PG 79Nilus of Sinai
Four Books of Letters
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 307–308page 125 of 262
PG 79:307";» σίν μου, ὅτι εταπεινώθην σφόδρα. Καὶ πάλιν φησίν· «Ιδε την ταπείνωσίν μου, καὶ τὸν κόπου μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. › Μή τοί νυν ἀκαίρως λυποῦ, λέγων· ὅτι οὐκ ἔχω χρήματα εἰς τὸ χορηγεῖν ἀπαύστως τοῖς πένησι. Μηδὲν γὰρ ἔχοντά σε, οὐδὲν ζητήσει Θεός· ὁ δὲ ἔχεις, μὴ ἔχνει προσφέρειν τῷ Σωτῆρι, τουτέστι, συντετριμμένην καρδίαν, καὶ τεταπεινωμένην, καὶ δέησιν δαψιλή, καὶ οὐ μὴ ἐξουδενωθῇς παρὰ τοῦ ἀγαπῶντος τοὺς τεταπεινωμένους, καὶ παρακαλεῖν τούτους μὲ ὑπερηφανοῦντος. ΣΥ. ΟΥΑΛΕΝΤΙ ΣΚΡΙΒΩΝΙ. Τὸ ἅγιον, καὶ ζωοποιὸν Πνεῦμα τὸ συμπροσκυνούμενον, καὶ συνδοξαζόμενον τῷ Πατρὶ καὶ τῷ Υἱῷ, μονοειδὲς ὑπάρχον, πολλὰς ἐνεργεῖ ἀρετάς. Τοὺς μὲν γὰρ ἀσκοῦντας, ἰσχυροποιεῖ κατὰ τὴν ἐγκράτειαν· τοὺς δὲ ἀθλοῦντας νευροῖ εἰς τὴν ὁμολογίας τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἑτέρου τῇ γλώττη συγκέχρηται πρὸς σοφίαν, καὶ ἄλλου τὴν ψυχὴν εἰς προφητείαν φωτίζει· ἑτέρῳ χαρίζεται δύναμιν δαί μονας ἀπελαύνειν, καὶ ἄλλῳ δίδωσι τὰς θείας διερμηνεύειν Γραφάς· ἄλλου τὴν σωφροσύνην ἐνδυναμοί, καὶ ἄλλον διεγείρει ποιεῖν ἀπλήστως τὰς ἐλεημοσύνας, καὶ τούτῳ μὲν δωρεῖται ἀγρυπνεῖν, καὶ νη στεύειν, καὶ πάντων καταφρονεῖν τῶν ἐν κόσμῳ πραγμάτων, καὶ τὴν ἀκτημοσύνην περιέπειν, καὶ προτιμῶν τὴν ἰδιοπραγμοσύνην, καὶ τὴν ἀπτοησίαν Έτερον δὲ πρὸς τὸ ὑπεραποθανεῖν Χριστοῦ ἐν καιροῖς τῶν διωγμῶν ἑτοιμάζει· ἄλλῳ ἄλλως ἐνεργεῖ, αὐτὸ δὲ κατὰ φύσιν μένει αναλλοίωτον, καὶ ἄτρεπτον. Τοῦτο διὰ τῶν προφητών πρώην τὰς σεβασμίους Γραφὰς ἀπεφθέγξατο. Τοῦτο καὶ ἐς ὕστερον δι' εὐα τελῶν λίαν, καὶ ὀλίγων μαθητῶν, κατεῤῥητόρευσε τῶν παρ' Έλλησιν δυσμαχωτάτων σοφῶν. Τοῦτο τοῖς χειροθετουμένοις πιστοῖς ὑπὸ τῶν ἀποστόλων, ἐδίδου ἀθρόως πᾶσαν ὁμιλεῖν γλῶτταν, ἔνπερ μὴ ἐγίνωσκον. Τοῦτο τοιγαροῦν καὶ αὐτὸς διὰ πολλῆς πίστεως καὶ τῶν ἀγαθοεργιῶν ἔνοικον ἔχων, καὶ τηλικοῦτον τὸν προστάτην, καὶ φρουρὸν, καὶ ὑπέρο μάχον, καὶ σκεπαστὴν κεκτημένος, μηδένα δειλιάσης, μὴ δαίμονα, μὴ ἄνθρωπον πονηρὸν ἐπιβουλεύειν τῷ σῷ θεοστηρίκτῳ οἴκῳ βουλόμενον. ΣΕ'. — ΗΛΙΩΝΙ ΜΑΓΙΣΤΡΙΑΝΟ. Εἰ Θεὸς ἀπηγόρησε, μὴ ποιεῖν κακὰ, καὶ τοὺς ταῦτα μετερχομένους τῇ γεέννῃ τοῦ πυρὸς παρα πέμπει, πῶς ἂν τοῖς τὰ φαῦλα ποιοῦσι συμπράξεις; Μὴ οὖν λέγε, ὅτι ὁ Θεὸς εἰσακούει διεφθοράτων, καὶ ἀναγῶν, καὶ σεσηπότων τοῖς ἐπιτηδεύμασι, καὶ φονεύει μὲν ἀνθρώπους, κλᾷ δὲ τοὺς ἵππους τρέχοντας ἐν τοῖς κίρκοις. Μη γένοιτο! Οὐκ ἔστι ταῦτα Θεοῦ πράγματα, ἀλλὰ δαιμόνων πονηρῶν ἐνεργήματα. Εικόνας γάρ τινων δήθεν ἁγίων ποιοῦντες οι γόητες, λαμίας τα συνδεσμοῦντες περιεργίαις τισί, τῷ ὀπισθίῳ τῆς εἰκόνος εγκατορύττουσι, καὶ ὅταν βούλονται, ἢ γυναῖκα ποιῆσαι μοιχευθῆναι, ἢ ἄνδρα θανατώσαι, ἢ ἵππους κλάσαι, νηστεύουσι κατηραμένην, καὶ βελυραν νηστείαν, καὶ ἀγρυπνοῦσι πρὸς
col. 309–310page 126 of 262
PG 79:309τῇ εἰκόνι ἐκείνῃ, καὶ κηρούς, καὶ λύχνους ἐξαψαν τις γρηγορούσιν, επικαλούμενοι δαίμονας, μέχρις ἂν τύχωσι τῆς τούτων εμφανείας, καί τινα μὲν εἰς ἔργον ἐξάγουσιν, ἐν δὲ τοῖς πλείστοις ἀποτυγχάνουσιν. Οὐκοῦν φυλάττου αὐτοὺς, μή ποτε παγιδευθῇς. ΣΤ. - ΙΩΑΝΝΗ ΠΡΩΤΕΥΟΝΤΙ ΝΕΩΤΕΡΟ. Τίμα τον πατέρα σου, καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, η θεσμοθετεί Κύριος. Μή τοίνυν, με δυνατόν, μίαν στιγμήν χρόνου ἀπολιμπάνου των γονέων, μή ποτε τούτων ἐπιμελείας, καὶ φροντίδας, καὶ θεραπείας χωρισθεὶς περιπέσῃς ἀνθρώποις, καὶ λοιμοῖς, καὶ λάβῃς σαυτῷ βρόχους. Πολλοὶ γὰρ εὐ ρίσκονται, καὶ μάλιστα γεώτεροι άφρονες, καὶ φιλή δανοι, ἀνομίας εργάται, καὶ παντὸς ρύπου δοχεία, βλάπτοντες τὰ μεγάλα τοὺς αὐτοῖς πλησιάζοντας. " Φεῦγε τοίνυν τὴν λύμην, καὶ τὸν βόρβορον τούτων, προκαρτερῶν τοῖς γεγεννηκόσι σε φιλοστοργως, καὶ τιμῶν τούτους ὑπερβαλλόντως, καὶ στοιχῶν ταῖς νουθεσίαις, καὶ ταῖς προσευχαῖς αὐτῶν περιχαρα κούμενος· κἂν γὰρ πᾶσαν θεραπείαν τούτοις προσ ενέγκης, ἀλλ᾽ οὖν γε ἀντιγεννῆσαι αὐτοὺς οὐδαμῶς Συνηθείης. Ὅτι αἱ τὴν δίκαιον άνδρα εὐφημοῦντες εὐλογοῦν και παρά Θεοῦ, καὶ μυρίων διὰ τοῦτο τυγχάνουσιν ἀγαθῶν, οἱ δὲ λοιδορείν τολμῶντες ἀνηκέστοις περι πεσούνται κακοίς, άκουσον τί λέγει ὁ Θεὸς τῷ Αβραάμ ' 4 Τοὺς εὐλογοῦντας σε εὐλογήσω, καὶ κατάρατοι έσονται οι καταρώμενος σε.. Καὶ ὁ Αυτό φησιν ο Αλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφα χείς, καὶ ἐξουδενώσει, ο Σὲ οὖν ἀποδέχομαι καλῶς πολιτευόμενον πάντοτε, καὶ τούς δικαίους δοξά ζαντα. ΣΗ. ΣΙΜΩΝΙ ΚΟΥΡΣΟΡΙ. Εἰ τὴν σοφὴν μέλισσαν μιμεῖσθαι ἐσπούδακας, ἐκ πάσης ἀναγνώσεως τὰ χρήσιμα συλλέγειν μή κατόκνει. 20. - ΕΗΓΑΣΙΟ ΚΟΜΗΤΙ, Ατοπον ἂν εἴη τύπτειν τὴν συμβιόν σου, σώφρονά τε καὶ σεμνοπρεπεστάτην υπάρχουσαν, τὴν τ' εν νοιάν σοι φυλαττομένην διὰ παντὸς τοῦ βίου, καὶ μὴ τολμῶσαν διὰ τὴν πολλὴν αἰδῶ, καὶ τιμὴν τὴν πρὸς σέ, μηδ' ἀντοφθαλμῆσαί σοι. Πέπαυσο τοίνυν τοῦ δέρειν τὴν πιστωτάτην, ἵνα μὴ ἀγανακτήσῃ. Φιλοσόφου γὰρ ψυχής σημεῖον, τὸ παντελῶς μη πλήττειν χειρὶ, τῷ λόγῳ δ' ἐπιπλήττειν τοῖς πονη. ρευομένοις. Ατάκτου δε καὶ ἀπαιδεύτου σή μαντρον, τὸ ἑτοίμως πληγὰς ἀπάγειν τοῖς παρα τυγχάνουσι. ΣΤ. ΝΗΜΕΡΤΙΑ ΕΚΔΙΚΟ. Ερωτής με διὰ τοῦ γράμματός του, εἰ χρή πιο στεύειν ὁμοούσιον εἶναι τὸ Πνεῦμα τὸ ἅγιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ. Ἡμεῖς δὲ οὕτως ἔχομεν, καὶ είς
col. 311–312page 127 of 262
PG 79:311οὕτω πιστεύομεν παρὰ Πατέρων θείων δεδιδαγμένοι, το καὶ οὕτως ὁμολογοῦμεν, ὁμοούσιον εἶναι τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ πανάγιον Πνεῦμα τὸ παράκλητον, συναΐδιον, σύνθρονον, συμβασιλεύον, συνδοξαζόμενον τῷ Πατρὶ, καὶ τῷ Υἱῷ εἰς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Αμήν. ΣΙΔ'. — ΑΔΟΛΙΟ ΝΟΜΙΚΟ. Το λούεσθαι ἄνδρας μετὰ γυναικῶν, οὐδαμῶς επέτρεψαν οἱ τοῦ Χριστοῦ φοιτηταί, ἀλλὰ καὶ ἀπὸ έστρεψαν, καὶ ἐβδελύξαντο, καὶ ἀπηγορεύκασιν ὡς ανάρμοστον, καὶ ἀσύμφορον ὑπάρχον Χριστιανοῖς, καὶ ἀποβεβλήκασι, καὶ ἀπέπτυσαν. ΣΙΒ. -- ΠΛΟΥΤΑΡΧΟ ΒΥΡΣΗ. Οἱ θεῖοι νόμοι προστάττουσι, παντελῶς μὴ ὀμνύειν κἂν γὰρ εὐορκεῖ τις, κἂν ἐπιορκήσῃ, κολάσει όπο πίπτει. Φεύγε τοίνυν καὶ τὸ ἀδίκως, καὶ τὸ δικαίως ομνύειν. ΣΙΓ'. — ΙΟΥΛΙΑ ΚΟΜΗΤΙΣΣΗ. Λίαν ἐφαρμόζει σοι τὸ λόγιον τῆς Γραφῆς. Ωσπερ γὰρ, φησίν, ενώτιον χρυσοῦν ἐν ῥινὶ χοίρου, οὕτως κάλλος τῇ κακόφρονι γυναικί. Τίς γὰρ ἂν μὴ θρη νείσει σε τῶν εὖ φρονούντων, τὸ μὲν κάλλος ἐκ φύσεως ἔχουσαν, κακῶς δὲ τούτῳ χρωμένην, ῥεμβομένην τε καὶ ἀσωτευομένην, ἀνεπτερωμένην πρὸς πᾶσαν ἀσωτίαν, καὶ ἐπιμαινομένην ἀλλοτρίοις ἀν δράσι, καὶ ἱματισμῷ μὲν καὶ χρυσῷ, καὶ πολυτιμή τοις λίθοις στοιβάζουσαν ἑαυτὴν, καὶ τὸ δυσῶδες σαρκίον σπουδαίως φιλοκαλοῦσαν ποικίλαις τρυφαίς, καὶ βαλανείοις, καὶ εὐώδεσι χρίσμασι, τὴν δὲ ψυχήν ἑαυτῆς ὡς ἀλλοτρίων περιορῶσαν, γυμνήν τε ὑπο άρχουσαν παντὸς ἀγαθοῦ ἔργου, καὶ ὅλην ἀκόσμητον, καὶ τετραυματισμένην, ηλλοτριωμένην τε τῶν ἀρετῶν, καὶ προσόζουσαν ἀεὶ, καὶ λιμώττουσαν, καὶ καταφθειρομένην τοῖς τῆς ἀσελγίας μολύ σμασιν; ΣΙΔ'. ΑΦΘΟΝΙΑ ΤΑΒΟΥΛΑΡΙΑ. Επιφέρουσι μὲν καὶ δαίμονες λογισμούς που ήσεως, καὶ δειλείας, τίκτει δὲ καὶ αὐτὸς ὁ νοῦς πολλάκις θορύβους τινάς, καὶ φόβους, καὶ θροήσεις ἀμφότερα δὲ ὁ Σωτὴρ θεραπεύει, ὁ πᾶσαν νόσον, καὶ πᾶσαν κάκωσιν ἐξιώμενος ῥᾷστα, εἰ μέντοι παρακαλεῖτο εὐχαῖς, καὶ εὐποιίαις, καὶ ἀναγνώσει θειοτέρων λογίων, καὶ τῇ μετ᾿ ἀγρυπνίας επικλήσει τοῦ τιμίου ὀνόματος Ἰησοῦ. ΣΙΕ'. - ΠΙΝΔΑΡΟ ΠΡΕΣΒΥΤΕΡΑ. Τοὺς λεξίθηρας, καὶ τοὺς κομπορύακας καὶ πάν τὰς τοὺς φιλενδείκτας, καὶ τοὺς κατὰ τὴν σὴν ὁσιά τητα δημοσκοποῦντας, καὶ σκώπτοντας τοὺς εὐλαβεῖς ἐπὶ τῇ ἀμαθείᾳ τῶν λέξεων, γελον ειώθασιν οἱ θεοφιλέστεροι. ΣΙΓ'. - ΚΑΛΛΙΝΙΚΟ ΧΡΥΣΟΧαρ. Οὔτε τὸ θνησιμαίων ἐφάψασθαι ἀλόγων, ἢ λογικῶν, οὔτε λέχος, οὔτε ἐνυπνιασμοί, οὐκ ἄλλο τι τοιοῦτο βλάπτει ποτέ, ἢ ἄνδρα, ἢ γυναῖκα. Η γὰρ εἰς Χρι στὸν πίστις ἐκαθάρισέν τε καὶ ἀεὶ καθαρίζει τους
col. 313–314page 128 of 262
PG 79:313ἀληθινούς πιστούς, τοῖς δὲ μὴ πιστεύουσιν οὐδέν ἐστι καθαρὸν, μεμίανται γὰρ αὐτῶν καὶ ὁ νοῦς, και ἡ συνείδησις, καὶ πάντα αὐτοῖς βδελυκτα, καὶ ἀκά θαρτα φαίνεται. ΣΙΖ'. - ΟΡΕΣΤΗ ΚΛΕΙΔΟΠΟΙΟ Έγνων ποτέ τινα ἄνθρωπον ἐξ εὐθείας ρίψαντα κατὰ τοῦ ἐχθροῦ λίθον. Ὁ δὲ λίθος λοξὶν πορευθεὶς κατὰ τοῦ τέκνου τοῦ ρίψαντος ἔν τινι τόπῳ ἑστῶτος ἀμερίμνως, τὸν ὀφθαλμὸν πατάξας τοῦ παιδὸς ἀπὸ ετύφλωσεν. Ο γὰρ βουληθεὶς ἄλλον κακοποιῆσαι, αὐτὸς μᾶλλον κεκάκωται τῇ δικαίᾳ ψήφῳ τοῦ παντα επόπτου Θεού. Ταῦτα δέ μοι είρηται, ἵνα παύσῃ τοῦ κατάρας ἐκπέμπειν καθ᾽ ἐν νομίζεις ἐχθρὸν, μήποτε καταλάβῃ τὸν οἶκόν σου όλεθρος. Προσεύχεσθαι γὰρ ὑπὲρ ἐχθρῶν, οὐχὶ δὲ καταρᾶσθαι παρηγγέλμεθα. ΣΙΗ'. - ΣΤΕΦΑΝΙΔΙ ΚΟΜΗΤΙΣΣΗ. Τί δ' ἄν σοι χαρισαίμην ἐγκωμίου ἕνεκεν, ἤδη τοῦ Σολομῶντος ἐγκωμιάσαντός σε; Φησί γάρ· «Γυναίκα δὲ ἀνδρείαν τίς εὑρήσει;» Σπανίως γὰρ ἡ τοιαύτη εὑρίσκεται, τιμιωτέρα δέ ἐστι λίθων τιμίων. Περί βλεπτος δὲ γίνεται δι᾿ αὐτὴν ὁ ἀνὴρ αὐτῆς, οὐδὲν δ' αὐτὸς φροντίζει τῶν ἐν οἴκῳ, πάντων γὰρ αὐτὴ φροντίζει προσεχόντως, καὶ συνεχώς. Διὰ τούτων τοίνυν, καὶ τῶν τοιούτων σὺν τῇ πίστει σου καὶ τῇ σεμνότητί σου φυλαχθείης. ΣΙΝ. - ΟΥΛΠΙΑΝΟ ΣΧΟΛΑΣΤΙΚΑ. Ηδέως μὲν κατεργάζῃ τὰς ἀθεμιτουργίας, ἀηδῶς δ' ὑποδέχῃ τὰ λυπηρὰ τὰ ἐπερχόμενά σοι τῇ κελεύσει τοῦ Θεοῦ. Διόπερ παραινῶ σοι, ὥσπερ οὐ παραιτῇ διαπράττεσθαι τὰ κακὰ, οὕτως μὴ θέλε παραιτεῖσθαι τὰ ἐπακολουθοῦντα ταῖς πονηραῖς πράξεσιν· κατὰ γὰρ δὴ τὴν φαυλοτάτην γνώμην, καὶ κατὰ τὴν στρα τείαν τὴν μοχθηράν, πάντως καὶ τὸ σιτηρέσιον ἐκτάσσεται. ΣΚ'. — ΑΡΙΣΤΟΦΑΝΕΙ ΚΑΝΔΙΔΑΤΟ. Μη ξενίζου έωρακώς Μάξιμον τὸν βικάριον, καὶ τὸν τούτου ἀδελφὸν, τοῖς ἑαυτῶν συμποδισθέντας σοφίσμασι, καὶ κινδύνους ὑπομεμενηκότας καὶ τὰ ἔσχατα κακά, ἅπερ καθ᾿ ἑτέρων προσώπων ἐπενεχθῆναι ἐσπούδασαν. Βλέπε γὰρ, τί λέγουσιν αἱ Γρα φαί· «Συνέδησεν ὁ Θεὸς τοὺς ἄξονας τῶν ἁρμάτων καὶ ἦγεν αὐτοὺς πρὸς τὸ ὀφειλόμενον. ο Καὶ, ο Επ έστρεψεν ή πονηρία αὐτῶν εἰς τὰς κεφαλὰς αὐτῶν.» Και·. Εν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποῦς αὐτῶν.» Συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται· ὅπερ γὰρ ἐσοφίσαντο, εἰς ἑαυτῶν μὲν ἀσφάλειαν, ἄλλων δὲ ἐπιβουλὴν καὶ βλάβην, τοῦτο ἔστρεψεν ὁ Θεὸς εἰς τὴν τούτων μὲν κάκωσιν, καὶ αἰσχύνην, καὶ ὄλεθρον ἄρατον, ὠφέλειαν δὲ καὶ τιμήν, παρρησίαν τε καὶ κέρδος οὐκ ὀλίγον τῶν ἐπιβουλευθέντων. Καὶ γὰρ ὁ Ἄμμάν ποτε θέλων σταυρῶσαι τοὺς περὶ Μαρδοχαίον τὸν δίκαιον ἄνθρωπον, καὶ τὸ ξύλον ἑτοιμάσας, αὐτὸς μὲν καταισχυνθεὶς ἐξαίφνης, καὶ παρὰ προσδοκίαν ἐπ' αὐτοῦ τοῦ οἰκείου ξύλου ἀνεσκολοπίζετο, προστάξει τοῦ βασι σε χιν,
col. 315–316page 129 of 262
PG 79:315λέως τοῦ πρότερον ὑπὲρ τὴν ἑαυτοῦ ψυχὴν ἀγαπήσαντος αὐτόν· Μαρδοχαῖος δὲ, ὁ πρὸς τὸν Θεὸν ἔχων διηνεκῶς τὴν διάνοιαν αὐτοῦ, ταῖς μεγίσταις τετίμηται τιμαῖς παρὰ τοῦ βασιλέως, καὶ πάντων τῶν μεγιστάνων, καὶ περιφανέστερος ὤφθη νῦν μᾶλλον, ήπερ ποτέ. Τοιγαροῦν ἐν παντὶ καιρῷ τοῖς θείας πιστεύειν λογίοις, τοῖς λέγουσιν, ὅτι Οπερ αὐτὸς μι σεῖς, ἑτέρῳ μὴ ποιήσεις, καὶ μὴ θέλε ἑτέροις κακά, ἵνα μή σε καταλάβῃ κακὰ, καὶ τὴν χύτραν, ήνπερ ἄλλοις ήρτυσας, σὺ μόνος καταδικασθῇς φαγεῖν. Θ γὰρ ἄλλοις βόθρον ὀρύξας, εἰς αὐτὸν ἐμπεσείται ἀνελπίστως. ΣΚΑ'. ΕΥΡΥΚΛΕΙ ΠΑΤΡΙΚΙΟ. Επιτετευγμένως ἐῤῥέθη περὶ τῆς σῆς ἐνδοξότης τος Δύο ταῦτα ἐμίσησα, γέροντα μοιχὸν, καὶ πλούσιον ψεύστην. «Διὰ τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ν Μέλλει γὰρ κληρονομεῖν ταλαιπωρίας, καὶ σηπεδόνας καὶ σκώληκας. Εἰ οὖν κατεγήρασας ἐν ἀτοπίαις, καὶ ψεύδεσι, καὶ δόλοις, καὶ κατεδαπανήθης χορτασθής ἡμερῶν κακῶν, γνῶθι σαυτόν. ΣΚΒ΄. — ΑΓΛΑΟΦΩΝΤΙ ΚΟΥΡΑΤΟΡΙ. Οταν λοιπὸν ἀτενίση ἄνθρωπος βλέπων τοὺς ἀδί χως μισοῦντας, καὶ τοὺς διαρπάζοντας, ἰσχυροποι ουμένους, καὶ καταδυναστεύοντας, ὅταν ήδη προς ἀφελπισμὸν πέσῃ, μηδενὸς βοηθοῦντος, τότε παρα δόξως τὰς ἐξ οὐρανοῦ ἀντιλήψεις καὶ βοηθείας όψεται γινομένας. Μένε οὖν εὐχόμενος καὶ ἐλπίζων. ΣΚΓ'. - ΜΑΞΙΜΟ ΠΡΕΣΒΥΤΕΡΟ. Εάν τι γέγραπται ἐν τῇ Παλαιᾷ, ἦτε ἐν τῇ Νέᾳ, ἱστορικῶς γεγενῆσθαι, καὶ φανερῶς τόδε ἢ τόδε πεπράχθαι, ἡμεῖς δὲ εἰς ἑαυτοὺς νοοῦμεν αὐτὸ ταῖς ἐνθυμήσεσι, καὶ τοῖς λογισμοῖς πρὸς οἰκοδομὴν πνευματικὴν χρώμενοι, μὴ νόμιζε, ὅτι ἠθετήσαμεν τὸ γράμμα, ἢ ἀπωσάμεθα τὴν ἱστορίαν. Μὴ γένοιτο! Οὐ καθετοῦμεν, οὐδ᾽ ἀποβαλλόμεθα τὸ αἰσθητῶς πεπραγμένον, καὶ ἱστορίᾳ παραδοθέν. 'Αλλ' ἐπειδὴ ἡμεῖς ἐσμεν ὁ κόσμος, πάντα τὰ πρώην γενόμενα, σήμερον εἰς ἑαυτοὺς νοοῦντες ὠφελούμεθα. Ἐπειδὴ γὰρ οὐκ ἔστι σήμερον Ἰωσήφ, οὔτε ἡ Αἰγυπτία, οὔτε Εζεκίας ὁ βασιλεὺς, οὔτε Ἰούδας ὁ προδότης, οὔτε δ Λάζαρος ἀποθανὼν καὶ ἀναστὰς, οὔτε Σίμων ὁ Μά γος, οὔτε τὰ ἑξῆς, διὰ τοῦτο, ἐὰν ἴδωμεν σωφρονοῦντά τινα, Ἰωσὴφ τοῦτον καλοῦμεν· ἐὰν θεασώμεθα γυναίκα μοιχάδα, Αἰγυπτίαν λέγομεν αὐτήν· ἐάν τις δυνάστης πιστὸς τῷ Θεῷ, καὶ εὐλαβὴς τυγχάνει, ΣΙΤΗ, Εζεκίας προσαγορεύεται· πᾶς δὲ ὁ προδιδοὺς τὸν λόγον τῆς ἀληθείας, καὶ τοὺς ἄλλους ἐμβάλλων εἰς θάνατον, Ἰούδας νενόμισται· εἰ δέ τις βέλτιστος ἄνθρωπος ἀμελήσας ήμαρτεν, εἶτα μετανοήσας ζωο ποιηθῇ, δῆλον ὅτι ὁ νοῦς αὐτοῦ ἀπέθανεν διὰ τῆς πλημμελείας, καὶ ἐγήγερται διὰ τῆς μετανοίας, τὸν δὲ καθ' ὑπόκρισιν προσερχόμενον τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, καὶ βαπτιζόμενον ψιλῷ ὕδατι, οὐ μέντοι καὶ Πνεύματι ἁγίῳ, Σίμωνα Μάγον επονομάζειν εἰώθαμεν. Πρὸς ταῦτα οὖν, καὶ πάντα τὰ παρ' ἡμῶν νοητῶς λεγόμενα κανονίζων, οὐδαμῶς σκανδαλισθήσῃ καθ᾿ ἡμῶν. Πάντα οὖν εἰς ἑαυτὸν γόησον τα τυπικώς
col. 317–318page 130 of 262
PG 79:317συμβάντα, καὶ πραχθέντα τοῖς ἀρχαίοις. Φησὶ γὰρ ὁ Απόστολος - ο Ὑμεῖς ναὸς Θεοῦ ἐστε·, οὐχ ὁ ἐκ λίθου ὑπὸ τοῦ Σολομῶντος δεδμημένος· «Πάντα γὰρ ὑμῶν ἐστιν, εἴτε κόσμος, εἴτε ἐνεστῶτα, είτε μέλλοντα.» Ὑμεῖς δὲ καὶ γεώργιον, καὶ ἀμπελῶν, καὶ ποίμνη, καὶ τὰ ἄλλα, ΣΚΔ'. - ΛΟΥΚΙΑΝΟ ΣΟΦΙΣΤΗ ΧΡΙΣΤΙΑΝΟ. Οὐ χρὴ πάροδον διδόναι ἐπὶ τὴν διάνοιαν ταῖς τῶν βλάπτειν τα φυκότων λογισμών φαντασίαις, ἵνα μὴ ζωοποιήσωμεν τὰ ἐξ ἐπιμελείας νενεκρωμένα πάθη, καὶ πάλιν ἐναγώνιον διαγάγωμεν βίον. Εὐχερῶς γὰρ πάλιν διάνοια ῥέπει πρὸς τὰ πρὸ χρόνου εκβεβλημένα πάθη, καὶ τὴν τῶν ἡδονῶν πλάστιγγα ἐπιβρίθει μέχρις εδάφους. Τοιαύτη γὰρ ἡ ἕξις τῆς ἀρετῆς, ὀξυῤῥεπής τίς ἐστι, καὶ ἄγαν εὐκόλως, εἰ ἀμελοῖτο, ταλαντεύουσα ἐπὶ τὰ ἐναντία. ΣΚΕ. - ΣΩΤΗΡΙΧΟ. ΔΙΑΚΟΝΟ.. Ωσπερ στρέφεται θύρα ἐπὶ τοῦ στρόφιγγος αυ τῆς, φησὶν ὁ Σολομών, οὕτως ἀνὴρ ἐκνηρὸς ἐπὶ τῆς κοίτης αὐτοῦ.» Βαλβίτῳ δὲ κοπριῶν τὸν ὀκνηρὸν ὁ Σιράχ παρεικάζει. Ταῦτα δέ μοι πρὸς τὴν σὴν ὀκνηρίαν. ΣΚΤ. - ΑΝΘΕΜΙΟ ΝΟΜΙΚΟ. Πόρρω στῆθι τοῦ τῆς πορνείας μιάσματος, και οὐκ ἂν περιπέσῃς τῷ τῆς λύπης βροχίσματι. ΣΚΖ'. — ΜΑΡΙΑΝΑ ΕΠΙΣΚΟΠΟ. Μεγάλην ἐφ᾽ ἅπασιν ἔστιν εὑρεῖν τὴν τοῦ ἀγαθοῦ Δεσπότου περὶ τοὺς οἰκείους δούλους οἰκονομίαν, ὥστε καὶ τὰ δοκοῦντα εἶναι σκυθρωπά, καὶ μὴ πάντη κατά βούλησιν ἀπαντῶντα, καὶ ταῦτα ἐπ' ὠφελείᾳ τῶν πολλῶν οἰκονομεῖσθαι, τῇ δυσθεωρήτῳ σοφίᾳ τοῦ Κυρίου, καὶ τοῖς ἀνεξιχνιάστοις αὐτοῦ κρέμασιν. ᾿Αλλὰ κατεξανάστηθι τῶν πειρασμῶν, τῶν νῦν δίκην καταιγίδος ἐπιδραμόντων ὑμῖν, καὶ καταστέφθητι, πάτερ, ὑπερευχόμενός μου. ΣΚΗ. - ΛΕΟΝΙΔΗ ΔΕΚΕΜΠΡΙΜΟ. Οὐδεὶς ἔρχεται πρός με, φησὶν ὁ Σωτὴρ ἡμῶν Χριστός, ἐὰν μὴ ᾖ δεδωμένον αὐτῷ ἄνωθεν.» Οὐκ ἔστι γὰρ τὸ τυχὸν πρᾶγμα ἡ εἰς τὸν Χριστὸν πίστις, τῆς γὰρ ἄνωθεν δεῖται ῥοπῆς, τὸ γὰρ ἀληθινῶς πιο στεῦσαι γενναίας ἐστὶ ψυχῆς. Ἡ οὖν τοιαύτη ψυχή τῆς ἀπὸ τοῦ Θεοῦ χρήζει κατανύξεως εἰς τὰ πι στεῦσαι· καὶ ἡ ἄνωθεν δὲ ῥοπὴ δεῖται τῆς ἡμῶν προ αιρέσεως, η Χχειν, ΣΑΥΙ, ΣΚΘ'. - ΘΕΟΚΛΕΙ ΣΧΟΛΑΣΤΙΚΟ Τοσούτον ἰσχύει καλλίστη μετάνοια, ὥστε καὶ ἐπ' αὐτῆς τῆς κλίνης ψυχορραγοῦντά τινα ταύτη χρη σάμενον, ἐλευθεροῦν μυρίων παραπτωμάτων ἐν στιγμή χρόνου. Τοῦ γὰρ καιροῦ ἡ στενοχωρία οὐκ ἂν θλίψος τὴν θείαν φιλανθρωπίαν· γέγραπται γὰρ ἐν προφητικῇ δέλτῳ, ὅτι «Όταν ἀποστραφεὶς τὰ ἑαυτοῦ κάκιστα ἔργα, ἐκ τοῦ βάθους τῆς καρδίας στενάξης, τότε σωθήσῃ.» Καὶ πειθέτω σε ὁ ταπεινός Η τι,
col. 319–320page 131 of 262
PG 79:319μίσας, καὶ παραχρῆμα μυρίων όφλημάτων δεξάμενος ἄφεσιν, καὶ δεδικαιωμένος τῇ θείᾳ ψήφῳ ὑπὲρ Φαρισαῖον ἀλαζόνα, πολλὰ πάνυ δικαιοπραγήσαντα. ΣΔ'. ΦΙΛΩΝΙ. τελώνης ἐν στεναγμῷ μικράν τινα δέησιν προσκα Αλλος πρὸς ἄλλο τι νένευκε τῶν ματαίων τοῦ κόσμου, καὶ ἄλλος ἐπ' ἄλλῳ τινὶ τέτρωται τῶν μηδὲν τὴν ψυχὴν ὠφελούντων. Σὺ δὲ περὶ ἐν μόνον σπουδάζεις μετὰ πόθων, τὸ τοῖς ἀσκηταῖς τοῦ Χριστοῦ τὴν σὴν ἐκδαπανἂν ὑπαρξιν ἀκορέστως. Πηλίκας τοίνυν διὰ τοῦτο μέλλεις ἀπολαμβάνειν τὰς μισθαποδοσίας, δῆλον ὅτι ἡ χάρις τοῦ Κυρίου δειχνύει σοι πρὸ τελευτῆς, ἡ τις προγινώσκουσα τὰ μέλλοντα, καὶ ὑποφθέγγεταί σοι πράττειν τὰ ψυχοφελεῖ, καὶ προσαποκαλύπτει τὰς διαιωνιζούσας ανταμείψεις. ΣΛΑ'. — ΑΙΜΙΛΙΑΝΟ ΠΡΟΤΗΚΤΟΡΙ. Ἐν κακίᾳ προσώπου, φησὶ Σολομών, ἀγαθυνο θήσεται καρδία.» Ἐὰν γὰρ ὀργισθῶμεν, καὶ πικραν θῶμεν καθ' ἑαυτῶν κινουμένων πρὸς τὴν ἄτοπον πρᾶξιν, πάντως ὅτι ἀγαθυνθήσεται ἡ ψυχὴ ἡμῶν τερπομένη, καὶ ἀγαλλιωμένη τῷ κάλλει τῶν ἀρε τῶν. ΣΑΒ. – ΣΚΡΙΝΙΑΡΙΟ. Ἐν Χριστῷ Ἰησοῦ, φησὶν ὁ ᾿Απόστολος, οὔτε ἄρσεν, οὔτε θῆλυ. • Καὶ μὴν πάντες οἱ πιστοὶ καὶ εἰς ἄρσεν καὶ εἰς θῆλυ φαίνονται διεσχιματισμένοι. 'Αλλ' οὐχὶ περὶ τῶν ὀρομένων λέγει ὁ μέγας Παῦ λος, ἀλλὰ τὸ μὴ βλεπόμενον ὑπαινίττεται· παρὰ γὰρ τοῖς ἀποβλέπουσιν εἰς Θεὸν, καὶ τὸ ἄρσεν πάθος, καὶ τὸ θῆλυ, τῇ προθέσει, καὶ τῇ πίστει, καὶ τῇ βου λήσει νενέκρωται. ΣΑΓ'. — ΔΟΜΕΤΙΑΝΟ ΕΠΑΡΧΙΚΟ. Εἰ μὴ ὁ τῶν ὅλων Θεὸς καὶ εὐεργέτης Θεὸς Χρι στὸς κατὰ ἀλήθειαν τεθνηκώς ἐκ νεκρῶν ἀληθῶς ἐγήγερται, ματαία ἡ πίστις ἡμῶν ὑπάρχει, μάτην δὲ ἐσθίομεν τὸ σῶμα τὸ μυστικὸν, πίνομεν δὲ τὸ αἷμα πρὸς κάθαρσιν οἰκείαν, ἵνα καταγγείλωμεν, οὐ μόνον τὸν θάνατον, καὶ τὴν ταφὴν, ἀλλὰ καὶ τὴν ἔγερσιν, καὶ τὴν δόξαν, καὶ τὴν ἀκατάπαυστον βασι λείαν τοῦ Χριστοῦ. ΣΛΔ'. - ΦΡΑΓΚΟ ΚΑΓΚΕΛΛΑΡΙΟ. Όταν ερεθίζει σε τὸ φρόνημα τῆς σαρκὸς, λάβε εἰς καρδίαν σου τὴν φρίκην τῶν αἰωνίων κολάσεων. Κατακείσῃ δὲ, καθώς λέγει Σολομών, ἐν καρδία θαλάσσης, καὶ ὡς κυβερνήτης ἐν ἀφάτῳ κλύδωνι. Ἐὰν γὰρ δυνηθῇς ἐν τῷ καιρῷ τῆς μάχης τῆς πρὸς τὸ ἐρεθίζον σε εύμορφον πρόσωπον, οὕτως ἐναγώνιον σεαυτὸν καταστῆσαι τῇ προκατηγγελμένη αιω νίῳ κολάσει, καθάπερ ὁ χειμαζόμενος ἐν θαλάσσῃ ῥᾳδίως τε καὶ ἀπόνως περιγενήσῃ τῆς παρὰ τῶν προσπαλαιόντων δαιμόνων επαγομένης βιαίας παρα κλήσεως. ΣΛΕ'. ΑΡΙΣΤΟΚΡΑΤΕΙ ΕΥΝΟΥΧΟ. Εν Πνεύματι ἁγίῳ καὶ πυρὶ τὸ Δεσποτικὸν βά πτισμα, διὰ τῆς τοῦ πυρὸς προσηγορίας τὸ θερμόν, τὸ διεγηγερμένον τῆς χάριτος, καὶ τὸ δαπανητικὸν τῶν ἁμαρτιῶν μάνθανε.
col. 321–322page 132 of 262
PG 79:321ΣΛΟ. ΑΠΟΛΛΟΦΑΝΕΙ ΣΥΜΠΟΝΩ. Βληχηματώδης τις, καὶ ἄλογος ὑπάρχων, και δο κείς φρονιμώτατος εἶναι, τοῦ μὲν Θεοῦ ἀπαρνῇ τὴν λατρείαν, μηδόλως θέλων παρασχείν τούτῳ ευήκοον ἀκοὴν, τῷ δ' ἐχθρῷ ἡθέως τὸ ὠτίον ὑπέχεις πρὸς τὸν σαυτοῦ ὄλεθρον, καὶ ἀγαπῶν ἐκθύμως τὸν παρὰ φύ σεν Δεσπότην, διηνεκῶς ἐκτελεῖς τὰ προστάγματα αὐτοῦ. Καλῶς τοιγάρτοι ὁ παρ᾽ Εβραίοις νόμος συμ βολικῶς τοῦ δούλου τοῦ τὴν ἐλευθερίαν μισήσαντος, μετατρυπᾶσθαι τῷ ὁπητίῳ κελεύει τὸ ἐτίον, ὅπως μὴ ἐπῇ τῇ κατὰ φύσιν ἀκούων, δέξηταί ποτε λόγον ἐλευθερίας· ὅπερ βλέπομεν γενόμενον ὑπὸ σοῦ· δοῦ λος γὰρ τοῦ Σατανᾶ αἰώνιος πέφηνας, στέργων μὲν αὐτόν τε καὶ τὸν παρόντα βίον, μηδέποτε δὲ βουλόμενος κἂν ἀπαξ θείας Γραφῆς ἀκοῦσαι, μὴ δ' ἔννοιαν λαβεῖν τοῦ μέλλοντος αἰῶνος. ΣΑΖΙ. ΜΑΚΕΔΟΝΙΟ ΤΑΞΕΩΤΗ. Τίνος ένεκεν οἱ πνευματικοί λόγοι πέλυξ κόπτων πέτραν εἴρηνται ἐν τῷ Ἱερεμίᾳ; Ο γὰρ λόγος τοῦ Θεοῦ ἐπερχόμενος τῇ λιθώδει καρδίᾳ διχάζει τὰ και πῶς συνημμένα, ὅπως ἂν δυνηθείη ὁ ἄνθρωπος δια κρίνειν ἀκριβῶς, καὶ διαστέλλειν τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, καὶ αἱρεῖσθαι μέν ποτε καλὰ, διωθεῖσθαι δὲ τὰ ψεκτά. ΣΛΗ'. — ΘΥΡΣΑ ΠΡΙΜΙΚΗΡΙΟ. Διαπορεῖν φάσκεις, τίς τε ἂν εἴη ὁ δυνατὸς καὶ πανάγαθος ἀνὴρ, περὶ οὗ πρὸ ἡμερῶν αἰνιγματωδῶς γέγραφα, καὶ τίς ὁ λῃστὴς, καὶ τίς ἡ πανοπλία αυτ τοῦ. Λῃστὴς μὲν οὖν ὁ διάβολός ἐστιν, λῃστεύσας ἡμᾶς ἐκ τῶν κρειττόνων, καὶ λαφυραγωγήσας, προ φὴ δὲ τούτου, καὶ σκέπη, καὶ πανοπλία τὰ ἡμῶν ἁμαρτήματα, δι' ὧν κατασφάττει, καὶ ἀπόλλυσιν ἡμᾶς. Ο οὖν τὸν κόσμον δημιουργήσας Σωτήρ, ἐπι δημήσας ἐνταῦθα διὰ σαρκός, παντοδύναμος ὑπάρ χων, ἔδησε μὲν τὸν λῃστὴν διάβολον, εξήρπασε δὲ ἡμᾶς ἐκ τῆς δουλείας αὐτοῦ, ἄρας δὲ τὰς ἁμαρτίας τοῦ κόσμου, καὶ τῷ σταυρῷ προσηλώσας, ἐθριάμβευσε τὸν ἐχθρὸν, καὶ κατῄσχυνεν αἰσχύνην αἰώ γιον. ΣΛΘ'. - ΠΑΥΛΟ ΣΧΟΛΑΣΤΙΚΟ. Έξις μὲν ἀπὸ συνηθείας, ἀπὸ δὲ ἕξεως φύσις ἐγγίο νεσθαι είωθεν. Χαλεπὸν δὲ καὶ δύσκολον μετακινῆσαι, ἢ μεταβαλεῖν φύσιν, πλὴν τῷ Θεῷ δυνατόν, φύσις γὰρ οὐκ ἀντιτάσσεται τῷ Θεῷ. «Αν γὰρ ὑπάρχωσιν αἱ ἁμαρτίαι ὑμῶν, φησίν, ὡς φοινικοῦν, ὡς χιόνα λευκανῷ· ἂν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανώ.» Οθεν οὐκ ἀπογνωστέον· τῆς γὰρ πονη ρᾶς, καὶ ψεκτῆς συνηθείας ἰσχυρότερος ὁ κτίσας ἡμᾶς Θεὸς, ὁ ποιῶν πάντα, καὶ μετασκευάζων, ὥς φησιν ὁ προφήτης. Κἂν εἰς ἕξιν ἔλθῃς, καὶ φύσιν τῆς κακίας, μὴ ἀπογνῷς, ἀλλὰ μετάγνωθι, καὶ σωθήσῃ. Διὰ γὰρ τοῦτο χρώματα οὐκ ἐξίτηλα, ἀλλὰ σχεδόν συνουσιώμενα τοῖς ὑποκειμένοις λαβὼν, τὸ φοινικούν καὶ τὸ κόκκινον λέγω, εἰς τὴν ἐναντίαν ταῦτα ἔξιν καταστήσειν εἴρηκεν, ἵνα χρηστὰς ὑποτείνῃ τοῖς
col. 323–324page 133 of 262
PG 79:323ἀνθρώποις τὰς ἐλπίδας. Μεγάλη τοίνυν της μετα νοίας ἡ δύναμις, εἶχε ἡμᾶς ὥσπερ χιόνα εργάζεται, καὶ ὡς ἔριον λευκαίνει, καν προλαβοῦσα ἡ ἁμαρτία πολλῷ χρόνῳ κατέβλαψε την ψυχήν φαύλως, καὶ μεταμεμόρφωσεν. ΣΜ'. — ΙΟΥΛΙΑΝΟ ΕΚΚΛΗΣΙΕ ΚΑΙ Ε. Η συζυγία τῶν ἐν Ιεριχώ τυφλῶν ἐβόα πρὸς τὸν Σωτήρα· «Ελέησον ἡμᾶς, Κύριε, υπε Δαυΐδ, Θεὸς γὰρ ὑπάρχεις, καὶ ἄνθρωπος ή αυτός ο Έλλη σον ἡμᾶς· ο σὲ γὰρ καλοῦμεν βοηθόν· σὲ ἐπικαλούμεθα ἐκ μέσης αχλύος καὶ νυκτὸς τὸν τοῦ φωτός καὶ τοῦ σκότους Κύριον, τὸν πλῆξαι καὶ θεραπεῦσαι δυνάμενον, τὸν θανατῶσαι καὶ ζωοποιῆσαι ἀρκοῦντα, μὴ παραδράμης ἡμᾶς, φιλάνθρωπε Δέσποτα. Ελέη σον ἡμᾶς, ὁ ἐλεῆσαι εἰδώς. Ὁ δὲ ὄχλος μὴ βουλόμενος τὸν Χριστὸν καλεῖσθαι Υιόν Δαυΐδ, ἀλλὰ τέτ κτονος τέκνον, ὀργίζοντο τοῖς τυφλοῖς, καὶ ἐπετίμουν αὐτοῖς, ἵνα σιωπήσωσιν· οἱ δὲ μειζόνως εκέκραξαν τὴν αὐτὴν φωνήν. Πέστη δὲ ὁ Δεσπότης Ιησούς ἀκούσας Υἱὸς Δαυΐδ· Εστὴ Ἰησοῦς ὁ τὴν θάλασσαν στήσας, ὅ μέτρα κύμασιν ἐπιβαλών, ὁ πνεύμασιν όρους ἐπιθείς· ἔστη Ἰησοῦς ὁ στήσας τὸν οὐρανὸν ὡς καμάρας. Εθαυμάζετο ποτε ὁ τοῦ Ναυῆ Ἰησοῦς, ἥλιον διὰ προσευχῆς στήσας ἀλλὰ τί πρὸς τούτους τοὺς δύο τυφλούς στήσαντας Χριστὸν τὸν τῆς δικαιοσύνης ἥλιον, οὐκ ἀνάγκης προστάγματι, ἀλλ᾽ ἱκεσίᾳ, καὶ παρακλήσει; Καί φησι πρὸς αὐτοὺς ὁ Κύριος Τι θέλετε ένα ποιήσω ὑμῖν; ο Οπερ ἐὰν βουληθῆτε παρέξω ὑμῖν, ὡς Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Αἰσχύνην ἀφλήσουσιν οἱ τῶν αἱρετικῶν, καὶ τῶν Ἑλλήνων παῖδες οἱ λέγοντες· Οὐχ ὅσα Χριστὸς βούλεται, ταῦτα καὶ ποιεῖν δύναται. «Τί θέλετε, ἵνα ποιήσω ὑμῖν; ο Ἐὰν αιτήσητέ με χρήματα τὸν ἀκτή μονα δοῦναι, πηγήν χρυσοῦ χορηγῷ· Κύριος γὰρ πτωχίζει, καὶ πλουτίζει, ὁ πλουτίσας τὸν Ἀβραάμ, καὶ τὸν Ἰὼδ, καὶ τὸν Δαυΐδ τοὺς μακαριστοὺς ἄν δρας. Εάν όμβρους ἐπιβάλλειν ἱκετεύσητε, εὐθέως γενήσονται· ἐὰν πηγὰς ἄρτων χαρίσασθαι ὑμῖν, ετοίμως παρέξομαι· ἔχετε τοῖς ἔργοις τὴν ἀπόδειξεν ἐὰν μεταβαλεῖν ὕδωρ εἰς οἶνον, μάρτυρες οἱ τῶν γάμων κρατήρες ἐν τῇ Κεντ. Οἱ δὲ τυφλοὶ ἀπεκρίναντο λέγοντες· «Κύριε, ἵνα ἀνοιγώσιν ἡμῶν οἱ ὀφθαλμοί.» Αὐτὸς, Δέσποτα, ὅ πλήξας, θεράπευσον ἐλέησον ἡμᾶς νῦν ὁ πρότερον ὀργισθεῖς· πλάσον πάλιν ὀφθαλμοὺς ὁ τῆς φύσεως ποιητής· ἄνοιξον φωτὸς αὐγὰς, ὁ τοῦ σκότους τας θύρας ἀποκλείων. * Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, καὶ εὐθὺς ἀνέβλεψαν.» Ενθα γὰρ ὁ Ἰησοῦς άπτεται, πάντα προς τον αμείνονα μεταβάλλεται τρόπον. Ιδον λοιπὸν οἱ τυφλοὶ διπλοῦν τὸ φῶς, τὸ μὲν τῆς κοινῆς ἡμέρας, τὸ δὲ τοῦ θεραπεύσαντος οὐρανίου ἰατροῦ καὶ ψυχῶν, καὶ σωμάτων· καὶ φῶς ἐν φωτὶ διέλαμψεν. "Οθεν ἀναβλέψαντες ἀκολουθοῦσιν τῷ Ἰησοῦ, ὡς Πέτρος, καὶ Ἀνδρέας, καὶ ἀνελθόντες εἰς Βηθφαγή, νέοις ὀφθαλμοῖς βλέπουσιν, ὑπὸ παι ν
col. 325–326page 134 of 262
PG 79:325δων τὸν ἐκ Δαυΐδ εὐφημούμενον τοῖς νέοις τῶν φοινίκων βλαστήμασι, τὸν ἀεὶ ξένα ποιοῦντα καὶ παρά δοξα θαύματα. ΣΜΑ. ΕΠΙΦΑΝΙΟ ΑΝΑΓΝΩΣΤΗ. θέλησας μαθεῖν, τί ἄρα παράδηλον τὸ δέρας τὸ ἐξ ὕψους παρὰ τοῦ Ἠλιοῦ τῷ Ἐλισαίῳ ἐπιῤῥιφέν. Μάθε τοίνυν. Ἡ γὰρ μηλωτὴ ἐκείνη νεκροποιός ὑπῆρχε παντοίας γεώδους φαντασίας, καὶ ἐξαφανίζουσα πᾶσαν ἔμφυτον κίνησιν τῶν μελῶν Ελισαίου, δι' ἧς οὐ μόνον τὸ τηνικαῦτα αἰσθητῶς, ἀλλὰ καὶ νῦν νοητῶς ταῖς σαρκώδεσι ψυχαῖς ὡς θανάτου ἁμαρ τίας καὶ ἀσεβείας με μεστωμέναις ἐν τῇ νοουμένη Περιχὼ ἐπιβάλλει τοὺς ἅλας τῆς τοῦ Θεοῦ χάριτος, καὶ πρὸς θεοσέβειάν τε καὶ πρὸς τὸ τεχνογονεῖν ἀρετὰς μεταρρυθμίζει πάντας τοὺς πιστεύοντας. ΣΜΒ. - ΙΟΥΛΙΑΝΟ ΕΚΚΛΗΣΙΕΚΔΙΚΟ. Ενδέχεται απεκδύσασθαι τοὺς πορνικοὺς ὀφθαλμοὺς τῇ πρὸς Θεὸν πρεσβεία, ἵνα μηκέτι ὁρῶμεν τὴν βέβη λον ἡδονὴν, λαβεῖν δὲ ἐκ χάριτος Κυρίου ὀφθαλμούς νέους, δι' ὧν λοιπὸν τῆς εὐώδους καὶ ἁγίας σωφροσύνης τὸ κάλλος οψόμεθα, καὶ τῶν φιλοβυπάρων δαιμόνων τὰς ὄψεις ῥαπίσομεν ἐλευθεριάσαντες. ΣΜΓ. - ΚΥΠΡΙΑΝΟ ΔΙΛΗΓΑ ΤΟΡΙ. Θαυμάζειν ἔφής, διατὶ οὐχὶ κατὰ τῆς κεφαλῆς τοῦ Ἀβραὰμ ὁμνύειν δ τίμιος τῶν παίδων πεμπόμενος εἰς Μεσοποταμίαν, ἀλλὰ τῷ μηρῷ ὑποθεὶς τὴν χεῖρα αὐτοῦ παρέχει τῷ Δεσπότῃ τὸν ὅρκον. Ἐγίνωσκεν ὁ Αβραὰμ καὶ ᾠδὴ προέβλεπαν τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς τῶν πάντων δημιουργὸν Χριστὸν μέλλειν και τοῖς ἰδίοις ἐκ τῶν μερῶν τοῦ ᾿Αβραάμ, τουτέστιν ἐκ τοῦ σπέρματος αὐτοῦ, προελθεῖν κατὰ σάρκα, καὶ ήδη προωμολόγει πρὸ τοσούτων γενεῶν τὸ μέλλον μυστήριον. Ὁ γὰρ μέλλων, φησὶν, ἐκ τῶν μερῶν μου σαρκοῦσθαι Θεός, Κύριος ὑπάρχει τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Διὸ λέγει τῷ οἰκέτῃ· «Υπόθες την χειρά σου ὑπὸ τῶν μηρῶν μου, καὶ ἐξορκιώ σε Κύ ριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς. ΣΜΔ'. — ΔΗΜΑΡΧΟ ΙΛΛΟΥΣΤΡΙΑ. Ὅταν ἀσθενεῖ τὸ ὑπογάστριον πάθος, δῆλον ὅτι ἐκ τῆς ἐνδείας τοῦ ὑπερκειμένου ἄγγους τῆς γαστρός ἐξασθενεῖ· ὅταν δὲ σφριγᾷ, καὶ διακεκίνηται, πάντως ἐκεῖθεν ἔχει ἐπιχορηγουμένην την δύναμιν ἐκ πλησμονῆς ἀμέτρου. ΣΜΕ. - ΚΑΝΔΙΔΙΑΝΟ ΣΤΡΑΤΗΛΑΤΗ. Επείθου μου διὰ τῆς ἐπιστολῆς, τίνος χάριν οἱ μὲν μοναχοὶ στολιζόμενοι ἐπὶ τοῦ ἀριστεροῦ ἀναβάλλονται ωμου, γυμνοῦντες ὅλον τὸ εδώνυμον μέρος, οἱ δὲ φοροῦντες κοσμικοὶ τὰς χλανίδας τὸ δεξιόν μέρος τοῦ σώματος τοῖς πᾶσι φανερὸν καθεστῶσιν. "Ακουσον τοίνυν, ὅτι οἱ μὲν μοναχοὶ τῷ Κυρίῳ πειθόμενοι λέγοντι· «Όπερ ποιεῖ ἡ δεξιά σου, μὴ γνώτω ἡ ἀριστερὰ, τουτέστιν, αἱ ἀγαθαι πράξεις, άσπερ διὰ παντὸς ἐργάζῃ, λανθανέτωσαν τὴν λοιμώδη κενο δοξίαν, καὶ τὴν ἄνθρωπαρεσκίαν, ἀριστερὰ γὰρ ἀληθῶς ἐστιν ἡ τοιαύτη κατάστασις, δικαίως τὰ μὲν
col. 327–328page 135 of 262
PG 79:327246 ἑαυτῶν κατορθώματα κρύπτουσιν ἐκ τῶν ἀνθρώπων» τὰ δὲ οἰκεῖα ἐλαττώματα ενώπιον ἁπάντων ἐξαγορεύειν ειώθασιν. Οἱ δέ γε βιωτικοί κενόδοξοί τε καὶ φιλενδεῖκται τυγχάνοντες ἐπιλαθόμενοι τῆς πρὸς Θεὸν ἀναβλέψεως, καὶ περὶ τὰ γήϊνά τε καὶ πρόσω καιρα δίκην όφεως ἔρποντες, τὰ μὲν ἑαυτῶν μυρία κακά πράγματα καλύπτουσι, προσποιησάμενοι δὲ μίαν τινὰ ἀρετὴν ἀπεργάσασθαι, οἷον, σωφροσύνην, ἐλεημοσύνην, ἢ ἀπιτίαν, πᾶσι σχεδόν ἀνθρώποις ταύτην δήλην ποιοῦσι, φανιτιῶντες, καὶ ἀλαζονευή. μενοι, καὶ σαλπίζοντες τοῖς πομφόλυξι τῆς ὑπερο ηφανίας, καὶ βοῶντες κομπαστικῶς πανταχῆ, καὶ κηρύττοντες, καὶ τῷ βραχεῖ πράγματι μέγεθος περιτιθέντες, καὶ παρὰ μὲν τῶν ἀνθρώπων τὸν ἀνωφελῆ μισθὸν τῆς μικρᾶς εὐφημίας, καὶ δόξης λαμβάνοντες, ἀποπίπτοντες δὲ τῶν οὐρανίων ἀμοι βῶν. Καὶ καλῶς περὶ τῶν τοιούτων εἴρηται ἐν τοῖς Εὐαγγελίοις, ὅτιπερ «Απέχουσι τὸν μισθὸν αὐτῶν.» Πεπλήρωνται γὰρ τοῦτον ἐνταῦθα εἰς μάτην ἐπαι νεθέντες. ΣΜϚ'. - ΖΗΝΟΒΙΟ ΛΗΓΑΤΟ.. Πολλοὶ τῶν ἐν θαλάσσῃ χειμαζομένων, αὐτόχειρες τὸν φόρτον σὺν τιμίοις τῶν κειμηλίων κατὰ τοῦ βυθοῦ ἀκοντίζουσι, δευτέραν τῆς προσκαίρου ζωῆς τὴν ὕπαρξιν κρίναντες, ἵνα μὴ κινδυνεύσῃ τὸ πλοῖον τῷ βάρει του φόρτου καταδυόμενον. Σὺ δὲ μακαρίζων τους πραγματευομένους τὴν αἰώνιον, καὶ ἀτελεύτη τον ζωήν, οὐδὲν θέλεις πλούτου μεταδιδόναι τοῖς χρήζουσιν, ἀλλ᾽ αἱρῇ μᾶλλον συναπολέσθαι τοῖς φορτίοις τῆς πολλῆς ὑποστάσεως, ήπερ σωθῆναι ταύτης κἂν μέρος γοῦν ἀποσκευαζόμενος, καὶ διατί παρὰ σοὶ οὐκ ἰσχύει φόβος Θεοῦ, ὅσον ἰσχύει ἡ τῆς θαλάσσης φόβος; ΣΜΖ'. — ΣΥΛΒΑΝΑ ΠΡΕΣΒΥΤΕΡΑ. Εἰ οὐρανούς καινούς, καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα τοῦ Χριστοῦ προσδοκώμεν, ἐν οἷς δικαιοσύνη άτρεπτος πολιτεύεται εἰς ἀπεράντους αἰῶνας, καὶ δοθήσεται ἡμῖν ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας λατρεύειν τῷ Θεῷ ἀκαταπαύστως ἐν ὁσια τητι, καὶ δικαιοσύνῃ, καὶ χαρᾷ ἀνεκλαλήτῳ, καὶ δόξῃ ἀνεκφράστῳ, πῶς αὐτὸς διδάσκεις πάλιν φόβον ἀνθρώπων, καὶ δαιμόνων ὑπάρχειν ἐκεῖσε, καὶ τρο πὴν, καὶ ἔκπτωσιν, καὶ ἁμαρτίαν, καὶ τὰ ἑξῆς; ΣΜΗ. -- ΔΑΜΙΑΝΟ ΜΑΓΙΣΤΡΙΑΝΟ. Οἶδα ὅτι πιστεύεις Δεσπότην ἐπουράνιον ἔχειν, καὶ πάνυ φροντίζεις τῆς παρ᾽ αὐτοῦ φιλανθρωπίας ἀξιωθῆναι. Εἰ οὖν ἐπιθυμεῖς εὐσπλαγχνον περὶ σὲ γενέσθαι τὸν Κύριον, εὐσπλαγχνος καὶ σὺ γένου περὶ τοὺς οἰκέτας σου. ΣΜΔ'. — ΠΑΠΙΣΚΟ ΩΣΚΟΡΟΔΟΥΛΟΙΣ. Οσοι τῶν δούλων γνησίως τοῖς κατὰ σάρκα κυ ρίοις δουλεύουσι, παρὰ Θεοῦ τὴν μισθαποδοσίαν κομιοῦνται. Οσοι δὲ ἀμελοῦσι, καὶ καταφρονοῦσε, καὶ ἀλαζονεύονται, καὶ ὀκνοῦσιν ἐξυπηρετήσασθαι προσηκόντως, δῆλον ὅτι, μετὰ τοῦ μηδὲν ἀγαθὸν λα δεῖν παρὰ τοῦ Θεοῦ, καὶ τιμωρηθήσονται.
col. 329–330page 136 of 262
PG 79:329ΣΝ'. - ΔΙΟΜΗΔΕΙ ΟΙΚΟΝΟΜΟ. Ἴσως τὴν Γραφήν οὐκ ἀνέγνως την λέγουσαν ἐκ προσώπου τοῦ Θεοῦ, ὅτι «Εφ' ἅπαξ ἐγὼ σείσω οὐ μόν νον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν· ο ὅπερ ὁ ἀπόστολος ἑρμηνεύων εἴρηκε· «Τὸ δὲ, Ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.» Καὶ ὁ Προφήτης φησί· ι Καὶ γὰρ κατόρθωσε Κύριος τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Εἰ τοίνυν ταῦθ' οὕτως ἔσται, μηκέτι μετὰ τὸν ἀσάλευτον αἰῶνα τὸν μέλλοντα, προσδόκα, και φαν τάξου μεταβολάς, καὶ τροπάς, καὶ ἀποπτώσεις, καὶ δεισιδαιμονίας, καὶ δουλίας ἀνθρώπων, καὶ τὰ παρα πλήσια. ΣΝΑ. — ΖΩΣΙΜΙΑΝΟ ΑΝΘΥΠΑΤΟ. Ανωθεν τό συμφέρον ἡμῖν ὁ Θεὸς ἐπιστάμενος εἰς δύο βίους διείλε τὰ ἀνθρώπινα, εἰς τε τὸν παρόντα τοῦτον, καὶ εἰς τὸν μέλλοντα, ὧν τὸν μὲν παρόντα πρὸς μάθησιν ἀναγκαῖον θέλων δεῖξαι τοῖς λογικοῖς, θλίψεως, καὶ λύπης γέμειν, καὶ ὀδύνης πεποίηκεν ἐπειδὴ πᾶσα μάθησίς τε, καὶ παίδευσις προσούσας ἔχει τὰς λύπης, καὶ ἀλγηδόνας, δι' ὧν σωφρονέστεροι τε, καὶ βελτίους ἑαυτῶν οἱ παιδευόμενοι γίνονται. Διδάσκει μὲν τοῦτο ἡμᾶς καὶ ἡ πεῖρα τῶν πραγμά των σαφῶς, ἀφ᾽ ὧν πάντες ἐπιμελῶς ἄγειν βουλόμενοι τοὺς παῖδας τοὺς ἑαυτῶν, μετὰ πολλῆς μὲν συντριβής, πολλῆς δὲ ἄγουσι τῆς ταλαιπωρίας, ὡ; ἂν ἐν μαθήμασί τε, καὶ παιδεύσει δόκιμοι γεγονότε; κατά καιρὸν δυνηθείεν τῶν πόνων τούτων δέξασθαι τοὺς καρπούς. Δηλοῖ δὲ καὶ ὁ ἅγιος Παῦλος, λέγων Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χα μᾶς εἶναι, ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης· ο ἐφ' οἷς δὴ καὶ ἡμᾶς διδάσκων τῶν τε λυπηρῶν καὶ τῶν ἀνιαρῶν μεθ᾿ ἡδονῆς ἀνέχεσθαι, πρὸς ἀγαθόν τι τέλος ἐξαγαγόντων ἡμᾶς, γράφει· ο Υιέ μου, μή ολιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος, ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγεῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Εἰς παιδείαν ὑπομένετε,» καὶ τὰ ἑξῆς. ι ΣΝΒ'. -- ΔΡΟΥΣΗΝ, ΑΡΧΟΝΤΙ. Οἱ μὲν νομίμως, καὶ κατὰ τὸν τοῦ δικαίου λόγον σὺν θείῳ φόβῳ ἄρχοντες τῶν ὑποτεταγμένων, τιμῶνται παρὰ τῇ σεπτῇ Γραφῇ, καὶ μακάριοι οὗτοι τῆς τε παρούσης, καὶ τῆς μελλούσης ζωῆς· ὅσοι δὲ κατὰ τὴν σὴν ἀλογίαν διαζῶσι, πεπληρωμένοι μὲν τῆς ψυχῆς τὸ κριτήριον, ἡγεμονίαν δὲ ἔθνους ἐγκεχειρισμένοι, έλει νοὶ ἂν εἶεν οἱ τοιοῦτοι τῆς τοιαύτης ἀξίας, καὶ κατακεκριμένοι παρὰ Θεῷ, κἂν ἄλλους κρίνειν δοκῶσιν. Οὐκέτι γὰρ ὁ νοῦς τούτων ἐπὶ τοῦ βήματος τῆς ἀρχῆς καθέζεται, κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ κτισθείς, καὶ ἄρχειν προτεταγμένος, ἀλλὰ μᾶλλον κατενεχθεὶς ἐκ θρόνων ἀρχοντικῶν, ἐν τῇ τῶν ὑπηκόων λοιπόν, μᾶλλον δὲ κατακρίτων, τέτακται τάξει. ΣΝΤ'. — ΑΒΛΑΒΙΟ ΝΟΤΑΡΙΟ. Ο ᾄδων πρὸς τὸ ὠτίον τοῦ κωφοῦ, εἰς μάτην
col. 331–332page 137 of 262
PG 79:331ᾄδει, καὶ ἡ διαλεγόμενός σοι ἐκ τῆς Γραφῆς πεπλη ΒΕΒΙΑΝΟ ρωμένῳ ἀνοίας, καὶ ὑπνοῦντι, ἐγρηγορότος τοῦ σώματος, τοὺς λόγους ἀπόλλυσιν. ΣΝΔ'. ΑΡΙΚΛΕΙ ΠΡΩΤΕΥΟΝΤΙ. Τοῖς ἡγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, Ἰησοῦς δ τῶν ὅλων Θεός τε καὶ Κύριος, στέφανον δικαιοσύνης ἐπήγγελται. Τίς δ' ἂν ὑπάρχει ὁ εἰρημένος στέφανος, ἢ πάντως ἡ τελεία δικαιοσύνη, καὶ ἁγιωσύνη, καὶ ἀφθαρσία, καὶ ἡ ἀτρεπτότης, καὶ ἡ ἀθανασία, καὶ ἡ τερπνότης ἡ διαιωνίζουσα; ΣΝΕ. — ΛΟΥΚΑ ΔΙΑΚΟΝΟ. Τίς ἐστιν ὁ σκόλοψ ὁ δεδομένος τῇ σαρκὶ τοῦ ᾿Απο στύλου, μή ποτε ὑπεραρθῇ τῷ μεγέθει καὶ τῷ πλήρ θει τῶν ἀποκαλύψεων; Αἱ καθ᾿ ἡμέραν θλίψεις, αἱ παρὰ τῶν μισούντων αὐτὸν πονηροτάτων ἀνθρώπων ὅ ἐπαγόμεναι αὐτῷ σκόλοψ λέγονται εἶναι· σκόλοπος γὰρ δίκην αἱ περιστάσεις, καὶ οἱ κολαφισμοί, καὶ αἱ πολλαὶ ἀνάγκαι νύττουσαι τὸν μακάριον ἄνδρα, οὐ συνεχώρουν υπεραρθῆναι ποτε. ΣΤ΄. – ΒΕΒΙΑΝΟ ΕΠΙΣΚΟΠΟ. Τὸ περικόψαι διὰ κακοπαθείας, καὶ καταργῆσαι τὸν οἶστρον, καὶ τὰς ἐν τῷ σώματι φλεγμαινούσας ήδονας, τοῦτό φησιν ὁ θεῖος ᾿Απόστολος σωματικὴν γυμνασίαν. «'Η δέ γε εὐσέβεια προς πάντα ὠφέλιμός ἐστιν· › αὕτη δ' ἂν εἴη, τὸ δυνηθῆναι τοῦ Θεοῦ συν εργοῦντος, τὰς ἐμπαθεῖς ἐξαφανίσαι εἰς τὸ παντελὲς μνήμας, καὶ βεβαίαν λοιπόν καθαρότητα κτήσασθαι διανοίας. ΣΝΖ'. — ΚΩΜΑΣΙΑ ΠΡΕΣΒΥΤΕΡΟ. Εἰ ὁ λογισμὸς τοῦ θυμοῦ, ἢ τῆς αἰσχρᾶς ἐπιθυμίας, ἢ τῆς φιλαργυρίας πρὸς ἑαυτὸν πάντα νεύει τὰ αἰσθητήρια τῆς ψυχῆς καὶ τοῦ σώματος, πόσῳ μᾶλ λον ὁ ἔρως τῆς κατὰ Χριστὸν φιλοσοφίας ἀποτάξασθαι παρασκευάσει τὸν νοῦν, οὐ μόνον τοῖς αἰσθητοῖς, ἀλλὰ καὶ αὐταῖς ταῖς αἰσθήσεσι, μετάρσιον άρ πάζων αὐτὸν, καὶ τῇ τῶν οὐρανίων προσασχολῶν θεωρία; ΣΝΗ. ΒΑΚΧΩ ΕΠΑΡΧΟ. Οὐ βλέπεις παρεζευγμένην τῷ ῥόδῳ τὴν ἄκανθαν; Οὐκοῦν μὴ ἄγαν τυρβάζου καταμανθάνων τῷ ἄνθει, καὶ τῇ λαμπρότητι τῆς κατὰ τὸν βίον περιφανείας μυρίας συμφορὰς ἐπακολουθούσας, καὶ κινδύνους, καὶ ὀδύνας, καὶ λύπας, καὶ ποικίλας ἐπιβουλάς ἔσωθέν τε, καὶ ἔξωθεν· καὶ ὅσῳ μᾶλλον ἐγγίζῃ τοῖς βασιλικοῖς δόμοις, τοσούτῳ πλέον ὑφορῶ κλιμακτῆρας, καὶ σκηπτούς περιστάσεων. Ὁ γὰρ ἐγγὺς ὑπο ἄρχων οὐρανοῦ, ἐγγὺς ἐστι κεραυνοῦ, ἡ δημώδης κέκραγεν παροιμία. ΣΝΘ'. - ΜΑΡΙΝΟ ΔΙΑΚΟΝΟ. Τί σοι, καὶ τοῖς ἀνθρώποις τοῖς θνήσκουσιν, οἶ τινες οὔτ᾽ ἀμοιβὰς ἀποδοῦναι δύνανται τῶν εξ βεβιωμένων, οὔθ᾽ ὑγιαίνοντα πολλάκις ἔχουσι τῆς ψυχῆς τὰ κριτήρια, καὶ βασκανίᾳ κρατούμενοι δια βάλλουσι μᾶλλον, οὐκ εὐφημοῦσι τὰ καλῶς πεπραγμένα; Ανω τοίνυν βλέπειν ἔθιζε σαυτὸν τῷ νοερῷ ὄμματι. Τὸ γὰρ ἄνω θέατρον καθαρὰς καὶ ἀληθεῖς ἐκφέρει τὰς ψήφους, καὶ ἀπροσωπολήπτους. Ἐκεῖνο
col. 333–334page 138 of 262
PG 79:333τοιγαροῦν τέρπειν βούλου τὸ θέατρον τῇ τῶν ἔργων τῶν χρηστῶν τερπνότητι, κἀκεῖθεν ἕλκε τοὺς μακα μίους ἐπαίνους, φιλάρετε. ΣΞ. ΒΑΣΙΛΕΙΟ ΠΡΑΓΜΑΤΕΥΤΗ. Σκεύη ἀτιμίας» ὑπάρχειν εἴρηται, οἵ τε πορνεύοντες, καὶ οἱ τελωνοῦντες, καὶ οἱ πᾶσαν, συλλήβδην εἰπεῖν, βεβήλωσιν μεταχειριζόμενοι. Αλλ' ὅμως δυ νήσονται μεταβαλόντες τὸ φαῦλον ἦθος ἐπὶ τὸ χρησ στότατον, σκεύη γενέσθαι τίμια, καὶ εύχρηστα τῷ Βασιλεῖ τῶν αἰώνων. ΣΞΑ. ΕΥΣΕΒΙΟ ΔΟΥΚΙ. Μὴ γίνου κριτὴς τῶν κριτῶν· ποδῶν γὰρ τόπον παρὰ τῇ Ἐκκλησίᾳ, οὐ κεφαλῆς ἐπέχεις. Μὴ οὖν ἀποδοκίμαζε τοὺς ἱερεῖς, διότι οὐχὶ πάντες καθαροί τυγχάνουσιν. Οὐ γὰρ δὴ σὸν τυγχάνει κρίνειν, καὶ διακρίνειν ἐπισκόπους Κυρίου. Πλὴν κατὰ θείαν προμήθειαν, οὐδεὶς τῶν ἀσωμάτων ἀγγέλων τοὺς τῆς ἱερωσύνης ἐγχειρίζεται οἴακας, ἵνα μὴ ἀναμάρ. τητοι όντες, φωνεύωσ: παραχρήμα τοὺς πταίοντας ἀνθρώπους, ἀποτομίᾳ χρώμενοι, ἀλλ᾽ ἄνθρωποι ὁμοιοπαθεῖς ἡμῖν καὶ ἐξ αἵματος συγκείμενοι, δέχονται τὸ τῆς προεδρίας ἀξίωμα, ἵν᾽ ὅταν λάθωσί τινα περιπεσόντα ἐγκλήμασιν, ἐκ τῶν οἰκείων πλημμελημάτων πεπιεσμένοι, φιλανθρωπίαν ἐνδείξωνται πρὸς τὸ ὁμόφυλον. Καὶ ὄρα μοι τὸν πρῶτον λίθον τῆς Ἐκκλησίας Πέτρον, τὴν κορυφὴν τοῦ χοροῦ τῶν ἀποστόλων, ἐκ μετανοίας τεθέντα, οὐ γὰρ ἦν ἀναμάρτητος. Μὴ τοίνυν πάντας ἀνεπιλήπτους ὑπο ἄρχειν, καὶ μηδένα μῶμον, μηδὲ σπίλον ἀνθρώπινον ἔχοντας τοὺς τῶν Ἐκκλησιῶν καθηγουμένους ἀπαίτει. ΣΞΒ'. — ΦΑΡΕΤΡΙΟ ΜΗΧΑΝΙΚΟ Δί χεῖρες τοῦ Ἰσραὴλ, φησὶν ὁ ψαλμός, ἐν τῷ κοφίνῳ ἐδούλευσαν.» Εἰ τοίνυν ζητεῖς μαθεῖν, μὴ εἰς τὴν αἰσθητὴν Αἴγυπτον τῇ διανοίᾳ ἐκδράμῃς, μηδὲ σκόπει τὰ ἐπὶ τοῦ Μωϋσέως γενόμενα, ἀλλ᾽ εἰς ἑαυτὸν νάει. Κόρινος γὰρ τὴν πολύπλοκον ἁμαρτίαν σημαίνει, Αίγυπτος δὲ τὴν θλίψιν, χεῖρες δὲ τὰ ἐπιτηδεύματα. Εἰ οὖν κατείληφας σεαυτὸν ταῖς ἁμαρτίαις δουλεύοντα, στέναξον πρὸς Κύριον ἐκ καρδίας, ἐξ ἀποκρύφου καταιγίδος, καὶ συνοχής πονηρᾶς, καὶ πρὸς τὴν τῆς ἀρετῆς ἐλευθερίαν ἐπείχθητι. Σ Γ'. ΣΥΜΜΑΧΩ ΟΣΠΡΙΟΠΩΛΗ. Τὰ μὴ ἐσθιόμενα παρὰ τῷ νόμῳ πάντα τὰ ποι κίλα, καὶ διάφορα είδη τῆς κακίας δηλοῦσι διὰ τῶν ἐνύδρων, καὶ τῶν χερσαίων, καὶ πτηνών ζωγραφούμενα· τὰ δέ γε τρωγόμενα την πολύμορφον καὶ πολυειδή σημαίνουσιν ἀρετήν. ΣΞΔ΄. – ΑΦΡΟΔΙΣΙΟ ΦΙΛΟΣΟΦΩ. Παῖον ἆρα προσέσται σοι ὄφελος ἀμελοῦντι μὲν τῆς πρακτικῆς ἀρετῆς, λογικὴν δὲ, καθάπερ νενό μικάς, φιλοσοφίαν κατεπαγγελλομένῳ, ηλίου μὲν μέτρα, καὶ ἄστρων ενεργείας, καὶ οὐρανοῦ μέγεθος εἰδέναι ὑπισχνουμένῳ, πολλάκις δὲ καὶ θεολογείν ἀποτολμῶντι, ὅπου καὶ ἡ ἀλήθεια ἀνέφικτος, καὶ ὁ
col. 335–336page 139 of 262
PG 79:335στοχασμὸς ἐπικίνδυνος, ζῶντι δὲ τῶν ἐν βορβόρω κυλινδουμένων χοίρων ἀτιμότερον; Εἰ δέ γε ποτέ γοῦν βουληθείης παρ' ἡμῶν ἐξονειδιζόμενος πρὸς ἐργασίαν τῶν ἐπαινετῶν ἐλθεῖν, καὶ οὕτως οὐδὲν πάμπαν κεκέρδακας, μὴ καταδεχόμενος ἐπιγνῶναι τὸν τῶν ὅλων Δεσπότην, μηδὲ προσδοκῶν ἀμοιβὰς μετὰ θάνατον. ΣΞΕ. ΑΡΚΑΔΙΟ ΒΑΣΙΛΕΙ. Πῶς ἐπιθυμεῖς τὴν Κωνσταντινούπολιν τῶν πυ κνοτάτων σεισμῶν, καὶ τῆς ἐπελεύσεως τοῦ αἰθερίου πυρὸς ἀπηλλαγμένην ἰδεῖν, μυρίων ατοπημάτων αὐτόθι γινομένων, καὶ νομιστευομένης τῆς κακίας σὺν παρρησίᾳ πολλῇ, ἐξορισθέντος τοῦ στύλου τῆς Ἐκκλησίας, τοῦ φωτὸς τῆς ἀληθείας, τῆς σάλπιγγος τοῦ Χριστοῦ, Ἰωάννου τοῦ μακαριωτάτου ἐπι σκόπου; Πῶς με προτρέπεις εὐχὴν χαρίσασθαι σαλευομένῃ τῇ πόλει ἐκ τῆς τοῦ Θεοῦ ὀργῆς, καὶ πρηστήρας καθ᾿ ἑκάστην ἐξ ὕψους προσδοκώσῃ, ἐμοῦ καταπρησθέντος τῷ πυρὶ τῆς ἀθυμίας, καὶ τοὺς λογισμούς διασεσαλευμένου, καὶ κατατεμνο μένου τὴν ἔννοιαν ἐπὶ τῇ ὑπερβολῇ τῶν ἐν τοῖς παροῦσι χρόνοις παρανόμως κατὰ τὸ Βυζάντιον πεπραγμένων; ΣΤ΄. - ΔΙΟΣΚΟΡΙΑ ΧΗΡΑ. Ο παντέφορος Θεὸς ἔλεγε τῷ προφήτη Ηλία, χρήζοντι τῆς ἀναγκαίας τροφῆς• • Πορεύου εἰς Σαραπτὰ τῆς Σιδώνος, κἀκεῖ ἐντελοῦμαι χήρα τινί, ὥστε διατρέφειν σε·, οὐχ ὅτι χείλεσι καὶ στόματι φανερῶς λελάληκε τῇ χήρᾳ ὁ Δεσπότης, ἀλλὰ λογι σμοὺς εὐσεβεῖς ὑπέβαλε τῇ διανοίᾳ αὐτῆς καὶ τῶν τέκνων φροντίσει τοῦ προφήτου. Οὐκοῦν καὶ σὺ μὴ ὀλιγώρει, ἀλλ᾽ εἴχου μόνον μετὰ εὐχαριστίας φέρουσα τὴν πενίαν, καὶ ὁ Κύριος τῶν ὅλων ὑπαγορεύσει ταῖς καρδίαις τῶν εὐπόρων χορηγῆσαί σοι, οὐ μόνον τὴν χρείαν, ἀλλὰ καὶ ὑπὲρ χρείαν. ΣΕΖ. ΚΡΙΣΠΟ ΑΠΟ ΑΙΧΜΑΛΩΣΙΑΣ. Ἐκ τῆς πικρᾶς βαρβάρων δεσποτείας εὐσπλαγχνίᾳ τοῦ Θεοῦ ἐκλυτρωθεὶς, πῶς ῥέγχεις ταχέως αμεριμνῶν, καὶ μὴ ἐξιλασκόμενος τὸν παραδόξως ἐξαρπάσαντά σε ἐκ χειρὸς ἀλλοτρίων, καὶ ἀσεβῶν, ἀλλὰ μᾶλλον σαυτὴν καταδουλώσας ταῖς πολλαῖ; ἁμαρτίαις; ΣΞΗ'. — ΕΥΠΕΙΘΙΟ ΑΝΑΓΝΩΣΤΗ. "Οτι τοὺς παραγκωνιζομένους, καὶ διαπτύοντας, τά τε κατὰ φύσιν ἀγαθὰ νοήματα, καὶ τὰ θεῖα Γραφεῖα, καὶ τοὺς νουθετοῦντας ἐναρέτους άνδρας, ποτὲ μὲν δι᾿ ὀνειράτων φοβερών σωφρονίζει Κύριος, ποτὲ δὲ διὰ τῆς ταριχεύσεως τῶν νόσων, ἣν δὲ κοίτην μαλακίας τινὲς ὀνομάζουσι, ποτὲ δὲ καὶ δι' ἑτέρων τινῶν ποικίλων παιδεύσεων πρὸς τὸ ἀγαθὸν ὁ Θεὸς ἐπιστρέψει τὸν ἄνθρωπον· πειθέτω σε Ελιοὺς λέγων ἐν τῇ τοῦ Ἰὼβ βίβλῳ Ἐν γὰρ τῷ ἅπαξ λαλῆσαι Κύριος, ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον, ἢ ἐν μελέτῃ νυκτερινῇ, ὡς ὅταν ἐπιπίπτει δεινὸς φόβος ἐπ' ἀνθρώπους ἐπὶ νυσταγμάτων κοίτας, τότε ἀνα καλύπτει νοῦν ἀνθρώπων ἐν εἴδεσι φόβου τοιούτοις
col. 337–338page 140 of 262
PG 79:337αὐτοὺς ἐξεφόβησεν, ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδι κίας, τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐῤῥύ σατο, πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης. ΣΕΗ. ΓΑΝΥΜΗΔΕΙ ΕΞΚΕΠΤΟΡΙ. Ἐπειδὴ τρισὶ φωναῖς ἀρνήσεως ὁ Πέτρος τραυ ματίσθη, διὰ τοῦτο μετὰ τὴν ἀνάστασιν τοῦ Σωτῆ ρος, τρισὶ φωναῖς, ὁμολογίας, καὶ συγκαταθέσεως τεθεράπευται. ο Φιλείς με, φησί, Πέτρε; Ναι, Κύριε.» Οὐκοῦν καὶ σὺ παρὰ τῶν πταιόντων τὸ περὶ ἐμὲ φίλτρον μόνον ἀπαίτει. Ὁ γὰρ φιλῶν γντο σίως, κάν ποτε πταίσῃ, πρὸς τὸν φιλούμενον ταχέως Επανέρχεται. ΣΟ. - ΑΣΚΛΗΠΙΑΔΗ ΚΟΜΗΤΙ Μὴ καταφρονήσωμεν τῶν ἀληθινῶν χηρῶν· πάνυ γὰρ μέλει τῷ Θεῷ περὶ αὐτῶν· τὸν γὰρ μέγαν Ηλίαν πρὸς χήραν ἀπέσταλκεν, καὶ τῆς ἐν Ναΐμ χήρας, αὐτὸς δι' ἑαυτοῦ Ἰησοῦς ὁ Δεσπότης τῶν ὅλων σφογγίζει τὸ δάκρυον, κράξας αὐτῇ·. Μή κλαίε· ν καὶ Ἰάκωβος κελεύει ἐπισκέπτεσθαι όρο φανούς, καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν. ΣΟΑ'. — ΚΕΚΡΟΠΙΟ ΤΑΞΕΩΤΗ. Εἴπερ θάλασσαν εἶναι λέγεις τὸν παρόντα αἰῶνα, ποῖον ἂν κέρδος ἐπιδείξαιο τῷ κριτῇ, ὅπερ ἐμπορεύ σαι διαπερῶν τὸ πέλαγος τῆς ἀνθρωπίνης ζωῆς, περ φροντικέναι ὀφέλεις. ΣΟΒ'. — ΘΕΟΔΩΡΟ ΠΡΕΣΒΥΤΕΡΟ. Μὴ ἀγνοήσῃς τὸν δοτῆρα τῆς ἁγνείας, καὶ τῆς επαινουμένης παῤῥησίας, καὶ τῆς ἀπτοησίας. Μέχρι γὰρ ἂν ὁ Κύριος ἐνεργεῖ, πεφύλαξαι, καὶ διατετής ρήσαι ἀνεπιβούλευτος, ἀχείμαστος, καὶ πᾶσι φαίνῃ φυβερός, καὶ ἐπίδοξος, μαρμαίρων, καὶ πεφραγμένος τῇ χάριτι τοῦ Θεοῦ, καὶ μηδένα φοβούμενος, πτοήσεις πάντας δαίμονάς τε, καὶ πονηροὺς ἀνθρώπους. Ἐὰν δὲ ἄρξῃ κενοδοξεῖν, καὶ ὑπερηφανεύεσθαι, ἀναχωρήσει ὁ Κύριος ἀπὸ σοῦ, μὴ θέλων βοηθεῖν σοι, καὶ τότε μαθήσῃ τὴν σαυτοῦ ταπεινότητα, δειλιῶν τε καὶ τρέ μων, καὶ τὴν ἰδίαν σκιάν οὐκ ἀνεχόμενος, καὶ τοῖς τῆς σαρκὸς πάθεσιν ὑποπίπτων, καὶ ἐκτεθαμβημένος νύ κτωρ, καὶ μεθ' ἡμέραν. Εθου γάρ, φησὶν ὁ Δαυΐδ, τὰ ὀχυρώματα αὐτοῦ δειλίαν, μηκέτι λοιπόν τολμῶντος τῇ διδαχῇ σὺν παρρησίᾳ χρήσασθαι διὰ τὴν ἐγκατάλειψιν. ΣΟΓ'. - ΗΛΙΑ ΛΟΥΣΤΡΙΑ. Τοσαύτας πρώην αλλοτρίας διαρπάξας οὐσίας, νῦν ὀλίγην διηρπαγμένος μοίραν ὑπὸ δυνατωτέρου ἀν δρός, τίνος ένεκεν ἄχθῃ καὶ διαπρίῃ, καὶ βρύχεις, ὦ ἄνθρωπε;! ΣΟΔ'. - ΣΩΦΡΟΝΙΟ ΤΡΙΒΟΥΝΟ. Το μεγαλόψυχον του θεασάμενος Κύριος, καὶ τὴν πᾶσι τοῖς δεομένοις ἀφθόνως ἡπλωμένην χεῖρα, καὶ μεγάλας κληρονομίας ἁθρόον δραμεῖν πρὸς σὲ παρ εσκεύασεν· καὶ ἐπὶ τοῦτο δὲ δοξάζομεν τὸν Θεόν.
