PG 79Nilus of Sinai
Treatise on Voluntary Poverty
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 967–968page 1 of 48
PG 79:967παρὰ τοῖς στρατολογοῦσιν ἡλικία σωμάτων ἐκκρίνεται, τοῦ καταλόγου ὁ τῷ τυχόντι λειπόμενος, καὶ παρὰ τῷ Θεῷ πάντως ἀδόκιμος, ὁ μὴ πᾶσι τοῖς και Θήκουσι τέλειος τῷ παρημελημένῳ καλῷ τὴν εὐ μορφίαν μωμησάμενος τῶν ἄλλων κατορθωμάτων. Οθεν ἐπίσης σπουδαστέον πάσας τὰς ἀρετὰς, καὶ πάσας φυλακτέον ὁμοίως. Εἴπερ κατὰ τὸ ἀρχές τυπόν ἐστι κοσμῆσαι τὴν εἰκόνα σκοπὸς, καὶ ταῖς θείο:; χαρίσμασι λάμψαι φαιδρῶς, ἀλλὰ μὴ ταῖς λώσαις τῆς ψυχῆς ἀφανιζούσης τὸ κάλλος. ο Ο γὰρ πληρώσας, κατὰ τὸν ἀπόστολον, ὅλον τὸν νόμον, πταίσας δὲ ἐν ἐνὶ, γέγονε πάντων ἔνοχος,» τῷ λείποντι να μίμῳ χωλεύων εἰκότως περὶ τὴν τελειότητα· Αν κατορθῶσαι σπουδάσωμεν εἰς δόξαν τοῦ τὰ παντάπασι παρέχοντος Θεοῦ. ῎Αμην. • Εσεσθε οὖν ὑμεῖς τέλειοι» φησὶν ὁ Σωτήρ, καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.» Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Αμήν. ἄρτιον τοῖς μέλεσι παρίστησι τῷ Θεῷ. Καὶ γὰρ η το τι ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΙΛΟΥ Πρὸς τὴν σεμνοπρεπεστάτην Μάγναν διάκονον 'Αγκύρας ΠΕΡΙ ΑΚΤΗΜΟΣΥΝΗΣ ΛΟΓΟΣ. ΚΕΦΑΛ. Δ' Πρώην μὲν πρὸς τοὺς ἀμελέστερον μετιόντας την μοναδικὸν βίον γράφοντες λόγον, ἱκανῶς κατηψά μεθα τούτων, ὅσον ὑπέβησαν τῆς ἀποστολικῆς ἀκρι βείας δεικνύντες τῇ περὶ τὰ μάταια αὐτῶν σπουδή κτημάτων ἀντεχόμενοι, καὶ τοῖς τοῦ βίου τῶν φιλο πλούτων οὐχ ἥκιστα περισπασμοῖς ἐμφυρόμενοι. Νῦν δέ, ἐπειδὴ δεῖ καὶ τῶν φυλαξάντων ὑμῶν τε καὶ τῶν καθ᾽ ὑμᾶς τὸν τῆς ἀκτημοσύνης κανόνα ὡς εἶχεν ἐξ ἀρχῆς ἀπαράτρωτον ἐπαινέσαι τὸν ζῆλον, ἀναγ καῖον εἰπεῖν, ὅσα σαφῶς ἐρῶντας τῆς ἐνθέσμου διαγωγῆς πρὸς τὴν ταύτης προτρέπεται αἵρεσιν, καὶ
col. 969–970page 2 of 48
PG 79:969ὁδηγεῖ πρὸς τὴν τοῦ καθήκοντος ἐκλογήν. ὡς γὰρ κατάγνωσις τοῦ φαύλου ἐντρέπουσα τοὺς ἐνεχομένους αὐτῷ ἐπιστρέφει μεταμελομένους ἐπὶ τὸ ἄμει νον, οὕτως ἔπαινος τοῦ καλοῦ καὶ τοὺς ὀκνηρώς ἔχοντας διεγείρει πρὸς τὴν τούτου οἰκείωσιν, πόθῳ τῆς εὐφημίας δελεάζων αὐτοὺς, καὶ ἕλκων προθύμως πρὸς ἑαυτὸν, πρὶν σώφρον λογισμῷ τὸ τῶν ἀνθρωπίνων ἀνόητον διασκεψάμενοι, τὴν ὄντως ὠφέλιμον ἴδωσι δόξαν, ᾗ δοξάζει τοὺς εὐσεβοῦντας Θεὸς, καὶ νῦν ταῖς ἀμοιβαῖς τῶν πεπονημένων ποιῶν αὐτοὺς ἐμφανεῖς, καὶ ἀναστέφων ἐν τῷ τῆς κρίσεως καιρῷ ἐπὶ πάσης τῆς λογικῆς φύσεως, ὅταν ἑκάστῳ κρίνων δικαίως ἀποδίδωσιν οὐ κατὰ τὴν ἐνταῦθα πεπλανημένην ὑπόληψιν, ἀλλ' ὡς ἔχει τὸ ὅσιον κατ' αὐτὴν τῶν πεπραγμένων τὴν ἀλήθειαν. Εἰ γὰρ τοῖς συμπαθείς τὸ ὁμόφυλον οἰκτείρασιν ἐνδείᾳ τρυχό- " μενόν φησι, ο Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι λείαν· ο πῶς τὴν αὐτὴν οὐκ ἐρεῖ φωνὴν τοῖς ὀλίγον μὲν φροντίσασι τῆς σαρκὸς, καὶ τοσοῦτον, ὅσον ἡ πρὸς τὸ ζῆν ἐδιάζετο χρεία, τὸ δὲ πολὺ τοῦ καιροῦ προσκαρτερήσασιν ἐν τῇ τῆς ψυχῆς ἀσχολίᾳ, καὶ ταύτην φροντίδα πεποιημένοις, ὅπως αὕτη και θαρά, καὶ ἀμόλυντος βυπαρῶν ἐννοιῶν παραστῇ τῷ μέλλοντι τὰ τῆς καρδίας κρίνειν κρυπτά, καὶ τοὺς λογισμοὺς ἐξετάζειν, πῶς ἔχουσι πρὸς ἕκαστον οἰκειώσεως, ἢ ἀλλοτριώσεως τῶν παρενοχλούντων παθῶν; Κἀκεῖνοι γὰρ τῆς πρὸς τὸ συγγενές εὐσπλαγχνίας, καὶ οὗτοι τῆς πρὸς τὰ δελεάζοντα φιλοσοφίας, ὁμοίως εἰσὶ παρὰ τῷ κριτῇ ἀποδοχῆς ἄξιοι. ὡς γὰρ οἱ ἐλεήμονες οὐ λυποῦνται μειουμένου του πλούτου τῇ μεταδόσει καθ' ἑκάστην ἡμέραν, εὐφραίνονται δὲ μᾶλλον εἰς τοὺς ἐπιδεεῖς δαπανωμένου οὕτως οὐ θλίβει τοὺς ἀκτήμονας ἐπιθυμία τῶν παρ όντων, σκιρτῶν δὲ παρασκευάζει, καὶ γάννυσθαι, ὅτι τε καταφρονητικῶς ἔχουσι τοῖς ἄλλοις νομιζομένων τιμίων, καὶ ὅτι τῆς τῶν ματαίων ἀσχολίας ἀπηλλαγμένοι, ἐλευθέρῳ τῷ λογισμῷ τῇ τῶν πάντ των κρειττόνων προσεδρεύουσιν έργασία, έκκεχει μίαν ἄγοντες τούτων ὧν οἱ πολλοὶ δουλείαν είλοντο ἀνωφελῆ καὶ ἀνόνητον. ΚΕΦΑΛ. Β'. Καὶ μή τις ἄπονον οἰέσθω, καὶ μετὰ ῥαστώνης περιγινόμενον τὸ τῆς ἀκτημοσύνης κατόρθωμα. Ο γὰρ τὴν ἀκούσιον πενίαν νῦν ἀκτημοσύνην φαμέν, ἥτις ἐξ ἀνάγκης συμβαίνουσα θλίβει τὴν γνώμην, ὑπαχθὲς ἡγουμένη τὸ ἀβούλητον, ἀλλὰ τῆς προαιρέσεως τὸ περὶ τὴν ὀλιγαρκίαν αυθαίρετον, ἐξουσία μὲν περιγινόμενον λογισμοῦ, κάματον δὲ καὶ αὐτὸ τέως παρέχον, ἕως ἕξις γενομένη ἡ ἄσκησις ἀνεκτὸν δείξει τὸ πολλῷ χρόνῳ δύσκολον φανὸν, καὶ δυσάνυ στον. Ομοίως γὰρ εὐφυής σώματος ὄψις, καὶ ὕλη πλούτου λαμπρά, τὴν ἐπιθυμίαν ερεθίζει πρὸς ἔφεσιν, καὶ γενναίας ἑκάτερον χρήζει ψυχῆς, καὶ
col. 971–972page 3 of 48
PG 79:971σαις αὐταῖς, μηδὲ προσθέσθαι τῷ ἐπαγωγῷ αὐτῶν δελεασμῷ κάμπτειν ειωθότι πρὸς σύννευσιν, καὶ τὰ παγίως ἐνηρεῖσθαι δοκοῦντα φρονήματα. Αλλ' έπαι νετοὶ μὲν μεσότητα τῆς ἀκτημοσύνης νῦν μετερχόμενοι, οὐ συναπαχθέντες της πολυκτήμασιν εὐρυ πίστῳ κουφότητι λογισμῶν, οὐδὲ τὸν νοῦν ἐνδήσαντες φροντίζι κεναῖς. Ποιεῖ γὰρ ἅπαντα μὲν τοῖ; ἀβεβαίοις τὰ μὴ καθήκοντα ζῆλον εὐκόλως μιμή σεως, πολυτέλεια δὲ μάλιστα σωματικὴ πρὸς ἀπό λαυσιν ἔχουσα, καὶ τιμὴν ἀνθρωπίνην, πολλὴν στ δρα τὴν ἐπιτηδειότητα. Επειδήπερ τὸ μακρὸν ἔθος τοὺς ματαιόφρονας ἐδίδαξε μακαρίους ἡγεῖσθαι τοὺς εὐπόρους, δόξης ἀπολαύοντας ἐν τῇ περιουσίᾳ, καὶ ταῖς ἐκ ταύτης φιλοτίμως έντρυφῶντας παρα σκευαῖς. Καὶ μεγάλους κρίνειν ἀληθῶς χρὴ, καὶ καλεῖν γενναίους τοὺς καθάπερ ἐν παλαίστρα περι γενομένους, τῶν δῆθεν εὐλόγως μαχομένων λογι σμῶν, καὶ διεριζόντων ὥσπερ χειρονομίαις πιθαναῖς, ὡς ἄρα δεῖ ταῖς τῶν πολλῶν συμφέρεσθαι δόξαις, καὶ τοῖς ἤδη φανεῖσι καλοῖς συμψηφίζεσθαι ὡς δ τως καλεῖς, καὶ μὴ παραιτείσθαι τὰ κοινῷ δόγματι κριθέντα τίμια, μηδὲ τὴν κτῆσιν ἐκκλίνειν τῶν εἰς χρῆσιν ὑπὸ τοῦ Δημιουργοῦ παρηγμένων, καὶ τύφῳ νομιζομένης φιλοσοφίας εἰκαίως ἀνελέγχειν τὴν δεόν τως καὶ οὐ μάτην ἐλθοῦσαν κτῆσιν εἰς ὕπαρξιν. Αθληταὶ γὰρ οὗτοί γε δόκιμοι ἀληθῶς, οὔτε μέσα δεδωκότες τοῖς ἀντιπάλοις, οὔτε τῶν σκαμμάτων ἐξωσθέντες διὰ τὸ ἀμεσολάβητον· οἱ γὰρ τὰς ἰγνύας ἐπὶ τῆς ὀρθῆς κρίσεως ερείσαντες ἀσφαλῶς, οὐκ ἐκλίθησαν εἰς ἀποδοχὴν τῶν γηίνων ὑλῶν, τὸν ἀπε ρίσπαστον τοῦ πεφυρμένου προτιμήσαντες βίον, καὶ μετρία διαίτῃ πραγματευσάμενοι καλῶς ἑαυτοῖς τὸ ἀτάραχον. Οὐκ ἐπαρχῶν μὲν γὰρ ὁ νοῦς πολλῶν πραγμάτων φροντίζειν, σχολὴν οὐκ ἄγει τῇ ἐννοίᾳ ψαύειν τῶν πρεπόντων τῇ ψυχῇ βουλευμάτων, όχλ σεων δὲ πραγματικῶν ἀπηλλαγμένος, σαφῶς τε τὸ συμφέρον ὁρᾷ, ἐν εὐκαιρεῖ τούτῳ ἀδεῶς εὐφραινόμενος, ὅτι τὰς πολυπλόκους τῶν βιωτικῶν δεσμών ἐξειλήσας ἀνάγκας ἄνετος, ἐπιτελεῖ τὰ κάλλιστα οὐκ ἐμποδιζόμενος τὴν πρὸς ταῦτα βελτίστην ὁρμὴν οὐδενὶ τῶν ἐμπεριστατεῖν εἰωθότων πολυύλων φρον τίδων. δεῖται πλευρῶν ἐῤῥωμένων, ὡς μὴ ἐνδοῦναι κνίζου ΚΕΦΑΛ. Γ'. Αξιάγαστοι δὲ καὶ λίαν ἐκεῖνοι, καὶ πάσης τῆς ἐκ λόγων εὐφημίας ἀνώτεροι, οἱ καὶ τούτους παρελ θέντες τῇ ἀκριθείᾳ, καὶ αὐτῶν ἐντὸς τῶν ὅρων τῆς τελείας ἀκτημοσύνης γενόμενοι, ὅτι καὶ πρὸς ζῆλον τοὺς νῦν ἕλκουσιν αἱρουμένους τὴν μίμησιν, καὶ ἀπονοίας τῆς ἐπὶ τοῖς πραττομένοις καλοῖς ἀπαλλάττουσιν ἑαυτούς, σπουδάζοντας κατ' ίχνος βαίνειν αὐτῶν, καὶ ἀπολιμπανομένους τῆς καταλείψεως. Πηγὴ δὲ, ὥσπερ τὸ ὑπερβαίνειν τῇ ἀρετῇ τοὺς προάγοντας ἀλαζονείαν καὶ οἴησιν, οὕτω τὸ μὴ φθά
col. 973–974page 4 of 48
PG 79:973νειν αὐτοὺς φυλάττει τὸν λογισμὸν κατεσταλμένον, ἢ ἐφ᾽ οἷς ὑστερίζει ἐδυνώμενον, ἢ ἐφ᾽ οἷς προκά πτειν ἔδοξεν ἀπαιρόμενον. Οὐδεὶς δὲ τῶν νῦν τέως ἢ ἀφικνεῖται, ἢ ἐφίκετο τῆς ἀρετῆς τῶν πάλαι ἁγίων, ὧν ἄνοικος, καὶ ἀνέστιος, καὶ ἀνείμων ἀναγέγραπται ἡ διαγωγὴ ἁλωμένων τόπον ἀεὶ, καὶ τὸ παρατυχόν Έδεσμα σιτουμένων ἡδέως, καὶ κοιταζομένων ὅποι ποτέ, καὶ ὡς ἔτυχε, καὶ τοὺς ἐπιβουλεύοντας, καὶ διότ κοντας οὐχ ὡς ἐν τῷ παρόντι τιμῶντας, καὶ περιέπ να τας ἐχόντων πολλούς. Τούτους γὰρ παρίστησι διαγράφων ὁ Παῦλος ἐν οἷς ἔλεγεν, «Ελιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλω ταῖς, ἐν αἰγείοις δέρμασι, ὑστερούμενοι, θλιβόμενοι, κακι χούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. «Κἂν γάρ τις τῶν νῦν φαντασθῇ τὴν πρὸς αὐτοὺς ἰσοτιμίαν τῇ προθέσει, καὶ τοῖς ἔργοις ἴσως δοκῶν αὐτοὺς ἐξηλω. κέναι, ἀπολείπεται θεραπευόμενος ἐπὶ τῇ ἀρετῇ, ἐφ' ᾗ ἐκινδύνευον αὐτοὶ, καὶ τὴν παρακολουθοῦσαν δόξαν ἔχων παραμυθίαν τῶν πόνων, ἧς ἀπεστερημένοι παντελῶς οἱ μακάριοι, τὰ τῆς εὐφημίας ἐφ όδια διωγμῶν εὑρίσκοντες, καὶ χαλεπῶν θανάτων ὑπόθεσιν. Οὐκ ἦν ἐκείνοις στέγη, καὶ ἀποθήκη, οὐ κλίνη, οὐ τράπεζα· μηλωταὶ τὸ ἔνδυμα, καὶ τρίχες σχέδιος ἡ τῆς ἐνεστώσης ἡμέρας τροφὴ, καὶ ἡ ἐπι οῦσα ἀμέριμνος. Προέλαβον γὰρ τῇ κατὰ πρόθεσιν φιλοσοφία τὴν τοῦ Κυρίου παραίνεσιν, ἐν ᾗ φη σιν· ο Εμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀπο θήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Καὶ πάλιν· 4 Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει.» Τα χρειώδη τῇ χρεία τοῦ σώματος ἀκολουθεῖν ἐπιστάμενοι, ὅταν παρῇ τὸ εὐαρεστεῖν τῷ ταῦτα παρέχοντι θεῷ, καὶ κτῆσις τῆς τῶν οὐρανῶν βασιλείας προηγουμένως σπουδάζηται. ΚΕΦΑΛ. Δ'. Ἡμῖν δὲ καὶ τροφή παρεσκεύασται πολυχρόνιος, καὶ ἐσθῆς ταῖς ὡραις κατάλληλος· καὶ οἶκος κρυ μοῦ, καὶ θάλπους, πάσης ἀπαλλάττων, ὁμοίως έπη ρείας, χρημάτων δὲ καὶ κτημάτων, καὶ τῆς ἄλλης περιττῆς ὕλης ἡ κτῆσις οὐκ ἠμέληται. Καὶ ποῦ τοῖς ἐκείνων τὰ ἡμέτερα ἴσα, οἷς οὐδὲν ἔχει σωματικής φαντασίας ἐνθύμιον, ἀκραιφνής δέ τις πόθος τῶν θείων μεταρσίους αὐτοὺς αἴρων ἀεὶ, ἀμνημονεῖν ἔπειθε τῶν ἐν τῇ γῇ νομιζομένων λαμπρών; Οὐδὲν εἶχον ἐπὶ γῆς πλὴν τοῦ σώματος, ὅπερ ἡ φύσις κατα είχε κάτω βαρύ πεφυκὸς, καὶ πρὸς τὴν ἄνω πορείαν δυσμετακόμιστον, ἐπεὶ καὶ αὐτὸ μεθ' ἑαυτῶν ἔχειν ἐπόθουν, ἔνθα τῷ νῷ διέτριβον τὰ ἐν οὐρανῷ λογι ζόμενοι ἀγαθὰ, καὶ τῆς ἐκεῖ τέρψεως καὶ ὠφελείας οὐδαμῶς ἀποσπώμενοι, εἰ μή φύσις αὐτοὺς πάλιν ἐπέστρεφε πρὸς τὴν χρείαν τοῦ σώματος, αἰδοῖ τοῦ συνδήσαντος φροντίζειν αναγκαζομένους τούτου, οὗ τὴν ἀλλοτρίωσιν ἐκ πείρας ἔγνωσαν λυσιτελῆ καὶ καθήκουσαν. Ζημίαν γὰρ ἀληθῶς πᾶς κρίνει σπου δαῖος καὶ τὴν πρὸς βραχύ ασχολίαν τῆς εἰς τὰ σαρ
col. 975–976page 5 of 48
PG 79:975καιρὸν λογιζόμενος, ὃν εἰς τὴν τῶν κρειττόνων ἐρ γασίαν ἀνήλωσε, μόνιμον ἐκεῖ τὸν πόνον τοῦτον εξω ρήσειν εἰδὼς, ὃς εἰς προκοπὴν τῆς ψυχῆς δεδαπάνηται, οὐχ ὃς εἰς ἐπιμέλειαν τῆς τοῦ σώματος θε ραπείας προσεχώρησε· τῷ καιρῷ τῆς χρείας πο ραμυθησάμενος τὴν ἀνάγκην, καὶ μετὰ τὴν χρείαν οὐκ ὤν, χθὲς χρησιμεύσας, καὶ σήμερον οὐ παρών. κικὰ λειτουργίας, ἐκεῖνον καλῶς παρεληλυθέναι τὸν ΚΕΦΑΛ. Ε'. Τοιαύτη γὰρ ἡ χρεία τοῦ σώματος ειώδης τε παρατρέχουσα, τοῦ παρελθόντος εἰς τὸ παρὸν, καὶ τοῦ παρόντος εἰς τὸ μέλλον οὐ παρέχουσα πρόνοιαν, τὸ ἐνεστὸς ἰωμένης καὶ πρὸς τὴν ἑξῆς ἔνδειαν ἄχρη στος. Ὁ δὲ τῆς ἀρετῆς πόνος, σπόρος ἐστὶν ἀδιαλείπτῳ τῷ καρπῷ, καὶ ἐν αὐτῷ τῷ ἔργῳ τὴν συν είδησιν εὐφραίνων τῇ προσδοκίᾳ τῆς ἀπολαύσεως, καὶ μετὰ τὴν ἐνθένδε μετανάστασιν εὐπρεπής εὑρι σκόμενος, καὶ χρησιμεύων πρὸς εὐφροσύνην αιώ νιον, οὐδὲ τὸ παρελθὸν ἀνόνητον ἔχων, ἂν μὴ κενο δοξίας ἄλογον πάθος κενώσῃ τὰ συνειλεγμένα, καὶ τὸ μηδέπω εἰς ἔργον ἀχθὲν ἐν προθέσει βεβαίᾳ γε νόμενον, ἐν ἴσῳ τῶν πεπραγμένων αριθμούμενον ἐπειδὴ τὸ κεκριμένως δεχθὲν πεπίστευται ὡς ἀλη θῶς ἐπιτελεσθησόμενον ἐκ τῶν ἤδη ἀψευδῶν ὑπο σχέσεων. Κἂν γὰρ χρόνον οὐκ ἔσχε πρὸς ἐνέργειαν ἐπιτήδειον σπουδασθὲν τῇ γνώμῃ, καὶ προελθεῖν οὐ φθάσαν εἰς ἔργον, οὕτω δικαζούσης δικαίως τῆς ἀλη θείας, ἵνα καὶ τὸ πρὸς ἀρέσκειαν ἀνθρώπων γινό μενον, ἀπηρτισμένη κρίνηται πρᾶξις πάντων ἀπαρα τισθεῖσα ὡς εἶχεν ἡ προθυμία, εἰ μή τις ἀνάγκη τὴν προθυμίαν ἐκώλυσεν εἰς πέρας ἐλθεῖν. Καὶ δί καιόν γε ἦν ἀληθῶς, καὶ θείας ψήφου της κρυπτοῖς δικαζούσης ἐπάξιον ἐκεῖνον τῇ προαιρέσει ὀρέξαι μισθὸν, οὗ ἕνεκεν τὸ ἔργον ἐπετήδευσε, καὶ πρὸς ὃν εἶδεν ἕως τέλους ἐξ ἀρχῆς ὁ σκοπὸς οὐ μεταβληθεὶς ἀφ' ἑτέρου εἰς ἕτερον. Τέμνεται γὰρ τὰ ἐναντία τοῖς ἐναντίοις πολλάκις, καὶ τὸ προτεθὲν εἰς τὴν ἀντικειμένην τάξιν μεθίσταται· ὅταν τὸ μὲν πεις δόξαν ἀνθρώπων γινόμενον διορθωθῇ σώφρονι λε γισμῷ ὡς ἔχον τὸν πόνον ἀνόνητον, τὸ δὲ αὐτοῦ ἕνε κεν τοῦ καλοῦ προτεθὲν ἐπεισελθούσης φιλοδόξου έννοίας μηκέτι ἀκολουθῇ τῷ προλαβόντι σκοπῷ, τι μηθῇ δὲ τῷ ἐναντίῳ, καὶ ὅλως μεταστῇ πρὸς αὐτόν. Οὕτω γὰρ ἐπὶ τὸ βέλτιον ἀπὸ τοῦ χείρονας, καὶ ἀπὸ τούτου ἐπὶ τὸ ἄμεινον ἀντιμεθίστανται οἱ λογισμοί ποτὲ μὲν σωτηρίως, ποτὲ δὲ ὀλεθρίως ἀλλήλοις ἐπι αμειβόμενοι πρὸς τὸ συμφέρον ἐκ σπουδῆς, ἡ πρὸς τὸ μὴ καθῆκον ἐκ ῥαθυμίας τῆς προαιρέσεως. ΚΕΦΑΛ. Γ'. Διὸ τοῖς τὴν πρᾶξιν τοῦ ἀγαθοῦ χωροῦσι παραινετικῶς φησιν ὁ Κύριος·. Οταν προσεύχη, είσ ελθε εἰς τὸ ταμεῖόν σου, καὶ κλείσας την θύραν,
col. 977–978page 6 of 48
PG 79:977πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ.» Καὶ '.. πάλιν· «Όταν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσης ἔμπροσθέν σου·· τὸ ἐπιδεικτικὸν ὡς ἐπιβλαβές παραιτείσθαι κελεύων. Ὁ δὲ προφήτης λέγων, ὅτι ὁ τοὺς μισθούς συνάγων, συνήγαγεν εἰς ἀπόδεσμον τετρυπημένον, δείκνυσιν, ὅπως τῷ διεφθαρμένῳ σκοπῷ τῆς δοξομανίας ἀφανίζεται ὁ πόνος, καθάπερ ἀπόδεσμον διεῤῥωγότα παρατρέχων, τὴν οὐκ ἠσφαλισμένην γνώμην μετρίω φρονήματι. Θησαυρὸς γὰρ αὕτη γε, καὶ πάντοθεν καρτερώς δεδομημένον ἐχύρωμα, ἔνθα σης, και βρώσις οὐκ ἀφανίζει, οὐδὲ κλέπται διορύσσουσι, καὶ κλέπτουσι· σητὸς μὲν νοουμένου τῆς ἔνδον τικτομένης οιήσεως, καὶ ἀφανιζούσης τὰ ἐφ᾽ οἷς συνέστη καλὰ, λῃστῶν δὲ τῶν ἔξωθεν έπεισερχομένων επαίνων, καὶ συλώντων ἀθρόως ἀπονοίᾳ, καὶ τύψῳ τὰ πολλῷ μέχθῳ τῆς ἀρετῆς συνηγμένα κειμήλια. Ὡς γὰρ τὴς ἀναλίσκει τὴν ὕλην, ἀφ' ἧς τὴν ὕπαρξιν ἔλαβε, καὶ λῃστα! τοιχωρυχοῦντες, ἐκφέρουσι τὰ ἐπιμελῶς Αθροισμένα, οὕτω λογισμὸς μὲν ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις πρὸς ἔπαρσιν κινηθεὶς ἀφανίζει τὰ κεκτημένα· τὰ δὲ παρὰ τῶν συμπεφορημένων, καὶ συγκλίδων ἀνθρώπων ἐγκώμια, διορύττει τα κούφα φρονήματα, καὶ οὐδὲν τῶν καλῶν ἀφίησιν ἔνδον τὰ θύραθεν εἰσκομι σθέντα νομίμως δι᾿ ἐπῆς ἐκβαλλόμενα τῶν ὤτων. ᾿Αλλὰ μηδεὶς ἐπὶ τοσοῦτον κρατηθείη τῷ πάθει, μηδὲ καρωθεὶς φιλοδοξίας μέρῳ, παντελή ζημίαν ὑπου μείνῃ τῶν οἰκείων καμάτων, νήψοι δὲ κἂν ἐν τῷ διορύττεσθαι, καὶ τοὺς ἐπιβούλους πρὸ τῆς ζημίας ἀνέλοι, ἐν αὐτῷ πλήξας αὐτοὺς τῷ τῆς ἐνθυμήσεως διορύγματι, πρὶν φανερῶς ἥλιος ἀνατείλει, καὶ τὴν ἐνθύμησιν ποιήσει ενέργειαν. ΚΕΦΑΛ. Ζ΄. Τοῦτο γὰρ ὁ νόμος διαγορεύει σαφῶς· Ἐὰν ἐν τῷ διορύγματι λέγων ὁ κλέπτης εὑρεθῇ, καὶ πλη γεὶς ἀποθάνῃ, οὐκ ἔσται φόνος· ἐὰν δὲ ὁ ἥλιος ἐπ' αὐτῷ ἐπανατείλῃ, φόνος λογισθήσεται. Τὴν ἐν τῷ λογισμῷ προσπάθειαν τῶν φαύλων ἐννοιῶν, καθά περ νυκτερινὴν φαντασίαν συγγνώμην ἔχειν δηλῶν. Απάτη γάρ ἐστιν ἀληθῶς πᾶσα συναρπαγὴ τῶν ἐχθρῶν διὰ τῆς ἁθρόας προσβολῆς, καὶ δεῖται συγγνώμης, μετὰ δὲ μελέτην τοῦ συλῶντος πολλὴν, καὶ σαφή τοῦ βλάπτοντος κατανόησιν εἰκότως λοιπὸν ἀκολουθεῖ τιμωρία. Γνώμης γάρ ἐστι τὸ πταίσμα, αυθαίρετος συγκατάθεσις, καὶ οὐκ ἀγνοίας ἀκούσιον ἔθος· καὶ τῷ προδήλῳ κακῷ δικαίως ὁ συνθέμενος ὑπόδικος γίνεται, καμφθεὶς διὰ προσπάθειαν τῷ καθάπερ ἐν ἡλιακῷ φωτὶ φωραθέντι πολεμίῳ, καὶ μὴ πάσῃ δυ νάμει καταγωνισάμενος τοῦ φανέντος ἐχθροῦ, ὡς ἐν αὐτῇ τῇ προσβολῇ τῶν ἐπιζημίων λογισμῶν ἀρχὴν ἔχοντος τοῦ διορύγματος πληγῆναι τούτους, καὶ καταπεσεῖν ἐν τῇ μάχῃ νεκρούς. Οὕτω γὰρ ἂν ἐγεγόνει λοιπὸν αὐτῷ ἀπόλεμος ἡ ζωή, καὶ θεσμὸς θυ μηδείας ὁ βίος ἐπ᾿ εὐφραινομένῳ τῇ ἀπολαύσει τούτων, ὧν παρὰ μικρὸν ἔμελλε πικρῶς τὴν ζημίαν ὀδύρεσθαι. Τοιοῦτος ἦν καὶ ὁ λέγων· Ἐξ αὐτοῦ τοῦ το
col. 979–980page 7 of 48
PG 79:979στόματος τῶν θηρίων ἐξέσπων δύο σκέλη, καὶ λόβο ὠτίου πριν καταποθῇ· ταῦτα λαμβάνων, ἀνακτώμε γῆς αὐτὰ ἑαυτῷ. Είτε γὰρ λογισμὸς ἐπιθυμίας τῶν γηίνων ἦν πραγμάτων τοῖς ποσὶν ἐμπλεκόμενος, καὶ προκοπὴν τῶν ἀμεινόνων τέως κωλύων, εἴτε λόγος φθεῖραι διὰ τῆς ἀκοῆς χρηστὸν ἦθος δυνάμενος, τού τους ὥσπερ θῆρας χανδὲν τὰ ἡρπασμένα κατέχοντας μέλη, βλάπτειν οὐ συγχωρεί, φθάνων τὴν λύμην αὐτῶν σπουδαία χειρὶ, καὶ τῷ νηφαλίω κωλύων τὴν ἐγγύθεν ἐπήρειαν. ΚΕΦΑΛ. Η' Οὐκ ἔλαττον γὰρ τοῦ ὄντος ἐν τῷ στόματι θηρίου κινδυνεύε:, ὁ ἀρξάμενος κατέχεσθαι πάθει τοῦ ἁλῶ και πλησίον τυγχάνων. Ὡς καὶ τῷ καταποθῆναι ἐκεῖνος ἦν, εἰ μὴ διαγρηγορήσας οξέως διαδράσει τὸν συνέχοντα ὄλεθρον ὅθεν οἱ τὴν ποιμαντικὴν τέ χνην ἔμπειροι Δαβίδ, καὶ Ἰακὼς ἐγκαλωπιζόμενος τῇ περὶ ταύτην ἐπιστημονικῇ, ὁ μέν φησιν·. Ἐκρά τουν τοῦ φάρυγγος τῆς ἄρκτου, καὶ τοῦ λέοντος ἀναθλίβων, δηλονότι τὸ καταποθέν, καὶ ἀσινὲς πρὸς ζωὴν ἀποκαθιστῶν.» Ο δέ, «θηριάλωτον οὐκ ἐνή νοχα ἀπ' ἐμαυτοῦ ἀπετίννυον κλέμματα ἡμέρας, καὶ κλέμματα νυκτός, οὐδὲν μὲν εἰς ἐνέργειαν θα νατικὴν τῶν ἀλόγων, καὶ βοσκηματωδῶν ἐπιθυμιών ἑάσας ἐλθεῖν· εἰ δὲ καί τι τῶν ἀδιαφορωτέρων, καὶ οὐ μέγαν εχόντων τὸν κίνδυνον μετεωρισμῷ τοῦ νοῦ, ἐκλάπη ποτέ, οἷον εἰπεῖν τι τῶν οὐ καθηκόντων, ἢ λέγοντος ἀκοῦσαι ἑτέρου, εὐθὺς οἴκοθεν τὸ κλαπέν ἀπεδίδου τοῦ παρημελημένου τὸ σφάλμα αναπληρῶν συντόνῳ σπουδῇ, καὶ ποιῶν ἐξ ἐπανορθώσεως αὐτὸ ταχέως τῷ καταλόγῳ τῶν ἄλλων καλῶν ἐναρίθμιον, ὅπως ἡ ἄρτιον, καὶ ἀπλημμελὲς ὁμοῦ πάσης τὸ σῶμα τῆς ἀρετῆς, οὐδενὶ λειπόμενον, ἢ λελωβημέν νον τῶν συντεινόντων πρὸς τὸ κάλλος αὐτῆς μορίων τῆς φυσικῆς εὐμορφίας. Ὁ δὲ τῷ χορῷ τῶν ἀπο στόλων πρόκριτος, καὶ ἐν αὐτοῖς ἡγεμονεύσας ἀεὶ Πέτρος, ὁ καὶ ἰχθύας σαγηνεύσας τῷ ἀμφιβληστρῳ, καὶ ἀνθρώπους ζωγρήσας τῇ χάριτι, καὶ τὸν θήρα, καὶ τὴν περὶ τὴν βοράν τούτου μανίαν ἐνδείκνυται, λέγων· Ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρύεται ζητῶν τίνα καταπίη. ΚΕΦΑΛ. Θ'. Μάθωμεν ἡμεῖς ἀκριβῶς, ὅτι πρῶτον μὲν ἐκ ἐπ θυμίας ἐν τῷ στόματι γίνεταί τις τοῦ λέοντος, καὶ πρὸς τὸ καταποθῆναι ῶν, καὶ πρὸς τὸ ἐξελθεῖν ἐπι τήδειος. Εαυτῷ δὲ λοιπὸν ἀμελήσας, ἢ σπουδάσας, θατέρου τούτων καθίσταται αἴτιος· ἐξουσία γνώμης αἱρούμενος ὅπερ βούλεται τῆς τῶν σωζομένων ἑκουσίως, ἢ ἀπολλυμένων μερίδος γινόμενος. Καὶ διὰ τοῦτο πάντως καὶ Παῦλος ὁ μέγας ὁ τὰ νοήματα τοῦ ἐχθροῦ διαθρήσας σαφῶς, καὶ οὐκ ἀγνοῶν τὰς ἐπ' ἀπωλείᾳ τῶν ἀκεραιοτέρων εἰσφορουμένων τέτ χνας αὐτοῦ, τὸν ἐκ πολλῆς ἀθυμίας ἐν τῷ στό δ.
