PG 85Gelasius Cyzicenus
Gelasius of Cyzicus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

col. 1179–1180page 1 of 90
PG 85:1179ἀρχαιοτάτῃ ἐγγεγραμμένα ἐν μεμβράναις, Ἰωάννῃ μέν τινι πρεσβυτέρῳ ἀνδρὶ παλαιῷ ἄγαν γραφικῷ ἀτρεπτὶ τῇ λεωφόρῳ τῆς ἀληθείας Πρακτικὸν τῆς πρώτης συνόδου ἐν τρισὶ τόμοις. Γελασίου δὲ ἔφερε τὸ βιβλίον ἐπιγρα Μετὰ δὲ καιρούς τινας φθάσας ἐνταῦθα, τῇ τῶν Βιθυνῶν ἐπαρχία λέγω, (α) σύνταγμα τῶν κατὰ τὴν ἐν Νικαία ἁγίαν σύνοδον πραχθέντων. Τα πρακτικὰ τῆς οἰκουμενικῆς τρίτης συνόδου τῆς ἐν Ἐφέσῳ συγκροτηθείσης. Σύνοψις τῶν ἁγίων καὶ οἰκουμενικῶν συνέδ που, και πότε, καὶ κατὰ τίκων ἑκάστη αὐτῶν σ
col. 1181–1182page 2 of 90
PG 85:1181μισθωτών Αρείου τῶν φιλοσόφων πρὸς τοὺς ἐπισκόπους ἀντιῤῥήσεις. " Μανθάνω ἐκεῖθεν ὑπῆρχθαι, 11, 4, Τους πονηροὺς καὶ ἀσε Τελείαν παρὰ τῆς Κακός ερμηνεύς,

Index of authors, bishops, and hereticsIndex scriptorum, episcoporum, haereticorum

col. 1183–1184page 3 of 90
Index scriptorum, episcoporum, hæreticorum
PG 85:1183Μόνος Εὐσέβιος ὁ θαυμάσιος ὁ Παμφίλου ἀτρεπτὶ τῇ λεωφόρῳ τῆς ἀληθείας ἀπὸ τῆς του Κυρίου παρουσίας ἕως τῶν τοῦ μεγάλου Κωνσταντίνου χρόνων διώδευεν, ταῦτα ἐν ἐννάτῳ τόμῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας ὁ πάντα ἄριστος συντέταχεν Εύ σέβιος, 1, 9: Ο φιλαληθέστατος Εὐσέβιος ὁ τοῦ πανευφήμου Παμφίλου, 10. ῾Ο ἀρετὴρ ὁ κάλλιστος τῆς ἐκκλησιαστικῆς γεωργίας, 11, 6, 9, 10; 1, 36. Αξιοπιστότατος ", ἐν τετραδίοις παλαιοῖς λίαν. Ἐπειδὴ τῆς τοῦ Χριστοῦ χάριτος. ἐπέχων τὸν τόπον τοῦ τῆς Ῥωμαίων Επισκόπου, 11, 12, 16. συνταχθέντα ὑπὸ τῶν ἐκεί νου μαθητῶν, 1, 4.
col. 1185–1186page 4 of 90
PG 85:1185ΓΕΛΑΣΙΟΥ ΤΟΥ ΚΥΖΙΚΗΝΟΥ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΕΝ ΝΙΚΑΙΑ ΣΥΝΟΔΟΝ ΠΡΑΧΘΕΝΤΩΝ ΣΥΝΤΑΓΜΑ.

History of the Council of NicaeaHistoria Concilii Nicaeni

col. 1187–1188page 5 of 90
Admonitio ad lectorem, ex Romana editioneHistoria Concilii Nicæni
PG 85:1187γραφήν· οὐ μᾶλλον ὑπάρχον πρακτικόν, ἢ ἱστορικόν. Εὐτελῆς δὲ καὶ ταπεινὸς τὴν φράσιν πλήν γε λεπτομερῶς διέξεισι τὰ ἐν τῇ συνόδῳ, Ανεγνώσθη βιβλίον, ὡς ἐν Ιστορίας τύπῳ, τὰ κατὰ τὴν ἐν Νικαία σύνοδον πραχθέντα· τόμοι δὲ τοῦ βι βλίου τρεῖς. Λέγει δὲ τὸν μὲν Οσιου τὸν Κουρού ης, καὶ Βίτωνα καὶ Βικέντιον Ῥωμαϊκούς ἱερέας, ἐκ προσώπου Σιλβέστρου τοῦ Ῥώμης παρεἶναι Εὐστάθιον δὲ τὸν Ἀντιοχείας, αὐτὸν ἐκεῖνον· Αλέ ξανδρον δὲ, ὅς τοῦ πρεσβυτέρου ἀξίωμα είχεν, εἰς πρόσωπον αὐτοῦ τοῦ Κωνσταντινουπόλεως Μητροφάνους παρεῖναι. Ἐκεῖνος γὰρ ἐκωλύετο βαθυτάτῳ γέρα· ἐν ἄλλῳ μέν τοι ἔχοντι τὰ αὐτά, ο Γελασίου του ἐπισκόπου Καισαρείας τῆς Παλαιστίνης,» εὗρον τὰ βιβλίον ἐπιγραφόμενον, καὶ ἀπάρχεται δὲ οὕτω· «Τι κατὰ τὴν ἁγίαν καὶ μεγάλην καὶ οἰκουμενικὴν τῶν ἐπισκόπων συναθροισθεῖσαν σύνοδον ἐκ πασῶν, ὡς ὅπως εἰπεῖν, τῶν τοῦ ῾Ρωμαίου κόσμου ἐπαρχιών. καὶ Περσίδος, ο Φησὶ δὲ αὐτὸν ὁ συγγραφεύς οὗτος ἐπὶ Βασιλίσκου, ὃς ἐκβαλών Ζήνωνα ἑτυράννησεν, ἀκμάζειν, ἐν τρισὶ τόμοις. Γελασίου δὲ ἔφερε τὸ βιβλίον ἐπι Φώτιος πατριάρχης Κ. Π. ἐν Βιβλιοθήκη. Ανεγνώσθη καὶ πρακτικὸν τῆς πρώτης συνόδου Νικήτας Χωνιάτης ἐν πανοπλίᾳ δογματική. Εὐσέβιος δὲ ὁ Παμφίλου ἐν τῷ τρίτῳ λόγῳ τῶν εἰς τὸν βασιλέα Κωνσταντῖνον, ἀπεῖναί φησι τὸν Κων σταντινουπόλεως διὰ γῆρας· οὐ δηλοῖ δὲ καὶ τὸ τού του όνομα· ἀντ᾿ αὐτοῦ δὲ παρεῖναι πρεσβυτέρου.. Τὰ δέ γε πρακτικὰ τῆς συνόδου διαλαμβάνουσι Μητροφάνη μὲν εἶναι Κωνσταντινουπόλεως ἐπίσκοποι, διὰ δὲ βαθὺ γῆρας μή συνεδρεῦσαι τῇ συνόδῳ, αλλά πληρῶσαι ἐκείνου τόπον ᾿Αλέξανδρον. Ος πρεσες τερος ὤν, καὶ τοῖς συνοδικοῖς τότε πρὸς τὰ τῆς Εὐ ρώπης μέρη διηκονήσατο γράμμασι.
col. 1189–1190page 6 of 90
PG 85:1189Ιωάννης ὁ Κυπαρισσιώτης δεκάδος γ', κεφ. δ'. Ἐν τῇ ἁγίᾳ πρώτῃ καὶ οἰκουμενικῇ συνόδῳ, ἀπὸ τῆς δι' Ευσεβίου τῶν Πατέρων ἀποκρίσεως πρὸς τὸν φιλόσοφον, φασί· Νοητέον οὖν, ὅτι οὗτός ἐστιν ὁ Κύ ριος, ὁ κτίσας τὴν λογιστικὴν σοφίαν εἰς ἀρχὴν ὁδῶν αὐτοῦ, ἣν ηὐτρέπισε τῷ κατ' εἰκόνα ἀνθρώπῳ αὐτοῦ. ῾Ο αὐτὸς δεκάδος ι'. κεφ. β'. Ἀπὸ τῆς πρὸς Φαίδωνα τὸν φιλόσοφον διαλέξεως, ἐκ τῆς πρώτης συνόδου. 'Η δὲ καθολικὴ πίστις μίαν μόνην οἶδε θεότητα, καὶ ταύτην πρεσβεύει, Πατρός, Υἱοῦ, καὶ ἁγίου Πνεύματος· παρ᾽ ἦν οὐ λογισθήσεται ἑτέρα.

Book ILiber Primus

col. 1191–1192page 7 of 90
PG 85:1191ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Τὰ κατὰ τὴν ἁγίαν καὶ μεγάλην καὶ οἰκουμενικὴν τῶν ἐπισκόπων συναθροισθεῖσαν σύνοδον ἐν τῇ Νικαέων, ἐκ πασῶν, ὡς ἔπος εἰπεῖν, τῶν τοῦ Ῥωμαίου κόσμου ἐπαρχιῶν, καὶ Περσίδος, ἔκ τε τῆς τοῦ Θεοῦ χάριτος, καὶ θεσπίσματος του θεοφιλοῦς καὶ εὐσε τους βασιλέως Κωνσταντίνου τοῦ ἡμετέρου, ὑπὲρ τῆς ἀποστολικῆς καὶ [καθολικῆς ὀρθοδόξου πίστεως,
col. 1193–1194page 8 of 90
PG 85:1193κατὰ τῶν μοχθηρῶν καὶ ἀσεβῶν δογμάτων τοῦ θεο μάχου Αρείου πάντα τὰ ἐν ἐκείνῃ τῇ ἐναρέτῳ καὶ ἁγίᾳ συνόδῳ λεχθέντα τε καὶ πραχθέντα καὶ διατυπωθέντα πάλαι τε καὶ πρόπαλαι ἀναγνοὺς ἔτι ἐν τῇ πατρῴᾳ οἰκία διάγων, εὑρηκὼς αὐτὰ ἐν βίβλῳ ἀρχαιοτάτη ἐγγεγραμμένα εν μεμβράναις ἅπαντα ἀπαραλείπτως ἐχούσαις· γενομένης μὲν τοῦ θείου καὶ ἀοιδίμου Δαλματίου τοῦ ἀρχιεπισκόπου γενομένου τῆς ἁγίας καὶ καθολικῆς Ἐκκλησίας τῆς τῶν Κυζικηνών λαμ πρᾶς μητροπόλεως, περιελθούσης δὲ εἰς τὸν τοῦ ποτέ ἡμετέρου οἴκου δεσπότην, λέγω δὴ τὸν κατὰ σάρκα πατέρα ἐμὸν, τῆς αὐτῆς ἁγιωτάτης Εκκλησίας πρε σουτερίου ἠξιωμένον. Ητινι ἱερᾷ βίβλῳ ἐντυχών, καὶ σχολὴν πολλὴν ἐν αὐτῇ ποιησάμενος, ἐπὶ μνήμης μὲν φέρειν πάντα οὐχ οἷός τε ἤμην· οὐδὲ γὰρ ἄν τις ἀνθρώπων τὸ ἄρατον ἐκεῖνο πέλαγος τῶν ἐν αὐτῇ ἐγκειμένων ἐπὶ μνήμης διὰ στόματος φέρειν δυνη θείη· πλεῖστά τε ὅσα ἐπεσημηνάμην, τά τε τῶν ἡμε τέρων ἁγίων Πατέρων καὶ ἐπισκόπων τῆς τοῦ ὑγια νοντος λόγου διδασκαλίας αὐτῶν δόγματα, τάς τε πρὸς τοὺς ᾿Αρειομανίτας αὐτῶν ἀντιθέσεις, καὶ τοὺς κατά τῆς ἐκείνων βλασφημίας ἐγγράφους ἐλέγχους, ἧς ἐβλασφήμησαν οἱ μιαροί Αρειομανῖται κατὰ τοῦ Τοῦ τοῦ Θεοῦ, οὐ μὴν δὲ ἀλλὰ καὶ κατὰ τοῦ ἁγίου Πνεύματος· τάς τε τῶν μισθωτῶν ᾿Αρείου τῶν φι λοσόφων πρὸς τοὺς ἐπισκόπους ἀντιῤῥήσεις, τάς τε τῶν ἡμετέρων πρὸς ἐκείνους διὰ Γραφικών διδαγμάτων κατὰ τῶν αὐτῶν σοφισμάτων ἐναργεῖς ἐπι λύσεις· περί τε τῆς ἀνάρχου καὶ ἀεὶ τῷ Θεῷ καὶ Πατρί συνυπαρχούσης τοῦ Υἱοῦ αὐτοῦ καὶ τοῦ ἁγίου Πνεύματος προαιωνίου μιᾶς θεότητος, περί τε τῆς αὐτοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ Λόγου ἐπ᾿ ἐσχάτων, τῆς ἡμετέρας ἕνεκα σωτηρίας, ἐκ τῆς θεοτόκου Παρθένου Μαρίας ἀποῤῥήτου σαρκώσεως, καὶ τῶν τῆς ἐκκλησίας ἀποστολικῶν διατυπώσεων, πᾶσαν ἁπλῶς τὴν ἐκεῖσε γεγενημένην πραγματείαν ἐνιστορήσας ἐν τῇ προβληθείσῃ ἱερᾷ βίβλω, πρό γε πάντων τὰς τοῦ πιστοτάτου βασιλέως Κωνσταντίνου, τοῦ ἐν τῇ συν άδῳ συνεδρεύσαντος. θείας καὶ ἀληθῶς ἀποστολικής ἐννοίας· ἦσθην εἰς τοσοῦτον τοῖς τῇ βίβλῳ ἐκείνῃ τῇ ἱερᾷ περιεχομένοις, ὥστε εἰπεῖν με πρὸς τὸν Κύ ρίου ο Ως γλυκέα τῷ λαρυγγί μου τα λόγια σου, ὑπὲρ μέλι τῷ στόματί μου.» Οὕτως υπερηγάσθην ἐν τοῖς ἐκεῖ ἀναγεγραμμένοις περὶ τῆς ἀσπίλου και ἀμωμήτου, ὀρθοδόξου καὶ ἀποστολικῆς πίστεως. Μετὰ δὲ καιρούς τινας φθάσας ἐνταῦθα, τῇ τῶν Βιθυνῶν ἐπαρχία λέγω, κατ' εὐδοκίαν τοῦ Θεοῦ, κινήσεώς τε καὶ συζητήσεως πλείστης οὔσης, γεγενημένης ἐπὶ τῆς ἀνταρσίας τοῦ ἀνοσίου Βασιλίσκου κατὰ τῆς ἀπο στολικῆς καὶ καθολικής Εκκλησίας τοῦ Θεοῦ καὶ τῆς ἐν αὐτῇ πολιτευομένης ἀποστολικῆς πίστεως, ὑπεκκαιόντων μάλιστα καὶ κινούντων τὰ βασίλεια τῶν τῆς τοῦ αἱρετικοῦ Εὐτυχούς ὁμοφρόνων συμ μορίας, προβαλλομένων ἡμῖν ὑπούλως, τὴν ἐν Νικαία
col. 1195–1196page 9 of 90
PG 85:1195φημὶ, ὑπὸ τῶν Πατέρων κρατεῖν πίστιν· οἱ διλέγ χοντο πρὸς ἡμῶν πολέμιοι ἐκείνοις ὑπάρχοντες. Ο γὰρ ᾔδεισαν τί λέγουσιν, ἢ περὶ τίνων διαβεβαιοῦνται. Προφέροντος γάρ μου τὰ ἐν ἐκείνῃ τῇ ἁγίᾳ χο ρείᾳ τῶν ὀρθοδόξων τοῦ Θεοῦ ἱερέων ἐν Πνεύματι ἁγίῳ τὰ [ἴσ. περὶ] τοῦ Κυρίου δι' αὐτῶν ἐκφωνηθέντα, ἀπεπήδων ἀφ' ἡμῶν, χείρονα τῶν τοῦ ᾿Αρείου βλασφημιῶν κατὰ τῶν ἐκεῖσε ὁρισθέντων διὰ γλώτ της προσφέροντες [ἴσ. προφέροντες], καὶ ἀναθεματισμὸν ῥίπτοντες κατὰ τῶν ταῦτα οὕτως φρονούντων οἱ ἄθλιοι. Διὰ ταῦτα καὶ δι᾿ ἄλλα κινηθέντα κατὰ τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως ἡμῶν, τῆς ἀνέκαθεν εκ τε τῶν ἁγίων ἀποστόλων καὶ τῶν προῤῥηθέντων ἁγίων ἡμῶν Πατέρων τῶν ἐν τῇ Νικαέων συνειλεγμένων, ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ μητρὶ ἡμῶν πολιτευομένης, πλείστην ὅσην έρευναν ἐποιησάμην πάντη τε καὶ πανταχοῦ, τὸ δὴ λεγόμενον, πάντα κάτ λων κινήσας, ἀνερευνῆσαι τὰ ἐν ἐκείνη τῇ ἱερᾷ συν όδῳ πεπραγμένα ὑπὲρ τοῦ τῆς αὐτῆς ἁγίας καὶ αποστολικῆς πίστεως ὅρου, ἣν οὐκ ἀπ᾿ ἀνθρώπων, οὔτε δι' ἀνθρώπων ἡ τοῦ Θεοῦ Ἐκκλησία παρείληφεν, ἀλλ' ἀπ' αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος ὃς μετὰ τὴν τῆς ἐντάρχου αὐτοῦ παρουσίας οἰκονομίαν, ε τὸ μέγα ἀληθῶς τῆς εὐσεβείας μυστήριον, ο καθώς γέγραπται, ο φανερωθείς τε σαρκὶ, καὶ ἀγγέ λοις ὀφθείς.» Οὔτε γὰρ ἀγγέλοις θεατὸς ὁ μονογενὴς κατὰ τὴν τῆς θεότητος οὐσίαν, εἰ μὴ ἐσαρκώθη τὰ πάντα πληρώσας τὰ κατὰ τὴν οἰκονομίαν, τό τε ὑπὲρ ἡμῶν ἑκούσιον πάθος, καὶ τὴν ταφὴν, καὶ τὴν ἀνάστασιν τῇ ἁγίᾳ ἐκείνῃ καὶ ἀναμαρτήτω σαρκὶ αὐ τοῦ [αὐτῆς] παραχωρήσας, δι' ἧς τὸ ἡμέτερον ἀπο εθανάτισε γένος, ἀναβαίνων εἰς τοὺς οὐρανούς, ταύτη; τῆς ἁγίας καὶ ἀμωμήτου πίστεως τὸν θεῖον καὶ προστ κυνητὸν ὅρον δι' ἑαυτοῦ ἔπηξε, καὶ μέγα βροντήσας κατὰ τὸ γεγραμμένον· «Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησε.» Καὶ ἐν ἑτέρῳ· Εβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος, καὶ ὁ Ὕψιστος ἔδωκε φωνήν απο τοῦ. Ὁ Καὶ τί ἐβρόντησεν; ποίαν δὲ φωνὴν ἔδωκεν ὁ Υψιστος; «Πορευθέντες, φησί, πρὸς τοὺς ἀποστά λους λέγων, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Εἰ γὰρ φιλανθρωπίαν, τὴν ἡμῶν σάρκα ἔμψυχον καὶ ἔννουν ἐκ τῆς παν σέμνου καὶ ἁγίας Παρθένου Μαρίας προσείληφεν, ἀλλ' ἡ τῆς σαρκὸς πρόσληψις προσθήκην τῇ τοῦ Πατ τρὸς καὶ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος Τριάδι οὐκ ἐποίησεν, ἀλλὰ μένει ή Τριάς. «Πορευθέντες οὖν μαθη τεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Τοῦτον τὸν ἅγιον καὶ προσκυνητὸν ἄρον τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως παρὰ τοῦ Κυρίου λαβόντες οἱ ἱεροὶ ἀπόστολοι, πάσῃ τῇ ὑπὸ τὸν οὐρανὸν τοῦ Θεοῦ Εκκλησίᾳ ἐκήρυξαν· ὡς πληρωθῆναι ἐπ' αὐτοῦ [σ. αὐτῶν] τὸ προφητικὸν λόγιον, τὸ φάσκον· ο Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ
col. 1197–1198page 10 of 90
PG 85:1197πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. τινα [Μεθ' ὅντινα] ὅρον καὶ τὴν προσκυνητὴν ταύτην δωρεάν, τὴν εἰς ἡμᾶς διὰ τῶν θείων ἀποστόλων παρὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ δεδομένην, μετά πλείστους ὅσους [πλείστους] καιροὺς παυσαμένου τοῦ κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ διωγμοῦ, δι' ᾿Αρείου πάλιν ὁ ἐχθρὸς τῆς ἡμετέρας σωτηρίας κατὰ τῆς αὐτῆς ἁγίας καὶ ἀμωμήτου ὁπλίζεται πίστεως, ξένα τινα παρεις. φέρων κατὰ τοῦ Σωτῆρος βλάσφημα ῥήματα, δι' ὧν τὴν εἰς πᾶσαν τὴν οἰκουμένην Εκκλησίαν τοῦ Κυ ρίου ἐτάραξεν. Οὗ χάριν καὶ τὴν πολυάνθρωπον ἐκείν νην ἐπὶ τὴν τῶν Νικαέων πόλιν ὁ πιστότατος βασι λεὺς Κωνσταντίνος συνήγαγε σύνοδον, ἧς τὰ πε πραγμένα πάντα προεγνωκώς, ὡς ἀνωτέρω ἔφην, καὶ διερευνησάμενος, μόλις εδυνήθην εὑρεῖν φανερὰ τῶν ἐκεῖσε ἐσκεμμένων καὶ ἐγγραφέντων παρά τισι διαφόροις φιλομαθέσιν ἀνδράσιν, Ἰωάννῃ μέν τινι πρεσβυτέ «ἀνδρὶ παλαιῷ, ἄγαν γραφικῷ, ἐν τε τραδίοις παλαιοῖς λίαν, οὐ μὴν ὅλα. Καὶ ἐξ ἄλλων δὲ συγγραφέων, Ευσεβίου του Παμφίλου ἐπισκόπου Καισαρείας, καὶ Ρουφίνου πρεσβυτέρου Ρώμης, τῶν καὶ [καὶ τῶν] τῇ ἁγίᾳ ἐκείνῃ κοινωνησάντων συνέδῳ, καὶ ἄλλων πλείστων ὅσων. Οὐ μὴν τὴν ἀκο λουθίαν τῆς ὅλης ἁρμονίας εὗρον κατὰ τὴν ἱερὰν ἐκείνην βίβλον, ᾗ προ[σ]ενέτυχον, ὡς ἀνωτέρω μοι εξ ρηται. Μόνος γαρ Εὐσέβιος ὁ θαυμάσιος ὁ Παμφίλου ἀτρεπτὶ τῇ λεωφόρῳ τῆς ἀληθείας ἀπὸ τῆς τοῦ Κυ ρίου παρουσίας ἕως τῶν τοῦ μεγάλου Κωνσταντίνου χρόνων διώδευσεν. Αλλ' οὐδὲ τὰ ὅλα εὑρεῖν ἠδυνήθην, πλὴν ὅσα γνώριμά μου καὶ τῆς ἀληθείας ἴδια, κατὰ τὴν προαναγνωσθεῖσάν μοι βίβλον, εὗρον. Καὶ ἐξ ἑκατέρων ἀναλεξάμενος, ἀναγκαῖον ᾠήθην ἐγγράψαι τῷδε τῷ βιβλίῳ πρὸς ὠφέλειαν κοινὴν, καὶ στήριγμα τῶν ἐντευξομένων τῷδε τῷ γράμματι. ἄρξεται δή μοι λοιπὸν ὁ λόγος, προοδοποιοῦντός μοι καὶ ποδηγοῦντος τοῦ ἀεὶ ζῶντος Θεοῦ Λόγου, ἀπὸ τῶν χρόνων τῆς βασιλείας τοῦ εὐσεβεστάτου καὶ Χριστοφόρου βασιλέως Κωνσταντίνου, τοῦ καὶ τὴν σύνοδον τῶν ἐπισκόπων ἐν τῇ Νικαέων συναθροισθῆναι προστάξαντος πόλει. Ἐν ἑτέρῳ γὰρ, εἰ τῷ Θεῷ φίλον, τὰ τῆς γενέσεως αὐτοῦ, καὶ τῶν χρόνων τῆς τοῦ πατρὸς αὐτοῦ Κωνσταντίνου τοῦ θεοφιλεστάτου [ισ. Κωνσταντίνου] βασιλείας τὴν διαγωγὴν ἐντάξω συγγράμματι. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Μετὰ τὴν ἀπόθεσιν τῆς βασιλικῆς ἀλουργίδος τῆς τῶν τυράννων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, τὸν ἰδιωτικὴν ἀπειληφότων αὐτῶν βίον, καθά φη σιν Εὐσίβιος, χρόνου οὐ πλείστου μεταξύ γενομένου, βασιλεύς Κωνσταντῖνος, (τὸν πάντα βίον πραότατος), καὶ τοῖς ὑπηκόοις εὐνοϊκώτατος, τῷ τε θείῳ λόγῳ προσφιλέστατον ἑαυτὸν διαθέμενος, παῖδα γνήσιον Κωνσταντῖνον αὐτοκράτορα καὶ σεβαστὸν ἀνθ' ἑαυτοῦ καταλιπών, κοινῷ φύσεως νόμῳ τελευτα τὸν βίον. Απάσης μετά θάνατον, ὅση βασιλεί τις ἂν ὠφείλετο, τιμῆς ἠξιωμένος, χρηστότατος, καὶ ἡ πιώ κατος βασιλεύς γεγονώς· ὃς δὴ καὶ μόνος τῶν καθ' ἡμᾶς ἐπαξίως τῆς ἡγεμονίας τὸν πάντα τῆς ἀρχῆς διατελέσας χρόνον, καὶ τὰ ἄλλα τοῖς πᾶσι δεξιώτα
col. 1199–1200page 11 of 90
PG 85:1199τον καὶ εὐεργετικώτατον παρασχών ἑαυτὸν, τέλος εὐδόκιμον καὶ τρισμακάριον ἀπείληφε τοῦ βίου, μόν νος, ἐπὶ [ῖσ παρέλκει τὸ, ἐπὶ] τῆς αὐτοῦ βασιλείας εὐμενῶς καὶ ἐπιδόξως ἐπὶ διαδόχῳ γνησίω παιδί, τὰ πάντα σωφρονεστάτῳ τε και ευσεβεστάτῳ, τελευτήσας. Τούτου παῖς Κωνσταντῖνος εὐθὺς ἀρχόμενος, βασιλεὺς τελειότατος καὶ σεβαστὸς πρὸς τῶν στρατοπέδων, καὶ ἔτι πολύ τούτων πρότερον παρ' αὐτοῦ τοῦ παμβασιλέως Θεοῦ ἀναγορευθείς, ζηλωτὴν ἑαυ τὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστήσατο.» Καὶ μεθ᾿ ἕτερα· «Οὕτω δὴ Κων σταντίνου, ὃν βασιλέα ἐκ βασιλέως, εὐσεβῆ τε ἐξ εὐσεβεστάτου καὶ τὰ πάντα σωφρονεστάτου γεγονές ναι εἰρήκαμεν, συνέσει τε καὶ εὐσεβείᾳ τετιμημένου, παρὰ τοῦ παμβασιλέως Θεοῦ τῶν ὅλων καὶ Σωτή ρος κατὰ τῶν δυσσεβεστάτων τυράννων ἀνεγηγερμένου, Θεοῦ συμμαχοῦντος αὐτῷ, παραδοξότατα πίσ πτει μὲν ἐπὶ Ῥώμης ὑπὸ Κωνσταντίνου Μαξέντιος. Ὁ δ᾽ ἐπ' ἀνατολῆς οὐ πολὺν ἐπιζήσας ἐκείνῳ χρό νον, αἰσχίστῳ καὶ αὐτὸς θανάτῳ ὑπὸ Λικινίου, οἴπω τότε μανέντος, πεμφθησομένου [ισ. πεμφθέντο. ] κατ' αὐτοῦ ὑπὸ Κωνσταντίνου τοῦ θεοφιλεστάτου βασι λέως, καταστρέφει τὸν βίον. Πρότερός γε μὴν ὁ και τιμῇ καὶ τάξει τῆς βασιλείας πρῶτος Κωνσταντίνος τῶν ἐπὶ Ῥώμης κατατυραννουμένων φειδώ λαβών, Θεὸν τὸν οὐράνιον, τόν τε τούτου Λόγον, αὐτὸν δὴ τὴν πάντων Σωτῆρα Ἰησοῦν Χριστὸν σύμμαχον δι' εὐ χῶν ἐπικαλεσάμενος, πρόεισι πανστρατιᾷ τὰ τῆς ἐκ προγόνων ἐλευθερίας Ρωμαίοις προμνώμενος. ο Ταῦτα ὁ Εὐσέβιος. Ὁ δὲ Ρουφίνος, εἰ καὶ μὴ κατὰ τάξιν τὴν ἀκολουθίαν καὶ τὴν τῆς ἀληθείας ἁρμονίαν Εὐσεβίου τοῦ πάνυ τοῦ Παμφίλου τὴν ἱστορίαν ἐνέθηκεν, ἀλλ' ὅμως ὅσα συγγενῆ τῆς Εὐσεβίου πραγματείας εὕροιμι, ἐκ τοῦ αὐτοῦ Ῥουφίνου καὶ τῶν ἄλλων συγγραφέων ἀναλεξάμενος ἐνθήσω, καθὰ ἀνω τέρω εἴρηκα, τῷδε τῷ βιβλίῳ. Λέγει δὲ καὶ οὗτος Μετὰ γοῦν τοῦ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἀπό θεσιν, καὶ τὴν τελευτὴν Κωνσταντίνου, ὑπολείπονται τῆς Ῥωμαίων ἀρχῆς ὁμόχρονοι βασιλεῖς οἷός • Κων σταντίνος μὲν τοῦ πατρὸς μοῖραν εἰληφώς· αὕτη δὲ ἦν ἀπό τε τῆς καλουμένης Ευρώπη ἀρχομένη, ἐπὶ τε τὸν Ιστρον διήκουσα, Σκυθίαν τε ἑκατέραν, καὶ Κελτοὺς ἅπαντας, Ιλλυριούς τε καὶ Σαυρομάτας, καὶ τὴν ἐπὶ τὸν Ρῆνον ποταμὸν καθήκουσαν τῶν Βαρβάρων γῆν, τήν τε Μακεδονίαν, καὶ τὴν πρὸς αὐτὴν θάλασσαν, Θεσσαλίαν τε καὶ ᾿Αχαΐαν, καὶ ὅσα πρὸς ἥλιον δυόμενον ἐπιστρέφοντα, τὸ Ἰένιον ὁρίζει πέλαγος. Καὶ Μαξιμίνος δὲ ὁ Διοκλητιανού παῖς, ἅπαντα τὰ κατὰ τὴν ᾿Ανατολὴν ἔθνη, καθά φη σιν ὁ Εὐσέβιος. Μαξέντιος τε τὴν Ῥώμην, καὶ τὰ ἀπὸ τῆς Ἰταλίας εἰς αὐτὸν καθήκοντα τὸν ὠκεανόν, διεῖπον. ο ΚΕΦΑΛ. Β'. Κωνσταντίνος οὖν μετὰ τὴν τοῦ πατρὸς ἔννομον
col. 1201–1202page 12 of 90
PG 85:1201Ι. κηδείαν, καὶ τὰς νομιζομένας τιμάς, ζημίαν ἡγή σατο τῆς Ῥωμαίων συμφοράς [σ. ἐπὶ ταῖς Ῥωμ. συμφοραῖς] τὴν ἡσυχίαν. Ἤκους γὰρ τὴν Ῥωμαίων πόλιν κάμνουσαν τοῖς Μαξεντίου κακοῖς· εἰς γὰρ ὠμότητα τυραννίδος ὁ τῆς βασιλείας αὐτῷ μετεβάλλετο τρόπος. Πολλούς τε γὰρ ἀκρίτως τῶν ἐν τέλει θανάτῳ παραδιδούς, ζημίας τε καὶ φυγὰς καὶ τῆς γῆς ἀναδασμόν, καὶ προτιμήσεις ἀνεξετάστως ἐπ ἐβαλλεν· ἤδη δὲ καὶ γυναικῶν ἀλλοτρίων ἐρῶν, ἢ τοῖς ἐπιτάγμασιν ἐβιάζετο· καὶ λοιπὸν ἀνασφαλὲς ἦν γυναῖκα ἔχειν εὐπρεπῆ· καὶ διὰ σωφροσύνης φυλακήν πολλή τις ἦν κατὰ τὴν πόλιν μιαιφονία. Ταῦτα καὶ πλεῖστα ἕτερα ἀκούων ὁ θεοφιλέστατος Κωνσταντῖνος, ἃ μὴ τῆς παρούσης ἐστὶ συντάξεως, παρωξύνετο. Ποιεῖ γὰρ οἰκείαν λύπην τοῖς φιλοθέοις ἀνδράσιν ἡ τῶν ἀλλοτρίων πραγμάτων ἀδικία. ΚΕΦΑΛ. Γ'. Περὶ τοῦ βασιλέως Κωνσταντίνου, ὅπως κατὰ τοῦ τυράννου Μαξεντίου ἐστρατοπεδεύσατο. Εδόκει δὴ αὐτῷ λοιπὸν τῶν ὅπλων ἅπτεσθαι, καὶ τοῖς τοιαῦτα πάσχουσι Ρωμαίοις ἐπαμῦναι· τὸ γὰρ ἐκείνους τῶν κακῶν ἐξελέσθαι, ἴσον ἦν, εἶπεν, καὶ πάντας ἀνθρώπους διασῶσαι. Βουλὴν δὲ λαμβάνει, πρότερον τὰς ἀποστατοῦσας πόλεις τῆς Ῥωμαίωνἡγεμονίας ανακαλέσασθαι, τὰς μὲν τοῖς λόγοις, τὰς δὲ τοῖς ὅπλοις, τὰς δὲ τῇ τῆς φιλανθρωπίας εὐποιία. Τούς τε γὰρ φόρους αὐτοῖς κουφοτέρους ἀπέφηνε, καὶ τὴν τῆς ἀκροάσεως ισότητα παρείχε, τάς τε νεωτεροποιίας καὶ ἀπονοίας συνετῶς διέλυε, σιωπῶν μᾶλλον ἢ φοβῶν· εἰδὼς τὰ Σαύρων καὶ τὰ Φράγκων καὶ τὰ Γερμανῶν ἔθνη φιλόκαινά τε εἶναι, καὶ πρὸς τὰς τῶν βασιλέων επαναστάσεις εὐρίπιστον ἔχειν ὁρμὴν, καὶ νόμον πολλάκις την γνώμην ποιεῖσθαι. Υπηγάγετο δὲ καὶ Σπάνους, καὶ Βρετανούς, καὶ τὰς αὐτόθι νήσους, καὶ τὰ λοιπὰ γένη, καὶ ἅπαντας τοὺς τῶν τοῦ ἡλίου δυσμῶν γινομένους μάρτυρας· εἰδέ και φασὶν, εἴτε ἀληθῶς τῷ ὠκεανῷ καταδύεται, εἴτε καὶ περὶ τὸ ὕδωρ φθάσας, πάλιν δι᾿ ἑτέρας ὁδοῦ πρὸς ἡμᾶς ἀνακάμπτει· εἷλε δὲ καὶ τῷ κράτει τῶν ὅπλων τὰ αὐτόθι βάρβαρα φύλα, παρέργῳ τῆς μάθ χῆς πρὸς τὸ ἔργον συγχρησάμενος. Τοὺς μὲν γὰρ ὑποτάξας, τοὺς δὲ μισθοδοτήσας, τους φίλους ἀντὶ πολεμίων, καὶ συνήθεις ἀντὶ παλαιῶν ἐχθρῶν και ταστήσας, ἐπανήγαγε πάντας συμμάχους, οὐδένα λυπήσας, οὐδὲ πολιορκήσας, καὶ ἐπὶ τὴν ἑτέρων τω τηρίαν ἐπειχθείς. Ὅπου γὰρ ὁ Θεὸς συμμαχεῖ, πάνω τα κατευθύνεται, καὶ τὸν ἀνθρώπινον λογισμὸν ὑπερ αίρει. Μετὰ τοιαύτης φιλοθέου γνώμης ὁ πάντα πιστότατος Κωνσταντῖνος τὸν Ῥῆνον ἐπὶ δεξιᾷ δια 625, καὶ πολλὰ μὲν ὄρη, πολλοὺς δὲ ποταμούς ἀνω νύμους ὀλίγῳ στρατῷ περαιωθείς, πολλά τε βάρβαρα ἔθνη χειρωσάμενος, Γάλλων τε, καὶ Φράγκων, καὶ Σπάνων δέκα ἔθνη προσαγόμενος, προσῆγε λοιπὸν τῆς Ἰταλίας ὄρεσι τὸ στράτευμα. Ταῦτα ἀκούσαντι τῷ Μαξεντίῳ, ταραχή τις ἦν ἀδόκητος. Οὐ γὰρ ἂν Ποτέ τοσαύτην χώραν διαβῆναι προσεδόκα, ὄρεσι, εἰδέναι.