col. 339–340page 141 of 262
PG 79:339ΣΟΕ'. - ΖΩΙΛΟ ΚΑΡΤΟΥΛΑΡΙΟ. Τὸ βοῦν, καὶ ἄρκτον ἅμα, καὶ λέοντα, καὶ ἑξῆς, φιλικώτερον νέμεσθαι, κατὰ τὸν Ἡσαΐαν, τὴν τῆς Εκκλησίας σημαίνει κατάστασιν, δημοτικών τε ἀρχόντων, καὶ τῶν ὑποτεταγμένων τοῖς δόγμασιν τῆς εὐσεβείας, κανονιζομένων τε ἅμα, καὶ διατρέφω μένων. ΣΟΤ'. - ΓΗΡΑΣΙΜΟ ΕΙΡΗΝΑΡΧΟ. Νόμον ἐλευθερίας ἐλάβομεν οἱ πιστοὶ, ἵν᾽ ἐκτὸς βίας ὡς υἱοὶ γνησίως, καὶ ἑκουσίως πλείονα κοπιάσωμεν ἐκείνων, τῶν μετὰ φόβου, καὶ μαστίγων ἐξω υπηρετουμένων δούλων κατὰ τὸν νόμον Μωϋσέως. Σπούδασον τοίνυν εὐαρεστεῖν τῷ Θεῷ, καὶ ἀγωνίζου οἰκείᾳ προθυμίᾳ ἐν τῷ Εὐαγγελίῳ· τοῦτο γὰρ εἴρηται νόμος ἐλευθερίας, ὅπως ἂν μακαρισθῇς. ΣΟΖ'. - ΕΥΣΤΑΘΙΟ ΔΕΚΑΝΟ. Οὐ μόνον τὸ τὴν ἀρετὴν κατεργάζεσθαι στεφάνους λαμπρούς προξενεῖ, ἀλλὰ δὴ καὶ τὸ ἐπαινεῖν τοὺς ἐξασκοῦντας τὴν ἀρετὴν, μισθὸν φέρει οὐκ εὐκαταφρόνητον. Τοὺς γὰρ φοβουμένους τὸν Κύριον δοξά ζεις, φιλόχριστε. ΣΟΗ'. — ΙΕΡΩΝΥΜΟ ΔΟΜΕΣΤΙΚΟ. Εγώ, φησίν, ἐλήλυθα, ἵνα οἱ μὴ βλέποντες βλέ ψωσιν, οἱ δὲ βλέποντες τυφλοί γένωνται.» Τῆς γὰρ τοῦ Δεσπότου κατὰ σάρκα επιδημίας γενομένης, οι μὲν ἐξ ἐθνῶν μὴ βλέποντες πρώην, μηδὲ νοοῦντες τὰς θείας Γραφάς, ὕστερον πιστεύσαντες ἀνέβλεψαν νοητῶς, καὶ ἐσοφίσθησαν. Οἱ δέ γε ἐξ Εβραίων ὅσοι ἄξιοι πλάνης καὶ σκοτίας ὑπῆρχον, πεπήρωνται τὸν τῆς ψυχῆς ὀφθαλμόν, ὥστε μὴ νοῆσαι τὰ τοῖς θείοις νόμοις ἐγκεκρυμμένα μυστήρια, καίτοι γινώσκειν ἐπαγγελλόμενοι τάς τε τοῦ Μωϋσέως, καὶ τῶν προ φητῶν βίβλους. ΣΟΘ'. ΞΕΝΟΦΩΝΤΙ ΣΧΟΛΑΣΤΙΚΟ. Δικαιοσύνη ἐστὶν, ἡ μέν τις ἐν ἡμῖν στρεφομένη, ἡ τοῦ ἴσου διανομή. Εἰ γὰρ καὶ μὴ τυγχάνομεν αὐτοῦ κατὰ τὴν ἀκρίβειαν, ἀλλὰ γοῦν γνώμῃ δικαιοτάτη ποιοῦντες οὐκ ἐκπίπτομεν τοῦ σκοποῦ. Ἡ δέ τις οὐ ρανόθεν ἐπαγομένη παρὰ τοῦ δικαίου Κριτού, ή τε επανορθωτικὴ, καὶ ἀνταποδοτική, ἧς πολὺ τὸ δυσθεώρητον διὰ τὸ ὕψος τῶν ἐναποκειμένων αὐτῇ δογμά καθά φησιν ὁ Δαυΐδ· Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ, τὰ κρίματά σου άβυσσος πολλή. των, ΣΠ'. - ΛΙΝΕΙΑ ΦΙΛΟΣΟΦΩ. Τοῖς ὀλεθρίοις δαίμοσιν ἀρέσκειν βουλόμενος, ἡδέως μὲν τοὺς μόσχους καταθύεις, καὶ ἄρνας ἀπο σφάττεις ἐπὶ τοῦ ἐβδελυγμένου βωμοῦ, τὸν δὲ σαυτοῦ ἄλογον θυμὸν, καὶ τὴν ἄμετρον ὀργὴν, καὶ τὰς ἄλλες ἀτόπους καὶ ἀθέσμους τῆς ψυχῆς ὁρμᾶς ἀποκτείναι οὐ βούλει. ΣΠΑ'. — ΣΕΚΟΥΝΔΟ ΚΑΣΤΡΗΝΣΙΟ. Ὥσπερ μισούντων ἡμῶν ἀλλήλους, καὶ μαχομένων, καὶ ἐχθραινόντων ἀλλήλοις, καὶ ἐπιβουλευόντων, καὶ ἀποστρεφομένων τὴν γαλήνην, καὶ τὴν μακροθυμίαν, χαίρει, καὶ ἀγάλλεται ὁ Σατανᾶς, τέθηλέν τε, καὶ τέρπεται, καὶ προπλατύνεται, ἐπαναπαυόμενος ταῖς ἡμετέραις φαυλότησιν· οὕτως εἰρηνευόντων,
col. 341–342page 142 of 262
PG 79:341καὶ ὁμονοούντων ἡμῶν, καὶ κρατούντων τῆς λύττης, συστέλλεσθαι, καὶ ταπεινοῦσθαι εἴωθεν ὁ πονηρὸς, καὶ ἐχθρὸς τῆς εἰρήνης καὶ τῆς ἀγάπης τυγχάνων, πολέμιός τε τῆς ἀνθρώπων ὁμονοίας, καὶ δυσμενής ἄσπονδος. ΣΠΒ'. — ΜΑΡΤΥΡΙΑ ΒΙΝΔΙΚΙ. Πᾶν εἶδος ἀκαθαρσίας, οἷον πορνεία, μοιχεία, ἀσέλγεια, καὶ αρσενοκοιτία, καὶ τὰ ὅμοια τούτοις, χειμών προσονομάζονται παρὰ τῷ Σολομώντι. Επειδή οὖν πάντες οἱ ἐκ μεταμελείας τῷ ὀρθῷ χρησάμενοι λογισμῷ ἀπαλλάττονται τῶν τοιούτων ἁμπλακημάτ των, καὶ μετὰ τοῦτο ἐρασμίως προσέχουσι τοῖς σωφρονικοῖς λόγοις, διὰ τοῦτο γέγραπται, ότιπερ «Ο χειμών παρῆλθε, φωνὴ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν, τὴν γὰρ δὴ σωφροσύνην ἡ τρυγών κατα σημαίνει. ΣΠΓ'. ΑΜΜΩΝΙΟ ΚΟΜΗΤΙ. Τὸ ὀδυνηρόν, τὸ κατ' ἐπιβουλὴν τοῦ διαβόλου ἐπελ θὸν τῷ σώματί σου μετὰ κινδύνου ἐσχάτου, οὐ δι έλαθεν ἡμᾶς. Πλὴν ὅτι οἰκονομικῶς συμβέβηκέ σοι τοῦτο, ἵνα γνῷς σαφέστατα καὶ ἐχθροῦ τὴν μανίαν, καὶ τοῦ Χριστοῦ τὴν κηδεμονίαν, θάττον περιοδυνή σαντός σε, ὡς εὐνούστατον δοῦλον. ΣΙΔ'. — ΝΙΚΑΡΕΤΟ ΣΙΛΕΝΤΙΑΡΙΟ, Ὁ ἀναβαίνων εἰς θέατρα, καὶ δι᾽ ὤτων, καὶ δι' ὀφθαλμῶν ὑπὸ τῆς αἰσχρᾶς καταγοητευόμενος, καὶ πολιορκούμενος ἐπιθυμίας, ἀπηρτισμένος μοιχὸς ὑπάρχει κἂν θέλῃς, κἂν μὴ θέλῃς. Τοῦ δὲ τῆς μοι χίας ἐγκλήματος οὐκ ἀπηλλαγμένος, πῶς λέγεις μοι μηδὲν παραβλάπτεσθαι τὴν σαυτοῦ ψυχὴν αἰχμαλωσίᾳ συζῶσαν, καὶ ὑπὸ τοῦ διαβόλου ἑκουσίως ἀνδραποδιζομένην; ΣΠΕ'. - ΘΕΟΔΟΥΛΟ ΕΠΙΣΚΟυς. Κἂν τὸ σαυτοῦ αἰδέσθητι ὄνομα· ὡς ἔοικε γὰρ, τὸ τῆς ἱερωσύνης ἀξίωμα εἰς τυραννίδα περιέστη, τύ πτοντός σου μανικῶς, καὶ λεηλατοῦντος τοὺς ἐλευ θέρους, μηδὲν ἠδικηκότας. Καὶ ποῦ θήσεις τὸν μέ γαν Παῦλον νομοθετοῦντα, δεῖν τὸν ἐπίσκοπον, μὴ ὀργίλον ὑπάρχειν, μή πλήκτην, μὴ αἰσχροκερδή; Αἰσχροῦ γὰρ κέρδους ἕνεκεν ὑβρίζεις, καὶ διώκεις ἅπαντας. ΣΠΟΡ. ΘΕΟΔΩΡΟ ΤΡΙΒΟΥΝΟ. Οἶκόν σε καὶ ναὸν τοῦ ἁγίου Πνεύματος διὰ τὴν πίστιν κέκληκεν ὁ θεῖος Απόστολος. Πῶς οὐ δέδοικας εἰς τὸν ναὸν τοῦ Θεοῦ κόπρον εἰσφέρειν πορνικῶν τε ᾀσμάτων, καὶ γελοίων ῥυπαρῶν, καὶ συρο φετίας πολλῆς, καὶ λόγων ψυχοβλαβῶν; ΣΠΖ'. ΤΡΑΙΑΝΟ ΑΔΙΟΥΤΟΡΙ. Αν προφθάσας τὸ φρόνημα τῆς οἰήσεως, ῥή ξεις καθάπερ πομφόλυγα. Την σεαυτὸν καὶ σπου δὸν, καὶ καπνὸν, καὶ χόρτον, καὶ σκώληκα λογι 20 °, ζόμενος, ὡς διδάσκει ἡ Γραφή, οὔτε πρὸς τοὺς ἐπαί νους χαυνωθήσῃ, οὔτε πρὸς τὰς ὕβρεις ἀγριανθήσῃ. ΣΠΗ. ΕΛΕΥΘΕΡΙΑ ΚΟΜΗΤΙ ΑΝΑΤΟΛΗΣ. Οὐ μικρὸν τὸ παρά μικρόν· παρὰ μικρὸν γὰρ,
col. 343–344page 143 of 262
PG 79:343καὶ παρὰ μίαν νύκτα ὁ Ἰούδας εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελήλυθε, καὶ παρ' ὀλίγον ὁ ἄνθρωπος ἐκεῖνος ὁ ἐν τῇ Σεβαστίᾳ λειποτακτήσας, σὺν τοῖς ἄλλοις μάρτυσιν ἐστεφανώθη. Διόπερ τῶν παρεξηγή σεων ἀφέμενοι, πρὸς πᾶσαν ἀγαθὴν, καὶ βεβαίαν πρᾶξιν ἑαυτοὺς κατεπείξωμεν. δ ΣΠΙΘ'. - ΜΕΘΟΔΙΟ ΚΟΥΒΟΥΚΛΑΡΙΟ. Οὐδαμῶς Χριστὸς ὁ τῶν ὅλων Δεσπότης πεφόβηται θάνατον· ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας παθεῖν ἐπεδήμησεν. Οταν οὖν ἀκούεις λέγοντος αὐτοῦ Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτή ριον τοῦ θανάτου,» νόησον ὅτι οὐχὶ δειλιῶν καὶ φρίτ των τὰ τοιαῦτα φθέγγεται, ἀλλὰ τῇ εὐτελείᾳ τῶν ῥημάτων δελεάζων τὸν νοητὸν δράκοντα, ἵνα ψιλόν τοῦτον ἄνθρωπον εἶναι τοπάσας, δεδοικότα τὸ πάθος καὶ τρέμοντα, τελέσῃ διὰ τῶν ὑπουργούντων αὐτῷ Ἰουδαίων, ὅπερ ἐπεβάλετο, καὶ δρᾶσαι καθ᾿ ἑαυτοῦ 8 ὑπὲρ ἡμῶν διεσπούδασεν. Ελαθεν γὰρ ὁ ἐχθρὸς καθ᾿ ἑαυτοῦ τὸν σταυρὸν σοφιζόμενος, ἵνα τὸ εἰρημένον ἐν τοῖς Ψαλμοῖς πληρωθῇ, ὅτι «Ἐν ταῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός· ο καί Ἐπιστρέψει ή πονηρία αὐτοῦ εἰς τὴν κεφαλὴν αὐτ τοῦ,» σχήματι δουλικῷ καὶ ταπεινοῖς ῥήμασι Δεσπό του σεσαγινευμένου πρὸς ὄλεθρον. Ο γὰρ ἀγρεύων ἡμᾶς ἠγρεύθη διάβολος, κῆτος καὶ δράκων προςονο μαζόμενος. Εἴρηται γὰρ ἐν τῇ βίβλῳ τοῦ Ἰὼβ περὶ Χριστοῦ, ὅτι «Αὐτὸς μέλλει τὸ κῆτος τὸ μέγα χειρώσασθαι,» καὶ ὅτι ἀγρεύσει τὴν δράκοντα ἐν ἀγκίστρῳ τῆς κατὰ σάρκα οἰκονομίας. Ὅταν δὲ πάλιν ἀκούσεις ἐπὶ σταυροῦ βοῶντος τοῦ Κυρίου· «Θεέ μου, Θεέ μου, ἵνα τί ἐγκαταλέλοιπάς με;» μὴ ἀγνοήσῃς, ὅτι ἐκ προσώπου πάντων τῶν ἐκ τοῦ Ἀδὰμ γενομένων άνω θρώπων ταῦτα λέγει, ὥσπερ ὁ συνήγορος μὴ καθυβρισθεὶς, μηδὲ διηρπαγμένος ὑπὲρ τοῦ συνηγόρου βοῇ πρὸς τὸν δικαστήν, Υβρίσμεθα, διηρπάγμεθα, ἐλεηλατήθημεν. Εἰ γὰρ μὴ ἐγκατελείφθημεν ὑπὸ Θεοῦ πάντες οἱ ἐξ Ἀδὰμ γεννώμενοι ἄνθρωποι, οὐκ ἂν τῇ τῶν μυρίων ἁμαρτημάτων ὕβρει ὑπεπέσαμεν, οὐκ ἂν λίθοις, καὶ δένδροις, καὶ ὕδασι, καὶ τοῖς ἀψύχοις άστροις, καὶ πιθήκοις, καὶ κυσί, καὶ λύκοις, καὶ κροκοδείλοις, καὶ δαίμοσι κακίστοις, καὶ αὐτῷ τῷ διαβόλῳ προσκυνήσαντες, θυσίας προσεκομίσα μεν. Ρη'. - ΚΩΝΣΤΑΝΤΙΝΟ ΚΟΜΗΤΙ. Οὐκ ἔστι ψυχαγωγία, καθὼς σὺ λέγεις, τὸ ἐν τοῖς θεάτροις, καὶ ταῖς ἱπποδρομίαις διατρίβειν, ἀλλ' ὅλε θρος ἔσχατος, καὶ βλάβη ψυχῆς δεινή. Εἰ δὲ ὄντως βούλει καλῶς ψυχαγωγεῖσθαι, σπεῦδε εἰς ἐκκλησίαν καθολικήν, τρέχε εἰς τὰ ἀσκητήρια τῶν μοναχῶν, καὶ ἀληθῶς πολλὴν ἀγαθῶν εὐρήσῃ παρηγορίαν, καὶ τῶν τῆς καρδίας ἀλγηδόνων θεραπείαν μεγίστην. Εἶθ' ὕστερον ἐξέταζε σεαυτὸν, τίς μὲν γίνῃ ἀναχωρῶν ἀπὸ τῆς ἐκκλησίας, καὶ τῶν μοναστηρίων, τίς δὲ γίνῃ ἐξιὼν ἐκ τοῦ θεάτρου, καὶ τῆς ἱπποδρομίας καὶ ἑκατέρας παραβαλὼν τὰς ἡμέρας, οὐκ ἂν δεη θείης παρ' ἄλλου νουθετεῖσθαι. Αρκέσει γὰρ ἡ ἐκα Χ,
col. 345–346page 144 of 262
PG 79:345τέρας ἡμέρας σύγκρισις, δείξαί σοι τὸ μέγεθος τῆς τα κατὰ τὴν ἐκκλησίαν καὶ τὰ μοναστήρια ὠφε λείας, καὶ τῆς ἐν τοῖς κίρκοις, καὶ τοῖς θεάτροις βλά βης. ΛΕΩΝΙΔΗ ΡΗΤΟΡΙ. Βούλομαί σε τῷ τρόπῳ καὶ τῇ πράξει ὀρθονεκτεῖν. Τὸ γὰρ δὴ τῷ λόγῳ μηδαμῶς σολοικίζειν, ἢ βαρβαρίζειν, δύναιντ' ἂν καὶ οἱ διεφθαρμένοι. Πέπαυτο τοίνυν τοῦ ἐπιλαμβάνεσθαι τῶν ἐν ακεραιότητι φθεγ γομένων, εἴπερ οὖν δοκεῖς μοι Χριστιανὸς ὑπάρχειν. Οὐ γὰρ πάντως ἡ φράσις πρόξενος τῆς βασιλείας τῶν οὐρανῶν, ἀλλὰ τὸ χρηστὸν ἦθος, καὶ ἡ ἀγαθὴ πρᾶ ξις, καὶ ἡ βεβαία πίστις. ΣΑΒ. - ΗΣΥΧΙΟ ΑΝΘΥΠΑΤΟ. Οὐκ ἦν ἕτερος ὁ τὸν Λάζαρον ἐγείρας, καὶ ἕτερος ὁ πυνθανόμενος περὶ αὐτοῦ, ἀλλ' ὁ αὐτὸς ἦν, ἀνθρωπίνως μὲν λέγων· ο Ποῦ Λάζαρος κεῖται;» θεϊκῶς δὲ τοῦτον ἀνεγείρων· σωματικῶς μὲν ὁ αὐτὸς ὡς ἄν θρωπος πτύων, θεϊκῶς δὲ ἀνοίγων τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γεννητοῦ τυφλοῦ· καὶ σαρκὶ μὲν πάσχων, καθά φησιν ὁ Πέτρος, θεϊκῶς δὲ ἀνοίγων τα μνήματα καὶ ἀνεγείρων τοὺς νεκρούς. ΣΙΓ'. — ΖΗΝΟΔΩΡΟ ΔΕΚΑΝΩ. Τοῖς λόγοις Ἰωάννου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου ἡδέως ἐντυγχάνεις· ἐξ αὐτῶν δὴ γράψω σοι νῦν ὅπερ ἐξῄτησας. • Ωφθη τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον καταβαῖνον ἐπὶ τὸν Ἰησοῦν ὡς περιστερά.» Ἐν ἡμῖν μὲν γὰρ διὰ τοῦ βαπτίσματος ἀπαρχή, καὶ ἀῤῥαβὼν θεότητος κατοικεῖ, ἐν Χριστῷ δὲ πᾶν τὸ πλήρωμα τῆς θεότητος. Καὶ μήτοι νόμιζε, ὅτι μὴ ἔχων Χριστὸς ἐλάμβανε τὸ Πνεῦμα· αὐτὸς γὰρ τοῦτο ἄνωθεν ἀπέστελλεν ὡς Θεὸς, καὶ αὐτὸς κάτωθεν αὐτὸ ὡς ἄνθρωπος ὑπεδέχετο. Ἐξ αὐτοῦ οὖν εἰς αὐτὸν κατα ἤρχετο, ἐκ τῆς θεότητος αὐτοῦ εἰς τὴν ἀνθρωπότητα αὐτοῦ. Σ. Δ'. ΠΡΟΣ ΑΝΑΣΤΑΣΙΟΝ ΕΠΙΣΚΟΠΟΝ. Ὁ τῆς ἐν Βυζαντίῳ μεγάλης Εκκλησίας, μᾶλλον δὲ παντὸς τοῦ κόσμου φωστήρ Ιωάννης ὁ θαυμαστὸς ἱερεὺς, διορατικὸς ὑπάρχων, πολλάκις τεθέαται, πᾶ σαν μὲν σχεδὸν ὥραν μὴ ὑστεροῦντα, ἢ διαλειπόμε νον τὸν οἶκον Κυρίου τῆς τῶν ἀγγέλων ἐπιστασίας, μάλιστα δὲ ἐν τῷ καιρῷ τῆς θείας καὶ ἀναιμάκτου θυσίας. Ἐκπλήξεως οὖν καὶ εὐφροσύνης γέμων, τοῖς γνησίοις τῶν πνευματικών φίλων κατ' ἰδίαν διηγήσατο τὸ πρᾶγμα. Αρχομένου γάρ, φησίν, τοῦ ἱερέως τὴν ἁγίαν ποιεῖσθαι προσκομιδὴν, πλεῖσται ἐξαίφνης τῶν μακαρίων δυνάμεων ἐξ οὐρανοῦ κατελθοῦσαι, ὑπερ λάμπρους τινὰς στολὰς περιβεβλημέναι, γυμνῷ τῷ ποδί, συντόνῳ τῷ βλέμματι, κάτω δὲ νεύοντι τῷ προσώπῳ περιστοιχήσασαι τὸ θυσιαστήριον μετ' εύ λαβείας, καὶ πολλῆς ἡσυχίας, καὶ σιωπῆς, παρίστανται μέχρι τῆς τελειώσεως τοῦ φρικτοῦ μυστηρίου εἶτα διαφεθέντες καθ' ὅλον τὸν σεβάσμιον οἶκον, τῇδε κἀκεῖσε ἕκαστος αὐτῶν τοῖς παρατυχοῦσιν ἐπισκόποις, καὶ πρεσβυτέροις, καὶ πᾶσι τοῖς διακόνοις τὴν χορηγίαν ποιουμένοις τοῦ σώματος καὶ τοῦ τιμίου θα
col. 347–348page 145 of 262
PG 79:347αίματος συνεργοῦσαι συμπράττουσι, καὶ συνεπισχύουσιν. Ταῦτα δὲ γράφω, ἵνα μαθόντες τὸ φοβερὸν τῆς θείας λειτουργίας, μήτε αὐτοὶ διατεθῆτε ἀμε λοῦντες τοῦ θείου φόβου διαχεόμενοι, μήτε δὲ ἄλλους τινὰς συγχωρῆτε ὁμιλεῖν, ἢ ψιθυρίζειν ἐπὶ τῆς προσ κομιδῆς, μήτε νεύειν θαρσαλέως, ή παρασαλεύεσθαι τῆς ἐμβριθοῦς στάσεως, μήτε ὧδε κἀκεῖσε περιβλέπεσθαι, ἢ ῥέμβεσθαι ῥᾳθύμως καὶ χυδαίως. Λέγει γὰρ ὁ Κύριος τῷ Μωϋσῃ, δι' αὐτοῦ πᾶσιν τοῖς ἱερεῦσιν· ὁ Εὐλαβεῖς ποιήσατε τοὺς υἱοὺς Ἰσραήλ, καὶ μὴ καταφρονητάς. ο ΣΚΕ'. — ΦΑΛΚΩΝΊ ΚΟΥΡΑΤΟΡΙ. Εἰ εἰς ἄγγελον φωτὸς ὁ διάβολος μετασχηματίζεται πρὸς ἀπάτην, καὶ ὄλεθρον τῶν ἐξαπατωμένων, τί θαυμάζεις ἀκούσας τούτων πολλάκις θηρίων, καὶ κτηνῶν, καὶ ὀρνέων μορφὰς ἡμφιεσμένων; Σια'. ΛΙΚΙΝΝΙΟ ΠΡΩΤΕΥΟΝΤΙ. Μὴ λέγε, ὅτι οὐ δύναμαι διαλλάξαι μοι τὸν ἐχθραίνοντα ἄνθρωπον, πονηρόν τινα ὑπάρχοντα, καὶ ἀνία τον. Δύνῃ γὰρ καταλλάξαι σοι αὐτὸν, καὶ εὐμενη ποιῆσαι, ἐὰν μόνον θελήσῃς ὅλῃ ψυχῇ. Τί γὰρ δὴ τοῦ λέοντος ἀγριώτερον; Καὶ ὅμως τοῦτον ἡμεροῦσιν ἄνθρωποι, καὶ ἡ τέχνη τὴν φύσιν βιάζεται, καὶ γίνε ται ὁ λέων προβάτου παντὸς ἐπιεικέστερος, καὶ διὰ τῆς ἀγορᾶς περιπατεί μηδένα δεδιττόμενος. Τίνα τοίνυν ἕξεις συγγνώμην, ποῖαν ἀπολογίαν, θηρίων ἡμερουμένων, ἄνθρωπον λέγων μὴ δύνασθαι ἡμε ροῦν; Καίτοι τῷ μὲν θηρίῳ παρὰ φύσιν τὸ ἡμερον, τῷ δ' ἀνθρώπῳ παρὰ φύσιν τὸ ἄγριον. Θέλησον τοί νυν κἂν ἐπὶ τοῦ παρόντος καταπραΰναι, καὶ φίλον σοι ποιῆσαι τὸν γείτονα. ΣΕΖ'. — ΚΑΡΙΝΟ ΕΠΑΡΧΙΚΟ. ι Οταν δὲ ὑποταγῇ αὐτῷ πάντα, φησί, τότε καὶ αὐτὸς ὁ Υἱὸς ἀνθ' ἡμῶν ὑποταγήσεται τῷ Πατρὶ ὑπὲρ τῶν ἰδίων μελῶν.» - «Μέλη γάρ ἐσμεν τοῦ Χριστοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ, ὁ ὡς λέγει ὁ ᾿Απόστολος. Τὴν ἡμετέραν τοίνυν ὑποταγὴν τῶν πρώην ἀνυποτάκτων καὶ ἀπειθῶν, ἰδίαν ὁ Χρι στὸς πεποίηται, ὡς ἀνάδοχος ἡμῶν. ΣΗ'. - ΠΡΙΣΚΟ ΠΟΛΙΤΕΥΟΜΕΝΟ. Ο τοῖς πένησι δεδωκώς τα χρήματα, καὶ ὁ τῷ πλεονεκτήσαντι ἅρπαγι καὶ μοχθηρῷ ἀνθρώπῳ μὴ ἐπιβουλεύων, μήτε καταρώμενος, δῆλον ὅτι διὰ τὸν φόβον τοῦ Θεοῦ ἀμφότεροι ταῦτα ποιοῦντες, τῶν ὁμοίων ἐπιτεύξονται οὐρανίων ἀμοιβῶν. Σ.Θ. - ΖΗΝΟΝ ΔΕΚΕΜΠΡΙΜΟ. Αθεον παντελῶς, καὶ ἀσεβὲς τὸ λέγειν, φύσει ὑπο ἄρχειν τὰ κακὰ, καὶ οὐχὶ προαιρέσει. Κἂν γὰρ ἡ Γραφὴ λέγει, ὅτι ο Εγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς τοῖς πονηροῖς ἐκ νεότητος αὐτοῦ, ἡ εἰδέναι ὀφείλεις τὴν ἑρμηνείαν τῆς φράσεως, ὅτι οὐ κατὰ φύσιν τοῖς ψεκτοῖς πρόσκειται ὁ ἄνθρωπος, οὐδ' ἐξ αὐτῶν τῶν παρὰ Θεοῦ ἐξ ἀρχῆς τῇ διανοίᾳ ἡμῶν κατασπαρέντων φυσικῶν ἐνθυμιῶν· μὴ γένοιτο ἀλλ' ἐκ νεότητος τοῦ ἀνθρώπου γέγραπται, ἵνα δει χθῇ, ὅτι ἐξ ἐπισπορᾶς τοῦ διαβόλου τὰ φαῦλα κεκτή
col. 349–350page 146 of 262
PG 79:349μεθα, καὶ ῥᾳδίως μᾶλλον ὑπ' ἐχθροῦ θελγόμενοι προς τὸ κακὸν ῥέπυμεν· • Εχθρὸς γὰρ ἄνθρωπος ἐπ έσπειρε τὰ ζιζάνια, ο φησὶν ἐν τῷ Εὐαγγελίῳ ὁ Κύ ριος. Τ. – ΚΟΛΑΣΙΟ ΔΙΑΚΟΝΟ. Φησὶν ὁ μακάριος Πέτρος, ὅτι καὶ Κύριον καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε τὸν σταυρωθέντα Ἰησοῦν, οὐχὶ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ κατὰ τὸ ἀνθρώπινον πεποιῆσθαι αὐτὸν λέγων. Τί γὰρ ἦν τὸ σταυρούμενον, ἢ τὸ σῶμα; Τὸ δὲ σωματικὸν τοῦ Λόγου πῶς εἶχε σημᾶναι, ἢ διὰ τοῦ εἰπεῖν, ὅτι Εποίησεν; ΤΑ'. - ΘΕΣΣΑΛΙΟ ΣΥΜΠΟΝΩ. Μὴ εἰς τὸ λαμβάνειν ἔστω ἡ χείρ σου προθύμως ἐκτεταμένη, εἰς δὲ τὸ μεταδοῦναι τοῖς ἐνδεέσι συν εσταλμένη, ἀλλ᾿ ὥσπερ ἡδέως ὑποδέχῃ τὰ κέρδη τοῦ μαμωνά, οὕτως ἡδέως χορήγει τὰς δαπάνας τοῖς χρήζουσιν. ΤΒ'. Τῷ αὐτῷ. Εἰ ἑτέρους πλεονεκτῶν, καὶ καταδυναστεύων, δου κεῖς ποιεῖν ἐντολὰς Κυρίου καὶ ἐλεημοσύνας, μᾶλλον ἐκείνους ἐλέησον, τοὺς ὑπὸ τῆς σῆς λαμπρότητος ἀδικουμένους καὶ στένοντας. ΤΓ. Τῷ αὐτῷ. Γνῶθι ὅτι ήμαρτες, καὶ ἀπαλείψεις τὰς ἁμαρτίας σου· γενοῦ σαυτοῦ κατήγορος, τύπτων τὸ στῆθος καὶ λέγων· ι Ο Θεός, ἐλάσθητί μοι τῷ ἁμαρτωλῷ,» καὶ τεύξῃ σωτηρίας. Απεδεξάμεθά σου τὴν ἐξομολόγησιν καὶ τὴν ταπεινοφροσύνην. ΤΔ'. — ΕΥΣΤΟΧΙΑ ΚΟΜΗΤΙ ΛΑΡΓΙΤΙΟΝΩΝ. Ἐὰν συνεχῶς τῷ σημείῳ τοῦ Δεσποτικοῦ σταυροῦ τό τε μέτωπον σαυτοῦ καὶ τὴν καρδίαν σφραγίζεις, δραπετεύσουσιν ἀπὸ σοῦ οἱ δαίμονες τρέμοντες, διότι ἄγαν φρίττουσιν τὸ τοιοῦτον μακάριον σήμαντρον. ΟΛΥΜΠΙΑ ΚΥΈΣΤΟΡΙ. ΤΕ. Οὔτε ἀλόγως, οὔτε εὐλόγως ὀργίζεσθαι χρήσιμον δικαίως γὰρ ὑπὸ τοῦ Κυρίου κεκώλυται. "Αν τοίνυν φιλοσοφεῖν ἐθέλῃς κατὰ Χριστὸν, οὔτε πάντες οἱ ποντ ροὶ ἄνθρωποι, οὔτε οἱ παγχάλεποι, καὶ πάνδει νοι δαίμονες, οὔτε ὁ πάσης κακίας δημιουργός Σα τανᾶς πρὸς ὀργήν σε, καὶ λύτταν κινῆσαι δυνήσονται. τα. - Τῷ αὐτῷ. Ἐὰν αὐτὸν θέλω μένειν, ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει. Τουτέστιν, ἐὰν θέλω ἐν σαρκὶ ζῆν τὸν Ἰωάννην, ἕως ἔλθω παραλαβεῖν αὐτὸν ἐκ τοῦ σώματος αὐτοῦ, τί σοι μέλλει τῷ Πέτρῳ, μας κροχρονοῦντος αὐτοῦ ἐν τῷ παρόντι βίῳ; Σὺ δὲ, ὦ Πέτρε, ἀκολούθησόν μοι, τιμηθησόμενος τῇ ὁμοιοπαθείᾳ κατὰ τὴν βασιλεύουσαν Ῥώμην, ὥσπερ ἐγὼ ἐσταυρώθην, καὶ σὺ πάντως ἀνασκολοπισθήσῃ. ΤΖ'. — ΘΕΟΔΟΤΟ ΠΡΕΣΒΥΤΕΡΟ. Τῇ ἔχθρα προκεκρατημένῳ σοι, χειμὼν ἐπιπέπτωχε χαλεπὸς, καὶ συγχυθεῖσα ἡ διάνοια, οὐδὲν βλέπειν δύναται, οὔτ᾽ ἀκοῦσαι ὑγιές· ἂν δὲ βιασάμενος διαρ βήξῃς τὸ νέφος τῆς δυσμενείας, τότε ἰσχύσεις ἀντι
col. 351–352page 147 of 262
PG 79:351λαβέσθαι τῆς ἄνω φαιδρότητος. Τὸ γὰρ πρὸς τὸν πλησίον ἀποθέμενος μέσος, ἀγάπης ἐμπλησθήσῃ τῆς ἀρεσκούσης Χριστῷ, καὶ ἡ πρώην πολεμία, καὶ ἀηδής φαινομένη του ὄψις διὰ τὴν δυσμένειαν, νῦν ποθεινή σοι, καὶ ἐπίχαρις φανεῖται, πεφωτισμένου τοῦ λογισμοῦ. ΤΗ'. — ΠΑΣΧΑΣΙΟ ΔΙΑΚΟΝΟ. Οτι μέγα ἐστὶ βοήθημα ἡ εὐχή, διδάσκει ὁ μα κάριος Δαυΐδ. Πρὸ γὰρ τοῦ λίθου τῇ εὐχῇ χρησάμενος, τὸν ἔμψυχον πύργον Γολιάθ κατήνεγκε, τὸν ὀνειδῆσαι τολμήσαντα τὴν τοῦ Θεοῦ δύναμιν. Ἡ οὖν προσευχὴ τὸν λίθον ἐχειραγώγησεν, καὶ ἀγωνίαν τῷ βαρβάρῳ ἐνέβαλεν, καὶ τὸ θράσος ἐξέκοψε τοῦ πολε μίου, καὶ τρόπαια ἔστησε κατὰ τῶν πολεμίων. ΑΥΞΕΝΤΙΟ ΕΚΔΙΚΩ. ΤΘ'. Εξήγαγε δὲ εἰς φῶς σκιὰν θανάτου, ο τουτέστιν, εἰς τοὐμφανὲς ἤγαγε, καὶ δεδημοσίευκεν ὁ Θεὸς τὴν πάλαι ἐνδομυχοῦσαν φύσιν τῆς ἁμαρτίας. ᾿Αλλὰ φύσιν ἀκούσας, μὴ νόμιζε, καθώς τινες ὑπετόπησαν, ζωόν τι λογικὸν τὴν ἁμαρτίαν ὑπάρχειν· ἐν γὰρ τῇ τοῦ ἀνθρώπου προαιρέσει γίνεσθαί τε, καὶ πάλιν ἀπο γίνεσθαι πέφυκεν ἡ ἁμαρτία. ΤΙ'. - ΑΡΙΣΤΑΡΧΟ ΤΡΙΒΟΥΝΩ. Μὴ καταφρόνει τῆς συντυχίας τῶν ἁγίων ἀνθρώπων. Καὶ γὰρ τὸ βλέμμα αὐτῶν μόνον ἰάτασθαι δύναται τὴν ψυχήν σου σαθρωθεῖσαν ἐν τοῖς παρα πτώμασι, καὶ ὁ φθόγγος τούτων μεγίστας χαρίζεται δωρεὰς τῷ πιστεύοντι. Ἡ γὰρ φωνὴ τῶν ἁγίων πολέμους κατέλυσε, δαίμονας ἐξήλασε, τὰ στοιχεία ἔστησεν, ὥσπερ Ἰησοῦς ὁ τοῦ Ναυή βοήσας· «Στήτω ὁ ἥλιος, καὶ ἡ σελήνη· καὶ παραχρῆμα ἐστάθησαν, οὕτω καὶ Μωϋσῆς θάλασσαν ἐπέδησε καὶ ἀνῆκεν οὕτω καὶ οἱ παῖδες οἱ τρεῖς τοῖς ὕμνοις καὶ ταῖς ᾠδαῖς τὴν φλόγα εἰς δρόσον μετέβαλον· ὁμοίως καὶ νῦν οἱ ἐκείνων μιμηταὶ κατὰ τὸν βίον ὑπάρχοντες Ισχύουσιν, καὶ μόνον φθεγξάμενοι, κατασβέσαι τῆς ἁμαρτίας τὴν πύρωσιν, καὶ ξηρᾶναι τὰς πηγὰς τῶν ἡδονῶν, καὶ τὸν θυμὸν μαλάξαι, καὶ τὴν ἐπιθυμία, ἐκδιῶξαι, καὶ τὴν κενοδοξίαν ἐκνευρίσαι, καὶ μαράναι τὸν φλογμὸν τῆς φιλοχρηματίας, καὶ ἀθυμίας καὶ λύπης λυτρώσασθαι, καὶ ταῖς χειμαζομέναις ψυ χαῖς γαλήνην βαθεῖαν ἐμποιῆσαι. ΤΙΑ'. - ΚΛΕΩΝΙΚΟ ΣΧΟΛΑΣΤΙΚΑ. Φασί τινες, μετὰ τὸν κατακλυσμὸν ἐξευρεθέντος τοῦ οἴνου, ἀμέτρως ἄκρατών τινας πίνοντας ἀπο θνήσκειν· εἶτα δοκιμάσαντας ἑτέρους μᾶλλον μετρῆσαι τὴν πόσιν ύδατι κεκραμένην, καὶ τούτῳ χρη σαμένους τῷ πότῳ διασωθέντας. Οἱ δὲ μήπω πιόντες φόβῳ θανάτου τῆς ἀμπέλου τὸ νἅμα, ἐπύθοντο τῶν ἤδη πεπωκότων, είγε ζῶσιν· κἀκείνων ἀποκριθέν των· Ναὶ δή, ζῶμεν, ἐπεφθέγγοντο συγχαίροντες ἑκάστῳ τῶν σεσωσμένων ἀνθρώπῳ, ἢ πλησίων· Ζή σειας, ζήσειας. Διόπερ ἐξ ἐκείνου μέχρι νῦν τὸ ος κεκράτηκε, τοῖς ἐκπιοῦσιν ἐπιλέγειν τό· Ζήσης. Ταῦτά μοι εἴρηται πρὸς τὴν σὴν ἐπερώτησιν.
col. 353–354page 148 of 262
PG 79:353ΤΙΒ'. — ΔΗΜΗΤΡΙΟ ΔΟΜΕΣΤΙΚΑ. Μὴ ἀναμένωμεν πρώτοι προσαγορευθῆναι, καὶ μετὰ τοῦτο προσειπεῖν· τετυπωμένης γάρ, καὶ ἀπο νενοημένης τοῦτό γε διανοίας. Ἀλλ᾿ ἡμεῖς πρῶτοι ἀεὶ προσαγορεύσωμεν, εἴτε φίλον, εἴτε ἐχθρὸν, ἵν' ἐπὶ τοῦτο καὶ Θεὸς ἡμᾶς ἐπαινέσῃ, καὶ ἄνθρωποι ἀποδέξωντα:, εὐπροσηγόρους ἡμᾶς ἀποκαλοῦντες. Καὶ γὰρ ὁ Ἀπόστολος κελεύει ἡμῖν τῇ τιμῇ ἀλλή λους ἡγεῖσθαι ὑπερέχοντας ἑαυτῶν. Τοῦτο γοῦν ἐλ λειφθὲν τὸ κατόρθωμα, τὸ τῆς προῤῥήσεώς φημι, πολλὰς φιλίας διέκοψε, πολλὰς ἔχθρας εἰργάσατο μετὰ σπουδῆς δὲ πληρούμενον, χρονίους πολέμους κατέλυσεν, ἀσπόνδους ἔχθρας ηφάνισεν, τῶν δὲ γνη σίων φίλων ἐπέσφιγξε την στοργήν, καὶ τοὺς πόθους ἐπηύξησεν. ΟΥΑΛΕΡΙΟ ΠΡΩΤΕΥΟΝΤΙ. Οταν βλέπῃς τὸν ἐχθραίνοντά σου, καὶ εἰς νοῦν λάξῃς ὅσα μὲν πέπονθα;, καὶ ἤκουσας λυπηρά, πάντα ἐπιλανθάνου· ἂν δὲ καὶ ἀναμνησθείης, τῷ διαβόλῳ ταῦτα λογίζου. Σύλλεγε δὲ καὶ εἴ τι χρήσιμον εἶπε πώποτε ὁ τοιοῦτος ἄνθρωπος, ἢ πεποίηκε· καὶ ἐὰν ἐν τῇ τούτων μνήμῃ ἐνδιατρίβῃς, ἀναπαυσθήσῃ τάχιστα, ἀπηλλαγμένος τῆς τε τραχύτητος, καὶ τῆς θη ριωδίας. ΤΙΔ'. ΑΡΚΑΔΙΟ ΡΟΓΑΤΟΡΙ. Καὶ χάριν, φησίν, ἀντὶ χάριτος·» χάριν γὰρ ἡμεῖς ὥσπερ καὶ δῶρον καλὸν προσφέροντες τὴν ἑαυ τῶν τῷ Θεῷ πίστιν, χάριν ἀνθυποδεχόμεθα οὐρανόθεν μεγίστην, καὶ ἀσύγκριτον, τὴν τοῦ ἁγίου Πνεύ ματος μετουσίαν. ι 'Ανέβης γὰρ εἰς ὕψος, φησί, μετὰ τὴν ἀνάστασιν, ᾐχμαλώτευσας αἰχμαλωσίαν,» ἐξαρπάσας ἡμᾶς ἐκ χειρὸς διαβολικῆς· καὶ ἔλαβες δόματα ἐν ἀνθρώποις, ἢ ὡς φησὶν ὁ μέγας ᾿Απόστο λος, «Καὶ ἔδωκας δόματα τοῖς ἀνθρώποις.» Λαβὼν γὰρ πίστιν ὁ Θεὸς παρὰ ἀνθρώπων, τὰ οὐράνια δω ρεῖται χαρίσματα τοῖς πιστοῖς. Πάλαι μὲν οὖν χάριν ἡμῖν δεδώρηται νομικήν δούλοις συμβαλλομένοις, νῦν δὲ οὐχ ὡς δούλοις, ἀλλ' ὡς τέκνοις ποθεινοῖς, εὐαγ γελικὴν ἡμῖν ἐδωρήσατο χάριν ύψηλοτέραν τῆς πρώ της, καὶ μείζονα, δι' ἧς τελειούμεθά τε, καὶ σοφιζόμεθα τῇ ἐξ ὕψους σοφίᾳ, καὶ ἐγγίζομεν τῷ Θεῷ τε θαῤῥηκότες ὡς υἱοὶ, καὶ συγκιρνάμεθα τῷ φωτὶ τῆς θεότητος. ΑΡΙΣΤΩΝΙ ΕΠΙΣΚΟΠΩ. Μυρίαις εὐεργεσίαις παρὰ τῆς σῆς θεοφιλίας δια φόρως ὑπὲρ τὴν ἀξίαν τετιμημένος ἐγώ, περιζητῶν τέ τινα ἀμοιβὴν κατὰ τὸ πρέπον ἀνταποδώσων ὑμῖν, καὶ μηδαμῶς εὑρίσκων, μέγαν σοι χρεωφειλέτην προβάλλομαι, τὸν Θεὸν δηλονότι·. Ὁ γὰρ ἐμοὶ πεποιηκώς, τῷ Θεῷ δεδάνεισε.» ο Κύριος δὲ ἀνταποδώσει ὑπὲρ ἐμοῦ, ν ὡς ὁ Δαυΐδ είρηκε. Τις'. - ΜΑΡΤΙΝΟ ΚΑΓΚΕΛΛΑΡΙΟ. Τὸ ὀπίσω μου, τὸν μέλλοντα χρόνον δηλοί, ὡς ὅταν φησὶν ἡ Γραφή· «Τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ, τί ἄρα ἔσται ὀπίσω αὐτοῦ;; τουτέστι μετέπειτα. Καὶ ὁ Σαούλ λέγει τῷ Δαυΐδ· «Ομοσόν μοι, ὅτι οὐ ς το οι
col. 355–356page 149 of 262
PG 79:355μὴ ἐξολοθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου κ τουτο ἐστι μετὰ ταῦτα, μετὰ τὴν ἐμὴν, φησὶν, ἀποβίωσιν, μὴ ἐξαφανίσῃς τὰ ἔγγονά μου. Τῷ αὐτῷ. Μὴ ἀμελῶμεν, καὶ καταρᾳθυμῶμεν τῆς οἰκείας ἐπιμελείας· κἂν γὰρ πρὸς αὐτὰ κατενεχθῶμεν τῆς κακίας τὰ βάραθρα, δυνατὸν ἑαυτοὺς ἀνακτήσασθαι, καὶ γενέσθαι βελτίους, καὶ πᾶσαν ἀποπτῦσαι φαυλότητα· οὐ γάρ ἐστιν ἀκίνητον τὸ κακὸν, ὡς οἱ Μάνι χαῖοί φασιν. Τῷ αὐτῷ. Ἐπειδὴ ἀεὶ ἐκ τοῦ ὁρᾷν εἴωθε τίκτεσθαι τὸ ἐρᾷ», εἴργε τοὺς ὀφθαλμούς σου τοῦ καταμανθάνειν τὰ εὐ ειδῆ πρόσωπα, ἵνα μὴ ἐκ τοῦ βλέπειν ἀφυλάκτως πρὸς τὴν ἀπρεπῆ καὶ βδελυρὰν αὐτομολήσῃς πράξιν. Εἰ μὴ γὰρ εἶδεν ἡ Ενα τὸ περικαλλὲς δένδρον, οὐκ ἂν λαβοῦσα ἔφαγε, καὶ εὐθὺς ἐγυμνώθη τῆς θείας σωφροσύνης. Εὔαν δὲ νῦν νοήσῃς τὴν αἴσθησιν, ἥτις ἐὰν ἡττηθῇ τοῖς ὁρατοῖς, ἐσθίει τε τὴν βλάβην πρώτη, καὶ παραυτίκα τῷ ἀνδρὶ μεταδίδωσι τῆς θανατικῆς βρώσεως τῷ ἀοράτῳ νῷ. "Οπερ καὶ πρώην σοι είρηκα. ΤΘ'. ΝΕΡΩΝΙ ΜΑΓΙΣΤΡΟ ΚΑΙ ΑΠΟ ΥΠΑΤΩΝ. Μηδείς πονηρὸς ὤν, φησί, προσδοκάσθω ἀθωοθή σεσθαι, παροργίζων Κύριον. Οὐκοῦν καὶ αὐτὸς οὐκ ἐκφεύξῃ τὴν δίκην, ἀλλὰ πέσῃ ὑπ' αὐτήν, κἂν ἤδη νενόμικας διαδιδράσκειν, κἂν ὑπονοήσῃ; μὴ ἐφορᾷν τὸν Θεὸν τὰς σὰς ἀνοσιουργίας, καὶ ἀθεΐας. Κἂν γὰρ νομίζῃς νικῆσαι τὸν ἔφορον τῶν ὅλων, ἀλλ' ἡττηθής σῃ πάντως, καὶ πτώσει προσομιλήσεις ἀνιάτῳ περι τὴν ἔξοδόν σου. ΤΚ'. — ΙΩΑΝΝΗ ΙΟΥΣΤΡΙΑ. Κροτοῦσι πάντες τὴν σὴν ἀρίστην ψυχήν, ἄγγε λοί τε καὶ ἄνθρωποι, καθότι καὶ ζώντων, καὶ τελευτώντων ἐχθρῶν τὰ τέκνα θεραπεύεις διὰ τὸν Χρι στοῦ φόβον· ζώντων μὲν, ἵνα τῷ τρόπῳ τούτῳ κατ αλλάξῃς τους πατέρας αὐτῶν· τετελευκότων δὲ, ἵνα παρὰ Κυρίου πολλὴν ἐπισπάσῃ τὴν εὔνοιαν, καὶ μυ ρίους ἀναδήσῃ στεφάνους, καὶ πολλὰς δέξῃ παρά πάντων εὐχὰς, οὐχὶ τῶν εὖ πασχόντων μόνον, ἀλλὰ καὶ τῶν ὁρώντων. Τοῦτο γάρ σου καὶ κατὰ τὸν και ρὸν τῆς κρίσεως προσοίσεται, κἂν πολλὰ πεπλημμέληκας, πάντων ἐλευθερωθήσῃ τῶν ἐγκλημάτων, εὐ σπλαγχνίαν μεγίστην, καὶ φιλανθρωπίαν πρὸς τοὺς ἐχθροὺς ἐνδεικνύμενος, τὸν φιλανθρωπότατον διά τούτων μιμούμενος Κύριον. ΤΚΑ'. — ΦΙΛΩΝΙ ΠΡΕΣΒΥΤΕΡΟ. Πέπλον υπάρχει χρυσοῦν τῶν ἁγίων Γραφῶν ἡ διήγησις, οἱ στήμονες χρυσοί, ή κρόκη χρυσή. Μη παρύφαινε τῶν ἀραχνῶν τὰ ὑφάσματα, ἐκβαίνων του πρέποντος. 'Αραχνῶν δὲ ὑφάσματα νομίζω τὴν τῶν σῶν λογισμῶν ἀσθένειαν, καὶ τὴν ἠχρειωμένην ὑπό ληψιν, καὶ τοὺς ματαίους συλλογισμούς τε, καὶ σου φισμοὺς τῆς τῶν Ἑλλήνων σοφίας, οὔσπερ εἰσφος σαι τετόλμηκας τῇ σεπτῇ Ἐκκλησίᾳ, ὥσπερ ποτὲ ὁ Μανασσῆς εἰδωλά τινα βδελυρά καθίδρυσεν ἐπὶ τὸν
col. 357–358page 150 of 262
PG 79:357ναὸν τοῦ Θεοῦ. Πέπαυτο τοίνυν ἐν προσποιήσει δῆθεν διδασκαλίας πνευματικῆς τὰ Μανιχαίων μυθεύματα παρατιθέμενος τῷ λαῷ τοῦ Κυρίου, ἐπὶ τῆς ἐκκλησίας τῆς ἐν τῇ ἐσχατιᾷ. Η γὰρ ἀφροσύνη σου ἔκδη λος τοῖς πᾶσιν ἐπὶ τοῦ παρόντος γεγένηται, καὶ ἀπο κεκάλυπται, κατὰ τὴν θείαν Γραφὴν τὰ κρυπτὰ τοῦ Ἡσαῦ, καὶ τὰ κρυπτὰ τοῦ σκότους τῆς σῆς σκολιάς ψυχῆς. ΙΣΙΔΩΡΟ ΕΞΚΟΥΒΙΤΟΡΙ. Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγώ, φησὶν, ἐπλημμέλησα.» Ἐπειδὴ γὰρ κομῶν τοῖς καρποῖς τῶν πολλῶν κατορθωμάτων, μεγαλοφρονέστερον πρὸς Θεὸν ἐφθεγξάμην· Ἐπύρωσάς με, καὶ οὐχ ηὑρέθη ἐν ἐμοὶ ἀδικία· ο καί·. Εἶπον ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὴν αἰῶνα.» Εγκατελείφθην ὑπὸ σοῦ, καὶ πέπτωκα εἰς μοιχείαν δεινήν, καὶ φόνον παμμίαρον· εἶθ' ὕστερον ταράττομαί τε, καὶ σα λεύομαι, γυμνωθεὶς τῆς θείας βοηθείας, καὶ δειλιῶ, καὶ φεύγω ἐκ προσώπου τοῦ υἱοῦ μου Αβεσσαλώμ, καὶ ταπεινούμενος, ἀνυπόδετος ἔξειμι τῆς πόλεως, καλύψας τὴν κεφαλὴν, καὶ καταισχυνόμενος ἐπὶ πάν των, καὶ μὴν καὶ ὀνειδιζόμενος, καὶ λιθοβολούμενος ἐν τῇ ὁδοιπορίᾳ ὑπὸ τοῦ ἄφρονος καὶ τάλανος Σεμεί. Αναβοῶ οὖν πρὸς τὸν δίκαιον Κριτήν Εγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀλήθεια.» Εταπείνωσάς με τον πρώην πλημμελήσαντα. Οὐδὲν δὲ μεῖζον τῆς οἰήσεως, καὶ τοῦ θαῤῥεῖν ἑαυτῷ, πλημμέλημα. Διότι οὐ μὴ ἔτι ῥήματα οιήσεως λα λήσω, ἀλλὰ ταπεινοφρονήσω τε, καὶ ταπεινολογήσω. δέ Ἐγὼ δὲ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος. ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν. Ἐκολλήθη εἰς τὴν ἡ γαστὴρ ἡμῶν, καὶ ἐταπεινώθην ἕως σφόδρα. Ζωο ποίησόν με κατὰ τὸ λόγιόν σου.» Καὶ τὰ παρα πλήσια. ΤΚΓ'. — ΚΥΡΙΑΚΟ ΠΡΕΣΒΥΤΕΡΑ. Ἐκ τοῦ Πατρὸς ἐγεννήθη ὁ Υἱός, ὁ ζῶν Λόγος, καὶ Θεὸς ὤν, καὶ πρὸς τὸν Θεὸν ῶν, οὐχὶ προγενό μενος ὑπάρχων πρὸ τῶν αἰώνων, οὐχὶ προσκτισθεὶς ὕστερον· Υἱός, οὐχὶ κτίσμα, ποιητής, οὐχὶ ποίημα, κτίστης οὐχὶ δὲ κτίσμα. Πάντα, ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστι.» Τῷ ὄντι γὰρ εἰκόνος ἐστὶ τὰ πάντα, ὅσα πρόσεστι τῇ πρωτοτύπῳ μορφῇ. Οὐ προστάγματι ἐκτίσθη ὁ Υἱός, ἀλλ᾽ ἐκ τῆς οὐσίας ἐξέλαμψεν τοῦ Πατρὸς ἀδιαστάτως, ἀχρόνως τῷ Πατρὶ συνημμένος, ἴσος ἐν ἀγαθότητι, ἴσος ἐν δυνάμει. Οσα δὲ μετὰ ῃ ταῦτα ἀπὸ τῆς σωματικής κατασκευῆς διαλέγεται, τὴν τῶν αἰώνων σωτηρίαν οἰκονομῶν, ἣν διὰ σαρκὸς ἐπιφανεὶς ἡμῖν ἐπεδείξατο, ἀποστελλόμενον λέγων ἑαυτὸν, καὶ μηδὲν δυνάμενον ἀφ' ἑαυτοῦ ποιεῖν, καὶ ἐντολὴν λαβόντα, καὶ ὅσα τοιαῦτα, μή σοι παρεχέτω ἀφορμὰς πρὸς τὸ κατασμικρύνειν τοῦ Μονογενοῦς τὴν θεότητα. Οὐ γὰρ ἡ πρὸς τὸ σὸν ἀσθενὲς συγκατάβασις ἐλάττωσις ὀφείλει γίνεσθαι τῆς ἀξίας τοῦ δυ νατοῦ· ἀλλὰ τὴν μὲν φύσιν νόει θεοπρεπῶς, τὰ δὲ ταπεινότερα τῶν ῥημάτων δέχου οἰκονομικῶς. σε ΧΧΙΧ, σε σε
col. 359–360page 151 of 262
PG 79:359ΤΚΑ'. ΒΙΤΑΛΙΟ ΠΡΟΤΕΚΤΟΡΙ. Διὰ τί οἱ οὐράνιοι ρήτορες πτεροφόροι τῇ Γραφῇ ζωγραφοῦνται; Η ἵνα σημανθῇ τοῖς ἀνθρώποις τὸ ὑψηλὸν, καὶ μετάρσιον, καὶ κούφον τῶν φύσεων ἐκείνων; "Οθεν καὶ ὁ Γαβριήλ υπόπτερος κάτεισιν, οὐκ ἐπειδὴ πτερὰ περὶ τὴν ἀσώματον ἐκείνην δύνα μιν ἦν, ἀλλ᾽ ἵνα δείξῃ τῷ προφήτη Δανιήλ, ὅτι ἐκ τῶν ὑψηλοτάτων κατελήλυθε χώρων, καὶ τὰς ἄνω ἀφεὶ; διατριβάς, ἀφίκται πρὸς ἀνθρώπους ΤΚΕ'. — ΓΕΝΕΘΛΙΟ ΕΚΔΙΚΟ. Φάσκεις ἐκ Σολομῶντος μαθών· «Τίς καυχήσεται ἁγνὴν καρδίαν ἔχειν;» 'Αλλ' οὐ τοσοῦτόν ἐστιν τὸ δεινὸν, ὅτι ἁγνὴν καρδίαν μὴ ἔχων, οὐδὲ τῷ δυναμένῳ ποι ῆσαι αὐτὴν ἁγνὴν Δεσπότη Χριστῷ προσέρχῃ, δεόμενος τοῦτο λαβεῖν τὸ δῶρον. Δύναται γὰρ, ἐὰν θελήσῃ, Χριστὸς διὰ τοῦ ἁγίου Πνεύματος καθαρίσαι καρδίαν. Οπερ τις τῶν ἀρχαίων ἐζήτει μεθ᾽ ἱκεσίας βοῶν Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.» Καὶ θέλει δὲ μᾶλλον ἡμῶν ὁ Θεὸς τοῦτο τὸ δῶρον σὺν τοῖς ἄλλοις ἀγαθοῖς δωρήσασθαι, ἀλλ᾽ ἀναμένει μικρὰν παρ' ἡμῶν λαβεῖν ἀφορμὴν, ἵνα μετὰ παρρησίας ἡμᾶς στεφανώσῃ. Τί γὰρ τοῦ τελώνου γέγονεν ἁμαρτ τωλότερον; 'Αλλ᾽ ἵνα εἴπῃ· «Ιλάσθητί μοι, ὁ Θεὸς, τῷ ἁμαρτωλῷ, κατῆλθεν ἐκ τοῦ ναοῦ δεδικαιωμένος ὑπὲρ τὸν Φαρισαῖον.» Καίτοι πόσην δύναμιν εἶχεν ἡ λέξις ἐκείνη; Αλλ' οὐχὶ ἡ λέξις αὐτὸν ἐκαθάρισεν, ἀλλ' ἡ διάθεσις, μεθ᾿ ἧς καὶ τὴν λέξιν εἶπεν ἐκείνην, καὶ πρὸ τούτων, ἡ τοῦ Θεοῦ φιλανθρωπία μὴ βουλομένη ἀπολέσθαι ἡμᾶς, ἀλλὰ χωρῆσαι ἡμᾶς εἰς μετά νοιαν προτρεπομένη. ΤΚϚ'. - ΜΕΜΝΟΝΙ ΓΡΑΜΜΑΤΟΔΙΔΑΣΚΑΛΟ. Μικρᾶς παρ' ἡμῶν Θεὸς ἐπιλαβέσθαι προφάσεως βούλεται, καὶ τὸ πᾶν αὐτὸς εἰσφέρει λοιπὸν εἰς τὴν σωτηρίαν τὴν ἡμετέραν. Διόπερ καταγνῶναι ὀφεί λομεν ἑαυτῶν ἐπὶ τοῖς ἐπταισμένοις, καὶ ἐξομολογήσασθαι τῷ Κυρίῳ, καὶ οἰκτιρμοὺς αἰτήσασθαι προ θανάτου. Ποῖος γάρ, είπέ μοι, πόνος, ποῖος ἱδρὼς τὸν ἁμαρτωλὸν πεῖσαι ἑαυτὸν, ὅτι ἐστὶν ἁμαρ τωλὸς, καὶ πρὸς τὸν Θεὸν τοῦτο εἰπεῖν, καὶ αἰτῆσαι συγγνώμην. ΤΚΖ'. ΔΡΑΚΟΝΤΙΟ ΒΙΝΔΙΚΙ. Χρὴ φίλτρῳ ἀγάπης, καὶ χαλινῷ εὐλαβείας, καθάπερ ἀδάμαντος δεσμοῖς, πρὸς Χριστὸν ἐνωθέντα δι᾿ ἁπάντων, ἄλυτον τηρεῖν τὴν πίστιν, πᾶσαν οἷς ἂν λέγει ἀδιστάκτως πιστεύοντα, κἂν ὑπὲρ τὴν συνήθειαν ὑπισχνείται, κἂν ὑπὲρ τὴν φύσιν ἐπαγγέλλεται, μήτε παραδειγμάτων ζητεῖν ἱστορίαν, μήτε φύσεως πολυ πραγμονεῖν ὅρους, ἀλλ' ἓν τοῦτο μόνον ὁρᾷν, ἡλίκον τοῦ ἐπαγγελλομένου τὸ ἀξίωμα, καὶ οὐ, τίς ἡ τοῦ ἀκούοντος φύσις· ἀλλὰ τίς ἡ τοῦ ὑποσχομένου να μις, καὶ συνήθειαν πρὸς τὸ κρεῖττον εὐμαρῶς μεταβάλλοντος, καὶ φύσιν ὑπερβαίνοντος. δύο ΦΑΥΣΤΙΝΟ ΚΟΥΒΟΥΚΛΑΡΙΟ. Οπερ οὐκ ἂν γένοιτο κωλύοντος τοῦ Θεοῦ, τοῦτο
col. 361–362page 152 of 262
PG 79:361ἐπ' αὐτὸν ἀναφέρειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, ὡς δι' ὧν Θεὸς γίνεσθαι συγχωρεί, σχεδόν ταῦτα ποι οῦντος Θεοῦ διὰ τῆς συγχωρήσεως. Ηδύνατο γὰρ ἀνακόπτειν καὶ μὴ θέλοντας τοὺς ἐνεργοῦντας τὸ χεῖρον, ἀλλ᾽ οὐκ ἀνακόπτει πρὸς βίαν, ἵνα μὴ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου βιάσηται. Οἰκείῳ τοίνυν βουλήματι, καὶ οἰκείᾳ ἐξουσίᾳ ἡ στεφανοῦται, ἢ τις μωρεῖται ὁ ἄνθρωπος. Τὸ οὖν, «Παρέδωκε τους ἀκαθάρτους καὶ πονηροὺς ἀνθρώπους ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα· ν τουτέστι, Παρεχώρησε, καὶ οὐκ ἀνέκοψε τῇ ἑαυτοῦ ἰσχύϊ. ΤΚΘ. ΡΗΓΙΝΟ ΚΑΝΔΙΔΑΤΟ. Πρό τινος χρόνου ἄνθρωποι θεοφιλεῖς πρὸς πράγμα ἐπειγόμενοι ἀναγκαῖον, παρεκάλουν μοναχὸν, εὐχὴν αὐτοῖς παρασχεῖν, ὥστε συνεργηθῆναι ἐπὶ τῷ προ κειμένῳ, εὐδίας γινομένης. Θεωρῶν δὲ ὁ μοναχὸς συννεφῆ τὸν ἀέρα γενόμενον, καὶ ψεκάδας πιπτούσας, παρητείτο εὔξασθαι δεδοικὼς τὸ ἀποτυχεῖν. Οἱ δὲ πρὸς αὐτόν· Αὐτὸς μόνον τὴν εὐχὴν ἡμῖν δώρησαι, καὶ πιστεύομεν πάντως ἔσεσθαι ἡμῖν, ὅπερ οὖν πεπιστεύκαμεν. Καὶ δὴ τῆς εὐχῆς γενομένης, ἐξ. ἦλθον μὲν καταψεκαζόμενοι μηδόλως στυγνάσαντες, ἢ διχονοήσαντες. Διεκρίθη δὲ ὁ ἀὴρ, καὶ γίνεται απ θρία φαιδροτάτη, καὶ καθησυχάζονται οἱ ἄνεμοι ἀπιόντων δὲ αὐτῶν μέχρι τῶν τόπων, καὶ πάλιν ἐπανιόντων εἰς τὰ οἰκεῖα, εὖ πεπραχότων τὸ σπου τασμα. Ταῦτά σοι διεξῆλθον ἀρτίως, ἵνα κἂν μερικώς νοῆσαι δυνηθείης τὸ γεγραμμένον, ὅτι ἐστὶ πίστις Ελπιζομένων ὑπόστασις. ΤΑ'. - ΠΑΡΗΓΟΡΙΑ ΣΚΡΙΝΙΑΡΙΟ. Φάσκεις· Τί ἔσται μοι ὄφελος, ἐὰν κλαύσω καὶ πενθήσω ἐπὶ ταῖς ἁμαρτίαις; Μέγιστον μὲν οὖν κέρα τος, ὦ ἄνθρωπε, καὶ τοσοῦτον, ὅσον οὐδὲ λόγος παρα στῆναι δύναται. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν δικαστηρίων, ὅσα ἂν δακρύσῃς, οὐκ ἐκφεύξῃ τὴν κόλασιν μετὰ τὴν ἀπόφασιν. Ενταῦθα δὲ ἐὰν στυγνάσης μόνον ἐπὶ τοῖς ἑπταισμένοις, λέλυκας τὴν ψῆφον, καὶ συγγνώμης ἀπέλαυσας. Διὰ τοῦτο πολλαχοῦ τῆς Γραφῆς μακαρίζονται οἱ πενθοῦντες. Μὴ τοίνυν ἐπὶ τῆς ἐκκλησία; καγχάζωμεν καὶ διαχεώμεθα· μᾶλλον δὲ στενάζωμεν, ἵνα ἀπὸ τοῦ στεναγμού κληρονομήσωμεν τὴν βασιλείαν τῶν οὐρανῶν. ΤΑΛ. ΦΗΛΙΚΗΣΙΜΟ ΔΙΑΚΟΝΩ. Μὴ βούλου πρὸς τὸν ἴδιον σκοπὸν πανταχῆ τὰ πράγ ματα γίνεσθαι, και μάλισθ' ὅτε αὐθάδης τε καὶ σκληρὸς, καὶ αὐτάρεσκος εἶ, καὶ οὐ πάντως ἀρέσκει τῷ Κυρίῳ ἡ σὴ πληροφορία. Μὴ οὖν θέλε κατὰ τὸ θέλημά σου γίνεσθαι τὰ πραττόμενα, ἵνα μὴ εἰς μα νίαν ἐμπέσῃς, καὶ παραπληξίαν ἀνείκαστον. Ἀλλ᾿ εἴπερ σαυτοῦ φείδῃ, καὶ περὶ πολλοῦ ποιῇ εἰρήνην τὴν φίλην τῷ Σωτῆρι, καταδέχου μᾶλλον τὰ γινόμενα γίνεσθαι, ὡς οἰκονομεῖ Κύριος, και δειχθήση φιλό το Ε.
col. 363–364page 153 of 262
PG 79:363σοφές, καὶ κατακοιμήσεις τὴν ζάλην τῆς καρδίας. ΤΑΒ. Τῷ αὐτῷ. Ὁ ὑπὲρ τῆς ἑτέρων ἀνθρώπων πρὸς Θεὸν παῤῥησίας καὶ εὐαρεστίας εὐχαριστῶν ἀγαθοήθως τῷ παν αγάθῳ Θεῷ, ὡς ὑπὲρ μέλους οἰκείου τοῦ ἀδελφοῦ, σφετερίζεται τὸ τοῦ ἀδελφοῦ χάρισμα, καὶ διὰ και λοκαγαθίας ἁρπάσας τὸν τοῦ πλησίον στέφανον, ίδιος ἀποδείκνυσιν. Ὁ γὰρ εἰς τὸν πλησίον ἔπαινος οὐδέν σε ζημειώσει, ἀλλὰ καὶ δοξάσει σε, είπερ βούλει ὑγιαίνειν τὸ φρόνημα. Κἂν τοίνυν εἰς οἶκον πλουσίων εἰσέλθῃ ὁ πλησίον σου, καὶ τιμηθῇ, μὴ φθονήσης, ἀλλ᾽ εὐφραίνου· κἂν παρὰ τοῖς δυνάσταις εὐδοκιμή, χαῖρε, καὶ τοῦτο ποιῶν ἀρέσκεις τῷ Σωτῆρι τῶν ὅλων. ΤΑΓ. Τῷ αὐτῷ. Όταν λυπηρόν τι ἢ τραχύ πρὸς σὲ εἴπῃ ὁ πνευματ τικὸς πατὴρ, δέξαι, καὶ κατάδεξαι φιλοσόφως και μακροθύμως· οὐ γὰρ μετὰ πάθους, ἄνευ δὲ πάθους τοῦτο δρᾷ. Εἰ δὲ, καθὼς εἴρηκας, καὶ μικροψυχή. σειεν, καὶ ὑβρίσει σε, οὐκ ἐκ ψυχῆς τοῦτο, ἀλλ' ἐκ μικροψυχίας, ὥσπερ μήτηρ ἐκ μελαγχολίας τῷ τέο κνῳ ἐπαρωμένη· ὅτι γὰρ οὐ κατὰ γνώμην ἐπαρᾶται τῷ γόνῳ, δῆλον ἐκ τοῦ μετ' ὀλίγον εὐθὺς μεταμέλεσθαι τὴν μητέρα, καὶ πενθεῖν ἀρρωστῆσαν τὸ τέτ Α'. - ΘΕΟΚΤΙΣΤΟ ΡΕΦΕΡΕΝΔΑΡΙΟ. Περὶ τοῦ ψευδοπροφήτου Λουκᾶς γράφει, «Παρα χρῆμα δὲ ἐπέπεσεν ἀχλὺς, καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.» Καὶ σὺ τοίνυν σκόπει, μὴ ἅμα τῷ θυμοῦσθαι μεταλαγχάνῃ τοῦ σκότου, καὶ τῆς κατὰ νοῦν ἀχλύος, καὶ χρεία σοι περιζητεῖν τοὺς θείους διδασκάλους, τους χειραγωγήσαντάς σε ἐκ τοῦ θυμώδους τρόπου, πρὸς τὴν πραότητα, καὶ τὴν ματ κροθυμίαν, ἅπερ φωτίζει τὸν νοῦν. Τῷ αὐτῷ. Ο πρότερον λέγων πρὸς τὸν Θεόν· ο Κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσει, ο ὕστερόν φησιν, ὅτι Οὐκ ἐξουδένωσεν, οὐδὲ προσώχθησε τῇ δεήσει, καὶ ἐν τῷ κεκραγέναι με εἰσήκουσέ μου.» Εστιν οὖν καιρὸς ἀναβολῆς τοῦ Θεοῦ κρείττόν τι περὶ ἡμῶν προορῶντος, καὶ τὰ καθ᾿ ἡμᾶς σοφῶς οἰκονομοῦντος. Διόπερ συμφερόντως οὐκ εὐθέως δωρεῖται τὸ αἴτημα. Εστιν οὖν καιρός παρακοῆς, καὶ καιρὸς ἐπακοῆς. Ότι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτή, ο φησὶν ἡ Γραφή, δηλαδὴ πρὸς Θεὸν ἀναβλέπουσαν ψυχήν, ὅτι ἥκει καιρὸς παραδοξοποιίας τοῦ κρείττονος. Γ'. Τῷ αὐτῷ. Υποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον, ο φησὶν ἐν τριακοστῷ καὶ ἔκτῳ ψαλμῷ, «καὶ ἔλπισον, καὶ

Book IIILiber III

col. 365–366page 154 of 262
PG 79:365ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, ν ἀπὸ σκότους *, τῶν θλιβερῶν, τῶν ἐναποπνιγόντων τὸν λογισμόν, αἰφνίδιον ἐκ μεταβολῆς, σταθερὰν δεικνύων μεσημβρίαν, καὶ γαλήνην ἐκ χειμῶνος, καὶ τρικυμίας γε λῶσαν. Κἂν γὰρ καθήσω ἐν τῷ σκότει, φησὶν ἄλλος προφήτης, ἐξάξει με εἰς τὸ φῶς ἐγγὺς ἀπὸ προσώπου σκήτους, καὶ φῶς προσδόκιμον ἐξ ἀγλύος. ΜΑΡΤΙΝΟ ΠΛΟΥΣΙΟ ΓΕΡΟΝΤΙ ΦΙΛΟ ΠΟΡΝΟ. «Οἱ υἱοὶ αὐτῶν ὡς νεόφυτα ίδρυμένα ἐν τῇ νεότητι αὐτῶν. ὁ Ἐπειδὴ τὴν ἱστορίαν καταλιπών, παρακαλεῖς με τὴν θεωρίαν τῶν ῥητῶν παραθέσθαι σοι, μάθε καὶ μὴ βουλόμενος. Ισως γὰρ καὶ μὴ θέλων ἡμᾶς παρακέκληκας, ἄλλην τινὰ ἑρμηνείαν δοθῆναι, οὐ ταύτην προσδοκήσας. Υἱοὶ τῶν ἀκαθάρτων δαιμόνων λέγονται οι ρυπαροὶ λογισμοί, καὶ πάντες οἱ φαῦλοι τρόποι, οἱ εἰς τὰς πονηρὰς πράξεις καταστρέφοντες τοὺς φιλαμάρτους ἀνθρώπους. Οὗτοι γοῦν, καθάπερ νεόφυτα, ίδρυνται ἀκινήτως ἐν τῇ νεότητί σου, ἐπειδή, κἂν τὸ σῶμα γεγήρακας, ἀλλοῦνγε τῇ βδελυγμία ἀκμάζεις, καὶ νεάζεις τῇ ἐπαράτῳ ἐπιθυμίᾳ ἐκ νέας ἡλικίας μέχρι βαθέως γήρως προσπαραμένεις ἀκορέστως τῇ λυσσώδει πορνείᾳ. Καὶ ἐπὶ σοὶ πληροῦται ἡ παροιμία ή λέγουσα, ὅτι Πάθος ψυχῆς πονηρὸν οὐδέ ποτε γηράσκει. Εἰ οὖν κἂν νῦν ἐντρέπῃ τοῖς λόγοις τούτοις, ἀναστέναξον πικρῶς, καὶ ὡς ἐκ μέθης πολυ χρονίου ἐκνήψας, ἱκέτευε τὸν Θεὸν τὸν πάντα ἰσχύον τα θαυματουργῆσαι ἐν σοὶ, καὶ διασαλεῦσαι τὰ φαῦ λα καὶ ψεκτὰ νεόφυτα, ταράξαι τε καὶ ἐκ βάθρων ἀναῤῥιζῶσαι αὐτὰ τῇ θείᾳ δυναστείᾳ. Ὅπως λοιπὸν παυσάμενος πορνείας, καὶ ἀναπαυσάμενος δυνηθῇς εἰπεῖν, ὅτι Υποκάτωθεν ἐταράχθη ἡ ἕξις μου, διὸ ἀναπαύσομαι πρὸς τὴν τελευτήν βλέπων. ΕΥΣΙΓΝΙΟ ΣΑΤΡΑΠΗ. Ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδι κῆσαι.» Ποίοις ζυγοῖς; μὴ γὰρ πάντες ἄνθρωποι ζυγοστατοῦσι; μὴ πάντες ἐριοπώλαι, ἢ χρυσὸν, ἢ ἄργυρον διατίθενται; ἢ ὅλως περὶ ταύτας τάς ύλας τὴν σπουδὴν ἔχουσιν, ἂς ζυγοῖς, καὶ σταθμοῖς πεφύ κασιν οἱ ἔμποροι διαμείβειν; Ἀλλὰ πολὺ μὲν τὸ τῶν βαναύσων γένος, ζυγῶν οὐδὲν πρὸς τὴν ἐργασίαν αὐτῶν προσδεόμενον· πολλοὶ δὲ οἱ ναυτιλλόμενοι, πολλοὶ δὲ οἱ περὶ δικαστήρια καὶ τὰ ἀρχεῖα στρε φόμενοι, παρ' οἷς τὸ μὲν ψευδός ἐστιν, ὁ δὲ διὰ τῶν ζυγῶν δόλος οὐκ ἐπιτηδεύεται. Τί οὖν ἐστιν ὅ λέγει, ὅτι ἑκάστου ἡμῶν ἐν τῷ κρυπτῷ ζυγός ἐστι παρὰ τοῦ Κτίσαντος ἡμᾶς ἐγκατασκευασθείς, ἐφ᾽ οὗ τὴν φύσιν τῶν πραγμάτων δυνατόν ἐστι διακρίνεσθαι; Ψευδείς οὖν οἱ υἱοὶ τῶν ἀνθρώπων, διεφθαρμένα ἔχοντες τῆς ψυχῆς τὰ κριτήρια, οὔστινας καὶ ὁ προφήτης ταλα νίζει λέγων· Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκύ, καὶ τὸ γλυκὺ πικρόν, οι στρεβλόχειλοι, καὶ σκολιό ψυχοι, οἱ τὰ ὀρθὰ διαστρέφοντες, καὶ τὰ φαῦλα ἐπαι νῦντες, ο καὶ τὰ ἑξῆς. Ἐμοὶ, φησί, τὰ παρόντα, τίς δὲ οἶδε τὰ μέλλοντα; Κακώς ζυγοστατεῖς, πονηρὰ τῶν ἀγαθῶν ἀνθαιρούμενος, τὰ μάταια, καὶ ψευδή
col. 367–368page 155 of 262
PG 79:367μενα τῶν ἀληθινῶν προτιμῶν, τὰ πρόσκαιρα τῶν αἰωνίων προτάσσων, την παρερχομένην ἀντὶ τῆς ἀπαύστου εὐφροσύνης, καὶ διηνεκοῦς ἐκλεγόμενος. Ψευδείς τοίνυν οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι. ο 'Αδικοῦσι δὲ πρῶτον μὲν ἑαυτοὺς, ἔπειτα δὲ καὶ τοὺς πλησιάζοντας, οἱ καὶ ἑαυτοῖς πονηροί σύμβουλοι ἐπὶ τῶν πράξεων γενόμενοι, καὶ ἑτέροις μοχθηρὸν ὑπόδειγμα ὄντες. Οὐκ ἔστι σοι εἰπεῖν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι οὐκ ᾔδειν τὸ ἀγαθόν. προφέρεται σοι τὰ ἴδιά σου ζύγια, ἱκανὴν παρέχοντα τὴν διάκρισιν ἀγαθοῦ καὶ κακοῦ. Τὰ μὲν γὰρ τοῦ σώ ματος βάρη ταῖς ἐπὶ τῆς τρυτάνης ῥοπαῖς δοκιμάζομεν, τὰ δὲ τοῦ βίου ἐκλεκτὰ τῷ αὐτεξουσίῳ τῆς ψυχῆς διακρίνομεν, ὅ καὶ ζυγὸς ὠνόμασται, διὰ τὸ ίσην δύνασθαι λαμβάνειν τὴν ῥοπὴν ἐφ' ἑκάτερα. Μὴ τοίνυν ἐλπίζετε ἐπὶ τὴν ἀδικίαν, μήτε τῷ πλούτῳ προστίθεσθε, μήτε αἱρεῖσθε τὴν ματαιότητα, μήτε τὸ τῆς ψυχῆς κριτήριον διεφθαρμένον περιφέρετε, εἰδότες ὅτι ὁ Θεὸς καὶ κραταιὸς, καὶ ἐλεήμων ὑπάρ χει. Φοβήθητε οὖν αὐτοῦ τὸ ἰσχυρὸν, καὶ μὴ ἀπέγνωτε αὐτοῦ τῆς φιλανθρωπίας· πρὸς μὲν γὰρ τὸ μὴ ἀδι κεῖν, ἀγαθὸς ὁ φόβος, πρὸς δὲ τὸν εἰς ἁμαρτίαν ὀλισθήσαντα μὴ ἑαυτὸν προέσθαι διὰ τῆς ἀνελπιστίας, ἀγαθὴ ἡ ἐλπὶς τοῦ ἐλέους. Εἶθ᾿ ἑξῆς καὶ εἰς τὸ τέλος τοῦ ψαλμοῦ φησιν ὁ προφήτης πρὸς τὸν Θεόν· ι "Ότι σὺ ἀποδώσει; ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» -10 γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.» Ἔθλιψας τὸν ἀδελφόν; ἐκδέχου τὸ ἴσον. Ηρπασας τὰ τῶν ὑποδεεστέρων, κατεκονδύλησας πένητας, κατήσχυνας ἐν λοιδορίαις, ἐσυκοφάντησας, κατέψευσας, ὅρια πα τέρων μετέθηκας, κτήμασιν ὀρφανῶν ἐπῆλθες, χή ρας ἐξέθλιψας, τὴν παροῦσαν ἡδονὴν προετίμησας τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν· ἐκδέχου τούτων τὴν ἀν τιμέτρησιν. • Οἷα γὰρ σπείρει ἕκαστος, τοιαῦτα καὶ θερίσει.» Καὶ μέντοι καὶ εἴ τι τῶν ἀγαθῶν πέπρακται σοι, κἀκείνων ἐκδέχου πολλαπλασίους τὰς ἀντι δόσεις. • Αὐτὸς γὰρ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Ταύτης μεμνημένος παρὰ πάντα τὸν βίον τῆς ἀποφάσεως, δυνήσῃ τὰ πολλὰ τῶν ἁμαρτημάτων δια φυγεῖν. Ταῦτα ἐκ τῶν ἤδη πρὸ ἡμῶν τοῖς ἁγίοις ἀν δράσι πεπονημένων γράψας σοι διὰ τὸν προτρέποντά με πατριώτην του Αντώνιον τοῦτο ποιῆσαι, νομίζω ὑπομεμνηκέναι σε τῶν συμφερόντων. οι Γ'. - ΓΙΓΑΝΤΙΟ ΕΚΚΛΗΣΙΕΚΔΙΚΟ Εἰ ὅλως δοκεῖς ἐπάνω ἵστασθαι τῶν ἡδονῶν τῆς σαρκὸς, καὶ τὴν νηστείαν ἐξασκείν καθυποκρίνῃ, εἰς τί σοι χρησιμεύει το χρυσίον τὸ παλαιὸν ἐκ τῶν προγόνων θησαυρισθέν παρὰ σοῦ μετὰ σπουδῆς ἱκα νῆς, εἰ μὴ ἄρα ἡδονήν σοί τι να φέρει κατά τους δράκοντας τοὺς ἐν τοῖς μύθοις, ἐπαγρυπνεῖν τοῖς κατακεχωσμένοις θησαυροῖς τοῦ χρυσίου; Ζ'. — ΣΑΒΙΝΟ ΠΡΕΣΒΥΤΕΡΟ. «Πλατύναι Κύριος τῷ Ιάφεθ, ο γέγραπται. Καὶ ἡμεῖς πάνυ τὸ αὐτὸ ἐπευχόμεθά σοι, ἄνθρωπε τοῦ Κυρίου, Πλατύναι Κύριος, καὶ αὐξήσαι, φαιδρύναι τε καὶ
col. 369–370page 156 of 262
PG 79:369μεγαλύνα: τὸν οἶκόν σου, λαμπρύναι τοῦτον ὁ Θεὸς, δ καὶ ἐμπλήσαι τῶν μυρίων ἀγαθῶν, καὶ πᾶσιν ἀνθρώ τοις περιφανή ποιήσαι, καὶ καταστήσαι ὀνομαστόν, αὐλισθείη Κύριος ἐν διετοιμασίᾳ σου, καθότι τοῖς δεο μένοις ἀνάπαυσις υπάρχει τὰ διαφέροντά σοι, ὁ καρπός σου ἀγαθὸς, καὶ χρηστὸς, καὶ αἰώνιος, καὶ ἐξ αὐτοῦ μέντοι ὁ Σωτὴρ ἡμῶν Χριστὸς ἐσθίει πο κνότερον. Τῶν γὰρ δούλων τῶν χρηζόντων, καὶ τρωγόντων, αὐτὸς ὁ Δεσπότης Χριστὸς ἐσθίειν λελόγισται, τὰ τῶν ἰδίων οἰκετῶν οἰκειούμενος. Μὴ τοί νυν λυποῦ, μηδὲ θλίβου, Εξωθέν τινων προσφερόντων σοι φιλοχρίστων, καὶ θεοσεβῶν ἀνδρῶν τε καὶ γυναικῶν πράγματα εἰς διοίκησιν· οὐδὲν γὰρ ζημιοῦσαι, οὐδὲ παρακόπτῃ τῶν σεαυτοῦ μισθῶν, τὰ ἴδια χορη γῶν τοῖς ἐπιδεομένοις, καὶ τὰς ἀλλοτρίας προσκομιδάς. σὺν τοῖς σοῖς ὑπάρχουσι μεταδιδοὺς ἱλαρῶς καὶ προθύμως· πολυπλασιάζεις γὰρ μᾶλλον διὰ τούτων, οὐκ ἐλαττοῖς τὴν θείαν ἀντίδοσιν, καὶ λαμπρότερός σοι ὁ στέφανος πλέκεται. Θεωρῶν γὰρ ὁ Κύριος τὴν εἰλικρινή σου, καὶ ἄδολον, καὶ μακαρίαν γνώμην, πληροφορεῖ τοὺς ἀξίους, καὶ ζῶντας διδόναι σοι, καὶ τελευτώντας καταλιμπάνειν δαψιλῶς, ὅπως καὶ αὐτοὶ ἐλεηθῶσι, καὶ αὐτὸς δοξασθῇς, καὶ στεφανωθής βογεύων σὺν τοῖς σοῖς ὑπάρχουσι καὶ τὰ ἔξωθεν ἀγαθὰ προσφερόμενα. Η.- ΝΙΚΟΤΥΧΟ ΣΧΟΛΑΣΤΙΚΑ. Απερ τις ἐπιποθεῖ καὶ στέργει ἀνενδότως, ταῦτα καὶ λέγειν διηνεκῶς ἀναγκάζεται ἀκορέστῳ τῇ γνώμῃ· καθάπερ καὶ ἡ σὴ ματαιότης καὶ οἴησις, ἔναγχος τῆς τῶν Ἑλλήνων φρενοβλαβείας τῷ δοκεῖν ἀποστὰς διὰ τοῦ βεβαπτῖσθαι τῷ ὕδατι, οὐ μὴν καὶ τῷ Πνεύματι τῷ ἁγίῳ, ἀνεζωπύρησε την πρώτην δυσσέβειαν, καὶ σιγᾷ μὲν τὰ τοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ φοιτητῶν κατορθώματα, ἀεὶ δὲ τοὺς μωρούς Ελλήνων φιλοσόφους ἐν ταῖς συντυχίαις εἰς τὸ μέσον παράγει, κακείνους κρατεῖ ἀσιγήτῳ τῇ γλώττη, καὶ στέφει τοῖς ἀναρμόστοις ἐγκωμίοις· τοὺς δὲ τῶν Χρισ στιανῶν ἱερέας κακίζει, καὶ ψέγει, καὶ διαβάλλει ἀπαύστως, κἂν λαμπροὶ καὶ διαφανείς τὸν βίον ὑπάρ χωσιν, ὡς ἰδιώτας, καὶ ὅταν μέν τις Ελληνικόν τι δράμα ἐπὶ τραπέζης ἢ καὶ ἐπὶ τῆς ἀγορᾶς λαλῆσαι προθυμηθείη, ἐπαινεῖς καὶ ἀποδέχῃ. Όταν δέ τις λαλήσῃ Χριστιανικόν τι δόγμα, ή σκώπτεις παρα χρήμα, ἢ τὴν ὄψιν ἀποστρέψας φιμοῦσαι, καὶ στυγνάζεις, πλὴν ὅτι πάντες σχεδόν κατὰ θείαν τινὰ οἰκονομίαν, σὲ μὲν καὶ τοὺς Ἕλληνικοὺς ἀποστρέφονται καὶ βδελύττονται λόγους, τῶν δ' ἐκκλησιαστικῶν ἡδέως καὶ σὺν περιχαρείᾳ ἀκροῶνται ῥημάτων. Συμφέρειν γὰρ αὐτοῖς ἡγοῦνται ἐν ταῖς λέξεσι τῶν σεπτῶν διδασκάλων, κἂν ἰδιωτικαὶ ὑπάρχωσιν, ἐμε μελετῶντας καὶ διαγινομένους, ἄμεμπτον ἔχειν τὸ φρόνημα, ἢ ἐν ταῖς τῶν Ἑλλήνων διδασκαλίαις ἐνα ασχολουμένους, εἰς ἀκαθαρσίαν καὶ ἀσωτίαν ἐκμαίνεσθαι. Πάσης γὰρ εἴη φαυλότητος καὶ κακονοίας ὑπέρτερον, τὰς μὲν μωρολογίας Φιλιστίωνος, καὶ κατ' οἶκον ἐπὶ τραπέζης, καὶ δημοσίᾳ ἐν τοῖς θεά τροις λέγεσθαι, πρὸς λύμην τῶν ἀκουόντων, ὅπερ
col. 371–372page 157 of 262
PG 79:371καὶ σὺ σπουδάζειν οὐκ αἰσχύνῃ, τὰ δὲ τῆς Γραφῆς Χ. ΧΙ. ῥήματα, δι' ὧν ἀγόμεθα εἰς οὐρανούς, τῇ σιγῇ καταχώννυσθαι. ᾿Αλλ' οὐκ ἔλαθες, φαρμακέ· ἐπιφθέγξο μαι γάρ σοι τὸ παραληρούμενον ὑπὸ τῶν ἀνοήτων, νομιζόντων γοητείαις τισὶ κλέπτεσθαι τὴν σελήνην, ἡνίκα ἂν φοινιχθείη, ἢ ἐκλείπῃ, καὶ τῆς οἰκείας ἀποκινεῖσθαι τάξεως, καὶ ἀνακεκραγότων ὁμοθυμαδὸν στόματι ἑνὶ ἀνδρῶν τε καὶ γυναικῶν· Οὐκ ἔλαθες, φαρμακέ. Οὐκ ἔλαθες γὰρ ἡμᾶς, Νικότυχε, καν λανθάνειν ἐδόκεις διὰ τῆς ὑποκρίσεως, καὶ τῆς κατα χρήσεως τοῦ ἁγίου καὶ πολυτιμήτου ὀνόματος τοῦ Χριστοῦ. Οὐκ ἔλαβες ἡμᾶς ἀπηρτισμένος Ελλην ὑπάρχων, καὶ ἀκρατῶς, καὶ τοῖς Ἑλλήνων μεμορφωμένος ματαίοις διδάγμασιν. Θ'. — ΠΛΟΥΤΑΡΧΟ ΑΞΙΟΛΟΓΩ. Ο Φασί τινες, πρώην τους Αθηναίους εὐχὴν ποιεῖσθαι, μηδένα τῶν φίλων τῶν γνησίων θεάσασθαι άρ χὴν ἐγχειρισθέντα. Ὁ γὰρ τῆς ἡγεμονίας ἐπιτυχών, πρῶτον μὲν εἰς ὑπερηφανίαν ἐκτρέπεται, καὶ ἑαυτὸν ἀγνοεῖν καὶ τοὺς φίλους ἀναγκάζεται, καὶ οὐκέτι τῶν ἰδίων λογισμῶν κυριεύει, τῇδε κἀκεῖσε μετα κλινόμενός τε καὶ μεταφερόμενος, καὶ πράττων τὰ μὴ συντελοῦντα· ἔπειτα δὲ σχεδὸν ὑπὸ πάντων μια σεῖται, καὶ ἐπιβουλεύεται, καὶ ἔστιν ευάλωτος, καὶ πρόκειται ἕτοιμος πρὸς τῷ παντὶ χαλεπῷ κινδύνῳ, καὶ περιστάσει, καὶ ταῖς ἀνηκέστοις περιπεσεῖν συμ φοραῖς. Διόπερ κἀγὼ νυνὶ εὔχομαι μὴ τυχεῖν σε τῆς σπουδασθείσης ἀρχῆς, ἵνα τὸν φίλον μου ἀπολέσω τὸν γνήσιον, καὶ προσηνῆ, καὶ χρηστόν. Ι'. - ΕΛΠΙΔΙΑ ΧΡΥΣΟΧΟΩ. Ικανὰ ἀλλότρια κόσμια ἐξ ἀλόγου χρυσίου κατασκευάζεις προθύμως, σαυτῷ δὲ κόσμον ἀρετῶν λε πτουργῆσαι οὐ βούλει. Ψυχὴν γὰρ χρυσῆν τὴν φύσιν παρὰ Θεοῦ εἰληφὼς, λιθίνην ταύτην διὸ τῆς ἀμελείας, καὶ μολιβδίνην ἀπέδειξας, ἐμβαλὼν τῷ χωνευτηρίῳ τῆς ἀχρειότητος καὶ τῆς ταλαιπωρίας. Οθεν ἐξ ἀνάγκης ἔψεταί σοι τὸ καταποντισθῆναι ἐν τῇ θα λάσσῃ τῆς πλάνης, καὶ ἐναφανισθῆναι τῷ πελάγει τῆς ἁμαρτίας προαιρέσει οἰκείᾳ. Οὐ διέλαθε γὰρ ἡμᾶς τὰ ἀτοπήματά σου. Ἀλλὰ νῦν γοῦν φοβήθητι τὴν ᾠδὴν τοῦ Μωϋσέως, δι' ἧς στηλιτεύει τοὺς κατὰ σὲ Αἰγυπτίους συναποπνιγέντας τῇ ἰδίᾳ κακία διὰ τὸ ἀδιόρθωτον τῆς μοχθηρίας τῶν τρόπων· ο Ἔδυσαν γὰρ ὡς μόλιβδος, φησίν, οἱ φαῦλοι Αἰγύπτιοι ἐν τῷ σφοδρῷ ὕδατι, καὶ κατέδυσαν εἰς βυθὸν ὡσεὶ λί θος. ΙΑ'. — ΠΟΛΥΧΡΟΝΙΟ ΔΙΑΚΟΝΟ. Μακαρίζω σε τῆς πρὸς Θεὸν φιλίας, καὶ τοῦ ἔρωτος τοῦ ἀφθάρτου καὶ οὐρανίου, καθότι τους περὶ κατανύξεως ψυχῆς ἀπαιτεῖς ἡμᾶς λόγους. Ση μεῖον δέ ἐστι τὸ τοιοῦτον αἴτημα τῆς ἐν ψυχῇ καθα ρότητος. Οὐ γάρ ἐστι δυνατὸν μὴ πρότερον εγκα θαρθέντα καλῶς, καὶ τῶν βιωτικῶν ἁπάντων ἀνώτερον
col. 373–374page 158 of 262
PG 79:373γενόμενον, εἰς ταύτην τῶν λόγων τὴν ἐπιθυμίαν ἐλθεῖν. Καὶ τοῦτο ῥᾴδιον συνιδεῖν ἐκ τῶν καὶ πρὸς ὀλίγον τούτῳ κατεχομένων τῷ ἔρωτι, οἱ τοσαύτην ἀθρόον δέχονται τὴν μεταβολὴν, ὡς εὐθέως πρὸς οὐρανὸν μεταστῆναι, καὶ αἰθεροβατείν τῇ μακαρία γνώμῃ. Οθεν προθύμως ἐγὼ δεξάμενος τὸ ἐπίταγμα τῆς σῆς εἰλικρινοῦς ἀγάπης, βιβλίον ὁλόκληρον περὶ κατανύξεως συντάξας ἀπέσταλκα ὑμῖν τε, καὶ τοῖς σὺν ὑμῖν διατρίβουσι φίλοις θεοσεβέσιν, δυσωπῶν καὶ παρακαλῶν ὑμᾶς, παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχοντας, ταῖς ὁσίαις ἡμᾶς ἀμείψασθαι προσευχαῖς δύνασθε γὰρ, εὖ οἶδα, ὑπὲρ ἡμῶν ἐξιλεοῦσθαι τὸ Κρείττον. ΙΒ'. — ΚΥΡΙΑΚΟ ΠΡΕΣΒΥΤΕΡΟ. Μὴ ξενίζου βλέπων τὴν συγγενῆ σου Πισίμιον τὸν θεοσεβέστατον, καὶ πολλῇ ἀρετῇ κεκοσμημένον, πλεῖστα θλιβόμενον, καὶ πειραζόμενον παρά τε τοῦ διαβόλου, καὶ τῶν ἐξυπηρετουμένων τοῖς ἐκείνου βουλήμασιν ἀνθρώπων. Ωσπερ γὰρ λῃσταί, οὐκ ἔνθα χόρτος, καὶ ἄχυρα, καὶ καλάμη, ἀλλ' ἔνθα χρυσίον, καὶ ἀργύριον, ἐκεῖ συνεχέστερον ἀγρυπνοῦσι, καὶ ἐκεῖ διορύττουσιν· οὕτως καὶ οἱ ἐχθροί τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης, τούτοις μάλιστα ἐπιτίθενται καὶ ἐπιβουλεύουσι, τοῖς τὴν ἀρετὴν μετερχομένοις, καὶ διαλάμπειν ἐν Θεῷ σπουδάζουσιν ἀνθρώποις. ΙΓ'. — ΙΕΡΙΑ ΠΡΕΣΒΥΤΕΡΟ. Ἐπειδὴ ἀγαπᾶς ὑπερβαλλόντως τοὺς λόγους τοῦ θεοτιμήτου καὶ θεοφόρου Ἰωάννου τοῦ ἐπισκόπους Κωνσταντινουπόλεως, ἐξ αὐτῶν σοι γράψω, περὶ ὧν νῦν ἐπεζήτησας. Μηδαμῶς δυσχεραίνωμεν ἐπὶ τοῖς πειρασμοῖς τῶν ἀγαθῶν ἀνθρώπων, μήτε ἀπο ρῶμεν, μήτε θορυβώμεθα, ἀλλὰ καὶ τὰς ἑαυτῶν παιδεύωμεν ψυχάς, καὶ ἑτέρους ταῦτα διδάσκωμεν. Κἂν ἴδῃς τὸν ἐνάρετον μυρία πάσχοντα δεινά, μὴ σκανδαλισθής. Καὶ γὰρ οἶδα πολλοὺς πολλάκις τοῦτο ζητοῦντας· Ο δεῖνα, φησὶν, εἰς μαρτύριον ἀπεδήμει χρήματα πένησι διακομίζων, καὶ ναυαγίῳ περιέπεσε, καὶ πάντα ἀπώλεσε· ἕτερος δὲ πάλιν αὐτὸ τοῦτο ποιήσας, λῃσταῖς περιέτυχε, καὶ μόλις τὴν ἑαυτοῦ ψυχὴν διέσωσε, γυμνὸς ἀναχωρήσας ἐκεῖθεν. Τί οὖν ἂν εἴποιμεν; Ὅτι ἐπ᾽ οὐδενὶ τούτων ἀσχάλλειν καὶ ἀπορεῖσθαι χρή. Εἰ γὰρ καὶ ναυαγίῳ περιέπεσεν, ἀλλ' ἔχει τὸν καρπὸν τῆς ἐλεημοσύνης ἀπηρτισμένον. Τὰ γὰρ ἑαυτοῦ πάντα ἐπλήρωσεν, συνέλεξε τὰ χρή ματα, καὶ λαβὼν ἀπήρχετο διαδοῦναι, ἥψατο τῆς ἀποδημίας. Τὸ ναυάγιον λοιπὸν οὐχὶ τῆς αὐτοῦ γνώ μης γέγονεν. ᾿Αλλὰ τίνος ένεκεν ὁ Θεὸς τοῦτο συνο εχώρησεν; Ἵνα τοῦτον ἐργάσηται δόκιμον. Αλλ' οἱ πένητες, φησὶν, ἀπεστερήθησαν τῶν χρημάτων. Οὐχ οὕτω σὺ προνοεῖς τῶν πενήτων, ὡς ὁ ποιήσας αὐτοὺς Θεός· εἰ γὰρ καὶ τούτων ἀπεστερήθησαν, ἀλλ᾽ ἑτέρωθεν δύναται πλείονα παρασχεῖν αὐτοῖς εὐπορίας ἀφορμήν. Μὴ τοίνυν ἀπαιτῶμὲν τὸν Θεὸν εὐθύνας τῶν γινομένων, ἀλλὰ δοξάζωμεν ἐφ᾽ ἅπασιν. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ τὰ τοιαῦτα συγχωρεῖ γίνε σθαι· πολλάκις γὰρ ἀντὶ μὲν τῆς παραμυθίας τῶν χρημάτων τούτων, ἑτέραν ἀφορμὴν διατροφῆς τοῖς
col. 375–376page 159 of 262
PG 79:375πένησιν ὁ Θεὸς ἐδωρήσατο. Τοῦτον δὲ διὰ τοῦ ὑπο μεῖναι τὸ ναυάγιον, δοκιμώτερον ποιεί, και πλείονα αὐτῷ προξενεῖ τὸν μισθόν. Τοῦ γὰρ ἐλεημοσύνη δοῦναι πολλῷ μείζον ὑπάρχει τὸ, περιπεσόντα τῇ τοιαύτῃ συμφορᾷ, εὐχαριστῆσαι τῷ Θεῷ. Οὐ γὰρ ἅπερ ἂν δι' ἐλεημοσύνης δῶμεν, ἀλλὰ καὶ ἅπερ ἂν παρ' ἑτέρων ἀφαιρεθέντες ὑπομείνωμεν γενναίως, καὶ ταῦτα πολὺν ἡμῖν φέρει τὸν καρπόν. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἐκείνου μεῖζόν ἐστιν, ἀπὸ τῶν συμβο βεβηκότων τῷ Ἰὼβ τοῦτο ποιήσω φανερόν. Ἐκεῖνος, ἡνίκα χρήματα ἐκέκτητο, τὴν οἰκίαν τοῖς πένησιν ἀνέφξεν, τὰ ὄντα πάντα ἐξεδίδου. Αλλ' οὐκ ἦν οὕτω λαμπρός, ἡνίκα τὴν οἰκίαν τοῖς πένησιν ἀνέῳξεν, ὥσπερ ὅτε ἀκούσας αὐτὴν καταπεσοῦσαν οὐκ ἀπεδυσπέτησεν· οὐκ ἦν οὕτω λαμπρός, ὅτε ἀπὸ τῆς κου ρᾶς τῶν προβάτων τοὺς γυμνούς περιέβαλλεν, ὡς ἦν λαμπρὸς καὶ εὐδόκιμος, ὅτε ἀκούσας, ὅτι πῦρ κατῆλθεν ἐκ τοῦ οὐρανοῦ, καὶ τὰ θρέμματα πάντα ἀνάλωσεν, ηὐχαρίστησεν. Τότε φιλάνθρωπος ἦν, νῦν φιλόσοφος γέγονεν· τότε ἠλέει τους πένητας, νῦν εὐχαριστεῖ τῷ Δεσπότῃ. Καὶ οὐκ εἶπε πρὸς ἑαυ τόν· Τί ποτε τοῦτό ἐστι; Τὰ ποίμνια ἀνάλωται, ἀφ' ὧν ἐτρέφοντο μυρίοι πένητες. Εἰ καὶ ἀνάξιος ἤμην ἐγὼ ἀπολαύειν εὐπορίας, διὰ γοῦν τοὺς μετέχοντας ἐχρῆν φείσασθαι. Αλλ' οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ᾽ ᾔδει τὸν Θεὸν πρὸς τὸ συμφέρον ἅπαντα οἰκονομοῦντα. Καὶ ἵνα μάθης, ὅτι μείζονα ἔδωκεν ὕστερον τὴν πληγὴν τῷ διαβόλῳ, ὅτι ἀφαι ρεθεὶς ηὐχαρίστησεν, ἢ ὅτε κεκτημένος ἠλέει· ἔτε γὰρ ἐκέκτητο, κἂν ὑποψίαν τινὰ ἔσχεν εἰπεῖν ὁ διάβολος, εἰ καὶ ψευδῆ, ἀλλ' ὅμως ἔσχεν εἰπεῖν· Μὴ δωρεάν σέβεται Ἰὼβ τὸν Θεόν; Ἐπειδὴ δὲ ἔλαβε πάντα, ἐπειδὴ πάντων αὐτὸν ἐγύμνωσεν, ὁ δὲ τὴν αὐτὴν εὔνοιαν πρὸς τὸν Θεὸν διετήρησεν· τότε λοιπὸν ἐνεφράγη τὸ ἀναίσχυντον στόμα, καὶ οὐδὲν οὐκέτι ἔσχεν εἰπεῖν. Λαμπρότερος γὰρ νῦν ὁ δίκαιος γέγο νεν. Τοῦ γὰρ ἐν πλούτῳ ζῶντα ποιεῖν ἐλεημοσύνην, μεῖζον ὑπάρχει τὸ πάντα ἀφαρπαγέντα γενναίως ἐνεγκεῖν καὶ μετ' εὐχαριστίας, καθάπερ ἐπὶ τούτου δέδεικται τοῦ δικαίου. Τότε πολλὴ φιλοφροσύνη πρὸς τοὺς συνδούλους ἦν, νῦν μέγα τὸ φίλτρον πρὸς τὸν Δεσπότην ἐδείχθη. ΙΔ'. - ΦΑΥΣΤΙΝΙΑΝΟ. Ἠδύνατο ὁ Θεὸς σβέσαι τὴν φλόγα τῆς Βαβυλωνίας καμίνου, ἀλλ᾽ οὐ πεποίηκε τοῦτο ὑπὲρ τοῦ μείζονα ένθεῖναι φόβον τοῖς ἀσεβέσι, καὶ πλείονα ἐμποιῆσαι τὴν ἔκπληξιν, καὶ πᾶσαν λῦσαι τοῦ Να βουχοδονόσορ τὴν πώρωσιν. Μείζον δὲ τοῦ σβέσαι τὴν φλόγα καὶ παραδοξότερον ἐποίησεν· ἀφεὶς γὰρ αὐτὴν καυθῆναι τοσοῦτον, ὅσον ἐκεῖνος ηθέλησεν, οὕτως τὴν οἰκείαν ἐνδείκνυται δύναμιν ού καταλύων τὰ μηχανήματα τῶν ἐχθρῶν, ἀλλ' ἐστῶτα ποιῶν ἄκυρα.. Ἵνα δὲ μήτις αὐτοὺς ἰδὼν περιγεγονότα; τῆς φλογός, φαντάσματα εἶναι τὴν φλόγα νομίση, συνεχώρησε καυθῆναι τοὺς ἐμβαλόντας αὐτοὺς, δει
col. 377–378page 160 of 262
PG 79:377κνύς, ὅτι πῦρ μὲν ἦν ἀληθῶς τὸ ὁρώμενον· οὐ γὰρ ἂν καὶ κληματίδα, καὶ στυππίον, καὶ τοσαῦτα κατέφαγε σώματα. Τῆς δὲ αὐτοῦ προστάξεως οὐδὲν ἰσχυρότε μον, ἀλλ' ἔσται τῶν ὄντων ἁπάντων ἡ φύσις τῷ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὴν παράγοντι, ὅπερ καὶ τότε ἐδείκνυτο. Σώματα γὰρ ἡ φλόξ ἀπολαβοῦσα φθαρτά, καθάπερ ἀφθάρτων ἀπέσχετο, καὶ σώαν τὴν παρακαταθήκην ἀπέδωκε, καὶ μετὰ πολλῆς τῆς λαμπρότητος· ὥσπερ γὰρ ἐκ βασιλείων τινῶν βασι λεῖς, οὕτως ἀπὸ τῆς καμίνου οἱ τρεῖς παῖδες προίεσαν, οὐδενὸς λοιπὸν εἰς τὸν βασιλέα ἀνεχομένου ὁρᾷν, ἀλλὰ πάντων ἀπ' ἐκείνου τοὺς ὀφθαλμούς μεταθέντων ἐπὶ τὴν παράδοξον θεωρίαν. Καὶ οὔτε τὸ διάδημα, οὔτε ἡ ἀλουργίς, οὔτε ἄλλο τι τῆς φαντασίας τῆς βασιλικῆς, οὕτω τοὺς ὄχλους επε έστρεφεν, ὡς ἡ θέα τῶν πιστῶν ἐκείνων, ἐγχρονισάντων μὲν τῷ πυρί, οὕτω δὲ ἐξελθόντων ἐκεῖθεν, ὡς τοὺς ἐν ὀνείροις τοῦτο παθόντας εἰκὸς ἦν. Καὶ γὰρ ὁ πάντων ευθραυστότερόν ἐστι τῶν ἐν ἡμῖν, ἡ τῶν τριχῶν φύσις, τότε ἀδάμαντος ἰσχυρότερον εκράτει. ΙΕ'. — ΤΥΡΒΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩ. Κρεοφαγία ὄντως ἐστὶ τὰ θεῖα νοήματα· «Ἡ γὰρ σάρξ μου, φησί, βρῶσίς ἐστιν ἀληθῶς.» Οθεν καὶ αὐτὸς ἡδέως διὰ παντὸς τῆς στερεάς, καθώς φησιν ὁ Παῦλος, μεταλαμβάνεις τροφῆς. ΙϚ'. -- ΕΛΕΥΘΕΡΙΑ. Πῶς οὐκ ἐγκαλύπτῃ, ἐγκρατεῖς καὶ σοφούς όνο μάζων τοὺς περὶ Διογένην, καὶ Πυθαγόραν, καὶ Πλάτωνα, οἵτινες ἐπὶ τοσοῦτον ἔλαβαν τῆς ματαιοφροσύνης, ὥστε καὶ τοῖς ἀκινήτοις καὶ ἀψύχοις εἰ δώλοις προσκυνῆσαι; Τῷ αὐτῷ. ΙΖ'. Μὴ ἀναισθήτως καὶ ἀναλγήτως διάτρισε ἐπὶ τοῖς συμβεβηκόσι τῷ οἴκῳ σου σκυθρωποίς, μηδ' ἄλλας ἁμαρτίας ταῖς προλαβούσαις ἁμαρτίαις προσώρευε, ἀλλὰ γνῶθι ὅτι ὁ Θεός σε μαστίζει ἀλαζονευόμενον, ἶν' ἐλθὼν εἰς συναίσθησιν τὴν ἐπὶ τὸ κάλλιον μετα βολὴν ἐπιδείξῃ· εἰ δ' ἐπιμένοις τραχυνόμενος μᾶλλον, καὶ μωροποιῶν, καὶ χλευάζων σεαυ τὸν, πολυπλασιάζεις τας θεοπέμπτους πληγάς, καὶ παρασκευάζεις μᾶλλον αὐξηθῆναι τὰς συμφορᾶς καὶ τὰ δεινὰ τῆς σῆς ἀσεβεστάτης οἰκίας. ΙΗ'. — ΙΟΥΛΙΟ ΔΕΚΕΜΠΡΙΜΟ. Εἰ τὰ ἁμαρτήματα μετὰ τοσαύτης ἐξετάζεται τῆς ἀκριβείας, ὡς καὶ ῥημάτων καὶ ἐνθυμημάτων ἀπο τιννύειν δίκας, πολλῷ μᾶλλον τὰ κατορθώματα, καν μεγάλα τυγχάνωσι, καν μικρά, λογισθήσεται ἡμῖν κατὰ τὴν ἡμέραν ἐκείνην τῆς ἀνταποδόσεως. Μή τοί νυν ἀθυμήσῃς, μηδὲ ὀλιγωρήσῃς, μᾶλλον δὲ κατὰ δύναμιν ἐργάζου τὸ ἀγαθόν. Η ΕΣΤΙΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩ. Ηρώτησάς με· Τίνος ἕνεκεν ἀγαθοί τινες ἄνδρες ἀπευκτέοις τισὶ περιπίπτουσιν, οἷον, ἀλγήμασι σώ ΧΙΧ.
