PG 79Nilus of Sinai
Doves
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Section ISectio I

col. 811–812page 1 of 78
PG 79:811ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΙΛΟΥ ΠΡΟΣ ΑΓΑΘΙΟΝ ΜΟΝΑΖΟΝΤΑ ΠΡΟΟΙΜΙΟΝ. ΚΕΦΑΛ. Α'. Εθος ἔχοντί μοι τὰ πολλὰ, τὰς ἀκαίρους τῶν ὀχληρῶν ἐκκλίνειν συνουσίας, ὡς οἶσθα, σπουδαιότατε Αγάθιε, καὶ τοῖς μᾶλλον ἠρεμοῦσιν ἐνδιατρίβειν τύποις, ὅταν τις ἀνάγκη του δωματίου προελθεῖν ἔξω βιάσηται, χθὲς πρὸ τοῦ ἄστεως ἀναπα τοῦντι, καὶ κρεμάστραν αιώραν ποιουμένῳ τήν τε τοῦ ἄλλους ὄψιν, καὶ τὸ μέλος τῶν ἐν αὐτῷ μουσικῶς ἡχούντων ὀρνίθων, καὶ τὴν ἐκ τοῦ αἰθρίου και θαρὰν αὖραν τοῦ πνεύματος, προσελθὼν, ἐκνηρότε ρον μὲν τοῦτο γὰρ ἐδήλους τῷ σχήματι βαδίζων ἀργότερον, καὶ τῷ ἀπαναδυομένῳ ἐκ τοῦ συνεχῶς ἐκλάζειν ἐοικώς. Ἐστοχάζου γὰρ ἐκ τῆς ἐννοίας, ὅπερ ἦν ἀληθὲς, οὐκ εἰκῆ εἶναι τὴν μόνωσιν, ἀλλ' ἔχειν τι πάντως ἐλογίζου τὴν ἡσυχίαν σπουδαῖον, καὶ τὴν ἡσυχίαν οὐκ εἶναι ἀργὴν, ἂν μήτι τῶν θεωρίας ἀξίων τὸν νοῦν κατεῖχε συνεστραμμένον. Όμως ἐπειδὴ μικρὸν ἀνανεύσαντα, καὶ προσεσχηκότα οὐκ ἀηδῶς ἐθεάσω προσελθὼν ἀσπασάμενός τε, καὶ συναναπατῶν τὴν αἰτίαν ἐπυνθάνου τῆς ἀδομε σχίας, καὶ μαθών, ὡς εἴη ἔρευνα, καὶ φροντὶς ζη τήματος γραφικοῦ, λαβόμενος τῆς χειρὸς, καὶ προσαγαγών, ταύτην κατεφίλεις τῷ στόματι, καὶ μειδιῶν μάλα φαιδρῶς ἤκειν ἔλεγες φέρων καὶ αὐτ τὸς ἡμῖν ἄλλην φροντίδα, καὶ ὑπόθεσιν ἀξίαν γρα φῆς, δυναμένην ὠφελῆσαι πολλούς, καὶ ἀπὸ τῆς νῦν πολιτευομένης χλιδῆς ἐπιστρέψαι ἐπὶ τὸ σωφρονέστερον. ΚΕΦΑΛ. Β'. Κἀγὼ καίτοι ἀρκοῦσαν ἔχων τῇ ἐμῇ δυνάμει εἰς
col. 813–814page 2 of 78
PG 79:813τοὺς Ψαλμοὺς ἀσχολίαν, λίχνος δέ πως ὢν περὶ τὰς πρὸς τὸ γράφειν ἀφὰς, ηρόμην σε οὐκ ἀμερίμνως, τίς εἴη αὕτη; καὶ τί πρὸς ὠφέλειαν ἔχειν δυναμένη τῶν νῦν, ἢ καὶ αὖθις ἐντευξομένων; Τῆς ματαιότητος τὰ πάναγρα δίκτυα ἁπλωσάσης ἁπανταχοῦ, καὶ συλλαβούσης ἅπαντας, καὶ ἐκτὸς ἐχούσης ἀρκύων. Πλούτους γάρ, καὶ ἀξιώματα, καὶ δυναστείας, του φάς τε, καὶ τέρψεις ἀσέμνους οἷα βρόχους καταπή ατα κύκλῳ, ἕκαστον πρὸς ἢ μᾶλλον εὗρεν ἐπικλι ὡς ἔχοντα, ἥδε κατέχει δουλωσαμένη, οὐκέτι γαστρὶ, καὶ τῇ ἄλλῃ τοῦ σώματος λειτουργεῖν ἐναναγκάζουσα χρείᾳ, ἀλλὰ καὶ θησαυρούς σωρεύειν βιαζομένη τῶν ἐξ ἀδικίας πεπορισμένων χρημάτων, ἄλλων τηκομένων λιμῷ, καὶ φυλάττειν ἐπιμελῶς ἀναγκάζουσα τὰ κακῶς ἡθροισμένα τισὶν ἴσως οὐδὲ τοῖς χρησο μένοις καλῶς, ἵνα διπλῇ τὸν συναγαγόντα κολάσει καταδικάσῃ, τῇ μὲν ὑπὲρ ὧν ἀσθενεστέρους ὠφεί λων ἠδίκησε, τῇ δὲ, ἀνθ' ὧν ἅπερ ἐκείνων ἀφείλετο, ἄλλοις ὕλην συνήγαγεν ἀσώτου ζωής, σωφρονεῖν ἐν αὐταρκείς δυναμένοις πολλάκις, ἐπειδή πως ἡ ἀφθο νία τὸ περὶ τὰ μὴ καθήκοντα διδάσκει φιλότιμον τὴν ἐν ἑκάστῳ τῶν κατεγνωσμένων ἀβρότητα τῇ τῆς δαπάνης αύξουσα χορηγία, καὶ πρὸς ἔσχατον κατά μικρὸν ἀκρασίας ἄγουσα ὅρον. ΚΕΦΑΛ. Γ. Σὺ δὲ τὴν περιστερίαν ἡμῖν τὴν, ὡς ἡ φήμη διδά σκει, λαμπρὰν ἐν ἀξίᾳ, καὶ ὡς αὐτὸς φῂς, λαμπροτέραν ταῖς κατὰ ψυχὴν ἀρεταῖς σπουδαίως προσήγ- 4 γελλες, πολλὰ τῆς ἀνθρώπου κατορθώματα, καὶ μεγάλα διεξιών, εγκράτειαν, φιλοπτωχείαν, μελέτην τῶν θείων λογίων διηνεκή, προσευχὴν ἐκτενῆ, καὶ κατανενυγμένην, χρημάτων εἰς τοὺς δεομένους δα πάνην φιλότιμον, σωφροσύνην ἕως ὀφθαλμῶν, καὶ αὐτῆς ἐνθυμήσεως, τὴν εἰς τοὺς ξένους, καὶ ἀπόρους τῶν τελευτώντων κηδείαν ἐπίτιμον, τὴν εἰς τοὺς καθ᾽ ἥντινα οὖν αἰτίαν ἀτυχοῦντας συμπάθειαν, τὴν πρὸς τοὺς θεοσεβοῦντας εὐλάβειαν, τὴν πρὸς τοὺς τὸν μονήρη βίον ἐπανῃρημένους φροντίδα, καὶ και γωνίαν χρείας του σώματος, ἵνα οἷς συνησυχάζειν καὶ συμπονεῖν διὰ τὸν ζυγὸν τοῦ γάμου κωλύηται, τούτοις συμπολιτεύηται τῇ διακονίᾳ τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων, τὸ ἐν τούτοις ἀμέριμνον αὐτοῖς παρ ἔχουσα, καὶ τὸ ἐκ τοῦ ἀπερισπάστως θεραπεύειν τὸ θεῖον πρὸς αὐτοὺς κέρδος μεριζομένη. Ταῦτα, καὶ τούτων ἔλεγες πλείονα, συνείρων ἀπήγγελες, καὶ πειρασμοῖς ἐκ μεθοδείας τοῦ διαβόλου, καὶ θλίψεσι συνεχῶς αὐτὴν περιπίπτειν ἀπήγγελες, τὸ ἔχειν ὅλως ἀντίπαλον τὸν ἀγῶνα αὐτῆς σαφῶς αἰκιττό μενος. ΚΕΦΑΛ. Δ'. Ἐγὼ δὲ πρῶτον μὲν ἐθαύμασα, εἰ τῇ νῦν γενεᾷ τοιοῦτον ἐξεγένετο, οἷον φῆς ὄντως βλαστῆσαι φυ τῶν, ἐν ᾗ τῶν ἡμέρων, καὶ καρποτόκων δένδρων, τὰ τῆς ἀκάρπου, καὶ ἀγρίας ὕλης πλημμυρεῖ ὄντως μᾶλλον, καὶ τέθηλεν εὐερνοῦντα κλήματα, είναι
col. 815–816page 3 of 78
PG 79:815μὲν ἐκ βάθους ὠχυρωμένα πρὸς τὸ ἀκράδαντον, δρο πήκων δὲ ἐκτάσει κεχυμένα προς εὗρος ἀνείκαστον, πετάλων δὲ κόμαις συνηρεφή, καὶ σύσκια, ὡς μη δαμόθεν ἀκτῖνι χρηστῆς ἐννοίας τὸ τῆς καρδίας ποτέ θάλπεσθαι βάθος επισκοτούμενον τῇ ἐν τοῖς ἔργοις πολιτευομένῃ κακίᾳ. Αὖθις δὲ τὸ πολυπραγμονεῖν ἀκριβῶς, εἰ ἔστι τις, εἰ μὴ ἔστι τοιοῦτος, περιττὸν κρίνας, καὶ δοκοῦν. Ετοίμως ἐπὶ τὸ γράφειν ἐχώ ρησα, τὴν ὑπόθεσιν ἱκανὴν πρὸς ὠφέλειαν καταμαθὼν, κἂν μηδεὶς ὑποκέηται, ταύτην τοῖς ἔργοις πιο στούμενος. "Οταν γὰρ τὴν φύσιν τῶν πραγμάτων έχῃ μαρτυροῦσαν ὁ λόγος, πείθει ταχέως, καὶ ἄνευ τινὸς παραδείγματος τὸν ἀκούοντα τὸ ἀληθὲς, καὶ εὔλογον πρὸς ἀξιοπιστίαν τῆς ὑποδείξεως ἐπαγόμεν νος, καὶ τῷ λίαν φιλονεικεῖν εἰθισμένῳ ἀντιῤῥήσεως οὐ παρέχων καιρόν. ΚΕΦΑΛ. Ε'. Ως γὰρ ἐν νεφώσει μὲν ἥλιον εἶναι, καὶ τὸν οἱ χεῖον ἀνύειν δρόμον, ἐν δὲ βλαστοίς ὥρᾳ χειμώνος ἐνυπάρχειν οὐδεὶς ἀμφιβάλλει καρπὸν, τὴν παρελθοῦσαν πεῖραν ἔχων διδασκαλίαν αἰδέσιμον· οὕτως τὸ καλὸν ἀναντιρρήτως ὡμολόγηται πᾶσι καλὸν, καν δοκῇ συνήθεια πονηρὰ πρὸς τὰ φαῦλα κατέχειν τὴν γνώμην πεπεδημένην, τῆς συνειδήσεως πρὸς τὴν συγκατάθεσιν τῆς ἀληθείας ἀναιδῶς ἀντικλίνειν αἰσχυνομένης, καὶ πρὸς τὸ πρόδηλον φιλονείκως ἔστασθαι αἰσχρὸν ἡγουμένης, καὶ λίαν ἐπίψογον. *Αλλως δὲ καὶ καὶ τὸ πάλαι γενόμενον δυνατὸν ἤδη τισὶ λογισάμενος εἶναι τοῖς βουλομένοις, καὶ νῦν δύο νατὸν, τῆς αὐτῆς φύσεως ἐν πᾶσιν ὁμοίως τρεχούσης τότε, καὶ νῦν, καὶ οὐ διδούσης ἀδυναμίαν εύλογον προφασίσασθαι τοῖς διὰ τὸ μακρὸν ἔθος τῆς εἰς τὴ χρήσιμον ἀργίας ἀδύνατα τεθειμένοις τὰ τῶν ἀρ χαίων ἀνδρῶν τε καὶ γυναικῶν κατορθώματα. Απι στεῖν εἰς ἅπαν οὐκ ᾠήθην εὔλογον, ὡς ἔστι τις τὴν προαίρεσιν κινήσας πρὸς ζῆλον τῆς τῶν μαχαρίων ἐκείνων ἐνθέσμου διαγωγῆς, καὶ τοὺς καρποὺς τῆς ἀρετῆς γεωργῶν, ὡσαύτως ἐκείνοις τῆς φύσεως δύο ναμιν ἐχούσης ἰσχὺν ἐκ τοῦ γεγηρακότος πρέμνου νέους ἀναφῦναι, καὶ τεθηλότας βλαστούς. Εἰ γὰρ Νῶς τῆς κατ' αὐτὸν γενεᾶς τὴν πανελ θρίαν τῷ κατακλυσμῷ καταδικασθείσης, καὶ τῇ πλημμύρα τοῦ ὕδατος ἀφανισθείσης αὐτάνδρου, με νος εὐαρεστήσας εὑρέθη τῷ Θεῷ· καὶ ἐν Βαρβάροις ἀνομοῦσιν ἐξ ἔθους μακροῦ, ἐβλάστησε καθάπερ ἐν ὑλομανούσαις ἀκάνθαις κρίνον φαιδρότατον ὁ δι καιότατος καὶ ἀληθινὸς ἄνθρωπος Ἰώβ· καὶ ἡ τῳ κεραυνείῳ κατεμπρησθεῖσα πυρὶ τῶν περὶ Σόδομα χώρα ἔσχεν αἰδέσιμον τῷ Θεῷ τὸν φιλόξενον Λωτ, καὶ τὴν Ῥαάβ, καὶ τὴν Δεβόραν, Εσθήρ τε, καὶ Ἰουδὶθ, Φοίβην, καὶ Πρίσκιλλαν, καὶ Δορκάδα, καὶ λύ δαν, καὶ πολλοὺς ἄλλους ἤνεγκαν διάφοροι καιροί, καὶ ἐν πάσῃ γενεᾷ ἔλαμψε τις τῇ πολιτείᾳ τῆς φυ σικῆς εὐγενείας ἐξίτηλον γενομένην τῷ χρόνῳ ἀνα
col. 817–818page 4 of 78
PG 79:817ζωγραφήσας λαμπροῖς χρώμασι τὴν εἰκόνα, ἵνα μὴ πάντως τέλεον ἀποσβεσθὲν τὸ ζωηρὸν τῆς ἀρχαίας εύζωνας ὄντως άπιστα κρίνεσθαι τὰ περὶ τῶν εὖ βεβιωκότων γεγραμμένα παρασκευάσῃ, οὐδενὸς ὑπὸ τῶν οἰκείων ἔργων δεικνύντος τὰ ἱστορούμενα δυο νατά. Πῶς οὐκ ἦν ἄτοπον ἄλλων ἄλλοτε γενομένων τοιούτων, μὴ καὶ νῦν, (κἂν δοκῇ διὰ τὴν κρατοῦσαν ἀπάτην παράδοξον,) εὑρῆσθαι εἰπεῖν ψυχὴν τοῖς ἀγαθοῖς ἔργοις τὴν πρὸς αὐτοὺς μαρτυρουμένην συγ γένειαν, καὶ τούτοις κοσμουμένην, ὦ φίλη κεφαλή, ) οἷς ἔφης πλεονεκτήμασι ΤΜΗΜΑ Β'. Περὶ τῆς ἐγκρατείας. ΚΕΦΑΛ. Α'. Καλὴ μὲν οὖν ἐγκράτεια, ἀρχή, καὶ θεμέλιος οὖσα τῶν ἄλλων πατῶν ἀρετῶν. Δαμάζει γὰρ καθάπερ πῶλον σφριγῶντα τὸ σῶμα, καὶ κατὰ μικρὰν ἄγει πραϋνόμενον πρὸς τὸ εὔτακτον, τῇ ἐνδείᾳ τὸ δια κεχυμένον συστέλλουσα, καὶ εὐήνια, καὶ ἐπιεική ποιοῦσα τὰ πάθη, ἅπερ ἡ τρυφὴ σκληραυχεῖν, καὶ ἀφηνιάζειν παρασκευάζει, σκιρτῶντα, καὶ φρυαττό μενα, καὶ τῷ ἡνιοχοῦντι λογισμῷ παρέχοντα πράγ ματα χαλεπά, ἀντισπᾷν, καὶ ἀντιπεριάγειν τὸ ἐξοιστρηκὸς τῆς ὁρμῆς αὐτῶν ἐφ' ὅπερ βούλεται μόλις ἰσχύοντι. Τοῦτο γὰρ παιδεύειν ἅπαντας ἀνθρώπους ἔοικεν ὁ Ἐκκλησιαστής, τῷ πρότερον εὐαγώγω, καὶ εὐπειθεῖ διὰ τὴν σύμμετρον δίαιταν ἑαυτοῦ διαλεγόμενος σώματι τῷ λέγειν. «Δεύρο δή πειράσω σε ἐν εὐφροσύνῃ· ο καὶ τὴν πεῖραν μαθὼν οὐ καθήκουσαν δυσχερώς κρατῶν, ὧν πρὶν εὐκόλως εκράτει, τῆς σαρκός κινημάτων, φησὶ τῇ πιαινούσῃ τὸ ζῶον εύ φροσύνῃ· Τί τοῦτο ποιεῖς; ἐξέλκεις παρὰ τὸ σύνη 055, ἐφ᾽ ἃ μὴ βούλομαι, την προαίρεσιν, καὶ κατά κρημνῶν συναρπάζουσα φέρεις ἀχθομένην, καὶ ὑπο τερπομένην πως ηρέμα τὴν γνώμην βόθροις ἐγκατα στρέφεις, καὶ χάσμασι τὰ μὲν ἀνανεύοντα, τὰ δὲ συντιθέμενον οὐκ ἀνάγκῃ τὸν λογισμὸν βιάζῃ πρὸς τὰ αἴσχιστα, οὐκ ἄκοντα τυραννεῖς οὐκ ἀηδῶς το ραννούμενον. ΚΕΦΑΛ, Β. Τοιοῦτοι γὰρ οἱ πρὸς τὰ ἤδοντα μαχόμενοι, καὶ πρὸς τὰ τέρποντα, ὡς μὴ ἁλῶναι, πυκτεύοντες· ἐν ᾧ ἀνθίστανται, κάμπτονται, καὶ ἐν ᾧ ἀντιλέγειν δοκοῦσι, συντίθενται. Ενθεν ἀντιτείνουσιν, ἐκεῖθεν ἀνθέλκονται, καὶ πρὸς ἃ μὴ θέλουσι, τρέχουσι, καὶ πρὸς ἄτερ ἀπεχθῶς ἔχουσιν, ἐπείγονται ἐλαυνόμε Πῇ μὲν διώκονται συνεχόμενοι, πῇ δὲ αὐτομολοῦσι δυσχεραίνοντες. "Οτε μὲν ὠθοῦνται, ὅτε δὲ προ εκτρέχουσι, ὡς οὐ προαιροῦνται, συναινοῦσι, καὶ ἡττῶνται τῇ γνώμῃ, καὶ τὴν ἧτταν αἱρούμενοι, ὡς οὐκ ἴσασιν ἀσμενίζοντες. Καὶ τοῦτό ἐστιν ὅπερ ὁ Παῦλος τάχα φησί· ο Συνήδομαι τῷ νόμῳ τοῦ Θεοῦ

Section IISectio II

col. 819–820page 5 of 78
PG 79:819κατὰ τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἐν ρο τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.» Καὶ πάλιν· «Ο οὐ θέλω τοῦτο ποιῶ, καὶ ὃ μισῶ τοῦτο πράσσω.» Οὐ νόμον εἰσ ηγούμενος ἔμφυτον ἁμαρτίας, οὐδὲ δυναστείαν αὐτοκρατορικὴν δογματίζων τοῦ φρονήματος τῆς σαρκός· οὕτω γὰρ πάντας ἀνθρώπους ἔδει δούλους εἶναι τῆς ἁμαρτίας, οὐδαμῶς ἐκδῆναι τὸν ταύτης ζυγόν δυναμένους. Νῦν δὲ τοὺς βουλομένους ἴσμεν οὐ νόμον ἐλευθεριάζοντας τῷ φρονήματι, ἀλλὰ καὶ δουλ αγωγοῦντας τὸ σῶμα, καὶ κυριεύοντας τῶν παθῶν, καὶ δεικνύντας τῷ ἔργῳ τὸ πρὸς ἐλευθερίαν, καὶ δουλείαν τοῦ θελήματος αὐτεξούσιον. ΚΕΦΑΛ. Γ'. Εως μὲν γὰρ ἡ τροφὴ πιαίνει τὸ σῶμα, τυραννεῖ κατεξανιστάμενον τὸ φρόνημα τῆς σαρκὸς νομοθετοῦν τοῖς ὑπηκόοις ἃ βούλεται· ἐπὰν δὲ ταπεινωθῇ ὑπωπιασμοῖς, καὶ σκληραγωγίᾳ τοῦ σώματος ὑπο κύπτει δουλικῶς, καὶ τοῖς κρείττοσιν ὑπείκειν πεί θεται νόμοις. Οὐκέτι τὸν λογισμὸν ἄγον πρὸς ὅλε θρον ἀπάγει, πρὸς αὐτοῦ δὲ μᾶλλον ἀγόμενον προς εὐπείθειαν σωτήριον. Καὶ μάρτυς τούτων ἕκαστος αὐτὸς ἑαυτῷ, εἰδὼς, τίνα μὲν ἐννοεῖν ἀναγκάζει κάτ ρος γαστρός, τίνα δὲ συμβουλεύει λογίζεσθαι ἡ ἕν δεια. Ο μὲν πρὸς ἀτύπους ἐκβακχεύων ἐπιθυμίας, ἡ δὲ καὶ μετρίως κινουμένας αὐτὰς καταστέλλουσα, καὶ βρυχομένας εἴποτε θηριωδῶς, τιθασσεύουσα πρὸς τὸ ἡμερον, καὶ τὸ παρὰ τοῦ Θεοῦ πρὸς τὸν Ἰὼβ ε! ρημένον λέγων λαμπρᾷ, καὶ διαπρυσίῳ τῇ φων Ιδού θηρία παρὰ σοὶ χόρτον ἴσα βουσὶν ἐσθίει·, ἐκ θηριώδους ὠμότητος πρὸς κτηνώδη καὶ ὑποτεταγμέν την κατάστασιν μεταβεβλήσθαι τὰ πάθη σημαίνουσα, καὶ τέως ἡμεροῦσθαι, κἂν ἐμπνέειν ἔτι δοκῇ· παρά τισι γὰρ καὶ τέθνηκε παντελῶς τῇ ἐγκρατείᾳ νενε χρωμένα. ΚΕΦΑΛ. Δ'. Οὕτως ἡ Ἰαὴλ τὸν Σισάρα διὰ τῆς σιαγόνος ἀν εἴλε, νεκρώσασα τὸ πολέμιον φρόνημα, οὐκέτι τῆς σιαγόνος φιλοτίμως τῷ πάθει χωρηγούσης τὰς ὕλας. Εγκρατῶς δὲ, καὶ αὐτῷ μόνον χρειωδῶν παρεχούσης πρὸς τὴν ἀνάγκην τοῦ ζῆν, ὡς καὶ παρεῖναι δου κεῖν τῇ δυνάμει, καὶ μὴ παρεῖναι τῇ ἐνεργεία. Ού τως ὁ Σαμψὼν ἐν σιαγόνι ἔνου τοὺς ἀλλοφύλους ἐπά ταξεν· οὐκ ἄλλως τοῦτο πρᾶξαι τάχα δεδυνημένος, εἰ μὴ τῆς ὑπηρετούσης λαιμῷ καὶ κοιλίᾳ ἐκράτησε σιαγόνος, τῷ πρακτικῷ τῆς χειρὸς περιδραξάμενο; αὐτῆς, καὶ ὥσπερ παλάμῃ συστείλας αὐτὴν περι γεγραμμένην τῇ κρίσει, πρὸς τὸ μὴ διαχεῖσθαι ἐπὶ τὸ ἀδρὸν τῶν ἐπιθυμιῶν, καὶ ἀκόρεστον. Διάκονον γὰρ, καὶ ὑπουργόν σιαγόνα γαστρός ἡ φύσις ἐποίησε, δηκτῆρσι μὲν οἷα μακέλλαις ὁδοῦσι προδιαι ροῦσαν τὰ ἐδώδιμα, μύλαις δὲ καθάπερ ὄντως μύσ
col. 821–822page 6 of 78
PG 79:821ΙΙΙ. λαις λεπίνουσαν, καὶ παραπέμπουσαν ὥσπερ δι' σχετηγοῦ χαραδρώδους τοῦ λαιμοῦ ἁπληρώτῳ θα λάσσῃ τῇ κοιλίᾳ ἑτοίμην τροφήν, τὸ παρὰ τοῦ Σολο μῶντος λεχθὲν κηρύττουσαν ἐν ᾧ φησι· «Πάντες οἱ χείμαρρος πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θά λασσα οὐκ ἔσται ἐμπιπλαμένη. Ταυτὸν γὰρ ἐστι κοι λία, καὶ θάλασσα· κεχήνασι γὰρ πρὸς τὰ ρεύματα τῶν ἐπιχεομένων ἀκορέστως ἀμφότεραι, ἡ μὲν τῇ πέψει, ἡ δὲ τῇ ἄλμῃ δαπανώσαι τὰ ἐπεισερχόμενα, καὶ αὖθις ὀρεγόμεναι ἄλλης τροφῆς, καὶ τὸ κεχηνὸς οὐδέποτε μύουσαι, οὔτε τὸ διψαλέον τῷ συνεχεῖ, καὶ ἀδιαστάτῳ τοῦ ῥεῖθρου παραμυθούμενοι. ΚΕΦΑΛ. Ε΄. Διὰ τοῦτο καλὸν ἡ ἐγκράτεια, ὅτι τὸ φλεγμαῖνον τῶν παθῶν καὶ ἐξοιδηκὸς ὑπερβάλλουσιν ὄγκοις καταστέλλει, καὶ ταπεινοῖ πρὸς τὸ ἐπιεικέστερον, καὶ τὸ παφλάζον αὐτῶν στορέννυσι, καὶ γαληνιάζειν ποιεῖ τὴν ἐκ τῶν ῥαγδαίων τῆς πολυτελούς διαίτης πνευμάτων ζάλην, τῇ νηνεμία τῆς ἐνδείας χαλινώσα πρὸς τὸ εὔδιον, καὶ τὸ κυμαινόμενον πραΰνουτα. Καὶ ἐν ἀπορίᾳ μὲν τῶν πρὸς ἀπόλαυσιν ἐπιτηδείων ἠρέμα πως ἀνεκτὸν τὸ κρατῆσαι γαστρός. Οὐκ ἐρεθίζει γὰρ τὸ μὴ παρόν.οὕτως ὡς τὸ παρὸν, καὶ τῇ ὄψει κινοῦν τὴν ὄρεξιν πρὸς τὴν ἔφεσιν· ἐν ἀφθονία δὲ πάντοθεν περιβριθομένων ἁπάντων, καὶ περικεχυμένων τῶν πρὸς τρυφὴν δαψιλῶς, εγκράτεια φιλο σοφίας έχει μεγίστης εγκώμιον, εἰ μή που παρα σίτοις ἐν ἀφθονία φειδωλίας ύπονοίᾳ τὰ ἐπαινετὸν τοῦ ἔργου μολύνεσθαι παρασκευάζοι καταγνώσει μικρολόγου διαθέσεως. Ὅμοιον γάρ ἐστι ἐμπελαγί ζουσαν θάλασσαν, καὶ κυκωμένην βυθοστροφίαν διὰ ξηρᾶς παρελθεῖν ἀβρόχῳ ποδὶ, καὶ εὐθυνούμενον βίον διεξανύται κεκριμένον ἐνδεεστέρα διαίτῃ, οὐδαμόθεν τῆς ἐπιθυμίας ἐπικλυζόμενον ἔνθεν, καὶ ἔνθεν περιῤῥεούσαις τῶν ἡδέων παρασκευαῖς. Τοιγαροῦν ὁ σοφός Σολομὼν τῆς ἐγκρατοὺς ἐπαινῶν τὸ δόγμα ψυχῆς φησιν· ο Ωραιώθησαν σιαγόνες σου ώς τρυγόνος·, σιαγὼν γὰρ τροφῆς ὄργανον οὖσα, ὡραιοῦται τῇ ἐγκρατείᾳ, αἰσχρὰν τὴν ἀδδηφάγον καὶ ὀψοποιὸν, χαίρουσαν καρυκείσις ἐλέγχουσα. ΤΜΗΜΑ Γ'. Περὶ κενοδοξίας. ΚΕΦΑΛ, Α'. Τότε δὲ καὶ ὡς τρυγών ὡραιοῦται, ὁπηνίκα τὴν ἀρετὴν περιστέλλει καὶ κρύπτει σπουδαίως, τὸν παρὰ τῶν ὁρώντων ἐκκλίνειν φιλοτιμουμένην, ὡς οἷόν τε, ἔπαινον, καθάπερ τρυγών τῇ ἐρημία παρα πετάσματι κεχρημένην τοῦ γινομένου, καὶ τῇ προσ θέσει λανθάνουσα, κἂν πάντες μεγάλῃ τῇ φωνῇ βοῶσι τὸ ἔργον. Τότε γάρ ἐστι κενοδοξία τὸ πραττόμενον, ὅτε πρὸς ἐπίδειξιν ἡ γνώμη ὁρᾷ· ἕως δὲ μὴ πρὸς θήραν βλέπῃ αὕτη δόξης ἀνθρωπίνης, κἂν φωτὸς ἡ ἀρετὴ λάμπη φανώτερον (δεῖ γὰρ φῶς οὕ σαν αὐτὴν, τὰς οἰκείας αστράπτειν αὐγὰς) ή προαί

Section IIISectio III

col. 823–824page 7 of 78
PG 79:823τὸ ἀρέσχον ποιοῦσα Θεῷ, καὶ τῶν ὁρώντων, οὔτε εἰ έρῷεν, οὔτε εἰ εὐφημοῖεν, λόγον ποιουμένη τινά, μάταιον, καὶ εἰκαῖον λογιζομένη πᾶν τὸ μὴ πρὸς ἀμοιβὴν αἰώνιον συντελοῦν, κἂν οἱ κρότοι τῶν εὐ φημούντων ὑπερηχῶσι τὸν ἀέρα νεφῶν αὐτῶν καὶ αἰθέρος ἀπτόμενοι· πάλιν γὰρ οὗτοι πίπτουσι κάτω τερετίσματα φωνῶν ὄντες, καὶ τῷ ψόφῳ συντελευ τῶντες τῆς ἀρτηρίας, οὐδεμίαν δὲ ὄνησιν ἔμμισθον ποιοῦντες ψυχῇ, ἀλλὰ καὶ ἀδικοῦντες τὰ μέγιστα φυσῶσι γὰρ πρὸς ἀπόνοιαν, καὶ τῇ τῶν ἐπαίνων ἡδονῇ κενοῦσι τοῦ ἔργου τὸ ἔμμισθον. Τούτο διδά σκων ὁ προφήτης ἔλεγεν· «Οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν τα ράσσουσι.» Οἴησιν δηλονότι ἐμποιοῦντες τὴν ἐμποδίζουσαν τὰς εἰς τὰ καλὰ προκοπάς. Ὁ δὲ Κύριος ἐν τοῖς παραινετικοῖς αὐτοῦ λόγοις, ποτέ μέν φησι· «Μὴ γνώτω ἡ ἀριστερά σου, τί ποιεῖ ἡ δεξιά σου.» Πετὲ δέ· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ν καὶ τὸ καλὸν ἐπιτάττων ποιεῖν, καὶ τὸ ἀπο δεικτικὸν ἀποτρέπων. Εἰ γὰρ οὐ δύναται πόλις κρυ ῆναι ἐπάνω όρους κειμένη, καὶ αἱ ἐδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, τί οὖν τις ἔστηκε δαδουχῶν δημοσίᾳ τοὺς τοῦ καλοῦ πόνους, τὸ μετ' ὀλίγον καθ' ἑαυτὸ λάμψαι δυνάμενον, προπυρσεύων πρὸς ἐπίσ δειξιν, καὶ φιλόδοξον ἀκαίρως πληροφορῶν ἡδονήν; ρεσις τὸ ἀνεπίφαντον ἔχει, καὶ ἄκομψον, μόνη μόνῳ ΚΕΦΑΛ. Β'. Δέον, εἴπερ ἱμείρεται δόξης, ὅπερ οὐκ εὔλογον, αὐτὴν ἐκδέξασθαι τὴν ἑπομένην τῷ ἔργῳ, καὶ μὴ προφθάσαι τῷ δοκεῖν αὐτὴν, ἐπισαλπίζοντα τῷ για νομένῳ, καὶ τὴν δῆθεν ὀφειλομένην ἀπαιτοῦντι το μήν. Ο γὰρ εἰπών· ο Λαμψάτω τὸ φῶς ὑμῶν ἔμε προσθεν τῶν ἀνθρώπων,» τὸ ἔργον βοᾷν, οὐ τοὺς ἐργαζομένους κηρύττειν ἐκέλευσεν· ἵνα καὶ ἡ ἀρετὴ τὸ ἐπίδοξον, καὶ ἡ πρόθεσις ἔχῃ τὸ ἄμεμπτον, οὐ δόξης ἕνεκεν ἀνθρώπων, ἀμοιβῆς δὲ τῆς παρὰ τοῦ Θεοῦ ἑλομένη τὸ ἀγαθόν· εἴ γε μὴ πρὸς τελειότητος ὅρον καὶ τοῦτ' ἐνδεές· ἐπεὶ μὴ ἄλλου χάριν, ἀλλ᾽ αὐτοῦ τοῦ καλοῦ, αἱρεῖσθαι τὸ καλὸν ὅσιον. Υἱῶν γὰρ αὕτη, μισθωτῶν δὲ ἐκείνη κατάστασις, ἀνωτέρα μὲν τῆς δούλων, πάντα γὰρ οὗτοι πράττουσι φόβῳ κολάσεως, κατωτέρα δὲ τῆς υἱῶν, τῷ μὴ πόθῳ τὸ καλόν, ἀμοιβῆς δὲ ἐργάζεσθαι προσδοκία. Ο γὰρ ἐπιθυμίᾳ πρὸς τοῦτο κεχειρωμένος, ἀπόλαυσιν ἡγεῖ. ται τοῦ ποθουμένου τὸ ἔργον, ἐν αὐτῷ τῷ πονεῖν τὴν ἡδονὴν καρπούμενος, καὶ αὐτὸν κρίνων μισθὸν, καὶ γέρας εξαίρετον τὸν ὑπὲρ τοῦ ἐρωμένου κάματος. Ἐπειδὴ πᾶν τῷ πόθῳ γινόμενον κούφον καὶ είμαι ρές, κἂν ᾖ λίαν ἐπίμοχθον, τῆς πρὸς αὐτὸ διαθέσεως τοῦ ἐργαζομένου κλεπτούσης τὸν πόνον, καὶ ἐξομα λιζούσης τὸ τραχύ πρὸς ἐνέργειαν εὔκολον. Νικῇ γὰρ ἀεὶ τοῦ καμάτου τὸ ἐπαχθὲς ἡ προθυμία, κρείτ των τῆς ἐν τῷ ἔργῳ δυσχερείας γινομένη, καὶ τὴν αἴσθησιν ἀμαυροῦσα τοῦ πόνου τῇ παρομαρτούσι
col. 825–826page 8 of 78
PG 79:825ἡδονῇ, ὡς τέρψιν εἶναι μᾶλλον, ἢ πόνον, τὸν πόνον, καὶ θυμηδίαν τὴν νομιζομένην δυσχέρειαν. ΚΕΦΑΛ. Γ'. Οτι δὲ τέθνηκε παντελῶς ἐν πολλοῖς, καὶ γενέ κρωται τὰ ἐπίβουλα πάθη, δηλοῖ Παῦλος ὁ μέγας πρῶτον ἑαυτὸν εἰσάγων τοιοῦτον, καὶ οὕτω τὸ παρ' αὐτοῦ κατωρθούμενον ἐπιτάττων τοῖς ἄλλοις, δυνατὸν αὐτὴ τῇ πείρα δεικνύς, ὡς ἤδη γενόμενον. Φησὶ γάρ Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ· ο θά να τον αὐτοῦ λέγων τὸ πρὸς τὰ πάθη ἀκίνητον. Τοῦτο δὲ καὶ πᾶσι μεθ' ἑαυτὸν ἐγκελεύεται· ι Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, ἀσέλγειαν, πάθος, ἐπιθυμίαν κακήν. Τῇ μὲν ἐγκράτεια τοὺς πρὸς τὰ τοιαῦτα πόνους ἐκλύουσι τοῦ σώ ματος, λογισμῷ δὲ τὰς ἀκαίρους επιστομίζουσι τού του Ερμάς. Δεῖ γὰρ καὶ κατά τινα τῶν ἔξω σοφών, μὴ μόνον τὸν κλοιὸν ποιεῖν στιβαρόν, ἀλλὰ καὶ τὸν κύνα λεπτὸν, ἵνα μετρίως ελκόμενος ἕλκῃ, ἀλλὰ μὴ ἕλκῃ αὐτὸς ἰσχύων ἔνθα καὶ βούλεται. ΤΜΗΜΑ Δ'. Περὶ ἀναγνώσεως καὶ προσευχῆς. ΚΕΦΑΛ. Α'. Ανάγνωσις δὲ, καὶ προσευχὴ καλὰ τῶν εἰρημένων, οὐχ ἥκιστα, ἀλλὰ καὶ μᾶλλον καλά· μεγάλα γὰρ καὶ σφόδρα πολλὰ πρὸς τὸν σώφρονα συμβάλλοντα βίον. Ἐπειδὴ γὰρ δι' αἰσθήσεων ἔμαθεν ὁ νοῦς τῶν αἰσθητῶν πραγμάτων τοὺς τύπους, σχήματα, καὶ χρώματα, καὶ μεγέθη τῶν ὁρωμένων δι' αὐτῶν δεξάμενος, καὶ τούτων ἐν ταῖς ἠρεμίαις εἴωθεν ἀνα κινεῖν τὰς φαντασίας, ὄχλον τῇ μνήμῃ πραγμάτων ἔσθ' ὅτε μὲν ἀνωφελῶν, ἔσθ' ὅτε δὲ καὶ λίαν ἐπι Ελαβῶν, ἀνειδωλοποιῶν, καὶ θόρυβον ἄκαιρον ἐγεί ρων ἐν ἑαυτῷ λογισμῶν, οὐκέτι χώραν ἐχούσης τῆς διανοίας πρὸς ἔννοιάν τινα κινηθῆναι χρηστὴν, στενοχωρουμένης τῷ πλήθει τῶν ἤδη προκατειληφότων αὐτὴν ἐνθυμίων, καὶ ἀποκλεισάντων τοῖς σπουδαίοις, καὶ ὠφελίμοις τὴν εἴσοδον. Διὰ τοῦτο καλὴν προσευχή. καὶ ἀνάγνωσις, ὅτι τὴν ματαίαν ἐκείνην παύουσι πλάνην, δεσμοῦσαι τῶν ἐφ' ἃ μὴ δεῖ ρεμβόμενον λογισμὸν, καὶ κατέχουσαι πρὸς ἑαυτὰς χρησίμως οὐδαμοῦ τῆς καλῆς περισπώμενον ἀσχο λίας. Τί γὰρ ὄντως ἴσον, ἢ ἐφάμιλλον τῷ λόγοις ἑστιῶν τὴν διάνοιαν, καὶ θεωρίαις εὐωχεῖν αὐτὴν, τέρψιν ἐχούσαις ἀκήρατον, καὶ ὠφέλειαν εἰς ἀεὶ παραμένουσαν, παλαιῶν μὲν ἱστορίαις οδηγουμένη, πρὸς ζῆλον τῆς αὐτῶν ἀρετῆς, κἀκεῖθεν ἀναματτομένην τῆς εὐσεβοῦς πολιτείας σωτήριον μόρφωσιν, θεωρίαις δὲ πτερωμένην πρὸς ἔνθεον εὐφροσύνην, καὶ ἐξισταμένην τῶν κάτω προσεδρίᾳ τῶν ἄνω σκο ποῦσαν τὰ ἐπουράνια, καὶ μέχρις αὐτῆς φθάνουσαν τῆς μακαρίας φύσεως, καὶ ταύτην καρπουμένην τὴν ἀπόλαυσιν εἰς ὅσον παραμένειν ἰσχύει, ή,

