειξα ὑμῖν ἔργα παρὰ τοῦ Πατρός μου· καὶ, Απ᾿ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μέσ νων, ποιεῖ τὰ ἔργα αὐτός· › ἔφη δέ που πάλιν ο Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια·, τὴν διὰ τοῦ Πνεύματος ενέργειαν ἀνατιθεὶς ἑαυτῷ τε καὶ τῷ Πατρὶ διὰ τὴν ταυτότητα τῆς οὐσίας. Κα! πολὺς ἂν γένοιτο καὶ μακρὸς ὁ περὶ τούτων λόγος ” εἰ μὲν γάρ. ο ποιείσθωσαν δὲ κατ' ἐμοῦ. Ρ τῷ τῆς. 9 χρήματι.· ἐκβαλω. ὑμνουσία τέ ἐστιν. - εἰς ένα. ν διεσχοινισμένας ἀλλήλων.· εἰκότως. Η αὐτοῦ. περιβλέψεις. οὖν αὐτοῦ.
col. 359–360page 33 of 98
PG 76:359δῶ, οἶμαι καιροῦ τοῦ καθήκοντος τοῖς ἐθέλουσι κατευρύνειν αὐτόν. Οὐκοῦν οὐχ ὡς ἀλλοτρία δυνά μει τῇ διὰ Πνεύματος ενηργῆσθαί φαμεν τὸν Ἐμμα νουήλ, ἀποκεχρῆσθαι δὲ μᾶλλον αὐτῇ θεϊκῶς, καὶ ἰδίαν ἔχειν τὴν τοῦ ὁμοουσίου Πνεύματος δύναμιν. Οἱ μὲν γὰρ μακάριοι μαθηταὶ τὰ σημεῖα ποιοῦντες ἔλεγον· «"Ανδρες, τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυ νάμει ἡ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν τὸν τῇ Ωραίᾳ πύλῃ προϊζήσαντα ο χωλόν; Ιδιον δὲ Χριστοῦ τὸ Πνεῦμα αὐτοῦ.» Τοῖς γε μὴν κατασκοπεῖν ἐθέλουσι τὰ παρ' ἡμῶν, ἐκεῖνό φαμεν· Εἰ μὲν γὰρ οὐκ ἀπᾴδει ταῖς αὐτῶν διανοίαις τὸ μερίζεσθαι τὸ ο ἀμέριστον, καὶ ὡς κοινὸν ἄνθρωπον ενηργῆσθαι λέ γειν διὰ τοῦ Πνεύματος τὸν Ἰησοῦν, πολὺς τῶν οὕτω διακειμένων ὁ λόγος. Εἰ δὲ Χριστὸν ἕνα καὶ Υἱὸν, καὶ Κύριον ὁμολογούντων ὑπάρχειν, τὸν αὐτὸν τος, ἐνεργείᾳ δὲ ἡ μᾶλλον αὐτὸν τῆς ὁ θεοσημείας, ὡς δι᾿ ἰδίου Πνεύματος, ἐν ᾧ καὶ πᾶσα τῶν γεννητῶν κ ἡ δύναμις. Πεπαύσονται γὰρ οὕτω διαλοιδορούμενοι μάτην, καὶ τοὺς τῆς βασκανίας οδόντας ἡμῖν ἐπι στηρίζοντες 1. ὄντα Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, πιστευέτωσαν μεθ᾿ ἡμῶν, ὡς οὐκ ἐνεργείᾳ ὁ μᾶλλον ὡς κρείττονι παρ' αὐτὸν καὶ ἀλλοτρία δυνάμει τῇ διὰ τοῦ Πνεύμα ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Ι. Αρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γε γενῆσθαι Χριστὸν ἡ θεία λέγει Γραφή, προσκεκομι κέναι δὲ ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Εἴ τις τοίνυν ἀρχιερέα καὶ ἀπόστολον ἡμῶν γεγενῆσθαί φησιν οὐκ αὐτὸν τὸν ἐκ Θεοῦ Πατρός Λόγον, ὅτε το γέγονε σὰρξ, καὶ καθ᾿ ἡμᾶς ἄνθρωπος, ἀλλ' ὡς ἕτερον παρ' αὐτὸν, ἰδικῶς ἄνθρωπον ἐκ γυναικός· ἢ εἴ τις λέγει ὑπὲρ = εαυτού προσενεγκεῖν αὐτὸν τὴν προσφοράν, καὶ οὐχὶ δὴ μᾶλλον ὑπὲρ μόνων ἡμῶν (οὐ γὰρ ἂν ἐδεήθη προσ φορᾶς ὁ μὴ εἰδὼς ἁμαρτίαν) ἀνάθεμα έστω. Αντίῤῥησις τῶν Ανατολικῶν. Εἰ ἀρχιερεὺς ὁ Θεὸς Λόγος, τίνι Θεῷ αὐτοῦ ποίῳ τὰ τῆς θεραπείας προσφέρει; Αλλ' επελάθετο τοῦ μακαρίου Παύλου εἰπόντος· Οὐ γὰρ ἔχομεν άρ χιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ' ομοιότητα χωρὶς ἁμαρτίας.» Τίς οὖν ἐστιν ὁ πεπειραμένος; ὁ Θεός Λόγος, ἢ ἡ ἀνθρωπεία φύσις τὸ τοῦ Δαυΐδ σπέρμα; Καὶ πάλιν·. Οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ ἡ καλούμενος ὑπὸ Θεοῦ, καθώσπερ 'Αα ρών 9· οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γε νέσθαι ἀρχιερέα.» Τίς οὖν ὁ τῷ 'Ααρών κατὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα, καὶ τῷ μὴ ἀφ᾽ αὐτοῦ " λαμβάνοντι • τὴν τιμήν, ἀλλὰ καλουμένῳ ' ὑπὸ τοῦ Θεοῦ, καὶ εἰς τὴν ἀξίαν τῆς ἱερωσύνης ἀναβαίνοντι συγκρι δεῖ δὲ, οἶμαι. δ κατευθύνειν. ο προσιζήσαντα, ἢ ιζήσαντα. κατασκώπτειν. • τόν. ού πολύς. ὁμολογοῦσιν. ὁ ἐνεργεῖται.· ἐνεργεῖ δέ. ἡ αὐτὸς τὰς, ἢ, αὐτοῦ τάς. * γενητών.· ἐπιτρίζοντες. ότι. η καὶ ὑπέρ. ὁ ἐπελάβετο. Ο μενος. ' ἀλλ' ὁ. 7 καὶ Ααρών.· οὐκ ἀφ' ἑαυτοῦ. λαμβάνων. Η καλού
col. 361–362page 34 of 98
PG 76:361νόμενος; Η θεία φύσις, ἡ τῷ Πατρὶ συναΐδιος, ἡ πάντα τὰ τοῦ Πατρὸς ίδια ἔχουσα; εἰς ποῖον ἀξίωμα μεῖζον ἑαυτῆς ἀνέβαινε; Καὶ φήσομαι την Ιερω σύνην ἀξιωτέραν τῆς θείας φύσεως ὑπάρχειν, πρὸς ὧν οὐκ ἀφ' ἑαυτοῦ, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ κατ' αὐτὴν ἀνέβαινε, καὶ δι' αὐτῆς ἐδοξάζετο; Η ἐκ σπέρματος Δαυΐδ ἡ γενομένη καὶ ὁρισθεῖσα, ᾗ καὶ ὡς ὤμοσεν = ὁ Θεὸς, κατὰ τὸν Ψαλμῳδὸν, δώσειν εἰς τὸν αἰῶνα τὸ τῆς ἱερωσύνης; ο @μοσε γάρ, φησί, Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Η θεότης τοῦ Μονογενοῦς ἐνωμότους υποσχέσεις παρὰ τοῦ Θεοῦ ἐλάμβανε, λήψεσθαι τὴν ἱερωσύνην εἰς τὸν αἰῶνα, καὶ παρ' αὐτῇ 8 δοξασθήσεσθαι; Καὶ τίς ἡμῶν ἀνά σχοι - ταῦτα λεγόντων, ἢ νοούντων, καὶ οὐκ εὐτελί. σει ὁ ἡμᾶς, Θεὸν εἰσάγοντας χειροτονούμενον άρ χιερέα, καὶ ἑνωμόσει υποσχέσεις - λαμβάνοντα, και λεῖσθαί τε εἰς τὸ τῆς ἱερωσύνης ἀξίωμα, καὶ οὐχ ἑαυτῷ λαμβάνοντα τὴν τιμήν, ἀλλ᾽ εἰς ταύτην και λούμενον, καὶ συγκρινόμενον τῷ πρώτῳ τὴν ἱερω σύνην λαβόντι; Καὶ πάλιν φησί, καθὼς καὶ ἐν ἑτέρῳ λέγει·. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Καὶ τίς πάλιν κατὰ τὴν ἱερωσύνην Μελχισεδέκ ἀπείκασται; "Αρα ὅσιον τὸν Θεὸν ὑπου λαμβάνειν, ἢ τὴν ἐξ ἡμῶν ληφθεῖσαν σάρκα, τὴν ἐνωθεῖσαν ἀχωρίστως ἅμα, καὶ ἀσυγχύτως συν ημμένην; Καὶ πάλιν φησίν·. ὺς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε, καὶ ἱκετηρίας ὁ πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυ γῆς ἰσχυρὰς καὶ δακρύων προσενέγκας, καὶ εἰσε ακουσθεὶς ἀπὸ τῆς εὐλαβείας.» 'Αρα ὁ Θεός Λόγος δεήσεις καὶ ἱκετηρίας, καὶ μετὰ κραυγῆς ἰσχυρᾶς πρός τινα δυνάμενον σώζειν αὐτὸν, προσφέρων, εἰσηκούσθη ἀπὸ τῆς εὐλαβείας, καὶ ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν; Εἰ τοίνυν ὁ Θεὸς λόγος ἀρχιερεὺς, καὶ ἔμαθεν ἀφ᾽ ὧν ἔπαθεν αὐτὸς, καὶ ἐτελειώθη. ᾿Αλλὰ μὴ ταρασσέσθω ὑμῶν ἡ διάνοια 1 περ. τοῦ παθόντος ἀκούσασα· «Καίπερ ὧν Υἱός.» Οὐ γὰρ δύο υιούς φαμεν, τόν τε παθόντα, καὶ τὸν ἀπαθῆ μείναντα· οὐ γὰρ κεχωρισμένως· καὶ ἰδιαζόντως τῆς θεότητος ὁ ἐκ δ σπέρματος Δαυΐδ Υἱὸς ὠνόμασται, ὡς οὐδὲ ἡ θεότης μετὰ τὴν ἕνωσιν ἄνευ τῆς φαινομένης σαρκὸς Υιός προσηγόρευται· τὸ γὰρ τῆς υἱός τητας μετὰ τὴν ἕνωσιν ἑκατέραις ταῖς φύσεσιν ἐν, οὐ κεχωρισμέναις ἀλλήλων. Οὐ γὰρ μετὰ τὴν ἕνωσιν χωρισμός επεγένετο μένει γὰρ αἰώνιος ή Ένωσις. ᾿Αλλὰ γὰρ καὶ ἐν τοῖς πάθεσι τῆς σαρκὸς ἡ θεότης ἀχώριστος, ἀπαθὴς μένουσα· καὶ τὰ θεοπρεπῆ διὰ τῆς σαρκὸς ἐπετελεῖτο· ὅθεν ἕνα καὶ τὴν αὐτὸν Υἱὸν ὁμολογοῦμεν, ἀσυγχύτων τῶν φύσεων μενουσῶν οὐκ ἄλλον καὶ ἄλλον λέγοντες, μὴ γένοιτο, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτήν. Αρχιερές οὖν καὶ ἀπόστολον ἡμῶν παρ' αὐτῆς. ο Ικεσίας. Ει φήσομεν. ν αὐτόν. ᾗ καὶ ὤμοσεν. ν [. ἀξίωμα. τελίσει, ἢ, οὐ κατευτελίσῃ. " ένωμότους συνθήκες. ὁ ἱκεσίας. Η τὸ ἐκ. ἀνάσχοιτο. δ ού κατευ Η καρδία. 6 κεχωρισμένος.
col. 363–364page 35 of 98
PG 76:363γεγεννῆσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κατὰ τὰς θείας Γραφὰς οὐδεὶς ἂν οὐχ ὁμολογήσειεν· οὐ κεχωρισμένον μέντοι ἰδικῶς ἄνθρωπον ἐκ γυναικός τοῦ Θεοῦ Πατρὸς Λόγου, ὡς εἶναι τὸ ἐκ σπέρματος Δαυΐδ ἡνωμένον ἀσυγχύτως, ἀφράστως, καὶ ἀχωρίστως τῷ ἐκ Πατρὸς Λόγῳ, ἀρχιερέα πεπειραμένον κατὰ πάντα χωρὶς ἁμαρτίας, καὶ μαθόντα ἀφ᾽ ὧν ἔπαθε τὴν ὑπακοὴν, προσκεκομικότα δὲ τῷ Θεῷ καὶ Πατρὶ οὐχ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ ἡμῶν μόνων τὴν ἰδίαν 1 σάρκα. Οὐ γὰρ ἀμαθῶς φήσομεν τὸν Θεὸν Λόγον ἀρχιερέα, καὶ προσκεκομικέναι ἑαυτὸν τῷ Θεῷ καὶ Πατρί· οὐ γὰρ τῆς τοῦ Μονογενούς θεότητος Θεὸς ὁ Πατήρ, ἀλλὰ Πατήρ. Απολογία Κυρίλλου. καὶ Ἐπὶ καίρου δὴ πάλιν εἰρήσεται πρὸς ἡμῶν τοῖς δι' ἐναντίας· ι Εως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν;» Χρὴ γὰρ ὑμᾶς ὑγιῆ ἀρτίως ἔχοντα πρὸς εἴδησιν ἀκριβῆ τῆς εὐθείας τῶν δογμάτων ἔχειν τὸν νοῦν, οὐ ταῖς διψυχίαις χωλεύοντα, καὶ πολὺ νοσοῦντα τὸ ἄναλκι, καὶ ὀρθὰ βαίνειν οὐκ ἀνεχόμενον· «Ακατάστατος γὰρ ὁ δίψυχος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ οὐκ ἄν τι λάβοι παρὰ τοῦ Κυρίου.» Καὶ ταῦτά φημι, τεθαυμακὡς ἄγαν τοὺς κ δι' ἐναντίας ἀναίδην 1 οὕτω καὶ προαλῶς 187 επιπλήττειν ἐθέλοντας τῷ προκειμένῳ καὶ νῦν ἀνα θεματισμῷ. Καὶ τὸ ἀπεικὸς οὐδὲν, εἰ μὴ βούλοιντο τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὀνομάζεσθαι πρὸς ἡμῶν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, ὅτε ο γέγονεν ἄνθρωπος. Οἱ γὰρ ὅλως τὴν κατὰ σάρκα γέννησιν αὐτοῦ συκοφαντεῖν πειρώμενοι, καὶ ἀπό βλητον, ὡς οὐκ ἀληθῆ, ποιῆσαι τολμήσαντες, οὐκ ἀνεχόμενοί τε Θεοτόκον εἰπεῖν τὴν ἁγίαν Παρθένον, πῶς οὐ παραιτήσονται τῆς οἰκονομίας τους τρόπους; Ακουέτωσαν τοίνυν τὸ διὰ τῆς φωνῆς Ησαίου Ἐὰν μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε.. Ο μὲν γὰρ θεσπέσιος Εὐαγγελιστής Ιωάννης μέγα τι καὶ ἐξαίσιον κατεβρόντησε τοῖς ὑπ' οὐρανὸν, σάρκα λέ γων γεγενῆσθαι τὸν Λόγον. Οἱ δὲ τῆς ἀληθείας τὴν δύναμιν ὑποκλέπτοντες, οὕτω σάρκα γενέσθαι φασὶν αὐτὸν, ὡς ἂν νοοῖτο γενέσθαι κατάρα καὶ ἁμαρτία. Καὶ περὶ μὲν τούτων ήδη φθάσαντες είπομεν, ἅπερ ἦν εἰκὸς ἕωλον αὐτοῖς ἀποφαίνειν δύνασθαι τὸν ἔν γε τουτοισὶ λόγον. Πρὸς δέ γε τοὺς φιλαιτίους εἰς τὸ παρὸν ἐκεῖνό φαμεν· Μάθετε ἀκούειν, στενοχωρούμενοι· καταδέξασθε τοῦ κατὰ Χριστὸν μυστηρίου τὸν θεμέλιον, τῆς οἰκονομίας τὰς πρώτας ἀρχὰς, καὶ αὐτὴν, ἵν' οὕτως είπω, τὴν εἰσβολήν· πιστεύσατε μεθ᾿ ἡμῶν, μᾶλλον δὲ τοῖς ἱεροῖς Γράμμασι δότε δὴ τῆς ἀληθείας τὴν ψῆφον, ὁμολογοῦντες ὅτι αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ἐν κόλποις ἂν τοῦ Πα τρὸς, ὁ δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, γέγο.ε 50 111 χνρι, 21. 1 οἰκείαν. 1· ὑγια κ τεθαύμακα γὰρ ἄγαν τούς. 1 ἀνέδην. " προδήλως, ἢ προφανώς, η βούλωνται.
col. 365–366page 36 of 98
PG 76:365σάρξ· οὐ τροπήν, ἢ φυρμὸν ὑπομείνας, ἀλλ᾽ ὧν ἀε! τοῦτο κατὰ φύσιν, ὅπερ ἦν τε, καὶ ἔστι, καὶ ἔσται. Γέγονε δὲ σαρξ, γέννησιν ὑπομείνας ἐκ τῆς ἁγίας Παρθένου, τὴν κατὰ σάρκα φημί· καὶ κεχρημάτικεν Υἱὸς ἀνθρώπου, καὶ παραπλησίως ἡμῖν μετέσχεν απ ματος καὶ σαρκός. Οὕτω διατιθεμένοις καὶ τὴν οὕτω σεπτὴν καὶ ἀληθεστάτην πίστιν εἰσδεξαμένοις, πάντα φανείται τὰ ἐφεξῆς βάσιμά τε, καὶ ἱππήλατα, καὶ οὐδὲν ἄναντες ή τραχύ. Γέγραπται γὰρ ὅτι πάντα ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνώσιν. Χρῆναι δὲ οἶμαι καὶ νῦν ἡμᾶς τὴν αἰτίαν εἰπεῖν, δι' ἣν αἰτίαν γέγονεν ὁ ἀναθεματισμός. Ο γάρ τοι πάντα διακινήσας, ἄνω τε καὶ κάτω τὰ πάντα συγχέας Νεστόριος ἔφη τι τοιοῦτον περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ('Απεστάλη κηρύξαι αίχμ αλώτοις ἄφεσιν, οὗτος ὁ πιστὸς τῷ Θεῷ πεποιημένος ἀρχιερεύς. Εγένετο γὰρ οὗτος, οὐκ ἀϊδίως ἦν· οὗτος ὁ κατὰ μικρὸν εἰς ἀρχιερέως, αἱρετικό, προκόψας ἀξίωμα.) Ετερα 4 δὲ τούτοις ἀδελφὴν ὠδίνοντα τὴν ἀσέβειαν προσεπάγει πολλά. Τίς οὖν ἄρα τῶν οὕτως αἰσχρῶν ἐπακούσας λόγων, οὐ πάντα ἂν ἔλοιτο παι θεῖν, ἢ τὴν τῷ Θεῷ κατεστυγημένην ἀγαπῆσαι στο γήν; Απέθανεν ὑπὲρ ἡμῶν ὁ Χριστὸς, αἰσχύνης καταφρονήσας· σταυρὸν ὑπέμεινε, καὶ τὸν κατὰ σάρκα θάνατον. Εἶτα ἡμεῖς οὐδὲ ταῖς εἰς λόγους εύ νοίαις ἀμειψόμεθα τὸν εὐεργέτην; ἀλλ᾽ ἡσυχῆ καθεδούμεθα, τῶν οὕτως ἐκτόπων δυσφημιῶν ἀκροώμενοι, * τάχα που καὶ μεριζόμενοι τῆς κατ' αὐτοῦ γλωσσαλγίας τὰ ἐγκλήματα; Τί φής, ὦ οὗτος; Προέκοπτεν εἰς ἀρχιερέα καταβραχύ; Καί τοι κεκένωκεν ἑαυτὸν Θεό; ὧν ὁ Λόγος· ἔλαβε δούλου μορφὴν ὁ ἐλεύθερος κατά φύσιν· τεταπείνωκεν ἑαυτὸν ὁ παντὸς ἐπέκεινα γεννητοῦ, καὶ τοῖς τῆς θεότητος ἐπαυχῶν ὑψώμασιν. Εἰ δὲ προέκοψε, κατὰ τίνα κεκένωται τρόπον; ἢ πῶς ἑαυτὸν καθῆκεν εἰς ταπείνωσιν; Τιμῆς ἄρα καὶ δόξης αὐτῷ προμνήστραν γενέσθαι φαίη τις ἂν τὴν κένωσιν; Εἶτα πῶς ἔτι κένωσις πρόχρημά: ἐστιν; ᾿Αλλὰ, ναί, φησὶν, εἰ αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος γέγονεν ἀρχιερεὺς, τίς ἄρα ἐστὶν ὁ μείζων αὐτοῦ, καὶ τῆς ἱερουργίας λειτουργία θεραπευή μενος; Οὐκοῦν ἐρῶ δή τι πάλιν· Πίστευσον ὅτι καίτοι Θεὸς κατὰ φύσιν ὑπάρχων, καὶ ἐν μορφή τοῦ Πατρὸς ὁ Υἱός, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Εἰ δὲ γέγονεν ἄνθρωπος, ἔλαβε δὲ καὶ δούλου μορφήν, πῶς ἡγήσεται μικρὸν, καὶ τοῖς τῆς οἰκονομίας λόγοις ἀνάρμοστον, τὸ χρηματίσαι καὶ ἀπόστολος καὶ ἀρχιερεύς; Καὶ ὁ τῆς καθ' ἡμᾶς ἀνθρωπότητος τὸ μέτρον οὐκ ἀτιμάσας, πῶς ἂν ἀπό βλητα ποιήσαι ο τὰ ἀνθρώπινα; Καὶ ἦν μὲν ἴσως χαλεπὸν οὐδὲν καὶ διὰ πλειόνων ἔτι λόγων ἐλθεῖν, και μακροτέραν εἰς τοῦτο κατατεἶναι τὴν ἀφήγησιν. Μεθεὶς δὲ τοῦτο πρὸς τὸ παρόν, τοὺς παρ' αὐτῶν γεγονότας παροίσω λόγους. Γεγράφασι γὰρ ὠδί Η διατεθειμένοις. 4 καὶ ἕτερα. 4 καὶ ἕτερα. κ τὸ χρῆμα, ο ποιήσαιτε.
col. 367–368page 37 of 98
PG 76:367Αλλὰ μὴ ταραττέσθω ὑμῶν ἡ διάνοια, περὶ τοῦ παθόντος ἀκούουσα ', ο Καίπερ ὧν Υἱός.» Οὐ γὰρ δύο υἱούς φαμεν, τόν τε παθόντα, καὶ τὸν ἀπαθῆ μείναντα. Οὐ γὰρ κεχωρισμένως καὶ ἰδιαζόντως τῆς θεότητος τὸ ἐκ σπέρματος Δαυΐδ Υἱὸς ὠνόμασται· ὡς οὐδὲ ἡ θεότης μετὰ τὴν ἕνωσιν ἄνευ τῆς φαινομένης σαρκὸς Υἱὸς προσηγόρευται. Καὶ πάλιν· Οθεν ένα καὶ τὸν αὐτὸν Υἱὸν ὁμολογοῦμεν, ἀσυγχύτων τῶν φύσεων μενουσῶν, οὐκ ἄλλον καὶ ἄλλον λέγοντες, μὴ γένοιτο, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτόν. Αρχιερέα οὖν καὶ ἀπόστολον ἡμῶν γεγενῆσθαι τὸν Κύριον ἡμῶν Ἰη σοῦν Χριστὸν κατὰ τὰς θείας Γραφάς, οὐδεὶς ἂν οὐχ ὁμολογήσειεν, οὐ χωριζόμενον μέντοι ἰδικῶς ἄνθρωπον ἐκ γυναικὸς τοῦ ἐκ Θεοῦ Πατρὸς Λόγου. Οὐκοῦν εἰ ένα φασὶν Υιόν, κατ' οὐδένα τρόπον διαιροῦντες εἰς δύο, τόν τε ἐκ σπέρματος Δαυΐδ, καὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, πῶς οὐκ ἀδικοῦσι τὸ μυστήριον, μερίζοντες τὴν οἰκονομίαν Θεῷ καὶ ἀνθρώπῳ, καὶ οὐχὶ δὴ μᾶλλον τὸν ἕνα, καὶ τὸν αὐτὸν καὶ Θεὸν εἶναίφασι, καὶ ἄνθρωπον, ὡς εἶναι πάντα αὐτοῦ, τά τε θεοπρεπῆ, καὶ τὰ ἀνθρώπινα; Ὅταν γάρ τι τῶν ὅτι μάλιστα θεοπρεπεστάτων λέγηται περὶ αὐτοῦ, τοῦτο δὴ πάντως καὶ ἀληθὲς εἶναί φαμεν· Θεὸν γὰρ ἴσμεν αὐτόν. Κἂν ἀνθρώπινόν τι τὸ λαλούμενον ᾖ, καὶ οὕτω συννεύσομεν· ὁμολογοῦμεν γὰρ ὅτι Θεός ἐστιν ἐν σαρκὶ καὶ αἷματι· καὶ τὸ τῆς ἀνθρωπότητος μέτρον διὰ τῶν ἀνθρωπίνων ἐπιγινώσκομεν. Χίλιοι μὲν γὰρ χιλιάδες ἁγίων ἀγγέλων λειτουργοῦσιν αὐτῷ, καὶ τὸν θεῖον αὐτοῦ θρόνον περιιστᾶσι τὰ Σεραφίμ. Επειδή δὲ γέγονεν ἄνθρωπος, κεχρημάτισε καὶ ἀχιερεὺς, οὐχ ὡς μείζονι Θεῷ προσκομίζων τὴν ἱερουργίαν, ἀλλ᾽ ἑαυτῷ τε καὶ τῷ Πατρὶ τῆς πίστεως ἡμῶν τὴν ὁμου λογίαν πραγματευόμενος. Ἐρυθριᾷς ἀκούων ὅτι κεχρημάτικεν ἱερεὺς διὰ τὸ ἀνθρώπινον; Εἶτα πως οὐ τεθαύμακας ὅτι μὴ κατὰ τὸ τῶν ἱερέων ἔθος ἑτέρῳ ποιῆται " τῆς ἱερουργίας τὸν τρόπον, ἑαυτῷ δὲ μάλ λον, ὡς ἔφην, καὶ τῷ Πατρί; Οταν είπης οὐκ ἄξιον εἶναι τοῦ Θεοῦ τὸ ἱερουργεῖν, σύμφημι καγώ. Αλλ εἰ μόνος ἦν, καὶ δίχα σαρκὸς ὁ Λόγος, ἔφης ἂν ὄρο θῶς· ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, δρα καὶ ἱερουργοῦντα διὰ τὸ ἀνθρώπινον, καὶ ἐν τοῖς ὑπὲρ κτίσιν ἀξιώμασιν, ὡς Θεόν· συνεδρεύει γὰρ τῷ Θεῷ καὶ Πατρί. Ορα τοίνυν ἱερατεύοντα μὲν αὐτὸν κατὰ τὸ ἀνθρώπινον, συνεδρεύοντα δὲ ὡς Θεόν. Τί γάρ φησιν ὁ μακάριος Παῦλος; «Τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς.» Ειδότες τοίνυν ὅτι Θεὸς ὢν γέγονεν ἄνθρωπος, ἔστι δὲ εἷς καὶ ὁ αὐτὸς Υἱὸς, αὐτῷ πάντα προσνεμοῦμεν ὡς ἐνί· καὶ τοὺς τῆς οἰκονομίας οὐκ ἐννοήσομεν ν τρόπους, τὴν τῶν ἐννοιῶν δύναμιν εύο τέχνως καὶ ἐμφρόνως ἀεὶ περιτρέποντες = εἰς τὴν ὑπακοὴν αὐτοῦ. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ ΙΔ' Εἴ τις οὐχ ὁμολογεῖ τὴν τοῦ Κυρίου σάρκα ζωοποιόν εἶναι, καὶ ἰδίαν αὐτοῦ τοῦ ἐκ Θεοῦ Πατρὸς Λόγου, ἀκούσατα, η ποιεῖται. ν ἀγνοήσομεν. * περιβλέποντες, ἢ, περιέποντες.
col. 369–370page 38 of 98
PG 76:369ἀλλ' ὡς ἑτέρου τινὸς παρ' αὐτὸν, συνημμένου μὲν αὐτῷ κατὰ τὴν ἀξίαν, ήγουν ὡς μόνην θείαν ἐνοί πησιν ἐσχηκότος, καὶ οὐχὶ δὴ μᾶλλον ζωοποιόν, ὡς ἔφημεν, ότι γέγονεν ἰδίᾳ 5 τοῦ Λόγου τοῦ τὰ πάντα ζωοποιεῖν ισχύοντος· ἀνάθεμα έστω. Αντίρρησις τῶν ἀνατολικών. Ιδίαν γενέσθαι τὴν Δεσποτικὴν σάρκα τοῦ Λόγου διὰ τῆς ἑνώσεως, ὁμολογεῖσθαι καλόν, νοοῦντας μέν τοι ἐξ ἡμῶν αὐτὴν προσειλήφθαι. Περιττόν δὲ τὸ ἐπάγειν· Καὶ οὐχ ἑτέρου τινὸς παρ' αὐτόν· εἰ μή ἄρα ἐξαίρει αὐτὴν τοῦ ἐξ ἡμῶν εἰλῆφθαι. Τὸ γὰρ συνεχῶς λέγειν αὐτὴν ἰδίαν, ἐξαιροῦντός ἐστι τὴν Δεσποτικὴν σάρκα εἶναι τῆς ἡμετέρας φύσεως. Καὶ ποῦ τὸ καύχημα ἡμῶν; Διὰ τίνος, λέγει ὁ Παῦλος, συνήγειρεν ἡμᾶς, καὶ συνεκάθισεν ἡμᾶς; Καὶ κ τίνος γὰρ τῶν ἀνθρώπων ἑτέρου ἡ ἑκάστου σάρξ; Οὐχι ἕκαστος μὲν ἡμῶν κοινὴν ἔχει σάρκα ἑκάστῳ τῷ τοῦ ὁμοουσίου λόγῳ, ἰδίαν τε τῷ τὴν ἑκάστου - μὴ εἶναι ἑτέρω, ἢ μόνου οὗ ἐστι σάρξ; Τί οὖν αὐτῷ βούλεται τῷ ἰδίαν, ὡς ἕτερόν τι λέγοντι; Εἰ γὰρ νοεῖ τὴν Δεσποτικὴν σάρκα ἐκ τῆς ἡμετέρας ειλήφθαι, νοεῖ δὲ ὡς ἡ ἑκάστου σὰρξ ἐκείνου ἐστὶν ἰδία οὗ ἐστι σὰρξ, καὶ οὐχ ἑτέρου, τί ὡς οὐ ξένου 5, λέγει αὐτὴν ἰδίαν είναι; "Η δῆλον ὅτι - δι' ἐπικαλύμματος οὐ λέ γει αὐτὴν ἐκ τῆς ἡμετέρας φύσεως εἰλῆφθαι, ὡς σαφέστερον λέγει ἐν τῷ πρῶτῳ αὐτοῦ τόμῳ· Καὶ τὸ βρέφος, φησίν, ἦν εὖ καθ' ὁ ἡμᾶς· τουτέστιν, οὐκ ἐν ψιλῇ καὶ μόνῃ τῇ πρὸς ἡμᾶς ὁμοιότητι, ἀλλ' ἐν ἀνθρωπότητι μὲν, διὰ τὴν σάρκα, θεῖον δὲ, ὡς ὑπὲρ ἡμᾶς, καὶ ἐξ οὐρανοῦ; Καὶ πάλιν ἐν τῷ δευτέρῳ τόμῳ, καθά φησι· Σῶμα γὰρ ἦν οὐχ ἑτέρου τινὸς τῶν καθ᾿ ἡμᾶς, ἴδιον δὲ μᾶλλον αὐτοῦ τοῦ ἐκ Πατρὸς ὄντος λόγου τὸ γεννηθὲν ἐξ αὐτῆς. Τίς γὰρ εἶπέ ποτε, ὅτι ἑτέρου τινὸς τῶν ἀπ' αἰῶνος γέγονεν ἀγω θρώπων ή Δεσποτική σάρξ, τυχὸν ἢ τοῦ ᾿Αβελ, ή Νῶς, η Ηλία, ή τινος τῶν ἀπ' αἰῶνος ἀνθρώπων; Οὐ μόνον δὲ περὶ τῆς Δεσποτικῆς σαρκὸς ἀποφαινόμεθα, ὡς οὐ γέγονεν ἑτέρου τινὸς τῶν ἀπ' αἰῶνος ἀνθρώπων, ἀλλ᾽ αὐτοῦ τοῦ Κυρίου ἰδία, καὶ μόνη, ή ἀσυγχύτως, καὶ ἀχωρίστως ἐνωθεῖσα τῷ Θεῷ λόγῳ ἀλλ᾽ οὐδ᾽ ἡ ἑνὸς ἑκάστου ἡμῶν σὰρξ γέγονέ ποτε, ὡς ἔφαμεν, ἑτέρου τινὸς, πλὴν ἐκείνου οὗ ἐστι σάρξ. Τούτου τοίνυν παρὰ πᾶσι τοῖς τῆς Ἐκκλησίας όμο λογουμένου, τί αὐτῷ βούλεται τὸ συνεχῶς ἰδίαν αύ τὴν λέγειν, εἰ μὴ ἄρα ἐξαίρει αὐτὴν τοῦ εἶναι τῆς ἡμετέρας φύσεως; Πῶς δὲ καὶ ἀπαγορεύει μὴ δεῖν λέγεσθαι συνημμένην μὲν αὐτῷ κατὰ τὴν ἀξίαν, καὶ αὐθεντίαν, αὐτὸς λέγων ἐν τῷ πρώτων τόμω· Οὕτω γὰρ καὶ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πεπλουτήκαμεν, ἀνακομισθείσης ἐν αὐτῷ τῆς ἀνθρωπείας φύσεως εἰς ἀξίωμα τὸ θεοπρεπές; Αλλ' ἡμεῖς εἴπωμεν αὐτῷ ἐναντιουμένῳ καὶ ἑαυτῷ· Εἰ τοίνυν αἱ φύσει; μένουσιν ἀσύγχυτοι, μένει δὲ καὶ ἡ ἔνωσις· φαμὲν δὲ τὰ Η ιδία. • συνεκάθισεν; καί. * τὸ τὴν ἑκάστον. ι ως ξένου. - δηλονότι. ὰ ἴσως, οὐ καθ'.
col. 371–372page 39 of 98
PG 76:371τῆς προσκυνήσεως, καὶ δυνάμεως, καὶ ἀξίας, καὶ αὐθεντίας, ὡς ἑνὶ Υἱῷ προσφέρεσθαι ἄξιον, μενουσῶν τῶν φύσεων ἐν τῇ ἐνώσει ἀσυγχύτων· τί ο ὑπολείπεται ἕτερον, ἢ ἀκριβέστερον τὴν ' ἔνωσιν χαρα κτηρίζει, καὶ δώσομεν, καὶ συνθησόμεθα, ἐκτὸς τῆς τῶν φύσεων συγχύσεως. ᾿Αλλὰ πρόδηλον ὡς οὐδὲν αὐτῷ ἐξαρκεῖ τὸ τῆς ἑνώσεως ἄκρον, μὴ τὰς φύσεις συγχέοντι. Αλλ' ἡμεῖς τὰς μὲν φύσεις ούσας ἀσυγ χύτους φυλάξομεν δ, καὶ τὴν ἔνωσιν ἄκραν, καὶ θείαν, καὶ ἡμῖν ἀκατάληπτον ὁμολογοῦμεν, πάντα εἰς δοξολογίαν ὡς Θεῷ καὶ ἐνὶ Υἱῷ προσφέροντες, καὶ λέγοντες αὐτῷ τὴν τοῦ μακαρίου Πέτρου φωνήν Σὺ εἶ ὁ Χριστός ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, κ Απολογία Κυρίλλου. Κατεθήγοντό ποτε πρὸς ἀνοσίους ὀργὰς οἱ τῶν Ἰου δαίων δῆμοι, τοῖς ἡ τοῦ φθόνου βέλεσι τὸν νοῦν κατ ηκοντισμένοι. Επειδὴ δὲ, πρὸς τοῦτο, καὶ τὰς βεβήλους ἐπέφερον χεῖρας τῷ πάντων ἡμῶν Σωτήρι Χριστῷ, τῶν τοιούτων αὐτοὺς τολμημάτων τὰς αἰτίας εἰπεῖν διεκελεύετο, λέγων· «Πολλὰ καλὰ ἔργα έδειξα ὑμῖν ἐκ τοῦ Πατρός μου, διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετέ;» Οἱ δὲ ἦχον εἰς τοῦτο δυσβουλίας τε ὁμοῦ ἡ, καὶ ἀνοσιότητος ἐννοιῶν, ὥστε καὶ τοῖς τῆς δυσφημίας ἐγκλήμασι περιβάλλειν ἐπεχείρουν Εφασκον γάρο • Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὤν, ποιεῖς σεαυ τὸν Θεόν.» Έφη δέ που πρὸς αὐτοὺς ὁ Σωτήρο Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν· Ἐγὼ εἶπα; Θεο! ἐστε; Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ τρός Λόγος, γέννησιν δὲ μᾶλλον ὑπομείνας τὴν κατὰ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφὴ, δν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς Θεοῦ εἰμι;» Περιεργαζόμενοι δὲ ἡμεῖς τῆς ἐν θάδε λεγομένης ἀποστολῆς τὸν τρόπον, ἐκ τῶν ἱερῶν Γραμμάτων τὴν ἐπὶ τῷδε γνῶσιν ἐρανιζόμεθα. Εφη τοίνυν αὐτὸς διὰ φωνῆς Ησαίου·. Πνεῦμα Κυρίου ἐπ' ἐμέ· οὗ ἕνεκεν έχρισέ με· εὐαγγελίσασθαι πτω χοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις άφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν.» 'Απεστάλθαι δέ φαμεν τὴν Υῶν παρὰ τοῦ Πατρός, γενόμενον ἄνθρωπον· πρέπει γὰρ ἂν καὶ μάλα ὀρθῶς τοῖς τῆς κενώσεως μέτροις τὸ τῆς ἀποστολῆς ὄνομά τε καὶ χρῆμα. Απεστάλη δὲ, ὡς ἔφην, οὐ γυμνός, καὶ ἄσαρκος ὁ ἐκ Θεοῦ Πα σάρκα, ήτοι σώμα λαβὼν ἐκ τῆς ἁγίας Παρθένου, τοῦτό τε ἀφράστως καὶ ἀσυγχύτως ἑνώσας ἑαυτῷ, καθὰ πλειστάκις εἰρήκαμεν, «ἐπέφανεν ἡμῖν ὁ Θεὸς Κύριος, ο κατὰ τὰς Γραφάς. Ιδιον οὖν τὸ σῶμά φαμεν γενέσθαι τοῦ Λόγου, καὶ οὐκ ἀνθρώπου τινὸς ἰδικῶς, καὶ κεχωρισμένως ἑτέρου παρ' αὐτὸν νοου μένου Χριστοῦ καὶ Υἱοῦ. Ὥσπερ δὲ ἴδιον ἡμῶν ἑκάστου λέγεται σῶμα τὸ ἰδικῶς αὐτοῦ, οὕτω καὶ ἔσ, εἴ τι. 1 ὁ ἀκριβεστέραν τήν. 6 φυλάξωμεν. Η τάλανες Ἰουδαῖοι, τοῖς, ἡ ἅμα. ἡ ἐπιχειρεῖν.
col. 373–374page 40 of 98
PG 76:373ἐπὶ τοῦ ἑνὸς Χριστοῦ νοητέον. Καίτοι γὰρ ὑπάρχον τὸ τοῖς ἡμετέροις σώμασιν ὁμογενές, ήγουν ὁμοούσιον **), (γεγέννηται γὰρ ἐκ γυναικός), ίδιον αὐτοῦ, ὡς ἔφην, νοεῖται καὶ λέγεται. Ἐπειδὴ δὲ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ ἐκ Θεοῦ Πατρός Λόγος, ζωοποιὸν ἀπέφηνε τὴν ἑαυτοῦ σάρκα· ταύτητοι γέγονεν ἡμῖν εὐλογία ζωοποιός. Καὶ γοῦν ἔφασκεν ὁ Χριστός. Αμήν, ἀμὴν λέγω ὑμῖν, ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· ν *; ) ‹ καὶ πάλιν· ι Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Καὶ πάλιν • 193 Ο τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ ".» αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Αθρει δὴ οὖν ὅπως πανταχοῦ ἑαυτοῦ σῶμα τὸ ἐκ γυναικός ὀνομάζει διὰ τὴν εἰς ἄκρον ἔνωσιν. Τοῦτον ἔχοντος τοῦ μυστηρίου τὸν λόγον, ἐν ἐξηγήσει πάλιν ἰδίᾳ φησὶν ὁ Νεστόριος· ('Ακούσατε τοίνυν, προσέχοντες τοῖς •» ῥητοῖς· Ο τρώγων μου, φησί, τὴν σάρκα. Μνη μονεύετε ὅτι περὶ τῆς σαρκός ἐστι τὸ λεγόμενον, καὶ ὅτι οὐ παρ' ἐμοῦ προστέθειται τὸ τῆς σαρκὸς ὄνομα,: « ὥστε μὴ δοκεῖν ἐκείνοις παρερμηνεύειν. «Ο τρώ των μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα.. Μὴ εἶπεν· Ο τρώγων μου την θεότητα, καὶ πίνων μου τὴν θεότητα; Ο τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Μνημονεύετε ὅτι περὶ τῆς σαρκὸς τὸ λεγόμενον. Αλλ' ἐνίοτε παρερμηνεύω. Ακούσωμεν ἐκ τῶν ἐφεξῆς· Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ. Ἐκεῖνος λέγει τὴν θεότητα, ἐγὼ τὴν ἀνθρωπότητα. Ίδωμεν τίς ὁ παρερμηνεύων· Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ. Λέγει ἐνταῦθα ὁ αἱρετικὸς τὴν θεότητα. Μὴ λέγει, ὅτι Απέστειλεν ἐμὲ τὸν Θεὸν Λόγον ὁ ζῶν Πατήρ; κατ' ἐκείνους, κἀγὼ ζῶ ὁ Θεὸς: « Λόγος διὰ τὸν Πατέρα; Εἶτα μετὰ τοῦτο, καὶ πάλι ".»? Ο τρώγων με, κἀκεῖνος ζήσεται. Τίνα ἐσθίο μεν τὴν θεότητα, ἢ τὴν σάρκα Περὶ μὲν οὖν τῶν οὕτως ἐκτόπων, καὶ ἀτημελῶς αὐτῷ πεφλυαρημέ των, μακρός ήδη παρ' ἡμῶν πεποίηται λόγος. Τί δ' ἂν βούλοιτο νοεῖν, οὐ τὸν Θεὸν Λόγον ἀπεστάλθαι λέ γων, σαρκωθέντα καὶ ἐνανθρωπήσαντα· τιθεὶς δὲ; πάλιν ἰδίᾳ τε καὶ ἀνὰ μέρος, ὡς αὐτός φησι, τὸ φαινόμενον, οὐκ ἔχω λέγειν. Μᾶλλον δὲ καὶ ἐναργές ἤδη τὸ σόφισμα. Τὸν γὰρ τῆς ἑνώσεως παραλύει τρό πον, ἵνα κοινὸν εὑρίσκηται τὸ σῶμα τοῦ Χριστοῦ, οὐκέτι δὲ ἴδιον ἀληθῶς τοῦ πάντα ζωοποιεῖν ἰσχύοντος. Μικρὰ μὲν ὁμολογουμένως ἐστὶ τῷ Θεῷ λόγῳ πάντα τὰ ἀνθρώπινα· ἐπειδὴ δὲ κατηξίωσε δι' ἡμᾶς τὴν τῷ κόσμῳ σωτήριον ὑπομεῖναι κένωσιν, κάν ἀπεστάλθαι λέγηται κηρύξαι αἰχμαλώτοις άφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, δοξάζεται μᾶλλον ὡς ἐπενεγκὼν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ ταπεινόν· καὶ οὐκ ἄν, οἶμαι, τὶς διαμωμήσειεν και τῶν εὖ φρονούντων, ὅτι καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ᾿ ἡμᾶς δι' ἡμᾶς. "Αρ' οὖν ὡς ἕτερόν τινα Γιὸν καὶ Χριστὸν παρὰ τὸν ἐκ Θεοῦ Λό Η διαμωμήσηται.
