PG 79Nilus of Sinai
Fragments of the Sermons and Homilies of Saint Nilus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1491–1492page 1 of 6
PG 79:1491πει συναθετούμενον δόξῃ. Κοινωνήσει προθύμως ὑμῖν τοῦ πολέμου καὶ ἡ γῆ. Συκοφαντουμένην γὰρ τὴν ἀνάστασιν οἶδεν, ἀφ' ὧν πολλάκις νεκροὺς ἀφῃ ρέθη ὑπ' αὐτῆς [ὑπ' αὐτῆς ἀφηρέθη Η. Δια τοῦτο καὶ Παῦλος τὸν τῆς ἀναστάσεως τῇ κτίσει περιτίθησιν έρωτα. Η γὰρ ἀποκαραδοκία τῆς κτίσεως, φησί, τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Καθάπερ γὰρ πόλις βασιλικῆς ἐπιδημίας δεξαμένη προδρόμους, πρὸς τὴν ἐκείνης ὅλη παρουσίαν ἐπτέρωται· οὕτω καὶ τῆς ἀναστάσεως ὥσπερ τινος βασιλίδος τῇ κτίσει προκηρυχθείσης, ὅλη πρὸς τὴν ἐκείνης παρουσίαν συντέτακται. Καὶ μὴ θαυμάσῃς τὸν τῆς ἀναστάσεως εγκείμενον τῇ κτίσει διδασκόμενον πόθον. Τροφὸς γάρ τις των ἀνθρώπων ὑπάρχουσα, σπεύδει τὴν ἐπαγγελθεῖσαν ἰδεῖν βασιλείαν· καὶ τὸ βραδὺ τῶν μελλόντων οὐκ ἐκλύει τῇ τροφῷ τὰς ἐλπίδας. Εχει γὰρ ἀεὶ συνόντα αὐτῇ τὰ τῆς ἀναστάσεως σπέρματα, ὧν τοὺς κόκκους ἀναδείκνυσι ζῶντας, τῆς τῶν νεκρῶν σωμάτων ἐγέρσεως ἐν μικροῖς ἡμῖν βεβαιοῦντας τὰς ἐλπίδας. Θάπτονται μὲν γὰρ ἐν αὐτῇ, ὡς ὁρῶμεν, τῶν σπερ μάτων οι κόκκοι, τῶν αὐλάκων ἀντὶ τάφων γινομένων τοῖς σπαρεῖσιν· ἡ δὲ λαβοῦσα τὰ σπέρματα, μιμεῖται τὰ μνήματα· καὶ σήπει τὸν κόκκον ὡς ὁ τάφος τὸ σῶμα· καὶ δεξαμένη ζώντα, καταφθείρει νεκρότητι· μέσην τε σαφῶς τὴν τοῦ κόκκου διασήψασα καρδίαν, ἄχρηστον και μύρμηξιν εἰς τροφὴν ἀπεργάζεται. Ωσπερ δέ τινα σύλληψιν τὴν φθοράν κτησαμένη, κυοφορεῖ νεκρωθέντα τῇ σήψει τῶν σπερμάτων τὰ ἔμβρυα· καὶ γίνεται μήτηρ ζωῆς τοῖς κόκκοις ἡ νέκρωσις, καὶ θάνατος τόχου πατὴρ ἀνα δείκνυται. Καινὸς οὗτος τῇ γῇ τῶν ὠδίνων ὁ νόμος ἂν μὴ γένηται νεκρὸν τὸ βρέφος, οὐ πλάττεται· ἂν ζῇ, οὐ μορφοῦται. Ταύτῃ ἄρα καὶ μύρμηκες τε τμημένους τοὺς κόκκους εἰς γῆν ἀποτίθενται, τη τομῇ τὴν ἀπὸ τῆς νεκρώσεως βλάστησιν κωλύοντες. Εδει γὰρ καὶ μυρμήκων φύσιν μαρτυρῆσαι τῇ γῇ μετὰ φθοράν γεννώσῃ τὰ σπέρματα. Καὶ σκόπει μοι τῆς ὠδῖνος τὸ θαῦμα. Λαβοῦσα μόνον τὸν κόκκον, φθορᾷ παραδίδωσι, φθαρέντα δὲ πολλοστὸν ἀναθάλλει πρὸς ποικίλα τὸν κόκκον