Section IVSectio IV

col. 827–828page 9 of 78
PG 79:827καρποῦνται τὰ Σεραφίμ διόλου κυκλοῦντα τὸν θρόνον. ΚΕΦΑΛ. Β'. Ἡ δὲ προσευχὴ εἰς ὠφελείας λόγον ἔχει τι τάχα καὶ μείζον, Θεῷ προσομιλεῖν παρασκευάζουσα, και φιλίαν τὴν πρὸς αὐτὸν μνηστευομένη τῇ μακρά συν ηθείᾳ, ἐπειδήπως καὶ ποιεῖν τὰς διαθέσεις αὐτή, και τηρεῖν πρὸς Θεὸν, τὸν εἰς ἀγάπην καὶ τοὺς εὐτελεῖς προσιέμενον, καὶ τὴν πρὸς αὐτοὺς οὐκ ἐπαισχυνό. μενον ἱσοτιμίαν, ἕως αὐτοῖς παρρησίαν δίδωσι παρα μένων ὁ πάθος. Εἰ γὰρ δούλους πρὸς τὴν δεσποτείαν αὐλοῦντας, καὶ τὸ τῆς αὐθεντείας ἀξιόπιστον το βαρῷ τύφω φυλάττειν ἐπιτηδεύοντας θαῤῥεῖν δίδωσι προλαβόντα εὐνοίας ἐνέχυρα, πόσω μᾶλλον τοῖς εξ βιοῦσιν αὐξήσει τὴν πρὸς Θεὸν παρρησίαν τὸ κατά γνώμην αὐτοῦ, καὶ βούλησιν πολιτεύεσθαι, οὐ τοσοῦ. τον ἀπαιτοῦντα τὸν ἐκ τοῦ φόβου εναγώνιον τρόμον, ὅσον χαίροντα τῇ ἐκ τῆς ἀγάπης ἱλαρᾷ παῤῥησία. ΚΕΦΑΛ. Γ'. Ανάγνωσης τὸν Αἰίοπα εὐνοῦχον ἄνδρα προστ αγορευθῆναι ἐποίησε, καὶ ἀποστολικῆς συντυχίας ἠξίωσε, καὶ ἐπὶ τὴν τοῦ Χριστοῦ γνῶσιν ὡδήγησε, καὶ πρὸς τὴν τοῦ βαπτίσματος ἤγαγε χάριν. "Ανά γνωσις νόμος, καὶ ἀρχαῖον παράγγελμα·. μελετήσεις γὰρ, φησὶν ὁ Μωϋσῆς, καθήμενος ἐν τῷ οἴκῳ σου, καὶ πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος, καὶ ἀν ιστάμενος.» Τὸ πολὺ τοῦ χρόνου ἀποκληρώσας τῇ προσεδρείᾳ τοῦ λόγου πρὸς ἄσκησιν ψυχικής ευεξίας, βραχὺ δέ τι καταλιπών κομιδῇ τῇ ἀναγκαία χρήσει τοῦ σώματος. Αλλως θεραπεύεσθαι τὴν δέσποιναν, καὶ ἄλλως ἐπιτάξας τὴν δούλην τῆς μὲν πλατύνας εἰς καιροῦ μήκος ἐπιμέλειαν, τῇ δὲ συμμετρήσας πρὸς τὸ καθῆκον αὐτάρκη τὴν ἀσχολίαν. ὡς κἀντεῦθεν ἔχειν ὁμολογημένως τὰ πρεσβεια ψυχήν, καὶ μηδαμόθεν αὐχεῖν σῶμα πρὸς ταύτην ισοτιμίαν, μήδ' ἔχειν ἰσηγορίας πρόφασιν εὔλογον. ἀνάγνωσις, πρῶτος ἐν Ψαλμοῖς μακαρισμὸς, καὶ διανοίας ἀρδεία πρὸς ἀρετῶν καρποφορίαν φιλότιμος. Ὁ γὰρ μελετῶν ἐν τῷ νόμῳ Κυρίου ἡμέρας καὶ νυκτός, ο ού. τος καὶ μακάριος, ξύλῳ παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένῳ παραπλήσιος, καὶ φύλλοις κοι μῶν πρὸς εὐπρέπειαν τῇ σεμνῇ τοῦ ἤθους κατα στολῇ, καὶ καρπῷ τῆς εὐσεβείας, κατὰ τὸ λανθάνον βριθόμενος, τῆς συνεχούσης μελέτης, οἷόν τινο; διηνεκούς ποτισμού παρεχούσης αὐτῷ ἀεὶ τεθηλός, καὶ τῷ φαινομένῳ συναυξού της φυσικῶς τὸ κρυπτόμενον. ΚΕΦΑΛ. Δ'. Ως γὰρ φύλλα σκέπη καὶ κόσμος ἐστὶ τοῦ φυτού, καὶ καρποῦ φυλακή, οὕτω κατάστασις εὐλαβὴς, καὶ τὸ σῶμα δείκνυσι σεμνὸν, καὶ ἔνδον τῆς ψυχῆς μετ τριοφροσύνη συσκιάζει καλά, Θεῷ τῷ γεωργῷ καὶ ἀσινῇ τηροῦσα τὸν καρπὸν, καὶ οὐκ ἐκδιδοῦσα πρό
col. 829–830page 10 of 78
PG 79:829χειρον τοῖς λυμαινομένοις θηρίοις· ς γάρ ἐστιν ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κενοδοξία, καὶ ποσὶ, καὶ Οδοῦσι καταφθείρουσα τὸ γεώργιον, μὴ τοῦ τῆς τα πεινοφροσύνης περικειμένου φραγμοῦ, καὶ τὰ ταύτης ἀπαλεξοῦντος ἐφόδους. Καὶ ταῦτα μὲν τῆς μελέτης 83. τῶν θείων λογίων τὰ πλεονεκτήματα, ἀφανιζούσης πᾶσαν αἰσχρὰν, καὶ ἐπιζήμιον φαντασίαν, καὶ χα ραττούσης τύπους ἱεροπρέποντας πίνακι, καὶ ἀγαλ ματοφορεῖν παρασκευαζούσης μνήμας αξίας Θεοῦ. 'Η δὲ προσευχὴ παντὸς ἀφίστησι τὸν νοῦν νοήματος αἰσθητοῦ, καὶ αὐτῷ παρίστησι τῷ ἐπὶ πάντων Θεῷ διαλεγόμενον, καὶ αἰτοῦντα μετὰ παρρησίας & βού λεται. Καὶ οὕτως ἐν τῷ μεταξὺ διάγειν παρασκευάζει ἁγνῶς ὡς θεῷ συντυχόντα, καὶ μετ᾿ οὐ πολὺ πά λιν αὐτῷ συντευξόμενον. ΚΕΦΑΛ. Ε'. Διὰ τοῦτο προσκαρτερεῖν ὁ Παῦλος διδάσκει τῇ προσευχή, τῇ μακρά συνουσίᾳ βεβαιῶν τὴν συν ἡθειαν· καὶ πάλιν, ἐν παντὶ τόπῳ κελεύει προσ εύχεσθαι, ἵνα μηδεὶς προφασίσηται ῥαθυμῶν προσ ευχῆς, ὡς μακρὸν προτευκτηρίου διῳκισμένος ναοῦ. Η καὶ διὰ τοῦτο πᾶς τόπος εἰς προσευχὴν ἐπιτήδειος, ὅτι μηδὲν ὤνησεν Ἰουδαίους τὸ ἁγνὸν τοῦ ἱε ροῦ κατάστημα βεβήλοις χερσὶν ἐρχομένους ἐπὶ τὴν προσευχὴν, καὶ τὸ καθαρὸν τέμενος κοινοῦντας πρά ξεσιν μιαραῖς. Ὡς γὰρ τοὺς οὕτω προσευχομένους, κἂν εἰς αὐτὰ τοῦ ναοῦ προσεύχωνται τὰ ἄδυτα, περιπτυσσόμενοι σπουδαίως τὸ ἱλαστήριον, καὶ ταῖς πτέ ρυξι τῶν Χερουβὶμ τὰς χεῖρας ἐμπλέκοντες, ἀπο στρέφεται βδελυττόμενος, ὡς ἐναγεῖς ὁ Θεὸς λέγων Ἐὰν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀπο στρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν, καὶ ἐὰν πλη θύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Δἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.» Οὕτω τους καρδίᾳ καθαρά, καὶ πράξεσιν ὁσίαις ἐπικαλουμένους αὐτὸν προσίεται, καὶ ἐκ παντὸς τρόπου τὴν αὐτῶν ἐνωτίζεται δέησιν, διαθέσει προσέχων, κἂν τὸ χωρίον τ κατὰ τὸ δοκοῦν ἀδιάφορον. ΚΕΦΑΛ. Γ'. Οὕτω τῷ Κορνηλίῳ ἐν οἰκίᾳ προσευχομένῳ ἐθνι κῇ, ἔτι τοῦ ναοῦ τὸ οἰκεῖον ἔχοντος σέβας, ἐπιφο! τήσας ἄγγελος ἔλεγεν·. Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ, ν οὐ τῇ τοῦ ναοῦ πρὸς τὴν ἄνοδον αξιοπιστία συγχρησάμεναι, τῷ δὲ πτερῷ τῆς ἀγαθῆς προθέσεως εὐθυδρομήσασαι πρὸς τὸν εὐμενῶς αὐτὰς καὶ αἰσίως δεχόμενον. Οὕτω τοῦ Ἰωνᾶ πρὸς οὐρανὸν ἐκ βυθοῦ πλησιστίως ἔφθασεν ἐνορμισθεῖσα ταῖς θείαις ἀκοαῖς ἡ προσευχή, καὶ οὐκ ἐχειμάσθη τῷ πολλῷ κλυδωνίῳ τοῦ ὕδατος, καθάπερ ἡ τοῦ Φαρι σαίου ἐν τῷ ἱερῷ ναυαγήσασα, καὶ μετὰ τοῦ φόρτου ποντισθεῖσα παντὸς ὑποβρύχιος. Ἐπεὶ μὴ οἷά τε ἦν ἐπικυματίζειν, καὶ ποντοπορεῖν εὐσταλῶς ὑπέραντλος οἶσα, καὶ ἀνανεύειν διὰ τὸ βάρος τοῦ ὑπεραύχου φρονήματος οὐκ ἰσχύουσα, πρώραν βαπτιζομένη, καὶ
col. 831–832page 11 of 78
PG 79:831πρύμναν ἐπικλυζομένη, τύφου καὶ ἀλαζονείας ἐπ ανισταμένοις μετεώρως τοῖς κύμασι. Προσευχὴ τοῖς τρισὶν ἐν τῇ καμίνῳ συνοῦσα παισί, δραπετεύσαι τὴν φλόγα παρεσκεύασε, καὶ ἔξω περιέρχεσθαι ζη τοῦσαν τοὺς ἐπιβούλους τῶν νέων παραχωρήσασα γὰρ τὰ ἔνδον τῇ προσευχῇ, καὶ τὴν ἀνθρακιάν κατα λιποῦσα καυστικής δυνάμεως ἔρημον, τοὺς περὶ τὴν κάμινον εὑρεθέντας Χαλδαίους ἐπὶ πολὺ νεμομένη κατέφλεξεν, ἔσω τὴν οἰκείαν ενέργειαν αίδο τῶν προσευχὴν ἠμφιεσμένων σωμάτων συστείλασα, καὶ ἔξω τὸ δραστήριον αὐτῆς ἐπιδεξαμένη ὡς ἐν ἀΰλῳ, καὶ καρφαλέῳ ὕλῃ τοῖς σώμασι. Προσευχή τοὺς λέοντας ἐν τῷ λάκκῳ λιμώττοντας ἔδειξεν ἐγ κρατεῖς, καὶ τῆς γαστρὸς ὀδυρομένης Επταήμερον ένδειαν, παρακειμένης ἑτοίμης βορᾶς φιλοσοφήσαι καρτερίαν έπεισε μᾶλλον ἑλομένους ἐνεγκεῖν βίαν λιμοῦ, καταδεξαμένους ἀδικῆσαι τὸν ὅσιον Δανιήλ, ἐν παρανομοῦντες οἱ βάρβαροι κατεδίκασαν εἰς ἐκεῖνον τὸν θάνατον, ἄνθρωποι ὠμότεροι δειχθέντες θηρίων, καὶ ἀπηνέστεροι συγκρίσει τῶν αἱμοβόρων, καὶ τῆς ἀδικίας ἔλεγχον παραχρῆμα την δικαιοσύνην ἐκείνων δεξάμενοι φυσικῇ ψήφῳ σωσάντων τοῦτον, ὃν αὐτοὶ ἐλεεινῷ καὶ οἰκτίστῳ θανάτῳ κατέκριναν. η ΚΕΦΑΛ. Ζ'. Προσευχὴ τὸν Ηλίαν θεϊκῇ ἀξίᾳ ἐτίμησεν, οὐ μό νον ὅτι πρὸς οὐρανὸν ἀνελήφθη τέτρωρον ήνιοχῶν ἅρμα πυρὸς, ὡς οὐκέτι τὴν γῆν ἔχων ἄξιον ἐνδιαίτημα, καὶ δίκαιος ὧν λοιπὸν, αἰθέρα, καὶ αὐτὸν οἱ κεῖν οὐρανὸν, ἀλλ' ὅτι καὶ λόγῳ στοιχείοις ἐπέταξε τῷ λόγῳ παρὰ τοῦ Δημιουργοῦ παραχθεῖσιν εἰς ὕπαρξιν. Ποτὲ μὲν αἰθέριον ἐπὶ πῦρ τὰς ὁλοκαυτωθῆναι ὀφειλούσας θυσίας καταγωγών, ποτὲ δὲ κεραύνιον ἐπὶ τοῦ Ὀχιζίου στρατηγούς κατενεγκών· ἄλλοτε κλείσας ἐπ' ἐξουσίας σήματι τὸν οὐρανὸν, καὶ στει ρώτα; πρὸς γένεσιν καρπῶν τὴν γῆν ἐπὶ μῆνας ἕξι καὶ ἔτη τρία, καὶ βλάστην κωλύσας ἔθιμον πέας ἀπάσης, ἣν καιρῶν περιόδοις τὸ θεῖον ἐξήγαγε πρόσ ταγμα φυσικῶς τρέχον ἐκ τοῦ πρώτου προστάγμα της· καὶ οὐδὲν πρὸς τὴν ὑπακοὴν ἐβράδυνε τεκμή ρινον ἀγανακτήσεως υπαινισσόμενον Θεοῦ, ὡς ἀπο νοίᾳ τοῦ προφήτου τολμήσαντος τὰ ὑπὲρ τὴν οἰ. κείαν ἀξίαν μανικῶς· διηκόνησε δὲ σπουδαίως ὡς φίλῳ τοῦ κτίσαντος, καὶ ἐπιτάξαντι ὡς οἰκείοι, τοῖς τοῦ φίλου, εὐλόγως ὁμοίως ὑποκεῖσθαι πρὸς πᾶσαν λειτουργίαν πεπεισμένον Θεῷ, καὶ φίλῳ Θεοῦ Επει ἡ κατά τινα παροιμίαν, κοινὰ τὰ τῶν φίλων, κοινὴν ἐν τοῖς ἀλλήλων ἐπιδεικνυμένων τὴν ἐξουσίαν, διὰ τὴν ἐξισοῦσαν τὰς ὑπεροχὰς, καὶ τὸ ἰσότιμον ἐν ταῖς διαφερούσαις ἀξίαις νομοθετοῦσαν ἀγάπην. η ΚΕΦΑΛ. Η'. ", Προσευχὴ Μωϋσέως θάλασσαν ἔτεμε, καὶ οὐρανὸν
col. 833–834page 12 of 78
PG 79:833γεωργῆσαι παρεσκεύασε μάννα, καὶ ἐκ πέτρας ξηρᾶς χειμάρρους ἐξήγαγεν ὕδατος, καὶ χειρῶν ἐκτάσει ἔθνος πολεμοῦν ἐτροπώσατο αύτανδρον. Προσευχὴ στρατὸν ὅλον Ελισσαῖος ἀορασίᾳ περιέβαλε, καὶ τοὺς ". ἐπὶ φθορά παραγενομένους αὐτοῦ αἰχμαλώτους ἀπή γαγεν, οὐ μόνον ἐπιβουλεύειν οὐκ ἰσχύοντας, ὡς προ ἔθεντο, ἀλλ' οὐδ᾽ ἀρήγειν ἑαυτοὺς δυναμένους, τῆς “; ἀρηγούσης ἐν τῷ σώματι ὄψεως ἀργεῖν ποιησάσης ὁμοῦ, καὶ ὅπλα, καὶ χεῖρας· οὐδὲν γὰρ πηρώσεως ἀσθενέστερον, οὐδὲ ἀδικεῖν τὸν οὐχ ὁρώμενον δυνα μένης, καὶ ἀδικουμένης εὐκόλως διὰ τὸ μὴ πάλιν 106 ὁρᾶν τὸν ἐπιόντα πρὸς ἄμυναν. Οθεν καὶ καλῶς ἀδυνάτου, ἡ συνήθεια τοὺς ἑστερημένους ὀμμάτων ὠνόμασεν, οὐδενὶ πρὸς ἃ βούλονται δυναμένους χρή σασθαι τῶν μελῶν τοῦ σώματος, κἂν ἀλκῇ διαφέρωσι, καὶ ῥώμῃ καὶ αὐτοὺς τοὺς ἡσκημένους τὰ τῶν γυμνικῶν ἀγώνων ἐπιμελῶς. Προσευχή του Πέτρου ἔλυσε τὰ δεσμὰ, τὰς θύρας ήνοιξε τῆς φυλακῆς, τήν σιδηρᾶν πύλην νυκτὸς ἀνεπέτασε· καὶ τοῦ Παύλου μετὰ τοῦ Σίλα κατὰ τὸ μεσονύκτιον προσευχομένων, τὸ δεσμωτήριον ἔσεισε, τὰ δεσμὰ πάντων ἀνῆκεν ὑφ' ἕν, φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι ἀθρόον, τὸν εἰρ 7; ατοφύλακα Σέτην τοῦ φρουρουμένου κατέστησε, καὶ προπεσόντα τοῖς ποσὶ περὶ σωτηρίας δέεσθαι παρ εσκεύασεν, ἀφέντα τὴν περὶ τὸ κέρδος μανίαν φρον τίζειν ὠφελείας ἔπεισε ψυχικῆς, ἐκ πολλῆς συνηθείας ἐκτήκειν ἀθρόως μετέβαλεν εἰς πολλὴν ἐπιείκειαν οὐκέτι μάστιξι τους καθημερινούς εἰσεπράττετο πό ρους, οὐκέτι τοὺς ἀθλίους δεσμώτας ἐφορολόγει, τὴν ἐξ ἐράνου πεπορισμένην δεκάτην λόγων λυπράν παρα μυθίαν, καὶ ἄλλας τοῖς ἐλεεινοῖς ἐπιπλέκων ἀνηκέστους συμφοράς· οὐκέτι κλοιούς τραχήλοις, καὶ ποσὶ πέδας, καὶ χερσὶ περιετίθει τοὺς καταλλήλους δεσ μούς, καὶ ἀφεγγεῖ κατέκλειε σκότει τῷ χαλεπῷ τῆς τιμωρίας βαρύνων ἑαυτῷ τὴν ἐπάρατον πρότοδον, ἣν καὶ τῶν ἀπορούντων ἕκαστος ὀρέγειν ἠνείετο, μᾶλ λον αἱρούμενος τήκεσθαι λιμῷ, ἢ τὴν ἐν τοῖς εἰρη μένοις φέρειν κακοπάθειαν. ΚΕΦΑΛ. Θ'. Ταῦτα πάντα συντόμως ὁ δεσμοφύλαξ ἀπέμαθε, καὶ σχέδιον ἐπεδείξατο τοῖς δεσμώταις συμπάθειαν, τῷ φόβῳ τοῦ κατὰ τὸν σεισμὸν θαύματος, ἄλλος ἐξ ἄλλου γενόμενος. Ὡς γὰρ προσευχομένων τῶν ἀπο στόλων ἐσαλεύθη τὰ θεμέλια τοῦ δεσμωτηρίου, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη, καὶ πᾶσαι αἱ θύραι ἠνοίχθησαν, έξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, μόνος γὰρ ἀμερίμνως εκά θευδε, τῶν δεσμίων ἀγρυπνούντων δι᾽ ἃς εἶχεν έκα στος φροντίδας ἐναγωνίους, αἰτήσας φῶτα εἰσεπήδησε, καὶ ἔντρομος ὑπάρχων, προσέπεσε τοῖς ποσὶ αὐτῶν λέγων· «Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ;» Καὶ κυρίους ἐκάλει, καὶ δεσπότας προσηγόρευε», οὓς πρὸ τοῦ θαύματος πάντως, καὶ ὄψει αυστηρᾷ, καὶ τραχεῖ κατέκτησε φθέγματι, αλιτηρίους, κολα
col. 835–836page 13 of 78
PG 79:835σίμους καταδίκους καλῶν· καὶ ποσὶ προσέπιπτεν» οῦ; ἐπὶ τοῦ ξύλου διέτεινε, καὶ πολλαῖς ἐξευμενίζετο τιμαῖς, οὓς εἰς τὴν ἑσωτέραν βαλών φυλακήν, τῷ σκότει κατέκλεισε, τῆς προσευχῆς πάντοθεν γυμνω σάσης παραδόξως τὸ ἀξίωμα τῶν διὰ τὴν φρουρὰν ὑβρισμένων ἀπολήψει κακούργων. Καὶ τοσοῦτόν ἐστιν ἁπλῶς προσευχή· ἵνα σιωπηθῇ τὰ πολλὰ διὰ τοὺς ναυτιῶντας, καὶ οὐκ ὀρεκτικῶς περὶ τὰς μακράς διηγήσεις διακειμένους, κἂν ὦσιν ὠφέλιμο:· αὐτὸς ὁ Κυριακὸς ἄνθρωπος τοῦ παντός Κύριος έλεήθη εὐχῆς τὴν Ἰουδαϊκήν έφοδον, καὶ τὸν σταυρὸν ἔχε δεχόμενος, ἢ ἀγωνιάσας, ὡς ἦν ἄνθρωπος ἀληθῶ; ἐπειδὴ καὶ ἄλλα πλεῖστα ὑπέμεινεν ἀνθρώπινα πάθη, τὴν οἰκονομίαν πιστούμενος, ἢ τοὺς ἀνθρώπους δι δάσκων, ἐν παντὶ καιρῷ ἐπιμελεῖσθαι προσευχῆς. Οὐ γὰρ νῦν μόνον, ὅτε περιστάσεως ήπειγε καιρός, ἀνάγκῃ προσεύχεται, καὶ ἐν ἀδείᾳ δὲ πλειστάκις τοῦτο ποιεῖ κατ' ἰδίαν ἐπὶ τοῦ ὄρους προσευχόμενος, ὅπως ἂν μάθωμεν ἡμεῖς καὶ πρὸ τῶν θλίψεων, και ἐν αὐταῖς ταῖς θλίψεσι σχολάζειν ταῖς προσευχαῖς, λύειν καὶ τῶν δοκούντων κινδύνων τὰς ἀμηχανίας οὖσαις ἱκαναῖς, καὶ πρὸ τῶν πειρασμῶν ἐπ' ἐξουσίαις θεραπεύειν τὸν ἐν ταῖς ἀνάγκαις ἀποστρεφόμενον τοὺς ἐπὶ ἀνέσεως διακεχυμένους, ὡς οὐ μέλλοντάς ποτε χρήζειν βοηθείας. ΚΕΦΑΛ. Ι. Διὰ γὰρ τοῦτο καὶ τοῖς ἀποστόλοις έλεγε - «Προσ εύχεσθε, ἵνα μὴ ἐμπέσητε εἰς πειρασμόν· › τὴν πρὸ τοῦ πειρασμοῦ ἑκούσιον προσευχὴν εἰδὼς ἐν τῇ ἀνάγκῃ δυσωπεῖν τὸν βοηθὸν πρὸς τὸ παρασχεῖν ταχείαν τῷ ἱκέτῃ τὴν αἴτησιν ἐκ πολλοῦ δεομένῳ, καὶ διὰ τὸ μῆκος τοῦ χρόνου δικαίῳ ὄντι ἐπιτυχεῖν τῆς αἰτήσεως. Εἰ γὰρ τὸν ἄδικον κριτήν, οὔτε Θεὸν φοβούμενον, οὔτε ἄνθρωπον αἰσχυνόμενον, ἡ συν εχής ὄχλησις τῆς χήρας ἐβιάσατο παρασχεῖν τὴν ἐκ τοῦ δικαίου ἁρμόζουσαν εκδίκησιν, καὶ τὸν καθεύδοντα φίλον, ἀποκεκλεισμένης ἤδη τῆς θύρας, ἀρνούμενον τῶν ἄρτων τὴν δόσιν, διὰ τὴν συμβαίνειν εἰ ωθότα τοῖς καθεύδουσιν ἔκνον, καὶ ἡ παραμονή, καὶ ἡ ἀναίδεια παρασχεῖν τὴν χρείαν· πῶς οὐ δυσωπήσει τὸν φιλάνθρωπον Θεὸν ἐπινεῦσαι πρὸς πᾶσαν αἴτησιν εὐμενῶς ἐπίμονος προσευχή; Οὔτε γὰρ τοῦτο σεσιώπηται, ὅτι τῶν ἀνθρώπων πρὸς τὰς εὐεργεσίας ἐστὶν ὁ Θεὸς ἑτοιμότερος. Φησί γάρ ποτε μὲν ὁ Κύ ριος· «Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήση ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ καὶ ἰχθὺν ἐὰν αἰτήσῃ, μὴ ὄριν ἐπιδώσει αὐτῷ;» Καὶ τὴν κατὰ σύγκρισιν δεικνὺς ὑπεροχήν τῆς τοῦ Θεοῦ ἀγαθότητος ἐπιφέρει, λέγων· «Εἰ οὖν ὑμεῖς πονηροί ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς υἱοῖς ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ εὐράνιος δώσει ἀγαθὰ τοῖς αὐτοῦσιν αὐτόν; ο το 11 ΧΧΗ, Το
col. 837–838page 14 of 78
PG 79:837ΚΕΦΑΛ. ΙΑ'. Ποτὲ δὲ αὐτὲς ὁ Σωτὴρ αὐτὸ τοῦτο παραστῆσαι βουλόμενος, καὶ πεῖσαι θέλων τοὺς ἀμφιβάλλοντας, εἰ φυσικὰ σπλάγχνα νικά φιλοστοργίαν Θεοῦ, ἢ νικά ταύτην ἀνθρωπίνη προσπάθεια. Η ἐπιλήσεται, φησί, γυνὴ τοῦ παιδίου αὐτῆς, τοῦ μὴ ἐλεῆσαι τὰ ἔγγονα τῆς κοιλίας αὐτῆς;» Καὶ εἰπὼν τῆς φύσεως τὸ ἰδίωμα, ὡς ἐπιμέλειαν διδάσκει, καὶ κηδεμονίαν αυθαίρετον. Ινα δὲ μὴ τὸ σπανίως συμβαινόν τισινἐκ τοῦ παραδείγματος ὑποπτευθῆναι παρασκευάσῃ τὸ δηλούμενον εἰς προμήθειαν, καὶ τὸ ἀσθενὲς τῆς εἰκόνος βλάψῃ τὴν ἀλήθειαν εἰς αὐτὸ τὸ ἀξίωμα, φησὶν ἀκολούθως· «Εἰ δὲ καὶ αὕτη ἐπιλήσεται, ἀλλ᾽ ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος, ο οὐκέτι τὸ ἐλάττωμα τῆς φύσεως διαβαίνειν εἰς αὐτὸν κατα δεξάμενος, ἐπεὶ μηδὲ πάθος τῆς θείας άπτεται φύσ σεως, καθάπερ ἐπὶ τῶν ἐπικήρων ἀνθρώπων ἐστὶν, ὅτε μίσος άλογον, ἢ καὶ τυχόν εύλογον τὴν φυσικήν ἔσβεσε δυναστεύουσαν διάθεσιν, λήθην τοῖς φύσασι, καὶ ἀλλοτρίωσιν ποιήσας πρὸς τὰ ἔγγονα, ὡς οὐδὲν ἔχουσιν πρὸς αὐτὰ συγγενείας τεκμήριον. ᾿Αλλὰ τὰ μεγάλα ταῦτα, καὶ θαυμαστὰ κατορθώματα τοῖς ἑξῆς συγκρινόμενα μικρά, καὶ λίαν ελέγχεται εὐτελῆ, εἰς ἂν τὸ ἐργαζόμενον αὐτὰ παριστάμενον πρόσωπον, καὶ οὐκ εἰς πάντας, ἢ καὶ πλείονας διαβαίνοντα. Πολι τικὸν γὰρ, καὶ σύννομον, οὐ μονωτικὸν, καὶ ἀκοινώνητον ζῶον εἶναι προσήκει τὸν ἄνθρωπον ὠφελοῦν ἐν οἷς δύναται, καὶ τὴν ἐνδεχομένην κηδεμονίαν ἐλέγχον τῆς συμπαθείας ἐπιδεικνύμενον, τὴν τῶν μελῶν πρὸς τοὺς πλησίον κοινοπραγίαν μιμούμενον. ΚΕΦΑΛ. ΙΒ΄. Ὃς γὰρ τούτων ἕκαστον ἐν τῷ σώματι οὐ κεχω ρισμένην ἔχει τὴν οἰκείαν ἐπιμέλειαν, κοινὴν δὲ πρὸς τὴν ὑπὲρ ἀλλήλων φροντίδα κέκτηται τὴν ἐνέργεια», ἄλλῳ ἄλλο, καὶ ἕκαστον ἅπασιν ὑπηρετοῦν φύσεως νόμῳ, καὶ χεὶρ θεραπεύει τὸ σῶμα, καὶ πόδες τη μεταβάσει συμμεταφέρουσι τοῦτο, καὶ ὀφθαλμός 87 δουχεῖ ἄπται τον τῇ τοῦ φωτὸς ὁδηγίᾳ τὴν εὐδίαν παρέχων τῆς ἐργασίας, ἄλλα πρὸς καθέδραν, καὶ ἄλλα πρὸς ἀνάκλισιν χρησιμεύει, οἰκείῳ κόπῳ τοὺς τῶν ἄλλων παραμυθούμενα καμάτους. Ἕτερα καθά περ ἀλετρίδες τινὲς, καὶ σιτοπόνοι σπουδαίαν ἐπι δείκνυνται, καὶ περιφροντισμένην λειτουργίαν. Σια γὼν λεπτύνει τροφήν, φάρυγξ ταύτην ὀχετηγεί, γα στὴρ ὑποδέχεται, χυλοποιεῖ στόμαχος, ἐξαιματοι ήπαρ, καὶ διὰ φλεβών ὅλον ἄρδει τοῦ ζώου τὸ σύγκ κραμα· καὶ τὸ μὲν δοκεῖν ἕκαστον ἄλλοις μοχθεί, εἰκείαν δὲ τῇ ἀληθείᾳ ἐργάζεται ὄνησιν, ἐκ τοῦ κοι νοῦ πόνου τὴν πρόσφορον αρυόμενον τροφήν, καὶ τὸ ἀναληφθὲν μεταβάλλει εἰς τὴν ἰδίαν ποιότητα, καὶ ποιοῦν τὴν παρὰ τοῖς λογιωτέροις τῶν ἰατρῶν καλουμένην ἐξόμορξιν, ἥτις ἐστὶν ἐκ τῶν διαφόρων σιτίων εἰς αἷμα, κἀκεῖθεν εἰς σῶμα, καὶ αὖθις εἰς ἰδιώματα μελῶν ' μεταστοιχείωσις, κατακερματισθείσης εἰς το
col. 839–840page 15 of 78
PG 79:839αλλοιωτικῇ, καὶ αὐξητικῇ δυνάμει ποιότητος, καὶ ἄλλο γενομένης ἐν ἄλλῳ, καὶ ἕτερον ἐν ἑτέρῳ· τὸ μὲν γὰρ ὀφθαλμῷ προσγενόμενον ὁμοιοῦται τούτῳ, καὶ τὸ προστεθὲν ὄνυξι, καὶ θριξι, τὴν αὐτὴν ὄψιν μιμεῖται τοῦ χρώματος· τὸ οἰκειωθὲν σαρξὶν εἰς τὸ τούτων μετακρινᾶται εἶδος, καὶ τὸ μετελθὸν εἰς ὀστά, εἰς τὴν τούτων μεταπήγνυται κραταιότητα. Το προσεχώρησαν σπλάγχνοις, ἐμμίγνυται τούτοις, καὶ τὸ πᾶν ἁπλῶς εἰς πάντα μεταβληθέν, μεταχρώννυται πρὸς τὰ οἰκειωσάμενα ἐκ μιᾶς τῶν σιτίων ὕλης πρὸς ποι κίλον παρὰ τῆς ἐν τῇ φύσει τέχνης μεταρυθμιζό μενον διαφοράν, καὶ τὸ σχῆμα τοῦ ἀνθρωπείου ἀγάλ ματος ἀεὶ σώζοντα τὸ αὐτὸ, καὶ τοῦ φυράματος καθ' ἑκάστην ἀλλοιοῦντα τὸ σύγκριμα ρεύματος δίκην, καὶ αὐτό, καὶ οὐκ αὐτὸ ποιοῦντα τοῦ φαινομένου τὸ ῥεῖθρον. ἕκαστον τῆς προσγενομένης ἐν τῇ θρεπτικῇ, καὶ β ΚΕΦΑΛ. ΙΓ'. μένων ἀξίας, μεταστολιμαῖος φοιτᾷ, χρήσιμος αὐτοῖς, Οὕτως ὁ καθεὶς ἡμῶν πρὸς οὐδὲν αὐτάρκης ὧν ἑαυτῷ, ἐπιδεὴς ἐν ἅπασι τῶν ἄλλων καθέστηκε τοῦτο πραγματευσαμένου σοφῶς τοῦ τὴν ἡμετέραν καλῶς οἰκονομοῦντος ζωήν, ἵνα τὸ ἀφηνιάζον τῶν ἀπονοίᾳ κεκρατημένων ἀνάγκη τῆς χρείας συναγάγη πρὸς τὸ σύμφωνον, ἐπεὶ μὴ πάντως αὐτὸ σχέσις τοῦ φιλοικείου ἐκάλεσε πρὸς τὸ ἔνσπεδον. Πέτε γὰρ ὁ σοβαρές, καὶ τῷ ὄγκῳ τῆς ἐπὶ τῷ πλούτῳ φλεγόμενος οιήσεως πρὸς τὸν χειροτέχνην, καὶ διὰ πενίαν ταπεινὸν κατῆλθεν εἰς ὁμιλίαν ἑκὼν, τὸ σεμνὸν δῆθεν, καὶ ἀξιόπιστον ἑαυτῷ τῇ αὐστηρίς φυλάττειν ἀεὶ βουλόμενος, μὴ τῆς χρείας βιαζομένης κοινολογεῖσθαι πρὸς αὐτὸν, καὶ χρῆσαι ἰσηγορία γλῶσσαν αὐ τῷ, κἂν μετ᾿ ὀφρύος πολλῆς, ἀδικεῖσθαι τὰ μέγιστα εἰς τὸν τοῦ ἀξιώματος τύφον τάχα νομίζοντα, τη πρὸς τὸν δοκοῦντα ἀφανῆ, καὶ ἄσημον ἰσηγορία; Νῦν δὲ ἡ ἀνάγκη ἐξισοῖ τὸ ἀνώμαλον, καὶ τὸ ταπεινὸν ἀνάγει πρὸς τὸ μετέωρον, καὶ τὸ ὑψηλὸν κατάγει πρὸς τὸ χαμαίζηλον, κράσιν ἠθῶν, καὶ φρονημάτων ἱσοτιμίαν ἐργαζομένη τῇ μακρᾷ συνηθείᾳ. Διὰ τοῦτο καὶ ὁ δομοτέκτων, καὶ ὁ γεωργὸς, καὶ ὁ ναυτίλος, καὶ ὁ ἔμπορος, καὶ ἕκαστος τῶν τὰς βαναύτους μετιόντων τέχνας, εἰς ὄψιν τῶν τὰς πρώτας ἀνημ οὐ διὰ τὸ ὁμογενές, ἀλλὰ διὰ τὴν τέχνην γενόμενος, καὶ οὓς νόμος συνήψε τῆς φύσεως, τούτοις ή χρεία συνήγαγε. Πῶς οὖν εἰ τέχνη, καὶ μέθοδος τῷ πλου τοῦντι γνώριμον τὸν ἐργάτην ποιεῖ, ἡ συμπάθεια δικαζούσης ἀληθείας οὐ ποιήσει γνώριμον τὸν πτωχών, οὐδὲ τὸν ἄπορον συντυχίαν ἄξει τούτῳ μετάκλητον, συμμεθέξοντά ποτε τῆς εὐωχίας αὐτῷ, ἢ καν γοῦν τι τῶν πρὸς τὴν ἀναγκαίαν χρείαν ληψόμενον παρα μύθιον; Ἐπειδὴ πολλοῖς τὸ συνδιαιτηθῆναι τούτοις, νενόμισται αἰσχρὸν, καὶ ἐφύβριστον, συμπότας διὰ τὴν ἐκ τῶν χρημάτων προσγινομένην άλα ζονείαν, αἰσχυνομένους λαβεῖν, οὓς ὁ Κύριος Ἰησοῦς ἀνθ᾿ ἑαυτοῦ στήσει ἐν τῇ κρίσει κηρύσσει εἰπών· «Ο τούτοις ἐποιήσατε. ᾿Αλλὰ καὶ τὸν
col. 841–842page 16 of 78
PG 79:841πεινῶντα παραγόμεθα τηκόμενον λιμῷ, καὶ τὸν γυ μνὸν παρελευσόμεθα πηγνύμενον τῷ κρυμῷ, καὶ τὸν νεκρὸν ὡς ἔν τι τῶν ἀκαθάρτων ζώων καταλείψομεν ἐῤῥιμμένον, τῆς φύσεως οὐ καθοσιώσαντες τὸ σῶμα, καὶ μὴ κρύψαντες γῇ συνήθως, τὴν κοινὴν ἀτιμίαν, ἣν ποιεῖν πέφυκε μυδῶντα, καὶ ἐχῶρας ἀποστάζοντα σεσηπότα σώματα· ἑαυτοὺς δὲ θάλψομεν ἀμέτρως, καὶ τὴν οἰκείαν πέρα τοῦ δέοντος σπουδάσομεν θερα πείαν, τὸν γήϊνον κοσμοῦντες ἀνδριάντα, καὶ τὸν σύνθετον χοῦν περιέποντες, ὡς λάμπειν μὲν ἐπὶ τῆς ἀγορᾶς, στίλβοντα δὲ τῷ ἄνθει τῶν ἐσθημάτων, ἕως δὲ ταῖς τῶν ὀψοποιῶν πιαίνεσθαι καρυκείαις, πᾶσαν πάντοθεν καρπούμενοι ἡδονήν. ΚΕΦΑΛ. ΙΔ'. Ενεδύσατο πορφύραν, καὶ βύσσον ποτὲ καὶ ὁ ἐν Εὐαγγελίοις ἀνώνυμος πλούσιος, και Συβαριτικῆς ἐνεπλήσθη τραπέζης ἐπὶ πολὺ, τὸν Λάζαρον πρὸ τοῦ πυλῶνος ἐῤῥιμμένον, καὶ ψιχίων ἐπιθυμοῦντα παρερχόμενος ἀσυμπαθῶς πάντως, καὶ τὴν βολὴν τοῦ ὄμματος ὑπ' ἐκεῖνον εἴ ποτε κλίνουσαν ἄγχων ἐφ' ἕτερον μέρος προνοίᾳ πολλῇ, ἵνα μὴ τῶν τραυμάτων αὐτῶν ἡ ὑπόμνησις εστιώμενον ἀηδίσῃ, ναυτιῶντα, καὶ πρὸς ἔμετον κινούμενον τῇ φαντασίᾳ τῆς ὄψεως οὔτε ήλαυνε τῆς θύρας οἰκονομίᾳ Θεοῦ, διηνεκές πρὸ τῶν εἰσόδων ἐλεεινὸν κεῖσθαι παρασκευάσαντος θέαμα, εἴ πως ἢ μαλαχθείη τῷ χρόνῳ πρὸς οἶκτον, ἢ τῆς ἀπανθρωπείας μὴ σχῇ, ὡς οὐχ έωρακώς εἰς ἀπολογίαν εὔλογον πρόφασιν. Οὔτε κείμενον ἠλέει, τὸ ἀνάλγη τον, καὶ ἀπηνὲς τῆς γνώμης ἐπιδεικνύμενος, ὅπως ἐλεγχθῇ, κυνῶν ὧν ἀσυμπαθέστερος, τὸ ἥμερον τῆς φύσεως ἀρνησάμενος ἔθει κακῷ, καὶ τοῦτον παρο ορῶν, ὃν ἐθεράπευσε τὰ φιλανθρώπου λογισμοῦ ἄμοιρα ζωα, συγγενῆ τάχα κρίνοντα τῶν ψυχίων ἐπιθυμοῦντα, ὧν καὶ αὐτὰ ποτὲ μὲν ἀξιοῦται, ποτὲ δὲ ἐν ἐνδείᾳ καθίσταται. 'Αλλ' ὅτε παρῆλθον, ὁ μὲν ἐν φαιδρῶν φαντασίᾳ, ὁ δὲ ἐν σκυθρωπῶν, τὸν ὄνειρον τοῦδε τοῦ βίου καὶ τῆς ἐνθάδε σκηνῆς ἀπέθεντο τὰ προσωπεῖα, ἐναντίαν καὶ παρὰ πολὺ διάφορον ἠλλάξαντο τὴν τῶν ἀληθινῶν πραγμάτων κατάστασιν τὸν μὲν γὰρ ἐξ ὀλιγοχρονίου τρυφῆς διεδέξατο κάμι νος πυρὸς ὀδυνῶσα ὡς πέφυκε, τὸν δὲ μετ' ὀλίγην ἀνίαν, εὗρεν εὐφροσύνη αἰώνιος· καὶ πάλιν ἦν αὐτοῖς, ἀλλ᾽ οὐχ ὡς πρὶν, ἡ ἀνωμαλία, ἐναντία δὲ τῆς πάλαι ἐχούσης αὐτούς· καὶ γὰρ τοῦ Λαζάρου, μᾶλλον δὲ τοῦ φέροντος αὐτὸν ἐν κόλποις ᾽Αβραὰμ ἐδέετο κεκραγὼς ἐκθύμως ὁ πλούσιος· τάχα γὰρ ἐκεῖνον διὰ τὴν προλαβοῦσαν ὑπεροψίαν ᾐσχύνετο ὅθεν, ἐάσας αὐτὸν, τοῦ πατριάρχου ἐδέετο λέγων, Πάτερ Αβραάμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατι καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογί ταύτῃ.» Καὶ, ὦ τοῦ πάθους! πῶς ταπεινὸν τὸν σοβαρὸν, καὶ ἀναιδῆ τὸν ὠφρυωμένον ἐποίησεν ἡ τῆς κολάσεως ἀνάγκη; Πῶς οὐκ ᾔδέσθη κολάσεως ἐπίσ κουρον ἀποσταλῆναι ἀξιῶν, ὃν λιμῷ μαραινόμενον το χχν,
col. 843–844page 17 of 78
PG 79:843ἀτενεῖ τῷ ὄμματι ἐθάῤῥησεν ἰδεῖν, ὃν οὔτε πλαγίῳ ποτέ ζῶντα κατηξίωσε θεάσασθαι ὀφθαλμῷ; Πῶς χρήζειν ἐτόλμησε εἰπεῖν δακτύλῳ, ἐν τῷ ἰχώρι στά ζοντα τὸ πρὶν ἐβδελύττετο; Πῶς αἰτῆσαι ῥανίδα οὐκ ἠρυθρίασεν ὕδατος, ψιχὸς ἐπιδεόμενον οὐκ ἀξιώσας τὸν πένητα; Αλλ' ἐκ τῆς φλογός οὕτως ἐκέκραγεν ἀναισχύντῳ φωνῇ· «Πέμψον Λάζαρον, ο ὡς ὑπί χρεων ἀμοιβῆς ὄντα ὑπὲρ ἧς εὐεργεσίας πολλάκις ἀπήλαυσεν. Τοιαύτη δὲ ἡ ἀνάγκη πάντα τολμᾷν ἀναί δην βιάζεται, λύσιν τῶν δεινῶν εὑρέσθαι, ὅθεν ἂν τύχῃ, μηχανωμένη. καὶ ὀδυνώμενον τοῖς ἕλκεσιν αὐτὸς οὐκ ἠλέησε; Πῶς ΚΕΦΑΛ. ΙΕ'. ; νωσμένοις έγχειρεῖν οὐκ ἐπιτρέπει σκιῤῥῶδες γὰρ Καὶ πῶς οὐκ εἶπεν ὁ μέγας πατριάρχης φιλαλήθως πρὸς αὐτόν· Νῦν ἔμαθες, ἄθλιε, τοῦ ἑλέους τὸ χρήσιμον, ὅτε σε πάντοθεν ἀναπτομένη περιέσχεν ἡ φλόξ; νῦν τὸ συμπαθές κρίνεις καλὸν, ὅτε αὐτὸς ἐν χρεία κατέστης αὐτοῦ; Καὶ πῶς ἐπὶ τῶν κακοπαθούντων ἀπηνὲς εἶχες τὸ φρόνημα; Νῦν ἐπιγινώσκεις Λάζαρον, ὃν ἐπὶ τοῦ ἐδάφους ἐῤῥιμμένον, εἰσιὼν καὶ ἐξιὼν οὐκ ἐγνώριζες· ὑπεχώρησεν ἡ λήμη τοῦ τύφου, καὶ ὀξυδορκεῖς πρὸς τὴν ἀλήθειαν· παρῆλθεν ἡ ζοφερά νύξ καὶ γνοφώδης τοῦ βίου, καὶ ἐν τῷ τῆς ἡμέρας φωτὶ ὁρᾷς, ὡς ἔχει τὰ πράγματα φύσεως κατέλιπες ὑπὸ τὴν γῆν τῶν ὀνείρων φαντασίαν, καὶ βλέπεις ὕπαρ τὰ συνέχοντα. Τότε τὸν ἔλεον ὤφειλες ὑπ' ἐννοίᾳ λαβεῖν, ὅτε τὰς ὕλας εἶχες τοῦ πλούτου πρὸς εὐποιΐαν ἐπιτηδείους· ὅτε τῷ δεομένῳ ἐξῆν ὀρέξαι ψωμόν, ὅτε τὸν γυμνὸν ἐκ τῶν σηπομένων δέλτων ναρκῶντα τῷ ψύχει σκεπάσαι ἠδύνατο, ὅτε τὸν ἀσθενοῦντα νοσηλεῦσαι ἦν γνώμης τῆς σῆς, ὅτε τῇ εὐποιΐᾳ ἡ ἀφθονία τῆς παρασκευῆς τοῦ πλούτου ἐδίδου καιρόν· ἐκείνης γὰρ τῆς σπορᾶς ἐπικαρπία δ παρών ἐστιν ἔλεος. Νῦν δὲ θερίσαι ζητεῖς ὃ οὐκ ἔσπειρας, καὶ συνάγειν ἃ οὐκ ἐσκόρπισας, καὶ λαβεῖν 2 οὐκ ἔθηκας, ἔλεον αἰτῶν, ὃν οὐκ ἐπεδείξω εἰς τὸν χρῄζοντα, καὶ οἰκτιρμὸν, οὗ τῷ πέλας οὐ μετέδωκας, καὶ σπλάγχνα συμπαθείας & τῷ πλησίον ἀπέκλεισα; ἰατρὸν εἶχες τῆς ἀσπλαγχνίας πρὸ τῶν θυρῶν, καὶ οὐκ ἐθεραπεύθης, ὅτε τοῖς βοηθήμασιν ἔτι νεαρὰ οὖσα ἡ νόσος εἴχειν ἡδύνατο· νῦν ὁ καιρὸς τοῖς ἀπεγ τὸ πάθος γεγένηται· οὐκέτι καταπλασμάτων αλύ πων, τομῆς δὲ λοιπὸν ὀδυνηρᾶς, καὶ καυτήρων περ πυρωμένων δεόμενον. • Πέμψον, φησί, Λάζαρον.» Πέμψω αὐτὸν, εἰπέ μοι, πρὸς σὲ τοσοῦτον διάστημα οὐ γὰρ ἐξέκλινας ποτε πρὸς αὐτὸν τὸν πλησίον ἀεὶ τυγχάνων αὐτοῦ; Εἴπω βάψαι τὸν δάκτυλον ὕδατι, καὶ καταψύξαι σου τὴν γλῶσσαν φλεγομένην, ὡς ἔψης; οὐ γὰρ παρεμυθήσω αὐτὸν πεινῶντα ψιχίων. Ἀλλ' ὅτε ἐδυνᾶσθαι λέγεις, πιθανὸς πρὸς τὸ τυχεῖν ἐλέους εἶναι δοκεῖς; Κἀκεῖνος ἦν ἐν ὀδύναις, καὶ σὺ οὐκ ἠλέησας. Σὺ νῦν ὀδυνᾶσαι ἐν καμίνῳ πυρός, ἐκεῖνος ὠδυνήθη ἐν καμίνῳ πτωχείας, οὐκ ἔλαττον δὲ πυρὸς δάκνει πενία τὰ σπλάγχνα τῇ ἐνδείᾳ βασει
col. 845–846page 18 of 78
PG 79:845νίζουσα καθάπερ τὴν ἐπιφάνειαν τοῦ σώματος ἐπι-? φλέγει τὸ πῦρ. Ει τότε τηκόμενον ηλέησας τῷ λιμῷ, νῦν ἂν ἠλεήθης φλεγόμενος ἐν πυρί· εἰ τότε συνέπασχες πολιορκουμένῳ πείνῃ καὶ τραύμασι, νῦν ἂν φει δοῦς ἔτυχες ἐν φλογὶ κολαζόμενος, μᾶλλον δὲ οὐδὲ τὸν τόπον ἂν εἶδες τῆς συνεχούσης σε βασάνου, ἀλλὰ 117 μετὰ Λαζάρου διήγες ἐντὸς τοῦ ἡμετέρου κόλπου θεραπευόμενος ὡς αὐτός· τοιοῦτον γὰρ ἡ εἰς τὸν δεόμενον εὐποιία, ὥστε οὐ μόνον ἐξάγει τῶν σκυθρωπῶν, ἀλλὰ καὶ ἐν τοῖς φαιδροῖς ἴστησιν εὐφραινόμε ΜΟΥ νῦν δὲ σιωπῶν φέρε τὴν κόλασιν· οὐδὲν γὰρ ἀνύει καταδίκου παράκλησις μετὰ θείαν ἀπόφασιν. Ελέους καὶ συγγνώμης ἐκεῖνος ἦν ὁ καιρὸς, οὗτος ἀδεκάστου καὶ δικαίας κρίσεως· ἐκεῖνος συγχωρήσεως, οὗτος ἀμοιβῆς τῶν καλῶς ἤ κακῶς πεπραγμένων· ἐκεῖνος στάδιον, καὶ ἀγῶνες, καὶ σκάμματα, οὗτος τῶν πεπονημένων ἀντίδοσις. Ο νικήσας ἐκεῖ τοὺς στεφάνους ἐνταῦθα κομίζεται· ὁ ἡττημένος οὐκ ἀναπαλαίει ἐν τῷ παρόντι τὰ πτώματα· λέλυται γὰρ ὁ ἀγὼν, καὶ τῶν ἐσφαλμένων ἡ διόρθωσις πέπαυται. Ἐκεῖ μετάνοια διωρθοῦτο τὰ πεπλημμελημένα, καὶ τὸν κριτὴν ἔπειθεν ἐπινεῦσαι δέησις, καὶ δάκρυον πρὸς εὐμένειαν· νῦν ἔλεος χώραν οὐκ ἔχει, ἀλλ' αὐτ στηρὰ δίκη καὶ ἀσυμπαθής, τοὺς ἀπηνεῖς ἀνηλεῶς ὠθεῖ πρὸς τὴν κόλασιν· ἡ γὰρ κρίσις κατὰ τὸ θεῖον λόγιον ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος. ΚΕΦΑΛ. ΙΓ'. Οὐδὲν τούτων πρὸς τὸν ἱκέτην εἶπεν ὁ δίκαιος, περιττὴν εἰδὼς, ὅταν τὰ πράγματα πείθῃ, τὴν διὰ ῥημάτων ὑπόμνησιν. Εν δὲ πρὸς αὐτὸν ἐφθέγξατο, καὶ πάντα ἐνέφηνε· ο Μνήσθητι, εἰπὼν, ὅτι ἀπέλα δες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά. • Εφάνη σοι, φησίν, ἡ πορφύρα καὶ ἡ βύσσος καλὰ πρὸς εὐπρέπειαν, ἔκρινες ἀγαθὰ τὴν καθημερινὴν λαμπρὴν εὐωχίαν, ἐτέρφθης τῇ ἀπολαύσει τῶν ἡδέων τοῦ βίου, στοίχησον τῇ πλη σμονῇ τῶν καταθυμίων· τί νῦν εὔκαιρον νομίζεις ὀρέγεσθαι, ὧν οὐδ᾽ ὄναρ ἐπεθύμησας τότε; Απέλαβε καὶ Λάζαρος τὰ κακὰ, οὐχ ἅπερ αὐτὰ ἡγήσατο ἐκεῖ νος κακά· ἔστεργε γὰρ αὐτὰ σιωπῶν ὡς καλὰ, ἀλλὰ σὺ ἐλογίζου ὡς κακά· ἀνάγκη γὰρ τὸν κρίνοντα ἐκεῖνα ἀγαθὰ, ἡγεῖσθαι ταῦτα κακά, τῇ αἱρέσει τῶν τερψάντων τὴν μερίδα τῶν ἐναντίων δεικνύντα ἄχρηστον, καὶ ἀδόκιμον. Εἰ ἐκοινώνεις τότε κακοπαθοῦντι τῷ παροφθέντι, νῦν εἶχες καιρὸν αὐτῷ κοινο πραγῆσαι τῆς ἀνέσεως· εἰ τότε παρεμυθήσω την ἔνδειαν, οὐκ ἄν σοι τούτων εδέησε νῦν τῶν ῥημάτων ημείψατο γὰρ ἄν σε τῆς συμπαθείας καὶ σιωπώντα ἐκεῖνος. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἰδοὺ πατέρα καλείς με προσηγορία μόνῃ τιμῶν, καὶ τέκνον ἀκούεις εὐθὺς, πρόσφορον τῇ προσηγορία τὴν ἀμοι Τὴν ἀφθόνως καρπούμενος. Ε! ἦσθα κἀκεῖ τιμήσας ἔργῳ τὸν Λάζαρον, ἐν ἔργῳ πάντως ἂν ἐδέξω τὴν
col. 847–848page 19 of 78
PG 79:847ἀντίδοσιν, εὐκαίρου χάριτο; ἀπολαμβάνων ἐπιτήδειον όφλημα· ἀλλά σε τάχα ἡ πολλὴ εὐπραγία εφύσησε, καὶ ὁ τῆς κενῆς δόξης όγκος ἐφάντασεν, ὡς ἐκ τοιαύ της περιφανείας οὔποτε ἐσόμενον τῇ δίκῃ ὑπεύθυνον. Οὐκ οἶδε δὲ τὴν ἐκεῖ τὰ παρόντα ἀξίαν, οὐδὲ τοὺς ἐκεῖθεν παραγενομένους δυσειπεῖται λαμπρῶς, πάν τας ομοτίμως πρὸς τὴν δίκην δεχόμενα, καὶ τὰς ἀξίας, οὐκ ἀπὸ τῶν νομιζομένων, ἀλλ᾽ ἀπὸ τῶν ἀληθῶς ἐκτῆς ἀρετῆς προσγινομένων ἐπιγινώσκοντα. Διὰ τούτων καὶ θηρίων ἐκρίθης ὠμότερος. Κύνες γὰρ χειροήθη, καὶ τιθασσὰ θηρία, σὺ δὲ οὐδέποτε πάν τως οὐδενὸς ἐν χρείᾳ καταστήσασθαι ᾠήθης· τῶν γὰρ κυνῶν, ἣν παρὰ τῆς φύσεως ἔλαχον ἰατρικὴν, τῇ γλώσσῃ τὰ οἰκεῖα μαθόντων τραύματα θεραπεύειν, ταύτην ἐπιδεικνυμένων εἰς τὸν ἀβοήθητον, καὶ τὸν ἐπιφυόμενον ἐκλειχόντων ῥύπον, ὡς ἂν ἡ οὐλὴ πάντως γένηται καθαρὰ τοῦ ἐπιτρεφομένου ἰχῶν ρος ἀπηλλαγμένη· ἐχρῆν σε εἰς τὸν ὁμόφυλον τὴν δυνατὴν ἐπιδείξασθαι παραμυθίαν, καὶ τὴν ἀπο ρίαν ἐπανορθῶσαι μεταδόσει τῶν ἀναγκαίων, ἵνα κἂν τῶν κυνιδίων ἐλογίσθης ἰσότιμος ἐξίσης τὴν εἰς αὐτὸν κηδεμονίαν πρὸς ἐκεῖνα νειμάμενος. Σὲ γάμο ὡς ἔοικεν, οἱ κύνες πρὸς εὐσέβειαν προτρεπόμενοι, συνεχῶς ἐφοίτων παρὰ τὸν πένητα· ἐπειδὴ τὸ πρα κτέον φωνῇ διδάσκειν οὐκ εἶχον, ἔργῳ βοῶντες· Οτι περ πρὸς ἣν πεφύκαμεν θεραπείαν, ταύτῃ κεχρημένοι προθύμως, δῆλοι καὶ τῆς πρὸς τὸ λειπόμενον ἐσμεν ἑτοιμότατοι, εἴ τις ἦν δύναμις ἡμῖν ποριστική τῶν ἀναγκαίων. Ἐπεὶ οὖν τροφὴν παρασχεῖν ἐσμέν ἀδύνατοι, καὶ αὐτοὶ τὰ πολλὰ μένοντες ἄσ:τοι, οἳ καὶ “τὴν οὐ νενομισμένην ἀνθρώποις ὑπ' ἀνάγκης ἔσθ' ὅτε προσφερόμεθα, ἣν ἐσμὲν ἱκανοὶ προσάγομεν παραμυθίαν, τὸ συμπαθὲς ἐπιδεικνύμενοι, καὶ τῷ μετρίῳ τῆς λειτουργία; τὴν εἰς ἅπαντα προθυμίαν, εἰ παρῆν δύναμις, ἐκκαλύπτοντες. ΚΕΦΑΛ. 12'. Τὸ γὰρ τῇ δυνάμει τέως ἐφικτόν, σπουδαίως εἰς ἔργον ἀγόμενον, ἔλεγχος τῆς πρὸς τὰ λοιπὰ προθυμίας ἐστὶ, τὴν ἀπορίαν ἐν τοῖς οὐκ ἐπιμελουμένοις δεικνύον, οὐ τὴν γνώμην τῆς ἀργίας αἰτίαν, ἀλλὰ τοιοῦτος γενόμενος ὁ ἀπηνῆς, καὶ ἀπάνθρωπος χάριν αἰτεῖ σταγόνος, οὐ παρασχών χάριν ψιχίου· οὐχ ἔτι σταγὼν ἦν ἱκανὴ παραμυθήσασθαι τὴν φλόγα ἐκεί νην (οὐ γὰρ ποταμὸς ἐπιῤῥέων αβέννυσι πῦρ πρὸς τιμωρίαν ήτοιμασμένον), ἀλλ᾽ ἵνα δειχθῇ σαφῶς, ὅτι τὸν νῦν ἀσυμπαθῆ, οὐδὲ τοῦ εὐτελοῦς ἐκείνου ποτνιώμενον ἔστι τυχεῖν ἐν τῷ μέλλοντι, ὅπως, τὸ αὐστηρὸν καὶ ἐμβριθές μαθόντες τῆς κρίσεως, ταῖς εἰς τοὺς νῦν ἐνδεεῖς εὐεργεσίαις τὴν τῶν ἐπηγγελμένων ἀγαθῶν ἑαυτοῖς πραγματευσώμεθα ἀμοιβήν, καὶ θησαυρίσωμεν ἐκεῖ χρησίμως τὰ ἐνταῦθα φθειρόμενα, ὀφειλὴν ἀπαιτοῦντες τὸν δικαστήν τὰ δεδανεισμένα τοῖς πένησι, καὶ οὐκ ἔρανον τὴν ἀπαλλαγὴν τῆς κολάσεως ἀξιοῦντες λαβεῖν· εἰ γὰρ ὁ ἐλεῶν πτωχόν, ὡς ἡ παροιμία Σολομῶντός φησι, δανείζει Θεῷ, ἐκτι
col. 849–850page 20 of 78
PG 79:849στὴν ἔχων ὁ δανείζων εὐγνώμονα πάντα δανειζέτω, Ο κέκτηται, ἵνα πολλαπλασίονα πάντα εὕρῃ ἐκεῖ οὐδὲν τῇ ματαιότητι καταλιπών, 8 ποιήσει μετάμελον, ὡς καταλελειμμένον κακῶς. Πᾶν γὰρ τὸ μὴ πρὸς εὐποιίαν δοθὲν, εἰκαῖόν ἐστιν ἀληθῶς, καὶ ἀνόνητον, οὐκ ἀκολουθοῦν, οὐδὲ προλαμβάνον ἐκεῖ. Κἂν αὐτούς τις εἴπῃ τοὺς προσεχῶς συγγενεῖς, υἱοὺς, καὶ ἀδελ φούς, καὶ τοὺς ἑπομένους ἀκολούθως τῆς ἀγχιστείας δεσμούς, πάντως, εἰ μή πού τις ἐνδεὴς εἴη, εὑρήσει πρὸς διαδοχὴν τῶν ὑπαρχόντων ἐπιτηδείους. "Οθεν ἕκαστον προσήκει χαίρειν εἰπόντα συγγενείαις καὶ φιλίαις πολυαρίθμοις αὐτὸν ἑαυτοῦ γενέσθαι ἀγχι στέα καὶ φίλον, πάντα μετακομίσαντα ἢ προπέμ ψαντα, ἔνθα μεθίσταται, ἵνα εὐθύμως ἀπίῃ ὁ καλούμενος εἰς τὴν μετάστασιν, πολὺν ἀφθάρτων ὁρῶν σορὸν χρημάτων ἑαυτῷ τεθησαυρισμένον ἐκεῖ, καὶ μὴ ὀκνῇ τὴν μετάβασιν ἐλεεινῶς ἀπολιμπάνων τὰς ὅλας τοῦ πλούτου, αἷς ματαίως προσεπεπόνθει πα ρών. ΤΜΗΜΑ Ε. *Οτι αἱ ψυχαὶ τῶν φιλοπλούτων, φιλόζωοι οὖσαι, δυσαποσπάστως ἔχουσιν ἐν τῷ καιρῷ τοῦ θανάτου. ΚΕΦΑΛ. Α'. Διὰ τοῦτο γὰρ αἱ ψυχαὶ τῶν φιλοπλούτων ἐπὶ πολύ τοῦ σώματος μεριζόμεναι βασανίζονται, ἐξιοῦσαι καὶ ὑποστρέφουσαι, ἐξελκόμεναι, καὶ ἀναποδίζουσαι, καὶ τῆς μάχης τοῦ μὴ ἀποσπασθῆναι τοῦ σκήνους μαρτύριον τοὺς ἱδρῶτας παρέχουσαι, καὶ τοῦτο δη λοῦσαι σαφῶς, ὅτι πρὸς τὰ παρόντα πολλὴν ἔχουσι τὴν προσπάθειαν, συνεχῶς ἐπιστρεφόμεναι πρὸς τὰ ἀφιέμενα, καὶ μόλις ἀναχωροῦσαι, τῷ προσδεδέσθαι τοῖς τῇδε. Εἰ δέ τις ἦν προτροπὴ καλοῦσα κτήματος ὁρωμένου ἐκεῖ, πάντως ἂν ἠπείχθησαν δραμεῖν πρὸς αὐτὸ, πολὺ τῶν καταλιμπανομένων βλέπουσαι τὰ τοῦ μέλλοντος ἀνθηρότερα, καὶ καταφρονοῦσαι τῶν ἀφιε μένων διὰ τὴν λαμπρότητα εκείνων. Τοιοῦτος καὶ ὁ ἄλλος πλούσιος ἦν τῇ εὐφορίᾳ τῆς χώρας αὐξήσας τῆς ἀπληστίας τὴν νόσον, καθαίρων ἀποθήκας ἀεὶ, καὶ μείζονας οἰκοδομῶν, ἐπεὶ μὴ εἶχε ποῦ τὰ γεωργηθέντα ἀπόθηται, στενοχωρουμένων τῶν πρώτων ταμείων τοῖς παλαιοῖς γεννήμασι, καὶ τὴν τῶν δεο μένων χρείαν έναποκλείων φυλακαῖς ὀχυρῶς δεδο μημέναις πρὸς τὸ ἄσυλον, καὶ τῇ μονοφάγῳ ἑαυτοῦ ψυχῇ προσλαλῶν, καὶ πολλῶν ἐτῶν αὐτῇ μαντευόμενος ἀπόλαυσιν ἄδολον, οὐδὲ τὴν ἑξῆς, ὡς ἡ θεία ἀπόφασις ἔδειξε, μέλλων ὁρᾷν. Δίκαιον γὰρ ἦν ἀλη θῶς τὸν μηδένα τῆς ἀπολαύσεως λογισάμενον λα βεῖν κοινωνὸν, μηδὲ αὐτὸν μετασχεῖν τῆς ὀνειροπολουμένης τρυφῆς, ἀνάσπαστον δὲ ληφθῆναι πρὸς τὴν δίκην τῆς ἀπανθρωπίας Ελκόμενον. Τί γάρ; οὐκ ἦσαν πένητες τότε τρυχόμενοι λιμῷ, ἵνα θη σαυρισθῇ ἀπειροκάλως τὸ γέννημα; Οὐκ ἦσαν τῶν

Section VSectio V

col. 851–852page 21 of 78
PG 79:851ἀναγκαίων ἐνδεεῖς οἱ τῶν σητῶν ἀξιοπιστότεροι, ἵνα προλάβωσι τῇ μεταλήψει τοὺς ἀχαρίστους δαιτυμόνας σκώληκας, δαπανήσαντες εὐλογώτερον αὐτοί, & μετ᾿ ὀλίγον ἔμελλον ἀχαρίστως ἀναλίσκειν ἐκεῖνοι καθάπερ ὠμοί τινες καὶ ἀπηνεῖς μητραλοίαι κατ εσθίοντες τὰς τεκούσας ἀπορία ἑτέρας τροφῆς, καὶ μετὰ τὴν ἄδικον θοίνην ἐξέρποντες τῶν ταμιείων, καὶ δημοσίᾳ προερχόμενοι τῆς ἀλογίας τοῦ πυροφύ λακος ἄκλητοι μάρτυρες οὕτω δικάσαντος τοῦ ὁσίου κριτοῦ, ὡς καὶ ἀπολέσθαι τὰ κακῶς σεσωρευμένα, κἀκεῖνον μὴ σχεῖν κατὰ τῆς προνοίας μέμψεως εἴ λογον ἀφορμήν; Ἐπειδὴ γὰρ τὴν ἁπάντων κοινὴν εὐθηνίαν ᾠκειώσατο μόνος, κλείθροις ἐπιμελῶς ἀσφα λισάμενος, καὶ μοχλοῖς τὴν ἄνωθεν δωρεάν, μακρὰν ἐξ ἐκείνων ἑαυτῷ, καὶ πολυετῆ τὴν ἀπόλαυσιν ὑπο θέμενος, δικαίως ὁ Θεὸς ἐκ τῶν ἀποθηκῶν, ἃ ἔδω ρήσατο, είληφεν, οὐδὲν τῶν οἰκείων πόνων ζημιώσας ἐκεῖνον· κατέλιπε γὰρ σώας τὰς ἀποθήκας αὐτῷ, ἂς αὐτὸς ᾠκοδόμησε. Πόσῃ δὲ σπουδῇ χρησάμενος ἔξω τὸν σῖτον προελθεῖν παρεσκεύασε κατὰ τὰς πλα τείας ἐμφανῶς ῥεμβόμενον πρὸς γέλωτα, καὶ χλεύην τοῦ μυρία μηχανησαμένου, ὅπως αὐτῷ πρὸς πολὺν χρόνον φυλαχθῇ ἀδιάφθορα τὰ τῆς τρυφῆς ἐπιτήδεια, πλαξὶ μὲν ξεσταῖς καταστρώσαντι τὸ ἔδαφος, κονιά σαντι δὲ τοίχους, καὶ θυρίσι τὰς ἔξωθεν ἐπεισάγοντι αὔρας, ὡς ἂν ριπίζοιτο τὰ ἀποκείμενα, καὶ τὴν ἐκ σήψεως διαφεύγοι βλάβην τῷ συνεχεί διαφορούμενα πνεύματι; η ΚΕΦΑΛ. Β'. Αλλ' οὐδὲν τῶν δεινῶς ἐπιτηδευομένων τὴν τοῦ Θεοῦ σοφίζεται βούλησιν, οὐδὲ τὴν ἀμετάπτωτον κρίσιν νικᾷ ἀνθρωπίνη ἐπίνοια ματαιοῦσαν τὰς σπουδὰς τῶν οἰομένων ἀνύειν τι δύνασθαι σπουδή τῆς οἰκείας δυνάμεως. Ἰδοὺ γοῦν τῶν πρὸς ἀσφά λειαν ἐνέλιπεν ἄφρων οὐδὲν, καὶ τῆς ἐλπίδος ἀπὸ έτυχε· σῶαι αἱ ἀποθῆκαι, καὶ ἀπο[τε]θὲν οὐδαμοῦ· τὰ κλεῖθρα, καὶ οἱ σημαντῆρες οὐκ ἠδίκηνται, καὶ ὁ σἶτος ἑδραπέτευσεν· οὐ διώρυκται τοῖχος, οὐ περι ῄρηται ὄροφος, καὶ τὰ ταμιεῖα κεκένωται. Πάντα σῶν τὰ τῆς ἀσφαλείας, πάντα ὁλόκληρα, καὶ τὸ γέννημα βαδίζον ἔξω θαῦμα τοῖς ὁρῶσι παρέχει, καὶ πολλὴν αἰσχύνην τῷ θησαυρίσαντι οὐδαμῶς κρύψαι δυναμένῳ τῆς ἀνοίας τὸν ἔλεγχον, τοσούτους έχοντι τῆς ἀπανθρωπίας κατηγόρους τοὺς σήτας, οὓς τὸ νεῦμα παραδόξως αἰθρίως ἐσκέδασεν ἐν ὀλίγῃ τέτ φρα, καταλιπόντας ἔνδον τὰ τῆς ἀναισθησίας μνη μόσυνα προς διηνεκή τῷ συναγαγόντι ἀνοίας ὑπό μνησιν, ἵνα τὴν ὑπολειφθεῖσαν κόνιν ὁρῶν, εἰκαίαν μάθῃ τὴν ἀνθρωπίνην προμήθειαν, οὐκέτι λέγων ἅπερ ἔλεγε πρότερον· «Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά, φάγε, πίε, εὐφραίνου.» Αλλ' ἐκεῖνο τῇ ἐκβάσει τοῦ πράγματος εὑρίσκων ἀληθές, ὅπερ ὁ Ἡσαΐας ἐνθουσιῶν, καὶ θεοφορούμενος έλε γεν· ο Ον τρόπον ἐνυπνιάζεται ὁ διψῶν, ὡς ὁ πιο
col. 853–854page 22 of 78
PG 79:853νων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν,» οὕτως ἔσται ὁ πλοῦτος τῶν ἀσεβῶν ἐκφυσώμενος, καὶ σκεδαννύμενος ὡς χούς, κἂν ἀδύ τοῖς ἀποτεθῇ προνοίᾳ διαμονής. Οὕτω γὰρ αὐτὸς τοῖς οὕτω διακειμένοις φησὶν ὁ Θεός·. εἰσηνέγκατε τὰ ἐκφόρια ὑμῶν εἰς τοὺς θησαυροὺς ὑμῶν, καὶ ἐκεῖθεν ἐξεφύσησα αὐτά. Μᾶλλον δὲ οὔτ᾽ εἰ γέ γονε ταῦτα, οὔτ᾽ εἰ μὴ γέγονε, ἔγνω ὁ τῇ προθέσει μακρόβιος. Εφθασε γὰρ πρόωρος ἁρπαγείς τὴν τούτων φθοράν, ἐν αὐτῷ τῷ βουλεύεσθαι τὰ τῆς μακρᾶς εὐφροσύνης, ἀνυπερθέτως ἐν αὐτῇ τῇ νυκτὶ τὴν ψυχὴν ἀπαιτηθεὶς, καὶ οὔτε φθάσας εἰπεῖν, τίνα τῶν καταλιμπανομένων εἶναι βούλεται κύριον. Εδει γὰρ κοινὰ γενέσθαι λοιπὸν ἐρημίᾳ δεσπότου τὰ κυρίως παρὰ τοῦ ἀκοινωνήτου μόνου κατεχόμενα, ἑκάστῳ προκείμενα εἰς ἐξουσίαν χρήσεως ὁμοίως. Καὶ ἐπειδὴ κοινὰ σχεῖν αὐτὰ τῶν ἀπόρων οἰκείᾳ οὐ προέθετο γνώμῃ ἑκὼν δωρήσασθαι μη διανοηθείς, ἅπερ ἔμελλεν ἄκων ἀπολύειν, ἀνάγκῃ, μετὰ τὸ ἀπο στερεῖσθαι τῆς ὀνειροπολουμένης κραιπάλης, προσ λαμβάνει αἰώνιον κόλασιν. ΚΕΦΑΛ. Γ'. Εἰ γὰρ ἑκατονταπλασίονα τὰ τοῖς πτωχοίς παρ εχόμενα λαμβάνοντες οἱ φιλόπτωχοι, ζωὴν ἐπὶ τού τοις κληρονομοῦσιν ἀπέραντον, πάντως καὶ οἱ παρ ερχόμενοι τὸν λυπούμενον ἀπαραμύθητον, πρότερον ἐκεῖνα ζημιοῦνται, ἐξ ὧν ὁ μὴ εὐεργετημένος οὐδέ ποτε εὐχαρίστησε τοῖς ἁγνώμοσιν, εἶθ' οὕτω τῇ κου λάσει παραδίδονται, πλέον τῆς πείρας τιμωρούμενοι τῷ συνειδότι, ὅτι τὸ λύτρον ψυχῆς αὐτῶν γενέσθαι ὀφείλοντα χρήματα τῇ εἰς τοὺς ἐνδεεῖς εὐποιΐᾳ, και τακρίσεως αἰτία ταῦτα τῇ μικρολογία πεποίηνται, τῆς φρικτῆς ἐκείνης, καὶ φοβερᾶς εἰκότως κατὰ τὴν πρᾶξιν ἀκούοντες ἀποφάσεως·. Πορεύεσθε, λεγούσης, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἦτοιμασμένον τῷ δια βόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με.» Οὐ τοσοῦτον ὄντες, ὡς ἔμοιγε δοκεῖ, ἐλεεινοὶ τῆς τιμωρίας, ὅσον τῆς ἀνοίας καταγέλαστοι, ὅτι φειδοῖ δαπάνης εὐτελοῦς, τοσαύτην καὶ τηλικαύτην είλοντο κόλασιν· οὔτε τῶν πρὸς τρυφήν παρεσκευασμένων, ἐφ' ὅσον ἐφαντάζοντο χρόνον, ἀπολαύσαντες, καὶ ἐπὶ τοῖς ἀπολειφθεῖσιν φοβεράς, καὶ ἐπε ωδύνους δίκας ὑπέχοντες, ἐπεὶ μὴ οἰκείαν ἐποιήσαντο παραμυθίαν τὰ ἴδια κτήματα, πάντα προπέμψαντες διὰ τῶν ἀχθοφορούντων πενήτων ἐκεῖ, ἔνθα τρυφᾷ» ἀνθ' ὧν κολάζεσθαι ἔμελλον, ἄλλοις ἐνασελγαίνειν δεδωκότες χώραν τοῖς οἰκείοις πόνοις, καὶ ὑπὲρ αὐτ τῶν εἰκότως τιμωρίαν ὑπέχοντες.

Section VISectio VI

col. 855–856page 23 of 78
PG 79:855ΤΜΗΜΑ Γ'. “Οτι οἱ τοῖς ἀδιαφόροις τῶν οἰκείων τὴν ὑπαρξιν παραπέμποντες κολάζονται εἰκότως. ΚΕΦΑΛ. Δ'. Αργεῖν γὰρ οἱ διαδεξάμενοι τὰς οὐσίας ἐδύναντε τῶν ἁμαρτημάτων ἀπορίς δαπάνης, ὧν ἄδειαν αὐτ τοῖς ἡ τῶν χρημάτων ἀφθονία παρέσχε τῇ ὁρμῇ τῆς προαιρέσεως πρὸς τὰ δοκοῦντα εὐκολων οδοποιήσασα τὴν ἐξουσίαν τοῦ ἔργου. Καί μοι μηδεὶς τὴν ἕωλον ἐκείνην βαττολογών σεμνολογείτω πρόφασιν, τέκνοις καὶ ἐκγόνοις λέγων φυλάττειν τὰ χρήματα πρὸς εὐτ σχήμονα βίον. Ἔφραξε γὰρ ἡ πεῖρα πᾶν στόμα προφασιζόμενον ταῦτα, ματαίαν ἐπὶ τῶν ἔργων δείξασα τὴν τοιαύτην τῶν γεγεννηκότων φροντίδα. Πόσοι γὰρ ἐξ ἀπόρων προγόνων εἰς τοσαύτην προ έβησαν εὐπορίαν, ὡς τοῖς ἑπτοημένοις περὶ τὰ μάτ ταια νομισθῆναι ἐπίφθονοι; Πόσοι δὲ πατέρων λαμ πρὸς οὐσίας διαδεξάμενοι παῖδες, εἰς ἐσχάτην ἤλασαν πενίαν, ἢ βιασθέντες παρὰ δυνατωτέρων, καὶ ὁμοῦ πᾶσαν ἀφαιρεθέντες τὴν ὕπαρξιν, ἢ τῇ κατ' ὀλίγον αὐτὴν λαφύξαντες ἀσώτῳ διαγωγῇ καὶ θη τείαις αἰσχραῖς, ὕστερον μόλις ποριζόμενοι τὴν ἀναγκαίαν τροφήν; Όπως ἡ σκέψις τοῦ συναγαγόντος εἰκαία πᾶσι προδήλως δειχθῇ, παύουσα τοὺς αὖθις τῆς τοιαύτης ματαιοπονίας τοῖς προλαβοῦσι παραδείγμασι, καὶ τῆς οἰκείας πείθουσα γενέσθαι σωτηρίας, τὴν τῶν ἐκγόνων οἰκονομίαν ἀνατιθέντες Θεῷ κἀκείνους οἰκονομήσαντι; ὡς ἔκρινεν εύλογον, ἢ ἐκ ταπεινῶν ποιήσαντι ὑψηλούς, ἢ τηρήσαντι ἐν τῷ ἀξιώματι, ᾧ παρὰ τῶν φυσάντων κατελείφθησαν. Εἰ γὰρ ἄδηλος ἡ τῶν καταλιμπανομένων τοῖς τέκνοις παραμονή, ὡμολογημένον δὲ τὸ ἐκ τῆς εὐ ποιίας κέρδος, τί μὴ πᾶσι τοῦ ἀδήλου τὸ προφανές κρίνεται προτιμότερον, ἐκεῖ πεῖθον σπεῖραι τὰ σπέρματα, ὅπου καὶ πολλὴ καὶ ἀναμφίβολος ἡ ἐπι καρπία ελπίζεται; Εἰ δὲ καὶ βεβαία τοῖς διαδεχομέν νοις ἡ κτῆσις ἦν, καὶ ἀναντίῤῥητος, τίς οὕτως ἐχθρὸς ἑαυτοῦ καὶ ἐπίβουλος, ὡς ὑπὲρ τοῦ παρα πέμψαι τοῖς ἐξ αὐτοῦ ἄφθονον ὕλην τρυφῆς, αὐτὸς ἑλέσθαι αἰώνιον κόλασιν, καὶ μὴ τῆς ἄλλων ἀνέσεως τὴν ἰδίαν σωτηρίαν προτιμοτέραν ἡγήσασθαι, ἢ κἂν γοῦν ἐν ἴσῳ θέσθαι τὰ οἰκεῖα τοῖς, ὡς ἡ ἀλήθεια βούλεται, ἀλλοτρίοις, καὶ οὐδὲν προσήκουσιν ἐν τῷ μέλλοντι; οὐδὲν γὰρ οὐδενὶ τῆς ἑαυτοῦ ψυχῆς ἴσον έπειδὴ μόνον ἕκαστος ὑπὲρ ἑαυτοῦ ἔσεσθαι μέλλει κρινόμενος, οὐδεμίαν ἐκ συγγενείας, καὶ φιλίας ἔχων ἐπὶ τοῦ κριτοῦ συνηγορίαν. "Οθεν ἐπειδὴ ἐλεημοσύναι καὶ εὐποιίαι παῤῥησίαν ἐπὶ τοῦ βήματος παρέχουσιν ἐκείνος, τούτων ἐπιμελητέον, τῆς κατὰ τὴν οἰκει τητα προσπαθείας φροντίζοντες ἔλαττον, Θεῷ τῆς πάντων ἀνακειμένης κηδεμονίας, τῷ πρὸς τὸ συμ φέρον οικονομοῦντι τὴν ἑκάστου ζωήν, εἰ μὴ χεῖρον ἡμᾶς τῶν ἀλόγων κατὰ τοῦτο διακείσθαι χρὴ τὴν πρόνοιαν τοῦ Θεοῦ σφετεριζομένους, τῇ εἰς τοὺς παῖδας δοκούσῃ κηδεμονία, σφαλλομένῃ πολλάκις, ὡς εἴρηται, τοῦ σκοποῦ, διὰ τὸ πολλοὺς ἐκ πολλῆς κτήσεως καταλελείφθαι γυμνούς, καὶ ἀνεστίους παν τάπασι. Δεν γάρ, ἢ με σώφρονα λογισμῷ παρ' έαν
col. 857–858page 24 of 78
PG 79:857τῶν ἐπαιδεύθημεν, τοῦτο μαθεῖν παρὰ τῶν ἀλόγων, 128 ὡς καὶ ἄλλα πολλά. Θηρίοις γὰρ, καὶ ἑρπετοῖς, πτηνοῖς τε, καὶ κτήνεσιν ἅπασιν ἡ φύσις διδασκαλία, ἐφόσον φροντίζειν δεῖ τῶν ἐκγόνων παιδεύσασα ἐπι μέλειαν σκύμνων, καὶ πώλων καὶ νεοττῶν, γεγένηται, ἕως μὴ πάρεστι προς πορισμόν τροφῆς αὐτοῖς οίκοθεν δύναμις· ταύτης προσγενομένης την συγγενικὴν παύουσα κηδεμονίαν, καὶ ἑκάστῳ τὴν νομήν αὐτεξούσιον ἐπιτρέπουσα· πρὸς ἐντροπὴν τάχα τῶν λόγῳ τετιμημένων, καὶ ἀλόγων διακειμένων ἀναισθητότερον, οἳ καὶ Θεὸν ὡς οὐχ ἱκανὸν εἰς πρόνοιαν τῶν οἰκείων ἔργων ὑβρίζουσι, τῷ πᾶσαν εἰς ἑαυτοὺς τὴν τῶν ἐκγόνων ἕλκειν ἐπιμέλειαν, καὶ τῇ πολλῇ περὶ αὐτὰ φροντίδι περὶ τῆς ἑαυτῶν οὐδόλως μεριμνῶντες σωτηρίας, ὡς οὐκ ὄντες μᾶλλον ἐκείνων ἑαυτοῖς συγγενέστεροι, καὶ πρὸς τὴν τῶν συμφερόντων ἐπιμέλειαν οἰκειότεροι. ΚΕΦΑΛ. Β'. Συγγένεια γάρ ἐστι σωμάτων οἰκειότης ἀγχίσπο ρος, μέχρι τότε τὸν δεσμὸν τῆς ἀγχιστείας ἐπισυρομένη, μέχρις ἂν ἡ σειρὰ πέπλεκται τῶν σωμάτων, ἄλλον ἄλλῳ στοιχηδὲν ἠρτημένων ἐν τάξει συνδέουσα· θα νάτου δὲ τὸν εἱρμὸν τῆς συναφείας διακόψαντος, τούτων τὰ τῆς συγγενείας λέλυνται δίκαια, ἑκάστου πρὸς τὴν δίκην περὶ τῶν ἰδίων πράξεων Ελκομένου, και τότε γνωρίζοντος τὴν ἐρημίαν, ἣν αὐτῷ κατα εσκεύασεν, ὅτε μηδαμόθεν ἔστιν ἐπινοῆσαι βοήθειαν, καὶ τῶν ὑλῶν, καὶ τοῦ καιροῦ τῆς βοηθείας οἰχομένων ὁμού. Αδελφὸς οὐ λυτροῦται τῆς ἀνάγκης ἐκεί τῆς ἀδελφὸν, πατὴρ οὐκ ἐξαιρεῖται υἱὸν τῆς κολά σεως, μήτηρ. οὐ παραιτεῖται υἱὸν τιμωρούμενον, τέκνον οὐκ ἐξαιρεῖται τοὺς γεννήσαντας· ἀργοῦσιν αἱ σχέσεις αὗται, καὶ παύονται νικώμενα: τῷ φόβῳ τῆς κρίσεως. Οὐκ οἶδεν ἐπὶ τοῦ βήματος ἐκείνου γυα ναῖκα ἀνὴρ, ἣν ἴσως καὶ ποθουμένην ἀπέβαλεν· οὐ λογίζεται ἄνδρα γυνή, ὃν ἀκμάζοντι καὶ φλεγομένω παρέπεμψεν ἔρωτι, τῆς ὑπερβαλλούσης ἀγωνίας κατα λυούσης τὰς ἐμπαθεῖς ὑπομνήσεις τῶν σαρκικῶν διαθέσεων. Καὶ πολλάκις μὲν ὁ προγονικὴν διαδεξάμενος ὕπαρξιν, καλῶς οἰκονομήσας ταύτην τοῖς δεο μένοις, ἔστηκε παρὰ τοῦ κριτοῦ οἷς ἐποίησεν εὐφη μούμενος, καὶ ἱλαρῷ τῷ προσώπῳ τὰς ἐπαγγελίας ὑποδεχόμενος· ὁ δὲ καταλιπών ταύτην ἐπὶ τὰς και λάσεις ὠθούμενος ἕλκεται, ἐπεὶ μηδὲν ἐξ αὐτῶν εἰς τοὺς δεομένους χρηστὸν ἐπεδείξατο, ἄλλῳ σωτηρίας ἀφορμὴν τοὺς οἰκείους πόνους καταλιπών, καὶ αὐτὸς ἑαυτὸν τῶν ἰδίων ὠφελήσας ὁ τάλας οὐδέν. Καλῶς ὁ σοφὸς ἐν Παροιμίαις φησὶ Σολομών·. Ο συνάγων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν, τῷ ἐλεοῦντι πτωχούς συνάγει αὐτὸν, ν ἑαυτῷ κολάσεως τῆς πλεονεξίας, καὶ ἑτέροις ἀμοιβῶν τῆς εὐποιίας ἀγαθῶν γινόμενος αἴτιος. Καὶ τούτων οὕτως ἐχόν των, τίς ἡ μανία παραπαιόντων διόλου, καὶ οὐδὲ

Section VIISectio VII

col. 859–860page 25 of 78
PG 79:859τῷ καιρῷ τοῦ θανάτου λογιζομένων τὸ βῆμα τὸ φο βερόν ΤΜΗΜΑ Ζ΄. Περὶ τῶν ἐν τῷ καιρῷ τῆς τελευτῆς οὐ ποιουμένων τῆς ἑαυτῶν σωτηρίας φροντίδα, ἀλλὰ καὶ διαθήκας γράφοντες κελεύειν λέγουσιν, ὧν ἐξουσίαν οὐκ ἔχουσιν. ΚΕΦΑΛ. Α' Δεδόσθω γὰρ τοῖς καταφρονηταῖς τὴν ἄδειαν ἐν τῇ ζωῇ γεγενῆσθαι λήθης τῶν συμφερόντων ὑπόθεσιν, τί καὶ πρὸς τὴν ἔξοδον μένουσιν ἀπαθεῖς; Ὅτε τῶν ἀπαιτούντων τὴν ψυχὴν ἐπιστασία φοβερά συνέχει φρίττουσαν αὐτὴν πρὸς τὴν ἔξοδον, καὶ δειματολ σχήμασι φοβεροίς, εἴπως λογισμόν λάβοι τῶν καθ' ἑαυτὴν σώφρονα, καὶ πρὸς τὸ μέλλον συμφέροντα ὅτε δαίμονες ὀνειδίζοντες τὴν ἁμαρτίαν, καὶ πρὸς ἑαυτοὺς ἕλκουσιν ἀπειλοῦντες εἰς ἀμειδῆ, καὶ σκυ θρωπὰ χωρία, ὡς πρὸ τῆς βασάνου τὴν κατάπληξιν ἱκανὴν εἶναι πρὸς κόλασιν· ὅτε ἡ συνείδησις ἐπιστρέφειν ειωθυία πρὸς τὰ πεπλημμελημένα τρέμει τὴν πρὸς ἀξίαν τῶν ἡμαρτημένων περιμένουσα κόλασιν ἔνθεν γὰρ ἱδρῶτι κεῖται τὸ σῶμα διάβροχον, τοὺς κρουνούς σημεία δεικνύον τοῦ ἔνδον καμάτου, καὶ τῆς ἀδήλου ταραχῆς τὰ δρώμενα παρέχον τεκμήρια. ᾿Αλλὰ καὶ τότε τάχα μὲν τῇ ἐλπίδι τοῦ ζῆν κολακεύουσι προστάτας, καὶ φίλους, καὶ συγγενεῖς ἐπὶ τοῖς καταλιμπανομένοις μνώμενοι τὴν ἐξ αὐτῶν λοι πὸν ἀνόνητον εὔνοιαν. Τάχα δὲ καὶ ἀληθῶς καθῆκον κρίνουσι τοῦτο, τὰ, ὡς οἴονται, οὐκ ἀκολουθοῦντα ἔνθα μεθίστανται, καταλειφθῆναι λογιζόμενοι τοῖς εἰρημένοις, καλὸν πρὸς μνήμην ἀγαθὴν τὴν οὐκέτι τοῖς τιμωρουμένοις χρησίμην. Τί γὰρ τῷ ἐν ἀφορή τοις οδύναις ὄφελος εὐφημίας χαρίτων, οὐκ ἐπικου φιζομένῳ ταῖς εὐχαρίστοις φωναῖς τὸ ἀπαρηγόρητον ἄλγημα; Ακολουθεῖν δὲ, κἂν μὴ προεπέμφθη, ταῦτα ἐδύνατο καταλειφθέντα τοῖς πένησι, καὶ τῷ ἐπικομι σαμένῳ ποιῆσαι πολλήν παραμυθίαν, ἔνθα τὸν κεναῖς ἀπελθόντα χερσὶν, οὔτε δανείσασθαι, οὔτε χάριν λα βεῖν, οὔτ᾽ ἄλλως πως ἔστιν εὐεργεσίας τυχεῖν. οι ΚΕΦΑΛ. Β'. Ως δηλοῦσι μετὰ τοῦ ἄφρονος πλουσίου α! μωραί πέντε παρθένοι· ὁ μὲν γὰρ ῥανίδα κατὰ τῆς γλώττης ᾔτει φλεγόμενος, αἱ δὲ μικρὸν ἔλαιον, ὃ μὴ ἐπεκο μίσαντο, καὶ οὐδεὶς δέδωκεν ἔχων ταῖς δυναμέναις βαστάσαι καὶ μὴ βεβαστακυίαις. Καὶ διὰ τοῦτο ὁ μὲν Ἐκκλησιαστής παραινεί λέγων· ι Απόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ἑνδεοῦς, ὅτι ἐν πλήθει ἡμερῶν σου εὑρήσεις αὐτόν.» Ὁ δὲ ἀπόστολος· ο Ως καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.· Ὁ δὲ Κύριος ο Θησαυρίσατε ἑαυτοῖς θησαυρὸν ἐν οὐ ρανῷ. Πρὸ τῆς ἀνάγκης συμβουλεύοντες τὸ πρα κτέον, ἵνα μή τις ἀγνοίᾳ τοῦ συμφέροντος ζημιωθῇ τὴν μέλλουσαν εὐφροσύνην, ἔρημος τῶν ἐπιτηδείων ἀπελθών, καὶ μένων οὐ μόνον ἀνέστιος, ἀλλὰ καὶ
col. 861–862page 26 of 78
PG 79:861τῷ ἀπολαύοντας ἑτέρους ὁρᾷν, πολλὴν ὑπομένων ὀδύνην. Λυπεῖ μὲν γὰρ ἔνδεια μετρίως τὸν οὐκ ἐρεθιζόμενον ἑτέρων τρυφῇ, τῆς ὀρέξεως ὡς ἡσυχαζούσης τῷ μὴ ἔχειν ἔξωθεν ὑπόμνησιν ἐναλγῆ, ἐν ὀφθαλμοῖς δὲ οὔσης τῆς εὐωχίας, καὶ τῶν δαιτυμό. νων ταῖς προπόσεσι ἱλαρῶς δεξιουμένων ἀλλήλους, 132 δεινὴν ἡ ἐπιθυμία ἐργάζεται βάσανον, τῇ ὄψει τῶν ἡδέων τὴν ἔφεσιν διεγείρουσα, καὶ τῷ ἐφίεσθαι τὴν μετάληψιν, ἀνιωσα μάλα σφοδρώς. Ὅταν δὲ καὶ τὸ ὅπως ἦν δυνατὸν τὸ γενόμενον τῇ ἀβουλίᾳ ἀδύνατον λογίσηται, καὶ ὡς παρ' ἰδίαν ἀβουλίαν ἀποστερείται τοῖς ἄλλοις ἐν ἐξουσίᾳ τρυφῆς, τότε τὸ θλιβερὸν χαλεπώτερον γίνεται· τῆς μεταμελείας πρὸς τὴν τοῦ σφαλλομένου διόρθωσιν ἀμηχανούσης, καὶ πόρον οὐχ εὑρισκούσης, ὅπως ἡ ἐξουσία πάλιν λαβοῦσα καιρὸν εξ παράσχῃ διαθέσθαι τὸ προτεθὲν πάλαι κακῶς.

Section VIIISectio VIII

ΤΜΗΜΑ Η'. Οτι οἱ τὴν ἀναλγησίαν τοσοῦντες παρέντες τὸ καθ' ἑαυτοὺς μεριμνᾷν ἐν τῷ καιρῷ τῆς ἐξόδου κληρονόμοις φιλοτιμοῦνται παραπέμπειν τὰς οὐσίας. ΚΕΦΑΛ. Α'. Καὶ ταῦτα μὲν οὐ συνορῶντες πολλοί, διαθήκας εἰς τοὺς προσήκοντας τίθενται έγγραφον τὴν ἑαυτῶν στηλιτεύοντες ἄνοιαν, καὶ προτιμοτέρους ἑαυτῶν εἰς τὸν τῆς κηδεμονίας λόγον ἄλλους ἡγούμενοι. Εἰ γὰρ καὶ τέκνα γονεῦσιν ὁ τῆς φύσεως νόμος ᾠκείωσεν, ἀλλ' ὁ τῆς σωτηρίας πόθος ἕκαστον ἑαυτοῦ πλείονα ποιεῖσθαι διδάσκει φροντίδα πρὸς τὸν τῆς κρίσεως καιρὸν ἄγων τὴν ἔννοιαν, ἐν ᾧ τὴν οἰκείαν ὁ καθεὶς πεφρικὼς ἐκδέχεται κρίσιν, οὐδαμόθεν προσδοκῶν, ἐὰν κακῶς τὰ κατ' αὐτὸν ἔχῃ, ἄλλοθεν ἐπικουρίαν. Ζῦ γὰρ ἐγώ, φησί Κύριος, ὅτι ἐὰν ὦσιν ἐκεῖ Δα νιήλ, καὶ Ἰώβ, οὐ ῥύσονται υἱοὺς ἢ θυγατέρας αυτ τῶν, ἀλλ' ἢ αὐτοὶ μόνοι σωθήσονται,» ὁ δὲ ἁμαρτωλὸς ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται· οἱ δὲ πρὸς τὴν καθ' ἑαυτῶν ἀναλγησίαν γενναῖοι, οὐδένα τότε παρ' οὐδενὸς ἔχειν βοήθειαν μαθόντες, ἕκαστον δὲ ἐκ τῶν ἰδίων ἔργων σωζόμενον, ἢ ἀπολλύμενον παρέντες τὰ ἑαυτῶν μεριμνᾶν, καὶ ὡς ἂν τῆς μερίδος γένοιντο τῶν σωζομένων καταλιπόντες φροντίζειν, κληρονόμοις παραπέμπειν φιλοτιμοῦνται τὰς οὐσίας σκυθρωποῖς μὲν προσώποις δῆθεν σχηματιζομένοις κατή φειαν, φαιδρᾷ δὲ τῇ διαθέσει λογιζομένοις ἔνδον τὴν τῶν καταλειφθέντων ἀπόλαυσιν· καὶ οἱ μὲν μετὰ τὴν κηδείαν εὐφραίνονται, τοῖς ἀλλοτρίοις ἐνευωχούμενοι κόποις, αὐτοὶ δὲ τὴν ὄντως στυγνήν κατήφειαν πρὸς διηνεκή τῆς τιμωρίας ἐπιφέρονται ὀδύνην.

