PG 76Cyril of Alexandria
Against Julian the Apostate (fragments)
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

From the Blessed Cyril, from the 11th Discourse of the...Τοῦ μακαρίου Κυρίλλου ἐκ τοῦ ια λόγου τῶν…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 76:1057Τοῦ μακαρίου Κυρίλλου ἐκ τοῦ ια λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ἀληθὲς εἰπεῖν ὡς ὁ κατοιόμενος καὶ καταφρονητὴς ἀνὴρ ἀλαζὼν, οὐδὲν μὴ περάνῃ κατὰ τὴν τοῦ προφήτου φωνήν· οἴησις γὰρ, προκοπῆς ἐκκοπὴ, κατὰ τὸν κοινὸν καὶ ἐν στόματι τῶν πολλῶν ὄντα λόγον.

From the same DiscourseἘκ τοῦ αὐτοῦ λόγου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκ τοῦ αὐτοῦ λόγου. Οἴησις, προκοπῆς ἐκκοπή. τὸν μὲν γὰρ ὁμολογοῦντα τὴν ἄγνοιαν, ῥᾷον ἄν τις ἐπιστήσειεν τοῖς οὔπω διεγνωσμένοις· τόν γε μὴν ἐν δοκήσει τοῦ εἰδέναι καὶ ἄσοφόν τε καὶ ἀμαθῆ πάντη τε καὶ πάντως ἀποτελεῖ τὸ εἰδέναι δοκεῖν· οὐ γάρ τοι προσίεται τοὺς τῶν διδασκόντων λόγους.

From XII Against JulianἘκ τοῦ ιβ τῶν κατὰ Ἰουλιανοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκ τοῦ ιβ τῶν κατὰ Ἰουλιανοῦ. Οὐχ ἁπλῶς ὁ ἀγωνοθέτης τοῖς ἐθέλουσι τῶν ἀθλητῶν τὰς ἐξαιρέτους χαρίζεται τιμὰς, ἀναλόγως δὲ μᾶλλον ταῖς τῶν ἀθλούντων εὐδοκιμήσεσι διανέμει τὰ γέρα.

From the sameἘκ τοῦ αὐτοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκ τοῦ αὐτοῦ. Τὸ νέμειν ἴσα τοῖς ἀνίσοις, τῆς μεγίστης ἐστὶν ἀδικίας.

From XII Against Julian 2Ἐκ τοῦ ιβ τῶν κατὰ Ἰουλιανοῦ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκ τοῦ ιβ τῶν κατὰ Ἰουλιανοῦ. Ἄριστον καὶ σοφὸν εἶναί μοι δοκεῖ τοῦ καιροῦ τοῦ προσήκοντος μὴ ἀφαμαρτάνειν πράγμασιν.

From XII Against Julian 3Ἐκ τοῦ ιβ τῶν κατὰ Ἰουλιανοῦ 3

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκ τοῦ ιβ τῶν κατὰ Ἰουλιανοῦ. Τὸ μὲν κακῶς ἀγορεύειν οὐκ ἂν ἕλοιτό τις, εὔδηλον οἶμαι παντί·
δημῶδες ὅμως τοῦτο καὶ ἀγοραῖον.

From Discourse XIV Against JulianἘκ τοῦ κατὰ Ἰουλιανοῦ ιδ λόγου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκ τοῦ κατὰ Ἰουλιανοῦ ιδ λόγου. Ἔνεστιν ἀνθρώπῳ παντὶ τὸ εὐδοκιμεῖν δύνασθαι καὶ διαβιῶναι λαμπρῶς.

From the sameἘκ τῶν αὐτῶν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 76:1058Ἐκ τῶν αὐτῶν. Αὐτόκλητός ἐστιν καὶ ἑκοντὶ ἰὼν πρὸς πᾶν ὁτιοῦν τῶν αὐτῷ δοκούντων ὁ ἄνθρωπος· δόξαν οὕτως εὖ ἔχειν τῷ πάντων Δημιουργῷ, ἵνα καὶ τὸ ἀγαθουργεῖν ᾑρημένοις τὸ ἐπαινεῖσθαι δεῖν, καὶ τοῖς τὴν ἑτέραν ἰοῦσιν τρίβον, τὸ κατεσκῶφθαι δικαίως πρὸς ἁπάντων ἀκολουθῇ.

