PG 82Theodoretus of Cyrrhus (Cyrus)
Commentary on the Fourteen Epistles of Saint Paul
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 82:817Τὰς μέντοι τέκνα καὶ ἔγγονα ἐχούσας, τούτων ἐπιμελεῖσθαι προσήκει, καὶ ἧς παρὰ τῶν πατέρων κηδεμονίας ἀπήλαυσαν, ταύτης τούτοις μεταδιδόναι· ἵνα τὴν ἐκείνοις ὀφειλομένην ἀντίδοσιν τούτοις ἐκτίνωσι, καὶ τὴν παρὰ τούτων θεραπείαν ἀντιλαμβάνωσιν. 2. «Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν.» Ἡ γὰρ τῆς τρυφῆς ἀμετρία τὸ λογικὸν καταχώννυσι, καὶ ἀκίνητον ὡς ἐν τάφῳ τινὶ τῷ σώματι κεῖσθαι παρασκευάζει. ζ. «Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν.» Οὐ περὶ μόνων ταῦτα εἶπε τῶν τῆς ἐκκλησιαστικῆς ἐπιμελείας ἀξιουμένων· ἀλλὰ καὶ περὶ τῶν παιδοτροφίᾳ προσδεδεμένων. η. «Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.» Τοῦτο καὶ περὶ τῶν μητέρων, καὶ περὶ τῶν παίδων εἴρηκε· καὶ γὰρ τὰς μητέρας προςήκει τιθηνεῖσθαι τοὺς παῖδας, καὶ τὴν εὐσέβειαν ἐκπαιδεύειν. Κἀκείνους ὡσαύτως χρὴ τὴν προσήκουσαν τοῖς γονεῦσι θεραπείαν προσφέρειν. θ. «Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα.» Οὐκ εἶπε, μὴ ἔστω , ἀλλὰ, μὴ καταλεγέσθω. Ὡς τῶν ἀκμαζουσῶν καὶ ἐργάζεσθαι καὶ τρέφεσθαι δυναμένων· ἃς καὶ τοῖς πόνοις δαμάζειν χρὴ τῆς ἀκμῆς τὰ σκιρτήματα.
PG 82:819«Γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή.» Καὶ ἐντεῦθεν δῆλον, ὡς οὐ τὴν διγαμίαν ἐκβάλλει, ἀλλὰ τὸ σωφρόνως ἐν γάμῳ βιοῦν νομοθετεῖ. Οὐ γὰρ ἄνω τὸν δεύτερον γάμον νομοθετήσας σωματικῆς ἀπολαῦσαι θεραπείας ἐκώλυσε τὴν δευτέροις ὁμιλήσασαν γάμοις· ὅς γε τὸ ἀγαθὸν ποιεῖν πρὸς πάντας διαγορεύει σαφῶς. ι. «Ἐν ἔργοις καλοῖς μαρτυρουμένη.» Εἶτα λέγει ταῦτα κατ’ εἶδος. «Εἰ ἐτεκνοτρόφησεν.» Οὐ τὸ θρέψαι μόνον ἀπαιτεῖ, ἀλλὰ καὶ τὸ εὐσεβῶς θρέψαι. Τοῦτο καὶ περὶ τοῦ Ἀβραάμ φησιν ὁ Θεός· ὅτι συνέταξε τοῖς υἱοῖς αὑτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτὸν, φυλάττειν πάντα τὰ κρίματα Κυρίου τοῦ Θεοῦ. «Εἰ ἐξενοδόχησεν.» Εἶτα λέγει καὶ τίνας.» «Εἰ ἁγίων πόδας ἔνιψεν.» Ἐποίουν γὰρ τοῦτο πάλαι. Οὕτως ἡ Λυδία καὶ αὐτὸν τὸν Ἀπόστολον, καὶ τοὺς σὺν αὐτῷ ὑπεδέξατο. Οὕτω περὶ τῆς Φοίβης ἔφη, ὅτι «Προστάτις πολλῶν ἐγενήθη, καὶ ἐμοῦ αὐτοῦ.» «Εἰ θλιβομένοις ἐπήρκεσεν.» Οὐ τὴν ποσότητα τῆς χορηγίας, ἀλλὰ τῆς γνώμης ζητεῖ τὴν ποιότητα. Τοιαῦτα ἦν ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις χήρας τὰ δύο λεπτά. «Ἐν παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε.» Συλλήβδην ἅπαντα τῆς ἀρετῆς εἶπε τὰ εἴδη. ια, ιβ. «Νεωτέρας δὲ χήρας παραιτοῦ.
Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν.» Τῷ γὰρ Χριστῷ συνταξάμεναι σωφρόνως ζῇν ἐν χηρείᾳ, δευτέροις ὁμιλοῦσι γάμοις. ιγ. «Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι περιερχόμεναι τὰς οἰκίας· οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι, καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.» Ἔδειξε τὰς αἰτίας, δι’ ἃς αὐτὰς οὐκ ἐντάττει τῷ τῶν χηρῶν καταλόγῳ. Τὸ δὲ, καταστρηνιάσωσιν , ἀντὶ τοῦ, Τῆς ἐκκλησιαστικῆς ἀπολαύουσαι θεραπείας, καὶ δίχα φροντίδος τὴν σωματικὴν κομιζόμεναι χρείαν, ἀργίᾳ συντρέφονται· ἡ δὲ ἀργία εἰσάγει τὴν πονηρίαν. ιδ. «Βούλομαι οὖν νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν.» Τοῦ θείου Παύλου λέγοντος, Βούλομαι , Ναυᾶτος λέγει, Οὐ βούλομαι. Λέγει δὲ καὶ τίνος χάριν βούλεται. Ὥστε αὐτὰς, φησὶ, καὶ ἀνδράσιν ὑποκειμένας, καὶ τῇ τῆς οἰκίας ἐνασχολουμένας φροντίδι, βλάβης ἀπαλλαγῆναι, ἣν ἀργία γεννᾷ. Εἶτα καὶ σαφέστερον τούτου τὴν αἰτίαν διδάσκει. ιε. «Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.» Ἀπὸ πείρας ἡ νομοθεσία γεγένηται. ι.
«Εἰ δέ τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ Ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.» Τουτέστι ταῖς μηδεμίαν μηδαμόθεν ἐχούσαις παραψυχήν. Τοῖς δὲ πιστοῖς τοῦτο κελεύει ποιεῖν. Τὰς γὰρ τοῖς μὲν ἀπίστοις διαφερούσας, τῇ δὲ πίστει κοσμουμένας, τῆς ἐκκλησιαστικῆς βούλεται κηδεμονίας τυγχάνειν. ιζ. «Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ.» Οὕτως ἀξιέπαινον τῆς διδασκαλίας τὸ χρῆμα. Τὸ δὲ, διπλῆς τιμῆς , ἀντὶ τοῦ, πλείονος, τέθεικε. Βεβαιοῖ δὲ τὸν λόγον Γραφικῇ μαρτυρίᾳ. ιη. «Λέγει γὰρ ἡ Γραφή· Οὐ φιμώσεις βοῦν ἀλοῶντα· καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ.» Τὸ μὲν ἀπὸ τῆς Παλαιᾶς, τὸ δὲ ἀπὸ τῆς Καινῆς τέθεικε. ιθ. «Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.» Περὶ πάντων ὁ νόμος τοῦτο κελεύει. «Ἐπὶ δύο γὰρ, φησὶ, καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.» Οὐχ ἥκιστα δὲ, φησὶν, ἐπὶ πρεσβυτέρου τοῦτο προςήκει ποιεῖν.
PG 82:821Συμβαίνει γὰρ Ἐκκλησίας αὐτὸν προςτασίαν πεπιστευμένον, καὶ λυπῆσαι τῶν ἁμαρτανόντων τινὰς, εἶτα ἐντεῦθεν ἐκείνους δυσμενῶς διατεθέντας συκοφαντίαν ὑφῆναι. Δεῖ τοίνυν ἀπαντῆσαι τῶν μαρτύρων τὸν ἀριθμόν. κ. «Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι.» Μήτε κατακρίνῃς πρὸ τῶν ἐλέγχων, μήτε τοὺς προφανῶς ἐπί τισι παρανομίαις ἐλεγχομένους φειδοῦς ἀξιώσεις· ἀλλὰ τῶν ἁλισκομένων πάντων παρόντων καταψηφίζου· ἵνα τῷ δέει τῆς τιμωρίας, φύγωσι τὴν ἁμαρτίαν. Εἶτα καὶ αὐτὸν δεδίττεται τῇ φοβερᾷ μαρτυρίᾳ. κα. «Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.» Δύο παρακελεύεται· μήτε τῇ τῶν κατηγόρων ἀξιοπιστίᾳ πιστεύσαντα κατακρίνειν, ἢ φιλαπεχθημόνως διακείμενον τοῦτο ποιεῖν πρὸ τῆς ἀκριβοῦς ἐξετάσεως· μήτε τῶν ἐλέγχων προφανῶς γενομένων ἀναβάλλεσθαι τὴν ψῆφον τῇ πρὸς τὸν κρινόμενον χάριτι τὸ δίκαιον διαφθείροντα. Τοὺς μέντοι ἀγγέλους τῷ Θεῷ καὶ τῷ Χριστῷ συνέταξεν· οὐχ ὡς ὁμοτίμους, ἀλλ’ ὡς δούλους. Καὶ γὰρ ἡμεῖς πολλάκις τοῖς μείζοσι τοὺς ἐλάττους συντάττομεν·
καὶ δούλων ὁμοῦ καὶ δεσποτῶν, καὶ ἱερέων, καὶ λαϊκῶν παρόντων φαμέν· Ἐπὶ τούτων σε πάντων μαρτύρομαι. Οὕτω καὶ ὁ μακάριος Παῦλος· Μαρτύρομαί σε , φησὶν, ἐπὶ τοῦ Θεοῦ, καὶ τοῦ Υἱοῦ αὐτοῦ, καὶ τῶν θεραπόντων αὐτοῦ. κβ. «Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις.» Ἐξετάζειν γὰρ πρότερον χρὴ τοῦ χειροτονουμένου τὸν βίον· εἶθ’ οὕτω καλεῖν ἐπ’ αὐτὸν τὴν χάριν τοῦ Πνεύματος. «Σεαυτὸν ἁγνὸν τήρει.» Μὴ ποίει σαυτὸν κατηγορίας ὑπεύθυνον. Εἶτα καὶ σύμμετρον τῷ σώματι προςφέρειν θεραπείαν κελεύει. κγ. «Μηκέτι ὑδροπότει, ἀλλ’ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας.» Λόγῳ τοὺς ἄλλους ἰώμενος, τὴν ἀπὸ τοῦ οἴνου τῷ μαθητῇ θεραπείαν προσφέρει, πιστεύων τῷ εἰρηκότι· «Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Εἶτα τὸν περὶ τῆς χειροτονίας ἀναλαμβάνει λόγον. κδ, κε. «Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.» Οὐ πάντες, φησὶ, προφανῶς ἁμαρτάνουσιν· εἰσὶ γὰρ οἳ καὶ κρύβδην παρανομοῦσιν.
PG 82:823Ἀλλ’ ὅμως τὸ σήμερον λανθάνον τῷ χρόνῳ φωρᾶται. Ἀνάμενε τοίνυν τὴν ἀπὸ τῆς πείρας διδασκαλίαν ΚΕΦΑΛΑΙΟΝ 2. α. «Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.» Ταῦτα περὶ ἀπίστους ἐχόντων δεσπότας λέγει. Ἐκεῖνοι γὰρ πάντως τυραννοῦντας τοὺς οἰκέτας ὁρῶντες, τὴν εὐαγγελικὴν ἐβλασφήμουν διδασκαλίαν, ὡς τούτων αἰτίαν γεγενημένην. β. «Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας, μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.» Μήτε μὴν οἱ εὐσεβεῖς ἔχοντες δεσπότας καταφρονήσεως λαμβανέτωσαν πρόφασιν τὴν τούτων εὐσέβειαν· ἀλλὰ πλείονος αὐτοὺς τούτου χάριν ἀξιούτωσαν θεραπείας. «Ταῦτα δίδασκε, καὶ παρακάλει.» Τὸ μὲν διδακτικῶς, τὸ δὲ πατρικῶς. γ, δ. «Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας.» Προσήκει τοῖς Δεσποτικοῖς ὅροις ἐμμένειν.
Οἱ γὰρ τούτους μὲν παραβαίνειν τολμῶντες, τοῖς οἰκείοις δὲ λογισμοῖς ἀκολουθοῦντες, ἴσασι μὲν τῶν δεόντων οὐδὲν, τύφῳ δὲ μόνῳ δουλεύουσιν. «Ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραὶ, (ε) διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.» Οἱ γὰρ τῆς ἀληθείας ἀφιστάμενοι, καὶ λογισμοῖς οἰκείοις ἑπόμενοι, διδάσκειν μὲν πειρῶνται τὰ μὴ προςήκοντα, ἔρις δὲ καὶ φθόνος ἐντεῦθεν ἀκολουθεῖ· ἐκ δὲ τῆς ἔριδος, ἡ κατὰ τοῦ Θεοῦ βλασφημία τολμᾶται· τῆς δὲ πίστεως ἐληλαμένης, ὑπόνοιαι πονηραὶ περιφύονται. Ἐντεῦθεν δὲ λύμη τις γεννᾶται διαφθείρουσα τοὺς πελάζοντας· τοῦτο γὰρ δηλοῖ, ἡ διαπαρατριβὴ τῶν διεφθαρμένων τὸν νοῦν. Ὥσπερ γὰρ τὰ νοσοῦντα πρόβατα τοῖς εὐεκτοῦσι συνδιαιτώμενα μεταδίδωσι τῆς νόσου· οὕτω καὶ οὗτοι τοὺς πελάζοντας ἐμφοροῦσι τῆς λύμης. Ὅθεν αὐτῷ καὶ ἀπαγορευτικῶς βοᾷ· «Ἀφίστασο ἀπὸ τῶν τοιούτων.» Ἐπειδὴ δὲ ἐκεῖνοι ἐπὶ βλάβῃ πορισμὸν ὑπέλαβον τὴν εὐσέβειαν, ἐπήγαγεν· 2. «Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας.» Τὴν γὰρ αἰώνιον ἡμῖν πορίζει ζωήν.