col. 981–982page 8 of 48
PG 79:981ματι ὄντα τοῦ λέοντος ἐξελκυσθῆναι κελεύει προ τροπῇ, καὶ παρακλήσει πολλῇ, μή πως λέγων τῇ περισσοτέρα λύπῃ καταποθῇ ὁ τοιοῦτος ἐγγὺς ὢν καὶ τοῦ προελθεῖν ἐκεῖθεν, ἐὰν θαῤῥήσῃ παρηγορη θεὶς ψυχαγωγίᾳ τῶν παραμυθουμένων τὴν ἀθυμίαν, καὶ καταποθῆναι, ἐὰν παροραθεὶς ἀπογνῷ ἑαυτοῦ. Τοσαύτην οὖν δυσχέρειαν ἐχούσης τῆς ἐπὶ τὴν βα σιλείαν ἀγούσης ὁδοῦ, στενῆς τε οὔσης, καὶ κρη μνοῖς περιεχομένης ἑκατέρωθεν, τίς ἐστι χρεία φορ τίοις ἐπηχθισμένους χρημάτων, ἢ κεχηνότας πρὸς τοὺς ἐπαινοῦντας, ἢ ψέγοντας πειρᾶσθαι, ταύτην ὁδοιπορεῖν ὡς οὐκ ἐνδέχεται; Καὶ γὰρ αἱ φροντίδες τῶν ὑλῶν περισπῶσαι, συντόμως ἕλκουσι κάτω, και τὸ πρὸς δόξαν, ἢ ἀτιμίαν ὁρᾷν εὔκελον, τὸ εἴτε ἐν τεῦθεν, εἴτε ἔνθεν πτῶμα ποιεῖ, τοῦ πρὸς ὁδήποτε μετεωρισμοῦ τὸν ἔλισθον παρέχοντος εὐμαρῆ· τοῦ μὴ τὸν ὀφθαλμὸν ἀσχολεῖν ἐκεῖ, ἔνθα φροντίδα πολύ λὴν ἀπαιτεῖ ἡ ἀσφάλεια, καὶ τὸ παρεῖναι νήφουσαν βούλεται· μόλις γὰρ καὶ οὕτως ἡ πορεία γίνεται ἄπταιστος τῷ στενῷ, καὶ κρημνώδει πολλήν παρ έχουσα τὴν δυσχέρειαν. Εἰ γὰρ κατὰ τὴν Κυριακήν φωνὴν, στενή, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, πάντως εὐσταλῆ, καὶ ἐγρηγορότα τὸν διαβαίνοντα αὐτὴν εἶναι προσήκει, οὔτε βαρούμενον φορτίῳ, καὶ ἐν τῷ βαδίζειν ἀλλάσσοντα, οὔτε ἀδεῶς περιαθροῦντα τῇδε καὶ τῇδε. Μέγας γὰρ ἀμφοτέ [οις, καὶ χαλεπῶς ἄγαν ὁ κίνδυνος τῆς τυχούσης ἐκτροπῆς εἰς τὸ ὑποκεχηνὸς βάραθρον καταφερούσης πρὸς ὄλεθρον. ΚΕΦΑΛ. Γ'. Ει Διὰ τοῦτο καὶ ὁ Κύριος, καὶ ὁ Παῦλος, ποτὲ μὲν ἀκτημοσύνην ἐπιτάττουσι λέγοντες· «Μή κτήσησθε χρυσόν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν.» Καί· «Μὴ μεριμνήσητε εἰς τὴν αὔριον.» Καί Εχοντες διατροφὰς, καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» Καί· «Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις.» Ποτὲ δὲ μὴ πρὸς Εόξαν ἑπτοῆσθαι συμβουλεύουσιν·. "Οταν νηστεύη τε, φάσκοντες, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταί σκυθρωποί, ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανώσι τοῖς ἀνθρώποις νηστεύοντες.» Κα! Όταν προσεύχησθε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριη ταί, φιλοῦσι γὰρ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ὁραθῶσιν ὑπὸ τῶν ἀν θρώπων· καὶ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενοι. Ο γὰρ οὕτω διακείμενος, οὐ τοσοῦτον ἐπὶ τοῖς κατορθουμένοις επαί ρεται, ὅσον ταπεινοῦται τοῖς λείπουσι τὸ προκείμενον, ὅπως ἀνυσθῇ μεριμνῶν, οὐ πρὸς τὸ ἀνυσθέν ἐπιστρεφόμενος, ἐπειδὴ τὰ μὲν πεπραγμένα πολλάκις τοὺς κουφωτέρους φυσῷ πρὸς ἀπόνοιαν· τὰ δὲ τὴν ἐργασίαν ἀπαιτοῦντα συστέλλει τὸ φρόνημα τῷ ἀδήλῳ, εἰ πέρας λάβῃ, λυποῦντα πρὶν γένηται. Οθεν καὶ ὁ Κύριος τοὺς εἰς ἄκρον φθάσαντας ἀρε
col. 983–984page 9 of 48
PG 79:983. τῆς ἀσφαλιζόμενος τοῦ πρὸς τὴν εἴησιν ὀλίσθου φη σίν· «Όταν πάντα ποιήσητε τὰ διατεταγμένα ὑμῖν, τότε λέγετε· Δοῦλοι ἀχρεῖοι ἐσμεν· ὁ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν.» Χαίρειν μὲν ἐπιτρέπων ώς ἐπὶ πληρωθέντι ὀφλήματι, οὐ μὴν συγχωρῶν καὶ μέγα φρονεῖν. Χρέος γὰρ ἦν, φησί, τὰ ἀποδιδόμενα, οὐ δῶρον ἑκούσιον, καὶ τὸν ἐκτίσαντα κατὰ τοῦ Χρισ στοῦ οὐχ ὅσιον ὡς εὐεργέτην επαίρεσθαι μεγαλαυχοῦντα, ὅτι εὐγνωμόνως ἀπέδωκεν ἅπερ ἀγνωμονῶν ἀπαιτεῖσθαι στρεβλούμενος ἔμελλεν. ΚΕΦΑΛ. ΙΑ'. Ὁ δὲ ᾿Απόστολος, οὐ μόνον τὰ ὀπίσω παραδιδέναι ληθῇ κελεύει, μνήμην αὐτῶν τοὺς εὐχερεῖς πρὸς ἀλαζονείαν βλέπειν εἰδὼς, ἀλλὰ καὶ τὰς ἑκατέρωθεν ἐπηρείας φυλάττεσθαι κελεύει σπουδαίως, ὅταν λέγῃ Διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν, καὶ ἀριστερῶν, διὰ δόξης, καὶ ἀτιμίας, διὰ δυσφημίας, καὶ εὐφημίας, ὡς πλάνοι, καὶ ἀληθεῖς.» Οὐκ ἔλατ τον γὰρ τῶν χαυνούντων ἐπαίνων τὸν ἐπὶ τελειότητα ἐπειγόμενον ἀδικοῦσιν οἱ ψόγοι, ταπεινὸν ἐργαζόμενοι τὸ φρόνημα, καὶ τὸ πρόθυμον ἐκλύοντες ἀθυμία καὶ λύπῃ. Διὸ κατὰ σκοπὸν χρὴ τρέχειν πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ τρέχειν ἀξίως, καὶ ἀμετεωρίστως ὁμοῦ. Τὸ μὲν γὰρ κατὰ τὸν λέγοντα, Οὕτω τρέχετε, ἵνα καταλάβητε, ο φθάνειν κἂν εψέ ποτε τοῦ σπουδαζομένου παρασκευάζει τὸ πέρας. Πολὺ γὰρ τὸ μῆκος, καὶ πτερῶν μᾶλλον, ἢ ποδῶν χρῇζον πρὸς τὴν κατάληψιν. Οὕτω γὰρ ὁ τοῦτο πε πεισμένος ἔλεγε· ι Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι, καὶ καταπαύσω;» Τὸ δὲ νηφόντως τὰς ἔνθεν, καὶ ἐκεῖθεν ἐνοχλεῖν ὑποτίθεται παγίδας, ἐπειδὴ σχοινία διατείνουσι τοῖς ποσὶν οἱ ἐχθροὶ τοῖς δεξιοῖς, καὶ τοῖς ἀριστεροί; μη χανώμενοι βρόχοις τῶν καλῶς τρεχόντων τὴν ἅλω σιν, ἔνθεν δόξαν, καὶ εὐφημίαν, ἐκεῖθεν ἀτιμίαν, καὶ δυσφημίαν, καὶ τὸ κατεγνωσμένων τοῦ βίου πηξάμενοι· ὡς τῆς ἑκατέρωθεν όπωσοῦν ἐσκευασμένης ἐπιβουλῆς ἰσχύσασα μία, ἢ πεσεῖν παρασκευάσῃ τελείως, ἢ κἂν ἐπίσχῃ τοῦ δρόμου πρὸς ὀλίγον, ὡς ἐμποδισθῆναι τέως τὴν ἐπὶ τὸ ἀγαθὸν προκοπήν, καὶ ἀποτυχεῖν τῆς σπουδαζομένης τελειότητος. Τί δὲ καὶ οὕτω λυπεῖ τὰ διαβάλλοντα ψευδῶς τὴν ὑπόληψιν; ἢ τί τὰ πρὸς θαῦμα ταύτην ἐπαίροντα εὐφραίνει, καὶ χαυνοί πρὸς διάχυσιν; ΚΕΦΑΛ. ΙΒ' Εἰ μὲν γὰρ ἐκ τῆς ἐντεῦθεν ψήφου ἐβεβαιοῦτα παρὰ τῷ ἀδεκάστῳ κριτῇ, καλῶς ἀρέσκειν ἀνθρώποις, τίς εἶχε σπουδήν, μαρτυρίαν τὴν ἔνθεν δόξαν εἰς πίστιν τοῦ μέλλοντος ἐπαγόμενος, καὶ ἀνεύθυνος ἀποδειχθήσεσθαι, ἐξ ὧν συνέστη παρὰ τῶν ἐνθάδε κριτῶν. Εἰ δὲ σχολάζοι σχῆμα, καὶ ἀποδοχή, καὶ δόξα τῶν ἐν τῷ παρόντι ψηφιζομένων τα καθ' ἡμᾶς, γυμναὶ δὲ αἱ τῶν πεπραγμένων, καὶ νενοημένων παρίστανται εἰκόνες, σαφεῖς ἔλεγχο φαύλων, καὶ ἀστείων ἐνθυμήσεων, καὶ ἔργων για
col. 985–986page 10 of 48
PG 79:985νόμεναι, καὶ κρινόμεναι οὐκ ἀφ᾽ ὧν ἔδοξε τοῖς πολλοῖς, ἀλλ᾽ ἀφ᾽ ὧν αὐτὴ συνίστησιν ἡ ἀλήθεια· εἰς καζόν τι, καὶ μάταιον ἀληθῶς ἐπιτήδευμα τὸ πείθειν τούτους ἐθέλειν, ὅπως ἔχῃ τὰ ἡμέτερα, ὧν ἡ πληροφορίᾳ οὐδὲν ἡμᾶς εἰς τὴν ἄνω δίκην ὀνίνησι τὰ ὄντα βλέπουσαν, οὐ τοῖς νομιζομένοις παραγινομένην τὰ γενόμενα γνωρίζουσαν, οὐ συντιθεμένην συν ηγορίᾳ τῶν πειρωμένων πιθανῶς δεῖξαι ψεῦδος αλή θειαν, καὶ δεινότητι σεσοφισμένων λόγων τὴν γνώμην τῶν ἀκουόντων διατιθέντων ὡς βούλονται· ἄλλως τῶν πραγμάτων ἐχόντων, ἄλλην ὅπως ἔχει τὰ φαι νόμενα φαντασίαν Απατημένην. Ὅπου δὲ τὰ νῦν ὑπ' ὄψιν ἀγόμενα μορφονται τα πράγματα, έωλος ἡ φανερουμένη σαφῶς, οἷς λανθάνουσα νῦν ἐστι, καὶ οὐχ οἷα λογοποιεῖται, πρὸς τὸ εὔφημον ἢ ἐπί ψογον παρὰ τῶν πολλῶν ψιθυριζομένη, οἷς ἡδονὴ πάντως, καὶ τέρψις τὰ ἀλλότρια περιεργάζεσθαι καὶ ἀντιβάλλειν ἐν ταῖς εὐκαιρίαις, πρὸς ἀλλήλους ἐστὶν, ἔργον ἔχουσι διὰ παντὸς οὐ χρήσιμον τοῦτο, διὰ τὴν οὐ πᾶσι λυσιτελοῦσαν εἰς δέον σχολήν. ΚΕΦΑΛΙ. ᾿Αλλὰ τριττῆς οὔσης ἐν τῷ βίῳ ἀγωγῆς τῆς ἄκρας ἀκτημοσύνης, καὶ τῆς μέσης, καὶ τῆς ἐνύλου, καὶ πολυκτήμονος" μία γὰρ ἦν ἐξ ἀρχῆς, καὶ θεσπισθεῖσα παρά τοῦ Δημιουργοῦ, καὶ πολιτευομένη πᾶσιν ὁμοίως, ἀμέριμνος, καὶ παντάπασιν ἄῦλος, ἣν ἔτεμον ὕστερον εἰς τὰς διαφοράς ταύτας αἱ ποικίλως πρὸς ἄπερ ἔσχον ἐπικλινῶς σχισθεῖσαι γνῶμαι τῶν ἀνθρώπων· ἀναγ καῖον ἑκάστης διεξελθεῖν τὰ ἰδίωμα, καὶ τίς ὠφέ λεια τοῖς μετιοῦσιν, ἢ βλάβη ἐκ τούτων ἀκολουθεῖ, καὶ ποῖα τὰ πρεσβεῖα καθήκει, καὶ δέδοται παρὰ τοῦ νομοθετήσαντος ἐξ ἀρχῆς ἡμῖν τὴν ἀγωγὴν τοῦ βίου; Κριθήσεται γὰρ αὕτη προτιμωτέρα πάντως τῶν ἄλ λων, καὶ παρὰ τοῖς λίαν ἀγνώμησι δυσωπουμένης τῆς ἀληθείας ὁμολογεῖν τὸ ἀξίωμα, κἂν τοῖς ἔργοις ἐναντίως διακέωνται δελεαζόμενοι τῷ ἐπαγωγῷ τέρ ποντος, οὐχὶ δὲ λογισμῷ ποιούμενοι τὴν ἐκλογὴν τοῦ συμφέροντος. Τις οὖν ἐπετάγη τῷ πρωτοπλάστῳ ζωή; φαγῇ, φησὶ τὸν χόρτον τοῦ ἀγροῦ. Καὶ μή τις λογισμοὺς ἀνακινείτω πρὸς τοῦτο νῦν πιθανούς ζη τῶν, εἰ τῷ λογικῷ ζώῳ ἡ κτηνώδης ἔπρεπεν ὡς εἴε ται δίαιτα; κωλύει γὰρ τὸ περίεργον τῆς ἐρεύνης ἡ τοῦ προστάξαντος ἀξία. Τάχα δὲ καὶ ἦν λυσιτελής μᾶλλον τῷ ἀνθρώπῳ, καὶ ἐπιτηδειοτέρα πρὸς τὴν σπουδαζομένην τοῖς κατ᾿ εἰκόνα Θεοῦ γενομένοις ἀγχίνοιαν ἐκ τῆς ἄγαν ἀθρότητος βαροῦσαν τὸ δια νοητικὸν, καὶ σκοτίζουσαν τοῦ λογιστικοῦ τὸ διομα τικὸν καὶ νηφαλέον. "Οτι γὰρ εἶχε ταῦτα οὕτω πρὶν, τὸ δοκοῦν σκοπήσωμεν εύλογον, ἐγγυᾶται την ἀπόδειξιν καὶ τὸ κηδεμονικὸν τοῦ Ποιήσαντος, ἐπ' ὠφελείᾳ τοῦ γενομένου πραγματευσαμένου ἀεὶ, καὶ τὰς ἐπὶ τὸ χεῖρον ἡμῶν ῥοπάς συγκαταβάσει διαθέν τὸς πρὸς τὸ ὠφέλιμον. Τὸ γὰρ μετά παράβασιν, καὶ παρακοὴν μὴ καταλιπεῖν ὡς ἀπεγνωσμένον τὸν και ταφρονητὴν ἀπρονόητον, δευτέρᾳ δὲ μεθόδῳ τὸ πρῶ
col. 987–988page 11 of 48
PG 79:987τον διορθώσασθαι σφάλμα, καὶ πρὸς εἰδωλολατρείαν ὕστερον ἐκμανεῖσι τοῖς ἔπειτα τρέψαι θύειν αὐτῷ, καὶ ἄλλοτε ἄλλως κατὰ καιροὺς συνδιαθέσθαι ἑκά στοις, καὶ ταῖς ἀκαίροις αὐτῶν ὁρμαῖς ἀποχρήσασθαι εἰς δέον καθάπερ ἀτάκτων ἀρρώστων τὰς ὁλε θρίους ἐπιθυμίας σοφιζόμενον πρὸς σωτήριον Προ νοίας ἐστὶ μεγίστης συνερχομένης τῇ ἀσθενείᾳ τῶν οἱ κονομουμένων, καὶ ταῦτα ἐπιτρεπούσης, Ο τέως πράτ τειν οἷα τέ ἐστι πρὸς τὸ συμφέρον ἡ παροῦσα δύναμις. ΚΕΦΑΛ. ΙΔ΄. Αὐτίκα γοῦν οὐκ ἐνεγκόντα τὸν κόρον τῆς ὑπερ βαλλούσης τιμῆς, καὶ καταστρηνιάσαντα τῆς ἀλή κτου εὐφροσύνης ἐκείνης, ἐφοίτα μὲν γὰρ πρὸς αὐτ τὸν εἰς καθημερινὴν ὁμιλίαν χρήζοντα ψυχαγωγίας ερημίᾳ τῶν παραμυθουμένων τὴν ἀκηδίαν ἐθελοντής αὐτὸς ὁ Θεὸς, καρποῦ τε παντὸς τῶν ἐν παραδείσῳ φυτῶν ἀπόλαυσιν ἐπέτρεψεν αὐτεξούσιον, ἑνὸς ἀπο σχέσθαι μόνου κελεύσας, οὐ φθόνῳ τῆς γεύσεως, γυμνάζων δὲ τέως πρὸς εὐπείθειαν αὐτὸν, ἄλλης οὐκ οὔσης ὕλης πρὸς τὴν νομοθεσίαν ἐπιτηδείας, ἵνα εἰδῇ τῶν ἄλλων ζώων ἡγεμονεύων ἁπάντων, ὅτι καὶ αὐτ τὸς ὑπόκειται νόμῳ, καὶ τὴν ἐντολὴν ἔχει τῆς πρὸς τὸν ἐπιτάξαντα ὑποταγῆς σημεῖον ἀρίδηλον. Εκε Γάλλων δὲ τῆς πρώτης, καὶ οὐχ ἁρμοζούσης ἁψι κόρης τρυφῆς, οὐκ ἀφῆκεν ὡς ἀπειθῆ κηδεμονίας ἔρημον, οὐδὲ παραβάντα τὴν ἐντολὴν τῆς ἑαυτοῦ παν τελῶς ἐπικουρίας ἑστέρησε· δευτέραν δὲ τούτῳ νο μοθετεῖ αὖθις ζωὴν τῇ καταστάσει προσηνῆ· καὶ τοῦ μὴ χρησαμένου τῇ ἀνέσει εἰς δέον κατάλληλον, έρ γασίᾳ, καὶ μόχθῳ κελεύσας πορίζεσθαι τὴν τροφὴν, ἐπεὶ μὴ ἔγνω σχολάζων προσεδρεύειν θεραπεία Θεοῦ, καὶ τῇ τούτου προσανέχειν ὁμιλίᾳ, τῶν σωματικῶν πόνων ἀργίαν ἄγων. Καὶ δερματίνους χιτῶνας περι τίθησιν αὐτῷ σκεπάζων τε ἅμα τὴν τότε φανεῖσαν, οὐ πρὶν ὅτι ἦν φύλαξ τῆς ἐντολῆς, αἰσχύνης γέμουσαν γύμνωσιν, καὶ οἷς ἐνδύμασι χρῆσθαι δεῖ, σ:ω πῶν τῷ λόγῳ, καὶ διδάσκων τῷ πράγματι, τὴν ὕστε ρον ἐν τοῖς ἐσθήμασι καινοτομηθεῖσαν βλακεία», αναστέλλων ἐκεῖθεν τῇ χρειώδει στολῇ, καὶ τῷ ἀπεριέργῳ τῆς ἀμπεχόνης προδιαβάλλων τὴν νῦν πολύ τευομένην περπερείαν. ΚΕΦΑΛ ΙΕ'. Τίς οὖν ἔπρεπεν ἄρα, ἢ συνέφερεν ἐκείνῳ δι αγωγή; Ην ἐπετάγη νομοθετούμενος; ἢ ἣν κατεδικάσθη ἀλογήσας τῆς ἐντολῆς; Οτε πᾶσαν εἶχεν ἀπό λαυσιν, καὶ τέρψιν τῆς ἐν τῷ παραδείσῳ θεωρίας. καὶ χρήσεως τῶν διαφόρων φυτῶν; ἢ ὅτε ταλαιπώρων τοῖς γεωργικοῖς μόχθοις ἐν ἱδρῶτι τοῦ προσ ώπου τῆς τροφῆς μετελάμβανεν; Ὅτε καρπῶν, ὧν ἤθελεν, ἀμερίμνως ἀπέλαβε, καὶ πᾶν τότε τερπνόν ἐδρέπετο τῇ χειρὶ, τῇ ἐκτάσει ταύτης εἰς τὴν ἔδω δὴν μόνην σκυλώμενος, καὶ τὴν ὄρεξιν ἀκαμάτῳ δε
col. 989–990page 12 of 48
PG 79:989ξιούμενος ἑστία, τῷ τὴν ἐπιθυμίαν κινήσαντι πρὸς Εφεσιν βρώματι πληροφορῶν αὐτὴν, καὶ παραμυθούμενος φυσικῶς κεκαρυκευμένῳ σίτῳ; ἢ ὅτε σκα πάνην, καὶ δίκελλαν, καὶ ἅρπην μετεχειρίζετο, αυ λακίζων ἀρότρῳ τὴν αὐτομάτως πρὸ μικροῦ τὰ χρή σιμα φύουσαν γῆν, σπείρων, ἐπάρδων, ἀμώμενος, μετακομίζων δράγματα, ἀλοῶν, τρίτων, τῷ λικμητῷ καθαίρων τὸ γέννημα, καὶ μετὰ τοῦτο σιτοποιῶν μη χαναῖς μύλων ἐρέττων πυρὶν, ἀλήθων, φύρων άλευρα ὕδατι, πέττων πυρί, καὶ οὕτω πολύμοχθον ἄρτον σιτούμενος; "Οτε φιλικῶν ἤκους λόγων Θεοῦ, καὶ τὴν ψυχὴν ἀποῤῥήτοις διὰ τῆς ἀκοῆς εὐφραίνετο ῥή μασιν; ἢ ὅτε μυκηθμῶν, καὶ βληχημάτων, καὶ ὀγε κηθμῶν ὀχληρεῖς ἦχοις περιεκτυπεῖτο τὰ ὦτα; Τὰ μὲν γὰρ τῆς ἀκτημοσύνης, τὰ δὲ τῆς πολυῦλου ζωῆς ἐστι ἰδιώματα· τὰ μὲν θείοις διηγόρευται νόμοις, τὰ δὲ ἀνθρωπίναις ἐπιτήδευται ἐπιθυμίαις. Τὰ μὲν ἐλπίδος ήρτηται τοῦ Θεοῦ, καὶ τὴν αὐτάρκειαν διὰ παντὸς ἔχει χορηγουμένην ἐκεῖθεν, τὰ δὲ τῇ μα ταιότητα προσορμεί σαλεύοντα λίαν ἐπισφαλῶς, καὶ πολλὴν ἔχει πρὸς τὴν ἀτυχίαν τὴν συγγένειαν. ΚΕΦΑΛ. 14'. Καὶ μάρτυς τούτων ἡ πεῖρα, καὶ τὰ καθ' ἑκάστην πληροφοροῦντα τὴν αἴσθησιν, ὡς τὰ μὲν εἰκότα πολ λάκις τῆς ἐλπίδος διήμαρτεν, οὐκ ἐψεύσατο δὲ τὴν ἐπικουρίαν ποτὲ ἡ κηδεμονία τοῦ κρείττονος. Τίς γὰρ τὰς παρακολουθούσας τῇ γεωργία οὐκ οἶδε ζημίας; Τίς ἀγνοεῖ τὰς ἑπομένας τοῖς καρποῖς ἐπηρείας; ὑετοὶ πολλάκις οἱ τρέφοντες τούτους ὁμοίως ἠδίκησαν, ἀνέμων ἀνεπιτηδείων αὖραι ἢ περιέψυξαν τοῦ μέτρου πλέον, ἢ περιέφλεξαν, καὶ ἀπώλεσαν· χά λαζα παρεστῶτα τὸν ἄσταχυν, καὶ τεθηλὸς τὸ λήϊον ἐπενεχθεῖσα κατέκλασε· χείμαρροι ἐξ ἐπομβρίας ἀτάκτου σεσωρευμένον ἢ καὶ τριβόμενον ἔτι τὸ γέν νημα κατέσυραν, καὶ ἠχρείωσαν· βροῦχος, ἐρυσίβη, κάμπη, καὶ τῶν κανθαροειδῶν ἄλλα ζώων πολλά μετ γάλην οἶδε τὴν βλάβην ἐργάζεσθαι. Ἐῶ λέγειν τοὺς ἐν αὐταῖς ταῖς ἀποθήκαις ἐντικτομένους σῆτας τῷ κόκκῳ, καὶ ποιοῦντας πᾶσαν τὴν ἐπὶ τῇ γεωργία τα λαιπωρίαν ἀνόνητον. Τίς δὲ πάλιν τὴν ἐκ τῆς θείας προνοίας οὐκ ἐδιδάχθη τῷ χρόνῳ ἀσφάλειαν, ὅπως ἄπονον τοῖς θεοσεβοῦσι, καὶ ἀταλαίπωρον, ὅτε χρή, παρέχει τὴν ἐπιτηδείαν τροφήν, καὶ τῶν ἅπαντα μηχανωμένων πρὸς εὐπορίαν σιτίων πλουσίων ἐν δείᾳ τρυχωμένων) ἔσθ' ὅτε τοῖς πεποιθόσιν αὐτῇ ἔθεν βούλεται παραδόξως ἑτοίμην σχεδιάζει τὴν τρά πεζαν, ποτὲ μὲν ἐξ ἀνηρότων νεφῶν ἄσπορον ἄρτον ἐν ἐρήμῳ τὸ μάννα παρέχουσα, ποτὲ δὲ καὶ ἐκ θα λάττης ορτυγομήτραν ἀνάγουσα, ἄλλοτε διψῶσιν ἐκ πέτρας ξηράς δαψιλή προχέουσα νάματα, ἀμφοτέρας ὅπως τροφῆς ὑγρᾶς, καὶ ξηρᾶς πληρώσῃ τὴν χρείαν φιλότιμον, καὶ διαφόροις εδέσμασι παραμυθήσηται τὸ ἀλύειν πρὸς τὸ μονότροπον τῆς διαίτης πεφυκυίας τῆς ὀρέξεως.
