PG 76Cyril of Alexandria
On the True Faith, addressed to the Queens
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1203–1204page 1 of 66
PG 76:1203καὶ μάλα σαφῶς, καὶ τῆς ἐν Χριστῷ βασιλείας ἐπιο δραττόμεναι, τὰ αὐτῷ δοκοῦντα φρονεῖν τε καὶ δραν σπουδάζετε· τοῦτο μὲν, ὡς ἔφην, ἔργοις τε καὶ ἀμω μήτῳ διαπρέπουσαι πίστει, καὶ τὰς ὑμῶν τε καὶ βασιλείους αὐλὰς τῇ τῆς παρθενίας καταλαμπρύνου σαι δόξῃ· τοῦτο δὲ, πολυτελεστάτους ἀνιστῶσαι ναοὺς τῷ Χριστῷ. Καχάρισται γὰρ παρ' αὐτοῦ ταῖς ἁγίαις ὑμῶν ψυχαῖς μετὰ τῶν ἄλλων καὶ τοῦτο. Β'. Οὐκοῦν ἐρῶ γάρ τι λαβὼν καὶ ἐκ τῶν ἱερῶν Γραμμάτων) ο Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσινἀνθρώποις.» Έγνώσθη μὲν οὖν, καὶ διαβεβόηται, καὶ τοῖς ἀνὰ πᾶσαν χώραν τε καὶ πόλιν, καθάπερ τις εἰκὼν γραφὴν ἔχουσα τῆς εἰς Χριστὸν εὐσεβεία;, τὸ κάλλος διέλαμψεν ἐναργώς, καὶ τοῦ παντὸς ἠξιώθη θαύματος. Πήθην δὲ δεῖν καὶ ταῖς πρὸς τῶν ὁτιοῦν τῶν ἀγαθῶν ἐχούσαις ἀρτίως χάρισμά τι μετ ταδοῦναι πνευματικὸν, ὡς ἁγίαις Χριστοῦ νύμφαις, τοῦτο δὲ τὸ ἀρτίως ἐμοὶ πονηθέν βιβλίον, οὐ μετρίαν παρέχειν δυνάμενον, ὥς γε οἶμαι, τοῖς ἐντευξομένοις τὴν ὄνησιν. Τοὺς μὲν γὰρ οὐκ ὀρθὰ φρονεῖν δεδ δαγμένους, ήγουν ἀναπεπεισμένους περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, πρὸς ἐπανόρθωσιν ἀνακο μιεῖ, καὶ μυσταγωγήσει καλῶς· τούς γε μὴν ὀρθῷ βεβηκότας νῷ, καὶ τοῖς τῆς ἀληθείας ἐμφιλοχωροῦντας δόγμασιν, ἀσφαλεστέρους ἀποφανεῖ τοῖς ἐξ ἀγα θῶν ἐννοιῶν πολυτρόποις εὑρέμασι, καὶ ταῖς ἐκ τῆς θεοπνεύστου Γραφῆς ἀποδείξεσιν. Μαθήσεται γάρ, ἔτι φύσει μὲν καὶ ἀληθείᾳ Θεός ἐστιν ὁ Ἐμμανουήλ, Θεοτόκος δὲ δι' αὐτὸν καὶ ἡ τεκοῦσα Παρθένος. Ει γὰρ δὴ φάναι τε τοῦτο καὶ φρονεῖν δεδιότες, οὐ νεο νοήκασι, κατὰ τὸ εἰκὸς, τὸ βαθὺ τῆς εὐσεβείας μυ στήριον. Χρῆναι δὲ ὑπολαμβάνω διὰ βραχέων εἰπεῖν τήν τε ἀποστολικὴν καὶ εὐαγγελικὴν παράδοσιν, εν ἐπὶ Χριστῷ ἡ πεποίηται τῷ πάντων Δεσπότῃ, καὶ ἀπάσης δὲ τῆς θεοπνεύστου Γραφῆς τὸν ἐπ' αὐτῷ σκοπὸν, καὶ ὅποι ποτὲ βλέπῃ τῶν τῆς ἀληθείας ε γμάτων ή δύναμις. » μαθήσονται. ὁ ἰσ ἢ ἐπὶ Χρ. Γ. Πιστεύομεν τοίνυν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ, γεννηθέντα κατὰ φύσιν ἐξ αὐτοῦ πρὸ παντὸς αἰῶνος καὶ χρόνου· καὶ γάρ ἐστι συνάναρχος κατὰ χρόνον, καὶ συναΐδιος τῷ ἰδίῳ Γεννήτορι, σύνεδρος τε καὶ Ισοκλεὴς αὐτῷ, καὶ ἰσότητι κατεστεμμένος τῇ πρὸς πᾶν ὁτιοῦν· χαρακτὴρ γάρ ἐστι καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ. Πιστεύομεν δὲ ὁμοίως καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἀλλότριον αὐτὸ τῆς θείας φύσ σεως καταλογιζόμενοι· καὶ γάρ ἐστιν ἐκ Πατρὸς φυ
col. 1205–1206page 2 of 66
PG 76:1205σικῶς, προχεόμενον δι' Υἱοῦ τῇ κτίσει· νοεῖται γὰρ οὕτω μία τε καὶ ὁμοούσιος, καὶ ἐν ταυτότητι δόξης, ἡ ἁγία καὶ προσκυνουμένη Τριάς. Φαμὲν δὲ, ὅτι αὐτὸς ὁ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀποῤῥήτως γεγεννημένος μονογενής αὐτοῦ Λόγος, τῶν αἰώνων ποιητὴς, ὁ δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, τὸ φῶς τὸ ἀληθινὸν, ἡ πάντα ζωογονοῦσα φύσις (ζωή γὰρ πέφηνεν, ὡς ἐκ ζωῆς τοῦ Πατρός), ἐν ἐσχάτοις καιροῖς τοῦ αἰῶνος, εὐδοκήσαντος τοῦ Πατρός, ἵνα σώσῃ τὸ ἐπὶ γῆς γένος πεπτωκὸς εἰς ἀρὰν, καὶ διὰ τῆς ἁμαρτίας κατακομισθὲν εἰς θάνατον καὶ φθοράν, σπέρματος Αβραὰμ ἐπελάβετο, κατὰ τὰς Γραφάς, καὶ κεκοινώνηκεν αἵματος καὶ σαρκός, τουτέστι γέν γονεν ἄνθρωπος· καὶ σάρκα λαβών, καὶ ἰδίαν αὐτὴν ποιησάμενος, ἐγεννήθη σαρκικῶς διὰ τῆς ἁγίας καὶ Θεοτόκου Μαρίας. Δ'. ᾿Αλλὰ καίτοι καθ' ἡμᾶς γεγονώς, καὶ τὴν τοῦ δούλου μορφὴν οἰκονομικῶς ὑποδύς, μεμένηκεν ἐν τῇ κατὰ φύσιν θεότητι καὶ κυριότητι. Οὐ γὰρ πέπαυται τοῦ εἶναι Θεός, εἰ καὶ γέγονε σάρξ, τουτέστι καθ' ἡμᾶς τε καὶ ἄνθρωπος. Ἐπειδὴ δὲ ἄτρεπτος κατὰ φύσιν, ὡς Θεός, μεμενηκώς ὅπερ ἦν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται, κεχρημάτικεν Υἱὸς ἀνθρώπου. Ε. Καὶ ἐπειδὴ καταβέβηκεν ἐκὼν ἐν τοῖς τῆς ανθρωπότητος μέτροις (καθῆκε γὰρ ἑαυτὸν εἰς κέν νωσιν ι, ὑπομεμένηκεν ἀναγκαίως καὶ γέννησιν τὴν ἐκ γυναικός, οὐκ ἀρχὴν τοῦ εἶναι λαβούσης τῆς θείας αὐτοῦ φύσεως, ὅτε κατὰ σάρκα γεγεννήσθαι λέγεται ἀλλ᾽ ἦν μὲν καὶ ἔστιν, ὡς ἔφην, ἐκ Θεοῦ Πατρὸς φυσικῶς τε καὶ ἀληθῶς ὁ Λόγος. Ἐπειδὴ δὲ οὐκ ἄν δ Ορωπος ἁπλῶς νοεῖται καθ' ἡμᾶς ὁ ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένος, ἀλλ᾽ αὐτὸς σαρκωθεὶς ὁ Λόγος, καὶ ἴδιον ἔχων σῶμα τὸ ἐξ αὐτῆς, διὰ τοῦτο λέγεται γεγεννήσθαι σαρκικῶς, ὡς τῆς ἰδίας σαρκός τὴν γέννησιν οἰκειούμενος. Γ'. Οἱ δὲ λέγοντες ἀσυνέτως Θεοτόκον οὐκ εἶναι τὴν ἁγίαν Παρθένον, ἐμπίπτουσιν ἀναγκαίως εἰς τὸ δύο λέγειν υἱοὺς τοῦ Θεοῦ. Εἰ γὰρ μὴ τέτοκα σαρκικῶς σαρκωθέντα Θεὸν ἡ ἁγία Παρθένος, πᾶσά πως ἀνάγκη καὶ οὐχ έκόντας αὐτοὺς ὁμολογεῖν, ὅτι κοινὸν γεγέννηκεν ἄνθρωπον, οὐδὲν ἔχοντα παρ' ἡμᾶς τὸ πλεῖον. Εἶτα πῶς αὐτῷ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ότι Κύριος Ἰησοῦς Χριστός εἰς δόξαν Θεοῦ Πατρός; Πῶς αὐτῷ προσκυνοῦσιν ἄγγελοι, καὶ τῶν ἀνωτάτω δυνάμεων ἡ ἁγία πληθύς; Αρ᾽ οὖν ἀνθρώπῳ κοινῷ λελάτρευσε μεθ᾿ ἡμῶν καὶ σύμπας ὁ οὐρανός; Μη γένοιτο· προσκυνοῦμεν γὰρ δ ὡς Θεὸν ἀληθινὸν τὸν Ἐμμανουήλ. Εσται δὲ οὐχ ἑτέρως προσκυνητὸς, ἐὰν μὴ πιστεύωμεν, ὅτι αὐτὸς ὁ ἐκ Θεοῦ Λόγος, ὁ παρὰ πάσης τῆς κτίσεως προσ κυνούμενος, σὰρξ ἐγένετο κατὰ τὰς Γραφάς· οὐκ εἰς σάρκα μεταβεβλημένος, ἀλλ' ἐκ τῆς ἁγίας Παρθένου σε
col. 1207–1208page 3 of 66
PG 76:1207σάρκα λαβών, ὡς ἔφην, καὶ ἀνθρωπινην μεθ᾿ ἡμῶν ὑπομείνας γέννησιν· ἵνα καὶ ἄνθρωπος γεγονώς ὑπὲρ ἡμῶν, ἀποθάνῃ μὲν ἀνθρωπίνως, ἀναστῇ δὲ θεϊκῶς, πατήσας τοῦ θανάτου τὸ κράτος. Οὕτω γὰρ ἦν δύνασθαι καὶ ἡμᾶς ὡς ἐν Χριστῷ νικήσαντας κατευμεγεθῆσαι μὲν τῆς ἁμαρτίας, ἀποδύσασθαι δὲ τὴν φθοράν, καὶ διαδρᾶναι θάνατον, οὕτω τε εἰπεῖν ἐκ περιχαρείας τῆς ἐν Χριστῷ· «Ποῦ ἡ νίκη σου, θάνατε; τοῦ τὸ κέντρον σου, ᾅδη; • Ωσπερ γὰρ ἐν 'Αδάμ πεπτώκαμεν, οὕτω νενικήκαμεν ἐν Χριστῷ. Ζ΄. Εἰ δὲ ἄνθρωπος ἦν κοινὸς ὁ Ἐμμανουήλ, πῶς ἂν ὠφέλησε τὴν ἀνθρώπου φύσιν ὁ ἀνθρώπου θάνα τος; Καίτοι πολλοὶ προαπέθανον ἅγιοι προφῆται, Αβραὰμ ἐκεῖνος ὁ διαβόητος, Ἰσαάκ, καὶ Ἰακώβ, Μωσης τε, καὶ Σαμουὴλ, καὶ οἱ καθεξής γεγονότες ἅγιοι· ἀλλ᾽ ὤνησε μὲν οὐδὲν τὸ ἐπὶ γῆς τῶν ἀνθρώ των γένος ὁ ἐκείνων θάνατος, σέσωκε δὲ ὁ Χριστοῦ προσκεκόμικε γὰρ ὑπὲρ ἡμῶν τὴν ἰδίαν σάρκα, καὶ δοὺς αὐτὴν τῷ θανάτῳ δι' ἡμᾶς, πάντας ἐξείλετο τῶν τοῦ θανάτου δεσμῶν. "Ηρκεσε γὰρ εἰς ὑπὲρ πάντων ἀποθανὼν ὁ πάντων ἀξιώτερος, ὅτι καὶ φύσει θεὸς ὁ ἐκ Πατρός ἐστι Λόγος, και ἴδιον αὐτοῦ σῶμα, τὸ ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ προσκεκομισμένον. Οὐκοῦν ἀσεβές, καὶ τῶν λίαν ἐκτοπωτάτων, τὸ τέμνειν εἰς υἱοὺς δύο τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν. Αντιτάξεται δὲ αὐτοῖς καὶ ὁ σοφώτατος Παῦλος λέγων· «Εἷς Κύριος, μία πίσ στις, εν βάπτισμα. Ει γάρ έστι Κύριος εἰς εἶτα τέμνουσί τινες εἰς δύο υἱοὺς τὸν ἕνα, τίνι τὴν τῆς κυριότητος δόξαν περιθήσομεν; ἆρα τῷ ἐκ Πατρὸς φύντι Λόγῳ; πρέπει γὰρ αὐτῷ τὸ τῆς κυριότητος όνομά τε μάλιστα καὶ χρῆμα, καὶ ἔστιν ἀληθῶς τῶν ὅλων Δεσπότης. Εἶτα ὅποι ποτὲ τὸν ἕτερον θήσομεν; Έξω γὰρ κείσεται τοῦ εἶναι Κύριος, παραχωρῶν τῷ προϋπάρχοντι, καὶ ἀσυγκρίτως ὑπερηρμένῳ. Αλλά τῷ ἐκ γυναικὸς, ὡς αὐτοί φασιν ἀποδιιστάντες, τὴν τῆς κυριότητος ἀνάψομεν δόξαν. Εἶτα πῶς ἔσται Κύριος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, είπερ ὄντος ἑνὸς Κυρίου, κατὰ τὰς Γραφάς, ἀνθρώπῳ ψιλῷ τὸ τῆς κυριότητος όνομα χαριούμεθα; Πῶς δὲ καὶ μία πίσ στις; ἢ πῶς ἐν τὸ βάπτισμα; Εἰ γὰρ υἱοὶ δύο, κατά τινας, εἰς τίνα πιστεύομεν; Τῆς ἐκείνων ἀμαθίας ἔργον ἂν εἴη λέγειν, εἰς γι τίνος όνομα βεβαπτίσμεθα, καίτοι βαπτίσματος ὄντος ενός. Η'. 'Αλλ' ὁρᾷ που πάντως ἡ ἐν ὑμῖν ἀγχίνοια με Οὐοντά τε τὸν ἐπὶ τούτῳ λόγον, καὶ κατασειόμενον εἴς γε τὸ ἀκαλλές, μάλλον ήδη καὶ πρὸς ἐσχάτην ἀσέβειαν ἀπονενευκότα. Οἶμαι δὲ δεῖν ἡ ὑμᾶς, τὸ θεῖον ἑαυτόν. αὐτόν Η δή.
col. 1209–1210page 4 of 66
PG 76:1209αὐτοῦ πολυπραγμονούσας μυστήριον, ἐξεῖ διανοίας ὄμματι καθορᾷ, τους συναρπάζειν ἐθέλοντας, καὶ προσωπεῖον μὲν εὐσεβὲς τοῖς ἰδίοις περιπλάττοντας λόγοις, βολίδος γε μὴν ἁπάσης οξύτερον ἔχοντας αυτ τούς. ᾿Αρνοῦνται μὲν γὰρ, ὅσον ἧκεν εἰπεῖν εἰς δύ να μιν ἀληθείας, τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην, τουτέστι Χριστόν. Δεδιότες δὲ τῶν εὐσεβεῖν εἰωθό των τὰς ἐπὶ τῷδε λύπας, καὶ μέντοι ζῆλον τὸν ἀξιάγαστον, ὁμολογοῦσιν, ὅτι καὶ Θεός ἐστιν ὁ ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένος, καὶ μὴν ὅτι καὶ Κύριος, καὶ Υἱὸς τοῦ Θεοῦ. Καὶ εἰ μέν τις τῶν ἁπλῶν τοὺς παρ' αὐτῶν δέξηται λόγους, νομιεί που, κατὰ τὸ εἰκὸς, ὀρθὰ καὶ εἰκότα λέγειν, καὶ τοῖς τῆς ἀληθείας οὐκ ἀπάδοντα δόγμασιν. Εἰ δὲ δή τις ἔλοιτο κατισχνοῦν ταῖς ἐρεύναις αὐτοὺς, καὶ τὸ ἀκριβῆ ποιεῖσθαι τῶν εἰρημένων τὴν βάσανον, οὐχ ἁπλοῦν εὑρήσει. Εἰσὶ μὲν γὰρ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καθὰ καὶ ὁ μακάριος ἡμῖν γράφει Παῦλος, ο ᾿Αλλὰ ἡμῖν εἰς Θεὸς ὁ Πα τὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ.» Πλὴν ὅταν Ἰησοῦν Χριστὸν ὀνομάζωμεν, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐν ἀνθρωπεία μορφή πεφηνότα σημαίνομεν, οὐκ ἐν χάριτος μέρει καὶ ἐπ ακτὸν ἔξωθεν ἔχοντα τὸ ἀξίωμα, ἀλλὰ ὄντα τοῦτο κατὰ ἀλήθειαν, ὅπερ εἶναι πεπίστευται. Θεὸς γὰρ ὢν φύσει καὶ δίχα σαρκός, μεμένηκε Θεὸς καὶ μετὰ σαρκός· καὶ Υἱὸς ὢν φύσει καὶ πρὸ σαρκός, μεμέ νηκεν Υἱὸς καὶ ὅπερ 1 γέγονε σάρξ· καὶ Κύριος ὢν ἀληθῶς τῶν ὅλων, ἐν τοιᾷδε πάλιν ὁρᾶται δόξῃ π, καὶ ἐν ἀνθρωπότητι γεγονώς. Οὐκοῦν εἰ Θεὸν ἀληθινὸν εἶναι λέγουσι τὸν ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένον, τουτέστι τὸν ἐκ Θεοῦ Πατρός Λόγον, κατὰ φύσιν ἑνωθέντα σαρκί, διὰ τί δεδίασιν ὁμολογεῖν, ὅτι Θεοτόκος ἐστὶν ἡ ἁγία Παρθένος; ᾿Αλλὰ σκοπὸς αὐ τοῖς ὑποπλάττεσθαι μὲν, καὶ λέγειν, ὅτι καὶ καὶ Θεός ἐστι, καὶ Κύριος, καὶ συνεδρεύει τῷ Πατρί. Φρο νοῦσί γε μὴν οὐχ οὕτω κατὰ ἀλήθειαν, ἀλλ᾽ ὡς ἐν χάριτος μέρει, καὶ ὡς ἐκ προκοπῆς δεδόσθαι φασι τῷ ἐκ τῆς ἁγίας Παρθένου κοινῷ καθ᾿ ἡμᾶς ἀντ θρώπῳ γεγεννημένῳ τήν τε τῆς υἱότητος καὶ τῆς κυριότητος δόξαν. Θ'. Ὅτι δὲ καὶ ἡ Θεοτόκος φωνὴ καὶ αὐτοῖς γέ γονε συνήθης τοῖς πρὸ ἡμῶν ἁγίοις Πατράσιν, οἱ καὶ ἐπ' ὀρθῇ θαυμάζονται πίστει, καὶ εἰς δεῦρο πᾶσι τοῖς ἀνὰ πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν ὑπ᾽ οὐρανὸν, δεῖν ᾠήθην ἀληθῶς ἀποφῆναι. Ἵνα γὰρ μὴ δοκοίην τὸ εἰς νοῦν ἦχον ἁπλῶς ἀβασανίστως λέγειν, ἐκ τῶν ἐκεί νοις πεποιημένων βιβλίων ἐν Ἐκκλησίᾳ», τὰ εἰς τοῦτο χρήσιμα συνεισενεγκών, καὶ παραθεὶς εἰς ἀπόδειξιν, κατασφραγιῶ ὁ εἰς ἀλήθειαν τοὺς ἐμαυτοῦ λόγους. Εφη τοίνυν ὡς ἀληθῶς ὁ τρισμακάριος καὶ Η ετε. Ο τάξει, η έκκλησίαις. ο κατασφραγιών. Η ἀληθῶς.
col. 1211–1212page 5 of 66
PG 76:1211κατὰ καιροὺς τῆς ᾿Αλεξανδρέων Εκκλησίας ἐπίσ σκοπος, ἐν τῷ περὶ σαρκώσεως λόγῳ, περὶ Χριστοῦ τάδε διαβόητος εἰς εὐσέβειαν ᾿Αθανάσιος, ὁ γενόμενος Αθανασίου ἐπισκόπου Αλεξανδρείας, ἐκ τοῦ Περὶ σαρκώσεως Λόγου. - Περὶ Χριστοῦ. Ομολογοῦμεν γάρ, φησί, καὶ εἶναι αὐτὸν Υἱὸν τοῦ Θεοῦ, καὶ Θεὸν κατὰ πνεῦμα, Υἱὸν ἀνθρώπου κατά σάρκα, οὐ δύο φύσεις τὸν ἕνα Υιόν, μίαν προσκυνη τὴν, καὶ μίαν ἀπροσκύνητον· ἀλλὰ μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην, καὶ προσκυνουμένην μετὰ τῆς σαρκὸς αὐτοῦ μια προσκυνήσει· οὐδὲ δύο υἱοὺς, ἄλλον μὲν Υἱὸν Θεοῦ ἀληθινὸν καὶ προσκυνούμενον, ἄλλον δὲ ἐκ Μαρίας ἄνθρωπον, μή προσκυνούμενον, κατὰ χάριν Υἱὸν Θεοῦ γενόμενον, ὡς καὶ ἄνθρωποι· ἀλλὰ τὸν ἐκ Θεοῦ, ὡς ἔφην, ἕνα Υιόν Θεοῦ, καὶ Θεὸν αὐτὸν, καὶ οὐκ ἄλλον. Καὶ ἐκ Μαρίας γεγεννῆσθαι κατὰ σάρκα ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὡς ὁ ἄγγελος τῇ Θεοτόκῳ Μαρία λεγούση - «Πώς τοῦτο ἔσται, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Ελεγε Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ.» Ο τοίνυν γεννηθεὶς ἐκ τῆς ἁγίας Παρθένου, Υἱὸς Θεοῦ φύσει, καὶ Θεὸς ἀληθινὸς, καὶ οὐ χάριτι καὶ μετουσίᾳ, κατὰ σάρκα μόνον τὴν ἐκ Μαρίας, ἄνθρωπος, κατὰ δὲ πνεῦμα, αὐτὸς Υἱὸς τοῦ Θεοῦ καὶ Θεός· παθὼν μὲν τὰ ἡμέ τερα πάθη κατά σάρκα, ὥσπερ γέγραπται· ο Χρι στοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί. ο Καὶ πάλιν· «Ος γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. ὁ ᾿Απαθὴς δὲ διαμείνας καὶ ἀναλλοίωτος κατὰ τὴν θεότητα, κατὰ τὸ λεγόμενον ὑπὸ τοῦ προφήτου· «Εγώ Θεός, καὶ οὐκ ἠλλοίωμαι. ο 'Αποθανών μὲν τὸν ἡμέτερον θάνατον κατά σάρκα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ἵνα τὸν θάνατον ἀνέλῃ διὰ τοῦ ὑπὲρ ἡμῶν θανάτου, κατὰ τὸν λέγοντα Απόστολον· «Κατεπόθη ὁ θάνατος εἰς νίκος. Που σου, θάνατε, τὸ νἶκος; τοῦ σου, ᾄδη, τὸ κέντρον;» Καὶ πάλιν· ο Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς.» 'Αθάνατος δὲ καὶ ἀκρά τητος τῷ θανάτῳ διαμείνας διὰ τὴν θεότητα, ὡς ἀπαθὴς τοῦ Πατρὸς δύναμις, κατὰ τὸν λέγοντα Πέ τρον· οὐ γὰρ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου. Εἶτα τούτοις ἐπιφέρει, παρενθεὶς ἕτερα μεταξὺ οὕτως· Εἰ δέ τις παρὰ ταῦτα ἐκ τῶν θείων Γραφών διδάσκει, ἕτερον λέγων τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ἕτερον τὸν ἐκ Μαρίας, κατὰ χάριν υἱοποιηθέντα, ὡς ἡμεῖς· ὡς εἶναι δύο υἱοὺς, ἕνα κατὰ φύσιν Υἱὸν τοῦ Θεοῦ τὸν ἐκ Θεοῦ, καὶ ἕνα κατὰ χάριν, τὸν ἐκ Μαρίας ἄνθρωπον· ἡ εἴ τις τὴν τοῦ Κυρίου ἡμῶν σάρκα ἄνωθεν λέγει, καὶ μὴ ἐκ τῆς Παρθένου Μα ρίας· ἡ τραπεῖσαν τὴν θεότητα εἰς σάρκα, ή συγχυθεῖσαν, ἢ ἀλλοιωθεῖσαν, ἢ παθητὴν τὴν τοῦ Κυρίου θεότητα, ἢ ἀπροσκύνητον τὴν τοῦ Κυρίου ἡμῶν σάρκα ὡς ἀνθρώπου καὶ μὴ προσκυνητὴν ὡς Κυ Το
col. 1213–1214page 6 of 66
PG 76:1213ρίου καὶ Θεοῦ σάρκα, τοῦτον, ἀναθεματίζει ἡ ἁγία καθολικὴ Ἐκκλησία, πειθομένη τῷ θείῳ 'Αποστόλῳ λέγοντι· «Εί τις ὑμῖν εὐαγγελίζεται, παρ' 8 παρ ελάβετε, ἀνάθεμα ἔστω.» Καὶ ταῦτα μὲν ὁ μακάριος ᾿Αθανάσιος Ι. Οἶμαι δὲ δεῖν καὶ ἑτέρων ἁγίων ἐπισκόπων παραθεῖνα: φωνάς, τὸν αὐτὸν ἐχούσας σκοπόν. Αττικοῦ ἐπισκόπου. Σήμερον Χριστὸς ὁ Δεσπότης τὴν τῆς φιλανθρωπίας γέννησιν ἀνεδέξατο· τὴν γὰρ τῆς θεϊκῆς ἀξίας προϋπῆρχεν. Εἶτα τούτοις ἐπιφέρει πάλιν· Ο τῆς φιλανθρωπίας Λόγος κενοῦται, ἀκένωτος τὴν φύσιν " τυγχάνων· ἑαυτὸν γὰρ ἐκένωσε, μορφὴν δούλου λα σών. Ο άσαρκος σαρκοῦται, «Ο Λόγος σὰρξ ἐγέ νετο. › Ὁ ἀφῇ μὴ ὑποπίπτων διὰ τὸ τῆς φύσεως ἀσώματον, ψηλαφάται. Ο άναρχος ὑπὸ ἀρχὴν γίνε ται σωματικήν. Ο τέλειος αὔξει, ὁ ἄτρεπτος προ κόπτει, ὁ πλούσιος ἐν καταλύματι τίκτεται. Ο περι βάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, σπαργανοῦται· ὁ βασιλεὺς ἐν φάτνη κατατίθεται. Αντιόχου ἐπισκόπου. Ὃν χθὲς ἀχράντοις λοχείαις Σωτῆρα ἡμῖν ἡ ζωο τόκος, ἡ καλλιτόκος, ἡ μεγαλοτόκος, ή φαεσφόρος, ή ο Ελπιδοφόρος, ἡ Θεοτόκος, ή ξενοτόκος, ή παρθενομήτωρ ώδινε Μαρία. Αμφιλοχίου ἐπισκόπου Ικονίου, ἐκ τοῦ Περὶ τῆς κατὰ σάρκα γεννήσεως. Η αλήθεια εγνώσθη, ή χάρις ἦλθε, καὶ ἡ ζωή ἐφάνη. Ο τοῦ Θεοῦ ὢν Υἱὸς, ὁ ἐκ Θεοῦ Λόγος, σὰρξ ἐγένετο δι' ἡμᾶς, ἵνα θνητούς εἰς ζωὴν αἰώνιον ἀνα στήσῃ, καὶ ἐκ τῶν νεκρῶν ἀνεγείρῃ. Ο Ποιητὴς τῶν ὅλων, ὁ πρὸ πάσης κτίσεως ὁρατῶν τε καὶ ἀοράτων, μόνῳ Πατρὶ καὶ Πνεύματι συνυπάρχων ἀθάνατος, σήμερον ἰδοὺ ἡμῖν ἐκ Παρθένου γεννώμενος, χωρίς πάσης ἁμαρτίας, ἄνευ ἀνθρώπου, ἤτοι ἀνδρός. Αμμωνος ἐπισκόπου Αδριανουπόλεως. Εφη γάρ που καὶ αὐτὸς περὶ τοῦ Θεοῦ Λόγου. Εἰ δὲ αὐτὸς θεὸς τὴν φύσιν ὑπάρχων, ὡς τοῦ Θεοῦ μονογενής Υιός, ἐν προσλήψει τῆς δούλου μορφής γενόμενος, καὶ πρωτότοκος Υἱὸς τῆς ἁγίας Παρθένου κληθῆναι καταξιώσας, ἀντίλυτρον ἑαυτὸν ὑπὲρ πάν των δέδωκε. Προσεπάγει δὲ τούτοις· "Ηδη μὲν ἔδειξα τὴν ἀσέβειαν, ᾗ περιπίπτουσιν οἱ 'Αρειανοί, λέγοντες χρείαν ἐσχηκέναι τὴν Θεοτόκον Μαρίαν τῶν κατὰ τὸν νόμον τότε προσφερομένων ουσιών ὑπὲρ τῶν τικτουσῶν γυναικῶν.
col. 1215–1216page 7 of 66
PG 76:1215ἡ Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως, Περί τῆς θείας γεννήσεως. Φησὶ δὲ περὶ τῆς ἁγίας Παρθένου Αντὶ δὲ ἡλίου, φησί, τὸν ἥλιον τῆς δικαιοσύνης ἀπεριγράπτως χωρήσα Γ΄. Καὶ μὴ ζητήσῃς πῶς· ὅπου γὰρ βούλεται Θεός, νικάται φύσεως τάξις· ἠβουλήθη γὰρ, ηδυνήθη, κατῆλθεν, ἔσωσε. Σύνδρομα πάντα Θεῷ. Σήμερον ὁ ὢν τίκτεται, καὶ ὁ ὢν γίνεται ὅπερ οὐκ ἦν. ἂν γὰρ Θεός, γίνεται ἄνθρωπος, οὐκ ἐκστάς τοῦ εἶναι Θεός. Οὔτε γὰρ κατ᾽ ἔκστασιν θεότητος γέγονεν ἄνθρωπος, οὔτε κατὰ προκοπὴν ἐξ ἀνθρώπου γέγονε Θεός· ἀλλὰ Λόγος ὢν διὰ τὸ ἀπαθὲς, σὰρξ ἐγένετο, ἀμεταβλήτου μενούσης τῆς φύσεως. Καὶ προσεπάγει τούτοις· Ὁ ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καθήμενος, ἐν φάτνῃ τίθεται· ὁ ἀναφής, καὶ ἁπλοῦς, καὶ ἀσώματος, χερσὶν ἀνθρωπίναις εἰλίσσεται· ὁ τὰ τῆς ἁμαρτίας διασπῶν δεσμά, σπαργάνοις ἐμπλέκεται. Σεβηριανοῦ ἐπισκόπου. Ο γὰρ γεννηθεὶς ἄνωθεν ἐκ Πατρός Λόγος, ἀπορ ῥήτως, ἀφράστως, ἀκαταλήπτως, ἀϊδίως, δ᾽ αὐτὸς ἐν χρόνῳ γεννᾶται κάτωθεν ἐκ Παρθένου Μαρίας· ἵνα οἱ πρότερον γεννηθέντες κάτωθεν, ἄνωθεν γεννηθῶν σιν ἐκ δευτέρας 9, τουτέστι Θεοῦ. Οὐτταλίου ἐπισκόπου, ἐκ τοῦ Περὶ πίστεως λόγου. Ἔτι δὲ καὶ περὶ τῆς κατὰ σάρκα οικονομίας τοῦ Σωτήρος πιστεύομεν, ὅτι ἀναλλοιώτου καὶ ἀτρέπτου μένοντος τοῦ Θεοῦ Λόγου, τὴν σάρκωσιν γεγενήσθαι πρὸς ἀνακαίνισιν ἀνθρωπότητος. Υἱὸς γὰρ ἂν ἀλη θῶς Θεοῦ κατὰ τὴν ἀΐδιον ἐκ Θεοῦ γέννησιν, γέγονε καὶ Υἱὸς ἀνθρώπου κατὰ τὴν ἐκ Παρθένου γέννησιν. Καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς τέλειος Θεὸς κατὰ τὴν θεότητα, καὶ ὁμοούσιος τῷ Πατρί· καὶ τέλειος άν θρωπος ὁ αὐτὸς κατὰ τὴν ἐκ Παρθένου γέννησιν, καὶ ὁμοούσιος ἀνθρώποις κατὰ τὴν σάρκα. Ε' τις δὲ ἐξ οὐρανοῦ λέγει σῶμα ἔχειν τὸν Χριστὸν, ἢ ὁμοούσιον τῷ Θεῷ κατὰ τὴν σάρκα, ἔστω ἀνάθεμα. Εἴ τις μὴ ὁμολογεῖ τὴν τοῦ Κυρίου σάρκα ἐκ τῆς ἁγίας Παρ θένου, καὶ ἀνθρώποις ὁμοούσιον, ἔστω ἀνάθεμα. Εν τις τὸν Κύριον ἡμῶν καὶ Σωτῆρα, τὸν ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου γεννηθέντα κατά σάρκα, άψυχον λέγει, ἢ ἀναίσθητον, ἢ ἄλογον, ἢ ἀνόητον, ἔστω ἀνάθεμα. Εἴ τις τολμῷ λέγειν τὸν Χριστὸν θεότητι πεπονθέναι, καὶ μὴ σαρκὶ, ὡς γέν γραπται, ἔστω ἀνάθεμα. Εἴ τις διαιρεῖ καὶ χωρίζει τὸν Κύριον ἡμῶν καὶ Σωτῆρα, καὶ λέγει ἕτερον μὲν εἶναι Υἱὸν τὸν Θεὸν Λόγον, καὶ ἕτερον τὸν ἀναληφθέντα ἄνθρωπον, καὶ μὴ ὁμολογεῖ ἕνα καὶ τὸν αὐ τὸν, ἔστω ἀνάθεμα. ροι. Εχώρησε δευτέρου ἀνα καίνησιν.