PG 82:825Κατὰ μέντοι τὸν παρόντα βίον φεύγειν προσήκει τὴν πλεονεξίαν, καὶ τὴν αὐτάρκειαν στέργειν. Εἶτα ἀπὸ τῆς φύσεως αὐτῆς βεβαιοῖ τὴν παραίνεσιν. ζ. «Οὐδὲν γὰρ εἰσενέγκαμεν εἰς τὸν κόσμον· δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.» Τοῦτο καὶ ὁ μακάριος Ἰὼβ ἔφη· «Α τὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου· γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ.» η. «Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» Τροφῆς γὰρ συμμέτρου μόνης, καὶ καλυμμάτων καταλλήλων δεόμεθα. Διδάσκει δὲ καὶ τῆς ἀπληστίας τὴν λώβην. θ. «Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς παγίδα καὶ πειρασμὸν τοῦ διαβόλου, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.» Οὐχ ἁπλῶς εἶπεν, οἱ πλουτοῦντες, ἀλλ’, οἱ βουλόμενοι πλουτεῖν. Ἐὰν γάρ τις τὸν ἐκ προγόνων διαδεξάμενος πλοῦτον, κατὰ τοὺς θείους νόμους τοῦτον οἰκονομεῖ, κατηγορίας ἐλεύθερος. Ὁ δὲ ἐκ πενήτων μὲν φὺς, πλούτου δὲ ἐφιέμενος, καὶ πάντα πόρον εἰς τὴν τούτου κτίσιν κινῶν, κόρον μὲν τῆς ἐπιθυμίας οὐ λήψεται, ταῖς δὲ τῆς ἁμαρτίας περιπαρήσεται πάγαις· καὶ κλυδωνιζόμενος, καὶ ναυαγῶν ἐκτελέσει τὸν βίον. ι.
«Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία.» Καὶ γὰρ μιαιφονίαι, καὶ γοητεῖαι, καὶ ἁρπαγαὶ, καὶ πλεονεξίαι, καὶ ψεῦδος, καὶ παράβασις ὅρκων, καὶ τἄλλα τῆς παρανομίας εἴδη, ἐκ τῆς ῥίζης ταύτης βλαστάνει. «Ἧς τινὲς ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.» Ἀπρόσωπον τὴν κατηγορίαν εἰςήνεγκεν, ὡς φιλόστοργος πατὴρ, καὶ τῶν ἀλλοτρίων γεγενημένων κηδόμενος. ια. «Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε.» Μέγας ὁ ἔπαινος. Οὕτως ἐκαλεῖτο καὶ Ἠλίας ὁ μέγας· οὕτω καὶ πολλοὶ τῶν προφητῶν ὠνομάσθησαν. Οὐχ ὡς τῶν ἄλλων ἀνθρώπων οὐκ ὄντων Θεοῦ· πάντες γὰρ Θεοῦ ποιήματα· ἀλλ’ οἱ τοὺς ἀρχαίους τῆς δημιουργίας χαρακτῆρας φυλάξαντες, ἀληθῶς καλοῦνται ἄνθρωποι τοῦ Θεοῦ. Οὕτω πάντες δοῦλοι Θεοῦ, ὡς ποιήματα· καὶ γὰρ ὁ Ναβουχοδονόσωρ δοῦλος ὁ δυσσεβής. Ἀλλ’ ἐκεῖνος μὲν φύσει· Ἀβραὰμ δὲ, καὶ Δαβὶδ, καὶ Παῦλος, καὶ οἱ κατὰ τούτους, καὶ σχέσει. «Δι’ Ἀβραὰμ γὰρ, φησὶ, τὸν δοῦλόν σου·» καί· «Διὰ Δαβὶδ τὸν δοῦλόν μου·» καί· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ.» «Δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονὴν, πραότητα.
(ιβ.) Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως.» Ἄνω γυμνάζεσθαι παρεγγυήσας, νῦν ἀγωνίζεσθαι παραινεῖ. Τὸ ἐντεῦθεν δείκνυσι κέρδος. «Ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.» Πάντας γὰρ παρ’ αὐτοῦ δεξαμένους τὸ κήρυγμα μάρτυρας εἶχε τῆς καλῆς ὁμολογίας. ιγ. «Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν.» Τοῦ ταλάντου τὰς εὐθύνας δεδιὼς ὁ θεῖος Ἀπόστολος, ἀφειδῶς τῷ μαθητῇ τὰς διαμαρτυρίας προσφέρει. Μᾶλλον δὲ καὶ τούτου κηδόμενος, τοῦτο ποιεῖ· ἵνα μετὰ πλείονος καὶ αὐτὸς προθυμίας ῥυθμίσῃ τοὺς ἑαυτοῦ μαθητάς. Καλὴν δὲ ὁμολογίαν τοῦ Κυρίου , τὴν τῆς οἰκουμένης κέκληκε σωτηρίαν· ὑπὲρ αὐτῆς γὰρ τὸ πάθος ὑπέμεινεν. Ἐπειδὴ δὲ οἱ τὰ Ἀρείου φρονοῦντες, τὸ, «Πάντα δι’ αὐτοῦ ἐγένετο.» κακῶς νοοῦντες, καὶ τὸ Πνεῦμα τοῖς πᾶσι συμπεριλαμβάνειν φιλονεικοῦσιν, ἀκουέτωσαν τοῦ Ἀποστόλου λέγοντος, τοῦ ζωοποιοῦντος τὰ πάντα , καὶ εἰπάτωσαν ἡμῖν πῶς νοοῦσιν ἐνταῦθα, τὰ πάντα.
PG 82:827Ἆρα καὶ τῶν ἀλόγων τὰ γένη τῆς ἀναστάσεως τεύξεται, καὶ πρὸς τοῖς ἀλόγοις τὰ ἄψυχα, φυτὰ λέγω καὶ σπέρματα, καὶ λίθοι, καὶ ξύλα, καὶ τὰ τούτοις προςόμοια; Ἀλλὰ δῆλον ὡς οὐκ ἂν εἴποιεν. Οὐκοῦν ἡμῖν ὁ θεῖος Ἀπόστολος καταλέλοιπε τὸ εὐσεβῶς νοῆσαι τὰ πάντα. Οὕτω τοίνυν καὶ τὸ εὐαγγελικὸν νοητέον ῥητόν. Ἀλλ’ ἐπὶ τὰ λοιπὰ τῆς ἑρμηνείας βαδίσωμεν. Διαμαρτυράμενος γὰρ αὐτὸν, λέγει καὶ ἐπὶ τίσι διαμαρτύρεται. ιδ. «Τηρῆσαί σε τὴν ἐντολήν.» Τουτέστι, ταῦτα ἃ γράφω. «Ἄσπιλον, ἀνεπίληπτον, μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀντὶ τοῦ, Εἰς ἐκείνην ἀποβλέπων, καὶ ἐκείνην προσμένων, μηδὲν ἀναμίξῃς ἀλλότριον τῇ θείᾳ διδασκαλίᾳ. ιε, ι. «Ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν.» Ἀπὸ τῶν προσόντων τῷ Θεῷ τὸν περὶ τῆς ἀναστάσεως, καὶ τῆς κρίσεως, καὶ τῶν ἀντιδόσεων ἐβεβαίωσε λόγον. Πρῶτον μὲν γὰρ αὐτοῦ τὸ ἄτρεπτον ἔδειξεν, μακάριον ὀνομάσας.
Ὁ γὰρ φύσει μακάριος οὐδεμίαν τροπὴν ἐπιδέχεται. Εἶτα τὸ δυνατόν· Μόνος γὰρ, φησὶ, δυνατὸς, καὶ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων. Ἔπειτα τὸ ἀνώλεθρον· Ὁ μόνος ἔχων ἀθανασίαν. Πρὸς τούτοις αὐτὴν οὐ δυνηθεὶς ἐρευνῆσαι τὴν φύσιν, τὸ περὶ αὐτὴν ὑπέδειξε φῶς· Φῶς γὰρ, φησὶν, οἰκῶν ἀπρόσιτον. Ἀλλ’ οὐδὲ τοῦτο ἁρμόδιον Θεῷ· ἀπερίγραφον γὰρ ἔχει τὴν φύσιν, εἰ δὲ φῶς οἰκεῖ, περιγράφεται ἀπὸ τούτου· ἀλλ’ ὡς δύναται ὑμνεῖ, καὶ ὅσον φθάνει βλέπει. Εἰ δὲ τὸ περὶ αὐτὸν φῶς ἀπρόςιτον, πῶς οἷόν τε αὐτὸν κατιδεῖν; Ὅθεν ἐπήγαγεν· Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται. ιζ. «Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι.» Ἄδηλον γὰρ τοῦ πλούτου τὸ κτῆμα. Νῦν μὲν γὰρ παρὰ τούτῳ φοιτᾷ, νῦν δὲ πρὸς ἐκεῖνον μεταβαίνει· καὶ πολλοὺς ἔχων κυρίους, οὐδενός ἐστι κτῆμα. Τῷ δὲ διορισμῷ ἀναγκαίως ἐχρήσατο. Εἰσὶ γὰρ πλούσιοι καὶ τοῦ μέλλοντος αἰῶνος, οἱ τὸν μόνιμον πλοῦτον καὶ διαρκῆ κεκτημένοι.
PG 82:829«Ἀλλ’ ἐν τῷ Θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν.» Αὐτῷ δὲ, φησὶ, προσήκει θαῤῥεῖν, ὃς ἀεὶ μὲν ζῇ, πᾶσι δὲ χορηγεῖ τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Οὐ μόνον δὲ πιστεύειν Θεῷ παρεγγυᾷ, ἀλλὰ καὶ πράττειν ὅσα τῇ πίστει συμβαίνει. ιη. «Ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς.» Τὸ μὲν γάρ ἐστι τῆς τῶν χρημάτων χορηγίας· τὸ δὲ τῆς τῶν ἠθῶν μετριότητος. Κοινωνικοὺς γὰρ καλεῖν εἰώθαμεν τοὺς ἄτυφον ἦθος ἔχοντας. ιθ. «Ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς.» Τοῦ πλούτου τὴν κτῆσιν ἐκάλεσεν ἄδηλον· τῶν δὲ μελλόντων ἀγαθῶν τὴν ἀπόλαυσιν θεμέλιον κέκληκεν· ἀκίνητα γὰρ ἐκεῖνα καὶ ἄτρεπτα. κ. «Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον.» Παραθήκην οἶμαι αὐτὸν τὴν χάριν λέγειν τοῦ Πνεύματος, ἣν διὰ τῆς χειροτονίας ἐδέξατο. «Ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας, καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, (κα.) ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.» Οἳ ἀπὸ Σίμωνος γνωστικοὺς ἑαυτοὺς προσηγόρευσαν· ἃ γὰρ σεσίγηκε, φασὶν, ἡ θεία Γραφὴ, ταῦτα ὁ Θεὸς αὐτοῖς ἀπεκάλυψεν·
ἔστι δὲ πάσης δυσσεβείας καὶ ἀσελγείας μεστά. Ταύτην εἰκότως ψευδώνυμον ἐκάλεσε γνῶσιν. Ἀγνοίας ζόφον, ἀλλ’ οὐ θεογνωσίας ἔχουσι φῶς. «Ἡ χάρις μετὰ σοῦ. Ἀμήν.» Τὴν συνήθη εὐλογίαν ἐπέθηκε. Ταύτην προσήκει τὴν διδασκαλίαν ἅπαντας τοὺς ἱερωσύνης ἠξιωμένους σὺν ἀκριβείᾳ φυλάττειν, καὶ οἷόν τινα κανόνα ἑαυτοῖς προσφέρειν ἀεὶ, καὶ πρὸς τοῦτον διευθύνειν τά τε λεγόμενα, τά τε πραττόμενα παρ’ αὐτῶν. Οὕτω γὰρ δυνατὸν καὶ τῆς τοῦ μακαρίου Τιμοθέου γενέσθαι μερίδος, καὶ μέντοι καὶ αὐτοῦ τοῦ θειοτάτου Παύλου, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Τιμόθεον α Ἐπιστολὴ ἐγράφη ἀπὸ Λαοδικείας, ἥτις ἐστὶ μητρόπολις Φρυγίας. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Ἀπὸ τῆς Ῥώμης τὴν δευτέραν τῷ τρισμακαρίῳ Τιμοθέῳ γέγραφεν Ἐπιστολὴν ὁ θεῖος Ἀπόστολος, παρ’ αὐτὸ λοιπὸν ὢν τοῦ βίου τὸ τέλος. Καὶ τοῦτο δεδήλωκεν αὐτὸς ὡδὶ γεγραφώς·
PG 82:831«Ἐγὼ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν.» Ἐπέστελλε δὲ αὐτῷ, παραθαρσύνων εἰς τοὺς περὶ τῆς εὐσεβείας ἀγῶνας, καὶ φέρειν γενναίως τοὺς ὑπὲρ τῆς πίστεως κινδύνους παρακαλῶν. Ὑπέδειξε δὲ καὶ τῶν ἀγώνων τὰ ἆθλα. Προείρηκε δὲ καὶ περί τινων, τὸ μὲν πρόσχημα τῆς εὐσεβείας περικειμένων, ἀλλότριον δὲ τῆς ἐπαγγελίας βίον προαιρουμένων. ΚΕΦΑΛΑΙΟΝ Α. α, β. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ, καὶ γνησίῳ τέκνῳ, χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.» Οὐ πᾶς υἱὸς ἀγαπητός· ἔστι γὰρ ὅτε καὶ τὴν φυσικὴν σβέννυσι φιλοστοργίαν τῶν παίδων ἡ δυστροπία. Τὸν δὲ πάντα ἄριστον Τιμόθεον καὶ υἱὸν καὶ ἀγαπητὸν οὐχ ἡ φύσις, ἀλλ’ ἡ γνώμη πεποίηκε. Τὸ δὲ, κατ’ ἐπαγγελίαν ζωῆς , οὕτω νοητέον· Ἀπόστολόν με προεβάλετο, φησὶν, ὁ Δεσπότης Θεὸς, συμψηφισαμένου καὶ τοῦ Υἱοῦ, ὥστε με τὴν ἐπαγγελθεῖσαν αἰώνιον ζωὴν τοῖς ἀνθρώποις κηρύξαι. γ.
«Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει.» Ἀψευδὴς μὲν ὁ λόγος εἰ καὶ τοῦ βίου προσεμαρτύρει λαμπρότητι, ἀλλ’ ὅμως τὴν εἰλικρινῆ περὶ τὸν Θεὸν διάθεσιν διὰ τοῦ καθαροῦ συνειδότος ᾐνίξατο. Καὶ γὰρ ἡνίκα ἐδίωκεν, ὑπὲρ Θεοῦ, τοῦτο ποιεῖν ὑπελάμβανε. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Φιλιππησίους ἔφη· «Κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.» «Ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου, νυκτὸς καὶ ἡμέρας, (δ.) ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ.» Ἀσαφῆ τὴν διάνοιαν ἡ συνθήκη πεποίηκε. Λέγει δὲ τοῦτο, ἀναμιμνησκόμενός σου τῶν δακρύων, θυμηδίας ἐμφοροῦμαι πολλῆς, καὶ τῷ πόθῳ πυρσεύομαι, ἱμειρόμενός σε πάλιν ἰδεῖν· καὶ προσευχόμενος δὲ διηνεκῶς ἐπὶ σοὶ τὸν Θεὸν ἀνυμνῶ. Εἰκὸς δὲ αὐτῷ γενέσθαι τὰ δάκρυα συνταττομένῳ, καὶ τοῦ διδασκάλου χωριζομένῳ. ε. «Ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως.» Εὐφραίνει με καὶ διαφερόντως τὸ εἰλικρινές σου τῆς πίστεως.
PG 82:833«Ἥτις ἐνῴκησε πρότερον ἐν τῇ μάμμῃ σου Λωί̈δι, καὶ τῇ μητρί σου Εὐνίκῃ.» Μέμνηται αὐτοῦ τῆς μητρὸς καὶ Λουκᾶς ὁ μακάριος ἐν ταῖς Πράξεσιν· «Ἦν δὲ ἐκεῖ, φησὶ, μαθητὴς ὀνόματι Τιμόθεος, υἱὸς Ἰουδαίας πιστῆς.» Ἀλλὰ τὸ μὲν ἦν πάλαι, τὸ δὲ προσέλαβεν. Ἰουδαία γὰρ οὖσα, τῷ Σωτῆρι τῶν ὅλων ἐπίστευσε. Τῇ μέντοι μετ’ εὐφημίας μνήμῃ τῶν προγόνων ὁ θεῖος Ἀπόστολος κρατύνει τὴν πίστιν ἐν τῷ μαθητῇ. Οὐδὲν γὰρ οὕτως ὀνίνησιν ὡς οἰκεῖον παράδειγμα. Καὶ ἐπειδὴ συμβαίνει τινὰς ἐξ εὐσεβῶν γενομένους μὴ ζηλῶσαι τὴν τῶν προγόνων εὐσέβειαν, ἀναγκαίως ἐπήγαγε· «Πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.» Εἶτα τοῦτο αὐτὸ τῆς παραινέσεως ὑποβάθραν ποιεῖται. 2. «Δι’ ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου.» Ταῦτα περὶ σοῦ πεπεισμένος παρακαλῶ σε πυρσεύειν τῇ προθυμίᾳ τὴν χάριν τοῦ Πνεύματος, ἣν διὰ τῆς ἐμῆς ἐκομίσω χειροτονίας. Καθάπερ γὰρ τὸ ἔλαιον τῆς λαμπάδος τὴν φλόγα σφοδροτέραν ἐργάζεται, οὕτως ἡ καλὴ τῆς ψυχῆς προθυμία τοῦ παναγίου Πνεύματος τὴν χάριν ἐφέλκεται. ζ.
«Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ.» Τοῦ παναγίου γὰρ Πνεύματος τὴν χάριν δέδωκεν ἡμῖν ὁ Θεὸς, οὐχ ἵνα δειλιῶμεν τοὺς ὑπὲρ τῆς εὐσεβείας κινδύνους, ἀλλ’ ἵνα θείας δυνάμεως ἐμφορούμενοι, θερμῶς μὲν αὐτὸν ἀγαπήσωμεν, σωφρονίσωμεν δὲ τῶν ἐν ἡμῖν οἰκουμένων παθημάτων τὴν ἀταξίαν. η. «Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ.» Σταυρὸς ἦν ὁ κηρυττόμενος, καὶ ὕβρεις, καὶ λοιδορίαι, καὶ πάθος, καὶ θάνατος. Ταῦτα δὲ τοῖς ἀπιστοῦσιν αἰσχύνης ἐδόκει εἶναι μεστά. «Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ, φησὶ, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν.» Οὗ δὴ χάριν καὶ αὐτὸς Ῥωμαίοις ἐπιστέλλων ἔφη· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι.» Παραινεῖ τοίνυν τῷ μαθητῇ μετὰ παῤῥησίας ταῦτα κηρύττειν. Διά τοι τοῦτο καὶ τῶν οἰκείων ἐμνήσθη δεσμῶν, διδάσκων ὡς τοῦ κηρύγματος ἕνεκα πεπεδημένος ᾤκει τὸ δεσμωτήριον.
PG 82:835«Ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, (θ.) τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ.» Τῶν κηρύκων τὸ πάθος, τοῦ Εὐαγγελίου προσηγόρευσε πάθος , ἐπειδὴ χάριν ἐκείνου τὰς παντοδαπὰς τιμωρίας ὑπέμενον. Παρεγγυᾷ τοίνυν αὐτῷ ταῦτα φέρειν γενναίως, καὶ παραθαῤῥύνει τῇ μνήμῃ τῆς θείας δυνάμεως. Ὁ γὰρ ἐπὶ σωτηρίᾳ καλέσας, καὶ δύναμιν παρέχει, τῇ πίστει τῶν δεχομένων τὴν χάριν μετρῶν. «Οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ’ ἰδίαν πρόθεσιν καὶ χάριν.» Κέκληκε δὲ ἡμᾶς, οὐκ εἰς τὸν ἡμέτερον ἀποβλέψας βίον, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν. «Τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων. (ι.) Φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ταῦτα ἄνωθεν μὲν καὶ πρὸ τῶν αἰώνων προώρισεν ὁ τῶν ὅλων Θεός· νυνὶ δὲ τοῖς προωρισθεῖσι τὸ πέρας ἐπέθηκε. Ταῦτα δὲ καὶ βουλευόμενος σύμψηφον ἔσχε τὸν Δεσπότην Χριστὸν, καὶ ἐπιτελῶν συνεργόν. Διὰ γὰρ τῆς ἐπιφανείας αὐτοῦ τὸ ἔργον ἐπέθηκε. Σαφῶς δὲ καὶ διὰ τούτων ἔδειξε τοῦ Υἱοῦ τὸ ἀί̈διον. Λέγει δὲ καὶ τὰ διὰ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος γεγενημένα.
«Καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ Εὐαγγελίου· (ια.) εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος, καὶ διδάσκαλος ἐθνῶν.» Ἐνανθρωπήσας γὰρ ὁ μονογενὴς Λόγος ἔπαυσε μὲν τοῦ θανάτου τὴν δυναστείαν, ἔδωκε δὲ ἡμῖν τῆς αἰωνίου ζωῆς τὴν ἐπαγγελίαν. Τοῦτο γὰρ εἶπε φωτίσαντος , ἀντὶ τοῦ, προμηνύσαντος. Ἐμὲ δὲ, φησὶ, τούτων κεχειροτόνηκε κήρυκα, ὥστε με πᾶσι τοῖς ἔθνεσι προσενεγκεῖν τὰ τῶν ἀγαθῶν εὐαγγέλια. ιβ. «Δι’ ἣν αἰτίαν καὶ ταῦτα πάσχω.» Σαφῶς ἔδειξε καὶ τὴν ἐκείνων ἀχαριστίαν, καὶ τὴν οἰκείαν ἀνδρείαν. Εὐαγγέλια γὰρ ἐκεῖνοι δεχόμενοι, δέον θεραπεύειν, ἐκόλαζον· αὐτὸς δὲ μεθ’ ἡδονῆς τὰς τιμωρίας ἐδέχετο. Τοῦτο γὰρ ἐπήγαγεν· «Ἀλλ’ οὐκ ἐπαισχύνομαι.» Τούτου χάριν καὶ τῷ μαθητῇ μὴ ἐπαισχύνεσθαι παρεγγύησεν. «Οἶδα γὰρ ᾧ πεπίστευκα.» Τουτέστιν ὅτι Θεὸς, ὅτι ποιητὴς, ὅτι Δεσπότης καὶ Κύριος. «Καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.» Θαῤῥῶ γὰρ εἰς τὴν αὐτοῦ δύναμιν ἀποβλέπων, ὅσην παρέσχε μοι τοῦ Πνεύματος χάριν, ἀκήρατον φυλάξει μέχρι τῆς αὑτοῦ παρουσίας.
Εἶτα διδάσκει πῶς δυνατὸν κατορθῶσαι τὴν κατὰ Θεὸν ἀρετήν. ιγ. «Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων, ὧν παρ’ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ.» Μιμοῦ, φησὶ, τοὺς ζωγράφους, καὶ καθάπερ ἐκεῖνοι τοῖς ἀρχετύποις προσέχοντες, σὺν ἀκριβείᾳ ἐκείνων ζωγραφοῦσιν εἰκόνας· οὕτω καὶ σὺ οἷόν τι ἀρχέτυπον ἔχε τὴν παρ’ ἐμοῦ περὶ πίστεως καὶ ἀγάπης γεγενημένην διδασκαλίαν. ιδ. «Τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.» Ἔχεις ἀρκοῦσαν εἰς φωταγωγίαν τοῦ Πνεύματος χάριν. Ταύτῃ τοίνυν διατήρησον τὴν προθυμίαν. Εἶτα τῇ μνήμῃ τῶν οἰκείων πειρασμῶν κἀκεῖνον φέρειν τὰ τοιαῦτα προτρέπει. ιε. «Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης.» Ἐν τῇ Ῥώμῃ πάλαι ἦν τὰ βασίλεια. Πολλοὶ τοίνυν ἐπεδήμουν ἐκεῖσε, οἱ μὲν ἐμπορείας χάριν, οἱ δὲ καὶ διὰ χρείας ἑτέρας. Εἰκότως τοίνυν καὶ κατ’ ἐκεῖνον τὸν καιρὸν, τῶν ἐν Ἀσίᾳ πεπιστευκότων ἀποδημῆσαί τινας, καὶ φυγεῖν τοῦ Ἀποστόλου τὴν συνουσίαν, διὰ τὸ Νέρωνος δέος. Τῶν δύο δὲ τούτων καὶ τὰ ὀνόματα τέθεικεν, ὡς ἐναργεστάτην ἐπιδειξαμένων δηλονότι δυσμένειαν.
PG 82:837Καὶ τοῦτο δὲ πεποίηκεν, οὐ τούτων κατηγορῶν, ἀλλὰ τῷ τῆς Ἀσίας ἐγκεχειρισμένῳ τὸ κήρυγμα δήλους ποιῶν τοὺς ἀντιπάλους τῆς πίστεως. Ἀλλ’ ὥσπερ διὰ τούτων φέρειν αὐτὸν γενναίως τὰ προσπίπτοντα λυπηρὰ παρεκάλεσεν· οὕτω διὰ τῶν ἑξῆς ψυχαγωγίαν αὐτῷ προςφέρει. ιιη. «Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέ με, καὶ εὗρε. Δῴη αὐτῷ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίῳ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησέ μοι βέλτιον σὺ γινώσκεις.» Ἀξιάγαστος, καὶ ζηλωτὸς, καὶ τρισμακάριος ὁ τοςαύτην μὲν τῷ Ἀποστόλῳ θεραπείαν προσενεγκὼν, τὴν δὲ παρ’ ἐκείνης τῆς γλώττης εὐλογίαν δρεψάμενος. Ἐκεῖνοι μὲν γὰρ, ὧν ἐν τοῖς πρόσθεν ἐμνήσθη, καὶ παρόντες ἀπεστράφησαν τὸν Ἀπόστολον· οὗτος δὲ ἀπὸ τῆς Ἀσίας ἔδραμεν εἰς τὴν Ῥώμην, οὔτε πρὸς τὸ μῆκος τῆς ὁδοιπορίας ὀκλάσας, οὔτε τὸν ὠμότατον φοβηθεὶς βασιλέα, καὶ παντοδαπῆς αὐτὸν θεραπείας ἠξίωσεν. Οὗ δὴ χάριν οὐ μόνον αὐτῷ, ἀλλὰ καὶ παντὶ τῷ οἴκῳ τὸν θεῖον ἀντέδωκεν ἔλεον.
Ἀνέμνησε δὲ αὐτὸν, ὡς εἰδότα καὶ τῆς ἐν Ἐφέσῳ παρ’ αὐτοῦ θεραπείας γεγενημένης. Ὅτι δὲ εἰς ὠφέλειαν τοῦ μαθητοῦ, καὶ τὰ σκυθρωπὰ καὶ τὰ θυμήρη γέγραφε, τὰ ἑξῆς μαρτυρεῖ. ΚΕΦΑΛΑΙΟΝ Β. α. «Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ.» Ταῦτα, φησὶν, εἰδὼς, στῆθι ἀνδρείως· ὑπερείδει γάρ σε τοῦ Κυρίου ἡ χάρις. β. «Καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.» Ἅπερ ἤκουσάς μου πολλοὺς διδάσκοντος· τοῦτο γὰρ ἔφη, διὰ πολλῶν μαρτύρων , ταῦτα διατέλει κηρύττων· καὶ ὥσπερ παρ’ ἐμοῦ προεβλήθης διδάσκαλος, οὕτω καὶ σὺ τοὺς τῇ πίστει κεκοσμημένους ταῦτα δίδαξον ἃ μεμάθηκας, ἵνα κἀκεῖνοι πάλιν πρὸς ἑτέρους τὴν διδασκαλίαν διαπορθμεύσωσι. γ. «Σὺ οὖν κακοπάθησον, ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ.» Ἀπόβλεψον τίνος εἶ στρατιώτης, καὶ φέρε γενναίως τοὺς πόνους τῆς στρατείας. Εἶτα τῇ μεταφορᾷ ἐπιμένων ἐκεῖθεν πορίζει τὴν ὠφέλειαν. δ.
«Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.» Οἱ στρατιωτικὸν ἀσπαζόμενοι βίον, τῶν ἐμπορικῶν εἰσιν ἐπιτηδευμάτων κεχωρισμένοι, μόνης δὲ τῆς ὁπλιτικῆς ἐμπειρίας ποιοῦνται φροντίδα, ἵνα τοὺς τὴν αὐτὴν φύσιν ἔχοντας θεραπεύσωσιν ἄρχοντας. Εἶτα καὶ ἐξ ἑτέρας εἰκόνος τὴν αὐτὴν κατασκευάζει παραίνεσιν. ε. «Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.» Καὶ ἡ ἀθλητικὴ νόμους ἔχει τινὰς, καθ’ οὓς προσήκει τοὺς ἀθλητὰς ἀγωνίζεσθαι· ὁ δὲ παρὰ τούτους παλαίων τῶν στεφάνων διαμαρτάνει. Οὕτω δείξας τὸν ἄριστον στρατιώτην τῶν ἄλλων φροντίδων ἀπηλλαγμένον, καὶ τὸν γενναῖον ἀθλητὴν ἐννόμως μὲν ἀγωνιζόμενον, ἐννόμως δὲ στεφανούμενον, ἑτέραν εἰκόνα πάλιν εἰσφέρει, καὶ αὐτὴν ἔχουσαν μετὰ τοῦ πόνου τὸ κέρδος. 2. «Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.» Πρὸ γὰρ τῶν κεκτημένων οἱ γηπόνοι μεταλαγχάνουσι τῶν καρπῶν. Ἔχεις τοίνυν καὶ σὺ, φησὶ, μεγάλας τῶν πόνων ἀντιδόσεις, γεωργεῖν τὰς τῶν ἀνθρώπων πεπιστευμένας ψυχάς. Τοῦτο γὰρ ἐπήγαγε· ζ. «Νόει ἃ λέγω·
PG 82:839δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν.» Ἐπειδὴ γὰρ παραβολικὸν ἦν τοῦ λόγου τὸ σχῆμα, ἀναγκαίως αὐτὸν διήγειρεν εἰς κατανόησιν τοῦ κεκρυμμένου νοήματος, καὶ τῆς παρὰ τοῦ Θεοῦ τυχεῖν αὐτὸν συνέσεως ηὔξατο. Τινὲς μέντοι τοῦ γεωργοῦ τὴν εἰκόνα ἑτέρως ἐνόησαν. Ἔφασαν γὰρ τὸν Ἀπόστολον τῷ μαθητῇ παρεγγυῆσαι ἐκ τοῦ κηρύγματος ἔχειν τὴν ἀναγκαίαν τροφήν. η, θ. «Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαβὶδ, κατὰ τὸ Εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος.» Σίμων ἤρξατο κατ’ ἐκεῖνον τὸν καιρὸν τὰς αἱρετικὰς κατασπείρειν ἀκάνθας. Οὗτος δὲ καὶ οἱ ἐκ τούτου πάντες τῆς σαρκὸς ἠρνήθησαν τὴν ἀνάληψιν, καὶ φαντασίᾳ γεγενῆσθαι τὴν ἐνανθρώπησιν ἔφασαν. Οὗ δὴ χάριν ὁ θεῖος Ἀπόστολος, τὰ περὶ τῆς θείας φύσεως ἐπὶ τοῦ παρόντος σιγήσας, περὶ μόνης αὐτῷ τῆς οἰκονομίας ἐπέστειλεν, ἀεὶ μεμνῆσθαι τῆς ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα γεννήσεως παρεγγυήσας, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως. Ἀμφότερα δὲ τέθεικε, τὴν γέννησιν καὶ τὸ πάθος· καὶ τὸ γένος δέ γε προστέθεικεν, ἐπειδὴ ταῦτα πάντα προφανῶς ἠρνήθησαν οἱ τῆς ἀληθείας ἐχθροί.
