PG 82Theodoretus of Cyrrhus (Cyrus)
Commentary on the Fourteen Epistles of Saint Paul
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 82:425«Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι.» Ἐμαρτύρησε δὲ αὐτοῖς καὶ τὴν περὶ ἀλλήλους ἀγάπην, διὰ τῆς εὐφημίας τὴν μεγαλοψυχίαν πραγματευόμενος. η. «Οὐ κατ’ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων.» Ταῦτα δὲ ἔφην, οὐ κελεύων, ἀλλὰ συμβουλεύων, καὶ δοκίμους ἀποφῆναι βουλόμενος· διὰ γὰρ δὴ τοῦτο καὶ τὴν Μακεδόνων ὑπέδειξα προθυμίαν. Εἶτα τὸ μέγιστον εἰσφέρει παράδειγμα. θ. «Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.» Ἀποβλέψατε γὰρ εἰς τὸν τῶν ὅλων ποιητὴν καὶ Δεσπότην, τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, ὃς τῆς ἡμετέρας ἕνεκα σωτηρίας τὴν ἐσχάτην μετελήλυθε πενίαν, ἡμῖν τὸν ἐκ τῆς πενίας φυόμενον πραγματευόμενος πλοῦτον. ι, ια. «Καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι.
Νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν, οὕτω καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν.» Ταῦτα δὲ λέγω τοῦ λυσιτελοῦντος ὑμῖν προμηθούμενος, καὶ τὴν ὑμετέραν προμαθὼν προθυμίαν· πάλαι γὰρ ταύτην ἡμῖν ἐγυμνώσατε. Χρὴ δὲ τοίνυν τῇ προθυμίᾳ καὶ τῶν πραγμάτων προστεθῆναι τὴν μαρτυρίαν. Διὰ γὰρ τοῦ θέλειν τὴν προθυμίαν δεδήλωκεν. Οὕτω γὰρ ἐν τοῖς ἑξῆς ἑρμηνεύει. ιβ. «Εἰ γὰρ ἡ προθυμία πρόκειται, καθ’ ὃ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθ’ ὃ οὐκ ἔχει.» Τὴν μὲν γὰρ προθυμίαν τελείαν εἶναι προσήκει· τὰ δὲ προςφερόμενα τῇ δυνάμει μετρεῖν εἴωθεν ὁ τῶν ὅλων Θεός· οὐ γὰρ τὴν ποσότητα, ἀλλὰ τῆς γνώμης ὁρᾷ τὴν ποιότητα. ιγιε. «Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλίψις, ἀλλ’ ἐξ ἰσότητος, ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίςσευμα εἰς τὸ ἐκείνων ὑστέρημα· ἵνα γένηται καὶ τὸ ἐκείνων περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα· ὅπως γένηται ἰσότης, καθὼς γέγραπται· Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὁ ὀλίγον οὐκ ἠλαττόνησε.» Τὴν τελειότητα μὲν ὁ Δεσπότης ὁρίζεται τῇ παντελεῖ τῶν χρημάτων ὑπεροψίᾳ, καὶ τῇ αὐθαιρέτῳ πενίᾳ. Ἐδίδαξε δὲ ὅμως, ὡς καὶ δίχα τῆς τελειότητος δυνατὸν τυχεῖν τῆς αἰωνίου ζωῆς.
PG 82:427Ἐρωτηθεὶς γὰρ ὑπὸ τοῦ νεανίσκου, «Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» οὐκ εὐθὺς αὐτῷ τὴν περὶ τελειότητος διδασκαλίαν προσήνεγκεν, ἀλλὰ τῶν ἄλλων ἀνέμνησεν ἐντολῶν. Ἐκείνου δὲ εἰρηκότος πάσας πεπληρωκέναι, τότε τὸν ἀφρόντιδα καὶ ἀκτήμονα βίον ἑλέσθαι προέτρεψε. Ταῦτα πεπαιδευμένος ὁ θεῖος Ἀπόστολος, οὐ τὰ μεγάλα νομοθετεῖ, ἀλλὰ τῇ ἀσθενείᾳ τῆς γνώμης τοὺς νόμους μετρεῖ. Οὗ δὴ χάριν ἔφη, Οὐχ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλίψις· καὶ τῶν περιττῶν μεταδοῦναι προσέταξε, καὶ τὸ ἐντεῦθεν φυόμενον ὑπέδειξε κέρδος· Ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα. Ἀντίδοσις, φησὶν, ἀρίστη γενήσεται, καὶ τὰ ἐλάττονα διδόντες τὰ μείζονα λήψεσθε. Τῆς γὰρ ἀξιεπαίνου καρτερίας αὐτοῖς κοινωνήσετε. Μάλα δὲ εἰς καιρὸν καὶ τὴν μαρτυρίαν παρέθηκε. Καὶ γὰρ ἐπὶ τῆς τοῦ μάννα συλλογῆς τὴν ἰσότητα ταύτην ὁ Δεσπότης ὑπέδειξεν. Οὐδὲν γὰρ ὤνησεν ὁ τὸ πλέον συλλέξας· τὸ γὰρ μέτρον ὁ μεγαλόδωρος τῷ δώρῳ συνέζευξε. ι, ιζ.
«Χάρις δὲ τῷ Θεῷ, τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου, ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθε πρὸς ὑμᾶς.» Πάλιν τοῦ Τίτου τὴν περὶ αὐτοὺς ἀγάπην δεδήλωκεν, εὐπειθεστέρους αὐτοὺς περὶ τὰς ἐκείνου παραινέσεις κατασκευάζων. ιη, ιθ. «Συνεπέμψαμεν δὲ μετ’ αὐτοῦ τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν. Οὐ μόνον δὲ, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν τῇ χάριτι ταύτῃ, τῇ διακονουμένῃ ὑφ’ ἡμῶν πρὸς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν.» Τὸν τριςμακάριον Βαρνάβαν τὰ εἰρημένα χαρακτηρίζει. Αὐτὸς γὰρ καὶ ἐν Ἀντιοχείᾳ σὺν τῷ μακαρίῳ Παύλῳ τῆς χειροτονίας τετύχηκε, τοῦ θείου Πνεύματος εἰρηκότος· «Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον, εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.» Καὶ ἐν Ἱεροσολύμοις ὕστερον σὺν αὐτῷ πρὸς τοὺς θείους ἀποστόλους ἐποιήσατο τὰς συνθήκας. «Πέτρος γὰρ, φησὶ, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοί τε καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, ἐκεῖνοι δὲ εἰς τὴν περιτομήν·
PG 82:429μόνον δὲ τῶν πτωχῶν ἵνα μνημονεύωμεν.» Τούτων ἐπὶ τοῦ παρόντος ἀνέμνησεν. Ἔφη γάρ· Συνέκδημος ἡμῶν ἐχειροτονήθη σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν , τουτέστι τῇ τῶν ἁγίων θεραπείᾳ. Εἶτα ἐπήγαγε· «Πρὸς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν, καὶ προθυμίαν ἡμῶν. Αὐτὸς μὲν γὰρ ἐπὶ τούτοις ὑμνεῖται, ἡμεῖς δὲ τὴν οἰκείαν δείκνυμεν προθυμίαν. Λέγει δὲ καὶ τίνος χάριν τὸν τοσοῦτον ἀπέστειλεν ἄνδρα. κ. «Στελλόμενοι τοῦτο, μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν.» Ὑφορώμεθα γὰρ μή τις τῶν συλλεγομένων χρημάτων τὸ πλῆθος θεώμενος ἕτερά τινα ὑπολάβῃ. Τούτου χάριν πολλοὺς καὶ θαυμασίους ἄνδρας εἰς τὴν τῆς διακονίας ταύτης κοινωνίαν λαμβάνω. κα. «Προνοούμενοι καλὰ οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.» Οὐκ ἀρκούμενοι γὰρ μόνῃ τῇ τοῦ Κυρίου μαρτυρίᾳ, ἀλλὰ καὶ τοὺς ἀνθρώπους βουλόμεθα ἀγαθά τε ἡμῖν συνειδέναι, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρποῦσθαι. κβ «Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν, ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολλῷ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς.» Ἐπῄνεσε μὲν καὶ τοῦτον, οὐ δεδήλωκε δὲ ὅστις ἐστί·
φασὶν αὐτόν τινες εἶναι τὸν Ἀπολλὼ, ἐπειδὴ καὶ ὑπέσχετο πέμψειν αὐτὸν ἐν τῇ προτέρᾳ Ἐπιστολῇ. κγ. «Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς, καὶ εἰς ὑμᾶς συνεργὸς, εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι Ἐκκλησιῶν, δόξα Χριστοῦ.» Περὶ μὲν οὖν Τίτου τοῦτό φημι, ὅτι καὶ τοῦ κηρύγματός μοι γεγένηται κοινωνὸς, καὶ εἰς τὴν ὑμετέραν ὠφέλειάν ἐστι συνεργός· περὶ δὲ τῶν ἄλλων, ὅτι ἀδελφοὶ ἡμῶν, καὶ τῶν Ἐκκλησιῶν ἀπόστολοι, καὶ δόξα τοῦ Δεσπότου Χριστοῦ. Οἱ γὰρ ὁρῶντες αὐτῶν τὴν λαμπηδόνα τῆς ἀρετῆς, τὸν ὑπὸ τούτου κηρυττόμενον ἀνυμνοῦσι Θεόν. κδ. «Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν, καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν, εἰς αὐτοὺς ἐνδείξασθε, εἰς πρόσωπον τῶν Ἐκκλησιῶν.» Πάντα τοίνυν τῆς ἀγάπης ὑμῶν τὸν πλοῦτον γυμνώσατε, καὶ τὰς ἐμὰς περὶ ὑμῶν εὐφημίας κυρώσατε· πάσας γὰρ τὰς Ἐκκλησίας διὰ τούτων τιμήσετε. ΚΕΦΑΛΑΙΟΝ Θ. α, β. «Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστι τὸ γράφειν ὑμῖν. Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσι, ὅτι Ἀχαί̈α παρεσκεύασται ἀπὸ πέρυσιν.» Ἐκεῖνα περὶ τῶν τῇ χρείᾳ διακονουμένων διεξελθὼν, περιττὴν ἐκάλεσε τὴν περὶ τῆς φιλοτιμίας παραίνεσιν·
PG 82:431οὐ περιττὴν ὄντως ὑπολαμβάνων, ἀλλὰ τῇ τοιαύτῃ τῶν λόγων μεθόδῳ πρὸς πλείω διεγείρων φιλοτιμίαν. Οὗ δὴ χάριν αὐτοῖς καὶ τὴν προθυμίαν μεμαρτύρηκε, καὶ ταύτην ἔφη τοῖς Μακεδόσι πάλαι δεδηλωκέναι, ὥστε καὶ ἐντεῦθεν ἐκείνους προθυμοτέρους γίνεσθαι. Τοῦτο γὰρ ἐπάγει· «Καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.» Ἄξιον δὲ θαυμᾶσαι τὸν θεῖον Ἀπόστολον τὴν πνευματικὴν θεωροῦντας σοφίαν. Διὰ μὲν γὰρ Κορινθίων τοὺς Μακεδόνας, διὰ δὲ Μακεδόνων τοὺς Κορινθίους ἐπὶ τὴν ἀγαθὴν ἐργασίαν προέτρεψεν. γ, δ. «Ἔπεμψα δὲ τοὺς ἀδελφοὺς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἀλλ’ ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε. Μή πως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες, καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ λέγωμεν ὑμεῖς, ἐν τῇ ὑποστάσει ταύτῃ τῆς καυχήσεως.» Ἔδειξεν ἑαυτὸν ἀγωνιῶντα, καὶ τῶν ψευδῶν ἐγκωμίων ὑφορώμενον τοὺς ἐλέγχους, ἵνα καὶ τῆς οἰκείας δόξης, καὶ τῆς τοῦ διδασκάλου φροντίζοντες, φιλότιμοι περὶ τὴν τῶν χρημάτων μετάδοσιν γένωνται. ε.
«Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς, ἵνα προέλθωσιν εἰς ὑμᾶς, καὶ προκαταρτίσωσι τὴν προκατηγγελμένην εὐλογίαν ὑμῶν ταύτην ἑτοίμην εἶναι οὕτως, ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν.» Οὐδαμοῦ φιλανθρωπίαν ὠνόμασε τὴν μετάδοσιν, ἀλλὰ χάριν, καὶ κοινωνίαν, καὶ εὐλογίαν. Μετ’ εὐφροσύνης δὲ ταύτην κελεύει γίνεσθαι. Τοῦτο γὰρ εἶπεν, ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν. Ὁ γὰρ πλεονεκτούμενος ἀνιᾶται, ὁ δὲ φιλοτιμούμενος ἥδεται. Ἐπειδὴ δὲ τῇ ἐξουσίᾳ τῆς γνώμης τὸ τῆς μεταδόσεως ἐπίστευσε μέτρον, ἀναγκαίως καὶ περὶ τούτου παραινεῖ τὰ εἰκότα. 2. «Τοῦτο δὲ, ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει.» Ἄγαν ἁρμοδίως ἐχρήσατο τῇ μεταφορᾷ, καὶ σπόρον τὴν τοιαύτην φιλοτιμίαν ὠνόμασε, τὸν πολύχουν τῆς εὐποιί̈ας μηνύων καρπόν. Ἐνεδείξατο καὶ τοὺς σμικρολογίᾳ χρωμένους, τῇ ποσότητι τοῦ σπόρου τὸν ἀμητὸν ἀκολουθεῖν εἰρηκώς. Εἶτα πάλιν τῇ γνώμῃ παραχωρεῖ. ζ. «Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός.» Τοῦτο καὶ Ῥωμαίοις ἐπιστέλλων ἔφη·
«Ὁ ἐλεῶν, ἐν ἱλαρότητι.» Χρὴ γὰρ ἡγεῖσθαι τῆς τῶν χρημάτων χορηγίας τὴν τῆς ψυχῆς εὐθυμίαν. Εἶτα αὐτοῖς ἐπεύχεται, τὴν πατρικὴν φιλοστοργίαν ἐπιδεικνύς. η, θ. «Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν. Καθὼς γέγραπται· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.» Καὶ τῶν θείων αὐτοῖς χαρισμάτων τὸν πλοῦτον, καὶ τῶν τῆς ἀρετῆς κατορθωμάτων περιουσίαν ἐξῄτησε. Πᾶσαν γὰρ χάριν τὰ χαρίσματα λέγει, ἔργον δὲ ἀγαθὸν , τὰ εἴδη τῆς ἀρετῆς. Εἰς καιρὸν δὲ καὶ τὴν προφητικὴν παρατέθεικε μαρτυρίαν, σαφῶς διδάσκουσαν ὡς ἡ τῶν χρημάτων ὑπεροψία τὴν αἰώνιον φύει δικαιοσύνην. ι, ια. «Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν. Ἐν παντὶ πλουτιζόμενοι, εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ.» Οὐχ ἁπλῶς τὴν εὐχὴν τῇ παραινέσει συνήρμοσεν, ἀλλὰ διδάσκων τὸν τῆς θείας δυνάμεως πλοῦτον, καὶ ὅτι δύναται μὲν αὐτὸς ἅπασιν ἀφθόνως χορηγεῖν τἀγαθά.
Αὐτὸς γὰρ καὶ τὸν σπόρον ἐξ ἀρχῆς δέδωκε τοῖς ἀνθρώποις, αὐτὸς καὶ τοῦτον εἰς τὴν γῆν καταβαλλόμενον τρέφει, καὶ τὴν ἐκ τούτου τροφὴν τοῖς ἀνθρώποις πορίζει. Τῆς δὲ ὑμετέρας ὅμως προμηθούμενος ὠφελείας, δι’ ὑμῶν βούλεται τοὺς δεομένους ἀπολαύειν τῶν ἀναγκαίων. Σπόρον μέντοι πάλιν τὴν εὐποιί̈αν ἐκάλεσε· γεννήματα δὲ δικαιοσύνης , τὴν ἐκ ταύτης βλαστάνουσαν ὠφέλειαν· ἁπλότητα δὲ τὴν φιλοτιμίαν. Ὁ γὰρ λογισμοῖς περιττοῖς κεχρημένος τῆς σμικρολογίας τὸ πάθος εἰσδέχεται. ιβ, ιγ. «Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ, διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεόν.» Μὴ νομίσητε, φησὶν, ἓν ἐκ τοῦδε κατορθοῦσθαι τοῦ πράγματος, καὶ μόνην τῶν ἁγίων τὴν ἔνδειαν θεραπεύεσθαι· καὶ γὰρ ἑτέρους φύει πολλῷ μείζους καρπούς. Παρασκευάζει γὰρ διὰ πάντων τὸν τῶν ὅλων ὑμνεῖσθαι Θεόν. Λέγει δὲ καὶ ἐπὶ τίσιν ὑμνεῖται.
PG 82:433«Ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς, καὶ εἰς πάντας, (ιδ) καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐν ὑμῖν.» Ὁρῶντες γὰρ ὅπως μὲν τὸ θεῖον ἐδέξασθε κήρυγμα, ὅπως δὲ ὑμᾶς αὐτοὺς ὑπετάξατε τῷ Δεσπότῃ, θεωροῦντες δὲ καὶ τὴν περὶ τοὺς ἁγίους φιλοτιμίαν, οὐκ ἐκείνους μόνους τοὺς ἐν Ἱεροσολύμοις διάγοντας, ἀλλὰ καὶ τοὺς ὁπουδήποτε, τὴν δοξολογίαν προσφέρουσι τῷ τούτων αἰτίῳ Θεῷ· καρποῦσθε δὲ καὶ ὑμεῖς τὰς ὑπὲρ ὑμῶν ὑπ’ ἐκείνων προσφερομένας δεήσεις. Σφόδρα γὰρ ὑμᾶς ποθοῦσι, τὴν περὶ ὑμᾶς τοῦ Θεοῦ φιλοτιμίαν μανθάνοντες. ιε. «Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.» Σύνηθες τῷ Ἀποστόλῳ τὸν Θεὸν ἀνυμνεῖν ὅταν περί τινος τῶν θείων οἰκονομιῶν διεξίῃ. Οὗ δὲ ἡ δωρεὰ ἀνεκδιήγητος, πῶς ἡ οὐσία καταληπτή; Ταῦτα περὶ τῆς τῶν ἁγίων θεραπείας διεξελθὼν, ἄρχεται λοιπὸν τὴν κατὰ τῶν ἀπατεώνων ἐκείνων ἐξυφαίνειν κατηγορίαν· ἅπτεται δὲ καὶ αὐτῶν Κορινθίων, αἰνιττόμενος ὥς τινες ἐξ αὐτῶν ταῖς ἐκείνων ψευδολογίαις ὑπήχθησαν. ΚΕΦΑΛΑΙΟΝ Ι. α, β.
«Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς. Δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας.» Οἱ ἐξ Ἰουδαίων πεπιστευκότες, καὶ τὴν νομικὴν πολιτείαν μετιέναι παρεγγυῶντες, ἐκακηγόρουν τὸν θεῖον Ἀπόστολον, εὐτελῆ μὲν ἀποκαλοῦντες καὶ ἰδιώτην, λέγοντες δὲ αὐτὸν λάθρα φυλάττειν τὸν νόμον, προφανῶς δὲ τοῦτο μὴ ποιεῖν διὰ τὴν τῶν ἐξ ἐθνῶν πεπιστευκότων ἀσθένειαν. Τὸ γὰρ, κατὰ σάρκα περιπατεῖν , ἀντὶ τοῦ, κατὰ τὸν νόμον πολιτεύεσθαι, τέθεικε. Τὸ δὲ, αὐτὸς ἐγὼ Παῦλος , πολλὴν ἔμφασιν ἔχει τῆς ἀποστολικῆς ἀξίας· ἀναμιμνήσκει γὰρ αὐτοὺς τῶν παρ’ αὐτοῖς γεγενημένων θαυμάτων, καὶ τῶν δι’ αὐτοῦ παρασχεθέντων αὐτοῖς χαρισμάτων. Τῆς δὲ τοῦ Χριστοῦ πραότητος καὶ ἐπιεικείας ἐμνήσθη, διδάσκων ὅτι ταύτης ὢν ζηλωτὴς μετρίῳ κέχρηται τῷ φρονήματι, καὶ τὴν ἀποστολικὴν οὐκ ἐπιδείκνυσι ἐξουσίαν. γ. «Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα.» Σάρκα γὰρ περικείμενοι, τοῖς τῆς σαρκὸς οὐκ ἀκολουθοῦμεν παθήμασι. δ.
PG 82:435«Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων.» Ὅπλα γὰρ ἔχομεν τοῦ Πνεύματος τὰ χαρίσματα, δι’ ὧν νικηφόροι γινόμεθα, καὶ τοὺς ἀντιτείνοντας ὑποτάττομεν τῷ Δεσπότῃ. Εἶτα σαφέστερον τὰ ὀχυρώματα δείκνυσι. «Λογισμοὺς καθαιροῦντες, (ε) καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.» Ὥσπερ ναοὺς τοῦ Θεοῦ τοὺς ἁγίους ὠνόμασεν, οὕτως ὀχυρώματα διαβόλου τοὺς τῇ δυσσεβείᾳ δεδουλωμένους. Τούτους, φησὶ, καθάπερ τινὰς δορυαλώτους, ἀπὸ τῆς παρατάξεως ἄγοντες, τῷ βασιλεῖ τῶν ὅλων προσφέρομεν, καὶ τοῖς τούτου νόμοις παρασκευάζομεν ἕπεσθαι. 2. «Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.» Τὴν τῆς μακροθυμίας αἰτίαν δεδήλωκεν. Ἀναμένομεν γὰρ, φησὶ, λόγῳ πεῖσαι καὶ παραινέσει τοὺς πλείστους, εἶθ’ οὕτως κολᾶσαι τοὺς ἐπὶ πλεῖστον ἀντιτείνειν ἐπιχειροῦντας. ζ. «Τὰ κατὰ πρόσωπον βλέπετε;» Κατ’ ἐρώτησιν ἀναγνωστέον. Δοκιμάζειν, φησὶν, ἕκαστον ἡμῶν βούλεσθε, καὶ τὰ καθ’ ἡμᾶς ἐξετάζειν; Οὐκοῦν σὺν ἀκριβείᾳ τοῦτο ποιήσατε.
«Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ’ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς.» Τέως, φησὶ, κατ’ αὐτὴν τὴν ἐπωνυμίαν οὐκ ἠλαττώμεθα. τῇ γὰρ τοῦ Χριστοῦ προσηγορίᾳ καὶ ἡμεῖς λαμπρυνόμεθα. Σοφῶς δὲ ἄγαν τὴν τῶν ἔργων παρεξέτασιν τελευταίαν κατέλιπε, πρώτην δὲ τὴν ἀπὸ τῆς προσηγορίας ἰσότητα τέθεικεν. Εἶτα ἐπάγει· η. «Ἐάν τε γὰρ καὶ περισσότερόν τι καυχήσωμαι καὶ περὶ τῆς ἐξουσίας ἧς ἔδωκεν ὁ Κύριος ἡμῖν εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι.» Ἔδειξεν ὡς ἑκὼν παραλιμπάνει τῶν χαρισμάτων τὸν πλοῦτον· τὴν δέ γε ἐξουσίαν εἰληφέναι εἴρηκεν εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν, δεικνὺς ἐκείνους τοὐναντίον ποιοῦντας, καὶ οἰκοδομεῖν μὲν οὐ βουλομένους, τοὺς δὲ ἀλλοτρίους πόνους καθαιρεῖν πειρωμένους. θ, ι. «Ἵνα μὴ δόξω ὡς ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· ὅτι αἱ μὲν ἐπιστολαὶ, φησὶ, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος.» Ταῦτα περὶ αὐτοῦ λέγειν εἰώθεσαν οἱ ταῖς κατ’ αὐτοῦ κεχρημένοι διαβολαῖς. ὅτι μεγαλοῤῥημονεῖ μὲν ἀπὼν, παρὼν δέ ἐστιν εὐτελὴς καὶ λίαν ἀπαίδευτος. ια.
PG 82:437«Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι’ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.» Δυνάμεθα γυμνῶσαι τῆς ἀποστολικῆ ἀξίας τὸ μέγεθος, καὶ τὰ πράγματα δεῖξαι συνομολογοῦντα τοῖς γράμμασιν. ιβ. «Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες, καὶ συγκρίνοντες ἑαυτοῖς ἑαυτοὺς, οὐ συνιᾶσιν.» Ἀσαφῶς ἅπαν τὸ χωρίον τοῦτο γέγραφεν, ἐναργῶς ἐλέγξαι τοὺς αἰτίους οὐ βουλόμενος. Λέγει δὲ τοῦτο· Ἐκεῖνοι εἰς ἑαυτοὺς ἀποβλέποντες, μόνους μεγίστους ἑαυτοὺς ὑπειλήφασιν· ἡμᾶς δὲ μὴ γένοιτο κατ’ ἐκείνους τὰ καθ’ ἡμᾶς αὐτοὺς ἐξετάσαι. Τοῦτο δὲ διὰ τῶν ἑξῆς διδάσκει σαφέστερον. ιγ. «Ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος, οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου ἐφικέσθαι ἄχρι καὶ ὑμῶν.» Μέτρον κανόνος τὴν ὑπὸ Θεοῦ δεδομένην ἐκάλεσε χάριν. Ταύτην γὰρ ὁ μεγαλόδωρος διένειμε τοῖς πιστεύουσι. Τοῦτο καὶ Ῥωμαίοις ἐπιστέλλων ἔφη·
«Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.» Λέγει δὲ, ὅτι Τὴν τοῦ φρονήματος περικόπτομεν ἀμετρίαν, εἰς δὲ τὴν δεδομένην ἀποβλέπομεν χάριν, καὶ ἴσμεν ὅτι μέχρις ὑμῶν ὁ ἡμέτερος ἔφθασε δρόμος. Τοῦτο γὰρ διδάσκει τὰ ἑξῆς· ιδι. «Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς, ὑπερεκτείνομεν ἑαυτούς· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν· εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι.» Ἡμεῖς τῷ δεδομένῳ κεχρήμεθα μέτρῳ, καὶ πρὸς ἐκεῖνο μετροῦμεν τὰ καθ’ ἡμᾶς. Οἴδαμεν δὲ ὅτι καὶ μέχρις ὑμῶν ἐληλύθαμεν, καὶ τὸ θεῖον ὑμῖν προσενηνόχαμεν Εὐαγγέλιον. Ἐλπίζομεν δὲ καὶ περαιτέρω προβῆναι, ὑμῶν δηλονότι τῇ πίστει βεβαιουμένων, καὶ τοῖς ἡμετέροις πόνοις προσμαρτυρούντων. Μὴ γὰρ γένοιτο ἡμᾶς ἐπὶ τοῖς ἀλλοτρίοις ἱδρῶσι μέγα φρονεῖν. Τοῦτο γὰρ εἶπεν, οὐκ ἐν ἀλλοτρίῳ κανόνι, εἰς τὰ ἕτοιμα καυχήσασθαι.
PG 82:439Αἰνίττεται δὲ ἐκείνους, τοὺς τοῖς μὲν οὐδέπω πεπιστευκόσι κηρύττειν οὐχ αἱρουμένους, τοὺς δὲ τὸ κήρυγμα δεξαμένους διαφθείρειν ἐπιχειροῦντας. Ἐπειδὴ δὲ πολλάκις εἶπε, καυχώμεθα , ἵνα μή τις αὐτὸν ἀληθῶς μέγα φρονεῖν οἰηθῇ, ἀναγκαίως ἐπήγαγεν· ιζ. «Ὁ δὲ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.» Οὐδὲ γὰρ ἐφ’ ἑαυτοῖς σεμνυνόμεθα, ἀλλ’ ἐπὶ ταῖς θείαις ἀγαλλόμεθα δωρεαῖς. ιη. «Οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων ἐκεῖνός ἐστι δόκιμος, ἀλλ’ ὃν ὁ Κύριος συνίστησιν.» Οὐ γὰρ ἑαυτοῖς προσήκει προσμαρτυρεῖν ἀρετὴν, ἀλλὰ τὴν θείαν ψῆφον προσμένειν. Εἶτα, μέλλων τοὺς οἰκείους ἐπαίνους διεξιέναι, προθεραπεύει τὴν ἀκοὴν, ἀφροσύνην τὸ πρᾶγμα καλῶν. ΚΕΦΑΛΑΙΟΝ ΙΑ. α. «Ὄφελον ἀνέχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ.» Οἶδα, φησὶν, ὡς οὐ προσήκει τοῖς ἀγχινοίᾳ κεκοσμημένοις οἰκείους ἐπαίνους διεξιέναι· ἀναγκάζομαι δὲ τοῦτο ποιεῖν· ἀνέχεσθε τοίνυν μικρᾶς ἀφροσύνης. Εἶτα ἠθικώτερον· «Ἀλλὰ καὶ ἀνέχεσθέ μου.» Δείκνυσι δὲ καὶ τὸν τῶν εἰρημένων σκοπόν. β, γ. «Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.
Φοβοῦμαι δὲ μή πως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὑτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν.» Προμνήστωρ ὑμῶν ἐγενόμην, καὶ τοῦ γάμου μεσίτης· δι’ ἐμοῦ ἐδέξασθε τοῦ νυμφίου τὰ δῶρα. Οὗ δὴ χάριν ζηλοτύπως διάκειμαι, δεδιὼς καὶ τρέμων μὴ τῆς ἁπλότητος ὑμῶν ἡ τούτων περιγένηται πανουργία. Πᾶσαν μέντοι τὴν Ἐκκλησίαν παρθένον ὠνόμασε, τῆς πίστεως τὸ ἀκραιφνὲς οὕτω καλῶν. Οὐ γὰρ παρθενίαν ἅπαντες οἱ πιστεύοντες ἐπαγγέλλονται· ἀλλὰ τῷ γνησίῳ τῆς πίστεως ἅπαντας προσήκει διακοσμεῖσθαι. Σφόδρα δὲ ἁρμοδίως οὐ τοῦ διαβόλου, ἀλλὰ τοῦ ὄφεως ἐμνημόνευσε, δεικνὺς καὶ τούτους τῷ ὄφει παραπλησίως ὄργανα τοῦ διαβόλου γεγενημένους. Καὶ αὐτὴν δὲ τὴν βλάβην φθορὰν προσηγόρευσεν, ἐπειδὴ καὶ αὐτοὺς παρθένον ὠνόμασεν. δ. «Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν, ἢ Πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ Εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε.» Πρὸς τοὺς ἀπατηθέντας τὴν κατηγορίαν μετήνεγκεν, καὶ σαφῶς ἔδειξε τῆς ἐξαπάτης τὴν ἀτοπίαν. Τί δήποτε γὰρ, φησὶ, ὑπήχθητε; Ἄλλον ὑμῖν ἐκήρυξαν Ἰησοῦν·
PG 82:441ἑτέρας δὲ ὑμῖν παρέσχον τοῦ Πνεύματος δωρεάς· ἄλλο δὲ προσήνεγκαν Εὐαγγέλιον. ε. «Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν ἀποστόλων.» Ἀλλὰ γὰρ, φησὶ, περιττὸν τούτοις τὰ ἡμέτερα συγκρίνειν. Ἡγοῦμαι γὰρ ὅτι τῶν μεγάλων τῆς ἀληθείας οὐκ ἀποδέομεν κηρύκων. Καὶ τοῦτο δὲ ἐκέρασε τῇ μετριότητι· οὐ γὰρ εἶπεν, Ἴσος εἰμὶ τῶν ὑπὲρ λίαν ἀποστόλων· ἀλλὰ, λογίζομαι , τουτέστι νομίζω, μηδὲν αὐτῶν ὑστερηκέναι. 2. «Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει.» Ἠδύνατο μὲν εἰπεῖν, ὅτι οἱ κορυφαῖοι τῶν ἀποστόλων ἰδιῶται· ἀλλ’ οὐδὲν περὶ ἐκείνων ἔφη, ἀλλὰ περὶ ἑαυτοῦ φησιν ὅτι Τὴν μὲν γλῶτταν ἀπαίδευτον ἔχω, τὴν δὲ διάνοιαν τῇ θεογνωσίᾳ κεκοσμημένην. «Ἀλλ’ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς.» Τούτων δὲ καὶ ὑμεῖς μάρτυρες· δῆλα γὰρ ὑμῖν ἐγένετο τὰ ἡμέτερα. ζ. «Ἢ ἁμαρτίαν ἐποίησα, ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε; ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ Εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν;» Ταύτην, ὡς ἔοικεν, ἔχω κατηγορίαν, ὅτι μετριότητι πολλῇ παρ’ ὑμῖν ἐχρησάμην, καὶ κηρύττων ὑμῖν Εὐαγγέλιον, οὐδὲ τὴν ἀναγκαίαν παρ’ ὑμῶν ἐκομισάμην τροφήν. η.
«Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν.» Ὑμῖν προσφέρων τὸ κήρυγμα, παρ’ ἄλλων ἐκομιζόμην ἀναγκαίαν τροφήν. Καλῶς δὲ τὸ ὀψώνιον τέθεικεν, ἐπειδὴ καὶ στρατείας ἐν τοῖς πρόσθεν ἐμνήσθη. Σεσυληκέναι δὲ ἔφη τὰς ἄλλας Ἐκκλησίας, ἐπειδὴ παρὰ Κορινθίοις κηρύττων παρ’ ἄλλων ἐτρέφετο. θ. «Καὶ παρὼν πρὸς ὑμᾶς, καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενός· τὸ γὰρ ὑστέρημά μου προςανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας.» Διὰ πάντων ἔδειξε καὶ τὴν ἐκείνων σμικρολογίαν, καὶ τὴν αὑτοῦ φιλοτιμίαν. Καὶ παρήμην γὰρ, φησὶ, καὶ ὑμῖν, τὸ θεῖον προσφέρων κήρυγμα, καὶ ἐν ἐνδείᾳ κατέστην, καὶ βαρῦναι ὑμᾶς οὐκ ἠνεσχόμην. Μακεδόνες γάρ μου τὴν χρείαν ἐπλήρωσαν. Καὶ αὐτὴ δὲ μεγίστη Κορινθίων κατηγορία· παρ’ αὐτοῖς γὰρ διάγων ὁ Ἀπόστολος, παρ’ ἑτέρων ἐτρέφετο. Ἵνα δὲ μὴ νομίσωσιν αὐτὸν τοῦ λαβεῖν ἕνεκεν ταῦτα λέγειν, ἀναγκαίως ἐπήγαγε· «Καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα, καὶ τηρήσω.» Καὶ ὡς ἂν μή τις ὑπολάβῃ λόγοις αὐτὸν μόνον τοιούτοις κεχρῆσθαι, προστέθεικε καὶ ὅρκον. ι.
«Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ, ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαί̈ας.» Οὐδεὶς, φησὶ, ἐμφράξει μου τὸ στόμα, οὐδὲ ἀποστερήσει με τοῦ τῆσδε φιλοτιμίας αὐχήματος. Ἔπειτα εἰδὼς τὸ βαρὺ τῶν εἰρημένων, τὴν θεραπείαν προσφέρει. ια. «Διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Θεὸς οἶδε.» Τῇ μαρτυρίᾳ πᾶσαν πονηρὰν ὑποψίαν ἐξήλασε. Διὰ τί οὖν οὐ λαμβάνεις; ιβ. «Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμὴν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς.» Τῶν ἐναντίων χάριν τοῦτο ποιῶ, τὰς τῆς καθ’ ἡμῶν λοιδορίας περικόπτων προφάσεις. Ἔδειξε δὲ αὐτοὺς λόγῳ κομπάζοντας, λάθρα δὲ χρηματιζομένους· τοῦτο γὰρ μετ’ ὀλίγα φησί· Ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει. ιγιε. «Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.
Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.» Ἔθος τῷ διαβόλῳ μιμεῖσθαι τὰ θεῖα, καὶ τοῖς μὲν προφήταις ψευδοπροφήτας ἀντιστρατεύειν, ἀγγέλων δὲ τὸ σχῆμα μιμεῖσθαι, καὶ τοὺς ἀνθρώπους ἐξαπατᾷν. Οὐ τοίνυν θαυμαστὸν, εἰ καὶ οὗτοι τῆς ἀποστολικῆς προσηγορίας ἑαυτοῖς περιτιθέασι προσωπεῖα, καὶ δόλῳ κέχρηνται συνεργῷ πρὸς τὴν τῶν ἀνθρώπων ἀπάτην. Δρέψονται δὲ οὐκ εἰς μακρὰν ὧν ἐπιτηδεύουσι τοὺς καρπούς. ι. «Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι.» Πολλάκις ὁρμήσας διὰ τὴν τῶν μαθητῶν ὠφέλειαν τοὺς οἰκείους πόνους διεξελθεῖν, ὑπὸ τοῦ οἰκείου πάλιν ἐχαλινώθη φρονήματος. Κἀνταῦθα τοίνυν παρακαλεῖ μὴ δόξαι παρ’ αὐτοῖς ἄφρονος ἔργον ποιεῖν. Εἰ δὲ μὴ πείθεσθε, φησὶν, ἀνέχεσθε γοῦν ὡς ἄφρονος. ιζ. «Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ’ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.» Νόμος ἐστὶ Δεσποτικὸς, διδάσκων·
PG 82:443«Ὅταν ταῦτα πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν.» Τούτου χάριν ὁ θεσπέσιος ἔφη Παῦλος· Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον , ἀντὶ τοῦ, Παρὰ τὸν αὐτοῦ νόμον ταῦτα λέγω. Ἵνα δὲ μή τις ὑπολάβῃ πᾶσαν αὐτοῦ τὴν διδασκαλίαν ἀφροσύνην καλεῖσθαι, ἀναγκαίως προςτέθεικεν, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Ἄφρονα, φησὶν, ἐμαυτὸν ἐν τούτοις ὀνομάζω τοῖς λόγοις. ιη. «Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τὴν σάρκα, κἀγὼ καυχήσομαι.» Κατὰ σάρκα ἐνταῦθα τὰ ἐκτὸς ὠνόμασε, πλοῦτον, εὐγένειαν, εὐγλωττίαν. Καὶ γὰρ οἱ ἐναντίοι, ὡς Ἑβραῖοι, μέγα ἐφρόνουν, καὶ τὸν Ἀβραὰμ τὸν πατριάρχην εἰς μέσον προέφερον. ιθκα. «Ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες. Ἀνέχεσθε γὰρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις ὑμᾶς εἰς πρόσωπον δαίρει. Κατὰ ἀτιμίαν λέγω.» Ἔδειξεν ἐκείνους μάτην ἐπὶ τῇ τῶν χρημάτων ὑπεροψίᾳ βρενθυομένους. Τούτου γὰρ δὴ χάριν τέθεικε τὸ, εἴ τις κατεσθίει , καὶ εἴ τις λαμβάνει· τὸ δὲ, εἴ τις ὑμᾶς εἰς πρόσωπον δαίρει , ἀντὶ τοῦ, διαπτύει, παροινεῖ.
Τοῦτο γὰρ ἐπήγαγε, Κατὰ ἀτιμίαν λέγω, ἀντὶ τοῦ, Διὰ τὴν παρ’ ἐκείνων ἐπαγομένην ὑμῖν ἀτιμίαν τοῦτο ἔφην. «Ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν.» Ἡμᾶς ὑμεῖς ὑπολαμβάνετε δι’ ἀσθένειαν μηδὲν τοιοῦτον ποιεῖν. «Ἐν ᾧ δ’ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.» Ἐκόλασε τὸ εἰρημένον, ἀφροσύνην καλέσας. Διδάσκει δὲ, ὡς οὐ τὸ ὑβρίζειν, καὶ κατεσθίειν, καὶ λαμβάνειν τολμᾷ, ἀλλὰ τὸ τοὺς οἰκείους ὑποδεικνύναι πόνους. Πρῶτα μέντοι τίθησι τὰ παρ’ ἐκείνων ὡς σεμνὰ προσφερόμενα, διδάσκων ὡς οὐδὲ ἐν ἐκείνοις ἔχουσί τι πλέον αὐτοῦ. κβ. «Ἑβραῖοί εἰσι, κἀγώ· Ἰσραηλῖταί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ.» Ταῦτα ὡς παρ’ ἐκείνων περὶ ἑαυτῶν λεγόμενα τέθεικε· καὶ ἐν μὲν τούτοις ἔδειξε τὴν ἰσότητα, ἐν δέ γε τοῖς γνωμικοῖς κατορθώμασι δείκνυσι τὴν ὑπερβολήν. κγ. «Διάκονοι Χριστοῦ εἰσι, παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. «Πάλιν τὸ, παραφρονῶν , τέθεικε, διδάσκων ὡς παρὰ γνώμην ταῦτα λέγειν βιάζεται. Λέγει δὲ καὶ τῆς ὑπεροχῆς τὸν τρόπον, οὐ τὰς θαυματουργίας φέρων εἰς μέσον, καὶ τοὺς ἀναστάντας νεκροὺς, καὶ τοὺς δραμόντας χωλοὺς, καὶ τὴν τῶν δαιμόνων φυγὴν, καὶ τῆς οἰκουμένης τὴν σωτηρίαν·
PG 82:445ἀλλὰ τὰ ὑπὲρ τοῦ Εὐαγγελίου παθήματα. «Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτῳ πολλάκις. (κδ, κε) Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον. Τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα.» Τουτέστι, τοῦ σκάφους διαλυθέντος πᾶσαν τήν τε νύκτα καὶ τὴν ἡμέραν διετέλεσα τῇδε κἀκεῖσε ὑπὸ τῶν κυμάτων φερόμενος. Τεσσαράκοντα δὲ παρὰ μίαν ἐπιφέρειν πληγὰς εἰώθασιν Ἰουδαῖοι. κ. «Ὁδοιπορίαις πολλάκις.» Τοῦ γὰρ κηρύγματος ἕνεκα τῶν τῆς ἀποδημίας ἠνεσχόμην πόνων. «Κινδύνοις ποταμῶν.» Διαβαίνειν γὰρ αὐτοὺς ἠναγκαζόμην ὁδοιπορῶν. «Καὶ κινδύνοις λῃστῶν.» Τοῖς κατὰ τὴν ὁδὸν ἐπιοῦσι. «Κινδύνοις ἐκ γένους.» Τοὺς Ἰουδαίους ἐμήνυσε. «Κινδύνοις ἐξ ἐθνῶν.» Δῆλον τὸ εἰρημένον. «Κινδύνοις ἐν πόλει.» Τὰς κατ’ αὐτοῦ γινομένας ἐπαναστάσεις ἐδήλωσε. «Κινδύνοις ἐν ἐρημίᾳ.» Μόνος γὰρ πολλάκις ἐρήμους τόπους ἠναγκάζετο διαβαίνειν. «Κινδύνοις ἐν θαλάσσῃ.» Καὶ ναυτιλίᾳ ἐχρῆτο, καὶ τὰς νήσους, καὶ τὰς ἠπείρους ἐμπλῆσαι προθυμούμενος τῆς εὐσεβείας.
«Κινδύνοις ἐν ψευδαδέλφοις.» Ἄνωθεν γὰρ ὁ διάβολος παρέσπειρε τὰ ζιζάνια. κζ. «Ἐν κόπῳ καὶ μόχθῳ.» Τῷ τῆς διδασκαλίας, τῷ τῆς ἐργασίας. «Ἐν ἀγρυπνίαις πολλάκις.» Οὔτε γὰρ ἐν τοῖς δεσμωτηρίοις τὸν ὕπνον ᾑρεῖτο, καὶ μαρτυρεῖ τὰ ἐν Φιλίπποις. «Ἐν λιμῷ καὶ δίψει.» Τοῦτο τῶν ἀκουσίων. «Ἐν νηστείαις πολλάκις.» Τοῦτο τῶν ἑκουσίων. «Ἐν ψύχει καὶ γυμνότητι.» Τοῦτο τῆς ἐνδείας καὶ τῆς ἐσχάτης πενίας. κη. «Χωρὶς τῶν παρεκτός.» Ὀλίγα, φησὶν, ἐκ πολλῶν ἠναγκάσθην διελθεῖν. «Ἡ ἐπισύστασίς μου ἡ καθ’ ἡμέραν.» Ἄγομαι, φησὶ, καὶ περιάγομαι καθ’ ἑκάστην ἡμέραν εἰς συνέδρια, εἰς δεσμωτήρια, εἰς δικαστήρια. «Ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν.» Εἰ δέ ποτε καὶ παύσαιντο οἱ διώκοντες, αὐτή με τῶν Ἐκκλησιῶν ἡ φροντὶς κατατήκει. Πάσης γὰρ τῆς οἰκουμένης ἐν ἐμαυτῷ περιφέρω τὴν μέριμναν. κθ. «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ;» Οὐκ εἶπε, συνασθενῶ, ἀλλ’, ἀσθενῶ. Ὡς γὰρ αὐτὴν περικείμενος τὴν ἀσθένειαν, οὕτως ἀνιῶμαι καὶ ὀλοφύρομαι. «Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Ἄλλων σκανδαλιζομένων ἐγὼ πυρπολοῦμαι καὶ καίομαι. λ.
PG 82:447«Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.» Ἔδειξε μὲν ὡς ἠδύνατο τὰ τῆς χάριτος ὑποδεῖξαι, ἁρμόζειν δὲ αὐτῷ μᾶλλον τὰ τῆς καρτερίας ἐνόμισεν. λα. «Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.» Πάλιν τὸ, Θεὸς, διέλωμεν τοῦ Πατρός· ἡμῶν γὰρ Θεὸς, τοῦ δὲ Κυρίου Πατήρ. λβ, λγ. «Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιᾶσαί με θέλων· καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους, καὶ οὕτως ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Τὸ τοῦ κινδύνου μέγεθος τῷ τρόπῳ τῆς φυγῆς παρεδήλωσε. ΚΕΦΑΛΑΙΟΝ ΙΒ. α. «Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι, ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.» Ἐμοὶ μὲν οὐ λυσιτελὴς ἡ τούτων διήγησις, ὑμῖν δὲ σύμφορος· τῆς ὑμετέρας τοίνυν προμηθούμενος ὠφελείας, ἀναγκάζομαι λέγειν ἅπερ ἐμαυτῷ συμφέρειν οὐκ οἴομαι. βε. «Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεςσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου.» Πολλὰς μὲν ἀποκαλύψεις ἑώρακεν, ὡς καὶ αὐτὸς εἴρηκεν· Ἐλεύσομαι γὰρ , ἔφη, εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου· μίαν δὲ εἶπε βιασθεὶς, καὶ ταύτην ἑτέρῳ περιτέθεικε προσώπῳ. Οἶδα γὰρ, ἔφη, ἄνθρωπον , οὐκ ἐμαυτόν. Λέγει δὲ καὶ τὸν χρόνον, διδάσκων ὡς ἐκείνων χάριν ταῦτα εἰπεῖν ἠναγκάσθη. Τεττάρων γὰρ καὶ δέκα διεληλυθότων ἐτῶν, οὐκ ἐξεῖπεν ἅπερ ἰδεῖν ἠξιώθη. Τὸ δὲ, ἕως τρίτου οὐρανοῦ , τινὲς ἔφασαν τοῦ ἀπὸ γῆς εἰς οὐρανὸν διαστήματος τὸ τρίτον αὐτὸν εἰρηκέναι, τοσοῦτον μὲν ἀπαχθέντα, καὶ τῶν ἀῤῥήτων ῥημάτων ἀκηκοότα· ἅπερ οὐκ εἶπε μὴ ἐξεῖναι ἀνθρώπῳ ἀκοῦσαι, ἀλλὰ μὴ λαλῆσαι. Εἰ γὰρ μὴ ἐξῆν ἄνθρωπον ἀκοῦσαι, πῶς αὐτὸς ἤκουσεν; ἀλλ’ ἤκουσε μὲν, ἐξειπεῖν δὲ αὐτὰ οὐκ ἐτόλμησε. Τινὲς δέ φασι τὰ ῥήματα πράγματα εἶναι·
PG 82:449ἑωρακέναι γὰρ αὐτὸν τοῦ παραδείσου τὸ κάλλος, καὶ τὰς ἐν ἐκείνῳ τῶν ἁγίων χορείας, καὶ τὴν παναρμόνιον τῆς ὑμνῳδίας φωνήν. Ἀλλὰ καὶ τούτων τὴν ἀκρίβειαν αὐτὸς οἶδεν ὁ ταῦτα τεθεαμένος. Ἡμεῖς δὲ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. 2. «Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ.» Ἐπειδὴ πολλάκις ἄφρονα ἑαυτὸν προσηγόρευσεν, ἵνα μή τις τούτου χάριν ὑπολάβῃ ψευδῆ τὰ λεγόμενα, ἀναγκαίως ἔδειξε τὴν τούτων ἀλήθειαν. Φείδομαι δὲ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ.» Διὰ τοῦτο λέγειν πάντα δέδια, ἵνα μὴ μείζονα ἢ κατὰ ἄνθρωπον δόξαν περὶ ἐμοῦ τις δέξηται. Τοῦτο γὰρ καὶ ἐν Λυκαονίᾳ γεγένηται. Νομίσαντες γὰρ αὐτὸν Θεὸν, ταύρους ἐπειράθησαν θῦσαι, ἀλλὰ τὴν ἐσθῆτα διαῤῥήξας, ἣν εἶχε φύσιν ἐδίδαξε. ζ. «Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι.» Ἔδειξε πάλιν διὰ τούτων, ὡς πολλῶν ἀποκαλύψεων ἠξιώθη.
Τούτου γὰρ δὴ χάριν, φησὶ, τῆς ἐμῆς ὁ Δεσπότης προμηθούμενος ὠφελείας, τοὺς παντοδαπούς μοι συνεκλήρωσε πειρασμοὺς, ταύτῃ τὸ φρόνημα χαλινῶν, καὶ οὐκ εἴκων ὑπέρογκόν τι λογίσασθαι. Ἄγγελον γὰρ Σατᾶν τὰς ὕβρεις, καὶ τὰς παροινίας, καὶ τὰς τῶν δήμων ἐπαναστάσεις ἐκάλεσε. Καὶ τοῦτο ἐν τοῖς ἑξῆς ἑρμηνεύει σαφέστερον. η, θ. «Καὶ ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵν’ ἀποστῇ ἀπ’ ἐμοῦ· καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Ἔδειξε τῆς φύσεως τὴν ἀσθένειαν· Ἱκέτευσα γὰρ, φησὶν, ἀπαλλαγῆναι τῶν πειρασμῶν. Ἔδειξε καὶ τὴν τοῦ Δεσπότου ψυχαγωγίαν. Τὴν γὰρ τῆς χάριτος φιλοτιμίαν ἀρκεῖν ἔφησεν εἰς παραψυχήν· τὴν δὲ τῶν κηρυττόντων ἀσθένειαν καὶ καρτερίαν σαφῶς δεικνύναι τοῦ κηρυττομένου τὴν δύναμιν. «Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.» Ἐδίδαξε τίνα προσηγόρευσεν ἄγγελον Σατᾶν. Ἵνα δὲ μή τις ὑπολάβῃ τὴν ἀσθένειαν πάθος εἶναι σωματικὸν, σαφέστερον τὰ περὶ ταύτης διέξεισι. ι. «Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις ὑπὲρ Χριστοῦ·
PG 82:451ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.» Καὶ οὐκ εἶπεν, ὑπομένω, ἀλλ’, εὐδοκῶ, τουτέστι, χαίρω, εὐφραίνομαι, μετ’ εὐθυμίας δέχομαι τὰ προσπίπτοντα· ἡ γὰρ δοκοῦσα ἀσθένεια τὴν ἀληθῆ μοι δύναμιν προξενεῖ. Οὕτω ταῦτα διεξελθὼν ἐπήγαγε· ια. «Γέγονα ἄφρων καυχώμενος.» Καὶ τούτου τὴν αἰτίαν διδάσκει. «Ὑμεῖς με ἠναγκάσατε.» Τουτέστι, ταῖς κατ’ ἐμοῦ πεπιστευκότες διαβολαῖς· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. «Ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι.» Ὑμᾶς ἔδει με συνηγόρους ἔχειν καὶ τῆς πολιτείας μάρτυρας. «Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων.» Πάλιν τὴν εὐφημίαν ἐκόλασε, καὶ πλείους πάντων ἀναδεξάμενος πόνους, οὐδὲ ἁπλῶς ἐξισῶσαι τοῖς ἀποστόλοις ἑαυτὸν ἠνέσχετο, ἀλλὰ μηδὲν ἀποδεῖν ἐκείνων ἔφη. Καὶ πάλιν εἰς τὸ οἰκεῖον ἐπανέρχεται φρόνημα. «Εἰ καὶ οὐδέν εἰμι, (ιβ) τὰ μέντοι σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις, καὶ τέρασι, καὶ δυνάμεσι.» Μὴ εἰς ἐμὲ ἀποβλέψητε, ἀλλὰ τὰ τῆς χάριτος ἐξετάζετε. Τῆς γὰρ ἀποστολικῆς ἀξίας γεγένησθε μάρτυρες, καὶ τῆς πνευματικῆς μαρτυρίας γεγόνατε θεωροί.
Καλῶς δὲ τὴν ὑπομονὴν τῶν σημείων προτέθεικεν, ἐπειδὴ τῆς γνώμης τὰ κατορθώματα πολλῷ τιμιώτερα. ιγ. «Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Ποίας δὲ ἡμῶν πνευματικῆς οὐκ ἀπελαύσατε δωρεᾶς, εἰ μὴ ἄρα τοῦτο μόνον ἡμῖν ἐπιμέμφοισθε, ὅτι τῆς σωματικῆς παρ’ ὑμῶν οὐ τετυχήκαμεν θεραπείας; Εἶτα εἰρωνικῶς· «Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.» Ὁμολογῶ, τοῦτο ἠδίκησα, καὶ συγγνώμην αἰτῶ. Ἵνα δὲ πάλιν μή τινες ὑπολάβωσιν, ὅτι ὡς ὀνειδίζων ταῦτα προσφέρει, καὶ τὸ λαβεῖν πραγματεύεται, καὶ εἰς τὸν ἑξῆς ὑπισχνεῖται χρόνον φυλάξειν τοῦτον τὸν σκοπόν. ιδ. «Ἰδοὺ τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν.» Εἶτα θεραπεύει τοῦ λόγου τὸ αὐστηρόν. «Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ’ ὑμᾶς.» Κέχρηται δέ τινι καὶ φυσικῇ γνωμολογίᾳ. «Οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ’ οἱ γονεῖς τοῖς τέκνοις. «Οὐ χρημάτων ἐφίεμαι, ἀλλὰ τῶν ὑμετέρων ὀρέγομαι ψυχῶν. Οἶδα γὰρ καὶ τοὺς πατέρας τοῖς παισὶν ἀεὶ συναθροίζοντας πλοῦτον· ἐγὼ δὲ τῶν φύσει πατέρων καὶ πλέον τι ποιεῖν ἐπαγγέλλομαι. ιε.
PG 82:453«Ἥδιστα γὰρ δαπανήσω, καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν.» Ἀντὶ τοῦ, καὶ ἐμαυτὸν ὑπὲρ ὑμῶν δίδωμι. «Εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν ἧττον ἀγαπῶμαι.» Μετὰ θεραπείας ἡ κατηγορία. Ἠνίασε γὰρ αὐτοὺς σμικρολογίαν αὐτοῖς ἐγκαλέσας ἀγάπης, εὔφρανε δὲ τὴν αὐτοῦ περὶ αὐτοὺς σφοδροτάτην δείξας. ιιη. «Ἔστω δὲ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. Μή τινα ὧν ἀπέστειλα πρὸς ὑμᾶς, δι’ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν· μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;» Ἀλλ’ ἴσως ἄν τις εἴποι, ὅτι πανουργίᾳ κεχρημένος, παρὼν μὲν οὐδὲν εἴληφα παρ’ ὑμῶν, δι’ ὧν δὲ πρὸς ὑμᾶς ἀπέστελλον, ἐδεχόμην τὰ παρ’ ὑμῶν. Εἴπατε τοίνυν, πρὸς τῆς ἀληθείας αὐτῆς, εἴ τις τῶν παρ’ ἡμῶν ἀποσταλέντων, εἴτε Τίτος, εἴτε ἄλλος τις, ἐχρήσατο τῇ δεδομένῃ τοῖς κήρυξιν ἐξουσίᾳ. Πλεονεξίαν δὲ τὴν δόσιν ἐκάλεσεν· ἐπειδὴ πέφυκέ πως ὁ παρὰ γνώμην διδοὺς, κἂν χρέος ἐκτίνῃ, πλεονεκτεῖσθαι νομίζειν. Οὕτω ταῦτα εἰς ἔλεγχον τῶν ψευδαποστόλων διεξελθὼν, τὸ διδασκαλικὸν αὐτοῖς ἀξίωμα δείκνυσι. ιθ.
«Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα;» Ἴσως, φησὶ, καὶ τὴν ἀπολογίαν τεκμήριον εὐτελείας νομίζετε. «Κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν.» Ἀλλ’ ἡμεῖς ὑπὸ μάρτυρι τῷ Θεῷ ταῦτά φαμεν, ὑπὸ τῶν ἐντολῶν τοῦ Δεσπότου Χριστοῦ φωτιζόμενοι. Τὸ γὰρ, ἐν Χριστῷ , ἀντὶ τοῦ, κατὰ τοὺς τοῦ Χριστοῦ νόμους. Αὐτοῦ γάρ ἐστι νόμος· «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ἔχει τι ὁ ἀδελφός σου κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἄπελθε, πρῶτον καταλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.» Καὶ πάλιν· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν τοῖς οὐρανοῖς.» Τοῦτο καὶ αὐτὸς ἐνταῦθά φησι· «Τὰ δὲ πάντα, ἀγαπητοὶ, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.» Εἴτε γὰρ ταπεινούμεθα, εἴτε ὑψηλὰ φθεγγόμεθα, εἴτε κατηγοροῦμεν, εἴτε ἐπαινοῦμεν, τῆς ὑμετέρας ἕνεκεν ὠφελείας πάντα πραγματευόμεθα. κ. «Φοβοῦμαι γὰρ μή πως ἐλθὼν, οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε.» Λέγει δὲ καὶ τίνα ἀπεύχεται παρ’ αὐτοῖς.
«Μή πως ἔρεις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, καταλαλιαὶ, ψιθυρισμοὶ, φυσιώσεις, ἀκαταστασίαι.» Ταῦτα αὐτῶν καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ κατηγόρησε. κα. «Μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ, καὶ ἀσελγείᾳ ᾖ ἔπραξαν.» Ταπείνωσιν ἑαυτοῦ τὴν ἐκείνων παρανομίαν ἐκάλεσε, βεβαιῶν ἅπερ ἤδη προείρηκε· «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Θρηνεῖν δὲ ἔφη, οὐχ ἁπλῶς τοὺς ἡμαρτηκότας, ἀλλὰ τοὺς μετὰ τὴν ἁμαρτίαν τοῖς τῆς μετανοίας μὴ χρησαμένους φαρμάκοις. Κατηγορεῖ δὲ ἄντικρυς ἡ ἀποστολικὴ διδασκαλία τῆς Νουάτου ἀλαζονείας. ΚΕΦΑΛΑΙΟΝ ΙΓ. α. «Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.» Ἀντὶ τῶν προσώπων τὰ πράγματα τέθεικε, τοὺς τῆς μετανοίας ὀλιγωροῦντας διαμαρτυρόμενός τε καὶ δειδιττόμενος. β.
PG 82:455«Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι.» Τὴν ἀποστολικὴν ἐξουσίαν ἐγύμνωσε, παῦσαι τῷ δέει τῆς ἁμαρτίας τὴν ῥύμην πειρώμενος. Ῥᾴδιον γὰρ ἦν αὐτοῖς καὶ τοὺς οἰκείους παιδεύειν, καὶ τοὺς ἀλλοτρίους κολάζειν. Ὁ μὲν γὰρ θειότατος Πέτρος τὸν Ἀνανίαν καὶ τὴν ὁμόζυγα ἐκείνου, τοῦ καταλόγου τῶν μαθητῶν γεγενημένους, λόγῳ τῷ θανάτῳ παρέπεμψε. Τὸν δὲ Ἐλύμαν τῶν ἀπίστων ὄντα, καὶ ἀντιλέγοντα, αὐτὸς ὁ μακάριος Παῦλος τῷ ζόφῳ παρέδωκε, τὴν ὀπτικὴν αἴσθησιν ἀποσβέσας. γ. «Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν;» Πεῖραν λαβεῖν, ὡς ἔοικε, βούλεσθε τοῦ ἐν ἐμοὶ φθεγγομένου Χριστοῦ, καίτοι σαφῶς αὐτοῦ μεμαθηκότες τὴν δύναμιν. δ. «Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.» Εἰ γὰρ καὶ τοῦ σταυροῦ τὸ πάθος ὑπέμεινε διὰ τὴν θνητὴν τοῦ σώματος φύσιν, ἀλλὰ ζῇ καὶ ζωή ἐστιν ὡς Θεὸς καὶ Θεοῦ Υἱός. Τούτῳ ἔοικε τό·
«Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Εἰ δὲ ποτὲ μὲν ἡ τοῦ Μονογενοῦς θεότης λέγεται ἀναστῆσαι τὸ σῶμα, ποτὲ δὲ αὐτὸς ὁ Πατὴρ, οὐδεμίαν ἔχει τοῦτο διαφοράν. Τὰ γὰρ ὑπὸ τοῦ Υἱοῦ γινόμενα τῷ Πατρὶ πολλάκις προςαρμόζει ἡ θεία Γραφή. Οὕτω δημιουργὸς μὲν ἁπάντων ὁ Μονογενὴς, δημιουργὸς δὲ πάλιν καλεῖται καὶ ὁ τούτου Πατήρ. Ἀλλ’ ἐπὶ τὰ ἐχόμενα τῆς ἑρμηνείας βαδίσωμεν. «Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς.» Καὶ ἡμεῖς δὲ ὡσαύτως καὶ τῶν παθημάτων αὐτῷ κοινωνοῦμεν, δι’ αὐτὸν γὰρ ὑπομένομεν ταῦτα, καὶ τῆς ζωῆς συμμεθέξομεν. Ἐγγυᾶται γὰρ τὴν ἀνάστασιν ἡ Θεοῦ δύναμις. ε. «Ἑαυτοὺς πειράζετε εἰ ἑστήκατε ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε.» Μὴ τὰ καθ’ ἡμᾶς ἐξετάζετε, ἀλλὰ τὰ καθ’ ὑμᾶς αὐτούς· καὶ σκοπεῖτε εἰ ἀληθῶς ἐπὶ τῆς πίστεως ἐρηρεισμένοι ἐστέ. «Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστιν, εἰ μή τι ἀδόκιμοί ἐστε;» Προσήκει γὰρ ὑμᾶς εἰδέναι ὅτι αὐτὸν ἔνοικον ἔχετε τὸν Δεσπότην Χριστόν. Ὁ γὰρ ταύτην οὐκ ἔχων τὴν γνῶσιν, τῆς πίστεως ἔρημος. Τοῦτο γὰρ εἶπεν ἀδόκιμοι.
Ἐπειδὴ γὰρ ἔφη πρὸ βραχέος, ἐν αὐτῷ τὸν Χριστὸν φθέγγεσθαι, ἐδίδαξεν αὐτοὺς ὅτι ἐν αὐτοῖς οἰκεῖ καὶ ἐμπεριπατεῖ, κατὰ τὴν προφητικὴν χρησμολογίαν. 2. «Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.» Ἀπειλητικῶς τοῦτο τέθεικεν, ὡς μέλλων αὐτοῖς τῆς πνευματικῆς δυνάμεως παρέχειν ἀπόδειξιν· ἀλλὰ πάλιν τὴν οἰκείαν φιλοστοργίαν γυμνοῖ. ζ. «Εὔχομαι δὲ πρὸς τὸν Θεὸν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν· οὐχ ἵνα (ἵνα μὴ) ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.» Ἀπευχόμεθα, φησὶ, πρόφασίν τινα παρ’ ὑμῶν λαβεῖν, ὥστε δεῖξαι τῆς ἀποστολικῆς χάριτος τὴν ἐνέργειαν. Εὔχομαι δὲ μᾶλλον ὑμᾶς διαλάμπειν ἐν πᾶσι τοῖς καλοῖς, ἡμᾶς δὲ κρύπτειν τὴν ἐξουσίαν. η. «Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ’ ὑπὲρ τῆς ἀληθείας.» Πῶς γὰρ οἷόν τε ὑμῶν μετιόντων τὰ πρέποντα τὴν τιμωρητικὴν ἡμᾶς ἐνέργειαν ἐπιδεῖξαι; θ. «Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.» Διαφόρως τὰ αὐτὰ εἴρηκεν, ἣν ἔχει περὶ αὐτοὺς ἀγάπην ἐπιδεικνύς. ι.
PG 82:457«Διὰ τοῦτο ἀπὼν ταῦτα γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν.» Ἔδειξε καὶ τὴν τιμωρίαν οἰκοδομίαν οὖσαν. Ἑνὸς γὰρ ἢ δύο κολαζομένων ἅπας ὁ σύλλογος τὴν ὠφέλειαν καρποῦται. Οὕτω τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρας δεξαμένων τὴν τιμωρίαν ἐπέπεσε φόβος ἐπὶ πάντας, φησὶ, τοὺς ἀκούοντας. Ἐνταῦθα τοὺς αὐστηροτέρους καταπαύσας λόγους, παραίνεσιν αὐτοῖς ὀνησιφόρον προσενήνοχε. ια. «Λοιπὸν, ἀδελφοὶ, χαίρετε.» Ἴδιον γὰρ τῶν κατορθούντων τὴν ἀρετὴν εὐφροσύνη. «Καταρτίζεσθε.» Ἀντὶ τοῦ, Ἀναπληρώσατε τὰ ἐλλείποντα. «Παρακαλεῖσθε.» Τῆς ὑπ’ ἀλλήλων ἐν τοῖς πειρασμοῖς παραψυχῆς ἀπολαύετε. «Τὸ αὐτὸ φρονεῖτε.» Τῇ ὁμονοίᾳ συσφίγγεσθε, ἓν ὑμῶν ἔστω τὸ φρόνημα. «Εἰρηνεύετε,» καὶ πρὸς ἡμᾶς, καὶ πρὸς ἀλλήλους, καὶ πρὸ πάντων πρὸς τὸν σεσωκότα Θεόν. «Καὶ ὁ Θεὸς τῆς εἰρήνης καὶ τῆς ἀγάπης ἔσται μεθ’ ὑμῶν.» Ταῦτα γὰρ ὁρῶν κατορθούμενα πάσης ὑμᾶς ἀξιώσει προνοίας· ἐπειδὴ τούτων αὐτός ἐστι νομοθέτης. ιβ. «Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.» Ἀντὶ τοῦ, ἀδόλως, σωφρόνως, ὡς μέλη ἀλλήλων, καὶ σῶμα Χριστοῦ.
«Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.» Συνῆψεν αὐτοῖς καὶ τοὺς κατὰ τὴν οἰκουμένην πεπιστευκότας. ιγ. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ἀμήν.» Οὐ κατὰ διαίρεσιν ταῦτα τέθεικεν, οὐδὲ τὰ μὲν τῷ Χριστῷ ἀπένειμεν, τὰ δὲ τῷ Πατρὶ, τὰ δὲ τῷ Πνεύματι. Πολλάκις γὰρ τὴν ἀγάπην ἐπὶ τοῦ Πνεύματος τέθεικε, καὶ τὴν κοινωνίαν ἐπὶ τοῦ Υἱοῦ, καὶ τὴν χάριν ἐπὶ τοῦ Θεοῦ καὶ Πατρός. Οὕτω καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ τὴν ἐνέργειαν ἐπὶ τοῦ Πατρὸς τεθεικὼς, μετ’ ὀλίγα ταύτην ἐπὶ τοῦ Πνεύματος εἴρηκεν. Ἑτέρως δὲ καὶ τὴν τάξιν τέθεικε τῶν προςώπων, οὐ τὴν ὑπὸ τοῦ Κυρίου τεθεῖσαν ἀνατρέπων, ἀλλὰ διδάσκων ὡς ἡ τάξις τῶν ὀνομάτων οὐ σημαίνει φύσεως ἑτερότητα, ἢ δυνάμεως, ἢ ἀξιωμάτων διαφοράν. Εὐξώμεθα καὶ ἡμεῖς τῆς ἀποστολικῆς εὐλογίας ἀξιωθῆναι, καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι, δόξα καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 82:459Ἡ πρὸς Κορινθίους δευτέρα Ἐπιστολὴ ἐγράφη ἀπὸ Φιλίππων διὰ Τίτου καὶ Λουκᾶ. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Ἀνήροτον μὲν καὶ ἄσπαρτον τῶν Γαλατῶν τὸ γένος ὁ τρισμακάριος ἐγεώργησε Παῦλος, καὶ τὰ τῆς εὐσεβείας ἐν αὐτῷ κατέβαλε σπέρματα· αὐξανομένων δὲ τούτων, καὶ βαθὺ δεικνύντων τὸ λήϊον, ἀφικόμενοί τινες τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, τὰ περιττὰ τοῦ νόμου παρασπείρειν ἐσπούδαζον, τοὺς θειοτάτους ἀποστόλους, Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, καὶ τοὺς ἄλλους ἅπαντας διδασκάλους ἔχειν αὐχοῦντες, καὶ τὰ τούτοις δοκοῦντα ποιεῖν νεανιευόμενοι, τὸν δὲ θεσπέσιον διαβάλλοντες Παῦλον, καὶ φάσκοντες μήτε τῆς Δεσποτικῆς αὐτὸν ἠξιῶσθαι διδασκαλίας, καὶ τῶν ἀποστόλων μαθητὴν γεγενημένον, τὸν τῆς διδασκαλίας διαφθείρειν κανόνα, καὶ παρὰ τὸν ἐκείνων ὅρον παραβαίνειν τὸν νόμον. Ταῦτα καὶ τὰ τούτοις προσόμοια λέγοντες, πολλοὺς ἔπεισαν τῶν Γαλατῶν τὴν νομικὴν πολιτείαν ἀσπάσασθαι, καὶ τὴν περιτομὴν καταδέξασθαι. Μαθὼν τοίνυν ὁ θεῖος Ἀπόστολος, τήνδε γέγραφε τὴν Ἐπιστολήν·
PG 82:461τῶν δὲ κατ’ αὐτοῦ γεγενημένων διαβολῶν διελέγχων τὸ ψεῦδος, καὶ τὴν κατὰ νόμον πολιτείαν μετὰ τὴν χάριν περιττὴν ἀποφαίνων. Πρῶτον δὲ τὰ καθ’ ἑαυτὸν ἐξηγήσατο, διδάσκων ὡς καὶ αὐτὸς τῆς ἄνωθεν τετύχηκε κλήσεως, οὐκ ἀνθρώπων διδασκαλίᾳ πεισθεὶς, ἀλλ’ ὑπὸ τῆς Δεσποτικῆς φωνῆς. Ταῦτα δὲ λέγει, οὐ τὰ τῶν ἀποστόλων σμικρύνων, ἀλλὰ τὴν ἐπισκήψασαν νόσον προσφόροις θεραπεύων φαρμάκοις. Ὅτι γὰρ ἔκτρωμα καλεῖ ἑαυτὸν, καὶ τῶν ἀποστόλων ἔσχατον , καὶ τῶν ἁμαρτωλῶν πρῶτον , καὶ βλάσφημον ὀνομάζει, καὶ διώκτην , καὶ ὑβριστὴν , ἴσασιν οἱ τοῖς ἐκείνου γράμμασιν ἐντυγχάνοντες. Ἀλλ’ ἐνταῦθα τὴν γεγενημένην βλάβην ἀποσκευαζόμενος, γυμνῶσαι τὰ καθ’ ἑαυτὸν ἠναγκάσθη, καὶ τῶν διαφθείρειν τὸ Εὐαγγέλιον πειρωμένων τὴν ψευδολογίαν ἐλέγχων, καὶ τῶν ἐκείνοις ὑποταχθέντων θεραπεύων τὸ πάθος. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. α. «Παῦλος ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπου.» Εὐθὺς τὸ προοίμιον τὴν γεγενημένην ἐλέγχει διαβολήν. Τῆς γὰρ ἀποστολικῆς ἔφη χάριτος ἠξιῶσθαι, οὐκ ἀνθρώπων αὐτῷ τοῦτο δεδωκότων τὸ δῶρον·
οὐδεὶς γὰρ αὐτὸν τῶν θείων ἐζώγρησεν ἀποστόλων, ἀλλ’ αὐτὸς ὁ Δεσπότης οὐρανόθεν ἐκάλεσεν, οὐκ ἀνθρώπῳ χρησάμενος ὑπουργῷ. Τοῦτο γὰρ ἔφη, οὐ δι’ ἀνθρώπου. Εἶτα δείκνυσι τὸν καλέσαντα. «Ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ.» Καὶ ἵνα μή τις ὑπολάβῃ ὑπουργὸν εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, εὑρὼν προσκείμενον τὸ διὰ , ἐπήγαγε· «Καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.» Ἐφ’ ἑκατέρου γὰρ προσώπου τὸ, διὰ , τέθεικε, διδάσκων ὡς οὐδεμίαν φύσεως ἡ πρόθεσις αὕτη σημαίνει διαφοράν. Καὶ τὸ, ἐγείραντος αὐτὸν ἐκ νεκρῶν , οὐ τῆς τοῦ Μονογενοῦς θεότητος αἰνίττεται τὴν ἀσθένειαν· οὐδὲ γὰρ περὶ τὴν θεότητα τὸ πάθος γεγένηται· ἀλλὰ τὴν τοῦ κηρύγματος δείκνυσι συμφωνίαν, ὅτι τῆς θείας ἐνανθρωπήσεως τὸ μυστήριον οὐ μόνος Υἱὸς ᾠκονόμησεν, ἀλλὰ καὶ αὐτὸς ὁ Πατὴρ κοινωνός ἐστι ταύτης τῆς προνοίας. Ἐπειδὴ γὰρ οἱ τῷ νόμῳ συνηγοροῦντες τὸν Θεὸν θεραπεύειν διὰ τῆς τοῦ νόμου φυλακῆς ὑπελάμβανον, δείκνυσιν ὁ θεῖος Ἀπόστολος οὐ μόνον τὸν Υἱὸν, ἀλλὰ καὶ τὸν Πατέρα, τῆς Καινῆς χορηγὸν Διαθήκης. β. «Καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί.» Ἔδειξεν ὡς πολλοὺς ἔχει τοῦ κηρύγματος συνεργούς.
«Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας.» Οὐ γὰρ μιᾷ πόλει, ἀλλὰ παντὶ γράφει τῷ ἔθνει· πανταχοῦ γὰρ εἷρψεν ἡ νόσος. γ, δ. «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν.» Ἔδειξε τὴν κατὰ νόμον πολιτείαν τῶν ἁμαρτημάτων ἀπαλλάξαι μὴ δυνηθεῖσαν, ἀλλὰ τὸν Δεσπότην Χριστὸν, τὸν ὑπὲρ ἡμῶν καταδεξάμενον θάνατον, καὶ τῶν τῆς ἁμαρτίας ὀφλημάτων τὸ γένος ἐλευθερώσαντα. «Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ.» Αἰῶνα πονηρὸν οὐ τὰ στοιχεῖα προσηγόρευσε κατὰ τὴν Μανιχαίων ἐμβροντησίαν, ἀλλὰ τὸν παρόντα βίον, τουτέστι τὴν πρόσκαιρον ταύτην τῶν ἀνθρώπων διαγωγὴν, ἐν ᾗ χώραν ἔχει τὸ πλημμελεῖν. Θνητὴν γὰρ ἔτι περικείμενοι φύσιν, οἱ μὲν τὰ μείζονα τῶν ἁμαρτημάτων τολμῶμεν, οἱ δὲ τὰ ἐλάττονα· εἰς δὲ τὴν ἀθάνατον ἐκείνην μεταστάντες ζωὴν, καὶ τῆς παρούσης ἀπαλλαγέντες φθορᾶς, καὶ τὴν ἀφθαρσίαν ἐνδυσάμενοι, κρείττους τοῦ ἁμαρτάνειν ἐσόμεθα. Ταύτην δὲ τὴν ἐλπίδα δέδωκεν ἡμῖν ὁ Δεσπότης Χριστὸς, τὸν ὑπὲρ ἡμῶν καταδεξάμενος θάνατον, καὶ πρῶτος μὲν ἀναστὰς ἐκ τῶν νεκρῶν, πᾶσι δὲ ἡμῖν ὑποσχόμενος τὴν ἀνάστασιν.
PG 82:463Ἐξείλετο δὲ ἡμᾶς τοῦ ἐνεστῶτος πονηροῦ, τουτέστι τῆς κατὰ τὸν παρόντα βίον διαγωγῆς, ἐν ᾗ χώραν ἔχει τὰ τῆς πονηρίας. Ὅτι δὲ αὕτη οὐ πᾶσιν ἐπιβλαβὴς ἡ ζωὴ, αὐτὸς ἐδίδαξεν ὁ Ἀπόστολος. Λέγει δὲ οὕτως· «Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γινώσκω·» καὶ προτίθησι τοῦ σὺν Χριστῷ εἶναι τὸ ζῆσαι, διὰ τὸ ἐντεῦθεν φυόμενον κέρδος. Καὶ περὶ Ἐπαφροδίτου φησὶν, ὅτι «Ἠλέησεν αὐτὸν ὁ Θεὸς τὴν ζωὴν αὐτῷ χαρισάμενος.» Οὐ τοίνυν φύσει πονηρὸς ὁ παρὼν αἰὼν, ἀλλ’ ἐν αὐτῷ παρά τινων πονηρία τολμᾶται. Ἔδειξε δὲ αὐτοῦ καὶ τὸ πρόσκαιρον· ἐνεστῶτα γὰρ προσηγόρευσεν. Ὁ μέντοι Δεσπότης Χριστὸς οὐ μόνον τὴν ἡμετέραν ᾠκονόμησε σωτηρίαν, ἀλλὰ τὸν Πατέρα συνευδοκοῦντα ἔχει. Τοῦτο γὰρ ἐπήγαγε· «Κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, (ε) ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Πανταχοῦ συντάττει τῷ Χριστῷ τὸν Πατέρα, διδάσκων ὡς καὶ αὐτῷ συνδοκεῖ, μὴ νομικῶς ἡμᾶς, ἀλλ’ εὐαγγελικῶς πολιτεύεσθαι. Τὴν μὲν οὖν πρόῤῥησιν ἐνταῦθα πεπλήρωκε, καινοπρεπῶς αὐτὴν ποιησάμενος, καὶ τὸν τοῦ κηρύγματος ἐν κεφαλαίῳ διδάξας σκοπόν. Ἄρχεται δὲ τῶν ἐγκλημάτων οὕτως· 2, ζ.
«Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Θεοῦ εἰς ἕτερον Εὐαγγέλιον. Ὃ οὐκ ἔστιν ἄλλο· εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέλοντες μεταστρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ.» Πολλῆς σοφίας τὴν κατηγορίαν ἐπλήρωσεν. Ἔδειξε γὰρ τοῦ νόμου τὴν φυλακὴν ἄρνησιν τοῦ νομοθέτου. Οὐ γὰρ εἶπε, Μετατίθεσθε ἀπὸ τῆσδε διδασκαλίας εἰς τήνδε, ἀλλ’, ἀπὸ τοῦ καλέσαντος ὑμᾶς. Τίς δὲ ὁ καλέσας, τὰ ἑξῆς διδάσκει, ἐν χάριτι Θεοῦ. Αὐτὸς ὑμᾶς, φησὶν, ὁ Πατὴρ ὁ τὸν νόμον δεδωκὼς, εἰς τόδε τὸ Εὐαγγέλιον κέκληκε. Τοῦτο τοίνυν καταλιπόντες, καὶ εἰς τὸν νόμον πάλιν δρομήσαντες, αὐτοῦ τοῦ κεκληκότος ἀπέστητε. Καὶ τοῦτο δὴ καταλιπόντες τὸ Εὐαγγέλιον, ἕτερον οὐχ εὑρήσετε. Οὐδὲ γὰρ ἄλλα μὲν δι’ ἡμῶν, ἄλλα δὲ διὰ τῶν ἄλλων ἀποστόλων ὁ Δεσπότης κηρύςσει· ἀλλὰ τὸ αὐτὸ κηρύττομεν ἅπαντες, ὅσοι τῆς ἀληθείας ὑπάρχομεν ἐρασταί. Οἱ δὲ τἀναντία φρονοῦντες, οὐδὲν ὑμῖν θεῖον προσφέρουσιν, ἀλλὰ τὰ θεῖα παραφθείρειν ἐπιχειροῦσιν. Εἶτα θερμανθεὶς ἐκ τῆς μνήμης τῶν ἐναντίων, καὶ τῷ δικαίῳ ζέσας θυμῷ, ἀλλότριον τῆς εὐσεβείας καλεῖ τὸν ἕτερα κηρύττειν πειρώμενον, καὶ βοᾷ· η.
PG 82:465«Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω.» Ἐπειδὴ ἐκεῖνοι τοὺς θείους ἔλεγον ἀποστόλους τὸν νόμον φυλάττειν, ἐκείνους μὲν καταλέλοιπεν ὁ θεῖος Ἀπόστολος, ἵνα μὴ δόξῃ φθόνῳ τινὶ καὶ δυσμενείᾳ τοῦτο ποιεῖν, ἐπὶ δὲ τὸ μεῖζον ἐχώρησε, πάντα συμπεριλαμβάνων διὰ τοῦ μείζονος, καὶ πρὸ τῶν ἄλλων ἑαυτὸν ὑπέβαλε τῇ ἀρᾷ. Ἀγγέλων δὲ ἐμνημόνευσεν, οὐ τοῦτο ὑφορώμενος, μή τις τῶν ἁγίων ἀγγέλων ἐναντία διδάξῃ τῷ θείῳ κηρύγματι· ᾔδει γὰρ ὡς ἀδύνατον τοῦτο· ἀλλὰ διὰ τούτου πᾶσαν ἀνθρώπων καινοτομίαν ἐκβαλών. θ. «Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγομεν, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.» Μὴ γὰρ δή τις ἡμᾶς νομιζέτω θυμῷ εἰρηκέναι τὰ πρότερα· τούτου γὰρ δὴ χάριν καὶ δεύτερον τὰ αὐτὰ εἰρήκαμεν. Ἐνταῦθα μέντοι τοὺς ἀγγέλους καταλιπὼν ἀορίστως εἶπεν· Εἴ τις ὑμᾶς εὐαγγελίζεται. Καὶ διδάσκων ὡς τὴν τοῦ Θεοῦ θεραπείαν πάντων ὁμοῦ προαιρούμενος ταῦτα εἰπεῖν ἠναγκάσθη, ἐπήγαγεν· ι. «Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν;
Εἰ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» Εἰ θεραπεύειν ἀνθρώπους ἐβουλόμην, οὐ τοῖς διωκομένοις συνηριθμούμην, ἀλλὰ τοῖς τῇ ἀληθείᾳ πολεμοῦσι συνεταττόμην. Μηδείς με τοίνυν ἡγείσθω τὴν παρ’ ἀνθρώπων δόξαν θηρᾶσθαι, καὶ τούτου χάριν τούσδε τοὺς λόγους ὑφαίνειν. Ἐντεῦθεν λοιπὸν διηγεῖται ὅπως μὲν ὑπὸ τῆς θείας ἐκλήθη χάριτος, ὅπως δὲ πρὸς τοὺς κορυφαίους τῶν ἀποστόλων τὰς περὶ τοῦ κηρύγματος ἐποιήσατο συνθήκας. ια. «Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον.» Οὐχ ὑπὸ ἀνθρωπίνων, φησὶ, σύγκειται λογισμῶν· πόθεν τοῦτο; ιβ. «Οὐδὲ γὰρ ἐγὼ παρ’ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην.» Ἀλλὰ τίνα ἔσχες διδάσκαλον; «Ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.» Ἄγαν σοφῶς τὸ δι’ ἀποκαλύψεως τέθεικεν. Ἀναληφθεὶς γὰρ ἦν ὁ Δεσπότης Χριστὸς, καὶ οὐκέτι ὁμοίως ἅπασιν ἑωρᾶτο· αὐτῷ δὲ κατὰ τὴν ὁδὸν ἀπεκαλύφθη, καὶ τῆς τοῦ κηρύγματος διακονίας ἠξίωσε. Ταῦτα δὲ πάλιν πρὸς τὰς ἐκείνων τέθεικε διαβολὰς, διδάσκων ὡς οὐδὲ κατὰ τοῦτο τῶν ἀποστόλων ἀποδεῖ τῶν ἄλλων.
PG 82:467Ὥσπερ γὰρ ἐκεῖνοι παρ’ αὐτοῦ τὴν διδασκαλίαν παρέλαβον, οὕτω καὶ αὐτὸς αὐτὸν ἔσχε διδάσκαλον. ιγ, ιδ. «Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.» Οὐδὲν ὑμᾶς λέληθε τῶν κατ’ ἐμέ. Εἰ γὰρ πολλοῖς σταθμοῖς ἀφεστήκατε τοῖς Ἰουδαίοις, ἀλλ’ οὖν ἡ φήμη διέδραμε πάντοσε, καὶ δῆλα τὰ κατ’ ἐμὲ πεποίηκεν ἅπασιν· ὅτι πάλαι δυσμενὴς τῆς Ἐκκλησίας, καὶ προφανὴς ἤμην πολέμιος, σκοπὸν ἔχων ἐκ βάθρων ἀνασπάσαι τὰ ταύτης θεμέλια, καὶ τῶν ἡλικιωτῶν θερμότερον κατὰ τῶν τῆς ἀληθείας ἐκινούμην κηρύκων, καὶ ταῦτα ἐποίουν τῷ νόμῳ συνηγορῶν, καὶ τούτῳ συνηγοροῦντι ἀντίπαλον τοῦ Εὐαγγελίου τὸ κήρυγμα ἦν. ιε, ι.
«Ὅτε δὲ ηὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὑτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν.» Πάλιν ἐνταῦθα συνῆψε τῷ Υἱῷ τὸν Πατέρα, καὶ αὐτὸν ἔφη καὶ πρὸ αἰώνων προεγνωκέναι τὰ κατ’ αὐτὸν, καὶ μετὰ ταῦτα κεκληκέναι καθ’ ὃν καιρὸν ἐδοκίμασε. Ταύτης δέ μοι τῆς χάριτος μεταδέδωκεν, οὐχ ἵνα τὸν νόμον κηρύττω, ἀλλ’ ἵνα τὸν Υἱὸν ἀποκαλύψω τοῖς ἔθνεσιν. «Εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, (ιζ) οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους.» Ταῦτα πάντα πρὸς τὰς ἐκείνων λέγει διαβολάς· ἐκεῖνοι γὰρ αὐτὸν ἔλεγον τῆς τῶν ἀποστόλων ἠξιῶσθαι διδασκαλίας, παραβαίνειν δὲ τὰ συγκείμενα. Ἀναγκάζεται τοίνυν τὰ καθ’ ἑαυτὸν διηγήσασθαι, ὅπερ οὐδὲ ἐν μιᾷ δέδρακεν Ἐπιστολῇ. Λέγει δὲ, ὅτι Τῆς κλήσεως ἐκείνης ἀξιωθεὶς, οὐκ εἰς τὰ Ἱεροσόλυμα παραυτίκα ἀνέδραμον, ἀλλ’ ἠρκέσθην τῇ παρὰ τοῦ Θεοῦ δοθείσῃ μοι χάριτι. Καὶ γὰρ λίαν ἄτοπον ἦν, τὸν παρὰ τοῦ Θεοῦ τὴν διδασκαλίαν δεξάμενον, ἀνθρώποις περὶ ταύτης ἀνακοινοῦσθαι.
«Ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.» Εὐθὺς τοῦ κηρύγματος ἡψάμην, τοῖς μηδέπω τῆς θεογνωσίας ἠξιωμένοις προσφέρων τὸ Εὐαγγέλιον. ιη. «Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον.» Καὶ τοῦτο πάλιν δείκνυσιν αὐτοῦ τὴν ἀρετὴν τῆς ψυχῆς. Καὶ γὰρ μὴ δεόμενος ἀνθρωπίνης διδασκαλίας, ἅτε δὴ ταύτην παρὰ τοῦ Θεοῦ τῶν ὅλων δεξάμενος, τὴν πρέπουσαν ἀπονέμει τῷ κορυφαίῳ τιμήν. Τούτου γὰρ χάριν πρὸς αὐτὸν ἀπεληλύθει, οὐχ ἵνα τι παρ’ αὐτοῦ μάθῃ, ἀλλ’ ἵνα μόνον θεάσηται. Δείκνυσι δὲ καὶ τὸ φίλτρον. «Καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. (ιθ) Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.» Ἀδελφὸς τοῦ Κυρίου ἐκαλεῖτο μὲν, οὐκ ἦν δὲ φύσει. Οὔτε μὴν, ὥς τινες ὑπειλήφασι, τοῦ Ἰωσὴφ υἱὸς ἐτύγχανεν ὢν, ἐκ προτέρων γάμων γενόμενος, ἀλλὰ τοῦ Κλωπᾶ μὲν ἦν υἱὸς, τοῦ δὲ Κυρίου ἀνεψιός· μητέρα γὰρ εἶχε τὴν ἀδελφὴν τῆς τοῦ Κυρίου μητέρος. κκδ. «Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ, ὅτι οὐ ψεύδομαι. Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας, καὶ τῆς Κιλικίας.
PG 82:469Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ· μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει. Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν.» Μανθάνοντες γὰρ τὴν ἀθρόαν μεταβολὴν, καὶ ὅτι ὁ λύκος τὰ ποιμένων ἐργάζεται, τῆς εἰς τὸν Θεὸν ὑμνῳδίας τὰ κατ’ ἐμὲ πρόφασιν ἐλάμβανον. ΚΕΦΑΛΑΙΟΝ Β. α, β. «Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον. Ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.» Ἀμφότεροι χρόνον συχνὸν ἐν Ἀντιοχείᾳ διέτριψαν, καὶ πλείστους ἐξ ἐθνῶν ἐσαγήνευσαν, κατὰ τὸν νόμον τῆς χάριτος βιοῦν παρεγγυῶντες. Ἀφικόμενοι δέ τινες ἐκ τῆς Ἰουδαίας τοῦ νόμου συνήγοροι, πείθειν ἐπειρῶντο τοὺς ἐξ ἐθνῶν τὴν κατὰ νόμον πολιτείαν ἀσπάζεσθαι· ἀλλ’ οἱ μεγάλοι κήρυκες τῆς ἀληθείας Βαρνάβας καὶ Παῦλος τὴν παρ’ ἐκείνων προσφερομένην διδασκαλίαν ἀπώσαντο.
Πεῖσαι δὲ τὸν σύλλογον τῶν πιστῶν ἐθελήσαντες, ὅτι καὶ τοῖς μεγάλοις ἀποστόλοις τοῦτο δοκεῖ, ἔδραμον μὲν εἰς τὴν Ἰουδαίαν, ἐδίδαξαν δὲ τοὺς ἀποστόλους τὰ παρ’ ἐκείνων γεγενημένα, καὶ ἐκόμισαν γράμματα διαῤῥήδην παρεγγυῶντα, μὴ ἐπιθεῖναι τοῖς ἔθνεσι τὸν τοῦ νόμου ζυγὸν, ἀλλ’ ἀπέχεσθαι εἰδωλοθύτου, καὶ πορνείας, καὶ πνικτοῦ, καὶ αἵματος. Ταῦτα ἡγοῦμαι διηγεῖσθαι τὸν θεῖον Ἀπόστολον. «Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω, ἢ ἔδραμον.» Τοῖς δοκοῦσιν εἶπεν, ἀντὶ τοῦ, τοῖς ἐπισήμοις. Ἰδίᾳ δὲ αὐτοῖς ἀνέθετο, ἐπειδήπερ ἦσαν πολλοὶ τὸν ὑπὲρ τοῦ νόμου ζῆλον ἔχοντες, ὡς ὁ μακάριος εἶπεν Ἰάκωβος. Τὸ δὲ, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον , οὐ περὶ ἑαυτοῦ τέθεικεν, ἀλλὰ περὶ τῶν ἄλλων· τουτέστιν, ἵνα μάθωσιν ἅπαντες τὴν τοῦ κηρύγματος συμφωνίαν, καὶ ὅτι καὶ τοῖς ἄλλοις ἀρέσκει τὰ ὑπ’ ἐμοῦ κηρυττόμενα. γ. «Ἀλλ’ οὐδὲ Τίτος ὁ σὺν ἐμοὶ, Ἕλλην ὢν, ἠναγκάσθη περιτμηθῆναι.» Ἀπόδειξις αὕτη μεγίστη τοῦ μηδὲ τοῖς ἀποστόλοις δοκεῖν τοὺς ἐξ ἐθνῶν φυλάττειν τὸν νόμον.
Τὸν γὰρ Τίτον, ἀπερίτμητον ὄντα, καὶ ἐξ Ἑλλήνων κληθέντα, ἥκιστα περιτμηθῆναι προσέταξαν, καίτοι πλείστων τἀναντία προαιρουμένων. Τοῦτο γάρ φησι· δ. «Διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσωνται.» Ὁ δὲ σύνδεσμος πρὸς τὴν τοῦ λόγου συνθήκην περιττός. Ἔστι γὰρ ἡ διάνοια τῶν ῥητῶν αὕτη· Οὐδὲ Τίτος, καίτοι Ἕλλην ὢν, ἠναγκάσθη περιτμηθῆναι διὰ τοὺς παρεισάκτους ψευδαδέλφους, καὶ τὰ ἑξῆς. Ἐλευθερίαν δὲ καλεῖ τὴν ἔξω τοῦ νόμου διαγωγήν. ε. «Οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.» Οὐδὲ γὰρ πρὸς βραχὺ ἠνεσχόμεθα τῆς ἐκείνων φιλονείκου γνώμης, ἀλλὰ πάντων τοῦ Εὐαγγελίου προτετιμήκαμεν τὴν ἀλήθειαν. Ταῦτα μὲν οὖν περὶ τῶν διαθέσει τῷ νόμῳ δουλευόντων εἴρηκεν. Ἐπειδὴ δὲ εἰκὸς ἦν καὶ Γαλάτας εἰπεῖν, ὅτι καὶ αὐτοὶ τῶν ἀποστόλων οἱ πρῶτοι τὸν νόμον φυλάττουσιν· ᾔδει δὲ ὁ θεῖος Ἀπόστολος, ὡς τοῖς ἐξ Ἰουδαίων πεπιστευκόσιν, ἀσθενῶς ἔτι διακειμένοις, συγκαταβαίνοντες τοῦτο ποιεῖν ἠναγκάζοντο·
PG 82:471μέσος ἀποληφθεὶς, καὶ κατηγορῆσαι μὲν αὐτῶν ἀτοπώτατον νομίσας, γυμνῶσαι δὲ τὸν σκοπὸν οὐκ ἐθελήσας, ἵνα μὴ τῇ οἰκονομίᾳ λυμήνηται, μέσην τινὰ διατέμνει ὁδόν· καὶ σχηματίζεται μὲν ὡς δυσχεραίνων δῆθεν τὰ γινόμενα, εἰπεῖν δέ τι περὶ αὐτῶν βαρυνόμενος, τῇ τοῦ Θεοῦ ψήφῳ τὸ πᾶν ἀνατίθησιν. 2. «Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον Θεὸς ἀνθρώπου οὐ λαμβάνει.» δεεστ ιντερπρετατιο μεδιαε παρτις ξαπιτυλι. δε ινσιγνι ηαξ λαξυνα, αλιισθυε νον ιντεγρις τηεοδορετι λοξις διχιμυς ιν δισσερτατιονε πραεφατιονι νοστραε συβεξτα. ξαετερυμ, νε ταμεν νιηιλ δε ιπσο παυλι τεχτυ αφφεραμυς, θυο ηιξ υσυς ιδετυρ τηεοδορετυς, ε ξαετερις ευς λιβρις, θυαντυμ ρεπεριρε λιξετ, ευμ ηιξ ξονστιτυεμυς θιδ. «Καὶ γνόντες τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσαν μοι Ἰάκωβος, καὶ Κηφᾶς, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα αὐτοὶ μὲν εἰς τὴν περιτομὴν, ἡμεῖς δὲ εἰς τὰ ἔθνη· μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι ....
Ἀλλ’ ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων· Εἰ σὺ Ἰουδαῖος ὢν ἐθνικῶς ζῇς, καὶ οὐκ Ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις Ἰουδαί̈ζειν;» Περὶ μὲν οὖν τῶν ἄλλων, φησὶ, τῶν κακῶς κεχρημένων τῷ νόμῳ ἐκεῖνα εἶπον, δυσχεραίνων δὲ, ὡς τῶν οἰκείων μαθητῶν βλαπτομένων ἐντεῦθεν· τοῦτο γὰρ δὴ καὶ εἴρηκε, Τί τὰ ἔθνη ἀναγκάζεις Ἰουδαί̈ζειν ; Σόν ἐστι δόγμα, μὴ κατὰ νόμον πολιτεύεσθαι τούτους· ἀντιφθέγγεται δὲ τοῖς ἤδη γραφεῖσι τὰ πράγματα. Ὁ δὲ μέγας Πέτρος τῇ σιγῇ κυροῖ τὰ λεγόμενα, μονονουχὶ λέγων πρὸς τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας τοὺς τηνικαῦτα παρόντας, ὅτι Δίκαια ἐπιμέμφεται, καὶ ἀντιλέγειν τοῖς λεγομένοις οὐκ ἔνεστιν. Ὅτι γὰρ ἔστερξε τὰ λεγόμενα, τῆς τῶν ἀκουόντων προμηθούμενος ὠφελείας, παντί που δῆλον· ἐπειδὴ τοίνυν ὁ μὲν ἐπεμέμψατο, ὁ δὲ σιγῇ κατεδέξατο, καὶ τοῖς ἐξ Ἰουδαίων, καὶ τοῖς ἐξ ἐθνῶν, ὀνησιφόρον κατεσκευάσθη φάρμακον.