col. 1217–1218page 8 of 66
PG 76:1217Θεοφίλου ἐπισκόπου, ἐκ τοῦ Προσφωνητικού του πρὸς τοὺς φρονοῦντας τὰ Ωριγένους. Ἔφη δὲ οὕτως περὶ Χριστοῦ. ἵνα μὴ ἐν λόγῳ μόνῳ, ἀλλὰ καὶ ἐν δυνάμει Θεὸς ἀληθινὸς, ὁ φανείς εἶναι πιστεύηται, τῇ τῶν δρωμένων μεγαλουργία τὴν περὶ αὐτοῦ δηλῶν ἀσφάλειαν. Πλήρης μὲν ὢν Θεὸς, αὐτοθελῶς δὲ ἐνανθρωπήσας, καὶ μηδὲν ἀνθρωπείας όμοιώσεως καταλείψας ἐκτὸς, πλὴν μόνης τῆς ἀνοσίου κακίας· καὶ βρέφος γὰρ γενόμενος, Ἐμμανουὴλ ὁμολογεῖτο, μάγων πρὸς αὐτὸν ἰόντων καὶ τῷ προσκυνεῖν καὶ Θεὸν εἶναι τὸν φανέντα βοώντων· ὅτι καὶ σαρκὶ σταυρούμενος, ηλίου συνέστελλεν ἀκτίνας, καὶ τῷ ξένῳ θαύματι τὴν οἰ κείαν σαφηνίζων θεότητα, οὐδαμοῦ σκορπίσας ἑαυ τὸν, ἢ διαλύσας εἰς σωτῆρας δύο. ᾿Αλλὰ καὶ τοῖς μαθηταῖς ἔλεγε·. Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν καθηγητής ο Χριστός. κ Οὐ γὰρ ὅτε τοῦτο τοῖς ἀποστόλοις παρήγγειλε ', τοῦ φαινομένου σώματος τὴν οἰκείαν διώριζε θεότητα οὐδὲ ὅτε Χριστὸν ἑαυτὸν διεμαρτύρετο εἶναι, ψυχῆς καὶ σαρκὸς διωρίζετο· οὕτως ἄμφω τυγχάνων Θεός τε καὶ ἄνθρωπος, δοῦλος ὁρώμενος, καὶ Κύριος γνωριζόμενος. Τὸ μὲν ὑψηλὸν τῆς θεότητος τῷ τα πεινῷ τῆς ἐνανθρωπήσεως υποκρυπτόμενος φρονήματι, τὸ δέ γε ταπεινὸν τοῦ ὁρωμένου σώματος τῇ τῆς θεότητος ὑπεραίρων ενεργεία. ΙΔ΄. Εὐχερὲς μὲν οὖν καὶ ἕτερα τούτοις ἐπενεγκεῖν πλεῖστά τε ὅσα καὶ ἀληθῆ μαρτύρια· παρίημι δὲ, τὸ γεγραμμένον εἰδώς· ο Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.» Πλὴν ἐκεῖνο φαμεν· ἰδοὺ δὲ πάντες οἱ πανάριστοί τε καὶ σοφοὶ κατὰ καιροὺς ἡμῶν γε γονότες Πατέρες, καὶ Θεοτόκον όνομάζουσι τὴν ἁγίαν Παρθένον· ἡνῶσθαι δὲ κατὰ φύσιν διαβεβαιούμενοι τῇ σαρκὶ τὸν ἐκ Θεοῦ Λόγον, ἔν τε τῇ νηδύϊ γενέσθαι φασὶ τῇ παρθενικῇ, καὶ ἐξ αὐτῆς προελθεῖν κατὰ σάρκα· καίτοι τὴν ἄναρχον καὶ πρὸ παντὸς αἰῶνος καὶ χρόνου λαχόντα γέννησιν ἐκ Πατρός. Ἐπειδὴ δὲ ἦν εἰκὸς, ἐν ταῖς μακροτέραις καὶ ἐφεξῆς τῶν στίχων συνθήκαις ολιγώρως ἔχοντα τὸν νοῦν, ἐθελῆσαι μᾶλ λον δὲ, ὡς ἐν βραχεῖ καὶ συνεσταλμένως ἡ ἰδεῖν τῶν ἐπὶ Χριστῷ δογμάτων τὸ ἀκραιφνέστατον κάλλος, αὐτὰς κατὰ μόνας τὰς τῶν ἐννοιῶν, ἵνα οὕτως είπω, καρδίας, ἐκ τῆς θεοπνεύστου και Νέας Γραφῆς συν αγηγερκώς, πέπομφα τῇ ὑμετέρᾳ κατὰ Θεὸν εὐσε δείᾳ· ὡς ἂν ἐντυγχάνουσαι, κατὰ βραχύ τε καὶ ἀνὰ μέρος αὐταί τε τὸν ἐν ὑμῖν καὶ ἔτι μειζόνως κατα φαιδρύνητε νοῦν· φωταγωγοῦσαι δὲ πρὸς ἀλήθειαν καὶ οὓς ἂν ὠφελεῖν ἔλησθε, καυχήμασιν ἀποστολικοῖς τὰς ὁσίας ὑμῶν καταφαιδρύνητε κεφαλάς. Πλούσιος δὲ λίαν ὁ ἐπὶ τούτῳ μισθός· γέγραπται γάρ «Ο ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ, σώσει ψυχήν αὐτοτελῶς. παρήγγελε ο ουκ άσχετες.· συνεσταλμενα.
col. 1219–1220page 9 of 66
PG 76:1219Ἐν δέ γε ταῖς τῶν ἐννοιῶν εὑρέσεσιν, ἤτοι συμπεράσμασιν, ὅταν λέγωμεν, Θεὸς οὖν ἄρα ὁ Χριστὸς, ήγουν εἰς ἄρα ὁ Υἱὸς καὶ Κύριος Ἰησοῦς Χριστός οὐχ οὕτω φαμέν, ὡς ἐκεῖνοι, Θεὸν κατὰ χάριν, ἢ Υἱόν, ἢ Κύριον ὠνομάσθαι τὸν Ἐμμανουήλ, ἢ ἐκ προκοπῆς, ἡ ἐπιδόσεως, εἰς τοῦτο δόξης ἐλθεῖν, ὡς ἕνα τὸν καθ᾿ ἡμᾶς κοινὸν καὶ ἡγιασμένον ἄνθρωπον ἐκεῖνο δὲ μᾶλλον, ὅτι Θεὸς ὢν ὁ Λόγος, εἶτα καθείς ἑαυτὸν εἰς κένωσιν, καὶ ἐν δούλου μορφή καταβεβηκὼς, οὐδὲν ἧττόν ἐστι Θεὸς ἀληθινὸς, καὶ φύσει τῶν ὅλων Κύριος ἔσται, καὶ μόνος, καὶ ἰδικῶς Υιός. Τα καὶ ἡμεῖς συμμορφούμενοι κατὰ χάριν τὴν δι' αὐτοῦ, πρὸς τὴν τῆς υιοθεσίας ἀναβαίνομεν δόξαν. αὑτοῦ ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν. ΙΒ'. Όνομα δὲ τὸν Χριστὸς, πρέπειν μὲν, οὐκ οἶδα πῶς, διαβεβαιοῦνταί τινες καὶ ἰδικῶς τε καὶ κατὰ μόνας, καὶ ἔξω σαρκὸς ὄντι τε καὶ νοουμένῳ τῷ ἐκ Θεοῦ φύντι Λόγῳ· πρέπειν δὲ ὁμοίως καὶ τῷ ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένῳ, κἂν εἰ νοοῖτο ὑπάρχων κατά μόνας ὅτι καὶ καθ᾿ ἑαυτόν· καὶ τρίτως δὲ πρέ πειν ἀμφοῖν, ὡσανεί κ τοῦ τῆς συναφείας λόγου, καθάπερ αὐτοί φασιν, εἰς ἐν αὐτοὺς πρόσωπον συνο εισδέοντες τ· ἑνώσεως γὰρ τῆς κατὰ φύσιν καὶ ἀλη θεῖς οὐδεὶς λόγος αὐτοῖς· καίτοι ταύτην ἔχοντος τοῦ μυστηρίου τὴν ὁδὲν ὀρθὴν καὶ ἀπλανεστάτην· καὶ ἡ σκῆψις αὐτῶν οὐχ ἁπλῆ, πικρίας δὲ μᾶλλον καὶ ἀπάτης μεμέστωται. Ἐπειδὴ γὰρ ἡ θεόπνευστος Γραφὴ Χριστὸν ὀνομάζουσα, πάντα αὐτῷ προσνέμει τὰ θεοπρεπῆ (οἶδε γάρ, οἶδε ἐν ἀνθρωπείᾳ μορφ πεφηνότα καὶ σεσαρκωμένον τὸν Θεοῦ Λόγου), σκου πὸς δὲ τοῖς ἕτερα παρὰ τοῦτο φρονεῖν ᾑρημένοις, καὶ κοινὸν ἄνθρωπον ἀποφαίνειν τὸν ἐκ γυναικός, ἐξ ἐπιδόσεως, ὡς ἔφην, καὶ ἐξ ἰδίας τε καὶ ἀνθρωπίνης ἀρετῆς ἄξιον ἑαυτὸν παραστήσαντα τοῦ χρῆναι τ μᾶσθαι καὶ συναφείᾳ προσώπου τῇ πρὸς τὸν ἐκ Θεοῦ Λόγον, καὶ ἀπόλεκτον γενέσθαι κατὰ πρόγνωσιν. ΙΓ'. Ἐκεῖνό φασιν, ὅτι τὸ, Χριστός, όνομα πρέπει καὶ μόνῳ, καὶ ἰδίᾳ, καὶ καθ᾿ ἑαυτὸν νοουμένῳ καὶ ὑπάρχοντι τῷ ἐκ Θεοῦ Πατρὸς πεφηνότι = Λόγῳ. Ἡμεῖς δὲ οὐχ οὕτω δεδιδάγμεθα φρονεῖν, ἢ λέγειν. Οτε γὰρ γέγονε σὰρξ ὁ Λόγος, τότε καὶ ὠνομάσθαι φαμὲν αὐτὸν Χριστὸν Ἰησοῦν. Ἐπειδὴ γὰρ κέχρισται τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, ήτοι τῷ ἁγίῳ Πνεύματι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ταύτῃτοι Χριστὸς ὀνομάζεται. Ὅτι δὲ περὶ τὸ ἀνθρώπινον ή χρίσις, οὐκ ἂν ἐνδοιάσειέ τις τῶν ὀρθὰ φρονεῖν εἰω θότων· εἰς μὲν γὰρ Θεός ἐστι καὶ Λόγος, οὐκ ἂν ἐδεήθη χρίσεως· οὐ γάρ που φαίη τις ἂν κεχρίσθαι * ἀμφοῖν ὡς ἐνί. η συνεισδέοντος. * γεννηθέντι. ο ίσως, τ.
col. 1221–1222page 10 of 66
PG 76:1221καὶ ἡγιάσθαι τὸν ἐκ Θεοῦ Λόγου τῷ ἰδίῳ Πνεύματι, ὡς ἑτέρῳ παρ' αὐτὸν τὴν φύσιν ὑπερκειμένῳ καὶ προύχοντι. ο Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.» Ἐπειδὴ δὲ τοῖς τῆς ἀνθρωπότητος μέτροις τὸ ἁγιάζεσθαί τε καὶ χρίεσθαι πρέπει, πασά πως ἀνάγκη Χριστὸν ὀνομάζεσθαι τὸν ἐκ Θεοῦ Λόγον, οὐχ ὅτε γυμνὸς ἦν ἔτι καὶ οὕτω σεσαρκωμένος, ἀλλ' ὅτε γεγονώς καθ' ἡμᾶς, τους ἐστιν ἄνθρωπος, ἐχρίσθη κατὰ τὸ ἀνθρώπινον. Ωστε τὸ Χριστὸς ὄνομα πρέπει ἂν κατ᾿ οὐδένα τρόπον οὔπω καθ᾿ ἡμᾶς γεγονότι τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ. Εἰ δὲ ὀνομάζοιτό που Χριστός, ἐνανθρωπή. σαντά μοι νοήσεις αὐτόν· κἂν Λόγον ἀκούσῃς, πε πραγμένης ἤδη τῆς ἐνανθρωπήσεως, τῆς ἐνωθείσης αὐτῷ μὴ ἀμνημονήσῃς σαρκός. Ανὰ μέρος δὲ τούτῳ κακείνῳ πρέπειν οἴεσθαι τὴν φωνὴν, ἀσύνετον παν τελῶς, μᾶλλον δὴ ὁ καὶ ἀνόσιον ἢ φρονεῖν, ἢ λέγειν. Εἰς γὰρ Κύριος Ἰησοῦς Χριστὸς, καὶ οὐ μεμέρισται, καθὰ καὶ αὐτὸς ὁ σοφώτατος Παῦλος, ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ, τὸ θεῖον αὐτῷ λαλοῦντα μυστήριον. Προσ βαλοῦσαι δὲ τοῖς ἐφεξῆς κεφαλαίοις, εὐθῆ καὶ ἀπ εξεσμένον εἰς ἀλήθειαν τὸν ἐμὸν εὑρήσετε λόγον. Προδιαμαρτύρασθαι δὲ οἶμαι κἀκεῖνο καλόν· ὥσπερ γάρ ἐστιν ἐν θεότητι τέλειος ὁ ἐκ Θεοῦ Πατρὸς Λό γος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος, κατά γε τὸν τῆς ἀνθρωπότητος λόγον· οὐκ ἄψυχον σῶμα λαβὼν, ἐψυχωμένον ο δὲ μᾶλλον ψυχῇ λογικῇ. Ὁ δὲ θεὸς τῶν ὅλων, ὁ τοῖς ἀγαπῶσιν αὐτὸν τὰ ἐξ οὐρανοῦ διανέμων ἀγαθὰ, τὰς ὁσίας ὑμῶν ἐμπλήσαι ψυχὰς τοῖς παρ' ἑαυτοῦ «χαρίσμασιν· ἵνα καὶ εἰς μέτρον ἡλικίας ἀναβαίνουσαι τοῦ πληρώματος τοῦ Χριστοῦ, εὐκλες καὶ εὐδόκιμον τὴν ἀξιάγαστον ὑμῶν ἀποφήνητε ζωήν. ἁγίαι νύμφαι Χριστοῦ. ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ ΤΟΙΣ ΕΦΕΞΗΣ. Οτι Θεὸς ὁ Χριστός, ενώσει τῇ πρὸς τὸν Θεὸν Λόγον εἰς τὴν αὐτοῦ δίξαν ἀναβαίνοντος καὶ τοῦ προσ ληφθέντος ναοῦ, ἐκ τῶν ἀποστολικῶν. Ἐκ τῶν καθολικῶν ἐκλογὴ εἰς τὸ αὐτό. Ἐκ τῶν εὐαγγελικῶν ἐκλογὴ εἰς τὸ αὐτό. Οτι ζωὴ καὶ ζωοποιὸς ὁ Χριστός, ἐκ τῶν κειμένων παρὰ τῷ ἀποστόλῳ Παύλῳ, καὶ ἐν τοῖς ἀποστολικοῖς εὐρήσεις 6. Οτι εἰς Χριστὸν ἡ πίστις ὡς εἰς Θεόν, ἐκ τῶν καθολικῶν, καὶ ἐκ τῶν εὐαγγελικών. Ὅτι ζωὴ καὶ ἱλαστήριον ὁ Χριστὸς, ἐκλογαί διά φοροι. Ὅτι ὁ Χριστοῦ θάνατος τῷ κόσμῳ σωτήριος, ἐκ τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν ἐκλογαί. ἐκλογαί. εκλογα!. Βἰσ. εὑρέσεις. » δέ, ο εμψυχωμένον. Η ἑαυτῷ.
col. 1223–1224page 11 of 66
PG 76:1223"Οτι Θεὸς ὁ Χριστὸς, ἐνώσει τῇ πρὸς τὸν θεὸν Λόγον εἰς τὴν αὐτοῦ δόξαν ἀναβαίνοντος· καὶ τοῦ προσληφθέντος ναοῦ. Εκ τῆς πρὸς Ῥωμαίους. Παῦλος δούλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, 8 προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις, περί τοῦ Υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυλό κατὰ σάρκα· τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα άγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Οὐκοῦν, εἶπερ ἐστὶν Εὐαγγέλιον Θεοῦ τὸ περὶ Χριστοῦ κήρυγμα, πῶς οὐ Θεὸς ὁ Χριστός; Καὶ εἰ πάσης προφητείας ἐπ' αὐτὸ βλεπούσης πέρας, καὶ Υἱὸν τοῦ Θεοῦ κη ρύττουσιν αἱ Γραφαὶ τὸν ἐκ σπέρματος Δαυΐδ, καν β ώρίσθαι λέγοιτο κατὰ Πνεῦμα ἁγιωσύνης διὰ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον πῶς οὐχ Υἱός ἀληθῶς, ἐκ τῆς τῶν νεκρῶν ἀναστάσεως μαρτυρούμενος; Εγή γερται γὰρ οὐκ ἄνθρωπος κοινός καθ' ἡμᾶς, ἀλλ' ὡς θανάτου κρείττων, καθὸ καὶ ζωὴ καὶ Θεός. Περὶ τῶν προσκυνούντων τῇ κτίσει παρὰ τὸν κτίσ σαντα: «Διότι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὶν ἐδ ξασαν, ἢ εὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν, ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν.» Γράφει που Παῦλος τοῖς ἐξ ἐθνῶν κεκλημένοις, τουτ ἐστιν ἡμῖν· «Νυνὶ δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνω σθέντες ὑπὸ Θεοῦ.» Τίνα τοίνυν ἐγνώκαμεν διὰ τῆς πίστεως, ἢ πάντως Χριστὸν Ἰησοῦν; Οὐκοῦν εἰ μὲν ὡς Θεόν εγνώκαμεν, καὶ ὡς Θεὸν δοξάζομεν, πεφωτίσμεθα κατὰ ἀλήθειαν· εἰ δὲ ἀλλάσσομεν αὐτοῦ τὴν δόξαν, με ματαιώμεθα καὶ ἡμεῖς ἐν τοῖς διαλογισμοίς ἡμῶν. Εἰ γὰρ ὅλως πεπιστεύκαμεν εἰς αὐτὸν, ὡς εἰς Θεὸν πιστεύομεν. "Η δεήσει πάντη τε καὶ πάντως ὁμολογεῖν, ὅτι τοῖς τῆς ἀρχαίας ἀπάτης καὶ νῦν ἐν ισχήμεθα βρόχοις, ἀνθρώπῳ κοινῷ τὴν πίστιν προς άγοντες. Αλλ' οὕτω τὸ ἀληθές 1. «Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν επιγνώσει, παρέδωκεν ὁ Θεὸς αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.» Εἰ Χριστὸν ἐγκύ καμεν ὡς Θεὸν, τὴν ἐπ' αὐτῷ γνῶσιν μὴ ἀποδοκιμάζωμεν, ἄνθρωπον εἶναι λέγοντες κοινόν. Εἰ δὲ ταῦτο δρᾶν ἐξ ἀμαθίας τολμῶμεν, βαδιούμεθα πάντως όμου τοῖς ἄλλοις εἰς ἀδόκιμον νοῦν. Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ἐ; ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. 8 Ο μακάριος Παῦλος, τοὺς πάντας ἡμᾶς δεί, φησί, φανερωθήναι οὐ τοῦτο ἀληθές.
col. 1225–1226page 12 of 66
PG 76:1225ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ενα κομίσηται 57 ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ὁ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε φαῦλον.» Εφη δέ τις καὶ ἕτερος τῶν ἁγίων ἀποστόλων· «Εἷς ἐστιν ὁ νομοθέτης, καὶ κρι τής. • Ψάλλει δὲ καὶ αὐτὸς ὁ Δαυΐδ· «Ὅτι ὁ Θεὸς κριτής ἐστιν. ο Οτε τοίνυν δικαιοκρισίαν Θεοῦ φησινεἶναι τὴν ἐπὶ τοῦ βήματος τοῦ θείου ἐφ' ἑκάστῳ ψῆ φον, ἦν αὐτὸς ἐξοίσει Χριστὸς (παραστησόμεθα γὰρ τῷ βήματι αὐτοῦ, καὶ οὐχ ὡς ἐνὶ τῶν καθ᾿ ἡμᾶς, ἀλλ' ὡς κριτῇ καὶ Θεῷ καὶ νομοθέτῃ), πῶς οὐχὶ Θεὸς ὁ Χριστός; • Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας. • Δίχα νόμου δικαιοσύνην, η (ὴν καὶ ὑπὸ τῶν ἁγίων προφητῶν μεμαρτυρῆσθαι φησι), τὴν διὰ πίστεως εἶναι λέγει την 1' εἰς Χριστὸν Ἰησοῦν. Εἶτα, πῶς οὐ Θεὸς ὁ δικαιῶν τοὺς πιστεύοντας, ότιπερ εἴη Θεὸς ἀληθῶς; ὁρᾷ γὰρ εἰς τοῦτο τὸ τῆς πίστεως πέρας. Μαρτυρούντων δὲ τῶν ἁγίων προφητῶν τῇ εἰς Χριστὸν πίστει, τίς ὁ φάναι τολμῶν, οὐκ εἶναι Θεὸν αὐτὸν διὰ τὸ ἀνθρώπινον, ήγουν ὅτε γέγονε σὰρξ ὁ Λόγος, Πάντες γὰρ ἡμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεάν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Εἰ τὸ ἁμαρτάνειν ἡμᾶς ὑστερεῖσθαι ποιεῖ τῆς δόξης τοῦ Θεοῦ, ὅτι μὴ οἶδεν ἁμαρτίαν· γέγραπται δὲ περὶ Χριστοῦ, ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν· ὑστερούμεθα – δὲ καὶ κατὰ τοῦτο τῆς δόξης αὐτοῦ πλημμελοῦντες ἡμεῖς· Θεὸς ἄρα ἐστὶ καὶ μετὰ σαρκὸς ὁ Λόγος· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν. Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο· ἀλλὰ νόμον ἱστῶμεν.» Ὁ διὰ Μωσέως νόμος Θεὸν ἕνα προσκυνεῖν ἐδίδαξε τοὺς ἐξ Ἰσραήλ ο Κύ ριος γάρ, φησίν, ὁ Θεός σου, Κύριος εἷς ἐστι·» καὶ αὐτὸς δὲ ὁ Θεὸς προσεφώνει λέγων αὐτοῖς· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. 'Αρ' οὖν μετ έστησεν ἡ πίστις ἡ εἰς Χριστὸν τοὺς δι' αὐτῆς κεκλημένους εἰς τὸ μὴ ἑνὶ τῷ κατὰ φύσιν Θεῷ προσκυνεῖν; 'Αρα καταργοῦμεν νόμον τῷ ἑνὶ τῷ κατ' ἀλήθειαν Θεῷ προσκομίζοντα; Μη γένοιτο, φησίν, ἀλλὰ νόμον ἱστῶμεν.» Οὐκοῦν ὡς Θεῷ προσίεμεν τῷ Χριστῷ, ἵνα μὴ κατηγορώμεθα, ώς παραλύοντες νόμον, ἐπαινώμεθα δὲ μᾶλλον, ὡς ἱστῶντες νόμον διὰ τῆς πίσ στεως. Περὶ τοῦ ᾿Αβραάμ φησι· «Κατέναντι οὗ ἐπίστευσε Θεοῦ, τοῦ ζωοποιοῦντος τους νεκρούς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. 'Οτε τοίνυν τὸ ζωοποιεῖν δύ νασθαι τοὺς νεκροὺς ἁρμόσειεν ἂν οὐχ ἑτέρῳ, πλὴν ὅτι μόνῳ τῷ κατὰ φύσιν Θεῷ· ζωοποιεῖ δὲ Χριστὸς τ' ἴσ. τῆς.
col. 1227–1228page 13 of 66
PG 76:1227καὶ διὰ τῆς ἰδίας σαρκὸς τοὺς κατεφθαρμένους, ἀπτόμενος τῶν νεκρῶν, καὶ ἀνιστὰς αὐτούς· πῶς οὐ Θεὸς ἀληθινὸς, ὁ δοὺς καὶ ἑτέροις ἐξουσίαν τοὺς νεκρούς ἐγείρειν διὰ τοῦ ὀνόματος αὐτοῦ; «Ώστε, άδελφοι μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ Θεῷ.» Θανατούμεθα τῷ νόμῳ, τῆς κατ' αὐτὸν λατρείας ἀποπαυόμενοι· γινόμεθα δὲ ἑτέρῳ τῷ ἐκ νεκρῶν ἐγερθέντι, τουτέστι Χριστῷ, τοῖς αὐτοῦ θεσπίσμασιν εὐαγγελικοῖς κατακολουθεῖν σπουδάζοντες, ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Κεφάλαιον δὲ τῶν εὐαγγελικῶν θεσπισμάτων ἡ πίστις ἡ εἰς αὐτόν. Καὶ οὗτος ἡμῶν ὁ καρπὸς, ὡς Θεῷ, προσαγόμενος τῷ Χριστῷ. Θεὸς οὖν ἄρα ἐστὶν ὁ ἐκ νεκρῶν ἀναστάς, ὡς σαρκὸς γεγονότος τοῦ Λόγου. «Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν πνεύματι, εἶπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις πνεῦμα Χρι στοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι᾽ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.. Ἰδοὺ δὴ σαφῶς τὸ Θεοῦ Πνεῦμα λέγεται τοῦ Χριστοῦ. Ἀλλ᾽ εἴπερ ἐστὶν ἄνθρωπος ἰδικῶς καὶ ἀνὰ μέρος κείμενος, κατωκηκότα μόνον ἐν αὐτῷ τὸν τοῦ Θεοῦ Λόγου ἔχων, πῶς αὐτοῦ τὸ θεῖον λέγεται Πνεῦμα; ἀλλὰ μὴν ἴδιον αὐτοῦ τὸ Πνεῦμά ἐστι· Θεὸς ἄρα, καὶ οὐχ ετέρως. Οὐ γὰρ ἐν ἀνθρώπω γέγονεν ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ γέγονεν ἄνθρωπος ἀληθῶς, μετὰ τοῦ μεἶναι Θεός. Οὕτω γὰρ ἂν νοοίτο Χριστοῦ τὸ Πνεῦμα ὑπάρχειν τὸ τοῦ Πατρός. «Όσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζο μεν, ᾿Αββα, ὁ Πατήρ. 'Ο μακάριος γράφει Παῦλος «Ότι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον, 'Αββά, ὁ Πατήρ.» Οὐκοῦν εἰ ἐν Πνεύματι τοῦ Υἱοῦ παῤῥησίαν ἔχομεν Πατέρα καλεῖν τὸν Θεόν, ὡς τοῦ κατὰ φύσιν καὶ ἀληθοῦς Υἱοῦ τὸ Πνεῦμα πλουτήσαντες πῶς οὐ Θεὸς ὁ Χριστός; οὐ καθὸ νοεῖται καθ᾿ ἡμᾶς ἄνθρωπος μόνον, ἀλλὰ καθό γέγονε σὰρξ ὁ Λόγος, καὶ μετέσχηκε παραπλησίως ἡμῖν αἵματος καὶ σαρ κός «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις, ή στενοχωρία, ἡ διωγμός, ἢ λιμός, η κίν δυνος, ἢ μάχαιρα;» Ο νόμος ἔφασκεν ὁ διὰ Μωϋ σέως, καὶ ἐντολὴν ἐποιεῖτο· «᾿Αγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλη; τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Ότι τοίνυν τὴν ἀγάπην τὴν τῷ Θεῷ πρεπωδεστάτην, ὡς τι,
col. 1229–1230page 14 of 66
PG 76:1229ἐξ ὅλης ἴσχυος καὶ ἀνωτάτω 1, τὴν μέχρι ψυχῆς καὶ αἵματος καὶ αὐτῷ προσάγομεν τῷ Χριστῷ· τίς ὁ φάναι τολμῶν, ὡς οὐκ ἂν εἴη Θεός; Διημάρτηκε γὰρ τοῦ πρέποντος κατ' οὐδένα τρόπον ὁ τῶν ἁγίων σκου πός. Πέπεισμαι γάρ, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε ἐνεστῶτα, οὔτε μέλο λοντα, ούτε δυνάμεις, οὔτε ὕψωμα, ούτε βάθος, ούτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Εἰ μηδὲν ὅλως ἡμᾶς χωρίσαι δύναται τῆς ἀγάπης τοῦ Θεοῦ, πράττεται δὲ αὐτὴ παρ' ἡμῶν ἐν Χριστῷ Ἰησοῦ, πῶς οὐ Θεὸς ἐναργώς ὁ Χριστὸς, εἴπερ αὐτὸν ἀγαπῶντες, τὸν τῶν ὅλων ἀγαπῶμεν Θεόν; Χριστὸν, δὲ εἰ λέγοιμι, τὸν ἐκ Θεοῦ Λόγον ἐνηνθρωπηκότα " δηλώ. Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ,» φησί· παραστησόμεθα δὲ τῷ Χριστῷ. Καθιεῖται γὰρ ἐπὶ θρόνου δόξης αὐτοῦ, κρίνων την οἰκουμένην ἐν δικαιοσύνῃ. Καίτοι λέγοντος τοῦ Δαυίδ, ὅτι Θεός κριτής ἐστι· Θεὸς ἄρα ἐστὶν ὁ Χρι στός. Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἀναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσαν μοι ὑπὸ τοῦ Θεοῦ, εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, τὰ ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ· ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐ ή πρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.» Οἱ τὸ τῆς ἱερουργίας χρῆμα πεπιστευμένοι, Θεῷ λειτουργοῦσι μόνῳ· παρεστήκασι γὰρ οὐκ ἀνθρώποις οἱ ἱερεῖς. Ιδού τοιγαροῦν ὁ θεσπέσιος Παῦλος δεδόσθαι φησὶν ἑαυτῷ χάριν παρὰ τοῦ Θεοῦ, εἰς τὸ εἶναι λει τουργὸν Χριστοῦ Ἰησοῦ, καὶ ἱερουργεῖν ἐν τοῖς ἔθνεσι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Θεὸς οὖν ἄρα Χριστὸς, εἰ Χριστὸν κηρύττων τοῖς ἔθνεσι, τοῦ Θεοῦ φησιν Εὐαγγέλιον ἱερουργεῖν αὐτοῖς, ἵνα προσδεχθῶσιν, ὡς ἡγιασμένοι ἐν Πνεύματι. «Εχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν. Οὐ γὰρ τολμήσω τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστός δι᾿ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων τε καὶ τεράτων ἐν δυνάμει Πνεύματος Θεοῦ· ὥστε με ἀπὸ Ἱερουσαλὴμ κύκλῳ, καὶ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τη Εὐαγγέλιον τοῦ Χριστοῦ.» Εν τῷ Ἰησοῦ καυχασθαί φησι, τὸ καύχημα λέγων ἔχειν πρός Θεόν. Ὅτι δὲ οὐκ ἀνθρώπινον τὸ καὶ ἐν δυνάμει Πνεύματος ἐν τοῖς ἁγίοις ἀποστόλοις ἐνεργεῖν δύνασθαι τὸν Χριστὸν τὰ παράδοξα, πῶς ἔνι ἀμφιβάλλειν; "Ωσπερ γὰρ ἕκαστος τῶν καθ' ἡμᾶς ἐν ἰδίᾳ δυνάμει τὰ ἑαυτοῦ ἔργα ποιεί, οὕτω καὶ ὁ Χριστός, ὡς ἰδίᾳ δυνάμει τῷ Πνεύματι χρώμενος, ἐνεργεῖ τὰ παράδοξα διὰ τῆς τῶν ἁγίων ἀνωτάτην.
