PG 85Basil of Seleucia
41 Sermons
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 85:423τούτου βασιλεύοντος ὁ Χριστὸς ἐγεννήθη κατὰ σάρκα, ἔτη κθ τῆς βασιλείας αὐτοῦ. Τιβέριος Καῖσαρ ἔτη κβ. Τῷ δὲ ιη ἔτει τῆς βασιλείας αὐτοῦ, πληρώσας τὴν οἰκονομίαν ὁ Σωτὴρ, σταυρωθεὶς, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἀνελήφθη μετὰ υπγ ἔτη τοῦ οἰκοδομηθῆναι τὴν Ἱερουσαλὴμ, κατὰ τὴν τοῦ ἀγγέλου προφητείαν, μετὰ ἑβδομάδας ἐτῶν ξθ, οὕτως; Ἀπὸ α ἔτους Κύρου μετὰ Ἀστυάγην, ἐφ’ οὗ ὁ Βὴλ κατεστράφη, καὶ ὁ δράκων ἀπεκτάνθη, εἰς τὴν οἰκοδομὴν τῆς Ἱερουσαλὴμ ἔτη ρ. Ἀπὸ δὲ τῆς οἰκοδομῆς Ἱερουσαλὴμ ἕως καθαιρέσεως Δαρείου ἔτη ρλ, καὶ ἀφ’ οὗ καθῃρέθη Δαρεῖος ἕως Αὐγούστου ἔτη σπζ. Αὐγούστου μετὰ τὸν θάνατον Κλεοπάτρας ἔτη μγ. Πρὸ γὰρ τοῦ θανάτου αὐτῆς κατέσχεν ἔτη τρία. Καὶ διὰ τοῦτό τινες λέγουσιν αὐτὸν βασιλεῦσαι ἔτη μ. Τιβερίου Καίσαρος ἔτη ιη. Τῷ γὰρ ιη αὐτοῦ ἔτει ὁ Κύριος ἀνελήφθη, ὡς εἶναι ἀπὸ τῆς οἰκοδομῆς τῆς Ἱερουσαλὴμ ἕως τοῦ Χριστοῦ ἀναλήψεως; ἔτη υπγ· ἑβδομάδες ἐτῶν ξθ. Μετὰ δὲ τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἕως τρίτου ἔτους Γαί̈ου, ἑτέρα ἑβδομὰς μία· ὡς εἶναι ἑβδομάδας ἐτῶν ο κατὰ τὴν τοῦ ἀγγέλου προφητείαν. Αὕτη γάρ ἐστιν ἡ ἑβδομὰς ἣν εἶπεν· Καὶ δυναμώσει διαθήκην πολλοῖς.
Αὗται γάρ εἰσιν αἱ ἑβδομάδες αἱ ῥηθεῖσαι πρὸς ἀναπλήρωσιν τῶν ἁμαρτιῶν αὐτῶν . Ἵνα, ἐὰν μὲν θελήσωσιν ἀκοῦσαι τῆς φωνῆς τῆς σάλπιγγος τοῦ Κυρίου ἠμῶν Ἰησοῦ Χριστοῦ, ἀπαλειφθῶσιν αὐτῶν πᾶσαι αἱ ἁμαρτίαι καὶ αἱ ἀνομίαι. Εἰ δὲ μὴ προσδέξωνται τὴν σωτήριον αὐτοῦ διδασκαλίαν, τότε διαβῆναι τὴν χάριν τῆς οὐρανίου δωρεᾶς εἰς τὰ ἔθνη τὰ ὑπακούσαντα τῇ ἁγίᾳ αὐτοῦ κλήσει. Καθάπερ αὐτὸς ὁ Σωτὴρ διὰ τοῦ προφήτου ἔλεγε· Καὶ Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν, Οὐκ ἀκουσόμεθα. Καὶ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν . Πρὸ γὰρ τῆς συμπληρώσεως τῶν υπγ ἐτῶν συμπαθητικῶς κινούμενος πρὸς αὐτοὺς ὁ Σωτὴρ, ποτὲ μὲν παρακελεύεται τοῖς ἑαυτοῦ μαθηταῖς, λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ . Τῇ δὲ ἑαυτοῦ μητρὶ περὶ τοῦ χρόνου τῆς συγγνώμης τῆς πρὸς τοὺς Ἰουδαίους δηλῶν ἔλεγεν· Οὔπω ἥκει ἡ ὥρα μου . Ποτὲ δὲ τῇ Συροφοινικίσσῃ λέγων· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις .
PG 85:425Ποτὲ δὲ λέγων, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ . Ποτὲ δὲ δακρύων ἐπὶ τὴν Ἱερουσαλὴμ, ἔλεγε πρὸς αὐτήν· Εἰ ἔγνως καὶ σὺ ἐν τῷ καιρῷ τούτῳ τὰ πρὸς [εἰρήνην σου], νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου . Τὸ δὲ ἐσόμενον αὐτοῖς τέλος μετὰ δακρύων θρηνητικῶν μέλη ἔλεγεν· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν . Ὅτε δὲ ἔγνω τὸν χρόνον τῆς πρὸς αὐτοὺς συγγνώμης μέχρις ὥρας μιᾶς πεπληρωμένον, ἐλθόντων πρὸς αὐτὸν τῶν ὑπηρετῶν μετὰ τοῦ Ἰούδα, ἔλεγε πρὸς αὐτούς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με. Καθ’ ἡμέραν ὄντος μου ἐν τῷ ἱερῷ, οὐκ ἐπεβάλλετε ἐπ’ ἐμὲ τὰς χεῖρας ὑμῶν. Ἀλλ’ αὕτη ἐστὶν ὑμῶν ἡ ἡμέρα, καὶ ἡ ἐξουσία τοῦ σκότους . Διὸ καὶ πρὸς τὸν ἑαυτοῦ Πατέρα ἔλεγε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν .
Μετὰ γὰρ τὴν ἁγίαν ἀνάστασιν, ὅτε ἡ συμπλήρωσις τῶν υπγ ἐτῶν ἐγένετο, μὴ μετανοησάντων αὐτῶν, ἐντέλλεται τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς λέγων· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος . Ὅπερ μυστήριον τῶν χρόνων συμπληρωθέντων ἐπιστάμενοι οἱ μαθηταὶ ἔλεγον πρὸς τοὺς Ἰουδαίους· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Θεός . Τῆς οὖν ἀποδείξεως τῆς παρουσίας τοῦ Ἠλειμμένου φανερᾶς γενομένης ἐκ τῆς τοῦ ἀρχαγγέλου Γαβριὴλ διδασκαλίας, παυέσθωσαν Ἰουδαῖοι τῆς ματαίας προσδοκίας, δι’ ἧς ἀπατῶσι τοὺς ἁπλουστέρους.

Discourse XXXIXΛΟΓΟΣ ΛΘ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΛΟΓΟΣ ΛΘ. Εἰς τὸν Εὐαγγελισμὸν τῆς παναγίας Θεοτόκου. α. Μεγάλας τῶν ἐγκωμίων εὑρήσει τὰς ἀφορμὰς, ὁ τὴν ἁγίαν Παρθένον καὶ Θεοτόκον ἀνυμνῶν. Ἐγὼ δὲ τὴν ἐμαυτοῦ γινώσκων ἀσθένειαν, τῷ μεγέθει τῶν πραγμάτων ἀρκεῖν οὐκ ἰσχύουσαν, ἐπὶ πολὺ κατεῖχον ἐμαυτὸν ἐκπληττόμενος.
Ὡς γὰρ εἴ τις βαρὺ περικείμενος φορτίον, εἰς ἀχανές τε πέλαγος καταδῦναι παρὰ δύναμιν κελευόμενος, ἀγωνιῶν ἀναδύεται· οὕτως ἁμαρτίαις πεφορτωμένος, ἀποκνῶ πρὸς τὴν τοιαύτην τῶν λόγων ὑπόθεσιν, θεωρικωτάτων τὸ πρᾶγμα κρίνας, καὶ ψυχὴν καὶ σῶμα καλῶς κεκαθαρμένων, οἳ τῆς θείας χάριτος πλουτοῦντες τὴν ἔλλαμψιν, τὸν ὀφειλόμενον τῇ Θεοτόκῳ πληρώσουσιν ἔπαινον· ἐγὼ δὲ, τηλικαύτης ἀπορῶ παῤῥησίας. Οὔτε γὰρ ἄνθρακι θείῳ τὰ χείλη κεκάθαρμαι, ὡς ὁ θεατὴς τῶν Σεραφὶμ Ἡσαί̈ας, οὔτε τῶν ποδῶν τῆς ψυχῆς ἔλυσα τὸ ὑπόδημα, ὡς Μωϋσῆς ὁ θεσπέσιος. Ὅπου γε καὶ τοὺς τοιούτους ἔστιν ὁρᾷν πρὸς τὴν τῶν ὑπερόγκων πραγμάτων διακονίαν ἰλλιγγιῶντας· ὡς καὶ τὸν μέγαν ἐκεῖνον Μωϋσέα, τὸν παρὰ πάντας ἀνθρώπους πραότατον, θεόθεν προςκεκλημένον, πρὸς τὴν τοῦ λαοῦ πεμπόμενον ἐλευθερίαν, ἐπὶ πολὺ παραιτεῖσθαι τὴν τοιαύτην ἐγχείρησιν· καίτοι σημείοις θείοις τε καὶ μεγάλοις, τῆς ἄνωθεν ἐπικουρίας τὴν πίστιν λαμβάνοντα. Καὶ πάλιν μετὰ τὴν ἐξ Αἰγύπτου πορείαν, μείζοσι παραθαῤῥούμενον θαύμασιν·
PG 85:427ὅτε καὶ ῥάβδῳ παταχθεῖσα θάλασσα, τὴν δίοδον ἀβρόχοις ποσὶ τῷ λαῷ παρείχετο, ἥ τε τῶν πελαγίων ὑδάτων ῥοώδης φύσις καθ’ ὁμοίωσιν ἀπεξεσμένων πετρῶν, εἰς ἀτρεμῆ παράστασιν ἑκατέρωθεν ἐτειχίζετο· πέτρα δὲ ξηροτάτη καὶ ἄνικμος, τῇ πληγῇ τῆς αὐτῆς βακτηρίας, ποταμίων ῥείθρων ἀφθονίᾳ, τὴν ἔρημον ἐπελάγιζε, καὶ αὖθις πικρότης ἑτέρων ὑδάτων, ἐμβολῇ ξύλου ἐγλυκαίνετο, ἄρτῳ δὲ παραδόξως οὐρανόθεν ὑομένῳ, εἰς κόρον ἐτρέφετο δυσαρίθμητος πληθύς· ἄλλα τε πρὸς τούτοις δι’ αὐτοῦ ἐγένετο, παντὸς λογισμοῦ νικῶντα κατάληψιν. Καὶ μετὰ τοσαύτην τῶν θαυμάτων ἐκείνων τὴν πεῖραν, ἡνίκα τὸ Σιναῖον ὄρος ἀνελθεῖν ἐπετάττετο τὰς δακτύλῳ Θεοῦ γεγραμμένας πλάκας ὑποδεξόμενος, τοὺς μὲν ἄλλους, μακράν που τῆς ὑπωρείας ἑστᾶναι διετάξατο, τῆς πρὸς γυναῖκας ὁμιλίας πάλαι κεκαθαρμένους· τοὺς δὲ τῆς ἁγίας σκηνῆς λειτουργοὺς, μικρὸν ἀναβῆναι παρεκελεύσατο, τῆς τοῦ λαοῦ κοινωνίας ἀποχωρήσαντας· καὶ τούτων ἀνωτέρω τοὺς ἱερεῖς προσεκαλεῖτο, τὸ διάφορον τῆς ἱερατικῆς τάξεώς τε καὶ στάσεως, τοὺς ὑπηκόους διδάσκων. Ὑψηλότερον δὲ πάντων ἔξω μέντοι τοῦ γνόφου, τὸν Ἀαρὼν ὡς ἀρχιερέα κατέταττεν·
αὐτοὺς δὲ μόνος τῷ Θεῷ πλησιάζει, καὶ παρ’ αὐτοῦ τὴν τῶν οὐρανίων εὐκοσμίαν διδάσκεται, καὶ τυπικῶς αὐτὰ ἀναδεικνῦναι θεσμοδοτεῖται. Καὶ ὁ τοσοῦτος καὶ τηλικοῦτος τὴν ἀρετὴν, ἀκούων τῆς φωνῆς τῶν σαλπίγγων, καὶ βροντῶν, καὶ ἀστραπῶν, καὶ τῶν ἄλλων δειμάτων ἐν πείρᾳ γενόμενος, εἰς τοσαύτην ἦλθεν ἀγωνίας ὑπερβολὴν, ὡς μὴ δύνασθαι κρατεῖν τῶν ἰδίων λογισμῶν, βοᾷν δὲ πᾶσιν ἀναφανδὸν, ὡς ἔμφοβος εἶναι καὶ ἔντρομος. β. Καὶ ταῦτα Μωσῆς ἐκεῖνος, ὁ ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων λαλοῦντος ἀκούων Θεοῦ, καὶ στόμα κατὰ στόμα τῷ Δεσπότῃ διαλεγόμενος. Ἐμοὶ δὲ πόσος ἄρα φόβος ὡς εἰκὸς περιστήσεται βουλομένῳ προσφέρειν τῇ Θεοτόκῳ τὸν ἔπαινον, μήπως τῆς ἀληθείας ἀποσφαλῶ, καὶ τιμᾷν οἰόμενος διὰ τῶν λεγομένων, λάθω τι τῶν αὐτῆς ἀναξίων φθεγξάμενος; Οὐ γὰρ εἰς ὄρος αἰσθητὸν ἀναβῆναι σκοπὸς, οὐδὲ τὸν περὶ γῆν κεχυμένον ἀέρα διαπεράσαι, καὶ τῇ περικαλλεῖ τοῦ αἰθέρος αὐγῇ περιλαμφθῆναι·