σχηματίζουσα μέλη. Τὴν καλάμην τοῖς στάχυσιν ἀντ᾽ ὀστέων ἐντίθησι, καὶ λεπτὸν ἔξωθεν οἷον ἀντὶ δέρματος καθυφαίνει χιτῶνα· δεσμοῖς κάτω τὴν ρίζαν ὡς νεύροις τισὶ καὶ Ο φλεψί περισφίγγει, ἀντ᾽ ὀνύχων τοῖς κόκκοις ἐμπης γνῦσα τὰς μαχομένας τοῖς πτηνοῖς τῶν ἀσταχύων ἀκίδας. Πῶς ἅπασι τούτοις ἐξ ἑνὸς κόκκου φθαρέντος ή γέννησις Τοῦτο τῆς ἀναστάσεως θαυμαστότερον. Τότε μὲν γὰρ οὓς ἔλαβεν ἡ κτίσις νεκρούς, *. ἀναδίδωσι· νῦν δὲ πολλοὺς ἀνθ᾿ ἑνὸς νεκρωθέντος εἰς ἀναγέννησιν κόκκους προβάλλεται [αι. περιβάλλεται]. Ὢ τῆς Ἑλλήνων ἀνιάτου φρενοβλαβείας βλέπουσι τὴν γῆν γεωργῷ διδοῦσαν ἃ μὴ παρέλαβς τῷ κτίστῃ δὲ ταύτην ἀποδώσειν οὓς αὐτῇ παρακατέθετο, οὐκ ἐλπίζουσι. Διὰ τοῦτο καὶ Παῦλος τῷ τῶν σπερμάτων παραδείγματι χρῆται, καίτοιγε λαμπρή τερον ἔχων παράδειγμα, τὴν ἐκ μήτρας τῶν ἀνθρώ
col. 1493–1494page 2 of 6
PG 79:1493πων πρόοδον. Πλάττεται μὲν γὰρ ὡς ἐν τάφῳ τῇ μήτρα οὐχ ὑπάρχον τὸ βρέφος· τοῖς παρὰ τὸν φύ σεως δὲ ἐνειλημένον σπαργάνοις, προσέοικε νεκρῷ δεδεμένῳ χειρίαις. Κέκλεισται μὲν γὰρ τὸ βλέμμα νεκρῶν ἀκριβέστερον, ἄπρακτον ἐν τῇ νηδύϊ τὸ στόμα, χεῖρες καὶ πόδες, ὡς σορῷ τῇ γαστρί συνεκτέτανται· τάφος ἀκριβὴς τοῖς ἐμβρύοις ἡ μήτρα, τάφος οὐδὲ τῆς τῶν μνημάτων δυσωδίας ελεύθερος. Τηλικούτῳ δὲ τὸ βρέφος ἐμμορφούμενον μνήματι, τῷ τοῦ μορφοῦντος ἕπεται καλούμενον νεύματι. Τί δὴ τοσοῦτον ὁ μακάριος Παῦλος κεκτημένος παρά δειγμα, σιγᾷ μὲν τὴν ἐν τῷ τάφῳ τῆς μήτρας εἰς ζωὴν πλαστουργία», σπερμάτων δὲ τύποις βεβαιοί τὴν ἀνάστησιν; ᾔδει ζῶσαν τῇ νηδύϊ τὴν τὰ βρέφη σποράν διαπλάττουσαν, ἐζήτει δὲ νεκρῶν τινῶν ὁρατῶς ἀναζώντων εἰκόνα· καὶ διὰ τοῦτο ἀπέβλεψε πρὸς τὰ σπέρματα. Οἱ γὰρ κόκκοι μετὰ τὴν ἐκ σήψεως νέκρωσιν καὶ φθορὰν ἀναζῶσι, καὶ γίνονται τῆς τῶν νεκρῶν, ἀναβιώσεως ἐναργέστατον σύμβολον. Αδικεῖς τὴν ψυχὴν συνηγορίας προσχήματι, καὶ β τῇ πρὸς τὸ σῶμα μάχῃ κατ' ἐκείνης ὁπλίζῃ. Τὰς γὰρ τῶν πραττομένων ἀμοιβὰς μὴ μερίζων τῇ ψυχῇ, καὶ τὴν τῆς σαρκὸς ὡς μόνῃ πλημμελούσῃ τιμωρίαν εἰσάγεις συνεισάγεις]. Εἰ γὰρ ψυχῆς μόνης αἱ τῶν πόνων καὶ ἀνδραγαθημάτων ἀμοιβαι, δῆλον ὅτι καὶ ὧν ἥμαρτεν ὁ ἄνθρωπος αἱ τιμωρίαι. Αλλ' ὅρα, μὴ σώματι καὶ ψυχῇ καθίζης κατ' αλλή λων κριτήριον. Σῶμα μὲν γὰρ εἰκότως καταβοήσεται [αι. διαβοήσεται] ψυχῆς, τῶν κατορθωμάτων αὐτοῦ τὰς τιμὰς ἁρπαζούσης· ψυχὴ δ᾽ αὖ σώματος, τὰς ὀφειλομένας πληγὰς ἐκείνῳ μόνη εἰσπραττομένη. Μᾶλλον δ᾽ ἑκάτερον αὐτῶν παροξύνεις κατὰ τοῦ κριτοῦ· τὸ μὲν, οἷς δέον ἔχειν ἀμοιβὰς ὧν ἐστές ρηται· τὴν δὲ, ὧν οὐχ ὑπαίτιος, δέον μήδ' εὐθύνεσθαι οἷς εἰσπράττεται. Σώματί με συνήψας, ὦ Δεσπότα, τὴν ἀσώματον, καὶ μόνῃ τὰς ἐπὶ τῆς γῆς οὐκ ἐπίστευσας πράξεις, καὶ παρὰ μόνης ἀπαιτεῖς τὰς εὐθύνας· καὶ δίδωμι δίκας ὧν αἱ πράξεις του σώματος, μέθης, πορνείας, γαστριμαργίας. Που γὰρ ταῦτα ψυχῆς, ὥσπερ φθόνος, τυχὸν, ἢ δόξης ἀσέβεια. Ωσπερ γὰρ οὐ σώματος ταῦτα, οὕτως οὐδ' ἐκεῖνα ψυχῆς· εἰ καὶ χωρὶς θατέρου θάτερον ἀργὸν πρὸς ἑκάτερα. Τὸ σῶμα δ' ἂν ἄλλα τε φαίη δίκαια, καὶ ὡς Ἐγὼ τὴν ὑπὲρ σοῦ τελευτήν, ἀλλ' οὐχ ἡ ψυχὴ δέχεται. Οὐδὲ γὰρ πέφυκεν ἐμὸν, τὸ που νεῖν διὰ τοὺς σους νόμους νηστείαις, ἀγρυπνίαις διὰ τῶν ἐμῶν μελῶν ἡ παρθενία. Πῶς οὖν οὐκ ἄδι κον, ἐμῶν τῶν ἄθλων ὄντων, τὴν ψυχὴν χωρὶς ἐμοῦ λαμβάνειν τὰ ἔπαθλα; Τίς λύσις αὐτῶν τῆς δίκης; Κοινὸς ὁ μισθὸς, κοιναὶ αἱ ποιναὶ, ὅτι κοιναὶ αὐτῶν αἱ πράξεις. Κἂν ἐπ' ἐνίων τὸ ἕτερον τοῦ συγκρίματος πλεονεκτεῖ τοῦ ἑτέρου, καὶ τὴν συζευχθεῖσαν ἀπ' ἀρχῆς εἰς κοινούς πόνους δυάδα δεῖ ὁμο λογεῖν, καὶ εἰδέναι, κοινῶν καὶ τῶν στεφάνων ἀπο λαύειν ἐφ᾽ οἷς νενίκηκε, καὶ εἰς κοινὰς ἀπάγεσθαι τιμωρίας ὧν ἐπλημμέλησεν. Τοῦ αὐτοῦ, ἐκ τοῦ εἰς τὸ Πάσχα δευτέρου λόγου. Ανάστασις, τῆς τοῦ Κυρίου προνοίας τὸ κεφά λαιον· τοῦ κεφαλαίου δὲ ψυχή μνημονεύουσα, και τῇ περὶ τὸν εὐεργέτην εὐχαριστία συζῶσα, ταῖς τοῦ ο
col. 1495–1496page 3 of 6
PG 79:1495ἐχθροῦ δυσάλωτος γίνεται πάγαις. Ανάθηκε προς τὴν τῶν ἀνθρώπων ἀρχαιολογίαν, καὶ τὴν τῆς ἀνα στάσεως σκιαγραφίαν εὑρήσεις. Η μὲν γὰρ τῶν ἀλόγων φύσις ἔμψυχος δεδημιούργηται, τῷ σώματι τῆς ψυχῆς συγκατασκευασθείσης. Αψυχος δὲ ὁ Αδάμ πηλού διαπλασθέντος με μόρφωται· εἶτα ἡ ψυχὴ τῷ ἐμφυσήματα με μόρφωται, μᾶλλον δὲ ἀλη θῶς εἰπεῖν, ἐπεισάγεται. Καὶ τὴν ἐκ νεκρῶν εὐθέως ὁ Πλάστης προοιμιάζεται Εγερσιν. Οὐδ' ἐκ στερεάς τὸν πρωτόπλαστον συντίθησιν ὕλης, ἀλλὰ τῆς γῆς τὸ χνοῶδες χαλκεύει πρὸς μόρφωσιν, πείθων ἐκ προοιμίων τὸν ἄπιστον, ὅτι, κἂν χοῦς ᾗ νεκρὸς καὶ ἀκίνητος, ῥᾷον ἡ ψυχὴ πρὸς ἀνάστασιν ἄγει· καὶ τὸ μηδ' ίχνη μήτε λαβὸν μήτε φέρον ζωώσεως, κοινωνὸν ποιεῖται ζωηφόρου συμβιώσεως. Οὐ γὰρ φθορᾶς τὸ σῶμα διέπλασε παρανάλωμα, ἀλλὰ χρόνῳ τινὶ λύσει παραδίδωσι, τὴν ἐκ τῆς ἁμαρτίας τοῦ σκεύους καθαίρων τε καὶ ἐξιώμενος κάκωσιν, καὶ τῇ παρὰ τῆς ἁμαρτίας εὑρὼν σεσαθρωμένον θνητότητι, τῷ τοῦ θανάτου διαλύει χωνευτηρίῳ, καὶ λύσας, πρὸς νεόπλαστον σκεῦος τὸ σαθρωθὲν ἀναπλάττει. Καὶ μὴ θαυμάσης, ὡς λογισμῶν ἀνωτέραν, τὴν τῶν νεκρῶν ἀναχάλκευσιν. Τοσαύτη γὰρ πρὸς ἀγαλματοποιίαν ἡ τέχνη τοῦ πλάστου, ὡς καὶ φύσιν ὕδατος εἰς ἀν δριάντας ἐν γαστρὶ διαπλάττειν. Τοῦτό μοι παρα δοξότερον τοῦ περὶ τὴν ἀνάστασιν θαύματος. Εκεί μὲν γὰρ ἐκ χοὸς νεκρὸς πηλουργεῖται, καὶ τὸ σκεύος ὁ κεραμεὺς ἐκ τῆς γῆς ἀναπλάττει, σύμφωνα πως ταῖς παρ' ἡμῖν ἐνδεικνύμενος τέχναις· ἐνταῦθα δὲ γυμνή τις σταγὼν τῶν πλαττομένων γίνεται πηλός, καὶ λογικὸν ἐκ σταγόνας συντίθεται ζώδιον. Ο τέχνης ἐξ ὕδατος γλυψούσης ἀγάλματα· καὶ οὐ τοῦτο μόνον παρέχεται τὸ παράδοξον, ὅτι γλύφει τὸ ὕδωρ εἰς ἔμψυχον ξόανον· ἀλλ' ὅτι καὶ κυματουμένην τὴν γονὴν ἔνδον τεκτονεύει. Αιμάτων γὰρ πάντοθεν περ ριβράσσοντες χείμαρροι, περιῤῥεπὲς ποιοῦσι τὸ σπαρὲν καὶ δυστήρικτον· καὶ [τῇ] τοσαύτῃ ναυαγούς μενον τρικυμίᾳ καὶ ζάλῃ, πρὸς ἔμψυχον ὅμως ἀπαρ τίζεται ἀνδριάντα. Ο γραφέως ἐπὶ σαλευομένης σινδόνος ἀσφαλῶς ζωγραφοῦντος. Τὸ γὰρ αἷμα, οἷον σινδών τις ὑπόκειται τῇ μορφούμενη γονῇ. Τοῦτο καὶ Σολομὼν ἐκπληττόμενος, ἔλεγεν· Ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ, δεκαμηνιαίῳ χρόνῳ πα γεὶς ἐν αἵματι. Πρόκειται μὲν ὥσπερ ζωγραφεῖόν τι τὸ θῆλυ· τῶν χρωμάτων δὲ τὴν ὕλην, τὸ ἄῤῥεν ἐπιβάλλει. Ηνθηται [κάθηται] δέ τις ἐν τῇ μήτρα ζωγράφος, ἐξ ἑνὸς χρώματος πολυσύνθετον κατα ποικίλλων εἰκόνα. Πῶς ἐξ Ιλυώδους γονῆς ὀφθαλμοῖς ἐνηγλάϊσε κόρην; Πῶς ἐκ ῥοώδους οὐσίας ὀστῶν συνεπήξατο φύσιν; πῶς ἐκ λελυμένης σποράς, νεύ ρων εστερέωσε τόνον; πῶς αἱμάτων σωλήνας δια έγλυψε τὰς φλέβας; πῶς τὰς τῶν ἐστέων ἐγκεφάλω περιήρμοσε θήκας; πῶς ἐν ἀφεγγεῖ τὸ βρέφος γρα φόμενον ζωγραφείῳ ἀσυγχύτους τὰς τῶν μελῶν ἀπείλησε τοποθεσίας. ᾿Αλλ' ὥσπερ ἀκτῖνός τινος τὴν νηδύν ἐναυγαζούσης, τὴν οἰκείαν ἑκάστῳ τῶν μελῶν ὁ γραφεὺς ἀποδίδωσι χώραν· Ο γὰρ ἀναβαλλόμε