col. 1231–1232page 15 of 66
PG 76:12314 χειρός. Εἶτα πῶς οὐ Θεός ἐστιν, οὗ ἴδιον τὸ Πνεῦμα τὸ ἅγιον; Επ Ασπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι πᾶσαι τοῦ Χρι στοῦ.» Καίτοι φησὶν ἐν ἑτέροις, Τιμοθέῳ γράφων «ἵνα εἰδῆς τῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι. ο Εἰ δὲ Χριστοῦ τὰς Ἐκκλησίας οἶδε, καὶ μεμαρτύρηκε Θεὸς ἄρα Χριστός. «Ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τον Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει.» Θεοῦ λεγομένης εἶναι τῆς εἰρήνης (έφη γάρ που Χριστὸς τοῖς ἁγίοις. ἀποστόλοις· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν),» εἶτα πῶς οὐ Θεὸς ἀληθῶς ὁ τῆς εἰρήνης δοτήρ, καὶ ὡς ἴδιον ἀγαθὸν τοῖς ἀξίοις διδοὺς αὐτήν; Ἐκ τῆς πρὸς Κορινθίους πρώτης. Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. • Επιτήρησον, ότι Ρωμαίοις προειρηπώς ο Ασπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι πᾶσαι τοῦ Χρι στοῦ· › Κορινθίοις ἐπιστέλλων, Θεοῦ φησιν εἶναι τὴν Ἐκκλησίαν. «Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· 'Εγώ μέν είμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ. Μεμέρισται ὁ Χριστός; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα αὐτοῦ ἐβαπτίσθητε;» Οὐκοῦν εἰ μὴ μεμέρισται δ Χριστὸς, πάντα αὐτοῦ, καὶ πάντες αὐτοῦ. Καὶ εἰ αὐτὸς ἐσταυρώθη ὑπὲρ ἡμῶν, καὶ εἰς τὸ ὄνομα αὐτοῦ ἐβαπτίσθημεν, αὐτῷ δηλονότι κεχρεωστήμεθα· ἐσμέν δὲ οὐκ ἀνθρώπου τῶν καθ᾿ ἡμᾶς ἑνὸς, ἀλλὰ Θεοῦ. Χριστὸς ἄρα θεὸς ἐφ' ἡμᾶς. Ἐπειδὴ καὶ Ἰουδαίοι σημείον αιτοῦσι, καὶ Ελ ληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χρι στὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ελ λησι δὲ μωρίαν. Αρ᾽ οὐχὶ πᾶς ὀστισοῦν ὁμολογήσειεν ἂν, ὅτι καλεῖ πρὸς θεογνωσίαν τὴν ἀληθῆ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν τὸ κήρυγμα τὸ εὐαγγελικόν; Εἶτα πῶς, ἢ πόθεν τοῦτο ἀμφίβολον; Πῶς οὖν ἄρα κηρύττουσιν οι μυσταγωγοί Χριστὸν ἐσταυρωμένον; ἆρα ὡς ἕνα τῶν καθ᾿ ἡμᾶς, τὸν ἐπὶ σταυροῦ θάνα τον υπομείναντα, καὶ εἰς ἄνθρωπον ἡ τοῦ κόσμου πίστις πράττεται; Μὴ γένοιτο! Πεπιστεύκαμεν δὲ Θεῷ ζῶντι καὶ ἀληθινῷ. Θεόν οὖν οἶδε Χριστὸν τὸν ἐσταυρωμένον, καὶ τῷ κόσμῳ κηρύττει, τεθαρσηκώς ὅτι μὴ σφάλλεται. Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ' ὑπεροχήν λόγου, ή σοφίας, καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμέν νον. • Ἰδοὺ δὴ σαφῶς τὸ μαρτύριον τοῦ Θεοῦ λέγων καταγγέλλειν τῷ κόσμῳ, Χριστὸν Ἰησοῦν ἐπήγαγε, καὶ τοῦτον ἐσταυρωμένον. Θεὸς οὖν ἄρα ἐστὶν ὁ σταυρὸν δι' ἡμᾶς ὑπομείνας Χριστὸς Ἰησοῦς· οὗ καὶ τὸ μαρτύριον οὐκ ἐν ὑπεροχῇ λόγου και σου φίας κοσμικής καταγγέλλεται τῷ κόσμῳ διὰ τῶν
col. 1233–1234page 16 of 66
PG 76:1233ἁγίων ἀποστόλων, ἀλλ᾽ ὡς ἐν δυνάμει Πνεύματος. Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προ ώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Εἰ Θεοῦ σοφία τὸ μυστήριον Χριστοῦ, εἶτα τῷ κόσμῳ κηρύττεται, καὶ Θεὸς οὐκ ἔστιν ἀληθῶς κατὰ τὸ τισιν, οὐκ οἶδ' ὅπως, δοκοῦν, καὶ εἰς αὐτὸν ἡ πίστις πῶς ἐστι τὸ μυστήριον σοφόν, εἰ τῆς ἀληθῶς θεογνωσίας ἀποκομίζει τοὺς ἐπὶ τῆς γῆς, καὶ λα τρείαν ἀνθρώπου τὴν οἰκουμενικὴν ἀποτελεῖ; Αλλ' οὐ τοῦτό ἐστιν ἀληθές. Σοφὸν δὲ τὸ μυστήριον, ὅτι Θεῷ προσάγει τους πεπλανημένους· Θεὸς ἄρα ὁ Χριστός. Είρηται δὲ καὶ δικαίως Κύριος τῆς δόξης δ ἑσταυρωμένος. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. Θεμέλιον γὰρ ἄλλος οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.» Εἰ ἐπερηρείσμεθα καθάπερ τινὶ θεμελίῳ Χριστῷ, καὶ ἐπ' αὐτῷ διὰ πίστεως οικοδομούμεθα, καὶ ἔστιν αὐτὸς ἡ πάντων ἀσφάλεια, πῶς οὐκ ἂν εἴη Θεὸς ἀληθῶς, ἐν ῷ τὰ πάντα, καὶ ἡ παρὰ πάντων πίστις, οὐ καθὼς εἰς ἕνα τῶν καθ' ἡμᾶς, ὅτι μὴ κτίσει λελατρεύκα μεν, ἀλλὰ Θεῷ τῷ φύσει καὶ ἀληθῶς; Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε ὑμεῖς, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ο γὰρ ναός τοῦ Θεοῦ ἅγιος ἐστιν, οἵτινες ἐστε ὑμεῖς.» Εἰ τὸ Πνεῦμα Χριστοῦ δεχόμενοι, ναὸς Θεοῦ χρηματίζο μεν, πῶς οὐ θεὸς ἀληθῶς, ὁ δι᾽ ἂν ἡμεῖς ἐσμεν ναοί Θεοῦ; Ωστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Καὶ τότε ὁ Έπαινος γενήσεται ἑκάστῳ παρὰ τοῦ Θεοῦ.» Τον Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ἐξ οὐρανοῦ και ταβῆναι προσδοκῶμεν κατά καιρούς, ᾧ καὶ πάντες παραστησόμεθα κρίνοντι τὰ κρυπτά, καὶ φανεροῦντε τὰς βουλὰς τῶν καρδιῶν. Ὅτι δὲ καὶ ἐπαινέσει τους δικαίους, πεπληροφορήμεθα. Τοῖς γὰρ ἐστηκόσιν ἐκ δεξιῶν ἐρεῖ· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι λείαν ἀπὸ καταβολής κόσμου.» "Οτε τοίνυν έπαι νοῦντος Χριστοῦ, τὸν ἔπαινον ἑκάστῳ γενήσεσθαί φησι παρὰ τοῦ Θεοῦ, πῶς οὐ Θεός ἐστιν ἐναργώς; 1' παρὰ αὐτῶν πίστις. καὶ εἰς αὐτὸν πίστις τῷ κόσμῳ κηρύττεται.
col. 1235–1236page 17 of 66
PG 76:1235ο Η οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός έστιν, οὗ ἔχετε ἀπὸ Θεού, καὶ οὐκ ἐστὲ ἑαυτῶν; Ηγοράσθητε γὰρ τιμῆς. Δου ξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν.» Εἰ τὸ Πνεῦμα Χριστοῦ λαβόντες, γεγόναμεν ναοὶ Θεοῦ, καὶ οὐκ ἔσμεν ἑαυτῶν, ἀγορασθέντες τῷ αἵματι αὐτοῦ, ὡς μηκέτι ζῆν ἡμᾶς ἑαυτοῖς, ἀλλὰ τῷ πριαμένῳ πῶς οὐ Θεὸς ὁ Χριστὸς ἐνεργῶς, ὁ δι᾿ ἂν καὶ ναο! Θεοῦ ἐσμεν ἡμεῖς, ᾧ καὶ ὡς Θεῷ δουλεύομεν; Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οίδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς, εἰ μὴ εἶς. Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοί, εἴτε ἐν οὐ ρανῷ, εἴτε ἐπὶ τῆς γῆς (ὥσπερ εἰσὶ θεοὶ πολλοί, καὶ κύριοι πολλοί), ἡμῖν δὲ εἰς θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἰς Κύριος Ἰησοῦς Χριστος, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾿ αὐτ τοῦ.» Εἰ μόνος εἷς ἐστι Θεὸς, καὶ ἕτερος παρ' αὐτὸν οὐδεὶς, συμπαραλαμβάνεται δὲ εἰς τὴν μίαν τῆς θεό τητος φύσιν ὁ εἷς Χριστὸς Ἰησοῦς, δι᾿ οὗ τὰ πάντα Θεὸς οὖν ἄρα ἐστὶν ἐν ὁμοουσιότητι τοῦ Πατρὸς νοού μενος θεϊκῶς, καὶ ὅτε κεχρημάτικεν Ἰησοῦς Χριστός, γενόμενος ἐκ γυναικός. Επιτηρῆσαι δὲ χρή, ὅτι Χριστὸν Ἰησοῦν ὀνομάσας, δι' αὐτοῦ τὰ πάντα γε νέσθαι φησὶν, ὡς ἑνὸς ὄντος Υἱοῦ καθ᾽ ἔνωσιν οίκο νομικήν. ΔΕ, Εγενόμην, φησί, τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ῶν ἄνομος Θεῷ, ἀλλ' ἔννομος Χριστῷ. Ει ὁ Χρι στοῦ νόμον ἔχων, νόμον έχει Θεοῦ, πῶς οὐ Θεὸς ὁ Χριστός; Απρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε, καὶ Ελ λησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» Σημειωτέον, ὅτι Θεοῦ λέγων τὴν Ἐκκλησίαν, Χριστοῦ πάλιν οἶδεν αὐτήν. Θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ και φαλὴ ὁ Χριστός ἐστι· κεφαλὴ δὲ γυναικὸς, ὁ ἀνήρο κεφαλὴ δὲ Χριστοῦ, ὁ Θεός.» Ὁ μακάριος Λουκᾶς τὴν περὶ Χριστοῦ γενεαλογίαν ἡμῖν συντιθεὶς, ἄρχει ται μὲν ἀπὸ τοῦ Ἰωσήφ, εἶτα φθάσας ἐπὶ τὸν Ἀδάμ, ἐπιφέρει, λέγων, Τοῦ Θεοῦ· ἀρχὴν τῷ ἀνθρώπου τιθεὶς τὸν ποιήσαντα Θεόν. Οὕτως εἶναί φαμεν παν τὸς ἀνδρὸς κεφαλὴν τὸν Χριστόν· πεποίηται γὰρ δι' αὐτοῦ, καὶ παρήχθη πρός γένεσιν· οὐχ ὑπουργικώς κτίζοντος αὐτὸν τοῦ Υἱοῦ, θεουργικῶς καὶ δὲ μᾶλλον, ὡς φύσει Δημιουργού. Κεφαλὴ δὲ γυναικὸς ὁ ἀνὴρ, ὅτι ἐκ τῆς σαρκὸς αὐτοῦ ἐλήφθη, καὶ αὐτὸν ὥσπερ ἔχει τὴν ἀρχήν. Κεφαλὴ δὲ ὁμοίως τοῦ Χριστοῦ ὁ Θεὸς, ὅτι ἐξ αὐτοῦ κατὰ φύσιν· γεγέννηται γὰρ ὁ Λόγος ἐκ τοῦ Θεοῦ καὶ Πατρός. Εἶτα πῶς οὐ Θεὸς ὁ * θεϊκῶς.
col. 1237–1238page 18 of 66
PG 76:1237Χριστός, οὗ κεφαλὴ τέθειται κατὰ φύσιν ὁ Πατήρ; Χριστὸν δὲ ὅταν λέγοιμι, ἐν ἀνθρωπεία μορφῇ πε φηνότα τὸν Θεοῦ Λόγον ἐννοῶ. Διὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν, Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος " καὶ διαιρέσεις ενεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ἡ ἐνεργῶν ἐστι τὰ πάντα ἐν πᾶσιν.» Εἰ τὸ λέγειν, ὅτι οὐκ ἔστι φύσει καὶ ἀληθείᾳ Θεὸς ὁ Χριστὸς, οὐ δὲν ἕτερόν ἐστιν, ἢ εἰπεῖν ἀνάθεμα Ἰησοῦν, ὁ ἐκε βάλλοντες αὐτὸν τοῦ εἶναι κατὰ ἀλήθειαν Ἰησοῦ, οὐκ ἐν ἁγίῳ Πνεύματι τοῦτο ποιοῦσι· καὶ εἰ τὰς τῶν β χαρισμάτων διαιρέσεις ποτὲ μὲν ἐνεργεῖν τὸ Πνεῦμά φησι, ποτὲ δὲ τὸν αὐτὸν Κύριον, ποτὲ δὲ τὸν αὐτὸν Θεόν, οἶδεν ἄρα Θεὸν ὄντα Χριστόν, τὸν ὡς Θεὸν ἐνεργοῦντα διὰ τοῦ Πνεύματος, καὶ ὡς Κύριον κατά φύσιν διανέμοντα μετ' ἐξουσίας, ὥσπερ ἂν ἔλοιτο, τὰς ἄνωθεν δωρεάς. Μνημονεύσαι δὲ δεῖ, ὅτι καὶ ὁ Παῦλος ἔφη περὶ Χριστοῦ, ὡς ἐνεργήσαντος αὐτοῦ ἐν δυνάμει Πνεύματος ἁγίου Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτ τον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα κ' χαρίσματα ιαμάτων. Θεοῦ λεγομένου ταῦτα κατορθοῦν, Χριστὸς ὁ ἐνερ γήσας ἐστίν· ἔθετο γὰρ τοὺς ἀποστόλους αὐτὸς ἐν τῇ Ἐκκλησίᾳ, καὶ μέντοι καὶ διδασκάλους, ἐνεργῆσαι καὶ δυνάμεις· δέδωκε γὰρ ἐξουσίαν τοῖς ἁγίοις μαθηταῖς, θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μα λακίαν ἐν τῷ λαῷ. Ο ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Εἴ τις οὐ φιλεῖ τὸν Κύριον, ήτω ἀνάθεμα, μαραναθά. ο "Αρα τίνα φησὶ Κύριον ἐν τούτοις; Κύριος μὲν γὰρ ὁμο λογουμένως, καὶ αὐτὸς Υἱός· ὁμοίως δὲ καὶ τὸ Πνεῦμα·. Ο γὰρ Κύριος, φησί, τὸ Πνεῦμά ἐστιν.» Ο δέ γε τοῦ μακαρίου Παύλου σκοπὸς ἐν τούτοις εἰς αὐτὸν συνετείνετο 1 τὸν Ἰησοῦν. «Εἷς γάρ, φησί, Κύριος Ἰησοῦς Χριστός.» Αναθεματίζει τοίνυν τὸν μὴ φιλοῦντα αὐτόν. Οὐ φιλεῖ δὲ αὐτὸν, ὁ μήτε φύσει, μήτε ἀληθείᾳ λέγων Υἱὸν εἶναι τοῦ Θεοῦ, ἀλλὰ ὡς ἐν δευτέρᾳ τάξει τιθεὶς παρὰ τὸν ἐκ Θεοῦ Λόγον, καὶ τὸ τῆς οἰκονομίας ἀδικῶν μυστήριον διὰ τοῦ τέτ μνειν εἰς δύο τὸν ἕνα Κύριον καὶ Ἰησοῦν. Εκ τῆς πρὸς Κορινθίους β'. Τῷ δὲ Θεῷ χάρις, πάντοτε τῷ θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ μ' ἔπειτα. 1 συντείνεται.
col. 1239–1240page 19 of 66
PG 76:1239φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ· ὅτι Χριστοῦ εὐωδία εσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις.» Εἶτα πῶς οὐ Θεὸς ὁ Χριστὸς, εἴπερ ἐστὶν αὐτὸς ὀσμὴ τῆς γνώσεως τοῦ Πατρός; Οὐ γὰρ ἔν γε τῇ ἀνθρώπου φύσει τὴν τῆς θείας φύσεως εὐωδίαν ἀναμάθοι τις ἄν· ἀλλ᾿ ὥσπερ ἡ τῆς ἀν θρωπότητος ὀσμὴ σημαίνει που πάντως ἄνθρωπον, οὕτω καὶ ἡ τῆς θεότητος, Θεόν. Εἰ δὲ Χριστὸς εὐ ὠδία τοῦ Πατρὸς εἶναι λέγεται, καὶ ἔστιν ἀληθῶς, πῶς οὐ Θεός ἐστι Χριστὸς, κἂν εἰ γέγονεν ἄνθρωπος οἰκονομικῶς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος; Η ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, εγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· φανερούμενοι ότι ἐστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ' ἡμῶν, ἐγ γεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ᾽ ἐν πλαξι καρδίας σαρ κίνης. Έφη που Θεὸς δι᾿ ἑνὸς τῶν ἁγίων προφη τῶν· Ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, διδούς ". νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρ δίας αὐτῶν ἐπιγράψω αὐτούς. Γεγόναμεν τοίνυν ἐπιστολὴ Χριστοῦ, γράφοντος ἡμῖν οὐκ ἐν μέλανι τὸ αὐτῷ δοκοῦν, ἀλλ' ἐν Πνεύματι Θεοῦ ζῶντος· οὐ διακονικῶς μᾶλλον, ἀλλ', ἵνα οὕτως εἴπωμεν, αὐτουργικῶς ἴδιον γὰρ αὐτοῦ τὸ Πνεῦμά ἐστιν. Εἶτα πῶς οὐ Θεὸς ὁ ἐν ἰδίῳ Πνεύματι γράφων ἡμῖν τῆς θεογνωσίας τὴν ὁδόν; Περὶ τῶν Ἰουδαίων φησίν Αλλ' ἐπωρώθη τὰ νοήματα αὐτῶν. "Αχρι γὰρ τῆς σήμερον ἡμέρα; τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀνα γνώσει τῆς Παλαιᾶς Διαθήκης διαμένει μὴ ἀνακαλυπτόμενον, ὅ τι ἐν Χριστῷ καταργείται· ἀλλὰ ἕως τῆς σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ηνίκα δ' ἂν ἐπι στρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ο δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Εἰ τέλος νόμου καὶ προφητῶν ὁ Χριστὸς, καὶ οὐκ ἀποκαλύπτεται τὸ κάλυμμα τὸ ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης, εἰ μὴ ἐν μόνῳ τῷ Χριστῷ· ποῖον ἔχει λόγον τὸ, ἄνθρωπον αὐτὸν οἴεσθαι κοινὸν ὑπάρχειν, μόνῃ τῇ τῆς υἱότητος προς ηγορία τετιμημένον; Εὑρίσκεται γὰρ ἂν οὕτως ἔχειν τὸ τῆς πίστεως ἡμῶν τέλος οὐκ εἰς Θεὸν μᾶλλον, ἀλλ' εἰς ἕνα τῶν καθ' ἡμᾶς· ὅπερ ἐστὶ τῶν ἀτοπωτάτων. 1 Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν ἐν τοῖς ἀπολλυμένοις, ἔστι κεκαλυμμένον ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ετύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγ γελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.» Εἰ κατά γε τό τισι δοκοῦν κοινὸς ἄνθρωπός ἐστιν ὁ Χριστὸς, ενώσει μόνῃ τῇ κατὰ πρόσωπον τὴν συνάφειαν ἔχων πρὸς τὸν ἐκ Θεοῦ Λόγου (φασὶ γὰρ οὕτως αὐτοί)· πῶς ἐν τοῖς ἀπολλυμένοις κεκαλυμμέν νον ἐστὶ τὸ Εὐαγγέλιον τοῦ Θεοῦ =; Διάκεινται γὰρ * αὐτοῦ.
col. 1241–1242page 20 of 66
PG 76:1241τὰ ἔθνη, οὐχ ὅτι Θεός ἐστιν, ἀλλ' ὅτι καθ᾿ ἡμᾶς ἄ θρωπος. Πῶς δὲ καὶ τετύφλωνται παρὰ τοῦ Σατανά οἱ περὶ ἀνθρώπου λέγοντες, ὅτι ἄνθρωπός έστι; Ποῖος δὲ καὶ φωτισμὸς ἔνεστι τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰ μὴ Θεός ἐστι, καὶ ὡς τοῦτο ὑπάρχων δεδόξασται; Πῶς δ᾽ ἂν εἴη καὶ εἰκὼν τοῦ Θεοῦ, εἰ μέχρι μόνων τῶν τῆς ἀνθρωπότητος ἀφικνεῖται, οὐκ ἔχων τὸ εἶναι κατὰ ἀλήθειαν Υἱὸς καὶ Θεός; Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα διακομίσηται ἕκαστος τὰ διὰ κ τοῦ σώ ματος, πρὸς ὁ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον, ο Εἰ πᾶσα τοῖς ἁγίοις σπουδὴ τὸ εὐαρεστεῖν τῷ Θεῷ, φιλοτιμούμεθα δὲ τοιοῦτοι φαίνεσθαι τῷ Χριστῷ, τὸ ἀνθρώποις ἀρέσκειν παραιτούμενοι· πῶς οὐ Θεὸς ἐναργῶς ὁ Χριστός; Καὶ εἰ κρινεῖ τὴν οἰκουμένην αὐτὸς, ἑνὸς εἶναι νομοθέτου λεγομένου καὶ κριτού, πρόδηλον ὅτι καὶ κατὰ τοῦτο Θεός ἐστι, καὶ εἰ γέγονε σὰρξ ὁ Λόγος. «Ἡ γὰρ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἰ εἰς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτ τῶν ἀποθανόντι καὶ ἐγερθέντι.. Εἰ πάντες ἐν ἐσμεν, καὶ αὐτῷ τὴν εὐχόμεθα, κατασεμνύνοντες δηλονότι τὸν ἑαυτῶν βίον διά γε τοῦ χρῆναι πληροῦν τὸ θέλημα αὐτοῦ, ζῶμεν δὲ τῷ Χριστῷ· πῶς οὐ Θεὸς εἴη ἄν, ᾧ κεχρεωστήμεθα, καὶ ζῆν σπουδάζομεν, ὡς ὑπὲρ ἡμῶν τεθνεῶτι, καὶ πριαμένῳ πάντας αἵματι τῷ ἰδίῳ; «Υπέρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. • Επιτήρησον ὅτι πρεσβεύουσι μὲν ὑπὲρ Χριστοῦ, παρακαλεῖσθαι δὲ λέγουσιν ἡμᾶς ὑπὸ τοῦ Θεοῦ. Εἶτα πάλιν, «Δεόμεθα, φησὶν, ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.» Θεὸς οὖν ἄρα καὶ Χριστὸς, ᾧ καὶ κατηλλαγμένοι, Θεῷ κατηλλάγμεθα. Αλλ' ἐν παντὶ συνιστάντες ἑαυτούς, ὡς Θεοῦ διάκονοι.» Οι Θεοῦ λεγόμενοι εἶναι διάκονοι, εἴρηνται καὶ Χριστοῦ. Θεὸς οὖν ἄρα Χριστός. «Ἡμεῖς γὰρ ναοί ἐσμεν Θεοῦ ζῶντος, καθώς· εἶπεν ὁ Θεὸς, ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.» Εἰ ναοὶ Θεοῦ ζῶντος ἐσμεν, ὡς ἐνοικοῦντος ἐν ἡμῖν τοῦ Πνεύματος, δ καὶ εἶναι λέγεται τοῦ Χριστοῦ («Ε' γάρ τις, φησί, Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ» )· πῶς οὐ Θεὸς ὁ Χριστό;; Λογισμούς, φησί, καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. ο η ίδια.
col. 1243–1244page 21 of 66
PG 76:1243κατὰ τῆς γνώσεως τοῦ Θεοῦ; ἢ πῶς αἰχμαλωτιοῦμεν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ; Κεκένωκε γὰρ ἑαυτὸν ὁ Λόγος ἐκῶν, καὶ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου. Οταν τοίνυν ἐκ τῶν οἰκονομικῶς ἢ πεπραγμένων ἢ εἰρημένων, διά γε την σάρκε καὶ τὸ ἀνθρώπινον, κατεπαίρωνταί τινες τῆς γνώ σεως τοῦ Υἱοῦ, λέγοντες οὐκ εἶναι Θεὸν ἀληθῆ καὶ Υἱὸν κατὰ φύσιν τὸν ἐν ἀνθρωπεία μορφῇ· τότε πάν ύψωμα επαιρόμενον καθαιρήσομεν, τὰς τῶν ἐκεῖνα φωνεῖν ᾑρημένων ἀνατρέποντες δόξας, καὶ περιτρέποντες πᾶν νόημα εἰς τὴν τῆς ὑπακοῆς οἰκονομίαν. Δεῖ γὰρ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις γεγονότα τὸν Υἱὸν μὴ παραιτεῖσθαι τὰ ἀνθρώπινα. .. Τίνα τρόπον καθαιρήσομεν πᾶν ὕψωμα επαιρόμενον Ἐκ τῆς πρὸς Γαλάτας. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ο δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ °, ο Τί δὲ ἄρα φτ σὶν ἐν τούτοις ὁ θεσπέσιος Παῦλος, κατιδεῖν ἀναγ καῖον. Νόμος τέθειται παρὰ Θεοῦ διὰ φωνῆς προφη τῶν, καὶ ἦν οὗτος· «Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσε ται.» Τέθειται δὲ καὶ νόμος διὰ Μωσέως. Νόμῳ τοίνυν τῷ τῆς πίστεως, φησὶν, ἀκολουθήσας, ἀπέθανον τῷ νόμῳ τῷ διὰ Μωσέως, οὐκ ἐνεργήσας ἐπὶ τὰ ὡς ἐν σκιᾷ καὶ τύποις διωρισμένα τοῖς ἀρχαίοις. Τοῦτο γάρ ἐστι τὸ, νόμῳ τῷ διὰ Μωσέως ἀποθανεῖν, cἵνα Θεῷ ζήσωμεν, τῇ εἰς Χριστὸν προσκείμενοι πίστει. Οτε τοίνυν ἀποθνήσκομεν τῷ διὰ Μωσέως νόμῳ, τὴν ἐν Χριστῷ προτιμώντες δικαίωσιν, πως οὐ Θεὸς ὁ Χριστὸς, δι᾿ ὃν καταργείται νόμος, ὡς διαφερούσης αὐτοῦ τῆς πίστεως; Εἰ δὲ ἄνθρωπος ἁπλῶς ἦν ὁ Χριστὸς, πῶς ἂν ἐγένετο καὶ νόμου κρείττων ἡ πίστις ἡ εἰς αὐτόν; . Ὁ οὖν ἐπιχορηγῶν ἡμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως; Εἰ ὁ νόμος ὁ διὰ Μωσέως, καίτοι Θεοῦ νόμος ων, καὶ λαληθεὶς δι' ἀγγέλων, οὐκ ἔχει τὴν τοῦ ἁγίου Πνεύματος χορηγίαν, οὔτε μὴν προὐξένησέ τισι τὸ ἐνεργεῖν δύνασθαι τὰ παράδοξα, κερδαίνομεν δὲ διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν ἀμφότερα· πῶς οὐκ ἐν ἀμείνοσιν ἡ πίστις τοῦ παλαιοῦ νόμου; Καὶ εἰ ἄν θρωπος ἦν ἁπλῶς καθ᾿ ἡμᾶς, πῶς θεῖον κατήργησε νόμον ἡ πίστις ἡ εἰς αὐτόν; Καὶ εἰ ἐσμὲν ἐν ἀμείν νοσιν οἱ διὰ πίστεως μᾶλλον, ἢ οἴπερ ἦσαν ἴσως κατ' ἐκείνους τοὺς καιρούς, καθ' οὓς ἦν ὁ νόμος· πῶς οὐ Θεὸς ὁ Χριστός; Πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρου ἡμῶν.
col. 1245–1246page 22 of 66
PG 76:1245ρούμεθα, συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι· ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως, οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσ σθητε, Χριστὸν ἐν[ε]δύσασθε. ο Εἰ παιδαγωγὸς ἦν ὁ νόμος, οὐκ ἐφ᾽ ἕτερον ἀναφέρων, πλὴν ὅτι μόνον ἐπὶ Χριστόν, καίτοι τῆς ἀληθοῦς θεογνωσίας διδάσκαλος ὤν, πῶς οὐ Θεὸς ὁ Χριστός; Καὶ εἰ καταργείται νόμος διὰ τῆς πίστεως τῆς εἰς αὐτὸν, καὶ τὸ τῆς παιδαγωγίας αὐτῷ τέλος παραδίδωσιν, ὡς εἰς τὸ ἄκρον ἀγαθὸν ἀναφέρων τους παιδαγωγουμένους· τὸ δὲ εἰς λῆξιν ἀγαθὸν εἴη ἂν ἕτερον οὐδὲν παρά γε την τῆς ἀληθοῦς θεογνωσίας εἴδησιν· πῶς ἂν ἐνδοιάσειέ τις, ὅτι θεός ἐστι; Βαπτιζόμενοι δὲ εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, πῶς εἰς Χριστὸν βεβαπτίσ σμεθα, εἴπερ ἐστὶν οὐχ Υἱὸς ἀληθὴς, καίτοι τοῦ κατὰ φύσιν ἑνὸς ὄντος Υἱοῦ; Ἀλλὰ μὴν εἰς αὐτὸν βεβαπτίσμεθα· Θεὸς οὖν ἄρα ἐστὶν ὡς Υιός εἷς, καὶ Κύ μιας εἷς, καθ' ἔνωσιν οἰκονομικὴν σαρκός γεγονότος τοῦ Λόγου. Αλλὰ τότε μὲν οὐκ εἰδότες Θεόν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· νυνὶ δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχά στοιχεία; › Εἰ Θεὸν ἐγνώκα μεν ὁμολογοῦντες Χριστὸν, καὶ ἐγνῶσθαί φαμεν ὑπὸ τοῦ Θεοῦ, γνωσθέντες αὐτῷ, πῶς οὐ Θεὸς ὁ Χρι στός; Ἐμοὶ δὲ μὴ γένοιτο καυχάσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.» Ο μακάριος ψάλλει Δαυΐδ· Καυχήσομαι ἐπὶ τῷ θεῷ τῷ Σωτήρι μου. Εστι δὲ σοφὸς καὶ ἁγιοπρεπής ὁ λόγος· οὐ γὰρ ἐν ἀνθρώπῳ κατασεμνύνεσθαι χρὴ μᾶλλον ἡμᾶς, ἀλλ' ἐπὶ Θεῷ. Πῶς οὖν ὁ Παῦλος ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ καυχάσθαί φησιν; Εδει γὰρ μᾶλλον ἐπὶ Θεῷ τοῦτο δρᾷν· σκοπός γὰρ οὗτος τοῖς ἄλλοις ἁγίοις. Αλλ' ὑπάρχων Πνευματοφόρος, ἐν θανάτῳ Χριστοῦ καυχάσθαί φησιν. Οἶδεν οὖν ἄρα Θεὸν ὄντα καὶ ἀληθῆ, καὶ δι' ἡμᾶς παθόντα σαρκί. Ἐκ τῆς πρὸς Ἐφεσίους. Περὶ τοῦ Θεοῦ καὶ Πατρός φησι· «Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης Αρχῆς, καὶ Εξουσίας, καὶ Δυνάμεως, καὶ Κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἰδοὺ τὸν ἐγηγερμένον ἐκ νεκρῶν κεκάθικεν ὁ Πατὴρ ἐν δεξιᾷ αὐτοῦ, ὑπεράνω πάσης Αρχῆς, καὶ Ἐξουσίας, καὶ Δυνάμεως, καὶ παντὸς ὀνόματος όνομαζομένου. Αρ' οὖν συνεδρεύει τῇ ὑπὲρ πάντα φύσει καθ᾿ ἡμᾶς νοούμενος άνθρωπος, καὶ ἕτερον οὐδὲν, ἢ, ὅπερ ἐστὶν ἀληθὲς, ὡς Θεὸς ἐνανθρωπήσας, καὶ ὑπάρχων μὲν οι
col. 1247–1248page 23 of 66
PG 76:1247? όμοούσιος τῷ Πατρὶ, καθὸ πέφηνεν ἐξ αὐτοῦ, προς λαβὼν δὲ τὸ ἀνθρώπινον οἰκονομικῶς, ἵνα ἐν αὐτῷ ν νοῆται Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτὸς, καὶ διὰ τοῦτο τῇ θείᾳ δόξῃ κατεστεμμένος; Διὸ μνημονεύετε, ότι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκὶ, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου· ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦς, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, καὶ ξένοι τῶν διαθηκῶν, τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.» Εἰ Χριστὸν οὐκ ἔχοντα τὰ ἔθνη διετέλουν ἐν ἀθεότητι κατὰ τὸν κόσμον, ἐπειδὴ δὲ αὐτὸν ἐσχή κασιν, οὐ μεμενήκασιν ἄθεοι τ· πῶς ἄρα οὐ Θεὸς ὁ Χριστός; Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα [τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ], ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται ἵνα δίψη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν.» Τὸ Χριστὸς Ἰησοῦς ὄνομα, καθό πλειστάκις ειρήκαμεν, άνθρω πείς μορφῇ τὸν ἐκ Θεοῦ πεφηνότα λόγον σημαίνει πανταχοῦ. Πῶς οὖν ἐν ταῖς καρδίαις ἡμῶν κατοικεῖ διὰ τῆς πίστεως, εἰ μὴ νοεῖται Θεός, ἐνώσαντος ἑαυτῷ τὴν σάρκα τοῦ Λόγου, ὃς καὶ θεϊκῶς ἐν ἡμῖν κατοικεῖ διὰ τοῦ Πνεύματος; Εἰ δὲ κοινὸς ἄνθρωπος ὁ Χριστὸς, καὶ ἕτερος υἱὸς παρὰ τὸν φύσει καὶ μόνον, φημὶ δὴ τὸν ἐκ Θεοῦ, τίς ὁ ἐν ἡμῖν κατοικῶν; ἢ πῶς ἀνθρώποις διὰ πίστεως ἐνοικίζεται; καίτοι λέγοντος Ἰωάννου σαφῶς περὶ τοῦ Χριστοῦ· «Ἐν τούτῳ για νώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν. ο Ἐκ τῆς πρὸς Φιλιππησίους. Περὶ τῶν ἐν νόμῳ καυχημάτων φησίν· Ατινα ἦν μοι κέρδη, ταῦτα ἤγημαι διὰ τὸν Χριστὸν ζημίαν. ᾿Αλλὰ μενούνγε ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι, διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, δι᾿ ἂν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύ βαλα είναι, ἵνα Χριστόν κερδήσω.» Τί δὲ καὶ τὸ ὑπερ ἔχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ; Διά τί ζημία και σκύβαλα ἐν νόμῳ; Καίτοι Θεὸν τὸν φύσει καὶ ἀληθινὸν ὁ διὰ Μωσέως νόμος τοῖς ἀρχαιοτέροις ἐκήρυττεν· οἱ δὲ τῆς νέας Διαθήκης μυσταγωγοί Χριστὸν τῷ κόσμῳ κατηγγέλκασιν. Αλλ' εἴπερ ἐστὶν ἄνθρωπος καθ' ἡμᾶς, αὐτὸ δὲ τοῦτο κοινὸς, οὐχ ενώσει τῇ καθ' ὑπόστασιν, τῇ πρός γε, φημί, τὸν ἐκ Θεοῦ Λόγον, εἶναι Θεὸς πεπιστευμένος, πῶς ὑπερέξει τῆς νομικῆς πίσ στεως ἡ κατ' αὐτόν; Ἐκ τῆς πρὸς Κολασσαεῖς. Νῦν χαίρω, φησὶν, ἐν τοῖς παθήμασί μου ὑπὲρ ταὐτῷ. 9 Θεοῦ. ἄθες.
col. 1249–1250page 24 of 66
PG 76:1249ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἔστιν ἡ Ἐκκλησία· ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ· τὸ μυστή. ριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁ πλοῦτος τῆς δό ξης του μυστηρίου αὐτοῦ ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ἡμῖν, ἡ ἐλπὶς τῆς δόξης, ἂν ἡμεῖς κατα αγγέλλομεν.» Πώς κέκρυπται τὸ μυστήριον, ἢ πῶς ἐστιν ὅλως Λόγος Θεοῦ, ποῖος δὲ ὁ πλοῦτος τῆς δόξης ἔνεστιν αὐτῷ, εἴπερ ἐστὶ κοινὸς ἄνθρωπος καθ' ἡμᾶς ὁ Χριστός; Οὐδὲ γὰρ μέγα ἐστὶν, ἀλλ᾽ οὐδὲ ἀξιόλο τον τὸ μυστήριον, εἰ μὴ ὡς θεῷ προσίεμεν τῷ Χμι στῷ, καὶ συνίεμεν, ὅτι Θεὸς ὢν ὁ Λόγος, καὶ ἐν ἰσό της: καὶ μορφῇ τοῦ Πατρὸς, καθῆκεν ἑαυτὸν εἰς κέ νωσιν, γενόμενος ἄνθρωπος, καὶ μεμενηκὼς ὅπερ ἦν· πλούσιον γὰρ οὕτω καὶ δόξῃ πολλῇ νοεῖται τὸ μυστήριον. Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν Κύριονἡμῶν, ἐν αὐτῷ περιπατεῖτε, ἐῤῥιζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι ἐν πίστει. ο Πῶς οὖν παρελάβομεν τὸν Χριστὸν διδάξει λέγων ὁ σοφός Ιωάννης· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο.» Αλλ' οὐ πέπαυται τοῦ εἶναι λόγος, καὶ εἰ γέγονε σάρξ συνεδρεύει γὰρ καὶ οὕτω τῷ ἰδίῳ Πατρὶ, καὶ Κύριος τῆς δόξης ὁ ἐσταυρωμένος ὠνόμασται. Υή προσευχή προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστία· προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λα λῆσαι τὸ μυστήριον τοῦ Θεοῦ, δι' δ καὶ δέδεμαι· ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι.» Εἰ μὴ Θεὸς ὁ Χριστός, ἄνθρωπος δὲ θεία χάριτι τετιμημένος, ούτ δὲν ἔχει βαθὺ τὸ ἐπ᾿ αὐτῷ μυστήριον· ποίας οὖν ἐδεῖτο θύρας εἰς τὸ φανερῶς ' αὐτὸ καὶ καθὼς ἔδει λαλῆσαι; Μέγα γὰρ οὐδὲν ἢ χαλεπὸν τὸ περὶ ἀνθρώπου λέγειν, ὡς εἴη κατά φύσιν ἄνθρωπος. Εἰ δὲ ἄνε θρωπος γεγονώς ὁ ἐκ Θεοῦ κηρύττεται λόγος, χρεία δὴ πάντως Νεοῦ, τοῦ καὶ θύραν ἀνοίγοντος, καὶ δια δόντος λαλῆσαι τὸ μυστήριον, καθ᾿ ὃν προσήκει τρό που. Ἐκ τῆς πρὸς Ἑβραίους. εί Ει Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰ κουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ, ὁ Μονογενής κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς ὠνόμασται Λόγος, ὅτι μόνος ἐκ μόνου γεν γέννηται τοῦ Πατρός· εἴρηται δὲ καὶ πρωτότοκος, ὅτε καὶ εἰσῆλθεν εἰς τὴν οἰκουμένην ἄνθρωπος γεγο το φανερῶσαι.