Section IXSectio IX

ΤΜΗΜΑ Θ'. Στηλιτευμὸς τῶν τὰς διαθήκας γραφόντων. ΚΕΦΑΛ. Α'. Καὶ οἷα τὰ πάντα σεμνὰ τῆς διαθήκης αὐτῶν
col. 863–864page 27 of 78
Sectio VIII
PG 79:863τοῦ δεσπόζειν, πρὶν δωρήσωνται. Δηλώσαντες τὸ μὴ κατὰ γνώμην τοῦτο ποιεῖν, πρὶν χαρίσωνται, τὸ παρα χωρεῖν ἀνάγκῃ, καὶ οὐ προαιρέσει σημαίνουσι ζῇν μὲν καὶ δεσπόζειν τῶν οἰκείων εὐχόμενοι· ἐπεὶ δὲ μὴ προχωρεῖ τοῦτο, παραπέμποντες τοῖς τυχούσιν, ἃ καὶ βουλόμενοι λαβεῖν, ἢ ἔχειν οὐ δύνανται. Εξη ἐμοὶ ζῇν! Αλλ' εἴποι πρὸς αὐτὸν εἰκότως ἡ ἀλήθεια Εἴη σοι ζῆν, ὦ οὗτος! Τί γὰρ μέχρι νῦν ζήσας τὸν βίον ὠφέλησας; Τίνα τῶν λιμωττόντων ἐχόρτασας Τίνα τῶν ἀστέγων συνήγαγες; Τίνα τῶν στρεβλουμένων χρεωφειλετῶν ἠλευθέρωσας; Τίνα δεσποτῶν ὀδυρόμενον ὠμότητα τῆς σκληρᾶς δουλείας ἀπήλλαξας; Τίνος τῶν ἀπὸ πλούτου ἀποτυχόντων πενίαν παρεμυθήσω, ἐπικουφίσας αὐτῷ καὶ ἐν μέρει τὰ τῆς πτωχείας δεινά; Οτι ζῆν βούλεσθαι λέγεις, ούτ δενὸς ἄλλου τοῦτο λέγοντος περὶ σοῦ; Εἶπον δ᾽ ἂν πάντως πολλοί, Ει ἦσθα γενόμενος ἐν τῷ παρελθόντι χρηστὸς, πάλιν ἕκαστος τοιούτου πειραθήσεσθαι πε πεισμένος, οἷος αὐτῷ καὶ πάλαι γεγένησο. Είη σας ζῆν· διατί; Ἵνα μερίσῃς τὴν οὐσίαν τοῖς πένησιν; Ινα νῦν ποιήσῃς, 8 μὴ ἐποίησας πρίν; ἵνα τὸ λοι πὸν κατὰ τὴν χρείαν. ἀναπληρώσῃς ἑκάστῳ ἐκ τοῦ σοι περισσεύοντος; Εξεστί σοι τοῦτο καὶ τελευτῶντι ποιῆσαι, καὶ πολλοὺς ἔχειν τοὺς ὑπὲρ τῆς σῆς προσ ευχομένους ἀνέσεως· μᾶλλον δὲ κἂν μηδεὶς προσεύ ζηται, μηδὲ δεηθῇ τοῦ Θεοῦ, αὐτό σε τὸ ἔργον αἰδέ σιμον ποιήσει τῷ Κριτῇ, καὶ ἐπὶ τὴν ἡτοιμασμένην οδηγήσει βασιλείαν σὺν τοῖς θρέψασι πεινῶντα τὸν πένητα. Η ἵνα καὶ ἄλλα κτησάμενος, ἀδρῶς μὲν τῶν ἡδέων ἐπὶ πλεῖον ἀπολαύσῃς αὐτὸς, πλειόνων δὲ δια δόχους καταλίπης τους σούς, δεσπόσῃς δὲ πάλιν; "Ινα τί ὧν ἕως τοῦ παρόντος κακῶς ἐκυρίευσας, ούτ δενὸς ἐκ τοσούτων παραμυθησάμενος ἔνδειαν; Πῶς δὲ καὶ σὰ λέγεις τὰ πρὸς χρῆσιν δεδομένα τῆς ἐνθάδε ζωῆς, καὶ οἰκονομίαν τῶν δεομένων κοινήν; Πόθεν ενήνοχας αὐτὰ, ὅτι τὰ λέγεις, τὰ τῆς σῆς γενέσεως πρεσβύτερα; Οὐκ ἐπεκομίσω ἄλλοθεν παρερχόμενος εἰς τὸν βίον; οὐ συνέπεσέ σοι γεννωμένῳ; οὐκ ἐκ νηδύος ἔχων αὐτὰ ἐξῆλθες μητρικῆς, ἵνα καθάπερ τὸ συμπεφυκός σῶμα, οὕτως εἴπῃς σά· τὰ σύγχρονα σοι εὗρες· ἐχρήσω· καταλείπεις· πῶς σὰ λέγεις τὰ πρὸ σοῦ, καὶ μετὰ σὲ πᾶσιν ὁμοίως εἰς ἐξουσίαν προκείμενα; Σὰ ἦν, εἰ ἧς αὐτὰ τῇ μεταδόσει κτη σάμενος. Βεβαίως τὰ ἦν, εἰ ἧς αὐτὰ τῇ ἐλεημοσύνῃ θησαυρίσας ἐν οὐρανῷ. Τοῦ δὲ θανάτου σοι παρα λύοντος τὴν νομὴν τῆς αὐθεντίας, μάταιος λοιπὸν διανομεὺς, ὧν ὁ καιρὸς καὶ μὴ βουλόμενόν σε άφαι ρεῖται τὴν ἐξουσίαν. Ιθι δὴ οὖν συντόμως, καὶ με. τάβηθι τάχιον ὀλίγας τῆς ὀλιγοχρονίου ζωῆς ἀντὶ πολλῶν τῆς πολυχρονίου τῇ δίκῃ ὑφέξων εὐθύνας. Τί καὶ μακρὰν σεαυτῷ, καὶ χαλεπωτέραν κατασκευάζεις τὴν κόλασιν, πρὸς ἔσχατον γῆρας ἐκταθῆναί σοι που θῶν τὸν ἐνάμαρτον βίον, ἵνα πολλῆς τῆς ἐνθάδε δι αγωγής πολλὴν δέξῃ, καὶ παρατεταμένην την βά προοίμια Εἴη μὲν ἐμοὶ ζῇν, φησὶ, καὶ τῶν ἐμαυ σανον;
col. 865–866page 28 of 78
PG 79:865ΚΕΦΑΛ. Β'. Εἶτα, Βούλομαι, καὶ πολλὰ βούλομαι, προσεπιδια ταξάμενοι, καὶ ἐν τοῖς οὐκέτι λοιπὸν ἰδίοις ἄφθονον εἰς τοὺς προσήκοντας ἐπιδειξάμενοι φιλοτιμίαν, καὶ τὰ πολλὰ πρὸς τὸν σκοπὸν τοῦ ἴσως ἐπιβιώσονται, προστάταις ἑαυτοὺς παραθέμενοι, καὶ φίλοις, ἀσφαλισάμενοι τε σημαντῆρι τὰ δεδογμένα πρὸς τὸ δῆθεν ἀραδιούργητον, διαστροφῇ τῆς ὄψεως ἀπαλλάττονται, ὡς οἱ πιθανῶς σεμνοποιεῖν ειωθότες, τὸ ψεῦδός φασι γελώντες τὰ τῇδε, ὡς δὲ τὸ ἀληθὲς ἔχει, φρίττοντες τὸ ἀθρόον αὐτοῖς φανέντα φοβερά, καὶ ἀμειδὴ χωρία. Χλεύης γὰρ σημεῖον μειδίαμα, ὅπερ τοῖς προσώποις ἐχρῆν ἐπιφαίνεσθαι τῶν τελευτώντων, εἴπερ ἐμυκτήριζον ὡς γέλωτος ἄξια τὰ ἀφιέμενα· νῦν δὲ καθάπερ οἱ τῶν πικρῶν φαρμάκων γενόμενοι ἀποστύφουσι τῇ ἀηδίᾳ τὸ πρόσωπον, τῆς ψυχῆς πρὸς ἦν ἔσχεν ἐκ τῶν ὀφθέντων ἐκεῖ χαλεπῶν διάθεσιν τυπωσάσης τὸν χα ρακτῆρα τῆς ὄψεως, καὶ τῷ σχήματι τοῦ φαινομένου τὴν ἑαυτῆς φανερωτάτης κεκρυμμένην ἀνίαν. ἔσοπτρον γὰρ ψυχῆς ἡ φύσις ὄψιν ἐποίησε, τοιαύτας ἀποσκιάζουσαν ἐφ' ἑαυτῆς τὰς μορφάς, οἵας ἔνδον ἐκείνη τὰς διαθέσεις κινεῖ, ἕως τῶν προφανῶν τεκμηρίων τὰ ἑαυτῆς τείνουσα πάθη. Οὕτως ἡ λύπη τῇ κατηφείᾳ ἐλέγχεται· οὕτως ἡ χαρὰ τῇ διαχύσει γνωρίζεται· οὕτω δηλοῦται ὁ θυμὸς τῇ τραχύτητι, καὶ οὐκ ἔστιν ἔτερον ἐπιμορφώσασθαι σχῆμα παρ' 8 κελεύει ἡ τὸν νοῦν κατέχουσα ἀσχολία. ΚΕΦΑΛ. Γ'. Γνώριμον γὰρ εὐθὺς ἅπασι τὸ σόφισμα γίνεται, τῆς ὑποκρίσεως ἀκριβοῦν οὐ δυναμένης τῆς ἀληθείας τοὺς τύπους, οὐδὲν κρατοῦντος ἄλλου πάθους τὰ ἑτέρου σχηματίσασθαι ἰσχυούσης ἐπὶ πολύ· κἂν γὰρ ἀπ' ἐκείνου ἐπὶ τοῦτο πρὸς βραχὺ ἀμείψαι τὸν χα ρακτῆρα βιάσηται, φυλάττειν ἐπὶ πολὺ τὸ πλάσμα οὐκ ἔχει, δυνάμεως μεταμορφουμένης ὀξέως τῆς ὄψεως, κἀκεῖνον δεχομένης τὸν τύπον, ὃν σχηματίζει κατὰ συμπάθειαν τὸ ἔνδον διαιτώμενον πάθος. Ἐγὼ δὲ καὶ τὰς πέντε παρθένους, ἃς μωρὰς ὠνόμασεν ἡ θεία Γραφή, ταύτης εἶναι νομίζω της τάξεως, έχον. σας μὲν μεθ' ἑαυτῶν τὰς τῆς παρθενίας λαμπάδας, ἔλαιον δὲ οὐκ ἐπικομισαμένας ἐν τοῖς ἀγγείοις, τὸ τρέφειν τῇ ἀρδείᾳ τὴν πυρσὸν τῆς λαμπάδος πεφυ κός· καὶ ἔνθεν τῆς μωρίας εἰκότως δεξαμένας τὸ ὄνομα, ὅτι τὸ δυσχερές, καὶ τοῦ ἀδυνάτου πλησίον τὴν παρθενίαν κατορθώσασαι, τοῦ ἐλάττονος, καὶ λίαν ἂν εὐκόλου κατημέλησαν· πρὸς φύσεως ἀγωνισάμενοι τυραννίδα, ἐπιθυμίαν μαινομένην χαλι νώταται, ἡδονῆς καιομένην κατασβέσασαι φλόγα, τὸ φρόνημα τῆς σαρκὸς φιμώσασαι τῷ νόμῳ τοῦ πνεύ ματος, ἄνθρακας καιομένους τὰς ὑπομνήσεις τῆς ἀκολασίας πατήσασαι πάθους ἀβλαβῶς, πρὸς δὲ τὴν τῶν δεομένων συμπάθειαν μείνασαι ἀπαθεῖς, ἔνθα οὐ πόνος, οὐχ ἱδρὼς, οὐ κάματος, βούλησις δὲ μόνη εἰς ἔργον τὸ δοκοῦν ἦγεν ἀσκύλτως· καὶ τὸ μὲν δυσκαταγών στον, καὶ πολλοῖς ἀγῶνα κινοῦν κάμ ψαται πάθος, ἐκεῖ δὲ πεσοῦσαι, ὅπου προαιρέσεως
col. 867–868page 29 of 78
PG 79:867εξουσία τὸ προτεθὲν ἀπόνως ἡνύετο, καὶ τὸ φαιδρὸν Ο τῆς παρθενίας τῷ τῆς φιλοχρηματίας αμαυρώσασαι ζόφῳ. Διὰ τοῦτο θορυβούμεναι τὰς ἀγορὰς περι έτρεχον, ἔλαιον τότε ζητοῦσαι, ὅτε τὰς θύρας σ πωλοῦντες ἀπέκλεισαν. Ποία γὰρ μετὰ συντέλειαν πραγματεία λοιπὸν, οὐδενὸς ἐν χρείᾳ καθεστῶτος, καὶ τὴν συναλλαγὴν ποιοῦντος εὔκαιρον τῷ χρήζοντα ἔλαιον, πεπαυμένης τῆς πανηγύρεως, καὶ τοῦ χρειώδους ἑκάστῳ ποιήσαντος τὴν ἐμπορίαν ἀμήχανον: Εἰ δὲ παρθένοις ὁ τοσοῦτος τῆς ἁγνείας κάματος, μὴ παρούσης ἐλεημοσύνης ἀνόνητος γέγονε, καὶ εἱστήκεισαν ἔξω τοῦ νυμφῶνος ἐλεειναῖς βοῶσαι φωναῖς «Κύριε, Κύριε, ἄνοιξον ἡμῖν,» καὶ ἔνδοθεν ἀκούουσαι ὡς ἐπιβρυχομένου τῷ ὀργίλῳ φθέγματι τοῦ Νυμφίου, καὶ λέγοντος· «Αμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς, ο πόθεν ἐστέ· τί ἀκούσεσθαι εἰκότως καὶ μεθ᾿ οἷας ὀργίλου, καὶ τραχείας φωνῆς τοὺς μετὰ τῆς ἀσπλαγχνίας μυρίοις ἄλλοις ένεχομένους κακοῖς, ἢ πάντως ἐκεῖνο, καὶ οὕτως ἀπηνῶς τὸ πρὸς τοὺς ὁμοίους αὐτοῖς εἰρημένον·. Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγ γέλοις αὐτοῦ· ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν;» Εκείναις μὲν γὰρ εἰς τιμωρίας ήρκεσε λύ γον, τὸ ἀποκλεισθῆναι τοῦ νυμφῶνος, καὶ μόνι τούτῳ κολάζεσθαι, τῷ μὴ ἔνδον μετὰ τῶν φρονίμων εἶναι παρθένων, τῆς ἐννοίας αὐτὰς οδυνώσης, λογι ζομένας, τίς ἄρα ἡ ἐντὸς τῆς παστάδος τυγχάνει ἀπόλαυσις. Οὗτοι δὲ μετὰ τοῦ ἔξω είναι πάσης παρα μυθίας χρηστῆς, ἀπαραίτητον ἕξουσι, καὶ ἐπώδυνον κόλασιν, διπλῇ τιμωρούμενοι οδύνῃ, μιᾷ μὲν τῇ ἐχούσῃ αὐτοὺς βασάνῳ τοῦ ἀσβέστου πυρός, μιᾷ δὲ, ἣν ποιεῖν ἡ ἑτέρων ἀπόλαυσις εἴωθε τοῖς ἐν αὐτῇ δυναμένοις εἶναι, καὶ οὐκ οὖσιν δι' οἰκείαν ἀμέλειαν, οὐκ ἔλαττον τῇ λύπῃ τῆς μεταμελείας μαστίζουσα τὴν ψυχὴν τῆς ἔξωθεν τῷ πυρὶ βασανιζούσης τὸ σῶμα κολάσεως. ΚΕΦΑΛ. Δ'. Ὢ πόσον τοὺς ἐλεήμονας ὕψωσεν ἡ συμπάθεια! Ὢ πόσον τοὺς ἀνελεήμονας ἡ ἀσπλαγχνία κατήγαγεν! Εκείνους ἀγγέλων εἰς βασιλείαν εἰσήγαγεν, τούτους μετὰ δαιμόνων καὶ διαβόλου εἰς πυρὸς γέενναν κατέτρεψεν. Οὕτως ὠφέλιμον ἡ μετάδοσις, καὶ οὕτως βλαβερὸν τὸ ἀκοινώνητον. Καὶ μάλα γε εἰκότως· ἐπειδὴ τὸ μέν ἐστιν ἐγγὺς φιλανθρωπίας Θεοῦ, τὸ δὲ οὐ μακρὰν σατανικῆς βασκανίας. Ο γάρ λιμώττοντα, καὶ πηγνύμενον, καὶ παρὰ τοκογλύφων ἀγχόμενον δανειστῶν μὴ οἰκτείρων τὸν ὁμόφυλον, πῶς οὐκ εἰς δαιμονικὴν κατάστασιν ήλασεν, μεθ' ὧν δικαίως κοινὴν κατακρίνεται κόλασιν, κοινωνῶν του νηρίας, οἷς οὐ κεκοινώνηκε φύσεως; Οὕτως δὲ καὶ κτῆνος, καὶ θηρίον, καὶ ἑρπετὸν ὀνομάζεται ὁ κατ' εἰκόνα Θεοῦ γεγενημένος ἄνθρωπος, ἔθει πονηρῷ ζηλώσας ὁ μὴ φύσει γεγένηται, καὶ μεταβὰς ἐκ τῆς κατὰ φύσιν εὐγενείας εἰς τὴν παρὰ φύσιν δυσ γένειαν. Ορᾶς ἐπ' ἐδάφους, ὦ οὗτος, ἐν μέση τη
col. 869–870page 30 of 78
PG 79:869ἀγορᾷ τὸν ὁμογενῆ κατακείμενον ἄστεγον, ἀνέστιον ἄσιτον, οὐ κάτωθεν ἔχοντα ῥάκος μεσιτεύον γῇ καὶ τετηγμέναις πλευραῖς, οὐκ ἄνωθεν σκέπασμα κρυ μοῦ, ἡ θάλπους ἀπαλλάξαι δυνάμενον, αίθριον, βο λαῖς χιόνων, καὶ ἡλιακαῖς ἀκτῖσιν ὁμοίως προκείμενον, γυμνὰ θριαμβεύοντα τῆς φύσεως τὰ μυστήρια, οὐκέτι τῇ φωνῇ χρήσασθαι πρὸς τὰς δεήσεις ὑπ' ἀσιτίας ισχύοντα, κινήσει χειρὸς, καὶ νεύματι βλεφάρων μόλις καμπτομένων λοιπὸν τὸ σύμβολον τῆς ἱκεσίας ποιούμενον, ἄνω πνέοντα, καὶ ψυχοῤῥαγοῦντα δι᾽ ἔνδειαν προτρέχεις ὑπὸ τοῦ καιροῦ ἔσθ' ὅτε τῆς τροφῆς ἐλαυνόμενος. καὶ οὔτε τὸ σὸν πάθος ἐπικάμπτει σε πρὸς συμπάθειαν, οὐδ᾽ ἡ πεῖνα συγχ γινώσκειν τῷ πεινῶντι ποιεί, διδάσκαλος ἐκ τῶν σῶν σοι περὶ τῶν ἀλλοτρίων γενομένη κακῶν, καίτοι οὐκ οὔσης τῆς ἀνάγκης ὁμοίας· σοὶ μὲν γὰρ ἡ χθὲς ἴσως οὐδέπω διεφορήθη κραιπάλη, οὐδὲ ἡ πολύσιτος διαπέπνευσται τῆς ἁπλήστου γαστρός πλησμονή, ἀλλ᾽ ἔτι δυσώδεις ἐρεύγῃ καπνούς, τοῦτο μόνον τῆς παρελθούσης δικαίως καρπούμενος ἡδονῆς τὸ αὐτὸς ἀπολαύειν τῆς ἀηδίας τῶν ἀναπεμπομένων ἀτμῶν οὕτως οἰκονομήσαντος τοῦ Δημιουργοῦ τὰ τῆς φύ σεως, ἐγγύθεν τὴν ἔσφρησιν ὑποδέχεσθαι τὰς διὰ στόματος προερχομένας όσμας, ὥστε καὶ πρὸ τῶν ἄλλων πίμπλασθαι τῆς ἑαυτοῦ ἀηδίας. Εκείνῳ που λυήμερός ἐστιν ἡ ἔνδεια, καὶ πρὸς τὸ τυχὸν ἔδεσμα ἀσχέτως αὐτῷ μαργαίνει ἡ ὄρεξις ψωμῷ τάχει στοι χοῦσα ἐνί· τὸν γὰρ πόρον τῷ χρόνῳ ἀπέμαθεν, ἕξιν τῆς ὀλιγοδείας ἀνάγκῃ τῆς ἀπορίας κτησάμενος κατ' ὀλίγον ἀκούσιον. Εἶτ᾽ οὐ λογίζῃ τοῦτον εἶναί σοι Λά ζαρον, ἐπεὶ μηδὲ βλέπεις αὐτὸν ἐν τῷ κόλπω τοῦ πατριάρχου κρινόμενος. Ὄψῃ δὲ, μὴ ἀπίστει· τοὺς γὰρ αὐτοὺς κληροῦνται τόπους οἱ τὰ αὐτὰ ἠγωνισμένοι, καὶ τὴν αὐτὴν κατακρίνονται βάσανον οἱ τὰ αὐτὰ παρανομήσαντες. Σὺ δὲ καὶ πλέον ἀσεβὴς τοῦ πλουσίου· ἐκεῖνος μὲν γὰρ κἂν τὴν ἀνάκλισιν αὐτῷ παρὰ ταῖς ἰδίαις θύραις οὐ διώξας παρέσχεν ἀμέριμνον, ὁρᾶν διὰ παντὸς ἀνασχόμενος ὄψιν ἀηδῆ σώ ματος ἡλκωμένου, καὶ ὀδωδότος, καὶ τὴν θέαν δει κνύντος αἰσχρὰν ταῖς τοῦ ἐχῶρος ἀδιαστάτοις πίδα ξιν, αἷς ἐπιτρέχοντες οι κύνες διὰ τὸ λίχνον τῆς γεύσεως οχληροτέραν εἰσιόντι παρεῖχον τὴν δίοδον, οὐκ ἐλάσαντί ποτε οὔτε αὐτοὺς, οὔτε δι' ὧν συν αθροιζόμενοι ἐστενοχώρουν την πάροδον. ἐγέγραπτο γὰρ ἂν, εἴπερ ἐποίει, ὡς τὰ ἄλλα, καὶ τοῦτο ἐπειδὴ δὲ μὴ πέπρακται, σεσιώπηται, ἵνα δειχθῇ, ὅτι καὶ ἐν τοῖς κομιδή φαύλοις ἔστι τι ζώπυρον τῆς φυσικῆς εὐγενείας λάμπον τὸ οἰκεῖον φέγγος υπου τυφόμενον, κἂν οἱ ζόφοι τῶν πονηρῶν ἕξεων ἐπι σκωτοῦσι τούτῳ, εἰς ἅπαν οὐ πεφυκὸς ἀποσβέννυσθαι. Οἱ δὲ σοὶ ῥαβδοῦχοι οὐδὲ πλησιάσαι ῥακοδυτοῦντα συγχωρούσι ταῖς πύλαις, μήτι γε καθέδρας, ἢ κλίσεως ἔχειν ἐπιτρέπουσι τόπον, οἰωνὸν τῆς πρὸς τα χείριστα μεταβολῆς τὸν πτωχὸν λογιζόμενοι, καὶ τὰς ἱκετηρίους τούτου φωνὰς κληδόνας παλιμφήμους τιθέμενοι.
col. 871–872page 31 of 78
PG 79:871ΚΕΦΑΛ. Ε'. Καὶ τί λέγω Λάζαρον σμικρύνων τὴν ἀξίαν τοῦ πένητος; Χριστὸς εἶπεν ἐν τούτῳ εἶναι, καὶ τὰ εἰς αὐτὸν οἰκειοῦσθαι γινόμενα· «Ενὶ γὰρ, φησίν, ἐποιήσατε τούτων, ἐμοὶ ἐποιήσατε. › Καὶ τί παθεῖν ἕκαστος προσδοκᾷ τῶν διωκόντων καὶ ἀτιμαζόντων τὸν πένητα, καὶ ἐν αὐτῷ τὸν Χριστόν; Τὰ ῥάκη διαπτύων ἔξωθεν ἀπρεπῶς περικείμενα, καὶ τὴν κε κρυμμένην ἁλουργίδα οὐ βλέπων τὸν ἔνδον βασιλέα σημαίνουσαν· τὴν εὐτέλειαν χλευάζων τοῦ σχήματος, καὶ τῆς εἰκόνος οὐχ ὁρῶν τὸ ἀξίωμα· τὸν ῥύπον τοῦ σώματος κατανοῶν, καὶ τὴν καθαρότητα της ψυχῆς οὐ λογιζόμενος· οὐ γὰρ ἂν Χριστὸς εἶπεν ἑαυτὸν εἶναι τοῦτον, εἰ μὴ πολλὴν ᾔδει τὴν ἔνδον σεμνότητα. Σὺ δὲ βασιλέα μὲν εἰ ἐθεάσω ιδιωτικὴν ἐπενδυσάμενον ἐσθῆτα, οἰκονομοῦντά τι χρήσιμον, καὶ κρύψαντα τὴν ἀξίαν σχήματι ταπεινῷ, πάντα ἂν ἐπραγματεύσω, καὶ πᾶσαν πάντοθεν ἔθου σπουδήν, δώροις αὐτῷ καὶ πολλαῖς θεραπείαις γνώριμος γε νέσθαι, κἂν πᾶσαν ἐδέησε παρασχεῖν αὐτῷ τὴν οὐ σίαν, καὶ πάσης στῆναι γυμνὸν τῆς ὑπάρξεως, τὰς ἐν ἀνάγκῃ χάριτας εἰδὼς ἀξιοῦσθαι μεγάλης ἐπὶ καιρὸν ἀμοιβῆς. Τὸν δὲ Κριτὴν πῶς οὐκ οἰκείωσαι, ταῖς εἰς τοὺς ἐνδεεῖς εὐποιίαις δωροδοκεῖσθαι θέ λοντα νῦν, ἵνα τότε συγγνωμόνως δικάσῃ, λαθραίας δόσεως φανερὰν χαριζόμενος σωτηρίαν, καθάπερ ἄρχων ἐπὶ συγγνώμῃ χρήμασι δικασθεὶς, καὶ τῷ δικάσαντι παρέχων 8 ἤλπισεν ἐμφανῶς; Καὶ τούτου μάρτυς ὁ Κύριος ἀψευδὴς λέγων, καὶ τῷ προσευχομένῳ, καὶ τῷ ποιοῦντι τὴν ἐλεημοσύνην, ὅτι «Μη σαλπίσῃς ἔμπροσθέν σου, ὡς οἱ ὑποκριταί, ἀλλ' ἐν τῷ ταμιείῳ ποίει, καὶ ἐν τῷ κρυπτῷ τὸ ἀγαθόν· καὶ ὁ Πατὴρ ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει ἐν τῷ φανερῷ,» τὰς λαθραίας δόσεις οὐ κρύπτων σιωπῇ, κρ ρήττων δὲ αὐτὰς ἐπὶ πάσης τῆς κτίσεως, καὶ αὐτὸς ὁμολογῶν εἰληφέναι, ὅπερ ἔλαβε μεσιτεύσας ὡς οἱ κεῖος καὶ γνώριμος ὁ πτωχός. «Ενὶ γὰρ τούτων έποιήσατε, ἐμοὶ ἐποιήσατε, διαῤῥήδην εἶπεν αὐτὸς ὁ Κριτής. Καὶ τοῦτο γίνεται οὐ κατὰ νόμον ἀνθρώπινον, ἀπ' ἐναντίας δὲ τῆς παρ' ἡμῖν κρατούσης άκο λουθίας· ἐν γὰρ τοῖς παροῦσι καὶ ὁ ἄρχων ἀρνεῖται ἐν ἀνάγκῃ τὸ δόμα κίνδυνον ὑφορώμενος, ἐπειδὴ κλέμμα τοῦτό ἐστι, καὶ φέρει κατάγνωσιν· καὶ ὅτι τολμηθὲν ὁμολογήσας παράνομος γίνεται, τιμωρία ὑπεύθυνος· δοῦλος γὰρ καὶ ὁ δικάζων, καὶ ὁ νόμος ὁμοίως δουλικός. Ενθα δὲ ὁ δικάζων καὶ κρίνει ἀπ' ἐξουσίας, παραλύειν τὰς ἐπὶ τοῖς ἐγκλήμασι τιμω ρίας Δεσπότης ὢν οὐ κεκώλυται, καλῶς καὶ τὸ ἁμάρτημα ὁμολογεῖται, συγγνώμης ἀκολουθούσης τη ὁμολογίᾳ, καὶ οὐχ επομένης κολάσεως, καὶ τὸ δόμα οὐ κρύπτεται παρὰ τοῦ Κριτοῦ· ἐπεὶ μηδείς ἐστι ὑπεροχῇ θρόνου συκοφαντεῖν τὴν φιλανθρωπίαν, ὡς οὐ καθηκόντως γενομένην δυνάμενος· οὐδὲ τὸ λῆμμα κρίνων κλοπὴν ἐπ᾿ εὐεργεσίᾳ καὶ τοῦ μεσιτεύοντος πτωχοῦ, καὶ τοῦ παρέχοντος ὑποδίκου διδόμενον· ἱνὰ
col. 873–874page 32 of 78
PG 79:873τοῦ μὲν οἰκονομηθῇ ἡ χρεία τοῦ σώματος, τοῦ δὲ θεραπευθῇ τῆς ψυχῆς τὸ παράπτωμα, καὶ μὴ διὰ τὸ 143 ἀσυμπαθὲς ἀσυμπαθῶς καταδικασθῇ τὴν ἀπέραντον κόλασιν. Η πάντως γελᾶς ὡς πλάσμα μύθου μέλω λουσαν τῆς κρίσεως ἀπειλήν Αλλ' οὐ γελάσεις την πεῖραν, κἂν νῦν χλευάζεις τὴν ἀκοήν. Εὑρήσει γάρ σε τότε τὰ τῆς τιμωρίας, καὶ συνέξει ἀνενδότως ἡ κόλασις, ὅτε τὴν ἀβουλίαν ἀποκλειόμενος ὀνήσει οὐ δέν, ἀληθῆ βλέπων τὰ προηγγελμένα, καὶ βοηθείας? ὁρῶν λοιπὸν οὐδαμόθεν ἐπίνοιαν, κατὰ τοὺς ἐνταῦθα μὲν ἐπικροτοῦντας ἑαυτοῖς γῇ ἐν πάσῃ, ἀνεμποδίστῳ τῆς τρυφῆς ἐξουσίᾳ, καὶ λέγοντας· Μὴ παρ οδευσάτω ἄνθος ἔαρος: στεψώμεθα ρόδων κάλυξιν οἴνου πολυτελοῦς, καὶ μύρων πλησθῶμεν· πανταχοῦ καταλείψωμεν σύμβολα τῆς εὐφροσύνης.» ΚΕΦΑΛ. Γ'. Τοσοῦτοι γὰρ οἱ καμμύσαντες τὴν αἴσθησιν πρὸς τὰ μέλλοντα, πάντων ἔχειν βούλονται τῶν κατὰ γνώμην τὴν ἐξουσίαν ἀκώλυτον, προχείρως τὰ δου κοῦντα τολμῶντες, οὐκ ὄντος λογισμοῦ τοῦ ἐπέχοντος τὰς ἀδίκους ὁρμάς· μετὰ δὲ τὴν ἔνθεν πρὸς τὴν δίκην μετανάστασιν μαθόντες τῶν ὧδε πεπραγμένων τὰς εὐθύνας ἐκεῖ φοβεράς, καὶ τὸν ἡδικης μένον δίκαιον πένητα πολλὴν ὁρῶντες ἔχοντα παρὰ τῷ Κριτῇ παρρησίαν, καὶ ἐκ μεταμελείας παλινῳδίαν ἐδυνηράν· ἐροῦσι γὰρ μετανοοῦντε;, φησίν Οὗτός ἐστιν, ὃν ἔσχομεν εἰς γέλωτα, καὶ εἰς παρα βολὴν ὀνειδισμοῦ· ἡμεῖς οἱ ἄφρονες, τὸν βίον αὐτοῦ ἐλογίσαμεν μανίαν, καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον πῶς κατελογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ;» Ταῦτα εἰπόντας ἐκείνους ἱστόρησεν ἡ θεία Γραφή, παιδεύουσα τοὺς μετ᾿ αὐτοὺς, καὶ πολλὴν ἔχειν διδάσκουσα τῶν πενήτων, ὡς δικαίων, ἔδωκεν ἐπιμέλειαν. Πάντως γὰρ εἶναι πεπεῖσθαι χρή τούτους, οὓς ὁ Κύριος ὁμολογῆσαι ισοτίμους αὐτῷ οὐκ ἀπηξίωσεν, οὕτω τάχα τοὺς σοβαρούς δυσωπῶν ἐπικαμφθῆναι πρὸς συμπάθειαν, ἐπειδὴ πρὸς οἶκτον αὐτοὺς οὐκ ἐπέκλινε τὸ ὁμόφυλον. Εἰ γὰρ, φησί, καὶ ὡς συγγενῆ κατὰ φύσιν οὐκ ἐλεεῖς, ὡς ἐμὲ διὰ τὴν ἀξίαν θεράπευσον, τῇ ἀξιοπιστίᾳ τοῦ οἰκείου προσ. ώπου σεμνοποιῶν τοῦ πτωχοῦ τὴν εὐτέλειαν, καὶ τὸ πρόθυμον εἰς τὴν εὐποιίαν, ὡς οὐκ εἰς τινα ἀφανῆ, καὶ ἄσημον ἐσομένην, ἀλλ' εἰς εὐπατρίδη, καὶ αἰδέ σιμον, καὶ φίλον ἑαυτοῦ προτρεπόμενος. Ὡς γὰρ τὸ οἰκτροφανὲς τοῦ αὐτοῦντος οὐ ποιεῖ εὔκολον τὴν δό σιν, ἢ μικρὰν ταύτην καὶ τῇ καταστάσει τοῦ λαμ βάνοντος σύμμετρον γίνεσθαι παρασκευάζει, οὕτως τὸ νομισθὲν ἐκ τοῦ ὁρωμένου αἰδέσιμον, φιλότιμον ἐκκαλεῖται τὴν χάριν, ἵνα μὴ τὸ δόξαν ἐντροπῆς ἄξιον ὑβρισθῇ μικροπρεπεῖ δωρεᾷ· καὶ πάντες μὲν ἀπόστολοι, καὶ προφῆται, καὶ δίκαιοι, καὶ πρὸ πάν των ὁ Κύριος σπουδαίως παραινοῦντες ἐπιτάττουσι τὴν ἐλεημοσύνην. Οἱ μὲν λέγοντες· «Διαθρυπτε πει νῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἴσαγε μου
col. 875–876page 33 of 78
PG 79:875ἀπὸ τῶν οἰκείων του σπέρματός σου οὐχ ὑπερέψη. Οἱ δέ· «Τὸ καλόν ποιοῦντας μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσωμεν.» "Αλλος· «Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι.» Καὶ ἄλλος· «Δανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν.» Καὶ ὁ Κύριος ο Ποιήσατε αὐτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας.» Καὶ πάλιν ο Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.» Αὕτη δὲ, ὡς οὐδενὸς οὐδὲν εἰρηκότος ἡμέ ληται, καὶ βαθεία παραδέδοται λήθῃ, πολλῶν οἰομέν νων τάχα μήτε ἐνέχεσθαί τισιν ἁμαρτήμασι, μήτε χρήζειν, ὡς πάντα κατωρθωκότων, ἐλέου. Οπότε τοῦτο εἰ ἦν ἀληθὲς, ἔδει τοὺς φανταζομένους τὸ ἀν αμάρτητον, μιμεῖσθαι τοῦ Θεοῦ τὸ φιλάνθρωπον, καὶ οἰκτείρειν πᾶν τὸ καθ᾽ ἂν δήποτε τρόπον ἀτυχοῦν μέ τ εἰς τὸν οἶκον σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ρος τοῦ γένους, εἰ καὶ μὴ ἀμοιβῆς ἐλπίδι, ἀλλὰ γοῦν ὁρμῇ τῆς ἀρίστης έξεως. Καὶ γὰρ ὁ Θεὸς ἀπροσδεής ῶν, ὠφελείας χάριν, ἀναπόδοτον παρέχει την κηδε μονίαν, φυσικῇ εὐσπλαγχνίᾳ ἐλεῶν πᾶν τὸ ἐλέους δεόμενον, «Τὸν ἥλιον αὐτοῦ ἀνατέλλων ἐπὶ πονη ροὺς καὶ ἀγαθούς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδί κους· ο ὁμοίως καὶ τοῦτο διδάσκων, ἀδιάκριτον εἰς πάντας τοὺς δεομένους ἐπιδείκνυσθαι τὸν ἔλεον, οἷοίπερ ἂν ὦσι, κἂν πονηροί, κἂν ἀγαθοὶ τυγχάνοντες. Εὐποιίας γὰρ ὁ δεόμενος, τῆς χρείας, ἧς ἐπι δέεται, ἀξιοῦσθαι ὀφείλει, οὐχὶ δὲ κρίνεσθαι, ἢ δι καιος τυχεῖν ταύτης, ἢ μὴ δίκαιός ἐστιν· ὡς ἡλίου, καὶ ὑετῶν μετὰ τῶν δικαίων, κἂν ἄδικος ᾖ, ἀπο λαύων, τῆς παρὰ τῶν ἀνθρώπων ἀξιούμενος χάρι τος, ἐπειδὴ καὶ οὗτοι τῇ κατασκευῇ συνεσπαρμένον ἔχουσι τὸ θεῖον, καὶ ὁμοίαν τῷ Δημιουργῷ διδά σκουσι ἐπιδείκνυσθαι τὴν χρηστότητα. ο ΚΕΦΑΛ. Ζ'. ᾿Αλλὰ τοσαύτη νῦν ἀνωμαλία συγκατέχει τὸν βίον, ὡς τοὺς μὲν μὴ ἐπαρχεῖν ταῖς φροντίσι πλούτου, μηδ' ἔχειν τῇ πολλῇ μερίμνῃ τῶν κτημάτων ὕπνου καιρόν, κατὰ τὸν λέγοντα· «Τῷ ἐμπλησθέντι τοῦ πλού του τῆς γῆς οὐκ ἔστιν ὁ ἀφιῶν αὐτὸν τοῦ ὑπνῶσαι, ο προσόδους ἀριθμοῦντα πάντως, και μηνιαίους ψηφί ζοντα τόκους, καὶ τὸ νυχτερινόν διάστημα δαπανών τα εἰς τὸ μή τι καὶ μικρὸν κέρδος ἀπόληται τὴν ; μνήμην λαθόν· τοὺς δὲ μήτε τῶν ἀναγκαίων εὐπορεῖν, καταφρονητικώς δὲ ὑπ' ἀσιτίας καθεύδοντας, καὶ τὸ πολὺ κερδαίνοντας τῆς κατὰ τὴν ἔνδειαν ἐν ἀναισθησία τῆς παρατεταμένης τῷ ὕπνῳ καρώσεως, καὶ τοῖς μὲν ἐρήμους ἀνθρώπων ἑστάναι, καὶ χρυσοφόρους οἰκίας μακράς, κοράκων, καὶ νυχτερίδων, ἴσως δὲ καὶ παλαμναίων δαιμόνων εὐρύχωρα καταγώγια, τοῖς δὲ μὴ ὑπάρχειν τρίπηχες πρὸς σκέπην κατάλυμα καὶ τοῖς μὲν ἕως τῶν ἀτιμοτάτων χρειῶν ὑπηρετεῖσθαι τὸν ἄργυρον εἰς οὔρων δοχὰς, καὶ λυμάτων γα στρὸς χαλκευόμενον, σκεύη πολλὴν ἔχοντα σταθμόν
col. 877–878page 34 of 78
PG 79:877τοῖς δὲ μὴ παρεῖναι ἔστρακον, ᾧ προσενέγκωνται διψῶντες ὕδωρ στόματι· τοῖς μὲν κατασήπεσθαι βαρ βαρικῆς ἀπονοίας ἐσθῆτα πολύτιμον· τοῖς δὲ καὶ ῥά κος λείπειν τρίχινον τῆς ἀσχημοσύνης συγκάλυμμα τοῖς μὲν συγχωρεῖσθαι τὴν τράπεζαν παντοίοις ἐδέ σμασι, χερσίων, ἀεροπόρων, ἐνύδρων· οὐδὲν γάρ ἐστιν, ὧν μὴ γεύσηται ἡδονὴ, πανταχοῦ τὰ πάναγρα διαπετάσασα δίκτυα, οἷς ἐσαγηνεύσατο καὶ τὰ βύθια, καὶ τὰ πλησίον αιθέρος διαιτώμενα, πρὸς φιλότιμον εὐτρεπίσασα τοῖς φιληδόνοις ἀπόλαυσιν, ἀπολεγομέ νης τὸν κόρον τῆς ἀθλίας γαστρὸς, καὶ λειτουργεῖν οὐκ ἔτι φθανούσης τῇ ἁπληστίᾳ τῆς ἀπληρώτου ὀρέ ξεως, ἣν οὐ πλησμονὴ τῶν ἀγγείων ἴστησι τῆς ἀκαθέκτου ὁρμῆς, ὅρον τῆς χρείας οὐ τὸ αὔταρκες ἡγου μένην, ἀλλὰ τὸ μηδὲν παρεσκευασμένων καταλιπεῖν οὕτως οὖν ῥηγνυμένων τῶν δοχείων, ἔσθ' ὅτε καὶ τὸ ἄχθος οὐ φερόντων τοῦ κόρου, κενὴ, καὶ δαψιλής ἐστιν αὕτη τῇ λιχνείᾳ τῶν καταλελειμμένων ὀδυνωμένη, καὶ τῷ μέτρῳ τῆς γαστρός μεμφομένη, ὅτι μὴ τοσούτων ἐστὶ χωρητική, ὅσων αὕτη μαργῶσα ἐφ ίεται πρὸς ὅσα κέχηνε μαιμάσσουσα ταῖς ἀκαθέκτοις ὁρμαῖς· τοῖς δὲ τὴν ἐπιθυμίαν ἐξηρτῆσθαι καὶ μόνου ψωμού, τρυφὴν ἡγουμένοις, καὶ τὴν ἐν μέρει παρα μυθίαν τῆς χρείας· ποιεῖ γὰρ ὁ κόρος ἄλλας ἐξ ἄλ λων καινοτομεῖν ἡδονῶν ἐπινοίας πολλὰς, οὐδ᾽ ἐπ' ὀλίγον ταῖς ἐν ἔθει στοιχῶν, ἂν μὴ συνεχεῖς ὦσιν αἱ διαδοχαὶ τῶν τερπόντων, καὶ ἐπάλληλοι, ταῖς ἐφ έδραις τῶν ξενιζόντων ψυχαγωγοῦσαι τὸ ἀλύον τῆς ὀρέξεως, καὶ τὴν γεῦσιν παρηγοροῦσαι ἄλλῃ καὶ ἄλλῃ ποιότητι. Οὕτως ἡ ἔνδεια καὶ τὸ χρειῶδες ἡγεῖσθαι πείθει ἀγαπητόν, πληρῶσα: τὸ κενὸν, οὐ τέρψαι τὸ ἐπιθυμοῦν ἐπιτάττουσα. Πῶς οὖν ἄν τις τῶν οὕτω νῦν διακειμένων ἀνθρώπων ἀνηλεῶς, καὶ παρατρεχόντων τοὺς ἐν ταῖς τριόδοις κατακειμένους ἀσθενεῖς, τοὺς ἐν τοῖς στενωποῖς περιερχομένου;, καὶ ταῖς θύ ραις ἀναιδῶς ἐνοχλεῖν ἀναγκαζομένους καὶ τοὺς αισχυνομένους δημοσιεῦσαι τὴν οἰκείαν μεταβολήν διὰ τὸ ἀσύνηθες τῆς αἰτήσεως, καὶ λιμώττειν αἱρουμένους ἔνδον, ἢ τοῖς γνωρίμοις φαίνεσθαι παρ' ἀξίαν ἀνεχομένους, τούς τε ἐν μετάλλοις καὶ ἐν φυλακαῖς φθειρομένους κακοπαθείᾳ δεσμῶν, καὶ λιθοτομίας ἀνάγκῃ, τούς τε ἐν μνήμασι καὶ ἡλιβάτοις δρεσι τῇ ἱερᾷ νόσῳ δαπανωμένους, ὧν οἱ μὲν τὸ ἀηδὲς ὑφορώμενοι τῆς νόσου παραβαλεῖν πόλεσι καὶ κώμαις οὐ τολμῶσι πρὸς τῷ μὴ οἰκτειρηθῆναι, καὶ τὸ καταλευσθῆναι δεδοικότες, διὰ τὸ παρατετηρημένον τοῦ πά θους, οἱ δὲ βάσεως ἑστερημένοι πρὸς περίπατον, καὶ πρὸς τὸ ἔρπειν χειρῶν, ἡσυχάζουσιν οἴκοι ἅπαντες, Έρνη καθάπερ δένδρων ἀνόρπηκα, περιῃρημένοι τα πρὸς πᾶσαν κίνησιν ἐπιτήδεια μέλη· οὐκ ἐρεῖ τοῦ Δεσπότου δικαίαν εἶναι τὴν κρίσιν, τοὺς μὲν ἐκ τοσαύτης κακοπαθείας ὁρῶν μεταστάντας εἰς ἄνεσιν, ἑαυτὸν δὲ ἐκ τοιαύτης ἀσωτίας μετελθόντα εἰς κόλα σιν; Πῶς δὲ κἂν ἔννοιαν λήψεται ικετηρίους τους τὸν δικάζοντα προέσθαι φωνάς, αὐτὸς πρὸς τὰς ἐκε σίας τῶν δεομένων μείνας ἀσυμπαθής, καὶ διὰ παν τὸς καὶ ἀνήμερος, καὶ τὸ συνείδὸς ἔχων πρὸ τοῦ δι κάζοντος κατακρίνον ἑαυτὸν ἐπὶ τῇ παρελθούσῃ ἀπ ανθρωπία: 'Ο δὲ καὶ βίαιος, καὶ τυραννικός, ἁρπά
col. 879–880page 35 of 78
PG 79:879ζων, καταπίνων, περιδύων, ἐλαύνων, ὑπερορίζων, συκοφαντῶν, ἄγων, φέρων, δουλαγωγῶν, πάντων πάντοθεν τὴν ζωὴν διαταράττων, οὐδὲν παραλιμπάν νων πονηρίας εἶδος, ὅ τέως δίδωσι πράττειν ἐξουσία καὶ δύναμις, πάντως εἰς ἔσχατόν που καταδύεται αυτομολήσας πυθμένα Ταρτάρου, χείρονα τὸν ἐπὶ τοσούτοις ἁμαρτήμασιν ἔλεγχον κρίνων τῆς κατὰ τὴν βάσανον ὀδύνης. Αὕτη γὰρ ἀληθῶς πρέπουσα λῆξις τοῖς τῇ δυναστείᾳ μὴ πρὸς εὐεργεσίαν, ἀλλ' ἐπὶ κακῷ χρησαμένοις τῷ πέλας, καὶ τὰ μὲν πλεονεκτηθέντα καταλείπουσιν ἄλλοις πρὸς χρῆσιν φιλοτίμου ζωής τὴν δὲ ἐπ' αὐτοῖς τιμωρίαν καρπουμένους αἰώ γιον. ΚΕΦΑΛ. Η'. Ω τῆς παρανοίας! ὢ τῆς παραπληξία;! Τί πλέον παρέχει τῆς φαιδρᾶς ἀπολαύσεως, ἵνα μὴ λέγω τῆς ἀναγκαίας χρείας διὰ τοὺς βουλομένους χαρίζεσθαί τι καὶ ἐπιθυμίᾳ πρὸς παραμυθίαν τῆς ἀσθενείας τοῦ σώματος, ἡ πλεονεξία, ὅτι πᾶσαν μὲν παγκτησίας ἱμέρῳ τὴν γῆν μετερχόμεθα, Βρεττανούς, και Εσπερίους, καὶ Μαύρους, πρὸς ἕω δὲ Θήβας, καὶ τὴν Ἰνδῶν καταλαμβάνοντες χώραν, τὰ πάντοθεν πρὸς τρυφὴν ἐπιτήδεια εἰς ἑαυτῶν χρῆσιν ποιοῦντες ἀγώγιμα, χρημάτων δὲ θησαυροὺς ἀνεικά τους σω ρεύοντες εἰς τὴν τῶν συνωνητῶν παρασκευήν· δεν γὰρ τὰ μὲν ἐκ γεωργίων οἰκείων, τὰ δὲ ἐξ ἀγορᾶς ποικίλλειν τὴν τράπεζαν, καὶ ποιεῖν πολυτελῆ, καὶ πλήθουσαν ὡς μέλλοντος ἀχανοῦς τινος χάσματος τῆς κοτύλῃ παραπλησίας πληροῦσθαι γαστρός· καὶ γάρ ἐστι τοῖς πολλοῖς ἀχανῆς ὄντως καὶ ἀπλήρωτος, κάν μὴ τῷ εὐρυχώρῳ τοῦ ἀγγείου, ἀλλὰ τῷ ἀπλήστω τῆς ὀρέξεως τῆς ἀεικενῆς ἐπιθυμίας, οὐδέποτε πιμ πλαμένης, πᾶν δὲ, ὅ δείκνυσιν ὅρασις, γλιχομένης λαβεῖν. Διὰ τοῦτο συκοφαντίαι καὶ τυραννίδες· διὰ τοῦτο λωποδυσίαι, καὶ ἁρπαγαί· διὰ τοῦτο οὕτως ἐκεῖνον καὶ τοῦτον εὐθὺς ἄλλος βιάζεται, βαθμῷ προσκοπτούσης ἐπὶ τοὺς ἀεὶ μᾶλλον δυναστεύοντας τῆς τυραννίδος, καὶ τοὺς νῦν ἀδικοῦντας τὸν ἀσθενέστερον, μετ' ὀλίγον ἀδικεῖσθαι παρασκευαζούσης ὑπὸ τῶν δυνατωτέρων, καὶ προφάσεις ἐπινοούσης τῇ ἁρπαγῇ τῷ δοκεῖν οὐκ ἀσχήμονας. Ἔστι γὰρ ἐν ταῖς πλεονεκτικαῖς ἐπινοίαις αὕτη γνωμοδότις ευμήχα. νος, βουλὰς ὑποτιθεμένη πιθανὸς πρὸς τὸ δοκοῦν τοῦ ἁρπάγματος εὔλογον. Οὕτω τὴν Ιεζάβελ ἀκούσασαν, ὅτι τοῦ ἀμπελῶνος Ναβουθαὶ τοῦ γείτονος ὁ ταύτης ἀνὴρ ᾿Αχαάβ ἐπεθύμησε, δεινῶς ἅμα καὶ πανούργως τὸν τῆς ἁρπαγῆς σκοπόν διαθεῖναι παρεσκεύασεν, ἵνα καὶ τὸ ἐπιθυμηθὲν ληφθῇ, καὶ μὴ ᾖ ὁ τὴν ἁρπαγὴν ἐδυρόμενος· βλασφημίαν γὰρ Θεοῦ καὶ βα σιλέως συκοφαντήσασα, τὸν κεκτημένον ἀπέκτεινε, καὶ οὕτως ἀδέσποτον τὸν ἀμπελῶνα παρέλαβεν, ού
col. 881–882page 36 of 78
PG 79:881δενὸς ὄντος τοῦ τὴν ἀδικίαν διασαφοῦντος ἀγνοοῦσι, τοῦ ταύτην βοᾷν δυναμένου ἐκ ποδῶν οἰχουμένου. 19. Νῦν δὲ τολμᾶται καὶ χαλεπώτερα τοῖς ἀνθρώποις, τῷ χρόνῳ γεγυμνασμένης πρὸς τὴν ἐμπειρίαν τῆς ἀδικίας, καὶ τῷ ἔθει προσκοψάσης ἐπὶ τὸ τεχνικώτερον. Υἱοὶ γὰρ ἀποστερούνται ζῶντες ὑπάρξεως πα τρικῆς, καὶ ἀδελφῶν ἀλλοτριοῦνται κληρονομίας ἀδελφοί, καὶ γυναῖκες οὐσίας ἐκβάλλονται τελευτης σάντων ἀνδρῶν βοῶσαι την παρανομίαν, καὶ οὐκ ἀκουόμεναι. Τοῖς γὰρ ἑκάστοις τούτων βιαζομένοις συνηγορία τῆς βλάβης εἶναι δοκεῖ βασιλικὴ δωρεά, ἥτις τὰ μὲν ἀδέσποτα εὐλόγως ἴσως τοῖς αἰτοῦσι παρ έχειν ἐδύνατο, ἄλλοι; δὲ τὰ ἄλλων χαρίζεσθαι δικαίως ἐστὶν οὐχ οἷα τε, ξένοις προπίνουσα τὰ τῶν νομίμως προσερχομένων τῷ κλήρῳ, καὶ ὀφειλόντων ἀκο λούθως διαδέξασθαι τὰ τῶν οἰχομένων συγγενικῷ δι καίῳ. ΚΕΦΑΛ. Θ'. Αλλὰ πάντα πρὸς τὸ πιθανόν σοφίζεται δεινῶς πλεονεξία, καὶ βασιλεῖς ἀπατᾷ εὐπαραγώγοις αἰτή σεσι, καὶ ἐξουσίαν καθ' ὧν βούλεται λαμβάνει εὐ πρόσωπον, καὶ κάτω τὰ ἄνω, καὶ ἔμπαλιν ἄνω τὰ κάτω ποιεῖ, πολλοῖς πάντοτε συμφορῶν ἀνυποίστων καθισταμένη αιτία. Διὰ τοῦτο πολλοὶ τῶν ἠδικημέ των δοκιμασία ἑστᾶσιν ἀναιδῶς ἐρανιζόμενοι, καὶ λαμπρὰς οὐσίας ἀφηρημένοι τῆς ἐξ ἄλλων ἐπιδεείς εὐποιίας κατέστησαν τὰς συμφοράς διηγούμενοι, τραγῳδοῦντες τὰ πάθη, κρουνοῖς δακρύων τὴν ἀνάγκην πιστούμενοι, καὶ μόλις ἄρτου τινάς πείθοντες ὀρέξαι τιμὴν αὐτοῖς ἀπορουμένοις, ἔθιμον λέγον. τας εἶναι τοῖς μεταιτοῦσι πλάττεσθαι τοιαῦτα, καὶ κομπάζειν πρὸς ἀπάτην πολλὰ, εὐγένειαν προσποιουμένοις οὐκ οὖσαν, καὶ χρημάτων ὀδυρομένοις οὐ γε νομένην ἀπώλειαν, ναυάγια λογοποιοῦσι, καὶ λῃστῶν ψευδομένοις ἐφόδους, οἰκετῶν δρασμὸν προφασιζομένοις σεσυληκότων αὐτῶν, καὶ ἀφέντων οὕτως ἀσχη μονεῖν, ὡς τὸ ἐλεεινὸν ἐκεῖνο, καὶ δακρύων ἄξιον δεί κνυσι σχῆμα, άδροτέρων λημμάτων σόφισμα προβαλο λομένοις τας τοιαύτας φωνάς. Εκβέβληται γῆς, οικοπέδων, κτημάτων, ἀπεστέρηνται χρημάτων, δια αίτης εὐσχήμονος, οἰκετικῆς θεραπείας, καὶ οὐδαμόθεν ἀξιούμενοι παραμυθίας, ἔτι καὶ προσκωμῳδοῦν ται οἱ ἄθλιοι, τραγῳδεῖν εἰκῆ ψευδεῖς νομιζόμενοι τύ χας. Υποπτον γὰρ ὄντως εἰς ψεῦδος ἀεὶ τὸ ἐκ τοῦ φαινομένου ἀξιόπιστον παλαιὰς ἀπαγγέλλον εὐπρα-; γίας, κἂν ἀληθεύειν δοκῇ οὐδὲν τεκμήριον ἔχον πιο στώσασθαι τὰ λεγόμενα, οὐ συναδόντων οὐδαμῶς οὐσ δαμόθεν τῶν πραγμάτων τοῖς βήμασιν. "Οθεν σιωπῇ 152 φέρειν ἀναγκάζονται τὰ τῆς πτωχείας δεινὰ, τὸ ἀπὸ αμφιάσκειν τὰ καθ᾿ ἑαυτοὺς τοῖς ἀπιστεῖν ἐθέλουσι κρίνοντες ἄκαιρον, χλεύης μᾶλλον, ἢ συμπαθείας τοὺς λόγους ποιουμένοις ὑπόθεσιν. Καὶ οἱ μὲν αὐτῶν ἀλῶνται ἄλλας ἐξ ἄλλων πατρίδας ἀμείβοντες, τὰς τέως ἀγνοουμένας στοχαζόμενοι πρὸς οἰκονομίαν τῆς ζωῆς ἴσως ἐπιτηδείας· οἱ δὲ μένουσιν ἐφ᾽ ὧν ὑπὸ τῆς συμφορᾶς κατελείφθησαν τόπων ὀκνοῦντες τὰς μετα στάσεις, τὸ μὲν ἀσθενείᾳ δυνάμεως, τὸ δὲ καὶ τῷ
col. 883–884page 37 of 78
PG 79:883νου τοῦ ἀμφιβόλου, οἷον ἔσται χεῖρον, ἢ ἄμεινον προτιμώντες εὐλόγως, καὶ παραμυθούμενοι, τούτῳ γοῦν ἑαυτοὺς, ὅτι κἂν τῶν ἄλλων κτημάτων τυραννηθέντες ἁπάντων ἐκβέβληνται, ἐλευθέρων στοιχείων ὅμως ἔχουσι τὴν μετουσίαν ἀκώλυτον, καὶ τοῖς μέγα πνέουσιν ἐπὶ δυναστείᾳ τὴν χρῆσιν ἐν τούτοις ἰσότιμον. "Ασυλον κτήσιν ταύτην λαχόντες παρὰ τοῦ Κτί σαντος, ἵνα μὴ πάντη καταπέσωσι ἀθυμία, ὡς μηδε νός μέρους ἔχοντες ἐξουσίαν ὅλης τῆς κτήσεως. Ανα πνέουσι τοιγαροῦν ὅπουπερ ἂν ἐθέλωσι τὸν ἀέρα τοῦτον ἀκώλυτον, ἀντλοῦσι πηγὰς, καὶ ποταμούς, καὶ λίμνας, ὡς βούλονται πόματι κεχρημένοι ἀφθό ν, καὶ περικλυζόμενοι μετ' ἐξουσίας πολλῆς, κἂν μὴ ἐν πόλεσι, καὶ κώμαις· ἴσως γὰρ ἐν ταύταις πρὸς ἀρδείαν μεμερισμένον τὸ ὕδωρ οὐκ ἐφεῖται τούτοις ὡς ἀκτήμοσιν· ἐν ἐρήμοις οὖν, καὶ ἀγεωργή τοις, ὅμως ἐπ᾽ ἀδείας πρὸς τὸ δοκοῦν ἀπολαύοντες, οὐδενὸς ἐμποδίζοντος· αὐγὰς ἡλίου καὶ ὀφθαλμοῖς, καὶ παντὶ τῷ σώματι δέχονται, ἀναστέλλειν τὴν ἐκεῖ θεν φερομένην ἀκτῖνα οὐδενὸς, κἂν ἐθέλῃ, ἰσχύοντος, οὐδὲ τῇ ὑπεροχῇ τοῦ πλουσίου πλέον νέμειν παρὰ τὸν πένητα ὄντος ἱκανοῦ διὰ τὴν ταπεινότητα. Ενθα μὲν γὰρ ὑπόκειται ὕλη μεριστὴν ἔχουσα φύσιν, πλεονεκτοῦσιν οἱ πλούσιοι, παρ' ἄλλοις οὐ συγχωροῦντες εἶναι ἃ σπουδάζουσιν ἔχειν αὐτοί· τῶν δὲ ἀδιαιρέτων ἡ χρῆσις κοινὴ πᾶσιν ὁμοίως ἐφεῖται, καὶ ἄλλος ἄλλου πρὸς μετουσίαν ἔχει πλέον οὐδὲν, τῆς φύσεως τὴν ἅπασι τὴν διανέμησιν, ἐργασαμένης, ἀδήλῳ τοῦ μέλλοντος, τὸ παρὸν καὶ ἐν πείρα γενόμε καὶ τοῖς πλεονεκτεῖν βουλομένοις οὐ παρεχούσης Ερι δος ἀφορμάς. με ΚΕΦΑΛ Ι. Τις γὰρ ἀέρος ἀποτομὴν καθάπερ γῆς, ἡ χρήματος ποιησάμενος δυνάμεως περιουσίᾳ, ἔσχε παρ' ἑαυτῷ κεχωρισμένον τοῦ συνεχῶς κεχυμένου κατά πᾶν μέρος τῆς κτίσεως; Τίς δὲ χρημάτων ή κειμηλίων δίκην ἡλιακόν φέγγος, ἢ θάλπος, ἔνδον ἐθη σαυρίσατο ιδιόκτητον μόνος ἀπολαύων … ὅταν νύξ υπόγειον, ἢ νέρωσις τρέχοντα καλύπτῃ τὸν πόλον; Υδωρ κἂν ἐν κάλπεσιν ἀντλούμενον πολυσχεδῶς καταμερίζεσθαι δοκῇ, ἴδιον ἑκάστου τῶν ἀρυομένων ἐν τῷ ληφθῆναι γινόμενον, ἀλλὰ τῇ ἀφθονίᾳ τοῦ ρεύ ματος ποιεῖ τὴν χρῆσιν τοῖς πολλοῖς ἀφιλόνεικον, ἴσα τοῖς ἀμερίστοις παῦον τὸν τῆς κτήσεως ἔμερον περ ριττὸν πάντως τοῦ λογισμὸν ἔχοντος ἡγουμένου καὶ μάταιον οἰκειοῦσθαι σπουδάζειν ἅπερ κοινὰ πᾶσιν ἡ φύσις δεδώρηται, ἰσονομίαν χρήσεως παρασχοῦσα, καὶ δεσποτείας ὁμοίως ἀποστερήσασα ἅπαντας, καὶ ταμιεύεσθαι τοῦτο, οὗ πᾶσιν ἡ χρῆσις διὰ παντὸς προκειμένη πλουσία, καὶ πρόχειρος, τῷ ἑτοίμῳ τῆς εἰς ἀπόλαυσιν ἐξουσίας, ἀργήν, εἰς κτῆσιν τὴν ἐπι θυμίαν ποιεῖ. Ἐπειδή πως τὸ μὲν σπάνιον, δυστ ριστον ἐρεθίζει τὴν ὄρεξιν, μὴ προληφθῇ παρ' ἑτέ
col. 885–886page 38 of 78
PG 79:885ρον ἀγῶνα ποιοῦν, οὐ κινεῖ δὲ ταύτην πρὸς ἔφεσιν τὸ ἐν τῷ πληθύνειν ἀεὶ καταφρονούμενον. ΤΜΗΜΑ Γ. Περὶ τῆς τῶν μακαρίων διαγωγῆς καὶ τῆς κακο νοίας τοῦ διαβόλου. ΚΕΦΑΛ. Α'. Οὕτως οὖν, ὦ φιλότης, διακειμένων τῶν πραγ μάτων, ὡς εἴρηται, καὶ τοσαύτης παρανομίας κατα εχούσης τὸν βίον, ὡς ἰχθύων ἅπαντας μιμεῖσθαι ζωὴν καταπίνοντας τοὺς ἥττονας, καὶ καταπινομέ νους ὑπὸ τῶν δυνατωτέρων, εὑρεῖν χρὴ ἢ κατὰ τὸν μέγαν Μωϋσέα τινά, ποτὲ μὲν τύπτοντα τὸν διαπληκτιζόμενον πρὸς τὸν Ισραηλίτην Αἰγύπτιον, ποτὲ δὲ παραινοῦντα μαχομένοις τοῖς ὁμοφύλοις τὸ εὔσπον δον, καὶ λέγοντα· Αδελφοί έστε, ἵνα εἰ ἀδικεῖτε ἀλ λήλους ἢ κατὰ τὸν ᾿Αβακούμ, ἀρήγειν μὲν τοῖς καβ ταπονουμένας, ἐπιτιμᾷν πάντως οὐκ ἔχοντα δύνα μιν, Θεῷ δὲ κατὰ τῆς τότε πολιτευομένης ἐντυγχάνοντα παρανομίας, καὶ τὸν ζῆλον δεικνύντα τῇ πρὸς αὐτὸν παρρησίᾳ· φησὶ γάρ· Εως τότε, Κύριε, κεκράξομαι, καὶ οὐκ εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὗ με σώσεις; ν οὐκ αὐτὸς εἰς πρόσ ωπον προφήτης γὰρ ἦν, καὶ πάσης βλάβης ὑπῆρ χεν ἀνώτερος, ἀλλὰ τὴν τῶν ἄλλων διὰ τὸ μισοπόνηρον ἐκδικηθῆναι ἀδικίαν εὐχόμενος. Εξῆς γοῦν ἐπιφέρει λέγων· «Ινα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν ἐπὶ ταλαιπωρίαν καὶ ἀσέβειαν; ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, καὶ ποιή σεις τοὺς ἀνθρώπους ως τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἔρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον.» Πό σον ἦν ἀγαθόν, καὶ πόσην τοῖς ἀδικουμένοις εποίει παράκλησιν ἐπικουφιζομένοις τὰ λυπηρὰ τῇ τοῦ συν αλγούντος συμπαθείᾳ; 'Αδικία δὲ ὡς τὸ τυραννεῖν, καὶ ζημιοῦν, καὶ προπηλακίζειν, οὕτω καὶ τὸ τῶν καθηκόντων ἀποστερεῖν τοὺς χρήζοντας τούτων ἐστί. Τοσούτους γὰρ ἕκαστος ἀδικεῖ, ὅσους οὐκ ὠφελεῖ εὐεργετείν δυνάμενος. Καὶ τοῦτο δεικνὺς ὁ Κύριος ἀληθὲς, οὐ τοὺς ἀδικήσαντας, οὐ τοὺς πλεονεκτή. σαντας, ἀλλὰ τοὺς μὴ θρέψαντας πεινῶντα τὸν πέ νητα, τοὺς μὴ συναγαγόντας οἴκοι τὸν ξένον, τοὺς μὴ ἐπισκεψαμένους τὸν κατακείμενον, τοὺς μὴ παρά τὸν καθειργμένον φοιτήσαντας, καὶ δεσμώτην ὄντα ὅτῳ δήποτε τρόπῳ μὴ παραμυθησαμένους ἔργῳ καὶ λόγῳ, πυρὶ αἰωνίῳ παρέπεμψεν, αὐτὸ κρίνας με γίστην ἀδικίαν, καὶ παγχάλεπον, τὸ μὴ χρήσασθαι [ τῇ δυνάμει πρὸς εὐποιίαν τῶν δεομένων. Εἰ γὰρ καὶ μὴ νόμος θεῖος διαρρήδην τὴν ἐλεημοσύνην προσ έταττε, γενέσθαι τὴν φύσιν διδάσκαλον ἐκ τοῦ ὁμοιοπαθοῦς νομοθετοῦσαν ἀφθόγγῳ διατάξει τὸ συμπαθές. Ὅταν δὲ καὶ νόμος ἐν ἱεραῖς Βίβλοις κεχαραγμένος ὑπομιμνήσκει τὴν φυσικὴν δύναμιν, ὑπονύττων και διεγείρων τὴν ἐπιτηδειότητα πρὸς εὐεργεσίαν τοῦ χρήζοντος, πῶς οὐκ ἄξιος καὶ χαλεπωτέρας τοῦ πυ ρὸς καταδίκης, οὐδ᾽ ἑτέρῳ τοῖν δυοῖν δυσωπηθείς δι αναστῆναι πρὸς τὸ φιλάνθρωπον, καὶ ἔξωθεν ἐλεγ