col. 379–380page 161 of 262
PG 79:379ματος μέχρι θανάτου, ἢ ἐκστάσει φρενών, ὥσπερ ΚαλλίτυχοςΣελεντιάριος· ἡ δαίμονι συντρίβοντι ΧΧ. ΧΧΙΙΙ. καὶ στρεβλοῦντι, ὥσπερ Ταγήριος, ὁ υἱὸς τοῦ ἀλαζόνος πλουσίου, ἄνθρωπος μετριόφρων, καὶ κατανενυγμένος, καὶ εὐλαβής; Τινὲς δὲ καὶ ὑπὸ βαρβάρων ἐλήφθησαν, ἄλλοι δὲ σεισμοῦ γενομένου, κατεχώσθησαν πεπτωκότος τοῦ οἴκου, ἕτεροι δὲ ἐμπυρισμῷ κατεφλέχθησαν, ἢ ἄλλοις τισὶν ἀπροσδοκήτοις ένεσχέ θησαν δεινοῖς. Γίνωσκε τοίνυν, ὅτιπερ τὰ τοιαῦτα συμβαίνει τοῖς δικαίοις, ἵνα διὰ τούτων οἱ κατατρο νοῦντες κατάφοβοι γένωνται, καὶ τὴν ἑαυτῶν ὀφρὺν κατασπάσωσιν, καὶ εἰς ὑπόμνησιν ἔλθωσι τοῦ Κυρίου τῶν ὅλων καὶ κριτοῦ τῶν ἁπάντων, καὶ παύσονται οἱ τὰ φαῦλα πράσσοντες τῆς κακῆς ἐργασίας, καὶ δράμωσι πρὸς τὴν θεραπείαν τῆς μετανοίας, καὶ ἐπιμελήσωνται τῆς ψυχωφελοῦς ἀρετῆς. Πλὴν τοῦτο σημείωσαι, ὅτι τὰ συμβαίνοντα σκυθρωπὰ τοῖς δι καίοις, οὐδὲν μὲν παντελῶς λυμαίνεται τῇ ψυχῇ, προσθήκην δὲ προξενεῖ τούτοις αἰωνίων μισθῶν. Τῷ αὐτῷ. Σκοπόν προτεθειμένος ὁ ᾿Αβραὰμ θῦσαι τῷ Θεῷ τὸν ἴδιον υἱὸν, διατί φησι τοῖς δούλοις· «Καθίσατε ὑμεῖς αὐτοῦ μετὰ τῆς ὄνου· ἐγὼ δὲ καὶ τὸ παιδάριον προσκυνήσαντες ὑποστρέψομεν;» Ἐπίστευεν γάρ, ὅτι καὶ μετὰ τὸ τεθῦναι τὸν παῖδα, ἀναστήσει αὐτὸν ὁ Θεὸς, καὶ ζῶντα παραστήσει τῷ τεθυκότι. πιστεύσωμεν οὖν καὶ ἡμεῖς ἐντεῦθεν ἤδη ἐξαναστῆναι ἡμᾶς ἐκ τοῦ ἐμπαθεστέρου εἰς τὸ ἀπαθέστερον. ΚΑ'. ΚΑΣΤΟΡΙ ΔΟΥΚΙ. Νόμισόν μοι σπήλαιον ὑπάρχειν τὸν φθειρόμενον κόσμον· ἐν αὐτῷ δὲ καὶ τοὺς δικαίους διαιτᾶσθαι ἀνθρώπους καθάπερ τινὰς ἐπιγείους ἀγγέλους, καὶ τοὺς πονηρούς, δίκην ἑρπετῶν ἐμφωλεύοντας τῷ λεχθέντι σπηλαίῳ, πλεῖστα ἀδικεῖν καὶ καταπονεῖν τοὺς μακαρίους άνδρας. Ἐὰν τοίνυν διὰ τῆς τούτων συν διαγωγῆς, καὶ τῆς ὑπομονῆς, καὶ τῆς παραινέσεως μεταβληθῶσί ποτε οἱ θηριώδεις πρὸς ἀνθρωπίνην κατάστασιν, εύγε· εἰ δὲ μέχρι τελευτῆς ἀδιόρθωτοι μένοιεν, διπλῆν ἀποτίσουσιν τιμωρίαν κατὰ τὸ μέλ λον, ὅτι τε ἀντὶ τῆς ἀρετῆς τὸ φαῦλον ἡσπάσαντο, καὶ ὅτι οὔτε τῇ συνδιατριβῇ τῶν δικαίων, οὔτε τῇ νουθεσία βελτίους ἑαυτῶν γενέσθαι βεβούληνται. ΚΒ'. Τῷ αὐτῷ. Οὔτε ἡ ἀρετὴ οὐσία φύσει ὑφεστῶσα, οὔτε ἡ κα κία ζῶόν ἐστι λογικόν, ὥς τινες νομίζουσιν· ἀλλ᾽ ἀμ φότερα ἐξ ἀναλήψεως, η μελέτης, ἢ ἐργασίας, ἢ ἀποχῆς τῶν μετεχόντων ἢ μὴ μετεχόντων γίνεσθαι εἴωθεν, ἢ πάλιν ἀπογίνεσθαι. ΚΓ'. - Τῷ αὐτῷ. Ὅτι μὲν καὶ βασιλεὺς, καὶ ὑπήκοος, ἁμαρτωλός τε καὶ δίκαιος, δυνατός τε καὶ ἀσθενὴς, τῇ αὐτῇ πίσ στει τραφήσονται, φησὶν ὁ Ησαΐας· τότε, δηλαδή μετὰ τὴν τοῦ Χριστοῦ ἐπιδημίαν, συμβοσκηθήσεται
col. 381–382page 162 of 262
PG 79:381λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον, καὶ λέων, καὶ ταῦρος ἅμα βοσκηθήσονται. Οτι δὲ καὶ τοῖς ἁπλουστέροις, καὶ μᾶλλον τῇ φαυλότητι νηπιάζειν προαιρουμένοις μακαρίοις καὶ ἀκάκοις ἀνθρώποις, διὰ τοῦ [ἀ]περιέργου καὶ ἀπράγμονος βίου καὶ δι᾿ εὐχῆς ἀδιστάκτου εὐ χείρωτοι γίνονται αἱ ἐναντίαι δυνάμεις, λέγει ὁ αὐ τὸς προφήτης, ὅτι. Καὶ παιδίον νήπιον, ἐπὶ τρώ γλην ἀσπίδων, καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων την χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ κακοποιήσουσιν, οὐδ᾽ οὐ μὴ δύνωνται ἀδικῆσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, ὄρος νοῶν τὴν Χριστοῦ Ἐκκλησίαν διὰ τὸ ὕψος τῆς πίστεως. ΚΑ'. — ΑΣΚΛΗΠΙΟ ΓΡΑΜΜΑΤΙΚΟ. Ἐὰν πρὸ τῶν ἀγαθῶν πράξεων ζητῶμεν ζητή ματά τινα ἀνωφελῆ καὶ ἀνεύρετα, ὡς ἐνδεεῖς φρε. νῶν πλανώμεθα, καὶ ἐνεδρευόμεθα. "Ο τε γὰρ ἐκά στου χρόνος βραχὺς, καὶ τὸ κρίνεσθαι ἡμῖν ἐστι περὶ ἔργων, οὐ περὶ γνώσεως ἀποῤῥήτων. Διὸ μὴ καταλείψωμεν ζητεῖν· «Τί χρή ποιήσαντας ζωῆς αἰωνίου τυχεῖν;» Εἰ γὰρ ἀπασχοληθέντες τὸν βρα χὺν χρόνον εἰς δυσεύρετα καὶ ἀνωφελή ζητήματα τὰς ἡμέρας τοῦ παρόντος βίου καταδαπανήσωμεν, ἐνεδρευθέντες, ἀπερχόμεθα ἔνθεν κεναῖς χερσὶ, καὶ λέξουσιν εὐκαίρως περὶ ἡμῶν οἱ προφῆται ἐπαπ ιδυρόμενοι τῇ ἀπωλείᾳ ἡμῶν· Ποῦ εἰσιν οἱ γραμματικοὶ; Ποῦ εἰσιν οἱ πάνσοφοι σύμβουλοι καὶ διδά σκαλοι; «Πῶς ἐγένοντο εἰς ἐρήμωσιν;» Εξέλιπον γὰρ καὶ ἀπώλοντο διὰ τὴν οἴησιν καὶ τὴν παρανομίαν αὐτῶν, καθάπερ τὸ ἐνύπνιον τοῦ ἐγειρομένου ἀπὸ τῆς κοίτης αὐτοῦ. Πρὶν τοίνυν τὰ τοιαῦτα ἐπὶ σοὶ θρηνώδη θείη, ἀφέμενος τῶν μωρῶν ζητημάτων, καὶ μειρακίοις παίζουσιν ἀρμοζόντων, πείσθητι τῷ μεγάλῳ καὶ ἀληθινῷ διδασκάλῳ βοῶντι· «Ζητεῖτε πρὸ τῶν πάντων τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δι καιοσύνην. ο Εκαστον γὰρ ἴδιον ἔχει καιρόν· τὸ πράττειν τὰ δίκαια, ἐνταῦθα· τὸ δ᾽ ἀπολαβεῖν τὴν μισθαποδοσίαν, ἐν τῷ μέλλοντι αἰῶνι. Ιν' οὖν μὴ ἐνεδρευθῶμεν, μᾶλλον τὴν δικαιοσύνην ιχνεύσωμέν τε καὶ πράξωμεν· ὅπως, καθάπερ τινὲς κάλλιστοι ὁδοιπόροι, τὰ ἐφόδια τῶν ἀγαθῶν βαστάσαντες πρά ξεων, ὥσπερ εἰς τινα πόλιν τὴν τοῦ Θεοῦ βασιλείαν εἰσέλθωμεν. Ο γάρ τοι Θεὸς τοῖς εὐγνωμονοῦσι, διὰ τὸν ὑπ' αὐτοῦ γενόμενον κόσμον, πρόδηλός ἐστιν ὑπὸ πάσης κτίσεως αὐτοῦ μαρτυρούμενος. Μή τοί νυν τοῦ Θεοῦ λήθην λαβόντες, καὶ τῶν αὐτοῦ προσ ταγμάτων καὶ κριμάτων, περί τινα μικρὰ ζητήματα, καὶ ἀκερδῆ λεξίδρια, μηδενός λόγου άξια, ὡς περί μεγάλα τινὰ καὶ ἀπόβλητα ἀπασχολοῦντες ἑαυτοὺς, ἀποβουκοληθῶμεν καὶ ἀλλοτριωθῶμεν τῆς αἰωνίου ζωής. ΦΙΛΟΥΜΕΝΙΟ. Δύναται πρώην διὰ τῆς ἀμελείας ἐρημωθεῖσα καὶ χερσωθεῖσα ψυχή, νῦν μεταβαλλομένη καλῶς, ἐξ ημερωθῆναι, καὶ φιλοκαληθῆναι, καλιεργηθῆναι τε καὶ ἐπὶ τὸ βέλτιον μεθαρμοσθῆναι σχῆμα. γέγραπται γάρ, ὅτι ο Ἔθετο ἔρημον εἰς λίμνας καὶ διεξ η ΧΙ,
col. 383–384page 163 of 262
PG 79:383όδους υδάτων, καὶ κατῴκισεν ἐκεῖ πεινώντας, καὶ ο ΧΧVΙΙΙ. 305 ΧΧΙΧ. συνεστήσαντο πόλεις κατοικεσίας, καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ηὐλογήθησαν.» Οτι γὰρ οὐ περὶ χώρας αψύχου ταῦτά φησιν, ἀλλὰ περὶ λογικῶν ψυχῶν, λέγει καταπαύων τὸν ψαλ μόν· «Τίς σοφός, καὶ φυλάξει ταῦτα, καὶ συνήσουσι τὰ ἐλέη τοῦ Θεοῦ; › Μὴ οὖν σαυτὸν ἀπογνῷς, ἔρημον τυγχάνοντα πάσης δικαιοσύνης, μόνον εἰ βουληθείης μεταθεῖναι τὸν τρόπον. Καὶ γὰρ τὸ ἐν τῇ ἐρήμῳ τὴν σκηνὴν τοῦ Θεοῦ κατασκευάσαι τὸν Μωϋσέα, συμ βολικῶς δείκνυται, δυνατὸν εἶναι ψυχὴν ἐρημωθεῖσαν δεκτικὴν γενέσθαι τῆς σκηνῆς τοῦ Κυρίου.» Εἰς αἰῶνα γὰρ ἀγαλλιάσονται οἱ πιστοὶ, καὶ κατασκηνώσει ἐν αὐτοῖς ὁ Κύριος, καὶ καυχήσονται, φησὶν, ἐν σοὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου,» Χριστέ. Κα'. — ΘΕΟΔΟΤΟ ΔΙΑΚΟΝΟ. Οὐ χρὴ ξενίζεσθαι τοῖς γινομένοις· πανταχοῦ γὰρ πειρασμοὶ τοῖς νήφουσίν εἰσι παρεζευγμένοι, ἀπὸ τῶν οἰκείων, ἀπὸ τῶν ἀλλοτρίων Διὰ τοῦτο καὶ ὁ Απόστολος βλέπων τὰς νιφάδας τῶν κινδύνων τὰς ἐπαγομένας, καὶ δεδοικώς, μή τινες τῶν μαθητῶν ἐντεῦθεν θορυβηθῶσι, γράφων ἔλεγεν· ι Έπεμψα ὑμῖν Τιμόθεον, εἰς τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλί ψεσι ταύταις. Αὐτοὶ γὰρ οἴδατε, ὅτι εἰς τοῦτο κεί μεθα.» “Ο δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὗτος ἡμῶν δ βίος, αὕτη τῆς ἀποστολικῆς πολιτείας ἡ ἀκολουθία, τὸ μυρία πάσχειν κακά. «Εἰς τοῦτο γὰρ κείμεθα, ο φησὶν, ὥσπερ τὰ ὤνια εἰς τοῦτο πρόκειται, εἰς τὸ πωλεῖσθαι καὶ ἀγοράζεσθαι· οὕτω καὶ ὁ ἀποστολικός βίος εἰς τοῦτο κεῖται, εἰς τὸ λοιδορεῖσθαι, εἰς τὸ πάσχειν κακῶς, εἰς τὸ μηδεμίαν ἔχειν ἀνακωχήν. Καὶ ὅσοι νήφουσιν, οὐ μόνον ἐντεῦθεν οὐ βλάπτονται, ἀλλὰ καὶ μειζόνως κερδαίνουσιν. Τῷ αὐτῷ. Ευλογήσω, φησί, τὸν Κύριον ἐν παντὶ καιρῷ διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.» Αἰσχρὸν γάρ ἐστιν εὐλογεῖν μὲν ἡμᾶς Θεὸν ἐπὶ τοῖς χρηστοτέροις, σιωπᾷν δὲ ἐπὶ τοῖς σκυθρωποτέροις πράγμασιν· ἀλλὰ δεῖ πλέον τότε εὐχαριστεῖν, ὅταν κακὰ πάσχωμεν, γινώσκοντας, ὅτι ἂν ἀγαπᾷ Κύ ριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν δν παρα δέχεται. ΚΗ'. Τῷ αὐτῷ. Ἐγὼ δὲ ὡς ἡ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ Κυ ρίου,,μηδέποτε γυμνούμενος τῆς μακαρίας ἐλπίδος. Γενώμεθα τοιγαροῦν ἐλαία κατάκαρπος, μὴ ἀλλαχοῦ που, μὴ ἐν Ἑλληνισμῷ, μὴ ἐν Ἰουδαϊσμῷ, μὴ ἐν αἱρέσει κακῇ, ἀλλ' ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, τουτέστιν ἐν τῇ πίστει καὶ ἐν τῇ εὐσεβεία. Οἱ γὰρ δυσσεβείς ἔξω τῆς Ἐκκλησίας μάτην καρποφοροῦσι. ΚΘ'. Τῷ αὐτῷ. Ὥσπερ ἐπὶ τοῦ Ἰωσήφ, ἡ μὲν ἀρχὴ δυσκολίαν ει χεν, καὶ μέχρι πολλοῦ προΐει τὰ πράγματα, ἀπεναντίας εἶναι δοκοῦντα τῇ ὑποσχέσει, ὕστερον δὲ μεί
col. 385–386page 164 of 262
PG 79:385ζονα τῶν προσδοκηθέντων ἐγένετο· καὶ ἐπὶ τοῦ σταυροῦ δὲ οὐκ εὐθέως, οὐδὲ ἐν προοιμίοις καὶ ἐν ἀρ χῇ τὸ κατόρθωμα ἅπαν εβλάστησεν· ἀλλὰ τὸ μὲν σκάνδαλον προΐει, καὶ ὀλίγα τινὰ γέγονε θαύματος ἕνεκεν καὶ τῆς διορθώσεως τῶν ταῦτα τολμησάντων, καὶ εὐθέως πάντα παρέδραμεν. Εἰ γὰρ καὶ τὸ κατα πέτασμα ἐσχίσθη τοῦ ναοῦ τότε, καὶ πέτραι ἐῤῥά γησαν, καὶ ἥλιος ἐσκοτίσθη, ἀλλὰ ταῦτα ἐν μιᾷ ἡμέ ρᾳ, καὶ ἐν λήθῃ γέγονε παρὰ τοῖς πολλοῖς. Μετὰ δὲ ταῦτα εὐθέως ἐν φυγῇ οἱ ἀπόστολοι, ἐν διώξει, ἐν πολέμοις, ἐν ἐπιβουλαῖς λανθάνοντες, κρυπτόμενοι, δεδοικότες, οὕτω τὸν λόγον ἐκήρυττον· καὶ ἐν δυνα στεία πολλῇ τῶν Ἰουδαίων ὁ δῆμος ἀγόντων, περι αγόντων, σπαραττόντων τοὺς πιστεύοντας· καὶ ὁ σταυρωθεὶς ἡνείχετο ταῦτα ὁρῶν. Ἀλλ' ὅρα πῶς, μετὰ ταῦτα, τὸ πρᾶγμα τῆς Ἐκκλησίας ὑπὲρ τὸν ἥλιον ἔλαμψεν, καὶ πᾶσαν κατέσχεν τὴν οἰκουμένην. Λ'. - ΕΥΝΟΜΙΑ ΠΡΕΣΒΥΤΕΡΟ. Ἠρώτησέ με ἡ θεοφιλία σου, τί ἐστιν ὅπερ Γαλά ταις ὁ ᾿Απόστολος γράφει, ὅτι ὁ περιτεμνόμενος ὀφε!. λει πάντα τὸν Μωσαϊκὸν νόμον πληρῶσαι. Ἐπειδὴ μετὰ τὴν εἰς Χριστὸν πίστιν, καὶ τὸ φῶς τῆς οὐρα νίου γνώσεως, δολίοις τισὶ καὶ ψυχοφθόροις ἀνθρώποις Γαλάται ἐξ ἀφελείας καὶ κουφότητος παραπει σθέντες, κατέπεσαν εἰς τὸ περιτέμνεσθαι, καὶ τὸν Ἰουδαϊσμὸν ὅλον λοιπὸν ἔμελλον παραδέχεσθαι. («Μικρὰ γὰρ ζύμη ὅλον τὸ φύραμα ζυμοῦν είωθεν») βουλόμενος ὁ μακάριος Παῦλος μὴ ἀπολέσθαι, ἀλλὰ σωθῆναι αὐτοὺς, ἀνασειράζει τοὺς ἐξαπατηθέντας, καὶ ἀφίστησι τῆς βλαβερᾶς ἐγχειρήσεως καὶ τῆς ἀδίκου περιτομῆς· ὡσανεὶ λέγων· Εἰ θέλεις περιτέμνεσθαι, οὐκοῦν καὶ σαββάτιζε, καὶ θύε, καὶ σάλπιζε, καὶ σκηνοπηγίαν ἐπιτέλει, καὶ τὸν μῦν καὶ τὴν γα τὴν παραφυλάττου, καὶ τὴν κλίνην σὺν τοῖς ἐπι στρώμασιν ἅπασι καθ' ἑκάστην ἡμέραν ἀπόπλυνε, καὶ τὴν ἑστίαν κατάσκαπτε, καὶ πᾶσι τοῖς Μωσαϊκοῖς σχοινίοις σεαυτὸν κατάδησον, καὶ οἰκοδόμησον πάλιν κακῶς, ἅπερ καλῶς καθεῖλεν ὁ Κύριος, καὶ ἀνανέω σον τὸν βαρύτατον νόμον τὸν δοθέντα καιρῷ τιν: ἁρ μοδίῳ τοῖς νηπίοις τὴν φρένα, ὅνπερ ὁ Σωτὴρ Χρι στὸς τοῖς τελείοις καὶ μεγίστοις δόγμασι τῆς εὐσε βείας κατήργησεν. Εἰ τοίνυν φιλεῖς τὴν περιτομὴν, καθάπερ τῶν παίδων οἱ ἀνοητότατοι καὶ ἀλογιστότα τοι, ἀστραγάλους, καὶ σεῖστρα, καὶ σφαίρας. καὶ κάρυα, τοῦτο γίνωσκε σαφῶς, ὅτι οὐκ ἔχεις μέρος μετὰ Χριστοῦ, λύων τὸ βούλημα τοῦ Χριστοῦ. Καὶ μὴ μόνον ἀκροβυστίαν περιτέμῃς, ἀλλὰ καὶ ὅλα τὰ γεννητικὰ ἀπόκοψον μόρια, ὅπερ ποιεῖν ὀφείλουσιν οἱ διαταττόμενοι περιτεμεῖν, καὶ στάσει; ἔγειρον διὰ τοῦτο κατὰ τῆς Ἐκκλησίας. Τοιοῦτο γάρ ἐστι τὸ εἰ ρημένον, ο Οφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς, καὶ δούλους πάλιν ποιοῦντες τοὺς ἐλευθερωθέντας ὑπὸ Χριστοῦ. ΛΑ'. — ΠΙΟΝΙΑ ΙΛΛΟΥΣΤΡΙΑ. Ἐπειδὴ γνησίου μου φίλου μακαριωτάτου Εὐχαρ πίου υἱὸς ὑπάρχεις, ἄγαν κηδόμενος τῆς σῆς σωτη
col. 387–388page 165 of 262
PG 79:387ρίας καὶ τῶν ὑπολήψεων, γράφω τὸ ὠφελοῦν σε Απόθου τοίνυν τοὺς χρυσούς δακτυλίους, καὶ τὰ δύο ψελία τὰ ἐπὶ τῶν χειρῶν σου, τῇ ἐσομένῃ συμβίῳ κατὰ τὸν νόμον μᾶλλον ταῦτα χαριζόμενος. Εἰ δὲ πάνυ σεμνὴ καὶ σώφρων ἡ γαμετή τυγχάνοι, οὐδ᾽ αὐτὴ καταδέξεται, ὥσπερ ἐγὼ νομίζω ΑΙ. — ΑΝΔΡΕΑ ΠΡΕΣΒΥΤΕΡΟ. Θυσιαστήριον Κυρίου λέγεται ὑπάρχειν ὁ μονα χὸς, θυσιαστήριον, ἐν ᾧ καὶ ἐξ οὗ εὐχαὶ καθαραί προσφέρονται τῷ πανυψίστῳ Θεῷ, θυσιαστήριον πνευ ματικῶς ιδρυμένον, καὶ τεθεμελιωμένον «εἰς τὸν τόπον, καθώς φησιν ὁ Δαυΐδ, οὗ ἔστησαν οι πόδες. Κυρίου", οὐ μὴν ἐσαλεύθησαν. • Εστῶτες γάρ, φησίν, ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ιε ρουσαλήμ. ο ΑΓ. — ΘΑΥΜΑΣΙΟ ΜΟΝΑΧΟ Τί γὰρ προσεδόκησας, προαιρούμενος τὴν ἀναχώρησιν καὶ τὴν ἡσυχίαν; Πάντως θλίψεις, καὶ πειρασμοὺς, καὶ χαλεπῶν δαιμόνων τὰς μυρίας προσπτώσεις, καὶ λόγχας, καὶ μηχανάς. Πῶς οὖν δυσανασχετεῖς, κεντούμενος ποικίλως ταῖς τῶν πειρασμῶν λόγχαις, καὶ τοῖς πρηστηροειδέσι τροχοῖς τῆς τῶν δαιμόνων ἁμάξης τὴν σαυτοῦ ψυχὴν ἀλοώμενος τμή μασι, καὶ δίκην ἀχύρου κοπτόμενος; 'Αλλ' ὑπόμεινον εὐχαρίστως καὶ μακροθύμως φρονήματι στιβαρῷ, καὶ ἱκεσίᾳ πυκνῇ, καὶ ἀγρυπνίᾳ συντόνῳ, καὶ ἐγκράτεια καλῇ προσπαραμένων τὸ κρεῖττον, καὶ θεάσῃ τὸ τέλος τῶν ἀγωνιζομένων διὰ τὸν Χριστόν· σωτη ρία γὰρ ὑπάρχει· τὸ δὲ τέλος τῶν δαιμόνων, ἀπώλεια χαλεπή. Τότε γὰρ κεντηθήσονται οἱ ἀλοῶντές σε νῦν, καὶ καταπατήσεις αὐτοὺς, καὶ ἔσονται σποδὸς ὑπὸ τοὺς πόδας του, καὶ τὰ ἑξῆς. Ποτὲ μὲν κρύπτονται ἔνδον παρ' ἡμῖν οἱ δαιμονιώδεις λογισμοί, ποτὲ δὲ διακύπτουσιν ἐπὶ τὰ ἔξω, κατεπείγοντες ἡμᾶς εἰς τὴν διὰ τῶν ἔργων ἁμαρτίαν· ἀλλ' ὁ Θεὸς παρακληθεὶς παρ' ἡμῶν διασκορπίζει αὐτοὺς, καὶ ἐξερεῖ αὐτοὺς ἀφ' ἡμῶν. Καὶ τότε ανανήψαντες ἀπὸ τῆς συγχύσεως συλλέγομεν ἑαυτούς, καὶ ἀναζωπυροῦμεν τῷ πνεύ ματι, ὡσεὶ ἐκ νεκρῶν ζῶντες, καὶ εἰς τὸ κατὰ φύσιν ὕψος τῆς ἀπαθείας ἀγόμενοι, δοξολογοῦμεν καὶ ὑμνοῦμεν τὸν Κύριον, εἰς ἀγαθὸν καὶ εὐάρεστον τῷ Θεῷ τέλος καταπαύοντες τὸν ἑαυτῶν βίον. Καὶ τοῦτό ἐστι τὸ εἰρημένον τῷ Δαυΐδ· ι Καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα.» Τῷ γὰρ νοητῷ ἐλαίῳ τοῦ κρείττονο; πιανθήσεται ὁ ἀγωνιστής ἄνθρωπος, ὁ τὸ πρὶν κατα πονηθεὶς καὶ τεταριχευμένος τῇ ἐνοχλήσει τῆς που λυπαθείας. Μηδαμῶς οὖν τοῖς πειρασμοῖς θορυβώμεθα, ἐὰν μὴ παρὰ πόδας γένηται ἡ λύσις τῶν πει ρασμῶν Θεῷ δὲ μᾶλλον παραχωρῶμεν, Κυρίῳ τῆς λύσεως ὄντι. Μετὰ γὰρ πλείονος χάριτος τὰς ἀμοι βὰς δίδωσιν, ὅταν ἀναβάλλεται. Διόπερ μάλιστα μέσ νωμεν εὐχαριστοῦντες καὶ ὑμνολογοῦντες, ὅταν βρα δύνῃ τὴν αἴτησιν, καὶ πρὸς καιρόν τινα μὴ ἐπινεύσῃ Θεὸς τὸ αἴτημα παρασχεῖν. Αἱ γὰρ προσπίπτουσαι θλίψεις ἡμῖν, τὰς εἰς Θεὸν ἐλπίδας ἐξανθοῦσι. Γέγρα
col. 389–390page 166 of 262
PG 79:389πται γάρ ο Θλίψις ἐπὶ βλέψει, καὶ ἐλπὶς ἐπὶ ἐλπίδι. Ετι γὰρ μικρὸν, καὶ ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρο νιεῖ. — Κατὰ τὸ πλῆθος, φησί, τῶν ὀδυνῶν τῆς καρ δίας μου, αἱ παρακλήσεις σου εὔφρανον τὴν ψυχήν μου.» Πρὸς γὰρ τὸ μέτρον τῶν συμβαινόντων ἡμῖν λυ πηρῶν, ἀντίῤῥοπον τὴν παρὰ τοῦ Θεοῦ ψυχαγωγίαν εὑρίσκομεν. Οτε δὲ ψυχὴ φανερῶς καὶ κρυπτῶς διὰ ποικίλων πειρασμῶν θλιβῇ καὶ ταπεινωθῇ, παρ ηγορείται διὰ τῶν νοητῶν ἱερέων, τουτέστι τῶν ἀγ γέλων, ἀνακτωμένων αὐτὴν θερμοτάτῃ γλυκυθυμία δακρύων, καὶ λεπτοῖς νοήμασι, καὶ ἀρετῶν ἰσχύν. Βλέπε, ἀγαπητέ, τί λέγει ὁ Κύριος· Παρακαλεῖτε, παρακαλεῖτε τὴν λαόν μου, ἱερεῖς, λαλήσατε εἰς τὰ Στα Ἱερουσαλήμ, παρακαλέσατε αὐτὴν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία.» Λοιπὸν ἐπὶ παντὶ συμπτώματι εὐχαριστεῖν δεῖ τῷ πανυψίστῳ Χριστῷ·. Εὐλογήσω γὰρ τὸν Κύριον ἐν παντὶ καιρῷ,» φησὶν ὁ μέγας Δαυΐδ. Τὴν γὰρ ἐν ταῖς θλίψεσιν ἡμῶν εὐχαριστίαν, ἀντὶ πάσης δικαιοσύνης προσδέχεται ὁ Θεός. Αναγκαῖον οὖν ἡμᾶς μιμουμένους τὸν ᾿Αβραὰμ, τὴν τῶν ἀκροθινίων δε κάτην προσφέρειν τῷ Κυρίῳ. Αὕτη δ' ἂν εἴη τῶν δέκα ἐντολῶν ἡ ὑπερέχουσα, τουτέστι τὸ ἀγαπῆσαι τὸν Θεὸν ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως. Πλήρωμα γὰρ νόμου τὴν ἀγάπην ὁρίζει ὁ θεῖος ᾿Απόστολος. Δεν καιοσύνη δέ ἐστιν, ή μέν τις ἐν ἡμῖν τρεφομένη, τοῦ ἴσου διανομή· εἰ καὶ μὴ τυγχάνομεν αὐτῆς κατὰ τὴν ἀκρίβειαν, ἀλλὰ γνώμῃ δικαιοτάτη ποιοῦντες, οὐκ ἐκπίπτομεν τοῦ σκοποῦ. Ἡ δέ τις οὐρανόθεν ἐπ αγομένη παρὰ τοῦ δικαίου κριτοῦ, ἤ τε ἐπανορθωτικὴ καὶ ἀνταποδοτική, ἧς πολὺ τὸ δυσθεώρητον, & διὰ τὸ ὕψος τῶν ἐναποκειμένων αὐτῇ δογμάτων, καθώς φησι καὶ ὁ θεῖος Δαυΐδ' «Η δικαιοσύνη σου ὡς ὄρη, τὰ κρίματά σου άβυσσος πολλή.» Εὐξώμεθα οὖν, ἵνα ὁ Δεσπότης τῶν ὅλων Θεὸς ἀνακε ράτῃ πρὸς τὸ κρεῖττον τὰς ἡμετέρας ψυχὰς καὶ τὰ σώ ματα. Τῷ γὰρ θείῳ νεύματι καὶ βουλήματι οὐδὲν ἀντι στήσεται. Μὴ οὖν ἀμελῶμεν καὶ καταῤῥαθυμῶμεν τῆς οἰκείας ἐπιμελείας. Κἂν γὰρ πρὸς αὐτὰ κατενεχθῶ μεν τῆς κακίας τὰ βάραθρα, δυνατὸν ἑαυτοὺς ἀνα κτήσασθαι, καὶ βελτίους ποιῆσαι, καὶ πᾶσαν ἀπο πτύσαι φαυλότητα. Οὐ γάρ ἐστιν ἀκίνητον τὸ κακὸν, ὡς Μανιχαῖοί φασι. Καὶ μὴ νομίσῃς τινὰ μικρὰν χάριν τοῦ Θεοῦ ὑπάρχειν, τὸ καταγινώσκειν τῶν πεπλημμελημένων, καὶ ἐπὶ τούτων λυπεῖσθαι. Χά ρις γὰρ τῷ ὄντι αὕτη μεγίστη ἐστὶ, διὰ τοῦ δεσποτικοῦ σταυροῦ δεδωρημένη τοῖς γνησίως πιστεύουσιν. Εννόησον γὰρ, ὅτι πρῶτον ὑπὸ προφητῶν Ελεγχόμενοι Ἑβραῖοι, ἐπὶ πράγμασι μιαροῖς καὶ ἀπηγορευμένοις, οὐδὲ ψιλῷ λόγῳ κατεδέχοντο εἰπεῖν, ὅτι • Ημάρτομεν, καὶ σύγγνωθι, ο ἀλλὰ τοὐναντίον διισχυρίζοντο, μηδόλως ἑπταικέναι, μυρία κακὰ δρῶντες ἀνεπαισχύντως. Νυνὶ δὲ τοσοῦτον ἔλαμψεν εἰς ἡμᾶς τὸ φῶς τοῦ Χριστοῦ τοῦ πανυψίστου Θεοῦ,
col. 391–392page 167 of 262
PG 79:391ὥστε κἂν μηδαμῶς πταίσωμεν κατὰ τὸ φαινόμενον, μόνον δὲ λογισμοῖς πονηροῖς ἐν ἀποκρύφῳ φιλικῶς ὁμιλήσωμεν, καταγινώσκομεν ἑαυτῶν παραυτίκα, ἀλγοῦμέν τε καὶ στενάζομεν, τῆς τε ιδίας κατηγοροῦμεν ζωῆς, μὴ παρόντος ἐλέγχου, κλαίομέν τε και ολοφυρόμεθα, καὶ πικραῖς κολάσεσιν ἑαυτούς ὑποβάλλομεν. Καὶ ἡ μνήμη τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ πρὸς αὐτὸν ἀνάβλεψις καὶ σύντονος ἱκεσία, γενήσεταί σοι ἀσώματος θυρεός κατ' ἐχθροῦ μὴ βλεπομένου. Γράφει γὰρ ὁ ᾿Απόστολος Ἐπὶ πᾶσιν ἀναλάβετε τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.» Κάν τε γὰρ διὰ πονηρᾶς ἐπιθυμίας τοξεύειν ἐπιχειρήσῃ, κἄν τε διὰ φθόνου ἡ μνησικακίας, κἂν διὰ πάσης κακίας τῇ ψυχῇ πολε. μῇ, καταγωνισθήσεται πάντως ὁ ἐχθρὸς τῆς ἡμετέρας ζωῆς, καὶ καταργηθήσεται τῇ ἰσχύϊ τῆς πίστεως, καὶ τῇ ἐπικλήσει τοῦ θείου ὀνόματος τοῦ Χριστοῦ. *Αγαν φθονοῦσιν οἱ δαίμονες τοῖς τὴν σωφροσύνην ἀσπαζομένοις, καὶ πονηρὰς καὶ ἀπηγορευμένας ἐπιθυμίας ἐμβάλλουσι τοῖς ἀγωνιζομένοις. Ἀλλ' οὐκ ἀθυμητέον ἐπὶ τούτῳ· μᾶλλον γὰρ νευρούμεθα κατὰ τῶν ἐχθρῶν ἡμῶν διὰ τῆς ἐνοχλήσεως· πλέον γὰρ περὶ τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν βεβαιούμεθα ἐν τῷ πειράζεσθαι ἡμᾶς ἐπὶ τοσοῦτον ὑπὸ τῶν φιλο σάρχων δαιμόνων. Εἰδότες γὰρ οἱ ἐχθροὶ, ὅτι μεγάλα ἀγαθὰ ὁ Κύριος ἐπηγγείλατο ἡμῖν, σφόδρα ὀργίζονται καθ' ἡμῶν, καὶ βασκαίνοντες ἀντιτάσσονται διά τῶν αἰσχρῶν καὶ φαυλοτάτων παθῶν, καὶ λίαν ἐκλύουσι τοὺς πρὸς τὴν ἀρετὴν ἐπειγομένους ἀνθρώ τους. Νοῦς δὲ ἀποστὰς τῆς τοῦ Θεοῦ θεωρίας κατ' ἔννοιαν, ἢ δαίμων γίνεται, ἢ κτῆνος. Ὁ γὰρ τοῦ ἀν θρώπου νοῦς, ἀναχωρήσας τῆς τοῦ Θεοῦ θεωρίας, ἐξ ἀνάγκης ἢ τῷ τῆς ἐπιθυμίας δαίμονι περιπίπτει τῷ ἄγοντι εἰς ἀκολασίαν, ἢ τῷ θυμικῷ πνεύματι ἡττᾶ ται τῷ πονηρῷ. Καὶ τὴν μὲν ἀκόλαστον ἐπιθυμίαν κτηνώδη, τὴν δὲ θυμὸν, κίνησιν δαιμονιώδη ὁ ἔμπειρος πατὴρ ἔλεγεν. Ἐν οἷῳ δὲ νοήματι ή πράγματι τυγχάνει οὖσα ἡ ψυχή, μόνον ἐν εὐσεβεῖ λογισμῷ μετὰ Θεοῦ ἐστι πάντως. Ἐχρῆν οὖν τὸν θέλοντα διαιτᾶσθαι τῷ πλήθει τῶν ἀρετῶν, μήτε δόξης εφίεσθαι, μήτε πολλοῖς συντυγχάνειν, μήτε προόδοις συνεχέσι κεχρήσθαι, ή λοιδορεῖν τινας, κἂν οἱ λοιδορούμενοι ὦσιν ἄξιοι, μήτε πολλὰ ὁμιλεῖν, κἂν καλὰ ὦσι τὰ λεγόμενα. Ἡ γὰρ ἄμετρος πολυλογία, τοῖς τῆς λύπης καὶ τῆς ὀργῆς δαίμοσι παραδίδωσι. Δεῖ δὲ εἰς τὴν τῶν ἁγίων ἐντο λῶν τήρησιν ἀπασχολεῖσθαι, καὶ εἰς βαθεῖαν μνή μην τοῦ Κυρίου Ἰησοῦ τῆς δόξης. • Ο γὰρ φυλάσ των, φησίν, ἐντολὴν, οὐ γνώσεται ῥῆμα πονηρόν κ τουτέστιν εἰς λόγους πονηροὺς καὶ φαύλους οὐκ ἐκτραπήσεται. Οὐ γὰρ τὸ μὴ πρᾶξαι μόνον τὰ κακὰ, και θαρότητα φέρει, ἀλλὰ τὸ, ἐπιμελείᾳ τῶν καλῶν κατὰ κράτος ἀθετῆσαι τὰ κακά. Εξις μὲν γὰρ ἀπὸ συνηθείας, ἀπὸ δὲ ἔξεως φύσις ἐγγίνεσθαι εἴωθε. Χα λεπὸν δὲ καὶ δύσκολον μετακινήσαι ἢ μεταβαλεῖν
col. 393–394page 168 of 262
PG 79:393φύσιν, πλὴν τῷ Θεῷ δυνατόν. Φύσι; γὰρ οὐκ ἀντι τάσσεται τῷ Θεῷ.» Ἐὰν γὰρ ὑπάρχωσιν αἱ ἁμαρ τίπι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῷ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ.» Ὅθεν οὐκ ἀπογνωστέον, τῆς γὰρ πονηρᾶς καὶ ψεκτῆς συν ηθείας ισχυρότερος ὁ κτίσας ἡμᾶς Θεός, ὁ ποιῶν πάντα, καὶ μετασκευάζων, ὥς φησιν ὁ προφήτης. Κἂν γὰρ εἰς ἕξιν ἔλθῃς τῆς κακίας, μὴ ἀπογνῶς, ἀλλὰ μετάγνωθι, καὶ σωθήσῃ. Διὰ γὰρ τοῦτο χρώ ματα οὐκ ἐξίτηλα, ἀλλὰ σχεδόν συνουσιωμένα τοῖς υποκειμένοις λαβὼν, τὸ φοινικοῦν, καὶ τὸ κόκκινον λέγω, εἰς τὴν ἐναντίαν ταῦτα κατάστασιν εἴρηκεν ἄξειν, ἵνα χρηστὰς ὑποτείνει τοῖς ἀνθρώποις ἐλπίδας. Μεγάλη τοίνυν τῆς μετανοίας ή δύναμις, εἴπερ ἡμᾶς ὡς χιόνα ἐργάζεται, καὶ ὡσεὶ ἔριον λευκαίνει. Κἂν προσλαβοῦσα ἡ ἁμαρτία πολλῷ χρόνῳ κατέβαψε την ψυχὴν φαύλοις ἔργοις, καὶ μετα με μόρφωκεν. Φησὶ γὰρ ὁ Κύριος πρὸς τοὺς μεταμελουμένους ἐπὶ ταῖς ἰδίαις ἁμαρτίαις· ο Στῆτε γυμναί; γνώμαις ὡς κατάκριτοι, καὶ στυγνότητι γράψω παρρησίαν, καὶ ὡς δίκαιοι οἱ στεφανωθέντες ἀπέλθετε.» — Οἱ γὰρ οἰκτιρμοί μου ἐπὶ πάντα τὰ ἔργα μου.» Διόπερ καὶ λέγομεν πρὸς τὸν Θεόν· ο Ἔργα ἐσμὲν τῶν χειρῶν σου, Κύριε. Μὴ ἀπολέσῃς τὰ ἔργα τῶν χειρῶν σου.» Γέγραπται δὲ καὶ ἐν τῇ βίβλῳ τοῦ Ἰώβ, ότι ο Κύριος κεκυφότας ὀφθαλμοὺς σώσει.» Και· «Διασώθητι ἐν καθαραῖς χερσί σου. • Τουτέστι καὶ τὸν ἁμαρτωλὸν σώσει Κύριος κατακύπτοντα ἐν μετανοίᾳ καὶ ταπεινώσει πολλῇ, ὡς καὶ τὸν τελώνην διὰ τὸ ἀπαρρησίαστον τύ πτοντα τὸ στῆθος· «Ο Θεός, ιλάσθητί μοι τῷ ἁμαρ τωλῷ. Οθεν καὶ ὁ Κύριος πρὸς τοὺς τοιούτους ἁμαρτ τωλούς φησι· Ἐκ βάθους μοι τὰς ψυχὰς ὑμῶν κατα κάμψατε ὡς κατάδικοι, καὶ τοὺς αὐτοὺς στεφάνους τοῖς δικαίοις κομίσεσθε. Οὕτως σώζεται ὁ κεκυφώς οὐ διὰ πρακτικὴν ἀρετὴν, οὐδὲ δι᾽ ἐργασίαν τῶν θείων πραγμάτων, ἀλλὰ διὰ φιλανθρωπίαν Θεοῦ, καὶ δι' ἐξομολόγησιν τὴν μετὰ πολλῆς ταπεινώσεως, καὶ συντριβῆς καρδίας τοῦ τὰ ἴδια πταίσματα ἐξαγορεύοντος. Οὕτω σώζεται τῷ προσώπῳ τῆς μετανοίας, καὶ βαθυτάτης της κατανύξεως. Σὺ δὲ διασώθητι ἐν καθαραίς χερσί, τουτέστιν ἐν ἀρεταῖς, καὶ ἐναρέτοις πράξεσι. Χεῖρας γὰρ ἡ Γραφὴ τὰς ἀρετὰς ὀνομάζειν εξωθεν. Διασώθητι, κράζων πρὸς τὸν Θεόν· Φύλαξον τὴν ψυχήν μου, Δέσποτα Χριστέ, μήποτε συλήσῃ με ὁ διάβολος, ἀποπλανήσας τῆς δικαιοσύνης, καὶ ὁμοιωθώ τοῖς καταβαίνουσιν εἰς λάκκον· Λάκκον δὲ ὀνομάζει τὸν ἄδην, καὶ τὸ σκότος τῆς ἁμαρτίας. Αδιαλείπτως ἱκέτευε πρὸς τὸν Σωτήρα Χριστὸν λέγων· ο Σωσόν με τὸν δοῦλον σου, Δέσποτα, τὸν ἐλπίζοντα ἐπὶ σὲ,» καὶ μὴ ἀπογινώσκοντα ἐπιτυχεῖν τῶν ἀφθάρτων, καὶ αἰωνίων δωρεῶν. Γέγραπται δὲ, ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα, καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, καὶ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, καὶ πρὸς τὸ σῶμα τ ἴδιον, καὶ τὰς ἐν αὐτῷ φλεγμα:νούσας διαφόρους ἡδο νας, καὶ πρὸς τὰ τῆς καρδίας πάθη, καὶ πρὸς τοὺς
col. 395–396page 169 of 262
PG 79:395", ἡ ἐξ αἰτιῶν τινων συμβαίνοντας ολεθρίους λογισμούς. Διὸ κἂν ἐπιθυμίαι φλεγμαίνωσι, καὶ ἡδοναὶ ῥυπαραι, κἂν ἡ σὰρξ ἐπεγειρομένη σκιρτᾷ, κἂν πᾶσα ἐπίνοια, καὶ κακοτεχνία διαβολική πειράζει ἡμᾶς, πάντα ὑπερνικῶμεν διὰ πίστεως, καὶ ἐλπίδος, καὶ ὑπομονῆς,. καὶ ἀγρυπνίας, καὶ προσευχῆς, καὶ ψαλμῳδίας, καὶ ἀναγνώσεως, καὶ ταπεινοφροσύνης, καὶ τῶν ἄλλων ἀγωνισμάτων, καὶ ὑπὲρ πάντα διὰ τῆς ἐπικλήσεως τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ τοῦ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος ἡμῶν. Ἀδύνατον δὲ κατισχύσαι ἡμῶν πολεμίους δαίμονας, ἐὰν μὴ πρῶτον ἡμεῖς τοῦ θείου φόβου καταφρονήσωμεν δι' ὀλιγοπιστίας, καὶ ἀμελήσωμεν τῶν ὑπὸ τοῦ Κυρίου ἐντεταλμένων ἡμῖν. Εἰσὶν οὖν τινες δαίμονες τὸ ἀνθρώπινον ὑποδύντες σῶμα, καὶ πᾶσαν μὲν τοῦ ὀργανοῦ μειοῦντες τὴν δύναμιν, ἀδράνειάν τε, καὶ ἔκλυσιν πᾶσι σχεδόν ἐνιέντες τοῖς μέλεσι, καίτοι μηδενὸς παρόντος νοσή ματος, ἢ ἀῤῥωστίας τινός, ἀλλά γε καὶ πρὸς τούτοις εἰς πολλὴν ἀθυμίαν, καὶ χλιαρὸν φρόνημα ἐμβάλλουσι τὴν ψυχὴν, οὓς τινας διωσάμενοι γενναίῳ λίγο γισμῷ, καὶ νηφαλία καρδίᾳ, τῷ παντεπόπτῃ Θεῷ δι᾿ εὐχῆς κολληθῶμεν λέγοντες· «Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με, ἀποκατάστησον την ψυ χήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν. "Οπερ δὲ τῷ Σαμψών συμβέβηκε ποτε διὰ φιληδονίας εἰς χεῖρας ἐμπεσεῖν τῶν ἀλλοφύλων, καὶ παθεῖν ἐκεῖνα τὰ γεγραμμένα περὶ αὐτοῦ, τοῦτο καὶ νῦν γίνε ται πάντως κατὰ ψυχὴν τῷ ἀγκιστρευομένῳ ταῖς ἡδοναῖς. Τῇ γὰρ προσβολῇ τοῦ πονηροῦ δαίμονος ἐπακολουθησάντων τῶν λογισμῶν τῶν ἀνθρωπίνων, ἀφίσταται μὲν ἡ φρουροῦσα τὴν ψυχὴν θεία χάρις, ἐπιλαβόμενοι δὲ τοῦ ἀγορευθέντος οἱ δαίμονες, ἐξε ρύττουσιν αὐτοῦ πᾶν σωφρονικὴν νόημα, δεσμεύουσι τε τοῖς δυσλύτοις τῶν γαργαλισμῶν, καὶ τῆς αἰσχᾶς ἐπιθυμίας δεσμοῖς, καὶ εἰς τὴν γάζαν καταγαγόντες τῆς κακίας, παρασκευάζουσιν ἀλήθειν τῇ κακῇ συν ηθείᾳ, καὶ ἐξυπηρετεῖσθαι τῷ διαβόλῳ τὰς ἡμέρας, καὶ τὰς νύχτας ὅλας. Ἐὰν δὲ δυνηθῇ εἰς ἑαυτὴν ἐλ θοῦσα ἡ ψυχὴ τοῦ παγιδευθέντος ταῖς ἁμαρτίαις, καὶ στενάξαι πρὸς τὸν Θεὸν μετ' οδύνης καρδίας, καὶ περιπλακῆναι δι᾿ εὐχῆς, καὶ ἱκεσίας τοῖς ἀορά τοις τοῦ Δεσπότου ποσί, λέγει ὁ Κύριος τοῖς ἀγγέ λοις, ὥσπερ ὁ Ελισσαίος περὶ τῆς Σουμανίτιδος, "Αφετε αὐτὴν προσιέναι μοι, καὶ μὴ ἀπώσησθε αυτ τήν.» Κἂν γὰρ μηδεμίαν κέκτηται ἀρετὴν, καὶ παίξη σίαν πρός με, ἀλλά γε διὰ τὸ κατώδυνον εἶναι αὐτῆς τὴν καρδίαν, καὶ ἀνενδότως προσκυλινδείσθαί μοι μετά δακρύων, καὶ θλίψεως, προσδέχομαι, καὶ σώζω. Χρεία δὲ ἡμῖν τῆς τοῦ παντοδυνάμου, καὶ πανσόφου Πνεύ ματος, δυνάμεως τε καὶ χάριτος, ὅπερ ζητεῖν ἐκθύμως ὀφείλομεν. Οὕτω γὰρ ἂν τὸ μὲν τόξον τῶν δυνα τῶν τῇ κακίᾳ δαιμόνων ἀσθενήσει, κατατοξεύον ἡμᾶς τοῖς τῆς ἡδυπαθείας λογισμοίς, ὥσπερ τισὶ πεπυρωμένοις βέλεσιν, οἱ δὲ τὸ πρὶν ἡσθενηκότες κατά διάνοιαν, καὶ κακότες πιστοί, ὕστερον μεγάλους ἐνδυναμωθήσονται εἰς τὴν τῶν ἐναντίων ἀναίρεσιν. νι,
col. 397–398page 170 of 262
PG 79:397Καὶ τοῦτο ἄρα ἐστὶν, ὅπερ προφητεύουσα ἡ πιστοτάτῃ μήτηρ τοῦ Σαμουήλ Αννα ἔλεγε ο Τόξον δυνα τὸν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύ ναμιν.» Οὐκ οἶδεν ὁ διάβολος, πότερον ἔσω ἐστὶν ἐν τῇ διανοίᾳ του ὁ οἰκοδεσπότης Χριστός, ἢ οὐ. Οταν οὖν ἴδῃ σε ὀργιζόμενον, ἡ ὀμνύοντα, ἢ κραυγάζοντα, Η λαλοῦντα αἰσχρὰ, καὶ μάταια, τότε νοεῖ ὁ ἐχθρ ὅτι οὐκ ἔστιν ἐντὸς τῆς ψυχῆς σου ὁ φυλάσσων τι, καὶ φροντίζων Θεὸς, καὶ περιφράττων τὰ ἐντὸς, και τὰ ἐκτὸς τῆς νοητῆς οἰκίας σου. Καὶ οὕτω λοιπὸν καθάπερ κλέπτης εἰσελθὼν ὁ πονηρός, ὡς μὴ ὄντος λύχνου ἐν τῇ καρδίᾳ σου, συλᾷ τὸν οἶκον τῆς ψυχῆς. Οὐ μόνον δὲ ἁμαρτωλοὶ ἄνθρωποι, ἀλλὰ καὶ οἱ λίαν πάσης ἀνδραγαθίας ἀντέχεσθαι σπεύδοντες, πολλάκις ἐγκαταλιμπάνονται πρὸς τὸ διδαχθῆναι ὑπομονὴν, καὶ καρτερίαν, πρὸς ἀνατροπὴν τῆς ὑπερηφανίας. Μεγάλα γὰρ νοσήματα υπεροψίας, καὶ τύφου, καὶ οιήσεως ἐν τοῖς κρυπτοῖς ταμιείας ἔχοντες τοὺς πολ λοὺς τῶν ἀνθρώπων, καὶ ἡμᾶς αὐτοὺς πολλάκις λανθάνομεν διὰ τὸ ἀνεπίσκεπτον. Αλλ' ὁ μέγας τῶν ψυχῶν ἡμῶν ἰατρὸς οἶδε πῶς ἐπιμελήσεται τῶν κρυ φίων. Μὴ οὖν ἀγανακτώμεν, καὶ μικροψυχῶμεν, καὶ ἀποδυσπετῶμεν, ἐφ᾽ οἷς ἡμῖν ἁρμοζόντως ἐπάγει ὁ Κύριος. Πολλοὶ γὰρ ἐν τῷ νοσοκομείῳ τοῦ παρόντος αἰῶνος τυγχάνουσιν ἄρρωστοι, και τραυματικοί, καὶ οὐ πᾶσιν ἡ αὐτὴ συμβάλλεται τράπεζα, ἄλλῳ γὰρ ἄλλως τὴν περιοδίαν, καὶ τὴν δίαιταν προσφέρει ὁ ιατρός· οὗτος, φησὶν, ὁ ἄρρωστος τῷ μέλιτι παρα ηγορείσθω πυκνότερον, καὶ ἄλλος τῇ πικρίᾳ τοῦ αψινθίου παραλυπείσθω, ἕτερος τῆς τοῦ ἐλλεβόρου ἀηδίας μετασχέτω, καὶ ἄλλον ἄλλως μετέρχεται, καὶ θεραπεύει. Οὕτω καὶ ὁ Θεὸς ἑκάστῳ ἡμῶν τὸ συμ φέρον οἰκονομεῖ. Σκοπὸς τῷ δημιουργῷ τῆς κακίας ὁμοῦ, καὶ ζωγράφῳ δαίμονι, εἰς βαρείαν καὶ ἀπαραμύθητον λύπην ἐμβάλλειν ἕκαστον ἄνθρωπον, καὶ ἀποστῆσαι πίστεως, καὶ ἐλπίδος, καὶ τῆς θείας ἀγάπης, ἅπερ ἐστὶ κυριώτερα, καὶ κράτιστα τῆς εἰς Θεὸν εὐσεβείας. Διὰ τοῦτο καί τινας τῶν πιστῶν παρασκευάζει πολλάκις διὰ τῆς κτηνώδους κινή σεως καὶ ἐπ' αὐτοῦ τοῦ ἁγίου οἴκου ῥέειν γονήν, ὅπως τὴν ψυχὴν τοῦ παθόντος ἐνέγκῃ εἰς ἀπελ πισμὸν, καὶ ἀθυμίαν, καὶ τελείαν ἀπόγνωσιν. Ο τοίνυν τῷ τοιούτῳ δαίμονι ἀντιστρατευόμενος, καὶ ἀντιπαραταττόμενος, δηλονότι πρὸς τὸν δολερὸν σκο τὸν ἁρμοζόμενος, τῇ ὑπομονῇ χρώμενος καὶ τῇ μα κροθυμία, δι' εὐχῆς καὶ νηστείας ἀνενδότου, καὶ πίστεως, καὶ ἐλπίδος, καὶ τελείας τῆς πρὸς Θεὸν ἀγάπης, καταπολεμήσει, καὶ καταγωνίζεται, καὶ νικήσει πάντως τὸν ῥυπαρὸν τοῦτον καὶ ἀκάθαρτον δαίμονα τη βοηθείᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ. Οὐ μόνον δὲ ἡ τῶν Γραφῶν ἀνάγνωσις παρ έστω, ἀλλὰ καὶ εὐχαὶ, καὶ ψαλμοί, καὶ ἐγκράτεια, ἀγρυπνία τε, καὶ χαμευνία, καὶ ἡσυχία, καὶ τὸ ἔργον τῶν χειρῶν. «Οὗτοι, φησίν, ἐν ἅρμασι καὶ ἵπποις, τουτέστιν ἐν ὀργῇ, καὶ μήνιδι, καὶ κενοδοξία, φθόνῳ τε καὶ τοῖς ἄλλοις παθήμασιν ὁπλίζονται καθ᾿ ἡμῶν οἱ δαίμονες· ταῦτα γὰρ ἵπποι, καὶ ἄρματα λέγονται
col. 399–400page 171 of 262
PG 79:399τῆς ἐναντίας δυνάμεως· ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικελευσόμεθα. Αρκεῖ γὰρ ἡμῖν πρὸς τὴν καθ᾽ ἐχθρῶν ἄμυναν τὸ ὄνομα Ἰησοῦ Χριστοῦ τοῦ πανυψίστου Θεοῦ. Πολλῆς οὖν ἡμῖν πρὸς τὸν Θεὸν χρεία δεήσεως, ἵνα μὴ ἐκπέσωμεν τῆς ἀρετῆς» Ὅτι γὰρ δυνατὸν ἐκ δικαιοσύνης εἰς ἁμαρτίαν μεταπεσεῖν, καὶ ἀπὸ τοῦ ἀπαθοῦς εἰς τὸ ἐμπαθές μεταμορφωθῆναι, κράζει πρὸς Θεὸν ἡ προφητεία·. Εγενόμεθα ὡς τὸ ἀπ' ἀρχῆς, ὅτι οὐκ ἦρξα; ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς, καὶ ἐσμεν ἀκάθαρτοι. Αλλ' ἐγχωρεῖ καὶ μετὰ τὴν συμβεβηκυίαν πτῶσιν, πάλιν τυχεῖν διὰ τῆς μετανοίας τῆς ἐν ἀρχῇ ἀπαθείας, καὶ ἰσχύος· πᾶς γὰρ ὁ διὰ μετανοίας, καὶ δεήσεως ζητῶν λήψεται καιρῷ τῷ προσήκοντι πάλιν τὴν ἐξ ὕψους δύναμιν, καὶ ἀπάθειαν. Πρόσχες τῇ προφητεία Εξεγείρου, Ἱερουσαλήμ, ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονος σου, ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμερῶν, διότι ἀπέδρα ἀπὸ σοῦ ἐδύνη, λύπη καὶ στεναγμός.» Μέγα δέ ἐστιν ἐν κακοῖς καὶ τὸ μικρὸν ἀγαθόν. Εἰ καὶ μεμισήμεθα ὑπὸ Θεοῦ διὰ τὰς ἁμαρτίας ἡμῶν, ἀλλὰ καὶ πάλιν ἀγαπηθησόμεθα διὰ τῆς μετανοίας. Ὅτι γάρ πάλιν προσλαμβάνεται ἡμᾶς ὁ πολυεύσπλαγχνος Δεσπότης, καὶ κατευφραίνει τῇ ἀγαπήσει αὐτοῦ, βλέπε τί λέγει τῇ νοητῇ Ἱερουσαλήμ, τουτέστι τῇ ψυχῇ ἡμῶν· «Καὶ θήσομαί σε ἀγαλλίαμα αἰώνιον, καὶ εὐφροσύνην γενεαῖς γενεῶν.» Μὴ ἀμφιβάλλης πῶς· ὅταν γὰρ βουληθῇ ὁ Θεὸς ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον μεταβάλει τὰ πράγματα, τῷ ἐπι τάγματι τοῦ Θεοῦ πάντα ἐξίσταται τὰ ἐναντιούμενα, ὅτι εὐκόλως, καὶ ἑτοίμως δυνήσεται Κύριος τὴν ἀν ῥάβδον τοῦ 'Ααρών, ταχύτερον τῶν ἐν γῇ ἐρριζωμένων φυτῶν καρποφορῆσαι προσέταξεν· εἴπερ ἐκεῖνα πολλαῖς χρόνων, καὶ καιρῶν τροπαῖς καρποφορεί, αὕτη δὲ ὑπὸ μίαν νύκτα, πάντα ὁμοῦ φύλλα, καὶ ἄνθη, καὶ καρπὸν προήγαγε. Δυνατόν οὖν τὰς πετρώδεις, καὶ λιθώδεις καρδίας ἀνθρώπων, διδασκαλίας πνευ ματικῆς ἀπολαύοντας, μεταβαλεῖν εἰς γῆν λιπαρὰν, καὶ καρποφόρον. Μὴ ἀναβαλώμεθα οὖν, ἀλλ' ἐντεῦθεν ήδη πρὸς Θεὸν ἐπιστρέψωμεν ὁλοκαρδίως. Ἐὰν γὰρ τῆς ἑαυτῶν σωτηρίας φροντίσωμεν, οὐχ ἕτερον, ἀλλ' ἡμᾶς αὐτοὺς μεγάλα εὐεργετήσομεν. Ἔχει γὰρ ἕκαστος ἡμῶν τὸ κατὰ φύσιν ὕψος, ἐὰν καλὰ ποιῶμεν· ἐὰν δὲ ἁμαρτάνωμεν, ἐκπεπτώκαμεν πάντως τοῦ κατά " θρωπότητα μετασκευάσαι, ὡς τὴν ἄφλοιον, καὶ ξηρὰν φύσιν ὕψους, καὶ χαμαιῤῥιφεῖς τινες γενόμενοι ώφθη μεν. Ἐὰν δὲ βουληθῶμεν εἰς τὸ ἀγαθὸν πάλιν νεῦ σαι, εὔδηλον ὅτι ἐπὶ τὸ οἰκεῖον καὶ συγγενὲς πάλιν ύψος ἀναβιβαζόμεθα. Εἴπερ λογικοί εσμεν, καὶ εὐ γενεῖς τῷ λόγῳ ὑπάρχομεν, πειθήνιοι καταστῶμεν τοῖς τοῦ Θεοῦ λόγοις, καὶ τῶν μὲν ρευστῶν, καὶ πρὸς ὀλίγον τερπνῶν, τὴν φυγὴν ποιησώμεθα, ἐπὶ δὲ τὸ διαρκή, καὶ ἀσάλευτα, καὶ τοῖς ἀπείροις αἰῶσι συμ παρεκτεινόμενα ἀγαθά, νηφαλέως τε καὶ σπουδαίως ἑαυτοὺς κατεπείξωμεν. σε
col. 401–402page 172 of 262
PG 79:401Ἡ κατὰ φύσιν διαγωγή ἡμῖν τε καὶ τοῖς ζώοις ἡ αὐτὴ ὥρισται παρὰ τοῦ Δημιουργού. «Ιδού, γὰρ ἔδωκα ὑμῖν, φησὶν ὁ Θεὸς τῷ ἀνθρώπῳ, πάντα τὸν χόρτον τοῦ ἀγροῦ· ὑμῖν ἔσται εἰς βρῶσιν καὶ τοῖς θηρίοις.» Κοινὴν οὖν μετὰ τῶν θηρίων λαβόντες τὴν δίαιταν καὶ ταύτην ταῖς ἐπινοίαις ἐπὶ τὸ ἀσωτότερον παρατρέψαντες, πῶς οὐκ ἀλογώτεροι κριθείη μὲν ἐκείνων, είγε τὰ μὲν θηρία μένει ἐπὶ τῶν ὅρων τῆς φύσεως μηδὲν παρακινήσαντα τῶν παρὰ Θεοῦ τεταγμένων· οἱ δὲ λόγῳ τετιμημένοι πάντη τῆς ἀρ χαίας ἔξωθεν διῃτήμεθα νομοθεσίας; Ποίαι γὰρ παρ' ἐκείνοις οψοφαγίαι; ποῖαι σιτοποιῶν καὶ μαγείρων τέχναι τῇ ἀθλίᾳ γαστρὶ δημιουργοῦσι τὰς ἡδονάς; Οὐχὶ δὲ τὴν ἀρχαίαν εὐτέλειαν ἀγαπῶσι ποηφα γοῦντα καὶ τοῖς τυχοῦσιν ἀρκούμενα, καὶ ναματιαίῳ κεχρημένα ποτῷ, καὶ τούτῳ τυχὸν σπανίως· διὸ καὶ τὰς ὑπογαστρίους ἡδονὰς μεμείωνται, οὐδεμιᾷ πιο μελώδει τροφῇ τὰς ορέξεις προσαναφλέγοντα, οὐδὲ πάντοτε τὴν ἄῤῥενος καὶ θηλείας ειδότα διαφοράν εἷς γὰρ αὐτοῖς καιρὸς τοῦ ἔτους ταύτην παρέχει την αἴσθησιν, τὸν δὲ ἄλλον χρόνον οὕτως ἀλλήλων ἀλλοτριοῦνται ὡς λήθην λαβεῖν πάντη τῆς τοιαύτης ὀρέ ξεως· ἀνθρώποις δὲ ἐκ τῆς περὶ τὰ βρώματα πολυ τελείας ἡ τῶν ἀφροδισίων ἀκόρεστος ἐπιθυμία πα ραβλαστάνουσα μανιώδεις κατέσπειρε τὰς ορέξεις. Οὐδένα γὰρ καιρὸν ἠρεμεῖν συγχωροῦσα τὸ πά θος. ΑΔ'. - ΕΥΠΟΡΟ ΔΙΑΚΟΝΩ. Προστάσσει ὁ νόμος Μωϋσέως φυλάττεσθαι μεθ ἑτέρων τινῶν καὶ τὸν μῦν, καὶ τὴν γαλήν. Ταῦτα δὲ νομοθετῶν, κελεύει διὰ συμβόλου καὶ τύπου μήτε τοῖς προηγουμένοις μιαροῖς συντίθεσθαι λογισμοῖς, μήτε τοῖς ἑπομένοις. Τῶν γὰρ ἀπειρημένων παθῶν τε, καὶ τρόπων, καὶ ἠθῶν, τὰ μὲν προλαμβάνει, τὰ δὲ ἐπακολουθεί. Προκαθηγησαμένης γὰρ τῆς ἀνθρωπαρεσκείας, καὶ κενοδοξίας, ἐπακολουθεί πάντως ἡ ὑπερηφανία, καὶ ἀλαζονεία, καὶ πᾶν πά θος αἰσχρὸν καὶ δαιμονιώδες. Προφθάνει πάλιν ἡ κακὴ ἐπιθυμία, ὀρύξαι τῆς ἀσελγείας τὸ σπήλαιον, καὶ εὐθὺς ἐπεισέρχεται ὁ αἰσχροπράγος δαίμων, καὶ ἐγκατοικισθεὶς τῷ γενομένῳ σπηλαίῳ, τὴν ἁμαρτ τίαν ἐργάζεται. Φησὶ γὰρ ὁ Κύριος Ἰησοῦς, ὅτι ὁ μετ' ἐπιθυμίας ἰδὼν γυναῖκα, μοιχὸς ἀπηρτισμένος ἐστί. Πάλιν προκαθηγησαμένης τῆς βασκανίας, καὶ τῆς ὀργῆς, ἔπεται ἐπιβουλή, καὶ βλάβη. Καὶ γὰρ ὁ μᾶς πολλάκις τὴν ἐπὴν πρῶτον διώρυξεν ἐν τῷ τοίχῳ, εἶθ᾽ ὕστερον γαλῆ εἰσελθοῦσα, ἢ ὄφις, ἢ ἔτε ρόν τι ἐνεφώλευσε τῇ τρυμαλιᾷ. ΛΕ. δ ΔΑΒΟΥΡΙΑ ΜΟΝΑΖΟΝΤΙ. Μέγα βοήθημα ἐστιν ἐν καιρῷ τῶν πειρασμῶν Ευιτ.
col. 403–404page 173 of 262
PG 79:403ἡ κατὰ Θεὸν ὑπομονή. Φησὶ γὰρ ὁ Κύριος Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Ο Οὐκ εἶπεν, Ἐν τῇ νηστείᾳ ὑμῶν, ἡ ἡσυχίᾳ ὑμῶν, ἢ τῇ ψαλμῳδία ὑμῶν· καὶ μὴν ταῦτα πάντα ἁρμό. ; ζει πρὸς σωτηρίαν ψυχῆς· ἀλλ', ο Ἐν τῇ ὑπομονή ὑμῶν. Ἐν τῇ ὑπομονῇ, τουτέστιν ἐν παντὶ πειρασμῷ ἐλευσομένῳ, καὶ πάσῃ θλίψει, κἂν ὕβρις ᾖ, κἂν ἐξουδένωσις, ἢ ἀτιμία ἀνθρώπου οιουδήποτε, εἴτε μικρός, εἴτε μέγας εἴη, κἂν ἀσθένεια σώματος, κἂν ἐπανάστασις πολέμων Σατανικῶν, κἂν οἱοσδηποτοῦν πειρασμὸς, εἴτε ἀπὸ ἀνθρώπων, εἴτε ἀπὸ δαι μόνων. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν·, οὐχ ἁπλῶς, ἐν τῇ ὑπομονῇ ὑμῶν, ἀλλὰ καὶ μετὰ πάσης εὐχαριστίας, καὶ προσευχῆς, καὶ ταπεινώσεως, ἵνα εὐλογήσῃς, ἵνα ὕμνους ἀναπέμψης τῷ Σωτῆρι τῶν ὅλων Θεῷ, τῷ εὐεργέτῃ, τῷ τὰ πάντα ἁρμόζοντι, καὶ συμφερόντως ἐπάγοντι τὰ πάντα, κἂν ἀγαθὸν, κἂν ἄλλως ἔχῃ. Καὶ ὁ ᾿Από στολος γράφει «Δι' ὑπομονῆς τρέχομεν τὸν προ κείμενον ἡμῖν ἀγῶνα τῆς πίστεως.» Τί γὰρ εὑρίσκεται μεῖζον ἀρετῆς; τί δὲ στερεώτερον, ἢ κραταιότερον ὑπομονῆς, τῆς κατὰ Θεὸν λέγω, τῆς βασιλίδος τῶν ἀρετῶν, τοῦ θεμελίου τῶν ἀνδραγαθημάτων, τοῦ ἀκυμάντου λιμένος; Αὕτη γὰρ, αὕτη ἐστὶν ἡ ἐν πολέμοις εἰρήνη, ἡ ἐν κλύδωνι γαλήνη, ἡ ἐν ταῖς ἐπιβουλαῖς καὶ τοῖς κινδύνοις ἀσφάλεια, ἡ τὸν κατωρθωκότα αὐτήν, ἀδάμαντος ποιοῦσα στερρότερον, ἣν οὐχ ὅπλα, καὶ τόξα κινούμενα, οὐδὲ στρατόπεδα ταρασσόμενα, οὐ μηχανήματα προσαγόμενα, οὐ τόξα, οὐ δόρατα ἀφιέμενα, οὐκ αὐτὸ τὸ τῶν δαιμόνων στρατόπεδον, οὐχ αἱ ζοφεραὶ φάλαγγες τῶν ἀντικειμένων δυνάμεων, οὐκ αὐτὸς ὁ διάβολος μετά πάσης αὐτοῦ παρατασσόμενος τῆς στρατιᾶς, καὶ τῆς μηχανῆς, παραβλάψαι δυνήσεται τὸν ταύτην κτησάμενον ἐν Χριστῷ. Ηθεται Χριστὸς βιαζομένων ἡμῶν αὐτὸν, ἵνα μείνῃ μεθ' ἡμῶν. Λήξαντος ἡμῖν λοιπὸν τοῦ φωτὸς τῆς ἀρετῆς, βιασώμεθα τοίνυν αὐτὸν, καθάπερ ὁ Κλεώπας, ἵνα συμμείνῃ ἡμῖν, καὶ συγκατακλιθείς τῇ εὐτελείᾳ ἡμῶν, καὶ τῇ ταπεινότητι ἡμῶν, κλάσῃ τὸν θεῖον ἄρτον, καὶ ἐπιδῷ τῇ ἡμετέρᾳ ψυχῇ. Οὐδὲν δὲ ὑπάρχει εὐχῆς βιαιότερον τῆς ἐκβιαζομένης πολ λάκις καὶ τοὺς καιρούς. Διότι παντοδύναμός ἐστιν ἡ εὐχὴ, καὶ ἀήττητος, ἧσπερ καὶ ὁ διάβολος κωλύειν ἡμᾶς σπουδάζει πειρασμοῖς χαλεπωτάτοις καὶ φορ τικοῖς, ἵνα ὡς μηδὲν ὠφελούμενοι, ἐάσωμεν τὸ ὅπλον τῆς μεγαλωφελούς, καὶ σωτηρίου εὐχῆς τῆς ἐν Χρι στῷ. ΛΖ'. - ΜΑΡΙΝΟ ΠΡΕΣΒΥΤΕΡΩ. Σὺ μὲν ἀπαιτεῖς, καὶ ἐξιχνεύεις διὰ τῆς ἀπιστίας τὸν καρπὸν τῶν προσευχῶν τῶν φοβουμένων τὸν Θεὸν, εἴτε κληρικῶν, εἴτε μοναχῶν, τὸν δὲ Θεὸν οὐκ ἐννοεῖς ζητεῖν σε, καὶ ἀπαιτεῖν τὸν καρπὸν τῶν ἑαυτοῦ προσταγμάτων. Σὺ θέλεις ταχὺ ἐπακούεσθαι προσ ευχόμενος, και παρακούεις τῶν τοῦ Θεοῦ ἐντολῶν. Ἐὰν ἐπακούσῃς, εισακουσθήσῃ. Δέξαι τὸν Θεὸν σε
col. 405–406page 174 of 262
PG 79:405νομοθετοῦντα, καὶ δέχεται σε εὐχόμενος. Ἐὰν δὲ παρακούσῃς, τοῦ Δεσπότου τῶν ὅλων καταφρονῶν, ποιεῖς καὶ τοὺς δικαίους παρακουσθῆναι ὑπὲρ σοῦ εὐχομένους. ΛΗ. - ΚΑΛΛΙΝΙΚΟ ΜΟΝΑΧΟ. «Ορη τὰ ὑψηλὰ ταῖς ἐλάφοις.» Και· «Φωνή Κυρίου καταρτιζομένη ελάφους.» Εἰ οὖν τῇ δεσποτικῇ διδαχῇ καὶ τοῖς θείοις τῆς ἀσκήσεως κανόσιν ἔλαφος ἀπειργάσθης, καὶ τῶν δρυμῶν τῆς κακίας ψιλωθεὶς κατεθάρρησας τῶν νοητῶν όφεων,καὶ ἀπο κτενεῖς αὐτοὺς, μὴ μείνῃς μέχρι τούτων, ἀλλὰ σπεῦδε τοῦ ἀνατρέχειν ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ διὰ τῆς ψαλο μυδίας τῆς συνεχούς, καὶ τῆς τελειότητος, καὶ τῆς μακαριωτάτης εκείνης θεωρίας, ἧς οὐδὲν ὑψηλότερον· εἴπερ «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Καί·. Ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με ὁ Κύριος,» τοῦ νικῆσαι τοὺς ὀλεθρίους δαίμονας ἐν τῇ ὁδῷ αὐτοῦ· καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με, ή, ὡς ἄλλο τῶν ἀντιγράφων ἔχει, ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με, διδάσκων χεῖράς μου εἰς πόλεμον κατὰ τοῦ διαβόλου. Εἴρηται γὰρ καὶ ἐν τοῖς Εὐαγγελίοις, ὅτι «Οἱ ἐν τῇ Ἰουδαίᾳ,» τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ πεφωτισμένοι, φευγέτωσαν εἰς τὰ ὄρη, τὸ ὕψος τῶν ἀρετῶν, καὶ τῆς ἐπουρανίου θεωρίας. συγγενὲς γάρ. ΛΘ'. - ΚΥΡΙΑΚΟ ΜΟΝΑΧΟ. Μὴ ὡς ψιλῷ ἄρτῳ προσερχώμεθα τῷ ἄρτῳ τῷ μυσ τικῷ· σὰρξ γὰρ ὑπάρχει Θεοῦ, σάρξ τιμία, καὶ προσ κυνητή, καὶ ζωοποιός. Ζωοποιεῖ γὰρ τοὺς νεκρωθέν· ~ τας ἀνθρώπους ἐν τοῖς παραπτώμασι· σαρξ δὲ κοινὴ οὐκ ἂν δυνηθείη ζωοποιῆσαι ψυχήν. Καὶ τοῦτο Χριστὸς ὁ Κύριος εἴρηκε ἐν τῷ Εὐαγγελίῳ, ὅτι ἡ σάρξ, τουτέστιν, ἡ κοινὴ καὶ ψιλή, οὐκ ὠφελεῖ οὐδέν. Τῆς σαρκὸς τοίνυν, καὶ τοῦ αἵματος μετα λαμβάνοντες τοῦ Θεοῦ Λόγου, μετ' εὐλογίας καὶ πόθου ζωὴν αἰώνιον κληρονομούμεν. Ο γὰρ τρώγων καὶ πίνων μετ' εὐθείας καρδίας μακαρίζεται. ΕΥΘΑΛΙΑ ΜΟΝΑΖΟΝΤΙ. Ἔστιν ὅτε μέλλοντος τοῦ ἀνθρώπου πειρασμῷ ψυχικῷ καὶ θλίψει περιπίπτειν, προλαβοῦσα ἡ χάρις τοῦ ἁγίου Πνεύματος παρηγορεῖ τὴν ψυχὴν ὑπερ βαλλόντως, καὶ παρακαλεῖ τὴν ψυχὴν ἐν εὐφροσύνη καρδίας, καὶ ἀναπαύει ἐπιῤῥοῇ δακρύων μελισταγών. ΧΧΧΙΧ. Εἶτα παραδίδωσι τῷ ἐχθρῷ πειράσαι, καὶ θλίψαι, καὶ διαταράξαι, καὶ τότε εὑρίσκει ἑαυτὴν ἡ ψυχή ἐν πικρίᾳ, καὶ φόβῳ, καὶ θυμῷ, καὶ κακῶν ἐπιθυμίαις, καὶ ἀπρεπέσι κινήσεσι, καὶ ἀπορίᾳ καρδίας, καὶ συλλήβδην φράσαι, ἀναριθμήτοις κακοῖς. Οταν τοίνυν ὁ ἄνθρωπος ἐν τῷ παντὶ γένηται, ἐπικρατήσαντος τοῦ πολεμίου, καὶ ἀθυμήσῃ, καὶ ἀπογνῷ ἑαυτοῦ, τότε πάλιν ἡ χάρις ἐφίπταται τοῦ Θεοῦ, φυγαδεύουσα μὲν τὸν δαίμονα, θάλπουσα δὲ πλουσίως τὸν κεκοπιακότα, καὶ ἀνακτωμένη τε, καὶ ἀνακαινίζουσα, διαναπαύουσά τε, ὃν τρόπον εὔσπλαγχνος μήτηρ τὸ κλαυθμυριζόμενον νήπιον, ποθεινῶς καὶ φιλοστόργως εναγκαλιζομένη, καὶ τὸν ἑαυτῆς μαστὸν σε
col. 407–408page 175 of 262
PG 79:407παρέχουσα, καὶ παράκλησιν ἱκανὴν τῷ βρέφει προσ αγομένη, καὶ πολλὴν πληροφορίαν. Ταῦτα δὲ οὕτως γίνεται, ὅπως τῇ τε προειληφυία παρακλήσει τῆς τοῦ Θεοῦ χάριτος, καὶ τῇ μετὰ τὸν πειρασμὸν γλυ κείᾳ ἐπισκέψει, καὶ τῇ μακαριωτάτῃ παραμυθία, καὶ τῷ πηγασμῷ τῆς ἀεννάου, καὶ αἰωνίου ἐλπίδος, στενοχωρηθεῖσα ἡ πονηρία τοῦ Σατανᾶ, καὶ λοιπὸν καταργηθεῖσα, φροῦδος ἀποδειχθείη τῇ προνοίᾳ τοῦ Κρείττονος. ΜΑ'. - ΕΥΓΕΝΙΑ ΠΡΙΓΚΙΠΩ. Ὅταν ἀγαθοεργήσας, ἢ τῇ θείᾳ προσελθών και νωνίᾳ, ἢ ἐκτενή τελέσας εὐχὴν, ἡ ἕτερόν τι τελέσας καλόν, πειρασθῇς σφοδρότερον ὑπὸ τοῦ διαβόλου, γνῶθι ὅτι πεπληγμένος ὑπὸ σοῦ ὁ πολέμιος, καὶ λίαν πεπονηκώς, ραγδαιότερον προσεφράγη σας, βρυχόμενος κατὰ σοῦ, ὥσπερ λέων, καὶ μὴ παύσῃ πλήττων αὐτὸν, καὶ νύττων, καὶ κατακεντῶν τοῖς νοητοῖς δόρασιν. Εἰ γὰρ τούτῳ μὴ λήξωμεν, μήτε ατονήσωμεν μαχόμενοι, μήτε ἀπαγορεύσωμεν πρὸς τὴν πάλην, καὶ τοὺς ποικίλους πολεμίους, ἀμούμεθα πάντως νίκην κατὰ τοῦ στίφους τῶν δυσμενῶν δαι μόνων. ΘΕΟΔΟΣΙΑ ΔΙΑΚΟΝΟ Μὴ δυσφόρει, τίνος χάριν, εἰ καὶ ἐν τοιαύτῃ κράτ ταιᾷ ἀῤῥωστίᾳ ἐξεταζομένου σου, καὶ τοῦ τόνου παραλυθέντος τοῦ σώματος, τὸ τῆς ἡδονῆς ἀναιδέστερον προσπαλαίει θηρίον. Μεμαθήκαμεν γὰρ παρὰ πολλῶν εὐλαβεστάτων ἀνδρῶν ἐν πείρᾳ γενομένων, ὅτιπερ τοῖς στρατηγοῖς τῶν ἡδονῶν δαίμοσι οἱ τὰς λύπας, καὶ τὰς ὠδῖνας ἐγκεχειρισμένοι παρὰ τοῦ διαθόλου δαίμονες βοηθεῖν, συνεργεῖν τε καὶ συν αίρεσθαι ήδονται, ὥσπερ ἀμέλει τοῖς ἀλγύνουσι, καὶ λυποῦσιν ἡμᾶς δαίμοσι συντρέχει ὁ δαίμων τῆς ἡδο νῆς, πρὸς τὸ καταπονῆσαι τὸν ἄνθρωπον, καὶ ἀπαλ λοτριῶσαι τῆς πρὸς Θεὸν εὐχαριστίας, καὶ ὑπο μονῆς, καὶ τῆς μακροθυμίας. Αλλήλοις γάρ, φησί, βοηθοῦσιν οἱ δαίμονες, εἰς ἀπώλειαν τῶν τούτοις περιπιπτόντων συμφωνοῦντες, τάχα πῶς ὁ ἄνθρω πως τῆς οἰκείας ἀπογνῷ σωτηρίας, τὸν λογισμόν συγχυθείς, πάθῃ τι τῶν ἀβουλήτων, καὶ παύση του εἰς σωτηρίαν προσκαλεῖσθαι τὸν Θεόν. Αλλ' αὐτὸς, τοῦτο μαθών, μηδέποτε παύσῃς ἐπικαλούμενος τὸν πεποιηκότα σε, καὶ ἀεὶ προνοοῦντά σου Θεόν. ΔΟΜΝΙΝΟ ΝΕΩΤΕΡΟ ΠΡΩΤΕΥΟΝΤΙ. Περὶ ὧν ἠξίωσάς με, ἀρτίως σημαίνω σοι. Σὺ δὲ τῇ μνήμῃ ἐγχάραξον διὰ τοὺς λόγους τῆς λήθης. Νῦν δὲ μὴ ἀπαιτήσῃς με λέγειν τὸ πρὸς ἡδονὴν ἀνενόχλητον περὶ τῶν φυσικῶς κεκτημένων τὴν ἀκινησίαν· ὀλίγους γὰρ εὑρίσκω καθάπερ λίθους τινὰς ἀψύχους, παντελῆ ἀναισθησίαν ἔχοντας πρὸς τὸ πάθος, καὶ τοσοῦτον, ὥστε μηδὲ ῥεῦσιν εἰς τοὺς ὕπνους ὑφίστασθαι. Τοῦτο δὲ δόσις Θεοῦ ὑπάρχει, ὥσπερ τοῖς ἐκ γαστρὸς μητρὸς εὐνούχοις τικτομένοις. Τοὺς δὲ λόγους τῆς τοιαύτης δωρεᾶς αὐτὸς μόνος ἂν εἰδείη ὁ ταύτην τισὶ μηδὲν ἀγωνισαμένοις, μηδὲ κοπιάσασι δεδωρημένος Θεός. Περὶ δὲ τῶν ἐν λογι σμοῖς τε, και γαργαλισμοῖς ποικίλοις ἐν τῷ ἐμπύρῳ ΜΓ'.