col. 375–376page 41 of 98
PG 76:375γον, τὸν φαινόμενον εἶναι διαβεβαιούμενος, ᾧ καὶ μένῳ τῆς ἀποστολῆς προσνενέμηκε χρήμα, οὐκ ἀνθρωποφαγίαν ἡμῶν ἀποφαίνει τὸ μυστήριον, παριστὰς ἀνοσίως εἰς ἐξιτήλους εννοίας τῶν πιστευσάντων 1 τὸν νοῦν, καὶ λογισμοῖς ἀνθρωπίνοις ὑποφέρειν ἐπιχειρῶν, ὁ μέσ νως ", καὶ ἀζητήσῳ πίστει προσλαμβάνεται; Οὐ γὰρ ἐπειδήπερ οὐκ ἐσθίεται θεότητος φύσις, διὰ τοῦτο κοινὸν εἶναι φαίη τις ἂν τὸ ἅγιον σῶμα τοῦ Χριστοῦ. Εἰδέ ναι δὲ ἀναγκαῖον, ὅτι, καθὰ φθάσαντες είπομεν, ίδιόν ἐστι σῶμα τοῦ τὰ πάντα ζωοποιοῦντος Λόγου· ἐπειδὴ δέ ἐστι σῶμα ζωῆς, ζωοποιόν ἐστι· διὰ τοῦτο γὰρ τοῖς θνητοῖς ἡμῶν σώμασιν ενίησι τὴν ζωήν, ὡς καὶ καταργεῖ τοῦ θανάτου τὸ κράτος. Ζωοποιεῖ δὲ ἡμᾶς κατὰ τὸν ἴσον τρόπον καὶ τὸ ἅγιον Πνεῦμα τοῦ Χριστοῦ· τὸ γὰρ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, κατά τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Λυπεῖ δὲ οὐδὲν, ὑπέρ γε τοῦ μὴ δοκεῖν ἐμέ τε καὶ μόνον ἴδιον ονομάζειν τὸ σῶμα τοῦ Λόγου, καὶ τὰς τῶν ἁγίων Πατέρων παραθείναι χρήσεις, ἵν᾽ ἴδοιεν οι δι' ἐναντίας ὡς μά την ἡμῶν κατακεκράγασιν, επομένων ο πανταχού ταῖς ἐκείνων φωναῖς. Εφη τοίνυν ὁ πανεύφημος ἡμῶν Πατὴρ, καὶ ἐπίσκοπος Αθανάσιος ἐν τῷ περὶ τῆς Τριάδος λόγῳ· «Καὶ ἐδείκνυτο ὅτι μὴ φαντασίᾳ, ἀλλὰ ἀληθῶς ἔχων ἦν σῶμα. Έπρεπε γὰρ τὸν Κύριον ἐνδιδυσκόμενον ἀνθρωπίνην σάρκα, ταύτην μετὰ τῶν ἰδίων παθῶν αὐτῆς ὅλην ἐνδύσασθαι· ἵν᾿ ὥσπερ ίδιον αὐτοῦ λέγομεν εἶναι τὸ σῶμα, οὕτω καὶ τὰ τοῦ σώ ματος πάθη ίδια μόνον αὐτοῦ λέγηται, εἰ καὶ μὴ ἤπτετο κατὰ τὴν θεότητα αὐτοῦ. Καὶ πάλιν· «Ταῦτα ἀναγκαίως προεξητάσαμενα, ἵνα ἐὰν ἴδωμεν αὐτὸν ὡς δι' ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς πράττοντα, ἢ λέγοντα, γινώσκωμεν ὅτι Θεὸς ὢν ταῦτα ἐργάζεται.» Καὶ ταῦτα μὲν ὁ μακάριος Πατὴρ ἡμῶν ᾿Αθανάσιος. Πλὴν, κἂν ἴδιον λέγηται τοῦ Λόγου τὸ σῶμα, ἀλλ᾽ οὖν ἐστιν ἐκ γυναικὸς, καὶ τοῖς ἡμετέροις συγ γενές, καθὸ νοεῖται σάρξ. Καὶ ὁ μὲν μακάριος Παν λος· ι Ο πρῶτος ἄνθρωπος, φησί, χοϊκός· ὁ δεύτερος ἐξ οὐρανοῦ.» Αὐτὸς δὲ ὁ Χριστός· «Οὐδεὶς ἀναδέ βηκεν εἰς τὸν οὐρανὸν, φησὶν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανο καταβὰς Υἱὸς τοῦ ἀνθρώπου.» Φαμὲν δὲ ὅτι οὐκ ἐξ οὐρανοῦ τὸ σῶμα τὸ ἑνωθὲν αὐτῷ κατενεγκὼν ὁ Λό γος, τοιάδε φησίν· ἐπειδὴ δὲ ἄνωθεν ὧν αὐτὸς καὶ ἐξ οὐρανοῦ, ἴδιον ἐποιήσατο τὸ ἐνωθὲν αὐτῷ σῶμα ἀφράστως τε, καὶ ἀπερινοήτως, ἀτρέπτως τε, καὶ ἀσυγχύτως, ταύτῃτοι καὶ ἐξ οὐρανοῦ φησιν ἑαυτὸν, καὶ ὅτε γέγονεν Υἱὸς ἀνθρώπου. Ορθῶς τοιγαρούν καὶ ἀμωμήτως ἔχοντος ἡμῖν τοῦ λόγου, ποία τις ἄρα τοῖς φιλοψογεῖν ἐθέλουσιν εὑρεσιλογίας τῆς καθ' ἡμῶν ἡ πρόφασις, εἰ μάχεται ταῖς τινων δυσφημίαις ὁ ἀναθεματισμός, τῷ ψεύδει τὸ ἀληθὲς ἀντεξάγων; Οἶμαι δὲ ἔγωγε κατ' οὐδένα τρόπον ἡμαρτηκέναι τοῦ πρέποντος, εἰ Χριστὸν ἔφην ὑπὲρ ἡμᾶς Εἰ γὰρ καὶ γέν γονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ' ἔστι καὶ οὕτως 1 πιστευόντων, τα μόνῃ, ο ἐντίθησι. * ἐπιμενόντων. Η δε τόν. 4 προεζητήσαμεν.
col. 377–378page 42 of 98
PG 76:377οὐχ ὑπέρ γε μόνους ἡμᾶς, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν· οὐ γὰρ μόνον ἄνθρωπος νοεῖται καὶ καθ' ἡμᾶς, ἀλλ' ὁ αὐτὸς πάλιν Θεὸς ἄνωθεν, καὶ ἐξ οὐρανοῦ. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ ΙΒ'. Ε' τις οὐχ ὁμολογεῖ τὸν τοῦ Θεοῦ Λόγον παθόντα σαρκὶ, καὶ ἐσταυρωμένον σαρκὶ, καὶ θανάτου γευ σάμενον σαρκί, γεγονότα σε πρωτότοκον ἐκ νεκρῶν, καθε ζωή ἐστι, καὶ ζωοποιός, ὡς Θεός· ἀνάθεμα Έστω. Αντίρρησις τῶν ἀνατολικῶν. Πάλιν ἐνταῦθα τῶν αὐτοῦ λόγων αὐτὸν ὑπομιμνήσκομεν, ὡς πάντη ἀπαθὴ τὴν θείαν φύσιν λέγει ἐν τῷ πρώτῳ τόμῳ φάσκων οὕτως· Εἷς οὖν ὁ πάντων ἀξιώτερος τὴν ἰδίαν ὑπὲρ πάντων τέθεικε ψυχὴν· καὶ συγχωρεῖ οἰκονομικῶς καταβιβάζεσθαι πρὸς βραχύ τῷ θανάτῳ τὴν σάρκα· κατήργηκε δὲ πάλιν αὐτὸν ὡς ζωή, παθεῖν οὐκ ἀνασχόμενος τὸ παρὰ φύσιν ἰδίαν. Εἴπωμεν οὖν αὐτῷ ἐναντιολογοῦντι· Πῶς οὖν ὁ τὴν σάρκα συγχωρῶν πρὸς βραχὺ τῷ θανάτῳ καταβιβάζεσθαι, καὶ καταργῶν τὸν θάνατον ὡς ζωή, οὐκ ἀνε εχόμενος παθεῖν τὸ παρὰ φύσιν ἰδίαν, νῦν κατὰ σὲ πάσχει διὰ τῆς σαρκός; Αλλ' οὐκ ἔπαθεν ὁ Θεὸς τῇ σαρκὶ συνημμένος, ἀλλ᾽ ἡ σὰρξ ἡνωμένη τῷ Θεῷ Λόγῳ κατὰ τὴν αὐτοῦ συγχώρησιν τὰ οἰκεῖα ὑπέμειν νεν. Οὐ γὰρ μὴ αὐτοῦ συγχωροῦντος, πάθος, ἢ θά νατος ἐπεγένετο. Εἰ γὰρ ψυχῆς παρούσης οὐκ ἐπιγίνεται θάνατος, πῶς ἂν Θεοῦ παρόντος, καὶ οὐ μόνον παρόντος ἁπλῶς, ἀλλὰ καὶ συνημμένου κατ᾿ ἄκραν τινὰ ἕνωσιν, καὶ αὐτῷ μόνῳ καταληπτήν, ηνώχλει τῷ οἰκείῳ ναῷ, μὴ συγχωροῦντος αὐτοῦ, ἡ παθος, ἢ θάνατος; ᾿Αλλὰ γὰρ οὐχ ἡ Θεότης τῇ σαρκὶ συνημμένη ἔπαθεν· ἀλλ' ἡ σὰρξ συγχωρούσης αὐτῆς τὰ οἰκεῖα ὑπέμεινεν. Αλλ' ὅτι κακούργως αὐτῷ κεῖται τὸ Έπαθε σαρκί, πρὸς πλάνην τῶν ἀφελεστέρων, πρόδηλον αὐτόθεν· οὐ γὰρ ἐφύλαξε τὸ ἀπαθὲς τῇ θείᾳ φύσει. Ο εἰπὼν, Επαθε σαρκί, οὐδὲν ἕτερον ἔφη, ἢ μετὰ σαρκὸς παθεῖν. Κὂν οὖν μετὰ τῆς σαρ κὸς ἔπαθε, παθητὸς ὡμολόγηται. "Η γὰρ κατὰ φύσιν ἔχων τὸ παθεῖν 4, ἔπαθεν, ἢ παρὰ φύσιν. Καὶ εἰ μὲν κατὰ φύσιν ἔπαθεν, ἔσται καὶ ὁ Πατήρ παθητὸς, ὁμοούσιος ὢν τῷ Υἱῷ· ἀνάγκη γὰρ προσεῖναι πάντ τως τῷ γεγεννηκότι, ὅσα τῷ γεννηθέντι πρόσεστιν. Ἡ ὁμολογοῦμεν αὐτὸν μὲν πεπονθέναι, ἐπιτηδείως ἔχοντα πρὸς τὸ πάθος, τὸν δὲ Πατέρα παθεῖν μὴ ἐπι δέχεσθαι. Αλλ' οὕτω λέγοντες συναινέσομεν αἱρετικοῖς, λέγουσι τὴν θεότητα τοῦ μονογενούς Υἱοῦ παθητήν, τὴν δὲ τοῦ Πατρὸς μὴ ἐπιδέχεσθαι πάθος· ὅθεν καὶ τὸ ἑτες ούσιον λέγουσιν. Εἰ δὲ φήσουσι παρὰ φύσιν αὐτὸν πεπονθέναι, ἐροῦμεν· Καὶ ποῖον πάθος ἰσχυρότερον τῆς θείας φύσεως, ὥστε εἰς τὸ παρὰ φύσιν πά θος ἑλκύσαι τὸν κατὰ φύσιν ἀπαθῆ; 'Αλλά φησιν Αὐτοῦ βούλησις. Αλλά φαμεν· 11 αὐτοῦ βούλησις ἀπαθής. Ζητοῦμεν δὲ πάθος τὸ τὴν ἀπαθῆ φύσιν εἰς πλάνησιν, ο παθος.
col. 379–380page 43 of 98
PG 76:379θεία βούλησις ἐκεῖνα θέλει, τὰ αὐτῇ πρέποντα. Καὶ τί, φησί, πρεπωδέστερον τοῦ σῶσαι τὸ τῶν ἀνθρώπων γένος; Καὶ πῶς ἤμελλε τὸ τῶν ἀνθρώπων γένος περισώζεσθαι, αὐτὸ εἰς ἀπάθειαν μεταβαῖνον, ἡ τὴν θείαν, καὶ ἀπαθῆ φύσιν εἰς πάθος κατασπώσα; Πάντως γὰρ ὡς ἰσχυροτέρα εἰς τὸ ἑαυτῆς ἐμπαθές μετέστησε τὸ ἀπαθές. Καὶ τίς ὄνησις τῷ παθητῷ, εἰ καὶ τὸ ἀπαθὲς παθητὸν γένοιτο; Σωτηρία δὲ τοῦ πα θητοῦ οὐχ ἡ τοῦ ἀπαθοῦς πρὸς αὐτὸ διὰ τοῦ πάθους κοινωνία· τοῦτο γὰρ μᾶλλον αὔξησις τοῦ κακοῦ, οὐκ ἀναίρεσις· τῷ γὰρ ὁμοίῳ τὴ ἕτερον οὐκ ἀναιρεῖται ἀλλὰ αὐξάνεται. Τίς οὖν ἡ σωτηρία τοῦ παθητοῦ; ὡς ἔφημεν, οὐχ ἡ τοῦ ἀπαθοῦς πρὸς αὐτὸ κοινωνία ἀλλ' ἡ αὐτοῦ πρὸς τὸ ἀπαθὲς μετάστασις· δ καὶ πε ποίηκεν ὁ Δεσπότης Χριστός, οὐκ αὐτὸς κατὰ τὴν θεότητα εἰς πάθος καταβιβασθεὶς, ἀλλὰ καὶ τὴν ἀγ θρωπότητα πᾶσαν διὰ τῆς ἁγίας σαρκὸς εἰς ὕψος Εγείρας, καὶ τὴν χαμαὶ κειμένην εἰς οὐρανοὺς ἀνελ χύσας, καὶ τὴν ἀπαῤῥησίαστον πρώην υἱοθεσίας ἀξιώσας. Τίς δὲ ἐχρεώστει πάντως τὸν ἐκ τῆς παρ ακοῆς θάνατον; Η φύσις πάντως ἡ ἀνθρωπεία, οὐχ ἡ θεία. Τίνα οὖν ἀκόλουθον ἦν ἀποδοῦναι τὸν ἐκ τῆς παρακοῆς θάνατον; Λ τὴν αὐτοῦ ἐμπάθειαν μετενέγκαν. "Αλλως τε καὶ ἡ Απολογία Κυρίλλου. Αξιάγαστος ὡς ἀληθῶς τῆς ἀληθείας ή δύναμις καὶ μάρτυς ἡ πεῖρα. Οὐ γάρ μοι μακροῦ δεήσει λό γου πρὸς ἀπολογίαν· ήγουν ἀναπείθειν οἴονται " τοὺς ήπατημένους, οἰομένους ὅτι παθητὴν εἶναί φαμεν τὴν θείαν τοῦ Λόγου φύσιν, ἅπαξ τῶν δι' ἐναντίας καταδεβηκότων, αὐτόθεν διωμολογηκότων καὶ μάλα σαφῶς, ὡς ἀλλότριον, καὶ ἔξω που τῶν ἐπί γε τού τοις καθεστήκαμεν ἐγκλημάτων. Ἐπειδὴ δὲ ἀνυπόθετον λήμμα κατὰ τὸ αὐτοῖς δοκοῦν προθέντες ἀβου λήτως*, πικροῖς ἐννοιῶν εὑρήμασι χρώμενοι, πει ρῶνται δεικνύειν τῆς ἐνούσης αὐτοῖς ἀγχινοίας τὴν δείνωσιν, κατασκευάζουσι δὲ καὶ μάλα γοργῶς, ἀπο φαίνοντες ἀπαθῆ κατ' ἰδίαν φύσιν τὸν τοῦ Θεοῦ Λό γον, ἀκουέτωσαν, μηδενὸς αὐτοῖς ἀντεξάγοντος, πρὸς ἡμῶν, ὅτι πυκτεύουσι μάτην, καὶ δέρουσι πρὸς ἀέρα εἰς τοῦτο, μήτε μὴν φρονοῦντος τὰ ἐναντία. Τί τοίνυν ἱδρῶσι μάτην, καὶ διατείνονται περιττά; Τίς οὕτως ἐμβρόντητος, ὡς τῆς ἀνωτάτω πασῶν οὐσίας τὸ ἐμ παθὲς καθορίζειν, καὶ εἰς τὴν τῶν παθημάτων ἀσθέ νειαν κατασείειν ἀποτολμᾷν τὸ παντὸς ἐπέκεινα γεν νητοῦ, καὶ ἀσώματον; Ἐπειδὴ δὲ ὁ τοῦ μυστηρίου λόγος, ἄνθρωπον οἶδε γενόμενον οἰκονομικῶς ἐκ γυ ναικὸς τὸν ἐκ Θεοῦ κατὰ φύσιν Υἱὸν μονογενῆ, ιδιών τε ὑπάρχειν αὐτοῦ διαβεβαιούμεθα τὸ ἐκ τῆς μακα ρίας Παρθένου ο ληφθὲν ἅγιον σῶμα· ταύτῃτοι καὶ μάλα ὀρθῶς κατ' οἰκείωσιν οἰκονομικὴν αὐτοῦ λέγε σθαί φαμεν τὰ τῆς σαρκὸς πάθη, τετηρηκότες παντα ι ἰσ, η τήν, δηλαδή παθητή φύσις. " ἴσως, ὡς οἴονται. * καταβεβληκότων. * ὡς ἀλλότριοι. Η καθώ έστηκεν. * αβούλως. • Παρθένου Μαρίας.
col. 381–382page 44 of 98
PG 76:381χοῦ τῇ αὐτοῦ φύσει τὸ ἀπαθές. Θεὸς γάρ ἐστιν Θεοῦ. Ὅταν τοίνυν σαρκὶ λέγηται παθεῖν, οὐκ αὐτὸς εἰς ἰδίαν φύσιν νοεῖται παθών, καθὸ Θεός ἐστιν· ίδιο ποιούμενος δὲ μᾶλλον τὸ πάθος· αὐτοῦ γὰρ γέγονε τὸ ἐνωθὲν αὐτῷ σῶμα, καθάπερ ἔφην αρτίως. Διὰ τοῦτο καὶ ὁ θεσπέσιος Παῦλος αὐτὸν τὸν δι᾽ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα πεποίηκεν ὁ Πατήρ, πρωτότοκον ἐκ νεκρῶν γεγενῆσθαί φησι. Γράφει δὲ οὕτως· «Εύα χαριστοῦντες τῷ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτὶ, ὃς ἐῤῥύ σατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτί σεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐ ρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ, καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαί, εἴτε ἐξου σίαι· τὰ πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συν έπηκε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὃς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νε κρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. Ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατα οικήσαι σωματικῶς, καὶ δι᾿ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. ο Αθρει δὴ οὖν, ὅπως δι' αὐτοῦ τὰ πάντα πεποιῆσθαι λέγων, ὁρατὰ, καὶ ἀόρατα, θρόνους τε, καὶ ἐξουσίας, αὐτὸν δεδόσθαι φησὶ τῇ Ἐκκλησίᾳ κει φαλὴν, καὶ πρωτότοκον ἐκ νεκρῶν γεγενῆσθαι διισχυρίζεται, ἀποκαταλλαχθῆναι τε τὰ πάντα δι' αὐτοῦ εἰς αὐτὸν, καὶ εἰρηνεῦσαι διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Εἶτά τις ενδοιάζων καὶ μετὰ τοῦτο ἔτι,καὶ δεδοικώς εἰκῆ, μὴ ἄρα πως παθητὴν τὴν τοῦ Υἱοῦ φύσιν ὁ τοῦ μυστηρίου λόγος ἀποφήνῃ, ὅταν λέγηται σαρκὶ πα θεῖν; Ιδιοποιεῖται γὰρ, ὡς ἔφην, τὰ τοῦ ἰδίου σώμα τοῦ πάθη. Τοῦτο φρονεῖν ἐδόκει τῷ θεσπεσίῳ Πέτρῳ λέγοντα· «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί. ο Ἕτερον δὲ τὸ σαρκὶ παθεῖν λέγεσθαι, καὶ ἕτερον ὁμοίως τὸ παθεῖν λέγεσθαι τῇ τῆς θεότητος φύσει. Ἐπειδὴ γάρ ἐστιν ὁ αὐτὸς Θεός τε ὁμοῦ, καὶ ἄνθρωπος, ἀπαθὴς μὲν, τό γε ἦχον εἰς τὴν τῆς θεότητος φύσιν, παθητὸς δὲ κατὰ τὸ ἀνθρώπινον· τί τὸ ἄτοπον, εἰ τῷ παθεῖν πεφυκότι λέγεται παθεῖν, τῷ παθεῖν Ο οὐκ εἰδότι μεμενηκὼς ἀπαθής; Οτι δὲ τοιᾷδε πίστει καὶ ὁ τῶν ἁγίων Πατέρων διέπρεψε χορὸς, ἐξ αὐτῶν εἰσόμεθα, ὧν γεγράφασιν αὐτοὶ, τὴν τοῦ Σωτῆρος τηρήσαντες ἐντολήν. Διεμέμνηντο γάρ λέγοντο; Δωρεάν ἐλάβετε, δωρεάν δότε, ο Γρηγορίου επισκόπου Νύσσης. Τοῦτο γὰρ φρονείσθω, φησίν, ἐν ὑμῖν, ὅ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ άρω ὁ ἴσως, ὁ ἐνδοιάζων.
col. 383–384page 45 of 98
PG 76:383παγμὸν ἡγήσατο τὸ εἶναι ίσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκέ νωσε μορφήν δούλου λαβών.» Τί πτωχότερον ἐπὶ Θεοῦ τῆς τοῦ δούλου μορφής; τί ταπεινότερον ἐπὶ τοῦ βασιλέως τῶν ὅλων, ἢ τὸ εἰς κοινωνίαν τῆς πτω χῆς ἡμῶν φύσεως εκουσίως· ἐλθεῖν; Ο βασιλεὺς τῶν βασιλευόντων, καὶ ὁ Κύριος τῶν κυριευόντων τὴν τοῦ δούλου μορφήν υποδύεται· ὁ κριτής τοῦ παντὸς ὑπόφορος τοῖς δυναστεύουσι γίνεται· ὁ τῆς κτίσεως Κύριος ἐν σπηλαίῳ κατάγεται· ὁ τοῦ παντὸς περιδεδραγμένος οὐχ ευρίσκει τόπον ἐν τῷ καταλύματι, ἀλλ' ἐν φάτνῃ τῶν ἀλόγων παραρρίπτεται ὁ καθαρὸς, καὶ ἀκήρατος, τὸν τῆς ἀνθρωπίνης φύ σεως καταδέχεται βύπον, καὶ διὰ πάσης τῆς πτωχείας ἡμῶν διεξελθών, μέχρι τῆς τοῦ θανάτου πρόεισι πεί ρας. Ορᾶτε τῆς ἑκουσίου πτωχείας τὸ μέτρον· ἡ ζωή θανάτου γεύεται· ὁ κριτής εἰς κριτήριον ἄγεται ὁ τῆς ζωῆς τῶν ὄντων Κύριος ἐπὶ τῇ ψήφῳ τοῦ δικά ζοντος ἄγεται· ὁ πάσης τῆς ὑπερκοσμίου δυνάμεως βασιλεὺς τὰς τῶν δημίων οὐκ ἀπωθεῖται χεῖρας. Πρὸς τοῦτό σοι, φησί, τὸ ὑπόδειγμα τῆς ταπεινοφροσύνης βλεπέτω τὸ μέτρον. Βασιλείου επισκόπου Καισαρείας. Οὐ γὰρ τοσοῦτον οὐρανὸς, καὶ γῆ, καὶ τὰ μεγέθη τῶν πελαγῶν, καὶ τὰ ἐν ὕδασι διαιτώμενα, καὶ τὰ χερσαία τῶν ζώων, καὶ φυτά, καὶ ἀστέρες, καὶ ἀὴρο καὶ ὧραι, καὶ ἡ ποικίλη τοῦ παντὸς διακόσμησις, τὸ ὑπερέχον τῆς ἰσχύος συνίστησιν, ὅσον τὸ δυνηθῆναι τὸν Θεὸν τὸν ἀχώρητον ἀπαθῶς διὰ σαρκός συμπλακῆναι τῷ θανάτῳ, ἵνα ἡμῖν τῷ ἰδίω πάθει τὴν ἀπά Οειαν χαρίσηται. Αθανασίου επισκόπου Αλεξανδρείας. Καὶ ἐδείκνυτο, ότι μή φαντασία, ἀλλὰ ἀληθῶς ἔχων ἦν τὸ σῶμα. Έπρεπε δὲ τὸν κύριον ἐνδιδυσκόμενον τὴν ἀνθρωπίνην σάρκα ταύτην, μετὰ τῶν ἰδίων παθῶν ὅλην αὐτὴν ἐνδύσασθαι· ἶν', ὥσπερ ίδιον αὐτοῦ λέγομεν εἶναι τὸ σῶμα, οὕτω καὶ τὰ τοῦ σώ ματος πάθη ίδια μόνον αὐτοῦ λέγηται, εἰ καὶ μὴ ήπτετο κατὰ τὴν θεότητα αὐτοῦ. Εἰ μὲν ἑτέρου τὸ σῶμα, ἐκείνου ἂν λέγοιτο καὶ τὰ πάθη· εἰ δὲ τοῦ Λόγου ή σάρξ, ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, ἀνάγκη καὶ τὰ τῆς σαρκὸς πάθη λέγεσθαι αὐτοῦ οὗ καὶ ἡ σάρξ ἐστιν· οὗ γὰρ λέγεται τὰ πάθη, οἷά ἐστι μά λιστα, τὸ κατακριθῆναι, τὸ μαστιγωθῆναι, τὸ διψαν, καὶ ὁ σταυρὸς, καὶ ὁ θάνατος, καὶ αἱ ἄλλαι τοῦ σώ ματος ἀσθένειαι, τούτου καὶ τὸ κατόρθωμα, καὶ ἡ χάρις ἐστί. Διὰ τοῦτο τοίνυν ἀκολούθως, καὶ πρε πάντως οὐκ ἄλλου, ἀλλὰ τοῦ Κυρίου λέγεται τὰ τοι αῦτα πάθη· ἵνα καὶ ἡ χάρις παρ' αὐτοῦ εἴη, καὶ μὴ εἰδωλολάτραι γινόμεθα ε, ἀλλὰ ἀληθῶς θεοσεβεῖς, ὅτι μηδένα τῶν γεννητῶν ', μηδὲ κοινόν τινα ἄγ θρωπον, ἀλλὰ τὸν ἐκ Θεοῦ φύσει καὶ ἀληθινὸν Υἱόν, τοῦτον γενόμενον * ἄνθρωπον, οὐδὲν ἧττον Κύριον αὐτὸν, καὶ Θεὸν, καὶ Σωτῆρα ἐπικαλούμεθα. πτωχείας ἡμῶν ἑκουσίως. * γίνεται ο γινώμεθα. Η γενητῶν. 5 καὶ γενόμενον. ὁ ἐπικαλοῦμεν.
col. 385–386page 46 of 98
PG 76:385Απόχρη τοίνυν εἰς πληροφορίαν, ὡς γε: οἶμαι, τοῖς ἀρτίφρασι τὰ προτεθέντα ῥητά, τοῦ θείου νόμου διαρρήδην λέγοντος· «Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται παν ῥῆμα.» Εἰ δὲ δή τις βού λατο καὶ μετὰ τοῦτο ἔτι φιλονεικεῖν, ἀκουέτω πρὸς ἡμῶν· θι τὴν κατὰ σαυτόν· ἡμεῖς δὲ τοῖς ὀρθοῖς Γράμμασι, καὶ τῇ τῶν ἁγίων Πατέρων εψόμεθα πίστει· κερδανώμεν * γὰρ οὕτω τῆς ἄνω κλήσεως το βραβείον 1 Χριστῷ· δι' οὗ, καὶ μεθ᾿ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Αμήν. ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΕΥΟΠΤΙΟΝ Προς την παρά Θεοδωρίτου κατὰ τῶν δώδεκα κεφαλαίων ἀντίῤῥησιν. Κύριλλος τῷ εὐλαβεστάτῳ, καὶ ποθεινοτάτῳ ἀδελφῷ, καὶ συλλειτουργῷ Εὐοπτίῳ, ἐν Κυρίῳ χαίρειν. Π. Ἐνέτυχον τοῖς παρὰ τῆς σῆς θεοσεβείας ἐπεσταλμένοις, τεθαύμακά τε τὴν διάθεσιν, καὶ τῆς ἐν Χρι στῷ ἀγάπης τὸ γνήσιον· χρῆναι δὲ ὑπολαμβάνω καὶ νῦν εἰπεῖν, ὡς ἔστιν ἀληθὲς τὸ ἐν τῇ βίβλῳ τῶν Παροιμιῶν εἰρημένον·. ᾿Αδελφὸς ὑπ' ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά, καί μοι δοκεῖ τῆς ἀγάπης τὸ χρῆμα τοῦ παντὸς ἄξιον γενέσθαι λόγου παρὰ τῇ θεοπνεύστῳ Γραφῇ, καὶ μάλα εἰκότως· πλή ρωσιν ἔχει = τοῦ νόμου, καὶ προὔχει τῶν ἄλλων ἀρετῶν, καὶ ἐν πολλῷ κεῖται θαύματι παρὰ ταῖς τῶν ἁγίων ψυχαῖς. Πληροῦσθαί γε μὴν αὐτήν φαμεν οὐκ ἐν ψιλαῖς τε καὶ μόναις ρημάτων προφοραῖς, ἀλλὰ δι' αὐτῶν τῶν πραγμάτων μαρτυρουμέναις. Ὥσπερ γὰρ αἱ πολυτελέσταται τῶν λίθων, ἃς καὶ Ινδικὰς εἶναί φασιν, οὐκ ἐξ ὧν ἂν τις ἐξηγοῖτο περί αὐτῶν, ἀλλ' ἐξ ὧν εἰσι παρὰ τοῖς ὁρῶσι θαυμάζονται, τὸν αὐτόν, οἶμαι, τρόπον καὶ τὸ λαμπρὸν τῆς ἀγά οι ΣΤΙΙ, ο 1 ὡς δέ. Η εψόμεθα. κ κερδανοῦμεν. 1 τὰ βραβεία. - γεγραμμένον. - γὰρ ἔχει. Ο μαρτυρούμ ένην.

Apology against Theodoret for the Twelve ChaptersApologeticus contra Theodoretum pro duodecim Capitibus

col. 387–388page 47 of 98
PG 76:387μένων 4 ἐφ᾽ ἅπασι τοῖς ἀρίστοις μαρτυρούμενον. Ταύτην ἡ σὴ θεοσέβεια ποιεῖται περὶ πολλοῦ, τῆς τῶν ἁγίων φρενὸς ἰοῦσα κατ᾽ ἴχνος, καὶ τὸ τῆς ἐκε! νων εὐζωΐας εἰς τὸ ἑαυτῆς ἀναματτομένη η καύχημα. Δέδεγμαι δὲ καὶ νῦν εἰς πληροφορίαν τῆς ἐνού σης διαθέσεως τῇ σῇ θεοσεβείᾳ τὸν διαπεμφθέντα τόμον, ὃν συνθεῖναι λέγεται κατὰ τῶν ἀναθεματισμῶν Θεοδώριτος ὁ Κύρου· καλεῖσθαι γὰρ οὕτω φασὶ τὸ πολίχνιον. Εντυχὼν δὲ τοῖς ἐγκειμένοις, ἀνέθηκα τῷ Θεῷ τὰς χαριστηρίους ᾠδάς· οὐ διαλέλοιπα δὲ κἀκεῖνο λέγων· «Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας.» Ευρίσκω γὰρ ἐμαυτὸν συκοφαντούμενον πανταχοῦ, καὶ ἐφ' ἑκάστου τῶν κεφαλαίων ὑπομένοντα τοῦτο. Ἐννε νόηκα • δὲ, ὅτι καί τοι, καθά φασι τῶν γνωρίμων τινὲς, οὐκ ἔξω τριβῆς, τῆς τό γε ήκον εἰς λόγον ", ὑπάρχων ὁ ἀνὴρ, συναγηγερκὼς δὲ τάχα καὶ τῶν ἱερῶν Γραμμάτων οὐ μετρίαν εἴδησιν, ἀπεκομίσθη τοσοῦτον τοῦ συνιέναι τῶν κεφαλαίων τὴν δύναμιν, ὥστε με λοιπὸν οἴεσθαί τε καὶ φρονεῖν, ὅτι ταῖς τινων ἐπιθυμίαις τὸ δοκεῖν ἡγνοηκέναι χαρίζεται, ἵνα μὴ ἀκόμα φως καὶ περιττῶς, εὐαφόρμως δὲ μᾶλλον, ταῖς καθ' ἡμῶν λοιδορίαις κεχρῆσθαι νομίζηται· καίτοι δυσ χερές, ἢ ἄναντες οὐδὲν παντελῶς, ὥς γε οἶμαι, ἐν τοῖς παρ' ἡμῶν εἰρημένοις ἐστὶν, οὔτε μὴν δυσ έφικτον ἔχει τὴν προσβολήν. Ἐπειδὴ δὲ ἦν ἀναγ καῖον, καί τοι γεγραφότας ήδη περί τούτων ἡμᾶς, ὀλίγα καὶ πρὸς αὐτὸν εἰπεῖν, ἵνα μή τις οἴηται σιω πᾶν ἑλέσθαι κατεγνωσμένους, ποιήσομαι τὴν ἀπολο τῆς ἐμφαίνεται Ρ κάλλος, δι' αὐτῶν τῶν κατορθου γίαν, βραχυλογήσας ὡς ἔνι. Εδει μὲν οὖν αὐτὸν ταῖς θεοπνεύστοις ἐνήσκημένον Γραφαῖς, εἴπερ ἦν ὅλως σκοπὸς αὐτῷ τοὺς περὶ τῶν θείων ἡμῖν μυστηρίων ποιεῖσθαι λόγους, τῶν ἱερῶν Γραμμάτων διαμεμνῆσθαι μόνον, ἐξυφαίνειν τε οὕτως ἁγιοπρεπῶς τὴν ἀφήγησιν, καὶ μὴ μύθους ἡμῖν ἀρχαίους, καὶ όδω δότας παρακομίζειν εἰς μέσον. Παρεικάζειν γὰρ ἀξιοῖ τοὺς ἐμοὺς λόγους τῷ μήλῳ τῆς ἔριδος, τάχα που καὶ ἔνδειξιν τῆς ἐνούσης αὐτῷ σοφίας τὸ χρῆμα ποιούμενος· ὅθεν καὶ ἡμεῖς ἐν πλείστῳ τε ὅσῳ καὶ μεγάλῳ θαύματι, τὰ κατ' αὐτὸν πεποιήμεθα. φαίνεται γὰρ ἐκ πολλῆς ἄγαν ἐλλογιμότητος καὶ φιλομαθίας, τὸ μῆλον τῆς ἔριδος οὐκ ἠγνοηκώς, οὔτε μὴν τὸν Ποιάμου Πάριν. Πλὴν τὰ τοιάδε μεθέντες εἰς τὸ παρὸν, ἀνθεξόμεθα μᾶλλον του προκειμένου σκου που Ο εκφαίνεται. 9 κατορθωμάτων.· ἑαυτὴν ἀναματτομένη. • ἐννενοηκώς. ἐννενοηκώς. * λόγους
col. 389–390page 48 of 98
PG 76:389ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΠΙΣΤΟΛΗ Πρὸς Ιωάννην Αντιοχείας ἐπίσκοπον. Λίαν ήλγησα, τοῖς ἀναθεματισμοῖς ἐντυχων, οὓς ἀπέστειλας, ἀνατρέψαι τούτους εγγράφως ἡμῖν κει λεύσας, καὶ τὴν αἱρετικὴν αὐτῶν ἔννοιαν γυμνὴν ἅπασι καταστῆσαι. Ηλγησα δὲ, ὅτι ἀνὴρ ποιμαίνειν λαχών, καὶ ποίμνην τοσαύτην πεπιστευμένος, καὶ θε ραπεύειν τὰ ἀσθενῆ τῶν προβάτων προστεταγμένος, νοτεῖ μὲν αὐτὸς, καὶ λίαν σφοδρῶς, ἀναπιμπλἂν δὲ πειράται τῆς νόσου καὶ τὰ θρέμματα, καὶ τῶν ἀγρίων θηρίων χαλεπώτερα τὰ ποιμαινόμενα καθίστησιν. Οἱ μὲν γὰρ τὰ διεσπαρμένα, καὶ τῆς ποίμνης κεχωρισμένα διασπῶσιν ἁρπάζοντες, ὁ δὲ ἐν μέσῳ ταύτης τυγχάνων, καὶ Σωτὴρ εἶναι, καὶ φύλαξ νενομισμένος, λαθραίαν τὴν πλάνην τοῖς πει θομένοις ενίησι. Τὸ μὲν γὰρ προφανώς πολεμοῦν, δυνατὸν καὶ φυλάξασθαι, τὸ δ' ἐν σχήματι φιλίας τὴν ἐπιβουλὴν προσφέρον, ἀφύλακτον εὑρίσκει τὸν πολεμούμενον, καὶ ῥᾳδίαν αὐτῷ τὴν βλάβην ἐντί θησι· διὸ καὶ τῶν ἔξωθεν πολεμούντων οἱ ἔνδοθεν πολεμοῦντες εἰσι χαλεπώτεροι. Τουτί με μειζόνως ἡνίασε, τὸ ἐν εὐσεβείας ονόματί τε καὶ σχήματι, καὶ ἐν ποιμένος ἀξιώματι τυγχάνοντα, τὰς αἱρετικὰς καὶ βλασφήμους ῥῆξαι φωνάς· καὶ τὴν πάλαι σβεσθεῖσαν ᾿Απολιναρίου φλήναφον ὁμοῦ καὶ δυσσεβῆ διδασκαλίαν ἀνανεώσασθαι. Πρὸς δὲ τούτοις τὸ μὴ μόνον ταῦτα πρεσβεῦσαι, ἀλλὰ καὶ τοὺς μὴ πειθομένους αὐτῷ συμβλασφημεῖν, ἀναθεματίσαι τολμῆσαι· εἴπερ ἀληθῶς αὐτοῦ ταῦτα τὰ γεννήματα, καὶ οὐ τῶν ἐχθρῶν τις τῆς ἀληθείας, ὡς ἐξ ἐκείνου ταῦτα συντεθεικώς, έρριψεν ἐν μέσῳ, κατὰ τὸ μυθευόμενον ἐκεῖνο μῆλον τῆς ἔριδος, εἰς ὕψος ἐγείρων τὴν φλό γα. Εγώ τοίνυν, εἶτ᾽ ἐκεῖνος, εἴτ᾿ ἄλλος τις, ὡς ἐξ ἐκείνου, ταῦτα συντέθεικε, τῷ φωτὶ τοῦ παναγίου Πνεύματος συνεργῷ πρὸς τὴν ἔρευναν τῆς αἱρετικῆς κακοδοξίας χρησάμενος, κατὰ τὸ μέτρον τῆς δοθείσης μοι δυνάμεως, διήλεγξα ταῦτα, ὡς οἷόνῇ τε ν· καὶ εὐαγγελικὰς καὶ ἀποστολικὰς ἀντέθηκα διδασκαλίας καὶ τὸ ἀλλόκοτον τοῦ δόγματος ἔδειξα· καὶ ὅσην ἔχει διαφωνίαν πρὸς τὰ θεῖα δόγματα πεποίηκα φανερόν παρεξετάσας αὐτὰ τοῖς τοῦ θείου Πνεύματος λόγοις, καὶ διδάξας ὅπως ἀσύμφωνα, καὶ τῶν θείων ἀλλό τρια. Πρὸς δὲ τὴν τοῦ ἀναθεματισμοῦ τόλμαν τοσο οὗτον ἐρῶ, ὅτι Παῦλος ὁ μεγαλοφωνότατος τῆς ἀλη θείας κήρυξ τοὺς παραφθείραντας τὰ εὐαγγελικὰ καὶ ἀποστολικὰ διδάγματα, ἀνεθεμάτισε, καὶ τῶν ἀγγέ
col. 391–392page 49 of 98
PG 76:391λων κατατολμήσας, οὐ τοὺς ἐμμένοντας τοῖς δοθεῖσιν ὅροις ὑπὸ τῶν θεολόγων ἀνδρῶν· τούτους γὰρ καὶ εὐλογίαις ὠχύρωσεν, εἰπών· ο Ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν ", εἰρήνη ἐπ' αὐτούς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ.» Δρεπέσθω τοίνυν ὁ τῶν λόγων τούτων πατὴρ ἐκ τῆς ἀποστολικῆς ἀρᾶς τῶν οἰκείων πόνων τὰ ἐπίχειρα, καὶ τῶν αἱρετικῶν σπερ μάτων τὰ δράγματα· ἡμεῖς δὲ τῇ τῶν ἁγίων Πατέ ρων ἐμμενοῦμεν διδασκαλίᾳ. Υπέταξα δὲ καὶ τὰς γεγενημένας ἀντιῤῥήσεις τῇδέ μου τῇ ἐπιστολῇ, ἵνα ἀναγνούς δοκιμάσας ', εἰ δυνατῶς τῶν αἱρετικῶν προβλημάτων τὴν λύσιν ἐποιησάμεθα. Εκαστον δὲ τῶν ἀναθεματισμῶν καθ' ἑαυτὸν τεθεικώς, ἐξήγαγον τὴν ἀντίῤῥησιν, ὅπως ἂν ῥᾳδίως τοῖς ἐντυγχάνουσιν ἡ κατανόησις γένηται, καὶ σαφὴς τῶν δογμάτων ὁ ἔλεγχος. ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠ. ΑΛΕΞΑΝΔΡΕΙΑΣ Πρὸς τοὺς τολμώντας συνηγορεῖν τοῖς Νεστορίου δόγμασιν, ὡς ὀρθῶς ἔχουσι, ΚΕΦΑΛΑΙΑ ΙΒ'. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Α'. Εἴ τις οὐχ ὁμολογεῖ, Θεὸν εἶναι κατὰ ἀλήθειαν τὸν Εμμανουήλ, καὶ διὰ τοῦτο Θεοτόκον τὴν ἁγίαν Παρ θένον, γεγέννηκε γὰρ σαρκικῶς σάρκα γεγονότα τὸν ἐκ Θεοῦ Πατρὸς λόγον· ἀνάθεμα έστω. Θεοδωρήτου ἐπισκόπου Κύρου ἀνατροπὴ τῶν δώ δεκα κεφαλαίων. Ἡμεῖς δὲ, ὅσοι ταῖς εὐαγγελικαῖς ἀκολουθοῦμεν φωναῖς, οὐ σάρκα φύσει γεγονέναι, οὐδὲ εἰς σάρκα μεταβληθῆναι τὸν Θεὸν Λόγον φαμέν άτρεπτον γὰρ τὸ θεῖον καὶ ἀναλλοίωτον· διὸ καὶ Δαυὶδ ὁ προφήτης λέγει· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν· › ὅπερ Παῦλος ὁ μέγας, ὁ τῆς ἀληθείας κή ρυξ, εἰς τὸν Υἱὸν εἰρῆσθαι ἐν τῇ πρὸς Εβραίους ἐδί δαξε. Καὶ ἑτέρωθι δὲ διὰ τοῦ προφήτου φησὶν ὁ Θεός Ἐγὼ εἰμὶ, καὶ οὐκ ἠλλοίωμαι.» Εἰ οὖν ἄτρεπτον τὸ θεῖον καὶ ἀναλλοίωτον, τροπῆς ἐστι, καὶ μετα βολῆς ἀνεπίδεκτον· εἰ δὲ ἀδύνατον τραπῆναι τὸ ἄτρε πτον, οὐκ ἐγένετο σὰρξ ὁ Θεὸς λόγος τραπείς, ἀλλ' ἀνέλαβε σάρκα, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κατὰ τὴν τῶν Εὐαγγελίων φωνήν. Καὶ τοῦτο σαφῶς ὁ θειότα της Παύλος λέγων ἐν τῇ πρὸς Φιλιππησίους φησί Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὅ καὶ ἐν Χριστῷ Ἰησοῦ σε σε στοιχούσι. τσ. δοκιμάσαις.