col. 1251–1252page 25 of 66
PG 76:1251νώς, καὶ μέρος αὐτῆς. Πλὴν καὶ οὕτω προσκυνεῖται παρὰ τῶν ἁγίων ἀγγέλων, ἀνακειμένου τε καὶ πρέ ποντος μόνῳ Θεῷ τοῦ καὶ προσκυνεῖσθαι δεῖν. Πῶς οὖν οὐ Θεὸς ὁ Χριστὸς, ὁ καὶ ἐν οὐρανῷ προσκυνούμενος; Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν· θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Και· Η ράβδος τῆς εὐθύτητός σου ράβδος τῆς βασιλείας σου. Ηγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Εἰ ποιητῆς ἀγγέλων ἐστὶν ὁ θρόνον ἔχων εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀγαπήσας τε δικαιοσύνην, καὶ μεμισηκὼς ἀδικίαν ", καὶ διὰ τοῦτο κεχρίσθαι λεγά μενος τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως παρὰ τοῦ Θεοῦ καὶ Πατρός· τί δὴ ἄρα φαμὲν εἰς ἐννοίας ερχόμενοι τὰς ἐπ' αὐτῷ; Εἰ γὰρ ποιεῖ τοὺς ἀγγέλους αὐτοῦ πνεύ ματα, καὶ θρόνον ἔχει θεότητος, τίνα τρόπον χρίεται τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως; Οὐκοῦν κτίζει μὲν ὡς Θεὸς ἀγγέλους, χρίεται δὲ ὡς ἄνθρωπος· οὐκ εἰς τὴν τῆς θεότητος φύσιν, ἀλλ᾽ εἰς τὸ τῆς οἰκονομίας εὐτεχνὲς ἐρχομένου τοῦ χρίσματος. Θεὸς ἄρα καὶ άνθρωπος ὁ Χριστός· Θεὸς μὲν τῇ φύσει, άνθρωπος δὲ καθ' ἡμᾶς ὁ αὐτὸς οἰκονομικῶς, ὅτε γέγονεν ἐκ γυναικὸς κατὰ σάρκα. Βλέπετε, ἀδελφοί, μή ποτέ ἐστιν ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεού ζῶντος.» Εἰ ἀρνούμενοι τὸν Χριστὸν, ἀφιστάμεθα Θεοῦ ζῶντος καὶ ἀληθινοῦ, ἐμμένοντες δὲ τῇ εἰς αὐτ τὸν πίστει, κατ' οὐδένα τρόπον ποιούμεθα τὴν ἀπο στασίαν, πῶς οὐ Θεὸς ὁ Χριστός; «Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδός δαμάλεως ραντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος ἁγίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζώντι;» Εἰ μὴ Θεὸς ἀληθῆς ἐστιν ὁ Χριστός, τίς ἡ ὄνησις ἡ διὰ τοῦ αἵματος αὐτοῦ; Η πῶς ἡμῶν καθαριεῖ τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων; Αἷμα γὰρ ἀνθρώπου κοινοῦ τί τὸ πλέον ἔχει παρὰ τὸ αἷμε τῶν τράγων; 'Αλλ᾽ οὐδὲν ὅλως, πλὴν ὅτι τὸ μέν ἐστιν ἀλόγου ζώου, τὸ δὲ λογικοῦ. Ἐπειδὴ δὲ ὁ ἐκ Θεοῦ κατὰ φύσιν, σάρκα λαβών, ἔθηκεν ὑπὲρ πάντων τὸ ἴδιον αἷμα, ταύτῃτοι καὶ καθαρίζειν δύναται τοὺς πιστεύοντας εἰς αὐτὸν, καὶ νεκρῶν ἔργων ἀπαλλάττειν, καὶ προσάγειν εἰς λατρείαν τῷ Θεῷ. 'Αθετήσας τις νόμον Μωϋσέως, χωρίς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. Πόσῳ, δο κεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱν Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης και ἀνομίαν. * ἀνομίαν.
col. 1253–1254page 26 of 66
PG 76:1253νὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐν υβρίσας "', ἐν ᾧ ἡγιάσθη;» Ο θεῖον ὑβρίσας νόμου, ήγουν ἀθετήσας, οὐκ ἴσον ἔχει τὸ ἔγκλημα τῷ εἰς ἄνθρωπον ἡμαρτηκότι, ἀλλὰ πολὺ φορτικώτερον· καὶ γοῦν ὁ μὲν νόμον παραβεβηκώς, ὑπὸ τὴν τοῦ θανά του πέπτωκε δίκην· ὁ δὲ εἰς ἄνθρωπον πεπλημμεληκὼς εἴη ἂν καὶ συγγνώμης ἄξιος. Πῶς οὖν ἐν χείρονι δίκῃ τοῦ πλημμελοῦντος εἰς τὸν Μωσέω; νόμον, 4 κοινὸν ἡγησάμενος τὸ αἷμα τοῦ Χριστοῦ; Αλλά μὴν ἐν χείρονι, καὶ σφόδρα εἰκότως. Οὐκ ἄρα κοινὸν τὸ αἷμα τοῦ Χριστοῦ· Θεὸς γὰρ ἦν ὁ Λόγος γενόμενος σάρξ. Βλέπετε μή παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον, τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾿ οὐρανῶν ἀποστρεφόμενοι, οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε· νῦν δὲ ἐπήγγελται, λέγων, ὅτι ν Απαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐ ρανόν. ο Τίς ὁ χρηματίσας ἐπὶ γῆς, δν παραιτησάμενοι κεκινδυνεύκασιν οἱ τῶν Ἰουδαίων πατέρες; Η δῆλον, ὅτι Μωσής; 'Αλλ' οὐκ ἐκ γῆς ὁ Χριστὸς, ἐξ οὐρανῶν δὲ μᾶλλον. Ὁ γὰρ ἄνωθεν καὶ ἐκ τοῦ Πα τρὸς Θεὸς Λόγος, άνθρωπος γέγονε καὶ Θεός. Χείρων οὖν ἡ δίκη τοῖς αὐτὸν ἀποστρεφομένοις, καὶ μάλα εἰκότως. Ὡς γὰρ ὁ σοφός φησιν Ιωάννης, «Ο ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς λαλεῖ, τουτέστιν ἀνθρώπινα· ὁ δὲ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστίν, ο ὡς Θεὸς δηλονότι. Τοῦτο δὲ = ἦν τε καὶ ἔστι Χριστός. Ἰησοῦς Χριστὸς χθες, καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας.» Τὸν ἐκ Θεοῦ φύντα Λόγον τότε κε κλημένον ευρήσομεν Ἰησοῦν Χριστόν, ὅτε γέγονεν ἄνθρωπος ἐκ γυναικός. Πῶς οὖν ὁ χθες, καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας; Ενώσει δηλονότι τῇ πρὸς τὸν ἐκ Θεοῦ Λόγον, εἰς Υἱὸν ἕνα νοουμένης τῆς ἀναληφθείσης ἐξ αὐτοῦ σαρκός· οὕτω γὰρ τὸ ἄτρε στον τοῦ Λόγου κατὰ φύσιν μενεί πάλιν αὐτῷ, νοου μένῳ καὶ μετὰ σαρκός. Ἐκ τῆς πρὸς Τιμόθεον πρώτης. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν, Τιμοθέω γνησίω τέκνῳ ἐν πίστει.» Τὸ τοῦ Σωτῆρος ὄνομα πρέπει ἂν μᾶλλον οὐχ ἑτέρῳ κυρίως τε καὶ ἀληθῶς, πλὴν ὅτι δὴ μόνῳ τῷ κατὰ φύσιν ὄντι Θεῷ· οὕτω καὶ νῦν αὐτὸν ὠνό μασεν ὁ μυσταγωγός. Αλλ' ἔστι Σωτὴρ καὶ Κύριος ἡμῶν, Ἰησοῦς Χριστός ὠνόμασται γὰρ Ἰησοῦς, καὶ τὴν τοῦ ὀνόματος δύναμιν, ήγουν ερμηνείαν, σαφή καθιστὰς ὁ μακάριος ἄγγελος ἔφασκε· «Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν ' ἀτιμάσας. ν ἔτι. ἴσως, οὗτος δέ.
col. 1255–1256page 27 of 66
PG 76:1255.. αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. ὁ Θεὸς οὖν ἄρα ὁ Χριστὸς, εἴπερ ἐστὶ Σωτὴρ πάντων ἀνθρώπων, και φησιν ὁ θεσπέσιος Παῦλος. θά Ἐκ τῆς πρὸς Τίτον. Ἐπέφανη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως ἐπιεικῶς 7 ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησ σοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυ τρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.» Ποια χάρις επέφανεν ἡμῖν, ἢ ποίου Θεοῦ, καίτοι λεγομένη σωτήριος εἶναι πᾶσιν ἀνθρώποις; ᾿Αλλ' ἔστι δῆλον, ὅτι «Θεὸς ὢν Κύριος, καὶ ἐπέφανεν ἡμῖν, ο κατὰ τὸν μακάριον Δαυΐδ. Αὐτοῦ τὴν ἐξ οὐρανῶν ἐπιφάνειαν τῆς δόξης προσδεχόμεθα. Καὶ αὐτός ἐστιν ὁ μέγας Θεὸς καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστός, δς δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα πάσης ἁμαρτίας ἀπαλλάξας, ἑαυτῷ παραστήσῃ γνησίους προσκυνητὰς. Εἶτα τίς ὁ λέγων οὐκ εἶναι Θεὸν ἀληθινὸν τὸν Εμμανουήλ, τοῦ μακαρίου Παύλου περὶ αὐτοῦ λέ γοντος· «Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ;» ΕΚ ΤΩΝ ΚΑΘΟΛΙΚΩΝ. Ἐκ τῆς Ἰακώβου Επιστολῆς. Ὅτι Θεὸς ὁ Χριστός. Μὴ πλανάσθε, ἀδελφοί μου ἀγαπητοί· πᾶσα δό σις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν, καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων.» Πᾶσα δό σις, φησὶν, ἀγαθή· ἀγαθὴ δὲ δόσις, τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὸ δύνασθαι πληροῦν ἐν αὐτῷ τὰς θεοσημείας. Εἶτα εἰ τοῖς ἁγίοις χαρίζεται τὸ Πνεῦμα Χρι στὸς, καὶ μὴν καὶ τὸ δύνασθαι πληροῦν τὰ παρά δοξα, πῶς οὐκ ἂν εἴη Θεὸς ἀληθινὸς ὁ Χριστός; Υποτάγητε οὖν τῷ Θεῷ *, ἀντίστητε τῷ δια βόλῳ, καὶ φεύξεται ἀφ' ὑμῶν. ὁ Ἰδοὺ σαφῶς ἐν τού τοις, ὑποτάττεσθαι δεῖν ἡμᾶς ἔφη τῷ Θεῷ. Φησὶ δὲ Χριστός ο "Αρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ο Οτε τοίνυν οἱ τὸν ζυγὸν αἴροντες τὸν αὐτοῦ οὐχ ἑτέρῳ τινὶ παρὰ τὸν Θεὸν ὑποτάττονται· πῶς οὐκ ἂν εἴη Ο Θεός; Ἐκ τῆς Πέτρου Επιστολῆς πρώτης. Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ, κλητοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ασίας, καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ Πατρὸς ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Ἰδοὺ κατὰ πρόγνωσιν Θεοῦ καὶ το καὶ δικαίως. * τῷ Κυρίῳ.
col. 1257–1258page 28 of 66
PG 76:1257Πατρὸς ἀπόστολον ἑαυτὸν ὠνόματα τοῦ Χριστοῦ· καὶ; τῆς ἀποστολῆς τὸν τρόπον ἡμῖν ἐξηγούμενος, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμόν αΐ αἱ ματος Ἰησοῦ Χριστοῦ πεπράχθαί φησιν αὐτήν. "Οτε τοίνυν οἱ πιστεύοντες εἰς αὐτὸν, ἁγιαζόμεθα παρά τοῦ Πνεύματος, μαντίζει δὲ ἡμᾶς καὶ τῷ αἵματι αὐ τοῦ πρὸς ἀποκάθαρσιν· πῶς οὐκ ἂν νοοῖτο Θεός, δ ἁγιάζων μὲν ἰδίῳ Πνεύματι, καθαρίζων δὲ καὶ τῷ αίματι τοὺς πιστεύοντας; Θεὸς γὰρ ἦν ἐν σαρκί. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀνα γεννήσας ἡμᾶς εἰς ἐλπίδα ζωῆς • δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν άφθαρ τον, καὶ ἁμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς.» Εἰ Θεὸς ἡμᾶς ἐγέννησεν εἰς ἐλπίδα ζῶ σαν καὶ μένουσαν, πέπραχε δὲ τοῦτο διὰ τῆς ἰδίας ἐκ νεκρῶν ἀναστάσεως ὁ Χριστός· πῶς οὐκ ἂν εἴη Θεός; Περί ής σωτηρίας ἐξεζήτησαν, φησί, καὶ ἐξω ηρεύνησαν προφῆται. οἱ περὶ τῆς εἰς ἡμᾶς χάριτος προφητεύσαντες· ἐρευνῶντες εἰς τίνα, ἢ ποῖον και ρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ. ὁ Ἰδοὺ τὴ πάλιν ἐν τούτοις Χριστοῦ τὸ ἅγιον είρηται Πνεῦμα, καίτοι Θεοῦ δν Θεὸς οὖν ἄρα Χριστός, ὡς ίδιον ἔχων τὸ Πνεῦμα τὸ ἅγιον. Ἐκ τῆς Πέτρου Επιστολῆς β'. Εγένοντο δὲ καὶ ψευδοπροφῆται, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν απο ρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπό τὴν ἀρνούμενοι. Ηγοράσμεθα γὰρ τιμῆς, οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τῷ τιμίῳ αἵματι τοῦ Χρι στοῦ. ὁ Ἑσμὲν οὖν ἄρᾳ τοῦ πριαμένου, καίτοι Θεῷ δουλεύοντες ζῶντι καὶ ἀληθινῷ. Εἶτα πῶς οὐ Θεὸς ὁ Χριστὸς, ἂν καὶ Δεσπότην ἐπεγραψάμεθα, ζώντά τε οἴδαμεν καὶ ἀληθινόν; Ἐκ τῆς Ἰωάννου Επιστολῆς πρώτης. Καὶ οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέ δωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν μόνον και ἀληθινὸν Θεόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος.» Ἰησοῦς Χριστὸς, οὐ γυμνὸς καὶ καθ᾿ ἑαυτὸν καὶ ἔξω σαρκὸς, ὁ ἐκ τοῦ Θεοῦ Πατρὸς νοεῖται Λόγος· ἀλλ' ὅτε γέγονεν άνθρωπος, τότε καὶ ὠνόμασται Χριστός Ἰησοῦς. Οτε τοίνυν αὐτός ἐστιν ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος, τίς τῶν ἕτερα φρο νούντων ἀνέξεται; Ἐκ τῆς Ἰούδα Επιστολῆς. Πᾶσαν σπουδήν ποιούμενος τοῦ γράφειν ὑμῖν περὶ τῆς κοινῆς ὑμῶν σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ το ξύσαν, ο Θέμης.
col. 1259–1260page 29 of 66
PG 76:1259παραδοθείσῃ τοῖς ἁγίοις πίστει. Παρεισέδυσαν γάρ τινες άνθρωποι, οι πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα, ἀσεβεῖ;, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετα τιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον Δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.» Κατὰ τίνα τρόπον ἀρνήσεται τις τῶν ἅπαξ πεπιστευκό των τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν; Καίτοι παρ εδεξάμεθα τὸν ἡ τῆς ἐνανθρωπήσεως λόγον· ἀλλ' εξ φαμέν, ὅτι ἕτερος μέν ἐστιν Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἕτερος δὲ κατ' ἰδίαν ὁ ἐκ γυναικὸς, ἠρνησάμεθα τὸν μόνον Δεσπότην. Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός, καθ᾽ ἕνωσιν οἰκονομικὴν, τήν πρός γέ φημι τὸν ἐκ Θεοῦ Λόγον, εἰς τὴν τῆς θεότητος δόξαν ἀνα φοιτώσης αὐτοῦ τῆς σαρκός. Εἷς οὖν ἄρα Χριστὸς καὶ Υιός· ἔσται γὰρ οὕτω τῶν ὅλων Δεσπότης. Ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου. *Οτι θεὸς ὁ Χριστός Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ ἄγγελος Κυρίου κατ' ὄναρ ἐφάνη αὐτῷ, λέγων· Ἰωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριάμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθέν, ἐκ Πνεύματός ἐστιν ἁγίου. Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ, Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Δύο κατὰ ταυτὸ τίθησι τὰ θεο πρεπῆ, καὶ οὐκ ἀνθρωπείᾳ πρέποντα φύσει. Τοῦ γὰρ τεχθέντος ἐκ τῆς Μαριάμ ἴδιον ἔφη λαὸν τοὺς δι' αὐτοῦ σεσωσμένους· καὶ μὴν, ὅτι καὶ ἁμαρτιῶν αὐτ τοὺς αὐτὸς ἀπαλλάξει. Θεοῦ δὲ τὰ πάντα, καὶ πρέ ποι ἂν αὐτῷ καὶ μόνῳ τὸ ἀπαλλάττειν ἁμαρτιῶν Ο δύνασθαι τοὺς ἡμαρτηκότας. Θεὸς οὖν ἄρα ἐστὶν ὁ η ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένος, οὗ καὶ ἰδιές ἐσμεν λαὸς, καὶ ἁμαρτιῶν δὲ ἡμᾶς ἀπήλλαξεν, ὡς ἔχων καὶ τούτου τὴν ἐξουσίαν. Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰου δαίας. • Ἐν Βηθλεὲμ γεγέννηται τῆς Ἰουδαίας, ἐκ ῥίζης Ιεσσαί. Φησὶ δὲ περὶ αὐτοῦ δι᾽ ἑνὸς τῶν προ φητῶν ὁ Θεὸς καὶ Πατήρ· «Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρ χοντα ἐν τῷ Ἰσραήλ· καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.» Πῶς οὖν ὁ γεγεννημένος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἀπ' ἀρχῆς αἰῶνος τὰς ἐξόδους ἔχειν λέγεται, τουτέστι τῆς ὑπάρξεως τὴν ἀρχὴν, καίτοι γεννηθεὶς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς; Θεός οὖν ἄρα Χριστὸς, καὶ πρέπει αὐτῷ τὸ τοῦ Θεοῦ Λόγου πρεσβύτατον. Θεὸς γὰρ ἦν, δι' ἡμᾶς σαρκικὴν ὑπομείνας γέννησιν τὴν ἐκ γυναικός. Ἐγὼ μὲν γὰρ ὑμᾶς ἐν ὕδατι βαπτίζω, φησίν, εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερος μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βα στάσαι. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἄλωνα αὐτοῦ.» Οὐκ ἀνθρωπότητος ἔργον εἶναί φαμεν τὸ βαπτίζειν ἐν ἁγίῳ Πνεύματι· ἀλλ οὐδὲ τὴν ἅλωνα την νοητήν, τουτέστι τοὺς ἐπὶ τῆς
col. 1261–1262page 30 of 66
PG 76:1261γῆς, ἰδίαν εἶναί φαμεν ἀνθρώπου. Θεοῦ γὰρ τὰ πάντα Λ ἐστὶ, καὶ αὐτῷ καὶ μόνῳ πρέπει τὸ ἐν ἁγίῳ Πνεύ ματι βαπτίζειν δύνασθαι τοὺς πιστεύοντας. ἐνήργηκε δὲ τοῦτο Χριστὸς ὁ μετὰ Ἰωάννην ερχόμενος κατὰ σάρκα, ἤτοι τὸν τῆς σαρκὸς χρόνον. Αὐτὸς δὲ καὶ τὴν ἑαυτοῦ ἅλωνα καθαρίζει. Θεὸς οὖν ἄρα ἐστὶν ἀληθής. Καὶ ἰδοὺ λεπρὸς προσελθών, προσεκύνει λέγων Κύριε, ἐὰν θέλης, δύνασαι με καθαρίσαι. Καὶ ἐκε τείνας τὴν χεῖρα, ἔψατο αὐτοῦ, λέγων· Θέλω, και θαρίσθητι. Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. Τὸ ἐνεργεῖν δύνασθαι θεοπρεπῶς, οὐκ ἴδιον ἀνθρώπου, αὐτῇ δὲ μᾶλλον ἐποιεῖτο [πρέποι] ἂν καὶ μόνῃ τῇ πάνε των ἐπέκεινα φύσει. Ενεργεῖ δὲ οὕτω Χριστός· οὐκ ἄρα ψιλός άνθρωπος καθ᾿ ἡμᾶς, Θεὸς δὲ μᾶλλον ἐν ἀνθρωπεία μορφῇ. Οὕτω νοήσεις καὶ ἐπὶ τῆς Πέτρου πενθερᾶς, κἂν τοῖς ἀνέμοις ἐπιτιμῶν ὁρῷτο, θα λάσσῃ τε καὶ ὕδασιν. Οθεν καὶ οἱ θεσπέσιοι μαθη ταὶ καὶ θάλασσαν καὶ ἀνέμους ὑποκειμένους ὁρῶν τες, τεθαυμάκασι λέγοντες· «Ποταπός ἐστιν οὗτος;» Οὐ γὰρ ἦν ἀνθρώπου ψιλοῦ τὰ τοιαῦτα δύνασθαι Εραν. Θεὸς οὖν ἄρα κατὰ ταυτὸν καὶ ἄνθρωπος δ Χριστός. Οἱ δὲ δαίμονες, φησί, παρεκάλουν αὐτὸν, λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς - εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. ο Τὸ προνοεῖν τῶν ὅλων, καὶ σώζειν αὐτά, τίνος ἂν εἴη, πλὴν ὅτι μόνου τοῦ κατὰ φύσιν ὄντος Θεοῦ; οὕτω καὶ ὁ Σωτὴρ ἔφασκεν. Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλοῦνται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐ ρανοῖς; Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. ὁ Ἰδού τοιγαροῦν τοσαύτην τῶν ὄντων πρόνοιαν ἐποιεῖτο Χριστός, ὡς μὴ ἐξεῖναι τοῖς ἀκαθάρτοις δαίμοσι μηδὲ χοίρων ἀγέλης ἔχειν τὴν ἐξουσίαν. Παρακληθείς οὖν ἐπέτρεψε μόλις, οὐκ ἐκείνοις πληρῶν τὴν αἴτησιν, ἀλλ᾽ ἵνα ἡμᾶς ἀνα πείσῃ φρονεῖν, ὅτι προνοεῖται τῶν ὅλων ὡς Θεός. Εἶτα πῶς οὐ Θεὸς, ὁ θεοπρεπῆ τὴν ἐξουσίαν, καὶ τὸ κατά πάντων κράτος ὁ ἀνημμένος °, καὶ σώζων ὡς ἴδια τὰ δι' αὐτοῦ γεγονότα; Ει Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θε ρισμός πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Καὶ προσκαλεσάμενος τους δώδεκα μαθητὰς αὑτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευ μάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θερα πεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.» Οίδεν ὄντα τοῦ θερισμοῦ κύριον τὸν τῶν ὅλων Θεόν· αὐτοῦ γὰρ ἡ ἅλως ἡ νοητή, τουτέστιν ἡ ἀνθρωπότης· αὐτ τοῦ καὶ ὁ θερισμός. Αλλ' ιδού, δεηθῆναι προστάξας ἐπίτρεψον ἡμῖν ἀπελθεῖν. ὁ κρατεῖν.· ἀνηρημένος.
col. 1263–1264page 31 of 66
PG 76:1263τοῦ κυρίου τοῦ θερισμού, ἑαυτὸν εὐθὺς ἀπέδειξεν ὄντα τοῦτον, ἐκβαλὼν τοὺς ἐργάτας, τουτέστι τοὺς ἁγίους ἀποστόλους· οἷς καὶ δέδωκεν ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων ὡς Θεός. Οὐ γάρ ἐστι τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ διδόναι τισὶ τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν· δέδωκε δὲ Χριστός. Εἶτα πῶς οὐ φύσει τε καὶ ἀληθῶς ἐστι Θεὸς, εἰ καὶ γέγονε σὰρξ ὁ Λόγος; Πᾶς οὖν, ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Οστις δ' ἂν αρνήσηταί με έμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. • Πολλοὶ κέκληνται τῶν ἁγίων πρὸς τὴν τοῦ μαρτυρίου δόξαν, καὶ τετελείωνται διὰ παθημάτ των καὶ θανάτου, Χριστὸν ὡμολογηκότες. Αρ' ούν ἐστεφάνωνται, διαβεβαιούμενοι καὶ λέγοντες ἀνθρώπου είναι κοινὸν αὐτὸν, ἢ μᾶλλον ὡς Θεὸν ταῖς ὁμο λογίαις τετιμηκότες; 'Αλλ' ἔστι δῆλον. Οἱ γὰρ τοῦ τον αρνησάμενοι, καὶ τῆς τοῦ μαρτυρίου δόξης ἀπο ώλισθον, καὶ αὐτὸν εὐρήσουσιν ἐν ἡμέρᾳ κρίσεως ἀρνούμενον αὐτοὺς τὸν Χριστόν. Εἶτα πῶς οὐ Θεός, ὁ τῇ τοῦ μαρτυρίου δόξῃ στεφανῶν τοὺς, ὅτι τοῦτό ἐστιν ἀληθῶς, ὁμολογοῦντας αὐτόν; Δεῦτε πρός με, πάντες οι κοπιῶντες καὶ περ φορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. "Αρατε τὸν ζυ γόν μου ἐφ' ὑμᾶς. Εἰ μὴ Θεός ἐστιν ἀληθῶς ὁ Εμμανουήλ, τίνα τρόπον τὸν ἑαυτοῦ ζυγὸν ἡμῖν ? επιτίθησι; Θεοῦ γὰρ δοῦλα τὰ πάντα. Εἴρηται δὲ “ζυγὸς καὶ ὁ νόμος. ᾿Αλλὰ ἐπιτίθησιν ἡμῖν ὁ Χριστὸς η τὸν ἴδιον ζυγόν, ἑαυτῷ τε ὑποτάττει, καίτοι τὰ πάντα ὑποφέρων τῷ Πατρί. Θεὸς ἄρα ἐστὶν, ὅθεν αὐτῷ καὶ ὑποκεῖσθαι τὰ πάντα πρέπει. “] οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι ἐν τοῖς Σάβ. βασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλούσι, καὶ ἀναίτιοί εἰσι; Λέγω δὲ ὑμῖν, ὅτι τοῦ ἱεροῦ με! ζων ἐστὶν ὧδε.. Εἰ βεβηλοῦντες τὸ Σάββατον οἱ ἰε ρεῖς ἀναίτιοί εἰσιν, ὡς Θεῷ προσάγοντες τάς θερα πείας· πῶς τῶν ἐν τῷ ἱερῷ δρωμένων νοεῖται μείζων ἡ Χριστοῦ θεραπεία; 'Αλλ' ἔστι δῆλον, ὅτι οἱ μὲν ἐν νόμῳ, καὶ σκιᾷ, καὶ ὑποδείγματι τῶν ἐπουρανίων λεο λατρεύκασιν· οἱ δὲ θεσπέσιοι μαθηταὶ προσεδρεύοντες τε καὶ λειτουργοῦντες τῷ Χριστῷ, μείζονα την τιμὴν] καὶ τὴν δίξαν εἶχον. Καὶ εἰ τῆς ἐν νόμῳ λατρείας ἐν ἀμείνωσι τὸ λειτουργεῖν τῷ Χριστῷ, πῶς οὐκ ἂν νοοῖτο Θεὸς ἀληθής; Εἰ ἐγὼ ἐν Βεελζεβούλ ἐκβάλλω τὰ δαιμόνια, τη σὶν, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.» Εἰ ἐν ὀνόματι τοῦ Χριστοῦ τεθεραπεύκασι τοὺς δαιμονῶντας οἱ μαθηταὶ, (ἐπ εφώνουν γάρ· Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Να ζωραίου), πῶς οὐκ ἂν νοοῖτο Θεὸς ἀληθής; Οὐ γὰρ ἂν ἐξήρκεσεν ἀνθρώπου δόξα καὶ δύναμις εἰς τὸ κατο ισχύσας τοῦ Σατανᾶ.
col. 1265–1266page 32 of 66
PG 76:1265Ωσπερ οὖν συλλέγεται τὰ ζιζάνια, καὶ πυρὶ κατακαίεται· οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶν νος. ᾿Αποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. • Περὶ Θεοῦ γέγραπται· ὁ Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ. Οὐ γὰρ ἄγγελος ἀγγέλου ἐστὶ, Θεοῦ δὲ μᾶλλον τὰ πάντα. Πῶς οὖν φησι περὶ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ὅτι ἀποστελεῖ τοὺς ἀγγέλους αύ τοῦ; Θεὸς οὖν ἄρα ἐστὶν, ὡς καὶ ἰδίους ἔχων τοὺς ἀγγέλους, καὶ διὰ τῶν ἄνω πνευμάτων ὑπηρετούμενος. Πρώτησεν ὁ Χριστός· Τίνα με λέγουσιν οἱ ἄν θρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Οἱ δὲ εἶπον Οἱ μὲν, Ἰωάννην τὸν Βαπτιστήν· ἄλλοι δὲ, Ηλίαν ἄλλοι δὲ, Ἱερεμίαν, ἡ ἕνα τῶν προφητῶν. Λέγει αυτ τοῖς· Ὑμεῖς δὲ, τίνα με λέγετε είναι; Αποκριθεὶς δὲ, φησίν, ὁ Πέτρος, εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱός τοῦ Θεοῦ τοῦ ζῶντος. Αποκριθεὶς δὲ ὁ Ἰησοῦς, εἶ πεν αὐτῷ· Μακάριος εἴ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σάρξ καὶ αἷμα οὐκ ἀπεκάλυψε σοι, ἀλλ᾽ ὁ Πατήρ μου δ ἐν τοῖς οὐρανοῖς. • Εἰ φιλὸς ἄνθρωπος ὁ Χριστός, διατί τεθαύμασται Πέτρος ὁμολογῶν αὐτόν; Πῶς δέ ἐστι καὶ θεοδίδακτος, ἢ ποίας ἐδεήθη φωταγωγίας ἄνωθεν, ἵνα μάθῃ τὸ ἐπ' αὐτῷ μυστήριον; Αλλ' ἔγνω Θεὸν ὄντα, καὶ Υἱὸν Θεοῦ ζῶντος διωμολόγησεν αὐ τόν· ταύτητοι τεθαύμασται. Πλὴν ἕνα Υἱὸν, καὶ οὐχὶ δύο υιούς φησι. Δυσσεβές οὖν ἄρα τὸ διορίζειν εἰς δύο. «Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, μετὰ τῶν ἀγγέλων απο τοῦ.» Ἰδοὺ πάλιν ἀγγέλους αὐτοῦ φησι τὰ ἄνω πνεύματα, καίτοι λεγομένου Υἱοῦ ἀνθρώπου. Ελθόντων δὴ οὖν ' εἰς Καπερναούμ, προσ ἦλθον οἱ τὰ δίδραχμα λαμβάνοντες, τῷ Πέτρῳ, καὶ εἶ. πον· Ο διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; Καὶ λέγει· Ναί. Καὶ εἰσελθόντα εἰς τὴν οἰκίαν, προς ἔφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων· Τί σοι δοκεί, Σίν μών; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη, ἢ κήνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων, Εἶπε δὲ αὐτῷ· ᾿Απὸ τῶν ἀλλοτρίων. Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Αρά γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.» Πῶς ἐλεύθερον ἑαυτὸν εἶναί φησι, καὶ ἔξω νόμου, καὶ ἀσυντελῆ, καὶ Υἱὸν ἀληθῶς, εἰ μὴ Θεός ἐστιν, ενώσει τῇ καθ' ὑπόστασιν σαρκὸς καὶ αἵματος κεκοινωνηκὼς; Συντετέλεκε δὲ τὸ δίδραχμον, ὡς γεγονὼςὑπὸ νόμον ὁ ὑπὲρ νόμου Υἱός. "Ανθρωπος δὲ ὤν, οὐχ ὑπὲρ νόμον νοεῖται· πῶς γάρ; οὐδ' ἂν ἔχοι κατὰ φύσ σιν τὸ ἐλεύθερον, εἰ μὴ νοεῖται Θεὸς ἐν ἀνθρωπείᾳ μορφή. Αναβαίνοντος ἐν Ἱεροσολύμοις τοῦ πάντων ἡμῶν Σωτήρος Χριστοῦ, παῖδες προεβάδιζον, εὐφημοῦντές 1 δὲ αὐτῶν.