col. 1203–1204page 13 of 90
PG 85:1203καὶ ποταμοῖς, καὶ ποικίλοις βαρβάροις πεφραγμένην, καὶ ταῖς αὐτοφυέσι τῆς ἐρημίας δυσχερείαις. Μέγιστον γὰρ γίνεται πολλάκις επιτείχισμα βασι λείας ἡ τῶν τύπων ἐρημία. Καὶ δὴ ἐδόκει, σὺν πολ λῷ τάχει τῆς Ῥώμης ὑπεξελθόντα τὸν στρατὸν ἀνθ υπεξάγειν, καὶ τῆς Ἰταλίας που προανακρούσα σθαι. Ως δὲ ἀντιπαρετάττοντο, καὶ τὰ σημεῖα εἶδον ἀλλήλων, ἐνταῦθα ἡ μάχη λοιπὸν ἄνισον εἶχε τὴν ἐλπίδα. Οἱ μὲν γὰρ ἀπὸ Ῥώμης προεκτεθέντες, καὶ κατὰ φάλαγγας ἐκχεόμενοι, καὶ ἐκ πολλῆς ἐκεχειρίας διαναπαύσεως ὄντες, εδόκουν ἀξιόμαχοι καταφαίνεσθαι φρόνημα φέρειν ἄξιον τῆς πόλεως ἐφάμιλλον. Οι δὲ μετὰ Κωνσταντίνου παραταττόμενοι πολλὴν μὲν κατειλήφεισαν γῆν, πολλὰ δὲ λάφυρα καὶ σκύλα του πολέμου συνήγοντο πόθῳ, δρόμῳ δὲ μᾶλλον τῆς νέα χης, ἢ ἀπολαύσει τῶν εἰλημμένων χρησάμενοι. Ηδη δὲ λοιπὸν ἦσαν πρὸς τὸν κάματον ἀπαγορεύοντες, καὶ πρὸς τὴν πυκνότητα τῶν πόνων ἐνδιδόντες. ΚΕΦΑΛ. Δ'. Περὶ τοῦ σταυροῦ τοῦ ὀφθέντος ἐν οὐρανῷ τῷ βασιλεῖ Κωνσταντίνῳ. Οὕτω δὲ κεκριμένης τῆς μάχης, καὶ τῆς παρα τάξεως ισορρόπου οὔσης, οὐρανόθεν ὁ Θεὸς Κων σταντῖνον ὁπλίζει, δείξας αὐτῷ τὸ σωτήριον τοῦ σταυροῦ σύμβολον φωτοειδῶς ἐν οὐρανῷ· γράμματα δὲ ἐμήνυε τῆς ὄψεως τὴν δύναμιν, λέγοντα· Τούτῳ νίκα· τοῦτο τὸ διήγημα τοῖς μὲν ἀπίστοις μῦθος εἶ καὶ δοκεῖ καὶ πλάσμα, τοῖς δὲ ἡμετέροις δόγμασι κεχαρισμένον· τοῖς δ' ἀληθῆ πιστεύειν συνειθισμέν νοις, ἐναργὴς τοῦ πράγματος ἡ ἀπόδειξις. Ο γάρ του συμβόλου ζωγράφος Θεός ἔδειξεν ἔργῳ μετὰ ταῦτα τὴν ἀληθεύσασαν τοῦ γράμματος χάριν. Εἰ δὲ μήπω πείθομεν & γράφομεν πρότερον γὰρ ἱστο ρίας γράφομεν, διὰ τὸ μικρὸν ἄνωθεν ἡμᾶς τὰ χρή σιμα συλλέγειν τῶν ἐκείνῳ βεβιωμένων. Αλλ' οὐκ ἐν τοῖς ἐφεξῆς ἀπιστεῖν δεῖ, ἅ καὶ ἐπὶ τῆς ἡμετέρας γενεᾶς οἱ Κωνσταντίῳ τῷ Κωνσταντίνου παιδί συμ παραταξάμενοι, καὶ αὐτοπτήσαντες, τὴν παλαιὰν ἀπιστίαν νεαραῖς ὄψεσιν ἐθεράπευσαν. Είτε γάρ Εβραίοι εἶεν οἱ τούτοις ἀντιλέγοντες, πολλῷ τούτων ἀπιθανώτερα τὰ ἐν ταῖς ἐκείνων βίβλοις πιστευόμεν να θάλασσα πεζευομένη, καὶ ὕδωρ τειχίζον, καὶ πέλαγος ὁδοιπορούμενον, καὶ Θεὸς ἐν βάτῳ φθεγ γόμενος, καὶ φλόξ νομοθετοῦσα, καὶ σάλπιγξ ἄνευ ὀργάνου τὴν ἔρημον συνηχοῦσα, καὶ ἄγγελοι συμ παραταττόμενοι, καὶ ἀρχιστράτηγοι δυνάμεως Κυ ρίου τῆς φάλαγγος ὑπερμαχοῦντες, καὶ λίθοι χαλά ζης, καὶ βέλη πυρὸς ἀντὶ τῶν συνήθων δοράτων βαλλόμενα· καὶ ὅμως ἀνεξετάστως πάντες οἱ εξ φρονοῦντες συντιθέμεθα. Θεοῦ γὰρ βουλομένου ούτ δὲν ἀνήνυτον. Εἴτε Έλληνες εἶεν οἱ τὸ θαῦμα με παραδεχόμενοι, πολλὰ ἔχομεν εἰπεῖν, ἃ μὴ βουλόμεθα λέγειν. Πόσα 'Αλεξάνδρῳ μέλλοντι περαιούσθαι τὸν ἐπὶ Γρανικῷ πόλεμον, καὶ τὴν ἐπὶ Δαρείου παι ράταξιν, ἐπεθείασαν οἱ χρησμολόγοι; καίτοι τὰ
col. 1205–1206page 14 of 90
PG 85:1205ἐκείνων πλάσματα την φαινομένην ἀπόδειξιν οὐκ ἔχει. Πῶς τε Σωκράτει τῷ φιλοσόφων δαιμόνιον διά φωνῆς προεμήνυε τῶν μὴ πρακτέων τὴν ἔκβασιν, καὶ τὰ περὶ Πυθαγόρου του Σαμίου ὑπὸ τῶν ἐκείνου μας θητῶν συνταχθέντα; ἐῶ λέγειν καὶ τὰ τῶν ποιητῶν πλάσματα, καὶ πῶς τινες τῶν παρ' αὐτοῖς εὐδοκιμῶν, καὶ συμπολεμεῖν αὐτοῖς τινας τῶν παρ' αὐτοῖς νομισθέντων θεῶν· ἵνα μή τις τὰ μυθώδη τοῖς ἀλη θέσι, καὶ τὰ μηδαμῶς πραχθέντα τοῖς πραχθεῖσιν ἀνεξετάζειν νομίσῃ. Τὴν γὰρ πολυδύναμον τοῦ Θεοῦ [Χριστοῦ] χάριν, ἀφ' οὗπερ εἰς ἀνθρώπους ήνθησε, καὶ ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς, καὶ ἐν θαλάσσῃ, καὶ ἐν φυτοῖς, καὶ ἐν ξύλοις, καὶ ἐν ἱματίοις, καὶ ἐν νόσῳ, καὶ ἐν ὑγείᾳ, καὶ ἐν βρωτοῖς, καὶ ἐν ποτοῖς, ἀλεξιφάρμακον τε γενομένην, καὶ γινομένην καὶ ἐσομέ την θεραπείαν, καὶ οἱ πειρασθέντες μὲν ἴσασι, καὶ ἡμεῖς δὲ κατὰ τὸν ἴδιον καιρὸν προϊούσης τῆς ἱστο βίας ἐκθησόμεθα, ΚΕΦΑΛ. Ε'. Περὶ τοῦ σίγνου οὗ ἐποίησεν ὁ βασιλεὺς Κων σταντῖνος ἀντίτυπον τοῦ ὀφθέντος αὐτῷ σταυ ροῦ ἐν οὐρανῷ. Ο δ' οὖν Κωνσταντίνος τὴν τοῦ θαύματος ὄψιν εἰς τροπαίου σχῆμα μεταβαλών, καὶ χρυσοκολλήτοις λίσ θεις συναρμόσας, εἰς δόρατός τε ἀπαρτίσας ὑψηλοτάτου ὄψιν, ἐδίδου φέρειν τοῖς προϊππεῦσι, την τῶν γραμμάτων υπόσχεσιν διὰ τῶν ἔργων λοιπὸν ἐπιζητῶν. Καὶ τῆς ἐλπίδος οὐ διήμαρτε, θάττον μὲν οἷς τεθέαται πιστεύσας, ταχυτέραν δὲ τῆς ὄψεως τὴν νίκην ὑποδεξάμενος. ΚΕΦΑΛ. Γ'. Περὶ τῆς κατὰ τοῦ ἀσεβοῦς Μαξεντίου νίκης τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου. Ὁ μὲν οὖν Κωνσταντῖνος τὸν πολὺν τοῦ πολέμου κάματον τῇ πίστει υποτεμνόμενος, καὶ τὸν ἀπὸ τῆς Ρώμης στρατὸν οὐχ ὑφορώμενος, γενναίως ἀντι παρετάττετο. Μαξέντιος δὲ τὴν Κωνσταντίνου ἀλκὴν δείσας, ἔτι τε καὶ τὸ μῖσος Ῥωμαίων υφορώμενος πρὸς γὰρ τοὺς πλείστους διὰ τὴν ἀσωτίαν αὐτοῦ διεβέβλητο· ἐσκέψατο δόλῳ τὴν ἐπιβουλὴν μετελθεῖν· ὁ δὲ δόλος γέφυρα ἦν εἰς μηχανῆς εἶδος ἀπὸ τῶν τοιούτων συμπαγεῖσα. Τὸ μὲν γὰρ φαινόμε τον ἄνωθεν, διάβασις ἦν τὸν Κωνσταντῖνον υπο δεξομένη· τὸ δὲ λανθάνον, παγὶς τῆς πλάνης, τοῖς ἐκείνου βήμασι συντεθεῖσα. Διαβῆναι γάρ μικρὸν ἔδει, καὶ τὸ μηχάνημα λέλυτο, καὶ ὁ πολέμιος είληπτο, τάφον ἀδόκητον τῆς ἀπωλείας τὸν τόπον λαβών· ἀλλ' ὁ μὲν οὕτως ἐσκεύασε τῆς ἐπιβάσεως τὰ θήρατρα· θεία δὲ χάρις τοῖς οἰκείοις σοφίσμασι τὸν τῶν κακῶν τεχνίτην περιβάλλει. Πρὶν γὰρ Κωνσταντίνον ἁλῶναι, φθάσας αὐτὸς ὑποπίπτει ταῖς οἰκείαις τέχναις ὁ τύραννος, κἀκεῖ τυραννοκτά νος ἑαυτοῦ γεγονώς, καὶ χρηστὴν ἐπιβουλὴν καθ' ἑαυτοῦ σκευάσας πρὸ τῆς Ῥώμης, περὶ τὴν καλουμένην Μουλαίαν γέφυραν, ὁ προρρηθεὶς Μαξέντιος αὐτὸς καταδὺς εἰς τὸν ποταμὸν, ἀποπνιγείς δέο τερτιανι.
col. 1207–1208page 15 of 90
PG 85:1207ὤλετο. Ὥστε τὸν δῆμον ὅλον Ῥωμαίων, καθά φη καὶ σιν Εὐσέβιος ὁ Παμφίλου, βοῆσαι λέγοντα·. "Ασωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται, φησίν· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν. Βοηθός και σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν.» Κα!· «Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα, κ Οἷς ἐπιλέγει ὁ αὐτὸς ταῦτα, καὶ ὅσα τούτοις ἀδελφά τε καὶ ἐμφερή Κωνσταντῖνος τὸν πανηγεμόνα καὶ τῆς νίκης αἴτιον Θεόν, καὶ τὸν μονογενῆ αὐτοῦ Υἱὸν Ἰη σοῦν Χριστὸν αὐτοῖς ἔργοις ἀνυμνήσας, ἐπὶ Ῥώμην μετ᾿ ἐπινικίων εἰσήλαυνε, πάντων ἀθρόως αὐτὸν τῶν τε ἀπὸ τῆς συγκλήτου βουλῆς, καὶ τῶν ἄλλως διασημοτάτων, σὺν παντὶ δήμῳ Ρωμαίων ἅμα κομιδῇ νηπίοις καὶ γυναιξὶ, φαιδροῖς ὄμμασιν, αὐταῖς ψυχαῖς, οἷα λυτρωτήν, σωτηρά τε καὶ εὐεργέτην μετ᾿ εὐφημιῶν καὶ ἀπλήστου χαρᾶς ὑποδεχομένων. ῾Ο δὲ ἔμφυτον τὴν εἰς τὸν Θεὸν εὐσέβειαν κεκτημένος, μηδ' ὅλως ἐπὶ ταῖς βοαῖς παρασαλευόμενος, εξ μάλα τῆς ἐκ Θεοῦ συναισθόμενος βοηθείας, αὐτίκα τὸ τοῦ σωτηρίου πάθους τρόπαιον ὑπὸ χεῖρα ιδίας εἰκόνος ἀνατεθῆναι προστάττει. Καὶ δὴ σταυροῦ ση μεῖον ἐν τῇ δεξιᾷ κατέχοντα αὐτὸν ἐν τῷ μάλιστα τῶν ἐπὶ Ρώμης δεδημοσιευμένων τόπῳ στήσαντες, αυτ τὴν δὴ ταύτην προγραφὴν ἐνταχθῆναι [ἐγχαράξαι] βήμασιν αὐτοῖς ἐγκελεύεται, τῇ Ῥωμαίων φωνή Τούτῳ τῷ σωτηριώδει σημείῳ τῷ ἀληθινῷ ἐλέγχῳ τῆς ἀνδρίας, τὴν πόλιν ὑμῶν ἀπὸ ζυγοῦ τῶν τυράννων διασώσας ήλευθέρωσα· ἔτι μὴν καὶ τὴν σύγκλη τον καὶ τὸν δῆμον Ρωμαίων τῇ ἀρχαία ἐπιφανείᾳ καὶ λαμπρότητι ἐλευθερώσας αποκατέστησα. Τοσαύτα Ευσέβιος. ΚΕΦΑΛ. Ζ'. Περὶ Λικινίου πεμπομένου παρὰ τοῦ εὐσεβοῦς Κωνσταντίνου κατὰ τοῦ ἐπ' Ἀνατολῆς το ράννου. "Ο γε μὴν Ρουφίνος, ήγουν Γελάσιος, ταῦτα λέγει ὧδε· Μετὰ ταῦτα Λικίνιον γαμβρόν τυγχάνοντα τοῦ Θεοφιλοῦς Κωνσταντίνου ἐπὶ τῇ ἀδελφή Κωνσταντία, συμβασιλεύειν τῷ Κωνσταντίνῳ ἡ Ρωμαίων ᾐτήσατο σύγκλητος· ὅντινα αὖθις ἐπὶ τὴν ἑψαν ἐξέπεμψε κατὰ τοῦ ἐκεῖσε τυράννου, τὴν σωτηρίαν τῶν ἐκεῖσε Χριστιανῶν προμηθούμενος. Απολαύσας γὰρ τῶν τηλικούτων εὐεργεσιῶν τοῦ Θεοῦ ὁ εὐσεβὴς Κωνσταντίνος, εὐχαριστήρια τῷ εὐεργέτῃ προσφέρειν ἐσπούδαζε. Ταῦτα δὲ ἦν τὸ ἀνεῖναι τοὺς Χριστιανοὺς τοῦ διώκεσθαι, καὶ τοὺς ἐν ἐξορία ὄντας ἀνακαλεῖσθαι, τοὺς ἐν δεσμωτηρίοις ἀφίεσθαι, καὶ τοῖ; δημευθεῖσι τὰς οὐσίας αὐτῶν ἀποκαθίστασθαι, τάς τε Ἐκκλησίας αὐτῶν ἀνορθοῦσθαι· καὶ πάντα ἐποίει σὺν προθυμίᾳ πολλῇ, τὰ τοῦ Χριστοῦ φρονῶν. Τὰ πάντα Χριστιανὸς ὤν, ὡς Χριστιανός πάντα ἔπραττεν, ἀνεγείρων τὰ; Ἐκκλησίας του Θεοῦ, καὶ πολυτελέσι τιμῶν ἀναθήμασιν, ἔτι δὲ και τοὺς Ελλήνων ναούς καθαιρεῖσθαι, καὶ πυρὶ διαφθείρεσθαι προστάττων. ΚΕΦΑΛ. Ι'. Περὶ τῆς τοῦ κατὰ ἀνατολὴν τυράννου Μαξιμίνου ἀπονοίας. Ο μέντοι κατὰ τὴν ᾿Ανατολήν τύραννος τὰς τοῦ
col. 1209–1210page 16 of 90
PG 85:1209ἡ Θεοῦ Ἐκκλησίας επόρθει. Ἐκπεριῆλθε δὲ αὐτὸν τοιαύτη τις αἰτία· Τὸ μέγεθος τῆς οὐ κατ' ἀξίαν αὐτῷ ἐπιτραπείσης ἡγεμονίας μήτε οἷός τε φέρειν ῶν, ἀλλὰ δι' ἀπειρίαν σώφρονος καὶ βασιλικοῦ λογι σμοῦ ἀπειροκάλως τοῖς πράγμασιν ἐγχειρῶν, ἐπὶ πᾶτι δὲ ὑπερηφανίας μεγαλαυχία τὴν ψυχὴν ἀλόγως ἀρθείς, ἤδη καὶ κατὰ τῶν τῆς βασιλείας κοινωνῶν, καὶ τοῦ μάλιστα Κωνσταντίνου, τοῦ πάντα αὐτοῦ διαφέροντος, γένει τε καὶ τροφῇ καὶ παιδείᾳ, ἀξιώματί τε καὶ συνέσει, καὶ τόγε πάντων κορυφαιότατον, σωφροσύνῃ, καὶ τῇ περὶ τὸν ἀληθῆ Θεὸν εὐσεβεία διαλάμποντος, τολμαν ὥρμητο Μαξιμίνος θρασύνεσθαι, καὶ πρῶτον ἑαυτὸν ταῖς τιμαῖς ὑπὸ ἀγορεύειν. Επιτείνας δὲ εἰς ἀπόνοιαν μανίας, τάς τε συνθήκας, ἃς πρὸς Λικίνιον πεποίητο, παρασπον δίσας, πόλεμον άσπονδον αἱρεῖται. Εἶτα ἐν βραχεί τὰ πάντα κυκήσας, πᾶσάν τε πόλιν ἐκταράξας, καὶ τῶν στρατόπεδον μυρίανδρον τὸ πλῆθος συναγωγών, ἔξεισιν εἰς μάχην πρὸς Λικίνιον, κατά τε αὐτοῦ καὶ τοῦ αὐτὸν στείλαντος Κωνσταντίνου. Καὶ δὴ συμβαλὼν εἰς χεῖρας, ἔρημος τῆς ἐκ Θεοῦ καθίσταται ἐπισκοπῆς, ἐξ αὐτοῦ τῆς νίκης τοῦ πάντων μόνου Θεοῦ πρυτανευθείσης τῷ τότε κρατοῦντι Κωνσταν Ενώ. Απόλλυσι μὲν πρῶτα τὸ ἐφ᾽ ᾧ ἐπεποίθει ὁπλιτικὸν πλῆθος ὁ ἀλιτήριος· τῶν τε ἀμφ' αὐτὸν τρυφόρων γυμνωθείς, καὶ πάντων ἔρημον αὐτὸν καταλελοιπότων, τῷ τε κρατοῦντι προσπεφευγότων, ὑποκοὺς ὁ δείλαιος ὡς τάχιστα, τὸν οὐ πρέποντα αὐτῷ βασιλικόν κόσμον δειλῶς καὶ δυσμενῶς καὶ ἀνάνδρως ἀποδὺς, ὑποδύνει τὸ πλῆθος, καὶ ἔπειτα διαδιδράσκει, κρυπταζόμενός τε ἀνὰ τοὺς ἀγροὺς καὶ τὰς κώμας, μόλις τῶν πολεμιστῶν τὰς χεῖρας δια έξεισι, τὰ τῆς σωτηρίας αὐτῷ προμνώμενος. Ερ γοις αὐτοῖς εὖ μάλα πιστοὺς καὶ ἀληθεῖς τοὺς θείους ἀποφῆναι ἔνεστιν ὧδε χρησμούς, ἐν οἷς εἴρηται ο Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίν γας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Ψευδής ἵππος εἰς σωτηρίαν· ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. Ἰδοὺ οἱ ὀφθαλμοί Κυρίου ἐπὶ τους φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ· φύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. Ὁ δὲ δυσσεβὴς ἀθρόᾳ Θεοῦ πληγείς μάστιγι, ἐν δευ τέρα πολέμου συμβολῇ καταστρέφει τὸν βίον. Γίνεται δὲ αὐτῷ τὰ τῆς καταστροφῆς, οὐχ οἷα στρατηγοῖς πολεμάρχαις ὑπὲρ ἀρετῆς καὶ γνωρίμων πολλάκις ἀνδριζομένοις ἐν πολέμῳ τὴν εὐκλεῆ τελευτὴν εὐθαρ οῶ; ὑπομεῖναι συνέβη. Ἀλλὰ γὰρ ἅτε τις δυσσεβὴς καὶ θεομάχος, τῆς παρατάξεως ἔτ' αὐτῷ πρὸ τοῦ πεδίου συνεστώσης, οἴκοι μένων αὐτὸς καὶ κρυπταζόμενος, τὴν προσήκουσαν τιμωρίαν ὑπέχει, αθρόως Θεοῦ πληγείς μάστιγι· ὡς ἀλγηδόσι δειναῖς καὶ περιωδυνίαις ἐλαυνόμενος, πρὶν ἢ καταπεσεῖν, λι μῷ τε διαφθείρεσθαι, τάς τε σάρκας αὐτοῦ ὅλας ἀοράτῳ καὶ θεηλάτῳ πυρὶ κατατήκεσθαι· ὡς διαρ ῥεῦσαν τὸ μὲν πᾶν εἶδος τῆς παλαιᾶς μορφῆς ἀφα νισθῆναι, ξηρόν δ' αὐτὸν μόνον ὀστέον γεγονέναι, εξόν οι μακρῷ χρόνῳ κατεσκελετευμένον εἴδωλον
col. 1211–1212page 17 of 90
PG 85:1211υπολειφθῆναι· ὡς μηδὲν ἄλλο τι νομίζειν τοὺς παρ όντας, ἢ τάφον αὐτῷ τῆς ψυχῆς γεγονέναι τὸ σῶμα, ἐν ἤδη νεκρῷ καὶ παντελῶς ἀποῤῥεύσαντι κατα ωρυγμένης σφοδρότερον δὲ ἔτι μᾶλλον τῆς θέρμης αὐτὸν ἐκ βάθους μυελῶν καταφλεγούσης, προπηδῶσιν δὲ αὐτοῦ τὰ ὄμματα, καὶ τῆς ἰδίας λήξεως ἀπο πεσόντα, πηρὸν αὐτὸν ἀφιᾶσιν. Ο δὲ ἐπὶ τούτοις ἀναπνέων, ἀνθομολογούμενος τῷ Κυρίῳ, θάνατον ἐπικαλεῖτο· καὶ τὸ πανύστατον ἐνδίκως ταῦτα τῆς κατὰ τοῦ Χριστοῦ παροινίας ἕνεκα πεπονθέναι ὁμολογήσας, ἀφίησι τὴν ψυχήν. ΚΕΦΑΛ. Θ'. Περὶ τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως. Οὕτω δῆτα Μαξιμίνου ἐκποδών γενομένου, δς ἐπιλοίπων τῶν τῆς θεοσεβείας ἐχθρῶν ἁπάντων χεί ριστος ἀναπέφηνε, τὰ μὲν τῆς τῶν Ἐκκλησιῶν ἀνα νεώσεως ἐκ θεμελίων χάριτι Θεοῦ τοῦ παντοκράτορος ηγείρετο: ὅ τε τοῦ Χριστοῦ λόγος εἰς δόξαν τοῦ τῶν ὅλων Θεοῦ διαλάμπων, μείζονα τῆς ἔμπροσθεν ἀπελάμβανε παρρησίαν. Ταῦτα ἐν ἐννάτῳ τόμῳ τῆς έκκλησιαστικῆς Ἱστορίας ὁ πάντα ἄριστος συντέταχεν ὁ Παμφίλου Ευσέβιος· τῶν γὰρ αὐτοῦ πόνων, ὡς ἀνωτέρω μοι εἴρηται, καὶ τῶν ἄλλων τὴν ἀνάλεξιν ποιούμενος, τοῦ βιβλιδίου τούτου διὰ βραχέων ἐγχαράττω τὴν σύνταξιν, πλείστῃ ὅσῃ σπουδῇ τὴν πορείαν τοῦ λόγου ποιούμενος ἐπὶ τὸ ὑψηλὸν καὶ λαμπροφανές ἅγιον καὶ θεῖον ὄρος τῆς κατὰ Νίκαιαν ἀποστολικῆς καὶ ἐναρέτου τῶν τοῦ Θεοῦ ἱερέων συνόδου· ὁρῶν μάλιστα τὸν προφήτην κρατοῦντά με τῆς χειρὸς καὶ προτρέποντα· «Δεῦτε, φησὶν, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ που ρευσόμεθα ἐν αὐτῇ. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νότ μος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. ο 'Αληθώς γὰρ Σιὼν καὶ Ἱερουσαλήμ, καὶ ὄρος Κυρίου ὑψηλότατον, καὶ οἶκος τοῦ Θεοῦ Ἰακώβ, ὁ θεῖος ἐκεῖνος τῶν τοῦ Θεοῦ ὀρθοδόξων ἱερέων ὅμιλος, Πνεύματι ἁγίῳ διασκεψαμένων καὶ παραστησάντων διά τε Γραφῶν προφητικῶν, καὶ εὐαγγελικῶν, καὶ ἀποστολικῶν περὶ τοῦ Λόγου τῆς ζωῆς, τοῦτ' ἔστι Υἱοῦ τοῦ Θεοῦ, ὡς ἀληθῶς ἄκτιστος τῇ τῆς θεότητος φύσ σει, καὶ οὐ κτίσμα, καθὼς ὁ θεομάχος καὶ ἀσεβέστατος κατ' αὐτοῦ ἐβλασφήμησεν "Αρειος· καὶ ὅτι τῆς αὐτῆς οὐσίας, ἧς καὶ ὁ γεννήσας αὐτὸν πρὸ τῶν Ο αἰώνων ἁπάντων ὑπάρχει Πατήρ, καὶ τοῦ αὐτοῦ χρήματος· ὁμοίως δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς θεότητος καὶ οὐσίας, ἧς ὁ Πατήρ καὶ ὁ Υἱός, σαφέστατα έδειξαν. Καὶ ἀληθῶς ὑψηλὸν ὄρος Θεοῦ, ἄνωθεν ἡμῖν, καθὰ προεδήλωσεν ὁ λόγος παρ' αὐτοῦ τοῦ Κυρίου διὰ τῶν ἀποστόλων δοθείς, καὶ νῦν διὰ τῶν αὐτοῦ ἱερέων κατὰ τὴν Νικαέων Γραφικαῖς μαρτυρίαις τρανωθείς, ὁ προσκυνητὸς οὗτος καὶ ἅγιος τῆς ἀμωμήτου πίστεως ὄρος· περὶ οὗ σαφέστερος ἡμῖν συνεργία τῆς τοῦ Θεοῦ χάριτος προϊών ἀποδείξει ὁ λόγος. Ἀλλ᾿ ἐπὶ τὴν προκειμένην ἡμῖν τῆς ἐκκλησιαστικῆς ἱστορίας ὑπόθεσιν ἐπανέλθωμεν, ἐπαναλαβόντες τὰ περὶ τῆς τοῦ βασιλέως Θεοῦ εἰς τὸν αὐτὸν [αὐτοῦ] λαὸν ἀντιλήψεως, καὶ τῆς τῶν τυράν
col. 1213–1214page 18 of 90
PG 85:1213νων καταστροφής διὰ τοῦ θεράποντος αὐτοῦ τοῦ θεοφι- 18 λοῦς Κωνσταντίνου τοῦ βασιλέως· ἣν δι' αὐτοῦ εἰρήνην ἐπρυτάνευσε ταῖς κατὰ τὴν οἰκουμένην αὐτοῦ ἐκκλησίαις· «Ο μόνος μέγας Κύριος, ὁ ποιῶν θαυμάσια μεγάλα μόνος καὶ ἀνεξιχνίαστα, ὧν οὐκ ἔστιν ἀρι θμός· ὁ ἀλλοιῶν καιροὺς καὶ χρόνους, μεθιστῶν βα σιλεῖς τε καὶ καθιστῶν, ἐγείρων ἀπὸ γῆς πτωχόν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐν έπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κε νούς, καὶ βραχίονας ὑπερηφάνων συνέτριψεν· ι ὁ θαυ ματουργός, ὁ μεγαλουργός, ὁ τῶν ὅλων Δεσπότης, δ τοῦ σύμπαντος κόσμου δημιουργός, ὁ παντοκράτωρ, ὁ πανάγαθος, ὁ εἷς καὶ μόνος Θεός· ι ἢ τὸ καινὸν ᾆσμα ἀναπέμπωμεν, προσυπακούοντες τῷ ποιοῦντι θαυμά για μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ τῷ πατάξαντι βασιλεῖς μεγάλους, καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος.» Ἐφ᾽ οἷς ἅπασιν ἀνυμνοῦντες μὴ διαλείψωμεν τὸν τῶν ὅλων Θεὸν, καὶ τὸν τούτου μονογενῆ Υἱὸν Ἰη σοῦν Χριστὸν τὸν Κύριον ἡμῶν, τὸν σὺν τῷ Πατρὶ πάντων ἡμῖν τῶν ἀγαθῶν αἴτιον, τὸν τῆς θεογνωσίας αὐτοῦ εἰσηγητὴν ἡμῶν, τὸν τῆς εἰς αὐτὸν εὐσεβείας διδάσκαλον, τὸν τῶν ἀσεβῶν ὀλετῆρα, τὸν τυραν νυκτόνον, τὸν τοῦ βίου διορθωτὴν, τὸν τῶν ἀπεγνωσμένων Σωτήρα Ἰησοῦν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρα δία πάντες δοξάζωμεν· ὅτι δὴ μόνος, οἷα παναγάθου Πατρός μονώτατος ὑπάρχων πανάγαθος Παῖς, ἐν βουλῇ τῆς πατρικῆς, καὶ ἑαυτοῦ, καὶ τοῦ ἁγίου Πνεύ ματος φιλανθρωπίας, τῶν κάτω που κειμένων ἐν φθορᾶ τὴν σωτηρίαν ἡμῶν προμηθούμενος, εὖ μάλα προθύμως τὴν ἡμετέραν ὑπολὺς φύσιν, καθάπερ τις ἄριστος ἰατρὸς τὰς ἀσθενείας ἡμῶν ἀναλαβὼν, καὶ τὰς νόσους φέρων, καὶ τότε καὶ ἀεὶ σωτηρίαν καὶ ζωὴν τῷ τῶν ἀνθρώπων κατειργάσατο γένει. "Ος δὴ βασιλεὺς βασιλέων, καὶ τοῦ ἰδίου λαοῦ ἀεὶ προμηθούμενος, τὸν αὐτῷ φίλον καὶ θεράποντα ἴδιον Κων σταντίνον τοῖς τῆς εἰς αὐτὸν εὐσεβείας καὶ πίστεως ὅπλοις φράξας, κατὰ τῶν ἀσεβῶν τυράννων. Τοῦ τε κατὰ 'Ρώμην Μαξεντίου, καὶ τοῦ μετὰ τὴν ᾿Ανατολὴν Μαξιμίνου ἀνεγήγερκεν· οὓς δι' αὐτοῦ ἀνελών, φαιδρὰν καὶ βαθεῖαν εἰρήνην τῷ οἰκείῳ λαῷ ἀποδέδωκεν. ΚΕΦΑΛ. Ι'. Περὶ τῆς Λικινίου κακοτροπίας. Οὐκ ἦν δὲ ἄρα, φησὶν ὁ Παμφίλου Ευσέβιος, τῷ μισοκάλῳ φθόνῳ, τῷ τε φιλοπονήρῳ δαίμονι φορητός ἡ τῶν ὁρωμένων θέα· ὥσπερ οὖν οὐδὲ Λικινίῳ μετά τραπέντι ἐτύγχανεν αὐτάρκὴ πρὸς σώφρονα λογισμὸν τὰ τοῖς ἔμπροσθεν δεδηλωμένοις τυράννοις συμβεβηκότα. Ος εὖ φερομένης αὐτῷ τῆς ἀρχῆς, τῆς βασι λέως μεγάλου Κωνσταντίνου δευτερεύων τιμῆς, ἐπιγαμβρίας τε και συγγενείᾳ ἠξιωμένος, μιμήσεως μὲν τῆς τῶν καλῶν ἀπελιμπάνετο, τῆς δὲ τῶν ἀσε βῶν τυράννων μοχθηρίας ἐζήλου τὴν κακοτροπίαν καὶ ὧν τοῦ βίου τὴν καταστροφὴν ἐπεῖδεν αὐτοῖς ὀφθαλμοῖς, τούτων ἕπεσθαι τῇ γνώμῃ μᾶλλον, ἢ τῇ
col. 1215–1216page 19 of 90
PG 85:1215λετο. Διαφθονηθείς τοιγαροῦν τῷ πανευεργέτη, το λεμον δυσαγῆ καὶ δεινότατον πρὸς αὐτὸν ἐκφέρει, οὐ φύσεως νόμων φεισάμενον, οὐχ ὁρκωμοσιῶν, οὐχ αἵματος, οὐ συνθηκῶν μνήμην ἐν διανοίᾳ λαβών. Ὁ μὲν γὰρ αὐτῷ, οἷα πανάγαθος βασιλεύς, εὐνοίας παρέχων ἀληθοῦς σύμβολα, συγγενείας τῆς πρὸς αὐτὸν οὐκ ἐφθόνησε, γάμων τε λαμ πρῶν ἀδελφῆς μετουσίαν οὐκ ἀπηρνήσατο. Καὶ μεθ᾿ ἕτερα· ᾿Αλλὰ τούτοις ταναντία Λικίνιος δι επράττετο, παντοίας ὁσημέραι κατά τοῦ κρείττονος μηχανὰς ἐπιτεχνώμενος ὁ μισόθεος, πάντας τε ἐπινοῶν ἐπιβουλῆς τρόπους, ὡς ἂν κακοῖς τὸν εὐεργέ την αμείψηται. Οἷς ἐπιλέγει· Τῷ δὲ ἦν ἄρα ὁ Θεὸς φίλος, κηδεμὼν καὶ φύλαξ, τῷ Κωνσταντίνῳ λέ γων, ὃς αὐτῷ τὰς ἐν ἀποῤῥήτῳ καὶ σκότει μηχανωμένας ὑπὸ τοῦ τυράννου ἐπιβουλὰς εἰς φᾶς ἄγων διήλεγχε. Τοσοῦτον ἀρετῆς [ἀρετὴ] τὸ μέγα τῆς Θεοσεβείας ὅπλον πρὸς ἄμυναν μὲν ἐχθρῶν, οιο κείας δὲ φυλακὴν σωτηρίας ἰσχύει. Ο δὴ πεφραγμένος ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς Κωνσταντῖνος, τῇ ἐκ τοῦ Θεοῦ βοηθείᾳ τὰς τοῦ δυσωνύμου πολυπλόκους ἐπιβουλὰς διεδίδρασκεν. Ὁ δὲ τύρα νος τὴν λαθραίαν συσκευὴν ὡς οὐδαμῶς ἑώρα κατά γνώμην χωροῦσαν· τοῦ Θεοῦ πάντα δόλον τε καὶ ῥᾳδιουργίαν τῷ θεοφιλεῖ βασιλεῖ κατάφωρα ποιοῦντος· οὐκ ἔτι οἷός τε ὢν ἐπικρύπτεσθαι, προφανή πόλεμον αἱρεῖται· ὁμόσε δήτα Κωνσταντίνω πολε μεῖν διαγνούς, ἤδη καὶ κατὰ τοῦ Θεοῦ τῶν ὅλων ὡς φρουροῦ Κωνσταντίνου, ὃν ἐπίστατο σέβειν αὐτὸν, παρατάττεσθαι ὥρμηται· κάπειτα τοὺς ὑπ' αὐτῷ θεοσεβεῖς ἤλαυνε. Καὶ μεθ᾿ ἕτερα· Καὶ ὁ τρόπος δὲ τοῦ κατ᾿ αὐτῶν φόνου ξένος τις ἦν, καὶ οἷος οὐδε πώποτε ἠκούσθη. Τὰς γοῦν ἀμφὶ τὴν ᾿Αμάσειαν καὶ τὰς λοιπὰς τοῦ Πόντου πόλεις ὅσοις κακοῖς πιέζει σθαι προσέταξε, πᾶσαν ὑπερβολὴν ὠμότητος υπερ ηκόντισεν. Ενθα τῶν ἐκκλησιῶν τοῦ Θεοῦ αἱ μὲν ἐξ ύψους εἰς ἔδαφος αὖθις κατερρίπτοντο, τὰς δὲ ἀπο κλείεσθαι ἐκέλευσεν, ὡς ἂν μὴ συνάγοιτό τις τῶν ειωθότων, μηδὲ τῷ Θεῷ τὰς ὀφειλομένας λατρείας καὶ εὐχὰς ἀποδίδωσι. Συντελεῖσθαι γὰρ οὐχ ἡγεῖτο ὑπὲρ αὐτοῦ ταῦτα· πῶς γὰρ οἷόν τε ἦν τοῦτο ἐν νοεῖν τὸν μισόθεον; φαύλῳ συνειδότι τοῦτο λογιζόμενος, ὑπὲρ δὲ Κωνσταντίνου τοῦ θεοφιλούς βασι τοῦ κρείττονος φιλίᾳ τε καὶ διαθέσει ἐμμένειν ἡδον λέως πράττειν ἡμᾶς, καὶ τὸν Θεὸν ἱλεοῦσθαι ἐπέπειστο. "Οθεν ἐκ τούτου παρορμηθείς, τὸν θυμὲν καθ' ἡμῶν ἐπισκήπτει. Καὶ μετὰ βραχέα· Καὶ δὴ ἀπὸ ήγοντο πολλοὶ τῶν ἐπισκόπων, καὶ ἐκολάζοντο άτομ φασίστως, ὁμοίως τοῖς μιαιφόνοις οἱ μηδὲν ἠδικηκή τες, καινοτέραν ὑπομένοντες τελευτήν, ξίφει τὸ σῶμα εἰς πολλὰ τμήματα κατακρεουργούμενοι, καὶ μετὰ τὴν ἀπηνῆ ταύτην καὶ φρικτοτάτην θέαν, ταῖς τῆς θαλάσσης βυθοῖς, τοῖς ἰχθύσιν εἰς βορὰν ἐβδί. πτοντο. Φυγαὶ δὲ αὖθις ἐπὶ τούτοις τῶν θεοσεβών ἁπάντων ὁμόσε ἀνδρῶν καὶ γυναικῶν σὺν κομιδή νηπίοις ἐγίνοντο· καὶ πάλιν ἀγροί, καὶ πάλιν ἐρη μίαι, νάπαι τε καὶ ὄρη τοὺς τοῦ Χριστοῦ θεράποντας ὑπεδέχοντο, κατὰ πάντων ἀνακινήσαντος τοῦ διατεθοῦς τὸν πόλεμον.