col. 393–394page 50 of 98
PG 76:393ο ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο:. τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἱκένωσε, μορφὴν δού λου λαβών. ο Δήλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς ή τοῦ Θεοῦ μορφὴ οὐκ ἐτράπη εἰς δούλου μορφήν, ἀλλὰ μένουσα 8 ἦν, ἔλαβε τὴν τοῦ δούλου μορφήν. Τοίνυν οὐ γέγονε σὰρξ ὁ Θεὸς Λόγος, ἀλλὰ σάρκα ζῶσαν καὶ λογικὴν ἀνέλαβεν· οὐκ αὐτὸς φύσει ἐκ τῆς Παρθένου γεγένηται συλληφθείς, καὶ διαπλασθεὶς, καὶ μορφωθείς, καὶ ἀρχὴν ἐκεῖθεν τοῦ εἶναι λαβὼν, ὁ πρὸ τῶν αἰώνων ὑπάρχων, καὶ Θεὸς ὤν, καὶ πρὸς τὸν Θεὸν ῶν, καὶ τῷ Πατρὶ συνών, καὶ μετὰ Πατρὸς γνωριζόμενός τε καὶ προσκυνούμενος ἀλλ᾽ ἑαυτῷ ναὸν ἐν τῇ παρθενικῇ γαστρί διαπλάσας, συνῆν τῷ πλασθέντι καὶ γεννηθέντι. Οἱ χάριν καὶ τὴν ἁγίαν ἐκείνην Παρθένον Θεοτόκον προσαγορεύο μεν, οὐχ ὡς θεὸν φύσει γεννήσασαν, ἀλλ' ὡς ἄνθρωπον τῷ διαπλάσαντι αὐτὸν ἡνωμένον Θεῷ. Εἰ δὲ οὐκ ἄνθρωπος ὁ ἐν γαστρὶ τῆς Παρθένου διαπλασθείς, ἀλλὰ Θεὸς Λόγος, ὁ πρὸ αἰώνων, ποίημα ἄρα τοῦ Πνεύματος ὁ Θεὸς Λόγος·. Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, φησὶν ὁ Γαβριήλ, ἐκ Πνεύματός ἐστιν ἁγίου.» Εἰ δὲ ἄκτιστος ὁ μονογενής τοῦ Θεοῦ Λόγος, καὶ τῷ Πατρὶ ὁμοούσιός τε καὶ συναΐδιος, οὐκέτι πλάσμα ή κτίσμα τοῦ Πνεύματος. Εἰ δὲ οὐ τὸν Θεὸν Λόγον τὸ Πνεῦ μα τὸ ἅγιον ἐν τῇ γαστρὶ τῆς Παρθένου διέπλασε, λεί πεται νοεῖν τὴν τοῦ δούλου μορφὴν καὶ πλασθῆναι, καὶ μορφωθῆναι, καὶ κυηθῆναι, καὶ γεννηθῆναι φύσει. Ἐπειδὴ δὲ οὐ γυμνὴ ἦν τῆς τοῦ Θεοῦ μορφῆς, ἀλλὰ ναὸς ἦν, ἔνοικον τὸν Θεὸν Λόγον ἔχων, κατὰ τὴν τοῦ Παύλου φωνήν· Ἐν αὐτῷ γὰρ, φησίν, ηὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικήσαι σωματικῶς· › οὐκ ἀνθρωποτόκον, ἀλλὰ Θεοτόκον τὴν Παρ θένον προσαγορεύομεν τὴν μὲν τῇ διαπλάσει, καὶ μορφώσει, καὶ ἐνώσει *, τὴν δὲ τῇ ἑνώσει τιθέντες προσηγορίαν. Διὰ τοῦτο καὶ τὸ τεχθὲν βρέφος Εμ μανουήλ προσαγορεύεται, ούτε Θεὸς ἀνθρωπείας φύ σεως κεχωρισμένος, οὔτε ἄνθρωπος γεγυμνωμένος θεότητος· τὸ γὰρ Ἐμμανουὴλ τὸ μεθ' ἡμῶν ἑρμη νεύει εἶναι Θεόν, κατὰ τὴν τῶν Εὐαγγελίων φωνήν τὸ δὲ, «Μεθ' ἡμῶν ὁ Θεὸς, καὶ τὸν ἐξ ἡμῶν ὑπὲρ ἡμῶν ληφθέντα δηλοί, καὶ τὸν ἀνειληφότα Θεόν Λόγον χη ρύττει. Οὐκοῦν τὸ βρέφος Ἐμμανουὴλ διὰ τὸν ἀνει ληφότα Θεὸν, καὶ Θεοτόκος ἡ Παρθένος διὰ τὴν πρὸς τὴν κυηθεῖσαν δούλου μορφὴν ἕνωσιν τῆς τοῦ Θεοῦ μορφῆς· οὐ γὰρ εἰς σάρκα ὁ Θεὸς Λόγος ἐτράπη, ἀλλ᾽ ἡ τοῦ Θεοῦ μορφὴ ἔλαβε τὴν τοῦ δούλου μορ φήν. Απολογία Κυρίλλου. Πλείστην ὅσην πεποιήμεθα την καταβοὴν τῶν ὁμολογεῖν οὐκ ἀνεχομένων Θεὸν εἶναι κατὰ ἀλήθειαν τὸν Ἐμμανουήλ, καὶ μὴν ὅτι Θεοτόκος ἐστὶν ἡ ἁγία Παρθένος, ότι γεγέννηκε κατὰ σάρκα τὸν τοῦ Θεοῦ ίσ. κυήσει, ἢ γενέσει.
col. 395–396page 51 of 98
PG 76:395Λόγον, ὅτι γέγονε σάρξ, τουτέστιν ἄνθρωπος. Ο δὲ τῶν οὕτως ὀρθῶς εἰρημένων κατήγορος, εἰ μὴ Θεὸν οἶδε κατὰ ἀλήθειαν ὄντα τὸν Ἐμμανουήλ, εἰ μὴ γεγέννηται κατὰ σάρκα ἐκ τῆς ἁγίας Παρθένου, σὰρξ γεγονώς, ὁ Θεοῦ Λόγος κατὰ τὰς Γραφάς, τί μὴ μᾶλλον ἔφασκεν ἐναργώς· Τί δρᾷς, ὦ γενναίε; δεινάς τε καὶ παλιμφήμους ερεύγῃ φωνάς; τῶν τῆς ἀληθείας κατανεανιεύῃ δογμάτων; Οὐκ ἔστι Θεὸς κατὰ ἀλήθειαν ὁ Ἐμμανουήλ, οὔτε μὴν Θεοτόκος ἡ ἁγία Παρθένος· ἵνα καὶ ἡμεῖς ταῦτα βοῶντι, καὶ λέγοντι, τὰ ἐκ τῆς θεοπνεύστου Γραφῆς ἀντανιστάντες ἐμφρόνως, καὶ τῆς ἀποστολικῆς τε καὶ εὐαγγελικῆς πίστεως τὴν παράδοσιν, καὶ τὴν τῶν Πατέρων ὁμολογίαν τῶν κατὰ καιροὺς ἐν τῇ Νικαέων συνειλεγμένων ἀντεξάγοντες, δυσωπήσωμεν, ὡς οὔτε ὀρθῶς, οὔτε μὴν ἐν κόσμῳ τοῖς παρ' ἡμῶν εἰρημένοις ἐπιπλήττειν ἐπιχειρεῖ, μάλλον δὲ ἀνέδυν ταῖς θείαις μάχεται Γραφαῖς. Αλλ' ὁ σοφὸς καὶ ἀγχίνους ἐξηγητής, ἃ μὲν ἦν εἰκός τε καὶ ἀναγκαῖον εἰπεῖν, παρήλασε, πεφροντικώς δὲ ὅλως τῶν τοιούτων· οὐ δενὸς, ἐφ' ἑτέραν ἴεται τρίβον. Ετράπετο γὰρ εὐθὺς ἐπὶ τὸ δεῖν ἀποφαίνειν, ὅτι τροπῆς ἀμείνων ἐστὶν δ τοῦ Θεοῦ Λόγος, καὶ οὐκ εἰς φύσιν μετεποιήθη σαρ κός, ὡς τοῦτο κρατύνοντος, καὶ ἀληθὲς ἀποφαίνειν ἐθέλοντος τοῦ ἀναθεματισμοῦ. ᾿Ακουέτω τοίνυν, ὑπαντᾷν οἷς ἀντιλέγει κατ' οὐδένα τρόπον εἰδώς Εἰκαιολογεῖς, ἄνθρωπε, καὶ μάχη φρονήματι μεμιση μένῳ καὶ πρὸς ἡμῶν. Ισμεν γάρ, ὅτι τροπῆς ἐπι σκίασμα παθεῖν ἡ θεία τε καὶ ὑπερτάτη φύσις οὐκ ἀνέχεται· οὔτε μὴν ὁ τοῦ Θεοῦ λόγος, τὸ εἶναι μεθεὶς ὅπερ ἐστὶν, εἰς τὴν τῆς σαρκὸς μετακεχώρηκε φύσιν. Ἐπειδὴ δέ φησι, παρὰ τῆς τοῦ Θεοῦ μορφής μορφὴν ἀναληφθῆναι δούλου, διδασκέτω παρελθών, εἰ δίχα τῶν ὑποστάσεων μόναι καὶ καθ᾿ ἑαυτὰς αἰ μορφαὶ συνῆλθον ἀλλήλαις. 'Αλλ', οίμαι, καταβαλεί καὶ αὐτὸς ἑαυτὸν αὐτόθεν οὐ γὰρ ὁμοιότητες ἁπλῶς ἀνυπόστατοι, καὶ μορφαὶ συνέβησαν ἀλλήλαις καθ' ἕνωσιν οἰκονομικὴν, ἀλλὰ πραγμάτων, ήγουν ὑποστάσεων γέγονε σύνοδος, ἵνα καὶ ὁ τῆς ἐνανθρωπήσεως λόγος ἀληθῶς γενέσθαι πιστεύηται. Οὐκοῦν εἰ λέγοι μεν σάρκα γενέσθαι τὸν λόγον, οὐ σύγχυσιν, οὐ φυρμόν, οὐ τροπὴν, οὐκ ἀλλοίωσιν συμβῆναι περὶ αὐτόν φαμεν, ἡνῶσθαι δὲ μᾶλλον ἀφράστως καὶ ἀποῤῥήτως σώματι ψυχὴν ἔχοντι νοεράν. Τὸ δὲ ἐνοῦσθαι λεγόμενον οὐ συγχεῖται πάντως, ἐν προσ λήψει δὲ μᾶλλον ἑτέρου γίνεται. Διαβεβαιούμεθα τοίνυν τὸν ἐκ Θεοῦ Πατρὸς λόγον, ἐν προσλήψει γεγονότα τῆς ἁγίας τε καὶ ἐμψύχου σαρκὸς, ενω θέντα τε κατὰ ἀλήθειαν ἀσυγχύτως, ἐκ μήτρας αὐτῆς προελθεῖν ἄνθρωπον, μεμενηκέναι δὲ καὶ οὕτω Θεὸν ἀληθινόν· ταύτῃ τοι καὶ Θεοτόκος ἐστὶν ἡ ἁγία Παρ θένος. Περιττὸν δὲ οἶμαι τὸ δεῖν οἴεσθαι καὶ ἀνθρωποτόκον εἰπεῖν αὐτήν. Εἰ μὲν γὰρ ἦταν τινες ἐκ πολλῆς ἄγαν φρενοβλαβείας λέγοντες, τὴν τοῦ Λόγου φύσιν, πηγὴν ὥσπερ τινὰ, καὶ τῆς ἰδίας ὑπάρξεως ἀρχὴν ἐσχηκέναι τὴν σάρκα, τάχα τις ἦν οὐκ ἀπὸ Η ισ. ὅτε.
col. 397–398page 52 of 98
PG 76:397σκοποῦ καὶ ἀπόβλητος λόγος τοῖς ἐθέλουσιν ὀνομάζεσθαι δεῖν καὶ ἀνθρωποτόκον αὐτήν. Ἐπειδὴ δὲ βδελυρὰ καὶ ἀπηχθημένη παρὰ πᾶσιν ἐστιν ἡ τοιαύτη δόξα, νοεῖται δὲ οὐχ ἑτέρως Θεοτόκος ἡ ἁγία Παρ θένος, εἰ μὴ παρεισδέξαιτό τις τὴν πίστιν τοῦ, ὅτι γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος· οὐ γάρ που θεότητα γυμνήν, ὡς ἔφην, ἐκτές τοκεν ἡ ἁγία Παρθένος· τί τὸ τῆς ἐνστάσεως όφελος τῶν χρῆναι λεγόντων ὀνομάζεσθαι δεῖν καὶ ἀνθρωποτόκον αὐτήν; Αλλ', ὡς ἔοικεν, ἐξεύρηταί τι πικρὸν αὐτοῖς κατὰ Χριστοῦ σκαιώρημα. Οὐ γὰρ ἀνέχονται φρονεῖν, ἢ λέγειν αὐτὸν τὸν ἐκ Θεοῦ καὶ Πατρὸς προαιώνιον Υιόν, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ἀσυγχύτως, ἀτρέπτως, ἐκ μήτρας ενωθῆναι σαρκὶ ψυχὴν ἐχούσῃ τὴν λογικήν, οὕτω τε γενέσθαι καθ' ἡμᾶς ἄνθρωπον· ἀλλ' ὡς ἕνα τῶν ἁγίων ἔνοικον ἔχοντα Θεὸν διακηρύττειν ἐπείγονται, καὶ φρονεῖν ἀναπείθουσιν, οὐκ ἐννοοῦντες, ὅτι καὶ ἐν ἡμῖν ἐστι διὰ τοῦ Πνεύματος, ὡς ἐν ἁγίοις ναοῖς, ὁ τῶν ὅλων Θεός. Γέγραπται γάρ, ὅτι «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις οὖν τὸν ναὸν τοῦ Θεοῦ φθείρῃ, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναός τοῦ Θεοῦ ἅγιος ἐστιν, οἱ τινές έστε ὑμεῖς.» Αλλ' εἰ καὶ ὠνομάσμεθα ναοὶ Θεοῦ, Θεὸν ἔχοντες τὸν ἐνοικοῦντα διὰ τοῦ Πνεύματος, ἀλλ᾽ ἕτερον ἴσμεν τοῦ κατὰ Χριστὸν μυστηρίου τὸν τρόπον ἡνῶσθαι γὰρ τῷ Θεῷ λόγῳ κατὰ ἀλήθειαν τὴν σάρκα φαμέν, ψυχῆς δηλονότι τῆς λογικῆς ἐνούσης αὐτῇ. Επυθόμην δ' ἂν ἡδέως αὐτοῦ· πότερα δὴ τὴν ἕνωσιν τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον, ἤγουν τὴν πρὸς τὸ ἅγιον σῶμα, τὸ καὶ ψυχωθὲν νοερώς, πεπράχθαί φησιν κατὰ ἀλήθειαν, ἢ τοῖς ἄλλοις ὁμοῦ καὶ αὐτὸς κατά συνάφειαν σχετικὴν δουλοπρεποῦς καὶ ἀνυποστάτου μορφῆς πρὸς ἐνυπόστατον καὶ θείαν μορφήν, ἢ καθ' ἕτερον τρόπον, κατὰ μόνην τῆς υἱότητος τὴν ὁμωνυμίαν, καὶ κατὰ τὴν ε ισότητα τῶν ἀξιωμάτων; εἴπερ τις ἄλλος ο συναφείας ούτοσὶ νοεῖται τρόπος. ᾿Αλλὰ γὰρ, ὡς ἔοικε, παρενοχλῶ μάτην· πεποίημαι δὲ περιττῶς τὴν πεῦσιν, ἔχων αὐτοῦ φωνὰς καὶ σαφῆ τὴν ὁμολογίαν. Ἐν γάρ τοι τῷ πρώτῳ κεφαλαίο φησὶν αὐταῖς λέξεσιν ὧδε· Διὰ τοῦτο τὸ τεχθὲν βρέφος προσαγορεύεται Εμμανουήλ, οὔτε Θεὸς ἀνθρωπείας κεχωρισμένος φύσεως, οὔτε ἄνθρωπος γεγυμνωμένης θεότητος. Εδει μὲν οὖν αὐτὸν ἀκριβῆ καὶ τετορνευμένην τὴν περί γε τούτων ἀφήγησιν ποιεῖσθαι φιλεῖν. Πλὴν ἐκεῖνο τέως ἐπισημήνασθαι χρή· ἰδοὺ γὰρ ἐνθάδε καὶ μάλα σαφῶς διερμηνεύων αὐτὸς τὴν ἕνωσιν, φύσεως ἀνθρωπίνης οὐ κεχωρίσθαι φησὶ τὸν Θεόν· προσομολογεῖ δὲ, ὅτι καὶ ἕνα καθ' ἕνωσιν οἰκονομικὴν οἶδεν ὄντα τὸν Χριστὸν, τὸν αὐτὸν δηλονότι Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον. Εἶτα πῶς οὐκ ἐρυθριᾷ, τοῖς παρ' ἡμῶν γεγονόσιν ἐπιπλήττων λόγοις; * μόνην τήν. Ο ὅλως.
col. 399–400page 53 of 98
PG 76:399ΑΝΑΤΗΕΜΑTISMUS ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Β'. Εἴ τις οὐχ ὁμολογεῖ σαρκὶ καθ᾽ ὑπόστασιν ἡνῶσθαι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕνα τε εἶναι Χριστὸν μετὰ τῆς ἰδίας σαρκὸς, τὸν αὐτὸν δηλονότι Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον· ἀνάθεμα ἔστω. Θεοδωρήτου ἀνατροπή. Ενα μὲν Χριστὸν ὁμολογοῦμεν, ταῖς θείαις τῶν ἀποστόλων διδασκαλίαις πειθόμενοι Δ· καὶ τὸν αὐτὸν διὰ τὴν ἔνωσιν Θεόν τε καὶ ὁ ἄνθρωπον όνομάζομεν τὴν δὲ καθ' ὑπόστασιν ἔνωσιν παντάπασιν ἀγνοοῦ μεν, ὡς ξένην καὶ ἀλλόφυλον τῶν θείων Γραφών, καὶ τῶν ταύτας ἡρμηνευκότων Πατέρων. Εἰ δὲ τοῦτο βούλεται λέγειν διὰ τῆς καθ᾽ ὑπόστασιν ἑνώσεως ο ταῦτα γεννήσας, ὡς κράσις σαρκὸς καὶ θεότητος γέγονεν, ἀντεροῦμεν σὺν πάσῃ προθυμίᾳ, καὶ τὴν βλασφημίαν ἐλέγξομεν. 'Ανάγκη γὰρ τῇ κράσει ἀκο λουθῆσαι τὴν σύγχυσιν· εἰσιοῦσα δὲ ἡ σύγχυσις ἀφαιρεῖ τῆς ἑκάστης φύσεως τὴν ἰδιότητα. Τὰ γὰρ κεραννύμενα οὐ μένει, ο πρότερον ἦν. Τοῦτο δὲ ἐπὶ τοῦ Θεοῦ Λόγου, καὶ τοῦ ἐκ σπέρματος Δαυίδ λέγειν, τῶν ἀτοπωτάτων ἂν εἴη. Χρὴ δὲ πείθεσθαι τῷ Κυρίῳ δεικνύντι τὰς δύο φύσεις, καὶ λέγοντι τοῖς Ἰουδαίοις Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Εἰ δὲ κρᾶσις ἐγεγόνει, οὔτε Θεὸς ἐμεμενήκει Θεός, οὔτε ναὸς ἐγνωρίζετο ναός· ἀλλὰ καὶ ὁ ναὸς Θεὸς, καὶ ὁ Θεὸς ναός· τοῦτο γὰρ ὁ τῆς κράσεως βούλεται λόγος· καὶ περιττῶς ὁ Κύριος εἶπε τοῖς Ἰουδαίοις· ο Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·, ἐχρῆν γὰρ φάναι Λύσατέ με, καὶ ἐν τρισὶν ἡμέραις ἐγερθήσομαι, εἴπερ ἀληθῶς κρασίς τις ἐγεγόνει καὶ σύγχυσις· νῦν δὲ δείκνυσι τὸν λυόμενον ναὸν, καὶ τὸν ἀνιστῶντα Θεόν. Περιττή τοίνυν ἡ καθ' ὑπόστασιν ἕνωσις, ἣν ἀντὶ χράσεως ἡμῖν, ὡς οἶμαι, προβάλλονται δ ἀρκεῖ δὲ λέγειν τὴν ἔνωσιν, ἥτις καὶ τὰς τῶν φύσεων ἰδιότητας δείκνυσι καὶ τὸν ἕνα προσκυνεῖν διδάσκει Χρι στόν. η Απολογία Κυρίλλου. Ἰδοὺ δὴ πάλιν ὁ γεννάδας οὑτοσὶ πρόφασιν τῆς καθ' ἡμῶν ἀθυροστομίας τὸ παρατυχὸν ποιεῖσθαι σπουδάζων, διασύρει τὴν λέξιν, τὴν καθ' ὑπόστασιν λέγω· καθορίζει δὲ τὸ ἀσύνηθες αὐτῆς, καὶ δὴ καὶ ξένως αὐτὴν πεποιῆσθαι διισχυρίζεται, οὐκ ἐννοήσας, ὅτι ταῖς τῶν ἀνοσίων αἱρεσιωτῶν εὐρεσιλογίαις ἡ τῶν λέξεων δύναμις τὸ ἀληθὲς ἀντεξάγουσα, παρα λύειν ἐπιχειρεῖ τὸ ἀντιτάχθαι δοκοῦν. Νεστορίου του γαροῦν ἀναιροῦντος πανταχοῦ τοῦ Θεοῦ λόγου τὴν κατὰ σάρκα γέννησιν, καὶ μόνην ἡμῖν ἀξιωμάτων ενότητα παρεισκρίνοντος, ἄνθρωπόν τε Θεῷ συν ἦφθαι λέγοντος, τῇ τῆς υἱότητος όμωνυμία τετιμημένον, ἀναγκαίως ἡμεῖς τοῖς ἐκείνου μαχόμενοι, τὴν » Επόμενοι, • ἰδικῶς καί. ὁ προβάλλεται. • Θεόν.
col. 401–402page 54 of 98
PG 76:401καθ' ὑπόστασιν ἔνωσιν γενέσθαι φαμέν, του καθ' ὑπόστασιν, οὐδὲν ἕτερον ἀποφαίνοντος, πλὴν ὅτι μόνον ἡ τοῦ Λόγου φύσις, ήγουν ἡ ὑπόστασις, ὅ ἐστίναὐτὸς ὁ Λόγος, άνθρωπείᾳ φύσει κατὰ ἀλήθειαν ἐνωθεὶς, τροπῆς τινος δίχα καὶ συγχύσεως, καθὰ πλειστάκις εἰρήκαμεν, εἷς νοεῖται καὶ ἔστι Χριστὸς, ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος. Τοῦτο δὲ, ὡς γε οἶμαι, καὶ αὐτῷ Θεωδορίτῳ δοκεῖ, φύσεως ἀνθρωπίνης οὐ κεχωρίσθαι λέγοντι τὸν Θεὸν, οὔτε μὴν θεότητος δίχα νοεῖσθαι τὸ ἀνθρώπινον. Οὐκοῦν οὔτε δίχα τῶν ὑπου στάσεων δούλου τε καὶ Θεοῦ μορφὴν ἡνωσθαί φαμεν, οὔτε μὴν κοινὸν ἄνθρωπον, ἰσότητι μόνῃ τῶν ἀξιω μάτων τετιμημένον, σχετικώς συνῆφθαι τῷ λόγῳ διοριζόμεθα, ἀλλ᾽ αὐτὸν, ὡς ἔφην, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, γεγονότα κατὰ ἀλήθειαν ἐν προσλήψει τῆς ἐνωθείσης αὐτῷ σαρκός, ψυχήν εχούσης την λο γικήν, ἄνθρωπον γενέσθαι μετὰ τοῦ μεἶναι καὶ Θεόν. 'Αλλ' ὁ δεινὸς εἰς λόγους, καὶ πυκνὸς εἰς θεωρίας, κράσεως είναι σημαντικὴν τὴν λέξιν διορίζεται, καὶ λέγειν ἀποτολμᾷ, καὶ τὰ ἐκ τῆς τοῦ συγκεκρᾶσθαι τὰς φύσεις παρακομίζει βλάβης 5, ὡς ἡμῶν ἡγνοηκό των ἢ τάχα περιαυτίζεται καὶ φιλοκομπεῖ· οἴεται δὲ ἴσως καὶ ἕτερον οὐδὲν, ἢ μακρηγορεῖν δύνασθαι, τὸ παρ' οὐδενὸς εἰρημένον, ὡς ἀληθὲς δεχόμενος, ἵνα τις εἶναι δοκῇ παρά γε τοῖς οὐκ εἰδόσι διακρίνειν όρ θῶς, τίς μὲν εἰκαιομυθεῖ καὶ ψεύδεται, τίς δὲ κατ᾽ εὐθὺ τῆς ἀληθείας ἔρχεται, καὶ σοφῶν, καὶ ἀναγκαίων ἄπτεται λόγων. Αμην μὲν οὖν ἐν ἀρχαῖς, ὁμολογῶ, τῶν κεφαλαίων τὴν δύναμιν οὐκ ἀγνοῆσαι μὲν αὐτὸν, ὑποπλάττεσθαι δὲ, ὡς ἔφην, τὸ δοκεῖν ἡγνοηκέναι, καὶ τοῦτο χαρίζεσθαί τισιν· ἡγνοηκότα γε μὴν αὐτὸν κατὰ ἀλήθειαν εὑρίσκω λοιπόν. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Γ'. Εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεις μετὰ τὴν ἔνωσιν, μόνῃ συνάπτων αὐτὰς συν αφείᾳ τῇ κατὰ τὴν ἀξίαν, ήγουν αὐθεντίαν, ἢ δυνα στείαν, καὶ οὐχὶ δὴ μᾶλλον σύνοδον τὴν ἡ καθ' ἕνωσιν φυσικήν ἰ· ἀνάθεμα έστω. Θεοδωρήτου ἀνατροπή. Σκοτεινὴ καὶ ζοφώδης τῶν εἰρημένων ἡ ἔννοια τίνι γὰρ οὐκ εὔδηλον, ὡς συνάφεια καὶ σύνοδος οὐδενὶ διαφέρουσιν; "Η τε γὰρ σύνοδος τῶν κεχωρισμένων ἐστὶ σύνοδος· ἡ τε συνάφεια τῶν διῃρημένων συν άφεια. Ο δὲ σοφώτατος τῶν λόγων τούτων πατὴρ ὡς ἐναντία τὰ σύμφωνα τέθεικεν. Οὐ χρὴ γάρ, φησί, συνάπτειν τὰς ὑποστάσεις συναφείᾳ, ἀλλὰ συνόδῳ, καὶ συνόδῳ φυσικῇ· ἡ ἀγνοῶν ἴσως δ λέγει, ἢ ἐν γνώσει βλασφημῶν 1. Η γὰρ φύσις ἀναγκαστικόν τί ἐστι, καὶ ἀβούλητον χρῆμα· οἷόν τι λέγω· φυσικῶς πεινῶμεν, οὐ γνώμῃ τοῦτο πάσχοντες, ἀλλὰ ἀνάγκῃ ἡ γὰρ ἂν οἱ πτωχείᾳ συζῶντες τοῦ προσαιτεῖν ἀπηλ λάγησαν, τοῦ μὴ πεινὴν τὴν ἐξουσίαν ἐν τῇ βουλῇ ' ἐκ τοῦ. Η βλάβη. Η συνόδῳ τῇ. Η φυσική. Η δυσφημών.
col. 403–404page 55 of 98
PG 76:403φυσικῶς ἀναπνέομεν τὸν ἀέρα· πάντα δὲ ταῦτα τῶν ἀβουλήτων *, ὡς ἔφην· ὁ γὰρ μηδὲν τούτων κατα δεχόμενος, ἀνάγκη 1 τὸ τῆς ζωῆς ὑποδέχεσθαι τέτ λος. Εἰ τοίνυν φυσική γέγονε τῆς τοῦ Θεοῦ μορφής καὶ τῆς τοῦ δούλου μορφῆς ἡ καθ' ἔνωσιν σύνοδος", ὑπ' ἀνάγκης τινός βιαζόμενος, ἀλλ' οὐχὶ φιλανθρωπίᾳ κεχρημένος ὁ Θεὸς Λόγος συνήφθη τῇ τοῦ δούλου μορφῇ· καὶ εὑρεθήσεται ὁ τοῦ παντός νομοθέτης ἀναγκαστικοῖς νόμοις ἀκολουθῶν. Ἀλλ᾿ οἱ ταῦτα ἡμᾶς ὁ μακάριος ἐδίδαξε Παῦλος, τοὐναντίον δὲ, ὅτι ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· τὸ δὲ, «έαυ τὸν ἐκένωσε, ο τὸ ἐθελούσιον δείκνυσιν. Εἰ τοίνυν γνώμῃ καὶ βουλήσει τῇ ἐξ ἡμῶν ἀναληφθείσῃ ἡνώθη φύσει, περιττὴ τῆς φυσικῆς λέξεως ή προσθήκη ἀρκεῖ γὰρ ὁμολογῆσαι τὴν ἔνωσιν ἔνωσις δὲ ἐπὶ τῶν εἰρημένων ο λαμβάνεται· διαιρέσεως γὰρ οὐκ οὔσης, οὐκ ἄν ποτε ἔνωσις νοηθείη. Ο τοίνυν τὴν ἔνωσιν λαμβάνων, προλαμβάνει ἡ τὴν διαίρεσιν. Πῶς τοίνυν φησί, μὴ δεῖν τὰς ὑποστάσεις διαιρεῖν, εἴτουν φύσεις; Καὶ ταῦτα εἰδὼς, ὡς τελεία μὲν ἡ τοῦ Θεοῦ Λόγου ὑπόστασις πρὸ τῶν αἰώνων ὑπῆρχε τελεία δὲ ὑπ᾽ ἐκείνης ἐλήφθη ἡ τοῦ δούλου μορφή· διὸ καὶ ὑπου στάσεις εἶπεν, ἀλλ' οὐχ ὑπόστασιν. Εἰ τοίνυν ἑκατέρα φύσις τὸ τέλειον ἔχει, εἰς ταὐτὸν δὲ συνῆλθον ἀμφό τεραι, τῆς τοῦ Θεοῦ μορφῆς δηλονότι λαβούσης την τοῦ δούλου μορφήν, ἐν μὲν πρόσωπον, καὶ ἕνα Υιόν καὶ Χριστὸν ὁμολογεῖνα εὐσεβές· δύο δὲ τὰς ἑνωθείσας υποστάσεις, εἴτουν φύσεις, λέγειν οὐκ ἄτοπον, ἀλλὰ κατ' αἰτίαν ἀκόλουθον. Εἰ γὰρ ἐπὶ τοῦ ἑνὸς ἀν θρώπου διαιρούμεν τὰς φύσεις, καὶ καλοῦμεν τὴν μὲν θνητὴν σῶμα, τὴν δὲ ἀθάνατον ψυχήν, ἑκατέραν δὲ ἄνθρωπον· πολλῷ μᾶλλον τοῦ ἀνειληφότος Θεοῦ, καὶ ἀναληφθέντος ἀνθρώπου, τὰς τῶν φύσεων ἰδιό τητας γνωρίζειν εύλογον. Εὑρίσκομεν δὲ καὶ τὸν μακάριον Παῦλον, τὸν ἕνα ἄνθρωπον εἰς δύο διαι ροῦντα ἀνθρώπους, καὶ ποτὲ μὲν λέγοντα· «Οσον ὁ ἔξω ἄνθρωπος φθείρεται, τοσοῦτον ὁ ἔσωθεν ἀνακαινοῦται·, ποτὲ δέ· • Συνήδομαι τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον·· καὶ αὖθις· «Εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστόν.» Εἰ δὲ τὴν φυσιο κὴν συνάφειαν τῶν ὁμοχρόνων φύσεων ὁ ᾿Απόστο λος διαιρεῖ, πῶς ἀσεβείας γράφεται τοὺς τὰ ἴδια τῶν φύσεων διαιροῦντας τοῦ προαιωνίου Θεοῦ, καὶ τοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἀναληφθέντος ἀνθρώπου, ὁ τὴν κρᾶσιν ἡμῖν δι' ἑτέρων ονομάτων διδάσκων; κεκτημένοι· φυσικῶς διψῶμεν, φυσικῶς καθεύδομεν, Απολογία Κυρίλλου. Αθρει δὴ οὖν, ὅπως " ὁ πάνσοφος οὗτος πρώτον μὲν τὸ ἀσυμφανὲς τῶν εἰρημένων καταψεύδεται, ἀφεγγῆ δὲ καὶ σκοτεινὴν τὴν διάνοιαν ἔχων αὐτῆς. σκοτεινὸν εἶναί φησι τὸν οὕτω διαφανῆ, καὶ τοῖς εξ * πάντων ἀβουλήτως. Τἀνάγκῃ. τα υποδέχεται. Ο Ένωσις. ο διηρημένων. Η προσλαμβάνει, η ὡσαύτ τως ὁμολογεῖν. ε ομοφρόνων 5 ἐσχάτου, ἡμᾶς. " δή, ὅπως.
col. 405–406page 56 of 98
PG 76:405φρονεῖν ἐθέλουσι γνωριμώτατον λόγον. Τήθη δὲ ὅτι ἡ σύνοδον λέγεσθαι, καὶ οὐχὶ δὴ μᾶλλον συνάφειαν όνο μάζεσθαι δεῖν, ὁ πρὸς ἡμῶν γεγονώς διισχυρίζεται λόγος. Εἶτα, τῆς ἐνούσης εὐτεχνίας αὐτῷ ποιούμενος τὴν ἐπίδειξιν, μίαν ἡμῖν ἀποφαίνει τὴν ἐκ τῶν ση μαινομένων δύναμιν, κἂν εἴτε συνάφειαν, εἴτουν σύνοδον πεπράχθαί τις λέγοι. Ἐγὼ δὲ κάν τούτῳ θαυ μάσας ἔχω τῆς οὕτως ἰσχνῆς εὐβουλίας αὐτόν· ἔγνω γὰρ, ὡς ἔοικε, μόνος τὸ μηδενί ποτε τάχα τῶν δν των ἀγνοηθέν, πεπατημένον δὲ οὕτως, ὡς καὶ αὐτοῖς εἶναι καταφανές τοῖς εἰσάπαν ἡμοιρηκόσι καὶ σοφίας κοσμικῆς, καὶ λόγων τριβῆς, καὶ τῆς ἐκ παρακουσμάτων μετρίας τε καὶ οὐκ ἀκριβοῦς ἐπιστήμης, Τεθαυμαχώς τοίνυν τῆς εὐμαθίας αὐτὸν, ἐκεῖνο φημι Βραχύ διαγρηγορήσας * καθάπερ ἐξ ύπνου καὶ μέθης ὁ τὸ πλατύ καθ' ἡμῶν διευρύνων στόμα, θεώρει 7 λεπτῶς τὸ μυστήριον. Τὴν ἐπὶ Χριστῷ λεγομένην ἔνωσιν συκοφαντῆσαί: τινες, παρατρέποντες εἰς τὸ ἀκαλλές, καὶ εἰς τὸ δοκοῦν αὐτοῖς παρά γε τὸν σκοπὸν τῶν ἱερῶν Γραμμάτων φασὶ γὰρ διῃρῆσθαι μὲν εἰς ἅπαν ἀλλήλων, καὶ ὁλοτρόπως ἀποφοιτἂν τὰς φύσεις, ἰδίᾳ τε εἶναι καὶ ἀνὰ μέρος ἑκατέρας· ἄνθρωπον δὲ οὕτω συνῆφθαι θεῷ σχετικῶς διατείνονται κατά μή την τὴν ἀξίαν, ήγουν αὐθεντίαν, καὶ κατὰ τὴν τῆς υἱότητος όμωνυμίαν. Ταύτην ἀναιρεῖ τὴν δόξαν ὁ ἀναθεματισμός, καὶ ταῖς οὕτω βδελυρωτάταις κενοφωνίαις ἀντανίσταται. Διαβεβαιοῦται γὰρ ἐνωθέντα κατά φύσιν, τουτέστιν οὐ σχετικῶς, ἀλλὰ κατὰ ἀλή θειαν τῇ ἁγίᾳ σαρκὶ τὸν Λόγον, ψυχὴν ἐχούσῃ τὴν νοεράν, κατὰ μηδένα τρόπον διατέμνεσθαι δεῖν, ἵνα μὴ δύο νοῶμεν υἱούς, μερίζοντες τὸν ἀμέριστον. Ο δὲ οὐ συνιεὶς ὅ τί ποτέ ἐστιν ἔνωσις φυσική, τουτέστιν ἀληθῆς, οὐ συγχέουσα τὰς φύσεις, οὔτε μὴν ἀνακιρνῶσα ο πρός γε τὸ δεῖν ἑκατέραν ἑτεροίως ἔχειν, ὅπερ ἐστὶ μειρακιῶδές τι», καὶ ψυχρόν, δέχεται πρὸς ἀπόδειξιν ὧν εὖ ἔχειν ὑπείληφε, καὶ δὴ καί φησιν· Εἰ φυσική γέγονεν ἡ ἔνωσις, οὐχ ἑκούσιος ἡ κένωσις τοῦ Λόγου, ἀλλ' οἷον ἐξ ἀνάγκης καὶ βίας· ἀναγκαστική γὰρ ἡ φύσις. Καὶ πρός γε δὴ τοῦτο φαίη τις ἂν αὐτῷ, ὅτι Πεῖνά τε καὶ δίψα, καὶ τὰ λοιπὰ, καθάπερ ἔφης αὐτὸς, σαρκὸς ἂν εἶεν ἀρρωστήματα φυσικά, καὶ ἐν ἡμῖν αὐτοῖς τὴν κίνησιν ἔχει· ὅτι καὶ τυραννουμένην τοῖς πάθεσι τὴν φύσιν κεκτήμεθα· ἡ δέ γε θεία τε καὶ ἀπόρρητος τοῦ Θεοῦ Λόγου φύσις, πάθους καὶ ἀνάγκης ἀνεπίδεκτος οὖσα παντελῶς, οὐ βεβίαη σται πρός τινος, οὔτε μὴν ἐξ ἑαυτῆς πρός γε τὸ δεῖν ἀβουλήτως γενέσθαι σάρξ, ήγουν τὸ ἀνθρώπινον οι κειώσασθαι ο μέτρον, ἐπιλαβέσθαι τε σπέρματος Αβραάμ. Οτι δὲ ἀκατάσκεπτος κομιδῇ γέγονεν ὁ λόγος αὐτῷ, χαλεπὸν οὐδὲν τοῖς ἐθέλουσιν ἰδεῖν. Εφη γὰρ, ὅτι πάντη τε καὶ πάντως τὰ κατὰ φύσιν τοῖς τῆς ἀνάγκης υποκείσετα: μέτροις ο· καὶ παρεκόμισεν εἰς ἀπόδειξιν τὸ ἀβουλήτως ἡμᾶς πεῖνάν τε καὶ του. οἰκειοῦσθαι. ανακρίνασα. διεγρηγορήσας. ν άθρει. πάντως κατά. * συκοφαντοῦσι. ο νόμοις. ἡ ὅπερ ἐστί, μειρακιώδες.