Section XSectio X

col. 887–888page 39 of 78
PG 79:887156 χόμενος, καὶ ἔνδοθεν ὀνειδιζόμενος τοῦ καλοῦ τὴν ἀργίαν, καὶ μένων διόλου αναπεπτωκώς, καὶ ὀκνῶν ἡ φειδωλίᾳ, ἢ ἀσπλαγχνίᾳ τὴν εὐποιίαν; Εἰ δὲ ξέ νους μὲν οἴκοι συνάγει κατὰ τὸν Ἀβραὰμ, καὶ ἐκ τῆς πλατείας κατὰ τὸν Λὼτ τοὺς ἐδίτας ἕλκει πρὸς ἑαυτὸν, καὶ ὀρφανούς ἐπιδειπνοίη, καὶ χήραις ἐπαρ 20 η δεομέναις τὰ λείποντα, καὶ παντὶ χρήζοντι για γνοιτο τῇ σχέσει τοῦτο, ὅπερ αναπληροῖ τὸ ὑστέρημα, ἁρμοζόμενος τῇ δυνάμει ταῖς χρείαις ἑκάστου κατά τὸν μέγαν Ἰώβ, καὶ συστέλλει σώματα ελειμμένων νεκρῶν, ὡς ἱστορεῖται ποιῶν Τωβίας ὁ δίκαιος, καὶ τοῖς ἐπιξενουμένοις ἀπονέμει σκηνὴν, καὶ κλίνην, καὶ τράπεζαν, κατὰ τὴν Σουναμίτιν, καὶ τοὺς ἀνα κεχωρημένους ἐν καλύβαις, καὶ σπηλαίοις διάγοντας βίον θεραπεύει τοῖς ἐπιτηδείοις, κατὰ τὸν ᾿Αβδιού, καὶ τέκνων ἐν τοῖς ἀναγκαίοις προκρίνει δίκαιον ἐνα δεξ, δευτέραν ἀρετῆς κρίνων τὴν φύσιν, κατὰ τὴν Σαραφθίαν χήραν, δράκα μόνην κεκτημένην ἀλεύρου, καὶ ταύτην ἐν λιμῷ μαραινομένων τῶν φιλτάτων ἐνδείᾳ παραχωρήσασαν τῷ προφήτῃ Ἠλίᾳ, καὶ προσέ εδρεύοι μελέτῃ τοῦ λόγου κατὰ τῶν ἐπὶ τοῦ ἅρμα τος ἀναγινώσκοντὰ εὐνοῦχον, καὶ τὴν οἴκοι σπου δὴν δεικνύντα τῇ ἐν ταῖς ὁδοιπορίαις ἐπιμελείᾳ τοῦ πράγματος, προσευχαῖς, καὶ ἐλεημοσύναις σχολάζοι, κατὰ τὸν Κορνήλιον, ᾧ φησιν ἄγγελος παραστάς Αί προσευχαί σου, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ, ἡ ἄξια τῆς θείας ὄψεως εὐαγγελισάμενος τῷ ἐργάτῃ τὰ ἔργα καὶ νηστείαις προσέχοι τὸν Παῦλον ζηλῶν, ὃς ἐν μέσ ρει καυχήματος τὸ πρᾶγμα τιθέμενός φησιν· ε Ἐν νηστείαις πολλάκις, ἐν λιμῷ καὶ δίψῃ, ν τῇ ἐπὶ τῷ διδύμῳ, τυραννικῷ πάθει πείνης καὶ δίψης σεμνυνόμενος καρτερία, διὰ τοὺς ὀκνηρότερον διακειμένους περὶ τὴν ἐγκράτειαν, ἔθει τῆς ἡδυπαθείας δεν δουλωμένους, τῇ φορολόγῳ γαστρί, ἵνα κἂν μὴ πό θος αὐτοὺς ἔλκυσε φιλοσοφίας πρὸς τοῦτο, ἐπιθυμίᾳ γοῦν ἐπαίνων προτρέψηται· τὸ γὰρ καυχήματος ἄξιον, καὶ ἐγκωμίων πάντως οὐκ ἄμοιρον· διατί κριθείη πάντων ἐκείνων ἀντίῤῥοπος, ἑκάστου τὸ πλεονέκτημα οικειωσάμενος, καὶ μόνος τοῦτο γενό μενος, ὅπερ ἦσαν ὁμοῦ πάντες αὐτοὶ, τὰ κατὰ και ροὺς ἀνακεφαλαιωσάμενος ἐν τῷ ἰδίῳ βίῳ καλά, καὶ δείξας τὰ ἀρχαῖα πιστὰ οὐ κατασκευῆς πιθανότητι, ἀλλὰ μαρτυρίᾳ τῶν ἔργων σαφεῖ. Τὸ γὰρ ἐν τῇ ἐπαγ γελία διὰ τὸ παράδοξον πολλάκις φαινόμενον ἄπι στον, ἔργῳ βεβαιωθέν, ἀναμφίβολον γίνεται, οὐκέτι τῷ ἐνδοιασμῷ τοῦ δυνατοῦ, καὶ ἀδυνάτου παρέχον καιρόν. ΑΥΗ, ΚΕΦΑΛ. Β' Καὶ πῶς λάμπουσαν τῇ πολιτείᾳ λανθάνειν ἤθελες τὸν μισόκαλον διάβολον, καὶ μένειν ἐβούλου ἀγύμναστον πειρασμῶν, τοσαύτας προκλήσεως αὐτῷ παρο
col. 889–890page 40 of 78
PG 79:889έχουσαν ἀφορμάς Εἰ γὰρ ἕκαστος τῶν ἔν τι, καὶ δεύ τερον κατορθωκότων καλόν, πολὴν ἔσχε καθ' αὐτοῦ πνεύσαντα τὸν ἐχθρὸν, πῶς ἔδει τὴν πολύαθλον, καὶ τοὺς ἁπάντων ἀγωνιζομένην ὁμοῦ καθῆσθαι ἀμέρι- 158 μνον, ἐν σταδίῳ οὖσαν, καὶ οὐκ ἔχουσαν τὸν προσπαλαίοντα, ἀλειφομένην, καὶ οὐ συμπλεκομένην, και νιζομένην ἐν τῷ σκάμματι, καὶ οὐ κινοῦσαν καθ᾿ ἑαυ τῆς τὸν ἀντίπαλον, διερίζουσαν, καὶ οὐ παροξύνουσαν αὐτὸν πρὸς μάχην, ἀρετὴν ἐργαζομένην, καὶ οὐ λυποῦσαν τὸν ἀρχέκακον, Θεῷ ἀρέσκουσαν, καὶ οὐκ ἐγείρουσαν τὸν ἔφιν πρὸς φθόνον βασκαίνειν ειωθότα τοῖς εἰς τιμὴν προκόπτουσιν ἐκείνην, ἧς ἀπέπεσεν ἀπροσεξήσας ἐκεῖνος; Διὰ τοῦτο πάντες οἱ ἅγιοι πε πολέμηνται παρ' αὐτοῦ, καὶ οὐδεὶς ἐστιν ὁ προθέμενος, ἢ πράξας τι τῶν ἀρεσκόντων Θεῷ, ὅς μὴ ἔσχεν ἀντιπράττοντα, καὶ ἐπιβουλεύοντα τὸν τοῦτο σπουδάζοντα, ἐχθρὸν ὄντα δι' οὐδὲν, ἢ δικαιοπραγεῖν, ὅτι σπουδάζοντες φιλίαν στέλλονται πρὸς τὸν Σωτήρα Χριστὸν, καὶ καταλείπουσι μόνον, ἢ μετ' ὀλί γων κομιδή καταδικαζόμενον τὴν αἰώνιον κόλασιν, πολλοὺς ἢ καὶ πάντας ἑλκύσαι θέλοντα μεθ᾿ ἑαυτοῦ. Στοχάζεται γὰρ ἴσως ὁ παμμίαρος φειδοῦς τεύξεσθαι μετὰ πάντων, εἰ τὸ γένος τῶν ἀνθρώπων εύρε θείη ἅπαν κολάσεως ὑπεύθυνον, οὔτε τῷ κατακλυσμῷ πληροφορηθεὶς τὸ ἐμβριθὲς τῆς ἀποφάσεως, οὐ δυσωπηθείσης πρὸς συμπάθειαν, πλῆθος δι᾿ ἁμαρ τίαν κριθὲν κολάσει ὑπόδικον. Εἰ γοῦν τὸ μετὰ πολ λῶν τιμωρεῖσθαι παραμυθίαν ἡγεῖται, ἐπελαφριζο μένης, ὡς δοκεῖ, πάντως αὐτῷ τῆς βασάνου τῇ κοι νωνίᾳ τοῦ πλήθους, κάν τούτῳ, καθὼς ἐν πᾶσι, σφαλ λόμενος· τί γὰρ ονίνησι τὸν πάσχοντα ἀριθμὸς τὰ αὐτὰ πάσχων, ἀπεράντως ἑκάστου τὴν ὀδύνην ἔχον τος ἰδίαν, καὶ οὐκ ἐπιμεριζομένην τοῖς ἄλλοις; Αλλ' ἀρκεῖ τῷ βασκάνω τάχα πρὸς πληροφορίαν τοῦ πά θους καὶ ἡ τῶν πολλῶν ἀπώλεια μόνη, καν μηδὲν κερδαίνῃ ἐκ τούτου ὅλως αὐτός. Φθόνου γὰρ ἴδιον τοῦ το, συμφορὰν ἐπιθυμεῖν τῶν φθονουμένων, καὶ μετ ταβολὴν ἀπὸ τοῦ εὐδοκίμου ἐπὶ τὸ ἀτιμότερον, ού δὲν τοῦ δυσπραγοῦντος αὐτὸν παραμυθουμένου, ἢ ὅτι μόνον ἀναπέπαυται τυχὸν ἐὰν ἄρα τύχῃ τοῦ που θουμένου, εὐφραινόμενος ἐπὶ τῇ μεταβολῇ τοῦ φθο νουμένου τῆς εὐπραγίας, ἐφ' ἡ ὠδυνατο, καὶ ἐτήκετο πρότερον. ΚΕΦΑΛ. Γ'. Οὕτω νεόπλαστον ἔτι τὸν ᾿Αδάμ, καὶ τῆς θείας ἔναγχος εἰκόνος ἠξιωμένον, δεσποτείαν τε πάσης λαβόντα τῆς κτίσεως, ὑπελθὼν ἀπάτῃ, καὶ δόλῳ, ἐπεὶ μὴ φανερὰν εἶχεν αἰτίαν ἀνύουσαν αὐτὸν τῆς βασκανίας σκοπὸν, ἔτι καὶ τῆς ἐντολῆς, καὶ τῆς του μῆς διὰ τὸ προσφάτως δεδόσθαι μεμνημένον, ἠπάτησε τοῖς φενακισμοῖς, ἐσοθεῖαν ἐπαγγειλάμενος, ἵνα καὶ τῆς δεδομένης ἀποστερήσῃ τιμῆς· οὐδὲν γὰρ εἶχεν ὅπλον, ᾧ τέως χειρώσεται τὸν ἄπειρον μάχης, οὐ πορνείαν, οὐδέπω γὰρ πρὸς ἡδονὴν ἐγαργάλιζεν οὐκ ὄψις, οὐ πάθος, οὐ πλεονεξία· οὐκ ἦν γὰρ τὴν
col. 891–892page 41 of 78
PG 79:891; & ἐπιθυμίαν πρὸς κτήσιν ἐρεθίζουσα ὅλη, οὐ φθόνος, οὐ κενοδοξία, οὐ μέσος, οὐ δόλος, οὐδενὸς ὄντος, καθ' οὗ κινηθήσεται, ὡς εὐθὺς ἐν τῷ Κάϊν ήρξατο πτερύσε σεσθαι ταῦτα τὰ πάθη, τῇ τοῦ ᾿Αβελ ευδοκιμήσει ἐρεθισθέντα πρὸς τὸ ζηλότυπον. Εν ᾔδει συνεργούν αὐτῷ πρὸς τὴν κατασκευὴν τοῦ τεχνάσματος μόνον, ἔρωτα, καὶ πόθον μείζονος τιμῆς. ᾿Αρχαῖον γὰρ καὶ σύγχρονον τοῖς ἀνθρώποις τοῦτο τὸ πάθος, ἀλλ᾽ οὐκ ἐφ᾽ ὕβρει τοῦ τιμήσαντος, ἐπὶ σεβασμῷ δὲ καὶ τιο μῇ δεδομένον. Ην γὰρ ἐπηγγείλατη ὡς Θεὸς ἀξίαν ὁ πρῶτον πολυθείας φθεγξάμενος ὄνομα, καὶ τὸ ἀκραιφνὲς τῆς μοναρχίας θολώσας προσηγορία θεῶν, κεκτημένην ἀνθρώπῳ ἀρετῆς ἐπιμέλειαν, άρπάσμα δὲ γενέσθαι παραβάσει τῆς ἐντολῆς οὐκ ἐδύνατο, τῆς ἁμαρτίας ἀποστερεῖν τιμῆς φύσιν ἐχούσης, οὐ προτιθέναι τιμήν. Αὐτίκα γοῦν οὗτος μὲν διὰ τὴν εἰς τὸν τιμήσαντα ὕβριν μετὰ τὴν παράβασιν τῆς ἐντο λῆς, γυμνοῦται τῆς ἀξίας, παραλύεται τῆς ἀρχῆς, τῆς εἰκόνος ἀποτίθεται τὴν τιμήν, εἰς τὴν πρὸ με κροῦ ὑποστρέφει εὐτέλειαν, γῆ πάλιν, καὶ χοὺς ὄνο μάζεται, ἄνευ τῆς συγκεκληρωμένης τῷ χοϊκῷ ἀν δριάντι θείας μορφῆς. Δέδοικε λοιπὸν εἰκότως θη ρίων θυμούς, τοὺς ἑρπετῶν, θηρίων έῤῥωμενεστάτων ἀλκας, οἷς ἦν πρὸ μικροῦ διὰ τὴν ἀρχὴν φοβερός, τούτοις γενόμενος υποχείριος, πάντων ἀθρίως ἐξε έπεσεν ἀπειθήσας Θεῷ, ὧν διὰ τὴν ὑπακοὴν καθειστήκει τέως ἐντός. Ταύτην γὰρ αὐτῷ, καὶ ἀντὶ να μοθεσίας ὁ Δημιουργός προεθήκατο εγκράτειαν ἑνὸς ἐπιτάξας φυτοῦ, ἄλλης οὐκ οὔσης ὕλης, ὡς εἴρηται, τῆς γυμναζούσης πρὸς ὑποταγὴν νομοθετούμενων ἀναγκαίως ὀφείλοντα διὰ τὸ τῶν ἄλλων ἡγεμονεύειν ἁπάντων ἔχειν τι ἐπικείμενον πρόσταγμα σημαίνον αὐτῷ τὸν τῆς δουλείας ζυγόν, ἵνα, ὅταν μέγα φρονεῖν ὑποτίθηται τὸ ἐπιστατεῖν τῶν γεννητῶν, καὶ ἄρχειν τοσούτων, καὶ τηλικούτων ζώων, συστέλλῃ διαχει μένην τῇ ἐξουσία την γνώμην τὸ εἶναι ὑπὸ νόμον, καὶ ὑποκεῖσθαι τῇ ἐντολῇ· ἐπειδή πως ὁ τῆς μείζονος ἀρχῆς φόβος παιδαγωγεῖν πρὸς τὸ ἄτυρον πέ φυκε τοὺς ἐλλάττονας, τὸ φυσώμενον ἐπὶ τοῖς ἀρ χομένοις τῆς γνώμης, καὶ τῇ ἐννοίᾳ τῆς ὑπερχει μένης εξουσίας σωφρονίζων πρὸς τὸ μετριώτερον, καὶ τὸ αὐθάδες ἐξυβρίζον ἔσθ' ὅτε ἐπέχων ὑπομνήσει ἐπιτιμίου ὑπερεχούσης ἀρχῆς. ΚΕΦΑΛ. Δ'. Ἀλλ᾿ οὐχ οὕτως εἶδε τῷ λογισμῷ τὸ πρακτέον ὁ μᾶλλον γήϊνος, ἢ θεοείκελος Αδάμ, ὅλος τοῦ συμ βουλεύοντος ελέσθαι τὴν μείζονα τιμὴν γενόμενος, καὶ τὴν ἐντολὴν ἀθετήσας ἣν φυλάττοντα ἦν ἄμει νον ώμολογημένην κεκτῆσθαι τὴν πρέπουσαν τῇ φύσει τιμήν, ἢ προσδοκήσαντα τὴν ὑπὲρ τὴν ἀξίαν ἀδήλως καὶ τὴν οὖσαν ἀποβαλεῖν, ρίψαι καταδεξάμενον τὰ παρόντα, ἐλπίδι τῶν οὐδαμῶς παρεσομένων. Οἱ δὲ τοῦ Κυρίου λέγοντος ἀκούσαντες: «Γί νεσθε τέλειοι, καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέ
col. 893–894page 42 of 78
PG 79:893λειός ἐστι, ο καὶ ὁδῷ σπουδάσαντες ἀκολούθως ἐλθεῖν ἐπὶ ταύτην τὴν κατάστασιν διὰ τοῦ μιμή σασθαι τὸν τέλειον Πατέρα ταῖς κατὰ μέρος ἀρεταῖς, γενόμενοι πρότερον οἰκτίρμονες, καὶ φιλάνθρωποι, καὶ συμπαθεῖς, ἐλεήμονες· ταῦτα γὰρ ἐπὶ τὴν τοῦ Πατρὸς ἄγει τελειότητα, ευλόγως την πρώτην ἐπ αναλαμβάνουσιν ἀξίαν μετὰ τῆς εἰκόνος, καὶ τὴν περιπόθητον προσηγορίαν δεχόμενοι, οὐ παρὰ τοῦ ψευσαμένου πάλαι τὸν τοῦ γένους προπάτορα, παρὰ δὲ ἀεὶ ἀληθεύειν εἰδότος Θεοῦ ἐν οἷς φησιν· Ἡ Ἐγὼ εἶπα· Θεοί έστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Οὕτως εἶχε μὲν πρὸς τοῦτο ἐπιτηδείως ὁ ἄνθρωπος, οὐδέπο δὲ γνῶσιν κεκτημένος, τίς ὁ ταύτην τὴν δωρεάν παρέχων ἐστὶν, ἐσφάλη τῆς ἐλπίδος εἰκότως ὁ έτσι στεύσας τῷ παρανόμῳ ἐλθεῖν ἐπὶ τὴν ἀξίαν ἐκείνην ἐπιτιθεμένῳ· οὐ γὰρ συνεῖδε τοῦ ἀπατεῶνος τὸ τέ. χνασμα, ὅτι μηχανώμενος τὸ μὴ ἐλθεῖν αὐτὸν ἐφ᾿ ἣν ἐπηγγείλατο τιμὴν, συνεβούλευεν ἐλθεῖν ὡς οὐκ ἦν δυνατὸν, τὴν ἀποτυχίαν αὐτῷ τοῦ δυνατοῦ κατα σκευάζων τῷ ἀδυνάτῳ τρόπῳ, ἵνα ὅπερ ἐδίδου τὸ εύλογον, τοῦτο ἀπολέσῃ τῇ ἀλόγῳ ἐπιτελέσει, κατα σοφισθεὶς πανούργως παρὰ τοῦ πάντα συγίζεσθαι πρὸς βλάβην τῶν πειθομένων αὐτῷ ἀεὶ μηχανων μένου. ΚΕΦΑΛ. Ε. Καὶ ὅτι τῆς εἰκόνος ἦσαν οἱ χαρακτήρες οἱ καὶ τότε πρὸς τὴν ὑποταγὴν δυσωποῦντες τοὺς θήρας, ἔδειξεν ὁ καιρὸς, καὶ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα ὅσα γὰρ πρὸς λύμην τῶν ἁμαρτωλῶν ἐστι νῦν, ταῦτα τοὺς δικαίους αἰδούμενα τὴν φθοροποιών συν στέλλειν ἐπείγεται δύναμιν. Οὕτω τῆς Βαβυλωνίας καμένου τὸ πῦρ οὐχ ἥψατο μὲν οὐδὲ χρωτός σωμά των ὁσίων, ἐξετίναξε δὲ τὴν φλόγα ἐπὶ τοὺς παρα νόμους ἀκμάζουσαν ὡς ἐπὶ πήχεις τεσσαρακονταεννέα, νεμηθῆναι τοὺς παρατυχόντας Χαλδαίους, καθάπερ αἷον καλάμην ἐσθιομένους, καὶ καρραλέα φρύγανα, τὴν δὲ ἀνθρακιάν ναρκήσασαν κάτω πη λοῦ, καὶ κοχλάκων ἀδρανεστέραν κατέλιπεν, οὐδὲν τὰς πατούσας βάσεις ἀδικῆται δεδυνημένην· καὶ γὰρ τὰ σαράβαρα ἐξῆλθον ἔχοντες στίλβοντα τῷ χρώματι, καὶ αὐτῆς ὀσμῆς ἐλεύθερα καπνοῦ, ἀσθε νεῖ, καὶ εὐφθάρτω σώματι νικήσαντες παμφάγον δύναμιν πυρός. Οὕτως οἱ λέοντες ἐν τῷ λάκκῳ λιμώττοντες (ἐπὶ γὰρ ἡμέρας ἑπτὰ ἐφυλάχθησαν ἄπ τοι), τὴν φυσικὴν ὠμότητα προσεξεθίσειν τῇ ἐνδείᾳ πάντως οιηθέντων τῶν Βαρβάρων, οὔτε πλησίον γενέσθαι τοῦ Δανιὴλ ἐτόλμησαν, ὅπως μηδὲ ὄψει ὁρμῆς φοβερᾶς λυπήσωσι τὸν δίκαιον, κἀκείνου τὴν παρὰ τοῦ ᾿Αβακούμ κομισθεῖσαν ἐσθίοντος τροφήν, ἔμενον ἐγκρατείς, οὐδὲ τότε πρὸς ἄθεσμον ἐρεθισθέντες βοράν· οὐ γὰρ ἵνα θρέψῃ πεινώντα τὸν δίκαιον, ὁ Μωσέα καὶ Ἠλίαν ἐπὶ τεσσαράκοντα ἡμέρας διακρατήσας ἀπροσδεεῖς σιτίων, ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Βαβυλωνίων χώραν μετάρσιον ἀγ γέλου φέροντος διαέριον τὸν δεῖπνον κομίζοντα τὸν κιν,
col. 895–896page 43 of 78
PG 79:895᾿Αβακούμ ήκειν παρεσκεύασεν, ἀλλ᾽ ἵνα τὸ θαῦμα μέγα δειχθῇ καὶ λίαν παράδοξον, λέοντας ἀνακηρύτα τον φιλοσοφοῦντας νηστείαν, ἀνθρώπου ἐν ὄψει αύτ τῶν ἐσθίοντος, καὶ πολυήμερον οὐ λύοντας ἔνδειαν, τραπέζης παρακειμένης συνήθους, καὶ φίλης αὐτοῖς σώματος ἀνθρωπείου· ταύτην γὰρ ἔθιμον εἶχον τον φήν, δύο λαμβάνοντες τῆς ἡμέρας ἀνθρώπεια σώ γιατα τῶν καταδικαζομένων ἐκείνων τὸν θάνατον. Οὕτω τὸ συνεχὲς τῆς Ερυθράς θαλάσσης ἐξ ἀκτῆς εἰς ἀκτὴν διηρέθη διαπόντιον, καὶ ἡ ρευστή, καὶ Ολισθηρά φύσις ἐμιμήσατο σῶμα στερέμνιον τει χωθεῖσα πρὸς ἑκάτερον πλευρὸν ὑψηλῷ ἀναστήματι, καὶ ὁδὸν παρασχοῦσα λεωμόρον τὴν ἐν μεταιχμίῳ σχεδιασθεῖσαν τῇ Μωσέως ἀξιοπιστία παράδοξον ἀτραπὸν, πανταχοῦ τῆς θείας εἰκόνος τοῖς τοῦ Θεοῦ θεράπουσι παρεχούσης τὸ αἰδέσιμον, καὶ ποιούσης ἐντροπῆς ἐν πᾶσιν ἀξίους. ΚΕΦΑΛ. Γ'. Τί οὖν τοὺς ἀθλητὰς ἡ γυμνασία λυπεῖ τὴν ἀγωνιστικὴν ἐπιστήμην διδάσκουσα, κινδυνεύειν οὐ συγ χωροῦσα, τοὺς καμάτους προξενοῦσα καμάτω βρα χεῖ, καὶ τὰς ἐπιβουλὰς οὐκ ἐῶσα μέχρι βλάβης ἐλθεῖν; Τάχα δὲ οὐ λυπεῖ μὲν ἐκείνους, εἰδότας τὸ κέρδος ἐκ τῆς ἀποστολικῆς παραινέσεως, ᾗ φησιν Η θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ δοκιμή ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ο φέρουσα πάν τως μεθ' ἑαυτῆς τὰ ἐλπιζόμενα, καὶ οὐ ποιοῦσα την προσδοκίαν ανόνητον. Λυπεῖ δὲ τοὺς περὶ τὴν ἀθλη τικὸν πόνον διακειμένους ὀκνηρότερον, καὶ ἐναλύον τας τῇ ὄψει τῶν ἀλλοτρίων ἀγώνων διὰ νωθείαν, καὶ Ο ἀνανδρείαν οἰκείαν, καθάπερ καὶ τὴν γυναῖκα τοῦ μεγάλου ὁ λόγος ἔχει Ἰὼβ λέγουσαν τῷ ἀθλοῦντι ἀνδρί· • Εως πότε καρτερήσεις;» Οὐ φέρουσα τάχα ὁρᾷν ἅπερ ἔφερε πάσχων ἐκεῖνος. Τὸ γάρο Εως πότε καρτερήσεις;» καμοῦσαν ἑαυτὴν ἐδεί κνυ τῇ θέπ ἐφ᾽ οἷς πειραζόμενος ἑκαρτέρει αυτός. Οὐ γάρ φησιν· Εως πότε πάσχεις, ἢ ὀδυνᾶσαι, καὶ κάμνεις; ἀλλ'·. Έως πότε καρτερήσεις;» Οὐ τῇ νότῳ συμπάσχουσαν, τὴν γενναιότητα θαυμάζουσαν, τὴν ὑπομονὴν ψέγουσαν ὡς εἰκαίαν, καὶ οὐ καθο ἤκουσαν, τὴν παράτασιν τοῦ πάθους ὀδύρεσθαι συμβουλεύουσαν, οὐ συναλγοῦσαν τῷ πάσχοντι. Τοιοῦτοι γὰρ οἱ γυναικώδεις, καὶ θηλυδρίαι, καὶ ἀναπεπτωκότες πρὸς τὰ ἐπίπονα, οὐ μόνον οὐκ ἀλείφουσι πρὸς ἀνδρείαν τοὺς ἀγωνιζομένους λόγοις τονοῦσι τὸ πολλάκις ἐκλυόμενον φρόνημα, ἀλλὰ καὶ θρύπτουσι τὸ παρεστώς τούτου, καὶ κατακλῶσι, ποτνιώμενοι ὡς ἀνύποιστα τὰ πάθη, καὶ τοὺς μακαρίζεσθαι δι καίως ὀφείλοντας, ὡς ἐλεεινούς οἰκτιζόμενοι, καὶ δακρύοντες. Ηκουσας τῆς θείας λεγούσης φωνής Ανὴρ ἀπεραστος, ἀδόκιμος παρὰ Θεῷ.» Καὶ τί θαυμάζεις, εἰ πειράζονται οἱ εὐαρεστοῦντες τῷ Θεῷ; Οὐκ ἔπεισάν σε τῶν προλαβόντων δικαίων τὰ ὑπο δείγματα, γέμοντα βλέψεων, καὶ ἱδρώτων ἀθλητικῶν; Οὐκ ἔμαθες τοῦ Ἰὼβ τὴν εὐσέβειαν, καὶ τὴν
col. 897–898page 44 of 78
PG 79:897Χ. ἐπιβουλὴν τοῦ ἐχθροῦ; Αὐτὸς διηγήσατο οὐκ ἐπιδει- ". κτιῶν, οὐδὲ πρὸς δόξαν ὁρῶν τὰ οἰκεῖα κατορθώματα, εἰς ζῆλον δὲ μιμήσεως τοὺς ἀκούοντας καλῶν, εἶπε τὴν περὶ τοὺς ξένους σπουδήν· «Έξω, λέγων, οὐκ τύ λίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο. Τὴν περὶ χήρας καὶ ὀρφανοὺς ἐπιμέλειαν· «Εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ὀρφανῷ μεταδέδωκα ἐξ αὐτοῦ, καὶ οὐκ ἐξῆλθε χήρα την θύραν μου κόλπῳ κενῷ.» Τὴν τῶν ἀδικουμένων προστασίαν· «Δίκην, ἢν οὐκ ἐξῄδειν, ἐξιχνίαση, συνέτριψα δὲ μύλας ἀδίκων, καὶ ἐκ μέσου τῶν ὁδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα.» Τὴν περὶ τὸ οἰκετικόν γένος συμπάθειαν, ὅπερ κατεδουλώσατο τεμούσα την φύ σιν ἡ δυναστεία, καὶ τὸ ἀσθενέστερον ὑποτεύξασα τῷ πλεονεκτοῦντι κατὰ τὴν δύναμιν·. Εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου, ἢ θεραπαίνης κρι νομένων αὐτῶν πρός με· › οὐ παρωσάμενος πάντως αὐτῶν δίκαια καταφρονήσει τῆς εὐτελείας, ἀλλὰ δοὺς ταῖς δικαιολογίαις χώραν, καὶ παρασχὼν προ τροπῇ ἰσηγορίας καιρὸν ὡς μὴ καταβραβευθῆναι ῥημάτων ἐξουσία σιωπὴν ἄγων φόβῳ τὸ ὑπήκοον. Καὶ δυσωπητικὴν αἰτίαν ἐπιφάσκει λέγων· «Πότε ρον οὐχ ὡς ἐγενόμην ἐν γαστρὶ, κἀκεῖνοι γεγόνασι;» Γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. Τὸ τῆς γενέσεως ισότιμον εἰς ἰσοτιμίαν τῆς ἀξίας παραλαμβάνων εύ λόγως, καὶ τοὺς ἀπονοίᾳ τετυφωμένους ἐντρέπων, μὴ κτηνῶν δίκην ταῖς ὑπὲρ δύναμιν ἐπιταγαῖς ἀσυγ γνώστως καταπονεῖν τὸ ὁμόφυλον, ἀλλ' ἐκ τῆς αἰ κείας δυνάμεως στοχάζεσθαι τὴν ἐκείνων παραινῶν. Ἴση γὰρ ἐν πᾶσι τῆς φύσεως ἡ ἀσθένεια, καὶ τα χέως τὸ ζῶον τοῖς ὑπερβάλλουσι καταλύουσα πόνοις, καὶ δεῖ καὶ σύμμετρον εἶναι τῇ ἰσχύϊ τὸν κάματον, καὶ τούτῳ πάλιν ἕπεσθαι ἄνεσιν ἱκανὴν ἀνακτήσασθαι τό τε πεπονηκὸς τῆς δυνάμεως, καὶ τοῖς αύθι; ἔργοις νεαρὰν ταύτην προσάγειν, καὶ ἀκμάζουσαν. Καὶ ἵνα μὴ τάχα κόμπος ἀνθρώπινος υποπτευθῇ τοῦ δικαίου τὰ ῥήματα, μάρτυς τῶν εἰρημένων ὁ ἀψευδής γίνεσθαι Θεός, οἰκείᾳ φωνῇ τοὺς ἐκείνου σφραγιζόμενος λόγους, καί φησιν ο "Ην ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, δίκαιος, ἀληθινὸς, θεοσεβής, ἀπὸ εχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. ΚΕΦΑΛ. Ζ'. Ἀλλ᾽ ἐπεὶ μή ἐστι διὰ παντὸς χειρονομούντα γυα μνάζεσθαι δίκαιον τὸν δόκιμον ἀθλητὴν, τῆς δὲ σωμα ασκίας ἐπὶ τῶν ἔργων διδόναι τὴν πεῖραν εἰς ἀνε δρείας ἐπίδειξιν, προσέρχεται τῷ ἀγωνοθέτῃ ὁ ἀντί παλος, εὐσθενέστερος τις καὶ πλατυαύχην τῷ σχήματι, ἐξευτελίζει τὸν ἀθλητὴν τοῖς λόγοις, εἰ καίαν λέγει, καὶ ἀθυρματώδη τὴν ἄνευ συμπλοκῆς μάχην, καὶ τὴν κατὰ μόνας σκιαμαχίαν οἴησιν ἀν δρείας, ἀλλ᾽ οὐ πάντως ἀνδρείαν φησίν· ἐξαιτεί
col. 899–900page 45 of 78
PG 79:899πρὸς πάλην αὐτὸν προαχθῆναι, εἰς τὸ στάδιον παρα καλεῖ, πρὸ τῆς πείρας, κατὰ τὸν Γολίαθ, νίκην ὁμολογουμένην αὐχεῖ. Κἀκεῖνος γὰρ εἰς ἀλαζονείας μάθησιν φοιτητής τούτου, καὶ οὗτος ἐκείνου διδά σκαλος, καὶ ἐν τοῖς ἔργοις ἀμφότεροι τῶν ὑποσχέσεων ἥττονες, ἐν ταῖς ἐπαγγελίαις κομψοί, καὶ φι λότιμοι, καὶ ἐν τῇ συμπλοκῇ ἀσθενεῖς, καὶ παρειμένων αδυνατώτεροι. Χλευάζει, καὶ διαπτύει ὡς ἤδη νενικημένον αὐτόν· ἐν τῇ εὐθηνία εἶναι λέγει εὐχάριστον, δύσφημον δὲ δειχθήσεσθαι προαγορεύει γυμνωθέντα τῶν λαμπρὸν φαίνεσθαι ποιούντων αὐτ τὸν διαβάλλει, ὡς ἄλλον τῷ σχήματι, ἄλλον τῇ ἀλη θείᾳ τυγχάνοντα, πλάσμα λογοποιεῖ τὴν εὐσέβειαν, καὶ μόρφωσιν τὴν εὐλάβειαν, ἀμοιβὴν ὧν ἀπολαύει χαρίτων φησὶ τὴν δικαιοπραγίαν, πάντα ποιεῖ πρὸς τὸ διασύραι τὸν ἅγιον, διαβολῆς νομίζων παρὰ τῷ Θεῷ εὑρηκέναι καιρόν. Οὕτως ἄλλοτε τὸν Θεὸν τῷ ἀνθρώπῳ διέβαλεν ώς φθονήσαντα αὐτῷ τῆς γνώσεως τοῦ καλοῦ, καὶ διὰ τοῦτο κωλύσαντα τὴν βρῶσιν τοῦ παρέχοντος ταύτην καρποῦ, ἵνα γένηται ὡς Θεός γινώ σκων καλὸν, καὶ πονηρόν. Ἀλλ᾿ οὐδὲν παρὰ τῷ Θεῷ ψευσάμενος ἤνυσεν· οὐ γὰρ εἶχεν ὡς τότε πρὸς ἄνθρωπον ἀπατηθῆναι δυνάμενον. Παρέλαβε την ἀθλητὴν, ὡς ἐξήτησεν, εἰσήγαγεν εἰς τὸ στάδιον, κατέστησεν ἐν τῷ σκάμματι, ἡκροβολιάσατο προοιμιαζόμενος μάχην· ἀπέδυσε τῶν ὑπαρχόντων, καὶ εὗρε χρημάτων κρείττονα: ἀφείλετο τέκνων χορών, καὶ φύσεως ἔγνω ἀνώτερον· ἐξέβαλε βασιλικῆς ἀξίας, καὶ δόξης εἶδεν υψηλότερον· ἔσηψε σῶμα τοῖς τραύμασι, καὶ ἔμαθε φιλοσοφοῦντα τῆς σαρκὸς τὰ συμπτώματα· ἐδαπάνησε τῆς τέχνης τὰ ἐπιτηδεύματα, καὶ οὐκ ἔκαμψε τὸν ἀμεσολάβητον· πάσης προσήγαγεν ἀπάτης λαβὰς, καὶ οὐ περιήνεγκε τὴν ἀνέξωστον. Απεῖπε βαλὼν τοῖς πειρασμοῖς, καὶ ίχνος πληγῆς οὐκ ἐποίησε: τὴν βελοθήκην ἐκένωσε, καὶ τὸν γενναῖον οὐκ ἔτρωσε. Ἐπέλειψε πάθη τῇ προθυμίᾳ τοῦ πάσχοντος, καὶ ὁ ταῦτα προσάγων, ἦν ἐν ἀμηχανία λοιπὸν ἀπορῶν ἐπινοίας, δι' ἧς καν προσβαλεῖν εὐπροσώπως τῷ Ὀλυμπιονίκῃ δυνήσεται, αἰσχυνόμενος μετὰ τὴν ἧτταν εἰκότως, ἐφ᾽ οἷς πρὸ τῆς μάχης ἦν κομπάσας μέγα στεφάνοις ὁρῶν, καὶ βραβείοις ἐφεδρεύοντα τὸν καρτερία περιγενόμενον, καὶ ἐν τῷ πάσχειν ἐπιδειξάμενον τῆς ἀνδρείας τὸ ἀνένδοτον, ἐν οἷς ειστήκει κατὰ τοὺς ταινιώντας, καὶ τῶν ἐπάθλων ἐφιεμένους ἀγωνιστὰς, βεῶν δια πρυσίῳ φωνῇ· Ἰδοὺ ἐγγύς είμι τοῦ κρίματός μου. Οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι. Τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ἵνα νῦν κωφεύσω; μονονουχί λέ γων, πέπτωκεν ὁ ἀντίπαλος, ἥττηται ὁ ἐχθρὸς, και ταβέβληται ὁ πολέμιος, κεῖται ὁ ἐπὶ τῇ σἰσχύ η εγκαλυπτόμενος. Τίς ἐστιν ὁ κριθησόμενός μοι, ἵνα νῦν κωφεύσω; Ότε ἡ νίκη παρέχει καιρὸν τοῦ και λεῖν, ὅτε τὸ ἔργον μαρτυρεῖ τοῖς λόγοις τὴν ἀλή θειαν, μετὰ τὴν πεῖραν ποιοῦν τὴν ἐπαγγελίαν ἀν ύποπτον. Ἐκεῖνον μὲν γὰρ ἡ πρὶν ἀλλήλοις ὁμόσε χωρήσομεν μεγαληγορία θριαμβεύει νῦν τῆς εὐχε ρείας γινομένη εἰκαιότητος ἀναντίῤῥητος ἔλεγχος.
col. 901–902page 46 of 78
PG 79:901ΩΣ Ἐμοὶ δὲ ἡ τότε σιωπή, προτροπὴ νῦν καθίσταται λόγων, πράγματα διηγουμένη τῇ ὄψει πιστούμενα, καὶ οὐ ποιούντων ἀδήλοις ἐπαγγελίαις ἀμφίβολον, καὶ ἐνδοιάσιμον τὴν ὑπόσχεσιν. Περὶ τοῦ Ἰωσήφ, καὶ τῆς Σωσάννης, καὶ ὅτι μεί ζων ὁ τοῦ Ἰωσὴς ἀγὼν τῆς κατὰ τὴν μακαρίαν Σωσάνναν. ΚΕΦΑΛ. Α'. Τί δὲ καὶ τὸν ὥρᾳ λάμποντα σώματος ὁμοῦ καὶ ψυχῆς Ἰωσὴφ εἰς δεσμωτήριον ἐνέβαλε, καὶ τὰς ἐν αὐτῷ παρεσκεύασεν ἀντλῆσαι κακοπαθείας; Οὐ σω φροσύνης ἐπιμέλεια τούτων ἁπάντων αὐτῷ αἰτία γε γένηται, τῆς μὴ ἀνυσάσης ὅπερ ἐσπούδαζεν, εἰς θυ μὲν ἀπεινῆ τὸ μειλίχιον μεταβαλούσης τοῦ ἔρωτος ὀργῇ τῆς ἀποτυχίας μοιχικῆς παρὰ τῷ ἀνοήτῳ ἀν δρὶ ἀποδυσαμένης ἐγκλήμασιν; Ἐσθῆς γὰρ, ἣν προἔφερεν ὡς βιασθεῖσα, ἔλεγχος ἦν βίας, οὐχ ήν ὑπέμεινεν αὐτὴ, ἀλλ᾽ ἣν προσῆγε τῷ νέῳ καταλιπόντι, ἵνα καὶ τῆς δεδομένης ἀποστερήσῃ τιμῆς τά, ἐξ ὧν ἐπεσπάσατο, ἱμάτια, ὅπως ἀποδράσας φύγῃ τῆς ἁμαρτίας τὴν ἐπήρειαν. Μετὰ γὰρ τὴν ἀποτυχίαν ἔργον ἔσχεν, εἰ καὶ ἐν ἐπιθυμίᾳ, καὶ ἐν θυμῷ μανίᾳ, ἐκ ποδῶν ποιῆσαι τὸν, ὡς ἐδόκει, παροινή σαντα, ἵνα μὴ πάντως, καὶ χλευάζων αὐτὴν κωμῳδῇ πρὸς ἅπαντας τῆς αστροπλήκτου μανίας. Καὶ τὴν Σωσάνναν τοιαύτῃ θανατικῇ πείρᾳ ἐκ συκοφαντίας Απατημένη ψῆφος ὑπήγαγε, κἀκεῖ τῶν παρανόμων ἐραστῶν, καὶ κριτῶν βαρὺ δικαίως ἡγησαμένων ζω σαν ὁρᾷν τὴν συνειδυίαν τοιαύτην πράξιν αὐτοῖς, ἐφ' ᾗ γελασθήσονται λίαν ευλόγως καὶ τῆς ἡλικίας καὶ τῆς ἀξίας τολμήσαντες ἀνάξια ἐν ἐσχάτῳ γήρᾳ, ἐν ᾧ μαραίνονται; καὶ ἀπαντοῦσιν αἱ τῶν ὀρέξεων φλεγμοναὶ, φυσικῇ αὐτομάτως ἀποιδοῦσαι ἀκολουθία, τότε πρὸς αἰσχρὰν ἀναβήσαντες λύσσαν, ἐξῆροι, καὶ ὑπέραχμοι γενόμενοι τῆς σώφρονος ἐρασταί. ᾿Αλλά μοι τὴν διαφορὰν ὁρῶντι τῆς παρὰ τοῖς πολλοῖς ίσως νομιζομένης ταυτότητος, ἔπεισι διευκρινῆσαι τὸ τῇ δοκούσῃ ὁμοιότητι φαντάζον, ὡς ἔστι τάχα ταυ τὸν, οὐχ ἵνα μὴ ἔχωσι γυναῖκες τὰ αὐτὰ καυχᾶσθαι ἀνδράσιν, ἀλλ' ὅπως μὴ παρατρέχῃ τὰς ἐγκεκρυμμένας διαφοράς ταῖς φαινομέναις ὁμοιότησιν ἕκαστος τῶν ἐντυγχανόντων ταῖς θείαις Γραφαῖς, πολλῇ παρατηρήσει, καὶ ἐπιστασία μόλις φωράσαι δυνά μενος τὸ ἀληθές. Τίς γοῦν τῶν μὴ σφόδρα παρ ακολουθούντων, καὶ τὰς αἰτίας ἐπιμελῶς διερευνωμένων, οὐ ταῦτα τὴν Σωσάνναν τῷ Ἰωσὴν ἀγωνιεῖσθαι ἐρεῖ, καίτοι οὐ τὰ αὐτὰ ἡγωνισμένην, πολλῷ δὲ τῷ μέτρῳ καταδεέστερα τῷ ἔργῳ ἄνευ τῆς προθέσεως κρίνων; Δύναται γὰρ αὐτὴ ἐν ἀμφοτέροις είναι ἡ αὐτὴ κατὰ τὸν τῆς σωφροσύνης λόγον, κἂν ἡ πρα ξις μὴ τὸ αὐτὸ ἔχῃ ἀξίωμα, ἐκ τοῦ συμβάντος, οὐκ ἀπὸ τῆς κατὰ ψυχὴν ἔξεως ἀποστερουμένη τῆς ἰσυτι μίας, ἵνα μὴ συκοφαντεῖσθαι δόξῃ τῆς σώφρονος ἡ σε