col. 1217–1218page 20 of 90
PG 85:1217Καὶ μετὰ βραχέα· Εἰ μὴ τάχιστα τὸ μέλλον ἔτε είναι προλαβὼν ὁ τῶν οἰκείων ψυχῶν ὑπέρμαχος Θεός, ὡς ἐν βαθεῖ σκότῳ καὶ νυκτί ζοφωδεστάτῃ φωστῆρα μέγαν αθρόως καὶ σωτῆρα τοῖς πᾶσιν ἐξω ἔλαμψε τὸν αὐτοῦ θεράποντα Κωνσταντῖνον, ὑψηλῷ βραχίονι, γενναιοτάτῃ δὲ χειρὶ χειραγωγήσας. Τούτῳ μὲν οὖν ἄνωθεν ἐξ οὐρανῶν καρπὸν εὐσεβείας ἐπε άξιον, τρόπαια κατὰ τῶν ἀσεβῶν παρείχε νίκης, τὸν δὲ ἁλιτήριον αὐτοῖς συμβούλοις ἅπασι καὶ φίλοις ὑπὸ τοῖς Κωνσταντίνου ποσὶ πρηνῆ κατέβαλεν ὁ Κωνσταντίνου καὶ πάντων ἡμῶν Θεός. Ὡς γὰρ εἰς ἔσχατα μανίας τὰ κατ' αὐτὸν ἥλαυνεν, οὐκ ἔτ᾽ ἀνα εκτὸν εἶναι λογισάμενος βασιλεύς Κωνσταντίνος ὁ τῷ Θεῷ φίλος, τὸν ἔμφυτον σώφρονα καὶ εὐσεβῆ συν αγαγών λογισμόν, καὶ τὸν στεῤῥὸν τοῦ δικαίου τρόπον φιλανθρωπία κερασάμενος, ἐπαμῦναι κρίνει τοῖς ὑπὸ τῷ τυράννῳ ταλαιπωρουμένοις· καὶ τό γε πλεί στον ἀνθρώπων γένος, βραχεῖς λυμεώνας ἐκποδὼν ποιησάμενος, ἀνασώσασθαι ὁρμᾶται. Μόνῃ γὰρ φιλο ανθρωπία χρωμένου του φιλανθρωποτάτου βασιλέως Κωνσταντίνου τὸν πρὸ τούτου χρόνον, καὶ τὸν οὐ συμπαθείας ἄξιον ἐλεοῦντος, τῷ μὲν δυσσεβεῖ αὐτῷ ἐγίνετο πλέον οὐδὲν, τῆς κακίας οὐκ ἀπαλλαττομένῳ, αὔξοντι δὲ μᾶλλον τὴν κατὰ τῶν ὑποχειρίων ἐθνῶν λύπταν· τοῖς δὲ κακουμένοις οὐδεμία ἦν σωτηρίας ἐλπὶς, ὑπὸ δεινοῦ θηρίου καταπονουμένοις. Διὸ δὴ τῷ φιλανθρώπῳ μίξας τὸ μισοπόνηρον ὁ τῶν ἀγα θῶν χορηγός, πρόσεισιν ἅμα παιδι Κρίσπῳ βασιλεῖ φιλανθρωποτάτῳ ἀπὸ τῆς Εσπερίων τῆς μεγίστης Ῥώμης ἐπὶ τὴν Ἑῴαν κατὰ τοῦ τυράννου, σωτηρίας δεξιὰν ἅπασι τοῖς ἀπολλυμένοις ἐκτείνας· παμβασιλεῖ Θεῷ καὶ Παιδί Χριστῷ Σωτῆρι ποδηγῷ καὶ συμμάχω χρώμενοι, πατήρ Κωνσταντίνος βασιλεὺς ἅμα υἱῷ βασιλεῖ Κρίσπῳ, ἄμφω κύκλων διελόντες τὴν κατὰ τῶν θεομισῶν παράταξιν, ῥᾳδίαν τὴν νί κην ἀποφέρονται, τῶν κατὰ τὴν συμβολὴν πάντων ἐξευμερισθέντων αὐτοῖς καὶ κατὰ γνώμην ὑπὸ τοῦ παμβασιλέως Θεοῦ, καθά φησιν ὁ φιλαληθέστατος Εὐ σέβιος ὁ τοῦ πανευφήμου Παμφίλου. Ρουφίνος δέ, φησὶν, εἰ καὶ μηδεμίαν μοῖραν τῶν γεγενημένων ἐπί Λικινίου πραγμάτων εμνημόνευσεν, ὅμως καὶ αὐτὰ τὰ λεξίδια τοῦ προῤῥηθέντος ἀναλεξάμενος, ἐνθήσω τῇ συγγραφή. Φησὶ δὲ οὗτος· Λικίνιος μὲν οὖν ὁ συμβασιλεύων, αὐτῷ δηλονότι τῷ βασιλεῖ Κωνσταντίνῳ, τὰς Ἑλληνικὰς ἔχων δόξας, ἐμίσει Χριστιανοὺς· καὶ διωγμὸν μὲν προφανῆ κατ' αὐτῶν φόβῳ τοῦ βασιλέως Κωνσταντίνου κινεῖν ὑπεστέλλετο, λε ληθότως δὲ πολλοὺς ἐσκευωρεῖτο. Προϊὼν δὲ, φανε ρῶς τὴν κατὰ πάντων διωγμὸν ἀνεκίνει ἐν τοῖς ᾿Ανα τολῆς τόποις, ὡς καὶ πολλοὺς τοῦ Χριστοῦ μάρτυρας ἀναδειχθῆναι ἐν διαφόροις τόποις, ἐκ δὴ τούτου εἰς ἀπέχθειαν τὴν πρὸς αὐτὸν μεγίστην τὸν βασιλέα Κωνσταντῖνον ἐκίνησεν. Ησαν δὲ πρὸς ἀλλήλους πολέμιο.. Ταῦτα μὲν οὗτος. Οἱ δὲ λοιποί, ὅσοι τῆς Ευσεβίου του Παμφίλου ἀληθείας συνήγοροι, δι ελέντες, φασὶν, ἄμφω τὴν στρατιάν, πατήρ Κων σταντίνος βασιλεὺς, καὶ υἱὸς Κρίσπος βασιλεὺς,
col. 1219–1220page 21 of 90
PG 85:1219κατὰ τοῦ ἀσεβοῦς τυράννου ώρμηντο. Ὁ μὲν οὖν υἱὸς Κρίσπος ἐπὶ τὰ κατὰ τὴν ᾿Ασίαν μέρη σὺν τῇ αὐ τοῦ στρατιᾷ τὴν πορείαν ποιούμενος· ὁ δὲ πατὴρ Κωνσταντίνος κατὰ τῆς Εὐρώπης τοῖς ἀμφ' αὐτὸν δορυφόροις τὴν ὁδὸν διήνυεν. Ὁ δὲ μισόθεος, καὶ πάσης ἀσεβείας καὶ μιαιφονίας ἔμπλεος, ἐξ ᾿Ανατο λῶν μετὰ πλείστου ὅσου στρατοῦ κατ' αὐτῶν παρα ταττόμενος, καὶ μεγαλαυχῶν ἤρχετο· φθάσας δὲ ἐν τῇ Νικομηδέων, ἔγνωκώς καὶ εἰδὼς τὴν τοῦ θεοφιλοῦς Κωνσταντίνου ψυχὴν σέβουσαν, τοὺς τοῦ Θεοῦ ἱερεῖς, καὶ ὅτι διὰ πάσης ἄγοι τιμῆς, μισθοδοτεῖ τὸν τῆς Νικομηδέων ἐπίσκοπον Ευσέβιον, πάλαι πρόσο φυγα αὐτοῦ ὄντα, κατὰ τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου, οἰόμενος δι' αὐτοῦ καὶ τῶν ἀμφ' αὐτ τὴν ἀνελεῖν τὸν τοῖς τοῦ Θεοῦ πεφραγμένον ἀκαταμα γήτοις όπλοις Κωνσταντίνον. Συντίθεται οὖν αὐτῷ ὁ θαυμαστὸς Εὐσέβιος, ἐπαγγελίαις λιπαρηθεὶς παρά τοῦ συνασεβοῦς αὐτοῦ Λικινίου. Ότι ταῦτα οὕτως ἔχει, ἐξ αὐτῆς τοῦ φιλοχρίστου βασιλέως ἐπιστολῆς Ενεστι πληροφορηθῆναι, ἧς τοῖς Νικομηδεῦσιν ἐπέστειλεν, ὧδέ πως λέγων πρὸς τῷ τέλει τῆς ἐπισ στολής Τίς ἐστιν ὁ ταῦτα διδάξας οὕτως ἄκακον πλῆθος Εὐσέβιος δηλαλὴ ὁ τῆς τυραννικῆς ὠμότητος συμ μύστης. Ὅτι γὰρ πανταχοῦ τοῦ τυράννου γεγένηται προσφύλαξ, πολλαχόθεν ἔστι συνορᾷν. Τοῦτο μὲν αἱ τῶν ἐπισκόπων σφαγαί διαμαρτύρονται, ἀλλὰ τῶν ἀληθῶς ἐπισκόπων· τοῦτο δὲ ἡ χαλεπωτάτη τῶν Χριστιανῶν ἐκδίωξις διαρρήδην βοᾷ. Οὐδὲν γὰρ τῶν εἰς ἐμὲ γεγενημένων παρ' αὐτοῦ νῦν ἐρῶ, δι' ὧν ὅτι μάλιστα αἱ τῶν ἐναντίων μερῶν καθ᾿ ἡμῶν ἐπρ γματεύοντο συνδρομαί· οὗτος καὶ ὀφθαλμοὺς κατα σκόπους ἔπεμπε κατ' ἐμοῦ, καὶ μόνον οὐκ ἐνόπλους τῷ τυράννῳ συνεισέφερεν ὑπουργίας. Μηδ' ἐμέ τις οἰέσθω εἶναι πρὸς τὴν τούτων ἀπόδειξιν ἀπαράσκευον· ἔλεγχος γάρ ἐστιν ἀκριβῆς, ὅτι τοὺς πρε σβυτέρους καὶ τοὺς διακόνους τοὺς Ευσεβίῳ παρα πεμπομένους [παρεπομένους] φανερῶς ὑπ' ἐμοῦ συν ειλήφθαι, συνέστηκεν [παρέστηκεν]. ᾿Αλλὰ ταῦτα μὲν παρ' ἡμῶν νῦν οὐκ ἀγανακτήσεως ἕνεκεν, ἀλλ' εἰς αἰσχύνην ἐκείνων προενήνεκται. Ἐκεῖνο μόνον δέδια, ἐκεῖνο διαλογίζομαι, ὅτι ὑμᾶς ὁρῶ πρὸς τὴν τοῦ ἐγκλήματος καλεῖσθαι κοινωνίαν· διὰ γὰρ τῆς Ευσεβίου διαγωγής τε καὶ διαστροφῆς, συνείδησιν κεχωρισμένην τῆς ἀληθείας εἰλήφατε. 'Αλλ' ἔστιν οὐ βραδεία θεραπεία, εἶχε ἐπίσκοπον πιστόν τε καὶ ἀκ ραιον νῦν γοῦν λαβόντες, πρὸς Θεὸν ἀπίδητε. Οπερ ἐπὶ τοῦ παρόντος ἐν ὑμῖν ἐστιν, ὅ καὶ πάλαι ἐχρῆν τῆς ὑμετέρας κρίσεως ἠρτῆσθαι, εἰ μὴ ὁ προειρημένος Εὐσέβιος δεινῇ τῶν τότε συλλαβομένων αὐτῷ προαιρέσει ἐνταῦθα ἐληλύθει, καὶ τὴν τῆς τάξεως ὀρθότητα ἀναισχύντως συνεπεπράχει [ῖσ. συνετεταράχει]. 'Αλλ' ἐπειδὴ περὶ τοῦ αὐτοῦ Εὐσεβίου προς τὴν ὑμετέραν ἀγάπην ὀλίγα προσῆκε φράσαι, μας κροθύμως ἀκούσατε. Μέμνηται ἡ ὑμετέρα ἀνεξικακία, ἐπὶ τῆς Νικαέων πόλεως γεγενῆσθαι σύνοδον ἐπισκόπων· ᾗ καὶ αὐτὸς ἐγὼ πρεπόντως τῇ τῆς ἐμῆς συνειδήσεως λατρεία παρήμην, οὐδὲν ἕτερον
col. 1221–1222page 22 of 90
PG 85:1221βουλόμενος, ἢ ὁμόνοιαν ἅπασιν ἐργάσασθαι, καὶ πρὸ πάντων ἐλέγξαι καὶ ἀποσείσασθαι τὸ πρᾶγμα τοῦτο, δ τὴν μὲν ἀρχὴν εἰλήφει διὰ τῆς ᾿Αρείου τοῦ ᾿Αλεξαν δρέως ἀπονοίας, ἰσχυροποιεῖτο δὲ παραχρῆμα διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ ἐλεθρίας σπουδῆς. Ἀλλ' αὐτὸς οὗτος Εὐσέβιος, προσφιλέστατοι καὶ τιμιώτατοι, μεθ᾽ ὅσης νομίζετε συνδρομῆς ἅτε δὴ ὑπὸ τῆς συνειδήσεως αὐτῆς ἡττώμενος, μεθ' ὅσης δὲ αἰσχύνης τῇ πανταχόθεν ἐληλεγμένῃ ψευδολογίᾳ αὐτοῦ συν ίστατο, ὑποπέμπων μέν μοι διαφόρους τοὺς ὑπὲρ αὐτοῦ ἀξιοῦντας, ἐξαιτούμενος δὲ παρ᾽ ἐμοῦ συμμαχίαν τινά, ὅπως μὴ ἐπὶ τοσούτῳ ἐλεγχθεὶς πλημμελήματι, τῆς ὑπαρχούσης αὐτῷ ἐκπέσοι τιμῆς; Μάρτ τις ἐστί μοι τούτων αὐτὸς ὁ Θεὸς, ὃς ἐμοί τε καὶ ὑμῖν φιλαγάθως ἐπιμένοι· ὅτι καὶ ἐμὲ αὐτὸς ἐκεῖνος Εὐσέβιος περιέτρεψε, καὶ ἀπρεπῶς ὑφήρπασεν ἀλλ᾽ ἡ θεία με πρόνοια ἐπὶ τὴν ἀληθεστάτην αὐτῆς ὁλὸν ἐπανήγαγεν· ὅ καὶ ὑμεῖς ἐπέγνωτε, καὶ ἐπι γνώσεσθε, Πάντα μὲν γὰρ ἐπράχθη παρ' αὐτοῦ τότε. Ευσεβίου τοῦ ἀνοσίου λέγω, καθὼς αὐτὸς ἐπό θεί, πᾶν ὁτιοῦν κακὸν ἐπὶ τῆς αὐτοῦ διανοίας άπο κρυπτόμενος. ᾿Αλλὰ πρώην, ἵνα τὰ λοιπὰ τῆς τούς του σκαιότητος παρῶ, τί μάλιστα μετὰ Θεογνίου, ὃν τῆς ἀνοσίας αὐτοῦ προαιρέσεως ἔχει κοινωνὸν δια επράξατο, ἀκούσατε, παρακαλώ. ᾿Αλεξανδρέας τινὰς τῆς ἡμετέρας πίστεως ἀναχωρήσαντας, ἐνταῦθα ἐκε κελεύκειν ἀποσταλῆναι, ἐπειδὴ διὰ τῆς τούτων ὑπη ρεσίας, διχονοίας ηγείρετο πυρσός. Αλλ' οὗτοι οἱ και λοί τε καὶ ἀγαθοὶ ἐπίσκοποι, οὓς ἅπαξ ἡ τῆς συν όδου ἀλήθεια πρὸς μετάνοιαν ἐτετηρήκει, οὐ μόνον ἐδέξαντο ἐκείνους, καὶ παρ' ἑαυτοῖς ἡσφαλίσαντο, ἀλλὰ καὶ ἐκοινώνησαν αὐτοῖς τῆς τῶν τρόπων και κοηθείας. Διὰ τοῦτο περὶ τοὺς ἀχαρίστους τούτους ἔκρινα πράξαι. Αρπαγέντας γὰρ αὐτοὺς ἐκέλευσα ὡς πορρωτάτω ἐξορισθῆναι. Νῦν ἡμέτερόν ἐστι πρὸς τὸν Θεὸν ἐκείνῃ τῇ πίστει βλέπειν ᾗ πάντοτε καὶ γεγενῆσθαι ἡμᾶς καὶ εἶναι πρέπει, καὶ διαπράξασθαι οὕτως, ἕνα ἐπισκόπους ἁγνούς τε καὶ ὀρθοδόξους καὶ φιλανθρώπους ἔχοντες χαίρωμεν. Εἴ τις δὲ πρὸς μνήμην τῶν λυμεώνων εκείνων, ἢ πρὸς ἔπαινον, ἀπρονοί τως ἐξαφθῆναι τολμήσει, παραχρῆμα τῆς ἰδίας τόλμης, διὰ τῆς τοῦ θεράποντος τοῦ Θεοῦ, τοῦτ' ἔστιν ἐμοῦ, ἐνεργείας ἀνασταλήσεται. Ο Θεός ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί. Ταῦτα καὶ τὰ τοιαῦτα ἡ τοῦ θεοφιλούς βασιλέως Κωνσταντίνου ἐπιστολὴ σαφέστατα ἔδειξε περὶ τοῦ ἀσεβοῦς Εὐσεβίου τοῦ Νικομηδείας, ὃς προσφύλαξ οὐ μόνον γέγονε τοῦ θεομισοῦ; Λικινίου, ἀλλὰ καὶ συμμύστης καὶ ὑπουργὸς τῆς ἐκείνου τυραννίδος καὶ ἀσεβείας. Βαδιῷ δὲ ἐντεῦθεν ἐπὶ τὴν προκειμένην τῆς ἐκκλησιαστικῆς ἱστορίας ὑπόθεσιν. ΚΕΦΑΛ. ΙΑ', Περὶ τῆς κατὰ τοῦ ἀσεβοῦς Λικινίου νίκης τοῦ θεοφιλοῖς βασιλέως Κωνσταντίνου. Λικινίου τοίνυν σὺν στρατιᾷ τῇ σὺν αὐτῷ ἀπὸ τῆς Νικομηδέων ἐξορμήσαντος ἐπὶ τὸ Βυζάντιον κατὰ θεοφιλούς Κωνσταντίνου τοῦ βασιλέως ἐκεῖσε τότε παρόντος, τῶν δ' ἑκατέρων στρατιωτικών φαλάγγων

Book IILiber Secundus

col. 1223–1224page 23 of 90
PG 85:1223τὸν Χριστοφόρον βασιλέα ἐν κύκλῳ αὐτῶν ἐχουσών, ἰδὼν ὁ ἁλιτήριος, καὶ τῶν οἰκείων δὲ στρατιωτῶν ἔρημον ἑαυτὸν θεασάμενος, ἐπὶ τὴν τῶν κρειττόνων ἀσπίδα προσπεφευγότων, τὰ μὲν πρῶτα κρυπτάζει σθαι ἐσπούδαζεν ἐν Χρυσοπόλει τῇ Βιθυνῷ· ἐπίνειον δὲ τοῦτο τῆς Χαλκηδόνος ἐστί· μὴ δυνηθεὶς δὲ, ἰδὼν ἑαυτὸν ἤδη πρηνή κείμενον ὑπὸ τοῖς Κωνσταντίνου τοῦ βασιλέως ποσίν, ἐξέδωκεν ἑαυτόν. Ζῶντα οὖν συλλαβὼν ὁ ἐπιεικέστατος καὶ εὐσεβέστατος βασιλεὺς, φιλανθρωπεύεται, καὶ κτείνει μὲν οὐδαμῶς, οἰκεῖν δὲ τὴν Θεσσαλονίκην προσέταξεν ἡσυχάζοντα. Ο δὲ πρὸς ὀλίγον χρόνον ἡσυχάζειν ἐδόκει· μετὰ δὲ ταῦτα Βαρβάρους τινάς προσκαλούμενος, καὶ σὺν αὐτοῖς διασκεπτόμενος, ἀναμάχεσθαι τὴν ἧτταν ἐσπούδαζε, Τοῦτο γνοὺς βασιλεὺς ὁ πιστότατος, ἀναιρεθῆναι τὸν β θεομισῆ ἐκέλευσε· καὶ ἀνῃρέθη ὁ τοῦ [σ. ὑπὸ τοῦ] Χριστοῦ καὶ τοῦ αὐτοῦ θεράποντος τύραννος. ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Περὶ τῶν μετὰ τὴν ἀναίρησιν τοῦ ἀσεβοῦς Λικιννίου, καὶ αὐτοκρατορίας τοῦ βασιλέως Κων σταντίνου, καὶ εἰρήνης τῶν τοῦ Θεοῦ ἐκκλησιῶν. Κωνσταντίνος τοίνυν πάντων γενόμενος ἐγκρατής, διὰ τῆς ἐκ Θεοῦ δοθείσης αὐτῷ συνάρσεως [σ. συν έσεως], αὐτοκράτωρ βασιλεὺς ἀναδειχθεὶς, τὰ Χρι στιανῶν αὔξειν εἰσέτι μᾶλλον καὶ μᾶλλον ἐσπούδαζεν. Εποίει τε τοῦτο διαφόροις τοῖς τρόποις, ἔμπυρον ἔχων πίστιν, καὶ ἔμφυτον τὴν εἰς τὴν τῶν ὅλων Θεὸν πιστοτάτην εὐσέβειαν. Καὶ ἦν πᾶσα ἡ ὑπὸ τὸν οὐρανὸν Ἐκκλησία ἐν βαθείς εἰρήνη. Ακούσωμεν δὴ τί ἐνταῦθα λέγει καὶ ὁ ἀροτὴρ ὁ κάλλιστος [αρι στος] τῆς ἐκκλησιαστικής γεωργίας, ὁ φιλαληθές στατος Εὐσέβιος ὁ τοῦ παμφήμου Παμφίλου. Ο μὲν οὖν Λικίνιος, φησί, τὴν ὁμοίαν τοῖς ἀθέοις τυράννοις τῆς ἀσεβείας μετελθὼν ὁδὸν, ἐπὶ τὸν ἴσον αὐτοῖς ἐν δίκως περιηνέχθη κρημνόν. 'Αλλ᾽ οὗτος μὲν ταύτῃ περιβεβλημένος ἔκειτο· ὁ δὲ ἀρετῇ πάσῃ τῆς θεοσεβείας ἐκπρέπων μέγιστος, νικητής, Αύγουστος Κων σταντῖνος σὺν παιδὶ Κρίσπῳ βασιλεῖ θεοφιλεστάτῳ κατὰ πάντων τῷ πατρὶ ὁμοιοτάτῳ, τὴν οἰκείαν Εψαν ἀπελάμβανε, καὶ μίαν ἡνωμένην τὴν Ῥωμαίωνκατὰ τὸ παλαιὸν παρεῖχον ἀρχὴν, τὴν ἀπ' ἀνίσχοντος ἡλίου πᾶσαν ἐγκύκλιον [ἐν κύκλῳ] καθ᾿ ἑκάτερα τῆς οἰκουμένης, "Αρκτον τε ὁμοῦ καὶ μεσημβρίαν, εἰς ἔσχατα δυομένης ἡμέρας ὑπὸ τὴν αὐτῶν ἄγοντες εἰ ρήνη" ἀφηρεῖτο δ' οὖν ἐξ ἀνθρώπων πᾶν δέος τῶν
col. 1225–1226page 24 of 90
PG 85:1225πρὶν αὐτοὺς πιεζόντων· λαμπρὰς δὲ ἐτέλουν καὶ πανηγυρικὰς ἑορτῶν ἡμέρας· ἦν δὲ φωτὸς ἔμπλεα τὰ πάντα· καὶ μειδιῶσι προσώποις, όμμασί τε φαι δροῖς, οἱ πρὶν κατηφεῖς, ἀλλήλους ἔβλεπον. (Πα ρήν δὲ αὐτοῖς. Καὶ ὕμνοι κατὰ πόλιν ὁμοῦ καὶ ἀγροὺς τὸν βασιλέα Θεὸν, καὶ τὸν τούτου γνήσιον παῖδα Χριστὸν πρώτιστα πάντων, ὅτι δὴ τοῦτο ἐδιδάχθησαν, ἐγέραιρον, καὶ ἔπειτα τὸν εὐσεβῆ βασιλέα ἅμα παισὶ θεοφιλέσιν [θεοσεβέσιν] εὐφήμουν. Κακῶν δὲ ἀμνη στία παλαιῶν ἦν, καὶ λήθη πάσης δυσσεβείας· τῶν δὲ ἀγαθῶν [παρόντων] ἀπόλαυσις, καὶ προσέτι μελ λόντων προσδοκία. Ηπλωντο οὖν κατὰ πάντα τόπον τῆς τοῦ νικητοῦ βασιλέως φιλανθρωπίας έμπλεοι δια τάξεις, νόμοι τε μεγαλοδωρεᾶς καὶ ἀληθοῦς εὐσεβείας γνωρίσματα Έχοντες. Οὕτω δῆτα πάσης τυραννίδος ἐκκαθαρθείσης, μόνοις ἐφυλάττετο τὰ τῆς προσ ηχούσης βασιλείας βέβαιά τε καὶ ἀνεπίφθονα Κων σταντίνῳ καὶ τοῖς τούτου παισί. Τοσαῦτα ὁ τῶν ἀρχαίων ἐκκλησιαστικών συγγραφέων ἀξιοπιστότατος Εὐσέβιος ὁ τοῦ Παμφίλου, πλείστους ὅσους ἀγῶνας θέμενος καὶ διερευνησάμενος, ἐκ τῶν ἁπλῶς ἐχόντων τὴν ἀναλογὴν ποιησάμενος, ἐν δέκα τόμοις ὅλοις τὰ τῆς ἐκκλησιαστικῆς ἡμῖν ἱστορίας ἀκριβῶς καταλέλοιπεν· ἀρξάμενος μὲν ἀπὸ τῆς τοῦ Κυρίου παρ ουσίας, πληρώσας δὲ εἰς τούσδε τοὺς χρόνους, οὐκ ἀπόνως· πῶς γὰρ οἷόν τε ἦν τοσαύτην ἀναδεξάμενον φροντίδα τοῦ διασώσασθαι τῆς τοιᾶσδε συλλογῆς τὴν ἁρμονίαν; ἀλλ' ὡς ἀρτίως ἔφην, πολλὴν εἰσενεγκάμενος τὴν σπουδὴν καὶ πλοῦτον ἄφατον πόνου· ἀλλὰ μηδεὶς οἰέσθω τὸν ἄνδρα ἐκ τῶν περὶ αὐτοῦ ἐπιπεφημισμένων, ὡς τῆς ᾿Αρείου βλασφημίας ποτέ τι πεφρονήκει. ᾿Αλλὰ πεπείσθω, ὡς εἰ καί τιν' ἂν ἐλά λησεν ἢ ἔγραψε, μικρόν τι τῶν Ἀρείου ὑπονοούμενα,? οὐ μὴν κατὰ τὴν ἀσεβῆ ἐκείνου ἔννοιαν, ἀλλ' ἐξ ἀπεριέργου ἁπλότητος, καθὼς καὶ αὐτὸς ἐν τῷ ἀπολογητικῷ [αὐτοῦ λόγῳ], ᾧ διεπέμψατο πρὸς τὸ τῶν ὀρθοδόξων ἐπισκόπων κοινὸν μαρτυράμενος, ταῦτα ἐπληροφόρησε. Καὶ ἀληθεύειν τὸν ἄνδρα ὑπολάβοι πᾶς τις εὖ φρονῶν, ὁπότε σύνεστι, καὶ ἐξ ἐκείνου πεισθῆναι μήπω τότε πού ποτε τὰ ᾿Αρείου ἀκουσθη σόμενα. Δείξει δὲ τὰ ἐν τῇ συνόδῳ τῇ κατὰ τὴν Νιο καέων αὐτῷ ἡγωνισμένα κατὰ τῆς ἀσεβείας Αρείου ὑπὲρ τῆς ἀποστολικῆς καὶ ὀρθοδόξου πίστεως. 'Αλλ' ἐπὶ τὴν ἀκολουθίαν τῆς ἐκκλησιαστικῆς ἱστορίας ἐπανίωμεν. Τῆς οὖν ἀνὰ τὴν οἰκουμένην Εκκλησίας Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν εἰρήνην βαθεῖαν ἐχούσης, πρυτανευθείσης αὐτῇ ταύτης παρὰ τοῦ παμβασιλέως Θεοῦ, διὰ τοῦ θεράποντος αὐτοῦ Κωνσταντίνου καὶ τῶν αὐτοῦ παίδων, μετὰ τὸ μαρτύριον τοῦ θε σπεσίου Πέτρου τοῦ τῆς Ἀλεξανδρέων Εκκλησίας ἐπισκόπου γενομένου, τελειωθέντος αὐτοῦ ἐν αὐτῷ τῷ μαρτυρίῳ, καὶ τὸν τῆς ἀθλήσεως ἄφθαρτον στέ φανον ἀναδησαμένου, χηρεύει ἡ ἐκεῖσε Ἐκκλησία ἐνιαυτὸν ἕνα· μετὰ δὲ τὸν ἐνιαυτὸν χειροτονεῖται εἰς τὸν θρόνον αὐτοῦ τοῦ ἁγίου μάρτυρος Πέτρου Αχιλ λᾶς, ἀνὴρ, στιβαρός και μεγαλοφυής, ἁγιόφρων, εύο
col. 1227–1228page 25 of 90
PG 85:1227λαβείᾳ ὁμοῦ καὶ σοφίᾳ πλείστῃ ὅσῃ διαπρέπων, και θὼς ἡμῖν τὰ παλαιὰ καὶ ἀπλανῶς ἔχοντα διηγοῦνται συγγράμματα· δς πολλὰ παρακληθεὶς ὑπεδέξατο τὸν "Αρειον εἰς τὴν διακονίαν. Τούτου δὲ ἐπιβιώσαντος μήνας πέντε μόνον, ὑποδέχεται τὴν τῆς ἱερωσύνης ἀρχὴν τῆς αὐτόθι τῶν ᾿Αλεξανδρέων Εκκλησίας Αλέξανδρος, ἀνὴρ τίμιος ἐν πᾶσι, παντὶ τῷ τῆς Ἐκκλησίας κλήρῳ καὶ λαῷ μεγαλοπρεπής [μικρο μεγέθης], εὐμετάδοτος, εὔλαλος, ἐπιεικής, φιλόθεος, φιλάνθρωπος, φιλόπτωχος, χρηστὸς, προσηνής πρὸς πάντας, εἴπερ τις ἄλλος· ὃς καὶ αὐτὸς κατέστησε τὸν "Αρειον πρεσβύτερον ἔγγιστα ἑαυτοῦ. Ἐπὶ τούτου τῆς εἰρήνης τῶν Ἐκκλησιῶν ὁσημέραι ὡς ἔτι μάλ λον καὶ μᾶλλον λαμπρυνομένης, καὶ εἰς μίαν ὁμό νοιαν συνεστώσης, καὶ τοῖς ἐπάθλοις τῶν ἁγίων μαρτύρων πανταχοῦ γῆς σεμνυνομένης· οὐκ ἐνεγκών ὁ διάβολος τὴν τοσαύτην τοῦ πιστοτάτου τῆς ἐκκλησίας λαοῦ ἐπὶ τῇ ἐν αὐτῇ πρὸς τὸν Θεὸν οὐρανίῳ θρησκεία αύξησιν, πάλιν ἔκ τινος φιλονεικίας τῶν ἐν αὐτῇ ταραχὴν ὑφίσταται. ΚΕΦΑΛ. Β'. Περὶ τῆς ἐφευρεθείσης αἱρέσεως ὑπὸ τοῦ θεομάχου Αρείου. Ο γὰρ πρεσβύτερος ἐκεῖνος, ὃν ἔφαμεν τῆς τοιάσ δε ἠξιῶσθαι τιμῆς ὑπὸ ᾿Αλεξάνδρου τοῦ ἐπισκόπου Αλεξανδρείας, Αρειος τοὔνομα, ἀνὴρ προσχήματι μᾶλλον εὐσεβὴς, τὰ δὲ ἄλλα δόξης καὶ κενότητας θερμὸς ἐραστής, ήρξατο προφέρειν τινὰ ξένα περὶ τῆς εἰς Χριστὸν πίστεως, ἃ τοῖς ἔμπροσθεν χρόνοις οὐδεὶς πώποτε ἐζήτησεν, ἢ παρεισήνεγκεν· ἐπιχειρήσας τὸν μονογενῆ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διο ελεῖν τῆς τοῦ Πατρὸς ἀῤῥήτου καὶ ἀϊδίου θεότητος, πολλῆς κατὰ τὴν Ἐκκλησίαν παραίτιος ταραχῆς γέ γονεν. ᾿Αλλὰ δὴ τοῦ ᾿Αλεξάνδρου, πραότητι φύσεως, τὸν ᾿Αρειαν ἐπὶ τὸ ἄμεινον θέλοντος μεταβαλεῖν πρεσ πούσαις παραινέσεσι, μηδέπω δὲ κρίνοντος ἀποφάσει χρήσασθαι, τέως ἐπινέμεσθαι διὰ τοῦτο πολλοὺς τὴν λοιμικὴν περίστασιν τῆς αἱρέσεως γέγονεν, ἔπειτα ὡς ἀπὸ μικροῦ σπινθῆρος μέγα πῦρ ἐξαφθῆναι. Αρξάμενόν τε τὸ κακὸν ἀπὸ τῆς ᾿Αλεξανδρέων Εκ κλησίας, καὶ κατὰ πόλεις ἄλλας καὶ ἐπαρχίας δια έτρεχε. Τέλος, ὡς ἐνεῖδεν ἐπὶ τὸ χεῖρον τὸ κακὸν προϊέναι, σύνοδον τῶν ὑπ' αὐτὸν ἐπισκόπων συστησάμενος, καὶ καθελὼν τὸν "Αρειον, δίδωσιν εἰς τοὺς συλλειτουργοὺς τὴν ὑπόθεσιν ὁ ᾿Αλέξανδρος, πλατύτερόν τε τὰ κατὰ τὸν "Αρειον ἐκτεθεικώς, σπουδήν τε ἐνιεὶς πρὸς ἀναίρεσιν τῆς αἱρέσεως εἰς παρασκευὴν τῆς διαγνώσεως αὐτοὺς ἑτοιμάζεσθαι παρακελεύεται, γράψας πρὸς αὐτοὺς τοιάδε ΚΕΦΑΛ. Γ'. Καθαιρετικόν Ἀρείου καὶ τῶν σὺν αὐτῷ, διαπεμφθέν παρὰ Ἀλεξάνδρου ἐπισκόπου Ἀλεξανδρείας τοῖς ἁπανταχοῦ ἐπισκόποις Τοῖς ἀγαπητοῖς καὶ τιμιωτάτοις συλλειτουργοίς τοῖς ἀπανταχοῦ τῆς καθολικῆς Ἐκκλησίας, Αλέξανδρος ἐν Κυρίῳ χαίρειν.