col. 407–408page 57 of 98
PG 76:407δίψαν εἰσδέχεσθαι, καλούσης εἰς τοῦτο τῆς φύσεως, κἂν εἰ μὴ βούλοιτό τις. 'Αλλ' ἦν ἀνδρὸς εὐμαθούς, καὶ ἠκονημένον ἔχοντος εἰς ταῦτα τὸν νοῦν, καὶ τὰ στεριά τῶν πραγμάτων ἰδεῖν, ἃ καὶ λόγου πλείονος ἀξιοῖτο ἂν εἰκότως. Εἰ γὰρ οὐκ ἀληθὲς, ὅτι λογικός ἐστι κατὰ φύσιν ὁ ἄνθρωπος, ἄρα ἀβουλήτως ο καὶ ἠναγκασμένως ἐστὶ λογικός. Τί δέ; εἰπέ μοι, καὶ ὁ τῶν ὅλων Θεός, οὐ κατὰ φύσιν ἐστὶ Θεός; οὐ κατὰ φύσιν ἅγιος, δίκαιος, ἀγαθὸς, ζωή, φῶς, σοφία, καὶ δύναμις; "Αρ' οὖν καὶ αὐτὸς ἀβουλήτως καὶ ὡς ἐξ ἀνάγκης ἐστὶν ἄ ἐστιν; Αλλ', οἶμαι, τὸ ο τως ελέσθαι φρονεῖν τῆς εἰς λῆξιν ηκούσης εμβροντησίας οὐκ ἀσυμφανὴς ἔλεγχος ἂν εἴη. Τί τοίνυν ἡμῖν ὡς ἄμαχόν τε ι καὶ δυσκαταγώνιστον ἐπιτείχισμα ποιεῖται τὸ ψεῦδος, καὶ τῶν οὕτω σαθρῶν ἅπτεται προβλημάτων, καὶ φυσικὴν ἀκούων γενέσθαι τὴν ἕνωσιν, τουτέστι τὴν ἀληθῆ, καὶ τροπῆς ἐλευθέραν, καὶ ἀσύγχυτον παντελῶς τῶν ὑποστάσεων σύνοδον, περιτρέπειν πειρᾶται τῶν εἰ ρημένων τὴν δύναμιν, εἰς τὸ μὴ ὀρθῶς πεποιῆσθαι δοκεῖν καθ' ὁ ὁμοιότητα τὴν πρὸς ἡμᾶς; Οὐ δέδιεν δ θρασὺς ἀφύκτοις ἀνάγκαις τὴν τοῦ Λόγου φύσιν ὑπου τιθείς. Κεκένωκεν ἑαυτὸν οὐκ ἀβουλήτως, ἀλλ᾽ ἐθε λοντὴς ὁ Μονογενής γέγονεν ἄνθρωπος, καὶ οὐχ, ὡς σὺ φῆς, ἀνέλαβεν ἄνθρωπον, σχετικὴν αὐτῷ δωρούμενος τὴν συνάφειαν, καὶ τῇ τῆς υιότητος χάριτι στεφανῶν, καθάπερ ἡμᾶς· ὥστε κἂν νοῶμεν ἡνῶσθαι τὰς ὑποστάσεις, ἐνανθρωπῆσαί τε καὶ σαρκωθῆναι τὸν λόγον, καὶ δοκῇ πως κατὰ τοῦτο φυσικὴ λέγεσθαι Ο παρ' ἡμῶν ἡ ἔνωσις, τὴν οὐκ ἀληθῆ τε καὶ σχετικὴν ἐκβάλλουσα, ἣν ἡμεῖς ἐσχήκαμεν διὰ πίστεως καὶ ἁγιασμοῦ, ὅτι καὶ θείας φύσεως γεγόναμεν κοινωνοί, καὶ καθά 1 φησιν ὁ Παῦλος· «Ο κολλώμενος τῷ Κυ ρίῳ, ἐν πνεῦμά ἐστιν· ο ἀλλ᾽ οὐχ ὑποτίθησιν ἀνάγ καις καὶ πλεονεξίαις φυσικαῖς τὸν ἀπαθῆ καὶ ἐλεύ θερον τοῦ Θεοῦ Λόγον. Τὸ δέ γε μὴ θέλειν μετὰ τὴν Ενωσιν διαιρεῖσθαι διχῇ κ τὰ ἡνωμένα, καὶ ἀλλήλων επιφοιτᾷν 1, εἴη ἄν, ὡς γέ μοι φαίνεται, παντελώς ἀνυπαίτιον, καὶ μώμου μακράν, μάλισθ' ὅτι καὶ αὐτ τὸς ὁ χρηστὸς οὑτοσὶ Θεοδώριτος τὸν ἕνα καὶ καθ' ἡμᾶς νοούμενον ἄνθρωπον εἰς παράδειγμα λαβών, οὐκ ἐᾷ τέμνεσθαι διχῇ ω· καίτοι τῆς ἐπ' αὐτῷ θεω ρίας οὐκ ἀπαράδεκτον ἐχούσης τὴν οἱονεὶ τομὴν, καὶ διαίρεσιν, τό γε ἦχον εἰς τὸ εἰδέναι φημί, ὡς ἕτερον μέν τοι» κατὰ φύσιν ἐστὶν ἡ ψυχὴ, ἕτερον δέ τι κατ' ἰδίαν φύσιν ἡ σάρξ. Οὐκοῦν κατά γε τὸν ἴσον λόγον πολυπραγμονοῦντες τὴν ἔνωσιν, ἤπερ ἂν ἐπὶ Χριστῷ πεπρᾶχθαι νοοῖτο, τῇ μὲν θεωρίᾳ θεότητός τε καὶ ἀνθρωπότητος σύνοδον ἀληθῆ καθ' ἔνωσιν γενέσθαι φαμὲν, οὐκ ἠγνοηκότες, ὅτι ἕτερος μὲν κατὰ ο τὴν σάρκα κατὰ φύσιν ἐστὶν ὁ ἐκ Θεοῦ Λόγος, ἑτέρα δὲ αὖ κατ' ἰδίαν φύσιν παρ' αὐτὸν ἡ σάρξ. Ενωθέντα δὲ ἅπαξ διατέμνειν οὐκ ἀσφαλὲς, οὔτε μὴν εἰς δύο 1 ἴσ. εἰ γὰρ ἀληθές. είχα, η ισ. μέν τι 6 οὖν καὶ αὐτὸς ἀβούλητος. Η τι. ὁ καὶ καθ'. 1 καθά. 1 δίχα. 10. ἀποφοιτᾷν. ο παρά
col. 409–410page 58 of 98
PG 76:409καταμερίζειν υἱούς, τὸν ἕνα Χριστὸν, καὶ Υἱὸν, καὶ Κύριον ἐφίησί τισιν ὁ τῆς ὀρθότητος λόγος, παιδι αγωγούσης ἡμᾶς εἰς τοῦτο τῆς ἁγίας καὶ θεοπνεύστου Γραφής. Αλλά γὰρ τῶν μὲν τῆς ἀληθείας δογμάτων ὀλίγος αὐτῷ παντελῶς ὁ λόγος· καὶ τὸ εἰδέναι μέν τι τῶν ἀναγκαίων εἰς ὄνησιν οὐ μετρίως ἀποσπουδάζεται, καθάπερ τι τῶν ἀδικεῖν πεφυκότων· ἐπι σεμνύνεται δὲ καὶ, ὡς εἰκὸς Ρ, τῷ ψεύδει, καὶ τὸ εἰδέναι συκοφαντεῖν, εὖ μάλα κατωρθωκώς· ἀκουέτω πρὸς ἡμῶν· «Τί ἐγκαυχῇ ἐν κακία, ὁ δυνατός; ἀνομίαν ὅλην τὴν ἡμέραν, ἀδικίαν ελογίσατο ἡ γλῶσσά σου.» ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Δ'. Εἴ τις προσώποις δυσὶν, ήγουν ὑποστάσεσι, τάς τε ἐν τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς συγγράμμασι διανέμει φωνάς, ἢ ἐπὶ Χριστῷ παρὰ τῶν ἁγίων λεγομένας, ἢ παρ' αὐτοῦ περὶ ἑαυτοῦ· καὶ τὰς μὲν ὡς ἀνθρώπῳ παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς λόγον ἰδικῶς νοουμένῳ προσάπτει, τὰς δὲ ὡς θεοπρεπείς μόνῳ τῷ ἐκ Θεοῦ Πατρὸς Λόγῳ· ἀνάθεμα ἔστω. Θεοδωρήτου ανατροπη. Συγγενῆ καὶ ταῦτα τοῖς ἤδη λεχθεῖσι· βούλεται γὰρ, ὡς κράσεως γεγενημένης, μηδεμίαν εἶναι λό γων διαφοράν, τῶν ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, καὶ τοῖς ἀποστολικοῖς συγγράμμασιν εἰρημένων, καὶ ταῦτα, πολεμεῖν ἴσως ᾿Αρείῳ, καὶ Εὐνομίῳ, καὶ τοῖς λοιποῖς αιρεσιάρχαις σεμνυνόμενος. Ειπάτω τοίνυν ὁ τῶν θείων δογμάτων διδάσκαλος ἀκριβὴς, πῶς ἂν διελέγξεις τὴν τῶν αἱρετικῶν βλασφημίαν, τὰ ταπεινῶς καὶ ἁρμοδίως παρὰ τῆς τοῦ δούλου μορφῆς εἰ ρημένα, τῷ Θεῷ λόγῳ προσάπτων. Ἐκεῖνοι γὰρ τοῦτο ποιοῦντες, ἐλάττονα, καὶ κτίσμα, καὶ ποίημα, καὶ δοῦλον, καὶ ἐξ οὐκ ὄντων τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι δογματίζουσι. Τίνι τοίνυν ἡμεῖς, οἱ τἀναντία ἐκείνοις φρονοῦντες, καὶ ὁμοούσιον εἶναι καὶ συναΐδιον τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν ὁμολογοῦντες, δημιουργόν τε τῶν ὅλων, καὶ ποιητήν, καὶ κοσμήτορα, καὶ κυβερνή την, καὶ πρύτανιν, καὶ πάνσοφον, καὶ παντοδύναμον, μᾶλλον δὲ αὐτοδύναμον 4, καὶ αὐτοζωὴν, καὶ αὐτο σοφίαν, ἀναθῶμεν τό· Θεέ μου, Θεέ μου, τί με ἐγκατέλιπες;» καὶ τό· «Πάτερ, εἰ δυνατόν, παρ ελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· ἡ καὶ τό Πάτερ, σῶσόν με ἀπὸ τῆς ὥρας ταύτης· καὶ τό Τὴν ὥραν ἐκείνην οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς τοῦ: «";» ἀνθρώπου· κ καὶ τὰ ἄλλα, ὅσα ταπεινῶς ὑπ' αὐτοῦ, καὶ ὑπὸ τῶν ἱερῶν ἀποστόλων περὶ αὐτοῦ εἴρηται καὶ γέγραπται; Τίνι τὴν πεῖναν καὶ τὴν δίψαν προσάψομεν; τίνι τὸν κόπον καὶ τὸν ὕπνον; τίνι τὴν ἄγνοιαν καὶ τὴν δειλίαν; Τίς ὁ τῆς ἀγγελικής δεη θεὶς συμμαχίας; Εἰ τοῦ Θεοῦ Λόγου ταῦτα, πως Αγνόησεν ἡ σοφία; Πῶς δ' ἂν κληθείη σοφία ἡ τὸ τῆς ἀγνοίας ἔχουσα πάθος; Πῶς δ' ἂν ἀληθεύσεις λέγων Οι κατὰ τὸ εἰκός. αίσ. αυτοδύναμιν,
col. 411–412page 59 of 98
PG 76:411ἔχειν τὰ τοῦ Πατρὸς πάντα, τοῦ Πατρὸς οὐκ ἔχων τὴν γνῶσιν; «Μόνος γάρ, φησίν, οἶδεν ὁ Πατήρ τὴν ἡμέραν ἐκείνην.» Πῶς δ᾽ ἂν εἰκὼν ἀπαράλλακτος είη τοῦ γεννήσαντος, μὴ πάντα ἔχων τοῦ γεννήσαντος; Εἰ μὲν οὖν ἀληθεύει λέγων ἀγνοεῖν, ταῦτ᾽ ἄν τις υπολάβοι περὶ αὐτοῦ Εἰ δὲ οἶδε τὴν ἡμέραν, κρύπτειν δὲ βουλόμενος, ἀγνοεῖν λέγει ", ὁρᾷς εἰς ποίαν βλασφημίαν χωρεῖ τὸ συναγόμενον; Η γὰρ ἀλήθεια ψεύδεται, ἥτις οὐκ εἰκότως ἀλήθεια κλη θείη, ἔχουσά τι τῶν ἐναντίων· εἰ δὲ οὔτε ψεύδεται ἡ ἀλήθεια, οὔτε ὁ Θεὸς Λόγος ἀγνοεῖ τὴν ἡμέραν ἣν αὐτὸς ἐποίησεν, ἣν αὐτὸς διώρισεν, ἐν ᾗ μέλλει κρί νειν τὴν οἰκουμένην, ἀλλ' ἔχει τοῦ Πατρὸς τὴν γνῶ σιν, ὡς εἰκὼν ἀπαράλλακτος. Οὐκ ἄρα τοῦ Θεοῦ Λόγου ἡ ἄγνοια, ἀλλὰ τῆς τοῦ δούλου μορφῆς, τῆς τοσαῦτα κατ' ἐκεῖνο τοῦ καιροῦ γινωσκούσης, ὅτα ἡ ἐνοικοῦσα θεότης ἀπεκάλυψε. Ταῦτα καὶ περὶ τῶν ἄλλων τῶν ὁμοίων ἔστιν εἰπεῖν. Πῶς γὰρ ἂν ἔχει λόγον, τὸν Θεὸν Λόγον εἰπεῖν πρὸς τὸν Πατέρα· «Πά τερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον ἀπ' ἐμοῦ πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ; • Πολλὰ γὰρ ἐντεῦθεν πάλιν συμβαίνει τὰ ἄτοπα· καὶ πρῶτον μὲν τὸ διχονοεῖν τὸν Πατέρα καὶ τὸν Υἱὸν, καὶ ἕτερα μὲν βούλεσθαι τὸν Πατέρα, ἕτερα δὲ τὸν Υἱόν. Εφη γάρ· «Πλήν, οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ· ο έπειδὴ " πολλὴν αὖθις ἄγνοιαν ἐν τῷ Υἱῷ θεωρήσο μεν. Ευρεθήσεται γὰρ ἀγνοῶν, οὐ ν δυνατόν, ἢ μή, παρελθεῖν τὸ ποτήριον. Τοῦτο δὲ περὶ τοῦ Θεοῦ Λό του λέγειν, δυσσεβὲς καὶ βλασφημίας γέμον· ᾔδει γὰρ ἀκριβῶς ὁ διὰ τοῦτο παραγενόμενος, ὁ ἑκὼν τὴν ἡμετέραν φύσιν ἀναλαβὼν, ὁ ἑαυτὸν κενώσας, τῆς οἰκονομίας μυστηρίου τὸ τέλος. Δι' οὗ = καὶ τοῖς ἱεροῖς προἔλεγεν ἀποστόλοις· «Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας ἐθνῶν, εἰς τὸ ἐμπαῖξαι αὐτὸν 5, καὶ μαστιγώσαι, καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται» Ο τοίνυν ταῦτα προκηρύξας, καὶ τῷ Πέτρῳ ἐπιτιμήσας ἀπευξαμένῳ τὸ γενέσθαι, πας ἀπεύχεται μὴ γενέσθαι, ὃς σαφῶς οἶδε πᾶν τὸ ἐσό μενον; Πῶς δ᾽ οὐκ ἄτοπον, Αβραὰμ μὲν πρὸ πολλῶν γενεῶν ἰδεῖν τὴν ἡμέραν αὐτοῦ, καὶ χαρῆναι, καὶ Ησαΐαν ὡσαύτως προθεσπίσει ο αὐτοῦ τὰ σωτήρια πάθη, καὶ Ἱερεμίαν, καὶ Δανιήλ, καὶ Ζαχαρίαν, καὶ πάντα τῶν προφητῶν χορόν, αὐτὸν δὲ ἀγνοεῖν, καὶ ἀπαλλαγὴν αἰτεῖν, καὶ ἀπεύχεσθαι, ὅ τι ἐπὶ σωτηρία δ τῆς οἰκουμένης ἔμελλεν ἔσεσθαι; Οὐκοῦν οὐ τοῦ Θεοῦ Λάγου ταῦτα τὰ ῥήματα, ἀλλὰ τῆς δούλου μορφής τῆς δειλιώσης τὸν θάνατον, διὰ τὸ μή πω λυθῆναι τὸν θάνατον, ἡ ὁ Θεὸς Λάγος ταῦτα εἰπεῖν συν εχώρησε, χώραν δεδωκώς τῇ δειλία, ἵνα φανῇ τοῦ τεχθέντος ἡ φύσις, καὶ μὴ δόκησιν ή φαντασίαν τὸν ἐξ ᾿Αβραὰμ καὶ Δαυΐδ ὑπολάβωμεν· ὁ τῶν δυσσεβών του αὐτόν. λέγων. ' εἰ ἡ ἀλήθεια. - ἔπειτα, ν εἰ. = διό. σ αὐτῷ. " ἐγερθήσεται. προκηρύξαι.
col. 413–414page 60 of 98
PG 76:413αἱρετικῶν ἡ συμμορία παθοῦσα, ταύτην τὴν βλασ φημίαν ἐγέννησεν. Οὐκοῦν τὰ μὲν θεοπρεπώς είρη μένα καὶ πεπραγμένα τῷ Θεῷ λόγῳ προσάψομεν τὰ δὲ ταπεινῶς εἰρημένα καὶ πεπραγμένα δούλου μορφή προσαρμόσομεν, ἵνα μὴ τὴν ᾿Αρείου καὶ Ευνομίου βλασφημίαν νοσῶμεν. Απολογία Κυρίλλου. Καὶ πῶς οὐκ ἄμεινον, ὦ 'ταν, τὴν τῶν εἰρημένων βασανίσαι δύναμιν, μίσους τε καὶ προσπαθείας έλευ θέραν ἔχοντα τὴν διάνοιαν; Αλλ' ἥκιστα μὲν τοῦτο δραν ἀξιοῖ. Περιίστησι δὲ πάλιν ἐπὶ τὸ αὐτῷ δοκοῦν, καὶ δή φησι· Συγγενῆ καὶ ταῦτα τοῖς ἤδη διαλεχθεῖσι· βούλεται γάρ, ὡς κράσεως γεγενημένης, μηδεμίαν εἶναι λόγων διαφορὰν τῶν ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, ἢ τοῖς ἀποστολικοῖς συγγράμμασιν εἰ ρημένων· καὶ ταῦτα πολεμεῖν ἴσως ᾿Αρείῳ, καὶ Εὐνομίῳ, καὶ τοῖς λοιποῖς αἱρεσιάρχαις σεμνυνόμενος. Αλλὰ ταῦτα μὲν ἐκεῖνος. Ἐγὼ δὲ τοσοῦτον ἀφο έστηκα τοῦ συγκεκρᾶσθαι λέγειν ἀλλήλαις τὰς φύ σεις, φυρμόν τε καὶ σύγχυσιν ὑπομεῖναι καὶ τρο πὴν, ὅσον καὶ αὐτὸς τοῦ δοξάζειν ὀρθῶς. Αλλ' οὐδὲ λόγων διαφορὰν ἀνῃρήκαμεν· ἴσμεν γάρ, ὅτι οἱ μὲν αὐτῶν γεγόνασι θεοπρεπῶς, οἱ δὲ ἀνθρωπίνως· καὶ οἱ μὲν τῇ ὑπερτάτῃ πρέπουσι δόξῃ, οἱ δέ εἰσι τοῖς τῆς κενώσεως μέτροις αρμοδιώτεροι. Χρῆναι δέ φα μὲν αὐτοὺς οὐ προσώποις δυσὶν ἀλλήλων εἰσάπαν διηρημένοις ἀπονέμεσθαι δεῖν· εἰ γάρ ἐστιν εἷς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, μία τε πίστις ἡ εἰς αὐτὸν, καὶ ἐν τὸ βάπτισμα, ἐν ἔσται πάντως αὐτοῦ καὶ πρόσωπον ὡς ἑνός· καὶ εἴπερ ἐστὶν ὁ αὐτὸς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος, ἁρμόσειεν ἂν αὐτῷ καὶ δίχα μώμου παντὸς θεοπρεπώς τε όμοῦ καὶ μέντοι καὶ ἀνθρωπίνως ποιεῖσθαι τοὺς λόγους· οὔτε τῆς θείας αὐτοῦ καὶ ἀποῤῥήτου φύσεως μειονεκτουμένης κατά τι γοῦν ὅλως τῆς τοῦ Πατρὸς ὑπεροχῆς διά τοι τὸ λαλεῖν ἀνθρωπίνως, οὔτε μὴν ἀπιστουμένης τῆς οικονομίας τῆς μετὰ σαρκός, ὅταν μετὰ τοῦ εἶναι Θεὸς, καὶ ἄνθρωπος καθ' ἡμᾶς γενέσθαι κηρύττεται. Πάντα τοίνυν ἐστὶ τοῦ ἑνὸς Χριστοῦ, τά τε θεοπρεπή, καὶ τὰ ἀνθρώπινα. Εἰ μὲν γὰρ οὐ γέγονεν ἄνθρωπος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, μὴ λαλείτω καθ᾿ ἡμᾶς ἀν θρωπίνως. Εἰ δὲ ἀληθὲς ὅτι παραπλησίως ἡμῖν μετα ἔσχεν αἵματος καὶ σαρκὸς, καὶ ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς, ἡμῖν δηλονότι, τί τὸ τῆς οἰκονομίας εὐτεχνες - ἀνοητοτάτως διασύρουσι, φωνῆς ἀνθρωπίνης οὐκ ἀνεχόμενοι, καὶ τὸ ἐν λόγοις σμικροπρεπές διὰ τὴν οἰκονομίαν ὡς ἑτέρῳ κατ' ἰδίαν Υἱῷ, τῇ τοῦ δούλου μορφή 4, καθάπερ αὐτοί φασιν, ἀνατιθέναι σπουδάζοντες; 'Ασύνετον δὲ παντελῶς τὸ σκέπτεσθαι μὲν δεδιέναι τὰς τῶν αἱρετικῶν δυστροπίας, εἶτα τῆς ὀρθῆς πίστεως τὴν παράδοσιν ἀποκομίζειν αὐτοὺς ἔξω τοῦ καθήκοντος λόγου. Αμεινον δὲ φαίην ἂν, καὶ εὐτυχές. Η τὴν τοῦ δούλου μορφήν.
col. 415–416page 61 of 98
PG 76:415πολύ λίαν εὐμαθέστερον, τὰς ἀνθρωπίνας ἀνάπτειν * ο φωνὰς οὐχ ἑτέρῳ προσώπῳ μᾶλλον, νοουμένῳ τε ἰδικῶς καὶ ἀνὰ μέρος Υἱῷ, τῇ τοῦ δούλου μορφή. καθὰ λέγειν ἔθος αὐτοῖς, προσνέμειν δὲ μᾶλλον τοῖς τῆς ἀνθρωπότητος αὐτοῦ μέτροις· ἔδει γὰρ ὄντα Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, δι' ἀμφοῖν ἰέναι ἡ τοῖν λόγοιν. Θαυμάζω δὲ ὅπως ὑποκρίνεται μὲν καὶ αὐτὸς ὁμολογεῖν, ὅτιπερ εἷς ἐστιν ὁ Χριστὸς, ὁ αὐτὸς δηλον ὅτι Θεὸς ὁμοῦ καὶ ἄνθρωπος· εἰς λήθην δὲ ὥσπερ ύπενεχθεὶς, ὧν εὖ ἔχειν ὑπείληφε, διίστησι πάλιν εἰς δύο τὸν ἕνα. Παρατίθησι μὲν γὰρ τοῦ Σωτῆρος φω νὴν λέγοντος· «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης, καὶ τῆς ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ.» Εἶτα σοφίαν εἶναι διαβεβαιούμενος τὸν ἐκ Θεοῦ φύντα Λόγον, πάντα τε εἰδέναι τὰ ἐσόμενα, προσεπάγει, καί φησιν· Οὐκ ἄρα τοῦ Θεοῦ Λόγου ἡ ἄγνοια, ἀλλὰ τῆς τοῦ δούλου μορ φῆς, τῆς τοσαῦτα κατ' ἐκεῖνο καιροῦ γινωσκούσης, ὅσα ἡ ἐνοικοῦσα θεότης ἀπεκάλυψε. Ταῦτα καὶ περὶ τῶν ἄλλων ὁμοίως 6 ἔστιν εἰπεῖν. Οὐκοῦν εἰ μὴ ψεύδῃ λέγων ένα Κύριον καὶ Χριστὸν Ἰησοῦν, τὸν αὐτὸν δηλονότι Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, ἀνθ' ὅτου διαιρεῖς, καὶ δύο λέγων υἱοὺς οὐκ ἐρυθριᾷς; Η οὐχὶ δύο που πάντως εἶεν ἂν, εἴπερ ἐστὶν οὐχ ὁ αὐτὸς τῷ μεμετρημένην ἔχοντι γνῶσιν ὁ πάντα εἰδώς καὶ τῷ μερικὴν δεχομένῳ τὴν ἀποκάλυψιν ὁ τέλειος ἐν σοφίᾳ, καὶ τοσαῦτα γινώσκων, ὅσα καὶ ὁ Πατήρ; Καὶ εἴπερ ἐστὶν εἰς τε καὶ ὁ αὐτὸς, διὰ τὸ τῆς ἀληθοῦς ἑνώσεως χρῆμα, καὶ οὐχ ἕτερος καὶ ἕτερος διῃρημένως ή τε καὶ ἀνὰ μέρος, αὐτοῦ πάντως ἔσται καὶ τὸ εἰδέναι, καὶ μέν τοι καὶ τὸ μὴ εἰδέναι δοκεῖν. Οὐκοῦν οἶδε μὲν καὶ αὐτὸς θεϊκῶς ὡς σοφία τοῦ Πατρός. Ἐπειδὴ δὲ τὸ τῆς ἀγνοούσης ἀνθρωπότητος ὑπέδυ μέτρον, οἰκονομικῶς οἰκειοῦται καὶ τοῦτο μετὰ τῶν ἄλλων, καί τοι, καθάπερ ἔφην ἀρτίως, ἡγνοηκὼς οὐδὲν, ἀλλ᾽ εἰδὼς ἅπαντα μετὰ τοῦ Πα τρός. Ἐπεὶ διὰ ποίαν αἰτίαν πεινῆσαι λέγεται. καὶ καμεῖν ἐξ ὁδοιπορίας, καί τοι ζωή, καὶ ζωο ποιὸς ὑπάρχων ὡς Θεὸς, καὶ αὐτὸς ὢν ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, καὶ αὐτὸς ὢν ὁμοίως τῶν δυνάμεων Κύ ριος; 'Αλλ' ἵνα πιστεύηται κατὰ ἀλήθειαν γενόμενος ἄνθρωπος, οἰκειοῦται τὰ ἀνθρώπινα, τοῖς τῆς ἰδίας φύσεως ἀγαθοῖς ἐμφιλοχωρῶν, καὶ ἀκλονήτως ἔχων τὰ ἐν οἷς ἦν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται διαπαντός. Ο γε μὴν ἀποκάλυψιν λέγων δεδόσθαι τῇ τοῦ δούλου μορφῇ παρὰ τοῦ ἐνοικήσαντος Θεοῦ, καὶ ταύτην μεμετρημένην, προφήτην ἡμῖν ἀποφαίνει τὸν Ἐμμανουήλ, καὶ Θεοφόρον ἄνθρωπον, καὶ ἕτερον οὐδέν. ᾿Αλλὰ γὰρ οἴεταί τι τὸ σοφόν, καὶ ἀνανταγώνιστον εἰπεῖν. Εἰ γὰρ ὁ τοῦ Θεοῦ Λόγος, φησὶν, ὁ κεκραγώς ἐστι Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτή ριον τοῦτο· ο πρῶτον μὲν διχονοεῖ πρὸς τὸν Πατέρα, παραιτεῖται δὲ οὐκ ὀρθῶς τὸ πιεῖν τὸ ποτήριον. Και προσάπτειν. 1 εἶναι. δ ὁμοίων. Η διηρημένοι τε
col. 417–418page 62 of 98
PG 76:417ται, φησίν. οὐκ ἠγνοηκώς, ὅτι τῷ κόσμῳ σωτήριον ἔμελλεν ἔσεσθαι τὸ παθεῖν αὐτόν. Οὐκοῦν οὐκ ἂν εἶεν, φησίν, αἱ τοιαίδε τοῦ Θεοῦ Λόγου φωναί. 'Αντ ακούσεται τοίνυν καὶ πρός γε ἡμῶν ὁ τοῖς οὕτω κιβδήλοις νηχόμενος λογισμοῖς· Οὐκοῦν ἐπειδή σοι δοκεῖ τοῦ μὲν Θεοῦ Λόγου τάς τοιαύτας φωνὰς ἀπο σεβεῖσθαι δεῖν, μόνῃ δὲ αὐτὰς ἀνάπτειν τῇ τοῦ δού που μορφῇ, ἆρ' οὐκ εἰς δύο πάλιν υἱοὺς καταδιαιρεῖς τὸν ἕνα; Καὶ τίνι τοῦτο τῶν εὖ φρονούντων άσυμ φανές; Ἐρεῖ γὰρ ἴσως τις, τοῖς σοῖς, ὦ οὗτος, ἐπό μενος λογισμοῖς, ὅτι καὶ ἀπίθανον, καὶ λόγου πέρα τοῦ πρέποντος τὸ παραιτεῖσθαι τὸ πάθος τὴν τοῦ δούλου μορφὴν, καὶ διχονοοῦσαν ὁρᾶσθαι πρὸς τὸν Πατέρα, καὶ πρὸς αὐτὸν δὲ τὸν ἐνοικήσαντα Λόγον Εδει γάρ, οἶμαι, τὸ πάθος πρὸς σωτηρίαν ἔσεσθαι τοῖς ὑπ᾽ οὐρανὸν, καὶ ζωῆς πρόξενον τοῖς θανάτῳ νενικημένοις. Εδει δὴ οὖν ὁρᾶσθαι, φησὶ, καὶ δειλίας ἀμείνων, καὶ τοῖς θείοις νεύμασιν ἀκολουθεῖν ᾑρημένος κ. Αρ' οὖν οὐκ αἰσθάνῃ πεφλυαρηκώς εἰκῇ; τίς ἡ τοσαύτη 1 τῶν ἐννοιῶν χυδαιότης; Ἐγὼ δὲ, ὅτι μὲν σμικρὰ τῷ ἐκ Θεοῦ φύντι Λόγῳ πάντα ἐστὶ τὰ ἀν θρώπινα, φαίην ἂν ἔκνου δίχα παντός· ζητῶ δὲ τὴν κένωσιν, τίνος ἂν γενέσθαι νοεῖτο, καὶ τίς ὁ τοῦτο παθὼν ἑκουσίως; Εἰ μὲν γὰρ, ὡς αὐτοί φασιν, ἡ τοῦ Σκύλου μορφή, ἤτοι ὁ = ἐκ σπέρματος τοῦ Δαυΐδ, πῶς, ἢ τίνα κεκένωται τρόπον, εἰ προσελήφθη παρὰ Θεοῦ; Εἰ δὲ αὐτὸς ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων Λόγο, ἑαυτὸν κενῶσαι λέγε ται, πῶς δὴ πάλιν, ἢ τίνα κεκένωται τρόπον, εἰ παραιτοῖτο τὴν κένωσιν; Κένωσις δὲ τῷ Θεῷ λόγῳ, παθεῖν οὐκ εἰδότι την τροπήν, τὸ δρᾶσαί τι καὶ εἰπεῖν τῶν ἀνθρωπίνων διὰ τὴν πρὸς σάρκα σύνοδον οικονομικήν. Αλλ' εἰ καὶ γέγονεν ἄνθρωπος, κατ' οὐδένα τρόπον αὐτὸν ὁ τοῦ μυστηρίου λόγος εἰς τὴν αὐτοῦ φύσιν ἀδικήσειεν ἄν. Μεμένηκε γὰρ 8 ἦν καὶ ἐν ἀνθρωπότητι καθηγμένο; - διὰ τὴν τοῦ κόσμου σωτηρίαν καὶ ζωήν. Οὐκοῦν οὐ προσώποις δυσὶν, ἀλλ' ὡς ἑνὶ Χριστῷ, καὶ Υἱῷ, καὶ Θεῷ, τάς τε εὐαγ γελικὰς καὶ τὰς τῶν ἁγίων ἀποστόλων ἀναθήσομεν φωνάς, οὔτε τὴν θείαν τοῦ Κυρίου κατασμικρύνοντες ο φύσιν τε καὶ δόξαν διὰ τὰ ἀνθρώπινα, οὔτε μὴν ἀρνούμενοι ἢ τὴν οἰκονομίαν, ἀλλ᾽ αὐτοῦ τοῦ λίγου γενέσθαι σπουδάζοντες 4 τὴν δι' ἡμᾶς ἐνανθρώπησιν. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Ε'. Εἴ τις τολμᾷ λέγειν θεοφόρον ἄνθρωπον τὸν Χρι στὸν, καὶ οὐχὶ δὴ μᾶλλον Θεὸν εἶναι κατὰ ἀλήθειαν, καὶ Υἱὸν τ ἕνα, καὶ φύσει, καθὸ γέγονε σὰρξ ὁ λό γος, καὶ κεκοινώνηκε παραπλησίως ἡμῖν αἵματος καὶ σαρκός· ἀνάθεμα ἔστω. Θεοδωρήτου ανατροπή. Κεκοινωνηκέναι ἡμῖν παραπλησίως αἵματος καὶ σαρκὸς, καὶ ψυχῆς ἀθανάτου τὸν Θεὸν Λόγον διὰ τὴν ἕνωσιν τὴν πρὸς ταῦτα φαμέν, σάρκα δὲ τὸν Θεὸν Η σωτηρία. ἡ ἀμείνω. * ᾑρημένον. 1 τοιαύτη. - τό η καθιγμένος. • αὐτοῦ κατασμικρυνόμεν. Η αρνούμεθα. α πιστεύοντες· ώς υἱόν.
col. 419–420page 63 of 98
PG 76:419ἀλλὰ καὶ τοὺς λέγοντας ἀσεβείας γραφόμεθα. Έναν τίον δὲ τοῦτο καὶ αὐτοῖς τοῖς εἰρημένοις • Εστιν ἰδεῖν. Εἰ γὰρ ἐτράπη ὁ Λόγος εἰς σάρκα, οὐ κεκοινώνηκεν ἡμῖν σαρκὸς καὶ αἷματος· εἰ δὲ σαρκὸς καὶ αἵματος κεκοινώνηκεν, ὡς ἄλλος παρὰ ταῦτα κεκοινώνηκεν· εἰ δὲ ἄλλο τι παρ' αὐτὸν ἡ σὰρξ, οὐκ αὐτὸς ἐτράπη εἰς σάρκα. Οὐκοῦν τῷ τῆς κοινωνίας ὀνόματι χρώμενοι, ὡς ἕνα μὲν Υἱὸν προσκυνοῦμεν τὸν λαβόντα, καὶ τὸ ληφθέν. Τῶν δὲ φύσεων τὴν δια φορὰν γνωρίζομεν, καὶ τὸν θεοφόρον δὲ ἄνθρωπον ὡς πολλοῖς τῶν ἁγίων Πατέρων ειρημένον, οὐ παρ αιτούμεθα· ὧν εἷς ὁ μέγας Βασίλειος ἐν τῷ πρὸς Αμφιλόχιον περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ, τούτῳ χρησάμενος τῷ ὀνόματι, καὶ ἐν τῇ τοῦ πεντηκοστού ἐννάτου ψαλμοῦ ἑρμηνείᾳ· καλοῦμεν δὲ Θεοφόρον ἄνθρωπον, οὐχ ώς μερικήν τινα θείαν χάριν δεξά μενον, ἀλλ' ὡς πᾶσαν ἡνωμένην ἔχοντα τοῦ Υἱοῦ τὴν θεότητα. Τοῦτο γὰρ ὁ μακάριος ερμηνεύων ἔλεγε Παῦλος· «Βλέπετε, μή τις δη συλαγωγῶν ὑμᾶς διὰ τῆς φιλοσοφίας, καὶ κενῆς ἀπάτης, κατὰ τὴν παρά δοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικώς. Λόγον τροπῇ τινι γεγενήσθαι, ου μόνον οὐ λέγομεν, Απολογία Κυρίλλου. Κανταῦθα δὲ πάλιν εἰκαιομυθοῦντα δεικνύειν, χαλεπὸν οὐδέν. Φαμὲν γὰρ ἡμεῖς τὸ μὴ χρῆναι πρός τινος θεοφόρον ἄνθρωπον ὀνομάζεσθαι τὸν Χριστὸν, ἵνα μὴ καθ᾿ ἕνα τῶν ἁγίων νοοῖτο, Θεὸν δὲ μᾶλλον ἀληθινὸν ἐνανθρωπήσαντα, καὶ σεσαρκωμένον τὸν τοῦ Θεοῦ Λόγον. Επιπλήττει δὲ πάλιν οὑτοσὶ τοῖς ὀρθῶς εἰρημένοις, καὶ ποικίλως τερατεύεται καὶ ψευδηγο ρεῖ· φησὶ γὰρ ἡμᾶς εἰς τὴν τῆς σαρκὸς φύσιν τα ρατετράφθαι λέγειν τὸν τοῦ Θεοῦ Λόγον, καὶ λογι σμοὺς ἀνορύττει, δι' ὧν ἀποφαίνειν ἐσπούδακεν ὡς οὐκ ἂν εἴη ἄτρεπτος < ὁ τοῦ Θεοῦ Λόγος. Ο δὲ δὴ πλειστάκις ἔφην, τοῦτο καὶ νῦν ἀναγκαίως ἐρῶ Οὐδενὸς εἰς σάρκα τὴν ὑπὸ γῆς μεταπεποιῆσθαι λέ γοντος τὴν θείαν τε καὶ ἀκήρατον τοῦ Λόγου φύσιν, ἄτρεπτον δὲ ἁπάντων ὁμολογούντων αὐτὴν, παύσασθε πόνους δαπανώντες κενούς *, εἰς γε τὸ χρῆναι πληροφορεῖν τοὺς οὐδαμόθεν ηπατημένους, ὅτι καὶ άτρεπτος κατὰ φύσιν καὶ ἀναλλοίωτός ἐστιν ὁ Θεὸς Λόγος. Τίς γὰρ οὕτως ἀπόπληκτος, ἢ παράφρων ἐστὶν, ὡς τὰ οὕτως αἰσχρά, καὶ αὐτοῖς τάχα τοῖς ἀνοήτοις ἀπόβλητα, φρονεῖν ἐλέσθαι καὶ λέγειν; Καταπέπληγμαι δὲ, ὅτι καί τοι διαβεβαιούμενος παν ταχῆ Θεὸν εἶναι τὸν Ἐμμανουήλ, προφητικώς 4 αὐτῷ μέτρον εκνενεμηκὼς ἐν τούτοις εὑρίσκεται· ἀνθρώπου γὰρ εἶναί φησι Θεοφόρον αὐτὸν, ἵν᾿ ὀρῷτο καθ' ἡμᾶς, τοὺς ἔναυλον ἔχοντας διὰ τοῦ ἁγίου Πνεύμα αὐτοῖς εἰρημένοις. ' αὐτὰ ταῦτα. κ ἔσται ὁ. ν ἀποφαίνει, ὧν ἀνορύττειν ἐσπούδακεν. διαπονούντες καινούς.· προφητικήν. Η από. τρεπτός.
col. 421–422page 64 of 98
PG 76:421τος τὸν τῶν ὅλων Θεόν. Κατοικεῖ γὰρ ἐν ταῖς καρ δίαις ἡμῶν, καὶ ἐσμὲν ναοὶ Θεοῦ ζῶντος. Εστι δὲ οὐ ταυτὸν ἄνθρωπον εἰπεῖν γενέσθαι τὸν Λόγον, καὶ Θεὸν ἐν ἀνθρώπῳ κατοικήσαι νομίζειν. Εἰ γὰρ και ἐστιν ἀληθὴς ἡ τοῦ μακαρίου Παύλου φωνή, ὅτι «Εν αὐτῷ ηὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεό τητος σωματικώς, ν τουτέστιν, οὐ σχετικῶς· ἀλλ' οὖν ένα 1 φησὶν εἶναι Θεὸν τὸν Πατέρα, καὶ ἕνα Κύριον Ἰησοῦν Χριστὸν, δι' οὗ τὰ πάντα. Φαίη δ' ἄν τις, καὶ ἐν ἀνθρώπῳ κατοικεῖν τὸ πνεῦμα αὐτοῦ. Καὶ γοῦν γέγραπται περὶ τινῶν·. Τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ο ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν· ἀλλ᾽ οὖν εἷς νοεῖται, καὶ ἔστι κατὰ σύνθεσιν ἄνθρωπος ἀπό τε σαρκὸς καὶ τῆς ἐν αὐτῇ κατοικούσης ψυχής νοεράς. Τί τοίνυν διακυκῶν οὐ παύεται τὸν ὀρθόν τε καὶ ἀδιάστροφον τῆς πίστεως λόγον, Ποτὲ μὲν γὰρ ἕνα φησὶ Χριστὸν, καὶ Υἱὸν, καὶ Κύριον, τὸν αὐτὸν Θεόν τε ὁμοῦ καὶ ἄν θρωπον, ποτὲ δὲ τοῖς τῶν προφητῶν ἐνίησι μέτροις, Θεοφόρον ἄνθρωπον ὀνομάζων αὐτόν. Ηγνόηκε δὲ τάχα που καὶ ἡμῖν αὐτοῖς ἐν ἴσῳ τιθεὶς, εἴπερ ἔστινοὗ Θεὸς ἀληθῶς, ναὸς δὲ μᾶλλον, ὡς ἐνοικοῦντος αὐτῷ τοῦ Λόγου, καθὰ καὶ ἐν ἡμῖν. Αλλ' οὐχ ὧδε ταῦτα ἔχειν ἡ θεόπνευστος ἔφη Γραφή· «Γέγονε γὰρ σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ο ἵνα μή τις οἴηται κατὰ τροπὴν καὶ μετάστασιν εἰς τὴν τῆς σαρκὸς αὐτοῦ μεταπεποιῆσθαι φύσιν. Ὁ δὲ γεγονώς σὰρξ, ήγουν ἄνθρωπος, οὐκ ἄνθρωπος θεοφόρος ἐστὶ, Θεός δὲ μᾶλλον εἰς ἐθελούσιον κένωσιν καθεὶς ἐπυ τὸν, καὶ ἰδίαν ποιησάμενος σάρκα τὴν ἐκ γυναικός" σάρκα δὲ, οὐκ ἄψυχον, οὐδὲ ἄνουν, ἀλλ' ἔμψυχόν τε καὶ νοεράν. Μεμνήμεθα δὲ καὶ ναὸν ὀνομάσαντος τὸ ἴδιον σῶμα· πλὴν οὐ σχετικὴν ἐποιήσατο τὴν ἐνοίκησιν, καθὰ καὶ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος, ἀλλ' εἷς καθ᾽ ἔνωσιν νοεῖται Χριστὸς, καὶ Υἱὸς, καὶ Κύ γιος. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Γ. Εἴ τις Θεόν, ἢ Δεσπότην εἶναι λέγει τοῦ Χριστοῦ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ οὐχὶ δὴ μᾶλλον τὸν αὐτὸν ὁμολογεῖ ὁμοῦ τε Θεὸν καὶ ἄνθρωπον, ὡς γε γονότος σαρκὸς τοῦ Λόγου κατὰ τὰς Γραφάς· ἀνά θεμα έστω. Θεοδωρήτου ἀνατροπή. Ο μὲν μακάριος Παῦλος τὸ ληφθὲν ὑπὸ τοῦ Θεοῦ Λόγου μορφὴν δούλου προσαγορεύει· ἐπειδὴ δὲ πρὸ 19 τῆς ἑνώσεως ἡ λῆψις, περὶ δὲ τῆς λήψεως ὁ μακά ριος διαλεγόμενος Παῦλος, μορφὴν δούλου τὴν λη φθεῖσαν προσηγόρευσε φύσιν, οὐκέτι χώραν ἔχει, τῆς ἑνώσεως γενομένης, τῆς δουλείας τὸ ὄνομα. Εἰ γὰρ τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ὁ ᾿Απόστολος γράφων ἔλεγεν· Ωστε οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· καὶ ιν, ὁ ἀλλ᾽ οὖν ἔνα.