Section XISectio XI

col. 903–904page 47 of 78
PG 79:903ἀρετὴ τῷ τέως ηγωνισμένῳ ἄθλῳ βλαπτομένη εἰς τὴν τῶν μειζόνων ὑπόληψιν· ἴσως γὰρ καὶ τελειοτέρων κατορθωμάτων ἐκέκτητο δύναμιν, κἂν τὸν προ τεθέντα ἔδοξεν ἀνύειν, συγκρίσει τοῦ τῷ Ἰωσὴφ διηνυσμένου ἐλάττονα. Ποῦ γάρ ἐστιν ἴσον πρεσβύταις νέαν ἐπηρεάζουσι, καὶ νέον νέα βιαζομένη παρα πεσεῖν; αἰδεσίμοις τῇ πολιᾷ, καὶ ἀνθούσῃ τῇ ὥρᾳ; αἰδὼ, καὶ ἐντροπὴν ἐργαζομένοις τῇ ὄψει, καὶ ἀνα πτούσῃ τῇ θέα τὸ πάθος; ἀήθεσι, καὶ συνδιατρι βούσῃ διὰ παντός; ἀδοκήτως ἐπιθεμένοις, καὶ καθ' ἑκάστην πολιορκούσῃ λόγοις, καὶ σχήματι πορνικοῖς, θάνατον ἀπειλούσῃ, καὶ ἐλευθερίαν ἐπαγγελλομένῃ; καταπλήξαι δυναμένοις τῇ πάλῃ, καὶ γοητεῦσαι ταῖς κολακείαις, καὶ μαλάξαι ταῖς θεραπείαις οὔσῃ ἱκανῇ καὶ τὸ τέως πρὸς τὴν συγκατάθεσιν ἀνανεῖον τῆς γνώμης; ταράττουσι τῷ θορύβῳ, τῷ φόβῳ, καὶ τὸ ἐξοιστρηκὸς μᾶλλον ἀμβλύνουσι τῆς ὁρμῆς, ἢ παρα κινοῦσιν ἠρεμοῦν, καὶ ἱκεσίαις κατακλώσῃ καὶ τὸ πάντη πρὸς πάθος ἄθρυπτον φρόνημα; Καὶ τὸ δὴ πάντων εἰς προτροπὴν, καὶ ἀποτροπὴν δυνατώτατον τὸ τῆς ἡλικίας κατάλληλον· ἡ μὲν γηραιοῖς οὐκ ἐπείσθη οὐδὲν ἔχουσιν ὅλως τερπνόν, ὁ δὲ νέαν δι εκρούσατο νέος ἑλεῖν, πρὸς ὅπερ ἐβιάζετο οὖσαν ἐπιτηδείαν. ΚΕΦΑΛ. Β'. Οὐδὲν γὰρ, ὡς ἔοικε, τὰς τοιαύτας συναινέσεις ὡς ἡλικίας ἰσότης ποιεῖ καὶ συνήθεια· ἡ μὲν τὸν ἥλικα θαῤῥεῖν τῇ ἥλικι πείθουσα, ἡ δὲ τῷ μακρῷ ἔθει καὶ τὰ λίαν τραχέα ομαλίζουσα ήθη, καὶ τὰ ἠλλοτριω μένα κινοῦσα πρὸς τὸ φίλον. Τὸ δὲ παρηβῆσαν, και τοῦ ἄνθους ἀποθέμενον τὴν χάριν, οὐ τέρπει τὸ ἔτι λάμπον τῇ ὥρᾳ, κἂν αὐτὸ τέρπηται τούτῳ, οὐδὲν ἔχον ἐπαγωγὸν, ᾧ δελεάσει τὸ δυσαρεστούμενον. Καὶ πολλοὺς εὑρήσεις ἑτέρους ἀρετῆς ἕνεκεν ἐν περι στάσεσιν ἐξετασθέντας μυρίαις, τοὺς μὲν θεοσεβεῖν ἐσπουδακότας, καὶ τὸ θεῖον θρησκεύειν ὁσίως· τοὺς δὲ εὐλάβειαν, καὶ ἐπιείκειαν, καὶ πᾶσαν τὴν ἠθικὴν ἀσκουμένους κατάστασιν· ἄλλους τοῖς ἐν ἀγνοίς σφαλλομένοις περὶ τὴν τοῦ καλοῦ κρίσιν εἰσηγουμένους τὰ λανθάνοντα, καὶ παραινοῦντας τὸ ὠφέλιμον, ὅπως ἐπανορθωθῇ πρὸς τὸ συμφέρον δ βίος αὐτ τοῖς· ἐπειδὴ ι πάντες, κατὰ τὸν Παῦλον, ὅσοι θέλουσιν εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται βαρεῖς τῷ δικαιοπραγεῖν ὄντες τοῖς παρανομοῦσι, τάχα καὶ μένον ὁρώμενοι, καὶ διὰ τοῦτο διωκόμενοι, ἐπει δὴ καὶ σιωπῶντες εἰσιν ἔλεγχοι πονηρίας, τῷ παραλλήλῳ τοῦ βίου στηλιτεύοντες τὴν ἑκάστῳ τῶν κακῶν μοχθηρίαν. Καὶ ὁ Κύριος δὲ τοῖς ἀποστόλοις τὸ μέλο λον συμβαίνειν προλέγων, φησίν· ε ὡς ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι.» Καί· «Αποσυναγώγους ποιή σουσιν ὑμᾶς.» Καί· «Ἐκβαλοῦσι τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ο ἵνα παρεσκευασμένοι πρὸς τὰ προ
col. 905–906page 48 of 78
PG 79:905αναπεφωνημένα τῇ προθυμία, κούφως ἐνέγκωσι τὰ ";»:. θλιβερά τῇ μελέτῃ τοῦ παθεῖν ποιήσαντες τὴν πεῖ ραν ἑαυτοῖς εὐμαρῆ. Εὐθὺς γοῦν συνέδρια Φαρισαίων, δεσμά, δεσμωτήρια, συκοφαντίαι, ὕβρεις, ἐπήρεια, πληγαί, κίνδυνοι θανατικοί· καὶ οὐδὲν αὐτοὺς ἐθορύβησεν, οὐδὲ τῆς παρρησίας καθυφεθῆναι τι παρ εσκεύασεν. Εσκέπτετο γὰρ αὐτοῖς πειράσειν καὶ ὧν ἠπείλουν μείζονα πάθη, καὶ τὸ παρεσκευασμένον της προαιρέσεως καταφρονεῖν παντὸς ἐποίει δεινοῦ. Διὰ τοῦτο δώδεκα τὸν ἀριθμὸν ὄντες, πρὸς ὅλον ἐπαρ βησιάζοντο μαινόμενον τὸ ἔθνος, ποτὲ μὲν λέγοντες Οὐ δυνάμεθα, ἃ εἶδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν·» ποτὲ δέ· «Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ, ὑμῶν ἀκούειν μᾶλλον, ἢ τοῦ Θεοῦ, κρίνατε· ο ἄλλο τε καὶ πρὸς ὕβρεις χωροῦντες δικαίας ἐν τῷ λέγειν τοῖς ἐναντιουμένοις τῇ ἀληθείᾳ, καὶ πολλοῖς οὖσιν ὀλίγοι, καὶ δυνατοῖς, κατὰ τὸ δοκοῦν, ἀσθενέστεροι· «Σκλη ροτράχηλοι, καὶ ἀπερίτμητοι τοῖς ὠσὶ, καὶ τῇ καρ δία, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οι πατέρες ὑμῶν, καὶ ὑμεῖς.» Τοιοῦτον γὰρ ὁ δι καιος ζῆλος, οὐ πλῆθος ἀδικήσαι δυναμένων ὁρᾷ, οὐ θυμούς, καὶ δυναστείας τῶν ἀντιτεταγμένων λογί ζεται, οὐκ οἶδεν ἀπειλὴν, οὐκ ἐπίσταται κίνδυνον. Πρὸς ἐν τέταται τῇ προθυμίᾳ, εἰπεῖν τὸ ἀληθὲς, καὶ τὸ ψεῦδος καταστῆσαι γνώριμον, ἵνα μὴ λανθάνον νέο μηταὶ τῶν ἁπλουστέρων τινάς. ΚΕΦΑΛ. Γ'. Τί οὖν τὸν δικαιοπραγοῦντα περι κυμαίνουσαι πάν τοθεν ἀδικοῦσιν αἱ θλίψεις, ἐπανιστάμενοι φοβερῶς καὶ διαλυόμεναι εὐχερῶς, προσπίπτουσαι σφοδρώς, καὶ παρατρέχουσαι ῥύμῃ πολλῇ, ἐνσειόμεναι βιαίως, καὶ ἀποκρουόμεναι βιαιότερον, κατασπιλάζουσαι, καὶ οὐ ποιοῦσαι ναυάγιον, πυροῦσαι τὸν χρυσὸν, καὶ δοκιμώτερον ἀποφαίνουσαι; Οὕτως ἐν τῷ Ασματι ἡ τελεία ψυχή θαῤῥοῦσα τῇ ἡσκημένῃ καρτερίᾳ τῶν πειρασμών, προσκαλεῖται τὰ πνεύματα·. Ἐξεγέρθητι, λέγουσα, βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον τον κήπον μου, καὶ ρευσάτωσαν ἀρώματα· ο τότε πεπεισμένη μείζονα γίνεσθαι τῆς ἀρετῆς τὴν εὐ οδίαν, ὅταν πειρασμῶν ῥιπίζῃ πλῆθος αὐτὴν, κινούν των τὴν τέως ἠρεμοῦσαν ἀγαθὴν ἕξιν πρὸς ἐνέργειαν, καὶ ποιούντων αὐτὴν τῇ φανερώσει περίφημον. Ο τως ἔλαμψεν εκάστου τῶν ἁγίων ἡ ἀρετὴ λαθεῖν δυνα μένη, εἰ μὴ ἐγυμνώθη τῇ πείρᾳ, καὶ κρύπτεσθαι ὑπὸ τῷ μοδίῳ, εἰ μὴ ἐπὶ τῆς λυχνίας ἐτέθη, λαμ πρὸν τὸ φῶς τῆς διαθέσεως ἐπὶ τῶν ἔργων ἀστράπτουσα. Τίς γὰρ ἂν τὴν εὐσέβειαν ἔγνω του μεγά λου Αβραάμ, μή τῆς κατὰ τὴν παιδοκτονίαν ὑπο ακλής κηρυξάσης αὐτοῦ τὴν γενναιότητα, ώς ώπλισε κατὰ τοῦ μονογενοῦς καὶ ἀγαπητοῦ τέκνου πατρικὴν χεῖρα ὀρέγων, οὐδὲ κατηρείᾳ τῆς ὄψεως ἐμφήνας λυπηρόν πάθος ψυχής, μείνας δὲ τοιοῦτος τὴν γνώ μην φαιδρός, οἷος ἔμεινεν ἂν ἔριφον, ή μόσχον, ἢ
col. 907–908page 49 of 78
PG 79:907τοῦ Ἰὼβ τὴν ἐπὶ τῆς πολυτρόπου ἐκείνης τῶν οἱ κείων ἁλώσεως ἔμαθε φιλοσοφίαν, μή τῆς ἐφ᾽ ἐκά στον τῶν ἀπολλυμένων εὐχαριστίας βοησάσης αὐτοῦ τὴν μεγαλοψυχίαν σαφῶς; Οὔτε γὰρ ὑφ᾽ ἐν ὁ και κοῦργος επόρθησεν ἅπαντα, ἵνα μὴ μίαν τὰ τῆς συμφοράς ποιήσας πληγήν, σύντομον, καὶ συνεσταλμένην τὴν ὀδύνην ἐργάσηται, δυναμένην εἰς πλῆθος ἐκταθῆναι ταῖς κατὰ μέρος ἀγγελίαις, καὶ ποιῆσαι αὐτῷ ἀκούοντι τὸ ἄλγος δριμύτερον· οὐδὲν γὰρ πρό τερον ἐπικατασείει τοῖς φιλτάτοις τὸν οἶκον εὐωχουμένοις τῇ καταστροφῇ τάφον τὴν οἰκίαν ποιῶν, καὶ μιγνὺς ἐδέσμασιν αἷμα, καὶ φύρων σάρκας, καὶ λίθους ὁμοῦ, ἵνα μὴ τῷ μείζονι πάθει ἀργεῖν πρὸς τὰ ἐλάττονα ποιήσῃ τὴν αἴσθησιν. Βαθμῷ δὲ καθ᾽ ἐν ἄρνα θυσιάζων ἐπὶ αἰσίαις εὐχαῖς τῷ Θεῷ Τίς δὲ επέρχεται ἅπαντα ἀπὸ τῶν εὐτελεστέρων μεταβαίνων ἐπὶ τὰ τιμιώτερα, καὶ ἄλλης ἄλλην ἀλγεινοτέραν ἀγγελίαν κατασκευάζων, καὶ ποσότητι, καὶ ποιότητι τῶν διαφθειρομένων, ὅπως κατ' ὀλίγον αὐξηθὲν τὸ δεινὸν μέγα, καὶ χαλεπὸν τὸ τραῦμα τῆς ἀθυμίας ἐργάσηται. Τάξει δῆθεν προελθὼν ἐκ προοιμίων έως ἔφθασεν εἰς τὴν ἐσχάτην πληγήν, ἢ καὶ διέδειξε τοῦ ἀνδρὸς τὸ φιλόσοφον. Ὡς γὰρ τὴν καταστροφὴν τοῦ οἴκου, καὶ τῶν τέκνων ἔμαθε τὴν ἀπώλειαν, τῶν ἄλ λων ἁπάντων τὴν φθορὰν ἤδη προπεπυσμένος, διέρ βηξε τὰ ἱμάτια αὐτοῦ, καὶ ἐκείρατο την κόμην τῆς κεφαλῆς αὐτοῦ, τῷ λαβόντι τὰ ἄλλα, καὶ ἃ μὴ λαβεῖν δεδύνηται, προδιδούς, καὶ φθάνων φυσική φιλοσοφίᾳ τὴν τῶν Εὐαγγελίων παραίνεσιν. • Ἐὰν γάρ σου, φησί, λάβῃ τις τὸν χιτῶνα, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.» Τοῦτο προλαβὼν ἐκεῖνος ἐποίησε, τὸ μὴ λυπεῖσθαι ἐπὶ τοῖς δόξασιν ἀκουσίως συμπεπτωκέναι κακοῖς τῷ ἑκουσίῳ πιστούμενος, καὶ τὸ τέως λανθάνον τῆς γνώμης τῷ φαινομένῳ μηνύων. ΚΕΦΑΛ. Δ'. Ο γὰρ ληφθέντι βίᾳ, καὶ ὁ μὴ ἀφαιρεῖται τις προ διδούς, δῆλος τῇ δευτέρα φιλοτιμία γίνεται, ὡς καὶ τὸ πρῶτον κἂν ἐλήφθη ἀνάγκῃ, οὐκ ἀνάγκῃ παρεχώρησε, τὴν γνώμην οὐ βιασθείς, κἂν τυραννεῖν ἔδοξαν οἱ βιασάμενοι, τοῦτο λαβόντες, ὃ καὶ μὴ ἐπιδοῦναι δυνάμενος, προαιρέσει ἐπέδωκεν, ἐξουσίᾳ παρασχών ὅπερ ἄκων τῷ φαινομένῳ ἀφῃρῆσθαι νενόμιστα. Καὶ Ἰωσὴφ δὲ, καὶ Σωσάννα, καὶ Ιεφθάε ἔλαθον ἂν, οἱ μὲν ἐπὶ σωφροσύνῃ, ὁ δὲ ἐπ᾽ ἀληθείᾳ εὐδοκιμήσαντες. Καὶ οὗτος γὰρ ὑπὲρ τῆς ἐν πολέμῳ ἀριστείας, εἰ περιγένοιτο τῶν ἐχθρῶν ἐπικυδεστέρων ὄντων, πλή θεί, καὶ ἐμπειρία πολεμικῇ, ὁλοκαυτώσειν ὑποσχέ μενος ὅπερ ἂν τύχῃ τῶν ἄλλων πρότερον ἀπαντῆσαν οἰκεῖον, θυγατρὸς κατὰ τὸ συμβὼν ὑπαντησάσης μου νογενοῦς, καὶ στεργομένης εκτόπως, οὐκ εψεύσατο τὴν ἐπαγγελίαν, φύσεως προτιμήσας εὐσέβειαν, σπλάγχνα προδοὺς ὑπὲρ τοῦ μὴ τὴν εἰς Θεὸν ἀθετῆσαι ὁμολογίαν, κἂν ᾗ ἐπὶ τῇ ἀναιρέσει τοῦ τέκνου τὸ πάθος ἀφόρητον. Καὶ τῶν μὲν ἄλλων ὄντα γυμνὰ τὰ κατορθώματα φανερὸν ἐπὶ ταῖς πράξεσι, καὶ πρόδη σε
col. 909–910page 50 of 78
PG 79:909λον εἶχε τὸν ἔπαινον. Τῷ δὲ Ἰωσὴν, καὶ τῇ Σωσάννῃ, μετὰ τοῦ πόνου καὶ τῆς ἀνδραγαθίας καὶ αἰσχρότητος ἠκολούθει κατάγνωσις οὐ μόνον κρύπτουσα τὸ θαῦμα τῆς ἀρετῆς, ἀλλὰ καὶ ἀκολασίας περιβάλλουσα ψόγον. Τοῦτο δὲ πολὺν τῷ φιλοσοφοῦντι παρέχει τὸν κάματον, ἐφ᾽ οἷς ἐχρῆν εὐφημεῖσθαι ἐπὶ τούτοις δυσφημουμένῳ. Πολλὴν δὲ παρὰ τῷ Θεῷ καὶ ἀνεί καστον προξενεῖ δόξαν, καὶ εὐλάβειαν, ὅτι καὶ πόνον ἐπὶ τῷ ἀγαθῷ ἔργῳ ἀνεδέξατο μέγαν, καὶ τὴν πονη ρὰν δόξαν οὐκ οὖσαν ἀληθῆ ἐπιεικῶς ἤνεγκεν ὡς ὄντως ἀληθῆ. Διὰ τοῦτο τὴν δυσχέρειαν της τοιαύτης μεγαλοψυχίας παραμυθούμενος ὁ Κύριος έλεγε Μακάριοί έστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα, ο καὶ τὰ λοιπά διπλῆς ἀρετῆς διπλᾶ γέρα τιθείς, καὶ ἀναλογοῦσαν τῷ καμάτῳ παρέχων τὴν ἀμοιβήν, πρὸς ψυχαγωγίαν τῆς ἐν τῷ πονεῖν ἀκηδείας· ὅταν γὰρ ὁ ταπεινόφρων ὀνειδίζηται ὑπεροψίαν, καὶ ὁ σώφρων λαγνείαν, καὶ ἀδδηφαγίαν ὁ ἐγκρατὴς, καὶ ὁ ἐπιεικής θρασύτητα, καὶ βλακείαν ὁ σεμνὸς, καὶ ὁ συντετριμμένος υπό κρισιν, τότε καλῶς ὁ μισθὸς γίνεται διπλοῦς, ὁ μὲν ὑπὲρ τοῦ ἔργου, ὁ δὲ ὑπὲρ τῆς συκοφαντίας στεφάνων τὴν ἀθλήσαντα. ΚΕΦΑΛ. Ε'. Τοιοῦτος ἦν ὁ μέγας Ἰώβ, καὶ τὰς οἰκείας εἰδὼς ἀρετὰς, καὶ ἐν τῷ παρὰ τῶν φίλων ὀνειδίζεσθαι τὰς ἐναντίας κακίας, οὐ ζυγομαχῶν περὶ τοῦ τὰ ψευδῆ ἀπο τρίψασθαι ονείδη, καὶ ἕωλα, συντιθέμενος δὲ τούτοις, και συμψηφιζόμενος ἑτοίμως. Φησί γάρ· «Επ' ἀλη θείας οἶδα, ὅτι οὕτως ἐστὶ καὶ ἐπαγωνίζεται τοῦ δεῖ ξαι, ι ὅτι οὕτως ἐστὶν ἀληθῶς· ἑξῆς ἐπιλέγων·. Πῶς δὲ ἔσται δίκαιος βροτός παρὰ τῷ Κυρίῳ, ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;» τὸ δοκοῦν κοινὸν τῆς φύσεως ἔγκλημα ποιησάμενος ἴδιον, ἵνα μὴ αὐτὸς ἀπηλλάχθαι νομισθῇ, ἧς ἐπεφήμιζον ἐκεῖνοι, φαυλότητος. Οθεν καὶ δικαίως διπλά πάντα ἀπέλαβε, τὰ μὲν ὡς σεσυλημένος παρὰ τοῦ λωποδύτου, τὰ δὲ ἀμοι δὴν τῆς ἐπὶ τοῖς ἀπολλυμένοις φιλοσοφίας. Οὕτως οὐκ ἀδικοῦσι μόνον αἱ θλίψεις, ἀλλὰ καὶ ὠφελοῦσι τὰ μέγιστα, λαμπρὸν, ἐὰν καρτερῇ ἀποφαίνουσαι τὸν Ολιβόμενον. Αλλ' οὐδὲ τὰς θλίψεις έως κινδύνων δ τῆς ἡμετέρας ζωής πρύτανις χρονίζειν ἐξ, οὔτε τὸν ἀγῶνα ὑπὲρ δύναμιν τοῦ ἀγωνιζομένου γενέσθαι ἀφίησιν. Εἰ δὲ καὶ συγχωρήσειε ποτε οἰκονομῶν τι παράδοξον, μεῖζον τὸ θαῦμα ποιεῖ αὐτὸς ἀναπληρῶν συνεργεία τῆς χάριτος τὸ λείπον τῇ ἀσθενείᾳ τῆς φύ σεως, καθάπερ οἱ νήχεσθαι τοὺς ἀπείρους ἐθίζοντες παρακολυμβῶντες πλησίον διαβαστάζουσιν ἀτονήσαντας, ἀνακουφίζοντες μιᾷ ταῖν χεροίν, ἕως ή καμοῦσα διαναπαύσεται δύναμις, καὶ τὴν τέχνην διδάσκοντες, καὶ καταδύεσθαι ἐν ταῖς ἀνάγκαις οὐ συγχωροῦντες. Οὕτω γὰρ ὁ Παῦλος ποτέ μέν φησι Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ δ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ
col. 911–912page 51 of 78
PG 79:911τὴν ἐκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν·, ποτέ δέ Οὐ θέλω δὲ ὑμᾶς, ἀδελφοί, ἀγνοεῖν περὶ τῆς θλί. ψεως τῆς γενομένης ἐν τῇ 'Ασίᾳ, ὅτι καθ' ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν.» Καὶ τὸ ο κατὰ δύναμιν,» καὶ τὸ ὑπὲρ δύναμιν,» τὴν θείαν συνεργίαν παρεσχηκέναι λέγων ἰσχὺν εἰς τὸ γενέσθαι καὶ τὴν λύσιν τῶν πει ρασμῶν ἀνεκτὴν καὶ τὴν σωτηρίαν ἐν τοῖς ἀπεγνωσμένοις κινδύνοις παράδοξον καὶ ἀπιστίας ἐγγύς. ΚΕΦΑΛ. Γ' Πῶς γὰρ ἡ Σάρρα βασιλέως άκολάστον παραπεσοῦσα χερσί, ξένη καὶ ἔπηλυς, οὐδαμόθεν ἄλλης βοηθείας πλὴν τῆς θείας ἄνωθεν ἐλπιζομένης αὐτῇ (καὶ γὰρ ὁ παρὼν καὶ βοηθεῖν ὀφείλων ἀνὴρ οὕτως ἦν πρὸς τοῦτο ἀσθενὴς, ὡς καὶ κρύψαι τὸν γάμον, και προβαλέσθαι συγγένειαν, ἀδελφὴν λέγων την γαμετήν, καὶ τὴν σύνευνον σύναιμον δέει θανάτου, τοὺς ἐπιμανέντας κάλλους γυναικὸς ἀλλοτρίας εἰδὼς ἐχθροὺς ἀσπόνδους ἡγεῖσθαι, τοὺς ἀντεραστῶν ὑπό νοιαν ἔχοντας καὶ σπουδάζειν, καὶ μέχρι φόνου χω ρεῖν, ὅπως μὴ ἔχωσι τὸν περισπώντα πρὸς ἑαυτὸν τῆς ἐρωμένης τὸν νοῦν, καὶ τὸ τῆς συμβιώσεως ἀμέσ ριμνον φροντίδι ζηλοτυπίας θολώσαι δυνάμενον), ὅτε πάντοθεν ήργησε πάντα πρὸς ἀντίληψιν εἰκότα καὶ εὐλογώτατα, τότε ἐξ αὐτῆς τῆς εὐνῆς ἐρύσθη ἀν ύβριστος, σπασμοῖς τῶν σπλάγχνων τοῦ τυράννου κων λυθέντος τῆς μοιχικῆς ὁμιλίας, καὶ τὴν μανιώδη ναρκήσαντος ὄρεξιν τοῖς ὑπερβάλλουσι πόνοις; Τι ἦν μετὰ τὴν κοίτην, καὶ περιπλοκήν, ἡ ὕβριν προσδοκῆσαι λοιπὸν, τοῦ πάθους ὄντος διὰ πολλὴν τῷ Βαρ βάρῳ ἀκρασίαν ἀσχέτου τοῦ κάλλους ερεθίζοντος τὴν ἐπιθυμίαν, τῆς ἐπιθυμίας Εγειρούση; τὸν οἶστρον πρὸς ἄθεσμον ἡδονὴν, τῆς ἀναπτούσης ἅπαντα ύλης παρακειμένης ἑτοίμου, καὶ βουλομένης μὲν τὴν βιαίαν πεῖραν φυγεῖν, ἐπισχεῖν δὲ τοῦ βιαζομένου τὴν ὁρμὴν, οὐκ οὔσης ἱκανῆς, οὔτε σώματος ἰσχύϊ, οὔτε παρακλήσει λόγων; πρὸς οὐδὲν γὰρ ἐνδίδωσι ῥιπισθέν ἅπαξ ἐν τοῖς φιληδόνοις τὸ πάθος, οὐκέτι λογισμόν έχον προσχεῖν τοῖς λεγομένοις, καὶ πεισθῆναι δυνα μενον. Αλλ' εὗρεν ἡ ἀρετὴ τῆς γυναικὸς καὶ τοῖς οὕτως ἀπόροις μηχανῆς τρόπον, ᾧ τηρήσειν αὐτὴν ἀμίαντον ἤμελεν, ἰδίοις ἀλγήματι προσασχολήσασα τὸν ἀλάστορα, καὶ σβέσασα βασάνων ἐδύναις κρυφίων φλεγμονήν, ἐπιθυμίας σμυχόμενον κρύφιο, πυρ. ΚΕΦΑΛ. Ζ'. Περὶ Δαβίδ, καὶ Γεδεών. Πῶς δὲ ὁ πραότατος καὶ ἄκακος Δαβὶδ πολλάκις παραπεσὼν τῷ αἱμοβόρω Σαούλ, ἐξῆλθε παρὰ πᾶσαν ἐλπίδα τῶν τούτου χειρῶν ἀπαθής, ἄλλοτε ἄλλως σο
col. 913–914page 52 of 78
PG 79:913θείς, καὶ οὐκ ἔχων εἰπεῖν λογισμὸν τῆς σωτηρίας εξ κότα, νικώντος εκάστου θαύματος, καὶ λογισμού πᾶσαν καὶ λόγου ἐπίνοιαν; Πῶς δὲ τὸν πατραλοίαν Αβεσαλώμ ᾐτιάσατο τῆς τυραννίδος οὐ ληφθέντα χερσὶν ἀνθρωπίναις; Δρύς γὰρ αὐτὸν δραξαμένη τῆς κόμης ἀνήρπασε φεύγοντα, καὶ περίοπτον ἀνήρτησεν ἐπὶ μετεώρου, πᾶσι τῆς ἐκδικεῖν ἐθέλουσιν ὕβριν φιλοστόργου πατρὸς εἰς σφαγὴν προδοῦσα πρόχειρον, καὶ ἀμύνειν ἑαυτῷ δυνάμενον ἥκιστα, ἀξίαν τῆς ἀλόγου ἐπιχειρήσεως ταύτην δεδωκότα τὴν ποινὴν, τὸ προδοθῆναι παρὰ τοῦ ἀψύχου, καὶ ἀλόγου πρὸς φόνον φυτοῦ. Πῶς ὁ Γεδεών σὺν τοῖς τριακοσίοις περ ζοῖς ἔθνος ὅλον τῶν Μαδιηναίων, ἄμμῳ διὰ τὸ πλῆθος παρεικασθὲν, ήβηδόν κατέκτεινεν, οὐκ ἐσχηκώς που δεν εύλογον πρόφασιν συμβολῆς; Ἐποίες γὰρ τὸ εἰ κὰς ὁλοσχερῶς, καὶ τῇ ἐνθυμήσει τὴν ἐπιχείρησιν ~ διὰ τὸ τῶν ἀντιτεταγμένων πλῆθος ἀτόλμητον, μὴ τῆς διηγήσεως τοῦ δράματος παρορμησάσης αὐτὸν ἐπὶ τὸ πρόθυμον. Οὐ δειλιῶντα αὐτὸν καὶ παρειμέ τον ἐπακοῦσαι διαβάντα εἰς τὴν παρεμβολὴν τῶν πολεμίων ὁ Θεὸς προετρέψατο, ἐκεῖθεν δεδωχὼς αὐτ τῷ τὸ θαῤῥεῖν, ἐπεὶ μὴ τὸ πεποιθὸς εἶχεν ἐκ πίστεως, ἄπειρος ὢν συμμαχίας Θεοῦ; «Μαγὶς γὰρ, ήκουσεν, ἄρτων κριθίνων, διηγουμένου ὄναρ τινός, κυλιομένη κατέστρεψε τὰς σκηνὰς τῶν Μαδιανιτῶν.» Καὶ ἄλλου πάλιν εὐσκόπως τὴν σύγκρισιν φράζοντος, καὶ λέγοντος, τὴν ρομφαίαν εἶναι τοῦτο τοῦ Γεδεών, καὶ τῆς μετ' αὐτοῦ στρατιᾶς, καὶ ἀνέστη πρὸς ἐλπίδα χρησ στὴν ἐκ τῆς ἀκοῆς, τῷ φρονήματι τὸ εὐτελὲς τοῦ οἱ κείου στρατοῦ τοὺς κριθίνους λογισάμενος άρτους, εἰ κυλιόμενοι τὴν παρεμβολὴν ἀλοήσουσιν ἀπονητι τῶν ἐχθρῶν, οὐκ αὐτοὶ χειρούμενοι τὸ ἀντίπαλον οἰκείᾳ χειρί, ενεργούμενοι δὲ τὴν ἰσχὺν παρὰ τῆς κυλιούσης αὐτοὺς, καὶ τροχαζούσης θείας δυνάμεως. Ἐπειδὴ τὸ κυλιόμενον δοκεῖ μὲν πλήττειν καὶ θραύειν τὸ πατούμενον, αἰτίαν δὲ τούτων ἔχει τὴν τοῦ κυλίοντος καὶ εὐτόνως ὠθοῦντος δύναμιν. ΚΕΦΑΛ. Η'. Περὶ Σαμψών καὶ Εζεκίου. Πῶς ὁ Σαμψών χιλίους οπλίτας μόνος ἐν σιαγόνε κατέβαλεν όνου, καὶ διψήσας ἐκ τοῦ κόπου τῆς μά χῆς, οὐδαμοῦ λιβάδα; φαινομένης, οὐ πίδακος, ἐκ μιᾶς τῆς σιαγόνος μύλης ἔσχε ραγὲν ἄφθονον νομα τὴν αὐτὴν καὶ ὅπλον κατὰ τῶν ἀλλοφύλων λαβών, καὶ πηγὴν εἰς ἄκεσιν τοῦ θλίβοντος μετὰ τὴν νίκην αὐτὸς δίψους εὑράμενος; Πῶς Εζεκίας, οὐδὲ τὴν ὄψιν ἐνεγκὼν τοῦ ᾿Ασσυρίου στρατού καλύψαντος την πορθουμένην ἀθρόως βύζην ἅπασαν γῆν, οἴκοι προσ ευχόμενος, νεκροὺς ἐπεῖδε πρωΐ οὐ δόρυ σείσας, οὐ θυμείν προβαλλόμενος, οὐ τόξον ἐντείνας, οὐ ξίφος μεταχειρισάμενος, οὐκ ἄλλο τι πολεμικὸν ἐπιδειξά μενο, ἔργον, ἑνὸς ἀγγέλου ἐφ' ἑνὶ συνθήματι τὸν τοσ οὗτον ἡσυχῆ δράσαντος φόνον, καὶ οὐκ ἀνελόντος μὲν ἅπαντας (οὐ γὰρ ἦν σκοπὸς αὐτανδρον ὀλέσαι τὸ ἔθνος), τοσούτους δὲ, ὅσοι φόβον τοῖς οἰκείοις πρὸς
col. 915–916page 53 of 78
PG 79:915θους χαλάζης ἀντὶ βολίδων ἐκ νεφῶν εὐστόλως ἀφ ῆκεν ἐπὶ τοὺς πολεμίους, καὶ ἄλλους ετάραξε κατ' ἀλλήλων ὡς τῶν ἐναντίων ἀδοκήτως ἐκβεβληκότων, οἰκεῖον ἐργασαμένους φόνον δοκήσει τοῦ ἀναιρεῖν τὸν ἀντίπαλον, ἄμαχον νίκην παρασχών τῷ ποτε εὐσεβοῦντι λαῷ; φυγὴν καὶ κατάπληξιν ἦσαν ποιῆσαι ἱκανοί Τίς λίπ ΚΕΦΑΛ. Θ'. Περὶ Ἑλισσαίου, καὶ τῶν Ἰσραηλιτών. Πῶς τοὺς ζητοῦντας ἔλαβε πολεμίους ο προφήτης Ελισσαῖος ἐν μέσοις αὐτοῖς ἐνειλούμενος, καὶ οὐχ δρώμενος, φέρων ἐπὶ τὴν ἑαυτοῦ γῆν, καὶ οὐ γνωριζόμενος, πονηροὺς ὁδηγῶν, καὶ ἀδικῆσαι μᾶλλον, ή ἀδικηθῆναι δυνάμενος τῆς ὄψεως ὑποχυθείσης αὐτοῖς, καὶ σφαλλομένης εἰκότως περὶ τὴν ἔρευναν; Πῶς διώκουσι τοῖς Αἰγυπτίοις Ἰσραηλῖται οὐ γεγόνασιν ὑποχείριοι, κατόπιν ἔχοντες αὐτοὺς ἐστρατοπεδευκότας, ἐξ ἐναντίας θάλασσαν κεχυμένην πολλὴν ἑκατέρωθεν ερημίας ἀβάτους, καὶ ὄρη ηλίβατα, πανταχό θεα συγκεκλεισμένοι ἀπαρίᾳ φυγής, καθάπερ σεσαγηνευμένος βόλος ἰχθύων ἐν ταῖς χερσὶ τῶν ἐχθρῶν; Πῶς ὑπεχώρησεν ἡ θάλασσα; Πῶς δὲ ἔστη τὸ ὕδωρ. ἐξ ἠπείρου εἰς ἤπειρον, τὴν βυθίαν ψάμμον χέρσον καταλιπών πρὸς ἱππήλατον, καὶ ἁμαξήλατον ὁδόν; Πῶς ἐπάγη τὰ κύματα χαλκοῦ κεχυμένου κραταιότερον; Πῶς ἀνέστη τειχοειδῶς πρὸς τοσοῦτον ὕψος διεγερθεῖσα ή κατανεύειν ἐπὶ τὸ πρανές πεφυκυία φύσις τοῦ ὕδατος, καὶ ὁδὸν τοῖς διωκομένοις ἀνέτεμε παράδοξον, τούτοις ἀμπωτίσασα του πελάγους ἄνει τινὸς κωλύματος ἀμφοτέρωθεν τα τμήματα, κακεί, νους τῇ παλιῤῥοίᾳ καλύψασα, καὶ τάφον πᾶσιν ὁμοῦ ζῴοις καὶ ἀνθρώποις τὸν βυθὸν σχεδιάσασα; Πῶς ἐν ἐρήμῳ τροφὴν αὐτοῖς ἀγεώργητον ὤμβρησεν οὐρα νές, ποτὲ μὲν μάγνα, ποτὲ δὲ ὀρτυγομήτραν ἐπιν ίψας, ἀταλαίπωρον, καὶ ἀκαρύκευτον τράπεζαν; Πῶς πέτρα σκληρά, καὶ νοτίδος ἄμοιρος ἐξ ἐστειρωμένων λαγόνων ὀχετοὺς εἰς παραμυθίαν χρονίης δίψης ἀν εστόμωσεν ὕδατος, δασμὸν ἀποδοῦσα, ὃν ἐδεδώκει μηδέποτε πρότερον; Πῶς μιμούμενος Ἰορδάνης τὴν θάλασσαν, ἀντιπρόσωπον τοῖς πεζεύουσι τὸ ῥεῖθρου διέτεμε, τοῦτο μὲν ἐάσας τοῦ τμήματος ρόθιον ἐπὶ θάλασσαν κατελθεῖν, τὸ δὲ ἐπισχόν, εἶτ᾽ ἀναποδίσαν ὀπίσω, εἶτ᾽ ἐκ πηγῶν αὐτῶν ἡσυχάσαν ἀργὸν, οὐκ εὔκολον εἰπεῖν; οὐδεὶς γὰρ ἑρμηνεῦσαι θαῦμα Θεο ἐστὶν ἱκανὸς, ἔξω βαίνειν πάσης φυσικῆς ἀκολουθίας πάντη πεφυκός, καὶ νικᾶν τὰς πιθανὰς τῶν εὑρεσιλογῶν σοφίας ειωθός. Πῶς τὰς φυσικὰς τῶν κέντρων προανατεινάμεναι παντευχίας, προεπολέμησαν τοῦ λαοῦ αἱ σφηκίαι, ἑπτὰ τῶν νεμομένων ἔθνη την χώ ραν καθελοῦσαι, καὶ σχολάζουσαν τοῖς ὑπὸ Θεού στρατηγουμένοις παραδοῦναι τὴν γῆν οὔτε τοῖς πορ θηθεῖσιν εύλογον τῆς ἥττης προφασίσασθαι κατα λιποῦσαι αἰτίαν ὡσεὶ ἐν πλήθει χειρὸς, καὶ δυνάμει βαρείᾳ νενικημένων, καὶ τοὺς κληρουμένους τὰ τῶν
col. 917–918page 54 of 78
PG 79:917οἰχομένων ἀπαλλάττουσαι τύφου, ἄπονον χάριν, καὶ οὐκ ἀριστείας γέρα δεξαμένους ὥσπερ δορυκτήτους τὰς πόλεις. ΚΕΦΑΛ. Γ. Περὶ τριῶν παίδων, καὶ Δανιὴλ, Ἰωνᾶ καὶ 'Ααρών. Πῶς ἐπὶ τῶν τριῶν παίδων ἡ παμφάγος τοῦ πυρὸς δύναμις τὴν καυστικὴν συνέστειλεν ἐνέργειαν, εὐφθαρ τοις πελάσαι τὴν θέρμην οὐ συγχωρήσασα σώμασιν, ἔξω τῆς καμίνου τὴν οἰκείαν ἐπιδειξαμένη ισχύν, καὶ ἔσω ἡσυχάσασα παραδόξῳ τρόπῳ; Πῶς καὶ θηριωδίας, καὶ πείνης ὁμοῦ φυσικῶν παθῶν ἐπὶ τοῦ Δα νιὴλ ἐκράτησαν οἱ λέοντες, ἀνθρώπους ἐν τῷ τῆς φιλοσοφίας παρευημερήσαντες μέρει, καὶ ἑπταήμερον ἐνεγκόντες ἔνδειαν βρώσεως ή παρακειμένης τῶν λογικῶν τὴν ἐφήμερον οὐκ ἀνεχομένων νηστείαν ὕλης παρούσης τροφίμου, καὶ ἐξουσίας τὴν μετάληψιν παρεχούσης ἀκώλυτον; Πῶς ἡ τοῦ κήτους γαστὴρ καὶ λίθους κατεργαζομένη τῇ πέψει, καὶ χωνεύουσα τὰ ἐμπίπτοντα λόγου ταχύτερον, τρισὶν ἡμέραις καὶ νυξιν ἅμα τοσαύταις ἐν οὕτως ὑγρῷ καὶ θερμῷ χω ρίῳ τὸν Ἰωνᾶν διετήρησεν ἀδιάφθορον, ενάλιον ζῶον τὸ χερσαίον, καὶ ἀδαπάνητον τὸ εὐκόλως ἀναλ σκόμενον ἀποδείξασα, καὶ φύσιν ἀέρος ἀναπνοῇ δια ζῇν πεφυκυίαν, εἰς ἰχθύων μεταστοιχειώσασα φύσιν, ὕδωρ έλκουσαν ἀήθως ῥισὶν, ἀντὶ τοῦ ἐθίμου, καὶ συντρόφου αέρος στοιχείου; Πῶς ἡ τοῦ ᾿Ααρών ῥάβδος ἄφλοιος, άνικμος, ξηρὰ, καὶ τὴν πρὸς τὸ βλαστῆσαι πάλαι δύναμιν ἀποθεμένη, χρείας καλεσάσης εἰς ἐπίδειξιν σημείου τῆς ἀμφισβητουμένης ἱερωσύνης, ἀθρόον πάντα παραδόξως, φλοιόν, ἄνθος ἀνέλαβε βλα στούς, φύλλα, καρπὸν, δύναμιν ζωτικὴν, τὴν εἰς ἕκα στον τούτων κατακερματισθεῖσαν, ῥικῆς ἐξύτερον, καὶ ὄρπηκα δείξασα τεθηλότα, καὶ καρποίς βριθό μενον τὸ πρὸ μικροῦ βάκτρον ἐν χερσὶ τοῦ στηριζο μένου δρώμενον; ΚΕΦΑΛ. ΙΑ'. Περὶ τῶν ἀποστόλων, καὶ τῆς Θεοτόκου. Πῶς τὰ δεσμωτήρια τοῖς ἀποστόλοις ἐπιμελῶς κα κλειθρωμένα τὴν ἔξοδον παρεχώρησεν ἀνεμπόδιστον, θύρας ἀναπετάσαντα, καὶ μοχλοὺς τῶν διωστήρων ἐκσείσαντα; Πῶς τὰ δεσμὰ τῶν χειροπεδῶν ἐνέδωκε, καὶ εὐρύνθη τοσοῦτον, ὡς χερσί, καὶ ποσὶν ἀνεκτὴν παρασχεῖν τὴν διάδοσιν; Καὶ τὸ δὴ μεῖζον ἁπάντ των, καὶ λόγου παντὸς ἀνώτερον θαῦμα· πῶς ὁ ἀχώ ρητος τῷ παντί, καὶ τὰ ὅλα περιγράφων μεγέθει δυ νάμεως Θεός Λόγος ὑπὸ μήτρας βουληθεὶς ἐχωρήθη παρθενικῆς; Καὶ πῶς ἄπορον ἔμβρυον νηδὺς ἐτεκτή ο το κιν. μ,
col. 919–920page 55 of 78
PG 79:919τεκμήρια, πύλας γαστρός, κατὰ τὸν Ἰώβ, παρελθόν, καὶ οὐδὲν τῆς ἐξόδου σημεῖον ἐπιδειξάμενον; ὡς γὰρ πρὸς τοὺς μαθητάς εἰσῆλθεν ἄλλοτε κεκλεισμένων θυρῶν, οὕτως ἐξῆλθε τότε, οἷον εὗρε, τοιοῦτον ἐάσαν τὸ τῆς φύσεως ἐργαστήριον, καὶ οὐδὲν λυμηνάμενον τοῖς ἀποῤῥήτοις τῶν κλείθρων ἐκείνων δεσμοῖς, ἵνα τοῖς συμβόλοις τούτοις δειχθῇ παράδοξος ἀληθῶς, καὶ θεῖος ὁ τόκος. Ταῦτα γέγονε μὲν ἅπαντα, καὶ τούτων πλείονα, καὶ πεπίστευται. ᾿Απόδειξιν δὲ τὴν τοῦ ἐργασαμένου αὐτὰ ἔχει ἀξιοπιστίαν Θεοῦ, καὶ οὐχ ἑρμηνεύεται λόγῳ ἀτονοῦντι πρὸς τὴν τῶν 51 ραδόξων ἔργων ἐξήγησιν, καὶ ἱλιγγιῶντι πρὸς τὰ τῶν θαυμάτων δυστέκμαρτον. νατο γεννηθέν, καὶ τὰ τῆς παρθενίας σινα φυλάξαντα ΚΕΦΑΛ. ΙΒ'. Εἰ τοίνυν πολεμεῖται μὲν ἡ ἀρετή, νικᾷ δὲ νίκην αμέριμνον, ἀγγέλων, καὶ ἄλλων θείων δυνάμεων, καὶ αὐτοῦ τοῦ Δεσπότου φρουρούντων τὸν δίκαιον (Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου, φησί, κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Καὶ αὐτὸς πρὸς τὸν Ἀβραὰμ ὁ Θεός· ο Μή φοβοῦ, ᾿Αβραὰμ, ἐγὼ ὑπερασπίζω σου.» Καὶ πρὸς τὸν Ίε ρεμίαν· ὁ Ἰδοὺ τέθεικά σε, ὡς πόλιν ὀχυράν, καὶ ὡς τεῖχος χαλκοῦν, ὀχυρὸν πᾶσι τοῖς βασιλεῦσιν Ἰούδα, καὶ τοῖς ἄρχουσιν αὐτῶν· καὶ πολεμήσουσί σε, καὶ οἱ μὴ δύνωνται προς σε, διότι μετὰ σοῦ εἰμι τοῦ ἐξ αιρεῖσθαί σε), ο τί παθαινόμενος πρὸς τοὺς τῶν ἀγω νιζομένων ἱδρῶτας ασχάλλεις βασκαίνων, ὡς οὐκ οἶδας, τῶν στεφάνων αὐτοῖς, τὰ παθήματα βλέπων, καὶ τὰ βραβεῖα οὐ λογιζόμενος; πρὸς τοὺς τόνους έχε λυόμενος, καὶ τῇ ἐλπίδι των μισθῶν οὐ γαυρούμενος, τὰ νῦν ἰδυρόμενος θλιβερά, καὶ οὐ μᾶλλον χαίρων ταῖς μελλούσαις ἀμοιβαῖς; ἀεὶ γὰρ τὰ προστικώ μενα χρηστὰ τοὺς παρόντας ἐπελαφρίζειν είωθε πότ νους, καὶ τοῦ κέρδους ἡ ἔννοια κούφον τὸν ἐν τοῖς ἔργοις ποιεῖ κάματον, τῇ μείζονι ὠφελείᾳ οὐ λογιζομένη τὸ δυσχερὲς τοῦ ἐλάττονος, Οὐκ ἤκουσας τοῦ παιδοτρίβου Παύλου τοῖς ἐναχθοῦσι ταῖς παρούσαις θλίψεσι υποφωνοῦντος, καὶ ἀναπίπτουσαν τῷ πλήθει τῶν περιστάσεων τὴν προθυμίαν τοῖς ἐλπιζομένοις ἐγείροντος, ὅταν λέγῃ·. Οὐκ ἄξια τα παθήματα του νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς;» Οὐκ ἤκουσας αὐτοῦ τὰ οἰκεῖα παθήματα διηγουμένου πρὸς παραμυθίαν τῶν πασχόντων, ἵνα μὴ μόνον οἱ δοκοῦντες ἀθλεῖν ἐκλυθῶσιν ὡς ὑπομέν νοντες ἀνήκεστα, & μηδείς; Οὐ γὰρ δόξης ὀρεγόμενος τοὺς οἰκείους διέξεισιν ἀγῶνας, ὁ λέγων, Εἰ ἔτι ἀνθρώποις ήρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» Οὐδὲ κατὰ τοὺς γλωσσαλγοῦντας ὠδίνει εἰ πεῖν, ὦ κρύπτειν οὐ στέγει τῇ σιωπῇ. Αλλ' είδος παρακαλεῖσθαι τοὺς πάσχοντας τῇ τῶν ἤδη παθόντων ἀκοῇ, μαθόντας ὡς καὶ ἄλλοις συνέβη πάλαι, ἃ νῦν αὐτοῖς συμβαίνει, διδασκομένους φέρειν ἀνεκτῶς, ἐξ ὧν ἐπύθοντο ἑτέρους τὰ αὐτὰ ἐνηνοχέναι γενναίως, δημοσιεύειν ἀνέχεται ταῦτα, ἐφ᾽ οἷς λανθάνειν εἶχε το
