PG 11Origen
Admonitionapparatus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 107–108page 1 of 4
PG 11:107ΠΕΡΙ ΑΡΧΩΝ ΠΕΡΙ ΑΡΧΩΝ Περὶ ἀρχῶν: Οὐ μὴν ἀλλὰ καὶ τὰ Περὶ ἀρχῶν πρὸ τῆς ἀπ' Αλε ξανδρείας μεταναστάσεως γράφει. Ανεγνώσθη Ωριγένους τὸ Περὶ ἀρχῶν λόγοι δ'· ὧν ὁ μὲν πρῶτος περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· ἐν ᾧ πλεῖστα βλασφημεί, τὸν μὲν Υἱὸν ὑπὸ τοῦ Πατρὸς πεποιῆσθαι λέγων, τὸ δὲ Πνεῦμα ὑπὸ τοῦ Υἱοῦ· καὶ διήκειν μὲν τὸν Πατέρα διὰ πάντων τῶν ὄντων, τὸν δὲ Υἱὸν μέχρι τῶν λογικῶν μόνον, τὸ δὲ Πνεῦμα μέχρι μόνον τῶν σεσωσμένων. Λέγει δὲ καὶ ἄλλα παραλογώτατα καὶ δυσσεβείας πλήρη μετεμψυχώσεις τε γὰρ ληρωδεῖ, καὶ ἐμψύχους τοὺς ἀστέρας, καὶ ἕτερα τούτοις παραπλήσια. Ἔστι δὲ ὁ μὲν πρῶτος μυθολογούμενος λόγος περὶ Πατρὸς, καὶ, ὡς ἐκεῖνός φησι, περὶ Χριστοῦ καὶ περὶ ἁγίου Πνεύματος· ἔτι καὶ περὶ λογικῶν φύσεων. Ο δὲ δεύτερος περὶ κόσμου καὶ τῶν ἐν αὐτῷ κτισμάτων· καὶ ἔτι, ὅτι εἰς Θεὸς νόμου καὶ προφητῶν· καὶ ὅτι ὁ αὐτὸς παλαιᾶς καὶ καινῆς Διαθήκης Θεός· καὶ περὶ τῆς τοῦ Σωτῆρος έναν θρωπήσεως· καὶ ὅτι τὸ αὐτὸ Πνεῦμα ἐν Μωσεῖ καὶ τοῖς ἄλλοις προφήταις καὶ ἁγίοις ἀποστόλοις· ἔτι περὶ ψυχῆς, περὶ ἀναστάσεως, περὶ κολάσεως, περὶ ἐπαγγελιῶν. Ὁ δὲ τρίτος περὶ αὐτεξουσίου· πῶς ὁ διάβολος καὶ αἱ ἀντικείμεναι δυνάμεις κατὰ τὰς Γραφάς στρατεύονται τῷ ἀνθρωπίνῳ γένει ὅτι γενητὸς ὁ κόσμος καὶ φθαρτὸς ἀπὸ χρόνου ἀρξάμενος· ὁ δὲ τέταρτος, περὶ τέλους· ὅτι θεῖαι αἱ Γραφαι· τέλος, ὅπως δεῖ ἀναγινώσε κειν καὶ νοεῖν τὰς Γραφάς. Περὶ ἀρχῶν, Περὶ ἀρχῶν Καί τοι, εἰ δεῖ τ' ἀλη θὲς περὶ Ὠριγένους εἰπεῖν, τοῦτο προσήκει λέγειν, ὅτι ἄρτι τῶν κατὰ φιλοσοφίαν ἀποστὰς μαθημάτων, καὶ τοῖς θείοις ὁμιλῆσαι προελόμενος λόγοις, πρὸ τῆς ἀκριβους τῶν Γραφῶν καταλήψεως, διὰ τὸ πολὺ καὶ φιλό τιμον τῆς ἔξωθεν παιδεύσεως, θᾶττον τοῦ δέοντος ἀρξάμενος ὑπογράφειν, ὑπὸ τῶν τῆς φιλοσοφίας παρήχθη λόγων, καί τινα δι᾿ αὐτοὺς οὐ καλῶς γέγραφε. Δῆλον δέ· ἔτι γὰρ τῶν τοῦ Πλάτωνος μεμνημένος δογμάτων. καὶ τῆς τῶν ἀρχῶν παρ' αὐτῷ διαφορᾶς, Περὶ ἀρχῶν γέγραφε βιβλίον, καὶ ταύτην τῷ συγγράμματι τὴν ἐπιγραφὴν ἔθετο. Δείγμα δὲ τοῦτο μέγιστον το, μηδὲ ἄλλοθέν ποθεν τὴν ἀρχὴν τῶν λέξεων αὐτὸν ἢ τὴν ἐπισ γραφὴν τοῦ βιβλίου ποιήσασθαι, ἀλλ᾽ ἀπὸ τῶν τῷ Πλάτωνι ρηθέντων ῥημάτων. Γέγραφε γὰρ ἀρχόμενος οὕτως· Οἱ πεπιστευκότες καὶ πεπιστευμένοι. Τοῦτο τὸ ῥητὸν οὕτως εἰρημένον εὕροις ἂν ἐν τῷ Γοργία Πλάτωνος. Οὔτ᾽ εἰ ἐφέρετο, ήνεγκεν ἂν διαβολὴν Ωριγένει φάντι. Οἱ πεπιστευκότες ἢ καὶ πεπιστευμένοι, καὶ συνάψαντι ἑξῆς, τὴν χάριν καὶ τὴν ἀλήθειαν δι' Ἰησοῦ Χριστοῦ γεγονέναι, καὶ Χριστὸν εἶναι τὴν ἀλήθειαν, κατὰ τὸ εἰρημένον ὑπ' αὐτοῦ· ὁ Ἐγώ εἰμι ἡ ἀλήθεια. › Ποια γὰρ πρὸς ταῦτα κοινωνία γένοιτ' ἄν ποτε Πλάτωνι; οὐδὲν Πλάτωνος
col. 109–110page 2 of 4
PG 11:109Περὶ ἀρχῶν μνημονεύεται βιβλίον, οὐδὲ Ωριγένης ὁμοίως περὶ ἀρχῶν ἐδόξασε Πλάτωνι, ὁ μίαν μόνην τὴν ἀγέννητον, καὶ ἀναρχον, καὶ ἐπέκεινα τῶν ὅλων εἰδὼς ἀρχὴν, ταύτην τε εἶναι Πατέρα ἑνὸς μονογενοῦς Υἱοῦ,
col. 111–112page 3 of 4
PG 11:111ΠΕΡΙ ΑΡΧΩΝ ΠΕΡΙ ΑΡΧΩΝ Περὶ ἀρχῶν Περὶ ἀρχῶν
col. 113–114page 4 of 4
PG 11:113Ορκίζω σε, τὸν μεταγραψόμενον τὸ βιβλίον τοῦτο, κατὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ κατὰ τῆς ἐνδόξου παρουσίας αὐτοῦ ἧς ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, ἵνα ἀντιβάλῃς δ' μετεγράψω, καὶ κατορθώσῃς αὐτὸ πρὸς τὸ ἀντίγραφον τοῦτο ὅθεν μετεγράψω ἐπιμελῶς· καὶ τὸν ὅρκον τοῦτον ὁμοίως μεταγράψης. Καὶ θήσεις ἐν τῷ ἀντιγράφῳ.
Page scan enlarged

Notebook

Full View