From Discourse XIV Against JulianἘκ τοῦ ιδ λόγου τῶν κατὰ Ἰουλιανοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 76:1059Ἐκ τοῦ ιδ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Τὸν τοῦδε τοῦ βίου ἀναφυρμὸν καὶ τὴν ἐν αὐτῷ τῶν πραγμάτων πικρὰν ἀνάχυσιν κατασημαίνων ἀστείως ὁ Μελῳδὸς, «Αὕτη ἡ θάλασσα, ἔφη, ἡ μεγάλη καὶ εὐρύχωρος.»

From XIV Against JulianἘκ τοῦ ιδ τῶν κατὰ Ἰουλιανοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκ τοῦ ιδ τῶν κατὰ Ἰουλιανοῦ. Σκοτεινοί πως καὶ οὐχ ἅπασιν ἐναργεῖς οἱ δριμεῖς εἰς σωτηρίαν.

From XV Against Julian: By his own wills...Ἐκ τοῦ ιε τῶν κατὰ Ἰουλιανοῦ Ἰδίοις θελήμασι…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 76:1060Ἐκ τοῦ ιε τῶν κατὰ Ἰουλιανοῦ Ἰδίοις θελήμασι διοικεῖται ὁ ἀνθρώπινος νοῦς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν πρακτέων ἐθελοντὶ ἴεται· δόξαν ἔχειν ὀρθῶς καὶ τοῦτο τῷ πάντων ἀριστοτέχνῃ Θεῷ· ὥστε κἂν εἴ τις γένοιτο τῶν καθ’ ἡμᾶς ἐν μεθέξει τοῦ ἁγίου Πνεύματος ἐνοικισθέντος αὐτῷ διὰ τοῦ ἀγίου βαπτίσματος, οὐ παρεῖται διὰ τοῦτο τοῦ κατὰ γνώμην οἰκείαν, καὶ ὡς ἂν αὐτῷ δοκῇ, διαβιοῦν·
ἐλευθέραις δὲ ὥσπερ ἡνίαις πρός τε τὸ ἀγαθὸν διανένευκεν, καὶ τὸ ἐναντίον.

From XV Against JulianἘκ τοῦ ιε τῶν κατὰ Ἰουλιανοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκ τοῦ ιε τῶν κατὰ Ἰουλιανοῦ. Ἔστιν πως ἀεὶ τὸ διαβάλλειν ἱππήλατον, καὶ τὸ ἀκρατὲς εἰς λόγους ἔνεστι πολλοῖς· δεῖ δὲ, οἶμαι, ταῖς καταῤῥήσεσιν αἷς ἂν ποιοῖτό τις καθ’ ὁτιοῦν, τὰς δείξεις ἀκολουθεῖν· εἰ δὲ ἀσθενεῖ πρὸς τοῦτο ὁ κατηγορεῖν ᾑρημένος, τὴν τοῦ συκοφαντεῖν δόξαν ἀποίσεται.

From Discourse XV Against JulianἘκ τοῦ ιε λόγου τῶν κατὰ Ἰουλιανοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκ τοῦ ιε λόγου τῶν κατὰ Ἰουλιανοῦ. Τὸ εὐϊματεῖν μειρακιῶδές ἐστι μόνον, καὶ ἐν μόνῃ δοκήσει τὸ ἡδὺ ἔχει, καὶ τοὺς ὀφθαλμοὺς διαπαίζει.

From X Against JulianἘκ τοῦ ι τῶν κατὰ Ἰουλιανοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκ τοῦ ι τῶν κατὰ Ἰουλιανοῦ. Τοῖς ἄριστα γεηπονεῖν ἠθισμένοις, ἕποιτο ἂν εἰκότως τὸ ἐπαινεῖσθαι δεῖν.