col. 991–992page 13 of 48
PG 79:991ΚΕΦΑΛ. 12'. Τίς τοὺς κόρακας παρεσκεύασε δις τῆς ἡμέρας ἐν λιμῷ παρακομίζειν τῷ Ἠλία τροφήν; Τίς ἐν τῇ ὑδρίᾳ τὴν δράκα τοῦ ἀλεύρου πρὸς τοσοῦτον χρό ? νον διαρκέσαι χεομένην εποίησε; Πῶς Ελισσαίος δέκα ἄρτοις ἑκατὸν ἄνδρας ἑκόρεσε μάρτυσι τοῦ κό ρου τοῖς λειψάνοις χρησάμενος; Η πῶς πάλιν πιο χρὸν ἐκ δηλητηρίου βοτάνης ἐν τῷ λέβητι ἔψημα μετα έβαλεν εἰς ἑδώδιμον, ἵνα πληρωθῇ ἡ χρεία τῶν τότε ? δεομένων τροφῆς; οὐκ ἦν τούτοις βοῦς, καὶ ἀροσίμη γῆ, καὶ ἡ λοιπὴ τῆς γεωργικῆς ὕλης παρασκευή καὶ πῶς αὐτοῖς ἡνύθη πάντοτε ἀνενδεῶς ἡ χρεία τοῦ σώματος "Αλλοις ἅπαντα πάρεστιν ἀεὶ τὰ πρὸς ? ἐργασίαν ἐπιτήδεια γῆς· καὶ οὐδὲν ἀμελεῖται τῶν 255 εἰς γένεσιν καρπῶν παρὰ τῆς ἀνθρωπίνης εἰσφερομένων σπουδῆς. Καὶ πῶς τὰ πολλὰ μένουσιν ἐνδεεῖς, θεραπεύοντες τὰ σπαρτά πάσῃ δυνάμει, καὶ οὐδὲν τοῦ πόνου καρπούμενοι πάντως Ὅτι ἡ τῆς ἐπὶ Θεὸν ἐλπίδος ἀσφαλῆς ἐστιν ἔκβασις, ψευδὴς δὲ τῆς ἀνθρωπίνης πεποιθήσεως ὁ σκοπός τοῖς δοκοῦσιν εὐτ λόγοις θαῤῥῶν, καὶ τῆς προσδοκίας ἀποτυγχάνων εἰς κότως, τὰ παράδοξα κρίνων ἀδύνατα, καὶ τὰ συνήθη λογιζόμενος βέβαια, καὶ τῇ πείρᾳ πειθόμενος ὕστε ρον, ὡς ταῦτα μὲν ἀμφίβολον ἔχει, καὶ ἐνδεχομένην τὴν παρουσίαν, ὅσα τῆς ἡμετέρας εντρεχείας ἐξηρ τῆσθαι δοκεῖ, ὁμολογουμένως δὲ, καὶ ἀναγκαίως πα ραγίνεται τούτων ἡ χρῆσις, ὅσα ἐκ θείας έρχεται χάρι τος, ἀεννάου πηγῆς τῆς προνοίας ὄντα δαψιλή, καὶ ἄφθορα ῥεῖθρα. Εἶπέ που καλῶς ὁ Κύριος, καὶ μετ' αὐτοῦ συμφώνως ὁ ὑμνογράφος Δαβίδ· ἡ μὲν, Αξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. Ο δὲ, Πλούσιοι ἐπτώχευσαν, καὶ ἐπείνασαν, οἱ δὲ ἐκζη τοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγα 1.»: θοῦ.» Τοὺς τῇ θεραπεία σχολάζοντας τοῦ Θεοῦ, ἐκεῖθεν δηλοῦντες ἔχειν ἑτοίμην τὴν τῆς τροφῆς χορο '. ηγία, μισθὸν οὖσαν πρὸ τοῦ ἡγουμένου μισθοῦ, καὶ πρεπόντως τῷ ἔργῳ τέως καθήκοντα, καὶ ὀφειλόμενον τῇ λειτουργείᾳ τοῦ σώματος. Ὁ μὲν γὰρ ἀνα λογῶν τῷ πόνῳ μένει τῇ ψυχῇ φυλαττόμενος ἐν τῷ μέλο λοντι, ὁ δὲ τῷ συνεργοῦντι πρὸς τὴν ἀρετὴν αὐτὴν ζώῳ, καὶ συμπράττοντι πρὸς τὴν θεοσέβειαν, σιτοδο τεῖται δὲ ὄντως ὑποζυγίου δίκην έχοῦντος τὸ ἐνεργοῦν, καὶ χρήζοντος ἐπιμελείας πρὸς τὸ διαρκεῖν τῇ δια η χονίᾳ, μέχρις ἂν ὑπέζευκται, καὶ δουλεύῃ τὴν δου λείαν, ᾗ ὑπετάγη παρὰ τοῦ Κτίσαντος. ΚΕΦΑΛ. ΙΗ'. Ταῦτα τῆς πρώτης ἀκτημοσύνης τὰ πλεονεκτήματα. Ταῦτα τῆς ἀπερισπάστου ζωῆς τὰ ἐπίχειρα. Αὕτη τῷ λογικῷ ζώῳ πρέπουσα διαγωγή θεραπεία σχολάζειν Θεοῦ, καὶ τὰ καθήκοντα κομίζεσθαι ὡς ἐκ ταμείου τῆς προνοίας αὐτοῦ· ἐλπίζειν τῇ κηδε μονίᾳ ἐκείνῃ, καὶ τὴν παρ' αὐτῆς ἐν πᾶσι καρποῦσθαι ἀντίληψιν· καταφρονεῖν τῶν γηίνων, καὶ ἔχειν
col. 993–994page 14 of 48
PG 79:993τὴν γῆν δωροφοροῦσαν τὰ αὐτῆς ἀγαθὰ πρὸς ἀπό λαυσιν σύμμετρον· μηδὲν κεκτῆσθαι ἐν κόσμῳ, καὶ μετ᾿ ἐξουσίας, ὅτε δεῖ, κεχρῆσθαι τοῖς τούτου και λοῖς· δουλεύειν γνησίως τῷ Κτίσαντι, καὶ τὴν κτίσιν δασμολογεῖν πρὸς τὸ χρειώδες, ὡς βούλεται· παροικεῖν ἐνταῦθα, καὶ τὴν κατοικίαν αἱρεῖσθαι ἔνθα καὶ ἀληθῶς κατοικία ἐστί· μηδὲν ἡγεῖσθαι τῶν ὧδε με νόντων σπουδαῖον, ταῦτα δὲ περὶ πολλοῦ ποιεῖσθαι, όσα συμβαίνει πρὸς τὴν λῆξιν ἐκείνην. Ταύτην ἔταξε τοῖς ἀνθρώποις ὁ Δημιουργὸς τὴν ζωὴν ἐξ ἀρχῆς, καὶ ταύτην αὐτῷ πεισθέντες, ἐβίωσαν πάντες οἱ ἅγιοι, οὐκ εἶχον γῆς οὐδὲ τὸ τυχὸν μέτρον εἰς αὐθεντίας λόγον αὐτόκτητον, καὶ πᾶσαν ἐφορολόγουν τὴν γῆν, τὰ χρειώδη ταύτης, ἔνθα ἂν ἔτυχεν εὑρεθῆναι, ὡς δεσπόται καρπούμενοι. Οὐκ ἦσαν ἐκ πλούτου, καὶ δυναστείας τοῖς ἀνθρώποις ἐπίσημοι, καὶ θῆρας ἐδυσ ώπουν πρὸς ἐντροπὴν τῷ τῆς ἀρετῆς ἀξιώματι. Οὐκ ἦν αὐτοῖς οἰκετικὴ θεραπεία τὸ βάναυσον ἐπι τρίβουσα πρὸς θρύψιν τοῦ σώματος, καὶ διηκόνει πρὸς τὸ ἀναγκαῖον αὐτοῖς τὰ μέρη τῆς κτίσεως. Οὐ παρῆν ἀχθοφόρων ὑπηρεσία κτηνῶν εἰς μετακομιδὴν τῶν ἀγωγίμων, καὶ κόρακες διεκόμιζον ταῦτα τὴν ἐκείνων χρείαν ἐκπληροῦντες ταχύτερον. ΚΕΦΑΛ. 10. Φίλοι τῇ καθαρότητα τοῦ βίου ἐσπούδασαν γενέσθαι Χριστοῦ, καὶ ἐν τοῖς τοῦ φίλου κτίσμασι διετάξαντο μετὰ παρρησίας ὡς ἠθέλησαν· ἐπέταξαν οὐρανῷ παρασχεῖν τοῖς δεομένοις τροφήν, καὶ μάννα τούτοις ὡς ἐκελεύσθη κατήνεγκεν· ἐξέκλεισαν ἄλλοτε τοῦτον ἐπὶ ἀγνωμόνων παιδείᾳ, καὶ τὰ συνήθη μαιμάσσων ἐπέσχεν ὑετὸν τριῶν ἐτῶν βαστάσας, καὶ μηνῶν ἐξ βάρος συναχθὲν τῷ χρόνῳ κατ' ὀλίγον εἰς ἄβυσσον κυοφόρον διὰ τοὺς προστάξαντας. Αμβρησε καὶ πῦρ νυκτός ποτε καταπρῆσαί τινας αλάστορας κελευσθείς, καὶ χάλαζαν ἐσφενδόνησεν ἄλλοτε καθ' ἑτέρων ἀνα μων εὐστόχοις βολαῖς, καὶ πολὺν ἐν ἑαυτοῖς εἰργάσατο θάνατον, τοῦτο τῶν δικαίων ἐκείνων τῷ νεύ ματι διδαχθείς. Γῆν διέστησαν χάσματι μεγάλῳ, καὶ σκηναῖς ἅμα, καὶ κτήνεσι πολυζώου ἀγέλης, τοὺς στασιώδεις κατήγαγον πρὸς καταχθονίους μυχούς. Βυθὸν ἠπείρωσαν εἰς λεωφόρον ὁδὸν, καὶ γῆν ἐλί μνωσαν ἄνυδρον εἰς ἄφθονον χρῆσιν τοῦ πρὶν σπανί ζοντος ὕδατος. Ποταμοὺς διῆλθεν ἀβρόχῳ ποδί, και μίνῳ πυρὸς ἐμπεριεπάτησαν, καὶ πυρὸς βλάβην οὐκ ἔγνωσαν, καθάπερ ύδατι ψυχρῷ τοῖς σώμασι τῇ φλογί μαχεσάμενοι, καὶ τὸ φθοροποιὸν τῷ εὐφθάρτῳ νικήσαντες. Θηρίων θυμοῖς εἰς βορὰν παρεδόθησαν, καὶ τῆς τούτων πεῖραν οὐκ ἔλαβον ἀγριότητος, καθάπερ ἐπιδῇ τιθασσευούσῃ πρὸς ἡμερότητα προσ ευχῇ τούτους πραΰναντες. Σκότος ἀφεγγες κατηύγασαν στύλῳ πυρός· μεσημβρινὸν ἀνέστειλαν καύσωνα, σκιάσαντες τοῖς ὁδοιποροῦσι νεφέλῃ τὸ αἴθριον. Υδωρ πικρὸν, καὶ ἀγονίας τῇ γῇ αἴτιον ἄλλο πότι μον τοῖς διψῶσι, καὶ πρὸς γένεσιν καρπῶν ἐπιτήδειον παρέσχον τοῖς νεμομένοις τὴν χώραν εκείνην. Στείραις ἐδωρήσαντο τέκνων γονὴν, καὶ θανόντας
col. 995–996page 15 of 48
PG 79:995λέμων παρατάξεις ἐγέλασαν, φάλαγγας ἀντιτεταγμένας ἐχθρῶν ἐτρέψαντο, ἐπιβούλων μεμηχανημέν νας ἐνέδρας διῆλθον ἀπαθεῖς, δεσμωτηρίων ερευ σθησαν τῶν θυρῶν αὐτοῖς ἀνοιγεισῶν ἀοράτῳ δυνά μει, δεσμῶν ἠλευθερώθησαν παραδόξως λυθέντες, ὧν κατείχοντο πέδων, ἀπειλὰς φόνων τῶν ἀρχόν των, καὶ μαινομένων δήμων θυμούς παρῆλθον ἀκινδύνως ἀεὶ πεῖραν οὐδενὸς οὐδέποτε λαβόντες ὅλως δεινοῦ. τοὺς ἐξ αὐτῶν, ζῶντας ταύταις ἀπέδωκαν. Τυράνο νοις δορυφορουμένοις πλήθει πολλῷ ἀντέστησαν, που ΚΕΦΑΛ. Κ'. Καὶ ταῦτα πάντα, καὶ τούτων πλείονα τοῖς δια καίοις ὑπῆρξεν ἐκείνοις, ὅτι καὶ κοσμικῶν ἀπηλλαγμένοι πολυπλόκων φροντίδων, ἐθρήσκευον ἀπερισπάστῳ προσεδρία τὸ θεῖον τῇ πρὸς αὐτὸ παῤῥησίᾳ πρὸς τὸ ἐπιτάττειν αἰδέσιμοι πάσῃ τῇ κτίσει γενι μενοι. Μηνύει τίνες οὗτοι ἡ τῆς Γραφῆς ἱστορία, καὶ τὰ ὀνόματα κατά χώραν ἐκ τῶν πράξεων δῆλα ποιεῖ ἑκάστῳ θαύματι ἕκαστον τοῖς μαθεῖν βουλομένοις γνωρίζουσα. Καὶ μακρὸν ἂν εἴη νῦν καὶ παρέλκον ἅμα καταριθμεῖν τούτους τῷ λόγῳ φανερούς ὄντας, καὶ τοῖς οὐ πάνυ σπουδαίως ἐντυγχάνουσι τῇ θείᾳ Γραφῇ, τέρψιν δὲ τῇ μελέτῃ ποιουμένοις, καὶ ἀπε αγωγὴν ίσως λυπηρῶν ἐνθυμήσεων. Οἷς γὰρ πεφρον (τισμένως πονεῖται τὸ ἔργον, τούτοις καὶ πρὸς θεω ρίαν χρησιμεύει ἡ λέξις, τοῖς νοήμασι προσασχο λοῦσα τὸν νοῦν, καὶ ἄλλοις ἄλλοτε ῥητοῖς αὐτὸν χειραγωγοῦσα πρὸς σύνεσιν τοῦ ὑπαντῶντος ἀκολούθως ἀεὶ διαδεχομένου τὴν τοῦ παρελθόντος μέριμναν, καὶ ταύτην παρατείνοντος ἕως ἀφεδρεύει τὰ κι νοῦντα τὴν ἔννοιαν, πλατύνοντα τὴν φιλοσοφίαν όσο Ο ημέραι προκόπτουσαν αὐτὴν, καὶ ἄγοντα ἐνθέσμως, ἐφ' ὅπερ ἐπείγεται τέλος. ΚΕΦΑΛ. ΚΑ'. Ἴστε δὲ καὶ τοὺς τῆς νέας προθήκης ἀκτήμονας, Ἰωάννην τὸν πρόδρομου τοῦ Χριστοῦ, καὶ τὸν χορὸν τῶν ἀποστόλων ὁμοῦ, ἐξ ὧν ὁ μοναδικὸς ἤρξατο βίος· ὅπως ὁ μὲν οἰκεῖν ἀφ' ἑαυτοῦ τὴν ἔρημον εξ λετο ἀκρίδας ἐσθίων, καὶ μέλι ἄγριον, ἐνδύματι δὲ χρησάμενος ἐκ τριχών πεποιημένῳ καμήλου· οἱ δὲ Κυριακῇ παραινέσει πεισθέντες ἑνὶ χιτωνίσκῳ ἐστοίχησαν, καὶ τροφῇ τῇ πρὸς ὥραν εὑρισκομένῃ όπου δήποτε, οὐδὲν κτησάμενοι ὡς ἐδιδάχθησαν ὅλως ἕως ῥάβδου, καὶ πήρας τῶν μάλιστα διὰ πολλὰ τοῖς ὁδί ταις χρησίμων, ἵνα μὴ τούτοις τάχα δοκοῦντες θαῤῥεῖν τὴν ἐπὶ Θεὸν ἀμβλύνωσιν ἐλπίδα, τοῖς ἀφαν νῶς συμπραττούσης ἀλογοῦντες δυνάμεως, ἥτις τοῖς εὐλόγοις, καὶ πιθανοίς συμμερίζεσθαι τὴν κηδεμονικὴν οὐκ ἀνέχεται χάριν, γυμνὴν δὲ παντὸς προκαλύμματος ταύτην ἐπιδείκνυσθαι βούλεται τὴν πρὸς τὰ εἰκότα, καὶ τὰ ἀληθῆ μεριζομένην ὁμοίως τῶν ἀνθρώπων εὐχέρειαν πρὸς ἑαυτὴν ἐπιστρέφουσα,
col. 997–998page 16 of 48
PG 79:997και οὐκ ἐῶσα περιέλκεσθαι τοῖς νομιζομένοις αὐτῇ συνεργεῖν πρὸς τὴν τῶν οἰκονομουμένων ἀσφάλειαν. Αλλ' ἄρα μὴ τῇ τῶν ἁγίων διηνεκεῖ περὶ τὸ θεῖον ἀσχολίᾳ τῆς ἀπὸ ᾿Αδελφίου τοῦ τῆς Μέσης τῶν που ταμῶν, καὶ ᾿Αλεξάνδρου τοῦ πρὸς ὀλίγον τὴν βασι λευομένην Κωνσταντινούπολιν θολώσαντος ἀργίας ἀνοίγωμεν θύραν προκάλυμμα τῆς περὶ τὴν ἐργα σίαν ὀκνηρίας τὸ διὰ παντὸς δοκεῖν προσκαρτερεῖν τῇ προσευχῇ πεποιημένοις, καὶ νέοις παισὶ, καὶ ἀνδράσι σφριγῶσιν ἔτι κατὰ τὴν ἰσχὺν τοῦ σώματος, καὶ ταύτην πολλοῖς ὀφείλουσι καταλῦσαι πόνοις νομοθετήσασι τὸ μὴ ἐργάζεσθαι τῇ ἀνέσει καὶ τὰ πάθη αὐτοῖς ἐπεγείρασι, καὶ τῷ λογισμῷ παρασχοῦσιν ἄδειαν ταῖς τούτων ὕλαις ἐνευκαιρεῖν, ἕως ἂν ἡ δου κοῦσα προσευχή, οὐκ οὖσα δὲ τοῦτο, ὅπερ λέγεται, πάντη ἀπόληται. ΚΕΦΑΛ. ΚΒ. Τῶν δὲ σαρκικῶν ἐπιθυμιῶν ὑπόμνησις οχληρά, οὐ μόνον οὐ συγχωρούσα προσομιλεῖν τῷ Θεῷ, ἀλλὰ καὶ φαντασίαις ἐνθυμήσεων αἰσχρῶν ῥυποῦσα τὸν δοκοῦντα προσεύχεσθαι νοῦν. Προσκαρτερεῖν μὲν γὰρ καλὸν τῇ προσευχῇ, καὶ τὸν νοῦν γυμνάζειν εἰς ὁμιλίαν Θεοῦ, τοσοῦτον δὲ, ὅσον τὸν τῆς εἰρήνης μὴ ποιῆσαι πολέμου καιρόν, μηδὲ τῇ παρὰ τὸ δέον έχε τάσει τοῦ χρόνου δοῦναι παρείσδυσιν τοῖς πολεμίοις πάθεσιν αἰχμαλωτεύειν ἔθος ἔχουσι τοὺς λογισμούς πρὸς ἀτόπους ἐννοίας καθάπερ ἱεροῦ ἀποσπωμένους ἀσύλου τῆς προσευχῆς, καὶ τυραννικῶς ἀγομένους ἐπὶ τὸ σωφρόνημα τῆς σαρκὸς, ἐκεῖνα λοιπόν διεξερ χομένους τοῖς λογισμοῖς, ἅπερ ἐκεῖνο κρατοῦν βιά ζεται λέγειν. Τίς οὖν προσευχὴν τῶν εὐφρονούντων ταύτην ἐρεῖ τὴν μάχην τῶν ἐναντίων ἀλλήλοις, καὶ ἀμφηρίστων λογισμῶν, ὅταν οὗτος τὰ δοκοῦντα ἀντιλέγῃ ἐκείνῳ, κἀκεῖνος φιλονεικεῖ πείθειν 8 βού λεται, καὶ ἕκαστος ἕως φανερᾶς νίκης ἀντιτάττηται τῷ ἑτέρῳ, καὶ μὴ πυγμὴν, ἢ πόλεμον παγκράτιον, καὶ εἴθε κἂν οὕτω, καλῶς γὰρ εἶχεν ἑστάναι, καὶ ἀθλεῖν πρὸς τὰ ὀχλοῦντα, καὶ μὴ δίκην ἀργυρωνή των ἕλκεσθαι οὐδὲν ἀντιλέγοντας. Πολλάκις γάρ ἀποσπώμενο: τῶν λόγων τῆς προσευχῆς, ἑπόμεθα τοῖς ἄγουσι λογισμοῖς οὐκ ἀνανεύοντες οὐδὲ δυσχεραίνοντες, ὅπερ ἦν γνώμης οὐ συναινούσης τοῖς προ τρεπομένοις ἐπὶ τὰ μὴ καθήκοντα, καὶ τὸ μὲν σχῆμα δείκνυσι προσευχῆς· κεκλικότες γὰρ ἐπὶ τὰ γόνατα, τοῦτο τοῖς ὁρῶσι φαινόμεθα, τῇ δὲ ἐννοία τὰ τέρποντα φανταζόμεθα, φίλοις εὐμενῶς διαλεγόμενοι, ἐχθροῖς μετ' ὀργῆς λοιδορούμενοι, ἑστιωμένοις συνευωχούμενοι, τοῖς προσήκουσιν οἰκοδομοῦντες, φυτεύοντες, ὁδοιποροῦντες, εμπορευόμενοι, πρὸς ἱερωσύνην ἐλκόμενοι βίᾳ, οἰκονομοῦντες τὰ τῶν ἐγκεχειρισμένων Ἐκκλησιῶν μετ᾿ εὐλαβείας πολλῆς, καὶ τούτων διεξερχόμεθα πλείονα συνδιατιθέμενοι τῶν εἰρημένων ἑκάστῳ οὕτως ὡς οἶδε πρὸς ἕκαστον τὴν γνώμην διατιθέναι τὸ πάθος. ΚΕΦΑΛ. ΚΓ'. Προσευχὴ δὲ οὐ βούλεται τοῦτο, ἀλλ᾽ ἔχει τὸν
col. 999–1000page 17 of 48
PG 79:999Η νοῦν παντὸς καθαρὸν τοιούτου νοήματος, οὐ παρά ενθυμούμενον, ἀλλ᾽ ἔτι κἂν ᾖ λίαν σεμνὸν, παρὰ τὸ προκείμενον, οὐδὲ γηίνου πράγματος λαμβάνει αἴσθησιν. Θεοληπτούμενον δὲ ὥσπερ καὶ ἐξεστῶτα τῶν συνήθων, καὶ φίλων τῷ σώματι, ἐνεῖ, ἔνθα καὶ ἀσχοληθῆναι προέθετο τὴν ἔντευξιν μετ᾿ εὐ λαβείας ποιούμενος· καὶ τοσοῦτον ἡ πρὸς αὐτὸν ἀσχολία μέτρον ἐχέτω, ὅσον ἀπερισπάστως ἕκαστον προσεδρεύειν ἡ ἡσκημένη ἕξις παρασκευάσαι παρά έχουσα. Μὴ τοίνυν ἀπατῶν ἐξέστω τοὺς ἀκεραιοτέρους, τοῖς καὶ προσευχῆς καὶ ἀσκήσεως ὁμοίως ἀπει ροις, καὶ φαντασία μείζονος ἔργου προστάττουσιν ἀνέχειν τοῦ δοκοῦντος ἐλάττονος. Σκοπὸς γὰρ αὐτοῖς μᾶλλον ὡς ἔοικε τὰ παρ' ἑτέρων ἐσθίειν, οὐ σκυλλο μένοις ταῖς χερσί, σεμνῇ τῇ περὶ τὴν προσευχὴν προφάσει τὰ τοῦ σώματος εὐπροσώπως ἐφανιζομέν νοις ὀψώνια, ἡ ζῆν ὡς καὶ ψυχῇ συμφέρει, καὶ σώ ματι. Ο μὲν γὰρ εἰς ἔργα, καὶ προσευχὴν μερίζε τὴν χρόνον, ὡς ἔχει πρὸς τοῦτο, ἢ τοῦτο ἐπιτηδειότητος, δαμάζει μὲν τὸ σῶμα τῷ κόπῳ, καὶ τὰς ἀτάκτους ὁρμὰς αὐτοῦ πραΰνει πρὸς τὸ ἐπιεικέστι ρον, τὴν δὲ ψυχὴν συγκαμοῦσαν τῷ σώματι, καὶ ἐπιθυμοῦσαν ἀνέσεως ἐπὶ τὴν προσευχὴν ὡς κουφοτέραν ἄγει πρόθυμον, καὶ ἀκμάζουσαν αὖθις την δύναμιν. Παρηγορείται γὰρ αὐτὸ τὸ ἔργον ἀμεί βουσα, καὶ μεταβαίνουσα ἀφ' ἑτέρου εἰς ἔργον ὡς ἀλύει τῷ ἑνὶ ἐγχρονίζουσα, βαρυνομένη μονοτρόπῳ, χαίρουσα δὲ τῷ ποικίλῳ τῆς ἐργασίας, ὥσπερ ἀπο τιθεμένη τὸν πόνον, οὗ λήγειν δοκεῖ, καὶ νεαρο προσιοῦσα ὡς ἀρχομένη τοῦ μέλλοντος. ΚΕΦΑΛ. ΚΑ'. Ὁ δὲ τὴν ἑαστώνην ἀγαπῶν τρέφει τῇ ἀργίᾳ τὰ πάθη, καὶ ταῖς ἐπιθυμίαις δίδωσι καιρὸν τῇ ἀδείᾳ διακινείσθαι πρός & πεφύκασι, καὶ μάλιστα ἐν καιρῷ προσευχῆς ὅτε συνεστραμμένος ὁ νοῦς ὅλες γίνεται τοῦ ὀχλοῦντος, ἐκεῖνα τοῖς λογισμοῖς δι εξιών, ἅπερ ἐπαγορεύει τὸ ἐνδιαιτώμενον πάθος, ἀντὶ τοῦ προσομιλεῖν Θεῷ, καὶ αὐτοῖν παρ' αὐτοῦ τὰ συμφέροντα ἀνακινοῦντα τῆς ἀτιμίας ἐνθύμια· καὶ τοὺς λόγους τῆς προσευχῆς, ἐκκλίνων εἰς λόγους πονηρίας, ἢ ἀκαθαρσίας, ἢ πρὸς δ μέψει τῆς διατ νοίας ἐπικρατῆσαν, καὶ κατακεχρημένον αὐτῇ πρὸς & πεποίωται. Τοῦτο συμβαῖνον τοῖς τοιούτοις ὁ Παῦ λος εἰδὼς, τὴν ἀργίαν διαβάλλει σπουδαίως, τὰ ἐξ αὐτῆς τικτόμενα μεθοδικῶς ἀναστέλλων κακά. Φτσί γάρι • Παραγγέλλομεν ὑμῖν, ἀδελφοὶ, καὶ παρακαλοῦμεν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ, στέλλεσθαι ἡμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτά στως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡμῶν. Αὐτοὶ γὰρ οἴδατε, πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ' ἐν κόπῳ, καὶ μόχθῳ, νυκτὸς καὶ ἡμέρας εργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, οὐχ ὅτι οὐκ ἔχομεν έξω ουσίαν, ἀλλ᾽ ἵνα τύπον ἑαυτοὺς δῶμεν ὑμῖν πρὸς τὸ μιμεῖσθαι ἡμᾶς· καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι,
col. 1001–1002page 18 of 48
PG 79:1001μηδὲ ἐσθιέτω. Ακούομεν γάρ τινας ἐν ὑμῖν ἀτάκτως περιπατοῦντας, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. Τοῖς δὲ τοιούτοις παραγγέλλομεν, καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας εργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι.» ΚΕΦΑΛ. ΚΕ'. Πολλοῖς τεκμηρίοις αυστηράν ποιῶν τὴν ἐπιτίμησιν· καὶ γὰρ ἀταξίαν τὴν ἀργίαν εἰπὼν, καὶ τὸ, Μή ἐσθιέτω ὁ μὴ ἐργαζόμενος, προσθεὶς, καὶ ἑαυτὸν ἡμέρας καὶ νυκτὸς ἐν τῷ ἔργῳ μοχθοῦντα τύπον καὶ ὑπογραμμὸν δεδωκώς, καὶ τὸ μὴ αὐτοῖς ἐκεί νοις, ἀλλ᾽ ἑτέροις ὑπὲρ αὐτῶν ἐγκαλεῖν, καὶ τὸ στέλλεσθαι ἀπ' αὐτῶν τοὺς ὑγιαίνοντας, ὡς λειμώδει νόσῳ κεκρατημένους, πολλὴν, καὶ δυσανασχετον ένα έφηνε τὴν ἀγανάκτησιν. Καὶ γάρ ἐστιν ὄντως ἀργία πολλοῖς πολλῶν αἰτία κακῶν, τῇ σχολῇ καὶ τὰ συγ ήθη αύξουσα φαῦλα, καὶ τὰ τέως ἀήθη διδάσκουσα καινουργὸς γάρ ἐστι, καὶ πρὸς τὰ καινοτομεῖν τὰ πονηρὰ πολλὴν ἔχει τὴν ἐπιτηδειότητα, καὶ καλῶς αὐτὴν διὰ τῶν εἰρημένων ὁ Παῦλος, καὶ δι᾿ ἑτέρων πλειόνων ἀποτρόπαιον δείκνυσι, καὶ φευκτὴν παρα καλῶν, ὀργιζόμενος, λυπούμενος, ἐπιτιμῶν. Καὶ πᾶσαν σχέσιν ἐπιτηδεύων πρὸς τὸ δυσωπῆσαι τοὺς, ὡς αὐτὸς ἔφη, ατάκτους μεθ᾿ ἡσυχίας ἐργάζεσθαι, καὶ πρὸς τοὺς ἔξω εὐσχημόνως περιπατεῖν, ἄγκυραν 265 εἰδὼς τῆς διανοίας εἶναι τὸ ἔργον, ὁρμᾶν παρασκευάζον αὐτὴν ἀσφαλῶς. Κἂν λαίλαπες πάντοθεν ἐπιπολάζωσι, καὶ στρόβιλοι, ραγδαίοις πνεύμασιν ἀπειλοῦντες ναυάγιον, ἕστηκεν ἀκλινής αὕτη κατ εχομένη, ὡς ἀγκύρᾳ τῷ ἔργῳ, ὀλίγον μετεωρίζουσιν ἐπικυματίζουσα λογισμοῖς, ἀλλ' οὐκ ἀποσπωμένη πρὸς κίνδυνον, ἐπειδὴ τῶν ὠθούντων πνευμάτων ισχυρότερός ἐστιν ὁ δεσμός. ΚΕΦΑΛ. Κα. Οὕτως οι προτάσει τοῦ δεῖν προσκαρτερεῖν τῇ προσευχῇ παραιτούμενοι τὸ τῶν χειρῶν ἔργον, οὔτε προσεύχονται, τῆς διανοίας οὐ δυναμένης ἀμετεωρίστως τετάσθαι πρὸς τὸ ποθούμενον, περισπώμενοι δὲ μετὰ τὸ μέτρον τῆς οἰκείας δυνάμεως περὶ πολλὰ οὐ καθήκοντα, καὶ τὸ σῶμα τρέφοντες γαῦρον καὶ ἀν επιτήδειον ποιοῦσι πρὸς τὴν προσευχὴν αὐτῷ τούτῳ, ᾧ δοκοῦσι τῇ ἀργία παρέχειν τῇ ψυχῇ τὸ ἀμέριμνον, ἐμπλέκοντες αὐτὴν λαβυρίνθῳ ἀδιεξοδεύτων λογι σμῶν. Τὸ μὲν γὰρ σῶμα τῷ ἔργῳ κοπούμενον κατά έχει πρὸς ἑαυτὸ τὴν διάνοιαν τῶν ὀφθαλμῶν οὐκ ἔλαττον παρεῖναι τῷ σπουδαζομένῳ ὀφείλουσαν, καὶ συνεργεῖν τούτοις πρὸς τὸ τῆς ἐνεργείας ἄπταιστον, ἀνιέμενον δὲ ῥέμβεσθαι αὐτῇ δίδωσιν ἄδειαν, ἐπεγειρομένων ἐν τῇ ἀνέσει τῶν παθῶν, καὶ πρὸς ἑκάστην ὑπόμνησιν ἐπιθυμίας περισυρόντων αὐτὴν κεχειρο μένην ὥσπερ αιχμάλωτον.