col. 409–410page 176 of 262
PG 79:409βρασμῷ, καὶ ταῖς ἐπιθυμίαις τῶν σωμάτων, νῦν λέξω σοι, τέκνον ἐμὸν ἄριστον, καὶ ἀσφαλίζου την νεότητα μάλιστα, δεσμεύων ταύτην, καὶ χαλιναγωγῶν τῷ φόβῳ τοῦ Θεοῦ, καὶ τῇ προσδοκίᾳ τῶν αιωνίων κολάσεων. Ἐὰν γὰρ σπουδάσης κραταιοῦσθαι κατὰ τῆς ἁμαρτίας, καὶ διαγωνίζεσθαι, καὶ πυκτεύειν πρός τε τοὺς μυρίους ὑποβαλλομένους λογισμοὺς τῆς αἰσχρότητος, καὶ πρὸς τὰ φλεγμαίνοντα τῆς σαρκὸς κινήματα, εὖ οἶδα, ὅτι πολλὰ εὐτ φημήσεις σαυτὸν τῆς καλλίστης ἀνδρίας, καὶ τοῦ σώφρονος νοῦ, καὶ ἀποδέξῃ σαυτὸν, καὶ ἐπαινέσεις, καὶ ἐν ἀῤῥήτῳ χαρᾷ, καὶ εὐφροσύνη καρδίας διεξε λεύσῃ τὸν ἀνθρώπινον βίον. Ἐὰν γὰρ μικρῷ χαυνωθεὶς ταῖς τῆς βραχείας, καὶ ματαίας ἡδονῆς παρακλήσεσι, παραχωρήσῃς αἰχμαλωτισθῆναι τὸν νοῦν σου, καὶ ἡττηθῇς τοῦ οἴστρου, εὖ ἴσθι λυπηθη σόμενόν τε, καὶ καταστυγνάζοντα πληγαῖς συνειδήσεως, καὶ μυρία σεαυτὸν λοιδορήσαντα, καὶ κατα μεμψάμενον. Ο τῆς πορνεία; πολύσπιλος, καὶ πολύμορφος δαίμων, ἄλλον ἄλλως πειράζει, καὶ ἄλλοις ἄλλως ὀχλεῖ. Καὶ τοῖς μὲν τῶν νέων ταχύτερον παραβάλλει, τοῖς δὲ βραδύτερον· καὶ τοὺς μὲν περὶ τὸ δωδέκατον ἔτος τὴν φθορὰν ἐκδιδάσκει, τοὺς δὲ εἰς τὸν ὀκτωκαιδέκατον ἐνιαυτὸν φθάσαντας, Αγκιστρεύει τῷ πάθει, ἄλλους δὲ ὑπὲρ τὰ τριάκοντα ἔτη γενομένους, παρ' ἐλπίδα, εἰς τὸ τῆς αἰσχροπραγίας κατέσπασε βάραθρον. Ωπως δὲ καὶ τοὺς ἀπείρους τοῦ πάθους τοῦ πορνικοῦ ὁ ἐπάρατος δαίμων έχε διδάσκει τὸ πρᾶγμα, ξενίσθητι· ἐν γὰρ ταῖς μεσημε Γριναῖς κειμένου πολλάκις τοῦ παιδὸς ἐπὶ τῆς στρωμνῆς, ἐπιστάς τούτῳ ὁ δαίμων καθ᾿ ἡσυχίαν πολλὴν ὥσπερ ὄφις δόλιος, καὶ πανούργος, λαλεῖπρὸς τὴν ψυχὴν διὰ τῶν ἐνθυμήσεων, ὡς ἐκ προσ όπου τινὸς ἄρρενος, ἢ θηλείας, καὶ προτρέπει λιπα μῶν πρὸς τὸ βδελυκτὸν πάθος, ἐνίοτε δὲ καὶ τῆς κεφαλῆς τοῦ παιδὸς καθαψάμενος ἀποσοβεῖ τὸν ὕπνον, ἵνα λοιπόν γρηγορῶν, καὶ μὴ ἔχων τί πρᾶξαι περὶ τοὺς λογισμοὺς τῆς ῥυπαρίας ἀπασχοληθῇ, καὶ ἀδολεσχήσας ἐν τοῖς αἰσχροῖς βουλεύμασιν, εὐχερῶς μᾶλλον ἐκμάθῃ τὴν πορνείαν. Ἐὰν δὲ εἰς ὕπνον κατενεχθῇ ὁ νέος, πάλιν διὰ τῶν ὀνείρων ἐφίστησι τούτῳ, τὴν ἁμαρτίαν ἀκριβῶς ζωγραφήσας, καὶ τοῦ σαρκίου ψαύσας, καὶ πύρωσιν ἐμβαλών, ἄλλον πάλιν παρασκευάζει όψεώς τινος ἀνθρώπου, ἢ γυναικὸς ἀλόγως, καὶ δυσγνώστως, μηδὲν μὲν δῆθεν πορνικὸν ὑπεμφαίνων, ψιλὴν δὲ φιλίαν, καὶ στοργὴν ἀκόρεστον ἐνδεικνύμενος. Πλὴν ὅτι ὁ σκοπὸς τοῦ δαίμονος ἐν τῷ δράματι τούτῳ οὐκ εἰς ἀγαθὸν, ἀλλ᾽ εἰς κακὸν τέλος βλέπει. "Αλλοις δὲ φανερῶς τὴν ἐπιθυμίαν τῆς καρδίας εἰς ἔργον ἐξενέγκαι θερμῶς ἀπαγορεύει. ᾿Αλλον διὰ τῆς τῶν συννεωτέρων ὁμιλίας πρὸς τὴν ἡδονὴν φέρει, ἄλλον διά τινων εἰδῶν παρανομίας, ὦν μὴ χρή λέγειν, ἐξορύττει τῆς θείας σωφροσύνης. "Αλλων οὖν ὑπὸ τοῦ κακίστου δαίμονος τῆς πορνείας συνδεσμουμένων, καὶ ἀγρευομένων εἰς ὄλεθρον, ὅση δύναμις, σεαυτόν περιστοίχιζε τοῖς φραγμοῖς τῆς ἁγνείας, ἵνα μὴ πάθῃς ἐκεῖνο, ὅπερ φησὶν ὁ προφήτης ἐκ προσώπου τῶν παγιδευομένων, ὅτι Εσπευσα τοῦ μὴ βλέπειν, διότι ἀθεσίαν, καὶ τα
col. 411–412page 177 of 262
PG 79:411. λαιπωρίαν ἐπικέκλημα: μᾶλλον.» Πᾶς γὰρ ἄνθρω το της μὴ ἀκούων τοὺς λόγους τοῦ Κυρίου πρὸς τὴν ἀβλεψίαν τῆς ἀρετῆς, καὶ τὸν ζόφον τοῦ πόλους του πορνικοῦ, πρὸς τὴν ταλαιπωρίαν τοῦ μύσους εξ έλκεται, κατασπευδόμενος ὑπὸ τοῦ ἀναπείσαντος Ευπαροῦ δαιμονίου· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ δέπει ὁ ἄνθρωπος πρὸς τὸ θέλημα τῆς σαρκὸς, καὶ τοῦ δαίμονος. Εἶπε τοίνυν ὁ λόγος τῆς ἁγνείας ἐν τῇ Γραφῇ πρὸς τοὺς ἀγωνιζομένους, ὅτι ο Έρχεται ὥρα, ἵνα ἀποστῆτε ἀπ' ἐμοῦ, καὶ μόνον με ἀφῆτε. Ρᾳδίως μὲν γὰρ ἄνθρωπος ἀφίσταται τοῦ σεμνοῦ, καὶ μαχαρίου βίου, συμπλέκεται δὲ τῇ ἐπονειδίστῳ, καὶ αἰσχρᾷ ἐργασίᾳ, καὶ καταβαίνων μὲν ἀπὸ τῆς Ἱερουσαλήμ εἰς Ἱεριχῶ, λῃσταῖς δὲ περιτυγχάνων, τοῖς ψυχοφθόροις δαίμοσι, καὶ τὰ μὲν ἱμάτια τῆς στρυφνότητος, καὶ τῆς ἁγιωσύνης ἐκδυόμενος, πλη γὰς δὲ λαμβάνων ἀκαθαρσίας, καὶ δεινῆς ἀκρασίας, ἡμιθανής καταλιμπανόμενος ἐνώπιον τοῦ Θεοῦ. Τὸ γὰρ ὅλως μεμνήσθαι μετανοίας, καὶ ἐπὶ τὰ κρείτα τονα μεταβολῆς, τὸ ἥμισυ τῆς αἰωνίου ζωῆς αἰνίττεται. Καιρὸν δὲ ἕξει καὶ πρὸς παντελή ζωήν. Ζωὴν δέ φημι τὴν καταρτιζομένην διά πλειόνων σπουδῆς, καὶ καρπῶν ἀξίων μετανοίας βεβαίας. ᾿Αλλὰ μὴ χρήζεις αὐτὸς κακοπαθείας τοσαύτης, καὶ σάκκου, καὶ σποδοῦ, καὶ σπαραγμῶν, καὶ πικροῦ κλαυθμού τε καὶ οἰμωγῆς, ὧν δὴ ὑπομένουσιν οἱ τὸν ὀλίγον καιρὸν τῆς μετανοίας ἡδονῆς θερίζοντές τε καὶ τρυγῶντες ἀθλίως. ᾿Ανώτερον δὲ στήσῃ τῶν δικτύων τοῦ ἐχθροῦ, εἴπερ σπουδάσεις μηδόλως ποτέ Έξω γενέσθαι τειχῶν Ἱερουσαλήμ. Ἱερουσαλήμ δὲ ἑρμηνεύεται ὄρος εἰρήνης· ὅπερ ὄνομα κατὰ τὸν πρόχειρον νοῦν σημαίνει εὐάρεστον, καὶ ἁγνὴν πο λιτείαν· ἡ γὰρ σαρκικὴ ἡδονὴ οὐκ ἔστιν ὅρος εἰρή νης, ἀλλ' ὅρος μάχης, καὶ πολέμου, καὶ ταραχής, καὶ ἀκαταστασίας, καὶ θορύβου, καὶ ζάλης, καὶ ἐπαλλήλων κυμάτων πάθους, καὶ ἁμαρτίας, καὶ ἀνακηρύκτου προθέσεως. Οὐδέποτε γὰρ ἡσυχάσαι ἡ καταπραϋνθῆναι δύναται ἡ ἡδονὴ ἐν τοῖς ὑποπεπτω κόσιν, καὶ ἡττηθεῖσιν αὐτοῖς· ἀλλ᾿ ὥσπερ τις βάρ βαρος δέσποινα πληγαῖς τε αἰκίζεται λαγνευμάτων, καὶ φόρους ἀπαιτεῖ ἀνενδότως, καὶ κατηναγκασμένως τοὺς καταδουλωθέντας τοῖς πταίσμασι, καιρὸν μηδένα σχεδόν παρέχουσα τοῖς ὑποπεπτωκόσι. Φησὶ γὰρ καὶ τὸ θεῖον λόγιον, ὅτι «Ο καιρὸς ὁ ὑμέτερος πάντοτε πάρεστιν ἑτοιμότατα. Ὁ δὲ καιρὸς ὁ ἐμὸς οὐ πάρεστιν.» Οὐδὲ εὐχερῶς φαίνεται παρρησία διότι οἱ ἄνθρωποι ἡδέως μᾶλλον ἡττώμενοι τῆς φθορᾶς, καὶ τὸ δηλητήριον τῆς ἡδονῆς φιλοῦντες παντὶ καιρῷ, νύκτωρ καὶ μεθ᾽ ἡμέραν τῷ κακώ ἡδέως ὑπηρετεῖν σπεύδουσιν. Τῆς δὲ ἀρετῆς τὸ βα σίλειον, καὶ τὴν δεσποτείαν οὐδενὶ τάχα καιρῷ οἱ πολλοὶ βούλονται ἐννοῆσαι, ἢ διαλογίσασθαι, ἐκ μεμηκότες τῷ οἴστρῳ τῆς ἡδονῆς. ᾿Αλλὰ σύ, τέκνον, φεύγε τοῦ ἐχθροῦ τὰ δίκτυα· ἕλκεις γὰρ ὥσπερ τὸ γένος οὕτω τῇ καλλίστῃ προαιρέσει καὶ τὴν τῶν πατέρων σου, καὶ πάππων θαυμαστὴν σωφροσύνην, Θεῷ μὲν διηνεκῶς σὺ προσανέχειν σπουδάζων,
col. 413–414page 178 of 262
PG 79:413καταπτύων τε τῶν ὡραίων τοῦ βίου, νηστεύων τε καθ᾿ ἑκάστην ἡμέραν, καὶ εὐχαῖς, καὶ ἐλεημοσύναις σεαυτὸν ἐκλαμπρύνων, καὶ τὴν καθαρότητα διασώζων ἐν μέσῳ μυρίων μολύνειν δυναμένων· καὶ τὸ παράδοξον, ὅτι καὶ τὰ δημόσια χειρίζων πράγματα, καὶ δημοσίοις πρακτῆραι, καθώς χρεία, ποιῶν τὰς ἀποκρίσεις, οὐκ ἀμελεῖς τῆς τῶν Ἐκκλησιαστικών βίβλων ἀναγνώσεως· τοσοῦτον δὲ ἀσπάζῃ τὴν τα πεινοφροσύνην, ὥστε μετὰ τὴν τῶν ἐγκυκλίων παί δευσιν, καὶ τὴν τῶν φιλοσοφουμένων ἐκμάθησιν μὴ ἐρυθριᾷν πύθεσθαι μοναχῶν πολλάκις καὶ ἀγροίκων, καὶ παρ' αὐτῶν ἡδέως δέχεσθαι ἐφόδιον ψυχικῆς σωτηρίας. Τελείως τοίνυν σαυτὸν ἐξασφαλίζου καθά προείρηκα ἐκ τῶν μηχανημάτων τοῦ δαλίου. Οὐ μόνον γὰρ ἐν τοῖς ὕπνοις ἀσελγῶς, καὶ αἰσχρῶς, λίαν τὸ πάθος ὁ δαίμων σχηματίζει, ἀλλὰ καὶ γρηγοροῦντος πολλάκις τοῦ ἀνθρώπου ποιεῖ βλέπειν τὸν νοῦν συγγινομένους δῆθεν ἀλλήλοις πρὸς ἁμαρτίαν, καὶ μιγνυμένους ἄνδρας τε καὶ γυναῖκας. Καὶ πάλιν ἔσθ' ὅτε ἐν τῇ Ἐκκλησίᾳ προσευχομένου τινός διερεθίζει μὲν φλογίζων τῷ πειρασμῷ τὰ γεννητικά μόρια, ατόποις δὲ λογισμοῖς τιτρώσκει τὴν καρδίαν. Εστι δὲ ὅτε διὰ τῆς ἡδυπαθείας καὶ ῥεῦσιν παθεῖν ποιεῖ τὸν ἐκπειραζόμενον· πολλάκις δὲ καὶ γονήν πλείονα εναποθέμενα ἐν ταῖς ψόαις, ἐν αὐτῷ τῷ οὐρεῖν τὸν ἄνθρωπον καὶ αὐτὴν τὴν γονὴν συνεκφέρει τὰ ούρα, ὥστε πτοηθέντας, και ξενισθέντας τινὰς εἰς ἀπελπισμὸν καὶ ἀπόγνωσιν κλίναι· τινὰς δὲ, μάλιστα ἐν ταῖς σεπταῖς ἑορταῖς σφοδρότερον πει ράζει ὁ δεινὸς, καὶ ἀναίσχυντος. Ταῦτα μὲν οὖν ὀλίγα ἐκ πολλῶν εἰς φανερόν σοι ἤγαγον τῆς τέχνης – τῶν ἀκαθάρτων δαιμόνων. Ἐὰν δὲ ἀπολύσῃς τοὺς πρακτῆρας, καὶ εὐκαιρήσῃς, ἐλεύσῃ πρός με, καὶ κατὰ πρόσωπον λέξω σοι ἐντελέστερον τὰ κατὰ τοὺς πολέμους τους πορνικούς. Αλλ' έβδωτό μοι ἐν Κυρίῳ, υἱῶν προσφιλέστατε, ΣΥΜΜΑΧΙΑ ΚΟΜΗΤΙ. ΜΑ'. Φησὶ περί τινων ἐνδεῶν ὁ καρτερικώτατος Ἰώβ, ὡς. ὅτι παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην, περιεβάλλοντο πέτραν. Πέτρα δὲ πολλαχοῦ ὁ Χριστὸς κατωνόμασται. Όσοι τοίνυν μὴ κέκτηνται πράξεις καλὰς προσφεύγοντες τῷ Χριστῷ ἐν πολλῇ ταπεινώσει, καὶ ἱκεσίᾳ περιβάλλονται πρὸς σωτηρίαν, την Δε σποτικὴν δόξαν. Τῷ αὐτῷ. Τῷ δευτέρῳ λῃστῇ εἴρηται, καὶ ἐπήγγελτα: ὄνομα παραδείσου. Τοῖς γὰρ ἀποστόλοις βασιλεία οὐρανῶν " ἐπηγγέλθη. Οὐκοῦν ὁ ἐν τῷ σταυρῷ λῃστὴς ἀντὶ τοῦ προπάτορος Αδάμ τοῦ πρώτου κλέπτου, λαμβάνει παράδεισον. ΓΕΛΑΣΙΟ ΜΟΝΑΧΟ. Οὐ μόνον γαστριμαργεῖν ὑποτίθενται οἱ παμμήχα νοι δαίμονες, ἀλλὰ καὶ ἀσιτίας σκληράς, καὶ νη στείας ὑπὲρ τὸ μέτρον τελεῖν παρακαλοῦσι, δύο ταῦτα μνώμενοι, ἢ τύφῳ ἐκβακχευθῆναι τὸν δελεαζόμενον, νομίζοντα πλέον τι τῶν συνασκουμένων ἀδελφῶν πολιτεύεσθαι, καὶ τοῖς γυψίν ἴσα πέτεσθαι διὰ τῆς ἐγκρατείας, ἢ τὸ σῶμα καταλυθῆναι, καὶ
col. 415–416page 179 of 262
PG 79:415μηκέτι μήτε ἑαυτῷ μήτε ἄλλῳ χρησιμεύσαι, καὶ τῆς ο νόσου πολλάκις πολλὴν ἐπίτασιν δεξαμένης τῷ χρόνῳ, εἰς ἀπιστίαν λοιπὸν, καὶ ἀνελπιστίαν, καὶ βλαστ φημίαν ἐκκυλισθῆναι τὸν ἄνθρωπον. ΜΖ'. — Τῷ αὐτῷ. Τὰς ὑπερβολὰς καὶ τὰς ἐλλείψεις φυλάττου. ΜΗ'. - Τῷ αὐτῷ. Πᾶσα ἀληθὴς ἀρετὴ καὶ ἔστι καὶ λέγεται. ΜΘ'. — Τῷ αὐτῷ. Τῶν κοινῇ παρατιθεμένων τοῖς ἀδελφοῖς εὐτελῶν σιτίων μεταλάμβανε ἀνυποκρίτως, ἵνα μὴ τοίνυν ταῦτα παραιτούμενος δῆθεν μετ' οὐ πολὺ ἐξ ἀσθενείας κραταιᾶς τὸν τρόπον μεταβαλών, παντοίων γένος, καὶ εἶδος πολυτελών σιτίων ἐπινοῶν φωραθῇς μὴ παρ όντων. Ν'.— ΕΛΕΥΘΕΡΙΟ ΜΟΝΑΧΟ. Οσῳ τις ἐν πλείοσιν ἔργοις ἀγαθοῖς γίνεται, ὑπὸ πλειόνων θλίβεται, πολλῶν αὐτῷ ἐπανισταμένων πνευμάτων τε πονηρῶν, καὶ ἀδίκων ἀνθρώπων. Αφίησι δὲ ὁ Θεὸς πολλοὺς θλίβειν τὸν δίκαιον, ἀφορ μας παρέχων αὐτῷ αἰωνίου, καὶ ἀοιδίμου δόξης, ἐκ τῶν ὑπερβαλλουσῶν ὑφισταμένης Ολίψεων. Οπόταν τοίνυν ὁ δίκαιος πρὸς τὸν Θεὸν ἐπαπορῶν φράζε Διατί, ὦ Δεσποτά μου, πάντες οἱ λυποῦντές με κατισχύουσί μου; • ἵνα τί, ὦ Δέσποτα μου, μακράν ἀφέστηκας, καὶ ὑπερορᾷς με μυρία θλιβόμενον, καὶ καταπονούμενον; ἵνα τί ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν τῆς ἀθλίας μου ζωῆς; ἔτι ταῦτα, καὶ τὰ τοιαῦτα τῷ δικαίῳ λαλοῦντι ἀποκρίνεται αὐτῷ ὁ εἰ πὼν Θεὸς ἐν τῷ προφήτῃ, ὅτι «Ετι λαλοῦντός σου, Ιδού πάρειμι, ο ἀποκρίνεται τῷ πιστῷ, καὶ γνησίως ἀναβλέποντι πρὸς αὐτὸν δούλῳ, καὶ λέγει, ὅτι Διὰ τοῦτο ἀφο ἢκά σε ἐπὶ πολὺ Ολιβῆναι, καὶ καταδαμασθῆναι ταῖς συμφοραῖς, ἵνα δόξης αιωνίου βάρος σοι κατεργάσω μαι. Διὰ τοῦτο πολλαὶ εἴρηνται, καὶ γίνονται τῶν δικαίων αἱ θλίψεις. ΝΑ'. — ΑΝΑΤΟΛΙΑ ΠΡΕΣΒΥΤΕΡΩ. Καὶ τί ξένον, εἰ πᾶσαν ἀρετὴν ἐγκολπισάμενος, τῷ τῆς δειλίας πρὸς γυμνασίαν παρεδόθης πνεύματι; Εθου γάρ, φησί, τὰ ὀχυρώματα αὐτοῦ δειλίαν, καὶ ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτόν. Αλλ' ὀλί γον ἀνάμεινον, καὶ δψῃ τοὺς βραχίονας τῶν ἐχθρῶν συντριβομένους ὑπὸ ἁγίου ἀγγέλου τοὺς ἀρτίως σε θλίβοντας, καὶ ζητήσεις τὸν τόπον τοῦ τῆς δειλίας το δαίμονος, καὶ οὐ μὴ εὑρήσεις αὐτὸν, καὶ αὐτοῖς ὀφθαλμοῖς ὄψῃ τοὺς διώκοντας σε, φεύγοντας. ΝΒ'. - ΚΟΛΟΡΒΑΣΙΟ. Ὁ ἀμελῶν τῆς ἐργασίας τῶν κατὰ Χριστὸν ἀριστευμάτων, τῆς δὲ καλλιλεξίας ἀντιποιούμενος, ὅμοιός ἐστιν ἀνθρώπῳ λίθινον φιλοκαλοῦντι ἄρτον, ἐξ οὗ μὴ τραφήσεται, μᾶλλον δὲ τοὺς ἰδίους συγκλάσει ὀδόντας. ΝΙ. — ΒΗΡΙΜΟ ΜΟΝΑΧΟ. Πολλοί θαρρούντες ἑαυτοῖς διά τινας ἀρετὰς, καὶ μὴ προσδοκήσαντες εἰσελεύσεσθαι πρὸς αὐτοὺς τοὺς ΑΛΛΗ, ΙΙ,
col. 417–418page 180 of 262
PG 79:417πολιορκοῦντας τὴν ψυχὴν, καὶ ἐκπορθοῦντας δαίμονας μέγα πεφρονήκασι. 'Αλλ' ὅμως παρ' ἐλπίδας ἀλλοιωθέντες ἐπὶ τὸ χεῖρον, πεῖραν τῶν πολεμίων εἰλήφασιν, εἰσελθόντων διὰ τῶν αἰσθήσεων τοῦ σώ ματος, καὶ τὴν ἀθλίαν ψυχὴν ἐρημωσάντων. Διόπερ καὶ γέγραπται, ὅτι «Οὐκ ἐπίστευσαν βασιλεῖς τῆς γῆς, ὅτι εἰσελεύσεται ὁ ἐχθρὸς, ἐκθλίβων διὰ τῶν πυλῶν Ιερουσαλήμ. ) Τῷ αὐτῷ. Ὅτι δυνατὸν καὶ μετὰ σωφροσύνην εξενεχθῆναι διὰ τῶν ῥυπαρῶν λογισμῶν εἰς τὴν σωματικὴν ἀκαθαρσίαν ατονήσαντας μὲν τῇ ἀρετῇ, ἰσχύσαντας δὲ τῇ καπία, δέχου τὴν μαρτυρίαν· λέγει γάρ ο ἐσαλεύθησαν ἐγρήγοροι ἐν ταῖς ἐξόδοις, ἐμολύνθησαν ἐν αἵματι, ἐν τῷ μὴ δύνασθαι αὐτοὺς, ἡψαντο ἐνθυμημάτων αὐτῶν.» ΝΕ. Τῷ αὐτῷ. Εἰ βούλει μὴ ἐμπεσεῖν εἰς πᾶσαν ἁμαρτίαν, προς κατάβαλε, καὶ ἐκ βάθρων κατάσκαψον, καὶ ἐξόρυξον τὸ μάταιον φύσημα. Ν. Τῷ αὐτῷ. Ἐὰν εἶδές τινα ακαθαρτότερον πάντων ἀνθρώπων ἀκαθάρτων, καὶ τῶν πονηρῶν πονηρότερον, μὴ θε λήσῃς τοῦτον καταδικάζειν, καὶ οὐ καταλειφθείση ὑπὸ Θεοῦ, οὐδ᾽ οὐ μὴ δορυάλωτος γένοιο. ΝΖ'.— Τῷ αὐτῷ. Τοῖς διαφανεστέροις, καὶ καθαροῖς τῶν ποιμένων, Έξεστι κρίνειν, τοῖς ἐμπεπιστευμένοις τὰς κλεῖς τῆς βασιλείας, οὐχὶ τοῖς ποιμαινομένοις, καὶ ταῖς τῶν ἁμαρτημάτων κηλῖσι κατεστιγμένοις. ΝΗ'. — ΜΑΥΡΙΑΝΟ ΜΟΝΑΧΟ.. Ἐὰν ἡσυχάζωμεν, καὶ τῇ εὐχῇ καὶ τῇ ψαλμῳδίᾳ ἐν τῷ μοναστηρίῳ προσκαρτερῶμεν, καὶ μὲ παρενο χλῶμεν τοῖς κοσμικοῖς, ὁ Θεὸς ἐκείνους αὐτοὺς φέρει πρὸς ἡμᾶς, προνοῶν, καὶ φροντίζων ἡμῶν, καὶ ἀναγκάζει αὐτοὺς μετὰ προθυμίας ποιεῖν ἡμῶν τὰς σωματικὰς χρείας. Φροντίζει δὲ ἡμῶν ὁ Θεὸς, ἐπειδὴ καὶ ἡμεῖς τοῦ πνευματικοῦ ἔργου φροντίζομεν. ΝΘ'. - Τῷ αὐτῷ. Ἰατρὸς καν κολάζῃ, ὀδύνας προσάγων κάμνοντι, κἂν θάλπῃ, κἂν ἀναπαύῃ, κηδεμονικῶς πάντα κατ' ἐπιστήμην ποιεί. Ε'.-- Τῷ αὐτῷ. Εἰ βούλει μήτε ἐνταῦθα μήτε ἐκεῖ δοῦναι δίκην, ἀπαίτησον ἑαυτὸν εὐθύνας. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνο μεν, οὐκ ἂν ἐκρινόμεθα. ΞΑ. Τῷ αὐτῷ. Καὶ πῶς ἂν, φής, δίκας ἐμαυτὸν εἰσπραξαίμην; Ἐγὼ φήσω· Ταπείνωσον σεαυτόν, πένθησόν τε, καὶ στέναξον ἐπὶ τοῖς παραπτώμασι· οὐ μικρὰ γὰρ τιμωρία, καὶ βάσανος τῇ ψυχῇ, τὸ ἀναλογίζεσθαι, καὶ θρηνεῖν τὰ οἰκεῖα σφάλματα, μεγάλη γὰρ τοῦ τέγε οδύνη, καὶ αἰκία, καὶ κόλασις. Διὰ τοῦτο καὶ ἄθλον
col. 419–420page 181 of 262
PG 79:419ή δικαιοσύνης χαρίζεται ὁ Θεὸς τῷ ἀνθρώπῳ τῷ διὰ η τῆς ἐξομολογήσεως ἑαυτὸν κατατρύχοντι. Λέγε γὰρ, φησί, πρῶτος τὰς ἁμαρτίας σου, πρὶν ἄλλος σου κατηγορήσῃ, ἵνα δίκαιος γένῃ. ΕΒ'. ΑΚΥΛΑ ΑΠΟΥΠΑΤΩΝ. Πρὸ τῆς Κυριακῆς ἡμέρας, θέλησον προφθάσαι τὸν οὐράνιον δικαστήν, ἐξάρπασον σεαυτόν γεέννης. Εἰ βούλει συγχωρηθῆναι σου παρὰ τοῦ ἄνω Δεσπότου τὰ μυρία τάλαντα, ἄφες καὶ σὺ τῷ συνδούλῳ σου τὰ ἑκατὸν δηνάρια· σύνδουλον δὲ τὸν σὸν οἰκέτην καλῷ, ἐπειδὴ καὶ σοῦ, καὶ αὐτοῦ ἐν οὐρανῷ ὁ Κύριος ὑπο άρχει. Τῷ αὐτῷ. Οὐ χρὴ ἀπογινώσκειν, οὐδὲ ἀπαγορεύειν ἐν παντὶ ὅλως παραπτώματι, ἀλλ᾽ ἐπιγινώσκειν καὶ ἐξομολογεῖσθαι. Οἱ γὰρ ἀπογινώσκοντες ἑαυτῶν τοῖς ἀσεβέσι συναριθμοῦνται. ΣΔ'. — ΙΟΥΛΙΑΝΟ ΠΡΕΣΒΥΤΕΡΟ. Απόκρυφον τῆς ψυχῆς ταμεῖον ἡ καρδία προσείρηται, ἐν ᾗ πολλαὶ γίνονται ἀνομίαι, ας μόνος βλέ πει ὁ ἀκοίμητος ὀφθαλμός. Πολλάκις τοίνυν καὶ πρεσβύτεροι ἐν τῇ καρδίᾳ αὐτῶν, ἀνομίαν ἐργά ζονται. ΞΕ. Τῷ αὐτῷ. Σκόπησον μήποτε καὶ αὐτὸς ἐν τῷ ἀποκρύφω οἴκῳ τῆς διανοίας τὰ τῶν αἰσχίστων παθῶν εἴδωλα διαγράφων, θεοποιῇς τε καὶ θεραπεύῃς. Φησὶ γὰρ ὁ προφήτης, ὅτι ο Εἰσῆλθον, καὶ εἶδον, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους, βδελύγματα μάταια, καὶ εἴδωλα διαγεγραμμένα κύκλω.» ΕϚ'. - ΠΑΥΛΩ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Μὴ βούλου ἀχειμάστως καὶ ἀμερίμνως διεξέρχεσθαι τῆς ταλαιπώρου ταύτης ζωῆς τὰς βραχείας ἡμέρας· τὸ γὰρ ἀμέριμνον, καὶ διευθυμεῖσθαι, καὶ μηδόλως πεῖραν τῶν ἀναρῶν ἔχειν, οὐκ ἔστιν ἡμῶν τῶν ἀγωνιζομένων ἐν τῷ σκάμματι πρὸς τοὺς δαίμονας τοὺς ἀνταγωνιζομένους, ἀλλὰ τῶν ἀμελούντων, καὶ ἀφροντιστούντων τῆς αἰωνίου ζωῆς. Τῷ αὐτῷ. Οἱ ζήν εὐσεβῶς προηρημένοι, πάντες μετὰ πολλῆς ὀδύνης ἐσθίουσι τὸν τῆς γνώσεως ἄρτον, καὶ πίνουσι τὸ ὕδωρ τὸ λογικὸν, καὶ νυκτὸς καὶ ἡμέρας κεντούμενοι ταῖς τῶν πειρασμῶν λόγχαις, καὶ ψυχὴν καὶ τὸ σῶμα. Νόησον ὅπερ λέγω· ο Ανδρὸς λυπηροῦ ξη ραίνεται ὀστέα.» Καί· «Σὴς ἐστέων καρδία αἰσθητική. Γέγραπται δὲ καὶ ἐν τῷ Ἰεζεκιήλ·. Υπ ἀνθρώπου, τὸν ἄρτον σου μετ' οδύνης φάγεσαι, καὶ τὸ ὕδωρ σου, μετὰ βασάνου· καὶ θλίψεως πίεσαι.» Τῷ αὐτῷ. ο « ΞΗ. «· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν, φησὶν ὁ Σωτήρ. Ἐκ γὰρ τῆς ὑπομονῆς ἐκ τῶν ἀνελ πίστων, παραμυθίαν εὑρήσομεν· & γὰρ μηδεὶς ἀν θρώπων προσεδόκησε, ταῦτα καὶ οἰκονομεῖ, καὶ χαρί ζεται Κύριος τοῖς διὰ πίστεως καὶ ἐλπίδος ὑπομένουσιν αὐτόν. Διόπερ φησὶν ὁ Ἱερεμίας, ὅτι ο Αγαθός
col. 421–422page 182 of 262
PG 79:421Κύριος τοῖς ὑπομένουσιν αὐτόν, καὶ τῇ ψυχῇ τῇ ἐκ-: « ζητούσῃ αὐτόν. ο ΝΖ'. — ΚΑΡΙΝΟ ΠΑΛΑΤΙΝΟ. Ἡμεῖς ἁμαρτάνοντες τὰς τιμωρίας τοῦ Θεοῦ καὶ τὰς παιδείας καθ᾿ ἡμῶν ἐπισπώμεθα. Διὰ τοῦτό φησε Κύριος· «Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦ τον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα. Ἐὰν δὲ καὶ οὕτως ἐπιμείνωμεν ἁμαρτίαν ἐφ᾽ ἁμαρτίας προστιθέντες, καὶ θάνατον ἐπάξει ἡμῖν. Διόπερ εὐθὺς λέγει, ὅτι ο Γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.» Φοβηθῶμεν τοίνυν καὶ μὴ καταφρονήσωμεν. Τῷ αὐτῷ. Οὐκ εἰκῇ βοῶσι κατὰ τὰς ἐκκλησίας οἱ προφῆται, ἀλλ᾽ ἵνα εὐλαβηθέντες τὴν θείαν ὀργὴν τοῦ ἁμαρτάνειν παυσώμεθα. • Ἐπειδὴ γάρ, φησί, τῷ Κυρίῳ ἀντέστης, καὶ οὐ μετενόησας, ἤνοιξε τὸν θησαυρὸν αὐτοῦ, καὶ ἑξήνεγκε πάντα τὰ σκεύη τῆς ὀργῆς, τοῦ ἐξολοθρεῦσαι πάντας τοὺς περιφρονοῦντας τὰ ἅγια λόγια. ΟΑ'. — ΦΑΡΙΣΜΑΝΙΜΟ ΔΕΚΕΜΒΡΙΟ. Ἐὰν μηδεὶς διώκῃ σε τύραννος Ελλην, ἀλλ' ὅμως γίνου ἕτοιμος εἰς μαρτύριον, ἵνα μὴ στερηθῇς τῆς προθυμίας. Κἂν γὰρ μὴ παρῇ διωγμὸς ὥσπερ θέλεις, οὕτως ἔσται σοι τὰ πράγματα. Μᾶλλον δὲ πάρεστι διωγμὸς διὰ παντὸς τοῦ βίου· πάρεστιν θυμός, πάρ εστιν ἐπιθυμία αἰσχρὰ, πάρεστιν ἀθυμίας, καὶ λύπης, καὶ ἀκηδίας τυραννίς, ἐγγύς του φόβος ἄκαιρος, καὶ βασκανία παρίσταται, ἐφέστηκέ σοι κενοδοξίας ἄρχων καὶ λαιμαργίας, καὶ μέθης, καὶ τῶν ἄλλων λυμαντη-C ρίων παθῶν. Τούτων γὰρ ἕκαστον τὴν ἀνθρωπείαν ψυχὴν ἐκδιώκει τῆς αἰωνίου ζωῆς. Αγωνίζου τοίνυν, καὶ ἀνδρίζου κατ' αὐτῶν ὡς στρατιώτης Χριστοῦ. ΘΕΩΝΙ ΜΟΝΑΧΟ. ΟΒ. Χρὴ μᾶλλον ἀδελφοῖς συνδιατρίβειν ἐν τῷ ἀσκητης ρίῳ τὸν βουλόμενον ἀθλεῖν, καὶ γυμνάζεσθαι πρὸς φιλοσοφίαν πνευματικὴν, καὶ μὴ ἁπλῶς, καὶ ὡς ἔτυχε, τὴν μόνωσιν ἐπιλέγεσθαι, ριψοκινδύνως καὶ προπετῶς κατὰ αὐταρέσκειαν καὶ αὐθάδειαν, μήποτε ἀπροσδοκήτως ὑπὸ τῶν λοχώντων πνευμάτων ἀναι μεθῇ τὴν ψυχήν· ῥομφαία γὰρ τῶν ἐχθρῶν περιέστη κυκλόθεν. ΟΓ'. Τῷ αὐτῷ. Ο λέγων, ὅτι Διὰ τοῦτο ἀναχωρητής γίνομαι, ἵνα μηδένα ἔχω τὸν εἰς ὀργὴν παρακνίζοντα, οὐδὲν δια φέρει ὁ τοιοῦτος θηρίου ἀλογίστου. Καὶ γὰρ τὰ θηρία βλέπομεν ἠρεμοῦντα, καὶ μηδὲν ὅλως ἀγριαινόμενα, ἐὰν μή τις ἄνθρωπος ταῦτα εἰς θυμόν διεγείρῃ. Καὶ διατί γέγραπται· ι Υποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ· ν και· ι Οπερ χάρισμα ἐλάβετε εἰς ἑαυτοὺς διακονοῦντες·, καί· ι Ὑποτάγητε πάσῃ κτίσει ἀνθρωπίνῃ διὰ τὸν Κύριον, ἀλλήλους ἡγού μενοι ὑπερέχοντας ἑαυτῶν, μὴ τὰ ἑαυτοῦ ἕκαστος σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι. Εἴ Οι
col. 423–424page 183 of 262
PG 79:423τις σοφός, καὶ ἐπιστήμων ἐν ὑμῖν, δειξάτω τὰ ἔργα αὐτοῦ ἐν πραότητι σοφίας; ο ΟΔ'. Τῷ αὐτῷ. Τὰ τῶν δαιμόνων ἐμπαθῆ νοήματα, δίκην λαγωῶν πολύγονα τυγχάνει. Τὸ γὰρ ὑποβληθὲν τῇ ψυχῇ πονη μὲν ἐνθύμημα, πολλοὺς ἄλλους ἀποτίκτει λογισμούς, ἕτερον ἐξ ἑτέρου μεταλλαττόμενόν τε καὶ μεταμορφούμενον. Καὶ τοιοῦτον ἂν ᾖ τὸ λεχθὲν ἐν τῷ ψαλμῷ, ὅτι «Τὰ πρόβατα τῶν ἀλλοτρίων, υἱῶν δη λαδὴ τῶν δαιμόνων, πολυτόκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν. ΤΑΠΙΣΚΟ ΔΙΑΚΟΝΟ. Ἐν πλησμονῇ, φησίν, ἄρτων ἐσπατάλησε Σόδομα, καὶ ὑπερηφανεύσατο. Η γὰρ σοδομουμένη ψυχή χορη τασθεῖσα τῶν ἄρτων τῆς γνώσεως, ἀπολακτίζει λοι πὸν, καὶ δυσφόρητός ἐστιν. Τῷ αὐτῷ. Ἡ γνῶσις φυσιοῖ ῥᾳδίως τὸν ἄνθρωπον. Διό φησι Μήποτε ὑπεραρθῶ, ο καθό τινες ὑπερήρθησαν, ἐδόθη μοι σκόλων προφυλαττόμενός με, ἵνα μὴ ὑπεραρθῶ.» ΟΖ'. - Τῷ αὐτῷ. Πάνω μισοῦσιν οἱ ἄνθρωποι τους δεομένους τῆς παρ' αὐτῶν δόξης. Ο τοίνυν φιλόδοξος ὅμοιός ἐστι θυγατρὶ φιλοπόρνη, ήτις καταδιώκουσα τοὺς ἑαυτῆς ἐραστὰς, πλέον διὰ τοῦτο μισεῖται, ὅτι ὁρᾷ αὐτῶν μανικῶς. ΟΠ'. ΠΕΤΡΟ ΑΝΑΓΝΩΣΤΗ. Εἴρηκας μετὰ τὸ ἄγαν καταξηράναι τὸ σῶμα τῇ νηστεία, βεβαρῆσθαι πάνυ τῇ ἐπιθυμίᾳ τοῦ πονηροῦ δαίμονος, μέχρι τοῦ βάθους τῶν μελῶν διαδύντος, καὶ φλόγα ἡδονικὴν ἐξάψαντος, ὥστε σε οὐ μικρῶς περὶ τούτου θορυβηθῆναι. ᾿Αλλὰ μὴ θορυβηθῇς, τοιαῦτα γὰρ πολλάκις γίνεται φθόνῳ τοῦ διαβόλου, καὶ πρόσχες τῇ ἀναγνώσει. Ἰεζεκιήλ μεν γάρ φησιν, ἀποτεινόμενος πρὸς τὸν ἐχθρὸν τῆς ἡμετέρας ζωῆς, ότι ο Συνέκλασας πᾶσαν ὀσφύν, ο τουτέστι συνουσι ασμῶν ἐπιθυμίαις, καὶ ἀτόποις κινήσεσι καταρυ. παίνειν, καὶ σαθροῦν τετόλμηκας τοὺς ἀγωνιζομένους. Ἱερεμίας δὲ περὶ Κυρίου ἔσθ' ὅτε τοῦ ἐκδιδόντος ἡμᾶς πρὸς διαγυμνασίαν τοῖς δαίμοσι, καὶ παραχωροῦντος διερευνᾶσθαι ἡμῶν ὑπ' αὐτοῦ τὰ ἀπόρ ῥητα, καὶ πάσας τὰς κρυφίας τῆς ὕλης ἀποθήκας, φθεγξάμενος, «Ο Κύριος ἐπαπείνωσέ με ἐν ἡμέτ ρα ὀργῆς αὐτοῦ, ἀπέστειλεν εἰς τὰ ὦτά μου πῦρ, καὶ κατήγαγεν αὐτό, ο τουτέστιν, εἰς τὰ βάθη του σώματος, ἢ ὥσπερ ἐξέδωκεν ὁ ἑρμηνεὺς Σύμμαχος, ὅτι Ἐπαίδευσέ με, διεπέτασε δίκτυον τοῖς ποσί μου, ἀπέστρεψε με εἰς τὰ ὀπίσω, ἔδωκέ με ηφανισμένον, καὶ ὅλην τὴν ἡμέραν ἐδυνώμενον. Χρή τοίνυν τὸν ἀγωνιζόμενον, πολλὰ θλιβῆναι ὑπὸ τῶν μισοῦντων τὴν παρθενίαν δαιμόνων, καὶ δοκιμασθῆναι, καὶ σκυλθῆναι, καὶ γνοφωθῆναι, καὶ παραδοθῆναι, καὶ διαβιβασθῆναι δι᾽ ὕδατος, καὶ πυρός, καὶ ὁμίχλης, καὶ σάλου, καὶ τελευταῖον ἐξελθεῖν εἰς χαράν, καὶ ἀνάψυξιν, καὶ ἀέρα ἐλευθερίας, καὶ θεάσασθαι τὸ φῶς τῆς μακαριότητος. ΣΧΙΣ,
col. 425–426page 184 of 262
PG 79:42508. - ΕΥΝΟΜΙΑ ΠΡΕΣΒΥΤΕΡΟ. Λανθάνει καὶ ἵππου ὀξύτης, ἐὰν μὴ ᾖ ἅμιλλα, καὶ ἀθλητοῦ ἄδηλος ῥώμη, ἐὰν μὴ ᾖ ὁ ἀνταγωνιζόμενος, καὶ χρυσὸς δόκιμος ὤν, ὥσπερ ὁ Ἰὼ, ὥσπερ ὁ Ἰωσήφ, καὶ πάντες οἱ ἅγιοι. Τῷ αὐτῷ. Εἰ μὴ ἐγένετο διωγμός, οὐκ ἐφαίνοντο μάρτυρες εἰ μὴ ὑπῆρχεν ὁ Σατανᾶς πειράζων καὶ θλίβων ἡμᾶς, οὐκ ἂν εὔδηλον ἦν, τίς πρόθυμος, τίς ἀδόκι μας καὶ νωθρός. ΠΑ'. — Τῷ αὐτῷ. Ο μὴ συνδυάζων λογισμοῖς ἀκαθάρτοις, μηδὲ συμφωνῶν καὶ συμφερόμενος τῷ πλήθει τῆς ἀτο πίας, δῆλον, ὅτι ἄφροντις καὶ ἀμέριμνος καθ' εαυ τὸν διάξει. Ὅτι σὺ, Κύριε, φησί, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με. Διὸ λέγει ὁ Θεὸς περὶ τοῦ τοιούτου Κατασκηνώσει καθ᾿ ἑαυτὸν, καὶ οὐ μεριμνήσει, ο καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτὸν, ο καθὼς ἀπ' ἀρχῆς, ἀναπαύσω σὲ ἀπὸ πάντων ἐχ θρῶν σου,» καὶ ἀπαγγελεί σοι Κύριος, ὅτι οἶχον εἰκοδομήσεις αὐτῷ, καὶ. οὐκ ἀποστήσω τὸ ἔλεός μου, καθὼς ἀπέστησα, ἀφ᾽ ὧν ἀπέστησα.» ΠΒ'. - Τῷ αὐτῷ. Μάχαιρα τοῦ διαβόλου υπάρχει ποτὲ μὲν ἡ φαύλη ἐνθύμησις, ποτὲ δὲ τὰ κοσμικά πράγματα, ποτὲ δὲ ἡ πρακτικὴ ἁμαρτία, ποτὲ δὲ τὰ μέλη τοῦ σώματος, οἷστισιν ὥσπερ ὅπλοις χρώμενος τὴν ψυχὴν κατα σφάττει, προκαταγοητεύσας τῷ λογισμῷ· ἀλλὰ καὶ αὐτοὶ οἱ δαίμονες ὑπηρετοῦντες αὐτῷ πρὸς τὴν θέ λησιν, μάχαιρα ὀνομάζονται. ΠΓ. — ΥΑΚΙΝΘΩ ΡΑΪΦΕΡΕΝΔΑΡΙΟ. Σαμάρειαν νόησον ἐν τῇ Γραφῇ τὴν ψευδώνυμον γνῶσιν, Σόδομα δὲ τὴν νεωτερίζουσαν διὰ παντὸς γνῶσιν καὶ πρόθεσιν, καὶ τῇ προσκαίρῳ καὶ φθει ρομένῃ τρυφῇ διαῤῥέουσαν, καὶ διὰ τὴν ὑπερβολὴν τῆς ἀκρασίας, καὶ τοῦ στήνους παραβλέπουσαν, καὶ ἐν τῷ ἄῤδενι τὸ θῆλυ ἐπιζητοῦσαν. Τῷ αὐτῷ. Μέχρις ὅτε ὑπάρχομεν νήπιοι κατὰ τὴν φρένα, οὔπω ήγγισεν ἡ βασιλεία τῶν οὐρανῶν· ὅταν δὲ προκόψωμεν ἐν τῇ πνευματικῇ σοφίᾳ καὶ ἡλικία, καὶ ἕτοιμοι γενώμεθα εἰς τὸ παραβαλεῖν τὴν πα τρώαν τοῦ πληρώματος τῶν καιρῶν σοφίαν ἐγκε κρυμμένην τῷ παιδαγωγῷ νόμῳ, μηκέτι ὄντες ὑπὸ παιδαγωγούς ἐπιτρόπους, τότε φησί Κύριος, ὅτι Εγγίζων Θεὸς ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόρρωθεν.» Τῷ δὲ ἁγίῳ, καὶ κατὰ τὴν ἀρετὴν καὶ κατὰ τὴν γνῶσιν τελειωθέντι ἀνδρὶ, ἤδη ἐνέστηκεν ἡ βασιλεία τῶν οὐ ρανῶν. ὁ Ἰδοὺ γὰρ, φησίν, ἡ βασιλεία ἐντὸς ὑμῶν τυγχάνει, ο καὶ ἐν ὑμῖν κατοικεῖ καὶ διαιτᾶται, οὐ μόνον δυνάμει, ἀλλὰ καὶ ἐνεργεία. ΠΕ'. -- ΑΥΛΙΑΝΩ. Τινὲς τὴν ἐκ τοῦ βίου μὴ ἔχοντες παῤῥησίαν, ἐν γνόφῳ παθῶν καὶ ἁμαρτιῶν συνεχόμενοι καὶ ἐν αποπνιγόμενοι, μόνον στενάξαντες, καὶ τὰς οἰκείας συμφορὰς τῷ Θεῷ ἀναδείξαντες εἰς οἰκτιρμούς, καὶ
col. 427–428page 185 of 262
PG 79:427ἔλεον αὐτὸν ἐπεσπάσαντο, ὥστε καὶ παρὰ προσδο χει. κι αν λελύτρωνται τῶν κακῶν. Σύνηθες γὰρ τῷ φιλανθρωποτάτῳ ζωοποιεῖν τοὺς νεκροὺς, καὶ παραμυθεῖσθαι τοὺς ὀλιγοψυχοῦντας, καὶ ὑψοῦν τοὺς τεταπεινωμένους. Πα'. -- Τῷ αὐτῷ. Πλεονάκις παρεκάλεσας, καὶ ἀποτυχών, μὴ ἀθυ μήσῃς, ἀλλ' ἔλπιζε πάντως βοη[θη]θῆναι. Κἂν γὰρ πρὸς καιρόν τινα μὴ παράσχοι τὴν αἴτησιν, πάντως ἐπὶ μείζοσιν ἀγαθοῖς ταύτην σοι ταμιεύεται ὁ μόνος σοφὸς Θεός. ΠΖ'. Τῷ αὐτῷ. Μηδαμῶς θορυβώμεθα ἐν τοῖς πειρασμοῖς, ἐὰν μὴ γένηται παραυτίκα τῶν συμφορῶν ἡ λύσις, ἀλλὰ μᾶλλον τῷ Θεῷ παραχωρῶμεν τῷ Κυρίῳ τῆς λύσεως μετὰ γὰρ πλείονος χαρᾶς τὰς ἀμοιβὰς δίδωσιν, ὅταν ἀναβάλληται· καὶ διηνεκώς μένωμεν εὐχαριστοῦντες, καὶ δοξάζοντες τὴν εὐσπλαγχνίαν αὐτοῦ, μά λιστα όταν βραδύνῃ δι' ἀπόῤῥητόν τινα οικονομίαν. ΠΗ. Τῷ αὐτῷ. Διὰ τοῦτο Εβραιοί ποτε ἁμαρτάνοντες τοῖς ἐχ θροῖς παρεδίδοντο, ἵνα θλιβῶσι, καὶ θλιβέντες κρά ξωσι, καὶ κράξαντες ἐκτενῶς βοηθηθῶσιν, ὥστε πρὸς τὸ λυσιτελοῦν αὐτοῖς μᾶλλον, καὶ ὠφέλιμον, ἡ ἐγε κατάλειψις τοῦ Θεοῦ καὶ ἡ θλίψις ἐγίνετο. ΠΘ'. ΦΙΛΑΓΡΙΟ ΠΡΩΤΕΥΟΝΤΙ. Τὰ ἔργα τῆς σαρκὸς πορνεία, καὶ ἀσέλγεια, καὶ τὰ ἑξῆς, νεκρὰ ἔργα τυγχάνοντα ῥᾳδίως ἀπόλλυται, καὶ ἐξαφανίζεται. Ἐὰν δὲ ὁ πόρνος μεταβαλλόμενος κτήσηται ἐγκράτειαν, οὐκέτι σὰρξ λέγεται ἡ σάρξ μεταβέβληται γὰρ εἰς πνεῦμα, καὶ λέγεται πνευματικὸς ἄνθρωπος. Ὁ κολληθεὶς τῇ πόρνῃ, σὰρξ λέ γεται· ὁ κολληθεὶς τῷ Κυρίῳ, πνεῦμα προσαγορεύεται. ΘΕΟΔΩΡΙΤΟ ΜΟΝΑΧΟ. Ἡ μήτηρ πασῶν τῶν ἀρετῶν προσευχή, οὐ μόνον ἰσχύει καθαρίζειν καὶ τρέφειν, ἀλλὰ καὶ φωτίζει, καὶ ἡλιοειδῶς δύναται ἀποδεῖξαι τοὺς προσέχοντας γνησίως αὐτῇ.. ΙΑ'. - ΒΙΒΙΑΝΩ ΙΛΛΟΥΣΤΡΙΑ. Εἰς ὑπάρχει ὁ μονογενής Υἱὸς τοῦ Θεοῦ, καὶ μετὰ τὴν σάρκωσιν τὴν ἐκ τῆς Παρθένου· εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς, μία ὑπόστασις, ἓν πρόσωπον. Αλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι.» Τῷ αὐτῷ. Ὁ αὐτὸς καὶ ἐν ὑψίστοις ὑπὸ τοῦ δήμου προσ εκυνεῖτο τῶν οὐρανίων δυνάμεων ὡς Θεὸς ἰσοσθενής τῷ Πατρὶ, ὁ αὐτὸς καὶ ἐπὶ γῆς κατὰ τὸ ἀνθρώπινον τοῖς ἀνθρώποις συνανεστρέφετο, καὶ ἁμαρτωλοῖς καὶ τελώναις συνεδείπνει ὡς συμπαθής ἰατρὸς, οὐ τῇ γαστρὶ δουλεύων, ἀλλὰ διορθούμενος τοὺς ἐν τοῖς δειπνητηρίοις … ειωθότας, καὶ τὴν μετά ληψιν τῶν συνακουμβισάντων τῇ αὐτοῦ ἐνδόξῳ παρ αρτύων σοφία.
col. 429–430page 186 of 262
PG 79:429ΑΓ. – ΧΡΥΣΑΝΘΟ ΑΝΑΓΝΩΣΤΗ. Τὰς ἀφορμὰς τῆς ἔχθρας ἐξόρισον, καὶ ἰδοὺ θῆρες ἄγριοι παρὰ σοῦ εἰρηνεύσουσι, καὶ κοιμηθήσῃ ὑπὸ τὴν ἄμπελόν σου, «ὅταν δὲ τοῖς ἀγαπητοῖς ὕπνον τινὰ νεκρωτικὸν τῶν θεοστυγῶν παθῶν, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν. ΗΔ'. — ΓΡΗΓΟΡΙΟ ΔΙΑΚΟΝΟ. Ἔστιν ὅτε δαίμων δαίμονα καταλύειν νενόμισται, ὥσπερ ὁ τῆς πορνείας τὸν τῆς κενοδοξίας, τὸν μάλι στα λεπτότατον, καὶ δυσφανῆ, καὶ διεπτοημένον πρὸς τὴν πλάνην, τὸν ῥᾳδίως σκιρτῶντα, καὶ ἀλόγως ἀναπτερούμενον. Τῷ αὐτῷ. Ἔστιν ὅτε ἦλος τὸν ἦλον ἐξέκρουσε, καὶ πειρασμὸς δεύτερος τὸν πρότερον ἀπέκρουσε πειρασμόν. Ταπεινώθητι οὖν, καὶ μὴ ἀποδυσπέτει. 44. - ΓΙΓΑΝΤΙΟ. Εἰ τιμᾶς τὸν Θεὸν, τίμα καὶ τοὺς γεννήσαντάς σε. Εἰ φοβῇ τὸν Θεὸν, φοβοῦ πατέρα καὶ μητέρα διὰ παντὸς τοῦ βίου. Φησὶ γὰρ ἐν τῷ νόμῳ ὁ Κύριος, ὅτι ο Εκαστος τῶν ἀνθρώπων φοβείσθω τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ. Ὁ ΚΖ'. - Τῷ αὐτῷ. Αν σαυτῷ συνεθίσης, μὴ ὁρᾶν τὸ ποθούμενον πρόσωπον, σβέσεις πάντως τοῦ ἔρωτος τοῦ ἀνόμου τὴν φλόγα, καὶ θεραπεύσεις τὸ ἕλκος δι᾿ εὐχῆς καὶ νηστείας. ΛΑΥΡΕΝΤΙΟ, ΦΑΥΣΤΑ, ΜΟΝΑΧΟΙΣ. Μηδαμώς φοβηθῆτε, μηδὲ καταπτήξητε τὰς ἀπὸ ειλὰς καὶ τὰ φόβητρα τῶν πονηρῶν δαιμόνων, μὴ τὰς φωνὰς καὶ τὸν σάλον τοῦ οἴκου, μὴ τὰς ἀστρα τὰς καὶ τοὺς μυρίους σπινθήρας, μὴ τὰς τῶν βαρ βάρων δῆθεν καὶ τῶν καμήλων καὶ τῶν δρακόντων δήξεις, μὴ τὰς ἐξαίφνης νυχτερινὰς ἐφόδους αὐτῶν καὶ τοὺς θορύβους καὶ κτύπους καὶ συριγμούς, μὴ τοὺς ἀτάκτους γέλωτας καὶ τὰς ορχήσεις καὶ τὰς ἄλλας μεθόδους τῶν ἀσεβῶν καὶ ἀνοσίων πνευμά των. Τοιαῦτα γὰρ ὑπ' αὐτῶν πεπονθέναι ἐν τοῖς αὐτόθι φροντιστηρίοις, ἕκαστος ὑμῶν γεγράφηκε. Πάντες ἀνέγνωτε τὰ παρ' ἐμοῦ γραφέντα, καὶ καθὼς προείρηκα, μηδαμώς φοβηθήτε αὐτοὺς, μηδὲ καταπλάγητε. Ταῦτα γὰρ καὶ πλέω τούτων πλεονάκις ὑπέστημεν, καὶ ἄλλους πρὸ ἡμῶν πειραθέντας ἔγνω μεν. Μὴ οὖν θραυέσθω ἐπὶ τούτοις ἡ καρδία ὑμῶν, μηδὲ δειλιάτω, μηδὲ καταπιπτέτω καὶ ἀθυμείτω οὐδὲν γὰρ εἰσι, καὶ εἰς οὐδὲν λογισθήσονται. Αν δρίζεσθε καὶ κραταιοῦσθε ἐν Κυρίῳ,» Ισχυροποιεί σθε, νευροῦσθε, νήφετε, χρήσασθε τῇ πίστει, τῇ ὑπομονῇ, τῇ προσευχῇ, τοῖς ψαλμοῖς, τῇ γονυκλι σίχ, τῇ νηστεία, τῇ ἀγρυπνίᾳ, τῇ συνήθει χαμευνία, τοῖς ἀναγνώσμασι, τῇ πραότητι, τῇ ἡσυχίᾳ, τῇ εἰ ρήνῃ, τῇ ταπεινοφροσύνῃ, τῇ σφραγίδι τοῦ σταυροῦ, πνοῦ. εθ'.—Τοῖς αὐτοῖς. Εἰρήκατε πάνυ ἐν ταῖς ἡμέραις ταύταις τεθλίφθαι ὑπὸ τῶν βλασφήμων, καὶ ἀλόγων ἐνθυμημάτων, ὧν καὶ ὄψεσθε τοὺς ἐχθροὺς, ἐκλιμπάνοντας δίκην και
col. 431–432page 187 of 262
PG 79:431εἰσήγαγον ὑμῖν οἱ παμφαυλοι δαίμονες. Καὶ οὐ θαῦμα· νικηθέντες γὰρ παρ' ὑμῶν ἐπὶ ταῖς προ τέραις σκαιωρίσις, νῦν τοιούτῳ τρόπῳ πολεμεῖν έδοκίμασαν οἱ κατάκριτοι καὶ κολασθησόμενοι τῷ ἀῤῥήτῳ ἐκείνῳ πυρὶ, τῷ δυναμένῳ καὶ τῆς ἀσάρκου καθάψασθαι φύσεως, καὶ πολλοὶ πενθήσοντες τηνικαῦτα καὶ λυπηθησόμενοι, ὅταν ἡμεῖς εὐφραινώμεθα, ἀνθ' ὧν νῦν ἐταπεινώθημεν, καὶ προσο ωμιλήσαμεν ταῖς μυρίαις κακώσεσιν. "ἀφανισθήσονται γὰρ καὶ ἐρημωθήσονται δαίμονες, οἵτινες ἡμᾶς ἐξαφανίσαι ἀπὸ τῶν σωζομένων καὶ ἐρημῶται σπουδάζουσι. Δυνάμει τοίνυν ἂν πρὸς αὐτοὺς τὸ προφητικὸν εἴπωμεν· 4 Τάδε λέγει Κύριος "Ηκουσα τῶν βλασφημιῶν ὑμῶν λεγόντων, ὅτι Ερημά ἐστι τὰ ὄρη τῆς Ἱερουσαλήμ, καὶ ἡμῖν ἐδόθησαν εἰς κατά βρωμα, καὶ ἐβοήσατε κατ᾿ ἐμοῦ λόγους, καὶ ἀκήκια ἐγὼ τὰ ἐγκάρδια κραζόμενα. Διὰ τοῦτο ζῶ ἐγὼ, λέγει Κύριος.» "Οτι ποιήσω ὑμῖν κατὰ τὴν ἔχθραν ὑμῶν, καὶ κατὰ τὸν ζῆλον ὑμῶν, ἐκ τοῦ μεμισηκέ και τοὺς μοναχούς, καὶ καταδιῶξαι ἀνθρώπους πένη τας, καὶ πτωχούς, καὶ κατανενυγμένους τῇ καρδίᾳ, τοῦ θανατῶσαι αὐτούς· Ἀγαπήσατε κατάραν, καὶ ἥξει ὑμῖν, καὶ οὐκ ἠθελήσατε εὐλογίαν, καὶ μακρυνθήσεται ἀφ' ὑμῶν. • Ἐγὼ δὲ ἅψομαι τῶν ὀρέων, ὅπως ἂν καπνισθῶσι, καὶ ἀστράψω τὴν ἄφατον ἀστραπὴν, καὶ διασκορπισθήσεσθε. Πεσοῦνται ἐφ' ὑμᾶς ἄνθρακες» τοὺς τῇ κακίᾳ μέχρι τοῦ οὐρανοῦ κορυφωθέντας ἐχθρούς, καὶ ὑψηλαυχήσαντας· καὶ καταβληθέντες τῷ θεοπέμπτῳ πυρὶ ταλαιπωρήσετε, καὶ οὐ μὴ ὑποστῆτε. Εξολοθρεύσω γὰρ ἐκ γῆς τὰ μνημόσυνον ὑμῶν, καὶ γνώσεσθέ με, ὅτι μόνος ἐγὼ δυνατός είμι Κύριος ὁ Θεὸς τῶν ὅλων. • Τάδε λέγει Κύριος· Ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς, ἐρήμους ὑμᾶς ποιήσω, διότι ἐπεχάρητε καὶ εὐφράνθητε τα πεινωθείσῃ τῇ κληρονομίᾳ μου, καὶ ἀφανισθείσῃ τοῖς Ἰσραηλίταις μου. Οὕτως ποιήσω ἔρημον τὸ ὄρος Σιεὶρ τὸ νοούμενον, καὶ πᾶσα Ιδουμαία ἐξαναλωθήσεται.» Ταῦτα καὶ τὰ τοιαῦτα τῆς ἁγίας Γραφῆς ῥητὰ πρὸς τοὺς ἐχθραίνοντας ἡμῖν ἀποτεινόμενοι, παρακληθησόμεθα τὴν καρδίαν. Ρ'. — Τοῖς αὐτοῖς. Πᾶς ὁ πολεμούμενος ὑπὸ τοῦ διαβόλου, πρὸς τὸν Σωτῆρα καὶ μόνον καταφευγέτω Χριστὸν, ὅπου ὁ πολέμιος τῆς ζωῆς ἡμῶν οὐ δύναται καταδιώκων φθάσαι. "Οτι σὺ ὁ Θεός, φησὶν, ἐγενήθης βοηθός μου, καὶ τόπος ἰσχυρὸς σωτηρίας, καὶ πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.» ΡΑ'. Τοῖς αὐτοῖς. Καὶ τῆς τῶν χειρῶν ἐργασίας μηδαμῶς ἀμελῶ μεν· καὶ γὰρ Παῦλος ὁ ἀοίδιμος, ἐν κόπῳ, καὶ μόν χθῳ, καὶ αὐτουργία κεκαύχηται. Τοῖς αὐτοῖς. Γεγράφατε ἀπηλλάχθαι τῆς ψυχικῆς ὀδύνης, καὶ Αλαφρυνθαι τῆς ἀχθηδόνος, ἀναθέμενοί μοι πάντα, ἃ ὑπέστητε. Καὶ οὐκ ἔγνων ἐγώ, ὅτι κουφισθήσεσθε, καὶ παρηγορηθήσεσθε τὰ συμβάντα γυμνώσαντες ἀνθρώπῳ μυριάκις ὑπὸ τῶν δαιμόνων πολεμηθέντι, ΧΧ, 54.
col. 433–434page 188 of 262
PG 79:433καὶ δήγματα λαβόντι; Καὶ γὰρ ὅταν τις ὑπὸ ἐχίδνης δηχθῇ, καὶ εὑρὼν ἕτερον ἄνθρωπον ὑπὸ ἐχίδνης ὁμοίως πρὸ τούτου δεδηγμένον, εἰ λαλήσει τὸ συμ βάν, παραμυθίας τυγχάνει. ΡΓ'. - ΒΕΡΕΝΙΚΟ ΤΑΞΕΩΤΗ. Τὸν Χριστιανὸν ἄνθρωπον, καὶ φιλοσοφίας, καὶ γνώσεως ἐφαψάμενον κρείττονος, οὐ χρὴ παρατηρεῖν μηνάς τε, καὶ ἐνιαυτούς, καὶ ἑβδομάδας, καὶ οὕτως ἑορτάζειν· πάντα δὲ τὸν βίον ἑορτὴν λαμπρὰν ἄγειν, ἀγλαϊζόμενον ταῖς ἀγαθοεργίαις, καὶ τῇ σεμνῇ πλου τοῦντα πολιτεία. Οὗτος ἐμοὶ βασιλικώτερος βασι λέων λελόγισται, καὶ διὰ παντὸς ἑορτὴν ἑορτῶν ἑορτάζει πνευματικῶς, καὶ πανηγυρίζων.. ΡΔ'. ΑΓΛΑΟΦΩΝΤΙ. . Ὁ δὲ ἀγαπῶν, φησὶν, ἐπιμελῶς παιδεύει· μαστιγοῖ δὲ ὁ Θεὸς πάντα υἱὸν, ὃν παραδέχεται.» Και τις πάλιν εἴρηκε τῶν ἁγίων, ὅτι ο Ολην τὴν ἡμέραν τοῦ ἀνθρωπείου βίου ἐγενόμην με μαστιγωμένος.» Τί οὖν θαυμάζεις βλέπων ἁγίους ἄνδρας ἀῤῥωστοῦντας ποικίλαις ἀσθενείαις, καὶ πενομένους, καὶ λυ που μένους, καὶ διαπτυομένους; ΡΕ'. - ΕΙΡΗΝΑΙΟ ΧΑΡΤΟΥΛΑΡΙΟ. Τὴν κολακείαν τῆς ἁμαρτίας καὶ τὸν γαργαλισμὸν, οἰκείαν φιλοκτονίαν, καὶ ἀναίρεσιν πιο κροτέραν ὑπολάμβανε εἶναι. Ὡς μὲν γὰρ ὄφις τις ἐπεισέρχεται ιοβόλος, δῆθεν μεθ᾿ ἡσυχίας πολλῆς ἐπὰν δὲ ἰσχύσῃ, δάκνει. Κράζει οὖν κατὰ καρδίας ἐπονειδίζων· Εύγε, εγε· ἐπέτυχον γάρ. ΡϚ'. - ΤΥΜΒΩΝΙ ΔΙΑΚΟΝΩ. Ὁ ἐν τῷ καιρῷ τοῦ πορνικοῦ πολέμου ἀδδηφαγία χρώμενος καὶ οινοφλυγίᾳ, καὶ ταῖς πολλαῖς προσ αρτύσεσι συμπλέκων τὸ γάρον, λέγω, καὶ τὸ πέπερι, πάντως ὅτι μανίαν ἑαυτῷ ἐπεγείρει καὶ πόλεμον ἄσπονδον. Ἐπειδή, καθώς φησιν ή Γραφή, ε μανίαν κατέπηξεν ὁ τοιοῦτος ἄνθρωπος ἐν τῷ οἴκῳ Κυ ρίου.». ΡΖ'. - ΜΟΥΣΙΩΝ ΜΟΝΑΧΩ. Καὶ πῶς ἂν δύναιτο τοὺς ἔξω ἐχθροὺς ῥᾳδίως ἐκδιώξαι, ὁ τοὺς ἔνδον περιποιούμενος, καὶ ἐκτρέφων ἥδιστα; ΡΗ'. - ΛΑΜΠΡΟΤΥΧΩ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Οτε τῆς καθηγουμενείας τῶν μοναζόντων τετύχη καλ, νενόμικας φερωνύμου λαχεῖν τοῦ ὀνόματος, καὶ οὐ μικρῶς ἔχαιρες καὶ ἑτέρπου. Νῦν δέ τινων πρὸς τὴν σὴν ὕβριν ἐπαναστάντων ἀδελφῶν οἰκονομικῶς (πάντα γὰρ κρίσει Θεοῦ γίνεται, καὶ χαλιναγωγεῖται), ἀλγεῖς καὶ βρύχῃ, καὶ τῷ οἰκονόμῳ μέμφῃ, καὶ ὀνειδίζεις τὴν ἡμετέραν ζωήν. ᾿Αλλὰ πέπαυσο νησ πιάζων τῷ τρόπῳ, καὶ ἔξω φερόμενος τῆς θείας λεωφόρου. Οὔπω γὰρ ἐνεπτύσθης ὑπὸ τῶν ἐκσωθέν των και ευεργετηθέντων, οὔπω προσηγορεύθης ἀνόσιος καὶ κακοῦργος, δίκαια πράσσων. Οὔπω ὄξος καὶ χολὴν ἐποτίσθης, οὔπω θανάτῳ κατεδικάσθης ἀσχήμονι, ὅπως μιμήσῃ τὸν δίκαιον Ἰησοῦν τὸν Κύριον τῶν ὅλων, τὰ τοιαῦτα καὶ τηλικαῦτα xΙΙ,
col. 435–436page 189 of 262
PG 79:435καὶ μηδόλως κατ' αὐτῶν ἀγανακτοῦντα, ἀλλὰ καὶ τὸν Πατέρα ὑπὲρ αὐτῶν ἐξευμενιζόμενον. παθόντα ὑπὸ τῶν δούλων αὐτοῦ τῶν εὐεργετηθέντων, ΡΘ'. - ΛΟΥΣΙΑ ΠΡΕΣΒΥΤΕΡΟ. Είπερ δι' ὀλίγης τινὸς καὶ ἀπερίττου χρείας τὸν βίον διαπερᾷς, λέξει περὶ σοῦ ἡ βίβλος τοῦ μακαρίου Ἰώβ, ὅτι Εὐλογημένος γεννητὸς γυναικός, ὀλίγος βίος, ἐλεύθερος ὢν πολλῶν καὶ ἀδιεξοδεύτων φρον τίδων βιωτικῶν. Τῷ αὐτῷ. Οὐχ ὁ πολυμέριμνος, καὶ ἄπιστος, καὶ τῆς κατὰ άρας ἄξιος, ἀλλ' ὁ ἀμέριμνος, καὶ ἀναγκαιοκτήμων εὐλογημένος. ΡΙΑ'. - ΧΡΥΣΑΦΙΟ ΔΙΑΚΟΝΟ. Εἴπερ μοχθηρά γνώμῃ καὶ προαιρέσει κακῇ ἐκ πομπεύεις τὴν ἁμαρτίαν τοῦ πέλας, δῆλον ὅτι ἐφωράθης ἄδικος, καὶ τῆς ἀδικίας ὑφέξεις τὰς εὐ θύνας. Δίκαιον γὰρ ἂν εἴη τὸ μὴ δημοσιεύειν, συν κατακαλύπτειν δὲ καθόσον ἐνδέχεται, καὶ διορθοῦν διὰ νουθεσίας, καὶ συμπαθείας τὸν πταίσαντα. ΡΙΒ'. — ΗΡΟΔΟΤΟ ΤΡΙΒΟΥΝΟ. Ἐνικήθης πολλάκις καὶ κατεπατήθης ὑπὸ τῆς ἁμαρτίας, καὶ ἐπαλαιώθης λοιπὸν καὶ ἐματαιώθης διὰ τῆς ἀναιδείας. Ἐλθὲ κἂν νῦν εἰς ἐπίγνωσιν νήψας, ἰσχυροποιήθητι διὰ τῆς ἐπικλήσεως τοῦ Σω τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐπιμέλησαι αὐτοῦ, πρὶν ἐκπνεύσεις, ἄνθρωπο. Σύντριψον τὸν συντρίψαντά σε διάβολον, καὶ νίκησον τὸν νικήσαντά σε. Πρώτον γὰρ ἐτέχθη τῷ Ἰσαὰκ Ησαῦ ὁ με ματαιωμένος, εἶτα Ἰακὼδ, ὁ τὰ πάθη νικήσας, ὁ πτερνιστὴς τῶν φαύ λων. Ο καλὸς ἐπιλογισμὸς τὸν πονηρὸν προφθάσ σαντα λογισμὸν ἐκνικησάτω. ΡΙΓ'. ΑΝΑΣΤΑΣΙΟ ΠΡΕΣΒΥΤΕΡΩ. Ότι οἱ προεστῶτες παρασιωπήσαντες τὰ δέοντα, κολασθήσονται ὑπὲρ τῆς ἀπωλείας τῶν ὑπ' αὐτοὺς τε ταγμένων, βλέπε τί λέγει Κύριος· «Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον, καὶ φυλάξεις, ἐν τῷ εἰπεῖν με τῷ ἁμαρτωλῷ, φησί· Θανάτῳ. θανατωθήσῃ. Ἐὰν τοίνυν μὴ λαλήσῃς τοῦ φυλάξασθαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται· τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ ἐκζητήσω.» ΡΙΔ'. — ΙΝΝΟΚΕΝΤΙΟ ΜΟΝΑΧΩ. Ἐκ τοῦ πολλὰς καὶ ἀδιακρίτους καὶ ἀφυλάκτους τὰς ἐντεύξεις ποιεῖσθαι, καὶ πτεροῦσθαι τῇ προς καίρι τερπνότητι, συμβαίνει τὸ ἐπὶ πολὺ ἁλίσκεσθαι τοῖς λογισμοῖς τοῦ θυμοῦ, τῆς τε ἀθυμίας, καὶ ἐπι θυμίας. ΠΕΤΡΩΝΙΟ. Θεοῦ δῶρον οὐκ ἄν τις ἀρνήσαιτο ὑπάρχειν τὴν μετάνοιαν, καὶ τὸ αἰσχύνεσθαι, καὶ μὴ παρρησιάζεσθαι ἐπὶ τοῖς ἑπταισμένοις, καὶ τὸ μισεῖν καὶ βδε λύττεσθαι πᾶν αἰσχρὸν ἐλάττωμα προπεπραγμένον sιν,
col. 437–438page 190 of 262
PG 79:437ἡμῖν. Διότιπερ λέγει ἐν τῇ προφητείᾳ ὁ Θεὸς, ὅτι ἡ Μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηράς, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ προσοχθιεῖτε ταῖς ἀνομίαις ὑμῶν, καὶ αἰσχυνθήσεσθε, καὶ ἐντραπή σεσθε, καὶ εὐποιήσω ὑμᾶς διὰ τὸ ὄνομά μου.» ΡΙϚ'. - ΙΣΑΧΑΡ ΣΑΜΑΡΙΤΗ. Ὥσπερ διὰ τὴν ἀρετὴν ὁ Ἀβραὰμ βασιλεὺς ὠνομάσθη (φασὶ γὰρ πρὸς αὐτὸν οἱ ἀλλόφυλοι, ὅτι Βασιλεὺς ὑπάρχεις ἡμῖν), οὕτως ἄγγελοι Θεοῦ διὰ θεοσέβειαν εἴρηνται ὑπὸ τοῦ Μωϋσέως οἱ υἱοὶ Ἰσραήλ·. Οτε γὰρ διέσπειρεν υἱοὺς ᾿Αδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.» Επειδὴ γὰρ ἑβδομήκοντα υἱοὶ τοῦ Ἰακὼβ τυγχάνειν ἐχρημάτιζον, εἰκότως κατὰ τὸν ἀριθμὸν αὐτῶν τὰ ἔθνη πάσης τῆς γῆς διατετάχθαι λέγεται. Εβδομήκοντα γάρ τινές φασιν ἐν κόσμῳ τὰς γλώσσας ευρίσκεσθαι. ΡΙΖ'. ΦΗΛΙΚΙ ΠΡΕΣΒΥΤΕΡΟ. Ἐν παντὶ μὲν καιρῷ, μάλιστα δὲ ὅταν παριστάμεθα εἰς δέησιν καὶ ψαλμῳδίαν Θεού, αιθεροβατείν χρὴ τῷ φρονήματι, καὶ τοῖς ἱερωτάτοις νοήμασι, καὶ μηδεμίαν μνήμην ποιεῖσθαι παντὸς αἰσθητοῦ πράγματος. ΡΙΗ'. - ΑΔΡΙΑΝΟ ΠΡΕΣΒΥΤΕΡΟ. Ἐπὶ παντὶ θλιβερῷ ἐπερχομένῳ ἡμῖν, λίαν ἐπι ωφελές, καὶ πάνυ ἀναγκαῖον τὸ εὐχαριστεῖν τῷ Θεῷ τῷ προνοητῇ καὶ κριτῇ τῆς τῶν ἀνθρώπων ζωῆς. Αν γὰρ ἐφ' ἑκάστῳ τῶν λυπηρῶν εὐχαριστοῦντες ὀφθῶμεν, τευξόμεθα πάντως βραβείων ηὐτρεπισμέ των μάρτυσι τροπαιοφόροις. ΡΙΘ'. - ΝΙΚΩΝΙ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Ο πρώην περιπόθητος καὶ ἄγαν περίβλεπτος τῶν μοναζόντων βίος, νῦν βδελυρός γέγονε, καθὼς ὁρᾷς. Διὸ βαροῦνται μὲν πᾶσαι πόλεις καὶ κῶμαι ὑπὸ τῶν ψευδομονάχων, περιτρεχόντων μάτην καὶ ὡς ἔτυχεν, ἐν πολλῇ χυδαιότητι καὶ ἀδιαφορίᾳ· ἐνοχλοῦνται δὲ πάντες οἰκοδεσπόται, καὶ ἀηδῶς ἔχουσιν ἀληθῶς καὶ πρὸς αὐτὴν τὴν ὄψιν, βλέποντες αὐτοὺς τῶν προσ αιτῶν ἀναιδέστερον ταῖς ἑαυτῶν παραμένοντας θύραις. "Οθεν καὶ ἡ τῶν ὀρθῶς καὶ κατ' ἀρετὴν βιοτευόντων κρίσις καὶ πολιτεία, διὰ τούτους ἀπάτη καὶ χλεύη ἀρτίως νομίζεται. Καὶ τίς νῦν Ἱερεμίας νέος παραφανείη, θρηνεῖν προσφόρως καὶ κατ' ἀξίαν δυνάμενος τὰ ἡμέτερα; Αἰσχύνομαι γὰρ περαιτέρω τι γράφειν. ΙΛΑΡΙΑ ΕΠΙΣΚΟΠΟ. Διηπόρησας ἐπὶ τῷ γεγραμμένῳ, ὅτι «Μετὰ τὴν ἀνάστασιν ἐμφανισθεὶς ὁ Κύριος τοῖς περὶ τὸν Κλεόπαν, ἄφαντος ἐγένετο ἀπ' αὐτῶν.» Ανέγνως καὶ ὅπερ Μωϋσῆς εἶπε περὶ τῶν ἁμαρτωλῶν τῶν ἐν Σου δόμοις, ὅτι παρελύθησαν ζητοῦντες τὴν θύραν τοῦ μακαρίου Λώτ. Δῆλον δὲ, ὅτι θύρα τοῦ δικαίου ἀλη θῆς, καὶ ἀφάνταστος, καὶ ὑφεστῶσα, καὶ ἀψευδής ὑπῆρχεν. Εἰ τοίνυν ἡ ἀληθεστάτη θύρα, τοῖς μὲν ἄλ λοις φανερὰ καὶ δήλη ἐτύγχανεν, ἄδηλος δὲ καὶ
col. 439–440page 191 of 262
PG 79:439ἀφανὴς τοῖς Σοδόμηνοῖς ἦν· οὐκοῦν καὶ Ἰησοῦς δ Χριστὸς ὁ Κύριος τῶν ὅλων, τισὶ μὲν ἐφαίνετο μετά τὴν ἀνάστασιν, τισὶ δὲ ἄδηλος ἦν· ἀληθῶς ἀνέστη ὁ Κύριος ἐκ νεκρῶν ὁ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἀπο θανών, λεπτομερεστέρας δηλονότι τῆς σαρκὸς γενο μένης διὰ τὴν ἀφθαρσίαν, ὅπερ ἅγιον καὶ πολύτιμον σῶμα, ὅταν ἤθελεν, ἀπέκρυπτε, καὶ ὅταν ἤθελεν, ἐμφανές καθίστη· γέγραπται γάρ, ὅτι ο "Αφαντος ἐγένετο ἀπ' αὐτῶν.» Μὴ τοίνυν τὸ, ο Αφαντος γέν γονεν, ν εἰς τὴν ἀνυπαρξίαν ἐκλάμβανε, μηδὲ φάσμα ψιλὸν καὶ ὄναρ τὴν ἀνάστασιν νόμιζε, ὥσπερ τινές. Ἐπεὶ πῶς, «Ψηλαφήσατε, καὶ ἴδετε, καὶ τὰ ἑξῆς; ΕΥΡΥΚΛΕΙ ΠΡΕΣΒΥΤΕΡΟ. Οὐ μόνον ἀλγηδόνας χορηγοῦσιν οἱ ἐχθροὶ ἡμῶν δαίμονες τοῖς ἐξησθενηκόσι κατὰ τὸ σῶμα χρηστοῖς καὶ ἀγαθοῖς ἀνθρώποις, ἀλλὰ καὶ λογισμούς βλαστ φημίας καὶ γογγυσμούς ὑποβάλλουσι κατὰ τῆς Θεοῦ προνοίας· καὶ ἔξωθεν δὲ ἐπιπέμπουσιν αὐτοῖς, ἐν προσχήματι δῆθεν ἐπισκέψεως, ἀνθρώπους τινάς καλούς, ἢ πολλάκις φαύλους, διεφθορότα τινά, ἢ ἀστεία βήματα καὶ γελοιώδη τοῖς κάμνουσι, πρὸς παραμυθίαν φασὶν, ἐπιλέγοντας, καὶ ἀποσπῶντας τὸν νοῦν ἀπὸ τῶν δικαίων κριμάτων τοῦ Θεοῦ. Εἰ οὖν πυκναῖς τισι καὶ πολλαῖς, καθὼς γράφεις, ἐμπέπαρ σαι ἀρρωστίαις σωματικαῖς, καὶ θλίψεσιν καὶ δια φόροις ἀνάγκαις· μηδαμῶς μὲν ὀλιγωρήσῃς ὡς γενναῖος ἀθλητὴς, πολυπλασίασον δὲ τὴν κατὰ τὸ σύνηθες εὐχαριστίαν· καὶ τοὺς μὲν περὶ ὑπομονῆς διαλεγομένους, καὶ ἀνεξικακίας, καὶ ποικίλης τοῦ Δεσπότου ἡμῶν οἰκονομίας, ἡδέως ἀποδέχου, καὶ ἐπαίνει, καὶ δυσώπει περὶ τῶν τοιούτων πλεονάκις προσομιλεῖν σοι· τοὺς δὲ τολμῶντας δημώδη τινά, καὶ σαθρά, καὶ γήϊνα, καὶ μὴ συμβαλλόμενα τῇ ψυχῇ προσομιλεῖν, δίωκε καὶ ἀποπέμπου μακρότερον, ἵνα μὴ διὰ τῶν ὑλωδεστέρων ῥημάτων τὴν ψυ χὴν παγιδεύσαντες, τὰ μέγιστα βλάψωσι τὸν νόσῳ καὶ κλίνῃ πυκτεύοντα. Τῷ αὐτῷ. Οὐδὲν οὕτως εὐθυμίαν καὶ εὐφροσύνην ἐμποιεῖν εἴω θεν, ὡς τὰ τῆς ἀληθινῆς φιλοσοφίας δόγματα, ὥστε τῶν βλεπομένων πάντων πραγμάτων ὑπεροράν, καὶ πρὸς τὰ αἰώνια ἀγαθὰ ἐκεῖνα τὰ μέλλοντα δηλαδή κεχηνέναι, τῷ μηδὲν τῶν ἀνθρωπίνων νομίζειν βέβαιον εξ ναι, μὴ ὑγείαν, μὴ εὐρωστίαν, μὴ δύναμιν σώματος, μὴ εὐθυμίαν σαρκικήν, μή πλοῦτον, μὴ δυναστείαν, μὴ τιμὰς καὶ τέρψεις, καὶ τὰ ἑξῆς. ΡΚΓ'. — ΙΟΥΛΙΟ ΜΟΝΑΧΟ. Κακῶς τὰς εὐπορωτέρας τῶν τεχνῶν ἡδέως μεταχειρίζῃ, πρὸς ἱκανὸν περισπασμόν τῆς ἑαυτοῦ ψυ χῆς, ἵνα μηδὲ ὅλως καιρὸν λοιπὸν ἔχῃς, μηδὲ εὑρί σχης, μνημονεύειν Κυρίου τοῦ Θεοῦ σου. ΡΚΔ'. — ΓΑΥΔΕΝΤΙΟ ΣΙΛΕΝΤΙΑΡΙΟ. Συνάγων, φησὶν, ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης,
col. 441–442page 192 of 262
PG 79:441τουτέστιν ὥσπερ εἰς τὸν ἀσκὸν, οὕτως ἔνδον τῶν τεθέντων ὁρίων τὴν θάλασσαν ὁ Θεὸς συναθροίζει, καὶ κατέχει τὰ ὕδατα, μή συγχωρῶν ὑπερβῆναι τὴν ἀσθε νεστάτην ψάμμον, καὶ πάσης τῆς γῆς τὸ πρόσωπον καλύψαι. Διὸ καὶ τοῦτο αὐτὸ βουλόμενος σαφηνίσαι ὁ ἅγιος Προφήτης, επιφέρει λέγων· «Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους· τουτέστιν, ἐν τοῖς ἄγγεσι καὶ δο χείοις συνέχων ἀμύθητα ὕδατα. ΡΚΕ΄. - ΕΠΙΚΤΗΤΟ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Ἐν ταῖς πρὸς τὸ κρεῖττον δεήσεσι, καὶ λιταῖς, οὐ χρὴ μεγάλα κράζειν τῷ αἰσθητῷ στόματι κατὰ τοὺς ἀπαιδεύτους, τοῖς δὲ λογισμοῖς ὁλοκαρδίως βον. Ψάλλειν μὲν μετὰ τῶν συμφρόνων • καλὸν, καὶ ὑμνεῖν τὸν Κύριον τερπνόν, ο καθά φησιν ὁ Δαυΐδ· τῷ δὲ τῆς εὐχῆς καιρῷ τὸ ἐκβοἂν ἀμέτρως τὸν ἀσκητὴν, οὐκ εὔλογον οὐδὲ εὐπρεπές λογίζονταί τινες τῶν κεκα νονικότων τῆς προσευχῆς τὴν τάξιν. Οὐ γὰρ ἀναμένει Κύριος τοὺς ἐκ χειλέων λογισμούς, καὶ τὰς ἐκβοὰς τὰς ἀπὸ τοῦ σώματος, διότι ἐπίσταται ὧν χρήζομεν, καὶ πρὶν ἢ προσενεχθῆναι τὴν διὰ τῆς σαρκίνης γλώττης ἱκετηρίαν. ᾿Αλλὰ προσέχει τῷ ἀπερισπάστῳ τῆς διανοίας, καὶ ἀγλώττῳ φωνῇ, καὶ τοῖς ἀλαλήτοις στεναγμοῖς τῆς καρδίας· ἂν γὰρ οὕτως προσεύχῃ, φησὶν ὁ Κύριος, «Ἰδοὺ πάρειμι ἔτι λαλοῦντός σου,» καθώς γέγραπται παρὰ τῷ Ησαΐα. ᾿Αλλὰ καὶ Μω σέα ἀποστενοχωρηθέντα παρὰ τὸ χείλος τῆς Ἐρυθράς θαλάσσης, καὶ τὰ μὲν χείλη τοῦ σώματος μεμυκότα, τῇ δὲ διανοίᾳ κράζοντα, ἐπακουσθέντα μανθάνομεν. «Παῦσαι γὰρ, φησί, τοῦ βοᾷν πρός με, καὶ ῥῆξον τὴν θάλατταν, ο Μὴ τοίνυν μετὰ τὴν ψαλμῳδίαν, ὥσπερ ἐξ ἔργου ευχόμενοι κράζωμεν, ἀλλ᾽ εἰ καὶ τῷ σώ ματι εὐχόμεθα, τὸ πλεῖον σπουδάζωμεν προσεύξασθαι τῷ νοῖ, καθάπερ παραινεῖ ὁ Ἀπόστολος. «Καὶ γὰρ ἡ μακαρία 'Αννα ἡ μήτηρ Σαμουὴλ τοῦ προσ φήτου ηύχετο, καὶ τὰ μὲν χείλη αὐτῆς ἐκινεῖτο, φωνὴ δὲ οὐκ ἠκούετο.» Καὶ ἐπειδὴ ἀπὸ καρδίας ηύχετο, εἰσηκούσθη, καὶ στεῖρα ὑπάρχουσα, μετὰ τοσοῦτον χρόνον, μήτηρ τέκνων τοσούτων ἐγένετο. Πάντα γὰρ δυνατὰ τῷ πιστεύοντι, καὶ τῷ προσευχομένῳ, καθ᾿ ὃν δεῖ τρόπον. ΦΙΛΑΓΡΙΟ ΕΠΙΣΚΟΠΩ. Νέκρωσόν μοι, παρακαλῶ, τὰ μέλη τοῦ σώματός σου· πάντα, εἴπερ δυνατὸν, τῷ πνεύματι προσ δαπάνησον. Τὴν στενὴν, καὶ ὀλίγοις βατὴν ὁδὸν βα δίζειν μὴ κατόκνει. Γενοῦ ταπεινὸς καὶ ὑψηλὸς, θνητὸς καὶ ἀθάνατος, ἐπίγειος καὶ οὐράνιος, Θεοῦ κληρονόμος, Χριστοῦ συγκληρονόμος. Προσέστω εὐχὴ ἀδιάλειπτος, ψαλμῳδία εξόφθαλμος, καὶ σύντονος, καὶ σύμφρων, θείων λογίων μελέτη, κλίσις γονάτων κατεσκληκότων πυκνή, γρηγόρησις καὶ ψυχῆς, καὶ σώματος, μετὰ δακρύων ἀποτμηχόντων τὸν, ὡς εἰκὸς, διὰ τῶν αἰσθήσεων παρεισιόντα ῥύπον, ἀντίληψις τῶν καταπονουμένων, κηδεμονία τε, καὶ τροφή, καὶ ἔνδυμα, καὶ ποτὲν τῶν πενομένων. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐνυπάρχοντά σοι, καὶ ἐσημέραι πλεονάζοντά
col. 443–444page 193 of 262
PG 79:443τε καὶ αύξοντα, οὐκ ἀργὸν, οὐδὲ ἄκαρπόν σε δείξει Χριστῷ τῷ Θεῷ τῶν ἁπάντων, ἐν τῇ ἡμέρᾳ τῆς μισθαποδοσίας. ΡΚΖ'. — ΙΟΡΔΑΝΗ ΔΙΑΚΟΝΟ. Εἰ Χριστὸς ὁ Δεσπότης τῶν ὅλων διδάξαι ἡμᾶς θέλων ἀγρυπνεῖν καὶ προσεύχεσθαι, «διενυκτέρευε σωματικῶς προσευχόμενος,» ἀλλὰ καὶ ο Παῦλος καὶ Σίλας κατὰ τὸ μεσονύκτιον ἐδόξαζον τὸν Θεὸν,» καὶ ὁ Προφήτης φησὶν, ὅτι «Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογήσασθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου·» πῶς αὐτὸς πᾶσαν τὴν νύκτα κοιμώμενος καὶ ῥέγχων, οὐ κρίνῃ ἀπὸ τῆς συνειδήσεως, τε θαύμακα. Διὸ κἂν νῦν θέλησον ἐκτινάξασθαι τὸν νεκροποιὸν ὕπνον, καὶ προσέχειν φιλοπόνως προσ ευχῇ καὶ ψαλμωδία. ΡΚΗ'. — ΚΥΡΙΑΚΟ. Πᾶν τὸ ἐπερχόμενόν σοι θλιβερὸν καὶ ἀνιαρόν ἀπόδεξαι χωρίς τινος γογγυσμοῦ, προσκυνήσας τὸ Κρείττον. "Ανευ γὰρ Δεσποτικῆς κρίσεως οὐδὲν ἡμῖν ἐπελεύσεται τῶν ὀδυνᾷν, καὶ ἐκτήκειν, καὶ λυπεῖν. πεφυκότων. «Ἐν ἐλεγμοῖς γὰρ ὑπὲρ ἀνομίας ἐπαί δευσας ἄνθρωπον, καὶ ὥσπερ ἀράχνην ἐξέτηξας τὴν ψυχὴν αὐτοῦ.» ΡΚΟ. ΚΥΡΙΩΝΙ. Ὁ διὰ τὰς ἁμαρτίας τύπτων τὸ στῆθος, οὗτος ἂν λέγοιτο αἰνεῖν τὸν Θεὸν ἐν τυμπάνῳ καὶ χορῷ· πα τάσσων γὰρ τὰ στέρνα μετὰ κατανύξεως, καὶ συμ παραλαμβάνων πρὸς ἱκεσίαν τὸν χορὸν τῶν θρηνῳδῶν λογισμῶν, καὶ τὸν κάλαμον τῆς μετανοίας βά ψας εἰς τὴν πυξίδα τῶν ἀπὸ τῆς στυγνότητος καὶ τῆς λύπης νυκτιχρόων συλλεγέντων δακρύων, γράφων τε τὴν δέησιν εἰς τὸν ἐξαπλωθέντα χάρτην τῆς οἰκείας καρδίας, καὶ προσφέρων Κυρίῳ, οὐκ ἐξουδενωθήσεται ὑπὸ Ἰησοῦ Χριστοῦ τοῦ ἀποθανόντος ὑπὲρ ἁμαρτ τωλῶν. ΡΑ'. — ΜΕΛΙΦΘΟΓΓΟ ΔΙΑΚΟΝΟ. Ἐπὰν τὴν κεφαλὴν ὁ ὄφις παρεμβάλλῃ τῇ ἁρμο νίᾳ, εἰς ἣν παραδύεται, κοπήσετα: μᾶλλον, ἤπερ ἐκε σπασθήσεται· ἀμήχανος γὰρ γίνεται ἡ ἀνάλυσις τοῖς τῶν λεπίδων προσβολίοις ἀντισπωμένη. ΡΛΑ'. Τῷ αὐτῷ. Ενεστι τὸ θηρίον τῷ γενικῷ λόγῳ, τὸ καθ᾽ ἡδονὴν πάθος· αἱ δὲ ποικίλαι καὶ πολύτροποι τῶν ἡδονῶν ἰδέαι, διὰ τῶν αἰσθήσεων ἐμμιχθεῖσαι τῇ ἀνθρωπίνῃ ζωῇ, αὗταί εἰσιν αἱ περὶ τὸν ὄφιν φολίδες, ἐν τῇ ποι κιλίᾳ τῶν παθῶν διεστιγμέναι. Εἰ τοίνυν βούλει φυ γεῖν τὴν τοῦ νοητοῦ θηρίου συνοίκησιν, φυλάττου τὴν κεφαλὴν, τουτέστι την πρώτην τοῦ κακοῦ προστ βολήν. ΡΑΒ'. - ΟΥΡΣΑΚΙΑ ΕΚΔΙΚΟ. Τῇ Κυριακῇ ἡμέρᾳ ἑστῶτες εὐχόμεθα, τὸ τοῦ μέλλοντος αἰῶνος στάσιμον ἐκτυποῦντες. Ἐν δὲ ταῖς ἄλλαις ἡμέραις τὰ γόνατα κλίνομεν, τὴν διὰ τῆς ἁμαρτίας πτῶσιν δηλοῦντες τοῦ ἀνθρωπείου γένους. Εγειρόμενοι δὲ ἀπὸ τῆς γονυκλισίας, τὴν διὰ τοῦ Χριστοῦ ἡμῖν δοθεῖσαν πᾶσιν ἀνάστασιν ἐμφαίνομεν, τελεσθεῖσαν κατὰ τὴν Κυριακήν.