From Discourse X Against JulianἘκ τοῦ ι λόγου τῶν κατὰ Ἰουλιανοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκ τοῦ ι λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ὅτι δὲ καὶ ἀναλόγως τοῖς ἑκάστου κατορθώμασιν ἡ τῆς ἀμοιβῆς ἀντέκτισις· ἰσοπαλεῖς τοῖς ἱδρῶσιν αἱ ἀμοιβαὶ τοῖς ἀνδραγαθεῖν ᾑρημένοις ἐκνεμεθήσονται παρὰ Θεοῦ· πληροφορήσει γὰρ καὶ αὐτὸς ὁ Σωτὴρ, τὴν τῶν ταλάντων διανομὴν οὐκ ἐν ἴσῳ μέτρῳ γενέσθαι λέγων· καθιστὰς δὲ τῶν εὐδοκιμηκότων, τὸν μὲν ἐπὶ δέκα πόλεων, τὸν δὲ ἐπὶ πέντε. Ταλαντεύεται γὰρ ὥσπερ ὁ ἑκάστου βίος, καὶ ἰσοστατήσει που πάντως τῆς ἡμῶν ἐπιεικείας ἡ ἀντέκτισις.
PG 76:1061Ἐκ τοῦ ι λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ὁ τοῖς ἀνθρώποις ἀρέσκων, τοὺς παρ’ αὐτῶν ἐπαίνους ἔχοιεν ἂν εἰκότως εἰς ἀντιμισθίας δύναμιν· λήψεταί γε μὴν τῶν παρὰ Θεοῦ τὸ σύμπαν οὐδέν· εὐανδρίας γὰρ, τῆς ἐπὶ γῆς, φημὶ, τὸ ἀγαθὸν, οὐκ αὐτὸν ἐπόπτην ἐποίησε μᾶλλον, ἀλλὰ τῶν ὁρώντων τοὺς ὀφθαλμούς.

From Discourse X Against Julian 2Ἐκ τοῦ ι λόγου τῶν κατὰ Ἰουλιανοῦ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 76:1062Ἐκ τοῦ ι λόγου τῶν κατὰ Ἰουλιανοῦ. Πᾶν αἰσχρὸν καὶ ἀκαλλὲς καὶ τοῖς εὖ βιοῦν ᾑρημένοις ἀνάρμοστον τὸ ὑβρίζειν ἐστὶ, καὶ οὐκ ἄν τις εἴη τοιοῦτος τῶν ἐν ἐφέσει σεμνότητος καὶ ἐπιεικείας.

From Book XVIII Against JulianἘκ τοῦ ιη βιβλίου τῶν κατὰ Ἰουλιανοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκ τοῦ ιη βιβλίου τῶν κατὰ Ἰουλιανοῦ. Ἕκαστος τῶν ἐπὶ τῆς γῆς τῶν ἑαυτοῦ θελημάτων διέλαχεν τὰς ἡνίας, καὶ ἐθελοντὴς ἢ τὰν ἢ ἐπὶ τὰν ἴεται, τουτέστιν ἢ ἐπὶ ἀρετὴν, ἢ πρός γε τὰ χείρω.

From Discourse XVIII Against JulianἘκ τοῦ ιη λόγου τῶν κατὰ Ἰουλιανοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 76:1064Ἐκ τοῦ ιη λόγου τῶν κατὰ Ἰουλιανοῦ. Εἰσί τινες, πλεῖστοι δὲ οὗτοι κατὰ τὸν βίον, οἳ τὸ σφίσιν αὐτοῖς [δοκοῦν] εὖ ἔχειν ὑπειλημμένοι ἀβασανίστως κρατύνουσιν. Οἴονται δὲ ὅτι πάντη τε καὶ πάντως σοφὰ λαλοῦσι καὶ ἀναμφίβλητα· πλὴν μέχρι τοσούτου τὴν τοῦ δοκεῖν εἶναι σοφοὶ καὶ ἀγχίνοοι κλέπτουσι δόξαν, ἄχρις ἂν αὐτοῖς ὁ πρὸς τῶν ἐτερογνωμονούντων ὑπαντήσῃ λόγος, γοργοτέροις ἐλέγχοις ἀντανιστάμενος.
Ἐκ τοῦ ιη λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ἐν τῷ, Μηδὲν ἄγαν, εἶναι τὸ εὖ ἔχον· ἐν δὲ τῷ περιττῷ, τὰς διαβολάς. Ἐκ τοῦ ιη λόγου τῶν κατὰ Ἰουλιανοῦ. Τοῖς οὐκ ἔχουσι βίον τὸν ἐπιεικῆ καὶ τεθαυμασμένον, φορτικὸν, ὡς ἔοικε, τὸ εὐδοκιμεῖν ἑτέρους εὐζωί̈ᾳ καὶ ἀρετῇ· ἔγκλημα γὰρ τῆς ἑαυτῶν φαυλότητος ποιοῦνται τὸ χρῆμα, καὶ ταῖς ἑτέρων εὐκλείαις ἐπηρεθισμένοι, τὴν τῆς βασκανίας ὠδίνουσι φλόγα, καίτοι μᾶλλον ἐχρῆν ζηλοῦντας ἑλέσθαι τὸ ἄμεινον, καὶ παντα σείοντας κάλων, ἁμιλλᾶσθαι φιλεῖν τοῖς ὧδε λαμπροῖς, οὐ φιλοψογίας ποιήσασθαι πρόφασιν, ἃ κατορθοῦν οὐ δεδύνηνται.