PG 85:429ἀλλ’, ὡς ἔνι μάλιστα, τὴν περὶ αὐτοὺς εὐκοσμίαν ὑπερβῆναι, καὶ τῶν οὐρανίων ἁψίδων πλησίον γενομένῳ, μὴ στῆναι τῆς πασῶν καλλίστης ὁρμῆς, ἀλλὰ καὶ ταύτας εἰς δύναμιν ὑπερκύψαι, τῇ συνεργία τοῦ ποδηγοῦντος ἐπὶ τὰ θεῖα Πνεύματος, τάς τε τῶν ἀγγέλων χοροστασίας παραδραμεῖν, καὶ τοὺς αὐτῶν ταξιάρχας μετ’ αὐτῶν καταλιπεῖν· ὑπεραναβῆναι δὲ καὶ Θρόνων τὴν φαιδρότητα, καὶ τὴν ἔντιμον τῶν Κυριοτήτων ὑπεροχὴν, τήν τε τῶν Ἀρχῶν ἡγεμονίαν, καὶ τὴν τῶν Ἐξουσιῶν περιφάνειαν· ἔτι δὲ τὸ κραταιὸν τῶν θείων Δυνάμεων, τό τε διορατικὸν τῆς τῶν πολυομμάτων Χερουβὶμ καθαρότητος, καὶ τῶν ἑξαπτερύγων Σεραφὶμ τὴν κατὰ πᾶν μέρος ἀκώλυτον κίνησιν· καὶ εἴ τις ἑτέρα κτίσις ἐπέκεινα τούτων ἐστὶ, μὴ στῆναι τοῦ δρόμου καὶ τῆς ἐφέσεως. Ἀλλ’ εἴπερ ἔστιν ἄνθρωπον ὄντα καὶ σαρκὶ συνδεδεμένον τοῖς τοῦ νοῦ πολυπραγμονεστάτοις ὄμμασι τολμηρῶς ἀτενίσαι, καὶ τὸ συναί̈διον τῆς πατρικῆς δόξης ἀπαύγασμα κατανοῆσαι τῷ ἀληθινῷ περιλαμφθέντα καὶ τρανωθέντα φωτὶ, ἐκεῖθεν ἄρξασθαι τῇ Θεοτόκῳ τῆς εὐφημίας, ὅθεν καὶ Θεοτόκος ἐστί τε καὶ λέγεται. Ἄρα τίς ἐστι ταύτης ὑψηλοτέρα ὑπόθεσις;
Οὔμενουν εἴποι τις ἂν, θείων καὶ ἀνθρωπίνων τὸ μέσον ἐννοῶν. Ὡς γὰρ οὐκ ἔστιν εὔκολον νοεῖν τε καὶ φράζειν Θεὸν, μᾶλλον δὲ καθάπαξ ἀδύνατον· οὕτως τὸ μέγα τῆς Θεοτόκου μυστήριον, καὶ διανοίας καὶ γλώττης ἐστὶν ἀνώτερον. Ἐπεὶ οὖν Θεὸν σαρκωθέντα τεκοῦσα Θεοτόκος ὀνομάζεται, πρὸς Θεὸν δι’ εὐχῆς ἀναβήσομαι, καὶ αὐτὸν ἡγεμόνα τοῦ λόγου ποιήσομαι· Δέσποτα παντόκρατορ, βασιλεῦ κτίσεως ἁπάσης, ὁ καταλάμπων ἀῤῥήτως τοὺς ἀσωμάτους νόας τῷ νοερῷ σου φωτὶ, καταύγασόν μου τὸν νοῦν, ἵνα νοηθῇ τὸ προκείμενον ἀπλανῶς, καὶ λαληθῇ τὸ νοούμενον εὐσεβῶς, καὶ χωρηθῇ τὸ λαλούμενον ἀσφαλῶς. Ἐν γὰρ τρισὶν ἔχει τὸν κίνδυνον ὁ περὶ Θεοῦ λέγειν πειρώμενος· ἢ νοῦ μὴ ἐλλαμφθέντος, ἢ λόγου ἀτονοῦντος, ἢ ἀκοῆς μὴ χωρούσης. Καί μοι τὰς αἰσθήσεις ἀξίως καθαρθέντες, τὸν περὶ Θεοῦ λόγον θεοπρεπῶς ἀκούσατε. Θεὸς ὅτι μὲν ἔστι πιστευτέον. Ὅσα γὰρ ἀνθρώπινος ἀνατείνεται νοῦς, τοσοῦτον μᾶλλον ὁρᾷ τὸ τῆς συνέσεως ἄγνωστον. Καὶ εἵ τι δ’ ἂν μεγαλοπρεπὲς ἀγωνίζοιτο λέγειν, τῆς ἀληθείας ἔλαττον ἔσται τὸ λαλούμενον. Τίς οὖν νοήσει τὸν ἀπερινόητον; τίς ἐκφωνήσει τὸν ἀνεκφώνητον;
πῶς ὁ παρ’ αὐτοῦ ψυχωθεὶς πηλὸς, καὶ τῆς ἰδίας ψυχῆς τὴν οὐσίαν ἀγνοῶν, τὸν ἐμπνεύσαντα ταύτην καταλάβῃ Θεόν; Εἴ τις οὖν εὐσεβείας μαθητὴς, οὐχὶ τί ἐστι Θεὸς περιεργάζεται· Ἀλλ’ ὅτι ἔστιν ἀναλογίζεται, ἐκ τῶν ὑπ’ αὐτοῦ πεποιημένων, τὴν περὶ αὐτοῦ δεχόμενος ἔννοιαν· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων, ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται · ὅς ἐστι Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα· ἡ ἄναρχος τῶν ὄντων ἀρχή· ἡ πλουσία τῶν ἀπαυγασμάτων πηγή· ἡ παγκαλὴς τῶν καλῶν καλλονή· Τριὰς ἐν Μονάδι γινωσκομένη, καὶ Μονὰς ἐν Τριάδι προσκυνουμένη. Ταύτης δὲ τῆς ὑπερτάτης δόξης κατ’ εἰκόνα γεγονὼς ὁ ἄνθρωπος, θεοειδεῖς ἐπλούτει μαρμαρυγάς. Ἀλλὰ τῆς ἁμαρτίας ὁ ῥύπος τὸ τοιοῦτον ἠμαύρωσε κάλλος· καὶ πρὸς τὸ κτηνῶδες ἡμᾶς μετεμόρφωσεν εἶδος. Ὥς φησι καὶ Δαυί̈δ που ὁ ὑμνολόγος· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς . Μᾶλλον δὲ καὶ τῆς τούτων ἐξέπεσεν ὁμοιώσεως, κατὰ τὸ γεγραμμένον· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκε .
PG 85:431Πολλοῖς δὲ σωφρονισθέντες τρόποις, πρὸς τὴν κρείττονα ζωὴν οὐκ ἐπανήλθομεν, τοῖς πονηροῖς μᾶλλον χαίροντες πολιτεύμασι. Καὶ τούτων οὕτως παρ’ ἡμῶν γινομένων, οὐκ ἀπεστράφη τοὺς δούλους ὁ Δεσπότης· ἀλλὰ μνησθεὶς τῶν ἰδίων οἰκτιρμῶν ὁ μηδέποτε τούτων ἐπιλαθόμενος, πρὸς μείζονα κινεῖται φιλανθρωπίας ὑπερβολὴν κατὰ τὸ γεγραμμένον· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις . Ὡς γὰρ εἶδεν ἀπογνωσθέντας ἡμᾶς, καὶ τὴν ἐξ ἔργων ἀποῦσαν βοήθειαν, μᾶλλον δὲ τὴν ἐξ ἔργων παροῦσαν ἀπώλειαν, καὶ τὸ λεῖπον ὑπάρχον οὐδὲν εἰς τὸ γενέσθαι πάντας οὐδὲν, πέπονθέ τι συμπαθὲς, εἰ δεῖ τοῦτο εἰπεῖν, ὁ κατὰ φύσιν ἀπαθὴς, καὶ τὴν ὀφειλομένην δικαίως ὀργὴν εἰς οὐκ ὀφειλομένην ἀλλάττει στοργήν. Ὅθεν ἀποστέλλει πρὸς τὴν καταφθαρεῖσαν εἰκόνα, τὸν τῆς εἰκόνος ποιητὴν, ἀναμορφῶσαι ταύτην χρώμασιν ἀγαθότητος. Διὰ τοῦτο μορφὴν ἔλαβε δούλου ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἵνα τοὺς δούλους τῆς ἁμαρτίας ἐλευθερώσας, εἰς τὴν προτέραν εὐγένειαν ἐπαναγάγῃ, καὶ τοῦ ἐπουρανίου Πατρὸς υἱοὺς ἀναδείξῃ, τῇ κατ’ αὐτὸν εἰκόνι πάλιν συμμορφωθέντας.
Ὅσοι γὰρ ἔλαβον αὐτὸν , φησὶ, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι . Καί μοι τῶν παρόντων ἐγκαλείτω μηδεὶς, ὡς ἄλλα μὲν ἐν προοιμίοις ὑποσχομένῳ, πρὸς ἄλλα δὲ νῦν ἀπαγομένῳ· δι’ ὧν γὰρ τὸν εὐεργέτην δοξάζομεν, καὶ τὴν αὐτοῦ μητέρα συνδοξάζομεν· πρὸς αὐτὸν οὖν αὖθις ὁ λόγος ἐπανιτέον. γ. Ἀνακαθάραι τοίνυν θελήσας τὴν εἰκόνα, καὶ βουληθεὶς ἀθανατίσαι τὴν σάρκα, περιβάλλεται σάρκα, τῷ συγγενεῖ τὸ συγγενὲς θεραπεύων· καὶ γίνεται κατὰ πάντα τέλειος ἄνθρωπος, ἵνα σώσῃ τελείως ὅνπερ ἔπλασεν ἄνθρωπον. Τῆς γὰρ τοῦ γένους ἡμῶν ἀπαρχῆς δι’ ἁμαρτίαν κατακριθείσης, δευτέρας ἔχρῃζεν ἀπαρχῆς ἀναμαρτήτου καὶ πᾶσαν πληρούσης δικαιοσύνην· δι’ ἧς ἅπαν τὸ σῶμα τῇ κεφαλῇ συναρμολογούμενον, προσήχετο πάλιν τοῖς ἀνθρώποις· ἵν’ ὥσπερ ἐν τῷ Ἀδὰμ ἀπεθάνομεν, οὕτως ἐν τῷ Χριστῷ ζήσωμεν. Ἠδύνατο γὰρ σῶσαι καὶ δίχα σαρκώσεως, ὁ βουλήματι μόνῳ τὸ δοκοῦν αὐτῷ πράττων·
PG 85:433ἀλλ’ ἠθέλησε τὴν ἡττηθεῖσαν ὑπὸ τῆς ἁμαρτίας φύσιν, ἐν ἑαυτῷ δεῖξαι τῆς ἁμαρτίας κρείττονα, ἵνα καὶ τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ κατακρίνῃ, καὶ τὴν αὑτοῦ δικαιοσύνην εἰς πάντας ἐκτείνῃ, καὶ καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, ὥς φησι καὶ ὁ θεῖος Ἀπόστολος· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα πληρωθῇ τὸ δικαίωμα τοῦ νόμου ἐν ἡμῖν. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον . Οὐ γὰρ ὅπως αὐτὸς φιλοτιμήσοιτο πρὸς τὴν ἄμυναν τοῦ Ἐχθροῦ παρεσκευάσατο, ἄμαχον ἔχων ὡς Θεὸς καὶ ἀπρόσιτον δύναμιν· ἀλλ’ ὅπως ὁ ἡττημένος Ἀδὰμ τὴν ἰδίαν ἧτταν ἑαυτῷ ἀνακαλέσηται, ἐπὶ τὸ μέγα τῆς ἐνανθρωπήσεως κατῆλθε μυστήριον, τὸ τῆς σαρκὸς καταπέτασμα περιβαλλόμενος, καὶ δι’ αὐτῆς ὁμιλήσας τοῖς σαρκὶ συνδεδεμένοις· ἵνα δι’ οὗ γέγονε τὰ πάντα, δι’ αὐτοῦ περισωθῇ τὰ πάντα. Ἄλλ’ ἴσως εἴποι τις ἄν· Τί οὖν;
πρὸ τοῦ γενέσθαι τὸ θαῦμα τοῦτο, κατημελεῖτο τὸ τῶν ἀνθρώπων ἐν τοῖς ἔμπροσθεν χρόνοις; Οὐδαμῶς, ὦ βέλτιστε, φαίην ἄν. Ἐξαρχῆς ὁ Θεὸς τοῦ καθ’ ἡμᾶς προὐνόησε γένους, καὶ τὴν κατάλληλον ἡμῖν ἔδωκε διδασκαλίαν· διὰ μὲν τῶν ὁρωμένων κτισμάτων, ὥσπερ διά τινων πραγμάτων, πρὸς τὴν ἀόρατον αὐτοῦ Θεότητα ποδηγῶν· διὰ δὲ τοῦ φυσικοῦ νόμου, τῶν καλῶν τε καὶ κακῶν τὴν γνῶσιν ἡμῖν ἐνθείς· καὶ λογισμὸν αὐτοκράτορα δεδωκὼς, ὥσπερ ἡνίοχόν τινα, κυβερνήτην ἄριστον. Ἐπειδὴ δὲ τοῖς γενομένοις καλῶς, οἱ πάλαι γεγονότες ἐχρῶντο κακῶς· τὸ γὰρ κάλλος θαυμάσαντες τῶν ποιημάτων, οὐ τῷ Ποιητῇ προσήνεγκαν τὴν δόξαν, ἀλλ’ ἐσεβάσθησαν τὴν κτίσιν παρὰ τὸν Κτίσαντα , καὶ τὸν φυσικὸν ἀθετήσαντες νόμον, εἰς τὴν παρὰ φύσιν ἐτράπησαν κακίαν· δίδωσι νόμους γραπτοὺς, τὴν ἀληθῆ διδάσκοντας θεογνωσίαν, καὶ τὸν κατ’ ἀρετὴν εἰςηγουμένους βίον· ἐπὶ τούτοις, κριτὰς, βασιλεῖς, προφήτας, ἱερεῖς, εἰς ὁδηγίαν τῆς ἀμείνονος ζωῆς. Ἀλλ’ οὐδὲν ἧττον ἐνόσουν αἱ τῶν ἀνθρώπων ψυχαὶ, ἕως ὁ μέγας ἐπεδήμησεν ἰατρὸς, ἐκ παρθενικῆς ἀνατείλας παστάδος. δ.