col. 1267–1268page 33 of 66
PG 76:126783 •» τε καὶ λέγοντες· ε. Ὡσαννὰ τῷ υἱῷ Δαυΐδ. Θεοπρεπή; δὲ πάντως ἐστὶν ἡ δοξολογία. «Αγανάκτησαν οι Φαρ σαῖοι, καὶ δὴ καὶ προσήεσαν, λέγοντες· 'Ακούεις, τί ε τοι λέγουσιν; 'Ο δὲ Ἰησοῦς εἶπεν αὐτοῖς - Ναί. Ουδέ ποτε ἀνέγνωτε, ὅτι Εκ στόματος νηπίων καὶ θηλαζόν των κατηρτίσω αίνον; ο 'Αναγκαῖον ἐν τούτοις δια μνημονεῦσαι τοῦ μακαρίου Δαυΐδ λέγοντος· «Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» Οἱ μὲν γὰρ παίδες εὐφημοῦντες ἔλεγον· • Ωσαννά τῷ υἱῷ Δαυΐδ.» Καταδέχεται δὲ την δοξολογίαν εὐφημούμενος. Ο δέ γε μακάριος Δαυΐδ οὐκ ἀνθρώπῳ ταύτην ἀνατέθεικε κοινῷ Κυρίῳ δὲ μᾶλλον, οὗ καὶ θαυμαστὸν τὸ ὄνομα ἐν πάσῃ τῇ γῇ· ἐπήρθη γὰρ ἡ μεγαλοπρέπεια [αὐτοῦ] ὑπεράνω τῶν οὐρανῶν. Εἶτα, πῶς οὐ Θεὸς ὁ Υἱὸς Δαυὶὸ τὸ κατὰ σάρκα Χριστός; Όταν ἔλθῃ ὁ Υἱός τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνον δόξης αὐτοῦ.» 'Αρα ὡς ἄνθρωπος εἷς τῶν καθ' ἡμᾶς καθεδεῖται Χριστός, παρεστηκότων αὐτῷ πάντων τῶν ἀγγέλων, οὕτω τε κρινεῖ τὸν κόσμον; Εἶτα, ποῖον ἔχει τοῦτο λόγον; Γέγραπται γάρ, ὅτι Εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής, ο Θεός οὖν ἄρα Χριστὸς, ὁ ἐν δόξῃ Θεοῦ, καὶ θρόνον ἔχων, καὶ παρεστῶτας ἀγγέλους, καὶ κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνη. Καὶ ὁ ἀρχιερεὺς, φησίν, εἶπεν αὐτῷ· Ορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εξ ὁ Χριστὸς ὁ Υἱός· τοῦ Θεοῦ τοῦ ζῶντος. Λέγει αὐτῷ Σὺ εἶπας· Πλὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.» Πῶς ὁ Υἱὸς τοῦ ἀνθρώπου κάθηται ἐκ δεξιῶν τῆς δυνά μεως; 'Αλλ' ἔστι δῆλον, ὅτι κἂν εἰ γέγονεν Υἱὸς τοῦ ἀνθρώπου ὁ ἐκ Θεοῦ Λόγος, οὐ πέπαυται τοῦ εἶναι Θεός, ἀλλ᾽ ἔστιν ὁ ἦν· ταύτητοι καὶ συνεδρεύει τῷ φύσαντι, καὶ ἐν τοῖς τῆς θεότητος ἀξιώμασιν ἐμπρέ των ὁρᾶται, κἂν εἰ γέγονε σάρξ. «Ὁ δὲ Ἰησοῦς κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, ἄνωθεν ἕως κάτω· καὶ ἡ γῆ ἐπείσθη, καὶ αἱ πέτραι εσχίσθησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστησαν.» Εἰ κοινὸς ἄνθρωπος ἦν ὁ Χριστὸς, πῶς, τεθνεῶτος αὐτοῦ, τοσοῦτος ἦν ἐν τοῖς στοιχείοις ὁ θόρυβος; Ο μὲν γὰρ ἥλιος τὴν ἀκτῖνα συνέστειλε, καὶ ἐν ἡμέρᾳ σκότος εἰργάσατο· ἡ δὲ γῆ τὸν ἑαυτῆς Δεσπότην ὁρῶσα ὑπὸ τῶν Ἰουδαίων ἐμπαροινούμενον, ἐσχίζετο· ἀφῆκε δὲ ὁ ᾄδης τὰς τῶν ἁγίων ψυχάς. Τίνος ταῦτα ποιοῦντος; ἆρα οὐχὶ Θεοῦ; Θεὸς γὰρ ἦν
col. 1269–1270page 34 of 66
PG 76:1269ἐν σαρκὶ, ᾧ καὶ ἡ κτίσις ὑβριζομένῳ τρόπον τινὰ συνωργίζετο. Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν αὐτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντα· καὶ ὅτι οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε, τί ἦν ἐν τῷ ἀνθρώπῳ.» Περὶ Θεοῦ γέγραπται, ότι ο Ο πλάσας καταμόνας τας καρδίας αὐτῶν. Καὶ αὐτὸς δέ πού φησι·. Μὴ ἀπ' ἐμοῦ προβήσεται τι;» Εἰ δὲ πάντα Χριστὸς ἐπίσταται, καὶ οἶδε τὰ τοῦ ἀνθρώπου, πῶς οὐκ ἂν εἴη Θεὸς, ὡς καρδίας ἐτάζων καὶ νεφρούς; «Ὑμεῖς προσκυνεῖτε 8 οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν δ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. ο 'Ακούεις, ὅτι τὴν σωτηρίαν ἐκ τῶν Ἰουδαίων εἶναί φησι; Καίτοι Σωτῆρα Θεὸν ἐπεγραψάμεθα σέσωκε γὰρ ἡμᾶς οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, κατὰ τὰς Γραφάς. Ονόμασται γὰρ Χριστὸς Ἰησοῦς, γεγονὼς ἐξ Ἰουδαίων κατὰ τὴν σάρκα. Ἰησοῦς γε μὴν ἑρμηνεύεται σωτηρία. Αὐτὸς οὖν ἄρα ἐστὶν ἡ ἐκ τῶν Ἰουδαίων σωτηρία. Ὥστε κἂν εἰ γέγονε σὰρξ ὁ Λόγος, καὶ ἐπελάβετο σπέρματος 'Αβραάμ, Θεός ἐστι καὶ μετὰ σαρκός. «Αμήν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ Έργα & ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν Πατέρα μου πορεύομαι. Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω.» Πορεύεται, φησί, πρὸς τὸν Πατέρα 6, καίτοι φύσει Θεὸς ὑπάρχων ὁ Υἱός, καὶ αὐτὸς ὢν δ πάντα πληρῶν. Πορεύεται γὰρ ἀνθρωπίνως· ἀνελήφθη γὰρ εἰς τὸν οὐρανόν. Αλλ' ὡς Θεὸς ἐπαγγέλλεται πληροῦν τὰ αἰτήματα τῶν προσευχομένων, εἰ ἐν τῷ ὀνόματι αὐτοῦ ποιοῖντο τὰς λιτάς. Εἶτα τίνι ἂν πρέ ποι μᾶλλον τὰ πληροῦν εὐχὰς ἁγίων, καὶ χαρίζεσθαι τὰ αἰτήματα, πλὴν ὅτι μόνῳ τῷ κατὰ φύσιν καὶ ἀληθῶς ὄντι Θεῷ Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς, ἵνα ὑμεῖς ὑπάγητε, καὶ καρ πὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μείνῃ· ἵνα ὅ τι ἂν αιτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δ: [σει] ὑμῖν.» Ιδού πανταχού δείκνυσιν ὅτι τὰ ἴσα μετ' ἐξ ουσίας ἐνεργεῖ τῷ Πατρίς. Ἔφασκε γὰρ, ὅτι «Ο ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου, ποιήσω· ο νυν! δέ φη σιν· Ο τι ἐὰν αιτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, διμήσει] ὑμῖν. ο 'Αρα οὖν ἰδίᾳ μὲν δίδωσιν ὁ Ηα τὴρ δίχα τοῦ Υἱοῦ, ἰδίᾳ δὲ καὶ ἀνὰ μέρος ὁ Υἱὸς δίχα τοῦ Πατρός; Οὐκοῦν παρὰ δύο θεῶν τοῖς ἁγίοις τὰ ἐν εὐχαῖς αἰτήματα; Ἀλλ᾽ οὐχ οὕτως ἔχει ταῦτα· μὴ Κ. 8 Ισ. Πορεύεσθαί φησι π. τ. Π. τῷ Θεῷ καὶ Πατρί.
col. 1271–1272page 35 of 66
PG 76:1271γένοιτο· εἷς γὰρ Θεὸς ὁ Πατήρ, καὶ εἰς Κύριος Ἰη σούς Χριστός. Διανέμει γὰρ ὁ Πατήρ δι' Υἱοῦ τὰ ἀγαθὰ ἐν Πνεύματι· πλὴν ἡ αἴτησις ἡ ἐν προσευχαῖς ἐν Χριστῷ Ἰησοῦ· καὶ Κύριος Ἰησοῦς ὁ έναν θρωπήσας νοεῖται καὶ ὀνομάζεται Λόγος. Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε ούτ δέν. Αμήν, ἀμὴν λέγω ὑμῖν, ἄν τι αιτήσητε τὸν Πα τέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν. Αἰτεῖτε, καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾗ πεπληρωμένη.» Εν ίσῃ καὶ τοῦτο τοῖς ἀνωτέρω βραχὺ διανοίς κείσεται, και τὸ ἐφεξῆς ὁμοίως. Έχει δὲ οὕτως· «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αιτήσεσθε· καὶ οὐ λέγω ὑμῖν, ὅτι ἐγὼ ἐρωτήσω τὸν Πατέρα· αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Πατρὸς ἐξῆλθον.» Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ἂν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Εἰ τῇ ἐπιγνώσει τοῦ μόνου καὶ ἀληθινοῦ Θεοῦ συνεζευχθαί τε καὶ συνεισβαίνειν ἀνάγκη την ἐπίγνωσιν Ἰησοῦ Χριστοῦ, καὶ ζωὴν τοῦτο τὴν αἰώ νιον προξενεῖ· πῶς οὐχ ἅπασιν ἐναργές, ὅτι Θεός ἐστιν ἀληθῆς ὁ Χριστός; Γέγονε γὰρ σὰρξ ὁ Λόγος, και μεμένηκε Λόγος. εἶναι ὁ κόσμος πιστεύσῃ ὅτι σύ με απέστειλας. Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς ἵνα ὦσιν ἐν, καθὼς ἡμεῖς ἔν. Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ .. ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν.» Ακριβῆ τῆς 86 διανοίας τὸν ὀφθαλμὸν ἐπιστήσαντες τῇ τοῦ προκειμένου δυνάμει, θεωρήσωμεν τὰ ἐν αὐτῷ, Ποίαν δόξαν εἰληφέναι φησὶ παρὰ τοῦ Πατρὸς ὁ Υἱός, καὶ ταύτην ἡμῖν ἐπιδοῦναι; Αὐτὸς δὲ ἡμᾶς τῆς ἐπὶ τούτοις ἐρεύ νῆς ἀπαλλάξει, λέγων· «Ινα ὦσι, καθὼς ἡμεῖς, ἔν.» . Ἐν μὲν γὰρ τῇ φυσικῇ ταυτότητι ἔν ἐστιν ὁ ἐκ Θεοῦ › - Λόγος πρὸς τὸν ἑαυτοῦ Πατέρα, εἰ καὶ νοεῖται καθ᾿ ὑπόστασιν ἑκάτερος ἰδικήν. Πῶς δὲ καὶ ἐν ἡμῖν γέν γονε; Κατὰ τὸν ἴσον τρόπον, οὐσιωδῶς δὴ λέγω, καὶ φυσικῶς· καί τοι Θεοῦ φύσις ἀσύμβατος παντελῶς εἴη ἂν πρὸς τὴν κτίσιν, ὡς ἐν ταυτότητι λέγω τῇ κατ' οὐσίαν. Πῶς οὖν ἐν ἡμῖν γέγονε φυσικῶς ὁ ὑπὲρ τὴν κτίσιν Γέγονε γὰρ ἄνθρωπος, ἵνα ὥσπερ ἐστὶν ἐν τῇ τῆς θεότητος φύσει πρὸς τὸν Πατέρα, οὕτω καὶ πρὸς ἡμᾶς ἐν γένηται σχέσει τῇ κατὰ ἀνθρωπότητα· τετελειώμεθα γὰρ οὕτω καὶ ἡμεῖς εἰς ἕν. Σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦταν Ούσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ, τῇ μιᾷ τῶν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς, καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν.» Επαπορήσει τις ἂν κατὰ τὸ εἰκὸς λέγων· Εἰ ἐν σώματι καὶ μετὰ τὴν ἀνάστασιν ἦν ὁ Λόγος, καθὰ καὶ πρὸ τοῦ τιμίου σταυρού, πώς εἶσ. ἔν.
col. 1273–1274page 36 of 66
PG 76:1273κεκλεισμένων τῶν θυρῶν ἀδοκήτως εἰς μέσον ὤφθη τῶν μαθητῶν; Πρὸς τοῦτό φαμεν, ὅτι δυνάμει τῇ θεϊκῇ. Μεμνήσθαι δεῖ Παύλου λέγοντος, ὅτι ο Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οίδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατά σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» Μετά γάρ τοι τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ὡς τετελεσμένης ἤδη τῆς οἰκονομίας ἐφ' ᾖ καὶ ἡ τῆς σαρκὸς ἀνάληψις ἐπράχθη ἡ χρειωδῶς, ἐξουσίᾳ καὶ δυνάμει κέχρηται τῇ θεοπρεπεί, διὰ τούτων μᾶλλον, ἢ διὰ τῶν τῆς κενώσεως μέτρων κ ἐπιγινώσκεσθαι θέλων, ὡς ἐν καιρῷ καθήκοντα. Καὶ τοῦτο εἰπών, ενεφύσησε, καὶ λέγει αὐτοῖς Λάβετε Πνεῦμα ἅγιον. Αν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται 1 αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.» Ολον ἐστὶ θεοπρεπὲς τὸ γεγενημένον, καὶ τοῦ ταν τὸς ἄξιον λόγου. Πρῶτον μὲν γὰρ οὐκ ἀνθρώπινον τὸ ἐμφυσῆσαι τοῖς ἀποστόλοις, καὶ δοῦναι τὸ Πνεῦμα. Εἶτὰ μέγα, καὶ ὑπὲρ τὴν κτίσιν, τὸ τοιαύτην ἐξου σίαν παρασχεῖν, ὥστε κρατεῖν, ὧν ἂν ἔλοιντο, τὰς ἁμαρτίας· ἀφιέναι δὲ καὶ οἷς ἂν βούλοιντο τυχόν, Διά τί δὲ καὶ διὰ σαρκικού φυσήματος τὸ Πνεῦμα δίδωσιν; Οτι μὴ ἀλλοτρία τοῦ Λόγου γέγονεν αὐτοῦ ἡ σὰρξ, ἀλλὰ ἰδικῶς αὐτοῦ. Καὶ ἀνθρώπινον μὲν τὸ διὰ σαρκὸς ἐμφύσημα, θεϊκῆς δὲ δυνάμεως ἔργον τὸ μετόχους ἀποφῆναι τοῦ Πνεύματος τοὺς ἠξιωμένους. Ἐκ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου. Αγγελος Θεοῦ τῷ Ζαχαρίᾳ φησὶ περὶ τοῦ ἁγίου Βαπτιστοῦ· «Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Έσται γὰρ μέγας ενώπιον Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος αγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρός αὐτοῦ. Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν.» Ὁ μακά ριος Ιωάννης, ερομένων αὐτὸν τῶν Ἰουδαίων· «Σὺ τις εἴ; ο φησίν· «Εγώ φωνή βοώντος ἐν τῇ ἐρήμῳ Ετοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Προφητεύων δὲ αὐτὸς ὁ Ζαχα μίας ἐπὶ τῷ ἰδίῳ παιδί, φησί· «Καὶ σὺ, παιδίον, προφήτης Υψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, τοῦ δοῦναι η γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν.» Προεβάδιζε γὰρ τοῦ Χριστοῦ, καὶ αὐτοῦ γέγονε πρόδρομος, καὶ αὐτῷ τὰς ὁδοὺς προετοιμάζεσθαι διεκήρυττε, καὶ τὸν ἐπ' αὐτῷ προεφήτευε λόγον, ἐπιστρέφων ὡς ἐπὶ Θεῷ δικαιούν ἰσχύνει " τοὺς ἐν ἁμαρτίαις. Εἶτα, πῶς οὐ Θεὸς ὁ Χριστό;; Οὗτος ἔσται μέγας, καὶ υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυΐδ ἡ ἐτελέσθη. * τρόπων. Τα αφέωνται. - Θεὸν δικαιούν ισχύοντα
col. 1275–1276page 37 of 66
PG 76:1275τοῦ Πατρὸς αὐτοῦ· καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. ο "Αρ' οὖν ἐφ' ἑνὶ τῶν καθ' ἡμᾶς κεισόμεθα, βασιλευόμενοι διηνεκώς καὶ ἀκαταλήκτως; ἢ ὑπὸ Θεῷ μᾶλλον ἐσόμεθα βασιλεύοντι ἡμῶν τὴν ἐν Χριστῷ, καὶ οὐχ ὡς ἔξωθεν μεσίτου τινὸς εἰς τοῦτο παραληφθέντος, ἀλλ' ὡς δι᾿ Υἱοῦ καὶ ἐν Υἱῷ κατακρατοῦντος τῶν ὅλων τοῦ Θεοῦ καὶ Πατρός; Εἰ δὲ τοῦτο ἀληθὲς, Θεὸς ἄρα ὁ Χριστός. Εἶπε δὲ Μαριάμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσταιμοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υιός Θεοῦ.» "Αρ' οὖν κέκληται μόνον Υἱὸς, ὁ ἐκ τῆς ἁγίας Παρθένου διὰ τοῦ Πνεύματος ἀποῤῥήτως γεγεννημένος, ήγουν ἐκτισμένος; ἢ φύσει τε καὶ ἀληθῶς Υἱὸς εἶναι περ πίστευται καὶ Θεός; Αλλ᾽ ἔστι τοῦτο ἀληθές. Νοείσθω δὴ οὖν σὰρξ καθ' ὑπόστασιν γεγονώς ὁ Λόγος, τουτέστιν ιδίαν ποιησάμενος σάρκα τὴν δια Πνεύματος ἐκ τῆς ἁγίας Παρθένου· οὕτω γὰρ ἔσται καὶ Θεὸς ἀληθῶς. ο Καὶ ἐγένετο, ὡς ἤκουσε τὸν ἀσπασμὸν τῆς Μίσ ρίας ή Ελισάβετ, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ή Ελισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με;» Ενεργήσαντος Θεοῦ προφητείας χάριν, έσται τις προφήτης· καθ' ἕτερον δὲ τρόπον, οὐδαμῶς. Οτε τοίνυν ὁ ἀσπασμὸς τῆς ἁγίας Παρθένου Μαρίας κυοφορούσης ἔτι τὸν Ἰησοῦν, κεκίνηκεν ἐν μήτρα τὸν Ἰωάννην εἰς προφητείαν, πῶς οὐ Θεὸς ὁ Χριστὸς, καὶ ἐν τῇ τῆς Παρθένου νηδύϊ κινήσεις θεοπρεπῶς εἰς προφητείας δύναμιν τὸν Βαπτιστήν; Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὰ ῥῆμά σου, ἐν εἰρήνῃ. Ότι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου· 8 ήτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ισραήλ.» Ο Συμεὼς τὸν Ἰησοῦν εἰς ἀγκάλας λαβών, τὰ τοιάδε περὶ αὐτοῦ φησι. Πῶς οὖν έστι σωτήριον, πῶς δὲ φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, εἰ μὴ Θεός ἐστιν ἀληθῶς, εἷς καὶ μόνος γνς, ὁ φύσει μὲν ἐκ Πατρὸς ὡς Λόγος, ἐκ Παρθένου δὲ ὁ αὐτὸς κατὰ σάρκα; Ποία γὰρ γέγονεν ἀποκάλυψις τοῖς ἔθνεσιν, ἢ ἐπ' αὐτῷ ἔγνωσαν ὅτι Θεός ἐστι, καὶ αὐτῷ λατρεύσαντες ἔφυγον τὰ ἐγκλήματα τοῦ θεῷ λατρεύειν ἑτέρῳ παρὰ τὸν ἕνα, καὶ φύσει, καὶ ἀλη θως η ὑφ' ἑνι.
col. 1277–1278page 38 of 66
PG 76:1277Επιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν, ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Τί ἐστιν εὐκοπώτερον εἰπεῖν Αφέωνταί σοι αἱ ἁμαρτία: σου· ἢ εἰπεῖν· Εγειραι καὶ περιπάτει; Ινα δὲ εἰδῆτε ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας (εἶπε τῷ παραλυτικῷ)· Σοὶ λέγω, ἔγειραι, καὶ ἄρας τὸ κλινάριόν σου, πορεύου εἰς τὸν οἶκόν σου.» Ει μόνος ἡμᾶς ἀπαλλάττει ὁ τῶν ὅλων Θεὸς πλημμελημάτων, ἑτέρῳ πρέποντος τούτου μηδενί· χαρίζεται δὲ καὶ τοῦτο Χριστὸς μετ' ἐξουσίας θεοπρεποῦς· πῶς οὐκ ἂν εἴη Θεός; Κέκληται γὰρ Υἱὸς ἀνθρώπου, γεννηθεὶς ἐκ γυναικὸς κατὰ σάρκα, καίτοι Θεὸς ὢν ὁ Λόγος. Ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων, καὶ μαστίγων, καὶ πνευμάτων πονηρῶν· καὶ 1 τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν. Καὶ ἀπο κριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννη & εἴδετε καὶ ἠκούσατε· ὅτι τυφλοὶ ἀναβλέπουσι, χωλοί περιπατοῦσι, λεπροί καθαρίζονται, χω φοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται. Καὶ μακάριός ἐστιν, ὃς ἂν μὴ σκανδαλισθή ἐν ἐμοί. ο Έργοις αὐτοῖς ἐπιδείξας ἑαυτὸν ὁ Χριστὸς τῶν θεοπρεπῶν μεγαλουργημάτων ἀποτελεστὴν, εἰς ἀνάμνησιν ἀναφέρει τῶν εἰρημένων διὰ φωνῆς προσ φητῶν περὶ αὐτοῦ. Εφη τοίνυν ὁ μακάριος Ησαΐας Ισχύσατε, χεῖρες ανειμέναι, καὶ γόνατα παραλελυμένα.» Εἶτα μονονουχί και χεῖρα προτείνων κατα δείκνυσι τὸν Ἐμμανουὴλ, οὕτω λέγων·. Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετά Ισχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας.» Εφη δὲ καὶ ἐν ἑτέροις, ὅτι. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα χωρῶν ἀκούσονται· τότε ἀλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ ἔσται γλώσσα μογιλάλων, ο Καὶ πρὸς τούτοις ἔτι· ο 'Αναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις· ἡ γὰρ δρόσος ἡ παρά σοῦ, ἵαμα αὐτοῖς ἐστιν.» Έφη δὲ πάλιν καὶ ἐκ προσώπου Χριστοῦ·. Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ είνεκεν έχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνά βλεψιν.» Οτε τοίνυν τῆς ἐφ' ἑαυτῷ πίστεως τὰς τῶν προφητῶν φωνὰς ποιεῖται σημείον, ήγουν ἀπό δειξιν, Θεὸν δὲ αὐτὸν οἱ προφῆται κηρύττουσι· τίς ὁ τούτοις τὰ ἐναντία φάναι τολμῶν; Εχειμάζοντο, φησί, κατὰ τὴν λίμνην οἱ μαθηταί εἶτα ο προσελθόντες, διήγειραν αὐτὸν, λέγοντες Επιστάτα, ἀπολλύμεθα. Ο δὲ διεγερθεὶς, ἐπιτίμησε τῷ ἀνέμῳ, καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσα καὶ ἐγένετο γαλήνη.» Είρηται περὶ Χριστοῦ διὰ φωνῆς τοῦ μακαρίου Δαυΐδ·. Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. Σοί εἰσιν οἱ αὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην, καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. 1 Οτε τοίνυν τῷ καταπραΰνοντι τὴν θάλασσαν πρέποι ἂν καὶ τὸ δεσπόζειν τῶν ὅλων, ἔχειν δὲ ἰδίους τοὺς οὐρανοὺς, καὶ θεμελιοῦν δύνα
col. 1279–1280page 39 of 66
PG 76:1279σθαι τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς· πῶς οὐκ ἂν ὑπάρχειν νοοῖτο Θεὸς ἀληθῶς ὁ Χριστός, δ θαλάσσῃ καὶ πνεύμασιν ἐπιτιμῶν, καὶ τοῦτο μετ' ἐξουσίας; Ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ' οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ. Απέστειλε δὲ αὐτὸν, λέ γων· Υπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα σοι πεποίηκεν ὁ Θεός. Καὶ ἀπῆλθε καθ' ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Θεός.» Ἐν τῇ τῶν Γεργεσηνῶν χώρᾳ τεθεράπευκεν ὁ Χριστὸς τὸν ἀγρίως δαιμονῶντα, ὃς καὶ συνεἶναι αὐτῷ παρεκάλει. ᾿Αλλὰ καίτοι θεραπεύσας αὐτόν, καὶ ἐκβεβληκὼς τὰ πνεύματα, ἐκέλευεν ἀπελθεῖν εἰς τὸν εἶπον αὐτοῦ, καὶ κηρύττειν ὅσα πεποίηκεν αὐτῷ ὁ Θεός. Ἐνήργηκεν οὖν αὐτὸς, ὡς Θεὸς ὑπάρχων ἀληθινός οὐ γάρ πού φαμεν ὡς ὑπουργὸς γέγονε θείας χάρι τος καθ' ἕνα τῶν προφητών, ήγουν τῶν ἁγίων ἀπο στόλων· ἀλλ᾽ ἦν αὐτὸς δυνάμει τῇ ἰδίᾳ καὶ θεοπρεπεῖ συντρίβων τὸν Σατανᾶν. Ἐν ὀνόματι οὖν αὐτοῦ, καὶ τοῖς ἁγίοις μαθηταῖς ὑπετάττοντο τα δαιμόνια καὶ τοῦτο διωμολόγησαν αὐτοί. Ἐπὶ τῇ θυγατρὶ τοῦ ἀρχισυναγώγου φησὶν 6 Χριστός· «Μή κλαίετε· οὐ γὰρ ἀπέθανε τὸ κορά στον, ἀλλὰ καθεύδει. ο 'Αρ' οὖν ἐψεύδετο; Μὴ γιο νοιτο! ἀληθεύει δέ· καὶ κατὰ τίνα τρόπον, ὁ Παῦλος διερμηνεύει λέγων·. Οὐκ ἔστι Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. ο Ζῶσι γὰρ τῷ Θεῷ οἱ ζήσειν μέλλοντες. Οὐκοῦν οἱ τεθνηκότες, κατὰ μὲν ἀνθρώπους εἰσὶ νε κροί· κατὰ δὲ τὴν ζωοποιόν φύσιν, τουτέστι την θείαν, οὐκ ἀποτεθνήκασιν. 'Αληθεύει γὰρ ὡς Θεός ", περὶ τοῦ κορασίου λέγων· «Οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.» Τοῖς ἑαυτοῦ μαθηταῖς διαλεγόμενος, έφασκε· εΤί; μείζων ἐστὶν, ὁ ἀνακείμενος, ἢ ὁ διακονῶν; Ούχι 6 ἀνακείμενος; Ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ δια κονῶν. ο Ορᾷς, ὅπως, ὅσον μὲν ἧκεν εἰς γε τὸ τῇ θεό τητι πρέπον καὶ τῇ δόξῃ τῇ Δεσποτική, μονονουχί καὶ ἀποσείεται τὰ ἐν διακόνου νοεῖσθαι τάξει; Τιμή δὲ τοῦτο διὰ τὸ ἀνθρώπινον· «Εγώ γάρ, φησὶν, εἰμὶ ἐν μέσῳ ὑμῶν ὡς διακονῶν.» Οὐκοῦν κἂν εἰ κατα βέβηκεν ἐν διακόνοις, ἀλλ᾽ οὖν γέ ἐστιν αὐτὸς ὁ ἀνα κείμενος ὡς Δεσπότης, καὶ παρὰ πάσης κτίσεως διακονούμενος ὡς Θεός. Εἶπεν οὖν αὐτοῖς ὁ Χριστὸς» (δηλονότι τοῖς ἀρ χιερεῦσι τῶν Ἰουδαίων ἐρωτῶσιν· «Εἰ σὺ εἶ ὁ Χρισ στός;») «Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε. ᾿Απὸ τοῦ νῦν δὲ ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνά μεως τοῦ Θεοῦ.» Εἰ κάθηται ἐκ δεξιῶν τῆς δυνά μεως τοῦ Θεοῦ ὁ τοῦ ἀνθρώπου Υιός, πῶς οὐ Θεὸς ὁ Χριστὸς, τοῖς ἀνωτάτω θώκοις ἐμπρέπων, καὶ ὁμό ο εψεύσατο. * τοιγαροῦν ὡς θεός
col. 1281–1282page 40 of 66
PG 76:1281θρονος τῷ Πατρί; Οὐ γὰρ συνεδρεύει τῷ κατὰ φύσιν Θεῷ γενητή φύσις όμως. Συνεδρεύει δὲ ὁ Υἱός τοῦ ἀνθρώπου, καθ' ἔνωσιν οἰκονομικὴν σαρκός γεγονό τοῦ ἐκ Θεοῦ φύντος Λόγου. τος Οτι ζωὴ καὶ ζωοποιὸς ὁ Χριστός. Ἐκ τῆς πρὸς Κορινθίους πρώτης. Ως φρονίμοις λέγω· κρίνατε ὑμεῖς δ φημι· Τὸ ποτήριον τῆς εὐλογίας, ὁ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶ τοῦ αἵματος τοῦ Χριστοῦ; Τὸν ἄρτον ἐν κλῶμεν, οὐχὶ κοινωνία ἐστὶ τοῦ σώματος τοῦ Χριστοῦ; Ότι εἰς ἄρτος, ἐν σῶμά ἐσμεν οἱ πολλοί· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.» Η ἀνθρώπου σὰρξ, ὅσον ἧκεν εἰς ἰδίαν φύσιν, οὐκ ἂν εἴη ζωοποιός ἀλλ' οὐδὲ τὸ αἷμα τὸ ἀνθρώπινον, εἰ κοινὸν εἴη καὶ καθ᾿ ἑαυτό· ζωοποιεῖ δὲ τὸ σῶμα τοῦ Χριστοῦ, καὶ το τίμιον αἷμα, πρέποντος μόνῳ Θεῷ τοῦ ζωοποιεῖν δύνασθαι τὸ ζωῆς ἐπιδεές. Θεὸς οὖν ἄρα Χριστός οὕτω γὰρ ἔσται ζωοποιὸν τὸ σῶμα αὐτοῦ. Εἰ δὲ ἄν θρωπος ἀνὰ μέρος νοεῖται μόνῃ τῇ τοῦ Χριστοῦ κλήσει τετιμημένος, καὶ γυμνὸν Υἱοῦ πρόσωπον ἔχων, πῶς ἂν εἴη ζωοποιὸν τὸ σῶμα αὐτοῦ; Εγένετο ὁ πρῶτος άνθρωπος Αδάμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Αδάμ α εἰς Πνεῦμα ζωοποιοῦν.» Καὶ πάλιν· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς, χοϊκός ὁ δεύτερος ἄνθρωπος, ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος δ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος,. τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σάρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεί.» Προσ επάγει δὲ τούτοις, ὅτι ο Σαλπίσει, καὶ οἱ νεκροί ἐγερθήσονται άφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι τὴν ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι τὴν ἀθανασίαν.» Εἰς ψυχὴν ζῶσαν ὁ πρῶτος ἄνθρωπος γέγονεν ἐδεῖτο γὰρ, ὡς ποίημα, τοῦ ζωοποιοῦντος Θεοῦ. Ὁ δὲ γε ἔσχατος 'Αδάμ, τουτέστι Χριστός, ὅτι μὴ ἐδεῖτο ζωῆς ὡς Θεός, Πνεῦμα γέγονεν εἰς ἡμᾶς ζωοποιοῦν ὅπερ ἐστὶ θείας φύσεως ἴδιον πλεονέκτημα. Καὶ ὁ μὲν πρῶτος ἐκ γῆς, χοϊκός· ὁ δεύτερος δὲ ἐξ οὐρα νοῦ, καίτοι γεννηθεὶς διὰ γυναικός. Ο γὰρ ἄνωθεν καὶ ἐξ οὐρανοῦ, καὶ ἐκ Θεοῦ Πατρὸς Λόγος, κἂν εἰ γέγονεν ἄνθρωπος, ἀλλ' οὐδὲν ἧττόν ἐστιν ἐξ οὐρα τοῦ. Καὶ εἰ φθορᾷ καὶ θανάτῳ κατεσχημένοι, την εἰκόνα τοῦ χοϊκοῦ διὰ τοῦτο φορέσαι λεγόμεθα· τὴν ἀφθαρσίαν ἐνδυσάμενοι, τὴν εἰκόνα τοῦ ἐπουρανίου φορέσομεν. Αφθαρσία δὲ πάλιν ἴδιον ἀγαθὸν τῆς κατὰ φύσιν θεότητος· ἀλλάσσονται γὰρ οἱ νεκροί, καὶ τὸ φθαρτὸν ἀμφιέννυται τὴν ἀφθαρσίαν, γεγονό Ο δεύτερος άνθρωπος.
col. 1283–1284page 41 of 66
PG 76:1283τος καθ᾿ ἡμᾶς τοῦ Μονογενοῦς, καὶ μεθιστάντος τὸ οι θνητὸν εἰς ἀθανασίαν, καὶ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν ἐν ἑαυτῷ καὶ πρώτῳ μετασκευάζοντος. Οὕτω γὰρ γέγονεν ὁδὸς εἰς ζωὴν καὶ ἡμῖν αὐτοῖς. Ἐκ τῆς πρὸς Κορινθίους Α'. 'Αλλὰ αὐτοὶ, φησὶν, ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐν ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείραντι τοὺς νεκρούς.» Ε! Θεῷ τὸ τ κατὰ φύσιν πρεπωδέστατον εἶναί φαμεν τὸ ἐγείρειν τοὺς νεκρούς, ὅτι ζωὴ καὶ ζωοποιός ἐστιν· ἔφη δὲ Χριστός· «Εγώ εἰμι ἡ ἀνάστασις και ἡ ζωή·» φαίνεται δὲ καὶ ἐγηγερκώς τους νεκρούς Θεὸς ἄρα ἐστὶν, ὡς ζωὴ κατὰ φύσιν. Ἐκ τῆς πρὸς ῾Εβραίους. Ἐπεὶ οὖν κεκοινώνηκε τα παιδία αίματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.» Παραπλησίως ἡμῖν τοῖς ἐν τέκνοις Θεοῦ τεταγμένοις κεκοινώνηκεν αἵματος καὶ σαρκὸς ὁ ἐκ Θεοῦ Λόγος, ἵνα τῷ θανάτῳ τὸ ἴδιον σῶμα δούς, ζωοποιήσῃ πάλιν αὐτὸ, ζωή κατὰ φύσιν ὑπάρχων, ὡς Θεός. Ἐπεὶ πῶς κατήργηται τοῦ θανάτου τὸ κράτος, ἂν μὴ τὸ πεσὸν εἰς θά νατον ἀνεβίω σῶμα, ἴδιον ἂν τῆς κατὰ φύσιν ζωῆς, τουτέστι τοῦ ἐκ Θεοῦ ὄντος Λόγου Οτι εἷς ὁ Υἱὸς καὶ Κύριος Ἰησοῦς Χριστός. Εκτῆς Ἰωάννου Επιστολῆς πρώτης καθολικῆς. Ο ἦν ἀπ' ἀρχῆς, ὁ ἀκηκόαμεν, δ έωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, δ εθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν.» Ἰδοὺ τὸν ὄντα ἀπ' ἀρχῆς, τουτέστι τὸν ἐκ τοῦ Πατρὸς Λόγον. τὴν ζωὴν τὴν αἰώνιον έωρακέναι φησὶ τοῖς ὀφθαλμοῖς, καὶ μὴν καὶ χερσὶ ψηλαφήσαι· καίτοι κατὰ φύσιν ἰδίαν τοῦ ἐκ τοῦ Πατρὸς ὄντος Λόγου, καὶ ὄντος ἀοράτου καὶ ἀναφούς· ἀναφὲς γὰρ τὸ ἀσώματον. 'Αλλ' ἐν σαρκὶ γεγονότα τὸν Λόγον έωρακέναι τε καὶ ψηλαφήσαι φησιν. Εἷς οὖν ἄρα ἐστὶν Υἱὸς καὶ Θεὸς καὶ Κύριος, κἂν εἰ γέγονε σὰρξ ὁ Λόγος. Ὅτι εἰς Χριστὸν ἡ πίστις, ὡς εἰς Θεόν. Ἐκ τῆς Πέτρου Επιστολῆς πρώτης. Ώστε, φησί, τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν.» Καίτοι Χριστός κηρύττεται διὰ τῶν ἁγίων ἴσ. τῷ.