col. 1229–1230page 26 of 90
PG 85:1229ΙΙ. ΚΕΦΑΛ. Δ'. Ἐπιστολὴ Κωνσταντίνου βασιλέως πρὸς Ἀλέ ξανδρον καὶ "Αρειον διαπεμφθείσα διὰ Οσίου ἐπισκόπου Κορδούβης. Νικητής Κωνσταντῖνος, μέγιστος, σεβαστός, Αλε ξάνδρῳ καὶ 'Αρείῳ. ΚΕΦΑΛ. Ε'. *Οπου ὁ θεοφιλέστατος βασιλεὺς Κωνσταντῖνος σύνοδον ἐπισκόπων ἐπὶ τῆς Νικαέων κελεύει γενέσθαι. Ὁρῶν τοίνυν ὁ βασιλεὺς ταραττομένην τὴν Ἐκ κλησίαν, σύνοδον οἰκουμενικὴν συγκροτεί, τους παν ταχόθεν ἐπισκόπους διὰ γραμμάτων εἰς Νίκαιαν τῆς Βιθυνίας ἀπαντῆσαι παρακαλῶν. Ην δὲ αὐτῷ ἑκκαιδέκατον ἔτος καὶ μῆνες ἓξ τῆς βασιλείας, ὅτε ταῦτα αὐτῷ ὑπὲρ τῆς ἐκκλησιαστικῆς εἰρήνης ἐσπούδαστο. Παρῆσάν τε ἐκ πολλῶν ἐπαρχιῶν τε καὶ πόλεων οἱ ἐπίσκοποι, περὶ ὧν ὁ Παμφίλου Ευσέβιος ἐν τῷ τρίτῳ βιβλίῳ τῶν εἰς τὸν Κωνσταντίνου βίον, τάδε κατὰ λέξιν φησίν· Τῶν γοῦν Ἐκκλησιῶν ἀπα σῶν, αἱ τὴν Εὐρώπην ἅπασαν, Λιβύην τε καὶ τὴν Ασίαν ἐπλήρουν, ὁμοῦ συνῆκτο τῶν τοῦ Θεοῦ λει τουργῶν τὰ ἀκροθίνια· εἷς τε οἶκος εὐκτήριος, ὥσπερἐκ Θεοῦ πλατυνόμενος, ἔνδον εχώρει κατὰ τὸ αὐτὸ Σύρους τε ἅμα καὶ Κίλικας, Φοίνικας τε καὶ ᾿Αρχ βας καὶ Παλαιστίνους, καὶ ἐπὶ τούτοις Αἰγυπτίους, Θηβαίους, Λίβυας, τούς τε ἐκ μέσης τῶν ποταμῶν ὁρμωμένους. Ηδη δὲ καὶ Πέρσης ἐπίσκοπος τῇ συν όδῳ παρῆν, οὐδὲ Σκύθης ἀπελιμπάνετο τῆς χορείας Πόντος τε καὶ Ασία, Φρυγία τε καὶ Παμφυλία τοὺς παρ' αὐτοῖς παρεῖχον ἐκκρίτους. Ἀλλὰ καὶ Θρᾷκες καὶ Μακεδόνες, Αχαιοί τε καὶ Ἠπειρῶται, οἱ [αύ τῶν] ἔτι προσωτάτω οἰκοῦντες ἀπήντων. Αὐτός τε Σπάνων ὁ πάνυ βοώμενος ὁ ῞Οσιος, ἐπέχων καὶ τὸν τόπον τοῦ τῆς μεγίστης Ρώμης ἐπισκόπου Σιλβέστρου, σὺν πρεσβυτέροις Ρώμης Βίτωνι καὶ Βικεν τίῳ, τοῖς πολλοῖς ἅμα συνεδρεύων. Τῆς τε νῦν βασιλευούσης πόλεως ὁ μὲν προεστώς, Μητροφάνης τούνομα, διὰ γῆρας ὑστέρει, πρεσβύτεροι δὲ αὐτοῦ παρόντες τὴν αὐτοῦ τάξιν ἐτέλουν. Τἂν ὁ εἷς 'Αλέ ξανδρος ἦν, ὁ μετ' αὐτὸν ἐπίσκοπος τῆς αὐτῆς γε γονὼς πόλεως. Τοιοῦτον μόνος ἐξ αἰῶνος εἷς βασιλεύς Κωνσταντίνος Χριστῷ στέφανον δεσμῷ συνάψας εἰρήνης, τῷ αὐτοῦ Σωτῆρι τῆς κατ' ἐχθρῶν καὶ που λεμίων νίκης θεοπρεπὲς ἀνετίθει χαριστήριον, εἰ κόνα χορείας ἀποστολικῆς, ταύτην καθ᾿ ἡμᾶς συστησάμενος. Ἐπεὶ καὶ κατ᾽ ἐκείνους συνήχθαι, λόγος, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν ἄνδρας ευλα δεῖς καθὼς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ἐν οἷς ἐτύγχανον Πάρθοι και Μήδοι καὶ Ἐλαμῖται. Πλήν ὅσον ἐκείνοις μὲν ὑστερεῖτο, μὴ ἐκ Θεοῦ λειτουργῶν Τούτων θ' οἱ ἔτι: πορ φωτάτω. ΠΛΗΡ.
col. 1231–1232page 27 of 90
PG 85:1231ρείας, ἐπισκόπων μὲν πληθὺς ἦν τριακοσίων άρι θμὸν ὑπερακοντίζουσα· ἑπομένων δὲ τούτοις πρεσβυτέρων, καὶ διακόνων, ἀκολούθων τε πλείστων όσων ἑτέρων οὐδ᾽ ἦν ἀριθμὸς εἰς κατάληψιν. Τῶν δὲ τοῦ Θεοῦ λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ. Οι δὲ βίου στεῤῥότητι καὶ καρτερίας ὑπομονῇ· οἱ δὲ τῷ μέσῳ τρόπῳ κατεκοσμοῦντο. Ησάν τε τούτων οἱ μὲν χρόνων μήκει τετιμημένοι· οἱ δὲ νεότητι καὶ ψυχῆς ἀκμῇ διαλάμποντες· οἱ δὲ ἄρτι παρελθόντες ἐπὶ τὸν τῆς λειτουργίας δρόμον. Οἷς δὴ πᾶσιν ὁ βασιλεὺς ἐφ' ἑκάστης ἡμέρας τὰ σιτηρέσια δαψιλῶς χορηγεῖσθαι προσέταττε. Τοιαῦτα μὲν περὶ τῶν ἐκεῖ συνελθόν των ὁ Παμφίλου διεξῆλθεν Εὐσέβιος. ". συνεστάναι τοὺς πάντας. Ἐπὶ δὲ τῆς παρούσης χο ΚΕΦΑΛ. Γ'. *Οπου ὁ βασιλεὺς συνεδρεύει τοῖς ἐπισκόποις. Ἐπιτελέσας δὲ ὁ βασιλεὺς ἐπινίκιον κατὰ Λικινίου ἑορτήν, ἀπήντα καὶ αὐτὸς εἰς τὴν Νίκαιαν, Τῇ δὲ ἑξῆς πάντες ἅμα ἐπίσκοποι εἰς ἕνα τόπον συνήρχοντο· παρῄει δὲ καὶ ὁ βασιλεὺς μετ᾿ αὐτούς· καὶ ἐπεὶ παρῆλθεν, εἰς μέσον ἔστη, καὶ οὐ πρότερον καθίζειν ᾑρεῖτο, πρὶν ἂν οἱ ἐπίσκοποι ἐπινεύσειαν τοσαύτη τις εὐλάβεια καὶ αἰδὼς τῶν ἀνδρῶν τὸν βασιλέα κατείχε. Πρὸς οὓς ὁ βασιλεὺς ὁ πανεύφημος παραινετικὸν καὶ διδασκαλικόν προσενήνοχε λόγον, εἰς ὕμνησιν καὶ δοξολογίαν καὶ εὐχαριστίαν τοῦ τῶν πάντων Θεοῦ, τοῦ τοσαῦτα αὐτῷ χαρισαμένου, ὧδέ πως λέγων ΚΕΦΑΛ. Ζ'. Λόγος Κωνσταντίνου σεβαστοῦ προσφωνητικές πρὸς τὴν ἁγίαν σύνοδον. Πολλὰς μὲν πρὸς εὐποιίαν τῷ τῶν ἀνθρώπων γένει επιφανεστάτας ὁδοὺς ἡ τοῦ παντοδυνάμου Θεοῦ τρό φιμος δικαιοσύνη ὑπέστρωσεν, οὐχ ἥκιστα δὲ ἐκεί νην ἐπισημοτέραν καὶ μάλιστα ἀστράπτουσαν, ἣν ἐν τῷ κεφαλαίῳ τοῦ ἁγιωτάτου νόμου τῆς καθολικῆς Ἐκκλησίας πᾶσιν ἡμῖν, παντὸς θαύματος μείζον, ἤθροισε, τῆς πίστεως κυριακὸν οἰκητήριον. Τοῦτο δὲ τὴν μὲν κορυφὴν μέχρι τοῦ φέγγους τῶν ἄστρων ἔλη λυθέναι ὁρῶμεν· τοὺς δὲ θεμελίους, ὅτι ἀρχομένου τοῦ ἔργου, οὕτως βαθέως, καὶ πιστῶς ἐῤῥιζώσθαι θείῳ νεύματι γινώσκομεν, ὡς πᾶσαν τὴν οἰκουμένην αἴσθησιν τούτου λαβεῖν. Ἀπὸ τῆς κορυφῆς τοίνυν τῆς προειρημένης, ἁπασῶν τῶν λοιπῶν ὅλων ὑπερ κειμένης, ἄχρι τοῦ τέλους τῆς ἐξόδου φαίνεται ὁμαλὴ καὶ ἰσόπεδος πορεία, τῇ λαμπρότητι τοῦ φωτὸς χρωμένη· ἧς καὶ τὸ μέτωπον ἀστροειδεῖ σφραγίδι κεκοσμημένον, δυοκαίδεκα τὸν ἀριθμὸν κίονες, χιόνος λαμπρότεροι, ἀκίνητοι, τῇ θέσει τῆς πίστεως, αϊδίως τῇ τῆς θεότητος, τοῦ ἡμετέρου Σωτῆρος δυο νάμει, βαστάζουσι. Τούτου τοίνυν τοῦ τηλικούτου έργου οὐ τέχνη τις προσλαμβάνουσι [σ. τέχνῃ τιν
col. 1233–1234page 28 of 90
PG 85:1233προσλ.] ἡμῖν, καὶ τὴν ἀπὸ ψυχῆς δικαίαν πίστιν, τοῦ ἀθανάτου αὐτοῦ νόμου εἰς νοῦν ἔδωκεν ἡμῖν τὴν σεμνότητα ούπερ πρὸς τοὺς πυλῶνας οὐδὲν ἕτερον, εἰ μὴ ἁγνῆς καὶ εὐσεβοῦς ἐπιθυμίας επειγούσης, μόνη καθαρᾶς διανοίας πεποιθήσει πρόσεισιν ὁ βου κόμενος. Τοῦτο [σ. τούτῳ] δὲ αὐτῷ θαυμαστήν τινα κόσμου λαμπρότητα σωτήριος προσήγαγε λογισμός λέγω δὲ, ἔνδοθεν πίστις ἀνθρώπων, διὰ παντὸς τοῦ περιβόλου τοῦ Κυριακοῦ ἀνθοῦσι στεφάνοις τετιμημένη, ἀθανασίας καρπὸν ἀθροίζουσα, άγνους τόνους τῆς ζωῆς τῆς ἀνθρωπείας εἰς φανερὸν ἄγουσα ἐπι φανεῖς καθίστησιν. Αὖθις ἐντεῦθεν ἡ ἔξωθεν οὐρά νιος δόξα εστεμμένη, τοῦ αἰῶνος ἀεὶ τικτομένου, μᾶλλον δὲ φυομένου, βραβεία ὑπογράφει, καὶ τρα φέντα μετὰ τοῦ προσήκοντος ἐπαίνου, ἅπασαν τοῦ αὐτοῦ ἔργου τὴν τελεσιουργίαν κοσμεῖ· ὁ δὲ αὐτὸς οὗτος ὁ Κυριακὸς οἶκος ὑπὸ δύο μόνων φυλάκων φρου ρεῖται· καὶ φόβος μὲν θεῖος πρόσεισι τῇ ἐνίων εν νοία σωφρονιστήριον· πάρεστι δὲ ἀεὶ καὶ τοῖς εξ φρονοῦσιν ὁ πρὸς τὸ θεῖον ἔπαινος, τῆς συνέσεως βραβείον· τούτων γὰρ ἑκατέρων ἐπικειμένων τοῖς προθύροις τοῦ ἁγιωτάτου τόπου, δικαιοσύνην μὲν αἱ θύραι ἀναπεπταμέναι δέχονται, αὕτη τε εἴσω οἰκισθεῖσα, μένει ἀκήρατος· τῇ δὲ ἀδικίᾳ οὐδὲ θέμις ταῖς θύραις προσελθεῖν, ἀλλὰ ἐξόριστος τούτου τοῦ τόπου ἐκκλείεται· ταῦτά με, ὦ τιμιώτατοι καὶ παντὸς ἐπαί νου ἄξιοι ἀδελφοί, τὰ πράγματα οὕτω σαφῆ εἰς τὴν τοῦ ἀϊδίου καὶ ἀθανάτου φωτός λαμπρότητα ήγαγεν ἵνα μὴ πόρρω με ἑστῶτα ἀμφίβολός τις ἴσως τῆς ψυχῆς πίστις ἀπεργάσηται τῆς ἀληθείας ανάρμος τον. ᾿Αλλὰ τί πρῶτον διαβεβαιώσομαι; Πότερον τῆς εὐδαιμονίας τὸν τύπον, ἥτις εἴσω τοῦ στήθους τοῦ ἐμοῦ συνειλημμένη λανθάνει, ἢ τὰς θείας εὐεργεσίας τὰς περὶ ἐμὲ τοῦ παντοδυνάμου Θεοῦ, ἐξ ὧν τὸν ἀριθμὸν πολλῶν ἔργων, ἱκανὸν οὖν λέγωμεν, φανείη ἤδη καὶ τὴν ἐμὴν μετριότητα ὁ αὐτὸς ἡμέτερος Θεὸς, καὶ πάντων πραγμάτων Πατὴρ, εἰκότως ἑαυτῷ κατ εδουλώσατο. Πιστεύετε, ὦ τιμιώτατοι ἀδελφοί, προσλαμβάνοντες ἀκέραιον πίστιν, τοῖς λεγομένοις εἰ καὶ μάλιστα ἡ ἐμὴ διάνοια τῶν θείων εὐεργετημάτων κορεσθείσα εὐδαιμονεῖν δοκεῖ, καὶ ἀπὸ τούτου πράγματος ἐξόχους ἐπαίνους πληρῶσαι δύνασθαι φαί νεται· ὅμως, ὅπερ τῆς ἀληθείας ἡ πίστις ἐναργώς δείκνυσιν, οὔτε φωνή, οὔτε γλῶττα τῷ προστάγματι τῆς διανοίας ὑπουργῆσαι ἀρκοῦσι· καὶ μάλα εἰκό τως. Αμέτρου γὰρ ὄντος τοῦ μεγέθους τῶν εὐεργεσιῶν, ἡ μὲν διάνοια υψηλή τις οὖσα, τοὺς ἀνωτέρω τοῦ σώματος τόπους καταλαμβάνει· ἡ δὲ τῆς γλώτα της πορεία εἰς στενὸν κομιδῇ τόπον συγκλεισθεῖσα, δόκιμος σχεδὸν λέγουσα, παντάπασι σιωπᾷ. Τίς γὰρ ἡμῶν οὕτω προπετής λογισμῷ, ἵνα τοιαύτης πεποι θέσεως ἀποῤῥίψῃ λόγον, δι' οὗ φάναι ἂν τολμήσειε πάνυ εὐκόλως τῷ τὰ πάντα δυναμένῳ Θεῷ, ἢ καὶ πάντων τῶν καλλίστων δημιουργῷ, ἐνδόξους ἐπαί νους καὶ ἐπαξίους ἐντελῶς εἰπεῖν; Οπότε εἴ τις μόνην τὴν μεγαλοπρέπειαν τοῦ αὐτὸν τετάχθαι να μοθετήσαντος λογίσαιτο, εἰδὼς ἂν σκοπήσεις μηδὲν δύνασθαι εὑρεθῆναι, ὅπερ ἄξιον Θεοῦ λεχθῆναι δυνή σεται. Τί τοίνυν τῆς ἐμῆς μετριότητος τὴν καθοσίω
col. 1235–1236page 29 of 90
PG 85:1235σιν λέγειν ἐχρῆν, εἰ μὴ τοῦτο, ὅπερ ὁ θεῖος λόγος τῆς μελλούσης εὐδαιμονίας τὴν ἐλπίδα οὐ μόνον προσ ἀληθείας δείκνυσιν; Οἱ τὸ μέγεθος ἥτις μεγίστη προσκύνησις σκοπησάτω σαφῶς, εἰ καταντήσαι δυνήσ σεται ἐν αὐτοῖς τοῖς περὶ αὐτοῦ λεγομένοις, καὶ οὐ δεμία πλάνη αὐτὸν ὀλισθήσει. Καὶ εἴθε μοι τῷ ὑμε τέρῳ συνδιακόνῳ δαψιλής εὐπορία τοῦ λέγειν ἀρκέσειεν, ἵνα ἐκεῖνα ἄξια ὄντα τοῦ κηρύττεσθαι ἐγε κωμιάσω, ἅπερ ὁ θεῖος Σωτὴρ ὁ ἡμέτερος, πραγμάτ των τε πάντων φύλαξ, τοῖς προοιμίοις τῆς αὐτοῦ παρουσίας, ὁπότε τῆς ἡμετέρας λυσιτελείας ένεκα, ἁγνοῦ σώματος οἰκητήριον κατηξίωσεν ἐκ Παρθένου λαβεῖν, πᾶσιν ἀνθρώποις δίδαγμα τοῦ παρ' αὐτοῦ οἴκτου δηλῶν, γαληνῷ νεύματι τῆς αὐτοῦ θεότητος ἔδειξε. Τίνος άρξομαι ἆρα; ἀπὸ τῆς αὐτοῦ διδαχῆς καὶ σεμνότητος; ἀλλ᾽ ἀπὸ θείων διδασκαλιῶν, ὧν αὐτ τὸς δι' ἑαυτοῦ, μηδενὸς διδάσκοντος, μόνος διδάσκαλος πέφηνεν; ἀλλ' ὅπως ἀνέπνευσαν, διὰ τῆς αὐτοῦ προνοίας, τοσοῦτοι δήμοι, ὅσους οὐδὲ ἀριθμῷ περι λαβεῖν οἷόν τε, μικρά τινι τροφή, καὶ ἐλαχίστοις σιν τίοις· καὶ μόνοις δύο ἰχθύσι, τῇ τούτου θείᾳ προνοία; καὶ Λαζάρου μετὰ τὴν τελευτὴν βραχείᾳ τινὶ ῥάβδῳ ἀνάστασιν πεποίηκε, καὶ εἰς τὴν τοῦ φωτὸς λαμπρότητα αὖθις ἀνήγαγε. Πῶς δ᾽ ἂν εἴποιμι τὴν ἁγνὴν αὐτοῦ θεότητα, δι ἧς γυναῖκά τινα ἀποῤῥητοτέρως θεασάμενος, καὶ τῆς ἑαυτοῦ ὁμιλίας μόνης καταξιώσας, ὑγια τε αὖθις, καὶ παντὸς νοσήματος ἐλευθέραν ἔδειξε; τίς δ᾽ ἂν κατ' ἀξίαν εἴποι αὐτοῦ τὸ ἀθάνατον ἔργον, δι' οὗ τις συνεχεῖ καὶ μακρᾷ νόσου τηκεδόνι ἀναλωθεὶς, καὶ τῶν μελῶν αὐτοῦ χυθέντων καὶ διασπασθέντων ὅλων κείμενος, άφνω θείῳ ἰάματι ρω σθεὶς, αὐτὸ τὸ σκιμπόδιον, ἐφ᾽ ᾧ ἔκειτο, τοῖς ὤμοις ἐπέθηκε, καὶ εὐχαριστίας ἐπαίνους διαχέων, διά τε τῆς πατρίδος, καὶ τῆς ἐνορίας διέδραμεν; ἀλλὰ τὸ θεῖον αὐτοῦ, καὶ σταθηρὸν βάδισμα, ὡς ἐπιβαίνων τὴν ἀγρίαν θάλασσαν καταπατήσας ἐπέζευσε, καὶ τοῖς θείοις ἴχνεσι τῆς βαθυτάτης θαλάττης τὴν ὑγρά τητα ἔπηξε, καὶ διὰ μέσου πελάγους οὐδενὶ μέτρῳ βαθύτητος περιοριζομένου, διὰ γῆς, τὴν πορείαν ἐποιήσατο; ἀλλὰ τὴν ἡπίαν αὐτοῦ ἀνεξικακίαν, δι' ἧς νικητὴς ὤν, ἐν πᾶσι τῶν ἀνοήτων δήμων τὴν αὐ θάδειαν ἐδάμασε, καὶ δαμασθεῖσαν πόρρω ἀπ' αὐτ τῶν διαχωρίζων τὴν ἀγριότητα, τῷ νόμῳ ὑπέταξεν; ἀλλ' ἐκεῖνα τὰ ὑπέρλαμπρα καὶ μέγιστα τῆς αὐτοῦ θεότητος, οἷς ζῶμεν, οἷς εὐδοκοῦμεν, οἵτινες τῆς δοκῶμεν, ἀλλ᾿ ὥσπερ τινὶ τρόπῳ ἤδη κατέχομεν; Τί πλέον τολμῶ λέγειν καὶ μετ᾿ αὐτῆς τῆς μικρᾶς τοῦ λόγου παρασκευῆς, εἰ μή μόνον τοῦτο, ὅπερ τῆς ἐμῆς καθωσιωμένης ψυχῆς συνείναι χρὴ τὴν καθαρότητα; Οποῖος τοίνυν ἐστὶν ὁ πολυδύναμος Θεὸς, ὁ τὸν οὐρανὸν οἰκῶν, καὶ περὶ πᾶν τὸ ἀνθρώπινον γένος, μάλιστα δὲ καὶ ἐξαιρέτως περὶ τὴν καλ λίστην καὶ παντὸς ἐπαίνου μείζονα δικαιοσύνην; ὁπότε καὶ τοῦ ἰδίου θείου Πνεύματος τὸ ἁγιώτατον κατ' ἀξίαν σῶμα ἐνοικοῦντος αὐτῷ, καὶ οὕτω σωτη ριῶδες τοῖς ἀνθρωπίνοις σώμασιν εἶναι κατηξίωσεν. Ἐπειδὴ οὖν περὶ τῆς οὕτως ἀγιωτάτης καὶ σωτηρίου τῆς πάντα δυναμένης Θεοῦ τάξεως, ἄμετρος τῶν ἔχο θρῶν μανία, ὥσπερ ἀχλύϊ τινὶ συγκεχυμένη ἐπι
col. 1237–1238page 30 of 90
PG 85:1237ολεθρίου σκαιότητος, ἑρμηνείαν ποιεῖσθαι οὐκ ἀμφι- ) βάλλει· διὰ βραχέων εἰς ὅσον ἡ πίστις καὶ ἡ καθοσίωσις τῆς ψυχῆς τῆς ἐμῆς τοῦ λέγειν, εὐπορίαν δαψιλεύεται, διηγήσασθαι πειράσομαι. Καὶ γὰρ αἱ τούτων τῶν ἐθνῶν κακόνοιαι τοιοῦτον γένος εἰσάγει [εἰσάγουσιν] ἀναισχυντίας, ὥστε ἀσεβεῖ στόματι μή φοβηθῆναι εἰπεῖν, τὸν Θεὸν, τὸν παντοδυνάμενον, πάντα τὰ τῷ θείῳ νόμῳ δηλούμενα μήτε πεποιηκέναι, μήτε ποιῆσαι βεβουλῆσθαι. Ὢ τῆς τοιαύτης ἀσεβοῦς φωνῆς, τῆς κατ' ἀξίαν ἅπασαν ὑπερβολὴν τιμωρίας καθ᾿ ἑαυτῆς ἐπαιτούσης! Οὕτως ἐμμανῶς καὶ τολ μηρῶς τῆς θείας ταύτης εὐεργεσίας τὴν δόξαν τὴν μηδενὶ τῶν ἀνθρώπων περιληφθῆναι δυναμένην, ἀφανῆ καταστῆσαι ἐπιθυμεῖ. Τί γὰρ μᾶλλον ἢ ἁγνό της άξιον τοῦ Θεοῦ; ἥτις ἐκ τῆς ἁγιωτάτης όμι λίας μετὰ τῆς πηγῆς τῆς δικαιοσύνης προελήλυθε, καὶ διὰ πάσης τῆς περιόδου τῆς οἰκουμένης ἐπλήμμυρε, καὶ τὰς δυνάμεις τῶν ἁγιωτάτων ἀρετῶν τοῖς ἀνθρώποις ἐπέδειξεν, ὥσπερ ἑαυτοῖς πρῶτον ἐχθρὸς νομίσαντες πάθει τῶν ᾿Ασσυρίων· οἷς προηγουμένου τοῦ φαύλου παραδείγματος, καὶ τὰ λοιπὰ ἔθνη συνθέσθαι αὐτοῖς ἀνεπείσθη. Ἐν οἷς, ὥσπερ ἡμεῖς ἰδίᾳ θεωρία δοκιμάζομεν, τὸν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ θεῖον ὁρῶμεν συνεργεῖν οἶκτον, ὁπότε καὶ καθ' ἡμέραν καὶ κατὰ χρόνους πολλοὺς ἐξ αὐτῶν πυρώ τους [σ. πορώδη] μανίαν οίστρουμένην, ὁ αὐτὸς εἰς τὴν τοῦ σωτηριώδους ἰάματος ἀνεξικακίαν ἐκέλευσεν ἀνήκειν. Καὶ οὐδὲ οὕτως τοῖς λοιποῖς τῆς τοιαύτης εὐεργεσίας τὸ μέγεθος δύναται πρὸς χάριν ἐλθεῖν, τὴν παρὰ ἀνθρώπων ἄγνοιαν τὴν θείαν δυναστείαν δύνασθαι πάντα λόγον ὑψῶσαι, καὶ εἰς ὕψος ἀρθέντα βεβαιώσασθαι, αὖθις καθελεῖν καὶ διαλῦσαι· ἀλλὰ μᾶλλον τοῖς ἀνθρωπίνοις πράγμασιν εναντίως ἂν ἀπέβη, εἰ ὁ Θεὸς ὁ τὰ πάντα δυνάμενος σιωπηρῷ τῆς αὐτοῦ θεότητος νεύματι πάντα πράττειν προ ἔθετο. Μάλλον γὰρ ἂν ἡ τῶν ἀνθρώπων μανία ἐγένετο συχνή, καὶ ἡ ἀνθρωπεία οὐκ ἔχουσα πέρας ἂν τὰς ψυχὰς ἐπόρθησεν οὐδὲ ἂν τὰ ἄλλα πλεῖστα ὄντα, ἅπερ ἐν τῇ τοῦ κόσμου ἀναστροφῇ τὴν ἰδίαν λειτουργεί τάξιν, ἀναφανῆναι δεδύνηται· ἀλλ' ὁμοῦ πάντα μὲν τῆς [μεστά] ἀγνοίας τοῦ Θείου, ταχέως ἂν ἀπο ολώλει, τοῦ δὲ φθόνου καὶ τῆς βασκανίας τὸ ἄδικον οὕτως ὀλίγοις [ὀλίγῳ] μεμενήκει. Ἀλλ᾿ οὐδεὶς ἂν ηὑρέθη ταύτης τῆς βασκανίας ἀλλότριος, τῶν θρησκειῶν τὰ γένη εἰς τοσοῦτον μεγάλως τε καὶ πλα τέως εἰς τὰς ψυχὰς τῶν ἀνθρώπων διαχυθέντων, ὡς ἀξίως τῇ τούτων αἰσχρότητι τὸ φῶς ταύτης τῆς ἡμετέρας λαμπρότητος ἐπισκιασθὲν αὐτοῖς, ἀεὶ ταύτης αὐτοὺς στερίσκεσθαι. Οὐδεὶς οὖν λόγος δυνή σεται τῶν εἰρημένων τὴν ἐμὴν πίστιν ἀπὸ τῆς ἐμῆς ἐξέλκειν ψυχῆς. Επεται γὰρ αὐτῇ, μηδενὸς φαύλου ἐμποδὼν ὄντος, δύναμις τελεία, ὁ ζῶν τῆς ἀληθείας λόγος, εἷς πάντα δυνάμενος, φύλαξ πάντων πραγ μάτων, τῆς ἡμετέρας σωτηρίας κηδεμών. Οὕτως οὖν δοκεῖ τινι τρόπῳ τοῦ ἁγιωτάτου αὐτοῦ λόγου δαψιλεύεσθαι τὴν ὁμιλίαν τοῦ ἐλευθεροῦντος διαφυλάττειν, καὶ τοῦ φωτὸς τὴν λαμπρότητα ἡμῖν παρ έχει. Τίνος τοίνυν ἕνεκα καὶ νῦν πάντων τῶν ἐθνῶν οἱ δῆμοι, τὸ οὐράνιον μὴ καθαρῶντες φῶς, καὶ τοῦ
col. 1239–1240page 31 of 90