col. 1003–1004page 19 of 48
PG 79:1003η ΚΕΦΑΛ. ΚΖ'. Εἰ τοίνυν παρὼν μὲν τῷ ἔργῳ ὁ νοῦς ἐντελῆ ποιεῖται τὴν ἐργασίαν, ἀπὼν δὲ πλημμελή ταύτην δείκνυσι, καὶ πολὺ ἀφεστῶσαν τοῦ δέοντος, πῶς ἕξει τὸ σύντονον καὶ ἀμετεώριστον ἐν τῇ προσευχῇ, τοῦ ταύτην εὐθύνοντος περισπωμένου τοῖς πάθεσι, καὶ συνεχῶς ἀποπίπτοντος, οὐ λέγω τῆς παντελοῦς ἐκστάσεως, ἀλλὰ καὶ τῆς τῶν ῥημάτων προσευχῆς; Εστι μὲν γὰρ προηγουμένη τῶν τελείων προσοχὴ ἁρπα γή τις τοῦ νοῦ, καὶ τῶν κατὰ τὴν αἴσθησιν ἔκστασις ολοσχερής, στεναγμοῖς ἀλαλήτοις τοῦ πνεύματος ἐν τυγχάνοντος τῷ Θεῷ τῷ βλέποντι τὴν τῆς καρδίας διάθεσιν ἀναπτυσσομένην ὥσπερ ἐγγράμματον βιο βλίον, καὶ τύποις ἀφθόγγοις τὸ ἑαυτῆς ἐμφανίζουσαν βούλημα. Οὕτως ἕως τρίτου ὁ Παῦλος ηρπάγη ούρα νοῦ, ὅστις εἴτε ἐν σώματι ἦν, εἴτε ἐκτὸς σώματος, ἀγνοῶν ἦν· οὕτως ἄλλοτε ἐν τῷ ναῷ προσευχόμενος ἐν ἐκστάσει γεγένηται, καὶ ἤκουσε τῇ τῆς καρδίας αἰσθήσει (τοῦ γὰρ σώματος ἡ ἀκοὴ μετὰ τῶν ἄλλων αισθητηρίων ἤργει διὰ τὴν ἔκστασιν)· 4 Εξελθε, λέ γοντος τοῦ Κυρίου, ἐντεῦθεν ἐν τάχει· οὐ γὰρ παρα δέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ. › Οὕτως ὁ Πέτρος ἀνελθὼν ἐστὶ τὸ δῶμα προσεύξασθαι, τὴν ὀπτασίαν τῆς ὀθύνης εἶδεν, ἐν ᾗ πάντα τὰ θηρία, καὶ τὰ κτή. νη, καὶ τὰ ἑρπετὰ τῆς γῆς, καὶ τὰ πετεινὰ τοῦ οὐρα νοῦ ὑπῆρχε τὴν διαφορὰν τῶν ἀνθρωπίνων δηλοῦντα καταστάσεων. Οὕτως ὁ παρὰ τοῦ Θεοῦ πρὸς τὸν Ἰὼβ παραδεικνύμενος ἔστηκεν ιέραξ ἀναπετάσας τας πτέ ρυγας ἀκινήτως καθορῶντα πρὸς νότον, τῷ μὲν σχή ματι τὸ συντεταγμένον τοῦ προσευχομένου τῷ δὲ ὀνόματι τὸν ἱερὸν νοῦν τούτου παραδηλών. ΚΕΦΑΛ. ΚΗ. Δευτέρα δὲ μετὰ τὴν πρώτην ἐστὶ προσευχὴ τὸ λέ γειν τὰ βήματα παρακολουθοῦντος τοῦ νοῦ μετὰ κατανύξεως, καὶ εἰδότος, ᾧ προσάγει την δέησιν. Μεσολαβουμένη δὲ λογισμοῖς προσευχή, καὶ πεφυρμένη φροντίσι σωματικαῖς μακρὰν τῆς τοῦ προσευχομένου ἀφέστηκε καταστάσεως. Εἰ γὰρ αὐτὸς οὐκ ἀκούει ὁ προσευχόμενος ἑαυτοῦ τὰ πολλὰ μετεωριζόμενος, καὶ οὐκ εἰδὼς τίνα λέγειν ἔδοξε βήματα, πῶς ἕξει τὴν θείαν ἀκοὴν προσέχουσαν τούτοις, οἷς αὐτὸς προσέχειν περισπώμενο; οὐ δεδύνηται; Οἱ γὰρ λέγοντες· «Πρόσχες πρὸς τὴν δέησίν μου, καὶ ἐνώτισαι τήν προσευχήν μου, καὶ γενηθήτω τὰ ὦτά σου προσ ἔχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου, ο ὅλον τὸν νοῦν εἶχον ἐκεῖ σπουδαίως συνεστραμμένον, καὶ οὐ διαχεόμενον, ἐφ᾽ ἃ διαχεῖσθαι καὶ σκίδνασθαι τῶν ῥᾳθύμων ἁλωμένη εἴωθεν ἡ διάνοια. ΚΕΦΑΛ. ΚΘ'. Οὕτω μὲν οὖν εἶχεν ἡ τῶν ἁγίων ἀκτημοσύνη, ὡς μικρῷ πρόσθεν εἴρηται, καὶ τοσαῦτα παρέσχεν αὐτ τοῖς, ὅσα κατὰ χώραν κατείλεκται. Ἔχει δὲ καὶ ἡ μέση πολύ μετ' ἐκείνην τὸ χρήσιμον, τοῖς καιροῖς, καὶ τῇ ἀνάγκῃ τοῦ σώματος οὖσα κατάλληλος· εἰ γὰρ
col. 1005–1006page 20 of 48
PG 79:1005καὶ τῶν πρωτείων ἐστὶν ἀντιποιεῖσθαι οὐχ οἷά τε, οὔτε πρὸς τὴν ὑπερέχουσαν ἀγωγὴν ἰσοτιμίαν αὐτ χεῖν, ἀλλὰ τὰ δευτερεῖα τῆς τιμῆς ἔχειν, καὶ τούτων παραχωρεῖν, τρίτῃ καὶ τετάρτῃ τάξει τῶν ἀμελεστέ ρω, βιούντων, οὐκ ἀνέχεται, οὐκ ἀπολειπομένη του σοῦτον τῆς τελειότητας, ὅσον προέχει τῆς διαφοράς διαγωγής. Οἱ μὲν γὰρ πρῶτοι ἅγιοι ψυχῇ μόνη ἔξων, καὶ Θεῷ τῷ ταύτην ποιήσαντι, οὐδένα ποιούμενοι λόγον τοῦ σώματος, ὅθεν καὶ ἀμέριμνον ἐν καιοῷ τὴν χρείαν εἶχον εὐπρεπῆ, οὐκ ἀποτεθεῖσαν ἐν ἀποθήκαις, και παραγινομένην ὡς ἐκ ταμείου πρὸς τὴν ὥραν ἐκ θείας βουλῆς. Οἱ δὲ μετ᾿ αὐτοὺς τῆς ἀναγκαίας τοῦ σώματος παραμυθίας φροντίζοντες, καὶ ὅπως μὴ ἀμεληθὲν διαφθαρῇ τὸ ζῶον παρὰ τὸ θέλημα του συνδήσαντος προθυμούμενοι, τοσοῦτον τῷ ἔργῳ κιχρῶσι τὰς χεῖρας, ὅσον τῇ ἀπαραιτήτῳ λειτουργῆσαι ἀνάγκῃ· τὸ δὲ πλέον τοῦ καιροῦ τῇ ψυχῆς σχολάζουσι ἐπιμελείᾳ, προσευχαῖς, καὶ ἀνα γνώσμασι, καὶ γυμνασίᾳ τῶν καθηκόντων τὴν ἐν τοῖς καλοῖς προκοπὴν αὐτοῖς ὡς ἔχει πραγματευό μενο.. ΚΕΦΑΛ. Λ'. Οἱ δὲ τούτων ἔσχατοι σάρκες παντελῶς ὄντες, τῆς θεραπείας ὅλοι τοῦ γηΐνου· ἀνδριάντος γεγόνασι, γης πονοῦντες, κτηνοτροφοῦντες, ἐμπορευόμενοι, καὶ πᾶσαν ποριστικὴν μετερχόμενοι τέχνην, οὐχ ὅσα πρὸς τὴν ἐν σαρκὶ ζωὴν ἐπαρκεῖ θέλοντες ἔχειν, ἀλλ᾽ ὅσα δείκνυσιν αὐτοὺς τῶν ἐν περιουσίᾳ κομψῶν οὐκ ἐλάττονας, ἵνα κάντεῦθεν φανητιῶντες δειχθῶσιν, ἐπεὶ μὴ ἐκ πολιτείας ἐκτήσαντο τὸ ἐπίδοξον, ἐκ που λυτελείας ἑαυτοῖς ὡς δοκοῦσι μνώμενοι τὸ ἐπίσημον, καὶ τοῦτο σαφῶς ἑαυτοὺς τῆς ἀνοίας στηλιτεύοντες τῷ τὴν κατηγορίαν νομίζειν ἐγκώμιον, καὶ δοκεῖν ἐπὶ τούτοις καὶ θαυμάζεσθαι, ἐφ' οἷς εἰσι χλεύης καὶ γέλωτος ἄξιοι. Ως γὰρ τὰ ἡρμοσμένα ἑκάστῳ ἐπιτηδεύματι τῆς ἀποδοχῆς διδόασιν εὐλόγως τὰς ἀφορμάς, οὕτω τὰ μὴ καθήκοντα, κἂν ὦσιν ἐπ' ἄλ λῳ ἐπαινετά, πολλὴν τὰ πρὸς ὁ μὴ ᾠκείται την κατάγνωσιν ἔχει. Οὐδεὶς γοῦν κροξύλῳ χρυσῷ, καὶ πολυτίμοις λίθοις ἐξησκημένον ἐπήνεσεν ἄνδρα, οὐδὲ πόρπην, καὶ χλαίναν περιθέμενον ἀπεδέξατο γύναιον. Ὃν γὰρ ἀπένειμεν ἑκάστῳ κόσμον ἡ φύσις, οὗτος καινοτομία χλεύης ὑπόθεσις γίνε ται. ΚΕΦΑΛ. ΛΑ'. Τίσιν οὖν ἐν μεθορίῳ τῶν παρ' ἑκάτερα εἰσιν οἱ κειότεροι; Πάντως οἷς μᾶλλον πλησιάζουσι τῷ ἔργῳ, καὶ τούτων κεκράγας: τὴν συγγένειαν, ὧν ἐγγὺς εἶναι τῷ βίῳ σπουδάζουσι. Οὐ γὰρ ἐπειδὴ τὴν μετα αιχμίων ἔχουσι τάξιν, ἤδη καὶ ῥέπουσι ἐπ' ἄμφω ὁμοίως· τῶν μὲν γὰρ ἡγουμένων εἰσὶν ὀπαδοί, τούτοις ἑπόμενοι, καὶ νεκρῷ τῷ ἔχνει αὐτῶν ἐπιβαίνοντες, τῶν δὲ ἐφυστεριζόντων καὶ τοσοῦτον ἀπέχουσιν, ὅσον οἱ τρέχοντες τῶν βάδην ἐδευόντων, ἢ κατὰ χώραν μετ νόντων, κατ' ὀλίγον χωρίζονται. Τίς γὰρ τοῖς πολυ
col. 1007–1008page 21 of 48
PG 79:1007ύλεις κοινωνία πρὸς τοὺς ἀκτήμονας Τίς δὲ συμπ φωνία τοῖς τὰ τῆς σαρκὸς φρονοῦσι πρὸς τοὺς φρο νοῦντας τὰ τοῦ πνεύματος; Τίς μερὶς τοῖς ἀναφυ ρομένοις ἐν πράγμασι μετὰ τῶν ἀμερίμνως δου λευόντων τῷ Θεῷ; Οὗτοι κατέλιπον ἀποστολικῶς, και βραχέα ἦν ὁ ἐκέκτηντο, ἐκεῖνοι καὶ ἃ μὴ εἶχαν εκτήσαντο. Οἱ μὲν ἡσυχάζουσιν ἔνδον ἐπιεικείας ἐπι. μελούμενοι, καὶ σεμνότητος· οἱ δὲ παγκρατιάζουσιν ὑπὲρ χρημάτων, καὶ κτημάτων μαχόμενοι. Οἱ μὲν περὶ τῶν οὐρανίων ἀγαθῶν πρὸς τὰ πνευματικὰ τῆς πονηρίας νομίμως παλαίουσιν, οἱ δὲ περὶ τῶν γηίνων τοῖς συγκεκτημένοις πολεμοῦσιν ὁμοίως παρ' αὐτῶν πολεμούμενοι· τοῖς μὲν ὁ χρόνος δαπανάται εἰς μέσ ριμναν σωτηρίας ψυχῶν, τοῖς δὲ πᾶς ὁ βίος μόλις ἀρκεῖ εἰς τὰς πολυτρόπους ἀσχολίας τοῦ σώματος μεριζόμενος. Οἱ μὲν εὐχαριστεῖν ἀπραγμόνως βιοῦντες τοὺς ὁρῶντας παρασκευάζουσιν· οἱ δὲ βλασφημίας αἴτιοι τούτοις καθίστανται, οὐδὲν τοῦ ἐπαγγέλο ματος πράττοντες ἄξιον. ΚΕΦΑΛ. ΛΒ'. Τοῖς μέν φησιν ὁ Παῦλος· «Φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ,» λάμποντες πάντως τῷ ἐπισήμῳ τῆς πολι τείας, καὶ ζήλου τοῖς βλέπουσιν ἀγαθοῦ γινόμενος πρόξενοι· τοῖς δὲ, «Δι' ὑμᾶς βλασφημεῖται τὸ ὄνομά μου, ο τῷ ἐπιτηδεύματι δηλονότι πράττοντας ἐναντία, καὶ τὸ σχῆμα περιφέροντας ἀντι φθεγγόμενον τοῖς ἔργοις. "Οθεν εἰκότως οἱ μὲν θαυ μάζονται, οἱ δὲ διαπτύονται· οἱ μὲν μακαρίζονται, οἱ δὲ ταλανίζονται· οἱ μὲν ἀγαπῶνται δικαίως, οἱ δὲ με σοῦνται μῖσος οὐκ ἄδικον. Τίς γὰρ οὐκ ἀγαπήσειεν εἰκότως τὸν παντελῶς ἀποτεταγμένον τοῖς ἔξω θορύ βοις, καὶ τὸν ἀπράγμονα καὶ ἡσύχιον ἑλόμενον βίον; τίς οὐκ ἂν ἀγαπήσειε τεθηπὼς τὸν ἐκτρεπόμενον τὰς ἐριστικὰς τῶν συγκτήσεων καὶ τῶν ὁμοτέ. χνων ἀφορμὰς καὶ τῇ κατ᾽ οἶκον ἐρημίᾳ, καὶ τοῦ δρᾶσαί τι τῶν ἀνηκέστων, καὶ τοῦ παθεῖν ὁμοίως ἐξ ιστάμενον, τὸν μὲν οὔτε ὀχλοῦντα, οὔτε ὀχλούμενον, οὔτε ἀδικοῦντα, οὔτε ἀδικεῖν βουλόμενον, οὔτε ἀδικηθῆναι δυνάμενον· τὸ μὲν γὰρ οὐχ αἱρεῖται γνώμη κἂν δύνηται, τὸ δὲ οὐχ ὑφίσταται οὐ παρούσης ὕλης, εἰς ἣν ἀδικηθήσεται; ΚΕΦΑΛ. ΑΓ. Τίς δὲ οὐ στυγνάσειε λόγον τὸν ἀπηλλάχθαι λέγοντα τοῦ βίου, καὶ τοῖς τούτου περισπασμοῖς ἐμπλεκόμενον; καταπεφρονηκέναι τοῦ κόσμου καυχώμενον, καὶ τῶν ἐν αὐτῷ πραγμάτων μανικῶς ἀντεχόμενον; ὑπερορᾶν τῶν γηίνων ἐπαγγελλόμενον, καὶ τοῖς ἔρ γοις ψευδόμενον τὴν ὑπόσχεσιν; χλεύην τὰ ἐν ἀνθρώποις τιθέμενον, ὥς φησι, δοκοῦν τὰ κομψά, καὶ σπουδάζοντα τῶν ἄλλων ἀνθρώπων πλέον αὐτά; χαί ρειν εἰπόντα τῇ ματαιότητι, καὶ οὐ κεχωρισμένον αὐτῆς; σταυρὸν καὶ θάνατον τὴν ἀποταγὴν ὁμολο
col. 1009–1010page 22 of 48
PG 79:1009τήσαντα, καὶ οὐδὲν νεκρώσεως τεκμήριον ἐπιδεικνύμενον; Ἐξῆλθες ἐξ Αἰγύπτου, ὦ οὗτος, τί σοὶ καὶ τῇ πλινθείᾳ λοιπόν; Οδοιπορεῖς τὴν ἔρημον ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας επειγόμενος, τί ταῖς ματαίαις ἐγχρονίζεις φιλοπονίαις; Βραδὺς ἐδίτης πρὸς τὴν μακρὰν ἀποδημίαν γινόμενος. Πολλῆς σπουδῆς χρήζει ὁ προκείμενος δρόμος, μὴ ἐμπλάξου ταῖς ἀνοδίαις, ἵνα μὴ ἐκπέσῃ; τῆς καταπαύσεως., Επέβαλες τῇ ἐχέτλῃ τοῦ ἀρότρου τὴν χεῖρα, τί στρέφῃ εἰς τὰ ὀπίσω ἀνεύθετος τῇ τῶν οὐρανῶν βασιλείᾳ γενό μενος; ἀφῆκας τὸν ἐμπρησμὸν τῆς Πενταπόλεως, τί περιβλέπῃ ποθῶν ἰδεῖν τὰ γινόμενα; ΚΕΦΑΛ. ΑΔ'. Πρας τὸν σταυρὸν, ἀκολούθει Χριστῷ πάντα καταλιπών, πατέρα, πλοῖον, δίκτυα, καὶ πάσης δρο γανα τέχνης, καὶ μετὰ τούτων πᾶσαν σχέσιν, καὶ μνήμην συγγενικήν πλεῖον γὰρ τούτων ἁπάντων φι λεῖσβαι θέλει ᾧ συνετάξω Χριστός· ἀπέθανες σὺν αὐτῷ, συνετάφης αὐτῷ τὴν μακαρίαν τῆς ἀπαθείας ταφήν. Τί τὰ τῶν ζώντων πάλιν ὑφίστασαι πάθη, πολλὴν φροντίδα τῆς σαρκὸς εἰς ἐπιθυμίας ποιούμενος; Ολίγης χρήζει παραμυθίας τὸ σῶμα· ταύτην μερίμνα, ἐπειδὴ τέως συνδέδεσαι τούτῳ, ἵνα καὶ πρὸς τὴν ἐργασίαν τῆς ἀρετῆς ἔχῃς αὐτὸ συνεργόν, καὶ ἡ τῆς ψυχῆς μὴ ἐμποδίζηται προκοπή, τὸ πᾶν ἔχειν παρὰ μικρὸν θέλουσα τοῦ καιροῦ, καὶ μόλις ὀλίγου πρὸς ἀνάγκην ἀξιουμένη. Βοῶν δέ τις ἐπιμελούμενος καὶ προβάτων ἀγέλας καθ' ἡμέραν μετρῶν, ἀμπέλους, καὶ ἄλση, καὶ λήτα, καὶ κήπους θεραπεύων ἀεὶ, οὐκ ἀρκοῦντος τοῦ ἡμερησίου διαστήματος προς τὴν τούτων ὑπηρεσίαν, που, ἢ πότε καιρὸν ἕξει μνήμης Θεοῦ; πότε ψαλεῖ; πότε προσεύξεται; πότε γυμνασία σχολάσει ἠθικῆς, καὶ φυσικῆς, καὶ θεολογικῆς θεωρίας; εἰ δὲ καὶ πάρεργον δυνηθείη τῶν πολλῶν ἔργῳ τοῦτο ποιήσασθαι σπανίως, πῶς καθα μὰν προσοίσει τῷ Δεσπότῃ τὴν δέησιν, τῆς διανοίας οὐκ ἀποσπωμένης ἐκείνων, ὧν πολλὴν ἔχει φροντίδα καὶ ἐπιμέλειαν; Πῶς κινήμασι παρακολουθήσει παρ θῶν, ὡς γνῶναι τὴν χθὲς καὶ σήμερον, τῆς ἐπὶ τὸ βέλτιον, ἢ χεῖρον μεταβολῆς τὴν διαφοράν; πῶς λογι σμῶν εὑρήσει μετεμπλοκὰς ἄλλοις ἄλλων ἐπαμειβομένων ποικίλως, καὶ ποιούντων καὶ παρατήρησιν δύσκολου; ΚΕΦΛΑ. ΛΕ. Αἰσχρῶν γὰρ προηγοῦνται σεμνοί, καὶ φιλαργύρων συμπαθεῖς τῷ δοκεῖν, καὶ ἐλεήμονες, καὶ μνησικακῶν διόρθωσιν ἐπαγγελλόμενοι τῆς κινούσης τὰ τῆς λύπης αἴτια, κενοδόξων τε καὶ ὑπερηφάνων οἱ τε λειότητα τῆς ἀρετῆς ὑπισχνούμενοι, καὶ πάντας ἁπλῶς τοὺς πονηροὺς προλαμβάνουσιν οἱ δοκοῦντες ἀστεῖοι βουκολοῦντες τῇ φαντασίᾳ τοῦ ποθουμένου τέως καλοῦ τοὺς ἀπείρους τῆς τοιαύτης ἀπάτης, ὕστερον δὲ προπίνοντες τοῖς ἐναντίοις τετροπωμένους αὐτοὺς, καὶ τὴν ἀπάτην επανορθώσασθαι μόλις, ἢ
col. 1011–1012page 23 of 48
PG 79:1011ήδη λελογισμένοις ὁ νοῦς, κἂν αἴσθηται τῆς πλάνης, δυσχερῶς ταύτης ἀφίσταται πλέον τῇ τέρψει τῶν ἡδέων ἑλκόμενος, ἢ ὅσον φυγεῖν τῶν οὐ συμφερόντων τὴν βλάβην επείγετο. Οὕτως οὖν τούτων ἐχόντων, καὶ τοσαύτης δεομένων σπουδῆς, τοῦ σοι λοιπὸν και ρὸς ἐπιτήδειος ὑπολέλειπται πρὸς τὴν παρὰ τοῦ δέον τος ματαιοπονίαν; Η οὐχ ὁρᾷς, πῶς δι' ἡμέρας μὲν τὰ πράγματα, νύκτωρ δὲ θλίβουσι τούτων αἱ μνῆμαι, τὸν καιρὸν τῆς ἀνέσεως οδύνης ποιούμεναι; Τότε γὰρ τοὺς παρορίσαντας αὗται τοὺς λυμηναμέν νους καρποὺς τοὺς ὑδρομερίαν κωλύσαντας τους να μὴν καταβοσκήσαντας, καὶ τοὺς ὁτιοῦν ἕτερον ἀδι κοῦντας, ἢ ἀδικήσαντας παράγουσαι πρὸς ἕκαστον ὡς φιλονεικοῦσι καὶ μάχονται, ἐκμαίνουσι μὲν πρὸς ἄμυναν τῆς ψυχῆς τὸ θυμούμενον, ὕπνῳ δὲ καὶ ἀναπαύσει καιρὸν οὐ παρέχουσι, μήτοιγε προσευχή πολλῆς δεομένῃ πάντοθεν ἡτυχίας, καὶ σχολῆς, καὶ ἐν μέρει παρεχούσης τὸ ἀμέριμνον. οὐδαμῶς δυναμένους λοιπόν. Πεπτιωμένος γὰρ τοῖς Τί γάρ φησιν ὁ Παῦλος; «Θέλω ὑμᾶς ἀμερίμνους εἶναι.» Καὶ προστίθησιν·. ῾Ο ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει αὐτῷ, ὁ δὲ γαμήσας μερι μνὰ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί. τοίνυν τὸ ἀμερίμνως δουλεύειν Θεῷ μὴ πάρεστι, εξ καὶ γυναῖκας οὐκ ἄγονται, καὶ τῆς αὐτῶν ἐπαχθείας ἀνέχονται οἱ μὴ μεριμνώντες, πῶς ἀρέσουσι τῷ Κυ ρίῳ. Οὐδὲν γὰρ τῶν γεγαμηκότων διαφέρουσιν ὁμοίως τὰ τοῦ κόσμου μεριμνῶντες ἐκείνοις, καὶ οὐ τὴν αὐτ τὴν ἔχοντες μέμψιν ἐν τούτῳ, ἀλλὰ καὶ πολλῷ πλείονα την κατάγνωσιν. Τοῖς μὲν γὰρ κἂν ποσῶς συγνώμην ἔνειμεν ὁ Ἐκκλησιαστής, τῆς ματαιοπονίας μόχθον ἀναδεχομένοις ὑπὲρ τοῦ παραπέμψαι τοῖς ἐξ αὐτῶν μικρὰν τῆς ζωῆς παραμυθίαν, ἄωρον ὑποστη σομένοις ἴσως ὀρφανίαν, ἵνα μὴ καὶ τῶν προστησομένων ἴσως ἐρημίᾳ, καὶ τῶν ἀναγκαίων ἐνδείᾳ τρυ χόμενοι πᾶσαν πάντοθεν ὑπομένωσιν ὀδύνην ἐν πᾶσι θλιβόμενοι. Τῶν δὲ προφανῆ κατεψηφίσατο ἄνοιαν εἰπών· Εστιν εἷς, καὶ οὐκ ἔστι δεύτερος, καίγε ἀδελφὸς, οὐκ ἔστιν αὐτῷ, καὶ τίνι μοχθεί οὗτος εἰς ἄνεμον; Εὐλόγως σφόδρα τῷ τοιούτῳ μεμψάμενος, ὅτι διαδόχων ἠλευθερωμένος, δι' οὓς τὸ κτᾶσθαι δί δωσιν ἀπολογίαν ἴσως εὐπρόσωπον, μὴ κατακέχρηται τῇ ἐκκεχειρίᾳ εἰς δέον, τὸν παρὰ τοῖς πολλοῖς ἀπολ λύμενον χρόνον χρήσιμον ἑαυτῷ ποιῶν πρὸς πορισμὸν τῶν τῆς ψυχῆς ἀγαθῶν. Ἔστω γὰρ πρὸς τὸ, Μη μεριμνήσητε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, ἢ τί πίητε, ἢ τί περιβάλησθε, ο ὀκλάζει δι᾿ ὀλιγοπιστίαν ἐνδοιάζων, ἢ παρέσται αὐτῷ, ἢ μὴ παρέσται τὰ τῆς χρείας δουλεύοντι τῷ Θεῷ. Διατί μὴ στοιχεῖ τῷ Εχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, ο οὓς οἱ μεριμνώντες τοῦ κόσμου εἰς τὰ τῆς σαρκὸς ἔργα σπείρουσι πόνους, τούτους εἰς τὰ τοῦ πνεύματος σπείρων γεώργια, ἐξ ὧν θερίσαι
col. 1013–1014page 24 of 48
PG 79:1013ἔστι ζωὴν αἰώνιον; ἀλλ᾽ ὅλος κατένευσεν ἐπὶ τὰ γήϊ- 18 να, πάντα καιρὸν ἐν τούτοις πάσῃ δυνάμει κακο παθῶν, πόσης ἔχων, καὶ τόσης σχολῆς δεομένην τὴν χρείαν τοῦ σώματος εἰ πρὸς ἀνάγκην ἴδοι τούτου, καὶ μὴ τῇ πολυτελείᾳ πρὸς τὸ τῶν ἡδονῶν διαχέοιτο πέλαγος; Εἰ γὰρ κατὰ τὸν Παῦλον ὀφειλέται ἑσμὲν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν, διατί μὴ ταύτῃ μὲν λειτουργοῦμεν ὀλίγα τοῖς τυχοῦσιν ἐδέσμασιν ἀπο διδόντες αὐτῇ πρὸς τὸ μὴ ὀχλεῖν τὸ ἄφλημα, τῇ δὲ ψυχῇ ζῶμεν τῷ πνεύματι, τούτοις τὸ πᾶν ἐργαζόμενοι, οἷς καὶ ἀναγκαίως τὴν ἐργασίαν ὀφείλομεν μόνιμον οὖσαν, καὶ οὐ φθειρομένην τοῖς ἐν τῇ γα στρί πέψει φθειρομένοις σκυβάλοις; Καλῶς ὁ Σολο μὼν τὸν τῆς ψυχῆς ἀφέντα γεωργίαν, καὶ τῆς γῆς πολλὴν ποιούμενον ἐπιμέλειαν, διαβάλλων φησίν Απέλιπεν ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται, πορεύεται δὲ δι' ἀνύδρων ἐν ἐρήμῳ, καὶ γῆν διατεταμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν.» Πλάνη γὰρ ὄντως ἡ τῶν σωματικῶν ὑπὲρ τὴν χρείαν ἀνήνυτος μέριμνα, καὶ ἀνοδία, ταῖς ἀβάτοις ἐμπλάζεσθαι παρασκευάζουσα ἐρημίαις, καὶ τέλος ἔχουσα τῶν πόνων ἀκαρπίαν, ὧν ἡ παρασκευὴ οὐδὲν εἰς τὴν μέλλουσαν χρησιμεύει ζωήν. Τοῦτο και τις τῶν προ φητῶν ταλανίζων βοᾷ διαπρύσιον λέγων· Οὐαὶ ὁ συνάγων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, ο πᾶν τὸ μὴ πρὸς ἀρετὴν συντελοῦν ἀνοίκειον ἄχθος εἶναι τῷ ποιοῦντι διαβς βαιούμενος, ἵνα τὴν ἀπὸ τῶν ματαίων σπουδὴν ἀπο στρέψῃ, καὶ μεταγάγῃ ταύτην ἐπὶ τὰ χρήσιμα, ὡς ἔχειν τὸν ἐργαζόμενον ἴδιον κτῆμα τὸν κάματον θησαυριζόμενον ἐν τοῖς οὐρανοῖς αὐτῷ εἰς ἀπόλαυσιν μακράν, καὶ τέλος οὐκ ἔχουσαν, ὅτε τοὺς ματαιο πονήσαντας ἕως ρανίδος ὕδατος ψυχροῦ λείπει τὰ ἐπιτήδεια, τότε φιλοτίμως ενευφραινόμενον, καὶ λίαν ἁβρῶς, οἶσγε προέπεμψε, καὶ οἷς ἐπεκομίσατο αγα θοῖς, φρόνιμος οἰκονόμος τῶν οἰκείων πόνων γενό μενος. Τύπους δὲ εἶναι τῶν ἄλλων ἀνθρώπων ἡμᾶς οἱ θεῖοι βούλονται νόμοι, καὶ τὸ ἀπρόσκοπον πᾶσι παρέχειν τῷ ἀνεπιλήπτῳ τοῦ βίου. Τίνος οὖν αὐτοῖ; τύπος γενη[σό]μεθα μᾶλλον αὐτῶν ταῖς σπουδαῖς περὶ τὰ μάταια κατατεινόμενοι; πῶς δὲ αὐτοῖς ἐσόμεθα καὶ ἀπρόσκοποι, πλέον αὐτῶν ἀντεχόμενοι τούτων, ὧν καταφρονεῖν ἐδιδάχθημεν, καὶ τῷ δοκεῖν συν εθέμεθα, καὶ οὕτω προσκόμματα τιθέντες αὐτοῖς, καὶ μυρία ὁσημέραι σκάνδαλα, λογιζομένοις εἶναι περιμάχητα ἀληθῶς τὰ ἡμῖν σπουδαζόμενα, καὶ οὐδὲν τὴν περὶ αὐτὰ βλάπτειν φιλοτιμίαν εἰς τὴν θεοσέβειαν; ΚΕΦΑΛ. ΛΗ'. Τὰ γὰρ τῶν σεμνοτέρων εἶναι δοκούντων προσ ώπων κακά, οὐ ζηλωτὰ πᾶσι, καὶ μάλιστα τοῖς ἁπλου ι