PG 82:473Ταῦτα δὲ Γαλάταις γέγραφεν ὁ θεῖος Ἀπόστολος, διδάσκων ὡς καὶ οἱ μεγάλοι καὶ οἱ πρῶτοι ἀπόστολοι, τῆς Ἰουδαίων ἀσθενείας χάριν, ἔστιν ὅτε τὸν νόμον φυλάττειν ἠνείχοντο, οὐκ ἀεὶ δὲ τοῦτο διετέλουν ποιοῦντες. Λέγει δὲ καὶ τὰ ἄλλα, ὅσα πρὸς τὸν μακάριον ἔφη Πέτρον, τῆς τῶν παρόντων Ἰουδαίων προμηθούμενος ὠφελείας. ιε, ι. «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα ἐκ πίστεως Χριστοῦ δικαιωθῶμεν, καὶ οὐκ ἐξ ἔργων νόμου.» Τὸ, φύσει Ἰουδαῖοι , ἀντὶ τοῦ, Ἄνωθεν τοῦτο καὶ ἐκ προγόνων ὄντες, ἐξ Ἀβραὰμ τὸ γένος κατάγοντες, καὶ τοῦτο μέντοι τὸ γένος αὐχοῦντες, ἐπειδὴ ἔγνωμεν ὡς οὐχ οἷόν τε τὴν ἀληθῆ δικαιοσύνην ἐκ τῆς κατὰ νόμον πολιτείας καρπώσασθαι, τῷ Δεσπότῃ Χριστῷ πεπιστεύκαμεν, τὴν ἐκ τῆς πίστεως δικαιοσύνην δρεπόμενοι, καὶ τὰ ἐπηγγελμένα προσμένοντες ἀγαθά. «Διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ.» Τὰ ἀναγκαῖα τοῦ νόμου καὶ ἡ φύσις ἐδίδασκε· τουτέστι τό·
Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ὅσα τοιαῦτα. Τὰ δέ γε περὶ Σαββάτου, καὶ περιτομῆς, καὶ λεπροῦ, καὶ γονοῤῥυοῦς, καὶ θυσιῶν, καὶ περιῤῥαντηρίων, ἴδια ἦν τοῦ νόμου· οὐδὲν γὰρ περὶ τούτων ἡ φύσις ἐπαίδευσε. Ταῦτα τοίνυν ἔργα λέγει τοῦ νόμου. Τούτων δὲ ἡ μὲν παράβασις ἁμαρτία, ἡ δὲ φυλακὴ οὐ δικαιοσύνης τελείας κατόρθωσις. Ταῦτα γὰρ ἑτέρων αἰνίγματα· Ἰουδαίοις δὲ ὅμως κατ’ ἐκεῖνον ἥρμοττε τὸν καιρόν. Περὶ τούτων εἶπεν ὁ θεῖος Ἀπόστολος, Διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. Εἶτα συλλογίζεται τὰ εἰρημένα. ιζ. «Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ, εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοὶ, ἄρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο.» Εἰ δὲ ὅτι τὸν νόμον καταλιπόντες τῷ Χριστῷ προσεληλύθαμεν, διὰ τῆς ἐπ’ αὐτὸν πίστεως τῆς δικαιοσύνης ἀπολαύσασθαι προσδοκήσαντες, παράβασις τοῦτο νενόμισται, εἰς αὐτὸν ἡ αἰτία χωρήσει τὸν Δεσπότην Χριστόν· αὐτὸς γὰρ ἡμῖν τὴν Καινὴν ὑπέδειξε Διαθήκην· ἀλλὰ μὴ γένοιτο ταύτην ἡμᾶς τολμῆσαι τὴν βλαςφημίαν. ιη.
PG 82:475«Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι.» Ταῦτα οὐ περὶ ἑαυτοῦ μόνον ἔφη, ἀλλὰ καὶ περὶ τῶν ἀποστόλων· καὶ γὰρ καὶ ἐκείνοις συνέδοξε, τοὺς ἐξ ἐθνῶν μὴ φυλάττειν τὸν νόμον. Παραβαίνομεν δὲ, φησὶ, προφανῶς τὰ συγκείμενα, ἅπερ ᾠκοδομήσαμεν καταλύοντες· ᾠκοδομήσαμεν δὲ τὰ ἔθνη, οὐκ ἐπὶ τὸν τοῦ νόμου, ἀλλ’ ἐπὶ τὸν τοῦ Χριστοῦ θεμέλιον. Ἄγαν δὲ σοφῶς τὴν κατηγορίαν ἀντέστρεψεν. Ἐκείνων γὰρ παράβασιν καλούντων τὸ μὴ φυλάττειν τὸν νόμον, αὐτὸς παράβασιν κέκληκε τοῦ νόμου τὴν φυλακήν. Εἶτα τοῦτο σαφέστερον δείκνυσιν. ιθ. «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω.» Ἐγὼ, φησὶν, αὐτῷ τῷ νόμῳ πεισθεὶς νεκρὸν ἐμαυτὸν τῷ νόμῳ κατέστησα. Ὁ νόμος γάρ μοι τὸν Χριστὸν προεμήνυσεν· ἐκείνῳ πεισθεὶς προςελήλυθα τούτῳ. Καὶ ἐκείνῳ μέν εἰμι νεκρὸς, οὐκέτι γὰρ πολιτεύομαι κατ’ ἐκεῖνον, τοῖς δὲ τούτου δόγμασιν ἕπομαι. «Χριστῷ συνεσταύρωμαι.» Συνετάφην γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος. κ. «Ζῶ δὲ, οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Τὴν προτέραν ἀπεθέμην ζωὴν, εἰς ἑτέραν ζωὴν μεταβέβηκα, τούτῳ πολιτεύομαι, οὗ περίκειμαι τὴν ζωήν.
Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.» Καὶ ἐν τῇ θνητῇ δὲ ταύτῃ ζωῇ τὴν ἀθάνατον προδιαγράφω ζωὴν, καὶ διὰ τῆς πίστεως ἐκείνην ὁρῶ. Τούτου χάριν τὸν ὑπὲρ ἐμοῦ θάνατον ὁ Δεσπότης Χριστὸς κατεδέξατο, ἵνα μοι τὴν ἀθάνατον ζωὴν πραγματεύσηται. κα. «Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ.» Ὁ γὰρ κατὰ νόμον πολιτευόμενος ἀτιμάζει τὴν χάριν, ὡς οὐκ ἀρκοῦσαν εἰς σωτηρίαν. «Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανε.» Περιττὸς γὰρ ὁ τοῦ Δεσπότου θάνατος, εἴπερ ἄρα ὁ νόμος εἰς κτῆσιν δικαιοσύνης ἀρκεῖ. Οὕτω ταῦτα διεξελθὼν ἐκ τῆς πρὸς τὸν τρισμακάριον Πέτρον διαλέξεως, πρὸς αὐτοὺς λοιπὸν ἀποτείνεται, καὶ βαρυθυμῶν ἀποτείνεται. ΚΕΦΑΛΑΙΟΝ Γ. α. «Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι;» Μετ’ εὐφημίας ἡ παροινία. Βασκαίνει γάρ τις εὐπόρῳ, οὐ πένητι· εὐημεροῦσιν, οὐ δυσπραγοῦσι. Δηλοῖ τοίνυν ὁ λόγος τὴν προτέραν αὐτῶν περὶ τὴν εὐσέβειαν προθυμίαν· ἐκφαίνει δὲ καὶ τὴν πατρικὴν τοῦ Ἀποστόλου φιλοστοργίαν. Ὀλοφύρεται γὰρ αὐτοὺς, ὡς τὸν συνειλεγμένον ἀπολέσαντας πλοῦτον.
PG 82:477Ποῖος, φησὶ, δαίμων φθονερός τε καὶ βάσκανος τὸν ἀξιάγαστον ὑμῶν ἐσύλησε πλοῦτον; «Οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη, ἐν ὑμῖν ἐσταυρωμένος.» Οὕτω γὰρ ἐπιστεύσατε, ὡς αὐτὸν τοῦ Χριστοῦ τὸν σταυρὸν θεασάμενοι. Εἶτα τὸν νόμον καὶ τὴν χάριν παράλληλα τίθησι, καὶ τὰς ἀποδείξεις ἀναντιῤῥήτους παράγει. β. «Τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν· ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;» Κατ’ ἐκεῖνον τὸν καιρὸν οἱ τῆς πνευματικῆς χάριτος ἀξιούμενοι, καὶ γλώτταις διαφόροις ἐλάλουν, καὶ προεφήτευον, καὶ ἐθαυματούργουν, ἀπὸ τῶν θαυμάτων λαμβάνοντες τοῦ κηρύγματος τὴν βεβαίωσιν. Τοῦτο τοίνυν ἐνταῦθα ἔφη· Ὁ νόμος ὑμῖν ἔδωκεν τοῦ θείου Πνεύματος τὴν ἐνέργειαν, ἢ μόνη ἡ ἐπὶ τὸν Κύριον πίστις; γ. «Οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;» Πνεῦμα τὴν χάριν ἐκάλεσε· σάρκα δὲ τὴν κατὰ νόμον πολιτείαν, ἐπειδὴ σωματικὰ ἦν τοῦ νόμου τὰ περιττά. Περὶ σῶμα γὰρ ἡ περιτομὴ, καὶ τοῦ Σαββάτου ἡ φυλακὴ, καὶ ἡ λέπρα, καὶ τὰ περιῤῥαντήρια, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα. Εἶτα ἀπὸ τῶν παθημάτων τὴν κατηγορίαν ὑφαίνει. δ.
«Τοσαῦτα ἐπάθετε εἰκῆ;» Οὐ γὰρ ὑπὲρ τοῦ νόμου, ἀλλ’ ὑπὲρ τοῦ Χριστοῦ τὰ παθήματα. Τὸν δὲ Χριστὸν καταλελοιπότες, καὶ τὴν κατὰ νόμον ἀσπασάμενοι πολιτείαν, οὐδὲν λοιπὸν ἀπὸ τῶν παθημάτων ἔχετε κέρδος. Ἀλλ’ ἐλπίδα αὐτοῖς ὑποφαίνων χρηστὴν, ἐπήγαγεν· «Εἴ γε καὶ εἰκῆ.» Ἐὰν γὰρ θελήσητε προσμεῖναι τῇ χάριτι, ἀπολήψεσθε τὸν ὑπὲρ τῶν παθημάτων μισθόν. Εἶτα σαφέστερον περὶ τῶν χαρισμάτων διέξεισιν. ε. «Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως;» Οὕτω δείξας τῆς πίστεως τὸν καρπὸν, ἀπὸ τῶν πάλαι γεγενημένων πάλιν αὐτοὺς ταινιοῖ. 2. «Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Ταῦτα ἐν τῇ πρὸς Ῥωμαίους πλατύτερον γέγραφε. Καὶ ἐνταῦθα δὲ ἐν κεφαλαίῳ διδάσκει τὸν Ἀβραὰμ ἐκ πίστεως δικαιωθέντα, καὶ τοὺς τροφίμους τῆς πίστεως υἱοὺς τοῦ Ἀβραὰμ χρηματίζοντας. Τοῦτο γὰρ ἐπήγαγε· ζ. «Γινώσκετε ἄρα, ὅτι οἱ ἐκ πίστεως οὗτοι υἱοί εἰσιν Ἀβραάμ.» Λέγει δὲ καὶ τὸν τρόπον. η, θ. «Προϊδοῦσα δὲ ἡ Γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.
PG 82:479Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.» Ἄνωθεν ταῦτα καὶ ὥρισε καὶ προηγόρευσεν ὁ Θεός. Τῷ γὰρ Ἀβραὰμ ἐπηγγείλατο τὴν τῶν ἐθνῶν εὐλογίαν. Εἴ τις τοίνυν τῆς ἐκείνου συγγενείας ἀξιωθῆναι ποθεῖ, τὴν ἐκείνου πίστιν ζηλούτω. Οὕτω τὴν πίστιν ἐγκωμιάσας, καὶ δείξας αὐτῆς τοὺς καρποὺς ἀπὸ τῶν τοῦ Πνεύματος χαρισμάτων, δείξας δὲ αὐτὴν καὶ τοῦ νόμου πρεσβυτέραν ἐξ αὐτῆς τοῦ νόμου τῆς μαρτυρίας (ἡ γὰρ Παλαιὰ Διαθήκη τὰ κατὰ τὸν Ἀβραὰμ διηγεῖται), παρατίθησι λοιπὸν τὸν νόμον ἐκ παραλλήλου, δεικνὺς τὸ διάφορον. ι. «Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσί.» Πόθεν τοῦτο δῆλον; «Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.» Ὁ νόμος κελεύει πάντα πληροῦσθαι τὰ ἐν αὐτῷ διηγορευμένα, τοὺς δὲ τὸ τυχὸν παραβαίνοντας, ἀραῖς ὑποβάλλει. ια. «Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον.» Πόθεν δῆλον; «Ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται.» Τῇ προφητικῇ μαρτυρίᾳ τὸν οἰκεῖον ἐβεβαίωσε λόγον. ιβ. «Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως·
ἀλλ’ ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.» Ὁ νόμος οὐ πίστιν ζητεῖ, ἀλλὰ πρᾶξιν ἀπαιτεῖ, καὶ τοῖς φυλάττουσι τὴν ζωὴν ἐπαγγέλλεται. ιγ. «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Ἔδειξε τὸν νόμον ἀρώμενον πᾶσι τοῖς μὴ πάντα τὰ ἐν αὐτῷ διηγορευμένα φυλάττουσιν· ἔδειξε δὲ πάλιν οὐδένα κατὰ νόμον δικαιωθῆναι δυνάμενον. Πάντων τοίνυν ὑπὸ τὴν ἀρὰν τοῦ νόμου γεγενημένων, δείκνυσι τὸν Χριστὸν ταύτης ἡμᾶς ἐλευθερώσαντα τῆς ἀρᾶς. Λέγει δὲ καὶ τὸν τρόπον. «Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Ταῖς ἀραῖς γὰρ τοῦ νόμου πάντων ὑποκειμένων, τὸν κατὰ τὸν νόμον ἐπάρατον αὐτὸς κατεδέξατο θάνατον, ἵνα τῆς ἀρᾶς πάντας ἀνθρώπους ἐλευθερώσῃ, καὶ τὴν ἐπηγγελμένην πᾶσιν εὐλογίαν δωρήσηται. Τοῦτο γὰρ ἐπάγει· ιδ. «Ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.» Τὴν γὰρ ἐπηγγελμένην τοῖς ἔθνεσι διὰ τοῦ Ἀβραὰμ εὐλογίαν δωρεῖται τοῖς πιστεύουσιν ἡ χάρις τοῦ Πνεύματος.
Οὕτω δείξας τὴν πίστιν πρεσβυτέραν τοῦ νόμου, διδάσκει πάλιν ὡς ὁ νόμος ἐμποδὼν οὐ δύναται γενέσθαι ταῖς θείαις ἐπαγγελίαις. ιε. «Ἀδελφοὶ, κατ’ ἄνθρωπον λέγω.» Ἀντὶ τοῦ, Ἀνθρωπίνοις πράγμασι κέχρημαι. «Ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται.» Τὴν εὖ καὶ καλῶς καὶ λίαν ἀκολούθως ὑπό τινος γεγενημένην διαθήκην ἀνατρέψαι οὐχ οἷόν τε, οὔτε μὴν προσθεῖναί τι αὐτῇ δυνατόν. Εἶτα ἀπὸ τῆς εἰκόνος ἐπὶ τὸ προκείμενον μεταβαίνει. ι, ιζ. «Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν ὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.» Καὶ ἡ πάλαι Γραφὴ διαθήκην τοῦ Θεοῦ καλεῖ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην ἐπαγγελίαν. Οὐχ οἷόν τε τοίνυν, ἢ προσθήκην τινὰ, ἢ ἀφαίρεσιν, ἢ λύσιν ἐκείνην λαβεῖν διὰ τῆς τοῦ νόμου θέσεως, ὃς μετὰ πλεῖστον γεγένηται χρόνον. Ἐπηγγείλατο δὲ διὰ τοῦ σπέρματος τοῦ Ἀβραὰμ εὐλογεῖν τὰ ἔθνη ὁ τῶν ὅλων Θεός.
Τοῦτο δὲ τὸ σπέρμα αὐτός ἐστιν ὁ Δεσπότης Χριστός· δι’ αὐτοῦ γὰρ πέρας ἡ ὑπόσχεσις ἔλαβε, καὶ τὰ ἔθνη τῆς εὐλογίας τετύχηκεν. Οἱ δὲ ἄλλοι πάντες, καίτοι τῆς ἄκρας ἀρετῆς ἐπειλημμένοι, εἴτε Μωϋσῆς, εἴτε Σαμουὴλ, εἴτε Ἠλίας, καὶ ἁπαξαπλῶς ἅπαντες οἱ ἐξ Ἰσραὴλ τὸ γένος κατάγοντες, σπέρμα μὲν αὐτοῦ κατὰ φύσιν καλοῦνται, οὐ μὴν ἐκεῖνό εἰσι τὸ τὴν πηγὴν τῆς εὐλογίας κομίσαν τοῖς ἔθνεσιν. Τοῦτο γὰρ λέγει ὁ θεῖος Ἀπόστολος· Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Οὐκ ἐπειδὴ οὖν ἐξ Ἀβραὰμ τὸ γένος κατάγουσι κἀκεῖνοι, σπέρμα τοῦ Ἀβραὰμ ὀνομάζονται, ἀλλ’ ὅτι οὗτος κυρίως ταύτην ἔχει τὴν κλῆσιν, ἅτε δὴ μόνος κατὰ τὴν ἐπαγγελίαν δωρησάμενος εὐλογίαν τοῖς ἔθνεσιν. «Ἐν τῷ σπέρματί σου γὰρ, ἔφη, ἐνευλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς.» Δι’ οὐδενὸς δὲ ἄλλου τῆσδε τῆς εὐλογίας τὰ ἔθνη μετέλαχεν. Οὗ χάριν ὁ θεῖος Ἀπόστολος δείκνυσι τὴν ἐπαγγελίαν ἰσχυροτέραν τοῦ νόμου, καί φησιν· ιη. «Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκ ἔτι ἐξ ἐπαγγελίας·
PG 82:481τῷ δὲ Ἀβραὰμ δι’ ἐπαγγελίας κεχάρισται ὁ Θεός.» Ὁ γὰρ νόμος τὴν ἀρὰν τοῖς ὑποκειμένοις ἐπήγαγε τῇ ἀπειλῇ δεδιττόμενος, καὶ πρὸς τὸ δέον ποδηγῆσαι τοὺς ὑποκειμένους βουλόμενος. Ἡ δὲ ἐπαγγελία τὴν εὐλογίαν προσφέρει τοῖς ἔθνεσιν. Εἶτα λύει τὸ ὑφορμοῦν. Ὑφορμεῖ δὲ τοῦτο, ὅτι περιττῶς ὁ νόμος ἐδόθη, τῆς ἐπαγγελίας τὴν εὐλογίαν ἐχούσης. Διδάσκει τοίνυν τῆς νομοθεσίας τὴν χρείαν. ιθ. «Τί οὖν ὁ νόμος;» Καθ’ ὑπόκρισιν ἀναγνωστέον. Τοῦτο, φησὶ, θέλεις μαθεῖν, τίνος χάριν ὁ νόμος ἐτέθη; ἐγώ σε διδάσκω. «Τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγγελται, διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου.» Εἰς ἐπιμέλειαν ἐτέθη τοῦ γένους, ἐξ οὗ τὸ σπέρμα ἔμελλεν ἐκεῖνο κατὰ σάρκα βλαστάνειν. Ἐτέθη δὲ ἀγγέλων ὑπουργούντων, καὶ τῇ τούτου θέσει Μωϋσέως διακονοῦντος. Αὐτὸν γὰρ μεσίτην ἐκάλεσε. Τῶν δὲ ἀγγέλων ἐμνημόνευσε κἀν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· ἔφη δὲ οὕτως· «Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος.» Καὶ γὰρ τὸν Μιχαὴλ αὐτοῖς ἐπέστησεν ὁ τῶν ὅλων Θεὸς, καὶ τοῦτο ἡμᾶς ὁ μακάριος ἐδίδαξε Δανιήλ. Καὶ τῷ μεγάλῳ δὲ Μωσῇ ὑπέσχετο συμπέμψειν τὸν ἄγγελον τῷ λαῷ. κ.
«Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν.» Ἐμεσίτευσε γὰρ τῷ λαῷ καὶ τῷ Θεῷ. «Ὁ δὲ Θεὸς εἷς ἐστιν.» Ὁ καὶ τὴν ἐπαγγελίαν τῷ Ἀβραὰμ δεδωκὼς, καὶ τὸν νόμον τεθεικὼς, καὶ νῦν τῆς ἐπαγγελίας ἡμῖν ἐπιδείξας τὸ πέρας. Οὐ γὰρ ἄλλος μὲν ἐκεῖνα Θεὸς ᾠκονόμησεν, ἄλλος δὲ ταῦτα. κα. «Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; Μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη.» Τοῦτο καὶ διὰ τοῦ Ἰεζεκιὴλ εἶπεν ὁ τῶν ὅλων Θεός· «Καὶ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.» Ταῦτα λέγων ἃ ἐκ περιουσίας εἶχεν ὁ νόμος, ἅπερ ἡ φύσις οὐ διηγόρευσε, τὰ περὶ θυσιῶν, καὶ λεπρῶν, καὶ γονοῤῥυῶν, καὶ τὰ τούτοις παραπλήσια. Ὅτι γὰρ τὰ ἀναγκαῖα τοῦ νόμου ζωοποιὰ, πάλιν δι’ αὐτοῦ τοῦ προφήτου εἴρηκεν· «Καὶ ἔδωκα αὐτοῖς προστάγματα καὶ δικαιώματα, ἃ ποιήσει ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς.» Ἐπειδὴ δὲ ταῦτα, φησὶ, παρέβησαν, «Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δικαιώματα, ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.» Καὶ οὐδὲ ταῦτα εἶπε κακὰ, ἀλλ’ οὐ καλὰ, τελείοις ἀνάρμοστα παντελῶς.
PG 82:483Οὕτω τὸ γάλα τῆς θηλῆς τοῖς μὲν τελείοις ἐστὶν ἀηδὲς, τοῖς βρέφεσιν ἐπιτήδειον. Τοῦτο καὶ ἐνταῦθα ἔφη ὁ θεῖος Ἀπόστολος· Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη. Τὰ γὰρ περιττὰ τοῦ νόμου θαυμάζειν μὲν εἰς τὸν θεῖον νεὼν παρεσκεύαζεν. κβ. «Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι.» Διήλεγξε γὰρ ἡ θεία Γραφὴ καὶ τοὺς πρὸ νόμου, καὶ τοὺς ἐν νόμῳ, τοὺς μὲν τὸν τῆς φύσεως, τοὺς δὲ τὸν Μωσαϊκὸν παραβεβηκότας νόμον. Ἀλεξιφάρμακον δὲ καὶ τούτοις κἀκείνοις τὴν ἐπηγγελμένην διὰ τῆς πίστεως προσενήνοχε σωτηρίαν. Πάλιν γὰρ τὸ, συνέκλεισεν , ἀντὶ τοῦ ἤλεγξε, τέθεικε. κγ. «Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.» Ἔδει γὰρ οἷόν τινι τειχίῳ τὸ Ἰσραηλιτικὸν φυλάττεσθαι γένος, ἕως ἂν ἡ τῶν ἐθνῶν προσδοκία βλαστήσῃ. κδ. «Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν.» Ἀναγκαίως τοίνυν καὶ ὁ νόμος ἐδόθη. Παιδαγωγοῦ γὰρ ἡμῖν ἐπλήρωσε χρείαν·
καὶ τῆς μὲν προτέρας ἡμᾶς ἠλευθέρωσεν ἀσεβείας, θεογνωσίαν δὲ παιδεύσας, οἷόν τινι σοφῷ διδασκάλῳ προσφέρει τῷ Δεσπότῃ Χριστῷ, ἵνα τέλεια παρ’ αὐτοῦ παιδευθῶμεν μαθήματα, καὶ τὴν διὰ τῆς πίστεως δικαιοσύνην κτησώμεθα. κε. «Ἐλθούσης δὲ τῆς πίστεως, οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν.» Οἱ γὰρ ἐν ἕξει, τῆς παιδαγωγικῆς ἐπιμελείας οὐ δέονται. κ. «Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.» Ἔδειξε τῶν πεπιστευκότων τὸ τέλειον. Τί γὰρ τελειότερον τῶν υἱῶν χρηματιζόντων Θεοῦ; Ὑποδείκνυσι δὲ καὶ τὸν τῆς γεννήσεως τρόπον. κζ. «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Πάντες υἱοὶ Θεοῦ ἐστε , διδάσκει καὶ πῶς ἔτυχον τούτου, καί φησιν· Ἐνεδύσασθε τὸν Χριστὸν τὸν ἀληθῶς Υἱὸν τοῦ Θεοῦ· ἐκεῖνον δὲ ἐνδεδυμένοι, εἰκότως υἱοὶ Θεοῦ χρηματίζετε. κη. «Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.» Τὸ εἷς , ἀντὶ τοῦ, ἓν σῶμα. αὐτὸς γὰρ ἡμῶν ἐστι κεφαλή. Οὗ δὴ χάριν οὐδὲ διαφορὰν εἰδέναι προσήκει οἰκέτου καὶ δεσπότου, ἄῤῥενός τε καὶ θήλεως, Ἰουδαίου καὶ Ἕλληνος. κθ.
PG 82:485«Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ, καὶ κατ’ ἐπαγγελίαν κληρονόμοι.» Εἶπε τοὺς πιστοὺς υἱοὺς τοῦ Θεοῦ· ἔπειτα ἔδειξε καὶ τῆς υἱοθεσίας τὸν τρόπον. Τὸν γὰρ Χριστὸν ἐνδυσάμενοι, ὃς ἀληθῶς ἐστιν Υἱὸς τοῦ Θεοῦ, εἰκότως, φησὶ, καλεῖσθε υἱοὶ τοῦ Θεοῦ. Οὕτω πάλιν ἡμᾶς συνάπτει τῷ Ἀβραάμ. Εἰ γὰρ ἡμεῖς σῶμα Χριστοῦ, αὐτὸς δὲ ἡμῶν κεφαλὴ, σπέρμα δὲ χρηματίζει τοῦ Ἀβραὰμ, δι’ αὐτοῦ ἄρα καὶ τῷ Ἀβραὰμ κατὰ πίστιν συνήφθημεν, καὶ τὴν τῆς ἐπαγγελίας ἐτρυγήσαμεν εὐλογίαν. Οὐχ οἷόν τε τὴν μὲν κεφαλὴν ἐκείνου νομίζεσθαι, τὸ δὲ σῶμα ἄλλου τινός. ΚΕΦΑΛΑΙΟΝ Δ. αγ. «Λέγω δὲ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὢν, ἀλλ’ ὑπὸ ἐπιτρόπους ἐστὶ, καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.» Τὰ κομιδῇ νέα παιδία τελευτῶντες οἱ πατέρες ἐπιτρόποις τισὶν ἐγχειρίζουσιν, ἐκείνους αὐτῶν ἐπιμελεῖσθαι κελεύοντες, ἕως ἂν εἰς ἄνδρα τελέσωσι. Τοῦτο γὰρ λέγει, ἄχρι τῆς προθεσμίας τοῦ πατρός· αὕτη δέ ἐστιν ἡ τελεία ἡλικία.
Κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς, φησὶν, ἡνίκα μὲν νήπιοί τε καὶ ἀτελεῖς, οἷόν τινα ἐπίτροπον εἴχομεν καὶ οἰκονόμον τὸν νόμον. Στοιχεῖα γὰρ τοῦ κόσμου τὰς νομικὰς παρατηρήσεις ἐκάλεσεν, ἐπειδήπερ ἀπὸ ἡλίου καὶ σελήνης νύξ τε καὶ ἡμέρα τελεῖται, ἀπὸ δὲ ἡμερῶν ἑβδομάδες, καὶ μῆνες, καὶ ἐνιαυτοὶ συνίστανται. Ὁ δὲ νόμος καὶ Σάββατα, καὶ Νουμηνίας, καὶ ἐνιαυσιαίους ἑορτὰς, καὶ ἐνιαυτῶν ἑβδομάδας φυλάττειν ἐκέλευσε. Τούτου χάριν εἶπεν· Ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι , ἐπειδὴ διὰ τούτων ὁ χρόνος συνίσταται. δ, ε. «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γεννώμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.» Κατὰ δὲ τὸν προσήκοντα καιρὸν, ὃν ὥρισεν ὁ Θεὸς, τὸν Υἱὸν αὐτοῦ πέπομφεν, ὥστε τὸ τῆς ἐνανθρωπήσεως πληρῶσαι μυστήριον· ὃς τὴν ἡμετέραν φύσιν ἀναλαβὼν, ἐκ Παρθένου τε γεννηθεὶς, καὶ κατὰ νόμον πολιτευόμενος, τοὺς ὑποκειμένους ταῖς τοῦ νόμου τιμωρίαις ἐλευθέρους ἀπέφηνε, καὶ τὴν ἐπηγγελμένην ἡμῖν υἱοθεσίαν ἐδωρήσατο.
PG 82:487Ἐπισημήνασθαι μέντοι προσήκει, ὅτι τὸ, ἐξαπέστειλε , τῇ ἐνανθρωπήσει προσήρμοσεν. Οὐ γὰρ εἶπεν, Ἀπέστειλεν αὐτὸν γενέσθαι ἐκ γυναικὸς, ἵνα τῆς θεότητος τὴν ἀποστολὴν ὑπολάβωμεν, ἀλλὰ, γεννώμενον ἐκ γυναικός· τοῦτο δὲ τῆς οἰκονομίας ἴδιον 2. «Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Οὐ γὰρ ἂν ἐτολμήσαμεν Πατέρα προσαγορεῦσαι τὸν Θεὸν προσευχόμενοι, μὴ τοῦ τῆς υἱοθεσίας ἀξιωθέντες χαρίσματος. Ἀναντίῤῥητος δὲ ἡ ἀπόδειξις. Ἑώρων γὰρ τὰ διὰ τοῦ θείου Πνεύματος ἐνεργούμενα θαύματα. ζ. «Ὥστε οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.» Οὐ γὰρ πᾶς υἱὸς καὶ κληρονόμος. Σὺ δὲ καὶ υἱὸς καὶ κληρονόμος· ἔτυχες δὲ τούτων διὰ τοῦ Χριστοῦ, οὐ διὰ τοῦ νόμου. η, θ. «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς. Νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε;» Καὶ τίς τῆς δουλείας ταύτης ὁ τρόπος; ι.
«Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτούς.» Εἰδωλολατρείαν πειρᾶται δεῖξαι τὴν κατὰ νόμον τῶν ἡμερῶν παρατήρησιν. Πρὶν γὰρ, φησὶν, ἀξιωθῆναι τῆς κλήσεως, ἐλατρεύετε τοῖς μὴ φύσει οὖσι θεοῖς, τὰ στοιχεῖα θεοποιοῦντες· ἀλλὰ ταύτης ὑμᾶς τῆς πλάνης ἠλευθέρωσεν ὁ Δεσπότης Χριστός· νῦν δὲ οὐκ οἶδα πῶς εἰς τὴν αὐτὴν ἐπανέρχεσθε πλάνην. Σάββατα γὰρ, καὶ Νουμηνίας, καὶ τὰς ἄλλας τηροῦντες ἡμέρας, καὶ τὴν τούτων παράβασιν δεδιότες, τοῖς τὰ στοιχεῖα θεοποιοῦσιν ἐοίκατε. ια. «Φοβοῦμαι ὑμᾶς, μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς.» Πατρικὴ καὶ αὕτη ἡ φωνὴ, μεμνημένου μὲν τῶν πόνων, τὸν δὲ καρπὸν οὐχ ὁρῶντος. ιβ. «Γίνεσθε ὡς ἐγὼ, ὅτι καὶ ἐγὼ ὡς ὑμεῖς.» Τοῦτον εἶχον πάλαι τὸν ζῆλον· σφόδρα τὸν νόμον ἐπόθουν· ἀλλὰ ὁρᾶτε πῶς μεταβέβλημαι. Ταύτην τοίνυν καὶ ὑμεῖς ζηλώσατε τὴν μεταβολήν. «Ἀδελφοὶ, δέομαι ὑμῶν· οὐδέν με ἠδικήσατε.» Τῆς ὀδύνης τὸ πάθος συνεχῶς αὐτὸν μεταβάλλειν ἀναγκάζει τοῦ λόγου τὸ εἶδος, καὶ νῦν μὲν ἐπιτιμᾷν, νῦν δὲ παρακαλεῖν, καὶ ποτὲ μὲν κατηγορεῖν, ποτὲ δὲ θρηνεῖν· ἐνταῦθα τοίνυν διδάσκει ὅσαπερ γράφει.
PG 82:489Οὐδὲν γὰρ, φησὶ, παρ’ ὑμῶν ἠδίκημαι, ἀλλὰ καὶ θεραπείας ὅτι μάλιστα πλείστης ἠξίωμαι. ιγ, ιδ. «Οἴδατε δὲ ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, καὶ τὸν πειρασμόν μου, τὸν ἐν τῇ σαρκί μου, οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύσατε, ἀλλ’ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με.» Οὐκ ἐπιλέλησμαι τῆς παρ’ ὑμῶν μοι προσενεχθείσης τιμῆς. Καίτοι πολλὴν ἔφερον ἐπὶ τοῦ σώματος ἀτιμίαν αἰκιζόμενος, καὶ στρεβλούμενος, καὶ μυρία ὑπομένων δεινά· ἀλλ’ ὅμως ὑμεῖς οὐ τὴν ἀτιμίαν ἑωρᾶτε, ἀλλ’ ὡς Θεοῦ ἄγγελον ἐτιμᾶτε. Καὶ τί λέγω ὡς ἄγγελον; «Ὡς Χριστὸν Ἰησοῦν.» Αὐτὸν γὰρ ὑπελάβετε δι’ ἐμοῦ τὸν Χριστὸν θεραπεύεσθαι. ιε. «Τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν;» Ποῦ τὰ ζηλωτὰ τῆς πίστεως κατορθώματα; Τὸ γὰρ, τίς , ἀντὶ τοῦ, ποῦ, τέθεικε. «Μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι.» Οὐ τοίνυν ἰδίαν τινὰ πρὸς ὑμᾶς ἔχω λύπην· τοὐναντίον γὰρ καὶ χάριν ὑμῖν ὁμολογῶ· ὑμῶν δὲ χάριν ἀλγῶ. Τοῦτο γὰρ ἐπάγει· ι. «Ὥστε ἐχθρὸς ὑμῶν γέγονα, ἀληθεύων ὑμῖν;» Διὰ τὴν ἀλήθειαν αὐστηροτέροις κέχρημαι λόγοις. ιζ.
«Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.» Περὶ τῶν πονηρῶν ἐκείνων ταῦτα εἴρηκε διδασκάλων. Ὁρῶντες δὲ, φησὶν, ὑμᾶς τῇ πίστει λάμποντας, ἀνιῶνται, καὶ πάντα πραγματεύονται, ὥστε ὑμᾶς ἐκείνων μὲν στερῆσαι τῶν ἀγαθῶν, ὑπὸ δὲ τὴν αὐτῶν καταστῆσαι ἐξουσίαν. Τοῦτο γὰρ εἶπεν, ἵνα αὐτοὺς ζηλοῦτε. ιη. «Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε.» Ἐγὼ δὲ ὑμᾶς διαλάμπειν ἐν ἅπασι βούλομαι τοῖς καλοῖς, ὥστε τοὺς ἄλλους παρ’ ὑμῶν ὠφελεῖσθαι. «Καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.» Ἵνα καὶ παρόντος μου καὶ ἀπόντος ὁμοίως εὐδοκιμῆτε. Οὕτω ταῦτα εἰρηκὼς, πάλιν μητέρα πικρῶς θρηνοῦσαν καὶ ὀλοφυρομένην μιμεῖται, καὶ βοᾷ· ιθ. «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ἀνέχομαι καὶ δευτέρων ὠδίνων, ἐπειδὴ τῶν πρώτων διήμαρτον, ἀμβλωθριδίων ὑμῶν γενομένων. Ταῦτα καὶ τῶν τοῦ Νουάτου διελέγχει τὴν ἄνοιαν, οἳ τὴν τῆς μετανοίας ἀποκλείουσι θύραν. κ.
«Ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.» Πυρπολούμενος ὑπὸ τοῦ πάθους γενέσθαι ὑπόπτερος ἤθελον, καὶ δραμεῖν, καὶ ἰδεῖν τὰ γινόμενα, καὶ τῶν μὲν τὴν ἐκτροπὴν θρηνῆσαι, τῶν δὲ τὸ βέβαιον θαυμάσαι. Νῦν γὰρ, φησὶν, ἀπὼν ἀπορῶ τί εἴπω, τί φθέγξομαι, τί ὀδύρομαι. Ταῦτα πρὸς τούτους διεξελθὼν μεταφέρει τὸν λόγον πρὸς τοὺς κακοὺς συνηγόρους τοῦ νόμου, καί φησι· κακδ. «Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τοῦ νόμου οὐκ ἀκούετε; Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα.» Ἀλληγορούμενα εἶπεν ὁ θεῖος Ἀπόστολος, ἀντὶ τοῦ, Καὶ ἑτέρως νοούμενα. Οὐ γὰρ τὴν ἱστορίαν ἀνεῖλεν, ἀλλὰ τὰ ἐν τῇ ἱστορίᾳ προτυπωθέντα διδάσκει. Ἐπάγει γάρ· «Αὗται γάρ εἰσι δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. (κε, κ.) Τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλὴμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὑτῆς.
PG 82:491Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Τί δήποτε, φησὶ, τῷ νόμῳ δουλεύειν αἱρούμενοι, ταῖς τοῦ νόμου διδασκαλίαις οὐ πείθεσθε; ἐκεῖνος γὰρ ὑμᾶς διδάσκει, ὡς δύο μὲν ἔσχε γυναῖκας Ἀβραὰμ, δύο δὲ παίδων ἀπεφάνθη πατήρ· ἀλλ’ ὁ μὲν ἐκ δούλης, ὁ δὲ ἐξ ἐλευθέρας ἐβλάστησε. Συμφωνεῖ ταῦτα τοῖς ἡμετέροις. Καθάπερ γὰρ ἐκεῖ εἷς μὲν πατὴρ, δύο δὲ μητέρες, καὶ δύο παῖδες· οὕτω κἀνταῦθα εἷς μὲν Θεὸς, δύο δὲ διαθῆκαι καὶ δύο λαοί· ἀλλὰ τῆς μὲν πρώτης διαθήκης ἡ Ἄγαρ εἰκὼν, τῆς δὲ δευτέρας ἡ Σάῤῥα. Καὶ γὰρ ἀπὸ τοῦ Σινᾶ ὄρους ὁ παλαιὸς ἐδόθη νόμος· παρὰ δὲ ἐκεῖνο τὸ ὄρος τὸ τῆς Ἄγαρ ἐσκήνωται γένος. Ἐκεῖνο δὲ τὸ ὄρος τῇ ἐπιγείῳ ταύτῃ συμφωνεῖ Ἱερουσαλήμ· ἡ δὲ Σάῤῥα τῆς ἐπουρανίου πόλεως τύπος, ἧς ἡμεῖς ὀνομαζόμεθα παῖδες. Ἐλευθέρα δὲ αὕτη, τουτέστιν, οὐκ ἔχουσα τὸν τοῦ νόμου ζυγόν· ἐκείνη δὲ δούλη· τοιοῦτοι δὲ καὶ οἱ τῷ νόμῳ ὑποκείμενοι. Δείκνυσι δὲ καὶ τὴν προφητείαν συμφωνοῦσαν τῷ τύπῳ. κζ. «Γέγραπται γάρ·
Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Καθάπερ γὰρ ἡ Σάῤῥα ἐν γήρᾳ γεγέννηκε παρὰ πᾶσαν ἀνθρωπίνην ἐλπίδα· οὕτω τὰ ἔθνη παρ’ αὐτὸ τὸ τοῦ βίου τέλος τῆς θεογνωσίας τετύχηκε, καὶ νενίκηκεν ἡ στεῖρα τῷ πλήθει τῶν γεννηθέντων τὴν πάλαι πολύπαιδα. κη. «Ἡμεῖς δὲ, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν.» Οὐ γὰρ κατὰ φύσιν, ἀλλὰ κατὰ χάριν ἐτέχθημεν. Ὥσπερ γὰρ τὸν Ἰσαὰκ οὐχ ὁ τῆς φύσεως νόμος, ἀλλ’ ὁ τῆς ἐπαγγελίας διέπλασε λόγος· οὕτω καὶ ἡμᾶς ἡ δοθεῖσα τῷ Ἀβραὰμ ἐπαγγελία γεγέννηκεν. κθ. «Ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν.» Μηδὲ τοῦτο ὑμᾶς ἀνιάτω, τὸ τοὺς πεπιστευκότας ὑπὸ τῶν ἀπίστων ἐλαύνεσθαι. Τοιοῦτο γὰρ καὶ ἐν τῷ τύπῳ εὑρίσκομεν. λ. «Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.» Τῆς Σάῤῥας τὰ ῥήματα, τῆς Γραφῆς εἶπε ῥήματα, τὸν σκοπὸν δεικνὺς τῆς Γραφῆς, ὅτι τούτου χάριν ἀνάγραπτα ταῦτα πεποίηκεν, ἵνα καὶ μετὰ τὴν ἀλήθειαν ὁ τύπος δειχθῇ. λα.
PG 82:493«Ἄρα οὖν, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.» Τί οὖν κελεύεις; ΚΕΦΑΛΑΙΟΝ Ε. α. «Τῇ ἐλευθερίᾳ ᾗ Χριστὸς ἡμᾶς ἐλευθέρωσε στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.» Ἐλευθερίαν τὴν ἔξω τοῦ νόμου πολιτείαν καλεῖ· ζυγὸν δὲ δουλείας , τὴν κατὰ νόμον ζωήν. Οὕτω γὰρ καὶ ὁ θεῖος Πέτρος ἐν ταῖς Πράξεσιν ἔφη· «Τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;» β. «Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι, ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.» Ἄντικρυς ὑμῖν λέγω καὶ διαῤῥήδην, καὶ τὸ ἐμαυτοῦ προτίθημι ὄνομα, ὅτι οὐδεμίαν ὄνησιν ἐκ τῆς εἰς τὸν Χριστὸν πίστεως δέξησθε, τῆς περιτομῆς ἀνεχόμενοι. γ. «Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.» Καὶ μάλα εἰκότως· ἐπαρᾶται γὰρ ὁ νόμος τοῖς μὴ πάντα πληροῦσι τὰ διηγορευμένα· ἄλλως τε ὁ γνώμῃ τὴν ἐλευθερίαν καταλιπὼν, καὶ δουλεύειν ἑλόμενος, πᾶσιν ὑπόκειται τοῖς τοῦ Δεσπότου προςτάγμασι. δ. «Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ.» Πῶς τοῦτο λέγεις;
«Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.» Ὁ τὸν νόμον δεδωκὼς ταύτην ὑπέσχετο δώσειν. Ταύτης τοίνυν δοθείσης, δέδεικται ἀργὸς ἐκεῖνος καὶ περιττός. Κατ’ ἐκεῖνον τοίνυν ζῇν προαιρούμενοι, τῶν τῆς χάριτος ἐστερήθησαν δωρεῶν. ε. «Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» Τὸν γὰρ τοῦ Πνεύματος ἀῤῥαβῶνα δεξάμενοι, καὶ ταῖς ἐπαγγελίαις πιστεύοντες, τὸν προσδοκώμενον βίον προσμένομεν, ὃς ἀθανασίᾳ κοσμούμενος τῆς ἁμαρτίας οὐκ ἔχει τὴν προςβολήν. 2. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.» Ἐραστὴς εἶ τοῦ νόμου; φύλαττε τοῦ νόμου τὰ ἀναγκαῖα· κτῆσαι τὴν περὶ τὸν πέλας ἀγάπην, διὰ γὰρ ταύτης ἅπας ὁ νόμος πληροῦται. Περιτομῆς δὲ καὶ ἀκροβυστίας διαφορὰν ἀνεῖλεν ἡ πίστις. Οὐδὲ γὰρ ἐν τοῖς στρατιώταις τὸ λευκὸν, ἢ τὸ μέλαν, ἀλλὰ τὴν πολεμικὴν ἐμπειρίαν ἐπιζητοῦσιν οἱ στρατηγοί. ζ. «Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἀνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι;» Ἐπαινεῖ τὸν δρόμον, καὶ θρηνεῖ τοῦ δρόμου τὴν παῦλαν. η. «Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.» Ἴδιον Θεοῦ τὸ καλεῖν, τὸ δὲ πείθεσθαι τῶν ἀκουόντων. θ.
PG 82:495«Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.» Ὑμᾶς μὲν θρηνῶ, δέδια δὲ τὴν τῆς νόσου μετάδοσιν. ι. «Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε.» Οὐκ εἶπεν, Οὐ φρονεῖτε, ἀλλὰ, Φρονήσετε. Τοῖς γὰρ ἤδη γεγενημένοις ἐπιμέμφεται· εὔχεται δὲ ἰδεῖν τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν. «Ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ.» Πάλιν ἀρίστως τέθεικεν τὸ, ὅστις ἂν ᾖ , ἵνα κἂν μεγάλας περὶ αὐτῶν ἔχωσι δόξας, μάθωσιν ὡς δίκας ὀφείλουσι τῷ Θεῷ. Ἐπειδὴ δὲ οἱ πονηροὶ οὗτοι τοῦ νόμου συνήγοροι καὶ αὐτὸν ἔλεγον τὸν Ἀπόστολον διαφυλάττειν τὸν νόμον, καὶ μὴ πανταχοῦ αὐτὰ κηρύττειν, ἀναγκαίως καὶ περὶ τούτου τὴν ἀπολογίαν ποιεῖται. ια. «Ἐγὼ δὲ, ἀδελφοὶ, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.» Τί δήποτε γάρ με Ἰουδαῖοι μισοῦσι, καὶ προφανῶς μοι πολεμοῦσιν, εἰ περιτομὴν κηρύττω, καὶ τὸν νόμον φυλάττειν παρεγγυῶ; Εἰ γὰρ τοῦτο ποιῶ, περιττὸν τοῦ σταυροῦ τὸ κήρυγμα. Ἀνῄρηται δὲ καὶ τῶν Ἰουδαίων τὸ σκάνδαλον. Τοῦτο καὶ πρὸς Κορινθίους ἔφη· «Ἡμεῖς δὲ κηρύττομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.» ιβ.
«Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.» Εἴθε καὶ τέλεον ἐξέτεμον ἑαυτοὺς οἱ τὴν περιτομῆς ὑμῖν ἐξαπάτην προσφέροντες ιγ. «Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί.» Τῆς τοῦ νόμου δουλείας ἠλευθερώθητε. «Μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί.» Εἰς ἠθικὴν λοιπὸν μεταβαίνει παραίνεσιν, καὶ παρεγγυᾷ φροντίσαι καὶ τῆς πρακτικῆς ἀρετῆς. Οὐ γὰρ διὰ τοῦτο, φησὶ, τῆς τοῦ νόμου δουλείας ἠλευθερώθημεν, ἵνα ἀδεῶς ἁμαρτάνωμεν. Καὶ ἐντεῦθεν δῆλον ὡς τὰ περιττὰ τοῦ νόμου ἐκβαλὼν, τὰ ἀναγκαῖα φυλάττειν παρεγγυᾷ, καὶ πρῶτον μὲν τὴν ἀγάπην· τοῦτο γὰρ λέγει· «Ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.» Ὁ γὰρ εἰλικρινῶς ἀγαπῶν, οὐδὲ δουλεύειν παραιτεῖται τῷ φιλουμένῳ. ιδ. «Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.» Δύνασθε διὰ τῆς μιᾶς ταύτης ἐντολῆς πάντα πληρῶσαι τὸν νόμον. ιε. «Εἰ δὲ ἀλλήλους δάκνετε, καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.» Ἐνταῦθα αἰνίττεται, ὡς οἱ μὲν ὑπαχθέντες περιετμήθησαν, οἱ δὲ ἐπὶ τῆς πίστεως ἐρηρεισμένοι διέμειναν·
PG 82:497ἀλλ’ ὅμως διεμάχοντο, καὶ αὐτοὶ τὴν νομικὴν πολιτείαν ἐπαινοῦντες, καὶ ἐκεῖνοι τῆς χάριτος τὰ δῶρα θαυμάζοντες. Οὗ δὴ χάριν καὶ τῆς ἀγάπης αὐτοῖς πρώτην προσήνεγκε τὴν παραίνεσιν. ι. «Λέγω δέ· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίας σαρκὸς οὐ μὴ τελέσητε.» Εἰ βούλεσθε κρατεῖν τῶν τῆς σαρκὸς παθημάτων, ταῖς πνευματικαῖς ὑποθήκαις ἀκολουθεῖτε. ιζ. «Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις.» Σάρκα λέγει τὴν ἐπὶ τὰ χείρω τῆς γνώμης ῥοπήν· πνεῦμα δὲ τὴν ἐνοικοῦσαν χάριν· αὐτὴ γὰρ ἐπὶ τὰ κρείττω ποδηγεῖ τὴν ψυχήν. Πῶς δὲ δυνατὸν νικῆσαι τῆς σαρκὸς τὰ παθήματα; «Ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε.» Μὴ τοῖς ἀτόποις ἕπεσθε λογισμοῖς, ἀντὶ τοῦ, Περιγίνεσθε τούτων, ἔχοντες συνεργὸν τὴν χάριν τοῦ Πνεύματος. ιη. «Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.» Τοῦτο γὰρ ὁ νόμος οὐκ ἐχορήγει. Εἰ γὰρ καὶ ἔτυχόν τινες πνευματικῆς χάριτος ὑπὸ τῷ νόμῳ πολιτευόμενοι, ἀλλ’ οὖν ἄγαν ὀλίγοι προφητείας ἠξιωμένοι· ἐνταῦθα δὲ ἅπαντες οἱ τοῦ σωτηρίου βαπτίσματος ἠξιωμένοι. ιθ. «Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός.» Πάλιν σάρκα τὸ σαρκικὸν καλεῖ φρόνημα.
«Ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, (κ, κα.) εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις.» Δῆλον δὲ ὅτι εἰδωλολατρεία καὶ φαρμακεία, καὶ τὰ τούτοις ὅμοια, οὐ τῆς σαρκὸς, ἀλλὰ τῆς ψυχῆς ἐστιν ἴδια. Οὐ τοίνυν τῆς σαρκὸς κατηγορεῖ, ἀλλὰ τοῦ ῥᾳθύμου φρονήματος. «Ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.» Ταῦτα καὶ ἐν τῇ πρὸς Κορινθίους εἴρηκεν ὁ θεῖος Ἀπόστολος. κβ, κγ. «Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια.» Εἰ τοῦ σώματος ἦν ἐκεῖνα μόνου, ἔδει δειχθῆναι καὶ τὰ τῆς ψυχῆς ἔργα· ἀλλ’ οὐ τέθεικε. Δῆλον τοίνυν, ὡς σάρκα μὲν τὸ σαρκικὸν ἐκάλεσε φρόνημα, τουτέστι τῆς ψυχῆς τὴν ἐπὶ τὰ χείρω ῥοπήν· πνεῦμα δὲ καλεῖ, τὴν δεδομένην χάριν. Διά τοι τοῦτο καὶ καρπὸν τοῦ Πνεύματος τὴν ἀγάπην, καὶ τὴν χαρὰν, καὶ τὰ λοιπὰ προσηγόρευσεν. Ἐκείνου γὰρ τῇ ψυχῇ συνεργοῦντος τούτων ἕκαστον κατορθοῦται.
PG 82:499«Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.» Περιττὸς γὰρ ὁ νόμος τοῖς κατορθοῦσι τὴν ἀρετήν· δικαίῳ γὰρ ὁ νόμος οὐ κεῖται. κδ. «Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Τουτέστι, τῷ Χριστῷ συνταφέντες νεκρὸν ἀπέφηναν τῇ ἁμαρτίᾳ τὸ σῶμα. κε. «Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.» Μὴ κατὰ νόμον πολιτευόμενοι, ἀλλὰ τῇ χάριτι ἑπόμενοι. κ. «Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.» Τὴν κενοδοξίαν καὶ τὸν φθόνον ἡ διάστασις ἐκείνη πεποίηκεν. Ἴσως γὰρ οἱ ἐπὶ τῆς πίστεως ἐρηρεισμένοι, τῶν κλονηθέντων συνεχῶς καταγινώσκοντες, εἰς ἔριν παρέθηγον· οἷς καὶ παραινεῖ ὀρέξαι χεῖρα τοῖς ἐπὶ τὸν νόμον νενευκόσιν. ΚΕΦΑΛ. 2. α. «Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ, καταρτίζετε τὸν τοιοῦτον.» Ἀντὶ τοῦ, Διορθοῦσθε, στηρίζετε, τὸ ἐλλεῖπον ἀναπληροῦτε. Διδάσκει δὲ καὶ τῆς θεραπείας τὸν τρόπον· «Ἐν πνεύματι πραότητος.» Εἶτα ἐμβάλλει δέος τῷ ἰατρεύοντι· «Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς.» Ἄνθρωπος εἶ, τρεπτὴν ἔχων τὴν φύσιν· συνάλγησον τῷ κακῶς διακειμένῳ. β.
«Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.» Τόδε ἔχεις τὸ ἐλάττωμα σὺ, τόδε οὐκ ἔχεις· ἐκεῖνος τὸ ἐναντίον, ὃ μὲν ἔχεις οὐκ ἔχει, ἕτερον δέ. Σὺ φέρε τὸ ἐκείνου, κἀκεῖνος τὸ σόν· οὕτω γὰρ πληροῦται τῆς ἀγάπης ὁ νόμος. Νόμον γὰρ Χριστοῦ τὴν ἀγάπην ἐκάλεσεν αὐτοῦ γάρ ἐστι φωνή· «Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. γ. «Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὢν, ἑαυτὸν φρεναπατᾷ.» Τῶν φυσωμένων ἐπὶ σμικροῖς τισι κατορθώμασι κατέστειλε τὴν ὀφρύν. δ. «Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.» Εἰ δὲ καὶ σεμνύνεσθαι θέλεις, τὸν ἑαυτοῦ περισκόπησον βίον, κἂν ἀξιάγαστον εὕρῃς, κατὰ σαυτὸν σεμνύνου, εἴπερ ἄρα τοῦτό σε δεῖ ποιεῖν. ε. «Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.» Μὴ περιεργάζου τὰ ἀλλότρια· ἕκαστος γὰρ ἡμῶν ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων λόγον ὑφέξει. 2. «Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.» Ἐνταῦθα τοὺς διδασκάλους παρεγγυᾷ τῆς προσηκούσης θεραπείας παρὰ τῶν μαθητευομένων μεταλαγχάνειν·
καὶ κοινωνίαν τὸ πρᾶγμα καλεῖ, καὶ κελεύει τοῖς τῶν πνευματικῶν ἀπολαύουσι μεταδιδόναι τῶν σαρκικῶν. ζ, η. «Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει.» Ἐφορᾷ πάντα ὁ τῶν ὅλων Θεὸς, μὴ νομίσητε αὐτὸν ἀγνοεῖν τὰ γενόμενα. Γινώσκετε δὲ ὡς ἀμητὸς ἔσται τῷ σπόρῳ κατάλληλος, καὶ ὅπερ ἂν σπείρῃς, τοῦτο καὶ θερίσεις. «Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα αὑτοῦ, ἐκ τῆς σαρκὸς αὑτοῦ θερίσει φθοράν.» Ὁ γὰρ τῇ σαρκὶ χαριζόμενος τρυφήν τε καὶ ἡδονὴν, φθορὰν ἐντεῦθεν καρπώσεται. Τὸ σῶμα γὰρ εἰς φθορὰν διαλύεται. «Ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.» Ὁ δὲ τῷ σκοπῷ τοῦ πνεύματος ἀκολουθῶν, καὶ τοῖς τούτου νόμοις ἑπόμενος, τὴν αἰώνιον τρυγήσει ζωήν. θ. «Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.» Μηδὲν τῶν ἀνιαρῶν διακοπτέτω τὴν περὶ τὰ καλὰ προθυμίαν. Πόνου γὰρ δίχα θερίσομεν τὰ σπειρόμενα· τοῦτο γὰρ ἔφη, μὴ ἐκλυόμενοι. Ἐπὶ μὲν γὰρ τῶν αἰσθητῶν σπερμάτων καὶ ὁ σπόρος ἔχει πόνον, καὶ ὁ ἀμητὸς ὡσαύτως· διαλύει δὲ πολλάκις τοὺς ἀμῶντας καὶ τὸ τῆς ὥρας θερμόν· ἀλλ’ ἐκεῖνος οὐ τοιοῦτος ὁ ἀμητός·
PG 82:501πόνου γάρ ἐστι καὶ ἱδρῶτος ἐλεύθερος. ι. «Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.» Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστὶν, ὅτι ἀνατέλλει τὸν ἥλιον αὑτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.» Διαφερόντως μέντοι προσήκει θεραπεύειν τοὺς ὁμοπίστους. ια. «Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.» Πᾶσαν, ὡς ἔοικε, τήνδε τὴν Ἐπιστολὴν αὐτὸς ἔγραψε, διδάσκων ὡς οὐχ ὑφορᾶται προσώπων ἀξίωμα προκειμένης τῆς ἀληθείας. Τὸ δὲ, πηλίκοις γράμμασι , τινὲς μὲν, μεγάλοις , τινὲς δὲ, φαύλοις , ἡρμήνευσαν. Ἐγὼ γὰρ, φησὶν, ἔγραψα τὴν Ἐπιστολὴν, καίτοι μὴ γράφων εἰς κάλλος. ιβ.
«Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται.» Τὴν παρὰ ἀνθρώπων θηρώμενοι δόξαν, καὶ τῆς ἀσφαλείας προμηθούμενοι τῆς οἰκείας, τὴν ἀναγκαστικὴν τῆς περιτομῆς ὑμῖν διδασκαλίαν προσφέρουσιν, ἵνα μὴ παραπλησίως ἡμῖν τοῖς κηρύττουσι τὸν Χριστὸν αἰκίζωνται, καὶ καθείργωνται. ιγ. «Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάττουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.» Πῶς γὰρ ἔστιν αὐτοὺς φυλάξαι τὸν νόμον πόῤῥω τῶν Ἱεροσολύμων διάγοντας; Πῶς ἐπιτελοῦσι τὰς ἑορτάς; Πῶς τὰς θυσίας προσφέρουσι; Πῶς ἀκαθάρτων ἁπτόμενοι περιῤῥαίνονται; Δῆλον τοίνυν ὡς αὐχεῖν ἐθέλοντες, ἅτε δὴ μεταμαθόντες, περιτμηθῆναι ὑμᾶς παρεσκεύασαν. ιδ. «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.» Ἐγὼ δὲ ἐπὶ μόνῳ τῷ σωτηρίῳ σταυρῷ μεγαλοφρονεῖν εὔχομαι. Διὰ τοῦτον περιττός μοι πᾶς ὁ βίος, καὶ νεκρῷ παραπλήσιος. Οὐ μόνον δὲ αὐτὸς ἐμοὶ, ἀλλὰ κἀγὼ αὐτῷ· τὴν γὰρ ἀθάνατον προσμένω ζωήν. Τοῦτο γὰρ ἐπήγαγεν· ιε.
PG 82:503«Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομὴ ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.» Τοῦτο καὶ Κορινθίοις ἐπιστέλλων ἔφη· «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις.» Καινὴν δὲ κτίσιν κυρίως μὲν καλεῖ τὴν ἐσομένην μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τῶν πραγμάτων μεταβολήν. Τότε γὰρ καὶ ἡ κτίσις τῆς ἐπικειμένης ἐλευθεροῦται φθορᾶς, καὶ τῶν ἀνθρώπων ἡ φύσις τὴν ἀθανασίαν ἐνδύεται. Οἷον δέ τινα τῶν μελλόντων εἰκόνα δείκνυσι τὸ σωτήριον βάπτισμα. Ἐν τούτῳ γὰρ ἀποδυόμεθα τὸν παλαιὸν ἄνθρωπον, ἐνδυόμεθα δὲ τὸν νέον· καὶ τῶν ἁμαρτημάτων τὸ φορτίον ἀποτιθέμενοι, δεχόμεθα τὴν χάριν τοῦ Πνεύματος. Οὔτε τοίνυν τὸ πανάγιον βάπτισμα, οὔτε ὁ μέλλων βίος, οἶδε περιτομῆς καὶ ἀκροβυστίας διαφοράν. Κόσμον δὲ ἐκάλεσε τὰ βιωτικὰ πράγματα, τὴν τιμὴν, τὴν δόξαν, τὸν πλοῦτον· τούτοις εἶπεν εἶναι νεκρός. ι. «Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ.» Κανόνα ἐκάλεσε τὴν προκειμένην διδασκαλίαν, ὡς εὐθύτητι κοσμουμένην, καὶ μήτε ἐλλεῖπόν τι, μήτε περιττὸν ἔχουσαν· τοῖς δὲ ταύτην ἀσπαζομένοις ἐπηύξατο τὸν ἔλεον καὶ τὴν εἰρήνην.
Ἰσραὴλ δὲ τοῦ Θεοῦ τοὺς πιστοὺς ὠνόμασεν, ἅτε δὴ τὸν Θεὸν ὁρῶντας διὰ τῆς πίστεως. Τοῦτο γὰρ ἑρμηνεύει τὸ ὄνομα. ιζ. «Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω. Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.» Εἰς μνήμην ἐλθὼν ὧν ὑπέμεινε πόνων, τὸ θεῖον αὐτοῖς προσφέρων Εὐαγγέλιον, οἷόν τινα μαρτυρίαν ταύτην ἔῤῥηξε τὴν φωνήν. Οὐκέτι, φησὶ, γράψαι τι πάλιν ἀνέξομαι· ἀντὶ δὲ γραμμάτων τοὺς μώλωπας δείκνυμι, καὶ τῶν αἰκισμῶν τὰ σημεῖα. Ταῦτα μαρτυρείτω τῇ τοῦ κηρύγματος ἀληθείᾳ· ὑπὲρ ἐκείνης γὰρ πάντα παθεῖν ἀνέχομαι. ιη. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν.» Τὴν συνήθη εὐλογίαν οἷόν τινα σφραγῖδα τοῖς γράμμασιν ἐπιτέθεικε. Προστέθεικε δὲ τὴν τοῦ πνεύματος μνήμην, τῆς δοθείσης ἀναμιμνήσκων αὐτοὺς δωρεᾶς, ἢν οὐ διὰ τοῦ νόμου, διὰ δὲ τῆς πίστεως ἔλαβον.
PG 82:505Ταύτην καὶ ἡμεῖς τὴν χάριν φυλάξωμεν, καὶ μὴ λυπῶμεν τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως, ἀλλ’ οἷόν τι ἔλαιον τὴν ἀγαθὴν πρᾶξιν τῷ νοερῷ τούτῳ φωτὶ προσενέγκωμεν, ἵνα φωτιζόμενοι τὴν εὐθεῖαν ὁδεύωμεν, καὶ τὸ ἀξιάγαστον τῆς ὁδοῦ καταλάβωμεν τέλος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Γαλάτας Ἐπιστολὴ ἐγράφη ἀπὸ Ῥώμης, ἑωρακὼς αὐτοὺς ἤδη ὁ θεῖος Ἀπόστολος, καὶ διδάξας. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Τινὲς τῶν προηρμηνευκότων τὸν θεῖον Ἀπόστολον, ἔφασαν τὸν θεσπέσιον Ἰωάννην τὸν εὐαγγελιστὴν πρῶτον παραδεδωκέναι τοῖς Ἐφεσίοις τὸ σωτήριον κήρυγμα· τινὲς δὲ ἄλλους μέν τινας εἰρήκασι πεποιηκέναι, τὸν δὲ θειότατον Παῦλον μηδέπω τοὺς Ἐφεσίους τεθεαμένον, τήνδε τὴν Ἐπιστολὴν πρὸς αὐτοὺς γεγραφέναι. Ἀλλ’ ἡ τῶν ἀποστολικῶν Πράξεων ἱστορία τούτων ἡμᾶς οὐδέτερον διδάσκει. Σαφέστερον δὲ μαθησόμεθα τὴν ἀλήθειαν, εἰ τῆς διηγήσεως ἐκείνης ἀναμνησθείημεν.
Ἐν Ἀντιοχείᾳ γὰρ, τῆς περὶ τοῦ νόμου ζητήσεως γενομένης, ἀπεστάλησαν πρὸς τοὺς ἁγίους ἀποστόλους οἱ θειότατοι Βαρνάβας καὶ Παῦλος, καὶ τῆς ἀμφισβητήσεως τὴν λύσιν δεξάμενοι, καὶ τὰ περὶ ταύτης κομισάμενοι γράμματα, κατέλαβον πάλιν τὴν Ἀντιόχειαν. Δῆλον δὲ ὡς κατὰ τουτονὶ τὸν καιρὸν, καὶ τὰς πρὸς τοὺς κορυφαίους τῶν ἀποστόλων ἐποιήσατο συνθήκας, περὶ ὧν ἐν τῇ πρὸς Γαλάτας ὁ θεσπέσιος ἔφη Παῦλος· «Καὶ γνόντες τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, Ἰάκωβος, καὶ Κηφᾶς, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα αὐτοὶ μὲν εἰς τὴν περιτομὴν, ἡμεῖς δὲ εἰς τὰ ἔθνη.» Ἐξ ὧν ῥᾴδιον κατιδεῖν, ὡς οὐδέπω καταλελοίπει τὴν Ἰουδαίαν ὁ θεῖος ἀπόστολος Ἰωάννης. Μετὰ μέντοι τὴν ἀπὸ τῶν Ἱεροσολύμων ἐπάνοδον, τῆς περὶ τοῦ μακαρίου Μάρκου φιλονεικίας τοῖς ἁγίοις ἀποστόλοις γεγενημένης, Βαρνάβᾳ καὶ Παύλῳ, ὁ μὲν τὸν Μάρκον λαβὼν, εἰς τὴν Κύπρον ἐξέπλευσεν, ὁ δὲ θειότατος Παῦλος μετὰ τοῦ Σίλα τὴν Συρίαν καὶ Κιλικίαν περινοστήσας, εἰς τὴν Λυκαονίαν ἀφίκετο·
PG 82:507ἐκεῖ δὲ τὸν πάντα ἄριστον περιτεμὼν Τιμόθεον, εἰς τὴν Φρυγίαν καὶ Γαλατίαν ἐξώρμησε, τῆς εὐσεβείας κατασπείρων τὰ σπέρματα· ἐκώλυσε γὰρ αὐτοὺς, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ. Εἶτα τὴν Μυσίαν διελθόντες ἐπειράθησαν καὶ Βιθυνοῖς προσενεγκεῖν τὸ σωτήριον κήρυγμα, καὶ πάλιν ὑπὸ τοῦ θείου Πνεύματος ἐκωλύθησαν. Τὴν δὲ Τρωάδα καταλαβόντες, εἰς τὴν Μακεδονίαν ὑπὸ τῆς χάριτος προσεκλήθησαν. Εἶτα μετὰ τὴν Μακεδονίαν καὶ Ἀθηναίοις καὶ Κορινθίοις τῆς θεογνωσίας τὴν ἀκτῖνα προσενεγκόντες, εἰς τὴν Ἔφεσον ἦλθον· συνῆν δὲ τῷ Ἀποστόλῳ καὶ Ἀκύλας καὶ Πρίσκιλλα. Διδάσκει τοίνυν ὁ μακάριος Λουκᾶς, ὡς εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέχθη τοῖς Ἰουδαίοις, καὶ παρακληθεὶς αὐτοῖς συνδιατρίψαι οὐκ εἶξεν, ἀλλ’ εἰς τὴν Ἰουδαίαν ἀπέπλευσεν. Εὔδηλον τοίνυν ὡς οὐδέπω τῶν Ἐφεσίων ἡ πόλις κατὰ τὸν καιρὸν ἐκεῖνον ἀπολελαύκει σωτηρίου κηρύγματος. Οὐ γὰρ ἂν τοὺς πιστοὺς καταλελοιπὼς ὁ θεῖος Ἀπόστολος ὥρμησεν εἰς τὴν τῶν Ἰουδαίων συναγωγήν. Καὶ τὰ ἑξῆς δὲ τῆς ἱστορίας τοῦτο διδάσκει σαφέστερον.
Ἐπανελθὼν γὰρ πάλιν ἀπὸ τῆς Ἰουδαίας εὗρέ τινας ἐν Ἐφέσῳ τὸν ἀριθμὸν δυοκαίδεκα, κατηχηθέντας μὲν, τοῦ δὲ θείου Πνεύματος τὴν χάριν οὐ δεδεγμένους, τὸ δὲ Ἰωάννου βάπτισμα μόνον ἐπισταμένους. Τούτους τοίνυν βαπτίσας, δύο κατὰ ταυτὸν ἔτη διέτριψεν αὐτόθι, παιδεύων τοὺς Ἐφεσίους τὰ σωτήρια δόγματα. Καὶ πρῶτον μὲν ἐν ταῖς συναγωγαῖς διελέγετο· ἐπειδὴ δὲ συνήθως ἀντέλεγον Ἰουδαῖοι, ἐν τῇ Τυράννου σχολῇ τὰς διατριβὰς ἐποιεῖτο. Ἐν ταύτῃ τῇ πόλει, καὶ ὁ χρὼς τῶν ἱματίων αὐτοῦ τὰς νόσους ἐξήλασε, καὶ τοῖς Σκευᾶ υἱέσιν ὁ δαίμων ἐφαλλόμενος ἐβόησε· Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ, τίνες ἐστέ; Ἐν ταύτῃ καὶ τὰ τῆς γοητείας ἐνεπρήσθη συγγράμματα, ὧν τὴν τιμὴν συνεψήφισαν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. Ὅτι μὲν οὖν οὐχ ὁ θεῖος Ἰωάννης αὐτοῖς πρῶτος προσενήνοχε τὸ σωτήριον κήρυγμα, ἀλλ’ ὁ θεσπέσιος Παῦλος, σαφῶς ἡμᾶς ἐδίδαξεν ἡ τῶν Πράξεων ἱστορία. Ὅτι δὲ καὶ τὴν Ἐπιστολὴν μετὰ ταῦτα γέγραφεν, αὐτὰ διδάσκει τὰ γράμματα. Πρὸς γὰρ τῷ τέλει φησίν·
«Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ, ὅ τι πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.» Τὸν δὲ μακάριον Τυχικὸν ἀπὸ τῆς Ῥώμης ἀπέστειλε, καὶ τοῦτο ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ διδάσκει. Εἰρηκὼς γάρ· «Σπούδασον ταχέως ἐλθεῖν πρός με· Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ· Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γὰρ χρήσιμος εἰς διακονίαν·» ἐπήγαγε· «Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.» Ὅτι δὲ ἐσχάτην ταύτην ἔγραψε τὴν Ἐπιστολὴν, σαφῶς ἐν αὐτῇ διδάσκει· «Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν.» Ὁ τοίνυν Ἐφεσίοις κηρύξας, τὸ δεύτερον εἰς τὴν Μακεδονίαν καὶ Ἀχαί̈αν ἐξώρμησε, κἀκεῖθεν εἰς τὴν Ἰουδαίαν. Εἶτα τῇ Ἐφέσῳ χρησάμενος τὴν Ῥώμην κατέλαβεν. Ἐκεῖθεν δὲ γράφων ἐδήλωσεν ὡς Τυχικὸν ἀπέστειλεν εἰς Ἔφεσον· Τυχικὸς δὲ τῶν πρὸς Ἐφεσίους γραμμάτων διάκονος.
PG 82:509Δέδεικται ἄρα σαφῶς, ὡς προκηρύξας αὐτοῖς τὸ Εὐαγγέλιον οὕτως ἔγραψε τὴν Ἐπιστολήν. Τῆς δὲ Ἐπιστολῆς τὰ μὲν πρῶτα περιέχει διδασκαλίαν τοῦ θείου κηρύγματος, τὰ δὲ τελευταῖα παραίνεσιν ἠθικήν. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. α, β. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατέρος ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Πάλιν τὴν, διά, πρόθεσιν ἐπὶ τοῦ Θεοῦ καὶ Πατέρος τέθεικε, τῶν τῇ θεότητι τοῦ Μονογενοῦς πολεμούντων ἐμφράττων τὰ στόματα, καὶ διδάσκων ὡς οὐ σμικρότητος αὕτη δηλωτική. Σὺν εὐφημίᾳ δὲ τὴν πρόσρησιν τέθεικεν. Ἁγίους γὰρ αὐτοὺς καὶ πιστοὺς προσηγόρευσεν. γ. «Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Δῆλον ὡς ἡμῶν μέν ἐστι Θεὸς, τοῦ δὲ Κυρίου ἡμῶν Πατήρ. Τοῦτο δὲ καὶ τὴν πρὸς Κορινθίους ἑρμηνεύοντες τὴν δευτέραν Ἐπιστολὴν ἐσημηνάμεθα.
«Ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.» Ἐδωρήσατο γὰρ ἡμῖν τοῦ θείου Πνεύματος τὰ χαρίσματα, ἔδωκε τὴν ἐλπίδα τῆς ἀναστάσεως, τὰς τῆς ἀθανασίας ἐπαγγελίας, τὴν ὑπόσχεσιν τῆς βασιλείας τῶν οὐρανῶν, τὸ τῆς υἱοθεσίας ἀξίωμα. Ταύτας ἐκάλεσεν εὐλογίας πνευματικάς. Καὶ προστέθεικεν, ἐν τοῖς ἐπουρανίοις· ἐπουράνια γὰρ τὰ δῶρα ταῦτα. Ἐπειδὴ δέ τινες ὑπελάμβανον πρόσφατον εἶναι τὸ κήρυγμα, καὶ κατεφρόνουν ὡς νεωτέρου τῆς νομικῆς πολιτείας, ἀναγκαίως καὶ περὶ τούτου διδάσκει. δ. «Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου.» Ἄνωθεν γὰρ, πρὸ τῆς τοῦ κόσμου συστάσεως, καὶ προέγνω τὰ καθ’ ἡμᾶς, καὶ προώρισε. Διδάσκει δὲ καὶ ἐπὶ τίνι ἐξελέξατο. «Εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ.» Καὶ πῶς ἐξελέξατο τοὺς μηδέπω γεγενημένους; «Ἐν ἀγάπῃ (ε.) προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὑτόν.» Καὶ προεῖδεν ἡμᾶς, καὶ ἠγάπησε, καὶ τὴν ἡμετέραν προώρισε κλῆσιν, ὥστε τοῦ τῆς υἱοθεσίας ἡμᾶς ἀπολαῦσαι χαρίσματος διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας. Τὸ δὲ εἰς αὐτὸν , τὸν Πατέρα λέγει, ἀντὶ τοῦ, ἵνα αὐτοῦ χρηματίζωμεν υἱοί.
PG 82:511Εἶτα ἐκπλαγεὶς τῆς φιλοτιμίας τὸ μέγεθος, ἐπήγαγε· «Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ.» Τοῦτο γὰρ, φησὶν, ἠθέλησε, τοῦτο αὐτῷ ἤρεσεν. Εὐδοκίαν γὰρ τὴν ἐπ’ εὐεργεσίᾳ βούλησιν ἔθος τῇ θείᾳ καλεῖν Γραφῇ. «Εὐδόκησας γὰρ, φησὶ, Κύριε, τὴν γῆν σου.» Καί· «Εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτόν.» Καί· «Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.» 2. «Εἰς ἔπαινον δόξης τῆς χάριτος αὑτοῦ.» Ἡ γὰρ τῆς εὐεργεσίας ὑπερβολὴ καὶ τῶν ἀχαρίστων τὰς γλώττας εἰς εὐχαριστίαν κινεῖ. «Ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν (ζ.) ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων.» Ἀξιεράστους ἡμᾶς πεποίηκεν ὁ Δεσποτικὸς θάνατος. Δι’ ἐκείνου γὰρ τὰς τῶν ἁμαρτημάτων ἀποθέμενοι κηλῖδας, καὶ τῆς τοῦ τυράννου δουλείας ἀπαλλαγέντες, τοὺς τῆς εἰκόνος τῆς θείας ἀνελάβομεν χαρακτῆρας. Διδάσκει δὲ καὶ πῶς τούτων τετυχήκαμεν. «Κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, (η.) ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς.» Ἀναβλύζει γὰρ τὰς τοῦ ἐλέους πηγὰς, καὶ τούτοις ἡμᾶς περικλύζει τοῖς ῥεύμασιν.
«Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, (θ.) γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὑτοῦ.» Μυστήριον τοῦ θελήματος αὑτοῦ τὸ κεκρυμμένον προςηγόρευσε θέλημα. Ἄνωθεν γὰρ, φησὶ, ταῦτα προορίσας, ὕστερον ἀπεκάλυψε. Τοῦτο γὰρ ἐπάγει· «Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ, (ι.) εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν.» Τὸ, ἐν αὐτῷ , ἐν τῷ Χριστῷ λέγει. Πλήρωμα δὲ τῶν καιρῶν , τὸν ὁρισθέντα παρὰ τοῦ Θεοῦ καλεῖ καιρόν. Οὕτω καὶ ἐν τῇ πρὸς Γαλάτας Ἐπιστολῇ· «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου.» «Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ.» Σαφέστερον ταῦτα ἐν τῇ πρὸς Ῥωμαίους διδάσκει. «Πᾶσα γὰρ ἡ κτίσις, φησὶ, συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.» Καὶ πάλιν· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται.» Τοῦτο καὶ ἐν τῇ πρὸς Ἑβραίους φησίν· «Ὅπως χωρὶς Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.» Μόνη δὲ ἡ θεία φύσις ἀνενδεής. Πᾶσα δὲ ἡ κτίσις ἐδεῖτο τοῦ τῆς οἰκονομίας φαρμάκου.
Τὰ μὲν γὰρ στοιχεῖα, διὰ τὴν τῶν ἀνθρώπων χρείαν γενόμενα, τῇ φθορᾷ ὑποκεῖσθαι πεποίηκεν, ἐπειδὴ καὶ τοῦτον θνητὸν ποιήσειν ἔμελλεν ἡ παράβασις. Αἱ δέ γε ἀόρατοι δυνάμεις ἤχθοντο, ὡς εἰκὸς, τὴν ἐν ἀνθρώποις πολιτευομένην πονηρίαν ὁρῶσαι. Εἰ γὰρ ἐφ’ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν, ὡς ὁ Κύριος ἔφη, εὔδηλον ὡς ἀσχάλλουσι τἀναντία θεώμενοι. Ἀλλ’ ἡ τοῦ Μονογενοῦς ἐνανθρώπησις, τὸν θάνατον λύσασα, καὶ τὴν ἀνάστασιν δείξασα, καὶ τὰ τῆς κοινῆς ἀναστάσεως ἐνέχυρα δεδωκυῖα, τὸ σκυθρωπὸν ἐκεῖνο διέλυσε νέφος. Ἀνακεφαλαίωσιν τοίνυν καλεῖ τὴν σύντομον τῶν πραγμάτων μεταβολήν. Διὰ γὰρ τῆς κατὰ τὸν Δεσπότην Χριστὸν οἰκονομίας, καὶ τῶν ἀνθρώπων ἡ φύσις ἀνίσταται, καὶ τὴν ἀφθαρσίαν ἐνδύεται, καὶ ἡ ὁρωμένη κτίσις τῆς φθορᾶς ἐλευθερουμένη τεύξεται τῆς ἀφθαρσίας, καὶ τῶν ἀοράτων οἱ δῆμοι ἐν εὐφροσύνῃ διατελέσουσιν, ἐπειδὴ ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός. Τοῦτο διὰ τῶνδε τῶν ῥητῶν ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος. Οὐ γὰρ ἁπλῶς εἶπε, τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀλλὰ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Καὶ δεικνὺς τὸ τῆς οἰκονομίας μυστήριον, ἐπήγαγεν, ἐν αὐτῷ, τουτέστιν ἐν τῷ Χριστῷ. ια.
PG 82:513«Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὑτοῦ.» Ἄνωθεν γὰρ προορίσας ἡμᾶς, εἰς ταύτην ἀπεκλήρωσε τὴν ζωὴν ὁ πάντα ποιῶν ὅσα βούλεται. Διδάσκει δὲ σαφέστερον καὶ εἰς ποῖον προωρίσθημεν κλῆρον. ιβ. «Εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον τῆς δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ.» Πάντες γὰρ εἰς ἡμᾶς ὁρῶντες, τοὺς εἰς τὸν Δεσπότην πεπιστευκότας, Χριστὸν ἀνυμνοῦσι τὸν τούτων αἴτιον τῶν ἀγαθῶν. ιγ. «Ἐν ᾧ καὶ ὑμεῖς, ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ.» Οὐ γὰρ μόνον ἠκούσατε, ἀλλὰ καὶ ἐπιστεύσατε· οὗ δὴ χάριν καὶ τῆς τοῦ παναγίου Πνεύματος τετυχήκατε χάριτος. Τὸ δὲ, ἐσφραγίσθητε , ἔοικε τῷ προφητικῷ ῥητῷ· «Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» ἀντὶ τοῦ· Οἷόν τινα σφραγῖδα τὴν τοῦ Πνεύματος ἐκομίσασθε δωρεάν. Ἐπαγγελίαν δὲ αὐτὴν καλεῖ, ὡς τοῦ Κυρίου ἐπαγγελλομένου πέμψειν τὴν χάριν τοῦ Πνεύματος. ιδ. «Ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν.» Ἔδειξε τῶν προσδοκωμένων τὸ μέγεθος.
Εἰ γὰρ ἡ δοθεῖσα χάρις, δι’ ἧς τὰ θαύματα ἐνηργεῖτο, καὶ λεπροὶ ἐκαθαίροντο, καὶ δαίμονες ἠλαύνοντο, καὶ τἄλλα τὰ τούτοις ἐγίνετο παραπλήσια, ἀῤῥαβῶνος τάξιν ἐπέχει, δῆλον ὡς πολὺ μείζονος οἱ πιστεύοντες τῆς χάριτος ἀπολαύσονται. «Εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.» Οὗτος, φησὶν, ὁ ἀῤῥαβὼν ἐπὶ τοῦ παρόντος ἡμῖν ἐδόθη, ὥστε ἡμᾶς ἐλευθερῶσαι μὲν τῆς τοῦ Δυσμενοῦς τυραννίδος, προσοικειῶσαι δὲ τῷ Θεῷ· ἵνα διὰ παντὸς αὐτὸν ὑμνῶμεν μεμνημένοι τῆς χάριτος. ιε, ι. «Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου.» Ἐντεῦθέν τινες ὑπετόπησαν, ὡς μηδέπω θεασάμενος αὐτοὺς ὁ θεῖος Ἀπόστολος γέγραφε τὴν Ἐπιστολήν. Ἔδει δὲ συνιδεῖν, ὅτι καὶ Κορινθίοις ἐπιστέλλων τὰ λυπηρὰ ἀκούσας, ἀπέστειλεν· «Ἀνηγγέλη γάρ μοι, φησὶ, περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν.» Ὥσπερ τοίνυν ἐκεῖ τὰ λυπηρὰ μαθὼν, ἀθυμῶν ἐπιστέλλει· οὕτω καὶ περὶ τούτων ἀκούσας τὰ θυμήρη, τὴν εὐφημίαν ὑφαίνει.
PG 82:515Ἐπαινεῖ δὲ αὐτῶν οὐ μόνον τὴν περὶ τὴν εὐσέβειαν σπουδὴν, ἀλλὰ καὶ τὴν περὶ τοὺς ἁγίους φιλοτιμίαν, καὶ ἐπὶ τούτοις ἀνυμνεῖ τὸν Θεὸν τὸν ἁπάντων αἴτιον τῶν ἀγαθῶν, καί φησιν· ιζ, ιη. «Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν.» Αἰτῶ δὲ προσευχόμενος σοφίας ὑμᾶς ἐμπλησθῆναι πνευματικῆς, ὥστε γνῶναι τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Τοῦτο ἐκάλεσεν ἀποκάλυψιν. Τὸ μέντοι, Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ , κατὰ διαίρεσιν τέθεικε. Τὸν γὰρ αὐτὸν τοῦ αὐτοῦ καὶ Θεὸν ἐκάλεσε καὶ Πατέρα· Θεὸν μὲν ὡς ἀνθρώπου, Πατέρα δὲ ὡς Θεοῦ. Δόξαν γὰρ τὴν θείαν φύσιν ὠνόμασεν. Οὕτω καὶ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης,» τουτέστι τῆς θείας φύσεως. Οὕτω καὶ ὁ θεῖος Ἰεζεκιὴλ, «Τοῦτο, φησὶν, ὁμοίωμα δόξης Κυρίου.» Ἐπειδὴ γὰρ τὴν θείαν φύσιν διαγνῶναι πάμπαν ἀδύνατον, δόξαν αὐτὴν ὀνομάζουσιν, ἀπὸ τῆς προσκυνήσεως καὶ δοξολογίας τὴν προσηγορίαν τιθέντες.
«Εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, (ιθ) καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας.» Ἱκετεύω δὲ, τῷ νοερῷ φωτὶ τῆς διανοίας ὑμῶν καταυγασθῆναι τὸ ὀπτικὸν, ὥστε καὶ ἐπὶ τίσιν ἐκλήθημεν διαγνῶναι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τὸ μέγεθος προμαθεῖν. Γλώττῃ δὲ σαρκικῇ διαλεγόμενος ὁ θεῖος Ἀπόστολος, καὶ μὴ δυνάμενος ὡς βούλεται τὸν Δεσπότην ὑμνῆσαι, καὶ τῶν δωρεῶν ὑποδεῖξαι τὸ μέγεθος, πολλὰ κατὰ ταυτὸν ὀνόματα συναθροίζει, δεῖξαι ταῦτα φιλονεικῶν κατὰ δύναμιν. Διὰ τοῦτο ἐλπίδα κλήσεως , καὶ πλοῦτον δόξης κληρονομίας , καὶ ὑπερβάλλον μέγεθος δυνάμεως, καὶ εὐδοκίαν θελήματος , καὶ τὰ ἄλλα ὅσα τοιαῦτα συναγείρει. Τὸ δὲ, ὑπερβάλλον μέγεθος τῆς δυνάμεως , τέθεικε, τοῦ σταυροῦ τὴν ἀτιμίαν εἰς νοῦν λαβὼν, καὶ ἐνθυμηθεὶς ἡλίκα διὰ τούτου κατώρθωσε. Τοῦτο γὰρ ἐπήγαγε·
PG 82:517«Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, (κ, κβ.) ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ.» Δῆλον δὲ ὅτι ταῦτα πάντα ὡς περὶ ἀνθρώπου τέθεικε· τοῦτο γὰρ αὐτῷ καὶ τὴν ἔκπληξιν ἐποίησεν. Τὸ γὰρ τὸν Θεὸν ὄντα συνεδρεύειν τῷ Θεῷ, καὶ Υἱὸν ὄντα συμβασιλεύειν τῷ Πατρὶ, θαυμαστὸν οὐδαμῶς· τῇ ταυτότητι γὰρ τῆς φύσεως ἡ κοινωνία τῆς ἐξουσίας συνέζευκτο. Τὸ δὲ τὴν ληφθεῖσαν ἐξ ἡμῶν φύσιν τῆς αὐτῆς τῷ λαβόντι μετέχειν τιμῆς, ὥστε μηδεμίαν φαίνεσθαι διαφορὰν προσκυνήσεως, ἀλλὰ διὰ τῆς ὁρωμένης φύσεως τὴν ἀόρατον προσκυνεῖσθαι θεότητα, τοῦτο παντὸς ἐπέκεινα θαύματος. Διά τοι τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ὑπεραγασθεὶς, πρῶτον μὲν ὑμνεῖ τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως, εἶτα τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος· καὶ ζητεῖ ὀνόματα δηλῶσαι δυνάμενα τοῦ πράγματος τὸ παράδοξον.
Πρῶτον μὲν γὰρ, φησὶν, ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, δῆλον ὅτι ὡς ἄνθρωπον· εἶτα ἐκάθισε. Καὶ δεικνὺς τὸ μέγεθος τῆς τιμῆς προστέθεικεν, ἐν δεξιᾷ αὐτοῦ. Ἐπιδείκνυσι δὲ καὶ τὰ βασίλεια, ἐν τοῖς ἐπουρανίοις. Εἶτα καὶ τοὺς ὑπηκόους, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας. Καὶ διεξελθὼν πάντα ὅσα ἐδιδάχθημεν τῶν ἀοράτων ὀνόματα, προστέθεικεν ὅτι καὶ εἴ τινας τούτων ἀγνοοῦμεν, μετὰ δὲ ταῦτα γνωσόμεθα ἐν τῷ μέλλοντι βίῳ, καὶ οὗτοι πάντες ὑπόκεινται· καὶ τὴν προφητικὴν ἐπήγαγε μαρτυρίαν· Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ τοῦτο δὲ ὁ Προφήτης ὡς περὶ ἀνθρώπου τέθεικεν. Τί γάρ ἐστι, φησὶν, ἄνθρωπος, ὅτι ἐμνήσθης αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; «Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, (κγ.) ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ.» Κεφαλῆς τάξιν ὁ Δεσπότης ἐπέχει Χριστός· οἱ δέ γε πιστεύοντες εἰς αὐτὸν, τὴν τοῦ σώματος. «Τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.» Ἐκκλησίαν καλεῖ τὸν σύλλογον τῶν πιστῶν. Ταύτην προσηγόρευσε τοῦ μὲν Χριστοῦ σῶμα, τοῦ δὲ Πατρὸς πλήρωμα.
Ἐπλήρωσε γὰρ αὐτὴν παντοδαπῶν χαρισμάτων, καὶ οἰκεῖ ἐν αὐτῇ, καὶ ἐμπεριπατεῖ, κατὰ τὴν προφητικὴν φωνήν. Τοῦτο δὲ ἀκριβέστερον κατὰ τὸν μέλλοντα βίον γενήσεται. Οὕτω γὰρ καὶ Κορινθίοις ἐπιστέλλων ἐδίδαξεν. Εἰπὼν γάρ· «Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος·» καὶ, ὅτι «Πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ·» τελευταῖον τέθεικεν· «Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι.» Καὶ ἐκεῖνα μὲν διὰ πλειόνων ἡρμηνεύσαμεν, ἐροῦμεν δὲ καὶ ἐνταῦθα συντόμως, ὅτι κατὰ τὸν παρόντα βίον ἐν πᾶσι μὲν ἔστιν ὁ Θεός· ἀπερίγραπτον γὰρ ἔχει τὴν φύσιν· οὐ πάντα δὲ ἐν πᾶσι, ἐπειδὴ οἱ μὲν δυσσεβοῦσιν, οἱ δὲ παρανομοῦσι· οἰκεῖ δὲ ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. Ἐν δέ γε τῷ μέλλοντι βίῳ, τῆς θνητότητος παυομένης, καὶ τῆς ἀθανασίας χορηγουμένης, καὶ τῆς ἁμαρτίας οὐκ ἔτι χώραν ἐχούσης, πάντα ἐν πᾶσιν ἔσται. ΚΕΦΑΛΑΙΟΝ Β. α, β. «Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι, καὶ ταῖς ἁμαρτίαις ὑμῶν, ἐν αἷς ποτε περιεπατήσατε.» Ἐνέκρωσε γὰρ ἡμᾶς τῆς ἁμαρτίας ἐνέργεια· αὐτὴ γὰρ τὸν θάνατον ἀπεκύησε.
PG 82:519«Κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου.» Κόσμον καλεῖ τὰ δημιουργήματα, αἰῶνα δὲ τὴν παροῦσαν ζωήν. «Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.» Σαφῶς ἡμᾶς ἐδίδαξεν, ὡς πάλαι μὲν ὁ διάβολος τοῦ ἀέρος ἐνεπιστεύθη τὴν ἐξουσίαν· ἐκπεσὼν δὲ ταύτης διὰ τὴν πονηρίαν, διδάσκαλος δυσσεβείας καὶ πονηρίας ἐγένετο. Οὐ μὴν ἁπάντων κρατεῖ, ἀλλὰ μόνων τῶν οὐ προσιεμένων τὰ θεῖα κηρύγματα· τούτους γὰρ υἱοὺς ἀπειθείας ἐκάλεσε· τῆς θείας εὐεργεσίας τοὺς Ἐφεσίους ἀναμιμνήσκων, ὅτι νεκροὺς ἤδη γεγενημένους διὰ τὴν ἁμαρτίαν, καὶ ὑπὸ τὴν ἐξουσίαν τελοῦντας τοῦ διαβόλου, τῆς σωτηρίας ἠξίωσεν. Ἵνα δὲ μὴ κατηγορίαν ὑπολάβωσι τὴν τῶν βεβιωμένων ἀνάμνησιν, συντάττει καὶ ἑαυτὸν, κοινὴν τὴν νόσον δεικνύς. γ. «Ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε, ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν· καὶ ἦμεν φύσει τέκνα ὀργῆς, ὡς καὶ οἱ λοιποί.» Ἔδειξεν οὐ μόνην τὴν σάρκα ταῖς κατηγορίαις ὑπεύθυνον, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχήν. Πρότερος γὰρ ὁ νοῦς δέχεται τὴν ἐπὶ τὰ χείρω ῥοπήν·
εἶθ’ οὕτω διὰ τῆς σαρκὸς ἐνεργεῖ τὰ βουλεύματα. Τέκνα δὲ φύσει ὀργῆς εἶπεν, ἀντὶ τοῦ, ὀργῆς ἄξιοι, καὶ τιμωρίας ἐσχάτης. Οὕτω τὸν Ἀντίχριστον υἱὸν ἀπωλείας ὠνόμασε, τουτέστιν, ἀπωλείας ἄξιον. δ, ε. «Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὑτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ.» Ἀλλὰ καὶ οὕτω διακειμένους ἄβυσσον ἀγαθότητος ἔχων ὁ Δεσπότης Θεὸς κοινωνοὺς ἡμᾶς ἀπέφηνε τῆς ἀθανάτου ζωῆς τοῦ Δεσπότου ἡμῶν. Τοῦτο γὰρ λέγει, συνεζωοποίησε τῷ Χριστῷ. Ἐκείνου γὰρ ἀναστάντος, καὶ ἡμεῖς ἐλπίζομεν ἀναστήσεσθαι. Ἐν αὐτῷ γὰρ τὰ ἡμέτερα κατωρθώθη. Εἶτα σαφέστερον διδάσκει τὸ μέγεθος τῆς δωρεᾶς. «Χάριτί ἐστε σεσωσμένοι.» Οὐ γὰρ διὰ τὸν ἄριστον ἡμῶν ἐκλήθημεν βίον, ἀλλὰ διὰ τὴν τοῦ σεσωκότος ἀγάπην. 2. «Καὶ συνήγειρε, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ.» Αὐτοῦ γὰρ ἀναστάντος ἡμεῖς τῇ ἐλπίδι ἀνέστημεν, καὶ αὐτοῦ τῷ Πατρὶ συνεδρεύοντος, μετέχομεν καὶ ἡμεῖς τῆς τιμῆς. Κεφαλὴ γὰρ ἡμῶν ὁ συνεδρεύων, ἀπαρχὴ ἡμῶν ὁ συμβασιλεύων· τὴν γὰρ ἡμετέραν ἐνδέδυται φύσιν. ζ.
PG 82:521«Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ, ἐν τῇ χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.» Νῦν γὰρ τῶν ἐλπιζομένων ἀγαθῶν τὸ μέγεθος, τοῖς μὲν ἀπίστοις ἄδηλον παντελῶς, οἱ δέ γε πιστοὶ ὡς ἐν ἐσόπτρῳ βλέπουσι καὶ αἰνίγματι. Διὰ πίστεως γὰρ περιπατοῦσιν, οὐ διὰ εἴδους· τότε δὲ πρόσωπον πρὸς πρόσωπον ὄψονται· τότε καὶ οἱ πιστοὶ καὶ οἱ ἄπιστοι τὴν ἐξ ἡμῶν ληφθεῖσαν φύσιν θεάσονται παρὰ πάσης προσκυνουμένην τῆς κτίσεως καὶ τοὺς ἁγίους συμβασιλεύοντας. «Εἰ γὰρ ἀπεθάνομεν, φησὶν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.» η. «Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως.» Ἡ τοῦ Θεοῦ χάρις τούτων ἡμᾶς ἠξίωσε τῶν ἀγαθῶν. Ἡμεῖς δὲ μόνην τὴν πίστιν προςενηνόχαμεν. Ἀλλὰ καὶ ταύτης ἡ θεία χάρις γεγένηται συνεργός. Τοῦτο γὰρ ἐπήγαγε· «Καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον· (θ.) οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.» Οὐ γὰρ αὐτόματοι πεπιστεύκαμεν, ἀλλὰ κληθέντες προσεληλύθαμεν, καὶ προσελθόντας οὐκ ἀπῄτησε καθαρότητα βίου, ἀλλὰ μόνην τὴν πίστιν δεξάμενος, τὴν τῶν ἁμαρτημάτων ἄφεσιν ἐδωρήσατο. ι.
«Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπ’ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.» Τὸ, κτισθέντες , ἐνταῦθα ἐπὶ τῆς ἀναγεννήσεως τέθεικεν. Ἐκάλεσεν ἡμᾶς, φησὶ, διὰ τὴν ἄφατον ἀγαθότητα· ὑπηκούσαμεν, καὶ πιστεύσαντες τετυχήκαμεν τῆς σωτηρίας· ἀλλὰ πρὸ μὲν τοῦ βαπτίσματος οὐκ ἀπῄτησεν ἡμᾶς πρακτικὴν ἀρετήν· μετὰ μέντοι τὸ βάπτισμα καὶ ταύτης ἔχεσθαι παρεγγυᾷ. Τοῦτο γὰρ λέγει, ἐπ’ ἔργοις ἀγαθοῖς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Πάλιν δὲ αὐτοὺς τῶν προτέρων ἀναμιμνήσκει, ἵνα δείξῃ τῆς θείας εὐεργεσίας τὸ μέγεθος. «Διὸ μνημονεύετε, (ια.) ὅτι ὑμεῖς ποτε τὰ ἔθνη.» Ἐνταῦθα δεῖ στίξαι. «Ἐν σαρκὶ οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου.» Καὶ ἡ περιτομὴ τῆς σαρκὸς, καὶ ἡ ἀκροβυστία τῆς σαρκός. Λέγει δὲ τοῦτο, ὅτι Ὑμεῖς οἱ λεγόμενοι ἀκροβυστία ἐν σαρκὶ (τοῦτο δὲ ὑμᾶς ἐκάλουν οἱ τὴν περιτομὴν τῆς σαρκὸς τὴν χειροποίητον ἔχοντες), οὐδεμίαν εἴχετε κοινωνίαν πρὸς τὰς τοῦ Ἰσραὴλ εὐλογίας· τοῦτο γὰρ τὰ ἐπαγόμενα διδάσκει· ιβ.
«Ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν, τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.» Δεῖξαι βούλεται τὸν Δεσπότην Χριστὸν πάντων αὐτοῖς πρόξενον γεγενημένον τῶν ἀγαθῶν. Πρὶν γὰρ, φησὶ, τούτῳ πιστεῦσαι, ἔρημοι μὲν ἦτε θεογνωσίας, τῶν δὲ τῷ Ἰσραὴλ ἐπηγγελμένων οὐκ ἀπελάβετε ἀγαθῶν. ιγ. «Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς, οἱ ποτὲ ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Πόῤῥω γὰρ ὑμᾶς διάγοντας, καὶ τοῦ Ἰσραὴλ κεχωρισμένους, οἰκείους ἀπέφηνεν ὁ Δεσπότης Χριστός. Τοῦτο εἶπεν, ἐγγὺς ἐγενήθητε. ιδ, ιε. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ· τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.» Αὐτὸς γὰρ τῆς εἰρήνης γεγένηται πρύτανις, αὐτὸς καὶ τοὺς ἐξ ἐκείνων καὶ τοὺς ἐξ ὑμῶν πιστεύοντας εἰς ἓν τελεῖν παρεσκεύασε σῶμα· καὶ τὸν νόμον ἔπαυσεν, ὃς, τοῖχόν τινα μιμούμενος, ἀπ’ ἀλλήλων ὑμᾶς διείργει. Πρότερον δὲ τὴν πρὸς τὸν Θεὸν κατέλυσεν ἔχθραν, τὴν οἰκείαν σάρκα λύτρον ὑπὲρ ἡμῶν δεδωκώς.
PG 82:523Τούτου δὲ γενομένου, ἐκεῖνα ἔπαυσεν ὅσα ὑμᾶς κἀκείνους ἐχώριζε· τοῦτο γὰρ εἶπε, τὸν νόμον τῶν ἐντολῶν. Οὐ γὰρ ἀνεῖλε τὸ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ· οὐδὲ τὸ, Τίμα τὸν πατέρα σου, καὶ τὴν μητέρα· οὐδὲ τὸ, Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, καὶ ὅσα τοιαῦτα. Ταῦτα γὰρ καὶ τῷ μαθεῖν βουληθέντι τῆς αἰωνίου ζωῆς τὴν ὁδὸν ὁ Δεσπότης Χριστὸς ὑπέδειξε. Δόγματα δὲ, τὴν εὐαγγελικὴν διδασκαλίαν ἐκάλεσεν· ἐπειδὴ ἐν τῇ αἱρέσει τῆς γνώμης κεῖται τῆς τελειότητος ἡ κατόρθωσις. «Ὁ δυνάμενος γὰρ, φησὶ, χωρεῖν χωρείτω.» Καί· «Εἰ θέλεις τέλειος γενέσθαι, πώλησόν σου τὰ ὑπάρχοντα.» Καί· «Ὅταν νηστεύῃς.» Ταῦτα γὰρ οὐ νομοθεσία, ἀλλ’ αὐθαιρέτου γνώμης. Νομεθετεῖ δὲ ἐκεῖνα, ἅπερ καὶ ἐξ ἀρχῆς τὴν φύσιν δημιουργήσας ἐνέγραψε ταύτῃ. «Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, (ι.) καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ, διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ.» Ἀπέκτεινε τὴν ἔχθραν ἐν τῷ σταυρῷ, τὴν ἄμωμον θυσίαν προσενεγκών.
Κατήλλαξε δὲ ἀμφοτέρους, τουτέστι τοὺς ἐξ ἐθνῶν καὶ τοὺς ἐξ Ἰουδαίων, ἐν ἑνὶ σώματι τῷ ὑπὲρ πάντας προσενεχθέντι, ὥστε αὐτοὺς εἰς ἓν σῶμα τελεῖν. Πάντας δὲ τοὺς πιστεύοντας ἕνα κέκληκεν ἄνθρωπον , ἐπειδὴ μία μὲν ἁπάντων κεφαλὴ ὁ Δεσπότης Χριστὸς, τὴν δὲ τοῦ σώματος τάξιν πληροῦσιν οἱ τῆς σωτηρίας ἠξιωμένοι. ιζ. «Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς.» Μακρὰν τὰ ἔθνη λέγει, ἐγγὺς δὲ τοὺς Ἰουδαίους. ιη. «Ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα.» Τοῦτο ἔοικε τοῖς ὑπὸ Κυρίου εἰρημένοις· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Αὐτὸς ἡμᾶς, φησὶ, προσήγαγε τῷ Πατέρι· προσήγαγε δὲ τῆς πνευματικῆς χάριτος ἀξιώσας. ιθ. «Ἄρα οὖν οὐκ ἔτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ.» Ἁγίους ἐνταῦθα οὐ μόνον τοὺς τῆς χάριτος, ἀλλὰ καὶ τοὺς ἐν νόμῳ, καὶ τοὺς πρὸ νόμου λέγει.
PG 82:525Καὶ γὰρ περὶ τοῦ Ἀβραὰμ ὁ αὐτὸς Ἀπόστολος ἔφη, ὅτι «Ἐξεδέχετο τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» Μεγίστου, φησὶν, ἀξιώματος τετυχήκατε, τῷ μὲν ὡς Θεῷ προσοικειωθέντες, τῶν δὲ ἁγίων συμπολῖται γεγενημένοι. κ. «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.» Προφήτας ἐνταῦθα οὐ τοὺς τῆς Καινῆς λέγει Διαθήκης, ἀλλὰ τοὺς τῆς Παλαιᾶς. Προέταξε δὲ τοὺς ἀποστόλους, ἐπειδὴ δι’ αὐτῶν ἐδεξάμεθα τὰ θεῖα κηρύγματα. «Ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.» Ὥσπερ εἶπεν αὐτὸν τοῦ σώματος κεφαλὴν, οὕτω τῆς οἰκοδομίας ἀκρογωνιαῖον λίθον καλεῖ. Τοὺς γὰρ δύο τοίχους συνάπτει, καὶ τοὺς ἐξ Ἰουδαίων, καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας δίκην γωνίας ἑνοῖ. κα, κβ. «Ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.» Καὶ ἐν τοῖς πρόσθεν ἡρμηνευμένοις πλήρωμα τοῦ Θεοῦ τὴν Ἐκκλησίαν ἐκάλεσε, καὶ ἐνταῦθα ναὸν καὶ κατοικητήριον.
Τὴν δέ γε ἐκείνων καὶ τούτων συνάφειαν ἡ γωνία ποιεῖ, τὴν δὲ οἰκοδομίαν ἡ χάρις τοῦ Πνεύματος, διὰ τῶν κηρύκων τῆς ἀληθείας προσφέρουσα τὰ θεῖα παιδεύματα. ΚΕΦΑΛΑΙΟΝ Γ. αδ. «Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ, τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ· πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ.» Βούλεται μὲν εἰπεῖν, ὅτι Ταύτην ὑμῶν τὴν κλῆσιν εἰδὼς, καὶ ἀκριβῶς ἐπιστάμενος, καὶ τίνες ἦτε, καὶ πῶς ἐκλήθητε, καὶ ἐπὶ τίσιν ἐκλήθητε, δέομαι καὶ ἱκετεύω τὸν τῶν ὅλων Θεὸν, βεβαιῶσαι ὑμᾶς τῇ πίστει, καὶ τὴν ἐντεῦθεν φυομένην παρασχεῖν ὑμῖν σωτηρίαν. Τέθεικε δὲ πλεῖστα διὰ μέσου, πάλιν τῆς εὐεργεσίας σημαίνων τὸ μέγεθος. Διηγεῖται δὲ καὶ ὅπως ἐκλήθη, καὶ ὅπως τῆς θείας ἀπήλαυσε χάριτος, καὶ ὅτι τῶν ἐθνῶν προκεχείρισται κήρυξ· διδάσκων ὡς ἄγαν αὐτῷ τὸ κηρύττειν ἁρμόττει, καὶ οὐ τὰ ἀλλότρια σφετερίζεται, ἀλλὰ τὰ προστεταγμένα πληροῖ.
PG 82:527Τὸ μέντοι, προέγραψα ἐν ὀλίγῳ , οὐχ ὥς τινες ὑπέλαβον, ὅτι ἑτέραν Ἐπιστολὴν γέγραφεν. Οὐδὲ γὰρ περὶ τῶν καθ’ ἑαυτὸν ἔφη, ὅτι Προέγραψα , ἀλλὰ περὶ τοῦ μυστηρίου. Τοῦτο γὰρ ἔφη, ὅτι Κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ , τουτέστι περὶ οὗ νῦν ἔγραψα· καὶ γὰρ περὶ τούτου διεξελήλυθεν ἀπὸ τοῦ προοιμίου μέχρι τοῦδε τοῦ χωρίου. Περὶ τούτου δὲ καὶ ἐν τοῖς ἑξῆς λέγει. ε. «Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι.» Ἐγνωρίσθη μὲν τοῖς πάλαι προφήταις, ἀλλ’ οὐχ ὡς νῦν· οὐ γὰρ τὰ πράγματα εἶδον, ἀλλὰ τοὺς περὶ τῶν πραγμάτων προέγραψαν λόγους. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Πολλοὶ προφῆται, καὶ βασιλεῖς, καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον.» Νῦν δὲ τοῖς ἀποστόλοις ἀπεκάλυψε πρώτοις, εἶτα τοῖς προφήταις. Πολλοὶ γὰρ κατὰ τῶν ἀποστόλων καιρὸν προφητικῆς ἀπήλαυσαν χάριτος. Τί δὲ ἀπεκάλυψεν; 2, ζ.
«Εἶναι τὰ ἔθνη συγκληρονόμα, καὶ σύσσωμα, καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ διὰ τοῦ Εὐαγγελίου, οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.» Ἐπειδὴ ἓν σῶμα προσηγόρευσε τοὺς πιστοὺς, σύσσωμα τὰ ἔθνη γεγενῆσθαί φησι. Καὶ ἐπειδὴ ἡ κληρονομία Ἰουδαίων ἐνενόμιστο, συγκληρονόμα πάλιν τὰ ἔθνη ὠνόμασε. Καὶ ὡς Ἰουδαίων μόνων ἔχειν ὑπειληφότων τὰς ἐπαγγελίας· τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἔφη· «Ὧν αἱ ἐπαγγελίαι·» πάλιν τὰ ἔθνη συμμέτοχα τῆς ἐπαγγελίας ἐκάλεσε. Τούτων δὲ, φησὶν, ἀπέλαυσαν διὰ τοῦ Εὐαγγελίου, οὗ κήρυξ ἐγὼ καὶ διάκονος διὰ τὴν ἄῤῥητον τοῦ κεκληκότος φιλοτιμίαν, καὶ τὴν ἄφραστον αὐτοῦ δύναμιν. Λέγει δὲ καὶ τίνος χάριν τῆς δυνάμεως ἐμνημόνευσεν. η. «Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ.» Ἐν γὰρ τοῖς κατ’ ἐμὲ τῆς οἰκείας δυνάμεως τὴν ἐνέργειαν ἔδειξεν, ἀνάξιον ὄντα με καλέσας, τὴν δὲ τῶν ἐθνῶν διδασκαλίαν πιστεύσας.
Ἐνέφραξε μέντοι τὸ ἀναίσχυντον Εὐνομίου στόμα, ἀνεξιχνίαστον καλέσας τοῦ Χριστοῦ τὸν πλοῦτον. Ἐκεῖνος γὰρ ποιητὴν τοῦ Χριστοῦ τὸν Πατέρα λέγων, καὶ τὴν αὐτοῦ τοῦ Πατέρος οὐσίαν ἔφη κατειληφέναι. Ὁ δὲ θεῖος Ἀπόστολος οὐ μόνον τοῦ Χριστοῦ τὴν θείαν φύσιν, ἀλλὰ καὶ τὸν πλοῦτον ἀνεξιχνίαστον κέκληκε. Καὶ πῶς κηρύττεις, εἴπερ ὁ πλοῦτος ἀνεξιχνίαστος; Τοῦτο γὰρ αὐτὸ, φησὶ, κηρύττω ὅτι ἀνεξιχνίαστος. Τοῦτο γὰρ ἐπάγει· θ. «Καὶ φωτίσαι πάντας τίς οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ.» Οὐκ ἰχνηλατῶ τὰ ἀνεξιχνίαστα, ἀλλὰ τὸ νῦν ἀποκαλυφθὲν μυστήριον τοὺς ἀγνοοῦντας διδάσκω. Πάλαι γὰρ τοῦτο ἦν κεκρυμμένον, καὶ μόνῳ τῷ Θεῷ γνώριμον, ὃς τὰ πάντα πεποίηκε συνεργῷ χρησάμενος τῷ Υἱῷ. ι, ια. Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας. Κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Οὐδὲ γὰρ αἱ ἀόρατοι δυνάμεις ᾔδεσαν τὸ μυστήριον, ἀλλὰ διὰ τῆς περὶ τὴν Ἐκκλησίαν οἰκονομίας τὴν ἄῤῥητον τοῦ Θεοῦ σοφίαν κατέμαθεν.
PG 82:529Κατὰ πρόθεσιν δὲ τῶν αἰώνων λέγει, ἀντὶ τοῦ, Ταῦτα πρὸ τῶν αἰώνων προέθετο, ἐποίησε δὲ διὰ τῆς κατὰ τὸν Δεσπότην Χριστὸν οἰκονομίας. ιβ. «Ἐν ᾧ ἔχομεν τὴν παῤῥησίαν, καὶ τὴν προςαγωγὴν ἐν πεποιθήσει, τῇ διὰ τῆς πίστεως αὐτοῦ.» Αὐτῷ γὰρ πιστεύσαντες, δι’ αὐτοῦ προσήχθημεν τῷ Θεῷ καὶ Πατρί. ιγ. «Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν.» Δέομαι τοίνυν τῆς θείας ἀπολαῦσαι ῥοπῆς, ἵνα γενναίως φέρω τὰ προσπίπτοντα σκυθρωπὰ διὰ τὴν ὑμετέραν σωτηρίαν. Ὑμετέρα γὰρ δόξα ἡ ἐν τούτοις μου καρτερία. Ταῦτα πάντα ἐν μέσῳ τεθεικὼς, ἀναλαμβάνει τὸν περὶ προσευχῆς λόγον, καί φησι· ιδ, ιε. «Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται.» Κυρίως Πατὴρ, καὶ ἀληθῶς Πατὴρ ὁ Θεός. Οὐ γὰρ ἐγένετο πρῶτον Υἱὸς, εἶτα Πατήρ· ἀλλ’ ἀεὶ Πατήρ ἐστι, καὶ φύσει Πατήρ· οἱ δὲ ἄλλοι πατέρες, εἴτε σωματικοὶ, εἴτε πνευματικοὶ, ἄνωθεν τὴν προςηγορίαν εἵλκυσαν. Λέγει δὲ ἐπὶ γῆς πατέρας, τοὺς φύσει πατέρας· οὐρανίους δὲ πατέρας, τοὺς πνευματικοὺς καλεῖ. Τοιοῦτος ἦν αὐτὸς ὁ θεῖος Ἀπόστολος.
Καὶ τοῦτο Κορινθίοις γράφων ἐδίδαξεν· «Ἐὰν γὰρ, φησὶ, μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Λέγει τοίνυν, ὅτι Δεόμενος καὶ ἀντιβολῶν κάμπτω τὰ γόνατά μου, καὶ ἱκετεύω τὸν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ Πατέρα, ὃς ἀληθῶς ὑπάρχει Πατὴρ, ὃς οὐ παρ’ ἄλλου τοῦτο λαβὼν ἔχει, ἀλλ’ αὐτὸς τοῖς ἄλλοις μεταδέδωκε τοῦτο. Τί δὲ παρακαλεῖς; ι, ιζ. «Ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὑτοῦ, δυνάμει κραταιωθῆναι, διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστόν.» Καὶ πλοῦτον ἄῤῥητον ἔχει, καὶ δύναμιν ἀμέτρητον. Αἰτῶ τοίνυν ὑμᾶς τυχεῖν, ὥστε διὰ τῆς τοῦ Πνεύματος χάριτος οἰκητήριον ὑμῶν γενέσθαι τὰς ψυχὰς τοῦ σεσωκότος ὑμᾶς Χριστοῦ. Εἶτα διδάσκει τίνα καὶ αὐτοὺς δεῖ συνεισενεγκεῖν εἰς τὴν τοῦ ναοῦ τούτου κατασκευήν. «Διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ ἐῤῥιζωμένοι, καὶ τεθεμελιωμένοι.» Χρεία γὰρ πίστεως καὶ ἀγάπης, ὥστε ἐν ταύταις ὑμᾶς τεθηλέναι, οἷόν τινα κρηπῖδα καὶ ῥίζαν τὸ βέβαιον ἔχοντας. ιη, ιθ.
PG 82:531«Ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ μῆκος, καὶ πλάτος, καὶ βάθος, καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ.» Δυνατὸν ἡμᾶς διὰ τῆς πίστεως καὶ ἀγάπης τῆς πνευματικῆς χάριτος ἀπολαῦσαι, καὶ διὰ ταύτης καταμαθεῖν τῆς γεγενημένης οἰκονομίας τὸ μέγεθος. Διὰ γὰρ τοῦ μήκους , καὶ πλάτους , καὶ βάθους , καὶ ὕψους , τὸ μέγεθος παρεδήλωσεν· ἐπειδὴ ταῦτα μεγέθους δηλωτικά. Τὸ δὲ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ , ἀντὶ τοῦ, Ἵνα τελείως αὐτὸν ἔνοικον δέξησθε. Εἶτα εἰς δοξολογίαν τὸν δογματικὸν συμπληροῖ λόγον. κ, κα. «Τῷ δὲ δυναμένῳ ὑπερεκπερισσοῦ ποιῆσαι ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ, ἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.» Ὑμνῶ δὲ αὐτὸν, ὅτι καὶ δύναται, καὶ βούλεται, καὶ πλείονα ὧν αἰτοῦμεν δωρεῖται. Αὐτὸν δὲ καὶ παρὰ πάντων ὑμνεῖσθαι προςήκει ἔν τε τῷ παρόντι βίῳ, καὶ ἐν τῷ μέλλοντι. Οὕτως αὐτοῖς ἐπιδείξας τῆς θείας εὐεργεσίας τὸν πλοῦτον, ἐπὶ τὰ εἴδη προτρέπει τῆς ἀρετῆς. ΚΕΦΑΛΑΙΟΝ Δ.
α. «Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ.» Ἱκανὴ τῶν δεσμῶν ἡ μνήμη καὶ τοὺς λίαν ἀναλγησίαν νοσοῦντας εἰς ἀρετὴν διεγεῖραι. Δι’ ὑμᾶς γὰρ, φησὶ, ταῦτα περίκειμαι. Εἰ γὰρ κηρύττειν οὐκ ἐβουλόμην, τούτων ἂν παντελῶς ἀπηλλάγην. Θαυμάσαι δὲ ἄξιον κἀν τούτοις τὸν θεῖον Ἀπόστολον, ὅτι τοῖς διὰ τὸν Χριστὸν δεσμοῖς ἐναβρύνεται μᾶλλον, ἢ βασιλεὺς διαδήματι. Τί δὲ παρακαλεῖς; «Ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε.» Κατάλληλον τῇ κλήσει πολιτείαν ἀσπάσασθε· μὴ καθυβρίσητε τὴν θείαν εὐεργεσίαν τῷ παρανόμῳ βίῳ. Καὶ ἐπειδὴ χαρισμάτων πνευματικῶν ἀπολαύοντες, καὶ θαύματα ἐποίουν, καὶ γλώτταις διαφόροις ἐλάλουν, καὶ προφητικῆς ἐνεργείας ἀπήλαυον, ἱκανὰ δὲ ταῦτα ἦν ὀγκῶσαι τὸ φρόνημα, καὶ περὶ τούτου πρῶτον προσφέρει παραίνεσιν· β, γ. «Μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.» Μιᾶς ἅπαντες τετυχήκατε χάριτος, μία πηγὴ τοὺς διαφόρους ἐκπέμπει κρουνούς.
PG 82:533Ταπεινοφροσύνῃ τοίνυν καὶ πραότητι χρώμενοι ἀνέχεσθε μὲν ἀλλήλων κατὰ τὸν ἀγάπης νόμον, φυλάξατε δὲ τῆς εἰρήνης τὸν σύνδεσμον. δ. «Ἓν σῶμα, καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν.» Ἑνὸς ἀπηλαύσατε Πνεύματος, εἰς ἓν σῶμα τελεῖτε, μία ἐλπὶς ὑμῖν δέδοται τῆς τε ἀναστάσεως, καὶ τῆς βασιλείας τῶν οὐρανῶν. ε, 2. «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ὑμῖν.» Πανταχοῦ τὸ ἓν καὶ εἷς τέθεικεν, εἰς συμφωνίαν συνάπτων τὴν Ἐκκλησίαν. Ἕνα, φησὶ, Κύριον ἔχομεν, ἑνὸς βαπτίσματος ἀπηλαύσαμεν, μίαν πίστιν προσενηνόχαμεν, εἷς ὁ πάντων ἡμῶν Θεὸς καὶ Πατήρ. Προσήκει τοίνυν ὑμᾶς, ὡς ἀδελφοὺς, τὴν περὶ ἀλλήλους ἔχειν ὁμόνοιαν. Τὸ μέντοι, ἐπὶ πάντας τὴν δεσποτείαν σημαίνει, τὸ δὲ, διὰ πάντων , τὴν πρόνοιαν, τὸ δέ γε, ἐν πᾶσι , τὴν ἐνοίκησιν. ζ. «Ἑνὶ δὲ ἑκάστῳ ὑμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.» Ἐνταῦθα παραμυθεῖται τοὺς τὰ δοκοῦντα ἐλάττονα τῶν χαρισμάτων εἰληφότας, καὶ δείκνυσι ταῦτα τὸν Δεσπότην Χριστὸν διανεῖμαι· μονονουχὶ δὲ λέγων· Μὴ δυσχεράνητε·
αὐτὸς γὰρ, ὡς οἶδεν, ἑκάστῳ τὴν χάριν ἐμέτρησεν. Βεβαιοῖ δὲ καὶ τῇ προφητικῇ μαρτυρίᾳ τὸν λόγον. η. «Διὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις.» Ὁ μὲν ψαλμὸς λέγει, ἔλαβε δόματα ἐν ἀνθρώποις· αὐτὸς δὲ τὸ, ἔδωκε , τέθεικεν. Ἀμφότερα δὲ γεγένηται· λαμβάνων γὰρ τὴν πίστιν ἀντιδίδωσι τὴν χάριν. Ἀκριβῶς δὲ καὶ τὸ, ᾐχμαλώτευσεν αἰχμαλωσίαν , τέθεικεν ὁ Προφήτης. Οὐ γὰρ ἐλευθέρους ὄντας ἡμᾶς ᾐχμαλώτευσεν, ἀλλ’ ὑπὸ τοῦ διαβόλου γεγενημένους ἀντῃχμαλώτευσε, καὶ τὴν ἐλευθερίαν ἡμῖν ἐδωρήσατο. Εἶτα τὴν ἀνάβασιν ἑρμηνεύει. θ. «Τὸ δὲ, ἀνέβη, τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς;» Ἡ ἀνάβασις τῆς καταβάσεως σημαντική. Κατελθὼν γὰρ πρότερον, καὶ τὴν ἡμετέραν πραγματευσάμενος σωτηρίαν, οὕτω πάλιν ἀνελήλυθε. Κατώτερα γὰρ μέρη τῆς γῆς τὸν θάνατον ἐκάλεσεν. Οὕτω γὰρ καὶ ὁ Προφήτης φησίν· «Ἔθετό με ἐν λάκκῳ κατωτάτῳ·» καὶ πάλιν· «Καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς.» ι. «Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Οὐ γὰρ ἄλλος κατελήλυθε, καὶ ἄλλος ἀνελήλυθεν·
PG 82:535ἀλλ’ ἵνα συντόμως εἴπω, ἄλλως κατελήλυθε, ἄλλως ἀνελήλυθεν. Ἀσώματος γὰρ κατελθὼν, μετὰ σώματος ἀνελήλυθεν. Ἡ δέ γε κατάβασις οὐ τοπικήν τινα σημαίνει μετάβασιν, ἀλλὰ τῆς οἰκονομίας διδάσκει τὸ μέγεθος, ὅτι ὁ Ὕψιστος τοσαύτης ἠνέσχετο ταπεινότητος. ια, ιβ. «Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ.» Ἦσαν κατὰ τὸν καιρὸν ἐκεῖνον, ὡς πολλάκις ἔφην, προφητικῆς ἠξιωμένοι χάριτος. Καὶ μέμνηται ἡ ἱστορία τῶν Πράξεων καὶ Ἀγάβου τοῦ προφήτου, καὶ ἄλλων ἐν Ἀντιοχείᾳ προφητευόντων, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ θεῖος Ἀπόστολος. Ἦσαν δὲ καὶ εὐαγγελισταὶ, ἐν οἷς ἦν καὶ ὁ μακάριος Φίλιππος, εἷς τῶν ἑπτά. Ποιμένας δὲ καὶ διδασκάλους , τοὺς κατὰ πόλιν καὶ κώμην ἀφωρισμένους λέγει. Οὗ δὴ χάριν αὐτοὺς μετὰ τοὺς εὐαγγελιστὰς τέθεικεν, ἐπειδὴ ἐκεῖνοι περιιόντες ἐκήρυττον. Ταῦτα δὲ, φησὶ, δέδωκε τὰ χαρίσματα εἰς οἰκοδομὴν καὶ ὠφέλειαν τῶν πιστευόντων. Τούτους γὰρ τοῦ Χριστοῦ προσηγόρευσε σῶμα. ιγ.
«Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.» Τῆς δὲ τελειότητος ἐν τῷ μέλλοντι βίῳ τευξόμεθα. Ἐν τῷ παρόντι τοίνυν τῆς τῶν ἀποστόλων, καὶ προφητῶν, καὶ διδασκάλων βοηθείας δεόμεθα. ιδ. «Ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ τῷ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης.» Ἴδιον τῶν ἔτι νηπίων τὸ τῆς γνώμης ὀξύῤῥοπόν τε καὶ κοῦφον. Τοιοῦτοι, φησὶ, πρὸ τῆς κλήσεως ἦμεν, τῇδε κἀκεῖσε καθάπερ ὑπὸ κυμάτων φερόμενοι, καὶ τοῖς ἐξαπατῶσι πειθόμενοι. Κυβείαν δὲ τὴν πανουργίαν καλεῖ. Πεποίηται δὲ ἀπὸ κυβεύειν τὸ ὄνομα· ἴδιον δὲ τῶν κυβευόντων τὸ τῇδε κἀκεῖσε μεταφέρειν τὰς ψήφους, καὶ πανούργως τοῦτο ποιεῖν. Μεθοδείαν δὲ πλάνης τὴν μηχανὴν ἐκάλεσεν. Οὐ γὰρ προφανῶς ὁ διάβολος μοιχεύειν κελεύει, ἀλλ’ ἢ δι’ ὀφθαλμῶν δελεάζει, ἢ δι’ ἀκοῶν καταθέλγει· οὐδὲ προφανῶς ἀρνήσασθαι τὸν Θεὸν παρεγγυᾷ, ἀλλ’ οἰωνοῖς ἢ κλῃδόσιν, ἢ περιάπτοις παρασκευάζει κεχρῆσθαι. ιε.
PG 82:537«Ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστός.» Τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἔφη· «Ἡ ἀγάπη ἀνυπόκριτος·» καὶ ἐν τῇ πρὸς Κορινθίους ἔφη· «Ἐν ἀγάπῃ ἀνυποκρίτῳ.» Οὕτω καὶ ἐνταῦθα ἀληθῆ ἔχειν ἀγάπην παρεγγυᾷ, καὶ διὰ ταύτης αὔξειν τὸν πλοῦτον τῆς ἀρετῆς ἐν αὐτῷ τῷ Δεσπότῃ. «Πᾶν γὰρ, φησὶ, κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρεται, καὶ εἰς πῦρ βάλλεται.» Καὶ ἐπειδὴ κεφαλὴν πάλιν αὐτὸν ὠνόμασε, δείκνυσι πόσα ἀπὸ τῆς κεφαλῆς ἀγαθὰ χορηγεῖται. ι. «Ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.» Καθάπερ, φησὶν, ἡ κεφαλὴ πᾶσι τοῖς μορίοις τοῦ σώματος χορηγεῖ τῆς αἰσθήσεως τὴν ἐνέργειαν· πηγὴ γὰρ τῆς αἰσθητικῆς δυνάμεως ὁ ἐγκέφαλος· οὕτως ὁ Δεσπότης Χριστὸς κεφαλῆς τάξιν ἐπέχων, τὰ τοῦ Πνεύματος διανέμει χαρίσματα, εἰς μίαν ἁρμονίαν συνάπτων τὰ μέλη τοῦ σώματος. Ἁφὴν δὲ τὴν αἴσθησιν προσηγόρευσεν, ἐπειδὴ καὶ αὕτη μία τῶν πέντε αἰσθήσεων, καὶ ἀπὸ τοῦ μέρους τὸ πᾶν ὠνόμασε. ζ.
«Τοῦτο οὖν λέγω, καὶ μαρτύρομαι ἐν Κυρίῳ.» Πάλιν ἀνέλαβε τῆς παραινέσεως τὸ προοίμιον, καὶ τῇ τοῦ Κυρίου μνήμῃ μαρτύρεται. Ὑπὸ μάρτυρι γὰρ, φησὶ, τῷ Κυρίῳ ταῦτα λέγω. Τί δὲ μαρτυρεῖ; «Μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ.» Τὰ λοιπὰ ἔθνη , τὰ μηδέπω πεπιστευκότα λέγει. Πῶς δὲ ἐκεῖνα περιπατεῖ; «Ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν.» Λογισμοῖς χρώμενα δυςσεβέσι, τὰ μὴ ὄντα θεοποιοῦντα. ιη. «Ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες.» Τὴν ἄγνοιαν τοῦ Θεοῦ προσηγόρευσε σκότος. Εἶτα καὶ τοῦ βίου τὴν παρανομίαν ἐλέγχει. «Ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ.» Ζωὴν τοῦ Θεοῦ , τὴν ἐν ἀρετῇ ζωὴν προσηγόρευσε. Λέγει δὲ καὶ τὴν τῆς παρανομίας αἰτίαν. «Διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν.» Οὕτω καὶ Δαβὶδ ὁ προφήτης λέγει· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι Θεός.» Διεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. Πώρωσιν δὲ καρδίας τὴν ἐσχάτην ἀναλγησίαν ἐκάλεσε· καὶ γὰρ αἱ τῷ σώματι ἐγγινόμεναι πωρώσεις οὐδεμίαν αἴσθησιν ἔχουσι, διὰ τὸ παντελῶς νενεκρῶσθαι. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος εἶπεν. Ἐπάγει γάρ· ιθ.
PG 82:539«Οἵτινες ἀπηλγηκότες.» Ἐνταῦθα δεῖ στίξαι. «Ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. «Πρῶτον παρανομίαν, εἶτα κόρον ἐνόσησαν. Εἰς τὸν παράνομον γὰρ ἐξοκείλαντες βίον, κατὰ βραχὺ τὴν ἀναλγησίαν ἐνόσησαν. Εἶτα λοιπὸν ἀδεῶς πᾶσαν ἁμαρτίαν τολμῶσι, ὑπὲρ κόρον τῷ διεφθαρμένῳ καταχρώμενοι βίῳ. Πλεονεξίαν γὰρ τὴν ἀμετρίαν ἐκάλεσεν. Ἐντεῦθεν νοήσωμεν καὶ τὸ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ εἰρημένον, τό «Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν.» Τὴν γὰρ συγχώρησιν οὕτως ἐκάλεσεν. Ἐνταῦθα γὰρ σαφῶς ἐδίδαξεν ὡς ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ. κ, κα. «Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ.» Τοιαῦτα μὲν οὖν τὰ τῆς δυσσεβείας παιδεύματα. Τὰ δὲ τοῦ Δεσπότου τοῦ Χριστοῦ παντάπασιν ἐναντία. Λέγει δὲ καὶ ταῦτα. κβκδ. «Ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.
Ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.» Παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ἐκάλεσεν, ἀλλὰ τὴν τῆς ἁμαρτίας ἐνέργειαν· οὐδὲ γὰρ τὸ σῶμα ὁ βαπτιζόμενος ἀποτίθεται, ἀλλὰ τῆς ἁμαρτίας τὸ πιναρὸν ἔνδυμα. Καινὸν δὲ ἄνθρωπον κέκληκε, τὸν κατὰ τὴν εὐαγγελικὴν νομοθεσίαν πολιτευόμενον. Ἄνθρωπον δὲ, καὶ τὴν ἀρετὴν, καὶ τὴν κακίαν ἐκάλεσεν, ἐπειδὴ παρ’ ἀνθρώπων ἐνεργεῖται· Πνεῦμα δὲ νόου , τὴν ὁρμὴν τοῦ νόου πνευματικὴν εἴρηκε. Λέγει δὲ καὶ τίνα ἐστὶ τὰ τοῦ καινοῦ ἀνθρώπου. κε. «Διὸ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὑτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.» Τῶν γὰρ ἀτοπωτάτων, μέλη ὄντας ἀλλήλους τὰ μὴ ὄντα λέγειν ἀλλήλοις· τοῦτο γὰρ οὐκ ἴδιον τῶν μελῶν· καὶ γὰρ ὀφθαλμοὶ, κρημνοὺς ὁρῶντες καὶ βάραθρα, μηνύουσι τοῖς ποσὶ, ἵνα ἐκκλίνωσι, καὶ μὴ ἅπαν τὸ σῶμα λωβήσονται· καὶ ἀκοαὶ ἀπὸ τῶν ψόφων αἴσθησιν δεχόμεναι, σημαίνουσι τοῖς ὀφθαλμοῖς· καὶ μὴ ψεύδονται αἱ αἰσθήσεις ἀλλήλας· κοινὴ γὰρ ἡ ζημία τοῦ ψεύδους. κ. «Ὀργίζεσθε.» Ἐνταῦθα ὑποστικτέον.
«Καὶ μὴ ἁμαρτάνετε.» Σύμμετρα τῇ φύσει νομοθετεῖ· οἶδε γὰρ ὡς οὐκ ἀεὶ φέρει γενναίως ὁ λογισμὸς τοῦ πάθους τὴν προσβολήν. Παρεγγυᾷ τοίνυν λύειν ὅτι τάχιστα τὴν ὀργήν. Τοῦτο γὰρ ἐπάγει· «Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν.» Μέτρον ἔδωκε τῷ θυμῷ τῆς ἡμέρας τὸ μέτρον. Ὑφορᾶται γὰρ, μὴ νύκτωρ ἡσυχάζων ὁ λογισμὸς ἐπιτείνῃ τὴν νόσον. Οἶδε δὲ καὶ τοῦ διαβόλου τὰς μηχανάς· ὅθεν ἐπήγαγε· κζ. «Μήτε δίδοτε τόπον τῷ διαβόλῳ.» Οὕτω κατάλληλον τῷ πάθει τούτῳ προσενεγκὼν φάρμακον, εἰς ἕτερον μεταβαίνει. κη. «Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς ἰδίαις χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.» Ἐπειδὴ γὰρ ἡ ἀργία ταύτην διαφερόντως τὴν ἁμαρτίαν γεννᾷ, εἰκότως αὐτῇ τὴν ἀγαθὴν ἐργασίαν ἀντέταξεν. Ἔστι γὰρ καὶ πονηρὰ ἐργασία· ταύτης εἶδος ἡ κλοπή. Παρεγγυᾷ δὲ μὴ μόνης ἕνεκεν τῆς γαστρὸς μετιέναι τὴν ἐργασίαν, ἀλλὰ καὶ διὰ τὴν χρείαν τῶν δεομένων. Οὕτω θεραπεύσας τῶν χειρῶν τὸ πάθος, ἰατρεύει καὶ τῆς γλώσσης τὴν νόσον. κθ.
PG 82:541«Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω.» Λόγος σαπρὸς , αἰσχρολογία, λοιδορία, συκοφαντία, βλασφημία, ψευδολογία, καὶ τὰ τούτοις προσόμοια. «Ἀλλ’ εἴ τις ἀγαθός.» Καὶ τοῦτον δὲ εἰς καιρὸν προσφέρειν κελεύει· τοῦτο γὰρ ἐπήγαγε· «Πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι.» Χάριν δὲ τὴν θυμηδίαν ἐκάλεσε· τουτέστιν, ἵνα φανῇ δεκτὸς τοῖς ἀκούουσι. λ. «Καὶ μὴ λυπῆτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Λυπεῖ δὲ τὸ Πνεῦμα τὸ ἅγιον τῶν εἰρημένων τὰ ἐναντία, ὁ παράνομος βίος. Διὰ δὲ τοῦ παναγίου Πνεύματος θεῖον ἀπεφάνθημεν ποίμνιον. λα. «Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν, σὺν πάσῃ κακίᾳ.» Πάντα τοῦδε τοῦ πάθους τὸν ἐσμὸν πρόῤῥιζον ἀνασπᾶσαι προσήκει. λβ. «Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχαρίσατο ἡμῖν.» Τὰ ἀλλήλων ἐλαττώματα φέρετε, καὶ μιμήσασθε τὸν τῶν ὅλων Θεὸν, ὃς διὰ τοῦ Δεσπότου Χριστοῦ τῶν παμπόλλων ἡμῖν ἁμαρτημάτων τὴν ἄφεσιν δέδωκε. ΚΕΦΑΛΑΙΟΝ Ε. α.
«Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά.» Υἱοθεσίας ἠξιώθητε, Πατέρα τὸν Θεὸν ὀνομάζετε· ζηλώσατε τοιγαροῦν τὴν συγγένειαν. β. «Καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» Ἔδειξε κἀνταῦθα τοῦ Πατέρος καὶ τοῦ Υἱοῦ τὴν ἰσότητα. Μιμήσασθαι γὰρ τὸν Θεὸν παρακελευσάμενος, τὸ αὐτὸ καὶ περὶ τοῦ Υἱοῦ παρηγγύησε· καὶ ὥσπερ ἔφη περὶ τοῦ Πατέρος, ὅτι ἐχαρίσατο ἡμῖν, οὕτω καὶ περὶ τοῦ Χριστοῦ ὅτι ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν. Οὐ γὰρ ἀνάγκῃ καθάπερ τις δοῦλος ὑπήκουσεν, ἀλλ’ ἑκὼν ἑαυτὸν ὑπὲρ ἡμῶν παρέδωκε. Τὸ δὲ, θυσίαν καὶ προσφορὰν εἰς ὀσμὴν εὐωδίας , δῆλον ὅτι περὶ τοῦ σώματος λέγει· τοῦτο γὰρ τῷ σταυρῷ προσηλώθη. γ. «Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία, ἢ πλεονεξία, μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις.» Ἱκανῶς τὸ μυσαρὸν τῶν εἰρημένων ὑπέδειξε, καὶ αὐτὰς αὐτῶν προσηγορίας τῆς μνήμης ἐξορίσαι κελεύσας. δ. «Καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία.» Ἐξελαύνει τοῦ συλλόγου τῶν εὐσεβῶν καὶ τὴν ἀμετρίαν τοῦ γέλωτος·
PG 82:543τοῦτον γὰρ ἡ μωρολογία καὶ ἡ εὐτραπελία τίκτει. ε. «Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.» Τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ. Εἰδωλολατρείαν δὲ τὴν πλεονεξίαν ἐκάλεσε, κατὰ τὴν τοῦ Κυρίου φωνήν. «Οὐδεὶς γὰρ, ἔφη, δύναται δυσὶ κυρίοις δουλεύειν·» καὶ, «Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ. 2. «Μηδεὶς ἡμᾶς ἐξαπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.» Ἐπειδὴ γὰρ οἱ τοῖς Ἑλληνικοῖς ἑπόμενοι δόγμασι τούτων ἕκαστον ἔδρων, παρακελεύεται μὴ προσέχειν ἐκείνοις, ὡς τῆς τοῦ Θεοῦ δίκης ἐπιφερομένης τοῖς τῆς πονηρίας ἐργάταις. ζ. «Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν.» Τουτέστι, τῶν τῇ δυσσεβείᾳ δεδουλωμένων. η. «Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.» Τῷ γὰρ θείῳ φωτὶ κατηυγάσθητε. «Ὡς τέκνα φωτὸς περιπατεῖτε.» Ἐπειδὴ φῶς αὐτοὺς προσηγόρευσε, φῶς δὲ ἀληθινὸν ὁ Κύριος κέκληται, φωτὸς αὐτοὺς προσηγόρευσε τέκνα. θ.
«Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ, καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ.» Ὁ τοῦ παναγίου μετέχων Πνεύματος τοὺς τοῦ Πνεύματος φερέτω καρπούς. ι. «Δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ» Καὶ λόγου μετέχετε, καὶ τοῦ παναγίου Πνεύματος τὴν χάριν ἐδέξασθε· ῥᾳδίως τοίνυν τὰ ἀρέσκοντα τῷ Θεῷ διαγνῶναι δυνήσεσθε. ιαιγ. «Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, πᾶν δὲ τὸ φανερούμενον φῶς ἐστι.» Ἐκάλεσεν αὐτοὺς φῶς , καὶ τέκνα φωτός· τὸ δὲ φῶς ἐλέγχει τὰ ἐν τῷ σκότει κρυπτόμενα. Παρεγγυᾷ τοίνυν αὐτοῖς, μὴ μόνον φεύγειν αὐτῶν τὴν συνουσίαν, ἀλλὰ καὶ ἐλέγχειν τὴν πονηρίαν. ιδ. «Διὸ λέγει· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιψαύσει σου ὁ Χριστός.» Ἔνια δὲ τῶν ἀντιγράφων ἐπιφαύσει σοι ὁ Χριστὸς ἔχει, καὶ τοῦτο μάλιστα τῇ ἀκολουθίᾳ τῶν εἰρημένων πρόσφορον. Ὁ γὰρ τὴν ῥᾳθυμίαν καθάπερ ὕπνον ἀποτιθέμενος, δέχεται τοῦ Δεσποτικοῦ φωτὸς τὴν ἀκτῖνα. Ἰστέον μέντοι, ὡς οὐ Γραφική ἐστιν αὐτὴ μαρτυρία.
PG 82:545Οὐδαμοῦ γὰρ αὐτὴν παρὰ τῇ θείᾳ Γραφῇ κειμένην εὑρίσκομεν. Τινὲς δὲ τῶν ἑρμηνευτῶν ἔφασαν πνευματικῆς χάριτος ἀξιωθέντας τινὰς ψαλμοὺς συγγράψαι· καὶ τοῦτο αἰνίττεσθαι τὸν θεῖον Ἀπόστολον ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ· «Ἕκαστος ὑμῶν ψαλμὸν ἔχει.» ιε, ι. «Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοὶ, ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.» Πονηρὰς ἡμέρας , οὐκ αὐτὸν καλεῖ τὸν χρόνον (ποίαν γὰρ ἂν σχοίη πονηρίαν ὁ χρόνος;) ἀλλὰ τὴν ἐν αὐταῖς τολμωμένην κακίαν. Διὰ τοῦτο καὶ εἶπεν, ἐξαγοραζόμενοι τὸν καιρὸν , τουτέστιν, Οὐκ ἔστιν ὑμέτερος· πάροικοι γάρ ἐστε καὶ παρεπίδημοι. Φέρετε τοίνυν γενναίως τὰ προσπίπτοντα λυπηρὰ, καὶ χρήσασθε εἰς δέον τῷ παρόντι καιρῷ. ιζ. «Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.» Ἀνοίας γὰρ ἐσχάτης, τὸ μὴ διὰ πάντα θεραπεύειν τὸν σεσωκότα Δεσπότην. ιη, ιθ.
«Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.» Τὴν μέθην ἐκβάλλων τὴν ἐπιβλαβῆ, τὴν πνευματικὴν ἀντεισήγαγε. Τοῦτο γὰρ εἶπε, Πληροῦσθε ἐν Πνεύματι , ἀντὶ τοῦ, Τὸν Θεὸν ἐνδελεχῶς ὑμνοῦντες, καὶ πρὸς ἑαυτοὺς νεύοντες, καὶ τὸν λογισμὸν ἀεὶ διεγείροντες. Τῇ καρδίᾳ γὰρ ψάλλει ὁ μὴ μόνον τὴν γλῶτταν κινῶν, ἀλλὰ καὶ τὸν νοῦν εἰς τὴν τῶν λεγομένων κατανόησιν διεγείρων. κ. «Εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί.» Οὐ γὰρ μόνον ὑπὲρ ἑαυτῶν προσήκει ὑμνεῖν τὸν εὐεργέτην Θεὸν , ἀλλὰ καὶ ὑπὲρ πάντων τῶν τῆς εὐεργεσίας μετειληχότων. Προσήκει δὲ τοῦτο ποιεῖν μεμνημένους ἀεὶ τοῦ σεσωκότος ἡμᾶς Χριστοῦ. κα. «Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ.» Οὐ γὰρ τοῖς παρανομεῖν κελεύουσιν ὑποτάσσεσθαι δεῖ, ἀλλὰ τοῖς εὐσεβείᾳ συζῶσι. Καὶ ἐπειδὴ κοινὴν τὴν περὶ τῆς ὑποταγῆς νομοθεσίαν προσήνεγκε, κατ’ εἶδος λοιπὸν παραινεῖ τὰ κατάλληλα. κβ, κγ. «Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν ὡς τῷ Κυρίῳ·
PG 82:547ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι Σωτὴρ τοῦ σώματος.» Σοφῶς ἄγαν ὁ θεῖος Ἀπόστολος τέθεικε τὸ παράδειγμα. Ἱκανὸν γὰρ καὶ τὰς γυναῖκας αἰδεῖσθαι τοὺς ἄνδρας παρασκευάσαι, καὶ τοῖς ἀνδράσι περὶ τὰς ἰδίας γυναῖκας φιλοστοργίαν ἐνθεῖναι. κδ. «Ἀλλ’ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.» Ὡς εὐσεβέσι νομοθετῶν, προστέθεικε τὸ, ἐν παντί. Ὅτι γὰρ εὐσεβέσι νομοθετεῖ, δηλοῖ τὸ παράδειγμα. Οὐδεὶς δὲ τῶν τῆς εὐσεβείας τροφίμων τὰ οἰκεῖα προστίθησι τοῦ Θεοῦ. κεκη. «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα.» Τὴν Δεσποτικὴν μιμήσασθε κηδεμονίαν, καὶ ἥνπερ αὐτὸς περὶ τὴν Ἐκκλησίαν ἐπεδείξατο, ταύτην ὑμεῖς ποιεῖσθε τῶν ὁμοζύγων.
Ὁ γὰρ Δεσπότης Χριστὸς οὐδὲ ἀποθανεῖν ὑπὲρ τῆς αὑτοῦ παρῃτήσατο νύμφης, ὥστε αὐτὴν ἐκκαθᾶραι, καὶ λαμπρὰν ἀποφῆναι, καὶ τὸ παλαιὸν αὐτῆς ἀποξύσαι γῆρας, καὶ δεῖξαι μώμου παντὸς ἐλευθέραν. Προσήκει τοίνυν τοῦτο καὶ ἡμᾶς περὶ αὐτὰς ἔχειν τὸ φίλτρον, καὶ ὡς οἰκείου ἐπιμελεῖσθαι σώματος. Τὸ δὲ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι , ἀντὶ τοῦ, Εἰς ὄνομα Πατέρος, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. «Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ. (κθ.) Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτήν.» Κἄν τι πάθος περί τι γένηται τῶν μελῶν, οὐκ ἀποκόπτομεν, ἀλλὰ θεραπεύομεν τοῦτο· οὕτω καὶ ὑμᾶς, φησὶ, προσήκει προμηθεῖσθαι τῶν γυναικῶν. «Καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν.» Ἐκτρέφων αὐτὴν καὶ θάλπων, καὶ τὸ οἰκεῖον αὐτῇ σῶμα καὶ αἷμα προσφέρων. λ. «Ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ.» Καθάπερ γὰρ ἡ Εὔα ἐκ τοῦ Ἀδὰμ ἐπλάσθη, οὕτως ἡμεῖς ἐκ τοῦ Δεσπότου Χριστοῦ· συναπτόμεθα γὰρ αὐτῷ ἐν τῷ βαπτίσματι, καὶ συνανιστάμεθα, καὶ τὸ σῶμα αὐτοῦ ἐσθίομεν, καὶ τὸ αἷμα αὐτοῦ πίνομεν.
Ἀναμιμνήσκει δὲ ἡμᾶς καὶ τῶν περὶ τῆς γυναικὸς εἰρημένων. λα. «Ἀντὶ τούτου γὰρ καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα αὑτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Τὸν πρῶτον αἰδέσθητι νόμον, ὃς μετὰ τὴν τῆς γυναικὸς δημιουργίαν ἐτέθη, καὶ τῇ φύσει τῶν ἀνθρώπων ἐμπέπηγε. Τοὺς γὰρ γεγεννηκότας καταλιμπάνων ὁ γάμῳ προσομιλῶν, τῇ γυναικὶ συνάπτεται, καὶ τοσαύτη συνάφεια γίνεται, ὥστε μίαν σάρκα τοὺς δύο νομίζεσθαι. Καὶ μάρτυς ὁ τοῦ γάμου καρπός· ἓν γὰρ παιδίον ἐξ ἀμφοτέρων γεννᾶται. Ὁ μέντοι θεῖος Ἀπόστολος ἀναγνοὺς τοῦ γάμου τὸν νόμον, δείκνυσιν αὐτὸν καὶ ἐν τῷ πνευματικῷ διαλάμπειν γάμῳ, καὶ βοᾷ· λβ. «Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν.» Καὶ γὰρ αὐτὸς τὸν ἄνω Πατέρα καταλιπὼν, τῇ Ἐκκλησίᾳ συνήφθη. Καταλιμπάνειν δὲ ἔδοξε τῷ τῆς ἐνανθρωπήσεως λόγῳ· ἀχώριστος γὰρ ὡς Θεὸς Θεοῦ, ἅτε δὴ καὶ αὐτὸς ἀπερίγραφον ἔχων τὴν φύσιν. λγ. «Πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν·
PG 82:549ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.» Οὐ παντελῶς, φησὶν, εἰς τὸν Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν τὸν γαμικὸν μετέθεικα νόμον· καὶ γὰρ ὑμεῖς ὑπόκεισθε τῷ νόμῳ, καὶ προσήκει τὸν μὲν ἄνδρα, ὡς οἰκεῖον σῶμα, τὴν γυναῖκα φιλεῖν, τὴν δὲ γυναῖκα καὶ φιλεῖν καὶ δεδιέναι τὸν ἄνδρα. Τοῦτο γὰρ καὶ ὁ θεῖος παρεκελεύσατο νόμος· «Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.» ΚΕΦΑΛΑΙΟΝ 2. α. «Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γὰρ εὐάρεστον καὶ δίκαιον.» Τουτέστι, κατὰ τὸν τοῦ Θεοῦ νόμον· τοῦτο γὰρ ἐπήγαγε· β. «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ.» Εἰσὶν ἄλλαι πρὸ ταύτης ἐντολαὶ, ἀλλ’ ἐκείναις οὐ συνέζευξεν ἐπαγγελίαν ὁ νομοθέτης. Ἐνταῦθα γὰρ ἐπήγαγεν· γ. «Ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.» Ἔδειξεν ὁ θεῖος Ἀπόστολος, ὡς τὰ περιττὰ τοῦ νόμου μετὰ τὴν τοῦ νομοθέτου παρουσίαν ἐπαύσατο, τὰ δέ γε φυσικῶς προηγορευμένα, καὶ μετὰ τὴν Καινὴν Διαθήκην κρατεῖ. δ.
«Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.» Τοῖς παισὶν ὑπακούειν ἐκέλευσε, τοῖς πατράσι θεραπεύειν, καὶ μὴ λυπεῖν, καὶ πρὸς τούτοις εὐσεβῶς ἐκτρέφειν, καὶ τὰ θεῖα παιδεύειν. ε. «Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα, μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ.» Ἀναγκαίως καὶ δούλοις νομοθετεῖ· πάντα γὰρ ἔχει τῆς Ἐκκλησίας τὸ σῶμα, καὶ ἄνδρας καὶ γυναῖκας, καὶ πατέρας καὶ παῖδας, καὶ δούλους καὶ δεσπότας, καὶ πλουσίους καὶ πένητας, καὶ ἄρχοντας καὶ ἀρχομένους. Παρεγγυᾷ τοίνυν τοῖς δούλοις μετὰ τοῦ προσήκοντος δέους τῆς τῶν δεσποτῶν ἔχεσθαι θεραπείας καὶ κακοηθείας ἀπηλλάχθαι. Τοῦτο γὰρ εἶπεν, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν. Προστέθεικε δὲ, ὡς τῷ Χριστῷ , ψυχαγωγῶν αὐτοὺς, καὶ διδάσκων ὡς μισθὸς ἀπόκειται τοῖς γνησίως δουλεύουσι. 2, ζ.
«Μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ’ εὐνοίας δουλεύοντες τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις.» Πάλιν τὸ, μετ’ εὐνοίας τοῖς δεσπόταις δουλεύειν, τοῦ Κυρίου δουλείαν ἐκάλεσε, παραψυχὴν αὐτοῖς μηχανώμενος. Ὀφθαλμοδουλείαν δὲ καλεῖ, τὴν οὐκ ἐξ εἰλικρινοῦς καρδίας προσφερομένην θεραπείαν, ἀλλὰ τῷ σχήματι κεχρωσμένην. Ὑποδείκνυσι δὲ καὶ τὸν ἀποκείμενον μισθόν. η. «Εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ἡμῶν ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.» Ἔδειξε τῷ παρόντι βίῳ περιωρισμένην τὴν δουλείαν καὶ δεσποτείαν, μετὰ δέ γε τὴν ἐντεῦθεν ἐκδημίαν, οὐκ ἔτι δουλείας καὶ δεσποτείας, ἀλλ’ ἀρετῆς καὶ κακίας ἐσομένην διαφοράν. θ. «Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς.» Οὐχ ἵνα δουλεύσωσιν, ἀλλ’ ἵνα εὐνοϊκῶς θεραπεύσωσι· τοῦτο γὰρ ἐπήγαγεν· «Ἀνιέντες τὴν ἀπειλήν.» Χρηστότητί φησι καὶ ἡμερότητι κεχρῆσθαι πρὸς αὐτούς. Εἶτα αὐτοὺς καὶ δεδίττεται.
PG 82:551«Εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προςωποληψία οὐκ ἔστι παρ’ αὐτῷ.» Οἷον βούλει περὶ σὲ τὸν Δεσπότην γενέσθαι, τοιοῦτος γενοῦ περὶ τὸν οἰκέτην. Οὐ γὰρ οἶδεν ὁ Θεὸς δούλου καὶ δεσπότου διαφοράν· πάντας γὰρ ὁμοίως διέπλασε. Θαυμάσαι δὲ ἄξιον τὴν τῆς παραινέσεως τάξιν. Πρώτοις γὰρ ἐνομοθέτησεν ἀνδράσι καὶ γυναιξίν· ἡγεῖται γὰρ τῆς παιδοποιίας ὁ γάμος. Εἶτα καὶ παισὶ καὶ πατράσι· γάμου γὰρ παιδοποιία καρπός· μετὰ γὰρ τὸν τόκον ὁ μὲν πατὴρ, ὁ δὲ υἱὸς ὀνομάζεται. Ἐσχάτην δὲ τῶν οἰκετῶν καὶ δεσποτῶν τὴν συζυγίαν τέθεικεν· ἐκ περιστάσεως γὰρ αὐτὴ γεγένηται, ἐκεῖναι δὲ τοῖς τῆς φύσεως προνομίοις τετίμηνται. Οὕτω τοίνυν ἐκεῖνα νομοθετήσας κατὰ διαίρεσιν, κοινὴν εἰσφέρει πάλιν παραίνεσιν. ι. «Τὸ λοιπὸν, ἀδελφοὶ, ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.» Πᾶσαν δειλίαν ἀπώσασθε τῇ τοῦ Θεοῦ δυνάμει φρουρούμενοι. ια. «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.» Οἱ ἐν τοῖς αἰσθητοῖς στρατηγοῦντες πολέμοις, οὔτε γυναῖκας, οὔτε παῖδας, οὔτε τοὺς γεγηρακότας ὁπλίζουσιν·
ὁ δὲ τοῦ Δεσπότου Χριστοῦ στρατηγὸς ἅπασιν ὁμοίως διανέμει τὴν βασιλικὴν παντευχίαν, καὶ τοῦ πολεμίου μηχανήματα δείκνυσι. Μεθοδείας γὰρ τὰς μηχανὰς ἐκάλεσε. Πολλάκις γὰρ καὶ διὰ τῶν τῆς ἀρετῆς εἰδῶν κατασκευάζει κακίαν· καὶ ἔστιν ὅτε καὶ τῇ νηστείᾳ, καὶ τῇ προσευχῇ, καὶ τῇ τῶν δεομένων ἐπιμελείᾳ, τὴν κενὴν ἀναμίγνυσι δόξαν, καὶ μέντοι καὶ τῇ σωφροσύνῃ τοῦ τύφου τὸν μῶμον ἐντίθησι. Δείκνυσι δὲ καὶ τῶν πολεμίων τὸ πλῆθος. ιβ. «Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Ἐκ τῶν ἁγίων ἦσαν ταγμάτων οἱ πονηροὶ δαίμονες, ἀλλὰ καὶ διὰ πονηρίαν τῆς τάξεως ἐκείνης ἐξέπεσαν· ἔχουσι δὲ καὶ νῦν τὰς προσηγορίας εἰς ἔλεγχον τῆς βδελυρίας. Κοσμοκράτορας δὲ αὐτοὺς ὠνόμασεν, οὐχ ὡς παρὰ τοῦ Θεοῦ τήνδε τὴν ἀρχὴν δεξαμένους, ἀλλ’ ὡς τῶν ῥᾳθυμίᾳ συζώντων γνώμῃ τὴν δουλείαν ἀσπασαμένων. Ἐμιμήσατο δὲ στρατηγὸν ἄριστον ὁ θεῖος Ἀπόστολος, ὃς ἐξελάσαι τῆς στρατείας τὴν νωθείαν βουλόμενος, τὴν τῶν πολεμίων ἀνδρείαν ἐξηγεῖται.
PG 82:553Ὑπέδειξε δὲ καὶ τῆς νίκης τὸ κέρδος, ἵνα προθυμοτέρους τοὺς στρατιώτας ἐργάσηται. Ἐν γὰρ τοῖς ἐπουρανίοις φησὶ, τουτέστι περὶ τῶν οὐρανίων ταγμάτων ἡ μάχη, ἆθλον ἡμῖν πρόκειται τῆς παρατάξεως ἡ βασιλεία τῶν οὐρανῶν. ιγ. «Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι.» Ἡμέραν πονηρὰν τὴν τῆς παρατάξεως ἡμέραν καλεῖ, ἀπὸ τοῦ ἐνεργοῦντος αὐτῇ διαβόλου τὸ ὄνομα τεθεικώς. Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν καὶ προφανῶς ἐπολεμοῦντο, διωκόμενοι καὶ στρεβλούμενοι, καὶ θανάτων ὑπομένοντες εἴδη παντοδαπά. ιδ. «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.» Πρῶτον τῆς ἐπιθυμίας κολάζει τὴν ἀπληστίαν· ἐν γὰρ τῇ ὀσφύϊ διάκεινται οἱ νεφροὶ, ἐν ἐκείνοις δὲ ἡ τῆς ἐπιθυμίας ἐνέργεια. Οὕτω καὶ ὁ μακάριος ἔφη Δαβὶδ, τὴν τῆς μοιχείας ἁμαρτίαν ὀλοφυρόμενος· «Ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαίγματα·» ἀντὶ τοῦ, Οὐκ εἰς δέον ἐχρησάμην τῇ ἐπιθυμίᾳ τῆς φύσεως. Οὕτω καὶ περὶ τοῦ Λευὶ̈ ὁ θεῖος Ἀπόστολος ἔφη·
«Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ·» Κελεύει τοίνυν τῇ ἀληθείᾳ τὴν ὀσφὺν περιζῶσαι, ἵνα τῶν ἀληθῶν καὶ μονίμων ἐπιθυμῶμεν πραγμάτων. «Καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης.» Τὸ ἐν τῇ καρδίᾳ λογικὸν τῇ δικαιοσύνῃ καὶ φρουρεῖ καὶ λαμπρύνει, ἵνα μηδὲν πέρα τοῦ δικαίου λογίζηται. ιε. «Καὶ ὑποδυσάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης.» Μὴ εἰς ἀτόπους πράξεις τοὺς πόδας κινεῖτε, ἀλλὰ τοῦ Εὐαγγελίου δρόμον πληροῦτε, ἵνα καὶ τὴν προφητικὴν δέξησθε εὐφημίαν· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων ἀγαθά 6 Τὴν δὲ εἰρήνην τέθεικεν, ἐπειδὴ καὶ πολέμου ἐμνήσθη· ἵνα πρὸς μὲν ἀλλήλους καὶ πρὸς τὸν κοινὸν εἰρηνεύωμεν Δεσπότην, πρὸς δὲ μόνον τὸν διάβολον καὶ τὴν ἐκείνου φάλαγγα τὴν παράταξιν ἔχωμεν. ι. «Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι.» Ἀντὶ ἀσπίδος ὑμῖν ἡ πίστις γενέσθω· ἐκείνη γὰρ ὑμῖν ὑποδείκνυσι τὸν ἐπικουροῦντα Θεόν· ἐκείνη ὑμῖν γυμνοῖ τοῦ πολέμου τὰ ἆθλα, τῶν νικώντων τὰς ἀναῤῥήσεις, τοὺς τῶν ἀριστευόντων στεφάνους.
PG 82:555Ταῦτα δὲ πάντα τὰ τοῦ Πονηροῦ κατασβέννυσι βέλη. Πεπυρωμένα δὲ αὐτὰ κέκληκε, διεγείρων τοὺς στρατιώτας, καὶ κελεύων ἀσφαλῶς περιφράττεσθαι. ιζ. «Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε.» Αὐτὸς ὑμῶν, φησὶν, ὁ Δεσπότης Χριστὸς καλύψει τὴν κεφαλὴν, καὶ τῇ σωτηρίᾳ, οἷόν τινι κράνει περιφράξει, ὥστε μὴ δέξασθαι παρὰ τῶν δυσμενῶν ἐπιφερομένας πληγάς. «Καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.» Μάχαιραν τοῦ Πνεύματος τὴν τοῦ Πνεύματος ἐνέργειαν κέκληκε, τὴν δὲ ἐνέργειαν τοῦ Πνεύματος, ῥῆμα Θεοῦ προςηγόρευσε. Λέγει δὲ τοῦτο, ὅτι καθάπερ λόγῳ τὸ πανάγιον Πνεῦμα τὴν ἡμετέραν πραγματεύεται σωτηρίαν. Ἐπιτιμᾷ γὰρ ὁ πνευματικὸς ἄνθρωπος τῷ διαβόλῳ, καὶ δραπετεύει. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. ιη. «Διὰ πάσης προσευχῆς καὶ δεήσεως προςευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες, ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει. «Οἱ διηνεκῶς ἔχοντες τοὺς πολεμίους ἐπικειμένους οὐδὲ καθεύδειν δύνανται. Διά τοι τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ἀγρυπνεῖν κελεύει, καὶ ἐνδελεχῶς προσεύχεσθαι, καὶ μὴ ἐνδιδόναι τῷ πόνῳ τοῦ σώματος, ἀλλὰ μετὰ πλείστης καρτερίας τοῦτο ποιεῖν.
Παρεγγυᾷ δὲ μὴ ὑπὲρ ἑαυτῶν μόνων εὔχεσθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ὁμοπίστων ἁπάντων. Τοῦτο γὰρ ἐπήγαγεν· «Ὑπὲρ πάντων τῶν ἁγίων» Δείκνυσι δὲ καὶ τὴν οἰκείαν ταπεινοφροσύνην ὁμοῦ καὶ ἀπληστίαν. Κατὰ ταυτὸν γὰρ καὶ ταπεινοφρονεῖ, καὶ ἀπλήστως συλᾷ, καί φησι· ιθ. «Καὶ ὑπὲρ ἐμοῦ.» Ποῦ δὲ χρῄζεις εὐχῆς; «Ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου.» Ἵνα τί εἴπῃς; «Ἐν παῤῥησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, (κ.) ὑπὲρ οὗ πρεσβεύω ἐν ἀλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι.» Αἰτήσατε καὶ ἐμοὶ θάρσος, καὶ παῤῥησίαν, καὶ λόγου χορηγίαν, ἵνα κατὰ τὸν θεῖον νόμον πληρώσω τὸν δρόμον. Πάλιν δὲ τὴν ἄλυσιν ἔδειξε, παραθαῤῥύνων αὐτοὺς, καὶ διδάσκων, ὡς οὐ δεῖ ἀλύειν, ἢ ἐρυθριᾷν ἐν τοῖς ὑπὲρ τοῦ Δεσπότου παθήμασιν, ἀλλὰ σεμνύνεσθαι καὶ λαμπρύνεσθαι. κα, κβ. «Ἵνα δὲ καὶ ὑμεῖς εἰδῆτε τὰ κατ’ ἐμὲ, τί πράσσω, πάνθ’ ὑμῖν γνωρίσει Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.» Ἀσιανὸς ἦν ὁ Τυχικὸς, καὶ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ μακάριος Λουκᾶς ἐν ταῖς Πράξεσιν.
PG 82:557Εἰρηκὼς γὰρ τοὺς ἀπὸ Θεσσαλονίκης καὶ Βεῤῥοίας ἀκολουθήσαντας, ἐπήγαγεν· «Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος. κγ. «Εἰρήνη τοῖς ἀδελφοῖς, καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Πρώτην τέθεικε τὴν εἰρήνην, προστέθεικε δὲ τὴν ἀγάπην, δεικνὺς ὅτι αὕτη ἐκείνην ἐργάζεται. Τὴν δέ γε πίστιν τῇ ἀγάπῃ συνέζευξε, κατὰ τὸν εὐαγγελικὸν νόμον παρεγγυῶν ἀγαπᾷν. Ἔδειξε δὲ τούτων χορηγὸν, οὐ μόνον τὸν Θεὸν καὶ Πατέρα, ἀλλὰ καὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, πρὸς δὲ τούτοις καὶ τὸ πανάγιον Πνεῦμα. Ἐπήγαγε γάρ· κδ. «Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. Ἀμήν.» Οὐ γὰρ πᾶσιν ἁπλῶς χορηγεῖται ἡ χάρις, ἀλλὰ τοῖς ἀγαπῶσι τὸν Κύριον· καὶ οὐδὲ τούτοις ἁπλῶς· ἀλλὰ τοῖς πρὸς τὸ ἀγαπᾷν καὶ τοὺς ζωοποιοὺς αὐτοῦ φυλάττουσι νόμους. Τούτους καὶ ἡμεῖς φυλάξωμεν, καὶ τὴν περὶ αὐτὸν ἀγάπην πυρσεύσωμεν· ἵνα τῆς ἀποστολικῆς μεταλάχωμεν εὐλογίας, χάριτι αὐτοῦ τοῦ σεσωκότος ἡμᾶς Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Ἐφεσίους Ἐπιστολὴ ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ.
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Ἀπὸ τῆς θείας χάριτος κυβερνώμενος ὁ θεῖος Ἀπόστολος ἀπὸ μὲν τῆς Τρωάδος εἰς Μακεδονίαν ἀφίκετο· πρώτοις δὲ Φιλιππησίοις τὸ θεῖον προςενήνοχεν Εὐαγγέλιον, ἐβεβαίωσε δὲ καὶ θαυματουργίαις τὸ κήρυγμα. Ἐκεῖ γὰρ καὶ τὸν ψευδόμαντιν ἔκ τινος κόρης ἐξήλασε δαίμονα· ἐκεῖ σὺν τῷ Σίλᾳ τὸ δεσμωτήριον οἰκήσας, καὶ πεδηθεὶς χεῖράς τε καὶ πόδας, καὶ πάννυχος διετέλεσε τὸν Θεὸν ἀνυμνῶν. Ὁ δέ γε ὑμνούμενος ἔσεισε μὲν τὸ δεσμωτήριον, ἔλυσε δὲ τὰ τῶν πεπεδημένων ἁπάντων δεσμά· διὰ δέ τινος λαμπροτάτου φωτὸς τὴν οἰκείαν ἐδήλωσεν ἐπιφάνειαν. Ταῦτα καὶ τὸν δεσμοφύλακα προσδραμεῖν τῇ σωτηρίᾳ κατήπειξεν· ἀπήλαυσε δὲ σὺν αὐτῷ καὶ πᾶς ὁ οἶκος τοῦ τῆς θεογνωσίας φωτός. Πρὸ δέ γε τούτων ἡ πορφυρόπωλις εἴσω τῆς τούτου σαγήνης ἐγένετο. Θερμοὶ τοίνυν οἱ Φιλιππήσιοι τῆς εὐσεβείας ἀπεφάνθησαν ἐρασταί. Τεκμήριον δὲ τῆς περὶ τὰ θεῖα προθυμίας αὐτῶν, τὸ μὴ μόνον παρόντα θεραπεῦσαι τὸν θεῖον Ἀπόστολον, ἀλλὰ καὶ εἰς Θεσσαλονίκην, καὶ εἰς Κόρινθον πέμψαι χρήματα, εἰς τὴν τοῦ σώματος αὐτοῦ ἐπιμέλειαν.
PG 82:559Ταυτὸ δὲ τοῦτο δεδράκασι καὶ ἡνίκα τὴν Ῥώμην κατέλαβε. Τὸν γὰρ μακάριον Ἐπαφρόδιτον, ὃς τῶν ψυχῶν αὐτῶν ἐπιστεύθη ἐπιμέλειαν, εἰς τὴν μεγίστην ἐκείνην ἀπέστειλαν πόλιν, οὐ δείσαντες τὸ θηριῶδες τοῦ Νέρωνος. Διὰ τούτου ταύτην γέγραφε τὴν Ἐπιστολὴν, καὶ τὴν τῆς ἀγάπης αὐτῶν ἀποδεχόμενος προθυμίαν, καὶ παραινῶν τὰ προσήκοντα. Μάλιστα δὲ αὐτοῖς παρεγγυᾷ φεύγειν τὴν ἐξαπάτην τῶν ἐξ Ἰουδαίων μὲν πεπιστευκότων, συνηγορεῖν δὲ πειρωμένων τῷ νόμῳ, καὶ διαφθείρειν ἐπιχειρούντων τὸ σωτήριον κήρυγμα. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. α, β. «Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ, τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Πᾶσι τὰ κατ’ αὐτὸν ἐπιστέλλει, τοῖς τε τῆς ἱερωσύνης ἠξιωμένοις, καὶ τοῖς ἀπὸ τούτων ποιμαινομένοις. Ἁγίους γὰρ τοὺς τοῦ βαπτίσματος ἀξιωθέντας ὠνόμασεν· ἐπισκόπους δὲ τοὺς πρεσβυτέρους καλεῖ· ἀμφότερα γὰρ εἶχον κατ’ ἐκεῖνον τὸν καιρὸν τὰ ὀνόματα. Καὶ τοῦτο ἡμᾶς καὶ ἡ τῶν Πράξεων ἱστορία διδάσκει.
Εἰρηκὼς γὰρ ὁ μακάριος Λουκᾶς, ὡς εἰς τὴν Μίλητον τοὺς Ἐφεσίων μετεπέμψατο πρεσβυτέρους ὁ θεῖος Ἀπόστολος, λέγει καὶ τὰ πρὸς αὐτοὺς εἰρημένα. «Προσέχετε γὰρ, φησὶν, ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ.» Καὶ τοὺς αὐτοὺς καὶ πρεσβυτέρους καὶ ἐπισκόπους ὠνόμασεν. Οὕτω καὶ ἐν τῇ πρὸς τὸν μακάριον Τίτον Ἐπιστολῇ· «Διὰ τοῦτο κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέριον, ὡς ἐγώ σοι διεταξάμην.» Καὶ εἰπὼν ὁποίους εἶναι χρὴ τοὺς χειροτονουμένους, ἐπήγαγε· «Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον.» Καὶ ἐνταῦθα δὲ δῆλον τοῦτο πεποίηκε. Τοῖς γὰρ ἐπισκόποις τοὺς διακόνους συνέζευξε, τῶν πρεσβυτέρων οὐ ποιησάμενος μνήμην· ἄλλως τε οὐδὲ οἷόν τε ἦν πολλοὺς ἐπισκόπους μίαν πόλιν ποιμαίνειν, ὡς εἶναι δῆλον ὅτι τοὺς μὲν πρεσβυτέρους ἐπισκόπους ὠνόμασε· τὸν δέ γε μακάριον Ἐπαφρόδιτον ἐν αὐτῇ τῇ Ἐπιστολῇ ἀπόστολον αὐτῶν κέκληκεν.
«Ὑμῶν γὰρ, φησὶν, ἀπόστολον, καὶ συνεργὸν τῆς χρείας μου.» Σαφῶς τοίνυν ἐδίδαξεν, ὡς τὴν ἐπισκοπικὴν οἰκονομίαν αὐτὸς ἐπεπίστευτο ἔχων ἀποστόλου προσηγορίαν. γε. «Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, πάντοτε ἐπὶ πάσῃ μου τῇ δεήσει ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος, ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ Εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν.» Διηνεκῶς ὑμῶν μεμνημένος θυμηδίας ἁπάσης ἐμπίπλαμαι· ὑμνῶ δὲ καὶ τὸν τῶν ὅλων Θεὸν, ὅτι καὶ προθύμως ἐδέξασθε τοῦ Εὐαγγελίου τὸ κήρυγμα, καὶ μέχρι καὶ τήμερον ἀσάλευτοι μεμενήκατε. Κοινωνίαν δὲ τοῦ Εὐαγγελίου τὴν πίστιν ἐκάλεσε. 2. «Πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ.» Πιστεύω δὲ, ὡς ὁ ταύτην ὑμῖν δωρησάμενος τὴν ἀγαθὴν προθυμίαν, ἄσυλον διατηρήσει αὐτὴν, μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας. ζ.
PG 82:561«Καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου, συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.» Τοῦτο δὲ ὑμῖν ὀφείλω τὸ χρέος, ἐπειδήπερ ὑμῶν καὶ φυτουργὸς ἐγενόμην. Τούτου χάριν καὶ ἄσβεστον ὑμῶν περιφέρω τὴν μνήμην, καὶ καθειργμένος, καὶ δεδεμένος, καὶ τὴν ὑπὲρ τοῦ κηρύγματος ἀπολογίαν ποιούμενος. Βεβαίωσιν δὲ τοῦ Εὐαγγελίου τὰ παθήματα προσηγόρευσεν. Οἱ γὰρ ἐξαπατᾷν ἐπιχειροῦντες, πρὸς τοὺς καιροὺς μεταβάλλονται, καὶ μέχρι θανάτου τῷ ψεύδει συνηγορεῖν οὐκ ἀνέχονται. Ὁ δέ γε μυρίους ὑπὲρ τοῦ κηρύγματος ὑπομένων κινδύνους, καὶ τοῖς αὐτοῖς ἐπιμένων, δῆλός ἐστιν ἀληθῆ πρεσβεύων, καὶ τὴν διδασκαλίαν βεβαιοῖ τοῖς παθήμασιν. Ἐπῄνεσε δὲ αὐτοὺς κομιδῇ, κοινωνοὺς καλέσας χάριτος. Χάριν δὲ κέκληκε τὰ παθήματα. Τοῦτο γὰρ καὶ ἐν τοῖς ἑξῆς διδάσκει· «Ὅτι ὑμῖν ἐχαρίσθη οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. η. «Μάρτυς γάρ μου ἐστὶν ὁ Θεὸς, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ.» Οὐκ ἀνθρώπινον τὸ φίλτρον, ἀλλὰ πνευματικόν.
Σπλάγχνα γὰρ Ἰησοῦ Χριστοῦ τὴν πνευματικὴν φιλοστοργίαν ἐκάλεσε. θ, ι. «Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα.» Εὔχομαι δὲ καὶ τὴν ἀγάπην ὑμῶν ἐπίδοσιν λαμβάνειν ἀεὶ, καὶ γνώσεως ὑμᾶς ἐμφορεῖσθαι, καὶ διακρίσεως, ὥστε εἰδέναι τίνα μὲν καλὰ, τίνα δὲ κρείττονα, τίνα δὲ παντάπασι τὰ διαφορὰν πρὸς ἄλληλα ἔχοντα. Καὶ ἐνταῦθα δὲ τοὺς ἀπατεῶνας ἐκείνους ᾐνίξατο, καὶ διὰ τῆς εὐχῆς τὸ πρακτέον αὐτοὺς διδάσκει, ὥστε γινώσκειν τίς μὲν ἀληθὴς διδασκαλία, τίς δὲ τῆς ἀληθείας ἐστερημένη. «Ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, (ια.) πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.» Τούτων γὰρ ἀπολαύοντες τῶν χαρισμάτων, ἀκραιφνῆ μὲν τὴν πίστιν φυλάξετε, τὸν τῆς δικαιοσύνης καρπὸν προσφέροντες τῷ Θεῷ, καὶ παρασκευάζοντες αὐτὸν παρὰ πάντων ὑμνεῖσθαι. Τοῦτο γὰρ εἶπεν, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. Διηγεῖται δὲ εἰς ὠφέλειαν αὐτῶν καὶ τὰ ἐν τῇ Ῥώμῃ γεγενημένα. ιβ, ιγ.
PG 82:563«Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν Εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς πᾶσιν.» Ἐπειδὴ λίαν μεριμνῶντες τὸν μακάριον ἀπέστειλαν Ἐπαφρόδιτον, ψυχαγωγεῖ αὐτοὺς, διδάσκων ὡς τὰ περιτιθέντα αὐτῷ δεσμὰ πολλοῖς ἐγένετο πρόξενα σωτηρίας. Προκοπὴν γὰρ τοῦ Εὐαγγελίου τὸ πλῆθος τῶν πιστευόντων ἐκάλεσε. Δήλη δὲ, φησὶ, καὶ ἡ τούτων αἰτία γεγένηται πᾶσι τοῖς εἰς τὰ βασίλεια· τὰ βασίλεια γὰρ πραιτώριον προσηγόρευσεν. Εἰκὸς δὲ ὅτι καὶ οὕτως κατ’ ἐκεῖνον ὠνομάζετο τὸν καιρόν. Ἀρχὴν γὰρ εἶχεν ἡ Ῥωμαϊκὴ δυναστεία. ιδ. «Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν.» Πολλοῖς δὲ τῶν ἀδελφῶν καὶ θάρσος ἐκ τῶν ἐμῶν δεσμῶν ἐνεγένετο. Ὁρῶντες γάρ με σὺν ἡδονῇ τὰ δυσχερῆ φέροντα, ἀδεῶς τὸ θεῖον κηρύττουσιν Εὐαγγέλιον. ιε. «Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύττουσιν.» Ἀλλ’ οὐ πάντων εἷς ὑπάρχει σκοπός. Οἱ μὲν γὰρ τοῦτο δρῶσιν ὡς θερμῶς περὶ τὴν εὐσέβειαν διακείμενοι·
οἱ δὲ δι’ ἣν ἔχουσι περὶ ἐμὲ δυσμένειαν, αὔξειν ταύτῃ τοὺς ἐμοὺς μηχανῶνται κινδύνους. Τοῦτο γὰρ ἐν τοῖς ἑξῆς διδάσκει. ι. «Οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου.» Ἐπειδὴ γὰρ ἑώρων τοὺς τῇ δυσσεβείᾳ δουλεύοντας κομιδῇ δυσχεραίνοντας τοῦ Εὐαγγελίου τὸν δρόμον, καὶ τούτων τὸν θεσπέσιον Παῦλον ὑπολαμβάνοντες αἴτιον· τινὲς τὸν ἐκείνων θυμὸν παραθήγοντες, ἀναίδην κατὰ τὴν ἀγορὰν περιιόντες ἐκήρυττον τὸν Χριστὸν, οὐ τῆς τῶν ἀκουόντων προμηθούμενοι σωτηρίας, ἀλλὰ κινδύνους τῷ Ἀποστόλῳ τυρεύοντες. ιζ. «Οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι.» Ἄλλοι δὲ, φησὶν, εἰλικρινῶς κηρύττουσι, τοῖς ἐμοῖς θαῤῥοῦντες δεσμοῖς, σαφῶς ἐπιστάμενοι ὡς ὁ Δεσπότης με Θεὸς κήρυκα τοῦ Εὐαγγελίου κεχειροτόνηκε. ιη. «Τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται.» Καὶ ἄκοντες, φησὶν, οἱ τῆς ἀληθείας ἐχθροὶ τῇ ἀληθείᾳ συμπράττουσι. Τοῦτό τινες τῶν ἀνοήτων καὶ περὶ τῶν αἱρέσεων ὑπειλήφασιν εἰρῆσθαι.
Καίτοι συνιδεῖν αὐτοὺς ἔδει, ὡς οὐ προστακτικῶς, ἀλλ’ ἀφηγηματικῶς τοῦτο τέθεικεν ὁ θεῖος Ἀπόστολος. Οὐ γὰρ εἶπε, καταγγελλέσθω, ἀλλὰ, καταγγέλλεται· καὶ ἐκείνων μὲν κατηγόρησεν οὐχ ὡς φαῦλα διδασκόντων, ἀλλ’ ὡς καλὰ μὲν, οὐ καλῶς δέ· οὐδὲ σκοπῷ εὐσεβείας χρησαμένων, ἀλλ’ ἄκρας δυσμενείας. Ὅτι δὲ τῶν αἱρετικῶν ἄντικρυς κατηγορεῖ, ῥᾴδιον τῷ βουλομένῳ καταμαθεῖν. Ποτὲ μὲν γὰρ Φύγελλον καὶ Ἑρμογένην, ποτὲ δὲ Ὑμέναιον στηλιτεύει, καὶ Φιλητὸν, καὶ αἱρετικὸν ἄνθρωπον μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν παραιτεῖσθαι κελεύει. Ἀλλ’ ἡμεῖς ἐπὶ τὴν ἑρμηνείαν βαδίσωμεν. «Καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. (ιθ, κ.) Οἶδα γὰρ ὅτι τοῦτο ἀποβήσεταί μοι εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ. Κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι.» Ἐγὼ δὲ, φησὶν, εὐφραίνομαι, καὶ ὑπὸ τῶν ἐναντίων μαρτυρουμένην ὁρῶν τὴν ἀλήθειαν. Καὶ γὰρ οἱ ἐντεῦθεν φυόμενοι κίνδυνοι, ἐμοὶ προξενοῦσι τὴν σωτηρίαν καὶ ὑμῶν δηλονότι ταῖς εὐχαῖς συνεργούντων, καὶ τοῦ θείου μοι Πνεύματος χορηγοῦντος τὴν χάριν.
PG 82:565Ταύτῃ γὰρ πεποιθὼς, οἶδα ὡς κρείττων ἔσομαι τῶν δυσχερῶν. Τοῦτο γὰρ λέγει, Οὐκ αἰσχυνθήσομαι. Πνεῦμα δὲ Ἰησοῦ τὴν χάριν τοῦ Πνεύματος προσηγόρευσεν, ἐπειδὴ αὐτὸς ταύτην αὐτοῖς ἐχορήγησε. Κατὰ γὰρ τὸν θεσπέσιον Ἰωάννην, «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» «Ἀλλ’ ἐν πάσῃ παῤῥησίᾳ, ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς, εἴτε διὰ θανάτου.» Τὸ μεγαλυνθήσεται εἴρηκεν, ἀντὶ τοῦ δειχθήσεται ὅς ἐστι, δῆλον αὐτοῦ τὸ τῆς δυνάμεως γενήσεται μέγεθος. Λέγει δὲ, ὅτι Κἂν διαφύγω τοῦ θανάτου τὸν κίνδυνον, καὶ ὑπομείνω τὸν θάνατον, ὁμοίως τὸ δυνατὸν δειχθήσεται τοῦ Δεσπότου Χριστοῦ· ἐὰν μὲν γὰρ κρείττων γένωμαι τῶν κινδύνων, θαυμάσουσιν ἅπαντες τὸν ἐκ τοιούτων με καὶ τηλικούτων ἀρκύων ἁρπάσαντα. Εἰ δὲ καὶ ἀναιρεθείην, ἐκπλαγήσονται τοῦ κηρύγματος τὴν ἰσχὺν, ὅτι καὶ θανάτου καταφρονεῖν παρασκευάζει τοὺς κήρυκας. κα. «Ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.» Ὀνησιφόρα μοι ἀμφότερα, καὶ ἡ ζωὴ, καὶ ὁ θάνατος. Καὶ τὴν ζωὴν γὰρ τοῖς τοῦ Χριστοῦ νόμοις διακοσμῶ, καὶ τὸν θάνατον δι’ αὐτὸν αἱροῦμαι μεθ’ ἡδονῆς. κβκδ.
«Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω. Συνέχομαι γὰρ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς.» Καὶ τῆς ζωῆς ἐπιθυμίαν ἔχω διὰ τὸ συμφέρειν ὑμῖν· καὶ τοῦ θανάτου, διὰ τὸ συνεῖναι τῷ Χριστῷ. Δύσκριτον οὖν ἔχω τὴν αἵρεσιν, ἐπειδὴ καὶ τὸ ζωῆς οἶδα κέρδος, καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς τὴν ἄῤῥητον ἡδονήν. Θαυμάσαι δὲ ἄξιον τὸν θεῖον Ἀπόστολον, ὅτι τὴν μετὰ πόνων καὶ κινδύνων προῃρεῖτο ζωὴν τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας.» κε, κ. «Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν, καὶ χαρὰν τῆς πίστεως. Ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.» Οἶδα ὡς τὸν προκείμενον διαφεύξομαι κίνδυνον, ὥστε ὑμᾶς καὶ ὠφελείας πάλιν ἐμπλησθῆναι καὶ θυμηδίας· ἅτε δὴ τοῦ ποθουμένου τετυχηκότας. Καὶ τέλος ἡ πρόῤῥησις ἔλαβε· διέφυγε γὰρ τὸ πρῶτον τοῦ Νέρωνος τὸν θυμὸν, καὶ τοῦτο ἐν τοῖς πρὸς τὸν μακάριον Τιμόθεον δεδήλωκε γράμμασι. Λέγει δὲ οὕτως·
PG 82:567«Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. Ὁ δὲ Κύριός μου παρέστηκε, καὶ ἐνεδυνάμωσέ με, καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος. Καὶ ἡ τῶν Πράξεων δὲ ἡμᾶς ἐδίδαξεν ἱστορία, ὡς δύο ἔτη τὸ πρῶτον ἐν τῇ Ῥώμῃ διήγαγε καθ’ ἑαυτὸν οἰκῶν ἐν ἰδίῳ μισθώματι. Ἐκεῖθεν δὲ εἰς τὰς Σπανίας ἀπελθὼν, καὶ τὸ θεῖον κἀκείνοις προσενεγκὼν Εὐαγγέλιον, ἐπανῆλθε, καὶ τότε τὴν κεφαλὴν ἀπετμήθη. Οὕτω τὰ καθ’ ἑαυτὸν διηγησάμενος, εἰς παραίνεσιν μεταφέρει τὸν λόγον. κζ, κη. «Μόνον ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα, εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν, ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου, καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας.» Παρακαλῶ τοίνυν ὑμᾶς ἁρμόδιον τῷ Εὐαγγελίῳ βίον ἀσπάσασθαι, ἵνα κἂν ἀφίκωμαι πρὸς ὑμᾶς, κἂν ἑτέρωθί που διάγω, ταῖς ὑμετέραις εὐφημίαις εὐφραίνωμαι.
Ποιεῖ δέ μοι ταύτην τὴν εὐφροσύνην ἡ ὑμετέρα συμφωνία, καὶ ἡ ἐν τοῖς θείοις ὁμόνοια, καὶ ὁ κοινὸς ὑμῶν ὑπὲρ ἀληθείας ἀγὼν, καὶ τὸ μηδόλως ὑπὸ τῶν ἐναντίων ταράττεσθαι. Τοῦτο γὰρ ἐκείνοις μὲν ὄλεθρον, ὑμῖν δὲ προξενεῖ σωτηρίαν. Εἰδέναι μέντοι χρὴ, ὡς οὐχ ἁπλῶς ταῦτα γέγραφεν, ἀλλὰ μαθὼν ὡς τῆς ἀρετῆς τὸ μέγεθος ὄγκον τισὶ φρονήματος ἐνειργάσατο. Οὗ δὴ χάριν τὴν περὶ ὁμονοίας αὐτοῖς καὶ συμφωνίας προςήγαγε συμβουλήν. Πρὸς δὲ τοῦτο κἀκεῖνο χρὴ συνιδεῖν, ὡς οὐκ ἀορίστως αὐτοῖς τὴν οἰκείαν ὑπέσχετο παρουσίαν, ἀλλὰ διορισμόν τινα τῇ ἐπαγγελίᾳ συνέζευξεν. Οὕτω γὰρ ἔφη· Ἵνα, εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν, ἀκούσω τὰ περὶ ὑμῶν. «Καὶ τοῦτο ἀπὸ Θεοῦ. (κθ, λ.) Ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ, καὶ νῦν ἀκούετε ἐν ἐμοί.» Δῶρα Θεοῦ κέκληκε καὶ τὸ πιστεῦσαι, καὶ τὸ λαμπρῶς ἀγωνίσασθαι, οὐ τὸ αὐθαίρετον τῆς γνώμης ἐκβάλλων, ἀλλὰ διδάσκων ὡς αὐτὴ καθ’ ἑαυτὴν ἡ γνώμη, γεγυμνωμένη τῆς χάριτος, οὐδὲν δύναται κατορθῶσαι τῶν ἀγαθῶν.
PG 82:569Ἀμφοτέρων γὰρ χρεία, καὶ τῆς ἡμετέρας προθυμίας, καὶ τῆς θείας ἐπικουρίας. Οὔτε γὰρ τοῖς τὴν προθυμίαν οὐκ ἔχουσιν ἐπαρκεῖ τοῦ Πνεύματος ἡ χάρις, οὔτ’ αὖ πάλιν ἡ προθυμία ταύτης ἐστερημένη τῆς ἀρετῆς δύναται συναθροῖσαι τὸν πλοῦτον. ΚΕΦΑΛ. Β. α. «Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τις παραμυθία ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοὶ, πληρώσατέ μου τὴν χαράν.» Πατρικῆς φιλοστοργίας τὰ ῥήματα. Εἴ τινα γὰρ ἐμοὶ παράκλησιν, φησὶ, προσενεγκεῖν βούλεσθε, εἴ τινα ἀγάπης παραμυθίαν. καὶ ψυχαγωγίαν, διὰ τούτου παράσχετε. Λέγει δὲ καὶ ἅπερ αἰτεῖ. «Ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες. (γ, δ.) Μηδὲν κατ’ ἐρίθειαν, ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.» Διὰ πάντων αὐτοὺς τὸ μέτριον ἐξεπαίδευσε φρόνημα. Ὁ γὰρ τοῦτο κεκτημένος ταῖς τῆς κενῆς δόξης οὐχ ἁλίσκεται πάγαις, οὐχ ἡγεῖται ἑαυτὸν ὑπερέχειν ἑτέρου, τὸ τῆς ἔριδος οὐ προσίεται πάθος.
Ἐπειδὴ τοίνυν, ὡς ἔφην, ὑπὸ τῶν τῆς ἀρετῆς κατορθωμάτων τινὲς ἐπήρθησαν εἰς φρονήματος ὄγκον, πρόσφορον αὐτοῖς θεραπείαν προσφέρει· εἶτα ὑποδείκνυσι καὶ τὸ μέγιστον τῆς ταπεινοφροσύνης παράδειγμα. ε. «Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ.» Μιμήσασθε τὸν τῶν ἁπάντων Δεσπότην. 2, ζ. «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Θεὸς γὰρ ὢν, καὶ φύσει Θεὸς, καὶ τὴν πρὸς τὸν Πατέρα ἰσότητα ἔχων, οὐ μέγα τοῦτο ὑπέλαβε. Τοῦτο γὰρ ἴδιον τῶν παρ’ ἀξίαν τιμῆς τινος τετυχηκότων. Ἀλλὰ τὴν ἀξίαν κατακρύψας, τὴν ἄκραν ταπεινοφροσύνην εἵλετο, καὶ τὴν ἀνθρωπείαν ὑπέδυ μορφήν. «Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» Περὶ τοῦ Θεοῦ Λόγου ταῦτά φησιν, ὅτι Θεὸς ὢν οὐχ ἑωρᾶτο Θεὸς, τὴν ἀνθρωπείαν περικείμενος φύσιν. Αὐτῷ γὰρ τοίνυν ἁρμόττει τὸ, ὡς ἄνθρωπος. Ἡ γὰρ ἀναληφθεῖσα φύσις ἀληθῶς τοῦτο ἦν. Αὐτὸς δὲ τοῦτο μὲν οὐκ ἦν· τοῦτο δὲ περιέκειτο. η.
«Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Οὐ γὰρ ὡς δοῦλος δεσποτικὸν πεπλήρωκε πρόσταγμα, ἀλλ’ ἑκὼν τὴν ὑπὲρ ἡμῶν ἀνεδέξατο σωτηρίαν, καὶ ὑπήκουσεν ὡς υἱὸς, οὐχ ὡς δοῦλος. θ. «Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.» Δῆλον καὶ τοῖς ἄγαν ἀνοήτοις, ὡς ἡ θεία φύσις ἀνενδεὴς, καὶ ἐνανθρωπήσας, οὐ ταπεινὸς ὢν ὑψώθη, ἀλλὰ καὶ ὕψιστος ὢν ἑαυτὸν ἐταπείνωσεν. Οὐ τοίνυν ἔλαβεν ἃ μὴ πρότερον εἶχεν, ἀλλ’ ἔλαβεν ὡς ἄνθρωπος, ἅπερ εἶχεν ὡς Θεός. Τὸ δὲ, ὄνομα , τινὲς δόξαν ἡρμήνευσαν· ἐγὼ δὲ ἐκ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς ἑτέραν εὑρίσκω τοῦ ἀποστολικοῦ ῥητοῦ διάνοιαν. Εἰρηκὼς γὰρ, ὅτι «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ καὶ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα,» ἑρμηνεύει τοῦ ὀνόματος τὴν διάνοιαν, καί φησιν· «Τίνι γάρ ποτε τῶν ἀγγέλων εἶπεν· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
PG 82:571«Καὶ ἐνταῦθα τοίνυν τοῦτο λέγει, ὅτι ἑαυτὸν ταπεινώσας, οὐ μόνον οὐκ ἀπώλεσεν ὅπερ εἶχεν ὡς Θεὸς, ἀλλὰ καὶ ὡς ἄνθρωπος τοῦτο προςέλαβεν. ι. «Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων.» Ἐπουρανίους καλεῖ τὰς ἀοράτους δυνάμεις, ἐπιγείους δὲ τοὺς ἔτι ζῶντας ἀνθρώπους, καὶ καταχθονίους τοὺς τεθνεῶτας. ια. «Καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Πᾶσα γλῶσσα , ἀντὶ τοῦ, πάντα τὰ ἔθνη. Εἰ δὲ τὸ ὁμολογεῖν Χριστὸν τὸν Κύριον τὸν Πατέρα δοξάζει, εὔδηλον ὡς οἱ κτίσμα τοῦτον καὶ δοῦλον ἀποκαλοῦντες ἀδοξίαν τῷ γεγεννηκότι προστρίβουσι. Πᾶσαν μέντοι αἵρεσιν διὰ τῶν ὀλίγων τούτων κατηγωνίσατο ῥημάτων ὁ θεῖος Ἀπόστολος, καὶ τοὺς τὴν θεότητα τοῦ Μονογενοῦς βλασφημοῦντας, καὶ τοὺς ἀρνουμένους τὴν ἀνθρωπότητα, καὶ πρὸς τούτοις τοὺς τὰς ὑποστάσεις συγχέοντας· καὶ Σαβέλλιον μὲν, καὶ Φωτεινὸν, καὶ Μάρκελλον, καὶ τὸν Σαμοσατέα Παῦλον δυσσεβοῦντας ἐλέγχει, τῶν προσώπων ὑποδεικνὺς τὴν δυάδα. Ἔφη γὰρ, Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων , καὶ ἐπήγαγεν, Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Οὐδεὶς δὲ ἴσος ἑαυτῷ λέγεται.
Καὶ Ἄρειον δὲ καὶ Εὐνόμιον διὰ τούτων αὐτῶν τῶν ῥητῶν ἔδειξε βλασφημοῦντας. Οὐ γὰρ εἶπεν, Ἐν μορφῇ Θεοῦ γενόμενος, ἀλλ’, Ἐν μορφῇ Θεοῦ ὑπάρχων· καὶ ἐπήγαγεν· Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Τῶν γὰρ τὰ ἀλλότρια ἁρπαζόντων ἴδιον τὸ μέγα φρονεῖν ἐφ’ οἷς ἔχουσιν. Ὁ δὲ Θεὸς Λόγος φύσει Θεός· ἐν μορφῇ γὰρ Θεοῦ ὑπῆρχε, καὶ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· φύσει γὰρ εἶχε τὴν ἰσότητα ταύτην. Εἰ δὲ τὴν μορφὴν τοῦ Θεοῦ οὐ λέγουσιν οὐσίαν εἶναι Θεοῦ, ἐρωτάσθωσαν τί νοοῦσι τὴν τοῦ δούλου μορφήν. Οὐ γὰρ δήπου Μαρκίωνι, καὶ Βαλεντίνῳ, καὶ Μάνεντι παραπλησίως ἀρνοῦνται τῆς σαρκὸς τὴν ἀνάληψιν. Εἰ τοίνυν ἡ μορφὴ τοῦ δούλου οὐσία δούλου, οὐσία ἄρα τοῦ Θεοῦ καὶ ἡ μορφὴ τοῦ Θεοῦ. Οὕτως ἐρωτήσωμεν καὶ τοὺς τὴν φαντασίαν εἰσάγοντας· Ἡ μορφὴ τοῦ Θεοῦ οὐσία τοῦ Θεοῦ; Πάντως ὅτι συνομολογήσουσιν· οὐ γὰρ ἀρνοῦνται τὸ εἶναι Θεὸν τὸν Δεσπότην Χριστόν. Συλλογισώμεθα τοίνυν. Εἰ τοίνυν ἡ μορφὴ τοῦ Θεοῦ οὐσία Θεοῦ, οὐσία ἄρα δούλου ἡ τοῦ δούλου μορφή· καὶ εὑρεθήσονται οἱ τἀναντία φρονοῦντες, δι’ ὧν ὁμολογήσουσι βεβαιοῦντες ἅπερ ὁμολογεῖν οὐκ ἐθέλουσι.