PG 85:1239ζητοῦσιν, οὐδεμίαν ἔχον ὑπόστασιν ἀληθείας, οὐδὲ φαιδρότητα ἁγνῆς λαμπρότητος, οὐδὲ δυναστείαν τῆς οὐρανίου θεότητος; Ο ἀναξίου δράματος! ἔτι καὶ νῦν μηδὲν ἐλλείποντες τῆς ἀσεβείας, μηδὲ πρὸς τὸ δέον ἀφορῶντες [Ισ. τὸν Θεὸν ἀφορῶντες], ὑπὸ τῆς ἀθλίας πλάνης καταπίπτοντες οὐχ ὁρῶσι· καὶ τοῖς ῥυπαροῖς τούτοις ἔργοις τοῖς τοῦ κόσμου τὴν λαμπρότητα οὐ παύονται μιαίνοντες, δηλαδή ξύλον, καὶ λίθον, καὶ χαλκόν, καὶ ἄργυρον, καὶ χρυσόν, καὶ ταύτας τὰς γηΐνας, εἰς τὸ προσκυνεῖν καθιδρύντες, καὶ ἀπὸ τούτων ἐλπίδα τῆς ζωῆς ἀπαγγελλόμενοι, ναοὺς αὐτοῖς μετὰ ἐπισήμου κόσμου οικοδομούντες, καὶ ἀπὸ τούτου οὕτως αὔξοντες αὐτῶν τῆς προσκυνήσεως τὰς προσθήκας· ἐπειδήπερ τὸ μέγεθος τῶν ἐνδοξοτάτου ὁσίου ὑπερφρονοῦντες, τὸ γήϊνον ἐπισ 5 οἰκοδομημάτων ὑπ' αὐτῶν γενόμενον, ἄξιον τῆς ἑαυ τῶν ὄψεως παρέχεται τὸ θαῦμα. Οπότε τοίνυν ταῦτα ποιεῖν δοκοῦσι, σαφῶς νοεῖται, εἰ καὶ τὰ μάτ λιστα αὐτοὶ οὐκ αἰσθάνονται, οὐδὲ ὁρῶσιν, ὅτι τοῖς ἑαυτῶν ἔργοις ὑπερηφάνως αὐχεῖν δοκοῦντες ἀλί σκονται. Ηλίκος τοίνυν καὶ πόσος τε ὁ Θεός ἐστιν ὁ παντοδυνάστης οὐχ ὁρώμενος, τίς [Ισ. ὁρῶσι, τί;] καὶ πάντων αὐθέντης ἐστὶ καὶ κριτής, ἄν τινες αὐτῇ τῇ πεποιθήσει τῆς ἰδίας, ὡς νομίζουσιν, ἀρετῆς λανθάνουσιν. Αὐτοῦ γὰρ τῇ διατυπώσει καὶ τὸ εἶδος τοῦ ἡμετέρου σώματος ἔλαβε τὸν ὀφειλόμενον τύ πον, καὶ ἵνα σχῶμεν τῆς ἁρμονίας τὴν ἀκμήν, ὁ αὐτὸς τῶν πάντων μελῶν τὴν συζυγίαν ἰσχυροτάτοις νεύροις συνέδησεν, ἵνα ἐν πάσῃ πράξει τῆς ἡμετέρας σπουδῆς ἀκάματον ἔχοιμεν τὴν ἀκμὴν τῆς οἰ κείας ἁρμονίας. Τούτων τοίνυν σωτηριώδει διατυπώσει τελεσιουργηθέντων, καὶ πνεῦμα ἡμῖν, ἵνα ταῦτα πάντα κινεῖσθαι καὶ ἀκμάζειν δύναιτο, ένα έπνευσε, καὶ θέαν τοῖς ἡμετέροις ὀφθαλμοῖς συνεχώρησε, καὶ πρὸς [ἰσ. πρὸς τούτοις] σύνεσιν τῇ ἡμετέρα κεφαλῇ δέδωκε, καὶ εἴσω τῆς χώρας ταύτης, πάσης τῆς διανοίας τῆς ἡμετέρας τὸν λογισμὸν συνέκλεισε. Τοιγαροῦν εἴ τις εὐφρονῶν ταύτης τῆς διατυπώσεως τὸν λογισμὸν σκοπήσειε, τὰ δὴ λοιπὰ παύσειεν, & μήτε λόγῳ, μήτε ἀριθμῷ περιληφθῆναι δύναται, ταχείᾳ ἐνθυμήσει καὶ ἰδεῖν καὶ συνιέναι δυνήσεται τὴν αἰώνιον καὶ σωτηριώδη τοῦ ἀθανάτου Θεού ἐξουσίαν, καὶ οὐ δύναται ἐκεῖνον πλάνης τινὸς χωρίς ἄνθρωπος ἐνδῆσαι· σκέπτεσθαι σαφῶς αὐτῷ ἔξεστι, καὶ ἰδεῖν πάντα τὰ γεγονότα εἶναι δυνάμει τοῦ Θεοῦ, ὡς αὐτὸς πάντα ταῦτα εἶναι βεβούληται. Ἵνα δὲ εἴη ἰδεῖν, ὅτι τις ἀθέμιτος κόσμου πολιτεία τὴν τοῦ Θεοῦ ἀγνωσίαν τοῖς ἀνθρώποις ἀπειργάσατο, λογι σμοῦ ἁμαρτήματος προτέρου τεχθέντος ἐκ πλάνης τοῦ ἐχθροῦ ἐν ταῖς τῶν σκαιῶν ἀνθρώπων ἀθλίαις ψυχαῖς, ἐκ τοῦ θείου νόμου λαβεῖν ἡμῶν [σ. ἡμῖν] ἔνεστι σαφῆ τὴν περὶ τούτου ἀπόδειξιν. Ἐξ ἐκείνου γὰρ καιροῦ, ἐξ οὗ ὑπὸ τῶν δύο ἐκείνων, τῶν ἐν ἀρχῇ κατασταθέντων, τὸ θεῖον καὶ ἅγιον πρόσταγμα ἐτύχθη, μετὰ τῆς προσηκούσης επιμελείας οὐκ ἐφυ λάχθη μετὰ ταῦτα τῆς προσηγορίας ταύτης τὸ ἄνθος γέγονε δὲ συνεχές, καὶ μᾶλλον ἐπηύξησεν, ἐξ οὗ καὶ οἱ προειρημένοι δύο θείῳ νεύματι ἀπεβλήθησαν" ἕως δὲ τοσούτου ἡ ὕλη αὐτὴ μετὰ τῆς σκαιότητος
col. 1241–1242page 32 of 90
PG 85:1241τῶν ἀνθρώπων προήχθη, ὥστε τῆς τε έψας, καὶ τῶν πρὸς δύσιν κρηπίδων κατεψηφίσατο· αὐτή τε ἡ ὑπερβολὴ τῆς ἐναντίας δυνάμεως τὰς διανοίας τῶν ἀνθρώπων κατέλαβε καὶ ἡμαύρωσεν. Ἐν ᾧ μέντοι προστάγματι ἅγιος καὶ ἀθάνατός ἐστι τοῦ τὰ πάντα δυναμένου Θεοῦ ὁ ἀκάματος οἶκος. Πάσαις γὰρ ταῖς ἡμέραις, καὶ τοῖς χρόνοις τοῖς παρεληλυθόσιν, ἀν αριθμήτους τῶν δήμων πολυπληθείας ἀπὸ τοῦ βάρους τούτου δι' ἐμοῦ τοῦ αὐτοῦ θεράποντος ὁ Θεὸς δεδουλωμένας ελευθεροῖ, καὶ εἰς ἐντελῆ αἰωνίου φωτός ἐξάξει λαμπρότητα. ᾿Απὸ τούτων τοιγαροῦν ἐγώ, ἀδελφοὶ ποθεινότατοι, οἰκειοτέρα τινὶ προνοίᾳ καὶ ἐνδόξοις εὐεργεσίαις τοῦ ἀθανάτου καὶ ἡμετέρου Θεοῦ, τὸ λοιπὸν ἐπισημότερος εἶναι τῇ πρὸς αὐτὸν καθαρωτάτη πίστει πέποιθα. Δεξάσθω τοιγαροῦν με ἡ ἁγιωτάτη σύνοδος τῆς ὑμετέρας ἁγιότητος, καὶ μή με την σωφρονεστάτην Εκκλησίαν, καὶ τῆς ἁγνῆς κοινῆς καὶ πάντων ἡμῶν μητρὸς τὰς θύρας ἀντιτεθῆναι ἀνάσχησθε. Εἰ καὶ τὰ μάλιστα καὶ νῦν ὁ λογισμὸς τῆς ἐμῆς ψυχῆς ἐντελῆ τὴν καθαρότητα τῆς καθολικῆς πίστεως ἐπιζητῶν, τοῦτο ἑαυτῷ γεν νέσθαι οὐκ οἴεται εἶναι ἄξιον, ὅμως προτρέπει καὶ ὑπομιμνήσκει, καὶ τὸ μέτωπον τῆς οἰκείας αἰδοῦς πατῶν τῶν καλλίστων ἀρετῶν ἐξενήνοχε σφραγίδα, καὶ τῶν πυλῶν τῆς ἀθανασίας ήρξατο ἅπτεσθαι, καὶ τούτους κρούειν· ὅπως καὶ ὑμεῖς τῆς ἡμετέρας ἀδελφότητος εὐθὺς συγχωρῆσαι τὴν ἄνοιαν καὶ εἰρήνην τῆς καθολικῆς εύνοιαν πίστεως βλέψαντες. Τοῦτο γὰρ τῷ Θεῷ πρεπῶδες, καὶ τῇ τῆς καθολικῆς Ἐκκλησίας πίστει ἀρμόδιον, καὶ τῷ κοινῷ τῶν πραγμάτων συμφέρον· ἵνα τῆς θεόθεν ἡμῖν παρασχεθείσης εντιμοτάτης εἰρήνης ἀξίαν ἀμοιβὴν τῷ ταύτην ἡμῖν χαρισαμένῳ κοινῶς ἅπαντες προσενέγκωμεν. Δεινὸν γὰρ ὡς ἀληθῶς ἂν εἴη, καὶ ἄγαν δεινὸν καταλυθέντων τῶν πολεμίων, καὶ μηδενὸς ἀντιτείνειν ἔτι τολμῶντος, βάλλειν ἡμᾶς ἀλλήλους, καὶ τοῖς δυσμενέσιν ἡδονὴν καὶ γέλωτα προξενεῖν, ἄλλως τε δὲ καὶ περὶ θείων διαλεγομένους πραγμάτ των, καὶ τοῦ παναγίου πνεύματος τὴν διδασκαλίαν ἀνάγραπτον ἔχοντας. Εὐαγγελικαὶ γὰρ βίβλοι, καὶ ἀποστολικαί, καὶ τῶν παλαιῶν προφητῶν τὰ θεσπίσματα σαφῶς ἡμᾶς ἅπερ χρὴ περὶ τοῦ θείου φρονεῖν ἐκπαιδεύουσι. Τὴν πολεμοποιὰν οὖν ἀπελάσαντες ἔριν, ἐκ τῶν θεοπνεύστων λόγων λάβωμεν τῶν ζη τουμένων τὴν λύσιν. Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ὁ πάνσοφος βα σιλεύς, οἷα δὴ παῖς φιλοπάτωρ, τοῖς ἱερεῦσιν ὡς Πατράσι προσέφερε, τῶν ἀποστολικῶν δογμάτων τὴν συμφωνίαν πραγματευόμενος. Τῆς δὲ συνόδου τῶν συνελθόντων ἐπὶ τὸ αὐτὸ ἐπισκόπων· τριακόσιοι δὲ ἦσαν δέκα καὶ ὀκτώ· ἀλλ᾽ οἱ μὲν τριακόσιοι καὶ πρὸς τοῖς λεγομένοις ἐπείθοντο, καὶ τήν τε πρὸς ἀλε λήλους ὁμόνοιαν, τήν τε τῶν δογμάτων υγίειαν ἠσπάζοντο. Οἱ δὲ λοιποί, καθώς πάλαι εἰρήκαμεν, τοῖς ἀποστολικοῖς ἀντεμάχοντο δόγμασιν· οἱ τινες την τοῦ ᾿Αρείου δόξαν μεγαλοφυῶς συγκροτεῖν ἐσπούδαζον, δέκα καὶ ἑπτὰ τὸν ἀριθμὸν ὄντες, Ευσέβιος τε ὁ Νικομηδεὺς, ὡς καὶ πρότερον είρηται, Θεόγνης [Θεογόνιος] ὁ τῆς Νικαίας, Μάρης Χαλκηδόνος, Θεό δωρος Ηρακλείας Θράκης, Μηνόφαντος Εφέσου, Πατρόφιλος Σκυθοπόλεως, Νάρκισσος Νερωνιάδος Κιλικίας δευτέρας, ἣν νῦν Εἰρηνούπολιν ὀνομάζομεν, Θεωνᾶς ὁ Μαρμαρίτης, Σεκούνδος Πτολεμαΐδος Αἰγύπτου, καὶ σὺν αὐτοῖς ἕτεροι ὀκτὼ οἵτινες έαυ τοὺς τῷ τῶν τριακοσίων ἁγίων χορῷ ἐπιμίξαντες, ὡς δῆθεν ὀρθόδοξοι, τοῖς ἀποστολικοῖς ἀντέπραττον δόγμασιν, ᾿Αρείῳ συνηγοροῦντες· τούτοις γενναίως ἀντηγωνίζοντο οἱ ἐν ἁγίοις Πατέρες ἡμῶν ᾿Αλέξανδρος ὁ Κωνσταντινουπόλεως τότε πρεσβύτερος ων,
col. 1243–1244page 33 of 90
PG 85:1243καὶ ᾿Αθανάσιος ἀρχιδιάκονος τῆς Ἀλεξανδρέων Έχε κλησίας· διὸ καὶ φθόνος ὤπλιστο κατ' αὐτῶν, ὡς ὕστερον λέξομεν. Οἱ δὲ ἡμέτεροι ἅγιοι ἐπίσκοποι καλοῦσι τὸν ᾿Αρειον εἰς τὴν σύνοδον, ἐπιτρέποντες αὐτῷ συστῆναι τοῖς ἰδίοις δόγμασι, νεύματι τοῦ τὰ πάντα νικηφόρου βασιλέως· ἐπείπερ, ὡς ἀρτίως εἰρήκαμεν, καὶ αὐτὸς τῇ συνόδῳ συνήδρευεν. ΚΕΦΑΛ. Η'. Οπως τοὺς λιβέλλους τῶν ἐπισκόπων ὁ βασι λεὺς δέχεται. Ἀλλὰ τὸ κατὰ τὴν σύνοδον γεγονός θαυμαστὸν παρὰ τοῦ τὰ πάντα νικηφόρου βασιλέως, οὐκ ἄξιον σιωπῇ παραπέμψασθαι. Καὶ γὰρ ἐπισυναχθέντων πάντων τῶν ἐπισκόπων, καὶ καθὼς ἔθος ἐστὶ, γενο μένων ζητήσεών τε καὶ συγκρίσεων παρά τινων τῶν ἐπισκόπων, ἐρεσχελιῶν ἕνεκα, ἄλλου πρὸς ἄλλον ἔχοντος, λιβέλλων τε ἐπιδιδομένων ὑπ' αὐτῶν, καὶ έγκλημάτων συγκροτουμένων παρὰ τῷ εὐσεβεῖ βασι λεῖ· δεξάμενος τοὺς λιβέλλους, σφραγίσας τε τῷ δα κτυλίῳ αὐτοῦ, ἐκέλευσε φυλάττεσθαι· ἐνορῶν τε τῶν τοιούτων ἐπισκόπων τὴν πρὸς ἀλλήλους ζυγομαχίαν, εἶπεν, ὅτι χρὴ πάντας ὁμοῦ ἐν μιᾷ ἡμέρᾳ συνελθόντας, περὶ τούτων διαλαβεῖν. Καὶ ἐνστάσης τῆς προ θεσμίας, εἰς μέσον καθίσας ὁ βασιλεὺς, καὶ ἡσυχίας γενομένης τῷ καιρῷ πρεπούσης, πάντων τοὺς λι βέλλους προσέταξεν ἐνεχθῆναι· καὶ δὴ δεξάμενος, καὶ ἐν τῷ οἰκείῳ κόλπῳ θέμενος μήτ' ἐγκύψαι τοῖς ἐμφερομένοις ἐθελήσας, λέγει· τοῦ Θεοῦ ὑμᾶς προ χειρισαμένου ἱερεῖς τε καὶ ἄρχοντας, κρίνειν τε καὶ διακρίνειν τὰ πλήθη, καὶ θεοὺς εἶναι, τε δὴ ἀν θρώπων ἁπάντων ὑπερέχοντας, ὁρισαμένου, κατὰ τὸ εἰρημένον· «Ἐγὼ εἶπα· Θεοί έστε, καὶ υἱοὶ Ὑψίσ στου πάντες, ο καὶ τό· Ὁ Θεὸς ἔστη ἐν συναγωγή θεῶν· ο χρὴ τῶν μὲν κοινῶν ὀλιγωρεῖν πραγμάτων, πᾶσαν δὲ τὴν σπουδὴν περὶ τὰ θεῖα ποιεῖσθαι. Καὶ κελεύσας ἐνεχθῆναι πῦρ, ἐμπρησθῆναι τοὺς λιβέλλους προσέταξεν. Εσπευδε γὰρ μηδένα τῶν ἔξω ἐπιγνῶναι τῶν τοιούτων ἐπισκόπων τὴν ἀνώμαλον ἐπιχείρησιν· τοσαύτη ἡ τοῦ βασιλέως πρὸς τοὺς ἱερεῖς τοῦ Θεοῦ εὐλάβεια, ἣν θαυμάσειαν ἅπαντες οἱ εὖ φρονοῦντες. Κἀκεῖνο δὲ ὁμοιότροπον τούτῳ ὑπ' αὐτοῦ γεγενημένον, οὐ δίκαιον ἡγοῦμαι παραδοῦναι σιγῇ. Φιλαπεχθήμονες γὰρ ἄνδρες καὶ φιλολοίδοροι λαϊκοὶ ἐγράψαντο τῶν ἐπισκόπων τινάς, καὶ τῷ βα σιλεῖ τὰς ἐγγράφους κατηγορίας ἐπέδοσαν· καὶ ταῦτα πρὸ τῆς γεγενημένης ὁμονοίας. Ο δὲ καὶ ταύτας δεξάμενος, εἶτα δεσμὸν ἐπιθεὶς, καὶ τῷ δα κτυλίῳ σημηνάμενος, φυλαχθῆναι καὶ ταύτας ἐκέλευσεν. Εἶτα τὴν σύμβασιν τῆς ὁμονοίας ἐργασάμενος, ταύτας προσκομισθῆναι προστάξας, παρόντων ἀπάν των ἐπισκόπων, πυρὶ καὶ ταύτας κατέκαυσεν, όμω μοχὼς μηδὲν τῶν ἐγγεγραμμένων ἀνεγνωκέναι. Οὐ γὰρ ἔφη χρῆναι τῶν ἱερέων τὰ πλημμελήματα δηλα τοῖς πολλοῖς γίνεσθαι, ἵνα μὴ σκανδάλου πρόφασιν ἐντεῦθεν λαμβάνοντες, ἀδεῶς ἁμαρτάνωσι. Φασὶ δὲ αὐτὸν καὶ τοῦτο προσθεῖναι, ὡς εἰ αὐτόπτης ἐπισκόπου ἐγεγόνει [γίνοιτο], γάμον ἀλλότριον διορύττοντος,
col. 1245–1246page 34 of 90
PG 85:1245ΙΙ. συγκαλύψαι [ἂν] ἐν τῇ πορφυρίδι τὸ παρανόμως γι νόμενον, ὡς ἂν μὴ βλάψαι τοὺς θεωμένους τῶν δρω μένων ἡ ὄψις. Τοσαύτη ἡ τοῦ βασιλέως θεοφιλής καὶ ἀξιάγαστος σύνεσις. Ἐπὶ πολλὰς δὲ ἡμέρας, οὐ μὴν δ' ἀλλὰ καὶ καιροὺς ἐφεξῆς συνερχόμενος τοῖς ἐπισκόποις ὁ βασιλεὺς, ἅμα αὐτοῖς τὰ περὶ τῆς πίστεως διελάμβανε, τάς τε διαφόρους αὐτῶν γνώμας ἀνελέγετο. Ησαν γὰρ, καθώς πολλάκις ειρήκαμεν, ἐν αὐτοῖς τινες τοῖς ἀθεμίτοις 'Αρείου δόγμασι συμ φερόμενοι, καὶ τῷ πλήθει τῶν ἁγίων ἐπισκόπων, τῶν τῆς ἀληθείας ὑπερμαχούντων, ἀντιπράττοντες. 'Αλλ' οἱ ἄριστοι καὶ τὰ πάντα ἱερώτατοι Πατέρες ἡμῶν, τῷ τῆς ἀληθείας ὅπλῳ Ασφαλισμένοι, την λαμπρὴν, καὶ ἀμώμητον πίστιν μετὰ παῤῥησίας ἐκήρυττον· μεθ' ὧν καὶ ὁμολογητῶν πολὺς ἀριθμὸς, ἀνθισταμένων τοῖς ἐθέλουσι περιποιεῖσθαι τὰ μου χθηρὰ τοῦ ᾿Αρείου δόγματα. ΚΕΦΑΛ. Θ'. Περὶ τοῦ ἁγίου Παφνουτίου. Ην δὲ ἐν αὐτοῖς καὶ ὁ μέγας καὶ ἅγιος Παφνούτ τιος τὸν τῶν ὁμολογητῶν καὶ ἐπισκόπων κατακοσμῶν χορόν, ἀνὴρ Αἰγύπτιος, Θεοῦ δὲ ἄνθρωπος, ἐκ τῆς ὁμηγύρεως ἐκείνης, οὗ Μαξιμίνος ὁ βασι λεὺς τὸν δεξιὸν ἐξώρυξεν ὀφθαλμόν, καὶ τὰς λαιὰς ἐνευροκόπησεν ἀγκύλας παραδοὺς τοῖς μετάλλοις συνέχεσθαι. Ἐν ᾧ τοσαύτη ἦν ἡ τοῦ Θεοῦ χάρις, ὥστε σημεία αὐτῶν ποιεῖν μηδὲν ἐλάττω τῶν πάλαι ὑπὸ τῶν ἀποστόλων γεγενημένων. Λόγῳ γὰρ μόνῳ τοὺς δαίμονας ἐφυγάδευε, καὶ εὐχῇ διαφόρους ασθε νοῦντας ἐθεράπευε, τυφλοῖς τε τὸ βλέπειν, τὸν Θεὸν ἐξαιτούμενος, παρείχετο· καὶ παρεθέντας πρὸς τὴν κατὰ φύσιν ἦγεν ἀκμήν, τὰ μέλη ἐνεργεῖν ποιῶν ὑγιῶς. Ὃν ὁ βασιλεὺς σφόδρα διὰ τιμῆς ἦγε, συν εχῶς τε ἐπὶ τὰ βασίλεια μετεπέμπετο, καὶ τὸν ἐξορυ γμὸν κατεφίλει, τοσαύτη προσῆν τῷ εὐσεβεῖ βασιλεῖ πρὸς τοὺς ἁγίους πίστις. ΚΕΦΑΛ. Γ. Περὶ τοῦ ἁγίου Σπυρίδωνος. Καὶ δὴ καὶ Σπυρίδων Κύπριος τις ἀνὴρ ἐπίσημος ἐν Κυρίῳ, καὶ τὴν ἐκ παιδὸς ποιμενικὴν πεῖραν τῇ τοῦ Χριστοῦ ποίμνῃ καθιερωμένος, προφητικῷ βίῳ διαγινόμενος ἐγνωρίζετο· ὃς καί γε διέπων τὴν ἐπισκοπὴν, τοῦ ποιμένειν τὰ ἴδια πρόβατα οὐκ ἐπαύετο. Οὕτω δὲ ἦν χρηστὸς καὶ ἀνεξίκακος, ὅτι λῃστῶν ἐφόδου δόλῳ προσβαλόντων τῇ ποίμνῃ, ἀοράτοις τε δεσμοῖς κρατουμένων κινηθῆναί τε μὴ δυναμένων ἕως πρωί, ἐπιστὰς ὁ μακάριος, δι' εὐχῆς ἀνεθῆναι αὐτοὺς τῆς συνοχής ποιεῖ· οὐ μὴν ἀλλὰ καὶ τῶν κριῶν τὸν κράτιστον ἀποιχομένοις δίδωσιν, εἰπών· Λάβετε, ὦ νεανίσκοι, πρὸς ἀπόρησιν τοῦτον, μὴ ἄπρακτοι ἀπιόντες τῇ νυκτὶ ταύτῃ δι᾿ ἐμὲ τὴν αἰτίαν τῆς ἀπορίας καταμέμψησθε. Πολλὰ μὲν καὶ ἄλλα θαύματα περὶ τοῦ ἁγίου τούτου ἀκηκόαμεν, ἕν δὲ ἐκ πολλῶν παραθήσομεν. ΙΧ. Χ. ποιμαινικήν.
col. 1247–1248page 35 of 90
PG 85:1247ΚΕΦΑΛ. ΙΑ'. "Οπου την θυγατέρα αὐτοῦ τεθνεῶσαν ἐγείρῃ διὰ τὸν ἔμπορον. δ Θυγατέρα ἔσχεν ὁ μακάριος καὶ ἀοίδιμος οὗτος τοῦ Θεοῦ ἄνθρωπος, Εἰρήνην τούνομα, ἢ τῷ γέροντι προσφόρως διακονήσασα, ἐν παρθενίᾳ τὸν ἀνθρώπινον βίον διεξέρχεται [ὑπεξέρχεται]. Ταύτης μὲν θανούσης, ἐξ ἀποδημίας τις ἀναστὰς ἔμπορος, τα ραθήκην ἀπῄτει τὸν γέροντα, ἣν τῇ αὐτοῦ θυγατρί τῇ παρθένῳ ἦν παραθέμενος. Ὁ δὲ μακάριος Σπυρίδων ηγνόησε παντελῶς τὴν ὑπόθεσιν· ὡς δὲ πολὺς ἦν ἐπικείμενος αὐτῷ ὁ ἄνθρωπος, πολλὰ ἄνω καὶ κάτω τὸν οἶκον διερευνήσας ὁ γέρων, καὶ μὴ εὑρὼν, ἠνιᾶτο σφόδρα, καὶ πρὸς τὸν ἄνδρα ἔλεγεν, μήτε εἰδέναι, μήτε εἶναί τι, ἐν τῷ οἴκῳ. Ὁ δὲ ἔμπορος έκδοῶν, δάκρυσί τε συνεχόμενος, καὶ ὁλοφυρόμενος ᾔτει τὴν παρακαταθήκην, λέγων αὐτὸν διαχειρίσασθαι τῆς ἀπωλείας χάριν, εἰ μὴ λάβοι τὰ παρακατατεθέντα, φάσκων ἕνεκα γήρως αὐτῷ ταύτην τὴν πα ραμυθίαν πεφυλάχθαι, παρ' αὐτῇ τῇ παρθένῳ παρα θέμενος. Αναγκάζεται τοίνυν ὁ γέρων ὁ ἅγιος ἐκεῖ νος ἐπὶ τὸ μνῆμα τῆς θυγατρὸς ἅμα τῷ ἐμπόρῳ ὁρμῆσαι πρὸς πεῦσιν τοῦ πράγματος· ὁ δ' ἐλθὼν και λεῖ τὴν θυγατέρα ἐξ ὀνόματος, καί φησι πρὸς αὐτ τήν· Τέκνον μου Εἰρήνη. Η δὲ ἀποκριθεῖσα ἀπὸ τοῦ τάφου, λέγει πρὸς αὐτόν· Τί θέλεις, ὦ πάτερ; Ο δὲ γέρων πρὸς αὐτήν· Ποῦ ἀπέθου τὴν τοῦδε τοῦ ἀνθρώπου παραθήκην, ὦ θύγατερ; Κακείνη πρό; αὐτὸν ἔφη· Ἐν τῷδε κεῖται τῷ τόπῳ, πάτερ σαφῶς τὸν τόπον ἐπισημάνασα τῷ πατρί. Ὁ δὲ πρὸς αὐτήν Πορεύου ἐν εἰρήνῃ, τέκνον μου Εἰρήνη. Ο οὖν γέν ρων ἐπιστρέψας οἴκοι, καὶ εὑρὼν οὗπερ εἶπεν ἡ παρθένος κεῖσθαι τὴν παραθήκην, ἀπέδωκε τῷ ἀν δρί. Πολλὰ δὲ καὶ ἄλλα τοῦ ἀνδρὸς ᾄδονται θαύματα, καὶ παραδοξοποιίαι πολλαὶ, αἳ καὶ μέχρι δεῦρο προς τῶν ἐγχωρίων δείκνυνται τοῖς ἐφισταμένοις προς πληροφορίαν τῆς ἀληθοῦς ἡμῶν εἰς Χριστὸν πίστεως. Τοιούτοις τοιγαρούν μέχρι τῶν καιρῶν ἐκείνων ἁγίοις ἀνδράσιν ἡ Ἐκκλησία διέπρεπεν, ἐξ ὧν πολλοί παρῆσαν κατὰ τὴν ἐν Νικαίᾳ σύνοδον. ᾿Αλλὰ μὴν καὶ ᾿Αθανάσιος, περὶ οὗ καὶ πρώην ειρήκαμεν, τη νικάδε διάκονος ὤν, οὐκ ἄμοιρος τοῦ τῶν ἁγίων ἐκε! νων χοροῦ εἶναι ὑπὸ πάντων ὡμολογεῖτο· συνῆν δὲ τῷ ᾿Αλεξάνδρῳ τῷ τῆς ᾿Αλεξανδρέων Εκκλησίας ἐπισκόπῳ, βοηθὸς ἄριστος ὑπάρχων αὐτῷ. Ανεπίσ νουν [ισ. ᾿Ανεκοίνουν] γοῦν ὁσημέραι οἱ ἡμέτερα ἅγιοι ἐπίσκοποι, ἐπὶ πλεῖστον ὅσον χρόνον, πάμ πολλα περὶ τῆς πίστεως, οιόμενοι δεῖν μηδὲν εὐχερε; ἢ τολμηρὸν περὶ τηλικαύτης ζητήσεως διαπράτει σθαι. Συχνώς τε τὸν ᾿Αρειον μετεπέμποντο, καὶ πυκνῇ ἀνακρίσει τὰς προτάσεις αὐτοῦ ἀναπτύσσοντες διέλυον· πλείστη τε ὅση σπουδὴ καὶ φροντὶς ἐν αὐτοῖς, πῶς ἐχρῆν πρὸς τὴν ἀνατροπὴν τῶν ἀθέσμων αὐτοῦ δογμάτων ψηφίσασθαι καὶ ἀνθορίσασθαι, Μετὰ πολλῆς οὖν τῆς σκέψεως, καὶ τῆς πρὸς τὸν Θεὸν ἱκεσίας, ταῦτα διελάμβανον. Διὸ καὶ σφόδρα σοφῶς, καὶ λίαν ἁρμοδίως, τοὺς κατὰ τῶν ἀθεμίτων
col. 1249–1250page 36 of 90
PG 85:1249δογμάτων 'Αρείου, καὶ τῶν σὺν αὐτῷ, ἐλέγχους ἀντ έθηκαν, πρόῤῥιζον ανασπάσαντες τὰς κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ μιαρὰς αὐτῶν βλασφημίας, καὶ ἐξαφανίσαντες. Καὶ τῷ μὲν οὐκ ἐκ τοῦ Θεοῦ λέγειν ἐκείνους τὸν Υἱὸν αὐτοῦ, ἀντέθηκαν οἱ ἡμέτεροι, τὸν Θεὸν ἐκ Θεοῦ. Καὶ τὸ, μὴ ἀληθινὸν Θεὸν κατ' ἐκείνους, ἐγράψαντο οἱ ἡμέτεροι, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ. Καὶ τὸ κτίσμα αὐτὸν λέγειν ἐκείνους, ἀνθε ωρίσαντο οἱ ἡμέτεροι, γεννηθέντα, οὐ ποιηθέντα. Καὶ τῷ ἑτερουσίῳ ὑπ' ἐκείνων προβαλλομένῳ ἀντ-, έθηκαν οἱ ἡμέτεροι ἐπίσκοποι τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, τοῦτ' ἔστι γεννηθέντα ἐκ τῆς οὐσίας τοῦ Πατρός· κτίστην τε αὐτὸν καὶ δημιουργὸν ὁρατῶν τε καὶ ἀοράτων ἐκήρυξαν, κατὰ τὴν ἀνέκαθεν παραδοθεῖσαν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἀποστολικὴν πίστιν, Γραφικαῖς μαρτυρίαις τὰς ἀποδείξεις ἐκδώσαντες, καθώς προϊὼν ὁ λόγος ἀποδείξεις. Ταύτῃ τῇ ἀντι δήτῳ τὰ θανάσιμα φάρμακα ανατρέψαντες, τρανωτέραν ἐντεῦθεν ἤδη λοιπὸν τὴν ἀποστολικὴν συμφώνως ἐγγράφονται πίστιν. ΚΕΦΑΛ. ΙΒ'. Περὶ τοῦ δεῖν τρεῖς ὑποστάσεις νοεῖν καὶ πι στεύειν ἀχωρίστως ἐπὶ τῆς ἀῤῥήτου τοῦ Πα τρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος μιᾶς θεότητος. Ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενική σύνοδος τῶν ἐν Νικαίᾳ συναχθέντων ἁγίων Πατέρων ἡμῶν διὰ τοῦ μακαρίου καὶ ἁγίου ἐπισκόπου Οσίου πόλεως Κουρδούδης τῆς τῶν Σπάνων ἐπαρχίας, επέχοντος καὶ τὸν τόπον τοῦ τῆς Ῥωμαίων ἐπισκόπου σὺν τοῖς ἐκ τοῦ αὐτοῦ θρόνου προαναφωνηθεῖσι πρεσβυτέροις, ἑρμηνεύοντος αὐτὸν ἑτέρου, εἶπεν· Ἡ θεότης οὐχ ἐν πρόσωπόν ἐστι, κατὰ τὴν τῶν Ἰουδαίων ὑπόληψιν, ἀλλὰ τρία πρόσωπα καθ' ὑπόστασιν ἀληθινὴν, οὐκ ὀνόματι ψιλῷ· καὶ τοῦτο μαρτυρίαις πολλαῖς ἀπό τε Παλαιᾶς καὶ Νέας Διαθήκης κηρύττεται. Η μὲν Πα λαιὰ κατὰ τὸν σωματικώτερον ἔτι τρόπον διαλεγομένη, λόγον ὡς λαλούμενον παρέστησεν. Ἡ δὲ Καινὴ τὸν λόγον Θεὶν ἀπέδειξε, κατὰ τό· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Καὶ πρόσωπον τέλειον ἐκ τελείου· Θεὸς γὰρ, οὐ μέρος ὁ Υἱός, ἀλλὰ τέλειος ὥσπερ ὁ Πατήρ, τῆς αὐτῆς οὐσίας ὢν, ἧς καὶ ὁ γεννήσας αὐτὸν ἀφράστως Πατήρ. Συνυπάρχει δὲ ὡσαύτως τῷ Πα τρὶ καὶ τῷ Υἱῷ καὶ τὸ ἅγιον Πνεῦμα, τῆς αὐτῆς οὐσίας καὶ τοῦ αὐτοῦ χρήματος δν. Ούπερ ὁ Πατήρ καὶ ὁ Υἱὸς μίαν τοίνυν βουλήν, μίαν βασιλείαν, μίαν αὐθεντίαν, μίαν δεσποτείαν ἐπὶ πάντων τῶν κτιστῶν φύσεων δρωμένων τε, καὶ νοουμένων, μίαν θεότητα καὶ τὴν αὐτὴν οὐσίαν ὁμολογητέον πρὸς ἡμῶν, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Οὐ σύγχυσιν ἢ διαίρεσιν τῶν τῆς ἀῤῥήτου ἐκείνης καὶ μακαρίας Τριάδος ὑποστάσεων, κηρυττόντων ἡμῶν, ἀλλὰ Πατέρα ἀεὶ ἀληθῶς Πατέρα ἀληθινοῦ Υἱοῦ ἀεὶ ὄντα καὶ ὑφεστῶτα· καὶ Υἱὸν ἀληθῶς Υϊόν ἀληθινοῦ Πατρὸς ἀεὶ ὄντα καὶ ὑφεστῶτα, καὶ Πνεῦμα ἅγιον ἀληθῶς Πνεῦμα ἅγιον, ἀεὶ ἦν καὶ ὑφεστός ο Τριάδα ἀχώριστον, ἄῤῥητον, καὶ ἀληθῶς ἀπερινόητον καὶ ἀνέκφραστον, μίαν θεότητα, καὶ τὴν αὐτὴν ούτ σίαν ταύτης εἶναι πιστεύοντες. Καὶ ταύτην ὁμολο Η