Τοῦτο δὲ, φησὶν, ἐγὼ κηρύττων τὸ Εὐαγγέλιον, τὰ τῶν κακούργων ὑπομένω πάθη. Δεικνὺς δὲ τοῦ κηρύγματος τὴν ἰσχὺν, ἐπήγαγεν· «Ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται.» Τῶν γὰρ δὴ χειρῶν καὶ τῶν ποδῶν δεδεμένων, ἡ γλῶττα κηρύττει τὸ Εὐαγγέλιον. ι. «Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου.» Ἀσπασίως γὰρ φέρω τὰ παντοδαπὰ σκυθρωπὰ, ὥστε τῆς σωτηρίας τοὺς ἀξίους ἀπολαῦσαι, καὶ τῆς δόξης ἐκείνης τῆς αἰωνίου μεταλαχεῖν. Οὐ γὰρ μόνον σωτηρίας ἠξίωσε τοὺς πιστεύοντας ὁ Δεσπότης, ἀλλὰ καὶ τὴν ἀνώλεθρον αὐτοῖς ἐπηγγείλατο δόξαν. Οὕτω δείξας τῶν πόνων τὰς ἀντιδόσεις, ἐπήγαγε· ια. «Πιστὸς ὁ λόγος.» Ἀντὶ τοῦ, Ἀληθὴς, ἀναμφίλεκτος, ψεύδους ἐλεύθερος. «Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· (ιβ.) εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.» Τὸ, συναπεθάνομεν , οὐ περὶ τῶν ἀναιρουμένων μόνον τέθεικεν, ἀλλὰ καὶ περὶ τῶν βαπτιζομένων. Καὶ γὰρ οὗτοι γνησίως πιστεύοντες, καὶ κατάλληλον τῇ πίστει ἐπιδεικνύμενοι βίον, κοινωνοῦσι τῆς ζωῆς τῷ Δεσπότῃ.
PG 82:841«Εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς.» Ταῦτα γὰρ καὶ αὐτὸς ὁ Δεσπότης ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἴρηκεν· «Ὃς δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Εἶτα διδάσκει ὡς ὁ ἀρνούμενος αὐτὸν μὲν οὐ βλάψει, ἑαυτὸν δὲ λωβήσεται. ιγ. «Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.» Οὔτε γὰρ πιστεύοντες Θεὸν αὐτὸν ἀποφαίνομεν, οὔτε ἀπιστοῦντες τῆς θείας ἐκβάλλομεν φύσεως· ἀλλὰ καὶ πιστευόντων ἡμῶν, καὶ ἀπιστούντων, αὐτὸς Θεός ἐστιν. Ἡμεῖς τοίνυν πιστεύοντες τὴν ὠφέλειαν καρπούμεθα. ιδ. «Ταῦτα ὑπομίμνησκε, διαμαρτυρούμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν, εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.» Πιστεύειν γὰρ δεῖ μόνον, καὶ μὴ βλασφημίας ἀφορμὴν ποιεῖσθαι τὴν περὶ τούτων διάλεξιν, καὶ τὴν ἀπὸ τῆς ἔριδος βλάβην τοῖς ἀκούουσι πραγματεύεσθαι. ιε. «Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.» Ἐπαινοῦμεν τῶν γεωργῶν τοὺς εὐθείας τὰς αὔλακας ἀνατέμνοντας. Οὕτω καὶ διδάσκαλος ἀξιέπαινος, ὁ τῷ κανόνι τῶν θείων λογίων ἑπόμενος.
ι. «Τὰς δὲ βεβήλους κενοφωνίας περιίστασο.» Ἔδειξε σαφῶς ὡς ὀρθοτομίαν ἐκάλεσε τὴν τῆς ἀληθείας διδασκαλίαν. Φεύγειν γὰρ αὐτῶν παρῄνεσε τὰ μυσαρὰ καὶ μάταια δόγματα. «Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας· (ιζ.) καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει.» Πάθος ἐστὶν ἡ γάγγραινα , ἕρπον καὶ τὸ ὑγιαῖνον τοῦ σώματος λυμαῖνον. Τούτῳ τοὺς τἀναντία τῇ ἀληθείᾳ διδάσκειν ἐπιχειροῦντας ἀπείκασε. Διαφθείρουσι γὰρ πολλάκις καὶ τοὺς τοῦ πάθους ἀπηλλαγμένους· τίθησι δὲ καὶ τὰ ὀνόματα τούτων, οἷς τὸ πάθος ἀπείκασεν. «Ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητός.» Τί δὲ οὗτοι διδάσκουσιν; ιη. «Οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν.» Τὰς ἐκ παιδοποιίας διαδοχὰς ἀνάστασιν οἱ δυσώνυμοι προσηγόρευον· καί τινας ἐξηπάτησαν τῆς ἀποστολικῆς ἀποστῆναι διδασκαλίας. Ἐπεὶ δὲ εἶπεν, ἀνατρέπουσι τήν τινων πίστιν , ἀναγκαίως δείκνυσι τὴν τῆς ἀληθείας ἰσχύν. ιθ. «Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην.» Παρασαλεῦσαι, φησὶν, οὐ δύνανται τὴν τῆς ἀληθείας κρηπῖδα· ὁ Θεὸς γὰρ τοῦτον τέθεικε τὸν θεμέλιον.
PG 82:843Σφραγὶς δὲ τοῦ θεμελίου, τῆς ἀναστάσεως ἡ ἐλπίς. Ὁ γὰρ τὴν κοινὴν ἐκβάλλων ἀνάστασιν, ἀρνεῖται τοῦ Χριστοῦ τὴν ἀνάστασιν. Ὁ δὲ ταύτην ἀρνούμενος, καὶ τὸ πάθος ἐκβάλλει· ὁ δὲ τοῦτο ἐκβάλλων, συναναιρεῖ καὶ τῆς Παρθένου τὴν γέννησιν Εἰκότως τοίνυν σφραγῖδα τοῦ θεμελίου , τῆς ἀναστάσεως τὴν πίστιν ἐκάλεσεν. «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.» Γραφικὰ μὲν τὰ ῥήματα, εἰς καιρὸν δὲ ἀμφότερα τέθεικε, καὶ φεύγειν τοῖς πεπιστευκόσι παρακελευόμενος τῶν δυσσεβούντων τὰς συνουσίας, καὶ μὴ δυσχεραίνειν τὰς τούτων ἐπαναστάσεις. Ἄνωθεν γὰρ ὁ τῶν ὅλων, φησὶ, προῄδει Θεὸς καὶ τοὺς πιστεύοντας, καὶ τοὺς τῇ ἀληθείᾳ προφανῶς πολεμήσοντας. Εἶτα κατάλληλον εἰκόνα τιθεὶς, τὴν ἐντεῦθεν αὐτῷ ψυχαγωγίαν προςφέρει. κ. «Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ, καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν.» Μεγάλῃ μὲν οἰκίᾳ τὸν κόσμον ἀπείκασε· σκεύεσι δὲ χρυσοῖς τοὺς εὐσεβείᾳ καὶ ἀρετῇ διαλάμποντας· ἀργυροῖς δὲ, τοὺς μετὰ πίστεως καὶ δικαιοσύνης τὸν πολιτικὸν βίον ἀσπαζομένους·
ξυλίνοις δὲ καὶ ὀστρακίνοις , τοὺς δυσσεβείᾳ καὶ πονηρίᾳ συζῶντας. Ἀλλ’ ἐκεῖνα μὲν ἡ φύσις ἀπέκρινε, ταῦτα δὲ ἡ γνώμη πεποίηκε τίμιά τε καὶ ἄτιμα. Τοῦτο γὰρ διδάσκει τὰ ἐπαγόμενα. κα. «Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.» Οὕτω δείξας τῆς γνώμης ἐξηρτημένην τὴν τοῦ κρείττονος αἵρεσιν, παραίνεσιν αὐτῷ περὶ τῶν πρακτέων προσφέρει. κβ. «Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε.» Τουτέστι, τρυφὴν, γέλωτος ἀμετρίαν, δόξαν κενὴν, καὶ τὰ τούτοις προσόμοια. Λέγει δὲ καὶ τὰ πρακτέα· «Δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ πάντων τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας.» Ἀγαπᾷν μὲν γὰρ ἅπαντας δυνατὸν, ἐπειδήπερ τοῦτο καὶ ὁ εὐαγγελικὸς παρακελεύεται νόμος· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν·» εἰρηνεύειν δὲ οὐ πρὸς ἅπαντας ἔνεστι· τῆς γὰρ κοινῆς τοῦτο προαιρέσεως δεῖται. Τοιοῦτοι δὲ πάντες οἱ ἐκ καθαρᾶς καρδίας τὸν Δεσπότην ἐπικαλούμενοι. κγ.
PG 82:845«Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας.» Τοιαῦται δὲ αἱ κατὰ φιλοτιμίαν, καὶ οὐ κατά τινα χρείαν γινόμεναι διαλέξεις. κδ. «Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι.» Ἀμάχως γὰρ δεῖ προσφέρειν τὰ θεῖα παιδεύματα τὸν κηρύττειν ταῦτα πιστευόμενον. Τοῦτο γὰρ ἐπάγει· «Ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, διδακτικὸν, ἀνεξίκακον (κε.), ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους.» Ὁ γὰρ μετὰ πατρικῆς ἠπιότητος ἀπιστοῦσι τὴν διδασκαλίαν προσφέρων, καὶ φέρων αὐτῶν μακροθύμως τὰς ἀντιθέσεις, πείσει πολλάκις καὶ τοὺς λίαν αἱρετικούς. Διδάσκει δὲ αὐτὸν τῇ διδασκαλίᾳ προσμένειν, καὶ μὴ ἀπαγορεύειν τοὺς μὴ ῥᾳδίως δεχομένους τὸν τοῦ κηρύγματος λόγον. «Μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς σωτηρίαν, (κ.) καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.» Εἰκὸς γὰρ αὐτοὺς τῆς ἄνωθεν ἐπικουρίας τυχεῖν, καὶ τοῦ διαβόλου τὰς παγίδας διαφυγεῖν, καὶ μαθεῖν ὅσον τῆς ἀληθείας καὶ τοῦ ψεύδους τὸ μέσον.
Εἶτα προλέγει τὴν ἐσομένην ἐν ταῖς Ἐκκλησίαις τῶν πλείστων διαφθορὰν, διδάσκων αὐτὸν μὴ δυσχεραίνειν τήν τινων ῥᾳθυμίαν, ὡς τῶν ὕστερον ἐσομένων μοχθηροτέρων γενησομένων. ΚΕΦΑΛΑΙΟΝ Γ. αε. «Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι.» Τοῦτον ἡγοῦμαι τὸν καιρὸν προειρῆσθαι. Τούτων γὰρ τῶν κακῶν πλήρης ὁ ἡμέτερος βίος, καὶ τὸ τῆς εὐσεβείας περικείμενοι πρόσχημα, τὸ τῆς πονηρίας διὰ τῶν ἔργων κατασκευάζομεν εἴδωλον. Ἐρασιχρήματοι γὰρ ἀντὶ φιλοθέων γεγόναμεν, καὶ τῶν παθῶν ἀσπαζόμεθα τὴν δουλείαν, καὶ τἄλλα ἁπαξαπλῶς ἔστιν εὑρεῖν ἐν ἡμῖν, ἃ προηγόρευσεν ὁ θεῖος Ἀπόστολος. Τὴν δὲ τούτων φεύγειν συνουσίαν τοὺς ὑπὸ τὴν Τιμοθέου πεπιστευμένους κηδεμονίαν ἐκέλευσε διὰ τῆς ἑξῆς. Φησὶ γάρ·
PG 82:847«Καὶ τούτους ἀποτρέπου.» Καὶ ἐπιμένων τῇ κατηγορίᾳ προστίθησι καὶ ταῦτα· 2, ζ. «Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, πάντοτε μανθάνοντα, καὶ οὐδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.» Καὶ τῆσδε τῆς προφητείας ὁρῶμεν τὸ τέλος. Πλεῖστοι γὰρ οὐδὲ τὴν ἀποστολικὴν ὑφορώμενοι πρόῤῥησιν, ἄντικρυς καὶ τήνδε τὴν παρανομίαν τολμῶσιν. Εἶτα ἐκ παλαιοτέρων διηγημάτων τοῖς ἀθυμοῦσι διὰ ταῦτα προσφέρει παραψυχήν. η. «Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωσῇ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.» Εἴωθε, φησὶ, παραφύεσθαι τῷ σίτῳ ζιζάνια· ἀεὶ τοὺς ἀντιπάλους ἔσχον τῆς ἀληθείας οἱ κήρυκες. Τί Μωσέως ἐν εὐσεβείᾳ περιφανέστερον; ἀλλ’ ὅμως ἔσχε κἀκεῖνος γόητας ἄνδρας ἄντικρυς παραταττομένους πρὸς τὴν ἀλήθειαν. Τὰ μέντοι τούτων ὀνόματα, οὐκ ἐκ τῆς θείας Γραφῆς μεμάθηκεν ὁ θεῖος Ἀπόστολος, ἀλλ’ ἐκ τῆς ἀγράφου τῶν Ἰουδαίων διδασκαλίας. Εἰκὸς δὲ ἦν αὐτῷ καὶ τὴν χάριν ἀποκαλύψαι τοῦ Πνεύματος. θ.