col. 1497–1498page 4 of 6
PG 79:1497νος φῶς ὡς ἱμάτιον, κρυφαῖος γίνεται τῶν ἐμβρύων ζωγράφος. Ον καὶ Δαυΐδ δημοσιεύων, ἐβόα· Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὅ ἐποίησας ἐν κρυφῇ μορφῇ]. Ταύτην τὴν ἐκ σταγόνος λογι ζόμενος πλαστικὴν πρὸς τὴν ἐκ γῆς ἀγαλματοποιίαν οὐ διαφέρομαι. Οταν γὰρ ἴδω τεχνίτην ἐξ ὕδατος πηγνύμενον ξόανα, ὀξύτερον αὐτὸν τοὺς ἐκ γῆς ἀναπλάττειν ἀνδριάντας πιστεύω. Ωσπερ γὰρ εἴ τις ἐφ᾽ ὕδατος γράφει γράμματα, καὶ γραμμάς έγκο. λάπτει, οὗτος τὰς εἰς κηρὸν εὐχερέστερον ἐγχαράττει· οὕτως ὁ τῇ βιώσει γονῇ καταγράφων και διαγλύφων τὰ μέλη, ῥᾷον εἰς χοῦν τοὺς τῶν μελῶν εγκαταγράψει τε καὶ διαμορφώσει χαρακτῆρας· καὶ ὁ πρὸ τῆς ἀρετῆς οὕτω τοῦ σώματος φροντίσας ἐν νηδύν, μετὰ τὴν ἐργασίαν τῆς ἀρετῆς πῶς ἂν εἰς γῆν διαῤῥυὲν ἄτιμον καταλείψῃ [καταλείψει *Ανελε τὸ σῶμα, καὶ τὴν κτίσιν ἐνέκρωσας· οὐκ ἔσται πλοῖον, χειρῶν οὐκ ὄντων [αὐτῶν]· οὐ πλωτὸν πέλαγος, σώματος οἰχομένου. Τα μυρία γένη τῶν ζώων μά την, οὔτε τροφῆς ἐξ αὐτῶν οὔτε θεραπείας ἄλλης τῷ σώματι χορηγουμένης. Τέχναι δὲ τοῦ, σώματος οὐκ ὄντος; Ωραι δὲ καὶ καιρῶν εὔτακτο: μεταβολαί, καὶ οὐρανίας κινήσεως ἄῤῥητος σοφία, τίνα ἂν παράσχοι χρείαν, τῆς σωματικῆς φύσεως οὐ παρούσης; Καὶ πόσα ἄν τις ἕτερα θεωρήσοι; Πόθεν οὖν εὕρω τὸ σῶμα τῶν μελλόντων δωρεῶν ἀνάξιον, ᾧ τοσαύτην ὁρῶ διὰ πάντων δεδωρημένην τιμήν; ᾿Αλλ' ἄρα ὑμεῖς ἰχθυόβρωτον υποπτεύετε σῶμα τὸν Θεὸν ζητοῦντα μὴ εὑρήσειν; καὶ πῶς ὁ μυρίους ἐν ψυχῇ λογισμούς στρεφομένους τῷ τῆς γνώσεως ἔχων ἀμιγεῖς καὶ ἀσυγχύτους ταμιείῳ, τὴν τῶν σωμάτων μιγεῖσαν οὐκ ἀναλήψεται διακρίνας φύσιν; Ασθε νέστερον τὸ θεῖον τῆς παρ' ἡμῖν ἀναπλάττετε τέχνης. Καὶ γὰρ ἡμεῖς ἐκ γεώδους ψάμμου καὶ ὕελον καὶ χρυσὸν (εἰ τύχοι) καὶ χαλκόν καὶ ἄργυρον πυρὶ δόντες, τὰ λιθίδια διακρίνομέν τε καὶ ἀποθλίβομεν, μηδὲν αὐτῶν καθορώμενον ἐν τῇ τοῦ λίθου φύσει· καὶ οἶνον ὕδατι κραθέντα πάλιν διακρίνοντες εἰς τὴν ἰδίαν φύσιν, ἀποκαθιστῶμεν