From Discourse XIX Against JulianἘκ τοῦ ιθ λόγου τῶν κατὰ Ἰουλιανοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκ τοῦ ιθ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Πολὺ λίαν παρὰ τοῖς ἔξω κεῖται τὸ τῆς εὐστομίας χρῆμα, καὶ τὸ λαμπρὸν τῆς λέξεως· ἔνι δὲ ὅμως τῶν ὀνησιφόρων οὐδέν. Τὸν γὰρ φύσει Θεὸν καὶ Δημιουργὸν οὐκ ἔγνωσαν, ἀναριθμήτους δὲ θεοὺς τῷ βίῳ κομίζουσι.
Second witness · khazarzar edition

Contra Julianum imperatorem FRAGMENTA EX RELIQUIS S. CURILLI CONTRA JULIANUM L IBRIS QUI DESIDERANTUR. Τοῦ μακαρίου Κυρίλλου ἐκ τοῦ ιαʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ἀληθὲς εἰπεῖν ὡς ὁ κατοιόμενος καὶ καταφρονητὴς ἀνὴρ ἀλαζὼν, οὐδὲν μὴ περάνῃ κατὰ τὴν τοῦ προφήτου φωνήν· οἴησις γὰρ, προκοπῆς ἐκκοπὴ, κατὰ τὸν κοινὸν καὶ ἐν στόματι τῶν πολλῶν ὄντα λόγον. Ἐκ τοῦ αὐτοῦ λόγου. Οἴησις , προκοπῆς ἐκκοπή. τὸν μὲν γὰρ ὁμολογοῦντα 76.1060 τὴν ἄγνοιαν, ῥᾷον ἄν τις ἐπιστήσειεν τοῖς οὔπω διεγνωσμένοις· τόν γε μὴν ἐν δοκήσει τοῦ εἰδέναι καὶ ἄσοφόν τε καὶ ἀμαθῆ πάντη τε καὶ πάντως ἀποτελεῖ τὸ εἰδέναι δοκεῖν· οὐ γάρ τοι προσίεται τοὺς τῶν διδασκόντων λόγους. Ἐκ τοῦ ιβʹ τῶν κατὰ Ἰουλιανοῦ. Οὐχ ἁπλῶς ὁ ἀγωνοθέτης τοῖς ἐθέλουσι τῶν ἀθλητῶν τὰς ἐξαιρέτους χαρίζεται τιμὰς, ἀναλόγως δὲ μᾶλλον ταῖς τῶν ἀθλούντων εὐδοκιμήσεσι διανέμει τὰ γέρα. Ἐκ τοῦ αὐτοῦ. Τὸ νέμειν ἴσα τοῖς ἀνίσοις, τῆς μεγίστης ἐστὶν ἀδικίας. Ἐκ τοῦ ιβʹ τῶν κατὰ Ἰουλιανοῦ. Ἄριστον καὶ σοφὸν εἶναί μοι δοκεῖ τοῦ καιροῦ τοῦ προσήκοντος μὴ ἀφαμαρτάνειν πράγμασιν. Ἐκ τοῦ ιβʹ τῶν κατὰ Ἰουλιανοῦ. Τὸ μὲν κακῶς ἀγορεύειν οὐκ ἂν ἕλοιτό τις, εὔδηλον οἶμαι παντί· δημῶδες ὅμως τοῦτο καὶ ἀγοραῖον. Ἐκ τοῦ κατὰ Ἰουλιανοῦ ιδʹ λόγου. Ἔνεστιν ἀνθρώπῳ παντὶ τὸ εὐδοκιμεῖν δύνασθαι καὶ διαβιῶναι λαμπρῶς. Ἐκ τῶν αὐτῶν. Αὐτόκλητός ἐστιν καὶ ἑκοντὶ ἰὼν πρὸς πᾶν ὁτιοῦν τῶν αὐτῷ δοκούντων ὁ ἄνθρωπος· δόξαν οὕτως εὖ ἔχειν τῷ πάντων Δημιουργῷ, ἵνα καὶ τὸ ἀγαθουργεῖν ᾑρημένοις τὸ ἐπαινεῖσθαι δεῖν, καὶ τοῖς τὴν ἑτέραν ἰοῦσιν τρίβον, τὸ κατεσκῶφθαι δικαίως πρὸς ἁπάντων ἀκολουθῇ. Ἐκ τοῦ ιδʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Τὸν τοῦδε τοῦ βίου ἀναφυρμὸν καὶ τὴν ἐν αὐτῷ τῶν πραγμάτων πικρὰν ἀνάχυσιν κατασημαίνων ἀστείως ὁ Μελῳδὸς, Αὕτη ἡ θάλασσα, ἔφη, ἡ μεγάλη καὶ εὐρύχωρος. Ἐκ τοῦ ιδʹ τῶν κατὰ Ἰουλιανοῦ. Σκοτεινοί πως καὶ οὐχ ἅπασιν ἐναργεῖς οἱ δριμεῖς εἰς σωτηρίαν. Ἐκ τοῦ ιεʹ τῶν κατὰ Ἰουλιανοῦ Ἰδίοις θελήμασι διοικεῖται ὁ ἀνθρώπινος νοῦς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν πρακτέων ἐθελοντὶ ἴεται· δόξαν ἔχειν ὀρθῶς καὶ τοῦτο τῷ πάντων ἀριστοτέχνῃ Θεῷ· ὥστε κἂν εἴ τις γένοιτο τῶν καθ' ἡμᾶς ἐν μεθέξει τοῦ ἁγίου Πνεύματος ἐνοικισθέντος αὐτῷ διὰ τοῦ ἀγίου βαπτίσματος, οὐ παρεῖται διὰ τοῦτο τοῦ κατὰ γνώμην οἰκείαν, καὶ ὡς ἂν αὐτῷ δοκῇ, διαβιοῦν· ἐλευθέραις δὲ ὥσπερ ἡνίαις πρός τε τὸ ἀγαθὸν διανένευκεν, καὶ τὸ ἐναντίον. Ἐκ τοῦ ιεʹ τῶν κατὰ Ἰουλιανοῦ. Ἔστιν πως ἀεὶ τὸ διαβάλλειν ἱππήλατον, καὶ τὸ ἀκρατὲς εἰς λόγους ἔνεστι πολλοῖς· δεῖ δὲ, οἶμαι, ταῖς καταῤῥήσεσιν αἷς ἂν ποιοῖτό τις καθ' ὁτιοῦν, τὰς δείξεις ἀκολουθεῖν· εἰ δὲ ἀσθενεῖ πρὸς τοῦτο ὁ κατηγορεῖν ᾑρημένος, τὴν τοῦ συκοφαντεῖν δόξαν ἀποίσεται. Ἐκ τοῦ ιεʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Τὸ εὐϊματεῖν μειρακιῶδές ἐστι μόνον, καὶ ἐν μόνῃ δοκήσει τὸ ἡδὺ ἔχει, καὶ τοὺς ὀφθαλμοὺς διαπαίζει. Ἐκ τοῦ ιςʹ τῶν κατὰ Ἰουλιανοῦ. Τοῖς ἄριστα γεηπονεῖν ἠθισμένοις, ἕποιτο ἂν εἰκότως τὸ ἐπαινεῖσθαι δεῖν. Ἐκ τοῦ ιςʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ὅτι δὲ καὶ ἀναλόγως τοῖς ἑκάστου κατορθώμασιν ἡ τῆς ἀμοιβῆς ἀντέκτισις· ἰσοπαλεῖς τοῖς ἱδρῶσιν αἱ ἀμοιβαὶ τοῖς ἀνδραγαθεῖν ᾑρημένοις ἐκνεμεθήσονται παρὰ Θεοῦ·