col. 1285–1286page 42 of 66
PG 76:1285ἀποστόλων· καὶ αὐτὸς δὲ πού φησιν· Αμήν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον.» Οτε τοίνυν εἰς Θεὸν ἡ πίστις, Χριστοῦ λέγοντος, Εἰς ἐμὲ πιστεύετε· › πῶς οὐκ ἂν εἴη Θεὸς ἐναρ γῶς; Ἐκ τῆς πρώτης Ιωάννου Επιστολῆς. Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύωμεν τῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ.» Εἰ μὴ ἀνεθέλητόν ἐστι τῷ Θεῷ καὶ Πατρὶ τὸ πιστεύειν ἡμᾶς εἰς τὸ ὄνομα τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ πράττεται δὲ καὶ παρ' ἡμῶν ἡ πίστις, οὐχ ὡς εἰς ἄνθρωπον ἁπλῶς, ἀλλ' ὡς εἰς Θεὸν ζῶντα καὶ ἀλη θινόν· Θεὸς ἄρα Χριστός. Ἐν τούτῳ γινώσκεται τὸ Πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα, ὁ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστι· καὶ πᾶν πνεῦμα, ὁ μὴ ὁμο λογεῖ τὸν Ἰησοῦν, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ ᾿Αντιχρίστου, ὁ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.» Ομολογοῦμεν τὸν Ἰη σοῦν ἄρα ὡς ἄνθρωπον, καὶ τῶν καθ' ἡμᾶς ἕνα; ἢ μᾶλλον ὅτι Θεὸς ὢν ὁ Λόγος, γέγονε σαρξ, οὐκ ὀλι χωρήσας τοῦ εἶναι Θεός, μεμενηκὼς δὲ μᾶλλον ἔπερ ἦν, καὶ εἰ γέγονεν ἄνθρωπος; ᾿Αλλὰ τοῦτ' ἔστιν οὐκ ἀμφίβολον. Ο τοίνυν οὐ λέγων Θεὸν εἶναι ἀληθῶς τὸν Χριστὸν, διαιρῶν δὲ καὶ κατασμικρύνων την δέξαν αὐτοῦ, τὸ τοῦ ᾿Αντιχρίστου πνεῦμα ἔχων ἁλώσεται. Καὶ ἡμεῖς ἐθεασάμεθα, καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱὸν Σωτῆρα τοῦ κόσμου. "Ος ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ.» Απ εστάλθαι φαμέν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱόν, τουτέστι τὸν ἐξ αὐτοῦ κατὰ φύσιν μονογενῆ Λέγον ὠνομάσθαι δὲ αὐτὸν Ἰησοῦν, ὅτε καὶ τὴν κατὰ σάρκα γέννησιν ἐκ γυναικὸς ὑπέμεινεν οἰκονομικῶς. Οὐκοῦν ὁ ἐκ Θεοῦ Λόγος γέγονεν ἄνθρωπος. Κάν εἴτις οὕτως ὁμολογήσειεν αὐτὸν, ἔχει μένοντα ἐν ἑαυτῷ τὸν Θεὸν, ἔσται δὲ καὶ αὐτὸς ἐν τῷ Θεῷ μνησθήσεται γὰρ αὐτοῦ, λογιεῖται δὲ αὐτὸν οἰκεῖον ὡς μέτοχον αὐτοῦ. Ὁ δὲ μὴ ὁμολογῶν, ὅτι αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος Ἰησοῦς ἐστι, καθεὶς ἑαυτὸν εἰς ἀνθρωπότητα, οὔτε Θεὸν ἐν ἑαυτῷ πλουτήσειεν ἂν, οὔτε μὴν αὐτὸς ἐν Θεῷ ἔσται, κατά γε τὸν τῆς. πνευματικῆς οἰκειότητος τρόπον. Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ἐκ τοῦ Θεοῦ γεγέννηται.» Οὐκοῦν ὁ μὴ πιστεύων, οὐδὲ ἐν τέκνοις Θεοῦ καταλογισθείη ἄν. Εἰ γὰρ ὅσοι τὸν Τὸν ἔλαβον, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γε νέσθαι, καθά φησὶν ὁ εὐαγγελιστής· οἱ μὴ λαβόντες αὐτὸν, οὐδ᾽ ἂν ἐν τέκνοις Θεοῦ καταλογισθείεν ἂν, τὸν, δι' οὗ τοῦτο ὑπάρχει, μὴ ἐγνωκότες. Τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ π στεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Οὗτός ἐστιν ὁ ἐλθὼν δι' ὕδατος καὶ αἵματος Ἰησοῦς Χρι
col. 1287–1288page 43 of 66
PG 76:1287Ει ατός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ' ἐν τῷ ὕδατε καὶ αἵματι. Καὶ τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμά ἐστιν ἀλήθεια· ὅτι τρεῖς μαρτυροῦσι· τὸ Πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα· καὶ οἱ τρεῖς ἐν εἰσι.» Νικᾷ μὲν τὸν κόσμον ὁ πιστεύων ὅτι Ἰησοῦςἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Τίς δέ ἐστιν Ἰησοῦς, αὐτὸς ἡμῖν ὁ Ἰησοῦ μαθητής διατρανοί λέγων· • Οὗτός ἐστιν ὁ ἐλθὼν δι᾽ ὕδατος καὶ αἵματος Ἰησοῦς Χρι στός.» ᾿Αλλὰ καὶ ἐν αἷματί φησι, καὶ ἐν Πνεύματι καὶ τοὺς τρεῖς ἂν εἶναί φησιν. Οὐκοῦν γέγονε μὲν σὰρξ ὁ Λόγος, ἁγιάζει δὲ ἡμᾶς τῷ Πνεύματι, καὶ καθαρίζει τῷ αἵματι, καὶ ἀπολούει πάλιν ὕδατι καθαρῷ. Εἷς δὲ δὴ πάντως ὁ Υἱός, οὗ καὶ εἶναί φα μεν τὸ Πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα. Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ή μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν· ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ, ὅτι μεμαρτύρηκε περί τοῦ Υἱοῦ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, ἔχει τὴν μαρτυρίαν ἐν ἑαυτῷ. Ὁ μὴ πιστεύων τῷ Θεῷ, ψεύστην πεποίηκεν αὐτὸν, ὅτι οὐκ ἐπίστευσεν εἰς τὴν μαρτυρίαν, ἣν ἐμαρτύρησε περὶ τοῦ Υἱοῦ αὐτοῦ. • Μεμαρτύρηκεν ὁ Πατὴρ τῷ Υἱῷ διὰ τοῦ Πνεύματος, καὶ διὰ φωνῆς· ὅτι γάρ ἐστιν αὐτοῦ κατὰ ἀλήθειαν, μαρτυρήσειεν ἂν τὸ χορηγεῖν δύο νασθαι τοῖς ἁγίοις τὸ Πνεῦμα αὐτὸν, καὶ δι' αὐτοῦ δυνάμεις ἐνεργεῖν. Καὶ γοῦν ἔφασκεν, ὅτι ο Ἐκεῖνος ἐμὲ δοξάσει.» Μεμαρτύρηκε δὲ καὶ καθ᾿ ἕτερον τρόπον· ἐδόξασεν γὰρ αὐτὸν ἐν τῷ Ἰορδάνῃ λέγων Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα.» Οσοι τοίνυν ἀποδιαιροῦντές φασιν οὐκ εἶναι Υἱὸν ἀληθινὸν τὸν ἐκ γυναικὸς, ἀναφέρουσι δὲ τὸ τῆς υἱότητος ὄνομα ἐπὶ γυμνὸν καὶ μόνον τὸν ἐκ Θεοῦ Λόγου, ψεύστην ποιοῦσι τὸν Πατέρα· σαρκωθέντα γὰρ τὸν Λόγον ἀπέδειξεν ἐν τῷ Ἰορδάνῃ, καὶ τότε μεμαρτύρηκε τὸ Πνεῦμα αὐτῷ, ὅτι καὶ Θεός ἐστι, καὶ Υἱὸς ἀληθῶς. "Οτι ζωὴ ὁ Χριστός Ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου. Ἐπὶ τῇ θυγατρὶ τοῦ ἀρχισυναγώγου γέγραπται, ὅτι ο Οτε εξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ὁ Ἰησοῦς ἐκράτησε τῆς χειρὸς αὐτῆς, καὶ ἡγέρθη τὸ καρά σιον. ο Διὰ τί μὴ μᾶλλον ὡς ἐπὶ τοῦ Λαζάρου ἠρχέ σθη λόγῳ πρὸς τὴν ἀνάστασιν τοῦ κορασίου, ἐκρά τησε δὲ καὶ τῆς χειρὸς αὐτῆς; Ἵνα δείξῃ ζωοποιόν τὸ αὐτοῦ σῶμα· σῶμα γάρ ἐστι ζωῆς. Οὐκοῦν φυ σικὴ μᾶλλον καὶ ἀληθὴς ἡ ἔνωσις ἡ πρὸς τὴν σάρκα τοῦ Λόγου, καὶ οὐ, καθά φασιν ἐξ ἀμαθίας τινὲς, ὡς ἐν μόνοις πέπρακται προσώποις, ἢ κατὰ ψιλήν εύο φημίαν καὶ θέλησιν, ἤτοι συνάφειαν ἁπλῶς. Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. Εργάζεσθε, φησί, μὴ τὴν βρῶσιν τὴν ἀπολλυ Έδειξεν.
col. 1289–1290page 44 of 66
PG 76:1289μένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός.» Βρῶσιν ἡμῖν δέ δωκεν ὁ Υἱὸς τοῦ ἀνθρώπου τὴν μένουσαν εἰς ζωὴν αιώνιον, δηλονότι τὴν σάρκα αὐτοῦ, καὶ γάρ ἐστι ζωοποιός. Εἶτα πῶς οὐ Θεὸς ὁ ζωοποιεῖν δυνάμενος καὶ διὰ τῆς ἰδίας σαρκός, ἐοικώς τε κατὰ πάντα τῷ Θεῷ καὶ Πατρί; Τοῦτο γὰρ οἶδα δηλοῦν τὸ ἐσφραγίσθαι λέγειν αὐτὸν παρὰ τοῦ Θεοῦ· τοῦ ἐσφραγῖσθαι σημαίνοντος τὸ ἀκριβῶς ἐμφερές. Ωσπερ γὰρ εἰ κη ρῷ τις ἐμπήξει σφραγίδα χρυσήν, ἢ γοῦν ἐξ ἑτέρας ὕλης πεποιημένην, ὅλην ἐξ ὅλου τὴν ἑαυτῆς ἐμφέρειαν ἐνσημαίνεται· οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ τοὺς τῆς ἑαυτοῦ φύσεως χαρακτῆρας οὐσιωδῶς ἐμ πρέποντας ἔχει τῷ Υἱῷ. Καὶ τοῦτό ἐστι τὸ ἐσφραγίσθαι λέγειν αὐτὸν παρὰ τοῦ Πατρός. Ἐκ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου. Ηγειρε τον Λάζαρον ὁ Χριστὸς, τὸ τοῦ ἀρχισυναγώγου θυγάτριον, τὸν τῆς χήρας υἱόν. Εἶτα, πῶς οὐ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ μὴ μόνῳ λόγῳ καταπτοεῖν τὸν θάνατον δυνάμενος, ἀλλὰ γὰρ καὶ τῇ τῆς χειρὸς ἀφῇ; Καὶ γὰρ ἦν ἀκόλουθόν τε καὶ ἀναγκαῖον, ζω ποιὸν εἶναι τὸ σῶμα τῆς κατὰ φύσιν ζωῆς. Ὅτι ἱλαστήριον διὰ πίστεως. Ἐκ τῆς πρὸς Ρωμαίους. Περὶ Χριστοῦ φησιν· «Ον προέθετο ὁ Θεὸς ἱλα στήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων, ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ, ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον, καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦν. • Εἰ οὐκ ἦν ἑτέρως ἱλαστήριον γε νέσθαι Χριστὸν τοῖς ἐν ἁμαρτία καὶ ἀρᾷ καὶ θανά του δίκη, πλὴν ὅτι δι' αἵματος διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐκχεῖσθαι μέλλοντος πῶς οὐκ ἀναγκαῖον σάρκα γενέσθαι τὸν Λόγον, ἵνα καὶ αἵματι τῷ ἰδίῳ, δῆλον δὲ ὅτι, τῷ τῆς ἑαυτοῦ σαρκός, δικαιώσῃ πάντας τοὺς εἰς αὐτὸν πιο στεύοντας; *Ότι λελυτρώμεθα, καὶ τὴν καταλλαγὴν πρὸς Θεὸν ἐσχήκαμεν διὰ τοῦ αἵματος αὐτοῦ. Ἐκ τῆς πρὸς Κορινθίους πρώτης. Αι Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὅς. ἐγεννήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις· ἵνα, καθώς γέγραπται, () καυχώμενος, ἐν Κυρίῳ καυχάσθω.» Λελυτρώμεθα τοίνυν ἐν Χριστῷ, καὶ ἡγιάσμεθα, καὶ σοφοὶ γεγό ναμεν. «Πᾶσα δὲ δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέτ λειον ἄνωθέν ἐστι, καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φώτων, τουτέστι Θεοῦ.» Εἶτα πῶς οὐ Θεὸς ὁ Χρι σε ἐγενήθη.
col. 1291–1292page 45 of 66
PG 76:1291στὸς, ὁ σοφίαν τε καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν ἡμῖν δωρησάμενος. "Οτι λελυτρώμεθα διὰ τοῦ αἵματος τοῦ Χριστοῦ. Ἐκ τῆς Πέτρου Ἐπιστολῆς πρώτης. Ειδότες ότι οὐ φθαρτοῖς ἀργυρίω [] χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατρα παραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.» Λελυτρώμεθα γὰρ, τὸ ἴδιον σῶμα δεδωκότος ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ. Ἀλλ᾽ εἰ μὲν ὡς ἄνθρωπος νεἶτα: κοινὸς, πῶς ἀντάξιον τῆς ἁπάντων ζωῆς τὸ αἷμα αὐτοῦ; Εἰ δὲ Θεὸς ἦν ἐν σαρκὶ ὁ πάντων ἀξιώτερος, ἀξιόχρεως ή λύτρωσις τοῦ κόσμου παντὸς διὰ τοῦ ἰδίου αίματος εἴη ἂν καὶ μάλα εἰκότως. Το "Οτι ὁ Χριστοῦ θάνατος τῷ κόσμῳ σωτήριος. Ἐκ τῆς πρὸς Ῥωμαίους. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς.» Καὶ πάλιν· «Εἰ γὰρ ἐχθροὶ ὄντες, κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. ὁ Οὐκοῦν εἰ μὴ ἑτέρως ἦν σώζεσθαι τὸν κα σμον, εἰ μὴ ἐν αἵματι καὶ θανάτῳ χρησίμως παρα ληφθέντι, καὶ οἰκονομικῶς, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων, ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ σεσώσμεθα δὲ διὰ Χριστοῦ· πῶς οὐκ ἀναγκαῖος τῷ ἐκ Θεοῦ φύντι Λόγῳ ὁ τῆς σαρκώσεως τρόπος, ἵνα δικαιώσῃ μὲν ἐν τῷ αἵματι αὐτοῦ τοὺς εἰς αὐτὸν πιστεύοντας, καταλλάξῃ δὲ τῷ Πατρὶ διὰ τοῦ θανά του τοῦ ἰδίου σώματος, ἵνα καὶ συζήσωμεν αὐτῷ; Η ἀγνοεῖτε, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συν ετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὴν θάνατον· ἵνα, ὥσπερ ηγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.» Εἰ πᾶσα πως ἀνάγκη τους ἐπὶ τῆς γῆς συνθάπτεσθαι Χριστῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον αὐτοῦ, ἵνα ὥσπερ αὐτὸς ἐκ νε κρῶν ἐγήγερται, καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περ πατήσωμεν, ὡς συντεθαμμένοι καὶ συνεγηγερμένο τῷ δι' ἡμᾶς ἀποθανόντι καὶ ἐγηγερμένω· χρειωδέστατα τε καὶ ἀναγκαίως τὸ τῆς ἐνανθρωπήσεως πέτ πρακται μυστήριον, σαρκός τε καὶ αἵματος μετέσχεν ὁ Λόγος· ἵνα καὶ ἀποθανεῖν λεγομένῳ σαρκικῶς, καὶ μὴν καὶ ἐγηγερμένων, συναποθάνωμεν καὶ συνεγερθῶμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Ο η
col. 1293–1294page 46 of 66
PG 76:1293Κατὰ τὸν ἴσον τῷ πρώτῳ τρόπον νοήσεις καὶ τοῦτο Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι᾿ ἀγα θρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Δεύτερος Αδάμ κεχρησ μάτικεν ὁ Χριστός· καὶ ὥσπερ ὁ πρῶτος Ἀδὰμ ἡμᾶς κατεδίδασεν εἰς φθοράν, οὕτως ὁ δεύτερος ἀνεκόμισ σεν εἰς ζωήν. Οὐχ ὡς ἄνθρωπος ψιλὸς ἀποθανών ὑπὲρ ἡμῶν, ἵνα μὴ καὶ ἐν αὐτῷ μείνωμεν νεκροί ἀλλ' ὡς θεὸς ἐν σαρκὶ καὶ αὐτῇ πεπονθώς ἀνθρωπίνως, ἵνα θεῖχῶς ἀναστήσαντι τὸν ἴδιον ναὸν συν εγερθῶμεν ἡμεῖς. Ἐκ τῆς πρὸς Γαλάτας. Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ ᾽Αβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.» Αθρει δή μοι κἀντεῦθεν, ὅτι γέγονε τῷ κόσμῳ σωτήριος ὁ Χριστοῦ θά νατος· γέγονε γὰρ ὑπὲρ ἡμῶν κατάρα, σταυρὸν ὑπου μείνας, καὶ κρεμασθεὶς ἐπὶ ξύλου, ἵνα λύσῃ τοῦ κόσμου τὴν ἁμαρτίαν, ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ ᾿Αβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ· τουτέστιν, ἵνα δικαιωθῇ τὰ ἔθνη διὰ πίστεως, κατὰ τὴν δοθεῖσαν ἐπαγγελίαν τῷ ᾿Αβραάμ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως. Ὅτε τοίς νυν καὶ τὴν ἐν νόμῳ λέλυκεν ἀρὰν ὁ Χριστοῦ θάνα της, καὶ προϋξένησε τοῖς ἔθνεσι τὴν εὐλογίαν τοῦ Αβραάμ, τουτέστι τὴν διὰ πίστεως χάριν, μετόχους δὲ ἡμᾶς ἀπέφηνε καὶ τοῦ ἁγίου Πνεύματος· οὐκ ἀν θρώπου κοινοῦ νοοῖτ' ἂν ὁ θάνατος αὐτοῦ· περινοεῖν δὲ προσήκει μᾶλλον, ὅτι σάρξ γεγονώς ὁ Λόγος, σαρκὶ πέπονθεν ὑπὲρ τοῦ κόσμου, καὶ γέγονεν ἱκα νὸν τὸ αὐτοῦ πάθος εἰς τὴν τοῦ κόσμου λύτρωσιν. Εκ τῆς πρὸς Εφεσίους. Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς οἱ ποτὲ ὄντες μακράν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χρι στοῦ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύο σας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τῶν ἐντολῶν τὸν νόμον ἐν δόγμασι καταργήσας.» Εἰ καὶ τοὺς ὄντας μακρὰν διὰ τὸ πλανάσθαι κατὰ τὸν κόσμον, καὶ ἐν ἀθεότητι διατελεῖν, ἐγγὺς πεποίηκε τὸ αἷμα Χρι στοῦ· πῶς οὐκ ἀναγκαία τοῖς ἐπὶ τῆς γῆς ἡ τοῦ Λό γου σάρκωσις, συλλέγουσα τὰ διῃρημένα, καὶ προσ οικειοῦσα μὲν τῷ Θεῷ τοὺς μακράν, κτίζουσα δὲ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον διὰ τῆς αὐτοῦ σαρκός; Δέδοται γὰρ εἰς λύτρωσιν τῶν ἐν ἁμαρτίαις, καὶ δι᾿ αὐτῆς τὰ πάντα κατεκτήσατο τῷ Θεῷ καὶ Πατρί. Καὶ πρὸς τούτοις ἔτι καὶ ὁ πάλαι κατήργηται νόμος, ὡς ὑπὲρ αὐτὸν οὔσης τῆς πίστ στεως, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῷ. Καὶ εἰ τοῦτό ἐστιν ἀληθὲς, πῶς ὑπὲρ νόμον ἡ πίστις, εἰ μὴ ὡς Θεῷ πεπιστεύκαμεν τῷ Χριστῷ;
col. 1295–1296page 47 of 66
PG 76:1295Ἐκ τῆς πρὸς 'Εβραίους. Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον, λέγει Θυσία καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας". Τότε εἶπον· Ἰδοὺ ἤχω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· Τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέ λημά σου.» Γέγονε σωτήριον τῷ κόσμῳ τὸ τοῦ Χρι στοῦ πάθος. Πλὴν ἀναγκαῖον ἰδεῖν τίς ὁ εἰς τὸν κα σμον εἰσερχόμενος· ἦν γὰρ ἔξω τοῦ κόσμου πάντη τε καὶ πάντως· ἐπεὶ πῶς εἰσβέβηκεν εἰς αὐτὸν ἔξω κόσμου; Τοιγαροῦν, κατὰ φύσιν ὑπάρχων ὑπὲρ πάντα τὸν κόσμον, ὡς Θεὸς Μονογενής, εἰσβέβηκεν εἰς αὐτ τὸν, μέρος αὐτοῦ γεγονώς, τουτέστιν ἄνθρωπος· οὕτω τε τὴν ὑπὲρ ἡμῶν προσκομίσας θυσίαν, καὶ ἑαυτὸν ἀναθεὶς, σέσωκε τὴν ὑπ' οὐρανόν. Διὸ καὶ ὁ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἷματος τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθεν.» Αἷμα ἀνθρώπου κοινοῦ τίνα τρόπον ἁγίους ἡ, ἂς ἀποφήνῃ; ᾿Αλλὰ μὴν ἡγίασε τὸ αἷμα Χριστοῦ. Θεῖον οὖν ἄρα, καὶ οὐχ ἁπλῶς ἀνθρώπινον· Θεὸς γὰρ ἦν ἐν σαρκί, τῷ ἰδέ αἵματι καθαρίζων ἡμᾶς. Ἐκ τῆς πρὸς Τιμόθεον. Εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων άνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἀντίλυτρον ἑαυτὸν ὑπὲρ πάντων. ο Σωτήριος ὁμολογουμένως ὁ τοῦ Χριστοῦ θάνατος τῷ κόσμῳ παντί. Πλὴν εἰ μή ἐστι Θεός, πῶς ἂν ἀρκέσειεν εἰς τὸ γενέσθαι πάντων ἀντίλυτρον αὐτός τε καὶ μόνος; ᾿Αλλὰ ήρκεσε μόνος ὑπὲρ πάντων ἀποθανών, ὅτι καὶ ὑπὲρ πάντας ἐστί. Θεὺς οὖν ἄρα ἐστὶ τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς ἀπο στήσας τοῦ κόσμου τὸν θάνατον ΕΚ ΤΩΝ ΚΑΘΟΛΙΚΩΝ. Ἐκ τῆς Πέτρου Επιστολῆς. Ὅτι ὁ τοῦ Χριστοῦ θάνατος τῷ κόσμῳ σωτήριος. «Ὅτι ὁ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἀπέθανε, δί καιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι. Ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν ἀπειθήσασί ποτε. Πολλοὶ τῶν ἁγίων ἀνήρηνται προφητῶν· ἀλλ' οὐδεὶς ἐκείνων ἀποθανεῖν ὑπὲρ ἁμαρτιῶν εἴρηται, οὔτε μὴν προσαγαγεῖν ἡμᾶς τῷ Θεῷ διὰ τοῦ ἰδίου θανάτου· ἀλλ' οὐδὲ ἐκήρυξε τις τοῖς ἐν φυλακῇ πνεύμασι. Πέπραξε δὲ τοῦτο Χριστός, καὶ δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ λελυτρώμεθα, καὶ τὸ αὐτοῦ πάθος ἦν τῷ κόσμῳ σωτήριον. Απέθανε τοίνυν ὑπὲρ ἡμῶν, οὐχ ὡς ἄνθρωπος εἷς ὑπάρχων τῶν καθ' ἡμᾶς, ἀλλ' ὡς Θεὸς ἐν σαρκί, τῆς ἁπάντων ζωής ἀντάλλαγμα τὸ ἴδιον σῶμα διδούς. Αυτόχησα;. ν ε ἔξω.
col. 1297–1298page 48 of 66
PG 76:1297Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί.» Ως γὰρ ὑπάρχοντας Θεοῦ τοῦ Χριστοῦ, σοφῶς καὶ ἐμ φρόνως ὁ μαθητής σαρκὶ πεπονθέναι φησὶν αὐτὸν, ὑπεξάγων τοῦ παθεῖν τὴν ἀπόῤῥητον φύσιν, ἧς ἀλλό τριον τὸ παθεῖν. Ιδίᾳ τοίνυν πέπονθε σαρκί, καίτοι τοῦ παθεῖν ἀμοιρεῖν εἰθισμένος ὁ ἐκ Θεοῦ Λόγος. Θεὺς οὖν ἄρα Χριστός, θεϊκῶς μὲν ἀπαθὴς, παθητὸς δὲ κατὰ τὴν σάρκα. Ὅτι ὁ τοῦ Χριστοῦ θάνατος τῷ κόσμῳ σωτήριος. Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. Ταῦτα οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον ἀλλ' ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε εμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα.» Καὶ πάλιν· Ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων· Ελήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει.» Εστι δὲ οὐκ ἀμφίλογον δι ὅτι σέσωσται πᾶς ὁ κόσμος, ἀποθανόντος ὑπὲρ αὐτοῦ τοῦ Ἐμμανουήλ. Πλήν ἐκεῖνο λέγομεν Πῶς ἀποθανὼν ἐδοξάσθη; καίτοι μᾶλλον μῶμον ἀσθενείας έχει τὸ χρῆμα· ὅθεν καὶ αἰσχύνης καταφρονῆσαι λέγεται, γεγονὼς ὑπήκοος μέχρι θανάτου. Αλλ᾽ ἴσως ἐρεῖς δεδοξάσθαι διὰ τὴν ἀνάστασιν αὐτόν. Ορθῶς ἔχει, καὶ ἀληθῆς ὁ λόγος. Αρ' οὖν ἀνεβίω θεϊκῶς μάλλον, ή ἀνθρωπίνως; 'Αλλ', οἶμαι, θεϊκῶς. Ὅταν οὖν αὐτὸς ὁ ἐκ Θεοῦ Λόγος σαρκὶ λέγηται παθεῖν, μὴ αἰσχυνώ. μεθα τὸ πάθος· δόξαν γὰρ ἔχει τὸ τέλος, καὶ τοῦτο θεοπρεπή. θει εἰς Υἱὸς ὁ τοῦ Θεοῦ καὶ Κύριος Ἰησοῦς Χριστός. Εκ τῆς πρὸς 'Ρωμαίους. «Αρ᾽ οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοὶ δουλεύω νόμι Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. Οὐδὲν ἄρα κατά κριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ: Ο γάρ νόμος τοῦ Πνεύ ματος τῆς ζωῆς, ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Τὸ γὰρ ἀδύνατον τοῦ νό μου, ἐν ᾧ ἡσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Μάχονται μὲν γὰρ ὁμολογουμένως ἀλλήλοις ή σάρξ καὶ τὸ πνεῦμα, τουτέστι τὸ φρόνημα τὸ σαρκικὸν καὶ τῶν ἐμφύτων ἡμῖν ἡδονῶν τὸ κίνημα, καὶ τῆς κατὰ τὸ Πνεῦμα ζωῆς ἡ δύναμις. Κἂν ὁ θεῖος ἡμᾶς ἀπου φέρῃ νόμος εἰς γε τὸ δεῖν ἑλέσθαι τὸ ἀγαθὸν, ἀλλ᾽ ἡ τῆς σαρκὸς ἐπιθυμία καταβιάζεται πρὸς τὸ ἐναντίον. η ἀμφίβολον.