col. 921–922page 56 of 78
PG 79:921Τ σπουδήν, καὶ τὰ κατορθώματα εξαγγέλλων, καὶ τοῖς δικούσι καυχήμασιν οὐ συνεπαίρων τὸ φρόνημα, με νῃ δὲ προσέχων τῇ τῶν πολλῶν ὠφελείᾳ, καὶ ἐμ πραγματευόμενος τοῦτο τὸ ζηλωτές ἅπαντας έρ γάζεσθαι τοῦ καλοῦ, καὶ ἄλλον ἄλλον ἐν τοῖς ὑπὲρ τῆς εὐσεβείας κινδύνοις ποιῆσαι φιλοτιμότερον. ΚΕΦΑΛ. ΙΓ'. Διὰ τοῦτο καθάπερ τις κομψός και φιλόδοξος μετά πολλῆς παῤῥησίας τοὺς ἰδίους διεξέρχεται σεμνυνόμενος ἄθλους, «Εν κόποις, λέγων, περισσοτέρως, ἐν θανάτοις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, ἐν κινδύνοις πολλάκις· τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον πε ποίηκα ἐν τῷ βυθῷ·» μετὰ τοῦ ἀληθεύειν μεγάλα 188 φιλονεικήσας δεῖξαι τὰ ἑαυτοῦ κατορθώματα, όπως "., καὶ ζῆλον μιμήσεως ἔχωσιν οἱ φιλόπονοι, καὶ τῷ μὴ φθάνειν τὰ αὐτοῦ, μετριάζουσι τῷ φρονήματι, πολύ τῆς ἐκείνου ὑπολιμπανόμενο: ἀρετῆς. Εἰ γὰρ καὶ αὐ τὸς περὶ τῶν τότε φησίν, οἷς ἔργον ἦν ἡ πρὸς αὐτὸν ἅμιλλα τῶν καλῶν, ὅτι περισσότερον πάντων έχου πίασε· τίς αὐχῆσαι τολμήσει τῶν νῦν τὴν πρὸς αὐτ τὸν ἰσοτιμίαν, ὅτε οὐ μόνον τὸ πρᾶξαι ἐκεῖνα, ἀλλὰ καὶ τὸ πιστεῦσαι ὅτι γεγένηται, τοῖς πολλοῖς ἐστι ** δυσχερές; Οἷά μοι, πάλιν φησίν, ἐγένοντο ἐν Αν τιοχείᾳ, ἐν Ἰκονίῳ, στους διωγμούς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος" τὴν ἐῤῥύσατο φωτ νὴν, δέλεαρ τοῦ ὁμόσε τοῖς κινδύνοις τεθαρρηκότως χωρεῖν τεθεικώς. Ἵνα ἕκαστος προτροπὴν τὸ μηδὲν κακοπαθεῖν ἐν τοῖς πειρασμοῖς ἔχων, εὐψύχως προσε "., ἐλθῃ, καὶ μὴ ὀκλέζοι τῷ ἔργῳ, τὸν ἤδη ῥυσθέντα τῶν κινδύνων τοῦ καὶ ἑαυτοῦ γενήσεσθαι ὁρῶν ἐν έχυρον ἀξιόχρεων. Καὶ αὖθις δὲ πρὸς τοὺς ἀντ αιροῦντας ἀνάστασιν, καὶ ματαίαν τιθεμένους τὴν ἐνθάδε ταλαιπωρίαν, οὐκ ὄντος καιροῦ μετὰ θάνα τον, ἐν ᾧ τῶν πεπονημένων ἀπολαύσουσιν οἱ ἀθλή σαντες, ἀποτεινόμενος ὧδε πώς φησιν· Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται Τῇ μνήμῃ τῆς τῶν νε κρῶν παλιγγενεσίας δείξας, ὅτι οὐ μάτην ηγωνίσατο, οὐδὲ εἰκῇ τὰς τοσαύτας ὑπέμεινε θλίψεις, ελπίδι δὲ: « καὶ προσδοκία, τῆς μετὰ τὴν ἀνάστασιν ἀμοιβῆς, ευλόγως ἑκαρτέρησε τοῖς παθήμασι προσκαίρων **? › θλίψεων ἀπέραντον ἐκδεχόμενος εὐφροσύνην. ΚΕΦΑΛ. ΙΔ'. "Οθεν καὶ πᾶσι καλῶς [τοῖς] μεθ' ἑαυτὸν ἔγκε λεύεται, λέγων· «Τὸ καλὸν ποιοῦντες· μὴ ἐκκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι.» Τῇ τῶν δραγμάτων ἐλπίδι τὸν ἐπὶ τῷ σπόρῳ παραμυθούμενος κάματον. Καὶ πανταχοῦ τῷ τῆς οἰήσεως πάθος καλά ζων οὐ παύεται, ἵνα καὶ τὸ ἀγαθὸν γένηται, καὶ τι Η
col. 923–924page 57 of 78
PG 79:923ἀεὶ φιλοῦσα συμπλέκεσθαι, ἢν μὴ νήφωσιν οἱ τὴν ἐρ γασίαν τούτων σπουδάζοντες. Ὡς γὰρ εἰπεῖν ἀναγ κασθεὶς τὰ οἰκεῖα πλεονεκτήματα, τέχνῃ τοῦ προ τρέψασθαι τοὺς ἀκούοντας ἐπὶ τὴν μίμησιν, τὴν τοιαύτην καύχησιν, ἀφροσύνην ὠνόμασε, καὶ τὸ ζη λοῦν τὰ ἔργα δείξας τῇ διηγήσει, καὶ τὸν ἐπὶ τούτοις κόμπον κωλύσας τῷ διαβαλεῖν ὡς ἀφροσύνην τὴν καύχησιν. Οὕτω πάλιν ὀπίσω λέγων ἐπιλανθάνεσθαι, καὶ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι, τὸ αὐτὸ εἰσηγεῖται ἄλλῃ μεθόδῳ ὁ μὲν γὰρ πρὸς τὰ ἤδη πεπονημένα βλέπων φυσᾶσθαί πως πρὸς ἀπόνοιαν εἴωθεν· ὁ δὲ τὰ πρὸς τὴν τελείωσιν λειπόμενα σκοπῶν, ταπεινός ἐστιν ἀναγκαῖον, καὶ μέτριος, τὸ ἄδηλον τοῦ εἰ φθάν σοι πρὸς ὅπερ ἐπείγεται, ταπεινοφροσύνης ἔχων μετ γίστην ὑπόθεσιν. Ὅπως οὖν ἀεὶ τῶν προσκοπτόντων ἐν τῷ ἀγαθῷ κατεσταλμένον, καὶ ἄτυφον μένῃ τὸ φρόνημα, μὴ ὅπερ ήνυσαν, ἀλλ' ὅσον ἀπολείπονται τοῦ προκειμένου συμβουλεύει ὁρᾷν. Πρὸς τοῦτο γὰρ τεταμένος ὁ νοῦς, καὶ τῇ φροντίδι τῶν ἐν σπουδῇ κειμένων τρυχόμενος, οὐχ ἕξει καιρὸν οὐδὲ λογίσασθαι κατορθώματα, οὔτε τὴν τούτοις παρομαρτούσαν ἀπόνοιαν. Τοῖς γὰρ οὕτω διακειμένοις, λειτουργοί μὲν πρὸς τὸ ἀνεπηρέαστον παραμένουσιν ἄγγελοι, φροντιστὴς δὲ τῆς χρείας πάρεστιν αὐτοῖς διόλου ὁ Δεσπότης Θεὸς, ὡσὰν αὐτοῖς εὐοδούμενος ὁ ἀγών, ἀνεκτῶς τρέχῃ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, οὐκ ἐμποδιζόμενος περισπασμῷ τῆς ἀνάγκης τοῦ αλαζονεία μὴ παρασιτῇ τῷ καλῷ τοῖς κατορθώμασιν σώματος. ΚΕΦΑΛ. ΙΕ'. Περὶ τοῦ Ἰακώβ. Τοῦτο γὰρ ἐκ πείρας πολλῆς ὁ μέγας ἔλεγεν. Ια κώδ· ο Ο Θεὸς & τρέφων με ἐκ νεότητός μου· ἄγγε λος ὁ ρυόμενός με ἐκ πάντων τῶν κακῶν.» Αμφο τέρων ἐν τῇ Μέσῃ τῶν ποταμῶν τὴν πεῖραν λαβὼν ῥάβδω μόνῃ τὴν ἀποδημίαν στειλάμενος, καὶ μετὰ πολλῆς τῆς ὑπάρξεως ὑποστρέψας οἴκαδε, καὶ ῥυσθεὶ; ἐκ τῶν κακῶν ἀπάντων, ὥς φασι, συμμαχίς θείας δυνάμεως. Ἐπειδὴ γὰρ τὰς ἀπειλὲς τοῦ Ἡσαῦ δε δοικώς δρασμῷ χρησάμενος ἦν, ἐπανῄει δὲ πάλιν φο βούμενος ἔτι τὸν ἀνήμερον, οὐ λέγεται μέντοι παρα κροτῶν εἰς θάρσος, ὡς τῷ ᾽Αβραὰμ, καὶ τῷ Ἱερεμίᾳ φαίνεται ὁ Θεὸς εἰρηκώς· πράγματι δὲ πείθει, καὶ ἔργῳ αὐτὸν, ὡς ἔσται τῇ ἰσχύϊ παντὸς ἐπιβουλεύειν προθεμένου ἀνώτερος, καὶ θείαν ὄψιν ἀνδρείκελον συμπλακήναι παρασκευάζει πρὸς ὄρθρον ὕπαρ αὐτῷ ὑποκρινομένην ἧτταν ἐν τῇ πάλῃ, καὶ διδοῦσαν τὸ δοκεῖν νικὴν κατὰ τὴν μάχην αὐτῷ, ἵνα ἔχων τὸ πε ποιθὸς κατ' ἀνθρώπων, ἐκ τοῦ περιγενέσθαι τῆς φατ νείσης αὐτῷ καὶ συμβαλούσης δυνάμεως, εύψυχος ἀπίῃ, πάσης ἐπικρατέστερος ἔσεσθαι πεπεισμένος ἐπιβουλῆς. Καὶ ἵνα πρὸς τοῦτο τῆς ὄψεως τὴν οἰκου νομίαν ἐκλάσῃ, φησὶν ἀναχωροῦντι αὐτῷ, «Ενίσχυσης μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός ο μονονου χ. λέγων· "Απιθι θαῤῥῶν τῇ ἰσχύϊ ταύτῃ. Τις γὰρ ΧΧΧ,
col. 925–926page 58 of 78
PG 79:925ἀνθρώπων στήσεται πρὸς ῥώμην ισχύσασαν συμπλακῆναι Θεῷ; Ἔνθεν καὶ ὁ γενναῖος τῇ ἐλπίδι Δαβὶδ διώκοντος αὐτὸν τοῦ ᾿Αβεσαλώμ μετὰ τῶν μαχίμων παντὸς τοῦ λαοῦ, ἔλεγε πεποιθώς· «Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι· ο τὴν φρουρὰν τῆς θείας δυνάμεως δυνατωτέραν εἰδὼς τῶν κυκλούντων ἐχθρῶν. Καὶ πάλιν· • Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω, ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατώκησάς με.. Οὕτω γὰρ ἦν τῇ ἐλπίδι τοῦ κρείττονος ὠχυρωμένος, μόνος οὐκ ἐδεδοίκει τοσοῦτον πλῆθος ἐχθρῶν, καὶ ἀμερίμνως ἅμα τῷ ἀνακλιθῆναι ἐκάθευδεν, ἀγρυπνούν των τῇ φροντίδι ἐκείνων, καὶ τρυχομένων, πῶς περιέσονται οἱ πολλοὶ τοῦ ἑνός. Καὶ μάλα γε εἰκό έως. ΚΕΦΑΛ. 14' Εἰ γὰρ, ὡς εἴρηται, Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων·» τί μοχθοῦσιν οἱ ἔξωθεν κυκλοῦντες ἀνόνητα, τῆς ἀσφαλεστέρας φυλακῆς ἐνδυ τέρω κυκλούσης τὸν δίκαιον, καὶ τὰς ἔξωθεν κωλυού της καταδρομάς; Τί δὲ καὶ ἡ ἀκτημοσύνη τὸν φιλοσοφοῦντα, καὶ ἀσκούμενον αὐτὸν ἀδικεῖ, οὔτε φρον τίδα τῆς τῶν ματαίων ἔχοντα φυλακῆς καὶ τῆς χρείας ἡνίκα βούλεται εὐποροῦντα, τῆς κτίσεως ἁπάσης ὑπηρετούσης ὡς Δεσπότῃ πάντων αὐτῷ, καὶ δωροφορούσης τὰ καταθύμια σπουδαίως, ὅτε μάλιστα τοῖς κομῶσι τῷ πλούτῳ, καὶ αὐτὰ τὰ τῆς ἀναγκαίας ἐπιτήδεια ἐπιλείπει τροφῆς; Ποιοι γὰρ ἐν τοῖς ἱστο ρουμένοις λιμοῖς παρὰ τῇ θείᾳ Γραφῇ οὐκ ἐκενώθησαν πλοῦτοι; Ποίαι τῶν γεννημάτων οὐκ ἐπέλιπον ἀποθῆκαι; ὅτι προφητική γλώσσα οὐρανὸν, καὶ νέο φη, καὶ γῆν ἅπασαν ἀπεστέρωσεν ἅμα, ὅτε πηγῶν μὲν ἐξ ἀδύτων, αὐτῶν ἐξηράνθησαν φλέβες. Ψεκὰς δὲ καὶ ὁρότος ἄνωθεν οὐκ ἔπεσεν ἐπὶ γῆν, ἐλιθώθησαν δὲ πεδιάδες πολυχρονίῳ αὐχμῷ, οὐ πόαν, οὐ χόρτον, οὐκ ἄνθος ἡρινὸν βλαστήσασαι οὐδαμοῦ· ὅτε κτη νῶν, καὶ θηρίων, καὶ πτηνῶν θνησιμαίων ἐπεπλήθει ὄρη, καὶ φάραγγες, νέων δὲ καὶ γεγηρακότων ἀνθρώπων οἶκτος ἦν καὶ ἐλεεινὸς κατ' ὀλίγον μαραινομένων ὁ θάνατος· ὄψις δὲ τῶν τεθνηκότων ἀηδής, καὶ ἀφόρητος, μυδώντων κατὰ τὰς ἀγορὰς τῶν σω μάτων, καὶ λυθρώδεις ἀποσταζόντων σταγόνας· καὶ τοῖς ζῶσι ποιούντων θανάτου τὸν βίον χαλεπώτερον ὁρῶσιν οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ τῶν ἐκπνεόντων ἔτι κακά, μητέρας ἐπιδακρυούσας ἐν κόλποις ψυχοῤῥαγοῦσι τοῖς φιλτάτοις, παῖδας παρακαθεζομένους πατράσι, καὶ πατέρας ψυχορραγοῦσι παισὶν ἐνδείᾳ τροφῆς, φίλους ἀτενῶς προσέχοντας ἐν τῷ ἀποπνέειν παροῦσι φίλοις, καὶ φειδοῖς τυγχάνοντας οὐδαμῶς, ἑνὸς ἴσως παραμυθία ψωμοῦ δυναμένου ἀνακτήσασθαι ἐκλείπον ἤδη τὸ πνεῦμα. Τοσοῦτον γὰρ ἡ ἀνάγκη τοῦ λιμοῦ ἕκαστον ἑαυτοῦ μᾶλλον τῶν ἄλλων φροντίζειν βιάζεται. Κἂν τῷ ἐλεεινῷ τοῦ πάθους τῷ ἔτι μικρᾶς ἀποροῦντι τροφῆς οἰκτρὰν τοῦ τελευτῶντος δείκνυσι τὴν ἀπώλειαν, κακείνῳ συμπαθῶς ἐπιστέ μου
col. 927–928page 59 of 78
PG 79:9274 νοντι, καὶ τὴν οἰκείαν ἐννοοῦντι ἀπαραίτητον χρείαν, καὶ μᾶλλον λογιζομένου τοῦ πέλας εἰς κηδεμονίαν ἀναγκαιότερον ἑαυτόν. Τί ὤνησαν τους πολυχρύσους τότε οἱ τῶν χρημάτων θησαυροί, οὐκ ὄντος εἰς συνωνὴν οὐδαμοῦ σίτου; Τί δὲ οἱ τοῦ ἀργυρίου πολυτάλαντοι ἐχρησίμευαν πίνακες, Κύων ἀπορία παρ εῤῥιμμένοι; Οὐδὲν γὰρ τούτων παρεμυθεῖτο πείναν, οὐδὲ ἦν ἔνδειαν θεραπεῦσαι ἱκανόν. Εργουν τέχναι μαγείρων, ήργουν οινοχόων εμπειρίαι, ἤργει τῆς ἄλλης διακονίας ὁ θόρυβος, ἐσχόλαζον σιτοπόνοι, ? εσχόλαζον μελιπῆκται, ἐσχόλαζον οἱ τῶν πρὸς αὐτὸν καὶ κιθάραν ᾀδόντων χοροί. Πάντας γὰρ αὐτοὺς εἶχεν ὁμοῦ μία τῆς ἐνδείας κατήφεια, καὶ ἐν ἔστενον ἅπαντες, ἀπορίαν τροφῆς. Τί δὲ τοὺς κατ' ἐκεῖνο καιροῦ δικαίους ἔβλαψεν ἡ ἑκούσιος σπάνις τῶν που λυτίμων ὑλῶν, ἑτοίμην, ὅπουπερ ἂν ἐβούλοντο, εὑρήσαντας καὶ ἀταλαίπωρον τράπεζαν; ΚΕΦΑΛ. 17. Βασιλεὺς ἦν ᾿Αχαάβ τότε, καὶ Ἠλίας, καὶ Ελισα σαῖος προφῆται· ὁ μὲν καὶ γῆς κεκτημένος μέτρα πολλὰ, καὶ χρημάτων θησαυρούς, ὡς βασιλικούς, δαψιλεῖς· οἱ δὲ παντελῶς ἄποροι, ἀνέστιοι, ἀχρήματοι· ὁ μὲν ἁλουργίδα Αμφιεσμένος, καὶ πᾶσαν τὴν βασιλικὴν περὶ αὐτὸν ἔχων σκηνήν, οἱ δὲ μηλωτὴν διεζωσμένοι, καὶ λειτουργῶν μεμονωμένοι. Καὶ ὁ μὲν ὄρη περιῄει, καὶ νάπας, βοτάνην εἰς ποηφαγίας παραμυθία, ἀναζητῶν. Οἱ δὲ ἔνθα καιρός κατελάμβανε τροφῆς, ἐκεῖ τῶν καταλλήλων εὐπόρουν σιτίων. Ἐπέταττον χήρα κομίσαι βρῶσιν αὐτοῖς, καὶ δράκα μόνην ἔχουσα ἔνδον ἀλεύρου, χορὸν τέκνων παρορῶσα λιμωττόντων, τούτοις εἰς ἐγκρυφίαν πέψασα τὴν δράκα προσέφερεν. Οὐκ ἦν ἀμητὸς, καὶ τούτοις ὅλως ἡ ὑδρία ἐγένετο· ἄσπορος ἡ πεδιάς, καὶ τούτοις ὤμε βρει τὸ ἄλευρον· ἄκαρπος ἡ γῆ, καὶ τῆς ὑδρίας έτε θήλει τὸ λήϊον· ἐξέλιπον ἀποθῆκαι πολύσιτοι, καὶ ἡ δράξ οὐκ ἀπέλειψεν. Οδοιποροῦντες ἐκάθευδον, καὶ μετὰ τὸν ὕπνον παρ' ἀγγέλων ἐσιτίζοντο τὴν ἀναγ καίαν, ἄρτον καὶ ὕδωρ, τροφήν· μᾶλλον δὲ καθ εύδοντες διυπνίζοντο παρὰ τῶν ἁγίων δυνάμεων, καθάπερ δεσπόται καλούμενοι παρὰ τῶν διακονούν των ταῖς τοιαύταις χρείαις οἰκετῶν ἐπὶ ἑτοίμην ἑστίαν. Ερημον ᾤκουν, καὶ κόρακες αὐτοῖς ἐκ τῆς οἰκουμένης ἄρτον παρεκόμιζον τῷ πρωΐ, καὶ κρέα τὸ δειλινόν. Πόθεν λαμβάνοντες; Οὐ γὰρ εὔπορος οἰωνοῖς, καὶ τότε ἐν λιμῷ, ἡ τοιαύτη τροφή νεκρών ειθισμένοις παραμένειν βορᾷ, καὶ μόλις εἰς κόρον ἔσθ' ὅτε ἐπιτυγχάνουσι τούτων. Καὶ τὸ δὴ θαυμαστόν, ὅτι καὶ ἑστιάτορες ἄλλων ἐν σπάνει τῶν ἀναγκαίων ἐγίνοντο φιλότιμοι, οὐχ ἑαυτῶν μόνον φροντίζοντες ἐν τοιούτῳ καιρῷ ὡς μετ' ὀλίγον δυσχερῶς, ἢ οὐ δαμῶς εὐπορήσοντες σίτου, εἰ τὸ τέως ὑπάρχον, ἀνα λώσουσιν ἕτεροι· ἐξέτειναν δὲ καὶ εἰς πολλοὺς ἄλ λους τὴν δωρεάν δαψιλῶς, οὗ ποτε τὰ τῆς χάριτος ἐπιλείψειν πεπιστευμένοι, ἕως μένουσι δίκαιοι, εύο
col. 929–930page 60 of 78
PG 79:929μηχάνου προς πόρον οὔσης τῶν τοιούτων ὑλῶν, καὶ ἡ τοῖς ἀξίοις ἡγουμένης δασμόν, ἡ φόρον τὴν χρείαν ὀφείλειν τοῦ σώματος. «Μὴ γὰρ μεριμνήσητε τοῦτο, φησὶ διδάσκων ὁ Κύριος, λέγοντες· Τί φάγωμεν, ή τί πίωμεν, ἢ τί περιβαλώμεθα; Οἶδε γὰρ ὁ Πατήρ ὑμῶν ὁ οὐράνιος, ὅτι χρήζετε τούτων ἁπάντων, ο καὶ ὅτι τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν χρέος, καὶ οὐ χά ριν, δίδωσι ταῦτα. ΚΕΦΑΛ. ΙΗ'. Παράθες, Προστίθησι τοῖς εἰρημένοις, ὅτι «ἄξιος ὁ ἐργά τῆς τῆς τροφῆς αὐτοῦ ἐστιν. ο Ἑκατὸν γοῦν ἅπαξ Έτρεφον ἄνδρας δέκα μόνον ἔχοντες άρτους, ὀλίγους μὲν ὄντας τῇ ἀναλογίᾳ πρὸς κόρον τοῦ πλήθους, κορέσαντας δὲ ὅμως, καὶ τοῖς λειψάνοις ἐγγυησάμε νοι τὸν κόρον. Τοῦ γὰρ λειτουργοῦ, ἀκούσαντος, παράθες τοῖς ἀνθρώποις τοὺς ἄρτους, καὶ φάγωνται· ν εἶτα τῷ εἰκότι μᾶλλον, ἢ τῇ ἀξιο πιστίᾳ τοῦ ἐπιτάττοντος προσεσχηκότος, καὶ εἰπόντος· «Τί παραθῶ ταῦτα ἐνώπιον τοσούτων;» Καλῶς οἱ ἑστιάτορες τῇ πίστει ὠχυρωμένοι φασί·. Παρά θες, ὅ τι φάγωνται, καὶ καταλείψουσι.» Καὶ ἔφαγον, καὶ κατέλιπον, κατὰ τὸ ῥῆμα Κυρίου, ἵνα προλάβῃ θαῦμα δουλικὸν, καὶ ὁδοποιήσῃ τὴν παραδοχὴν τῷ Δεσποτικῷ θαύματι. Προτρέχουσι γὰρ ἀεὶ τῆς ἀλη θείας εἰκόνες, τοὺς ἀγνώμονας ἐμφράττουσαι Ἰου δαίους, ἵνα, ὅταν συκοφαντεῖν ἐπιχειρήσωσιν ὡς ἄπιστα ἡ ἀδύνατα τὰ Κυριακὰ θαύματα, ἐκ τῶν φθασάντων δυσωπηθῶσι, παύτασθαι τῆς ἀκαίρου φιλονεικίας, καὶ ἀναιδῶς ἔστασθαι ἐρυθριάσωσι πρὸς θαῦμα Δεσποτικόν, οὗ προλαβόντες ἔφθασαν ἐπὶ τῶν δούλων καταδέξασθαι τοὺς τύπους ἄνευ ἔριδος. ΚΕΦΑΛ. 10 Περὶ τοῦ Υἱοῦ τῆς ἀεὶ Παρθένου. Οὕτως ἀντιλέγειν μέλλοντας αὐτοὺς τῷ τῆς Παρ θένου τόκῳ, καὶ λογισμοὺς πλέκειν δῆθεν εὐλόγους, ὡς οὐκ ἐχούσης τῆς φύσεως ἐμβρύου σύστασιν ἐργά σασθαι ἄνευ καταβολής σπερμάτων παιδογόνον, οὐκ ἀφίησιν ἄσπορος ἐν ἀρχῇ παντοίους ἡ γῆ βλαστήσασα καρπούς. Λόγος γὰρ θεῖος ἀμφοτέραις γέγονε σπέρ- 1 μα. Η μὲν ἤκουσε·. Εξαγαγέτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος·» καὶ τὸ πρόσω ταγμα εἰς φύσιν μετέβαλε, διαφόρους εὐθὺς οὐκ ἐξ υποκειμένη, πλὴν τοῦ λόγου, ἄλλης αιτίας βλαστήσασα καρπούς, οὓς ἐξήγαγε τὸ πρόσταγμα. Η δέ Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμι; Υψίστου ἐπισκιάσει σοι· ο μετὰ τὸ εἰπεῖν· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Καὶ σάρκα ἀμελλητί τὸν Λόγον εἰργάσατο, καὶ ναὸν θεῖον ᾠκοδόμησε τὸ ρῆμα. «Ούτω μετὰ τριήμερον χρόνον τοῦ κήτους Ἰωνᾶς προελθὼν ἀδιάφθορος» ἐπιστομίζει βουλομένους αὐτοὺς τὴν μετὰ τρεῖς ἡμέρας ἀνά
col. 931–932page 61 of 78
PG 79:931ὁμοίῳ τὸ ὅμοιον, καὶ τοῖς ἐρεσχελεῖν ἐθέλουσι εξ συγχωρῶν ἀναιδεύεσθαι πρὸς τὸ νεαρὸν θαῦμα τῷ παλαιῷ κωλυομένοις τῆς προφανοῦς ἀναισχυντίας. , στασιν λέγειν τοῦ Κυρίου ἀδύνατον, πιστούμενος τῷ ΚΕΦΑΛ. Κ'. Οὕτως ἵνα μὴ λέγωσι τὸ τῶν πέντε άρτων παρά δοξον, ἐξ ὧν ἐκορέσθησαν οἱ πεντακισχίλιοι, ἀμήχανον, δέκα άρτοις φθάσαντες ἑκατὸν ἐδεξιώσαντο ἄνε δρας οἱ δοῦλοι· μικρῷ θαύματι τέως ἐγγυώμενοι τὸ μεῖζον, καὶ τὸ ἅπαξ γενόμενον ἐν ἐλάττονι δυνατόν, καὶ ἐν μείζονι δεικνύντες δυνατόν, τῆς ὕλης καὶ ὅταν ἐκ πλείονος ὀλίγους, καὶ ὅταν ἐξ ἐλάττονος δέοι τρέ φεσθαι πλείονας, ὁμοίως ὑπακουούσης τῇ πληθυ νούσῃ χάριτι, καὶ τὴν ἐνέργειαν αὐτῆς, οὐ τῇ ποσότητι, τῇ δὲ δυνάμει ποιούσης ἅπασι γνώριμον. Αλλά τῶν μὲν Ἰουδαϊκῶν ἅλις. Οἱ δὲ τότε τοὺς ἑκατὸν τοῖς δέκα άρτοις εστιάσαντες ἄνδρας, ἄλλοτε λέβητα πλήθει βοτανῶν ἔτι τοῦ λιμοῦ κρατοῦντος ἐψεῖν τοῖς ύπηρέταις προστάξαντες, καὶ πικροῦ λίαν ἐκ τῆς γεύσεως εὑρεθέντος ὕστερον τοῦ ἐψήματος, δηλητηρίου πάντως έμμεμιγμένης βοτάνης τῷ χύματι, (τοῦτο γὰρ ὁ λέγων ἐδήλου· ο θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ Θεοῦ 1 ) δράκα μίαν τῷ παντὶ κελεύουσιν ἐμβαλεῖν ἀλεύρου, τὸ πρὸ μικροῦ διὰ τὴν πιο κρίαν ἄχρηστον εἰς βρῶσιν τοῖς μοχθήσατε νομι σθεν, ποιήσαντες εἰς ἐδωδὴν ἐπιτήδειον, καὶ τοῖς λιμώττουσιν εἰς παραμυθίαν τῆς ἐνδείας χρησιμώτα τον. Τούτοις καλῶς ὁ ὑμνογράφος ἐπεφώνει Δαβίδ, Πλούσιοι, λέγων, ἐπτώχευσαν, καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παν τὸς ἀγαθοῦ·» τῆς ἀληθείας τοῦ λόγου τὰ προειρημένα μαρτυρίαν ἔχων ἀσφαλῆ, καὶ ἐχέγγυον. Ταῦτα καὶ ὁ Κύριος σφραγιζόμενος ἔλεγεν· ο Εμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πα τὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει. Λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλλετο, ὡς ἐν τούτων· › ἐκ καθ' ἑκάστην ὁρωμένων δυνατὴν τοῖς ἐμβιοῦσι τὴν αὐτοσχέδιον καὶ ἀταλαίπωρον υποτιθέμενος ζωήν· ὁ Αἰτεῖτε γάρ, φησί, τὴν βασιλείαν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἵνα γὰρ μὴ δόξῃ κόμπον εἰκαῖον, καὶ εἰς ματαιολογίαν ὕποπτον εἰρηκέναι τό· «Μὴ μεριμνήσητε, τί φάγητε, ἢ τί πίητε, ἢ τί περιβαλεῖσθε,» τῷ ὑπο δείγματι τῶν κρίνων καὶ τῶν πετεινῶν πιστοῦται τὴν παραίνεσιν, τῶν μὲν τοῦ ἐνδύματος τὴν εὐπρέπειαν, τῶν δὲ τὴν τροφὴν ἄπονον δεχομένων, καὶ αμέριμνον παρὰ τῆς προνοίας τοῦ Κρείττονος· ἅμα καὶ τῆς ἐπηγγελμένης πρὸ τῆς παρακοῆς τῷ ᾿Αδάμ ὑπομιμνήσκων ἡμᾶς διαγωγῆς, ὡσὰν μηδεὶς ἀπι στεῖν ἔχῃ τῷ δυνατῷ τῆς ὑποσχέσεως ὅτι τὴν τροφὴν ἔμελλεν ἔχειν οὐ γεωργῶν ὡς νῦν, οὐ μοχθών, νο
col. 933–934page 62 of 78
PG 79:933ἀταλαίπωρον· εἰς τὴν παροῦσαν τοῦ πορισμοῦ τῶν ἀναγκαίων κακοπάθειαν ἀφορῶν τῶν ἀπόνως τρεφομένων θηρίων καὶ ἑρπετῶν ζωὴν, καὶ πετεινῶν διο δασκόντων ἡμᾶς τὸ ἀψευδὲς τοῦ νομοθετήσαντος τὴν τότε ζωήν. Διὰ τοῦτο γὰρ καὶ τὰ θεραπευόμενα φυτά χερσὶν ἀνθρωπίναις τῶν ἀγρίων βοτανῶν ἐστιν ἀσθενέστερα κατ' ἔτος σπειρόμενα, ἀρδόμενα παρὰ τῶν ἀγροκόμων, καὶ μόλις ἐπιμελείᾳ πολλῇ φθά νοντα πρὸς τὴν σπουδαζομένην τελείωσιν, τῶν ἅπαξ ἀνατειλάντων κατὰ πρόσταγμα θεῖον ἐπὶ ταῖς ἀρ χαίαις ῥίζαις βλαστανόντων, καὶ τρεφόντων εὐερνέστατα, καὶ τεθηλότα στελέχη ἀεὶ, πρὸς ἔλεγχον ἀν αντίῤῥητον τοῦ καὶ τὰ ἡμέτερα τοῖς μὴ παρακούσασι Θεοῦ δύνασθαι τὸν αὐτὸν τρόπον ἀνθεῖν, καὶ παρέχειν αὐτοῖς αὐτομάτως τὴν ἀπόλαυσιν ἀνεμπόδιστον. ΚΕΦΑΛ. ΚΑ'. Εἰς ταύτην οὖν τους βουλομένους τὴν ἀμέριμνον ὁ Κύριος ἐνάγων ζωὴν, ἐργάζεσθαι τὸ καλὸν παραινεῖ, καὶ μὴ φροντίζειν τῆς χρείας τοῦ σώματος λέγων Οἶδεν ὁ Πατὴρ ὑμῶν, ὅτι χρείαν ἔχετε τούτων ἁπάντων.» Και· «Αξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.» Οὐδεμίαν ἐν τούτοις καταλιπὼν ἀπι στίας ὑπόνοιαν, ὡς ἐνδεηθήσεταί τινος τῶν καθηκόν των ὁ τὸ ἔργον τοῦ Θεοῦ ἐργαζόμενος· καθάπερ ἀθλητὴς ἀπογραψάμενος εἰς τὸν ἀγῶνα τῆς εὐσε βείας, καὶ καθ᾿ ἑκάστην ἐνθέσμως ἀθλῶν, οψώνια μὲν τὰ τοῦ παρόντος αἰῶνος πρὸς τὴν ἐν σαρκὶ ζωὴν παρὰ τοῦ ἀγωνοθέτου σιτοδοτούμενος, τοὺς δὲ στε φάνους μετὰ τὰ στάδια μένων ἐν τῷ μέλλοντι, οὐ κοτίνῳ, καὶ σελίνῳ, καὶ δάφνῃ κλάδοις τὴν κεφαλὴν ἀναδεῖσθαι προσδοκῶν, ἀλλὰ τῷ διαδήματι τῆς εὐ πρεπείας, καὶ τῷ καλῶς δόξης καὶ τιμῆς πεπλεγμένῳ στεφάνῳ· ὥς φησιν ὁ Δαβίδ·· Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Καὶ ἆθλον ἐπὶ πᾶσι λαμβά των ζωὴν τὴν αἰώνιον, καὶ τρυφῆς παραδείσου ἀπό λαυσιν, ἣν, κατὰ τὸν ᾿Απόστολον, ὀφθαλμὸς οὐκ εἶδε, καὶ οἷς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Τοιαῦτα γὰρ ὁ Θεὸς ἡτοίμασε τοῖς ἀγαπῶτι αὐτὸν, διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότης τος ὄντα ἀνέκφραστα, καὶ ἀθέατα, καὶ ἐνθυμήσεως κρείττονα. Οπερ γὰρ ἂν ἐννοῆσαί τις πρὸς ἀπόλαυσιν σπουδάσῃ μέγα, καὶ θαυμαστὸν, ἔλαττον πάντως, και πολύ καταδεέστερον φαντασθήσεται τῶν εἰς τρο φὴν τοῖς ἁγίοις εὐτρεπισμένων. Ἐπειδὴ πέφυκεν ἡ διάνοια τῶν δι' αἰσθήσεως εγνωσμένων ἐν ἑαυτῇ μορφοῦν τὰς εἰκόνας· ὧν δὲ μὴ τύπους παρὰ τούτων ἐδέξατο, ἀγαλματοποιεῖν ἐθέλουσα, αόριστα ἰνδάλλεται εἴδωλα κατὰ κενοῦ βαίνουσα, καὶ ἀνυπόστατα φανταζομένη ἐνθύμια· ἄλλοτε ἄλλης ἐμπιπτούσης μορφῆς, καὶ ἀφανιζούσης τὴν φθάσασαν, τῷ μὴ ὑποκεῖσθαι τετρανωμένον εἶδος τὸ κατασχεῖν δυνά μενον πλαζομένην αὐτήν. Ει
col. 935–936page 63 of 78
PG 79:935ΚΕΦΑΛ. ΚΒ. Εἰ γὰρ τὸ ἐν ἐρήμῳ δοθὲν μάννα ψηλαφώμενον, καὶ ὁρώμενον, ἠπορεῖτο, τί ἂν εἴη, τῇ ὄψει καὶ τῇ ποιότητι οὐδενὶ τῶν ἐν πείρᾳ γεγενημένων συγκρινόμενον, ξένην δὲ καὶ παρηλλαγμένην παρὰ τὰς ἐθισμοὺς ἔχων τὴν αἴσθησιν; Πῶς ἄν τις εἰκότι στοχα. σμῷ τεκμηριώσαιτο τὰ ἀσυγκρίτῳ ὑπεροχή του μάννα προέχοντα, καὶ πάσης ἀνώτερα αισθητῆς καταλήψεως, τότε γνωσθησόμενα τοῖς νῦν προσδοκῶσιν αὐτὰ, ὅτε ἡ πεῖρα διδάξει τῆς ἀπολαύσεως τὸ ἐξαίρετον, καὶ τοὺς πόνους ἐλέγξει μικροὺς τῆς ἐπι καρπίας τὸ μέγεθος, ὑπὲρ τὴν ἐλπίδα τῶν ἀμοιβῶν ἀπαντησάσης τῆς εὐκληρίας; Καί μοι μηδεὶς τῶν μέχρι νῦν ἡμεληκότων τοῦ καλοῦ προφασιζέσθω το ὄψιμον, καὶ ὀκνείτω τὴν ἐργασίαν τούτου, ὡς ἀρχό μενος βράδιον, καὶ μόλις ἢ οὐδαμῶς φθάνων πρὸς τὴν τῆς ἀρετῆς τελειότητα. Πολὺ μὲν γὰρ ἀληθῶς τὸ στάδιον, καὶ μακρὸν τὸ μῆκος τῆς φερούσης ἐπ' ἐκείνην ὁδοῦ, φημὶ καγώ· ἀλλ᾽ ἔστι ταχέως ἀνύσαι αὐτὸ συντόνῳ σπουδῇ, καὶ παρελθεῖν τοὺς ἐκ νέας ἡλικίας βάδην ἐδεύοντας, καὶ τοσοῦτον ὀπίσω κατα λιπεῖν, ὅσον ἡ προθυμία ἐπείγεται πρόσω· ὡς ἐκεί νους μὲν ὀλίγον, ἢ ὅλως οὐδὲν προκεκοφέναι, ἀφ' οὗ κατελείφθησαν τύπῳ νωθρῶς ἄγαν, καὶ ἀνειμένω; κινουμένους τώ πόδε· τὸν δὲ ἰσοταχώς πτηνοίς δρα μέντα ἐπὶ τὸ προκείμενον, ἢ πλησίον τοῦ σκοπού, ἢ πάντως γενέσθαι ἀνάγκη ἐντός· καθάπερ ναῦν ἐξ αὐτῶν ὅρμων εὐθυδρομοῦσαν εἰς λιμένα, καὶ και αίρουσαν πλησίστιον, ἄλλων ἐμπλαζομένων ἐπὶ τῷ πελάγει κυβερνητῶν ῥᾳθυμίᾳ, καὶ τοὺς κόλπους τῆς οθόνης συνεχώς κενούντων ταῖς ἐπὶ θάτερα ἐγκαρσίοις παρατροπαῖς. Ὅταν γὰρ οὐρίου πνεύματος ἐκ πρύμνης τῇ ὀλκάδι προσπίπτοντος, μὴ τὰ ἱστία ὁ κυβερνῶν φυλάττῃ πεπληρωμένα, μηδὲ κατέχῃ τὴν ὁρμὴν πρὸς τὴν πνέουσαν ὄρθιον, βραδυπαθεῖν ἀνάγκη τὸ σκάφος, ἀποφεῦγον ἀεὶ καὶ ἐκκλίνον την τοῦ ὠθοῦντος πνεύματος ἐκβολήν. ΚΕΦΑΛ. ΚΓ'. Διὰ τοῦτο καλῶς ὁ Παῦλος τοῖς σταδιεύουσι του τον τὸν δρόμον ὑπερώνει βοῶν· • Οὕτω τρέχετε, ἵνα καταλάβητε.» Τὸ οὕτως ἐπιτείνειν κελεύων τὸ τάχος, καὶ τὸ στενὸν τοῦ καιροῦ βιάζεσθαι τῇ στο δροτάτῃ φορά, ὡς τὴν πολλοῦ χρόνου δεομένην ὁδὸν ἀνυσθῆναι ἐξέως συντόνων σπουδῇ, καὶ ἐπιμόνῳ τοῦ θέοντος. Τοῦτο τῆς ὁδοῦ τὸ μῆκος θεασάμενος ὁ λέγων, Οδὼν ἐντολῶν σου ἔδραμον, ο δ ταχυ δρόμος Δαβίδ, κατηντιβέλει, καὶ ἱκέτευε τὸν Θεὸν γνῶναι παρακαλῶν, ὅσος αὐτῷ τῆς ζωῆς λείπεται χρόνος, καὶ εἰ πρὸς τὴν κατάληψιν αὐτῷ τοῦ σπουδαζομένου ἐστὶν ἱκανός. Φησὶ γὰρ· «Γνώρισόν μοι, ο Κύριε, τὸ πέρας μου, καὶ τὴν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ, ο Εἶτα πυ θόμενος ότι πολλῷ ἀφέστηκε μέτριῳ, καὶ οὐκ ἀνα
col. 937–938page 64 of 78
PG 79:937λογεῖ πρὸς τὸ φθάσαν ἡ λειπόμενος χρόνος αὐτῷ, κἂν ἐκ βαλβίδος εἰς νύσσαν ἀπνευστί θέων διαέριος φέρηται, πρὸς τὰς πτηνὰς καὶ μεταρσίως μετα τίθησι φύσεις τὴν ἅμιλλαν, ἀπεγνωκὼς τῆς τῶν που δῶν ὠκύτητος, καί φησι· «Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι, καὶ κατα παύσω;» Οὕτω μόνον φθάσειν λοιπὸν ἐγνωκώς ὡς ἦν συμμετροῦντα τῷ μήκει τὸν χρόνον στοχάσασθαι, εἰ μετάρσιος ἀρθεὶς τῷ ὕψει τῆς πολιτείας ὑπόπτερος διαπταίῃ τῇ σπουδῇ τὰ ἐν μέσῳ, καὶ οὕτω καταντήσει πρὸς τὸν ποθούμενον τῆς τελειότητος ὅρον. ΤΜΗΜΑ ΙΒ'. Περὶ τῆς παραβολῆς τοῦ ἀμπελῶνος, καὶ τῶν μισθωθέντων έργατῶν κατὰ διαφόρους ὥρας. ΚΕΦΑΛ. Α'. Καὶ ἡ τοῦ ἀμπελῶνος δὲ παραβολή, ἐν ᾧ κατὰ δια φόρους ὥρας εἰσῆλθον τῆς ἡμέρας οἱ τοῦτον ἐργά ζεσθαι μέλλοντες, μέχρι δείλης ἐκ πρωΐας μισθω θέντες, καθὼς ἔδωκεν ὁ καιρὸς ἄλλοτε ἄλλοι τοῖς εἰ ρημένοις ἔοικε συμφωνεῖν. Τὸν αὐτὸν γὰρ ἅπαντες ἔλαβον μισθόν, καὶ τῆς αὐτῆς παρὰ τοῦ δεσπότου τιμῆς ἠξιώθησαν, μᾶλλον δὲ προετιμήθησαν οι τε λευταῖοι τῶν πρώτων, καὶ ἴσον τοῖς ἐξ ὄρθρου ἐργασαμένοις καὶ πρὸ αὐτῶν κομισάμενοι τὸ ἀργύριον, φιλοτιμίαν μὲν, ὡς ἄν τις υπολάβοι, τοῦ παρασχόντος ἀπολαύσαντες, ὡς δὲ ἔχει τἀληθὲς, δικαίας τυ χόντες τιμής. Εἰ μὲν γὰρ μετὰ τῶν γογγυσάντων κληθέντες οὐχ ὑπήκουσαν, ἐκ μεταμελείας δὲ προσ ἦλθον τελευταῖοι τῷ ἔργῳ, ἄξιοι τοῦ πρὸς ἂν εἰς γάσαντο χρόνον ἦσαν μισθοῦ· εἰ ὅτε ἐμισθώσαντο, τὸ πρόθυμον ἐπεδείξαντο, τί ἀπροσίρετον συκοφαντοῦντες ἀργίαν; Ἐκ τῆς ὕστερον γὰρ δῆλοι, καὶ τῆς προλαβούσης, εἰ παρῆσαν, ὄντες σπουδῆς. Τοῦτο γὰρ τοῖς μεμψιμοίροις, καὶ οὐ χαίρουσι τῇ οἰκεία τιμή, δακνομένοις δὲ τῇ πρὸς αὐτοὺς ἄλλων ἐσοτιμές, στ μαίνων ὁ οἰκοδεσπότης, ἔλεγεν ἐν τῇ ἀπολογίᾳ Εταῖρε, οὐκ ἀδικῶ σε. Οὐχὶ δηναρίου συνεφώνησάς μοι τὴν ἡμέραν; Λάβε τὸ σὸν, καὶ ὕπαγε. Θέλω δὲ τούτῳ δοῦναι τῷ τελευταίῳ, καθὼς καὶ σοί. Η οὐκ ἔξεστί μοι ἐν τοῖς ἐμοῖς ποιῆσαι ὁ θέλω; ἢ ὁ οφθαλμός του πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; ο καὶ τὴν ζηλοτυπίαν ἐκείνων ἐλέγξας ἄδικον, καὶ τὴν ἑαυτοῦ ἀγαθότητα δικαιοσύνην δείξας πεπληρωμένην, ὅτι τὸ παρά γνώμην τῆς ἁργίας ατύχημα οὐκ ἀφῆκεν αὐτοῖς αἴτιον γενέσθαι ζημίας εἰς την πρόθεσιν, καὶ οὐκ εἰς τὸ συμβὰν ἀπιδών· πάντως γὰρ ἦν οὐκ ἀμελείας, ἀλλὰ συντυχίας ἡ ἀργία. Το γάρ «Ἡμᾶς οὐδεὶς ἐμισθώσατο, ο τούτους μὲν ὑπονοίας ἔκνου δείκνυσιν ἐλευθέρους ἑστῶτας ἐπὶ τὸ ἐργάσασθαι ἑτοίμους, τὴν δὲ σχολὴν ἀνατίθεσιν ἀπο ρίᾳ τῶν μισθουμένων. Είγε ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τοῖς μέρος τῆς ἡμέρας έργα σαμένοις ὁλόκληρον, τοῖς διημερεύσασιν ἐν τῷ ἔργῳ ἀπέδωκε τὸν μισθόν πράγματι δηλώσας, καὶ οὐ ῥή