col. 1015–1016page 25 of 48
PG 79:1015λέγουσιν, είπερ, ὡς νομίζεται, ἦν ὄντως κακά. Δια τοῦτο καλῶς, ὁ τὸν ἐνάρετον κανονίσας βίον ὁ μέγας Παῦλος, ἐπισκήπτων τοῖς καταφρονοῦσι τὴν βλάβην τῶν ἀκεραιοτέρων φηοίν· «Ἐὰν ἴδῃ σέ τις τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις τοῦ ἀσθενοῦς ὄντος οικοδομηθήσετα: εἰς τὸ τὰ εἰδω λόθυτα ἐσθίειν;, τὴν ἐν ὅτῳ δήποτε ἀδιαφορίαν τῷ ἑνὶ ἀναστέλλων ἐγκλήματι, καὶ δεικνύς, ὡς τὰ παρά τῶν εἰδέναι μᾶλλον τὸ συμφέρον ὑπολαμβανομένων γινόμενα τοὺς ἀφελεστέρους εὐκόλως ἄγει πρὸς μία μησιν, οἰκοδομὴν ἡγουμένους τοῦτο, καὶ οὐχὶ καθαίρεσιν τοῦ καλοῦ. Τοῦτο γὰρ ᾐνίξατο τὸ, οἰκοδομηθήσεται, προκοπήν, φησίν, οιήσεται, καὶ βελτίωσιν τήν οὗ ἐθεάσατο μίμησιν. Καὶ γὰρ, «Οἰκοδομείτε ἀλλήλους, ο λέγων εἰς τὸν ἕνα, τὴν ἐξ ἀλλήλων εἰς ἀλλήλους ὠφέλειαν νομοθετεῖ, ἵνα τὸ καλὸν ἕκαστος Εργαζόμενος προτρέπηται πρὸς τὸν ἄλλον τὴν τού του ἐνέργειαν ὑπογραμμὸς αὐτῷ πρὸς τὴν τελείωσιν τὴν κατὰ μέρος προσθήκαις γινόμενος. Ποίων δὲ μύλων ὀνικῶν, καὶ ποίων θαλασσίων βυθῶν ἄξιοι πρὸς τιμωρίαν οἱ τοιοῦτοι τοιούτων σκανδάλων αἰτ:οι τοῖς ἀκεραιοτέροις καθιστάμενοι, καὶ ῥέποντας ἴσως μᾶλλον αὐτοὺς ἐπὶ τὸ στοιχεῖν τῇ αὐταρκείᾳ τ προκαλούμενοι ἐπὶ τὸ πολύυλον ἔριδι τῇ πρὸς αὐτοὺς, καὶ τὰ προφανώς αἱρουμένους ἀσύμφορα; Ο ζῆλος γάρ, φησὶ τῷ ἀνδρὶ ἀπὸ τοῦ ἑταίρου αὐτοῦ, καὶ ἐν ἀστείοις καὶ φαύλοις ὁμοίως ὑπερβάλλεσθαι τὴν πλησίον προαιρουμένου. Τοιοῦτον γὰρ ἡ φιλονεικία, νικᾶν τὸν ἐν ὁτῳδήποτε ζυγομαχούντα βιάζεται, οὐχ οὕτως ἐπὶ κίνδυνον τὸ κρατῆσαι ἀδίκως, ὡς τὸ ἦτ τηθῆναι δικαίως αἰσχρὸν, καὶ ἐπονείδιστον κρίνουσα. Μᾶλλον δὲ καὶ ἴσασιν ἅπαντες τοῦτο τῇ πείρᾳ, ὅπως πρὸς μὲν τὰ συμφέροντα ἡ ἔρις ἀργῇ, καὶ ὀκνηρία τὸ φιλόνεικον. Αν δέ τι τῶν ἀλυσιτελῶν ἢ ἀπροαι ρέτων παρά τινων, ἢ κατὰ γνώμην πραχθῇ, πρόχειρος ὁ ζῆλος, καὶ ἡ μίμησις ἀνυπέρθετος, ἀπολογίαν ἔχειν δοκοῦσα τὸ ἄλλοις ἡγησαμένοις ἠκολουθηκέναι τὴν αἰτίαν ἐπιγράφουσα τοῖς ἀρξαμένοις, οὐ τοῖς δὲ λεασθεῖσι τῷ παραδείγματι. στέροις ἀνεξετάστως καθίσταται. Οὐκ ἂν τολμηθῆναι ΚΕΦΑΛ. ΑΘ. Καὶ τοῦτο τάχα τις τῶν προφητῶν δείκνυσι τυν θανόμενος τοῦ πάλαι λαοῦ, καὶ τῇ ἀποκρίσει αὐτῶν βεβαιῶν τοῦ πταίσματος τὴν ἀλήθειαν·. Ἐὰν ἄψητα:, λέγων, κρέας ἅγιον ἱματίου ἢ ἑψήματος, ἁγιασθήσεται; Καὶ ἀπεκρίθησαν, Οὔ. Καὶ εἶπεν· Ἐὰν ἄψηται τούτων μεμιασμένος ἐπὶ ψυχῇ, εἰ μιανθήσεται;» καὶ εἶπαν Μιανθήσεται δηλοῦντες, ὡς μᾶλλον τῶν φαύλων, ἢ τῶν καλῶν οἱ ὁρῶντες ἀναμάττονται τους τύπους, καὶ πρὸς τὴν μίμησιν τούτων, ἢ ἐκείνων ἔχουσι πλέον ἐπικλινῶς, συνηθείᾳ πονηρᾷ μαθόντες πρὸ τῶν ὠφε λούντων δεξιοῦσθαι τὰ βλάπτοντα, καὶ πῶς οὐ δε δοίκασιν οἱ καταφρονηταὶ τὰς τοῖς σκανδαλιζομένοις φοβερὰς ἀπειλὰς διπλῆν ἑαυτοῖς ἀνοήτως τὴν ἐν τῷ
col. 1017–1018page 26 of 48
PG 79:1017μέλλοντι πραγματευόμενοι τιμωρίαν, ἐφ᾽ οἷς τε προσέθεντο ἀντὶ τῶν ἀμεινόνων τοῖς χείροσι, καὶ ἐφ' οἷς ὑπόθεσις ἄλλοις κακοπραγίας γεγόνασι, τῇ πολλῇ περὶ τὰ μάταια προσπαθείᾳ τῶν ἐπτοημένων περί αὐτὰ πρὸς ἔφεσιν πλειόνων τις πλεονεκτικὰς ἀνα φλέγοντες ὀρέξεις. Καὶ Ἰουδαίων μέν τινες μὴ ἀπαι τούμενοι ἀκτημοσύνην παρὰ τοῦ νόμου ἑκουσίως ταύτην ἡσπάσαντο, ἀμερίμνως τὸ θεῖον θρησκεύειν βουλόμενοι ἐν σκηναῖς κατοικήσαντες, καὶ παντὸς ἀποσχόμενοι τοῦ περισπᾶν τῶν κρειττόνων δυναμένου τὸν νοῦν, ὡς φασιν αὐτοὶ τοῖς ἑπερωτῶσιν ἐκείνους, καὶ μαθεῖν τὴν καινίζουσαν σπουδάζουσιν ἀγωγὴν τοῦ βίου· ἀμπελῶν, καὶ ἀγρὸς, καὶ οἶκος οὐκ ἐγένετο ἡμῖν, τὴν ἐπιμέλειαν τούτων εἰδότες ἐμποδίζειν τῇ πρὸς τὴν εὐσέβειαν ἐργασία. Καὶ Ἑλλήνων δὲ φιλό σοφο: οὐκ ὀλίγοι τοσαύτην ἐπεδείξαντο ἀκτημοσύνην, ὡς κυνῶν δίκην ἄστεγον διάγειν, καὶ τροφὴν ποιεῖσθαι τὸ πρὸς καιρὸν, ὅπερ ἂν ἔτυχεν εὑρεθὲν, ὅπως αὐτοῖς ἡ τῶν ματαίων θεωρία την κατάληψιν ἔχειν δοκῇ ἀκραιφνῇ μὴ ἐνοχλουμένοις ποθὲν φροντίσι πραγματικαῖς. Εἷς γοῦν αὐτῶν τις πλὴν σκύφου, ᾧ καὶ τροφὴν προσεπεφέρετο, καὶ πόμα, κεκτημένος ἄλλο μηδὲν ὅστις ποιμενικοὺς ἐθεάσατο παῖδας κοί λαις ταῖς δραξὶ τῷ στόματι νάμα προσάγοντας, ἔφη ρίψας τὸν σκύφον, ο Ἔμαθον, ὦ παῖδες, τὸ μέχρι νῦν με λαθόν, ἔμαθον τὸ τῆς ἀκτημοσύνης τέλειον, καὶ ὅπερ πρὸς ἄκραν αὐτοῦ ἔλειπε φιλοσοφίαν ὠφελεῖσθαι παρὰ τῶν μειρακίων εὐγνωμόνως ὡμολόγησεν. Ού τος ἦν τάχα αὐτῷ σκοπὸς καὶ τὸ σῶμα ἀποθέσθαι, εἰ οἷόν τε, καὶ μετ' αὐτοῦ πᾶσαν ἀποδύσασθαι βιω τικὴν μέριμναν, καὶ γυμνῇ τῇ ψυχῇ ζὴν ἄνευ τῶν σαρκικών κοπρίων προαιρουμένῳ ἁπλήστως τῷ τῆς φιλοσοφίας ἱμέρω. η ΚΕΦΑΛ. Μ'. Ἡμεῖς δὲ οἱ καὶ τοῦ Κυρίου καὶ τῶν ἀποστόλων ἐνηχούντων διὰ παντὸς περὶ τούτου ἀκούοντες, ἐπεὶ μὴ μέχρι νῦν δεδυσωρήμεθα τας θείας αὐτῶν παρ αινέσεις, μηδὲ οἴκοθεν πρὸς τὸ καλὸν αὐτοὶ κεκινήμεθα, τούτους γοῦν ἐντραπῶμεν ὀνειδίζοντας ἡμῖν τῇ ἀκτημοσύνῃ τὸ πολύυλον. Πρέπει γὰρ τούτοις ὑπω πιάζεσθαι, οἷς είναι σεβάσμιοι διὰ τὸ σεμνὸν τῆς πολιτείας ὀφείλομεν καὶ πρωτεύοντες τοῖς δόγμασι, μὴ δευτερεύειν τῷ βίῳ, ἵνα μὴ χεῖρον διακείμενοι Ελλήνων βλασφημεῖσθαι παρασκευάσωμεν τὸ κυριακὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ' ἡμᾶς, ἀλλότρια πράτ τοντες, καὶ ξένα, ὧν ἐκελεύσθημεν πράττειν. Καὶ οἶδά γε πρὸς τῶν ἐντευξομένων ὡς λίαν πληκτικών τὸ εἰρημένον, ἀλλὰ τοῖς ἔξω τῆς μέμψεως, οὐχὶ δὲ καὶ τοῖς πρὸς οὓς ὁ λόγος ὑμῖν. Πέπεισμαι γάρ, ὡς οὐδὲ τούτοις σωφρονισθήσονται τοῖς ἐλέγχοις, νοσοῦντες ἀνίατα. Οὐδὲ εἴ τινα τούτων λεχθείη πρὸς τὸ ἐντρέψαι δριμύτερα διορθώσονται τὸ πλημμελὲς ἅπαξ ἀπονιψάμενοι τὴν αἰσχύνην καὶ ἐφ᾽ οἷς ἁμαρ τάνουσιν ἐρυθριῶντες οὐκέτι, ἐπεὶ μηδὲ κατὰ τὸν σοφὸν Σολομῶντα τῷ τοῦ μύρμηκος ἐδυσωπήθη ὁ ὀκνηρὸς παραδείγματι πρὸς τὸ κινῆσαι τὰς χεῖρας, καὶ τὴν ἐπονείδιστον ἐπαισχυνθῆναι ἀργίαν.
col. 1019–1020page 27 of 48
PG 79:1019ΚΕΦΑΛ. ΜΑΡ. Χαλεπὸν γὰρ ἀποθέσθαι πολλῷ χρόνῳ νεμόμενον πάθος, καὶ παραλύσαι ἕξιν μακρυνθεῖσαν μακρά συνηθείᾳ, μὴ πολλῇ σπουδῇ χρησαμένους πρὸς τὴν διόρθωσιν τοῦ πονηροῦ ἔθους, τοὺς ἐνεχομένους αὐτῷ καθάπερ δεσμοῖς ἀλύτοις κατεχομένους κἂν διεκδῦναι τούτου δυνηθῶσιν, ὅπως ποτὲ ὡς ἔτι προσηρτη μένους ἕλκεσθαι ἀνάγκη ὀπίσω τῇ μνήμῃ τῶν ἐν οἷς ἦσαν ἔναγχος, ἀναποδιζομένους, καὶ ἄκοντας, καὶ συνεχῶς ἐπιστρεφομένους πρὸς τὰ ἀφ᾽ ὧν ὑποδιδρά σκειν ἐπείγονται. Καὶ τῷ ὀκνηρῷ γὰρ ὁ Σολομών ἐμβοᾷ διαπρύσιον, ο Ἴθι πρὸς τὸν μύρμηκα, ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ.» Και τοῖς ἐπαγγελλομένοις μὲν τὸν μονήρη βίον, εμπλεκο μένοις δὲ ταῖς τοῦ βίου ὕλαις, φησὶν ὁ Κύριος, Εμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αυτ τά.» Καὶ οὐδὲ οὗτοι ὡς ἐκελεύσθησαν ἀφῆκαν τὴν ἐπιμέλειαν τῆς γῆς, οὐδὲ ἐκεῖνος τὰς χεῖρας του κόλπου προήνεγκεν ἔνδειαν ἀνειμένην προτιμήσας κόρου βραχὺν πόνον ἔχοντος. Οὕτω ὁ τῷ ἐθισμῷ κεκρατημένος πρὸς τὸ ἄηθές ἐστι δυσμετάβλητος, ἀγαπῶν ἐν ᾧ ἐστιν εἶναι, κἂν ὁμολογουμένως εἴη ἀσύμφορον, ἢ μεταβῆναι πρὸς τὸ ἀσύνηθες, καν ἔχῃ πρόδηλον καὶ προφανὲς τὸ ὠφέλημον. ΚΕΦΑΛ. ΜΒ'. Ὑμεῖς δὲ, ὦ φίλοι Χριστοῦ, καὶ φύλακες τῶν αὐ τοῦ νόμων ἐπιμελεῖς, οἱ τὰ δηνάρια τῶν ἐντολῶν δι πλασιασθέντα τῷ Κυρίῳ προσφέροντες, καὶ τῇ ὀφειλῇ τῶν διατεταγμένων τὰ ἐκ προαιρέσεως προς φιλοτιμησάμενοι ἑκουσίως, καὶ ἐλευθερίᾳ γνώμης ὑπερβαίνοντες τὰ προστεταγμένα δούλοις πρὸς ἐρω γασίαν ἀπαραίτητον· οἱ συνανελθόντες τῇ πολιτεία Χριστῷ, καὶ ἐπὶ τοῦ ὄρους τὰ τῆς ὑψηλῆς φιλοσοφίας μυηθέντες δόγματα, καὶ τοῖς ἔργοις ἐπιδεικνύμενοι τὴν τῶν παραδεδομένων ἀξιοπιστίαν. Οἱ τοῖς ἀποστολικοῖς ἀκολουθήσαντες ίχνεσι, καὶ ἐργαζόμενοι ὡς μὴ ἐπιβαρῆσαί τινα, τοσοῦτον δὲ ἀσχολούμε. ναι περὶ τοῦτο, μὴ τὸν καιρὸν τῆς ἀναγκαιοτέρας ἐργασίας δαπανηθῆναι περὶ τὰ ἐλάττονα, καλῶς δὲ τὸν χρόνον μερίσαντες εἰς μερικὴν χρείαν τοῦ σώ ματος καὶ εἰς πολλὴν τῆς ψυχῆς ἐπιμέλειαν. Τοῦτο γὰρ ἀληθῶς δικαιοσύνη πρέπουσα, διανέμουσα οὐκ ἱσομοίρως πᾶσιν, ἀλλὰ πρὸς ἀξίαν παρέχειν ἑκά στῳ, καὶ σύμμετρον μέν, καὶ αὐτάρκη ὀρέγειν τῇ παιδίσκῃ τὴν ὀφειλὴν, τὸ δὲ πᾶν ἀπονέμειν τῇ κα ρίᾳ καὶ ὄντως οὔσῃ δεσποίνῃ καὶ πολλῆς ὀφειλούσῃ ἀπολαῦσαι τιμῆς. Οἱ γενναίως στρατευόμενοι καὶ μεγαλοψύχως Χριστῷ, καὶ ταῖς τοῦ βίου πραγματ τείαις οὐκ ἐμπλεκόμενοι διὰ τὴν πρὸς τὸν στρατο λογήσαντα ἀρέσκειαν· οἱ νομίμως ἀθλοῦντες, καὶ
col. 1021–1022page 28 of 48
PG 79:1021τὰς λαβὰς τῶν ἀντιπάλων τῷ λείῳ τῆς ἀκτημοσύνης ὡς ἠλειμμένοι διαδιδράσκοντες, οὐκ ἐχόντων ἧς ἐπι λαβόμενοι ύλης λύσωσι ζημίαν, ή καταβάλωσιν ἐν τῷ σκάμματι, πλεονεξίας κρατήσαντες πάθει, καθά περ ἡ Αἰγυπτία τῆς ἀμπεχόνης τοῦ Ἰωσὴφ δραξαμένη οὐκ ἂν ποιῆσαι ἰσχύσασα τοῦτο, εἰ ἦν οὕτω γυ μνὸς ὡς ὄντως ἀγωνιστὴς ὁ ἀθλῶν· ἀλλ᾽ οὐδὲν καὶ οὕτως ἤνυσε τῶν σπουδαζομένων ἐκείνη κἂν ἐπελάβετο, προσαποδυσαμένου τοῦ ἀθλητοῦ ταῦτα, ἐξ ὧν κατεχόμενος ἐσύρετο βίᾳ, καὶ μετὰ πεῖραν μαθόν της, ὡς ἐξ ἀρχῆς ἔδει γυμνὸν εἶναι τὸν συνοικοῦντα τοῖς πάθεσι, καὶ τούτοις μαχόμενον τοιοῦτον ἐκ προοιμίων προσελθόντα τῇ πάλῃ οἷος ἔφυγεν ὕστε ρον, παντὸς πράγματος προαποδυσάμενον αἰσθητοῦ φροντίδα, καὶ μέριμναν. Τούτοις γὰρ ἡττῶνται, καὶ ἔχοντες τοῦ ἀντιποιεῖσθαι, καὶ ἀφαιρούμενοι, τῇ λύπη, οἱ χρημάτων καὶ κτημάτων ἀντεχόμενοι, καὶ τῆς ἐξ αὐτῶν, ὡς οὐκ ἔδει, παραπολαύοντες ἀη δίας. ΚΕΦΑΛ. Γ'. Ὑμεῖς δὲ τῶν τοιούτων ελεύθεροι δεσμῶν κατὰ τὸν παρὰ τῷ Ἰὼβ ἀνειμένον ἄγριον ὄνον ἐν ἐρήμῳ καταγελώντα πολυοχλίας πλήθους, μέμψιν δὲ φορολόγου μὴ ἀκούοντα· οἱ καὶ φροντίδος κτημάτων, καὶ δασμολόγων ὀχλήσεως ἀπηλλαγμένοι, οἱ μηδὲν ἔχον τες τῇ κτήσει, καὶ πάντα κατέχοντες τῇ ἐξουσία· οἱ δεύτερον χιτῶνα, κατὰ τὴν Κυριακήν φωνήν, μή κει κτημένοι, καὶ Χριστὸν ἐνδεδυμένοι τὸν πᾶσαν ἔξωθεν προσβάλλουσαν ἀποσοβοῦντα ἐπήρειαν· οἱ ἐπὶ γῆς περιπατοῦντες διὰ τὴν ἀνάγκην τοῦ σώματος, καὶ ἐν οὐρανῷ τῇ προθέσει διάγοντες· οἱ πρὸς τὸ βρα βεῖον τῆς κλήσεως ἐπειγόμενοι προθύμως, καὶ ἰσο ταχῶς τοῖς πτηνοῖς τὸν τῆς εὐσεβείας δρόμον ἀνύου τες, οἱ πᾶν ἄχθος της κοσμικῆς μερίμνης τῶν τῆς ψυχῆς ὤμων ἀποτιναξάμενοι, καὶ εὐσταλῶς τὰ ἐμποδίζοντα τῇ προκοπῇ ὑπεραλλόμενοι σκάνδαλα, ἣν παρὰ τῶν προλαβόντων διεδέξασθε ἀγωγὴν, εἰ μὲν ἐπὶ τὸ σπουδαιότερον, ἵνα τι καὶ ὑμεῖς ὡς συμ πονήσαντες τοῖς προλαβοῦσιν εἰς ἀκρίβειαν ἔχητε καύχημα, ἐπὶ δὲ τὸ ῥαθυμώτερον μήποτε μεταβά λοιτε, γνήσια τῶν πατέρων τέκνα κατὰ τὴν ἀρετὴν γνωριζόμενα, καὶ οὐ νόθα τῇ παραλλαγῇ τῶν ἔργων κρινόμενα. Οὐ μικρὸν γὰρ ὄνειδος ἐκγόνοις συγγένειαν αὐλοῦσι τὴν πρὸς τοὺς φύσαντας, καὶ μὴ πιο στουμένοις ἐκ τῶν τρόπων τὴν ἀγχιστείαν. Ὡς γὰρ προσώπων χαρακτῆρες, καὶ τὰ ἄλλα τεκμηρία σώματος τῷ ὁμοιώματι διδάσκουσι, τίς τίνος υἱὸς, ἢ πατὴρ, οὕτως ἀγωγαὶ βίων δηλοῦσι, τίνες τίνων εἰτὶ φοιτηταί, καὶ γνώριμοι, λόγῳ μὲν τοὺς θεωρητικοὺς, ἔργοις δὲ τοὺς πρακτικοὺς ἑρμηνεύοντες δι δασκάλους. Τί δὲ τὰς πηλίνας σχέσεις παράγομεν εἰς ὑπόδειγμα τῶν ὑπεραναβεβηκότων τα σωματικά παραδείγματα, μικροῖς ἄγαν τὰ ὑπερβαλλόντως μετ γάλα σημαίνειν βουλόμενοι, καὶ σκιογραφίας, οὔτε εἰκόνας οὔσας, τῷ μὴ τετρανῶσθαι τοῖς χρώμασιν
col. 1023–1024page 29 of 48
PG 79:1023έστε μαθηταί, καὶ υἱοὶ τοῦ αἰωνίου Πατρός· οὕτω γὰρ ὑμᾶς ὁ Κύριος καὶ ἀδελφοὺς καλεῖ λέγων· τ Ος ἂν ποιῇ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτός μου καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ ἐστὶ, ο καὶ υἱοὺς ὀνομάζει τοῦ ἰδίου Πατρὸς, ἐν οἷς, φησί, «Μή μεριμνήσητε τί φάγητε, ἢ τί πίητε· οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν, ὅτι χρήζετε τούτων ἁπάντων.» Καὶ ὅπως ἡ συγγένεια συνίσταται, καὶ οἰκείωσις για νεται αὕτη, διδάσκει, διδοὺς ἀφορμάς τοῖς εἰς τὴν εὐγένειαν ἀναβῆναι ποθοῦσιν ἐκείνην, καὶ μεταβῆναι εἰς υἱοθεσίαν ἀπὸ δουλείας προαιρουμένοις όταν λέγῃ·· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ.» Καὶ πάλιν· «Γίνεσθε οικτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος.» Καὶ· «Γίνεσθε εν σπλαγχνοι, ὡς ὁ Πατὴρ ὑμῶν.» Καὶ· Ἐπὶ πᾶσι γίνεσθε τέλειοι, ὡς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι. ἀντιπαραβάλλοντες ἐμψύχοις μορφαῖς; Χριστοῦ γάρ Ει ΚΕΦΑΛ. ΜΑ'. Τῆς θείας οὖν προκειμένης φύσεως εἰς μίμησιν, τίς ἐστι χρεία σκοπεῖν τὰς ἀνθρωπίνας σπουδὰς, καὶ περιεργάζεσθαι, τίνες, όπως, καὶ ἐφ' ὅσον τῷ ἀγαθῷ προκεκόμασι, καὶ πῶς ἕτεροι ταῖς κοσμικαῖς δελεα σθέτες τέρψεσιν, ἐγκυλινδοῦνται τοῖς ματαίοις περι σπασμοῖ;; Καὶ μὴ τοῦτο μόνον ὁρᾶν, πῶς ἔστι κατὰ πάντα ὁμοιωθῆνα: Θεῷ, καὶ πῶς ἐν ἐκείνῃ γενέσθαι τῇ τελειότητι· καὶ ποίοις πόνοις ἀναλαβεῖν τὸ τῆς φύσεως ἀρχαῖον ἀξίωμα, ἐκμαγείον ἄνωθεν γενομένους τῆς πρωτοτύπου μορφῆς, καὶ φύσιν ὥσπερ τὴν ἐξ ἀσκήσεως ἐν τῇ ἀρετῇ ἕξιν πεποιημένους προς τὴν τοῦ ἐναντίου τροπὴν ἀμετάβλητον. Ποῖος τοίνυν ἡμῖν χρόνος ἀρκέσει πρὸς τὸ μιμήσασθαι φύσιν Θεοῦ; Ποία δύναμις ὑπερουργήσει πρὸς τὸ τῆς θείας ὁμοιώσεως ἀναμάξασθαι τους τύπους; πῶς ἐσέμενα καὶ πότε πάντα ὅσα ἐστὶ Θεοῦ; δυνατὴ γὰρ πάντ τως ἡ μίμησις, ἐπειδὴ ταύτην ἐπέταξεν ὁ εἰδὼς ἑκάστου τὴν δύναμιν. Μόλις ἐκ παίδων τις ἀρξάμενος, καὶ διὰ πάσης ἡλικίας ἐπ' ἐσχάτου γήρως χρη σάμενος ἀνενδότω σπουδῇ, μορφώσει πρὸς τὴν ἀρ χέτυπον ἀρετὴν ἑαυτὸν, ἀμελήσας δέ τινα τῶν παρῳχηκότων χρόνων, πῶς συντείνει; καὶ πόσον τὸ πρόθυμον, ὡς ἐν ὀλίγῳ κατορθῶσαι καιρῷ τὸ δυσχερῶς ἐν πάσῃ τῇ ζωῇ κατορθούμενον; Αλλ' οὐ πάντως ἡ δυσχέρεια ποιεῖ τὸ ἀδύνατον, οὐδὲ τὸ ὄψιμον τῆς έγχειρήσεως ἀμφίβολον, ἢ καὶ ἀπεγνωσμένην υπη τίθεται τῷ ἀρχομένῳ τὴν τελειότητα· ἔχει γὰρ καὶ πρὸς τὸ πέρας τοῦ σκοποῦ, καὶ ὁδὸν ἐπίτομον ἡ πρό θεσις ταχέως ανύουσα τὸ προτεθέν, ἠπειγμένῃ τῇ προθυμίᾳ, καὶ πολλοῦ χρόνου δεόμενον ἔργον ἐμπε δοῦσα ἐν οὐκ ἀναλογοῦντι καιρῷ. Μάρτυρες ἐχέγγυοι τούτου οἱ τῆς ἐνδεκάτης ὥρας τοῦ ἀμπελῶνος ἐργά ται, τὸ αὐτὸ τοῖς ἐξ ὄρθρου μέχρι δείλης καυσωθεῖσιν έργασάμενοι, καὶ οὐκ ἐμποδισθέντες πρὸς τὸ φθάσει τοὺς προλαβόντας τῇ στενῇ προθεσμία· τοιοῦτον γὰρ ἡ ῥαθυμία, καὶ τοιοῦτον ἡ ἐπιμέλεια· ἡ μὲν γὰρ
col. 1025–1026page 30 of 48
PG 79:1025μετὰ πολλῆς ἀδείας ἀνύει μικρά, καὶ οὐκ ἄξια λό γου· ἡ δὲ καὶ ἐν βραχεῖ κατορθοί, μεγάλα τῇ σπουδῇ παρατρέχουσα τὸ ἀνειμένον ἐκείνοις. ΚΕΦΑΛ. ΜΕ. Διὰ τοῦτο κατ᾿ εἰκόνα Θεοῦ γεγόναμεν, ἵνα τὰ Ιδιώματα σώζωμεν τῶν χαρακτήρων ἐκείνων, καὶ τῷ ἐπισήμῳ τῆς πολιτείας τοῖς ὁρῶσι παρέχωμεν τῆς πρὸς αὐτὸν ὁμοιώσεως σαφῆ τὰ γνωρίσματα Εγώ, φησὶν ὁ Θεὸς, οἰκτίρμων, καὶ ἐλεήμων, μακρόθυμος, καὶ πολυέλεος, καὶ δικαιοσύνην δια τηρῶν.» Τούτοις γράφεται τοῖς χρώμασιν ἡ τῆς θείας ὁμοιώσεως εἰκών. Οὗτοι χαρακτῆρες τῆς ἀσωμάτου μορφῆς· τούτοις ἐπιγινώσκεται ψυχή, συγγενής οὖσα Θεοῦ, ζηλοῦσα μὲν τὸ ἀπροσδεὲς ἐκείνου πόθῳ τῆς ἀκραιφνούς καθαρότητος, κωλυομένη δὲ τῷ πρὸς τὸ σῶμα δεσμῷ, ἀλλ' ὅμως ὀλιγο δεεῖ βοῶσα, ὡς ἱμείρεται τοῦ πάντη ἀνεπιδεοῦς τού του παρέχουσα ἐναργὲς ἐκεῖνο τεκμήριον, καὶ τῷ τέως ἐφικτῷ δηλοῦσα τὴν πρὸς τὰ ἀνέφικτα ἐπιθυμίαν, ἐν οἷς φιλοτιμείται τὰς φυσικὰς ἐκδῦναι ἀνάγ κας δεικνῦσα πόσῃ ἐπιθυμίᾳ καὶ πότῳ πόθῳ τὰ ἐφειμένα κατώρθωσεν, ἀγαθότητα καὶ μακροθυμίαν, χρηστότητα καὶ φιλανθρωπίαν, καὶ πᾶν ὃ σημαίνει φύσιν Θεοῦ κτησαμένη σπουδαίως. Ἔνθα ἦν καὶ τὸ κωλῖον οὐδὲν, τῇ ἐξουσίᾳ χρησαμένη προθύμως, καὶ μετὰ πολλῆς εὐκολίας παρελθοῦσα εἰς ταῦτα, εἰς ἅπερ ἦγεν ἡ δύναμις· ἔνθεν καὶ τετιμημένη τῇ θείᾳ μορφῇ, βραχύ τι κατὰ τὸν Δαβὶδ παρὰ τοὺς ἀγγέλους ἠλάττωται, ὅτε τῷ πηλῷ συμφυρομένη του σώματος, ταῖς ἀνάγκαις προσασχολεῖσθαι τούτου, κἂν πρὸς ὀλίγον, τῇ ἀπαραιτήτω χρεία βιάζηται, ὅλη διόλου τῶν κρειττόνων γλιχομένη φροντίζειν, κακεῖ διάγειν τῇ θεωρία, ἔνθα καθαρὰν ἔχει τὴν εὐφροσύνην, οὐκ ἐπιθολουμένην μνήμη τινὸς ἀηδοῦς. Τίς γὰρ τὸν φεύγοντα θορύβους δημοτικούς, καὶ παραιτούμενον πραγμάτων ὄχλησιν ἐπαχθῶν, ἐκκλίνοντά τε συν ουσίας εἰκαίων, καὶ ἀδιαφόρων ἀνθρώπων, οἴκοι δὲ τὰ πολλὰ σχολάζοντα προσευχαῖς ἡσύχως, καὶ μετ λέτῃ λογίων Θεοῦ, σεμνόν τε κατὰ τὸ σπάνιον τῆς προόδου, καὶ ἐπιεικὴ ὁρώμενον, καὶ ἀτάραχον, συμ παθῆ, καὶ φιλάλληλον, οὐκ ἐρεῖ ζηλωτὴν Θεοῦ τως, καὶ εἰκόνα τούτου, καὶ μίμημα, τὰς θείας αυ γὰς τῆς ἀγαθότητος ἀστράπτοντα ἐκείνης, καὶ χρώ μασιν ὥσπερ γλαφυροῖς ταῖς ἀρεταῖς στίλβοντα τὴν ὁμοίωσιν; ΚΕΦΑΛ. ΜϚ'. Ταύτην ἀναζωγραφῶν ὁ Κύριος τὴν εἰκόνα, καὶ πρὸς ταύτην προτρεπόμενος τὴν ὁμοίωσιν τοὺς ἑαυ τοῦ μαθητὰς, καὶ διδάσκων, πῶς ἔστι τῇ μιμήσει γίνεσθαι Θεὸς, ἔλεγεν, ὡς ἤδη είρηται, ο Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ Πατὴρ ὑμῶν ὁ οὐράνιος εἰκτίρμων ἐστὶν, ο ἄφθονον παρέχων ἰσοτιμίαν τοῖς