ἑκάτερον. ᾿Αλλὰ γὰρ ἡ τοῦ Θεοῦ δύναμις καὶ σοφία ἀνεπινοήτοις μέτροις τῆς ἀνθρωπίνης καὶ τέχνης καὶ συνέσεως υπερέχουσα, καὶ τὴν τῶν ὅλων οὐσίαν ἐν ἑαυτῇ συλ λαβοῦσα καὶ περιέχουσα, καὶ τὴν πολύτροπον τῶν σωμάτων σύγκρασιν καὶ μίξιν ἐν τοῖς τῆς φύσεως εὐκρινῆ συντηρεί ταμιείοις. Οὐ γὰρ ἔξω τῆς ἐν τῇ κτίσει φύσεως ἡ τοῦ σώματος φύσις, κἂν διὰ μυ ρίων ῥέῃ λυομένη θανάτων. Διὸ πρὸς τὴν οἰκείαν εὐκόλως ἐπανάγεται μορφὴν, καὶ κοινωνεῖ τῶν τι μῶν, ὧν αὐτῇ [αί. αὐτὸ καὶ αὐτῷ] μετασχεῖν ἔδει συνδιενεγκούσῃ καὶ τοὺς ἄθλους. Τοῦ αὐτοῦ, ἐκ τοῦ εἰς τὴν ἀνάληψιν πρώτου λόγου. Τὸ προοίμιον. Εἰς οὐρανὸν μὲν καὶ γῆν ἡ τῆς κτίσεως διαμεμέρισται φύσις· οὐκ ἐᾷ δέ με τὴν διαίρεσιν βλέπειν ἡ συνάψασα σήμερον τὴν κτίσιν χάρις. Τίς γὰρ ἂν εἴποι λοιπόν, οὐρανὸν καὶ γῆν διηρήσθαι, καὶ κάτω τῆς φύσεως τῆς ἐμῆς, καὶ ἄνω τῆς ἐμῆς βασι λευούσης; ᾿Αλλὰ κάτω μὲν, ἔτι τῇ φθορᾷ τυραννούμεθα· ὅταν δὲ εἰς οὐρανὸν ἀναβλέψωμεν, τὴν φθο σὰν ἡ φύσις ἀποτίθεται [ὑποτίθεται]. Βλέπει γὰρ ἄνω τὴν τῶν κάτω νεκρῶν ἀναστάσιμον μίζαν. Ω κέρδους ζημίας προελθόντος. Κατενεχθέντες, ἤρθη μεν εἰς ὕψος· ὡσθέντες, εἰς οὐρανὸν οὐρανούς] ἀνηνέχθημεν. Ἔσω τοῦ παραδείσου πληγέντες, Εξω εγ
col. 1499–1500page 5 of 6
PG 79:1499τὴν θεραπείαν εὑρήκαμεν. Ποῦ σοι, καταποντιστά, τὸ κακούργημα; Ον ἔπηξας τῷ κυβερνήτῃ σταυ μόν, γέγονε τῇ ναυαγούσῃ φύσει πηδάλιον· καὶ πρὸς οὐρανίους οἱακίζει λιμένας κυμαινομένους [κυβερ νωμένους Η. ἡμᾶς καὶ ἀποκαθίστησιν. Ωσ περ αἱ τῶν μαθητῶν ἐκ τῆς γῆς πρὸς οὐρανὸν ἀνήρ θησαν ὄψεις, τῆς σαρκὸς κατὰ μικρὸν ὑψουμένης οὕτω καὶ τῶν ἐν οὐρανοῖς ἀσωμάτων ὁ δῆμος ἐξ οὐ ρανοῦ πρὸς οὐρανὸν ἐκεχήνει, τῆς τοῦ σώματος φύ σεως ἐπέκεινα καὶ αὐτῶν ἀνιούσης, ἕως ἐν κόλποις [αί. κόλπῳ] τοῦ Πατρὸς ὑπεδέχθη. Ασφαλείς αδ τοῦ γένους ἐλπίδες, ἐν οὐρανῷ βασιλέα συγγενή κεκτημέναι, ὃς καὶ πάλιν μετὰ τῆς αὐτῆς σαρκὸς πᾶσιν ὀφθήσεται. Τοῦ αὐτοῦ, ἐκ τοῦ εἰς τὴν αὐτὴν ἑορτήν δευ τέρου λόγου. Ο βασιλέων πάντων βασιλικωτέρας θρησκείας! γὰρ ὅπλοις βασιλεῖς συνεκρότουν, αὐτὴ χωρίς ὅπλων ἐδείκνυτο καταλύουσα. "Α σφάττοντες διεκώλυον, αὐτὴ σφαττομένη συνεκρίτει· καὶ ταῖς σφα γαῖς κατὰ τῶν σφαττόντων