PG 85:435Ἐνταῦθα τοῦ λόγου γενόμενος, καὶ πρὸς τὸν πλοῦτον ἀφορῶν τοῦ θαύματος, ἄφωνός τις ὑπ’ ἐκπλήξεως γίνομαι· οὐχ εὑρίσκω γὰρ λόγους ἰσοῤῥόπους τοῖς πράγμασι. Πῶς παραδόξως ὑμνήσω τὴν παράδοξον χάριν· πῶς τὴν πηγὴν τῆς φιλανθρωπίας δοξάσω· πῶς τὸν ποταμὸν τῆς φιλανθρωπίας κηρύξω· πῶς παρθενικοῦ κατατολμήσω πελάγους καὶ βυθὸν ἀνερευνήσω μυστηρίου μεγάλου, εἰ μὴ σύ με διδάξῃς, ἡ Θεοτόκος, οἶόν τινα κολυμβητὴν ἄπειρον, ἀποδύσασθαι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ; εἶτα τὸ στόμα τῆς διανοίας ἐλέους πληρώσασα, πρὸς τὸ βάθος καταδῦναι τῆς σῆς κυοφορίας· ὡς ἂν φωτὶ τοῦ ἐλέους σου περιλαμπόμενος, εὕρω τὸν ἐν σοὶ τῆς ἀληθείας μαργαρίτην; Καί μοι συναγωνίζου πρὸς τὴν ταύτης κατάληψιν, ἵνα διδαχθεὶς παρὰ σοῦ, λέγειν δυνηθῶ περὶ σοῦ, οὐχὶ πῶς ἔτεκες σαρκωθέντα τὸν Λόγον· ὑπὲρ τὸ πῶς γάρ ἐστιν ὁ τοῦ τόκου σου τρόπος· ἀλλ’ ὅτι καὶ μήτηρ γέγονας, καὶ παρθένος ἔμεινας· ὥσπερ ὁ τεχθεὶς ἐκ σοῦ ἄνθρωπος γέγονεν ἀψευδὴς, καὶ Θεὸς ἔμεινεν ἀληθῶς, ἐπανορθούμενος τὸ πλάσμα τῶν ἰδίων χειρῶν·
αὐτὸς γάρ ἐστιν ὁ καὶ καταρχὰς τὸν ἄνθρωπον διαπλάσας, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν δι’ ἑαυτοῦ ἀναπλάσας, αὐτὸς λαβὼν χοῦν τὸν Ἀδὰμ ἀπὸ τῆς γῆς κατεσκεύασε, καὶ τῇ παρ’ αὑτοῦ ἐμπνεύσει τοῦτον ἐψύχωσεν· ἀλλ’ οὐκ ἔδειξεν αὐτῷ τῆς πλάσεως τὸν τρόπον, προαναστέλλων αὐτοῦ τὸ περίεργον θράσος· ἵνα πηλοῦ καὶ ψυχῆς ἀγνοῶν τὴν σύνθεσιν, μηδὲ Θεοῦ καὶ σαρκὸς ἐρευνήσει τὴν ἕνωσιν, μονονουχὶ λέγων αὐτῷ· Μὴ πρὸς οὐρανὸν ὑψωθῆναι τολμήσεις, χαμαιπετὴς ὑπάρχων. Γνῶθι σαυτὸν, πῶς ἐπλάσθης, πῶς ἐμορφώθης, πῶς ἐψυχώθης, πῶς ἐν τῷ σώματί σου κατοικεῖ τὸ ἀσώματον. Ἆρα πᾶσι τοῖς τούτου συνεκτείνεται μέλεσιν, ἢ ἑνὶ μόνῳ περιέρχεται συντελούμενον; Ἀλλ’ εἰ μὲν ἐκτείνεται, πολὺ τὸ ἀνόητον· σωμάτων γὰρ ἴδιόν ἐστι τὸ ἐκτείνεσθαι· τὴν δὲ ψυχὴν ἅπαντες οἴδαμεν ἀσώματον. Εἰ δέ γε συστέλλεται πλέον ἀνοητότερον· οὐ γὰρ σῶμα μόνον εὑρεθήσεται τὸ ἀσώματον, εἴπερ ἔν τινι μέρει συστέλλεται τοῦ σώματος, ἀλλὰ καὶ τὰ λοιπὰ μέλη νεκρὰ δειχθήσεται τῆς ζωοποιούσης ἀφεστηκότα ψυχῆς. Ὁρᾷς ὅπως ἐστὶν ἀκατάληπτος ἡ τούτων κατάληψις· πῶς οὖν εὑρήσεις τὰ ὑπὲρ σέ;
PG 85:437Εἰ μὲν γὰρ τὴν σὴν κατελάμβανες ὕπαρξιν, εἰκότως καὶ τὴν ἐμὴν ἐξηρεύνας σάρκωσιν· μᾶλλον δὲ καὶ τότε τολμηρὸν τὸ γινόμενον· ἄπειρον γὰρ τὸ μέσον Θεοῦ τε καὶ ἀνθρώπων. Εἰ δὲ μήτε τὴν σὴν, πῶς τὴν ὑπὲρ τὴν σήν; Φρονείτωσαν λοιπὸν οἱ παράφρονες, καὶ τῆς Ἰουδαϊκῆς ἀποστήτωσαν μέθης· οἱ λέγοντες ἀδύνατον εἶναι χωρὶς κοινωνίας τῆς πρὸς ἄνδρα, γυναῖκα τεκεῖν. Τί γὰρ μᾶλλον αὐτοῖς δοκεῖ δυσπαράδεκτον, ἐκ γυναικὸς τεχθῆναι, ἢ ἀπὸ γῆς πλασθῆναι; παρθενικὴν κυοφορῆσαι γαστέρα, ἢ γῆν ψυχωθῆναι, καὶ βλέπειν, καὶ λαλεῖν, καὶ ἀκούειν, καὶ τὰ δοκοῦντα πάντα ποιεῖν; Ἔλαβε πάλαι χοῦν ὁ Θεὸς, καὶ πέπλακεν ἄνθρωπον· ἔλαβε πάλιν τὸν ἐκ Παρθένου χοῦν, τὴν σάρκα λέγω τὴν ἐξ αὐτῆς, καὶ ὡς οἶδεν ἑαυτῷ πέπλακε, καὶ ἄνθρωπος γέγονε. Πῶς οὖν οἱ τῷ προτέρῳ πιστεύοντες, πρὸς τὸ δεύτερον ἀντιλέγουσι; Καὶ ἐπ’ ἐκείνου μὲν τὸ παντοδύναμον τῷ Θεῷ μαρτυροῦσιν, ἐπὶ δὲ τούτου τὸ ἀδύνατον αὐτοῦ κατηγοροῦσιν. Αὐτὸς γάρ ἐστιν ὁ κἀκεῖνο τεχνουργήσας, καὶ τοῦτο καινουργήσας. Μηδὲν οὖν ἐπὶ Θεοῦ λεγέσθω ἀδύνατον· ὅπου γὰρ αὐτὸς ἐνεργεῖ, τὸ ἀδύνατον ἀργεῖ.
Ἀλλ’ οὐδὲ αἰσχρόν τι τῆς ἀνθρωπίνης φύσεως, παρὰ φρονίμοις τοῖς ἀληθείας κριταῖς. Ὅλον γὰρ τὸ σῶμα ἡμῶν ὀργάνου τάξιν ἔχον, οὐκ ἀφ’ ἑαυτοῦ τι πράττειν ἐπίσταται, ἀλλὰ τοῖς ἡμετέροις ὑπουργεῖ θελήμασι· δι’ αὐτοῦ γὰρ ἡ ψυχὴ καθάπερ τις μουσικὸς, ἢ τοὺς τῆς ἀρετῆς ἀνακρούεται φθόγγους, ἢ τοὺς τῆς κακίας ἀπεργάζεται ψόφους. Μηδεὶς οὖν αἰσχρὸν οἰέσθω τὸ σῶμα τῶν ἀνθρώπων, καὶ ὡς ἀλλότριον τοῦ Θεοῦ διαβαλλέτω· οὐ γὰρ πλάσις καταισχύνει, ἀλλὰ πρᾶξις κατακρίνει· οὐδὲ γὰρ ὀφθαλμοὶ ἢ χεὶρ, ἤ τι τῶν ἄλλων ἁμαρτάνει μελῶν· ἀλλ’ ὁ κακῶς χρώμενος χειρὶ καὶ ὀφθαλμῷ, καὶ τοῖς ἄλλοις μέλεσι. Διόπερ ὁ πάντων Ποιητὴς καὶ Δεσπότης, ἐκ τῆς Παρθένου καὶ Θεοτόκου τεχθεὶς, τῆς μὲν φύσεως τῶν ἀνθρώπων ἐκοινώνησε· σάρκα γὰρ ἀληθῶς ἐψυχωμένην ἐφόρεσε· τῆς δὲ πράξεως τῶν ἀνόμων οὐ μετέλαβεν· Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, οὔτε εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ . Ὢ γαστρὸς ἁγίας καὶ Θεοδόκου ἐν ᾗ τὸ τῆς ἁμαρτίας διεῤῥάγη χειρόγραφον·
ἐν ᾗ Θεὸς γέγονεν ἄνθρωπος, μένων Θεὸς, καὶ κυοφορίας ἠνέσχετο, καὶ πρὸς τὴν καθ’ ἡμᾶς κατέβη γέννησιν, οὔτε τοὺς πατρικοὺς κενώσας κόλπους, καὶ τὰς μητρῴας ἀγκάλας πληρώσας. Οὐ γὰρ μερίζεται Θεὸς ἐνεργῶν ἅπερ βούλεται· μένων δὲ μᾶλλον ἐν πᾶσιν ἀμέριστος, πρυτανεύει τῷ κόσμῳ τὴν σωτηρίαν. Καὶ Γαβριὴλ μὲν ἐπὶ τὴν Παρθένον καὶ Θεοτόκον ἐρχόμενος, ἀπολιμπάνει τοὺς οὐρανούς· ὁ δὲ πάντα πληρῶν τοῦ Θεοῦ Λόγος, καὶ σαρκούμενος ἐν αὐτῇ, τῆς ἐν οὐρανοῖς προσκυνήσεως οὐ χωρίζεται. Ὥσπερ γὰρ λόγος ἐν χάρτῃ γραφόμενος ὅλος ἐστὶν ἐν τῷ χάρτῃ, καὶ ὅλος ἐν τῷ γεννήσαντι νῷ, καὶ ὅλος ἐν τοῖς ἀναγινώσκουσιν αὐόν· οὕτως ὁ Θεὸς Λόγος, μᾶλλον δὲ ὡς εἶδεν ὁ Λόγος, ὅλος ἐν τῷ ἰδίῳ σώματι, καὶ ὅλος ἐν τῷ Θεῷ καὶ Πατρὶ, καὶ τὸν οὐρανὸν πληρῶν, καὶ τὴν γῆν περιέχων, καὶ τῆς κτίσεως ἁπάσης περιδρασσόμενος. Τίς ἐγκαλέσει Θεῷ τὸ μέτριον; τίς ὀνειδίσει αὐτῷ τὴν δι’ ἡμᾶς πτωχείαν, δι’ ἧς ἐπλουτήσαμεν οὐρανῶν βασιλείαν; Τί φασιν οἱ τὴν ἀνευλαβῆ νοσοῦντες εὐλάβειαν, καὶ φοβούμενοι φόβον, οὗ οὐκ ἔστι φόβος · μή τι πάθῃ Θεὸς, ὡς αὐτοὶ νομίζουσι, τὰ πάθη τῶν ἀνθρώπων ἀπαθῶς ἰατρεύων·
PG 85:439καὶ διὰ τοῦτο ἀπιστοῦντες, εἰ Θεοῦ σαρκωθέντος γέννησιν, γυναικὸς ἐπιστεύθη γαστήρ; Οὕτω μᾶλλον δοξάζεται Θεός· οὕτω μᾶλλον δείκνυται ἀπαθής· ὡς καὶ παθητὸν σῶμα περιβαλλόμενος, καὶ τὸ τῆς θεότητος ἀπαθὲς ἐνδειξάμενος. Εἰ γὰρ ὁ ἥλιος οὗτος ῥυπαρῶν καὶ δυσόδμων ἐφαπτόμενος τόπων οὐ πάσχει τινὰ μολυσμὸν εἰς τὴν αὐτοῦ καθαρότητα, πῶς οὐχὶ πλέον ὁ τῆς δικαιοσύνης ἥλιος εἰς καθαρὰν ἐπιλάμψας Παρθένον, ἐξ αὐτῆς τε τὸ πανάγιον σῶμα λαβὼν, ἀπαθὴς ἐν αὐτῷ μεμένηκεν ὡς Θεός; Τῶν γὰρ ἀνθρώπων ἄρδην ἀπολλυμένων, καὶ μηδεμίαν ἐχόντων ἐλπίδα σωτηρίας, ἐδεήθημεν ἐπιδημίας Θεοῦ, τῆς διὰ προφητῶν ἡμῖν προκηρυχθείσης· ὡς ἔστι ἀκοῦσαι τοῦ μὲν Ἡσαί̈ου λέγοντος, Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. ὅπερ ἐστὶν ἑρμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός . Καὶ πάλιν, Ὅτι παιδίον ἐγενήθη ἡμῖν υἱὸς, καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ , καὶ τὰ ἑξῆς, ἕως, Πατὴρ τοῦ μέλλοντος αἰῶνος . Καὶ ἀλλαχοῦ πάλιν αὐτὸς οὗτος, τῶν ἀλλογενῶν ἐθνῶν τὴν κοινωνίαν προβλέπων τὴν ἐν Χριστῷ γενησομένην, οὕτω φησί·
Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνοῦ, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ· καὶ μοσχάριον καὶ λέων καὶ ταῦρος ἅμα βοσκηθήσονται . Καὶ πάλιν· Ἰδοὺ ὁ Θεὸς ἡμῶν αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ὡς ἔλαφος ἀλεῖται χωλός· καὶ τρανὴ ἔσται γλῶςσα μογιλάλων . Τοῦ δὲ Ἱερεμίου κεκραγότος ἐν τῷ Βαρούχ· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ ταῦτα, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη . Καὶ ὁ Μιχαίας φησί· Καὶ σὺ, Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθὰ, μὴ ὀλιγιστὸς εἶ, τοῦ εἶναί σε ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα τοῦ Ἰσραήλ. Καὶ ἔξοδος αὐτοῦ, ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος . Ἐπὶ τούτοις ὁ Ζαχαρίας· Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών· ὅτι ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον· καὶ ἔσονται αὐτῷ εἰς λαόν . Ὁ δὲ θεσπέσιος Δανιὴλ τὸ τοῦ Ναβουχοδονόσορ ἐνύπνιον ἐξαγγέλλων, οὕτω πῶς λέγει τὴν ἐκ Παρθένου γέννησιν.
PG 85:441Ἐθεώρουν ἕως οὗ ἐτμήθη ἀπὸ ὄρους λίθος ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα . Καὶ μετ’ ὀλίγα· Καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα, ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε τὴν γῆν . Εἶτα τὴν σύγκρισιν τοῦ ἐνυπνίου λέγων, ἐπήγαγε· Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων, ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τὸν αἰῶνα οὐ διαφθαρήσεται· καὶ ἡ βασιλεία αὐτοῦ, λαῷ ἑτέρῳ οὐχ ὑποληφθήσεται. Λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας, καὶ ἀναστήσεται εἰς τοὺς αἰῶνας . Καὶ πάλιν ὁ αὐτός φησι· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ, μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι, αὐτῷ δουλεύουσιν. Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥ τις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται . Καὶ Σοφονίας δὲ λέγει· Ἐπιφανήσεται Κύριος ἐπ’ αὐτούς· καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν· καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν .
Καὶ πρὸς ἐπὶ τούτοις πᾶσι, μᾶλλον δὲ πρὸ τούτων πάντων, ὁ προφήτης καὶ βασιλεὺς κέκραγε Δαυί̈δ· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης . Καὶ μεθ’ ἕτερα. Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας· πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. Καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς· πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν . ε. Καὶ τί χρὴ πάντα εἰς μέσον ἄγειν τὰ παρὰ τῶν προφητῶν εἰρημένα, τῶν προαγορευσάντων τὴν παρουσίαν Χριστοῦ τὴν ἐκ τῆς Θεοτόκου γενομένην; Ποία τοίνυν μεγαλόφωνος γλῶσσα ταύτην ἀξίως ὑμνήσειε· δι’ αὐτῆς γὰρ τῶν μεγάλων ἀγαθῶν ἠξιώθημεν; Ποίοις ἐπαίνων ἄνθεσι, τὸν ὀφειλόμενον αὐτῇ πλέξομεν στέφανον; Ἐξ αὐτῆς γὰρ τὸ ἄνθος [Ἰεσσὲ] ἱεσσαὶ ἀνεβλάστησε, καὶ τὸ γένος ἡμῶν δόξῃ καὶ τιμῇ ἐστεφάνωσε. Ποῖα ταύτης ἄξια δῶρα προσενέγκωμεν, ἧς ἐστιν ἀνάξια τὰ τοῦ κόσμου ἅπαντα; Εἰ γὰρ περὶ τῶν ἄλλων ἁγίων ὁ Παῦλός φησι, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος ·
PG 85:443τί ἂν εἴποιμεν περὶ τῆς Θεοτόκου, ἢ τοσοῦτον ἅπαντας ὑπερεκλάμπει τοὺς μάρτυρας, ὅσον καὶ τοὺς ἀστέρας ὑπεραυγάζει ὁ ἥλιος; Ὧ παρθενία, δι’ ἧς ἄγγελοι δικαίως ἀγάλλονται, πρὸς διακονίαν ἀνθρώπων ἀποστελλόμενον ἡ πρώην τὸ ἡμέτερον ἀποστρεφόμενοι γένος, καὶ φαιδρύνεται Γαβριὴλ, τὸ τῆς θείας συλλήψεως μήνυμα πιστευόμενος Διόπερ ἀπὸ χαρᾶς καὶ χάριτος τῆς προσηγορίας ἀπάρχεται· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Χαῖρε κεχαριτωμένη , φαιδρὸν ἀνάλαβε πρόσωπον. Ἐκ σοῦ γὰρ ἡ πάντων τεχθήσεται χαρὰ, καὶ παύσει τούτων τὴν ἀρχαίαν ἀρὰν, ἐν τῷ καταλύειν τοῦ θανάτου τὸ κράτος, καὶ δωρεῖσθαι πᾶσιν ἀναστάσεως ἐλπίδα. Χαῖρε κεχαριτωμένη , ὁ ἀμάραντος τῆς ἁγνείας παράδεισος, ἐν ᾧ φυτευθὲν τὸ ξύλον τῆς ζωῆς, βλαστήσει πᾶσι σωτηρίας καρποὺς, ὅθεν ἡ τετράστομος τῶν Εὐαγγελίων πηγὴ, βρύσει τοῖς πιστεύουσι ποταμοὺς οἰκτιρμῶν. Χαῖρε κεχαριτωμένη , μεσιτεύουσα Θεῷ καὶ ἀνθρώποις, ἵνα τὸ μεσότοιχον ἀναιρεθῇ τῆς ἔχθρας, καὶ τοῖς ἐπουρανίοις ἑνωθῇ τὰ ἐπίγεια. Ὁ Κύριος μετὰ σοῦ .