PG 82:573Πρὸς δὲ τούτοις κἀκεῖνο συνείδομεν, ὅτι ταπεινοφροσύνην διδάσκων ὁ θεῖος Ἀπόστολος τέθεικε τοῦ Χριστοῦ τὸ παράδειγμα· Τῇ ταπεινοφροσύνῃ γὰρ , φησὶν, ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Εἰ δὲ οὐκ ἴσος ἦν, ἀλλ’ ἐλάττων τοῦ Πατρὸς ὁ Υἱὸς, οὐ ταπεινοφρονῶν ὑπήκουσεν, ἀλλὰ τάξιν ἐπλήρωσεν. Ἀλλὰ περὶ τούτων καὶ ἐν ἑτέροις πλείστους διεξήλθομεν λόγους. Ἐπὶ τὰ συνεχῆ τοίνυν τῆς ἑρμηνείας βαδίσωμεν. ιβ. «Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε.» Εἰς τοῦτο, φησὶν, ἀφορῶντες τὸ παράδειγμα, πλείονα σπουδὴν παρὰ τὴν ἐμὴν ἀπουσίαν ὑπὲρ τῆς οἰκείας εἰσενέγκατε σωτηρίας. Τοῦτο γὰρ ὑμῶν τὸν ἀγαθὸν ἐγύμνωσε σκοπὸν, ὅτι οὐ πρὸς τὸν διδάσκαλον χάριτι, ἀλλὰ τῇ περὶ τὰ καλὰ προθυμίᾳ τὸν ἀξιέπαινον ἀναδέχεσθε πόνον. ιγ. «Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.» Οὐκ ἐπειδὴ καὶ ἄκοντας βιάζεται, ἀλλ’ ὅτι προθυμίαν εὑρίσκων αὔξει ταύτην διὰ τῆς χάριτος. Εὐδοκίαν δὲ τὸ ἀγαθὸν τοῦ Θεοῦ προσηγόρευσε θέλημα·
θέλει δὲ πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. ιδ. «Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν.» Προθύμως φέρετε τὸν ὑπὲρ τῆς ἀρετῆς πόνον, τοὺς ὑπὲρ τοῦ Εὐαγγελίου κινδύνους, μὴ δυσχεραίνοντες τὰ προσπίπτοντα λυπηρὰ, μηδὲ διαφόροις χρώμενοι λογισμοῖς· ἑαυτοῖς γὰρ τὸν πλοῦτον ἀθροίζετε· οὐδεὶς δὲ κέρδη συλλέγων μέγιστα ἀσχάλλει καὶ τονθορύζει. Δείκνυσι δὲ καὶ τοῦ πόνου τὸ κέρδος. ιε. «Ἵνα γένησθε ἄμεμπτοι, καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης.» Οὕτω καὶ ὁ Κύριος προσέταξεν ἀκεραίους εἶναι ὡς τὰς περιστεράς. «Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ. (ι.) Λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ.» Οὐ λυμανοῦνται, φησὶν, ὑμῖν οἱ πολεμοῦντες. Δίκην γὰρ φωστήρων ἐν τῷ κόσμῳ λάμψετε, καὶ ἐμοὶ παρέξετε τὸ ἐφ’ ὑμῖν σεμνύνεσθαι ἐν τῇ τοῦ Σωτῆρος ἐπιφανείᾳ. Τὸ δὲ, Λόγον ζωῆς ἐπέχοντες , ἀντὶ τοῦ, Τῷ λόγῳ προσέχοντες τῆς ζωῆς. Οὕτω γὰρ καὶ Τιμοθέῳ γράφων ἔφη· «Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ,» ἀντὶ τοῦ, Πρόσεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ. Λόγον δὲ ζωῆς τὸ κήρυγμα κέκληκεν, ἐπειδὴ τὴν αἰώνιον προξενεῖ ζωήν.
PG 82:575«Ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα.» Αὐχῶ δὲ καὶ μεγαλοφρονῶ, ὅτι οὐ μάτην τὴν ὑπὲρ ὑμῶν ἀνεδεξάμην σπουδήν. ιζ, ιη. «Ἀλλ’ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.» Τὸ, ὑμῶν , ἀντὶ τοῦ, πάντων τῶν δι’ αὐτοῦ πεπιστευκότων, τέθεικεν. Ὑπὲρ γὰρ τῆς ὑμετέρας πίστεως καθάπερ θυσία τῷ Θεῷ προςφερόμενος εὐφραίνομαί τε καὶ ἥδομαι. Προσήκει δὲ καὶ ὑμᾶς κοινωνεῖν μοι τῆς εὐφροσύνης. Ταῦτα δὲ λέγει ψυχαγωγῶν αὐτοὺς, καὶ διδάσκων τοῦ μαρτυρίου τὸ μέγεθος, ὅτι σπονδῆς τινος καὶ θυσίας τάξιν ἐπέχει. ιθκβ. «Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ Ἰησοῦ. Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον.» Ἀληθεῖς μὲν τοῦ μακαρίου Τιμοθέου αἱ εὐφημίαι·
ὁ δὲ θεῖος Ἀπόστολος ταύταις ἐχρήσατο νῦν, καὶ τὴν οἰκείαν περὶ αὐτοὺς ἐπιδεικνὺς διάθεσιν, ὅτι ὃν μόνον ἔχει ψυχαγωγοῦντα, τοῦτον διὰ τὴν αὐτῶν ἀπέστειλεν ὠφέλειαν· καὶ αὐτοὺς προτρέπων, ὡς ἀληθείας κήρυκα μετὰ πάσης δέξασθαι θεραπείας. κγ, κδ. «Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ, ἐξαυτῆς. Πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.» Οὐδὲ ἐνταῦθα τὴν οἰκείαν παρουσίαν ἀποφαντικῶς ἐπηγγείλατο, ἀλλὰ τῆς θείας αὐτὴν ἐξήρτησε προμηθείας. Δῆλος δέ ἐστι μηδέπω παντελῶς τὸν πρότερον διαφυγὼν κίνδυνον. Τοῦτο αἰνίττεται εἰρηκώς· Ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς· τουτέστιν, ἐὰν τέλεον λάβῃ λύσιν τὰ δυσχερῆ. κε. «Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν, καὶ συνεργὸν, καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς.» Πολλὰ καὶ τούτου κατορθώματα διεξῆλθεν, οὐκ ἀδελφὸν μόνον, ἀλλὰ καὶ συνεργὸν , καὶ συστρατιώτην ἀποκαλέσας. Ἀπόστολον δὲ αὐτὸν κέκληκεν αὐτῶν , ὡς τὴν ἐπιμέλειαν αὐτῶν ἐμπεπιστευμένον.
Ὡς εἶναι δῆλον ὅτι ὑπὸ τοῦτον ἐτέλουν οἱ ἐν τῷ προοιμίῳ κληθέντες ἐπίσκοποι, τοῦ πρεσβυτέρου δηλονότι τὴν τάξιν πληροῦντες· λειτουργὸν δὲ αὐτὸν εἴρηκε τῆς χρείας , ὡς τὰ παρ’ αὐτῶν ἀποσταλέντα κομίσαντα χρήματα. Αἰνίττεται δὲ καὶ ὅτι ταύτην τὴν θεραπείαν ὀφείλουσι, καθάπερ οἱ λειτουργοῦντες τὰς εἰσφοράς. κ, κζ. «Ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε. γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλ’ ὁ Θεὸς αὐτὸν ἠλέησεν· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ.» Ὑπὲρ τῆς γεγενημένης ἀπολογεῖται βραδυτῆτος, καὶ τῆς ἐπισκηψάσης νόσου τὸ μέγεθος δείκνυσι, καὶ τὴν περὶ αὐτοὺς διάθεσιν τοῦ Ἐπαφροδίτου δηλοῖ· φήσας αὐτὸν διά τε τὴν βραδυτῆτα ἠθυμηκέναι, καὶ διὰ τὴν αὐτῶν φροντίδα, ἣν ἡ νόσος εἰργάζετο. Τὸ δὲ, ἠλέησεν αὐτὸν , δηλοῖ καὶ τὴν τοῦ Ἐπαφροδίτου περὶ τοὺς ἀγῶνας σπουδήν. Οὐ γὰρ ἤθελε τῆς ὀδυνηρᾶς ἀπαλλαγῆναι ζωῆς, τὸ ἐκ ταύτης φυόμενον ἐπιστάμενος κέρδος. Ἐμὲ δὲ , φησὶν, ἠλέησεν , μὴ γυμνώσας με τοῦ συνεργοῦ. κηλ. «Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ.
PG 82:577Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε. Ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.» Μέγιστον ᾐνίξατο κίνδυνον διὰ τοῦ, παραβουλευσάμενος τῇ ψυχῇ. Καθειργόμενον γὰρ πάντως μαθὼν, καὶ ὑπὸ πλείστων φυλαττόμενον, εἰσελθὼν ἐθεάσατο, τοῦ κινδύνου καταφρονήσας. Ἐξέτισε δὲ, φησὶν, ὑπὲρ ἁπάντων ὑμῶν τὸ χρέος. Ὃ γὰρ πάντες ὀφείλετε μόνος πεποίηκεν. Ἐντεῦθεν εἰς τὴν κατηγορίαν τῶν τὰ περιττὰ τοῦ νόμου φυλάττειν παρεγγυώντων μεταφέρει τὸν λόγον. ΚΕΦΑΛ. Γ. α. «Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ.» Πάσης θυμηδίας πνευματικῆς ἐμφορεῖσθε. «Τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.» Οὐκ ἄλλην αὐτοῖς Ἐπιστολὴν γέγραφεν, ἀλλ’ ἐν ταύτη πολλὰς αὐτοῖς προσήνεγκεν εἰσηγήσεις. β. «Βλέπετε τοὺς κύνας.» Ἴδιον τῶν κυνῶν ἡ ἀναίδεια. Ἐπειδὴ τοίνυν πολλάκις διελεγχθέντες οὗτοι, ὡς κακῶς τὸ κήρυγμα διαφθείροντες, ἐπέμενον τῇ μοχθηρίᾳ τῆς γνώμης, εἰκότως αὐτοὺς προςηγόρευσε κύνας. Ἀλλὰ τοῦτο πάλαι τῶν ἐθνῶν ἦν τὸ ὄνομα.
«Οὐκ ἔστι γὰρ, φησὶν ὁ Κύριος, καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις.» Ἀλλὰ μετέβη μετὰ τῶν πραγμάτων καὶ τὰ ὀνόματα· καὶ τὰ μὲν ἔθνη υἱοὶ, Ἰουδαῖοι δὲ προςαγορεύονται κύνες. «Βλέπετε τοὺς κακοὺς ἐργάτας.» Οὐ γὰρ οἰκοδομοῦσιν, ἀλλὰ τὴν οἰκοδομίαν κατασκάπτειν ἐπιχειροῦσι. «Βλέπετε τὴν κατατομήν.» Τὴν γὰρ περιτομὴν κηρύττοντες, καὶ τέμνειν πειρῶνται τῆς Ἐκκλησίας τὸ σῶμα. γ. «Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ Πνεύματι Θεοῦ λατρεύοντες, καὶ καυχωμένοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.» Τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἔφη· «Καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι.» Τοῦτο καὶ ὁ Θεὸς διὰ τοῦ Προφήτου παρηγγύησεν Ἰουδαίοις· «Περιτμήθητε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν τὴν σκληράν.» δ. «Καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί.» Ἀλλὰ μηδεὶς οἰέσθω με ταῦτα λέγειν ὡς ἀπερίτμητον, καὶ διὰ τῆς περιτομῆς σεμνύνεσθαι μὴ δυνάμενον. «Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον.» Καλῶς τὸ δοκεῖ προστέθεικεν. Οὐ γὰρ εἰκότως πέποιθε τῇ σαρκί. Εἶτα κατὰ μέρος διέξεισι τὰ τῶν Ἰουδαίων σεμνά. ε.
PG 82:579«Περιτομὴ ὀκταήμερος.» Οὐ γὰρ ὡς προσήλυτος τὴν περιτομὴν ἐδεξάμην. «Ἐκ γένους Ἰςραήλ.» Οὔτε μὴν ἐκ προσηλύτων γεγέννημαι, ἀλλὰ τὸν Ἰσραὴλ αὐχῶ πρόγονον. «Φυλῆς Βενιαμίν.» Καὶ οὐδὲ τῶν ἡμιδούλων εἰμὶ, ἀλλ’ ἐκ τῆς ἐλευθερίας ἐβλάστησα, ἐκ τῆς Ῥαχὴλ τῆς ἠγαπημένης, ὑπὲρ ἧς ὁ πατριάρχης ἐδούλευσεν. «Ἑβραῖος ἐξ Ἑβραίων.» Εἰς αὐτὴν τὴν ῥίζαν ἀνέδραμεν. Εἶτα τὸ λοιπὸν τῆς γνώμης. «Κατὰ νόμον Φαρισαῖος.» Αὐτὴ γὰρ κρείττων ἡ αἵρεσις ἦν. 2. «Κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν.» Οὐ γὰρ διὰ τὴν φιλοτιμίαν, οὐδὲ διὰ δόξαν κενὴν, οὐδὲ φθόνῳ βαλλόμενος, ὡς Ἰουδαίων ἄρχοντες, ἀλλὰ τῷ ὑπὲρ τοῦ νόμου φλεγόμενος ζήλῳ, τὴν Ἐκκλησίαν ἐπόρθουν. «Κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.» Ἔδειξεν οὐκ ἀκριβῆ δικαιοσύνην τὴν νομικήν. Οὗ δὴ χάριν οὐκ ἀορίστως ἔφη, κατὰ δικαιοσύνην γενόμενος ἄμεμπτος, ἀλλὰ προςτέθεικε, τὴν ἐν νόμῳ. Οὕτω ταῦτα διεξελθὼν, δείκνυσιν ὡς οὐδαμῶς ἐπὶ τούτοις σεμνύνεται, καί φησιν· ζ. «Ἀλλ’ ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημα διὰ τὸν Χριστὸν ζημίαν.» Τῇ παραθέσει τῶν κρειττόνων ζημίαν ὠνόμασε τὰ ἐλάττονα. Περιττὸς γὰρ ὁ λύχνος τοῦ ἡλίου φανέντος·
περιττὸς ὁ παιδαγωγὸς τοῖς τὴν τελείαν τὴν σοφίαν δεξαμένοις, ἄχρηστόν ἐστι τῆς τιτθῆς τὸ γάλα τοῖς μεταλαχοῦσι τελείας τροφῆς. Λέγει δὲ τοῦτο σαφέστερον. η. «Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι ζημίαν εἶναι πάντα, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω.» Διὰ τὴν μείζονα γνῶσιν τὴν ἐλάττονα ζημίαν καλῶ, καὶ καταφρονῶ τῶν μειόνων διὰ τὰ κρείττονα. Οὐ γὰρ ὡς φαῦλα φεύγω, ἀλλὰ προαιροῦμαι τὰ μείζονα, καὶ τὸν σῖτον λαβὼν, περιττὸν ἡγοῦμαι τὸ σκύβαλον. Σκύβαλον γὰρ τὸ παχύτερον καὶ σκληρότερον ἄχυρον ὀνομάζεται· τοῦτο δὲ φέρει τὸν σῖτον, ἀλλὰ μετὰ τὴν τοῦ σίτου συλλογὴν ἀποβάλλεται τοῦτο. Οὕτως ὁ νόμος ὑπέδειξε τὸν Χριστὸν, τούτου δὲ φανέντος λοιπὸν περιττός. θ. «Καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην.» Τίς δὲ αὕτη; ι.
PG 82:581«Ἐπὶ τῇ πίστει τοῦ γνῶναι αὐτὸν, καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ.» Ὥστε γνῶναι διὰ τῆς πίστεως, ὅτι τῶν ἁπάντων ἐστὶ Θεός τε καὶ ποιητὴς, καὶ τὴν ἡμετέραν ἀνέλαβε φύσιν, τὴν ἡμετέραν πραγματευσάμενος σωτηρίαν, καὶ ἀνέστησεν ὅπερ ἔλαβε σῶμα, τὴν κοινὴν ἁπάντων ἀνθρώπων ἀνάστασιν μηχανώμενος· τὴν γὰρ δύναμιν τῆς ἀναστάσεως αὐτοῦ , τὸν σκοπὸν τῆς ἀναστάσεως κέκληκε. «Καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ. (ια.) Εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν.» Σπουδάζω δὲ καὶ κοινωνῆσαι αὐτῷ τῶν παθημάτων, καὶ τὸν σωτήριον αὐτοῦ μιμήσασθαι θάνατον, ἵνα μετάσχω καὶ τῆς ἀναστάσεως. ιβ. «Οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ Ἰησοῦ.» Αὐτός με πρότερος καταλαβὼν ἐσαγήνευσεν. Ἔφευγον γὰρ αὐτὸν, καὶ λίαν ἀπεστρεφόμην· αὐτὸς δὲ κατέλαβε φεύγοντα. Διώκω τοίνυν κἀγὼ καταλαβεῖν αὐτὸν ἐφιέμενος, ἵνα μὴ διαμάρτω τῆς σωτηρίας. ιγ. «Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι.» Ταῦτα πρὸς τοὺς μεγαλοφρονοῦντας ἐπὶ τοῖς ἤδη κατορθωθεῖσι λέγει, καταστέλλων αὐτῶν τὸ φρόνημα.
«Ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, (ιδ.) κατὰ σκοπὸν διώκω, ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.» Τινὲς τὰ ὀπίσω ἐπιλανθανόμενος περὶ τῆς νομικῆς πολιτείας ἔφασαν εἰρῆσθαι· ἐγὼ δὲ οἶμαι περὶ τῶν τοῦ κηρύγματος πόνων αὐτὸν ταῦτα φάναι. Καὶ γὰρ εἴωθεν ἐκδρομαῖς κεχρῆσθαι, καὶ τοῖς παραινετικοῖς λόγοις δογματικοὺς ἐπιμιγνύναι. Λέγει τοίνυν, ὅτι Τῶν μὲν προτέρων ἐπιλανθάνομαι πόνων, τρέχειν δὲ εἰς τὰ πρόσω προθύμως ἐπείγομαι· εἷς δέ μοι σκοπὸς τὸ τῶν ἀποκειμένων ἀπολαῦσαι βραβείων· τοῦτο δέ ἐστιν ἡ τῶν οὐρανῶν βασιλεία. Βραβεῖον τὸ ἆθλον ἐκάλεσεν. ιε. «Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει.» Ταῦτα φρονεῖν ἡμᾶς περὶ τῶν προκειμένων βραβείων προσήκει. Εἰ δὲ καὶ μὴ ἀκριβῶς ἐπιστάμεθα ὁποῖα ταῦτά ἐστιν, ἀλλ’ οὖν εἰδέναι προσήκει ὡς δείξει ταῦτα ἡμῖν ὁ ἀγωνοθέτης Θεός. ι. «Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν.» Πάλιν περὶ τῆς συμφωνίας αὐτοῖς διαλέγεται. Κανόνα δὲ τὸ εὐαγγελικὸν ἐκάλεσε κήρυγμα·
PG 82:583ὁ δὲ κανὼν εὐθύτητος ὅρος οὐδενὸς προσδεόμενος. Παρεγγυᾷ τοίνυν αὐτοῖς μὴ ἀνέχεσθαι τῶν τὰ νομικὰ τῷ Εὐαγγελίῳ παραμιγνύντων. Εἶτα οἷόν τι ἀρχέτυπον ἑαυτὸν προτίθησι. ιζ. «Συμμιμηταί μου γίνεσθε, ἀδελφοί.» Καὶ διδάσκων ὡς πολλοὺς ἔχει τοῦδε τοῦ σκοποῦ κοινωνοὺς, ἐπήγαγε· «Καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς.» Τούτοις ἀκολουθεῖτε, εἰ τὴν αὐτὴν ἡμῖν διδασκαλίαν προσφέρουσιν. ιη, ιθ. «Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ. Ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.» Ἐχθροὺς τοῦ σταυροῦ προσηγόρευσεν αὐτοὺς, ὡς διδάσκοντας ὅτι δίχα τῆς νομικῆς πολιτείας ἀδύνατον σωτηρίας τυχεῖν. Θεὸν δὲ αὐτῶν τὴν κοιλίαν ἐκάλεσε, τῆς γαστριμαργίας κατηγορῶν. Διαφερόντως γὰρ οἱ Ἰουδαῖοι πολλὴν ποιοῦνται τροφῆς ἐπιμέλειαν, καὶ δικαιοσύνης ὅρον νομίζουσι τὴν ἐν Σαββάτῳ χλιδήν· δόξαν ταῦτα ὑπολαμβάνοντες ἐφ’ οἷς ἔδει αἰσχύνεσθαι. «Οἱ τὰ ἐπίγεια φρονοῦντες. (κ, κα.) Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν.
Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.» Ἐκεῖνοι μὲν οὖν τῇ γῇ προστετήκασιν, ἡμεῖς δὲ τὸν οὐρανὸν φανταζόμεθα, καὶ τὴν Δεσποτικὴν προσμένομεν ἐκεῖθεν ἐπιφάνειαν. Αὐτὸς γὰρ ἡμῶν τὸ σῶμα τῆς φθορᾶς ἐλευθερώσας ἀθανασίᾳ κοσμήσει· δέδωκε δὲ ἡμῖν τῆς ἐλπίδος ταύτης ἐνέχυρον, τὸ οἰκεῖον ἀναστήσας σῶμα, καὶ δόξης τοῦτο πληρώσας. Τὸ δὲ, μετασχηματίσει , οὐκ ἐπὶ τῆς μεταποιήσεως τοῦ σχήματος τέθεικεν, ἀλλ’ ἐπὶ τῆς ἀπαλλαγῆς τῆς φθορᾶς. Σύμμορφον δὲ τῷ σώματι τῆς δόξης αὐτοῦ , τὸ ἡμέτερον ἔφη γεγενῆσθαι σῶμα, οὐ κατὰ τὴν ποσότητα τῆς δόξης, ἀλλὰ κατὰ τὴν ποιότητα· φωτοειδὲς γὰρ ἔσται καὶ τοῦτο. Ταῦτα δὲ ποιήσει, ἅτε δὴ δύναμιν ἄῤῥητον ἔχων, καὶ ῥᾳδίως καὶ τὴν φθορὰν καὶ τὸν θάνατον καταπαύων, καὶ εἰς ἀθανασίαν τὰ ἡμέτερα σώματα μεταβάλλων, καὶ παρασκευάζων ἅπαντας εἰς αὐτὸν ἀποβλέπειν. ΚΕΦΑΛ. Δ. α. «Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.» Μετ’ εὐφημίας πολλῆς ἡ παραίνεσις.
PG 82:585Ἐφ’ ὑμῖν γὰρ, φησὶ, μέγα φρονῶ, ἐφ’ ὑμῖν λαμπρύνομαι. β. «Εὐωδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ, τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ.» Θαυμάζει μὲν τὰς γυναῖκας· αἰνίττεται δὲ ὡς ἔριν τινὰ πρὸς ἀλλήλας ἐχούσας. γ. «Ναὶ ἐρωτῶ καὶ σὲ, σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς αἵτινες ἐν τῷ Εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος, καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.» Μεγίστη τῶν γυναικῶν ἡ εὐφημία· κοινωνοὺς γὰρ αὐτὰς καλεῖ τῶν ὑπὲρ τοῦ Εὐαγγελίου κινδύνων. Τὸν δὲ σύζυγον τινὲς ἀνοήτως ὑπέλαβον γυναῖκα εἶναι τοῦ Ἀποστόλου, οὐ προσεσχηκότες τοῖς ἐν τῇ πρὸς Κορινθίους γεγραμμένοις, ὅτι τοῖς ἀγάμοις συνέταξεν ἑαυτόν· «Λέγω γὰρ, φησὶ, τοῖς ἀγάμοις, καὶ ταῖς χήραις· καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ.» Καὶ δῆλον μὲν ὡς, εἴτε ἄγαμος ἦν, εἴτε χῆρος, οὐκ εἶχε γυναῖκα· ἀλλὰ τὸ τῆς ἀγαμίας ἀληθέστερον· νεανίας γὰρ ὢν ἐκλήθη. Σύζυγον οὖν αὐτὸν καλεῖ, ὡς τὸν αὐτὸν ἕλκοντα τῆς εὐσεβείας ζυγόν· καὶ παρακαλεῖ ὥστε τῶν ἀρίστων γυναικῶν συνεργὸν γενέσθαι, καὶ τὴν συμφωνίαν βραβεῦσαι. δ. «Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε.» Δῆλός ἐστι σφόδρα περὶ αὐτοὺς διακείμενος.
Οὗ δὴ χάριν συχνότερον αὐτοὺς παραθαῤῥύνει καὶ ἐπαινεῖ. ε. «Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Φέρετε γενναίως τῶν ἐναντίων τὰς προσβολὰς, μὴ ἀμύνεσθε κακῷ τὸ κακόν. «Ὁ Κύριος ἐγγύς. (2.) Μηδὲν μεριμνᾶτε.» Ὁ κριτὴς πελάζει, λοιπὸν ἀποδώσει τῶν πόνων τὰς ἀντιδόσεις. «Ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν.» Χρὴ γὰρ πρότερον μὲν ὑμνεῖν ἐπὶ πᾶσι τὸν Θεὸν εὐεργέτην, εἴτε θυμήρη, εἴτε καὶ μή· εἶθ’ οὕτως σπουδαίως τὰς ἱκετείας προσφέρειν. ζ. «Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν, καὶ τὰ ὀνόματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.» Ὡς ὑπαλλήλων ὄντων τῶν διωγμῶν, ἀναγκαίως αὐτοῖς τὴν εἰρήνην ἐπηύξατο· οὗ δὲ ἡ εἰρήνη πάντα νοῦν ὑπερέχει, πῶς ἡ οὐσία καταληπτή; η, θ. «Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε.
PG 82:587Ἃ καὶ ἐμάθετε, καὶ παρελάβετε, καὶ ἠκούσατε, καὶ εἴδετε ἐν ἐμοὶ, ταῦτα πράσσετε, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.» Συντόμως δὲ παρακαλῶ πάντας ὑμᾶς ἀληθείᾳ τοὺς λόγους κοσμεῖν, σεμνότητι καὶ δικαιοσύνῃ τὸν βίον λαμπρύνειν· ἐκεῖνα ποιεῖν ἅπερ ἐστὶ τῷ Θεῷ προσφιλῆ, καὶ ὑμῖν τὸν ἐντεῦθεν ἔπαινον πραγματεύεται. Ταῦτα γὰρ καὶ διὰ τῶν λόγων ὑμᾶς ἐδίδαξα, καὶ διὰ τῶν πραγμάτων ὑπέδειξα· ταῦτα δὲ ποιοῦντες συνεργὸν ἕξετε τὸν τῶν ὅλων Θεόν. Εἶτα καὶ περὶ τῶν πεμφθέντων παρ’ αὐτῶν γράφει χρημάτων. ι. «Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρονεῖτε· ἠκαιρεῖσθε δέ.» Οἶδα ὑμῶν τὸν σκοπὸν, καὶ λίαν εὐφραίνομαι τοῦτον ἐν ὑμῖν βλέπων. Πάλαι γὰρ ἐβούλεσθε τῆς ἡμετέρας θεραπείας φροντίσαι, ἀλλὰ καιρὸν οὐκ ἐσχήκατε. ιαιγ. «Οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμι, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν, οἶδα καὶ ὑστερεῖσθαι. Ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Ταῦτα δὲ λέγω οὐ διὰ τὴν ἐμὴν χρείαν·
ἐγὼ γὰρ διὰ τὴν θείαν χάριν ἀεὶ διὰ τῶν ἐναντίων ὁδεύων, ἀμφοτέρων πεῖραν ἔλαβον ἱκανὴν, καὶ κόρου καὶ πείνης, καὶ ἐνδείας καὶ εὐπορίας. Ἵνα δὲ μὴ λυπήσῃ ταῦτα γράφων, ὡς περιττοῦ πράγματος γενομένου ἐπήγαγε· ιδ. «Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.» Ὑμῶν γὰρ τοῦτο κέρδος· κοινωνοὶ γὰρ τῶν ἐμῶν ἐγένεσθε παθημάτων. Εἶτα καὶ ἕτερος ἔπαινος. ιε, ι. «Οἴδατε καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγους δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε.» Ἀξία τῶν ἀνδρῶν ἡ εὐφημία, ἐπειδὴ οὐ παρόντα μόνον ᾐδοῦντο, ἀλλὰ καὶ ἀπόντος ἐπεμελοῦντο, καὶ ἐν τῇ μητροπόλει διάγοντι, καὶ εἰς ἕτερον ἀπάραντι, τὰς χρείας ἔπεμπον φιλοτίμως. Καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ διὰ τὴν σωματικὴν αὐτοὺς ἐπαινεῖν θεραπείαν, ἐπήγαγεν· ιζ. «Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ’ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.» Οὐ γὰρ τούτων δέομαι, ἀλλὰ τὸ ὑμέτερον κέρδος περὶ πολλοῦ ποιοῦμαι. Εἶτα αὔξων τὴν θεραπείαν φησίν· ιη. «Ἀπέχω δὲ πάντα καὶ περισσεύω·
πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτὴν, εὐάρεστον τῷ Θεῷ.» Ὑμεῖς μὲν γὰρ Ἐπαφροδίτῳ δεδώκατε, Ἐπαφρόδιτος ἐμοὶ, ὁ δὲ Θεὸς δι’ ἐμοῦ προσεδέξατο τὴν θυσίαν. Αὔξει δὲ αὐτῶν τὸν ἔπαινον ἡ προσοῦσα πενία· οὐ γὰρ εὐποροῦντες ἔπεμπον, ἀλλ’ ἐσχάτῃ πενίᾳ συνεζευγμένοι. Καὶ τοῦτο ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους ἐδίδαξε· λέγει δὲ οὕτω· «Καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. ιθ. «Ὁ δὲ Θεός μου πληρώσαι πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.» Τὸν ἐπουράνιον αὐτοῖς ἀντιδέδωκε πλοῦτον. Σφόδρα δὲ ἁρμοδίως τὴν εὐλογίαν ἐπήγαγεν. Εἰρηκὼς γὰρ τὰ πεμφθέντα ὀσμὴν εὐωδίας, θυσίαν δεκτὴν εὐάρεστον τῷ Θεῷ , αἰτεῖ αὐτοῖς παρὰ τοῦ ταῦτα κομισαμένου καὶ τὴν κατὰ τὸν παρόντα βίον χρείαν. «Πληρώσαι γὰρ, φησὶ, πᾶσαν χρείαν ὑμῶν.» Οὐδὲν δὲ ἀπεικὸς πεποίηκε καὶ ταύτην αὐτοῖς τὴν εὐλογίαν αἰτήσας. Καὶ γὰρ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις παρεκελεύσατο λέγειν· «Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.» Ἤτησε δὲ αὐτοῖς καὶ τὴν μέλλουσαν δόξαν τὴν ἐν Χριστῷ Ἰησοῦ.
PG 82:589Καὶ ταῦτα δὲ κἀκεῖνα ἱκανὸς παρασχεῖν· ἀμέτρητον γὰρ ἔχει τὸν πλοῦτον. κ. «Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Ἐνταῦθα μὲν μόνον ὕμνησε τὸν Πατέρα, ἀλλαχοῦ δὲ μόνον ὑμνεῖ τὸν Υἱόν. «Ἐξ ὧν γὰρ, φησὶν, ὁ Χριστὸς κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Ἀλλ’ οὔτε ἐκεῖ χωρίζει τοῦ Υἱοῦ τὸν Πατέρα, οὔτε ἐνταῦθα τοῦ Πατρὸς τὸν Υἱὸν, ἀλλὰ κοινὸν τῇ θείᾳ φύσει τὸν ὕμνον προσφέρει. κα. «Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ.» Οὐ πᾶς ὁ ἑαυτὸν ἅγιον ὀνομάζων ἅγιός ἐστιν, ἀλλ’ ὁ τῷ Κυρίῳ Ἰησοῦ πιστεύων, καὶ κατὰ τοὺς αὐτοῦ πολιτευόμενος νόμους. κβ. «Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί· ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα οἱ ἐκ τῆς Καίσαρος οἰκίας.» Ἱκανὴν αὐτοῖς παραψυχὴν προςενήνοχε, διδάξας ὡς καὶ τῶν βασιλείων τὸ θεῖον ἐκράτησεν Εὐαγγέλιον, καὶ τοὺς τοῦ δυσσεβοῦς βασιλέως οἰκείους ἐζώγρησεν εἰς ζωήν. κγ. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.» Τὴν συνήθη εὐλογίαν τῷ τέλει προστέθεικε. Ταύτης καὶ ἡμεῖς τύχοιμεν, πρεσβείᾳ μὲν τοῦ ταῦτα γεγραφότος, συνεργείᾳ δὲ τοῦ Δεσπότου Χριστοῦ·
PG 82:591μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Φιλιππησίους Ἐπιστολὴ ἐγράφη ἀπὸ Ῥώμης δι’ Ἐπαφροδίτου. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΚΟΛΑΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΣ ΥΠΟΘΕΣΙΣ. Κατὰ τὸν αὐτὸν καιρὸν Ἐφεσίοις καὶ Κολαςσαεῦσιν ἔγραψεν ὁ θεῖος Ἀπόστολος, τῷ θαυμασίῳ Τυχικῷ διακόνῳ τῶν γραμμάτων χρησάμενος. Ἔγραψε δὲ ἀπὸ τῆς Ῥώμης, ἤδη τὸν πρῶτον διαφυγὼν κίνδυνον· καὶ δηλοῖ τῆς Ἐπιστολῆς τὸ προοίμιον. Κοινωνὸν γὰρ τῶν γραμμάτων τὸν τρισμακάριον Τιμόθεον ἐποιήσατο· ἡνίκα δὲ τὸν πρῶτον ἔσχε, ἐπὶ Νέρωνος, ἀγῶνα, οὐδεὶς αὐτῷ τῶν γνωρίμων συνῆν. Καὶ τοῦτο αὐτὸς δεδήλωκεν ἐν τοῖς πρὸς Τιμόθεον γράμμασιν· «Ἐν τῇ πρώτῃ μὲν ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο.» Καὶ ὅτε δὲ πρὸς αὐτὸ ἦν λοιπὸν τοῦ βίου τὸ τέρμα, οὐκ ἐν τῇ Ῥώμῃ διῆγεν ὁ θεῖος Τιμόθεος, ἀλλὰ μᾶλλον ἐν τῇ Ἀσίᾳ. Καὶ τοῦτο διδάσκει σαφέστερον ἡ πρὸς αὐτὸν γραφεῖσα δευτέρα Ἐπιστολή. Εἰρηκὼς γάρ· «Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε·» μετ’ ὀλίγα φησί· «Σπούδασον ἐλθεῖν πρός με ταχέως.» Εἶτα ἐπάγει·
«Τὸν φελώνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἄγαγε μετὰ σεαυτοῦ, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.» Τινὲς μέντοι φασὶ μηδέπω τοὺς Κολασσαεῖς τεθεαμένον τὸν θεῖον Ἀπόστολον γράψαι πρὸς αὐτοὺς τὴν Ἐπιστολὴν, καὶ τοῦτο συνιστάνειν ἐκ τῶν ῥητῶν ἐκείνων ἐπιχειροῦσι· «Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί.» Ἔδει δὲ συνιδεῖν τῶν ῥητῶν τὴν διάνοιαν. Βούλεται γὰρ εἰπεῖν, ὅτι Οὐ μόνον ὑμῶν, ἀλλὰ καὶ τῶν μὴ τεθεαμένων με πολλὴν ἔχω φροντίδα. Εἰ γὰρ τῶν μὴ ἑωρακότων αὐτὸν μόνον τὴν μέριμναν περιέφερε, τῶν ἀπολαυσάντων αὐτοῦ τῆς θέας καὶ τῆς διδασκαλίας οὐδεμίαν ἔχει φροντίδα. Κατ’ ἐκείνην γὰρ τὴν διάνοιαν τοῦτό ἐστι νοῆσαι·
PG 82:593«Ἡλίκον γὰρ, φησὶν, ἀγῶνα ἔχω περὶ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί.» Δῆλον τοίνυν, ὡς οὐ περὶ αὐτῶν τοῦτο ἔφη, ἀλλὰ βεβαιῶσαι τὰ κατ’ αὐτοὺς βουληθεὶς ἐκεῖνο τέθεικεν, ὅτι «Οὐ μόνον ὑμῶν, ἀλλὰ καὶ τῶν μηδέπω τεθεαμένων με πολλὴν ἔχω φροντίδα.» Ἐδίδαξε δὲ ἡμᾶς καὶ ὁ τρισμακάριος Λουκᾶς ἐν ταῖς Πράξεσιν, ὡς κατὰ τὸν αὐτὸν καιρὸν διῆλθε τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν. Τῆς δὲ Φρυγίας αἱ Κολασσαί· μητρόπολις δὲ αὐτῆς καὶ γείτων, ἡ Λαοδίκεια. Πῶς τοίνυν οἷόν τε ἦν αὐτὸν ἀφικόμενον εἰς τὴν Φρυγίαν, τὸ θεῖον αὐταῖς μὴ προσενεγκεῖν Εὐαγγέλιον; Οὐδὲ εἴποι τις ἂν, ὡς ὑπὸ τῆς θείας ἐκωλύθησαν χάριτος τοῦτο πρᾶξαι. Περὶ μὲν γὰρ τῆς Ἀσίας καὶ τῆς Βιθυνίας εἶπεν ὁ μακάριος Λουκᾶς κεκωλυκέναι αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον· περὶ δέ γε τῆς Φρυγίας οὐδὲν τοιοῦτον ἔφη. Ἀλλὰ τοῦτο μὲν ὡς βούλεταί τις νοείτω· οὐδὲ γὰρ δογμάτων ποιεῖ διαφορὰν τὸ οὕτως ἢ ἐκείνως εἰπεῖν. Ἡ δὲ ὑπόθεσις τῆς Ἐπιστολῆς ἐστὶν αὕτη· Τινὲς τῶν ἐξ Ἰουδαίων πεπιστευκότων ἐξηπάτησαν, καὶ παρεσκεύασαν τούτους φυλάττειν τοῦ νόμου τὰ περιττά.
Γέγραφε τοίνυν ὁ θεῖος Ἀπόστολος, διδάσκων ὡς τῆς σωτηρίας ἡμῖν ὁ Δεσπότης Χριστὸς γεγένηται χορηγός. Δείκνυσι δὲ καὶ τὸ τῆς οἰκονομίας μυστήριον πάντα λογισμὸν ὑπερβαῖνον ἀνθρώπινον, καὶ ὅτι κοινωνοὶ τῆς τοῦ Χριστοῦ βασιλείας ἐσόμεθα, καὶ ὅτι τοῖς τελείοις αἱ νομικαὶ παρατηρήσεις οὐ πρόσφοροι. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αγ. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τοῖς ἐν Κολασσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ἐπειδὴ τοῖς ἐξαπατήσασιν ὑπαχθέντες τὴν νομικὴν ἠσπάσαντο πολιτείαν, ἀτελῆ δὲ τοῦτο πρὸς σωτηρίαν ἐδείκνυ τοῦ Κυρίου τὴν παρουσίαν, ἀναγκαίως ἑαυτοὺς ἀποστόλους Χριστοῦ προσηγόρευσε. Προστέθεικε δὲ, διὰ θελήματος , διδάσκων ὡς καὶ τῷ Θεῷ καὶ Πατρὶ τοῦτο συνδοκεῖ. Πάλιν μέντοι τὴν διὰ πρόθεσιν ἐπὶ τοῦ Πατρὸς τέθεικεν.
«Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πάντοτε περὶ ὑμῶν προσευχόμενοι, (δ.) ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους.» Τελειότητα αὐτοῖς μεμαρτύρηκε πίστει καὶ ἀγάπῃ λάμπειν αὐτοὺς εἰρηκώς· ἡ γὰρ ἀγάπη πάσης ἐντολῆς πρακτικῆς περιεκτική. Σύνηθες δὲ τῷ Ἀποστόλῳ ταῖς εὐφημίαις προλεαίνειν τὰς ἀκοὰς, εἶθ’ οὕτω τὴν προσήκουσαν προσφέρειν διδασκαλίαν. Καὶ ἐνταῦθα τοίνυν ἔφη τὸν Θεὸν ἀνυμνεῖν ταῖς προσευχαῖς ἐπὶ τῇ πίστει αὐτῶν τῇ περὶ τὸν Δεσπότην Χριστὸν, καὶ τῇ ἀγάπῃ, ἢν εἰς πάντας τοὺς ὁμοπίστους ἐπιδεικνύμενοι διετέλουν. ε. «Διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς.» Ταῦτα δὲ, φησὶ, ποιεῖτε προθύμως, τὴν εὐτρεπισμένην ὑμῖν τῶν οὐρανῶν βασιλείαν διὰ τῶν τῆς πίστεως ὀφθαλμῶν θεωροῦντες. «Ἢν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ Εὐαγγελίου, (2.) τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ.» Ταύτην δὲ ὑμῖν τὸ θεῖον Εὐαγγέλιον ἀπαγγέλλεται· οὐχ ὑμῖν δὲ μόνοις, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις. Εἶτα δείκνυσι καὶ τοῦ κηρύγματος τὴν ἰσχύν·
«Καὶ ἔστι καρποφορούμενον καὶ αὐξανόμενον, καθὼς καὶ ἐν ὑμῖν, ἀφ’ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ.» Καρποφορίαν τοῦ Εὐαγγελίου κέκληκε τὴν πίστιν τῶν ἀκηκοότων καὶ τὴν ἐπαινουμένην πολιτείαν· αὔξησιν δὲ, τῶν πιστευόντων τὸ πλῆθος. ζ, η. «Καθὼς καὶ ἐμάθετε παρὰ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ· ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.» Πολίτης αὐτῶν ὁ ἀξιέπαινος οὗτος ἀνὴρ, ὁ Ἐπαφρᾶς φημι. Εἰς δὲ τὴν Ῥώμην παραγενόμενος, ἐδίδαξε τὸν θεῖον Ἀπόστολον, καὶ τὴν θερμὴν αὐτῶν περὶ τὸν Κύριον πίστιν, καὶ τὴν γενομένην παρά τινος ἐξαπάτην. Πολλοῖς δὲ αὐτὸν ἐκό[ς]μησεν ἐγκωμίοις, ἀγαπητὸν, καὶ σύνδουλον, καὶ πιστὸν τοῦ Χριστοῦ διάκονον ἀποκαλέσας, ἵνα αὐτοῖς πλείονος αἰδοῦς ἀξιώτερος γένηται. Ἔφη δὲ αὐτοὺς παρὰ τούτου μεμαθηκέναι τὸν πανταχοῦ γενόμενον τοῦ κηρύγματος δρόμον, καὶ τῶν ἐν ἑκάστῳ ἔθνει πεπιστευκότων πλῆθος. θ.
PG 82:595«Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ.» Ταῦτα δὲ περὶ ὑμῶν παρὰ τοῦ ὑμετέρου διδασκάλου μεμαθηκότες, ἀπαύστως τὸν Θεὸν ἱκετεύομεν τελείαν ὑμῖν παρασχεῖν τοῦ οἰκείου θελήματος τὴν ἐπίγνωσιν. Ἐνταῦθα δὲ ᾐνίξατο, ὡς ἀτελῆ ταύτην ἔχουσι ταῖς νομικαῖς ἀκολουθοῦντες παρατηρήσεσιν. «Ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, (ι.) περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν.» Αἰτοῦμεν δὲ τῆς πνευματικῆς ὑμᾶς ἐμπλησθῆναι σοφίας, ἵνα πάντα τὰ ἀρέσκοντα τῷ Θεῷ διαπράττησθε. «Ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ, (ια.) ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς.» Ἵνα τῶν ἀγαθῶν ἔργων προσφέρητε τῷ Θεῷ τοὺς καρποὺς, καὶ τῆς γνώσεως αὐτοῦ τὴν ἐπίδοσιν ἐπιδείκνυσθε, καὶ τῇ θείᾳ ῥοπῇ κρατυνόμενοι ἑδραῖοι μένητε, μετ’ εὐθυμίας φέροντες τῶν ἐναντίων τὰς τρικυμίας. Τὴν γὰρ ὑπομονὴν ἐπὶ τῶν ἐναντίων τέθεικε· ταύτης γὰρ χρῄζομεν ὑπὸ τῶν δυσσεβῶν πολεμούμενοι. ιβ.
«Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί.» Ὑμνοῦμεν δὲ τὸν φιλάνθρωπον Δεσπότην, ὅτι ἡμᾶς ἀναξίους ὄντας κοινωνοὺς ἀπέφηνε τοῦ τῶν ἁγίων φωτός. Πάλιν μέντοι τῷ σχήματι τῆς εὐχαριστίας, τῆς θείας φιλανθρωπίας τὸ ἄῤῥητον, καὶ τῆς περὶ ἡμᾶς οἰκονομίας τὸ μέγεθος δείκνυσιν. ιγ. «Ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὑτοῦ.» Ἐξουσίαν σκότους , τοῦ διαβόλου τὴν δυναστείαν ἐκάλεσεν. Υἱὸν δὲ ἀγάπης τὸν Δεσπότην Χριστὸν προσηγόρευσε· διδάσκων ὅτι οὐχ ὡς κτίσμα καὶ δοῦλος, ἀλλ’ ὡς Υἱὸς ἀγαπᾶται. Οὐ γὰρ ἀγάπης Υἱὸς, ἀλλ’ ἀγαπητὸς Υἱὸς, τουτέστι γνήσιος· οὕτω γὰρ καὶ Ἰσαὰκ ὠνομάζετο. «Λάβε γὰρ, ἔφη, τὸν υἱόν σου τὸν ἀγαπητὸν,» ἀντὶ τοῦ γνήσιον, τὸν τῶν ἄλλων σοι τιμιώτατον. Τοῦ σκότους τοίνυν, φησὶν, ἡμᾶς ἐλευθερώσας, τῆς τοῦ Υἱοῦ βασιλείας ἠξίωσε. Τοῦτο καὶ ἐν τῇ πρὸς Τιμόθεον ἔφη· «Εἰ ὑπομένωμεν, καὶ συμβασιλεύσομεν.» ιδ.
PG 82:597«Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν.» Οὐ γὰρ ὁ νόμος, ἀλλ’ ὁ Δεσπότης Χριστὸς, ὁ τοῦ νόμου νομοθέτης, ταύτην ἡμῖν διὰ τοῦ σωτηρίου βαπτίσματος ἐδωρήσατο. Ταῦτα εἰρηκὼς, καὶ θεολογίας ἅπτεται, καὶ δείκνυσιν αὐτὸν τῶν ἁπάντων δημιουργόν. ιε. «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.» Ἐναργεῖς γὰρ φέρει τοῦ γεγεννηκότος τοὺς χαρακτῆρας. Τοῦτό ἐστι τὸ ὑπὸ τοῦ Κυρίου πρὸς τὸν Φίλιππον εἰρημένον· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε καὶ τὸν Πατέρα.» Καὶ Ἀδὰμ δὲ ἐγέννησε κατὰ τὴν εἰκόνα αὑτοῦ, τουτέστι κατὰ πάντα αὐτῷ ἐοικότα. Ἔστι τοίνυν εἰκὼν δηλοῦσα τὸ ὁμοούσιον. Αἱ μὲν γὰρ ἄψυχοι εἰκόνες οὐκ ἔχουσι τὴν οὐσίαν τούτων ὧνπερ εἰκόνες εἰσίν· ἡ δὲ ζῶσα εἰκὼν, καὶ τὸ ἀπαράλλακτον ἔχουσα, τὴν αὐτὴν ἔχει φύσιν τῷ ἀρχετύπῳ. «Πρωτότοκος πάσης κτίσεως.» Εἰ μονογενὴς, πῶς πρωτότοκος; εἰ πρωτότοκος, πῶς μονογενής; Ἀλλὰ μὴν μονογενὴς ἐν τοῖς θείοις Εὐαγγελίοις ὠνόμασται. Πρωτότοκος τοίνυν ἐστὶ τῆς κτίσεως, οὐχ ὡς ἀδελφὴν ἔχων τὴν κτίσιν ἀλλ’ ὡς πρὸ πάσης κτίσεως γεννηθείς. Πῶς γὰρ οἷόν τε καὶ ἀδελφὸν εἶναι τῆς κτίσεως καὶ δημιουργόν;
Εἰ γὰρ, κατὰ τὸν τῶν αἱρετικῶν λόγον, κτίσμα ἐστὶν, ἀδελφὴν ἔχει τὴν κτίσιν. Οὐχ οἷόν τε δὲ κατὰ ταυτὸν ταύτης αὐτὸν καὶ ἀδελφὸν εἶναι καὶ δημιουργόν· δημιουργὸν δὲ αὐτὸν ἡ θεία καλεῖ Γραφή· εἰ δὲ δημιουργὸς, οὐκ ἄρα καὶ ἀδελφός· εἰ δὲ οὐκ ἀδελφὸς, οὐ κτίσμα. Ἄλλως τε οὐδὲ πρωτόκτιστον αὐτὸν εἶπεν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ πρωτότοκον, τουτέστι, πρῶτον. Οὕτω καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν· πρῶτος γὰρ ἀνέστη. Οὕτω καὶ Ἐκκλησίαν πρωτοτόκων τὸν τῶν ἁγίων σύλλογον ὁ θεῖος Ἀπόστολος προσηγόρευσεν· οὐκ ἐπειδὴ φύσει πάντες ἔλυσαν πρῶτοι τὰς τῶν μητέρων ὠδῖνας, ἀλλ’ ἐπειδὴ πλείων τις ἀφώριστο τοῖς πρωτοτόκοις κατὰ τὸν νόμον τιμὴ, τὸ τίμιον αὐτῶν διὰ τῆσδε τῆς προσηγορίας δεδήλωκεν. Ὅτι δὲ ὁ Μονογενὴς οὐ τῆς κτίσεως ἀδελφὸς, ἀλλὰ τῆς κτίσεως ὑπάρχει ποιητὴς, καὶ τὰ ἑξῆς διδάσκει· ι. «Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα.» Ποῖα; «Τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα.» Καὶ ἐπειδή ἐστι καὶ ἐν οὐρανοῖς ὁρατὰ, ὡς ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες, διδάσκει σαφέστερον τίνα καλεῖ οὐράνια, εἴτε ὁρατὰ, εἴτε ἀόρατα.
PG 82:599Εἶτα ὡς τῶν ὁρατῶν δήλων ἅπασιν ὄντων, καὶ παρὰ τοῦ θειοτάτου Μωσέως πάντων μεμαθηκότων, ὅτι τούτων ἐστὶ ποιητὴς ὁ Θεὸς, ταῦτα καταλιπὼν, τὸν τῶν ἀοράτων κατάλογον διεξέρχεται. «Εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται.» Θρόνους ἡγοῦμαι τὰ Χερουβὶμ αὐτὸν λέγειν· τούτοις γὰρ εἶδε τὸν θεῖον ἐπικείμενον θρόνον ὁ προφήτης Ἰεζεκιήλ· Κυριότητας δὲ, καὶ Ἀρχὰς , καὶ Ἐξουσίας , τοὺς τῶν ἐθνῶν πεπιστευμένους τὴν ἐπιμέλειαν. Καὶ γὰρ Μιχαὴλ ἦρχε τῶν Ἰουδαίων, καὶ ὁ μακάριος Δανιὴλ ἄρχοντα λέγει Περσῶν, καὶ ἄρχοντα Ἑλλήνων. Τὸ δὲ, Πάντα δι’ αὐτοῦ ἔκτισται , τὴν πρώτην δημιουργίαν δηλοῖ. Τὸ δὲ, εἰς αὐτὸν, τὴν διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ γενομένην ἐνέργειαν. «Εἴ τις γὰρ ἐν Χριστῷ, φησὶ, καινὴ κτίσις.» Καὶ πάλιν· «Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ.» Καὶ ὁ Προφήτης· «Ἔσται ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινή.» Καί· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Ἐν ἐλπίσι δὲ ἔχομεν τὴν τούτων μεταβολήν.
«Καὶ αὐτὴ γὰρ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» Ὅτι δὲ ἐνταῦθα τὸ πρωτότοκος ὄνομα τὸ πρῶτον δηλοῖ, τὰ ἑξῆς ἡμᾶς διδάσκει· ιζ. «Καὶ αὐτός ἐστι πρὸ πάντων.» Οὐκ εἶπεν, Αὐτὸς ἐγένετο πρὸ πάντων, ἀλλ’, Αὐτός ἐστι πρὸ πάντων. «Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.» Οὐ γὰρ μόνον ἐστὶν ἁπάντων δημιουργὸς, ἀλλὰ καὶ προμηθεῖται ὧν ἐποίησε, καὶ κυβερνᾷ τὴν κτίσιν, καὶ διὰ τὴν αὐτοῦ σοφίαν καὶ δύναμιν ἕστηκε. ιη. «Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας.» Ἀπὸ τῆς θεολογίας εἰς τὴν οἰκονομίαν μετέβη. Κεφαλὴ γὰρ ἡμῶν κατὰ τὸ ἀνθρώπινον· ὁμοούσιος δὲ ἡ κεφαλὴ τῷ σώματι· οὕτω καὶ αὐτὸς ἡμῖν ὡς ἄνθρωπος ὁμοούσιος. «Ὅς ἐστιν ἀρχή.» Ἀντὶ τοῦ, πρῶτος ἐκ νεκρῶν ἐγήγερται. Τοῦτο γὰρ ἐπάγει· «Πρωτότοκος ἐκ τῶν νεκρῶν.» Πρῶτος γὰρ τὰς ὠδῖνας ἔλυσε τοῦ θανάτου. Αἰνίττεται δὲ ὁ λόγος καὶ τὴν πάντων ἡμῶν ἀνάστασιν. «Ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων.» Καὶ γὰρ ὡς Θεὸς, πρὸ πάντων ἐστὶ, καὶ σὺν τῷ Πατρί ἐστι· καὶ ὡς ἄνθρωπος, πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ τοῦ σώματος κεφαλή. ιθ.
PG 82:601«Ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι.» Πλήρωμα τὴν Ἐκκλησίαν ἐν τῇ πρὸς Ἐφεσίους ἐκάλεσεν, ὡς τῶν θείων χαρισμάτων πεπληρωμένων. Ταύτην ἔφη εὐδοκῆσαι τὸν Θεὸν ἐν τῷ Χριστῷ κατοικῆσαι, τουτέστιν αὐτῷ συνῆφθαι, ὑπὸ τὴν αὐτοῦ σκέπην εἶναι, τοῖς αὐτοῦ νόμοις ἀκολουθεῖν. κ. «Καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν.» Λέγει δὲ καὶ τῆς καταλλαγῆς τὸν τρόπον. «Εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ δι’ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.» Αὐτὸς ἐπραγματεύσατο τὰς ἡμετέρας καταλλαγὰς, τὸ σωτήριον ὑπομείνας πάθος, καὶ τὸ αἷμα ἐκχέας, καὶ τὴν ὑπὲρ ἡμῶν θυσίαν προσενεγκὼν, καὶ συνῆψε τοῖς ἐπιγείοις τὰ ἐπουράνια. Ἀπεστρέφοντο γὰρ ἡμᾶς καὶ τῶν ἀγγέλων οἱ δῆμοι, διὰ τὴν πολλὴν πονηρίαν. Τούτου χάριν καὶ τεχθέντος χορὸν συστησάμενοι τῷ Θεῷ τὸν ὕμνον προσέφερον, λέγοντες· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Οὕτω τὰ κοινῇ πᾶσιν παρασχεθέντα διηγησάμενος ἀγαθὰ, πρὸς αὐτοὺς μεταφέρει τὸν λόγον, καί φησι· κα, κβ. «Καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους, καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς.
Νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὑτοῦ διὰ τοῦ θανάτου παραστῆσαι ὑμᾶς ἁγίους, καὶ ἀμώμους, καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ.» Ἀπὸ τῶν ὑμετέρων σκοπήσατε τὰ κοινά. Καὶ γὰρ ὑμεῖς πονηρίᾳ καὶ δυσσεβείᾳ συζῶντες, καὶ τοῦ τῆς θεογνωσίας φωτὸς πάμπαν ἐστερημένοι, προσῳκειώθητε τῷ Θεῷ, οὐ τοῦ νόμου τοῦτο ὑμῖν δωρησαμένου τὸ δῶρον, ἀλλὰ τοῦ Δεσπότου Χριστοῦ τὸ ὑμέτερον ἀποδεδωκότος χρέος, καὶ παραδεδωκότος τῷ θανάτῳ τὸ σῶμα· ὥστε ὑμᾶς ἀξιωθέντας τῆς κλήσεως ἁγίους καὶ μώμου παντὸς ἐλευθέρους ἀποφανθῆναι. Εἶτα καὶ αἰνίττεται τὴν γενομένην παρατροπὴν, καὶ δεδίττεται. κγ. «Εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι, καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε.» Ἔσεσθε δὲ ἅγιοι, καὶ ἄμωμοι, καὶ ἀνέγκλητοι ἐπιμένοντες οἷς ἐξ ἀρχῆς ἐδιδάχθητε, καὶ τὴν προσενεχθεῖσαν ὑμῖν διδασκαλίαν βεβαίαν φυλάττοντες. Ἐλπίδα δὲ τοῦ Εὐαγγελίου τὴν ἀνάστασιν καλεῖ, καὶ τὴν ζωὴν τὴν ἀθάνατον, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν. Εἶτα διδάσκει ὡς οὐκ αὐτοῖς μόνοις, ἀλλὰ πᾶσι προσηνέχθη τὸ κήρυγμα τοῖς ἀνθρώποις.
«Τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανὸν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.» Αὐτὸς γὰρ τῶν ἐθνῶν ἐπιστεύθη τὴν γεωργίαν. Τοῦτο δὲ οὐκ ἂν εἶπεν, εἴπερ αὐτοὺς ἀληθῶς οὐκ ἐθεάσατο πώποτε. Εἰ γὰρ τῶν ἐθνῶν, φησὶ, κεχειροτόνησαι κῆρυξ, τί δήποτε ἡμῶν κατεφρόνησας, καὶ τὴν εὐαγγελικὴν ἡμῖν διδασκαλίαν οὐ προσενήνοχας; Καὶ τὰ ἐπαγόμενα δὲ τῆς αὐτῆς ἔχεται διανοίας. κδ. «Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν.» Πῶς γὰρ εἶχε λόγον, τὸν μὴ τεθεαμένον αὐτοὺς, μηδὲ τὴν πνευματικὴν διδασκαλίαν προσενεγκόντα, διαῤῥήδην λέγειν ὡς ὑπὲρ αὐτῶν τοὺς διαφόρους ὑπομένει κινδύνους; «Καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία.» Καὶ ὁ Δεσπότης Χριστὸς τὸν ὑπὲρ τῆς Ἐκκλησίας κατεδέξατο θάνατον, καὶ τοῦ σταυροῦ τὴν ἀτιμίαν, καὶ τὰς ἐπὶ κόῤῥης πληγὰς, καὶ τὰς κατὰ τοῦ νώτου μάστιγας, καὶ τὰ ἄλλα ὅσα ὑπέμεινε· καὶ ὁ θεῖος Ἀπόστολος ὡσαύτως ὑπὲρ αὐτῆς ὑπέστη τὰ ποικίλα παθήματα, καὶ μεθ’ ἡδονῆς ὑπέστη. Χαίρω γὰρ, φησὶν, ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν. Ἤδει γὰρ τὴν πραγματευομένην ἐντεῦθεν ζωήν.
Ἀνταναπληροῦν δὲ ἔφη τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ, ὡς τὸ λειπόμενον πληρῶν, καὶ τῶν ὑπὲρ τούτου παθημάτων ἀνεχόμενος. Ἐλείπετο δὲ τὸ κηρύξαι τοῖς ἔθνεσι, καὶ δεῖξαι τῆς σωτηρίας τὸν μεγαλόδωρον χορηγόν. κε. «Ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ.» Τῆς Ἐκκλησίας ἐνεπιστεύθην τὴν σωτηρίαν, καὶ τὴν τοῦ κηρύγματος ἐνεχειρίσθην διακονίαν, ὥστε πάντας ὑμᾶς τῆς θείας ἐμπλῆσαι διδασκαλίας. Τὸ γὰρ, ὑμᾶς , οὐκ αὐτοὺς λέγει μόνους, ἀλλὰ τοὺς κατὰ τὴν οἰκουμένην πιστούς. Δῆλον τοίνυν κἀντεῦθεν, ὡς θεασάμενος αὐτοὺς ἔγραψε τὴν Ἐπιστολήν· εἰ γὰρ καὶ αὐτοὺς ἐνεχειρίσθη, οὐκ ἂν αὐτοὺς παρέδραμεν, εἰς τὴν Φρυγίαν παραγενόμενος, καὶ μετὰ τοῦτο Λαοδικέας τοὺς τοῦ ἔθνους ἄρχοντας. Διδάσκει δὲ καὶ τίς ὁ τῆς οἰκονομίας τρόπος. κ, κζ. «Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων, καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι.» Μυστήριον ἐκάλεσε τῆς οἰκονομίας τὸ κήρυγμα, ὡς παρὰ πάντων ἀγνοούμενον πάλαι, μόνῳ δὲ τῷ Θεῷ γινωσκόμενον.
PG 82:603Τοῦτο δὲ, φησὶν, ὃ ἐν ταῖς προτέραις ἀπεκρύπτετο γενεαῖς, νῦν ἐφανέρωσεν οἷς ἠβουλήθη ἁγίοις, τουτέστι τοῖς ἀποστόλοις, καὶ τοῖς διὰ τούτων πεπιστευκόσι, Δείκνυσι δὲ διὰ τούτων τοῦ Εὐαγγελίου τὴν ἀρχαιότητα, καὶ ὅτι πρὸ τοῦ νόμου, καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως, ταύτην ὁ τῶν ὅλων Θεὸς τὴν οἰκονομίαν προώρισεν. Ἐγνώρισε δὲ ἡμῖν, φησὶ, τοῖς ἁγίοις, «Τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν.» Ὅτι τὰ ἔθνη ἐν σκότῳ καθήμενα, τὸν τῆς θεογνωσίας ἐδέξατο πλοῦτον, καὶ τῷ Χριστῷ κοινωνήσει τῆς δόξης. Πλοῦτον γὰρ δόξης τὴν φιλοτιμίαν τῆς δόξης ἐκάλεσε. Τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα δηλοῖ· «Ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· (κη.) «Ὃν ἡμεῖς καταγγέλλομεν.» Οὐ γὰρ αἱ τῶν ἡμερῶν καὶ τῶν βρωμάτων παρατηρήσεις, ἀλλ’ ὁ Δεσπότης Χριστὸς ἐκείνης ὑμᾶς ἀξιώσει τῆς δόξης. Ἐλπίδα γὰρ δόξης τὴν προσδοκωμένην ἐκάλεσε δόξαν. «Νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ.
(κθ.) Εἰς ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.» Πάντα δὲ πόνον ἀσπαστῶς ἀναδέχομαι ὑπὸ τῆς θείας βοηθούμενος χάριτος, ὥστε πάντας ἀνθρώπους διὰ τῆς τοῦ κηρύγματος διδασκαλίας ἀποφῆναι τελείους. Τελειότητα δὲ, οὐχ ὁ νόμος, ἀλλ’ ἡ τοῦ κηρύγματος σοφία χαρίζεται. Εἶτα καὶ ἣν ἔχει περὶ αὐτοὺς φιλοστοργίαν γυμνοῖ. ΚΕΦΑΛΑΙΟΝ Β. α. «Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί.» Πεπεῖσθαι γὰρ ὑμᾶς βούλομαι, ὡς πολλὴν περιφέρω φροντίδα, καὶ ὑπὲρ ὑμῶν, καὶ ὑπὲρ Λαοδικέων, καὶ οὐ μόνον ὑπὲρ ὑμῶν καὶ ὑπὲρ Λαοδικέων, ἀλλὰ καὶ ὑπὲρ πάντων τῶν μηδέπω με τεθεαμένων. Ὅτι δὲ ταῦτα κατὰ ταύτην αὐτῷ τὴν διάνοιαν εἴρηται, καὶ τὰ ἐπαγόμενα δηλοῖ· β. «Ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν.» Οὐκ εἶπεν, Ὑμῶν, ἀλλ’, Αὐτῶν· τουτέστι, τῶν μηδέπω τεθεαμένων. Τίς δὲ τῆς παρακλήσεως ὁ τρόπος; «Συμβιβασθέντων ἐν ἀγάπῃ.» Ἵνα τὴν κατὰ Χριστὸν φυλάξωσι συμφωνίαν. «Καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως.» Καὶ μετὰ πάσης πληροφορίας τὸν τοῦ κηρύγματος καταδέξωνται πλοῦτον.
PG 82:605«Εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῦ Χριστοῦ· (γ.) ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.» Ἔδειξε κοινὸν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ τῆς οἰκονομίας μυστήριον· ἐν δὲ τῷ Χριστῷ ἔφη πάντας εἶναι τῆς σοφίας καὶ τῆς γνώσεως τοὺς θησαυροὺς ἀποκρύφους· ἐπειδὴ δι’ αὐτοῦ κατὰ τὸν μέλλοντα βίον ἀποκαλύπτεται πᾶσιν ἀνθρώποις ὁ τῆς οἰκονομίας σκοπός. Ταῦτα μέντοι ἅπαντα εἴρηκε, τὴν ἐπισκήψασαν ἰατρεύων νόσον, καὶ διδάσκων ὡς οὐχ αἱ νομικαὶ παρατηρήσεις, ἀλλ’ ἡ εἰς τὸν Κύριον πίστις προξενεῖ τὴν ἀληθῆ σωτηρίαν. Τοῦτο γὰρ ἐπήγαγε· δ. «Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.» Τούτοις δὲ ἐχρησάμην τοῖς λόγοις, παρακαλῶν ὑμᾶς, τοῖς ἀπατηλοῖς μὴ ὑπάγεσθαι λόγοις. ε. «Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.» Πάλιν ἀναμίγνυσι τῇ διδασκαλίᾳ τὰς εὐφημίας, καταθέλγων τὴν ἀκοὴν, καὶ τῇ παραινέσει προκατασκευάζων τὴν εἴσοδον. Καὶ διὰ τούτων δὲ πάλιν δεδήλωκεν, ὡς θεασάμενος αὐτοὺς ἔγραψε τὴν Ἐπιστολήν. Ὥσπερ γὰρ ἐνταῦθα ἔφη·
Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι· οὕτως καὶ Κορινθίοις ἐπέστειλεν· «Ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι.» 2, ζ. «Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε. Ἐῤῥιζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.» Ἀκήρατον ἣν παρελάβετε διδασκαλίαν φυλάξατε, καὶ ταῖς εὐαγγελικαῖς ἀκολουθεῖτε νομοθεσίαις, βεβαίαν ἐπιδεικνύμενοι πίστιν· τοῦτο γὰρ λέγει, ἐῤῥιζωμένοι· καὶ τῆς ἀρετῆς προστιθέντες τὴν κτῆσιν· τοῦτο γὰρ δηλοῖ τὸ, ἐποικοδομούμενοι. Τὸ δὲ, περισσεύοντες ἐν τῇ πίστει , ἀντὶ τοῦ, Τελείαν αὐτὴν ἔχετε, μηδὲν αὐτῇ ἐλλειπέτω, ἀλλὰ καὶ ἀναβλυζέτω, καὶ περιττευέτω ἐν ὑμῖν· ὥστε ὑμᾶς διὰ πάντα τὸν εὐεργέτην ὑμνεῖν. Τοῦτο γὰρ λέγει, ἐν εὐχαριστίᾳ. η. «Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν.» Ἣν ἄνω πιθανολογίαν, ἐνταῦθα φιλοσοφίαν ἐκάλεσε·
PG 82:607κενὴν δὲ ἀπάτην , τὴν ματαίαν ἔφη καὶ βλαβερὰν παράδοσιν τῶν ἀνθρώπων, οὐκ αὐτὸν τὸν νόμον, ἀλλὰ τὴν ἄκαιρον αὐτοῦ φυλακήν· στοιχεῖα δὲ τοῦ κόσμου , τὴν τῶν ἡμερῶν παρατήρησιν· ἀπὸ γὰρ ἡλίου καὶ σελήνης ἡμέραι καὶ νύκτες. Παρεγγυᾷ τοίνυν αὐτοὺς ἐγρηγορέναι καὶ νήφειν, καὶ τοὺς ἀποσυλᾷν τὴν πίστιν ἐπιχειροῦντας παντελῶς ἀποστρέφεσθαι, ὡς τοῦ μὲν Χριστοῦ χωρίζοντας, ταῖς δὲ ἀκερδέσι τοῦ νόμου παραφυλακαῖς προσδεσμοῦντας. θ. «Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς.» Τινὲς τῶν διδασκάλων ἐνταῦθα Χριστὸν τὴν Ἐκκλησίαν ἔφησαν ὠνομᾶσθαι, καὶ ἐν αὐτῇ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος. Οὐκ οἶδα δὲ, εἰ καὶ σωματικῶς ἁρμόττει τῇ τοιαύτῃ τοῦ νοήματος θεωρίᾳ. Ἡγοῦμαι τοίνυν, ἐπειδὴ κεφαλὴν τῆς Ἐκκλησίας ὠνόμασε τὸν Χριστὸν, δῆλον δὲ ὅτι κατὰ τὸ ἀνθρώπειον ἡμῶν ἐστι κεφαλὴ, ὡς καὶ περὶ ἀνθρώπου καὶ ταῦτα εἰρῆσθαι, πᾶσαν ἐν αὑτῷ φέροντος τὴν θεότητα. Καὶ γὰρ δηλῶσαι θέλων ὁ θεῖος Ἀπόστολος τοῦ νόμου καὶ τῆς χάριτος τὸ διάφορον, τῇ τῶν στοιχείων πτωχείᾳ παρατέθεικε τὸν Χριστόν· καὶ δεῖξαι τὴν ὑπερβολὴν ἐκ παραλλήλου βουλόμενος, προστέθεικεν·
Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς , τουτέστιν, ὡς ἐν ἰδίῳ σώματι. Οὐ γὰρ μερικήν τινα χάριν, φησὶ, Μωσῇ παραπλησίως ἐδέξατο. Θεὸς γάρ ἐστιν ἄνθρωπος, καὶ τὸ ὁρώμενον τοῦτο πᾶσαν ἔχει ἡνωμένην τοῦ Μονογενοῦς τὴν θεότητα. Ταύτῃ δὲ τῇ διανοίᾳ καὶ τὰ ἑξῆς συμφωνεῖ· ι. «Καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι.» Τῆς γὰρ παρ’ αὐτοῦ χάριτος ἀπηλαύσατε, καὶ τὰς ἐκεῖθεν φερομένας ἀκτῖνας ἐδέξασθε. «Ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας.» Καὶ ἐντεῦθεν δῆλον, ὡς οὐ περὶ τῆς Ἐκκλησίας ἐκεῖνα εἴρηκεν, ἀλλὰ περὶ αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ, ὃς ἡμῶν μέν ἐστι κατὰ τὸ ἀνθρώπειον κεφαλὴ, ἀγγέλων δὲ καὶ ἀρχαγγέλων κατὰ τὴν θείαν φύσιν δεσπόζει. Ἐνταῦθα γὰρ τὸ, κεφαλὴ , ἀντὶ τοῦ, ἀρχὴ, τέθεικε. Καὶ τὰ ἑξῆς δείκνυσιν, ὡς οὐ τὴν Ἐκκλησίαν ἄνω Χριστὸν ἐκάλεσεν. ια. «Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ.» Ἐπειδὴ γὰρ ὑπαχθέντες τὴν νομικὴν πολιτείαν ἠσπάσαντο, διδάσκει πάλιν τῆς περιτομῆς τὴν διαφοράν.
PG 82:609Οὐ γάρ ἐστι, φησὶ, σαρκικὴ, ἀλλὰ πνευματικὴ, οὐδὲ χειροποίητος, ἀλλὰ θεία, οὐδὲ σμικροῦ σώματος ἀφαίρεσις, ἀλλὰ πάσης ἀπαλλαγὴ τῆς φθορᾶς. Τούτων δὲ αἴτιος οὐχ ὁ νόμος, ἀλλ’ ὁ Δεσπότης Χριστὸς, ὁ τοῦ νόμου νομοθέτης. Τοῦτο γὰρ εἶπεν, ἐν ᾧ καὶ περιετμήθητε· καὶ πάλιν, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. Ἀπέκδυσιν δὲ τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς , τὸ σωτήριον ἐκάλεσε βάπτισμα· ἐν ἐκείνῳ γὰρ ἀποδυόμεθα τὸν ἐῤῥυπωμένον τῆς ἁμαρτίας χιτῶνα. Τύπος δὲ τῶν μελλόντων, τὸ πανάγιον βάπτισμα. Ἐν δὲ τῷ μελλόντι βίῳ, ἄφθαρτον καὶ ἀθάνατον τὸ σῶμα γενόμενον, οὐκ ἔτι δέξασθαι δύναται τῆς ἁμαρτίας τὸν ῥύπον. Ὅτι δὲ περὶ τοῦ βαπτίσματος ἐκεῖνα εἴρηκε, καὶ τὰ ἑξῆς μαρτυρεῖ· ιβ. «Συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι.» Ἐπειδὴ δὲ θανάτου τύπον ἐκάλεσε τὸ σωτήριον βάπτισμα (τοῦτο γὰρ εἶπε, συνταφέντες ), εὐαγγελίζεται τὴν ἀνάστασιν· «Ἐν ᾧ καὶ συνηγέρθητε.» Καὶ ἐπειδὴ ἔτι θνητὴν ἔχομεν φύσιν, ἐπήγαγε· «Διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.» Πιστεύοντες γὰρ τῇ τοῦ Θεοῦ δυνάμει προσμένομεν τὴν ἀνάστασιν, ἐνέχυρον ἔχοντες τοῦ Δεσπότου Χριστοῦ τὴν ἀνάστασιν. ιγ.
«Καὶ ὑμᾶς, νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασι, καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησε σὺν αὐτῷ, χαρισάμενος ὑμῖν πάντα τὰ παραπτώματα.» Πάντας ἡμᾶς ἀνεῖλεν ἡ ἁμαρτία. Αὕτη γὰρ ἡμῖν τοῦ θανάτου τὴν ψῆφον ἐπήνεγκεν. Ἀλλ’ ὁ τῶν ὅλων Θεὸς κοινωνοὺς ἡμᾶς ἀπέφηνε τῆς τοῦ Δεσπότου Χριστοῦ ζωῆς, καὶ τῶν ἁμαρτημάτων ἡμῖν ἄφεσιν ἐδωρήσατο. Ἀκροβυστίαν δὲ τῆς σαρκὸς , τὴν πονηρίαν ἐκάλεσε, διδάσκων ὡς ἡ μὲν τοῦ σώματος ἀκροβυστία οὐδὲν λωβᾶται τοῖς ἔχουσιν, ἡ δὲ τῆς ψυχῆς καὶ σώματι λυμαίνεται καὶ ψυχῇ. Ἐκ δὲ τούτου δείκνυσιν, ὡς ἡ τοῦ σώματος περιτομὴ οὐδὲν τοὺς περιτεμνομένους ὀνίνησιν· ἡ δὲ τῆς πονηρίας ἀφαίρεσις, τὴν ἀληθῆ πραγματεύεται σωτηρίαν. ιδ. «Ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ.» Χειρόγραφον τινὲς τὸν νόμον ἔφασαν· μετὰ γὰρ τὴν τούτου ἀρὰν, «Εἶπε, φησὶν, ὁ λαός· Πάντα ὅσα εἶπε Κύριος ὁ Θεὸς ἡμῶν ποιήσομεν, καὶ ἀκουσόμεθα.» Ἀλλὰ τῶν Ἰουδαίων χειρόγραφον ἦν, οὐ πάντων ἀνθρώπων. Ἡγοῦμαι τοίνυν καὶ τὸ σῶμα ἡμῶν καλεῖσθαι χειρόγραφον.
PG 82:611Διὰ τούτου γὰρ πᾶσαν παράνομον τολμῶμεν πρᾶξιν· διὰ μὲν τῶν ὀφθαλμῶν ἀκολάστως ὁρῶντες, διὰ δὲ τῆς γλώττης φθεγγόμενοι τὰ μὴ δέοντα, διὰ δὲ τῶν ἀκοῶν βλαβερὰν διδασκαλίαν δεχόμενοι, ταῖς δὲ χερσὶ κλοπὴν, καὶ πλεονεξίαν, καὶ μιαιφονίαν τολμῶντες. Ὁ τοίνυν Θεὸς Λόγος, τὴν ἡμετέραν φύσιν ἀναλαβὼν, πάσης αὐτὴν ἁμαρτίας ἐλευθέραν ἐφύλαξε, καὶ ἐξήλειψε τὰ κακῶς ὑφ’ ἡμῶν ἐν αὐτῇ γενόμενα τῶν ὀφλημάτων γράμματα. Ταύτην δὲ συγχωρήσας τῷ σταυρῷ προσηλωθῆναι, τὸ πάντων ἡμῶν ἐξέτισε χρέος· καὶ τὸν νόμον πεπληρωκὼς, ἐκεῖνον μὲν ἔπαυσεν, ὡς Ἰουδαίοις μὲν πάλαι μόνοις γενόμενον χρήσιμον, ἡμῖν δὲ οὐδαμῶς ἐπιτήδειον. Ἔδωκε δὲ ἡμῖν τὰ εὐαγγελικὰ δόγματα, ἐν τῇ τούτων φυλακῇ τὴν σωτηρίαν ἡμῖν ἐπαγγειλάμενος. ιε. «Ἀπεκδυσάμενος τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὑτῷ.» Ἐπειδὴ γὰρ διὰ τῶν τοῦ σώματος παθῶν εἶχον καθ’ ἡμῶν τὴν δυναστείαν οἱ δαίμονες, αὐτὸς δὲ σῶμα περικείμενος κρείττων ἁμαρτίας ἐγένετο·
κατέλυσε τῶν ἐναντίων τὴν δυναστείαν, καὶ δήλην αὐτῶν ἅπασιν ἀνθρώποις τὴν ἀσθένειαν ἔδειξε, διὰ τοῦ οἰκείου σώματος πᾶσιν ἡμῖν τὴν κατ’ αὐτῶν χαρισάμενος νίκην. ι, ιζ. «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ Νουμηνίας, ἢ Σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων.» Πεπαῦσθαι τοίνυν μεμαθηκότες τὸν νόμον, μηδαμῶς ὑπάγεσθε τοῖς τὰς νομικὰς παρατηρήσεις ἐν ὑμῖν παρασπείρειν ἐπιχειροῦσι. Καλῶς δὲ προστέθεικε καὶ τὸ, ἐν μέρει ἑορτῆς· οὐδὲ γὰρ ἠδύναντο ταύτας πληροῦν. Πῶς γὰρ οἷόν τε ἦν τρὶς τοῦ ἔτους ἀπὸ τῆς Φρυγίας εἰς τὴν Ἰουδαίαν τρέχειν, ἵν’ ἐν τοῖς Ἱεροσολύμοις ἐπιτελέσωσι κατὰ τὸν νόμον τὰς ἑορτὰς, καὶ μάλιστα τῆς Πεντηκοστῆς πελαζούσης τῷ Πάσχᾳ· Πλειόνων γάρ ἐστιν ἢ πεντήκοντα ἡμερῶν ὁδός. Σκιὰν δὲ τῶν μελλόντων τὸν νόμον ἐκάλεσε, διδάσκων ὡς ἐκείνῳ προετυπώθη τῆς Καινῆς Διαθήκης ἡ χάρις. Τοῦτο δὲ καὶ ἐπήγαγε· «Τὸ δὲ σῶμα Χριστοῦ.» Τουτέστιν ἡ εὐαγγελικὴ πολιτεία σώματος ἐπέχει τάξιν, ὁ δὲ νόμος σκιᾶς. Προλαμβάνει δὲ ἡ σκιὰ τὸ σῶμα, ἀνίσχοντος τοῦ φωτός· ὡς εἶναι σκιὰν μὲν τὸν νόμον, σῶμα δὲ τὴν χάριν, φῶς δὲ τὸν Δεσπότην Χριστόν. ιη.
PG 82:613«Μηδεὶς ὑμᾶς καταβραβευέτω.» Βραβευτὰς καλοῦσι τοὺς τῶν ἀγωνιζομένων κριτάς· οὗτοι γὰρ τοῖς νικῶσι τῆς νίκης τὴν ψῆφον ὀρέγουσι. Καταβραβεύειν δέ ἐστι, τὸ ἀδίκως βραβεύειν. Ἐπειδὴ τοίνυν καὶ οἱ τὰς νομικὰς παρατηρήσεις τῷ Εὐαγγελίῳ παραμιγνύντες ἀπὸ τῶν κρειττόνων αὐτοὺς ἐπὶ τὰ ἐλάττω μετέφερον, εἰκότως ἔφη· Μηδεὶς ὑμᾶς καταβραβευέτω. Εἶτα διδάσκει τὴν γενομένην βλάβην σαφέστερον. «Θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ἀπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ.» Οἱ τῷ νόμῳ συνηγοροῦντες, καὶ τοὺς ἀγγέλους σέβειν αὐτοῖς εἰσηγοῦντο, διὰ τούτων λέγοντες δεδόσθαι τὸν νόμον. Ἔμεινε δὲ τοῦτο τὸ πάθος ἐν τῇ Φρυγίᾳ καὶ Πισιδίᾳ μέχρι πολλοῦ. Οὗ δὴ χάριν καὶ συνελθοῦσα σύνοδος ἐν Λαοδικείᾳ τῆς Φρυγίας, νόμῳ κεκώλυκε τὸ τοῖς ἀγγέλοις προσεύχεσθαι· καὶ μέχρι δὲ τοῦ νῦν εὐκτήρια τοῦ ἁγίου Μιχαὴλ παρ’ ἐκείνοις καὶ τοῖς ὁμόροις ἐκείνων ἔστιν ἰδεῖν.
Τοῦτο τοίνυν συνεβούλευον ἐκεῖνοι γίνεσθαι, ταπεινοφροσύνῃ δῆθεν κεχρημένοι, καὶ λέγοντες ὡς ἀόρατος ὁ τῶν ὅλων Θεὸς, ἀνέφικτός τε καὶ ἀκατάληπτος, καὶ προσήκει διὰ τῶν ἀγγέλων τὴν θείαν εὐμένειαν πραγματεύεσθαι. Τοῦτο λέγει, ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων. Τὸ δέ γε, φυσιούμενος , τῇ ταπεινοφροσύνῃ ἐναντίον οὐκ ἔστι· τὴν μὲν γὰρ ἐσκήπτοντο, τοῦ δὲ τύφου τὸ πάθος ἀκριβῶς περιέκειντο. Τὸ δὲ, ἃ μὴ ἑώρακεν ἐμβατεύων , ἀντὶ τοῦ, λογισμοῖς οἰκείοις χρώμενος. Τοῦτο γὰρ ἐπήγαγεν· «Εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ. (ιθ.) «Καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.» Πάλιν κεφαλὴν ὠνόμασε τὸν Δεσπότην Χριστὸν, σῶμα δὲ τῆς Ἐκκλησίας τὸ σύστημα. Μεταφορικῶς δὲ ἅπαν τέθεικεν. Ὥσπερ γὰρ ἐπὶ τοῦ σώματος ῥίζα τῶν νεύρων ἐστὶν ὁ ἐγκέφαλος, διὰ δὲ τῶν νεύρων ἔχει τὰς αἰσθήσεις τὸ σῶμα· οὕτω παρὰ τοῦ Δεσπότου Χριστοῦ, καὶ τὰς τῆς διδασκαλίας πηγὰς, καὶ τῆς σωτηρίας τὰς ἀφορμὰς δέχεται τῆς Ἐκκλησίας τὸ σῶμα.
Ὅπερ δέ εἰσιν ἐν τῷ σώματι σύνδεσμοι, τοῦτο ἀπόστολοι, καὶ προφῆται, καὶ διδάσκαλοι ἐν τῷ τῆς Ἐκκλησίας συστήματι. Εἶτα καὶ ἑτέρωθεν ἀποδείκνυσιν οὐδαμῶς αὐτοῖς προςήκουσαν τοῦ νόμου τὴν φυλακήν. κκβ. «Εἰ οὖν ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς, ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων.» Ἐν τῷ βαπτίσματι συνετάφητε τῷ Χριστῷ, νεκροὶ τῷ νόμῳ γεγένησθε· πῶς τοίνυν τῶν ταῦτα διδασκόντων ἀνέχεσθε, καὶ νομίζετε τινὰ μὲν τῶν ἐδεσμάτων ἔννομα, τινὰ δὲ παράνομα, καὶ οὐ σκοπεῖτε ὡς νόμιμον τούτων οὐδέν; Εἰς κόπρον γὰρ ἅπαντα μεταβάλλεται. Ἐντάλματα δὲ καὶ διδασκαλίας οὐ τὸν νόμον ἐκάλεσεν, ἀλλὰ τὴν ἄκαιρον τούτων διδασκαλίαν. κγ. «Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδείᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.» Ἔδειξε σχῆμα περικειμένους, οὐκ ἀλήθειαν. Ἡ γὰρ ἐθελοθρησκεία τοῦτο αἰνίττεται, ἀντὶ τοῦ, Ἴδιον εἰσφέρουσι δόγμα, οὐκ ἀκολουθοῦσι τῷ τοῦ νόμου σκοπῷ·
καὶ τῇ κομψείᾳ τῶν λόγων ἐξαπατῶσι, καὶ ταπεινοφροσύνην καλοῦσι τοῦ νόμου τὴν φυλακὴν, λέγοντες μὴ δεῖν παραβαίνειν τὸν ὑπὸ τοῦ Θεοῦ δεδομένον, καὶ ἀφείδειαν σώματος τὸ μὴ πάντων ἔχειν ἀδεῶς τὴν ἀπόλαυσιν. Τοῦτο δὲ προφανὴς δουλεία, καὶ τῆς τιμῆς τῆς δεδομένης ἀφαίρεσις. Γνώμῃ γὰρ ἀπέχεσθαι δεῖ, οὐχ ὡς βδελυκτῶν, ἀλλ’ ὡς ἡδίστων. ΚΕΦΑΛΑΙΟΝ Γ. α, β. «Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.» Ἐκοινωνήσατε τῷ Χριστῷ τῆς ἀναστάσεως. Πάντων δὲ οὗτος ὑπέρτατος ἐν τοῖς οὐρανίοις τῷ Πατρὶ συνεδρεύων. Τὴν ἄνω τοίνυν πολιτείαν μιμεῖσθε. γ, δ. «Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Νεκροὶ γεγένησθε τῷ παρόντι βίῳ· συνετάφητε γὰρ ἐν τῷ βαπτίσματι τῷ Χριστῷ, ἐδέξασθε δὲ τὴν ἐλπίδα τῆς ἀναστάσεως. Τοῦτο γὰρ λέγει, Ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ἐκείνου γὰρ ἀναστάντος, πάντες ἠγέρθημεν. Ἀλλ’ οὐδέπω ὁρῶμεν τῶν πραγμάτων τὴν ἔκβασιν·
PG 82:615κέκρυπται δὲ ἐν αὐτῷ τῆς ἡμετέρας ἀναστάσεως τὸ μυστήριον. Ὅταν τοίνυν ἐπιφανῇ τὸ δεύτερον, τηνικαῦτα τευξόμεθα τῆς ἀναστάσεως, καὶ ἀπολαυσόμεθα τῆς ἀθανάτου ζωῆς. Ἄγαν δὲ ἁρμοδίως καὶ ἐπὶ τοῦ Χριστοῦ, φανερωθῇ , εἴρηκεν. Οὔτε γὰρ ὑφ’ ὑμῶν ὁρᾶται, καὶ ὑπὸ τῶν ἀπίστων παντελῶς ἀγνοεῖται. Τοῦτο δὲ καὶ ἐφ’ ἡμῶν τέθεικε· Φανερωθήσεσθε , φησὶν, ἐν δόξῃ. Ἐν ἐλπίσι γὰρ ἔχομεν τὰς ἐπαγγελίας τῶν ἀγαθῶν· τότε δῆλα ἔσται τὰ νῦν ἀγνοούμενα. Ἐπειδὴ δὲ τὰς νομικὰς παρατηρήσεις ἐξέβαλεν, ἵνα μὴ νομίσωσιν ἄδειαν ἔχειν τοῦ ἁμαρτάνειν, ἀναγκαίως καὶ περὶ τούτου σοφῶς ὑποτίθεται τὰ προσήκοντα. ε. «Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία.» Μέλη ταῦτα τοῦ σώματος προσηγόρευσεν, ἐπειδὴ διὰ τούτου ἐνεργεῖται ταῦτα. Τούτου χάριν ἐχρήσατο τῷ διορισμῷ καὶ οὐκ εἶπε, τὰ μέλη ὑμῶν , ἀλλὰ προςτέθεικε τὰ ἐπὶ τῆς γῆς , τουτέστι τὴν ἐπὶ τὰ χείρω τοῦ φρονήματος ῥοπήν· ἀντὶ τοῦ, Μηκέτι τὸ σῶμα ἐνεργείτω τὴν ἁμαρτίαν.
Τὴν μέντοι πλεονεξίαν εἰδωλολατρείαν ἐκάλεσεν, ἐπειδὴ τὸν μαμμωνᾶ κύριον ὁ Σωτὴρ προσηγόρευσε, διδάσκων ὡς ὁ τῷ πάθει τῆς πλεονεξίας δουλεύων, ὡς Θεὸν τὸν πλοῦτον τιμᾷ. 2. «Δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.» Ἀναγκαίως καὶ τὴν ἀπειλὴν τῆς τιμωρίας προστέθεικεν. ζ. «Ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς.» Οὕτω καὶ Κορινθίοις ἐπιστέλλων εἴρηκε· «Καὶ ταῦτά τινες ἦτε, ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε,» καὶ τὰ ἑξῆς. η. «Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα.» Εἶτα λέγει ποῖα ταῦτα. «Ὀργὴν, θυμὸν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν. (θ.) Μὴ ψεύδεσθε εἰς ἀλλήλους.» Οὕτω διδάξας τίνα ἐκάλεσε τοῦ σώματος μέλη, δείκνυσι καὶ αὐτὸ τὸ σῶμα, οὗ ταῦτα τὰ μέλη. «Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ.» Παλαιὸν ἄνθρωπον τὴν προτέραν ἐκάλεσε πολιτείαν. Ἐν οἷς γὰρ, φησὶ, καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. Τοῦτον δὲ ἀπεκδύσασθε ἐν τῷ βαπτίσματι. ι.
PG 82:617«Καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν.» Ἄνωθεν γὰρ ἡμᾶς ἐδημιούργησεν ὁ τῶν ὅλων Θεὸς, καὶ τοὺς τῆς θείας εἰκόνος χαρακτῆρας, οὓς ἡ ἁμαρτία διέφθειρεν, ἀκριβέστερον ἐν ἡμῖν ἐξετύπωσε. Τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἔφη· «Οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ.» Καὶ ἐν τῇ πρὸς Φιλιππησίους· «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὑτοῦ.» ια. «Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι Χριστός.» Ἀπὸ τοῦ τύπου εἰς τὸν ἀρχέτυπον τὸν λόγον μετήνεγκε. Περὶ γὰρ τοῦ παναγίου βαπτίσματος διαλεγόμενος, τοῦ μέλλοντος βίου τὴν πολιτείαν ἡμᾶς διδάσκει. Οὐδεμίαν γὰρ ἐκεῖνος τοιαύτην ἔχει διαφοράν· ἀλλὰ, τῆς ἁμαρτίας πεπαυμένης, τὸ βούλημα τὸ θεῖον ἐν ἅπασιν ἐκτελεῖται. Τοῦτο γὰρ εἶπε, τὰ πάντα καὶ ἐν πᾶσι Χριστός. Οὕτω καὶ ἐν τῇ πρὸς Κορινθίους· «Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν.» Ἐν ἐκείνῳ τοίνυν τῷ βίῳ τὸν νέον ἀκριβῶς ἄνθρωπον ἐνδυόμεθα.
Ἐν ἐκείνῳ γὰρ τῆς φθορᾶς ἀπαλλαττόμεθα, καὶ τὴν ἀφθαρσίαν ἀμφιεννύμεθα. Ἐν δὲ τῷ βαπτίσματι τὸν ἐκείνου τοῦ βίου τύπον ἀποπληροῦμεν. ιβ, ιγ. «Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν. Ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν.» Εἶτα ἀπὸ τοῦ παραδείγματος τὴν παραίνεσιν βεβαιοῖ. «Καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν· οὕτω καὶ ὑμεῖς.» Ἀποβλέψατε εἰς τὴν τοῦ Δεσπότου φιλανθρωπίαν, πόσων ὑμῖν ἁμαρτημάτων ἄφεσιν ἐδωρήσατο. Μιμεῖσθε τοίνυν τὸν Δεσπότην, καὶ συγχωρεῖτε ἕκαστος τὰ εἰς αὐτὸν ὑπὸ τοῦ ἀδελφοῦ πλημμελούμενα. ιδ. «Ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Αὕτη γὰρ καὶ τῶν ἄλλων ἐστὶν ἐντολῶν καὶ φύλαξ καὶ συνεργός· καὶ ὥσπερ αἱ ἱμαντίαι τὰς οἰκοδομίας συνέχουσιν, οὕτως αὕτη τὴν τελειότητα προξενεῖ, καὶ συνάπτει τὰ μέλη τοῦ σώματος. ιε. «Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι.» Ἓν σῶμα ἐκ πάντων ὑμῶν ὁ καλέσας ὑμᾶς Θεὸς συνεστήσατο· μὴ τοίνυν τοῦτο μερίζετε·
PG 82:619ἀλλὰ κἄν τις λυπηροῦ τινος παρά τινος πειρασθῇ, ἐχέτω τὴν εἰρήνην ἐν τῇ καρδίᾳ, ἀγωνοθετοῦσάν τε καὶ βραβεύουσαν, καὶ τὴν Θεῷ φίλην πραγματευομένην ὁμόνοιαν. «Καὶ εὐχάριστοι γίνεσθε.» Δι’ αὐτῶν τῶν πραγμάτων ὁμολογεῖτε τῷ Δεσπότῃ τὰς χάριτας. ι. «Ὁ λόγος τοῦ Θεοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες, καὶ νουθετοῦντες ἑαυτοὺς, ψαλμοῖς, καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικοῖς ἐν τῇ χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ» Τὴν διηνεκῆ τῶν θείων λογίων μελέτην καὶ ὁ παλαιὸς νόμος παρεγγυᾷ. «Μελετήσεις γὰρ, φησὶν, ἐν αὐτοῖς καθήμενος, καὶ διανιστάμενος, καὶ κοιταζόμενος, καὶ πορευόμενος ἐν ὁδῷ.» Τοῦτο παρακελεύεται καὶ ὁ θεῖος Ἀπόστολος, ὥστε ἡμᾶς τὴν τοῦ Χριστοῦ διδασκαλίαν ἐν τῇ ψυχῇ περιφέρειν ἀεὶ, ὑμνεῖν τε αὐτὸν, καὶ ταῖς πνευματικαῖς ᾠδαῖς ἁγιάζειν τὴν γλῶτταν. Τὸ δὲ ἐν ταῖς καρδίαις , ἀντὶ τοῦ, μὴ μόνον τῷ στόματι. ιζ.
«Καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι’ αὐτοῦ.» Ἐπειδὴ γὰρ ἐκεῖνοι τοὺς ἀγγέλους σέβειν ἐκέλευον, αὐτὸς τὸ ἐναντίον παρεγγυᾷ, ὥστε καὶ τοὺς λόγους, καὶ τὰ ἔργα κοσμῆσαι τῇ μνήμῃ τοῦ Δεσπότου Χριστοῦ· Καὶ τῷ Θεῷ δὲ καὶ Πατρὶ τὴν εὐχαριστίαν δι’ αὐτοῦ , φησὶν, ἀναπέμπετε, μὴ διὰ τῶν ἀγγέλων. Τούτῳ ἑπομένη τῷ νόμῳ καὶ ἡ ἐν Λαοδικείᾳ σύνοδος, καὶ τὸ παλαιὸν ἐκεῖνο πάθος θεραπεῦσαι βουλομένη, ἐνομοθέτησε μὴ εὔχεσθαι ἀγγέλοις, μηδὲ καταλιμπάνειν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἐντεῦθεν λοιπὸν κατ’ εἶδος τὰς παραινέσεις προσφέρει. ιη. «Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσιν, ὡς ἀνῆκεν, ἐν Κυρίῳ.» Ἐπειδὴ συνέβαινε δυςσεβέσιν ἀνδράσι συνῆφθαι τὰς εὐσεβεῖς, ἀναγκαίως τὸν διορισμὸν τέθεικεν. Ἐν Κυρίῳ γὰρ εἶπεν, ἀντὶ τοῦ, ὡς ὁ τοῦ Κυρίου παρακελεύεται νόμος. ιθ. «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.» Ταῖς γυναιξὶ τὴν ὑποταγὴν, τοῖς ἀνδράσι τὴν ἀγάπην ἐνομοθέτησεν, ἡμέρως αὐταῖς προσφέρεσθαι, καὶ ὡς μέλεσιν οἰκείοις παρεγγυήσας. κ. «Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα·
PG 82:621τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ.» Τοῦτο γὰρ καὶ νομοθετῶν προσέταξεν ὁ Θεός. κα. «Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσι.» Προσήκει δὲ καὶ ὑμᾶς μὴ λυπεῖν τὰ τέκνα, ἀλλὰ τὴν προσήκουσαν αὐτοῖς θεραπείαν προσφέρειν. κβ. «Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις.» Ἔδειξε τὴν ψυχὴν ἐλευθέραν, τὸ σῶμα δὲ μόνον ὑποκείμενον τῇ δουλείᾳ. «Μὴ ἐν ὀφθαλμοδουλείαις, ὡς ἀνθρωπάρεσκοι. ἀλλ’ ἐν ἁπλότητι τῆς καρδίας, φοβούμενοι τὸν Θεόν.» Μετὰ τῆς προσηκούσης εὐνοίας θεραπεύετε τοὺς δεσπότας, πάσης κακοηθείας ἀπηλλαγμένοι. Καὶ ἑρμηνεύων τὸ, μὴ κατ’ ὀφθαλμοδουλείαν , ἐπήγαγε· κγ. «Καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε.» Καὶ προθυμοτέρους ποιῆσαι βουλόμενος προστέθεικεν· «Ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις.» Ἀπόκειται γὰρ ὑμῖν ὑπὲρ τούτου μισθός. Καὶ τοῦτο δηλοῖ τὰ ἑξῆς. κδ. «Εἰδότες ὅτι ἀπὸ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας ὑμῶν. Τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε.» Ἱκανὴ ψυχαγωγία, τὸ τοὺς δουλεύοντας εἰδέναι, ὡς οὐκ ἀνθρώποις, ἀλλὰ τῷ Κυρίῳ δουλεύουσι. Καὶ ἐπειδὴ συμβαίνει ἀδίκους εἶναι δεσπότας, ἀναγκαίως προστέθεικεν· κε.