col. 1027–1028page 31 of 48
PG 79:1027εἰς ταύτην ἀναβῆναι βουλομένοις τὴν τιμήν. Καὶ γάρ ἐστι καθαρὸν φθόνου ἔτι, καὶ παντὸς ἀληθῶς ἄλλου πάθους τὸ θεῖον, χαῖρον τοῖς ἀντιποιουμένοις τῆς αὐτῆς δόξης αὐτῷ, ἐπεὶ μὴ ἐλαττούσθαι ταύτης τῇ πρὸς ἄλλους πέφυκε κοινωνία, μηδὲ βασκαίνειν τοῖς τοῦτο τῇ σπουδῇ γενομένοις, ὅπερ ἐστὶ τῇ φύσει απ τὸ, ἄτρεπτον, καὶ ἀναλλοίωτον μένον ἀεὶ, καὶ τῆς ἐκτικῆς ἀτρεψίας ἅπαντας εἶναι θέλων εντός. ᾿Αν θρωποι μὲν γὰρ συμβαίνουσαν, ἀποσυμβαίνουσαν ἔχοντες τὴν τιμήν, ταῖς ἑτέρων βασκαίνουσιν εὐτ πραγίαις εἰκότως, τὸ παρευδοκιμηθῆναι ἐν οἷς ἀδρύνονται ὑφορώμενοι, καὶ τῶν ἐκ τοῦ ταπεινοῦ προσεγγιζόντων αὐτοῖς πρὸς τὸ ἰσότιμον τὴν προ κοπὴν δεδοικότες, μήποτε φανώσιν ήσσονες, βασκαίνουσι τούτοις, ὡς δοκοῦσιν εὐλόγως, κρείττονες ἐν πᾶσιν ἁπάντων εἶναι βουλόμενοι, καὶ ἔχειν αὐτῶν ἀνώτερον ὅλως διὰ τὸ φιλόδοξον οὐκ ἀνεχόμενοι Θεὸς δὲ τὴν οἰκείαν δόξαν ἔχων αὐτόκτητον, πᾶσιν ἀδεῶς ταύτης μεταδίδωσι, μηδὲν ἀδικούμενος. "Ασκη σις γὰρ οὐ πλεονεκτεί φύσιν ποτέ, κἂν ἕξις γένηται τῇ πολλῇ γυμνασίᾳ, οὐδὲ παρωθεῖται τῶν πρωτείων αὐτὴν, κἂν ἐν τοῖς δευτέροις διαπρέπειν δοκῇ, καὶ τὴν ἰδίαν γνωρίζουσα προκοπὴν, καὶ εἰς τὴν ὑπερ ἔχουσαν οὐκ ἐξυβρίζουσα, τῇ συγκεχωρημένη στο χοῦσα τιμῇ, καὶ οὐ σφετεριζομένη τὴν ὑπερβαίνουσαν. Οὕτω καὶ ὁ Παῦλος κατόπιν βαίνων τῶν τοῦ Κυρίου λόγων, εἰδοποιεῖ ὁμοίως τὴν ἐν ἑκάστῳ εἰκόνα τοῖς αὐτοῖς αὐτὴν τρανῶν ἰδιώμασι πρὸς τὸ τῆς ὁμοιώσεως ἀπαράλλακτον· φησὶ γάρ· «Γίνεσθε μια μηταὶ Θεοῦ,» καὶ ὅπως κατορθοῦται τοῦτο, ἐξω εργάζεται, λέγων· «Γίνεσθε εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν, καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν.» Καὶ πάλιν·. Ενδύσασθε ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, καὶ ἅγιοι καὶ ἠγαπημένοι σπλάγχνα οἰκτιρμῶν, χρη στότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν τούτοις καλλωπίζεσθαι, ο θέλων ἡμᾶς τοῖς πλεονεκτήμασιν, οἷς λάμπει φιλάνθρωπος οὖσα ἡ θεία μορφή. ΚΕΦΑΛ. ΜΖ. Τοῦτο χαρακτηρίζει Θεὸν, καὶ ἄνθρωπον ζηλοῦντα Θεόν, τὸ ἐπιεικές, τὸ ἀνεξίκακον, τὸ ἀέργητον, τὸ ἀβάσκανον, τὸ εὐεργετικὸν, τὸ συμπαθὲς τὸ ἀμνησίκακον, τὸ φιλάγαθον, τὸ χρηστὸν, τὸ ἰσότιμον, το ὠφελητικὸν, τὸ κοινωνικὸν, τὸ κηδεμονικόν, τὸ ἀφιλότιμον, καὶ συλλήβδην εἰπεῖν, οἷς τὸ δαψιλὲς τῆς ἀγα θότητος ἐπιδείκνυται Θεός, ο τὸν ἥλιον ἀνατέλλων ἐπὶ πονηροὺς, καὶ ἀγαθοὺς, καὶ βρέχων ἐπὶ δικαίους, καὶ ἀδίκους· ν τούτοις ὅπως γνωρίζηται ὁ μιμητής είναι σπουδάζων ἐκείνου, πᾶσι πρὸς εὐργεσίαν ἴσος, καὶ φίλοις, καὶ δυσμενώς διακειμένοις διαμένων, καν πάσχῃ κακῶς ἀμειβόμενος ἀγαθῷ τὸ κακὸν, καὶ τοὺς ἀδικοῦντας ἐντρέπων, οὐ μόνον τῷ μεγαλοψύχως τὰ παρ' αὐτῶν φέρειν τολμώμενα, ἀλλὰ καὶ τῷ κᾶν, ὅπερ ἂν δύνηται, τὸ καλὸν ἐνδιαθέτως ἐπιδείκνυσθαι
col. 1029–1030page 32 of 48
PG 79:1029Οὐδεὶς γάρ ἐστιν οὕτω ξένος πάντη καὶ ἔκφυλος ἀσκήσει πονηρίας γενόμενος τῆς ἀνθρωπίνης φύσεως, ὡς μὴ δυσωπεῖσθαι τοῖς οἷς πέπονθεν ἀντιδρᾶσαι τὰ ίσα δυνάμενον, καὶ τῇ δυνάμει ἐπ' ἀγαθῷ κεχρημέν νον, καταδυόμενος ἐφ᾽ οἷς ἀδικήσας τὰς τοῦ ὠφελη κότος ἀντιλαμβάνει χάριτας, κακίζων μὲν ἑαυτὸν τῆς πονηρίας εἰκότως, θαυμάζων δὲ τῆς φιλοσοφίας εὐ λόγως ἐκεῖνον, οὗ τῷ παραδείγματι τὸ ἀποστῆναι της πονηρίας ὠφέληται, καὶ μεταβαλεῖν ἐπὶ τὸ γνωσθὲν τῇ πείρᾳ καλὸν τοιοῦτος πάντως λοιπὸν, καὶ αὐτός τοῖς ἐπιβούλοις γενόμενος, οἷον ἔσχε τὸν ἐπιβουλευθέντα εὐεργεσίαις χειρωσάμενον τὴν πονηρίαν πρὸς τὸ ἔνσπονδον. Καὶ τούτοις μὲν ἦν ἱκανὸς ὁ Παῦλος παιδεῦσαι τοὺς εὐπειθεῖς τὸν σώφρονα βίον, εἰδὼς δέ τινας καὶ δυσαγώγους πρὸς τοῦτο, πλείοσιν ἄλλαις νουθεσίαις ἀπάγειν ἡμᾶς εὐμηχάνως πειρᾶται τῆς ματαιότητος, εὐφήμοις ονόμασι ενάγων πρὸς τὸ ἕνα θεσμον, ποτὲ μὲν, «Θεοῦ ναός έστε, ο ποτὲ δὲ, «Ως τέκνα φωτὸς περιπατεῖτε.» Καὶ πάλιν, «Αξίως τοῦ Εὐαγγελίου πολιτεύεσθε.» Καὶ αὖθις· ο Τὰ σώ ματα ὑμῶν μέλη Χριστοῦ ἐστι· καὶ ἄλλοτε ἁγίους ἡμᾶς καὶ ἀμώμους καλεῖ, ἄλλοτε, ἄμεμπτα, ἀκέραια τέκνα Θεοῦ, καὶ ἀμώμητα. Ταῦτα ὡς παρόντα μαρ τυρῶν, ἃ τέως οὐ παρόντα κτήσασθαι δεῖ, ἵνα μὴ ψευδέσιν ἐγκωμίοις υπωπιαζώμεθα, χαίρωμεν δὲ ταῦτα προσαγορευόμενοι, ἃ καὶ τοῖς ἔργοις ἐσμέν, ἀληθῆ τὴν μαρτυρίαν τῇ συνειδήσει, καὶ οὐκ εἰρω νεία, γνωρίζοντες· καὶ ἑξῆς δὲ πολλὴν τῆς ἡμετέρας προκοπῆς φροντίδα ποιούμενος, καὶ ὅπως ἡμᾶς παντί τρόπῳ καταστήσῃ εἰς ἄνδρα τέλειον,εἰς μέτρον. ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ μεριμνῶν, πα σαν πάντοθεν κινεῖ μηχανὴν οὐδὲν παραλιμπάνων τῶν συντελούντων πρὸς τοῦτο. ΚΕΦΑΛ. ΜΗ. Αὐτίκα γοῦν νεκροὺς εἶναι βούλεται, καὶ ἐσταυρωμένους τῷ κόσμῳ, οὐδενὸς οὐ τῶν ἡδέων τούτων, οὐ τῶν λυπηρῶν λαμβάνοντας αἴσθησιν· ἐπειδὴ κατ' αὐτὸν παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου, μικρὰ καὶ λυποῦν ὡς σχῆμα, καὶ εὐφραῖνον ἐν τῇ παρόδω, ὁμοίως μικρά, οὐ χρονίζοντα, οὐδὲ μακρᾷ τῇ παρα μονῇ τὴν ἑκατέρων ποιούμενα αἴσθησιν, ὀξυτάτῃ δὲ παρατρέχοντα φορᾷ, καὶ μνήμης ἐν τῇ ψυχῇ ἔχνος οὐ καταλιμπάνοντα τῇ ταχύτητι. Φησὶ γοῦν· «Απο εθάνετε τῷ κόσμῳ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ, ἄλλην ζωὴν εἰδὼς μετὰ τὸν εἰρημένον θάνατον, ἣν ζῶσιν οἱ συναναστάντες Χρι στῷ, τὰ ἄνω ζητοῦντες καὶ φρονοῦντες, ἀποθανόντες ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, καὶ οὐκ ἔτι ζῶντες ἐν αὐτοῖς, ὡς τινες, οἷς ἐπιτιμᾷ λέγων, «Εἰ Ἀπεθάνετε ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, ο τί ὡς ζῶντες ἐν τῷ κόσμῳ δογματίζεσθε; μὴ ἅψῃ, μηδὲ γεύση, μηδὲ θίγης· πάντα γὰρ εἰς φθοράν τῇ ἀποχρήσει τοῖς παύσασι τῷ θανάτῳ τὴν πρὸς αὐτὰ τῆς ὀρέξεως
col. 1031–1032page 33 of 48
PG 79:1031ὁρμήν. Ἀλλὰ καὶ παραστήσατε ἑαυτοὺς, λέγει, τῷ Θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας· μέρει μὲν τεθνάναι θέλων ἡμᾶς, ᾧ τὰ τῆς ἐπιθυμούσης κατὰ τοῦ πνεύ ματος σαρκὸς ἐνεργεῖται πάθη, μέρει δὲ ζῆν ἐγχε λευόμενος ᾧ τὰ τῆς ἀρετῆς ἐπιτελεῖται πρὸς τὸ ἀρέσκον Θεῷ. Τούτου χάριν καὶ θυσίαν ζῶσαν ὀνο μάζει τοὺς νεκρώσαντας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ ἐν καινότητι ζωῆς περιπατοῦντας, οὔτε πρὸς τὰ φαῦλα κινουμένους νεκρωθείσης τῇ θυσίᾳ τῆς πρὸς ταῦτα δυνάμεως, οὔτε ἀργοῦντας τῶν καλῶν, ἐπειδὴ ζῶσα ὄντες θυσία τὴν πρὸς τὰ χρήσιμα ἰσχὺν οὐ συν ἀνεῖλον τῇ πρὸς τὰ οὐ καθήκοντα ῥώμῃ, ἀκμαζούση δὲ αὐτῇ, καὶ νεαρᾷ κέχρηνται κατὰ τοῦ πάλαι τῆς σαρκὸς πολεμίου φρονήματος οὐκ ἐξελκόμενοι λοι πὸν ὑπὸ τῶν τ[οι]ούτων ἀλόγων ἐπιθυμιῶν διὰ τὸ μετ ταβεβηκέναι παντελῶς ἐκ τῆς σωματικῆς εἰς πνευ ματικὴν ἀγωγὴν, καὶ ζῆν οὐκ ἔτι ἐν σαρκί, ἀλλὰ πνεύματι. ΚΕΦΑΛ. ΜΘ'. Τούτοις γὰρ καὶ λέγειν ἔοικεν· «Οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν πνεύματι, ο ἔτι μὲν περικειμένοις τὸν σαρχι κὸν ὄγκον, οὐκ ἔτι δὲ παρενοχλουμένοις ἐν οὐδενὶ παρὰ τούτου τῶν μὴ βασιλεύειν ε τὴν ἁμαρτίαν ἐν τῷ θνητῷ αὐτῶν σώματι, ο μηδὲ τυραννικῶς ἔτι βιάζεσθαι πρὸς ὑπακοὴν τῶν ἰδίων ἐπιταγμάτων τοῦτ᾽ ἀντιστρατευομένου τῷ νόμῳ τοῦ νοὸς, τοῦ ἐμε πολιτευομένου ἐν τοῖς μέλεσιν ἀσθενοῦντος, αἰχμαλωτεῦσαι τῷ νόμῳ τῆς ἁμαρτίας, ἀνταιχμαλωτευομένου δὲ πρὸς ὑπακοὴν τῶν ἐντολῶν τοῦ Χριστοῦ, καὶ εἴ κοντος δουλικῶς τοῖς κρείττοσι νόμοις, οἷς συνήδεσθαι ὁ Παῦλος κατὰ τὸν ἔσω ἄνθρωπόν φησιν· ὁ Ἐν ἑτο! μῳ πᾶσαν ἔχων ἐκδικῆται παρακοήν· ἡ ἅπερ ἀπατηθεὶς ἐσφάλη ποτέ, ταῦτα ἀναπαλαίσειν ἐπαγγελλόμενος τῇ μετὰ ταῦτα σπουδῇ τῷ δρᾶσαι τοῖς ὑπὲρ τῆς ἀρετῆς εἰς τὸ σῶμα πόνοις ἅπερ δελεασθεὶς τοῖς ἥδουσιν ἔπαθε παρ' αὐτοῦ. Τίς γὰρ ἡ τοιαύτη, καὶ ὅπως γινομένη ἐκδίκησις, ἐκδιδάσκει Ρωμαίοις γράφ φων, ἐν οἷς φησιν, ο Ωσπερ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω παραστήσατε αὐτὰ δοῦλα τῇ δικαιοσύνη εἰς ἁγιασμόν.» Ισασι δὲ, τίς, καὶ ὅσος ὁ κόπος οἱ " μεταρυθμίζειν πονηρὰν ἕξιν εἰς ἀγαθὴν βιαζόμενοι τῇ συνηθείᾳ τυραννούμενοι· καὶ ὅπερ ἐν τῷ σπουδαζομένῳ δοκοῦσι προκόπτειν πόνοις ἀτρύτοις, τοῦ θ' ὑπονοστοῦντες ῥᾳδίως τοῦ ἔθους αὐτοὺς καθάπερ ἐκ δεσμοῦ συντόμως ἕλκοντος εἰς τοὺπίσω, καὶ τὸν που λύν πόνον πολλάκις ποιοῦντος τέως ἀνόνητον ἕως πολλάκις ἀναχωροῦντες, καὶ πολλάκις αναποδιζόμε ναι δυνηθῶσι κατ' ὀλίγον ἀποστῆναι τῶν ἐν οἷς ἦσαν λείως ἀπὸ τῶν χειρίστων ἐπὶ τὰ κάλλιστα, ὡς χρησι γεγενημένοι κακῶν, καὶ τὴν διάθεσιν μεταγαγεῖν τε μεύειν ταῦτα τὰ μέλη κατὰ τῶν πολεμίων παθῶν, ὅπλα δικαιοσύνης ἐξ ὅπλων ἀδικίας γενόμενα, καὶ
col. 1033–1034page 34 of 48
PG 79:1033τούτοις ἐνδίκως χειρούμενα, οἷς πρότερον παρανόμως ὑπούργει πρὸς ὄλεθρον τῶν κεκτημένων. ΚΕΦΑΛ. Ν'. Οφθαλμὸς μὲν γὰρ ὁρῶν τὰ τοῦ πλησίον καλά, ὅταν κινεῖ πρὸς ἐπιθυμίαν ἢ βασκανίαν τὸν νοῦν, ὅπλον γίνεται ἀδικίας, εὐχαριστεῖν δὲ τῷ δεδωκότι παρασκευάζων, ὅπλον δικαιοσύνης καθίσταται· καὶ γλῶσσα κακηγορίαις καὶ διαβολαῖς διακονοῦσα, καὶ χεὶρ ὑπουργοῦσα πλεονεκτικαῖς ἁρπαγαῖς, καὶ καρδία τεκταινομένη λογισμούς πανούργους κατασκευάζοντας ἕκαστον τούτων πρὸς τὸ λαβεῖν πέρας, οἷον ἔσχεν ἡ πρόθεσις δύσφημον εἰκότως δέχεται την προσηγορίαν, δεξιὰν δὲ πληροῦντα καὶ συμφέρουσαν τάξιν, ἀξίαν τοῦ ἔργου τὴν ὀνομοσίαν λαμβάνει, ἐνεργοῦντα νομί μως, καὶ ἀοιδίμοις κλήσεσι σεμνυνόμενα. Ἐπεὶ οὖν, καὶ θυσία ἐστὶ ζῶσα εἰς τὴν λογικὴν λατρείαν εὐάρεστον τῷ Θεῷ, καὶ συναπεθάνετε τῷ Χριστῷ συνταφέντες αὐτῷ κατὰ τὸ νενεκρῶσθαι τῷ κόσμῳ, καὶ συνανέστητε εἰς τὸ τὰ ἄνω φρονεῖν οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, καὶ τὸ πολίτευμα ἔχετε ἐν οὐρανῷ πρὸ τῆς ἀναστάσεως τὴν μετὰ τὴν ἀνάστασιν βιοῦντες ἀμέριμνον κατὰ τοὺς ἀγγέλους ζωήν, ἦν καὶ δυνατὴν ὑποτιθέμενος Παῦλος ἔλεγεν Εἴπως καταντήσωμεν εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν, ο φθάσας τὸν καιρὸν τῇ πρεπούσῃ τῷ καιρῷ ἐκείνῳ διαγωγῇ, κἂν οὐκ ἐφθακέναι τέως, ἦν ἐντὸς ὑπεχυρίζετο οὗ ταπεινῷ φρονήματι κρύπτων τῆς ἀρε τῆς τὸ ἀξίωμα· καί· ι Φῶς ἐστε, καὶ ἅλας τοῦ κόσμου» αὐστηρῷ μὲν στύφοντες ἤθει τοὺς ἀδιαφορία διακεχυμένους, καὶ ὄντας σήψεως οὐ μακράν, λάμποντες δὲ τῷ ἐπισήμῳ τῆς πολιτείας, καὶ ι τους ὁρῶντας τὰ καλὰ ὑμῶν ἔργα,» κατὰ τὴν Κυριακὴν φωνὴν, ἐπὶ δοξολογίαν τοῦ ἐν οὐρανοῖς Πατρός ὑμῶν διεγείροντες, ἐπιμένετε τῷ καλῷ, ἢ καὶ μᾶλλον ἐν τούτοις προκόπτετε, προτροπὴ τῶν ῥαθυμοτέρων, ἐν οἷς πλεονεκτεῖτε, γινόμενοι, διπλοῦν ἐκ τούτου πεπεισμένοι, ἢ καὶ τριπλοῦν παρὰ τοῦ Δεσπότου σχήσειν τὸν ἔπαινον. Ὁ γὰρ τὸν τοιοῦτον, οἷον ὑμεῖς, μετερχόμενοι βίον ἐν οἷς πρὸς τὴν ἀκρίβειαν ἑαυτὸν ῥυθμίζει τῆς τελειότητος, ἕνα μὲν ἔχει αὐτοῦ τοῦ ἔργου μισθὸν, ἄλλον δὲ ἐφ' οἷς εἰς μίμησιν τοὺς ἐμοζήλους προτρέπεται, καὶ τρίτον ὑπὲρ ὧν τοὺς ξένους τῆς θεοσεβείας ὠφελεῖ, εὐσεβῆ κρίνειν παρα σκευάζων αὐτοὺς τὴν θρησκείαν τῷ ἀνεπιλήπτῳ τῆς πολιτείας, καὶ μόνην ὄντως ἁγίαν τοῦ Θεοῦ, τούτοις κοσμουμένην τοῖς ἔργοις, οἷς πρέπει κοσμεῖσθαι τοὺς ἐπιγραφομένους ἡγεμόνα Θεὸν, καὶ ζῶντας ὡς ἡ τοῦ ἐπιστατοῦντος ἀρέσκεται δικαιοσύνη, ἐξαιρέτοις ἐγκαλλωπίζεσθαι πλεονεκτήμασι θέλουσα τοὺς ἐπαγγελλομένους τὴν πρὸς αὐτὴν οἰκειότητα, καὶ λέγουσα πρὸς τοὺς εὐκαίρως· Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δ καιοσύνη πλέον τῶν Φαρισαίων καὶ τῶν Γραμματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. το
col. 1035–1036page 35 of 48
PG 79:1035η ΚΕΦΑΛ. ΝΑ'. Οπερ δὲ τοῖς ἀποστόλοις ἦσαν οἱ Φαρισαῖοι τότε, κατὰ τὴν σπουδαζομένην δικαιοσύνην ἀντιδιαστελλό μενοι δῆθεν αὐτοῖς, τοῦτο εἰσιν ὑμῖν ἐν τῷ παρόντι οἱ κοινωνεῖν δοκοῦντες τοῦ ἐπιτηδεύματος καὶ τῷ πολυύλῳ τῆς ζωῆς τὴν πρὸς ὑμᾶς ἀρνούμενοι κοινωνίαν, μεθ' ὑμῶν ἀρξάμενοι τῆς ἐπὶ τὴν ἐπαγγελίαν ἀπαρχῆς ὁδοῦ, καὶ πρὸς τὸ πέρας ταύτης οὐκ ἀφιγμένοι. Κατέσχε γὰρ αὐτοὺς μετὰ τῶν υἱῶν Ῥουσιμ, καὶ Γάδ, καὶ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἡ κτηνοτρόφος καὶ πολυμέριμνος γῆ, καὶ τὸ ἀνυσθὲν τῆς ὁδοῦ ποιήσασα μάταιον, οὐ προχωρήσαντος εἰς δέον διὰ τὸ λειπόμενον τοῦ προλαβόντος χρόνου, οὐδὲ ἐξελ θόντος οὕτω τοῦ σκοποῦ ὡς εἶχεν ἐκ προοιμίων ἡ πρό θεσις. Εἰκαῖος δὲ κατὰ τὸν ἀληθῆ λόγον πας μόχθος καὶ ὄντως ἀνόνητος ὁ μὴ πρὸς τοῦτο ἥκων, πρὸς ὅπερ ἔβλεπεν ἀπ' ἀρχῆς, πρὸ τοῦ τέλους δὲ παυόμενος, καὶ καταλήγων ἐκεῖ, ἔνθα μηδὲν ἔστι τῶν προ κειμένων καρπώσασθαι, ὅθεν ὑμεῖς μὲν, ἀγαπητοί, κατὰ σκοπὸν τρέχοντες ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλή σεως, καὶ των στεφάνων ἔντες πλησίον, μὴ ἐκλύετα τὴν ἀγαθὴν προθυμίαν, οὕτω δὲ ταύτην τοῖς μεθ' ὑμᾶς παραπέμψατε, ὡς αὐτὴν παρελάβετε παρὰ τῶν προλαβόντων ἀκμάζουσαν, τοὺς δὲ τερπομένους τέως τῇ ματαιότητι, καὶ τοὺς ἐπιβάλλοντας πόνους τῇ ἀρετῇ ταῖς γηῖναις φιλοπονίαις προσαναλίσκοντας, ἐλεεῖτε μὲν ὡς μοχθοῦντας ανόνητα, καὶ σπείροντας εἰς τὴν σάρκα, ἐξ ἧς ἔστι θερίσαι φθοράν. ΚΕΦΑΛ. ΝΒ. Μὴ πάνυ δὲ πρὸς αὐτοὺς ἐρεσχελεῖτε φιλονείκως ὡς πλημμελοῦντας εἰς τὰ καθήκοντα τῷ ἀποστολικῷ βίῳ. Οὓς γὰρ οὐκ ἐνέτρεψεν ἔργον, τούτους οὐ δυσωπήσει λόγος μᾶλλον πρὸς τὰς παραινέσεις ἀναισχυντεῖν δυναμένους ὡς μὴ προφανῶς δοκεῖν ἁλίσκεσθαι, καὶ δήλους πᾶσιν ἐπὶ τοῖς ἐλέγχοις γίνεσθαι τῆς δυσ πραγίας· εἴπερ εὐγνωμόνως δέχεσθε τούτους, ἵνα μὴ πάλιν τῇ σιωπῇ ἡττῆσθαι νομίζωνται· εἰ γὰρ πρὸς διόρθωσιν εἶχον ἐπιτηδείως, πάντως ἂν πρὸ τῶν ἀνθρωπίνων παραινέσεων, τοὺς τοῦ Κυρίου διδασκάλους μᾶλλον ἡδέσθησαν λόγους, οὓς πρὸς τὸν πολυκτήμονα ποιούμενος ἔλεγεν· «Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ λάβε τὸν σταυρὸν, καὶ δεῦρο ἀκολούθει μοι, ο τούτων ἀποφορτίζων αὐτὸν, ἵνα τὴν στενὴν καὶ τεθλιμμένην διοδεύσῃ ὁδὸν εὐμαρῶς ὧν οὗτοι βαρείαν καὶ ἐπαχθή τὴν κτῆσιν οὖσαν ἀσπάζονται, δύσκολον ἑαυτοῖς, ἢ καὶ πάντη ἀδύνατον τὴν εἰς τὴν βασιλείαν κατα σκευάζοντες εἴσοδον, ἐπῇ ῥαφίδος ὁμοιωθεῖσαν παρά τῆς ᾿Αληθείας, καὶ μόλις δεχομένην γυμνήν φροντίδων βιωτικῶν, καὶ πάσης ὀχλήσεως ἀπηλλαγμένην ψυχήν, καὶ ταῦτα ἴσως ὠθουμένης καὶ δόξῃ παρόδῳ βιαζομένης τὴν εἴσοδον διὰ τὸ στενὸν τῆς πύλης, καὶ δυσέμβατον, καὶ αὐτὰ θλιβούσης τὰ πλαγίως εισερχό
col. 1037–1038page 36 of 48
PG 79:1037μενα σώματα, μήτιγε όγκοις ἐπη, θισμένα βαρυτά των φορτίων· πῶς ἐροῦσιν οἱ τὰ σκύβαλα καὶ σκυ σάλων ἐκλυτώτερα περιέποντες ὡ; τίμια πράγματα Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι,» οὔτε καταλιπόντες τι, καὶ ἃ μὴ εἶχον κτησάμενοι, ὥσπερ ἐμπορείας οὐ φιλοσοφίας ὑπόθεσιν τὸν μοναδικὸν βίον πεποιημένοι; Εστι δὲ ἐμπορείας ἀληθῶς μεγίστης ἀφορμὴ τῶν μελλόντων ἀγαθῶν, οὐ τῶν παρόντων λαμπρών, πενίᾳ μὲν, καὶ ἐνδείᾳ, καὶ τοῖς ἄλλοις νῦν δοκοῦσι σκληροῖς, τῶν ἐκεῖ πάν των ἡδέων προξενοῦσα τὴν ἀπόλαυσιν, τῷ δὲ ἀφανεί, καὶ ἀσήμῳ παῤῥησίαν τὴν ἐπὶ Θεοῦ, καὶ δόξαν παρ έχουσα αἰώνιον· ὧν τὴν ἐλπίδα βεβαίαν ἐπὶ συνειδότι τῶν πεπραγμένων ἔχοντες ὑμεῖς, ἔτι μὲν καὶ ἔτι καταφρονεῖν σπουδάζετε ὧν ἤδη καλῶς λογισάμενοι κατεφρονήσατε δικαίως τοιούτων, καὶ ὄντων ἀληθῶς, καὶ ἐῤῥιμμένων τοῖς νήφουσι, κἂν εἰ σπουδαῖα καὶ ἐπιθυμητὰ τοῖς ἄγρυσιν ἔδοξεν, ἠπατημένη φαντασίᾳ προσθεμένοις ὡς ἀστείοις τοῖς λίαν αἰσχροῖς, καὶ ἐρασθεῖσι τῆς ὕλης, καθάπερ ὄντως εὐμόρφου γυναικὸς, οὐκ οὔσης τοιαύτης, ἀλλὰ κεχρωσμένης ἄνθει φαινομένῳ τοιούτῳ, καὶ συναρπάζοντι πρὸς τέρψιν τοὺς πρὸ τῶν ὠφελίμων ἀρεσκομένους τοῖς ἥδουσι, καὶ τῶν συμφερόντων μᾶλλον αίρουμένους τὰ λίχν δελεάσματι τὰς ὁρμᾶς προκαλούμενα. ΚΕΦΑΛ. ΝΓ. Τῶν δὲ τῆς διανοίας κινημάτων ἐπιμελήθητε, προσέχοντες πῶς τὰς ὑπομνήσεις τῶν πραγμάτων ἐργάζονται, προσπαθῶς ἢ ἀπαθῶς τὰς φαντασίας τούτων δεχόμενα. Πολλὰ γὰρ ἀτάκτως ὁρῶντα βλά πτειν εἰώθεισαν ταῦτα, καὶ τῶν ἐν ταῖς πράξεσι πλείονα εὐκόλως ἐν τοῖς λογισμοῖς τοῖς πάθεσιν εἴκοντα, καὶ συντιθέμενα τούτοις ἀφανῶς, καὶ τῆς συνέσεως, οὐδὲν σημεῖον τοῖς ἔξω παρέχοντα ήττώ μενα, καὶ πίπτοντα πολλάκις, καὶ τῆς πτώσεως πρὸ τῆς ἐνεργείας τέως λανθάνοντα τοὺς οὐ πεφυκότας τὰ ἔνδον ὁρᾷν· καὶ σεμνὸς μὲν ἐκ τῆς καταστολῆς τοῖς παροῦσι φαίνεται ὁ τυχών, τὰ κρυπτὰ αἴσχη αὐτὸ; ἐπιστάμενος μόνος καὶ ἐρυθριῶν ἐφ᾽ οἷς τῷ φαινομένῳ τὸ ἀφανὲς ἐναντίως διάκειται τῇ τιμωμένῃ σκηνῇ ἀντιφθεγγομένης τῆς ἀληθείας, καὶ τὸ συν ειδος καταδύεσθαι παρασκευαζούσης εἰκότως, ὅτι μὴ συμφωνεῖ τῇ ὑπολήψει τὰ τῆς καρδίας ἐνθύμια τοιαῦτα, οἷα παρὰ τῶν ἱστορούντων δοξάζεται. Αλλ ἔοικε τάφῳ κεκονιαμένῳ τὸ σοβαρὸν τῆς διανοίας πεπληρωμένης ὡς ὄντως τύμβου ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας. Τί γάρ αὕτη μνήματος, ὅταν τὰ μὴ καθήκοντα λογίζηται, διαφέρει, ὁμοίως ἀκάθαρτος οὖσα ἐκείνων, καὶ μᾶλλον ἀκάθαρτος; Σῆμα μὲν γὰρ ἐπ' ὀλίγον ἔχει τὴν δυσωδίαν μυδῶντος ἔτι τοῦ σώματος. Τοῦ δὲ ἰχῶρος ἀποστάζοντος τῶν ὀστέων, λοιπὸν τῆς δυτωδίας ἀπήλλακται, τῶν σαρκικῶν εἰς τὴν γῆν ἀναλυθεισῶν, καὶ κόνιν λεπτήν, ἐξ ὧν καὶ