col. 445–446page 194 of 262
PG 79:445ΡΑΓ.· ΠΑΥΛΙΝΟ. Οὐ μόνον περὶ ἀργοῦ ῥήματος εὐθύνας ἀπαιτηθήσῃ κατὰ τὴν τοῦ μέλλοντος ἡμέραν τῆς οἰκουμενικῆς διαγνώσεως, ἀλλὰ καὶ ἀργῆς καὶ ματαίας ἀκοῆς.» Φάσκουσι γὰρ τὰ θεῖα θεσπίσματα· Μὴ παρα δέξῃ τὴν ματαίαν λαλιάν. Μὴ τοίνυν προχείρως τοῖς λοιδοροῦσι πειθώμεθα, μηδὲ ἀδοκιμάστως. ΡΑΔ'. - ΑΛΚΙΒΙΑΔΗ ΣΧΟΛΑΣΤΙΚΑ. Γράφεις μοι ἐμᾶν πάνυ τῆς ταπεινοφροσύνης, καὶ βούλεσθαι τὸν τρόπον μαθεῖν, δι' οὗ ἐπιτεύξῃ τῆς τοιαύτης θεοτιμίας χάριτος. Εἰ τοίνυν βούλει μὲν δραπετεῦσαι τὸν μεματαιωμένον καὶ θεοστυγῇ ὄγκον τῆς ὑπερηφανίας, περικρατὴς δὲ γενέσθαι τοῦ μα καρίου δώρου, μηδὲν παρῇς τῶν συντελούντων εἰς τοῦτο. Πάντα δὲ βούλου ἀσκεῖν τὰ πρὸς τὸν τούτου ἀπαρτισμόν. Η γάρ ψυχή τοῖς ἐπιτηδεύμασι ἐξω ομοιοῦσθαι είωθε, καὶ πρὸς ἅπερ πράττει ἀεὶ, τυποῦται καὶ σχηματίζεται. Εστω τοίνυν σοι καὶ σχῆμα, καὶ ἱμάτιον, καὶ βάδισμα, καὶ καθέδρα, καὶ τροφή, καὶ στρωμνὴ, καὶ πάντα, ἁπλῶς εἰπεῖν, πρὸς εὐτέ λειαν ήσκημένα· καὶ μὴν καὶ λόγος, καὶ κίνησις σώματος, καὶ ἡ πρὸς τὸν πλησίον ἔντευξις· καὶ ταῦτα πρὸς μετριότητα μᾶλλον, καὶ μὴ πρὸς ὄγκον ὁράτω. Χρηστὸς ὅσο καὶ πρᾶος πρὸς τὸν ἀδελφὸν, ἀνεξίκακος πρὸς τοὺς ἀντιπράττοντας, φιλάνθρωπος καὶ συμπαθής πρὸς τοὺς ταπεινωθέντας, παρηγορῶν καὶ παραμυθούμενος τοὺς νοσηλευομένους, ἐπισκεπτόμενος πάντα ἄνθρωπον συνεχόμενον οδύναις, καὶ πόνοις, καὶ θλίψεσι· μηδένα παρορών το καθ όλου, γλυκὺς ἐν προσηγορία, φαιδρὸς ἐν ταῖς ἀπο κρίσεσιν, ἀγαθὸς διὰ πάντων, καὶ εὐπρόσιτος πα ΒΕΡΙΜΟ ΠΡΩΤΕΥΟΝΤΙ. ΡΑΕ. Κᾶν, ὡς λέγεις, ἀπαῤῥησίαστος καὶ ἀκάθαρτος ὑπάρχεις, μὴ ρίψης ἑαυτὸν εἰς τὴν ἀνελπιστίαν ἔχεις γὰρ παρρησίαν ἐν τῷ αἵματι Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Αὐτὸς γὰρ ὑπὲρ ἀσεβῶν, καὶ ἀκαθάρτων, καὶ ἀπαῤῥησιάστων ἀνθρώπων θάνατον κατεδέξατο. Καὶ αὐτὸς ἐν τῷ προφήτῃ τῷ Ησαΐα κατεπαγγέλλεται λέγων·. Καὶ ἔστα: ἐν τῇ ἡμέρα ἐκείνῃ, ὅτε καὶ βουληθῇ εὐδοκῆσαι ὁ ἀγαθὸς Κύριος, ἐξομολογουμένου σου μετά δακρύων, ἀναπαυθήσῃ ἀπὸ τῆς ὀδύνης τῶν πλημμελημάτων σου καὶ τῆς σκληρᾶς δουλείας, ἧσπερ ἐδούλευσας τοῖς δαιμονίοις διὰ τῆς αἰσχροπραγίας. Καὶ πάλιν φησίν· Ανα στήσονται οι νεκροί, οὐ μόνον σωματικῶς τότε ἐν τῇ καθολικῇ τῶν νεκρῶν ἀναστάσει, ἀλλὰ καὶ νῦν ἐν τεῦθεν ἤδη νοητῶς ἐγερθήσονται οἱ κακῶς ἡσυχάζοντες ἐπὶ τῆς γῆς, καὶ ἐντυμβούμενοι φαυλότησι ποικίλαις. • Τὴν γὰρ ἀπαρχὴν τοῦ Πνεύματος τοῦ ἁγίου λαβόντες, καθώς γέγραπται, στενάξωμεν υιο θεσίαν ἀπεκδεχόμενοι, καὶ μετὰ τὸ βάπτισμα την ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν, ο δηλονότι ἐλευθερίαν σώματος δουλωθέντος καὶ καταπονηθέντος τῇ ἁμαρτία. • Η γὰρ κτίσις, φησὶν, ἐλευθερωθήσεται χιν,
col. 447–448page 195 of 262
PG 79:447ἀπὸ τῆς δουλείας καὶ τῆς φθορᾶς εἰς δόξαν τῆς ἐλευθερίας, ο καὶ ἀφθαρσίας, καὶ ἀἰδιότητος, καὶ ἀτρεψίας, καὶ χαρᾶς ἀνεκλαλήτου, καὶ στεφανηφορίας. ΡΑϚ'. - Τῷ αὐτῷ. Ἐκ τοῦ μὴ φοβεῖσθαι Θεὸν, γίνεται ἡ πώρωσις, καὶ ἡ ἀναισθησία· τὸ δὲ φοβηθῆναι τὸν Κύριον, φέρει πρὸς τὴν εὐαισθησίαν, καὶ πρὸς μετάνοιαν χειραγωγεῖ. Διὸ γέγραπται·. Ο φόβος τοῦ Κυρίου ἀρχὴ ὑπάρχει αισθήσεις.» ΡΛΖ΄. - ΕΙΡΗΝΑΙΟ ΠΡΕΣΒΥΤΕΡΟ. Ὁ σοφώτατος Σολομών φησιν αἰνιγματωδῶς, ὅτι πᾶς μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύ σεται διεῤῥωγότα καὶ ῥακώδη πᾶς ὑπνώδης, ὑπνώδη καλῶν τὸν νωχελῆ τε, καὶ χαῦνον, καὶ ἀργὸν πρὸς θείων προσταγμάτων, τὸν δι' ὅλου ἄῤῥαφον, ὡς γρά φει Ἰωάννης ὁ εὐαγγελιστής, καταλιμπάνει τῆς γνώσεως τῆς ἁγίας χιτῶνα, τὸν ἄνωθεν καθυφασμένον, καὶ τὸ τοῦ φωτὸς τῆς ἀφθαρσίας ἱμάτιον. Τὸ δὲ διεῤῥωγὸς, καὶ πολύῤῥαφον, καὶ ἄσχημον τῶν μα ρῶν, καὶ ἀκερδών ζητημάτων, καὶ τῆς αἰσχρότης τος, καὶ τῆς κακοηθείας ἀμφιέννυται κεντώνιον. ΡΛΗ. — ΘΕΟΔΟΥΛΟ ΠΡΕΣΒΥΤΕΡΟ. πᾶν χρήσιμον πρᾶγμα. Καταφρονήσας γάρ τις τῶν Κέκραγε τις προφήτης, ὅτι «Ο γυμνός φεύξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.» Ο γὰρ γεγυμνωμένος πάσης προσκαίρου καὶ ματαίας μερίμνης, ἀναμφιβόλως ἐκφεύγει τὰς τῶν ἀντιπάλων λαβάς. Ο γυμνός τοί νυν, καὶ φεύξεται, καὶ διώξεται· φεύξεται μὲν τὰς ἐπιβουλὰς τῶν ἐχθρῶν καὶ μηχανάς, εἶθ᾽ ὕστερον πλέον ἐνδυναμωθεὶς τῇ ἄνωθεν συνάρσει καὶ βοη θείᾳ, κατεξαναστήσεται τῶν πολεμίων, καὶ θαρρήσας τῇ χάριτι τοῦ Θεοῦ, διώξει πάλιν τοὺς πρὶν διώκοντας, κατὰ τὸ γεγραμμένον, ὅτι Οὓς πρώην ἐφοβεῖσθε δαίμονας, φοβηθήσονται ὑμᾶς, καὶ φεύ ξονται ἑπτὰ ὁδοῖς διωκόμενοι ὑφ᾽ ὑμῶν, οἱ τὸ πρὶν στοιχηδόν διὰ τῆς μιᾶς λεωφόρου πρὸς ὑμᾶς εἰσελθόντες, καὶ ἐκπορθοῦντες ὑμᾶς. ΡΑΘ'. ΣΩΣΙΚΛΕΙ ΣΧΟΛΑΣΤΙΚΩ. Μὴ μόνον τὸν σὸν πόδα σπάνιον πρὸς τὸν φίλον εἴσαγε, πειθόμενος τῷ σοφῷ Σολομῶντι, ἀλλὰ καὶ τὸν φίλον παρασκεύαζε σπάνιον πρὸς σὲ τὸν πόδα αὐτοῦ εἰσφέρειν, μήποτε πλησθείς σου μισήσῃ σε. Τῷ αὐτῷ. ἀσφαλὲς νομίζω. Καὶ γὰρ τὴν ἀγάπην ἀκμαιοτέραν Τὰ ἐκ διαλειμμάτων τῷ φίλῳ συντυγχάνειν, πάνυ ποιεῖ, καὶ τὰ λεγόμενα δι' ἡμερῶν χρησιμώτερά τε καὶ ἡδέα δείκνυσι, καὶ τὴν πρέπουσαν τοῖς ἀληθινοῖς τῶν φίλων τιμήν τε καὶ αἰδὼ φυλάττει διηνεκώς ἄσειστον, καὶ βεβαίαν, καὶ ἀνεπηρέαστον. ΡΜΑ. - ΤΡΑΙΑΝΟ ΔΙΑΚΟΝΩ. Εἰ ἀδυνατεῖς ὑπὲρ σεαυτοῦ ἀπολογήσασθαι τῷ Θεῷ, πῶς τὴν ἄλλων ψυχῶν προστασίαν καὶ ἐπιμέλειαν ἐγχειρισθῆναι σπουδάζεις, ὦ ἄνθρωπε; σε ΧΑΥ, 17.
col. 449–450page 196 of 262
PG 79:449ΡΜΒ. – ΠΟΛΥΧΡΟΝΙΟ ΠΡΕΣΒΥΤΕΡΩ. Παρακέκληκάς με καὶ διὰ γραμμάτων σου, καὶ διὰ τῶν κενομικότων τὰ γράμματα, ὥστε παρηγορίαν σοί τίτα δωρήσασθαι πρὸς τὴν τῆς ἀκηδείας ἀναίρεσιν, καὶ τὸν ἐξαφανισμὸν τῆς ἀθυμίας τῆς ὑπὸ τῶν δαιμόνων λεληθότως ἐντιθεμένης τῇ σῇ φιλο πόνῳ καὶ φιλοθέῳ καρδίᾳ. Καὶ δὴ μηδὲν μελλήσας ἐγώ, συντόμως καὶ ἐν βραχεῖ σοι παρέξω παράκλησιν· καὶ σκόπει τὸ λεχθησόμενον. Υδατα πολλὰ εἰς ὕψος νέφεσι κουφιζόμενα, υδατά φημι τὰ θαλάττια, τῇ τοῦ Θεοῦ κελεύσει, τὸ ἀλμυρὸν ἀποτίθενται, καὶ γλυκέα γίνεται. Οὐκοῦν καὶ ἡμεῖς, τῇ τοῦ Θεοῦ βου λήσει καὶ δυνάμει, ἀγαθοὶ κουφιζόμενοί ποτε γενη σόμεθα, καὶ πάσης τῆς κατὰ τὴν ἁμαρτίαν ἁλμυρότητος ἀλλότριοι, ὅταν οἱ καταπίνοντες ἡμᾶς, ἀφ' ἡμῶν μακρυνθῶσι κατὰ τὴν προφητείαν. "Αρπαγησό. μεθα γὰρ ἐν νεφέλαις νοηταῖς εἰς τὸν μυστικὸν ἀέρα, καὶ οὕτως λοιπὸν πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, μη κέτι ἀνεχόμενοι ἀφίστασθαι, ἢ ἀπονεύειν τοῦ ποθεινοῦ καὶ ἀληθῶς Δεσπότου καὶ ποιμένος, μηδὲ ἀποπλανᾶσθαι τῆς αὐτοῦ ἀγαθότητος, ἀλλ᾽ ἕπεσθαι αὐτῷ διὰ πάσης τῆς αἰωνίου ζωῆς, καὶ ὑπ' αὐτῷ τάττεσθαι καὶ νέμεσθαι εἰσαεί. Ωστε παρακαλῶμεν ἑαυτούς, καὶ παρακαλώμεθα ἐν τοῖς λόγοις τούτοις, ὡς γράφει Παῦλος ὁ θεῖος Απόστολος, καὶ πάντως ἐπάνω φανείημεν τῆς δυσθυμίας, τῆς δολουργῶς ἀπὸ τῶν ἀκα θάρτων πνευμάτων ἡμῖν ὑποσπειρομένης, πρὸς τὸ παραλῦσαι ἡμῶν καὶ ἐκνευρίσαι τὴν δικαίαν ἀνά τασιν. Διατί γὰρ καὶ ἀκηδιῶμεν, ἢ ἀθυμοῦμεν, τοῦ Κυρίου σαφῶς κατεπαγγειλαμένου ἐν τῷ Εὐαγγελίῳ, Μετὰ τὸ ὑψωθῆναι, πάντας πρὸς ἑαυτὸν ἑλκῆσαι, κ καὶ τοῦ προφήτου διισχυριζομένου, καὶ παραθαρσύνοντος ἕκαστον ἐν τῷ λέγειν, «Υπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι τὴν ἄνω βασιλείαν;» "Οθεν ταῦτα ἐννοοῦντες οὐκ ἀπογνωσόμεθα τῆς ἑαυτῶν σω τηρίας. • Δουλεύσωμεν δὲ τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιασώμεθα αὐτῷ ἐν τρόμῳ, καὶ εὐλαβείᾳ πολλῇ, μήτε τῷ ἀπελπισμῷ, μήτε καταφρονήσει, ἢ ὑπερ στις πειθόμενοι πώποτε. ΡΜΓ. ΔΗΜΗΤΡΙΟ ΜΟΝΑΖΟΝΤΙ. Ο φιλόῤῥυπος τῆς πορνείας εὑρετὴς καὶ διδάσκαλος δαίμων εἰσφέρει τῇ ψυχῇ τοῦ ἀγωνιζομένου γυναῖκας δῆθεν εὐμόρφους, ἢ παῖδας εὐειδεῖς φαντασιοῦσθαι παρακαλοῦντας τὸν νοῦν, καὶ προτρέποντας πρᾶξαι τὴν ἁμαρτίαν. Καὶ τούτῳ τῷ ἀναπλασμῷ πολλάκις δυνήσεται ἐγγλύψαι τῷ νῷ πάθος ἐβδε λυγμένον καὶ ἀναισχυντότατον ΡΜΔ'. ΔΟΜΝΙΝΟ ΠΡΕΣΒΥΤΕΡΩ. Έγνως μέμψει τινὰς ὑποβληθέντας παρὰ τῇ ἁγίᾳ Γραφῇ, ὅτι ἀκαίρως κατασπεύδοντες ἑαυτούς, ούχ ὑπέμειναν τὴν βουλὴν τοῦ Δεσπότου. Βέλτιστον τοί νυν ἐν παντὶ καιρῷ μακροθυμίᾳ, καὶ ὑπομονῇ, καὶ εὐχῇ κεχρῆσθαι. ΡΜΕ'. - Τῷ αὐτῷ. Οτι χρεὼν περιμένειν, καὶ σκοπεῖν μετ' εὐχῆς καὶ ἐλπίδος, τί ποιήσει Κύριος, ἀνάγνωθι τὸ μέρος το
col. 451–452page 197 of 262
PG 79:451τῶν Πράξεων, ἔνθα φησὶν ὁ Λουκᾶς, ὅτι ο Εμεν ει διατρίβοντες ἡμέρας τινὰς ἐν Φιλίπποις τῇ πόλει, κ Οτι δὲ καὶ ἀπὸ μικρῶν ἀφορμῶν, καὶ ἐλαχίστων προσώπων, μεγάλα δὲ οἰκονομεῖται διὰ τῆς προνοίας τοῦ Θεοῦ, λέγει· «Καθίσαντες ἔξω τῆς πόλεως εἰς τὸν τόπον τῆς προσευχῆς, ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί, και τις πορφυρόπωλις καλουμένη Αυ δία, ὁρμωμένη ἐκ Θυατείρων τῆς πόλεως, ἤκουε τὴν τῶν παρ' ἡμῖν λεγομένων, ἧς ὁ Κύριος τὴν καρδίαν πρὸς τὸ νοεῖν ἀκριβῶς διήνοιξε.» Λάβε μοι εἰς μνή μην τὴν ἐν τῷ Εὐαγγελίῳ εὐτελῆ Σαμαρείτιν, καὶ τὴν Χαναναίαν, καὶ τὴν Αιμορροούσαν, καὶ Σίμωνα τὸν λεπρόν. Ἀλλὰ καὶ Σίμων ὕστερον ὁ ἐν Ἰώππῃ βυρσεύς, τὸν μέγαν ξενοδοχήσας Πέτρον, σμικρὰ τῷ θείῳ κηρύγματι γενόμενος ἀφορμή, πρὸ τῆς μεγάλης ἐν Παλαιστίνη Καισαρείας, τοῖς θείοις ἐπαίνοις τετίμηται, καίτοι οὗτος πλήθεσιν ὑπήνοιξε την πύλην τῆς σωτηρίας Τῷ αὐτῷ. Οτι οὐ χρὴ πρὸ καιροῦ τῆς θείας δοκιμασίας ἐκε βιάζεσθαι, καὶ κατασπεύδειν ἡμᾶς τὸν Θεὸν θαυ μαστὰ πᾶσιν ἐνδείξασθαι πράγματα, αναμένειν δὲ καὶ ἀπεκδέχεσθαι μᾶλλον τὴν ἄνωθεν εὐδοκίαν καὶ βούλησιν, πρόσχες, τί ὁ Δεσπότης Χριστός φησι πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Καθίσατε ἐν Ἱεροσολύμοις καὶ μὴ χωρίζεσθε ἐκεῖθεν, ἀλλὰ περιμένετε τὴν ἐπαγγελίαν,» καὶ ὁπηνίκα ταύτης ἀξιωθῆτε, τηνικαῦτα τῆς διδασκαλίας καὶ τῶν τεράτων ἀπάρξασθε. ᾿Αλλὰ γὰρ καὶ οἱ περὶ τὸν ἅγιον ἀπόστολον Παῦλον ἐκωλύθη Ο σαν ὑπὸ τοῦ προσκυνητοῦ Πνεύματος ἐν καιρῷ, λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Βιο θυνία. Αμήχανον χωρὶς λύπης παρελθεῖν τὸν ἐμπαιδευό μενον τοῖς πειρασμοῖς. Πλὴν ὅμως μετὰ τὴν παρα δρομὴν τῶν πειρασμῶν, καὶ τὴν ὑποχώρησιν τῶν δαιμόνων, πολλῆς χαρᾶς πληροῦνται οἱ τοιοῦτοι, καὶ δακρύων γλυκέων, καὶ νοημάτων θείων, ὅσοι ἐγεώργησαν τὸν ἐπωφελῆ πόνον καὶ τὴν σώζουσαν θλίψιν ἐν ταῖς καρδίαις αὐτῶν. «Κατὰ γὰρ τὸ πλῆθος, φησί, τῶν ἐν τῇ ἐμῇ καρδίᾳ ὀδυνηρῶν, αἱ παρακλήσεις τοῦ Θεοῦ, καὶ αἱ πληροφορίαι εὔφραναν τὴν ψυχήν μου.» ΡΜΗ. ΕΥΤΥΧΙΑ ΔΙΑΚΟΝ ᾿Αγῶνος πολλοῦ χρεία, καὶ φροντίδος ἱκανῆς, καὶ προσευχῆς νηφούσης καὶ ἀρέμβου, πρὸς τὸ ζητῆσαι καὶ ἐξευρεῖν τὴν ἀπαρενόχλητον τῆς διανοίας κατά στασιν, ἔνθα οἰκεῖν λέγεται ὁ Δεσπότης, ὥς φησιν Απόστολος· «Η οὐκ ἐπιγινώσκετε, ὅτι Ἰησοῦς Χρι στὸς οἰκεῖ ἐν ὑμῖν; ο Ἐκεῖ γὰρ ὡς ἀληθῶς ὑπάρχει ἕτερός τις εγκάρδιος οὐρανὸς ἀπὸ τῆς θείας μόνης φρυκτωρούμενος χάριτος ἐν εἰρήνῃ τινὶ ἀνερμη νεύτῳ καὶ ἀνεκδιηγήτῳ. ΡΜΘ'. - Τῷ αὐτῷ. Ἐπὶ πολὺ τῆς ἡλικίας προκύψας ὁ θεσπέσιος Δαυΐδ, εὐχαριστῶν μεγάλως τῷ ἐκλεξαμένῳ αὐτὸν Θεῷ, σε το
col. 453–454page 198 of 262
PG 79:453φησὶ περὶ τὰ τελευταία τῆς εὐλογίας, ὅτι Νῦν μόλις εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ εἰς τὸ εὔξασθαι τὴν εὐχὴν ταύτην, σημαίνων ἡμῖν τὴν μακαρισ τητα, καὶ τὴν ἁγίαν κατάστασιν ἐκείνην τὴν εἰρηνικὴν καὶ λάμπουσαν, [πρὸ τοῦ] ἔνθα μηδεμία μνήμη διαφαίνεται πάσης της προσκαίρου καὶ αἰσθητῆς κτίσεως. ΡΝ'. - ΒΙΛΙΛΛΟ ΜΟΝΑΧΟ. Μοναχὸς οὐδὲ ὄναρ οφείλει ὄψιν βλέπειν γυναικός, μήτε συνεστιᾶσθαι, καὶ συμβροχθίζειν, καὶ συγγελᾶν, καὶ συνδιανυκτερεύειν ταῖς γυναιξὶ, καὶ πάσας τὰς αἰσθήσεις τῆς ὁρωμένης λοιμώδους αἰσθήσεως ἀναπιμπλαν. Τῷ αὐτῷ. Ο τί σοι λέξας, Ισχύσω ἀνακόψαι σε τῆς ἀκολάστου γνώμης; ὢ τί σοι χρήσιμον καὶ ἁρμόδιον πρὸς ξυμ βουλὴν ψυχωφελῆ εἰρηκώς, ἀπείρξω τῆς κακίας; ὢ ποταποὺς παιδευμάτων χαλινοὺς ἐπιβαλών τῷ σκλη-, ροστόμῳ ἵππῳ, δυνηθείην ἀναχαιτίσαι τῆς ἡδονῆς; ὢ τί σοί ποτε ποιήσας, λύσω μὲν τῆς πρὸς τὸ θῆλυ μανίας, δήσω δὲ τοῖς τῆς ἁγνείας δεσμοῖς; ΔΗΜΗΤΡΙΟ ΜΟΝΑΧΟ. Πλείστα ἔχεις τῆς περὶ σὲ τοῦ Θεοῦ κηδεμονίας ἐνέχυρα, μυρία παρ' αὐτοῦ καὶ τῆς περιβολῆς τοῦ μοναχικού σχήματος εὐεργετηθεὶς, καὶ θαλφθεὶς, καὶ φρουρηθείς, καίτοι τὸ τηνικαῦτα μηδὲν ἀγαθὸν ἔρω γον ἐπιτελῶν. Ἐκεῖνα τοίνυν ἀναμηρυχώμενος εύ γνώμονι λογισμῷ, ταπείνωσόν σου τὸ φρόνημα, φεύγων τὴν διατριβὴν τῶν μετὰ τὸ ἐλθεῖν εἰς τὸν μονήρη βίον τὴν ὑπερηφανίαν ἀσπαζομένων, καὶ τὰς γνάθους φυσώντων, καὶ ἐξογκούντων τὰ στήθη, καὶ τοῖς δικαστηρίοις προσεδρευόντων, καὶ ἀεὶ βιω τικὰ λαλούντων, καὶ τοῖς πονηρεύμασι τῶν τελευταίων ἀποκρυπτόντων τὰ πρώην αὐτοῖς κακῶς πραχθέντα, καὶ ἐπισπασαμένων ἐκεῖνο τὸ πνεῦμα τὸ πονηρὸν μετὰ τῆς τῶν πονηροτέρων πνευμάτων ἑβδομάδος, ὅπως, κατὰ τὸν τοῦ Εὐαγγελίου λόγον, τὰ ἔσχατα χείρονα τῶν πρώτων ἀποδειχθῇ. Αὐτὸς οὖν σύντριψον τὴν καρδίαν σου, καθά φησιν ὁ Δαυΐδ Ότι κατεσμικρύνθην ἐγὼ ἐνώπιον Κυρίου τοῦ Θεοῦ μου, καὶ ἐνώπιον ἀνθρώπων ἐπ' αὐτῷ πεποιθότων. Οὔτε γὰρ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐπορεύθην ἐν με γάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ· › ἀλλ᾽ εὐλαβούμην, μήποτε παρεικασθῶ ἀτεράμνοσί τισι καὶ ἀπαι δευτάτοις, οἵτινες ἐπελάθοντο τῶν ἔργων Κυρίου, οὐκ ἐμνήσθησαν τῶν εὐεργεσιῶν καὶ τῶν θαυμασ σίων, ὧν ἔδειξε, καὶ ἐποίησεν αὐτοῖς ἀφ᾿ ἡμερῶν πονηρῶν. ΡΝΤ'. - ΝΕΙΛΟ ΣΧΟΛΑΣΤΙΚΟ. Εἰσί τινες ἐν κόσμῳ βιωτικοί, κατὰ τὴν σὴν λογισ τητα, κεκτημένοι τοὔνομα τοῦ ἀκριβοδικαίου, καὶ νηστεύοντες διὰ παντὸς, καὶ ἀλουτοῦντες, καὶ χαμευνοῦντες, καὶ πλείστη προσανεχόμενοι ἀγρυπνίᾳ, καὶ προσευχῇ, καὶ τῇ ἐκ μέρους τῶν καταπονουμένων προστασία, μηδέποτε δὲ λαβόντες δαιμόνων πεῖραν τὸ σύνολον· διότι οὐδὲ πάνυ περὶ αὐτῶν τῷ δια Το
col. 455–456page 199 of 262
PG 79:455λῳ μέλει, μᾶλλον δὲ κατὰ τῶν τὸν μονήρη καὶ ἡτύ χιον ἑλομένων βίον, τὴν ἀμφήκη τῶν μυρίων πειρασμῶν καθεκάστην, ὡς εἰπεῖν, ὥραν φιλοκαλεῖ, καὶ ὀξύνει μάχαιραν. Οὔπω τοίνυν τῶν καθ᾽ ὑμᾶς ἐν πείρᾳ γεγόνασι πολέμων δαιμονικῶν· οὔπω οὐδὲ ἀκροβολισμοῦ τινος νοητῆς παρατάξεως ᾔσθοντο οὔπω ἐπιδρομὴν ἀσάρκων βαρβάρων πεπόνθασιν οὔπω προσῆλθον αὐτοῖς οἱ ἀόρατοι πύκτα:· οὔπω προσήγγισαν αὐτοῖς αἱ πικραὶ, καὶ ἀμειδεῖς, καὶ σκο τειναὶ τῶν ἐναντίων φάλαγγες· οὔπω ἐπῆλθεν αὐτ τοῖς ὁ ᾿Ασσύριος· οὔπω ἐδοκιμάσθησαν· εὔπω δι εσείσθησαν και διετινάχθησαν· οὔπω συνεσκοτίσθη σαν οὐδὲ ἐσκιάσθησαν, καθώς φησιν ὁ Κύριος τῷ Ἰώβ, ὅτι Ἐν τῷ δράκοντι δένδρα μεγάλα σκιάζονται τουτέστι, θαυμάσιοί τινες ἄνδρες, καὶ ἀρετῆς καὶ γνώσεως θειοτέρας γέμοντες, ὑπὸ τοῦ διαβόλου θολοῦνται, συγχέονται, σινιάζονται, σαλεύονται, καὶ διακωδωνίζονται, τῷ στόματι δάκνονται, τῷ οὐραίῳ τὰ πρόσωπα τύπτονται, μυρίας ἐπηρείας παρ' αὐτοῦ ὑπομένουσιν, ἀποροῦνται, ίλιγγιῶσιν ἐξελθεῖν τοῦ σκήνους, εύχονται καὶ σαρκίου διαζευχθῆναι, δι' οὗ ὁ δυσμενὴς ἡμῶν κατάρχειν φιλονεικεῖ. Τί δεῖ τὰ πολλὰ λέγειν; Οὔπω οὐδὲ ἤκουσαν σχεδὸν τῆς πολυ κινδύνου καὶ πολυμόχθου ἀρετῆς τοὔνομα, καὶ ἤδη τοπάζουσιν εἰς τέλος υπάρχειν ἀγωνισταί, νικηταὶ πασῶν ἀντικειμένων δυνάμεων, Εριθοι παντὸς εὐαγ γελικοῦ διατάγματος, τορευταὶ πρακτικῆς ἐξαιρέτου, ἐπιστήμονες παντοίας πνευματικῆς σοφίας, ὡς μη δὲν ὅλως ἔτι προσδεῖσθαι τῶν διδασκόντων αὐτοῖς. Διόπερ λοιπὸν ἄρχονται ψέγειν πολλοὺς, λοιδορεῖν τοὺς τῆς Ἐκκλησίας προκαθημένους, μυκτηρίζειν καὶ διασύρειν τους μοναχούς, ἡδέως τε ἀεὶ ὁμιλεῖν τὰ ἀλλότρια. Εστι δὲ μεγάλη ἁμαρτία τὸ μὴ περί σκοπεῖν τὰ οἰκεῖα ἁμαρτήματα τὸν πλείστοις ἀνομήμασι τετρωμένον, ἀλλὰ τὰ τῶν ἄλλων πολυπραγμο. νεῖν καὶ λέγειν κακά. Ατὰρ δὴ καὶ πᾶσιν ἀπαρέσκονται, πάντας ἐξουδενοῦσι, καὶ τοὺς ἀρίστους πολλάκις· πᾶσιν ἐπιμέμφονται, πᾶσιν ἐπεμβαίνουσι μὴ ζητούμενοι. Τινὰς δὲ καὶ κατηχεῖν ἐπιχειροῦσι, μήπω μεμαθηκότες. Τοὺς τοιούτους τοιγαροῦν παρ εικαστέον παιδίοις μικροῖς, μετὰ μαχαίρας ξυλίνης πάντας βαρβάρους φονεύειν ὑπισχνουμένοις, καθάπερ αὐτὸς πρός τινας πλεονάκις είρηκας. Πάλιν οἱ παρα πλησίως ἡμῖν ὑπάρχοντες νεκροὶ τὸ ἦθος, ἐοικέναι μοι δοκοῦσι παιδίῳ ἁπλουστάτῳ καυχωμένῳ εἰδέναι σὺν ἀκριβείᾳ πάσῃ γεωργικήν, ὅπερ λαβὸν λεκάνην πλατυτάτην, βέβληκεν εἰς αὐτὴν κόκκους ἀναριθμήτους, ὕδωρ δὲ ἐπιχέαν, καὶ ποτίσαν δαψιλῶς, μετ' οὐ πολὺ ἐθεάσατο τὰ μικρὰ ἐκεῖνα βλαστήσαντα σπέρ ματα, καὶ χλοηφορήσασαν την λεκάνην, κειμένην ἐν τῷ μεσαύλῳ τοῦ οἴκου τοῦ πατρικοῦ, παραυτίκα τε χαίρει καὶ τέρπεται μεγάλως καὶ βοᾷ ἐπὶ πάντων μεθ' όρκου τε καὶ γέλωτος λέγον, ὅτι Εμπειρός εἰμι παντοίας γεηπονίας, καὶ τέλειος γεωργός. Οὐκ οἶδε δὲ τοὺς πόνους τῶν τὰ χωράφια φιλοκαλούντων καὶ ἀροτριώντων· οὐκ ἐπίσταται τὰς τῶν ὀρνέων διαρπαγάς· οὐκ οἶδε τὰς θλίψεις τῆς ἀβροχίας, καὶ
col. 457–458page 200 of 262
PG 79:457φλογμῶν ξηρασίας ἐν αὐτῷ χειμώνι πολλάκις γινο μένας, ἢ μετὰ τὸν αὐξηθῆναι πάλιν γεννήματα θρεμμάτων τινῶν, ἢ ἀνάγρων εμβολάς, ἢ ἄλλων ζώων, ἢ κλοπὰς ἀνθρώπων, ή καταπατήματα θηρίων, ἢ ἐπι φορὰν χαλάζης, ἢ ἐμπυρισμὸν σταχύων. Ούπω γινώ σκει τὸ βρέφος, ὅτι χρὴ γρηγορεῖν κατὰ τὸν ἀγρὸν ἔξω, καὶ νήφειν, καὶ φυλάττειν τὸ οἰκεῖον γεώργιον. Οὐκ οἶδε πάμπαν, μόνον δὲ ἀκούει, τί ἐστιν ἀκρὶς, καὶ βροῦχος, καὶ ἐρυσίβη, καὶ κάμπη. Ναὶ μὴν ἔτι 374 παραπλησιαστέον τους τοιούτους νηπιόφρονας άνδρας παιδίῳ, πορθμεῖον ἔχοντι ἔνδοθι τοῦ λιμένος, καὶ σύνεγγυς τοῦ αἰγιαλοῦ μετὰ παιγμονῆς πλέοντι, καὶ καυχωμένῳ ὁμοίως τοῖς πάντα πεπερακόσι τὰ φο βερὰ πελάγη. Ταῦτα δὲ νυνὶ φήσας λογίζομαι οὐ μετ τρίως καθάψασθαι τῆς ἡμετέρας οιήσεως. ΔΑΜΙΑΝΟ ΜΟΝΑΖΟΝΤΙ. Μή σου τὴν προθυμίαν οἱ ἐχθροὶ ἀμβλυνέτωσαν, τοῖς ποικίλοις καὶ ἀφάτοις πειρασμοῖς τὴν ψυχὴν κολαφίζοντες. Ἐκ γὰρ δὴ τῶν θλίψεών σοι τῶν πολ λῶν καὶ ἀμυθήτων ὁ στέφανος πλέκεται, καὶ· ἐν ταῖς ἀσθενείαις, ὡς λέγει ὁ Ἀπόστολος, τελεῖται ἡ δύναμις τοῦ Χριστοῦ,» καὶ ἐν ταῖς σκυθρωποτέραις καταστάσεσιν ἐπανθεῖν εἴωθεν ἡ τοῦ Πνεύματος χά ρις. «Ἐν δὲ τῷ σκότει, φησὶν, ἐξανέτειλε φῶς τοῖς εὐθέσιν, ἐάν γε τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς Ελπίδος μέχρι τέλους βεβαίαν κατασχῶσι. ΡΝΕ. — ΝΕΙΛΟ ΜΟΝΑΧΟ. Ον τρόπον τὸν σίδηρον ἀψηλάφητον ποιεῖ τοῦ πυ ρὸς ἡ συνάφεια, οὕτως καὶ ἡ πυκνὴ καὶ ἔμπονος προσευχή, πεπυρακτωμένον καὶ ἀκμαῖον τοῦ μονα χοῦ τὸν νοῦν ἀποτελοῦσα, ἀνέπαφον τοῦτον καθίστησι τοῖς ἀοράτοις ἐχθροῖς. "Οθεν πάσῃ μηχανῇ ἔκνον τοῖς ἀγωνιζομένοις ἐμποιεῖν σπουδάζουσιν οἱ πάμφαυλοι δαίμονες εἰς τὴν παραμονὴν καὶ τὴν προσκαρτέρησ σιν τῆς προσευχῆς, εὖ μάλα ταύτην ἐπιστάμενοι ἐπίσ βουλον μὲν καὶ διώκτριαν πάσης ἀντικειμένης δυσ νάμεως, τοῦ δὲ ἀγωνιστοῦ, ὑπεραγωνίστριαν καὶ ὑπερασπίστριαν. ΞΕΝΟΦΩΝΤΙ ΠΡΕΣΒΥΤΕΡΟ Μὴ πρὸ τοῦ ἀπαρτισμοῦ τῶν ἀρετῶν κατηχεῖν καὶ μυσταγωγεῖν ἄλλους βουλου φιλοτιμίας χάριν ἀλλὰ πρῶτον τελεσιούργησον πᾶσαν ἀγαθὴν πρᾶξιν, καὶ μετὰ τὴν τούτων λαμπαδουχίαν γενόμενος τέλειος, καὶ εἰσελθὼν εἰς τὴν γῆν τῆς ἐπαγγελίας κατὰ τὸν θεῖον νόμον, καὶ ἐπιλαβόμενος τῆς τῶν πατέρων κλη ρονομίας, τότε λοιπὸν ἐν παῤῥησίᾳ καὶ παίδευε τοὺς ἄλλους, καὶ δίδασκε, καὶ φυτουργὸς ξύλων νοητῶν γίνου, κατὰ τὸ γεγραμμένον ἐν τεύχει Λευϊτικῷ, ὅτι Οταν εἰσέλθητε εἰς τὴν γῆν τῆς ἐπαγγελίας, τότε πᾶν ξύλον φυτεύσατε βρώσιμον.» Ταῦτα δέ σοι παρ ῄνετα, ἵνα μὴ πολλάκις ἀκούσῃς παρά τινος τό, «Ια τρέ, θεράπευσον σεαυτόν, ο πρῶτον τὰ μεγάλα να
col. 459–460page 201 of 262
PG 79:459σοῦντα, καὶ τότε λοιπὸν ποιοῦ ἐπιμέλειαν καὶ ἰατρείαν ψυχῶν. ΡΝΖ'. — ΘΕΟΔΩΡΟ ΜΟΝΑΖΟΝΤΙ. Οὐ χρὴ δυσφορεῖν ἐπὶ τοῖς συμβαίνουσιν, ἀλλὰ μᾶλλον εὐθυμεῖν ἐπὶ ταῖς πολλαῖς θλίψεσι· διὰ τοῦτό φησιν· "Εθλιψά σε, καὶ ἐλιμαγχόνησά σε, ἵνα ψωμισθῇς τὸ μάννα τῆς γνώσεως, καὶ ἵνα ἐπ' ἐσχάτων σου εὖ σε ποιήσω. Τῷ αὐτῷ. Μὴ πνεύσαντος ἐν τῇ θαλάσσῃ σκληροῦ τινος ἀνέ μου, οὐκ ἂν φανείη κύματα· καὶ μὴ ἐπιδημήσαντος ἡμῖν δαίμονος ἀκαθάρτου, οὐδαμῶς χειμασθήσεται τοῖς μιαροῖς πάθεσιν οὔτε ψυχὴ, οὔτε σῶμα. ΡΝΘ'. Τῷ αὐτῷ. Ὥσπερ τὸ ἀναπνεῖν οὐδέ ποτε ἄκαιρον, οὕτως οὐδὲ τὸ αἰτεῖσθαι παρὰ τοῦ Κυρίου αιτήματα μυστικά μέχρις εσχάτης ἀναπνοῆς. ΡΞ'. - Τῷ αὐτῷ. Εἰ πολλάκις ὠφελήθημεν ἀνδρί τινι ἀγαθῷ συντυχόντες, πηλίκα κερδανοῦμεν, μεθ' ἡμέραν καὶ νύχτα προσδιαλεγόμενοι δι᾿ εὐχῆς καὶ ψαλμῳδίας τῷ Δε σπότῃ τῶν ὅλων; ΡΞΑ'. — ΘΕΟΚΛΕΙ ΠΡΕΣΒΥΤΕΡΟ. Τί θαυμάζεις, καὶ παρ' αὐτῶν τῶν ὁμοψύχων τὸ πρὶν φίλων κατονειδιζόμενος καὶ ἄγαν ψεγόμενος; Μνήσθητι τοῦ ἀηττήτου Ἰώβ· μνήσθητι πάντων τῶν ἁγίων τῶν ὁδευσάντων διὰ πάσης θλίψεως. Τί ταῦτα λέγω; μνημόνευτον τοῦ Δεσπότου τῶν ὅλων Χριστοῦ, τοῦ τοσαύτην ὑπὸ δούλων ἰδίων ὑπομεμενηκότος περίστασιν καὶ σκῶψιν, μυκτηρισμόν τε και χλευασμὸν, εμπτυσμούς, εὐτελισμούς, παροινίας, κολαφισμοὺς, ὕβρεις μυρίας, καὶ τέλος τὸν ἄτιμον θάνα τον, καὶ φιλοσοφοῦντος φιλοσοφίαν ἄῤῥητον· καὶ λώ φησον ἀσχάλλων. ΡΕΒ'. Τῷ αὐτῷ. Οντινα βούλεται σῶσαι ὁ Θεός, φοβήσει αὐτὸν, τινάξει αὐτὸν, ποικίλως λυπήσει αὐτὸν, ὅπως μὴ ἔχῃ καιρὸν διεγείρεσθαι πρὸς ὑπερηφανίαν. ΡΞΓ'. Τῷ αὐτῷ. Ὣς εὔχαρις ὁ πολύπειρος Σιράχ, συντάσσων καὶ γράφων ὠφέλιμα ῥήματα· Ὁ ἀγαπῶν γὰρ, φησί, τὸν ἴδιον υἱὸν, ἐνδελεχῶς τούτῳ μάστιγας χορηγήσει. ο Ἡμεῖς δὲ πάντως διὰ γνησίας πίστεως ὑπάρχομεν υἱοὶ Θεοῦ ὑψίστου, καὶ παιδευόμεθα μὲν, οὐ θανα τούμεθα δέ· καὶ καταβαλλόμεθα, ἀλλ᾽ οὐκ ἀπολλύμεθα. Οὐ γὰρ ἡ βάτος ποτὲ φλεγομένη ἐφλέχθη. ΡΕΔ'. - ΠΕΤΡΟ ΜΟΝΑΧΟ. Οὐδέποτε δεῖ ἀργεῖν, ἀλλ᾽ οὐδὲ ἀποπαύεσθαι τῆς τῶν Γραφῶν μελέτης, εὐχῶν τε καὶ πνευματικών ᾀσμάτων, καὶ τῆς κατὰ δικαιοσύνην ἐκλάμπρου έρω γασίας· ὅπως μὴ ἀμελήσαντες ἑαυτῶν ἀπολέσωμεν τὴν θέρμην τῆς χάριτος, διὰ τὴν τοῦ τρόπου χαυνό
col. 461–462page 202 of 262
PG 79:461τητα. Διόπερ παρεγγυά κράζων ὁ θεῖος Απόστολος Το πνεῦμα μὴ σβέννυτε.» Αλλὰ καὶ τῆς παλαιᾶς πολλάκις νομοθεσίας διαγορευούσης ακήκοας· «Πυρ καυθήσεται ἐπὶ τὸ θυσιαστήριον, τὸ ἐν τῷ ἡγεμονικῷ τῆς ψυχῆς δηλονότι, καὶ οὐδὲ ὅλως σβεσθήσεται. ΡΞΕ. - ΠΑΥΛΟ ΜΟΝΑΧΟ. Μή σε φοβείτω τῆς σαρκὸς τὰ σκιρτήματα, εμπό νως τῆς ἐγκρατείας ἐχόμενον, καὶ λιταῖς πυκνότερον χρώμενον, καὶ ἡσυχάζειν ποθοῦντα. • Οὐ φοβηθησόμεθα γάρ, φησὶν, ἐν τῷ ταράσσεσθαι τὴν γῆν, τουτέστιν· Ἐν τῷ τὴν σάρκα τοῖς ἐμφύτων παθῶν τε και κινημάτων βρασμοῖς καὶ κλόνοις ἀναζεῖν τρόπον χαλκείου, ἀλλ' οὐδὲ τὰς τῶν δαιμόνων ἡδονάς, ἔξωθεν δίκην τινὸς γοητείας τοῖς ἀνθρωπίνοις κινήμασι συγκιρναμένας, καὶ ἐκμαινούσας τὴν φύσιν, ποτὲ δειλιάσομεν, καλοῦντες εἰς συμμαχίαν τὸν Δεσπότην τῶν ὅλων. ΡΞϚ'. - Τῷ αὐτῷ. Φάσκει καθεκάστην ὁ μακάριος Δαυΐδ πρὸς ἡμᾶς Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι, τί ποιήσει μοι άνθρωπος, Πᾶς γὰρ πιστὸς ἄνθρωπος, πρὸς τὸ Κρείττον επάρας τὸ ὄμμα τῆς διανοίας, καὶ ἀκραδάντως ἐλπίσας, πάντως ὅτι καταπαλαίσει καὶ κατ αργήσει τὰ συγγενή σκιρτήματα τῆς σαρκὸς, καὶ τοὺς ἐριννυώδεις καὶ τερατώδεις ἀποπέμψει, καὶ τοὺς αἰσχροὺς λογισμοὺς ἀποπτύσει. Πῶς τοίνυν αυτ τὸς ὑπὲρ πάντα φοβῇ, καὶ καταπτήσσεις, καὶ δειλιᾷς τοὺς βρασμούς, καὶ τὰς ἐπαναστάσεις τοῦ δέρματος, καὶ τοὺς κακοὺς λογισμούς; ᾿Αλλὰ δοκιμαστέον, μὴ ἐξ ἀπιστίας τοῦτο συμβαίνει καὶ γίνεται τὸ δέος, καὶ πρὸς τὸν ἰατρὸν τῶν ψυχῶν βοητέον. Πιο στεύω, Δέσποτα, βοήθει μου τῇ ἀπιστίᾳ· ν ἢ ἐκεῖνο εἰπεῖν τὸ πάλαι γεγραμμένον· Κύριε, πρόσθες ἡμῖν πίστιν.» Τῷ αὐτῷ. Μέμνησαι πάντως Ἰακώβου τοῦ ἁγίου γράψαντος, ὅτι ὁ διακρινόμενος ἐν ταῖς προσευχαῖς καὶ διστάζων, ἀνὴρ ἐστι δίψυχος, ἀκατάστατος, καὶ ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. Καὶ μὴ οἰέσθω ὁ τοιοῦτος ἄνθρωπος, λήψεσθαί τι παρὰ Κυρίου θαυμάσιον χάρισμα. ΡΞΗ. ΠΑΡΝΑΣΙΟ ΣΥΝΗΓΟΡΩ. Πότε ἄρα ἐξ ὕπνου ἀναστήσῃ τῶν μοχθηρῶν καὶ Σκάρπων ἡδονῶν; Πότε γνώσῃ, ὅτι λογικόν κατεσκευάσθης ζώον; Πότε μισήσαι θελήσεις τὸν ἐχθρὸν τῆς ψυχῆς σου διάβολον, τὸν παντοίας ἀτόπου δη μιουργὸν ἡδονῆς; Πότε κατὰ νοῦν λάβῃς τὸ καθ εσθησόμενον φρικώδες κριτήριον, μετὰ τὴν λύσιν τῶν βλεπομένων ἁπάντων; Πότε ἄρα σεαυτοῦ κατα γνοίης; Πότε ἄρα βδελύξη τὴν κακήν έργασίαν; Πότε μισήσεις τὸ πρᾶγμα τὸ δυσώδες; Πότε στυ γήσεις τῶν δαιμόνων τὰ φίλτρα; Πότε λήψῃ τοῦ Θεοῦ ἔννοιαν; Πότε ἄρα εἰς οὐρανὸν σὺν κλαυθμῷ ἀναβλέψεις; Πότε ἄρα τῷ μακαρίῳ Παύλῳ ὑποθήσεις τὸ ὠτίον, καὶ πειθαρχήσεις λέγοντι, «Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώ
col. 463–464page 203 of 262
PG 79:463ματι, μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀνομία· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ ὡς ἐκ νεκρῶν ζῶντας ἐν δικαιοσύνῃ, καὶ τὰ μέλη ὑμῶν δοῦλα τῷ ἁγιασμῷ, τῷ Κυρίῳ τῶν ὅλων εἰς ζωὴν αἰώνιον. ΡΕΘ'. — ΙΟΥΛΙΑΝΟ ΑΝΑΓΝΩΣΤΗ. Οὐχ οὕτως τις εραστής μανικώτατος τῆς ἑαυτῷ ερωμένης ἐπιθυμεῖ, ὡς ὁ Θεὸς ἐφίεται ψυχῆς τῆς βουλομένης μετανοεῖν· ὃς τὴν ἐκπορνεύσασαν πάλιν ἀνακαλεῖται διὰ τοῦ προφήτου Ιερεμίου, καί φησι τῇ ἀπαῤῥησιάστῳ· Δεύρο πρός με, καὶ ταχέως ἀνά καμψον πρὸς τὸν σεαυτῆς Δεσπότην καὶ Σωτῆρα. Δεῦρο, καὶ μὴ βραδύνῃς μετὰ μυρία κακά. Δεύρο πρός με τεταπεινωμένη καὶ κατησχυμμένη, καγώ σε πάσης ἐλευθερώσω αἰσχύνης, καὶ παῤῥησίαν δικαίων παρέξομαι. Οὐδένα γὰρ ἐγὼ ἀποστρέφομαι τῶν μετὰ κλαυθμοῦ πρός με αναστρεφόντων τῇ ἐμῇ εὐσπλαγχνίᾳ. ΡΟ. ΝΕΙΛΩ. Τισὶ τῶν μὴ θελόντων ἐπὶ τοῖς ἰδίοις σφάλμασι μετανοεῖν, ἐπιφέρει Κύριος θλίψιν καὶ βασανισμὸν σώματος, ὅπως διὰ τῆς ἐκείνων κολάσεως οἱ ἐμμε λεῖς καὶ εὐαισθητότεροι, πρίν τι σκυθρωπὸν ὑπο στῆναι, εἰς διόρθωσιν ἔλθωσι, καὶ μὴ χρονίσωσιν ἐν τινι ἐλαττώματι, κἂν βραχὺ τοῦτο δοκῇ. ΚΥΙΝΤΟ ΥΠΟΔΙΑΚΟΝΟ ΠΕΣΟΝΤΙ. Καλὸν ὑπῆρχε μηδὲ ὅλως μολύναι τὸν ἄσπιλον χιτῶνα. Καλὸν ὑπῆρχε μὴ ζοφῶσαι τὸ φέγγος. Καλὸν ὑπῆρχεν ἀτραυμάτιστον μένειν, καὶ μὴ χρή ζειν ἰατροῦ. Καλὸν ὑπῆρχε τὴν ῥαντισθεῖσαν καρ δίαν τῷ αἵματι τοῦ Θεοῦ, καὶ ἀνθοῦσαν ῥοδοειδώς, μὴ βορβορῶσαι τῇ ἀθέσμῳ ἡδονῇ. Ἐπειδὴ δὲ μικρὸν ἐῤῥᾳθυμηκὼς καὶ ἀμελήσας νενίκησαι, καὶ ἡττήθης βορβορώδους καὶ πικρᾶς ἁμαρτίας, καὶ σκελισθεὶς ὑπὸ τοῦ διαβόλου, αἰχμάλωτος γέγονας, καίτοι μὴ προσδοκήσας τοιοῦτόν τι πείσεσθαι μὴ ἀπογνῷς. Ἔστι γὰρ ἐπάνοδος πρὸς τὸ καλὸν διὰ τῆς μετανοίας καὶ κατάφυγε πρὸς Χριστὸν τὸν πανοικτίρμονα καὶ φιλανθρωπότατον. Εστιν εὐπρόσδεκτος πρὸς αὐτὸν γινομένη ἀπολογία δι᾿ εὐχῶν, καὶ νηστειῶν, καὶ κλαυθμοῦ, ἐξομολογήσεώς τε καὶ ἀγρυπνίας, καὶ χαμευνίας, καὶ θρήνων, καὶ τὰ ἑξῆς. Τῷ αὐτῷ. Οὐκ ἀπελπιστέον σωθῆναι δι᾿ εὐσπλαγχνίας Χρι στοῦ. Ἰδοὺ καὶ νῦν διὰ τοῦ προφήτου. Οὐ βούλομαι ἁμαρτωλοῦ θάνατον, ἀλλ' ἐπιστροφήν.» Προς με ἀνάστρεψον μετὰ τὴν ἁμαρτίαν. «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται;» Αναστῶμεν τοιγάρτοι. ΡΟΓ. — ΑΓΑΘΟ ΠΟΔΙ ΜΟΝΑΧΟ. Ανω χρὴ πάντοτε νεύειν, καὶ μάλιστα όταν σκυ θρωπά περιίσταται ἡμᾶς, εὐχαριστεῖν τε τῷ Θεῷ τῷ γυμνάζοντι ἡμᾶς. Καὶ γὰρ ὁ μακάριος λέγει Δαυΐδ· «Εὐλογήσω σε τὸν Κύριον ἐν παντὶ καιρῷ. Καὶ ὁ ἅγιος Ησαΐας ἐβόα ἐξ ἡμετέρου προσώπου Ευλογήσω σε καὶ ὑμνήσω σε, Κύριε, ὅτι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸ πρόσωπόν σου
col. 465–466page 204 of 262
PG 79:465απ' ἐμοῦ, καὶ μετὰ τοῦτο, ἠλέησάς με, καὶ ἐβοήθη οάς μοι, καὶ παρεκάλεσάς με. ΡΟΔ'. Τῷ αὐτῷ. Ο δεν ἀκριβῶς καὶ βλέπει Κύριος ἅπερ προστρί βουσιν ἡμῖν κακὰ οἱ ἀκάθαρτοι δαίμονες. Φησὶ γὰρ τῷ Μωϋσῇ, ὅτι «Οἶδα τὴν ὀδύνην αὐτῶν, καὶ τὸν θλιμμὸν, ἄν οἱ Αἰγύπτιοι θλίβουσιν αὐτούς.» Αλλά ἀναμένει, καὶ μακροθυμεῖ πρὸς τὸ συμφέρον ἡμῖν ἀναμένει πρὸς τὸ πολυπλασιάσαι τὸν μισθὸν τῆς ὑπομονῆς ἡμῶν· ἀναμένει πρὸς τὸ αὐξηθῆναι μᾶλο λον καὶ μεγαλυνθῆναι τὸν οἰκτιρμὸν αὐτοῦ ἐφ' ἡμᾶς τοὺς ἐλεεινούς, καὶ μᾶλλον σοφίζεται τὴν διὰ τῶν εὐχῶν καὶ δεήσεων ἡμῶν πρὸς αὐτὸν παραμονὴν· ἵνα μάθωμεν μὴ ἀπονεύειν αὐτοῦ, μηδὲ ἐπι λανθάνεσθαι, κἄν ποτε τῆς ἀμεριμνίας ἐπιλαβώμεθα, καὶ εἰρηνικῆς καὶ ἀπολεμήτου καταστάσεως· ἵνα διὰ θλίψεως τὸν εὐεργέτην οἰκειωσώμεθα, ἵνα ἐν τῷ στενοχωρεῖσθαι προσφεύγωμεν Χριστῷ τῷ φιλανθρωποτάτῳ, ἵνα ἐν τῷ κάμνειν προσεγγίζωμεν αὐτῷ, καὶ τῷ χρήζειν βοηθείας παρασκευαζώμεθα πρὸς τὸν δοῦναι δυνάμενον. Διὰ τοῦτο δεῖ ὁλοκαρ δίως καὶ ἐμπόνως πρὸς αὐτὸν καταφεύγειν, μηδὲ ὅλως βομβαίνονταςὑπογογγύζοντας, ἀλλ᾽ ἐν πάσῃ θλίψει τὴν ἀγαθὴν ἐλπίδα προβαλλομέ ἀγαθὴν ἐλπίδα προβαλλομένους. ΡΟΕ. - ΕΥΓΕΝΙΟ ΜΟΝΑΧΟ. Οταν ἐπιβῇς ὑψηλοτέρων βαθμῶν, ὅταν ἀποσπασθῇς τοῦ ἐδάφους, ὅταν τελείως τὰ γήϊνα βδελύξῃ, ὅταν ἐξουδενώσῃς τὰ βλεπόμενα πάντα, ὅταν ἀλη θῶς ἐρασθῇς τῶν οὐρανίων ἀγαθῶν, ὅταν δυνηθής ἀναλαβεῖν τῶν νοητῶν ἀετῶν τὰς πτέρυγας, καὶ τερφθῆναι τῇ εὐσυνθέτῳ φυῇ τῶν πτερῶν πρὸς τὸν οὐρανὸν εὐμαρῶς αἱρομένων· τότε δή, τότε φοβε ρούς πειρασμούς θεωρήσεις, τότε δεινῶν πολέμων ἐν πείρα καταστήσῃ, ἐπιθυμῶν μᾶλλον καὶ εὐχή μενος ἀπαλλαγῆναι τοῦ ἀνθρωπίνου βίου, καὶ μηκέτι βουλόμενος ζωὴν βροτῶν καθορᾷν. – Τῷ αὐτῷ. Οὔπω πεντεκαιδέκατον ἔτος πεπλήρωκας, τῷ μονήρει ένασκούμενος βίῳ, καὶ δὴ σαυτὸν τέλειον ὑπογράφεις· ἤδη ὑπερέχειν σεαυτὸν τῶν καλῶς προησκηκότων γερόντων ὑπείληφας· ἤδη νεοσσοί, γυπῶν τὰ ὑψηλὰ πέτανται ήδη πάντας νενικηκέναι πειρασμούς ὑποπτεύεις, μήπω μηδενός πειρασμοῦ πάμπαν σκιάν τε θεασάμενος, μήπω εἰδὼς τί ἐστιν ἡ πάλη τῶν δαιμόνων, μήπω πρὸς διάβολον ἀρξά μενος πυκτεύειν· ἤδη τοὺς ἐμπειρο πολέμους ἀδελ φοὺς εὐτελίζειν καὶ κατακρίνειν αδιακρίτως τολμᾷς. ΡΟΖ'. ΧΡΥΣΙΠΠΟ ΚΟΥΡΑΤΩΡΙ. Αναγκαῖον εἰδέναι, ὅτι μέλλεις βήματι παρίστασθαι φοβερῷ, ἔνθα μηδεὶς ἐπιφαίνεται ἐπικουρῆσαι δυνάμενος, ἡ ἐξελέσθαι τῆς χειρὸς τοῦ δικαστοῦ Ενθα δεινότης οὐδὲν παντελῶς ἰσχῦσαι δυνήσεται ἔνθα μηδεὶς ὑπάρχει συνηγορήσων, ἢ παραιτησόμενος. Ὡς οὖν διὰ τοῦ φοβεροῦ ἐκείνου καὶ αἰωνίου
col. 467–468page 205 of 262
PG 79:467πυρὸς μελλούσης διελθεῖν τῆς ψυχῆς σου, μὴ ἀμετ λήσῃς, μηδὲ καταφρονήσῃς, ἀλλὰ μετανόησον, ὡς ἔχεις καιρὸν καὶ προθεσμίαν ζωής. Ελθὲ εἰς ἐπί γνωσιν τῶν ἡμαρτημένων σοι· κλαῦσον σαυτόν, ὡς ἤδη τεθνηκότα, καὶ ἐν μνημείῳ ταφέντα πρότ πέμψον δρόσον εἰς ἐκείνην τὴν φλόγα· κίνησον δακρύων πηγάς· λύπησον σεαυτὸν λύπην καλὴν καὶ σωτήριον· κατὰ ἀναλογίαν τῶν ἑπταισμένων σοι τὸ δάκρυον φερέσθω. ΡΟΗ'. ΒΕΝΟΥΣΤΡΟ ΠΡΩΤΕΥΟΝΤΙ. Γλυκὺς τοῦ δούλου ὁ ὕπνος, ο φησὶν ἡ θεία Γραφή. Γλυκεία γὰρ τῷ ὄντι καὶ ἡδίστη τότε ἐστί, καὶ τρόπον τινὰ ἀναπαύεται καὶ ἡσυχάζει κοιμών μενος, ὅταν ἡ κτησαμένη τὸ σῶμα ψυχή, αὐτάρκως καὶ μετὰ μέτρου ταῖς τροφαῖς χρήσηται, σκοπὸν θεμένη τοῦ διαθρέψαι αὐτὸ καὶ σκεπάσαι. Τότε τῷ ὄντι γλυκὺς εὑρίσκεται ὁ ὕπνος τῷ δούλῳ. Το δε ἀσωτευομένῳ, καὶ διὰ χρῆσιν ἅπληστον ἐρεθίζοντι τὸ σῶμα, οὐκ ἔστι γλυκὺς ὁ ὕπνος καὶ κατὰ φύσιν, ἀλλ' οὐδόλως συγχωρεί διαναπαύεσθαι τὴν κτησαμένην αὐτὸ δοῦλον ψυχήν. Απαυχενίζει γὰρ λοιπὸν ὑπεράγαν κεχορτασμένον τῇ πολυτελείᾳ τῶν βρω μάτων, καὶ τῶν πομάτων, καὶ ἐλευθεριάζειν φαντάζεται, καὶ κατεξανιστάμενον τῆς κυρίας φύσεως, καὶ τῆς ἀκολασίας τὸ σμήνος ἐξεγείρον, τά τε σκάμματα τῶν ποικίλων ἡδονῶν, καὶ τὴν τῶν αἰσχέσεων παθῶν παλαίστραν ἀνερυθριάστως προβαλλόμενον, στεφάνων ψεκτῶν καὶ βραβείων ἐφίεται. ΡΟΘ'. ΙΑΣΩΝΙ ΕΠΙΣΚΟΠΩ. Ἡ εἰς Θεὸν ἐλπὶς, καθά φησιν ὁ μακάριος Παι λος, οὐδαμῶς καταισχύνει τὸν ἀληθῶς ἐλπιστήν. ο Τῷ γὰρ οἰκείῳ καιρῷ φέρει τῷ εἰς Θεὸν ἐλπίσαντι τὸ ἐλπισθέν, καὶ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρίστησιν, ἀποδίδωσί τε τὸ μετὰ πίστεως προσδοκηθὲν χάρισμα, καὶ δωρεῖται ὅπερ ἂν ἄνθρωπος πλεονάκις δι' εὐχῆς ἐξῄτησε. Μακάριοι οὖν οἱ τὸν Κύριον, φησίν, ὑπομένοντες δι' εὐχῆς καὶ ἐλπίδος. Ἐλεήσει Κύριος πρὸς τὴν φωνὴν τῆς κραυγῆς σου, καὶ ἐπ ακούσεταί σου, ὅταν τὸ σύντριμμα τῆς ψυχῆς σου Ιάσηται. • Ελέησον ἡμᾶς, Κύριε, κράζει ὑπὲρ ἡμῶν ὁ προφήτης Ησαΐας· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· ἡ γὰρ σωτηρία ἡμῶν παρὰ σοῦ ἐν ἡμέρᾳ θλίψεως· ο δοξάσω, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα· διὰ τοῦτο ὑμνεῖ σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων, καὶ φοβουμένων σε, εὐλογήσουσί σε. Εγίνου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη, σκέπη διψώντων ἀνθρώπων, ἀδικουμένων. Ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιών, ἀπὸ ἀνθρώπων, οἷς παρέδωκας ἡμᾶς. Νόησον ταῦτα πάντα, ἐπίσκοπε νοῶν γὰρ ἐγώ, νοοῦντι γεγράφηκα. ΡΠ'. Τῷ αὐτῷ. Φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονὴν, εἶπε Κύριος διὰ τοῦ Μωϋσέως, καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν.» Οἶδας δὲ, τίς ὁ Θειότερος ἄρτος, καὶ τίς ἡ ἀσφάλεια. Πσφάλισα
col. 469–470page 206 of 262
PG 79:469μὲν γάρ σε, φησίν, ἐγὼ τῇ δεξιᾷ μου, καὶ δώσω εἰρήνην ἐπὶ τῆς γῆς ὑμῶν εἰρήνην προσαγορεύων τὴν τῶν μικρῶν παθῶν ἐλευθερίαν)· καὶ κοιμηθήσεσθε, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν ὑμᾶς ὀνησιφόρος καὶ λυτικὸς τῶν κρατησάντων κακῶν. Οὗτός ἐστιν ὁ ὕπνος. Εδωκας γάρ, φησίν, οὐκ εἰς τὸ στόμα μου, ἀλλ᾽ εἰς τὴν καρδίαν μου, εἰς τὴν διάνοιαν, άσηπτου καὶ διαιωνίζουσαν εὐφροσύνην, καὶ διὰ τοῦτο ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι,» καὶ ὑπνώσω ὕπνον πάσης ἁμαρτίας νεκρωτικόν. • Όταν γὰρ δῷ Κύριος τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον,» ἰδοὺ αὐτόθεν ἡ κληρονομία Κυρίου ήτοιμασμένη τοῖς ἀγωνισαμένοις. ΡΠΑ'. — Τῷ αὐτῷ. Απολώ, φησί, θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν, τοὺς ἀγρίους δαίμονας δηλονότι, καὶ τὰς τούτων κατὰ τῆς ψυχῆς τῶν ἀθλούντων πολυμηχάνους σκαιωρίας, καὶ διώξετε τοὺς ἐχθροὺς ὑμῶν, καὶ πεσοῦνται ἐνώπιον ὑμῶν τῷ φόνῳ τῆς μαχαίρας, ἥτις καύχημα ὑμέτερον ὑπάρχει, καὶ διώξουσιν ἐξ ὑμῶν πέντε ἑκατὸν, καὶ ἑκατὸν ὑμῶν μυριάδας διώξουσιν. Δἱ γὰρ πέντε αισθήσεις τῇ μεγαλονοία, καὶ θεόθεν χορηγουμένῃ ἰσχύϊ, καὶ τῷ σθένει τῷ κρείττονι τῆς ἀνθρωπίνης φύσεως, ὅπερ κτᾶται τροπαιούχος γενόμενος ὁ ἀνθρώπινος νοῦς, περι χαρακωθεῖσαι, ἑκατοντάδα τῶν πολεμίων ἐλαύνουσιν ἡ δὲ ἑκατοντὰς τῶν ἐμπειροτάτων τε καὶ τελειοτέρων ἡμῶν ἐννοιῶν καὶ πράξεων ἀγαθῶν, τὴν μυριάδα τῶν τὴν ἄκραν ἡμφιεσμένων φαυλότητα τυράννων αἰχμαλωτίζουσι καὶ καταδυναστεύουσιν. ΡΠΒ'. — ΕΥΓΕΝΙΟ ΜΟΝΑΧΟ. Τύρος ερμηνεύεται συνοχή, ήτοι θλίψεις. Μετὰ δὲ τὴν συνοχὴν καὶ τὴν θλίψιν τὴν παρὰ τῶν δαιμόνων επαγομένην ἡμῖν, ὅταν γενναίως ἐνέγκωμεν, ὀψόμεθα τικτομένην ἡμῖν γενναίαν κατάστασιν, ἀνα παύουσαν ἡμᾶς ἐκ προλαβόντος κόπου, Θεοῦ ταύτην ἐξ ὕψους δωρουμένου. Τοιοῦτον δή τι νομίζω τὸ Ψαλ. τικὸν ὑπάρχειν, ὅτι ο Θυγάτηρ Τύρου ἐν δώροις.» Τάχα γὰρ πλεῖστα χαρίσματα θεῖα μετὰ τὴν συνοχήν καὶ τὴν θλίψιν εὑρίσκομεν ἐν τῇ ψυχῇ κυϊσκόμενα. ΡΗΓ. — ΦΙΛΙΠΠΟ. Ο εὑρὼν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ, εὑρήσει αὐτήν.» Βλέ πεις ἐν τοῖς ῥήμασι τούτοις ἀπώλειαν καλλίστην, καὶ εὕρεσιν ἀγαθήν; "Οταν τοίνυν κατανοήσας τὴν ἑαυ τοῦ ψυχὴν εὔρῃς ἐν ἁμαρτίᾳ τινί, σπεῦσον τοῦ ἀπὸ ολέσαι ταύτην τῆς μοχθηρᾶς ἔξεως, ἵνα πάλιν εὑρεθ, σοι ἐπανελθοῦσα εἰς τὸ ἀρχαῖον καλόν, τουτέστιν τὴν ἐνάρετον ζωήν. ΡΗΙΔ'. - ΘΩΜΑ ΛΟΓΟΓΡΑΦΩ. Εμπρόσθια τῆς ψυχῆς νοητέον τὰς πασῶν τῶν ἀρετῶν λαμπαδουχίας, ὀπίσθια δὲ παντοῖον κακίας είδος. Τῷ αὐτῷ. Πρόσωπον τῆς ψυχῆς ἡ θεοειδής μορφή, τουτέστιν
col. 471–472page 207 of 262
PG 79:471388 ή καθαρότης τοῦ νοῦ, καὶ τὸ τῆς ἁγίας καὶ ἀκηλιδώτου φύσεως αὐτοειδές τε καὶ ἔκλαμπρον· νῶτος δὲ, ἡ ἀπὸ τῆς ῥαθυμίας συνισταμένη κακία. Διόπερ τινὲς ἐγκαλοῦνται, καὶ ψέγονται, ὡς τὰ νῶτα πρὸς τὸν Θεὸν στρέψαντες, καὶ ἀναγκαῖον πλήττεσθαι τὴν κακίαν, ἵνα μὴ ἀνιάτρευτοι διαμένωμεν. Επάταξε γὰρ Κύριος, φησί, τοὺς ἐχθροὺς αὐτοῦ· εὖ γε και ἐπωφελῶς. ΡΠΟ'. - ΤΙΤΟ ΔΙΑΚΟΝΩ. Τὸ μάννα, φησί, τῇ τοῦ προσφερομένου ἐπιθυμία ὑπηρετοῦν, πρὸς ὅ τις ἐβούλετο, μετεκιρνᾶτο. Ἐν γὰρ τῷ θείῳ λόγῳ πάσης νοητῆς ἐστι βρώσεως ποιότης· τοῖς μὲν ἀναγεννηθεῖσιν ἐξ ὕδατος και Πνεύματος γίνεται ἄδολον γάλα, τοῖς δὲ ἀσθενοῦσι λάχανον φαίνεται, τοῖς δὲ τὰ αἰσθητήρια γεγυμνασμένα ἔχουσι πρὸς διάκρισιν τροφὴν ἑτέραν ὁ λόγος χαρίζεται, καὶ τοῖς πᾶσι γίνεται τὰ πάντα, ἵνα σωθῶσιν ἄνθρωποι, καὶ καταξιωθῶσι τῆς αἰωνίου ζωής. ΡΠΖ'. — ΙΩΑΝΝΗ ΕΠΙΣΚΟΠΟ. Μὴ ἀμερίμνως, μηδὲ ἀναλγήτως διατεθῇς ἐν τοῖς συμβεβηκόσι σοι. Ἐκ γὰρ τῆς σῆς ἀμελείας ἀνέβη πρὸς τὴν ψυχήν σου ὁ βασιλεὺς Αἰγύπτου, καὶ ἔλαβε τοὺς θησαυροὺς οἴκου Κυρίου, καὶ τὰ χρυσὰ δόρατα, ἅπερ μετὰ πολλῶν ἀγώνων καὶ ἱδρώτων νόμῳ πολέ μου πρώην ὁ Δαυΐδ ἔλαβεν ἀπὸ τῆς χειρὸς τῶν παί δων ἀλλοφύλου 'Αδρααζάρ. Καὶ ὅμως αὐτὸς τέρπῃ ἐπὶ τούτοις, ἤπερ ἀλγῆσαι βούλει καὶ κατηφῆσαι. ΡΠΗ. — ΘΕΟΦΑΝΗ ΣΧΟΛΑΣΤΙΚΑ. Ἐὰν σκανδαλίζη σε ὁ δεξιὸς ὀφθαλμός, έκβαλε αὐτόν·, ὅμοιον τῷ εἰρημένῳ παρὰ τῷ Μωϋσῇ, ὅτι Ἐὰν ἡ γυνή σου ἡ ἐν τῷ κόλπῳ σου, καὶ ἐὰν ὁ φίλος σου, ὁ ἴσος τῆς ψυχῆς σου θελήσῃ ποτὲ ἀποστῆσαι σε ἀπὸ Κυρίου Θεοῦ σου, μὴ φείσῃ αὐτῶν, μηδὲ κατα ελεήσῃς αὐτοὺς, μηδὲ περιποιήσῃ. ΡΙΘ. - ΠΡΟΚΛΟ ΜΟΝΑΧΟ. Λέγεις λυπεῖσθαι οὐ μετρίως καὶ κατηφεῖν, ὅτι πλοῦτον οὐκ ἔχεις εἰς τὸ σκορπίζειν παντὶ δεομένῳ προσώπῳ. Ἐγὼ δέ φημι, μηδόλως ἀπαιτεῖσθαι τὴν τοιαύτην ἐντολὴν τὸν μὴ ἔχοντα χρήματα. Καὶ τού των παρακαλώ σκορπισμὸν καὶ ἀποβολὴν εὐθύμως ποιήσασθαι· ἔστι δὲ ταῦτα, θυμός, φιλονεικία, φθό νος, ἀντιλογία, κουφοδοξία, τάραχος, κόμπος, πολυ λογία, πικρία, προδρομία, περιεργία, καὶ ἀνυποταξία. ΚΥΡΙΛΛΟ ΜΟΝΑΧΟ. Επεπόθησε, φησίν, ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.» Αὐλὰς δὲ θείας κικλήσκει τὰς πανευφήμους ἀριστείας καὶ πράξεις, αἷς τισιν ὁ τοῦ Θεοῦ ἐναυλίζεται λόγος, καὶ οἱ τῷ λόγῳ ἀεὶ ξυνέπεσθαι προαιρούμενοι. – Τῷ αὐτῷ. Ιδού, φησί Κύριος, ἐκκλίνω πρὸς τοὺς ὑπομείναντας τὰ σκυθρωπὰ ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν.» Ο δὲ 'Ακύ ιν,
col. 473–474page 208 of 262
PG 79:473λας ήρμήνευσεν, ἀπὸ παντοδαπίας· ὁ δὲ Σύμμαχος λέγει, ἀπὸ λύπης Θεοδοτίων δὲ, ἀπὸ πλήθους. Νόησον τοίνυν ταῦτα, καὶ σαυτὸν παρακάλει. ΡΕΒ'. — ΘΥΡΣΟ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Οὐ μεταδοτέον παῤῥησίας τοῖς νέοις, κἂν ὑποκρίνεσθαι δοκοῖεν εὐλάβειαν, ἵνα μὴ δι' αὐτῶν ἡμᾶς ὁ ἐχθρὸς τροπώσηται. ΡΗΓ. — Τῷ αὐτῷ. Οπερ ὁ Σιράχ περὶ θυγατρός φησιν, ὅτι Πάσῃ φυλακῇ τήρει αὐτὴν, καὶ μηδέποτε ἱλαρώσῃς τὸ πρόσωπόν σου πρὸς αὐτὴν, ἵνα μὴ αἰσχύνην ποιήση τὸν οἶκόν σου, τοῦτο ὑπολάμβανε γνώμονα καὶ και νόνα ὑπάρχειν ἐπὶ παντὸς νεωτέρου συντεταγμένου τῇ συνοδία ὑμῶν. ΡΙΔ'. -- ΜΑΚΕΔΟΝΙΑ ΔΙΑΚΟΝΟ Αγνοοῦσιν οἱ δαίμονες, ὅτι ἄλλους βουλόμενοι παλαιῶσαι καὶ σαθρῶσαι διὰ πειρατηρίων, αὐτοὶ μᾶλλον σαθροῦνται καὶ ταλαιπωροῦνται διὰ τῆς ὑπομονῆς καὶ εὐελπιστίας τῶν ἀγωνιζομένων Ο παλαιῶν γὰρ, φησὶ, τὰ ψεκτὰ ὄρη, καὶ οὐκ οἶ δασιν.» Τῷ αὐτῷ. Περίστομα, φησί, περιβαλέσθω, καὶ ἀκάθαρτος κληθήσεται πάσας τὰς ἡμέρας, ὅσας ἂν εἴη ἐπ' αὐτῷ ἡ ἀφή, κεχωρισμένος καθήσεται ἔξω τῆς παρ εμβολῆς. Εἰσὶν οἱ ἀδιακρίτως καὶ τολμηρῶς ἐπιτρέποντες, μεταποιήσασθαι διδασκαλίας πνευματικῆς, τοῖς ὑπὸ τῶν μικρῶν παθῶν πολεμουμένοις, καὶ κατεσπιλωμένοις τῷ πλήθει τῶν πταισμάτων. Ἰδοὺ γὰρ ὁ θεῖος θεσμὸς τῇ σιωπῇ τὸ στόμα περιβάλλει τὸ δυσοσμίας μεστόν, μέχρις ἂν ἐπιστρέψας ποτὲ, καθαρίσῃ ἑαυτὸν ὁ τοιοῦτος πόνοις καρτερικωτάτοις, καὶ σκληροτάταις ἀγωγαῖς, καὶ τοῖς τοῦ κλαυθμοῦ βείθροις, τῇ τε πολυχρονίῳ κακουχίᾳ, καὶ τῇ ἀκαταπαύστῳ ταπεινώσει, μέχρις ἂν ἐπ' αὐτῷ σπλαγχνισθεὶς ὁ Δεσπότης τῶν ὅλων Χριστὸς, ἐπιφθέγξηται Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτὸ, ο οὐκέτι ἀτιμίας καὶ βδελυγμίας πολλῆς, ἀλλ' εὐωδίας καὶ πάσης ἀγαθοσύνης, πρὸς ὠφέλειαν σοῦ τε καὶ τῶν μελλόντων μετὰ ταῦτα ὑπὸ σοῦ κατηχεῖσθαι. Τῷ αὐτῷ Εξω τῆς παρεμβολῆς ἐκβάλλεται ὁ λεπρὸς τὴν ψυχὴν καὶ ἀκάθαρτος.» Διίστασθαι γὰρ τὸν τοιοῦτον προσήκει μέχρι τελειοτάτης καθάρσεως, καὶ ἀπο χωρίζεσθαι τῆς παρεμβολῆς τῶν θείων ἀφηγητῶν καὶ μυσταγωγῶν, καὶ τῆς Ἐκκλησίας τῶν προφητῶν, ὅπου καθέστηκε Σαμουήλ, καὶ Δαυΐδ οὐκ ἀπολιμπά μεται. ΠΕΤΡΟ ΜΟΝΑΧΟ. Τί γὰρ οὐ μηχανᾶται ὁ κακότροπος δαίμων πρὸς τὸ εἰς ἀθυμίαν ἐμβαλεῖν τοὺς καλοὺς ἀγωνιστάς; Εσθ' ὅτε γὰρ δοκῶν μορμολύττεσθαι τούτοις, τὰς ἀγαθὰς αἰτήσεις διὰ τῆς ἐνθυμήσεως μεταστρέφειν πειρᾶται πρὸς τοὐναντίον. Τοῦ γὰρ προσευχομένου βοῶντος· ὁ Ἐλέησόν με, ὁ Θεός, καὶ σῶσόν με·, ὁ ἐχθρὸς ὑποφθέγγεται τῇ ψυχῇ λέγων· Οργίσθητε
col. 475–476page 209 of 262