«Ὁ δὲ ἀδικῶν κομίσεται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωποληψία.» Ὥστε, φησὶ, κἂν μὴ τύχητε ἀγαθῶν ἀντιδόσεων παρὰ τῶν δεσποτῶν, ἔστι δικαιοκρίτης ὃς οὐκ οἶδε δούλου καὶ δεσπότου διαφορὰν, ἀλλὰ δικαίαν εἰσφέρει τὴν ψῆφον. ΚΕΦΑΛΑΙΟΝ Δ. α. «Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς.» Ἰσότητα οὐ τὴν ἰσοτιμίαν ἐκάλεσεν, ἀλλὰ τὴν προσήκουσαν ἐπιμέλειαν, ἧς παρὰ τῶν δεσποτῶν ἀπολαύειν χρὴ τοὺς οἰκέτας. β. «Τῇ προσευχῇ προσκαρτερεῖτε γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.» Δεῖ γὰρ ὑπὲρ τῶν δεδομένων εὐχαριστεῖν πρότερον, καὶ τηνικαῦτα τὴν ἱκετείαν προσφέρειν. γ. «Προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ.» Τὴν συνήθη μὲν ταπεινοφροσύνην ἔδειξε· διδάσκει δὲ καὶ ἡμᾶς, μὴ ἑαυτοῖς θαῤῥεῖν, ἀλλὰ τὴν παρ’ ἀλλήλων ἐπικουρίαν ζητεῖν. «Δι’ ὃ καὶ δέδεμαι, (δ.) ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι.» Ἔδειξε τῶν δεσμῶν τὴν αἰτίαν. Ταῦτα γὰρ, φησὶ, ποιεῖ τὸ κήρυγμα φανερώτερον. Οὕτω καὶ ἐν τῇ πρὸς Φιλιππησίους ἔφη·
PG 82:623«Ὥστε τοὺς δεσμούς μου φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς πᾶσιν.» ε. «Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω.» Τουτέστι, τοὺς μηδέπω πεπιστευκότας. Μηδεμίαν, φησὶν, αὐτοῖς πρόφασιν δίδοτε βλάβης· πάντα ὑπὲρ τῆς αὐτῶν μηχανᾶσθε σωτηρίας. «Τὸν καιρὸν ἐξαγοραζόμενοι.» Οὐκ ἔστιν ὑμέτερος ὁ παρὼν αἰών· χρήσασθε τοίνυν αὐτῷ εἰς δέον, καὶ οἰκεῖον ποιήσασθε, διὰ τῶν ἀγαθῶν αὐτὸν ὠνούμενοι πράξεων. 2. «Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένος.» Τῇ πνευματικῇ συνέσει κοσμεῖσθε. Οὕτω καὶ ὁ Κύριος τοῖς ἀποστόλοις ἅλας ἔχειν προσέταξε, καὶ ἅλας αὐτοὺς προσηγόρευσε. Διδάσκει δὲ καὶ τούτου τὸν τρόπον. «Εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.» Ἄλλως γὰρ τῷ ἀπίστῳ, καὶ ἄλλως τῷ πιστῷ, καὶ ἄλλως τῷ τελείῳ, καὶ ἄλλως τῷ ἀτελεῖ, καὶ ἑτέρως τῷ ἀσθενεῖ, καὶ ἄλλως τῷ ὑγιαίνοντι προσφέρειν τὴν διδασκαλίαν προσήκει. ζθ. «Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος, καὶ σύνδουλος ἐν Κυρίῳ·
ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε.» Ὁ Ὀνήσιμος τοῦ Φιλήμονος ἦν οἰκέτης. Τοῦτον ἐν τῷ δεσμωτηρίῳ κατηχήσας ὁ θεῖος Ἀπόστολος, ἔπεμψε τῷ δεσπότῃ· ἐπειδὴ γράφων εἶπεν, ὡς ἐβουλήθη μὲν αὐτὸν κατασχεῖν, παρὰ δὲ τὴν ἐκείνου γνώμην τοῦτο οὐκ ἠθέλησε πρᾶξαι. Ἀπέστειλεν, ὡς εἰκὸς, ὁ Φιλήμων· ἀλλὰ τοῦτον σὺν τῷ Τυχικῷ πάλιν ἔπεμψεν ὁ θεῖος Ἀπόστολος, ὡς ὑπουργὸν λοιπὸν γενόμενον τοῦ κηρύγματος. Ἔστι δὲ αὐτοῦ καὶ ἐνταῦθα τὴν σοφίαν καταμαθεῖν. Τὸ μὲν γὰρ μηνῦσαι τὰ κατ’ αὐτὸν, κοινὸν πεποίηκεν ἀμφοτέρων· Πάντα γὰρ ὑμῖν , φησὶ, γνωριοῦσι τὰ ὧδε. Τὸ δὲ παρακαλέσαι μόνῳ ἀπένειμεν τῷ Τυχικῷ· Ἵνα γνῷ γὰρ, φησὶ, τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Ἐπειδὴ γὰρ ᾔδεισαν τὸν Ὀνήσιμον δοῦλον, καὶ εἰκὸς ἦν δυσχερᾶναι, ὅτι ὁ χθὲς καὶ πρώην δουλεύων, ἱκανὸς ἐξαπίνης γέγονεν Ἐκκλησίαν ὅλην παρακαλέσαι τε καὶ διδάξαι, μόνον ἔφη τὸν Τυχικὸν εἰς τοῦτο πεπομφέναι.
PG 82:625Τὸ δέ γε μηνῦσαι τὰ κατ’ αὐτὸν ἀμφοτέροις συνήρμοσε, καὶ τοῦτον ταύτῃ τιμῶν, καὶ ἐκείνους οὐ πλήττων. ι. «Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου.» Θεσσαλονικεὺς ἦν, ὡς ὁ μακάριος διδάσκει Λουκᾶς· συναπῆλθε δὲ αὐτῷ εἰς τὴν Ἰουδαίαν. Ἐκεῖθεν συνεξεδήμησεν εἰς τὴν Ῥώμην. Συναιχμάλωτον δὲ αὐτὸν κέκληκεν, ὡς κοινωνὸν τῶν παθημάτων γενόμενον. «Καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν.» Καὶ τοῦτο δηλοῖ, ὡς τεθεαμένος αὐτοὺς ἔγραψε τὴν ἐπιστολήν. Μετὰ γὰρ τὴν γεγενημένην αὐτῷ τε καὶ τῷ μακαρίῳ Βαρνάβᾳ περὶ τοῦ Μάρκου φιλονεικίαν, τῇ Φρυγίᾳ καὶ τῇ Γαλατίᾳ τὴν διδασκαλίαν προσήνεγκεν. Εἰκὸς οὖν ὅτι τότε τὰς περὶ αὐτῶν δέδωκεν ἐντολάς. Τοῦτον κελεύει παραγενόμενον διδασκαλικῆς ἀξιωθῆναι τιμῆς. ια. «Καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς. Οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.» Μέγιστον ἐγκώμιον τὸ τῷ Ἀποστόλῳ γενέσθαι θυμηδίας πρόξενον. ιβ. «Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς, ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ.» Πολίτης αὐτῶν ἦν ὁ Ἐπαφρᾶς, ὡς καὶ ἤδη προειρήκαμεν.
«Πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ.» Ἀναγκαίως αὐτοῦ τὴν περὶ αὐτοὺς ἔδειξεν εὔνοιαν, ἵνα προθυμότερον αὐτοῦ τῇ διδασκαλίᾳ προσέχωσι. ιγ. «Μαρτυρῶ γὰρ αὐτῷ, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱεραπόλει.» Πελάζουσιν ἀλλήλαις αὐταὶ αἱ πόλεις· πᾶσαι δὲ τῆς Φρυγίας εἰσίν. ιδ. «Ἀσπάζεται ὑμᾶς Λουκᾶς ἰατρὸς ὁ ἀγαπητὸς, καὶ Δημᾶς.» Οὗτος καὶ τὸ θεῖον συνέγραψεν Εὐαγγέλιον, καὶ τὴν ἱστορίαν τῶν Πράξεων. Καὶ ἐντεῦθεν δῆλον, ὡς ἐσχάτη πασῶν Ἐπιστολῶν ἡ δευτέρα πρὸς Τιμόθεον ἐγράφη. Ἐκεῖ γὰρ περὶ τοῦ Δημᾶ λέγει· «Δημᾶς με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα.» ιε. «Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νυμφᾶν, καὶ τὴν κατ’ οἶκον αὐτοῦ Ἐκκλησίαν.» Οὗτος, ὡς ἔοικε, τῶν ἐν Λαοδικείᾳ πιστῶν ἐτύγχανεν ὣν, ὃς καὶ τὴν οἰκίαν Ἐκκλησίαν ἀπέφηνεν, εὐσεβείᾳ ταύτην κοσμήσας. ι. «Καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.» Τινὲς ὑπέλαβον καὶ πρὸς Λαοδικέας αὐτὸν γεγραφέναι·
αὐτίκα τοίνυν καὶ προσφέρουσι πεπλασμένην ἐπιστολήν. Ὁ δὲ θεῖος Ἀπόστολος οὐκ ἔφη, Καὶ τὴν πρὸς Λαοδικέας, ἀλλὰ, καὶ τὴν ἐκ Λαοδικείας. Ἐκεῖνοι γὰρ πρὸς αὐτὸν περί τινων ἔγραψαν. Εἰκὸς δὲ αὐτοὺς ἢ τὰ ἐν Κολοσσαῖς γενόμενα αἰτιάσασθαι, ἢ τὰ αὐτὰ τούτοις νενοσηκέναι. Διὸ καὶ ταύτην εἶπε τὴν ἐπιστολὴν κἀκείνοις ἀναγνωσθῆναι. ιζ. «Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπετε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.» Τινὲς ἔφασαν τοῦτον Λαοδικείας γεγενῆσθαι διδάσκαλον. Ἀλλ’ ἡ πρὸς Φιλήμονα Ἐπιστολὴ διδάσκει ὡς ἐν Κολοσσαῖς οὗτος ᾤκει· τῷ γὰρ Φιλήμονι καὶ τοῦτον συντάττει. ιη. «Ὁ ἀσπασμὸς, τῇ ἐμῇ χειρὶ Παύλου.» Τοῦτον προστέθεικε, διδάσκων ὡς σὺν παῤῥησίᾳ κελεύει μὴ φυλάττειν τὸν νόμον. «Μνημονεύετέ μου τῶν δεσμῶν.» Ἀντὶ τοῦ, Ζηλοῦτε καὶ μιμεῖσθε, καὶ τὰ προσπίπτοντα λυπηρὰ φέρετε καρτερῶς. «Ἡ χάρις μεθ’ ὑμῶν. Ἀμήν.» Τούτων καὶ ἡμᾶς προςήκει τῶν δεσμῶν μνημονεύειν ἀεὶ, καὶ τὴν ἀπὸ τῆς μνήμης ὠφέλειαν καρποῦσθαι· καὶ προσεύχεσθαι μὲν μὴ εἰσελθεῖν εἰς πειρασμόν·
εἰ δὲ τοῦτο γεγένηται, στέργειν τὴν θείαν οἰκονομίαν, καὶ δεικνύναι τὴν οἰκείαν ἀνδρείαν, καὶ τὴν θείαν χάριν εἰς συμμαχίαν καλεῖν. Οὕτω γὰρ δυνατὸν ἀγωνίσασθαι, καὶ νικῆσαι, καὶ τυχεῖν τῶν ἀναῤῥήσεων ἐν Χριστῷ· μεθ’ οὗ τῷ Πατρὶ δόξα πρέπει καὶ μεγαλοπρέπεια, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Κολασσαεῖς ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ καὶ Ὀνησίμου. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ Α ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Η Θεσσαλονίκη πρωτεύει μὲν τῆς Μακεδονίας· ἐδέξατο δὲ προθύμως τὸ σωτήριον κήρυγμα. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ἐνταῦθα κατέπηξε τὰ τῆς εὐσεβείας θεμέλια, ἀντιλεγόντων μὲν Ἰουδαίων καὶ προφανῶς πολεμούντων, ἀνόνητα δὲ πονούντων· ὑπερέπλει γὰρ τῶν κυμάτων τὸ Εὐαγγέλιον. Τὰς τούτων ἐκκλίνας ἐπιβουλὰς ὁ θεσπέσιος Παῦλος, ἀπὸ μὲν τῆς Θεσσαλονίκης εἰς τὴν Βέροιαν ἦλθεν, ἀπὸ δὲ τῆς Βεροίας εἰς τὰς Ἀθήνας ἀπέπλευσε.
PG 82:627Τῶν δέ γε πεπιστευκότων διηνεκῶς περιφέρων τὴν μέριμναν, τὸν τρισμακάριον Τιμόθεον ἀπὸ τῶν Ἀθηνῶν εἰς τὴν Θεσσαλονίκην ἐξέπεμψεν, ὥστε αὐτοὺς ἐρεῖσαι καὶ κρατῦναι, καὶ τῶν παρὰ τῶν ἐναντίων προσφερομένων μηχανημάτων δεῖξαι δυνατωτέρους. Οὗτος ἐπανελθὼν ἐπῄνεσε μὲν τὸ τῆς πίστεως ἄμαχον, ἔφη δὲ δεῖσθαι αὐτοὺς διδασκαλίας τινὸς παραινέσεως περί τινων ζητημάτων παρ’ αὐτοῖς κινουμένων. Γέγραφε τοίνυν τὴν ἐπιστολὴν, πρῶτον μὲν αὐτῶν τὸ στεῤῥὸν τῆς πίστεως εὐφημῶν, ἔπειτα προσμένειν τῶν νεκρῶν τὴν ἀνάστασιν παραινῶν, τῆς δὲ τοῦ Κυρίου παρουσίας μὴ πολυπραγμονεῖν τὸν καιρόν. Προσενήνοχε δὲ αὐτοῖς καὶ τῆς ἠθικῆς διδασκαλίας παραίνεσιν. Ἀκριβέστερον δὲ ταῦτα ἡ κατὰ μέρος ἑρμηνεία διδάξει. ΚΕΦΑΛΑΙΟΝ Α. α. «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν, καὶ εἰρήνη, ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Σιλουανὸν ἡγοῦμαι τὸν Σίλαν καλεῖσθαι. Οὗτος γὰρ αὐτῷ καὶ ἐν Φιλίπποις, καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἐν Βεροίᾳ συνῆν, καὶ τοῦτον σὺν τῷ τρισμακαρίῳ Τιμοθέῳ καταλιπών, εἰς τὰς Ἀθήνας ἀπῆρε.
Τούτοις ἐν ταῖς Ἀθήναις διατρίβων προσέμενεν· οὗτοι αὐτῷ καὶ ἐν Κορίνθῳ συνῆσαν κηρύττοντι. β. «Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν.» Διδασκόμεθα πρῶτον εὐχαριστεῖν ὑπὲρ τῶν προϋπηργμένων ἡμῖν ἀγαθῶν, εἶθ’ οὕτως αἰτεῖν τὰ ἐλλείποντα. Τοῦτο γὰρ ἔστιν εὑρεῖν πανταχοῦ ποιοῦντα τὸν θεῖον Ἀπόστολον. Διδάσκει δὲ καὶ ἐφ’ οἷς ἂν ὑμνεῖ τὸν τῶν ὅλων Θεόν. «Ἀδιαλείπτως (γ.) μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.» Ἔργον τῆς πίστεως , τὸ ἐν κινδύνοις βέβαιον· οὐ γὰρ μόνον ἐν εἰρήνῃ καὶ γαλήνῃ δεικνύναι προσήκει τὴν πίστιν, ἀλλὰ καὶ ἐν κλύδωνι καὶ ζάλῃ ταύτης ἔχεσθαι δεῖ. Οὕτω καὶ ἡ ἀγάπη οὐ μόνον ἔχει τὴν ἡδίστην ἀπόλαυσιν, ἀλλὰ καὶ τὸν ὑπερβάλλοντα κόπον. Φέρειν γὰρ προσήκει τὰ τοῦ ἀδελφοῦ πλημμελήματα, κἂν φθονῇ, κἂν ὀργίζηται, κἂν ἐπαίρηται, κἂν ἀχαριστίαν νοσῇ. Τούτου χάριν τῇ ἀγάπῃ τὸν κόπον συνέζευξε, τῇ δὲ ἐλπίδι συνέταξε τὴν ὑπομονήν.
PG 82:629Ἐλπίδα δὲ ἡμῖν δέδωκεν ὁ Δεσπότης Χριστὸς τῆς ἀναστάσεως τῶν νεκρῶν, τῆς ἀθανάτου ζωῆς, τῆς βασιλείας τῶν οὐρανῶν. Ὑπομένειν δὲ προσήκει τὸν ταύτην δεξάμενον τὴν ἐλπίδα καὶ φέρειν γενναίως τὰ προσπίπτοντα σκυθρωπά. Ἐπόπτης δὲ τούτων, φησὶν, ἐστὶν ὁ τῶν ὅλων Θεός· τὸ γὰρ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν , τοῦτο δηλοῖ. δ, ε. «Εἰδότες, ἀδελφοὶ ἠγαπημένοι, ὑπὸ Θεοῦ τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ Εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν Πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι’ ὑμᾶς.» Ὑμεῖς ἐστε τῆς τοῦ Εὐαγγελίου δυνάμεως μάρτυρες. Οὐ γὰρ λόγον ὑμῖν διδασκαλικὸν προσηνέγκαμεν μόνον, ἀλλὰ καὶ τὴν ἀλήθειαν τῶν λόγων διὰ τῶν θαυμάτων ἐδείξαμεν. Μεταδεδώκαμεν δὲ ὑμῖν καὶ ἧς μετειλήφαμεν χάριτος. Τοῦτο γὰρ λέγει ἐν Πνεύματι ἁγίῳ. Ἔπεισε δὲ ὑμᾶς καὶ τῶν κινδύνων τὸ μέγεθος, οἷς οὐκ εἴξαμεν, ὡς θεῖα τὰ παρ’ ἡμῶν προσφερόμενα. Τὸ γὰρ, οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι’ ὑμᾶς , τοὺς κινδύνους δηλοῖ, οὓς ὑπὲρ αὐτῶν ὑπέστησαν, τὸ σωτήριον αὐτοῖς προσφέροντες κήρυγμα. 2.
«Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε, καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου.» Μέγα μὲν Θεσσαλονικέων ἐγκώμιον καὶ τὸ τοὺς ἀποστόλους ζηλῶσαι· πολλῷ δὲ μεῖζον, μᾶλλον δὲ πάντων μέγιστον, τὸ καὶ αὐτοῦ τοῦ Δεσπότου μιμήσασθαι τὰ παθήματα, καὶ μὴ ἀλύειν, μηδὲ ἀδημονεῖν ἐν τοῖς κινδύνοις, ἀλλὰ πνευματικῆς ἡδονῆς ἐμφορεῖσθαι. ζ. «Ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ, καὶ ἐν τῇ Ἀχαί̈ᾳ.» Ηὔξησε τὴν εὐφημίαν, ἀρχέτυπα αὐτοὺς εὐσεβείας γεγενῆσθαι φήσας ἔθνεσι μεγίστοις καὶ ἐπὶ σοφίᾳ θαυμαζομένοις. η. «Ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαί̈ᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε.» Καὶ τί λέγω, φησὶ, τὴν Μακεδονίαν καὶ τὴν Ἀχαί̈αν; Πανταχοῦ γὰρ ᾄδεται τῆς πίστεως ὑμῶν ἡ θερμότης. Τὸ δὲ, ἀφ’ ὑμῶν ἐξήχηται ὁ λόγος τοῦ Κυρίου , εἴρηκεν, οὐκ ἐπειδὴ ἐκεῖθεν τὴν ἀρχὴν ἔλαβε τὸ κήρυγμα, ἀλλ’ ὅτι τούτων ἡ περὶ τὰ θεῖα προθυμία πολυθρύλλητος γενομένη, πολλοὺς εἰς ζῆλον τῆς εὐσεβείας ἐκίνησεν. «Ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι.
PG 82:631(θ.) Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς.» Προὔλαβεν ἡμᾶς ἡ φήμη, καὶ παρ’ ἄλλων ἀκούομεν ἃ λέγειν ἐθέλομεν. Δήλη γὰρ ἅπασι γέγονε τῆς ἡμετέρας διδασκαλίας ἡ ἐν ὑμῖν εὐκαρπία. «Καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ.» Διαῤῥήδην ἡμᾶς ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος, πῶς προσήκει νοεῖν τὸ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν. Οὐ γὰρ τῷ Υἱῷ συγκρίνων, ἀλλὰ τοῖς οὐκ οὖσι θεοῖς τὸν ὄντα Θεὸν, ζῶντα καὶ ἀληθινὸν αὐτὸν προσηγόρευσε. Καὶ ζῶντα μὲν αὐτὸν ὠνόμασεν, ὡς ἐκείνων οὐ ζώντων· ἀληθινὸν δὲ, ὡς ἐκείνων ψευδῶς θεῶν καλουμένων. ι. «Καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.» Τῆς τῶν εἰδώλων, φησὶ, πλάνης ἐλευθερώσας, καὶ πρὸς τὴν ἑαυτοῦ μεταθεὶς δεσποτείαν, τὴν δευτέραν ἡμᾶς προσμένειν ἐκέλευσε τοῦ Μονογενοῦς ἐπιφάνειαν, ὃς τῆς ἠπειλημένης τιμωρίας κρείττους ἡμᾶς ἀποφανεῖ. Εἰδέναι μέντοι προσήκει, ὡς οὔτε ἡ θεία τοῦ Μονογενοῦς φύσις ἐκ νεκρῶν ἠγέρθη, ἀπαθὴς γάρ· οὔτε μὴν ἕτερος υἱὸς ὁ Ἰησοῦς παρὰ τὸν μονογενῆ Υἱόν·
PG 82:633ἀλλ’ ὁ αὐτὸς μὲν ἔστιν, ἔπαθε δὲ ὡς ἄνθρωπος, καὶ ἀνέστη ὡς ἄνθρωπος. ΚΕΦΑΛΑΙΟΝ Β. α, β. «Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν. Ἀλλὰ προπαθόντες, καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι.» Ἱκανὴ καὶ τῶν παθημάτων ἡ μαρτυρία δεῖξαι τοῦ κηρύγματος τὴν ἀλήθειαν. Οἱ γὰρ ἐξαπατᾷν ἐπιχειροῦντες μέχρι τῶν κινδύνων τὸ προσωπεῖον περίκεινται· ὅταν δὲ τούτους θεάσωνται, σφᾶς αὐτοὺς ἀπογυμνοῦσι, καὶ τὸ ψεῦδος ἐλέγχουσι. Τούτου χάριν ὁ θεῖος Ἀπόστολος τῶν ἐν Φιλίπποις δεσμῶν, καὶ μαστίγων, καὶ τῆς μετὰ ταῦτα παῤῥησίας ἀνέμνησε· διδάσκων ὡς πλείονος ἐνεπλήσθη μετὰ τὰ σκυθρωπὰ προθυμίας, ἐπειδὴ προεώρα τῶν πόνων τὸ κέρδος. γ. «Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὔτε ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ.» Παράκλησιν τὴν διδασκαλίαν ἐκάλεσεν. Οὐκ ἔοικε, φησὶ, τὰ παρ’ ἡμῶν προσφερόμενα τῇ μυθολογίᾳ τῶν ποιητῶν, ἃ πολλοῦ μὲν ψεύδους, πολλῆς δὲ ἀκολασίας ἐμπέπλησται· οὔτε μὴν δόλῳ χρώμενοι συνεργῷ εἰς ὄλεθρον ὑμᾶς θηρεύομεν. δ.
«Ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.» Οὐκ αὐτοχειροτόνητοι διδάσκαλοι καθεστήκαμεν, ἀλλ’ ὑπὸ τοῦ Θεοῦ τὸ Εὐαγγέλιον ἐπιστεύθημεν. Οὗ δὴ χάριν ὡς ὑπὸ μάρτυρι τῷ Θεῷ πάντα λέγομέν τε καὶ πράττομεν· ἴσμεν γὰρ ὡς οὐδὲν αὐτὸν λέληθε τῶν τῆς ψυχῆς κινημάτων. Τὸ δὲ, καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ , ἀντὶ τοῦ, Ἐπειδὴ ἔδοξεν αὐτῷ καὶ ἐδοκίμασε πιστεῦσαι ἡμῖν. ε. «Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς.» Τῆς μὲν κολακείας αὐτοὺς ἐκάλεσε μάρτυρας· δῆλα γὰρ τοῖς ἀκούουσι τῶν κολάκων τὰ ῥήματα· τῆς δὲ πλεονεξίας οὐκ ἔτι αὐτοὺς, ἀλλὰ τὸν τῶν ὅλων Ἐπόπτην. Λανθάνει γὰρ πολλάκις ἀνθρώπους ὁ τοῦ γιγνομένου σκοπός. Πλεονεξίαν δὲ κέκληκε τὸ ἐπὶ χρήμασι κηρύξαι. 2, ζ. «Οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν, οὔτε ἀπ’ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι.» Οὔτε μὴν δόξης ἀνθρωπίνης ἐρῶμεν. Τοῦτο διὰ μέσου τέθεικε· τὰ δὲ ἐπαγόμενα πρὸς τὸ πρὸ τούτου εἰρημένον, οὔτε προφάσει πλεονεξίας.
Τούτῳ γὰρ ἁρμόττει, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι. Προσετάχθημεν, φησὶν, ἐκ τοῦ Εὐαγγελίου ζῇν, ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ. Τὸ δὲ, ἐν βάρει , πρὸς τοὺς οὐ μεθ’ ἡδονῆς παρέχοντας εἴρηκεν. «Ἀλλ’ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν· ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα (η), οὕτως ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν ὑμῖν μεταδοῦναι οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε.» Ἔδειξε διὰ τῆς εἰκόνος, καὶ τὴν ἠπιότητα, καὶ τὴν κηδεμονίαν. Μητρὶ γὰρ οἰκείων ἐπιμελουμένῃ βρεφῶν ἀπείκασεν ἑαυτόν. Τὴν αὐτὴν γὰρ καὶ τροφὸν καλεῖ, καὶ μητέρα. Ὡς ἐὰν τροφὸς γὰρ, φησὶ, θάλπῃ τὰ ἑαυτῆς τέκνα, ταύτῃ καὶ ἡμεῖς παραπλησίως ἱμειρόμεθα καὶ ποθοῦμεν πρὸς τῇ πνευματικῇ διδασκαλίᾳ καὶ τὰς ἡμετέρας ὑμῖν δοῦναι ψυχάς· οὕτως ἡμῖν ἐγένεσθε περιπόθητοι. θ. «Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν, καὶ τὸν μόχθον.» Διδάσκει δὲ καὶ τίς οὗτος.
PG 82:635«Νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.» Ἔδειξε τοῦ πόνου τὴν ὑπερβολὴν, οὐ μόνον κόπον καὶ μόχθον εἰπὼν, ἀλλὰ καὶ ταῖς ἡμέραις τὸν νυκτερινὸν συζεύξας καιρόν. ι. «Ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν.» Ὁ διορισμὸς τὴν ἐπιστολικὴν ἡμῖν ἀκρίβειαν ἔδειξεν. Οὐ γὰρ εἶπεν, Ἄμεμπτοι πᾶσιν ὤφθημεν, ἀλλ’, ὑμῖν τοῖς πιστεύουσι. Τοῦ δὲ Θεοῦ τὴν μαρτυρίαν προστέθεικεν· ἐπειδὴ τοῖς ἀνθρώποις δῆλα τὰ ὁρώμενα μόνα, τῷ δὲ Θεῷ καὶ τὰ τοὺς ἀνθρώπους λανθανόμενα. ια, ιβ. «Καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς, καὶ παραμυθούμενοι, καὶ μαρτυρούμενοι, εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλέσαντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.» Πάλιν ἑτέραν εἰκόνα προὔθηκε, καὶ πατρὶ ἑαυτὸν ἀπείκασε, διὰ πλειόνων ἣν περὶ αὐτοὺς ἔχει φιλοστοργίαν δεικνύς. Ἄγαν δὲ ἁρμοδίως τὰ τρία τέθεικε, τὸ παρακαλοῦντες , καὶ παραμυθούμενοι , καὶ μαρτυρούμενοι.
Οὐ γὰρ μόνον ψυχαγωγίαν δεῖ τοῖς ἀθυμοῦσι προσφέρειν, ἀλλὰ καὶ τοὺς ῥᾳστώνῃ συζῶντας δεδίττεσθαι τῇ μνήμῃ τῶν ἠπειλημένων κακῶν. Ταῦτα δὲ ἐποίουν, φησὶ, προτρέπων ὑμᾶς κατάλληλον ἑλέσθαι βίον τῷ κεκληκότι Θεῷ, καὶ τῶν οὐρανῶν ὑποσχομένῳ τὴν βασιλείαν. ιγ. «Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ, καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.» Ἐπειδὴ τῇ διαμαρτυρίᾳ δέος ἐνέθηκε, τοῖς ἐπαίνοις παρεμυθήσατο. Οὐ γὰρ ὡς ἀνθρωπίνους, φησὶ, λόγους, ἀλλ’ ὡς θείους τοὺς παρ’ ἡμῶν προσενεχθέντας ἐδέξασθε. Ἔδειξε δὲ αὐτοὺς τοιούτους καὶ τῶν πραγμάτων ἡ πεῖρα. Προφητικῆς γὰρ καὶ αὐτοὶ χάριτος ἀπολαύσαντες, καὶ προεφήτευον, καὶ γλώσσαις ἐλάλουν, καὶ θαύματα ἐπετέλουν παράδοξα. Οὐ μόνον δὲ ὁ λόγος ταῦτα ᾐνίξατο, ἀλλὰ καὶ τοὺς ὑπὸ τῶν ἐναντίων προσενεχθέντας αὐτοῖς κινδύνους. Τοῦτο γὰρ τὰ ἐπαγόμενα δηλοῖ. ιδ, ιε.
PG 82:637«Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων.» Εἶτα δείκνυσι τῆς ἐναντιώσεως τὸν τρόπον. ι. «Κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. Ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.» Ἱκανὸν εἰς παραψυχὴν τὸ παράδειγμα. Ἡ γὰρ τοῦ πάθους ὁμοιότης ἀρκοῦσαν προσφέρει ψυχαγωγίαν. Διδάσκει δὲ ἡμᾶς ὁ λόγος, ὡς καὶ οἱ ἐν Θεσσαλονίκῃ πεπιστευκότες ὑπὸ τῶν ἀπίστων ἐπορθήθησαν, καὶ τῶν ὑπαρχόντων αὐτοῖς ἐγυμνώθησαν. Ταυτὸ δὲ τὸ πάθος ὑπέμειναν καὶ οἱ ἐν τῇ Ἰουδαίᾳ τὸ σωτήριον δεξάμενοι κήρυγμα. Προηγόρευσε δὲ καὶ τῶν Ἰουδαίων τὴν πανωλεθρίαν· Ἔφθασε γὰρ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Οὐκ ἔτι γὰρ ἀνακλήσεως ἀπολαύσουσι. Οὕτω καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;» Τὸ δὲ, πᾶσιν ἀνθρώποις ἐναντίων , οὕτω νοητέον·
Τῇ οἰκουμένῃ, φησὶ, προσενεγκεῖν προσετάχθημεν τὸ σωτήριον κήρυγμα. Οὗτοι δὲ ἡμῖν ἀντιπράττουσιν. Οὐκοῦν πάντων ἀνθρώπων εἰσὶ δυσμενεῖς. ιζ. «Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περιςσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.» Ἀπείκασεν ἑαυτὸν μητρὶ τρεφούσῃ καὶ θαλπούσῃ τὰ βρέφη, εἶτα πατρὶ φιλοστόργως περὶ τοὺς παῖδας διακειμένῳ, νῦν μειρακίῳ παραπλησίως ἄωρον ὀρφανίαν ὀδυρομένῳ, καὶ τοὺς γεγεννηκότας ἐπιζητοῦντι, ποθεῖν αὐτοὺς ἔφη, καίτοι πρὸς ὀλίγον αὐτῶν χωρισθείς. Καλὴ δὲ καὶ ἡ προςθήκη, προσώπῳ καὶ οὐ καρδίᾳ , ἀντὶ τοῦ, Τῆς αἰσθητῆς ὑμῶν ἐστέρημαι θέας, τῆς δὲ νοητῆς ἀπολαύω διηνεκῶς. ιη. «Διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς.» Ἐπέσχον, φησὶ, τὴν προθυμίαν οἱ ἐπάλληλοι πειρασμοί· τούτους δὲ ὁ κοινὸς κινεῖν πολέμιος εἴωθεν. Οὗ δὴ χάριν αὐτὸν ἔφη κεκωλυκέναι τὴν πρὸς αὐτοὺς ἐκδημίαν. ιθ, κ. «Τίς γὰρ ἡμῶν ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ;
PG 82:639Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.» Ἐπειδὴ μητρὶ ἑαυτὸν ἀπείκασε τιθηνουμένῃ τὰ βρέφη, τὰ αὐτῆς φθέγγεται ῥήματα. Αὐταὶ γὰρ τὰ κομιδῇ νέα παιδία καὶ ἐλπίδα, καὶ χαρὰν, καὶ τὰ τοιαῦτα προσαγορεύειν εἰώθασι. ΚΕΦΑΛΑΙΟΝ Γ. αγ. «Διὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνον, καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν, καὶ διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς, καὶ παρακαλέσαι ὑμᾶς, περὶ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις.» Ἐπειδὴ ἡμεῖς δραμεῖν πρὸς ὑμᾶς ἐκωλύθημεν, ἀπεστείλαμεν Τιμόθεον, ὃς ἡμέτερός ἐστιν ἀδελφὸς, τὸ θεῖον δὲ πεπίστευται Εὐαγγέλιον. Ἀπεστείλαμεν δὲ αὐτὸν, οὐχ ἵνα ἑτέραν ὑμῖν προσενέγκῃ διδασκαλίαν, ἀλλ’ ἵνα ἐπὶ τῆς προτέρας ὑμᾶς ἐρείσῃ, καὶ παρακαλέσῃ φέρειν γενναίως τὰς τῶν ἐναντίων ἐπιβουλὰς, καὶ μὴ κλονεῖσθαι, μηδὲ τῆς προτέρας ἐξίστασθαι γνώμης. Ἐπισημήνασθαι μέντοι δεῖ, ὅτι διάκονον τοῦ Θεοῦ κέκληκε τὸν πιστευόμενον τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, διδάσκων ὡς οὐκ οἶδεν ἐλάττονα τοῦ Πατρὸς τὸν Υἱόν.
«Αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα.» Ἄνωθεν ἡμῖν ταῦτα προηγόρευσεν ὁ Δεσπότης Χριστός. Οὐδὲν οὖν καινὸν ὑπομένομεν, ἀλλ’ ἅπερ αὐτὸς προείρηκεν· «Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων·» καί· «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ πλεῖστα τούτοις προσόμοια. δ. «Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο, καὶ οἴδατε.» Τοῖς προῤῥηθεῖσι τὰ παρ’ ἡμῶν πράγματα μεμαρτύρηκε. ε. «Διὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μήπως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.» Τούτου χάριν μηκέτι φέρων τὴν τῆς φροντίδος ὑπερβολὴν, ἔπεμψα μαθεῖν ποθῶν, μή τις ὑμῖν ἐκ τῶν πειρασμῶν προσεγένετο βλάβη, καὶ ὃν ὑπὲρ ὑμῶν ὑπεμείναμεν, ἐζημιώθημεν πόνον. Οὕτω δείξας τὴν προτέραν φροντίδα, λέγει καὶ τὴν προσγενομένην αὐτῷ θυμηδίαν ἐκ τῶν παρὰ τοῦ θαυμασίου Τιμοθέου κομισθέντων εὐαγγελίων. 2, ζ.
«Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ’ ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς, διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ’ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει, καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως.» Τρία τέθεικεν ἀξιέραστα, τὴν πίστιν, καὶ τὴν ἀγάπην, καὶ τοῦ διδασκάλου τὴν μνήμην. Δηλοῖ ἡ μὲν πίστις τῆς εὐσεβείας τὸ βέβαιον· ἡ δὲ ἀγάπη τὴν πρακτικὴν ἀρετήν· ἡ δὲ τοῦ διδασκάλου μνήμη, καὶ ὁ περὶ αὐτὸν πόθος, μαρτυρεῖ τῇ περὶ τὴν διδασκαλίαν στοργῇ. Ταῦτα, φησὶν, ἡμῖν τὴν εὐθυμίαν ἐνέθηκε, καὶ τῶν ἐπιφερομένων ἡμῖν ἐπελήσθημεν θλίψεων, ἃς διὰ τὴν ὑμετέραν ὑπομένομεν πίστιν, ἀντὶ τοῦ, διὰ τὸ κηρύττειν ὑμῖν. η. «Ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.» Τὴν γὰρ ὑμετέραν βεβαίωσιν, ζωὴν ἡμετέραν ὑπολαμβάνομεν. θ, ι.
«Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα ἀνταποδοῦναι τῷ Θεῷ περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ, ᾗ χαίρομεν δι’ ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν, νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;» Νικᾷ τῆς εὐφροσύνης τὸ μέγεθος τῆς γλώττης τὴν ὑμνῳδίαν. Οὐκ ἰσχύομεν γὰρ ἀντίῤῥοπον ὕμνον τῇ παρασχεθείσῃ ἡμῖν ἐφ’ ὑμῖν θυμηδίᾳ προσενεγκεῖν τῷ Θεῷ. Καὶ νύκτωρ δὲ καὶ μεθ’ ἡμέραν, ἀντιβολοῦμεν παρασχεῖν ἡμῖν τὸν Δεσπότην αὖθις ὑμᾶς ἰδεῖν καὶ ἐπιῤῥῶσαι, καὶ τὴν ἁρμόττουσαν ὑμῖν διδασκαλίαν προσενεγκεῖν. Τοῦτο γὰρ λέγει, καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν , τουτέστι, τὰ ἐλλείποντα πληρῶσαι. Ταύτην δὲ αὐτοῖς τὴν ὠφέλειαν καὶ διὰ τῶν γραμμάτων προσφέρει· ἄρχεται δὲ ἀπὸ εὐχῆς. ια. «Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς.» Ἀντὶ τοῦ, Πληρώσαι ἡμῶν τὸν πόθον, καὶ τὰς ἐν μέσῳ δυσκολίας ἀνέλοι. Καὶ ταῦτα δὲ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν ἰσότητα διδάσκει.
PG 82:641Οὐ γὰρ τὴν διά πρόθεσιν τέθεικε, ἀλλὰ τὸν καί σύνδεσμον, διδάσκων ὡς τὰ αὐτὰ ὁ Πατὴρ καὶ ὁ Υἱὸς οἰκονομοῦσιν, ὥσπερ αὐτὰ καὶ δημιουργοῦσιν. Ὅτι δὲ μία ἡ οἰκονομία, καὶ τὰ ἐπαγόμενα μαρτυρεῖ. Τὸ γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς καταλιπὼν πρόςωπον, μόνου μέμνηται τοῦ Υἱοῦ, καί φησιν· ιβ, ιγ. «Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.» Τὸ τῆς ἀγάπης κατόρθωμα πλήρωμα τοῦ νόμου παντὸς ὁ θεῖος Ἀπόστολος προσηγόρευσεν. Εὔχεται τοίνυν αὐτοὺς καὶ τῷ ἀριθμῷ πλεονάσαι, καὶ τῇ ἀγάπῃ περισσεῦσαι, τουτέστι, τελείαν αὐτὴν κτήσασθαι, ὥστε μηδὲν ἐλλείπειν αὐτῇ, καὶ μὴ μόνον αὐτῇ περὶ ἀλλήλους κεχρῆσθαι, ἀλλὰ καὶ περὶ πάντας τοὺς ὁμοπίστους, τοὺς ὁπουδήποτε ὄντας.
Οὕτως γὰρ, φησὶ, καὶ ἡμεῖς πόῤῥωθεν ὄντες περὶ ὑμᾶς διετέθημεν, στηρίξαι ὑμῶν τὰς καρδίας βουλόμενοι, ὥστε ὑμᾶς μώμου παντὸς ἐλευθέρους, καὶ νῦν ὁρᾶσθαι τῷ τῶν ὅλων Θεῷ, καὶ μετὰ τῶν ἁγίων ἁπάντων τῷ Δεσπότῃ ὑπαντῆσαι Χριστῷ. ΚΕΦΑΛΑΙΟΝ Δ. α. «Τὸ λοιπὸν οὖν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ.» Τούτῳ κεχρημένοι τῷ σκοπῷ, προσφέρομεν ὑμῖν τὴν παραίνεσιν. Τὸ γὰρ λοιπὸν , ἀντὶ τοῦ, Ἀποχρώντως ὑμῖν τὴν ἡμετέραν παράκλησιν. Τίς δὲ αὕτη; «Καθὼς παρελάβετε παρ’ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον.» Ὑπεδείξαμεν ὑμῖν, ποῖος θεραπεύει βίος τὸν τῶν ὅλων Θεόν· τοὺς τεθέντας ὑμῖν τοίνυν ὅρους φυλάττειν σπουδάζετε. β. «Οἴδατε γὰρ, τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ.» Καὶ ἄνω, ἐν Κυρίῳ Ἰησοῦ , εἴρηκε, καὶ ἐνταῦθα διὰ τοῦ Κυρίου Ἰησοῦ , ἀξιόπιστον τῇ τοῦ Δεσπότου μνήμῃ ποιῶν τὴν παραίνεσιν. Ἱκανὰ δὲ ταῦτα τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν ἐλέγξαι Εἰ γὰρ διὰ πρόθεσις τὸν ὑπουργὸν σημαίνει, ὑπουργὸς ἄρα τοῦ Παύλου ὁ Κύριος Ἰησοῦς.
PG 82:643Διὰ γὰρ τοῦ Κυρίου Ἰησοῦ τὴν παραγγελίαν προσήνεγκε, καὶ ἐν Κυρίῳ Ἰησοῦ τὴν παράκλησιν ἐποιήσατο. Εἰ δὲ καὶ αὐτοὶ ταύτην φεύγουσι τὴν βλασφημίαν, καὶ ὁμολογοῦσι τὸν μὲν Παῦλον δοῦλον, κύριον δὲ τὸν Κύριον· δῆλον ἄρα ὡς ἀδιαφόρως ὁ θεῖος Ἀπόστολος ταῖς προθέσεσι κέχρηται. Ἀλλ’ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. γ. «Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν.» Εἶτα διδάσκει, ποίαν ἀρετὴν ἁγιασμὸν προςηγόρευσεν. «Ἀπέχεσθαι ὑμᾶς ἀπὸ πάσης πορνείας.» Πολλὰ τῆς ἀκολασίας εἴδη· οὗ δὴ χάριν οὐκ ἔφη, πορνείας, ἀλλὰ ἀπὸ πάσης πορνείας. δ. «Εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ.» Τινὲς τὸ, ἑαυτοῦ σκεῦος , τὴν ὁμόζυγα ἡρμήνευσαν· ἐγὼ δὲ νομίζω τὸ ἑκάστου σῶμα οὕτως αὐτὸν κεκληκέναι. Οὐ γὰρ τοῖς γεγαμηκόσι μόνοις τὴν νομοθεσίαν προσφέρει. ε. «Μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν.» Ἀπηλλάγητε, φησὶ, τῆς πλάνης, ἐπέγνωτε τὸν ὄντα Θεόν. Μὴ μιμεῖσθε τοίνυν τοὺς ἐν τῷ σκότει τῆς ἀγνοίας διάγοντας, μηδὲ τῷ πάθει τῆς ἐπιθυμίας δουλεύετε. Εἶτα σαφέστερον τὸν νόμον ποιεῖ. 2.
«Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὑτοῦ.» Πλεονεξίαν ἐνταῦθα τὴν μοιχείαν ἐκάλεσε. Τοῦ γὰρ μὴ προσήκοντος ἅπτεται ὁ γάμον διορύττων ἀλλότριον, καὶ τὴν ἄλλῳ διαφέρουσαν εὐνὴν λῃστεύων. Ηὔξησε δὲ τὴν κατηγορίαν, ἀδελφὸν δείξας τὸν ἀδικούμενον. Ὑποδείκνυσι δὲ τὴν τιμωρίαν, τῇ παρανομίᾳ τὸ δέος ἀντιστρατεύων. «Διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν, καὶ διεμαρτυράμεθα.» Καὶ ἤδη γὰρ ἐδιδάξαμεν ὡς κριτής ἐστι δίκαιος ὁ τῶν ὅλων Δεσπότης, καὶ δίκας τοὺς παρανομοῦντας εἰσπράττεται. Δείκνυσι δὲ καὶ τῆς τιμωρίας τὸ δίκαιον. ζ. «Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπ’ ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ.» Ὁ διάβολος τῶν οὐκ ὄντων θεῶν τὰ δόγματα ἀκολασίας ἐνέπλησε, ταύτην ἰέναι τὴν ὁδὸν τοὺς ἀνθρώπους προτρέπων· ὁ δὲ ὄντως Θεὸς ἐκείνην μὲν ἐκκλίνειν ἡμᾶς κελεύει, τὴν δὲ τῆς σωφροσύνης μετιέναι παρεγγυᾶται. η. «Τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν, τὸν καὶ δόντα τὸ Πνεῦμα αὑτοῦ τὸ ἅγιον εἰς ἡμᾶς.» Εἰς αὐτὸν τοίνυν ἡ ἀδικία χωρεῖ τὸν τῶν ὅλων Θεόν. Αὐτὸς γὰρ ἡμῖν καὶ τοῦ παναγίου Πνεύματος τὴν χάριν δεδώρηται.
PG 82:645Οὕτω τὴν περὶ τῆς σωφροσύνης διδασκαλίαν περάνας, εἰς ἕτερον εἶδος παραινέσεως μεταβαίνει. θ, ι. «Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους. Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς, καὶ τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ.» Φιλαδελφίαν ἐνταῦθα τὴν τῶν χρημάτων φιλοτιμίαν ἐκάλεσε, περὶ ἧς ἔφη μὴ χρῄζειν αὐτοὺς παραινέσεως· ἐκ θείας γὰρ αὐτοῖς προσγεγενῆσθαι χάριτος τὸ κατόρθωμα. «Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον, (ια) καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράττειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς καὶ παρηγγείλαμεν ὑμῖν, ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε.» Οὐκ ἐναντία τοῖς προῤῥηθεῖσιν ἐπαίνοις ἡ παραίνεσις. Συνέβαινε γὰρ, τοὺς μὲν φιλοτίμως χορηγεῖν τοῖς δεομένοις τὴν χρείαν, τοὺς δὲ διὰ τὴν τούτων φιλοτιμίαν ἀμελεῖν τῆς ἐργασίας. Εἰκότως τοίνυν κἀκείνους ἐπῄνεσε, καὶ τούτοις τὰ πρόσφορα συνεβούλευσε. Καὶ φιλοτιμίαν ἁρμοδίως τὴν ἐργασίαν ἐκάλεσεν.
Οἱ γὰρ δυνάμενοι καὶ δίχα τῆς ἐργασίας τρέφεσθαι διὰ τὴν τῶν ὁμοπίστων φιλαδελφίαν, εἶτα δίχα πόνων οὐκ ἀνεχόμενοι ζῇν, ἀλλ’ ἐκ τῶν χειρῶν τὸν βίον ποιούμενοι, οἷόν τινα φιλοτιμίαν τὴν φιλοπονίαν εἰσέφερον. Τὸ δὲ, ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω , αὐτὸς ἡρμήνευσεν ἐπαγαγὼν, καὶ μηδενὸς χρείαν ἔχητε. Ἀσχημοσύνη γὰρ, φησὶ, τὸ ἐν ἀργίᾳ ζῇν, τὸ μὴ ἐξ ἐργασίας τὴν χρείαν πορίζεσθαι, ἀλλὰ προσαίτου βίου αἱρεῖσθαι, καὶ τὴν ἄλλων προσμένειν φιλοτιμίαν. Ἐντεῦθεν τὴν περὶ τῆς ἀναστάσεως διδασκαλίαν προσφέρει, τοὺς ἐπὶ τοὺς τεθνεῶτας ἀθυμοῦντας ψυχαγωγῶν. ιβ. «Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.» Οὐ παντελῶς κωλύει τὴν λύπην, ἀλλὰ τὴν ἀμετρίαν ἐκβάλλει, καὶ τῇ τῆς ἀναστάσεως ἐλπίδι ψυχαγωγεῖ. Οἱ γὰρ ταύτην οὐκ ἔχοντες ἔχουσι τῆς ἀμέτρου λύπης ἀπολογίαν. Διὰ τοῦτο οὐδὲ περὶ τῶν τεθνεώτων ἔφη, ἀλλὰ περὶ τῶν κεκοιμημένων , καὶ δι’ αὐτοῦ τοῦ ὀνόματος τὴν παραμυθίαν πραγματευόμενος. Εἶτα ἀφ’ ἧς κατεδέξαντο περὶ τοῦ Δεσπότου Χριστοῦ διδασκαλίας προσφέρει τῆς ἀναστάσεως τὴν ἀπόδειξιν. ιγ.
PG 82:647«Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη· οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.» Εἰ τοῦ Χριστοῦ ἡ ἀνάστασις πίστεως ἡμῖν ἀξία εἶναι δοκεῖ, πιστεύσωμεν ὅτι καὶ ἡμεῖς τευξόμεθα τῆς ἀναστάσεως. Δι’ ἡμᾶς γὰρ τὸ τῆς ἐνανθρωπήσεως ᾠκονομήθη μυστήριον· σοφῶς δὲ λίαν ὁ θεῖος Ἀπόστολος τὸν μὲν Κύριον Ἰησοῦν τεθνάναι ἔφη, διὰ τοὺς ἀρνουμένους τῆς σαρκὸς τὴν ἀνάληψιν, φαντασίᾳ δὲ οἰομένους καὶ ὀφθῆναι αὐτὸν καὶ παθεῖν. Τοὺς δὲ ἀποθνήσκοντας κοιμωμένους ἐκάλεσε, καὶ τῷ ὀνόματι τοὺς ἀθυμοῦντας ψυχαγωγῶν· τῷ γὰρ ὕπνῳ ἐγρήγορσις ἕπεται. ιδ. «Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου.» Οὐ γὰρ οἰκείοις χρώμεθα λογισμοῖς, ἀλλ’ ἐκ θείας ἡμῖν ἀποκαλύψεως ἡ διδασκαλία γεγένηται. Τίς δὲ αὕτη, «Ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσομεν τοὺς κοιμηθέντας.» Οὕτω, φησὶν, ὀξέως καὶ ταχέως, καὶ ἐν ἀκαρεῖ, οἱ τετελευτηκότες ἅπαντες ἀναστήσονται, ὡς τοὺς ἔτι κατ’ ἐκεῖνον τὸν καιρὸν περιόντας προλαβεῖν, καὶ προαπαντῆσαι τῷ Σωτῆρι τῶν ὅλων.
Τὸ γὰρ ἡμεῖς οἱ ζῶντες , οὐκ ἐπὶ τοῦ ἑαυτοῦ προσώπου τέθεικεν, ἀλλ’ ἐπὶ τῶν κατ’ ἐκεῖνον τὸν καιρὸν περιόντων ἀνθρώπων. Πιστοῦται δὲ τὸ τοῦ εἰρημένου παράδοξον τῇ δυνάμει τοῦ ἐνεργοῦντος. ιε. «Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ.» Αὐτὸς γὰρ πρῶτος τῶν ὅλων ὁ Κύριος ἐκ τῶν οὐρανῶν ἐπιφανήσεται κατιὼν, τῶν ἀοράτων ἡγουμένων δυνάμεων, καὶ κελεύσει μὲν ἀρχάγγελον βοῆσαι, καὶ τοὺς νεκροὺς ἀναστῆσαι. Σάλπιγγες δὲ πανταχόθεν ἠχήσουσι μέγα τι καὶ ἐξαίσιον. Τοῦτο δὲ καὶ ἐν τῇ πρὸς Κορινθίους ἔφη· «Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι. Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.» Εἰ δὲ ἐν τῷ Σινᾷ ὄρει συμμέτρου τοῖς τότε παροῦσι γεγενημένης ἠχῆς, οὐκ ἤνεγκεν ὁ λαὸς τὴν τοῦ δέους ὑπερβολὴν, ἀλλὰ πρὸς τὸν μέγαν ἔφη Μωυσέα· «Λάλει πρὸς ἡμᾶς σὺ, καὶ μὴ λαλείτω ὁ Θεὸς πρὸς ἡμᾶς, ἵνα μὴ ἀποθάνωμεν·» τίς οἴσει τὴν ἐνεχθησομένην τότε φωνήν;
PG 82:649Τὸ δὲ, ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου , τοῦτο σημαίνει, ὅτι κελευόμενός τις τῶν ἀρχαγγέλων παρακελεύσεται τοῖς νεκροῖς ἀναστῆναι· οἱ δὲ παραυτίκα ἀνίστανται, καὶ μετὰ τοσαύτης ὀξύτητος, ὡς προφθάσαι τοὺς ἔτι περιόντας. Τοιοῦτό τι καὶ ἐν τοῖς θείοις Εὐαγγελίοις ἐπὶ τῆς παραβολῆς τῶν παρθένων εἴρηται· «Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.» «Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται πρῶτον.» Νεκροὺς τοὺς πιστοὺς λέγει, οὐ μόνον τοὺς τῷ Εὐαγγελίῳ πεπιστευκότας, ἀλλὰ καὶ τοὺς ἐν νόμῳ, καὶ τοὺς πρὸ νόμου διαλάμψαντας. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ἑβραίους ἔφη· «Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.» Ἅπαντες τοίνυν οἱ εὐσεβείᾳ λαμπρυνόμενοι, πρῶτοι τῆς ἀναστάσεως ἀπολαύσονται. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Κορινθίους ἐδίδαξεν· «Ἀπαρχὴ γὰρ Χριστὸς, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος.» ι.
«Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.» Ἔδειξε τὸ μέγεθος τῆς τιμῆς. Ὥσπερ γὰρ αὐτὸς ὁ Δεσπότης ἐπὶ νεφέλης φωτεινῆς ἀνελήφθη· οὕτω καὶ οἱ εἰς αὐτὸν πεπιστευκότες, οἵ τε ἐκ νεκρῶν ἀνιστάμενοι, καὶ οἱ ἔτι περιόντες, ἐπὶ νεφελῶν ὀχούμενοι ὑπαντήσουσι τῷ τῶν ὅλων Κριτῇ, καὶ σὺν αὐτῷ διάγοντες τὸν ἀπέραντον αἰῶνα διατελέσουσι. Τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἐδίδαξε· «Δύο εὑρεθήσονται ἐν τῇ κλίνῃ, εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται· δύο ἐν τῷ μύλωνι, μία παραλαμβάνεται, [καὶ μία ἀφίεται·] δύο ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται.» Καὶ διὰ μὲν τῆς κλίνης τὴν εὐπορίαν ᾐνίξατο· διὰ δὲ τοῦ μύλωνος , τήν τε δουλείαν καὶ τὴν θητείαν· διὰ δὲ τοῦ ἀγροῦ , τὸν γεωργικὸν βίον. Καὶ ἐδίδαξεν ὡς ἕκαστος βίος καὶ τοὺς σωζομένους ἔχει, καὶ τοὺς κολαζομένους. Οὕτω καὶ βασιλέως εἴς τινα πόλιν εἰσιόντος, οἱ μὲν ἐν τέλει καὶ ἀξιώτατοι πόῤῥω που ἀπαντῶσιν· οἱ δὲ ἐγκλήμασιν ὑπεύθυνοι ἔνδον προσμένουσι τὴν τοῦ κριτοῦ παρουσίαν. ιζ.
«Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν λόγοις τούτοις.» Ταῦτα τοίνυν εἰδότες, φέρετε γενναίως τοῦ παρόντος αἰῶνος τὰ σκυθρωπά. ΚΕΦΑΛ. Ε. α, β. «Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι· αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται.» Ὡς προδεδιδαγμένοις ταῦτα γράφει. Τὸ δὲ αἰφνίδιον τῆς Δεσποτικῆς παρουσίας ἀπείκασε κλέπτῃ. Καὶ γὰρ οὗτος πειρᾶται λαθεῖν, ἀλλ’ ὁ φυλάττων τὴν οἰκίαν, τῆς τοῦ κλέπτου παρουσίας αἰσθάνεται· ὁ δὲ ὀλιγωρῶν καὶ καθεύδων ἀποσυλᾶται. Οὕτως ὁ νήφων τῆς Δεσποτικῆς ἐπιφανείας τὰ σημεῖα γινώσκει. γ. «Ὅταν δὲ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐπίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσι.» Σφόδρα πρόσφορον τὸ παράδειγμα. Καὶ γὰρ ἡ κύουσα οἶδεν ὅτι φέρει τὸ ἔμβρυον, ἀγνοεῖ δὲ τὸν τῶν ὠδίνων καιρόν. Οὕτω καὶ ἡμεῖς, ὅτι μὲν ἐπιφανήσεται τῶν ὅλων ὁ Κύριος, ἴσμεν· σαφῶς δὲ αὐτὸν τὸν καιρὸν οὐδαμῶς ἐδιδάχθημεν. Οὗ δὴ χάριν προςμένειν ἀεὶ δεῖ τὴν ἡμέραν ἐκείνην. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς θείοις Εὐαγγελίοις ἔφη·
«Ὥσπερ ἐν ταῖς ἡμέραις τοῦ Νῶε ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο, ἕως ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἀπώλεσεν ἅπαντας· οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.» Διὰ πάντα δὲ τὸ αἰφνίδιον αὐτῆς δεδήλωκεν. δ, ε. «Ὑμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ. Πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε, καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς, οὐδὲ σκότους.» Τῷ γὰρ παραβολικῷ ἐπέμεινε σχήματι· καὶ σκότος μὲν καλεῖ τὴν ἄγνοιαν, ἡμέραν δὲ τὴν γνῶσιν. Λέγει τοίνυν, ὅτι Τῆς θεογνωσίας τὴν ἀκτῖνα δεξάμενοι, φεύγετε τὰ τοῦ σκότους ἐπιτηδεύματα, ἵνα μὴ ἐξαπιναίως ὑμῖν ἐπενεχθῇ τῆς τιμωρίας ἡ ψῆφος. Καὶ ἐπιμένων τῇ παραινέσει ἐπήγαγε· 2. «Ἄρα οὖν μὴ καθεύδωμεν, ὡς καὶ οἱ λοιποί.» Τουτέστιν, οἱ τῇ δυσσεβείᾳ δουλεύοντες. «Ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.» Εἶτα ἀπὸ τῶν κατὰ τὸν βίον γινομένων πορίζει τὴν ὠφέλειαν. ζ, η. «Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν. Ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν.» Τοῦτο καὶ ἑτέρωθι ἔφη· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν·
PG 82:651ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός.» Ταῦτα καὶ ἐνταῦθα προσφέρει τὰ ὅπλα. «Ἐνδυσώμεθα θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας.» Φραξάτω ἡμᾶς, φησὶν, ἀντὶ θώρακος ἡ περὶ τὸν Θεὸν πίστις, καὶ ἡ περὶ τὸν πέλας ἀγάπη. Γενέσθω δὲ ἡμῖν κράνος ἀῤῥαγὲς ἡ τῆς ἐπηγγελμένης σωτηρίας ἐλπίς. θ, ι. «Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ’ εἰς περιποίησιν σωτηρίας, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν.» Οὐ γὰρ τούτου χάριν ἡμᾶς ἐκάλεσεν, ἵνα δῷ τιμωρίαν, ἀλλ’ ἵνα σωτηρίας ἀξιώσῃ, καὶ οἰκείους ἀποφήνῃ, συνεργῷ χρησάμενος τῷ Δεσπότῃ Χριστῷ, ὃς τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον. «Ἵνα εἴτε γρηγορῶμεν, εἴτε καθεύδωμεν, ἅμα σὺν αὐτῷ ζήσωμεν.» Ἵνα καὶ οἱ τετελευτηκότες, καὶ οἱ ἔτι περιόντες, κοινωνήσωμεν αὐτῷ τῆς ζωῆς. Ἐγρηγορότας γὰρ ἐκάλεσε τοὺς ἔτι κατ’ ἐκεῖνον τὸν καιρὸν περιόντας· καθεύδοντας δὲ τοὺς τετελευτηκότας. ια. «Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.» Ἀλλήλους τοιγαροῦν ψυχαγωγεῖτε, καὶ ἐπὶ ταύτης βεβαιοῦτε τῆς πίστεως.
Οὕτω καὶ τοῦτον συμπεράνας τὸν λόγον, τὴν περὶ τῶν διδασκάλων αὐτοῖς προσφέρει παραίνεσιν. ιβ, ιγ. «Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς.» Δίκαιον πάσης παρ’ ὑμῶν ἀξιοῦσθαι τοὺς διδασκάλους τιμῆς, καὶ τὸ προσῆκον αὐτοῖς παρ’ ὑμῶν προσφέρεσθαι γέρας, καὶ μὴ ἀντιλέγειν τοῖς παρ’ αὐτῶν λεγομένοις. Τοῦτο γὰρ λέγει, Εἰρηνεύετε ἐν αὐτοῖς. Τὸ δὲ, προϊσταμένους ὑμῶν ἐν Κυρίῳ , ἀντὶ τοῦ, ὑπερευχομένους ὑμῶν, καὶ τῷ Θεῷ τὴν ὑπὲρ ὑμῶν πρεσβείαν προσφέροντας. Τὸ δὲ, Ἡγεῖσθε αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ , ἀντὶ τοῦ, Πλείονος αὐτοὺς ἀξιοῦτε τιμῆς μετὰ διαθέσεως προσφερομένης εἰλικρινοῦς. ιδ. «Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτάκτους.» Τοὺς ἀργίᾳ συζῶντας οὕτως ἐκάλεσεν, ὡς τὴν κειμένην μὴ φυλάττοντας τάξιν· τούτους οὐ μισεῖσθαι, ἀλλὰ νουθετεῖσθαι προσέταξε. «Παραμυθεῖσθε τοὺς ὀλιγοψύχους.» Ὀλιγοψύχους τοὺς ἐπὶ τοῖς τεθνεῶσιν ἀμέτρως ἀθυμοῦντας ὠνόμασεν·
PG 82:653ὡσαύτως δὲ καὶ τοὺς μὴ ἀνδρείως φέροντας τῶν ἐναντίων τὰς προσβολάς. «Ἀντέχεσθε τῶν ἀσθενῶν.» Τοὺς μὴ ἑδραίαν κεκτημένους πίστιν ὑπερείδετε. «Μακροθυμεῖτε πρὸς πάντας.» Καὶ τοὺς οἰκείους, καὶ τοὺς ἀλλοτρίους· τοῦτο γὰρ ἐπήγαγεν· ιε. «Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας.» Τοῦτο καὶ Ῥωμαίοις ἐπιστέλλων ἔγραψε· «Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.» ι. «Πάντοτε χαίρετε.» Καὶ ἐν πενίᾳ, καὶ ἐν ἀῤῥωστίᾳ, καὶ αἰκιζόμενοι, καὶ στρεβλούμενοι, καὶ καθειργόμενοι. ιζ. «Ἀδιαλείπτως προσεύχεσθε.» Οὐδὲ τοῦτο τῶν ἀδυνάτων· ῥᾴδιον γὰρ καὶ τῷ ἐσθίοντι τὸν Θεὸν ἀνυμνεῖν, καὶ τῷ βαδίζοντι τὴν θείαν συμμαχίαν αἰτεῖν. ιη. «Ἐν παντὶ εὐχαριστεῖτε.» Μὴ μόνον ἐν τοῖς θυμήρεσιν, ἀλλὰ κἀν τοῖς ἐναντίοις. Οἶδε γὰρ τὸ συμφέρον ὁ μεγαλόδωρος. «Τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.» Ῥᾴδιον ἦν αὐτῷ κατασβέσαι πᾶσαν τὴν ζάλην, ἀλλὰ διὰ τρικυμιῶν βούλεται τὴν ἡμετέραν πραγματεύσασθαι σωτηρίαν. ιθ. «Τὸ πνεῦμα μὴ σβέννυτε.» Καὶ τί τὸ τοῦτο ποιοῦν; κ.
«Προφητείας μὴ ἐξουθενεῖτε.» Τινές φασιν, ὡς ἐπανέστησεν ὁ διάβολος καὶ κατὰ τὸν τῶν ἀποστόλων καιρὸν τοῖς προφήταις ψευδοπροφήτας, καὶ ὅτι τινὲς διὰ τὰς ψευδεῖς προφητείας καὶ τοὺς τἀληθῆ προαγορεύοντας προφητεύειν ἐκώλυον. Παρεγγυᾷ τοίνυν αὐτοῖς τὴν προφητικὴν μὴ κωλύειν χάριν, ὡς τῶν τοῦτο ποιούντων μονονουχὶ σβεννύντων τὴν ἐκεῖθεν φερομένην αὐγήν. Τοῦτο δηλοῖ καὶ τὰ ἑξῆς. κα. «Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε.» Ῥᾴδιον ὑμῖν διαγνῶναι, τίνα μὲν τὰ τοῦ θείου Πνεύματος, τίνα δὲ τὰ τοῦ ἐναντίου. Τὰ τῆς ἀπάτης τοίνυν ἀποκρίναντες, τὰ τῆς ἀληθείας κατέχετε. Εἶτα γενικῶς ἀποτρέπει. κβ. «Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Κατὰ ταυτὸν συμπεριέλαβε τὰ δογματικὰ καὶ τὰ ἠθικά. κγ. «Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς.» Τουτέστι, τελείως. «Καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.» Πνεῦμα τὸ χάρισμα κέκληκε. Τοῦτο δὲ αὐτοῖς μέχρι τῆς Δεσποτικῆς παρουσίας ἐπηύξατο φυλαχθῆναι. Ἕπεται δὲ αὐτοῦ ἡ φυλακὴ τῇ τῆς ψυχῆς καὶ τοῦ σώματος καθαρότητι. κδ.
PG 82:655«Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.» Τὸ, πιστὸς , ἀντὶ τοῦ, ἀληθής. Ὁ γὰρ ἐπὶ τὸ σῶσαι καλέσας, τῷ ἀγαθῷ ὑμῶν συμπράξει σκοπῷ. Εἶτα πάλιν τὸ μέτριον αὑτοῦ δείκνυσι φρόνημα. κε. «Ἀδελφοὶ, προσεύχεσθε περὶ ἡμῶν.» Τοῦτο δὲ τέθεικεν, οὐχ ἵνα λάβῃ μόνον τῆς εὐχῆς τὴν βοήθειαν, ἀλλ’ ἵνα καὶ αὐτοὺς μετριάζειν διδάξῃ. κ, κζ. «Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν ἁγίῳ φιλήματι. Ὁρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν Ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς.» Τὸν ὅρκον προστέθεικε, πᾶσι τὴν ἐκ τῆς ἀναγνώσεως ὠφέλειαν πραγματευόμενος. Εἰκὸς γὰρ ἦν τοὺς πρώτους τὴν Ἐπιστολὴν δεξαμένους μὴ πᾶσι ταύτην προσενεγκεῖν. κη. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. Ἀμήν.» Ταύτης καὶ ἡμεῖς ἀπολαύσαιμεν· ἀπολαυσόμεθα δὲ, ἢν ἐθελήσωμεν. Πάντων γὰρ ἡμῶν ἀπόστολος καὶ διδάσκαλος, ὁ τήνδε τὴν εὐλογίαν προσενεγκών. Ἢν τοίνυν τοὺς τεθέντας φυλάττωμεν νόμους, καὶ τοῦ νομοθέτου τὴν εὐλογίαν τρυγήσομεν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἡ πρὸς Θεσσαλονικεῖς πρώτη ἐγράφη ἀπὸ Ἀθηνῶν. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ Β ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Γνοὺς ὁ θεῖος Ἀπόστολος τὴν ἐκ τῶν προτέρων γραμμάτων τοῖς Θεσσαλονικεῦσιν ἐγγινομένην ὠφέλειαν, καὶ ὅτι χαλεπῶς ὑπὲρ τῆς πίστεως πολεμούμενοι φέρουσι γενναίως τῶν ἐναντίων τὰς προσβολὰς, καὶ δευτέραν αὐτοῖς Ἐπιστολὴν γέγραφε, παραθήγων εἰς ἀνδρείαν, καὶ τῇ τῶν μελλόντων ἐλπίδι ψυχαγωγῶν. Ἐπειδὴ δὲ καὶ πεῖσαί τινες αὐτοὺς ἐπειράθησαν, ὡς ἐνέστηκεν ὁ τῆς συντελείας καιρὸς, τὸν Ἀπόστολον ταῦτα λέγοντες εἰρηκέναι· καὶ περὶ τούτων ἐπέστειλε, τὰ προσήκοντα διδάσκων, ὡς δεῖ πρότερον ὀφθῆναι τὸν τῆς ἀληθείας ἐχθρὸν, τὸν Ἀντίχριστον λέγων· εἶθ’ οὕτω γίνεσθαι τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν. Παρῄνεσε δὲ καὶ τοῖς τὸν ἀργὸν βίον προαιρουμένοις τὰ πρόσφορα. Ἑκάστου δὲ τούτων τὴν διάνοιαν ἐκ τῆς τῶν ῥητῶν ἑρμηνείας εἰσόμεθα. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. α, β. «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ ἡμῶν, καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ·
PG 82:657χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Τοὺς αὐτοὺς πάλιν ἔλαβε κοινωνοὺς τῶν γραμμάτων, ὡς συνεργοὺς τοῦ κηρύγματος γενομένους. Τὸ δὲ, ἐν Θεῷ Πατρὶ , ἔοικε τῷ παρ’ ἡμῶν ἐν ταῖς ἐπιστολαῖς γραφομένῳ. Καὶ γὰρ ἡμεῖς εἰώθαμεν γράφειν· Ὁ δεῖνα τῷ δεῖνι ἐν Κυρίῳ χαίρειν. Καὶ ἐνταῦθα δὲ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ ἰσοδύναμον ἡμᾶς ἐδίδαξεν. Εἰρηκὼς γὰρ, ἐν Θεῷ Πατρὶ ἡμῶν , ἐπήγαγε, καὶ ἐν Κυρίῳ Ἰησοῦ Χριστῷ. Καὶ πάλιν εἰπὼν, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν , προστέθεικε, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ , ὡς τῶν αὐτῶν ἀγαθῶν καὶ παρὰ τοῦ Πατρὸς ἡμῖν καὶ παρὰ τοῦ Υἱοῦ χορηγουμένων. γ. «Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους.» Πάλιν τῇ εὐχαριστίᾳ σχηματίζει τὴν εὐφημίαν, καὶ θαυμάζει μὲν αὐτῶν τὴν περὶ τὸν Θεὸν πίστιν, θαυμάζει δὲ τὴν περὶ τοῦ πέλας ἀγάπην. Δι’ ἀμφοτέρων δὲ τὴν τελεωτάτην αὐτοῖς ἀρετὴν μαρτυρεῖ. Καὶ γὰρ ὁ Κύριος ἐν ταῖς δύο ταύταις ἐντολαῖς ὅλον ἔφη τὸν νόμον καὶ τοὺς προφήτας πληροῦσθαι. δ, ε.
«Ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν, ἐν ταῖς θλίψεσιν αἷς ἀνέχεσθε. Ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ἡμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε.» Καὶ τὸ μέγεθος τῶν προσλαμβανόντων ὑμῖν μανθάνοντες λυπηρῶν, καὶ τὴν ὑμετέραν καρτερίαν, δι’ ἧς ἀποκρούεσθε ταῦτα, σεμνυνόμενοι ἐφ’ ὑμῖν καὶ τὴν ὑμετέραν ἀνδρείαν ἐν ταῖς ἄλλαις Ἐκκλησίαις θαυμάζομεν. Οἴδαμεν δὲ καὶ, ὡς ἴστε σαφῶς, τῶν κινδύνων τὰ ἆθλα, καὶ τὴν τῶν οὐρανῶν προσδέχεσθε βασιλείαν, τοῦ ἀγωνοθέτου τὴν δικαίαν ἐπιστάμενοι ψῆφον. Τοῦτο γὰρ εἶπεν ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ποιεῖ δὲ αὐτὸ σαφέστερον διὰ τῶν ἑξῆς· η. «Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν πυρὶ φλογὸς, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι τὸν Θεὸν, καὶ τοῖς μὴ ἀκούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ.» Τὸ, εἴπερ , οὐκ ἐπὶ ἀμφιβολίας τέθεικεν, ἀλλ’ ἐπὶ βεβαιώσεως.
PG 82:659Καὶ γὰρ ἡμεῖς εἰώθαμεν ἰσχυριζόμενοι λέγειν· Εἴπερ τόδε ἀληθὲς, ὥσπερ οὖν ἀληθές. Λέγει τοίνυν ὅτι δίκαιον καὶ πρέπον τῷ τῆς δικαιοσύνης νομοθέτῃ, καὶ ἡμᾶς ὑπὲρ τῶν τῆς πίστεως ἀμείψασθαι παθημάτων, καὶ τοὺς ἐναντίους δίκας εἰσπράξασθαι ἀσεβείας. Ἔσται δὲ τοῦτο κατὰ τὸν τῆς συντελείας καιρόν· τηνικαῦτα γὰρ παραγίνεται μὲν οὐρανόθεν ὁ Κύριος, ἡγοῦνται δὲ τῶν ἀγγέλων οἱ δῆμοι, καὶ παραδοθήσονται τῇ ἀσβέστῳ φλογὶ οἱ τὸν τῆς ἀπιστίας περικείμενοι ζόφον. Ταῦτα δὲ γέγραφεν ὁ θεῖος Ἀπόστολος, τοὺς τὰ δεινὰ ἐκεῖνα καὶ χαλεπὰ ὑπομένοντας τῇ τῶν μελλόντων ἐλπίδι ψυχαγωγῶν. Διά τοι τοῦτο καὶ φόβου μεστὸν ἔδειξε τὸ κριτήριον· πρῶτον μὲν ἀπ’ οὐρανοῦ δείξας παραγινόμενον τὸν Κριτήν· ἔπειτα τῶν διακονούντων τὴν δύναμιν· ἄγγελοι γὰρ οὗτοι· εἶτα τῆς τιμωρίας τὸ εἶδος· φλογὶ γὰρ πυρὸς παραδίδονται. Εἰ δὲ οἱ μὴ πειθόμενοι τῷ Εὐαγγελίῳ ταῦτα πείσονται, εὔδηλον ὡς καὶ χαλεπωτέρων πειρασθήσονται οἱ καὶ τοῖς πιστεύσασι πολεμοῦντες. θ, ι.
«Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὑτοῦ, καὶ θαυμασθῆναι ἐπὶ πᾶσι τοῖς πιστεύσασιν.» Ἀκριβέστερον ἔδειξε τῆς τιμωρίας τὸ μέγεθος, αἰώνιον ταύτην ἀποκαλέσας. Ἔδειξε δὲ καὶ τῶν πεπιστευκότων τὴν περιφάνειαν, αὐτὸν εἰρηκὼς τὸν Θεὸν ἐν αὐτοῖς δοξασθήσεσθαί τε καὶ θαυμασθήσεσθαι. Ἐπειδὴ γὰρ κατὰ τὸν παρόντα βίον, οἱ μὲν εἰσὶν ἐν ταλαιπωρίαις καὶ πόνοις, τινὲς δὲ πονηρίᾳ συζῶντες ἀφθόνων ἀπολαύουσιν ἀγαθῶν, ἐν δέ γε τῇ τῆς κρίσεως ἡμέρᾳ ἀναῤῥηθήσονται μὲν οἱ δίκαιοι, καὶ στεφάνων ἀξιωθήσονται, κολασθήσονται δὲ οἱ πονηρίᾳ συνεζηκότες· εἰκότως ἔφη, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὑτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς μὴ πιστεύσασι. Τότε γὰρ τοῦ κριτοῦ τὴν δικαίαν ψῆφον θαυμάσουσιν ἅπαντες. «Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.» Τὸ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ , τῷ ἄνω ἀποδοτέον· θαυμάσεται γὰρ ἐν πᾶσι τοῖς πιστεύσασιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Μαρτύριον δὲ τὸ κήρυγμα προσηγόρευσε. Τοῦτο δὲ καὶ αὐτοὺς ἔφη πεπιστευκέναι. ια, ιβ.
PG 82:661«Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάμει. Ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Τούτου δὴ χάριν ἀντιβολοῦμεν τὸν τῶν ὅλων Θεὸν, ὥστε ὑμᾶς ἀξιωθέντας τῆς κλήσεως πάντων ἐμφορηθῆναι τῶν ἀγαθῶν, ὥστε ὑμᾶς καὶ τοὺς τῆς πίστεως βλαστῆσαι καρπούς. Ἔργον δὲ πίστεως ἐνταῦθα τὴν ἐν τοῖς παθήμασιν ὑπομονὴν προσηγόρευσεν. Οὕτω γὰρ, φησὶ, καὶ αὐτὸς ἐν ὑμῖν δοξασθήσεται, καὶ ὑμεῖς αὐτῷ τῆς μελλούσης κοινωνήσετε δόξης. Οὕτω τῇ ἐλπίδι τῶν μελλόντων ψυχαγωγήσας αὐτοὺς, εἰς τὴν περὶ συντελείας διδασκαλίαν μεταφέρει τὸν λόγον. ΚΕΦΑΛ. Β. α, β. «Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτὸν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς, μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι’ ἐπιστολῆς ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου.» Τὸ, ἐρωτῶμεν , ἀντὶ τοῦ, παρακαλοῦμεν, ἀεὶ τίθησι.
Τὸ δὲ, ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτὸν , σαφέστερον ἐν τῇ προτέρᾳ δεδήλωκεν Ἐπιστολῇ. Εἶπε γὰρ, ὅτι εἰς ἀέρα ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Τοῦτο δὲ καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ Κύριος ἔφη, ὅτι «Ἀποστελεῖ τοὺς ἀγγέλους αὑτοῦ, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.» Παρεγγυᾷ τοίνυν ὁ θεῖος Ἀπόστολος, μὴ πιστεύειν τοῖς λέγουσιν ἐνεστηκέναι τὸν τῆς συντελείας καιρὸν, καὶ παραυτίκα τὸν Κύριον ἐπιφανήσεσθαι, μήτε εἰ προσποιοῖντο χρησμῳδεῖν καὶ προφητεύειν· τοῦτο γὰρ λέγει, μήτε διὰ πνεύματος· μήτε εἰ πλασάμενοι ὡς ἐξ αὐτοῦ γραφεῖσαν ἐπιστολὴν προφέροιεν, μήτε εἰ ἀγράφως αὐτὸν εἰρηκέναι λέγοιεν. Εἶτα πάλιν τὸ αὐτὸ συντόμως· γ. «Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον.» Πάντα κατὰ ταυτὸν τὰ τῆς ἀπάτης ἐξέβαλεν εἴδη. Διδάσκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν πάντας ἡμᾶς, καὶ τὸ μέγιστον τῆς τοῦ Κυρίου παρουσίας σημεῖον. «Ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας·
PG 82:663(δ.) ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν, ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι θεός.» Ἀποστασίαν αὐτὸν ἐκάλεσε τὸν Ἀντίχριστον, ἀπὸ τοῦ πράγματος αὐτῷ τοὔνομα τεθεικώς. Ἀποστῆσαι γὰρ ἅπαντας τῆς ἀληθείας πειρᾶται. Ἄνθρωπον δὲ αὐτὸν ἁμαρτίας προσηγόρευσεν, ἐπειδὴ ἄνθρωπός ἐστι τὴν φύσιν, πᾶσαν ἐν ἑαυτῷ τοῦ διαβόλου δεχόμενος τὴν ἐνέργειαν· υἱὸν δὲ ἀπωλείας , ὡς καὶ αὐτὸν ἀπολλύμενον, καὶ ἑτέροις πρόξενον τούτου γινόμενον. Μιμεῖται γὰρ ὁ τῶν ἀνθρώπων ἀλάστωρ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν· καὶ ὥσπερ αὐτὸς ἀνθρωπείαν φύσιν ἀναλαβὼν, τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν· οὕτως ἐκεῖνος ἄνθρωπον ἐκλεξάμενος πᾶσαν αὐτοῦ δέξασθαι δυνάμενον τὴν ἐνέργειαν, δι’ αὐτοῦ πάντας ἐξαπατῆσαι τοὺς ἀνθρώπους πειράσεται, Χριστὸν ἑαυτὸν καὶ Θεὸν ὀνομάζων, καὶ τῶν καλουμένων θεῶν διελέγχων τὸ ψεῦδος, ὅπερ αὐτὸς ἐν τοῖς παρεληλυθόσι χρόνοις ἐκράτυνε. Ναὸν δὲ Θεοῦ τὰς ἐκκλησίας ἐκάλεσεν, ἐν αἷς ἁρπάσει τὴν προεδρείαν, θεὸν ἑαυτὸν ἀποδεικνύναι πειρώμενος. Ταῦτα καὶ ὁ θεῖος προηγόρευσε Δανιήλ. Ἔφη γάρ·
«Καὶ ἐπὶ θεοὺς τῶν πατρῶν αὐτοῦ οὐ συνήσει, καὶ θεὸν Μαωζεὶμ ἐπὶ τόπῳ ἑαυτοῦ δοξάσει·» ἀντὶ τοῦ, Θεὸν ἰσχυρὸν ἑαυτὸν ὀνομάσει. Εἶτα διδάσκων ὡς οὐ καινὴν αὐτοῖς προσφέρει διδασκαλίαν, ἐπήγαγεν· ε. «Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;» Λέγει δὲ καὶ τί δήποτε μέλλει, καὶ μὴ παραυτίκα φαίνεται. 2. «Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ.» Τινὲς τὸ, κατέχον , τὴν Ῥωμαϊκὴν ἐνόησαν βασιλείαν· τινὲς δὲ τὴν χάριν τοῦ Πνεύματος. Κατεχούσης γὰρ, φησὶ, τῆς τοῦ Πνεύματος χάριτος, ἐκεῖνος οὐ παραγίνεται. Ἀλλ’ οὐχ οἷόν τε παύσασθαι παντελῶς τὴν χάριν τοῦ Πνεύματος. Πῶς γὰρ ἔνεστι τῶν ἐκείνου περιγενέσθαι μηχανημάτων τοὺς τῆς πνευματικῆς ἐπικουρίας ἐστερημένους; Ἀλλ’ οὐδὲ τὴν Ῥωμαϊκὴν βασιλείαν ἑτέρα διαδέξεται βασιλεία. Διὰ γὰρ τοῦ τετάρτου θηρίου καὶ ὁ θειότατος Δανιὴλ τὴν Ῥωμαϊκὴν ᾐνίξατο βασιλείαν. Ἐν δὲ τούτῳ τὸ μικρὸν κέρας ἐβλάστησε τὸ ποιοῦν πόλεμον μετὰ τῶν ἁγίων. Αὐτὸς δὲ οὗτός ἐστι, περὶ οὗ τὰ προῤῥηθέντα εἶπεν ὁ θεῖος Ἀπόστολος.
PG 82:665Οὐδέτερον τούτων οἶμαι φάναι τὸν θεῖον Ἀπόστολον, ἀλλὰ τὸ παρ’ ἑτέρων εἰρημένον ἀληθὲς εἶναι ὑπολαμβάνω. Ἐδοκίμασε γὰρ ὁ τῶν ὅλων Θεὸς παρὰ τὸν τῆς συντελείας αὐτὸν ὀφθῆναι καιρόν. Ὁ τοῦ Θεοῦ τοίνυν αὐτὸν ὅρος νῦν ἐπέχει φανῆναι. Οἶμαι δὲ καὶ ἑτέραν ἔχειν διάνοιαν τὸ ῥητόν. Μεμαθηκὼς γὰρ ὁ θεῖος Ἀπόστολος εἰρηκέναι τὸν Κύριον, ὡς κηρυχθῆναι δεῖ τὸ Εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη, καὶ τότε γίνεσθαι τὸ τέλος· ὁρῶν δὲ κρατοῦσαν ἔτι τῶν εἰδώλων τὴν θεραπείαν, τῇ Δεσποτικῇ διδασκαλίᾳ ἑπόμενος, ἔφη πρότερον καταλυθήσεσθαι τῆς δεισιδαιμονίας τὸ κράτος, καὶ πανταχοῦ διαλάμψειν τὸ σωτήριον κήρυγμα, καὶ τότε φανήσεσθαι τὸν τῆς ἀληθείας ἀντίπαλον. ζ. «Τὸ γὰρ μυστήριον τῆς ἀνομίας ἤδη ἐνεργεῖται.» Τινὲς τὸν Νέρωνα ἔφασαν κληθῆναι τῆς ἀνομίας μυστήριον , καὶ δυσσεβείας ἐργάτην γεγενημένον. Ἐγὼ δὲ οἶμαι τὰς ἀναφυείσας αἱρέσεις δηλοῦν τὸν Ἀπόστολον. Δι’ ἐκείνων γὰρ ὁ διάβολος πολλοὺς ἀποστήσας τῆς ἀληθείας, προκατασκευάζει τῆς ἀπάτης τὸν ὄλεθρον. Μυστήριον δὲ αὐτοὺς ἀνομίας ἐκάλεσεν, ὡς κεκρυμμένην ἔχοντας τῆς ἀνομίας τὴν πάγην. Αὐτὸς γὰρ προφανῶς τοῦ Θεοῦ τοὺς ἀνθρώπους ἀφίστησιν.
Οὗ δὴ χάριν καὶ ἀποκάλυψιν αὐτοῦ τὴν παρουσίαν ὁ Ἀπόστολος κέκληκεν. Ὃ γὰρ κρύβδην ἀεὶ κατεσκεύαζε, τότε προφανῶς καὶ διαῤῥήδην κηρύξει. «Μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται.» Δεῖ δὲ παύσασθαι τῆς δεισιδαιμονίας τὴν πλάνην, καὶ κηρυχθῆναι τὸ Εὐαγγέλιον. η. «Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὑτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὑτοῦ.» Ἔδειξεν ὡς ἐνῆν τὸ τῆς Δεσποτικῆς δυνάμεως μέγεθος. Ἐπιφανεὶς γὰρ, φησὶ, οὐρανόθεν, φθέγξεται μόνον, καὶ πανωλεθρίᾳ παραδώσει τὸν ἀλιτήριον. Τοῦτο καὶ ὁ Προφήτης προεθέσπισεν Ἡσαί̈ας. Εἰρηκὼς γάρ· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ,» καὶ τὰ περὶ τούτου διεξελθὼν, ἐπήγαγε· «Καὶ τῷ πνεύματι διὰ χειλέων ἀνελῇ τὸν ἀσεβῆ.» Διδάσκει δὲ ὁ θεῖος Ἀπόστολος ὑπὸ τίνος οὗτος ἐνεργούμενος ταῦτα πάντα ἐργάσεται. θ, ι.
«Οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασι ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις.» Οὐ γὰρ πάντων κρατήσει, ἀλλὰ τῶν ἀπωλείας ἀξίων, οἳ καὶ δίχα τῆς τούτου παρουσίας σφᾶς αὐτοὺς τῆς σωτηρίας ἐστέρησαν. Τοῦτο καὶ ἐν τοῖς ἑξῆς φησι. Διδάσκει δὲ ὡς καὶ τὰ ἐσόμενα οὐκ ἀληθῆ θαύματα. Τοιαῦτα δὲ ποιοῦσι καὶ οἱ ἀπὸ τῶν ψήφων τὰς ἐπωνυμίας ἔχοντες. Δεικνύουσι γὰρ χρυσὸν οὐκ ἀληθῶς ὄντα χρυσὸν, καὶ ἕτερά τινα, ἃ μετ’ ὀλίγον ἐλέγχεται. «Ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, (ια.) ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύοντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.» Ἀγάπην ἀληθείας τὸν Κύριον κέκληκεν, ὡς ἀληθῶς ἡμᾶς καὶ γνησίως ἀγαπήσαντα. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Δεσπότης ἔφη τοῖς Ἰουδαίοις· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἔρχεται ἄλλος ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον λήψεσθε. Ἰουδαίοις τοίνυν μάλιστα πρόφασις συγγνώμης οὐδεμία καταλειφθήσεται.
Ὡς ἀντιθέῳ γὰρ πιστεῦσαι τῷ Κυρίῳ μὴ βουληθέντες, ἐκείνῳ πιστεύσουσι· καίτοι ὁ μὲν Κύριος Θεὸν ἑαυτὸν προφανῶς οὐκ ἐκάλεσε· ὑπὸ δὲ τοῦ πατρὸς ἀπεστάλθαι, καὶ ἐντολὴν εἰληφέναι, καὶ τὰ ἀρεστὰ ποιεῖν ἔλεγε τῷ Θεῷ καὶ Πατρί. Οὗτος δὲ τοὐναντίον ἑαυτὸν ἀποκαλέσει τῶν ὅλων Θεόν. Ἀλλ’ ὅμως αὐτὸν οἱ Ἰουδαῖοι προσμένουσι, καὶ παραγενομένῳ πιστεύσουσι. Τὸ δὲ, Πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης , ἀντὶ τοῦ, Συγχωρήσει φανῆναι τὴν πλάνην, τέθεικεν, ὥστε δειχθῆναι τῆς πονηρίας τοὺς ἐραστάς. Οὐ γὰρ αὐτὸς αὐτὴν πέμψει, ἀλλ’ αὐτὸς αὐτὴν ἀναλώσει τῷ λόγῳ τοῦ στόματος αὑτοῦ. ιβ, ιγ. «Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ’ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος, καὶ πίστει ἀληθείας. Εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ Εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ταῦτα μὲν οὖν κατὰ τὸν προσήκοντα ἔσται καιρόν. Ἡμεῖς δὲ τὸν τῶν ἀγαθῶν χορηγὸν ἀνυμνοῦμεν, ὅτι τῆς σωτηρίας ὑμᾶς ἠξίωσε, καὶ Πνεύματος ἁγίου μετέδωκεν, ὥστε καὶ ἐφ’ ὑμῖν αὐτὸν παρὰ πάντων ὑμνεῖσθαι. ιδ.
PG 82:667«Ἄρα οὖν, ἀδελφοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι’ Ἐπιστολῆς ἡμῶν.» Ἔχετε κανόνα διδασκαλίας τοὺς παρ’ ἡμῶν ὑμῖν προσενεχθέντας λόγους, οὓς καὶ παρόντες ὑμῖν ἐκηρύξαμεν, καὶ ἀπόντες ἐγράψαμεν. Εἶτα πάλιν εὐχῇ τὴν διδασκαλίαν κρατύνει. ιε, ι. «Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.» Ὁ μισοῦντας ἀγαπήσας, καὶ ἐχθροὺς ὄντας καλέσας, καὶ τῶν μελλόντων ἀγαθῶν δεδωκὼς τὴν ἐλπίδα, κρατύναι ὑμᾶς ἐν τῇ πίστει, ὥστε καὶ λόγοις ἀγαθοῖς καὶ ἔργοις διαλάμπειν παραπλησίοις. Καὶ ταῦτα δὲ τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν ἐλέγχει, καὶ διδάσκει σαφῶς, ὡς οὐδὲ ἡ τάξις τῶν ὀνομάτων διαφορὰν ἀξιωμάτων δηλοῖ. Τὸν γὰρ Υἱὸν ἐνταῦθα προέταξε τοῦ Πατρὸς, οὐ μείζονα τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι διδάσκων, ἀλλὰ τῇ τῆς τάξεως ἐναλλαγῇ τὴν ὁμοτιμίαν δεικνύων. ΚΕΦΑΛ. Γ. α, β. «Τὸ λοιπὸν προσεύχεσθε περὶ ἡμῶν, ἀδελφοὶ, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς·
καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων.» Διπλῆ μὲν ἡ αἴτησις εἶναι δοκεῖ, μία δὲ ὅμως ἐστί. Τῶν γὰρ πονηρῶν ἀνθρώπων ἡττωμένων, ἀκωλύτως καὶ ὁ τοῦ κηρύγματος συντρέχει λόγος. «Οὐ γὰρ πάντων ἡ πίστις.» Τοῦτο καὶ ἀλλαχοῦ ἔφη· Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος· Θεοῦ γὰρ ἴδιον τὸ καλεῖν, ἡμῶν δὲ τὸ πείθεσθαι. Οὕτω καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ Κύριος ἔλεγεν· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.» Καί· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήτω μοι.» Οὐ γὰρ ἀνάγκῃ βιάζεται, ἀλλὰ τὴν γνώμην ζητεῖ. γ. «Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ Πονηροῦ.» Ἣν ᾔτησεν εὐχὴν ἀντιδέδωκε. δ. «Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ’ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε, καὶ ποιήσετε.» Καὶ τοῦτο εἰς προτροπὴν αὐτῶν τέθεικεν, ἵνα μαθόντες οἵας ἔχει δόξας περὶ αὐτῶν, τοῖς ἔργοις βεβαιώσωσι ταύτας. ε. «Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.» Ἀμφοτέρων ἡμῖν χρεία, καὶ προθέσεως ἀγαθῆς, καὶ τῆς ἄνωθεν συνεργείας. Τούτων τυχεῖν καὶ ὁ Προφήτης ἱκέτευσε·
PG 82:669«Κατεύθυνον τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῇ διαβήματά μου.» Ὁ δὲ θεῖος Ἀπόστολος τὴν Τριάδα ἡμῖν ὑπέδειξε. Κύριον γὰρ τέθεικε, καὶ Θεὸν, καὶ Χριστόν. Δῆλον δὲ ὅτι Κύριον τὸ πανάγιον προσηγόρευσε Πνεῦμα. Οὕτω καὶ Κορινθίοις ἐπιστέλλων γέγραφεν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.» Ἐντεῦθεν λοιπὸν περὶ τῶν τοὺς ἀποστολικοὺς ὅρους παραβαινόντων ποιεῖται τοὺς λόγους. 2. «Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀξιόπιστον ἀπέφηνε τὸν λόγον τῇ τοῦ Κυρίου μνήμῃ. Αὐτὸς γάρ ἐστι, φησὶν, ὁ δι’ ἡμῶν ταῦτα νομοθετῶν. Καὶ τίς ἡ παραγγελία; «Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ’ ἡμῶν.» Τὸ, στέλλεσθαι , ἀντὶ τοῦ, χωρίζεσθαι, τέθεικε. Παράδοσιν δὲ λέγει, οὐ τὴν διὰ λόγων, ἀλλὰ τὴν διὰ τῶν ἔργων. Διδάσκει δὲ καὶ τίς αὐτή. ζ. «Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν.» Τί δὲ τὸ εἶδος τῆς ἀταξίας; η.
«Οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ’ ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν.» Ἴστε σαφῶς ὡς τὸ θεῖον ὑμῖν προσφέροντες Εὐαγγέλιον, οὐδὲν παρ’ οὐδενὸς ἐκομισάμεθα, ἀλλὰ νύκτωρ καὶ μεθ’ ἡμέραν διετελέσαμεν πονοῦντες, ὥστε τῆς ἀναγκαίας ἐντεῦθεν ἀπολαύειν τροφῆς. Εἶτα διδάσκων ὡς ὑπὲρ τὸν θεῖον ταῦτα ἦν νόμον, ἐπήγαγεν· θ. «Οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ’ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς.» Οὕτω καὶ Κορινθίοις ἐπιστέλλων γέγραφε· «Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν;» Καὶ ὅτι ὁ Κύριος διέταξε τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ Εὐαγγελίου ζῇν. ι. «Καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι, εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω.» Οὐδὲν καινὸν ὑμῖν γράφομεν, ἀλλ’ ἅπερ ἐξ ἀρχῆς ὑμᾶς ἐδιδάξαμεν. Τὸ δὲ, μὴ ἐσθιέτω , οὐ πρὸς τοὺς παρέχοντας εἴρηκεν, ἀλλὰ πρὸς τοὺς ἀργίᾳ συζῶντας. Τοῖς δὲ παρέχουσι παραινεῖ μετ’ ὀλίγα, μὴ εἰς τὴν ἐκείνων ἀφορᾷν μοχθηρίαν, ἀλλὰ τῇ οἰκείᾳ φιλοτιμίᾳ κεχρῆσθαι. ια.
PG 82:671«Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους.» Ἴδιον γὰρ τῶν ἀργίᾳ συζώντων ἀδολεσχία, καὶ φλυαρία, καὶ ἡ ἀνόνητος πολυπραγμοσύνη. ιβ. «Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι, τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.» Οὕτω τούτοις τὴν ἐργασίαν καὶ τὴν ἡσυχίαν νομοθετήσας, παραινεῖ τοῖς ἄλλοις τῇ φιλαδελφίᾳ κεχρῆσθαι. ιγ. «Ὑμεῖς δὲ, ἀδελφοὶ, μὴ ἐκκακήσητε καλοποιοῦντες.» Μὴ νικήσῃ τὴν ὑμετέραν φιλοτιμίαν ἡ ἐκείνων μοχθηρία. ιδ, ιε. «Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ. Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.» Τούτῳ δεῖ τῷ κανόνι προσέχειν τοὺς τῶν Ἐκκλησιῶν πεπιστευμένους οἴακας. Τὴν γὰρ σωματικὴν θεραπείαν τῶν πλημμελούντων οὐκ ἐκώλυσεν ὁ θεῖος Ἀπόστολος· τῆς δὲ πνευματικῆς αὐτοὺς ἐστέρησε παῤῥησίας. Ἐπιμελείας δὲ αὐτοὺς ἀξιοῦσθαι προσέταξεν· Μὴ ὡς ἐχθρὸν γὰρ, φησὶν, ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Μελῶν γὰρ νενοσηκότων ἐπέχουσι τάξιν·
τοῖς δὲ τοιούτοις τὴν πρόσφορον θεραπείαν προσφέρειν εἰώθαμεν. ι. «Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην ἐν παντὶ τρόπῳ.» Ὥστε καὶ πρὸς αὐτὸν εἰρηνεύειν, καὶ πρὸς ἀλλήλους, καὶ τῆς τῶν ἐναντίων ἐπιβουλῆς ἀπηλλάχθαι. Τοῦτο γὰρ δηλοῖ τὸ, ἐν παντὶ τρόπῳ. «Ὁ Κύριος μετὰ πάντων ὑμῶν. (ιζ.) Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ Ἐπιστολῇ. Οὕτως γράφω.» Ἀσπασμὸν ἐκάλεσε τὴν ἐν τῷ τέλει κειμένην εὐλογίαν. ιη. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.» Τοῦτο δὲ προστέθεικε διὰ τοὺς πεπλασμένας ἐπιστολὰς περιφέρειν τολμῶντας, διδάσκων ἐπιζητεῖν αὐτοῦ τὴν ὑπογραφήν. Τοῦτο γὰρ, φησὶ, τῶν ἐμῶν Ἐπιστολῶν σημεῖον. Ἐν πάσῃ γὰρ Ἐπιστολῇ τὸν ἀσπασμὸν ἐγὼ γράφω. Μανθάνομεν τοίνυν ἐντεῦθεν, ὡς τὸ, Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν· ἀντὶ τοῦ, Ἐῤῥῶσθαί σε, γράφειν εἰώθει. Ἡμεῖς δὲ τὴν ἀποστολικὴν εὐλογίαν τρυγήσαντες, τὸν διὰ τούτου φθεγξάμενον Χριστὸν ἀνυμνήσωμεν. Μεθ’ οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 82:673Ἡ πρὸς Θεσσαλονικεῖς δευτέρα Ἐπιστολὴ ἐγράφη ἀπὸ Ἀθηνῶν. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Θαυμαστὸν οὐδὲν δρῶσιν οἱ τὴν Ἀρειανικὴν εἰσδεξάμενοι νόσον, κατὰ τῶν ἀποστολικῶν λυττῶντες γραμμάτων, καὶ τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν τῶν λοιπῶν ἀποκρίνοντες, καὶ νόθον ταύτην ἀποκαλοῦντες. Οἱ γὰρ κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὰς γλώττας κινοῦντες, τί οὐκ ἂν τολμήσαιεν κατὰ τῶν εὔνων αὐτοῦ καὶ μεγαλοφώνων τῆς ἀληθείας κηρύκων; Αὐτοῦ γάρ ἐστι τοῦ Δεσπότου φωνή· «Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν.» Ἔδει δὲ αὐτοὺς, εἰ καὶ μηδὲν ἕτερον, τοῦ χρόνου γοῦν αἰδεσθῆναι τὸ μῆκος, ἐν ᾧ τήνδε τὴν Ἐπιστολὴν ἐν ταῖς Ἐκκλησίαις ἀναγινώσκοντες διετέλεσαν τῆς Ἐκκλησίας οἱ τρόφιμοι. Ἐξ οὗ γὰρ τῶν ἀποστολικῶν γραμμάτων αἱ τοῦ Θεοῦ μετέλαχον Ἐκκλησίαι, ἐξ ἐκείνου καὶ τῆς πρὸς Ἕβραίους Ἐπιστολῆς τὴν ὠφέλειαν καρποῦνται. Εἰ δὲ μηδὲ τοῦτο ἱκανὸν πεῖσαι αὐτοὺς, Εὐσεβίῳ γοῦν ἐχρῆν πεισθῆναι τῷ Παλαιστινῷ, ὃν τῶν οἰκείων δογμάτων ἀποκαλοῦσι συνήγορον.