col. 1039–1040page 37 of 48
PG 79:1039ἀνθοῦσαι τὴν σύστασιν εἶχον, πηλὸς οὖσα κεχρωσμένος αἵματι, καὶ φλέγματι, τῷ μὲν λευκαινόμεναι, τῷ δὲ ἐρυθραινόμεναι, καὶ λάμπουσαι τῇ χρώσει ταύτῃ τὰς ἐπιπολαζούσας τῇ ἐπιφανείᾳ λίχνους ποιό τητας· καρδία δὲ πεπληρωμένη ἐνθυμίων ἀπρεπῶν, διηνεκἢ τὴν ἀκηδίαν κέκτηται, σεσηπότος σώματος ὄξουσα χαλεπώτερον, καὶ αὐτὴ μόνη τῆς οἰκείας αἰσχρότητος ἀπολαύουσα. ΚΕΦΑΛ. ΝΔ'. Οὐδὲν τῶν ἐν τῷ κρυπτῷ βουλευομένων εἰδότων 300 τῶν προσεχόντων τῷ φαινομένῳ ἀγάλματι, ἀλλὰ καὶ τεθηπότων ἔσθ' ὅτε τοῦτο τῆς ὁρωμένης καὶ δοκού β της σεμνότητος. Οὐδὲν γὰρ ἄλλο γαληνὸν ἦθος, καὶ βλοσυρὸν ὄμμα, καὶ πρόσωπον ἀμειδὲς, ἢ πολλὴν κέ. κραγε τὴν ἐν τῷ βάθει εὐστάθειαν τῆς ἐφ' οἷς εἴρη ται φροντίδος κρειττόνων, τοῖς ἀγνοοῦσι τὰ τοῖς μυχοῖς ἐνδιαιτώμενα σκέμματα παρεχούσης ὑπόνοιαν τῷ σχήματι συνάδειν λογιζομένοις καὶ τὴν διάθεσιν. Τοῦτο γοῦν δυσωπείτω λίαν εὐλογως ὑμᾶς, ταῖς ἔξω συνδιατιθέ[μεἶναι τὰ ἔσω, καὶ πρὸς τὴν ἐκτὸς δόξαν ῥυθμίζειν τὰ ἔνδον ὁμοίως, ἵνα οἶοι τοῖς ἀνθρώποις εἶναι δοκῶμεν, τοιοῦτοι καὶ τῷ Θεῷ τοῖς ἐνθυμίοις φαινώμεθα, ταῦτα λογιζόμενοι, ἃ καὶ λογίζεσθαι τοῖς πολλοῖς νομιζόμεθα. Καὶ ἔστι γε, ὡς ἴστε καὶ αὐτοὶ πεῖραν ἔχοντες τούτων, οὐ πάνυ χαλεπὸν τοῖς ἐπι στημόνως τοῦτο πράττειν προαιρουμένοις, εἰ τὰς αἰ τίας διερευνώμενοι, ταύτας ἀναστέλλοιεν, τὰ ἐξ αὐτ τῶν φυόμενα παύοντες εὐχερῶς ὀχληρά· ἡδονῆς γὰρ καὶ λύπης ἀκολουθούσης ἐπιθυμίᾳ, καὶ ἐπιθυμίας ἑπομένης αἰσθήσει, ὁ ταύτῃ μὴ ἐνδεδωκώς, καιρὸν οὐ παρέσχεν ἐκείναις, ὡς ὁ κεφαλὴν όφεως θλάσας παι ραθλιβομένην εἰσόδῳ μετ᾿ αὐτῆς τὸν ἐπισυρόμενον ὁλκὸν ὅλον ἀπέκλεισεν ἔξω, συνεισελθόντα πάντως ἂν εὐμπρῶς, εἴπερ ή προέχουσα τὴν τυχούσαν εὗρε παρείσδυσιν· καὶ ἔχει πρὸς τὸ δηλούμενον ἡ εἰκὼν πολλὴν τὴν συγγένειαν, ὁμοίως τῶν ἐφομαρτούντων συνεισπιπτόντων τοῖς ἡγουμένοις· αἴσθησις μὲν γὰρ πρὸς τὰς ὁρωμένας μορφὰς τυποῖ τὴν διάνοιαν, καὶ αὐτὴ πρὸς τὰ τέρποντα τὴν ἐπιθυμίαν κινεῖ, τῇ μνή μῃ τὰς φαντασίας τῶν προτεθεαμένων καθ᾿ ἑκάστην βιπίζουσα, καὶ τούτων ἀγαλματοφοροῦσα τετράνω 301 μένα τὰ εἴδωλα, ἕως ἢ λύπην ἡ ἀποτυχία ποιήσασα, ἢ ἡδονὴν ἡ ἐπιτυχία, διδάξει τῇ πείρᾳ σαφῶς ὅση τοῖς ἐγχρονίζουσι τούτοις ἡ βλάβη γίνεται. ΚΕΦΑΛ. ΝΕ. Αδικεῖ γὰρ ὁμοίως ἑκάτερον, κἂν ἐπιτευχθῇ, κάν ἀστοχήσῃ τὰ κακῶς ἐπιθυμηθέντα, καὶ χαρὰν ἀσύμ φορον, καὶ λύπην οὐ καθήκουσαν ἐργαζόμενα· οὔτε γὰρ κατὰ Θεὸν ἡ λύπη ἐστὶν ὥστε, κατὰ τὸν Παῦλον, μετάνοιαν ἀμεταμέλητον εἰς σωτηρίαν κατεργά
col. 1041–1042page 38 of 48
PG 79:1041ζεσθαι, οὔτε χαρὰ ἐν Κυρίῳ συνίσταται, ὡς ὁ αὐτὸς ἐπίσταται Παῦλος· τοῖς μὲν γὰρ ἐπ' ἀγαθῇ συνειδήσει εὐφραινομένοις παρακελεύεται λέγων· ι Χαίρετε ἐν Κυρίῳ πάντοτε.» Αλλά τις οὖσα τυγχάνει ψυχική δαιμονιώδης προσπάθεια, οὐδενὸς ἠρτημένη τῶν αἰωνίων καλῶν, ὕλης δὲ φθειρομένης καὶ τὴν ἐπισ θυμίαν ἐλεγχούσης ἀνόνητον· τί γὰρ εἴποιεν ἄν τινες; Ἐπέλιπον αἱ καθήκουσαι φροντίδες, ἵνα τοῖς ματαίοις λογισμοῖς προτασχολήσωμεν τὴν διάνοιαν, πλοῦτον, καὶ δυναστείαν, καὶ δόξαν, καὶ τὴν παρὰ πολλοί; ναι μιζομένην εὐκληρίαν φανταζόμενοι, διώρθωται τὰ ἤθη, ὑποτέτακται τὰ πάθη, οὐδὲν πλημμελῶς ἡ αἴσθησις ἐνεργεῖ, ἐξωμάλισται τὰ τῆς προκοπῆς πρὸς τὸ εὔκολον, ἕξις ἡμῖν ἡ ἄσκησις γέγονεν, εἰ ρήνην ἄγει ἡ καρδία βαθεῖα, πέπαυται τὰ τῆς μά λης ἡμῖν, ἡ πρὸς τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας κατα λέλυται πάλη· σπονδὰς ἔθετο πρὸς τὸ πνεῦμα ἡ κατ' αὐτοῦ δυσμενώς διακειμένη σάρξ, οὐκ ἔτι στρατεύεται αὕτη κατὰ τοῦ πνεύματος, ὅλως νενίκηται, και τὴν ἦταν ὁμολογεῖ δουλεύσασα ὡς αἰχμάλωτος. Συγ εκόψατε τας μαχαίρας εἰς ἄροτρα, καὶ τὰς ζιβύνας εἰς δρέπανα, τὰ πολεμικὰ ἔργα ποιήσαντες διὰ πολλὴν εἰρήνην σκεύη γεωργικά· ἀναπαυόμεθα κατὰ τὴν θείαν ὑπόσχεσιν ἕκαστος ὑπὸ κάτω ἀμπέλου αὐτοῦ εὐφραινόμενοι ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν, καὶ ἐπὶ τῶν κοιτῶν ἀγαλλιώμενοι, οὐδενὸς, οὐδαμόθεν ἀλλοῦντος, οὐ πάθους, οὐ πνεύματος τῆς ἀντικειμένης δυνάμεως τῆς ἐπιθυμίας ἀναφλέγοντος πρὸς τὰ ἡμῖν οὐδαμῶς ἡρμοσμένα πράγματα. Εἰ δὲ καὶ, ὡς εἴρηται, οὕτως εἶχε τὰ καθ᾿ ἡμᾶς ἀπαθῶς, καὶ γαλήνην εἴχομεν τῶν ταράττειν εἰωθότων τὸν νοῦν, καὶ πάσης, κατὰ τοὺς πάλαι ἁγίους, ἦμεν ἀνώτεροι κοσμικῆς ἐπιθυμίας, που χρήσιμος ἡμῖν ἡ τῶν μα ταίων φροντίς, καὶ περισπασμὸς οὗτα εἰκαῖος, καὶ τα σπουδαζόμενα οὐκ ἀνύουσα; (Οὐδὲν γὰρ τῶν οὐκ ἐφ' ἡμῖν ἡμετέρα γίνεται εντρεχείᾳ, κἂν ὑπερταθῶμεν πρὸς τὴν κτῆσιν αὐτοῦ τῇ προθυμία.) Προνοίας τῆς τὰ καθ' ἡμᾶς οἰκονομούσης ὄντα δωρήματα, καὶ οὐκ ἀνθρωπίνης ἔργα σπουδῆς. ΚΕΦΑΛ. ΝΕ'. Καὶ διὰ τοῦτο πρὸς τοὺς εἰδότας καλῶς ἀκούειν, ὁ Κύριός φησι· «Τίς ἐξ ὑμῶν μεριμνῶν δύναται προσ θεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα, ν τῷ ἀνηνύτῳ τῆς μερίμνης ταύτης πᾶσαν μέριμναν δεικνύς, ἥτις μὴ τῇ ἡμετέρᾳ πέρας λαμβάνει σπουδῇ, ματαίαν καὶ ὄντως ἀνήνυτον, μετεωρίζουσαν ἁπλῶς τὸν λου γισμὸν, καὶ τῆς ἀληθοῦς ἀποβουκολοῦσαν φροντίδος, οὐδὲν δὲ τῶν ὀνειροπολουμένων περιποιῆσαι δυνα μένην τιν,ὀνειρώττουσαν ἐν τοῖς φαιδροῖς, καὶ ὕπαρ κενὴν τῶν φαντασιῶν τὴν ἐλπίδα ἐλέγχουσαν ἀεὶ τοῖς ματαίοις ἐνθυμίοις ἐνευκαιροῦσαν, καὶ ἔργῳ τὰ ἐνθύμια βλέπουσαν οὐδέποτε, κατὰ τὴν τοῦ Ἡσαΐου παραβολὴν ἐν ᾗ φησιν· ο "Ον τρόπον ἐνυπνιάζεται δ διψῶν, ὡς πίνων, καὶ ἐξαναστὰς ἔτι διψῇ· ἡ δὲ ψυχή ο
col. 1043–1044page 39 of 48
PG 79:1043μα ταίων ἐλπὶς, ἡδονή τίς ἐστι νυκτερινῆς εὐωχίας τῇ ἀπάτῃ τοῦ ὀνείρου εὐφραίνουσα, καὶ πεῖραν οὐ ποιοῦσα ποτε τῆς νομιζομένης εὐφροσύνης. Τί οὖν τὰ οὐχ ἡμέτερα μεριμνῶμεν διὰ παντὸς ὡς ἡμέτερα, καὶ τὰ ἀλλότρια ὡς οἰκεῖα σπουδάζομεν τὸν καιρὸν τῆς σκέ ψεως τῶν ἀναγκαίων προσδαπανώντες τοῖς κενοῖς ἐν θυμίοις; Εἴπερ ἐλώφησεν, ὡς ἡγούμεθα, τὰ πάθη, καὶ τὰ τῆς πονηρίας ὑπεχώρησαν ἐπίβουλα πνεύ ματα εὐχαριστεῖν ἐν προσευχαῖς μνήμῃ διηνεκεῖ τῷ πρὸς τὴν τοιαύτην κατάστασιν ἡμᾶς ἀγαγόντι Δε σπότῃ Χριστῷ· μόλις γὰρ ἂν ἅπας ἡμῖν ὁ χρόνος ἀρο κέσει πρὸς τοῦτο στενὸς ὢν, καὶ βραχὺς εἰς ἀμοιβὴν ὧν ἀπελαύσαμεν, καὶ ὧν ἀπολαύομεν εὐεργεσιών ὁσημέραι, τοῦ τῶν θλιβόντων τοὺς πολλοὺς ὑψηλοτέρους ἡμᾶς καταστήσαντος. Εἰ γὰρ ἑκάτερον τοῦ χρο νικοῦ διαστήματος ὅρον, ἡμέραν λέγω καὶ νύκτα, ὁ μὲν Δαβὶδ προσεδρεύειν ἡμᾶς βούλεται τῇ μελέτῃ τοῦ νόμου, καὶ ὁ νομοθέτης αὐτὸ τοῦτο ποιεῖν, «Μελετ τήσεις ἐν αὐτῷ, λέγων, καθήμενος ἐν οἴκῳ, καὶ πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος, καὶ διανιστάμενος, ο οὐδένα πρὸς ἀργίαν καταλιμπάνοντες ἡμῖν καιρόν. Καὶ ἄλλος εὐλογεῖν ἐν παντὶ καιρῷ προστάτε τει τὸν Κύριον, καὶ Παῦλος κελεύει ἀδιαλείπτως προσεύχεσθαι· ποῖος καιρὸς ὑπολέλειπται πρὸς ἄδειαν σκέψεως τῶν οὐ καθηκόντων ἡμῖν, ἑκάστου τῶν ἐπι τεταγμένων ὅλον ἀπαιτοῦντος τὸν χρόνον, καὶ παρα χωροῦντος τοῖς ἄλλοις οὐδέν; αὐτοῦ εἰς κενὸν ἤλπισε. Τοιοῦτον γὰρ ἡ τῶν ΚΕΦΑΛ. ΜΖ'. Πῶς γὰρ ἀδιαλείπτως προσεύξεται ὁ μὴ μελετῶν ἐν νόμῳ Κυρίου ἡμέρας καὶ νυκτός; Πῶς δὲ διόλου εὐλογήσει τὸν Κύριον, ὁ ἔν τι τῶν εἰρημένων ποιῶν, μόλις τοῦ καιροῦ φθάνοντος ὑπουργῆσαι τῇ ἀκριβεία οὑτινοσοῦν τῶν κατ' ἀρετὴν γινομένων; Διὰ γὰρ τοῦτο ἡ Γραφὴ τὸ ῥᾴθυμον τῶν πολλῶν ἐπισταμένη, καὶ μείζοσι τῆς ἡμετέρας δυνάμεως ἡμᾶς ἐστένωσε προστάγμασιν, ἵνα καὶ τὴν σπουδὴν πρὸς τὸ δυνατὸν ἐπιτείνῃ καὶ τὰς τῆς ἀσθενείας ὑποτέμηται προφάσεις, μᾶλλον μετριάζοντος τοῦ ἐργαζομένου τὸ ἀγα θὸν ἐφ᾽ οἷς ὡς ἐκελεύσθη οὐ φθάνει τοῦτο ποιεῖν, ἢ φυσωμένου ὅτι μέρος τῶν ἐντολῶν ἐπλήρωσεν οὐχ οὕτως ὑπὲρ ὧν ἔδοξε κατορθοῦν ἐπαινεθήσεσθαι, ὅσον ἀνθ' ὧν ἐνέλειψεν ὡς ἀμελήσας μεμφθήσεσθαι προσ δοκῶν· ἐπεὶ μηδὲν ἀτελὲς ἔργον παῤῥησίαν δίδωσι τῷ ἐργασαμένῳ, ἐρυθριἂν δὲ παρασκευάζει ὡς ἀτο νήσαντι ὧν ἐπετήδευσε πρὸς τὸ πέρας ἐλθεῖν, καὶ τινὰ μὲν τῶν τεχνητῶν ἔργων ὅρον ἔχει καὶ πέρας, πρὸς ἐν ὁ σκοπὸς τῶν ἀρχομένων ὁρᾷ, καὶ κατορθοῦται τούτων ἕκαστον ἐν οὐ πολλῷ χρόνῳ ἐν ὅλαις ἐνεργούμενον, καὶ τὸ τέλος ἔχον ἑστὼς, καὶ περι μένον τὸν περικόπτοντα· ἡ δὲ ἀρετὴ μακρὸν ἔχει τὸ μήκος, καὶ τάχα ἀπέραντον τὴν δύναμιν τοῦ μετερχομένου αὐτὴν κενοῦσα, καὶ ἔτι ἀφεστῶσα τῆς κατα λήψεως, ἐρεθίζουσα τὸν πόθον τοῦ πλησίον εἶναι ΧΧΧ, ν,
col. 1045–1046page 40 of 48
PG 79:1045δοκεῖν, καὶ τοὺς προσεγγίζοντας ὑποφεύγουσα τοσ οὗτον, ὅσον καὶ κενεῖν τὴν προθυμίαν ὡς οὖσαν ἐγ γύς, καὶ τοῦ προκόπτοντος κλέπτειν τὸν πόνον τῷ κατὰ μικρὸν λεληθότως ὑποχωρεῖν. Καὶ τοῦτό ἐστιν, ὡς ἔοικε, τὸ περὶ τοῦ πατριάρχου καλῶς εἰρημένον ᾿Αβραάμ, ὅτι ἦλθεν εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεὸς, καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ᾽Αβραὰμ εἶδε τὸν τόπον ἀπομακρόθεν, καὶ φθάσας ἐπ' αὐτὸν, τῷ δοκεῖν, ἐπὶ τὸ παραμυθηθῆναι τὴν τοῦ πόνου δυσχέρειαν, καὶ μαθὼν τῷ τέως ἀφεστάναι ὡς οὐ δέπω κατείληφεν, ἵνα μὴ τὸ πρόθυμον ἀναπέσῃ ὡς Ανυσμένου τοῦ προκειμένου, ἐπιτείνηται δὲ ἀεὶ πρὸς τὸ σπουδαιότερον ἐλπίδι τοῦ μετ᾿ οὐ πολὺ ἔσεσθαι πρὸς ὅπερ ἠπείγετο. ΚΕΦΑΛ. ΝΗ'. Ταῦτα γὰρ τῆς ἀρετῆς χαρακτηρίζει την μέθοδον πρὸς τὴν ἐνδεχομένην προκοπήν σοφιζομένης τὸν γνώριμον, οὔτε πολύ μήκοθεν φαινομένην, ἵνα μὴ ἔκνον δόξῃ ποιεῖν τῷ πολλῷ διαστήματι, οὔτε περι μενούσης ἕως ἂν καταληφθῇ παρὰ τοῦ διώκοντος, ἵνα μὴ πρὸ τοῦ θανάνου παύσῃ τὴν προθυμίαν, πάσῃ δὲ τῇ ζωῇ τὴν σπουδήν παρεκτείνῃ διόλου ἀκμάζουσαν, ἀνέφικτον ἔχουσα τὸ τέλος, καὶ τῷ διὰ παντὸς παρα φαίνεσθαι πλησίον πρὸς τὸ ἐφικτὸν προτρεπομένη τὴν δύναμιν, πρὸς ὅσην προκοπὴν ἐπιδίδωσιν ἡ φύσ σις προκαλουμένη, καὶ μετὰ πολλοὺς πόνους ἱκανῶς ἀφεστῶσα τῆς καταλήψεως. Τίς γὰρ ταύτην οὕτω κατώρθωσεν ὡς μηδὲν λείπειν αὐτῷ πρὸς τὴν τελειότητα; τίς δὲ, καὶ πάσῃ χρησάμενος σπουδῇ τῶν ταύτης ὅρων κατελείφθη μακράν; Καὶ ἵνα δειχθῇ τοῦτο προφανῶς, ἀληθεστάτης ἀγάπης ἀκόλουθον εἰ πεῖν ἰδιώματα, ἐπειδὴ πλήρωμα νόμου, καὶ ἔστιν αὕτη, καὶ λέγεται δικαίως παρὰ τῆς θείας Γραφῆς, πάντα περιλαμβάνουσα τὰ μέρη τῶν τῆς νομοθεσίας καλῶν, εὐεργετεῖν διδάσκουσα τὸ ὁμόφυλον, καὶ ἀδι κεῖν οὐκ ἐπιτρέπουσα, οὐδέ τι πράττειν εἰς αὐτὸ ἐν αντίον, ἑκοῦσά τε συγχωρεῖν τὸ κακόν. Τίς οὖν τὸν πλησίον ἠγάπησεν οὕτως, ὡς ἄλλον ἑαυτὸν ἐν πᾶσιν ἐκεῖνον ἡγήσασθαι; Τίς ταῖς ἐν τῷ ἀγαθῷ προκοπαῖς τοῦ ἀδελφοῦ ὡς οἰκείαις ἐπευφραίνεται, καὶ οὐ κνί ζετα: ταύταις ἀλόγως, καὶ πρὸς φθόνον ἀδοξεῖν αὐ τὸς λογιζόμενος ἐν οἷς παρευδοκιμείται παρὰ τοῦ πέ λας; Τίς τὴν ἄλλου ἐφ᾽ οἷς ἂν τύχῃ τιμήν, οὐ κρίσ νει κατάλυσιν τῆς ἰδίας τιμῆς; Τίς ἐν τῷ προκριθέντι ἐν ἐτῳδήποτε τῶν εὐδοκίμων οὐ κατέπεσεν ἀθυμίᾳ, τὸ δευτερεύειν ἐν ἀτιμίας μέρει τιθέμενος; Τίς τοῖς ἐπαίνοις τοῦ συμμετιόντος τὸ ἔργον αὐ δάκνεται, ὡς ἐπὶ ψόγοις οἰκείοις; Τίς σφάλματι τινος ἐπεστύγνασεν ὡς ἂν ἐφ' ἑαυτῷ σφαλέντι τοῦτο ἡγού μενος; Τίς ἀστοχήσαντι ὡς ἑαυτῷ συνεπάθησε; Τίς ἀδοξίᾳ τοῦ τυχόντος οὐκ ἐπεγέλασε; Τίς πτώματι οὐκ ἐπεχάρη ἑτέρου, καὶ οὐκ ἐπήρθη ἐπὶ τῷ ὑποσκελίσματι τούτου, μέγα ὡς ἑστὼς ἐπὶ τῷ πεσόντι φρο νέσας; Τίς ἐλέγχω πλημμελήματος ερυθριών τε
col. 1047–1048page 41 of 48
PG 79:1047ῥησίαν αὑτοῦ ἡγήσατο, ἐπὶ μεῖζον τὴν οἰκείαν δόξαν ἐπαίρεσθαι δοκῶν ἐν οἷς ἐλαττοῦσθαι τὴν ἑτέρων συμβαίνει: Και τίς, κατὰ τὸν Παῦλον, συντόμως εἰπεῖν, χαίρει μετά χαιρόντων, καὶ κλαίει μετά κλαιόντων, συνδιατιθέμενος οὕτως ἑκάστῳ ὡς αὐτὸς διάκειται, ἐν φαιδροῖς ἢ σκυθρωποῖς ἐξεταζόμενος πράγμασι; συνηρυθρίασεν, οὐχὶ δὲ τὴν ἐκείνου διατροπὴν παρ ΚΕΦΑΛ. ΝΘ'. Τοῦτο γὰρ τῆς ἀγάπης ἐξαίρετον πλεονέκτημα, τὸ τὴν διάθεσιν τῶν ἁπάντων ἐργάζεσθαι μίαν, ἑκάστου χαίροντος μετὰ τοῦ ἑτέρου, καὶ λυπουμένου ὁμοίως, μελῶν ἑνὸς σώματος δίκην συνδεδεμένων, καὶ τῇ ἁρμονία συμπαθῶς μεταδιδόντων ἀλλήλοις, καὶ δε χομένων παρ' ἀλλήλων τὰ πάθη. Εἰ τοίνυν οὔτε πᾶς ὁ χρόνος ἀρκεῖ πρὸς τὴν τῆς ἀρετῆς ἐπιμέλειαν, κα πολλῆς τοῖς ἀγωνιζομένοις διὰ τοὺς ἀνταγωνισμένους δαίμονας χρεία τῆς νήψεως, πῶς κεχηνότας καὶ μετεωριζομένους, ἢ τὴν ὁδὸν δύσβατον οὖσαν καὶ πολλὴν ἔστιν ἀνύσαι, ἢ τῶν ἀντιπάλων φυλάξασθαι τὰς ἐπιβουλὰς πολλῶν ὄντων, καὶ ἀοράτων, καὶ πά θεσιν ἡμετέροις καὶ αἰσθήσεσιν ὅπλοις καθ᾿ ἡμῶν κεχρημένων, καὶ τούτοις βαλλόντων ἡμᾶς, οἷς κατ' αὐτῶν ἀμυντηρίοις ἡ φύσις ἡμᾶς ὤπλισεν; Οφθαλ μὲς αὐτοῖς ὑπηρετεῖ πρὸς ἐπιθυμίαν τῶν ἐρωμένων πολλάκις, πάσης λαμπρᾶς ὕλης ἐργαζόμενον πόθον, ἀκοὴ λύπην ἐπὶ ταῖς σκυθρωπαῖς ἀγγελίαις. Καὶ ἐπὶ τοῖς ὡς καταθυμίοις κινεῖν πέφυκεν ἡδονήν· θυμός ἐκ τῆς τυχούσης ἀνάπτεται προφάσεως, βράσσων, καὶ κλονῶν ὅλον τὸ σῶμα, καὶ τὸν λογισμὸν ταράτ των, καὶ θολῶν τὸ καθαρὸν τούτου, καθάπερ πηγῆς διαυγές ὕδωρ, πρὸς τὸ μὴ τρανῶς ὁρᾶσθαι τῶν ἐνθυ μίων τους τύπους· κενοδοξία δημοσιεύειν τὸ ἔργον βιάζεται, μᾶλλον ἀνθρώποις ἀρέσκειν θέλουσα, ἢ τῷ Θεῷ, καὶ τοὺς πόνους ἀχρειοῦσα (οὐ γὰρ ἀκολουθεῖ τῷ πλημμελῶς γινομένῳ ὁ μισθὸς, ἐπεὶ μὴ πρὸς ἀρέσκειαν τοῦ ἀμείβεσθαι δυναμένου, πρὸς ἔπαινον δὲ τῶν ὁρώντων ὁ σκοπὸς ἔβλεπεν ὅλως)· ὑπερηφανία πρὸς ὄγκον ἐπαίρει τὸ φρόνημα, καταφρονεῖν παντὸς ἀνθρώπου διδάσκει, καὶ διαπτύειν ὡς εὐτελὲς ἅπαν ὁμοῦ τὸ ὁμόφυλον, μετεωρίζει τὸν λογισμὸν πρὸς ἀπόνοιαν, ισοθείαν πείθει φαντάζεσθαι, πρόνοιαν καὶ κηδεμονίαν τοῦ Κρείττονος οὐκ ἐπίσταται, ὄφει λὴν ἔργων ἀπολαμβάνειν λογίζεται ὧν ἀπολαύει και ρίτων, συνεργίαν Θεοῦ ἐν οἷς πράττει καὶ κατορθοί εἰδέναι οὐ βούλεται, αὐτάρκης ἑαυτῇ πρὸς πᾶν ἀγα θὸν εἶναι νομίζει, πάντα τῇ οἰήσει ἰσχύειν δοκεῖ, οὐδὲν ἰσχύουσα ὅλως, πομφόλυξ ἐστὶ ὑπεραγχωμένη υπολήψει ματαίᾳ, ἧς διαπνευσθείσης, οὐδὲν οὖσα ἐλέγχεται. Πνεύματα πονηρὰ τὰ μὲν ἐχόμενα τρί βου, τίθησι σκάνδαλα τοῖς δοκοῦσιν εὐλόγοις, τῆς ἀληθείας ἀπάγοντα, ἕτερα καθάπερ τετηνοῖς ἐν τῷ
col. 1049–1050page 42 of 48
PG 79:1049ἀέρι διαπετάννυσιν δίκτυα, τοὺς ὀλίγον τῶν γηίνων ὑψωθέντας βρόχων τοῖς ὑπερέχουσιν εἰς ἀλαζονείαν ἀγρεύειν πειρώμενα. ΚΕΦΑΛ. Ξ'. Αλλα τοὺς ἐπουρανίους καταλαβόντα τόπους, ὡς φησιν ὁ Παῦλος,τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, τοὺς τὸ πολίτευμα ἔχοντας ἐν οὐρανῷ, ἐκεῖ τῶν τῆς ὑπερηφανίας ἐντὸς ἀρκύων πειρῶνται λαβεῖν· ᾧ πάθει τὸν πρῶτον ἀπονοηθέντα διάβολον κατέβαλον εἰς τὴν γῆν, τούτῳ τοὺς ἀναβαίνοντας τῷ βίῳ ἐκ τῆς ἄκρας περιωπῆς καταστρέψαι πραγμα τευόμενα. "Οσα δὲ πολεμεῖ, καὶ πυκτεύει, καὶ μάχεται, η παγκρατιάζει τε, καὶ παλαίει, καὶ συντρέχει τοῖς τρέχουσιν, οὐχ ἵνα μετ᾿ αὐτῶν ἐπὶ τὸ βραβεῖον φθάση τῆς κλίσεως, ἀλλ' ὅπως υποσκελίσαντα ἐμποδίσῃ τῷ δρόμῳ, πολλὰ ὄντα, ὡς καὶ ὁ Παῦλός φησι, καὶ ποιῆ σαι τῷ λόγῳ μῆκος δυνάμενα, χαλεπὸν ἀπαριθμήσασθαι καὶ οὐ ράδιον, οἷς οἱ μαχόμενοι καιρὸν οὐδαμῶς ἴσχουσιν ἀσχολεῖν πρὸς ἕτερα τὴν διάνοιαν τῆς τυ χούσης ἀπαγωγῆς, τούτοις μὲν ἧττης, τοῖς δὲ ἐχθροῖς νίκης γινομένης αἰτίας. Τούτοις οὖν προσέχειν ἀναγ καῖον, καὶ μὴ περισπᾶσθαι πρὸς τὰ συνεργοῦντα καθ᾿ ἡμῶν τοῖς ἀντιπάλοις. Ο γὰρ ἄν τις λογίσηται τῶν μὴ συντελούντων πρὸς τὴν γυμνασίαν τῆς ἡμετέρας ἀθλήσεως, τοῦτο λαβὴ τοῖς ἐναντίοις ἐστὶ, μεσολαβούντων ἡμᾶς, καὶ ἔξω βαλλόντων του σκάμματος, ὅπερ καὶ αὐτὸ, εἰ καὶ μὴ πτῶμα, ἀλλ' ὅμως ἧττά ἐστι, παρασαλευθῆναι τῆς βεβαιότητος, καὶ ἀφ' ὧν ἔδει φροντίζειν ἐξωθῆναι ἐπὶ τὰ μηδαμῶς μερι μνᾶσθαι ὀφείλοντα· ἐπειδή, δικαζούσης ἀληθείας, ὡς ἐν ὕλαις ἡ ἐνέργεια, οὕτως ἐν βουλαῖς ὁ μὴ καθήκων λογισμὸς ἦττα καὶ πτῶμά ἐστι. Διὰ τοῦτο, λογισμοί δικαίων κρίματα· κυβερνῶσι δὲ καὶ ἀσεβεῖς δόλους οἱ μὲν βεβηκότες ἐν τῷ ἀγαθῷ κεκριμένως, οἱ δὲ πρὸς τὸ κακὸν εὐκόπως οἰακιζόμενοι παρὰ τοῦ πρὸς τὸ προκείμενον ποικίλαις μεθόδοις κυβερνῶντος τὸν δόλον, πῆ μὲν ὧδε, πῆ δὲ ἐκεῖσε, συνεχώς τρέποντος τὰ βουλεύματα καθάπερ ἱστίου μεταβολαῖς ἰθύνοντος τοῦ πλοίου τὸν δρόμον πρὸς οὓς ἐξορμῶν προέθετο λιμένας. Διὰ τοῦτο ὁ μέν φησι· «Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ Θεοῦ διορθωθῇ τὰ διαβήμα τα αὐτοῦ·, ὁ δὲ, «Εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος ταῦτα λογίζεσθε. ΚΕΦΑΛ. ΞΑ. Οἷς δὴ λογισμοῖς κεχρῆσθαι διδάσκοντες τοὺς εὐ τακτον ἔχειν βουλομένους τῶν ἐνθυμίων τὸν δρόμον οὕτως ὁ Δαβὶδ ποτὲ μὲν ἔλεγεν, «Η μελέτη τῆς καρδίας μου σύνεσις· › ποτὲ δὲ, ο Μελετήσω ἐν τοῖς δικαιώμασί σου διὰ παντός·» καὶ πάλιν, ο μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύματί
col. 1051–1052page 43 of 48
PG 79:1051σου ἀδολεσχήσω. Ταύτην τὴν ἀδολεσχίαν διδοὺς ἑαυτῷ, ἵνα μὴ ἔχῃ καιρὸν τὸ τοῦ νοῦ ἀεικίνητον ῥεμ. βασμοῦ ἐπὶ τὰ μὴ καθήκοντα, προσεδρεύῃ δὲ τού τοις, ὧν ἡ ἀδολεσχία τέρψιν ἔχει, καὶ ὠφέλειαν πολύ λήν, τῇ μὲν δίψει τὴν αἴσθησιν, τὴν δὲ ψυχὴν τῇ θεω ρίᾳ εὐφραίνοντα. Οἷον γάρ ἐστιν ἀληθῶς τῇ μελέτῃ τῶν ἔργων τοῦ Θεοῦ ἐνδιατρίβειν διόλου, καὶ ποτὲ μὲν πρὸς οὐρανὸν ἀνατείνειν τὸ ὄμμα ἡλίῳ μεθ' ἡμέραν, καὶ νύκτωρ ἄστροις προσέχοντας, ποτὲ δὲ τοῦτο κατάγειν εἰς γῆν, βλάστην ὁρῶντας παντοίων καρπῶν, καὶ ζώων παμπληθεῖς διαφοράς· ἀέρι δὲ πάλιν θεωμένους, καὶ θαλάττῃ μυρίων πτηνῶν, καὶ ἰχθύων ἐνδιαιτώμενα γένη, πριν γνῶναι τίς ἐξ ἑκά στου τούτων ὠφέλεια τέως θαυμάζειν τὴν τοῦ Δημι ουργοῦ σοφίαν, καὶ δοξάζειν τὸν Θεὸν ἐπὶ τῷ ποικίλῳ τῆς κτίσεως διδασκομένους, ὅταν δὲ καὶ τὸ μετ᾿ ἐπι στήμης τοῖς ὁρωμένοις ἐπιβαίνειν προσγένηται, τότε παντελὴ; εὐφροσύνη κατέχει τὸν νοῦν εὐωχούμενον τῇ φυσικῇ γνώσει τῶν γηγενών. Οὐδὲν γὰρ τῶν ὄνο των ἐστὶν, ὃ μὴ παιδεύει πάντως ἡμᾶς, ἠθικὴν, καὶ θεολογικήν τινα θεωρίαν· ἐπειδὴ δὲ τὴν ἑαυτοῖς τοῦ λόγου ταῖς ἡδυπαθείαις ἀπεσβέσαμεν δύναμιν, οὐκ ἔτι παρ' αὐτῆς τὰ συμφέροντα τῶν πρακτέων ὑπομιμνησκόμενοι, ἔξωθεν ταῖς οἰκείαις ἐνεργείαις τὴν μνήμην κινοῦμεν πρὸς τὸ πῶς χρὴ ζῆν καὶ βιοῦν, ὅπως εὐάρεστοι ὦμεν τῷ Ποιήσαντι. ΚΕΦΑΛ. ΞΒ'. Διὰ τοῦτο ποτὲ μὲν τὸν μύρμηκα, ποτὲ δὲ τὴν μέσ λιτταν, ἡ κηδεμονικὴ χάρις διδασκάλους ἐφίστησιν ἀφθόγγῳ φωνῇ τῷ ἔργῳ παραινοῦντας τὴν μίμησιν. Καί φησιν· ο Ιθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, ὅς ἐν ἀμήτῳ τὴν ἐν χει μῶνι ἀποθέμενος τροφήν, ο χρησίμως τὰ τοῦ μέλο λοντος αἰῶνος ὑποτίθεται συνάγειν ἐφόδια· ἦ, ο Πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστὶν, ὁ ἄνθη βοτανών δρεπομένη καὶ κηρία μέλιτος ἐργαζομένη, σοφῶς καὶ τοῦτο, τὸν γνωρισμὸν παι δεύουσα τῶν ἀγαθῶν ἀνδρῶν ἀπανθιζόμενον τὰ πλεονεκτήματα, γλυκάσματα θησαυρίζει ἑαυτῷ πρὸς ἡδὺν βίον τῆς ἐλπιζομένης ζωής. "Αλλοτε τρυγόνα, καὶ χελιδόνα, τοὺς ἀπειθεῖς παρακελεύεται ζηλοῦν, λέγων· ο Τρυγών, καὶ χελιδὼν ἀγροῦ στρουθία ἐφύ λαξαν καιροὺς εἰσόδων αὐτῷ, ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα Κυρίου.» Καὶ ἐπιφέρει «Πῶς ἐρεῖτε· Σοφοί ἐσμεν; ἢ καὶ, Νόμος Θεοῦ μεθ᾿ ἡμῶν ἐστι,» καὶ τὸ τῆς φύσεως ἐπιστημονικὸν, καὶ τὸν παιδ αγωγὸν τῶν ἠθῶν μέμον ὀνειδίζων τοῖς λογικοῖς, ὅτι τῶν ἀλόγων εἰς τὸ γνῶναι τὸ βούλημα τοῦ Κτίσαν τίς εἰσιν ἀναισθητότεροι. Πάλιν τοῖς ἐν ταῖς δυνα στείαις μὴ μετριάζουσιν, ἀλλ' ὑβρίζουσι ἀπειροκάλως εἰς τὸ ὁμόφυλον, κυκλουμένην βυθοστροφίᾳ τὴν θάλασσαν παράδειγμα προστίθησι πρὸς τὸ καταστεῖλαι αὐτῶν ἐν οἷς φησι) φλεγμαῖνον τὸ φρύαγμα
col. 1053–1054page 44 of 48
PG 79:1053Μὴ ἐμὲ οὖν φοβηθήσεσθε, λέγει Κύριος, ἢ καὶ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε, τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ πρόσταγμα αιώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό; τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος, καὶ ἀπειθής· ν τῷ περὶ τὸ πρόσταγμα φό ῳ τοῦ ἀψύχου στοιχείου εὐλαβεῖς ποιῶν αὐτοὺς περὶ» τὴν φυλακὴν τῶν ἐντολῶν, ἵνα ὡς τὸ πόντιον κύμα ἐκ πελάγους ὠθούμενον τῇ βίᾳ τοῦ πνεύματος, καὶ κατὰ μικρὸν ἀνιστάμενον πρὸς τὸ μέγεθος ὀρέων ἐφάμιλλον ἅμα τῷ πλησιάσαι τῇ αἰγιαλεία ψάμμῳ, εἰς τοὐπίσω πάλιν ἀνακλώμενον ὑποστρέφει τὸν ὅρον 313 αἰδούμενον τοῦ πεδήσαντος, οὕτω πᾶσαν ἐπέχωσιν ἄδικον ὁρμὴν οἱ λογικοὶ, καὶ λόγῳ προστεταγμένοι πᾶσαν κολάζειν ἐνθύμησιν παράνομον, καὶ μάλιστα τύφον πεπαίνειν ἀλόγως σηκούμενον, μιμήσει γοῦν τῶν ἀναισθήτων τοῦτο πράττοντες, ὅπερ καὶ νομοθεσίας ἐκτὸς ὤφειλον (αὐτὸ λογιζόμενοι τὸ δίκαιον) πράττειν αὐθαιρέτῳ κρίσει, ὅπερ ἦν ἐλευθέρου δεῖγμα φρονήματος, αὐτοκελεύστῳ γνώμῃ κινη θέντος πρὸς ὅπερ ἔμελλεν ἄγειν ἀνάγκη τοῦ νό μου. ΚΕΦΑΛ. ΞΓ'. Καὶ τῶν φωστήρων δὲ διδάσκει τί χρήσιμον ὁρῶ μενος ἕκαστος· ἥλιος μὲν τῷ ἀπαυγάσματι συναΐδιον τῷ Πατρὶ τὸν Υἱὸν ὑποτιθέμενος νοεῖν, καὶ τούτου μάρτυρα τὸν Παῦλον καλῶ λέγοντα, ο Ὃς ὢν ἀπαύ γασμα τῆς δόξης, καὶ χαρακτήρ τῆς ὑποστάσεως αὐτοῦ· ο οὗτος γὰρ ὅπερ εἶδεν ενόησεν, ὡς ἡ φύσις τοῦ ἐρωμένου ἐδίδαξε), τοῦτον τῇ κατασκευῇ τὸν λό γον ἐναποκείμενον ὀξυδορκεί τῆς ψυχῆς διαθρῆσαι τῷ ὄμματι, ὃν συμβολικῶς ἐναπέθετο ὁ Δημιουργὸς ἐκ τῆς ἐνυπαρχούσης τῷ ἄστρῳ θεωρίας ἐπὶ τὴν πρὸς ἑαυτὸν τοῦ Υἱοῦ συνάναρχον σχέσιν τῶν ὁρώντων ὁδηγῶν τὴν διάνοιαν. Σελήνη δὲ αὐξομένη, καὶ λή γουσα, τὸ εὐμετάβλητον τῶν ἡμετέρων πραγμάτων δηλοῖ, καὶ τοῦτο ταῖς ἀγχιστρόφοις τῶν σχημάτων μεταλλαγαῖς παραινεῖ, ὡς οὔτε εὐημερία δεν χαίρειν ὡς παραμόνῳ, οὔτε δυσημερίαν ἡγεῖσθαι λυπηραν ὡς ἐσομένην χρονίαν· ἐξέως γὰρ αὗται ἐπαμείβονται ἀλλήλαις ὡς μὴ ποιεῖν αἴσθησιν τῆς παρουσίας τῷ τάχει τῆς ὑποχωρήσεως, ἄλλης εφεδρευούσης ἄλλῃ, καὶ τὴν ἡγουμένην διαδεχομένης τῆς προσεχῶς ἑπου μένης κατὰ τοὺς τῆς σελήνης συνεχεῖς μετασχηματισμούς, οἱ τοσοῦτον παραχωρούσιν ἀλλήλοις, ὅσον καὶ τὴν συνήθειαν γενέσθαι τῆς βιώσεως, καὶ ἐπιδόσεως τροπὴν τοῦ φωτὸς, καὶ τὴν παραλλαγὴν τού των εἶναι δυσπαρατήρητον, κατ' ὀλίγον προσθήκης καὶ ὑφαιρέσεως λανθανούσης εἰκότως τὴν αἴσθησιν. Ἐπεὶ καὶ πολλὰ τῶν οὕτω αὐξομένων, ἢ μειουμένων, ἄδηλον ἔχει τὴν καθημερινὴν, ἐφ᾽ ᾧπερ ἂν τύ τῇ παραλλαγήν, οὐδενὸς γνῶναι δυναμένου ῥᾳδίως ὅσον καθ᾿ ἑκάστην ἡ τῶν αὐξομένων ἡλικία προστ! θησι προκόπτουσα διόλου, καὶ τῆς προκοπῆς τὸ μέσ
col. 1055–1056page 45 of 48
PG 79:1055τρον οὐ ποιοῦσα φανερὸν, ἕως ἂν χρόνο; τοῦτο δι δάξῃ, δ μὴ διδάσκειν ἡ συνεχής πέφυκεν όψις του για νομένου. ΚΕΦΑΛ. Δ'. Οὐδεὶς οὖν πώποτε φυτῶν, καὶ πυῶν, ζώων το, καὶ παίδων ἔγνω τὴν κατὰ μέρος πρὸς μῆκος ἐπίδοσιν· χρόνῳ δέ τινι μὴ θεασάμενος τὰ ὑψούμενα. Εἶτα αὖθις ἰδὼν τὴν ἐν τῷ μεταξὺ κατὰ μικρὸν γινομένην ἔγνω προσθήκην, ὅπερ ἡγνόησεν ἐν τῷ γίνεσθαι, τοῦτο ἐν τῷ γεγενῆσθαι μαθών. Οὕτω τις, καὶ πέτραν κοιλανθεῖσαν ἀδιαλείπτως ἐπισταζούσῃ θεασάμενος ῥανίδι τῷ χρονίῳ βάθει, πληροφορεῖται μὲν ὡς ἑκά στη σταγών, μέρος τι τοῦ ὀρύγματος ήνυσε, τὸ δὲ ὅσον οὐκ οἶδε, τῆς ὄψεως τὰ μὲν παχύτερα τῶν αἰσθητῶν γνωριζούσης ποσῶς (σφάλλεται γὰρ καὶ ἐν τούτοις πολλάκις), τοῖς δὲ λεπτοτέροις οὐδὲ ἐπιβαλεῖν δυναμένης, ἀργοτέρας πως οὔσης, καὶ ἀσθενοῦς πρὸς τὴν τῶν τοιούτων σωμάτων ἀντίληψιν. Αστέρων δὲ τοὺς ἀμυδροτέρους, καὶ φαιδροτέρους, εἴ τις ζηλώ σειεν, οὔτε ἀφανὴς ὢν καὶ ἄσημος, βασκανεῖ τοῖς υπερέχουσιν ἀξίᾳ καὶ πλούτῳ, οὔτε πάλιν εὐδοκιμῶν ἐν τούτοις κατὰ τῶν εὐτελῶν ὡς καθαρμάτων ὀφρυωθήσεται, στέργοντας ἐκείνους τὴν οἰκείαν τάξιν ὁρῶν, καὶ ἀγαπῶντας μένειν ἐν οἷς ἐκληρώθησαν, ὡς ἠβουλήθη ὁ τὰ μέτρα τοῦ φωτὸς αὐτοῖς τάξας Θεός. Καὶ φρονίμους ἡμᾶς κατὰ τὸν ὄφιν, καὶ ἀκε ραίους κατὰ τὴν περιστερὰν εἶναι θέλων ὁ Κύριος, πάντων ἡμᾶς τῶν μερῶν τῆς κτίσεως καθίστησι μα θητάς, οὐ φυλάξαντας τῆς κτίσεως τὴν εὐγένειαν, καὶ παρὰ τῶν ποτε δούλων εἰκότως παιδαγωγουμένους πρὸς τὸ εὔτακτον τῆς ἀφροσύνης, ὅπως τὴν παρ' αὐτοῖς μαθητείαν λαβόντες ὑπώπια τὴν ἐν ἑαυτοῖ; κινήσωμεν ἐπιστήμην καθ᾿ ἣν γεγόναμεν βουν ἀμέμπτως δυνάμενοι ἐξ ἑαυτῶν αἱρούμενοι τὰ καλὰ, καὶ οὐκ ἔξωθεν κατὰ τοὺς μεταιτοῦντας ἐρανιζόμενοι τοῦτο. Αλλ' ὑμᾶς, ὦ μακαριώτατοι, μετὰ τῶν ἄλλων ἁπάντων καλῶν, καὶ τῆς συμφωνίας, καὶ τῆς περὶ τὰ ἐπιβάλλοντα ἑκάστῃ καταστάσει εμπειρίας θαυμάζειν ἄξιον πῶς ψαλτηρίου μὲν εὐαρμόστου δι κην ἐν διαφόροις φθόγγοις ἓν τῆς εὐσεβείας συνεχεία τε μέλος, ἄλλος ἄλλο τι ταύτης μετερχόμενοι εἶδος, καὶ οὐδεὶς ἀπάδων οὐδενὸς διὰ τὴν πρὸς ἀλλήλους ὑπακοὴν, ἥτις τοὺς διῃρημένους τοῖς σώμασι συν άπτειν ὁμοψύχως ταῖς γνώμαις πέφυκε πρὸς ἕνα τὸν τοῦ ἔργου σκοπόν, μουσικοῦ δίκην, τὸν ἑκάστης χορο δῆς ἴδιον ὀξὺν, ἢ βαρὺν τόνον κιρνῶντος πρὸς ἐναρ μόνιον μελωδίαν. Τὸ γὰρ ἀπηχεῖν ἑκάστης δοκοῦν ἐν τῷ ἀνωμάλως τετάσθαι, τοῦτο μάλιστα την συμφωνίαν ἐργάζεται, τοῖς διαφόροις τερετισμοῖς πρὸς τὸν ρυθμὸν χρησιμεύειν τοῦ ᾄσματος, καὶ τὸ μέρος ἀρε τύον πρὸς τὸ λιγυρὸν τοῖς ἐνηλλαγμένοις τῶν ἔχων ψιθυρισμοῖς. η
col. 1057–1058page 46 of 48
PG 79:1057ΚΕΦΑΛ. ΣΕ. Πῶς δὲ πάλιν νεοσύντακτοι καὶ προκόπτοντες ἔτι, καὶ τοῖς λιμέσιν ἐνορμιζόμενοι, τῆς τελειότητος τηρεῖν τὴν ἑαυτῶν παρ' ὑμῖν οίδασι τάξιν, οἱ μὲν γαστριμαργίαν, οἱ δὲ κενοδοξίαν, ὑπερηφανίαν δὲ οἱ ὑπερέχοντες (ἐκτρεπόμενοι εἰς ὀλέθρια πάθη), ἐγκράτειαν δὲ, καὶ τὸ μὴ πρὸς δόξαν τῶν ἀνθρώπων ὁρᾷν, καὶ τὸ ἄτυφον ἀσκεῖν σπουδαίως; Οτι πλησμονή γαστρός, ἀρδείαν εἰσάγει τῶν ὑπογαστρίων, πικροῖς ὥσπερ ὀχετοῖ; τοῖς ἐκ τοῦ κόρου φερομένοις ποτιζομένων πλημμηροῦσι ῥεῖθροις, κνισμούς ἐκ τούτων ποιούντων τραχεῖς, καὶ τὸν τῆς σωφροσύνης ἀγῶνα, τοῖς γαργαλισμοῖς παρεχόντων ἐπίπονον· κενοδοξίαν δὲ πάλιν εἰδότες φαντασίαν ἀνόνητον, εἰκότως φεύ γουσι ταύτην πονεῖν ὑπὲρ ἀρετῆς πείθουσαν καὶ ἀχρειοῦσαν τοὺς πόνους, ἐπεὶ μὴ Θεῷ δεικνύναι τού τους βούλεται τῷ τῶν κρυπτῶν ἔργων ἐμφανῶς ὀρέ γοντι τὴν ἀντίδοσιν, ἀνθρώποις δὲ δημοσιεύειν τὰ για νόμενα θέλουσαν, τοῖς ἐπαίνους παρέχειν, εἰς μισθού λόγον, ἱκανοῖς οὗτι πλέον οὐδὲν, καὶ τῆς αἰωνίου καὶ πολλῆς ἀποστερούσι τιμής. Ο γὰρ πρὸς τὸ θαυμασθῆναι παρὰ τῶν ἀνθρώπων ἀναδεξάμενος ὄντινα οὖν κάματον, οὐδὲν τῶν ἐπὶ σκηνῆς παραδοξοποιῶν δια φέρει, μισθῷ τῷ παρὰ τῶν τερπομένων ἀρκούμενος, καὶ παρὰ τοῦ Θεοῦ ἄλλον αἰτεῖν οὐκέτι εὔλογος ὤν ὅτι μὴ τὸν παρὰ τούτου λαβεῖν ἐξ ἀρχῆς, ἀλλὰ τὸν παρ' ἐκείνων προέθετο. ᾿Αλλὰ καὶ τὸ τῆς ὑπερηφανίας ἄλογον πάθος δικαίως βδελύττονται· τίνα γάρ τις έχει κατά τινος πρὸς ἀπόνοιαν πρόφασιν εὔλογον, ὅτι κατὰ τοῦ πλησίον ἐπαίρεται, καὶ κατὰ τούτου μέγα φρονεῖ; Κατώρθωταί τι πλέον αὐτῷ τῶν ἄλ λων, καὶ τῶν λοιπῶν ἐν τοῖς καλοῖς περιουσίαν ἄγειν πολλὴν αὐτὸς πάντως ἐσπούδασε; καὶ τῆς σπουδῆς λήψεται αὐτὸς τοὺς μισθούς· Ἀμελεί τις ἕτερος, καὶ περὶ τὴν ἀρετὴν ῥᾴθυμος διάκειται; αὐτὸς ζημιοῦται, καὶ οὐκ ἐλαττοῖ τοὺς ἐκείνου μι σθούς. ΚΕΦΑΛ. ΕΤ'. Τί οὖν ὁ σοβαρὸς φυσᾶται, καὶ βρενθύεται, ὡς ὑπὲρ ἄλλων ἀθλῶν, κοινὸς ὥσπερ σωτὴρ τοῦ γένους διακείμενος; Οὐκ εἰδὼς ἔλαττον βλάπτειν ἀμέ. λειαν ἤπερ βλάπτειν πέφυκεν οἴησις, καὶ πρὸς τὸ λειπόμενον τῆς προκοπῆς ἐμποδίζουσα τῇ προσ θυμίᾳ ὡς ἡνυσμένου τοῦ προκειμένου, καὶ ἐκ τοῦ διαπτύειν τοὺς ἀναπεπτωκότας, μεγάλην ἑαυτῷ προξενοῦσα τὴν κόλασιν. Τὸ δὲ ταπεινὸν ἐν ἡμῖν οὐκ ἔδωκε χώραν, οὐ φθόνῳ, οὐ τύφῳ ποτὲ τὴν τῶν μελῶν κοινοπραγία» μιμουμένοις καλῶς, καὶ τὴν ἑκάστου δόξαν οἰκειουμένοις ὡς ἑνὸς σώμα τος· οὔτε γὰρ ὁ τέλειος κατὰ τοῦ ἔτι προσκόπτοντος ὡς ὑπερέχων επαίρεται, καὶ αὐτὸς γεγενῆσθαι τοιοῦτος εἰδὼς ἡνίκα προέκοπτε, καὶ αὐτὸν ἥξειν μετ' οὐ πολὺ πρὸς τὸ αὐτὸ μέτρον τῆς τελειότητος πεπεισμένον, οὐδὲ τῷ τελείῳ βασκαίνει, ὁ τέως κατὰ τὴν τῆς ἀρετῆς ἀξίαν τούτου ἀπολειπόμενον
col. 1059–1060page 47 of 48
PG 79:1059τυπεῖ ὅτι τοιοῦτος γεγένηται· καὶ ἄλλος ἁπλῶς ἄλλου πολλῷ τῷ μέτρῳ ἐστὶ ταπεινότερος προκόπτειν τῇ πολιτείᾳ, καὶ οὐ τῷ κόμπῳ βουλόμενο; τοῦ φρονήματος, καὶ πολλὴν τάχα ἄν τις ὁρῶν πρὸς τὰ πρά γματα σπουδήν ἔχοντας ὑμᾶς εὔροι, τίς μᾶλλον ἔσται, κατὰ τὸ ἦθος, τινὸς μετριώτερος, ὡς ἔστιν εὐ ρεῖν ἐν ἄλλοις, ἕκαστον ἑκάστου θέλοντα φαίνεσθαι προτιμότερον, διὰ τὴν ἐμπολιτευομένην τῷ βίῳ φιλοδοξίαν. Υμεῖς δὲ ὡς ἐμάθετε τὸν Χριστὸν, οὕτως ἐν αὐτῷ πολιτεύεσθε, τὴν πρὸς ἀλλήλους ὑπακοὴν ἐξ ἐκείνου μαθόντες, ὃς < ὑπήκοος μέχρι θανάτου γέγονε τῷ Πατρὶ, θανάτου δὲ σταυροῦ,» τὸ μέτρον τῆς ὑπὸ ακοῆς ἕως τοῦδε τοῦ κινδύνου νομοθετῶν, καὶ τὰ; ἄλλας μετὰ πάσης σπουδῆς μετέρχεσθε ἀρετὰς, Λ ζηλῶν ἐξισωθῆναι κατὰ τὸν βίον αὐτῷ, καὶ οὐ ζηλα ἐπειδὴ ταύτας αὐτὸς ποιῶν, καὶ διδάσκων, ἀξιόπιστος διδάσκαλος πᾶσιν ἀνθρώποις γεγένηται, τὸ δυο νατὸν ὧν ἐπέταττεν ἔργῳ τῷ πρώτως αὐτὰ ποιεῖν δεικνὺς τοῖς μανθάνουσι. Πολλὴν γοῦν ἔχετε, καὶ ὑπερβάλλουσαν τὴν ἐν ἀλλήλοις διάθεσιν, μαθόντες εἰρηκέναι τοῖς ἀποστόλοις αὐτὸ τὸ σύμβολον τῶν αὐ τοῦ μαθητῶν, ἐν οἷς φησιν·. Ἐν τούτω γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Εἰρηνεύετε γνησίως πρὸς ἅπαντας. Εἰρή νην τὴν ἐμὴν ἀφίημι ὑμῖν. ᾿Αγαπᾶτε τοὺς μισοῦντας ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς καὶ ἐπηρεαζόντων.» ΚΕΦΑΛ. ΞΖ'. Αὐτὸς γὰρ ἐνετείλατο λέγων τοῦτο, γυμνάζων ἐν ταῖς θλίψεσιν ὑμᾶς ὡς ἀθλητὰς πρὸς καρτερίαν. Ἠκούσατε εἰπόντος αὐτοῦ, «Μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ,» καὶ ἔργῳ τὴν μίμησιν ἐπεδείξατε, ῥαπιζόμενοι την δεξιάν σιαγόνα, στρέφετε καὶ τὴν ἄλλην, καὶ τὸν χιτῶνα ἀφαιρούμενοι, παραχωρεῖτε καὶ τὸ ἱμάτιον, ὕβριν, καὶ ζημίαν φέροντες μᾶλλον ἢ προχείρως ὁρμῶντες πρὸς ἄμυ ναν. Κατώρθωται δὲ πλέον τῶν ἄλλων ὑμῖν τὸ μὴ κτήσασθαί τι ὧν ὁ Κύριος ἀπεῖπε, στρατιώταις καὶ ἀθληταῖς τὴν ἀγωγὴν τοῦ βίου ταύτην πρέπειν εἰδώ;. ᾿Αργὸς ὑμᾶς οὐδεὶς τῶν Κυριακῶν παρέδραμε μακαρισμὸς, ἐν χερσὶ δὲ πάντες ἀεὶ ταῖς ὑμετέραις γεγόνασι μετὰ τῶν συνεζευγμένων ἀμοιβών, πτωχοί γεγένησθε τῷ πνεύματι, καὶ πραεῖς, καὶ εἰρηνοποιοί, καὶ ἐλεήμονες, καὶ καθαροὶ τῇ καρδίᾳ, ἀλλ' ὑμῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, ἧς καὶ ἡμᾶς ἀξιωθῆναι προσεύχεσθε, ζηλωτὰς τῶν ὑμετέρων ἔρ γων γεγενημένους· ὧν ἐστι γέρας ἡ πᾶσι μεθ᾽ ὑμῶν τοῖς ἀξίοις ἐπηγγελμένη τῆς βασιλείας ἀπόλαυσις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
col. 1061–1062page 48 of 48
PG 79:1061ΤΟΥ ΑΥΤΟΥ ΟΤΙ Διαφέρουσι τῶν ἐν πόλεσιν ᾠκισμένων οἱ ἐν ἐρήμοις ἡσυχάζοντες, κἂν πολλοῖς τῶν ἀπείρων το ἐναντίον δοκῇ. ΚΕΦΑΛ. Α'. Τέχνης μὲν ἁπάσης τὰ τεχνητὰ κρίνοντες απει ρα, σφόδρα σφάλλονται περὶ τὴν κρίσιν εἰκότως λόγοις δὲ δικάζοντες, οἱ τούτων ἀμύητοι, πλημμελῆ κατ' αὐτῶν τὴν κρίσιν ἐκφέρουσιν, οὐκ εἰδότες ἑκά στου τὴν ἀκριβῆ παρατήρησιν· ὅτι μὴ ταῖς κατὰ μέρος αὐτοῖς γυμνασίαις εἰς ἕξιν ἡ ἐπιστήμη προ έκοψεν. Οὐ τοίνυν θαυμάζειν ἄξιον, εἰ τῶν ἐν ὄρεσι καὶ σπηλαίοις ἡσυχαζόντων μοναχῶν καταγινώσκουσιν οἱ πῶς ἀρετῇ κατορθοῦται μὴ μαθόντες τῇ πείρα, τοὺς ἐν μέσῳ στρεφομένους ἀνθρώπων, καὶ διάγοντας ἐν πόλεσι λέγοντες, τῶν ἀναχεχωρημένων μᾶλλον εἶναι δοκιμωτέρους, καὶ τοσούτῳ πλέον, ὅσῳ καὶ τῶν σκιαμαχούντων ἀθλητῶν, οἱ κατὰ χεῖρα τοῖς ἀντιπάλοις συμπλεκόμενοι εἰσὶ γενναιότεροι· οὐκ ἐπι στάμενοι γὰρ τὰς εἰς πτῶμα λαβὰς, οὐδ᾽ ὅσα τῶν ἁμμάτων ἧτταν ποιεῖ, τὰς κατ' ἐνέργειαν ἁμαρτίας μόνας, πτώματα κρίνουσι· τὰς κατ' ἔννοιαν ἥττας καὶ νίκας οὐ λογιζόμενοι. Ἐπεὶ μηδ' ὄψις αὐτὰς πέ φυκεν ὁρᾶν, ἀποῤῥήτους οὔσας, καὶ μόνῳ τῷ ἀγω νοθέτῃ Θεῷ καὶ τῇ συνειδήσει τοῦ ἀγωνιζομένου γινωσκομένας· οἷς καὶ χρησίμη μάλιστα ἡ γνῶσις ἐστι, τῷ μὲν ὡς ἀθλοῦντι βραβείων καὶ στεφάνων ἕνεκεν· τῷ δὲ ὡς ἀθλοθέτῃ καὶ διανέμειν μέλλοντι τὰς ἀμοιβὰς τῶν πόνων ἀξίας. Ἐμοὶ δοκοῦσιν οἱ τοιοῦτοι κριταὶ ψυχὴν μὲν τοῖς λανθάνουσι καλλωπιζομένην καλοῖς ἐπαινεῖν ἥκιστα· σῶμα δὲ θαυμάζειν λάμπον τῇ ὥρᾳ τῆς ὄψεως· καὶ ποικίλην εὐφημεῖν ἐσθῆτα, πρὸ τῆς εὐξίας τοῦ ταύτην περικειμένου ὅτι τοῖς ὁρωμένοις ἀπατῶνται τὴν αἴσθησιν, τῇ φύ σε: τῶν πραγμάτων ἐπιστῆσαι τὸν νοῦν οὐ βουλόμενοι. ΚΕΦΑΛ. Β΄. Ὡς γὰρ τὸ ἔσω του ποτηρίου πρὸς τέρψιν τοῦ πίσ νοντος δεῖ πάντως καθαρὸν εἶναι, οὕτω τὴν καρδίαν
Page scan enlarged

Notebook

Full View