ἀνίστη τὰ τρόπαια. Τὰ τῆς Ἐκκλησίας κατεκόπτετο κλήματα, καὶ ὁ τῆς πίσ στεως μᾶλλον ἀπεδίδου [ἐπεδίδου μᾶλλον Ι. καρπὸς, καὶ τὸ ἄνθος ἀμάραντον ἔφερε. Ρίξης [αι. ρίζα] γὰρ ἐκπεφύκει τὰ κλήματα, τῆς ἀψευδώς ειπούσης· Ἐγὼ τὸν κόσμον νενίκηκα· ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Στέφανος ἐκλαδεύετο, καὶ ἄλλο κλῆμα μαρτύρων ἑβλάστανεν. Ἰάκωβος ἀπετέμνετο, καὶ Πέτρος· ἄλλος πάλιν μάρτυς ἀνεφύετο. Οὗτος ἐξεκόπτετο, καὶ Παῦλον πάλιν] ἄλλο κλῆμα πολύκαρπον ἡ ῥίζα προϋ βάλλετο. Ετετρύγητο Παῦλος· καὶ βότρυς ἄλλος μαρτυρίου περκάζων, ὁ Θωμᾶς, ἀνεφαίνετο, καὶ πανταχόθεν ἡ ῥίζα τρυγωμένη τῶν τρυγώντων ἔφερε τὴν φορὰν ἀπληστοτέραν καὶ μονιμωτέραν τὴν βλάστησιν. Καὶ οἱ μὲν κόπτοντες, κατά μικρόν Αφανίσθησαν μαραινόμενοι· ἡ δὲ τῷ καρπῷ διὰ παντὸς βρίθουσα, τὰ πέρατα τῆς γῆς περιέλαβε τοῖς βλαστήμασιν. Τοῦ αὐτοῦ, ἐκ τοῦ εἰς τὴν αὐτὴν ἑορτὴν τ λόγου. Τὸ προοίμιον. Ο θεῖος τῆς ἀγαθότητος ὄμβρος ἀρξάμενος τοῖς ἀνθρώποις ἐκχεῖσθαι, πρὸς ἀμήχανον σήμερον δια ρεῶν ὑπερήρθη πλημμύραν, καὶ τὰ μεγάλα κατέ κρυψε μείζοσιν. Ην μὲν γὰρ καὶ τὰ πρὸ τῆς παρούσ σης εὐεργεσίας λαμπρά, καὶ τῆς ἄκρας φιλοτιμίας ἀπόδειξις· Ἀδὰμ ἐκ παρθενικῶν αἱμάτων καινουργούμενος, σωμάτων αἱ νόσοι φυγαδευόμεναι, και ψυχῶν ἐλαυνόμενα τὰ δαιμόνια· λῃσταὶ τὸν ἀρχι λῃστὴν νικῶντες, καὶ θριαμβεύοντες θάνατος λαμ βάνων διάδοχον τὴν ἀνάστασιν. Ἀλλ᾿ ἕως μὲν νῦν ταῦτα γέμει καὶ φιλοτιμίας καὶ λαμπρότητος· τὸ δὲ νῦν ἑορταζόμενον δῶρον οὐκ ἀνέχεται συγκρίσεως ἐξέτασιν ἐπιδέξασθαι. Καὶ νικᾷ μὲν ἑαυτὴν ἡ περί ἡμᾶς τοῦ Πλάστου φιλοτιμία, συγκαλλωπίζεται δὲ τῇ νίκῃ· καὶ ἃ τὴν πρὸς ἐκείνην ἧτταν ἤνεγκεν, οὐδὲν ἔλαττον, ἢ εἴπερ τούτων ἕκαστον τὸν τῆς νέα
col. 1501–1502page 6 of 6
PG 79:1501κης ἀνεδήσατο στέφανον. Η γηγενής φύσις τὴν γῆν ἀφεῖσα, μᾶλλον δὲ φέρουσα, εἰς οὐρανοὺς μετοικίζεται. Καὶ τό, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ομοίωσιν, τῆς ἀναπλάσεως μᾶλλον ἔργον, ἢ τῆς πλάσεως ἐπιδείκνυται. Αρ χέτυπον τῆς ἀθανασίας ἡ σήμερον ἀναληφθείσα μορφή σκιαγραφία δὲ καὶ προτύπωσις τούτου, ἡ πρὸς τὴν θείαν εἰκόνα τῆς ἐμῆς δημιουργίας κατα βολή. Εμελλεν ὄνος