«Ἀλλ’ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.» Οὐ γὰρ οἷόν τε λαθεῖν ἐπὶ πολὺ τὴν ὑπόκρισιν. Οὐκ ἐναντίον δὲ τοῦτο τοῖς πρόσθεν εἰρημένοις. Ἐκεῖ μὲν γὰρ περὶ αὐτῶν ἔφη, ὅτι «Ἐπὶ πλεῖον προκόψουσιν ἀσεβείας·» ἐνταῦθα δὲ περὶ τῆς ὑπ’ αὐτῶν τολμωμένης ἀπάτης τὸ, οὐ προκόψουσιν , εἴρηκεν, ἀντὶ τοῦ, Οὐ λήσουσι μέχρι πολλοῦ σχηματιζόμενοι τὴν εὐσέβειαν, ἀλλ’ ὅτι τάχιστα γυμνωθήσονται. Οὕτω ταῦτα προθεσπίσας, ἀρχέτυπον ἑαυτὸν προτίθησι τῷ μαθητῇ. ι. «Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ.» Τουτέστι, τῇ διὰ τοῦ κηρύγματος ἀληθείᾳ. «Τῇ ἀγωγῇ.» Τῇ διὰ τῶν ἔργων πολιτείᾳ. «Τῇ προθέσει.» Μεμάθηκάς μου καὶ τὸν σκοπὸν ἀκριβῶς. «Τῇ πίστει.» Ὁποίαν ἔχω περὶ τὸν Δεσπότην διάθεσιν. «Τῇ μακροθυμίᾳ.» Ὅπως φέρω τὰ τῶν ἀδελφῶν πλημμελήματα. «Τῇ ἀγάπῃ.» Ὅπως φιλοστόργως περὶ πάντας διάκειμαι. «Τῇ ὑπομονῇ·» πῶς φέρω γενναίως τῶν ἐναντίων τὰς προςβολάς. ια. «Τοῖς διωγμοῖς, τοῖς παθήμασιν.» Εἶτα αὐτὸν ἐνίων ἀναμιμνήσκει. «Οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις·
οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος.» Τοὺς ἄλλους καταλιπὼν τῶν ἐν τῇ Πισιδίᾳ καὶ τῇ Λυκαονίᾳ συμβεβηκότων αὐτῷ κινδύνων ἀνέμνησε. Λυκάων γὰρ ἦν καὶ αὐτὸς πρὸς ὃν ἔγραφε, καὶ ταῦτα τῶν ἄλλων ἦν αὐτῷ γνωριμώτερα. Ἔδειξε δὲ καὶ τὴν θείαν ἐπικουρίαν, παραθαῤῥύνων τὸν μαθητήν. Εἶτα λέγει καὶ οἱονεὶ ὁρίζεται τὰ συμπαρομαρτοῦντα τοῖς τῆς εὐσεβείας τροφίμοις. ιβ. «Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται.» Ὁ γὰρ κοινὸς δυσμενὴς, ἢ δι’ ἀνθρώπων ἀνθρώποις, ἢ διὰ τῶν οἰκείων αὐτοῖς πολεμεῖ λογισμῶν. ιγ. «Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.» Συνεργεῖ γὰρ τοῖς οἰκείοις ὁ τῶν ἀνθρώπων ἀλάστωρ, καὶ οἷόν τις παιδοτρίβης αὐτοὺς πρὸς τὴν κακίαν ἀλείφει. ιδ. «Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης.» Βεβαίαν φύλαξον τὴν διδασκαλίαν, ἧς τὴν ἀλήθειαν τῇ πείρᾳ μεμάθηκας. Τοῦτο γὰρ εἶπεν, ἐπιστώθης. Καὶ γὰρ τῶν ἀποστολικῶν θαυμάτων αὐτόπτης ἐγένετο, καὶ αὐτὸς πολλὰ τοιαῦτα εἰργάσατο. Εἶτα δείκνυσι καὶ τοῦ διδασκάλου τὸ ἀξιόπιστον, μονιμωτέραν ταύτῃ τὴν διδασκαλίαν ποιῶν.
PG 82:849«Εἰδὼς παρὰ τίνος ἔμαθες.» Ἀναμιμνήσκει δὲ αὐτὸν καὶ τῆς ἐν εὐσεβείᾳ τροφῆς. ιε. «Καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.» Καὶ ἐπειδὴ τοσαύτην τοῖς ἱεροῖς Γράμμασι προσεμαρτύρησε δύναμιν, καὶ τὴν ἐξ αὐτῶν βλαστάνουσαν ὠφέλειαν διδάσκει. ι. «Πᾶσα Γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος.» Τῷ διορισμῷ χρησάμενος ἀπέκρινε τὰ τῆς ἀνθρωπίνης σοφίας συγγράμματα. Θεόπνευστον δὲ Γραφὴν τὴν πνευματικὴν ὠνόμασεν. Ἡ γὰρ τοῦ θείου Πνεύματος χάρις διὰ τῶν προφητῶν καὶ τῶν ἀποστόλων ἐφθέγξατο. Θεὸς τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον, εἴπερ ἀληθῶς, κατὰ τὸν Ἀπόστολον, θεόπνευστος τοῦ Πνεύματος ἡ Γραφή. Διδάσκει δὲ καὶ τὰ εἴδη τῆς ὠφελείας. «Πρὸς διδασκαλίαν.» Ἃ γὰρ ἀγνοοῦμεν, ἐκεῖθεν μανθάνομεν. «Πρὸς ἔλεγχον.» Ἐλέγχει γὰρ ἡμῶν τὸν παράνομον βίον. «Πρὸς ἐπανόρθωσιν.» Παρακαλεῖ γὰρ καὶ τοὺς παρατραπέντας ἐπανελθεῖν εἰς τὴν εὐθεῖαν ὁδόν. «Πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ.» Ἐκπαιδεύει γὰρ ἡμᾶς τὰ εἴδη τῆς ἀρετῆς. ιζ.
«Ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.» Ταῦτα δὲ ἅπαντα τὴν τελειότητα πραγματεύεται, καὶ προσοικειοῖ τῷ τῶν ὅλων Θεῷ. Οὕτω δείξας τὴν ἀπὸ τῆς θεοπνεύστου Γραφῆς ὠφέλειαν, ταύτην ἅπασι προσφέρειν παρακελεύεται, καὶ τῇ διαμαρτυρίᾳ δεδίττεται. ΚΕΦΑΛΑΙΟΝ Δ. α, β. «Διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ, καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ μέλλοντος κρῖναι ζῶντας καὶ νεκροὺς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ, κήρυξον τὸν λόγον.» Δεδιὼς μὲν ὁ θεῖος Ἀπόστολος τὰς εὐθύνας, βαρύνει συνεχῶς τῇ μαρτυρίᾳ τὸν μαθητήν· ἀλλὰ καὶ ἐξ ἀγάπης τοῦτο ποιεῖ, λαμπρὸν αὐτὸν καὶ περίβλεπτον ἀποφῆναι βουλόμενος, καὶ προτρέπων μετὰ παῤῥησίας κηρύττειν. Νεκρῶν δὲ καὶ ζώντων κριτὴν τὸν Κύριον κέκληκεν, ἐπειδὴ καὶ τοὺς νεκροὺς ἀνίστησι, καὶ εἰς τὸ κριτήριον ἄγει, καὶ τοὺς κατὰ τὸν τῆς συντελείας καιρὸν εὑρισκομένους ἐνδύων τὴν ἀφθαρσίαν, ἀπαιτεῖ τὰς εὐθύνας. «Πάντες γὰρ, φησὶν, οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα.» «Ἐπίστηθι εὐκαίρως, ἀκαίρως.» Οὐδὲν ἀκαίρως γιγνόμενον ἐπαινούμενον.
PG 82:851Οὐ τοίνυν ἁπλῶς καὶ ὡς ἔτυχεν αὐτὸν κηρύττειν παρεγγυᾷ, ἀλλὰ πάντα καιρὸν ἐπιτήδειον εἰς τοῦτο νομίζειν. Τοῦτο γὰρ καὶ αὐτὸς διετέλει ποιῶν, καὶ ἐν δεσμωτηρίῳ. καὶ ἐν πλοίῳ, καὶ παρακειμένης τραπέζης. Καὶ μαρτυρεῖ τὰ ἐν Φιλίπποις, τὰ ἐν Τρωάδι, τὰ ἐν τῇ θαλάττῃ. «Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.» Τοῦτο καὶ οἱ σοφοὶ ποιοῦσι τῶν ἰατρῶν. Τὸ γὰρ κεκρυμμένον πάθος τέμνουσι πρῶτον, καὶ τοῖς αὐστηροτέροις χρῶνται φαρμάκοις, εἶθ’ οὕτω τὰ ἤπια ἐπιπάττουσιν. Ἔοικε τοίνυν ὁ μὲν ἔλεγχος τῇ τομῇ· ἡ δὲ ἐπιτίμησις , τοῖς στίφουσι τῶν φαρμάκων· τοῖς ἠπίοις δὲ ἡ παράκλησις. Ἐπειδὴ δὲ συνέβαινέ τινας τὴν προσφερομένην θεραπείαν μὴ δέχεσθαι, ἀναγκαίως καὶ περὶ τούτων τὴν προςήκουσαν ποιεῖται διδασκαλίαν. γ, δ. «Ἔσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας. Ἐπισωρεύσουσιν ἑαυτοῖς διδασκάλους, κνηθόμενοι τὴν ἀκοὴν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐντραπήσονται.» Τὸ, κνηθόμενοι τὴν ἀκοὴν , ἀντὶ τοῦ, Τερπόμενοι, τέθεικεν· ἐπειδήπερ ἡδονήν τινα τῆς ἀκοῆς ἡ κνῆσις ἐργάζεται.
Τοιαῦτα δὲ καὶ τὰ μυθώδη παιδεύματα, τέρψιν, οὐκ ὄνησιν ἔχοντα. ε. «Σὺ δὲ, νῆφε ἐν πᾶσι.» Ἐγρηγορότα ἔχε τὸν λογισμόν. «Κακοπάθησον.» Ἀσπάζου τοὺς πόνους τῆς ἀρετῆς. «Ἔργον ποίησον εὐαγγελιστοῦ.» Φέρε μεθ’ ἡδονῆς τοὺς ὑπὲρ τῆς εὐσεβείας κινδύνους. «Τὴν διακονίαν σου πληροφόρησον.» Εἴτε πείθονται, εἴτε καὶ μὴ, πρόσφερε τὴν διδασκαλίαν. Οὕτω γὰρ τὸ τῇ διακονίᾳ πρέπον ἔργον ἐπιτελέσεις. Εἶτα διδάσκει τίνος ἕνεκεν πολλὰς αὐτῷ καὶ περὶ πολλῶν παραινέσεις προσήνεγκεν. 2. «Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε.» Παρ’ αὐτὸ ἕστηκα τῶν ἀγώνων τὸ τέλος. Σπονδὴν δὲ αὐτοῦ τὴν σφαγὴν προσηγόρευσεν, ὡς ὑπὲρ εὐσεβείας ἐκχεομένου τοῦ αἵματος. ζ. «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι.» Πρὸς γὰρ ἅπαν τοῦ διαβόλου τὸ στίφος παραταξάμενος, τὸ τρόπαιον ἔστησα. «Τὸν δρόμον τετέλεκα.» Τῆς γὰρ γῆς καὶ τῆς θαλάττης τὸ πλεῖστον περιδραμὼν, τοὺς τῷ σκότει τῆς ἀγνωσίας κατεχομένους ἐφώτισα. «Τὴν πίστιν τετήρηκα.» Οὐδεὶς γὰρ ταύτην ἐσύλησεν, οὐ δῆμος, οὐ δημαγωγὸς, οὐ βασιλεὺς, οὐ τύραννος, οὐκ αὐτὸς ὁ διάβολος. Δείκνυσι δὲ καὶ τῶν ἀγώνων τὰ ἆθλα. η.
«Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.» Δικαιοσύνης δὲ στέφανον τὸν τοῖς δικαίοις ηὐτρεπισμένον λέγει, τὸν δικαίᾳ ψήφῳ δωρούμενον. «Ὃν ἀποδώσει μοι ὁ Κύριος.» Πότε; «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.» Πόθεν τοῦτο δῆλον; «Ὁ δίκαιος κριτής.» Οἶδα, φησὶν, αὐτὸν δίκαιον· οἶδα δὲ καὶ κριτήν· καὶ θαῤῥῶ τῇ κρίσει, καὶ προσμένω τὴν ψῆφον. Εἶτα καὶ πᾶσι τοῖς τῆς εὐσεβείας τροφίμοις προσφέρει παραψυχήν. «Οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.» Ἀγάπης γὰρ καιρὸς ἀεί· ἀγαπᾷ δὲ τοῦ Δεσπότου τὴν ἐπιφάνειαν ὁ τοῖς ἐκείνου νόμοις ἀκολουθῶν, καὶ κατ’ ἐκείνους πολιτευόμενος. Οὗτος γὰρ μετὰ χρηστῆς ἐλπίδος προσμένει τὸ θεῖον κριτήριον. Ταῦτα δὲ οὐ κομπάζων εἴρηκεν, ἀλλὰ τὸν μαθητὴν προτρέπων ἔχεσθαι τῶν ἀγώνων, ὡς ἀγηράτων προκειμένων στεφάνων. Εἶτα αὐτὸν πρὸς ἑαυτὸν καλεῖ. «Σπούδασον ἐλθεῖν πρός με ταχέως.» Τὸ, ταχέως , τὴν ἐκδημίαν αἰνίττεται. Λέγει δὲ καὶ τὴν αἰτίαν τῆς κλήσεως. θ. «Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην.» Εἷς ἦν καὶ οὗτος τῶν συνεργῶν, καὶ τῶν λίαν ἐπαινουμένων.
PG 82:853Ἀσπάζονται γάρ σε, φησὶ, Δημᾶς καὶ Λουκᾶς οἱ συνεργοί μου. Ἀλλ’ ἐν τοῖς κινδύνοις καταλιπὼν Δημᾶς τὸν Ἀπόστολον ἐξεδήμησεν, ἀσφάλειαν οἰκείαν νομίσας τὸν χωρισμόν. ι. «Κρήσκης εἰς Γαλατίαν.» Τὰς Γαλλίας οὕτως ἐκάλεσεν· οὕτω γὰρ ἐκαλοῦντο πάλαι· οὕτω δὲ καὶ νῦν αὐτὰς ὀνομάζουσιν οἱ τῆς ἔξω παιδείας μετειληχότες. «Τίτος εἰς Δαλματίαν.» Οὗτοι τῆς κατηγορίας ἐκείνης ἐλεύθεροι· ὑπ’ αὐτοῦ γὰρ ἀπεστάλησαν τοῦ κηρύγματος ἕνεκα. ια. «Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ.» Ὁ τὸ Εὐαγγέλιον συγγράψας, καὶ τῶν ἀποστόλων Πράξεις. «Μάρκον ἀναλαβὼν, ἄγαγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν.» Μέγιστον ἐγκώμιον τοῦ θείου Παύλου ἡ μαρτυρία. ιβ. «Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.» Δῆλον ἐντεῦθεν, ὡς οὐκ ἐν Ἐφέσῳ διῆγεν, ἀλλ’ ἑτέρωθί που κατὰ τουτονὶ τὸν καιρὸν ὁ μακάριος Τιμόθεος. ιγ. «Τὸν φελώνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.» Μεμβράνας τὰ εἱλητὰ κέκληκεν· οὕτω γὰρ Ῥωμαῖοι καλοῦσι τὰ δέρματα. Ἐν εἱλητοῖς δὲ εἶχον πάλαι τὰς θείας Γραφάς. Οὕτω δὲ καὶ μέχρι τοῦ παρόντος ἔχουσιν οἱ Ἰουδαῖοι. ιδ, ιε.
«Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο. Ἀποδῴη αὐτῷ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. Ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις.» Πρόῤῥησίς ἐστιν, οὐκ ἀρά. Καὶ τοῦτο δὲ ψυχαγωγῶν τὸν μακάριον Τιμόθεον τέθεικε, καὶ διδάσκων μὴ δυσχεραίνειν τὰς ἐπαλλήλους τῶν ἐναντίων ἐπαναστάσεις. Θαυμαστὸν δὲ οὐδὲν, τὸ ἄνδρα χαλκέα θορύβους αὐτῷ καὶ κινδύνους κινῆσαι· τῶν γὰρ ἀποχειροβιώτων ἴδιον διεγείρειν τοὺς δήμους. Οὕτω Δημήτριος ὁ ἀργυροκόπος πᾶσαν κατ’ αὐτοῦ τὴν Ἔφεσον συνέταξεν. ι. «Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη.» Τὴν πατρικὴν περὶ αὐτῶν ἔδειξεν εὐσπλαγχνίαν. Οὐ γὰρ κακοηθείας ἦν, ἀλλὰ δειλίας ἡ ὑποχώρησις. ιζ. «Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσῃ πάντα τὰ ἔθνη.» Ἡνίκα τῇ ἐφέσει χρησάμενος εἰς τὴν Ῥώμην ὑπὸ τοῦ Φήστου παρεπέμφθη, ἀπολογισάμενος ὡς ἀθῶος ἀφείθη, καὶ τὰς Σπανίας κατέλαβε, καὶ εἰς ἕτερα ἔθνη δραμὼν, τὴν τῆς διδασκαλίας λαμπάδα προσήνεγκε. Πρώτην τοίνυν ἀπολογίαν τὴν ἐν ἐκείνῃ τῇ ἐκδημίᾳ γεγενημένην ἐκάλεσε.
PG 82:855«Καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος.» Τὸν Νέρωνα λέοντα προσηγόρευσε, καὶ ὡς βασιλέα, καὶ ὡς ὠμότατον γεγενημένον. ιη. «Καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὑτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Οὐκ εἶπεν, ὅτι Ῥύσεταί με πάλιν τοῦ λέοντος, ἀλλ’, ἀπὸ παντὸς ἔργου πονηροῦ. Ἤδει γὰρ ὡς δέξεται πάντως τοῦ βίου τὸ τέλος. ιθ. «Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον.» Πάλιν τοῦ ἀνδρὸς προτετίμηκε τὴν γυναῖκα· σπουδαιοτέρα γὰρ ἦν πάντως, καὶ πλείονα εἶχε περὶ τὰ καλὰ προθυμίαν. Ἐπεὶ δὲ παρ’ αὐτῷ ἦν ὁ Ὀνησιφόρος, τὸν ἐκείνου οἶκον ἠσπάσατο, καὶ διὰ τοῦ ἀσπασμοῦ τὴν εὐλογίαν προςήνεγκεν. κ. «Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.» Καὶ ταῦτα προστέθεικεν εἰς τὴν ἐκδημίαν αὐτὸν κατεπείγων, καὶ διδάσκων ὡς διαφόρως οἱ συνήθεις ἀπελείφθησαν ἅπαντες. κα. «Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν.» Διὰ πάντων μηνύει τὴν τελευτήν. «Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λῖνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες.» Τῶν μὲν σπουδαιοτέρων καὶ τὰς προσηγορίας ἐντέθεικε·
τοὺς δὲ τῷ κοινῷ προσρήματι κέκληκε. Τὸν δὲ Λῖνον φασὶ τὸν μέγαν διαδέξασθαι Πέτρον, καὶ τῆς Ῥωμαίων Ἐκκλησίας μετ’ ἐκεῖνον διακοσμῆσαι τὸν θρόνον. κβ. «Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου.» Ταύτην αὐτῷ δέδωκε τὴν εὐλογίαν, καὶ τὴν συνήθη προστέθεικεν· «Ἡ χάρις μεθ’ ἡμῶν. Ἀμήν.» Συνέταξε καὶ ἑαυτὸν εἰς τὴν μετουσίαν τῆς χάριτος. Ἧς γένοιτο καὶ ἡμᾶς ἐπιτυχεῖν, ταῖς τοῦ γράψαντος καὶ ἀποδεξαμένου τὰ γράμματα πρεσβείαις· καὶ εἴδοιμεν αὐτοὺς ἐν ταῖς αἰωνίαις αὐτῶν σκηναῖς, μὴ πόῤῥωθεν, ὡς ὁ πλούσιος τὸν Λάζαρον, ἀλλὰ παροικοῦντες, καὶ ὑπὸ τὴν ἐκείνων ἡγεμονίαν τελοῦντες. Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Τιμόθεον β Ἐπιστολὴ ἐγράφη ἀπὸ Ῥώμης, ὅτε ἐκ δευτέρου παρέστη Παῦλος τῷ Καίσαρι Ῥώμης Νέρωνι. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ.
PG 82:857Οὐκ ἠπειρώταις μόνοις ἀλλὰ καὶ νησιώταις ὁ θεῖος Ἀπόστολος τὴν σωτήριον διδασκαλίαν προσήνεγκε, καὶ πρὸς τοῖς ἄλλοις καὶ τὴν Κρήτην (νῆσος δὲ αὕτη μεγίστη) τῷ φωτὶ τῆς θεογνωσίας κατηύγασε. Τὰ δὲ τῆς εὐσεβείας καταπήξας θεμέλια, τῷ τρισμακαρίῳ Τίτῳ τὴν λοιπὴν οἰκονομίαν ἐπίστευσεν, ὃν πολλαῖς εὐφημίαις ἐν τοῖς πρὸς Κορινθίους ἐταινίωσε γράμμασι. Γράφει δὲ αὐτῷ, πρῶτον μὲν διδάσκων ὁποίους εἶναι δεῖ τοὺς τὴν θείαν λειτουργίαν πεπιστευμένους. Εἶτα καί τινων ἐξ Ἰουδαίων πεπιστευκότων κατηγορεῖ, παραφθείρειν ἐπιχειρούντων τὸ σωτήριον κήρυγμα. Μέμνηται δὲ καὶ τῆς θείας οἰκονομίας, τὴν ταύτης αἰτίαν ἐπιδεικνύς. ΚΕΦΑΛΑΙΟΝ Α. α, β. «Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν, ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου.» Ἀδιαφόρως ποτὲ μὲν τοῦ Χριστοῦ, ποτὲ δὲ τοῦ Θεοῦ δοῦλον ἑαυτὸν ὀνομάζει. Οἶδε γὰρ κοινὴν οὖσαν τὴν δεσποτείαν. Ἔφη δὲ Ἀπόστολος προβεβλῆσθαι ὥστε πιστεῦσαι τῆς ἐκλογῆς τοὺς ἀξίους, καὶ τῆς εὐσεβείας τὴν ἀλήθειαν ἐπιγνῶναι, καὶ τῆς αἰωνίου ζωῆς δέξασθαι τὴν ἐλπίδα.
Εἶτα τοῦ θείου κηρύγματος τὴν ἀρχαιότητα δείκνυσιν. «Ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων (γ.), ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ, ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγὼ κατ’ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ.» Ταῦτα γὰρ ἄνωθεν μὲν καὶ πρὸ τῶν αἰώνων ἐδέδοκτο τῷ τῶν ὅλων Θεῷ· δῆλα δὲ πεποίηκεν, ὅτε ἐδοκίμασε, καὶ κατεπίστευσεν ἐμοὶ τῆς οἰκονομίας τὸ κήρυγμα. δ. «Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν.» Ἡ φυσικὴ γέννησις οὐ χρῄζει τῆς τοῦ τικτομένου συγκαταθέσεως· ὁ δὲ τῆς πίστεως τόκος καὶ τοῦ γεννῶντος καὶ τοῦ γεννωμένου τὴν συμφωνίαν ζητεῖ. Κἂν γὰρ γνησίως ὁ κηρύττων πιστεύῃ, ὁ δὲ ἀκούων μὴ πιστῶς τὰ μαθήματα δέχοιτο, υἱὸς χρηματίζειν οὐ δύναται τοῦ κηρύττοντος γνωμικὴ γὰρ ἡ τοιαύτη συγγένεια. Τὸ τοίνυν, γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν , τὴν ἀρετὴν τοῦ μακαρίου Τίτου δηλοῖ. Κοινωνήσας γὰρ τῷ Ἀποστόλῳ τῆς πίστεως, καλεῖν αὐτὸν ἠξιώθη πατέρα. ε. Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ.» Ἔδειξεν ὡς αὐτὸς ἔθηκε τὸν τῆς εὐσεβείας θεμέλιον.
PG 82:859Κατέλιπον γάρ σε, φησὶν, ἵνα τὰ ἐλλείποντα διορθώσῃ. Καὶ δεικνὺς τίνα ταῦτα, ἐπήγαγε· «Καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην.» Λέγει δὲ καὶ τίνας ἔδωκεν ὅρους, καὶ ὁποίους εἶναι δεῖ τοὺς εἰς τοῦτο προβαλλομένους. 2. «Εἴ τίς ἐστιν ἀνέγκλητος.» Μηδεμίαν διδοὺς ἀφορμὴν εὐλόγου κατηγορίας. «Μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτείας, ἢ ἀνυπότακτα.» Τοὺς αὐτοὺς ἀπαιτεῖ χαρακτῆρας, οὓς καὶ ἐν τοῖς πρὸς Τιμόθεον διέθηκε γράμμασι. ζ. «Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον.» Καὶ ἐντεῦθεν δῆλον ὡς τοὺς πρεσβυτέρους ἐπισκόπους ὠνόμαζον. Εἰρηκὼς γὰρ, ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους , ἐπήγαγε· Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι. Ἐν ἑκάστῃ δὲ πόλει, οὐκ ἐπισκόπους, ἀλλὰ πρεσβυτέρους ἔθος εἶναι πολλούς. «Μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ (η.)· ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ.» Ταῦτα καὶ ἐν τῇ πρὸς Τιμόθεον εἴρηκεν. Αὐθάδην δὲ καλεῖ τὸν θρασύν· ὀργίλον δὲ, τὸν μνησίκακον· πάροινον , τὸν μέθυσον· πλήκτην , τὸν μὴ κατὰ λόγον ταῖς ἐπιτιμήσεσι χρώμενον. θ.
«Ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.» Οὐκ εὔγλωττον εἶναι νομοθετεῖ, ἀλλὰ τῶν θείων λογίων εἰδήμονα. Ὁ γὰρ ταῦτα σαφῶς ἐπιστάμενος, καὶ τοῖς πιστεύουσι τὴν ὀνησιφόρον προσφέρει διδασκαλίαν, καὶ τῶν ἐναντίων ἐλέγχει τὸ ψεῦδος. Οὕτω δείξας τοῦ ἱερέως τοὺς χαρακτῆρας, μεταφέρει τὸν λόγον εἰς κατηγορίαν τῶν νόθα τινὰ καὶ διεφθαρμένα δόγματα κηρύττειν ἐπιχειρούντων. ι, ια. «Εἰσὶ γὰρ πολλοὶ ἀνυπότακτοι. ματαιολόγοι, καὶ φρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς· οὓς δεῖ ἐπιστομίζειν.» Λέγει δὲ καὶ τὸν τῆς ματαιολογίας τρόπον. «Οἵτινες ὅλους οἴκους ἀνατρέπουσι, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν.» Ταῦτα περὶ τῶν τἀναντία διδασκόντων εἰπὼν, τοῖς ἐξαπατηθεῖσιν ἐπιφέρει τὴν ἐπιτίμησιν. Ἐθνικοὶ δὲ ἦσαν οὗτοι, οὐκ Ἰουδαῖοι· καὶ τοῦτο σαφῶς διδάσκει τὰ ἐπαγόμενα. ιβ, ιγ. «Εἶπέ τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.
PG 82:861Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής.» Οὐ γὰρ Ἰουδαίων προφήτης Καλλίμαχος ἦν (αὐτοῦ γὰρ ἡ τοῦ ἔπους ἀρχὴ), ἀλλ’ Ἑλλήνων ἦν ποιητής. Ἀλλ’ ὁ μὲν ποιητὴς διὰ τὸν τοῦ Διὸς τάφον τοὺς Κρῆτας ὠνόμασε ψεύστας. Ὁ δὲ θεῖος Ἀπόστολος ἀληθῆ τὴν μαρτυρίαν ἐκάλεσεν, οὐ τὴν ποιητικὴν βεβαιῶν μυθολογίαν, ἀλλὰ τῶν Κρητῶν διελέγχων τὸ τῆς γνώμης ἀβέβαιον· ἀντὶ τοῦ, Καλῶς ὑμᾶς προσηγόρευσε ψεύστας· τοιοῦτοι γὰρ καθεστήκατε. Εἰκὸς δὲ καὶ ἑτέρωθι τὸν καλούμενον Δία τεθνᾶναι, καὶ τούτους μάτην οἰκοδομῆσαι τὸν τάφον. «Δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει (ιδ.), μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις, καὶ ἐντάλμασιν ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.» Μύθους Ἰουδαϊκοὺς , οὐ τὸν νόμον κέκληκεν, ἀλλὰ τὴν παρὰ Ἰουδαίων προςφερομένην ἑρμηνείαν τοῦ νόμου. Ταύτην δὲ αὐτῶν καὶ ὁ Κύριος ἐποιήσατο τὴν γραφήν· «Ἵνα τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὰς παραδόσεις ὑμῶν;» Τὸ μέντοι, ἔλεγχε αὐτοὺς ἀποτόμως , οὐκ ἐναντίον ἐστὶ τοῦ, «Ἐν πραότητι παιδεύοντος τοὺς ἀντιδιατιθεμένους.» Τοῖς γὰρ μηδέπω πεπιστευκόσιν ἠπίως καὶ πράως δεῖ προσφέρειν τὴν θείαν διδασκαλίαν·
τοὺς δέ γε πιστεύειν ὑπισχνουμένους, καὶ τἀναντία ποιεῖν τῇ πίστει πειρωμένους, τοῖς αὐστηροτέροις προσήκει θεραπεύειν φαρμάκοις. Εἶτα τῶν νομικῶν παρατηρήσεων ἐπιδείκνυσι τὸν σκοπόν. ιε. «Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρὸν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.» Οὐδένα γὰρ περὶ βρωμάτων Ἀβραὰμ ὁ πατριάρχης ἐδέξατο νόμον, οὐδὲ οἱ πρὸ ἐκείνου λαμπτῆρες τῆς εὐσεβείας γενόμενοι. Ἰουδαίοις δὲ τὸν περὶ τούτων τέθεικε νόμον, ἕτερόν τι κατασκευάζων, περὶ οὗ λέγειν νῦν οὐ καιρός. Τὸν γὰρ τῆς ἑρμηνείας, οὐ τὸν τῆς Ἰουδαίων κατηγορίας ἐπὶ τοῦ παρόντος ἀνεδεξάμεθα πόνον. Περὶ τούτων πάλιν ὁ θεσπέσιος ἔφη Παῦλος· ι. «Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες, καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.» Ἰσχυρίζονται μὲν γὰρ σέβειν [τὸν] τῶν ὅλων Θεόν· ἐναντία δὲ ἄντικρυς οἷς βούλεται δρῶσι. Ῥητῷ γάρ τινι τὸν νόμον περιέγραψε χρόνῳ· οὗτοι δὲ κατ’ ἐκεῖνον τὸν χρόνον οὐκ ἐπλήρουν τὸν νόμον· μετὰ δὲ τὸ τέλος τοῦ χρόνου ὑπερμαχοῦσι τοῦ νόμου. ΚΕΦΑΛΑΙΟΝ Β. α.