PG 79:475μοι, ὁ Θεὸς, καὶ ἀπόλεσόν με. Καὶ πάλιν, πολλάκις τοῦ ἀνθρώπου ολοκαρδίως ἐξομολογοῦντος καὶ ἀνυμνοῦντος τὸ Κρεῖττον, εὐθὺς ὁ πολέμιος δράκων τὸν ὕμνον καὶ τὴν δοξολογίαν εἰς βλασφημίαν μεθ ίστησιν. Ἀλλ᾿ οὐ πτηκτέον ἡμῖν τὴν τόλμαν τοῦ δυσμενοῦς, ἀλλὰ καὶ μᾶλλον θαῤῥητέον, καὶ τῇ προσ θήκῃ τῶν εὐχῶν καὶ τῷ πολυπλασιασμῷ τῆς θείας ὑμνολογίας, ὑποτμητέον τὰ νεῦρα καὶ τὸ κράτος τῆς ἐναντίας δυνάμεως. Τῷ αὐτῷ. *Οταν διαθλήσωμεν προσηκόντως, καὶ τῆς τοῦ Ἰακὼβ τύχωμεν εὐλογίας, τότε οἱ ἐγκοτοῦντες τῇ πολιτείᾳ ἡμῶν κύριοι, τοξευμάτων ἀτονοῦσι, καὶ μετὰ κράτους, κατὰ τὸ γεγραμμένον, συντρίβεται τὰ αἰσχροβόλα τόξα, καὶ ἐκλύεται νεύρα βραχιόνων χειρῶν αὐτῶν, καὶ δοξασθησόμεθα σὺν τῷ χορῷ τῶν τροπαιοφορούντων. Ρηθ.· ΣΕΥΗΡΩ ΑΠΟ ΕΠΑΡΧΩΝ. φθόνῳ πληγέντες τινὲς τῶν ἐπισκόπων διὰ τὴν ἄκραν ἀρετὴν Ἰωάννου τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως, τὸν θεῖον παρωσάμενοι φίλον, συν εσκευάσαντο άνδρα ἔνθεον, καὶ ἀληθῶς παντὸς τοῦ κόσμου λαμπτῆρα, καὶ παρεσκεύασαν καὶ αὐτὸν τὸν βασιλέα εὐλαβέστατον καὶ ἁπλούστατον ὄντα, εἶξα ταῖς ἐπιβουλαῖς αὐτῶν, καὶ ἐξορίσαι τὸν οὐράνιον ἄνθρωπον. Ἐπειδὴ οὖν λοιμοῖς τὸν τρόπον τοῖς βασκάνοις ποιμέσιν ὑπάρχουσιν, ὁ βασιλεὺς ἐκ συναρπαγῆς συγκατέθετο, εἰκότως ὁ προφήτης ἐβόα·· Ἐξ έτεινε τὴν χεῖρα αὐτοῦ μετὰ λοιμοῦ.» Πλὴν ὅτι μετά τὴν ἐξορίαν τοῦ δικαίου οἱ πλεῖστοι μετὰ τῶν συσκευασαμένων, πρὸς τοῦ Θεοῦ ἀπητήθησαν δίκας, καὶ μετὰ κλαυθμοῦ καὶ κραυγῆς ἐξωμολογήσαντο, μεγάλα ἡμαρτηκέναι εἰς τὸν ἅγιον ἄνθρωπον. Σ'. - ΠΑΥΛΟ ΑΝΑΓΝΩΣΤΗ. Αποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλ πισον ἐπ' αὐτὸν, καὶ αὐτὸς ποιήσει.» Δεῖξον αὐτῷ τὸν σὸν ἐπίμωμον βίον· ἐπίδειξον, ὁ λεπρός, τῷ ἀρ χιερεῖ τῷ μεγάλῳ τὰ στίγματα τῆς ψυχῆς, καὶ ἔλπι σον ἐπ' αὐτὸν, καὶ αὐτὸς ποιήσει τὸν ῥυπαρόν καθα ρὸν, καὶ τὸν κύνα γνήσιον τέκνον δείξει, καὶ πρᾶον τὸν χολικὸν, καρτερικὸν τὸν ἀνυπομόνητον· ἀποκαταστήσει δέ σου τὸν νοῦν, καθαρὸν σπιλωμάτων. ΣΑ'. - ΕΥΦΗΜΙΑ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Γέγραπται, ὅτι Συνήγοντο πρὸς Δαυΐδ τὸν χρηστά τατον πᾶς ἄνθρωπος ἐν ἀνάγκῃ τυγχάνων, καὶ πᾶς ὑπόχρεως, καὶ πᾶσα κατώδυνος ψυχὴ, καὶ ἦν ἐπ αὐτῶν ἡγούμενος ὁ Δαυΐδ. Οσοι τοίνυν συνέχονται ταῖς τῶν ῥυπαρῶν ἐνθυμημάτων συνοχαῖς, καὶ ὑπὸ τῶν λογισμῶν πνίγονται τοῦ φθόνου, καὶ τῆς βλασ φημίας, καὶ τῆς ἀκηδίας, τοῦ μίσους καὶ τῆς ὀξυ χολίας, καὶ τῶν ἄλλων ἀμετρήτων πονηρῶν καὶ βλασ φήμων ἐννοιῶν, καὶ ὅσοι ἐπίστανται υποκειμένους ἑαυτοὺς χρέεσι πλημμελημάτων πολλῶν, καὶ ὅσοι κατώδυνοι τυγχάνουσι τὰς ψυχὰς διὰ τὰ αἰσχρὰ καὶ ἀνελεύθερα πάθη, καὶ τὰς ἐπαφὰς τῶν δαιμόνων, καὶ τὴν δριμεῖαν πύρωσιν, καὶ τὰ ἄλλα· οὗτοι πάντες, κάν τε κληρικοί, Ναζωραίοι, καὶ ἀποτεταγμένος
col. 477–478page 210 of 262
PG 79:477ὑπάρχωσι, προσφευγέτωσαν τῷ νοουμένῳ Δαυΐδ, τουτέστι Χριστῷ Ἰησοῦ τῷ φιλανθρωποτάτῳ μετά κλαυθμοῦ καὶ λιτῶν, ὅπως παρηγορηθῶσιν. ΣΒ'. Τῷ αὐτῷ. Ηδέως πάνυ ὁ Χριστὸς ὁ παμβασιλεὺς Θεὸς καθε ηγείται τῶν πρὸς αὐτὸν μετ' ὀδύνης ἀναβλεπόν των, διόπερ καὶ προσφωνεῖ· «Δεῦτε πρός με, πάν τες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» — ο Διότι ἐμὸν πλάσμα ὑπάρχετε.» ΣΓ'. Τῷ αὐτῷ. «Οἶδα, φησίν, οὐκ ἀγνοῶ τὴν ὀδύνην τῆς ὑμετέρας καρδίας, καὶ τὸν θλιμμὸν, ὅνπερ θλίβουσιν ὑμᾶς οἱ Αἰγύπτιοι δαίμονες, καὶ ὁ στεναγμὸς ὑμῶν οὐκ ἀπὸ εκρύβη ἀπ' ἐμοῦ. ΣΔ'. Τῷ αὐτῷ. Ορθρισον, φησὶ, καὶ στῆθι ἐναντίον Φαραώ.» Οἱ γὰρ ἐν ἐκτενείᾳ τῷ Θεῷ λατρεύοντες, ἐν ὄρθρῳ ἀεὶ φωτὶ ὑπάρχοντες, πάντως ἐναντιοῦνται, καὶ ἀντιπολεμοῦσι τῷ νοητῷ Φαραώ. ΣΕ". — ΑΝΑΣΤΑΣΙΟ ΜΟΝΑΧΟ. Μὴ θέλε ταχὺ ἀπομεριμνῆσαι πειρασμῶν καὶ θλί ψεων, στέγε, καὶ ὑπόμενε μέχρις ὅτου βούλεται ὁ προνοῶν σου Χριστὸς, ὁ σοφῶς τὰ κατὰ σὲ οἰκονομῶν. ΣΤ'. Τῷ αὐτῷ. Βλέπετε, ὅτι οὐχὶ πρώτῃ φυλακῇ, οὐδὲ δευτέρα, οὐδὲ τρίτῃ, ἀλλὰ τετάρτῃ φυλακῇ τῆς νυκτὸς τῆς παραχωρουμένης, ἐπέστη ὁ Κύριος τοῖς διὰ τῆς λα λαπος βασανιζομένοις, καὶ τῶν κυμάτων, καὶ τοῦ ἀμέτρου φόβου. Τῷ αὐτῷ. ΣΖ'. Οταν ἀνακυκήσῃ σπιλὰς εἰς τὸ πλοῖον σου ἀνελ θεῖν, παραχρῆμα διαδέξεται σε γαλήνη, καὶ εἰρήνη, καὶ χαρά, καὶ εὐφροσύνη. Μόνον σὺ μὴ ἀποψύξης τὴν καλὴν προσδοκίαν, μὴ χαλάσῃς τὸ κέρας τῆς πρὸς τὸν Χριστὸν ἀναβλέψεως τῇ ἐπιστασίᾳ τῶν πειρασμῶν καὶ τῇ δοκιμασία μὴ θανατώσῃς τὴν ἀγαθὴν ἐλπίδα, ἀλλ᾽ ἔλπιζε. ΣΗ'. Τῷ αὐτῷ. Μέμνησο, ὅτι εἴρηκεν ὁ Κύριος, «Δεῦτε εἰς ἔρη μον τῶν πειρασμῶν τόπον, κἀκεῖ ἀναπαύεσθε ὀλί γον, ο οὐχὶ πολύ. Πάντως γάρ μετὰ ταῦτα, οὐκ εἰς ἔρημον, ἀλλ' εἰς πλήρη πειρασμῶν καὶ θλίψεων δια χιν, κέρας, κεραία, χαλάν κέρας
col. 479–480page 211 of 262
PG 79:479γωγὴν ἐκθλιβήσεσθε, καὶ ἐκτρυχωθήσεσθε γυμναζόμενοι καὶ δοκιμαζόμενοι. ΣΘ'. Τῷ αὐτῷ. Τὸν παρελθόντα χρόνον ἐν ἐρήμῳ διέτριβες και ἀνενοχλησίᾳ, μηδόλως κτυπούμενός τινι τῶν ἀβουλή των· οὔπω γάρ σε Πρόνοια εγύμναζε πρὸς τοὺς ἄθλους τῆς ἀρετῆς. Νῦν δὲ γενόμενος μεταξύ του σταδίου καὶ τῶν σκαμμάτων, ἀθυμεῖς, καὶ ἀλύεις, καὶ πολλὰ ποτνιᾶσαι. ΣΙ. Τῷ αὐτῷ. Αμήχανον δίχα πόνων καὶ ἱδρώτων πλακῆναι τοὺς στεφάνους. ΣΙΑ'. Τῷ αὐτῷ. Οὐκ ἤκουσας τὴν πεφιλημένην τῷ Θεῷ Ἱερουσαλὴμ, τὴν ψυχὴν λέγω τὴν σὴν, τῷ πόνῳ καὶ τῇ μάτ στιγι παιδευομένην παρὰ Ἱερεμίου τοῦ προφήτου; ΣΙΒ'. — ΔΑΡΕΙΟ ΣΧΟΛΑΣΤΙΚΟ. Εκλάμψουσι, φησί, τὸ τηνικαῦτα οἱ δίκαιοι, καθάπερ ὁ ἥλιος τῆς δικαιοσύνης. • Σελήνην δὲ οἱ προφῆται τὴν Ἐκκλησίαν καλοῦσιν ἐκκύπτουσαν ὡς ὄρθρον. ΣΙΓ'. - ΡΟΔΟΜΙΝΟ ΠΡΕΣΒΥΤΕΡΟ. Ο πόσα καταμέμψῃ καὶ λοιδορήσεις τὴν σεαυτοῦ ἀβουλίαν, ὅταν ἐκ τάφων ἀναστῆς ὑφέξων δίκην τῆς ἐνταῦθα βιώσεως! Ὦ πόσα σπαράξεις σεαυτὸν, καὶ στενάξεις μετανοῶν ἄπρακτα τότε, ὅτι οὐκ ἔσται δεκτὸς ὁ μεταμελόμενος παρελθόντος τοῦ ὡρισμένου χρόνου! Πόσα εἰς μάτην κλαύσεις καὶ κατοδυρῇ, ὅταν ἴδῃς τὴν τῶν δικαίων φαιδρότητα ἐν τῇ λαμπρᾷ τῶν οὐρανίων δώρων διανομῇ, καὶ τὴν τῶν ἁμαρτησάντων κατήφειαν ἐν τῷ σκότῳ ἐκείνῳ τῷ βαθυτάτῳ, ὅταν λέγεις ὀδυνώμενος τὴν καρδίαν, συνεχόμενος τῇ στενοχωρία τοῦ πνεύματος· Οἴμοι τῆς ὀλιγοπιστίας, καὶ ἀβουλίας, καὶ ἀδιαφορίας! Οἴμοι, πῶς ἑκουσίως ἀπώλεσα τὴν διωρίαν τοῦ παρελθόντος χρόνου! Ο! μοι, ὅτι οὐκ ἠθέλησα τοιαῦτα ἐννοῆσαι κριτήρια καὶ δικαιωτήρια! Διατί τὴν κενοδοξίαν προετίμησα πάν των; Διατί τὴν λαιμαργίαν καὶ τὴν μέθην προετίμησα τῆς αἰωνίου ζωῆς; Διατί τὸν θυμὸν ὡς φίλον ἠσπασάμην; Διατί ταῖς πορνείαις καὶ ταῖς πονηραί; ἐπιθυμίαις καθάπερ τισὶ δεσποίναις ἐξυπηρετησά μην; Διατί τῆς ἀκερδοῦς φλυαρίας τὸν βόμβον ἠγά πησα; Διατί τῆς οἰκείας ταραχῆς τε καὶ ζάλης τὰ πάντα πεπλήρωκα; Διατί τῶν θείων προσευχῶν τε καὶ ψαλμῶν τὴν εὐοδίαν μεμίσηκα; Διατί τὸν τρά χηλον τοῖς ἐπισκόποις οὐκ ἠνεσχόμην κλίναι; Διατί ἀπεστράφην τῆς ἡσυχίας τὸν ἡδυσμὸν, τὸν ἁγιασμών, τὸ ἀξίωμα, τὴν μεγαλοπρέπειαν, τὸ ἐπωφελὲς, τὴν ἀνάπαυσιν τῆς ψυχῆς, τὸ οὐράνιον πολίτευμα, τὴν ὄντως τῶν θείων ἀγγέλων φιλοσοφίαν καὶ δόξαν ἀει θαλῆ; Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς κατ' ἐκείνην τὴν ἡμέραν τῆς ἀνταποδόσεως τῶν ὧδε βεβιωμένων ἡμῖν, καὶ οὐδεὶς παραφανήσεταί σοι τὸν ἔλεον συμπαθῶς ἐπιχέων. ΣΙΔ'. Τῷ αὐτῷ. Οὐκ ὀλίγον χρόνον τοῖς τοῦ διαβόλου θελήμασιν Έζησας. Ζῆσόν ποτε καὶ τῷ βουλήματι τοῦ πεποιη
col. 481–482page 212 of 262
PG 79:481κότος σε. Δουλευσόν ποτε καὶ τοῖς νόμοις Χριστοῦ τοῦ πανυψίστου Θεοῦ. Οὐδὲν ψυχῆς λογικῆς ἀντάξιον, οὐδὲ ἱσοστάσιον τῆς βασιλείας τῶν οὐρανῶν. Ἕως πότε τὰ φθαρτὰ τῶν ἀφθάρτων προκρίνομεν; "Εως πότε τιμαλφέστερα τὰ βλεπόμενα, τῶν ἀοράτων ἀγα θῶν ὑπάρχειν οἰόμεθα; Έως πότε τῇ ἀλόγῳ πλάνῃ καὶ φαντασία δουλεύειν αιρούμεθα; Έως πότε φιλού μεν τὸν ἐχθρὸν καὶ ὀλετῆρα τῶν ψυχῶν ἡμῶν Σατα ναν; Εως πότε πειθόμεθα ταῖς ὑποθήκαις αὐτοῦ ταῖς πρὸς τὴν ἀπώλειαν ποδηγούσαις; Οὐδεὶς ἀξιο πιστότερος σύμβουλος τοῦ φιλανθρώπου Θεοῦ· οὐδεὶς φρονιμώτερος τῆς πηγῆς τῆς σοφίας· οὐδεὶς οἰκειότερος καὶ ὠφελιμώτερος τοῦ ἀγαθοῦ Δεσπότου τοῦ πεπλακύτος ἡμᾶς. Σὺ δὲ καταφρονήσας τούτου, τῷ ἀποστάτῃ προσπεφοίτηκας δράκοντι, καὶ τῷ κακίστῳ ὡς καλλίστῳ προσέχεις, καὶ τῷ φονευτῇ ὡς φίλῳ περιπλέκῃ καὶ τὸν μωρότατον, ὑπείληφας φρόνιμον· καὶ τὸν σκοτεινὸν, φωστῆρα νενόμικας καὶ ὑγείαν μεγίστην τοπάζεις τὴν δεινὴν ἀῤῥωστίαν, καὶ πλοῦτον μέγαν ὑπάρχειν νομίζεις τὴν πτωχείαν, καὶ τὴν Εὔαν μιμούμενος τοῖς ψιθυρισμοῖς τοῦ νοη τοῦ ὄψεως τὴν ἀκοὴν ὑπέχεις, βεβυκὼς τὰ σὰ ὦτα τοῖς θείοις ἐντάλμασι. Τί δεῖ τὰ πολλὰ λέγειν, ἀν θρώπῳ νεκρωθέντι τὸ οὖς τῆς διανοίας; Τί γὰρ ὠφε λήσομεν ᾄδοντες τῷ αὐθαιρέτως κεκωφωμένῳ πρὸς τὰ κάλλιστα; ΣΙΕ'. - ΑΓΑΘΙΑ ΔΙΑΚΟΝΟ. Οὐ δίκαιον τὰς δυνάμεις τῆς ψυχῆς παραλύειν κατὰ τὴν ἀκμὴν τῶν προσβολῶν, παραθαρσύνεσθαι δὲ μᾶλλον ἐν τῷ ἀκούειν θεόθεν· Ἰσχύσατε, χεῖ ρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Ἰσχύσατε, μὴ φοβεῖσθε. Ἐγὼ γάρ εἰμι μεθ' ὑμῶν ἕως τῆς συν τελείας τοῦ αἰῶνος, οὐκ ἐάσω ὑμᾶς ὀρφανούς, ελεύ σομαι πρὸς ὑμᾶς ἀγωνιώντας.» ΣΙΤ'. Τῷ αὐτῷ. Κἂν τῷ πλήθει τῶν πειρασμῶν τὴν ψυχὴν ἀπενάρ κησας, οὐδὲν ἧττον καὶ πάλιν παρακαλεῖ ὁ δεσποτικὸς λόγος φάσκων· Γενέσθω παράκλησις τοῖς ὀλιγοψύχοις τῇ προνοίᾳ· ἐγὼ γὰρ ὑπισχνοῦμαι ὁ ἀψευδής Κύριος, μετὰ τοσαύτην συμφοράν, καὶ αἰχμαλωσίαν, καὶ πόρθησιν, ὅτι. ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην. ο ΣΙΖ'. — ΠΑΥΛΟ ΕΠΙΣΚΟΠΟ. Μηδαμῶς θορυβηθῇς, ὅταν ἐν τῷ καιρῷ τῆς προσ ευχῆς οἱ φαυλότατοι δαίμονες τὸ στίφος τῶν ἀτύπων λογισμῶν ὀργιζόμενοι μᾶλλον ἐπάγωσι τῇ ψυχῇ. Καὶ γὰρ δὴ οἱ πικρότατοι ὄφεις πλέον χαλεπαίνουσι καὶ κινοῦνται, ὅταν ἀκροάσωνται τῆς ἐποχῆς κατ' αὐτῶν γενομένης· οὕτως μεγίστη, καὶ δραστικὴ, καὶ φο βερὰ ἐπῳδὴ κατὰ δαιμόνων ὑπάρχει ἡ νήφουσα προς ευχή. ΣΤΗ. Τῷ αὐτῷ. Όταν τις άνθρωπος δίκαιός τε καὶ ὅσιος ἐπεισέλθῃ τῷ ὀχλουμένῳ ὑπὸ πνεύματος, τότε πλέον τα ράττεται. Οὕτω τοίνυν καὶ ἡμῶν ψαλλόντων καὶ εὐ χομένων, βασανιζόμενοι καὶ ἀλγοῦντες οἱ δαίμονες, ὥσπερ τινὸς δικαίου καὶ πολεμιστοῦ ἀνδρὸς ἐπι
col. 483–484page 213 of 262
PG 79:483δραμόντος κατ' αὐτῶν τοῦ θεοσεβοῦς ἔργου, φλεγόμενοι κινοῦνται, καὶ μαίνονται μᾶλλον τότε, καὶ μηδὲν πλέον δυνάμενοι τοὺς ἀπηγορευμένους τῶν λο γισμῶν δίκην βελῶν πεπυρωμένων ἀκοντίζουσι καθ' ἡμῶν. Μόνον ἡμεῖς μὴ λήξωμεν εὐχόμενοί τε καὶ ψάλλοντες, καὶ ὀψόμεθα αὐτοὺς μετ᾿ οὐ πολὺ ὥσπερ καπνὸν ἀφ' ἡμῶν ἐκλείποντας. ΣΙΘ'. — ΠΡΟΒΑΤΙΟ ΜΟΝΑΧΟ. Οίνος νέος φίλος νέοις, ο καθά φησί τις σοφές. Οὐ χρὴ δέ τινα, χωρὶς χρόνου πολλοῦ καὶ δοκιμασίας, ἐκ προοιμίων ἀγάπης τῷ φαινομένῳ φίλῳ ἑαυτὸν ἁπλῶς καὶ ὡς ἔτυχεν ἐμπιστεύειν. Ἐὰν δὲ, φησίν, ὁ οἶνος παλαιωθῇ, τότε δή, τότε τοῦτον πρὸς εὐφροσύνην πιόμεθα. "Οταν γὰρ πλεῖστα σημεία εὐνοίας εὕρωμεν ἐν τῷ τοιούτῳ ἀνθρώπῳ, καὶ στοργῆς ἀνυπούλου γνωρίσματα, τὸ τηνικαῦτα τοῦτον καὶ οἰκειωσόμεθα τέλεον, καὶ ἐπαινεσόμεθα, μηκέτι βαμβαίνοντες. • Οστις δέ, φησί, εὐλογεῖ καὶ κροτεί τὸν ἑαυτοῦ φίλον τὸ πρωΐ,» τουτέστι τὸν ὑπίγνιον καὶ προσφάτως πλησιάσαντα αὐτῷ, μήπω πεῖραν εἰληφὼς τῆς ἐκείνου φιλίας, καταρωμένου οὐδὲν δια φέρει δόξῃ· προκαλεῖται γὰρ τὸν διάβολον διὰ τοῦ ἀκαίρου ἐπαίνου, καὶ τῆς ἀβασανίστου εὐλογίας, ἐπελθεῖν τῷ φίλῳ τῷ προσφάτῳ, καὶ ἀπογυμνώσαι τῆς ἐν αὐτῷ, ὡς εἰκὸς, ὑποκρίσεως, καὶ διὰ τοῦ πει ρασμοῦ ἐλέγξαι αὐτὸν, ὅτι οὐκ ἔστι γνήσιος καὶ ἀκίβδηλος φίλος. ΣΚ'. — Τῷ αὐτῷ. Περὶ ὧν μοι γεγράφηκας, τὴν τοῦ μακαρίου Ἡσαΐου δέλτον σκοπήσας, βραχεῖαν σοι προσάξω παρηγορίαν. Κέκραγε γάρ, ότι ο αδίνες ἔλαβόν με ὡς τίκτουσαν.» Βλέπεις ἀνάγκην ὀδυνωμένης καὶ θλιβομένης καρδίας; Εἶθ' ἑξῆς φησιν· Ἠδίκησα του μὴ ἀκούειν, ἔσπευσα τοῦ μὴ βλέπειν· συγχυθεὶς γὰρ πειρασμοῖς ἀφορήτοις, ἀντὶ τοῦ φωτὸς τὸ σκότος ἀσπάζομαι, ἡ καρδία μου πλανάται, καὶ ἡ ἀνομία με μαστίζει, καὶ ἡ ψυχή μου ἐφέστηκεν εἰς φόδον κινδυνεύω γὰρ λοιπὸν ἀπολέσθαι ἐκ προσώπου Κυ ρίου, ο καὶ προσομοιωθῆναι τοῖς εἰς τὸν ᾄδην καταβιβαζομένοις, ἐπειδὴ «οὐκ ἔστι μετ᾿ ἐμοῦ λοιπὸν τὸ φῶς τῶν ὀφθαλμῶν μου τῶν νοερῶν. ΣΚΑ΄. Τῷ αὐτῷ. Μὴ ἀποκάμῃς εὐχόμενος καὶ περιβλεπόμενο; μετὰ δακρύων τὴν βοήθειαν· μετὰ γὰρ τῶν δαιμονικῶν πολέμων, ἐπισκέψεως θείας, καὶ ἐμφανισμού μυστικοῦ, καὶ ἀρωγῆς ἀῤῥήτου τυγχάνει ὁ ἄνθρωπος γέγραπται γὰρ μετὰ τὰ χθές μοι ρηθέντα σοι· «Εμ φανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν·, ὅπερ πρωτοτύπως μὲν ἐπὶ τῆς τοῦ Σωτῆρος τῶν ὅλων ἐν σαρκὶ ἐπιδημίας, νῦν δὲ ἐφ' ἡμῖν πληρούται, καὶ τοῖς μεθ' ἡμᾶς τῆς εὐσεβοῦς πολιτείας ἀγωνισταῖς. Εἰ τοίνυν καὶ τοῖς πάλαι ζητοῦσιν αὐτὸν εὑρέθη ὁ Κύ ριος, πολλῷ μᾶλλον ἡμῖν εὑρεθήσεται φωτίζων, πα ρακαλῶν, ἰώμενος, ὑποστηρίζων, ἀντιλαμβανόμενος,
col. 485–486page 214 of 262
PG 79:485οικειούμενος· εὑρίσκεται δι' εὐχῆς καὶ ἐλπίδος με γάλης. ΣΚΒ'. Τῷ αὐτῷ. Οὐ μόνον οἱ τὰς θλίψεις καὶ ὀδύνας τῷ σώματι ἐπάγοντες, «ἐφάπτεσθαι λέγονται τῶν ὀστῶν καὶ τῶν σαρκῶν,» κατὰ τὸ γεγραμμένον ἐν τῷ Ἰὼ, ἀλλὰ καὶ τὰ φιλάμαρτα καὶ ἀκάθαρτα πνεύματα, ἅπερ αι σχροπαθείας καὶ τὰς ἡδονὰς διαπαντός τεκταίνουσιν ἐν τοῖς μέλεσι τοῦ ταλαιπώρου ἀνθρώπου. Καὶ πει θέτω σε ὁ πολύπειρος κράζων, ὅτι «Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου, ὅτι αἱ ἀνομίαι μου υπερήρθησαν, προσώζεσαν καὶ ἐσάπησαν ἐξ ἀφροσύνης πολλῆς. Οθεν ἐταλαιπώρησα, ο καὶ κατεκάμφθην πρὸς τὸ χεῖρον, οὐκ ὀλίγας ἡμέρας, ἀλλὰ καὶ λίαν πολλάς. Καὶ πάλιν ἕτερός τις ὥσπερ ἐν ἐρημίᾳ τῶν βοη θούντων ἀγγέλων γενόμενος, κράζει ποτνιώμενος, καὶ ἀνοιμώζων, καὶ λέγων· «Τίς με ρύσεται ἐκ τοῦ θανάτου, τοῦ νοητοῦ, ὅστις περιέσχε με, καὶ κατεκράτησέ μου; "Αθλιος ἐγὼ καὶ ταλαίπωρος ἄν θρωπος, κλυδωνιζόμενος ταῖς μυρίαις δαιμονικαῖς ἐφόδοις. "Αλλος δὲ πάλιν ἀνὴρ οὐκ ἄπειρος τῶν τοι οὕτων συμφορῶν ἔνθους γεγενημένος, παράκλησιν οὐ μετρίαν προσφέρει τοῖς ἀγωνιζομένοις ὑπὲρ τῆς ἀφθαρσίας καὶ πνευματικῶς ἀθλοῦσιν. «Εσται γάρ, φησὶν, ἴασις ἐν ταῖς σαρξί σου, καὶ ἐπιμέλεια τους σοῖς ὀστέοις, ο ἵνα ο λέγωσι πάντα σου τὰ ὀστά Κύριε, Κύριε, τίς ὅμοιός σοι, ῥυόμενος πτωχὸν ἐκ χειρός στερεωτέρων αὐτοῦ, καὶ τῶν διαρπαζόντων αὐτόν;» ΣΚΓ'. ΑΛΒΙΝΟ ΜΟΝΑΧΟ. Έναγχος τῶν βιωτικῶν ἀποστατήσας θορύβων, μεγάλην ἄγειν ἡσυχίαν ὀφείλεις, καὶ μὴ ταῖς πο κνοτέραις προόδοις τὰ διὰ τῶν αἰσθήσεων τῇ διανοίᾳ ἐγγινόμενα τραύματα ἀναξαίνειν, ἀλλ᾽ ἐκκλίνειν μὲν τὴν τῶν νεαρῶν προσβολήν, πᾶσαν δὲ σπουδὴν ἔχειν πρὸς τὸ ἐξαλείψαι καὶ ἀμαλδύναι τὰς φαντασίας τὰς προειληφυίας. ΣΚΔ΄. Τῷ αὐτῷ. Ὅσον ὁ δαίμων τῆς πορνείας ἐπίκειταί σοι βα ρέως, τοσοῦτον αὐτὸς τῇ ἀθυμίᾳ καὶ τῇ λύπῃ τὴν ψυχὴν ἐκνευρίζεις, μηδ' εὔχεσθαι λοιπόν, μηδὲ ψάλλειν βουλόμενος, ἀλλὰ καθεύδων ἄμετρα. Ταῦτα δὲ ποιῶν, ἀγνοεῖς, ὅτι εὐφραίνεις τοὺς ἐχθροὺς ἐπὶ τούτοις, καὶ μᾶλλον αὐτοὺς κατὰ σαυτοῦ καθιστᾷς ῥαγδαιοτέρους, καὶ φορτικούς, καὶ δυσαποστατοῦν τας. Πλέον γὰρ ὀχλεῖν καὶ παραμένειν οἱ ἀκάθαρτοι ειώθασι δαίμονες τοῖς παραλυομένοις τῇ ῥᾳθυμίᾳ, καὶ ἀμελοῦσι προσευχῆς καὶ ὑμνῳδίας θείας. ΣΚΕ΄. ΤΗΛΕΜΑΧΟ ΠΡΩΤΕΥΟΝΤΙ. Φησὶν ὁ νόμος· «Τὰ ἄλση αὐτῶν ἐκκόψεις· ν τουτο ἐστι, Τὰ τῶν παθῶν καὶ τῶν ἡδονῶν στίφη, δι' ἐγκρατείας καὶ προσευχῆς ὀλέθρῳ παραδώσεις. ΣΚϚ'. - Τῷ αὐτῷ Τίς οίδε, ο Σολομών γέγραφεν, εἰ τὸ πνεῦμα τοῦ
col. 487–488page 215 of 262
PG 79:487»?» άνθρώπου,» δηλαδὴ τοῦ δικαίου, ἀναβήσεται ἄνω; ο ι Πρὸ γὰρ τελευτῆς, φησὶν ὁ Σιράχ, μὴ μακαρίσῃς τινά, ο διότι ὀλισθαῖνον τὸ ἀνθρώπειον γένος, καὶ ῥᾷστα μεταπίπτον ἐκ τῆς δικαιοσύνης προς τὴν παρανομίαν. Τίς οὖν οἶδεν, εἰ ὁ πρὸς τὸ παρὸν τῆς ἀρετῆς ἐργάτης, μέχρις ἐξόδου διαμείνας ἄπτω τός τε καὶ ἄριστος, καὶ μὴ σβέσας παντελῶς τὴν λαμπάδα του τρόπου τοῦ θαυμαστοῦ, πρὸς τὰς οὐ ρανίους αὐλὰς ἀναδραμεῖται; ΣΚΖ'.— Τῷ αὐτῷ. Τίς οἶδεν, εἰ τὸ πνεῦμα τοῦ κτήνους,» τουτέστιν ἀνθρώπου ἀποκτηνωθέντος διὰ τῆς ἁμαρτίας, ο τέτ λέον καταβήσεται κάτω;» "Αδηλον γὰρ καὶ τοῦ φαύ λου τὸ τέλος, μήποτε πρὸς ταῖς πύλαις ὑπάρχων τοῦ θανάτου, εἰς μετάνοιαν χωρήσας, «ῥυσθείη ἐξ ᾄδου κατωτάτου,» κατὰ τὸ γεγραμμένον. Καὶ πειθέτω σε ὁ λῃστὴς ἐκεῖνος, οὗ μνημονεύει Λουκᾶς, πρὸς τῇ ἐσχάτῃ ἀναπνοῇ διὰ τῆς ἱκεσίας παραδείσου οικήτωρ γενόμενος, καὶ διδάξας ἡμᾶς μηδενὸς ἀνθρώπου ἁμαρτωλοῦ ἀπογινώσκειν πρὸ τελευτής. ΣΚΗ. ΤΕΡΕΝΤΙΟ ΔΙΑΚΟΝΟ ΠΑΡΑΠΕΣΟΝΤΙ, ΚΑΙ ΑΞΙΩΣ ΜΕΤΑΝΟΗΣΑΝΤΙ ΧΡΟΝΟ ΠΟΛΛΑ. γει Κύριος· οἱ ἐρημώσαντές σε, ἐξελεύσονται ἀπὸ Εἴρηκας, ὅτι Κατὰ τὴν Γραφὴν ἀπωλόμην, καὶ ἕξοικος ἐγενόμην τῆς ἀρετῆς, καὶ ἠλλοτριώθην ὑπὸ πολλῆς ἀφροσύνης τῶν θείων κατορθωμάτων, καὶ ποία μοι ἔτι ὑπολείπεται σωτηρίας υπόνοια, καὶ ἐλπίς; Ταῦτα μὲν καλῶς λέγεις· τὰ δὲ ἄλλα οὐ βού λει λογίσασθαι, τὰ ἐν στήλαις ἀγίαις κεχαραγμένα πρὸς ἐπανόρθωσιν τῶν καταῤῥαγέντων, καὶ παρ ηγορίαν τῶν ἐκτρυχομένων. «Εστῶτες γάρ, φησίν, ἐτύγχανον οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλὴμ ο τουτέστιν, ἐν τῇ καταστάσει ὑπῆρχον τῇ κατὰ φύσιν τῆς ψυχῆς οἱ πόδες, ἀλλ' ἐσαλεύθησαν ἔκ τινος ἀπροσεξίας τὰ διαβήματα ἡμῶν, καὶ ἔξω εὑρέθημεν τοῦ θείου περιβόλου, καὶ ἀπεδυσάμεθα ἑκουσίως τὸ τῆς θείας εἰκόνος ἀξίωμα, καὶ τοὺς ἀγαθοὺς λογισμούς, καὶ κατέστημεν ἔρημοι τῆς ἐπικουρίας τῆς ἄνωθεν, καὶ διεσκεδάσθη εἰς πολλὰ τὰ νοήματα ἡμῶν, καὶ κατέπιεν ἡμᾶς ἰσχύσας ὁ νοητὸς θάνατος, καὶ κατεπόθημεν ὁμοίως ὑπὸ δαι μόνων. Αλλ' ὅμως μετὰ ταῦτα πάντα βλέπε, τί πρὸς ἡμᾶς βοῶσιν οἱ μακάριοι λόγοι·. Ζῶ ἐγώ, λέ σοῦ ταχύ. Αρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε τοὺς ἀγαθούς λογισμούς, τοὺς υἱούς σου. Ιδού συνήχθησαν, καὶ ἦλθον πρὸς σέ. Ζῶ ἐγώ, λέγει Κύ ριος, ὅτι πάντας αὐτοὺς, ὥσπερ στολὴν ἐνδύσῃ, καὶ περιθήσῃ αὐτοῖς ὥσπερ νύμφη κόσμον· καὶ τὰ ἔρημά σου τὰ διεσπαρμένα, καὶ διαπεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. Διότι ἐροῦσιν εἰς τὰ ὦτά σου οἱ υἱοί σου, οὓς ἀπώλεσας· Στενός μοί ἐστιν ὁ τόπος, ἵνα κατοικήσω. Καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι τούτους; Ἐγὼ δὲ
col. 489–490page 216 of 262
PG 79:489ἄτεκνος, καὶ χήρα, καὶ ἀποκεκλεισμένη, καὶ μισουμένη τὸ πρὶν, καὶ ἀπωσμένη ἀπὸ Κυρίου Θεοῦ μου. Τούτους δὲ τίς ἐξέθρεψεν; Ἐγὼ δὲ μόνη κατελείφθην, τουτέστιν ἡ παναθλία ψυχὴ καὶ φιλάμαρτος. Οὗτοι δέ μου ποῦ ἦσαν;» – «Ιδού, φησί, ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε.» Ὑμεῖς γὰρ ἑαυτοὺς βουλήσει ἰδίᾳ καὶ θελήματι οἰκείῳ πεπράκατε. Ει οὖν τῷ ἰδίῳ θελήματι ὑπὸ τὴν χεῖρα τοῦ διαβόλου γεγόνατε, δυνηθήσεσθε πάντως καὶ πάλιν τῷ ἰδίῳ θελήματι ἀποστῆναι μὲν τῆς τοῦ ὡμοτάτου δεσπό του τυραννίδος, πρὸς τὸν ἀληθινὸν δὲ καταφυγεῖν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ ὑπ' αὐτ τοῦ τελεῖν, καὶ λειτουργεῖν κατὰ τὸ γεγραμμένον. Πλὴν τῷ Θεῷ καὶ μόνῳ ὑποτάγηθι, ἡ ψυχή μου, «ὅτι αὐτὸς Θεός μου, καὶ Σωτήρ μου, καὶ μέγας ἀντιλήπτωρ. ο Ωσπερ καὶ Ἰάκωβος ὁ ἱερὸς ἐπι στέλλει λέγων· Ὑποτάγητε οὖν τῷ Θεῷ, ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν· ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν.» - • Ἐμοὶ γὰρ, φησὶν ὁ Δαυΐδ, τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθε σθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου,» καὶ μὴ ἀπογινώσκειν. ΣΚΘ'. — ΙΟΥΛΙΑΝΟ ΜΟΝΑΧΟ. Ἐγὼ θαυμάζω, πῶς τῶν σοφῶν καὶ ἐλλογίμων μοναχῶν σπανίως φθεγγομένων μετὰ τὸ ἐπερωτηθῆναι, ἢ καὶ παντελῶς σιωπώντων διὰ ταπεινοφροσύνην, αὐτὸς μηδέ τινος επερωτῶντος τῇ ἀπαιδεύτῳ προπετείᾳ χρώμενος, καὶ ἀχαλίνωτον ἔχων γλῶσσαν, μυρίους λόγους λέγεις ἁπλῶς, καὶ ὡς ἔτυχε πλατυ λογῶν, καὶ βατταριζόμενος, καθώς τινες λέγουσιν. ΣΔ'. - Τῷ αὐτῷ. Εὑρίσκονται πολλοὶ κατὰ σὲ ἐγχωρῖται, καὶ ἰδιῶ ται, καὶ μάταιοι ἄνθρωποι, ἐφ' ἑκάστης, ὡς εἰπεῖν, ὥρας μὴ ἐπερωτώμενοι, λαλοῦντες πᾶσιν ἁπλῶς καὶ γνωστοῖς καὶ ἀγνώστοις διὰ κενοδοξίαν, καὶ ἔνδειξιν, καὶ ἀνθρωπαρέσκειαν. Αλλ' οὐκ ἐπαινοῦνται, ἀλλὰ καὶ γελῶνται, καὶ σκώπτονται ὑπὸ τῆς ἀληθείας. ΣΛΑ'. Τῷ αὐτῷ. Ἐπειδὴ τῆς ἀφάτου κενοδοξίας ἐμπλησθείς, και μὸν οὐχ εὑρίσκεις τὸ βάθος τῆς ψυχῆς του θεάσασθαι, καὶ κατιδεῖν τὸν ἐνδομυχοῦντα διὰ τοῦ τύφου ὄφιν, ὀλίγα άττα λέξω σοι, ἐάν γε ἔχῃς τὸ ἀκούειν, καὶ μὴ ἀφῃρέθης τὴν ἀκοὴν τῆς διανοίας, ὥσπερ ποτὲ ὁ σωματικός δοῦλος τοῦ ἀρχιερέως ἐν Ἱεροσολύμοις τὸ ὠτίον ἐκτέτμηται. Καὶ γὰρ σὺ δοῦλος ἀχρεῖος τοῦ νοητοῦ ἀρχιερέως, οὐχ υἱὸς καθέστηκας, καὶ νεα νιεὺς διὰ τὸ ἐγκυλίεσθαι τῇ προπετείᾳ καὶ τοῖς φλυαρήμασι. Γίνωσκε τοίνυν, ὅτι εἰσί τινες δαίμονες κάτω που κρυπτόμενοι ἐν τῷ σκότῳ, ἐπειδὴ σφέτε ροι καὶ φίλοι τοῦ σκότους ὑπάρχουσι, κατὰ δὲ θείαν παραχώρησιν ἐκ τῆς τοιαύτης πονηρίας, καὶ κακο σχύλου φάλαγγος, ἔν τι ἀπατηλὸν, καὶ πολύτεχνον ΣΧΕΙ, 51. σε
col. 491–492page 217 of 262
PG 79:491πεμφθέν, δίκην προδρόμου, ἢ κατασκόπου βαρβάρου, ἀνέρχεται πρὸς τὴν ψυχὴν διὰ τῆς ἐνθυμήσεως, ὥσπερ τις κλέπτης δεινὸς, ἢ ὥσπερ ἀναπλεκόμενον δένδρῳ τινὶ θηρίον ἰσβόλον. Τοῦτο δὲ νομιστέον ἡμῖν, ὀργὴν κατὰ τὸ γεγραμμένον, καὶ ὀργὴ τοῦ Θεοῦ, ἀνέβη ἐπ' αὐτούς. Ἐὰν γάρ τοι μὴ εὕρῃ τὸν πρὸς Θεὸν ἀεὶ βλέποντα, μηδὲ ἀνθιστάμενον τῷ δολερῷ, καὶ πλάνῳ λογισμῷ, ἀλλὰ διαχεόμενον, καὶ ῥεμβά μενον, ἢ τῇ ματαίᾳ οιήσει, καὶ τῇ ἐπάρσει συνηδά μενον, καὶ διασειόμενον, προσέρπει λοιπὸν, καὶ ἐπὶ τὴν γλῶσσαν, καὶ ἐπὶ τὰ χείλη τοῦ κενοδοξήσαντος, καὶ οὐ χρήζει, οὐδὲ κάμνει λυμήνασθαι τὸν τῇ γνώμη κατὰ τοὺς γύπας πετόμενον ἄνθρωπον. Υποστρέψας γὰρ πρὸς ἑτέρους δαίμονας ὁ ἁλάστωρ καὶ φόνιος, παραλαμβάνει καὶ ἄλλους, καὶ οὕτως ὁμοῦ συμφραξάμενοι, επιστρατεύουσι τῷ τῆς κενοδοξίας ταλαιπώρῳ ἐργάτῃ, καὶ γυμνὴν αὐτοῦ, καὶ ἔρημον τὴν ψυχὴν καθιστῶσιν, ἐκφυσήσαντες διὰ τῆς μεγαλαυχίας, καὶ σκορπίσαντες πάντας τοὺς καρποὺς αὐτοῦ, οὔστινας πολλῷ χρόνῳ μετὰ καμάτου καὶ μόχθου συνήθροισεν. ὥστε καὶ ἀγρυπνίαν, καὶ νηστείαν, καὶ ἐλεημοσύνην, καὶ χαμευνίαν, καὶ τὰ ἑξῆς ἀγαθὰ διὰ τοῦ μύσους τῆς φλυαρίας καὶ τῆς ἀλαζονεία; ἀπόλλυσθαι· ὅπερ ποτὲ ἔπαθεν ὁ Φαρισαῖος ἐκεῖνος, ὁ νομίζων μόνον ἑαυτὸν δίκαιον εἶναι, καὶ κατεξανιστάμενος τοῦ Τελώνου, ὅστις διὰ τῆς ταπεινώσεως ὑπὲρ αὐτὸν τῇ θείᾳ ἐδικαιώθη ψήφῳ. Ο οὖν διὰ κενοδοξίας κατὰ σὲ θηρευόμενος ἄνθρωπος, οὐκέτι δύναται, οὔτε πρὸς ἑαυτὸν, οὔτε πρὸς τοὺς πλησίον εἰρηνεῦσαι, εὐθὺς γὰρ περιπίπτει ἀθυμίαις, θυμοῖς, ἐργαῖς, μανίαις, παραχαῖς, λύπαις, καὶ ἀτιμίαις. Καὶ σιωπῶ τ' ἄλλα, ἵνα νῦν μὴ πάντα ἐκτραγῳδοίην. Τῷ αὐτῷ. ΣΑΒ. Εἴ τις τῶν νοσούντων τὸ τῆς κενοδοξίας κακὸν πάθος βούλοιτο διαφυγεῖν τὰς χεῖρας τῆς παμφαύλου καὶ χειρίστης τῶν δαιμόνων φάλαγγος, χαλινὸν περι θήσει τῷ ἰδίῳ στόματι. Ἡ γὰρ δὴ γλῶττα πολλοὺς τῶν κενοδόξων εἰς ὄλεθρον ἤγαγεν. ΣΛΙ. — Τῷ αὐτῷ. Καὶ μὴν βοᾷ τὰ πράγματα, κἂν ἐγὼ σιωπήσω. Πῶς οὖν γράφεις μοι, ὅτι οὐκ ἔχεις ὅλως κενοδοξίαν; ΣΑΔ'. Τῷ αὐτῷ. Μὴ ἀφθέντος πυρός, οὐκ ἂν ἐφάνη καπνός. Πῶς οὖν αὐτὸς ὀργιζόμενος τοῖς ἀδελφοῖς, ἐὰν μὴ τιμῶσι, καὶ κολακεύσωσί σε, λέγεις, ὅτι οὔτε ἀπόνοια, οὔτε σαθροδοξία, οὔτε οἴησις αὐλίζεται ἐν τῷ διαστήματι τῆς σῆς καρδίας; ΣΛΕ'. — Τῷ αὐτῷ. Ὅταν οἱ δαίμονες εὐφημήσωσί σε διὰ τῶν ἐνθυμήσεων λέγοντες, ὅτι μεγάλως ἀγρυπνῇ, μεγάλως ἐγκρατεύῃ, μεγάλως ἀγωνίζῃ, μὴ συνδόξαζε, μηδὲ συνήδου, μηδὲ συγκατατίθετο αὐτοῖς, ἀλλὰ μᾶλλον καὶ τραχύν.
col. 493–494page 218 of 262
PG 79:493θητι κατ' αὐτῶν, καὶ ὀργίσθητε κατὰ τὴν Γραφὴν πρὸς αὐτούς· ὁ Ἐκκλίνατε ἀπ' ἐμοῦ, ο ὦ λύκοι, καὶ ψυχοφθόροι· εἱἀπόστητε ἀπ' ἐμοῦ, πρόξενοι, καὶ δημιουργοὶ πάσης κακίας καὶ πονηρίας. Επικατάρατοι ὑμεῖς διαπαντὸς, καὶ μισητοὶ ἔπεσθε. Καταράσθω ὑμᾶς ὁ καταρώμενος τὴν ἡμέραν τῆς ἀνθρωπαρεσκείας, τὴν πάσης ἀθεσμίας, καὶ ἀταξίας μητέρα. καταράσθω ὑμᾶς ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι. Ἐπικατάρατα ἔστω καὶ τὰ ἔκγονα τῆς κοιλίας ὑμῶν, τουτέστι τὰ τῆς κενοδοξίας κυήματα. «Καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο. δ ΣΑΦ'. - ΝΕΙΛΟ ΠΡΕΣΒΥΤΕΡΩ. Ανθρωπον οὐκ ἔχω, ἵνα ὅταν σημάνῃ ὁ ἄγγελος, ἐμβάλῃ με εἰς τὴν τοῦ ἰάματος κολυμβήθραν, έλεγε τῷ Κυρίῳ ὁ πεπολιωμένος παρὰ τὴν Προβατικήν κείμενος παράλυτος. Οὐκοῦν ἐπειδὴ πολλοῖς ἔτεσι διὰ πίστεως καὶ ὑπομονῆ; βουλόμενος τῇ χρηστότερα ἐλπίδι γενναίως διήθλησε τῇ μεγάλῃ ἀσθενείᾳ, καὶ διεκαρτέρησεν εὐχαριστῶν, καὶ ἐξομολογούμενος τὰ οἰκεῖα πταίσματα, μεμνημένος τῶν παλαιῶν ὡς προφάτων, ἀπορήσας ἀνθρώπου, μετά το τοῦτον χρόνον, ἐπέτυχε Θεοῦ ἀνθρώπου γενομένου, μᾶλλον δὲ φιλανθρώπου τῇ κολυμβήθρᾳ τῶν ἑαυτοῦ οἰκτιρμῶν, λύοντος αὐτοῦ πᾶσαν ἀρρωστίαν ψυχῆς τε καὶ σώματος, καὶ πρὸς τὴν ἀνωτάτω χειραγωγούντος πόλιν. ΣΑΖ'. - ΑΦΘΟΝΙΟ ΑΒΒΑ. Ἐν καιρῷ σωματικῆς ἀσθενείας παρασκευάζει δ δαίμων τινὰς ἀδελφούς συμβουλεύειν τῷ νοσηλευομένῳ χρήσασθαι εἰς τὸ ἰπθῆναι οὐ μόνον τοῖς εὐρε τοῖς, ἀλλὰ καὶ τοῖς ἀνευρέτοις, οἷον,φέρε εἰπεῖν, τῷ πυρῷ τοῦ ὄρνιθος, ἢ τοῦ ὀστέου του προσφάτου μάλιστα σύκου, ἢ τῷ σπληνὶ τοῦ μύρμηκος· καὶ περὶ ταῦτα χλευάζει, καὶ πλανᾷ τὸν κούφον, καὶ εὐχερῆ ἀδελφὸν, ὅπως ἀποστὰς τοῦ ἐλπίζειν ἐπὶ Κύριον, εἰς νεκράς φροντίδας, καὶ μερίμνας, καὶ λύπας, καὶ ὀνειροπολίας διαχυθῇ. Οὐ πᾶσι δὲ τοῦτο ποιεῖ ὁ δαίμων τοῖς ἀῤῥωστοῦσιν, οὐδὲ πάντοτε, ἀλλὰ τοῖς ἀπειροτέροις τῶν συμβαινόντων, καὶ ἔσθ' ὅτε. Τῷ αὐτῷ. ΣΛΗ. Τινὲς τῶν ἀδελφῶν δυσκόλως ἔχοντες πρὸς τὸ τῆς εὐχῆς καὶ τῆς ψαλμῳδίας ἐπίπονόν τε, καὶ πυκνὸν, καὶ σύντονον διὰ τὴν προσοῦσαν αὐτοῖς νωχελίαν, βιβλίῳ μόνῳ ἑαυτοὺς προσδεσμοῦσι, χασμώμενοι, καὶ δια τεινόμενοι συχνοτέρως, καὶ ἀπονυστάζοντες ἐν τῇ καθέδρα, καταργοῦντες τὴν λέγουσαν ἐντολὴν, ὥστε ποιῆσαι πρῶτον πάντων, δεήσεις, προσευχάς, ένα τεύξεις, εὐχαριστίας, εἶτα καὶ διδάσκειν ἑαυτοὺς ψαλμούς, καὶ ὕμνους, καὶ ᾠδὰς πνευματικάς. Ο τοί νυν τὸ βιβλίον διαπαντός κατέχων, πῶς δυνήσεται διὰ τῆς μιᾶς ἐντολῆς ὡς ἐξ ἑνὸς λίθου, τελεσιουργῆσαι, καὶ ἀπαρτίσαι τὸν πνευματικὸν οἶκον; ΣΛΘ. Τῷ αὐτῷ. Έγνων τινὰς ἀδελφοὺς πνευματικούς, οἵτινες εἴχονται, καὶ ψάλλουσι, καί τινα αἰτοῦσι δωρήματα ἐξ οὐρανοῦ χορηγηθῆναι αὐτοῖς, καὶ τοῖς πλησίον ΑΡΗΤΙΟΝΙΟ ΑΒΒΑΤΙ.
col. 495–496page 219 of 262
PG 79:495ὑπηρετοῦσι, καὶ πρὸς τὴν ἐργασίαν τῶν χειρῶν το προθυμοῦνται, μετὰ τοῦ μὴ ἀμελεῖν καὶ τῆς ἀνα γνώσεως, ώραις τισί τεταγμέναις, καὶ πανταχόθεν ταῖς ποικίλαις ἀρεταῖς θάλλουσί τε καὶ βρύουσιν. ΣΜ'. - ΕΙΡΗΝΑΙΟ ΜΟΝΑΧΟ. Ο τὴν προσγινομένην τῷ νῷ κατήφειαν διαλύσας τῇ θείᾳ σκέψει, εὐκαίρως λέγει ἄν, ὅτι «Τὸ πρω τῆς φωνῆς μου εἰσακούσῃ.» ᾿Αλλὰ καὶ πρωΐαν ἡμῖν λέγεσθαι νοητέον, τὴν Χριστοῦ ἀνάστασιν, ἡνίκα μάλιστα εἰσηκούσθη φυσικῶς κράζον στεναγμοίς ἀλαλήτοις τὸ γένος τῶν ἀνθρώπων. ΣΜΑ΄. — ΑΦΘΟΝΙΟ ΚΑΘΗΓΟΥΜΕΝΟ. Ειρήκασί τινες τετηρηκότες, ὅτι ἡ γέρανος τριά κοντα ἡμέρας καθηγεῖται τῆς κοινῆς πτήσεως· μετὰ τοῦτο, τῇ ἑτέρα γεράνω παραχωρεῖ τὴν κατὰ τὸν ἀέρα ὁδηγίαν τῶν τοιούτων ὀρνέων. Ο δεύτερος ἐν τῇ πνευματικῇ σου μάνδρα, μάλλον φιλοπρωτεύων, καὶ φιλενδείκτης υπάρχων, καθάπερ μεμάθηκε, τοῦ ἔτους πληρωθέντος τῆς κατὰ τὸ σύνηθες διακονίας, οὐ βούλεται συγχωρήσαι ἄλλον διαδέξασθαι τοῦ Κανονάρχου τὸ φρόντισμα, καὶ τί ἐροῦμεν πρὸς τοῦτο; ΣΜΗ. ΑΝΕΠΙΓΡΑΦΟΣ. Ἐμοὶ τὴν μετρίαν εἴδησιν ἡ κατὰ μόνας προσέθηκεν ἀναχώρησις. Ὁ γὰρ ἐν μέσῳ θορύβων τρεφόμενος, καὶ γνῶναι τὰ οὐράνια βουλόμενος, λέληθεν, ὅτι τὸ ἐν ἀκάνθαις σπειρόμενον ὑπ' ἐκείνων συμ πνίγεται, καὶ ὁ μὴ σχολάσας Θεὸν γνῶναι οὐ δύναται. Τί τὴν στενὴν ἑλόμενος, καὶ τὰς συνθήκας Θεῷ Ο ὑπὲρ αὐτῆς παρασχόμενος, τὴν πλατείαν ὁδεύεις ὁδὸν τὴν εἰς θάνατον φέρουσαν; ἡ γὰρ ἐνταῦθα ἀφ ειδία, τὴν ἐκεῖθεν φέρει τιμωρίαν, ἡ δὲ παρούσα κάκωσις, καὶ τῶν ὀρέξεων στένωσις τὴν μέλλουσαν τῶν ἀγαθῶν ἑτοιμάζει ἀπόλαυσιν. Τὸν ἐν φρονήματι μοναχὸν δόκιμον εἶναι χρὴ ζυγοστάτην, μηδενὶ μέ ρει τῶν πλαστίγγων καταῤῥέπειν παραχωροῦντα, μήτε τῇ ἀσιτίᾳ εἰς ἀτονίαν, μήτε πολυσιτίαν εἰς ἀσωτίαν· οὐ τοσοῦτον ἐσθίων ὅσον λιμῶν, καὶ τοι αῦτα περιβαλλόμενος ὅσον ἐσκεπάσθαι κοσμίως, ὄχημα κάλλιστον τῇ ψυχῇ παρασκευάζει τὸ σῶμα, καὶ τῷ κυβερνήτῃ εὐμεταχειρίστους τοὺς οἴακας, καὶ τῷ στρατιώτῃ εὐάρμοστα τὰ ὅπλα, καὶ τῷ ἀρ μονιακῷ μουσικὴν τὴν λύραν. Ο γὰρ τρυφῇ πια νων, καὶ ἱματίοις καλλωπίζων, σκιρτᾷν αὐτῷ παρα σκευάζει, καὶ εἰς ἀτόπους ἐπιθυμίας, ἐξάπτει, καὶ τὴν εὐεξίαν αὐτοῦ λυμαίνεται, καὶ τῇ πολλῇ βλα κείᾳ διαλύει αὐτό, καὶ τῇ ψυχῇ τὸ πολέμιον κατα σκευάζει. Οὐκοῦν πέπαυσο κακείνο καὶ τοῦτο ποιῶν. Βίος ἄνευ λόγου μᾶλλον ὠφελεῖν πέφυκε, ἢ λόγος ἄνευ βίου. Ο μὲν γὰρ καὶ σιγῶν ὠφελεῖ, ὁ δὲ καὶ βοῶν ἐνοχλεῖ. Εἰ δὲ καὶ λόγος καὶ βίος συνδράμοιεν, φιλοσοφίας πάσης ἀποτελέσουσιν ἄγαλμα. ΣΜΓ'. ΧΑΡΙΚΛΕΙ ΠΡΕΣΒΥΤΕΡΩ, Αποτόμως εξερχομένῳ τοῖς πταίουσι, καὶ λέ γοντι, μὴ ἀρκεῖν τὴν ἐξομολόγησιν εἰς μετά νοιαν. Πάνυ μοι δοκεῖς τὴν θείαν Αγνοηκέναι Γραφήν,
col. 497–498page 220 of 262
PG 79:497διόπερ πρὸς ἔν τι μέρος ταύτης μόνον ὀργὴν ἐμφαῖ. νον Θεοῦ τὸν λογισμόν νενευκώς, τὴν διὰ πάσης σχε δὲν τῆς Γραφῆς κεχυμένην Θεοῦ φιλανθρωπίαν οὐδαμῶς ἐπίστασαι, ἐν προσχήματι δὲ ποιμένος τὰ ἐχθρῶν διαπράττεις, κακίστοις δαίμοσι προδιδοὺς τοὺς ἀρνειοὺς διὰ τῆς ἀπογνώσεως, μὴ θέλων λαβεῖν ἐν νῷ τὸ παρὰ τοῦ προφήτου Ἰεζεκιήλ, ὅτι τὸ αἷμα τοῦ ἀπολλυμένου ἐκ τῆς χειρὸς τοῦ ποιμένος ἐκζη τήσω. Πῶς οὖν σὺ τολμᾷς ἄνθρωπον ἀπολέσαι, ὑπὲρ οὗ Χριστὸς τὴν ἑαυτοῦ ψυχὴν οὐδαμῶς παρητήσατο δοῦναι; Πῶς τῇ περισσοτέρα λύπῃ καταποντίσαι σπουδάζεις Φαυστῖνον, δημοσίᾳ ἐξομολογησάμενον τὰ σφάλματα μετὰ πολλῆς ταπεινώσεως, ὅπερ Παῦ λος ὁ μέγας ποιῆσαι οὐχ είλετο. Μετὰ γὰρ τὴν ἐπίσ γνωσιν τῆς ἁμαρτίας, ᾠκειώσατο μᾶλλον τὸν ἐξαμαρτήσαντα, καὶ κρατίστην, καὶ σταθερὰν κυρῶσαι 1 εἰς αὐτὸν τοὺς Κορινθίους ἀγάπην παρακαλεί. Η μᾶλλον, ὡς ἔοικε, περὶ μὲν τὸ φυτεύειν τὰς ἀμπέ λους τοῦ Χριστοῦ, ἀργός τις, καὶ ὀκνηρὸς τυγχάνεις, περὶ δὲ τὸ ἐκκόπτειν τὰς ἤδη ὑπ' αὐτοῦ φυτευθείσας, καὶ ἔξω τοῦ ἀμπελῶνος τῆς Ἐκκλησίας ρίπτειν, γορ γές τις καὶ νήφων, καὶ σπουδαῖος καθέστηκας. Μ τοίνυν λέγε, ἄνθρωπο, ὅτι τοὺς τῷ ἔργω ἁμαρτήσαντας, λόγοις μόνον ἐξομολογουμένους, οὐ προσδέχεται ὁ Κύριος. Ταῦτα γὰρ λέγων, οὐ μακρὰν ὑπὸ άρχεις τῶν καθαρῶν μὲν τοῖς λόγοις, ἀκαθάρτων δὲ τῇ πράξει ἀμαθῶν Ναυατιανῶν· εἴπερ ἐκεῖνοι μὲν καθ' ὑπερβολὴν ἀνοίας, καὶ τύφου ἀνωφελούς, ἵνα μὴ ψυχοφθόρου φάσκωμεν, παντοίαν μετὰ τὸ φωτισθῆναι ἀρνοῦνται μετάνοιαν. Σὺ δὲ οὐδὲ κἂν τὴν διὰ τῶν λόγων γινομένην ἀνέχῃ προσδέξασθαι, καὶ μάλιστα μαθὼν τὸν μέγαν ἐκεῖνον Μωσέα, οὐ παρέργως, ἀλλὰ καὶ σφόδρα μεμελημένως τὸν χίμαρον τὸν περὶ ἁμαρτίας παρὰ τοῦ ἀρχιερέως Ααρὼν ἐκζη τήσαντα· ἐδήλου γὰρ τὴν ἐξομολόγησιν πάσης ψυ χῆς, δι' οὗ καὶ τῆς συγχωρήσεως ἐτύγχανον. κάλλιστον μὲν οὖν ὡς ἀληθῶς, καὶ μάλα πρέπον τῇ ἰσχυούσῃ ψυχῇ, δι' ἔργων ποιεῖσθαι τὴν ἐξομολόγησιν, ο ον δὲ νηστείας, καὶ ἀγρυπνίας τε, καὶ σάκκου, καὶ σποδοῦ ὑποστρώσεως καὶ ἐλεημοσύνης ἀφειδοῦς, καὶ Ιλαρᾶς, καὶ τῶν ἄλλων καρπῶν τῶν κεχρεωστημέ νων τῇ ἀκριβεῖ μετανοίᾳ. Ἐὰν δὲ ἐκ παροράσεως, ἢ περιστάσεώς τινος, ἢ ἀτονίας, ἢ ἀμελείας πολλῆς μὴ ευπορήσῃ τις τῶν προειρημένων βοηθημάτων, την γοῦν διὰ χειλέων ἐξομολόγησιν οὐκ ἀποβάλλεται, οὐδὲ μὴν ἀποστρέφεται ὁ ὑπὲρ τῶν ἀνθρωπίνων ἁμαρ τιῶν, καὶ ἀσεβειῶν, καὶ ῥύπων παντοδαπῶν ἀποθανόν Κύριος Ἰησοῦς, ἀλλὰ καὶ τὴν διὰ λόγων μετά νοιαν δέχεται, ὡς προσφορὰν σπουδαζομένην αὐτῷ καθάπερ καὶ ο Μωϋσῆς τὰς τρίχας τὰς αἰγείας. τὸ πάντων εὐτελέστατον, μετὰ βύσσου, τιμίας, καὶ χρυ σοῦ,» καὶ τῶν ἄλλων. Ποίοις γὰρ κόποις καὶ μόχθοις ὁ τελώνης σέσωσται; οὐχὶ ψιλοῖς ῥήμασι ταπεινώσεως; Ποίοις δὲ ἱδρῶσι καὶ πόνοις ὁ λῃστὴς ἀπὸ σταυροῦ εἰς παράδεισον καὶ ζωὴν μετετέθη; οὐχ βήμασι μικροῖς, καὶ ὁμολογίᾳ τῆς Χριστοῦ βασιλείας; Σκόπει τοίνυν, πρεσβύτερο, μή μόνον ἀποτομίαν καὶ ΑΣΗΜΙ, 43. το
col. 499–500page 221 of 262
PG 79:499ὀργὴν ἐν ταῖς ἱεραῖς βίβλοις κηρυσσομένην Θεοῦ. ἀλλὰ καὶ φιλανθρωπίαν ἀναρίθμητον, καὶ ἀνεξιχνίαστον, καθάπερ φησὶν ἡ Γραφὴ πρὸς τὸν Κύριον ἐξ ἡμετέρου προσώπου, ὅτι «Τὸ ἔλεός σου μέγα ἐπ' ἐμέ.» Μεγάλα γὰρ ἁμαρτανόντων ἡμῶν, μεγάλην ἐπιχέει μετανοοῦσιν ἡμῖν τὴν θάλασσαν τῆς οἰκείας πολυσπλαγχνίας σβεννύουσαν τὸ πῦρ τῶν ἡμετέρων κακῶν. Λογίζεσθαι οὖν ὀφείλεις μὴ τὴν κρίσιν μό νον, ἀλλὰ καὶ τὴν φιλανθρωπίαν Χριστοῦ, τοῦ συμ φερόντως παιδεύοντος τὸ ἀνθρώπινον γένος, καὶ συγ καταβαίνοντος, καὶ συμπάσχοντος ἡμῖν, ἵνα μὴ ἀπο λώμεθα. Ἰδοὺ γὰρ καὶ Ναυουχοδονόσωρ τῶν εἶδος κακία;, ἀπανθρωπίας τε καὶ ἀσεβείας διαπραξάμενος, καὶ τοῖς αίμασι καταμεθύσας τὴν γῆν, καὶ μηδὲν πώποτε βλαστήσας τοῦ προσήκοντος λογισμοῦ, ἀλλὰ καὶ ἀντίθεον ἑαυτὸν ἐκπορεύσας, ὅμως μετὰ τὸ ἀποθηριωθῆναι, καὶ ἀποκτηνωθῆναι θείᾳ κρίσει, λό γοις μόνον ἐξωμολογήσατο, καὶ ῥήμασιν ολίγοις ὁ ἀναρίθμητα παρανομήσας τοῖς πράγμασι, καὶ τῆς ἐλεημοσύνης τοῦ Θεοῦ τὸ πρότερον κρίναντος, ὕστερον ἀπολέλαυκε, καὶ ὑπείληφε τοῦ βασιλικοῦ θρόνου, καὶ μορφῆς, καὶ τιμῆς περισσοτέρας τετύχηκε, καθὼς ἔλε γεν ὁ Κύριος, ὅτι • Ἐὰν στάξῃ ὁ θυμός μου ἐπί τινας ο κρινομένους, πάλιν τούτους ἰατρεύσω. 4 Ἐγὼ γὰρ πα Ο τάξομαι, κἀγὼ ἰάσομαι· ἐγὼ ὀργισθήσομαι, κἀγὼ οἰκτειρήσω.» Με οὖν λέγε ἀμαθῶς, ὅτι ψιλά βήματα ὁ Θεὸς μετανοίας οὐ προσδέχεται, ἐπεὶ κακόν σοι λέγειν, ὅτι προσκομιδὰς μὲν πλουσίας, οἷον χρυσὸν, καὶ ἄργυρον, καὶ τὰ ἑξῆς δέχεται ὁ Θεὸς τίμια, δύο λεπτὰ χήρας ού δαμῶς. Καὶ πῶς ἂν πείσειάς με γνῶσιν θείων Γραφῶν ἔχειν, ἐπιλελησμένος βοῶντος τοῦ Σωτῆρος ἐν Εὐαγ γελίοις· «Οὐκ ἔστι θέλημα τοῦ Πατρός μου, ἵνα ἀπόληται ἓν τῶν μικρῶν τούτων;» Σὺ δὲ πολλοὺς τάχα καὶ μεγάλους βούλει στερίσκειν τῆς σωτηρίας, διὰ τὸ λέγειν· Ρήματα μόνα οὐ προσδέχεται ὁ Θεός. Εναντία τῷ Σωτῆρι διδάσκεις, ἄνθρωπε. Ποῦ δὲ θή σεις τὸ εἰρημένον παρὰ Κυρίου ἐν Ἡσαΐᾳ τῷ προς φήτῃ πρὸς τὸν ἁμαρτήσαντα· «Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς;» Προσδέχεται γὰρ ὁ κτίσας ἡμᾶς παρὰ τῶν σωθῆναι βουλομένων, οὐ μόνον ἀγνείαν, καὶ δικαιοσύνην, καὶ μαρτυρικὴν ἄθλησιν, καὶ ἀσκήσεως πολιτείαν ἀρίστην, ἀλλὰ καὶ κατήφειαν γινομένην ἐπὶ τοῖς ἑπταισμένοις, καὶ κρουσμὸν μετώπου, καὶ παταγμὸν στήθους, καὶ γόνυ κλινόμενον, καὶ χειρῶν διαπεταγμόν, μετὰ πό νου καρδίας, καὶ φιλήματα πόρνης τους δεσποτικοὺς περιλειχούσας πόδας, καὶ ὀδυρτικὸν ἐφ᾽ ἁμαρ τίαις φωνὴν, καὶ στεναγμὸν ἐκ βάθους, καὶ καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, καὶ θρήνου μυρισμὸν, καὶ σταγετὴν δακρύων, και λογισμούς κλαίοντας, καὶ διάνοιαν σὺν ὀδύνῃ κράζου σαν, καὶ ἀνάβλεψιν ὀφθαλμῶν γνησίως πρὸς τὸν Θεὸν ἀναβλεψάντων, καὶ ἀποκλαιομένων, τήν τε τοῦ διαβόλου ἐπήρειάν τε καὶ ὄχλησιν σφοδροτάτην, καὶ τὴν οἰκείαν ἀσθένειαν· εἴπερ οἱ μὲν τῶν ἀνθρώπων ἀνθίστανται σὺν ἀνδρείᾳ πολλῇ, οἱ δὲ οὐκ ἰσχύουσι το
col. 501–502page 222 of 262
PG 79:501πρὸς τοὺς πειρασμούς, ευάλωτοι ὄντες, καὶ ταχεῖς πρὸς τὴν πτῶσιν. Ἐφ᾽ ἅπασι δὲ, ὅσα προεΐπον, προσ δέχεται ὁ Κύριος, καὶ στόμα κατὰ τὸν Δαυΐδ λέγων, ἡμάρτηκα τῷ Κυρίῳ, ἐνώπιον αὐτοῦ ποιήσας τὸ πονηρόν. Πολλὰ δὲ ὅλως ἐστὶ γινόμενα ὑπὸ τῶν ἡμαρτηκότων, μικρὰ μὲν δοκοῦντα εἶναι, μεγάλην δὲ σωτηρίαν περιποιοῦντα τοῖς μεταμελομένοις ἐπὶ ταῖς ἰδίαις ἁμαρτίαις. Ορα δὲ καὶ τὸν μέγαν Μωσέα, μᾶλλον δὲ τὸν Θεὸν δι᾽ ἐκείνου νομοθετοῦντα, οὐ μή την βόας, καὶ αἷγας, πρόβατά τε, καὶ ἐρίφους, καὶ τράγους ὑπὲρ τῶν ἁμαρτηθέντων προσφέρειν τῷ Κυ ρίῳ· ταῦτα γὰρ πλεονάζει παρὰ τοῖς εὐπυροῦσιν ἀλλὰ πολλὴν περὶ τῶν ἐξητονηκότων ταῖς δυνάμεσι τῆς ψυχῆς εὖ μάλα ποιούμενος πρόνοιαν σωτηρίας ἕνεκα, καὶ τῇ ἀσθενείᾳ τῶν ταλαιπωρησάντων συμ περιφερόμενον, καὶ συγκαταβαίνοντα τοῖς τεταπει- 1 νωμένοις, ἵνα μὴ ἀπελπίσωσι, μέχρι περιστερᾶς, καὶ τρυγόνος, και μικρᾶς σεμιδάλεως τὸν νόμον και ταβεβηκότα. Καὶ σὺ τοίνυν πρεσβύτα μὴ ἐξουθένει, μᾶλλον δὲ προσλαμβάνου, καὶ θάλπε καρδίαν συντετριμμένην, καὶ τεταπεινομένην, καὶ ἀνακτῶ, καὶ σώζε, μὴ μόνον καρπούς κατορθωμάτων βαρυτίμους παρὰ τῶν ἐπταικότων ἀπαιτῶν, καὶ ἐπιζητῶν δι ἔργων ἀσκητικῶν, ἀλλὰ καὶ λόγους δεχόμενος τῶν κατανενυγμένων ἐπὶ τῇ αὐτῶν ἁμαρτίᾳ, καὶ μετὰ πλείστης ταπεινώσεως ἐξαγορευόντων σο: τὰ κακώς πεπραγμένα. ΣΜΔ'. — ΔΙΔΥΜΟ ΑΝΑΓΝΩΣΤΗ. Μέγα ζημιοῦνται, καὶ πολλὴν ὑπομένουσι βλάβην οι πολλὰ φλυαροῦντες ἀκερδῶς, καὶ ἀκαίρως, καὶ @ τῇ λογομαχίᾳ σχολάζοντες, καὶ τῇ πολλῇ ταραχῇ τῶν κομπασμάτων σκορπίζοντες τὸν λαμπρότατον νοῦν, καὶ τραχύνοντες τὸ λεῖον τῆς φρονήσεως, καὶ ἐκδιώκοντες τὰς ἀνεκδιηγήτους ενεργείας τῆς χάρι τος, καὶ ἀντὶ τοῦ προκαθέζεσθαι τῇ θεωρίᾳ, τῶν όντων βιωτικάς πραγματείας, καὶ πειρασμῶν ποικιλίας εργολαβοῦντες. ΣΜΕ. – ΕΙΡΗΝΑΙΟ ΔΙΑΚΟΝΟ. Εἶδον ἐγὼ μαστιγούμενον παρὰ τοῦ ἐπιστάτου ποτὲ παῖδα σφοδροτέρως, ἐν δὲ τῷ πάνυ τὸν παῖδα τὰς πληγὰς δεδοικέναι διὰ τὴν ἀπαλότητα, καθ᾿ ἑκάστην μάστιγα προσήλατο τῷ ῥαγδαίως τύπτοντι μετὰ ἐλεεινῆς φωνῆς, καὶ περιεπλέκετο μειλιχίως τῷ σὺν ὀργῆς τύπτοντι. Τάχα τοίνυν καὶ ἡμεῖς οὕτω ποιεῖν ὀφείλομεν τῷ παιδεύοντι ἡμᾶς διὰ τῶν πει ρασμῶν, καὶ τῶν συμφορῶν Θεῷ, καὶ μᾶλλον αὐτῷ ἐν τῇ σκυθρωποτέρα καταστάσει προσφεύγειν, καὶ ἔχεσθαι τῆς θείας κρίσεως καὶ προνοίας· πλεῖον γὰρ ἡμῶν τὸ συνοῖσον ἡμῖν ἐπίσταται. Λέγωμεν οὖν πρὸς αὐτὸν τὰ τῆς Γραφῆς·. Ελέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, καὶ ἐγενόμεθα με μαστιγωμένοι ὅλην τὴν ἡμέραν, ὅτι ἐπλήσθη κακῶν ἡ ψυχὴ ἡμῶν, καὶ ἡ ζωὴ ἡμῶν τῷ ᾅδῃ ήγγισε.. Κύριε, ἐν θλίψει ἐμνή σθημέν σου· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀφ' ἡμῶν,» ἀλλὰ σπλαγχνίσθητι ἐφ' ἡμῖν, ὦ Δέ σποτα, κάμφθητι πρὸς ἔλεον. «Κλίνον τὸ οὖς σου ΕΣΑΑΥΗ, 1.
col. 503–504page 223 of 262
PG 79:503; εἰς τὴν δέησιν ἡμῶν· εξέγειρον τὴν συναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς, ὅτε θέλεις, καὶ ὡς θέλεις, μόνε δυνατέ. ΣΜϚ'. - ΔΑΒΟΥΡΙΑ ΜΟΝΑΖΟΝΤΙ. Εἰ ὅλως ἡμᾶς ἐκλέξασθαι κατηξίωσεν ὁ Κύριος, πρὸς τὸ διαπαντὸς ἐγγίζειν αὐτῷ, καὶ λειτουργεῖν, καὶ φυλάσσειν τὰ ἐντάλματα αὐτοῦ, καὶ τὰς θεσμοθεσίας, μηδὲ πρὸς στιγμὴν χρόνου ἀπολειφθῶμεν αὐτῷ, διὰ προσευχῆς, καὶ λόγου, καὶ πράξεως, καὶ πρό γε πάντων καθαρᾶς, καὶ πιστῆς διανοίας θυμίαμα ἀναπέμποντες Χριστῷ τῷ ἀπροσδεεῖ, καὶ πανυψίστῳ Θεῷ. ΣΜΖ'. — ΠΑΥΛΟ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Τῷ νέφει πολλάκις τῆς τοῦ διαβόλου ἐπηρείας τοὺς ἔνδον ὀφθαλμοὺς σκοτιζόμεθα, καὶ τῇ πονηρᾷ καὶ ὁμιχλώδει διαγωγῇ οὐ μικρῶς ὀδυνόμεθα· ἐφ' οἷς καλὸν τὸ γεγραμμένον ὑπὸ τοῦ Ἰακώβου ἐπιτελεῖν· 4 Κλαύσατε, φησὶν, ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις ὑμῖν, καὶ μὴ ἀφιέναι τοὺς ὀδυρμούς, καὶ τὰς πρὸς Θεὸν λιτάς, μέχρι αὐτῆς ἐξόδου· Εἴρηται γὰρ ἐν θρήναις· «κατεδίωξας ἐν θυμῷ, καὶ ἀπέκτεινας ἡμᾶς, καὶ οὐκ ἐφείσω. Διὰ τοῦτο ἀφέσεις υδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τοῖς συντρίμμασιν. ὁ Ἐπεὶ τοίνυν ἡμεῖς αἰσθανόμεθα τὰς τιμωρίας τοῦ Θεοῦ, καὶ τὰς παιδείας ἐπισπώμεθα, βοηθῶμεν, καὶ μὴ καταφρονήσωμεν, ἵνα μὴ καὶ θάνατος ἐπαγάγῃ ἡμῖν. ΣΜΗ'. — ΓΙΓΑΝΤΙΟ. Εάν συνεθίσῃς ἑαυτῷ μὴ ὁρᾶν τὸ ποθούμενον πρόσωπον, σβέσεις πάντως τοῦ ἔρωτος τοῦ ἀνόμου την φλόγα, καὶ θεραπεύσεις τὸ ἔλεος δι' εὐχῆς, καὶ νηστείας. ΣΜΘ'. — ΤΡΥΦΩΝΙ ΔΙΑΚΟΝΩ. ῾Ο ἐν τῷ καιρῷ τοῦ πορνικοῦ πολέμου ἀδδηφαγία χρώμενος, καὶ οἰνοφλυγίᾳ, καὶ ταῖς πολλαῖς προαρτύσεσι συμπλέκων τὸ γάρον, καὶ τὸ πέπερι, πάντως ὅτι μανίαν ἑαυτῷ ἐπεγείρει, καὶ πόλεμον ἄσπονδον. ΣΝ'. — ΠΕΛΕΓΡΙΝΟ ΠΡΕΣΒΥΤΕΡΑ. Αληθῶς μεγάλας ἀτιμίας, καὶ αἰσχύνας μετὰ τὴ τιμηθῆναι ὁ Θεὸς τοῖς φιλενδείκταις εἴωθεν ἐπιτέ ρειν· ἐκ γὰρ τοῦ πολλὰς, καὶ ἀδιακρίτους, καὶ ἀφυ λάκτους τὰς ἐντεύξεις ποιεῖσθαι, καὶ πτεροῦσθαι τῇ προσκαίρῳ τερπνότητι, συμβαίνει τὸ ἐπὶ πολὺ Ο ἁλίσκεσθαι τοῖς λογισμοῖς τοῦ θυμοῦ, τῆς ἀθυμίας, καὶ τῆς ἐπιθυμίας. ΣΝΑ'. ΦΙΛΗΜΟΝΙ ΕΠΙΣΚΟΠΟ. Τὸ ἐν τῷ καιρῷ τῶν προσβολῶν τοῦ ἐχθροῦ χαυνοῦσθαι, καὶ διαχεῖσθαι, καὶ μὴ αὐστηρὴν φρονήματι μνημονεύειν τῶν φοβερῶν κριμάτων τοῦ Κυρίου, ἀλλ' ἐνδιδόναι ταῖς ἡδοναῖς, καὶ πρὸς τὸ θέλημα τῆς σαρκὸς καταφέρεσθαι, τοῦτο ἂν εἴη τὸ πεσεῖν ἀπὸ τοῦ δικτυωτοῦ, καὶ νοσεῖν νόσον χαλεπωτάτην ψυχῆς, πολὺ τῆς σωματικῆς ἀῤῥωστίας ἀργαλεωτέραν. «Επεσε γάρ, φησίν, Οζίας ὁ βασιλεὺς ἀπὸ
col. 505–506page 224 of 262
PG 79:505τοῦ δικτυωτοῦ καὶ ἡῤῥώστησεν ἀῤῥωστίαν θανατηφόρον, ο τοῦ βασιλικωτάτου νοός δηλαδὴ πεπτωκότος εἰς τὴν νοητήν τελευτὴν τῆς πρακτικῆς ἁμαρτίας. ΣΝΒ'. - ΓΑΥΔΕΝΤΙΟ ΣΕΛΑΡΙΩΤΗ. Πανταχόθεν οἱ ὅλῃ τῇ ψυχῇ τὸν Θεὸν ἀγαπῶντες, χαρὰν καρδίας εὑρίσκουσι, καὶ τὴν τῆς εὐχαριστίας τῆς πρὸς τὸν Κύριον, καὶ τῆς δοξολογίας πλοῦτον διεγκολπίζονται. Οταν τοίνυν θεάσῃ πεπληρωμένον τὸ ἔτος, εὐχαρίστησον τῷ Δεσπότῃ, ὅτι σε εἰς τὴν τῶν ἐτῶν περίοδον ἤνεγκε. Κατάνυξον τὴν σεαυτοῦ καρδίαν, ἀναλόγισαι τὸν ἀριθμὸν τῆς ζωῆς, εἰπὲ πρὸς σεαυτόν· Α' ἡμέραι τρέχουσι, και παρέρχονται, οἱ ἐνιαυτοί πληροῦνται, πολὺ τῆς ὁδοῦ προεκό ψαμεν· ἆρα τί μοι κατείργασται ἀγαθόν; Αρα μή ποτε ἔρημος δικαιοσύνης ἁπάσης, καὶ κενὸς ἐντεῦθεν ἀπέλθω; Τὸ δικαστήριον ήδη προευτρέπισται, πρὸς γῆρας μοι λοιπὸν ἐπείγεται ἡ ζωή. Αναλογισώμεθα λοιπόν, ὦ ψυχή, τὸν μέλλοντα αἰῶνα. Φοβηθῶμεν μὴ καὶ περὶ ἡμῶν ὁ Προφήτης βοήσῃ, ὅτι • Εξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν μετὰ σπουδῆς τεταραγμένα:. Ταῦτα πρὸς σὲ διειλέχθην ὠφελεῖσθαι βου λόμενον τὴν ψυχὴν, οὐ τὸ σῶμα. Εὖ γὰρ οἶδα, ὅτι οὐδέποτε δημοτικὴν πανήγυριν ἑορτάζειν ἀνέχῃ οὐδὲ σπουδάζεις παιγνίοις δαιμόνων, καὶ κερδουκά λοις καὶ ταῖς ἄλλαις μυρίαις ὀφθαλμοπλανίαις, καὶ ταῖς ἱπποδρομίαις ἀλλὰ τότε μάλιστα τοὺς Εὖ γὰρ οἶδα ὅτι οὐδέποτε δημοτικὴν πανή γυριν ἑορτάζειν ἀνέχῃ. στου ἔτους ὡρισμένης ημέρας Μητρὶ θεῶν πομπὴν τελοῦσι Ῥωμαῖοι.: 'Ανετός τε πᾶσι δέ δοται ἐξουσία παντοδαπής παιδιᾶς· ἕκαστος τε δ Κερβούλοις. Κέρδουλος
col. 507–508page 225 of 262
PG 79:507εὐκτηρίους οίκους καταλαμβάνεις ὅτι βλέπε:; πάντας τοὺς ἀφρονεστέρους πρὸς τὰς τῶν ἵππων ἀμίλλας ἐπειγομένους, καὶ ῥεμβομένους εἰς τὰ ἄξια τῆς κατάρας θέατρα, καὶ τὰς ψυχοβλαβεῖς τοῦ δια βόλου πομπάς. ΣΝΓ'. — ΓΕΡΟΝΤΙΟ ΜΟΝΑΧΟ. Εἰ πιστεύει;, ὅτι Σαμψών τῇ πίστει καὶ τῇ εὐχή πηγὴν προεβίβασεν ἐκ σιαγόνος ὄνου νεκρού, πίο στευσον, καὶ προσευξαι· καὶ γὰρ καὶ οἱ πατέρες ἡμῶν ἔγνωσαν, καὶ διηγήσαντο ἡμῖν, καὶ ἡμεῖς τῇ πείρᾳ ἐγνώκαμεν, καὶ οἱ μεθ᾿ ἡμᾶς γνώσονται, ὅτι μεγάλα δύναται πίστις, καὶ δέησις ἐξ ὅλης δυνά Ιονθος ἡ πρώτη έκφυσις τῶν τριχῶν, ἰονθάδες Καὶ ταῖς ἱπποδρομίαις. ᾿Αλλὰ τότε μάλιστα τοὺς εὐκτηρίους α κους καταλαμβάνεις. χθὲς ἡμέραν ἑορτὴν οὖσαν διαβολικὴν, ἐποιήσατε ὑμεῖς ἑορτὴν πνευματικὴν μετὰ πολλῆς τῆς εὐνοίας τοὺς παρ' ἡμῶν δεξάμενοι λόγους καὶ τὸ πλέον ἐνταῦθα τῆς ἡμέρας διατρίψαντες.