1 πληροφορήσει γὰρ καὶ αὐτὸς ὁ Σωτὴρ, τὴν τῶν ταλάντων διανομὴν οὐκ ἐν ἴσῳ μέτρῳ γενέσθαι λέγων· καθιστὰς δὲ τῶν εὐδοκιμηκότων, τὸν μὲν ἐπὶ δέκα πόλεων, τὸν δὲ ἐπὶ πέντε. Ταλαντεύεται γὰρ ὥσπερ ὁ ἑκάστου βίος, καὶ ἰσοστατήσει που πάντως τῆς ἡμῶν ἐπιεικείας ἡ ἀντέκτισις. Ἐκ τοῦ ιςʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ὁ τοῖς ἀνθρώποις ἀρέσκων, τοὺς παρ' αὐτῶν ἐπαίνους ἔχοιεν ἂν εἰκότως εἰς ἀντιμισθίας δύναμιν· λήψεταί γε μὴν τῶν παρὰ Θεοῦ τὸ σύμπαν οὐδέν· εὐανδρίας γὰρ, τῆς ἐπὶ γῆς, φημὶ, τὸ ἀγαθὸν, οὐκ αὐτὸν ἐπόπτην ἐποίησε μᾶλλον, ἀλλὰ τῶν ὁρώντων τοὺς ὀφθαλμούς. Ἐκ τοῦ ιςʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Πᾶν αἰσχρὸν καὶ ἀκαλλὲς καὶ τοῖς εὖ βιοῦν ᾑρημένοις ἀνάρμοστον τὸ ὑβρίζειν ἐστὶ, καὶ οὐκ ἄν τις εἴη τοιοῦτος τῶν ἐν ἐφέσει σεμνότητος καὶ ἐπιεικείας. Ἐκ τοῦ ιηʹ βιβλίου τῶν κατὰ Ἰουλιανοῦ. Ἕκαστος τῶν ἐπὶ τῆς γῆς τῶν ἑαυτοῦ θελημάτων διέλαχεν τὰς ἡνίας, καὶ ἐθελοντὴς ἢ τὰν ἢ ἐπὶ τὰν ἴεται, τουτέστιν ἢ ἐπὶ ἀρετὴν, ἢ πρός γε τὰ χείρω. Ἐκ τοῦ ιηʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Εἰσί τινες, πλεῖστοι δὲ οὗτοι κατὰ τὸν βίον, οἳ τὸ σφίσιν αὐτοῖς [δοκοῦν] εὖ ἔχειν ὑπειλημμένοι ἀβασανίστως κρατύνουσιν. Οἴονται δὲ ὅτι πάντη τε καὶ πάντως σοφὰ λαλοῦσι καὶ ἀναμφίβλητα· πλὴν μέχρι τοσούτου τὴν τοῦ δοκεῖν εἶναι σοφοὶ καὶ ἀγχίνοοι κλέπτουσι 76.1064 δόξαν, ἄχρις ἂν αὐτοῖς ὁ πρὸς τῶν ἐτερογνωμονούντων ὑπαντήσῃ λόγος, γοργοτέροις ἐλέγχοις ἀντανιστάμενος. Ἐκ τοῦ ιηʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Ἐν τῷ, Μηδὲν ἄγαν, εἶναι τὸ εὖ ἔχον· ἐν δὲ τῷ περιττῷ, τὰς διαβολάς. Ἐκ τοῦ ιηʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ͂. Τοῖς οὐκ ἔχουσι βίον τὸν ἐπιεικῆ καὶ τεθαυμασμένον, φορτικὸν, ὡς ἔοικε, τὸ εὐδοκιμεῖν ἑτέρους εὐζωΐᾳ καὶ ἀρετῇ· ἔγκλημα γὰρ τῆς ἑαυτῶν φαυλότητος ποιοῦνται τὸ χρῆμα, καὶ ταῖς ἑτέρων εὐκλείαις ἐπηρεθισμένοι, τὴν τῆς βασκανίας ὠδίνουσι φλόγα, καίτοι μᾶλλον ἐχρῆν ζηλοῦντας ἑλέσθαι τὸ ἄμεινον, καὶ παντα σείοντας κάλων, ἁμιλλᾶσθαι φιλεῖν τοῖς ὧδε λαμπροῖς, οὐ φιλοψογίας ποιήσασθαι πρόφασιν, ἃ κατορθοῦν οὐ δεδύνηνται. Ἐκ τοῦ ιθʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. Πολὺ λίαν παρὰ τοῖς ἔξω κεῖται τὸ τῆς εὐστομίας χρῆμα, καὶ τὸ λαμπρὸν τῆς λέξεως· ἔνι δὲ ὅμως τῶν ὀνησιφόρων οὐδέν. Τὸν γὰρ φύσει Θεὸν καὶ Δημιουργὸν οὐκ ἔγνωσαν, ἀναριθμήτους δὲ θεοὺς τῷ βίῳ κομίζουσι.

Page scan enlarged

Notebook

Full View