col. 1251–1252page 37 of 90
PG 85:1251γοῦμεν, κατὰ τὴν ἀνέκαθεν παρὰ τοῦ Κυρίου, διὰ τῶν ἱερῶν αὐτοῦ ἀποστόλων, καὶ τῶν τὴν ἐκείνων ἁγίαν πίστιν φυλαξάντων ασπίλως, ἀρχαίων ἁγίων ἡμῶν Πατέρων, παραδοθεῖσαν ἡμῖν τῆς αὐτῆς πίσ στεως ἀληθῆ δογμάτων ἀκρίβειαν, ἑτοίμως ἐχόντων ἡμῶν, σὺν εὐδοκίᾳ τοῦ ἁγίου Πνεύματος, διὰ πλείο στων ὅσων μαρτυριῶν τῶν ἐκ τῶν θείων Γραφών δεῖξαι, ταῦτα οὕτως ἔχειν. Τούτων παρ' αὐτῶν, μᾶλλον δὲ δι' αὐτῶν ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐκφωνουμένων οἱ τῆς ἀσεβείας ᾿Αρείου ἀντιποιούμενοι ἦσαν δὲ ὑπὲρ Εὐσέβιον τὸν Νικομηδείας, καὶ Θέογνιν τὸν τῆς Νικαίας, οὓς ἔμπροσθεν ἤδη ἐδηλώσαμεν ἀπέβλεπον δὲ ὁμοίως εἰς τοὺς μισθωτούς ᾿Αρείου φιλοσόφους τινὰς λογίους ὑπεράγαν, οὓς συνηγόρους τῆς οἰκείας μοχθηρίας μισθωσάμενος "Αρειος, σύν αὐτοῖς ἧκεν εἰς τὴν ἁγίαν ἐκείνην καὶ οἰκουμενικὴν σύνοδον. Παρῆσαν γὰρ πλεῖστοι ὅσοι φιλόσοφοι, εἰς οὓς ἠλπικότες, ὡς ἀρτίως ειρήκαμεν, οἱ τῆς ἀληθείας πολέμιοι, εἰκότως ἑάλωνται καὶ μετὰ τοῦ τῆς βλα σφημίας αὐτῶν διδασκάλου. Πληρουμένης ἐπ' αὐτῷ καὶ αὐτῶν [αὐτοῖς] τῆς ἱερᾶς Γραφῆς λεγούση;" Επικατάρατος πᾶς ἄνθρωπος, ὃς ἔχει τὴν ἐλπίδα αὐτοῦ ἐπ' ἄνθρωπον, καὶ ἀπὸ Κυρίου ἀπέστη ἡ καρ δία αὐτοῦ.» Απέστη γὰρ ὄντως ἀπὸ τοῦ Κυρίου ἡ βλάσφημος καρδία τοῦ θεομάχου Αρείου, καὶ τῶν κοινωνῶν τῆς ἀσεβείας αὐτοῦ, κτίσμα καὶ ποίημα τολμησάντων λέγειν τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν πάντων στῶν φύσεων. κτίστην καὶ δημιουργόν, ἀοράτων καὶ ὁρατῶν κτι ΚΕΦΑΛ. ΙΓ'. *Οπου ἀπὸ τῶν φιλοσόφων Αρείου, κατὰ τῆς ἁγίας ἐκείνης τῶν ἀποστολικῶν τοῦ Θεοῦ ἱερέων συνόδου, πλεῖστα ὅσα ἀποφθέγγεται. Εἷς δέ τις τῶν μισθωτῶν ᾿Αρείου φιλόσοφος, λίαν παρὰ πάντας τοὺς ἄλλους θαυμαζόμενος, πολλὰ καὶ πάμπολλα ὑπὲρ 'Αρείου πρὸς τοὺς ἐπισκόπους τοὺς ἡμετέρους διετείνετο ἐπὶ πλείστας ὅσας ἡμέρας, ώστε γίνεσθαι ἐφ' ἑκάστης ἐκ τῆς διὰ τῶν λόγων συμβολής μεγάλην ἀκρόασιν τοῦ πλήθους τῶν συνερχομένων. Επισυγχέοντος τοῦδε φιλοσόφου κατὰ τῶν παρὰ τῆς ἁγίας συνόδου λεγομένων, τὰς ἀσεβεῖς Αρείου βλασφημίας προβαλλομένου, λέγοντος περὶ τοῦ Θεοῦ τλ, Ην ποτε ὅτε οὐκ ἦν· καὶ ὅτι κτίσμα καὶ ποίημα ἐξ οὐκ ὄντων, καὶ ἐξ ἑτέρας οὐσίας καὶ ὑποστάσεώς ἐστι. Καὶ ὑπὲρ τούτων τῶν μικρῶν δογμάτων Αρείου πολὺς ἦν αὐτῷ ὁ ἀγὼν, καὶ αἱ τῶν λόγων νιφάδες. Λυττῶντος αὐτοῦ κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ κατα τρέχοντος τοῦ τῶν ἁγίων ἱερέων ἐκείνων χορού, λαο λοῦντος ἐν αὐτῷ, καὶ δι' αὐτοῦ τοῦ τῆς τῶν ἀνθρώπων σωτηρίας ἐχθροῦ· οἱ δὲ τῆς ἀληθείας ὑπέρμαχοι, οἱ ἡμέτεροι ἐπίσκοποι, τὰς ὀφειλομένας καὶ πρεπούσας ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἀντι θέσεις αταράχως τῷ φιλοσόφῳ προσέφερον· τὸν μέγαν προφήτην ὁμοῦ καὶ βασιλέα Δαυΐδ μιμούμενοι, λέγοντα·. Ητοιμάσθην, καὶ οὐκ ἐταράχθην.» Πάσας γὰρ τὰς τοῦ φιλοσόφου πολυπλόκους προτάσεις, ὡς πυρὶ, τῷ θείῳ λόγῳ, στυππείου δίκην, κατά ανήλισκον. Ἀλλὰ καὶ οὗτος ὁ φιλόσοφος τῇ τῶν λόγων διαβολικῇ εὐτεχνίᾳ θαῤῥῶν, τὴν διὰ τῶν ἐπι
col. 1253–1254page 38 of 90
PG 85:1253σκόπων ἀλήθειαν κηρυττομένην ἀντιτοξεύειν ἐν ίστατο· εὖ μάλα ῥᾶσα πᾶσι τοῖς ἐπαγομένοις αὐτῷ, ὡς μετο, προσφερόμενος, ἐπιλύειν τε ἐβιάζετο τὰ κινούμενα δίκην ἐγχέλυος· ἐν οἷς γὰρ ἐδόκει ἑαυτῷ συνίστασθαι, διολισθαίνων τῶν ἐπικρατεστέρων αὐτῷ προσφερομένων νοημάτων. ᾿Αλλὰ καὶ οὕτως κορυβαντιῶν ἀλαζονικῶς κατὰ τῆς εἰρηνικωτάτης συνόδου εφέρετο, ἐλπίζων νικᾶν τοῦ ἐν αὐτοῖς ἀκτί στου Πνεύματος Χριστοῦ τὴν ἀκαταμάχητον δύνα μιν, ἐκ τῶν οἰκείων ῥημάτων αλισκόμενος συγκατ ἐπιπτεν· ἵνα δείξῃ ὁ Θεὸς ὁ δρασσόμενος τοὺς σου φοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, ὅτι οὐκ ἐν λόγῳ ἡ βασιλεία αὐτοῦ, ἀλλ' ἐν δυνάμει συνίσταται, δι᾿ ἑνὸς τῶν ἐκεῖσε δούλων αὐτοῦ τὸν ἐν τῷ φιλοσόφῳ λα λοῦντα πονηρὸν δαίμονα ἰσχυρῶς κατεσίγησεν, οὐ μόνον, ἀλλὰ καὶ ἐξέβαλον. Ανήρ γάρ τις ἐκ τῶν παρόντων τῇ συνόδῳ ἁγίων ὁμολογητῶν, ἁπλοῦς τὴν φύσιν, εἴπερ τις ἄλλος τῶν ἁγίων, καὶ μηδὲν ἕτερον εἰδὼς εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένων σαρκί, κατὰ τὰς Γραφάς, συνὼν τοῖς ἐπισκόποις, καὶ ὁρῶν τὸν φιλόσοφον κατεπαιρόμενον τῶν ἡμετέρων ἁγίων ἐπισκόπων, καὶ τῇ μοχθηρᾷ αὐτοῦ συζητήσει καταλαζονευόμενον, αἰτεῖ παρὰ τῶν ἐπισκόπων τῶν τοῦ Θεοῦ ἱερέων χώραν αὐτῷ συνομιλίας παρ' αὐτῶν πρὸς τὸν φιλόσοφον δοθῆναι. Τότε οἱ καθ' ἡμᾶς ἅγιοι ἐπίσκοποι θεωροῦντες τοῦ ἀνδρὸς τὴν ἁπλότητα, καὶ τὸ ἄπειρον αὐτὸν εἶναι γραμμάτων, ἔπειθον μὴ δοῦναι ἑαυτὸν εἰς τὸ μέσον, μήποτε παρὰ τοῖς μου χθηροῖς, καὶ τῆς ἀληθείας ἐχθροῖς, γέλως γένηται. Ο δὲ μὴ ἀνασχόμενος πρόσεισι τῷ φιλοσόφῳ, και φησι πρὸς αὐτόν· Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἀεὶ σὺν τῷ Πατρὶ ὄντος Θεοῦ Λόγου, ἄκουσον τὰ τῆς ἀληθείας δόγματα, ὦ φιλόσοφε. Ὁ δὲ πρὸς αὐτόν Ἐὰν εἶποις. Καὶ ὁ ἅγιος πρὸς αὐτόν· Εἷς ἐστιν ὁ Θεὸς, φησίν, ὁ τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ τὰ ἐν αὐτοῖς πάντα δημιουργήσας, ὁ καὶ τὸν ἄνθρωπον ἐκ γῆς διαπλάσας, ὑποστήσατό τε τὰ πάντα τῷ λόγῳ αὐτοῦ, καὶ τῷ ἁγίῳ Πνεύματι. Τοῦ τον τὸν Λόγον, ὦ φιλόσοφε, Θεοῦ Υἱὸν ἡμεῖς εἰδότες προσκυνοῦμεν, πιστεύοντες διὰ τὴν ἡμετέραν ἀπο λύτρωσιν ἐκ Παρθένου αὐτὸν σεσαρκῶσθαι, καὶ τε τέχθαι καὶ ἐνηνθρωπηκέναι, καὶ διὰ τοῦ τῆς σαρκὸς αὐτοῦ πάθους τοῦ ἐν τῷ σταυρῷ καὶ τοῦ θανάτου ἠλευθερωκέναι αὐτὸν ἡμᾶς ἐκ τῆς αἰωνίου κατακρίσεως διά τε τῆς ἀναστάσεως αὐτοῦ ζωὴν ἡμῖν αὐο τὸν αἰώνιον περιποιεῖσθαι· ὃν καὶ εἰς οὐρανούς ἀνελθόντα ἐλπίζομεν πάλιν ἐλεύσεσθαι, κριτήν τε ἔπεσθαι περὶ πάντων ὧν διεπραξάμεθα. Πιστεύεις τούτοις, ὦ φιλόσοφε; Ο δὲ φιλόσοφος, ὡς ἂν μηδε πώποτε πεῖραν λόγων εἰς ἀντίθεσιν ἐσχηκώς, ἀπὸ ηνεώθη, καὶ ὡς κωφὸς ἢ ἄλαλος, οὕτως ἀπεσιώπησε τοῦτο μόνον οἰκτρᾷ λίαν τῇ φωνῇ πρὸς αὐτὸν εἰρη χώς, ὅτι Καμοὶ ταῦτα οὕτως ἔχειν δοκεῖ, μηδὲν ἔτε ρον εἶναι, ἢ πάντα καθώς προείρηκας. Ο δὲ γέρων πρὸς αὐτὸν ἔφη· Εἰ ταῦτα οὕτως ἔχειν πιστεύεις, ὦ φιλόσοφε, ἀναστὰς ἀκολούθει μοι, καὶ ἐπὶ τὴν ἐκκλησίαν σπουδάσωμεν, ἐν ᾗ λήψῃ τὸ σημεῖον ταύ
col. 1255–1256page 39 of 90
PG 85:1255της τῆς πίστεως. Ὁ δὲ φιλόσοφος μεταβαλὼν ὅλον ἑαυτὸν πρὸς τὴν ἀληθῆ εἰς τὸν τῶν ὅλων Θεὸν εὐσέ δειαν, ἀναστὰς ἠκολούθει τῷ γέροντι, καὶ ἐπιστραφεὶς λέγει τοῖς μαθηταῖς αὐτοῦ, καὶ πᾶσι τοῖς συν ελθοῦσιν εἰς τὴν ἀκρόασιν. Ακούσατε, φησίν, ὦ ἄνδρες, ἕως ὅτε λόγων εποιούμην σπουδήν, λόγους ἀντετίθουν, καὶ τὰ προσφερόμενα τέχνῃ τοῦ λέγειν ἀνέτρεπον· ὅτε δὲ ἀντὶ λόγων δύναμίς τις θεία ἐκ στόματος τοῦ ζητοῦντος προελήλυθεν, οὐκ ἴσχυο σαν οἱ λόγοι λοιπὸν τῇ δυνάμει ἀντιτάξεσθαι· οὔτε γὰρ ἄνθρωπος Θεῷ οἷός τέ ἐστιν ἀντιστήσεσθαι. Διά τοι τοῦτο εἴ τις ὑμῶν δύναται συνιέναι, ὡς ἐγὼ νενόμικα, πιστεύσει εἰς Χριστὸν, καὶ ἀκολουθησάτω τούτῳ τῷ γέροντι, ἐν ᾧ ἐλάλησεν ὁ Θεός. Τοῦτον τὸν τρόπον ἀναλαβὼν ὁ φιλόσοφος, φωτισθείς, καὶ γενόμενος Χριστιανός, έχαιρεν ἡττηθεὶς ὑπὸ τοῦ γέροντος· τούτου δὲ τοῦ φιλοσόφου βαπτισθέντος, καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ συναφθέντος, καὶ δια αναπαυομένου καὶ ἀγαλλιῶντος ἐπὶ τοῖς μεγαλείοις τοῦ Θεοῦ, ἡ σύνοδος ἔχαιρεν. ΚΕΦΑΛ. ΙΔ'. Αντίῤῥησις ἑτέρου φιλοσόφου τοὔνομα Φαίδωνος, ποιουμένου καὶ αὐτοῦ τοὺς λόγους ὑπὲρ τοῦ θεομάχου Αρείου, καὶ τῆς ἐφευρεθείσης υπ' αὐτοῦ βλασφημίας. Πρότασις τοῦ φιλοσόφου πρὸς τὴν ἁγίαν σύνο οδον εἰς τό· ι Ποιήσωμεν ἄνθρωπον. «Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εικόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν.» Εἰ οὖν ὡς ἡ φωνὴ δηλοῖ ἡ καὶ ὁ νοῦς ἐξαπαχθείς, ἀνθρωπόμορφον ἄν τις λέξει τὸν Θεόν. Τὸν δὲ Θεὸν ἴσμεν ἁπλοῦν καὶ ἀσχημάτιστον. Τί οὖν βούλονται αἱ σημασίαι τῶν προσηγοριῶν τούτων; φατέ, μὴ ἄρα ἀνθρωπόμορφον τὸ θεῖον; Απόκρισις τῶν ἁγίων Πατέρων διὰ Εὐσταθίου ἐπισκόπου Αντιοχείας. Οὐχ οὕτως, ὦ φιλόσοφε, ἀλλ᾽ ἢ τὸ εἰπεῖν τὸν Θεόν Αρχέτωσαν πάσης τῆς γῆς· καὶ τὸ, κατακυριευσάτωσαν αὐτῆς, καὶ πάντων τῶν ἐν αὐτῇ, ν τοῦτο τὸ κύριόν ἐστι, τοῦ ποιῆσαι τὸν ἄνθρωπον κατ' εἰκόνα Θεοῦ, καὶ ἄρχειν αὐτὸν πάσης τῆς γῆς. Ἐπείπερ, ὡς ἄρχει ὁ Θεὸς ἁπάσης τῆς γῆς, καὶ τῶν ἐν αὐτῇ πάντων, οὕτω καὶ τὸν ἄνθρωπον δεύτερον άρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ κατέστησε. Τούτο εἶναι τὸ, κατ' εἰκόνα Θεοῦ καὶ καθ᾽ ὁμοίωσιν γενέ σθαι τὸν ἄνθρωπον φημί. ΚΕΦΑΛ. ΙΕ΄. "Ετι ἀνταπόκρισις τῶν ἁγίων Πατέρων διὰ τοῦ αὐτοῦ ἐπισκόπου Ευσταθίου. Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν.» ᾿Αλλὰ πρὸς τίνα ἔφη, ζητήσωμεν, φιλόσοφε. Ἐν τῷ γὰρ εἰπεῖν Καὶ εἶπεν ὁ Θεὸς, ποιήσωμεν ἄνθρωπον, ο ἐπὶ ήγαγε λέγων· «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἄρσεν καὶ θῆλν ἐποίησεν αὐτούς.» Η οὖν τοῦ Ποιήσωμεν σημασία τὸ εἶναι πρόσωπον συνδημιουργὸν σημαίνει, καὶ συνισοπροσήγορον εἰσάγει. Ὡς γὰρ Θεὸς ὁ Πατήρ ο ἐστιν, ὁ εἰπὼν, ο Ποιήσωμεν ἄνθρωπον· ο ούτως
col. 1257–1258page 40 of 90
PG 85:1257ὁ Θεός ἐστι καὶ πρὸς ἐν τὸ Ποιήσωμεν είμηκε, μιᾶς οὔσης τῆς τῶν ἀμφοτέρων προσώπων θεό τητος, τοῦ τε εἰπόντος, ο Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, ο καὶ τοῦ ποιήσαντος τὸν ἄνθρωπον. Τὸ γὰρ Ποιήσω μεν, τὸ πανάγαθον καὶ ἀπαράλλακτον τῆς τοῦ Πατ τρὸς καὶ Υἱοῦ θεότητος παρίστησιν ἡ φωνή. Η γὰρ τοῦ Θεοῦ εἰκὼν ἁπλῆ καὶ ἀσύνθετός ἐστι, πῦρ οὖσα τῇ φύσει. Απόκρισις σύμφωνος τῶν ἁγίων Πατέρων. Φῶς ἀπρόσιτον καὶ ἄστεκτός ἐστι φύσις, ἡ τῆς ἁγίας Τριάδος οὐσία. Αὕτη ἐστὶν ἡ διάνοια τοῦ, Ποιήσωμεν. ΚΕΦΑΛ. 14'. Αντίρρησις τοῦ φιλοσόφου ὑπὲρ ᾿Αρείου. Πάλιν ἐρῶ τὸ τὸν Θεὸν ἁπλοῦν εἶναι, καὶ ἀσχημάτιστον, καὶ ἀσύνθετον. Πῶς οὖν ἄρα νοητέον, τό, Κατ' εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν;» καὶ τὸ μὴ προϋπάρχειν τὸν εἰπόντα τοῦ πρὸς ὅν ἔλεγε, Ποιήσωμεν ἄνθρωπον· καὶ τὰ ἑξῆς; Φατὲ ἡμῖν σαφῆ τὴν περὶ τούτων ἀπόδειξιν, εἰ δύνασθε. Οἱ ἅγιοι ἐπίσκοποι διὰ Ὁσίου ἐπισκόπου πόλεως Κουρδούδης, ερμηνεύοντος αὐτὸν ἑτέρου, εἶ που Εἰ προϋπῆρχεν, ὡς σὺ φής, τοῦ Υἱοῦ ὁ Πατήρ, καὶ μεταγενέστερος ὁ Υἱὸς μετὰ χρόνους τινὰς κτισθεὶς ὑπὸ τοῦ Θεοῦ, καὶ εἰς Υἱὸν αὐτοῦ μετὰ ταῦτα ὑπ' αὐτοῦ τοῦ Πατρὸς ἀναγορευθεὶς, καθά φατε ἀσεβῶς βλασφημοῦντες, εἰς ποίησιν " τῶν κτιστῶν φύσεων προκεκτίσθαι αὐτὸν ὑπ' αὐτ τοῦ· εἶπεν ἂν, κατὰ τὴν ὑμετέραν ἀσέβειαν, ὁ ἄκτιστος Θεὸς πρὸς τὸν κτιστὸν Υἱὸν καθ᾽ ὑμᾶς Ποίησόν μοι ἄνθρωπον κατ' εἰκόνα ἐμὴν καὶ ὁμοίωσιν. Αλλ' ἐπείπερ ἀεὶ Πατὴρ ὁ Θεὸς, ὡς προαπεδείξαμεν, καὶ ἀεὶ συνυπάρχει τῷ Πατρὶ ὁ Υἱός, οὐ μεταγενέστερος χρόνοις, οὐκ ἐλάσσων δυνάμει, οὐ περιγραπτός τόπῳ, ἀλλ' ἀεὶ καὶ ὡσαύτως ἀϊδίως συνυπάρχων τῷ Πατρί, γεγενημένος ἐξ αὐτοῦ ἀπο ρινοήτως καὶ ἀνεκφράστως, καθὰ προειρήκαμεν, Θεὸς ἀληθινὸς ὢν ἀεὶ, ἐκ τοῦ ἀεὶ ὄντος ἀληθινοῦ Θεοῦ καὶ Πατρὸς, συνάναρχος τῷ Πατρὶ, συναΐδιος τῷ Πατρί, συμβασιλεύων ἀεὶ τῷ Πατρὶ, ὁμοούσιος τῷ Πατρὶ, ἰσοδύναμος τῷ Πατρὶ, συνδημιουργὸς τῷ Πατρί. Εἰ γὰρ διὰ τοῦ Υἱοῦ γεγενῆσθαι λέγει ἡ θεία τῶν Εὐαγγελίων φωνή, καὶ ὅτι χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἐν 8 γέγονεν, ἀλλ' ὅμως οὐ δίχα τοῦ Πατρὸς ἐδημιούργησεν. Αλλ' ἐπε! περ μία θεότης, καὶ βουλὴ μία τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, αχωρίστως ἀεὶ ὄντος τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν, καὶ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα· νοητέον οὖν, ὦ φιλόσοφε, ὅτι ἐν κατὰ τὴν τῆς θεότητος οὐσίαν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καθὰ καὶ ἐν Εὐαγγελίοις ὁ αὐτὸς Υἱὸς βου· Ἐγὼ καὶ ὁ Πατὴρ ἐν ἐσμεν.» Πρὸς ὃν ἔλεγε· ι Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.»
col. 1259–1260page 41 of 90
PG 85:1259Αντίρρησις τοῦ φιλοσόφου. Καὶ ἤδη ἐν ταῖς προτέραις επερωτήσεσιν ἔφαμεν, μὴ εἶναι τὸν Θεὸν ἀνθρωπόμορφον· τίνα οὖν ἔχει τὴν σημασίαν ἡ ῥῆσις αὕτη, τὸ ο Κατ' εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν;» φατὲ ἡμῖν. Οὐ γὰρ μικρόν ἡμῖν ἡ λέξις παρέχει ἀγῶνα· τέως τοῦτο λεκτέον. Απόκρισις τῆς ἁγίας συνόδου διὰ τοῦ αὐτοῦ ἐπισκόπου Οσίου πόλεως Κουρδούσης. Τὸ ι κατ' εἰκόνα, ο ὦ φιλόσοφε, νοητέον οὐ κατά τὴν σωμάτων σύνθεσιν, ἀλλὰ κατὰ νοερὸν ἐντετι πῶσθαι ὁ τῆς ἀληθείας παρίστησι λόγος. "Ακουε τοίνυν καὶ σύνες. Ἀγαθὸς ὢν ὁ Θεὸς τῇ φύσει, ἐνέ πηξε τῇ νοερᾷ τοῦ ἀνθρώπου οὐσίᾳ τὸ, ο κατ' εἰ κόνα αὐτοῦ καὶ ὁμοίωσιν, ο οἷον τὴν ἀγαθότητα, τὴν ἁπλότητα; τὴν ἁγιότητα, την καθαρότητα, την ἀφθονίαν, τὴν χρηστότητα, τὴν μακαριότητα, καὶ τὰ τούτοις ὅμοια· ἵνα ἅπερ ἐστὶν ὁ Θεὸς τῇ φύσει, ταῦτα κατὰ τὴν αὐτοῦ χάριν ἔχειν δυνηθῇ καὶ ὁ ὑπ' αὐτοῦ κτισθεὶς ἄνθρωπος, τοῦτ' ἔστι τὸ νοερὸν αὐτ τοῦ. Καὶ ὥσπερ οἱ τῶν ζωγράφων ἐπιστήμονε; γράφοντες ἐν σανίσι τὰς ὁμοιώσεις τῶν εἰκόνων, ἐκ διαφόρων καὶ οὐκ ἐξ ἑνὸς χρώματος τὰς εἰκόνας ἀπαραλείπτως γράφουσιν· οὕτω δέδωκεν ὁ θεὸς τῷ ἀνθρώπῳ τῷ ὑπ' αὐτοῦ κτισθέντι ἐν τῷ νοερῷ ταμείο τῆς ψυχῆς, τοῦτ' ἔστι τῷ νῷ, ἔχειν διὰ τῶν ἀρετῶν τὸ κατ' εἰκόνα αὐτοῦ καὶ ὁμοίωσιν· τῆς εἰκόνος ἀπο ραλείπτου εὑρισκομένης ἐν τῷ ἀνθρώπῳ διὰ τῶν προῤῥηθέντων θείων πραγμάτων, ὧν ἀνέθηκεν αὐτῷ ὁ Θεὸς, εἰπών·. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν.» ΚΕΦΑΛ. ΙΖ'. Αντίῤῥησις τοῦ φιλοσόφου. Υπερκείσθω μοι ταῦτα ἐπὶ τοῦ παρόντος καιροί Ἐκεῖνο δὲ μᾶλλον ἐπερωτητέον περὶ τοῦ, δι' οὗ ἐπαίτ σεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ πάντα τά τε δρώμενα, τά τε μὴ δρώμενα. Οὐ γάρ μοι δοκεῖ εὖ ἔχειν, ἅπερ εἰρήκατε, ὅτι ἐν κατὰ τὸ αὐτὸ ὁ Πατὴρ καὶ ὁ ΐ; ἀϊδίως ἅμα, καὶ ὅτι Θεὸς ἀεὶ συμπροϋπάρχων το Πατρὶ ὁ Υἱός. Ἐγὼ δὲ φαίην ὑπουργὸν ἐν τοῖς κα σμασι γεγενῆσθαι αὐτὸν ὑπὸ τοῦ Θεοῦ. Ἐδείτο γάρ ὁ Θεὸς ὑπουργοῦ εἰς τὴν τοῦ ἀνθρώπου καὶ τὸ κόσμου κατασκευήν. Διὸ μέλλων ὁ δημιουργὸς Θεὸ; κτίζειν τὰς κτιστὰς φύσεις, ὑπεστήσατο ἑαυτῷ ἐργαλεῖον, δι' οὗ κτίσει πάσας τὰς φύσεις. Ωσπες γὰρ ὁ τέκτων προϋφιστῇ ἐργαλεῖα εἰς τὴν τῶν ὑπ' αὐτοῦ μελλόντων γίνεσθαι κατασκευὴν, οὕτως ἐπὶ νοῆσαι καὶ ἐπὶ τοῦ Θεοῦ, ὅτι ὑποστήσας ἑαυτῷ ε ἐργαλεῖον τὸν Υἱόν, ἔκτισε δι' αὐτοῦ τὸν κόσμον. Τ. γὰρ ὑπὸ τοῦ ἀποστόλου ῥηθὲν, ὅτι «Πάντα δι' αὐτοῦ ἐγένετο, ο ὡς δι' ἐργαλείου ἐκτίσθησαν αἱ δι' αὐτο φύσεις. Καὶ τὸ κατ' εἰκόνα δὲ ἡμετέραν καὶ καθ' ὁμοίωσιν εἰπεῖν τὸν Θεὸν κτισθῆναι τὸν ἄνθρωποι, διὰ τοῦ ἐργαλείου, τοῦτ᾽ ἔστι διὰ τοῦ Υἱοῦ κατὰ τὴν ἑαυτοῦ εἰκόνα καὶ ὁμοίωσιν, εἶπεν ὁ Θεός.