col. 1299–1300page 49 of 66
PG 76:1299λέλυται δὲ νῦν ἐν Χριστῷ τὸ ἀντιστατοῦν, καὶ ἡτό νησε μὲν τῆς ἁμαρτίας ὁ νόμος, κεκράτηκε δὲ ὁ τοῦ Πνεύματος. Διὰ ποίαν αἰτίαν; «Πέπομφε γὰρ ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, ἵνα κατακρίνῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.» Εἶτα, πῶς οὐ χρειωδεστάτη λίαν ἡ τοῦ Λόγου σάρκωσις; κατακέκριται γὰρ οὕτω καὶ ἐν τῇ σαρκὶ ἡμῶν ἡ ἁμαρτία. Εἰ δὲ οὐ γέγονε σὰρξ ὁ Λόγος, ἀπομεμένηκεν ἀδιόρθωτα τὰ καθ' ἡμᾶς, καὶ δουλεύομεν τῇ σαρκὶ νόμῳ ἁμαρτίας, οὐδενὸς ἐν ἡμῖν αὐτὴν καταργήσαντος. Οὐκοῦν ἀναγκαίαν εἶναί φαμεν τὴν καθ' ὑπόστασιν ἕνωσιν τοῦ λόγου πρὸς τὴν σάρκα, καὶ οὐχὶ δὴ μόνης τὴν ἐν προσώποις, καὶ κατὰ θέλησιν, ἤτοι συνάφειαν ἁπλῆν, καθά φασί τινες. «Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾿ ἡμῶν; Ος γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Εἰ τὸν ἴδιον Υιόν, δῆλον δὲ ὅτι τὸν ἐκ τῆς οὐσίας αὐτ τοῦ, δέδωκεν ὑπὲρ ἡμῶν ὁ Θεὸς καὶ Πατήρ· τέπονθε δὲ κατὰ σάρκα, καὶ οὐ φύσει θεότητος· ἴδιον ἄρα ἦν αὐτοῦ τὸ πεπονθὸς σῶμα, ἵνα καὶ αὐτὸς νοῆται παθών οἰκονομικῶς, ὁ παθεῖν οὐκ εἰδώς. Τὸ τοίνυν ἀπομερίζειν εἰς δύο τὸν ἕνα, δυσσεβές· οὐκ ἔτι γὰρ ίδιον Υἱὸν εὑρίσκεται δοὺς ὑπὲρ ἡμῶν ὁ Πατήρ, εἴπερ ἐστὶν ἄνθρωπος διῃρημένως, καὶ οὐχὶ δὴ μᾶλλον ὡς ἐν προσλήψει σαρκὸς ὁ ἐκ Θεοῦ Λόγος. Τίς εγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δι καιῶν, τίς ὁ κατακρίνων; Χριστὸς Ἰησοῦς ὁ ἀποθανὼν, μᾶλλον δὲ ἐγερθείς, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.» Εἰ δικαιοῖ τῇ πίστει Χριστὸς, Θεὸς δὲ ἐστιν ὁ δικαιῶν· Θεὸς ἄρα ἀληθὴς ὁ Χριστός. Καὶ εἴπερ ἐστὶν ἐν δεξιᾷ τοῦ Θεοῦ, καίτοι τεθνεὼς καὶ ἐγηγερμένος, συγκάθηται δὲ τῷ Πατρ! ἴδιον ἄρα τοῦ Λόγου τὸ σῶμά ἐστι. Συνεδρεύει γὰρ οὕτω τῷ Πατρὶ μετὰ τῆς ἀναληφθείσης σαρκός, ὡς Υἱὸς κατὰ φύσιν, καὶ εἰ γέγονε σὰρξ ὁ Λόγος. «Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς αναβήσεται εἰς τὸν οὐ D-ρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· ἡ Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Αλλὰ τί λέγει; Εγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστι, τὸ ῥῆμα τῆς πίστεως, δ κηρύσσομεν. Ὅτι ἐὰν ὁμολο Ζήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιο στεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δι καιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Εἰ κατά γε τό τισι δοκοῦν, ἄνθρωπος θεοφόρος νοεί. ται Χριστός, καὶ μένην ἔχων τὴν ἐν προσώποις ἕνωσιν πρὸς τὸν Θεοῦ Λόγον τίνος ένεκα πιστεύοντες
col. 1301–1302page 50 of 66
PG 76:1301εἰς αὐτὸν ὡς εἰς Κύριον, ὁμολογοῦντες δὲ καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ, δικαιούμεθα τῇ πίστει τῇ εἰς αὐτόν; Πράττεται δὲ ἡ πίστις ὡς εἰς Θεὸν δηλονότι. 'Αναγκαία τοιγαροῦν ἡ καθ' ὑπόστασιν ἕνωσις τοῦ Θεοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον. Ένα γὰρ οὕτω Χριστὸν ὡς Κύριον κατὰ φύσιν ὁμολογήσομεν, καὶ τῆς αὐτοῦ σαρκὸς τὴν ἀνάστασιν ἐπιγινώσκοντες, ὡς εἰς θεὸν πιστεύοντες, δικαιούμεθα. Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει· ἐάν τε οὖν ζῶμεν, τῷ Κυρίῳ ζῶμεν Εάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ ἀποθνήσκομεν. Εάν τε ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Θεοῦ ἐσμεν· εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. • προσπεφώνηκε που τοῖς ἐξ ἐθνῶν ὁ μακάριος Παῦλος· «Νυνί δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχά στοιχεία τοῦ κόσμου, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; ο Λελυτρώμεθα τοίνυν διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν ἐκ τῆς τῶν στοιχείων δουλείας, καὶ ἠνέχθημεν εἰς τὸ δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ. Εἰ δὲ ἀπέθανεν δ Χριστός, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, καὶ αὐτῷ ζῶμεν ὡς Θεῷ ζῶντι καὶ ἀληθινῷ· πῶς οὐκ ἀναγκαία τῷ λόγῳ ἢ πρὸς σάρκα γέγονεν Ενωσις ἀληθής; Ἐν αὐτῇ γὰρ ἀποθανών, κεκυρίευχε καὶ ζώντων καὶ νεκρῶν. Ἐκ τῆς πρὸς Κορινθίους πρώτης. «Επινον γάρ, φησίν, ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Το Χριστός όνομα τέθειται τῷ Ἐμμανουήλ, ὅτε γεγέννηται διὰ τῆς ἁγίας Παρθένου. Πῶς οὖν αὐτὸς ἦν ἡ πέτρα ή ποτίζουσα τὸν Ἰσραήλ; 'Αλλ' ἔστι δῆλον, ὅτι Χριστὸν καὶ Υἱὸν οἶδεν ἕνα τὸ Γράμμα τὸ ἱερόν. Γεγονώς γὰρ ὁ Λόγος σάρξ, πάλιν αὐτός ἐστιν ἡ πνευματική πέτ τρα, τῆς οἰκείας φύσεως τὸ πρεσβύτατον οὐκ ἀπο βαλὼν διὰ τὸ νέον τῆς οἰκονομίας. Ἐκ τῆς πρὸς Κορινθίους δευτέρας. Ωστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οίδαμεν κατὰ σάρκα.· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» Τί δὴ ἄρα φησὶν ὁ Παῦλος; "Αρα Χριστὸν ἀρνεῖται μετὰ τὴν ἀνάστασιν; Οὐκ οἶδεν αὐτὸν ἐγηγερμένον ἐν σαρκί, καὶ ἀναληφθέντα μετ' αὐτῆς εἰς τὸν οὐρανόν; Καὶ τίς ὁ φάναι τοῦτο τολμῶν; Οὕτω γὰρ οἶδε καὶ ἀναληφθέντα καὶ ἥξοντα κατὰ καιροὺς, δν τρόπον ἀναβέβηκεν εἰς τὸν οὐρανόν. Πῶς οὖν οὐκ εἰδέναι φησὶ κατὰ σάρκα Υιόν; Ότι μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, οὐκ ἐκ τῶν τῆς σαρκὸς ἔτι μέτρων, ἀλλ' ὡς ἐν θείας ὑπερ οχῆς ἄμεινον αὐτὸν εἰδέναι καὶ ὁμολογεῖν· οὔπω γὰρ πληρωθείσης τῆς οἰκονομίας, ἐκηρύττετο κατὰ σάρ κα, ἵνα πιστεύηται γεγονώς ἄνθρωπος ὁ Μονογενής ἐπεὶ δὲ τετέλεσται τὸ μυστήριον, ἀφ᾽ ὧν ἐστι Θεὸς ἄμεινον αὐτὸν ὁμολογεῖν, ἢ ἀπό γε τοῦ κεκενῶσθαι ει
col. 1303–1304page 51 of 66
PG 76:1303διὰ τὴν σάρκα. Εἷς οὖν Χριστὸς καὶ Υἱὸς καὶ Κύ ριος. Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ήμων Ιη σοῦ Χριστοῦ, ὅτι δι' ὑμᾶς ἐπτώχευσε πλούσιος ων, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχεία πλουτήσητε.» Εἰ μόνον ἄνθρωπος ὁ Χριστὸς, καὶ οὐ καθ' ἔνωσιν ἀληθῆ τὴν πρὸς τὸν Θεὸν Λόγον πλούσιος, ὡς Θεός, πῶς ἐπτώχευσε; Τίς γὰρ ὅλως ὁ τῆς ἀνθρωπότητος πλοῦτος; Εἴρηται γὰρ ἀνθρώπῳ παντί· «Τί γὰρ ἔχεις δ οὐκ ἔλαβες;» 'Αλλ' ἐπτώχευσε, πλούσιος ὧν ὡς Θεός ἐπτώχευσε γὰρ τὸ τῆς ἀνθρωπότητος μικροπρεπές οἰκειωσάμενος οἰκονομικῶς, ἡ πλούσιος ἀληθῶς ἐκ Θεοῦ Πατρὸς Λόγος. Εἰς ἄρα Χριστὸς καὶ Υἱός· καὶ πλούσιος μὲν, ὡς Θεός· πτωχὸς δὲ, ὅτι γέγονεν ἄν θρωπος, ἵνα ἡμεῖς γενώμεθα πλούσιοι δι' αὐτόν. Ἐκ τῆς πρὸς Γαλάτας. Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ, καὶ Θεοῦ Πατ τρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.» "Αρ' ούν οὐχὶ Θεὸν ἐνηνθρωπηκότα, καὶ ἕνα τὸν ἐξ ἀμφοῖν ἀποφαίνει διὰ τούτων ἡμῖν Υἱὸν καὶ Κύριον ὁ μυστ αγωγός; Εφη μὲν γὰρ ἀπεστάλθαι, οὔτε ἀπ' ἀντ θρώπων, οὔτε δι᾿ ἀνθρώπου· προστέθεικε δὲ, ὅτι ᾿Αλλὰ διὰ Ἰησοῦ Χριστοῦ. Καίτοι πῶς οὐκ οἶδεν ἄνθρωπον όντα Ἰησοῦν Χριστὸν, ὁ οὕτω τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην κηρυςας αὐτόν; 'Αλλ᾽ οἶδεν ὄντα οὐκ ἄνθρωπον ἁπλῶς, ἐνηνθρωπη κότα δὲ μᾶλλον τὴν ἐκ Θεοῦ Λόγου· καὶ οὐ Θεὸν ἐν ἀνθρώπου νοού μενον, ἀλλ' ὡς αυτόχρημα γενόμενον ἄνθρωπον μετά τοῦ εἶναι Θεόν. Οταν οὖν λέγῃ, παρὰ ἀνθρώπου μὴ ἀπεστάλθαι, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ· πῶς οὐχ ἅπα σιν ἐναργές, ὅτι καὶ Θεὸν αὐτὸν οἶδεν ἀληθινὸν μετά τὸ καὶ ἐν σαρκὶ γενέσθαι καθ' ἡμᾶς; Σημαίνει τον νῦν αὐτὸν οὐκ ἀπό γε τῶν τῆς κενώσεως μέτρων, ἀλλὰ ἐκ τῆς θείας αὐτοῦ καὶ κατὰ πάντων ὑπερ οχής. Ότε ήμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου δεδουλωμένος ἦμεν. Ὅτε δὲ ἦλθε τὸ πλήρωμα του χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενό μενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβω μεν.» Τίνα πέπομφεν ὁ Θεὸς καὶ Πατήρ, ός γέγονεν ἐν γυναικός, γέγονε δὲ καὶ ὑπὸ νόμον; 'Αρα οὐχὶ φάναι πρέπει, καὶ περινοεῖν ἄξιον, ὅτι πέπομφεν ἐκεῖνον, ὃς οὐκ ἂν γέγονεν ἐκ γυναικός, οὐδ' ἂν ἔπρα ξεν ὑπὸ νόμον, εἰ μὴ μεμένηκεν ὅπερ ἦν, έξω δηλο νότι σαρκὸς καὶ αἵματος; Αλλ' ἔστι σαφὴς ὁ λόγος ἡ γὰρ ἐκ Θεοῦ Πατρὸς Λόγος γέγονεν ἐκ γυναικός κατὰ σάρκα· ὁ τοῦ νόμου Κύριος ὡς Θεός, γέγονεν 7 ὑπ' οὐρανόν.
col. 1305–1306page 52 of 66
PG 76:1305ὑπὸ νόμον, ἵνα γένηται καὶ ἀδελφὸς τοῖς ὑπὸ νόμον οὕτω γὰρ ἀπελάβομεν ἡμεῖς τὴν υἱοθεσίαν. Ωστε εἰ μὴ γέγονεν ὑπὸ νόμον καὶ ἐκ γυναικὸς, οὐδ᾽ ἂν ἦμεν ἀδελφοὶ τῷ κατὰ φύσιν Κυρίῳ τῷ Θεῷ 5. Ἐπειδὴ δὲ γέγονε δι' αὐτοῦ τὸ χρῆμα, πεπλουτήκαμεν. 'Από δειξιν δὲ ποιεῖται σαφῆ τοῦ πράγματος ὁ θεσπέσιος Παῦλος, προσ[επ]ενεγκών εὐθύς· «Ότι δέ ἐστε υἱο!, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· 'Α, ὁ Πατήρ.» Πῶς οὖν πνεῦμα τοῦ ἐκ γυναικὸς καὶ ὑπὸ νόμον, τὸ ἅγιόν ἐστι Πνεῦμα, δι' οὗ καὶ κράζομεν, 'Α, ὁ Πατήρ, εἰ μὴ Θεὸς ὁ Χριστός, εἷς ῶν, καὶ Υἱός; Ἐκ τῆς πρὸς Ἐφεσίους. «Εις Κύριος, μία πίστις, εν βάπτισμα· εἷς Θεὸς καὶ Πατὴρ πάντων, καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. Εν δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις αὕτη κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει· Αναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. Τὸ δὲ ἀνέβη, τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτατα μέρη τῆς γῆς; Ο καταβας, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. ο "Αθρει δή μοι πάλιν, ὅσος ἐν τούτῳ λόγος σαφέστατά τε καὶ ἐναρ γῶς ἀποφαίνει, εἰδὼς καὶ δυνάμενος, ὅτι Χριστὸς Κύριος εἷς, καθ᾽ ἔνωσιν οἰκονομικὴν συνενεχθέντος τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον· εἷς γὰρ ἐξ ἀμφοῖν Υἱὸς ἀληθής. Ἐπεὶ πῶς εἷς Κύριος; πῶς δὲ μία πίστις; ἢ πῶς ἐν ἐστι τὸ βάπτισμα; Εἰ γὰρ υἱοὶ δύο, δύο πάντως καὶ κύριοι· διττὴ καὶ ἡ πίστις, καὶ οὐχ ἐν ἐστι τὸ βάπτισμα. Εἰς τίνα γὰρ πεπιστεύκα μεν; ἢ εἰς τίνος όνομα βεβαπτισμεθα; ᾿Αλλὰ μὴν εἰς Κύριος, μία πίστις, εν βάπτισμα· πρόδηλον οὖν ἄρα ὅτι καὶ εἰς Υἱὸς, κἂν εἰ νοοῖτο καθ' ἡμᾶς γεγο νὼς ὁ Μονογενής. Τίς δὲ ὅλως ὁ ἀναβὰς εἰς ὕψος; ἢ τίς ὁ κατελθὼν εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Οὐκ. οὖν αὐτὸς κατέβη μὲν ἀνθρωπίνως· καθῆκε γὰρ ἐαυ τὸν εἰς κένωσιν, καὶ τεταπείνωκε, γενόμενος υπήκοος μέχρι θανάτου· ἀνέβη δὲ μετὰ σαρκὸς ὑπεράνω πάν των τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Ἐκ τῆς πρὸς Φιλιππησίους. Εκαστος τοῦτο φρονείσθω ἐν ὑμῖν, ὅ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὅς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γε νόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος· έτα πείνωσεν ἑαυτὸν, γενόμενος υπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερ ύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πάνδνομα ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρα 1 καὶ Θεῷ.
col. 1307–1308page 53 of 66
PG 76:1307γλῶσσα ἐξομολογήσηται, ότι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Σύνες όπως τὸν ἐν μορφή τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχοντα Θεόν Λόγον, οὐχ ἁρπαγμὸν ἡγήσασθαί φησι τὸ εἶναι ἴσα Θεῷ. Έχων γὰρ τὸ εἶναι κατὰ φύσιν ἐν ἰσότητι τοῦ Πατρός, και κένωκεν ἑαυτὸν, καὶ μορφὴν δούλου λαβών, τουτέστιν άνθρωπος γεγονώς, καὶ οἷον ἐν εἴδει τῷ καθ᾿ ἡμᾶς εὑρεθεὶς, τεταπείνωκεν ἑαυτὸν εἰς κένωσιν. Επειδή δὲ καὶ αὐτὸν ὑπομεμένηκε τὸν σταυρὸν, ὑψῶσθαί φησιν αὐτὸν, δεδόσθαι δὲ αὐτῷ καὶ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ὥστε καὶ πᾶν γόνυ κάμψαι, καὶ πᾶσαν αὐτῷ γλῶτταν ἐξομολογήσασθαι. Πῶς οὖν ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καθῆκε μὲν ἑαυτὸν εἰς κένωσιν, ὑψῶσθαι δὲ μετὰ τοῦτο λέγεται; "Αρ' οὐχὶ προδηλότατον τὸ τοῦ Χριστοῦ μυστήριον; Θεὸς γὰρ ἂν φύσει, γέγονεν ἄνθρωπος ἐν ταπεινώσει και σμικροπρεπεῖς. Γεγονώς δὲ καθ' ἡμᾶς, εἰς τὴν ἑαυτοῦ τ ξαν ἀναφοιτᾷ καὶ μετὰ σαρκός. Καὶ πρέπει ἂν τὸ ὑψοῦσθαι τῇ οἰκονομίᾳ, καὶ οὐ δὴ μᾶλλον αὐτῇ τῇ φύσει τοῦ λόγου. Εἷς οὖν ἄρα Χριστὸς Θεὸς ἐν ἀν Ορωπότητι, καὶ μετὰ τῆς ἀνθρωπότητος υπάρχων νίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα Ἐκ τῆς πρὸς Κολασσαεῖς. Εὐχαριστοῦντες, φησί, τῷ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σχε τους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως. Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, είτε Κυριότητες, είτε Αρχαί, εἴτε Εξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε· καὶ αὐτός ἐστιν ἡ κεν φαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὃς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν· ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλή ρωμα κατοικήσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν· εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Ἰδοὺ δὴ πάλιν εἰκόνα μὲν τοῦ Θεοῦ τοῦ ἀοράτου φησὶν αὐτόν· ἐκτίσθαι δι' αὐτοῦ Θρόνου;, και ᾿Αρχὰς, καὶ Κυριότητας διαβεβαιούται σαφώς καὶ εἰς αὐτὸν τὰ πάντα καὶ ἐν αὐτῷ συνεστάναι λέ γει· καὶ αὐτὸν εἶναι τὴν κεφαλὴν τοῦ σώματος τῆς Εκκλησίας, καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν. Τίς οὖν ἄρα ἐστὶν ἡ εἰκὼν τοῦ Θεοῦ, ἡ κτίστης τῶν ὅλων, εἰ μὴ αὐτὸς ὁ μονογενής τοῦ Θεοῦ Υἱός; ὃς καὶ γέγονε πρωτότοκος ἐκ νεκρῶν, ὡς ἀποθανών τῇ σαρκὶ τῇ ἰδίᾳ, καὶ οὐχὶ δὴ μᾶλλον τῇ τινος ἑτέρου. Εἷς οὖν Χριστὸς καὶ Υἱός, Θεός τε ὁμοῦ καὶ ἄνθρωπος. Ἐκ τῆς πρὸς Εβραίους. «Πολυμερῶς· καὶ πολυτρόπως πάλαι ὁ Θεός λα
col. 1309–1310page 54 of 66
PG 76:1309λήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, δν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Φύσει τῶν ὅλων Κύριος μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Μονογενῆς αὐτοῦ Λόγος είναι πεπίστευται τίθεται δὲ κληρονόμος, ὅτι γέγονε σάρξ· εἴρηται γὰρ πρὸς αὐτὸν, ὡς καθ' ἡμᾶς ἄνθρωπον γεγονότα α δι' ἡμᾶς· «Αίτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τα πέρατα τῆς γῆς. Ἀλλὰ δι' αὐτοῦ τοῦ Θεοῦ, τοῦ κληρονόμου διὰ τὸ ἀνθρώπινον, καὶ αὐτοὺς πεποιῆσθαι τοὺς αἰῶνας φησιν, εἰς τὸ τοῦ Λόγου πρεσβύτατον τοῦ πράγματος ἔχοντος τὴν ἀναφοράν. Εἷς οὖν ἄρα Χριστὸς καὶ Υἱὸς, ὁ αὐτός τε ὁμοῦ Θεὸς καὶ άνθρωπος. Ὣς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτήρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥής ματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορότερον όνομα παρ' αὐτοὺς κε κληρονόμηκε.» Τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρα κτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρὸς, τουτ ἐστιν ὁ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς μονογενής, τίνα τρόπον καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, δῆλον δὲ ὅτι διὰ τοῦ αἵματος αὐτοῦ, κεκάθικεν ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ κρείττων γενέσθαι λέγεται τῶν ἀγγέλων, καίτοι κατὰ φύσιν καὶ τῇ τῆς θεό τητος ὑπεροχῇ τὰ πάντα νικῶν; Οὐκοῦν καὶ ἄνθρω πως γεγονώς, πεπλεονέκτηκεν, ὡς Θεός, τὴν ἀόρατον κτίσιν, ὁ αὐτὸς ὢν ἀπαύγασμα και χαρακτήρ, καὶ ἐργασάμενος τῶν ἁμαρτιῶν ἡμῶν τὸν καθαρισμόν αἵματι τῷ ἰδίῳ. Εἷς οὖν ἄρα Χριστὸς, καὶ Υἱὸς, καὶ Κύριος. «Ο τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες. Δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτ τοὺς καλεῖν, λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Τὸ κατὰ φύσιν ἅγιον οὐχ ἁγιάζεται, ὅτι μή ἐστι προσδεὶς ἁγιασμοῦ· τό γε μὴν ὡς μεθ έξει τῇ παρ' ἑτέρου γεγονὸς ἅγιον, ἁγιάζειν ἑτέ τους οὐ δύναται. Πῶς οὖν ὁ αὐτὸς ἁγιάζει καὶ ἁγιά ζεται, ζητητέον. "Αγιάζει τοίνυν, ὡς Θεός, ἰδίωμα φύσεως τῆς ἑαυτοῦ τὸ ἁγιάζειν δύνασθαι λαχών ἁγιάζεται δὲ μεθ' ἡμῶν, κατὰ τὸ ἀνθρώπινον. Εἷς οὖν ἄρα Χριστὸς καὶ Υἱὸς καὶ Κύριος, ἁγιάζων μὲν θεί κῶς, ἁγιαζόμενος δὲ μεθ' ἡμῶν ἀνθρωπίνως. Κεφάλαιον δὲ ὁ τοῖς λεγομένοις· Τοιοῦτον ἔχου μεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἦν ἔπηξεν ὁ Κύ ριος, καὶ οὐκ ἄνθρωπος.» Εἰ πᾶς ἱερεύς, καθά φη σιν ὁ μακάριος Παῦλος, εἰς τὸ προσφέρειν δῶρά τε σ πεφηνότα. Η επί. ο εἰρημένοις.
col. 1311–1312page 55 of 66
PG 76:1311καὶ θυσίας παραλαμβάνεται, οὐχ ἑαυτοῖς τελοῦσε τὰς λατρείας οἱ καλούμενοι πρὸς ἱερωσύνην, θεῷ δὲ μάλλον, ᾧ τὸ παρὰ πάσης κτίσεως ὀφείλεται σέβας ὁ δὲ Θεῷ λειτουργῶν, οὐκ ἐν ἴσῳ μέτρῳ κείσεται Θεοῦ, οὔτε μὴν τὴν αὐτῷ καὶ μόνῳ πρέπουσαν φο ρέσει δόξαν. Εἶτα πῶς ἀρχιερεὺς ἡμῶν γεγονώς ὁ Χριστός, ἐν δεξιᾷ κάθηται τοῦ Θεοῦ, καὶ τὸν θρόνον ἔχει τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, καὶ τῶν ἁγίων ἐστὶ λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἄνω καὶ ἀληθινῆς, ἑαυτῷ τε καὶ τῷ Πατρὶ προσκομίζων τὰς παρὰ πάντων λατρείας; Εἰς ἄρα ἐστὶ Χριστὸς καὶ Υιός, καθήμενος μὲν θεϊκῶς ἐν τῷ τῆς ἰδίας θεότητος θρόνῳ, κεχρηματικὼς δὲ ἱερεὺς καὶ λειτουργὸς οἰκονομικῶς διὰ τὸ ἀνθρώπινον. Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφο ορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν Χριστόν· δὲ ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, καὶ ἐν δεξιᾷ τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.» Εί κοινὸς ἄνθρωπος ὁ Χριστὸς, καὶ οὐ Θεὸς ἀληθῶς, ἐν σαρκί τε καθ' ἡμᾶς, ποίαν αὐτῷ προκεῖσθαί φησι τὴν χαράν; ἢ πῶς κεκάθικεν ἐν δεξιᾷ τοῦ θρόνου τοῦ Θεοῦ; ᾿Αλλὰ μὴν προσκειτό τε αὐτῷ χαρά (καὶ γάρ ἐστιν ἐν ἀκαταλήκτοις θυμηδίαις ἡ ἀνωτάτω φύσις), ὑπέμεινε δὲ σταυρὸν, τὸ σταυρωθήναι δυνά μενον ίδιον ποιησάμενος σῶμα· καὶ αὐτὸς ὁ ἐσταυρωμένος κεκάθικεν ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρός. Εἰς ἄρα Κύριος Ἰησοῦς Χριστός, σταυρωθεὶς μὲν ἀνθρωπίνως, συνεδρεύων δὲ θεϊκῶς τῷ Πατρί. Ὅτι εἰς Υἱὸς καὶ Κύριος. Ἐκ τοῦ κατὰ Ματθαῖον. ι. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς γινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις γινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Οὐδενὸς γινώσκοντος τὸν Υἱόν, εἰ μὴ μόνου τοῦ Πατρός, πῶς ἀθετοῦσί τινες τὴν τοῦ Πατρὸς μαρτυρίαν; Υπέδειξε γὰρ τὸν ἴδιον Υἱὸν ἐν τῷ Ἰορδάνῃ, λέγων· «Οὗτός ἐστιν ὁ γιός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα.» Αλλ' οὐ γυμνὸν ἡμῖν παρέδειξε τὸν ἴδιον Λόγον, ἀλλ' ἐνωθέντα σαρκί. Καὶ οὐκ εἴρηκεν, ὅτι Ἐν τούτῳ ἐστὶν ὁ Υἱός μου, Ο αλλ', ο Οὗτός ἐστιν, ν δ μετὰ σαρκός. Εἰς ἄρα καὶ Κύριος καὶ Υἱός. Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. . Ην τὸ φῶς τὸ ἀληθινὸν, ὁ φωτίζει πάντα εν θρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρ έλαβον.» Θεολογήσας ἀρκούντως, καὶ διὰ τοῦ φωτός τοῦ ἀληθινοῦ πεφωτίσθαι πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον εἰπὼν, καὶ δι᾿ αὐτοῦ αὐτὸν πεποιῆσθαι τὸν κόσμον, εἰς τὰ ἴδιά φησιν αὐτὸν ἐλθεῖν. Πάος δὲ γεγονώς ἄνθρωπος 4 Μονογενής ως προς
col. 1313–1314page 56 of 66
PG 76:1313ἰδίους, καὶ πρὸ γε τῶν ἄλλων τοὺς ἐξ αἵματος Ισραήλ. Οτε τοίνυν αὐτός ἐστι τὸ φῶς τὸ ἀληθινὸν, ὁ δι' οὗ τὰ πάντα (καὶ αὐτός ἐστιν ὁ μετὰ σαρκὸς ἐλθὼν εἰς τὰ ἴδια· πῶς οὐκ ἀναγκαῖον ένα Χριστὸν καὶ Υἱὸν ὁμολογεῖν; Καὶ ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενούς παρὰ Πατρός) πλήρης χάριτος καὶ ἀλη θείας.» Εἰ γέγονε σὰρξ ὁ Λόγος, τουτέστι παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς, καὶ σπέρ ματος ᾿Αβραὰμ ἐπελάβετο, ἵνα κατὰ πάντα τοῖς ἀδελ τοῖς ὁμοιωθῇ· πῶς ἂν ἐνδοιάσειέ τις ὅτι μεμένηκε Λόγος, καὶ σὰρξ γεγονώς; "Ατρεπτος γὰρ ἡ τοῦ Λό γου φύσις. Καὶ εἰ κεχρημάτικεν ἡμῶν ἀδελφὸς, πῶς Μονογενοῦς ἔχει δόξαν; Οὐκοῦν κἂν εἰ γέγονε σαρξι οὐδὲν ἧττόν ἐστι Θεός· καὶ Μονογενής μὲν ὡς Θεός, πρωτότυχος δὲ διὰ τὸν ἀνθρώπινον σταυρόν. Ιωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέ γων· › Οὗτος ἦν, ὃν εἶπον· Ὁ ἐπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν· ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Ιωάννης φησὶ περὶ τοῦ Χριστοῦ· • Ο ὀπίσω μου ἐρχόμενος ο (τουτέστιν, Ό μετ' ἐμὲ φανερούμενος δν αὐτὸς ἐκήρυξε δηλονότι, ο ἔμπροσθέν μου γέγονε), ο τουτέστι πρωτεύων κατὰ τὴν δόξαν· καὶ γὰρ ἦν καὶ ἐν ὑπάρξει πρῶτος, ὡς Θεός. Πῶς οὖν μετ' αὐτὸν [] πρὸ αὐτοῦ κατὰ χρόνον; Οτι Θεὸς ἦν ὁ Λόγος, καὶ γέγονε σάρξ· ἔχων μὲν τὸ πρωτεύειν, καθό Λόγος ἐστί· δευτερεύων δὲ κατὰ τὴν σάρκα. Εἰ δὲ καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες μετεσχήκασιν οἱ ἅγιοι (πλήρες δὲ μόνον ἐστὶ τὸ θεῖον, καθά φησιν διὰ τῆς Ησαίου φωνῆς), πρέποι ἂν αὐτῷ τε καὶ μόνῳ τὸ, ὡς ἐξ ἰδίου πληρώματος, ἑαυτοῦ μετόχους ἀποπληροῦν ἀ ἑτέρους. Πέπραχε δὲ τοῦτο Χριστός. Εἰς ἄρα ἐστὶν Υἱὸς καὶ Κύριος ὁ ἐκ Θεοῦ Λόγος γενόμενος σάρξ, αὐτὸς θεός τε ὁμοῦ καὶ ἄνθρωπος. Ἔχοι δ᾽ ἂν τὴν διάνοιαν τὸ ἐφεξῆς ρητόν·. Οὗτός ἐστι, περὶ οὗ ἐγὼ εἶπον· ὑπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτος μου ἦν. Ὁ Ἰδοὺ γὰρ ἄνδρα λέγων αὐτὸν, καὶ ἐρχόμενον ὀπίσω, πρῶτον εἶναί φη σιν ὡς Θεόν· «Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ Θεὸς ἦν ὁ Λόγος. Ει Καὶ ἐμαρτύρησεν Ιωάννης λέγων, ὅτι Τελέα μαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐ ρανοῦ, καὶ μένον ἐπ' αὐτόν· κἀγὼ δὲ οὐκ ᾔδειν αὐτ τόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» Ορα σαφῶς τε καὶ ἐναργῶς ἐν τούτοις τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, δεχόμενον μὲν ἀνθρωπίνως τὸ Πνεῦμα διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν (πλούσιος γὰρ ὤν, ὰ ἀποτελεῖν.
col. 1315–1316page 57 of 66
PG 76:1315επτώχευσε δι' ἡμᾶς), βαπτίζοντα δὲ θεϊκῶς ἐν τῷ ἁγίῳ Πνεύματι. Τίνι γὰρ ἂν πρέποι τὸ χορηγεῖν δύνασθαι τὴν τοῦ Πνεύματος χάριν, πλὴν ὅτι τῷ φύσει τε καὶ ἀληθῶς ὄντι θεῷ; Εἷς οὖν ἄρα Χρι στὸς καὶ Υἱός· καὶ μαρτυρήσει λέγων ὁ εὐαγγελιστὴς. Καγώ εώρακα, καὶ μεμαρτυρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» Οὗτος δὲ, ποῖος; Ὃν τεθέαται μὲν ἀνθρωπίνως τὸ Πνεῦμα δεχόμενον, οἶδε δὲ βαπτίζοντα θεϊκῶς ἐν τῷ ἁγίῳ Πνεύματι. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς δὲν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Πῶς καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ ὁ Υἱὸς τοῦ ἀνθρώπου, καίτοι τῆς ἁγίας σαρκὸς γεννηθείσης ἐκ γυναικός. 'Αλλ' ίδιον ἦν τὸ σῶμα τοῦ ἐξ οὐρανοῦ καταφοιτήσαντος Λόγου, ὃς καὶ γέγονεν Υἱὸς ἀνθρώπου. Εἷς οὖν ἄρα Χριστὸς καὶ Υἱός. Οὕτως ἴδια μὲν τῆς σαρκὸς τὰ τοῦ Λόγου γέγονεν, ἴδια δὲ τοῦ Λόγου τὰ τῆς σαρκὸς, δίχα μόν νῆς ἁμαρτίας. Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου· ἵνα πᾶς ὁ πιστεύων ἐπ' αὐτὸν ἔχῃ ζωὴν αἰώνιον.» Εδα κνον τοὺς ἐξ Ισραήλ κατὰ τὴν ἔρημον οἱ ὄφεις εἶτα προστέταχεν ὁ τῶν ὅλων Θεὸς τῷ Μωσῇ ὄριν ἀναθεῖναι χαλκοῦν. • Καὶ ἔσται, φησὶν, ἐὰν δάκῃ ὁ ὄφις ἄνθρωπον, καὶ ἐμβλέψῃ εἰς τὸν ὄφιν, καὶ ζήσε ται.» Τί τοίνυν ἐστὶ τὸ αἴνιγμα; Διὰ τί δὲ ὁ ἐνορών τὸν ὄφιν 8 σώζεται; Ζωὴ τοιγαροῦν κατὰ φύσιν ὑπάρ χων ὁ Μονογενής τοῦ Θεοῦ Λόγος, γέγονεν ἐν ὁμοιώ δ ματι τῷ καθ᾿ ἡμᾶς, τουτέστιν ἄνθρωπος (πονηρόν δὲ ὁ ἄνθρωπος, καὶ οἷον ὁ ὄφις)· ἀλλ᾽ εἰ καὶ γέγονε καθ' ἡμᾶς, εἴ τις εἰς αὐτὸν ἴδοι, νικᾷ τὸν θάνατον. Τί δέ ἐστι τὸ εἰς αὐτὸν ἰδεῖν, ἢ ὅτι πάντως τὸ ἀκρι βῶς κατανοῆσαι τὸ ἐπ' αὐτῷ μυστήριον; Τότε γὰρ αὐτὸν ὄψεται ἐν ὁμοιώματι μὲν τῶν πονηρῶν, τουτο ἐστιν ἀνθρώπων, ζωοποιὸν δὲ ὡς Θεὸν, καὶ ἀφανίζοντα τὰ τῶν νοητῶν – σφέων δήγματα. Εις οὖν ἄρα Κύριος, καὶ Υἱὸς ὁ αὐτὸς, καὶ ζωοποιὸς ὡς Θεὸς, καὶ ἐν εἴδει τῷ τῶν πονηρῶν δι' οἰκονομίαν. Οἱ παῖδες ἔχοντες τὰ βαΐα τῶν φοινίκων, ἐξῆλ θον εἰς ἀπάντησιν αὐτοῦ, φησὶ, καὶ ἔκραζον ί· @ταν νὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ.» Πῶς οὖν φησιν ἐν ὀνόματι Κυρίου παραγενέσθαι ἡ τὸ Γράμμα τὸ ἱερόν; Εἰ μὲν οὖν ὡς ἄνθρωπον ἰδικῶς τὸν ἐκ τῆς ἁγίας Παρθένου, μὴ ἐνωθέντος αὐτῷ καθ᾿ ὑπόστασιν τοῦ Θεοῦ Λόγου, κοινὸν ἔσται τὸ τῆς κυριότητος ὄνομα αὐτῷ καθὰ καὶ ἡμῖν, καὶ οὐδὲν ἐπὶ Χριστοῦ τὸ μέγα· εἰ δὲ ὡς Κύ ο! εἰς αὐτόν. ἐν αὐτῷ. 5 τῷ ὄφει. Η πονηρῶν. ὁ ἐκραύγαζον. Η παραγενήσεσθαι.
col. 1317–1318page 58 of 66
PG 76:1317ριος ἀληθῶς ἤξειν προαπηγγέλλετο, ὅπερ ἐστὶ καὶ ἀληθὲς (ἐλήλυθε γὰρ οὐ δίχα σαρκὸς εἰς τόνδε τὸν κόσμον ὁ Μονογενής)· εἷς ἄρα ἐστὶ φύσει καὶ ἀληθῶς Κύριος, καὶ Χριστὸς, καὶ Υἱός. «Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.» Εαυτὸν ἁγιάζει Χριστός. Αρ' ὡς ἄνθρωπος, ἢ ὅτι μᾶλλον θεός ἐστι κατὰ φύσιν, ἴδιον ἔχων τὸ Πνεῦμα τὸ ἅγιον; Ὅπερ ἐστὶ καὶ ἀληθές. Οὐδενὸς τοιγαροῦν ἀνθρώπων έχυ τὸν ἁγιάζοντος, ἑαυτὸν ἁγιάζει Χριστός. Εἰς ἄρα ἐστὶν Υἱὸς καὶ Κύριος, ἁγιαζόμενος μὲν ἀνθρωπίνως, ἁγιάζων δὲ θεϊκῶς τῷ ἰδίῳ Πνεύματι τὸν ἑαυτοῦ ναόν. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰη- 13 σοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γε γραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ ἵνα πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ. ο Ὁ ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένος Εμμανουήλ, διὰ τῆς τοῦ Εὐαγγελίου κ φωνής Ἰησοῦς ὠνόμασται. "Οτε τοίνυν αὐτός ἐστι, καὶ οὐχ ἕτερος, Υἱὸς τοῦ Θεοῦ, καὶ ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον ἐν τῷ ὀνόματι αὐτοῦ· πῶς οὐ μεμήνασιν οἱ διορίζοντες, καὶ φάσκοντες, ἕτερον Υἱὸν εἶναι τὸν ἐκ Θεοῦ Λόγου, καὶ ἕτερον τὸν ἐκ τῆς ἁγίας παρθένου; Φαίνεται γὰρ ἐν τούτοις ὁ εὐαγγελιστὴς καὶ μάλα σαφῶς ἕνα καὶ μόνον τὸν ἐξ ἀμφοῖν εἰδὼς καὶ κηρύττων Ἰησοῦν Χριστὸν, τουτέστι τὸν ἐκ Θεοῦ Πα τὸς Λόγον, αἵματος καὶ σαρκὸς κεκοινωνηκότα πα ραπλησίως ἡμῖν, καθὰ γέγραπται. Ἐκ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου. «Εγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέρα τοῦ τεκεῖν αὐτήν· καὶ ἔτεκε τὸν Υἱὸν αὐτ τῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Ένα καὶ μόνον ἔτεκεν Υἱὸν τὸν Ἐμμανουήλ ἡ ἁγία Παρθένος· πῶς οὖν φησι, Τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον;» οὐ γὰρ γε γόνασιν ἕτεροι μετ' αὐτὸν, μεμένηκε δὲ παρθένος. Επισημαίνεται τοίνυν ὡς ἐκ τῆς θεοπνεύστου Γρα φῆς· ὠνόμασται γὰρ πρωτότοκος ὁ μονογενής τοῦ Θεοῦ Λόγος· κεκοινώνηκε γὰρ αἷματος καὶ σαρκός, καὶ παραπλησίως ἡμῖν μετέσχε τῶν αὐτῶν. Οὕτω έγονεν ἐν πολλοῖς ἀδελφοῖς πρωτότοκος. Πλὴν ὡς (εὸς προσκυνεῖται παρά τε ἡμῶν αὐτῶν καὶ τῶν ἄνω πνευμάτων. «Καὶ εἶπε, φησί, πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδοὺ ὁ πατήρ σου καὶ ἐγὼ ἐδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπε πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ οἴδατε 1, ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με; › Αρει δὴ οὖν ὅπως κι ίσως, ἀγγέλου. 1 ήδειτε.