λαλεῖν· ἵνα μηδεὶς ἀπιστῇ, προελάλησεν ὄφις. Παρθένος τίκτει· ἵνα μή σοι ξέ νον δειχθῇ, τίκτει προφθάσασα στείρα. Εμελλεν Ἀδὰμ θανάτου τίκτεσθαι κρείττων· ἵνα μὴ κά μῃς ἐπιζητῶν πιστεῦσαι, ὁ πρῶτος Ἀδὰμ τὰς ἐπ' ἀθανασίᾳ δέχεται ψήφους· καὶ τὸν Ενώχ ἔχεις, καὶ δὴ καὶ τὸν Ἠλίαν, τὸ τῆς ἀθανασίας σκιαγραφοῦντας μυστήριον. Κατέχει γὰρ τούτους ὁ Πλάστης ἐν σώματι, ψυχαγωγῶν τὴν ἐξόριστον φύσιν ὡς καὶ μετὰ τὴν ὑπερόριον φυγὴν πάλιν εἰς τὴν ἀθάνατον ἐπαναγάγοι πολιτεία». Η διαπταίσαντος πατρὸς ἐπεισελθοῦσα θνητότης, αναμαρτήτου παιδὸς εἰς διάλυσιν ἐδεῖτο τῆς τιμωρίας, ὃν ἀναμένειν ἡ φύσις διά τε Ενώχ καὶ Ηλίου διδασκομένη προειθίζετο. Ὅτι σοῦ βουληθέντος, οὐκ ἀποθνήσκει θνητός, Ενώχ μὲ καὶ Ἠλίας διδάσκουσι· καὶ γένοιτ' ἂν δι' αὐτῶν ἀθανασίας ἐλπὶς, τοῖς οὔπω θανάτῳ προσο μιλήσασιν. Νεκροῖς δὲ τίνα ἂν παράσχοιεν οἱ μήπω θανόντες προσδοκίαν ἀναβιώσεως; Αλλ' ἐάν τις ἐκ νεκρῶν ἀναστὰς ἐν οὐρανῷ βασιλεύῃ, οὗτος τῷ ἐμῷ παντὶ γένει τὸ τῆς ἀθανασίας αναμφίβολον δῶ ρον παρέχεται. Διὰ τοῦτο πλάττει τῇ φύσει Θεός ἀθανασίας ἐκ τῆς φύσεως πρόσωπον, καὶ δείκνυσιν ὑπὲρ φύσιν ἐκ τῆς φύσεως προστάτην τῆς φύσεως. Ο θανάτου γευσάμενος ἐν οὐρανοῖς ἐκ νεκρῶν ἐν θρονίζεται· ὡς ἂν κάτωθεν ἡ φύσις πρὸς τὸν ἐν οὐρανοῖς ἀτενίζουσα, μηδὲν ἐπιδιστάξῃ ἐπιδιστάζῃ, Μ. Μ.] τῇ ἀθανασίᾳ, τὸν ἐξ αὐτῆς ἀϊδίως ἐν οὐρανοῖς βλέπουσα βασιλεύοντα. Τις λαλήσει τὰς δυναστείας Κυρίου; Συμβασιλεύει Θεότητι φύσις, ἡ πρὶν ἐν παραδείσῳ μηδὲ τῆς θείας φωνῆς τὴν ἀκοὴν στέγουσα, ἀλλὰ τῷ φόβῳ δραπετεύουσα καὶ κρυπτομένη. Ω τῆς περὶ ἐμὲ χρηστότητος. Οὐ μνημονεύει τῆς παραβάσεως, οὐ μνησικακεῖ τοῦ πρὸς τὸν ὄφιν συνθήματος, τοῦ γένους τὴν ἀγνωμοσύνην οὐ λογία ζεται, τὴν πτῶσιν οὐκ ἐπῃσχύνθη τῆς φύσεως· ἀλλ' ἐν αὐτοῖς τοῖς τοῦ θανάτου κειμένοις βαράθροις, ἐν αὐτοῖς τοῖς τῆς ἀσεβείας ἀδύτοις περιδράττεται ταύτης ἀῤῥήτῳ φιλανθρωπίας πλούτῳ, καὶ τῶν μυχῶν ταύτην ἀνασπάσας τοῦ ᾅδου, συνανυψώσας αὐτοῦ τῇ θεότητι ὁ Πλαστουργὸς τὸ πλαστούργημα, τοῖς πατρικοῖς κόλποις ἐνίδρυσε. Διὰ τοῦτο καὶ Παῦλος ἐβόα· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις.
Page scan enlarged

Notebook

Full View