Ἐπειδὴ ναὸς ὑπάρχεις ὄντως ἀξιόθεος τοῖς τῆς ἁγνείας ἀρώμασιν εὐωδιαζόμενος, ὁ μέγας ἐν σοὶ κατοικήσει ἀρχιερεὺς, ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἀμήτωρ καὶ ἀπάτωρ· ἀμήτωρ ἐκ Θεοῦ Πατρός· ἀπάτωρ ἐκ σοῦ τῆς μητρός. Ἡ δὲ ἰδοῦσα , φησὶ, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ , τουτέστιν ἐπὶ τῷ παραδόξῳ τῶν λεγομένων. Ὁ δὲ Γαβριὴλ ἵνα μὴ διαποροῦσα ταράττηται, τῷ παρακλητικῷ λόγῳ φθάνει τὴν ἄγνοιαν, καὶ φησὶ, Μὴ φοβοῦ, Μαριάμ · ὁ γὰρ φόβος, τῶν προσκεκρουκότων ἐστί· σὺ δὲ, χάριν εὗρες παρὰ τῷ Θεῷ . Εἶτα δεικνὺς τὴν χάριν τὴν ὑπὲρ πᾶσαν χάριν, ἐπάγει λέγων· Ἰδοὺ, συλλήψῃ ἐν γαστρὶ καὶ τέξεις υἱόν. Οὗτος μέγας ἔσται, καὶ Υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυὶ̈δ τοῦ πατρὸς αὐτοῦ· καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω ; Οὐδεὶς, φησὶ, τρόπος συλλήψεως ἐν γυναιξὶ τεθεώρηται, πλὴν ἀνδρὸς κοινωνίας· ἐμοὶ δὲ τῆς τοιαύτης καθαρευούσης πείρας, πῶς ἔσται τοῦτο δυνατόν; Τὸ παράδοξον τῆς σῆς ἐπαγγελίας, δυσπαράδεκτον ἔχει πληροφορίαν.
Πῶς ἡ ἄσπορος βλαστήσω καρπόν; πῶς δὲ ἡ ἄγαμος γεννήσω υἱόν; Εἰκότα μου πυνθάνῃ, φησὶν ὁ ἀρχάγγελος, καὶ συγγνωμόνως ποιοῦμαι τὴν ἀπόκρισιν. Τῷ μὲν τόκῳ προσμαρτυρῶν, τῷ δὲ τρόπῳ παραχωρῶν. Ὅσον οὖν ἐμὲ γινώσκειν, τοιοῦτόν ἐστιν. Οὐκ ἐξ ἀνδρικῆς παιδοσπορίας γενήσεται ἡ σύλληψις, ἀλλ’ ἡ τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησις, καὶ ἡ τῆς δυνάμεως τοῦ Ὑψίστου ἐπισκίασις ταύτην ἐργάσεται. Τί οὖν προβάλλῃ τὸν νόμον τῆς φύσεως ἐπὶ τοῦ νομοθέτου τῆς φύσεως; μὴ γὰρ σὺ τοῦ δυναμοῦντος ἐκτὸς τὸν σὸν ἰσχύεις ὑποδέξασθαι ποιητήν; μὴ γὰρ ἔχεις οὐρανοῦ πλατυτέραν γαστέρα; μὴ γὰρ ὑπερβαίνεις ἐν μεγέθει τὴν κτίσιν, ἥ τις αὐτὸν οὐ χωρεῖ κατὰ φύσιν; ἐγγὺς ὁ συμμαχῶν. Δύναμις Ὑψίστου ἐπισκιάσει σοι . Ἐὰν γὰρ μὴ τοιαύτη δύναμις ἐπισκιάσῃ σοι, οὐ δυνήσῃ χωρεῖν τὸν ἀχώρητον· ἐὰν μὴ αὐτὸς ὁ τικτόμενος πρὸς τὸν οἰκεῖον συνεργήσῃ σοι τόκον, πηλὸς τὸν ἑαυτοῦ πλάστην βαστάζειν οὐ δύναται. Ἐπειδὴ πάλιν ἔφης, πῶς ἡ ἄσπορος βλαστήσω καρπόν; λάβε τοῦτο κατὰ νοῦν εἰς τὸ πιστεῦσαι τῷ θαύματι. Πῶς ἐν ἀρχῇ τῆς τοῦ κόσμου δημιουργίας, δίχα σπερμάτων ἡ γῆ τοὺς καρποὺς ἐβλάστησεν;
PG 85:445Ὁ γὰρ ἐκείνην δυναμώσας εἰς καρπογονίαν, καὶ τὴν σὴν κινήσει γαστέρα πρὸς παιδοποιί̈αν. Πρὸς μὲν ἐκείνην ἐῤῥέθη, βλαστησάτω ἡ γῆ βοτάνην χόρτου · καὶ τὸ θεῖον πρόσταγμα, φύσις τῶν ὄντων ἐγένετο, καὶ παντοδαποῖς καρποῖς ἅπαντα κατεκόσμησε. Πρὸς δέ σε λέγεται· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ· καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ γενόμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ . Οἷς ἐπιτρέχουσά φησιν ἡ Παρθένος· Ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου . Καὶ τὰ τῆς θείας συλλήψεως λοιπὸν, κατὰ τὴν παρθενικὴν ἐνεργεῖτο νηδύν. Τίς λόγος τὸ ἀδιάβατον τῆς ἀνυμφεύτου λοχείας πέλαγος ἐμβατεῦσαι δυνήσεται; Τίς οὕτω καθαρώτατος νοῦς καὶ θεωρητικώτατος, τὰ ἀθέατα κατοπτεῦσαι; Καὶ κρείττονος ἢ κατὰ ἄνθρωπον ταῦτα φωνῆς, μᾶλλον δὲ θείας ἀληθῶν ἐπιπνοίας, χαριζομένης τῶν ζητουμένων τὴν εὕρεσιν. Πῶς ἡ ἄκτιστος καὶ ἀχώρητος οὐσία τοῦ Λόγου καὶ πρὸς πᾶσαν ἀκοινώνητος κτίσιν, ᾗ προσβλέψαι τὰ Χερουβὶμ οὐ τολμᾷ, κἂν τῶν λοιπῶν ὑπερέχηται ταγμάτων, αὕτη κοινωνίαν ἠσπάσατο πρὸς τὴν ἀσθενῆ καὶ γεώδη τῆς ἀνθρωπότητος φύσιν;
Καὶ γέγονε μυστήριον, ὅπερ μέχρι τῆς σήμερον μένει μυστήριον, καὶ οὐδέποτε παύσεται τοῦ εἶναι μυστήριον. Τότε κατεῖδεν ἡ κτίσις, ὃ μὴ τεθέαται πρώην· υἱὸν, τῆς τεκούσης πατέρα· βρέφος, τῆς μητρὸς προϋπάρχον· παιδίον τῶν αἰώνων ἀρχαιότερον. Οὐ γὰρ ἦν ψιλὸς ἄνθρωπος ὁ τεχθείς· ἀλλὰ Θεὸς Λόγος ἐκ Παρθένου σαρκωθεὶς, τὴν ὁμοούσιον ἐμοὶ σάρκα περιβαλλόμενος, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνασώσηται. Εἰ γὰρ ἕτερον ἔσχε σῶμα παρ’ ἐμὲ, εἰ μὴ τῆς ἐμῆς σαρκὸς ἐκοινώνησεν, ἐμὲ τῆς ζωῆς οὐκ ἠξίωσεν· εἰ μὴ τὴν ἐμὴν ἐπτώχευσεν οὐσίαν, ἐγὼ θεϊκὴν οὐκ ἂν ἐπλούτησα βασιλείαν. Προῆλθε τοίνυν ὁ Ἐμμανουὴλ εἰς τοῦτον ὃν καὶ πάλαι πεποίηκε κόσμον, παιδίον μὲν πρόσφατον, Θεὸς δὲ προαιώνιος· ἐν φάτνῃ ἀνακλινόμενος, ἐν καταλύματι τόπον οὐχ εὑρίσκων, καὶ τὰς αἰωνίους σκηνὰς ἡτοιμακώς· ἐν σπηλαίῳ καταγόμενος, καὶ δι’ ἀστέρος μηνυόμενος· ὑπὸ μάγων δῶρα δεχόμενος, καὶ πταισμάτων λύτρα δωρούμενος· ὑπὸ Συμεῶνος ἐν ἀγκάλαις φερόμενος, καὶ τὰ πάντα θεϊκῶς ἐναγκαλιζόμενος·
ὑπὸ ποιμένων βρέφος θεωρούμενος, καὶ ὑπὸ στρατιῶν ἀγγέλων, ὡς Θεὸς γνωριζόμενος, τὴν ἐν οὐρανοῖς αὐτοῦ δόξαν, καὶ ἐπὶ γῆς εἰρήνην, καὶ ἐν ἀνθρώποις εὐδοκίαν, ὑμνούντων. Ἅπερ ἅπαντα ἡ ἁγία Μήτηρ τοῦ Κυρίου τῶν ὅλων, καὶ ἀληθῶς Θεοτόκος ἐν τῇ καρδίᾳ συμβάλλουσα , καθὰ γέγραπται, ταῖς προσθήκαις τῶν περὶ αὐτοῦ παραδόξων πραγμάτων, ἐπολλαπλασίασε τῆς καρδίας τὴν ἀγαλλίασιν, φαιδρυνομένη τε ἅμα καὶ ἐκπληττομένη, ταῖς τοῦ Υἱοῦ καὶ Θεοῦ παρεμφαινομέναις μεγαλειότησιν. Ὅτε γοῦν τὸ θεῖον ἐκεῖνο τεθέαται βρέφος, φόβοις καὶ πόθοις ὡς οἶμαι κρατουμένη, τοιαῦτα μόνη διελέγετο μόνῳ. Ποίαν ἐπὶ σοὶ, παιδίον, εὕρω προσηγορίαν ἁρμόττουσαν; Ἀνθρώπου; ἀλλὰ θεϊκὴν ἔσχες τὴν σύλληψιν. Τοῦ Θεοῦ; ἀλλ’ ἀνθρωπικὴν ἔλαβες σάρκωσιν. Τί οὖν ἐπὶ σοῦ διαπράξομαι; γαλακτοτροφήσω, ἢ θεολογήσω; Ὡς μήτηρ θεραπεύσω, ἢ ὡς δούλη προσκυνήσω; Ὡς υἱὸν περιπτύξομαι, ἢ ὡς Θεῷ προσεύξομαι; Ἐπιδώσω γάλα, ἢ προσενέγκω θυμίαμα; Τί τὸ ἄῤῥητον τοῦτο θαῦμα καὶ μέγιστον; Ὁ οὐρανὸς, θρόνος σοι ὑπάρχει, καὶ ὁ ἐμός σε κόλπος βαστάζει. Ὅλος τοῖς κάτω ἐπέστης, καὶ οὐδ’ ὅλως τῶν ἄνω ἀπέστης·
οὐ γὰρ τοπικὴ γέγονεν ἡ κατάβασις, ἀλλὰ θεϊκὴ πέπρακται συγκατάβασις· ὑμνῶ σου τὴν φιλανθρωπίαν, οὐκ ἐρευνῶ σου τὴν οἰκονομίαν. 3. Εἴδετε πηλίκον δι’ αὐτῆς ἐπράχθη μυστήριον, πᾶσαν ὑπερβαῖνον καὶ γλῶτταν καὶ ἔννοιαν. Τίς οὖν οὐκ ἂν θαυμάσειε τὴν μεγάλην τῆς Θεοτόκου δύναμιν· καὶ ὅσον ὑπερανέχει τοὺς ὅσους τιμῶμεν ἁγίους; Εἰ γὰρ τοῖς δούλοις ὁ Χριστὸς τοιαύτην δέδωκε χάριν, ὥστε μὴ δι’ ἁφῆς μόνον ἰᾶσθαι τοὺς κάμνοντας, ἀλλὰ καὶ τῇ σφῶν ἐπισκιάσει τοῦτο ποιεῖν· προὐτίθεσαν γὰρ ἐν ἀγορᾷ μέσῃ τοὺς κάμνοντας, ὡς ἡ βίβλος διδάσκει τῶν πράξεων, καὶ Πέτρου μὲν ἡ σκιὰ τὰς νόσους ἀπήλαυνε· Παύλου δέ τις ἐγχείριον ἐπιλαβὼν, καὶ τοῦ χρωτὸς αὐτοῦ τὴν ὀσμὴν ἀπομάξας, τοὺς ἀλάστορας δι’ αὐτῆς ἀπεσόβει δαίμονας· τίνα χρὴ νομίζειν τῇ Μητρὶ τὴν ἰσχύν; Ἆρα οὐχὶ πολλῷ μείζονα τῶν ὑπηκόων; παντί που δῆλον. Καὶ τί θαυμαστὸν εἰ ζῶντες ἐνήργουν οἱ ἅγιοι, ὅπου γε καὶ τεθνεῶσιν αὐτοῖς οὐ συναπέκρυψε τὴν δυναστείαν ἡ γῆ; Εἰ γὰρ καὶ λίθοι τὰ τούτων κρύπτουσι σώματα, σώζειν ἰσχύουσι τοὺς ἐν ἀνάγκαις· εἴπερ αὐτοῖς ἀξίως ἀγγίζοιεν·
εἰ δὲ τούτοις τοιαῦτα θαυματουργεῖν ἐχαρίσατο, πηλίκα τῇ Τεκούσῃ τὰ τροφεῖα δέδωκε, καὶ ποίοις αὐτὴν κατελάμπρυνε τοῖς χαρίσμασιν; Εἰ Πέτρος ὠνομάσθη μακάριος , καὶ κλεὶς ἐπιστεύθη βασιλείας οὐρανῶν, πῶς οὐχ ὑπὲρ πάντας μακαρισθήσεται ἡ τὸν ὑπ’ ἐκείνου ὁμολογηθέντα τεκεῖν ἀξιωθεῖσα; Εἰ Παῦλος ἐκλογῆς σκεῦος ἐπικέκληται διὰ τὸ βαστάσαι Χριστοῦ τὸ σεβάσμιον ὄνομα, καὶ πανταχοῦ τῆς οἰκουμένης κηρύξαι, πηλίκον ἂν εἴη σκεῦος ἡ Θεοτόκος; Οὐ κατὰ τὴν χρυσῆν στάμνον τὸ μάννα χωρήσασα, ἀλλὰ τὸν οὐράνιον ἄρτον ἐν γαστρὶ χωρήσασα, τὸν εἰς βρῶσιν καὶ ῥῶσιν τοῖς πιστοῖς διδόμενον. Ἀλλὰ γὰρ εὐλαβοῦμεν μὴ πλείονα περὶ αὐτῆς λέγειν βουλόμενος, ἐπιπλέον αἰσχυνθῶ, τῆς ἀξίας οὐκ ἐφικνούμενος. Οὐκοῦν τὰ ἱστία τοῦ λόγου χαλάσας, εἰς τὸν ἀσφαλῆ τῆς σιωπῆς λιμένα ὁρμήσω, πρότερον εἰπὼν ὀλίγα τοῖς συνελθοῦσιν ἐνταῦθα. Πολλῶν ἡμῖν ἀγαθῶν καὶ πάντα λόγον νικώντων διὰ τῆς Θεοτόκου γενομένων, ἀμειψώμεθα τὴν εὐεργέτην ἡμῶν ἀμοιβὴν, εἰς ἡμᾶς ἀναστρέφουσαν. Τίνα; Ταύτην , φημὶ, τὴν πρὸς ἀλλήλους ἀγάπην· ἥτις ἐστὶ τοῦ νόμου πλήρωμα.