col. 1319–1320page 59 of 66
PG 76:1319ίδιον ἑαυτοῦ Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς ὀνομάζει. Αλλ' είπερ ἦν άνθρωπος καταμόνας, καὶ αὐτὸ δὲ τοῦτο νοούμενος καθ' ἡμᾶς, πῶς οὐκ ἔδει μᾶλλον εἰπεῖν· Οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ πάντων Πατρὸς εἶναί με δεῖ; 'Αλλ᾽ ἴδιον αὐτοῦ ποιεῖται· μόνος γὰρ ἐξ αὐτοῦ γεγέννηται κατὰ φύσιν θεϊκῶς. Ὁ δὲ αὐτὸς, καὶ ἄνθρωπος γεγονώς, ίδιον ἔχει καὶ φύσει Πατέρα τὸν Θεόν. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πό λέων, καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον, ἐδεήθη αὐτοῦ, λέγων Κύριε, ἐὰν θέλῃς, δύνασαι με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα, ἔψατο αὐτοῦ, λέγων· θέλω, καθαρίσθητι.» Θαυμάσεις ἐν τούτοις θεϊκῶς τε ἅμα καὶ σωματικῶς ἐνεργοῦντα Χριστόν· θεϊκὸν μὲν οὖν τὸ θέλειν, ἀνθρώπινον δὲ τὸ ἐκτεῖναι τὴν χεῖρα. Εἷς οὖν ἐξ ἀμφοῖν Υἱός. Εἰ γὰρ καὶ γέγονε σὰρξ ὁ Λόγος, ἀλλ' ὡς Θεὸς ἐνεργεῖ μετὰ τῆς ἰδίας σαρκός, ἐχούσης αὐτῆς δι' αὐτὸν δύναμιν. Εἶπε δὲ πρὸς αὐτούς· Πῶς λέγουσι τὸν Χριστὸν εἶναι υἱὸν Δαυΐδ; αὐτὸς γὰρ ὁ Δαυΐδ λέγει ἐν βιβλίω Ψαλμῶν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου υποπόδιον τῶν ποδῶν σου. Δαυΐδ αὐτὸν Κύριον καλεῖ, καὶ πῶς Υἱὸς αὐτοῦ ἐστιν;: Ακούεις ὅπως ἐν τούτοις πειρᾶται δεικνύειν αὐτὸς ὁ Χριστὸς, ὅτι κἂν εἰ γέγονεν ἐχ σπέρματος Δαυίδ ὁ Λόγος κατὰ τὴν σάρκα, ἀλλ᾽ οὖν ἐστι καὶ οὕτω κατά φύσιν Κύριος, ὡς Υἱὸς καὶ Θεός; Εἰ γὰρ δὴ, φησὶν, υἱὸς τοῦ Δαυΐδ, πῶς αὐτὸν ὁ Δαυΐδ Κύριον όνομάζει; ε 'Αλλ' οὔτε τὴν ἐκ σπέρματ τος Δαυΐδ γέννησιν κατὰ σάρκα ἐν τούτοις ἀρνεῖται, οὔτε μὴν ἀποπέμπει τοῦ εἶναι κατὰ φύσιν Κύριον ἑαυτόν· προσείναι δέ φησιν ἀμφότερον, εἰ καὶ ἐξ ἀμ φοῖν βούλεται τὸν ἕνα δηλοῦσθαι. Εἷς οὖν ἄρα Χρι στὸς, καὶ Υἱὸς ἀληθῶς. "Οτι εἰς Χριστὸν ἡ πίστις ὡς εἰς Θεόν. Ἐκ τῆς πρὸς Ρωμαίους. Δι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αυτ τοῦ· ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοί Ἰησοῦ Χριστοῦ. Κέκληνται τὰ ἔθνη διὰ τῆς πίστεως. Καὶ ἦν ὁ Χρι στὸς διὰ τῶν ἁγίων ἀποστόλων ὁ παρ' αὐτοῖς κηρυττόμενος· ἐπράττετο δὲ παρὰ τῶν μυσταγωγουμένων ἡ πίστις οὐχ ὡς εἰς ἄνθρωπον, ἀλλ' ὡς εἰς Θεόν. Οὐ γάρ πού φαμεν ἐκ πλάνης εἰς πλάνην κεκλῆσθαι τὰ ἔθνη, τὴν εἰς Χριστὸν πίστιν παραδεξάμενα κατα λελοιπότα δὲ μᾶλλον τους ψευδωνύμους θεούς, ἐπ στρέψαι λοιπὸν ἐπὶ Θεὸν ζῶντα. Ὅτε τοίνυν ἀποστολὴν εἰληφέναι φασὶν οἱ μυσταγωγοὶ εἰς ὑπακοὴν πίσ στεως ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ, πῶς οὐκ ἂν εἴη Θεὸς, εἴπερ εἰς αὐτὸν ἡ πίστις, ὡς εἰς Θεόν; Μάρτυς γάρ μου ἐστὶν ὁ Θεὸς, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσευχῶν μου.» Οἱ θεῷ λατρεύοντες, οὐχ ὡς Θεῷ
col. 1321–1322page 60 of 66
PG 76:1321παρ' αὐτὸν ἑτέρῳ λατρεύουσι τῷ Χριστῷ. Αὐτοῦ δέ φησι καὶ τὸ Εὐαγγέλιον. Κηρύττεται γὰρ αὐτὸς ὡς Θεὸς τῷ κόσμῳ, καίτοι Θεοῦ κατὰ φύσιν ὄντος τοῦ Πατρὸς, καὶ κατάρχοντος τῶν ὅλων. Θεὸς οὖν ἄρα Χριστὸς, ὁ δι' οὗ καὶ ἐν ᾧ καὶ αὐτὸς ὁ Πατήρ ὡς Θεὸς καταγγέλλεται, καὶ τῇ παρὰ πάντων τιμᾶται λατρεία, Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ νῦν καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.» Ὡς εἰς Θεὸν πιο στεύοντες δικαιούμεθα. Εἰ δὲ εἰς Χριστὸν Ἰησοῦν ἡ πίστις, καὶ δι' αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν (συνήφθημεν γὰρ τῷ Θεῷ καὶ Πατρὶ, συνεγείραντος ὥσπερ ἡμᾶς τοῦ Χριστοῦ)· πῶς οὐ Θεός ἐστι, καὶ εἰ γέγονεν ἐκ σπέρματος Δαυίδ τὸ κατὰ σάρκα, κατά τὰς Γραφάς; Καθώς γέγραπται, φησίν· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ, οὐ καταισχυνθήσεται.» Συμεὼν ὁ δίκαιος, ὅτε τὸ θεῖον εἰς ἀγκάλας ἐδέξατο βρέφος, ἔφη πρὸς τὸν Θεόν· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ. Οτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, δ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,» καὶ τὰ ἑξῆς. Προσετίθη δὲ τούτοις· «Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον.» Ὁ αὐτὸς ἄρ᾽ ἐστὶν ὁ τοῦ προσκόμματος λίθος, καὶ ἡ πέτρα τοῦ σκανδάλου. Καὶ περιπταίοντες μὲν αὐτῷ διὰ τῆς ἀπειθείας, συνετρίβησάν τινες· διέφυγον δὲ τὸ καταισχυνθῆναι οἱ τὴν πρὸς αὐτὸν πίστιν προσηκάμενοι. Αρ' οὖν ὡς εἰς ἄνθρωπον πεπιστεύκαμεν ἢ ὡς εἰς Θεόν; Ως εἰς Θεὸν δηλονότι. Θεὸς οὖν ἄρα Χριστός· ἐπ' αὐτῷ γὰρ ὁ δίκαιος Συμεὼν τὰς ἀρτίως ἡμῖν εἰρημένας ἔφη φωνάς. Περὶ τῶν Ἰουδαίων φησίν· «Αγνοούντες γὰρ τὴν τοῦ Θεοῦ δύναμιν καὶ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπο ετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς, εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Εἰ τέλος νόμου Χριστὸς, καὶ αὐτός ἐστιν ἡ δικαιοσύνη, δικαιῶν διὰ πίστεως τῆς εἰς αὐτόν· μόνῳ δὲ ὡς ἴδιον ἀνακείσεται τὸ δικαιοῦν δύνασθαι τῷ Θεῷ· πῶς οὐ Θεὸς ὁ Χριστός; «Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς αναβήσεται εἰς τὸν οὐ ρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· 1, Τίς κατα βήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεο κρῶν ἀναγαγεῖν. ᾿Αλλὰ τί λέγει; Εγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου. Τουτέστι τὸ ῥῆμα τῆς πίστεως, δ κηρύσσομεν. Οτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ τῶν νεκρῶν, σωθήσῃ. Καρδίᾳ μὲν γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται
col. 1323–1324page 61 of 66
PG 76:1323".» εἰς σωτηρίαν. Λέγει γὰρ ἡ Γραφή «Πᾶς ὁ πιστεύων εἰς αὐτὸν, οὐ καταισχυνθήσεται.» Εἰ σύμπας ἡμῖν ὁ τῆς πίστεως ὄρος, καὶ τῆς ὁμολογίας ἡ δύναμις, εἰς τὸ τοῦ Χριστοῦ περιίσταται πρόσωπον, καὶ ὁμολογοῦντες αὐτοῦ τὸν θάνατον καὶ τὴν ἀνάστασιν, ὡς εἰς Θεὸν πεπιστευκότες δικαιούμεθα· τίς ὁ φάναι Θεὸν οὐκ εἶναι τολμῶν αὐτὸν, εἴπερ ἐστὶ κεφάλαιον τῆς ἁπάντων σωτηρίας, θύρα τε καὶ ὁδὸς, τῆς εἰς αὐτὸν πίστεως ἡ ὁμολογία; Δι' αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ καὶ αὐτὸς ὁ Πατὴρ ἐπιγινώσκεται πρὸς ἡμῶν. Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ Εὐαγ γέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατά ἀποκάλυψιν μυστηρίου χρόνοις αιωνίοις σεσιγημένου. Φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικών κατ᾿ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος. Μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ὁ Ἰδοὺ δὴ σαφῶς τὸ Εὐαγ γέλιον καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ φησιν εἶναι καὶ κεκρύφθαι μὲν τὸ ἐπ' αὐτῷ μυστήριον, καὶ σεσι γῆσθαι χρόνοις. αἰωνίοις, ἀποκαλυφθῆναι δὲ νῦν εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη. Εστράφη γὰρ εἰς Χριστὸν τὰ ἔθνη τῆς ψευδωνύμου λατρείας ἐξῃρημένα, καὶ ὡς Θεὸν αὐτὸν ἐπεγνωκότα τὸν φύσει καὶ ἀληθῶς. Καὶ εἰ σαφῶς διὰ Ἰησοῦ Χριστοῦ ἐγνώσθη Θεὸς, πῶς οὐ μέγα τὸ Χριστοῦ μυστήριον; Εἰ δὲ νοεῖται καθ' ἡμᾶς ἄνθρωπος ἁπλῶς, καὶ οὐχὶ δὲ μᾶλλον Θεὸς ἐνηνθρωπηκώς, οὐκέτι σοφὸν τὸ μυστήριον. Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιώσαι τὰς ἐπι αγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Γέγραπται γάρ, ότι ο Επίστευσε δὲ ᾽Αβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Είρηται δὲ πρὸς αὐτὸν, ὅτι ο ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.. Ο δὴ καὶ σαφὲς ἡμῖν ἐποίει λέγων ὁ Παῦλος· Οὐ γὰρ διὰ νόμου ή επαγγελία τῷ ᾽Αβραὰμ, εἰς τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ δικαιοσύνης καὶ πί στεως.» Καὶ πάλιν· ὥστε οἱ ἐκ πίστεως εύλο γοῦνται σὺν τῷ πιστῷ ᾿Αβραάμ.» Οὐκοῦν εἰ ἐκ πίο στεως αἱ ἐπαγγελίαι δίδονται τοῖς πατράσι παρά Θεοῦ, γέγονε τοίνυν διάκονος ὁ Χριστὸς, τουτέστι μεσίτης, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τὰς τοῖς πατράσι δοθείσας παρὰ Θεοῦ, τουτέστι τὴν διὰ πίσ στεως δικαίωσιν. Γέγονε τοίνυν διάκονος ὁ Χριστός, τουτέστι μεσίτης, οὐχ ὡς ἑτέρῳ τὴν πίστιν πραγματ τευόμενος, ἀλλ' ὡς ἑαυτῷ μᾶλλον καὶ δι᾿ ἑαυτοῦ τῷ Πατρί. Θεὸς ἄρα κατὰ φύσιν ἐστί. Δεδικαίωται γὰρ ὁ μακάριος 'Αβραὰμ πεπιστευκώς εἰς Θεόν· οὕτω ὑποταγήν.
col. 1325–1326page 62 of 66
PG 76:1325δὲ καὶ τὰ ἔθνη δικαιωθεῖεν ἂν ἐν αὐτῷ, τοῖς ίχνεσιν αὐτοῦ κατακολουθήσαντα, καὶ ἐν Θεῷ πιστεύοντα, τουτέστι Χριστῷ. Ἐκ τῆς πρὸς Κορινθίους πρώτης. Καὶ ταῦτά τινες ἦτε· ἀλλ' ἀπελούσασθε, ἀλλ᾽ ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυ ρίου Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. › Εἰ ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ δικαιούμεθα, ὡς Θεὸν τῇ πίστει τιμήσαντες, καὶ τὸ αὐτοῦ Πνεῦμα δεχόμενοι, πῶς οὐ Θεὸς ὁ Χριστός; Ἐκ τῆς πρὸς Κορινθίους β'. Ει Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἕτερον Ἰησοῦν κηρύσσει, ὖν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε, παρ' δ ἐλάβετε· ἡ Εὐαγγέλιον ἕτερον, παρ' ὁ ἐδέξασθε· καλῶς ἀνείχεσθε. ο Πρὸ τῶν τῆς ἐνανθρωπή. " σεως καιρῶν οὐδεὶς ὀνομάσας εὑρίσκεται τὸν ἐκ Θεοῦ Λόγον, Ἰησοῦν ἡ Χριστόν· εἰ μὴ ἄρα κατὰ πρόγνωσιν ὀνομασθησόμενον τοῦτο κατὰ καιροὺς, ὅτε καὶ γέγονε σάρξ. Ονομα τοίνυν καινὸν αὐτῷ τὸν Ἰησοῦς, ὅτε γέ γονεν ἄνθρωπος. Αλλ' εἰ μὲν ὡς Θεὸς κηρύσσεται, καὶ εἰς ὢν (οὐ γὰρ ἕτερος τις παρ' αὐτὸν, δν δύνανται κηρύξαι τινές), εὖ ἂν ἔχοι, καὶ Θεῷ λατρεύομεν. Εἰ δὲ μέτρον αὐτῷ τὸ τῆς ἀνθρωπότητός ἐστι μόνον, καὶ ψιλῇ προσώπων ἑνώσει τετίμηται· κεκένωται τῆς πίστεως ἡμῶν ὁ λόγος, ἀνθρώπῳ προσάγων ἡμᾶς, καὶ οὐ θεῳ. ᾿Αλλὰ τοῦτο δυσσεβές. Θεὸς ἄρα Χριστός, καὶ Υἱός, ὡς τοῦ Θεοῦ Λόγου σαρκὸς γεγονότος. Ἐκ τῆς πρὸς Γαλάτας. Θαυμάζω, ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ, εἰς ἕτερον Εὐαγγέλιον· ὃ οὐκ ἔστιν ἄλλο· εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέλοντες μεταστρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Ἀλλὰ καὶ ἐὰν ἡμεῖς, ἢ ἄγ γελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν παρ' ὅ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα έστω:» Εἰ ἓν ἐστιν Εὐαγ γέλιον τὸ λαληθὲν ἀπάσῃ τῇ ὑπ᾽ οὐρανὸν διὰ τῶν ἁγίων μυσταγωγῶν, τοῦτο δέ ἐστιν ἡ πίστις ἡ εἰς Χριστόν· πῶς οὐ Θεὸς εἴη ἂν ἀληθὴς, εἴπερ ἐστὶν ἀναγκαῖον ὁμολογεῖν, ὡς ἐκ τῆς ἀρχαίας πλάνης και κλήμεθα πρὸς ἐπίγνωσιν τοῦ κατὰ φύσιν ὄντος Θεοῦ; Θαρσεῖ δὲ τοσοῦτον ὁ μακάριος Παῦλος, ὡς καὶ ἀγ γέλους ἀναθεματίζειν, εἰ δὴ μεταστρέψειαν τὸ Εὐαγ γέλιον τοῦ Χριστοῦ. «Οτε δὲ ηὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ και λίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἷματι, οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους.» Τῷ γὰρ ἅπαξ τὴν ἐκ Θεοῦ λαχόντι μυσταγωγίαν καὶ ἀποκάλυψιν, οὐκ ἔδει τῆς ἐξ ἀνθρώπων παιδαγωγίας. Πλὴν ἐκεῖνό φαμεν· Τίνα ἀπεκάλυψεν ὁ Πατήρ τῷ μαχαρίῳ Παύλῳ, ή τίνα προστέταχεν ἐν τοῖς ἔθνεσιν
col. 1327–1328page 63 of 66
PG 76:1327οὐχ ἐνωθέντα σαρκί, καὶ γενόμενον ἄνθρωπον οίκο νομικῶς; Εἶτα πῶς τοῦτό ἐστιν ἀληθές; Διεκήρυξε γὰρ ἄνθρωπόν τε ὁμοῦ καὶ Θεὸν τὸν αὐτὸν καὶ ἕνα, λέγων Υἱὸν καὶ Κύριον Ἰησοῦν Χριστόν. εὐαγγελίσασθαι ἄρα Θεὸν λόγον, καὶ Υἱὸν μονογενή nου Ειδότες δὲ ὅτι οὐ δικαιούται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου.» Ει τὸ πιστεῦσαι Θεῷ μισθὸν ἔχει τὴν δικαίωσιν (δεδι καίωνται γὰρ οὕτω καὶ οἱ πρὸ ἡμῶν· γέγραπται γάρ, ὅτι ο Επίστευσεν ᾽Αβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην ἡ πίστις ο)· πῶς οὐ Θεὸς ὁ Ἐμ μανουήλ, είπερ ἐστὶν ἀληθὲς, ὡς εἰς αὐτὸν πιστεύοντες δικαιούμεθα; Ἐκ τῆς πρὸς Ἐφεσίους. Ἐν ᾧ ἀκούσαντες καὶ ὑμεῖς τὸν λόγον τῆς ἀλη θείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες εσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγ γελίας, δ τῶν ἁγίων ἐστὶν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον δόξης αὐτοῦ.» Πολλὰ κατὰ ταυτὸ ἐν ταῖς τῶν προ κειμένων εννοίαις κατίδοι τις ἂν, δι' ὧν ἔνεστι μαθεῖν ὅτι Θεὸς ἀληθὴς ὁ Χριστὸς, καὶ ἡ παρὰ πάντων πίστις εἰς αὐτὸν οὐχ ὡς εἰς ἕνα τῶν καθ' ἡμᾶς ἀπλῶς, ἀλλ' ὡς εἰς ἕνα Κύριον, καὶ Υἱὸν, καὶ Θεόν. Πρῶτον μὲν γὰρ αὐτός ἐστι τὸ εὐαγγέλιον τῆς σωτηρίας, ἐν ᾧ καὶ ἡ πίστις, ὡς εἰς Θεὸν δηλονότι. Ἀκολουθεῖ δὲ τὸ τῆς πίστεως γέρας, τουτέστι τὸ Πνεῦμα τῆς ἐπαγγελίας, ὁ τῆς κληρονομίας ἡμῶν ἀῤῥαβών· ἐκλελυτρώμεθα γὰρ εἰς ἔπαινον δόξης Χριστοῦ. Σέσωκε γὰρ ἡμᾶς οὐχ ὡς ἄνθρωπος κοινός, ἀλλ' ὡς Θεὸς ἐν σαρκί γε γονώς δι' ἡμᾶς. Οὕτω γὰρ εἰς ἔπαινον ἐσόμεθα τῆς δόξης αὐτοῦ. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μα εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν εγνωρίσθη με το μυστήριον, καθώς προέγραψα ἐν ὀλίγῳ· πρὸς ὁ δύο νασθε ἀναγινωσκοντες νδῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ.» Ποία συνέσεως χρεία, καὶ ἀποκαλύψεως τῆς παρὰ Θεοῦ πρὸς τὸ γνωρισθῆναι τὸ μυστήριον τοῦ Χριστοῦ, εἴπερ ἐστὶν ἄνθρωπος Ιδι κῶς, καὶ ὀλοτρόπως κεχωρισμένος τοῦ Θεοῦ Λόγου, ψιλῇ προσώπων ενώσει τετιμημένος; Τί γὰρ ἔχει τὸ κεκρυμμένον, ἢ ποῖον ὅλως τὸ δυσχερές, τὸ νοῆσαι τυχὸν περὶ ἑνὸς τοῦ καθ' ἡμᾶς ἀνθρώπου, ὅτι ἄν Ορωπός ἐστι; Βαθὺ δὲ καὶ μέγα τὸ μυστήριον, εἰ καθ' ἡμᾶς γενέσθαι λέγοιτο Θεὸς ὑπάρχων ὁ Λόγος. Ὅτε τοίνυν οἱ βαθεῖς εἰς σύνεσιν, καὶ τὴν θείαν ἀποκάλυψιν ἐσχηκότες, ὡς θεῖον ἡμῖν μυστήριον παραδεδώκασι τὸ Χριστοῦ μυστήριον, καὶ εἰς αὐτὸν ἡ πίστις, ὡς εἰς Θεὸν δηλονότι· πῶς οὐκ ἂν εἴη Θεός; Άλλο τούτῳ προσεοικὸς, καὶ τὴν αὐτὴν ἔχον διάσ
col. 1329–1330page 64 of 66
PG 76:1329νοιαν· Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, τῷ τὰ πάντα κτίσ σαντι. Οι άνδρες, φησὶν, ἀγαπᾶτε τὰς γυναῖκας, καθώς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι.» Ποιον ἄρα ἐστὶ τὸ ρῆμα ἐν ᾧ κεκαθαρμεθα, ἀπολουσάμενοι τὰ σῶμα ὕδατι καθαρῷ, ἢ πάντως ἐκεῖνο, περὶ οὗ φησιν ὁ θεσπέσιος Παῦλος, ὅτι «Τοῦτό ἐστι τὸ ῥῆμα τῆς πίστεως & κηρύσσομεν, ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν Χριστὸν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν;» Οὐκοῦν εἰ Χριστὸν ὁμολογοῦντες ἐν πίστει σωζόμεθα, πῶς οὐ Θεὸς ἀληθῆς ἐστιν, εἰς ὄν τὸ τῆς πίστεως εἰ γένοιτο ῥῆμα, κεκαθάρμεθά τε καὶ ἡγιάσμεθα; Ἐκ τῆς πρὸς Φιλιππησίους. Τί γάρ; φησί. Πλὴν ὅτι παντί τρόπῳ, είτε προφάσει, εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. "Αρ' οὖν ὡς ἄνθρωπος τετιμημένος χάριτι, τῷ κόσμῳ πη ρύσσεται; Καίτοι Θεὸν ὁ κόσμος ἐπέγνω Χριστόν, τῇ πίστει τετιμηκώς. Πῶς οὖν οὐ Θεὸς, ὁ ἐν δόξῃ θεότητος τῷ κόσμῳ καταγγελλόμενος; Συναθλούντες, φησί, τῇ πίστει τοῦ Εὐαγγελίου ( (καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων), ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ· ὅτι ὑμῖν ἐχαρίσθη το ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν.» Εἰ ἐν χάριτος μέρει δεχόμεθα παρὰ Θεοῦ τὸ πιστεύειν ἐν Χριστῷ, οὐ πεπλανήμεθα δὲ διὰ τοῦτο μᾶλλον, ἀλλ' ἐγνώκα μεν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν· πῶς ἂν ἐνω δοιάσειέ τις, ὅτι θεὸς ὁ Χριστός; Ἐκ τῆς πρὸς Τιμόθεον α'. Πιστὸς ὁ λόγος, καὶ πάσης αποδοχής άξιος, ότι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἡλεή θην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξῃ Χριστὸς Ἰησοῦς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελ λόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον.» Εἰ ἁμαρτωλούς σώζει Χριστὸς, καὶ μακροθυμεῖ τοῖς πλημμελήμασι, δεχόμενος αὐτῶν τὴν μετάγνωσιν καὶ πᾶσα ἡμῶν ἡ πίστις ἐπ' αὐτῷ, καὶ διὰ τῆς εἰς αὐτὸν πίστεως τὴν ζωὴν τὴν αἰώνιον κεκερδήκαμεν πῶς οὐ Θεὸς εἴη ἄν; ὅτι καὶ μόνῳ Θεῷ πρέποι ἂν εἰκότως τὸ καὶ σώζειν δύνασθαι τὸν κόσμον, ἤτοι τοὺς ἐν τῷ κόσμῳ, καὶ μακροθυμεῖν τοῖς ἁμαρτάνουσι, καὶ ζωοποιεῖν διὰ τῆς πίστεως τῆς εἰς ἑαυτόν.
col. 1331–1332page 65 of 66
PG 76:1331Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, εκηρύχθη ἐν ἔθνεσιν, ἐπι στεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.» Τίς ὁ ἐν σαρκί φανερωθείς; ἢ δῆλον ὅτι πάντη τε καὶ πάντως ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος; Οὕτω γὰρ ἔσται μέγα τὸ τῆς εὐσεβείας μυστήριον. Θεὸς ἐφανερώθη ἐν σαρκί, ὤφθη δὲ ἀγγέλοις ἀναβαίνων εἰς οὐρανούς· ἐκηρύχθη ἐν ἔθνεσι διὰ τῶν ἁγίων ἀποστόλων, ἐπιστεύθη δὲ ἐν κόσμῳ· καὶ οὔτι πού φαμεν, ὅτι καθ' ἡμᾶς ἄνθρωπος ἁπλῶς, ἀλλ' ὡς Θεὸς ἐν σαρκὶ καὶ καθ' ἡμᾶς γεγονώς. ᾿Ανελήφθη δὲ καὶ ἐν δόξῃ, ἵνα λέ γοντος ἀκούσῃ τοῦ Θεοῦ καὶ Πατρός· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου υποπόδιον τῶν ποδῶν σου. Εκ τῆς πρὸς Τίτον. Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προς ίστασθαι οἱ πεπιστευκότες τῷ θεῷ.» "Αρ' οὖν οἱ θεῷ πιστεύοντες, οὐκ εἰς Χριστὸν πεπιστεύκασι; Καίτοι λέγων ὁρᾶται σαφῶς ὁ μακάριος Ιωάννης περὶ αὐτ τοῦ· ι Οσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξου σίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.» Καὶ μὴν καὶ αὐτὸς ὁ μακάριος Παύ λος· «Εἰδότες δὲ ὅτι οὐ δικαιούται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ.» Οτε τοίνυν Θεῷ πιστεύουσιν οι Χριστῷ τὴν πίστιν προσάγοντες, πῶς οὐκ ἂν εἴη Θεὸς ἀληθής; Οτι εἰς Χριστὸν ἡ πίστις. Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. Οσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. • Δύο κατὰ ταυτὸν τίθησι θεοπρεπή παρα λαμβάνεται γὰρ οὐχ ἑτέρως παρ' ἡμῶν ὁ Χριστός πλὴν ὅτι δὲ εἰς αὐτὸν πίστις, σαφηνιεῖ τὸ προκείμενον· «Τοῖς γὰρ πιστεύουσι, φησίν, εἰς τὸ ὄνομα αὐτοῦ. › Πιστεύομεν δὲ εἰς τὸ ὄνομα αὐτοῦ, οὐκ ἄν θρωπον εἶναι κοινὸν καὶ ἕνα τῶν καθ᾿ ἡμᾶς πιστεύοντες, ἀλλὰ Θεὸν ἐνηνθρωπηκότα. Οὐκ ἀνθρώπινον δὲ τὸ ἐξουσίαν διδόναι τέκνα Θεοῦ γενέσθαι, θεοπρεπές δὲ μᾶλλον καὶ ὑπὲρ τὴν κτίσιν. Ὅτε τοίνυν εἰς αὐτὸν ἡ πίστις, καὶ αὐτὸς δίδωσι τῆς υιοθεσίας τὴν χάριν πῶς οὐ Θεὸς ὁ Χριστός; Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. Γεγονότος ἄρα τοῦ σημείου, καὶ φανερώσαντος τοῦ Χριστοῦ τὴν δόξαν αὐτοῦ, ὡς εἰς τίνα πεπιστεύκασιν οι μακάριοι μαθηταί; ἆρα εἰς ἄνθρωπον ἅγιον ἁπλῶς; Καίτοι πρὸ τοῦ σημείου ἠκολούθησαν αὐτῷ, τεθαυμακότες ὡς ἅγιον· ἀλλὰ τεθέανται διὰ τοῦ ση
col. 1333–1334page 66 of 66
PG 76:1333μείου τὴν ὑπὲρ ἄνθρωπον δύναμίν τε καὶ ἐξουσίαν ἔχοντα. Οὐκοῦν πεπιστεύκασιν ὡς εἰς Θεόν. Ιστέον δὲ, ὅτι πολλοὶ τῶν ἁγίων πολλὰ πεποιήκασι καὶ πα ράδοξα· καὶ ἐθαυμάσθησαν μὲν, ἐπίστευσε δὲ εἰς αὐτοὺς οὐδείς. Ἔχοι δ' ἂν τὴν ἴσην διάνοιαν· Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα, ἃ ἐποίει.» Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Ὁ πιστεύων εἰς αὐτὸν, οὐ κρίνεται ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται· ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενούς Υἱοῦ τοῦ Θεοῦ.» ΕΙ σωτηρίας ὁδός ἐστιν ἡ πίστις ἡ εἰς τὸν Υἱόν, πῶς ἄρα πιστεύομεν εἰς αὐτόν; ἢ πῶς τὴν ἐκ τοῦ κρίνεσθαι διαφευξόμεθα δίκην; ἆρα γὰρ ὡς ἄνθρωπον καταδεξάμενοι, καὶ ἕτερον παρὰ τοῦτο οὐδέν; Εἶτα πῶς οὐκ ἀνθρώπῳ λατρεύσομεν. Αλλ' ὡς εἰς Θεόν· τοῦτο γὰρ ἀληθές. Τίς οὖν ὁ φάναι τολμῶν οὐκ εἶναι κατὰ ἀλή θειαν Θεὸν, οὗ δεδικαίωκεν ἡ πίστις τὴν ὑπ' οὐρανόν; Εγκω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἐν ᾗ εἶπεν αὐτῷ· Ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν εἰς αὐτὸν αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη. • ᾿Ανέστησεν ἐκ νεκρῶν τοῦ βασιλικοῦ τὸν υἱὸν ὁ Χριστὸς, εἰρηκώς αὐτῷ· «Πορεύου, ὁ υἱός σου ζῇ.» Εἶτα πεπίστευκε πανοικί. Αρ' οὖν διὰ τῆς οὕτω μεγάλης καὶ θεο πρεποῦς ἐξουσίας ὡς εἰς ἄνθρωπον πεπίστευκεν ὁ βασιλικός; ἢ Θεὸν ἔγνω κατὰ φύσιν ὄντα αὐτὸν, καὶ ζωοποιοῦντα μετ' ἐξουσίας οὓς ἂν ἕλοιτο καὶ μόνῳ ῥήματι; Αλλ' ἔστι δῆλον ὅτι πεπίστευκεν ὡς Θεῷ. Αμήν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον.» Πέπομφεν ἡμῖν ἐξ οὐρανῶν ὁ Θεὸς καὶ Πατήρ τὸν ἴδιον Υἱόν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» Πῶς οὖν ἐν τούτοις φησί, ζωὴν αἰώνιον ἔχειν τὸν πιστεύοντα τῷ πέμψαντι αὐτόν; Εἰς τίνα λοιπὸν ἡ πίστις; ἆρα ὡς εἰς δύο θεούς, τὸν Πατέρα καὶ τὸν Υἱόν; Μὴ γένοιτο ἀλλ' ὡς εἰς ἕνα Θεὸν καὶ ἀληθινόν. Οὐκοῦν εἴ τις πιστεύσειεν εἰς Χριστὸν, πεπίστευκεν εἰς Θεόν· κἂν εἰ πιστεύσειεν εἰς Θεὸν Πατέρα, πεπιστευκὼς ἔσται καὶ εἰς τὸν ἕνα Κύριον Ἰησοῦν τὸν Χριστόν. Απεκρίθη ὁ Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπὸ έστειλεν ἐκεῖνος.» Εἰ τὸ τῷ Θεῷ δοκοῦν ἐπιτελοῦμεν πιστεύοντες εἰς Χριστὸν (αὐτὸν γὰρ ἀληθῶς ἀπο έστειλεν ὁ Πατήρ εἰς τὸν κόσμον, ὅτε γέγονεν ἄνθρω τος καθ' ἡμᾶς), πῶς οὐκ ἂν εἴη Θεὸς ἀληθινός; Οὐ γὰρ ἂν ἦν ἔργον Θεοῦ τὸ πιστεύειν εἰς αὐτόν. Ἰησοῦς δὲ ἔκραξε, καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλὰ εἰς τὸν πέμψαντά με.
Page scan enlarged

Notebook

Full View