Section XIISectio XII

col. 939–940page 65 of 78
PG 79:939μασιν, ὅτι περ ἦσαν ἄξιοι τούτου, ἀνάγκῃ τοῦ μὴ εὐ πορῆσαι καλοῦντος ἐπ᾽ ἔργον, καὶ οὐ ῥᾳθυμίᾳ τὰς πρὸ τοῦ ἔργου μείναντες ὥρας ἀργοί.Καὶ τοῦτο μὲν ἀγαθότητος, ἴσως δὲ καὶ δικαιοσύνης τοῦ οἰκοδεσπό του τὸ μὴ ζημιῶσαι, οὓς ἐζημίου ὁ καιρὸς, μηδὲ συγχωρήσαι πλεονεξίαν μὲν αὐτοὺς ὑποστῆναι οὐκ ἔχοντος δικαίαν τῆς ἐξ ὄρθρου παρεσκευασμένους πρὸς ἔργον, τάχα δὲ καὶ πάσης τῆς ἡμέρας ἐν ὀλί γαις ώραις νεαροί προσελθόντες, καὶ πρόθυμοι, τὸ ἔργον ήνυσαν πολλῇ χρησάμενοι σπουδῇ· καὶ τοῦτο δίκαιον ἐκρίθη, μὴ ἔλαττον τοῦ δηναρίου λαβείν τους τοῦ δηναρίου ποιήσαντας ἄξιον ἔργον, κἂν μὴ πα σαν εἰργάσαντο τὴν ἡμέραν. Ὁ γὰρ ἐν τῷ μισθοῦσθα αὐτοὺς εἰπών· «Πορεύεσθε καὶ ὑμεῖς εἰς τὸν ἀμπε λωνά μου, καὶ ἐργάζεσθε, καὶ ὁ ἐὰν ᾗ δίκαιον, δώσω ὑμῖν, ο δεδωκὼς τὸ δηνάριον ἀψευδῆς ὤν, δ ἦν δίκαιον δέδωκε, καὶ οὐκ ἐχαρίσατο μάτην, τῷ πόνῳ ἀνα λογοῦντα δικαίως, οὐ τῷ χρόνῳ, παρασχὼν τὸν με σθόν. Ταύτῃ γὰρ τῇ αἰτία και προέκρινε τῶν ἄλ λων αὐτούς· διὰ μὲν τὸ ἰσομοιρῆσαι ἐν τῷ ἔργῳ ἰσοτίμους ἐν τῷ μισθῷ κρίνας αὐτοὺς, διὰ δὲ τὸ φθά σαι στενῇ προθεσμία τοὺς τὸ μῆκος τῆς ἡμέρας ἐσχηκότας πρὸς ἄδειαν ἀνειμένης, πρώτους καλέσας πρὸς τὰς ἀμοιβὰ, ὡς σπουδαίους· ἵνα καὶ ἐκ τῆς τούτων τιμῆς, καὶ ἐκ τῆς ἐντροπῆς ἐκείνων περὶ τὴν τοῦ καλοῦ σπουδὴν τῶν ὀκνηροτέρων διεγείρῃ τὴν προθυμίαν. Οἶδε γὰρ ἄλλων τιμή, πρὸς πόνον τρέψασθαι ἄλλους ἔρωτι δόξης αίρουμένους καὶ τὸν ὑπὲρ δύναμιν κάματον. Αλλ', ὦ τοῦ παραλόγου πά ω θους τῆς βασκανίας! ζηλοτυποῦσι τοὺς ὠφελουμένους οἱ μηδὲν ἀδικούμενοι· τὸ ἑτέρων κέρδος ζημίαν ἰδίαν λογίζονται· γογγύζουσιν οὐδὲν ἀποστερούμε μενοι· κνίζονται ταῖς ἄλλων εὐπραγίαις· φθίνουσε καὶ τήκονται ὁρῶντες εὐδοκιμοῦντας ἑτέρους. «Τού τους, φησί, τοὺς ἐσχάτους ἴσους ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας, καὶ τὸν καύσωνα.» Μήκος προβάλλονται χρόνου, οὐκ ἔχοντες, ὡς ἔοικε, δικαιολογίαν τοῖς ἐν τῷ ἔργῳ πλεονεξίαν εἰπεῖν σεμνύνεσθαι δοκοῦσιν ἐφ᾽ οἷς εἰσι καταγνώσεως ἄξιοι, τὸν καιρὸν μετροῦντες, καὶ ὡς οὐκ ἀναλογεί τούτῳ τὸ ἔργον, οὐ λογιζόμενοι. ΧΧ, ΚΕΦΑΛ. Β'. Τί γὰρ τὸν οἰκοδεσπότην καυσωθέντες ὠφέλησαν, εἰ ἀμελῶς καὶ ἀνειμένως εἰργάσαντο, ἔργον ἐπι ζητοῦντα, καὶ οὐ ταλαιπωρίαν ἀνόνητον, ἐπιμέλειαν τοῦ ἀμπελῶνος, οὐ τὸ μάτην ἐν αὐτῷ ὅλης τῆς ἡμέ μας δαπανῆσαι τὰς ὥρας; Τὸ γὰρ ἀμείψαι τῶν ἐρω γασαμένων τὴν τάξιν, καὶ πρώτους μὲν τοὺς ἐσχά τους, ἐσχάτους δὲ τοὺς πρώτους ποιῆσαι, οὐδὲν ἄλλο, ἢ τούτων μὲν τὴν σπουδήν, ἐκείνων δὲ ἦν δεῖξαι τὴν ῥᾳθυμίαν. Εἰ δὲ ἕκαστοι τὴν σπουδὴν ἦσαν ἐπιδειξάμενοι τὴν αὐτὴν, ἀναλογοῦσαν τῷ καιρῷ τὴν ἐργασίαν πεποιημένοι, ποίαν εἶχον εύλογον πρόφασιν
col. 941–942page 66 of 78
PG 79:941γογγυσμοῦ, τὸν ἐν ταῖς συνθήκαις συμβιβασθέντα μισθὸν κομισάμενοι, κἂν ἄλλοις πολυπλασίως ἐδί δοτο, εἰ μὴ φθόνος αὐτοὺς ἐλύπει, ὁ καὶ πολλοὺς ἄλ λους λυπών, διαφόρως δυναμένους ταῖς ἑτέρων τι μαῖς; Οὐ γὰρ ἂν οἶμαι γογγύσειν αὐτοὺς, εἴπερ ἄνευ τῶν ἐσχάτων ἦσαν ἐργασάμενοι, καὶ μόνοι και μισάμενοι 8 συνέθεντο, οὐκ ἔχοντες πρὸς οὓς ζηλοτύπως διακείσονται. Νῦν δὲ ἡ τῶν ἀντιζήλων τιμή τὸ τῆς βασκανίας ἐκίνησε πάθος, οὐκ ἂν κινηθέν, ἢ μὴ προκεκρίσθαι ἔδοξαν ἄλλοι, μικρὰ τὰ ἐκείνων δεί ξαντες παραθέσει τῶν οἰκείων, καὶ ἂν ἔμελλον ἐπὶ τῷ ἔργῳ δεχόμενοι ἀσπάζεσθαι συμπεφωνημένον μι σθόν, οὐδενὸς αὐτοὺς κνίζοντος τὸ προτετιμῆσθαι πρὸς φθόνον, τοῦτον λαμβάνουσι γογγύζοντες· τοῦτο μόνον δακνόμενοι, ὅτι ἄλλων ἐκρίθησαν ήττονες· οὐ μόνον μετιστὰς ἐν τῷ κοινωνεῖν τὸν μισθὸν εὑρόντες, ἀλλὰ καὶ φανέντες ἀμείνους τῷ ἐλλάττονι χρόνῳ τῆς ἐργασίας ισοτίμως κεκομίσθαι τὰ ἐπίχειρα. Ελα δες, ὦ οὗτος, τὸ σὸν, τί σε λυπεῖ τὸ αὐτὸ ἄλλος λα βών; Ὁ σὸς οὐκ ἐμειώθη μισθός. Τί σε θλίβει τὸ ἄλλον πλέον σου, ὡς ἐνόμισας, λαβεῖν; Εἰ μὴ ἔγνως κομισάμενον ἕτερον ὅσον αὐτὸς ἡγάπας, ὁ συνέθου λαβεῖν ἐπειδὴ μετὰ σοῦ ἔλαβεν ἄλλος, μικρόν ἐφάνη τὸ σόν. Περισσὸν οὐκ ἐκομίσω; Οὔτε συνεφώνησάς, οὔτε λαβεῖν προσεδόκησας. Τί οὖν ἀδικηθεὶς τὰς τῶν ἠδικημένων ψιθυρίζεις φωνάς; Τί βλά Την ὀδύρῃ, μηδὲν ἀπεστερημένος; Τί φιλοτιμίαν τοῦ οἰκοδεσπότου διασύρεις ὡς ἄδικον; Τί τὴν εἰς τοὺς συμπαθείας ὡς ἄν τις ὑπολάβοι δεομένους χάριν λέ γεις ανώμαλον διανέμησιν; Εἰ μὲν ὑφελὼν τοῦ σοι συγκειμένου προσέθηκεν ἄλλῳ, ἄδικος ἀληθῶς, παρεσχηκὼς τὰ ἑτέρων ἑτέρῳ, καὶ ἐν τοῖς ἀλλοτρίοις ἐπιδειξάμενος μεγαλοψυχίαν ἀδάπανον. Εἰ δὲ καὶ σοὶ τὸ χρέος ἐξέτισεν ὁλόκληρον κἀκείνοις οἴκοθεν ὀφει λήν, ἢ χάριν ἐπέδωκε, τί μέμψιν ὑπάγεις μετὰ τοῦ εὐηργετημένου τὸν εὐεργετήσαντα, πονηρία γνώμης διαβάλλων τοὺς οὐ παρεσχηκότας μέμψεως εύλογον ἀφορμὴν, ἄλλων ἔγκλημα τὸ οἰκεῖον πάθος ποιούμεν νος, καὶ καταδικάζων ὁμοῦ τόν τε παρεσχηκότα καὶ τὴν ταύτης όπωσοῦν ἀπολαύσαντα, ἵνα μὴ κολάσῃ; ἄλογον πάθος, ὅσιον κρίνων τὸ μὴ βασκαίνειν τοῖς ἀλλοτρίοις καλοῖς μηδὲ κατηφεῖν, ἐφ᾽ οἷς εὐφραίνονται ἕτεροι; Τοιοῦτος γὰρ ὁ φθόνος πένθος ποιεῖται τὴν τῶν εὐθυμούντων χαρὰν, αὐτὸς ἐν ὀδύναις διά γων ἀεί. Ἐπεὶ μὴ προχωρεῖ τὸ ἐν οἷς βούλεται και κοῖς εἶναι τοὺς φθονουμένους. Σὺ δὲ καὶ τὸν ἐργά τὴν ἔξω τοῦ ἀμπελῶνος ἤθελες ἑστάναι διὰ παντὸς ἔργον, καὶ τὸν ἀθλητὴν ἄνευ τοῦ ἀντιπάλου διόλου καθῆσθαι ἀγύμναστον, λανθάνοντα τοὺς μαθεῖν ὀφεί λοντας, τίς ἂν οὗτος τυγχάνει τὴν δύναμιν. Καὶ τὸν στρατιώτην ἀναδειχθῆναι ταῖς πρὸς τοὺς πολεμίους μάχαις ἀριστέα δυνάμενον, ὑπορόφιον σκιοτροφεί σθαι κορικῶς θαλαμευόμενον, τὴν ἐν ἕξει ἀνδρείαν ἐπὶ τῶν ἔργων οὐ βουλόμενος λάμψαι, καὶ φειδοῖ τῶν πόνων βασκαίνων τῶν στεφάνων αὐτῷ. Ἐγὼ δὲ τὸν ὀλυμπιονίκην πρὸς ἅπαν ἀθλήσεως εἶδος παρεσκευάσθαι παρακαλῶ, ἀνδρείαν γὰρ τὴν τῶν ἀνο ἐρῶν ἀγωνιζομένην καλῶ, οὐ τὴν τοῦ σώματος βλέ πων ἀσθένειαν.
col. 943–944page 67 of 78
PG 79:943ΚΕΦΑΛ. Γ' Τὴν δὲ τῆς ψυχῆς λογιζόμενος γενναιότητα τοῦ ποικίλως ἐπιτιθεμένου πρὸς πεῖραν ἐχθροῦ ποικίλως ἀπατῶντα ταῖς μεθοδείαις, καὶ ἑκάστη γεγυμνασμένος ἁρμόζεσθαι προσβολή. Πολλά γὰρ αὐτὸν ἐπιτηδεύειν ὁ Παῦλος εἰδὼς, καὶ πᾶσι πρὸς τὸ καταβάλλειν μηχανήν, ἑτοίμους εἶναι πρὸς τὸ ἀντιστῆναι ταῖς ἐφόδοις αὐτοῦ πάντας τοὺς κατ' αὐτοῦ πολιτευομέ. νους βούλεται. Ποτὲ μὲν καθοπλίζων θυρεῷ πίστεως αὐτοῦ καὶ θώρακι διακαιοσύνης, περικεφαλαία τε σωτηρίου, καὶ μαχαίρᾳ πνεύματος· ποτὲ ὡς ἀθλητές ἀλείφων πρὸς τὰ παλαίσματα, καὶ λέγων·. Οὐκ ἔστιν ὑμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας·» ἵνα ἅμα καὶ τὸ πλή θος τῶν πολεμίων μαθόντες, καὶ ὅτι πολεμοῦσιν ἐν σκότει, καὶ ὡς εἰσὶ τὴν φύσιν ἀόρατοι, νήφουσιν ἐγρηγορότες ἀεὶ, καὶ τὰς χεῖρας ἐπὶ τῶν ὅπλων ἔχοντες εὐτρεπισμένας διόλου πρὸς ἄμυναν. Ἐπειδὴ γὰρ κατὰ τὸν σοτών Σωλομῶντα ἀφῄρηται τῶν ἐχε θρῶν ὁ ὕπνος, καὶ οὐ κοιμῶνται, καὶ οὐ μὴ ὑπνώ σωσιν, ἐὰν μὴ κακοποιήσωσιν. • Αγρυπνον ἐχέσ τωσαν, φησί, καὶ οἱ στρατιῶται τὸ ὄμμα, τὰς ὁρμᾶς ἐπιτηροῦν τῶν πολεμίων, ἵνα μή τι πάθωσιν ἐξ ἀμετ ριμνίας ἀβούλητον.» Καὶ τρέχειν συμβουλεύει συν τύμως ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ τὸν συντρέχοντα φύλαττειν, μή που σκελίσῃ δι᾿ αὐτοῦ τὴν συντρέχοντα καὶ πυκτεύειν χειρονομούντα μὲν, ὅτε μὴ πρόεισιν οἱ ἀνταγωνισταί γυμνασίας ἕνεκεν τῆς διδασκούσης τὴν ἐμπειρίαν· παρόντων δὲ, καὶ μαχομένων συστάδην, μὴ κατὰ κενοῦ ἀέρος τὸ περὶ τὰς χεῖρας καταφέρειν ὅπλον, αὐτὴν δὲ διασκάπτειν αὐτῶν κεφαλήν, καὶ ἀμύσσειν τοῖς ὄνυξιν. Ενθεν ὁ Κύριος, ἐπειδὴ κοσμοκράτορες ὄντες τοῦ σκότους οἱ ἀντίπαλοι, κατατοξεύουσιν ἐν σκοτομήνῃ τοὺς εὐ θεῖς τῇ καρδίᾳ, καὶ πᾶσαν ἐπιβουλὴν ἐπιχειροῦσιν ἐν σκότει, τὸ δυσφώρατον, ἢ ἀφώρατον, ἑαυτοῖς ἐκ τούτου πραγματευόμενοι ὅπως ἀδικῶσι, καὶ ἐπιβουλεύωσιν οὐχ ὁρώμενοι. Φησίν· «Αἱ ὀσφύς; ὑμῶν ἔστωσαν περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι, εὐσταλεῖ; μὲν εἶναι θέλων πρὸς τὸν δρόμον τῇ ζώνῃ. φυλάττεσθαι δὲ τῷ καιομένῳ λύχνῳ τὴν τῶν συν τρεχόντων ἐπήρειαν. Τοῦτο γὰρ ὁ μὲν Παῦλος Ελε γενοι Οὕτω τρέχω ὡς οὐκ ἀδήλως» τῷ φωτὶ κεχρημένος ὁδηγῷ πρὸς τὸ ἄπταιστον τοῦ καλοῦ δρόμου. Ὁ δὲ Δαβίδ· «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου, τὴν ὁδὸν τῶν ἐντολῶν σου, λοιπὸν τρέχων ἀμώμως, καὶ τὰ τιθέμενα παρ' αὐ τῶν ἐχόμενα τρίβου σκάνδαλα τὰ μὲν ἐκκλίνων εὐσκόπως, τὰ δὲ ὑπεραλλόμενος οξυτάτῃ τοῦ δρόμου
col. 945–946page 68 of 78
PG 79:945φορά ἅπαξ προκόψας μετεωρισμῷ τοῦ λογισμοῦ, καὶ ἀσφαλῶς λοιπὸν περιαθρῶν πάντοθεν τὰ ἐν μέσῳμ προσκόμματα. ΚΕΦΑΛ. Δ'. ὡς γὰρ τὸν ὀφιόδηκτον θροεῖ καὶ σχοἶνος σπειρη ὃν ἐῤῥιμμένη, τοῦ φόβου πλάσσοντος τὴν ὄψιν πρὸς τὴν ὑπόνοιαν, καὶ τὴν ἔννοιαν παραπέμποντος τῇ πείρᾳ· οὕτω μετὰ τὴν ἁμαρτίαν τοῦτον καὶ αἱ μὴ κε κωλυμέναι τῶν ἐπιθυμητῶν χρήσεις κατέπληττον, δεδοικότα μή πού τις αὐταῖς πρὸς ἁμαρτίαν τοῦ ἐχθροῦ δόλος ἐγκέκρυπται δέλεαρ ἀπάτης προσ τιθέντος τὰ ἐφειμένα πρός τι τῶν ἀπηγορευμένων ἑλ. κῦσαι μηχανωμένου· καθάπερ είλκυσε πάλαι τῇ ὄρει τῆς γυναικὸς πρὸς τὸ ἔνεδρον ἀγαγὼν τῆς ἀθε μέτου μοιχείας. Καὶ τοῦτο δῆλον, ἐξ ὧν ἐπιθυμήσας ἐν πολέμῳ τοῦ ἐν Βηθλεὲμ ὕδατος, οὐκ ἠνέσχετο, κομισθέντος, ποιεῖν, καὶ τὸ μετ᾿ ἐπιθυμίας δίψος ὁμολογήσας, καὶ τὸ ἐγκρατὲς ἐπιδειξάμενος εἰ μὴ κολάσοι τὸ ἀδεὲς τῆς ἐπιθυμίας, ὁδὸν εὔκολον πρὸς πᾶσαν ἡδονὴν ἀνοίξειν αὐτῇ λογισάμενος. "Αλλος δέ τις τῶν θεσπεσίων ἀποστόλων καὶ λέοντα ὀνομάζει τὸν ἐχθρὸν, οὐδὲν ἀνύσαντα τοῖς σεμνοτέροις σχηματισμοῖς, ὧν ἐσπούδαζεν εἰς ἐπιβουλήν, καὶ θηρίων πρὸς τὸ φοβῆσαι λοιπόν μιμούμενον εἰκότως μορ φήν, ὧν ἔχει τὴν ὠμότητα, τούτων ὑποδυόμενος τὸ μορμολύττεσθαι δυνάμενον εἶδος. Φησί γάρ· Ὁ ἀν τίδικος ἡμῶν διάβολος ὡς λέων ωρυόμενος περιπατεί ζητῶν τίνα καταπίῃ, ᾧ ἀντίστητε γενναίως.» Τῷ μὲν ὠρυώματι τὴν ἐκείνου βλαπτικήν δηλώσας μα νίαν, τῷ δὲ ἀντίστητε γενναίως μηνύσας ἣν ἔχειν οἱ θηροκτόνοι ἐξ ἀσκήσεως ὀφείλουσι δύναμιν, την φυσικὴν ἐπιῤῥωννύντες όσημέραις ταῖς πυκναῖς ἐργασίαις. Οὐ γὰρ φυγεῖν εἶπεν, ἢ ἐκτραπῆναι τὸν θέρα βρυχόμενον, ἀλλ᾿ ἀντιστῆναι τούτῳ, καὶ ἀντι Εἶναι εὐτόνως προσέταξε· δύναμιν ἔχειν εἰδὼς ἔκα στον πρὸς τὸ τῆς οἰκείας υπερμαχεῖν ἀσφαλείας, καὶ τὰ πρὸς τὴν ἄμυναν ὅπλα συμφυῆ, καὶ ἀχώριστα πᾶσιν ὄντα. ΚΕΦΑΛ. Ε'. Πάλιν ὁ Παῦλος ὑπαγορεύει λέγων· ο Παραστήσατε τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ, ο τούτοις τοὺς ἐπιστήμονας βάλλειν διδάσκων τὸν πολέμιον, οἷς μ οἱ ἄφρονες βάλλονται ὑπ' αὐτοῦ· ἵνα ὀφθαλμὸς μὲν πολεμῇ παντὶ τῷ δι' ὄψεως ἀπατᾷν δυναμένῳ, ἀκοὴ δὲ μάχηται ταῖς φθείρειν ἤθη χρηστὰ ἐπισταμέναις ὁμιλίαις κακαῖς· Οσφρησις δὲ τοὺς χαυνοῦν, καὶ ἐκ λύειν τῆς ψυχῆς τὸ παράστημα ειωθότας ἀτμοὺς ἀποστρέφηται σπουδαίως· γεῦσις δὲ τοὺς κεκαρυκευ μένους πρὸς τὸ ἄγαν ἡδὺ παραιτῆται χυμούς, καὶ ἀφὴ μὴ λογίζηται τὰ μαλακότητι καὶ λειότητι πρὸς ἡδονὴν γοητεύοντα σώματα, καὶ χεὶρ πλεονεκτική ἐκτείνηται εἰς μετάδοσιν, καὶ πόδες ἐπισπεύδοντες, κατὰ τὸν Σολομῶντα, κακοποιεῖν, ὁδὸν ἐντολῶν τρέ
col. 947–948page 69 of 78
PG 79:947; χουσιν ἠπειγμένως, καὶ γλῶσσα δύσφημος εὐχάριστα φθέγγεται βήματα. Οὕτω γὰρ γίνεται ὅπλα δικαιοσύνης τὰ ὅπλα τῆς ἁμαρτίας, ἀντιστρόφως βαλλόμενα κατὰ τοῦ πρὶν αὐτοῖς ἀποκεχρημένου πρὸς ὅλε θρον τῶν κεκτημένων. Διὰ τοῦτο τραχύς, καὶ θυμοῦ πνέων ἀνίσταται κατὰ τῶν ἀφισταμένων αὐτοῦ, καὶ Θεῷ προστιθεμένων, ὁ τύραννος ὑπάγεσθαι τὸ ἀπο διδράσκον σπεύδων, ὡς ἔθει μακρῷ γενόμενον ὑπο χείριον, καὶ πειρασμοῖς ὑποβάλλει ποικίλοις, πάντ σθεν θλίψεις, πάντοθεν περιστάσεις κινῶν· ῖνα ὁ ἐν κακία βίος διὰ τὸ ἀθόρυβον κριθεὶς ἀνεκτὸς, παλινδρομῆσαι παρασκευάσῃ ὡς ἐπ' εὔδιον λιμένα την ἄνεσιν τὸν ὡς ἐν πελάγει τοῖς πειρασμοῖς χειμαζί. μενον, λέγοντα πάντως τὸ τῶν κακοπαθούντων ἐν τῇ ἐρήμῳ· «Βέλτιον ἦν ἡμᾶς δουλεύειν ταῖς Αἰγυπτίοι:, ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ.» Αἱρετώτερον γάρ τοῦ μάχεσθαι ταῖς ἐπιθυμίαις, τὸ ὑπακούειν ταύταις κρίνει ὁ ραστώνην ἀγαπῶν, ὅταν ἴδῃ τῆς ἀρετῆς τὴν ὁδὸν τραχείαν, καὶ δύσβατον, καὶ πολλοὺς πολλαχόθεν τοὺς θλίβοντας ἔχουσαν, τοὺς μὲν συνήθεις ποτέ τε λευταῖον γινομένους εχθρούς, καὶ διώκειν ὀπίσω πρὸς τὸ δουλαγωγεῖν ἐθέλοντας· τοὺς δὲ ἀληθεῖς, καὶ οὐ γνωρίμους ὑπαντῶντας, καὶ τὴν ἐπὶ τὸ κείν μενον ἀγαθὸν κωλύοντας προκοπήν. Οὕτω πολλὰ τῶν τέως ἁγνώστων ἐθνῶν τοὺς Ἰσραηλίτας της παρόδου εἴργειν ἐφ' ὅσον ἐδύνατο, λέγοντα·· Οὐ παρελεύσῃ δι' ἡμῶν, ο βασκαίνοντα τῆς ἐπὶ τὰ συμφέροντα που ρείας αὐτοῖς. Ὁ δὲ Φαραὼ ἔτι μὲν ἔχων αὐτοὺς παρ' ἑαυτῷ τὴν φυγὴν σκεπτομένους γε τοῖς εἰς τὰ τοιαῦ τα συνεργοῦσιν αὐτῷ· «Βαρυνέσθω τὰ ἔργα τῶν ἀνθρώπων τούτων, κ τὴν ἄδειαν αὐτοῖς γεγενῆσθαι νομίσας ἐπιτριβὴν πρὸς αὐθάδειαν, ἀναχωρήσαντας δὲ μετεδίωκε σπουδαίως ελευθεριάζειν οὐκ ἐπιτρέπων ὡς ἐβούλοντο, καὶ ἐπεφύκεισαν, δούλους δὲ πάν λιν κεκτῆσθαι σπεύδων τοὺς εὐπατρίδας, καὶ ἐλευθέρους, καὶ ὄντας, καὶ εἶναι δυναμένους ἀεί, Αλλ' αἱ μὲν ἰσχυρογνώμονι λογισμῶ τὴν τούτου φυγόντε; δουλείαν, πᾶσαν πλητικῶς ἤνεγκαν απαντήσασαν κάκωσιν, ἕως εἰς τὴν σπουδαζομένην ἔφθασαν τε λειότητα· οἱ δὲ μὴ πάνυ κεχρημένως καταλιπόντες αὐτὸν, μὴ φέροντες τὰ δυσχερῆ τῶν τῆς ἀρετῆς προ σιμίων (χαλεπαὶ γὰρ αἱ ἀρχαὶ παντὸς ἔργου, καὶ δυσάρεστοι, καὶ μάλιστα τῶν ἐπιπόνων πρὸ τῆς ἕξεως) υποστρέψαι εἰς Αἴγυπτον ἐλογίσαντο, δεσπό την αὖθις αἱρούμενοι, τὸν ὅτε καλῶς ἐδοκίμασαν φα νέντα δυσμενῆ, καὶ πολλοῦ μίσους ἄξιον. Φασὶ γάρ Δῶμεν ἀρχηγὸν καὶ ὑποστρέψωμεν εἰς Αἴγυπτον, ο εὔκολον ἡγούμενοι τὴν ὑποστροφὴν τῆς μετὰ πολλού κόπου ἀνυσθείσης ὁδοῦ. Καὶ πάλιν· «Παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν Αἰγύπτῳ ἐξήλθομεν ἀποθανεῖα ἐν ἐρήμῳ,» λέγοντες διὰ τὴν ἀργίαν, τὸ μεθόριον ἀρετῆς, καὶ κακίας οὐδέπω τοῦ ἐκκλίναντος ἀπὸ τοῦ κακοῦ ὁμολογουμένως ὄντως ἐν τῷ ἀγαθῷ, μεταξύ τέως φρουρουμένου τούτου κἀκείνου, ἕως παν τελῶς ἀπαλλαγεῖς τοῦ ἑτέρου ἐν τῷ ἑτέρῳ παγίως ἀμφοτέρας ἐρείσει τὰς ἐγνύας οὐκ ὀκλάζων ἔτι ὡς πριν, οὐδὲ ποτὲ μὲν βέπων ὧδε, ποτὲ δὲ ταλαντεύων ἐκεῖσε.
col. 949–950page 70 of 78
PG 79:949ΚΕΦΑΛ. Γ'. Τοιοῦτος γὰρ ὁ ἀναχωρῶν τῆς πονηρᾶς συνηθείας ἕλκεται τὰ πολλὰ ὀπίσω, κἂν ἐπείγηται πρόσω, προκόπτων ἐφ᾽ ᾧ σπουδάζειν βιαζόμενος, καὶ ἀγχι στρόφοις ῥοπαῖς, ἐπὶ πολὺ κλίνειν ὧδε καὶ ὧδε, μέσ χρι; ἂν γυμνασίᾳ πολλῇ, καὶ χρόνῳ, αὐτὸν ἀπομαθεῖν τὰ πρῶτα· ἔθιμα δὲ σχεῖν παρασκευάσῃ τὰ δεύ τερα καὶ καθάπερ μεθηλικιωθέντα ἐκ μειρακίου εἰς ἄνδρα καὶ ἀπὸ τῆς παρούσης πρὸς τὴν παρελθοῦσαν, οὐκέτι, κἂν ἐθέλῃ, δυνάμενον· ἄτοπον γὰρ τὸ μὲν σῶμα νόμῳ φύσεως ἀκολούθως ἀμείβειν τὰς ἡλικίας ἀπὸ τῆς παιδικῆς ἐπὶ τὴν πρεσβυτικὴν ὁδεΰον σεμνότητα, καὶ τῇ πολιᾷ στίλβειν ἀξιοπίστως, καὶ τῇ καταστάσει γίνεσθαι λαμπρὸν, καὶ αἰδέσιμον· τὴν δὲ ψυχὴν μὴ προκόπτειν τὴν ἰδίαν προκοπήν, ἐν τῷ ἀγαθῷ, μηδὲ τὰς ἐν τῇ ἀρετῇ ἀνύειν ἐνθέσμως ἡλι κίας ἐξ ἄλλης μεταβαίνουσαν ἐπ' ἄλλην, καὶ φθάνουσαν οὕτως ἐπὶ τὴν ἀξιέραστον τελειότητα, ένα πομέ νειν δὲ τῇ ἀφρονούσῃ παιδική καταστάσει, ἢ τῇ μετ' αὐτὴν χαιρούσῃ ταῖς νεωτερικαῖς ἐπιθυμίαις, καὶ ἐν παρηβηκότι τῷ σώματι νεάζειν ἔτι, καὶ ἀκμάζειν ἐν τοῖς κατεγνωσμένοις τούτοις, τερπομένην διόλου, οἷς νήφοντες οὐδὲ πρὸς ὀλίγον ἐτέρφθησαν μείρακες. *Οτι δὲ διαφορὰς ἡλικιῶν ἀμείβει καὶ αὐτὴ ἐκ νηπιότητος προβαίνουσα ἐπὶ τελειότητα, διδάσκει ποτὲ μὲν λέγων ὁ Παῦλος· «Ως νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· › ποτέ δέ·. Μέχρι κατα αντήσομεν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Καὶ πάλιν· ο Οτε μην νήπιος, ἐλάλουν ὡς νήπιος, έφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιο;· ὅτε δὲ γέγονα ἀνὴρ, κατα ἡργηκα τὰ τοῦ νηπίου.» Οἶδε δὲ καὶ γεννηθέντας ἅπαξ τινὰς καὶ δεομένους αὖθις ἄλλης γεννήσεως, ἐκ φωτὸς πάλιν ἐπὶ νηδὺν ἀνακάμπτοντας, οἷς φησι Τεκνία μου,ούς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν, ο Εμβρυα πάλιν ποιῶν τοὺς εὐδοκία μους φέροντας ἐπὶ τοῦ εἴδους τοὺς τοῦ Χριστοῦ χα ρακτῆρας, μηδὲ τὸ κατ' εἰκόνα μορφωθέντας καλῶς εἴ πως τὸ τερατόμορφον ἀποθέμενοι μεταβάλοιεν πρὸς τὸ ἄρτιον, καὶ ὁλόκληρον, τῷ γεννήσαντι ὁμοιωθέντες, καὶ γνήσιοι τούτου, καὶ οὐχ ὑποβολιμαῖοι, καὶ νόθοι γνωριζόμενοι παῖδες. Έδει δὲ μᾶλλον εὐκόλως τὴν ψυχὴν παρατρέχειν τὰς καταστάσεις, ἢ τὸ σῶμα τὰς ἡλικίας, ἐφ' ὅσον μὲν τοῦτο χρόνον ἀνάγκαις δουλεύει, καὶ φύσεως ὑπόκειται νόμοις ἐξουσίαν οὐκ ἔσχον μεταβῆναι πρὸς ὅπερ οὐ μετάγει καιρός, οὐδὲ ὑπερβῆναι δυνάμενον τὴν ἐγγίζουσαν, καὶ ἐπιβῆναι τῇ μετ' αὐτὴν ἀτάκτῳ φορᾷ, ἑκάστης ηλικίας ώρι σμένον χρόνον παρεχούσης αὐτῷ, καὶ παραδραμεῖν οὐ συγχωρούσης πρὸ ὥρας, καὶ μετελθεῖν πρὸς τὴν γείτονα. Εκείνῃ δὲ προαιρέσει ἀναμένουσα τῇ ἐνα εστώσῃ ἕως ἂν βούληται, καὶ μεταβαίνουσα πρὸς τὴν ατέραν ὅτε βούλεται, ἀκώλυτον ἔχει τὴν ὅτε θέλει μετάβασιν, κἂν ὑπερβῆναι τὰς ἐν μέσῳ προέληται,
col. 951–952page 71 of 78
PG 79:951τῷ ἄλματι, καὶ ἐπ' αὐτῆς φθάσαι τῆς εἰσαγωγῆς ἐπὶ τὴν τελειότητα, γνώμῃ καὶ σπουδῇ μεταβαινούσῃ ἀφ' ὧν ἂν κρίνῃ, ἐφ' ἃ ἂν προθῆται βεβαίῳ, καὶ ἀκινεῖ λογισμό. ἔξεστιν αὐτῇ ἀπ᾿ ἄκρου πηδῆσαι ἐπ' ἄκρον κούφω ΚΕΦΑΛ. Ζ. Περὶ τῶν ἀκολουθησάντων τῇ τοῦ Μωϋσέως προθέσει. Οὕτως εἰ τὴν τοιαύτην Μωϋσεί τῆς ἐλευθερίας ἐσχηκότες ἐπιθυμίαν ἀμεταθέτῳ φραξάμενοι καρτε ρίς τὴν πρόθεσιν πάντων ἐγένοντο τῶν προπεσόντων ἀεὶ σκυθρωπῶν ἀνώτεροι, πολεμίων μὲν οὐ κατα δείσαντες πλῆθος ἀσύνοπτοι· πεῖναν δὲ καὶ δίψαν τὰς δυναστευούσας ἐν σώματι βαστάσαντες ἐγκρατῶς, έπειδὴ πίστις αὐτοῖς ἀνενδοίαστος τῆς ἐλπιζομένης ἀπολαύσεως τὸν ἐνεστῶτα τέως ἐπεκούφιζε πόνον προσδοκία χρηστῇ παραμυθουμένη τὴν πεῖραν τῶν παρόντων ἀνιαρῶν, καὶ τὰ ἐν χερσὶ λυπηρὰ ἐπικιρ νῶτα τῇ τῶν μελλόντων ἀγαθῶν εὐφροσύνη. Ο δε γὰρ ὁ νοῦς φαιδροῖς ἐνασχολούμενος λογισμοῖς, οὐ πολλὴν τῶν ἐνοχλούντων λαμβάνει αἴσθησιν θλιβε μῶν, καὶ τὰ παρόντα ἐπαχθῆ ἀμβλύνειν μελέτῃ τῶν ἐν οἷς ἔσται μετὰ ταῦτα καλῶν. Διὰ τοῦτο πρὸς τὰς χρείας αὐτοῖς μετεστοιχειοῦτο ἡ κτίσις αρμοδίως, καὶ θάλασσα μὲν ἠπείροῦτο διωκουμένοις, τὸ διαιρε δὲν τοῦ πελάγους, ὁδὸν παρέχουσα ξηράν, καὶ τὰ ἑκατέρωθεν τοῦ ὕδατος τμήματα, πρὸς ὕψος ῥεῖθρα, καὶ τὴν παλίῤῥοιαν ἐπισχοῦσα ἀποκρήμνως, καὶ κρυσταλλομέναις ταῖς ἀμπώτισιν ἕως παρῆλθον οἱ Ο σωζόμενοι, πέτρα δὲ σκληρά, καὶ νοτίδος άμοιρος, λίμνην, καὶ πέλαγος ἴστη περὶ ἑαυτὴν ἀφθόνους ἐκ βάθους βλύζουσα οχετούς ποτίμου, καὶ προσηνοῦς νάματος, οὐρανὸς ἀντὶ γῆς ἐγεώργει τὸ μάννα, ἄσπου μου κατανίφων καρπὸν καὶ σχεδιάζων τοῖς πεινῶσιν ἀταλαίπωρον τράπεζαν, οὐ μόνον ἔνδειαν πληροῦσαν γαστρός, ἀλλὰ καὶ τὴν ἑκάστου πληροῦσαν ἐπι θυμίαν τῇ μεταβολῇ τῆς ποιότητος, οὗ γάρ τις τῇ μνήμῃ ἐδέσματος ἐλάμβανεν ὄρεξιν, τούτου την γεί σιν εὕρισκεν ἐν αὐτῷ ἐκεῖνο νομίζων ἐσθίειν, ὅπερ εἶχεν εἰς ἐπιθυμίαν μιᾶς ὕλης ὑπηρετούσης ταῖς ἁπάντων πολυτρόπως ορέξεσι, καὶ μιμουμένης ἐν τῇ γεύσει πάσης ποιότητος αἴσθησιν. "Υδωρ ἐγλυκαίνετο πικρὸν, καὶ μετέβαινεν ἀθρόως ἐξ ἄλλης εἰς ἄλλην ποιότητα, προσηνές γινόμενον πόμα, ἀντὶ τῆς ἕνα ἄγχος ανιούσης, καὶ ἀηδιζούσης γεύσεως· ἀήρ ᾠοτοκεῖν οὐκ εἰδὼς, ἔτικτε ἑτοίμως όρτυγομήτραν, καὶ ταύτην ἐλαύνων πνεύματι βιαίῳ, παρ' αὐτὰς ἐσώρευε τὰς σκηνὰς τῶν δεομένων τροφῆς, ἀσαγήνευτον ἄγραν αὐτοῖς τοὺς ὄρνις εἰς χεῖρας διδούς· νύξ εἰς ἡμέραν μετεβάλλετο φωτιζομένη στύλῳ πυρός· ἡμέσ ρας ἡλιακὸς ἀνεστέλλετο φλογμός, νεφέλης ἐπιπολαζούσης τῷ πλήθει, καὶ μεσιτευούσης τούτοις. ταῖς ἐκ τοῦ πόλου τεταμέναις ἀκτῖσιν ὡσὰν μὴ θάλποντο κατὰ τὴν ὁδοιπορίαν πεζεύοντες ὕπαιθρος, στεγανῷ δὲ τῆς νεφέλης σκιάζοιντο τῷ ἁπλώματα, εὔκολον η
col. 953–954page 72 of 78
PG 79:953τὴν πεζοπορίαν ποιούμενοι καθάπερ υποῤῥόφιοι δι ἄγοντες, καὶ οὐχ ὑδεύοντες γυμνὴν πάντοθεν, καὶ ἄσκιον ἐρημίαν. Οὐκ ἐπαλαιώθη τούτοις, οὐ πέτ πλον, οὐ πέδιλον ἐπὶ χρωτός τεσσαράκοντα έτεσιν ὄντα διηνεκῶς· οὐκ ἐφθάρη υποζύγιον πρὸς τοσοῦτον διαρκεῖν οὐ πεφυκός χρόνον. Οὐ νόσος, οὐ φθόνος, οὐ πυρετός, οὗ ρίγος, οὐκ ἄλλο τι τῶν ἐντκήπτειν εἰωθότων τοῖς σώμασι, συνέπεσε τούτοις ἀρρώστημα Οὐκ ἦν γὰρ ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Ενίκησαν χάριτι Θεοῦ τὴν φύσιν κρείττονες της κατ' αὐτὴν ἀσθενείας γενόμενοι, καὶ τὰς συνεζευγμένας τῷ σώματι αρνησάμενοι κῆρας. Πολεμίων φάλαγγες φοβεραὶ πρὸς συμπλοκὴν ἔπεσον ἄλλος ἐπ' ἄλλῳ κατενεχθέντες άτρωτοι, σημεῖον τῆς προασπι ζούσης χειρός. Τείχη κατηρειπώθη μηχανῆς ἄνευ χειρὸς ἀνθρωπίνης αυτομάτως κατενεχθέντα νεύματι.» θείῳ. Εθνη πολλά, καὶ πολυάνθρωπα δυνάμει καθ ηρέθη κρυφία, σχολάζουσαν αὐτοῖς, καὶ ἀμέριμνον οἴκησιν καταλιπόντα τὴν γῆν. ΚΕΦΑΛ. Η'. Καὶ τοῦτο ἦν, ὅπερ ὁ ὑμνογράφος ὕστερον ἔλεγε Δαβίδ· «Η χείρ σου ἔθνη ἐξωλόθρευσε, καὶ κατεφύτευσας αὐτούς. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτοὺς, ἀλλ᾽ ἡ δεξιά σου, καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐ τοῖς.» Τῶν εὐαρεστούντων Θεῷ διαγράφων τὴν ἐν πᾶσιν ἀσφάλειαν, ὅπως ἕκαστον ἀνύηται τῶν χρησίμων αὐτοῖς, πρόνοιαν Θεοῦ δικαίαν καρπουμένοις την ἄνωθεν κηδεμονίαν, καὶ πάντοθεν ἔχουσι διὰ τὴν ἐπὶ τὸν σώζοντα ἐλπίδα τὸ ἀπτόητον. Οὗτοι γάρ εἰσιν οἱ λέγοντες· «Οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν, ο κἂν πᾶσα ἡ κτίσις κλονουμένη ταράττηται, καὶ θορυβῆται κυκλουμένη επαλληλία κακῶν, οὐ δεν δοικότες, οὐδὲ τρέμοντες, καθάπερ οἱ πάντα κτύπον προσδοκίᾳ δεινού τινος καταπεπληγμένοι, καὶ τοὺς προσπίπτοντας ήχους πρὸς ἦν ἔχουσιν ὑποψίαν σχη ματίζοντες οἰκείως. Οὐδὲν γὰρ συνειδήσεως κεντουμένης μνήμῃ πράξεως πονηρᾶς ἀσθενέστερον, πάντα ἡγουμένῃ ἐχθρά, καὶ πολέμια, καὶ πρὸς ἄμυναν ἐπι τήδεια, δι' ἣν ἔνδον ἔχει κολάσεως ἀεὶ προσδοκίαν ἐπὶ τοῖ; πεπραγμένοις κακοῖς, κἂν μηδεὶς ἐλέγχειν δύνηται, θορυβουμένη τῷ ἔνδον ἐλέγχῳ, καὶ πάντας εἶναι δοκοῦσα τῶν λανθανόντων συνίστορας. Αλλ οὐχ ἡ καθαρεύουσα πονηρίας οὕτω· πολὺ γὰρ αὕτη τὸ πεποιθὸς ἔχει οὐδαμόθεν ὁρῶσα καταγνώσεως εὔ λογον αἰτίαν, καὶ θαῤῥοῦσα, ὡς ἔσται πάντοτε πᾶσιν ἀχείρωτος, τὸ ἀνυπαίτιον ἔχουσα παρρησίας ἐφόδιον, καὶ ποτὲ μὲν λέγουσα· «Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδιά μου· › ποτὲ δέ· Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κυ
col. 955–956page 73 of 78
PG 79:955τοῖς λόγοις, καὶ ἐν τοῖς ἔργοις ὁ ἐλπίζων ἐπὶ τὸν Θεόν, δῆλον ἐξ αὐτοῦ τοῦ ταῦτα εἰπόντος Δαβίδ, δς τῇ πεποιθήσει ταύτῃ, γυμνὸς μὲν πολεμικῶν ὀργά νων πρὸς πεφραγμένον ὅπλοις, μειράκιον δὲ πρὸς γίγαντα τεθαρρηκότως έχώρει τὸν διάφημον Γολιάθ, ῥάβδον καὶ λίθους ὡς κατὰ κυνῶν μόνον λαβών, καὶ καταβαλὼν ὡς κύνα αὐτὸν μιᾷ λίθου βολῇ, οὐκ ἰσχύλ σώματος, δύναμει δὲ, οὗ ἔχειν ἔλεγεν οὐχ ὁρωμένου ὅπλον σεβασμίου ὀνόματος τοῦ Θεοῦ. Τούτῳ γὰρ ἀπῄει τῷ ἀμυντηρίῳ θαῤῥῶν, καὶ τὴν γνώμην τοῖς λόγοις δήλην ποιῶν. Φησί γάρ· «Σὺ ἔρχῃ πρός με ἐν ῥομφαίᾳ, καὶ δόρατι, καὶ ἀσπίδι· ἐγὼ δὲ πορεύσομαι πρὸς σὲ ἐν ὀνόματι Κυρίου Θεοῦ Σαβαώθ παρτ τάξεως Ισραήλ·, ἑνὶ τούτῳ πρὸς τοσαύτην σκευήν κλῳ συνεπιτιθεμένων μοι καὶ ὅτι τοιοῦτος καὶ ἐν παραταττόμενος ὅπλῳ. Τούτῳ γὰρ καὶ τὴν βολὴν τοῦ λίθου πρὸς τὸν σκοπὸν τοῦ προκαλουμένου ἀπεύθυνε, καὶ διέρρηξε κράνος χαλκήλατον, καὶ τὸ ἀναιδὲς επάταξε μέτωπον, καὶ κατέβαλε τὸν ἀλαζόνα εἰς γῆν στρώσας τὸν ἐπηρμένον τῷ φρονήματι. ΚΕΦΑΛ. Θ'. Καὶ ἐπεὶ ταῦτα παιδικῆς ἔργα χειρός τοιαῦτα Ισχυσάσης οἷα μόλις ἂν ἴσχυσεν ἐκ πετροβόλου μηχανῆς διεκπετάσας χερμάδιος λίθος, καὶ κριός πολλῷ ῥοιζήματι προσπεσών, καὶ διωκόμενος δὲ παρὰ τῶν ἐχθρῶν, οἷος ἦν τῇ πίστει, τοιοῦτος ἠλέγχθη τῇ πείρᾳ οὐδὲν οὐδέποτε παθών, ὧν διαθεῖναι @ ἐσπούδαζον οἱ διώκοντες, ἀεὶ δὲ κρείττων πάσης ἐπιβουλῆς γενόμενος, καὶ ἐξ ἀμηχάνων ἀμερίμνως κινδυνεύων σωθείς· οὕτω διωκόμενον. αὐτόν ποτε παρὰ τοῦ Σαούλ ἐσκέπασε πέτρα εκάτερον σκιάσασα ἑκατέρᾳ πλευρᾷ, καὶ μερίσασα τὸν ζητοῦντα καὶ τὸν ζητούμενον, ὅπως τηρηθῇ ἀβλαβὴς ὁ ἐκ τοῦ πλήθους ἀδικηθῆναι δυνάμενος. Οὕτως ἐν δρυμῷ καταληφθεὶς ὑπὸ τοῦ πολεμίου υἱοῦ ᾿Αβεσαλώμ, ἐπεὶ μὴ εἶχε στρατὸν ἀναλογοῦντα τῇ ἐπιτιθεμένῃ δυνάμει (ὀλιγοστὸς γὰρ πάντη πρὸς μάχην ἠναγκάζετο συμμίξαι τῷ ἔθνει) αὐτοῖς τοῖς ξύλοις τοῦ ἄλσους κατὰ τῶν παρανόμως ἐπιστρατευσάντων συμμάχοις ἐχρήσατο ἕκαστον φυτὸν ὁπλισάμενος πρὸς ἄμυναν τῶν ἐπε ελθόντων τῆς ἀγωνιζομένης δυνάμεως, καὶ τοῦτο δι' αὐτῶν ἐργασάμενος, ὅπερ ἂν εἰργάσατο πλῆθος ἐμπείρου πολεμίου χειρός· ἐπλεόνασε γάρ, φησί, κατα φαγεῖν ὁ δρυμός, ὑπὲρ οἷς κατέφαγεν ή μάχαιρα. Μία μὲν γὰρ μετὰ τὴν τροπὴν τοῦ πολέμου φεύγοντα δρᾶς ἀνήρπασε τὸν πατραλοίαν δραξαμένη τῆς κατ μης, καὶ τῆς φερούσης αὐτὸν καθελοῦσα ἡμιόνου, καθάπερ στρατηγὸς νίκης σύμβολον κατείχεν αἰχμάλωτον μείρακα ἐπὶ περιόπτου θριαμβεύουσα τῆς ἀλόγου τόλμης τὸ ἀλάστορα· ἄλλαι δ' ἀλλαχόθεν, καὶ πανταχόθεν ἅπασαι ὑπένυττον τοὺς πολεμίους ξίφεσ σιν, ὥσπερ κατ' αὐτῶν κεχρημέναι τοῖς ὄρπηξιν. Οὕτως περιεχόμενος ἄλλοτε πλήθει πάντοθεν πολε
col. 957–958page 74 of 78
PG 79:957μίων ἀμερίμνως εκάθευδε, σημεῖον τοῦ μὴ φροντί. ζειν τῶν κυκλωσάντων, τὸ ἀδεὲς τοῦ ὕπνου τοῖς μαθεῖν τὸ πεποιθὸς τῆς ἐλπίδος βουλομένοις ἐπισ δεικνύμενος, καὶ τεκμήριον ἀναμφίλεκτον. Ενθεν ποτὲ μὲν ἔλεγε σεμνυνόμενος· «Ἐγὼ ἐκοιμήθην, καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου, δ τῷ ἀντιλήπτορι πιστεύσας ἐν τῷ καθεύδειν τὸ σῶμα, καὶ τὸ δυνατὸν τῆς ἀντιλήψεως εὐθὺς τῷ ἔργῳ μαθών, διαναστάς γὰρ εὗρε φρουρηθέντα παρὰ τοῦ φύλακος ἑαυτὸν ὡς παρὰ Θεοῦ ἀσφαλῶς. Ποτὲ δέ φησι· «Πάντα ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου Αμυνάμην αὐτούς.» Τούτῳ πάλιν κατὰ τῶν ἐπιθεμένων τῷ ὅπλῳ χρησάμενος, ὡς κατὰ τοῦ Γου διαθ πάλαι ἐχρήσατο. Ενεργὸν τῆς δυνάμεως την πεῖραν δεξάμενος, εὐκόπως ἅμα σφενδονήσας τὸν λίθον, καὶ ἰσχυρᾷ πληγῇ καταλαβὼν τὸν ἀντίπαλον. Τοῦτον ζηλώσαντες οἱ μετ' αὐτὸν καλῶς ἔλεγον πρὸς τὸν Θεόν· ὁ Ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν· ἡ γέλωτα, καὶ χλεύην αὐτοῖς τιθέμενοι παρούσης τῆς αὐτοῦ βοηθείας, καὶ δια πτύειν παρασκευαζούσης· ὡς δὲ εἰς χεῖρας ἐλθεῖν δι' εὐτέλειαν ὄντας ἀξίους, αὖθις δὲ δείκνυσι λέγων Ἐὰν πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ. "Οτι κίνδυνοι θανα τικοὶ τότε βαπτίζουσιν, ὅτε μακράν ἐσμεν ἀνάξιο βοηθείας ὄντως Θεοῦ, ἐγγὺς δὲ καὶ πλησίον πίστει καὶ ἔργοις τυγχάνοντες αὐτοῦ πάσης ἐπιβουλῆς, καὶ βλάβης ἐσμὲν ἀνώτεροι, τῆς ὑψηλῆς χειρὸς πρὸς ύψος αἱρούσης ἡμᾶς τῶν κάτω κινδύνων δυναστευόντων, καὶ οὐ φθανόντων ἅψασθαι τῶν τὰς τοιαύτας βλάβας ὑπεραναβεβηκότων τῷ βίῳ. Τοῦτο ὁ Θεὸς τοῖς τῇ τοιαύτῃ καταστάσει πλησιάσασιν ἔλεγεν Ἐὰν διαβαίνῃς δι' ὕδατος, ποταμοὶ οὐ συγκλείω σουσί σε, καὶ ἐὰν διαβαίνῃς διὰ πυρὸς, φλὸς οὐ κατα καύσει σε, ὅτι μετὰ σοῦ ἐγὼ Κύριος ὁ Θεός.» Διὰ τὸ μηδὲν ὑπὸ τῶν ταχέως φθειρόντων τὸ ζῶον ἀδι κεῖσθαι στοιχείων, τοῦ μὲν διὰ τῆς ἀναπνοῆς φλέγοντος τὰ σπλάγχνα, τοῦ δὲ δι' αὐτῆς ἑλκομένου καὶ ταύτης ἀποσβεννύντος τὸ πνεῦμα, δείξας τὸ κράτος τῆς ἰδίας δυνάμεως, ὡς καὶ φύσεως κινούσης δρους, καὶ τὰ ὀλέθρια ποιούσης σωτήρια, ὅταν τινὲς εὐεργεσίας ἄξιοι διὰ τούτων οδεύωσιν. ΚΕΦΑΛ. Ι. Εἰ δὲ ἐγγὺς ὄντες Θεοῦ τοσαύτης εἰς κηδεμονίαν ἀπολαύομεν χάριτος, καὶ ἀφεστῶτες αὐτοῦ πᾶσιν εἰς βλάβην ὡς ἀβοήθητοί ἐσμεν ὑποχείριοι, δικαιοσύνης ἐπιμελητέον τῆς ἐγγὺς εἶναι ποιούσης Θεοῦ, καὶ παρεχούσης τὸ ἀπαθὲς, καὶ ἀπτόητον. Επειδή, κατὰ τὸν σοφὸν Σολομῶντα, δίκαιος ὡς λέων πέποιθε· τὸ φύσει γενναῖον τοῦ ζώου, καὶ ἀκατάπληκτον, τῇ παρρησίᾳ τοῦ βίου καταχρησάμενος, καὶ τεθαρρηκότως παντὸς δεινοῦ κατεξανιστάμενος διὰ τὸ πεποι ΧΧ!!, ΧΧVΙΙ,
col. 959–960page 75 of 78
PG 79:959(ἶναι τῷ πλησίον ἔχειν ὑπέρμαχον. Ο γοῦν λέγων η τοῖς χρήζουσι βοηθείας, και μακράν διὰ σκαιότητα τρόπων οὖσι τοῦ βοηθοῦντος Θεοῦ· «Μὴ οὐκ ἰσχύει χείρ μου τοῦ σῶσαι; ἢ ἐβαρύνετο οὖς μου τοῦ μὴ ἀκοῦσαι; ἀλλ᾽ αἱ ἁμαρτίαι ὑμῶν διιπτῶσι μέσον ὑμῶν καὶ ἐμοῦ. Ἐδήλωσε μὲν τοῖς λόγοις τὴν διά θεσιν ὡς ἐστι πρὸς τὴν ἀντίληψιν έτοιμος· προσε έθηκε δὲ καὶ τὴν εἴργουσαν αὐτὸν πρὸς τοῦτο αἰτίαν εἰπών· «Αἱ ἁμαρτία: ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ· ἡ ὅπως τῆς ἐπὶ τοῦ παραγενέσθαι βοηθός, μέμψεως εἴη ἀπηλλαγμένος, τῆς βοηθεῖσθαι κατα στάσεως ἀξίας οὐκ οὔσης ἐν τοῖς πλησιάζουσι Θεῷ, οὐχὶ δὲ τοῖς μακράν κεχωρισμένοις αὐτοῦ παρα γενέσθαι ἔθος ἐχούσης. Τοῦτο καὶ ὁ πατριάρχης Αβραάμ δεσμένω βοηθείας ἔλεγε τῷ πλουσία Χάσμα μέγα έστήρικται ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν.» Δεικνὺς ἐν τούτῳ σαφῶς, ὅτι οὐ μόνον Θεοῦ διεστήκασιν, ἀλλὰ καὶ δικαίων ἀνδρῶν πολλῷ μέτρῳ οἱ οὐ δίκαιοι, οὐδὲν ἐκ φιλανθρωπίας ὠφελεῖσθαι δυνάμενοι τῷ μακράν κεχωρίσθαι τοῖς τρόποις τῆς πρὸς τὸ φιλάνθρωπον ἀγχιστείας. Τίς δὲ ἡ ἐγγὺς οὖσα Θεοῦ κατάστασις, διδάσκει ὁ Δαβίδ, λέγων Εγγύς Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.» Οὐδενὶ γὰρ οὕτω Θεὸς ὡς μετρίῳ χαίρει φρονήματι, καὶ μάλιστα ὅτ' ἂν ὕλη κατορθωμάτων ὑποκέηται φυσῆσαι πρὸς ἀπόνοιαν εὐχερῶς δυναμένη καὶ μένῃ κατεσταλμένος ἐν τῷ μετριάζειν ὁ λογισμός, οὐ κουφιζόμενος ταῖς αὔραις τῶν μετεωρίζειν αὐτὸν ειωθότων ὑπομνήσεων ἐπὶ τοῖς πεφραγμένοις καλοίς, οὐδὲ τὸ συνειδὸς ἐπ αἴρων ἐφ᾽ οἷς μέμνηται εἰργασμένος κατά ψυχήν ἀγαθοῖς· τοιοῦτος ὁ κατὰ τὸ νομικόν παράγγελμα ἐν νυκτὶ ποιῶν τὸ Πάσχα ἐστὶ, καὶ τοιοῦτος ὁ ἄζυμον ἐσθίων αὐτό. Ὁ μὲν ὡς ἐν σκοτίᾳ λανθάνειν ἐφ' οἷς πράττειν σπουδάζων ἐπαίνου ἄξιος, καὶ κρύπτων κατὰ τὴν Κυριακὴν παραίνεσιν ἐν τῷ ταμείῳ τὸ δόξαν σεμνότητος φέροντα γινωσκόμενα. Ὁ δὲ κατε σταλμένος, καὶ ἄτυφος μετὰ τὸ ἔργον μένων, οἷος καὶ πρὸ τούτου ἐτύγχανεν. Τοιοῦτον γὰρ τὸ ἄζυμον οὐκ ἀνιστάμενοι κατὰ τὸ ἐξυμωμένον πρὸς ὄγκον ὅταν δέῃ πυρὶ προσομιλεῖν, ἐν ταπεινῷ δὲ μένον καὶ τότε τῷ σχήματι, καὶ σημαῖνον τὸν ἐν τῷ μετέρχεσθαι τὴν ἀρετὴν μετριόφρονα. Ως γὰρ τὴν ζύμην τὸ πῦρ, ἐὰν μὴ ἀζύμῳ τὴν πίλησιν ἔχῃ, διανίστησι πρὸς ὕψος, καὶ φλεγμαίνειν ποιεῖ, ὡσάν τις ἔποι τῷ σχήματι, οὕτως ἡ ἀρετὴ τὴν ψυχὴν ἐρεθίζει πρὸς ἀπόνοιαν, ἣν μὴ κρίσις αὐτὴν βεβαία τηρεῖν τὸ δεδο μένον παρασκευάσῃ ἀσάλευτον. ΚΕΦΑΛ. ΙΑ'. Τοιαύτη δὲ καὶ πρὸς ἦν ὁ λόγος φησι· ο Τράχηλός σου ὡς ὁρμίσκοι.» Καὶ πλῆθος ἀρετῶν αὕτη, καὶ ἐπὶ πάσαις αὐταῖς τὸ ταπεινὸν μαρτυρῶν, τῷ μὲν τραχήλῳ τὸ εὐθὲς, καὶ ὑψηλὸν τῆς πολιτείας, τοῖς δὲ ὁρμίσκοις μηνύσας τὸ φρόνημα. Ὡς γὰρ τὸν τοῦ
col. 961–962page 76 of 78
PG 79:961ὑπερηφάνου τράχηλον νεῦρον καλεῖ σιδηροῦν διὰ τὸ δύσκαμπτον, καὶ τὸ ἀνατετάσθαι τῇ οἰήσει πρὸς ύψος, καὶ σκληρύνεσθαι τῇ ἀλαζονεία, οὕτω τὸν τοῦ ἐναρέτου, καὶ μετριόφρονος ὁρμίσκον, προσαγορεύει χρυσοῦν, ἀπὸ μὲν τοῦ σχήματος τὴν κατάστασιν, ἀπὸ δὲ τῆς ὕλης τὸ δόκιμον αινιττόμενος, ἐπειδὴ καὶ ὁρμίσκος ἀπὸ ὀρθοῦ σχήματος κάμπτεται ἐπὶ κύκλον καὶ ὁ εὐθὺς τῷ βίῳ συννεύει ἐπὶ τὸ ταπεινότερον, οὕτω γὰρ ὁ νῦν ταύτῃ λέγων τράχηλός σου ὡς ὁρμίσκος, μετ' ὀλίγα φησίν, ο ὡς πύργος Δαβὶδ τράχηλός σου.» Καὶ αὖθις· ο Τράχηλός σου ὡς πύργος ελε φάντινος.» Ποτὲ μὲν τὸ διανεστηκὸς τῆς ἀρετῆς, καὶ διεγηγερμένον τοῦ βίου, ποτὲ δὲ τὸ ταπεινὸν τοῦ φρονήματος, ποτὲ δὲ δηλῶν τὸ ἀνεπίβατον οιήσεως λογισμοῖς. Οὔτε γὰρ ἐλεφαντίνῳ πύργῳ προσβῆναι η τι ἢ προσέρψαι, μὴ ἔχον ἀντιλαβεῖν, δύναται, ἀπὸ ολισθαῖνον ἅμα τῷ πλησιάσαι διὰ τὴν λειότητα. Ούτε ὁμαλῷ φρονήματι πελάσαι λογισμὸς ὑπερήφανος πάντοθεν περιεξεσμένῳ τὰς τῆς κενοδοξίας τραχύτητας. Αὕτη γὰρ ἐξοχὰς ἐν τῇ ψυχῇ, καὶ βαθμοὺς τῷ τῆς ἀνθρωπαρεσκείας τέμνουσα ἔθει εὔκολον τῇ ἀπονοίᾳ παρέχει τὴν ἄνοδον, οἴησιν ἐμποιοῦσα, και τύφον, ἐφ' οἷς τις έδοξε κατορθοῦν. Διὰ τοῦτο ποτὲ μὲν φησὶν ὁ Κύριος·. Μακάριοι οἱ ταπεινοὶ τῇ καρ δίᾳ.» Ποτὲ δέ· ι "Οταν ποιήσητε διατεταγμένα ὑμῖν, τότε λέγετε, ὅτι ἀχρεῖοι ἐσμεν δοῦλοι. Ο ὀφείλομεν ποιῆσαι, πεποιήκαμεν.» Τῷ μὲν λύχνῳ τοῦ μακα ρισμοῦ προτρεπόμενος ἐπὶ τὸ χρήσιμον διὰ τῆς τοιαύ τῆς ἀρετῆς, τῇ δὲ μελέτῃ τῶν λόγων τῶν ταπεινῶν μετριάζειν παιδεύων τὸ φρόνημα. Ο γὰρ δοῦλον ἀχρεῖον ἀεὶ λέγων ἑαυτὸν, καὶ τὰ διατεταγμένα παρά τοῦ κεκτημένου ὡς ἀναγκαίαν ὀφειλὴν ποιήσαντα λογιζόμενος, οὐδὲν οὐδέποτε περὶ αὐτοῦ φαντασθήσεται μέγα, οὐδὲ ἐν υἱοῖς ἑαυτὸν ἀριθμῆσαι τολμήσει ποτέ, χρέος ἐκτίσα; ἐπιτεταγμένης λειτουργίας, καὶ οὐχ ἑκούσιον ἐπιδειξάμενος τὰ πεπραγμένα φιλοτιμίαν. Αὕτη φραγμὸς ἡ ἀρετή, τεῖχος τῶν ἄλλων ἐστὶν ἀρετῶν, ἀσύλητα φυλάττουσα τῆς ψυχῆς τὰ κειμήλια. Δια ταύτην θλίβονται μὲν, καὶ πολεμοῦνται πάντες οἱ ἅγιοι, καὶ οἱ νῦν ὁμοίως ζηλοῦντες τὸν βίον ἐκείνων, ἀγρυπνεῖν ἀναγκαζόμενοι, καὶ νήφειν ἀεὶ διὰ τοὺς τειχομαχοῦντας πολεμίους, μὴ διαρρήξαντες τὸ τεῖχος, τὸν ἐν πολλῷ χρόνῳ κτηθέντα ἐπεισελθόντες ἀθρόον διαρπάσωσι πλοῦτον. Οὐκ ἐπηρεάζονται δὲ ἐπὶ τῶν ἐπάλξεων ἐγρηγορότως καθήμενοι, καὶ τοὺς τῆς ἀπονοίας προσερχομένους λογισμούς, ὥσπερ βέ λεσιν ἀπελαύνοντες τούτοις τοῖς λόγοις, δοῦλοι ἀχρεῖοι ἐσμέν. Ο ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Οντως γὰρ οὐδὲν ἀφιεῖσιν ἔνδον ὑπεισελθεῖν ὑπερηφανίας πάθος πάντα γὰρ πορθεῖ τὰ κεκτημένα, καὶ αἰχ μάλωτον λοιπὸν πρὸς τὸ ἴδιον βούλημα απάγει τὸν ἐπὶ τῇ κτήσει πολλά μοχθήσαντα νοῦν. Ούτε δὲ λῃ σταῖς ἔθος ἐρείπια διορύττειν, καὶ οὐδὲν ἀποκείμενον ἔχοντα τῇ γῇ, οὔτε πειραταῖς φορητὸν μὴ πεφορτω μέναις ἐπιτίθεσθαι ναυσὶ χρημάτων θησαυρούς, ἀλλὰ περιεργαζομένοις, οὐκ ἔρημα πλούτου μάτην περι εργάζεσθαι ταμιεία καταδεχομένοις, καὶ πόνον ὑπο
col. 963–964page 77 of 78
PG 79:963μένειν εἰκαῖον. Ὥστε τὸν θλιβόμενον καὶ ὀχλούμενον ὑπὸ τῶν ἐχθρῶν τοιούτων νόμιζε μειζόνως ἐν ἔργοις πλουτεῖν ἀγαθοῖς, ὅσους πλείονας ἔχει τοὺς παρενοχλοῦντας. Καὶ διὰ τοῦτο χαῖρε μᾶλλον, ἢ κατήφει, ὅτι πρὸς τὴν πατρίδα πολυκτήμονες ἀπὸ τῆς παραι κίας ταύτης μέλλουσιν ἀπαίρειν οἱ ἀγαπώμενοι, καὶ στεφανίται παρίστασθαι τῷ Θεῷ, οὐ μόνον, ὅτι Αγωνίσαντο γενναίως, καὶ ἐκ τοῦ ἀγῶνος ἀναλύουσιν εύπορα, ἀλλ' ὅτι καὶ ἀθλοῦντες λαθεῖν ἐπὶ τοῖς παρ λαίσμασι τοὺς ἐνταῦθα ἐσπούδασαν θεατὰς, ὁλόκληρον ἑαυτοῖς πρὸς τὸ μέλλον τὴν εὐφημίαν φυλάξαντες, καὶ οὐ μειώσαντες ἐπαίνοις ἀνθρωπίνοις τὴν ἄφραστον δόξαν ἐκείνην. σε ΚΕΦΑΛ. ΙΒ΄. Περὶ τῆς ἀποκειμένης δόξης τοῖς τὴν ἐλεημοσύ την εργαζομένοις. Ο πόσα παρέχει τότε πτωχὸς εὐκαίρως τραφείς! Οσας ποιήσει καὶ οἷας ἀμοιβὰς τὰ ἄλλα καλά, συγχρη τουμένης τῆς φύσεως; ὅταν ὁ ἐν κρυμῷ σκεπασθεὶς ἱματίῳ, καὶ καθοσιωθεὶς μετὰ θάνατον τάφῳ; καὶ ὁ νοσηλευθεὶς ἐν ἀσθενείᾳ μακρᾷ, καὶ ὁ συναχθεὶς οἴκοι ξένος, καὶ ὁ ἐν φυλακῇ παραμυθίας τυχών, ὀφθῶσι πρὸ τοῦ βήματος τῷ εἰδότι ὁ ἔπαθεν, ἐπισ γινώσκοντες τὸν εὐεργέτην, καὶ ἐπιγινωσκόμενοι παρ' αὐτοῦ· ὅταν ὁ πᾶσι φοβερὸς δικαστὴς τὴν εἰς τοὺς εὐηργετημένους οἰκειούμενος χάριν λέγῃ· «Ο τού τοις ἐποιήσατε, ἐμοὶ ἐποιήσατε.» Ποίους ἐγκρίνεις, είπέ μοι, πλούτους τῇ γλυκείᾳ καὶ προσηνεῖ ταύτῃ φωνῇ; ποίους ἐπαίνους ἀντεξετάσεις τῇ ἐπιδόξῳ εὐν φημίᾳ ἐκείνῃ πάσης τῆς κτίσεως ὁρώσης τὸν ἀνα κηρυττόμενον, καὶ οὐ φθονούσης μὲν, οὐ γὰρ ἔξει τότε βασκανία καιρὸν, θαυμαζούσης δὲ, καὶ μακαριζούσης αὐτὸν, ἐφ᾽ οἷς ἠξίωται ἀγαθοῖς; Ποίαν ἐρεῖς εὐ φροσύνην τῶν ἐν τῷ βίῳ τοιαύτην, καὶ οὕτως ἐγείραι πρὸς τὸ φαιδρὸν δυναμένην; ποίαν χαρὰν ἐξισωθῆς ναι ταύτῃ τῇ χαρᾷ ἱκανήν; ποίαν ἡδονὴν ίχνος ταύ της φέρουσαν τῆς ἡδονῆς; ποίαν δόξαν, πἂν ποσῶς άμιλλωμένην πρὸς ταύτην τὴν εὔκλειαν, κἂν βασι λείαν εἴπῃς αὐτήν; καὶ ταύτης δοκούσης λαμπράς, οὐ μιμεῖται αὕτῃ ἐκείνην, εἰς ἦν εἰσάγεται οὗτος, ἂν ὁ Λόγος ἐσήμανεν, ἐπίλυπος οὖσα ἀπήμονι, καὶ ταραχὰς ἔχουσα, καὶ φόβους, εἰρήνην άγουσαν, καὶ ἐκκεχειρίαν πολλήν. Τούτῳ καλῶς ἐστι χρήσασθαι τῷ πλούτῳ. Τοῦτο κεκτῆσθαι χρήματα, καὶ οὐ φύο λακα θησαυροῦ ἄλλοις τηρουμένου γίνεσθαι. Τοῦτο ἀληθῶς ἴδια ποιῆσαι τὰ τέως νομιζόμενα ίδια. Τοῦτο κληρονόμον ἑαυτὸν, καὶ διάδοχον τῶν ἐκείνων κατα στῆσαι πόνων, καὶ μὴ παραχωρῆσαι τὰ κεκτημένα τοῖς οὐδὲν χρησιμεύουσιν ἐν τῇ ἀνάγκῃ τῆς δίκης. Τοῦτο τὰ τῆς γῆς μεταθεῖναι εἰς οὐρανόν. Τοῦτο τὰ πρόσκαιρα μετασκευάσαι πρὸς ἀπόλαυσιν αἰώνιον.
col. 965–966page 78 of 78
PG 79:965Τοῦτο δὲ ὄντως οἰκονομῆσαι τὰ τοῦ μαμωνά, καὶ 12 φίλους ἐξ αὐτῶν κτήσασθαι, τοὺς μετὰ θάνατον δε χομένους εἰς τὰς σκηνάς, ἀνεστίους ἐνταῦθα, καὶ ξενοδόχους ἐκεῖ, ἀστέγους ἐν τῷ παρόντι, καὶ ἐν θαυ μασταῖς καλύβαις δεξιουμένους τότε τὸν παραμυθη σάμενον ὧδε τὴν ἔνδειαν, καὶ τὸ βάρος τῆς ἀνάγκης ἐπικουφίσαντα κοινωνίᾳ τῆς χρείας τοῦ σώματος. ΚΕΦΑΑ. ΙΓ'. β Τοῦτο φρόνιμον οἰκονόμον εἶναι τῶν παρὰ Θεοῦ δεδομένων κτημάτων, καὶ ἀτελεύτητον βασιλείαν τῷ δαπανωμένοις ἀργυρίοις ὠνήσασθαι, τοῖς παροῦσι τὰ μέλλοντα, τὸ διανείμαι τούτοις τὰ ὑπάρχοντα, ὧν τῆς κτήσεως ἐστιν ἐγγυητής ἀξιόπιστος αὐτὸς ὁ τῶν ἁπάντων Δεσπότης Θεὸς, ὁ τὸ χρέος μετὰ τόκων, οὐχ ἑκατοστιαίων, ἀλλ᾽ ἑκατονταπλασίων ἀποδιδοὺς εὐκαίρως, ὅτε χρήσιμος τῶν δεδανεισμένων ἡ ἀπό ληψις, καὶ ἡ χρῆσις ἐπιτηδεία πρὸς τὴν πολυχρόνιον τοῦ ἀπεράντου αἰῶνος ἀπόλαυσιν. Τοῦτό ἐστι θησαυρίσαι ἐν οὐρανῷ, καὶ πολλὴν ἑαυτῷ παραμυθίαν ἑτοιμάσαι ἐκεῖ, τὸ ποιῆσαι λάθρα τὸ καλὸν, καὶ ἐκε φανῆ δέξασθαι τὴν δόξαν ἐπὶ πάσης τῆς κτίσεως, τὸ περιστείλαι ταπεινοφροσύνῃ τὸν τῶν χρημάτων θη σαυρὸν, καὶ μὴ ἐκδοῦναι πρόχειρον κενοδοξία τοῖς λωποδύταις αὐτόν. “Ο γὰρ τοῖς χρήμασιν ἐστιν ἀπο θῆκαι, καὶ θύραι, καὶ μοχλοὶ πρὸς ἀσφάλειαν, τοῦτο τοῖς ἀγαθοῖς ἔργοις μέτριον φρόνιμα, συγ καλύπτον αὐτὰ, καὶ τοῖς τοιχωρυχοῦσιν οὐ παρέχον ποθὲν ἁρπαγῆς ἀφορμήν. Αὕτη ἡ ἀρετὴ καὶ φυλάττει τὰ κεκτημένα, καὶ τῶν μηδέπω κτηθέντων παρέχει πρὸς τὴν κτῆσιν ἐπίνοιαν. Αὕτη εὐχαριστεῖν διδάσκει ἐπὶ πᾶσι Θεῷ, καὶ τὰ ἐν χερσὶ ἀνιαρὰ παραμυθεῖται τῇ τῶν μελλόντων ἀγαθῶν προσδοκία. Αὕτη πρὸς ἄμυναν ἐχθρῶν ὁρῶντα τὸν θυμὸν ἀνέχει, καθάπερ ἁρπάζοντα κύνα κατέχουσα αὐτὸν ἐπιεικεῖ λογισμῷ. Αὕτη τὸν ἀφανὲ;, καὶ ἄσημον ἡγεῖται ισότιμον, τὴν ἀεὶ μένουσαν τῆς ψυχῆς ἀξίαν, οὐ τὴν πρὸς ὀλίγον πομπεύουσαν λογιζομένην πηλίνην εὐτέλειαν. Αὕτη κεφαλὴν, καὶ δεσπότην ἡγεῖσθαι πείθει τὸν ἄνδρα ὡς ὑποκείμενον μέλος ὑπείκειν ἡγεμονεύοντι ἐν πᾶσι παιδεύουσα. Οὕτω γὰρ καὶ ὁ Δημιουργός, πρὸς τὴν Εύαν φησίν· Αὐτὸς σοῦ κυριεύσει. Καὶ ὁ Παῦλος, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. Καὶ τοῦτο πεπεισμένη Σάρρα κύριον ἐκάλει τὸν Ἀβραὰμ, τιμῶσα τοῦτον, ἂν ὁ νομοθέτης τιμᾶσθαι προσέταξεν. Αὕτη οἰκετικὸν συμβουλεύει περιέπειν, καὶ θάλπειν ὡς ὁμόφυλον, το ὑποζευχθὲν τῇ δυναστείᾳ πρὸς λειτουργίαν ἐπὶ μό χθον ἀνιεῖσα ταῖς εἰς παῤῥησίαν προτροπαῖς, καὶ τὸ κατεπτηχὸς ἀεὶ τῆς συνειδήσεως πρός θάρσος μέτριον ἐγείρειν κελεύουσα, ἵνα μὴ ἀθυμοῦν μένῃ διόλου, καὶ τὸ συμβὰν ἀτύχημα ἐγκαλοῦν τῷ τὴν ἀνωμαλίαν ταύτην συγχωρήσαντι γενέσθαι Θεῷ. Αὕτη τὸ ταλαι πωροῦν ἐν πτωχείᾳ συμπαθῶς ἐπικουρεῖν ὑποτίθεται, καὶ τέλειον ταῖς ἀρεταῖς ὡς βασιλεῖ στρατιώτην
Page scan enlarged

Notebook

Full View