PG 82:675Καὶ οὗτος γὰρ τοῦ θειοτάτου Παύλου τήνδε τὴν Ἐπιστολὴν ὡμολόγησεν εἶναι, καὶ τοὺς παλαιοὺς ἅπαντας ταύτην περὶ αὐτῆς ἔφησεν ἐσχηκέναι τὴν δόξαν. Ἀλλ’ οὗτοι πᾶσιν ἐῤῥῶσθαι φράσαντες, ἀναίδην πρὸς τὴν ἀλήθειαν διαμάχονται, τῆς ἀποστολικῆς θεολογίας, ᾗ τὸ προοίμιον κατεκόσμησε, τὴν αἴγλην οὐ φέροντες. Ἀντιλέγειν γὰρ οὐ δυνάμενοι πρὸς τὰ διαῤῥήδην περὶ τῆς τοῦ Μονογενοῦς εἰρημένα θεότητος, πᾶσαν ἐκβάλλειν ἐτόλμησαν τὴν Ἐπιστολὴν, καίτοι καὶ τῶν δογμάτων, καὶ τῶν ἄλλων ἐνθυμημάτων, πολλὴν συγγένειαν πρὸς τὰς ἄλλας ἐχόντων Ἐπιστολάς. Πρόσχημα δὲ τῇ κατηγορίᾳ περιτιθέασι, τὸ μὴ τὴν ἀποστολικὴν προσηγορίαν ὁμοίως ἐγκεῖσθαι τῷ προοιμίῳ. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς τῶν ἐξ ἐθνῶν, ἀλλ’ οὐ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων ἀπόστολος ἐκεχειροτόνητο. Καὶ γὰρ ὁ Κύριος πρὸς αὐτὸν ἔφη· «Σπεῦσον, καὶ ἔξελθε τὸ τάχος ἐντεῦθεν· οὐ γὰρ μὴ προσδέξονταί σου τὴν μαρτυρίαν τὴν περὶ ἐμοῦ. Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.» Τοιαύτας δὲ καὶ πρὸς τοὺς ἄλλους ἐποιήσατο συνθήκας.
«Ἰάκωβος γὰρ, φησὶ, καὶ Κηφᾶς, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα αὐτοὶ μὲν εἰς τὴν περιτομὴν, ἡμεῖς δὲ εἰς τὰ ἔθνη.» Οὕτω καὶ Ῥωμαίοις ἐπιστέλλων ἔφη· «Ἐφ’ ὅσον εἰμὶ ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάσω.» Τούτου δὴ χάριν τοῖς μὲν ἐξ ἐθνῶν πεπιστευκόσιν ἐπιστέλλων, καὶ τὴν προσηγορίαν προστέθεικε, καὶ τὴν ἀποστολικὴν ἀξίαν προστέθεικεν, ὡς διδάσκαλος μαθηταῖς ἐπιστέλλων. Ἑβραίοις δὲ γράφων, ὧν οὐκ ἐνεχειρίσθη τὴν ἐπιμέλειαν, γυμνὴν τῶν ἀξιωμάτων εἰκότως τὴν διδασκαλίαν προσήνεγκεν. Ὑπὸ γὰρ τὴν τῶν ἄλλων ἀποστόλων προμήθειαν ἐτέλουν. Ὅτι δὲ τῆς πνευματικῆς χάριτος ἀνάπλεως ἡ Ἐπιστολὴ, καὶ οὐδὲ τὴν τυχοῦσαν παρέχουσα διαβολῆς ἀφορμὴν, ἡ κατὰ μέρος ἑρμηνεία διδάξει σαφέστερον. Ἡ δὲ ὑπόθεσις τῆς Ἐπιστολῆς ἐστιν αὕτη· Τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας οἱ τὴν τῆς ἀπιστίας περικείμενοι νόσον, πολλοῖς καὶ παντοδαποῖς περιέβαλλον ἀλγεινοῖς. Τούτων δὲ τῶν παθημάτων καὶ Θεσσαλονικεῦσιν ὁ θεῖος Ἀπόστολος ἐπιστέλλων ἐμνήσθη. «Μιμηταὶ γὰρ, φησὶν, ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ·
τὰ γὰρ αὐτὰ καὶ ὑμεῖς ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων.» Καὶ αὐτοῖς δὲ γράφων καὶ τοῦτο προστέθεικε· «Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μεθ’ ἡδονῆς κατεδέξασθε.» Καὶ ὁ μακάριος δὲ ἡμᾶς διδάσκει Λουκᾶς, ὡς πρὸ τῆς κλήσεως ὁ θεῖος Ἀπόστολος ἐλυμαίνετο τὴν Ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν. Οὐ μόνον δὲ ταῦτα κατὰ τῶν πεπιστευκότων οἱ ἀπιστοῦντες ἐτόλμων, ἀλλὰ καὶ ἐκωμῴδουν, ὡς ἀνθρώπῳ τεθνεῶτι πιστεύειν ἀνασχομένους, καὶ τὸν ὑπὸ τοῦ Θεοῦ δεδομένον καταλελοιπότας νόμον. Τούτου δὴ χάριν ὁ θεῖος Ἀπόστολος εὐθὺς ἐν τῷ προοιμίῳ τῶν προφητῶν αὐτὸν ἁπάντων ἀποδείκνυσι κρείττονα. Εἶτα τῆς θεολογίας ἀρξάμενος, ἀί̈διον ἀποφαίνει, καὶ τοῦ Πατρὸς συναί̈διον, καὶ τῶν ἁπάντων δημιουργόν. Ἔπειτα τοῖς ἀγγέλοις παρεξετάσας, τὴν θείαν εἰς μέσον φέρει Γραφὴν, διαῤῥήδην διδάσκουσαν ὡς ὁ μὲν ἔστιν Υἱὸς καὶ Θεὸς, οἱ δὲ λειτουργοὶ καὶ ποιήματα. Ἐντεῦθεν δείκνυσιν ὡς τῶν διὰ Μωσέως παραχθέντων μείζονα τὰ παρὰ τοῦ Δεσπότου δεδομένα Χριστοῦ. Ὁ μὲν γὰρ ἔδωκε τὴν Παλαιὰν Διαθήκην·
PG 82:677ὁ δὲ τὴν Καινὴν, ἣν διὰ τῶν παλαιῶν προεπηγγείλατο προφητῶν. Καὶ ὁ μὲν ὑπέσχετο δώσειν τὴν Παλαιστίνην· ὁ δὲ τὴν βασιλείαν τῶν οὐρανῶν. Συγκρίνει δὲ καὶ τῇ Λευϊτικῇ ἱερωσύνῃ τὴν κατὰ τάξιν Μελχισεδὲκ, καὶ δείκνυσι τὴν ὑπεροχήν. Πρὸς τούτοις καὶ τοὺς πρὸ νόμου καὶ τοὺς ἐν νόμῳ τῆς εὐσεβείας τροφίμους διὰ πίστεως ἀποφαίνει περιβλέπτους γεγενημένους. Λέγει δὲ αὐτῶν καὶ τὰ πάθη καὶ τὴν ἀνδρείαν, τούτους πρὸς τοὺς κινδύνους ἀλείφων. Εἶτα τῶν οἰκείων αὐτοὺς ἀναμνήσας ἀγώνων καὶ στῆναι μέχρι τέλους ἀνδρείως παρακαλέσας, καὶ τοῖς δογματικοῖς καὶ ἠθικὴν συνάψας παραίνεσιν, πεπλήρωκε τὴν Ἐπιστολήν. Γέγραφε δὲ αὐτὴν τῇ Ἑβραίων φωνῇ· ἑρμηνευθῆναι δὲ αὐτήν φασιν ὑπὸ Κλήμεντος. Ἡμεῖς δὲ λοιπὸν τῆς ἑρμηνείας ἁψώμεθα. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. α, β. «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Σαφῶς ἔδειξε τοῦ Δεσπότου Χριστοῦ καὶ τῶν προφητῶν τὸ διάφορον. Αὐτὸν γὰρ μόνον Υἱὸν προςηγόρευσεν. Ἔοικε δὲ τὸ προοίμιον τῇ τοῦ Κυρίου παραβολῇ.
Καὶ γὰρ ὁ Κύριος τοῖς Ἰουδαίοις τὴν περὶ τοῦ ἀμπελῶνος παραβολὴν εἰρηκὼς, ἔδειξε πρώτους μὲν δούλους ἀποσταλέντας πρὸς τοὺς πονηροὺς γεωργούς· εἶτα μετὰ τὴν ἐκείνων ἀναίρεσιν υἱὸν παραγενόμενον. Τὸ μέντοι, πολυμερῶς , τὰς παντοδαπὰς οἰκονομίας σημαίνει; τὸ δὲ, πολυτρόπως , τῶν θείων ὀπτασιῶν τὸ διάφορον. Ἄλλως γὰρ ὤφθη τῷ Ἀβραὰμ, καὶ ἄλλως τῷ Μωϋσῇ, καὶ ἑτέρως Ἠλίᾳ, καὶ ἄλλως τῷ Μιχαίᾳ. Καὶ Ἡσαί̈ας δὲ, καὶ Δανιὴλ, καὶ Ἰεζεκιὴλ, διάφορα ἐθεάσαντο σχήματα. Τοῦτο διδάσκων ὁ τῶν ὅλων ἔφη Θεός· «Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.» Οὐ γὰρ πολύμορφος ἡ θεία φύσις, ἀλλὰ ἀνείδεός τε καὶ ἀσχημάτιστος, καὶ ἁπλῆ καὶ ἀσύνθετος. Οὐκ αὐτὴν τοίνυν ἑώρων τὴν ἀνέφικτον φύσιν, ἀλλά τινα σχήματα, ἃ πρὸς τὴν χρείαν ὁ ἀόρατος ἐδείκνυε Θεός. Τὸ μέντοι, πολυμερῶς , καὶ ἕτερον αἰνίττεται, ὅτι τῶν προφητῶν ἕκαστος μερικήν τινα οἰκονομίαν ἐνεχειρίζετο· ὁ δὲ τούτων Θεὸς, ὁ Δεσπότης, λέγω, Χριστὸς, οὐ μίαν τινὰ ᾠκονόμησε χρείαν, ἀλλὰ τὸ πᾶν ἐνανθρωπήσας κατώρθωσε, καὶ τὴν τῶν ἀνθρώπων ἐπραγματεύσατο σωτηρίαν. Δέδεικται μέντοι ὡς εἷς τῶν παλαιῶν καὶ καινῶν νομοθέτης.
PG 82:679«Ὃν ἔθηκε κληρονόμον πάντων.» Ἀπὸ τῶν ἀνθρωπίνων ὁ θεῖος Ἀπόστολος ἤρξατο, καὶ τὰ ταπεινότερα πρῶτον λέγων, οὕτως ἅπτεται μειζόνων. Κληρονόμος γὰρ πάντων ὁ Δεσπότης Χριστὸς, οὐχ ὡς Θεὸς, ἀλλ’ ὡς ἄνθρωπος. Ὡς γὰρ Θεὸς, ποιητής ἐστι πάντων· ὁ δὲ πάντων δημιουργὸς φύσει πάντων Δεσπότης. Ὁ δὲ κληρονόμος ἀποφαίνεται κύριος ὧν οὐκ ἦν πάλαι δεσπότης. Οὕτως οἱ πιστεύοντες, κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ· χάριτι γὰρ λαμβάνουσιν ὃ μὴ πρότερον εἶχον. Ὅτι δὲ αὐτὸς τῶν ἁπάντων Δεσπότης, τὰ ἐπαγόμενα μαρτυρεῖ. «Δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.» Τοῦτο δηλωτικὸν τῆς θεότητος. Οὐ μόνον γὰρ αὐτὸν δημιουργὸν, ἀλλὰ καὶ ἀί̈διον ἔδειξεν. Ὁ γὰρ αἰὼν οὐκ οὐσία τις ἐστὶν, ἀλλ’ ἀνυπόστατον χρῆμα, συμπαρομαρτοῦν τοῖς γεννητὴν ἔχουσι φύσιν. Καλεῖται γὰρ αἰὼν καὶ τὸ ἀπὸ τῆς τοῦ κόσμου συστάσεως μέχρι τῆς συντελείας διάστημα. Οὕτω γὰρ καὶ ὁ Κύριος ἔφη· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Καὶ τῆς ἑκάστου δὲ ἡμῶν ζωῆς τὸν χρόνον, αἰῶνα κέκληκεν ὁ θεῖος Δαβίδ.
«Ὁ αἰὼν γὰρ ἡμῶν, φησὶν, εἰς φωτισμὸν τοῦ προσώπου σου.» Καὶ τοῦ μέλλοντος δὲ βίου τὴν σύστασιν, αἰῶνα προςηγόρευσεν ὁ θεῖος Ἀπόστολος. «Οὐ μόνον γὰρ, φησὶν, ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» Καὶ πάλιν· «Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὑτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς. Αἰὼν τοίνυν ἐστὶ τὸ τῇ κτιστῇ φύσει παρεζευγμένον διάστημα. Τῶν αἰώνων δὲ ποιητὴν εἴρηκε τὸν Υἱὸν, ἀί̈διον αὐτὸν εἶναι διδάσκων, καὶ παιδεύων ἡμᾶς, ὡς ἀεὶ ἦν παντὸς οὑτινοσοῦν ὑπερκείμενος χρονικοῦ διαστήματος. Οὕτω περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἡ Παλαιὰ Γραφὴ λέγει· Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἀντὶ τοῦ, Ὁ ἀεὶ ὤν. Εἶτα, ἐπειδὴ Υἱὸν εἰπὼν ἀί̈διον, αὐτὸν προςηγόρευσεν, ἀπίθανον δὲ εἶναί πως ἐδόκει τοῖς ἀμυήτοις τῶν θείων, τὸν υἱὸν ὄντα μὴ δεύτερον εἶναι τοῦ γεγεννηκότος τῷ χρόνῳ, ἀπό τινος ὁρωμένης εἰκόνος δείκνυσι τὴν τῆς θεολογίας ἀλήθειαν, καί φησιν· γ. «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης.» Τὸ γὰρ ἀπαύγασμα καὶ ἐκ τοῦ πυρός ἐστι, καὶ σὺν τῷ πυρί ἐστι· καὶ αἴτιον μὲν ἔχει τὸ πῦρ, ἀχώριστον δέ ἐστι τοῦ πυρός. Ἐξ οὗ γὰρ τὸ πῦρ, ἐξ ἐκείνου καὶ τὸ ἀπαύγασμα.
Εἰ τοίνυν ἐπὶ τῶν αἰσθητῶν δυνατὸν εἶναί τι ἔκ τινος, καὶ συνυπάρχειν τούτῳ ἐξ οὗπέρ ἐστι· Μὴ ἀμφιβάλῃς, φησὶν, ὡς ὁ Θεὸς Λόγος, ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, καὶ γεγέννηται ὡς Υἱὸς, καὶ συνυπάρχει τῷ γεγεννηκότι ὡς Λόγος, ὃς ἀπαύγασμα δόξης. Ἐξ οὗ γὰρ ἡ δόξα, ἐξ ἐκείνου καὶ τὸ ἀπαύγασμα. Ἀεὶ δὲ ἡ δόξα, ἀεὶ τοίνυν καὶ τὸ ἀπαύγασμα. Καὶ τῷ πυρὶ δὲ ὁμοφυὲς τὸ ἀπαύγασμα· οὐκοῦν καὶ ὁ Υἱὸς τῷ Πατρί. Καὶ ἐπειδὴ τοῦ ἀπαυγάσματος ἡ εἰκὼν τὸ μὲν συναί̈διον καὶ ὁμοούσιον ἀποχρώντως δεδήλωκεν, ἀφορμὴν δὲ παρεῖχε βλασφημίας τοῖς τὰ Σαβελλίου καὶ Φωτεινοῦ νοσοῦσι· καθ’ ἑαυτὸ γὰρ οὐχ ὑφέστηκε τὸ ἀπαύγασμα· δι’ ἑτέρας εἰκόνος καὶ ταύτην ἐξορίζει τὴν βλασφημίαν. ἐπάγει γάρ. «Καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.» Καθ’ ἑαυτὸν, γὰρ, φησὶν, ὑφέστηκεν, ὅλον ἐν ἑαυτῷ δεικνὺς τὸν Πατέρα. Τοὺς γὰρ πατρικοὺς περίκειται χαρακτῆρας. Τούτῳ ἔοικε τὸ ὑπὸ τοῦ Κυρίου πρὸς τὸν Φίλιππον εἰρημένον· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα μου.» Οὕτω διὰ πλειόνων ὀνομάτων ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος, καὶ τὸ γνήσιον τῆς γεννήσεως, καὶ τὸ ὁμοούσιον, καὶ τὸ συναί̈διον.
Ἐπειδὴ γὰρ πάντα νοῦν ὑπερβαίνει τὰ θεῖα, καὶ οὐχ οἷόν τε διὰ μιᾶς μόνης εἰκόνος τὸ τῆς θεολογίας διδάξαι μυστήριον, διὰ πλειόνων τοῦτο ποιεῖν ἀναγκάζονται τῆς ἀληθείας οἱ κήρυκες. Οὕτως ὁ θεσπέσιος Ἰωάννης Λόγον ὠνόμασε τὸν Υἱόν. Ἐπειδὴ γὰρ τῇ ἀνθρωπίνῃ γεννήσει καὶ πάθος καὶ χρόνος συνέζευκται, ἀναγκαίως αὐτὸν προσηγόρευσε Λόγον, ἵνα δείξῃ καὶ τὸ ἀπαθὲς, καὶ τὸ ἄχρονον τῆς γεννήσεως. Ὅπως δὲ μηδεὶς ὑπολάβῃ πάλιν ἀνυπόστατον αὐτὸν εἶναι Λόγον, ὃ Μάρκελλος πέπονθε, καὶ Φωτεινὸς, καὶ Παῦλος, ἀναγκαίως προστέθεικε· «Καὶ Θεὸς ἦν ὁ Λόγος,» καὶ τὴν ἰδίαν αὐτοῦ σημαίνων ὑπόστασιν, καὶ τὴν μίαν φύσιν ἐμφαίνων, καὶ τῆς γεννήσεως τὸ ἀπαθές τε καὶ ἄχρονον ἐκπαιδεύων. Οὕτως ὁ μακάριος Παῦλος Υἱὸν μὲν αὐτὸν προσηγόρευσεν, ἄλλον αὐτὸν παρὰ τὸν Πατέρα δεικνὺς κατὰ τὸν τῆς ἰδιότητος λόγον. Τῶν αἰώνων δὲ αὐτὸν εἴρηκε Ποιητὴν , τὸ ἀί̈διον αὐτοῦ διὰ τούτων διδάσκων. Ὠνόμασε δὲ αὐτὸν καὶ ἀπαύγασμα δόξης , καὶ τὸ συναί̈διον διὰ τούτου, καὶ τὸ ταυτὸν τῆς οὐσίας σημαίνων. Ἐκ γὰρ τῆς τοῦ πυρὸς φύσεως τὸ ἀπαύγασμα.
PG 82:681Προστέθεικε δὲ ὅτι καὶ χαρακτήρ ἐστιν ὑποστάσεως , ἀμφότερα κατὰ ταυτὸν διδάσκων, ὅτι καὶ καθ’ ἑαυτὸν ὑφέστηκε, καὶ ἐν ἑαυτῷ δείκνυσι τοὺς πατρικοὺς χαρακτῆρας. Προστίθησι δὲ καὶ ἕτερον· «Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὑτοῦ.» Οὐ γὰρ μόνον τὰ πάντα πεποίηκεν, ἀλλὰ καὶ ἰθύνει ταῦτα καὶ κυβερνᾷ. Τὴν δὲ τῆς δυνάμεως ὑπερβολὴν ἔδειξεν, εἰρηκὼς ἀρκεῖν αὐτῷ λόγον εἰς τὴν ἁπάντων δημιουργίαν τε καὶ προμήθειαν. Εἶπε γάρ· «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.» Καὶ εἶπε· «Γενηθήτω στερέωμα, καὶ ἐγένετο οὕτως·» καὶ τἄλλα πάντα ὁμοίως. Οὕτω καὶ ὁ μακάριος ἔφη Δαβὶδ, ὅτι «Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Ταύτης τῆς θεολογίας τὸ ἀναμφίλεκτον ὁρῶντες οἱ τὰ Ἀρείου φρονοῦντες, τῶν ἀποστολικῶν θησαυρῶν ἐκβάλλειν τήνδε τὴν Ἐπιστολὴν ἐπειράθησαν. Οὗ δὴ χάριν ἡμεῖς ταῖς εὐαγγελικαῖς αὐτὴν συμφωνοῦσαν διδασκαλίαις ἐδείξαμεν. Ὁ μέντοι θεῖος Ἀπόστολος οὕτω τὰ περὶ τῆς θείας διεξελθὼν φύσεως, ἐπὶ τὰ ἀνθρώπεια μεταβαίνει, διδάσκων τὸ τῆς οἰκονομίας μυστήριον.
«Δι’ αὑτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.» Τὸ, δι’ αὑτοῦ δασέως ἀναγινώσκειν προσήκει, ἀντὶ τοῦ, δι’ ἑαυτοῦ. Οὗτος γὰρ ὁ τοῦ Πατρὸς Υἱὸς, ὁ τῷ γεγεννηκότι συνὼν, ὁ ἁπάντων δημιουργός τε καὶ πρύτανις, ὁ ἐν αὑτῷ δεικνὺς τὸν Πατέρα, τὴν ἡμετέραν ἐνανθρωπήσας ἐπραγματεύσατο σωτηρίαν. Τὸ δὲ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς , ἀνθρωπίνως εἴρηται. Ὕψιστος γὰρ ὢν ἐταπείνωσεν ἑαυτὸν, καὶ Θεὸς ὢν ἐνηνθρώπησεν. Οὐ ταπεινὸς ὢν ὑψώθη, οὐδὲ ἄνθρωπος ὢν Θεὸς ἐγένετο· ἀλλ’ ὡς μὲν Θεὸς Δεσπότης ἦν τῶν ὅλων ἀεὶ, ὡς δὲ ἄνθρωπος προσέλαβε δόξαν, ἥνπερ εἶχεν ὡς Θεός. Τοῦτο καὶ αὐτὸς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Καὶ ᾔτησεν οὐ λαβεῖν ἅπερ οὐκ εἶχεν, ἀλλ’ ἅπερ εἶχε δειχθῆναι. δ. «Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.» Καὶ τοῦτο δὲ κατὰ τὸ ἀνθρώπειον εἴρηκεν· ὡς γὰρ Θεὸς, ποιητὴς ἀγγέλων, καὶ Δεσπότης ἀγγέλων· ὡς δὲ ἄνθρωπος, μετὰ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, κρείττων ἀγγέλων ἐγένετο·
PG 82:683ἐπειδὴ καὶ ἐλάττων ἦν ἀγγέλων διὰ τὸ πάθημα τοῦ θανάτου. «Τὸν γὰρ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου.» Ὥσπερ τοίνυν ἐλάττων ἦν ἀγγέλων ὡς ἄνθρωπος, ἐπειδὴ ἐκεῖνοι μὲν ἀθάνατον ἔχουσι φύσιν, αὐτὸς δὲ τὸ πάθος ὑπέμεινεν· οὕτω μετὰ τὴν εἰς οὐρανοὺς ἀνάβασιν κρείττων ἀγγέλων ἐγένετο. «Ἐκάθισε γὰρ ἐπάνω πάσης Ἀρχῆς, καὶ Ἐξουσίας, καὶ Δυνάμεως, καὶ Κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» Ποιεῖται δὲ τὴν σύγκρισιν καὶ ἐκ τῶν ὀνομάτων ὁ θεῖος Ἀπόστολος. Οὕτω καὶ πρὸς τοὺς προφήτας παρεξέτασιν ἐποιήσατο, Υἱὸν δείξας τὸν Δεσπότην Χριστόν· οὕτω καὶ ἐπὶ τῶν ἀγγέλων τῆς υἱότητος μνημονεύει, καὶ ταύτῃ δείκνυσι τὸ διάφορον. Τοσούτῳ γὰρ, φησὶ, κρείττων γενόμενος ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Ὅτι δὲ τῆς υἱότητος ὄνομα λέγει, τὰ ἐπαγόμενα διδάσκει. ε. «Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; «Καὶ πάλιν· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; «Ταῦτα δὲ πάλιν κατὰ τὸ ἀνθρώπινον εἴρηκε.
Τοῦτο γὰρ δηλοῖ τὸ Ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Μέλλοντος γὰρ ταῦτα χρόνου. Καὶ μέντοι καὶ τὸ, Σήμερον γεγέννηκά σε , οὐ τὴν αἰώνιον δηλοῖ γέννησιν, ἀλλὰ τὴν τῷ χρόνῳ συνεζευγμένην. Τοιοῦτόν ἐστι τό· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε.» Καὶ τὸ πρὸ τούτων δὲ εἰρημένον, τὸ, κεκληρονόμηκεν ὄνομα , τούτοις σύμφωνον. Ὁ γὰρ φύσει Υἱὸς, οὐ κατὰ χάριν τοῦτο λαμβάνει· ἔχει γὰρ αὐτὸ κατὰ φύσιν. Ἀλλ’ ὡς ἔφην ἤδη, τὰ θεῖα διδάξας, ἐνταῦθα τὰ περὶ τῆς οἰκονομίας διέξεισι, καὶ διδάσκει, ὡς αὐτὸς καὶ ποιητὴς πάντων ὡς Θεὸς, καὶ κληρονόμος πάντων ὡς ἄνθρωπος· καὶ δημιουργὸς ἀγγέλων ὡς Θεὸς, καὶ κρείττων γέγονε τούτων ὡς ἄνθρωπος· καὶ φύσει Υἱὸς, καὶ λαμβάνει τοῦτο πάλιν ὡς ἄνθρωπος ὅπερ εἶχεν ὡς Θεός. Καὶ τὰ ἐπαγόμενα δὲ συνῳδὰ τοῖς εἰρημένοις. 2. «Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Ἀμφότερά τε, καὶ τὸ, εἰςαγάγῃ τὸν Πρωτότοκον , καὶ πρὸς τούτοις τὸ προσκυνησάτωσαν , τὴν οἰκονομίαν αἰνίττεται.
PG 82:685Ὁ γὰρ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὑτοῦ, καὶ τῶν αἰώνων ποιητὴς καὶ δημιουργὸς, πόθεν εἰς τὴν οἰκουμένην εἰσέρχεται; Πῶς δὲ Πρωτότοκος ὁ Μονογενής; Εἰ δὲ καὶ μετὰ τὴν ἐνανθρώπησιν αὐτὸν οἱ ἄγγελοι προσεκύνησαν, πρὸ τῆς ἐνανθρωπήσεως ταύτην αὐτῷ τιμὴν οὐ προσέφερον; Ἀλλὰ καὶ πανταχοῦ ἦν ὡς Θεὸς, καὶ εἰς τὴν οἰκουμένην εἰσῆλθεν ὡς ἄνθρωπος. Οὕτω καὶ ὁ θεσπέσιος εἴρηκεν Ἰωάννης· «Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.» Ἐναντία δὲ εἶναί πως ταῦτα δοκεῖ. Εἰ γὰρ ἐν τῷ κόσμῳ ἦν, πῶς ἦλθεν; Εἰ δὲ ἦλθε, πῶς ἐν τῷ κόσμῳ ἦν; Ἀλλὰ καὶ ἐν τῷ κόσμῳ ἦν ὡς Θεὸς, καὶ ἦλθεν ὡς ἄνθρωπος. Οὕτω καὶ Μονογενής ἐστιν ὡς Θεὸς, καὶ Πρωτότοκος ὡς ἄνθρωπος ἐν πολλοῖς ἀδελφοῖς. Οὕτως ἀεὶ τὸ σέβας παρὰ τῶν ἀγγέλων ἐδέχετο· ἦν γὰρ ἀεὶ Θεός· προςεκύνησαν δὲ αὐτὸν καὶ ὡς ἄνθρωπον. Ταύτην καὶ κατὰ τὸ ἀνθρώπινον τὴν παρεξέτασιν ποιησάμενος, πάλιν ἐπὶ τὰ θεῖα μεταβαίνει, καί φησι· ζθ. «Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν·
Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Σαφῶς δὲ διὰ τούτων ἔδειξε τοὺς μὲν ἀγγέλους κτιστὴν ἔχοντας φύσιν, τὸν δὲ μονογενῆ Υἱὸν ἄκτιστον καὶ ἀί̈διον. Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐδίδαξε δὲ διὰ τούτων ἡμᾶς, ὡς τὸ, Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς , ἀνθρωπίνως εἴρηκεν. Ὡς γὰρ Θεὸς, αἰώνιον ἔχει τὸν θρόνον, καὶ ἄναρχον τὴν βασιλείαν, καὶ ἀτελεύτητον. Καὶ ἐνταῦθα μέντοι συνέζευκται τὰ ἀνθρώπεια. Τὸ γὰρ, Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου , κατὰ τὸ ἀνθρώπειον εἴρηται. Καὶ γὰρ ὁ προφήτης Ἡσαί̈ας τὰ περὶ τοῦ Ἐμμανουὴλ προθεσπίσας, καὶ ταῦτα προςτέθεικε· «Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν.» Καὶ ἡ χρίσις δὲ οὐ τῆς θεότητος, ἀλλὰ τῆς ἀνθρωπότητος ἦν. Τοῦτο δὲ καὶ ἡ διαφορὰ διδάσκει. Ἔλαιον γὰρ, φησὶ, ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
PG 82:687Μέτοχοι δὲ ἡμεῖς καὶ κοινωνοὶ οὐ τῆς θεότητος, ἀλλὰ τῆς ἀνθρωπότητος. Τοῦτο καὶ ἐν τῇ πρὸς Φιλιππησίους ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος. «Μετασχηματίσει γὰρ, φησὶ, τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Οὐ γὰρ τῇ θεότητι σύμμορφον ἔσται τῶν ἁγίων τὸ σῶμα, ἀλλὰ τῷ σώματι τῆς δόξης. Αὕτη μέντοι ἡ μαρτυρία καὶ τὴν Ἀρείου βλασφημίαν διήλεγξεν· αἰώνιον γὰρ ἔδειξε τοῦ Θεοῦ Λόγου τὸν θρόνον, καὶ τῇ δυάδι τῶν προσώπων ἐξήλασε τοῦ Σαβελλίου τὴν σύγχυσιν. Ταυτὸ δὲ τοῦτο καὶ τὸ ἀναίσχυντον Ἰουδαίων ἐμφράττει στόμα. Ὁ δὲ θεῖος Ἀπόστολος προστέθεικε καὶ ἑτέραν μαρτυρίαν τὴν θείαν αὐτοῦ φύσιν κηρύττουσαν. ιιβ. «Καὶ σὺ κατ’ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται. Καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Ἔδειξεν αὐτὸν τῶν ἁπάντων Δημιουργόν· διὰ γὰρ οὐρανοῦ καὶ γῆς πάντα τὰ ἐν αὐτοῖς περιέλαβεν. Ἐδίδαξεν ὡς ἄτρεπτός τε καὶ ἀναλλοίωτος·
τοῦτο γὰρ δηλοῖ τὸ, Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. Ἐδήλωσε καὶ τῆς κτίσεως τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ἀπ’ αὐτοῦ γενησομένην, αὐτοῦ δὲ τὸ ἄναρχον καὶ ἀνώλεθρον. Σὺ γὰρ , φησὶν, ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Οὐ γὰρ ἐγένου, ἀλλὰ εἶ, οὐδὲ ἀλλοίωσιν δέχῃ τινά· ἀεὶ γὰρ ὁ αὐτὸς εἶ. Δηλοῖ δὲ ταῦτα καὶ τὸ ἀπαθὲς τῆς θεότητος. Εἰ γὰρ αὐτὴ πέπονθε, πῶς ἡ αὐτή ἐστιν; ἠλλοίωται γὰρ, καὶ εἰ τρεῖς ἡμέρας ἐν τῷ θανάτῳ πεποίηκεν, ἐξέλιπε τὰ ἔτη. Ἀλλὰ καὶ ὁ Προφήτης ἡμᾶς καὶ ὁ Ἀπόστολος διδάσκει, ὁ μὲν γεγραφὼς τὴν μαρτυρίαν, ὁ δὲ ταύτῃ χρησάμενος, ὡς ὁ αὐτός ἐστιν ἀεὶ, καὶ τὰ ἔτη αὐτοῦ οὐκ ἐκλείψουσιν. Οὕτω τὰ θεῖα διεξελθὼν, πάλιν ἐπὶ τὰ ἀνθρώπεια μεταβαίνει. ιγ. «Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἶπέ ποτε· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; «Οὐ γὰρ ὡς Θεῷ λέγει· Κάθου ἐκ δεξιῶν μου· πῶς γάρ;» Ὁ θρόνος γὰρ αὐτοῦ εἰς αἰῶνα αἰῶνος.» Ὡς ἄνθρωπος τοίνυν ταύτης μετέλαχε τῆς τιμῆς· ὡς Θεὸν γὰρ αἰώνιον ἔχει τὸν θρόνον. ιδ.
PG 82:689«Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;» Ἱκανῶς καὶ τὴν κατὰ τὸ ἀνθρώπειον διαφορὰν ἔδειξεν. Ὁ μὲν γὰρ, φησὶν, ἐκ δεξιῶν κάθηται· οὗτοι δὲ ὡς διάκονοι πέμπονται τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας. Εἶτα εἰς παραίνεσιν μεταφέρει τὸν λόγον, καί φησιν· ΚΕΦΑΛΑΙΟΝ Β. α. «Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μήποτε παραῤῥυῶμεν.» Ταύτην τοίνυν τὴν διαφορὰν ἐπισταμένους σπουδαιότερον χρὴ τῇ διδασκαλίᾳ προσέχειν, ἵνα μή τινα ὄλισθον ὑπομείνωμεν. βδ. «Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβε ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ, σημείοις τε καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὑτοῦ θέλησιν.» Τῇ παραινέσει πάλιν συνέζευξε παρεξέτασιν, καὶ δείκνυσιν ὅσον ὑπέρκειται τῶν νομικῶν διατάξεων, ἡ τῶν εὐαγγελικῶν διδασκαλία. Τῇ γὰρ θέσει τοῦ νόμου ἄγγελοι διηκόνουν·
ἐνταῦθα δὲ αὐτὸς ὁ τῶν ἀγγέλων Δεσπότης πρῶτος τὴν σωτήριον διδασκαλίαν προσήνεγκε, διεδέξαντο δὲ ταύτην οἱ τῆς ἀποστολικῆς ἀπολαύσαντες χάριτος. Καὶ ὁ μὲν νόμος λόγος ἦν τὸ πρακτέον ὑποδεικνύς· ἡ δὲ τοῦ Κυρίου διδασκαλία τῆς αἰωνίου πρόξενος σωτηρίας. Ἐπειδὴ δὲ καὶ Μωσῆς θαυματουργίαις ἐχρήσατο, ἀναγκαίως δείκνυσι καὶ κατὰ τοῦτο πλεονεκτοῦσαν τὴν χάριν. Ἐνταῦθα γὰρ οὐ μόνος ὁ Δεσπότης ἐθαυματούργησεν, ἀλλὰ καὶ οἱ θεῖοι αὐτοῦ μαθηταὶ, καὶ οἱ ἐκείνων διάδοχοι. Ἔδειξε δὲ καὶ ἐν τοῖς πνευματικοῖς χαρίσμασι τὴν Καινὴν Διαθήκην ἀστράπτουσαν. Πάλαι μὲν γὰρ οἱ προφῆται μόνοι τῆς πνευματικῆς μετελάγχανον δωρεᾶς· νῦν δὲ ἅπαντες οἱ πιστεύοντες τῆσδε τῆς χάριτος ἀπολαύουσι. Τοῦτο γὰρ ἐπήγαγε, Καὶ Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὑτοῦ θέλησιν. Ταῦτα δὲ εἴρηκε μὲν προτρέπων αὐτοὺς σπουδαιότερον τῇ θείᾳ προσέχειν διδασκαλίᾳ· ἐν σχήματι δὲ παραινέσεως ἐδίδαξε τὴν τούτων κἀκείνων διαφοράν. Ἄγαν δὲ σοφῶς ἔφη τὸν Θεὸν διὰ τῶν θαυμάτων μαρτυρεῖν τῷ κηρύγματι. Ἥ τε γὰρ ἀπόδειξις ἐναργὴς, καὶ τοῦ μάρτυρος ἀναμφισβήτητος ἡ ἀλήθεια.
Ταῦτα δὲ μεταξὺ παρενθεὶς, ἀναλαμβάνει τὸν περὶ τῆς συγκρίσεως τῶν ἀγγέλων λόγον. εη. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. Διεμαρτύρατο δέ πού τις λέγων· Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ Υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.» Οἰκουμένην μέλλουσαν τὸν μέλλοντα βίον ἐκάλεσε. Πάλιν μέντοι οὐχ ὡς Θεῷ τῷ Δεσπότῃ Χριστῷ, ἀλλ’ ὡς ἀνθρώπῳ τοὺς ἀγγέλους παρεξετάζει, καὶ δείκνυσιν οὐ τοὺς ἀγγέλους, ἀλλ’ αὐτὸν τὴν τῶν ὅλων ἀναδεξάμενον δεσποτείαν. Τὸ δὲ, Τί ἐστιν ἄνθρωπος ; εἴρηται μὲν περὶ τῆς κοινῆς φύσεως, ἁρμόττει δὲ τῇ ἐξ ἡμῶν ἀπαρχῇ, ὡς οἰκειουμένῃ τὰ πάσης τῆς φύσεως. Οὕτως ἐκ προσώπου πάντων ἡμῶν εἴρηκε· «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.» Αὐτὸς μὲν γὰρ καὶ κατὰ τὸ ἀνθρώπειον ἁμαρτίας ἀμύητος ἦν. «Ἁμαρτίαν γὰρ οὐ πεποίηκεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Τὰ δὲ ἡμέτερα οἰκειούμενος στόμα τῆς φύσεως γέγονεν.
Αὐτὸς γὰρ τὰς ἁμαρτίας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν. Ὅτι δὲ καὶ ταύτην τὴν μαρτυρίαν, ὡς τῇ Δεσποτικῇ συμφωνοῦσαν διδασκαλίᾳ, ὁ θεῖος Ἀπόστολος τέθεικεν, ἀκούσωμεν τοῦ Κυρίου πρὸς Ἰουδαίους λέγοντος· «Οὐκ ἀνέγνωτε· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;» Οὗτος τοιγαροῦν ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτισάμενος αἶνον, ἐπεσκέψατο τῶν ἀνθρώπων τὴν φύσιν. Ὁ δὲ θεῖος Ἀπόστολος τῇ προφητικῇ μαρτυρίᾳ τὴν ἑρμηνείαν προσήνεγκεν. «Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον.» Καὶ ἐπειδὴ εἰκὸς ἦν εἰπεῖν τινας· Καὶ μὴν πλείστους ὁρῶμεν ἀντιλέγοντας, καὶ προσκυνεῖν αὐτὸν οὐκ ἐθέλοντας, ἀναγκαίως ἐπήγαγε· «Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.» Τοῦτο γὰρ καὶ ἤδη εἴρηκεν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν· ἀντὶ τοῦ, Ἐν ἐκείνῳ τῷ βίῳ πάντων κρατήσει· ὑποταγήσονται γὰρ τότε καὶ οἱ νῦν ἀντιλέγοντες.
PG 82:691Ἐπειδὴ δὲ τῶν ἀγγέλων αὐτὸν καὶ Ποιητὴν εἴρηκε καὶ Δεσπότην, ἀπίθανον δὲ τοῦτο εἶναί πως ἐδόκει τοῖς ἀθάνατον μὲν διδασκομένοις τῶν ἀγγέλων τὴν φύσιν, τὸ δὲ τοῦ Δεσπότου Χριστοῦ μανθάνουσι πάθος, ἀναγκαίως καὶ περὶ τούτου διδασκαλίαν προσφέρει. θ. «Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χωρὶς Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.» Οὐ τῇ φύσει τῆς θεότητος τῶν ἀγγέλων ἠλάττωται, ἀλλὰ τῷ πάθει τῆς ἀνθρωπότητος. Καὶ αὐτὴ δὲ μετὰ τὴν ἀνάστασιν τῆς θείας μετέλαχε δόξης. Τὸ μέντοι πάθος ὑπὲρ ἁπάντων ὑπέμεινε. Πάντα γὰρ ὅσα κτιστὴν ἔχει τὴν φύσιν, ταύτης ἐδεῖτο τῆς θεραπείας· τοῦτο γὰρ εἶπεν, ὅπως χωρὶς Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Μόνη, φησὶν, ἡ θεία φύσις ἀνενδεὴς, τἄλλα δὲ πάντα τοῦ τῆς ἐνανθρωπήσεως ἐδεῖτο φαρμάκου. Ἐνανθρωπήσας γὰρ ὁ Θεὸς Λόγος κατέλυσε τοῦ θανάτου τὸ κράτος· καταλύσας δὲ ἐπηγγείλατο ἡμῖν τὴν ἀνάστασιν· τῇ δὲ ἀναστάσει ἀφθαρσία καὶ ἀθανασία συνέζευκται· τῆς δὲ ἀφθαρσίας μεθέξει καὶ τὰ ὁρώμενα. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἔφη·
«Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» Καὶ οἱ ἄγγελοι δὲ ἐν θυμηδίᾳ διατελοῦσι τὴν τῶν ἀνθρώπων θεώμενοι σωτηρίαν. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ χαίρουσι, πολλῷ μᾶλλον τοσαύτας ὁρῶντες μυριάδας τῆς σωτηρίας ἀξιουμένας θυμηδίας πλησθήσονται. Ὑπὲρ ἁπάντων τοίνυν τὸ σωτήριον ὑπέμεινε πάθος. Μόνη γὰρ ἡ θεία φύσις τῆς ἐντεῦθεν γενομένης θεραπείας ἀνενδεής. ι. «Ἔπρεπε γὰρ αὐτὸν δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.» Τὸν Θεὸν Λόγον ἔδειξεν ἣν ἀνέλαβε τελειώσαντα φύσιν. Ἀρχηγὸς τῆς ἡμετέρας σωτηρίας ἡ ληφθεῖσα φύσις. Ἐκείνη γὰρ ἐκ νεκρῶν ἀναστᾶσα πᾶσιν ἡμῖν ἐπραγματεύσατο τὴν ἀνάστασιν. ια. «Ὅ τε γὰρ ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες.» Καὶ τοῦτο κατὰ τὸ ἀνθρώπινον τέθεικε. Κτιστὴ γὰρ ἡ ληφθεῖσα φύσις· εἷς δέ γε καὶ ἡμῶν καὶ αὐτῆς Ποιητής· ἀλλὰ δι’ ἐκείνης ἁγιαζόμεθα. Εἰ δὲ καὶ κατὰ θείαν φύσιν οἱ αἱρετικοὶ τοῦτο νοῆσαι θελήσαιεν, οὐδὲ οὕτω λυμανοῦνται τῇ τοῦ Μονογενοῦς δόξῃ.
PG 82:693Ἕνα γὰρ, φησὶν, ἔχομεν Πατέρα καὶ ἡμεῖς καὶ αὐτός. Ἀλλ’ εὔδηλον, ὡς ὁ μέν ἐστι φύσει Υἱὸς, ἡμεῖς δὲ χάριτι. Ταύτην γὰρ ἡμᾶς διδάσκει τὴν διαφορὰν τὸ, τὸν μὲν ἁγιάζειν, ἡμᾶς δὲ ἁγιάζεσθαι. «Δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· (ιβ, ιγ.) Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός.» Ἀπόχρη καὶ τὸ, οὐκ ἐπαισχύνεται , δεῖξαι τὴν διαφορὰν τῆς υἱότητος. Περὶ δεσποτῶν γὰρ καὶ δούλων διαλεγόμενοι, καὶ τὴν τῶν δεσποτῶν ταπεινοφροσύνην διδάσκοντες εἰώθαμεν λέγειν· Οὐκ ἐπαισχύνεται μετὰ τῶν οἰκετῶν ἐσθίων καὶ πίνων, καὶ συγκαθήμενος, καὶ τοὺς τούτων ἀῤῥώστους δι’ ἑαυτοῦ θεραπεύων. Τοῦτο τοίνυν κἀνταῦθα αἰνίττεται, ὡς ὁ τὸ ὑπὲρ ἡμῶν καταδεξάμενος πάθος οὐκ ἐπαισχύνεται καλεῖν ἀδελφοὺς τούτους, ὑπὲρ ὧν τὸ πάθος ὑπέμεινεν. Οὐ μόνον δὲ αὐτοὺς ἀδελφοὺς, ἀλλὰ καὶ παιδία καλεῖ. Οὕτως ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοῖς θείοις ἔλεγεν ἀποστόλοις· «Τεκνία, ἔτι μικρὸν χρόνον μεθ’ ὑμῶν εἰμι.» Καὶ πάλιν·
«Τεκνία, μή τι προσφάγιον ἔχετε;» Ἔδειξε δὲ καὶ τὰ ταπεινῶς εἰρημένα οἰκονομικῶς εἰρημένα· τῷ γὰρ, οὐκ ἐπαισχύνεται , συνέζευξε τὸ, Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ. Οὐκ ἐπαισχύνεται γὰρ, διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ ταπεινοῖς παρὰ τὴν οἰκείαν ἀξίαν κεχρῆσθαι λόγοις. Εἶτα τῆς περὶ τῶν παιδίων μαρτυρίας ἐπιλαβόμενος, τὸν περὶ τοῦ σωτηρίου πάθους ἐξυφαίνει λόγον. ιδ, ιε. «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.» Πῶς οἷόν τε ἦν, φησὶν, ἢ ἀδελφὸν αὐτὸν ἡμῶν χρηματίσαι, ἢ παῖδας ἡμᾶς γνησίως καλέσαι, μὴ τὴν αὐτὴν περικείμενον φύσιν; Οὗ δὴ χάριν ταύτην ἀναλαβὼν, τὴν τοῦ θανάτου κατέλυσε δυναστείαν, καὶ τὸ ἐπικείμενον ἡμῖν διέλυσε δέος. Δειμαίνοντες γὰρ ἀεὶ διετελοῦμεν τὸν θάνατον, ἐπειδήπερ ἕλκειν ἠναγκαζόμεθα τῆς θνητότητος τὸν ζυγόν. Σφόδρα δὲ ἀναγκαίως καὶ τὸ, παραπλησίως τέθεικεν, ἵνα τὴν τῆς φαντασίας διελέγξῃ συκοφαντίαν.
PG 82:695Ταῦτα δὲ διεξῆλθεν ἅπαντα, διδάσκων τοὺς ἐλάττονα τῶν ἀγγέλων τὸν Υἱὸν διὰ τὸ πάθος ὑπολαμβάνοντας, ὡς ἀναγκαίως τὸ πάθος ὑπέμεινε. Τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς ἐκπαιδεύει σαφέστερον. ι. «Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.» Εἰ γὰρ ἀγγέλων ἀνειλήφῃ φύσιν, κρείττων ἂν ἐγεγόνει θανάτου. Ἐπειδὴ δὲ ἀνθρώπειον ἦν ὃ ἀνέλαβε, διὰ μὲν τοῦ πάθους τὸ τῶν ἀνθρώπων ἀπέδωκε χρέος, διὰ δὲ τῆς τοῦ πεπονθότος σώματος ἀναστάσεως τὴν οἰκείαν ἀπέδειξε δύναμιν. Ἄγαν δὲ σοφῶς ὁ θεῖος Ἀπόστολος ἀντὶ τοῦ γενικοῦ ὀνόματος τὸ ἰδικὸν τέθεικεν. Οὐ γὰρ εἶπε, Σπέρματος ἀνθρώπου ἐπιλαμβάνεται, ἀλλὰ, σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται , ἀναμιμνήσκων αὐτοὺς καὶ τῆς πρὸς τὸν Ἀβραὰμ γεγενημένης ἐπαγγελίας. ιζ. «Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.» Ὁμοίως γὰρ ἡμῖν καὶ τροφῆς μετέλαβε, καὶ πόνον ὑπέμεινε, καὶ ἠθύμησε, καὶ ἐδάκρυσε, καὶ θάνατον κατεδέξατο. «Ἵνα ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.
(ιη.) Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.» Ἔδειξε προσφορὰν αὐτοῦ γεγενημένον τὸν σωτήριον θάνατον. Ὑπὲρ ἁπάσης γὰρ τῆς κτίσεως ὃ ἀνέλαβε προσενήνοχε σῶμα. Προστέθεικε δὲ καὶ ἕτερον εἰς ψυχαγωγίαν ἐκείνων. Τῇ πείρᾳ γὰρ, φησὶ, μεμαθηκὼς τῆς ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν, ἅτε δὴ κατὰ νόμον καὶ κατὰ χάριν πολιτευσάμενος, τοῖς πολεμουμένοις ἐπικουρίαν ὀρέγει. Καὶ ταῦτα δὲ κατὰ τὸ ἀνθρώπειον εἴρηται. Οὔτε γὰρ ἀρχιερεὺς ἡμῶν ὡς Θεὸς, ἀλλ’ ὡς ἄνθρωπος· οὔτε ὡς Θεὸς πέπονθεν, ἀλλ’ ὡς ἄνθρωπος· οὔτε ὡς Θεὸς διὰ τῆς πείρας μεμάθηκε τὰ ἡμέτερα, ἀλλ’ ὡς Θεὸς καὶ δημιουργὸς γινώσκει τὰ πάντα σαφῶς. Οὕτω τὴν πρὸς τοὺς ἀγγέλους παρεξέτασιν συμπεράνας, τῶν ἁπάντων μείζονα τῶν προφητῶν Μωϋσῆν τὸν μέγαν ἐκ παραλλήλου τίθησιν· ἵνα δείξας ἄπειρον τὸ διάφορον, δείξῃ κατὰ ταυτὸν καὶ τῶν διαθηκῶν, καὶ τῶν ἐπαγγελιῶν, καὶ μέντοι καὶ τῶν ἱερέων, τὸ μέσον. Πάλιν δὲ τῇ συγκρίσει παραίνεσιν ἀναμίγνυσιν, ἵνα μὴ δόξῃ ὥσπερ ἐξεπίτηδες τοῦτο ποιεῖν, ἀλλ’ ὡς ὑπό τινος ἀνάγκης ὠθούμενος. ΚΕΦΑΛΑΙΟΝ Γ. α, β.
PG 82:697«Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.» Πάλιν ἀρχιερέα καὶ ἀπόστολον αὐτὸν ὡς ἄνθρωπον κέκληκεν. Εἰ γὰρ ὡς Θεὸς ἀρχιερεύς ἐστι, καὶ πρὸ τῆς ἐνανθρωπήσεως τοῦτο ἂν ἦν. Ὅτι δὲ καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν μετὰ τὴν ἐνανθρώπησιν γέγονεν, ἐν τῇ πρὸς Γαλάτας ἐδίδαξεν. «Ὅτε γὰρ ἦλθε, φησὶ, τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικός.» Καὶ οὐκ εἶπεν, Ἀπέστειλεν αὐτὸν γενέσθαι ἐκ γυναικὸς, ἀλλὰ, γενόμενον ἐκ γυναικὸς ἀπέστειλεν· ὡς εἶναι δῆλον, ὅτι τῇ ἐνανθρωπήσει πρόσφορον τὸ τῆς ἀποστολῆς ὄνομα. Ὁμολογίαν δὲ ἡμῶν τὴν πίστιν ἐκάλεσε, ποίησιν δὲ, οὐ τὴν δημιουργίαν, ἀλλὰ τὴν χειροτονίαν κέκληκεν. Πιστὸν γὰρ ὄντα , φησὶν, τῷ ποιήσαντι αὐτὸν , τουτέστιν ἀπόστολον καὶ ἀρχιερέα. Εἶτα καὶ τῶν περὶ τοῦ Μωϋσέως ὑπὸ τοῦ Θεοῦ εἰρημένων ἀναμνήσας, τοῦ γὰρ Θεοῦ ἐστι φωνή· Ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι , δείκνυσιν ἐν τοῖς ἑξῆς τὸ διάφορον. γ.
«Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.» Ὅση, φησὶ, ποιήματος πρὸς ποιητὴν διαφορὰ, τοσαύτη Μωϋσέως πρὸς τὸν Χριστόν. Τοῦτο γὰρ καὶ τὰ ἑξῆς διδάσκει σαφέστερον. δ. «Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ τὰ πάντα κατασκευάσας, Θεός.» Εἰδέναι μέντοι χρὴ, ὡς τὴν μὲν ὑπεροχὴν ἀπὸ τῆς θείας ἔδειξε φύσεως· πλείονος δὲ αὐτὸν ἠξιῶσθαι δόξης κατὰ τὸ ἀνθρώπειον εἴρηκεν. Ἐπειδὴ γὰρ καὶ Θεὸς καὶ ἄνθρωπος ὁ Δεσπότης Χριστὸς, ἀμφότερα δὲ ἐν τῷ ἑνὶ θεωρεῖται προσώπῳ, ἀναγκαίως καὶ τὰ ὑψηλὰ καὶ τὰ ταπεινὰ, περὶ αὐτοῦ λέγειν εἰς δήλωσιν τῶν δύο φύσεων ἀναγκάζεται. ε, 2. «Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων. Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.» Ἀπὸ τῆς Παλαιᾶς Γραφῆς τὰ ὀνόματα τέθεικε· καὶ γὰρ τὸν Μωϋσῆν θεράποντα κέκληκεν ὁ Θεός· «Μωϋσῆς γὰρ, φησὶν, ὁ θεράπων μου τετελεύτηκε.» Καὶ πάλιν·
PG 82:699«Οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωϋσῆς.» Καὶ αὐτὸν δὲ τὸν Δεσπότην Χριστὸν Υἱὸν ἡ Παλαιὰ Γραφὴ καλεῖ· «Τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Καί· «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.» Καὶ· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.» Γινώσκεται τοίνυν, φησὶ, τούτου κἀκείνου τὸ μέσον· ὁ μὲν γὰρ θεράπων, ὁ δὲ Υἱός· καὶ ἐκεῖνος μὲν πιστὸς ἐκλήθη, ἵνα δειχθῇ ἀξιόχρεως νομοθέτης. Τοῦτο γὰρ εἶπεν, Εἰς μαρτύριον τῶν λαληθησομένων. Ὁ δὲ Χριστὸς ὡς Υἱὸς καλεῖται πιστός. Εἰ δὲ εὐτελείας τήνδε τὴν προσηγορίαν οἱ αἱρετικοὶ σημαντικὴν εἶναι νομίζουσιν, ἀκουέτωσαν τοῦ Ἀποστόλου περὶ τοῦ Θεοῦ καὶ Πατρὸς λέγοντος· «Πιστὸς ὁ Θεὸς δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Καὶ τοῦ προφήτου Δαβίδ· «Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὑτοῦ.» Καὶ πάλιν· «Καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.» Καὶ ὁ θεῖος δὲ Μωϋσῆς οὕτω λέγει· «Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.» Οἶκον δὲ τοῦ Θεοῦ κέκληκε τοὺς πιστεύοντας κατὰ τὴν προφητείαν τὴν λέγουσαν·
«Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω.» Ταύτης δὲ, φησὶν, ἀπολαυσόμεθα τῆς τιμῆς, ἐὰν τὴν παῤῥησίαν, ἧς τετυχήκαμεν, καὶ τὴν ἀξιέραστον ἐλπίδα διὰ τῶν τῆς ἀρετῆς κατορθωμάτων διατηρήσωμεν. Ἐπειδὴ δὲ τῆς ἐλπίδος ἐμνήσθη, ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Ὑπέσχετο δὲ ἡμῖν ὁ Δεσπότης τὴν βασιλείαν τῶν οὐρανῶν, σύγκρισιν πάλιν ποιεῖται τῶν Ἰουδαίοις δεδομένων καὶ τῶν ἡμῖν ἐπηγγελμένων. ζια. «Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου;» Τέθεικε μὲν τὴν μαρτυρίαν, δεδιττόμενος δῆθεν αὐτοὺς, ἵνα φυλάξωσι διὰ σπουδῆς τὴν δεδομένην ἐλπίδα. Πλὴν ἕτερον κατασκευάζει, ἀνυπόπτως πάλιν μεθοδεύων τὸν λόγον. Ἐπιμένει δὲ τῇ παραινέσει. ιβ.
PG 82:701«Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.» Πολλῆς ὑμῖν ἐπιμελείας δεῖ καὶ σπουδῆς, ὥστε φυλάξαι τὴν πίστιν, καὶ μὴ τὴν λώβην τῆς ἀπιστίας εἰσδέξασθαι. Αὕτη γὰρ χωρίζει τοῦ ζῶντος Θεοῦ. ιγ. «Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας.» Καθ’ ἑκάστην ἡμέραν τοὺς ἔτι ζῶντας προσήκει πᾶσαν ἑαυτῶν ποιεῖσθαι φροντίδα, ἵνα μὴ χώραν ἡ ἁμαρτία λαβοῦσα ἀντίτυπον τὴν ἡμετέραν καρδίαν ἐργάσηται. Σήμερον δὲ τὸν παρόντα κέκληκε βίον. ιδ. «Μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ, ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν.» Κεκοινωνήκαμεν γὰρ τῷ Δεσπότῃ Χριστῷ διὰ τοῦ παναγίου βαπτίσματος τοῦ θανάτου, καὶ συνταφέντες αὐτῷ ἐν τῷ τύπῳ τῆς ἀναστάσεως γεγενήμεθα, εἴπερ ἄρα βεβαίαν τὴν πίστιν φυλάξωμεν. Ταύτην τὴν ἀρχὴν τῆς ὑποστάσεως κέκληκε· δι’ ἐκείνης γὰρ ἐνεουργήθημεν, καὶ συνήφθημεν τῷ Δεσπότῃ Χριστῷ, καὶ τῆς τοῦ παναγίου Πνεύματος μετειλήφαμεν χάριτος. Εἶτα πάλιν τὸν προφητικὸν ἀναλαμβάνει λόγον. ιε. «Ἐν τῷ λέγεσθαι·
Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.» Μέμνηται δὲ καὶ τῶν τοῦτο δεξαμένων τὸ πάθος. ι. «Τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; Ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως.» Κατ’ ἐρώτησιν τὸ πρῶτον ἀναγνωστέον· τὸ δὲ δεύτερον μὴ ἀποφαντικῶς, ἀλλὰ καθ’ ὑπόκρισιν. Οὕτω γὰρ νοεῖν τὰ ἑξῆς παρασκευάζει· πλὴν γὰρ Χαλὲβ τοῦ Ἰεφωνῆ, καὶ Ἰησοῦ τοῦ Ναυῆ, ἑξακόσιαι διεφθάρησαν χιλιάδες. Τούτους γὰρ εἶπεν, ἐξεληλυθότας ἐξ Αἰγύπτου. ιζιθ. «Τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ; Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν.» Τοῦ γὰρ Θεοῦ παρεγγυήσαντος εἰς τὴν ἐπηγγελμένην ἀπᾶραι γῆν, ἀντεῖπον ἐκεῖνοι, προβαλλόμενοι τὸ δέος, καὶ τῶν πολεμίων τὸ μέγεθος. Οὗ δὴ χάριν ὁ τῶν ὅλων Θεὸς ἅπαντας κατὰ μέρος ἐν τῇ ἐρήμῳ καταναλώσας, τοὺς ἐκείνων παῖδας ἀντ’ ἐκείνων εἰσήγαγε.
Ταῦτα παρενθεὶς, ὥστε διὰ τούτων δεδίξασθαι, καὶ παρασκευᾶσαι προσμεῖναι τὰς δεδομένας ἐλπίδας, περὶ τῆς καταπαύσεως λοιπὸν ποιεῖται τὸν λόγον, διδάσκων ὡς ἄνωθεν ὁ προφήτης Δαβὶδ ταύτην ἡμῖν προεθέσπισε. ΚΕΦΑΛΑΙΟΝ Δ. α. «Φοβηθῶμεν οὖν μήποτε καταλιπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ἡμῶν ὑστερηκέναι.» Ἐπηγγείλατο, φησὶν, ἡμῖν ὁ Δαβὶδ, ὡς ἔστιν ἑτέρα κατάπαυσις. Σπουδάσωμεν τοίνυν ταύτης τυχεῖν, ἵνα μὴ ἐκείνοις τὰ ὅμοια πάθωμεν. β. «Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι, ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν.» Οὐκ ἀπόχρη εἰς σωτηρίαν ἡ τῶν λόγων ἀκρόασις. Προσήκει γὰρ τοῦτο μετὰ πίστεως δέξασθαι, καὶ βεβαίως φυλάξαι. Τί γὰρ ὤνησεν ἡ τοῦ Θεοῦ ἐπαγγελία τοὺς ταύτην δεξαμένους, μὴ πιστῶς δεξαμένους, καὶ τῇ τοῦ Θεοῦ δυνάμει τεθαῤῥηκότας, καὶ οἷον τοῖς Θεοῦ λόγοις ἀνακραθέντας; γ. «Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.» Βούλεται δεῖξαι τρεῖς καταπαύσεις κεκλημένας ἐν τῇ θείᾳ Γραφῇ·
καὶ πρώτην μὲν τὴν ἑβδόμην ἡμέραν, ἐν ᾗ τὴν κτίσιν πεπλήρωκεν ὁ Θεός· δευτέραν δὲ τῆς ἐπαγγελίας τὴν γῆν· τρίτην δέ γε τὴν βασιλείαν τῶν οὐρανῶν. Κατασκευάζει δὲ τὴν ταύτης ἀπόδειξιν ἀπὸ τῆς προφητικῆς μαρτυρίας. Εἰ γὰρ μὴ ἀληθῶς, φησὶν, ἔστιν ἑτέρα κατάπαυσις, τί δήποτε τοῖς τὴν δευτέραν δεξαμένοις καὶ παρεγγυᾷ μὴ σκληρύναι τὰς καρδίας, καὶ ἀπειλεῖ τιμωρίαν, καὶ τῶν τῆς δευτέρας καταπαύσεως καταπεφρονηκότων ποιεῖται τὴν μνήμην; κατὰ τάξιν δὲ ταύτας τίθησι, καὶ πρώτην μὲν τὴν τῆς ἑβδόμης ἡμέρας. «Καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. (δ.) Εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτως· Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὑτοῦ.» Ὅτι, φησὶν, οὐ περὶ ἐκείνης ὁ μακάριος λέγει Δαβὶδ, παντί που δῆλον· πρὸ πολλῶν γὰρ γενεῶν ἐκείνη γεγένηται τοῦ Δαβίδ· ἐν γὰρ τῇ ἑβδόμῃ ἡμέρᾳ πεπλήρωκε τὴν κτίσιν ὁ τῶν ὅλων Θεός. ε. «Καὶ ἐν τούτῳ πάλιν· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου;» Ἀλλ’ ὅμως καὶ ταῦτα σαφῶς ἐπιστάμενος ὁ Προφήτης, οὐδὲν ἧττον ἑτέραν κατάπαυσιν ἐπαγγέλλεται. 2, ζ.
PG 82:703«Ἐπεὶ οὖν ἀπολείπεταί τινας εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι’ ἀπείθειαν, πάλιν τινὰ ὁρίζει ἡμέραν, σήμερον, ἐν Δαβὶδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.» Εἶτα διδάσκων ὡς οὐ περὶ τῆς Παλαιστίνης ταῦτά φησιν ὁ Προφήτης, ἐπισυλλογίζεται· η. «Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας.» Οὐκ ἂν, φησὶ, περὶ ἐκείνης εἶπε τῆς γῆς. Εἰς ἐκείνην γὰρ αὐτοὺς εἰσήγαγεν ὁ τοῦ Ναυῆ Ἰησοῦς. Ἐν αὐτῇ δὲ ἦν καὶ ὁ θεῖος Δαβὶδ, ὅτε ταύτην ἐπηγγέλλετο τὴν κατάπαυσιν. Εἶτα συλλογιστικῶς· θ. «Ἄρα οὖν ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.» Οὐ κατ’ ἐρώτησιν, ἀλλὰ κατὰ ἀπόφασιν ἀναγνωστέον. Σαββατισμὸν δὲ τὴν κατάπαυσιν κέκληκεν, ἐπειδὴ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων, ὧν ἐποίησεν· ἐν τῷ μέλλοντι δὲ βίῳ ἄλυπος ἔσται ζωὴ, καὶ πόνων ἐλευθέρα, καὶ φροντίδων ἀπηλλαγμένη. Σαββατισμὸν τοίνυν ὠνόμασε τὴν τῶν σωματικῶν ἔργων ἀπαλλαγήν. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· ι.
«Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.» Ὥσπερ γὰρ ὁ τῶν ὅλων Θεὸς, ἐν τῇ ἕκτῃ ἡμέρᾳ ἅπασαν τὴν κτίσιν πεπληρωκὼς, τῇ ἑβδόμῃ ἐπαύσατο τοῦ δημιουργεῖν· οὕτως οἱ τόνδε τὸν βίον ὑπεξελθόντες, καὶ εἰς ἐκεῖνον μεταβάντες, τῶν παρόντων ἀπαλλαγήσονται πόνων. Καὶ Ἰουδαίοις δὲ ὁ νόμος ἐκέλευσε τῷ Σαββάτῳ τῶν μὲν σωματικῶν ἔργων ἀπέχεσθαι, μόναις δὲ προσφέρειν ταῖς ψυχαῖς ἐπιμέλειαν. Εἶτα συμβουλευτικῶς· ια. «Σπουδάσωμεν οὖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.» Ὁ γὰρ ῥᾳστώνῃ συζῶν, καὶ μὴ ποθῶν τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαῦσαι, ταῖς ἐκείνων τῶν ἀπειθησάντων ὑπεύθυνος ἔσται κατηγορίαις. Ἔπειτα τὸ φρίκης γέμον κριτήριον ἐπιδείκνυσι. ιβ, ιγ. «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.
PG 82:705Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.» Οὐδὲν δύναται λαθεῖν ἐκεῖνον τὸν ἀδέκαστον δικαστὴν, πάντα δὲ ἀκριβῶς ἐπίσταται, καὶ αὐτῶν τῶν λογισμῶν τὰ κινήματα. Οἶδε τὰ ἐν τῷ σκότει γινόμενα, οἶδε τὰ κρύβδην τολμώμενα· οὐ λέληθεν αὐτὸν τὰ πονηρὰ βουλεύματα τῆς ψυχῆς, αὐτῷ τὰ κεκρυμμένα γυμνά. Τὸ δὲ, τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ , ἐκ μεταφορᾶς τέθεικε τῶν θυομένων ζώων, ἃ παντελῶς ἄφωνα κεῖται, τῆς σφαγῆς τὴν ζωὴν ἀφελομένης, καὶ μετὰ τῆς ζωῆς τὴν φωνήν. Οὕτω, φησὶ, καὶ ἡμεῖς κρινόμενοι θεώμεθα μὲν ἅπαντα τὰ δυσσεβῶς παρ’ ἡμῶν ἢ παρανόμως γεγενημένα· σιγῶντες δὲ τὴν τῆς τιμωρίας δεχόμεθα ψῆφον, ἅτε δὴ τὸ δίκαιον αὐτῆς ἐπιστάμενοι. Ταῦτα δὲ οὐκ ἐκείνοις μόνοις, ἀλλὰ καὶ πᾶσιν ἡμῖν γέγραφεν ὁ θεῖος Ἀπόστολος. Προσήκει τοίνυν διηνεκῶς ἡμᾶς σκοπεῖν τὸ θεῖον ἐκεῖνο κριτήριον, καὶ πεφρικέναι, καὶ τρέμειν, καὶ τὰς θείας ἐντολὰς φυλάττειν ἐπιμελῶς, καὶ τὴν ἐπηγγελμένην προσμένειν κατάπαυσιν· ἧς τύχοιμεν ἐν Χριστῷ·
μεθ’ οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. ιδ. «Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας.» Ἐν μὲν τοῖς πρόσθεν ἡρμηνευμένοις τῶν καταπαύσεων τὴν σύγκρισιν ἐποιήσατο, καὶ ἔδειξε τὴν ἡμῖν ἐπηγγελμένην ἀμείνω τῆς Ἰουδαίοις ὑπεσχημένης. Ἐκείνοις γὰρ τὴν γῆν τῆς ἐπαγγελίας ὑπέσχετο, ἡμῖν δὲ τὸν οὐρανόν. Ἐντεῦθεν δὲ λοιπὸν τῆς ἀρχιερωσύνης ποιεῖται τὴν παρεξέτασιν, καὶ δείκνυσι πολλῷ μείζονά τε καὶ κρείττονα τῆς Λευϊτικῆς τὴν κατὰ τὴν τάξιν Μελχισεδέκ. Τῷ παραινετικῷ δὲ πάλιν σχήματι κεχρημένος, ποιεῖται τὴν σύγκρισιν, ἵνα μὴ δόξῃ τοῖς ἔτι τὴν κατὰ νόμον πολιτείαν ἀσπαζομένοις τῷ νόμῳ πολεμεῖν, ἀλλ’ οὐ τῇ ἀληθείᾳ συνηγορεῖν. Ἀρχιερέα δὲ τὸν Κύριον Ἰησοῦν προσηγόρευσεν, ὡς τὴν ὑπὲρ ἡμῶν προσενηνοχότα θυσίαν, καὶ ἄραντα τοῦ κόσμου τὴν ἁμαρτίαν. Τούτου δὴ χάριν καὶ ἀμνὸς ὠνομάσθη. «Ἴδε γὰρ, φησὶν, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Δῆλον δὲ καὶ τοῖς ἄγαν φιλονείκοις, ὡς ἀνθρώπεια τὰ ὀνόματα.
PG 82:707Εἰ δὲ τῆς θεότητος ταῦτά τινες ὑπειλήφασι, καλείτωσαν αὐτὴν καὶ κατάραν, καὶ δούλου μορφὴν, καὶ ὅσα τοιαῦτα. Εἰ δὲ οὐδὲν τούτων τῆς θείας φύσεως ἴδιον, λείπεται νοεῖν ταῦτα τῆς οἰκονομίας ὀνόματα. Ὥσπερ γὰρ ἄνθρωπος λέγεται γεγενῆσθαι, φύσιν ἀνθρωπείαν ἀνειληφώς· οὕτως ἀρχιερεὺς ἡμῶν ὡς ἄνθρωπος κέκληται. Τοῦτο δὲ ἡμᾶς καὶ τὰ ἀποστολικὰ διδάσκει ῥητά. Δείκνυσι γὰρ αὐτὸν τοὺς οὐρανοὺς διεληλυθότα· ἡ δὲ τοῦ Δεσπότου Χριστοῦ θεότης ἀπερίγραφον ἔχει τὴν φύσιν, πανταχοῦ πάρεστι, καὶ τοῖς πᾶσι παρίσταται. Τοῦτο καὶ αὐτὸς ἡμᾶς ὁ Δεσπότης ἐδίδαξεν. «Οὐδεὶς γὰρ, φησὶν, ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.» Κάτω γὰρ ὢν, καὶ τοῖς ἀνθρώποις διαλεγόμενος, ἔλεγεν εἶναι καὶ ἄνω. Χρὴ τοίνυν ἡμᾶς εἰδέναι, τίνα μὲν τῆς θεολογίας, τίνα δὲ τῆς οἰκονομίας ὀνόματα. Ὁ μέντοι θεῖος Ἀπόστολος ὑποδείξας ἡμῖν τὸν μέγαν ἡμῶν ἀρχιερέα πρῶτον εἰς τὴν ἀληθινὴν εἰσεληλυθότα κατάπαυσιν, καὶ τῶν οὐρανῶν γεγενημένον ὑπέρτερον, τὴν ὁμολογίαν κατέχειν παρεγγυᾷ. Ὁμολογίαν δὲ ἡμῶν τὴν πίστιν ὠνόμασεν.
Ὁμολογοῦμεν γὰρ πιστεύειν, οὐ μόνον εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ἀλλὰ καὶ εἰς ἀνάστασιν νεκρῶν, καὶ εἰς ζωὴν αἰώνιον, καὶ εἰς οὐρανῶν βασιλείαν. ιε. «Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας.» Πολλὰς κατ’ ἐκεῖνον τὸν καιρὸν οἱ πεπιστευκότες ἐδέχοντο πειρασμῶν τρικυμίας. Ψυχαγωγεῖ τοίνυν αὐτοὺς, διδάσκων ὡς ὁ ἡμέτερος ἀρχιερεὺς οὐ μόνον ὡς Θεὸς οἶδε τῆς ἡμετέρας φύσεως τὴν ἀσθένειαν, ἀλλὰ καὶ ὡς ἄνθρωπος πεῖραν τῶν ἡμετέρων ἔλαβε παθημάτων, μόνης τῆς ἁμαρτίας διαμείνας ἀμύητος. Ταύτην δὲ, φησὶν, ἡμῶν τὴν ἀσθένειαν ἐπιστάμενος, καὶ τὴν ἁρμόττουσαν ὀρέγει βοήθειαν, καὶ δικάζων ἡμῖν, πρὸς τὴν ἀσθένειαν ἐξοίσει τὴν ψῆφον. ι. «Προσερχώμεθα οὖν μετὰ παῤῥησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.» Ὡς Θεὸς ὁ Δεσπότης Χριστὸς φυσικὴν ἔχει τὴν βασιλείαν, αἰώνιον τὸν θρόνον. «Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ὡς δὲ ἄνθρωπος, καὶ ἀρχιερεὺς, καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν, ἀκούει·
«Κάθου ἐκ δεξιῶν μου.» Τοῦτον χάριτος θρόνον κέκληκεν ὁ θεῖος Ἀπόστολος. Οἶμαι δὲ αὐτὸν καὶ τὴν φιλανθρωπίαν αἰνίττεσθαι, ἧ κεχρημένος δικάσει. Τοῦτο γὰρ προστέθεικεν· Ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Κατὰ γὰρ τὸν παρόντα προσιόντες βίον, καὶ τὴν ἀκραιφνῆ καὶ εἰλικρινῆ πίστιν ἐπιδεικνύμενοι, ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ τῆς φιλανθρωπίας τευξόμεθα. Εἶτα τῆς ἱερωσύνης τὴν αἰτίαν διδάσκει, καὶ τίνος ἕνεκεν ταύτης ἀξιοῦνταί τινες, καὶ τί προσήκει τὸν ἀρχιερέα. ΚΕΦΑΛΑΙΟΝ Ε. αγ.
«Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεὸν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν.» Εἶπεν, ὅτι «Οὐκ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, ἀλλὰ πεπειραμένον κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας·» ἀναγκαίως τοίνυν καὶ ταῦτα προστέθεικε, διδάσκων ὡς κἀν τῷ νόμῳ οὐκ ἄγγελος ὑπὲρ ἀνθρώπων ἱερατεύειν ἐτάχθη, ἀλλ’ ἄνθρωπος ὑπὲρ ἀνθρώπων, τὴν αὐτὴν φύσιν ἔχων, τὰ αὐτὰ περικείμενος πάθη, τῆς φύσεως τὴν ἀσθένειαν ἐπιστάμενος, συγγνώμην νέμων τοῖς ὀλισθαίνουσιν, ὀρέγων χεῖρα τοῖς ἁμαρτάνουσιν, ἐκ τῶν οἰκείων καὶ τὰ τοῦ πέλας σκοπῶν. Οὗ δὴ χάριν, καὶ τὰς θυσίας οὐχ ὑπὲρ τοῦ λαοῦ μόνου, ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ προσφέρειν νενομοθέτηται. δ. «Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ ὁ Ἀαρών.» Ἀρχιερεὺς γὰρ ἔννομος, ὁ παρὰ τοῦ Θεοῦ τὴν χειροτονίαν δεχόμενος.
PG 82:709Οὕτω γὰρ καὶ Ἀαρὼν ὁ πρῶτος ἀρχιερεὺς τὴν ἀξίαν ταύτην ἐδέξατο. Ταῦτα μέντοι ὁ θεῖος Ἀπόστολος εἴρηκεν, οὐ τῆς ἀρχιερωσύνης ἡμῖν τοὺς κανόνας νῦν ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ τὰ περὶ τῆς Δεσποτικῆς ἀρχιερωσύνης προκατασκευάζων· σοφῶς αὐτίκα τοίνυν ἐπήγαγεν· ε, 2. «Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Ἐπειδὴ γὰρ ἐξ ἑτέρας ὑπῆρχε φυλῆς (ἐκ τοῦ Δαβιτικοῦ γὰρ κατὰ τὴν ἀνθρωπείαν φύσιν ἐβλάστησε γένους) εἰδὼς ὁ Ἀπόστολος τῶν ἀπιστούντων Ἰουδαίων τὸ τῆς γνώμης ἀντίτυπον, εἰς τὰς προφητικὰς κατέφυγε μαρτυρίας· καὶ σοφῶς μὲν διὰ τούτων τὸν οἰκεῖον ἐβεβαίωσε λόγον· σοφῶς δὲ αὐτὸν ἔδειξεν οὐκ ἀρχιερέα μόνον, ἀλλὰ καὶ Υἱὸν προσαγορευόμενον, καὶ καινήν τινα καὶ παράδοξον ἀρχιερωσύνην δεξάμενον. Ἐπειδὴ δὲ εἶπεν ὡς τούτου χάριν ἄνθρωπος ὑπὲρ ἀνθρώπων ἀρχιερεὺς προβάλλεται, ὥστε συμπάσχειν τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν·
δείκνυσι καὶ τὸν Δεσπότην Χριστὸν, πλὴν ἁμαρτίας, πάντα τῆς ἀνθρωπείας φύσεως δεξάμενον τὰ παθήματα. ζι. «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας. Καίπερ Υἱὸς ὢν, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοήν. Καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.» Τίς ἂν μὴ κομιδῇ παραπαίων ταῦτα περὶ τῆς θείας εἰρῆσθαι φύσεως εἴποι; Εἰ γὰρ ὁ μακάριος Παῦλος οὐκ ἐδεδίει τὸν θάνατον, ἀλλὰ ἐπιθυμίαν εἶχεν εἰς τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι, καὶ τοῖς προειρηκόσι τὰ ἐν Ἱεροσολύμοις αὐτῷ συμβησόμενα, καὶ πειρασθεῖσιν ἐπισχεῖν, ἔφη· «Τί κλαίετε, καὶ συνθρύπτετέ μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· πῶς ὁ Θεὸς Λόγος, ὁ τῶν αἰώνων δημιουργὸς, ὁ ἀναλλοίωτός τε, καὶ ἄτρεπτος, καὶ πάθους ἐλεύθερος, ἐδεδίει τὸν θάνατον; Ἀλλὰ γὰρ ἴσως καὶ τὸ μηκύνειν περὶ τούτων ἀνοίας ἐσχάτης.
PG 82:711Ἡ γὰρ τῆς ταπεινότητος τῶν εἰρημένων ὑπερβολὴ, καὶ αὐτοὺς ἀναγκάζει τοὺς τὴν θεότητα βλασφημοῦντας, μηδὲν τούτων τῇ θεότητι προσαρμόσαι. Καὶ γὰρ τὴν ἀνθρωπότητα τοῦτο παθεῖν ἡ θεότης συνεχώρησεν, ἵνα μάθωμεν ὡς ἀληθῶς ἐνηνθρώπησε, καὶ φύσιν ἀνθρωπείαν ἀνέλαβε, καὶ οὐ φαντασίᾳ καὶ δοκήσει τὸ τῆς οἰκονομίας ἐτελέσθη μυστήριον. Εἰ γὰρ καὶ τούτων οὕτως γεγενημένων, καὶ Σίμων, καὶ Μένανδρος, καὶ Κέρδων, καὶ Μαρκίων, καὶ Βαλεντῖνος, καὶ Βασιλίδης, καὶ Βαρδισάνης, καὶ Μάνης, τοὺς οἰκείους ἐδίδαξαν θιασώτας, ὡς οὐδὲν εἶχε τῆς ἀνθρωπείας φύσεως, δῆλον ὅτι πλείους ἂν τὸν πλάνον τοῦτον ὑπέμειναν, εἰ μὴ τῶν ἀνθρωπείων πλὴν ἁμαρτίας ἠνέσχετο παθημάτων. Ἡμέρας δὲ σαρκὸς τὸν τῆς θνητότητος ἔφη καιρὸν, τουτέστιν ἡνίκα θνητὸν εἶχε τὸ σῶμα. Λέγει δὲ τὴν εὐχὴν, ἣν παρὰ τὸ πάθος προσηύξατο· «Πάτερ, εἰπὼν, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ.» Τὸ δὲ, Ἔμαθεν, ἀφ’ ὧν ἔπαθε, τὴν ὑπακοὴν , ὑπερβολικῶς ὁ Ἀπόστολος τέθεικε. Τὴν γὰρ ὑπακοὴν οὐ μετὰ τὸ πάθος, ἀλλὰ πρὸ τοῦ πάθους ἐπεδείξατο. Τελείωσιν δὲ τὴν ἀνάστασιν καὶ τὴν ἀθανασίαν ἐκάλεσε. Τοῦτο γὰρ τῆς οἰκονομίας τὸ πέρας.
Ὑπερβολικῶς δὲ ἅπαντα τέθεικε τὰ παθήματα, οὐ μόνον δεῖξαι βουλόμενος τὸ τῆς ἐνανθρωπήσεως ἀληθὲς, ἀλλὰ καὶ ἐκεῖνον βεβαιῶν τὸν λόγον, ὃν ἤδη προείρηκεν· «Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας·» ἵνα καὶ ταύτῃ προτρέψῃ τούτους, οἷς ἔγραφεν, ἐπιμεῖναι τῇ πίστει, καὶ θαῤῥῆσαι τῇ τοῦ ἀρχιερέως συμπαθείᾳ τε καὶ φιλανθρωπίᾳ. Πάλιν δὲ τοῦ Μελχισεδὲκ μνημονεύσας, βούλεται μὲν τὴν τούτου ἱερωσύνην δεῖξαι τῆς Λευϊτικῆς μείζονα· ἀναβάλλεσθαι δὲ τέως δοκεῖ, διὰ τὴν τῶν διδασκομένων ἀσθένειαν. Τοῦτο γὰρ ἔφη· ια. «Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.» Εἶτα καὶ μετρίαν αὐτῶν ποιεῖται κατηγορίαν, καὶ εὐφημίᾳ ταύτην κεράννυσιν, ἵνα διὰ ταύτης τὴν ὠφέλειαν εἰσδέξωνται. ιβ.
PG 82:713«Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς.» Στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ , τοὺς ταπεινοτέρους περὶ τοῦ Χριστοῦ λόγους ἐκάλεσε. Τοῖς γὰρ μηδέπω τὴν πίστιν ἐσχηκόσι τελείαν, τὰ περὶ τῆς ἀνθρωπότητος προσέφερον μόνα τῆς ἀληθείας οἱ κήρυκες. Οὕτως ὁ μακάριος Πέτρος ἐν Ἰουδαίοις δημηγορῶν, ἐμέτρησε τὴν διδασκαλίαν τῇ ἀσθενείᾳ τῶν ἀκουόντων. «Ἰησοῦν γὰρ, ἔφη, τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς,» καὶ τὰ τούτων ἑξῆς τῷ λόγῳ τούτῳ συμβαίνοντα. Καὶ ὁ θεσπέσιος Παῦλος προσφέρων Ἀθηναίοις τὸ κήρυγμα, οὐ Θεὸν, ἀλλ’ ἄνδρα τὸν Δεσπότην Χριστὸν προσηγόρευσεν. Οὕτω καὶ Κορινθίοις γράφων ἔφη, «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε.» Ἐν δὲ τοῖς πρὸ τούτων γεγραμμένοις, ἐδήλωσε τί προσηγόρευσε γάλα. «Οὐ γὰρ ἔκρινα, φησὶ, τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.» Τοῦτο καὶ ἐνταῦθα λέγει· Καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς.
Τὰ ταπεινότερα, φησὶ, περὶ τοῦ Δεσπότου Χριστοῦ λέγειν ὑμῖν ἀναγκαζόμεθα. Τοῖς γὰρ μηδὲ ταῦτα δεχομένοις πῶς οἷόν τε τὰ μείζονα προσενεγκεῖν; Εἶτα δείκνυσιν ἀτελοῦς καὶ τελείου διαφοράν. ιγ, ιδ. «Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.» Ἀπὸ τῶν ἡλικιῶν ἔδειξε τὴν διαφοράν. Καθάπερ γὰρ τοῖς μὲν εὐθυγενέσι βρέφεσι τὸ γάλα προσφέρειν εἰώθαμεν, τοῖς δὲ στεγανωτέρους ἐσχηκόσιν ὀδόντας, πάσης λοιπὸν ἀπολαύειν τροφῆς ἐπιτρέπομεν· οὕτω τοῖς ἀτελῆ πίστιν ἔχουσι σύμμετρον τῆς ἀσθενείας τὴν διδασκαλίαν προσφέρομεν· τοὺς δὲ τελείαν εἰσδεξαμένους τῶν τελεωτέρων δογμάτων μεταλαγχάνειν παρασκευάζομεν. Καὶ σαφέστερον διδάσκων, τί προσηγόρευσε γάλα , ἐπήγαγε· ΚΕΦΑΛΑΙΟΝ 2. α. «Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα.» Τίς δὲ ὁ τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγος;
PG 82:715«Μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, (β, γ.) βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. Καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός.» Μεμψάμενος αὐτοῖς τὸ περὶ τὴν πίστιν ἀμφίβολον, τοῦτο γὰρ ἐκάλεσε γάλα , τῆς τελειότητος ἔχεσθαι παραινεῖ, καὶ τοῖς ἤδη καταβληθεῖσι θεμελίοις ἐποικοδομεῖν τὰ λοιπὰ, μὴ ἄλλον ἄνωθεν πηγνύναι θεμέλιον. Θεμέλιον δὲ τὴν πίστιν ἐκάλεσεν· ἔργα δὲ νεκρὰ τὴν πονηρίαν. Οἱ γὰρ πεπιστευκότες τὴν τούτων βδελυττόμενοι δυσοσμίαν, καὶ μεταμελείᾳ χρώμενοι, προσίασι τῷ θείῳ βαπτίσματι, καὶ διὰ τῆς ἱερατικῆς χειρὸς ὑποδέχονται τὴν χάριν τοῦ Πνεύματος, καὶ ἐν τῷ θείῳ βαπτίσματι τὸν τῆς ἀναστάσεως δεχόμενοι τύπον, προσμένουσι τὴν κοινὴν πάντων ἀνάστασιν, καὶ τὸ μέλλον κριτήριον. Ταῦτα στοιχεῖα ἐκάλεσε τῶν λογίων. Καθάπερ γὰρ τοῖς μειρακίοις ὁ γραμματιστὴς πρῶτον ὑποδείκνυσι τῶν στοιχείων τοὺς χαρακτῆρας· οὕτως οἱ τῆς εὐσεβείας διδάσκαλοι ταῦτα πρῶτα τοὺς πίστει προσιόντας παιδεύουσι.
Λέγει τοίνυν ὁ θεῖος Ἀπόστολος, ὅτι τῶν τελειωτέρων ἐφίεσθαι χρὴ, καὶ μὴ πάλιν ἄνωθεν μανθάνειν τὰ τῆς εὐσεβείας στοιχεῖα. Τὸ μέντοι, Καὶ τοῦτο ποιήσωμεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεὸς , τῷ ἄνω προσήρμοσε, Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα. Καὶ τοῦτο ποιήσωμεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεὸς, ἀντὶ τοῦ, Σπουδάσωμεν, ἐπιθυμήσωμεν, πάντα πόνον ὑπὲρ τῆς τελειότητος ἀσπασώμεθα. Εἴωθε δὲ ὁ Ἀπόστολος πάντα ἐξαρτᾷν τῆς θείας προμηθείας. Διὰ τοῦτο προστέθεικεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός. Οὕτω καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγεν· «Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ.» Πληθυντικῶς δὲ τὸ βάπτισμα τέθεικεν, οὐ πολλὰ εἶναι διδάσκων βαπτίσματα, ἀλλ’ ἐπειδὴ πολλοὶ τῆς τοῦ βαπτίσματος ἀπολαύουσι χάριτος. Ὅτι γὰρ ἓν ἐκήρυττε βάπτισμα, διδάσκει τὰ ἑξῆς· δ. «Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος.
PG 82:717Καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας.» Τῶν ἄγαν ἀδυνάτων, φησὶν, τοὺς τῷ παναγίῳ προσεληλυθότας βαπτίσματι, καὶ τῆς τοῦ θείου Πνεύματος χάριτος μετειληφότας, καὶ τῶν αἰωνίων ἀγαθῶν δεξαμένους τὸν τύπον, αὖθις προσελθεῖν, καὶ τυχεῖν ἑτέρου βαπτίσματος. Τοῦτο γὰρ οὐδέν ἐστιν ἕτερον, ἢ πάλιν τὸν Υἱὸν τοῦ Θεοῦ τῷ σταυρῷ προσηλῶσαι, καὶ τὴν γεγενημένην ἀτιμίαν πάλιν αὐτῷ προσάψαι. Ὥσπερ γὰρ ἅπαξ τὸ πάθος αὐτὸς ὑπέμεινεν, οὕτω καὶ ἡμᾶς ἅπαξ αὐτῷ προσήκει κοινωνῆσαι τοῦ πάθους. Συνθαπτόμεθα δὲ αὐτῷ διὰ τοῦ βαπτίσματος, καὶ συνανιστάμεθα. Οὐχ οἷόν τε οὖν ἡμᾶς πάλιν ἀπολαῦσαι τῆς τοῦ βαπτίσματος δωρεᾶς. Χριστὸς γὰρ ἀναστὰς ἐκ νεκρῶν οὐκ ἔτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκ ἔτι κυριεύει· ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Καὶ ἡμῶν δὲ ὁ παλαιὸς ἄνθρωπος συνεσταυρώθη ἐν τῷ βαπτίσματι, τοῦ θανάτου τὸν τύπον δεξάμενος. Καλὸν δὲ Θεοῦ ῥῆμα , τὴν ὑπόσχεσιν ἔφη τῶν ἀγαθῶν. Δυνάμεις δὲ μέλλοντος αἰῶνος τὸ βάπτισμα προσηγόρευσε, καὶ τὴν χάριν τοῦ Πνεύματος·
διὰ τούτων γὰρ δυνατὸν τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν. Ταῦτα δὲ ὁ Ἀπόστολος εἴρηκε, τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας διδάσκων, μὴ νομίζειν τὸ πανάγιον βάπτισμα τοῖς Ἰουδαϊκοῖς ἐοικέναι βαπτίσμασιν. Ἐκεῖνα μὲν γὰρ οὐχ ἁμαρτήματα ἔλυεν, ἀλλὰ τὸν δοκοῦντα τοῦ σώματος ἐκάθαιρε μολυσμόν· οὗ δὴ χάριν, καὶ πολλὰ καὶ συνεχῶς προσεφέρετο. Τοῦτο δέ γε ἕν ἐστιν, ἅτε δὴ τοῦ σωτηρίου πάθους καὶ τῆς ἀναστάσεως ἔχον τὸν τύπον, καὶ προδιαγράφον ἡμῖν τὴν ἐσομένην ἀνάστασιν. Ταῦτα οἱ Ναυάτου κατὰ τῆς ἀληθείας ὁπλίζουσι τὰ ῥητὰ, μὴ συνιέντες ὡς ὁ θεῖος Ἀπόστολος οὐ τὰ τῆς μετανοίας ἀπηγόρευσε φάρμακα, ἀλλὰ τοῦ θείου βαπτίσματος τὸν ὅρον ἐδίδαξεν. Ὅθεν ἐπήγαγεν· Ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας. Παραδειγματίσαι γάρ ἐστι τὸ θεῖον μυστήριον, τὸ δὶς τούτου μεταλαχεῖν. Ὅτι γὰρ πανταχοῦ κηρύττει μετάνοιαν, μαρτυρεῖ μὲν τὰ πρὸς Κορινθίους αὐτῷ γεγραμμένα, μαρτυρεῖ δὲ τὰ πρὸς Γαλάτας· καὶ πανταχοῦ δὲ τούτους κατασπείρει τοὺς λόγους. Ἡμεῖς δὲ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. ζ, η.
PG 82:719«Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας παρὰ τοῦ Θεοῦ. Ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν.» Ἀπὸ τῆς εἰκόνος ἔδειξε μὲν, τίνων ἀγαθῶν ἀπολαύουσιν οἱ τοὺς ὡρίμους φέροντες τῆς εὐσεβείας καρπούς· τίνα δὲ πείσονται οἱ τὰς ἀκάνθας βλαστάνοντες. Ὑετὸν δὲ μεταφορικῶς τὴν διδασκαλίαν ἐκάλεσεν· οὕτω γὰρ καὶ ὁ προφήτης Ἡσαί̈ας εἴρηκε, μᾶλλον δὲ ὁ Θεὸς διὰ τοῦ Προφήτου· «Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ’ αὐτὸν ὑετόν.» Καὶ ἐν τοῖς θείοις Εὐαγγελίοις· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.» Ἐπειδὴ δὲ αὐστηροτέροις ἐχρήσατο λόγοις, ἀκανθῶν καὶ πυρὸς μνημονεύσας, τὴν ἀπὸ τῆς εὐφημίας ψυχαγωγίαν προσφέρει. θ. «Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν.» Καὶ ἵνα μὴ δόξῃ κολακείᾳ μᾶλλον, ἢ ἀληθείᾳ κεχρῆσθαι, τῶν ἤδη κατωρθωμένων αὐτοῖς ἀναμιμνήσκει, προθυμοτέρους ταύτῃ περὶ τὰ θεῖα ποιῶν. ι.
«Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις, καὶ διακονοῦντες.» Ταῦτα τοίνυν αὐτοῖς συνειδὼς τί δήποτε νωθροὺς καλεῖς, καὶ νηπίους, καὶ εὐτελεῖς; ια, ιβ. «Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους, ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.» Αἰνίττεται διὰ τῶν λόγων, ὡς πολλὴν μὲν ἐξ ἀρχῆς ἐπεδείξαντο μακροθυμίαν· ἤμβλυνε δὲ ταύτην τὰ συνεχῆ καὶ ἐπάλληλα τῶν ἐναντίων κύματα. Καὶ οἰκείαν δὲ φιλοστοργίαν ὑπέφηνεν. Ἐφίεμαι γὰρ, φησὶ, καὶ λίαν ποθῶ μετ’ ἐκείνης ὑμᾶς τῆς προθυμίας ὁρᾷν ἀεί. Ἔσται δὲ τοῦτο, εἰ δίχα πάσης ἀμφιβολίας τὰς δεδομένας ὑμῖν τῶν μελλόντων ἐλπίδας κατάσχοιτε, εἰς τοὺς διὰ πίστεως περιφανεῖς γεγενημένους ἀφορῶντας ἁγίους, οἳ διὰ πολλῆς καρτερίας τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπέλαυσαν. Καὶ τῶν μὲν πλειόνων μετὰ τὴν παρεξέτασιν ποιεῖται τὴν μνήμην·
τέως δὲ τὸν πατριάρχην Ἀβραὰμ εἰς μέσον ἄγει, καὶ δείκνυσι τὰς μὲν θείας ἐπαγγελίας δεξάμενον, μετὰ πλεῖστον δὲ χρόνον τὸ τούτων θεασάμενον πέρας. ιγιε. «Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ, λέγων· Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτως μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.» Ἔδειξε τοῦ ἐπαγγειλαμένου τὴν ἀλήθειαν. Θεὸς γὰρ, φησὶν, ἦν οὐδὲν ὑπερκείμενον ἔχων· καὶ μάρτυς ὁ ὅρκος· καθ’ ἑαυτοῦ γὰρ ὀμώμοκεν. Ἀλλ’ ὅμως καὶ ὑποσχόμενος, καὶ μεθ’ ὅρκων τοῦτο ποιησάμενος, οὐκ εὐθὺς τὰς ἐπαγγελίας ἐπλήρωσεν· ἀλλ’ ἐδεήθη καρτερίας ὁ πατριάρχης πολλῆς, καὶ πλείστου χρόνου διεληλυθότος, οὕτως εἶδε τὴν τῆς ἐπαγγελίας ἀλήθειαν· διδάσκει δὲ καὶ τίνος χάριν ὀμώμοκε, καὶ τί δήποτε καθ’ ἑαυτοῦ πεποίηκεν. ι. «Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος.» Ἔθος τοῖς ἀνθρώποις ὅρκῳ βεβαιοῦν τοὺς λόγους, ἔθος δὲ αὐτοῖς καὶ κατὰ τῶν μειζόνων ὀμνύναι. ιζ.
«Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ, ἐμεσίτευσεν ὅρκῳ.» Τούτου χάριν ὅρκον τῷ λόγῳ προστέθεικεν ὁ Θεὸς, δεῖξαι βουλόμενος τῆς ἐπαγγελίας τὸ ἀψευδὲς, καὶ ὡς ἀδύνατον ἄλλο τι μετὰ τὸν ὅρκον βουλεύσασθαι. ιη. «Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφεύγοντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος.» Δύο πράγματα τὸν λόγον καὶ τὸν ὅρκον εἴρηκε. Καὶ μόνῳ γὰρ λόγῳ χρώμενος ὁ Θεὸς πληροῖ τὴν ὑπόσχεσιν· πολλῷ δὲ μᾶλλον ὅρκον συνάπτων τῷ λόγῳ. Τοῦτο δὲ, φησὶ, πεποίηκεν ἡμᾶς παραθαῤῥύνων, καὶ προσμένειν τὰς θείας ἐπαγγελίας παρασκευάζων, καὶ μὴ ἀπιστεῖν ἐπειδήπερ οὐχ ὁρῶμεν τὰς ὑποσχέσεις. Ἐλπὶς γὰρ βλεπομένη οὐκ ἔστιν ἐλπίς. ιθ. «Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς (τουτέστι τὴν ἐλπίδα), ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος.» Καταπέτασμα τὸν οὐρανὸν ἐκάλεσε. Τὴν γὰρ τῶν οὐρανῶν βασιλείαν ὑπέσχετο δώσειν τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ὁ Κύριος.
PG 82:721Ἐκεῖνα, φησὶν, ἐλπίζομεν τὰ ἀγαθὰ, ταύτην κατέχομεν τὴν ἐλπίδα, καθάπερ ἄγκυραν ἱεράν. Καὶ γὰρ ἄγκυρα ἐν τῷ βυθῷ κεκρυμμένη, οὐκ ἐᾷ κλονεῖσθαι τὰς ἡμετέρας ψυχάς. Δείκνυσι δὲ καὶ ἑτέρωθεν ἀναντίῤῥητον τῶν ἀγαθῶν τὴν ἐλπίδα. κ. «Ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς.» Δι’ ἡμᾶς, φησὶν, ἐνηνθρώπησε, δι’ ἡμᾶς τὸ σῶμα τῷ θανάτῳ παρέδωκε, καὶ καταλύσας τὸν θάνατον εἰς οὐρανοὺς ἀνελήλυθεν ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος. Ηὔξησε δὲ τὸ θάρσος τῇ τοῦ προδρόμου προσηγορίᾳ. Εἰ γὰρ πρόδρομος ἡμῶν ἐστι, καὶ ὑπὲρ ἡμῶν ἀνελήλυθεν, ἀνάγκη καὶ ἡμᾶς ἀκολουθῆσαι, καὶ τῆς ἀνόδου τυχεῖν. Τοῦτο καὶ ὁ Κύριος τοῖς ἀποστόλοις ἔφη· «Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί μου. Εἰ δὲ μή γε, εἶπον ἂν ὑμῖν ὅτι Πορεύσομαι, καὶ ἑτοιμάσω τόπον ὑμῖν. Κἂν πορευθῶ, καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἐλεύσομαι πρὸς ὑμᾶς, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἵν’ ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε.» Οὕτω καὶ ἐνταῦθα, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν Ἰησοῦς. Ἀναλαμβάνει δὲ καὶ τὸν περὶ τῆς ἀρχιερωσύνης λόγον. «Κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.» Ἐκ τῆς προφητικῆς τοῦτο εἴληφε μαρτυρίας.
«Σὺ γὰρ εἶ, φησὶν, ἀρχιερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Ἀρχιερεὺς δὲ εἰς τὸν αἰῶνά ἐστιν, οὐχ ὡς θυσίας προσφέρων, ἅπαξ γὰρ τὸ ἑαυτοῦ προσενήνοχε σῶμα· ἀλλ’ ὡς μεσίτης προσάγων τῷ Πατρὶ τοὺς πιστεύοντας. Δι’ αὐτοῦ γὰρ, φησὶν, ἐσχήκαμεν τὴν προσαγωγὴν ἀμφότεροι πρὸς τὸν Πατέρα. Καὶ αὐτὸς δὲ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησίν· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ.» Εἰδέναι μέντοι χρὴ, ὡς τῶν πρὸς τὸν Ἀβραὰμ γεγενημένων ὅρκων ὁ θεῖος Ἀπόστολος ἐμνημόνευσεν, ὥστε δειχθῆναι τὸ τῆς θείας βουλῆς ἀμετάθετον. Προκατασκευάζει γὰρ τῆς κατὰ τάξιν Μελχισεδὲκ ἀρχιερωσύνης τὸ βέβαιον. Καὶ ἐνταῦθα γὰρ ὅρκος τῷ λόγῳ συνέζευκται. Ἣν μέντοι πολλάκις ὤδινε ποιήσασθαι σύγκρισιν, ἐπὶ τοῦ παρόντος ποιεῖται· καὶ πρῶτον τῆς κατὰ τὸν Μελχισεδὲκ ἱστορίας ἀναμιμνήσκει. ΚΕΦΑΛΑΙΟΝ Ζ. α, β. «Οὗτος γὰρ ὁ Μελχισεδὲκ, βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλόγησεν αὐτόν· ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ.» Ἀφηγηματικῶς μὲν δοκεῖ ποιεῖσθαι τοὺς λόγους· προκατασκευάζει δὲ τὸ προκείμενον.
PG 82:723Τούτου γὰρ δὴ χάριν καὶ τὸν Ἀβραὰμ ἔδειξεν εὐλογούμενον, καὶ τῶν λαφύρων τὴν δεκάτην προσφέροντα, ἵνα δείξῃ καὶ τῷ τύπῳ τὸν πατριάρχην παραχωροῦντα. Εἶτα καὶ ἀπὸ τῶν ὀνομάτων αὐτοῦ τὸ μέγεθος δείκνυσι. «Πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης.» Τοῦτο τὸ Μελχισεδὲκ ὄνομα, κατὰ τῶν Ἑβραίων καὶ Σύρων φωνὴν, βασιλεὺς δικαιοσύνης σημαίνει. Οὗτος δὲ τῆς Σαλὴμ ἐβασίλευσεν· ἑρμηνεύεται δὲ τὸ Σαλὴμ εἰρήνη. Δεῖξαι τοίνυν βούλεται διὰ τούτων τύπον αὐτὸν ὄντα τοῦ Δεσπότου Χριστοῦ. Αὐτὸς γάρ ἐστι κατὰ τὸν Ἀπόστολον ἡ εἰρήνη ἡμῶν, αὐτὸς κέκληται κατὰ τὸν Προφήτην δικαιοσύνη ἡμῶν. γ. «Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει εἰς τὸ διηνεκές.» Τὸν Ἀβραὰμ ἐγενεαλόγησεν ἡ θεία Γραφὴ, καὶ ἄλλους δὲ πολλοὺς καὶ πρὸ ἐκείνου καὶ μετ’ ἐκεῖνον, καὶ τὸν ἐκείνου πατέρα, καὶ τὸν πάππον, καὶ τὸν ἐπίπαππον, καὶ τοὺς ἐκείνου προγόνους· προστέθεικε δὲ ὅτι τοσῶνδε γενόμενος ἐτῶν γεγέννηκε, καὶ τοσάδε πάλιν ἐπιβιώσας τετελεύτηκε.
Τοῦ δὲ Μελχισεδὲκ οὔτε τὸν πατέρα, οὔτε μὴν τὴν μητέρα, οὔτε τὸ γένος ἐδίδαξεν ἡ θεία Γραφή· καὶ οὔτε πόσον ἐβίωσε χρόνον, οὔτε πότε τοῦ βίου τὸ πέρας ἐδέξατο. Κατὰ τοῦτο τοίνυν οὗτος ἀπάτωρ, καὶ ἀμήτωρ, καὶ ἀγενεαλόγητος, οὔτε ἀρχὴν ἡμερῶν ἐσχηκὼς, οὔτε ζωῆς τέλος ἔχων. Οὐδὲν γὰρ τούτων ἡμᾶς ἐδίδαξεν ἡ θεία Γραφή. Ὁ μέντοι Δεσπότης Χριστὸς φύσει καὶ ἀληθῶς τούτων ἕκαστον ἔχει. Ἀμήτωρ μὲν γάρ ἐστιν ὡς Θεὸς, ἐκ μόνου γὰρ γεγέννηται τοῦ Πατρός· ἀπάτωρ δὲ ὡς ἄνθρωπος, ἐκ μόνης γὰρ ἐτέχθη μητρὸς, τῆς Παρθένου φημί. Ἀγενεαλόγητος ὡς Θεός· οὐ γὰρ χρῄζει γενεαλογίας ὁ ἐξ ἀγεννήτου γεγεννημένος Πατρός. Οὐκ ἔσχεν ἀρχὴν ἡμερῶν , ἀί̈διος γὰρ ἡ γέννησις. Οὔτε ζωῆς ἔχει τέλος· ἀθάνατον γὰρ ἔχει φύσιν. Τούτου χάριν οὐ τὸν Δεσπότην Χριστὸν τῷ Μελχισεδὲκ ἀφωμοίωσεν, ἀλλὰ τὸν Μελχισεδὲκ τῷ Χριστῷ. Ἐκεῖνος γὰρ τούτου τύπος, οὗτος δὲ τοῦ τύπου ἡ ἀλήθεια. Ἐν μέντοι τῇ ἱερωσύνῃ οὐ Μελχισεδὲκ μεμίμηται τὸν Δεσπότην Χριστὸν, ἀλλ’ ὁ Δεσπότης Χριστὸς ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Τὸ γὰρ ἱερατεύειν ἀνθρώπου, Θεοῦ δὲ τὰ προσφερόμενα δέχεσθαι.
PG 82:725Ἀλλ’ ὅμως ἐνανθρωπήσας ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, καὶ ἀρχιερεὺς ἡμῶν ἐγένετο κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὐκ ἀξίωμα προσλαβὼν, ἀλλὰ τὴν θείαν κατακρύψας ἀξίαν, καὶ τὴν ὑπὲρ τῆς ἡμετέρας σωτηρίας καταδεξάμενος ταπεινότητα. Οὕτως ἀμνὸς κέκληται, καὶ ἁμαρτία, καὶ κατάρα, καὶ ὁδὸς, καὶ θύρα, καὶ ἕτερα πλεῖστα παραπλήσια τούτων. Περὶ μέντοι τοῦ Μελχισεδὲκ ἔφη, ὅτι μένει ἱερεὺς εἰς τὸ διηνεκὲς , ἐπειδήπερ τὴν ἱερωσύνην οὐ παρέπεμψεν εἰς παῖδας, καθάπερ Ἀαρὼν, καὶ Ἐλεάζαρ, καὶ Φινεές. Ὁ γὰρ εἰς ἕτερον τοῦτον παραπέμπων τὸν κλῆρον, δοκεῖ πως ἀφαιρεῖσθαι τὴν ἀξίαν, ἄλλου τὴν ἐνέργειαν ἔχοντος. Ἔχει δὲ καὶ ἑτέραν διάνοιαν. Ὥσπερ γὰρ Μωϋσῆν οὐ τὸν νομοθέτην μόνον καλοῦμεν, ἀλλὰ καὶ αὐτὸν τὸν νόμον, οὕτω καὶ Μελχισεδὲκ, καὶ τὸ πρόσωπον ὀνομάζομεν, καὶ τὸ πρᾶγμα, τὴν ἱερωσύνην. Ταύτην δὲ ὁ Δεσπότης ἔχει Χριστὸς, ἀτελεύτητον ἔχων ζωήν. δ.
«Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.» Τοῦ ἀξιώματος τοῦ Ἀβραὰμ οὐχ ἁπλῶς ἐμνημόνευσεν, ἀλλὰ δεῖξαι βουλόμενος, ὡς αὐτὴ τῶν ἱερέων ἡ ῥίζα, τῶν ἀγαθῶν ἡ κρηπὶς, δι’ οὗ τῆς εὐλογίας μεταλαγχάνει τὰ ἔθνη, τῆς λείας τὴν δεκάτην τῷ Μελχισεδὲκ προσενήνοχε. ε. «Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ̈ τὴν ἱερωσύνην λαμβάνοντες, ἐντολὴν ἔχουσι ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελφοὺς αὑτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ.» Τοσαύτη δὲ, φησὶν, ἡ τῆς ἱερωσύνης ἀξία, ὡς τοὺς κατὰ νόμον ἱερέας, καὶ παρ’ αὐτῶν τῶν ὁμογενῶν τε καὶ ὁμοφύλων τὰς δεκάτας κομίζεσθαι, καίτοι τὸν αὐτὸν πρόγονον ἔχειν σεμνυνομένων. 2. «Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.» Οἱ μὲν οὖν κατὰ τὸν νόμον ἱερεῖς, τοὺς ὁμοφύλους ἀπαιτοῦσι δεκάτας. Οὗτος δὲ ἀλλόφυλος ὢν παρ’ αὐτοῦ τοῦ πατριάρχου τὰς δεκάτας ἐδέξατο, καὶ τῷ τὰς θείας ἐπαγγελίας εἰληφότι τὴν εὐλογίαν ἀντέδωκεν. Ἡρμήνευσε δὲ καὶ τὸ ἀγενεαλόγητος. Ἐξ αὐτῶν γὰρ εἶπε τὸν Μελχισεδὲκ μὴ γενεαλογεῖσθαι.
PG 82:727Δῆλον τοίνυν ὡς ἐκεῖνος οὐκ ἀληθῶς ἀγενεαλόγητος, ἀλλὰ κατὰ τύπον. ζ. «Χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.» Ἀναμφίλεκτόν τε καὶ λίαν ἀναμφισβήτητον, ὡς οἱ μείζους εὐλογεῖν τοὺς ἐλάττους εἰώθασι. η. «Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν· ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.» Ἀπὸ τῆς προφητικῆς τοῦτο τέθεικε μαρτυρίας. «Σὺ γὰρ εἶ, φησὶν, ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Ἐπειδὴ δὲ εἰκὸς ἦν Ἰουδαίους εἰπεῖν ὅτι Ἀβραὰμ οὐκ ἦν ἱερεὺς, καὶ εἰκότως τὰς δεκάτας προσενήνεγκε, καὶ τὴν εὐλογίαν ἀπέλαβεν, ὁ δὲ Ἀαρὼν τῆς ἱερωσύνης τὴν ἀξίαν ἐδέξατο, καὶ τὸ ἐκείνου γένος μετ’ ἐκεῖνον τῆς θείας μετέλαχε χάριτος, δείκνυσιν ἐκ περινοίας καὶ τούτους διὰ πατριάρχου τὰς δεκάτας προσενεγκόντας. θ, ι. «Καὶ, ὡς ἔπος εἰπεῖν, δι’ Ἀβραὰμ καὶ Λευὶ̈ ὁ δεκάτας λαμβάνων δεδεκάτωται. Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ Πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ.» Οὐδέπω τοῦ Ἰσαὰκ ἐγεγόνει πατὴρ, ὅτε τοῦ Μελχισεδὲκ ὁ πατριάρχης τὴν εὐλογίαν ἐδέξατο. Ἔτι τοίνυν ἐν ἑαυτῷ εἶχε τῆς παιδοποιί̈ας τὰς ἀφορμάς.
Ἐκ δὲ τοῦ Ἰσαὰκ ὁ Ἰακὼβ ἐβλάστησεν, ἐξ ἐκείνου δὲ ὁ Λευί̈ς. Ἐν αὐτῷ τοίνυν ἦν, φησὶν, ὁ Λευί̈ς, ἡνίκα καὶ τὴν δεκάτην προσήνεγκε, καὶ τὴν εὐλογίαν ἐδέξατο. Ἀνάγκη τοίνυν καὶ αὐτὸν δεδεκατῶσθαι, καὶ τῆς εὐλογίας μετειληφέναι. Εἶτα πάλιν ἑτέρωθεν μεθοδεύει τὸν λόγον, καὶ τῷ τῶν λεγομένων ἀναντιῤῥήτῳ καταθαῤῥήσας, δείκνυσι παῦλαν μὲν δεχομένην τὴν Λευϊτικὴν ἱερωσύνην, τὴν δὲ κατὰ τάξιν Μελχισεδὲκ ἀντὶ ταύτης εἰσαγομένην. Προςκατασπείρει δὲ κατὰ ταυτὸν καὶ τὴν περὶ τῆς Καινῆς Διαθήκης διδασκαλίαν. ια. «Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν· ὁ λαὸς γὰρ ἐπὶ αὐτῇ νενομοθέτητο· τίς ἔτι χρεία ἦν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;» Εἰ τὸ τέλειον, φησὶν, εἶχεν ἡ κατὰ νόμον ἱερωσύνη, δι’ αὐτῆς γὰρ ἅπαντα ἐπληροῦτο τὰ νόμιμα, τί βούλεται τῆς ἑτέρας ἡ δόσις; Τί δήποτε δὲ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ ταύτην ἐπαγγέλλεται δώσειν; Καὶ μὴν κατ’ ἐκείνην ἐπληροῦτο τὰ νόμιμα. Ἐκείνη γὰρ τὰς θυσίας προσέφερεν, ἐκείνη τοῦ μολυνομένου ἐκάθαιρε, δι’ ἐκείνης ἐπληροῦντο αἱ περὶ τῶν ἑορτῶν ἐντολαί.
PG 82:729Τοῦτο γὰρ εἶπεν· Ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο. Οὕτω δείξας τὴν τῆς ἱερωσύνης ἐναλλαγὴν δείκνυσι καὶ τοῦ νόμου τὴν παῦλαν. ιβ. «Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.» Ὁ νόμος τῇ ἱερωσύνῃ συνέζευκται. Ἀνάγκη τοίνυν τῆς ἱερωσύνης παυομένης, τοῦτο παθεῖν καὶ τὸν νόμον. ιγ. «Ἐφ’ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ.» Λέγει δὲ καὶ τὸ τῆς φυλῆς ὄνομα. ιδ. «Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησε.» Τὸ, πρόδηλον , ὡς ἀναντίῤῥητον τέθεικε. Καὶ γὰρ τῶν Μάγων παραγενομένων, καὶ ἐρωτήσαντος τοῦ Ἡρώδου τοὺς Ἰουδαίους, ποῦ ὁ Χριστὸς γεννᾶται, ἔφασαν· Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Εἶτα καὶ τὸν σφέτερον ἐβεβαίωσαν λόγον τῇ Γραφικῇ μαρτυρίᾳ. Γέγραπται γάρ· «Καὶ σὺ, Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεταί μοι ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.» Ἐκ δὲ ταύτης, φησὶν, οὐδεὶς ἱερεὺς ἀπεφάνθη. Ἀλλὰ καὶ Ὀζίας τῆς ἱερωσύνης κατατολμήσας, τὴν ἀτιμίαν τῆς λέπρας, ἐπιτίμιον τῆς αὐθαδείας ἐδέξατο.
Θαυμάσαι δὲ ἄξιον τὸ τῆς οἰκονομίας μυστήριον. Ὥσπερ γὰρ ὁ Δεσπότης Χριστὸς βασιλεὺς αἰώνιος ὢν, ἀρχιερεὺς ἡμῶν ἐχρημάτισεν· οὕτως ἡ Ἰούδα φυλὴ, καὶ βασιλικὴ πρότερον οὖσα, τῆς ἱερωσύνης διὰ τοῦ Δεσπότου τετύχηκε. ιειζ. «Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Μαρτυρεῖ γάρ· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Καὶ ἑτέρωθεν, φησὶ, δεῖξαι δυνατὸν τούτου κἀκείνου τὴν ὁμοιότητα. Καθάπερ γὰρ ἐκεῖνος τῆς ἱερωσύνης διαδόχους οὐκ ἔσχεν, οὕτως οὐδὲ οὗτος ταύτην εἰς ἕτερον παραπέμψει. Σαρκικὴν γὰρ ἐντολὴν τοῦτο κέκληκεν, ὡς τοῦ νόμου διὰ τὸ θνητὸν τῶν ἀνθρώπων κελεύοντος, μετὰ τὴν τοῦ ἀρχιερέως τελευτὴν τὸν ἐκείνου παῖδα τὴν ἱερωσύνην λαμβάνειν. Οἶμαι δὲ καὶ ἕτερον τὸν λόγον τόνδε αἰνίττεσθαι. Τὸ σῶμα γὰρ ὡς ἐπίπαν οἱ ἱερεῖς ἐξεκάθαιρον, τοῦτο περιῤῥαίνοντες καὶ λούοντες. Ὑπὲρ τούτου τὰς θυσίας προςέφερον.
Οὐδὲ γὰρ ὑπὲρ ἀνδροφόνων, ἢ γάμους ἀλλοτρίους διορυττόντων, τὰς θυσίας προσκομίζειν εἰώθεσαν, ἀλλ’ ὑπὲρ γονοῤῥυῶν, καὶ λεπρῶν, καὶ τῶν ἁπτομένων ὀστέων νεκρῶν. Εἶτα πάλιν ἀναλαμβάνει τὸν περὶ τοῦ νόμου λόγον. ιηκ. «Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος· ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ. Καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωμοσίας.» Παύεται, φησὶν, ὁ νόμος, ἐπεισάγεται δὲ ἡ τῶν κρειττόνων ἐλπίς. Παύεται δὲ ἐκεῖνος, οὐχ ὡς πονηρὸς, κατὰ τὴν τῶν αἱρετικῶν παραπληξίαν, ἀλλ’ ὡς ἀσθενὴς, καὶ τὴν τελείαν οὐ δυνάμενος προσφέρειν ὠφέλειαν. Ἐπισημήνασθαι μέντοι δεῖ, ὡς ἀσθενῆ καὶ ἀνωφελῆ τὰ περιττὰ τοῦ νόμου καλεῖ, τὴν περιτομὴν, τὸ Σάββατον, καὶ τὰ τούτοις παραπλήσια. Τὸ γὰρ, Οὐ φονεύσεις, οὐ μοιχεύσεις, καὶ τὰ τούτοις προσόμοια, καὶ ἡ Καινὴ Διαθήκη μετ’ ἐπιτάσεως φυλάττειν παρακελεύεται. Ἀντ’ ἐκείνων τοίνυν ἐδεξάμεθα τῶν μελλόντων ἀγαθῶν τὴν ἐλπίδα· αὕτη ἡμᾶς προσοικειοῖ τῷ Θεῷ. Ὅρκος δὲ ἡμῖν βεβαιοῖ τοῦ Θεοῦ τὴν ὑπόσχεσιν. «Οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες·
PG 82:731(κα.) ὁ δὲ μετ’ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Ἐπειδὴ γὰρ αὐτὸς καὶ τοὺς ἐν νόμῳ κεχειροτόνηκεν ἱερέας, ἐκείνους δὲ παύσας, ἕτερον ἀντ’ ἐκείνων ἀπέφηνεν, ἀναγκαίως εἴρηκεν, ὡς ἐκείνους μὲν δίχα ὅρκου κεχειροτόνηκεν, ἐπὶ δὲ τούτου καὶ ὅρκον προστέθεικεν. Μὴ τοίνυν νομίσητε, καὶ τήνδε τὴν ἱερωσύνην ὡς ἐκείνην παυθήσεσθαι, καὶ πάλιν ἄλλην ἀντὶ ταύτης γενήσεσθαι. Ἐκβάλλει γὰρ τὴν τοιαύτην ὑποψίαν ὁ γενόμενος ὅρκος. κβ. «Κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.» Δείξας τὴν ἱερωσύνην τῷ νόμῳ συνεζευγμένην, εἶτα τὴν μὲν Λευϊτικὴν παυομένην, τὴν δὲ κατὰ τάξιν Μελχισεδὲκ πεφηνυῖαν, ἀδεῶς λοιπὸν γυμνοῖ καὶ τὴν καινὴν διαθήκην, καὶ ἀποφαίνει τοσούτῳ τῆς παλαιᾶς διαφέρουσαν, ὅσῳ τῆς προτέρας ἱερωσύνης κρείττων πέφηνεν ἡ δευτέρα.
Ἐπειδὴ δὲ ἡ καινὴ διαθήκη τὴν βασιλείαν ἡμῖν ὑπέσχετο τῶν οὐρανῶν, καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν, καὶ τὴν ζωὴν τὴν αἰώνιον, οὐδὲν δὲ τούτων ἑωρᾶτο, εἰκότως ταύτης ἔγγυον ὠνόμασε τὸν Κύριον Ἰησοῦν ὃς διὰ μὲν τῆς οἰκείας ἀναστάσεως ἐβεβαίωσε τῆς ἡμετέρας ἀναστάσεως τὴν ἐλπίδα· τὴν δὲ οἰκείαν ἀνάστασιν διὰ τῶν ἐπιτελουμένων ὑπὸ τῶν ἀποστόλων ἐδίδου θαυμάτων. Εἶτα πάλιν δείκνυσι καὶ ἑτέρωθεν τήνδε τὴν ἱερωσύνην ὑπερκειμένην. κγ, κδ. «Καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν. Ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην.» Οἱ κατὰ νόμον ἱερεῖς θνητὴν ἔχουσι φύσιν· οὗ δὴ χάριν διηνεκῶς ἱερατεύειν οὐ δύνανται, ἀλλ’ ἔχουσι διαδόχους τῆς ἱερωσύνης τοὺς παῖδας. Οὗτος δὲ, ἀθάνατος ὢν, εἰς ἕτερον οὐ παραπέμπει τῆς ἱερωσύνης τὸ γέρας. κε. «Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.» Καὶ αὐτὴ τῶν λόγων ἡ ταπεινότης βοᾷ, ὡς οὐδὲν τούτων ἁρμόττει τῇ θεότητι τοῦ Χριστοῦ. Οὐδὲ γὰρ διὰ τοῦτο ζῇ, ἵνα ἐντυγχάνῃ ὑπὲρ ἡμῶν· ἡ γὰρ ἐκείνου ζωὴ ἄναρχος καὶ ἀνώλεθρος.
Οὐκοῦν κατὰ τὸ ἀνθρώπινον νοητέον καὶ ταῦτα. Ὥσπερ γὰρ τὸ πάθος ὑπὲρ ἡμῶν κατεδέξατο, οὕτως ἐντυγχάνει ὑπὲρ ἡμῶν. Συνέζευξε μέντοι τῷ ταπεινῷ καὶ ὑψηλὸν ὁ θεῖος Ἀπόστολος· αὐτὸν γὰρ σώζειν ἡμᾶς εἴρηκεν, καὶ τελείαν σωτηρίαν παρέχειν. κ. «Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος.» Οἶμαι καὶ αὐτοὺς ἂν ὁμολογῆσαι τοὺς τἀναντία τῇ ἀληθείᾳ φρονοῦντας, ὡς καὶ ταῦτα τῆς ἀνθρωπότητος, ἀλλ’ οὐ τῆς θεότητος ἴδια. Ἵνα γὰρ τἄλλα παραλίπω, τὸ, ὑψηλότερος τῶν οὐρανῶν γενόμενος , πῶς ἄν τις προσαρμόσοι τῷ Θεῷ Λόγῳ, τῷ τὰ πάντα τεκτηναμένῳ; Δηλοῖ δὲ ὁ λόγος τὸν μετὰ τὸ πάθος ἄνω τῶν οὐρανῶν γενόμενον. Ὁ δὲ Θεὸς Λόγος ἀπερίγραφον ἔχει τὴν φύσιν. Οὐκοῦν καὶ ταῦτα ὡς ἀνθρώπῳ προσαρμόσομεν τῷ Δεσπότῃ Χριστῷ, οὐκ ἄλλον τινὰ τοῦτον παρὰ τὸν Θεὸν Λόγον νοοῦντες, ἀλλ’ εἰδότες, τί μὲν τῆς θεότητος, τί δὲ τῆς ἀνθρωπότητος ἴδιον. κζ. «Ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ·
PG 82:733τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.» Δύο τέθεικεν, ἅπερ οὐκ ἔσχον οἱ τῆς ἱερωσύνης τετυχηκότες. Ἐκεῖνοι γὰρ καὶ συνεχῶς τὰ ἱερεῖα προσέφερον, καὶ ὑπὲρ ἑαυτῶν ἔθυον, ἅτε δὴ καὶ αὐτοὶ πλημμελοῦντες ὡς ἄνθρωποι· οἱ δὲ ἁμαρτήμασιν ὑποκείμενοι οὐ τοσαύτην ἔχουσι προσφέροντες παῤῥησίαν. Οὗτος δὲ οὐδέτερον τούτων ποιεῖ, τὸ μὲν, ἐπειδὴ ἁμαρτίας ἀμύητος, τὸ δὲ, ὡς τῆς μιᾶς θυσίας ἀρκεσάσης εἰς σωτηρίαν. Καὶ ἐκεῖνοι μὲν ἕτερα προσέφερον θύματα· οὗτος δὲ τὸ ἑαυτοῦ προσενήνοχε σῶμα, αὐτὸς ἱερεὺς καὶ ἱερεῖον γενόμενος, καὶ ὡς Θεὸς μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τὸ δῶρον δεχόμενος. κη. «Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν.» Τοιαύτη γὰρ τῶν ἀνθρώπων ἡ φύσις. «Ὁ δὲ λόγος τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.» Ὁ μονογενὴς Υἱὸς σύνδρομον ἔχει τῇ γεννήσει τὴν τελειότητα· τέλειον γὰρ αὐτὸν γεγέννηκεν ὁ Πατήρ. Καὶ τοῦτο τοίνυν κατὰ τὸ ἀνθρώπινον νοητέον. Τέλειον γὰρ ἐνταῦθα τὸν ἀθάνατον λέγει.
Οὐ μὴν ἄλλον υἱὸν νοητέον παρὰ τὸν φύσει Υἱὸν, ἀλλὰ τὸν αὐτὸν καὶ φύσει ὄντα Υἱὸν ὡς Θεὸν, καὶ πάλιν δεχόμενον τὴν αὐτὴν προσηγορίαν ὡς ἄνθρωπον. ΚΕΦΑΛΑΙΟΝ Η. α, β. «Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· Τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.» Τὴν μεγίστην τιμὴν τελευταίαν κατέλιπε, καὶ ἔδειξεν αὐτὸν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης καθήμενον. Τῶν μὲν γὰρ ἱερέων ὁ πρόγονος Ἀαρὼν, ὁ πρῶτος τῆς ἀρχιερωσύνης τὸ γέρας δεξάμενος, μετὰ δέους καὶ φρίκης εἰς τὴν θείαν εἰσίει σκηνήν. Οὗτος δὲ τὴν ἐκ δεξιῶν ἔχει καθέδραν. Τὸ μέντοι λειτουργὸς προστέθεικεν, ἐπειδὴ περὶ ἀρχιερέως ποιεῖται τοὺς λόγους. Ἐπεὶ ποίαν ἐπιτελεῖ λειτουργίαν ἅπαξ προσενέγκας ἑαυτὸν, καὶ οὐκ ἔτι ἑτέραν θυσίαν προσφέρων; Πῶς δὲ οἷόν τε αὐτὸν ὁμοῦ καὶ συνεδρεύειν καὶ λειτουργεῖν; Εἰ μή τις ἄρα λειτουργίαν εἴποι τῶν ἀνθρώπων τὴν σωτηρίαν, ἣν Δεσποτικῶς πραγματεύεται. Σκηνὴν δὲ τὸν οὐρανὸν ἐκάλεσεν, οὗ δημιουργὸς αὐτὸς ὢν, ὡς ἄνθρωπον λειτουργεῖν ὁ Ἀπόστολος εἴρηκε. γ.
PG 82:735«Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ.» Ἴδιον ἀρχιερέως τὸ προσφέρειν δῶρα τῷ τῶν ὅλων Θεῷ. Τούτου χάριν ὁ Μονογενὴς ἐνανθρωπήσας, καὶ τὴν ἡμετέραν φύσιν ἀναλαβὼν, ταύτην ὑπὲρ ἡμῶν προσενήνοχε. δ, ε. «Εἰ μὲν γὰρ ἦν ἐπὶ τῆς γῆς, οὐδ’ ἂν ἦν ἱερεὺς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ νόμον τὰ δῶρα, οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων.» Ταῦτα εἰς ἀπολογίαν τέθεικεν, διδάσκων ὡς οὐ τοῦ νόμου κατηγορεῖ, ἀλλὰ σεπτὸν ἡγεῖται κἀκεῖνον, ὡς ἔχοντα τῶν ἐπουρανίων τὸν τύπον. Τούτου χάριν ἔφη ὅτι περιττὸν ἦν αὐτὸν ἐν τῇ γῇ διαιτώμενον ἱερέα καλεῖν, τῶν κατὰ νόμον ἱερέων τὴν νομικὴν ἐκπληρούντων λατρείαν. Εἰ τοίνυν καὶ ἡ κατὰ νόμον ἱερωσύνη τὸ τέλος ἐδέξατο, καὶ ὁ κατὰ τάξιν Μελχισεδὲκ ἀρχιερεὺς τὴν θυσίαν προσήνεγκε, καὶ θυσίας ἑτέρας ἀνενδεεῖς καθέστηκε, τί δήποτε τῆς καινῆς διαθήκης οἱ ἱερεῖς τὴν μυστικὴν λειτουργίαν ἐπιτελοῦσιν; Ἀλλὰ δῆλον τοῖς τὰ θεῖα πεπαιδευμένοις, ὡς οὐκ ἄλλην τινὰ θυσίαν προσφέρομεν, ἀλλὰ τῆς μιᾶς ἐκείνης καὶ σωτηρίου τὴν μνήμην ἐπιτελοῦμεν.
Τοῦτο γὰρ ἡμῖν αὐτὸς ὁ Δεσπότης προσέταξε· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· 6 ἵνα τῇ θεωρίᾳ τὸν τύπον τῶν ὑπὲρ ἡμῶν γεγενημένων ἀναμιμνησκώμεθα παθημάτων, καὶ τὴν περὶ τὸν εὐεργέτην ἀγάπην πυρσεύσωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν προσμένωμεν τὴν ἀπόλαυσιν. Ὁ μέντοι θεῖος Ἀπόστολος σκιὰν τῶν ἐπουρανίων καλέσας τὴν κατὰ νόμον λατρείαν, Γραφικῇ μαρτυρίᾳ βεβαιοῖ τὸν λόγον. «Καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. Ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει» Σχήματα γὰρ αὐτῷ δείξας ἐν τῷ ὄρει τινὰ, ἐκείνοις προσόμοια κατασκευάσαι προςέταξεν. Οὐκοῦν τύποι τῶν ἐπουρανίων τὰ παλαιά. Τοῦτο γὰρ ἐπάγει· 2. «Νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.» Συντόμως ἔδειξε τὴν ὑπεροχήν. Ἡ μὲν γὰρ παλαιὰ διαθήκη σωματικὰς ἐπαγγελίας εἶχε συνεζευγμένας, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ γῆν ἐλαιώνων καὶ ἀμπελώνων, καὶ παίδων πλῆθος, καὶ τὰ τούτοις προσόμοια. Ἡ δὲ καινὴ ζωὴν αἰώνιον καὶ οὐρανῶν βασιλείαν.
PG 82:737Οὕτω δείξας τῆς Λευϊτικῆς ἱερωσύνης ὑπερκειμένην τὴν κατὰ τάξιν Μελχισεδὲκ, προφανῶς λοιπὸν ἀναλαμβάνει τὸν ὑπὲρ τῆς καινῆς διαθήκης ἀγῶνα. ζ. «Εἰ γὰρ ἡ πρώτη σκηνὴ ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος.» Τὸ, ἄμεμπτος , ἀντὶ τοῦ τελεία, τέθεικε, τουτέστιν ἀποχρῶσα πρὸς τελειότητα, ἀμέμπτους τοὺς χρωμένους ἐργαζομένη. Ἐπειδὴ δὲ ἀπέχρη τοῦτο πλῆξαι τοὺς τῆς νομικῆς πολιτείας ἀντεχομένους, τὸν προφήτην Ἱερεμίαν εἰς τὴν τοῦ εἰρημένου μαρτυρίαν καλεῖ, καί φησι· ηιβ. «Μεμφόμενος γὰρ αὐτοὺς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος· ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὑτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὑτοῦ, λέγων· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.» Ταύτην προςενεγκὼν τὴν μαρτυρίαν θαυμασίως ἄγαν καὶ συντόμως ἐκβάλλει τὸν νόμον, καί φησιν· ιγ. «Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.» Θνητοῖς γὰρ ἀνθρώποις ὁ νόμος ἁρμόδιος, ἡ δὲ καινὴ διαθήκη τὴν αἰώνιον ἡμῖν ὑπισχνεῖται ζωήν. Εἰκότως τοίνυν ἐκείνη μὲν γεγήρακεν, αὕτη δὲ καινὴ μένει διὰ παντὸς, ὡς τοῖς ἀγηράτοις αἰῶσι συνεζευγμένη. Τοῦτο καὶ ἡ προφητεία δεδήλωκεν, ὅτι Οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὑτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὑτοῦ, λέγων· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν. Τοῦτο δὲ οὐ κατὰ τὸν παρόντα βίον γεγένηται, ἀλλὰ κατ’ ἐκεῖνον γενήσεται. Οἱ γὰρ ἔτι τὸν τῆς ἀπιστίας περικείμενοι ζόφον, ἐκεῖ τὴν ἀλήθειαν ὄψονται, καὶ κόψονται κατὰ τὴν θείαν φωνήν.
Ἐπειδὴ δὲ σκιὰν τῶν ἐπουρανίων τὴν κατὰ νόμον λατρείαν ἐκάλεσεν ἐν τοῖς πρόσθεν ἡρμηνευμένοις, τοῦτον ἐξυφαίνει τὸν λόγον. ΚΕΦΑΛΑΙΟΝ Θ. α. «Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας.» Τὰς ἐντολὰς οὕτως ἐκάλεσε, καθὼς τὴν θείαν ἐποιοῦντο λατρείαν. Οὕτω γὰρ καὶ ὁ μακάριος λέγει Δαβίδ· «Τὰ δικαιώματά σου δίδαξόν με.» Καὶ αὐτὸς δὲ ὁ νομοθέτης· Ταῦτα τὰ κρίματα, καὶ τὰ δικαιώματα, ἃ ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ. Ἀλλὰ πρὸ τῶν ἄλλων ἁπάντων περὶ τῆς σκηνῆς διαλέγεται. «Τό τε ἅγιον κοσμικόν.» Τὴν σκηνὴν οὕτως ἐκάλεσε, τύπον ἐπέχουσαν τοῦ κόσμου παντός. Καταπετάσματι γὰρ μέσῳ διῃρεῖτο διχῆ, καὶ τὰ μὲν αὐτῆς ἐκαλεῖτο ἅγια, τὰ δὲ Ἅγια τῶν ἁγίων. Καὶ ἐμιμεῖτο τὰ μὲν ἅγια τὴν ἐν τῇ γῇ πολιτείαν· τὰ δὲ Ἅγια τῶν ἁγίων τὸ τῶν οὐρανῶν ἐνδιαίτημα. Αὐτὸ δὲ τὸ καταπέτασμα τοῦ στερεώματος ἐπλήρου τὴν χρείαν. Δύο γὰρ εἶναι οὐρανοὺς ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ, ὧν τὸν μὲν πρῶτον μετὰ τῆς γῆς ἐδημιούργησεν ὁ Θεὸς, τὸν δὲ δεύτερον τῇ δευτέρᾳ πεποίηκεν, εἰρηκώς· «Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος.» Εἶτα ἐπήγαγε· «Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν.» Οὕτω καὶ ὁ μακάριος λέγει Δαβίδ·
PG 82:739«Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ.» Οὗτος γὰρ ὁ οὐρανὸς ἡμῶν μέν ἐστιν ὄροφος, ταῖς δὲ ἀοράτοις δυνάμεσιν ἐδάφους χρείαν πληροῖ. Καθάπερ τοίνυν οὗτος ἀπὸ τῶν ἄνω τὰ κάτω διείργει, οὕτω τὸ καταπέτασμα μέσον τῆς σκηνῆς διατεταμένον ἐχώριζεν ἀπὸ τῶν ἁγίων τὰ Ἅγια τῶν ἁγίων. β. «Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια.» Προπαροξυτόνως ἀναγνωστέον τὰ ἅγια· οὕτω γὰρ ἡμᾶς διδάσκει νοεῖν τὸ ἕτερον ὄνομα. γε. «Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης ἐπισκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος.» Διὰ τοῦ ἱλαστηρίου καὶ τῶν Χερουβὶμ ἔδειξεν ὡς ἐκεῖνα τῶν ἐπουρανίων ἔχει τὸν τύπον· διὰ δὲ τοῦ λύχνου , καὶ τῆς τραπέζης , τὸν παρόντα βίον ᾐνίξατο. 2, ζ.
«Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν εἰσίασιν οἱ ἱερεῖς μόνοι διαπαντὸς τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.» Διαῤῥαίνειν γὰρ τὴν τοῦ ἱλαστηρίου τῷ δακτύλῳ προσετάχθη τὸ αἷμα. η. «Τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν.» Τούτου χάριν, φησὶν, ἄβατα ἦν τοῖς πολλοῖς τὰ Ἅγια τῶν ἁγίων, ὡς ἔτι κρατούσης τῆς κατὰ νόμον λατρείας. Εἰδέναι μέντοι χρὴ, ὡς τοῦ Θεοῦ ταῦθ’ οὕτως γενέσθαι κελεύσαντος, ὁ θεῖος Ἀπόστολος τὸ Πνεῦμα ἔφη τὸ ἅγιον ταῦτα δεδηλωκέναι, δεικνὺς τὴν ἀξίαν τοῦ Πνεύματος. θ, ι. «Ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ’ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, μόνον ἐπὶ βρώμασι καὶ πόμασι. Καὶ διαφόροις βαπτισμοῖς, καὶ δικαιώμασι σαρκὸς, μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.» Παραβολικῶς, φησὶ, διὰ τῆς σκηνῆς διδασκόμεθα, ὡς ὁ νόμος τῷδε τῷ βίῳ πρόσφορος, καὶ τοῖς θνητὴν ἔτι ἔχουσι τὴν φύσιν ἁρμόδιος.
PG 82:741Τούτου χάριν οἱ ἱερεῖς εἰς μὲν τὴν πρώτην εἰσίεσαν σκηνὴν, καὶ τὴν νενομισμένην ἐπετέλουν λατρείαν· εἰς δὲ τὰ Ἅγια τῶν ἁγίων οὐκέτι, εἷς δὲ μόνος ὁ ἀρχιερεὺς εἰσιὼν, τοῦ Δεσπότου Χριστοῦ τὸν τύπον ἐπλήρου, ὃς πρῶτος εἰς τὸν οὐρανὸν ἀνελήλυθε, καὶ βατὸν ἡμῖν τοῦτον ἀπέφηνε. Σαφῶς ἡμᾶς κἀν τοῖσδε λόγοις ἐδίδαξεν, ὡς οὐχ ἅπαντα τὸν νόμον ἐκβάλλει, τὰ περὶ βρώσεώς τε καὶ πόσεως, καὶ γονοῤῥυοῦς, καὶ λεπροῦ, καὶ τῆς ἀπὸ λέχους, καὶ ῥύσεως αἵματος. Οὗτοι γὰρ ἐβαπτίζοντο, καὶ τοῖς περιῤῥαντηρίοις ἀπεκαθαίροντο· οὐδὲν δὲ τούτων ἴσχυε καθαρὰν ἀποφῆναι συνείδησιν. Τούτων δὲ ἕκαστον οὐκ ἀλόγως ἐδόθη, ἀλλὰ κατά τινα χρείαν, ἣν λέγειν οὐ τοῦ παρόντος καιροῦ. Πρόσκαιρα δὲ ἦν ὅμως ἅπαντα, τὸν τῆς τελειότητος καιρὸν ἀναμένοντα· τοῦτο γὰρ ἔφη, μέχρις καιροῦ διορθώσεως ἐπικείμενα. Οὕτω δείξας τούτων τὸ ἀσθενὲς, τίθησιν ἐκ παραλλήλου τὰ τῆς καινῆς διαθήκης. ια, ιβ.
«Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.» Ἐνταῦθα σκηνὴν ἀχειροποίητον τὴν ἀνθρωπείαν φύσιν ἐκάλεσεν, ἣν ἀνέλαβεν ὁ Δεσπότης Χριστός. Οὐ γὰρ κατὰ γαμικὸν γεγένηται νόμον, ἀλλὰ τὸ πανάγιον Πνεῦμα τὴν σκηνὴν κατεσκεύασε. Τὸ δὲ, οὐ τῆς κτίσεως ταύτης , ἀντὶ τοῦ, Οὐ κατὰ νόμον φύσεως τῆς ἐν τῇ κτίσει πολιτευομένης. Προσενήνοχε δὲ ὑπὲρ ἡμῶν οὐχ αἷμα ταύρων καὶ τράγων, ἀλλὰ τὸ ἴδιον αἷμα· καὶ διὰ τούτου τοῦ αἵματος εἰς τὸν οὐρανὸν ἀνελήλυθεν, οὐχ ὡς οἱ ἀρχιερεῖς ἅπαξ τοῦ ἐνιαυτοῦ, ἀλλ’ ἐφάπαξ αἰώνιον λύτρωσιν εὑράμενος. Λύτρον γὰρ ἡμῶν γενόμενος, τῆς τοῦ θανάτου δυναστείας ἅπαντας ἡμᾶς ἠλευθέρωσεν. Εἶτα ἐκ παραδείγματος τοῦ εἰρημένου τὴν ἀλήθειαν δείκνυσιν. ιγ, ιδ.
«Εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαρίσει τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;» Εἰ γὰρ ζώων ἀλόγων αἷμα, καὶ τέφρα μεθ’ ὕδατος περιῤῥαινόμενα καθαίρει τὸν ἐγγεγενῆσθαι δοκοῦντα τῷ σώματι μολυσμὸν, πολλῷ μᾶλλον τοῦ Χριστοῦ τὸ αἷμα τὰς ἡμετέρας συνειδήσεις τῶν πονηρῶν ἔργων ἐλευθεροῖ. Νεκρὰ γὰρ ἔργα τὰ δυσώδη καὶ πονηρὰ κέκληκε. Καὶ τοῦτο δὲ κατὰ τὸ ἀνθρώπινον εἴρηκεν· ἄμωμον γὰρ ἐκεῖνο τὸ σῶμα τὸ θεῖον ἀπετέλεσε Πνεῦμα. Πάντα γὰρ εἶχε τοῦ θείου Πνεύματος τὰ χαρίσματα· καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ, κατὰ τὸν θεῖον Ἰωάννην, ἡμεῖς πάντες ἐλάβομεν. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς αἰώνιον προσηγόρευσε τὸ θεῖον Πνεῦμα. Τὸ δὲ αἰώνιον, οὐ κτιστόν. Τὸ γὰρ αἰώνιον χρονικὴν ἀρχὴν οὐκ εἶχε τοῦ εἶναι. ιε.
PG 82:743«Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν, ὅπως θανάτου γενομένου, εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας.» Τούτου χάριν τὸν ὑπὲρ ἁπάντων κατεδέξατο θάνατον, ἵνα καὶ τοὺς ὑπὸ τὴν ἀρὰν τοῦ νόμου διὰ τὴν παράβασιν γενομένους ἀξιώσῃ τῆς σωτηρίας, καὶ τῶν αἰωνίων ἀγαθῶν κοινωνοὺς ἀποφήνῃ. ι, ιζ. «Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διατιθεμένου. Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.» Τοῦτο τέθεικε, τοὺς ἐπὶ τῷ Δεσποτικῷ θανάτῳ πληττομένους ψυχαγωγῶν, ὅτι διαθήκης διδομένης καινῆς, ἔδει γενέσθαι τὸν θάνατον. Μετὰ γὰρ τὴν τῶν διατιθεμένων τελευτὴν αἱ διαθῆκαι λαμβάνουσι τὴν ἰσχύν. Καὶ τοῦτο δείκνυσιν ἀπὸ τῆς παλαιᾶς. ιηκβ. «Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται. Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων μετὰ ὕδατος, καὶ ἐρίου κοκκίνου, καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον, καὶ πάντα τὸν λαὸν ἐῤῥάντισε, λέγων· «Τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ἡμᾶς ὁ Θεός.
Καὶ τὴν σκηνὴν δὲ, καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐῤῥάντισε. Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. «Ὁ τύπος τὰ παλαιὰ τῶν καινῶν ἀναμφισβητήτως ἀπέδειξεν. Εἰ τοίνυν καὶ ἐν τῷ τύπῳ αἷμα λαβὼν ὁ νομοθέτης, καὶ ὕδατι τοῦτο κεράσας, καὶ τὴν διαθήκην αὐτὴν, καὶ τὸν λαὸν, καὶ τὴν σκηνὴν περιέῤῥανε· καὶ μέντοι καὶ οἱ μολυνόμενοι περιῤῥαινόμενοι τῆς καθαρότητος ἀπήλαυον, τί θαυμαστὸν, εἰ καὶ ἐπὶ τῆς ἀληθείας τοῦτο γεγενημένον εὑρίσκομεν; Ἀναγκαίως δὲ καὶ τὴν Μωσαϊκὴν τέθεικε μαρτυρίαν, ἐναργῶς τοῦτο δηλώσασαν· Τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός. Ἐπειδὴ γὰρ ἡ θεία φύσις ἀθάνατος, διὰ τοῦ αἵματος τῶν ἱερείων τὸν τύπον ἐπλήρωσε τοῦ θανάτου, καὶ τὴν διαθήκην ἐκύρωσεν. Ἐπειδὴ δὲ ἐνηνθρώπησεν ὁ Θεὸς Λόγος, καὶ σῶμα εἶχε θνητὸν, οὐκέτι τῶν ἀλόγων ἐδεήθη θυμάτων, ἀλλὰ τῷ οἰκείῳ αἵματι τὴν καινὴν ἐκύρωσε διαθήκην. Ἁρμόττει γὰρ τῇ μὲν σκιᾷ ὁ τύπος, τῷ δὲ σώματι ἡ ἀλήθεια. Τύπος δὲ ἦν, τοῦ μὲν βαπτίσματος, τὸ ὕδωρ· τοῦ δὲ σωτηρίου αἵματος, τῶν ἀλόγων αἷμα·
PG 82:745τῆς δὲ τοῦ θείου Πνεύματος χάριτος, ἡ τοῦ ὑσσώπου θερμότης· τοῦ δὲ καινοῦ ἐνδύματος, τὸ κόκκινον ἔριον· τοῦ δὲ ἀπαθοῦς τῆς θεότητος, τὸ κέδρινον ξύλον, ἄσηπτον γὰρ τὸ ξύλον· τοῦ δὲ πάθους ἀνθρωπότητος, ἡ τῆς δαμάλεως κόνις. κγ. «Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι,» ἀντὶ τοῦ, τοῖς ἀλόγοις. «Αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας,» τουτέστι τῇ λογικῇ, καὶ ἀμώμῳ, καὶ ἁγίᾳ θυσίᾳ. Οὐράνια δὲ τὰ πνευματικὰ κέκληκεν, οἷς ἡ Ἐκκλησία καθαίρεται. κδ. «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν.» Ἔδειξε καὶ ἀπὸ τοῦ τόπου τὴν διαφοράν. Οἱ μὲν γὰρ ἱερεῖς εἰς τὴν χειροποίητον εἰσῄεσαν σκηνὴν, ἢ εἰς τὸν χειρότμητον νεών· αὐτὸς δὲ εἰς τὸν οὐρανόν. Τὸ δὲ, νῦν ἐμφανισθῆναι , ἀντὶ τοῦ, ὡς ἄνθρωπος. Νῦν γὰρ πρῶτον εἰς τὸν οὐρανὸν φύσις ἀνελήλυθεν ἀνθρωπεία. κε, κ. «Οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται κατ’ ἐνιαυτὸν εἰς τὰ ἅγια ἐν αἵματι ἀλλοτρίῳ·
ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου.» Οἱ κατὰ νόμον ἱερεῖς καθ’ ἕκαστον ἐνιαυτὸν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσίασιν· ὁ δὲ Χριστὸς ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων τοῦτο πεποίηκεν. Καὶ ἐκεῖνοι μὲν ἐν αἵματι ἀλλοτρίῳ· αὐτὸς δὲ ἐν οἰκείῳ. «Νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν ἁμαρτίας, διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται.» Παντελῶς γὰρ τῆς ἁμαρτίας κατέλυσε τὴν ἰσχὺν, ἀθανασίαν ἡμῖν ὑποσχόμενος· ἐνοχλεῖν γὰρ αὕτη τοῖς ἀθανάτοις οὐ δύναται σώμασι. κζ, κη. «Καὶ καθ’ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις· οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.» Ὥσπερ γὰρ ἅπαξ ὥρισται τῶν ἀνθρώπων ἀποθανεῖν ἕκαστον, ὁ δὲ τοῦ θανάτου τὸν ὅρον δεξάμενος, οὐκέτι μὲν ἁμαρτάνει, ἀναμένει δὲ τὴν ἐπὶ τοῖς βεβιωμένοις ἐξέτασιν· οὕτως ὁ Δεσπότης Χριστὸς ἅπαξ ὑπὲρ ἡμῶν προσενεχθεὶς, καὶ τὰς ἡμετέρας ἁμαρτίας ἀναλαβὼν, ἐπιφανήσεται πάλιν ἡμῖν, οὐκέτι τῆς ἁμαρτίας κρατούσης, ἀντὶ τοῦ, χώραν οὐκέτι ἐχούσης κατὰ τῶν ἀνθρώπων τῆς ἁμαρτίας.
Αὐτὸς γὰρ καὶ θνητὸν ἔχων ἔτι τὸ σῶμα, «Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ἐπισημήνασθαι μέντοι δεῖ, ὅτι πολλῶν εἶπεν ἀνενεγκεῖν ἁμαρτίας, καὶ οὐ πάντων. Οὐ γὰρ πάντες ἐπίστευσαν· τῶν οὖν πεπιστευκότων μόνων τὰς ἁμαρτίας διέλυσε. ΚΕΦΑΛΑΙΟΝ Ι. α. «Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ’ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις, αἷς προσφέρουσιν εἰς τὸ διηνεκὲς, οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι.» Πράγματα καλεῖ τὸν μέλλοντα βίον· εἰκόνα δὲ τῶν πραγμάτων , τὴν εὐαγγελικὴν πολιτείαν· σκιὰν δὲ τῆς τῶν πραγμάτων εἰκόνος , τὴν Παλαιὰν Διαθήκην. Ἡ γὰρ εἰκὼν ἐναργέστερον δείκνυσι τὰ ἀρχέτυπα· ἡ δὲ σκιαγραφία τῆς εἰκόνος ἀμυδρότερον ταῦτα παραδηλοῖ. Ταύτῃ τῆς Παλαιᾶς Διαθήκης ἀπείκασε τὴν ἀσθένειαν. Πολλὰς γὰρ, φησὶ, θυσίας καὶ τὰς αὐτὰς κατ’ ἐνιαυτὸν προςφέροντες, τελειῶσαι τοὺς κατὰ νόμον πολιτευομένους οὐ δύνανται. β.
PG 82:747«Ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρμένους.» Διὰ τοῦτο τέλος ἐκεῖνα λαμβάνει, ὡς οὐ δυνάμενα συνείδησιν καθαρὰν ἀποφῆναι. γ. «Ἀλλ’ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ’ ἐνιαυτόν.» Καὶ τὸ ἀσθενὲς ἔδειξε τοῦ νόμου, καὶ τὸ ὠφέλιμον. Περιελεῖν μὲν γὰρ τὰς ἁμαρτίας οὐ δύναται· κατηγορεῖ δὲ τούτων, καὶ δέος ἐντίθησι, καὶ προστρέχειν ἀναγκάζει τῇ χάριτι. δ. «Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.» Τίνα γὰρ ἀνδροφόνον ἢ πατραλοίαν ἀφῆκεν ἀνεύθυνον τῶν ἀλόγων τὸ αἷμα; Διὰ τοῦτο καὶ ὁ μακάριος ἐβόα Δαβὶδ, ὅτι «Εἰ ἠθέλησας, θυσίαν ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.» Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ἑτέραν τίθησι μαρτυρίαν· εζ. «Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας· τότε εἶπον· Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· Τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου.» Εἶτα ἑρμηνεύει τὴν μαρτυρίαν. η, θ. «Ἀνώτερον λέγων·
Ὅτι θυσίαν καὶ προςφορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ ηὐδόκησας· αἵτινες κατὰ νόμον προςφέρονται· τότε εἴρηκεν· Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· Τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου.» Δείξας γὰρ, φησὶ, ἀπαρεσκούσας τῷ Θεῷ τὰς τῶν ἀλόγων θυσίας, τότε ὑπέδειξεν αὑτὸν, καὶ τὰς περὶ τῆς ἐπιφανείας αὑτοῦ προῤῥήσεις. Τοῦτο γὰρ εἶπεν· Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Καὶ τὸ αὐτὸ πάλιν ἑτέρως φησίν· «Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ.» Πρῶτον εἶπε τὴν τῶν ἀλόγων θυσίαν· δεύτερον δὲ τὴν λογικὴν, τὴν ὑπ’ αὐτοῦ προσενεχθεῖσαν. ι. «Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.» Σαφῶς ἔδειξε θέλημα τοῦ Θεοῦ τῶν ἀνθρώπων τὴν σωτηρίαν. Τοῦτο καὶ ὁ Κύριος ἔφη· «Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.» ια. «Καὶ πᾶς μὲν ἀρχιερεὺς ἕστηκε καθ’ ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας.» Τὰς γὰρ αὐτὰς θυσίας οἱ ἱερεῖς προσφέρειν ἐνδελεχῶς ἐκελεύσθησαν·
PG 82:749ἀλλ’ ὅμως ἁμαρτημάτων λύσις οὐδαμῶς δι’ ἐκείνων ἐγίνετο. ιβιδ. «Αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προςενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Μιᾷ γὰρ προςφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.» Ἐκεῖ καὶ πλῆθος ἱερέων, καὶ πλῆθος ἱερείων, καὶ ὄνησις· οὐδεμία· ἐνταῦθα δὲ εἷς ὁ αὐτὸς καὶ ἱερεὺς καὶ ἱερεῖον, καὶ τῶν ἁμαρτημάτων τὴν λύσιν εἰργάσατο, καὶ λειτουργίας ἑτέρας οὐ δεῖται· ἀλλὰ τῷ γεγεννηκότι συνεδρεύει τῷ Πατρὶ, προσμένων τοῦ παρόντος βίου τὸ τέλος. Τότε γὰρ αὐτὸν οἱ δυσμενεῖς ἅπαντες ὡς Θεὸν προσκυνήσουσι καὶ Δεσπότην. Ἐχθροὶ δὲ αὐτοῦ, πρῶτος μὲν ὁ διάβολος, καὶ τῶν δαιμόνων τὸ στῖφος· ἔπειτα τῶν Ἰουδαίων καὶ τῶν ἐθνῶν οἱ τῆς πίστεως μὴ δεξάμενοι τὴν ἀκτῖνα· μετὰ δὲ τούτων καὶ τῶν αἱρετικῶν αἱ συμμορίαι τὰς κατ’ αὐτοῦ βλασφημίας τολμῶσαι. Εἶτα μέλλων τιθέναι τῇ παρεξετάσει τὸ τέλος, τῆς Ἱερεμίου πάλιν προφητείας ἀναμιμνήσκει· καὶ τοῦ μὲν Προφήτου τὴν προσηγορίαν οὐ λέγει, τὸ δὲ δι’ ἐκείνου φθεγξάμενον ὑποδείκνυσι Πνεῦμα, καί φησι· ιειζ.
«Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Μετὰ γὰρ τὸ προειρηκέναι· Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· Διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτούς· καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.» Εἶτα θαυμασίως ἐπισυνάπτει· ιη. «Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.» Περιττὴ γὰρ αὕτη, τῆς ἀφέσεως δωρηθείσης. Ὑπέσχετο δὲ τὴν ἄφεσιν· Τῶν γὰρ ἁμαρτιῶν αὐτῶν , φησὶ, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Τοῦτο δὲ γέγονε διὰ τῆς Καινῆς Διαθήκης. Δεχόμεθα γὰρ καὶ ἐν τῷ παναγίῳ βαπτίσματι τῶν ἁμαρτημάτων τὴν ἄφεσιν. Ἐν δὲ τῷ μέλλοντι βίῳ, τῆς ἀθανασίας ἡμῖν χορηγουμένης, δίχα πάντων πολιτευσόμεθα, οὐκέτι τῆς ἁμαρτίας δυναμένης ἐνοχλεῖν τοῖς ἀθανάτοις γεγενημένοις. Ταύτης γένοιτο τυχεῖν ἡμᾶς τῆς ζωῆς Τευξόμεθα δὲ, κατὰ τὸν παρόντα βίον ἀσπαζόμενοι προθύμως τοὺς πόνους τῆς ἀρετῆς, καὶ τοὺς ὑπὲρ ταύτης ἀγῶνας ἀναδεχόμενοι. Συνεργήσει δὲ ἡμῖν καὶ αὐτὸς ὁ Δεσπότης, ὁ τῶν μελλόντων πρόξενος ἀγαθῶν·
PG 82:751ᾧ καὶ μεθ’ οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΤΡΙΤΟΣ. ιθκβ. «Ἔχοντες οὖν, ἀδελφοὶ, παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως.» Παρεξετάσας ἤδη, καὶ δείξας καὶ τὴν κατάπαυσιν ταύτην τῆς νομικῆς ἀμείνω πολλῷ, καὶ μέντοι καὶ τὴν ἱερωσύνην καὶ τὴν διαθήκην ἐκ παραλλήλου θεὶς, καὶ τὴν τούτων δηλώσας ὑπερβολὴν, παραίνεσιν προσφέρει λοιπὸν, ἔχεσθαι τῶν μειζόνων παρακαλῶν. Ἅγια δὲ τὸν οὐρανὸν κέκληκεν. Οὕτω γὰρ ἐν τοῖς ἔμπροσθεν εἴρηκεν· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀλλὰ εἰς αὐτὸν τὸν οὐρανόν.» Ὁδὸν δὲ τούτων , τὴν ἀρίστην πολιτείαν, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ἐγκαινισμὸν δὲ ὁδοῦ , τὸ πρῶτον διὰ τούτων ὁδεῦσαι. Πρῶτος δὲ ὁ Δεσπότης ἐκ νεκρῶν ἀναστὰς, εἰς οὐρανοὺς ἀνελήλυθε. Διὰ τοῦτο καὶ πρόσφατον καὶ ζῶσαν ἐκάλεσε τὴν ὁδόν· πρόσφατον μὲν, ὡς τότε πρῶτον φανεῖσαν·
ζῶσαν δὲ, ὡς τοῦ θανάτου πεπαυμένου. Τοὺς γὰρ τῆς ἀναστάσεως τετυχηκότας, ἀδύνατον πάλιν θανάτῳ περιπεσεῖν. Καταπέτασμα δὲ τὴν Δεσποτικὴν ὠνόμασε σάρκα· διὰ ταύτης γὰρ ἀπολαύομεν τῆς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσόδου. Ὥσπερ γὰρ ὁ κατὰ νόμον ἀρχιερεὺς διὰ τοῦ καταπετάσματος εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῄει, ἑτέρως δὲ αὐτὸν εἰσελθεῖν ἀδύνατον ἦν· οὕτως οἱ εἰς τὸν Κύριον πεπιστευκότες, διὰ τῆς τοῦ παναγίου σώματος μεταλήψεως, τῆς ἐν οὐρανοῖς ἀπολαύσουσι πολιτείας. Οἶκον δὲ τοῦ Θεοῦ , τοὺς πιστοὺς προσηγόρευσεν. Ἀναγκαίως δὲ προςτέθεικε τὸ, ἐν πληροφορίᾳ πίστεως· ἐπειδὴ πάντα ἀθέατα, καὶ τὰ ἄδυτα τῆς σκηνῆς, καὶ ἡ θυσία, καὶ ὁ ἀρχιερεὺς, διὰ μόνης δὲ τῆς πίστεως θεωρεῖται. Αὕτη τοίνυν τῶν εἰρημένων ἡ διάνοια· Ἐπειδὴ δέδεικται, φησὶν, τῶν κατὰ νόμον πολλῷ τὰ τῆς χάριτος μείζονα, καὶ ἀνέῳκται μὲν ἡμῖν ὁ οὐρανὸς, εὐπρεπὴς δὲ ἡ ὁδὸς, ταύτην δὲ πρῶτος ὥδευσεν αὐτὸς ὁ Δεσπότης Χριστὸς, μετὰ εἰλικρινοῦς προσέλθωμεν διαθέσεως, ταῦτα οὕτως ἔχειν πιστεύοντες, καὶ πᾶσαν διχόνοιαν τῆς ψυχῆς ἐξορίζοντες. Τοῦτο γὰρ πληροφορίαν ἐκάλεσεν.
«Ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, (κγ.) κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῶς.» Καὶ ταῦτα πάλιν ἐκ παραλλήλου τέθεικε. Περιῤῥαντηρίοις γὰρ κατὰ νόμον ἐχρῶντο, καὶ τὸ σῶμα συνεχῶς ἀπελούοντο. Οἱ δὲ κατὰ τὴν Καινὴν πολιτευόμενοι Διαθήκην, διὰ τοῦ παναγίου βαπτίσματος τὴν ψυχὴν ἐκκαθαίρονται, καὶ τὸ συνειδὸς τῶν προτέρων κηλίδων ἐλεύθερον ἀποφαίνουσι. Ῥαντισμὸν τοίνυν καὶ ὕδωρ, καθαρὸν τὸ θεῖον ἐκάλεσε βάπτισμα· ὁμολογίαν δὲ τῆς ἐλπίδος , τὸ πιστεύειν εἰς τὰ μέλλοντα ἀγαθά. Τοῦτο γὰρ ἐπήγαγε· «Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος.» Ἀληθὴς γὰρ ὁ τὴν ὑπόσχεσιν δεδωκώς. Τῇ δὲ τοῦ προσώπου ποιότητι τῆς ὑποσχέσεως τὸ βέβαιον ἔδειξε. κδ. «Καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων.» Εἰς ἀλλήλους, φησὶν, ἀποβλέπωμεν, καὶ ζηλούτω τὰ τοῦ πέλας ἕκαστος κατορθώματα. Καὶ γὰρ σίδηρος σίδηρον θήγει, καὶ λίθος λίθῳ προστριβόμενος ἀποκύει φλόγα. κε. «Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν.» Ἔργον γὰρ τῆς ἀγάπης οὐχ ἡ διαίρεσις, ἀλλ’ ἡ ἀκριβὴς ἕνωσις· ἐπισυναγωγὴν γὰρ, τὴν συμφωνίαν ἐκάλεσεν.
PG 82:753Αἰνίττεται δέ τινας ὡς ταύτην διασπᾶσαι τετολμηκότας. «Ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.» Καθ’ ἑκάστην γὰρ ἡμέραν πλησιέστεροι τῆς Δεσποτικῆς ἐπιφανείας γιγνόμεθα. Οὕτω καὶ Ῥωμαίοις ἐπιστέλλων εἴρηκε· «Νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν. Εἶτα δεδίττεται αὐτοὺς τῇ μνήμῃ τῆς κρίσεως· κ, κζ. «Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκ ἔτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία· φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.» Διὰ δὲ τούτων οὐ τὴν μετάνοιαν ἀπηγόρευσεν, ἀλλὰ δευτέραν ἔφη μὴ εἶναι θυσίαν. Ἅπαξ γὰρ ὑπὲρ ἡμῶν ὁ Δεσπότης ἐτύθη Χριστός. Καὶ τὸ ἑκουσίως δὲ τέθεικε, διδάσκων, ὡς τὰ παρὰ γνώμην γιγνόμενα συγγνώμης ἀπολαύει τινός. Ὑπεναντίους δὲ κέκληκεν, οὐ μόνον τοὺς τῆς ἀληθείας ἐχθροὺς, ἀλλὰ καὶ τοὺς τἀναντία τῶν θείων νόμων μετιέναι τολμῶντας. Καὶ τοῦτο δὲ πάλιν ἐκ τῆς τῶν νομίμων παραθέσεως ἄτοπον δείκνυσιν· κη, κθ. «Ἀθετήσας τις τὸν νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει·
πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;» Εἰ τὸν Μωσέως νόμον ὁ παραβαίνων ἐλεγχόμενος ἀναιρεῖται, σκοπήσατε πόσων ἄξιος θανάτων ὁ αὐτὸν τὸν Μωσέως ἀτιμάζων Θεὸν, καὶ, ὡς κοινοῦ αἵματος, τοῦ τιμίου καταφρονῶν, καὶ εἰς αὐτὴν ἐνυβρίζων τὴν χάριν τοῦ Πνεύματος. Πάλιν γὰρ ἐν σχήματι παραινέσεως τὸ διάφορον ἔδειξεν· ὅτι ὁ μὲν Υἱὸς, ὁ δὲ δοῦλος, καὶ ὅτι ἐκεῖναι μὲν ἀλόγων θυσίαι, αὕτη δὲ λογική τε καὶ παναγία. Καὶ τῷ νόμῳ δὲ οὐ νόμον ἀντέταξεν, ἀλλὰ τὸ αἷμα καὶ τὸ πνεῦμα. Διὰ τούτων γὰρ ἡμῖν ἡ σωτηρία προσγίνεται. Βεβαιοῖ δὲ τὴν ἀπειλὴν Γραφικαῖς μαρτυρίαις· λ. «Οἴδαμεν γὰρ τὸν εἰπόντα· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Καὶ πάλιν· Κύριος κρινεῖ τὸν λαὸν αὑτοῦ.» Ταῖς δὲ μαρτυρίαις ὀχυρώσας τὸν λόγον, ὁριστικῶς ποιεῖται τὴν ἀπειλήν. λα. «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» Ἐπειδὴ δὲ ταῦτα ἱκανὰ ἦν αὐτοὺς ἀνιᾶσαι, ὀλιγωρίαν αἰνιττόμενα, καὶ τῶν θείων ἀμέλειαν· κεράννυσι τῶν εἰρημένων τὸ αὐστηρὸν τῇ μνήμῃ τῶν ἤδη κατορθωμένων.
PG 82:755Οὐδὲν γὰρ οὕτως εἰς προθυμίαν διεγείρει, ὡς τῶν οἰκείων κατορθωμάτων μνήμη. λβλδ. «Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Τοῦτο μὲν, ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι· τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν, καὶ μένουσαν ἐν οὐρανοῖς.» Ἐκείνων ὑμᾶς τῶν λαμπρῶν ἀγωνισμάτων εἰς μνήμην ἐλθεῖν βούλομαι. Παραυτίκα γὰρ τῆς θεογνωσίας τὸ φῶς εἰσδεξάμενοι, πολλοὺς ἄθλους καὶ λαμπροὺς νενικήκατε· ποτὲ μὲν αὐτοὶ λοιδορούμενοι, καὶ προπηλακιζόμενοι, καὶ τῶν ὑπαρχόντων μετὰ πολλῆς ἀποστερούμενοι θυμηδίας· ποτὲ δὲ τοῖς ταῦτα πάσχουσι κοινωνοῦντες, καὶ παντοδαπὴν αὐτοῖς προςφέροντες θεραπείαν. Ἕκαστον δὲ τούτων ἐποιεῖτε προθύμως, ἐπειδὴ τῶν ἐπηγγελμένων ἐν οὐρανοῖς ἀγαθῶν εἴχετε τὴν ἐλπίδα. Εἶτα παραινετικῶς· λε. «Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν.» Ἀπὸ γὰρ τῆς νίκης πολλὴν ἐκτήσασθε παῤῥησίαν. Ὑποδείκνυσι δὲ καὶ τῶν ἀγώνων τὰ ἆθλα·
«Ἥτις ἔχει μισθαποδοσίαν μεγάλην.» Διδάσκει δὲ καὶ πῶς τούτων τυχεῖν δυνατόν. λ. «Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε ἕκαστος τὴν ἐπαγγελίαν.» Τῷ πόνῳ γὰρ ἰσόμετρος ὁ μισθὸς, καὶ πρὸς τὸ ἔργον ἡ ἀντίδοσις χορηγεῖται. Καὶ ὡς ἄγαν ὀλιγωροῦντας ψυχαγωγῶν (σφοδραὶ γὰρ ἦσαν τῶν ἐναντίων αἱ προσβολαὶ), ἐπιδείκνυσι τὸν ἀγωνοθέτην πελάζοντα, καὶ οὐκ εἰς μακρὰν τοὺς στεφάνους παρέξοντα. λζ. «Ἔτι γὰρ μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.» Ἐγγὺς, φησὶν, ἐστὶν ὁ Δεσπότης, τὴν ταχίστην παραγενήσεται, καὶ τοῖς ἐπουρανίοις ἀγαθοῖς τοὺς πόνους ἀμείψεται. Καὶ ἐπειδὴ εἰκὸς ἦν ἀμφιβάλλειν περὶ τούτων τινὰς, εἰκότως ἐπήγαγεν· λη. «Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.» Διὰ τῶν προφητῶν, φησὶ, ταῦτα εἴρηκεν ὁ Θεός. Ὥστε καὶ ἡνίκα ὁ νόμος ἐκράτει, τὸ τῆς πίστεως φάρμακον τὴν σωτηρίαν ἐπραγματεύετο. «Καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.» Ὑποστολὴν τὴν ἀμφιβολίαν ἐκάλεσεν. λθ. «Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.» Διὰ γὰρ τῆς πίστεως προσοικειούμεθα τῷ Θεῷ.
PG 82:757Εἶτα δείκνυσι τούς τε πρὸ νόμου, καὶ τοὺς ἐν νόμῳ διὰ πίστεως θεοφιλεῖς τε καὶ περιφανεῖς γενομένους. Δύο δὲ κατὰ ταυτὸν διὰ τούτων κατασκευάζει· τῆς τε γὰρ πίστεως δείκνυσι τὴν ἰσχὺν (ἃ γὰρ οὐ κατώρθωσεν ὁ νόμος, ἡ πίστις ἐξήνυσε), καὶ τοῖς ἀθυμοῦσι διὰ τὰς τῶν ἐναντίων ἐπαναστάσεις, προσφέρει παραψυχὴν, δεικνὺς ἅπαντας τοὺς ἀείμνηστον ἐσχηκότας τὸ κλέος διὰ τοιούτων κλυδωνίων ὁδεύσαντας. Καὶ πρῶτον μὲν αὐτὸν ἡμᾶς διδάσκει τὸν τῆς πίστεως ὅρον. ΚΕΦΑΛΑΙΟΝ ΙΑ. α. «Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων.» Τὰ γὰρ οὐχ ὁρώμενα διὰ ταύτης ὁρῶμεν, καὶ πρὸς τὴν τῶν ἐλπιζομένων θεωρίαν ὀφθαλμὸς ἡμῖν γίνεται, καὶ δείκνυσιν ὡς ὑφεστῶτα τὰ μηδέπω γεγενημένα. Τῶν νεκρῶν ἁπάντων ἐν τοῖς τάφοις ἔτι κειμένων, ἡ πίστις ἡμῖν προζωγραφεῖ τὴν ἀνάστασιν, καὶ τῆς κόνεως τῶν σωμάτων τὴν ἀθανασίαν παρασκευάζει φαντάζεσθαι. Εἶτα τὸν κατάλογον τῶν πάλαι γεγενημένων ἁγίων ταύτῃ λαμπρυνόμενον δείκνυσιν. β. «Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.» Τουτέστιν, οἱ πάλαι γεγενημένοι, οἱ πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ διαλάμψαντες ἅγιοι.
Τίθησι δὲ πρῶτον τὸ πρῶτον ἡμῖν ἐγγράφως παραδοθέν. Πρώτη δὲ ἡμῖν ἐγγράφως ἐδόθη διδασκαλία, ὅτι «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» καὶ τἄλλα τὰ περὶ κτίσεως εἰρημένα. γ. «Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι.» Οὐ γὰρ ὁ τοῦ σώματος ὀφθαλμὸς εἶδε δημιουργοῦντα τὸν τῶν ὅλων Θεὸν, ἀλλ’ ἡ πίστις ἡμᾶς ἐξεπαίδευσεν, ὡς ὁ ἀεὶ ὢν Θεὸς, τὰ μὴ ὄντα πεποίηκε. Τούτου γὰρ οὐδέν ἐστι παρ’ ἀνθρώποις παράδειγμα· ἀλλ’ ὅμως οὐδὲν τοιοῦτον παρὰ τῆς φύσεως διδασκόμενοι, τὴν πίστιν ἔχομεν τῶν παραδόξων διδάσκαλον. Ἐξ ὄντων γὰρ δημιουργοῦσι οἱ ἄνθρωποι· ὁ δὲ τῶν ὅλων Θεὸς ἐκ μὴ ὄντων τὰ ὄντα παρήγαγε δ. «Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ.» Πλείονα τὴν τιμιωτέραν ἐκάλεσε. Καὶ τοῦτο δῆλον ἐκ τῆς τοῦ Κάϊν κατηγορίας. Ἐκείνῳ γὰρ εἶπεν· «Οὐκ, ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, [ἥμαρτες]; Οὐκοῦν ὁ Ἄβελ καὶ διεῖλεν ὀρθῶς, καὶ προσενήνοχεν εὐσεβῶς·
PG 82:759ἑκάτερον δὲ πεποίηκε, τὴν πίστιν ἔχων διδάσκαλον. Τὸ δὲ, Ἔτι λαλεῖ , ἀντὶ τοῦ, Ἀοίδιμός ἐστι μέχρι τοῦ παρόντος, καὶ πολυθρύλλητος, καὶ παρὰ πάντων εὐφημεῖται τῶν εὐσεβῶν. ε. «Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ.» Μετέθηκεν εὐαρεστήσαντα ὁ Θεός· εὐηρέστησε δὲ, πιστεύσας εἶναι Θεὸν εὐσεβείας ἀγωνοθέτην. Εἶτα ἀποφαντικῶς· 2. «Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι Θεῷ.» Τέθεικε δὲ καὶ τῆς ἀποφάσεως τὴν ἀπόδειξιν, ἤδη ταύτην γνωμικῶς σχηματίσας. «Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.» Ὁ γὰρ μὴ ταῦτα οὕτως ἔχειν πιστεύσας, τῶν τῆς ἀρετῆς οὐκ ἀνέχεται πόνων. Οὐδὲ γὰρ ὁ γηπόνος τοὺς τῆς γεωργίας ὑπέμεινεν ἂν ἱδρῶτας, εἰ μὴ τῶν πόνων ἐπίστευσε τοὺς καρποὺς κομιεῖσθαι· οὕτω καὶ κυβερνήτης εἰς τοὺς λιμένας ἀποβλέπων τῶν παμπόλλων κινδύνων ἀνέχεται. ζ.
«Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὑτοῦ, δι’ ἧς κατέκρινε τὸν κόσμον, καὶ κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.» Ἡ πίστις γὰρ αὐτὸν παρεσκεύασε κατασκευάσαι τὴν κιβωτόν. Εἰ γὰρ μὴ λίαν ἐπίστευσε τῷ τοῦτο ποιῆσαι κελεύσαντι, τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως τὴν πονηρίαν ἠγάπησε. Κατέκρινε δὲ τὸν κόσμον , μόνος ἐξ ἁπάντων ἐκείνων τὴν εὐθεῖαν ὁδεύσας ὁδόν. Τῆς δὲ κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος , ἀντὶ τοῦ, ταύτην κατώρθωσεν. Οὐ γὰρ τὴν νομικὴν πολιτείαν μετῆλθεν· ἀλλὰ τῆς πίστεως γενόμενος τρόφιμος, τῶν ἀναῤῥήσεων ἔτυχε. η. «Πίστει ὁ καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἤμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται.» Τὸ, ὁ καλούμενος Ἀβραὰμ , διὰ τὴν τοῦ ὀνόματος ἐναλλαγὴν εἴρηκεν. Ἀβρὰμ γὰρ καλούμενος, Ἀβραὰμ ὠνομάσθη. Πιστεύσας δὲ τῷ καλέσαντι τὸν πατρῷον κατέλιπεν οἶκον, καὶ ἠκολούθησεν ἀγνοῶν ποίαν αὐτῷ δώσειν ἐπαγγέλλεται γῆν. «Δεῦρο γὰρ, ἔφη πρὸς αὐτὸν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω.» θ.
«Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς ἐν ἀλλοτρίᾳ, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς.» Ἀλλ’ οὐδὲ παραγενόμενος εἰς τὴν ἐπηγγελμένην γῆν, ἐδέσποσε ταύτης, ἀλλὰ καὶ αὐτὸς, καὶ ὁ υἱὸς, καὶ ὁ ἔκγονος, μετοίκων ἔζησαν βίον, ὡς ἐν ξένῃ παροικοῦντες τῇ κατ’ ἐπαγγελίαν οἰκείᾳ. Οὗ δὴ χάριν οὐδὲ οἰκίας ἐδείμαντο, ἀλλ’ ἐν σκηναῖς διετέλεσαν οἰκοῦντες. Ἐπίστευον δὲ ὅμως ἀληθῆ τὸν ἐπαγγειλάμενον εἶναι, καίτοι τῶν πραγμάτων τὴν μαρτυρίαν οὐχ ὁρῶντες συμφωνοῦσαν τῇ πίστει. ι. «Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» Οὐ γὰρ τῶν παρόντων ἐπεθύμει, ἀλλὰ τῶν μελλόντων ἱμείρετο. Ἐκεῖνα γὰρ ἀληθῶς βέβαιά τε καὶ μόνιμα. Διὰ γὰρ τῶν θεμελίων τὸ διαρκὲς ἐσήμανεν. Ἀχειροποίητον δὲ πόλιν , τὴν ἐν οὐρανοῖς πολιτείαν ἐκάλεσε. Τοῦτο δὲ καὶ ἐν τοῖς πρόσθεν εἴρηκεν· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν.» ια.
PG 82:761«Πίστει καὶ αὐτὴ Σάῤῥα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.» Ἐγέλασε μὲν γὰρ τὸ πρῶτον οὐκ εἰδυῖα τοῦ ὑπισχνουμένου τὴν φύσιν, καὶ τῆς ἀνθρωπείας φύσεως τοὺς ὅρους ἐπισταμένη. Ἀπηγόρευσε γὰρ τὸν τόκον, οὐ μόνον τὸ γῆρας, ἀλλὰ καὶ τῆς μήτρας ἡ πήρωσις. Ὕστερον μέντοι μαθοῦσα τὸν ὑποσχόμενον, καὶ ἐπίστευσε, καὶ ἐγέννησεν ὡς ἐπίστευσε. ιβ. «Διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.» Ἀφ’ ἑνὸς τοῦ Ἀβραάμ. Εἰ δὲ καὶ ἀμφοτέρους ἕνα νοήσαιμεν, οὐχ ἁμαρτησόμεθα. «Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν.» Εἶτα συλλογιστικῶς δείκνυσι, τούτους ἅπαντας θεασαμένους μὲν διὰ τῆς πίστεως τῶν ἀγαθῶν πόνων τὰς ἀντιδόσεις, κατὰ δὲ τὸν παρόντα βίον τούτων οὐκ ἀπολαύσαντας. Τούτου γὰρ οὕτω δειχθέντος, καὶ τοῦ κριτοῦ δικαίου συνομολογηθέντος, ὁ μέλλων συναπεδείκνυτο βίος.
Οἱ γὰρ διὰ πάσης ὁδεύσαντες ἀρετῆς, τῶν δὲ πόνων τὰ ἆθλα κατὰ τὸν παρόντα βίον οὐκ εἰληφότες, δῆλον ὅτι λήψονται πάντως, ἐπειδήπερ δίκαιος ὁ κριτής. Οὐκοῦν ἔσται τις βίος ἕτερος, ἐν ᾧ τῶν νενικηκότων αἱ ἀναῤῥήσεις γενήσονται. Ταῦτα δὲ ἐν τοῖς ἑξῆς ὁ Ἀπόστολος διδάσκει· ιγ. «Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.» Οὕτως ὁ πατριάρχης Ἀβραὰμ εἴρηκε τοῖς υἱοῖς Χέτ· «Πάροικος ἐγὼ καὶ παρεπίδημός εἰμι μεθ’ ὑμῶν· δότε μοι κτῆσιν τάφου μεθ’ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ’ ἐμοῦ.» Καὶ ὁ τῆς γῆς ἁπάσης τὴν ἐπαγγελίαν δεξάμενος, οὐδὲ τριπηχυαῖον ἐκέκτητο τόπον. Τοῦτο καὶ ὁ καλλίνικος Στέφανος ἔφη· «Καὶ οὐκ ἔδωκεν αὐτῷ οὐδὲ βῆμα ποδός.» Οὕτω καὶ ὁ μακάριος Δαβὶδ, καίτοι βασιλεὺς ὢν, καὶ τῆς γῆς ἐκείνης δεσπόζων, διηνεκῶς ἐβόα, ὅτι «Πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου.» ιδ.
PG 82:763«Οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.» Οἱ ξένους ἑαυτοὺς, φησὶν, ὀνομάζοντες δηλοῦσιν ὡς οὐδὲν οἰκεῖον κρίνουσι τῶν παρόντων, ἀλλ’ ἑτέρων ἐπιθυμοῦσι πραγμάτων. Τοῦτο καὶ ὁ Κύριος ἔφη· «Εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;» ιε. «Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ’ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι.» Εἰ γὰρ τὴν Χαῤῥὰν, ἢ τὴν Χαλδαίων γῆν πατρίδα ὑπελάμβανεν ὁ πατριάρχης, καὶ τούτου χάριν πάροικον ἑαυτὸν ὠνόμαζε, τὴν Παλαιστίνην οἰκῶν, ῥᾷστα ἂν ὑπέστρεψεν ἐθελήσας. ι. «Νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.» Οὐχὶ οἰκοδομίαν τινὰ λέγει, ἀλλὰ τὴν ἐν οὐρανοῖς πολιτείαν. Τοῦτο γὰρ καὶ μετ’ ὀλίγα φησίν· «Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Εἰς καιρὸν δὲ καὶ τὸ, οὐκ ἐπαισχύνεται τέθεικεν. Ὁ γὰρ τῶν δυνάμεων Κύριος, καὶ τῶν ἀγγέλων Δεσπότης, καὶ οὐρανοῦ καὶ γῆς Ποιητὴς, ἐρωτηθεὶς, Τί ὄνομά σοι, τἄλλα πάντα καταλιπὼν ἔφη· «Ἐγὼ Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ.
Τοῦτό μοι ὄνομα αἰώνιον, καὶ μνημόσυνον γενεαῖς γενεῶν.» ιζ, ιη. «Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.» Καὶ τῶν τοῦ Ἰσαὰκ ἀπογόνων τὸ πλῆθος ὁ Θεὸς ἐπηγγείλατο τῇ θαλαττίᾳ ψάμμῳ παραπλήσιον δείξειν, καὶ τὸν Ἰσαὰκ αὐτὸς γενέσθαι θυσίαν προσέταξεν. Ὑπὸ δύο τοίνυν λογισμῶν ἐναντίων ὁ πατριάρχης πολιορκούμενος, καὶ πρὸς τούτοις τὴν φύσιν ἔχων δημίου παντὸς πικροτέρως καταξαίνουσαν, πάντα ῥᾳδίως ἐνίκησε, καὶ τὴν θυσίαν προσήνεγκε. Δείκνυσι δὲ καὶ τὸν λογισμὸν, ᾧ χρησάμενος τοὺς ἄλλους ἐσκέδασε. ιθ. «Λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός.» Τὸν γὰρ περὶ τοῦ πλήθους τῶν ἀπογόνων ἐγγενόμενον λογισμὸν κατηγωνίσατο, πιστεύσας ὡς καὶ σφαγέντα τὸν παῖδα δυνατὸν ἀναβιῶσαι βουλομένου Θεοῦ. «Ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο,» τουτέστιν ὡς ἐν συμβόλῳ καὶ τύπῳ τῆς ἀναστάσεως. Τῇ γὰρ τοῦ πατρὸς ἀναιρεθεὶς προθυμίᾳ, τῇ τοῦ κεκωλυκότος τὴν σφαγὴν ἀνεβίω φωνῇ.
Ἐν αὐτῷ δὲ προεγράφη καὶ τοῦ σωτηρίου πάθους ὁ τύπος οὗ δὴ χάριν καὶ ὁ Κύριος τοῖς Ἰουδαίοις ἔλεγεν· «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε, καὶ ἐχάρη.» κ. «Πίστει καὶ περὶ μελλόντων ηὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ.» Οὐ γὰρ ἂν τὰς οὐχ ὁρωμένας ἔδωκεν εὐλογίας, εἰ μὴ τοῖς λόγοις ἀκολουθήσειν τὸ ἔργον ἐπίστευσε. κα. «Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ ηὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.» Τὴν γὰρ τοῦ Ἐφραὶ̈μ προεσήμαινε βασιλείαν, καὶ τῶν δέκα φυλῶν τὴν ὑποταγήν. Οὗ δὴ χάριν αὐτὸς προτυποῖ τὴν ἐκείνων προσκύνησιν. κβ. «Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστέων αὑτοῦ ἐνετείλατο.» Οὐκ ἂν γὰρ περὶ τῶν ὀστῶν ἔδωκεν ἐντολὴν, εἰ μὴ ταῖς θείαις ἐπαγγελίαις ἐπίστευσεν. κγ. «Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὑτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.» Εἰς γὰρ τὸ τοῦ παιδὸς ἀποβλέψαντες εἶδος, θείας αὐτὸ κηδεμονίας ἤλπισαν ἀπολαύσεσθαι. κδ, κε.
PG 82:765«Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ· μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόςκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν.» Ὁ γὰρ ἐν βασιλείοις τρεφόμενος, καὶ παντοδαπῆς ἀπολαύων χλιδῆς, καὶ τῆς βασιλίδος υἱὸς προσαγορευόμενος, οὐκ ἂν προείλετο τῶν ὁμοφύλων τὴν κακουχίαν, εἰ μὴ τοῖς τῆς πίστεως χρώμενος ὀφθαλμοῖς τὸν ἀγωνοθέτην ἑώρα. Ἁμαρτίας δὲ ἀπόλαυσιν , τὴν μετὰ τῶν δυςσεβούντων ἐκάλεσε βιοτήν. κ. «Μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.» Ἀντὶ τοῦ, τὸν ἐν τύπῳ Χριστοῦ, τὸν ἐοικότα τοῖς ὀνείδεσι τοῦ Χριστοῦ, τὸν κατὰ τῆς εὐσεβείας ὑπὸ τῶν ἐναντίων τολμώμενον. κζ. «Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως. Τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε.» Τὴν μὲν Αἴγυπτον φοβηθεὶς κατέλιπε, θαρσαλέως δὲ τὸν Αἰγύπτιον κατηκόντισε. Τὴν φυγὴν τοίνυν ἀντὶ τῆς αἰτίας τέθεικε τῆς φυγῆς. κη.
«Πίστει πεποίηκε τὸ Πάσχα, καὶ τὴν πρόχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.» Πίστεως γὰρ δίχα πῶς ἂν ἐπίστευσεν ὡς αἵματι προβάτου κωλύεται θάνατος; Ἀλλὰ διὰ τοῦ τύπου τὴν ἀλήθειαν προεώρα, καὶ τοῦ Δεσποτικοῦ αἵματος ὠνειροπόλει τὴν δύναμιν. κθ. «Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, ὡς διὰ ξηρᾶς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεποντίσθησαν.» Μετὰ πίστεως γὰρ πατάξας τῇ ῥάβδῳ τὰ ὕδατα, τὴν ξένην ἐκείνην ὁδὸν τῷ λαῷ κατεσκεύασεν, ἥτις τάφος τῶν Αἰγυπτίων ἐγένετο. λ. «Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.» Ἡ γὰρ τῶν σαλπίγγων ἠχὴ μετὰ πίστεως γενομένη μηχανημάτων δίκην τὰ τείχη κατέβαλε. λα. «Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.» Καὶ οὐκ ἐκώλυσεν ἡ τοῦ βίου παρανομία τὴν σωτηρίαν. Ἐκάλυψε γὰρ ἡ πίστις τῆς ἁμαρτίας τὰ τραύματα.
PG 82:767Θαυμάσαι δὲ ἄξιον τὴν ἀποστολικὴν σοφίαν, μᾶλλον δὲ ὑμνῆσαι προσήκει τοῦ θείου Πνεύματος τὴν ἐνέργειαν, ὅτι τῷ Μωϋσεῖ, τῷ Ἀβραὰμ, καὶ τῷ Νῶε, καὶ τῷ Ἐνὼχ, καὶ τοῖς ἄλλοις ἁγίοις, ἀλλόφυλον γυναῖκα καὶ πόρνην συνέταξεν, ἵνα καὶ τῆς πίστεως ἐπιδείξῃ τὴν δύναμιν, καὶ καταστείλῃ τὴν Ἰουδαίων ὀφρύν. Ἑξακόσιαι μὲν γὰρ αὐτῶν χιλιάδες διὰ τὴν ἀπιστίαν ἐν τῇ ἐρήμῳ κατηναλώθησαν; οὐδὲν τῆς νομικῆς ἀπονάμενοι πολιτείας· αὕτη δὲ πόῤῥω μὲν οὖσα τῆς τοῦ Ἀβραὰμ συγγενείας, ἔξω δὲ τῆς νομικῆς ὑπάρχουσα πολιτείας, ἐν ἀκολασίᾳ τε τὸν πλεῖστον διαβιώσασα χρόνον, διὰ τῆς πίστεως τὴν σωτηρίαν ἐδρέψατο, καὶ τῆς Ἐκκλησίας τὸν τύπον ἐσκιαγράφησεν. Ὥσπερ γὰρ αὕτη μετὰ πίστεως τοὺς κατασκόπους ἐδέξατο, οὕτως ἡ Ἐκκλησία τοὺς ἀποστόλους. Καὶ καθάπερ ἐκείνη σημεῖον ἔλαβε τῆς σωτηρίας τὸ σπαρτίον τὸ κόκκινον, οὕτως ἡ Ἐκκλησία διὰ τοῦ Δεσποτικοῦ αἵματος τῶν αἰωνίων ἀπήλαυσεν ἀγαθῶν. Τούτων οὕτω μνημονεύσας, ὁ θεῖος Ἀπόστολος, καὶ τὸ τῶν εἰρημένων θεασάμενος πλῆθος, συλλήβδην τῶν λοιπῶν μνημονεύει· λβ. «Καὶ τί ἔτι λέγω;
Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεὼν, Βαράκ τε καὶ Σαμψὼν, καὶ Ἰεφθαὲ, Δαβίδ τε καὶ Σαμουήλ.» Τούτων τὰ μὲν ὀνόματα τέθεικε, τὰ δὲ τῶν κατορθωμάτων ἐσιώπησεν εἴδη. Ἐν δὲ τοῖς ἑξῆς ἀσαφῶς μὲν, λέγει δὲ ὅμως τὰ ἑκάστου πλεονεκτήματα. Εἶτα κοινῇ μνημονεύει τῶν ἄλλων, καί φησι· «Καὶ τῶν ἄλλων προφητῶν.» Λέγει δὲ καὶ τὰ κατορθωθέντα. λγ. «Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας.» Ὁ Γεδεὼν τὴν Μαδιὰν κατηνάλωσε, Σαμψὼν τοὺς ἀλλοφύλους, Βαρὰκ τὸ Σισάρα, Δαβὶδ καὶ Ἀμμανίτας, καὶ Ἀμαληκίτας, καὶ Σύρους ἑκατέρους, Σαμουὴλ τοὺς ἀλλοφύλους. «Εἰργάσαντο δικαιοσύνην.» Τοῦτο κοινὸν τῶν ἁγίων ἁπάντων. «Ἐπέτυχον ἐπαγγελιῶν.» Καὶ τῷ Ἀβραὰμ ἐπηγγείλατο ὁ Θεὸς ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη, καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ τὴν αὐτὴν ἔδωκεν εὐλογίαν, καὶ μέντοι καὶ τῷ Δαβὶδ τὰς περὶ τοῦ Δεσπότου Χριστοῦ δέδωκεν ὑποσχέσεις, καὶ τούτων διὰ τῶν ἔργων τὴν ἀλήθειαν ἔδειξεν. Ἐπηγγείλατο δὲ καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, καὶ τὴν ἐπαγγελίαν πεπλήρωκεν. «Ἔφραξαν στόματα λεόντων.» Ὁ Δανιήλ. λδ. «Ἔσβεσαν δύναμιν πυρός.» Οἱ περὶ τὸν Ἀνανίαν, καὶ Ἀζαρίαν, καὶ Μισαήλ.
«Ἔφυγον στόματα μαχαίρας.» Οἱ ἐν πολέμοις νενικηκότες. «Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας.» Οἱ περὶ τὸν Ζοροβάβελ ἐπανελθόντες, καὶ τῆς μὲν αἰχμαλωσίας ἀπαλλαγέντες, τοὺς δὲ πλησιοχώρους ἐπαναστάντας νενικηκότες. «Ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ.» Καὶ οἱ προῤῥηθέντες, καὶ οἱ τοῦ Ματταθίου παῖδες, Ἰούδας, καὶ Ἰωνάθης, καὶ Σίμων. «Παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.» Τὸ αὐτὸ διαφόρως εἴρηκεν. λε. «Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὑτῶν.» Ἠλία τοῦ πάνυ καὶ Ἑλισσαίου τὰ θαύματα. Ὁ μὲν γὰρ τῆς χήρας, ὁ δὲ τῆς Σωμανίτιδος ἀνέστησε τὸν υἱόν. «Ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν.» Οἱ περὶ τὸν Ἐλεάζαρον, καὶ τοὺς ἑπτὰ Μακκαβαίους, καὶ τὴν τούτων μητέρα. λ. «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον· ἔτι δὲ δεσμῶν καὶ φυλακῆς.» Οἱ αὐτοὶ, καὶ ἕτεροι πρὸς τούτοις πολλοί. λζ. «Ἐλιθάσθησαν.» Ζαχαρίας ὁ ἱερεὺς, ὁ Ἰωδαὲ υἱός. «Ἐπρίσθησαν.» Τὸν προφήτην Ἡσαί̈αν τοῦτο πεπονθέναι φασίν. «Ἐπειράσθησαν.» Ἀβραὰμ καὶ Ἰακώβ. «Ἐν φόνῳ μαχαίρας ἀπέθανον.» Τοῦτο καὶ ὁ Κύριος ἔφη·
PG 82:769«Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνασα τοὺς προφήτας, καὶ λιθοβολήσασα τοὺς ἀπεσταλμένους ἐπ’ αὐτήν.» «Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, (λη.) ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Οὕτως Ἠλίας ὁ μέγας, οὕτως Ἑλισσαῖος ὁ τῆς ἐκείνου χάριτος κληρονόμος, οὕτως οἱ πλεῖστοι τῶν προφητῶν, οἳ οὐδὲ οἰκίας ἔσχον, ἀλλὰ ξύλα τέμνοντες καλύβας ἑαυτοῖς κατεσκεύαζον. λθ, μ. «Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.» Οἱ μὲν οὖν τούτων ἀγῶνες τοσοῦτοι καὶ τηλικοῦτοι, ἀλλ’ ὅμως οὐδέπω τῶν στεφάνων ἀπήλαυσαν. Ἀναμένει γὰρ ὁ τῶν ὅλων Θεὸς τοὺς τῶν ἄλλων ἀγῶνας, ἵνα, τοῦ σταδίου λυθέντος, κοινῇ πάντας τῶν ἀναῤῥήσεων ἀξιώσῃ τοὺς νικηφόρους. ΚΕΦΑΛΑΙΟΝ ΙΒ. α.
«Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα.» Πάντοθεν ἡμῖν, φησὶ, τὰ τῆς εὐσεβείας ἀρχέτυπα πρόκειται, καὶ πλῆθος τοσοῦτον, νέφος μιμούμενον τῇ πυκνότητι, μαρτυρεῖ τῇ δυνάμει τῆς πίστεως. Εἰς τούτους τοιγαροῦν ἀφορῶντες, κοῦφοι περὶ τὸν δρόμον γενώμεθα, καὶ τὸν τῶν περιττῶν φροντίδων ἀποῤῥίψωμεν ὄγκον. Οὕτω γὰρ διαφυγεῖν δυνησόμεθα καὶ τὴν ἁμαρτίαν τὴν ῥᾳδίως συνισταμένην. Ὑπομονῆς δὲ πρὸ τῶν ἄλλων ἁπάντων δεόμεθα, ἵνα τὸν προκείμενον ἀγῶνα νικήσωμεν. Εὐπερίστατον δὲ τὴν ἁμαρτίαν ἐκάλεσεν, ὡς εὐκόλως συνισταμένην τε καὶ γινομένην. Καὶ γὰρ ὀφθαλμὸς δελεάζεται, ἀκοὴ καταθέλγεται, ἁφὴ γαργαρίζεται, καὶ γλῶσσα ῥᾷστα διολισθαίνει, καὶ ὁ λογισμὸς περὶ τὸ χεῖρον ὀξύῤῥοπος. Προστίθησι δὲ καὶ τὸ μεῖζον ἀρχέτυπον· β. «Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.» Κατὰ τὸ ἀνθρώπινον ἀμφότερα τέθεικεν.
PG 82:771«Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.» Ἠδύνατο, φησὶ, μὴ παθεῖν, εἴπερ τοῦτο ἠθέλησεν· ἀλλὰ τοῦ πάθους ἠνέσχετο, πάντας εὐεργετῶν. Χαρὰ δὲ τοῦ Σωτῆρος, τῶν ἀνθρώπων ἡ σωτηρία. Ὑπὲρ ταύτης τὸ πάθος ὑπέμεινε, καὶ μετὰ τὸ πάθος τῷ γεγεννηκότι συνεδρεύει Πατρί. γ. «Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὑτοὺς ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.» Τὸ εἰς αὑτοὺς , ἀντὶ τοῦ εἰς ἑαυτούς. Λογίσασθε, φησὶ, παρ’ ὑμῖν αὐτοῖς, πόσην παρὰ τῶν ἁμαρτωλῶν ἀντιλογίαν ὑπέμεινεν ὁ τῶν ἁπάντων Δεσπότης. Ἱκανὴν γὰρ ἐντεῦθεν ψυχαγωγίαν καρπώσεσθε. Εἶτα καὶ δριμυτέραν αὐτοῖς ἰατρείαν προσφέρει. δ. «Οὔπω μέχρις αἵματος ἀντεκατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται.» Οὐκ ἐναντία ταῦτα τοῖς πρόσθεν εἰρημένοις.
Ἐκεῖ μὲν γὰρ αὐτοῖς ἐμαρτύρησεν, ὡς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων μεθ’ ἡδονῆς κατεδέξαντο, καὶ γενναίως ἤνεγκαν τὰ ὑπὲρ τῆς εὐσεβείας ὀνείδη· ἐνταῦθα δὲ ὡς ὀκλάζουσι ἐπιμέμφεται· εἰς καιρὸν δὲ τὸ, Οὔπω μέχρις αἵματος ἀντεκατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι τέθεικεν, ἐκ παραλλήλου δεικνὺς πόσον ἀποδέουσιν ἐκείνων οἳ ἐλιθάσθησαν, καὶ ἐπρίσθησαν, καὶ ἐν φόνῳ μαχαίρας ἀπέθανον. Εἶτα τῆς Παροιμιακῆς παραινέσεως ἀναμνήσας ἐπήγαγεν· ζ. «Εἰ παιδείαν ὑπομένετε.» Εἰ φέρετε γενναίως τὰς ἐπιφερομένας παιδείας. «Ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; (η.) Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί.» Οἱ πατέρες, φησὶ, τοὺς γνησίους παῖδας παιδεύειν εἰώθασι, καὶ μαστιγουμένους ὑπὸ τῶν διδασκάλων ὁρῶντες, οὐκ ἀνιῶνται. Τὸν γὰρ ἐκ τῆς παιδείας φυόμενον ὁρῶσι καρπόν. Τῶν μέντοι νόθων καταφρονοῦσι παίδων, καὶ τῆς ἴσης αὐτοὺς ἐπιμελείας οὐκ ἀξιοῦσιν. Εἰ τοίνυν καὶ ὑμεῖς τὴν παιδείαν ἐκκλίνετε, τῆς τῶν νόθων μερίδος ἐστέ. θ. «Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας ἔχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα·
οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν;» Τὴν παρὰ τῶν σωματικῶν πατέρων προσφερομένην παιδείαν δεχόμενοι, τοῦ πνευματικοῦ Πατρὸς τὴν παιδείαν οὐκ ἀσπαζόμεθα; Πατέρα καὶ πνευμάτων τὸν πνευματικὸν πατέρα κέκληκεν, ὡς τῶν πνευματικῶν χαρισμάτων πηγήν. Δι’ ἐκείνων δὲ ἡμῖν δέδωκε τὸ τῆς υἱοθεσίας ἀξίωμα. Ἔπειτα δείκνυσι καὶ τὸ τῆς παιδείας διάφορον. ι. «Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας, κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.» Καὶ ἐπ’ ἐκείνων μὲν εἴρηκε, κατὰ τὸ δοκοῦν. Οὐ γὰρ ἅπαντες τὸ συμφέρον διδάσκουσιν. Ἐπὶ δὲ τοῦ Θεοῦ τὸν καρπὸν ἔδειξε τῆς παιδείας. Ἁγίους γὰρ ἡμᾶς, φησὶν, ἀποφῆναι βούλεται, καὶ τῆς οἰκείας ἁγιότητος κοινωνούς. Εἶτα ὁριστικῶς· ια. «Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς. γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.» Πάσης παιδείας τὰ προοίμια λυπηρὰ, καὶ λίαν ἀνιαρά· ἀλλ’ ἀξιαγάστους φύει καρποὺς, τὴν κατὰ Θεὸν εἰρήνην, καὶ τὴν ἐπαινουμένην δικαιοσύνην.
PG 82:773Οὕτω καὶ ὁ Κύριος ἔφη, ὅτι «Στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν.» ιβ, ιγ. «Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε. Καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.» Τούτων τὰ μὲν ἐκ τῶν Παροιμιῶν, τὰ δὲ ἐκ τῆς Ἡσαί̈ου τέθεικε προφητείας. Τὸ μὲν γὰρ, Τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν , ἡ Παροιμιακὴ διδάσκει παραίνεσις· τὸ δὲ, Ἰσχύσατε χεῖρας παρειμένας, καὶ γόνατα παραλελυμένα , ὁ προφήτης εἴρηκεν Ἡσαί̈ας. Αἰνίττεται δὲ διὰ τούτων ὁ θεῖος Ἀπόστολος, ὡς πρὸς τὸ πλῆθος τῶν κινδύνων ὀκλάζοντες, ὀκνηρότεροι περὶ τὸν τῆς εὐσεβείας ἐγένοντο δρόμον· ἱκανὰ δὲ ταῦτα καταλῦσαι καὶ Ναυάτου τὸν τῦφον. Τοὺς γὰρ λαμπρῶς ἀγωνισαμένους, εἶτα χαυνωθέντας διαῤῥώννυσι, καὶ τοῖς τῆς μετανοίας θεραπεύει φαρμάκοις. Χωλὸν γὰρ εἰπὼν, τὴν ἴασιν ἐπηγγείλατο. Προσφέρει δὲ αὐτοῖς καὶ τῆς πρακτικῆς ἀρετῆς ὑποθήκας· ιδ. «Εἰρήνην διώκετε μετὰ πάντων.» Τοῦτο καὶ Ῥωμαίοις ἐπιστέλλων εἴρηκεν· «Εἰ δυνατὸν γὰρ, φησὶ, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.» Τὸ σὸν ποίησον· δεῖξον τὴν προθυμίαν.
«Καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.» Ἁγιασμὸν τὴν σωφροσύνην ἐκάλεσε· ταύτην δὲ δυνατὸν καὶ τοὺς ἐν γάμῳ κατορθῶσαι. «Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.» ιε. «Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ.» Μὴ μόνον δὲ ἑαυτῶν, ἀλλὰ καὶ ἀλλήλων ἐπιμελεῖσθε, καὶ τὸν κλονούμενον ὑπερείδετε, καὶ τὸν χειραγωγίας δεόμενον ἰατρεύσατε. «Μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσιν οἱ πολλοί.» Τοῦτο καὶ Κορινθίοις γέγραφεν· «Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;» Ῥίζαν δὲ πικρίας , καὶ τὰ πονηρὰ δόγματα, καὶ τὸν διεφθαρμένον ὠνόμασε βίον. Τοῦτο γὰρ ἐπήγαγε· ι. «Μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὑτοῦ.» Πορνείαν τοῦ Ἡσαῦ τὴν γαστριμαργίαν ἐκάλεσε. διὰ ταύτην γὰρ ἀπέδοτο τῶν πρωτοτοκίων τὴν εὐλογίαν. Οὐκ ἂν δέ τις ἁμάρτοι, πορνείαν αὐτοῦ καλέσας καὶ τὸν παράνομον γάμον· ἀλλοφύλους γὰρ γυναῖκας ἠγάγετο. ιζ. «Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη·
PG 82:775μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.» Καὶ τοῦτο οἱ Ναυάτου ὅπλον οἰκεῖον νομίζουσιν, ἀλλὰ τοῖς οἰκείοις βληθήσονται βέλεσιν. Ὁ γὰρ Ἡσαῦ οὐ μετανοῶν ἐδάκρυσεν, ἀλλὰ τῇ τοῦ ἀδελφοῦ φθονῶν εὐπραξίᾳ. Ταυτὸ δὲ τοῦτο καὶ ὁ Κάϊν ὑπέμεινε. «Συνέπεσε γὰρ, φησὶ, τὸ πρόσωπον αὐτοῦ·» ἀλλ’ οὐχ ὅτι κακῶς προσενήνοχεν, ἀλλ’ ἐπειδὴ τὸν ἀδελφὸν εἶδε ψήφῳ θείᾳ τετιμημένον. Καὶ ὁ θεῖος Ἀπόστολος τοῦτο δι’ ὧν εἶπεν ᾐνίξατο. Μετανοίας γὰρ , φησὶ, τόπον οὐχ εὗρεν , ἀντὶ τοῦ, Οὐχ εὗρε τὴν τῆς μετανοίας ὁδὸν, οὐδὲ ἐθρήνησεν ἐφ’ οἷς κακῶς ἐβουλεύσατο. Ὠδύρατο δὲ, οὐ τὴν ἁμαρτίαν, ἀλλὰ τὴν τοῦ Ἰακὼβ εὐκληρίαν. Καὶ μαρτυρεῖ τὰ ῥήματα· «Ἐγγισάτωσαν γὰρ, ἔφη, αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου.» Οὐχ ἁπλῶς δὲ τῶν κατὰ τὸν Ἡσαῦ ἐμνημόνευσεν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ διδάσκων ὡς καὶ ἐκεῖνος πρωτότοκος ὢν, διὰ γαστριμαργίαν καὶ μοχθηρίαν ἀπεστερήθη τῆς εὐλογίας. Καὶ Ἰουδαῖοι τοῖς πρωτοτοκίοις τετιμημένοι, καὶ τοῖς περιττοῖς τοῦ νόμου διὰ γαστριμαργίαν δεδουλωμένοι, τῆς σωτηρίας ἐξέπεσον·
τὰ δὲ ἔθνη, ὁ νέος λαὸς, οὗ τύπος ὁ Ἰακὼβ, τῶν πρωτοτοκίων ἀπήλαυσε. Παρεγγυᾷ τοίνυν τοῖς ἐξ Ἰουδαίων πεπιστευκόσι, μὴ τοῦ πρωτοτόκου τὴν παρανομίαν ζηλῶσαι, ἀλλὰ τῆς τοῦ νεωτέρου λαοῦ μεταλαχεῖν εὐλογίας. Ἐντεῦθεν πάλιν εἰς παρεξέτασιν ἑτέραν μεταφέρει τὸν λόγον· δεικνὺς τῶν ὑπὸ τοῦ Δεσπότου Χριστοῦ χορηγηθέντων ἀγαθῶν τὴν ὑπεροχήν. ιηκα. «Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον. Οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον. Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν· ἔμφοβός εἰμι καὶ ἔντρομος.» Φοβερὰ, φησὶν, ἦν ἐκεῖνα τὰ ἐν τῷ Σινᾷ ὄρει γεγενημένα· πῦρ ὁρατὸν, καὶ καπνὸς πάντοσε περιθέων, καὶ γνόφος, καὶ σκότος, καὶ θύελλα, καὶ σάλπιγγος ἠχὴ φοβερά. Καὶ τοσοῦτον ἐντεῦθεν ἐνεγένετο δέος, ὡς μὴ μόνον τὸν λαὸν εἰπεῖν τῷ θεσπεσίῳ Προφήτῃ· Λάλει πρὸς ἡμᾶς σὺ, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἀλλὰ καὶ αὐτὸν τὸν νομοθέτην δεδιότα λέγειν· Ἔμφοβός εἰμι καὶ ἔντρομος.
PG 82:777Καὶ τὰ μὲν φοβερὰ ἔδειξε, τὸν δὲ βλαστήσαντα ἐκ τούτων καρπὸν οὐκ ἐγύμνωσε· φανταζόμενον δὲ εἶπεν, ἐπειδὴ οὐκ αὐτὸν ἑώρων τὸν τῶν ὅλων Θεὸν, ἀλλά τινα φαντασίαν τῆς θείας ἐπιφανείας. Ἀποκαλύπτει δὲ λοιπὸν τὸν τῆς χάριτος σκοπὸν, καί φησιν· κβκδ. «Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρείττονα λαλοῦντι παρὰ τὸν Ἄβελ.» Ἐκεῖ, φησὶ, δέος, ἐνταῦθα δὲ ἑορτὴ καὶ πανήγυρις· καὶ ἐκεῖνα μὲν ἐν τῇ γῇ, ταῦτα δὲ ἐν τοῖς οὐρανοῖς· ἐκεῖ χιλιάδες ἀνθρώπων, ἐνταῦθα δὲ μυριάδες ἀγγέλων· ἐκεῖ ἄπιστοι καὶ παράνομοι, ἐνταῦθα ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν τοῖς οὐρανοῖς, καὶ πνεύματα δικαίων τετελειωμένων· ἐκεῖ διαθήκη παλαιὰ, ἐνταῦθα καινή· ἐκεῖ δοῦλος μεσίτης, ἐνταῦθα Υἱός· ἐκεῖ αἷμα ἀλόγων, ἐνταῦθα αἷμα Ἀμνοῦ λογικοῦ. Τὸ δὲ, κρείττονα λαλοῦντι παρὰ τὸν Ἄβελ , ἀντὶ τοῦ, Διὰ τῶν πραγμάτων φθεγγόμενον, καὶ τὴν οἰκείαν δεικνύον ἐνέργειαν.
Τὸ μὲν γὰρ τοῦ Ἄβελ αἷμα ᾄδεται· τοῦτο δὲ καὶ ἐνεργεῖ τὴν τῶν ἀνθρώπων σωτηρίαν. Πρωτοτόκους δὲ τοὺς ἐκλεκτοὺς κέκληκεν, ἐπειδὴ διπλοῦν κλῆρον κατὰ τὸν νόμον ἐλάμβανον οἱ πρωτότοκοι. Ταῦτα δὲ εἴρηκε, καὶ τὴν ὑπεροχὴν τούτων δεικνὺς, καὶ σπουδαιότερον αὐτοῖς προσιέναι παρεγγυῶν. κε. «Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι.» Ἐπειδὴ ἔφασαν ἐκεῖνοι «Λάλει πρὸς ἡμᾶς σὺ, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς,» παρακελεύεται αὐτοῖς μὴ ζηλῶσαι τὴν ἐκείνων παχύτητα, μηδὲ παραπλησίως ἐκείνοις καταλιπεῖν τὸν Δεσπότην, καὶ πρὸς τὸν οἰκέτην δραμεῖν, καὶ ἀντὶ τοῦ Θεοῦ τὸν Μωϋσέα λαβεῖν, καὶ ἀντὶ τῶν καινῶν προσμεῖναι τοῖς παλαιοῖς. Καίτοι, φησὶν, οὐκ οὐρανόθεν αὐτοῖς ὁ Θεὸς, ἀλλ’ ἐν τῷ Σινᾷ ὄρει τὴν νομοθεσίαν ἐδίδου· ἡμεῖς δὲ τὴν ἀπ’ οὐρανῶν ἐπιφάνειαν προσδεχόμεθα τοῦ Δεσπότου. Καὶ διδάσκων ὡς αὐτὸς καὶ τούτων κἀκείνων νομοθέτης γεγένηται, ἐπήγαγεν· κ. «Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε.» Ἐσαλεύθη γὰρ τὸ ὅρος, τοῦ Θεοῦ σημαῖνον τὴν ἐπιφάνειαν. «Νῦν δὲ ἐπαγγέλλεται λέγων·
PG 82:779Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.» Αὐτὸς, φησὶ, καὶ τότε τὴν γῆν ἔσεισεν, αὐτὸς καὶ τὸν οὐρανὸν σὺν τῇ γῇ προηγόρευσε σείσειν. κζ. «Τὸ δὲ, ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.» Σεισμοὶ, φησὶ, γίνονται συνεχεῖς. Τὸ τοίνυν ἅπαξ μεταβολήν τινα πραγμάτων δηλοῖ, καὶ τῶν φθειρομένων τὴν ἐπὶ τὰ κρείττω μετάστασιν, ἅπερ μόνιμον λοιπὸν ἔξει τὴν φύσιν. κη. «Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι’ ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ, μετὰ αἰδοῦς καὶ εὐλαβείας.» Τὸ δὲ, ἀσάλευτον , ἀντὶ τοῦ, Διαρκῆ, τέθεικεν. Ἔδειξε δὲ καὶ πῶς δεῖ προσφέρειν τῷ Θεῷ τὴν λατρείαν. Εἶτα καὶ τῶν θείων λογίων ἀναμιμνήσκει, τῷ φόβῳ προθυμοτέρους ποιῶν. κθ. «Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.» Πάλιν δὲ τὴν ἠθικὴν προσφέρει παραίνεσιν. ΚΕΦΑΛΑΙΟΝ ΙΓ. α. «Ἡ φιλαδελφία μενέτω.» Ἡ τοῦ ὀνόματος συνθήκη τὴν ἐπίτασιν τῆς ἀγάπης δηλοῖ. Ἐκ φίλου γὰρ καὶ ἀδελφοῦ ἓν συνέθηκεν ὄνομα. β. «Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε·
διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.» Ἀβραὰμ ὁ πατριάρχης ὡς ἀνθρώποις γὰρ προσελθὼν, εὗρεν ἀγγέλους, καὶ τὸν ἀγγέλων Δεσπότην. Οὕτω καὶ ὁ μακάριος Λὼτ, ὡς ἀνθρώπους μὲν ὑπεδέξατο τοὺς ἀγγέλους, ὡς δὲ παρ’ ἀγγέλων τὴν εὐλογίαν ἐδέξατο. γ. «Μιμνήσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων. ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.» Κοινωνεῖτε διὰ τῆς συμπαθείας, καὶ τῆς προσφόρου θεραπείας, τοῖς ταῦτα πάσχουσι διὰ τὴν εὐσέβειαν. δ. «Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.» Τὸ μὲν γὰρ ἔννομον, τὸ δὲ λίαν παράνομον. Καὶ τὸ μὲν ὁ Θεὸς ἐνομοθέτησεν ἐξ ἀρχῆς· «Ποιήσωμεν γὰρ αὐτῷ, ἔφη, βοηθὸν κατ’ αὐτόν.» Καὶ διαπλάσας ἤγαγε καὶ συνῆψε, καὶ τὴν γαμήλιον δέδωκεν εὐλογίαν· «Αὐξάνεσθε, λέγων, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν.» Τὴν δὲ μοιχείαν καὶ πορνείαν ὁ ἀκόλαστος ἐπεισήγαγε λογισμός. ε. «Ἀφιλάργυρος ὁ τρόπος.» Οὐ τὴν κτῆσιν ἀπηγόρευσεν, ἀλλὰ τὸ χρημάτων ἐρᾷν. Ἐντεῦθεν γὰρ ἡ πλεονεξία γεννᾶται. «Ἀρκούμενοι τοῖς παροῦσιν.» Αὔξειν τὰ ὄντα σπουδαζέτω μηδείς· ἐπαινουμένη γὰρ ἡ αὐτάρκεια.
PG 82:781Δίδωσι δὲ καὶ ἐχέγγυον τῆς παραινέσεως ἱκανόν. «Αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω.» Ἀψευδὴς ὁ ὑποσχόμενος, πιστῶς τὴν ἐπαγγελίαν δεξώμεθα· τοῦτο γὰρ ἐπήγαγεν· 2. «Ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.» Ἀναγκαίως καὶ τοῦτο τῇ παραινέσει προςήρμοσεν, ἵνα καταθαῤῥήσωσι τῶν διωκόντων, εἰς τὸν Θεὸν ἀποβλέποντες. ζ. «Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν.» Περὶ τῶν ἤδη τετελευτηκότων ἁγίων ἔφη, Στεφάνου τοῦ πρωτομάρτυρος, Ἰακώβου τοῦ Ἰωάννου ἀδελφοῦ, Ἰακώβου τοῦ ἐπίκλην Δικαίου. Καὶ ἕτεροι δὲ πλεῖστοι ὑπὸ τῆς Ἰουδαίων ἀνῃρέθησαν λύττης. Εἰς τούτους, φησὶν, ἀφορῶντες, καὶ τὴν ἀξιέπαινον αὐτῶν μανθάνοντες πολιτείαν, τὴν πίστιν ζηλώσατε. η. «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Καὶ τοῦτο οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ τοῖς ἀναιρεθεῖσι προσήρμοσε, διδάσκων ὡς καὶ αὐτὸς ὑπὸ Ἰουδαίων τῷ σταυρῷ προσηλώθη. Δείκνυσι δὲ αὐτοῦ καὶ τὴν αἰώνιον ὕπαρξιν.
Χθὲς γὰρ καὶ σήμερον τὴν ἀνθρωπείαν ἐκάλεσε φύσιν· αἰώνιον δὲ τὴν θεότητα προσηγόρευσε. Τὸν δὲ αὐτὸν ἔφη καὶ τοῦτο εἶναι κἀκεῖνο· ἐπειδὴ εἷς Υἱὸς μονογενὴς ὁ αὐτὸς καὶ πρωτότοκος. θ. «Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.» Διδασκαλίας ξένας ἐκάλεσε τὰς ταῖς εὐαγγελικαῖς ἐναντίας. Παρακελεύεται τοίνυν αὐτοῖς τῆς χάριτος προσμεῖναι διδασκαλίᾳ, καὶ τὰς νομικὰς παρατηρήσεις καταλιπεῖν. Οὐδεὶς γὰρ, φησὶν, ἐκ τούτων ὄνησιν ἐκαρπώσατο. Ἐπειδὴ δὲ καὶ ὁ θεῖος νεὼς κατὰ τὸν καιρὸν ἐκεῖνον εἱστήκει, καὶ τὰ ἱερὰ κατὰ νόμον ἐθύετο, ἀναγκαίως ἐπήγαγεν· ι. «Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.» Τοῦτο, φησὶ, τοῦ παλαιοῦ πολλῷ τιμιώτερον· ἐκεῖνο γὰρ τούτου σκιά. Ἐκεῖνο δέχεται τὰς ἀλόγους θυσίας· τοῦτο δὲ τὴν λογικήν τε καὶ θείαν. Οὗ δὴ χάριν οὐδεὶς ἐκείνων τῶν ἱερέων ταύτης μεταλαγχάνει, εἰ μὴ πρότερον τὴν εἰς τὸν Κύριον δέξηται πίστιν. ια, ιβ.
«Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθε.» Βλέπετε τὸν τύπον, καὶ παράθετε τὴν ἀλήθειαν, καὶ τὴν ὁμοιότητα θεωρήσατε. Δάμαλιν πυῤῥὰν ὁ νόμος ἐκέλευσε σφαγῆναι, καὶ ἐκ τοῦ ταύτης αἵματος τὸν ἀρχιερέα λαβεῖν, καὶ πρὸ τοῦ ἱλαστηρίου ῥᾶναι τῷ δακτύλῳ ἑπτάκις. Αὐτὴν μέντοι τὴν δάμαλιν ἔξω τῆς παρεμβολῆς κατακαίοντες, τὴν κόνιν ἐλάμβανον, καὶ διὰ ταύτης τοὺς καλουμένους ἀκαθάρτους ἐκάθαιρον. Τοῦτο δὲ τοῦ σωτηρίου πάθους ἐπλήρου τὸν τύπον. Καὶ γὰρ ἐνταῦθα τὸ ἐξ Ἀδὰμ σῶμα τὸ ἐρυθρὸν σημαίνει τὸ ὄνομα τῇ Ἑβραίων φωνῇ. Ἔξω δὲ τῆς πύλης τῷ σταυρῷ προσηλώθη· τὸ δὲ τούτου αἷμα τὰς ἡμετέρας καθαίρει ψυχάς. Ἀντὶ δὲ τῆς κόνεως αὐτὸ τὸ ζωοποιὸν ἡμῖν γίνεται σῶμα. ιγ. «Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες.» Ἔξω τῆς παρεμβολῆς , ἀντὶ τοῦ, Ἔξω τῆς κατὰ νόμον γενώμεθα πολιτείας, φέροντες τὰ ὑπὲρ τοῦ σεσωκότος ὀνείδη. ιδ.
PG 82:783«Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.» Καταφρονήσωμεν τοίνυν τῶν παρόντων, καὶ προσμείνωμεν ἐκεῖνα τὰ μόνιμά τε καὶ διαρκῆ. ιε. «Δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διαπαντὸς τῷ Θεῷ, τουτέστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.» Οὐδὲν γὰρ ἡμᾶς ὀνίνησιν ὑμνῳδία τῷ Θεῷ προσφερομένη δίχα τῆς εἰς τὸν Υἱὸν πίστεως. Ἐπειδὴ γὰρ Ἑβραίοις ἔγραφεν, οἱ μόνον τιμᾷν εἰώθασι τὸν Πατέρα, ἀναγκαίως τὸ, δι’ αὐτοῦ, προστέθεικε. ι. «Τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.» Ἔδειξε τὴν τῆς αἰνέσεως θυσίαν ἀρέσκουσαν τῷ Θεῷ. Συνέζευξε δὲ αὐτῇ καὶ τὴν τῆς εὐποιίας, ἢν κοινωνίαν εἰκότως ἐκάλεσε. Καὶ γὰρ ὁ Κύριος ἔφη· «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὑτῶν σκηνάς.» Καὶ ὁ θεῖος Ἀπόστολος· «Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα γένηται καὶ τὸ ἐκείνων περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης.» Κοινωνία τοίνυν ἐστὶ καὶ ἀντίδοσις.
Ὁ μὲν γὰρ δίδωσι χρήματα, ὁ δὲ ἀντιδίδωσιν εὐλογίαν, καὶ ἔστι τοῦ δεομένου τὰ μείζονα. ιζ. «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες. Ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.» Παραινεῖ μὲν τοῖς μαθηταῖς ὑπακούειν τοῖς διδασκάλοις. Διήγειρε δὲ κατὰ ταυτὸν καὶ τοὺς διδασκάλους εἰς πλείονα προθυμίαν· διδάσκει γὰρ αὐτοὺς ἀγρυπνεῖν, καὶ τὰς εὐθύνας δειμαίνειν. ιη. «Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι.» Διεβέβλητο αὐτοῖς ὡς τἀναντία τῷ νόμῳ κηρύττων. Διδάσκει τοίνυν αὐτοὺς ὡς οὐκ ἄλλου του χάριν τοῦτο ποιεῖ, ἀλλὰ τῷ θείῳ λόγῳ πειθόμενος. Διά τοι τοῦτο καὶ τὴν συνείδησιν εἰς μαρτυρίαν ἐκάλεσεν. ιθ. «Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶμεν ὑμῖν.» Δότε τῶν προσευχῶν τὴν βοήθειαν, συνεργήσατέ μου τῇ προθυμίᾳ· ποθῶ γὰρ ὑμᾶς θεάσασθαι. κ, κα.
PG 82:785«Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν, ἐν αἵματι διαθήκης αἰωνίου τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Ἀναγκαίως τὴν εὐλογίαν τῇ διδασκαλίᾳ προστέθεικε, καὶ οἷόν τινας σφραγῖδας τοῖς πολλοῖς ἐπέθεικε λόγοις. Ποιμένα δὲ προβάτων μέγαν τὸν Δεσπότην προςηγόρευσε Χριστόν· αὐτοῦ γάρ ἐστι φωνή· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.» Αἰώνιον δὲ τὴν καινὴν κέκληκε διαθήκην , ὡς ἑτέρας μετὰ ταύτην οὐκ ἐσομένης. Ἵνα γὰρ μή τις ὑπολάβῃ καὶ ταύτην δι’ ἄλλης διαθήκης παυθήσεσθαι, εἰκότως αὐτῆς τὸ ἀτελεύτητον ἔδειξε. κβ. «Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως. Καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.» Ἀσμένως δέξασθε τὴν παρ’ ἐμοῦ πεμφθεῖσαν διὰ τῶν γραμμάτων παράκλησιν. Ἵνα γὰρ μηδένα τῶν λόγων ἀποκναίσῃ τὸ μῆκος, ἐν κεφαλαίῳ γέγραφα τὴν Ἐπιστολήν. κγ.
«Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.» Ἔδειξεν ὡς δι’ αὐτοῦ πέπομφε τὴν Ἐπιστολήν. Εἰκὸς δὲ ἦν αὐτοὺς καὶ χαίρειν αὐτῷ, ἐπειδήπερ καὶ αὐτὸς περιτετμημένος ὑπῆρχεν. κδ. «Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους.» Αἰνίττεται ὁ λόγος ὡς οἱ προστατεύοντες αὐτῶν τοιαύτης διδασκαλίας οὐκ ἔχρῃζον. Οὗ δὴ χάριν οὐκ ἐκείνοις ἐπέστειλεν, ἀλλὰ τοῖς μαθηταῖς. «Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.» Ἔδειξε πόθεν γέγραφε τὴν Ἐπιστολὴν, καὶ κατὰ ταυτὸν ἐδίδαξεν, ὡς ἐν βραχεῖ καιρῷ πάντα τὸ εὐαγγελικὸν διέδραμε κήρυγμα, καὶ τὰ ἔθνη κατὰ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην ἐπαγγελίαν τῆς εὐλογίας τετύχηκεν. κε. «Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν.» Τὸ σύνηθες ἀκροτελεύτιον τέθεικε, τὴν τῆς χάριτος αὐτοῖς ἐπευξάμενος μετουσίαν. Ἡμεῖς δὲ τὸν τῶν καινῶν καὶ τῶν παλαιῶν ἀνυμνήσωμεν νομοθέτην, καὶ τῆς παρ’ αὐτοῦ τυχεῖν ῥοπῆς ἱκετεύσωμεν· ἵνα τοὺς θείους αὐτοῦ φυλάξαντες νόμους, τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ’ οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 82:787Ἡ πρὸς Ἑβραίους ἐγράφη ἀπὸ Ἰταλίας διὰ Τιμοθέου. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ Α ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Λυκαὼν ὁ τρισμακάριος Τιμόθεος ἦν. Καταλιπὼν δὲ καὶ πατρίδα, καὶ οἰκίαν, καὶ τοὺς γεγεννηκότας, εἴπετο τῷ Ἀποστόλῳ, πάντων ὁμοῦ τὴν σὺν αὐτῷ διαγωγὴν προαιρούμενος. Τούτῳ τῆς Ἀσίας τὴν ἐπιμέλειαν ἐνεχείρισεν ὁ θεσπέσιος Παῦλος. Γράφει τοίνυν αὐτῷ, πρῶτον μὲν τοὺς τἀναντία διδάσκειν ἐπιχειροῦντας ἐπιστομίζειν παρακαλῶν· εἶτα τῆς ἐκκλησιαστικῆς αὐτὸν λειτουργίας ἐκπαιδεύων τὴν τάξιν· ἔπειτα καὶ τῶν ἱερατικῶν, καὶ μέντοι καὶ τῶν ἄλλων ταγμάτων τῆς πολιτείας τοὺς χαρακτῆρας ὑποδεικνύς. Προηγόρευσε δὲ καὶ τῶν δυσωνύμων αἱρετικῶν τὰ ὀλέθρια σπέρματα. Παρῄνεσε δὲ καὶ αὐτῷ ποιεῖν ἅπερ προσήκει ποιεῖν τὸν ψυχῶν κηδεμονίαν πεπιστευμένον. ΚΕΦΑΛΑΙΟΝ Α. α. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, κατ’ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν.» Διδάσκει τὸν μαθητὴν, ὡς τὴν ἀποστολικὴν ἀξίαν οὐχ ἥρπασεν, ἀλλὰ προσταχθεὶς ὑπὸ τοῦ Θεοῦ προσέφερεν ἅπασι τὸ σωτήριον κήρυγμα.
Συνῆψε τῷ Θεῷ καὶ τὸν Δεσπότην Χριστὸν, τὴν ὁμοτιμίαν δεικνύς. Σωτηρίαν δὲ τὸν Θεὸν καὶ τὸν Χριστὸν ἐλπίδα κέκληκεν, οὐ διαιρῶν τὰ ὀνόματα, καὶ τῷ μὲν τοῦτο, τῷ δὲ ἐκεῖνο προσνέμων, ἀλλ’ ἀμφότερα ἐφ’ ἑκατέρου προσώπου νοῶν. Καὶ γὰρ ὁ μακάριος Δαβὶδ ἀμφότερα ἐφ’ ἑνὸς προσώπου τέθεικεν· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. β. «Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει, χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ἄγαν ἁρμοδίως τῷ σχετικῷ ὀνόματι τὴν πίστιν συνέζευξεν. Οὐ γὰρ ἡ φύσις, ἀλλ’ ἡ πίστις υἱὸν αὐτὸν ἀπειργάσατο. Πεπιστευκὼς γὰρ τῷ θείῳ κηρύγματι, πατέρα καλεῖν ἠξιώθη τὸν θεῖον Ἀπόστολον. γ, δ.
PG 82:789«Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει.» Οἱ ἐξ Ἰουδαίων πεπιστευκότες, ἐπὶ τῇ γνώσει τῆς Παλαιᾶς Διαθήκης μέγα φρονοῦντες, ζητήματα ἄττα τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι προσέφερον, ἐλέγχειν μὲν αὐτοὺς ὡς ἀμυήτους τῶν θείων λογίων πειρώμενοι, φυλάττειν δὲ τὴν νομικὴν πολιτείαν παραπείθειν ἐπιχειροῦντες. Οὕτω καὶ τὰς ἐξ Ἀβραὰμ καὶ Δαβὶδ γενεαλογίας κατέλεγον, ἐρευνῶντες δῆθεν εἰ ἀληθῶς ἐκ τούτων ὁ Κύριος κατὰ σάρκα γεγέννηται. Παρεγγυᾷ τοίνυν ὁ θεῖος Ἀπόστολος τῷ θαυμασίῳ Τιμοθέῳ τούτους μὲν ἐπιστομίζειν, καὶ μὴ συγχωρεῖν αὐτοῖς παραφθείρειν τὸν τῆς διδασκαλίας κανόνα· τοῖς δέ γε ἄλλοις παρακελεύεσθαι τῇ τούτων μὴ προσέχειν ἀδολεσχίᾳ. Μύθους δὲ οὐ τὴν τοῦ νόμου διδασκαλίαν ἐκάλεσεν, ἀλλὰ τὴν Ἰουδαϊκὴν ἑρμηνείαν, τὴν ὑπ’ αὐτῶν καλουμένην δευτέρωσιν· καὶ διδάσκει ὡς αἱ μὲν περιτταὶ ζητήσεις ἀνόνητοι, ἡ δὲ πίστις φωτίζει τὸν νοῦν, καὶ ἐπιδείκνυσι τὰς θείας οἰκονομίας. ε.
«Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν, ἀγάπη ἐκ καθαρᾶς καρδίας, καὶ συνειδήσεως ἀγαθῆς, καὶ πίστεως ἀνυποκρίτου.» Δείξας τῆς ἐκείνων μυθολογίας τὸ ἀκερδὲς, προὔθεικε τῆς οἰκείας διδασκαλίας τὸ χρήσιμον. Προσήκει γάρ σε, φησὶ, διδάσκειν αὐτοὺς εἰλικρινῶς ἀγαπᾷν τὸν εὐεργέτην Θεὸν, καὶ πίστιν ἔχειν ἀκραιφνῆ, τῇ τοῦ συνειδότος μαρτυρίᾳ βεβαιουμένην. Εἶτα πάλιν τὸν κατηγορικὸν ἀνέλαβε λόγον. 2, ζ. «Ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίαν, θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.» Δεδήλωκεν ὡς οὐ περὶ τῶν προφανῶς ἐναντίων ταῦτα λέγει, ἀλλὰ περὶ τῶν πεπιστευκέναι μὲν τῷ Κυρίῳ λεγόντων, τὴν εὐαγγελικὴν δὲ διαφθειρόντων διδασκαλίαν, καὶ τοὺς ἀνοήτους αὑτῶν λογισμοὺς τῶν θείων λογίων σοφωτέρους ὑπειληφότων. Ὅτι δὲ ἐξ Ἰουδαίων οὗτοι ἦσαν, σαφῶς διδάσκει τὸ, θέλοντες εἶναι νομοδιδάσκαλοι. Ἐπειδὴ δὲ σφοδροτέροις κατὰ τούτων ἐχρήσατο λόγοις, ἵνα μή τις αὐτὸν ὑπολάβῃ τοῦ νόμου κατηγορεῖν, ἀναγκαίως ἐπήγαγεν· η.
«Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται.» Οὐ τῷ νόμῳ μέμφομαι, ἀλλὰ τοῖς κακοῖς διδασκάλοις τοῦ νόμου. Οἶδα γὰρ τὸν νόμον ὠφέλιμον τοῖς φυλάττειν προαιρουμένοις τὸν τούτου σκοπόν. Τὸ γὰρ, ἐάν τις αὐτῷ νομίμως χρῆται , τοῦτο δηλοῖ, ἐάν τις ἀκολουθῇ αὐτοῦ τῷ σκοπῷ. Σκοπὸς δὲ τῷ νόμῳ, προσαγαγεῖν ἡμᾶς τῷ Δεσπότῃ Χριστῷ, μετὰ τὴν ἐκείνου παρουσίαν μηκέτι κρατεῖν. Τοῦτο γὰρ καὶ Γαλάταις ἐπιστέλλων εἴρηκεν· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω.» Τῷ νόμῳ γὰρ, φησὶ, πειθόμενος, οὐ φυλάττω τὸν νόμον. Δείκνυσι δὲ καὶ ἑτέρως περιττὸν τὸν νόμον, τοῖς φύσει οὐ μετιοῦσι καλά. θ, ι. «Εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλοίαις καὶ μητραλοίαις, ἀνδροφόνοις, πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις.» Τούτων, φησὶν, ἁπάντων ὁ νόμος ἀπαγορεύει τὴν πρᾶξιν· ὁ δὲ τούτων ἀπεχόμενος τῆς νομικῆς οὐ δεῖται διαγορεύσεως. Ταῦτα δὲ καὶ ἡμεῖς τῆς καινῆς διαθήκης οἱ κήρυκες ὡσαύτως ἀπαγορεύομεν. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς.
PG 82:791«Καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται, (ια) κατὰ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.» Ἔδειξεν ὡς τὰ ἀναγκαῖα τοῦ νόμου συνῳδὰ τῷ Εὐαγγελίῳ καὶ σύμφωνα. Ἀναγκαῖα δὲ τοῦ νόμου τὸ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ οὐ κλέψεις, καὶ ὅσα τοιαῦτα. Περιττὰ δὲ, τὰ περὶ θυσιῶν, καὶ ἡμερῶν, καὶ νεκρῶν, καὶ λεπρῶν, καὶ τὰ τούτοις προσόμοια· ὧν τὴν ἐκπλήρωσιν τῷ ἀφιερωθέντι συνέζευξε τόπῳ, ἵνα ἐκείνου λυθέντος, δειχθῇ καὶ τούτων ἡ λύσις. Εὐαγγέλιον δὲ δόξης , τὸ κήρυγμα κέκληκεν, ἐπειδὴ τὴν μέλλουσαν δόξαν ἐπαγγέλλεται τοῖς πιστεύουσιν. Ὁ μέντοι θεῖος Ἀπόστολος εἰρηκὼς πεπιστεῦσθαι τὸ Εὐαγγέλιον, εἰς μνήμην ἦλθεν ὧν πάλαι κατὰ τῆς Ἐκκλησίας ἐτόλμησε, καὶ ὕμνοις τὸν εὐεργέτην ἠμείψατο, βοῶν. ιβ, ιγ. «Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβριστήν.» Οὐ γὰρ οἰκείᾳ δυνάμει χρώμενος ταύτην τοῖς ἀνθρώποις προσφέρω τὴν διδασκαλίαν, ἀλλ’ ὑπὸ τοῦ σεσωκότος ῥωννύμενός τε καὶ νευρούμενος·
ὃς τὸν κατ’ αὐτοῦ λυττῆσαι τετολμηκότα, πιστὸν ἀπέφηνε τοῦ Εὐαγγελίου διάκονον. Δείκνυσι δὲ καὶ αὐτὸν τῆς μεταβολῆς τὸν τρόπον. «Ἀλλ’ ἠλεήθην.» Τίς δὲ τοῦ ἐλέους ἡ πρόφασις; «Ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ.» Ἐτύφλωττον γὰρ, οὐχ ἑώρων τὸ φῶς. Οὐ γὰρ φθόνῳ βαλλόμενος ἐπολέμουν, ἀλλ’ ὑπὲρ τοῦ νόμου δῆθεν ἀγωνιζόμενος. Τί δὲ μετὰ ταῦτα πεποίηκας; ιδ. «Ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν, μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.» Ἔδειξε πρὸς οἷς ἔλαβεν ἅπερ αὐτὸς συνεισήνεγκε. Τυχὼν γὰρ τῆς ἄνωθεν χάριτος, τὴν πίστιν καὶ τὴν ἀγάπην προσήνεγκεν. Εἰλικρινῶς γὰρ πιστεύσας, θερμῶς ἄγαν ἠγάπησε, καὶ τῷ ἔρωτι τούτῳ πυρπολούμενος διετέλεσεν. Οὕτω τὰ καθ’ ἑαυτὸν γυμνώσας, δείκνυσι ταύτην πᾶσι προκειμένην τὴν χάριν. ιε. «Πιστὸς ὁ λόγος.» Ἀντὶ τοῦ, ἀψευδὴς καὶ ἀληθής. «Καὶ πάσης ἀποδοχῆς ἄξιος.» Ἀξιάγαστος, καὶ πάσης ἄξιος εὐφημίας. «Ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.» Ὅτι μὲν ἁμαρτωλῶν χάριν ὁ Μονογενὴς ἐνηνθρώπησε, καὶ αὐτὸς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἐδίδαξεν·
PG 82:793«Οὐκ ἦλθον γὰρ, φησὶ, καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν.» Τῶν δὲ ἁμαρτωλῶν ἁπάντων πρῶτον ἑαυτὸν φάναι, καὶ αὐτὸν ὑπερβαίνει τῆς ταπεινοφροσύνης ὅρον. Διὰ δὲ τῶν ἑξῆς καὶ ἕτερόν τι μεῖζον κατασκευάζει. Προσήκει δὲ πρότερον αὐτὰ θεῖναι τὰ ῥήματα, καὶ τότε τὴν ἑρμηνείαν προσθεῖναι. ι. «Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον.» Καθάπερ, φησὶν, ἰατρὸς ἐν οἰκίᾳ μιᾷ πολλῶν κατὰ ταυτὸν ἀῤῥωστούντων, καὶ πάντων ἀπαγορευσάντων τὴν ὑγείαν, ἕνα λαβὼν χαλεπώτατα διακείμενον, καὶ τούτῳ προςενεγκὼν τὰ ἀλεξίκακα φάρμακα, καὶ εἰς τὴν ἄκραν αὐτὸν μεταγαγὼν ὑγείαν, πᾶσι τοῖς ἄλλοις ἐντίθησι θάρσος· οὕτως ὁ Δεσπότης Χριστὸς ὁ τῶν ψυχῶν ἰατρὸς, τῆς τῶν ἁμαρτωλῶν ἕνεκα σωτηρίας ἐνανθρωπήσας, ἐμὲ τῶν πάντων παρανομώτατον εἰς μέσον ἀγαγὼν, οὐ μόνον τῶν προτέρων ἠλευθέρωσε κηλίδων, ἀλλὰ καὶ μεγίσταις ἐπέκλυσε δωρεαῖς· δι’ ἐμοῦ πᾶσιν ἀνθρώποις τὴν ἀμέτρητον μακροθυμίαν δεικνὺς, ἵνα μηδεὶς τῶν μεγάλα παρανενομηκότων εἰς ἐμὲ ἀποβλέπων ἀπαγορεύσῃ τὴν σωτηρίαν.
Ἀλλ’ ὁ μὲν θεῖος Ἀπόστολος ταῦτα εἴρηκε μετρίῳ κεχρημένος φρονήματι. Εἰδέναι μέντοι χρὴ, ὡς οὐ βίον ἑαυτῷ συνῄδει παράνομον· πῶς γὰρ, ὅς γε Φιλιππησίοις γράφων εἴρηκε· «Κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος;» ἀλλὰ τῶν κατὰ τῆς Ἐκκλησίας μεμνημένος ἐγχειρημάτων. Οὕτω καὶ Κορινθίοις γράφων ἔφη· «Ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.» Οὕτω τοίνυν τῆς θείας μνημονεύσας εὐεργεσίας, πάλιν εἰς ὑμνῳδίαν μεταφέρει τὴν γλῶτταν. ιζ. «Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.» Ἐπειδὴ τὸν Δεσπότην Χριστὸν ἐκείνων ἔδειξε τῶν ἀγαθῶν χορηγὸν, διδάξαι βουλόμενος ὡς τοῦ Θεοῦ καὶ Πατρὸς εὐδοκοῦντος, καὶ τοῦ θείου Πνεύματος συνεργοῦντος, ἐκεῖνα γεγένηται, ἀπὸ τοῦ ἑνὸς προσώπου ἐπὶ τὸ κοινὸν μετέβη τῆς φύσεως, καὶ τὸν ὕμνον τῇ Τριάδι προσήνεγκε. Καὶ τὰ πρόςωπα σιγήσας, τὴν θείαν φύσιν ἀνύμνησεν. Ὅτι γὰρ οὐ μόνον τῷ Θεῷ καὶ Πατρὶ, ἀλλὰ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι τὰ εἰρημένα προσήκει, καταμαθεῖν εὐπετές. Βασιλεὺς γὰρ τῶν αἰώνων οὐ μόνος ὁ Πατὴρ, ἀλλὰ καὶ ὁ μονογενὴς Υἱός·
PG 82:795τῶν γὰρ αἰώνων ἐστὶ ποιητής. Καὶ μέντοι καὶ τὸ πανάγιον Πνεῦμα· αἰώνιον γὰρ καὶ αὐτὸ προσηγόρευσεν ὁ θεῖος Ἀπόστολος· «Ὃς διὰ Πνεύματος γὰρ, φησὶν, αἰωνίου.» Καὶ τὸ ἄφθαρτόν τε καὶ ἀόρατον, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ἴδια. Τούτων δὲ οὕτω δεδηλωμένων, καὶ τὸ Θεὸς ὄνομα τῆς Τριάδος μόνης ἀληθῶς ὄνομα. Οὐδεὶς γὰρ παρὰ ταύτην φύσει Θεός. Οὕτω τῶν καθ’ ἑαυτὸν ἐν μέσῳ μνημονεύσας, καὶ τὸν ὕμνον συμπεράνας, πάλιν τὸν πρῶτον ἀνέλαβε λόγον. ιη. «Ταύτην τὴν παραγγελίαν παρατίθημί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας.» Τῇ μὲν οὖν τοῦ τέκνου προσηγορίᾳ τὴν πατρικὴν φιλοστοργίαν γυμνοῖ· τῇ δὲ μνήμῃ τῆς προφητείας , τὴν περὶ τὸν εὐεργέτην ἀγάπην πυρσεύει. Οὐ γὰρ ἀνθρωπίνης, φησὶ, τετύχηκας κλήσεως, ἀλλὰ κατὰ θείαν ἀποκάλυψιν τὴν χειροτονίαν ἐδέξω. Εἰκὸς δὲ οὐ μόνον αὐτὸν ἐξ ἀποκαλύψεως προβληθῆναι διδάσκαλον, ἀλλὰ καὶ κατὰ τοιοῦτόν τινα τρόπον καὶ τῆς ἐξ ἀρχῆς κλήσεως ἀπολαῦσαι. Οὗ δὴ χάριν οὐκ ἔφη, προφητείαν, ἀλλὰ, προφητείας.
«Ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν.» Προσήκει γάρ σε τῆς ἐκλογῆς σαυτὸν ἄξιον ἀποφῆναι, καὶ ταῖς προφητείαις ἐπιθεῖναι τὸ πέρας, καὶ ἀνδρείως τὴν πρὸς τοὺς ἀντιπάλους δαίμονας ἀναδέξασθαι μάχην. Τὸν γὰρ διδάσκαλον ἑαυτοῦ χρὴ πρῶτον εἶναι διδάσκαλον, καὶ τὸν στρατηλάτην στρατιώτην εἶναι δεῖ ἀγαθόν. ιθ. «Ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν.» Συνεζεῦχθαι γὰρ προσήκει τῇ πίστει καὶ τὸν ἐπαινούμενον βίον. Συνείδησιν ἀγαθὴν τὴν σωφροσύνῃ καὶ δικαιοσύνῃ κεκοσμημένην λέγει ζωήν. Τῆς δὲ τούτων ἐστερημένης πίστεως τὴν ἀσθένειαν διὰ τῶν ἑξῆς δείκνυσιν. «Ἥν τινες ἀπωσάμενοι.» Τουτέστι τὴν ἀγαθὴν συνείδησιν. «Περὶ πίστιν ἐναυάγησαν.» Ὑποβάθρα γὰρ πολλάκις ἀσεβείας ὁ διεφθαρμένος γίνεται βίος· καί τινες τοῦ συνειδότος τὴν κατηγορίαν οὐ φέροντες, ἠρνήθησαν καὶ τὴν καθόλου πρόνοιαν τοῦ Θεοῦ, καὶ εἱμαρμένῃ καὶ μοίραις τὰ καθ’ ἑαυτοὺς ἀνέθεσαν. Λέγει δὲ καὶ τοὺς τότε ναυαγήσαντας. κ. «Ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος.» Εἶτα καὶ τὴν κατ’ αὐτῶν ἐξενεχθεῖσαν δείκνυσι ψῆφον. «Οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.» Τὸ μέντοι τῆς βλασφημίας εἶδος οὐ πεποίηκε δῆλον·
εἰδότι γὰρ ἔγραφε. Τῷ δὲ διαβόλῳ οὐχ ὡς ἀγαθῶν διδασκάλῳ παρέδωκε τούτους, ἀλλ’ ὡς δημίῳ πικρῷ. Τούτου χάριν οὐκ εἶπεν, ἵνα παιδεύσῃ αὐτοὺς μὴ βλασφημεῖν, ἀλλ’ ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Τοῦ γὰρ ἐκκλησιαστικοῦ σώματος χωρισθέντες, καὶ τῆς θείας χάριτος γυμνωθέντες, πικρὰς παρὰ τοῦ δυσμενοῦς ἐδέχοντο μάστιγας, καὶ νόσοις καὶ παθήμασι χαλεποῖς περιπίπτοντες, καὶ ζημίαις καὶ συμφοραῖς ἑτέραις. Ταῦτα γὰρ ἐκείνῳ φίλον τοῖς ἀνθρώποις ἐπάγειν· ἐπειδὴ καὶ ἐχθρός ἐστι καὶ ἐκδικητὴς, κατὰ τὸν Προφήτην. Ἐκείνους δὲ εἰκὸς ἦν παιδευομένους μεταβαλεῖν τὴν γνώμην, ὁρῶντας τὴν ἐκ τῆς βλασφημίας προσγενομένην βλάβην. Ἐντεῦθεν τοὺς περὶ τῆς ἐκκλησιαστικῆς τάξεως τίθησιν ὅρους. ΚΕΦΑΛΑΙΟΝ Β. α. «Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων.» Δέησις μέν ἐστιν, ὑπὲρ ἀπαλλαγῆς τινων λυπηρῶν ἱκετεία προσφερομένη· προςευχὴ δὲ, αἴτησις ἀγαθῶν· ἔντευξις δὲ, κατηγορία τῶν ἀδικούντων.
PG 82:797Ἡ πάλη δὲ ἡμῖν οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Κατὰ τούτων πρόσιμεν τῷ δικαιοκρίτῃ, καὶ τὴν δικαίαν αἰτοῦμεν ἐπικουρίαν. Ἡ δέ γε εὐχαριστία ὑπὲρ τῶν προϋπηργμένων ἀγαθῶν προσφέρεται τῷ Θεῷ. Ταῦτα δὲ ποιεῖν ὑπὲρ ἁπάντων ἀνθρώπων παρεγγυᾷ, ἐπειδὴ καὶ Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι. β. «Ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων.» Μάλα σοφῶς τὸ κοινὸν τῶν ἀνθρώπων προςτέθεικεν, ἵνα μή τις κολακείαν νομίσῃ τὴν ὑπὲρ τῶν βασιλέων εὐχήν. Ἐπειδὴ δὲ δυσσεβεῖς ἦσαν οἱ τηνικαῦτα κρατοῦντες, καὶ προφανεῖς τῆς εὐσεβείας πολέμιοι, τῆς ὑπὲρ τούτων γινομένης προσευχῆς διδάσκει τὸ εὔλογον. «Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.» Ἐκείνων γὰρ πρυτανευόντων εἰρήνην, μεταλαγχάνομεν καὶ ἡμεῖς τῆς γαλήνης, καὶ ἐν ἡσυχίᾳ εὐσεβείας ἐκπληροῦμεν τοὺς νόμους. Τῇ δὲ εὐσεβείᾳ συνέζευξε τὴν σεμνότητα, διδάσκων ὡς δεῖται τῶν ἔργων ἡ πίστις.
Οὕτω καὶ οἱ ἐν Βαβυλῶνι τῶν Ἰουδαίων αἰχμάλωτοι τοῖς ἐν τῇ Ἰουδαίᾳ καταλειφθεῖσιν, ἐπέστειλαν, ὑπὲρ τοῦ Ναβουχοδονόσορ καὶ Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ προσενεγκεῖν προσευχήν. Ὁ δὲ θεῖος Ἀπόστολος οὐ τούτου μόνον χάριν τὰς ὑπὲρ τούτων γίνεσθαι δεήσεις παρεγγυᾷ, ἀλλ’ ἵνα καὶ τῆς ἀσεβείας παυσάμενοι μεταμάθωσι τὴν εὐσέβειαν. γ, δ. «Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Πάντας γὰρ ἀπολαῦσαι βούλεται σωτηρίας. Εἶτα καὶ ἑτέρωθεν τοῦτον πιστοῦται τὸν λόγον. ε. «Εἷς γὰρ Θεός.» Οὐ γὰρ ἄλλος τῶν πιστῶν, καὶ ἄλλος τῶν ἀπίστων ἐστὶ ποιητὴς, ἀλλ’ εἷς ὑπάρχει Δημιουργός. «Εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἅνθρωπος Χριστὸς Ἰησοῦς.» Εἷς τῆς εἰρήνης ὁ πρύτανις, ὁ ἐν ἑαυτῷ τὰ διεστῶτα συνάψας. Ἄνθρωπον δὲ τὸν Χριστὸν ὠνόμασεν, ἐπειδὴ μεσίτην ἐκάλεσεν· ἐνανθρωπήσας γὰρ ἐμεσίτευσεν. Καὶ καθάπερ ὁ δύο τινὰς πρὸς ἀλλήλους ζυγομαχοῦντας καταλλάξαι βουλόμενος, μέσος γινόμενος, καὶ τοῦτον μὲν τῇ δεξιᾷ χειρὶ, τοῦτον δὲ τῇ εὐωνύμῳ κατέχων, εἰς φιλίαν συνάπτει·
PG 82:799οὕτως αὐτὸς τῇ θείᾳ φύσει τὴν ἀνθρωπείαν ἑνώσας, ἀκήρατον καὶ ἀδιάλυτον εἰρήνην ἐπραγματεύσατο. Εἰ δὲ, κατὰ Ἄρειον καὶ Εὐνόμιον, οὐ μετέχει τῆς τοῦ Πατρὸς οὐσίας, πῶς μεσίτης ἐστίν; Ἡμῖν μὲν γὰρ ἥνωται, ἐπειδήπερ ἡμῖν ἐστι κατὰ τὸ ἀνθρώπινον ὁμοούσιος· τῷ δὲ Πατρὶ οὐκ ἔτι, εἴπερ κατ’ ἐκείνους, τῆς φύσεως ἐκείνης ἀφέστηκεν. Ἀλλὰ μεσίτην αὐτὸν ὁ θεῖος Ἀπόστολος κέκληκεν. Οὐκοῦν καὶ τῷ Πατρὶ ἥνωται κατὰ τὴν θεότητα, καὶ ἡμῖν ὡσαύτως κατὰ τὴν ἀνθρωπότητα. Δείκνυσι δὲ καὶ τὸ Δεσποτικὸν πάθος ὑπὲρ ἁπάντων γεγενημένον. 2, ζ. «Ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων τὸ μαρτύριον καιροῖς ἰδίοις. Εἰς ὃ ἐτέθνη ἐγὼ κῆρυξ καὶ ἀπόστολος· ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι· διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.» Πάντων γὰρ ὑπὸ τὴν τοῦ θανάτου δυναστείαν γεγενημένων, αὐτὸς οὔτε ὡς Θεὸς ὑποκείμενος θανάτῳ, ἀθάνατον γὰρ ἔχει τὴν φύσιν, οὔτε μὴν ὡς ἄνθρωπος, ἁμαρτίαν γὰρ οὐκ ἐποίησε τοῦ θανάτου τὴν πρόξενον, οἷόν τι λύτρον ἑαυτὸν δέδωκε, καὶ τῆς ἐκείνου δουλείας ἅπαντας ἠλευθέρωσε. Μαρτύριον δὲ τὸ πάθος ἐκάλεσε, πρῶτον μὲν διὰ τὸ ἄδικον τῆς σφαγῆς·
ἔπειτα δὲ καὶ διὰ τὸ πάντας ἔχειν μάρτυρας τοὺς προφήτας. Καὶ Ἰουδαίων δὲ λεγόντων· «Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθὴς,» ἀπεκρίνατο, ὅτι «Μόνος οὐκ εἰμὶ, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με Πατήρ.» Καιροὺς δὲ ἰδίους τοῦ μαρτυρίου τοὺς ἐπιτηδείους ἐκάλεσεν. Οὕτω καὶ ἐν τῇ πρὸς Γαλάτας Ἐπιστολῇ «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου.» Τούτου δὲ, φησὶ, τοῦ μυστηρίου κῆρυξ κεχειροτόνημαι καὶ ἀπόστολος· καὶ μετὰ τῆς προσηκούσης πίστεώς τε καὶ ἀληθείας τοῦτο πᾶσι προσφέρω· βεβαιῶ γὰρ τῇ θαυματουργίᾳ τοὺς λόγους. η. «Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.» Τὸ, ἐν παντὶ τόπῳ. πρὸς τὴν νομικὴν διαγόρευσιν τέθεικεν· ὃς γὰρ τοῖς Ἱεροσολύμοις περιέγραψε τὴν λατρείαν. Ἀλλ’ ὅμως καὶ τοῦ νόμου κρατοῦντος, οἱ προφῆται τὰ τῆς χάριτος προεώρων. Καὶ ἔστιν ἀκοῦσαι τοῦ θείου Δαβὶδ βοῶντος·
PG 82:801«Εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δυναστείας αὐτοῦ.» Καὶ διὰ Μαλαχίου δὲ τοῦ προφήτου φησὶν ὁ τῶν ὅλων Θεὸς, ὅτι «Ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά.» Τὸ δὲ, τὰς χεῖρας ἐπαίρειν καὶ εὔχεσθαι , τῶν τῆς Παλαιᾶς Διαθήκης ἱερέων ἴδιον ἦν. Ἀλλὰ τοῦτο πᾶσιν ἀνθρώποις ὁ θεῖος Ἀπόστολος παρακελεύεται ὁρᾷν, ἐπειδὴ πάντες ἐγένοντο λαὸς περιούσιος, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον. Ἀλλ’ ὁσίως τοῦτο παρεγγυᾷ ποιεῖν, ἀντὶ τοῦ, πάσης ἀδικίας καὶ παρανομίας ἀπηλλαγμένους. Τὸ δὲ, χωρὶς ὀργῆς , τὴν μνησικακίαν ἐκβάλλει. Οὕτω γὰρ καὶ ὁ Κύριος ἐνομοθέτησεν· «Ἐὰν προσέρχῃ προσενεγκεῖν τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.» Τὸ δὲ, χωρὶς διαλογισμῶν , ἀντὶ τοῦ, ἀμφιβολίας χωρὶς, πιστεύων ὅτι λήψῃ πάντως ὅπερ αἰτεῖς. Τοιαῦτα τοίνυν ἔστω καὶ τὰ αἰτήματα. θ. «Ὡσαύτως καὶ τὰς γυναῖκας.» Μία γὰρ ἡ φύσις, καὶ μία ἡ χάρις. Λέγει δὲ καὶ τὰ ταύταις ἁρμόττοντα.
«Ἐν καταστολῇ κοσμίῳ.» Καὶ αὐτῇ τῇ περιβολῇ μηνυούσῃ τῶν ψυχῶν τὴν σεμνότητα. «Μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς.» Οὗτος γὰρ ἀληθὴς κόσμος. «Μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ.» Τὸ, ἐν πλέγμασι , κοινὸν καὶ πλουσίων καὶ πενήτων, τὰ δὲ λοιπὰ τῶν κεκτημένων τὸν πλοῦτον. ι. «Ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι’ ἔργων ἀγαθῶν.» Εὐσέβειαν, φησὶν, ἐπαγγέλλεσθε, καὶ τὴν δι’ ἔργων ἀρετήν. Τούτῳ τοίνυν τῷ σκοπῷ καὶ τὰ λοιπὰ συνεζεύχθω. ια, ιβ. «Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ.» Ἐπειδὴ καὶ γυναῖκες προφητικῆς ἀπήλαυσαν χάριτος, ἀναγκαίως καὶ περὶ τούτου νομοθετεῖ. Ὥστε αὐτὰς ἐν ἐκκλησίᾳ τοῖς ἀνδράσι τοῖς δεομένοις διδασκαλίας διδασκάλους (οὐκ) ἐφίστησι τὰς γυναῖκας. Τὰ πρὸς Κορινθίους διδάσκει γραφέντα σαφῶς· «Τί γὰρ, φησὶν, οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;» Εἶτα καὶ ἀπὸ τῆς φύσεως διδάσκει τὴν εὐταξίαν. ιγ. «Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα.» Ἔπειτα καὶ ἀπὸ τῶν πλημμελημάτων. ιδ. «Καὶ Ἀδὰμ οὐκ ἠπατήθη·
ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε.» Τὸ, Οὐκ ἠπατήθη , ἀντὶ τοῦ, οὐ πρῶτος, εἴρηκεν. Ἠκολούθησε δὲ καὶ τῇ Γραφῇ. Ἀπαιτουμένη γὰρ εὐθύνας ἡ γυνὴ εἶπεν· «Ὁ ὄφις ἐξηπάτησέ με, καὶ ἔφαγον.» Ὁ δὲ Ἀδὰμ οὐχ οὕτως· ἀλλ’, «Ἡ γυνὴ ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον.» Καὶ ἐκείνη μὲν συγγνώμης ἐστέρηται τῷ ὄφει πεισθεῖσα· οὗτος δὲ ἀπολογίαν ἔχει σμικρὰν, ὡς ὑπαχθεὶς γυναικί. Καὶ τοῦ φυτοῦ δὲ τὸν καρπὸν οὐκ αὐτὸς ἐτρύγησεν, ἀλλ’ ἐκείνη· καὶ προτέρα δὲ μεταλαβοῦσα μεταδέδωκε τῷ ἀνδρί. Διὰ τοῦτο ἔφη· Καὶ Ἀδὰμ οὐκ ἠπατήθη. Εἰδέναι μέντοι καὶ τοῦτο χρὴ, ὡς ὁ θεῖος Ἀπόστολος πρὸς τὴν προκειμένην χρείαν ἐξυφαίνει τοὺς λόγους. ιε. «Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας.» Οὐ περὶ τῆς Εὔας ἔφη, ἀλλὰ περὶ τοῦ κοινοῦ τῆς φύσεως, «Ἐὰν μένωσιν ἐν πίστει καὶ ἀγάπῃ, καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.» Ἀντὶ τοῦ, Οὐ μόνον οὐκ ἐβλάβησαν ἀπὸ τῆς Εὔας ἂν ἐθελήσωσιν· ἀλλὰ καὶ πλείστην ὠφέλειαν διὰ πίστεως καὶ ἀγάπης καρπώσονται, τὸν ἁγιασμὸν καὶ τὴν σωφροσύνην φυλάττουσαι. Οὕτω καὶ ταύταις τὰ προσήκοντα νομοθετήσας, περὶ τῶν ἐκκλησιαστικῶν λοιπῶν ταγμάτων νομοθετεῖ. ΚΕΦΑΛΑΙΟΝ Ι. α.
PG 82:803«Πιστὸς ὁ λόγος.» Ἀψευδής τε καὶ ἀληθής. «Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.» Οὐχ ἁπλῶς τῆς ἐπιθυμίας, ἀλλὰ τῆς φιλαρχίας κατηγορεῖ· καὶ διδάσκει μὴ τιμῆς, ἀλλ’ ἀρετῆς ὀρέγεσθαι· μὴ τὴν ἀξίαν ποθεῖν, ἀλλὰ τῆς ἀξίας τὸ ἔργον ἐπιζητεῖν. Ἐπίσκοπον δὲ ἐνταῦθα τὸν πρεσβύτερον λέγει, ὡς τὴν πρὸς Φιλιππησίους Ἐπιστολὴν ἑρμηνεύοντες ἀπεδείξαμεν. Ῥᾴδιον δὲ τοῦτο καὶ ἐντεῦθεν καταμαθεῖν· μετὰ γὰρ τοὺς ἐπισκοπικοὺς νόμους τοὺς τοῖς διακόνοις προσήκοντας γράφει, τοὺς πρεσβυτέρους παραλιπών. Ἀλλ’, ὅπερ ἔφην, τοὺς αὐτοὺς ἐκάλουν ποτὲ πρεσβυτέρους καὶ ἐπισκόπους· τοὺς δὲ νῦν καλουμένους ἐπισκόπους, ἀποστόλους ὠνόμαζον· τοῦ δὲ χρόνου προϊόντος, τὸ μὲν τῆς ἀποστολῆς ὄνομα τοῖς ἀληθῶς ἀποστόλοις κατέλιπον· τὴν δὲ τῆς ἐπισκοπῆς προσηγορίαν τοῖς πάλαι καλουμένοις ἀποστόλοις ἐπέθεσαν. Οὕτω Φιλιππησίων ἀπόστολος ὁ Ἐπαφρόδιτος ἦν· «Ὑμῶν γὰρ, φησὶν, ἀπόστολον, καὶ συνεργὸν τῆς χρείας μου.» Οὕτω Κρητῶν ὁ Τίτος, καὶ Ἀσιανῶν ὁ Τιμόθεος ἀπόστολοι. Οὕτω ἀπὸ τῶν Ἱεροσολύμων τοῖς ἐν Ἀντιοχείᾳ ἔγραψαν οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι.
Ἀλλ’ ὅμως εἰ καὶ πρεσβυτέροις ταῦτα ὁ θεῖος ἐνομοθέτησε Παῦλος, εὔδηλον ὡς τοὺς ἐπισκόπους πρώτους προσήκει τούτους φυλάττειν τοὺς νόμους, ἅτε δὴ καὶ μείζονος μεταλαχόντας τιμῆς. β. «Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι.» Μηδεμίαν πρόφασιν μέμψεως παρέχειν δικαίαν. Τὸ γὰρ ἀνεπίληπτον, οὐ τὸ ἀσυκοφάντητον λέγει· ἐπεὶ καὶ αὐτὸς Ἀπόστολος παντοδαπὰς συκοφαντίας ὑπέμεινεν. «Οἱ τὴν οἰκουμένην γὰρ, φησὶν, ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι.» Καὶ ὁ Κύριος δὲ τῶν μάτην σκανδαλιζομένων καταφρονεῖν κελεύει. Τῶν γὰρ ἀποστόλων εἰρηκότων· «Οἶδας ὅτι ἀκούσαντες οἱ Φαρισαῖοι τὸν λόγον ἐσκανδαλίσθησαν;» ἀπεκρίνατο· «Ἄφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν.» Παρακελεύεται τοίνυν μηδεμίαν ἀφορμὴν εὐλόγου παρέχειν κατηγορίας. «Μιᾶς γυναικὸς ἄνδρα.» Ἀρχὴν εἶχε τὸ κήρυγμα. Τὴν δὲ παρθενίαν οὔτε Ἕλληνες ἤσκουν, οὔτε Ἰουδαῖοι μετῄεσαν· εὐλογίαν γὰρ τὴν παιδοποιίαν ἐνόμιζον. Ἐπειδὴ τοίνυν κατ’ ἐκεῖνον τὸν καιρὸν, οὐχ οἷόν τε ἦν ῥᾳδίως εὑρεῖν τοὺς τὴν ἁγνείαν ἀσκοῦντας, τῶν γεγαμηκότων τοὺς τὴν σωφροσύνην τετιμηκότας κελεύει χειροτονεῖν.
PG 82:805Τὸ δὲ, μιᾶς γυναικὸς ἄνδρα , εὖ μοι δοκοῦσιν εἰρηκέναι τινές. Πάλαι γὰρ εἰώθεισαν καὶ Ἕλληνες καὶ Ἰουδαῖοι, καὶ δύο, καὶ τρισὶ, καὶ πλείοσι γυναιξὶ νόμῳ γάμου κατὰ ταυτὸν συνοικεῖν. Τινὲς δὲ καὶ νῦν, καίτοι τῶν βασιλικῶν νόμων δύο κατὰ ταυτὸν ἄγεσθαι κωλυόντων γυναῖκας, καὶ παλλακῖσι μίγνυνται καὶ ἑταίραις. Ἔφασαν τοίνυν τὸν θεῖον Ἀπόστολον εἰρηκέναι, τὸν μιᾷ μόνῃ γυναικὶ συνοικοῦντα σωφρόνως, τῆς ἐπισκοπικῆς ἄξιον εἶναι χειροτονίας. Οὐ γὰρ τὸν δεύτερον, φασὶν, ἐξέβαλε γάμον, ὅγε πολλάκις τοῦτο γενέσθαι κελεύσας. «Γυνὴ γὰρ, φησὶ, δέδεται νόμῳ ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.» Καὶ πάλιν· «Λέγω δὲ ταῖς ἀγάμοις, καὶ ταῖς χήραις·» καὶ συνάψας ἑκάτερον τάγμα, ἕνα τέθεικε νόμον. Τῷ ὄντι γὰρ ὑπερκειμένης τῆς ἐγκρατείας, οὐ τῆς γνώμης ἡ διγαμία. Εἰ μὲν γὰρ αὐτὸς τὴν προτέραν ἐκβαλὼν ἑτέρᾳ συνεζύγη, μέμψεως ἄξιος καὶ κατηγορίας ὑπεύθυνος.
Εἰ δὲ τὸ βίαιον τοῦ θανάτου διέζευξε τὴν προτέραν, ἡ δὲ φύσις ἐπικειμένη δευτέρᾳ ζευχθῆναι κατηνάγκασε γυναικὶ, οὐκ ἐκ γνώμης, ἀλλ’ ἐκ περιστάσεως ὁ δεύτερος γεγένηται γάμος. Ταῦτα καὶ τὰ τοιαῦτα σκοπούμενος, ἀποδέχομαι τῶν οὕτω νενοηκότων τὴν ἑρμηνείαν. «Νηφάλιον.» Διεγηγερμένον, καὶ προσκοπεῖν τὸ πρακτέον δυνάμενον. «Σώφρονα.» Τῆς ψυχῆς τὸ κατόρθωμα. «Κόσμιον.» Καὶ φθέγματι, καὶ σχήματι, καὶ βλέμματι, καὶ βαδίσματι· ὥστε καὶ διὰ τοῦ σώματος φαίνεσθαι τὴν τῆς ψυχῆς σωφροσύνην. «Φιλόξενον.» Φιλοφρόνως τοὺς ἐπιδημοῦντας ὑποδεχόμενον. «Διδακτικόν.» Οὐ τὸν εὐγλωττίᾳ λέγει κεκοσμημένον, ἀλλὰ τὸν τὰ θεῖα πεπαιδευμένον, καὶ παραινεῖν δυνάμενον τὰ προςήκοντα. γ. «Μὴ πάροινον.» Τοῦτο σαφῶς ἡρμήνευσε τῇ τῶν διακόνων νομοθεσίᾳ· «Μὴ οἴνῳ γὰρ, φησὶ, πολλῷ προσέχοντα.» «Μὴ πλήκτην.» Οὐ τὸ ἐπιτιμᾷν εἰς καιρὸν κωλύει, ἀλλὰ τὸ μὴ δεόντως τοῦτο ποιεῖν. Ὅτι γὰρ ἐπιτιμᾷν κελεύει, ἀκουσώμεθα αὐτοῦ μετὰ βραχέα λέγοντος· «Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε.» Καὶ πάλιν· «Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον.» Οὕτω καὶ αὐτὸς Γαλάταις γράφων ἔλεγεν· «Ὦ ἀνόητοι Γαλάται.» Καὶ πάλιν·
PG 82:807«Οὕτως ἀνόητοί ἐστε.» «Ἀλλ’ ἐπιεικῆ.» Φέρειν εἰδότα τὰ εἰς αὐτὸν πλημμελήματα. Οὐ γὰρ ἐπιεικείας τὸ ἄλλων ἀδικουμένων ὑπερορᾷν. «Ὁ προϊστάμενος γὰρ, φησὶν, ἐν σπουδῇ.» «Ἄμαχον.» Ζυγομαχεῖν περὶ χρημάτων οὐκ ἀνεχόμενον. Τοῦτο γὰρ δηλοῖ τὸ ἐπαγόμενον· «Ἀφιλάργυρον.» Οὐκ εἶπεν, ἀκτήμονα· σύμμετρα γὰρ νομοθετεῖ· ἀλλὰ, μὴ ἐρῶντα χρημάτων. Δυνατὸν γὰρ κεκτῆσθαι μὲν, οἰκονομεῖν δὲ ταῦτα δεόντως, καὶ μὴ δουλεύειν τούτοις, ἀλλὰ τούτων δεσπόζειν. δ. «Τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον.» Τουτέστι, μετὰ δικαιοσύνης τε καὶ ἰσότητος. «Τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος.» Πᾶσαν ἀρετὴν παῖδας διδάσκοντα. Οὐ γὰρ τὴν ἐκείνων ἀπαιτεῖται γνώμην, ἀλλὰ τὴν οἰκείαν εἰσφέρει προαίρεσιν. ε. «Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται;» Ὁ τὰ σμικρὰ οἰκονομεῖν οὐκ εἰδὼς, πῶς δύναται τῶν κρειττόνων καὶ θείων πιστευθῆναι τὴν ἐπιμέλειαν; 2. «Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου.» Νεόφυτον τὸν εὐθὺς πεπιστευκότα καλεῖ. «Ἐγὼ γὰρ, φησὶν, ἐφύτευσα.» Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, τὸν νέον τῆς ἡλικίας ἐκβάλλει·
καὶ γὰρ ὁ μακάριος Τιμόθεος, πρὸς ὃν ταῦτα γέγραφε, νέος ὢν ἔτι, τοὺς νόμους τούτους ἐδέχετο. «Μηδεὶς γάρ σου, φησὶ, τῆς νεότητος καταφρονείτω.» Καὶ αὐτὸς δὲ ὁ θεῖος Ἀπόστολος νεανίας ὢν ἠξιώθη τῆς κλήσεως. Ἠνίξατο δὲ καὶ τῆς τροπῆς τοῦ διαβόλου τὴν πρόφασιν. «Τυφωθεὶς γὰρ, φησὶν, ἐξέπεσεν.» Ἐὰν τοίνυν μὴ προπαιδευθῇ τις τὰ θεῖα, καὶ πρῶτον ἐν τῷ τῶν μαθητῶν καταλόγῳ ταχθεὶς τὴν ἀρετὴν ἀσκηθῇ, τῆς ἀλαζονείας τὸ πάθος ἐκ τῆς προεδρίας δεξάμενος, τῇ τοῦ διαβόλου τιμωρίᾳ περιπεσεῖται. Κρῖμα γὰρ ἐνταῦθα τὴν τιμωρίαν ἐκάλεσε. ζ. «Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.» Τῶν ἔξωθεν τῶν ἀπίστων λέγει. Ὁ γὰρ καὶ παρ’ ἐκείνοις πλείστην ἔχων πρὸ τῆς χειροτονίας διαβολὴν, ἐπονείδιστος ἔσται, καὶ πολλοῖς ὀνείδεσι περιβαλεῖ τὸ κοινὸν, καὶ εἰς τὴν προτέραν ὅτι τάχιστα παλινδρομήσει παρανομίαν, τοῦ διαβόλου πάντα πρὸς τοῦτο μηχανωμένου. η. «Διακόνους ὡσαύτως.» Τοῖς αὐτοῖς καὶ οὗτοι κομισθήτωσαν νόμοις. «Σεμνούς.» Σωφροσύνῃ λάμποντας. «Μὴ διλόγους.» Μὴ ἕτερα μὲν τούτῳ, ἕτερα δὲ ἐκείνῳ λέγοντας·
ἀλλ’ ἀληθείᾳ τὴν γλῶτταν κοσμοῦντας. «Μὴ οἴνῳ πολλῷ προσέχοντας.» Τοὺς γὰρ τὴν θείαν λειτουργίαν πεπιστευμένους διαφερόντως τοῦδε τοῦ πάθους ἀπηλλάχθαι προςήκει. «Μὴ αἰσχροκερδεῖς.» Αἰσχροκερδής ἐστιν, οὐχ, ὥς τινες ὑπειλήφασιν, ὁ καὶ τῶν μικρῶν κερδῶν ἐφιέμενος, ἀλλ’ ὁ ἐκ πραγμάτων αἰσχρῶν καὶ λίαν ἀτόπων κέρδη συλλέγειν ἀνεχόμενος. θ. «Ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.» Ἀντὶ τοῦ, τοῖς ἔργοις βεβαιοῦντας πίστιν. Συνείδησιν γὰρ καθαρὰν τὰ ἀγαθὰ προςηγόρευσεν ἔργα. Ὁ γὰρ τούτων ἐργάτης ὑπὸ τοῦ συνειδότος οὐ νύττεται. ι. «Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες.» Πρότερον δὲ προσήκει τὸν τούτων ἐξετάζεσθαι βίον, εἶθ’ οὕτως τῆς πνευματικῆς χάριτος ἀπολαῦσαι. ια. «Γυναῖκας ὡσαύτως.» Τουτέστι διακόνους. «Σεμνὰς, μὴ διαβόλους· νηφαλίους, πιστὰς ἐν πᾶσιν.» Ἃ τοῖς ἀνδράσιν ἐνομοθέτησε, ταῦτα παραπλησίως καὶ ταῖς γυναιξίν. Ὥσπερ γὰρ εἶπε τοὺς διακόνους σεμνοὺς, οὕτω καὶ ταύτας σεμνάς· καὶ καθάπερ ἐκείνοις προσέταξε μὴ εἶναι διαλόγους· οὕτω καὶ ταύτας μὴ εἶναι διαβόλους·
PG 82:809καὶ ὥσπερ ἐκείνοις ἐνομοθέτησε μὴ οἴνῳ πολλῷ προσέχειν, οὕτω καὶ ταύτας ἐκέλευσε νηφαλίους εἶναι. ιβ. «Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες.» Κατ’ ἐκείνην τὴν ἑρμηνείαν καὶ τοῦτο νοητέον. «Τέκνων καλῶς προϊστάμενοι, καὶ τῶν ἰδίων οἴκων.» Ταῦτα καὶ τοῖς καλουμένοις ἐπισκόποις ἐνομοθέτησαν. ιγ. «Οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.» Εἰ καὶ ἐλάττονα, φησὶ, τιμὴν ἔχουσι κατὰ τόνδε τὸν βίον, ἀλλ’ οὖν εἰδέναι προσήκει, ὡς τὴν ἐγχειρισθεῖσαν πεπληρωκότες διακονίαν, τὸν τιμιώτατον βαθμὸν ἐν τῷ μέλλοντι λήψονται βίῳ, καὶ τῆς πρὸς τὸν Δεσπότην Χριστὸν ἀπολαύσονται παῤῥησίας. ιδ, ιε. «Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον. Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας.» Οὔτε οἱ θεῖοι προφῆται, οὔτε οἱ θεσπέσιοι ἀπόστολοι πάντα προῄδεσαν. Ὅσα γὰρ ἐλυσιτέλει, προεδήλου αὐτοῖς ἡ χάρις τοῦ Πνεύματος. Τοῦτο δηλοῖ καὶ ἡ ἐν τοῖσδε τοῖς ῥητοῖς ἄγνοια. Εἰπὼν γὰρ, ὅτι Ἐλπίζω ἐλθεῖν , ἐπήγαγεν, Ἐὰν δὲ βραδύνω.
Πολλάκις γὰρ αὐτὸν χρεία τις ἐπεῖχεν ἑτέρα. Ταῦτα τοίνυν, φησὶ, γράφω, διδάσκων πῶς δεῖ πολιτεύεσθαι τοὺς ψυχῶν πεπιστευμένους κηδεμονίαν. Οἶκον γὰρ Θεοῦ καὶ Ἐκκλησίαν , τῶν πεπιστευκότων τὸν σύλλογον προςηγόρευσε. Τούτους ἔφη στύλον καὶ ἑδραίωμα τῆς ἀληθείας. Ἐπὶ γὰρ τῆς πέτρας ἐρηρεισμένοι, καὶ ἀκλόνητοι διαμένουσι, καὶ διὰ τῶν πραγμάτων κηρύττοντες τὴν τῶν δογμάτων ἀλήθειαν. Ταῦτα περὶ τῆς Ἐκκλησίας εἰπὼν, ἀναγκαίως τὸν δογματικὸν παρεισήγαγε λόγον. ι. «Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον.» Μυστήριον δὲ αὐτὸ καλεῖ, ὡς ἄνωθεν μὲν προορισθὲν, ὕστερον δὲ φανερωθέν. «Θεὸς ἐφανερώθη ἐν σαρκί.» Θεὸς γὰρ ὢν, καὶ Θεοῦ Υἱὸς, καὶ ἀόρατον ἔχων τὴν φύσιν, δῆλος ἅπασιν ἐνανθρωπήσας ἐγένετο. Σαφῶς δὲ ἡμᾶς τὰς δύο φύσεις ἐδίδαξεν. Ἐν σαρκὶ γὰρ τὴν θείαν ἔφη φανερωθῆναι φύσιν. «Ἐδικαιώθη ἐν Πνεύματι.» Τὴν γὰρ ἀνθρωπείαν φύσιν ἀνειληφὼς, ἐλευθέραν ταύτην ἁμαρτημάτων ἐφύλαξεν. Ἔχει δὲ καὶ ἑτέραν διάνοιαν τουτὶ τὸ ῥητὸν, Ἐδικαιώθη ἐν Πνεύματι· διὰ τοῦ θείου Πνεύματος ἐνεργεῖ τὰ θαύματα.
PG 82:811«Εἰ γὰρ ἐγὼ, φησὶν, ἐν Πνεύματι ἐκβάλλω τὰ δαιμόνια.» Ἀπεδείχθη τοίνυν διὰ τῶν θαυμάτων καὶ ἀπεφάνθη, ὅτι Θεὸς ἀληθὴς, καὶ Θεοῦ Υἱός. Οὕτω καὶ ὁ ἑκατόνταρχος παρὰ τὸν σταυρὸν, κλονουμένην ἰδὼν τὴν γῆν, καὶ σκότους πληρωθεῖσαν τὴν οἰκουμένην, ἐβόησεν· «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος.» «Ὤφθη ἀγγέλοις.» Τὴν γὰρ ἀόρατον τῆς θεότητος φύσιν οὐδὲ ἐκεῖνοι ἑώρων, σαρκωθέντα δὲ ἐθεάσαντο. «Ἐκηρύχθη ἐν ἔθνεσιν.» Ὁ παρὰ τῶν Ἰουδαίων σταυρωθείς. «Ἐπιστεύθη ἐν κόσμῳ.» Οὐκ ἐκηρύχθη γὰρ μόνον, ἀλλὰ καὶ ἐπιστεύθη, καὶ τὴν θείαν παρὰ τῶν πεπιστευκότων προσκύνησιν δέχεται. «Ἀνελήφθη ἐν δόξῃ.» Τοῦτο γεγένηται μὲν πρὸ τοῦ κηρύγματος· τελευταῖον δὲ αὐτὸ τέθεικε, διδάσκων ὡς εἰκότως ἐπιστεύθη τὸ κήρυγμα. Ἐν οὐρανοῖς γάρ ἐστιν ὁ τοῦτο γενέσθαι κελεύσας, καὶ τὴν ἐκ δεξιῶν ἔχει καθέδραν.
Οὕτω τῆς οἰκονομίας μνημονεύσας, καὶ διὰ τῆς πνευματικῆς χάριτος τὰς αἱρετικὰς προθεωρήσας ἀκάνθας, ἃς Βαλεντῖνος, καὶ Βασιλίδης, καὶ Μαρκίων, καὶ Μάνης παρέσπειραν, πάντες μὲν ὁμοίως τῆς σαρκὸς ἀρνούμενοι τὴν ἀνάληψιν, καὶ τῇ Παλαιᾷ Διαθήκῃ μαχόμενοι, ἐν δὲ τοῖς ἄλλοις πολυσχεδεῖς ὑπομείναντες πλάνας, καὶ τὰ περὶ τούτων ἀναγκαίως προλέγει. ΚΕΦΑΛΑΙΟΝ Δ. α. «Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει.» Ὡς, Τάδε λέγει Κύριος, καὶ, Τάδε λέγει ὁ Θεὸς τῶν δυνάμεων, οὕτω καὶ τὸ Πνεῦμα θεοπρεπῶς. «Ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, (β.) ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν.» Ἔδειξεν ὡς τῷ ἐκκλησιαστικῷ πάλαι σώματι συνημμένοι, ὕστερον ὑποφῆται τοῦ ψεύδους ἐγένοντο. Τοῦτο γὰρ δηλοῖ τὸ, Ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης. Καλῶς δὲ καὶ διδασκαλίας δαιμονίων τὰ ἐκείνων προσηγόρευσε δόγματα· ἐκείνων γὰρ ἀληθῶς κυήματα ἐκεῖνα τὰ ῥήματα. Τὸ δὲ, ἐν ὑποκρίσει ψευδολόγων , τέθεικεν, ἐπειδὴ τὴν Χριστιανικὴν ἑαυτοῖς ἐπιθέντες προςηγορίαν, ἀντικρὺς ἐναντία διδάσκουσι.
PG 82:813Κεκαυτηριασμένους δὲ τὴν ἰδίαν συνείδησιν αὐτοὺς κέκληκε, τὴν ἐσχάτην αὐτῶν ἀναλγησίαν διδάσκων· ὁ γὰρ τοῦ καυτῆρος τόπος νεκρωθεὶς τὴν προτέραν αἴσθησιν ἀποβάλλει. Οὕτως αὐτῶν τὴν διαφθορὰν τῶν δογμάτων δηλώσας, καὶ τῶν ἄλλων νομίμων τὴν βδελυρίαν προλέγει. γ. «Κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.» Μυσαρὸν γὰρ καὶ τὸν γάμον, καὶ τῶν βρωμάτων τὰ πλεῖστα ἀποκαλοῦσιν, ἵνα τὸν τοιούτων Δημιουργὸν ἐνυβρίσωσι. Ταῦτα μέντοι πεποίηκεν εἰς ἀπόλαυσιν, ὥστε πρόφασιν ἐντεῦθεν τοὺς μεταλαμβάνοντας εἰς εὐχαριστίαν λαμβάνειν, καὶ χορηγὸν ἀνυμνεῖν. Καλῶς δὲ τὸ, κωλυόντων γαμεῖν , τέθεικεν. Οὐδὲ γὰρ τὴν ἀγαμίαν καὶ τὴν ἐγκράτειαν διαβάλλει, ἀλλὰ τῶν ἀναγκαζόντων νόμῳ ταῦτα μετιέναι κατηγορεῖ. δ, ε. «Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.» Τὸ, Πᾶν κτίσμα Θεοῦ καλὸν , ἀπὸ τῆς Μωσαϊκῆς ἔλαβε Συγγραφῆς.
«Ἴδε γὰρ, φησὶν, ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» Τοῦτο μέντοι τὸ φύσει καλὸν, μετ’ εὐχαριστίας λαμβανόμενον, τῇ τοῦ Θεοῦ μνήμῃ καὶ ἅγιον ἀποφαίνεται. Οὕτω τὴν ἐκείνων ἀσέβειαν διελέγξας, πάλιν τῷ μαθητῇ τὴν προσήκουσαν προσφέρει παραίνεσιν. 2. «Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ.» Ἴδιον γὰρ τοῦ διακονοῦντος, τὸ πληροῦν τὰ κελευόμενα, καὶ διαπορθμεύειν τοῖς ὁμοπίστοις τὰ τοῦ Δεσπότου προςτάγματα. «Ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.» Προσήκει δέ σε πρῶτον πάντων τῇ πνευματικῇ προςεδρεύειν διδασκαλίᾳ, καὶ ταύτην ἀρύεσθαι· τοὺς δὲ ταύτης κανόνας παρείληφας ἀκριβῶς. ζ. «Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ.» Πάλιν τῶν ἐν τῷ προοιμίῳ εἰρημένων ἀνέμνησε. Γραώδεις γὰρ μύθους , τὰς Ἰουδαϊκὰς διδασκαλίας ἐκάλεσεν, οὐ τὸν νόμον, ἀλλὰ τὴν ἐψευσμένην ἑρμηνείαν τοῦ νόμου, καὶ τὴν ἄκαιρον αὐτοῦ φυλακήν. «Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν. (η.) Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος·
ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς, τῆς νῦν καὶ τῆς μελλούσης.» Οἱ τῆς τοῦ σώματος, φησὶν, εὐεξίας ἐπιμελούμενοι, πρὸς ὀλίγον ταύτης ἀπολαύουσιν· οἱ δὲ τῆς εὐσεβείας ἀγῶνες, καὶ κατὰ τόνδε τὸν βίον περιβλέπτους ἀποφαίνουσι τοὺς ἀγωνιστὰς, καὶ ἐν ἐκείνῳ παρασκευάζουσι τῶν ἀγηράτων ἀπολαῦσαι στεφάνων. Εὐσεβείας δὲ γυμνασίαν ἐκάλεσε τὸν ἐπαινούμενον βίον. Ἡ πολιτεία γὰρ τοῖς ἀγῶσιν ἁρμόττει. θ. «Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος.» Ἐπειδὴ τῆς μελλούσης ἐμνήσθη ζωῆς, πρᾶγμα δὲ ἦν τοῦτο οὐχ ὁρώμενον, ἀναγκαίως πιστὸν ἐκάλεσε τὸν λόγον. Πίστεως γὰρ ἄξιος, ὡς ἀληθείᾳ κοσμούμενος· ἀλλὰ μὴν καὶ ἐπαινετός. Χρὴ γὰρ τὸν ἀγωνοθέτην παρέχειν τοῖς νικῶσι τὰ ἆθλα. Εἶτα καὶ ἑαυτὸν ἀντὶ παραδείγματος τίθησιν. ι. «Εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν, καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.» Τί δήποτε γὰρ τὸν πολὺν τοῦτον ἀνεδεξάμεθα πόνον, καὶ τὰ παρὰ πάντων ὀνείδη δεχόμεθα, εἰ μή τίς ἐστι τῶν πόνων ἀντίδοσις; Ἀλλὰ γὰρ ἔστιν ἀντίδοσις.
PG 82:815Ἀί̈διος γὰρ Θεὸς ἀγωνοθετεῖ τοῖς ἀθλοῦσι, καὶ πάντων ἐστὶν ἀνθρώπων Σωτὴρ, διαφερόντως δὲ τῶν εἰς αὐτὸν πεπιστευκότων. ια. «Παράγγελλε ταῦτα καὶ δίδασκε.» Τουτέστι τὸ ἐν εὐσεβείᾳ γυμνάζεσθαι, τὸ προσμένειν τὰς ἀντιδόσεις, τὸ τὸν ἀγωνοθέτην ὁρᾷν. ιβ. «Μηδείς σου τῆς νεότητος καταφρονείτω.» Ἀλλὰ τοῦτο οὐκ ἐμόν. Τί τοίνυν ἐπιτάττεις μοι τὰ τοῖς ἄλλοις προσήκοντα; «Ἀλλὰ τύπος γίνου τῶν πιστῶν.» Θέλεις, φησὶ, μὴ καταφρονεῖσθαι κελεύων; ἔμψυχος νόμος γενοῦ· δεῖξον ἐν σαυτῷ τὸ τῶν νόμων κατόρθωμα· ἔχε τὸν βίον μαρτυροῦντα τῷ λόγῳ. Τοῦτο γὰρ λέγει· «Ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ.» Ἑκάστου τῶν εἰρημένων ἐπίδειξον ἐν σεαυτῷ τὴν εἰκόνα. ιγ. «Ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.» Καὶ ἐντεῦθεν ἔστι μαθεῖν, ὡς καὶ ἡμᾶς προσήκει συνεισφέρειν τὸν πόνον, καὶ οὕτω λαμβάνειν τὴν χάριν τοῦ Πνεύματος. Καὶ γὰρ τῷ τρισμακαρίῳ Τιμοθέῳ πνευματικῷ ὄντι τῇ ἀναγνώσει προσέχειν ἐκέλευσεν ὁ διδάσκαλος. Παράκλησις δὲ, διδασκαλίας διαφέρει· τῷ τὴν μὲν διδασκαλίαν ἀκωλύτως διάφορα προσφέρειν παιδεύματα·
τὴν δὲ παράκλησιν ἢ τοὺς ἀθυμοῦντας ψυχαγωγεῖν, ἢ τοὺς ὀργιζομένους ταῖς συμβουλαῖς μεταβάλλειν. ιδ. «Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας, μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.» Χάρισμα τὴν διδασκαλίαν ἐκάλεσε· πρεσβυτέριον δὲ ἐνταῦθα, τοὺς τῆς ἀποστολικῆς χάριτος ἠξιωμένους. Οὕτω καὶ τοὺς ἐντίμους τοῦ Ἰσραὴλ γερουσίαν προσηγόρευσεν ἡ θεία Γραφή. ιε. «Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ γένηται ἐν πᾶσι.» Τὸ γὰρ τοῖς πνευματικοῖς ἐνδιατρίβειν τὴν ἐν τοῖς θείοις ἐπίδοσιν πραγματεύεται. ι. «Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς. Τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούοντάς σου.» Ἐκεῖνοί τε γὰρ τὸ πρακτέον μαθήσονται, καὶ σὺ τὰ διηγορευμένα πληρώσεις, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρπώσῃ. ΚΕΦΑΛΑΙΟΝ Ε. α. «Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα.» Οὐ τὸν ἱερέα ἐνταῦθα λέγει, ἀλλὰ τὸν γεγηρακότα· τοῦτο γὰρ καὶ τὰ ἐπαγόμενα δηλοῖ.
PG 82:817«Νεωτέρους ὡς ἀδελφοὺς, (β.) πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς, ἐν πάσῃ ἁγνείᾳ.» Ἐπειδὴ γὰρ ἀνάγκη τὸν ψυχὰς πεπιστευμένον καὶ νεωτέραις προσδιαλέγεσθαι γυναιξὶν, ἀναγκαίως προστέθεικε τὸ, ἐν πάσῃ ἁγνείᾳ , ὥστε μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν σωφρονεῖν, καὶ μηδεμίαν ἢ διὰ τῶν ὀφθαλμῶν, ἢ διὰ τῶν ἀκοῶν εἰσδέχεσθαι βλάβην. Εἶτα πάλιν ἀναλαμβάνει τὴν περὶ τῶν ἐκκλησιαστικῶν ταγμάτων διδασκαλίαν. γ. «Χήρας τίμα τὰς ὄντως χήρας.» Τίνες δὲ αὐταί; δ, ε. «Εἰ δέ τις χήρα τέκνα ἢ ἔγγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις. Τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας.» Τῆς ἐκκλησιαστικῆς, φησὶ, προσήκει ἀπολαύειν θεραπείας τὰς οὐδεμίαν ἑτέρωθεν ἐχούσας παραψυχῆς ἀφορμήν. Αὗται δὲ, διὰ τὸ φροντίδων ἀπηλλάχθαι, ἓν ἔργον ἔχουσι, τὸ ταῖς θείαις προσευχαῖς ἐνδιατρίβειν ἀεί.
Page scan enlarged

Notebook

Full View