PG 85:447Ὁ γὰρ πᾶς νόμος, φησὶν, ἐν τούτῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν . Καὶ πάλιν, τὸ γὰρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται· ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν . Πρὸς δὲ πάντων, τὸ σῶμα τῆς Ἐκκλησίας τηρήσωμεν ἄῤῥηκτον· τῆς ὁμονοίας τὸν πλοῦτον φυλάττοντες ἄσυλον. Μὴ πρὸς τὰς ἀλλήλους ἔχθρας ἀμυνόμενοι τὴν ὀρθὴν πίστιν ἐκδικεῖν προσποιούμεθα· ἐν εὐσεβείας σχήματι τὸ κακὸν παραρτύοντες· μηδὲ λημάτων ἕνεκεν αἰσχρῶν, τῶν δογμάτων ἀποστῶμεν τῶν ὀρθῶν, ἐπὶ ζημίᾳ κερδαίνοντες, καὶ καπηλεύοντες τὴν ἀλήθειαν· ἀλλὰ μετὰ τῆς πίστεως τῆς ὀρθῆς, καὶ πολιτείαν κτησώμεθα χρηστὴν, ὅτι θάτερον θατέρου χωρὶς, πρὸς τελείαν εὐδοκίμησιν οὐκ ἀρκεῖ. Ἡ γὰρ πίστις, χωρὶς τῶν ἔργων, νεκρά ἐστιν· ὡς καὶ τὰ ἔργα δίχα τῆς πίστεως . Καὶ δεσμοῖς ἀγάπης ἑαυτοὺς περισφίγξαντες, τοιαύτας τῇ Θεοτόκῳ φωνὰς προσενέγκωμεν· Ὦ παναγία Παρθένε, περὶ ἧς ὁ πάντα λέγων σεμνά τε καὶ ἔνδοξα, οὐ διαμαρτάνει μὲν τῆς ἀληθείας, ἁμαρτάνει δὲ τῆς ἀξίας·
PG 85:451ἄνωθεν ἡμᾶς ἵλεως, ἐποπτεύουσα, νῦν μὲν διεξάγοις εἰρηνικῶς· ἐπὶ δὲ τοῦ θρόνου τῆς κρίσεως ἀκαταισχύντως προσάγουσα, μετόχους τῆς ἐκ δεξιῶν αὐτοῦ στάσεως ἀποδείξοις, ἁρπαγησομένους εἰς οὐρανόν· καὶ μετὰ ἀγγέλων ὑμνῳδοὺς ἐσομένους τῆς ἀκτίστου καὶ ὁμοουσίου Τριάδος ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, νοουμένης τε καὶ δοξαζομένης, νῦν καὶ, ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Discourse XLΛΟΓΟΣ Μ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΛΟΓΟΣ Μ. Εἰς τὴν μεταμόρφωσιν τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. α. Ἥλιος ἄρτι κατὰ γῆς ἐπαφιεὶς τὰς ἀκτῖνας, ἀστέρων μὲν καλύπτει χοροὺς, ἀμαυροῖ δὲ φέγγος σελήνης, τῇ τῆς λαμπρότητος ὑπερβολῇ τῶν φωστήρων συστέλλων τὴν θέαν· ἐπέχει δὲ τρέχουσαν τὴν νύκτα φωτὶ τὸ σκότος ἀποτειχίζων, πάντα δὲ καθάπερ μελαίνης ἐσθῆτος ἀπογυμνώσας ταῖς τοῦ φωτὸς ἀμφιέννυσι χάρισι, καὶ δείκνυσι τῆς ἠπείρου τὰ νῶτα τοῖς ἄνθεσι στεφανούμενα, πορφύρουσαν τὴν θάλασσαν, καὶ εἷς ὢν καταυγάζει τῆς ὁρωμένης κτίσεως τὸ πρόσωπον. Οὐ μὴν ἀλλὰ καί τοι τοσοῦτος ὢν οὔπω πρὸς ἀκρότητα φέγγους φθάσας ἐλέγχεται·
PG 85:453ὀφθαλμοί τε γὰρ κατατολμῶσι θνητοὶ, καὶ νέφους πολλάκις ὑποδρομὴ τὰς μαρμαρυγὰς ἀνεχαίτισε, καὶ δένδρων κατάσκιος τὴν αὐγὴν ἀπεκώλυσε, καὶ νὺξ νόμῳ θαῤῥοῦσα τοῦ Κτίσαντος τὸν χρόνον ἰσοῤῥόπως ἡλίῳ μερίζεται. Ἐπειδὴ γὰρ ὁ τῶν ἀνθρώπων βίος καὶ ἐπίπονός ἐστι, καὶ πόνοις σφίγγεται, διὰ τοῦτο τὴν μὲν ἡμέραν ὁ Κτίστης πρὸς ἐργασίαν ὑφήπλωσεν· ἡ δὲ νὺξ ἐπελθοῦσα, καὶ κεκοπωμένον εὑροῦσα τὰ τῆς ἀνέσεως παραδίδωσι κλίνῃ, λύουσα μὲν τὰ μέλη τῷ ὕπνῳ, διδοῦσα δὲ προθεσμίαν τῇ φύσει κατὰ μικρὸν ἀθροῖσαι τὴν δύναμιν. Μέγα μὲν οὖν ἔφην, καὶ λαμπρὸν τοῦ ἡλίου τὸ φῶς· ταῖς δὲ τῶν ἀνθρώπων χρείαις μόνον ἰσόμετρον. Οὐ μὴν τοιοῦτον τοῦ Δεσπότου τὸ φέγγος (οὐ γὰρ θέμις παραβάλλεσθαι τὸ κτίσμα τῷ Κτίσαντι) οὔτε συγκρίσει τῶν ἡλιακῶν ἀκτίνων τιμώμενον, τὸ διαδοχαῖς νυκτὸς μὴ κρυπτόμενον, ἀλλὰ τοῦτο ἀνθρώποις ἔκπληκτον, καὶ ἀγγέλοις ἀπρόσιτον. Τοῦτο τὸ φῶς ὁ Δεσπότης Χριστὸς περιβαλλόμενος καθάπερ τροπαιοῦχος ἐξ οὐρανοῦ παραγίνεται τὴν δευτέραν αὐτοῦ παρουσίαν πρὸς ἀνθρώπους ποιούμενος·
μεταβαλὼν γὰρ τότε τοῦ πολέμου τὸ σχῆμα τὴν τοῦ νενικηκότος στολὴν περιβάλλεται οὕτω γὰρ ὁ προφήτης φησὶ, Διὰ τί σοι ἐρυθρὰ τὰ ἱμάτια ; Πολέμου γὰρ ζωμὸς τὴν ἐσθῆτα τοῦ πολεμοῦντος ἐφοίνιξεν. Ἐπειδὴ γὰρ Θεῷ πάσης οἰκονομίας φιλανθρωπικὸς σκοπὸς, ποικίλως ἀνύει τὸ βούλημα, καὶ ταπεινὰ πρὸς τὴν χρείαν ἐνδύεται σχήματα. Οὕτω περιπατῶν ἐν παραδείσῳ κρυπτόμενον τὸν πρωτόπλαστον εἰς διάλεξιν καλεῖ, οὕτως αὐτῷ πάλιν νεφέλη πρὸς ἀνθρώπους λαλοῦντι ἐμεσίτευσεν. Ἀλλ’ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἀνθρωπότητος ἐπιλαβόμενος ἐπιφαίνεται διὰ τῶν τῆς φύσεως ἀεὶ νομίμων, τοῖς πάθεσι δὲ τὸ γένος πιστούμενος, τόκος, καὶ φάτνη, καὶ σπάργανα, περιτομὴ, καὶ καθαρμὸς, καὶ νομίμων λίτρων ἀντίδοσις· σταυρὸς ἐπὶ τούτοις, καὶ πάθος, καὶ θάνατος. Ἀλλ’ οὕτω μὲν τὰ πρῶτα τῆς οἰκονομίας ἐν ταπεινῷ τῷ σχήματι, καὶ τῇ χρείᾳ μετρούσης τὴν θέαν· ἐν δὲ τῷ καιρῷ τῆς δευτέρας ἐπιφανείας ἀλλάττει τὸ σχῆμα· οὐκέτι ταπεινὴν, ὡς τὸ πρότερον, ἀλλὰ φοβερὰν καὶ φαιδρὰν ἐργαζόμενος. β. Ἐκείνης τοίνυν τῆς παρουσίας τὴν δόξαν τοῖς μαθηταῖς ἀναπετάσαι βουλόμενος, ἐλάλησεν·
PG 85:455Εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ μὴ γεύσονται θάνατον, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ . Ὑμεῖς μὲν οὖν πρὸς τὸ ταπεινὸν ἀφορῶντες τοῦ σχήματος ἀγνοίᾳ λογισμῶν τῆς κρυπτομένης σοφίας οὐ καθορᾶτε τὸ βάθος, καὶ μέτρον ὑμῖν τῆς γνώσεως γίνεται τὸ μέτρον τῆς ὄψεως. Τοσοῦτον γὰρ χρόνον ἔχω μεθ’ ὑμῶν, καὶ οὐκ ἐγνώκατέ με ; Οὐκοῦν ἐκκαλύπτω τι μέρος τῆς ἀθεάτου θέας ὑμῖν, καὶ συνάγω τῇ θέᾳ τὰς μελλούσας ἐλπίδας. Διελέχθην περὶ πάθους ὑμῖν, καὶ τὴν ψυχὴν ἐναρκήσατε· εἶπον, ὅτι σταυρωθῆναί με δεῖ, καὶ φόβῳ τὸν λογισμὸν κατωκλάσατε· εἶπον· Εἴ τις θέλει ὀπίσω μοῦ ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι · ἀλλὰ μνήμη πάθους καὶ ὁ τόνος ἐλύετο· Εἶπον· Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, καὶ ζημιωθῇ τὴν ψυχὴν αὑτοῦ ; Καὶ τῷ λόγῳ τὸν φόβον ὑμῶν οὐκ ἐξώρυττον, ἀλλ’ ἔμενε τὸ πάθος ἀήττητον· ἀδωροδόκητον πάλιν εἰσήγαγον κριτὴν, οὐκ ἐξαργυρίζοντα δώροις τὰ πταίσματα, λέγων· Τί γὰρ δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ , καὶ παρ’ ὑμῖν ἦν ὁ λόγος ἀμφίβολος. Εἶπον·
Ἥξει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὑτοῦ , καὶ μυθολογεῖν ἐνομίσατε. Ἐπειδὴ τοίνυν ἄφρακτος ὁ λόγος, διδάξουσι τὰ πράγματα· Εἰσί τινες τῶν ᾧδε ἑστώτων, οἵ τινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὑτοῦ . Ὁ τῆς μελλούσης παρουσίας χρόνος οὐδέπῳ· δεῖ γὰρ παγῆναι σταυρὸν, χειρωθῆναι τὸν ᾅδην, ἐλευθερίας προτεθῆναι τοῖς νεκροῖς διατάγματα, ἐκ νεκρῶν ἀναστάντα εἰς οὐρανοὺς ἀνελθεῖν, τὸν τοῦ Κηρύγματος ἀγῶνα. Προτεθῆναι τοῖς πᾶσι, διὰ τὸ κήρυγμα κρατῆσαι τὸ Εὐαγγέλιον, καὶ τότε φανῆναι τὸν εὐαγγελιζόμενον· ἀλλ’ ὑμῖν τοῖς ἐμοῖς μαθηταῖς τῆς παρουσίας εἰκόνα προχαρίσασθαι σπεύδω, ἵνα πρόωρον θέαν τρυγήσαντες ἔχητε πίστιν τῶν μελλόντων τὰ φθάσαντα. Εἰσί τινες τῶν ὧδε ἑστώτων. Τινές · οὐ γὰρ πάντες· οὐδὲ γὰρ δημοσιεύω πάντως τὴν θέαν, μενέτω τὸ θεωρηθὲν καὶ μετὰ τὴν θέαν μυστήριον. Ταῦτα εἰπὼν, φησί· Παραλαμβάνει τρεῖς μαθητὰς αὐτοῦ Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην . Τούτους θεατὰς ποιούμενος, τοὺς ἄλλους ἀκροατὰς κατέλιπε· καὶ ἀναγαγὼν εἰς ὄρος ὑψηλόν .
PG 85:457Καλῶς, ὑψηλὸν , ἵνα καὶ ὄρος ἔχῃ τὴν ἐξ οὐρανοῦ γειτνείασιν, ὡς ὁ Παῦλος ἐκήρυττεν· Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα · Ζητεῖ καὶ νῦν τόπον συνυψούμενον νέφεσιν. Οἱ μὲν οὖν θεαταὶ εὐπρεπεῖς· ὀφθαλμοὶ δὲ ταῖς ἐλπίσιν ἀνεπετάννυντο, καὶ ἡ ψυχὴ σὺν φόβῳ τῆς θέας τὸν πόθον ὤδινεν. Οὕτω δὲ πρὸς τὸ μέλλον ἀποσκοπούντων, ἀθρόον μεταμορφοῦται Χριστὸς ἔμπροσθεν τῶν μαθητῶν, καὶ τὴν μορφὴν ἐξαλλάττεται, καὶ χιτῶνα φωτὸς ἐνδυσάμενος θέαν ἀστράπτουσαν ἔδειξεν. Ὢ τοῦ θαύματος Ἐξ ἀνθρωπίνης μορφῆς ἀκτῖνες ἐφέροντο θεϊκαῖς ἐνεργείαις πεμπόμεναι· εἶδεν ἥλιος, ἃ μὴ πρότερον ἔμαθε· φέγγεσι φωτὸς ἑτέρου διδαχθεὶς ἀποκρύπτεται. Ἔστης, ἥλιε, ποτὲ, νίκην Ἑβραϊκὴν ἐκδεχόμενος· ᾐδέσθης Ἰησοῦν τὸν στρατηγὸν ἐπιτάξαντα, Δεσποτικὴν προσηγορίαν ὁμοδούλου τιμήσας· νῦν φέγγος εἶδες, ὃ μὴ πρότερον εἶδες. Ταύτην τὴν θεωρίαν οἱ τῶν Εὐαγγελίων συγγραφεῖς διηγούμενοι ἄλλος ἄλλως τὴν λέξιν βιάζονται, παραστῆσαι λόγῳ τὴν θέαν οὐκ ἔχοντες· ὁ μὲν γάρ πού φησιν, Ἔλαμψε τὸ πρόσωπον αὐτοῦ, ὡς ὁ ἥλιος , ὡς ἄλλην οὐκ ἔχων εἰκόνα λαμπροτέραν· ὁ δὲ, Ἔλαμψαν τὰ ἱμάτια αὐτοῦ, ὡς τὸ φῶς ·
οἷς γὰρ, φησὶν, ὁρῶμεν, εἰκάζομεν. Συνηττάσθω καὶ κτίσις, εἰκόνα τοῦ θεάματος οὐχ εὑρίσκουσα· ὀφθαλμοὶ μαρτυρείτωσαν· γλῶττα γὰρ λέγειν οὐκ ἔμαθε. Ἡ μὲν δὴ θέα τῇ λαμπρότητι τῶν ὁρωμένων τοὺς ὁρῶντας περιαστράπτουσα τὸν μέλλοντα κριτὴν τῆς οἰκουμένης ὑπεσήμανεν. Ὤφθησαν δὲ μεθ’ ὑμῶν παρόντες τὰ τῶν ζώντων καὶ τῶν τεθνεώτων εἰς ἀρετὴν ἀκροθίνια, ἵνα ζώντων ὁμοῦ καὶ τεθνεώτων δικαστὴν τὸν Δεσπότην κηρύξωσι τοῖς παροῦσι. Μωσῆς γὰρ ἀρχηγέτης, καὶ ἀρετῆς ποιητὴς, καὶ νομοθέτης γενόμενος, θανάτῳ τοῦ βίου μεθίσταται. Ἠλίας δὲ ζήλῳ θείῳ πυρακτούμενος πυρὸς ἡνίοχος γίνεται, καὶ περιιππεύσας τὸν ἀέρα τῷ δρόμῳ τοὺς τῆς φύσεως ὑπερήλατο νόμους, ὁδὸν εὑρὼν ἀνωτέραν θανάτου. γ. Ἐνταῦθα τοῦ λόγου γενόμενος ὑπόμνησον σαυτὸν τῶν Δεσποτικῶν ἐρωτήσεων, καὶ τῶν παρὰ τῶν μαθητῶν ἀποκρίσεων· οἱ μὲν Ἠλίαν, οἱ δὲ ἕνα τῶν προφητῶν ὀνομάζοντες· ὁρῶντες δὲ νῦν ὑπὸ προφητῶν προσκυνούμενον ..... Μωσῆς ἱκετεύει, Ἠλίας ὑποκύπτει, καὶ Δεσπότην, οὐ δοῦλον τὸν παρόντα μαρτύρονται. Ἀλλ’ ὁ Πέτρος ταῦτα καὶ βλέπων οὔπω διδάσκεται τῇ τῶν θαυμάτων ὑπερβολῇ τὸν λογισμὸν ἐκπληττόμενος.