col. 423–424page 65 of 98
PG 76:423ὁ Κύριος τοῖς μαθηταῖς· Οὐκέτι καλέσω ὑμᾶς δούλους, ἀλλὰ φίλους, πολλῷ δὴ μᾶλλον ἡ ἀπαρχή τῆς ἡμετέρας φύσεως, δι' οὗ • καὶ ἡμεῖς τοῦ τῆς υιοθεσίας χαρίσματος ἠξιώθημεν, τῆς τοῦ δούλου προσηγορίας ἀπαλλαγείη ὁ ἄν. Θεὸν τοίνυν ὁμολογοῦμεν καὶ τὴν τοῦ δούλου μορφήν, διὰ τὴν ἑνωθεῖσαν αὐτῇ τοῦ Θεοῦ μορφήν· καὶ πειθόμεθα τῷ προ φήτῃ τῷ καὶ Ἐμμανουὴλ τὸ βρέφος προσαγορεύοντι, καὶ τὸ γεννηθεν παιδίον μεγάλης βουλῆς ἄγγε λον, καὶ θαυμαστὸν σύμβουλον, καὶ Θεὸν ἰσχυρὸν, καὶ ἐξουσιαστὴν, καὶ ἄρχοντα εἰρήνης, καὶ Πατέρα τοῦ μέλλοντος αἰῶνος. Ομως δὲ ὁ αὐτὸς προφήτης καὶ μετὰ τὴν ἕνωσιν κηρύττων τοῦ ληφθέντος τὴν φύσιν, δοῦλον προσαγορεύει τὸν ἐκ τοῦ σπέρματος ᾿Αβραάμ, ούτωσὶ λέγων· «Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι,» καὶ πάλιν· «Οὕτω λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτοῦ καὶ μετ' ὀλίγα· «Ιδού δέδωκά σε εἰς διαθήκην γέ νους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.» Τὸ δὲ πλασθὲν ἐκ κοιλίας ί, οὐχ ὁ Θεὸς Λόγος, ἀλλ᾽ ἡ τοῦ δούλου μορφή. Οὐ γὰρ ὁ Θεός Λόγος τραπεὶς ἐγένετο σάρξ, ἀλλ' ἀνέλαβε σάρ και ψυχὴν ἔχουσαν νοεράν. Κυρίλλου ἀπολογία Τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς τὸ μυστήριον τοῖς πρὸς ἡμῶν γεγονόσι καὶ νῦν οὐδὲν ἧττον συνασπιεῖ λόγοις, καὶ τοῦ πρέποντος οὐκ ἠμοιρηκότας καταδείξειεν ἂν αὐτοὺς καὶ μάλα ῥᾳδίως. Ο γὰρ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ, καὶ Πατρὸς μονογενὴς Υἱὸς, ὁ κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχων τῷ γεγεννηκότι, ὁ ἰσοκλεὴς, καὶ ἐλεύθερος, μορφὴν δούλου λαβὼν κεχρημάτικεν ἀδελφὸς τῆς 6 ὑπὸ ζυγά δουλείας, τουτέστιν ἡμῖν. Καὶ γοῦν ὡς εἷς ἐξ ἡμῶν συντετέλεκε μὲν τοῖς δασμολογοῦσι τὸ δίδραχμον, καὶ γέγονεν ὑπὸ νόμον ὡς ἄνθρωπος, ὁ νομοθέτης ὡς Θεός· ἐδίδασκε δὲ τοὺς ἑαυτοῦ μαθητάς, ὅτι καὶ Υἱός ἐστιν ἀληθῶς καὶ ἐν μορφῇ δούλου διὰ τὴν σάρκα. Καί τοι κατὰ φύσιν ἰδίαν ελεύθερος ῶν, ὡς ἐκ Θεοῦ, καὶ Θεός. Πλὴν ὡς ἰδίαν ἔχων τὴν τοῦ δού λου μορφὴν διὰ τὸ τῆς κενώσεως μέτρον, τοῖς τῶν τελῶν πράκτορσιν ὑπόφορος ἦν. Ὥστε κἂν εἴ τις λέγῃ δοῦλον αὐτὸν ὠνομάσθαι διὰ φωνῆς τῶν ἁγίων προφητῶν, κατ' οὐδένα τρόπον σκανδαλίζεσθαι πρέ πει· ᾔδεσαν γὰρ, ἀποκαλύπτοντος αὐτοῖς τοῦ ἁγίου Πνεύματος, ὅτι γεγονώς ἄνθρωπος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἦν μὲν καὶ οὕτως ἐλεύθερος ὡς υἱὸς, οὐκ ἀπόβλητον δὲ καὶ οὕτω τὸ τῆς εὐτεχνούς Ενώσεως κ ἐποιεῖτο μέτρον ἡμῖν τοῖς ὑπὸ ζυγὰ δουλείας συμμετ τρούμενος 1. Οὕτω καὶ Θεὸν ἑαυτοῦ τὸν Πατέρα φησί, κατὰ φύσιν Θεὸς ὁ ὑπάρχων, καὶ ἐξ αὐτοῦ, κατ' οὐδένα τρόπον τῆς τοῦ τεχόντος ὑπεροχῆς ἡττώ μενος. Νεστορίου τοίνυν ώδι γεγραφότος περὶ τοῦ δι' ής. ὁ ἀπηλλάγη. • ἑαυτῷ. ι ἐν κοιλίᾳ, ὅ τοῖς. Η κενώσεως. φύσει Θεός. συμμορφούμενος. 1 και τοι
col. 425–426page 66 of 98
PG 76:425Χριστοῦ· ὥστε ὁ παθὼν ἀρχιερεὺς ἐλεήμων, οὐχ ὁ ζωοποιὸς τοῦ πεπονθότος Θεός· καὶ Θεὸν τοῦ Χρισ στοῦ τὴν τοῦ Θεοῦ Λόγον ὀνομάσαντος, προσθέντος δὲ τούτοις· "Ην δὲ ὁ αὐτὸς καὶ βρέφος, καὶ τοῦ βρέφους Δεσπότης· οὐκ ἐν κόσμῳ γενέσθαι τῷ δέοντι, μᾶλλον δὲ καὶ δυσσεβῶς ἄγαν διαβεβαιούμεθα τους λόγους αὐτοῦ· εἰ γὰρ Θεός ἐστι τοῦ Χριστοῦ ὁ ἐκ Θεοῦ Πα τρὸς Λόγος, δύο που πάντως εἶεν ἂν ἀναμφιλόγως κα πῶς δ᾽ ἂν νοοῖτο καὶ βρέφος ὁ αὐτὸς, καὶ τοῦ βρέ τους Δεσπότης; Οὐκ ἂν οὖν λέγοιτο καὶ Θεὸς ἑαυ τοῦ, καὶ Δεσπότης ὁ Ἐμμανουὴλ, εἴπερ ἐστὶν ὁ αὐτὸς Θεός τε ὁμοῦ, καὶ ἄνθρωπος, ὡς ἐνανθρωπή. σας, καὶ σεσαρκωμένος ὁ τοῦ Θεοῦ Λόγος. Οτι δὲ θεότης μὲν ἑτερόν τι κατὰ φύσιν ἰδίαν ἐστὶν, ἔτε ρον δὲ κατὰ φύσιν ἰδίαν ἡ ἀνθρωπότης, πῶς ἂν ενδοιάσειέ τις; Πλὴν εἰς ἐξ ἀμφοῖν ὁ Χριστὸς, θεότητός τε καὶ ἀνθρωπότητος, καθ' ἔνωσιν οἰκονομικὴν. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Ζ'. Εἰ τίς φησιν, ὡς ἄνθρωπον ἐνηργῆσθαι ὑπὸ τοῦ Θεοῦ Λόγου τὸν Ἰησοῦν, καὶ τὴν τοῦ Μονογενούς εὐδοξίαν περιῆφθαι, ὡς ἑτέρῳ παρ' αὐτὸν ὑπάρχοντι ἀνάθεμα έστω. Θεοδωρήτου ἀνατροπή. Εἰ θνητὴ τοῦ ἀνθρώπου ἡ φύσις, ζωὴ δὲ ὁ Θεὸς Λόγος, καὶ ζωοποιός, ἀνέστησε δὲ τὸν ὑπὸ τῶν Ἰου δαίων λυθέντα ναὸν, καὶ εἰς οὐρανοὺς ἀνήγαγε, πῶς οὐ δεδόξασται ἡ τοῦ δούλου μορφὴ διὰ τῆς τοῦ Θεοῦ μορφῆς; Εἰ γὰρ θνητὴ ὑπάρχουσα καὶ 1 κατὰ φύσιν, ἀθάνατος γέγονε διὰ τὴν πρὸς τὸν Θεὸν Λόγον ἔνω σ:ν, ἔλαβεν ὁ μὴ εἶχεν· ὁ δὲ μὴ εἶχε λαβοῦσα, καὶ δεξασθεῖσα, παρὰ τοῦ δεδωκότος δεδόξασται. Διὸ καὶ ὁ ᾿Απόστολος βοῇ·. Κατὰ τὴν ἑνέργειαν τοῦ κρά τους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν.» Κυρίλλου ἀπολογία. Οἱ Χριστὸν ὀνομάζοντες, οὐχ ἵνα τινὰ τῶν καθ' ἡμᾶς κοινῶν = ἀνθρώπων, ἀλλ᾽ ἐνανθρωπήσαντα, καὶ σεσαρκωμένον τὸν ἐκ Θεοῦ φύντα Λόγον τοῖς ἀκροωμένοις κατασημαίνουσιν· ὥστε κἂν εἴπερ τι τῶν θεοπρεπεστάτων ενεργῆσαι λέγοιτο διὰ τοῦ ἰδίου σώματος, ὀργανικὴν αὐτῷ πληροῦντος τὴν ὑπουργίαν, οὐδὲν ἧττον αὐτὸς ὁ τῶν δυνάμεων Κύριος ὁ Χριστὸς ὁ ἐνεργῶν ἐστιν, οὐ τὸ ἐνεργεῖν ἑτέρῳ δύ νασθαι διδούς· καθάπερ αμέλει καὶ τοῖς ἁγίοις ἀπο στόλοις ἐξουσίαν ἐδίδου κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος· «Οὐ γὰρ τολμῶ τι λέγειν, φησίν, ὧν οὐ κατειργάσατο δι᾿ ἐμοῦ Χριστὸς ἔργῳ, καὶ λόγῳ ἐν δυνάμει σημείων, καὶ τεράτων, ἐν δυνάμει Πνεύ ματος ἁγίου.» Χαίροντες δὲ καὶ οἱ μακάριοι μαθη Η αναμφιβόλως. ῖσ. παρέλκει τὸ, καί. και κοινὸν ἄνθρωπον.
col. 427–428page 67 of 98
PG 76:427καὶ τὰ δαιμόνια ἡμῖν ὑποτάσσεται ἐπὶ τῷ ὀνόματι σου. • Ενεργῆσθαι μὲν γὰρ διὰ Χριστοῦ ἐν Πνεύ ματι τοὺς ἁγίους φαμὲν ὡς ἑτέρους ὄντας παρ' αὐτ τόν. Οὐ μὴν οὕτω κατὰ τὸν ἴσον τρόπον καὶ αὐτὸν ἐνηργῆσθαι» τὸν Ἰησοῦν παρὰ τοῦ Λόγου ἐν Πνεύματι, ὡς ἕτερον ὄντα Υἱὸν παρά γε τὸν ἐκ Θεοῦ Μονογενή. Ένα γὰρ δέδειχεν ἡ ἔνωσις, καὶ τὸ διαι ρεῖν εἰς δύο παραιτούμεθα. Εἰ γὰρ καὶ γέγονε σὰρξ ὁ Λόγος κατὰ τὰς Γραφάς, ἀλλ' ἔστι καὶ οὕτως Υἱὸς μονογενής καθ᾽ ἔνωσιν ἀληθῆ τὴν ὑπὲρ νοῦν καὶ λόγον. Αὐτὸς τοιγαροῦν ὁ εἷς τε καὶ μόνος Χριστὸς Ἰησοῦς, ὡς δι' ὀργάνου τοῦ ἰδίου σώματος, ενήργησε τὰς θεοσημείας. Καὶ οὐκ ἐνηργῆσθαί φαμεν αὐτὸν καθ' ὁμοιότητα τῶν ἁγίων· ἀνόσιον γὰρ τοῦτο, καὶ ἀπηχὲς κομιδῇ. Εἰ δὲ καὶ ἤγειρεν ἐκ νεκρῶν ἑαυτοῦ τὸ σῶμα, καθὰ καὶ ζωὴ, καὶ ζωοποιός ἐστιν, αὐτὸς ἑαυτὸν δοξάζων ὁρᾶται, ζωοποιὸν ἀποφήνας τὴν ἑαυ τοῦ φύσιν, καὶ οὐχ ἑτέρῳ τινὶ παρ' ἑαυτὸν τὴν ἐπὶ τοῦτο ἡ κεχάρισται δόξαν. Καὶ γοῦν ἔφασκε πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα, καὶ Θεόν Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Καίτοι καὶ Θεός ἐστι, καὶ ἐκ Θεοῦ κατὰ φύ σιν, καὶ τῆς δόξης Κύριος. Εἶτα πῶς ὡς δόξης επι δεὴς τὴν προκόσμιον αὐτοῦ δόξαν αἰτεῖ; Ἐπειδὴ γὰρ γέγονεν ἄνθρωπος, καὶ διὰ τῆς ἑαυτοῦ σαρκὸς «χά ριτι Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, ο καθά φησιν ὁ μακάριος Παῦλος, τῆς ἐντεῦθεν ἀδοξίας τὸν ὀνειδισμὸν παραιτούμενος, προαναφωνεῖ τὴν ἀνάστασιν, δι' ἧς, ὅτι καὶ ζωὴ, καὶ ζωοποιός ἐστιν ὡς Θεός, εὖ μάλα διαγινώσκεται, οὕτω τε πρὸς ἡμῶν πιστεύεται. Εδόξασε τοίνυν οὐχ ἕτερόν τινα μᾶλλον, ἀλλ ἑαυτὸν, θανάτου κρείττονα τὸν ἑνωθέντα αὐτῷ κατὰ ἀλήθειαν ἀποφήνας ναόν. Οτι δὲ τὸ ἐνωθὲν αὐτῷ σῶμα οὐκ ἄψυχον οὐδὲ ἄνουν εἶναι πιστεύομεν, ἀλλ᾽ ἔμψυχόν τε καὶ ἔννουν, πλειστάκις εἰρήκαμεν. «ταὶ προσῄεσάν ποτε λέγοντες τῷ Χριστῷ 4 Κύριε, ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Η΄. Εἴ τις τολμά λέγειν τὸν ἀναληφθέντα ἄνθρωπον συμπροσκυνεῖσθαι δεῖν τῷ Θεῷ λόγῳ, καὶ συνδοξάζεσθαι, καὶ συγχρηματίζειν Θεόν, ὡς ἕτερον ἑτέρῳ τὸ γὰρ, σύν, ἀεὶ προστιθέμενον τοῦτο νοεῖν ἀναγκάσει· καὶ οὐχὶ δὴ μᾶλλον μιᾷ προσκυνήσει τιμᾷ τὸν Εμμανουήλ, καὶ μίαν αὐτῷ τὴν ὁμολογίαν συνάπτει 4, καθό γέγονε σὰρξ ὁ Λόγος, ἀνάθεμα έστω. Θεοδωρήτου ἀνατροπή. Μίαν μὲν, ὡς πολλάκις ἔφην, τὴν δοξολογίαν προσ φέρομεν τῷ Δεσπότῃ Χριστῷ, καὶ τὸν αὐτὸν Θεὸν ὁμοῦ, καὶ ἄνθρωπον ὁμολογοῦμεν, τοῦτο γὰρ ἡμᾶς ὁ τῆς ἑνώσεως ἐδίδαξε λόγος, τῶν δὲ φύσεων τὰς ἰδιότητας οὐ παραιτησόμεθα λέγειν. Οὔτε γὰρ ὁ Θεὸς Λόγος ενεργῆσαι, ο νοοῦμεν έν η τούτῳ. 9 ἀναπέμπει.
col. 429–430page 68 of 98
PG 76:429τὴν εἰς σάρκα τροπὴν ἐδέξατο, οὔτε πάλιν ὁ ἄνθρωπος ἀπώλεσε μὲν ὅ ἦν, εἰς δὲ τὴν τοῦ Θεοῦ φύσιν μετεβλήθη. Οὐκοῦν ἑκατέρας φύσεως τὰ ἴδια λέγοντες, τὸν Δεσπότην προσκυνοῦμεν Χριστόν. Κυρίλλου ἀπολογία. Ἡμεῖς δὲ, ὦ 'ταν, οἱ τὰ ἀμείνω τε καὶ ἀληθέστατα ο φρονεῖν ειωθότες, καὶ ἰσχνοτέρων ἐννοιῶν ἁπτόμενοι πρὸς τὴν τοῦ μυστηρίου διασάφησίν τε καὶ εἴδησιν ἀκριβῆ, καὶ κατά γε τὸ τοῖς ἱεροῖς Γράμ μασι δοκοῦν, καὶ ταῖς τῶν ἁγίων Πατέρων έπιε:. κείαις, οὐκ ἄνθρωπον ἀνειλῆφθαί φαμεν παρὰ τοῦ Θεοῦ Λόγου, συνήφθαί τε καὶ κατὰ σχέσιν αὐτῷ τὴν θύραθεν επινοουμένην. "Ανθρωπον δὲ μᾶλλον αὐτὸν γενέσθαι διοριζόμεθα. Ταύτης τε ἕνεκα τῆς αἰτίας τῶν τῆς εὐσεβείας δογμάτων εξεστηκέναι φαμὲν τους τολμώντας λέγειν τὸν ἀναληφθέντα ανθρωπον, χρήναί τε διαβεβαιουμένους αὐτὸν, ὡς ἕτερον ἑτέρῳ συμπροσκυνεῖσθαι δεῖν τῷ Υἱῷ τοῦ Θεοῦ. Εἰ γάρ ἐστιν ὁ αὐτὸς Θεός τε ὁμοῦ, καὶ ἄνθρωπος, προσκυνεῖται μᾶλλον ὡς εἰς προσκυνήσει μια, οὐχὶ συμ προσκυνεῖται, καὶ συγχρηματίζει Θεός· ἵνα μὴ ἄν θρωπος ἁπλῶς εἶναι πιστεύηται, κοινός τε καὶ καθ' ἡμᾶς ὁ Ἐμμανουήλ, θείας τε δόξης μετεσχηκώς κατὰ χάριν· ὁμολογῆται δὲ μᾶλλον Θεὸς ἐν σαρκὶ δι' ἡμᾶς, ἤτοι κατὰ ἀλήθειαν ἄνθρωπος γεγονώς· οὐ μεταστάσει φύσεως τῇ κατὰ ἀλλοίωσιν, καὶ τροπήν, ἀλλ᾽ ἑνώσεως οἰκονομία. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Θ'. Εἰ τίς φησι, τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν δοξά ζεσθαι ο παρὰ τοῦ Πνεύματος, ὡς ἀλλοτρίᾳ δυνάμει τῇ ἰδίᾳ αὐτοῦ χρώμενον, καὶ παρ' αὐτοῦ λαβόντα τὸ ἐνεργεῖν δύνασθαι κατὰ πνευμάτων ἀκαθάρτων, καὶ τὸ πληροῦν εἰς ἀνθρώπους τὰς θεοσημείας, καὶ οὐχὶ δὴ μᾶλλον ἴδιον αὐτοῦ τὸ Πνεῦμά φησι, δι' οὗ καὶ ενήργησε τὰς θεοσημείας· ἀνάθεμα ἔστω. Θεοδωρήτου ανατροπή. Ἐνταῦθα σαφῶς οὐ τοὺς νῦν εὐσεβοῦντας μόνον, ἀλλὰ καὶ τοὺς πάλαι γεγενημένους κήρυκας τῆς ἀλη θείας, καὶ αὐτοὺς τοὺς τῶν θείων Ευαγγελίων συγ γραφέας, καὶ τὸν τῶν ἱερῶν ἀποστόλων χορὸν, καὶ πρὸς τούτοις Γαβριὴλ τὸν ἀρχάγγελον ἀναθεματίζειν ἐτόλ μησε. Τον ' γὰρ κατὰ σάρκα Χριστὸν ἐκ Πνεύματος ἁγίου γεγεννῆσθαι πρῶτος ἐκεῖνος καὶ πρὸ τῆς συλ λήψεως ἐκήρυξε, καὶ μετὰ τὴν σύλληψιν τὸν Ἰωσὴ ἐδίδαξε πρὸς μὲν τὴν Μαρίαν ἐρωτῶσαν· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» λέγων Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Υψίστου επισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ· πρὸς δὲ τὸν Ἰωσήφ·· Μὴ φοβηθῇς παραλαβεῖν Μαριάμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθέν, ἐκ Πνεύματός ἐστιν ἁγίου. ἀληθέστερα, ο δεδοξάσθαι. 1 τόν
col. 431–432page 69 of 98
PG 76:431μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Καὶ αὐτὸς δὲ ὁ Κύ ριος εἰσελθὼν εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαβὼν τὸν προφήτην Ησαΐαν, καὶ ἀναγνοὺς τὸ χω ρίον, ἐν ᾧ λέγει· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ οὗ ἕνε κεν έχρισέ με,» καὶ τὰ ἑξῆς, ἐπήγαγε·. Σήμερον ἐπληρώθη ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.» Τοῦτο δὲ καὶ ὁ μακάριος Πέτρος διαλεγόμενος πρὸς του δαίους ἔφη· «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, δν ἔχρισεν ὁ Θεὸς τῷ Πνεύματι τῷ ἁγίῳ.» Καὶ Ησαΐας δὲ πρὸ πολλῶν γενεῶν τοιαῦτα προεθέσπισεν· Ἐξελεύσεται ράβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βου Καὶ ὁ εὐαγγελιστής· «Μνηστευθείσης δε, φησί, τῆς λῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως, καὶ εὐσεβείας, καὶ καὶ ἐκ Πατρὸς ἐκπορευόμενον ἔφη, συνομολογήσο ν πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν.» Καὶ πάλιν Ἰδοὺ ὁ παῖς μου, δν ᾑρετισάμην, ὁ ἀγαπητός μου, εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτόν· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.» Ταύτην δὲ τὴν μαρτυρίαν καὶ ὁ εὐαγγελιστὴς ἐν οἰκείοις " συγ γράμμασι τέθεικε. Καὶ αὐτὸς δὲ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις πρὸς τοὺς Ἰουδαίους ἔφη· «Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἔφθασεν ἐφ' ὑμᾶς ἄρα ἡ βασιλεία τοῦ Θεοῦ. Καὶ ὁ Ἰωάννης . Ὁ ἀποστείλας με, φησί, βαπτίζειν ἐν ὕδατι, αὐτ τός μοι εἶπεν· Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα κατα βαῖνον, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ.» Οὐ τοίνυν προφήτας " μόνον, καὶ ἀποστόλους, οὐδὲ Γαβριὴλ τὸν ἀρχάγγελον ἀν εθεμάτισε μόνον ὁ ἀκριβὴς τῶν θείων δογμάτων ἐξω εταστής, ἀλλὰ καὶ εἰς αὐτὸν τὸν Σωτῆρα τῶν ὅλων τὴν βλασφημίαν ἐξέτεινεν. Ἐδείξαμεν γὰρ καὶ αὐτὸν τὸν Κύριον, νῦν μὲν τοῖς Ἰουδαίοις μετὰ τὴν ἀνά γνωσιν τοῦ· «Πνεῦμα Κυρίου ἐπ᾿ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, ο φήσαντα·. Σήμερον ή Γραφή αύτη επληρώθη ἐν τοῖς ὠσὶν ὑμῶν·, νῦν δὲ πρὸς τοὺς εἰπόντας, ἐν Βεελζεβούλ αὐτὸν ἐκβάλλειν τὰ δαιμό. νια, εἰρηκότα ἐν Πνεύματι Θεοῦ ἐκβάλλειν τοὺς δαί μονας. Διαπλασθῆναι δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος, καὶ χρισθῆναι οὐ τὸν Θεὸν Λόγον φαμέν, τὸν τῷ Πατρὶ ὁμοούσιον, καὶ συναΐδιον, ἀλλὰ τὴν ἐπ᾿ ἐσχάτου τῶν ἡμερῶν ὑπ' αὐτοῦ ληφθεῖσαν ἀνθρωπείαν φύσιν. Ιδιον δὲ τὸ Πνεῦμα τοῦ Υἱοῦ, εἰ μὲν ὡς ὁμοφυές, μεν *, καὶ ὡς εὐσεβῆ δεξόμεθα 5 την φωνήν. Εἰ δ' ὡς ἐξ Υἱοῦ, ἢ δι᾽ Υἱοῦ τὴν ὕπαρξιν ἔχον, ὡς βλάς. φημον τοῦτο, καὶ ὡς δυσσεβὲς ἀπορρίψομεν. Δια στεύομεν γὰρ τῷ Κυρίῳ λέγοντι·. Τὸ Πνεῦμα, δ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται· ν καὶ τῷ θειοτάτῳ δὲ Παύλῳ ὁμοίως φάσκοντι· Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ * τοῖς ἰδίοις. ν οὐ γὰρ προφήτας, 3 συνομολογήσωμεν. Η δεξώμεθα. ο Πατρός.
col. 433–434page 70 of 98
PG 76:433Κυρίλλου ἀπολογία. η Φθάσας ἔφην, ὅτι τοῖς Νεστορίου βατταρισμοῖς, ήγουν δυσφημίαις, καὶ τοῖς ἄγαν ἀτημελῶς εἰρημένοις, ἡ τῶν κεφαλαίων μάχεται δύναμις. Εκείνου γὰρ λέγοντος περὶ τοῦ ἁγίου Πνεύματος· Τοῦτο δὴ τὸ τηλικαύτην τῷ Χριστῷ χαρισάμενον δόξαν, τὸ δαίμοσιν αὐτὸν φοβερὸν ἐργασάμενον, τὸ τὴν ἀνάληψιν αὐτῷ τὴν εἰς οὐρανοὺς χαρισάμενον· καὶ ὡσπερεί τινος τῶν καθ᾿ ἡμᾶς ἀνθρώπου κοινοῦ τὰ τοιάδε πεφλυαρηκότος, γέγονεν ἀναγκαίως ὁ ἀναθεματισμός, οὐ κατά γε τῶν λεγόντων δεδοξάσθαι παρὰ τοῦ ἁγίου Πνεύ ματος τὸν Ἰησοῦν, τουτέστιν ἐνανθρωπήσαντα τὸν τοῦ Θεοῦ λόγον· κατ᾽ ἐκείνων δὲ μᾶλλον, οἳ καὶ ἀναίδην – αὐτὸν ὡς ἀλλοτρίᾳ δυνάμει τῇ διὰ τοῦ Πνεύ ματος κεχρῆσθαί φασι. Μεμνήμεθα δὴ ο εἰπόντος σας φῶς περὶ τοῦ ἁγίου Πνεύματος· ι Ἐκεῖνος ἐμὲ δοξάσει.» Ισμεν τε πρὸς τούτῳ τῇ τοῦ ἁγίου Πνεύματος ενεργεία τάς πονηράς τε καὶ ἀκαθάρτους δυνάμεις συντρίβοντα· ἀλλ' οὐχ οὕτω φαμὲν αὐτὸν, καθάπερ ἀμέλει καὶ τῶν ἁγίων ἕκαστον, ὡς ἄλλο τρία δυνάμει κεχρῆσθαι τῇ διὰ τοῦ Πνεύματος· ἦν γὰρ καὶ ἔστιν αὐτοῦ τὸ Πνεῦμα, καθάπερ ἀμέλει καὶ τοῦ Πατρός· καὶ τοῦτο ἡμῖν εὖ μάλα σαφηνιεῖ γεγραφώς ὁ θεσπέσιος Παῦλος· ι Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οι κεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Ἐκπορεύεται μὲν γὰρ ὡς ἐκ· τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἀλλ᾽ οὐκ ἀλλότριόν ἐστι τοῦ Ναοῦ· πάντα γὰρ ἔχει μετὰ τοῦ Πατρός· καὶ τοῦτο αὐτὸς ἐδίδαξεν εἰπὼν περὶ τοῦ ἁγίου Πνεύματος ο Πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστι. Διὰ τοῦτο εἶπον ὑμῖν, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται ', καὶ ἀναγγελεῖ ὑμῖν.» Οὐκοῦν ἐδόξασε μὲν τὸν Ἰησοῦν τὸ Πνεῦμα τὸ ἅγιον, ἐνεργοῦν τὰ παράδοξα· πλὴν ὡς Πνεῦμα αὐτοῦ, καὶ οὐκ ἀλλοτρία δύναμις, καὶ κρείτ των αὐτοῦ, καθὸ νοεῖται Θεός. Οὐκ ἐδυσφημήσαμεν τοίνυν εἰς ἁγίους ἀγγέλους, οὔτε μὴν εἰς προφήτας, καθὰ τετόλμηκεν εἰπεῖν ὁ μόνον εἰδὼς τὸ κατηγορεῖν. Ἐπεὶ δέ ἐστι σκοπὸς αὐτῷ τε καὶ τοῖς κατ' αὐτὸν τὸ διαιρεῖν εἰς δύο Χριστοὺς τὸν ἕνα, καὶ τὸν μὲν δοξαζόμενόν τε καὶ ἐνεργούμενον, τὸν δὲ δοξάζοντά τε καὶ ἐνεργοῦντα λέγειν, κατασκώπτουσιν ἀσυνέτως πάντα λόγον εὐσεβῆ, καὶ τῆς τοιαύτης αὐτοὺς ἀφ ιστώντας & κακοδοξίας. Καὶ γοῦν περὶ τοῦ μακαρίου Γαβριὴλ τὸν λόγον ποιούμενος ὁ φιλαίτιος ουτοσί, Τὸν γὰρ ἡ κατὰ σάρκα, φησί, Χριστὸν ἐκ Πνεύματος ἁγίου γεγεννῆσθαι, πρῶτος ἐκεῖνος καὶ πρὸ τῆς δια πλάσεως ἐκήρυξεν. Ετερος οὖν ἄρα ἐστὶ Χριστὸς ὁ κατὰ σάρκα, καὶ ἕτερος ἰδικῶς Χριστὸς δὴ πάλιν ὁ ἐκ ὡς περί. ὁ ἀνέδην. • γὰρ δή. ὁ τοῦτο.· γὰρ ἐκ. 1 λαμβάνει. 8 ἀφιστῶντος *, ἀφιστῶντα. καὶ γάρ. ἐνεργοῦντα παράδοξα.
col. 435–436page 71 of 98
PG 76:435ἐντεῦθεν ὄφελος, εἰ δύο Χριστοὶ, καὶ ἰδικῶς καὶ ἀνὰ μέρος ἑκάτερος νοεῖται, καὶ λέγεται; Οὐκοῦν καν τὸ τῆς εὐσεβείας προσωπεῖον ἑαυτοῖς περιπλάττοντες Ένα Χριστὸν λέγωσι, δύο φρονοῦντες κατὰ ἀλήθειαν, Θεοῦ Πατρὸς Λόγος. Που τοιγαροῦν ἡ ἔνωσις, καὶ τί τὸ ἀκουέτωσαν παρ' ἡμῶν· «Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἐγνύαις ὑμῶν;» Ορθοποδεῖν γὰρ ἄμεινον, πίστιν ἔχοντας τὴν ἀβέβηλον, καὶ ἐρηρεισμένην, καὶ οὐκ ἀσυνέτοις σκάζουσαν λογισμοίς. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Ι. Αρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γε γενῆσθαι Χριστόν, ἡ θεία λέγει Γραφή προσκεκο μικέναι ἡ δὲ ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Εί τις τοίνυν ἀρχιερέα, καὶ ἀπό στολον ἡμῶν γεγενῆσθαί φησιν οὐκ αὐτὸν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ὅτε; γέγονε σὰρξ, καὶ καθ' ἡμᾶς ἄνθρωπος, ἀλλ' ὡς ἕτερον παρ' αὐτὸν ἰδικῶς ἄνθρωπον ἐκ γυναικός· ἡ εἴ τις λέγει ὑπὲρ ἡ ἑαυ τοῦ προσενεγκεῖν αὐτὸν τὴν προσφοράν, καὶ οὐχὶ δὴ μᾶλλον ὑπὲρ μόνων ἡμῶν· οὐ γὰρ ἂν ἐδεήθη προσ φορᾶς ὁ μὴ εἰδὼς ἁμαρτίαν·) ἀνάθεμα ἔστω. Θεοδωρήτου ἀνατροπή. Οὐκ εἰς σαρκὸς φύσιν ἡ ἄτρεπτος ετράπη φύσις, ἀλλ᾽ ἀνθρωπείαν ἀνέλαβε φύσιν, καὶ ταύτην ὑπὲρ τοὺς κοινοὺς ἀρχιερέας κατέστησεν, ὡς ὁ μακάριος Παῦλος διδάσκει, λέγων·. Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεὸν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθείν δυνάμενος τοῖ; ἀγνοοῦσι, καὶ πλανωμένοις· ἐπεὶ καὶ αὐτὸς περί κειται ἀσθένειαν, καὶ δι' αὐτὴν ὀφείλει καθώς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ αὐτοῦ προσφέρειν περί ἁμαρτιῶν. Καὶ μετ' ὀλίγα, τοῦτο ἐρμηνεύων, φησί Καθάπερ καὶ Ααρών, οὕτω καὶ ὁ Χριστός.» Εἶτα δεικνὺς τὴν τῆς ἀναληφθείσης φύσεως ἀσθένειαν, φησίν· «Ος ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς, καὶ δι κρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐν λαβείας. Καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ᾽ ὧν ἔπαθε τὴν ὑπακοήν· καὶ τελειωθεὶς ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ.» Τίς τοίνυν ὁ πόνοις ἀρετῆς τελειωθείς, καὶ μὴ φύσει τέλειος ὑπάρχων; Τίς ὁ πείρᾳ μαθὼν τὴν ὑπακοὴν, καὶ ταύτην ἀγνοῶν πρὸ τῆς πείρας; Τίς ὁ εὐλαβεία συμβιώσας, καὶ μετὰ κραυγῆς ἰσχυράς, καὶ δακρύων τὰς ἱκετείας προσενεγκών, καὶ σώζειν ἑαυτὸν οὐ δυνάμενος, ἀλλὰ τὸν δυνάμενον σώζειν παρακαλῶν, καὶ τοῦ θανάτου τὴν ἀπαλλαγὴν αἰτῶν; Οὐχ ὁ Θεὸς Λόγος, ὁ ἀπαθὴς, ὁ ἀθάνατος, ὁ ἀσώματος, οὗ ἡ μνήμη, κατὰ τὸν προφήτην, εὐφροσύνη, καὶ δακρύων ἀπαλλαγή· αὐτὸς γὰρ αφεῖλε πάν δάκρυον 1 προσκεκόμικς. ἡ ὅτι. κ καὶ ὑπέρ.
col. 437–438page 72 of 98
PG 76:437ἀπὸ προσώπου παντός· καὶ πάλιν ὁ προφήτης Εμνήσθην, φησί, τοῦ Θεοῦ, καὶ ηυφράνθην, ὁ στεφανῶν τοὺς εὐλαβείᾳ συζῶντας· ὁ πάντα γινώ σκων πρὶν γενέσεως αὐτῶν· ὁ πάντα ἔχων τὰ τοῦ Πατρὸς, καὶ εἰκὼν ὑπάρχων ἀπαράλλακτος τοῦ [ τρός 1· ὁ ἐν ἑαυτῷ δεικνὺς τὸν Πατέρα· ἀλλὰ τὸ ἐκ σπέρματος Δαυτό ληφθὲν ὑπ' αὐτοῦ, τὸ θνητόν, τὸ παθητὸν, τὸ δεδιὸς τὸν θάνατον· εἰ καὶ αὐτὸ μετὰ ταῦτα κατέλυσε τοῦ θανάτου τὸ κράτος, διὰ τὴν πρὸς τὸν ἀναλαβόντα - Θεὸν ἔνωσιν· τὸ διὰ πάσης ὁδεῦσαν δικαιοσύνης, καὶ πρὸς τὸν Ἰωάννην φῆσαν Αφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην·, τοῦτο τῆς ἀρχιερωσύνης τὴν προς ηγορίαν ἔλαβε κατὰ τὴν τάξιν Μελχισεδέκ· αὐτὸ γὰρ περιέκειτο τῆς φύσεως ἀσθένειαν, καὶ οὐχ ὁ πάντα δυνάμενος Θεός Λόγος. Διὸ καὶ πρὸ βραχέων ο μακά ριος ἔφη Παῦλος· «Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυ νάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα, καὶ καθ᾽ ὁμοιότητα χωρίς ἁμαρτίας.» Εν πείρᾳ δὲ γέγονε τῶν ἡμετέρων πα θημάτων ἄνευ ἁμαρτίας ἡ ἐξ ἡμῶν ὑπὲρ ἡμῶν λη φθεῖσα φύσις, οὐχ ὁ ταύτην λαβὼν τῆς ἡμετέρας Ένεκα σωτηρίας. Καὶ ἐν ἀρχῇ δὲ τοῦ κεφαλαίου τού του τοιαῦτά που η διδάσκει· ι Κατανοήσατε, λέγων, τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.» Ποίημα δὲ οὐκ ἄν τις εἶποι τὴν ὀρθοδοξίαν πρεσβεύων, τὸν ἄκτιστον, καὶ ἀποίητον, καὶ τῷ Πατρὶ συναΐδιον Θεόν Λόγον· ἀλλὰ τὸν ἐκ σπέρματος Δαυΐδ, ὃς πάσης ἁμαρτίας ὑπάρ χων ἐλεύθερος, ἀρχιερεὺς ἡμῶν, καὶ ἱερεῖον ἐγένετο αὐτὸς ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Θεῷ προσενεγκών, ἔχων ἐν ἑαυτῷ δηλαδὴ τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ἡνωμένον αὐτῷ, καὶ ἀχωρίστως συνημμένον. Κυρίλλου ἀπολογία. Ο προφήτης Ιερεμίας προσκεκρουκότι τῷ Ἰσ ραὴλ, καὶ καταθήγοντι πρὸς ὀργὴν τὸν τῶν ὅλων Θεόν, ἐπιστυγνάζων ἔφασκε· «Τις δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός; Οίμαι δὲ ἔγωγε τὰς τοιάσδε φωνὰς οὐκ ἐκείνοις μᾶλ τον εοικέναι τε καὶ πρέπειν, ἀλλὰ τοῖς ἀπύλωτον, καὶ ἀκρατὲς ἔχουσιν ἐπὶ Χριστῷ τὸ στόμα· ο? καὶ τῆς ἀῤῥήτου καταφλυαροῦσι δόξης, τολμηταὶ, καὶ αυθάδεις ὄντες, ο κατὰ τὸ γεγραμμένον. Θρήνου δὴ οὖν, καὶ οἰμωγῆς ἄξιοι κατὰ τὸ ἀληθὲς εἶεν ἂν, οι ἐκ πολλῆς ἄγαν αβελτηρίας τὴν εἰς εὐθύ τε, καὶ ἀδιάβλητον τῆς εἰς Χριστὸν εὐσεβείας ἀφέντες ὁδὸν, τροχιάς ποιοῦνται διεστραμμένας, καὶ κατεφθαρμένοις ἐννοιῶν εὐρήμασι τὸ τῆς ἀληθείας καταπη μαίνουσι ο κάλλος. Οὐκοῦν ἀκουέτωσαν τὰ πᾶσιν ἀπόβλητα φρονεῖν ᾑρημένοι· «Πλανάσθε, μὴ εἰδότες σε σε σε σε 1 γεννήσαντος, οι ανειληφότα, η τοιαῦτα πάλιν. παρασημαίνουσι.
col. 439–440page 73 of 98
PG 76:439τὰς Γραφάς, ο μήτε μὴν τὸ σεπτόν, καὶ μέγα τῆς ένανθρωπήσεως μυστήριον· αἱ μὲν γὰρ θεόπνευστοι Γραφαὶ Θεὸν ἡμῖν ἐνηνθρωπηκότα διακηρύττουσι τὸν Ἐμμανουήλ μετεσχηκέναι τε σαρκὸς, καὶ αίματος παραπλησίως ἡμῖν τὸν τοῦ Θεοῦ, καὶ Παν τρὸς διαβεβαιοῦνται Λόγον, σάρκα τε γενέσθαι, τουτ ἐστιν ἄνθρωπον, οὐ κατὰ τροπήν, ἢ ἀλλοίωσιν, ἀλλ᾽ ἑνώσεως ἀφράστου δύναμιν. Ταύτητοι καὶ ἕνα φα ”. μὲν Χριστὸν Ἰησοῦν Κύριον, μίαν τε πίστιν, καὶ ἐν ἅγιον βάπτισμα. Οἱ δὲ τῶν οὕτως ὀρθῶν ἀποφοιτῶντες δογμάτων, καὶ τοῖς ἱεροῖς Γράμμασι σκληρόν, καὶ ἀγέρωχον ἀντανιστάντες τὸν νοῦν, πρὸς μόνον ὁρῶσι τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν. Ανθρωπον δὲ ἀνει λῆφθαι παρὰ τοῦ Θεοῦ Λόγου" φασί, κατ' ἐκεῖνό που τάχα τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον Β. Οὐκ ἤμην προφήτης, οὐδὲ υἱὸς προφήτου, ἀλλ᾽ αἰ πόλος ήμην κνίζων συκάμινα, καὶ ἀνέλαβέ με Κύ ριος ἐκ τῶν προβάτων· ν * α καθά φησιν ὁ Μα κάριος Δαυΐδ· ο 'Αναλαμβάνων πραεῖς ὁ Κύριος, κατά σχέσιν δηλονότι, καὶ οἰκειότητα την πνευματικὴν, τὴν ὡς ἐν θελήσει, καὶ χάριτι, καὶ ἁγιασμό, καθὰ καὶ ἡμεῖς αὐτοὶ κολλώμενος τῷ Κυρίῳ, ἐν πνεῦμά ἐσμεν, ο κατὰ τὸ γεγραμμένον. Αλλ' οὐχ τοῦτό ἐστι τὸ ἐνανθρωπῆσαι Θεόν. Ούτε μήν παρα πλησίως ἡμῖν μετασχείν αἵματος, καὶ σαρκός, οἰκειών σασθαι δὲ μᾶλλον ἄνθρωπον, καὶ οὐ καθ᾽ ἕτερον τρό πον, ἢ καθ᾿ ὃν ἂν λέγοιτο καὶ προφήτας, καὶ ἀπο στόλους, καὶ τοὺς ἄλλους ἅπαντας ἁγίους. "Αρ' οὖν ὁ θεσπέσιος Παῦλος πεφενάκικε τοὺς ἡγιασμένους διά τῆς πίστεως, ἐναργέστατα λέγων περὶ τοῦ μονογενοῦς· ε Οτι πλούσιος ὢν ἐπτώχευσε δι' ἡμᾶς;» Μή γένοιτο. ᾿Αληθεύει γὰρ πάντως τῆς ἀληθείας ὁ κή ρυξ. ᾿Αλλὰ γὰρ τίς ὁ πλούσιός ἐστι, καὶ τίνα τρόπον ἐπτώχευσε, βασανιζέτω καὶ νῦν ὁ λόγος ἡμῖν. Εἰ μὲν γὰρ καθὰ καὶ φρονεῖν, καὶ λέγειν αὐτοὶ τεθαῤῥήκασιν, ἄνθρωπος ἀνελήφθη παρὰ τοῦ Θεοῦ, πῶς ἑπτών χευσεν ὁ ἀναληφθεὶς, καὶ τοῖς ὑπὲρ φύσιν ἀξιώμασιν ἐκλελαμπρυσμένος; Δεδόξασται γάρ ἢ εἰ μὴ τοῦτό ἐστιν ἀληθὲς, διαβεβλήσεται παρ' αὐτῶν ἡ ἀνάληψις, ὡς κατακομίσασα πρὸς τὸ μεῖον καὶ πρός γε τὸ δυσκλεέστερον άνθρωπότητος, μέτρον. Αλλ' οὕτω φρονεῖν ἀπηχές· οὔκουν ἐπτώχευσεν ὁ ἀναληφθείς λείπεται τοίνυν εἰπεῖν, ὅτι γέγονεν ἐν πτωχείᾳ τῇ καθ' ἡμᾶς ὁ πλούσιος ὡς Θεός. Εἶτα πῶς ἐπτώχευσε; φέρε δή, φέρε καταθρήσωμεν ἀναγκαίως. "Ατρεπτος μὲν γὰρ κατὰ φύσιν ἐστὶν ὁμολογουμένως. Οὐ μετα κεχώρηκεν εἰς φύσιν σαρκὸς, τὴν ἰδίαν ἀφείς· μεμέ. νηκεν γὰρ ὅπερ ἦν, τουτέστι Θεός. Που τοιγαροῦν οψόμεθα τῆς πτωχείας τὸ ὑφειμένον; ἆρ᾽ ἐν τῷ τινα τῶν καθ' ἡμᾶς ἀναλαβεῖν, καθὰ φάναι τετολμήκασιν οἱ τῆς δυσσεβείας τοῦ Νεστορίου παράσιτοι; Καὶ ποῖος ἂν γένοιτο πτωχείας αὐτῷ, καὶ κενώσεω; τρό πος, ὡς ἔν γε δὴ μόνῳ τῷ θελῆσαι η τυχόν τιμῆσα τῶν καθ᾿ ἡμᾶς ἄνθρωπόν τινα; Αδικείται γὰρ κατ' Η δυνάμει. 9 και.· μὴ ὅν. ἀλλ᾽ ὧδε. * οὐκοῦν οὐκ ἐπτώχευσεν. κ ἐκ θελήσεως.