PG 82:863«Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.» Μὴ ταραττέτωσάν σε, φησὶν, οἱ τἀναντία διδάσκοντες, ἀλλὰ πρόσφερε συνήθως τὰ θεῖα παιδεύματα. Λέγει δὲ καὶ τίνα τὰ ἑκάστῃ ἡλικίᾳ προςήκοντα. β. «Πρεσβύτας νηφαλίους εἶναι.» Ἐγρηγορέναι καὶ νήφειν ἀεὶ, καὶ σύνεσιν ἔχειν τῇ ἡλικίᾳ κατάλληλον. «Σεμνούς.» Καὶ κατὰ τὸ σχῆμα κοσμίους. «Σώφρονας.» Τοῦ βίου ἐπιμελεῖς. «Ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.» Ὥστε αὐτοὺς καὶ γνησίως πιστεύειν, καὶ τῇ περὶ τὸν πέλας ἀγάπῃ λάμπειν, καὶ φέρειν γενναίως τὰ παρὰ τῶν τῆς ἀληθείας δυσμενῶν προσφερόμενα. γ. «Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖ.» Τὰς γεγηρακυίας οὕτως ὠνόμασεν, οὐ τὰς λειτουργίας τινὸς ἠξιωμένας. Ἱεροπρεπῆ δὲ τὴν τῆς σεμνότητος εὐκοσμίαν ἐκάλεσε. «Μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας.» Ταῦτα καὶ ἐν τῇ πρὸς Τιμόθεον τέθεικε. «Καλοδιδασκάλους.» Εἶτα λέγει καὶ τίνας καὶ τί προσήκει διδάσκειν. δ, ε.
«Ἵνα σωφρονίζωσι τὰς νέας, φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθὰς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται.» Τὸ γὰρ προφάσει θεοσεβείας καταλιμπάνειν τοὺς ἄνδρας, βλασφημίαν ἔφερε τῷ κηρύγματι. 2. «Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν.» Αὕτη γὰρ διαφερόντως ἡ ἀρετὴ κοσμεῖ τὴν νεότητα· ἐπειδὴ καὶ τῆς ἐπιθυμίας ταύτῃ σφοδρότερον τὸ πάθος πολεμεῖ. Εἶτα διδάσκει πῶς δεῖ τὴν διδασκαλίαν πιθανὴν ποιεῖν. ζ. «Περὶ πάντας σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ.» Ἀρχέτυπον ἔστω τῶν παρὰ σοῦ προσφερομένων λόγων ὁ βίος. Ὑπὸ γὰρ τῶν ἔργων μαρτυρούμενος ὁ λόγος, ἀξιόχρεως γίνεται. Λέγει δὲ καὶ ἃ προσήκει ποιεῖν. «Ἀδιαφθορίαν, σεμνότητα, ἀφθαρσίαν.» Οὗτοι τῶν ἐπαινουμένων ἔργων οἱ χαρακτῆρες. Λέγει δὲ καὶ τῆς ὀρθῆς διδασκαλίας τοὺς ὅρους. η. «Λόγον ὑγιῆ, ἀκατάγνωστον.» Τοιοῦτος δὲ ὁ τῇ πνευματικῇ κοσμούμενος χάριτι.
PG 82:865«Ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων λέγειν περὶ ὑμῶν φαῦλον.» Ὅταν γὰρ καὶ τὰ λεγόμενα τῇ ἀληθείᾳ κοσμεῖται, καὶ τὰ γινόμενα συμφωνεῖ τοῖς λεγομένοις, ἐμφράττεται καὶ αὐτῶν τῶν φιλολοιδόρων τὰ στόματα. θ. «Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι.» Τὸ, ἐν πᾶσιν , ἀντὶ τοῦ, τοῖς τῇ σωματικῇ τῶν δεσποτῶν ἁρμόττουσι θεραπείᾳ. Οὔτε γὰρ, εἰ κελεύει δεσπότης δυσσεβεῖν. ὑπακούειν τῷ δούλῳ προστάττει. Καὶ τοῦτο δηλοῖ τὰ ἐπαγόμενα· «Μὴ ἀντιλέγοντας, (ι.) μὴ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν.» Εὐνοίᾳ καὶ ἐλευθερίᾳ κοσμείσθωσαν, τῆς τῶν δεσποτῶν ἐπιμελείσθωσαν θεραπείας. Ταῦτα δὲ δῆλον ὅτι περὶ τῶν ἤδη πεπιστευκότων δούλων νομοθετεῖ. Τοῦτο γὰρ καὶ ἐπήγαγεν· «Ἵνα τὴν διδασκαλίαν τὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν.» Ἔπαινος γὰρ τοῦ θείου κηρύγματος, τὸ τοὺς οἰκέτας τοσαύτην δέξασθαι τῆς γνώμης μεταβολήν. Εἶτα διδάσκει τὸν τῆς θείας οἰκονομίας σκοπόν. ια, ιβ.
«Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως, καὶ δικαίως, καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι.» Τούτου χάριν ἐνηνθρώπησεν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, ἵνα πάντας ἀνθρώπους, καὶ δεσπότας καὶ οἰκέτας, ἀξιώσῃ τῆς σωτηρίας· παρασκευάσας πρὸς τῇ δυσσεβείᾳ καὶ τὸν παράνομον βίον καταλιπεῖν. Ὑπέδειξε δὲ ἡμῖν καὶ τὴν εὐθεῖαν ὁδὸν, ἐν εὐσεβείᾳ καὶ σωφροσύνῃ βιοῦν κελεύσας. Ἐπιδείκνυσι δὲ καὶ τὸν τῶν κατορθωμάτων καρπόν. ιγ. «Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἔδωκε δὲ ἡμῖν καὶ τῆς ἐνδόξου παρουσίας αὐτοῦ τὴν ἐλπίδα, ἐν ᾗ τὰς μεγίστας ἀντιδόσεις παρέξειν ὑπέσχετο. Μέγαν δὲ Θεὸν ὠνόμασε τὸν Χριστὸν, τὴν αἱρετικὴν βλασφημίαν ἀνελέγχων. Ἀναμιμνήσκει δὲ καὶ τοῦ Δεσποτικοῦ πάθους, ἀπὸ τῶν ἤδη παρ’ αὐτοῦ γεγενημένων πιστούμενος τὰ ἐσόμενα. ιδ.
«Ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.» Τούτου χάριν τὸν ὑπὲρ ἁπάντων ἡμῶν κατεδέξατο θάνατον, ἵνα τῆς ἁμαρτίας λύσας τὴν τυραννίδα, τῆς πικρᾶς ἡμᾶς ἐκείνης ἐλευθερώσῃ δουλείας, καὶ λαὸν οἰκεῖον ἀποφήνῃ τῶν ἐπαινουμένων ἔργων ἐραστήν τε καὶ ζηλωτήν. ιε. «Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.» Ἀντὶ τοῦ, Καταφρονείτω. Χρὴ γὰρ τὸν τὰ θεῖα πεπαιδευμένον μαθήματα, μὴ ὑφειμένως, μηδὲ μετά τινος δειλίας τοῦτο ποιεῖν, ἀλλὰ σὺν παῤῥησίᾳ διδάσκειν καὶ ἐπιτιμᾷν ἔνθα δεῖ. ΚΕΦΑΛΑΙΟΝ Γ. α. «Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν.» Καὶ ἐπειδὴ δυσσεβεῖς ἦσαν οἱ τότε κρατοῦντες, ἀναγκαίως ἐπήγαγε τὸν διορισμόν· «Πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι.» Οὐδὲ γὰρ εἰς ἅπαντα δεῖ τοῖς ἄρχουσι πειθαρχεῖν· ἀλλὰ τὸν μὲν δασμὸν καὶ τὸν φόρον εἰσφέρειν, καὶ τὴν προσήκουσαν ἀπονέμειν τιμήν· εἰ δὲ δυσσεβεῖν κελεύσειεν, ἄντικρυς ἀντιλέγειν. β. «Μηδένα βλασφημεῖν.» Ἀντὶ τοῦ, Μηδένα ἀγορεύειν κακῶς.
«Ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραότητα πρὸς πάντας ἀνθρώπους.» Οὐκ ἐναντία ταῦτα τοῖς πρόσθεν εἰρημένοις. Ὡς γὰρ ἔφην ἤδη, τοῖς μὲν ἀπίστοις ἡμᾶς ἠπίως καὶ πράως προσφέρειν τὴν διδασκαλίαν κελεύει· τοῖς δὲ πεπιστευκόσιν, εἰ ἁμάρτοιεν, θαρσαλέως ἐπιτιμᾷν. Λέγει δὲ καὶ τῆς πραότητος τὴν αἰτίαν. γ. «Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους.» Ἀναμνησθῶμεν τῆς προτέρας ἡμῶν ἀναστροφῆς, λογισώμεθα πόσοις κακοῖς ὑπεκείμεθα, καὶ ὅτι τοιούτους ὄντας τῆς σωτηρίας ἠξίωσεν ὁ τῶν ὅλων Θεός. Φέρωμεν τοίνυν καὶ ἡμεῖς τῶν ἔτι πλανωμένων τὴν μοχθηρίαν. Ἑαυτὸν μέντοι συνέταξεν ὁ θεῖος Ἀπόστολος, οὐχ ὡς ἅπασι τοῖς ἐγκλήμασιν ὑποκείμενον, ἀλλ’ ὡς διώκτην γεγενημένον. Οὐδὲ γὰρ τοῖς ἄλλοις πᾶσι πάντες ὑπέκειντο· ἀλλ’ οἱ μὲν τόδε ἦσαν, οἱ δὲ τόδε· ἀλλ’ ὅμως τῆς σωτηρίας ἀπήλαυσαν. δζ.
PG 82:867«Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὑτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, Ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γινώμεθα κατ’ ἐλπίδα ζωῆς αἰωνίου.» Φιλανθρωπίᾳ, φησὶ, χρησάμενος ὁ Δεσπότης, διὰ τοῦ Μονογενοῦς τῶν προτέρων ἡμᾶς κακῶν ἠλευθέρωσε, τῷ μὲν σωτηρίῳ βαπτίσματι τὴν τῶν ἁμαρτημάτων ἡμῖν χαρισάμενος ἄφεσιν, καὶ ἀνακτίσας ἡμᾶς καὶ νεουργήσας, καὶ τῆς τοῦ Πνεύματος δωρεᾶς ἀξιώσας, τὴν δὲ τῆς δικαιοσύνης ἐπιδείξας ὁδόν. Τοῖς δέ γε ταύτην ὁδεύουσι τὴν τῶν οὐρανῶν ὑπέσχετο βασιλείαν. Καὶ ἐπειδὴ ἀόρατος αὕτη (ἐλπὶς γὰρ βλεπομένη οὐκ ἔστιν ἐλπὶς), ἀναγκαίως ἐπήγαγε· η. «Πιστὸς ὁ λόγος.» Ἀντὶ τοῦ, Ἀληθὴς, μηδεὶς ἀμφιβαλλέτω. «Καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίσωσι καλῶν ἔργων προί̈στασθαι οἱ πεπιστευκότες Θεῷ.» Οὐκ ἀρκεῖ γὰρ ἡ πίστις πρὸς σωτηρίαν, ἀγαθῶν ἔργων γεγυμνωμένοις.
«Ταῦτά ἐστι τὰ καλὰ, καὶ ὠφέλιμα τοῖς ἀνθρώποις.» Τὸ πιστεύειν τῷ Θεῷ, καὶ κατὰ τοὺς αὐτοῦ πολιτεύεσθαι νόμους. θ. «Μωρὰς δὲ ζητήσεις, καὶ γενεαλογίας, καὶ ἔρεις, καὶ μάχας νομικὰς περιίστασο, σπούδαζε φεύγειν τὰς ἀκερδεῖς διαλέξεις.» Οὐδεμίαν γὰρ φέρουσιν, οὔτε τοῖς διαλεγομένοις, οὔτε τοῖς ἀκούουσιν ὄνησιν. Τοῦτο γὰρ ἐπήγαγεν· «Εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιαι.» Ταῦτα δὲ πάλιν περὶ τῶν ἐξ Ἰουδαίων ἔφη. Περὶ τούτων δὲ καὶ τῷ μακαρίῳ γέγραφε Τιμοθέῳ. ι, ια. «Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν νουθεσίαν καὶ δευτέραν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.» Ὅταν δὶς καὶ τρὶς τοῖς τὰ ἐναντία διδάσκειν ἐπιχειροῦσι, τὴν προσήκουσαν προσενέγκῃς διδασκαλίαν, εἶτα τοῖς πονηροῖς δόγμασιν ἐπιμένοντας ἴδῃς, μηκέτι τὰς πρὸς αὐτοὺς διαλέξεις ποιοῦ· ἀνόνητος γὰρ ὁ πόνος. ιβ. «Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ, ἢ Τυχικὸν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμᾶσαι.» Τῆς Θρᾴκης ἐστὶν ἡ Νικόπολις, τῇ δὲ Μακεδονίᾳ πελάζει. Δῆλον τοίνυν ὡς κατ’ ἐκεῖνον τὸν καιρὸν, καθ’ ὃν ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαί̈ᾳ διέτριβεν, ἔγραψε τὴν Ἐπιστολήν. ιγ.
PG 82:869«Ζηνᾶν τὸν νομικὸν, καὶ Ἀπολλὼ, σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.» Καὶ ἐπειδὴ τὸν ἀκτήμονα βίον ὁ μακάριος μετίει Τίτος, ἀναγκαίως ἐπήγαγεν· ιδ. «Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προί̈στασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.» Δίδαξον τοὺς πεπιστευκότας τῆς σωματικῆς θεραπείας ἐπιμελεῖσθαι τῶν τὰ θεῖα διδάσκειν πεπιστευμένων. Προσήκει γὰρ αὐτοὺς καὶ τοὺς τοιούτους φέρειν καρπούς. ιε. «Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες· ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει.» Οὐ γὰρ ἤθελεν ἑτέρως φιλεῖσθαι ὁ τῆς ἀληθείας διδάσκαλος, ἀλλὰ μόνον κατὰ τὸν τῆς εὐσεβείας σκοπόν. «Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν.» Ταῦτα τῷ μὲν μακαρίῳ Τίτῳ γέγραφεν ὁ θεῖος Ἀπόστολος· πᾶσι δὲ ἡμῖν τὴν ἐντεῦθεν προσενήνοχεν ὠφέλειαν. Ὡς γὰρ ἀπὸ τῶν κοινῶν θησαυρῶν τὸν πλοῦτον καρπούμεθα. Γένοιτο δὲ ἡμᾶς καὶ φυλάξαι τὰ συλλεγέντα· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα, τιμὴ, καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Τίτον τῆς Κρητῶν Ἐκκλησίας Ἐπιστολὴ ἐγράφη ἀπὸ Νικοπόλεως τῆς Μακεδονίας.