PG 85:459Πόθῳ γὰρ τῆς θέας τῶν ἁπάντων ἐπιλανθάνεται, δεσμεύεται τῷ τόπῳ περιχαρείᾳ κρατούμενος. Ποιήσωμεν , φησὶ, τρεῖς σκηνὰς, σοὶ μίαν, καὶ Μωσεῖ μίαν, καὶ Ἠλίᾳ μίαν . Ἐλέγχει τὴν ἄνοιαν (α) συναριθμῶν τὸν Δεσπότην τοῖς δούλοις, ὁμοτίμους τῷ Δεσπότῃ τοὺς ὑπηκόους νενόμικεν. Ἀλλ’ οὐκ ἔμεινεν ὁ Πέτρος ἔχων τῆς ἀγνοίας τὸ πάθος· ἄνωθεν γὰρ βροντὴ καταῤῥαγεῖσα σὺν φόβῳ θεραπεύει τὴν ἄγνοιαν, μονονουχὶ ταῦτα τῷ κτύπῳ βοήσασα· Τί τῷ Δεσπότῃ τοὺς δούλους συντάττετε; βούλεσθε μαθεῖν τὸ διάφορον; Οὗτός ἐστιν ὁ Υἱός μου [ὁ] ἀγαπητός · ἐκείνους δούλους ἔκτισα, τοῦτον Υἱὸν ἐκ τῆς οὐσίας ἐγέννησα· ἐμός ἐστιν Υἱὸς, κἂν δούλου μορφὴν δι’ ὑμᾶς περιβέβληται· ἀπρόσιτον ἔχει τὸ φῶς , κἂν δι’ ὑμᾶς τὰς ἀκτῖνας ἐμέτρησεν. Ὢ μακαρίων ὀμμάτων, νυμφικῶς τὸν Χριστὸν ἐστολισμένον θεωρούντων Μακαρίων ὀφθαλμῶν τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως ἐν ἡμέρῳ θεωρούντων τῷ σχήματι ἃ γὰρ ἄλλοι τρέμοντες ὄψονται, ταῦτα χαίροντες ἔβλεπον. Ποία γὰρ ὀμμάτων δύναμις ὑποστῆναι δύναται τὴν φοβερὰν τῆς κρίσεως ἡμέραν, ὅταν γῆ μὲν κλονῆται, καὶ θάλασσα, τὰ ἐξ Ἀδὰμ τῶν ἀνθρώπων ἐκβράττουσα σώματα·
σαλεύωνται δὲ μετ’ ἄλλων οἱ ἄνθρωποι τὸν φόβον οὐ φέροντες; Ἑλίσσεται γὰρ ὁ οὐρανὸς καθάπερ βασιλέως παριόντος· ἐξαίφνης οἱ δορυφόροι τὰ πρὸ θυρῶν συστέλλουσι καταπετάσματα· ἀφαιρεθέντος δὲ οὐρανοῦ προφαίνονται μὲν αἱ τῶν ἀγγελικῶν δυνάμεων σὺν λαμπρότητι τάξεις χίλιαι χιλιάδες ἀγγέλων, καὶ μύριαι μυριάδες προτρέχουσαι· ὁρᾶται δὲ κατιὼν ὁ Δεσπότης ὑπερβολῇ φωτὸς περιαστράπτων τὰ σύμπαντα. Τίς οὖν πρὸς τὴν τῶν ὁρωμένων ἀρκέσει θέαν; Τίς μετρήσει τὸν φόβον; Εἰ γὰρ ἀστραπῆς λαμπηδόνας ἀθρόους οὐ φέρομεν, ἀλλὰ πρὸς ἔδαφος πολλάκις ἡ αἴγλη τὸν ὁρῶντα κατήγαγε· τί ἄν τις εἴποι αὐτὸν τὸν ἀστράπτοντα θεωρῶν ἀνατέλλοντα; Ὅτε σαλπίγγων ἦχοι τοὺς νεκροὺς ἐκ τῶν τάφων καλοῦσιν, ὅτε μνημάτων ἀναῤῥήγνυνται θῆκαι τοὺς δεσμώτας ἐκπέμπουσαι, ὅτε κρίνονται προθέσει καὶ πράξεις καὶ λογισμῶν ἐνθυμήματα, ὅτε προςάγεται δεσμώτης ὁ διάβολος τυραννικῶν λογισμῶν εἰσπραττόμενος δίκην, ὅτε μερίζονται τῶν ἀνθρώπων ἀγέλαι, τίς ποίᾳ μερίδι ἀποκεκλήρωται; τίς τοῦ δικάζοντος Χριστοῦ, ἢ τοῦ κατακρίτου λῃστοῦ, ὅτε ζῶντες ὁμοῦ καὶ τεθνεῶτες συῤῥέουσι; Μία γὰρ πάντων ἡ προσκύνησις γίνεται·
PG 85:461ἐπειδὴ τὸ τῆς ἀναστάσεως τάχος, τῶν ἀλλασσομένων τοὺς νεκροὺς ἰσοδρόμους ἐργάζεται, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· Ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας · καὶ οὐκ ἔστι νεκρὸς τῶν ζώντων διὰ τὸν τάφον ἀργότερος. Καὶ πάντες τὴν τούτου ψῆφον σὺν φόβῳ μένουσιν, οὐκ εἰδότες εἰ ἄρα ἀκούσουσι, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, ἢ, Ὑπάγετε εἰς τὸ σκότος τὸ ἔξω, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ . Ὅτι ζυγοστατήσας τὰ ἔργα προσφόρῳ τέλει περιγράφει τὰ πράγματα. Ταύτης ἄρα τῆς θέας τὰς εἰκόνας τοῖς ἀποστόλοις ὁ Δεσπότης δεδώρηται. Ὃν ἡμεῖς τὸν φόβον λογιζόμενοι, μεταβάλωμεν πρὸ τοῦ χρόνου τὸν τρόπον, ἐκ πράξεων ἀγαθῶν παῤῥησίαν ἐμπορευσώμεθα, καὶ πρὸ τοῦ τῆς κρίσεως καιροῦ τὴν ἀπολογίαν προμελετήσωμεν· μὴ συγκατακριθῶμεν ἐχθρῷ κρινομένῳ, ἀλλὰ Χριστῷ φιλοῦντι πρὸς οὐρανὸν συνανέλθωμεν, Κληρονόμοι Χριστοῦ, συγκληρονόμοι δὲ γενόμενοι Θεοῦ · ὅτι αὐτῷ ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ προσκύνησις σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγάθῳ, καὶ ζωοποιῷ, καὶ ὁμοουσίῳ Πνεύματι, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Discourse XLIΛΟΓΟΣ ΜΑ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 85:460ΛΟΓΟΣ ΜΑ.
PG 85:461Ἐγκώμιον εἰς τὸν ἅγιον πρωτομάρτυρα τοῦ Χριστοῦ Στέφανον, καὶ περὶ τῆς τῶν τιμίων αὐτοῦ λειψάνων ἀνευρέσεως· Τὰς μὲν οὖν λαμπρὰς καὶ ὁλοφαεῖς τοῦ μάρτυρος τῶν μαρτύρων νικηφόρους μαρμαρυγὰς, καὶ τῆς κορυφῆς πάντων τῶν ἀθλησάντων· τοῦ ἐξάρχου τῆς εἰς Χριστὸν ὁμολογίας· τοῦ στεφανίτου τῆς οἰκουμένης· τοῦ κατὰ πάντων τῶν ἄθλων βεβηκότος, Στεφάνου τοῦ τὸ μαρτύριον καταδείξαντος, ἱκανῶς αἱ ἱεραὶ βίβλοι ἐντὸς τῶν ἐκκλησιαστικῶν δαπέδων ὁσημέραι κηρύττουσαι ἐπισήμους ἀπέφηναν. Ἀλλ’ ἐπειδὴ τὸ ἐπίδοξον καὶ πανταχοῦ τῆς οἰκουμένης ἀοίδιμον πάθος τοῦ μάρτυρος παμφάνοντος μαρμαρυγαῖς ἀστράπτει τὰς λαμπηδόνας, καὶ ὁ εὐκλεὴς στέφανος τοῦ Στεφάνου κατὰ κόσμον διαλάμπων τὰς τῶν εὐσεβεστέρων ψυχὰς ἐρεθίζων οὐ παύεται· εἰκότως ἂν ἐκείνης τῆς ἐλλάμψεως ἐπιδέεται ὁ φράζων τὰ τούτου ἐγκώμια, καὶ τὴν ἄνωθεν ἐπιβοᾷ συνέργειαν, ἵνα ἐκεῖθεν φαεινόμενον τὸ ὄμμα τῆς διανοίας, βραχυτάτου τινὸς χαρακτῆρος τῶν ἐκείνου ἀρετῶν ἐκ μέρους ἐπιφαῦσαι δυνήσηται. Τὰ γὰρ ἐπίδοξα τῶν ἐκείνου θαυμάτων ἐκλάμποντα τὴν ἡλιακὴν ἀκτῖνα, συσκιάζουσι τὰς ὄψεις τῶν ἐντυγχανόντων τοῖς τούτου παθήμασιν.
Ἀλλ’ ἐπειδὴ καὶ τὰ τῶν ἔργων ὠγύγια, καὶ τὰ εὐμεγέθη τῶν σωμάτων οἶδεν καὶ ἡ βραχυτάτη σφραγὶς χαρακτῆρσιν ἐναγκαλίζεσθαι· τοσοῦτον ἡ βρότειος γλῶσσα βιάζεται τὰ πλῆκτρα τοῦ λόγου ταῖς εὐφημίαις ἀνακινεῖν πειρωμένη, ὅσον ἰσχύει πόθος, καὶ ζῆλος ἐπιτρέπει φιλοθείας. Ὅπερ γάρ ἐστιν κόρη ἐν ὀφθαλμῷ, τοῦτό ἐστιν ὁ πολύτλας Στέφανος ἐν τοῖς ἁπανταχοῦ μάρτυσιν ἱδρύμενος, τοῖς βασιλείοις τῶν παθημάτων ἀγλαϊζόμενος. Καὶ ὥσπερ ὁ νόμος τῆς φύσεως, τὴν μέλιτταν στρατηγεῖσθαι ὑπὸ τοῦ ἐξάρχου παρασκευάζει, οὐ πρότερον τῶν σίμβλων ἀφιπταμένην, πρὶν ἂν ὁ βασιλεὺς τῆς πτήσεως ἀφηγήσεται. Οὕτως καὶ ὁ θεοπρεπὴς ἐσμὸς τῶν μετὰ ταῦτα μαρτύρων, μὴ προηγησαμένου τοῦ ἀρχηγοῦ τῆς εἰς Χριστὸν ὁμολογίας, οὐκ ἂν τὴν πτῆσιν τὴν πρὸς οὐρανοὺς ἀνεπτερώθη, καὶ τὸ παθεῖν ἐνενόησεν, εἰ μὴ πρότερον οὗτος ὁ τῆς εὐσεβείας ἀγωνιστὴς τοὺς καλλινίκους προδραμὼν ἀνεδήσατο τῷ πάθει. Παρὰ μὲν γὰρ τὸν καιρὸν τῆς κατὰ τὸν βίον ἐπιδημίας ἔβρυεν τὴν εὐσέβειαν, κωμῶν τὰς μακαρίας τῶν Χριστιανῶν ἐλπίδας· ἐπήγαζεν τὰ νάματα τῆς διδασκαλίας·
PG 85:463ἤνθει τὰς ἀρετὰς τῆς εὐσεβείας ἐπυρπόλει τὰς αἰσθήσεις τοῖς κατὰ Θεὸν πόθοις ἀναπτόμενος· ὤξυνε γλῶτταν ταῖς εὐφημίαις· εὐρυτάτῳ στόματι ἐνεχρόνιζε ταῖς ψαλμῳδίαις· τὸ ὄμμα τῆς καρδίας νύκτωρ τε καὶ καθ’ ἡμέραν ἐκίνει πρὸς θεολογίαν. Κέρδος αὐτῷ τὰ πνευματικά· βρῶσις αὐτῷ, καὶ πόσις τὰ θεοφιλῆ· φιλόχριστος τὸν τρόπον· ὅλος πρὸς ἀρετὴν βλέπων· ποικίλλων τὰ τῆς εὐσεβείας κατορθώματα· νύκτωρ ἄϋπνος· ἐγρηγορὼς τὴν εὐλάβειαν· διεγηγερμένος τὸν λόγον· ἀκαταμάχητος πρὸς τὴν ἀλήθειαν· ὑπερασπίζων τοῦ δικαίου· ἀκάμας τὴν διδασκαλίαν· ἐντελεχῶν τὰς παραινέσεις· διδάσκων τὰ φιλόχριστα· ὑπὲρ πᾶσαν ἡδονὴν τοῖς Χριστοῦ παθήμασιν ἐφαιδρύνετο· ἀνάπαυσις αὐτῷ, τὸ παθεῖν ὑπὲρ τῆς εὐσεβείας. Ἔχαιρεν τοῖς κινδύνοις ἐπαῤῥησιάζετο τοῖς θεοφιλέσιν· συνῄσχυνεν Ἰουδαίους διακατηλέγχετο Φαρισαίους· τοῖς προφητικοῖς μηνύμασι τὰ τοῦ Χριστοῦ παθήματα σοφῶς ἐπεδείκνυεν· ἐχαλίνου τὰς τῶν ῥητόρων εὐγλωττείας· ἔτεμνεν τὸ πέλαγος τῆς εἰδωλολατρείας· ταῖς θεολογίαις συνηγόρει· τῆς ἀγνοίας ἤλεγχε τὴν ἀγνωσίαν· ἐδραπέτευε ἡ κακία· ἐπαῤῥησιάζετο ἡ θεογνωσία· ἐκ ποδῶν ἐγίνοντο αἱ μιαιφωνίαι·
πᾶν ὕψωμα κατεφέρετο τῇ τοῦ Στεφάνου φιλοσοφίᾳ. Πᾶσα ταπείνωσις ὠγκοῦ. τὸ πρὸς ὕψος· ἤγειρεν πτωχοὺς ἀπὸ γῆς, καὶ πένητας ἀπὸ κοπρίας. Ἐλάλει πρὸς τοὺς παρατυγχάνοντας· ἤλεγχεν, καὶ οὐ συγκατεφέρετο· καὶ τὸν Παῦλον πρὸ τοῦ Παύλου μιμούμενος, μᾶλλον δὲ αὐτοῦ τοῦ Παύλου διδάσκαλος γενόμενος· ὁ μὲν γὰρ πρῶτος, ὁ δὲ δεύτερος τὴν περὶ Χριστοῦ ἤκμαζεν φιλοσοφίαν· ὁ μὲν γὰρ μετὰ τὸν Στέφανον ἐδημηγόρει τὰ τῆς εὐσεβείας κηρύγματα· ὁ δέ γε Στέφανος, μετ’ οὐ πολὺ τῆς Χριστοῦ παρουσίας ἤνθει τὰ τῆς εὐσεβείας γνωρίσματα. Ἠγλαί̈ζετο ὁ ἀκάμας τῷ θεοπρεπεῖ λόγῳ· Ἀγώνισαι, λέγων, περὶ τῆς ἀληθείας ἕως θανάτου, καὶ Κύριος πολεμήσει ὑπὲρ σοῦ. Ἠγωνίσατο τοὺς ἑκουσίους ἀγῶνας· ὑπέμεινε τὸ αὐτοπροαίρετον μαρτύριον· τὸν αὐθαίρετον ἀνεδέξατο θάνατον· πρῶτος πάντων ὑπὲρ Χριστοῦ μαρτυρήσας, πρὸ πάντων καὶ τοὺς Χριστοῦ στεφάνους ἐδέξατο. Ὢ μάκαρ ἀθάνατε Σὺ γὰρ καὶ τὴν παναργαλέον καὶ δυσήνιον τῶν Ἰουδαίων κακίαν κατέσβεσας. Σοῦ καὶ τὸ θεοείκελον πρόσωπον τὰς ἀγγελικὰς μαρμαρυγὰς τηλαυγῶς διαλεγομένου ἀπέστιλβεν, θεῖα νάματα μαρτυρούσης τῆς θεοπρεποῦς Γραφῆς.