col. 441–442page 74 of 98
PG 76:441οὐδένα τρόπον ἀγαθουργῶν ὁ τῶν ὅλων Θεός. Πῶς οὖν ἐπτώχευσεν; Ότι Θεὸς ὢν φύσει, καὶ Υἱὸς τοῦ Θεοῦ, καὶ Πατρὸς, γέγονεν ἄνθρωπος, καὶ ἐκ σπέρ= ματος τοῦ Δαυΐδ γεγέννηται κατὰ σάρκα, καὶ δουλοπρεπὲς υπέδυ μέτρον, τουτέστι τὸ ἀνθρώπινον, ὁ ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ δι᾽ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, καὶ τῶν ὅλων Δημιουργός· ἄνθρωπος δὲ γεγονὼς τὸ τῆς ἀνθρωπότητος μέτρον οὐκ αἰσχύνεται. Ο γὰρ αὐτὸ τὸ γενέσθαι καθ᾿ ἡμᾶς οὐκ ἀπό βλητον ποιησάμενος, τίνα τρόπον παραιτοῖτο ἂν τὰ, δι' ὧν ἦν ἰδεῖν γεγονότα κατὰ ἀλήθειαν δι' ἡμᾶς καθ' ἡμᾶς; Οταν οὖν τῶν ἀνθρωπίνων αὐτὸν ἀποστήσω μεν καὶ πραγμάτων, καὶ λόγων, κατ' οὐδένα διοίσο μεν τρόπον τῶν, εἴπερ τι τῶν ἐνδεχομένων ἦν, μου νονουχὶ καὶ ἀποδυόντων αὐτὸν τῆς σαρκὸς, καὶ ἀπι στούντων τῇ θεοπνεύστῳ Γραφῇ, ἀνατρεπόντων δὲ εἰς ἅπαν τὸ τῆς ἐνανθρωπήσεως μυστήριον, τὴν τοῦ κόσμου σωτηρίαν, τὴν ἐλπίδα, τὴν ἀνάστασιν. Αλλ' ἴσως ἐρεῖ τις, μικρὸν εἶναι τῷ Θεῷ λόγῳ, καὶ ἀπεοικὸς εἰς ἅπαν τὸ κλεῦσαι, τὸ δεδιέναι τὸν θάνατον, τὴν τοῦ ποτηρίου παραίτησιν, τῆς ἱερωσύνης το χρήμα. Ναι, φαίην ἂν καὶ αὐτὸς ἐγώ, ὅτι τῇ θείᾳ καὶ ὑπερτάτῃ φύσει τε καὶ δόξῃ τὰ τοιάδε σμικρά· ἀλλ᾽ ἐν αὐτοῖς τεθεάμεθα τὴν πτωχείαν, ἣν δι᾿ ἡμᾶς ὑπο έμεινεν ἐκών. Οταν σοι φαίνηται φορτικὸν τὸ ἐκ τῆς κενώσεως δυσκλεές, θαύμασον μειζόνως τὴν εἰς ἡμᾶς ἀγάπησιν τοῦ Υἱοῦ. Ὁ γὰρ σύ μικρὸν εἶναι φής, τοῦτο θελητὸν ἐποιήσατο διὰ σέ. Εκλαυσεν ἀνθρωπίνως, ἵνα τὸ σὺν περιστείλῃ δάκρυον· ἐδειλίασεν οἰκονομικῶς ἐφιεὶς τῇ σαρκὶ καὶ πάσχειν ἔσθ' ὅτε τὰ ίδια, ἵν' εὐτολμοτάτους ἡμᾶς ἀποφήνῃ· παρητήσατο τὸ ποτήριον, ἵνα τῆς Ἰουδαίων δυσσεβείας ο σταυρός κατηγορῇ. 'Ασθενῆσαι λέγεται κατὰ τὸ ἀνθρώπινον, ἵνα παύσῃ τὴν σὴν ἀσθένειαν. Δεήσεις ἐποιεῖτο καὶ Ικετηρίας, ἵνα καὶ ταῖς παρὰ σοῦ λιταῖς βάσιμον ἀποφήνῃ τὴν τοῦ Πατρὸς ἀκοήν. Ενύσταξεν, ἵνα σὺ μάθῃς μὴ νυστάζειν ἐν πειρασμοῖς, συντείνεσθαι δὲ μᾶλλον εἰς προσευχάς· καὶ γοῦν ἐπί τινας ἀπονυστάζοντας τῶν ἁγίων ἀποστόλων ἔφασκεν ν οὕτως Οὐκ ἰσχύσατε μίαν ώραν γρηγορῆσαι μετ᾿ ἐμοῦ; Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἐμπέσητε εἰς πειρασμόν. Ανατύπωσιν γὰρ ὥσπερ εὐαγούς πολι τείας τὰ καθ᾿ ἑαυτὸν ἀναθεὶς, ὠφέλησε = τὴν ὑπ' οὐ ρανόν, τὰς τῆς ἀνθρωπότητος ἀσθενείας ᾠκειώσατο διὰ ποίαν αἰτίαν; Ινα καὶ κατὰ ἀλήθειαν ἄνθρωπος γενέσθαι πιστεύηται, και τοι μεμενηκώς όπερ ἦν, τουτέστι Θεός. Αλλ' οὐκ οἶδ' ὅπως οἱ Χριστὸν ἕνα λέγειν ὑποκρινόμενοι, καὶ Υἱὸν, καὶ Κύριον, τὸν αὐτ τὸν Θεὸν, καὶ ἄνθρωπον, οὐ τὸν ἐκ Θεοῦ φύντα λό γον χρηματίσαι φασὶν ἀρχιερέα, καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν, ὅτε γέγονεν ἄνθρωπος. Αλλ' ὡς Ετερόν τινα κατά μόνας ἄνθρωπον τὸν ἐκ σπέρματος Δαυίδ κεκλήσθαι πρὸς τοῦτο διίσχυρίζονται· δεδιότες τάχα που, μὴ τῆς Νεστορίου κακοδοξίας ολιγωρήσαν το χχνι, ο ν ἐπητιᾶτο νυστάζοντας τοὺς ἁγίους ἀποστόλους, καὶ δὴ καὶ ἔφασκεν ὠφελῆσαι.
col. 443–444page 75 of 98
PG 76:443τες, ὀρθὰ φρονοῦντες ἀλίσκοιντο. Ἔφη γὰρ οὕτως ἀρχιερέας, ε τῶν τοῦ. ἐκεῖνος· Οὗτος ὁ πιστὸς τῷ Θεῷ πεποιημένο; ἀρχιερεὺς· ἐγένετο γὰρ οὗτος, οὐκ ἀϊδίως προῆν· οὗτος ὁ κατὰ μικρὴν εἰς ἀρχιερέως, αἱρετικό, προκόψας ἀξίων μα. Εἶτα, καθάπερ οίεται, βεβαιῶν εἰς ἀλήθειαν τὰς ἑαυτοῦ φωνάς, ἐπιφέρει καί φησι· Περὶ οὗ καὶ Ἰωάν. νης ἐν τοῖς Εὐαγγελίοις φησίν· «Ἰησοῦς δὲ προσ έκοπτεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι.» Καὶ πάλιν Οντος ἡμῖν τούτου μόνου ἀρχιερέως συμπαθούς, καὶ συγγενοῦς, καὶ βεβαίου, τῆς εἰς αὐτὸν μὴ πα ρατρέπεσθε πίστεως. Αὐτὸς γὰρ ἡμῖν τῆς ἐπηγγελμένης εὐλογίας ἐκ σπέρματος ᾿Αβραὰμ ἀπεστάλη, ὡς ὑπὲρ ἑαυτοῦ, καὶ τοῦ γένους τὴν τοῦ σώματος Ουσίαν συνεπαγόμενος. Ὁ δὲ τῆς ἐκείνου βδελυρίας ἄριστος μιμητής, ὁ χρηστὸς αὑτοσὶ Θεοδώρητος, οὐκ Βέρυθριᾷ λέγων, ὅτι ἀνθρωπείαν φύσιν ἔλαβε, καὶ ταύτην ὑπὲρ τοὺς κοινοὺς ἀρχιερεῖς 7 κατέστησε, καθὰ καὶ Παῦλός φησι·. Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ανθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθ ίσταται τὰ πρὸς τὸν Θεόν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι, καὶ πλανωμένοις· ἐπεὶ καὶ αὐτὸς πα ρίκειται ἀσθένειαν· καὶ δι' αὐτὴν ὀφείλει ὡς ὑπὲρ τοῦ κ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν. ο Αρ' οὐκ ἄνθρωπον ἡμῖν κοινὸν, τό γε ἦχον εἰς τὸ αὐτῷ δοκοῦν, ἀποτετέλεκε τὸν Ἐμμα νουήλ; Οὐκ ἀδελφὰ τῶν ἀρτίως ἡμῖν ὠνομασμένων τὰ φρονήματα, καὶ τὴν ἴσην ὠδίνοντα δυσφημίαν; Δέδιας, είπέ μοι, τῆς ἱερωσύνης τὸν τρόπον τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ; Ανάρμοστον εἶναι φὴς τῷ Θεῷ λόγῳ τὸ ἱερουργεῖν ἀνθρωπίνως διὰ τὴν οἰκονομίαν; Οὐκοῦν ἄφελε τὸ προσωπεῖον 4, ἀρνοῦ μὴ ὑπεσταλμένως τοῦ Λόγου τὴν ἐνανθρώπησιν, δι᾿ ἣν ὠνόμασται ἀρχιερεύς. Αρα θύοντα βλέπεις ὡς ἑτέρῳ Θεῷ, καὶ προύχοντι Θεῷ τῷ Πατρί; βουθυ τοῦντα τεθέασαι κατ' ἐκείνους τοὺς ἐξ ἀνθρώπων ληφθέντας, μετριοπαθείν τε δυναμένους τοῖς ἀγνοοῦσι, καὶ πλανωμένοις, διὰ τὸ εἶναι καὶ αὐτοὺς ἐν ταῖς καθ' ἡμᾶς ἀσθενείαις; οὐ νενόηκας 5, ὅτι τὴν παρά πάντων πίστιν, ήγουν τῆς πίστεως τὴν ὁμολογίαν ἑαυτῷ καθιεροί, καὶ τῷ παναγίῳ Πνεύματι; "Δρο οὖν, εἰπέ μοι, τρόπος ἐστὶν ἀνθρωπίνης ἱερουργίας τὸ πίστιν αἰτεῖν τοὺς εἰς ὀσμὴν εὐωδίας προσκεκομισμένους ἐν πνεύματι; Ορα δὲ καὶ ἑτέρως ὄντα Θεόν, κἂν εἰ ἀνθρωπίνως ἱερᾶσθαι λέγοιτο διὰ τὴν οἰκονομίαν· συνεδρεύει γὰρ τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἐν τοῖς ἀνωτάτω θώκοις ὁρᾶται διαπρεπής. Θορυβεί σε τὸ ἀνθρώπινον; οὐκ ἀπαλλάττει δειμάτων τὸ θεο πρεπές; Οὐκ ἀνέχῃ δι' αὐτῶν ἰδεῖν τῶν πραγμάτων, Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον ὄντα τὸν Ἐμμανουήλ, ἀλλ' οὕτως ἀναίδην καὶ ἀπηνῶς, μᾶλλον δὲ δυσσεβείας ἀπάτης ἐπέκεινα τρέχων, τετελειώσθαι φης κατὰ ἀρετὴν ἐν πόνοις αὐτὸν, καὶ προκόψαι κατ' ἀρετὴν ὁ εἰς ἀρχιερέως ἀξίωμα; Εί προέκοψε, πως κεκένωται, καὶ ἐπτώχευσεν; Εἰ τελεῖται • κατ' άρε τὴν, ἐξ ἀτελοῦς δηλονότι, καὶ ἐν χρόνῳ γέγονε τέτ ο πρόσωπον. Η οὐκ ἐννενόηκας. • Πατρί, σκατά βραχύ, ο τετέλεσται.
col. 445–446page 76 of 98
PG 76:445λειος· τὸ δὲ ἀτελὲς ἅπαν εἰς ἀρετὴν, ὑπὸ μώμου γραφήν· τὸ δὲ ὑπὸ μῶμον, ὑφ᾽ ἁμαρτίαν. Πῶς οὖν γέγραπται περὶ αὐτοῦ, ὅτι ο 'Αμαρτίαν οὐκ ἐποίησε;» Τετόλμηκας εἰπεῖν τὰ ὑποτεταγμένα; Τίς τοίνυν δ Ιερατεύσας, φησίν; ὁ πόνοις ἀρετῆς τελειωθείς, καὶ μὴ φύσει τέλειος! ὑπάρχων; τίς ὁ πείρα μαθὼν τὴν ὑπακοὴν, καὶ ταύτην ἀγνοῶν πρὸ τῆς πείρας; Τίς ὁ εὐλαβεία συμβιώσας, καὶ μετὰ κραυγῆς ἰσχυράς, καὶ δακρύων ἱκετείας προσενεγκών, καὶ σώζειν ἑαυ τὸν οὐ δυνάμενος, ἀλλὰ τὸν δυνάμενον σώζειν παρα καλῶν; Ο παντόλμου φωνῆς, καὶ μιαρωτάτης 1 Ποῖον ἀρκέσει δάκρυον εἰς ἀπόνιψιν ἁμαρτίας τοῖς τὰ τοιάδε φρονεῖν ᾑρημένοι;; Εἰ καταδέχῃ τὴν ἔνω σιν, πῶς ἡγνόησας, ὅτι περὶ Θεοῦ σοι λόγος ἦν ἐνα ηνθρωπηκότος; Τεταπείνωκεν ἑαυτὸν διὰ σὲ, καὶ ἀνοσίως ἀναφωνεῖς· «Ιλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο.» Οὐκοῦν ἀκούσῃ λέγοντος· Υπαγε ὀπίσω μου, Σατανά, σκάνδαλόν μου εἶ. ο 'Αλλὰ γὰρ ἐπὶ τέλει τῶν ἑαυτοῦ λόγων φησίν· Οὐκοῦν ὁ ἐκ σπέρματος Δαυίδ ἀρχιερεὺς, ἔχων ἐν ἑαυτῷ δηλονότι τὸν ἐκ Θεοῦ Λόγον ἡνωμένον, καὶ ἀχωρίστως συνημμένον. Πῶς οὖν ἡνῶσθαι φῆς τῷ ἐκ σπέρματος Δαυΐδ τὸν ἐκ Θεοῦ Λόγον 6; ἢ δὴς μόνῳ τῷ ἐκ σπέρματος Δαυΐδ ἐκνενέμηκας τὴν ἱερωσύνην; Εἰ γὰρ ἀληθὴς ἡ ἕνω σις, οὐ δύο που πάντως εἰσὶν, ἀλλ' εἷς τε καὶ μόνος ὁ ἐξ ἀμφοῖν νοείται Χριστός. Πρόδηλον οὖν, ὅτι πλάτο τονται μὲν ὁμολογεῖν τὴν ἔνωσιν, τὰς τῶν ἁπλουστέο ρων υποτρέχοντες γνώμας συνάφειαν δὲ νοοῦσι τὴν Εξωθέν τε καὶ σχετικὴν, ἣν καὶ ἡμεῖς ἐσχήκαμεν, κοινωνοὶ τῆς ὁσίας αὐτοῦ φύσεως ἀναδεδειγμένοι· διὰ τοῦ Πνεύματος. Οὐ προσεκτέον τοιγαροῦν τοῖς ἐκεί των βατταρισμοῖς, ἀλλὰ τῇ ὀρθῇ τε καὶ ἀμωμήτῳ πίστει, καὶ τοῖς εὐαγγελικοῖς τε καὶ ἀποστολικοῖς θεσπίσμασιν. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ ΙΑ. Εἴ τις οὐχ ὁμολογεῖ τὴν τοῦ Κυρίου σάρχα ζωο ποιὸν εἶναι, καὶ ἰδίαν αὐτοῦ τοῦ ἐκ Θεοῦ Πατρὸς λό γου, ἀλλ' ὡς ἑτέρου τινὸς παρ' αὐτὸν, συνημμένου μὲν αὐτῷ κατὰ τὴν ἀξίαν, ήγουν ὡς μόνην θείαν ἐνοίκησιν ἐσχηκότος, καὶ οὐχὶ δὴ μᾶλλον ζωοποιόν, ὡς ἔφημεν, ὅτι γέγονεν ἰδίᾳ τοῦ Λόγου τοῦ τὰ πάντα ζωοποιεῖν ἰσχύοντος· ἀνάθεμα ἔστω. Θεοδωρήτου ἀνατροπή. Έοικεν, ὡς οἶμαι, τῆς ἀληθείας φροντίζειν, ἵνα ταύτῃ τὴν κακοδοξίαν συγκαλύψας, λάθῃ τὰ αὐτὰ τοῖς αἱρετικοῖς δογματίζων. Αλλ' οὐδὲ κ τῆς ἀληθείας δυνατώτερον, ήτις ταῖς οἰκείαις ἀκτῖσι γυμνοῖ τὸ ζοφώδες τοῦ ψεύδους. Ταύτῃ φωτιζόμενοι δήλην αΰ τοῦ τὴν ἑτερόδοξον καταστήσομεν πίστιν. Πρῶτον μὲν γὰρ οὐδαμοῦ σαρκὸς νοερᾶς ἐμνημόνευσεν, οὔτε ἄνθρωπον τέλειον τὸν ἀναληφθέντα ὡμολόγησεν, ἀλλὰ πανταχοῦ σάρκα λέγει, τοῖς Απολινάριου δόγμασι συνακολουθῶν· ἔπειτα τὴν τῆς κράσεως ἔννοιαν ἐτέ ροις ἐμβαλὼν ὀνόμασι, κατασπείρει τοῖς λόγοις. Εν ν, ι τελείως, ο ισ. λόγον, εἰ δή. ἡ εἰ δέ.· φρονοῦσι. ἰδία.· ἀλλ' οὐδέν.
col. 447–448page 77 of 98
PG 76:447ταύθασι γὰρ σαφῶς ἄψυχον τὴν τοῦ Κυρίου σάρκα ο Ει φησίν. Εἴ τις γάρ, φησί, τὴν τοῦ Κυρίου σάρκα μὴ ἰδίαν αὐτοῦ τοῦ ἐκ Θεοῦ Πατρὸς Λόγου, ἀλλ' ὡς ἑτέρου παρ' αὐτὸν λέγει, ἀνάθεμα έστω. Ἐξ ὧν εὔ δηλον, οὐχ ὁμολογεῖ ψυχὴν ἀνειληφέναι τὸν Θεὸν Λόγον, ἀλλὰ σάρκα μόνην, αὐτὸν δὲ εἶναι ἀντὶ ψυχῆς τῇ σαρκί. Ἡμεῖς δὲ ζωοποιὸν εἶναί φαμεν τὴν ἔμψυ χον, καὶ λογικὴν τοῦ Κυρίου σάρκα, διὰ τὴν ἠνωμέ την αὐτῇ ζωοποιόν θεότητα. Ομολογεῖ δὲ αὐτὸς ἄκων τῶν δύο φύσεων τὸ διάφορον, σάρκα λέγων, καὶ Θεὸν Λόγον, καὶ ἰδίαν αὐτοῦ προσαγορεύων τὴν σάρκα. Οὐκοῦν οὐχ ὁ Θεὸς Λόγος εἰς σαρκὸς ἐτράπη φύσιν, ἀλλ' ἰδίαν ἔχει σάρκα, τὴν ἀναληφθεῖσαν φύσιν, καὶ ζωοποιὸν αὐτὴν τῇ ἐνώσει πεποίηκεν. Κυρίλλου ἀπολογία. Οἱ τῶν εἰς ὀρθότητα, καὶ ἀλήθειαν ἐννοιῶν ἐξ ἀμα θίας ἀπολισθήσαντες, καὶ μονονουχί λέγοντες· «Εθέ μεθα ψεῦδος τὴν ἐλπίδα ἡμῶν, τῷ ψεύδει σκεπασθησόμεθα, ο ἀπεριμερίμνως ἐκφέρουσιν, οὐ μεμνημένο λεγούσης τῆς θεοπνεύστου Γραφῆς· «Κρίμα δίκαιον κρίνετε· ν καὶ πάλιν· ο Μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται.» Ἡμεῖς γὰρ ζωοποιόν φαμεν εἶναι τὸ ἅγιον σῶμα τοῦ πάντων ἡμῶν Σωτήρος Χριστοῦ. Καὶ γάρ ἐστιν οὐχ ἑνὸς ἁπλῶς τῶν καθ᾿ ἡμᾶς ἀνθρώπου κοινοῦ, ἴδιον δὲ ἀληθῶς τοῦ τὰ πάντα ζωογονοῦντος Λόγου· ἴδιον δὲ οὕτως, ὡς ἂν εἰ καὶ τῶν καθ' ἡμᾶς ἑκάστου τυχὸν ἴδιον λέγοιτο τὸ σῶμα αὐτοῦ. Ὁ δὲ χρηστὸς οὑτοσὶ, καὶ τῆς καθ' ἡμῶν γλωσσαλγίας οὐδένα τρόπον ἀνεπιτήδευτον ἀφεὶς, καίτοι συναινῶν οἷς ἔφην, ἐπιφημίζει πάλιν ἡμῖν τῆς ᾿Απολιναρίου κακοδοξίας τὸν μώμον, καὶ οὐκ αἰσχύνεται λέ γων, ὅτι λέξεσιν ἑτέραις τὸ τῆς κράσεως, ήτοι συγ χύσεως ἐπικρύπτει χρῆμα, καὶ ἄψυχον εἶναι διαβεβαιοῦται· τὴν ἐνωθεῖσαν τῷ λόγῳ σάρκα. 'Αλλ', εν βέλτιστε, φαίη τις ἂν εἰκότως· ἆρ᾽ οὖν τοῖς ἴσοις περιβαλεῖς ἐγκλήμασι καὶ τὸν μακάριον εὐαγγελιστὴν Ἰωάννην; Εφη γάρ, ὅτι. Ο Λόγος σὰρξ ἐγένετο καταλαζονεύσῃ γὰρ καὶ αὐτοῦ, καὶ ἐρεῖς, ὅτι ψυχῆς οὐκ ἐμνημόνευσε νοερᾶς, καὶ ἄψυχον εἶναί φησι τοῦ Κυρίου τὴν σάρκα. Τί δὲ, ὅταν καὶ αὐτοῦ λέγοντος ἀκούσῃς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε την σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Καὶ πάλιν' «Ο τρώ γων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.» Καὶ πάλιν· ι Καὶ ὁ ἄρτος δὲ, ἂν ἐγὼ δώσω, ή σάρξ μου ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωής.» Επιπήδησον, εἰ δοκεῖ, καὶ τοῖς αὐτοῦ λόγοις· σάρκα γὰρ ὀνομάζει μόνον, καὶ ψυχῆς ἐν τούτοις τῆς νοεράς οὐδεμίαν παντελῶς πεποίηται μνήμην. Αλλ' είπερ ἦσθά τις σοφὸς, καὶ ἀγχίνους, οὐκ ἂν ἡγνόησας, ὅτι καὶ ἀπὸ μόνης ἔσθ' ὅτε τῆς σαρκὸς τὸ ἐκ ψυχῆς, καὶ σώματος καταση ἐντεῦθεν. ἴσ. εὐδήλως οὐχ.
col. 449–450page 78 of 98
PG 76:449μαίνεται ζώον, τουτέστιν, ἄνθρωπος· ἔφη γάρ· ὅτι «Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. Οὐκο οὖν σάρκα λέγων γενέσθαι τὸν Λόγον, οὐκ ἠγνόηκεν, ὅτι πάντη τε καὶ πάντως, καὶ ψυχῆς νοερᾶς πεποίη και μνήμην. ᾿Αλλὰ γὰρ, ὡς ἔφην ἐν ἀρχαῖς, ἀπορήσας εἰς ἀντίστασιν, σκέπην ἑαυτῷ ποιεῖται τὸ ψεῦ δος, καὶ πειράται συκοφαντεῖν, ἵνα δοκῇ τι λέγειν. Οὐκ ἄνθρωπον δὲ ἀνειλήφθαι παρὰ Θεοῦ τοῖς ἁγίοις Πατράσι δοκεῖ· πεφρονήκασι γὰρ οὐχ ὡδί ποθεν. Αὐτὸν δὲ μᾶλλον τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἄνθρω τον γενέσθαι φασίν, ἐνωθέντα σαρκί, ψυχὴν ἐχούσῃ τὴν νοεράν. Ασύγχυτος δὲ καὶ τροπῆς ἐλευθέρα πάνε τως ἡ ἔνωσις· ἀναλλοίωτος γὰρ ὁ τοῦ Θεοῦ Λόγος καὶ οὕτω πιστεύομεν. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ 13'. Εἴ τις οὐχ ὁμολογεῖ τὸν τοῦ Θεοῦ Λόγον παθόντα σαρκὶ, καὶ ἐσταυρωμένον σαρκί, καὶ θανάτου γευσάμενον σαρκί, γεγονότα σε πρωτότοκον ἐκ νεκρῶν, καθὸ ζωή ἐστι, καὶ ζωοποιὸς ὡς Θεός· ἀνάθεμα Έστω. Θεοδωρήτου ἀνατροπή. Τὰ πάθη τοῦ παθητοῦ ἴδια· ὁ γὰρ ἀπαθὴς παθῶν ἐστιν ὑψηλότερος. Ἔπαθε τοίνυν ἡ τοῦ δούλου μορφή, συνούσης αὐτῇ δηλονότι τῆς τοῦ Θεοῦ μορφῆς, καὶ συγχωρούσης παθεῖν διὰ τὴν ἐκ τῶν παθῶν· τικτομένην σωτηρίαν, οικειούμενος = δὲ διὰ τὴν ἕνωσιν τὰ παθήματα. Οὐκοῦν οὐχ ὁ Χριστὸς παθὼν, ἀλλ' ὁ ἐξ ἡμῶν ὑπὸ τοῦ Θεοῦ ληφθεὶς ἄνθρωπος. Διὸ καὶ ὁ μα κάριος Ησαΐας προθεσπίζων βος Άνθρωπος ἐν πληγῇ ῶν, καὶ εἰδὼς φέρειν μαλακίαν.» Καὶ αὐτὸς δὲ ὁ Δεσπότης Χριστὸς πρὸς τοὺς Ἰουδαίους Ελεγε Τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλής θειαν ὑμῖν λελάληκα;» Αποκτείνεται δὲ οὐκ αὐτὴ ἡ ζωή, ἀλλ' ὁ θνητὴν ἔχων τὴν φύσιν. Καὶ τοῦτο διδά σκων ἑτέρωθι ὁ Κύριος, πρὸς τοὺς Ἰουδαίους ἔφη Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Οὐκοῦν ἐλύθη μὲν ὁ ἐκ τοῦ Δαυΐδ, ἀν έστησε δὲ τοῦτον λυθέντα ὁ ἐκ Πατρὸς ἀπαθῶς γεν νηθεὶς πρὸ τῶν αἰώνων, μονογενής τοῦ Θεοῦ Λόγος. Κυρίλλου ἀπολογία. Ἔστι μὲν ἀπαθὴς καὶ ὁμολογουμένως ἡ τοῦ Θεοῦ Λόγου φύσις· καὶ τοῦτο, οἶμαι, ἔστιν οὐδενὶ των δν των ἀσυμφανές· οὐδ᾽ ἂν εἰς τοῦτο φρενοβλαβείας καθίκοιτό τις, ὡς τὴν ἀπόῤῥητον, καὶ ὑπερφυᾶ, καὶ τοῦ δύνασθαί τι παθεῖν ἐπέκεινα φύσιν, ἀσθενείαις ταῖς καθ' ἡμᾶς ἐνισχῆσθαι λέγειν. Ἐπειδὴ δὲ ἦν τὸ παθεῖν τῷ κόσμῳ σωτήριον, καὶ πάλιν ἀμήχανον τὸ παθεῖν εἰς ἰδίαν φύσιν τὸν ἐκ Θεοῦ φύντα Λόγον, μέτεισιν εντέχνως τῆς οἰκονομίας τὸ χρῆμα. Ιδιον ἐποιήσατο σῶμα τὸ παθεῖν δυνάμενον, ἵνα τῷ παθεῖν πεφυκότι λέγοιτο παθεῖν, καίτοι μεμενηκὼς ἀπαθὴς κατ' ἰδίαν φύσιν αὐτός. Ἐπειδὴ δὲ σαρκὶ πέπονθεν ίσως, οικειουμένης.
col. 451–452page 79 of 98
PG 76:451ι ἑκών, ταύτητοι τῶν ὅλων Σωτὴρ ἔστι τε καὶ ὀνομά Ο ζεται. ὡς γὰρ ὁ Παῦλός φησι· «Χάριτι Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου· ο μαρτυρήσει δὲ καὶ ὁ θεσπέσιος Πέτρος, σοφωτατα λέγων· • Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν, οὐ φύσει θεότητος μᾶλλον, ἀλλὰ σαρκός.» Επεὶ τίνα τρόπον ὁ τῆς δόξης Κύριος ἐσταυρῶσθαι λέγεται; πῶς δὲ ὁ, δι' οὗ τὰ πάντα συν έστηκε, καθά φησιν δ. μακάριος Παῦλος, δέδοται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς κεφαλὴ τοῦ σώματος τῆς Ἐκ κλησίας, γέγονε δὲ πρωτότοκος ἐκ νεκρῶν; οἰκειωσάμενος δηλονότι τὰ τῇ ἰδίᾳ σαρκὶ συμβαίνοντα πάθη. Κύριος δὲ τῆς δόξης οὐκ ἂν γένοιτο κοινὸς, καὶ καθ' ἡμᾶς ἄνθρωπος. Αλλ' ἐρεῖς ἐκεῖνό που τάχα, ὡς ἀπόχρη λίαν ἡ ἕνωσις εἰς τὸ ἀποφῆναι Χριστὸν ἕνα, καὶ Κύριον, τὸν ἐσταυρωμένον. Οὐκοῦν λεγέσθω πάντα αὐτοῦ, καὶ ὁμολογείσθω Σωτὴρ ὁ τοῦ Θεοῦ Λόγος, μεμενηκὼς μὲν ἀπαθὴς τῇ τῆς θεότητος φύ σει, σαρκὶ δὲ παθών, ὡς εἶπεν ὁ Πέτρος. Αὐτοῦ γὰρ ἦν ἴδιον καθ᾽ ἕνωσιν ἀληθῆ τὸ τοῦ θανάτου γευσάμενον σῶμα. Ἐπεὶ τίνα τρόπον ἐξ Ἰουδαίων κατὰ σάρκα Χριστὸς, καὶ Θεὸς ἐπὶ πάντων ἐστι, καὶ εὐλογητὸς εἰς αἰῶνας, ἀμήν; Εἰς τὸν τίνος θάνατον βεβαπτίσμεθα; Τὴν τίνος ἀνάστασιν ὁμολογοῦντες δικαιούμεθα; καί τοι κατὰ φύσιν ἰδίαν θανάτου κρείττων ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος· μᾶλλον δὲ αὐτόχρημα ζωή. Αρ' οὖν εἰς θάνατον ἀνθρώπου κοινοῦ βεβαπτίσμεθα; καὶ εἰς αὐτὸν πιστεύοντες δικαιούμεθα; ἢ, ὅπερ ἐστὶν ἀλη θὲς, ἐνανθρωπήσαντος Θεοῦ, καὶ παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, τὸν θάνατον καταγγέλλομεν, καὶ ὁμολογοῦντες τὴν ἀνάστασιν, τὸ τῆς ἁμαρτίας ἄχθος ἀποπεμπόμεθα; «Ήγοράσθημεν γὰρ τιμῆς, οὐ φθαρ τοῖς, ἀργυρίῳ, ἢ χρυσίῳ, ἀλλὰ τῷ τιμίῳ αἷματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου, Χριστοῦ. Καὶ πλεῖστα μὲν ἕτερα πρὸς τούτοις ἦν εἰπεῖν· χαλεπὸν δὲ οὐδὲν ἦν καὶ τὰς τῶν ἁγίων Πατέρων παραθείναι χρήσεις, ἀλλ' ἀρκέσειν οἶμαι καὶ ταῦτα τοῖς εὐμαθεστέροις. Γέγραπται γάρ ο Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώ τερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέ χεσθαι.
col. 453–454page 80 of 98
PG 76:453ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΛΟΓΟΣ ΑΠΟΛΟΓΗΤΙΚΟΣ ΠΡΟΣ ΤΟΝ ΕΥΣΕΒΕΣΤΑΤΟΝ ΒΑΣΙΛΕΑ ΘΕΟΔΟΣΙΟΝ. Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ καὶ φιλο χρίστῳ ἡμῶν βασιλεῖ Θεοδοσίῳ, νικητῇ ἀεὶ Αὐγούστῳ, Κύριλλος ἐν Κυρίῳ χαίρειν. Ἡ μὲν θεία, καὶ ἀκήρατος, καὶ τῶν ὅλων κατεξουσιάζουσα φύσις, καὶ φῶς ἀπρόσιτον οἰκεῖ, καὶ θρό νον ἔχει τὸν ἀνωτάτω, τὸν αὐτῇ τε καὶ μόνῃ πρεπωδέστατον· ἐν περιεστήκασιν ἀρχαί, κυριότητές τε, καὶ ἐξουσίαι, καὶ αὐτὰ δὲ α τὰ ἅγια σεραφίμ· καὶ, καθά φησι τὸ Γράμμα τὸ ἱερὸν, πάντα τὰ ἔργα αὐτ τὴν σείεται, καὶ τρέμει. ᾿Αλλὰ καὶ οὕτω δεδοξασμένη, καὶ τοῦ παντὸς θαύματος ἰοῦσα πρὸς λῆξιν, τῷ μεγέθει τῆς ὑπεροχῆς, καὶ τῆς ἀποῤῥήτου δυνά μεως Ισάμιλλον ἔχει τὴν ἡμερότητα. Οὐ γὰρ ἂν ἤνεγκεν ή γεννητή φύσις χρηστότητος ἀμιγῆ τὴν οὕτως ἀλκιμωτάτην, καὶ ὑπερφυᾶ δύναμίν τε, καὶ ἐξουσίαν. Καὶ γοῦν ὁ μακάριος προφήτης Δαυΐδ τὰς ὑπὲρ τε ἑαυτοῦ, καὶ ἁπάντων δὴ τῶν ἐπὶ τῆς γῆς ἐποιεῖτο λιτὰς, ποτὲ μὲν λέγων· «Μνήσθητι, Κύριε, ὅτι χοῦς ἐσμεν·ο ποτὲ δὲ πάλιν· «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;» Καὶ μὴν καὶ ὁ πανάριστος α' Ιώβ, πειραζόμενος ὑπὸ τοῦ διαβόλου πικραῖς τε καὶ ἀφορήτοις * αἰκίαις ἐνισχημένος, ἀνεκεκράγει προς Θεόν ο Διὰ τί οὐκ ἐποίησας τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρ τίας μου; Εσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλαντίῳ· ἐπεσημήνω δὲ, εἴ τι • ἄκων παρέβην. ο Αλλ', οἶμαι, φαίη τις ἂν πρὸς τοῦτο εὐθύς· Τί οὖν, ὦ γενναιότατε τῶν ἀθλητῶν, εἰς: ἐγκλήματος δύνα μεν καταλογίζῃ τῷ Θεῷ τὸ μὴ ἐλεεῖν; Εἰ πεπλημμέληκας, αὐτὸς αἰτιᾷ τὸν νομοθέτην, ὅτι μέμνηται τῶν ἡμαρτημένων; Ναί, φησίν. Ο γὰρ ἐλεεῖν περ ο sιν, εὐλαβεστάτῳ. Η τροπαιούχω. 9 δή. α' μακάριος.· ἀποῤῥήτοις. 5 καὶ εἴτι. ι ὡς.