col. 509–510page 226 of 262
PG 79:509μεως ἀπερισπάστως, καὶ ἀρεμβάσεως προσφερομένη Χριστῷ τῷ παντεπόπτῃ Θεῷ, καὶ τοσοῦτον, ὅτῳ καὶ νεκροὺς ἐγεῖραι καὶ πάθη παντοία ψυχῆς, καὶ σώ ματος θεραπεύειν, καὶ δαίμονας ἐλαύνειν, καὶ φαρμακείας γοήτων καταλύειν, καὶ ἄλογον σώματος πύρωσιν σβεννύειν, καὶ σφυγμούς σαρκὸς ἐκ δαιμόνων διερεθιζομένους ἐπέγνωμεν, καὶ τὰ δόξαντα ἀνίατα τραύματα ὑπάρχειν διὰ τὸ ἀποχερσωθῆναι, καὶ ἀπεσκληκέναι πολυχρονίῳ ἀμελείᾳ, καὶ συν ηθείᾳ, θεραπευθέντα αἰφνίδιον, καὶ παρὰ προσο δοκίαν. ΣΝΔ'. — ΙΟΥΛΙΑΝΟ ΑΝΑΓΝΩΣΤΗ. Τινὲς τελείας καὶ καθαρὰς μετανοίας ἐπιλαβέσθαι μὲν προθυμοῦνται, ἐμποδιζόμενοι δὲ πρὸς καιρὸν ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, ἀκηδιῶσι, καὶ ἀποκαμόντες ταχέως ἀφίστανται τοῦ ἐναρχθέντος αὐτοῖς ἀγωνίσματος, καὶ αὐτὴν τὴν μικρὰν, καὶ ὡς ἄν τις εἴποι, τὸ γραφικὸν μυοπάζειν δοκοῦσαν μετά νοιαν, καὶ ὡς μὴ ἐπίστανται, συνελαύνονται εἰς τὸ ἀπολέσθαι. Οὐκοῦν μὴ ἀποστῶμεν τῆς τοὺς ὀφθαλμοὺς ἀσθενεῖς ἐχούσης Λίας, καὶ μετ᾿ οὐ πολὺ τευ ξόμεθα τῆς ποθουμένης Ραχήλ τῆς εὐοφθάλμου. Αὕτη δ᾽ ἂν εἴη τελεωτάτη, καὶ καθαρά, καὶ ἀκλινής ἀρετή. ΣΝΕ. — ΝΕΙΛΟ ΜΟΝΑΧΟ. Εγενήθη, φησὶν ἡ μακάριος Δαυΐδ, τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός.» Ο γὰρ μὴ εἰκῆ μηδὲ μάτην δακρύων, ἀλλ' ἐκ διαθέσεως φιλοπόνου, καὶ φιλοθέου τῷ κλαυθμῷ κεχρημένος, ἐκεῖνος τοῖς οἰκείοις δάκρυσι τρέφεται δίκην ἄρτου, οὐκ ἐν τοῖς ἱλαροῖς μόνον, καὶ χρηστοῖς, καὶ θυμήρεσιν, ἅπερ ἡμέραν καλεῖ ὁ ἅγιος ἄνθρωπος, ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς, καὶ λυπηροῖς, ἅπερ νύκτα συμβολικῶς ὀνομάζει ὁ αὐτὸς ἅγιος. Μακάριοι γὰρ οἱ ἀρτίως πενθοῦντες καὶ γεωργοῦντες τὸ σωτήριον πένθος, ἵνα κατὰ τὸ μέλλον μεγάλως εὐφρανθῶσιν· οἱ γὰρ ἐν τῷ παρόντι βίῳ τὰ δάκρυα σπείραντες, πρόδηλον ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὰ δράγματα τῆς ἀγαλλιάσεως τῆς μήποτε ληξούσης θεριοῦσι. Τισὶ δὲ τῶν μὴ θελόντων ἐπὶ τοῖς ἰδίοις σφάλμασι μετανοεῖν, ἐπιφέρει ὁ Κύριος θλίψεις, καὶ βασανισμὸν σώματος, ὅπως διὰ τῆς ἐκείνων κολάσεως, οἱ ἀμελεῖς, καὶ εὐαισθητότεροι πρὶν σκυθρωπὸν ὑπομεῖναι, εἰς διόρθωσιν ἔλθωσι, καὶ μὴ ἐγχρονίσωσιν ἔν τινι ἐλαττώματι. ἡ Β. ΣΤ΄. – ΝΕΙΛΟ ΠΡΕΣΒΥΤΕΡΩ. Οὐδεὶς ταπεινότερο; τοῦ ἁμαρτήσαντος, καὶ συντετριμμένου τῷ πνεύματι, καὶ μετὰ στεναγμοῦ παρακαλοῦντες διὰ μετανοίας τὸν Κύριον. Χρή τοίνυν παντὸς πράγματος προκρίνειν τὴν εἰς Χριστὸν δέησιν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπικαλεῖσθαι βοήθειαν, καὶ σκέ πην. Οὐ γάρ ἐστιν ἄλλως ἐκδῦναι τὴν πονηρὰν τῆς φθο ρᾶς δυναστείαν, μὴ τῆς θείας δυνάμεως ἐφ' ἡμῶν ἀντι λαβούσης τὸ κράτος. Οὐκοῦν τοιαύταις χρῶ ἱκεσίαις, καὶ φωναῖς πρὸς τὸν Κύριον· Βοηθός μου γενοῦ, Δέσποτα τῶν ὅλων Χριστέ, καὶ ὑπεράσπισον τῆς ἐμῆς ψυχικῆς ἀσθενείας. Απαλλαγείην τῆς ἀνασίου, καὶ ἁμαρτητικῆς φθορᾶς· ἐλεύθερος γενοίμην τῆς
col. 511–512page 227 of 262
PG 79:511ἀνομίας καὶ τῶν δεσμῶν αὐτῆς· μὴ ἐνεργείτω ἐν ἐμοὶ ἡ τυραννὶς τῆς κακίας· μὴ κατακρατείτον μου ὁ πολέμιος δαίμων, μηδὲ ἀγαγέτω με διὰ τῆς ἀσω τίας αἰχμάλωτον. Ἐλθέτω ἐπ᾿ ἐμὲ ἡ τοῦ θείου καὶ προσκυνητοῦ Πνεύματος βασιλεία, ἵνα ὑποχωρήσῃ, μᾶλλον δὲ εἰς τὸ μὴ ὂν χωρήσῃ τὰ νῦν ἐπι κρατοῦντα, καὶ βασιλεύοντά μου ἐκλελυμένα πάθη. ΣΝΖ'. — ΑΓΑΠΗΤΟ ΔΙΑΚΟΝΟ. Ει Ηκουσά σου πολλάκις, ὥσπερ καὶ νῦν, λέγοντος Τί ποιήσω, ὅτι ἐπιθυμῷ τοῦ κλαῦται καὶ πενθῆσαι ἐπὶ ταῖς ἁμαρτίαις μου, καὶ βιάζομαι ἐμαυτὸν εἰς τοῦτο, καὶ οὐκ ἔρχεται εἰς ὀφθαλμόν μου δάκρυον μόνον δὲ ἐπὶ τοῦτο ὀδυνόμενος τὴν καρδίαν στένω; Ἐὰν δὲ ἄλλον ἐν Χριστῷ γλυκέως δακρύοντα θεάσωμαι, πολεμοῦμαι εἰς φθόνον αὐτοῦ. Πρὸς ὅπερ φημὶ, ὅτι ὠφέλιμόν ἐστι τὸ ὅλως ἐπιθυμεῖν δακρύων· καὶ δι' αὐτῆς γάρ τις τῆς ἐπιθυμίας εντυγχάνων Θεῷ, καὶ αιτούμενος συγχώρησιν καὶ σωτηρίαν, εἰσ ακούεται κατὰ τὸ εἰρημένον· «Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε.» Καὶ τῷ ἡγεμονικῷ, τουτέστι τῷ βασιλεῖ νοι, φησί· «Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ.» "Ωσπερ γὰρ • ὁ ἐπιθυμήσας γυναικός, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτ τοῦ· › οὕτως καὶ ὁ ἐπιθυμήσας τι πράγμα, είτε καλὸν εἴτε κακόν, ἤδη ἐπλήρωσεν αὐτὸ ἐν τῇ δια αὐτοῦ. Καὶ ἐξομολογήσεταί σοι, φησὶ, ὁρῶντι τὰ ἐγκάρδια· «Ἐξομολογοῦ, ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, ο φησί· καί σου ἡ τοιαύτη ἐπι θυμία εἰς θυσίαν λογισθήσεται, καὶ εἰς θυμίαμα ταύ την τάξει ὁ Θεὸς, καὶ ἐρεῖ τοῖς ἀγγέλοις αὐτοῦ περὶ τῆς ψυχῆς τοῖς βουλομένοις αὐτὴν ἀπώσασθαι τῶν ποδῶν τοῦ Σωτῆρος διὰ τὴν ἀναξιότητα αὐτῆς Αφετε αὐτὴν, ὅτι ἡ καρδία αὐτῆς τεθλιμμένη, καὶ κατώδυνός ἐστι. Τοιοῦτόν τι γέγραπται καὶ περὶ τῶν σαθρωθέντων ἐν Αἰγυπτιακαῖς ἀσεβείαις ποτὲ Ισραηλιτῶν. Λέγει γὰρ ὁ Θεὸς τῷ Μωϋσῃ, ὅτι Ἐγὼ βλέπω τὸν θλιμμὸν, ὅνπερ θλίβουσιν αὐτοὺς οἱ Αἰγύπτιοι,» καὶ ἡ ζωὴ αὐτῶν κατώδυνος ὑπάρχει, καὶ ἤκουσα τοῦ στεναγμοῦ αὐτῶν, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς. Βλέπε ὅτι οὐδεμίαν ἄλλην ἀγαθοεργίαν μαρτυρεῖ αὐτοῖς, εἰ μὴ μόνον, ὅτι ἐταπεινοῦντο, καὶ ἐστέναζον, καὶ διὰ τοῦτο μόνον ἐπεσπάσαντο τὴν τοῦ Θεοῦ φιλίαν· ὅτι οὐκ ἐν τῇ καθαρότητι, ἀλλ' ἐν τῇ ταπεινώσει εμνήσθη ἡμῶν ὁ Κύριος, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν Αἰγυπτίων, καὶ τοῦ πικροτάτου Φαραώ. Φαραὼ δὲ νῦν μισάνθρωπος ἡμῖν ὑπάρχει ὁ διάβολος, ὅστις ἀπ' ἀρχῆς ἀνθρωποκτόνος ἐστίν. Αίγυπτος δὲ ἡ φαυλότης, καὶ ἡ ἁμαρτία εργοδιῶνται οἱ δαίμονες· θλίψις δὲ ἡ παρανομία Καὶ πάλιν ὁ Προφήτης Εγγύς Κύριος τοῖς συν τετριμμένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.» Καὶ πάλιν· «Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ τρέμοντα μου τοὺς λόγους;» Ἔστι δὲ καὶ κατασκευὴ ἔν τισιν ἀνθρώποις φυσική, ευχερώς δάκρυα μὴ παρέχουσα. Τί οὖν χρὴ δακρύων ἐπιθυμοῦντα; Λέξω σοι. Ἐάν
col. 513–514page 228 of 262
PG 79:513μὴ δύνῃ διὰ τῶν ὀφθαλμῶν τῶν φαινομένων δακρῦσαι, ποίησον τὴν διάνοιάν σου, ὥσπερ καθ᾽ ὕπνον κλαίουσαν πολλάκις τεθέασαι, οὕτως καὶ γρηγοροῦσαν, ἐνώπιον τοῦ Θεοῦ κλαίων τῇ ἐνθυμήσει, καὶ ἐκχέον δάκρυα· καὶ δυνήσῃ καθαρθῆναι ἀπὸ τῶν ἁμαρτιῶν· ὐπερ παραινεῖ καὶ ὁ Ψαλμῳδὸς λέγων Εκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. Πλὴν οἶδά τινας μὴ στάντας μέχρι τούτου, ἀλλὰ διὰ πίστεώς τινος, καὶ δεήσεως στρέψαντας τὴν νοητὴν πέτραν εἰς λίμνας ὑδάτων. Συνεχῶς γὰρ τῷ λόγῳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πυκνὰ τὴν καρδίαν κεντοῦντες τῇ μνήμῃ τῶν τοῦ Θεοῦ θαυμάτων, παρα σκεύασαν ἔξωθεν ἀπὸ ἔσω βλύσαι ἀπὸ λιθίνων ὀφθαλμῶν τὸ τῶν δακρύων νάμα. Εἰ δὲ αὐτὸς μὴ δυνηθής τοιαύτης ἐπιτυχεῖν χάριτος, ἧσπερ ἐκεῖνοι ἀπήλαυσαν, ὁρᾷς δὲ ἄλλον ἐν ταῖς εὐχαῖς κλαίοντα, δόξασον τὸν Κύριον ἐπὶ τούτῳ, λέγων· «Εὐχαριστῶ σοι, Κύ ριε ὁ Θεός μου, ὁ ἐμὲ μὲν στερήσας τοῦ τοιούτου λυσι πονήρου, καὶ καθαρτικοῦ δώρου, τῷ δὲ ἀδελφῷ μου χαρισάμενος αυτό. Πλήθυνον τὴν χάριν σου εἰς αὐτ τὸν, ὦ Δέσποτα, ἕως τέλος· μέλος γάρ μου υπάρχει ὁ ἀδελφός· μέλους δὲ ἑνὸς δοξαζομένου, συγχαίρει πάντα τὰ μέλη. Ἐὰν οὕτως διατιθῇς πρὸς τὸν ἀδελ φὴν, καὶ ἱλαρύνῃς πρὸς αὐτὸν τὴν γνώμην σου, συμ μεριστής γίνῃ ἐκείνῳ, εἰς ὅπερ αὐτὸς ἐκτήσατο χάρισμα, καὶ κοινὸς ἀμφοτέροις ἔσται ὁ στέφανος, ἐὰν διὰ τὸν Χριστὸν ταῦτα γίνηται. ΣΝΗ. ΤΡΑΙΑΝΟ. Οὐ χρὴ τῶν δοκούντων εὐτελῶν εἶναι πταισμάτων καταφρονεῖν, ὡς μικρῶν· τὸ γὰρ μικρὸν ἐκεῖνο ἁμάρτημα εἰς μεγάλας παρανομίας δύναται εἰσ. εδιάσαι τὸν ἄνθρωπον, καὶ καταβλάψαι τὰ μέγιστα. Φυλάττου τοίνυν τὰ βραχέα τῆς ψυχῆς παθήματα, ἵνα μὴ διὰ τῶν νομιζομένων μικρῶν ἁμαρτημάτων, πρὸς αὐτὰ τῆς βαθείας φαυλότητος κακελεχθείσῃ τὰ βάραθρα. ΣΝΘ'. ΠΑΛΛΑΔΙΟ ΠΡΕΣΒΥΤΕΡΟ. Οι πονηροί και φιλάμαρτοι λογισμοί χωρίζουσιν ἀπὸ τοῦ Κυρίου τὸν ἄνθρωπον. Ἐὰν δὲ παρακληθείς ὁ Θεὸς θανατώσῃ, καὶ ἀπωλέσῃ τοὺς πονηρούς, καὶ ἀνοσίους λογισμούς, τότε δυνήσεται ὁ ἄνθρωπος ἐξα ναστῆναι τοῦ ἐδάφους τῆς ἁμαρτημοσύνης, καὶ προσ φυγεῖν τῷ ἀγαθῷ Θεῷ. Καὶ τοιοῦτον ὑπολάμβανε εξ ναι τὸ εἰρημένον, ὅτι «Εξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ, ν ὥσπερ ἤμην ἐξ ἀρχῆς, ἐὰν μέντοι ἀποκτείνης ἁμαρτωλούς, ὁ Θεός.» ΣΕ'. - ΣΩΦΡΟΝΙΟ. Λέγεις καὶ μὴ θέλοντί σοι ἀπιστίαν πρὸς Θεὸν ἐγ γίνεσθαί σοι ὑπὸ τοῦ διαβόλου, ἀλλὰ καὶ μὴ πτήξης τὴν κακῶς ὑποτιθέμενον τῇ καρδίᾳ τὴν ἀπιστίαν, ἀνάδειξον δὲ αὐτὸν θαρσαλέως Χριστῷ τῷ μεγάλῳ Ιατρῷ, κράζων· ι Πιστεύω, Δέσποτα, βοήθησον τῇ ἐμῇ ἀπιστία· ι καὶ τεύξῃ θεραπείας. ΣΕΛ'. — ΚΥΡΙΑΚΟ. Ἡ ἁμαρτία πολυσχεδῶς καὶ πολυτρόπως τῇ ἀν θρωπίνη ζωή καταμίγνυται. Ταυτησὶ δέ ἐστιν αἴτιον τὸ μὴ παραλαμβάνεσθαι παρὰ τῶν ἀνθρώπων τὴν
col. 515–516page 229 of 262
PG 79:515428 τοῦ Θεοῦ συμμαχίαν πρὸς τὰ ἐν χερσὶ σπουδαζόμενα. Ἐὰν γὰρ τῆς σπουδῆς ἡ εὐχὴ προηγήσεται, οὐχ εύ ρήσει πάροδον κατὰ τῆς ψυχῆς ἡ εὐπερίστατος καὶ ποικίλη ἁμαρτία. Τῆς γὰρ τοῦ Θεοῦ μνήμης τῇ καρ δίᾳ καθιδρυμένης, ἄπρακτοι μένουσιν αἱ τοῦ ἀντικειμένου ἐπίνοιαι, πανταχοῦ τῆς δικαιοσύνης ἐν τοῖς ἀμφισβητουμένοι; μεσιτευούσης. Χωρίζεται δὲ ἀπ' Θεοῦ πᾶς ἄνθρωπος, ὁ μὴ βουλόμενος διὰ προσευχῆς τῷ Θεῷ συνάπτειν ἑαυτόν. ΣΕΒ΄. ΚΥΠΡΙΑΝΟ. Μέγα μὲν τὸ μηδέποτε καταδέχεσθαι πτῶμα· εἰ δὲ κατὰ συναρπαγήν ποτε τοῦ ἐχθροῦ πταισμά τι προσγένηται, προσφευκτέον τῇ χρηστοτέρᾳ ἐλπίδι. 'Αεὶ γὰρ πρὸς τὰ ἐναντία ῥέπουσιν αἱ ῥοπαὶ τῶν ἀν θρώπων. Εἴωθε δὲ καὶ ἡ πνευματικὴ διδασκαλία ἐξ ελαύνειν τὴν ἐναποτεθέντα ταῖς ψυχαῖς τῆς κακίας η καπνόν. Ομοίως δὲ καὶ οἱ πανάγιοι λόγοι δύναμιν θείαν ἐπιφέρονται, καὶ ἰσχύουσιν ἀπὸ τῆς καχεξίας μεταρρυθμίσαι εἰς ἀγαθοεξίαν τὸν ἀναγινώσκοντα μετὰ πόθου. ΣΕΓ΄. ΡΟΥΦΙΝΟ. Τὸν τῶν μεγίστων γλιχόμενον, οὐ χαύνως, καὶ δια κεκλασμένως, οὔθ' ὥσπερ ἐν παρέργῳ, ἀλλὰ σπου δαίως, καὶ γενναίως ἀνάγκη τῶν ἔργων ἐφάπτεσθαι. ΣΕΔ'. ΧΑΡΙΤΩΝΙ. Ὥσπερ ὁ καπνὸς ἀναχθεὶς εἰς τὸν ἀέρα σημεῖον τῆς οἰκείας φύσεως οὐχ ὑπελείπετο, καὶ κηρὸς ἐν πυρὶ γενόμενος οὐκ ἔτι εὑρίσκεται· οὕτως ἐπὶ πολὺ παρακαλοῦντός σου τὸν φιλάνθρωπον Κύριον, καὶ καθικετεύοντος, ἐὰν φθάσῃ ἐπὶ σὲ ἡ θεία χάρις καὶ δύναμις, τὰ νῦν ἐπικρατοῦντα πάθη εἰς ἀφανισμὸν περιστήσεται. Οὐ γὰρ ὑπομένει τὸ σκότος, τὴν τοῦ φωτὸς παρουσίαν, οὔτε νόσος ἵσταται ἐπιλαβούσης ὑγείας. Οὐκ ἐνεργεῖ οὖν τὰ πάθη παρούσης τῆς ἀπα θείας. ΙΩΝΑ ΜΟΝΑΧΟ. Το • Μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βο ράν, ο τοιοῦτόν τι σημαίνειν ἔοικε. Τὸ γὰρ ἐνεδρευ στικής του πάθους τοῦ μικροῦ δεῖξαι θέλων ὁ μακά ριος Ἰώβ, σύνθετον ἐξεῦρεν αὐτοῦ τὴν προσηγορίαν, ἐκ τοῦ θρασυτάτου λέοντος, καὶ ἐκ τοῦ πάντων εὐτε λεστάτου μύρμηκος συνθεὶς τούνομα. Αἱ μὲν γὰρ προσβολαὶ τῶν παθῶν ἀπὸ εὐτελῶν φαντασιῶν ἄρ χονται πρῶτον, μύρμηκος δίκην λανθανόντως προσω έρπουσαι· τὰ δὲ τελευταῖα ἐπὶ μέγαν ἐξαίρεται ὄγκον ὡς οὐκ ἔλαττον λέοντος ἐπιδρομέως τῷ παρατυχόντι παρασχεῖν τὸν κίνδυνον. Οθεν χρὴ τὸν ἀγωνιστὴν τότε παλαίειν πρὸς τὰ πάθη, ὅταν ὡς μύρμηκες προσέρχωνται, δέλεαρ τὴν εὐτέλειαν προβαλλόμενα. Ἐὰν γὰρ ἐπὶ τὴν τοῦ λέοντος φθάσωσιν ἰσχὺν ἐλθεῖν, δυσκαταγώνιστα γίνεται. Δεῖ τοίνυν αὐτοῖς βυρὰν μὴ παρέχειν. Βορὰ δὲ τούτων εἰσὶν αἱ διὰ τῶν αἰσθήσεων εἰσερχόμεναι τῶν αἰσθητῶν εἰκόνες· αὗται γὰρ τρέφουσι τὰ πάθη, ἕκαστον εἴδωλον ἐκ διαδοχῆς ὁπλί ζουσαι κατὰ τῆς ψυχῆς. ΣΤ΄. - ΑΔΡΙΑΝΩ. Πλειστάκις δεηθείς, καὶ ἀποτυχών, μὴ ἀποκάμης,
col. 517–518page 230 of 262
PG 79:517μηδὲ ἀπελπίσῃς, ἀλλ᾽ ἀνακαινίσας τοὺς πρὸς Θεὸν λιβέλλους, πρόσελθε ἀναιδώς τῷ Δεσπότῃ· προτιμᾶται γὰρ ἐν ταῖς ἀνάγκαις τῆς αἰδοῦς ἡ ἀναίδεια. Δια γὰρ τὴν ἀναίδειαν αὐτοῦ, δοθήσεται αὐτῷ ὅσον θέλει, καθὼς εἶπεν ὁ Κύριος. ΣΞΖ'. — ΦΙΛΟΥΜΕΝΟ ΜΟΝΑΧΟ. Οὐκ ἐν τῷ πεπράχθαι ποτέ, ἀλλ' ἐν τῷ ἀεὶ πράτ τεσθαι, καὶ ἐνεργεῖσθαι τὰ θεῖα κατορθώματα τὴν εὐφημίαν ἔχειν, καὶ τὸν ἔπαινον λογιζόμεθα. ΣΞΗ. Ο ἡνίοχο; νοῦς τὸν μὲν εὐθύνει τῶν ἵππων, τὸν δὲ ανακόπτει, τὸν δὲ καθικνεῖται διὰ τῆς μάστιγος ἐπειδὴ τῶν ἵππων ὁ μὲν γοργὸς καὶ ὀξὺς, ὁ δὲ βρα δύς, ὁ δὲ θερμός· μέχρις ἂν τοῖς πᾶσι μίαν σύμπνοιαν πρὸς τὸν δρόμον ἐμποιήσῃ. Οὐκοῦν οὔτε πλεονάζοντι τῷ θερμῷ κατὰ τὸν καιρὸν τῆς νεότητος, τὰς τῆς πυρώσεως προσθήκας ἐπινοήσῃ, ούτε κατεψυγμένα διὰ πάθος, ἢ χρόνον τὰ ψύχοντα, καὶ καταμαραίνοντα πλεονάσῃ· ἵνα μήτε τὸ πολὺ πλεονάσῃ, μήτε τὸ ὀλί γον ἐλαττονήσῃ· ἀλλὰ τὸ ἐν ἑκάστῳ ἄμετρον περι κόπτων τῆς τοῦ ἐνδέοντος προσθήκης ἐπιμελήσεται, καὶ μετὰ τοσοῦτον τῆς ἐφ᾽ ἑκάτερα τοῦ σώματος ἀχρηστίας φυλάξεται, ὡς μήτε δι' ὑπερβαλούσης εὐ παθείας ἄτακτον ἑαυτῷ, καὶ δυσήνιον ἐπασκήσῃ τὴν σάρκα, μήτε διὰ τῆς ἀμέτρου κακοπαθείας, νοσώδη, καὶ λελυμένην, καὶ ἄτονον πρὸς τὴν ἀναγκαῖαν ὑπο ηρεσίαν κατασκευάσῃ. Οὗτος ὁ τελειώτατος τῆς ἐγ κρατείας σκοπός, οὐ τὸ βλέπειν πρὸς τὴν τοῦ σώμα τος κακοπάθειαν, καὶ κατάλυσιν, καὶ παντελῆ ἀχρείωσιν, ἀλλὰ πρὸς τὴν τῶν ψυχικῶν κινημάτων εύκο. Ο λίαν. ΣΞΘ'. — ΙΟΥΛΙΑΝΩ. Τότε πιστὸς λογισθήσῃ, ὅταν μήπω κομισάμενος τὰ αἰώνια ἀγαθὰ, μένεις προσδοκῶν, καὶ ἀπεκδεχόμενος λήψεσθαι πάντως τὰ αἰώνια ἀγαθὰ, καὶ τὴν θείαν ἐπαγγελίαν ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Εἰ γὰρ νῦν ἑτοίμως, καὶ παραχρῆμα ὁ Κύριος τὰς ἀμοιβές παρείχε τῆς ἀγαθοεργίας, εμπορεία μᾶλλον τὸ πρᾶγ μα ἐτύγχανε, καὶ οὐ θεοσέβεια. Εδόξαμεν γὰρ ἂν εἶναι δίκαιοι, οὐ διὰ τὸ εὐσεβές, ἀλλὰ διὰ τὸ κερδαλέον. ΣΟ. ΠΕΡΓΑΜΟ ΑΝΑΓΝΩΣΤΗ. Εἰ μέχρι τῆς ἐσχάτης τοῦ ἀνθρώπου ἀναπνοῆς, τὴν οἰκείαν ἰσχὺν δείκνυσιν ἡ ἀγαθὴ, καὶ μεγαλωφελής, καὶ ὀνησιφόρος μετάνοια, καὶ ἐν αὐταῖς προσλαμβανομένη ταῖς τοῦ θανάτου πύλαις, τῷ ψυχορραγεῖν ἐπὶ τοῦ σκίμποδος καὶ μέλλειν ἐξιέναι τοῦ σταδίου δι καιοῦσα καὶ σώζουσα τὸν ἑξαμαρτήσαντα, καὶ μεταμεληθέντα, καὶ ἐνώπιον τοῦ Χριστοῦ ἐκτεταγμένου ύπτιον καὶ τὰ τελευταῖα πνέοντα, τίνος χάριν, εἰπέ μοι, σαυτὸν ὠθεῖς πρὸς ἀπόγνωσιν, δέον σπεύδειν πρὸς τὴν ἐπίγνωσιν τῶν πταισθέντων καὶ μεταμέλειαν; ΣΟΑ'. — ΕΥΠΡΑΞΙΑ ΔΙΑΚΟΝΟ. Ἐκ τοῦ λέγειν τὸν ἅγιον· «Τίς δώσει μοι πτέρι γας ώσει περιστερᾶς:» διδασκόμεθα, ὅτι παρὰ Θεοῦ
col. 519–520page 231 of 262
PG 79:519Νοή ἐστι τὸ δοῦναι ἡμῖν πνευματικές πτέρυγας, ἵνα καὶ νῦν τὰ ὀλέθρια πάθη, καὶ ἐν τῇ ἐξόδω τὰς δαιμονικὰς φάλαγγας ὁρμώσας καθ' ἡμῶν, ὑπερπτῆναι ισχύο σωμεν. Οὐχ ἁπλῶς δὲ τοῖς τυχοῦσι τὴν θείαν τῶν πνευματικών χάριν δωρεῖται ὁ Κύριος, ἀλλὰ τοῖς μετὰ πόνου καὶ μόχθου, καὶ ἱδρῶτος αιτουμένοις νύ κτωρ, καὶ μεθ' ἡμέραν. Οὐκοῦν πλέον πάντων τὴν εὐκτικὴν λατρείαν μεταχειρισώμεθα. ΣΟΒ'. - ΠΑΥΛΙΝΟ ΔΟΜΕΣΤΙΚΟ. Μέχρις ἂν σὺ μετὰ πάσης εὐνοίας, καὶ φόβου, καὶ εὐλαβείας ἀναβλέπης πρὸς τὸν σεαυτοῦ Δεσπότην, κἀκεῖνος δηλονότι εὐμενῶς σοι, καὶ φιλοστοργος προσέχει, καὶ οὐκ ἂν δυνηθείη πρὸς σὲ ὁ Σατανᾶς, οὐ πάθος, οὐ συμφορά, οὐχ ἁμαρτία πᾶτα. Οταν δὲ σὺ ἀποστερῶν τοῦ Δεσποτικοῦ φόβου, καὶ ἐπιλάθη τοῦ οἰκείου Σωτῆρος, τότε καὶ αὐτὸς ἀποστρέφει τὸ πρόσωπον ἀπὸ σοῦ, καὶ λοιπὸν γενήσῃ παντὶ κακῷ ὑποχείριος. Οπερ ἐπιστάμενός τις τῶν ἁγίων η χετο λέγων, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. ΣΟΓ'. — ΑΚΥΛΙΝΑ. Εἰ οἱ ἐχθροὶ τῆς ζωῆς ἡμῶν δαίμονες οὐκ ἀποκάμνουσι ποτε, οὐδὲ παύονται παρενοχλοῦντες, καὶ πειράζοντες, ἐνεδρεύοντές τε, καὶ ἐφίλους ποιούμενοι, οὐδὲ ἡμεῖς ὀφείλομεν ὀκνεῖν, καὶ ἀκηδιᾷν, καὶ ἀποκάμνειν, καὶ παύεσθαι τοῦ ἐπικαλεῖσθαι πρὸς βοήθειαν ἡμῶν τὸ τίμιον Χριστοῦ ὄνομα, καὶ διὰ τοῦτο βασανίζειν, καὶ ἐκθλίβειν τοὺς θλίβοντας. Με γάλη γὰρ βάσανος, καὶ ἔκθλιψις, καὶ φόβος τοῖς που νηροῖς πνεύμασιν ἡ προσευχὴ τῶν πιστῶν. ΣΟΔ΄. - ΜΟΔΕΣΤΟ. Οταν ποτὲ ἐν συναισθήσει γενόμενος τῶν ψεκτῶς πεπραγμένων σοι βύθιον στεναγμὸν ἀναπέμψῃς, τότε γνῶθι τετυχηκέναι θείας ἐπισκέψεώς τε καὶ ἀρωγῆς. Ἐπεὶ δὲ φοβεῖσθαι λέγεις, καὶ τρέμειν τὸν ἄνωθεν ἐρχόμενον δικαστήν, εγώ σοι λέγω, ὅτι οὐκ άπογνωστέον, ὦ βέλτιστε, προσκαρτερητέον δὲ μᾶλ λον τῇ ἐνεκτικῇ λατρείᾳ, καὶ ἀγρυπνία, και στερεμνίῳ ἐλπίδι, καὶ ἐλπιστέον σωθῆναι. Οὐκ ἀπο γνωστέων τοίνυν, ὡς εἴρηται, μάλιστα τοῦ δεινοῦ παλαμναίου λίαν γανυμένου, καὶ γεγηθότος, καὶ πλέον ἐπεμβαίνοντος ταῖς νευούσαις εἰς ἀπόγνωσιν ψυχαῖς. ΣΟΕ. – ΑΝΑΣΤΑΣΙΟ. Η γυνὴ ἐκείνη, ἧς τὸ Εὐαγγέλιον μέμνηται, ἡ τὴν γῆν μολύνασα τοῖς τοῦ ἀφάτου αίματος στα γετοῖς, εἰς πρόσωπον πάσης ψυχῆς ἀκαθάρτου λαμ βάνεται. Πίστει γὰρ ὑπερβαλούσῃ χρησαμένη εκείνη καὶ ἁψαμένη κρασπέδου Δεσποτικοῦ, εὐθὺς ἐξήρανε τὴν τοῦ αἵματος πηγήν. Ἐξ οὗ διδασκόμεθα, ὅτι παντὶ ἀνθρώπῳ φοβουμένῳ διὰ τὰς ἁμαρτίας, πιο στεύοντι δὲ, καὶ ἐπικαλουμένῳ Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ, ἀνατέλλει ὁ τῆς δικαιοσύνης ήλιος δικαιο ποιῶν τὸν ἐξαμαρτήσαντα, καὶ θεραπείαν διὰ τῶν ἀχράντων πτερύγων δωρούμενος
col. 521–522page 232 of 262
PG 79:521ΣΟΤ'. -- ΑΦΘΟΝΙΑ. Εὖ ἴσθι τῶν τὴν μεγίστην ἄθλησιν ἀθλησάντων οὐκ ἔλαττον ἀλογιστέον ἄνθρωπον τὸν ἐπιθυμίᾳ μὲν, καὶ συνηθείᾳ σαρκικῇ κατεχόμενον, διὰ δὲ τοῦ Θεοῦ φόβον, διακόπτοντα τοὺς τοιούτους ισχυρούς δεσμούς. ΣΟΖ'. ΘΕΟΦΡΟΝΙ ΔΙΑΚΟΝΟ. Ἐγγίσατε, φησί, τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν.» Καλὸν μὲν οὖν τὸ διὰ καθαρᾶς καὶ ἀμιάντου καρδίας συνάπτεσθαι τῷ Θεῷ. Εἰ δὲ μὴ ἐνδέχεται τοῦτο διά τινα νωθρείαν, ἢ ἀσθένειαν ψυχῆς, κἂν διὰ τῶν στεναγμῶν, καὶ τῶν θρήνων, καὶ τῆς εὐελπιστίας σπούδαζε περιπλέκεσθαι τοῖς ἀοράτοις, καὶ ποθεινοῖς ποσὶ Ἰησοῦ Χριστοῦ τοῦ φιλανθρώπου Δεσπότου Κυρίου ἡμῶν. Εὔσπλαγχνος γὰρ ὧν ὁ παμβασιλεύς Θεός, οὐκ ἀποστρέφεται τοὺς πρὸς αὐτὸν κεχηνότας, καὶ ἀπὸ βάθους καρδίας στενάζοντας, κἂν πολλοῖς ἁμαρτήμασι πεφορτισμένοι τυγχάνωσι, ἀλλὰ προσ βεται καὶ καθαρίζει τούτους, καὶ τῆς υἱοθεσίας δω ρεῖται τὸ χάρισμα, καὶ ἀρετῶν ἐργάτας ἀποφαίνε προϊόντος τοῦ χρόνου. ΣΟΗ'. -- ΦΙΛΟΧΡΙΣΤΟ ΕΠΙΣΚΟΠΟ. Εἰ βούλει ἐξαφανίσαι τὰς τῷ ἡγεμονικῷ ἐγκατα λειφθείσας κακὰς μνήμας, καὶ τὰς προσβολὰς τὰς πολυμόρφους τοῦ δυσμενοῦς, τῇ μνήμῃ τοῦ Σωτῆρος ἡμῶν, καὶ τῇ διαπύρῳ ἐπικλήσει του σεβασμίου ὀνόματος νύκτωρ καὶ μεθ᾿ ἡμέραν εὐχερῶς καθοπλί ζου, σφραγίζων συχνότερον, καὶ μέτωπον, καὶ στῆς θος τῷ σημείῳ τοῦ Δεσποτικοῦ σταυροῦ. Ὁπόταν γὰρ τὸ ὄνομα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνομάζηται, καὶ σφραγὶς τοῦ Κυριακοῦ σταυροῦ ἐπιτίθηται τῇ καρδίᾳ, καὶ μετώπῳ, καὶ τοῖς ἄλλοις μέλεσιν, ἀναμφιβόλως λύεται ἡ τοῦ ἐχθροῦ δύναμις, καὶ τρομάτσοντες φεύγουσι ἀφ' ἡμῶν οἱ πονηροί δαίμονες. Ωσαύτως καὶ ἡ μελέτη τῶν λογίων τοῦ ἁγίου Πνεύματος τὴν τῶν φαύλων λογισμῶν ὕλην ἐξαφανίζει, τὸ νοητὸν ἀπογεννῶσα πῦρ κατὰ τὸ γεγραμμένον, καὶ. Ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ, ο ὅπερ πῦρ διαθερμαῖνον τὸν νοῦν σύντονον τὴν προσευχὴν γενέσθαι παρασκευάζει, καὶ μετὰ συνέσεως τὰ αἰτήματα αὐτοῦ γνωρίζει πρὸς τὸν Θεόν. ΣΟΘ'. ΑΡΚΑΔΙΩ ΒΑΣΙΛΕΙ. Ἰωάννην τὸν μέγιστον φωστῆρα τῆς οἰκουμένης, ΑΡΗΤΙΟΝΙΟ. τὸν Βυζαντίδος πρόεδρον, οὐκ εὐλόγως εἰς ἐξορίαν ἐξέπεμψας, ἐκ πολλῆς ἐλαφρίας τοῖς μὴ ὑγιαίνουσι τὸ φρονεῖν ἐπισκόποις παραπεισθείς. Τῆς τοίνυν ἀλωβήτου, καὶ ἀκραιφνούς διδασκαλίας τὴν καθο λικὴν Ἐκκλησίαν στερήσας, μὴ ἀναλγήτως διά Χεισο. ΩΡΙΓΕΝΕΙ. ΣΠ'. Αδύνατον ἄλλως σωθῆναι τὸν πιστὸν, καὶ ἄφεσιν πλημμελημάτων λαβεῖν, καὶ βασιλείας ἐπουρανίου τυχεῖν, εἰ μὴ μεταλάβοι μετά φόβου, καὶ πόθου τῶν μυστικῶν καὶ ἀχράντων σώματός τε καὶ αἵματος Χριστοῦ τοῦ Θεοῦ.
col. 523–524page 233 of 262
PG 79:523ΣΠΑ΄. - ΑΛΕΞΑΝΔΡΟ Γίνωσκε ὅτι ὅσον πολλὰ ἀῤῥωστεῖς τὸ σαρκίον, καὶ ὅσον θλίβει σε καὶ παιδεύει διαφόρως ὁ Κύριος, τοσοῦτον τὴν πρὸς σὲ εἰλικρινή φιλίαν ἐνδείκνυται ἐπιτείνων. ΣΠΒ΄. — ΙΟΥΛΙΟ ΔΙΑΚΟΝΟ. Μὴ πτήξης πάθος ψυχῆς ὑπὸ τῶν ἐχθραινόντων ἡμῖν δαιμόνων ποικίλως μορφούμενον, καν πάνυ τραχύνηται, ἀλλ᾽ ὑπὲρ πάντα τῇ εὐκτικῇ λατρεία, καὶ τῇ ψαλμωδία ὁπλίζου. Διότι καὶ οἱ μισοῦντες ἡμᾶς λίαν ἀγωνίζονται, καὶ σκοπὸν ἔχουσιν, ἵνα τῇ ἐπιθέσει, καὶ τῷ βάρει, καὶ τῇ παρενοχλήσει οίου δήποτε πάθους, πείσωσιν αὐτὴν τὴν καρδίαν ἡμῶν, καὶ τὸν νοῦν ἀποστῆναι τῆς πυκνοτέρας μνήμης τοῦ Θεοῦ, ὡς μηδὲν ὠφελούσης. Αὐτὸς τοίνυν τὸν σκοπὸν τῶν δυσμενῶν ἐπιγνούς, μὴ ῥίψης τὰ νοητά σου ὅπλα, ἀλλ' ἀνδρίζου, καὶ θάῤῥει, καὶ ἴσχυε, καὶ παντί σθένει σεαυτὸν παρακάλει. ΣΠΓ΄. — ΕΥΘΥΜΙΟ ΕΠΙΣΚΟΠΩ. Κατὰ πάντα μὲν χρόνον σπουδάζει ὁ Σατανᾶς τὴν ψυχὴν ἐν περισπάσει τῶν κρειττόνων ποιῆσαι, μάτ λιστα δὲ ἐν τῷ καιρῷ τῆς εὐχῆς, πολλὰς ποιεῖ μηχανὰς, καὶ μυρίους ὑποβάλλει λογισμούς, ἀπο βουκολῶν τοῦ προκειμένου τὴν διάνοιαν, καὶ ταύτην βέμβεσθαι παρασκευάζει, και μετεωρίζεσθαι, ἵνα κενοῖς κόλποις ἀπὸ τοῦ κρείττονος ἀναχωρήσῃ δ ἄνθρωπος. Οἶδε γὰρ ἀκριβῶς ὁ πονηρὸς, ὅτι τὰ μέγιστα ἀνύσαι δυνήσεται ὁ ἀπερισπάστως τῷ Θεῷ προσευχόμενος, καὶ διὰ τοῦτο οἰῳδήποτε τρόπῳ εὐλόγῳ ρίψαι τὸν νοῦν ἀγωνίζεται. Αλλ' ἡμεῖς τοῦτο ἐπιστάμενοι, ἀντιστρατευσώμεθα τῷ ἡμετέρω ἐχθρῷ, καὶ ὅταν σταθῶμεν εἰς προσευχὴν, ἢ καὶ γόνατα κλίνωμεν, μηδένα λογισμὸν εἰς τὴν καρδίαν ἡμῶν εἰσελθεῖν συγχωρήσωμεν, μὴ λευκὸν, μὴ μέ λανα, μὴ δεξιὸν, μὴ ἀριστερὸν, μὴ γραφικὸν, με ἄγραφον, πλὴν τῆς πρὸς Θεὸν ἱκεσίας, καὶ ἐνατενίσεως, καὶ τῆς ἐκ τοῦ οὐρανοῦ ἐγγινομένης τῷ ἡγε μονικῷ ἐλλάμψεως, καὶ ἡλιοβολίας. Ρίψαντες τοί νυν πᾶσαν ἀφορμὴν, καὶ πᾶσαν ὀκνηρίαν, ἀκηδίαν, καὶ εὐλογοφανίαν, τῷ μεγάλῳ ἔργῳ τῆς προσευχῆς νηφόντως, καὶ θερμῶς σχολάσωμεν, ὅπερ ἐστὶ ῥίζα ἀθανασίας. ΣΠΔ'. — ΕΛΕΥΘΕΡΙΟ ΕΠΙΣΚΟΠΩ. Κατήγοροι αὐτοὶ ἑαυτῶν ἐσόμεθα ἐν τῇ ἡμέρα τῆς κρίσεως ὑπὸ τοῦ οἰκείου ἐλεγχόμενοι συνειδότος. Ποίαν τοίνυν ἀπολογίαν εὑρήσομεν, ή βοήθειαν ἐν ἐκείνῃ τῇ ἀπορία, πλην μόνης τῆς εἰς Χριστὸν τὸν φιλανθρωπότατον Κύριον πίστεως; Μεγάλη γὰρ αὕτη ἀπολογία; μεγάλη βοήθεια, καὶ ἀσφάλεια, καὶ παρρησία, καὶ πρόσωπον τὰ ἀπρόσωπα ποιησάν των διὰ τὴν ἀμύθητον συλλογὴν τῶν πταισμάτων. Ἐν γὰρ τῇ ὥρᾳ τῆς ἀγωνίας ἡμῶν, καὶ τοῦ ἀμέσ τρου φόβου καθάπερ τις εὐμενὴς, καὶ εἰρηνικές, φωτεινός τε, καὶ προσηνὴς ἄγγελος ἐν μέσῳ παρα φανεῖσα ἡμῖν ἡ μνήμη Χριστοῦ τοῦ ποθεινοῦ Δεσπό του, καὶ ἡ εἰς αὐτὸν εὔριζος καὶ ἀσάλευτος πίστις, τὸν τρόμον καὶ τὴν αἰσχύνην ἐξέβαλε, καὶ εὐθυμίας ἐνέπλησε καὶ χαρᾶς, καὶ τὸν ἀλλοτριωμένον εκείων
col. 525–526page 234 of 262
PG 79:525σε τῷ Θεῷ. Τοιοῦτον τοίνυν λογίζον εἶναι, ὅπερ μαθεῖν ἠθέλησας παρὰ τοῦ Ἀποστόλου, μεταξύ τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. ΣΠΕʹ. Ἐὰν γλίχῃ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐ ρανῶν, τὴν θλίψιν ἐπίσπασαι· ὁ γὰρ μὴ θλιβ μενος οὐδαμῶς εἰσελεύσεται, διότι στενή ἐστιν ἡ πύλη. ΣΠΤ. - ΠΑΝΗΓΥΡΙΑ ΔΙΑΚΟΝΩ. Ἐπειδὴ γέγραφας, δι᾿ ἣν αἰτίαν πολλοί πολλάκις τὰ αὐτὰ πλημμελήσαντες, οὐ τὴν αὐτὴν ἔδωκαν δί κην, φημί. Ἐπειδὴ πολλή ἐστιν ἡ τοῦ Κριτοῦ ἀκρι Γεια· ἐν γὰρ τοῖς πταίσμασιν οὐ τὸ εἶδος ζητεῖται μόνον τοῦ ἁμαρτήματος, ἀλλὰ καὶ ἡ γνώμη τοῦ ἁμαρτήσαντος, καὶ τὸ ἀξίωμα, καὶ ὁ καιρὸς, καὶ ὁ τόπος, καὶ ἡ ῥίζα, καὶ μετὰ τὴν ἁμαρτίαν εἰ ἦσθη, εἰ ἀναλγήτως διετέθη, εἰ ἐνέμεινεν, εἰ ἐπέγνω, εἰ ἐκ περιστάσεως, εἰ κατὰ συναρπαγὴν, ἢ κατὰ ἀπάτην, ἢ κατὰ μελέτην, ἢ κατὰ ἄγνοιαν, καὶ πολλὰ ἕτερά ἐστι, δι' ὧν ἡ βάσανος αὕτη χωρεί, και καιροῦ διαφορὰ ἐξετάζεται, καὶ πολιτείας κατάστασις. Οὐ γὰρ ὁ πρὸ νόμου, καὶ μετὰ νό μου, καὶ μετὰ τὴν χάριν τὴν αὐτὴν ἁμαρτίαν ἁμαρτῶν, τὴν αὐτὴν δίκην ὑφέξει, ἀλλ' ὁ μὲν ἡμετ ροτέραν, ὁ δὲ ἀκριβεστέραν, ὁ δὲ ἀπαραίτητον. Ταῦτα δὲ πάντα διαῤῥήδην ἐν ταῖς ἁγίαις Γραφαῖς κεκήρυκται. ΣΠΖ'. - ΕΥΔΑΙΜΟΝΙ ΣΧΟΛΑΣΤΙΚΟ Οταν μέλλης προβαίνειν τὰ πρόθυρα του πυλῶ νος, τοῦτο φθέγξαι τὸ ῥῆμα πρῶτον, Αποτάσσομαί σοι, Σατανᾶ, καὶ τῇ πομπῇ σου, καὶ τῇ λατρείᾳ σου, καὶ συντάσσομαί σοι, Χριστέ, καὶ μηδέποτε χωρίς τῆς φωνῆς ταύτης ἐξέλθῃς. Τοῦτό σοι βακτηρία ἔσται, τοῦτο ὅπλον, τοῦτο πῦργος ἄμαχος. Μετὰ τοῦ βήμα τος τούτου καὶ τὸν σταυρὸν ἐπὶ τοῦ μετώπου δια τύπωσον. Οὕτω γὰρ οὐ μόνον & θρωπος ἀπαντῶν, ἀλλ' οὐδὲ αὐτὸς ὁ διάβολος βλάψαι τι δυνήσεται, μετά τούτων σε τῶν ὅπλων ὁρῶν πανταχού φαινόμενον. ΣΠΗʹ. ΠΡΙΣΚΩ. Μέγα μὲν τὸ διαπαντός νήφειν, καὶ μηδόλως ἁλω ναι ἐπιθυμίᾳ αἰσχρᾷ. Εἰ δέ ποτε συμβῇ τι παθεῖν ἀνθρώπινον, ἐκ τοῦ ἰδεῖν πρόσωπον εξοπτον, στεναγμῷ παραχρήμα τῷ πρὸς τὸν Θεὸν, καὶ τῇ στερνο τυπία, τὸ συμβὰν θεράπευσον ἄλγος, ἀποφεύγων τοῖς λογισμοῖς τὴν φαντασίαν τοῦ τετρωκότος σε κάλλους, μηδόλως βουλόμενος τῷ νοι ταύτην ἐμμελετῶν, καὶ καταμανθάνειν τῷ αἰσχρῷ πάθει την μορφήν· αἱ γὰρ συνεχέστερα: ὑπομνήσεις τύπους βαθεῖς ἐγχαράττουσαι, λυμαίνονται τὴν ψυχήν, ἄκουσαν αὐτὴν τρέπουσι πρὸς τὸ μύσος. ΣΠΘ'. Τῷ αὐτῷ. Οὐκ ὀφείλομεν ὅλως ἀναλογίζεσθαι τὰς προειληφυίας ἀρετὰς, ἀλλὰ καθεκάστην ἄλλας, πάσας δὲ χρη στὰς, καὶ ἐπαίνου ἀξίας ἐπινοεῖν, ὥστε προστιθέναι, καὶ πολυπλασιάζειν τὸ δοθὲν ὑμῖν ἐκ τῆς θείας δυνα
col. 527–528page 235 of 262
PG 79:527άμεως πνευματικὸν τάλαντον, μέχρις εσχάτης ανα πνοῆς καλῶς τοῦτο αὐξάνοντες. ΣΚ'. Τῷ αὐτῷ. Τῆς κατὰ σάρκα συγγενείας καὶ οἰκειότητος οὕτως ἐπιλανθάνεσθαι προσήκει τὸν ἀγωνιζόμενον, ὡς μὴ ὅλως ταῖς τούτων μνήμαις παρενοχλεῖσθαί ποτε. Η ἀγνοεῖς ὅτι καὶ τὸ ἄγαν προσκεῖσθαι τοῖς κατὰ σάρκα συγγενέσι θήρατρον υπάρχει Σατανικών; Εἰ τέθνη και τοίνυν τῷ κόσμῳ, εἰ ἀπετάξω τῷ φθειρομένῳ βίῳ, εἰ συνετάξῳ τῇ οὐρανίῳ στρατιᾷ, καὶ τάξει, καὶ ἀγωγῇ, μηδέν σοι, καὶ τοῖς ἐπιγείοις, μηδὲ πρόσ πασχε τῷ κατὰ σάρκα γένει. Εἰ δὲ, ὡς λέγεις, δέον ται ἐπικουρίας, ὥσπερ τινὰς ξένους πτωχούς, εἰ δύνῃ τούτους εὖ ποίησον, ἀλλὰ μὴ προσπαθείῃς του τοις γηίνως, ἵνα μὴ ἐλεγχθῆς ὅλος σάρκινος, καὶ γήϊνος, καὶ ἀμαθῆς ὑπάρχων. Σ.Λ. Εἰ ὑπὲρ τὰς τρίχας τῆς νοητῆς κεφαλῆς, ὁ Προ φήτης είρηκε πεπληθύναι τους νοητούς δυσμενείς σκόπει πρὸς πόσους πόλεμον ἀνεδέξω. Σ.Β. Εἴωθεν ὁ ταλαίπωρος ἄνθρωπος ἀεὶ πρὸς τὰ βλά πτοντα κατεπείγεσθαι, πολλῶν δαιμόνων κατ' αὐτοῦ στρατευομένων διαπαντὸς, καὶ προτρεπομένων εἰς τὸ κακόν. ᾿Αλλὰ ἡμεῖς τῇ βίς τὴν βίαν καταγωνισώμεθα. Οφείλει γὰρ ὁ ἀγωνιζόμενος διορθοῦσθαι πα σαν ὑπόνοιαν ῥυπαρὰν, καὶ ὀργίζεσθαι πρὸς ἑαυτὸν, καὶ τὸ κρεῖττον ἐπικαλεῖσθαι πρὸς τοῦ χαυνηθῆναι, καὶ μαλαχθῆναι τὸν λογισμόν. Διὰ τοῦτο ἀναγκαῖον λεπτύνειν τὸ παχυνθὲν σαρκίον, διότι παχεία γα στὴρ λεπτὸν οὐκ οἶδε τίκτειν νοῦν. Σ. Γ'. Γυμνάσωμεν τὸν νοῦν πρὸς εὐσέβειαν, είγε ἡ σω ματικὴ κατώρθωται γυμνασία. Η γὰρ σωματική γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος παιδικοῖς ἑοικυῖα μαθήμασιν· ἡ δὲ εὐσέβεια πρὸς πάντα ἐστὶν ὠφέλιμος παρέχουσα τὴν ψυχικὴν εὐεξίαν τοῖς ἐφιε μένοις κτήσασθαι τὴν κατὰ τῶν ἀντιπάλων παθῶν νίκην. Ωσπερ γὰρ τοῖς ἄρτι ἐπὶ τὰ παιδικὰ γυμναζομένοις ἀθληταῖς εὐπρεπές ἐστι τὸ γυμνάζειν τὸ σῶμα, καὶ τὰ μέλη κινεῖν συνεχῶς, ἀνδράσι δὲ αθλητικοῖς ἴδιον τὸ ἰσχύος ἐπιμελεῖσθαι ἀγωνιστικῆς, καὶ ἐπὶ τοὺς μεγάλους ἀλείφεσθαι ἀγῶνας, οὔτ τως καὶ ἐπὶ τῆς ἀρετῆς, τοῖς μὲν ἄρτι ἀρχομένοις τῆς θεοσεβείας, καλὸν ἐπιμελεῖσθαι τοῦ κωλύειν τὰς ἐνεργείας, καὶ κρατεῖν τῶν συντρόφων ἡδονῶν, καὶ παθῶν, ὑφ' ὧν καὶ ἀπροαιρέτως σχεδὸν εἰπεῖν ἐλαύνονται· τοῖς δὲ ἐν ἕξει γεγενημένους τῆς πρακτικῆς ἀρετῆς, πᾶσα σπουδή γινέσθω τοῦ φροντίζειν καὶ τῶν κατὰ διάνοιαν κινημάτων, καὶ φυλάττειν τὸν λο γισμὸν, ὅπως μὴ κινηθεὶς ἀτάκτως κατενεχθῇ ἐπί τι τῶν ἀλυσιτελῶν, καὶ ἁπλῶς τοῖς μὲν ἐστι σπουδή τοῦ τὰς σωματικὰς παιδαγωγεῖν κινήσεις, τοῖς δὲ τὸ τὰς ὁρμᾶς παιδεύειν τοῦ λογισμού, ὥστε προς μόνην κινεῖσθαι τὴν ἐμφιλόσοφον διαγωγήν, μηδε μιας φαντασίας κοσμικής περισπώσης τὸν λογισμὸν
col. 529–530page 236 of 262
PG 79:529ἀπὸ τῶν θειοτέρων νοημάτων. Δεῖ γὰρ τετᾶσθαι τὴν τοῦ θεοσεβοῦντος ἐπιθυμίαν ὅλην πρὸς τὸ ποθούμε 442 νον, ὡς μηδόλως εὑρίσκειν καιρόν τοὺς ἀνθρωπίνους λογισμοὺς ἐνεργεῖν τὰ οἰκεῖα πάθη. Εἰ γὰρ ἕκαστον πάθος, ὅταν ἐν τῷ κεκρατημένῳ κινηθῇ, κατέχει τὸν λογισμὸν πεπεδημένον, διὰ τί μὴ καὶ τῆς ἀρετῆς ὁ ζῆλος σχολάζουσαν ἀπὸ τῶν λοιπῶν καθέξει τὴν ἔννοιαν; Ποίαν γὰρ αἴσθησιν ἔχει τῶν ἔξωθεν ὁ λυ πούμενος πρὸς τὸ τοῦ λελυπηκότος προσώπου είδω λον κατά διάνοιαν μαχόμενος; Ὁ δὲ ἀκόλαστος πολ λάκις καὶ συνεδρεύων τισὶ κατέλυσε τὰ αἰσθητήρια, καὶ τὴν ποθουμένὴν ὄψιν φανταζόμενος, ἐκείνῃ προσ ομιλεῖ τῶν παρόντων ἐπιλανθανόμενος, καὶ στήλη κάθηται άφωνος, εἰδὺς μὲν τῶν ἐν ὀφθαλμοῖς γινο μένων, ἢ λαλουμένων οὐδὲν, νενευκὼς δὲ ἐπὶ τὰ ἔνδον, ὅλος ἐστὶ τὰς φαντασίας τοῦ ποθουμένου προσώπου. Εἰ δὲ ταῦτα οὕτως κρατεῖ τοῦ λογισμοῦ διὰ τὴν προσπάθειαν τοῦ Σατανικοῦ ἔρωτος, καὶ ἀρ γεῖν τὰς αἰσθήσεις παρασκευάζει, πολλῷ μᾶλλον ὁ τῆς φιλοσοφίας πνευματικὸς ἔρως ἀποτάξασθαι καὶ τοῖς αἰσθητοῖς, καὶ ταῖς αἰσθήσεσι παρασκευάζει τὸν νοῦν, μετάρσιον ἁρπάζων αὐτὸν, καὶ τῇ τῶν νοητῶν προσασχολῶν θεωρίᾳ, τῷ Θεῷ τοῦτον ἑνώσει ἀδια σπάστως. Σ.Δ. Οὐ χρὴ ἅμα τῷ θεάσασθαι τὸ εὔμορφον πρόσο ωπον, συναπάγεσθαι εὐθὺς τῇ ἐκ τοῦ κάλλους ἐγγι νομένῃ ἡδονῇ, καὶ τῷ δριμυτάτῳ ἔρωτι συμφοραί σθαι, ἀλλὰ μικρὸν διδόναι διάστημα, καὶ καιρὸν τῷ καλῷ ἐπιλογισμῷ, ὅπως ἂν διασκέψοιτο, καὶ γνώοι συνεχῶς διακρίνας, τί γε εἴη τὸ βλάψον, καὶ τί τὸ ὠφελῆσον, καὶ πόσον μὲν λυπηθήσεται, καὶ κατακόψει τὸ συνειδὸς ἀπεργασθείσης ὁλοπράκτως τῆς ἀθέσμου ἡδονῆς, πόσον δὲ γαυριάσει, καὶ τερφθήσεται, καὶ ἀναβλαστήσει τοῖς ἀγαθοῖς λογισμοίς, καταπαλαίσας γενναίως τὴν ἄτοπον ὄρεξιν, καὶ τῷ ποδὶ τῆς ψυχῆς καταπατήσας τὸ πάθος τὸ μυσαρόν. ΣΕ'. - ΔΙΔΥΜΟ ΑΝΑΓΝΩΣΤΗ. Μή κατοκνῶμεν, μηδὲ κατολιγωρῶμεν προσεύχεσθαι, καὶ ψάλλειν, καὶ μελετάν διδασκαλίαν τοῦ ἁγίου καὶ προσκυνητοῦ Πνεύματος. Ἐν γὰρ δὴ τοῖς βήμασι τῆς θεοπνεύστου Γραφῆς ἐγκέκρυπται ή βασιλεία τῶν οὐρανῶν, ἀποκαλύπτεται δὲ τοῖς προς καρτεροῦσιν εὐχῃ, καὶ ἡσυχίᾳ, καὶ ψαλμοῖς, καὶ τοῖς ἀναγνώσμασιν, ἐξ ων εἴωθεν ὁ νοῦς καταλάμπεσθαι. Σα'. - ΦΙΛΙΠΠΟ Μὴ ἐπαρθῶμέν ποτε κατὰ τοῦ ἀμελήσαντος, μηδὲ καυχησώμεθα, ὅταν δοκῶμεν καθαρὸν ἔχειν τὸ σῶμα, ἀλλὰ φοβήθητι σὺ μὲν ὁ πνευματικός σήμερον, αυ ριον μὴ ἀποφανθής σαρκικός. Ὁ δὲ γήϊνος ἄνθρωπος ἐκ μεταβολῆς γίνεται οὐράνιος. Ὅταν γὰρ δικαιοπραγῶν ἀρθῇς κατὰ τοῦ ἁμαρτήσαντος, ἐκεῖνος εὐ θὺς ὑπὲρ σὲ δεδικαίωται. Σκόπησον τοίνυν, ὦ ἄν θρωπε, μήποτε καὶ σὺ πειρασθῇς, ἴσως γὰρ οὐδέ ποτε παρεχωρήθης ἐν οἷς οὗτος κεχείμασται. ΣΥΖ. -- ΛΕΣΒΙΑ ΔΙΑΚΟΝΟ. Αγωνισώμεθα, μηδὲ τὸ ἀκαρὲς γοῦν ἀναπνεῖν
col. 531–532page 237 of 262
PG 79:531ἐκτὸς μνήμης Θεοῦ· μέγιστον γὰρ ἀγαθόν ἐστιν ἡ ΡΙΟΝΙΟ. ΝΕΟΡΗΥΤΟ μνήμη τοῦ Θεοῦ. ΣΕΗ. ΡΩΜΑΝΟ ΜΟΝΑΧΟ. Όσοι ἄμωμόν τε καὶ ἄθικτον τὴν οἰκείαν παρ θενίαν φυλάξαι σπουδάζουσι, καὶ τὰ ἑαυτῶν σώματα θυσίαν ζῶσαν τῷ Θεῷ παραστῆναι, οὐ μόνον τὴν ἐπιθυμίαν κολάσαι ὀφείλουσιν, ἀλλὰ καὶ φιλοχρηματίαν, καὶ κενοδοξίαν, καὶ γαστριμαργίαν, καὶ δόλον, καὶ ἔριν, καὶ ἔκνον, καὶ γογγισμὸν, καὶ μέθην, καὶ φλυαρίαν, σὺν πάσῃ κακίᾳ. Ἐκεῖνον γὰρ ἐγὼ παρ θένον καλῶ, τὸν καὶ ψυχῆ καὶ σώματι παρθενεύοντα. Καὶ γὰρ δέκα παρθένων ἐν παραβολῇ μνημονεύσας ὁ Κύριος, τὰς μὲν πέντε εἰς τὸν νυμφῶνα τῆς βασι λείας εἰσήγαγε, διὰ τὸ τῇ ψυχῇ, καὶ τῇ σαρκὶ καθα ρεύειν, τὰς δὲ πέντε ἀπέκλεισεν, ἐπειδὴ τῷ σώματι μόνῳ ἐπαρθένευον, τοῖς δὲ λογισμοῖς ἐῤῥυπαίνοντα ἑαυτὰς ἁπατώσαι. ΣΑΘ'. - ΠΙΟΝΙΩ. Καν μήπω καθαρὰν ἐκτησάμεθα καρδίαν, καν στόμα σαυτοῦ καθαρὸν κατασκεύασον, καὶ γὰρ καὶ τῷ λέγοντι, καὶ τῷ ἀκροωμένῳ σπιλὸς γίνεται ἐκ τῶν φαύλων ῥημάτων. Γέγραπται γάρ ο Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης.» Κοίτη γὰρ τοῦ διαβόλου γίνεται γλῶσσα λοίδορος. Τ'. - ΕΥΝΟΜΙΑ ΠΡΕΣΒΥΤΕΡΟ. Οὐ μόνον τὰ ἔξωθεν ἐπιφερόμενα ἡμῖν παρὰ τῶν δαιμόνων τῆς ἀπειρημένης ἡδονῆς μηχανήματα Χριστὸς ὁ Κύριος ἡμῶν καταλῦσαι δύναται, ἀλλὰ καὶ τὰς ἐμφύτους καταργῆσαι κινήσεις. ΤΑ'. - ΝΕΟΦΥΤΟ ΜΟΝΑΧΟ. Οὐ δεῖ καταφρονεῖν τῶν βραχέων δοκουσῶν ἐντο λῶν, ἀλλὰ καὶ ταύτας ποιεῖν σὺν ταῖς μεγάλαις. "Ωσπερ γὰρ καθαιρεθέντος φραγμοῦ ἐπιβουλεύεται τὸ χωρίνον, μένοντος δὲ τούτου δυσεπιβούλευτος ἔσται ὁ ἀμπελῶν, καὶ ὁ παράδεισος· οὕτως ἐὰν φυλάττης καὶ τὰς μικρὰς ἐντολὰς, ὁ νοητὸς ὄφις οὐ δύνατα σε δακεῖν· ἐὰν δὲ κατασπάσῃς τὸν φραγμὸν φυλα κτικὸν ὑπάρχοντα τῶν ἔνδον καρπῶν, ὁ πονηρὸς ὄφι; ῥᾳδίως ἐπιβουλεύσει σοι. ΤΒ'. — ΦΩΚΑ ΑΝΑΓΝΩΣΤΗ. ᾿Αγαλλίαμα ὑπάρχουσι τῆς δαιμόνων μανίας οι φιλαμαρτήμονες ἡμῶν λογισμοί, καὶ ὁ ἑσμὸς τῶν ἀκαθάρτων πράξεων. Ἀλλ' ὅμως ὅταν δυνηθῶμεν ἀνανήψαι, καὶ πρὸς Χριστὸν ἐπιστρέψαι τὸν φιλάνθρωπον, εὐθέως οἱ δυσμενεῖς πρὸς ὀδυρμούς, καὶ κοπετὸν τρέπονται, καὶ λύπην ἀφόρητον. "Οθεν φησί Βαρούχ περὶ τῆς τούτων κακίας, ὅτι ο Ὥσπερ ἐχάρη, καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου, οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτοῦ ἐρημώσει· καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας, καὶ τὸ γαυρίαμα αὐτῆς εἰς πένθος μεταβαλῶ.» ΤΓ', = ΠΡΟΣ ΝΕΩΤΕΡΟΥΣ ΜΟΝΑΧΟΥΣ ΔΙΔΑ ΣΚΑΛΙΑ. Δεῖ τὸν νέον ἀσκεῖν σώματος ἡσυχίαν, καὶ και σμιότητα σχήματος, φωνὴν σύμμετρον, καὶ εἶτα κτον, τροφὴν καὶ πότον ἀθόρυβον, καὶ μετ' ενδείας,
col. 533–534page 238 of 262
PG 79:533ἐπὶ πρεσβυτέρων σιγήν, ἐπὶ σοφετέρων ἀκρόασ ν, πρὸς τοὺς ἴσους ἀγάπην, πρὸς τοὺς ἐλάττονας ἀγαπητικὴν συμβουλὴν, ἀπὸ τῶν φαύλων, καὶ σαρκικῶν, καὶ φιλοπραγμένων ἀναχώρησιν. Ολίγα φθέγγεσθαι, πλείονα δὲ νοεῖν, μὴ θρασύνεσθαι λόγῳ, μὴ περιτ:; τεύειν ὁμιλίαις, μὴ πρόχειρον εἶναι περὶ γέλωτα, αἰδεῖ κοσμεῖσθαι, γυναιξὶ μὴ διαλέγεσθαι, κάτω τὸ βλέμμα ἔχειν, ἄνω δὲ τὴν ψυχὴν, φεύγειν ἀντιλογίας, μὴ διδασκαλικὸν μεταδιώκειν ἀξίωμα, μὴ θαυμάζειν τὰς παρὰ ἀνθρώπων τιμὰς, καὶ μάλιστα τῶν οὐκ εἰδότων τὸ ὄντως τίμιον, μεταδιώκειν τὴν παρὰ ἀν θρώποις τοῖς συνετοῖς ἀποδοχήν, τὸν πάντων καλ λέονα ἔπαινον, προκόπτοντα δὲ συνεθίζεσθαι ἐπιζητεῖν ἔπαινον μόνον τὸν παρὰ Θεοῦ. Καὶ εἰ τοῦ διδά σκειν, καὶ ὠφελεῖν ἑτέρους ἐφίκοιτο, μισθοῦ χάριν τοῦ παρὰ Θεοῦ κειμένου τοῦτο ποιεῖν, καὶ ὡς ἔργον ὀφειλόμενον πληρούν τῷ Θεῷ, καὶ παρ' αὐτοῦ κομι ζόμενον τὴν ἀνταπόδοσιν ἐν αἰωνίαις δωρεαίς. ΤΑ. Οσοι μὴ βούλονται διὰ τῆς τοῦ λόγου ὑπακοῆς, καὶ πίστεως σωθῆναι, οὗτοι κατά τινα ἀπόρρητον τοῦ Θεοῦ ἀγαθότητα διὰ τῶν ἀλγεινῶν, καὶ σκυθρωπῶν ἐπιφορῶν σωφρονίζονται. Τὸ πράως, καὶ μετὰ φιλοσοφίας βαστάσαι βαρειάν τινα, καὶ ἀδόκητον συμφοράν, πάντων ἐστὶν μεῖζον τῶν κατορθωμάτων, καὶ αὐτῆς τῆς ἐλεημοσύνης. Οἶδεν ὁ ἡμέτερος Δεσπότης ὧν χρείαν ἔχομεν, καὶ Ο ἔσθ' ὅτε πρὸς αὐτῇ τῇ ἐξόδῳ, ἀνοίξει ἀναστὰς τῷ κρούοντι δι' εὐχῆς, καὶ ἐλπίδος, καὶ δώσει τὸ πνευ ματικὴν αἴτημα τῆς καρδίας. Κἂν μὴ ταχέως λάβῃς τὸ αἴτημά σου, καν μηδὲ ὅλως λάθης, ἴσως γὰρ οὐ συμφέρει τῇ ψυχῇ σου ἡ αἴτησις· αὐτὸ μόνον τὸ στῆναι εἰς προσευχήν, καὶ προσομιλεῖν τῷ τὰ πάντα κτίσαντι Θεῷ, πόσου ἄξιον, εἰπέ μοι. Ἡμεῖς αἴτιοι τῆς ἡμετέρας ἀπολείας υπάρχομεν. Ἐὰν δὲ μετανοήσωμεν, και κύνες τινὲς ὦμεν περιλείχοντες τοὺς πόδας τοῦ Δεσπότου προτιμησόμεθα η τῶν ἀμελούντων τέκνων. Οσα γὰρ μὴ ἀνύει φιλία, τοσαῦτα ἀνύει προσεδρία, καὶ πένθος, καὶ δέησις Εκτενής. ΤΘ'. Ἐὰν μή τις ὁπλίσηται τῇ καλλίστῃ ὑπομονή, εὐ χείρωτος γενήσεται τῷ Σατανά, μυρία γὰρ θήρατρα ἔνθεν καὶ ἔνθεν παραπήγνυται τοῖς μοναχοῖς. "Οθεν παραινεῖ ἡμᾶς ὁ Κύριος λέγων·. Ἐν τῇ ὑπομονῆ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. ο ΤΙ. Επί βουλόμεθα καὶ ἡμεῖς, ἵνα καὶ πρὸς ἡμᾶς ἔλθῃ
col. 535–536page 239 of 262
PG 79:535ὁ Κύριος, ὥσπερ καὶ πρὸς τοὺς ἀποστόλους τῶν θυρῶν κεκλεισμένων, σπουδάσωμεν ἀποκλεῖσαι τὰς Ούρας, τὸ μὲν στόμα τῇ βελτίστῃ σιωπῇ, τὸ δὲ ὄμμα τοῦ μὴ ἐμπαθῶς βλέπειν, ἀκοὴν δὲ κωλύοντες, ἀκροᾶσθαι ῥημάτων φθοροποιῶν, ἐσφρήσει δὲ καὶ ἀφῇ ἐκκλίνοντες τὰς σαρκικὰς ἡδονάς. Οὐκ ἐπιλανθάνεται ὁ Θεὸς τῶν μεμνημένων αυ τοῦ, ἀλλὰ καὶ πάνυ μνημονεύσει ἀνθρώπου, ἐν ᾧ εἰσιν οἱ λόγοι τοῦ Κυρίου. Φησὶ γὰρ διὰ τοῦ Ἱερε μίου, ἀνθ' ὧν οἱ λογισμοί μου παρ' αὐτῷ εἰσι, μνεία μνησθήσομαι αὐτοῦ. Φάσκεις θλίβεσθαι πάνυ, καὶ ἀμηχανεῖν ἐπὶ πάσι τοῖς ἀθέσμοις, καὶ θεομάχοις λογισμοῖς τοῖς ὑπὸ τοῦ διαβόλου βαλλομένοις τῇ ψυχῇ· ἀλλ' ἀποκρούου και όσον δύνασαι τὴν ἀθυμίαν, καὶ τὴν ἀμηχανίαν, καὶ χαῖρε μᾶλλον τῇ ἐπαγγελίᾳ τῶν θείων στεφάνων σεαυτὸν ἀνακτώμενος, καὶ ῥωννύων. Οὐδαμῶς γὰρ ἀπολέσει Κύριος πάντας τοὺς γνησίας πρὸς αὐτὸν διηνεκώς βλέποντας. ΤΙΓ'. Εἰ θαυμάζεις τὸ κάλλος βλέπων τῶν παρόντων κτισμάτων, πολλῷ μᾶλλον τὰ μέλλοντα θαύμασον. Εἰ καλὰ τὰ δημιουργήματα, πολλῷ μᾶλλον καὶ ἀπειροπλασίως καλλίων ὑπάρχει ὁ ποιήσας Κύριος. Εἰ τὰ πρόσκαιρα τοιαῦτα, ποταπὰ τὰ αἰώνια; Ἀπὸ τῶν ὁρωμένων τοίνυν ἐπὶ τὰ ἀόρατα μεταθες τον νοῦν. ΤΙΔ'. Γνῶθι σαυτὸν πρὸ πάντων, οὐδὲν γὰρ δυσχερέστερον τοῦ ἑαυτὸν γνῶναι, οὐδὲν ἐπιπονώτερον, οὐδὲν ἐργωδέστερον. "Οταν δὲ σαυτὸν γνῷς, τότε δυνήσῃ καὶ Θεὸν ἐπιγνῶναι, καὶ τῷ λογισμῷ ἐπελθεῖν τὰ κτίσματα, ὡς προσήκει. Κυρίως σοφός, καὶ φύσει μόνος ἐστὶν ὁ Θεὸς, ἄγγελοι καὶ ἄνθρωποι κατὰ μετοχὴν ἔχουσι τὴν σοφίαν. Σοφὸς τοίνυν ὑπάρχων ὁ Δεσπότης, ἐπίσταται τίνος μὲν ταχέως ὑπακούσει, τίνι δὲ βραδύτερον παρέξει τὸ αἴτημα. Οὐκ οἴδαμεν γὰρ ἡμεῖς ἑαυτούς, ὡς οἶδεν ἡμᾶς ὁ κτίσας πάντα Θεός, καὶ πρὸς τὸ συμφέρον ἡμῖν βραδέω; ἢ ταχέως ὀρέγει τὴν αἴτη σιν, "Οθεν μηδαμῶς μικροψυχώμεν, μηδὲ ἀκηδιῶ μεν, ἀλλὰ στερεοὶ, καὶ ἑδραῖοι μένωμεν εὐχαριστοῦντες, καὶ αἰτούμενοι καὶ ἀπεκδεχόμενοι, και ἐλπίζοντες λήψεσθαι, «Πῶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν τὰ κρείττονα εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται πύλη δικαιοσύνης;» Τοὺς ἐπιγνώμονας τῆς προσούσης αὐτοῖς ἀσθε νεία:, ὅταν τοὺς προπολεμοῦντας αὐτοῖς δαίμονας ῥαγδαιοτέρους φωράσουσι, ἐπὶ τὸν Θεὸν τὴν πᾶσαν ῥίπτειν ἐλπίδα, καὶ πρόμαχον αὐτὸν γενέσθαι παρα καλεῖν ἐκτενῶς δεῖ. Καθεύδεις, καὶ ὁ χρόνος σε παρατρέχει· ἐγρήγο
col. 537–538page 240 of 262
PG 79:537ρας, καὶ περὶ τὰ μάταια τὴν σαυτοῦ περιέλκεις καρ δίαν· ἀλλ᾽ ὅμως μειοῦταί σου ἡ ζωὴ, κἂν αὐτὸς μὴ αἰσθάνῃ, μηδὲ συνίῃς. Ἴσως ἀγνοεῖς, καίπερ πολλάκις ἀνεγνωκὼς τὸ μὴ χρῆναι παννύχιον καθεύδειν βουληφόρον ἄνδρα. Οὐ δεῖ γὰρ πᾶσαν τὴν νύκτα ὡς νεκρὸν κοιμᾶσθα τὴν ἐξεταζόμενον ταῖς θείαις βουλαῖς, καὶ προσδοκῶντα τὸν Κύριον πότε ἥξει ἐκ τῶν ἐπουρανίων, καὶ λογοθετήσει τὸ καθ᾿ ἡμᾶς. Διόπερ ὁ μὴ γινώ σκων ἅπερ ἀνέγνω, καθεύδεις ἀκορέστως ἀφ' ἑσπέ ρας μέχρι τῆς τοῦ ἡλίου αύριον ἀνατολῆς, δέγχων, καὶ μένων ἀσάλευτος· ὅθεν κἂν ἀπὸ τοῦ παρόντος ἐκδίασαι τὴν σεαυτοῦ νωθρείαν, καὶ σπεῦδε τὸν ἄλογον ἐκτινάξαι ὕπνον, καὶ γεύσασθαι τοῦ τῆς ψαλμῳδίας ἀμβροσίου γλυκάσματος, μετάθες αὐτὸν πρὸς τὴν ἀμείνονα λῆξιν, καὶ καλλίστην κατάστασιν, θέλησον τῇ βίᾳ τῆς φιλοθέου σπουδῆς ἐκνικῆται, καὶ λύσαι τὴν βίαν τῆς ἀμελείας, καὶ τῆς ἀγάτου χαυνώσεως. Εθει γὰρ ἔθος ὑπαλλάσασθαι πέφυκε. Μή μοι τὴν τυραννίδα προβάλλου τῆς συνηθείας. Εἰ γὰρ ἡ χλιαρότης, καὶ ἡ νωθρεία φύσι; ἀπέστησαν, πολλῷ μᾶλλον ἡ σπουδή, καὶ νῆψις φύσις πάλιν γενέσθαι δυνήσεται. Επικαλοῦ τὸν Θεὸν εἰς τὸ βοηθῆσαί σοι, καὶ πάντως ἐπακούσεται, καὶ παρέξει χάρισμα δυ νάμεως, καὶ τὸ ἀνεμπόδιστον πρὸς τὴν ὁδοιπορίαν τῆς ἀρετῆς. Θαυματουργεῖ γὰρ ὁ Κύριος καὶ ἐπε έκεινα φύσεως. Καν γὰρ περιπλεκομένη ἡ προκε κρατηκυία νωθρία τε, καὶ ἀτονία παρεμποδίζειν δικοίη, ἀλλὰ μεῖζον τὸ ἐνισχύον ὀφθήσεται. ΤΙΘ'. Μεγάλην ἡ προσευχὴ παρὰ τοῖς βεβαιοπίστοις τὴν δύναμιν καὶ τὴν ἰσχὺν κέκτηται. Δεῖ οὖν πάντοτε προσεύχεσθαι νύκτα καὶ ἡμέραν. Εἰ δὲ ἀκηδιῶμεν τὴν προσευχὴν, πολλαῖς ζημίαις ὑποπετούμεθα, καὶ τῇ ἐσχάτῃ βλάβῃ, καὶ οὔτε τι τῶν σπουδῆς ἀξίων ἀνύσομεν, καὶ αὐτῷ δὲ ἀποξενωθησόμεθα τοῦ Κυ ρίου, μὴ βουλόμενοι αὐτῷ προσκολληθῆναι δι' εὐχῆς, καὶ ἐλπίδος, καὶ τῆς ἐπαινουμένης προσεδρείας. Οὐχ ἁπλῶς τοῖς τυχοῦσι τὴν θείαν χάριν δω ρεῖται ὁ Κύριος, ἀλλὰ τοῖς μετὰ πόνου και μόχθου καὶ ἱδρώτων αιτουμένοις νύκτωρ καὶ καθ' ἡμέραν. Οὐκοῦν μᾶλλον τὴν εὐκτικὴν λειτουργείαν μεταχειρισώμεθα. ΤΚΑ'. Μὴ ἀπαναίνου ἀῤῥωστεῖν τῷ σώματι, καὶ ποικίλαις ὀδύναις συνέχεσθαι, «Μηδὲ ἀποποιοῦ μου τὸ κρίμα,» καθώς φησιν ὁ Κύριος τῷ Ἰώβ· μᾶλλον δὲ μετ' εὐχαριστίας τὰς ἀλγηδόνας ὑπόμενε, ὅπως διὰ τούτων ἐξαλειφθῶσι πάντα σου τὰ πταίσματα. "Ωσπερ οἱ εισπορευόμενοι εἰς τὸ λουτρόν, γυμνοῦν και παντός περιβλήματος, οὕτω δεῖ καὶ τοὺς ἐν τῇ
col. 539–540page 241 of 262
PG 79:539ασκητική προσερχομένους ζωή, πάσης ὕλης βιωτι τῆς γυμνωθέντας, ἐντὸς γενέσθαι τοῦ κατὰ σοφίαν θείου πολιτεύματος. ΤΚΓ'. Οὐκ ἔστιν εὔλογον γελᾶν, καὶ παίζειν, καὶ τέρπεσθαι τὸν ἐξημαρτηκότα, οὐδὲ μετεωρίζεσθαι ἐν ἀργολογία πολλῇ, θρηνεῖν δὲ καὶ κόπτεσθαι μᾶλλον νύκτωρ καὶ καθ' ἡμέραν, ἀκούοντα τοῦ προφήτου λέγοντος· «Μη χαῖρε, Ισραήλ, μηδὲ εὐφραίνου, καθὼς οἱ μὴ γνόντες τὸν Θεὸν λαοί· ἐπόρνευσας γὰρ ἀπὸ Κυρίου Θεοῦ σου, καὶ πενθεῖν κεχρεώστηκας. Ο ΤΚΔ'. Καμάτου χρήζεις διὰ τὸ προληφθῆναι σε τῷ κακῷ, μεγάλης ιάσεως, μεγάλης εὐεργεσίας, διὰ τοῦτο με γάλης ποιοῦ καταφυγῆς. Χρεία δὲ ὑπομονῆς τῷ προσιόντι Θεῷ, καὶ δεῖ βοῖν ἐπὶ πολὺ ἡμέρας καὶ νυκτὸς, καὶ ζητεῖν τὸν ἀληθινὸν ἰατρὸν, τὸν ἐκ τῶν ἀνιάτων ἰώμενον, τὸν ἀληθινὸν ἐλευθερωτήν, τὸν ἀπὸ τῆς πικροτάτης δουλείας ελευθερῶσαι δυνάμενον. Ἐὰν μικροψυχήσῃς, οὐχ εὑρήσεις· ἐὰν δὲ πα ραμείνεις, ἐπιτεύξη. Παρρησίαν οὐκ ἔχεις διὰ τὴν συνείδησιν, ἀλλὰ προσευχὴν μεθ' ὑπομονῆς δύνασαι ἔχειν. Λέγει γὰρ ὁ Σωτὴρ ἡμῶν, «Αἰτεῖτε, καὶ δοθή σεται ὑμῖν.» Πρὶν ἐκεῖνο τὸ φρικώδες καθεσθῇ δικαστήριον, ἔνθα μὴ μόνον πράξεων, καὶ ῥημάτων, ἀλλὰ καὶ νοημάτ των τῷ τὰ κρυπτὰ βλέποντι εὐθύνας ὑφέξομεν, χρή προφθάσαι τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ο καὶ τοὺς Δεσποτικοὺς ἱλασμοὺς ἐκκαλέσασθαι διὰ τῆς κατὰ τὸν βίον ἐμπόνου ἐπιμελείας, ἐκμιμουμένους τὸν τηλικοῦτον Προφήτην και βασιλέα. Μηδὲν ἐν τῷ φαινομένῳ παρόντι κόσμῳ, τῆς κατὰ Θεὸν ψυχικῆς σωτηρίας θελήσης προκρῖναι. Τόλμησον προσελθεῖν μετὰ κλαυθμοῦ τῷ οὐρανί ἀρχιατρῷ Ἰησοῦ, καὶ πάντα τῆς ψυχῆς σου ἀπογύ μνωσον τραύματα· οὐδὲν γὰρ ἂν εἴη πάθος ἵπερ μὴ ἰσχύει θεραπεῦσαι Χριστὸς φιλανθρωπότατος. ΤΚΗ'. Φεύγωμεν τοὺς τῶν ἀνωφελῶν ἀνθρώπων συνδυασμούς τὴν μόνωσιν ἀσπαζόμενοι· ἐπιβλαβής γάρ, καὶ τῆς εἰρηνικῆς καταστάσεως φθοροποιός ἡ μετά τῶν οἰκειοτέρων συνδιαίτησις. Ωσπερ γὰρ οἱ ἐν ἀέρι λοιμικῷ συγγινόμενοι πάντα νοσοῦσιν, οὕτως οἱ ἀνθρώποις διαφόροις συνδιάγοντες μεταλαμβάνουσι πάντως καὶ τῆς ἐκείνων κακίας. ΣΤΘ'. Ακριβῶς ὀφείλει γινώσκειν ἡ σὴ ἀπαιδευσία, ὅτι ἐὰν τὰ τῶν ἀποστόλων ἐργάζηται σημεία, ὁ φιλενδείκτης, καὶ στασιοποιός, καὶ ἐργίλος, βδελυκτὸς ὑπάρχει ἐνώπιον Θεοῦ, καὶ ἀνθρώπων. Καὶ μὴν μηδὲ
col. 541–542page 242 of 262
PG 79:541ἐκεῖνο ἀγνοήσῃς˙ πολλοὶ τῶν ἐπισκόπων ἔχουσι κατακληρονομῆσαι τὸν κάμινον τοῦ πυρός. ΤΑ'. Μὴ βούλου τὰς συμβαινούσας σοι συμφοράς, καὶ περιστάσεις ἀμέτρως, καὶ ἐπὶ πλεῖον ἐκδιηγεῖσθαι παντὶ τῷ παρατυχόντι. Οὐ γὰρ ὥσπερ αὐτὸς ἡδέως ἔχεις τὸ μνημονεύειν τῶν συμβεβηκότων σοι, οὕτω καὶ τοῖς ἀκροωμένοις ἡδὺ καταφαίνεται τὸ ἀκούειν ἀλλοτρίας κακώσεις. ΤΛΑ'. Εἴ τις εἰδώλῳ αἰσχρᾶς ἐπιθυμίας περιπαρεὶς ἄρο ξεται καθ' ἑαυτὸν τοῦτο ἀναπολεῖν, καὶ ἀναλογίζεσθαι καὶ προσομιλεῖν τῷ πάθει, χαυνωθήσεται πάν τως, καὶ συγκαταθήσεται, καὶ δουλεύσει τὸ ἡγεμονικὸν βαβαλίσαντι, καὶ καταμαλάξαντι ἀνοσίῳ ἔρωτι, και ταλαιπωρήσει, καὶ κακοδαιμονίσει, καὶ τὴν οἰ και αν καταράσσεται ζωήν. Διαφευκτέον ὥσπερ ὄφιν καὶ λέοντά τινα ἀνθρωποβόρον τὰς σαπρὰς φαντασίας· πρέπει γὰρ ἀληθῶς ἀνθρώπῳ Χριστιανῷ μόνα φαντάζεσθαι τὰ πολυανθῆ εἴδη τῶν ἀρετῶν τοῦ Χρι στοῦ. ΤΑΒʹ. Ἐπειδὴ ἐπιθυμεῖς πλειόνων ἀδελφῶν καθηγεῖσθαι, δοκίμασον σεαυτὸν πρῶτον, εἴπερ δύνῃ ἔργῳ μᾶλλον, ἢ λόγῳ τὰ πρακτέα διδάσκειν, εἰκόνα πάσης ἀρετῆς τὸν οἰκεῖον τιθεὶς τοῖς μανθάνουσι βίον, ὡς μὴ τοὺς μεταγράφοντας ἐκεῖθεν τῇ ἁμαρτίᾳ τοῦ σφάλματος ἀμβλύναι τὸ κάλλος τῆς ἀρετῆς. Ἐπεὶ γίνωσκε, ὅτι οὐκ ἔλαττον ὑπὲρ τῶν ἀρχομένων, ἢ ὑπὲρ ἑαυτοῦ ἀγωνιᾷν ὀφείλεις· ὡς γὰρ ὑπὲρ σεαυτοῦ, οὕτῳ καὶ ὑπὲρ ἐκείνων ἀπαιτηθήσῃ λόγον ἅπαξ κατα δεξάμενος τὴν σωτηρίαν αὐτῶν. Καὶ γὰρ καὶ τοῖς ἁγίοις σπουδὴ πᾶσα γέγονε μὴ ἀλλαττουμένους τῆς ἑαυτῶν ἀρετῆς τοὺς μαθητευομένους καταλιπεῖν. Οὕτως ὁ μὲν Ἀπόστολος τὸν Ονήσιμον ἐκ δραπέτου πεποίηκε μάρτυρα. Ο δὲ προφήτης Ηλίας τὸν Ελισσαῖον ἐξ ἀροτῆρος προφήτην εἰργάσατο· Μωϋ σῆς δὲ υἱὸν τοῦ Ναυῆ Ἰησοῦν ἐπὶ τὸ βέλτιον μετεκόμισεν· ὁ δὲ ἱερεύς Ηλεὶ τὸν Σαμουὴλ καὶ μείζονα ἑαυτοῦ ἀπέδειξεν. Εἰ γὰρ καὶ ἡ. τῶν φοιτητῶν σπουδή συνήργησεν αὐτοῖς πρὸς τὴν κτησιν τὴν τῆς ἀρετῆς, ἀλλὰ πᾶν τῆς προκοπῆς αἴτιον αὐτοῖς γέγονε τὸ τυ χεῖν διδασκάλων δυναμένων τὸν ἐντυφόμενον σπινθῆρα τῆς προθυμίας ἐπὶ τὸ μεῖζον ἀναῤῥιπίσαι. ΤΑΓʹ. Το μακαρίζεσθαι τοὺς δεδιωγμένους, δηλοῖ, ὅτι οὐ πάντως τὸ ὑπὸ μόνον ἀλιτηρίων ἀνθρώπων διώκεσθαι χάριν δικαιοσύνης δεῖ ἐννοεῖν. Εἰσὶ γὰρ καὶ ἐχθροὶ ἀόρατοι ἐκδιώκοντες τοὺς ἀνθρώπους ἀπὸ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ τῆς ἀγαθοεργίας διὰ τῆς πα
col. 543–544page 243 of 262
PG 79:543ραβάσεως τῶν δῆθεν μικρῶν ἐντολῶν. Διὰ τοῦτο οὐκ ἐκδοτέον τὰ ὦτα τοῖς ματαιολόγοις, καὶ πρὸς τὸ πάν των σχεδόν καταλαλεῖν ἐνασχολουμένοις, καὶ κακο ῥημονοῦσιν. Ναὶ μὴν οὐδὲ γελοίων ἐφάπτεσθαι χρή σιμον τῇ ψυχῇ. Χυδαιότης γὰρ τοῦτο ὅλον ἐστι, καὶ ὄλισθος πνεύματος, καὶ σημεῖον τῆς ἔνδον ἀναρμοστίας, καὶ χαυνότητος. Δεῖ γὰρ, ἀντὶ τοῦ γελάν, μᾶλλον ὑμνεῖν, καὶ γεραίρειν τὸ θεῖον· τοῖς γὰρ νυ κτὸς καὶ ἡμέρας πρὸς ὑμνῳδίαν Θεοῦ τὸ στόμα ἔχου σιν ἀνεωγμένον, ὁ τῶν ἐπουρανίων ἀγαθῶν θησαυρός ἑτοίμως ἀνέωκται. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΥ ΜΑΘΗΤΗΝ. Ἰδοὺ μετὰ τὰς προλαβούσας ἐπιστολὰς καὶ ταύτας γράφομεν πρὸς σὲ, γινώσκοντες, ὅτι ἐπιζητεῖς ἐκ τῆς ἡμετέρας χθαμαλότητος λόγους παραινέσεως, ἄλλως θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Οὐκ ἐνδίδως ἑαυτὸν εἰς τοὺς περισπασμούς φροντίδας, ἀδελφέ, καὶ μερίμνας του ψυχοφθόρου βίου τούτου. Τί προσδοκᾷς; Μένει σε ὁ καιρός; Α' ἡμέρας παρέρχονται ὡς σκιά. καὶ ὡς ὄναρ. ο Καὶ σὺ ἀμεριμνᾶς, καὶ κοσμίζεις τείχους ἀψύχους. Ο Κύριος ἐποίησέ σε ἀμέριμνον, καὶ σὺ μεριμνᾷς. Πρέν σου τὴν φροντίδα, καὶ αὐτὸς εἰς κληματίδας σαυτὸν ἐπόντισας. Οὐδὲ ἐν μέρος, ὧν παραδοκεῖς, λυσιτελεῖ τὴν ψυχήν. "Ορα, τέκνον, μὴ ζητῶν τὴν δόξαν τῶν ἀνθρώπων, καὶ στερηθῇς τῆς δόξης του Θεοῦ. Δόξης γὰρ οὐκ ἔστιν ἄλλως ἐπιτυχεῖν, ἀλλ᾽ ἢ ἐν τῷ δόξαν φεύγειν· ἕως γὰρ διώκομεν, φεύγει ἡμᾶς. Εἰ βούλει ἔνδοξος εἶναι, μὴ ἐπιθυμήσῃς δόξαν εἰ βούλει ὑψηλὸς εἶναι, μὴ γίνου ὑψηλός. Πρόσεχε σεαυτῷ, τέκνον, καὶ μὴ ὁμηρευέτω σου ἡ διάνοια βαθμὸν ἱερωσύνης, καὶ ἡγουμενείας. Φοβοῦμαι, δέ δοικα, μὴ ζητῶν ἄλλους σῶσαι, ἀπολέσῃς τὴν σεαυτοῦ ψυχήν. "Αγιος καὶ τίμιός ἐστιν ὁ σώζων τὴν ἑαυτοῦ ψυχήν. Οὐκοῦν ἄκουσόν μου, τέκνον, τοῦ χθαμαλού πατρός σου, τοῦ ἐν Χριστῷ ἀγαπῶντος, καὶ ἐλεοῦντός σε. Κατάλειπε, τέκνον, τὰς χαμερπεῖς βουλάς, καὶ ἀπελθὼν ἡσύχαζε ἐν κελλίῳ, φράξας πάντοθεν, μὴ συντυγχάνειν τινὶ τὸ παράπαν, εκτός τε Σαββάτου, καὶ Κυριακῆς, χρόνον ἕνα. Καὶ τότε έχεις γνώναι τὸ συντελὲς τῆς ψυχῆς, καὶ ἄλλα τούτοις, ὅτι πολλάς θλίψεις, καὶ πολλοὺς πειρασμούς, καὶ πολλὰς ἀσθε νείας ὑπομεῖναι ἔχεις. ᾿Αλλὰ μακάριος σύ, ἐὰν ὑπομείνῃς. Εἰ δὲ καὶ τοῦτο οὐ ποιεῖς, μετάβηθι ἐκεῖθεν εἰς ἄλλον τόπον, καὶ εἰ βούλει εἰς κατάνυξιν ἐλθεῖν, μὴ ἀναγίνωσκε Ἑλληνικὰς βίβλους, μήτε ἱστορικὰ, ἢ τροπολογικά, παλαιάν τε μὴ προσψαύτης τὸ σύνολον. Αναγίνωσκε δὲ τὴν Νέαν Διαθήκην,

Book IVLiber IV

col. 545–546page 244 of 262
PG 79:545μαρτυρικὰ δὲ, καὶ τοὺς βίους τῶν Πατέρων σὺν τὰ γεροντικά, καὶ πολλὴν ὠφέλειαν καρπώσῃ. Οὐχ ὡς ἀπόβλητα τὰ τῆς Παλαιᾶς βιβλία, ταύτην φημὶ τοῦ μὴ ἀναγινώσκειν σε. Ἐπειδὴ γὰρ δεκτά εἰσιν, καὶ ὑπὸ Πνεύματος ἁγίου ῥηθεῖσαι, καὶ ἄνευ αὐτῶν ἡ Εκκλησία οὐ συνίσταται· ἀλλ᾽ Ἡσυχασταῖς, καὶ Μονάζουσι κατάνυξιν μὴ τίκτοντα· Πρόσεχε σεαυτῷ, ἀδελφέ. Πολύς ἐστιν ὁ θερισμός, μὴ ἀφείσῃς αὐτὸν, και βάλης καλάμας ἀντὶ στάχυας. Πολὺς ἐστιν ὁ τρυγητός. Μὴ ἀφείσῃς τοῦ δρέπειν καρπούς πνευματικοὺς, καὶ ἄρξῃ καλαμᾶσθαι ρόγας ὀπίσω τῶν τρυ γητῶν. Σὺ δὲ ἄφες τὰ γήῖνα, καὶ σχόλασον τὰ οὐ ράνια. θέρισε, καὶ τρύγησε καρπούς δικαιοσύνης καὶ ἐὰν θέλῃς ἀναπαῆναι, κτῆσαι φίλον τὸν Κύριον, καὶ γίνου νεκρὸς ἀπὸ παντὸς ἀνθρώπου. Γίνου δοῦλος ἑνὸς δεσπότου, ἐπεὶ δουλωθῆναι ἔχεις πολλούς. Ο 13 γὰρ τὴν ἕνα εὐλαβούμενος, τοὺς πολλοὺς οὐ δειλιάσει" μᾶλλον δὲ οἱ πολλοὶ τὸν ἕνα δειλιάσουσιν. Τέκνον, διατί πλαγίαζεις ἐκ τῆς ὁδοῦ τῆς λεγούσης· «Εγώ τίς εἰμι; γῆ καὶ σποδός.» Καὶ θέλεις βαδίζειν εἰς τὴν ὁδὸν τὴν ἑστραμμένην, τὴν γέμουσαν βλέψεις, καὶ κινδύνους. Ποῦ εἴασάς μου τοὺς λόγους, τοὺς πρὸς σὲ κεκρυμμένους νύκτα καὶ ἡμέραν; Ποῦ ἥσου, καὶ τοῦ βλέπεις ἑαυτὸν κρατοῦντα; Ποῦ ἦσθα, καὶ που σε θέλω εἶναι; καὶ ποῦ εἶ; διὰ τὸ ἀγαπᾶν σε τὴν φιλαρχίαν, καὶ διὰ τὸ ἔχειν τὴν γλῶττάν σου ἀκατάστατον, καὶ ἀπολύειν αὐτὴν ἀπαγή. Ποῦ εἰσιν αἱ ἐντολαί μου αἱ πρὸς σὲ, ὅτι κλαύσονται. πένθησον, θρήνησον· μή ζητήσῃς φυλαρχίαν, καὶ ἐν μηδενί μέρει σεαυτόν. Εἰς ἄλλην ὁδὸν ἕλκυσόν σου τὴν ἀγάπην· μετάβηθι ἀπὸ τοῦ κόσμου. Λοιπὸν ἀνάβηθι ἐπὶ τὸν σταυρόν· κουφίσθητε ἀπὸ τῆς γῆς, Εκτίναξον τὸν κονιορτὸν ἐκ τῶν ποδῶν σου. Καταφρόνησον αἰσχύνην· ὑπερέχοντα σε έχε πάντα ἄνθρωπον· κλαῦτον τὸν νεκρόν σου· • Εκβαλον τὴν δοκόν σου, τὴν ἐν τῷ ὀφθαλμῷ σου· ἡ οἰκοδόμησον σου τὸν διεστραμμένον οἶκον. Κράξον· «Ελέγ σόν με, υἱὲ Δαυίδ, ἐλέησόν με, ἵνα ἀναβλέψω. Μάθε, ὅτι πᾶν στόμα φραγήσεται, καὶ μὴ ἐκνῆς τὸ εὐχαριστεῖν ἐν παντὶ καιρῷ. Απόκλεισαν τὴν θύραν σου τῷ ἐχθρῷ· στῆσον ἐν τῷ ζυγῷ τοὺς λόγους σου, καὶ τὴν θύραν σου μοχλοποίησον. Μὴ ὑπνώσῃς ἀκη είᾳ, μήποτε ἐξαίφνης ἔλθῃ εἰς τὰ ὦτά σου. «Ἰδού ὁ νυμφίος, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ.» Καὶ τί ἐρεῖς τότε; Ασχολούμαι οὐ καιρῷ. Ἐκεῖνος ἀνέπαυσεν σε, καὶ σὺ θέλεις μοχθεῖν. Οὐ μένει σε ὁ καιρὸς τοῦ πενθῆσαι, καὶ θρηνῆσαι, καὶ κληῦσαί σου τὰς ἁμαρτίας. Μιμνήσκου, ὅτι εἶπεν ἐπὶ τῆς θύρας, ὅτι • ΚλείσεταιΓοργόνευσον, ἵνα μὴ ἔξω μείνης μετὰ τῶν μωρῶν παρθένων. Μετάβηθι τῷ λογισμῷ ἀπὸ τοῦ ματαίου βίου τούτου εἰς ἄλλον αἰῶνα. "Αφες τὰ γήῖνα, καὶ ζήτησον τὰ οὐράνια. Εγκατάλειπε τὰ φθαρτά, καὶ εὑρήσεις τὰ ἄφθαρτα. Φεύγε τῇ διανοίᾳ ἀπὸ τῶν προσκαίρων, καὶ ἀπαντήσεις αἰώνια. Νέκρωσον τὰ μέλη τῆς σαρκὸς, ἵνα ζητήσῃς τελείως. Σὲ οἶδας πῶς λαλῶ. Νόησον τὰ λεγόμενα· πόνησον ἀκριβαζόμενος εἰς αὐτά, καὶ εὑρήσεις τοὺς κατὰ
col. 547–548page 245 of 262
PG 79:547Θεόν κεκρυμμένους θησαυρούς· καὶ μὴ καταισχύνης μου τὰς πολιὰς ἐνώπιον Θεοῦ, ὑπερευχομένου σου ἡμέρας καὶ νυκτός. Μὴ εἴπῃς, ἀδελφὲ, ὅτι ὡς ὅλοι οἱ μονάζοντες, καγώ. Λέγω σοι, τέκνον, πολλὰ φυτά εἰσιν ἐν τοῖς ὄρεσι καὶ βουνοῖς, λόχμαις τε καὶ πεδιάσιν, ἀλλὰ μόνα τὰ κάρπιμα παραδείσου εἰσὶν ἄξια· τὰ δὲ ἄκαρπα πυρὸς ὑπεκαύματα. • Πᾶς γάρ, φησίν, ὁ ποιῶν τὴν ἁμαρτίαν δουλός ἐστι τῆς ἁμαρ τίας, κἄν τε ἱερεὺς, κἂν βασιλεὺς, κἂν μονάζων, ἢ μυρίους στεφάνους λιθοκολλήτους ἐπὶ τῆς κεφαλῆς περίκειται. «Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ.» Ο γὰρ ἀξιωθεὶς ἐνδύσασθαι τὸ ἅγιον σχῆμα, καὶ μὴ ποιῶν τὰ ἔργα τοῦ σχήματος, δένδρον ἐστὶν ἔχον φύλλα πολλά, καρποὺς δὲ οὐδόλως. Τῷ οὖν λέ γειν, ὡς ὅλοι οἱ μονάζοντες, κἀγὼ τὰ τοιαῦτα μή ματα οὐδέν σε ὀνήσουσιν ἐν ὥρᾳ, ὅτε ἡ ψυχή σου τοῦ σώματος χωρίζεται, ἀλλὰ καὶ πολλῆς κατακρίσεως, καὶ ἐφόδιον κολάσεως γενήσονταί σοι. Τὸ λοιπὸν, ἀδελφὲ, μὴ ὕψου ἑαυτόν· ο Διότι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.» Όρα, ἀδελφὲ, μὴ ἐπ' ἐλπίδι τῆς μετανοίας πλῆθος κακῶν εἰς ἑαυτὸν συλλεξάμενος τὴν ἁμαρτίαν θερήσῃς, τῆς δὲ συγχωρήσεως ἀποτύχῃς. «Θεὸς οὐ μυκτηρίζεται. Τὰ ἀκουσίως γινόμενα ὑπὸ γνησίας μετανοίας ἐξο αλείφονται· τὰ δὲ ἑκουσίως πραττόμενα πάσης ἀπο λογίας ἑστέρηνται. Τέκνον, φεῦγε ἡδονήν· νόησαν, ὅτι μετάνοια ὁ καρπὸς αὐτῆς, καὶ πικρότερον χολῆς ἔσται σοι καὶ ι Ὑπὲρ μάχαιραν δίστομον, ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δελούλωται. Βάσανα καὶ κρίσεις ὑπὲρ λόγου ἀργοῦ, πόσῳ γε μᾶλλον ἡ συν κυλινδούμενος τῇ ἡδονῇ; Γέγραπται γάρ·. Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθείρει τοῦτον ὁ Θεός.» Αρα τὰ μέλη τοῦ Χριστοῦ ποιήσεις πόρνης μέλη; Μὴ γένοιτο, καὶ μάλιστα δὲ ἐν ναῷ ἀφιερωμένῳ. Φεύγε ἡδονὴν, ὦ τέκνον, ἀπωλείας καὶ θανάτου μη τέρα. Μὴ ὑπακούσῃς τοῖς λόγοις αὐτῆς, ἐπεὶ ὡς λύκος προσαίνει ἄρνας· φεύγε πάντα περισπασμόν, καὶ πᾶσαν τρυφὴν, ἀργείαν· στρῖνος κάλλος προσ ώπου, ὄλισθος ὀφθαλμῶν· ῥῆμα γλυκὺ βέλος ἀκοῆς, ἥτις τῇ ἡδυπαθεία παρέχει τὰ μέλη. Τοῦ τοιούτου ἀνθρώπου ἐστὶν ἡ ψυχὴ ἀὴρ τοῖς πονηροῖς πνεύμασιν, καὶ σύμβουλός ἐστιν εἰς τὸ κακὸν, καὶ τὸ σῶμα φυλακὴ τῶν ἀκαθάρτων λογισμῶν, ὃν ἑαυτῷ κρύ πτουσιν, καὶ δυνήσονται κατά τοιούτου. 'Αδελφέ, αιδέσθητι τὸν ἄγγελον τὸν φυλάσσοντά σε· καὶ μὴ λυπήσῃς τοὺς ἁγίους ἀγγέλους, καὶ χαροποιήσης τοὺς δαίμονας. Μνήσθητι τῆς δυσωδίας τῶν γυναικῶν, καὶ τίς ἐκ τούτου ὄνησις, ἢ μὴ πύρ ἄσβεστον, καὶ σκώληξ ἀτελεύτητος, ο καὶ βρυγμός οδόντων. ο Ηδονὴ γάρ ἐστιν ἔχθρα εἰς Θεόν. Αδελφέ, εἰς νοῦν βάλε τὸν ἀκοίμητον όμμα, ὅτι ἐφορᾷ σου τὰς πράξεις, καὶ τὴν καρδίαν ἐμβατεύει, έρευνα τοὺς λογισμούς, φανεροῖ τὰς ἐννοίας, ο δυνάμενος ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννη πυρός.» Εξέτασον σεαυτὸν, τίς εἶ· γνῶθι σαυτοῦ τὴν φύσιν, ὅτι θνητὸν μέν σου τὸ σῶμα, ἀθάνατος δὲ ἡ ψυχή. Υπερόρα σαρκός, παρέρχεται γάρ. Επιμελοῦ τῆς ἀρετῆς πνεύματος
col. 549–550page 246 of 262
PG 79:549ἀθανάτου Μέγα καὶ χαλεπὸν τὸ ἁμάρτημα. Πολλή σου ἡ χρεία τῆς ἐξομολογήσεως, δακρύων πικρῶν, συντόνου προσευχῆς, ἀγρυπνίας διηνεκούς, ἀδιαλεί που νηστείας. Πρόσεχε σεαυτῷ, τέκνον. Ἐν μέσῳ παγίδων διαβαίνεις - κεκρυμμένοι γὰρ βρέχει παρὰ τοῦ ἐχθροῦ. Φύλαξον οὖν μήποτε ἐν τῇ καρδίᾳ σου κρύπτων ἀνόμημα. • Ο γὰρ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρ εἰς αὐτοῦ.» Διότι αἱ μὲν τοῦ σώματος πράξεις ὑπὸ πολλῶν διακόπτονται, ὁ δὲ κατὰ πρόθεσιν ἁμαρτάνων τῷ τάχει τῶν νοημάτων συνεπαρτιζομένην ἔχει τὴν ἁμαρτίαν. Μνήσθητι, ὅτι τοῦτο μέν σοι τὸ παρὸν, ἡ δὲ εἰς πικρὸν καταντήσει πέρας. Καὶ ὁ νῦν ἐκ τῆς ἡδονῆς ἐγγινόμενος τῷ σώματι γαργαρισμός, οὗτος γεννήσει τὸν ἰοβόλον σκώληκα ἀθάνατον κολάζοντα ὑμᾶς ἐν τῇ γεέννῃ, καὶ πύρωσις τῆς σαρκὸς μήτηρ γενήσεται τοῦ αἰωνίου πυρός. Ὑπὸ θηρὸς δαχθεὶς κύων, πλέον ἐθυμώθη κατ' αὐτοῦ τῷ πόνῳ τῆς πληγῆς πρὸς αὐτὸν ἀ συγχώρητος γενόμενος. Εἰς νοῦν λάβε, τέκνον, τὴν θλί ψιν καὶ τὴν ἐκκοπὴν τῆς προσευχῆς· λάβε κατὰ νοῦν στὸν καθήμενον ἐπὶ τῶν Χερουβὶν, καὶ βλέποντα ἀδύσε σους.» Εγώ μὲν, τέκνον, ὅ ἦν ἐν ἐμοὶ, πεποίηκα κατὰ τὸν προφήτην τὸν λέγοντα, ὅτι ο Ἐὰν ἴδῃς τὸν ἀδελφόν σου πορευόμενον ἐν ὁδῷ οὐκ ἀγαθῇ, καὶ μὴ σημάνῃς αὐτῷ, ἐκ τῆς χειρός σου ἀπαιτήσω αὐτοῦ τὸ αἷμα.» Καὶ διὰ τῶν πρώην ἐπιστολῶν εἶπόν σοι, καὶ ἰδοὺ πάλιν τὸ αὐτὸ λέγω σοι· οὐ συμφέρει σοι βαθμὸς ἱερωσύνης, οὔτε τὸ καθηγεῖσθαι, καὶ ἄρχειν τινῶν· πολλοὶ γὰρ τῶν μοναχῶν ἐν τῇ ἐρήμῳ μετὰ νηστείας, καὶ ἐγκρατείας εὐσεβῶς διαπρέψαντες, καὶ δίκην φωστῆρος ἐκλάμψαντος περιβόητοι γεγόνασι καὶ ἑκουσίως καὶ ἀκουσίως εἰς ἱερωσύνην ἀχθέντες, καὶ τῷ κόσμῳ πλησιάσαντες τὰς μὲν ἀρετὰς ἔτι διὰ πολ λοῦ μόχθου, καὶ κάπου, καὶ ἱδρώτων κτησάμενοι ἀπὸ ώλεσαν. Απελθόντες γὰρ πρὸς τοὺς ἄλλους θεραπεῦσαι, αὐτοὶ μὲν πεπτώκασι, τῷ τῆς γαστριμαργίας καὶ φιλαργυρίας πάθει ἐνιειμένοι καὶ τῇ πορνείᾳ πι πτώκασιν. Εσχατον δὲ καὶ τὰ μέλη αὐτῶν μαχαίρας ἀποτεμόντες τεθνήκασι διπλούν θάνατον, τὸν τῆς ψυχῆς λέγω, καὶ τοῦ σώματος. Διὰ τοῦτο καὶ ᾿Από στολος παραινεῖ ἡμῖν λέγων· ο Εκαστος ἐν ᾗ ἐκλήθη, ἐν ταύτῃ καὶ μενέτω. ο Αδελφέ, σὺ οἶδας, πως λαλῶ διακρίνων τὰ λεγόμενα ἀγχίνους υπάρχων. Δώοι γάρ σοι ὁ Κύριος σύνεσιν τοῦ νοῆσαι καὶ ποι ῆσαι τὰ λυσιτελῆ. Οἶμαι γάρ, ὅτι οὐ τοσοῦτον ἀπέ δρας τῆς τῶν Πατέρων κατηχήσεως, ἀλλὰ καὶ λίαν φιλόπονος τύπος ὠφελείας γέγονας, καὶ γενήσῃ. Ορα, ἀδελφέ, μὴ βλασφημηθῇ τὸ καλὸν ὄνομα τοῦ Θεοῦ διὰ σέ. Μὴ γενοῦ τοῖς βουλομένοις σωθῆναι απ τος σκανδάλου, ἀλλὰ μᾶλλον γίνου πρόβατον, καὶ οὐ λύκος, ἵνα μὴ γενήσῃ ὀλετήρ, καὶ οὐ ζωή, έμφαξ, καὶ οὐ τώπυρος, ζητάνιον, καὶ οὐ σίτος, καλάμη, καὶ οὐ χρυσός, ἐκτάραγμα, καὶ οὐ γαλήνη. Ορα, ἀγαπητέ, μὴ εἰς πέρας ἄξῃς τὸ περιφημούμε νον διὰ σὲ, μὴ γέλως ἔσῃ ἐπὶ τοῖς βιωτικοῖς. Εἰ δὲ τούτας ἐφήψω, ἐμπαροιστρήσῃ λόγου ἢ φρονήσεως. Τάχος «Εκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν,
col. 551–552page 247 of 262
PG 79:551καὶ γὰρ πιστεύομεν, ὅτι οὐ παρακούσῃ τῆς ἡμῶν οὐδενίας· πλὴν ἔστω καί ἐστιν ἡ τοῦ Θεοῦ χάρις μετὰ τῶν φυλασσόντων τὰς ἐντολὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὗ ἡ δόξα, καὶ τὸ κράτος εἰ; τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Β'. Εἰ ὀσμὴ ἰχθύος ποταμιαίου ίσχυσεν ἐκβαλεῖν τὸ δαιμόνιον, καὶ μακρὰν φυγαδεῦσαι ἀπὸ τῆς τοῦ Ῥαγουὴλ θυγατρός, πολλῷ μᾶλλον ὁ προσεγγισμὸς τῆς ὀσμῆς τοῦ ἁγίου Πνεύματος ἐξελάσει ἀπὸ σοῦ τὸ φιλήδονον πνεῦμα τὸ ἐγκρυπταζόμενον ἐν τοῖς τοῦ σώματος μέλεσι, καὶ ἐξεγεῖρον τὰ τῆς ἡδονῆς κύ ματα, καὶ τῆς ἐνθυμίας, τοὺς λογισμοὺς καπνίζον ἀδιαλείπτως. Γ'. Πλεῖον τῶν ἀγρίων ἀνέμων τῶν ταραττόντων τὴν θάλατταν χειμάζει τὴν τοῦ ἱερωμένου ψυχὴν ὁ τῆς κενοδοξίας δεινότατος σκόπελος. Μάχου τοίνυν ὑπὲρ πάντα πρὸς τὴν κενοδοξίαν, καὶ μὴ ἀμερίμνως διά κεισαι ὡς μηδὲν ὑπ' αὐτῆς βλαβησόμενος. Νήστευε δὲ μὴ μόνον ἀπὸ ἄρτον, καὶ οἴνου, καὶ κρεῶν, καὶ ἄλλων τινῶν βρωμάτων ἢ πομάτων, ἀλλὰ πολὺ πλέον ἀπὸ τῶν λογισμῶν, ἀπὸ ἀκροάσεως, καὶ ἀπὸ λαλιᾶς πονηρᾶς καὶ βλαβερᾶς, ἀπὸ θυμοῦ, καὶ βασκανίας, καὶ γελοίων, καὶ τῶν ἑξῆς ἀτοπημάτων. Δ. Ἐν μὲν τοῖς στρατολογήμασι τοῖς ἔξωθεν ἄνδρες μόνον καὶ νεανίαι εκλέγονται, γέροντες δὲ παρορῶνται καὶ παῖδες ἀπολείπονται, καὶ δοῦλοι ἀποδοκμάζον ται, γυναῖκες δὲ καὶ ἀποδιώκονται διὰ τὸ τῆς φύσεως ἀσθενές. Ἐν δὲ τῷ κατὰ Θεὸν ἀγῶνι, καὶ τῷ στρατο λογήματι τῆς εὐσεβείας γέροντες καλοῦνται, καὶ νεα ναι προτρέχουσι, καὶ παῖδες ὁρμῶσι, καὶ δοῦλοι προ Ούμως, καὶ μετὰ παῤῥησίας ἀπαντῶσι, καὶ γυναῖκες οὐκ ἀπόβληται δείκνυνται, ἀλλ' ἐφάλλονται θερμῶς, καὶ ἀνδρείως κατὰ τοῦ διαβόλου, καὶ ἀγωνιζόμεναι νικῶσι τὸν ἐχθρὸν καταπαλαίουσι, καὶ τρόπαια ἱστῶσι, καὶ καταστεφανοῦνται τῶν ἐναντίων καθ' ἑκάστην ἡμέραν.
