PG 77Cyril of Alexandria et al.
Confession of Faith
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1447–1448page 1 of 2
PG 77:1447Βεῤῥοιαίων, καὶ Σιμεῶνα τὸν ᾿Αντιοχείας ανα χωρητὴν, καὶ ἄλλας ἐπαρχίας, ἰδίᾳ ἑκάστῃ Οὐδὲν παντελῶς ἡμῖν παραλέλειπται τῶν ὑπὲρ τῆς ἑαυτῶν ὀφειλόντων σπουδασθῆναι θρησκείας. Καὶ τοῦτο ἀκριβῶς εἰσεταί σου ἡ ὁσιότης παρὰ τοῦ εὐλαβεστάτου ἐπισκόπου Αντιοχέων, καὶ τῶν λοιπῶν μαθοῦσα τῶν σὺν αὐτῷ ἁγίων ἐπισκόπων. Γεγέντ ται δέ τινες περὶ τὸ πρᾶγμα φιλονεικίαι καὶ δυσκολία:, ἂς ἐξαλεῖψαι πειραθέντες, ὑπὸ τῶν πολλῶν τέως πραγμάτων διεκωλύθημεν. Οὐ μὴν ἀποστῆναι ταύ της τῆς σπουδῆς αἱρησόμεθα, πρὶν ἂν ἡμῖν ὁ ἀγαθὸς Θεὸς τὴν τῶν ἁγίων Ἐκκλησιῶν ἕνωσιν χαρίσαιτο δι' ὑμετέρων εὐχῶν· ὥστε προσήκειν, μετά πάσης σπουδῆς ταῦτα παρὰ Θεοῦ αἰτεῖν τὴν σὴν ἁγιότητα, τῆς Ῥωμαϊκῆς θρησκείας ἱερέας ἐπιδείξαντα δου κίμους 5. Ἴσον σακρᾶς γραφείσης πρὸς Ἀκάκιον τὸν τῆς * ἄλλαις ἐπαρχίαις, ἰδίᾳ ἑκάστῳ. γ ἴσ. ἐπιδείξοντος· εὐδοκίμους.
col. 1449–1450page 2 of 2
PG 77:1449Αντίγραφον ἐπιστολῆς γραφείσης παρὰ "Ιωάν- Λ νου ἐπισκόπου Αντιοχείας πρὸς Νεστόριον. Τῷ δεσπότῃ μου θεοφιλεστάτῳ καὶ ὁσιωτάτῳ ἐπισκόπῳ Νεστορίῳ, Ἰωάννης, ἐν Κυρίῳ χαίρειν. α΄. Τὸν ἐμαυτοῦ σκοπὸν περὶ τὴν σὴν θεοσέβειαν μετὰ πάσης ἀληθείας διὰ τοῦ κυρίου μου. τοῦ τὰ πάντα μεγαλοπρεπεστάτου κόμητος Εἰρηναίου ἐδή λωσα τῇ σῇ διαθέσει. Καὶ ἐπειδὴ, ὡς νομίζω, πάσης εἰμὶ ὑποψίας λοιπὸν παρ' ὑμῖν ἐκτὸς, ἀληθέσιν ἀπο λογίαις χρησάμενος, πεπαρρησιασμένῃ λοιπὸν χρῶ μαι πρὸς τὴν σὴν γνησιότητα συμβουλίᾳ. Εξεστι δέ σοι ἐξ αὐτῶν ὧν συμβουλεύω, ἐνέχυρα ἡμῶν λαβεῖν τῆς περὶ σὲ γνησιότητος, καὶ ὡς φροντὶς ἡμῖν ἐστιν
Page scan enlarged

Notebook

Full View