Apology to the Most Pious Emperor TheodosiusApologeticus ad plissimum imperatorem Theodosium

col. 455–456page 81 of 98
PG 76:455φυκώς, καὶ οὐκ ἀθαύμαστον ἔχων ἐπὶ τούτῳ τὴν δόξαν, διὰ τί μὴ τοιοῦτος ὁρᾶται καὶ εἰς ἐμέ; Εἰ μὲν γὰρ ἐνδέχεται, κατὰ μηδένα τρόπον παρολισθῆσαι κ δύνασθαι τὸν ἀνθρώπινον νοῦν, ἀκριβολογείσθω λίαν ὁ κριτής, σφραγιζέτω τὰς ἁμαρτίας 7 εν βαλαντίῳ, παραιτείσθω τὴν λήθην, τὴν ἐπί γε τοῖς προσκεκρουκόσι καὶ ἀδοκήτως ἔσθ' ὅτε· εἰ δὲ πολλὰ πταίο μεν ἅπαντες, καὶ τὸ εἰς ἅπαν ἀμώμητον 5 αὐτῷ τε καὶ μόνῳ πρέπει, χαριζέσθω τὸ ἀμνησίκακον ταῖς εἰωθόσιν ἀσθενεῖν. Πρέπει τοίνυν ταῖς ἀνωτάτω λίαν ὑπεροχαῖς τὸ γαληνόν τε καὶ ἡμερον φρόνημα. Πρόσ ἔστι δὲ τοῦτο κατὰ τρόπον μὲν τὸν ἐξαίρετον τῇ θείᾳ τε καὶ ὑπερτάτῳ φύσει, κατά μίμησιν δὲ τὴν πρὸς αὐτὴν καὶ τῷ ὑμετέρῳ κράτει, φιλόχριστοι βασιλεῖς ὅτι τῆς ἐν οὐρανοῖς βασιλείας εκτύπωμα • ὥσπερ τι καὶ μίμημα τοῖς ἐπὶ τῆς γῆς ὑμεῖς δὴ, καὶ μόνοι, τὸ κατὰ πάντων λαχόντες κράτος, φόβῳ τε καὶ ἡμερότητι σώζοντες τὸ ὑπήκοον, καὶ οἷόν τινα λαμπράν τε καὶ εἰρηνικὴν εὐδίαν τοῖς ἀνὰ πᾶσαν ἁπλοῦντες ὑπ' οὐρανόν. Ταύτητοι κἀγὼ παρωρμήθην ἀναγκαίως ἐπί γε τὸ δεῖν ταῖς καθηκούσαις ἀπολογίαις λελυ πημένην ὑμῶν θεραπεῦσαι τὴν εὐσέβειαν. Ὁ δὲ ἦν μοι ελομένῳ μάλιστα τοῦτο δράν, χρήσιμόν τε ὁ καὶ ἀναγκαῖον, παρίημι, καὶ οὐχ ἐκῶν, διὰ τὸ τῷ ὑμε τέρῳ κράτει παρὰ πάντων οφειλόμενον σέβας. Το μὲν γὰρ εἰπεῖν ", ὡς οὐ γέγονα τις οὕτω θρασύς, ἢ όλιγογνώμων, ἢ καὶ σφόδρα τοῦ πρέποντος κατημε ληκώς, ὡς πλημμελῆσαί μέ τι 4, καὶ τοῦτο εἰς ὑμᾶς, οὐκ ἀζήμιον ἔσθ' ὅτε δέδια γὰρ καὶ μάλα εἰκότως, τὸ ταῖς παρ' ὑμῶν ἀντιφέρεσθαι ψήφοις, ἵνα μή τι πάθοιμι τοιοῦτον, ὁποῖόν τί φασι πεπονθέναι τὸν Ισραήλ. Οὐ γὰρ εἰς ἅπαν· ἀπηλλαγμένος τοῦ ἔσθ' ὅτε πλημμελεῖν (πολλὰ γὰρ πταίομεν ἅπαντες, καὶ νο σεῖ τὸ εὐόλισθον ἡ ἀνθρώπου φύσις), ὡς ἀκριβὴς νομού φύλαξ ᾤετο τάχα που κατὰ μηδένα τρόπον προσκροῦσαι Θεῷ· ἀλλ᾽ ἤκους λέγοντος αὐτοῦ·. Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε· Οὐχ ἥμαρτον. ο Αμεινον οὖν ἄρα καὶ σοφὸν τὸ τοῖς κρατοῦσι παρα χωρεῖν, καὶ τὴν ἐφ᾽ οἷς λελύπηνται συγγνώμην αἰτεῖν. Πρόσεστι γάρ, ὡς ἔφην, κατὰ μίμησιν τὴν ὡς πρὸς Θεὸν, καὶ τῷ ὑμετέρῳ κράτει τὸ ἀμνησί χάκου. Γέγραφα τοίνυν τῇ τε ὑμῶν εὐσεβείᾳ, καὶ μὴν καὶ αὐταῖς ταῖς εὐκλειστάταις βασιλίσιν. Εδρων δ δὲ τοῦτο καὶ μάλα ὀρθῶς, οὐχ ἵνα θόρυβον, ἢ διχόνοιαν ἡ ἱερωτάταις ὑμῶν αὐλαῖς ἐμβάλλοι μι· πόθεν; μὴ ἡ γὰρ οὕτως εἴην έξω τε φρενὸς ἀγαθῆς, καὶ λογι σμοῦ τοῦ πρέποντος· ἐννενοηκὼς δὲ μᾶλλον, ὅτι νη φαλίους προσήκει εἶναι τοὺς ἱερουργεῖν τεταγμένους τῷ παναγίῳ Θεῷ, περισκέπτεσθαί τε τὸ αὐτῷ δοκοῦν, * παρολισθεῖν. ὁ ἀνομίας. * εἰς ἅπαν τὸ ἀμώμητον.· ἐκμαγείον.» μάλιστα, τουτο δραν ελομένῳ, χρήσιμόν τε.· δὲ εἰπεῖν. Η πλημμελήσας τι.· εἰσάπαν. καὶ θόρυβον ταῖς ἡ ἐμβάλλοιμι πόθεν· μή. αὐτῷ, ο βασιλίσσαις εδραιῶν. Η διχόνοιαν
col. 457–458page 82 of 98
PG 76:457μὴ ἀμελητὶ τοῦτο δράν, τὸν ἐπηρτημένον αὐτοῖς δε Ο διότας ὄλεθρον, εἰ κατά τι γοῦν ἡ ὅλως ἀναπίπτοιεν εἰς ῥᾳθυμίαν κ. Δεῖ γὰρ ἡμᾶς βεβαιοτέρους εἰς πίστιν ἀπεργάζεσθαι τοὺς ἤδη πιστεύσαντας 1 εἰς τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστόν, οὓς τῷ ἰδίῳ αἵματι κατ εκτήσατο, καὶ ἰδίους - απέφηνε προσκυνητάς, γένος τε ἐκάλεσεν ἐκλεκτόν, βασίλειόν ἱεράτευμα, καὶ ἔθνος ἅγιον, καὶ λαὸν εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξω αγγέλωσι = τοῦ πάντας καλοῦντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς. Καὶ γοῦν ἐπὶ τοῖς ἱερᾶσθαι λαχούσε θεσμοθετῶν, πρὸς τὸν μακάριον προφήτην Ιεζεκιήλ οὕτω πού φησιν· «Υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου, καὶ ἐρεῖς πρὸς αὐτούς· Γῆν ο έφ' ην ἂν ἐπάγω ρομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄν θρωπον ἕνα ἐξ αὐτῶν, καὶ δώσουσιν αὐτὸν ἑαυτοῖς εἰς σκοπὸν, καὶ ἴδῃ ρομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν, καὶ σαλπίσῃ τῇ σάλπιγγι, καὶ σημάνῃ σ' τῷ λαῷ μου, καὶ ἡ ἀκούσῃ ὁ ἀκούσας τῆς φωνῆς τῆς σάλπιγγος, καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ῥομφαία, καὶ καταλάβη αὐτὸν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται, ὅτι τὴν φωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο· τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοῦ ἔσται· καὶ οὗτος, ὅτι ἐφυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλετο. Καὶ ὁ σκοπός, ἐὰν ἴδῃ τὴν ρομφαίαν ερχομένην, καὶ μὴ σημάνη τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ῥομφαία λάδῃ ἐξ' αὐτῶν ψυχὴν, αὐτὴ διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήφθη· καὶ τὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω.» Χρῆναι δὲ οἶμαι ", τῶν εἰρη μένων τὴν δύναμιν οὐκ ἀζήτητον τ ἐξν· ὀνήσεις γὰρ ἂν καὶ = ἔτι μειζόνως, τῆς ἐπ' αὐτῷ θεωρίας ἐξευ ρυνομένης εἰς τὸ ἐμφανές· οὐκοῦν ἐφόδου βαρβαρικῆς προσδοκωμένης ἔσεσθαι κατά πόλεως 7, οἱ ταύτης μελειωνοί, καὶ φροντισταί, καὶ προεστηκότες σκου πευτηρίοις τισὶν, ἤτοι πύργοις τοῖς ἄγαν ὑψηλοτάτοις ἐφιζάνουσί τινας, οἱ τοῖς ἀγροῖς ἐνορῶντες ἀεὶ, τῇδε κἀκεῖσε τὸν οἰκεῖον περικομίζοντες ὀφθαλμόν, ἐπ αγρύπνως περιεργάζονται, μὴ ἄρα τις τῶν πολεμίων ἐμβάλλοι τ· προκατασημήναντες μὲν γὰρ τῇ πόλει τὴν ἔφοδον, οὐ μετρίων • ἀξιοῦνται γερῶν· ἀπονυστάξαντες δὲ πρὸς τοῦτο, τὰς τοῦ ἀλῶναι, καὶ παρ θεῖν αἰτίας αὐτοὶ ταῖς ἰδίαις ἀναμάττονται κεφαλαίς, τὴν πασῶν ἐσχάτην υπομένοντες δίκην. Κατὰ τὸν ἴσον, οἶμαι, τοῦτον ὁ τρόπον καὶ τῶν ἱερέων έκαστος, ἐπειδὴ τέθειται παρὰ Θεοῦ σκοπός, εἰ μὲν ἐπαγγέλλει ο τοῖς ὑπὸ χεῖρα λαοῖς τὸ πεφυκὸς ἀδικεῖν, στι φάνου πρόξενον ἑαυτῷ τὸ χρῆμα ποιήσεται. Περι πεσεῖται δὲ πάλιν τοῖς ἐκ θείας ὀργῆς ἐπισυμβαίνουσι κακοῖς, ἀδικήσας οὐ μετρίως ταῖς σιωπαῖς τὸ ταῖς παρ' αὐτοῦ φωναῖς εἰς ὀρθότητα διοικούμενον. Οὐκοῦν ὁ πόλεμος ἦν οὐ καθ' ἑνὸς τῶν καθ᾿ ἡμᾶς ἀνθρώπου κοινοῦ, κατ' αὐτοῦ δὲ μᾶλλον κινούμενος τοῦ πάντων ἡμῶν Σωτήρος Χριστοῦ. Γέγραπται μὲν 1 εἰ καὶ ταύτῃ γοῦν. * βαθυμίας. 1 πεπιστευκότας. " γνησίους, η εξαγγείλωσι. ο γή. ο δώσο αὐτὸν ἐν ἑαυτοῖς. η σαλπίσει. α' σημανεῖ, ε τῷ λαῷ, και. • σημανεί. ε ἀπ'. η καὶ δέ τοι και καταζήτησον. Ἐὰν ὀνήσεις. = οἶμαι, καί. 7 πόλιν, Η πόλιν, ο ἐμβάλοι. " - μετρίως. τούτῳ. ε ἀπαγγέλλοι.
col. 459–460page 83 of 98
PG 76:459γὰρ, ὅτι οὐδεὶς λέγει, 'Ανάθεμα Ἰησοῦς, εἰ μὴ ἐν Αι Βεελζεβούλ· τουτέστιν, Οὐδεὶς ἀρνεῖται τὸν Χριστόν, εἰ μὴ ἔχει πρὸς τοῦτο διανιστάντα ὁ τὸν Σατανᾶν, ἀληθὲς δὲ ὅτι τὸ εἰρημένον, οὐκ ἂν ἐνδοιάσειέ τις. Οὐκοῦν ὁ δράκων ὁ ἀποστάτης, τουτέστιν ὁ Σατανάς, ἀνδρὸς ἱερέως, οὐκ ἀσφαλοῦς, μᾶλλον δὲ καὶ πετλα νημένου τὴν διάνοιαν τυχών «, καὶ γλώσσης εὐπορήσας ἑτοιμοτάτης, καὶ ἀπερισκέπτως τοῖς τῆς ἀλη θείας ενυβριζούσης δόγμασι, καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν κατασμικρυνούσης δόξαν· θρασεία γὰρ ἦν, καὶ ἀχαλίνοις 1 ὁρμαῖς πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστά των ἰοῦσα θερμῶς. Θορύβου μεν πάσας ἐπίμπλα τὰς Εκκλησίας. Πολιορκουμένης δὲ οὕτω τῆς ὀρθῆς πίσ στεως, διχόνοιαι πανταχοῦ καὶ πολὺς ἦν ὁ λόγος καὶ παρὰ τοῖς ἤδη πιστεύσασι, μὴ ἄρα πεπλάνη" ται 6, Θεὸν εἶναι κατὰ ἀλήθειαν νομίσαντες κ τὸν Χριστόν. Καὶ τί τὸ ἐντεῦθεν; Νόσος οἷά τις λοιμική τὴν ὑφ᾽ ἥλιον κατεβόσκετο, ρίζαν ἔχουσα τὸ ψεῦδος. καὶ πατέρα τὸν Σατανᾶν. Ἐπειδὴ δὲ παρὰ Θεοῦ τεθείμεθα σκοποὶ, καὶ τῶν λαῶν ἡ κηδεμόνες, πῶς οὐκ ἔδει, καὶ μάλα προθύμως, την Ιεράν τε καὶ ἐκκλησιαστικὴν λαβόντας σάλπιγγα, τοῖς εὐσεβείν ἑλομένοις τῆς τοῦ διαβόλου παγίδος 1 κατασημήναι τὴν ἔφοδον; Τίνα γὰρ ἐπήρτησε δίκην τοῖς σιωπῶσι Θεός; «Τὸ αἷμα, φησὶν, ἐκ τῆς χειρός σου ἐκζητήσω.» 'Αλλ' ἦν, ὦ φιλόχριστε βασιλεῦ, ἀσφαλῆς καὶ ἀκλόνητος ἡ σὴ καρδία· ναὶ, καὶ αὐτὸς ὁμολογῷ μᾶλλον δὲ καὶ αὐτὰ τοῦτο βοῶσι τὰ πράγματα· καὶ πρός γε τούτῳ μακρός μαρτυρήσει χρόνος, καθ' εν εὐδόκιμοι γεγονότες εἰς εὐσέβειαν, ταῖς τῶν προ γόνων ἁμιλλᾶσθε δόξαις. Καὶ ἐπείπερ ἐστὶν ἐκείνοις εὐκλεὶς τὸ καὶ τῆς ὑμετέρας γαληνότητος ήττάσθαι, τυχὸν φαίην ἂν εἰκότως καταδείσας οὐδὲν, ὅτι τὴν ἀμείνω καὶ προφερεστέραν ὑμεῖς ἀνεδήσασθε ψῆφον. Οἶδα τῆς ἐνούσης ὑμῖν πίστεως τὸ ἀκλόνητον, τῆς εἰς Χριστὸν ἀγάπης τὸ ἱδρυμένον *. Εγραφον δὲ χρησίμως, ἵνα. τοῖς ἄλλοις, μᾶλλον δὲ ταῖς Ἐκκλησίαις ἁπάσαις θορυβουμέναις επικουρήσητε σώζειν γὰρ ἔθος ὑμῖν. Η βαρβαρικὰς ἐφόδους σημαίνουσα σάλο πιγξ, τὸν μὲν εὐσθενή τε καὶ μαχιμώτατον τῆς αὐτῷ πρεπούσης ευανδρίας υπομιμνήσκει μόνον, τὸν δὲ οὐ σφόδρα γοργόν, ἢ ἐμπειροπόλεμον ἀσφαλίζεται, μὴ ἄρα πως ταῖς τῶν πολεμίων φάλαγξιν ἀδοκήτως ἐμβαλών, τῆς ἐνούσης αὐτοῖς ὠμότητος γένηται θή ραμα· ὁ ἐμὸς τοιγαροῦν περὶ Χριστοῦ λόγος, τῆς μὲν εὐσεβείας τῆς ὑμετέρας τὸ κέντρον ἐκίνει κατὰ τῆς τοῦ διαβόλου παγίδος, ασφαλίζετο δὲ πρὸς πίστιν τοὺς ἐλαφρόν τε καὶ εὐπαρακόμιστον ἔχοντας τὸν νοῦν, οὐ πολλοῖς εὐκατοπτόν ἐστι τὸ τοῦ Χριστοῦ μυστήριον, βαθὺς δὲ λίαν ὁ λόγος ὁ περὶ αὐτοῦ· καὶ τοῖς ὅτι μάλιστα νουνεχεστάτοις, καὶ τὰς θείας ἡκρι βωκόσι Γραφάς, μόλις, ὡς ἐν αἰνίγματι, καὶ ὡς ἐν ἐσόπτρῳ γνώριμος. Καὶ καθά φησιν ὁ ἱερώτατος 4 ἔχοι πρὸς τοῦτο διανιστώντα.· εὑρών. ' ἀχαλινώτοις. 6 πεπιστευκόσι, μὴ ἄρα πως πεπλάνηνται. Ἡ ἐννοήσαντες.· ἄλλων. ἰ ρομφαίας. κ ἡδρασμένον.
col. 461–462page 84 of 98
PG 76:461Παῦλος, ο φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί·» καὶ μὴν καὶ κατά γε τὸν Σολομῶντος λόγων, σταγών στάζουσα κοιλαίνει πέτραν· τὸ γάρ τοι συχνῶς ' εἰς νοῦν τὸν ἀνθρώπινον σταγόνος δίκην τοὺς ἀδικεῖν πεφυκότας καθίεσθαι λόγους, οὐ μετρίαν, ἔσθ' ὅτε, μᾶλλον δὲ ὡς ἐπίπαν ἐργάζεται την ζημίαν. Αναγ καία τοιγαροῦν, καὶ ἐπωφελὴς ἡ παρ' ἐμοῦ γέγονεν ὑπόμνησις πρός τε ἐκεῖνον αὐτὸν, τὸν παρὰ πᾶσαν ἐλπίδα. Χριστῷ πολεμήσαντα, καὶ πρός γε τοὺς ἄλ λους, οἱ τὴν τοῦ μυστηρίου γνῶσιν οὐ λίαν ἡκριβω κάτες, τοῖς τοῦ πλανώντος λόγοις οὐ μετρίως κατ εχειμάζοντο· ὅτι γὰρ ἔγραφον ἀναγκαίως, καὶ αὐτὴ πιστώσεται τῶν πραγμάτων ἡ δύναμις. Κατὰ μὲν γὰρ τοὺς ἄνωθεν, καὶ παρῳχηκότας ήδη καιροὺς δια ειστήκει Θεοῦ τὰ ἀνθρώπινα. Πεπλάνητο γὰρ ἡ σύμ πασα γῆ, καὶ καθά φησιν ὁ μακάριος Δαυΐδ, ο Πάν. τις ἐξέκλιναν, ἅμα ἡχρειώθησαν· οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.» Αλλ' ο ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους·. ἐπέφανεν ἡμῖν ὁ μονογενής τοῦ Θεοῦ Λόγος, καὶ συνανεστράφη τοῖς ἐπὶ τῆς γῆς, καθ' ἡμᾶς γεγονώς ἄνθρωπος μετὰ τοῦ μεἶναι φύσει Θεός *· αὐτὸς ἡμᾶς συνήψε δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, περιελὼν τὸ μεσολαβοῦν, καὶ ἀμνησικάκως ἀπαλλάξας τῆς διαστάσης ο ἡμᾶς ἁμαρτίας, καὶ δικαιώσας τῇ πίστει. Καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφάς· ἔμελλε τοίνυν ὁ τῆς πρὸς Θεὸν εἰρήνης ἡμῶν σύνδεσμος διαῤῥήγνυσθαι, παραλυομένης τῆς πίστεως· ἔμελλεν ἡ τῆς δικαιοσύνης ὁδὸς ἐκ τῶν ἡμετέρων κρύπτεσθαι διανοιῶν, ἵνα μή τι λέγωμεν η φορτικόν. Δικαιούμεθα γὰρ διὰ τοῦ ἁγίου βαπτίσματος, τὸν θάνατον τοῦ Χριστοῦ καταγγέλλοντες, προσομολογοῦντες δὲ καὶ τὴν ἀνάστασιν αὐτοῦ. Πλὴν οὐκ ἀνθρώπου κοινοῦ θάνατον καταγγέλλομεν, ὦ φιλό χριστε βασιλεῦ, ἀλλ' ἐνανθρωπήσαντος Θεοῦ καὶ παθόντος μὲν ὑπὲρ ἡμῶν σαρκί, καθὰ γέγραπται, ζῶντος δὲ ὡς Θεοῦ, καὶ τῇ ἰδίᾳ φύσει μεμενηκότος ἀπαθοῦς. Κινδυνευούσης τοιγαροῦν τῆς Χριστιανῶν ἐλπίδος, τό γε ήκον εἰς τοὺς τοῦ πλανῶντος λόγους, καὶ τὴν ἀτεχνῆ καὶ ἀπύλωτον 4 γλῶτταν, ἀναγκαῖόν πως ἦν, καὶ ἀπαραίτητον, βασιλεῦ, σύνοπλον ἡμᾶς ἔχοντας· τὴν ἀλήθειαν, τοῖς ὀρθὴν ἔχουσιν ἐπαμῦναι πίστιν. Τὸ δὲ δὴ μάλιστα ἡμᾶς πρὸς τοῦτο παρ στρύνον ἐλθεῖν, ἐκεῖνό ἐστιν. Ἐνταῦθα μὲν γὰρ οἱ μακάριοι - Πατέρες ἡμῶν θαρσηθέντες " παρά Θεοῦ, 1) τὴν ἱερωσύνην ταῖς τῶν αἱρέσεων κατὰ καιροὺς ἀντα ετάξαντο δυστροπίαις, μάλιστα δὲ τῇ τῶν ἀνοσίων 'Αρειανῶν· καί τοι κατ' ἐκεῖνο τοῦ καιροῦ οἱ τῶν ἀνθρωπίνων κρατοῦντες πραγμάτων οὐκ ᾔδεισαν τὴν ἀλήθειαν, ἐφρόνουν δὲ μᾶλλον τὰ ἐκείνων, καὶ τοὺς ο νι, 1 τοιγάρτοι συνεχώς. κ ἔστι. Η μεῖναι Θεός. Οἱ μὲν γὰρ μακάριοι. ο θαρσήσαντες. Ο διεστώσης. Η λέγοιμι. 4 αθύρωτον.· ἔστιν ἐνταῦθα.
col. 463–464page 85 of 98
PG 76:463ν ; οδόντας αὐτῶν ἐπέτριζον ' τοῖς τῶν Ἐκκλησιῶν διδασκάλοις. Ἀλλ᾽ ἦσαν ἐκεῖνοι παντὸς ἀμείνους δείματος, τὸν ὀρθόν τε καὶ ἀνεπίληπτον * τῆς πίστεως διακηρύττοντες λόγον. Ηδεισαν γὰρ λέγοντα των Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυνα μένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνά μενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Οτε τοίνυν ἐκεῖνοι τοὺς τῶν ὅλων κρατοῦντας κατ' ἐκεῖνο τοῦ καιροῦ πολεμιωτάτους ἔχοντες, οὐ σεσι γήκασιν εἰς δόξας ἀδικουμένου τοῦ πάντων ἡμῶν Σωτήρος Χριστοῦ, πῶς οὐκ ἀναγκαῖον καὶ ἡμᾶς αὐτοὺς κατ' ίχνος ἰέναι τῆς ἐκείνων επιεικείας, καὶ τῆς εἰς Χριστὸν γνησιότητος; Πῶς οὐκ ἔδει ταῖς τοῦ δυσφήμου φωναῖς ἀντερεύγεσθαι τὴν ἀλήθειαν; Ηδειν, ὡς ἔφην, τῆς εὐσεβείας ἡμῶν τὸ ἐρηρεισμένον. Ἠπιστάμην ἀκριβῶς, ὡς οὐκ ἐκεῖνος· μᾶλλον ἤρεσκεν, ἀλλ᾽ ἐγώ. Τί τὸ σιωπᾶν ἀναπείθον ἦν; μικροῦ με τοῦ πρέποντος ἐξέστησεν ὄχνος, καὶ Θεῷ προσκρούσαι παρεσκεύασεν. Αλλ' ἔφην αὐτὸς έμαυτῷ ᾿Απροφάσιστον ἔχεις, ὦ οὗτος, τὴν σιωπήν. Δεινὰ κατὰ σοῦ τὰ ἐγκλήματα παρά τε Θεῷ καὶ ἀνθρώποις. Εὐσεβὴς καὶ φιλόχριστος ὁ τῇ βασιλίδι δόξῃ κατεστεμμένο; παρὰ Θεοῦ. Καὶ μὴν καὶ αὐτὴ τοῖς ἴσοις αὐχήμασιν ὁρᾶται διαπρεπής ἢ τῶν εὐκλεεστάτων βασιλίδων δυάς ομογνωμονεῖ καὶ αὐτὰ τὰ σεμνά τε, καὶ ἀξιάγαστα τῆς παρθενίας βλαστήματα. Οἱ στάσιν ἔχοντες τὴν ἐγγὺς, καὶ ταῖς τῶν ἀξιωμάτων ὑπεροχαῖς ἐκλελαμπρυσμένοι, ὀρθῇ τε καὶ ἀδιαβλήτῳ διαπρέπουσι πίστει, λελύπηνται καὶ αὐτοὶ τῆς τοῦ Σωτῆρος δόξης ἀθετουμένης. Εἶτα πῶς οὐ σφόδρα νεανικῶς τὰ Θεῷ δοκοῦντα πληροῖς; ἢ οὐκ ἀδρανής ὁ ναυτίλος, ὅταν ἐξ οὐρίας αὐτῷ τοῦ πνεύματος καταχεομένου τῶν λίνων παραιτῆται τὸ πλεῖν; Οὐχὶ ἀσθενής τε καὶ φυγοπόλεμος εἴη ἂν ἐ τεταγμένος ἐν στρατιώταις, εἰ νικᾶν ἐξὸν, τῆς τῶν ἀρίστων χειρὸς ἐπικουρούσης αὐτῷ, ρίψασπίς τις δρῷτο, καὶ ἄνανδρος; Ταῖς τοιαύταις ἐμαυτὸν παρα θήγων ἐννοίαις, καὶ τῇ εὐσεβείᾳ τοῦ ὑμετέρου κρά τους τεθαρρηκώς, ἀοκνότατα παρῆλθον ἐπὶ τὸ χρῆναι συνειπεῖν δυσφημουμένω Χριστῷ· ἄλλως τε χρὴ γὰρ, Εγωγέ φημι, προσενεγκεῖν οἷς ἔφην καὶ τόδε· Ἐπ ελέχθη Νεστόριος, ὡς τοῖς ἀποστολικοῖς, καὶ εὐαγγελικοῖς κηρύγμασιν ἐγγεγυμνασμένος, ὡς τεχνίτης εἰς εὐσέβειαν, ὡς ὀρθὴν ἔχων τὴν πίστιν καὶ ἀμώ μητον παντελῶς· καὶ τοιοῦτον εἶναι τὸν ἄνθρωπον, καὶ τὸ εὐσεβὲς ὑμῶν κράτος ἐπεθύμει, καὶ πάντες δὲ οἱ τῶν ἁγίων Ἐκκλησιῶν προεστηκότες, καγώ τε αὐτός. Καὶ γοῦν ὅτι τὰ περὶ τῆς χειροτονίας αὐτοῦ παρὰ τῶν εἰς τοῦτο παρενεγκόντων θεοσεβεστάτων ἐπισκόπων διεπέμφθη γράμματα, αντέγραφον ἀμελ λητί, χαίρων, ἐπαινῶν, ἐπευχόμενος ὡς ἀδελφῷ, καὶ συλλειτουργῷ τὰ πάντων ἐξαίρετα τῶν ἀγαθῶν διὰ τῆς ἄνωθεν ὑπάρξαι ψήφου. Αλλ' οὐ τῆς ἡμῶν φιλ ἐπέτρυζον.· ἀνεπίπληκτον. ν τῷ μὴ σιωπᾶν ὃ ἀπίθανον ἦν μικροῦ τε τοῦ.
col. 465–466page 86 of 98
PG 76:465αδελφίας τα μετά τοῦτο κατηγορήματα, μᾶλλον δὲ τῆς. ἐκείνου σκαιότητος. Επελέχθη; μὲν γὰρ ὡς πρόβατον, ἀλλ' εὕρηται λύκος· ὡς πιστὸς, καὶ γνήσιος οικέτης, ἀλλ' ἠγάπησε τὸ ἐναντίον· ὡς εὔβοτρυς ἀμπελών, ἀλλ' ι ἐκτέτοκεν ἀκάνθας, κατὰ τὸ γεγραμμένον ὡς γηπόνος εντεχνος, ἀλλ' ἐπεβούλευσε τῷ χωρίῳ ὡς ποιμὴν ἀγαθός, ἀλλὰ θηρῶν ἀγρίων γέγονεν ἀπηνέστερος. Εἶτα νενοσηκώς, οὐκ οἶδ' ὅπως, τὴν κακοδοξίαν, νενουθέτηται πλειστάκις, καὶ τοῦτο παρά πολλῶν. Δρα οὖν ὠφελήθη νουθετούμενος; ἐδήχθη τὸν νοῦν, ἐλεγχόμενος; μετεβουλεύσατο τὰ ἀμείνω; πεφρόνηκέ τι τῶν ἀγαθῶν; ἄρα μεμίσηκε τὸ ψεῦδος; ἠγάπησε τὴν ἀλήθειαν; παρητήσατο = τὴν τῆς ἀμα θίας αχλύν; ἐζήτησε δὲ τὸ φῶς; κατέληξε τῆς κατὰ Χριστού γλωσσαλγίας; τῶν ἀντειρηκότων εδυσωπήθη τὸ πλῆθος; ἐφείσατο πολλοὺς καὶ ἀναριθμήτους σκανδαλιζομένους ὁρῶν; λελύπηκεν τὰς αὐτὸν τὸ κέντ ανδρον· τῶν πεπιστευκότων τὴν ἐκκλησίαν ὁρᾷν; Οὐδαμῶς, καθὰ καὶ αὐτὸ τῶν πραγμάτων τὸ πέρας διαβοήσειεν ἄν. Ἐπειδὴ γὰρ ἡμῖν ἡ ἁγία σύνοδος κατὰ θέσπισμα τοῦ ὑμετέρου κράτους συναγήγερτο πανταχόθεν κατὰ τὴν Ἐφεσίων μητρόπολιν, ἀφίκετο δὲ καὶ αὐτὸς, τότε δή, τότε, καίτοι δέον τοῖς ἤδη παρωχηκόσιν ἐπολοφύρεσθαι, καὶ κλαίειν αὐτὸν, ὥσπερ οὐδενὸς ἀγανακτοῦντος ὅλως, ἐφ᾽ οἷς τετόλμηκεν εἰπεῖν ἔτι ποιούμενος τὰς διατριβὰς ἐν ἐκείνῃ τῇ μεγαλωνύμῳ πόλει προσετίθει τὰ χείρω. Κατ εφλυάρει τὰ αἰσχίονα, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν καταθρασύνετο δόξης, ὀλίγου παντελῶς ἀξιώσας λόγου, μᾶλλον δὲ τοῦ μηδενὸς ὅλως, τῆς εἰς αὐτὸν δυσφημίας τὸ ἔγκλημα. Οἷα γὰρ τετόλμηκεν εἰπεῖν, σιωπήν ἄμεινον· καὶ ταῦτα ὁ διαλεγόμενος ἐπισκόποις θείοις °, καὶ εὐπρεπεστάτην ἔχουσι τὴν ἐφ' ἅπασι τοῖς ἀγαθοῖς ψῆφόν τε καὶ δόξαν. Ησαν δὲ καὶ τῶν θείων Γραφῶν ἐμπειρότατοί τε καὶ ἐπιστήμονες" οἱ καὶ πολὺ λίαν ταῖς κατὰ Χριστοῦ δυσφημίαις ἐπηλγηκότες, καὶ τὴν ἀκρατῆ, καὶ ἀπύλωτον αὐτοῦ μισήσαντες γλώτταν, ἀπονιψάμενοί τε τὰς χεῖρας αὐτῷ, ταῦτα τῇ συνόδω δακρυρροοῦντες ἀπήγγελον, οὐκ ἐν παραβύστι, καὶ λεληθότως, θαρσήσαντες δὲ ἐπ' αὐτῆς τῆς πίστεως τῶν ὑπομνημάτων εἰπεῖν, καὶ ἑτοίμως ἔχοντες διελέγχειν αὐτὸν, & μηδὲ θέμις ἐννοεῖν, κατειρηκότα Χριστοῦ. Ἕδρων δὲ τοῦτο, τὴν ἐπὶ τοῦ θείου βήματος δεδιότες κρίσιν. Οὐ γὰρ ἀφιλόστοργοί τινες ἦσαν, φιλόθεοι δὲ μᾶλλον, καὶ τῆς εἰς Χριστὸν ἀγάπης γνήσιοι φύλακες. Ὥσπερ γὰρ τοὺς ὑπὸ σκῆπτρα κειμένους τῆς εὐαγοῦς ὑμῶν βασι λείας, ἢ γενναίους στρατηγούς, ή γοῦν καὶ ἑτέρους τινὰς τῶν ἐν ἀξιώματι, καὶ ὑπεροχαίς, λαμπρούς τε καὶ φιλτάτους ὑμῖν ἀποφαίνει τὸ καθηκόντως αγα νακτεῖν, εἰ δήπου τινὲς ἢ ἀσελγῆ καὶ ἀκόλαστον κατά γε τοῦ ὑμετέρου κράτους κινήσειαν γλώτταν, ἢ καὶ δρᾷν ἔλοιντό τι τῶν ἔξω λόγου, καὶ τοῦ εἰκότος· οὕτω καὶ τὸν θεῖον ἱερουργὸν ἐπαίνου παντὸς ἄξιον ἀπὸ * παρετηρήσατο. 7.· κενήν ανδριών. Η διὰ τοῦτο. ὁσίοις.
col. 467–468page 87 of 98
PG 76:467σθαί τινος τῶν τῆς θείας καταφλυαρούντων δόξης. ἐν μοίρᾳ δὲ μᾶλλον αὐτοὺς τῶν ὅτι μάλιστα πολεμιωτάτων ποιείσθαι φιλεῖν. Καὶ γοῦν ὁ μακάριος Δαυΐδ αύχημα λαμπρὸν ἑαυτῷ δὴ τοῦτο περιτιθείς, ἀνεφώνει· Οὐχὶ τοὺς μισοῦντάς σε Κύριε, εμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι.» Εἰ μὲν οὖν ἀγαπῶσι Χριστὸν οἱ δυσφημοῦντες αὐτὸν, λογισμοῦ τοῦ πρέποντος ἁμαρτάνουσιν οἱ πολεμοῦντες αὐτοῖς· εἰ δὲ μισοῦσιν ἀναφανδόν, καὶ τὸ πραγμά ἐστι κατ' οὐδένα τρόπον ἀμφίβολον, πῶς οὐκ ἀξιάγαστοι, καὶ θεοφιλεῖς, οἱ ταῖς ἐκείνων βδελυοίαις τὸν εὐδρανῆ, καὶ φιλόθεον ἀντεξάγοντες λόγον εργάζεται παρά τε Θεῷ καὶ ἀγγέλοις, τὸ μὴ ἀνέχε Ει προστάγματος Κυρίου, καθαρίσαι τὸν οἶκον Κυρίου Ει *Ην δὲ καὶ ἑτέρως χρήσιμόν τε καὶ ἀναγκαῖον τῷ ὑμετέρῳ κράτει, τὸ τῶν θείων ἐλαύνεσθαι θυσιαστηρίων τὸν βεβηλοῦντα αὐτά. Καὶ τίνα τρόπον; ἐρῶ, τὰ ἐκ τῆς θείας • Γραφῆς παρενεγκών εἰς πληροφορίαν. Ολιγωρήσαντές ποτε τῶν διὰ τοῦ πανσόφου Μωσέως τεθεσπισμένων οἱ ἐξ Ἰσραὴλ, καὶ τῆς δοθείσης αὐτοῖς ἀλογήσαντες ἐντολῆς, ἐτράποντο πρὸ; ἀποστασίαν τὴν ἀπὸ Θεοῦ, «καὶ προσκεκυνήκασιν εἰδώλοις, καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ,» καθὰ γέγραπται. Ηκον δὲ ἤδη πρὸς τοῦτο δυσσεβείας οἱ τά λανες, ὡς καὶ αὐτὸν τὸν θεῖον καταμιᾶναι νεών. Ἠγανάκτει πρὸς ταῦτα Θεὸς, καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν. Ἐπειδὴ δὲ βεβασίλευκεν Εζεκίας ἀνὴρ ἐσιός τε καὶ ἀγαθὸς, ἐπηνώρθου τὰ διεπταισμένα· καὶ δὴ τὸν θεῖον διακαθάρας ναόν, προσεκόμιζεν οὕτω τὰ νενομισμένα τῷ πάντων κρατοῦντ Θεῷ. Γέγραπται δὲ οὕτω περὶ αὐτοῦ· «Καὶ Ἐξε κίας ἐβασίλευσεν 6, ὢν εἴκοσι πέντε ἐτῶν· εἶτα προσεφώνει τοῖς λευίταις· Ανδρες λευίται, ἀκού σατε. Νῦν ἀγνίσθητε, καὶ ἀγνίσατε τὸν οἶκον τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν, καὶ ἐκβάλλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων, ὅτι ἀπέστησαν οι πατέρες ἡμῶν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου, καὶ ἐγκατέλιπον αὐτόν.» Προσθεὶς δὲ τούτοις καὶ ἕτερά τινα τῶν χρησίμων τοῖς ἀκροωμένοις, ἐπιφέρει πάλιν «Καὶ νῦν μὴ διαλίποιτε, ὅτι ἐν ὑμῖν ᾑρέτικε Κύριος στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν, καὶ εἶναι αὐτῷ λειτουργοῦντας, καὶ θυμιώντας. Καὶ ἀνέστησαν οἱ λευίται, φησὶ, καὶ συνήγαγον τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ καὶ εἰσῆλθον οἱ ἱερεῖς ἔσω εἰς τὸν οἶκον Κυρίου, καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἴκῳ Κυρίου, καὶ εἰς τὴν αὐλὴν τοῦ οἴκου Κυ ρίου.» Εἶτά φησι τὸ Γράμμα τὸ ἱερόν· «Καὶ τῇ ἡμέρᾳ τῇ ἐκκαιδεκάτῃ τοῦ μηνός τοῦ πρώτου συν ετέλεσαν, καὶ εἰσῆλθον ἔσω πρὸς Εζεκίαν τὸν βασι Η δυστροπίας. Η ἐβασίλευεν. ὰ τοῖς εχθροῖς. * θεοπνεύστου. ' δυστροπίας.
col. 469–470page 88 of 98
PG 76:469λέα, καὶ εἶπον· Ηγνίσαμεν πάντα τὰ ἐν τῷ οἴκῳ Κυρίου.» Γέγραπται δὲ πάλιν, ὅτι ο Καὶ ώρθρισεν Εζεκίας ὁ βασιλεύς, καὶ συνήγαγε τοὺς ἄρχοντας τῆς πόλεως, καὶ ἀνέβη εἰ; οἶκον Κυρίου, καὶ ἀνήνεγκε μόσχους ἑπτὰ, καὶ χιμάρους αἰγῶν ἑπτὰ, περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας, περὶ τῶν ἁγίων, καὶ περὶ Ἰσραήλ.» Σύνες ἐντεῦθεν, ὦ φιλόχριστε βασι λεῦ, ὅτι, καίτοι θυμιάσαι τῷ Θεῷ προτεθυμημένος ὁ πανάριστος, καὶ ὅσιος Εζεκίας, οὐ πρότερον εἰσβέβηκεν εἰς τὸν ναὸν τοῦ Θεοῦ, καὶ τετέλεκε τὰ κατὰ τὴν εὐχὴν 4, εἰ μὴ προενετείλατο τοῖς ἱερεῦσι τοῦ Θεοῦ καθαρίσαι τὸν οἶκον Κυρίου, καὶ ἐκβαλεῖν αὐτοῦ πᾶσαν ἀκαθαρσίαν· οὗ δὴ γεγονότος εθυμία λαμπρῶς, ἔχαιρέ τε καὶ λίαν ὀρθῶς, ὡς εὐπαράδεκτον ἤδη θυσίαν προσκομίσας Θεῷ, διὰ τὸ μάλιστα τῆς ἐνούσης ἀκαθαρσίας προαπαλλάξαι τὸν νεών. Τοιοῦτό τι πέπρακται καὶ παρὰ τοῦ ὑμετέρου κράτ τους εἰς δόξαν Θεοῦ 1. Εθος γὰρ ὑμῖν θυμιάζειν ἡ ἐν ἐκκλησίαις *, καὶ χειρὶ πλουσιωτάτη προσκομίζειν ἀεὶ τὰ εἰς δόξαν Θεοῦ 1. 'Αλλ᾽ ἦν ἀναγκαῖον προαπο καθάραι τὸν ναὸν, μώμου τε καὶ μολυσμοῦ προαπαλ λάξαι παντός, οὕτω δὲ θύειν ἐπὶ καιρού. Μολυσμού δὲ παντὸς ἐπέκεινα πρὸς διαβολὴν ἡ κατὰ Χριστοῦ δυσφημία. Αλλ' ἐκελεύσατε τοῖς ἱερεῦσι, οἶ, καθά περ ἔφην ἀρτίως, καὶ προεξεκάθηραν ὑμῖν τὸν ναὸν, ἤγνισαν αὐτὸν, τὴν ἀτεχνῆ, καὶ ἀνόσιον παύσαντες γλῶσσαν, ἵνα ὑμεῖς εὐδοκιμῆτε μειζόνως παρά το Θεῷ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις. Η μὲν οὖν ἁγία τε καὶ οἰκουμενικὴ σύνοδος, καὶ τὸν τῶν ὅλων Σωτήρα Χριστὸν εὐφραίνουσα, καὶ τῇ εἰς αὐτὸν πίστει συναγορεύουσα ", μονονουχί λέγουσα Ζηλοῦσα ἐζήλωκα τῷ Κυρίῳ, ο κατὰ τὸ γεγραμμένον. Εκ μέσου γενέσθαι παρεσκεύασε τοῦ σκανδάλου τὴν ἀφορμήν. Οὓς δὲ ἦν εἰκὸς, μᾶλλον δὲ καὶ ἀναγκαῖον, συνάρασθαι νεανικῶς, καὶ συναθλῆσαι προθύμως τοῖς πεπονηκόσι, καὶ μερίσασθαι μεθ' ἡμῶν τῆς διὰ Χριστὸν εὐανδρίας τὰ γέρα, τὸν αὐτὸν ὑμῖν ἀναλαβόντας ζῆλον, καὶ θεοφιλούς ευψυχίας τὸν οἰκεῖον ἀναπιμπλῶντας ο νοῦν, οὗτοι γεγόνασι σκλη ρολ, καὶ ἀφιλοικτίρμονας, καὶ τῆς τοῦ δυσφήμου σκαιότητος κατ' οὐδὲν ἐν μείοσι Ρ. Λελυπημένοι δὲ καὶ ἀλγήσαντες, οὐχ ὑπέρ γε μάλλον τῆς δόξης του Χριστοῦ, ἀλλ' ὑπὲρ τοῦ πλεῖστά τε καὶ ἀνοσίως κατ' Η ο αὐτοῦ πεφλυαρηκότος, τῶν γνησίων κατεστρατεύοντο μαχητῶν, καὶ τοῖς τὰ τοῦ Χριστοῦ φρονεῖν ἐθέλουσιν ἀντεφέροντο, δι' ὧν δράσαι τετολμήκασι, μονονουχί κεκραγάτες· Τί τὴν ἀσελγῆ, καὶ ἀχάλινον ἐπαύσατε γλώτταν, καὶ τὸ τοῦ προβάτου περιελόντες κώδιον, τὸν ἅρπαγα λύκον τοῖς ἀπανταχοῦ γνώριμον κατεστήσατε 4; Τὸ γὰρ ἐφ᾽ οἷς ἐκεῖνος ἐλήλεγκται δυσε φορεῖν, ἕτερον οὐδὲν, ὡς γε οἶμαι, πλὴν ὅτι τουτί δια κεκραγότων ἐστίν. Ο γάρ τοι τῆς Ἀντιοχέων Η κατ' ευχήν. Χριστοῦ, ἡ θυσιάζειν. * πυκάζειν ἐκκλησίαις. 1 Χριστοῦ. της αγνίσαντες, ο συνηγοροῦσα. «ἀναπιμπλάντας. η μει ώσει, η πεποιήκατε.