PG 85:465«Ἐμβλέψαντες γὰρ, φησὶν, Ἰουδαῖοι εἰς τὸ πρόσωπον αὐτοῦ, ἴδον αὐτὸ ὡσεὶ πρόσωπον ἀγγέλου» Ὦ ἐπίγειε ἄγγελε ὦ ἐπουράνιε ἄνθρωπε Ἀνθρώποις συμβιοτεύων, τῶν κατ’ οὐρανὸν δυνάμεων τὴν θέαν ἐχαρακτήριζες. Ἐπάλαισας ταῖς ἀντικειμέναις δυνάμεσιν· ἐνίκησας τοὺς ἀντιδιατεταγμένους δαίμονας. Μαχόμενος τῆς διαβολικῆς κακίας τὴν πανουργίαν οὐ κατεπλάγης· οὐδὲ τῶν ἀσωμάτων δαιμόνων τὸν στρατόν. Οὐκ ἐδειλίασας τὸ ἄτακτον πλῆθος τῶν Ἰουδαίων, οὐ ξίφη ἠκονημένα. Τοῦ λίθου τοῦ ἀκρογωνιαίου μιμητὴς τυγχάνων, τῇ τῶν λίθων βολῇ ἀνεδήσω τοὺς στεφάνους τοῦ μαρτυρίου. Καὶ θαυμαστὰ μὲν ταῦτα καὶ ἐπίδοξα λίαν, καὶ ἐν τῷ νῦν καιρῷ ἀποπληρούμενα· πολὺ δὲ θαυμασιώτερον, καὶ σφόδρα ἐκπληκτικώτερον τὸ ὑπὸ τοῦ μακαρίου τούτου ἐπιδειχθὲν μαρτύριον. Νέον γὰρ ἦν τὸ κήρυγμα τῆς εὐσεβείας, καὶ κομιδὴ ἐκείνους τοῖς χρόνοις νεώτερον ἐξαγγέλλειν τὴν εἰς Χριστὸν εὐσέβειαν. Ἤκμαζε τὰ τῶν Ἑλλήνων· ἤνθει τὰ τῶν Ἰουδαίων· ἐκώμα τὰ τῶν Φαρισαίων· οὐδαμοῦ θεογνωσία· παντί τε καὶ πανταχοῦ ἐκέχυτο τὸ σκότος τῆς εἰδωλολατρείας. Ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐβασίλευεν ὁ ζόφος τῆς φονοκτονίας.
Οὐ βασιλεὺς εὐσεβὴς, οὐκ ἄρχων θεοφιλὴς οὐχ ἡγούμενος ἐλεήμων. Τὰ πάντα νὺξ μέλαινα, καὶ ἡ τῶν δαιμόνων ἐπεβόσκετο μανία. Στέφανος μόνος ἐπὶ τὸ ὄρος τῆς φιλοσοφίας ἐκαθέζετο, κατέχων μὲν τὴν λαμπάδα τῆς πίστεως, συσκιαζόμενος δὲ ὑπὸ τῆς ἄγαν τῶν οἰκητόρων κακοπραγίας, τῷ πάντα ἄνθρωπον μεθύειν τὴν πλάνην τῆς ἀγνωσίας. Ἀλλ’ οὗτος ὁ μακάριος ἑαυτῷ νόμος· μᾶλλον δὲ καὶ τοῖς μετέπειτα στήλη εὐσεβείας, καὶ διδάσκαλος τῆς χάριτος ἀνεφαίνετο. Οὐκ εἶχε προγραμμόν· οὐχ ἡγούμενον· οὐ πρῶτον ὑπὲρ Χριστοῦ μαρτυρήσαντα· οὐδεὶς τὴν δι’ αἵματος ὁμολογίαν ἦν ἐπιδειξάμενος· οὐδεὶς τὰ σωτηριώδη τῶν παθημάτων ὑπὲρ τῆς δεσποτικῆς ἐνανθρωπήσεως ἐνεδήσατο. Μόνος οὗτος ὁ μακάριος τὸ ἀρχέτυπον τοῦ μαρτυρίου ἐκ τῆς οἰκείας εἵλκυσε προαιρέσεως. Αὐτὸς ἑαυτοῦ διδάσκαλος γενόμενος, ὑπέδειξε τὴν ὁδὸν τῆς σωτηρίας. Ἐνομοθέτησε τὴν δι’ αἵματος περὶ Χριστοῦ διάθεσιν· ἔπηξε νόμους πύλας οὐρανίους ἀνοίγοντας, συνεργούσης αὐτῷ τῆς ἄνωθεν βοηθείας. Ἐθέσπισε δόγματα ξεναγοῦντα εἰς παράδεισον. Ὥρισεν διατάξεις τελειούσας τοῖς παθήμασιν. Λίθοις βαλλόμενος ἐξεπόνει τὴν εὐσέβειαν.
Λιθοβολούμενος, ὑπὲρ τῶν βαλλόντων λίθους, ηὔχετο. Οὐκ ἐχώρισεν αὐτὸν τῆς εὐχῆς ὁ κίνδυνος. Οὐ διέλυσεν αὐτοῦ τὴν ὁμολογίαν τὸ βροτοκτόνον τῶν Ἰουδαίων. Πρὸ τῆς πόλεως ἐλιθάζετο, ὁ πάσης πόλεως πρόμαχος. Τὸ τεῖχος τὸ ἀῤῥαγὲς πρὸ τῶν τείχεων ἐφονεύετο. Ἀλλ’ οὐκ ἠρέμησεν ἡ γλῶσσα τῆς εὐφημίας· οὐχ ἡσύχασεν τὸ στόμα τῆς εὐφωνίας. Οὐκ ἐπαύσατο ἡ ψυχὴ τῆς θεολογίας. Καὶ τὸ μὲν σῶμα τοῖς λίθοις συνετρίβετο, τὸ δὲ πνεῦμα τῇ εὐχαριστίᾳ ἐσφίγγετο. Ἐμιμεῖτο τὸν ἑαυτοῦ Δεσπότην, λέγοντα· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν . Ἐκτήσατο καὶ οὗτος τὴν ἱερὰν εὐφωνίαν· ἀνοίξας γὰρ τὸ θεολόγον αὐτοῦ στόμα ἀπεφθέγξατο· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην . Ὦ παναοίδιμε μάκαρ ὦ τρισόλβιε μάρτυς ὦ αὐτόπτα τοῦ Μονογενοῦς ὁ ἐν τοῖς τῶν οὐρανῶν ὑψώμασιν ἐπὶ γῆς ὢν, θεασάμενος ἑστῶτα τὸν Υἱὸν τοῦ ἀνθρώπου αὐτὸν τὸν Θεὸν λόγον σοι τὰ βραβεῖα οὐρανόθεν ὀρέγοντα ἐκεῖνο τὸ θεοπρεπὲς καὶ φρικτὸν μυστήριον ἐν τῷ σῷ μαρτυρίῳ θεωροῦντες, ἐκπληττόμεθα· ἐξιστάμεθα τῶν ὑπερκοσμίων σου θεωροῦντες φιλοτιμούμενα τῆς ἀθανασίας τὰ γνωρίσματα.
PG 85:467Σχίζονται οἱ οὐρανοὶ πρὸς τὴν σὴν ἐπάνοδον εὐτρεπιζόμενοι. Αἱ κατ’ οὐρανὸν δυνάμεις κατοπτεύουσι τῶν σῶν παθημάτων τὸ ἀθάνατον κλέος. Ὁ ἀρχὸς στρατηγὸς τῆς κατ’ οὐρανὸν εὐταξίας ἐφορᾷ τοῦ σοῦ μαρτυρίου τὰ κατορθώματα. Ἐκπληττόμεθά σου, παναοίδιμε μάκαρ, τὸ φιλόχριστον· τὸ καρτερικόν σου καταπληττόμεθα· τὸ ὑπομονητικόν σου ἀσπαζόμεθα. Προσκυνοῦμέν σου τὸ μαρτύριον, τοὺς ἄθλους περιπτυσσόμεθα· ἐναγκαλιζόμεθα τὰ παθήματα· δοξάζομέν σου τοὺς ἀγῶνας· ἀνυμνοῦμεν τὴν ἀγωνοθέντην· εὐλογοῦμεν τὸν τοὺς στεφάνους βραβεύσαντα· δοξάζομεν τὸν χαρισάμενόν σοι τὸ σθένος· γεραίρομεν τὸν παρασχόντα σοι τὴν δύναμιν· καθικετεύομεν τοῖς σοῖς καταγῆναι βασιλείοις· παρακαλοῦμεν ταῖς σαῖς πρεσβείαις τῆς τῶν ἡμαρτημένων ἀπολαῦσαι συγχωρήσεως. Σὲ γὰρ, παναοίδιμε μάκαρ στρατιῶτα τοῦ μεγάλου Βασιλέως, τὸν ὑπὲρ τῆς εὐσεβείας ὑπομείναντα θάνατον, ἄνδρες συνεκόμισαν καθωσιωμένοι πρὸς τὴν εὐλάβειαν, καὶ ἔθαψαν τὸ λείψανον ἐν τόποις γειτνιάζουσιν τῇ νέᾳ Ἱερουσαλήμ· ὅπερ ἡ τῶν αἰώνων μνήμη ἀποκρύψαι οὐ δύναται· ἀλλὰ θησαυρὸς ὢν πολυτελὴς, ἐκρύπτου μὲν ἐν τῇ γῇ, διέλαμπες δὲ ἐν τοῖς οὐρανοῖς.
Διὰ τοῦτο ἡμεῖς μακάριοι οἱ καταξιωθέντες τῶν καιρῶν τῶν τὴν σὴν φανέρωσιν κηρυξάντων. Ἡ δὲ εὕρεσις τοῦ πανολβίου σώματος τοῦτον ἔχει τὸν τρόπον. Κατὰ ἀγρόν τινα τῇ τῶν Ἑβραίων γλώττῃ καλούμενον Παργαμαλὰ κατέκειτο· ὑπὸ μὲν τῆς ἀχλύος τῶν χρόνων ταῖς μνήμαις καλυπτόμενος· τῷ δὲ φεγγοβόλῳ πνεύματι δᾳδουχῶν τὴν λαμπάδα τῆς πίστεως. Καὶ τὸ μὲν ὀστράκινον σῶμα κατὰ τὸν κοινὸν τῆς φύσεως νόμον διελέλυτο· ὁ δὲ πυρσὸς τοῦ μαρτυρίου φεγγοβόλοις μαρμαρυγαῖς ἀνήπτετο, κηρύττων τοῦ δικαίου τὰ λείψανα. Καὶ ἡ τῶν ὀστέων ἁρμονία ἀπέσωζε τὰς ἀθανάτους μνήμας τοῦ μάρτυρος διὰ τὸ εἰρημένον παρὰ τῇ Γραφῇ· Φυλάξει Κύριος πάντα τὰ ὀστὰ αὐτῶν· ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται . Εἶχεν δὲ ὁ τύμβος πλάκα ὑποχθόνιον ἐπικείμενον, ἐοικυῖαν μιᾷ τῶν ἐμφερομένων ἐν τῇ Μωσαϊκῇ ἱστορίᾳ. Ἐνέφερεν δὲ καὶ ἐπιγραφὴν, μίμημα φέρουσαν τῆς ἐπὶ τοῦ Δεσποτικοῦ σταυροῦ γεγραμμένης· καὶ ὥςπερ ἐκεῖ ἐπεγέγραπτο Ἑβραϊστὶ, Ἑλληνιστὶ, Ῥωμαϊστὶ, οὕτως καὶ ἐνταῦθα ἐγκεχάρακτο τὸ ὄνομα τοῦ μάρτυρος τῇ Ἑβραϊκῇ διαλέκτῳ, Χελιήλ· ὅπερ ἑρμηνεύεται Στέφανος.