col. 553–554page 248 of 262
PG 79:553Νοητῶς ἀνάγνωθι τὸ, «Ἐὰν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται.» Σῶμα γὰρ νῦν λέγεται ἡ ψυχή, ὀφθαλμὸς δὲ ὁ τους. Ἐν τῷ καιρῷ τοῦ τῆς πορνείας πολέμου παραι τοῦ τῶν ἑστιατόρων τὰς κλήσεις. Εἰ δὲ ξένος ἀπαν τήσῃ σοι, τότε αὐτὸν μὲν θεραπεύσας ἀνάπαυσον, σεαυτὸν δὲ περικεκαλυμμένως τῇ ἀσιτίᾳ καὶ τῇ δίψη περίφραξον. Ζ'. - ΜΑΡΙΑΝΟ ΜΟΝΑΧΟ. ΜΑΚΙΑΝΟ Ὁ ἰατρὸς καν κολάζῃ ὀδύνας προσάγων τῷ κάμνοντι, κἂν θάλπῃ καὶ ἀναπαύῃ, κηδεμονικώς πάντα καὶ μετ' ἐπιστήμης ποιεῖ. Σὺ δὲ, εἰ βούλει μήτε ἐνταῦθα, μήτ' ἐκεῖ δοῦναι δίκας, ἀπαίτησον σεαυτὸν εὐθύνας· εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Καὶ πῶς ἂν, φαίης, δίκας ἐμαυτὸν εἰσπράξω; Εγώ φήσω. Ταπείνωσον ἑαυτὸν, πένθησον καὶ στέ ναξον ἐπὶ τοῖς παραπτώμασί σου. Οὐ μικρὰ γὰρ τιμωρία καὶ βάσανος τῇ ψυχῇ, τὸ ἀναλογίζεσθαι καὶ θρηνεῖν τὰ οἰκεῖα σφάλματα, ἀλλὰ καὶ μεγάλη τοῦτό γε ὀδύνη, αἰκία, καὶ κόλασις, καὶ διὰ τοῦτο ἆθλον δικαιοσύνης χαρίζεται Θεὸς τῷ ἀνθρώπῳ τῷ δι' ἐξ ομολογήσεως αὑτὸν κατατρύχοντι. «Λέγε γάρ, φησί, πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς· ο λέγε, πρὶν ἄλλος σου κατηγορήσει, ἵνα δίκαιος γένῃ. ριο Η'. - ΦΛΟΡΕΝΤΙΟ ΔΙΑΚΟΝΟ. Ψυχὴ ἐγκαταλειφθεῖσα ὑπὸ τοῦ Θεοῦ, διαχεῖται καὶ διασκορπίζεται εἰς πᾶν ἁμαρτημάτων εἶδος καὶ γένος. Διό φησιν ὁ Κύριος, ὅτι • Διασκορπιώ σε ἐν ταῖς χώραις, καὶ διασπερῶ σε ἐν τοῖς ἔθνεσιν.» Θ. Τῷ αὐτῷ. Οταν μετὰ τὴν εἰς τὸ χεῖρον μετάπτωσιν ἄνθρω τος πλανηθῇ, καὶ χειμασθῇ, καὶ κλυδωνισθῇ, εἶθ' ὕστερον συναισθόμενος, καὶ ἀνανήψας ἐπὶ τὸ κατὰ φύσιν παλινδρομήσει καλόν, τότε λέγει ὁ Θεὸς, ὅτι Εκλείψει ἡ ἀκαθαρσία σου, καὶ κατακληρονομήσω ἐν σοὶ, καὶ γνώσῃ, ὅτι ἐγώ Κύριος.» Ι'. - ΥΔΡΟΣΙΑ. Εβδελύξατό σε ή στολή σου, τουτέστιν, ἡ σάρξ σου ἐμίσησε τὸν νοῦν σου τὸν μοχθηρὸν ἐπιτάσσοντα αὐτῇ ἀπαύστως ἐργάζεσθαι τὰ ἀπηγορευμένα. Ότι δὲ οἱ προεστῶτες τὰ δέοντα παρασιωπήσαντες κολα σθήσονται ὑπὲρ τῆς ἀπωλείας τῶν ὑπ' αὐτοὺς τεταγμένων, βλέπε τί λέγει ὁ Κύριος· «Ἐὰν μὴ λαλήσῃς, φησί, τοῦ φυλάξασθαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτ τοῦ, αὐτὸς ὁ ἄνομος εἰς τὴν ἁμαρτίαν αὐτοῦ ἀπο θανεῖται· τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν σου ζητήσω.» ΛΙΡΙΑΝΟ. Λέγεις ὅτι ἠθελόν ποτε μηδένα ἄνθρωπον φοβηθής και πλὴν τοῦ Θεοῦ. Εἰ τοίνυν τούτων οὕτως γλίχη κατορθῶσαι, ἀπόταξαι παντὶ τῷ γηίνῳ καὶ προσ Χ.
col. 555–556page 249 of 262
PG 79:555καίρῳ πράγματι, καὶ μηδὲν εἰς τὸ παντελὲς ἔχε. το Καγώ σοι ἀντιφωνῶ, ὅτι οὐ φοβηθήσῃ οὐδένα, ούχ ὕπατον, οὐχ ὑπαρχον, οὐ δῆμον, οὐ λῃστάς, οὐ πειρατὰς, οὐκ ἄρχοντα, οὐ βασιλέα, οὐδὲ αὐτοὺς τοὺς δαίμονας, καὶ τὸν κοσμοκράτορα διάβολον. ΙΒ'. - ΠΑΝΟΛΒΙΟ. Τί ἔξω, καὶ μακροτέραν αποτρέχεις, ἄνθρωπε; Σαυτὸν γὰρ νόησον υἱὸν χήρας υπάρχειν, δηλαδὴ καταστάσεως χηρευούσης ἀπὸ δικαίου φρονήματος, καὶ ἰσχυρογνώμονος, ἐκφερόμενος πρὸς τάφον ὑπὸ τῶν κακῶν τὴν ψυχὴν βασταζόντων παθῶν τε σαρ κικῶν, καὶ δαιμόνων φιλορυπάρων. Καὶ διὰ τοῦτο εύξαι μετὰ δακρύων, ἵνα ὁ Δεσπότης Χριστός κατ αξιώσῃ ἅψασθαι τῆς σοροῦ, ὅπερ ἐστὶ τὸ πολυπαθὲς σῶμα· καὶ οἱ βαστάζοντες στήσονται, τουτέστι παύ σονται τοῦ δρόμου τῆς νεκροφόρου κακίας παυσαμένων γὰρ αὐτῶν, καὶ τῆς πρὸς τὸ χεῖρον προκοπῆς ἐμποδισθέντων, ἀναστήσεται παραδόξως ὁ ἀνθρώπινος νοῦς καὶ παραδοθήσεται ζῶν τῇ ἄνω ἡμῶν μητέρι Ἱερουσαλήμ πολλὰ ὀδυρομένῃ καὶ πενθούσῃ. «Φωνή γάρ, φησὶν, ἐν Ῥαμὰ ἠκούσθη,» τουτέστιν ἐν ὑψίστοις. Ραμὰ γὰρ ύψος δηλοῖ, ἔνθα θρηνος, καὶ κλαυθμὸς, καὶ ὀδυρμός πολὺς διὰ τὴν πταίουσαν ἀνθρωπότητα γίνεται. 15'. - ΑΡΙΣΤΟΒΟΥΛΟ ΕΠΙΣΚΟΠΟ. Μιμοῦ τὸν μέγαν Ἰὼβ ἐπιξέοντα τὸν ἰχῶρα, καὶ τοὺς σκώληκας τῶν τραυμάτων ἀπομυσαττόμενον, καὶ ἀποκάθαρον πᾶσαν φροντίδα τοῦ παρόντος αἰῶν νος ἀποτιθέμενος τοὺς αἰσχρούς λογισμούς, καὶ τὰς γηΐνας ἡδονὰς δίκην σκωλήκων εμφωλευούσας σοι. Εἰ γὰρ Ἰὼβ κατὰ τὸ φαινόμενον, ὀφείλεις σὺ κατὰ τὸ κρυπτόμενον διαθλῆσαι διαγωνίσασθαι, ἵνα τὸν χορὸν τῶν ἀγγέλων χαροποιήσης. Ωσπερ δὲ χαίρουσιν οἱ ἄγγελοι τοῦ Θεοῦ μετανοούντων ἡμῶν, καὶ ἐπιστρεφόντων πρὸς τὴν σωτηρίαν· οὕτω πάλιν λυποῦνται καὶ στενάζουσιν, ὅταν νοήσωσιν ἡμᾶς τοῖς δαίμοσιν ἑκουσίως διὰ τῆς ἁμαρτίας δουλεύοντας. ΙΔ'. — ΧΙΟΝΙΑ ΣΙΛΕΝΤΙΑΡΙΑ. Τί ποιήσεις; τί δράσεις, ὅταν τὸ τέρμα τοῦ βίου ἐλεύσηται, ὅταν ἐπιλείπωσι τῆς ζωῆς αἱ ἀφορμαί, ὅταν ἐπέλθοι σοι ἀπορία καὶ θλίψις, ὅταν ἀπαγορεύσωσι σε οἱ ἰατροὶ, ὅταν ἀπὸ τῶν οἰκείων ἀπογνωσθῇς; ὅταν ἄσθματι ξηρῷ καὶ πυκνῷ συνεχόμενος πυρετοῦ λαύρου διακαίοντος τὰ ἔνδον καὶ ὑπομύχοντος, στε νάξεις μὲν ἀπὸ μέσης καρδίας, τὸν δὲ συλλυπούμενον οὐχ εὑρήσεις; ὅταν φθάση νὺξ βαθεῖα, καὶ μηδεὶς παρῇ ὁ βοηθῆσαι δυνάμενος, ὁ θάνατος παρέστηκεν, οἱ ἀπάγοντες κατεπείγουσιν, ἄγγελοί τινες κατηρεῖς καὶ ἀπότομοι; ὅταν ἐπιλαμβάνονται σου αἱ φοβεραί δυνάμεις, καὶ ἕλκωσι τὴν ψυχὴν δεδεμένην, ταῖς ἁμαρτίαις πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε, καὶ ἀποδυρομένην ἄνευ φωνῆς τοῦ ὀργάνου; Λοιπὸν τῶν θρήνων ἀποκλεισθέντων, ὦ πόσα πενθήσεις σεαυτὸν τότε! πόσα στενάξεις ἄπρακτα μετακλαίων ἐπὶ τοῖς
col. 557–558page 250 of 262
PG 79:557κακῶς βουλευθεῖσιν. Ὅταν ἴδῃς μετὰ ταῦτα τὴν φαι-! δρότητα τῶν δικαίων ἐν τῇ λαμπρᾷ τῶν οὐρανίων δώρων διανομῇ, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ, ποῖα ῥήματα τὸ τηνικάδε φήσεις; Ποῖα ἐρεῖς τότε οδυνώμενος τὴν καρδίαν; Α' με, μὴ ἀπορρίψαι τὸ φορτίον τῆς ἁμαρτίας διὰ τῆς μετανοίας εὐκόλου τυγχανούσης τῆς ἀποθέσεως! ΑΠ με, τὰς κηλίδας μὴ ἀποπλύνασθαι, ἀλλ' ἐστιγμένον εἶναι ταῖς ἀνομίαις! Νῦν ἂν ἤμην μετὰ τῶν ἀγγέλων εορτάζων, καὶ κατεφραινόμενος, νῦν ἐν τοῖς αἰω νίοις ἀγαθοῖς ἐνετρύφων. Ὢ τῶν πονηρῶν βουλευμάτων! διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν ἀθάνατα βασανίζομαι, διὰ ἡδονὴν σαρκὸς τῷ αἰωνίῳ πυρί παραδίδομαι. Εδιδασκόμην, καὶ οὐ προσεῖχον. Δι εμαρτύραντά μοί τινες τῶν εὐσεβούντων, ἐγὼ δὲ κατεγέλων. Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς, ἀποκλαιόμενος σεαυτὸν, ἂν παρακούσῃς τῶν καλῶν παρα κλήσεων, καὶ τῶν ὑπομνήσεων, καὶ ἀνάρπαστος γε νόμενος ἐπενεχθήσῃ ἐπ' ἐκεῖνον τὸν χῶρον, ἔνθα ού δὲν ὀνήσει τῶν μετανοεῖν, καὶ κλαίειν, καὶ στένειν σε πειθόντων. Ωδε γὰρ χρεία τούτων τῶν ἐπικουρημάτων, οὐκ ἐκεῖσε. Ε. - ΟΡΙΒΑΣΙΑ. Εἰ καὶ αὐτεξουσίῳ τῆς προαιρέσεως τετιμήμεθα, ἀλλ' ὅμως ἐκτὸς τῆς ἄνωθεν συμμαχίας οὐδὲν τῶν ἀνδραγαθημάτων ἐν τῇ ὁδῷ τοῦ παρόντος βίου ἐπισ τελέσαι δυνάμεθα. • Οίδα γάρ, φησίν, ὅτι οὐ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ πορεύσεται ἀνὴρ κατ ορθώσαι πορείαν αὐτοῦ. • Μὴ τοίνυν ἑαυτοῖς μόνοις λογισώμεθα τῶν ἀγώνων τὰ τρόπαια. Ημέτερον μέν ἐστι τὸ προελέσθαι μόνον τὸ κρεῖττον καὶ σπου δάσαι, Θεοῦ δὲ τὸ εἰς ἔργον ἀγαγεῖν τὴν ἀγαθὴν ἔφεσιν. ΑΝΤΙΟΧΟ. Μὴ ἔκνον καὶ προφάσεις ἀσυμφόρους προβάλλου, μηδόλως τολμᾷν ἱκετεύειν τὸν Κύριον διὰ τὴν πενίαν τῶν ἀρετῶν. Οὕτως γὰρ ὁ πτωχὸς ἐκέκραξε, «Καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλί ψεων αὐτοῦ ἐῤῥύσατο αὐτόν. Τί δ' ἂν εἴη θλιβωδέ στερον ἁμαρτίας τοῖς ἑαυτῶν ἐπιγνώμοσι καὶ συνε αισθομένοις; 17. - ΗΓΗΣΙΠΠΟ ΜΟΝΑΧΟ. Εἴρηκας, ἀρετῆς μὲν ἀπεσχοινῖσθαι μακράν, πάνω τας δὲ τοὺς ἐναρέτους ἄνδρας εὐθύμως ἀνευφημεῖν, καὶ κροτεῖν, καὶ δοξάζειν, καὶ μάλιστα τὴν μέγαν Ἡσυχαστὴν Ρουφίνον, τὸ οὐράνιον ἐκεῖνο καὶ Χριστοφόρου σκεῦος. Γίνωσκε τοίνυν, ὅτι ὁ ἀπου δεχόμενος τοὺς τροφίμους τῆς ἀρετῆς οὐ μετρίως κερδαίνει, διότι τὰ δευτερεῖα κομίζεται τῶν ἐκείνοις δοθησομένων στεφάνων. Σφοδρῶς δὲ κἀγὼ καθέστηκα φίλος καὶ ἐπαινέτης του προλεχθέντος ἀνδρός.
col. 559–560page 251 of 262
PG 79:559472 ΧΙΧ. Η ΧΧ. Η'. - ΛΗΤΟΡΙΟ ΜΟΝΑΧΟ. Οὐδενὸς οὕτως ὡς χρόνου δεόμεθα. Καὶ ἡ μὲν τέχνη μακρά, βραχὺς δὲ ὁ βίος ἡμῶν· ἐγγὺς τὸ τέλος τῆς ζωῆς. Γρηγόρησον, ἄνθρωπε. 16'. - ΠΡΙΜΟ ΥΠΟΔΙΑΚΟΝΟ. Ἐπύθου, ὡς ὁ Θεὸς τοὺς καταφρονοῦντας τῶν αὐτοῦ ἐνταλμάτων εἰς τὰ πάθη ἐκδίδωσι τῆς ἀθυ μίας, καὶ εἰς τὰς πράξεις τὰς λίαν ἀνδραποδώδεις καὶ ῥυπαρὰς, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου, ὅτι • Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας καὶ φαῦλα ἐπιτηδεύματα. • Ακούσας τοίνυν, ὅτι ώσπερεί τινος εἰπόντος, ὅτι μὴ ὀφθεὶς ὁ ἥλιος τὸν ἄνθρωπον τῷ βαθύνῳ ἔῤῥιψεν, οὐχὶ λογιζόμεθα τοῦτο, ὅτι ὁ φωστήρ τὸν μὴ βουληθέντα πρὸς αὐτὸν ἰδεῖν εἰς τὸν βόθυνον ἀπώσατο, ἀλλ' ὅτι αἴτιόν ἐστι τῆς εἰς τὸν βόθρον καταπτώσεως τὸ μὴ μετέχειν τοῦ φωτός. Οὕτω καὶ ὁ Θεὸς τὸν μὴ προσέχοντα τοῖς νό μοις αὐτοῦ, καὶ ταῖς ἀπειλαῖς, καὶ ταῖς φωταυγέσιν ἐντολαῖς ἀπωσάμενος, τοῦτον εἰς τὸν βόθυνον ῥίπτει τῆς ἁμαρτίας. Κ'. — ΚΑΣΣΑΝΔΡΙΟ. Ολίγος ἐστὶν ὁ ἐν τῷ βίῳ τούτῳ κόπος, καὶ πόνος, καὶ ἱδρὼς, μεγάλα δὲ καὶ πολλὰ, καὶ μὴ ἔχοντα ἀριθμὸν τὰ αἰώνια δωρήματα, ἅπερ δαψιλῶς δώσει Χριστὸς τοῖς τῆς ἀρετῆς ἐρασταῖς καὶ ἐργάταις. Πρὸ τοῦ καιροῦ τῶν αἰωνίων κολάσεων χρησώμεθα τῷ φαρμάκῳ τῆς μετανοίας, ὅτι οὐδένα ποτὲ ἀπο στρέφεται ὁ Θεός, τῶν μετὰ οἰκτροῦ σχήματος, καὶ λόγων ἐλεεινῶν προσερχομένων αὐτῷ. Οσοι γὰρ ο κατακλαίουσι τὰ ἑαυτῶν παραπτώματα, πολλῆς ὑπάρχουσι παρηγορίας. ΧΧΙ. ΚΑ'. - ΔΑΓΛΑΙΟ. Χρήσιμον τὸ μὴ ἀναβάλλεσθαι ἡμέραν ἐξ ἡμέρας ἐπιστρέψαι προς Κύριον, μηδὲ ἀμελεῖν, καὶ ῥᾳθυ μεῖν, καὶ ὀκνεῖν, ἀλλ' ἐξομολογεῖσθαι τὰ πταίσματα. Λέγει γὰρ διὰ τοῦ Ἡσαΐου ὁ Δεσπότης ἡμῶν· «Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας, ἵνα δικαιωθῆς. Ἐὰν γὰρ καὶ σὺ τὸν τρόπον τοῦτον διατεθῇς ἐν ἐξομολογήσει, καὶ δεήσει, καὶ λιταῖς πυκνοτέραις, οὐ βραδύνεις ἀκοῦσαι τοῦ Κυρίου ἀποκρινομένου σοι· • Εγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου καὶ τὰς ἀνομίας σου. ΚΒ'. — ΚΑΛΛΙΟπτα. Ως καλὴ καὶ θαυμαστὴ ἡ ἀντίδοσις τοῦ μὲν ἀνε θρώπου σπεύδοντος τὸν Θεὸν θεραπεύειν, τοῦ δὲ Θεοῦ ἀνυπερθέτως ἐξοικειοῦσθαι τὸν ἑαυτοῦ οἰκέτην γνησίως καὶ ἀνοθεύτως τρέχοντα ἐπὶ τὴν ἀρέσκειαν τοῦ Δεσπότου. Ἐράσμιον δὲ ἀληθῶς τὸ φρίττειν, καὶ δεδοικέναι μὴ ἀποσχοινισθῆναι τῆς αἰωνίου ζωής, καὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐλλάμψεως. ΚΓ'. — ΑΡΑΞΙΑ. Οταν ἀκούωμεν τῆς θείας λεγούσης Γραφῆς Η Λῦσον τὸ ὑπόδημά σου, ο εἰδέναι ὀφείλομεν, ὅτι κελευόμεθα τὴν προτέραν συνήθειαν καὶ καχεξίαν διωθεῖσθαι, ἀποτίθεσθαί τε καὶ ἀποβάλλειν.
col. 561–562page 252 of 262
PG 79:561ΚΑ'. ΠΑΡΝΑΣΙΑ ΦΗΣΚΩ. Ηδονὴ ἄγκιστρόν ἐστι τοῦ διαβόλου πρὸς ἀπὸ ώλειαν ἔλκον. Ηδονή πρόξενος γίνεται αἰωνίου πυρός. Ηδονὴ τροφὸς ὑπάρχει σκώληκος ἀκοιμήτου. Ηδονή θάνατός ἐστι τῆς ἀθανάτου ψυχῆς. Ηδονὴ πρὸς ὀλί γον πιαίνει τῶν ἀφρόνων τὴν φάρυγγα, ὕστερον μέν του πικροτέρας αψινθίου τὰς ἀναδόσεις ποιεῖται. Ηδονὴ θερμῶς μὲν καὶ ἐμμανῶς, καὶ ὡς εἰπεῖν, β:αίω; προτρέπεται τὸν ἄνθρωπον ἀπολαῦσαι τῆς δυσώδους καὶ ψυχοσλαβοῦς ἀκαθαρσίας· μετὰ δὲ τὸ τελεσθῆναι τὸ μίασμα, μέμψεις καὶ ὀδύνας καρ διακάς, καὶ λύπας, καὶ ταραχάς, καὶ φόβους χαρί ζεται τῷ δελεασθέντι καὶ ἐξαπατηθέντι διὰ τῆς ἐπι ονειδίστου καὶ κατηραμένης γλυκασίας. ΚΕ'. - ΘΕΟΔΩΡΟ ΜΟΝΑΧΟ. «Ημέρας, φησίν, ἐκέκραξα, καὶ ἐν νυκτὶ ἐναν τίον σου, Κύριε ὁ Θεός μου.» Ορᾷς πῶς ὁ Δαυΐδ ὁ θεσπέσιος ὑποτύπωσις γίνεται πρὸς τὸ ἀδιαλείπτως λιτανεύειν, καὶ μὴ καταφέρεσθαι εἰς ἀκηδίαν; Καὶ εἰκότως, εἰ πολλάκις τὰ μέγιστα ὠφελήθημεν ἀνδρί τινι ἀγαθῷ συντυχόντες, πηλίκα κερδανοῦμεν καθ᾿ ἡμέραν καὶ νύκτα προσδιαλεγόμενοι δι' εὐχῆς καὶ ψαλμῳδίας τῷ τῶν ὅλων Δεσπότη Χριστῷ; Κα'. -- ΒΗΡΥΛΛΟ ΜΟΝΑΧΟ. Τίς ἄρα τῶν εὐφρονούντων βουλήσεται περιαντλεῖσθαι βορβόροις; Τίς ἄρα τῶν καλῶς λογιζομένων θελήσει ὀσφραίνεσθαι σήψεως, καὶ ποθεῖν τοὺς σκώ ληκας, καὶ στέργειν τῆς δυσωδίας τοὺς ρύακας; Τίς ποτε ἀνέξεται παρακαθήσθαι τῇ ἐξόδῳ τῶν ἀφεδρώνων, καὶ ταῖς διεκβολαῖς τῶν ἀκαθάρτων τῆς πόλεως ὑπονόμων, καὶ θεᾶσθαι διὰ παντὸς ἀνθρώπινα σκύβαλα, καὶ ἀηδή φορυτὸν, καὶ ἀντιλαμβάνεσθαι δυσωδῶν ἀποκλυσμάτων, καὶ ὀχετῶν, παντοίας ὀξωδίας πεπληρωμένων; Τίς ἄρα και ταδέξεται καταβαίνειν καθεκάστην ημέραν εἰς λάκκον ταλαιπωρίας καὶ ἐλὺν ἀπωλείας, κατὰ τὸ γεγραμμένον; Τίς ἄρα τῶν ὀρέωδούντων τὸ θεῖον αἱρήσεται ποτε τῶν σηπεδόνων τῆς Καλλινίκης ἐπι δικάζεσθαι κατὰ τὴν σὴν ἀβελτηρίαν; ΚΖ'. — ΣΑΒΙΝΟ. Εὐρύνειν δέον τὰς τῆς ψυχῆς ἀποθήκας διὰ πίν στεως μεγάλης καὶ ἔργων ἐπαινουμένων, ὅπως δου χεῖον γενώμεθα τῆς χάριτος τοῦ Θεοῦ. • Πλάτυνον γάρ, φησί, τὸ στόμα τοῦ νοητοῦ ἀνθρώπου.» Όταν γὰρ καθάπερ μικρά χελιδών, το στόμα τῆς διανοίας ἀνοίξωμεν, τῆς εὐτελείας καὶ τῆς βραχύτητος τῆς οἰκείας [ἐν] αἰσθήσει γενόμενοι, καὶ τοῦ τῆς ταπεινώσεως σώματος, ὅλῃ τῇ ψυχῇ πρὸς Θεὸν ἀνανεύσαντες, οὐ βραδύνει τοῦ Κυρίου ἡ χάρις τοῦ ἐπιφοιτῆσαι ἡμῖν, καὶ δὴ παραγενομένη τροφὴν δίδωσι καθάπερ νεοσσῷ τινι κεχηνότι, μεταδίδωσι δὲ, ὡς εἴρηται, τῆς θείας παρηγορίας, θείων νοημάτων, θείας γλυκυθυμίας, θείας κατανύξεως, θείου φόβου, καὶ σοφίας, καὶ πό
col. 563–564page 253 of 262
PG 79:563θου, θείας χαρᾶς καὶ ἀποκαλύψεως μεγάλων μυστη ΧΧΙΧ. ΧΧΧ. ΧΧΧΙ. ρίων. ΚΗ'. — ΓΑΥΔΕΝΤΙΟ ΣΙΛΕΝΤΙΑΡΙΟ. Κατάβηθι, φησίν, εἰς τὸν μυστικὸν κῆπον, καὶ φάγε ἀκρόδρυα.» Εἰ τοίνυν ἔγνωμεν τὸν Κύριον και ταβάντα οἰκονομικῶς εἰς τὸν ὑπ' αὐτοῦ καὶ δι' αὐτοῦ κτισθέντα κῆπον, τουτέστιν εἰς τὸν παρ' ἡμῖν κα σμον, καρποφορήσωμεν αὐτῷ καρποὺς εὐαγγελικούς, οἷς καὶ ἥδιστα ἐσθίει, οἷον χαράν, ἀγάπην, εἰρήνην, μακροθυμίαν, χρηστότητα, ἀγαθωσύνην, πίστιν, πραότητα, καὶ ἐπὶ πᾶσιν ἐγκράτειαν, καθ' ὧν οὐ κεἶτα: νόμος· οὐ γάρ ἐσμεν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χά ριν, ὡς υἱοί τινες γνήσιοι καὶ εὔεικτοι τῶν πατρια κῶν πάντων. ΚΘ'. - ΒΙΤΑΛΙΟ ΥΠΟΔΙΑΚΟΝΟ. Οτι πᾶς ἄνθρωπος ὑπὸ τῶν δαιμονιωδών λογι σμῶν, ἀπὸ τῆς ἀρετῆς μάτην πεσὼν εἰς φαυλότητα, καὶ ἕξιν πονηροτάτην, κοπιάσει πάντως καὶ μοχθή σει, ἤκουσα πολλάκις λεγούσης της προφητείας, ὅτι Ἐδιώχθημεν καὶ ἐκοπιάσαμεν, καὶ οὐκ ηδυνήθημεν ἀναπαύσασθαι. Α'. - Τῷ αὐτῷ. Μνήσθητε, φησίν, οἱ μακρόθεν τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω εἰς τὴν καρδίαν αὐτῶν.» Ιε ρουσαλὴμ δὲ λέγω τὴν εἰρηνικὴν κατάστασιν τῆς ψυχῆς. Οἱ γὰρ πρώην μακρυνθέντες τοῦ Κυρίου διὰ φαυλότητα γνώμης, νῦν κολλήθητε αὐτῷ δι' ἀγαθῆς ἐλπίδος, καὶ πίστεως, καὶ εὐχῆς. • Εμνήσθην τοῦ Κυρίου, φησὶν, καὶ εὐφράνθην.» Θεὸς γὰρ μνημονευθεὶς ἐν καιρῷ στενοχωρίας, καὶ βαθείας τῶν ψυ χῶν ἀπογνώσεως, οὐ μόνον τὰς λύπας σβέννυσιν, ἀλλὰ καὶ εὐφροσύνην ἐργάζεται, παρηγορῶν ἀῤῥήτῳ παρηγορίᾳ τὴν περιχευθεῖσαν τῷ ὄγκῳ τῶν πειρασμῶν, καὶ ὀλιγοψυχοῦσαν τῷ μεγέθει τῶν θλίψεων καρδίαν. Καλόν τοίνυν τὸ εἰρημένον, Μνήσθητε· οὐκ ἔστι γὰρ ὁ μνημονεύων ἐν τῷ θανάτῳ τῆς ἀπωλείας Ἰησοῦ Χριστοῦ. ΛΑ'. - ΠΑΥΛΟ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Ὁ μὴ διατρέφων προθύμως τοὺς ὑποτεταγμένους αὐτῷ ἐν τῷ λόγῳ τοῦ Θεοῦ ἑτοιμαζέτω τὸν ἑαυτοῦ νῶτον εἰς μάστιγας νοητάς, καὶ πάντα πειρασμὸν ὑπομενέτω γενναίως. ΛΒ. — ΙΟΥΛΙΑΝΩ. Ανέγνως ἐν τῷ Ἰεζεκιήλ τοὺς πρεσβυτέρους θυμιῶντας δαίμοσιν ἐν τῷ κρυπτῷ κοιτῶνι, καὶ λέγοντας, ο Εγκατέλιπε τὴν γῆν ὁ Θεὸς, καὶ οὐχ ὁρᾷ τὰ κρυφῆ ἡμῶν πεπραγμένα.» Εἰ τοῦτο ἀνέγνως, σκέ πησον, μήποτε καὶ αὐτὸς ἐν τῷ ἀποκρύφῳ τῆς ψυ χῆς ταμιείῳ τῶν αἰσχίστων παθῶν εἴδωλα διαγραφεὶς θεοποιεῖς τε καὶ θεραπεύεις. Απόκρυφον δὲ τῆς ψυχῆς ταμιείον ἡ καρδία προείρηται, ἐν ᾗ πολ καὶ γίνονται ἀνομίαι, ἃς μόνος βλέπει ὁ ἀκοίμητος
col. 565–566page 254 of 262
PG 79:565ὀφθαλμός. Πολλάκις τοίνυν καὶ πρεσβύτεροι ἐν τῇ καρδίᾳ αὐτῶν τὴν ἀνομίαν ἐργάζονται. ΑΓ. — ΑΚΥΛΑ. Γράφεις, καὶ πόσος ἄρα χρόνος ἀρκέσαι δύναται πρὸς τὸ κατορθωθῆναι ἐν τῷ μὴ ὀμνύειν; Οὐκ οἶμαι, εἰ ἡμερῶν δέκα δεηθήσῃ πρὸς τὸ ἀπαλλαγῆναι τῆς συνηθείας. Εἰ δὲ καὶ μετὰ τὰς δέκα ἡμέρας ὀφθείη μεν ὀμνύντες, δίκην ἑαυτοῖς ἐπιθῶμεν, καὶ τιμωρίαν μεγίστην, καὶ καταδίκην βρίσωμεν τῆς παραβάσεως. Τίς δέ ἐστιν ἡ καταδίκη; Οτι οὐ χρὴ τὸν πταίσαντα ἐναπομένειν τῷ πταίσματι, ἀλλὰ διὰ τῆς μετανοίας καρποῦσθαι τὴν σωτηρίαν, ὥσπερ ὁ Λάμεχ, ὥσπερ ὁ ἄσωτος υἱὸς, ὥσπερ ὁ λῃστὴς ἐπὶ σταυροῦ κρεμάμενος ἐν βήματι τῆς πίστεως τοῦ παραδείσου πολίτης ἐγένετο. ΛΔ'. - ΣΩΤΗΡΙΧΟ. Φάσκεις ἀγνοεῖν ὁποίοις χρὴ λόγοις ἐξιλεοῦσθαι ὀργισθέντα τὸν Δεσπότην· καὶ μὴν ἐγγύθεν ἔχεις διδάσκοντά σε τὸν ἅγιον Δανιήλ. Οθεν τοῖς ἐκείνου χρώμενον λόγοις ζώντως εκλιπαρήσεις τὸ θεῖον Κλίνον, Κύριε, τὸ οὖς σου, καὶ ἄκουσον, ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε τὸν ἀφανισμὸν ἡμῶν οὐκ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ῥιπτοῦμεν τὸν ἔλεον ἡμῶν ἐνώπιόν σου. Εἰσάκουσον, Κύριε. Ιλασθητι, Κύριε. Πρόσχες, Κύριε. Ποίησον, καὶ μὴ χρονίσης τοῦ οἰκτειρῆσαι, ὁ Θεός.» ΛΕ. ΔΗΜΗΤΡΙΟ. Κατατολμήσωμέν ποτε τῆς πρὸς Θεὸν εὐαρεστήσεως, καὶ μὴ ἀναπέσωμεν, ἀλλὰ μεριμνήσωμεν, μὴ σκοποῦντες τὰς ἀποτυχίας. Οὐδὲ γὰρ πᾶς ὁ βουλόμενος μαθεῖν τέχνην τινά, φοβούμενος, καὶ πρὸ ὀφθαλμῶν ἔχων τὸ ἀφανίσαι τὸ ἔργον, οὔτε ὁ πλεύτης δε δοικὼς τὸ ναυάγιον, οὔτε ὁ ἔμπορος ἢ γεωργὸς τὰς ἀποτυχίας λογιζόμενος, πραγμα ποτε περαιῶσαι δυ νήσεται, ἀλλ᾽ ἐγχειρεῖ καὶ ἐπιβάλλεται τούτων ἔκα στος, δουλούμενος ταῖς χρηστοτέραις ἐλπίσι. ΑϚ'. - ΕΥΣΙΓΝΙΑ. ΧΧΧΙΙΙ. Οὐκ ἔστι συμφορὰ μαχήσασθαι δυναμένη τῷ θείῳ βουλήματι. Νεύει γὰρ μόνον ὁ ἀγαθὸς Δεσπότης, καὶ παραυτίκα λύει τὸ ἔγκλημα, καὶ ἀφανίζει τὸ δυσίατον ἕλκος. Μόνον σὺ μὴ ἀποκάμῃς ἱκετεύων σὺν δάκρυσι τῶν φιλανθρωπότατον Σωτήρα Χριστὸν, καὶ χρηστὰς ἐλπίδας ἑαυτῷ ὑποσπείρων. Αν γὰρ μικροψυχήσῃς, ἀποτυγχάνεις μεγάλης σωτηρίας. Ανδρίζου τοίνυν, καὶ ἴσχυε, μὴ θραύων τῆς διανοίας τὸ εὔελπι, μηδέ ἐπιλάθου τῆς ἄνω περιφανοῦς καὶ παμπλούτου παι τρίδος, ἵνα μὴ τὴν ξένην καὶ πτωχοτάτην ποθήσας οἴκησιν ἐκτιναχθῇς σωτηρίας μεγάλης. ΑΖ. ΑΓΑΘΩΝ ΕΠΙΣΚΟΠΟ. Ανθρωποι μὲν ἴσως τὸ μέλλον ἀγνοοῦντες ἀπογι
col. 567–568page 255 of 262
PG 79:567480 Λ νώσκουσι τὴν σωτηρίαν τῶν ἀκορέστως πονηρευομένων. Θεὸς δὲ οὐκ ἀπελπίζει μέχρις ἂν ἀποθάνωσιν, ἀλλὰ προτρέπει μᾶλλον καὶ προσκαλεῖται ὁρῶν τὰ μετέπειτα. ΧΧΧVΙΙΙ. ΛΗ'. — ΙΩΑΝΝΗ ΜΟΝΑΧΟ. Ἐὰν πρὸς τὸ παρὸν διὰ τῶν ποικίλων πειρασμῶν θλίξωσί σε οἱ δαίμονες, καὶ ὠθῶσι πρὸς βαρείαν λύ πην, καὶ τὴν ἀθυμίαν, καὶ τὸ τελευταῖον κακὸν πρὸς ἀπόγνωσιν, καὶ ἀπελπισμόν· ἀναμνήσθητι τῶν πρὸ τοῦ σχήματος τοῦ μοναδικοῦ παρὰ τοῦ Θεοῦ εἰς σὲ οἰκονομιῶν διαφόρων, καὶ προστασιῶν, ἀντιλήψεων τε οὐκ ὀλίγων, καὶ εὐεργεσιῶν ἱκανῶν. Ἡ γὰρ του αύτη ἀνάμνησις, κλίνουσαν ἤδη τὴν ψυχὴν ἀνίστησιν, καὶ πρὸς ἐλπίδα μᾶλλον ἀλείφει, καὶ προτρέπει, καὶ ἀπωθεῖται τοὺς ἐχθροὺς τοὺς τῆς ἀπογνώσεως χειρ αγωγούς. Προς τούτοις δὲ ὀφείλεις λογίζεσθαι ταῦτα ὅτι ὁ πρώην φροντίδα μου θέμενος Κύριος, καίτοι μήπω δουλεύοντός μου αὐτῷ, νῦν πολλῷ πλέον προ νοήσει, καὶ παρέξει βοήθειαν, καὶ πλεῖον εὐεργετήσει, καὶ διακυβερνήσει υποκύπτοντός μου καὶ ὑπουργοῦντος, λατρεύοντός τε κατὰ δύναμιν, καὶ ἐξυπηρε τουμένου τῇ αὐτοῦ εὐσπλαγχνίᾳ. ΑΘ'. - ΚΩΝΩΝ ΠΟΛΙΤΕΥΟΜΕΝΟ. Εἰ μὴ ὄντα σε εἰς τὸ εἶναι παρήγαγε Κύριος, πολύ λῷ μᾶλλον ὑπάρχοντά σε, καὶ ὑπὸ τῆς ἁμαρτίας σεσαθρωμένον, καὶ τοῦ κατὰ φύσιν παρατραπέντα ἐπε ανορθώσασθαι δυνήσεται. Τοῦτο γὰρ καὶ θέλει ὁ Δε σπότης ἐὰν καὶ σὺ θελήσῃς· οὐδεμία γάρ ἐστι κακία μὴ διαλυομένη τοῖς σωτηρίοις δάκρυσι τῆς μετανοίας καὶ ῥᾴδιον τοῦτο ἂν καταμάθοις διαλογιζόμενος καὶ σκοπῶν τὸ τοῦ Κυρίου ἄγκιστρον τὸ ἀνιμησάμενον ἐκ τοῦ βυθοῦ τῆς ἀφάτου κακότητος τὸν τελώνην ἐκεῖνον, τὸ δυσθήρατον θήραμα, καὶ τὸν πηλὸν χρυ σὸν ἐργασάμενον, καὶ τὸν αἰχμάλωτον ἄριστον στρα τιώτην και συγγραφέα θείου Εὐαγγελίου ποιήσαντα. Πῶς δὲ τὴν πόρνην ἔσωσε; Πῶς δὲ τὸν λῃστὴν ἄξιον παραδείσου ἀνέδειξε; Πῶς δὲ τοὺς μάγους καὶ γόητας κατέστησε κήρυκας ἀγαθοὺς τῆς οἰκείας εἰς τὸν κά σμον τοῦτον ἐπιδημίας; Πῶς δὲ μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἤσθιε καὶ ἔπινε, δι᾿ εὐσπλαγχνίαν ὠφελῆσαι τούτους καὶ ἐπιστρέψαι βουλόμενο;; Πῶς τοῖς βλασφήμοις καὶ ὑβρισταῖς καὶ διώκταις ὑμνολογείν τὸ κρεῖττον κεχώρισται καὶ θεολογείν δεδώρηται, καὶ τὰς ἑαυτῶν κεφαλὰς ὑπὲρ τῆς ἀληθείας ἀποθέσθαι παρεσκεύασε, καὶ ζῆν μηκέτι ἑαυτοῖς ἀλλὰ τῷ μόνῳ Θεῷ ἀνέπεισε, καὶ τῶν οὐρανίων ἀγγέλων ἀπο μιμεῖσθαι τὸν βίον, ἔτι ζῶντας ἐν τῷ φθαρτῷ σώματι, καὶ σκύβαλα νομίζειν τὰ ὁρώμενα πάντα; Πῶς δὲ τοὺς καθημένους ἐν σκότει καὶ σκιᾷ τοῦ θανάτου δικ φιληδονίαν, καὶ πονηρίαν, καὶ αὐθαίρετον κακίαν, πρὸς τὸ φῶς ἐξήνεγκε, καὶ βδελύξασθαι τὴν ἀνομίαν παρώτρυνε, καὶ ἀποῤῥίψασθαι πᾶσαν ἀκαθαρσίαν πεποίηκε, καὶ πρὸς τὴν ἀγνείαν καὶ τὴν εὐσέβειαν μετεμόρφωσεν όλους ἐξ ὅλων, καὶ τοὺς θείους θησαν ροὺς ἐχαρίσατο τῶν θείων μυστηρίων; Ταῦτα τοίνυν ἅπαντα καὶ τὰ τοιαῦτα λογιζόμενος, ἄνθρωπε, μηδέ
col. 569–570page 256 of 262
PG 79:569ποτε ἀπογνῷς τῆς σωτηρίας· ἀλλὰ κἂν πρὸς ἀθυμίαν καὶ ἀπελπισμὸν καθέλκῃ ὑπὸ τοῦ διαβόλου, παραμυθοῦ σαυτὸν καὶ παρακάλει θλιβόμενον, καὶ καταπονούμενον νουθέτει, καὶ στήριζε, καὶ ἀνακτῶ σεαυτόν, καὶ μὴ παύσῃ κατεπάδων τῇ ἰδίᾳ καρδίᾳ, καὶ ἐπιλέγων φιλάνθρωπον· μὴ γὰρ μισάνθρωπον ἔχωμεν Δε σπότην, φιλόψυχον, καὶ ὑπὲρ ἡμῶν τὴν ψυχήν τεθεικότα ἐκτησάμεθα Κύριον καὶ Σωτήρα Χριστὸν ἰατρὸν ψυχῶν καὶ σωμάτων μέγιστον, ἀνώτερον μὲν ὑπάρχοντα πάσης νόσου καὶ παντὸς πάθους ἀνιάτου πᾶσιν ἀνθρώποις, ἰσχυρὸν δὲ ὑπὲρ πάντα, καὶ πᾶσαν δύναμιν φαυλότητος νικώντα. Διὸ μηδαμῶς ἀπογνώ μεν, ὦ ψυχή πολυαμάρτητε, καὶ ἀξία τῆς αἰωνίου κολάσεως. Μ'. — ΕΥΤΡΟΠια. Τὸ ὀλιγωρεῖν, ἀγαπητέ, καὶ θέλειν ὑπομένειν ὑπὲρ Χριστοῦ συμφοράς μεγάλας καὶ ποικίλας, ἀφροσύνης ίδιον. Περὶ δὲ τοῦ βιαζομένου σωθῆναι λέγει ὁ Υμνογράφος· «Οταν πέσῃ, οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.» Τουτέστι κἂν συμ η που σφαλῆναι τὸν ἀγαθὸν ἄνθρωπον, οὐκ ἀδικηθήσεται Θεὸν ἔχων προστάτην καὶ ἀντιλήπτορα. Παιδαγωγητέον καὶ γλῶσσαν καὶ ὀφθαλμόν, χει ρας πρὸς οὐρανὸν τανυστέον συχνῶς καὶ ἐνδελεχώς δι' εὐχῆς ἀρεμβάστου, πόδας πρὸς τὸ βούλημα κινη τέον τοῦ ἁγίου καὶ ἀσπίλου Δεσπότου. Ἐν δὲ ταῖς συντυχίαις παρέστω ἀεὶ τὸ ἱεροπρεπές, καὶ σύννουν, καὶ αἰδέσιμον· ἐν τοῖς βαδίσμασι τὸ εὐσταθὲς καὶ ἀπέρπερον, ἐν τῇ μεταλήψει τὸ ὀλιγοδίαιτον, ἐν τῷ καθεύδειν τὸ σύμμετρον, ἐν τῇ ἐγκρατείς τὸ πρόθυμον τε καὶ σύντονον. ΜΒ'. — ΑΥΞΕΝΤΙΟ. Φιλοτέχνημα ὑπάρχων Θεοῦ τοῦ φιλανθρωποτά του, τοῦ βουλομένου πάντας ἀνθρώπους σωθῆναι, μὴ δυσφήμει, μηδὲ ἀπέλπιζε, ἀλλ᾽ ἔλπιζε τυχεῖν τῆς σωτηρίας, μηδαμῶς παυόμενος τῆς ἀγαθοεργίας μηδὲ φανῆς ποτε προκρίνων τι τῶν ὁρωμένων τῆς κατὰ ψυχὴν σωτηρίας· οὐ μικρὸν γὰρ τοῖς ἐλαχίστοις καὶ τὸ μίαν βαθμίδα τῆς τῶν ἀρετῶν κλίμακος ἀναβῆναι, καὶ τέως ἄνω γενέσθαι τῆς γῆς. ΜΓ'. — ΛΕΣΒ. Μὴ ἀπογνῷς μεταβληθῆναι ἐπὶ τὸ κρεῖττον, μηδὲ σβέσης τρόπον φαιδρᾶς λαμπάδος τὴν καλὴν πρὸς θεὸν τῆς ψυχῆς προσδοκίαν, καὶ σταθηρὰν ἐλπίδα. Εἰ γὰρ μὴ ἔγνως, ὅτι καὶ Λάζαρος ἐκ νεκρῶν ἀνα εβίω, καὶ γυναῖκες πισταὶ ἐξ ἀναστάσεως τοὺς νε
col. 571–572page 257 of 262
PG 79:571χροὺς αὐτῶν ἀπειλήφασι ζώντας, δυνήσῃ πάντως καὶ αὐτὸς, νεκρωθεὶς τῇ ἐλπίδι ἀπαλλαγῆναι ποτε τῆς ἐν τῷ τύμβῳ τῆς ἁμαρτίας νεκρώσεως. ΜΔ'. ΑΣΚΛΗΠΙΑΔΗ. Εἰ ἀνθρώπου ἰατροῦ περιοδεύοντός σε οὐκ ἀπαιτεῖς τοὺς λόγους τῆς θεραπείας, μόνον δὲ ἰατρευθῆναι παρακαλεῖς, πῶς τῷ Θεῷ τοὺς τρόπους τῆς σωτηρίας ἐπιζητεῖς; Ὅταν τοίνυν διὰ τῆς μετανοίας τῷ Κυ ρίῳ προσέλθῃς, μὴ πολυπραγμόνει τὸν τρόπον τῆς ἀποκαθάρσεως τῶν παραπτωμάτων σου· ἀλλὰ πίτ στους μόνον, καὶ θαύμαζε, καὶ προσκύνει, καὶ ὕμνει. Εἰ δὲ μήγε, εἰπέ μοι τὸν τρόπον τῆς θείας τέχνης, πῶς ἐκ μονοειδούς φύσεως, τοῦ χοὺς λέγω, ζῶον λογικὸν ὁ ἄνθρωπος πεπλαστούργηται ἐκ τοσούτων μερῶν καὶ μελῶν συγκείμενος, εἴπερ ἐπιστῆσαι θέ λεις, τῷ νευρώδει, τῷ ὀστώδει, τῷ τριχώδει, τῷ ὀνυχώδει, τῷ σαρκώδει, τῷ μυελώδει, τῷ φλεβώδει, καὶ τῇ ἄλλῃ ποικιλίᾳ τοῦ σώματος καὶ οἰκονομίᾳ. Εἰ δὲ μὴ δύνῃ εἰπεῖν, μὴ τὸν τρόπον, καθ᾿ ὃν κατεσκευάσθης ὑπὸ Θεοῦ· μηδὲ τὸν λόγον ἀπαιτήσῃς, καθ᾽ ἂν ψυχή ἰατρεύεται θείᾳ δυνάμει καὶ φιλανθρωπία, καὶ τῶν πολλῶν ἁμαρτημάτων ἀποκαθαίρεται· ὅπου γὰρ Θεὸς ἐνεργεῖ, οὐ χρὴ τὸν τρόπον τῆς σωτηρίας περιεργάζεσθαι. ΜΕ'. — ΠΑΥΛΟ ΜΟΝΑΧΟ. Έφραξα, φησί, θάλασσαν πύλαις· τουτέστι, ταῖς ἐμαυτοῦ ἐλεημοσύναις κεκώλυκα τὴν τοῦ δια βόλου ανασεράτας κακίαν, ἵνα μὴ πᾶσα ἐξαίφνης ἐπελθοῦσα κατακλύσῃ σε τέλεον· «Ποιῶν γὰρ ἐλεη μοσύνας ὁ Κύριος, ο κατὰ τὸ γεγραμμένον, ἐν τῷ φείδεσθαι τοῦ ἀνθρωπείου γένους, καὶ μὴ συγχω μεῖν τῷ ἐχθρῷ, ὅσον θέλει πειράζειν τους σπου δαίους. Ἡ μὲν ἁμαρτία μαραίνει καὶ ξηραίνει, ἡ δὲ εἰς Χριστὸν πίστις ἀναθάλλει, καὶ οὐ καταισχύνει τὸν ἀδιστάκτως καὶ ἀγογγύστως ἐλπίσαντα ἄνθρωπον. Γέγραπται δὲ, ὅτι ο Οσῳ Ἐταπείνουν αὐτοὺς, τοσούτῳ πλείους ἐγίνοντο.» ΜΖ'.— ΕΟΡΤΑΣΙΑ ΔΙΑΚΟΝΟ. Οταν σοι μνήμη ἔλθῃ τοῦ λυπήσαντός σε προσ ώπου, καὶ δυνηθῇς ἀγωνισάμενος ἐκ ταύτης ἑαυτὸν ἀφαρπάσαι, τὸ τοῦ Δαυΐδ πεποίηκας· ο Ηρπασας γὰρ ἐκ τοῦ στόματος τοῦ λέοντος θήραμα.» Λέοντα δὲ τὸν θυμὸν νοήσωμεν. Ἐὰν δὲ καὶ τὴν ἄρκτον τύπτης, τὴν πονηρὰν λέγω ἐπιθυμίαν, ἀναμφιβόλω; αὐλισθήσεται ἐν ἀγαθοῖς Κυρίου ἡ ψυχή σου. ΜΗ'. - ΑΘΑΝΑΣΙΟ ΔΙΑΚΟΝΟ. Ὅσοι εἰς ἀνέλπιστον ἑαυτοὺς κατάστασιν ἔῤῥιψαν, λήθην παντελῆ τοῦ Κυρίου νοήσαντες, τούτων πάν τως ἐλήφθη ἀπὸ τῶν σπλάγχνων τὸ σωτήριον τῆς ἐπιστροφῆς πνεῦμα, περὶ ὧν καὶ γέγραπται, ὅτι οὐχ οἱ τεθνηκότες ἐν τῷ ᾅδῃ, ὧν τὸ πνεῦμα ἐλήφθη ἀπὸ τῶν σπλάγχνων αὐτῶν, δώσουσι δόξαν τῷ Θεῷ· ὅσοι
col. 573–574page 258 of 262
PG 79:573δὲ λυποῦνται ἐπὶ ταῖς ἁμαρτίαις καὶ τῇ νωχελίᾳ 486 ἑαυτῶν, καὶ λόγον ποιοῦνται τῆς σωτηρίας ἑαυτῶν, καθ᾽ ὅσον ἐνδέχεται, καὶ ἐρείδονται τῇ εἰς Χριστὸν τὸν Σωτῆρα ἐλπίδι, τάχα τοῖς ζῶσι τὴν αἰώνιον ζωὴν συναριθμηθήσονται, αἰνέσαι τὸν Κύριον. Ἀλλ᾿ ἡ ψυχή ή λυπουμένη διὰ τὸ μέγεθος τῶν κακῶν, καὶ ὁ βαδίζων, κύπτων, καὶ ἀσθενὴς, καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες, καὶ ἡ ψυχὴ πεινώσα, καὶ τεταπεινωμένη, καὶ ἐξουδενωμένη, Κυρίῳ δώσουσι δόξαν δικαιοσύνης. ΜΘ'. — ΔΗΜΗΤΡΙΑ. Ἠρώτησας, τί ἄν εἴη τοῦ κυκλώματος ἡ κεφαλὴ, και μέμνησο τοῦ Κυρίου προστάσσοντος τηρεῖν ἀεὶ τὴν τοῦ ὄψεως κεφαλήν. Τὸ τοίνυν πρῶτον τῇ δια νοίᾳ ὑπὸ τοῦ ἐχθροῦ ἐντιθέμενον φιλόσαρκον καὶ φιλοπαθὲς ἐνθύμημα, πολλά βλαστάνει, καὶ συναθροίζει περὶ ἑαυτὸ ἐνθυμήματα πονηρά. Την πρωτόνοια» τοίνυν τῶν πονηρῶν ἐνθυμημάτων κεφαλὴν ἡγησώμεθα εἶναι. Πλὴν ὅτι καὶ αὐτὸς ὁ διάβολος κύκλῳ Έχει δορυφοροῦντας αὐτὸν τὰ παμφαυλα τάγματα τῶν δαιμόνων, κεφαλή χρηματίζων τῆς πονηρίας αὐτῶν. Ν'. - ΣΥΡΙΑΝΩ. Πειρασμὸς μὲν λέγεται καὶ αὐτὸς ὁ διάβολος πειρασμὸς δὲ καὶ ὁ τρόπος, καθ' δν πειράζειν είωθεν ὁ ἐχθρὸς τοὺς ἀνθρώπους. ΝΑ'. ΘΕΟΚΛΕΙ. Ηρώτησας, τι ἂν εἴη τὸ γεγραμμένον· ι Καὶ οἱ πεινῶντες παρῆκαν γῆν.» Γνῶθι οὖν. Ὅσοι τῆς @ θείας δικαιοσύνης ἐρέγονται πειναλέως, ἀφροντιστοῦσι πάντως τῶν χοϊκῶν ἀγαθῶν, καταπτύουσι πάσης τῆς φαινομένης γῆς, καὶ κατέλιπον ταύτην ὑπερπτάντες· τῷ εὐσεβεῖ λογισμῷ παρέδραμον πάντα τὰ ὁρώμενα, καὶ αἰθεροβατοῦσι τοῖς ἀγγέλοις συμπανηγυρίζοντες. ΝΒ'. — ΙΟΥΛΙΑΝΩ ΕΠΙΣΚΟΠΩ. Μὴ ἀμελεῖν βούλου, καὶ ῥέγχειν, καὶ μετεωρίζεσθαι, ἀλλ' ἐκβιάζειν σαυτὸν πρὸς τοὺς ὑπὲρ ἀρετῆς πόνους καὶ καμάτους, λογιζόμενος ὑπάρχειν ἀμείνονα πόνον συνεχή φύσεως ἀμελουμένης. ΝΓ΄. - ΕΠΙΦΑΝΙΟ ΜΟΝΑΧΟ. Νῦν τῷ διαβόλῳ καὶ ταῖς ἀμφ' αὐτὸν ἀγρίαις δυ νάμεσι παρεδόθημεν πειρασθέντες πρὸς τὸ συμφέρον ἡμῖν. Νῦν ἀγῶνος χρεία καὶ παγκρατίου καὶ πάλης πρὸς τοὺς ἀνταγωνιστάς· νῦν τὴν πνευματικὴν ἐπιδειξώμεθα ἀνδρείαν. Ετι μικρόν, καθά φησιν ἡ Γραφή, καὶ βοηθείας ἄνωθεν μεγάλης τευξόμεθα, καὶ τὰ διάφορα κέντρα τοῦ διαβόλου συντρίψομεν, καὶ ἐπιδησόμεθα ἐπὶ τραχήλους τῶν νοητῶν ἡμῶν ἐχθρῶν, καὶ πατήσομεν ἐπάνω ὄψεων και σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ τὴν ἀντικειμένην ἡμῖν· μόνον μὴ ὀλιγορήσωμεν.
col. 575–576page 259 of 262
PG 79:575ΝΔ'. - ΡΟΥΦΙΝΟ ΗΣΥΧΑΣΤΗ. Μακάριος σύ, τῆς πολλῆς ἡσυχίας καὶ ἀταραξίας, καὶ τῆς βαθείας ἀπτοησίας, καθότι διέπτυσας πάντα τὰ ἐν τῷ φθειρομένῳ βίῳ στροβούμενα πράγματα, καὶ ἐν εὐδίᾳ λιμένος τῆς καλλίστης αὐτόθι ἐσχατιάς χαίρειν ἐγκαθωρμίσθης, πεφευγὼς μὲν τὸ πέλαγος καὶ τὰ ἐπάλληλα κύματα τῆς ἀνθρωπίνης ταλαιπωρίας, μίαν δὲ καὶ μόνην φροντίδα ποιούμενος, πῶς τῷ Δεσπότῃ ἀρέσεις Χριστῷ, ὅπως αὐτῷ καὶ συν δοξασθείης καὶ συμβασιλεύσειας. ΝΕ'. — ΔΙΟΝΥΣΙΟ. Εἴπερ ἐσθίειν μέλλομεν τὸ Πάσχα τὸ μυστικών, τοὺς τῆς ψυχῆς κατασφαλισώμεθα πόδας τῇ ἐγκρα τείχ· διὰ γὰρ ταύτης θραύομεν καὶ περικλῶμεν τὰς ἀφανοῦς τινος καὶ λεπτῆς ἀρχῆς, εἰς τὸ ἐντὸς εἰσε ἀκτίνας τῆς νοητῆς ἀκάνθης κωλύοντας ἐλθεῖν ἀπὸ ωθεῖσθαι. Να'. -ΕΠΙΦΑΝΙΟ ΕΠΙΣΚΟΠΟ. Ως ἂν μάλιστα γαληναῖον ἡμῖν τὸ σῶμα διαμείνῃ, καὶ μηδενὶ τῶν ἐκ τοῦ κόρου παθημάτων ἐπιθολούμενον, προνοητέον τῆς ἐγκρατεστέρας διαγωγής μέσ τρον, καὶ ὅρον τῆς ἀπολαύσεως, οὐ τὴν ἡδονὴν, ἀλλὰ τὴν ἐφ' ἕκαστα χρείαν ὁρίζοντας. Εἰ δὲ τῇ χρείᾳ καὶ τὸ ἡδὺ πολλάκις συγκαταμέμικται (πάντα γὰρ οἶδεν ἐφηδύνειν ἔνδεια τῷ σφοδρῷ τῆς ὀρέξεως, τὸ παρ ευρεθὲν τῇ χρείᾳ ἅπαν καταγλυκαίνουσα), οὐκ ἀπο ωστέον τὴν χρείαν διὰ τὴν ἐπακολουθοῦσαν ἀπόλαυσιν, οὐδὲ μὴν κατὰ τὸ προηγούμενον διωκτέον τὴν ἡδονὴν, ἀλλ' ἐκ πάντων ἐκλεγομένους τὸ χρήσιμον ὑπερορᾷν προσήκει τοῦ τὰς αἰσθήσεις εὐφραίνοντος, καὶ τῆς χρείας κατὰ τὸ ἀεὶ ἐνδέον μεταληπτέον εὐχαριστοῦντας τῷ Θεῷ. ΝΖ'. - ΕΥΘΥΜΙΑ ΕΠΙΣΚΟΠΟ. Αφεκτέον τῆς δουλοπρεπείας, καὶ τῆς εὐτραπε λείας, καὶ τῆς ἀκρασίας τῆς περὶ τὰ ἐδώδιμα, κοσμίως δὲ μᾶλλον, καὶ μετὰ συνέσεως, καὶ φόβου Θεοῦ, καὶ εὐχαριστίας δεῖ ἐφάπτεσθαι τῶν παρα τιθεμένων. Τῷ αὐτῷ. Οὐ τῶν τυχόντων κακῶν πηγὴ καὶ φλέψ γίνεται ἡ ἀδιαφορία τῶν ἐδεσμάτων, καὶ ὁ ἀκόλαστος γέλως. Ο γὰρ ἀκρατής γέλως, καὶ ἡ κοιλιομανία δυσεξαρίθμητα τίκτουσιν ἁμαρτήματα· φεύγειν δὲ πᾶσαν ἁμαρτίαν προσήκει τὸν ἱερέα, ΝΘ'. — ΤΙΜΟΘΕΟ ΜΟΝΑΧΟ. Ὥσπερ οἱ εἰσπορευόμενοι εἰς τὸ λουτρόν γυμνοῦνται παντὸς περιβλήματος, οὕτω δεῖ καὶ τοὺς τῇ ἀσκητική προσερχομένους ζωῇ πάσης ύλης βιωτικής γυμνωθέντας ἐντὸς γενέσθαι τοῦ κατὰ φιλοσοφίαν θείου πολιτεύματος. Σ'. - ΠΑΥΛΟ ΜΟΝΑΧΟ. Νωθρός τις υπάρχων, καὶ τοῦ ὄχνου δέσμιος, τὸ
col. 577–578page 260 of 262
PG 79:577βιβλίον μόνον εναγκαλιζόμενος, ὡς ἀκούω, ἀπὸ πρώ της ώρας μέχρις ἡλίου δύσεως ἀσκύλτως διαμένεις ὥσπερ μετά μολίβδου τινὸς τῇ καθέδρα δεδεμένος, καὶ μάλιστα ρωμαλέου τετυχηκώς σώματος. Αλλ' οὐχ οὕτως ποιεί ᾿Αντώνιος ὁ κορυφαῖος ἡμῶν, ἀλλὰ κατὰ τὸ ὑπόδειγμα τοῦ ἀγγέλου, νῦν μὲν ἐκαθέζετο εἰς τὸ τῶν χειρῶν ἔργον, νῦν δὲ πάλιν εἰς εὐχὴν ἐξηγείρετο· καὶ τοσούτου ἀπήλαυσε φωτισμοῦ, ὥστε μιᾶς τῶν ἡμερῶν εἰπεῖν τῶν φιλοσόφων τινί, ὅτι καθάπερ ἐν πυκτίῳ τῇ φύσει ἀναγινώσκω τῶν δη μιουργημάτων ἀεὶ τοὺς λόγους τοῦ Κυρίου, καὶ τοῦ οῦτον ἐν νυκτὶ μᾶλλον σκοτίας οὔσης τῷ Θεῷ συν εγίνετο, ὥστε τῆς ἡμέρας διαφαινούσης λίαν ἀπὸ εχθάνεσθαι, καὶ ἀποδοἂν οὕτως· Τί ἐμοὶ καὶ σοὶ, φῶς αἰσθητόν; Εἰ τοίνυν ἀκριβῶς ἐπίστασαι, ὅτι ἐξ ἑνὸς λίθου οἶκος οὐδαμῶς οἰκοδομηθήσεται, μὴ τὴν μίαν ἀρετὴν νόμιζε χρῆνα: κρατεῖν, τουτέστι, τὴν ἀνάγνωσιν, ἀλλὰ καὶ εὐχῆς ἅψαι λοιπὸν, καὶ ψαλ μῶν νηφαλίων, καὶ ἀγρυπνίας συντόνου, καὶ τῶν ἑξῆς. Δι' ὧν ἀκολούθως σεαυτὸν δυνήσῃ δομήσασθαι, καὶ Θεῷ ἐν δὴ τρόπον ἀρέσαι, σκαρίζων μὲν πρὸς πᾶν εἶδος ἀρετῶν, τοῦ ἔκνου δὲ τὸν πηλὸν καὶ τὴν σαβούραν ἀποσκευαζόμενος. ΕΛ'. - ΟΛΥΜΠΙΟΔΩΡΟ ΕΠΑΡΧΟ. Γράφεις μοι, εἰ ἄρα πρεπωδέστατον εἴη μέλλοντί σοι κατασκευάζειν σηκόν μέγιστον πρὸς τιμὴν τῶν ἁγίων μαρτύρων, καὶ αὐτῶν διὰ μαρτυρικῶν ἄθλων, καὶ πόνων, καὶ ἱδρώτων μαρτυρηθέντος Χριστοῦ, εἰκόνας τε ἀναθεῖναι ἐν τῷ ἱερατείῳ, καὶ θήρας ζώων παντοίας τοὺς τοίχους πλῆσαι, τούς τε ἐκ δεξιῶν, τούς τε ἐξ εὐωνύμων, ὥστε βλέπεσθαι κατὰ μὲν τὴν χέρ σον ἐκτεινόμενα λίνα, καὶ λαγωούς, καὶ δορκάδας, καὶ τὰς ἑξῆς φεύγοντα ζῶα, τοὺς δὲ θηρᾶσαι σπεύ δοντας, σὺν τοῖς κυνιδίοις ἐκθύμως διώκοντας· κατὰ δὲ τὴν θάλατταν χαλώμενα δίκτυα, καὶ πᾶν γένος Ιχθύων αλιευόμενα, καὶ εἰς τὴν ξηρὰν ἐξαγόμενα χερσὶν ἁλιευτικαῖς· καὶ προσέτι γυψοπλασίας πᾶν εἶδος ἐκφᾶναι δεικνύμενον, πρὸς ἡδονὴν ὀφθαλμῶν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ κοινῷ οἴκῳ χιλίους σταυροὺς πήξασθαι, καὶ ἱστορίας πτηνῶν καὶ κτηνῶν, καὶ ἑρπετῶν, καὶ βλαστημάτων παν τοδαπῶν. Ἐγὼ δὲ πρὸς τὰ γραφέντα λέξαιμι, ὅτιπερ νηπιῶδες ἂν εἴη καὶ βρεφοπρεπὲς τὸ τοῖς προλεχθεῖσι περιπλανῆσαι τὸν ὀφθαλμὸν τῶν πιστῶν. Στεῤῥοῦ δὲ καὶ ἀνδρώδους φρονήματος οἰκεῖον, τὸ ἐν τῷ ἱερατείῳ μὲν κατὰ ἀνατολὰς τοῦ θειοτάτου τε μένους ἕνα καὶ μόνον τυπῶσαι σταυρόν. Δι' ἑνὸς γὰρ σωτηριώδους σταυροῦ τὸ τῶν ἀνθρώπων διασώζεται γένος, καὶ τοῖς ἀπελπισμένοις ἐλπὶς πανταχοῦ κηρύσσεται. Ιστοριῶν δὲ Παλαιᾶς καὶ Νέας Διαθήκης πληρῶσαι ἔνθεν καὶ ἔνθεν χειρὶ καλλίστου ζωγράφου τὸν ναὸν τὸν ἅγιον, ὅπως ἂν οἱ μὴ εἰδότες γράμματα, μηδὲ δυνάμενοι τὰς θείας ἀναγινώσκειν Γραφάς τῇ θεωρίᾳ τῆς ζωγραφίας, μνήμην τε λαμβάνωσιν τῆς τῶν γνησίως τῷ ἀληθινῷ Θεῷ δεδουλευκότων ἀνδραγαθίας, καὶ πρὸς ἅμιλλαν διεγείρωνται τῶν εὐκλεῶν
col. 579–580page 261 of 262
PG 79:579καὶ ἀοιδίμων ἀριστευμάτων, δι' ὧν τῆς γῆς τὸν οὐ ρανὸν ἀπηλλάξαντο, τῶν βλεπομένων τὰ μὴ δρώμενα προτιμήσαντες. Ἐν δὲ τῷ κοινῷ οἴκῳ πολλοῖς καὶ διαφόροις οἰκίσκοις διειλημμένῳ ἀρκεῖσθαι ἔκα στον οἰκίσκον πεπηγμένῳ τιμίῳ σταυρῷ, τὰ δὲ περιττά καταλιμπάνειν ἀναγκαῖον νομίζω. Εὐχαῖς δὲ ἐκτενέσι, καὶ ἀδιστάκτῳ πίστει, καὶ ἐλεημοσύναις διαρκεῖν, καὶ ταπεινοφροσύναις, καὶ ἐλπίσι προς Θεὸν ἀενάοις, καὶ θείων λόγων μελέταις καὶ συμ παθείᾳ πρὸς τὸ ὁμόφυλον, καὶ τῇ πρὸς τοὺς οἰκέτας φιλανθρωπία, καὶ πᾶσι τοῖς ἐντάλμασι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ περιστειχίζειν ἑαυτόν τε, [καὶ] τὴν σαυτοῦ σύμβιον, καὶ τέκνα, καὶ πᾶσαν τὴν ὑπαρξιν περισκέπειν, καὶ κοσμεῖν, καὶ ἀσφαλίζεσθαι παραινώ καὶ παρακαλώ. ΞΒ'. — ΗΛΙΟΔΩΡΟ ΣΙΛΕΝΤΙΑΡΙΟ. Διὰ τῶν κατὰ τόπον καὶ τόπον ἐν διαφόροις χρό. νας ἑκάστοτε γενομένων θαυμάτων, ὁ Κύριος, τοὺς μὲν ὀλιγοπίστους καὶ τοὺς ἀπίστους, πρὸς πίστιν βεβαίαν ἐκκαλεῖται, τῶν δὲ πιστῶν τὴν πίστιν μᾶλ λον καὶ τὴν ἐλπίδα αὔξει, καὶ στιβαρὸν καὶ ἀσάλευτον ἐκφαίνει τὸ φρόνημα. Καὶ βούλομαί σοι ἐν ἐκ μυ ρίων Πλάτωνος τοῦ ἡμετέρου τροπαιοφόρου μάρτυρος νυνὶ διηγήσασθαι, οὐ μόνον ἐν τῇ πατρίδι ἡμῶν, ἀλλὰ καὶ ἐν πάσῃ πόλει, καὶ χώρᾳ τοῖς δι' αὐτοῦ τὸν Θεὸν ἐξαιτοῦσιν ἑτοιμότατα δωρουμένου τὴν χάριν, καὶ τὴν παράδοξον ἐνδεικνυμένου ἰσχύν. Ἐν γὰρ τῷ βρει τῷ καλουμένῳ Σινᾷ, ἔνθα Μωσῆς παρὰ Θεοῦ τὸν νόμον ἐδέξατο, μοναχῶν κατοικούντων, καὶ ἐντοπίων, καὶ ξένων, εἷς τις ἀνὴρ Γαλάτης τὸ γένος ὑπάρχων, ἅμα τῷ ἰδίῳ υἱῷ τὸν μονήρη ἀσπασάμενος βίαν δι έτριβεν, ἐκεῖ ἐξανύων τοὺς τῆς ἀσκήσεως ἄθλους ἱκανὸν χρόνον ἐπὶ τῆς ἐρημίας. Καὶ δή τινι ἡμέρᾳ αἰφνίδιον ἐπιῤῥέψαντες τῷ εἰρημένῳ ὄρει βάρβαροι τινες Έλληνες τὴν θρησκείαν, καὶ ἀπηγορευμένοι συλλαμβάνουσι τοὺς ἑτοίμως εὑρεθέντας ἐκ τοῦ προ χείρου μονάζοντας σὺν τῷ υἱῷ τοῦ γέροντος Γαλά του, καὶ αἰχμαλωτίζουσιν, οὔσπερ καὶ συνδήσαντες ἐπισθάγκωνα πολλὰς μονὰς ὑπερβαίνουσιν ἐρήμους, νήστεις καὶ γυμνοὺς ἐλαύνοντες, μὴ ὑποδεδεμένους παντοῖον ὑπόδημα, κατὰ τῶν ἀπαραμυθήτων ἐκεί νων, καὶ ἀνύδρων, καὶ τραχυτάτων τόπων τῇ βίᾳ καὶ τῇ ἀνάγκῃ τροχάζοντας, καὶ τῷ ἀπείρῳ φόβῳ του χομένους. Μόνος δὲ ἔν τινι ἀποκρύφῳ σπηλαίῳ κατα κρυβεὶς ὁ πρέσβυς τῷ πένθει ετρύχετο μὴ φέρων τὴν στέρησιν τοῦ θεοφιλούς υἱοῦ, καὶ τὸν Δεσπότην κατεδυσώπει Χριστὸν διὰ Πλάτωνος τοῦ πατριώτου μάρτυρος καμφθῆναι πρὸς οἰκτιρμούς· τὸ δ' αὐτὴ καὶ ὁ υἱὸς διὰ τοῦ αὐτοῦ παναγίου μάρτυρος τον Θεὸν παρεκάλει ἐν τῇ αἰχμαλωσίᾳ δεδεμένος, κατά ελεῆσαι αὐτὸν, καὶ ἐκτελέσαι θαῦμα. Αμφοτέρων δὲ ἐπακουσθέντων, τοῦ τε πατρὸς ἐν τῷ σπηλαίῳ τοῦ ὄρους, καὶ τοῦ υἱοῦ ἐν τῇ αἰχμαλωσία, ἰδοὺ ἐξαίφνης ὁ ἡμέτερος Πλάτων ἐπιστάς, ἔφιππος φαινόμενος, ἔλκων τε καὶ ἄλλον ἵππον εὔκαιρον ἐμφανίζεται τῷ παιδί διαγρηγοροῦντι, καὶ γνωρίζοντι τοῦτον ἐκ τοῦ πολλάκις τὸν χαρακτῆρα τοῦ ἁγίου ἐπὶ τῶν εἰκόνων
col. 581–582page 262 of 262
PG 79:581τεθεᾶσθαι. Καὶ εὐθέως κελεύει αὐτὸν ἐκ μέσου πάν των ἐξαναστάντα λαβεῖν τὸν ἵππον καὶ ἐπικαθεσθῆναι, καὶ δῆτα παραυτίκα δίκην ἀράχνης τὰ δεσμὰ διελύθη, καὶ μόνος αὐτὸς λυτρωθείς διὰ τῆς ἐπι κλήσεως, τῷ νεύματι τοῦ Θεοῦ ἀναστὰς, τῷ ἵππῳ ἐποχεῖται, καὶ ἔπεται ὁδηγοῦντι τῷ ὁσίῳ μάρτυρι θαρραλέος καὶ χαίρων. Συντόμως δὲ καὶ ὀξέως ἀμ φότεροι, ὅ τε ἅγιος Πλάτων καὶ ὁ νέος μοναχὺς καθά περ ὑπόπτεροι φθάνουσι τὴν τοῦ γέροντος οἴκησιν εὐχομένου καὶ κλαίοντος, καὶ ἀποσώσας ὁ Καλλίνικος μάρτυς τῷ τὴν καρδίαν ἀλγοῦντι πατρὶ τὸν ποθητὸν υἱὸν, ἀφανής γεγένηται. Ὥστε οὖν ἐν παντὶ τόπῳ τοῖς διὰ αὐτῶν τὸν Θεὸν ἐπιβοωμένοις πάν πρᾶγμα θαυμαστὸν καὶ παράδοξον οἱ τοῦ Δεσπότου Χριστοῦ ἀοίδιμοι καὶ εὐκλεεῖς ἀθληταὶ ἰσχύουσιν ἐκ τελεῖν. Ταῦτα δέ σοι γεγράφηκα φιλομάρτημα αντι, καὶ μηδέποτε κόρον τῆς μνήμης τῶν τρισμακαρί στων μαρτύρων λαμβάνοντι.
Continue reading PG 79: Narrationes →≣ entire volume
Page scan enlarged

Notebook

Full View