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΣ ΥΠΟΘΕΣΙΣ. Τῶν πεπιστευκότων ὁ Φιλήμων ἐτύγχανεν ὤν· πόλιν δὲ εἶχε τὰς Κολασσάς. Καὶ ἡ οἰκία δὲ αὐτοῦ μέχρι τοῦ παρόντος μεμένηκε. Τούτου οἰκέτης Ὀνήσιμος τοὔνομα, ὑφελόμενός τι καὶ ἀποδρὰς, εἴσω τῶν ἀποστολικῶν δικτύων ἐγένετο. Ὤκει δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν τὸ ἐν Ῥώμῃ δεσμωτήριον, ὁ θεσπέσιος Παῦλος. Ἐκεῖ τοίνυν τοῦτον τοῦ σωτηρίου βαπτίσματος ἀξιώσας, ἀπέστειλε τῷ δεσπότῃ τήνδε γεγραφὼς τὴν Ἐπιστολήν. Ὁ δὲ οἰκέτου δραπέτου, καὶ μαστιγίου, καὶ λωποδύτου μὴ ἀμελήσας, ἀλλὰ διὰ τῆς πνευματικῆς αὐτὸν διδασκαλίας ἀξιώσας τῆς σωτηρίας, τίνος ἂν ἠμέλησε πώποτε; ΚΕΦΑΛΑΙΟΝ Α. αγ. «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Δέσμιον ἑαυτὸν προσηγόρευσεν, ἀξιόχρεων διὰ τῶν δεσμῶν κατασκευάζων τὴν αἴτησιν. Δι’ ὑμᾶς γὰρ, φησὶ, περίκειμαι τὰ δεσμά.
PG 82:871Τὴν γὰρ ἡσυχίαν αἱρούμενος, καὶ μὴ τὴν οἰκουμένην περινοστεῖν, καὶ πᾶσιν ἀνθρώποις προσφέρειν τὸ Εὐαγγέλιον, οὐκ ἂν τούτων ἐδεξάμην τὴν πεῖραν. Ἐπαινεῖ δὲ τὸν Φιλήμονα, συνεργὸν ὀνομάσας. Συνάπτει δὲ αὐτῷ τὴν ὁμόζυγα ὡς κοινωνοῦσαν τῆς πίστεως. Εἰκὸς δὲ ἦν παραλειφθεῖσαν καὶ ἀντιπρᾶξαι τοῖς γραφομένοις. Ὁ δὲ Ἄρχιππος τὴν διδασκαλίαν αὐτῶν ἐπεπίστευτο. Περὶ τούτου γὰρ Κολασσαεῦσιν ἔγραψεν· «Εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.» Καὶ τοῦτον δὲ εἰς κοινωνίαν τῆς παρακλήσεως ἔλαβε. Πρὸς δὲ τούτοις καὶ πᾶσαν τὴν οἰκίαν, ἣν Ἐκκλησίαν ὠνόμασεν, ὡς εὐσεβείᾳ λαμπρυνομένην· ἵνα καὶ οἱ οἰκέται τῆς ἀποστολικῆς ἀξιωθέντες τιμῆς, συνεργοὶ τῆς παρακλήσεως γίνωνται. Ὁ μὲν οὖν μακάριος Παῦλος ἀγαπητὴν ὠνόμασε τοῦ Φιλήμονος τὴν ὁμόζυγα, ὡς τῇ πίστει κοσμουμένην. Θαυμαζέτω δὲ μηδεὶς, εἰ καὶ προσπίπτουσι νῦν τινες τῷ προσρήματι τούτῳ. Οἱ γὰρ κακῶς κεχρημένοι τῷ πράγματι, τῇ προσηγορίᾳ τὴν λοιδορίαν προσῆψαν. Πάλαι δὲ σεμνὸν τὸ ὄνομα καὶ ἀξιέπαινον ἦν. δ.
«Εὐχαριστῶ τῷ Θεῷ μου, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν, καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν.» Μέμνημαί σου, φησὶ, διὰ παντὸς προσευχόμενος, καὶ τὸν τῶν ὅλων Θεὸν ἐπὶ τοῖς σοῖς κατορθώμασιν ἀνυμνῶ. Μανθάνω γὰρ ὅσην μὲν ἐδέξω πίστιν περὶ τὸν σεσωκότα Δεσπότην· ἡλίκην δὲ ἔχεις ἀγάπην, καὶ ὅσης ἀξιοῖς θεραπείας τοὺς τὰ θεῖα περὶ πολλοῦ ποιουμένους· καὶ δέομαι καὶ ἀντιβολῶ τὸν κοινὸν εὐεργέτην, τελείαν σοι δοῦναι τὴν κτῆσιν τῶν ἀγαθῶν. ζ. «Χάριν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων διὰ σοῦ ἀναπέπαυται, ἀδελφέ.» Πολλῆς γὰρ ἐμπίπλαμαι θυμηδίας, ὅτι παντοδαπὴν τοῖς ἁγίοις θεραπείαν προσφέρεις. η, θ. «Διὸ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ.» Δυνάμενος, φησὶ, θαῤῥεῖν ὡς θερμῶς πεπιστευκότι, καὶ διδασκαλικῶς κελεύειν, τοῦτο μὲν οὐ ποιῶ· παράκλησιν δὲ προσφέρω.
PG 82:873Εἶτα τῇ τοῦ εἰρημένου ταπεινότητι περιτίθησι κόμπον. «Τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης.» Βλέπε τίς ὁ αἰτῶν· ἀρκεῖ δὲ ἡ τοῦ ὀνόματος μνήμη καταιδέσαι καὶ τὸν λίαν ἀντίτυπον. Ὁ γὰρ Παῦλον ἀκούσας, τῆς οἰκουμένης ἀκούει τὸν κήρυκα, γῆς καὶ θαλάττης τὸν γεωργὸν, τῆς ἐκλογῆς τὸ σκεῦος, καὶ τἄλλα μυρίων δεῖται γλωττῶν εἰς διήγησιν. Προστέθεικε δὲ καὶ τὸν πρεσβύτην , ἐπιδεικνὺς πολιὰν ἐν πόνοις βλαστήσασαν, καὶ ταύτῃ τὸν λόγον ἀξιοπιστότερον ἐργαζόμενος. Ἐπισυνάπτει καὶ ἕτερον. «Νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ.» Αἰδέσθητι Παῦλον, αἰδέσθητί μου τὸ γῆρας, αἰδέσθητι τὰ δεσμὰ, ἅπερ ὡς κήρυξ τῆς ἀληθείας περίκειμαι. ι. «Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου.» Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; τίς ἀξίως ὑμνήσει τὴν θείαν φιλανθρωπίαν; Ὁ μαστιγίας καὶ τοιχωρυχὺς, Παύλου τέκνον ἐξαπίνης ἐγένετο. Λέγει δὲ καὶ τοῦ τόκου τὸν τρόπον. «Ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου.» Οὐ γὰρ ἐκώλυσε τὰ δεσμὰ τὰς ὠδῖνας τοῦ πνεύματος. Εἶτα μετὰ τὰ ἐγκώμια τὸ ὄνομα τέθεικεν. «Ὀνήσιμον, (ια.) τόν ποτέ σοι ἄχρηστον.» Ἀνέμνησε τῶν παλαιῶν, ἀλλ’ εὐθὺς καὶ τὴν μεταβολὴν ἔδειξεν.
«Νυνὶ δὲ σοὶ κἀμοὶ εὔχρηστον.» Ἔδειξε τὴν περιουσίαν τῆς τοῦ τρόπου μεταβολῆς. Οὐ γὰρ μόνον σοὶ, φησὶν, εὔχρηστος νῦν, ἀλλὰ καὶ ἐμοί. ιβ. «Ὃν ἀνέπεμψα.» Οὐδὲ γὰρ μεταβληθέντα κατασχεῖν ἠνεσχόμην. «Σὺ δὲ αὐτὸν προσλαβοῦ, τουτέστι τὰ ἐμὰ σπλάγχνα.» Ἐμός ἐστι, φησὶν, υἱὸς, ἐκ τῶν ἐμῶν γεγέννηται σπλάγχνων. ιγ. «Ὃν ἐγὼ ἠβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ Εὐαγγελίου.» Ὀφείλεις μοι διακονίαν, ὡς μαθητὴς διδασκάλῳ, καὶ διδασκάλῳ τὰ θεῖα κηρύττοντι. Ἐβουλήθην τοίνυν ἀντὶ σοῦ τοῦτον λαβεῖν· ἵνα τῆς σῆς μοι διακονίας ἐκτίσῃ τὸ χρέος. Βλέπε τοῦ Εὐαγγελίου τὴν δύναμιν· ἴσον τῷ δεσπότῃ τὸν οἰκέτην εἰργάσατο. ιδ. «Χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ’ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον.» Σὲ γὰρ βούλομαι τὸ ἐντεῦθεν προσπορίσασθαι κέρδος, ἵνα τῇ συγκαταθέσει τῆς γνώμης τὴν ὠφέλειαν καρπώσῃ. Καὶ ἐντεῦθεν δῆλον, ὡς Κολασσαεῦσιν αὐτὸς τὸ σωτήριον προσενήνοχε κήρυγμα. Ὡς μαθητῇ γὰρ οἰκείῳ, τῷ Φιλήμονι γράφει. Ἐνταῦθα μὲν γὰρ ὑπὲρ τοῦ Ὀνησίμου παρακαλεῖ·
PG 82:875ἐκεῖ δὲ ὡς γνώμῃ τοῦ Φιλήμονος λαβὼν αὐτὸν ὑπουργὸν τῷ Τυχικῷ συνέπεμψεν, ὡς τοῦ Εὐαγγελίου γενόμενον ὑπουργόν. «Τὰ κατ’ ἐμὲ γὰρ, φησὶ, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος, καὶ σύνδουλος ἐν Χριστῷ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσι τὰ ὧδε.» Δεξάμενος γὰρ ὁ Φιλήμων τὰ γράμματα ἔπεμψε τῷ Ἀποστόλῳ τὸν Ὀνήσιμον· ὁ δὲ τοῦτον σὺν τῷ Τυχικῷ ἀπέστειλεν εἰς τοὺς Κολασσαεῖς. ιε, ι. «Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκ ἔτι ὡς δοῦλον, ἀλλ’ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητὸν, μάλιστα ἐμοί· πόσῳ δὲ μᾶλλον σοὶ, καὶ ἐν σαρκὶ, καὶ ἐν Κυρίῳ;» Ἀγαθῶν αὐτῷ, φησὶν, αἰτία γέγονεν ἡ φυγή. Ἀντὶ γὰρ ἀχρήστου δούλου, γνήσιος ἀδελφὸς ἀπεφάνθη. Εἰ δὲ καὶ ἐμὸς ἀδελφὸς, πολλῷ μᾶλλον σοὶ, ᾧ καὶ κατὰ τὴν σωματικὴν θεραπείαν προσήκει ιζ. «Εἰ οὖν με ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.» Τί τῶν λόγων τούτων πιθανώτερον, τί δὲ βιαιότερον;
Εἰ λόγου, φησὶ, τινὸς ἀξιοῖς τὴν ἐμὴν κοινωνίαν, ὡς ἐμὲ δέξαι τὸν δεξάμενον τὴν ξένην μεταβολήν. ιη. «Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει.» Αἰνίττεται ὁ λόγος ὡς ὑφελκόμενός τι κακῶς δεδαπάνηκε. Κέκλοφεν ὁ Ὀνήσιμος· ὁ δὲ θεῖος Ἀπόστολος αἰτεῖ τὸν Φιλήμονα αὐτῷ λογίσασθαι τὸ πλημμέλημα. Εἶτα μετὰ πλείστης χάριτος ποιεῖται τὴν τοῦ χρέους ὁμολογίαν. ιθ. «Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρὶ, ἐγὼ ἀποτίσω.» Ἀντὶ γραμματίου τήνδε κάτεχε τὴν ἐπιστολήν. Πᾶσαν αὐτὴν ἐγὼ γέγραφα· ἐγὼ καὶ ὀφείλειν, καὶ ἀποδώσειν ὑπισχνοῦμαι τὸ χρέος. Εἶτα δείκνυσιν αὐτὸν μείζοσιν ἐγκλήμασιν ὑποκείμενον. «Ἵνα μὴ λέγω, Σοὶ, ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.» Δι’ ἐμοῦ γὰρ, φησὶ, τῆς σωτηρίας ἀπήλαυσας. Καὶ ἐντεῦθεν δῆλον ὡς τῆς ἀποστολικῆς ἠξιώθη διδασκαλίας ὁ Φιλήμων. κ. «Ναὶ, ἀδελφὲ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ, ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ.» Τὸ, Ἐγώ σου ὀναίμην ἐν Κυρίῳ , ἀντὶ τοῦ, Ἀπολαύσαιμί σου τῶν ἐν Χριστῷ κατορθωμάτων, εἴδοιμί σε πλουτοῦντα ἐν ἅπασι τοῖς πνευματικοῖς ἀγαθοῖς. κα. «Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις.» Οἶδα σου τὸ εὐπειθὲς τῆς ψυχῆς.
Οὗ δὴ χάριν καὶ γράφω, θαῤῥῶν ὡς πλείονα παρέξεις ὧν ᾔτησα. κβ. «Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν. Ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.» Καὶ τοῦτο δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ ἵνα προσδοκῶν αὐτοῦ τὴν παρουσίαν αἰδεσθῇ καὶ τὰ γράμματα. κγ, κδ. «Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.» Τὸν Ἐπαφρᾶν ἐνταῦθα προστέθεικεν, ἐπειδὴ καὶ αὐτὸς Κολασσαεὺς ἐτύγχανεν ὤν. Οὕτω γὰρ καὶ Κολασσαεῦσιν ἔγραφεν· «Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ.» Τὸν δὲ Δημᾶν πρὸ τοῦ Λουκᾶ τέθεικεν, ὡς ἐπίσημον ὄντα, καὶ συνεργόν. Μετὰ ταῦτα γὰρ καταλέλοιπε τὸν Ἀπόστολον, ἀγαπήσας τὸν νῦν αἰῶνα. κε. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν.» Τούτοις προςήκει τοῖς νόμοις ἀκολουθεῖν τοὺς τῆς θείας διδασκαλίας ἠξιωμένους· οὕτω διδάσκειν τοὺς οἰκέτας τῆς τῶν δεσποτῶν ἔχεσθαι θεραπείας, ἵνα διὰ πάντων ὁ Δεσπότης ἀνυμνῆται Χριστὸς, μεθ’ οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἡ πρὸς Φιλήμονα Ἐπιστολὴ ἐγράφη ἀπὸ Ῥώμης διὰ Ὀνησίμου οἰκέτου.
Page scan enlarged

Notebook

Full View