Ἔπρεπεν γὰρ διὰ πάντα τὸν ὑπὲρ τοῦ σταυροῦ ὑπομείναντα τὸ μαρτύριον, πάντα ἐπικομίζεσθαι τοῦ σταυρωθέντος τὰ σύμβολα. Ἑαυτὸν γοῦν ἀποκαλύπτει ὁ μακάριος. Ὥσπερ ἑωθινὸν φῶς αὐγάζων, καὶ τὰς φωτεινὰς μαρμαρυγὰς ἐμελανοζόμενος τοῖς ὁρῶσιν ἀπέλαμπεν. Ὥσπερ γὰρ λίθον τίμιον μαρμαίροντα ταῖς ἀστραπαῖς ἑαυτὸν ἀνέδειξεν. Ἐμφανίζεται δὲ πρεσβυτέρῳ τοῦ τόπου, ἀνδρὶ λίαν περὶ τὴν εὐσέβειαν ἀσχολουμένῳ, καὶ σφόδρα ἐκπονοῦντι τὰ θεοφιλέστερα. Ἀποκαλύπτεται δὲ καὶ τῷ ὅσια φρονήσαντι ἐπισκόπῳ Ἰωάννῃ τῆς ἐνδόξου Ἱερουσαλὴμ, διαπραξαμένῳ ὅσα θέλει ὁ Θεός. Ὁμοίως δὲ καὶ ἄλλοις ὀπτάνεται ἐπισκόποις, ἄγαν πρὸς τὴν εὐσέβειαν τεθεραπευμένοις. Ἀποκαλύπτεται δὲ αὐτοῖς ὁ μακάριος εἰς ἄγγελον φωτὸς χρηματίζων, καὶ παρακελευόμενος περὶ τῆς τοῦ λειψάνου μετακομιδῆς, συμφώνοις τοῖς ῥήμασιν, ἐν ἑνὶ σχήματι, ἐν μιᾷ ὀπτασίᾳ ἑκατέροις ἐνεφανίζετο. Ἀποτίθεται δὲ τοῦ μακαρίου τὸ λείψανον κατὰ τὸ αὑτοῦ τοῦ Στεφάνου θέλημα πρὸ τῶν τειχίων τῆς Ἱερουσαλὴμ, ἔνθα λιθοβοληθεὶς, τὸν ἁπανταχοῦ τῆς οἰκουμένης βοώμενον ἐπιδόξως ἀοίδιμον ὑπομείνας θάνατον, τοὺς λαμπροὺς τοῦ μαρτυρίου ἀνεδήσατο στεφάνους·
PG 85:469ἐπαξίας τῆς ἐκείνου μνήμης, καὶ τῶν ἐκείνου πόνων, καὶ τῶν εὐκλεεστέρων ἀγώνων Ἐκκλησίας οἰκοδομηθείσης ὑπὸ τῶν νῦν τὸν ἔνδοξον καὶ περίβλεπτον θρόνον Ἰακώβου διακοσμοῦντος Ἰουβεναλίου· ἀνδρὸς ἐν ᾧ καὶ ὁ λόγος, καὶ ὁ τρόπος, καὶ ὁ βίος, τό, τε ἀμώμητον, καὶ ἐπίδοξον, καὶ φιλόθεον τοῦ αὐτοῦ Ἰακώβου ἀποσώζεται, μίμημα ἀκριβὲς, τυγχάνοντος τῆς ἐκείνου φιλοθείας· ὅστις καὶ τὴν ἐπίδοξον καὶ σωτηριώδη τοῦ Κυρίου προσκυνουμένην ἀρξάμενος ἐπετέλεσεν γένναν· ἧσπερ αἱ φθάσουσαι γενεαὶ τῶν καλῶν, εἰ σπουδή· μᾶλλον δὲ ταῖς αὐτοῦ εὐχαῖς, ἀπολαύειν καταξιοῦνται. Ὦ καλλινίκε ὦ παναοίδιμε καὶ τρισόλβιε καὶ μακάριε ὦ Στέφανε μάρτυς τὰ ἄνθη εὐωδιάζων τῆς εὐσεβείας ὦ ἐργαστήριον ἀρετῶν ὦ πανδοχεῖον πνευματικῶν κατορθωμάτων ὦ λαμπτὴρ ὁ τὸ πρωὶ̈ ἀνατέλλων. Καὶ γὰρ σὺν ἀνθρώποις βιοτεύων, διέλαμπες σημεῖα, καὶ τέρατα καὶ διάφορα ἰάματα ἐπιδεικνύμενος· τὰς ἀντικειμένας δυνάμεις κολάζων, καὶ τοὺς ἀντιταττομένους δαίμονας βασανίζων ταῖς ἐνεργείαις. Πρωτοστάτα τῶν μαρτύρων, συνόμιλε τῶν ἀποστόλων, ἐπαινοῦμέν σου τοὺς ἀγῶνας· περιπτυσσόμεθα τοὺς ἱδρῶτας· καλλωπιζόμεθα τῷ μαρτυρίῳ.
αὐτόπτα τοῦ Μονογενοῦς, ἀνεῳχθέντων τῶν οὐρανῶν ἴδες τὸν Υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τῆς δόξης, καθὼς ἔπρεπεν τὸν πρῶτον θεάσασθαι τῶν μαρτύρων· καὶ ὥσπερ ἐπὶ τῶν Ὀλυμπιακῶν ἀγώνων οἱ ἀγωνοθέται νικητὰς βραβεύουσιν· οὕτως ὁ μέγας ἀγωνοθέτης Χριστὸς, ὑπὲρ οὗ καὶ συνεκρότησεν τοὺς ἀγῶνας, καὶ τοὺς ἄθλους ὑπέμεινεν ἄνωθεν ἑστὼς, τὰ βραβεία καὶ τοὺς στεφάνους θαυμάζων ἀπέσωζεν τοῦ ἰδίου ἀθλητοῦ, ὅνπερ ἐπήλειφεν τὰς ὑπομονὰς ἐκπληττόμενος. Ἐκχυθέν σου τὸ αἷμα, τῆν γῆν τῆς εἰδωλολατρείας ἀπέλυσεν· τοῖς πνιγμοῖς τὸν αἰθέρα θολωθέντα ἐκάθαρεν. Πᾶς τόπος τοῖς σοῖς λειψάνοις φαιδρυνόμενος ἁγιάζεται. Πᾶσα ἡ γῆ κατευλογουμένη ταῖς σαῖς εὐλογίαις καταλαμπρύνεται Ὦ λαμπρὸν, καὶ τῷ ἡλίῳ τῆς δικαιοσύνης καταλαμπόμενον μαρτύριον Σὺ κοπιάσας συμβασιλεύεις τῷ Βασιλεῖ τῶν βασιλευόντων, καὶ Κυρίῳ τῶν κυριευόντων. Προσκυνοῦμεν αὐτοῦ τὸ κράτος· ὑπερυψοῦμεν αὐτοῦ τὴν δύναμιν· σεβόμεθα τὸν τῶν καλῶν δοτῆρα, τὸν φωστῆρα, τὸν λυτρωτὴν, τὸν εὐεργέτην, τὸν ἄφθονον, τὸν φιλάνθρωπον, τὸν φιλόδουλον Δεσπότην, τὸν τοῦ Στεφάνου στέφανον· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ὦ πόσα ἐπάλαισεν ὁ πολυσχιδὴς διάβολος ἡ ῥίζα τῆς ἁμαρτίας, ὁ σύμβουλος τῆς παραβάσεως Πᾶσαν ἐπήγαγεν τῷ δικαίῳ τὴν θάλασσαν· Ἰουδαίους ὤξυνεν· τὸ πικρὸν τῶν Ἑλλήνων ἐτάραξεν· Φαρισαίους ἐξέμῃνεν πρὸς τὴν τοῦ μακαρίου φονοκτονίαν. Οἱ μὲν γὰρ λίθοις ἔβαλλον· ἄλλοι δὲ αἰκίζοντες εἷλκον ἔξω τῶν τειχῶν πρὸ τῆς πόλεως τὸν αὐθαίρετον ἀθλητήν· τὸν ἀνίκητον στρατιώτην· τὸν στόλον· τὸν πρόμαχον· τὸν πρόβολον τῆς εὐσεβείας· πάντα γὰρ ἐκίνησεν ὁ ἀρχέκακος διάβολος· κονιορτοὺς ἤγειρεν· τὸν ἀέρα συνέχεεν· συνεκαλεῖτο τοὺς λεγεῶνας τῶν δαιμόνων, ἵνα τοῦ μάρτυρος μεταθήσῃ τὴν πρόθεσιν· ἵνα μεταστήσῃ αὐτὸν τῆς εὐσεβείας· ἵνα ἀποβουκολήσῃ αὐτὸν πόῤῥω τῆς περὶ Χριστοῦ ὁμολογίας ἀλλ’ οὐχ ἑάλω ὁ ἀκάμας· οὐκ ἐνέδωκεν ὁ πολύτλας· οὐ κατεπλάγη ὁ μάρτυς· οὐκ ἠρνήσατο τὴν εὐσέβειαν μέχρι αἵματος· ἀντικατέστη πρὸς τὴν ἁμαρτίαν. Τοῦτο γὰρ τὴν ἀρχέκακον ἐξέμαινε δαίμονα πρὸς τὴν τοῦ μάρτυρος ἁψιμαχίαν, ἵνα ἐπιτειχίσας αὐτῷ τὸν ἐπὶ τοῖς κακοῖς φόβον, παρασκευάσῃ ἀρνησάμενον τὴν εἰς Χριστὸν ὁμολογίαν, προτιμήσειν τῆς αἰωνίου ζωῆς τὴν τοῦ παρόντος βίου ἀπόλαυσιν·
τὰς τρικυμίας προσῆγεν, καὶ τὴν πέτραν οὐκ ἐκίνει. Τὴν πανοπλίαν ἐτίναξεν, καὶ τὸν στρατιώτην οὐκ ἔτρωσεν· τὰ πεπυρωμένα βέλη ἐτόξευσεν, καὶ τὸν ἀριστέα οὐκ ἔβαλεν. Ἐβάλλετο μὲν γὰρ, καὶ οὐ κατεβάλετο. Τὸ δένδρον ἐτίναξεν, τοῦ δὲ καρποῦ οὐχ ἥψατο. Τὸ σῶμα ἐτραύετο, καὶ ἡ πίστις ἐνεανιεύετο· τὸ αἷμα ἐχύνετο, καὶ ἡ πίστις ἐπήγαζεν. Ἴδες, ὦ φιλόθεε, ἐμπαράσκευον στρατιώτην; ἴδες πέτραν ἀκίνητον; ἴδες τεῖχος ἀσάλευτον; ἴδες καρπὸν πλατυνόμενον; ἴδες πύργον μὴ διορυττόμενον; ἴδες διάβολον αἰσχυνόμενον; ἴδες Θεὸν δοξαζόμενον; ἴδες τὸν ἄπληκτον στεφανούμενον; ἴδες τὸν ὁμολογητὴν φαιδρούμενον; ἴδες τὸν μάρτυρα ἀνακηρυττόμενον; ἴδες τὸν στεφανίτην στεφανούμενον; Στέφανον, τὸν ἔξαρχον τῶν μαρτύρων, κορυφὴν τῶν ὁμολογητῶν, τὴν ἀκρόπολιν τῶν ἀθλούτων, τὸ στήριγμα τῶν ἀγωνιζομένων, τὸν προγραμμὸν τῶν πυκτευομένων τοῖς ἀνημέροις δαίμοσιν, τὴν πόλιν τὴν ὀχυρὰν, τὸ τεῖχος τὸ ἀῤῥαγὲς, τὸν εὔδιον λιμένα, τὸ καλλώπισμα τῶν θεοφιλῶν, τὸ ἐνδιαίτημα τῶν εὐλαβῶν, τῶν ἑστώτων τὴν ἀσφάλειαν, τῶν πεπτωκότων τὴν ἀνόρθωσιν, τὴν μάστιγα τῶν δαιμόνων. Ὦ μάρτυς ἀθάνατε, πολλή σοι καύχησις ἐν Χριστῷ·
PG 85:471πολλή σοι παῤῥησία διὰ Χριστόν· πολλή σοι πεποίθησις ὑπὲρ Χριστοῦ. Τὰ τῆς οἰκουμένης πέρατα τοῖς σοῖς παθήμασιν ἐγκαλλωπίζονται. Σωμάτων ἀῤῥωστούντων ἰατήριον, καταφυγὴ τῶν πεπτωκότων· καὶ οὐκ ἔστι τόπος, οὐ χώρα, οὐκ ἔθνος, οὐκ ἐσχατιὰ, ἤτις οὐ μετέσχεν τῶν εὐεργεσίων τῆς σῆς ἐπικουρίας. [Οὐδεὶς] εἴτε ἔπηλυς, εἴτε αὐτόχθων, εἴτε βάρβαρος, εἴτε Σκύθης, ὃς ταῖς σαῖς πρεσβείαις οὐκ ἀπαισθάνεται τῶν κρειττόνων. Καλῶς κατεκόσμησέν σε ὁ σταυρὸς τοῦ ὑπὲρ ἡμῶν παθόντος, νευρώσας τῆς σῆς προθυμίας τὰ αἰσθητήρια συνηρίθμησεν τοῖς ἀγγέλοις, κατηρίθμησεν ταῖς ἀσωμάτοις δυνάμεσιν. Καταψηφίζῃ τῆς κατ’ οὐρανὸν στρατιᾶς· λάμπεις ὑπὲρ τὸν ἥλιον· ταῖς οὐρανίαις τῶν ἄστρων χορείαις συμμαρμαίρεις, λαμπροτέρας τὰς ἀκτῖνας ἀποστίλβων διὰ τῶν κατορθωμάτων. Μέχρι γὰρ τοῦ παρόντος κατόπιν τῶν σῶν ἀρετῶν βαῖνον τὸ τῶν ἀνθρώπων γένος, τοῖς σοῖς τοῦ μαρτυρίου στεφάνοις ἐγκαλλωπίζεται. Εἴτε γὰρ Πατέρες, εἴτε προφῆται, εἴτε ὁ τῶν ἀποστόλων εὐκλεὴς χορὸς, σοῦ μιμητὴς τυγχάνων, μετὰ ταῦτα ἐν τοῖς παθήμασι γενναῖόν τι ἐπεδείξατο.
Πάντα ἐν σεαυτῷ ἐκέκτησο μετὰ τοσαύτης ὑπερβολῆς, μεθ’ ὅσης οὐδεὶς ἐκείνων ὧνπερ εἶχεν ἕκαστος ἐκέκτητο. Ἤνοιξας τὰ τῆς σωτηρίας στάδια. Ἔδειξάς πως χρὴ μέχρις αἵματος τοὺς ὑπὲρ Χριστοῦ πόθους ἐπιδείκνυσθαι. Ὦ διδάσκαλε τῶν μετὰ ταῦτα ἀγωνιζομένων ὦ ἄνθος ἀμάραντον ὦ μύρον εὐωδιάζον ὦ πηγὴ διειδεστάτη ὦ ποταμὲ Εὐφράτα, τὰ καλίῤῥοα ἀποτίκτων νάματα, βοηθὲ τῶν ὁδοιπορούντων, ἀρωγὲ τῶν ξενιτευόντων, ἐλευθερία τῶν δεδουλωμένων, φυλακιζομένων σωτηρία· τῶν πλεόντων γαληνὸς καὶ ἀτάραχος λιμὴν τυγχάνεις· ἀπαλλάττοις τοὺς τοῖς πάθεσι βεβλημένους· τὸν νοσοῦντα ἴασε· δαίμοσιν ἐπιτίμα, καὶ λυτροῦσαι τοὺς ὀχλουμένους· ταῖς μνήμαις ἐνεργεῖς, ταῖς ἐνεργείαις καθαίρεις, φωτίζεις τοὺς ἐσκοτισμένους, γνωρίζῃ τοῖς ἀγνοοῦσί σε, ἐμφανίζῃ τοῖς γινώσκουσί σε, ὀχύροις τὸν ἑστῶτα, ἀντιλαμβάνῃ τοῦ ὀλισθήσαντος, πρεσβεύεις ὑπὲρ τοῦ ἁμαρτήσαντος, ἔχεις τὴν πρὸς Θεὸν παῤῥησίαν, κέκτησαι τὴν ὑπὲρ Χριστοῦ πεποίθησιν, παῤῥησιάζῃ τῇ τοῦ ἁγίου Πνεύματος δυναστείᾳ.
PG 85:473Διὸ καὶ ἡμεῖς οἱ ταῦτα τὰ βραχέα συγγράψαντες, μεγάλα δὲ διὰ τὰ σὰ παθήματα, δεόμεθα, ὥστε πρεσβεῦσαί σε ὑπὲρ τῶν ἡμαρτημένων ἡμῖν πρὸς τὸν κοινὸν ἡμῶν Δεσπότην· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View