col. 471–472page 89 of 98
PG 76:471Εκκλησίας προεστηκώς, ἀπελιμπάνετο μὲν τῆς ἁγίας Συνόδου, καίτοι παρεῖναι κεκελευσμένος κατά γε τὴν ὀρισθεῖσαν ἡμέραν παρὰ τοῦ ὑμετέρου κράτους· ἀνεδύετο δὲ τὴν ἄφιξιν, ταῖς τοῦ πεφλυαρηκότος κατὰ Χριστοῦ δυστροπίαις τὴν μέλλησιν χαριζόμενος· μᾶλλον δὲ, ὡς εἰκὸς, ἢ καὶ ἀληθῶς, καὶ ἀναμφιλόγως, ἐκείνῳ τὰ ἴσα φρονῶν. Εκτης γὰρ ἐπὶ δεκάτην διαγενομένης ημέρας, ἧκόν τινες μόλις τῶν σὺν αὐτῷ, τῶν ἄλλων οι προύχοντες, μητροπολῖται δὲ οὗτοι· καὶ δὴ καὶ ἀπήγγελον ὡς παρ' αὐτοῦ τῇ ἁγίᾳ συνόδῳ, μὴ δὴ χρῆναι πάντως ἀναμένειν αὐτοῦ τὴν ἄφιξιν, πληροῦν δὲ μᾶλλον ἐπείγεσθαι τὰ τεθεσπισμένα. Τότε δὴ μόλις ἡ ἁγία σύνοδος συναγήγερτο μὲν ἐν τῇ ἁγίᾳ ἐκκλησία, τῇ καλουμένη Μαρία, σύνεδρον δὲ ὥσπερ καὶ κεφαλὴν ἐποιεῖτο Χριστόν. Εκειτο γὰρ ἐν ἁγίῳ θρόνῳ τὸ σεπτὸν Εὐαγγέλιον, μονονουχί καὶ ἐπιβοῶν τοῖς ἁγίοις ἱερουργοῖς· • Κρίμα δίκαιον κρίνατε· ο δι κάσατε τοῖς ἁγίοις εὐαγγελισταῖς, καὶ ταῖς Νεστορίου φωναῖς· κοινῇ δὴ οὖν τῇ παρά πάντων ψήφω τα μὲν ἐκείνου κατεκρίνετο, τῆς δὲ ἀποστολικῆς τε καὶ εὐαγγελικῆς παραδόσεως τὸ ἀκραιφνὲς ἐδείκνυτο κάλλος· καὶ τῆς ἀληθείας ἡ δύναμις ἐκρατύνετο. Αμολόγητο γὰρ παρὰ πάντων ἡ ὀρθή τε καὶ ἀδιά βλητος πίστις· τοῦτο καὶ ὑμῖν δοκοῦν, ὦ φιλόχριστοι βασιλεῖς· ὅλος γὰρ ὑμῶν ὁ σκοπός εἰς τε τὸ τῷ Θεῷ δοκοῦν, καὶ εἰς εὐσέβειαν βλέπει - προτετιμήκατε γὰρ πώποτε τῆς ἀληθείας οὐδέν· ὁ δὲ τῆς ᾿Αντιοχέων Εκκλησίας προεστάναι λαχών Ἰωάννης, ἀμελητής, καὶ ῥᾴθυμος, καὶ ἀνεξίκακος μὲν ἀδικουμένου Χριστοῦ, ὀξὺς δὲ καὶ μισοπόνηρος, ὅτε τῆς κατ' αὐτοῦ γλωσσαλγίας ὁ ταύτην κεκινηκώς επράττετο δίκας, πτηνοῦ δίκην τὴν Ἐφεσίων κατα λαβών, καὶ ὥσπερ ἐνὸν ἐπ' ἐξουσίας * αὐτῷ τὸ, ὅσα περ ἂν βούλοιτο, δρᾷν, οὐδενὸς ἐπιτιμῶντος όλως, ὡς ἀνῃρημένων εἰς ἅπαν τῶν τῆς Ἐκκλησίας θεσμών, ὡς οὐκ ἐφορῶντος Θεοῦ τὰ ἀνθρώπινα, καὶ ἀλογία μᾶλλον, ἡ φρονήσει διοικούμενος, καὶ θυμῷ δοὺς τὸ πλέον, ἢ λογισμῷ τῷ σώφρονι κρατεῖν ἐπιτρέψας, ἄρτι καὶ μόλις τοῦ ὀχήματος ἀποπηδήσας, καὶ τὸ δωμάτιον εἰσδύς, ἔτι τε κεκονιασμένος, ψῆφον ἐκφέρει σαθρὰν καὶ ἐκνομωτάτην, ὁμοῦ τοῖς τὰ αὐτὰ φρο νοῦσιν αὐτῷ· ἄνδρες δὲ ἦσαν ἀπόλιδες, καὶ Κελεστιανοὶ καθῃρημένοι, καὶ οἱ τῆς Νεστορίου φρενοβλαβείας υπασπισταί, καὶ ἐκ πολλῆς ἄγαν ἐμβροντης σίας μεμεριζόμενοι σὺν αὐτῷ τῆς κατὰ Χριστοῦ δυσφημίας τὰ ἐγκλήματα. Υβρίζει τοίνυν ἅπασαν μὲν τὴν ἁγίαν σύνοδον, τῷ τῆς ἀκοινωνησίας ονόματι περιβαλὼν τοὺς ἐκ πάσης ήκοντας τῆς ὑπ' οὐρανὸν, ἄνδρας ἀοιδίμους, καὶ τῷ ὑμετέρῳ κράτει γνωριμωτάτους, καὶ πολλὴν λαχόντας ἐφ᾽ ἅπασι τοῖς ἀρίστοις τὴν εὐφημίαν. Ἐμὲ δὲ, καὶ τὸν τῆς Ἐφεσίων ἱερουργὸν φορτικωτέρα περιέβαλεν ύβρει, ψευδηγορῶν, καὶ λέγων, ὡς τὰ τοῦ δυσσεβοῦς ᾿Απολιναρίου πεφρονή ἐπιφωνοῦν. * κατέκρινε. ι ἐπ' ἐξουσίαις. " Εκνομον, ἔκνοον.
col. 473–474page 90 of 98
PG 76:473καμεν, καὶ τοῖς τοῦ ᾿Αρείου, καὶ Εὐνομίου βδελυροῖς τε καὶ ἀνοσίοις συναινούμεν δόγμασιν. Εδρα δὲ τοῦτο, ὡς ἔφην, πάντα κάλων ἀνασείων ταῖς ἀτιθάσσοις ὀργαῖς, καὶ ὅλας ὥσπερ ἡνίας ἀνεῖς τοῖς ἐκ θυμοῦ, καὶ ὑπεροψίας ἀφιλοθέοις κινήμασιν. Ο δὴ καὶ θαυ μάσαι ἔχω. Ο γὰρ ἀεὶ φίλος καὶ ἀγαπητός, ὁ μηδὲ πώποτε τοῖς ἐμοῖς ἐπισκώψας - λόγοις, ο γράφων ἀσμένως, καὶ τὰ παρ' ἐμοῦ κομιζόμενος γράμματα, ὁ πρὸ αὐτῶν τῶν τῆς Ἐφέσου πυλῶν τοῖς ἐξ ἀγά της προσφθέγμασι μονονουχί περιφὺς, καὶ ταῖς ἰδίαις ἐπιστολαῖς ἐνθείς· Τῷ δεσπότῃ μου τῷ θεοφιλεστάτῳ καὶ ἁγιωτάτῳ συλλειτουργῷ Κυρίλλῳ, Ἰωάννης ἐν Κυρίῳ χαίρειν. Οὐδὲ ἐμὲ μετρίως δάκνει τὸ ὅλως τῆς = ὑμετέρας οσιότητος εἰς τὴν Ἐφεσίων παραγενομένης, τὰς μικράς ταύτας ύστερῆσαι ἡμέρας τῆς γὰρ χρείας ὁ περὶ τὴν σὴν ἁγιωσύνην πόθος πλέον μας έγκειται, συντόνως τὴν ὁδὸν ἐξανύσαι. Καὶ μεθ' ἕτερα· Εὔχου οὖν 7, δέσποτα, καὶ ταύτας τὰς πέντε, ἡ ἐξ μονὰς ὥστε ἀλύπως ο ἡμᾶς ὁδεῦσαι, καὶ δρα μεῖν, καὶ περιπτύξασθαι τὴν ἱερὰν ἡμῖν καὶ θείαν κεφαλήν. Οἱ περὶ τὴν κύριόν μου τὸν θεοφιλέστατον επίσκοπον Ἰωάννην, Παῦλον, Μακάριον, προσφθέγο γονταί σου τὴν ὁσιότητα. Πᾶσαν τὴν σὺν σοὶ ἀδελφός τητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ πλεῖστα προσαγορεύο μεν. Ερρωμένος, ὑπερευχόμενος ἡμῶν διατελοίης, δέσποτα θεοφιλέστατε καὶ ἀγιώτατε. Πῶς οὖν ὁ συλ λειτουργὸν, καὶ ἀδελφὸν ὀνομάσας, ἀδοκήτως ἦν ἐχθρὸς, ἠδικημένος οὐδέν; ἀκούω δὲ, σοφὸν οἴεσθαί τι λέγειν αὐτὸν, τῆς κατ᾿ ἐμοῦ πλημμελείας απο κρουόμενον τὰ ἐγκλήματα, ὅτι γέγραφα, κρύπτων ὅτι τὴν ἔχθραν, καιρῷ τῷ δέοντι ταμιευόμενος τὴν φανέρωσιν. Εἶτα πῶς, είπερ ἦν 5 αἱρετικὸς ἐγώ, καὶ τῆς τοῦ δυσσεβούς Απολιναρίου, και ο 'Αρείου, καὶ Εύνομίου φαυλότητος κοινωνός, συλλειτουργὸν ὠνο μαζί; Τί δὲ καὶ ὁσίαν τὴν ἐμὴν κεφαλὴν, καὶ πρός γε τούτῳ καὶ ἱεράν; Η οὐχ ἅπασιν ἐναργές, ὡς εἴπερ τις ἔλοιτο φρονεῖν τὰ βαρβάρων, οὗτος ἔσται πάντως τὴν εὐαγεστάτης ὑμῶν βασιλείας εχθρός; 'Αλλ' ἔκρυπτεν, ὥς φησι, τὴν ἔχθραν· καὶ γλυκὺς μὲν ἦν τόγε ἦχον εἰς λόγους, δόλου δὲ καὶ πικρίας επίμεστος τὴν καρδίαν. Εἶτα τίς ὁ ἐπαινέσαι τολμῶν τὸν οὕτω ζῆν ειωθότα; 'Αρα βούλεται τους Ελλήνων ἡμᾶς πολυπραγμονήσαν λογάδας; ᾿Αλλὰ κἀκεῖνοι μεμισήκασι τὸν ἑτερόγλωσσον, καὶ ἑτερογνώμονα. Εξετάσωμεν τῆς θεοπνεύστου Γραφῆς τὸν σκοπόν. ᾿Αλλὰ Θεοῦ λέγοντος ἀκηκόαμεν ἐνεργῶς περὶ τῶν ὁμοτρόπων ἐκείνῳ· ο Βολίς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν. Δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν· μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος, ἢ ἐν λαῷ τῷ τοιούτῳ· οὐκ ἐκδικήσει ή ψυχή μου; ο Δόλος γὰρ, καὶ ἀπάτη, καὶ κεκρυμμένη πικρία μεμίσην ἐπισκήψας. - τὸ, ὅλως τῆς. τώ. 3 μονὰς ἀλύπως.· ὁσίαν. ήμην.· καὶ μὴν καί. έθνει τοιούτῳ. 4 Θεοῦ.
col. 475–476page 91 of 98
PG 76:475κεῖσθαι δὲ δυσμενῶς, ἀφόρητόν τι χρήμα λελόγισται παρ' αὐτῷ· τοιγάρτοι καὶ ἐκδικεῖν ἐπαγγέλλεται προφασιζόμενος δὲ ἴσως προφάσεις ἐν ἁμαρτίαις, κατὰ τὸ γεγραμμένον, ὁ νεανίσκος εἰς ὕβρεις, καὶ ὁ τεχνίτης εἰς συκοφαντίας, ποιήσεταί τινα πρὸς τοῦτον λόγον, οὐκ ἄκομψον ἴσως, ως γε οίεταί τε καὶ φρονεί. Φησί γάρ· ὅτι Κἀγὼ ἐξήλωκα τῷ Κυρίῳ, καθὰ καὶ ἡ ἁγία σύνοδος· αἱρετικοὺς δὲ ὄντας ὑμᾶς, ταῖς παρ' ἐμαυτοῦ λελύπηκα ψήφοις· ὅτι δὲ ταῦτα λέγων, ἐκεί νοις ἔσται προσεοικως, οὓς καὶ ὁ προφήτης ἡμῖν Ησαΐας εἰσκεκόμισε λέγοντας·. Εθέμεθα ψεύδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα· ο κἂν εἰ μή τις λέγοι τυχόν, αὐτὰ βοήσει τὰ πράγματα πρῶτον μὲν γὰρ ὑπεροφρύς τε καὶ ἀλαζὼν εὑρεθήσεται, τοὺς κατὰ πᾶσαν ὄντας τὴν οἰκουμένην ἁγίους ἱερουργούς ὕβρει το περιβαλών, καὶ ῥάβδω μια κατα παίων, ἀκοινωνήτους δὲ εἶναι προστέταχεν, οὐκ ἐκεί νους μᾶλλον διὰ τούτου λυπῶν, ἀλλ᾽ ἑαυτὸν ἔξω τῆς πρὸς αὐτοὺς κοινωνίας τιθείς. Εθος γάρ πως ἀεὶ τοῖς ὀλιγογνώμοσιν, οἴεσθαι μὲν, ότι πλήττουσι τινας, δρᾶν ἐπιχειροῦντες ἃ μὴ θέμις ἔσθ' ὅτε, ἑαυτοὺς δὲ μᾶλλον, ἢ ἑτέρους ἀδικεῖν. Πῶς δὲ ἦν ἀκόλουθον καὶ. τοῖς προύχουσιν ἐπιτιμῶν, καὶ τοῖς τὴν ἀμείνω λα χοῦσι τάξιν ἀσυνέτως ἐπιπηδᾷν, καὶ τῶν τῆς ἐκκλησίας θεσμῶν τὴν τῆς εἰρήνης προμνήστρα τ' κατα λιπεῖν εὐταξίαν, μηδὲ 8 αὐτῶν ἀπομιμεῖσθαι φιλεῖν τῶν ἐν τῷ κόσμῳ τὴν ἐπιστήμην; Μέτρα μὲν γὰρ τοῖς ἀξιώμασι τὸ εὐσεβὲς ὑμῶν ὡρίσατο κράτος ἕκαστος δὲ τῶν τετιμημένων τὴν ἑαυτοῦ τάξιν οὐκ ἡγνοηκώς, εἴχει τε τῷ προύχοντι, καὶ περὶ τῶν ἴσων οὐ φιλονεικεῖ. Ὁ δὲ καὶ τοῦτο παρεὶς ὡς ἕωλον, καὶ ἀλογήσας τοῦ πρέποντος, ἀχαλίνοις ὥσπερ, καὶ απερισκέπτοις ὁρμαῖς κεχώρηκε κατά πάντων· καὶ τῆς πρὸς ἅπαντας κοινωνίας ἑαυτὸν ἐκβαλών, οίεταί τι δράσαι τῶν ὀνησιφόρων ἑαυτῷ κ. Αλλ' εἴπερ ὄντως ἐμὲ, καὶ τὸν τῆς Ἐφεσίων ἱερουργόν, αἱρετικοὺς ὄντας επίστατο, τί τὸ κωλύον ἦν, καὶ πρὶν εἰς τὴν Εφεσίων ἀφικέσθαι πόλιν, αἰτιᾶσθαι διὰ γραμμάτων, καὶ ἐμφανῆ καταστῆσαι τὰ, ἐφ᾽ οἷς ἦν αὐτῷ καθ᾿ ἡμῶν ὁ λόγος; ᾿Αφιγμένον δὲ εἰς τὴν Ἐφεσίων, τί κεκώλυκα συντυχεῖν, αἰτιᾶσθαι 1 μετά παρρησίας, εἰς μέσον ἀγαγεῖν τὰ ἐγκλήματα, συνεδρεύοντα τῇ ἁγίᾳ συνόδῳ, καλέσαι πρὸς ἀπολογίαν, οὕτω τε ὁμοῦ Α' ται παρὰ Θεῷ· καὶ τὸ λαλεῖν μὲν εἰρηνικὰ, δια τοῖς ἄλλοις, ἢ ἀπαλλάξαι τῆς αἰτίας ὀρθὰ φρονοῦντας, καὶ λέγοντας, ἢ γοῦν ὑποθεῖναι ψήφῳ δικαίᾳ τὰ τοῖς τῆς Ἐκκλησίας απάδοντα δόγμασι φρονεῖν χρη μένους; Ἐπειδὴ δὲ ἠπίστατο μάτην ἐγκαλῶν, καὶ συντιθεὶς ἀνοσίως τὰς κατὰ τῶν ὀρθοδόξων συκοφαντίας, καὶ τῇ πρὸς Νεστόριον αἰδοῖ, καὶ φιλίᾳ τὰ καθ' ἡμῶν δωρούμενος, λεληθότως ἠδίκει· καὶ καθάπερ ἐν νυκτομαχίᾳ τετόξευκεν, οὐχ ὁρώμενος, καὶ ψευδ ηγορίας μεστόν συντάξας χαρτίον, τετόλμηκεν ἀν ενεγκεῖν εἰς τὰς εὐσεβεῖς ὑμῶν ἀκοὰς, οὔτ᾽ ἐκεῖνο με μίσηται. 1' προμνήστορα. καὶ μηδ' ὁ αὐτῷ, 1 αἰτιάσασθαι.
col. 477–478page 92 of 98
PG 76:477λαβὼν εἰς νοῦν, τὸ παρὰ τῇ θείᾳ κείμενον Γραφῇ Μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω, ἡμεῖς δὲ τοῦτο μαθόντες, βιβλίων ἐπίδοσιν πεποιήμεθα τῇ ἁγίᾳ, καὶ οἰκουμενικῇ συνόδῳ, τὴν μὲν ὀρθὴν, καὶ ἀβέβηλον τῆς Ἐκκλησίας ὁμολογοῦντες πίστιν, ἀναθεματίζοντες δὲ τοὺς τὰ ᾿Αρείου, καὶ ᾿Απολιναρίου, καὶ Εὐνομίου φρονοῦντας. Παρεκαλού μεν δὲ, κατὰ τοὺς τῆς Ἐκκλησίας θεσμούς ήκειν τε αὐτὸν εἰς μέσον, τοῖς ἰδίοις συστησόμενον λόγοις, καὶ διελέγχειν ἡμᾶς. Έννομα δὲ ἦν, ὥς γε οἶμαι, τὰ παρ' ἡμῶν. Ὁ δὲ εἰς τοῦτο κατώλισθεν ἀμαθίας, μᾶλλον δὲ δειλίας τε καὶ ἀπορίας, ὡς καταναρκῆσαι τὴν ἄφιξιν, καὶ μηδὲ ὅσον ἰδεῖν καταθαρσῆσαι μόνον την ἁγίαν σύνοδον. Καίτοι ἐχρῆν δήπου 1 μᾶλλον ἐνστῆναι νεανικῶς, καὶ τὴν κλῆσιν οὐκ ἀναμείναντα δραμείν αυτόμολον, ἐλέγξαι σαφῶς, ἀποφήναι κατεγνωσμένους, καὶ ταῖς ἰδίαις αὐτὸν ἐπαγωνίσασθαι ψήφοις. 'Αλλ' οὐκ ἔδρασε τοῦτο *, σαθρῷ συνειδότι χρώμενος, δεδιὼς δὲ οὕτω τὴν ἄφιξιν τὴν εἰς τὴν ἁγίαν σύνολον, ὡ; μηδὲ ὅσον εἰπεῖν τῆς ἑστίας προκύψαι τολμᾷν. Καί τοι πῶς ἦν εἰκὸς τοὺς ἐξειλεγμένους ἱερουργούς, μεμνημένους ἱερουργίας, μεμνημένους Θεοῦ λέγοντος ο Κρίμα δίκαιον κρίνατε, και, «Οὐ λήψῃ πρόσο ωπον ἐν κρίσει, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι· ο μὴ οὐχὶ πάντη καὶ πάντως, ἐληλεγμένους ἡμᾶς, ὡς αἱρε τικούς, ταῖς τῆς κατακρίσεως ὑποθεῖναι ψήφοις; Ην γάρ πως ἀνάγκη καὶ ὑπομνημάτων συστῆναι πράξιν, καὶ ταῦτα ὑμῖν γενέσθαι καταφανή. Χώραις μὲν γὰρ ι ὅλαις, καὶ πόλεσι ταῖς μεγάλαις, νεύματι τοῦ ὑμετέ του κράτους, εἷς ἀναδείκνυται δικαστής. Θαρσεί τε το δὲ κρίσεις τὰς ἐφ' αἷματι, καὶ ψυχῇ, δέδιέ τε τοὺς νομοθετοῦντας ὑμᾶς, καὶ τοῖς παρ' ὑμῶν θεσπίσμασι πρὸς τὴν τοῦ δικαίου θήραν ἀπευθύνεται». Εἶτα πῶς ήμελλον οἱ παρὰ Θεοῦ πρὸς ἱερουργίαν ἐξειλεγμένοι, τοσοῦτοί τε ὄντες τὸν ἀριθμὸν, καὶ οὐκ ἀθαύμαστον ἔχοντες τὴν ὑπόληψιν, τὴν ἐπὶ γέ φημι τῷ βιῶναι λαμ πρῶς, ἡμᾶς αἰδεσθῆναι μᾶλλον, καὶ οὐχὶ τὴν θείαν ἐνα τολήν; Ὅτι δὲ ἀχάλινος αὐτῷ πρὸς ὑπεροψίαν τε, καὶ υδριν • γέγονεν ὁ νοῦς, καὶ δι' ἑτέρων πραγμάτων ἀτα λαίπωρον ἰδεῖν. Τρίτον μὲν γὰρ που διατετέλεκεν ἔτος δυσφημῶν ἐπ' Εκκλησίας ἡ τῶν νέων δογμάτων εύ ρετὴς Νεστόριος· ἐπειδὴ δὲ καὶ δι' οἰκείων γραμμάτ των τῷ ὁσιωτάτῳ τῆς Ῥωμαίων Ἐκκλησίας ἐπισκόπῳ Κελεστίνῳ καταφανῆ τῆς ἑαυτοῦ διανοίας ἐποίει τὴν νόσον, οὐκ ἀπότομον, οὐδὲ ἀσυμπαθῆ τὴν ψῆφον ὑπέμεινε. Παρεκαλεῖτο δὲ μᾶλλον, ἀποφοιτῆσαι μὲν τῆς ἐνούσης κακοδοξίας αὐτῷ, καὶ τὴν ὀρθὴν, καὶ ἀμώμητον ἀνθελέσθαι πίστιν. Παρακαλεῖτο δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ πλειστάκις. Ὁ δὲ ἀκριβῆς, ὡς οίεται, τῶν θείων δογμάτων ερευνητής· ἵνα μή τι λέγοιμι φορτικόν· ὁ μέγα φρονῶν ἐπὶ τῇ τῶν θείων εἰδήσει νόμων, οὐχ ὑπομνήσας πώποτε τοὺς ἡδικημένους παρ' αὐτοῦ, οὐ λόγου μεταδούς, μᾶλλον δὲ οὐδὲ συστή Σχιν, Η σπουδῇ. Η δραμεν εἰς τοῦτο. Η γάρ και, πιο σε θαρσείται, νεπε, ο υπεροψίας τε καὶ ὕδρεις. η απευθύ
col. 479–480page 93 of 98
PG 76:479και ταῖς ἑαυτοῦ προπετείαις θαῤῥήσας, ὑβρίζει μὲν ἀνοσίᾳ ψήφῳ, τάχα δὲ καὶ μέγα πεφρόνηκεν ἐπὶ τούτῳ· ἵνα καὶ ἀκούῃ λέγοντος τοῦ μακαρίου Δαυΐδ, μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος διὰ φωνῆς τοῦ Δαυΐδ Τί εγκαυχῇ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν; ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυ ρὸν ἠκονημένον ἐποίησας δόλον· ἠγάπησας κακίαν ὑπὲρ ἀγαθοσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην· ἠγάπησας πάντα βήματα καταποντισμού, γλώσ σαν δολίαν. Διὰ τοῦτο ὁ Θεὸς καθελεῖ σε Ρ εἰς τέλος, ἐκτίλαι σε, καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων.» Επυθόμην δὲ, ὅτι τῆς καθ' ἡμῶν πλημμελείας ἀπαλλάττειν αὐτὸν ἐπιχειροῦσί τινες, λελυπήσθαι δικαίως διαβεβαιούμενοι, διά τοι τὸ δίχα αὐτοῦ τὸ ἐπὶ τῷ δεδυσφημηκότι γενέσθαι συνέδριον. 'Αλλ᾽ ἦν ἄμεινον οὐχ ἡμᾶς αιτιάσασθαι μάλλον, γράφεσθαι δὲ τὴν οἰκείαν αὐτῶν ἐπὶ τούτῳ μέλλησιν. Εἶτα τοὺς προαφιγμένους, καὶ προαπηγγελκότας τῇ ἁγίᾳ συνε όδῳ, μὴ δεῖν χρῆναι περιμένειν αὐτὸν, καὶ οὐκ αὐτο μόλους εἰς τοῦτο ἐλθεῖν, ἀλλὰ γὰρ ταῖς παρ' αὐτοῦ δ κονουμένους φωναῖς, τί μὴ μᾶλλον ἐποιεῖτο κατεστυγημένους, ὡς ψευδηγορήσαντας, ὡς ἠπατηκότας, ἀλλο ἐν τοῖς ὅτι μάλιστα γνησιωτάτοις ἔχει; 'Αλλ' ἔστω τυχὸν, καὶ λελύπηται. Ταύτης οὖν ἔνεκα τῆς αἰτίας ἔδει τῶν θείων αὐτὸν ἀλογῆσαι νόμων, ἐπιλαθέσθαι δὲ Θεοῦ λέγοντες· ὁ ᾿Αθῶον, καὶ δίκαιον οὐκ ἀποκτενεῖς; ο Εδε: κατακρίναι τοὺς ὑπ᾽ οὐδενὶ τῶν ἀτύπων κατεγνωσμένους; ἐχρῆν ἀδελφῶν ἡ τὸ τῆς ἀνοσιότητος κατωθῆσαι ξίφος; θεσμούς ἐκκλησιαστικούς περιυβρίσαι; συκοφαντήσαι, ψεύσασθαι, καὶ τοῦτο τὰς εὐσεβεστάτας ὑμῶν ἀκοάς; ἐχρῆν ἡγήσασθαι παρ' οὐδὲν τὴν ὀρθότητα τῆς πίστεως, καὶ τὸ ἐθελῆσαι φρονεῖν ὅσα μώμον ἔχει παντελῶς οὐδένα, χαρί σασθαι δὲ τὴν ἐπικουρίαν τῷ δυσφημοῦντι κατά Χρι στοῦ, καὶ ἀναστῆσαι ζητεῖν τὸ ψεῦδος, καταστρέψειν δὲ τὴν ἀλήθειαν; Ταῦτα φρενὸς ἁγίας δοίη τις ἂν εἶναι καρπόν; Ταῦτα βουλῆς ἱερατικῆς εὑρέματα; Καίτοι λέγοντος ἀκούω Θεοῦ, ὅτι ο Χείλη ιερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ. ὁ Πρόδηλον οὖν, ὅτι δι' ὧν ἂν οἴεται τῆς καθ' ἡμῶν ἀπονοίας τὰς αἰτίας ἀποσκευάζεσθαι, διὰ τού των αὐτῶν ἀνόσια πετραχώς καταφωρείται μειζόνως. Ἐγὼ δὲ, ὦ φιλόχριστε βασιλεῦ, ἔχαιρον μὲν τῆς ἐνεγκούσης ἀπαίρων, καὶ τῆς ἡμετέρας ο Ἀλεξανδρείας ἐκδεδημηκώς πνεύματος δὲ λαύρου καταχει μένου τῶν ἱστίων, καὶ μονονουχί καταβροντώντος τῆς νεώς, αἱρομένου τε εἰς ὕψος τοῦ κύματος, καὶ ταῖς τῶν οἰάκων περιπαφλάζοντος κεφαλαῖς, εύθυ μος καὶ οὕτω διετέλουν, τὸν ἐκ τοῦ χειμῶνος κίνδυ Η καθέλοι σε. 9 ἀδελφῷ, ο φυλάξει. Η ὑμετέρας.
col. 481–482page 94 of 98
PG 76:481νον ἐπίσω τιθεὶς τῆς εὐκταιοτάτης μας θέας του ὑμετέρου κράτους. Καὶ μὴν ὅτε τὴν Ἐφεσίων ἀφέν τες, ἐπὶ τὴν λαμπρὰν ἐκείνην ἀνεκομίζοντο πόλιν οἱ ἐκ τῆς ἁγίας συνόδου προκεχειρισμένοι πρός γε τὸ χρῆναι συνειπεῖν τοῖς παρ' αὐτῆς πεπραγμένοις, ἐπεθύμουν γενέσθαι τοῖς ἀνδράσιν εναρίθμιος, πρώ τον μὲν ὑπὲρ τοῦ τὸ ὑμέτερον κράτος ἰδεῖν, εἶτα πρὸς τούτῳ, ἵνα καὶ αὐτῷ τῷ τῆς Ἀντιοχείας ἐφ' ὑμῶν δικάσωμαι, καὶ δείξω συκοφαντήσαντα, καὶ παρα νόμως λελυπηκότα ', καὶ μανίαις ἀκράτοις νενικημένον, ὅτι τῶν Νεστορίου δυσφημιῶν ἀνεθεμάτισα τὰ κεφάλαια. Τῇ γὰρ ἐμῇ πίστει μεμαρτύρηκε την ὀρθότητα καὶ ἡ Ῥωμαίων Ἐκκλησία, καὶ μὴν καὶ ἡ ἁγία σύνοδος, ἡ ἐξ ἁπάσης, ὡς ἔπος εἰπεῖν, τῆς ὑπ' οὐρανὸν συναγηγερμένη. "Οτι γὰρ κατ' οὐδένα τρό πον ἔξω γεγονὼς ὁλοίην ἂν τῆς τε ἀποστολικῆς, καὶ εὐαγγελικῆς παραδόσεως, ορθήν τε, καὶ ἀδιάστροφον τῶν ἱερῶν δογμάτων διελαύνω τρίβον, παμψηφεί διωμολογήκασι, καὶ τοῦτο ἐγγράφως ἐπὶ πίστεως ὑπομνημάτων, ἀναγινωσκομένων τῶν παρ' ἐμοῦ γραφέντων προς Νεστόριον - ηχόμην δὲ οὐχὶ τού των ένεκα μόνων ἐκεῖσε γενέσθαι, ἀλλ᾽ ἵνα καὶ τὰς τῶν ἑτέρων διαβολάς κατ' ἐμοῦ, καὶ τῶν ἐμῶν, ψευ δεῖς ἀποφήνω. Οἱ γὰρ τῶν Νεστορίου δογμάτων υπο ασπισταὶ τὸ ἐκ φθόνου καὶ βασκανίας ἐπ' ἐμοὶ συν τείνοντες τόξον, καὶ τὰ ἐξ ἀκρατους μανίας ν πολυ τρόπως ἀρτύοντες, ἄνδρας ἐξωνούμενοι, καὶ κατα ηγόρους ἱστῶντες *, «ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, ο καθά φησιν ὁ μακάριος Παῦλος, τῷ ὑμετέρῳ κράτει δι' ὄχλου γενέσθαι παρ' εσκεύαζον, καὶ μάλα συχνῶς· καίτοι παρ' ἐμοῦ πε πονθότες τῶν ἀτόπων οὐδὲν, οὐδὲ γὰρ ἦν τις αὐτοῖς πρὸς ἐμὲ λόγος παντελώς. Απομισθώσαντες δὲ, ὡς ἔφην, τοῖς ἐπιβουλεύουσιν ἐμοὶ τὰς ἑαυτῶν γλωσσαλγίας, ἐφλυάρουν 5 εἰκῆ, πάντα ὁρῶντες ἑτοίμως. Ατόλμητον δὲ τοῖς τοιούτοις οὐδέν σύντροφον γὰρ ἔχουσι τὸ κακὸν, καὶ οὐδὲν λελόγισται παρ' αὐτοῖς τὸ καὶ γραφὴν ε ἁλῶναι συκοφαντίας, καὶ ψευδηγορῆσαι πλειστάκις καὶ καθ᾽ ὧν ἂν βούλοιτό τις, καὶ εἰ μή τις εἴη γνώριμος αὐτοῖς τῶν κατηγορουμένων. Ισασι δὲ ὄντας τοιούτους, οὕτω τε ζήν ειωθότας, οἱ κατὰ πᾶσαν ὄντες τὴν ἡμετέραν ο Αλεξάνδρειαν. Κατεφλυάρουν μὲν οὖν ἐκεῖνοι, τοῖς εἰς τοῦτο παρ ωρμηκόσι το χρήμα προπίνοντες, καὶ ἀντέκτισιν ὥσ περ τινὰ τῆς δωροδοκίας, τῆς κατ' ἐμοῦ γλωσσαλγίας ποιούμενοι τὴν ἐπίδειξιν. Καὶ δεδυσφόρητα μὲν λίαν ἐπὶ τούτοις ἐγώ. Πῶς γὰρ οὐκ ἔμελλον; Πλὴν ἐμε μνήμην λέγοντος τοῦ πάντων ἡμῶν Σωτῆρος Χρισ στοῦ· ο Μακάριοί έστε, όταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν, ψευδόμενοι, ένεκεν ἐμοῦ. Χαίρετε, καὶ ἀγαλλιάσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν 5, ο Ὅτε γὰρ το * λελυσσηκότα. " γραφεισῶν πρὸς Νεστόριον ἐπιστολῶν. ν ἀκρασίας καὶ μανίας.· ἱστάντες. Η κατ εφλυάρουν. 3 γραφῇ.· μετέραν, ὁ ἡμῶν.
col. 483–484page 95 of 98
PG 76:483ὁ τῆς ἀνομίας πατήρ, τουτέστιν ὁ Σατανᾶς, ταῖς Ἐκε Ο ζον. Φρικτόν τοῖς ὁρῶσι παρατιθέντες θέαμα, ταύ κλησίαις παγίδα, καὶ τοῖς ὀρθὴν ἔχουσι πίστιν ἐξ αρτύειν ἐπιχειρεῖς, καὶ διὰ τῶν ἰδίων ὑπασπιστών παραχαράττειν ἀποτολμᾷ τῆς ἀποστολικῆς τε καὶ εὐαγγελικῆς πίστεως τὴν παράδοσιν, εἶτα τῆς ὀρθῆς δόξης οἱ φύλακες ἀντανιστῶσιν αὐτῷ τὴν ἀλήθειαν, καὶ τοῖς τὰ ὀρθὰ διαστρέφουσιν ἀντιφέρονται, συν οπλον ἔχοντες, καὶ συμπαραστάτην αὐτὸν τὸν Χρι στὸν, ὅς ἐστιν ἀλήθεια, τότε δὴ πάντως ὁ τοῦ ψεύ δους πατὴρ πολλοὺς ἐγείρει τους ψευδηγόρους· τότε δὴ καὶ συκοφαντῶν ἀγρία πληθὺς τοῖς εὐσεβεῖν ᾑρη μένοις ἀντανίσταται. Τοῦτο παθόντας καὶ αὐτοὺς εὑρίσκομεν τοὺς ἁγίους προφήτας. Προεφήτευε μὲν γὰρ κατὰ καιροὺς ὁ ὁ μακάριος Αμώς, κατῃτιᾶτο δὲ σφόδρα τοὺς ἐξ Ισραὴλ ὡς τῆς εἰς Θεὸν ἀγάπης ἠφειδηκότας, καὶ τῶν δοθέντων αὐτοῖς ὑπερορώντας νόσ μων· ἀλλ᾽ εἰς μέσον ἦλθε παραχρῆμα, καὶ ἀντο έπραττεν ὁ • Πασχώρ. Ψευδοπροφήτης δὲ οὗτος, καὶ δαιμονίων θεραπευτής. Εἶτα τῷ βασιλεῖ τοῦ Ἰσραὴλ διαβέβληκε τὸν ἀληθῶς ἅγιον, καὶ προφήτην, ὧδε γεγραφώς ο Συστροφὰς ποιεῖται κατὰ σοῦ ᾿Αμώς οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν πάντας τοὺς λόγους αὐτοῦ.» Ομοίως δὲ καὶ ὁ μακάριος προφήτης Ιερε μίας πλημμελούντα τὸν Ἰσραὴλ ἐπανορθοῦν ἐκέλευε τὰς οἰκείας ὁδούς. Αλλ' οὐκ ἀπῆσαν οἱ ἐνδιαβάλλον τις 6. Παρώτρυναν γὰρ κατ' αὐτοῦ τὸν Σεδεκίαν, τοὺς τῆς βασιλείας διέποντα θρόνους. Καὶ φορτικόν ἦν τοῖς ἁγίοις τὸ χρῆμα καὶ δύσοιστον ἀληθῶς. Πλὴν τὴ Θεῷ δοκοῦν καὶ φίλον τῆς ἑαυτῶν προθέντες ζωῆς, εἶχοντο καὶ οὕτω τῶν ἐν χερσὶ σπουδασμάτων, οὐκ ἀγνοοῦντες τὸ γεγραμμένον· ὅτι «Καρδία βασιλέων ἐν χειρὶ Θεοῦ, οὗ δ᾽ ἂν θέλων νεῦσαι 1, ἐκεῖ ἔκλινεν αὐτήν. ο Πράους γὰρ αὐτοὺς ἀπετέλει, καὶ φιλοικτίρμονας, καίτοι πλειστάκις παρατρυμμένους 1, τους τῶν Ἰουδαϊκῶν κρατοῦντας πραγμάτων. ᾿Αλλὰ γὰρ παρήσομεν τὰ ἐκείνων, ὡς πᾶσιν εγνωσμένα. Μετ μνήσομαι δὲ τοῦ πανευφήμου, καὶ τρισμακαρίου πατρὸς ἡμῶν ᾿Αθανασίου, τοῦ γεγονότος κατά και τοὺς ἐπισκόπου τῆς ἡμετέρας κ Αλεξανδρείας. Εμά χετο μὲν γὰρ ταῖς ᾿Αρείου κακοδοξίαις. Οἱ δὲ τῆς ἐκείνου βδελυρίας παράσιτοι, συκοφαντοῦντες αὐτὸν διετέλουν· ἀσελγῆ δὲ καὶ ἀχάλινον ἐπ᾿ αὐτῷ τὴν γλῶσσαν ἀνέντες, ὡς οὐκ ἀρκούντων αὐτοῖς τῶν ψευσμάτων, χεῖρα τεμόντες ἀνθρώπου, περιεκόμι σε τὴν αὐτὸν ἔφασκον ἀποτεμεῖν· Αρσένιον δέ τινα τούτη παθεῖν διετείνοντο. Χρόνους δὲ μακρούς διατετελέκασι συναρπάζοντες, ἄχρις οὗ διαλανθάνων κατελήφθη ζῶν ὁ ᾿Αρσένιος· πεφώραται δὲ οὕτω μόλις τῆς ἐκείνων σκαιότητος τὸ ἐγχείρημα. Δυσοιστον μεν οὖν, καὶ σφόδρα δριμὺ ψυχαῖς ἐλευθέραις, καὶ καθα σε ἐπιχειρῇ. ὁ καιρόν. • ἥκει, καὶ ἀντέπασχεν δ. ' δυνήσεται, ε διαβάλλοντες. Η βασιλέως. Ο νεύ Η παρωξυμμένους. * ὑμετέρας. 1 και φρικτόν. οειε. η
col. 485–486page 96 of 98
PG 76:485μὲν ἐχούσαις τὸ συνειδός, ἡ συκοφαντία, ἀλύει δὲ σφόδρα τῶν πεπονθότων ὁ νοῦς. Καὶ τὸ εἰκῆ, καὶ μάτην ἐπιβουλεύεσθαι παρὰ τῶν ἠδικημένων οὐδὲν, παγχάλεπον ὁμολογουμένως. Πλὴν ὅτι ταῦτα συμ βήσεται τοῖς πρεσβεύουσι τὴν ἀλήθειαν, προκαταμεμήνυκεν ή θεία Γραφή. Εφη γοῦν· «Εως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ Κύριος πολεμήσει ὑπὲρ σοῦ· ἡ καὶ μὴν καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰη σοῦς Χριστός, εἰς ἀγαθὴν εὐτολμίαν ἐπαλείφων τους μαθητάς, καὶ ψευδηγορίας απάσης ἀλογεῖν ἀναπείθων, καὶ τῶν ἐπὶ τῷ διώκεσθαι πόνων·. Εἰ ἐμὲ ἐδίωξαν, φησὶ, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν οἰκοδεσπό την Βεελζεβούλ ἐκάλεσαν, πολλῷ η μᾶλλον τοὺς οἱ κειακοὺς αὐτοῦ.» Εκδυσωπεί ο δὲ, καὶ σφόδρα χρη σίμως, προσεπειπών·. Οὐκ ἔστι μαθητῆς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. Εἰ ". γὰρ αὐτοῦ κατειρήκασι τοῦ Χριστοῦ, πῶς ἢ ποῖος ἡμῶν ὁ λόγος; Καὶ εἰ κατὰ παντὸς ἁγίου γεγόνασιν αἱ συκοφαντίαι, πῶς ἦν ἄρα διαφυγεῖν τοὺς ἐλαχίστους ἡμᾶς; Ακρατὴς μὲν ἡ κατὰ τῶν ἁγίων γλώττα Ρ. Φέρεται δὲ ὥσπερ κατὰ πρανοῦς, ἀλλ' ἔστιν ἐπάρατος, καὶ Θεῷ κατεστυγημένη. Ψάλλει γοῦν ὁ μακάριος προφήτης Δαυΐδ·. Εξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, καὶ γλῶσσαν μεγαλοῤῥήμονα.» Πεπείρεται σὺν ἐμοὶ τῶν ἐκ γλώττης ἀχαλίνου βελῶν καὶ ὁ ἀγαπητὸς μοναστής Βίκτωρ. ἐπεφήμισαν γάρ τινες αὐτῷ τῶν τάχα που ψευδηγορεῖν εἰωθότων, ὅτι καὶ αὐτὸς τῶν ἐκτόπων τινὰ Πεφλυάρηκε κατ᾿ ἐμοῦ· ὥστε καὶ ἀφιγμένον εἰς τὴν Ἐφε σίων πρός με, κατῃτιῶντο σφόδρα τῶν ἀπὸ τῆς ἁγίας συνόδου τινές· μᾶλλον δὲ καὶ ἀπεστράφησαν ἅπαν τες, ὡς ἕνα τῶν ἀνοσίων μεμισηκότες. Διατετελέκασι καὶ πατραλοίαν ὀνομάζοντες καὶ ἀδελφοκτόνον, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. Καὶ τοῦτο γνοὺς ὁ πρεσβύτης, πλείστων όσων αὐτὸν περιεστηκότων ἁγίων ἐπισκόπων, ἀνατείνας τὰς χεῖρας εἰς τὸν οὐ ρανόν, ὁμώμοσεν ἀσυνήθως, κατά τε τοῦ ἁγίου βα πτίσματος, καὶ τῶν σεπτῶν τοῦ Χριστοῦ μυστηρίων, μηδὲν ἑαυτῷ συνειδέναι 9 τοιοῦτον· οὕτω τε μόλις ἐγώ, καὶ αὐτὸς ἰσχύσαμεν τὰς τῶν λυπουμένων θεραπεῦσαι ψυχάς. Πλὴν εἰ καὶ πολλοὶ λίαν οἱ ψευ δρεπεῖν ἐθέλοντες, ἐπιφυόμενοί τε καὶ ἐπιπηδῶντες μάτην, μᾶλλον δὲ καὶ παροτρυνόμενοι πρὸς τοῦτο παρὰ τῶν Νεστορίου σπουδαστῶν· ἀλλ᾽ ἤρκεσεν εἰς ἐπισ κουρίαν τοῦ Σωτῆρος ἡ χάρις, καὶ τῆς ὑμετέρας εὐσε βείας» τὸ μισοπόνηρον. Ωσπερ γὰρ ἐκ καμίνου καιο μένης ἁρπάσαντες, ἡμερωτάτοις νεύμασι διεσώσατε να τοῖς ἄλλοις ἐμοῦ, τοῖς ἀνὰ πᾶσαν τὴν ἡμετέραν Αίγυπτον ἁγίοις ἐπισκόποις καὶ μονασταῖς, ἀκατα ὑπέρ. σωτηρίας. ο πόσις. ο εδυσώπει.» γὰρ τῶν ἀνοσίων ἡ γλῶττα. 4 συνιέναι. παρω τρυμμένοι. ὑμετέραν.
col. 487–488page 97 of 98
PG 76:487λήκτους εὐχαριστίας, τὰς ὑπέρ τε του ὑμετέρου κράτους, νίκης τε καὶ διαμονῆς, ἀναφέρωμεν τῷ παναγίῳ Χριστῷ· δι' οὗ, καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρί, δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
col. 489–490page 98 of 98
PG 76:489τῶν Χριστιανῶν εὐαγοῦς θρησκείας, πρὸς τὰ τοῦ ἐν ἀθέοις Ἰουλιανοῦ, Πολλῶν δὲ θέσεις νόμων, βιβλίων τε συγγραφαὶ βοηθούντων θεοῖς, τοὺς εὐαγεῖς ἐκείνου λόγου; καὶ λήρους,
Page scan enlarged

Notebook

Full View