col. 1261–1262page 42 of 90
PG 85:1261Ανταπόκρισις τῶν ἁγίων Πατέρων διὰ Λεοντιου ἐπισκόπου Καισαρείας Καππαδοκίας, καὶ Εὐψυχίου ἐπισκόπου Τυάννων. Εἰ οὖν, ὡς σὺ φής, ἐργαλεῖον ὁ Υἱὸς εἰς ποίησιν τῶν κτιστῶν φύσεων ὑπὸ τοῦ Πατρὸς ἐκτίσθη, ἐκ τῶν σεαυτοῦ καταπίπτεις λόγων, ὦ φιλόσοφε. Λέγει γὰρ ἡ τοῦ Εὐαγγελίου φωνή, ὡς καὶ αὐτὸς ἀρτίω; ἐμνήσθης.: Πάντα δι' αὐτοῦ ἐγένετο.» Καὶ ἐπά γει· ι Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν.» Εἰ οὖν πᾶν τὸ κτιστὸν δι' αὐτοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἓν 8 γέγονε, κτίσμα δὲ καὶ ὁ Υἱὸς, ὡς αὐτὸς φής· ἑαυτὸν ἔκτισεν ἄρα, καὶ οὐχ ὁ Πατήρ. Αντίῤῥησις τοῦ φιλοσόφου. *Απαξ εἶπον, ὅτι πάντα δι' ἐργαλείου, δι' αὐτοῦ ἐποίησεν ὁ Θεὸς, εἰς αὐτὸ τοῦτο ποιήσας αὐτὸν πά σης κτίσεω; [ἔσ. πρὸ πάσης], καὶ πρὸς ποίησιν τῶν κτιστῶν φύσεων ἐργαλεῖον εὐτρεπίσας αὐτόν. Ανταπόκρισις τῶν ἁγίων Πατέρων διὰ τῶν αὐτῶν ἐπισκόπων Λεοντίου καὶ Εὐψυχίου. Εἰπὲ, ὦ βέλτιστε, ποῦ σοί τις ἐργαλεῖα ἀνεβόησε τὸν Υἱὸν [ῖσ. καὶ τὸ] τοῦ Θεοῦ; τί καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα; παράσχου ἡμῖν τὰς μαρτυρίας τῶν ὑποθέσεων. Τίνος πνευματοφόρου έχεις τὰς ὑπογραφές ἐκδώσαντος ἐργαλεῖον τὸν Υἱὸν τοῦ Θεοῦ τὸν κτίστην, πάντων τῶν αἰώνων καὶ πασῶν στρατιῶν ἐπουρι νίων, καὶ πάντων ἐπιγείων; Επάκουσον τοίνυν, ὦ φιλόσοφε, τῶν μαρτυριῶν τῶν ἐκ τῶν θείων Γραφῶν, τῶν ἐκθησάντων Θεὸν ὡς ἀΐδιον τῷ Πατρὶ τὸν Υἱὸν αὐτοῦ, κτίστην τε καὶ δημιουργὸν πασῶν τῶν κτιστῶν φύσεων. Ἐν μὲν βίβλῳ κτίσεως ἔχεις Μωσήν τὸν προφήτην, ὃς συνδημιουργὸν τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν ἐξέδωκε, λέγων καθὰ προειρήκαμέν σοι, ὦ βέλτιστε· εἶπεν ὁ Θεός, ο Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν.» Πρόσωπον συνδημιουργὸν συγκαλεῖν πέφυκεν, ἀλλ᾽ οὐχὶ έργα λεῖα. Τὸ γὰρ εἰπεῖν· «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἀνθρώπου, κατ' εἰκόνα τοῦ Θεοῦ ἐποίησεν αὐτὸν, ἄῤῥεν καὶ θῆλυ ἐποίησεν αὐτούς· αὐθεντίαν προσώπου ση μαίνει. Ἐν τῷ γὰρ εἰπεῖν· ι Ποιήσωμεν ἀνθρώπου, ἡ ἀναιρεῖ τὴν τῶν ἐργαλείων ἐπίνοιαν. Τρα νωτέραν δέχου μαρτυρίαν αὐθεντικήν, εἰς μόνον τὸ πρόσωπον τοῦ Υἱοῦ ἐκτεθεῖσαν, δεικνῦσαν αὐτὸν δημιουργὸν πασῶν τῶν γενητῶν φύσεων, ὡς γέγραπη ται ἐν βίβλῳ Βαρούχ, ἐκ στόματος "Ιερεμίου προφή του λέγοντος. • Ο κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. Ὁ ἀποστέλλων τὸ φῶς, καὶ πορεύεται· ἐκάλεσεν αὐτὸς, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ. Οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ ηὐφράνθησαν. Ἐκάλεσεν αὐτοὺς, καὶ εἶπαν· Πάρεσμεν· ἔλαμψαν μετ' εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Εξεῦρε πᾶσαν ὁδὲν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἡγαπημένῳ ὑπ' αὐτοῦ. τό. ο
col. 1263–1264page 43 of 90
PG 85:1263".» Ει Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώπους συνανεστράφη.» Καὶ ὁ Ἡσαΐας λέγει τῷ Ἰσραήλ Καὶ νῦν οὐκ ἔγνως, ἢ μὴ ἤκουσας; Θεός αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς.» Τίς οὖν οὐ τος ὁ Θεὸς ὁ αἰώνιος, ὦ φιλόσοφε, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, ὁ καὶ περὶ γῆς ὀφθεὶς, καὶ τοῖς ἀνα θρώποις συναναστραφείς; τὸν Υἱὸν λέγεις συνανεστράφθαι τοῖς ἀνθρώποις, ἢ τὸν Πατέρα; Απόκρισις τοῦ φιλοσόφου. Ο Υιός φημι συνανεστράφθαι, καθώς είρηκαν απ θεῖαι Γραφαί, κἀγὼ πιστωθεὶς ἐξ αὐτῶν ἀποδέδε γμαι. Αλλ' ἔστι μοι ἔτι δυνατωτάτη καὶ ἀναντί ῥητος ἀντίθεσις περὶ αὐτοῦ, ὅτι πρὸ πάσης κτίσεω; ἔκτισεν αὐτὸν ὁ Θεὸς, ἵνα δι' αὐτοῦ τὰ πάντα κτίσῃ. Καὶ ταῦτα ἀποδείξω ἐν τοῖς ἔμπροσθεν τῶν ἀγώνων. Ο Απόκρισις τῶν ἁγίων Πατέρων διὰ τῶν αὐτῶν [οσιοτάτων ἐπισκόπων Λεοντίου καὶ Εὐνι χίου. Οὐχ οὕτως, ὦ φιλόσοφε, οὐκ ἔνεστι δεῖξαι σε ταῦτα ἅπερ ἔφης. Γένημα γάρ ἐστι τοῦ Θεοῦ, καὶ οὐ ποίη μα, καθάπερ διὰ πλειόνων ἀπεδείξαμεν. Καὶ τίς γάρ, ὦ φιλόσοφε, τῶν ἐν εὐσεβείᾳ καὶ ἀγχινοίᾳ πλου τούντων ἀνδρῶν οὐκ ἐκπλήττεται ἐπὶ ταῖς τοσαύταις αὐτοῦ ἐνεργείαις τῶν ὑπ' αὐτοῦ δημιουργηθεισῶν φύσεων, ὡς ὑπὸ Θεοῦ, τοῦτ' ἔστιν ὑπ᾽ αὐτοῦ και σθεισῶν; τῆς Γραφῆς βοώσης «Εποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον.» Και, Εἶδεν ὁ Θεὸς τὰ πάντα στι ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» Ἰωάννης δὲ ὁ εὐαγ γελιστής σαφεστέρως δείκνυσιν αὐτὸν ἀεὶ συνυπάρχοντα τῷ Πατρὶ, συναϊδιόν τε καὶ σανάναρχον τῷ Πατρί· «Ἐν ἀρχῇ γάρ, φησίν, ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, δ γέγονεν.» Ἰα σαφέστατα δέδεικται, ὦ φιλόσοφε, ὅτι πάσης γενητή; φύσεως δημιουργὸς ὁ Υἱός· εἰ οὖν Δημιουργὸς τῶν ὅλων κτισμάτων ἐστὶν, ὥσπερ οὖν καὶ ἔστιν, όρωμέν νων τε καὶ νοουμένων, δῆλον ὅτι Θεὸς ἀληθῶς φύσει, καὶ οὐκ ἐργαλεῖον, ὡς φής, οὔτε κτίσμα, ούτε ποίημα, οὔτε μεταγενέστερος τοῦ Πατρός. Τὸ γὰρ ἦν, τετράκις λεχθὲν ὑπὸ τοῦ εὐαγγελιστοῦ, τὸ προϋπάρχον οὐκ ἔχει. Ἵνα δὲ τελειοτάτως γνώσῃ ὅτι οὐχ ὑπεξούσιος, ἀλλ' αὐτεξούσιος, ὡς καὶ ὁ Πατήρ, δέχου και ἄλλην ἐναργεστάτην μαρτυρίαν. "Ακουε τοίνυν του θεσπεσίου Ησαΐου βοῶντος· «Καὶ θελήσουσι, φησίν, εἰ ἐγεννήθησαν πυρίκαυστοι.» Τοῖς Ἰουδαίοις προ αναφωνῶν· ε "Οτι παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστός σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστής, ἄρχων είν ρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος.» Ακους, φιλόσοφε, ἐξουσιαστὴν αὐτὸν προκηρυττόμενον, καὶ οὐχ ὑπεξούσιον, καθὼς ἡμεῖς φατε. Ἐν δὲ μιὰ τῶν αὐτοῦ εὐεργεσιῶν παρίστησιν ἑαυτὸν ὁ αὐτὸς μον γενὴς Υἱός τοῦ Θεοῦ αὐτεξούσιόν τε καὶ κτίστην του ἀνθρώπου ἐπὶ τῇ τοῦ ἐκ γεννητῆς τυφλοῦ ἀναπληρών
col. 1265–1266page 44 of 90
PG 85:1265σει, ὑπ' αὐτοῦ τοῦ Υἱοῦ τοῦ Θεού γεγενημένη. Απαύγασμα γάρ ἐστι τοῦ Πατρὸς συναΐδιον, καὶ χαρακτὴρ ἀπαράλλακτος τῆς ὅλης αὐτοῦ ὑποστάσεως, καθά φησι Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλο γῆς. Ιδού, φιλόσοφε, τοσοῦτοι αναρχον, ἐπείπερ καὶ συνάκτιστον τῷ Πατρὶ, κτίστην τε πασῶν τῶν κτι στῶν φύσεων, καθὰ πλειστάκις εἰρήκαμεν, τῶν τε ὁρωμένων, τῶν τε νοουμένων, τὸν Υἱὸν τοῦ Θεοῦ ἀπέδειξαν. Ποῦ δὲ καὶ οἱ μάρτυρες τῶν ἐργαλείων, φῆσον εἰ ἔχεις· τάχα οὖν καὶ εἰς ἐργαλεῖα πιστεύσας ἐβαπτίσθης, είπερ, ὡς φής, πιστὸς ὑπάρχεις τῷ Θεῷ. ΚΕΦΑΛ. ΙΗ'. Αντίρρησις τοῦ φιλοσόφου περὶ τοῦ· ο Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ἐκ τῶν παροιμιῶν Σολομῶντος. Ἐπεὶ, φησί, τοσοῦτον βιάζεσθε ὑμεῖς τὴν ἀλήθειαν, τί εἴποιμεν περὶ ταύτης τῆς φανερᾶς λέξεως, τῆς Κύριος έκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτ τοῦ.» Απόκρισις τῶν ἁγίων Πατέρων τῶν ἐπισκόπων διὰ Εὐσεβίου τοῦ Παμφίλου ἐπισκόπου Καισαρείας Παλαιτίνης. Τί πιθανῶς καὶ ῥᾳδίως, ὡς οἴει, τοὺς βυθούς δια τιτρώσκεις; μὴ σαυτῷ, ὦ φιλόσοφε, ἀφορμὰς ἀνάν ὅρους επισώρευε· ὅρα μή πως δυσεπιβάτοις κρημνοῖς ἀπαραφυλάκτως ἐπιβὰς κρημνισθῇς. Ἀλλ᾽ εἰς τὸ, Κύριος έκτισέ με,» νῦν φήσομεν 8 οἱ πρὸ ἡμῶν ἐξέδωκαν περὶ τῆς λέξεως ταύτης, τῆς, ὅτι ο Κύριος Εκτισέ με, ο πολλὰ μὲν καὶ ἄλλα, καὶ εἰς τὴν κατὰ ( σάρκα δὲ οίκονομίαν τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ὅπως διείληφαν, πάντως ἴστε τὰς ἐκδόσεις. Ἡμεῖς δὲ καὶ ἐπ' ἄλλαις ἱστορίαις τὴν ἔκδοσιν νῦν ποιησόμεθα, τοῦ Κυρίου Ἰησοῦ Χρι στοῦ συνεργοῦντος. Καὶ εἰ θέλεις, φιλόσοφε, αὐτὴν ὅλην τὴν λέξιν προτείνομεν μετὰ καὶ τῆς ἀρχῆς αὐτ τῆς. Λέγει γὰρ ἡ ἀρχὴ αὐτῆς· Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. ο Εἶτα ἐπάγει λέγων ο Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρα σθῆναι· πρὸ δὲ πάντων βοῦνων γεννᾷ με. ο "Οθεν κατασκευάζων τὸ, ὅτι ο Κύριος ἔκτισέ με, ο έπι ", συνάψας εἶπε· ο Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους. • Ζητῶμεν λοιπὸν Κύριον τὸν κτίσαντα αὐτὸν, τὸν καὶ ποιήσαντα χώρας καὶ ἀοικήτους· νυγματι σθεὶς γὰρ ὁ Σολομῶν ἐκ τῶν τοῦ πατρὸς [πρὸς] Ἰὼβ εἰπόντος· ι Ποῦ ἦσθα ἐν τῷ θεμελιοῦν μὲ τὴν γῆν; ν εἶπε· «Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους.» Εν δὲ βίβλῳ Βαρούχ ἐκ στόματος Ιερεμίου τοῦ προς φήτου, καθὼς προαπεδείξαμεν, περὶ τοῦ ποιήσαντος χώρας καὶ ἀοικήτους λέγει· «Υἱοὶ ᾿Αγὰρ οἱ ἐκζη τοῦντες τὴν σύνεσιν ἐπὶ τῆς γῆς, οἱ ἔμποροι τῆς Μερὰν καὶ Θαιμάν, καὶ οἱ μυθολόγοι, καὶ οἱ ἐκζη
col. 1267–1268page 45 of 90
PG 85:1267τηταὶ τῆς συνέτεως· ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν, οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς. ι Καὶ μετ' ὀλίγον· ο 'Αλλ' ὁ εἰδὼς τὰ πάντα, γινώσκει αὐτήν, "; › ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ο εἰπὼν περὶ τοῦ ἐξευρόντος τὴν σοφίαν τῇ συνέσει αὐτοῦ, ἐπάγει αὐτ τοῦ καὶ τὰς ἐνεργείας, λέγων· ι Ο κατασκευάσες τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον· ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. Ὁ ἀποστέλλων τὸ φῶς, καὶ πορεύεται. Οὐ παραβλεπτέον γάρ, ὦ φιλόσοφο, τα «αὐτὰ πάλιν διαγορεῦσαι πρὸς ἐναργῆ ἀπόδειξιν τῆς προκειμένης ὑποθέσεως. «῾Ο ἀποστέλλων, φησί, τὸ φῶς, καὶ πορεύεται· εκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαίς αὐτῶν, καὶ ηὐφράνθησαν· ἐκάλεσεν αὐτοὺς, καὶ εἶ παν• Πάρεσμεν· ἔλαμψαν μετ᾿ εὐφροσύνης τῷ ποιο ήσαντι αὐτούς. Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Εξευρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἡγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Η Τὰς δύο φύσεις προσθήσαντες κυρίως, ποιήσαντος χώρας καὶ ἀοικήτους, ἃς εἶπε Σολομὼν καὶ Βαρούχα ἤτοι Ἱερεμίας. Εἰπὼν γάρ, Εκτισέ με, ο ἐπήγαγεν αὐτοῦ καὶ τὰς ἐνεργείας, λέγων· ο Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους. Συλλογισώμεθα, ὦ βέλτιστε, τὸ τίς Κύριος ὁ ποιήσας χώρας καὶ ἀοι κήτους. Νοήσωμεν ὅτι οὐκ ἄλλος, ἀλλ᾽ ἢ πάντως ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον· ἐν γὰρ τῷ κατασκευάζειν τὴν γῆν, ποιεῖν ἐστι χώρας καὶ ἀοικήτους. Ο καὶ ἐμπλήσας αὐτὴν κτηνῶν τετραπόδων, ὁ καὶ καλέσας τὸ φῶς, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· καὶ τὰ ἑξῆς. Περὶ οὗ λέγει, ὅτι Ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Νοητέον οὖν ὅτι οὗτός ἐστιν ὁ Κύριος ὁ κτίσας τὴν λογιστικὴν σοφίαν εἰς ἀρχὴν ὁδῶν αὐτοῦ, ἣν το τρέπισε τῷ κατ' εἰκόνα αὐτοῦ ἀνθρώπῳ, ὁ ποιήσας χώρας καὶ ἀοικήτους, ὁ κατασκευάσας τὴν γῆν εἰς › τὸν αἰῶνα χρόνον. ᾿Αλλὰ καὶ πάλιν τὴν ἀρχὴν τῆς «λέξεως ἴδωμεν· Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' > ἡμέραν γινόμενα.» Αλλ' οὐκ εἶπε· Τὰ μέλλοντα καὶ πάλιν λέγει·. Μνημονεύσω τὰ ἐξ αἰῶνος ἐξαριθμῆσαι· ο ἀλλ' οὐ τὰ πρὸ αἰῶνος. Ἐγνώσθη ὑμῖν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἐστιν, ὁ καὶ τὴν λογιστικὴν σοφίαν κτίσας, ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρό νον, ὁ ποιήσας χώρας καὶ ἀοικήτους, ὁ καὶ τῷ Ἰὼβ εἰπών· ι Οτε ἐγενήθησαν ἄστρα, νεσάν με πάντες ;,: • ἄγγελοί μου.» Μωσῆς δὲ λέγει περὶ τοῦ ποιήσαντος *,, τὸ φῶς· ι Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς·» καὶ ἐπήγαγε λέγων· Καὶ ἐποίησεν Θεὸς τοὺς δύο φωστῆς ρας τους μεγάλους, καὶ τοὺς ἀστέρας, ο καὶ τὰ ἑξῆς. Ικανὰ εἶναί μοι δοκεῖ τὰ λεχθέντα, καὶ αἱ ἀποδείξεις παρέστησαν, ὦ φιλόσοφε, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἐστιν, ὁ καὶ τὴν ἐν Σολομῶντι λογιστικήν σου φίαν κτίσας, καὶ πάντα τὰ κτιστὰ, καὶ οὐκ ἐργαλεῖον. Ινα δέ σοι σαφεστέραν τὴν ἀληθῆ τῶν πραγμάτων Οι σε ΙΧΧVΙ.
col. 1269–1270page 46 of 90
PG 85:1269ἀπόδειξιν παραστήσωμεν, καὶ τάχιον ἔλθωμεν ἐπὶ τὸν νοῦν τοῦ πράγματος, καὶ τῆς θεωρίας τὴν θεωρίαν] αὐτοῦ, τὰ ἐκ τῆς Γραφῆς λέξωμεν· μέλλων ὁ προφήτης Μωσῆς ἐξιέναι τὸν βίον, ὡς γέγραπται ἐν βίβλῳ ἀναλήψεως Μωσέως, προσκαλεσάμενος Ἰη σοῦν υἱὸν Ναυῆ, καὶ διαλεγόμενος πρὸς αὐτὸν, ἔφη Καὶ προεθεάσατό με ὁ Θεὸς πρὸ καταβολής κόσμου, εἶναι με τῆς διαθήκης αὐτοῦ μεσίτην.» Καὶ ἐν βίβλῳ λόγων μυστικών Μωσέως, αὐτὸς Μωσῆς προείπε περὶ τοῦ Δαυὶδ καὶ Σολομῶντος. Περὶ τοῦ Σολομῶν της οὕτω προεἶπε· καὶ, ο Διαδοχεύσε [ισ. διαχεύσει] αὐτὸν ὁ Θεὸς σοφίαν καὶ δικαιοσύνην, καὶ ἐπιστήμην πλήρη. Αὐτὸς οἰκοδομήσει τὸν οἶκον τοῦ Θεοῦ. ὁ Καὶ τὰ ἑξῆς. Ἵνα δὲ σαφέστερον εἴη ὅ φημι, οὕτως ἐξ ετάσωμεν τὸν νοῦν. Ὁ ἄνθρωπος διὰ τὸν κόσμον, ἢ ὁ ὁ κόσμος διὰ τὸν ἄνθρωπον. κόσμος διὰ τὸν ἄνθρωπον; Ο φιλόσοφος· Πάντως Οἱ ἅγιοι ἐπίσκοποι οἱ ἡμέτεροι διὰ τοῦ αὐτοῦ ἐπισκόπου Εὐσεβίου του Παμφίλου εἶπαν. Καὶ εἰ ὁ κόσμος διὰ τὸν ἄνθρωπον, πάντως ὡς προγενεστέρου τοῦ ἀνθρώπου ἐν τῇ τοῦ Θεοῦ ἐνθυ μήσει ὄντος, ὁ δὲ κόσμος μεταγενέστερος ἦν τοῦ ἀντ θρώπου καὶ τῆς λογιστικῆς σοφίας ἐν τῇ τοῦ Θεοῦ ἐνθυμήσει· ὁ ἄνθρωπος οὖν προγενέστερός ἐστι τοῦ κόσμου, προϋπάρχει καὶ τῶν τοῦ κόσμου φύσεων, οἷον οὐρανοῦ καὶ τῆς γῆς, ἡμέρας, νυκτός, νεφῶν, ἀνέμων, ἀβύσσων, πηγῶν, ὁρέων, βουνῶν. Τούτων πάντων προγενεστέρα ἐστὶν ἡ σοφία, καὶ ὁ ἄνθρω πως ἐν τῇ τοῦ Θεοῦ ἐνθυμήσει ἤδη προϋπάρχει τοῦ κόσμου. Αλλ' οὗτος μὲν οὖν μεταγενέστερος κτισθείς ἠνέχθη ἐν τῇ τῆς κτίσεως παρόδῳ. Ὁ δὲ μεταγενέστερος τοῦ ἀνθρώπου ἐν τῇ τοῦ Θεοῦ ἐνθυμήσει οὗτος μεταγενέστερος παρηνέχθη ἐν τῇ τῆς κτίσεως παρ ίδῳ. Ἀλλ' ὅτι καὶ ἡ σοφία, ἣν ἐξεῦρε συνέσει αὐτοῦ ὁ Υἱὸς τοῦ Θεοῦ, ἣν δέδωκε τῷ κατ' εἰκόνα ἑαυτοῦ ἀνθρώπῳ, καὶ αὕτη προϋπῆρξε τοῦ κόσμου καὶ τῶν φύσεων αὐτοῦ ἐν τῇ τοῦ Θεοῦ ἐνθυμήσει. Εἰδὼς οὖν ἐν ἑαυτῷ ὁ Σολομών, διδαχθεὶς ἐκ τῆς τοῦ Θεοῦ δο θείσης αὐτῷ σοφίας, ὅτι ὁ ἄνθρωπος καὶ ἡ σοφία προϋπῆρξαν τοῦ κόσμου καὶ τῶν φύσεων αὐτοῦ, ἐν τῇ τοῦ Θεοῦ ἐνθυμήσει, βασανίσας τὸ ἤδη προϋπάρχων τοῦ κόσμου, καὶ ἐν τῇ τοῦ Θεοῦ ἐνθυμήσει πρ καταβολῆς κόσμου, ὃ ἐξεῦρε τῇ συνέσει αὐτοῦ ὁ Κύ ρας, τοῦτο ἤδη ἔκτισεν ὁ αὐτὸς Κύριος μεταγενέστερον τοῦ κόσμου καὶ τῶν φύσεων αὐτοῦ. Λέγει οὖν ὁ Σολομών ὡς ἐκ προσώπου τῆς ἐν ἀνθρώπῳ σοφίας τῆς προϋπαρξάσης τοῦ κόσμου ἐν τῇ τοῦ Θεοῦ ἐν θυμήσει· ο Κύριος έκτισε με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ν τῇ ἐν τῷ ἀνθρώπῳ σοφίᾳ ἀνῆκεν ἐκφωνεῖν τῇ λογιστικῇ, τῇ εὐτρεπισθείσῃ τῷ ἀν θρώπῳ ταῦτα, τῷ κατ᾿ εἰκόνα τοῦ Θεοῦ γενομένῳ, Τὸ οὖν ἦν, ο Κύριος ἔκτισε,» τῷ προϋπάρξαντι τοῦ κόσμου ἐν τῇ τοῦ Θεοῦ ἐνθυμήσει, τοῦτο· τούτῳ προσέρριψε Τὸ δὲ «Γεννᾷ με, ο συνεὶς πάλιν εἰς τὰς μετὰ ταῦτα ἐκ φύσεως παιδοποιήσεις ἐκδι δεμένου εἶπε τό, «Γεννά με.» Νόει τοίνυν, φιλάτουε,
col. 1271–1272page 47 of 90
PG 85:1271τῆς αὐτῆς φύσεως παλαιουμένης και ανανεωμένης ἄχρι συντελείας. Τὸ οὖν, ο Κύριος ἔκτισε με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,» εἰς τὴν τῶν ἀνθρώπων δοθεῖσαν λογιστικήν σοφίαν διαληπτέον. Τὸ δὲ «Γεν να με, κ τὸ κατὰ πρόγνωσιν τοῦ Θεοῦ αὐτῆς τῆς φύ σεως, τὸ ἐξ αὐτῆς ἐξ εἰκόνων ὡς τροχὸν εἰκιττόμενον ἐπ' αὐτὸν τὸν καμπτῆρα ἐπανιὸν ἀπὸ τῆς ἀρχῆς τοῦ πρωτοκτίστου ἀνθρώπου τοῦ κατ' εἰκόνα Θεοῦ κτι σθέντος, ἐν ᾧ τὴν λογιστικὴν σοφίαν τὴν κτιστὴν ἐνα έθηκεν, ἐνῷ τὴν εἰλικρινὴ αὐτοῦ ἀγάπην ἐνετύπωσεν ὁ Θεός. "Οπερ τὴν ἀνάκτισιν ἐν ἑαυτῷ ποιούμενος ὁ Σωτὴρ ἔλεγε πρὸς τὸν Πατέρα οἰκονομικῶς· ο Ότι ηγάπησάς με, φησί, πρὸ καταβολής κόσμου.» Το δὲ, • Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, ο ἱπη. μήσας ὁ Σολομών, ὅτι οἱ αἰῶνες οἱ ἐν τῷδε και σμῳ ἐκ τῆς περιόδου τῆς ἡμέρας καὶ τῆς νυκτὸς τὴν σύστασιν ἔχουσι. Τὸ δὲ προϋπάρξει τῆς ἡμέρας καὶ τῆς νυκτὸς, προϋπάρξα: ἐστὶ τοῦ αἰῶνος τούτου ταύταις ταῖς ἱστορίαις θεωρήσας ὁ Σολομών, ἥρμοσεν εὐαρμόστως τῷ τε ἀνθρώπῳ καὶ τῇ σοφίᾳ. Διὸ ἐκ προσώπου αὐτῆς ἐκφωνήσας λέγει τό ο Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με· ἐν ἀρχῇ.» Συλλογισάμενος ἐν ἑαυτῷ πάλιν, ὅτι μέλλοντος τοῦ Θεοῦ παράγειν ταύτας τὰς φύσεις τὰς ἐγκοσμίους, προγενεστέρας τοῦ τε ἀνθρώπου καὶ τῆς σοφίας, εἰς τὸ εἶναι, καὶ ὅτι δεῖ τοὺς προγενεστέρους παρεῖναι παραγενομέν νων τε τῶν φύσεων ἱστορεῖν κατὰ τάξιν τάς φύσεις παραγινομένας, καὶ ὅτι ὁ ἄνθρωπος καὶ ἡ σοφές ἡγεῖσθαι τῶν ἔργων ἐτέθησαν· ἡ οὖν τῷ ἀνθρώπῳ ταθεῖσα ὑπὸ τοῦ Θεοῦ λογιστική και κριτική σοφία, ἡ διαδοχεύσασα ἐπὶ Σολομῶντα, καθά φησιν ὁ μέγας Μωσής, λέγει ἐν Σολομῶντι· ο Κύριος έκτισε με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ἡ καὶ τὰ ἑξῆς. Ης ἐκ προσώπου τῆς προγενεστέρας σὺν τῷ ἀνα 0 ώπῳ τοῦ κόσμου, διηγούμενος τὰς ἐνεργείας του Θεοῦ, τὰς ἐν τῷ κόσμῳ παράγοντος τάς φύσεις, φη σὶν αὐτός· «Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. Ηνίκα ήτα μαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ' οὐρανόν ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται λόγον στόματος αὐτοῦ· καὶ ἰσχυρὰ εποίει τὰ θεμέλια τῆς γῆς, ἡμην παρ' αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ᾗ προσέχαιρε.» Ταῦτα ἐκ προσώπου τῆς σου φίας. Καὶ δείκνυσιν ἀσφαλῶς, ὅτι ὁ προϋπάρξας τοῦ κόσμου ἐν τῇ τοῦ Θεοῦ ἐνθυμήσει· διὸ καὶ ὁ κόσμος εὐτρεπίσθη, δηλονότι καὶ τῶν τοῦ κόσμου φύσεων προϋπῆρξεν· ἴστωρ οὖν γενόμενος τῆς παρόδου τῶν φύσεων, ὑπαριθμεῖ τὴν τάξιν αὐτῶν, ὁ προγενέστερος αὐτῶν, ἡ σοφία, ἣν ἐξεῦρε τῇ συνέσει αὐτοῦ, ἣν εὐτρέπισε τὴν ἀνθρώπῳ. Τίς οὖν ὁ ταύτην τὴν σοφίαν προευτρεπίσας καὶ δεδωκὼς τῷ ἀνθρώπῳ, ἢ ὑφηγήσατο αυτ τοῦ τὰς ἐνεργείας; Οτι οὐκ ἄλλος, ἀλλ᾽ ἢ πάντως ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ὁ καὶ ἐμπλήσας αὐτὴν κτηνῶν τετραπόδων, ὁ καλέσας τὴ
col. 1273–1274page 48 of 90
PG 85:1273φῶς, καὶ ὑπήκουσεν αὐτῷ τρέμῳ· ὁ ἐπὶ γῆς ὀφθεὶς, καὶ συναστραφεὶς ἀνθρώποις. Τούτω κεκλήρωται τῆς σοφίας. Οὐχὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ τὸ, ο Κύριος ἔκτισέ με, › ἀλλ' ἢ τῆς λογικῆς σοφίας, τῆς ὑπ' αὐτοῦ τοῦ Κυρίου εὐτρεπισθείσης καὶ δοθείσης τῷ ἀνθρώπῳ, δι᾿ ἂν ὁ κόσμος ἐγένετο. Σαφέστατα διὰ πάντων δέδεικται, ὅτι εἰς τὸ πρόσωπον εἴρηται, τῆς λογικῆς σοφίας. Βεβαιοῖ δὲ τὰ προειρημένα ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ λέγων· «Τὸ Σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ Σάββατον· προσωποποιήσας τὸν κόσμον εἰς πρόσωπον τοῦ Σαββάτου ἀντὶ τοῦ· ὁ κόσμος διὰ τὸν ἄνθρωπον, ἀλλ' οὐχ ὁ ἄνθρωπος διὰ τὸν κόσμον. δ Ἑτέρα ἀντίφρασις τοῦ φιλοσόφου. Αλλά, φησίν, ἡ σοφία ἡ ἐν Σολομῶντι, ὁ Υἱὸς τοῦ Θεοῦ ἐστι, τοῦτ' ἔστιν ἡ σοφία τοῦ Θεοῦ, ὁ εἰπών Κύριος ἔκτισέ με,» καὶ τὰ ἑξῆς. Απόκρισις τῶν ἁγίων ἐπισκόπων πρὸς τὸν φιλό σοφον διὰ τοῦ ἐπισκόπου Εὐσεβίου του Παμ φίλου. Είπε, ὦ φιλόσοφε, ἡ σοφία ἡ ἐν Σολομῶντι ὡς σὺ φῆς, ἡ τοῦ Θεοῦ ἐστι σοφία; Ο φιλόσοφος· Ναί, φησίν, οὕτως ἔχει. Ὁ ἐπίσκοπος· Εἰπὲ, ἡ σοφία τοῦ Θεοῦ πρόγνωσιν ἔχει, ἢ εἴ; Ὁ φιλόσοφος· Ναὶ ἔχει. Ὁ ἐπίσκοπος· Η σοφία τοῦ Θεοῦ ὁ Υἱός τοῦ Θεοῦ ἐστιν, ἣν φῆς ἐν Σολομῶντι; Ο φιλόσοφος Ναι, φησίν. Ὁ ἐπίσκοπος· Πῶς κρίνει ὁ κρίνων, κατὰ πρόγνωσιν, ἢ οὔ; Ὁ φιλόσοφος. Ναί, φησίν. ᾿Αλλὰ πῶς; Ὁ ἐπίσκοπος· Ὁ οὖν κρίνων, κατὰ πρόγνωσιν κρίνει, καὶ κατὰ τὰ ἔργα, ὡς προγνώστης: Ο φιλόσοφος· Ναὶ εἶπον. ῾Ο ἐπίσκοπος Πῶς οὖν ἡ σοφία ἡ ἐν Σολομῶντι λέγει·. Τρία ἐστὶν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω;, Τὰ τρία εἰρηκυῖα ἡ ἐν Σολομῶντι σοφία, ἀδυνατεῖ αὐτὴν νῆσαι, περὶ τοῦ τετάρτου εἶπεν οὐ γινώσκειν, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι. Εἰ οὖν ἡ σου φίᾳ τοῦ Θεοῦ ἐστιν ἡ ἐν Σολομῶντι, πῶς κρίνει τὸν κόσμον, μὴ εἰδυῖα ἀνδρὸς ὁδοὺς ἐν νεότητι; καὶ πῶς τοῦτο ἀληθὲς, ὅτι ὁ ποιήσας τὸν ἄνθρωπον κατ' εἰ κάνα Θεοῦ, τοῦτ' ἔστιν, ὁ Γἱός τοῦ Θεοῦ, καθώς φησι Μωσῆς ὁ προφήτης, ἔτι δὲ καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς, ο Πάντα δι' αὐτοῦ, φησὶν, ἐγένετο·, οὐκ ἐπίσταται ὁδοὺς ἀνδρὸς ἐν νεότητι;. Ο πλάτας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτῶν, ὁ ἐτάζων καρδίας καὶ νεφρούς, ο κατὰ τὸν προφήτην τὸν εἰπόντα· ι Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου· σὺ συνῆκας πάνω τας τους διαλογισμούς μου, φησὶν, ἀπὸ μακρόθεν, τὴν τρίβον μου, καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου προείδες.» Καὶ ἐν ἑτέρῳ πάλιν· ο Ο παιδεύων ἔθνη, οὐχὶ ἐλέγξε:, ὁ διδάσκων ἄνθρωπον γνῶσιν; Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. ο Ο οὖν ταῦτα ἐπιστάμενος, καὶ πάντα προγινώσκων, οὐκ ἐπίσταται ὁδοὺς ἀνδρὸς ἐν νεότητι; Καὶ πολλὰ ἔστιν εὑρεῖν ἐκ τῶν Γραφῶν, τὰ ἐλέγχοντα τὴν ἄνοιαν τῶν κακῶς ὑπειληφότων περὶ τοῦ ῥητοῦ τούτου. Πῶς γὰρ ὁ διδάσκων ἄνθρωπον γνῶσιν, αὐτὸς οὐκ ἐπίσταται ὁδοὺς ἀνδρὸς ἐν νεότητι; Εὖ ἴσθι οὖν, ὦ φιλό σοφέ, ὅτι Σολομών κριτὴν ἔλαβε σοφίαν, ἣν ἐξεῦρε
col. 1275–1276page 49 of 90
PG 85:1275συνέσει αὐτοῦ ὁ Υἱὸς τοῦ Θεοῦ, ἣν ηὐτρέπισε τῷ κατ᾿ εἰκόνα αὐτοῦ ἀνθρώπῳ, συλλογιστικήν. Αμέλει δὲ ἐπιβεβαιοῖ τὰ ῥηθέντα ὁ Κύριος ἐν Εὐαγγελίοις λέγων τὸ, «Καὶ ἰδοὺ πλεῖον Σολομῶντας ὧδε· ο Ανέτρεψε τους λέγοντας αὐτὸν εἶναι τὴν ἐν Σολο μῶντι σοφίαν. Εἰ γὰρ τῇ ψήφῳ [τῷ ψόφω] τῆς φωνῆς ισοπροσήγορός ἐστιν ὁ τῇ σοφίᾳ· ἡ γὰρ τοῦ Θεοῦ σοφία ὁ Υἱὸς τοῦ Θεοῦ· Θεὸς προγνώστης ἐστί, καὶ κατὰ πρόγνωσιν κρίνει, καὶ κατὰ τὰ ἔργα, ὡς κτί στης καὶ δημιουργὸς τῶν ἁπάντων, καθώς φησι καὶ ὁ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς, Εβραίοις γράφων, ὧδέ πως λέγει περὶ αὐτοῦ·. Ζῶν γὰρ ὁ λόγος του Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμού ψυ γῆς καὶ πνεύματος, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα ταῖς ἐφθαλμοῖς αὐτοῦ, πρὸς ἐν ἡμῖν ὁ λόγος.» Καὶ πρὸς Ρωμαίους δὲ ὁ αὐτὸς γράφει, λέγων· ο Ων οἱ πα τέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, Αμήν.» Δείκνυσι δὲ ὧδε, ὅτι ἡ τοῦ Θεοῦ καὶ Πατρὸς σοφία Θεός ἐστιν ἀληθῶς ἐξ αὐτοῦ τοῦ Θεοῦ, ἀἴδιος ἐξ ἀἱ δίου, καὶ ἀληθινὸς ἐξ ἀληθινοῦ, φύσει ὢν ἀεὶ Υἱὸς τοῦ ἀεὶ ὄντος Θεοῦ καὶ Πατρός. ΧΙΧ. το ΚΕΦΑΛ. ΙΘ'. Αντίρρησις τοῦ φιλοσόφου, Τί οὖν ἐστιν ὁ φής; • Οδὸν δὲ σοφίας οὐκ ἔγνω σαν, οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς;» καὶ τὰ ἑξῆς. Απόκρισις τῶν ἁγίων ἐπισκόπων διὰ τοῦ αὐτοῦ ἐπισκόπου Ευσεβίου τοῦ Παμφίλου. Πολλάκις πρὸς τὰ ῥήματα τῆς σοφίας ἀπιδών, ὦ φιλόσοφε, ἐθαύμασας τῆς σοφίας τὴν δύναμιν, ὅτι δὴ μεγίστην νοημάτων ἀλήθειαν ἔστιν εὑρεῖν ἐν αὐτῇ βραχυτάταις λέξεσι. Καὶ τάχα δικαίως ἄν τις παρ εικάσει ῥήματα τῆς Γραφῆς τῇ εὐαγγελική παρα βολῇ, τῇ διαγορευούσῃ, ο Εοικέναι τὴν βασιλείαν τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὅτι βραχύτερον μέν ἐστι πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς, φυὲν δὲ καὶ ἀναπληρωθέν, ἱκανὴν σκέπην τοῖς πετεινοῖς δίδωσιν. • Οὕτως ὁρῶμεν τὴν τῶν θείων ῥημάτων δύναμιν ἐν βραχέσι σπειρομένην λέξεσιν· ἀναπλη ρουμένων δὲ τῶν νοημάτων, καὶ ὥσπερ κλάδων ἐπὶ τὴν διάνοιαν, τῶν πετεινῶν ἐπεκτεινομένων, τοῦτ' ἔστι, τῶν ἀνθρώπων, τοσαύτη τις εὑρίσκεται δύνα μις, ὥστε μὴ μόνοις τοῖς γεωργοῖς, ἀλλὰ καὶ τοῖ; παρεστῶσι πετεινοῖς ἱκανὴν παρέχειν τὴν σκέπην. Πόθεν οὖν ἐκινήθην προς ταύτην τὴν ἔννοιαν, ἢ ἐκ τῆς τοῦ λόγου τῆς ἱερᾶς γραφῆς ἱεροψάλτου Δαυίδ, πρὸς ἀπόδειξιν καὶ σύστασιν, οὗ τῆς λογιστικῆς σου φίας, ὡς αὐτὸς ὑπείληψαι, ἀλλὰ τῆς καὶ ταύτην καὶ πάντα τὰ γενητὰ δημιουργησάσης ἀκαταλήπτου σοφίας τῆς ἀκτίστου καὶ ἀνάρχου, τοῦτ' ἔστι Χριστοῦ· ἐπείπερ Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία κατὰ τὸν τῆς ἀῤῥήτου καὶ ἀπερινού του θεότητος αὐτοῦ τρόπου
col. 1277–1278page 50 of 90
PG 85:1277ἀληθὴς τοῦ Θεοῦ Θε'; Αύγος. Τῷ γὰρ λόγῳ Κυρίου οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Ηκουσας λόγον Κυρίου, ἤκουσας πνεῦμα τοῦ στόματος αὐτοῦ· καὶ ἄκουε το νυν καὶ πάλιν περὶ τῆς συστάσεως τῆς ἀληθοῦς πίσ στεως τῆς εὐσεβῶς ὑπὸ τῶν εὐσεβῶν νοουμένης τε καὶ κηρυττομένης· ἐπείπερ οἶμαι οὐδὲν τῶν προαναφωνηθέντων σοι παρὰ τοσαύτης ἁγίων ἀρχιερέων πνευματικῆς χορείας τὴν αἴσθησιν δέδεξαι. "Ακουε τοίνυν εὐσεβῶς, καὶ μὴ τοῖς ἀνθρωπίνοις λογισμοῖς διερευνᾶσθαι πειρῶ τὰ ἀποῤῥητα Ο τέλειος οὔτε μειοῦται, ούτε αὔξει. Εἷς ἀγένητος ὁ Θεὸς καὶ Πατήρ. Εἷς καὶ ὁ γεγεννημένος ἐξ αὐτοῦ μονογενής Υιός Θεός Λόγος. Ωσπερ οὖν οὐκ ἔστι συναγένητος τῷ Θεῷ καὶ Πατρὶ Θεὸς ἕτερος, οὕτως οὐδὲ συγγεγεννημένος ἢ προγεγεννημένος, ἢ μεταγεγεννημένος υἱὸς ἕτερος τοῦ Θεοῦ τῷ μονογενεῖ Υἱῷ αὐτοῦ Θεῷ λόγῳ. Εἰς ὄντως Θεὸς καὶ Πατὴρ, εἰς ὄντως καὶ ὁ γεγεννημένος ἐξ αὐτοῦ ἀφράστως Υἱὸς Θεὸς Λόγος. Ωσπερ οὖν οὐ Λόγῳ μόνῳ Πατὴρ ὁ Θεὸς, οὕτως οὐδὲ λόγῳ μόνῳ Γιος, ἀλλ' ἀληθῶς Υἱός· γνήσιος ὁ Πατήρ, γνήσιος ὁ Υιός· Θεὸς ὁ Πατὴρ, Θεὸς καὶ ὁ ἐξ αὐτοῦ γεγεννημένος γιός· τέλειος ὁ Πατήρ, τέλειος αὐτοῦ καὶ ὁ Υἱός ἀσώματος ὁ Πατήρ, ἀσώματος καὶ ὁ Υἱὸς, καὶ ἀσω μάτου γὰρ χαρακτήρ, καὶ ἡ εἰκὼν ἀσώματος δηλο νότι. Πιστεύεις τούτῳ, ὦ φιλόσοφε, ὅτι γεγέννηται ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ μονογενής Υἱὸς αὐτοῦ, καθάπερ ἐξ ὑπαρχῆς τῶν λόγων διὰ πλείστων ὅσων γραφικών μαρτυριῶν ἀπεδείξαμεν, ἢ ου; Αντεπερώτησις τοῦ φιλοσόφου. Πῶς καὶ τίνι τρόπῳ; φράσον. Οἱ ἅγιοι ἐπίσκοποι διὰ τοῦ αὐτοῦ Εὐσεβίου Παμφίλου εἶπαν. Μὴ ζήτει πῶς, φιλόσοφε· εἰ δὲ μή, καθὰ ἤδη διὰ πλειόνων εἴρηταί σοι, καὶ ἐν ἀρχῇ τῆς διαλέξεως διεμαρτυράμεθα, ὅτι κρημνίσαι σεαυτὸν σπουδάζεις, διερευνά πειρώμενος τὰ ἀνεξερεύνητα. Εἰ μὲν γὰρ ἐνδέχεται ζητεῖν πῶς ὁ ἀγέννητος, ἐνδέχεται καὶ ζητεῖν πῶς καὶ ὁ γεγεννημένος. Εἰ δὲ οὐ καταλείπεις ζή τησιν, πῶς γεγέννηται· μὴ ζήτει τὰ ἀνερεύνητα, οὐ γὰρ εὑρίσκεις. Τὰ εὑρισκόμενα ζήτει, καὶ εὑρί σκεις. Ἐὰν γὰρ ζητῇς, παρὰ τίνος ἔχεις μαθεῖν; παρὰ τῆς γῆς; οὐχ ὑφίστατο. Παρὰ θαλάσσης; οὐ δέπω ἐκέκτιστο ἡ ὑγρά. Παρὰ οὐρανοῦ; οὐκ ἦν ποιηθείς. Παρὰ ἡλίου καὶ σελήνης καὶ ἄστρων; οὐ δέπω δεδημιούργηντο. Παρὰ ἀγγέλων καὶ ἀρχαγγέλων; οὐδέπω ἦσαν, ἐπείπερ καὶ αὐτῶν ποιητὴς δ Υιός. Αλλὰ παρὰ αἰώνων; πρὸ αἰώνων ὁ Μονογενής. Μὴ ἐξέταζε τὰ μὴ ἀεὶ ὄντα περὶ τοῦ ἀεὶ ὄντος. "Αρ ῥητος, ἀγέννητος ὁ Πατήρ· ἄῤῥητος, ἀῤῥήτως για γεννημένος ἐξ αὐτοῦ ὁ Υἱός. Σιώπησον περὶ τοῦ πῶς, καὶ παραχώρει τοῦτο τῷ γεγεννηκότι, καὶ τῷ γεγεννημένῳ. Ο γὰρ Πατὴρ μόνος γινώσκει τὸν Υἱὸν τις ἐστι, καὶ ὁ Υἱὸς τὸν Πατέρα, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι, καθά φησι τὸ Εὐαγγέλιον αὐτοῦ. Εἰ δὲ μὴ θέλῃς παύσασθαι τὸ πῶς, ἀλλὰ φιλονικεῖς ΠΟΙ
col. 1279–1280page 51 of 90
PG 85:1279διερευνῶν τὰ ἀνεξερεύνητα, καταγελῶμέν σου τὴν τέλμαν, μάλλον δὲ καὶ πενθοῦμέν σε, ὅτι οὐ πίστει θέλεις νοεῖν τὸν Θεὸν ἀεὶ Πατέρα τοῦ Υἱοῦ αὐτοῦ, καὶ τὸν μονογενῆ Υἱὸν αὐτοῦ, ἀεὶ Υἱὸν αὐτοῦ συνυπο άρχοντα ἀεὶ τῷ Πατρὶ, καὶ οὐ μεταγενέστερον, καθὼς σὲ ἀσεβῶς φής. ᾿Αλλὰ νόει πίστει, καὶ ὁμολόγει τέλειον ἐκ τελείου τὸν Υἱόν, ὡς πολλάκις ἤκουσας, φῶς ἀΐδιον ἐκ φωτὸς ἀϊδίου, Θεὸν ἀληθινὸν ἐξ ἀληθινοῦ Θεοῦ καὶ Πατρὸς, ἄκτιστον ἐξ ἀκτίστου, ἀσύνθετον ἐξ ἀσυνθέτου, ἀεὶ ὄντα πρὸς τὸν Πατέρα Ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καθά φησιν Ἰωάννης ὁ εὐαγγελιστὴς, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Τὸ ἦν, φιλόσοφε, τὸ προϋπάρχον οὐκ ἔχει· τὸ ἦν, φιλόσοφε, περιγράφει τὸ οὐκ ἦν, καθά προαπεδείξαμεν· καὶ τὸ Θεὸς περιγράφει τὸ οὐ Θεός· Τοῖς γεγραμμένοις πίστευε, τὰ μὴ γεγραμμένα μὴ ἐννύει, μηδὲ ζήτει. Πίστευε ὅτι πάντα αὐτὸς ἐδημιούργησεν ὁ Υἱὸς τὰ γεγενημένα νεύ ματι πατρικῷ, οὐκ ὀφθαλμῶν βλέμματι· ἀσύνθετος γὰρ ὁ Θεὸς, ὡς προειρήκαμεν· ἀλλὰ νεύματι, ὡς αὐτὸς οἶδε μόνος· ὅπερ ἡμεῖς πίστει νοοῦντες κηρύττομεν, μετὰ τὴν διδασκαλίαν τῶν ἱερῶν Γρα φῶν, ὅτι βουλῇ τοῦ Πατρὸς καὶ ἑαυτοῦ δεδημιούργηκε πᾶσαν τὴν κτίσιν τήν τε ἐπουράνιον καὶ ἐπίγειον, τήν τε ὁρωμένην καὶ νοουμένην, οὐκ ὀργάνοις, οὔτε μη χαναῖς, οὐδὲ συνεργίᾳ τινὸς ἑτέρου, ἀλλὰ βουλήσει Πα τρὸς, καθὰ ἀρτίως εἰρήκαμεν, τοῦ εἰπόντος πρὸς αὐτὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ι Ποιήσωμεν ἀνθρώπου κατ' εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν» Οὐκ εἶπε, Ποίησον, ἢ Ποιήσατε, ἀλλὰ Ποιήσωμεν, δεικνύς τὸ ὁμοούσιον καὶ ὁμότιμον ἐπὶ τῆς μακαρίας ἐκεί νης καὶ ἀφράστου τριάδος. Καὶ μὴ ὑπογόγγυζε, ὦ φιλόσοφε, καὶ τοὺς ὀφθαλμοὺς ἀνακίνει, ἀλλὰ ὄρα τῷ τῆς διανοίας βλέμματι τὴν τῶν ἀποστολικῶν δου γμάτων ἀκρίβειαν, καὶ δέχου πιστῶς, μὴ ἐπὶ πλεῖον γενόμενος ἄπιστος, ἀλλὰ πιστός. Ακουε οὖν καὶ σύνες. 'Ο τοῦ Θεοῦ λόγος, ὁ πρὸ αἰώνων αὐτοῦ Υἱός, πρὸς ἐν εἶπε· ι Ποιήσωμεν ἄνθρωπον,» καὶ τὰ ἑξῆς αὐτὸς πάλιν ἐπ' ἐσχάτων τῶν ἡμερῶν βουλῇ πατρικῇ καὶ οἰκείᾳ ἄνθρωπος γέγονε, σαρκωθεὶς ἐκ Παρα θένου διὰ τὸν ἐκπεσόντα ἄνθρωπον 'Αδάμ· ὁ ἀσώ ματος ἐν σώματι κενώσας ἑαυτὸν, ὡς εἶπεν ὁ ἀπόστολος Παῦλος, διὰ τὸ σῶμα, ἔλαβε νέφος ὁ θεὸς Λόγος τὸ σῶμα, ἵνα μὴ καταφλέξῃ τὰς κτιστὰς φύσεις τὰς ἐν τῷ κόσμῳ· ὁ Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώ ποτε.» Ἐκρατήθη σαρκί, ἵνα καὶ ἡ σὰρξ διὰ τῆς πρὸς αὐτὸν ἀτρέπτου Ενώσεως ἐλευθηρωθῇ τοῦ θανά του, ἀόρατος, ἐν ὁρατῷ, ἵνα ὑπομένη τα δρώμενα ὡς ἄνθρωπος ὑπὸ χρόνον, ἀλλ᾽ ἀληθείᾳ κατ' ἀμφό τερα Θεὸς καὶ ἄνθρωπος, ἄνθρωπος καὶ Θεὸς ὁ αὐτ τός· εἷς γὰρ ἐξ ἀμφοῖν Χριστὸς νοουμένης και γνωριζομένης τῆς διαφορᾶς τῶν οὐσιῶν, τῆς τε θεότητος αὐτοῦ καὶ τῆς σαρκὸς, Θεὸς ἦν καὶ ἔστι· γέγονεν ἄνθρωπος δι' οἰκονομίαν. Δι' αὐτὸν προφῆται, δι' αὐτὸν ἀπόστολοι, δι' αὐτὸν μάρτυρες· προφῆται διὰ τὸν προς φητευθέντα, ἀπόστολοι διὰ τὸν ἀπεσταλμένον οἰκονομικῶς, μάρτυρες διὰ τὸν πρωτομάρτυρα. "Ηλθε Θεός
col. 1281–1282page 52 of 90
PG 85:1281ἐπὶ γῆς, ὁ Υἱὸς σαρκὶ κρύψας, ὡς ἠβουλήθη, τὸ τῆς αὐτοῦ θεότητος μέγεθος, οὐκ ἐρημώσας τὰ ἐν οὐρανοῖς οὐδὲ γὰρ πρὸ τοῦ σαρκωθῆναι ἔρημος αὐτοῦ ὁ κόσμος, Θεὸς ἦν καὶ ἔστι, γέγονε καὶ ἄνθρωπος δι' οἰκονομίαν, σαρκωθεὶς καὶ τεχθεὶς ἐκ Παρθένου δι' οἰκείαν φιλανθρωπίαν. "Αξιον ἑαυτοῦ καὶ ἴσον Υἱὸν ἐγέννησεν ὁ Πατήρ, ὡς οἶδεν ὁ γεννήσας αὐτὸν Θεὸς καὶ Πατὴρ, καὶ ὁ ἐξ αὐτοῦ γεγεννημένος Υἱός, ὦ φιλό σοφε. Αντίρρησις τοῦ φιλοσόφου. Μὴ ἐπὶ πλεῖστον ὅσον ἐπίμενε βιαζόμενος τὴν ἀλήθειαν, καὶ τῇ τῶν λόγων εὐτεχνίᾳ ἐπισκιάζειν ὡς νέφος πειρῶ, τῆς Γραφῆς ἀνάμαυρον φέγγος· ἀλλὰ β εἰς τὸ προφανὲς τῆς Γραφῆς ἐλθὲ, τὸ προτεθέν σοι καὶ μὴ φεῦγε τὸ, ο Κύριος έκτισέ με ἀρχὴν ὁδῶν αὐ τοῦ εἰς ἔργα αὐτοῦ· καὶ τὸ, ο Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν· ο μίαν καὶ τὴν αὐτὴν ἔχει ἔννοιαν περὶ τοῦ ἑνὸς Κυρίου. Ταῦτά ἐστι τοῦ Θεοῦ, τοῦ καὶ πρωτόκτιστον Κτίσαντος εἰς ἀρχὴν ἐδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ἦν καὶ Υἱὸν αὐτοῦ προσηγόρευσε, τοῦ καὶ Κτίσαντος δι' αὐτοῦ, ὡς δι' ἐργαλείου, χώρας καὶ ἀοικήτους. Εἰ γὰρ καὶ ἡ κτιστή, τοῦ Θεοῦ σου φία, τοῦτ' ἔστιν, ὁ Υἱὸς ἐργάζεται, ἀλλ' ὁ Θεὸς ἦν ὁ κτίζων δι' αὐτοῦ τὰ μὴ ὄντα, ὡς δι' ἐργαλείου. Απόκρισις τῶν ἁγίων ἐπισκόπων διὰ τοῦ αὐτοῦ ἐπισκόπου Ευσεβίου τοῦ Παμφίλου. Πολύ (διαστήκων τῆς βασιλικῆς λεωφόρου, τοῦτ' ἔστι τῆς ἀποστολικῆς πίστεως, πῶς ἔξω ταύτης φέ ρεσθαι ἀνέχῃ; κρημνίσαι σεαυτὸν ἅπαξ ἐλόμενος, καὶ μικρὸν ἀνανεύσας ἐκ τοῦ περιέχοντός σε τῆς ἀσεβείας βυθοῦ. Όταν ήκουσας παρὰ τῆς ἁγίας συνόδου ταύτης τὴν προφητείαν τοῦ μεγάλου Ἱερε μίου δακτυλοδεικτοῦντος, ὡς ἂν εἴποι τις, καὶ λέ γοντος· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν, ο καὶ τὰ ἑξῆς. Οἷς ἐπιλέγει·. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συν ανεστράφη, ο Καὶ οἶσθα, ὦ φιλόσοφε, επερωτηθείς παρὰ τῶν ἁγίων ἐπισκόπων, τίς ἐπὶ τῆς γῆς ὀφθείς, καὶ τοῖς ἀνθρώποις συναστραφείς, ὁ Πατὴρ ἢ ὁ Υἱός; καὶ ὁμολογήσας, ὅτι ὁ Υἱός, καθώς αἱ θεῖαι Γραφα! λέγουσιν. Οὐ ταῦτα εἴρηκας; πῶς πάλιν ἐπὶ τὸν βυ Οὸν τῆς μοχθηρίας Αρείου ἑαυτὸν ἀκοντίζεις, μᾶλ λον δὲ βυθίζεις; οὐ γὰρ ἀνέζευξας χωρισθεὶς ἐκεί νου, ὡς ἑαυτὸν συνέζευξας. Προκρίνεις, ὦ ἄθλιε τῶν ἀποστολικῶν δογμάτων τὰ ᾿Αρείου βλάσφημα ρή ματα, κτίσμα καὶ ἐργαλεῖον τὸν Υἱὸν τοῦ Θεοῦ ἀπο καλῶν. "Ακους τοίνυν πρὸς ἡμῶν, ὦ φιλόσοφος, εἴπερ φιλόσοφος εἶ, καὶ πείθου, μὴ αὐτὸν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ τὴν κτιστὴν σοφίαν, τὴν λογιστικήν, τὴν τῷ ἀνθρώπῳ ὑπ' αὐτοῦ Υἱοῦ τοῦ Θεοῦ δοθεῖσαν, τοῦ Κτίσαντος χώρας καὶ ἀοικήτους. Επίστησόν σου τὸν νοῦν, μὴ πρὸς ἀπέχθειαν βλέπων, ἀλλὰ πρὸς ἀλή σε
col. 1283–1284page 53 of 90
PG 85:1283θειαν, καὶ ἐξηγήσει σε αὐτὴ ἡ ἀλήθεια· καὶ γνώση ὅτι οὐ κτίσμα ὁ μονογενής Υἱὸς τοῦ Θεοῦ, ἀλλὰ αὐτὸς Κτίσσης καὶ Δημιουργὸς πασῶν τῶν κτιστῶν φύσεων, καθὼς καὶ αὐτὸς μικρόν διαβλέψας νενό ηκας, καὶ νοήσεις, ως γε ἐγὼ πεπίστευκα, είπερ σωθῆναι ποθεῖς. ΚΕΦΑΛ. Κ'. Αντίῤῥησις τοῦ φιλοσόφου κατὰ τοῦ ἁγίου Πνεύματος. Ἔστω, φησί, πιστὰ περὶ τοῦ Υἱοῦ, καὶ ἀναμφίλεκτα, ὡς φάτε, ὅτι ἔκτισεν, ἢ ὅτι συνέκτισε τῷ Θεῷ καὶ Πατρὶ, ὡς αἱ μαρτυρίαι δηλοῦσι, καὶ ὅτι οὐ ποίημα, ἀλλὰ γέννημα τοῦ Θεοῦ, φύσει ἐξ αὐτοῦ γεγεννημένος, καὶ ἰδοὺ δεχόμεθα. Μὴ καὶ περὶ τοῦ Πνεύματος ἔχετέ τι λέγειν; Τίς γὰρ τολμήσειε φῆσοι τὸ ἅγιον Πνεῦμα κτίστην τινῶν γενητῶν φύσεων; Ποῦ δὲ καὶ μαρτυρίαι περὶ αὐτοῦ λέγουσι, δεδημιουργηκέναι αὐτό τι τῶν ὁρατῶν καὶ ἀοράτων κτισμάτων; Τίς δ' ὅλως ἀνεγράψατο περὶ αὐτοῦ, ὡς περὶ τοῦ Υἱοῦ; Εκβοήσει τις ὑμῶν, εἰ ἔχοι. Ανταπόκρισις τῶν Πατέρων διὰ Πρωτογένους ἐπισκόπου Σαρδικῆς. Οὐκ ἔστι δυσχερές, ὦ φιλόσοφε, ἐπιδεῖξα! σοι τὰς μαρτυρίας τῶν ἐνεργειῶν τοῦ ἁγίου Πνεύματος, ἃς οἱ πατέρες ἡμῶν ἐξέθεντο περὶ αὐτοῦ, ὅτι ἔκτισε. Πάλιν ερήσομεν τὸ περὶ τῆς κτίσεως ῥηθέν. «Καὶ εἶπεν ὁ Θεὸς, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετ τέραν καὶ καθ᾽ ὁμοίωσιν· καὶ ἐπήγαγε λέγων ι Καὶ ἐποίησε τὸν ἄνθρωπον· κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἄῤῥεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Ὡς οὖν Θεός ἐστιν ὁ Πατὴρ ὁ εἰπὼν τῷ Υἱῷ, Ποιήσωμεν, ὁ δὲ Υἱὸς Θεὸς ὢν ἐποίησε τὸν ἄνθρωπον. Εἰ οὖν Θεὸν λέγομεν τὸν εἰπόντα, καὶ τὸν ποιήσαντα τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, λοιπόν ἄκουσον περὶ τοῦ ἁγίου Πνεύματος· ὁ ποιήσας τὸν Αδάμ Θεὸς ἦν, ἢ οὔ; Ο φιλόσοφος; Ναί Θεό; ἐστιν. Ὁ ἐπίσκοπος· Ἐν τῇ βίβλῳ Ἰώβ, Ελιουμ ὁ Βουζανίτης λέγει πρὸς Ἰώβ· «Πνεῦμα θεῖον τὸ ποιῆσαν με.» Εἰ οὖν Θεός ἐστιν ὁ ποιήσας τὸν Ἀδάμ, τί εἴποις τὸν ποιήσαντα τὸν Ἐλιούμ; ἢ ἑτερούσιος δοκεῖ σοι εἶναι ὁ Ἐλιουμ τοῦ ᾿Αδάμ; τῶν γὰρ δημιουργῶν ἐπὶ τῆς ἴσης ἐπιστήμης, τὸ ἰσοσχέ διον τοῦ συμπεράσματος φανεροῦσθαι, πέφυκεν ἐπὶ ? τὸ τοῦ ἀνθρώπου πρόσωπον. Τί οὖν λέξεις, φιλόσοφε, Ει τὸν ποιήσαντα τὸν Ἐλιούμ; 'Αρα οὐχὶ Θεὸν καὶ ποιη τὴν ἀνθρώπου; ὡς γὰρ ἔφη περὶ τοῦ ποιήσαντος τὸν Αδάμ, καὶ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ· οὕτωςεἰπεῖν ἡμᾶς δίκαιον καὶ περὶ τοῦ ποιήσαντος τὸν Ἐλιουμ, ὅτι Θεὸς τὸ ἅγιον Πνεῦμα ἄν· ἴση τῆς δη μιουργίας ἡ πλάσις, ἴση καὶ ἡ τῶν δημουργῶν προσ ηγορίᾳ· εἴπερ μία θεότης τῆς ἁγίας Τριάδος ἐν τρισὶν ὑποστάσεσι τελείαις καὶ ἴσαις νοουμένη. Τὸ ὅτι, ο Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· ο και, Τὸ θεῖον Πνεῦμα τὸ ποιῆσαν τὸν Ἑλιούμ.» Ἐν βίβλῳ δὲ ἀναλήψεως Μωσέως, Μιχαήλ ὁ ἀρχάγγε
col. 1285–1286page 54 of 90
PG 85:1285λος διαλεγόμενος τῷ διαβόλῳ λέγει· Ἀπὸ γὰρ Πνεύματος ἁγίου αὐτοῦ πάντες ἐκτίσθηκεν. Καὶ πάλιν λέγει· ο Ἀπὸ προσώπου τοῦ Θεοῦ ἐξῆλθε τὸ Πνεῦμα αὐτοῦ, καὶ ὁ κόσμος ἐγένετο. Αχώριστος γὰρ ἀεὶ ἡ θεία καὶ ἄῤῥητος Τριάς, ὅ τε Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα, δημιουργήσασα ἅμα πα σαν τὴν κτίσιν, τήν τε νοητήν, καὶ τὴν αἰσθητήν. Λέγει γὰρ ἐν τῷ λβ' ψαλμῷ· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόμα ".» τῆς αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ακουε δὴ τοῦ Θεοῦ ἐν Ησαΐα λέγοντος· Εγώ Κύριος ὁ Θεός σου, ἐπακούσομαί σου Θεός Ισραήλ.» Εἰπὼν δὲ περὶ τῶν εὐεργεσιῶν τὰ πρὸς τὸν λαὸν, ἐπάγει λέγων, ο Ινα "; › ἴδωσι, καὶ νοήσωσι, καὶ ἐπίστωνται ἅμα, ὅτι χεὶρ Κυρίου ἐποίησε πάντα ταῦτα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ: « κατέδειξεν αὐτὰ» χεῖρα φήσας τὸ ἅγιον Πνεῦμα '; › τοῦ Θεοῦ, ἅγιον δὲ τοῦ Ἰσραὴλ τὸν Υἱὸν αὐτοῦ. Καὶ πάλιν πρὸς Ἰακὼς εἶπεν· ι Η χείρ μου ἐθεμελίωσε» ο τὴν γῆν, καὶ ἡ δεξιά μου εστερέωσε τὸν οὐρανόν ο καθὰ καὶ Ἰεζεκιήλ, λέγων·. Ἐγένετο χεὶρ Κυρίου ἐπ' ἐμέ.» Εἴωθεν ή Γραφή, ὦ φιλόσοφε, ἢ χεῖρα ή ξιὰν δὲ τὸν Υἱὸν αὐτοῦ. Ετι οἱ ἅγιοι Πατέρες εἶπαν δια Λεοντίου ἐπίσ σκόπου Καισαρείας Καππαδοκίας. βραχίονα καλεῖν τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, δεν Ικανὰ μὲν τὰ λεχθέντα περὶ τῶν ἐνεργειῶν τοῦ ἁγίου Πνεύματος πεῖσαί σε, φιλόσοφε, ὅτι συνδημιουργὸν τῷ Πατρὶ καὶ τῷ Υἱῷ πασῶν τῶν κτιστῶν φύ σεων, καὶ τῆς αὐτῆς θεότητος καὶ οὐσίας, ἧς ὁ Πατὴρ καὶ ὁ Υἱός. Ἐπιστήσας, οὖν τὸν νοῦν σου, ἐκ τῶν προλεχθέντων σοι, ἄκουε καὶ νῦν σαφεστέρας ἀποδείξεις περὶ αὐτοῦ ἐκ τῶν ἱερῶν Γραφών. Λέγει ὁ προφήτης Δαυὶδ ἐν τῷ ἐνενηκοστῷ ἑβδόμῳ ψαλμῷ Ασατε τῷ Κυρίῳ ᾆσμα καινόν.» Διὰ τί; «Οτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος, ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ· ἡ ἀντὶ τοῦ ὁ Υἱὸς αὐτοῦ· καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ· κ τὸ Πνεῦμα λέγων τὸ ἅγιον. Καὶ ἐν καθολικαῖς δὲ Ἰωάννης ὁ εὐαγγελιστής βοᾷ, περί τοῦ Πνεύματος τοῦ ἁγίου θεολογῶν αὐτὸ καὶ αὐτὸς, καθὰ καὶ πάντες·. Τὸ πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια.» Καὶ μετ' ὀλίγα ι ὁ πιστεύων, φησὶν, εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, ἔχει τὴν μαρτυρίαν τοῦ Θεοῦ ἐν ἑαυτῷ· › ἀντὶ τοῦ, τὸ Πνεῦμα τοῦ Θεοῦ· ὁ δὲ μὴ πιστεύων τῷ Υἱῷ, ψεύστην περ μια ποίηκεν αὐτόν. Καὶ ὁ μέγας δὲ τῶν ἀποστόλων πρόβολος ὁ θεῖος Πέτρος φησὶ πρὸς Ανανίαν Εἰς τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; Καὶ μετ' ὀλίγα Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Καὶ ἐν τῇ Παλαιᾷ, πάλαι· ι Τὸν οὐρανὸν, φησί, καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος. Καὶ ὁ Σολομὼν δὲ δεικνὺς τῆς ὁ πληρῶν, λέγει· ι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην.» Πείθου τοίνυν καὶ περὶ τῆς τοῦ ἁγίου Πνεύματος δεσποτείας, καὶ δέχου καὶ τὰς περὶ αὐτοῦ μαρτυρίας, πιστεύων ὅτι τῆς αὐτῆς θεότητος καὶ οὐσίας, καὶ τοῦ αὐτοῦ κρίματος Ει
col. 1287–1288page 55 of 90
PG 85:1287[Ισ. χρήματος], τὸ Πνεῦμα τὸ ἅγιον, οὗπερ ὁ Πατὴρ καὶ ὁ Υἱὸς, καὶ συνυπάρχον ἀεὶ τῷ Πατρὶ καὶ τῷ Γιῷ. Ακούεις, φιλόσοφε. ᾿Απόκρισις τοῦ φιλοσόφου πρὸς τοὺς ἁγίους ο ἡμῶν Πατέρας. Οὐκοῦν, καθώς φατε, καὶ αἱ μαρτυρίαι δὲ τῶν Γραφῶν, ὧν παρηγάγετε, δηλοῦσι, θεολογεῖν δεῖ καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καί μοι δοκεῖ βεβιασμένην εἶναι τὴν ἔννοιαν, εἰ μὴ τὰ τῶν Γραφῶν ὑφ' ἡμῶν παρήχθη. Πλὴν τὸ μὲν περὶ Ἐλιουμ του Βουζανίτου σαφὴς ἡ ἀπόδειξις. Περὶ δὲ τῆς ῥηθείσης ἀναλήψεως Μωσέως, περὶ ἧς ἀρτίως εἰρήκατε, οὐδὲ ἀκηκοα ποτε, εἰ μὴ νῦν· ὅθεν αἰτῶ ὑμᾶς σαφεστέραν μα τῶν λεχθέντων παραστῆσαι τὴν σύστασιν. Πρὸς ἐντελεστάτην γὰρ πληροφορίαν περὶ τοῦ Πνεύματος οὐκ αὐτάρκη μοι τὰ ἤδη παρ' ὑμῶν λεχθέντα λευκοτέρας γὰρ δεῖται φράσεως καὶ γενναιοτέρας ή ὑπόθεσις. Οὐ γὰρ περὶ τῶν τυχόντων ἡ ζήτησις. Απόκρισις τῶν ἁγίων ἡμῶν Πατέρων διὰ τοῦ αὐτοῦ ἐπισκόπου Λεοντίου πρὸς τὸν φιλό σοφον. Πολλῆς οὔσης τῆς τῶν εἰσηγηθέντων σοι ἀποδείξεως, καὶ ἐναργεστάτων τῶν μαρτυριῶν τῶν ἐκ τῶν θείων Γραφών, πεῖσαί σε δυναμένων περὶ τῆς προ κειμένης ὑποθέσεως, ὦ φιλόσοφε, θαυμάζομεν πως τοσαύτης συνέσεως δοκῶν ἔμπλεως εἶναι, ὅτι ἀμφι βάλλεις. Αλλ' ἐπειδή σε πρὸς τὴν ἀλήθειαν βλέπειν ἐθέλομεν, καὶ τοῦτο εὐχόμεθα, παραινοῦμέν σου τῇ συνέσει ἄρξασθαι πίστει νοεῖν τὴν ἄκτιστον φύσιν ἐκείνην, καὶ ἄτρεπτον· καὶ μὴ ἀνθρωπίνοις λογι σμοῖς, ὡς πολλάκις εἰρήκαμεν, πολυπραγμονεῖν κατα τόλμα τὰ ὑπὲρ νοῦν· μὴ ταῖς κακοδόξοις καὶ ἀσε Θέσιν ἐννοίαις 'Αρείου συμφέρεσθαι ἐπὶ πλεῖστον ὅσον ἀνέχου, φιλόσοφος ὤν, ὡς φής, φιλόσοφε, ἀλλὰ δέχου πιστῶς, ὡς ἀρτίως εἰρήκαμεν, τά τε νῦν ῥηθέν τα σου, τά τε μέλλοντα ῥηθήσεσθαι. Δέχου μίας θεότητα τοῦ Πατρὸς τοῦ γεννήσαντος τὸν Υἱὸν ἀνεχ φράστως, καὶ τοῦ Υἱοῦ τοῦ γεγεννημένου ἐξ αὐτοῦ, καὶ τοῦ ἁγίου Πνεύματος τοῦ ἐκπορευομένου ἐξ αὐτοῦ τοῦ Πατρὸς, ἰδίου δὲ ὄντος τοῦ Υἱοῦ, καθά φησιν ὁ θεῖος ἀπόστολος Παῦλος· «Εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Καὶ ἀλλαχοῦ ὁ αὐτό; Ο δὲ Κύριος τὸ Πνεῦμά ἐστι.» Καὶ πάλιν· ο Διαι ρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνερ γῶν τὰ πάντα ἐν πᾶσι.» Καὶ μετ' οὐ πολλά· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιρούν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Ιδού, ὦ φιλόσοφε, σαφεστάτη καὶ τρανωτέρα ἀπόδειξις θεολογοῦσα τὸ Πνεῦμα τὸ ἅγιον, δεικνύουσα αὐτοῦ τὴν αὐτεξουσιότητα. Ορα πῶς ὧδε λέγει·. Διαιρέσεις δὲ ἐνεργε 'μάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» Καὶ τὸ, Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθώς βούλεται· ο Καὶ ὁ Κύριος δὲ ἐν Εὐαγγελίοις, ὡς οἶσθα, σαφῶς διαλεγόμενος πρὸς τὴν Σαμαρίτιδα, τί φησι;
col. 1289–1290page 56 of 90
PG 85:1289Πνεῦμα ὁ Θεός. Εἰ οὖν πνεῦμα Θεός, πάντως Θεὸς καὶ τὸ πνεῦμα, ἀλλ' οὐκ ἄλλος καὶ ἄλλος, ἀλλὰ μία θεότης τῶν θατέρων προσώπων, κατὰ τὴν τῶν ὑποστάσεων ἔννοιαν. ᾿Αλλὰ πρόσωπον ἀκούοντες, μὴ ἀνθρωπόμορφον τὸ θεῖον ὑπολάβωμεν. Ασύνθετον γὰρ καὶ ἀσχημάτιστον, καθὼς καὶ ἐν ἀρχῇ τῶν λό γων, καὶ αὐτὸς, ὡς καὶ ἡμεῖς, καθωμολόγησας. Καὶ γὰρ καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ πρόσωπον ἔχειν μεμαρτύρηται, καθὰ αὐτὸς ὁ Κύριος ἐν Εὐαγγελίοις πρὸς τοὺς Γραμματεῖς καὶ Φαρισαίους διαλεγόμενος ἔφη Υποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν,» καὶ τὰ ἑξῆς. Πᾶν γὰρ τὸ ὑφεστὸς ἐφ' ὅσον ὑφίσταται, πρόσωπον ἔχειν λέγεται τῆς οἱ κείας φύσεως, ήτοι σχῆμα. Ἀλλὰ μὴν ὁ οὐρανὸς καὶ ἡ γῆ κτιστὰ, καθὰ καὶ πᾶσα ἡ τῶν γενητῶν φύσις ἡ δὲ θεία καὶ ἄῤῥητος οὐσία, ἄκτιστος· ἐπεί περ ἁπλοῦς καὶ ἀσύνθετος, καὶ ἀσχημάτιστος, άλοις τε καὶ ἀθάνατος. Αλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἀπεδείξαμεν διὰ πλειόνων τῶν ἐκ τῶν θείων Γραφών μαρτυριών, συνδημιουργὸν τῷ Πατρὶ καὶ τῷ Υἱῷ πάσης κτίσεως ὁρωμένης τε καὶ νοουμένης εἶναι τὸ Πνεῦμα τὸ ἅγιον· ἐπείπερ καὶ ἀχώριστον ἀεὶ ἐστι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καθὰ καὶ ὁ Υἱὸς τοῦ Πατρὸς, καὶ ὁ Πατὴρ τοῦ Υἱοῦ. Δεῖρο δὲ, εἰ δοκεῖ, λάμβανε καὶ δι᾿ ὑποδειγμάτων, εἰ καὶ ἀσθε νεστέρων, χρηστὰς ὑποθήκας· ὁ λόγος ὁ σὸς, καθά καὶ παντὸς ἀνθρώπου, προφορικὸς μέν ἐστι, γεννᾶται δὲ ἀτμήτως ἐκ τοῦ σοῦ νοῦ. Ὁμοίως καὶ τὸ πνεῦμά σου, καὶ ἐκπορεύεται ἐκ τοῦ· καὶ οὐκ ἂν οὐδὲ τὸν λόγον σου, οὔτε τὸ πνεῦμά σου εἴποις ἀλλό τριόν σου. Καὶ ταῦτα μὲν οὐκ ἂν ἀπαξιώσῃς ἐπ' ἀν θρώπων νοεῖν· ἐπὶ δὲ τῆς ἀῤῥήτου καὶ ἀπερινοήτου καὶ ἀκαταλήπτου οὐσίας ἐκείνης τοῦ Θεοῦ, ἀλλότριον τὸν οὐ προφορικὸν αὐτοῦ λόγον, ἀλλὰ ζῶντα ἀεὶ, καὶ ἐνεργῆ, καὶ τομώτερον ὑπὲρ πᾶσαν μάχαιραν διστόμου, κριτήν τε πάντων ὄντων, ἐπείπερ καὶ δημιουρ γέν· ᾧ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Καὶ τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον τὸ ἐρευνῶν τὰ βάθη τοῦ Θεοῦ, τολμᾷ τι; ἀλλότριον εἶναι εἰπεῖν, ἢ τὸν Λόγον, ἢ τὸ Πνεῦμα τοῦ Θεοῦ; ἢ τοὺς ταῦτα λέγοντας προσίεσθαι; ναί, φιλόσοφε. ΚΕΦΑΛ. ΚΑ'. Απόκρισις τοῦ φιλοσόφου πρὸς τὸ κοινὸν τῶν ἁγίων ἐπισκόπων. Ἐπειδὴ εἰς ὑψηλοτέραν ἔννοιάν με ηγάγετε, φής σαντες δεῖν μίαν θεότητα νοεῖσθαι καὶ πιστεύεσθαι τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἐπ: μέμνημαι δὲ τῶν παρ' ὑμῖν ἔμπροσθεν ῥηθέντων, ὅτι Θεὸς ὁ Πατὴρ, καὶ Θεὸς ὁ Υἱὸς, καὶ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον νῦν δέ φατε μίαν θεότητα τῶν τριῶν τελείων ὑποστάσεων, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· λευκότερον σαφηνίσατέ μοι τὰς ζήσεις, παρακαλώ. Απόκρισις τῶν ἁγίων Πατέρων πρὸς τὸν φιλόσοφον, διὰ τοῦ αὐτοῦ Λεοντίου ἐπισκόπου. Ανέκφραστος ἐστιν, ἐπείπερ καὶ ἀπερινόητος,
col. 1291–1292page 57 of 90
PG 85:1291καὶ ἀνεπιλύγιστος, καὶ πάντη ἀνεξιχνίαστος ἡ θέα καὶ ἄβόητος οὐσία ἐκείνη, ἡ τὰ πάντα υπερέχουσα, καὶ τὰ πάντα περιέχουσα· πλὴν ἄκους πρὸς ἡμῶν οὐκ ἄλλον το: Θεὸν καὶ ἄλλον εἰρήκαμεν, καθάπερ καὶ ὁ ἀσεβὴς ἐβλασφήμησεν "Αρειος, ἕνα Θεὸν ἄκτιστον, καὶ ἄλλον κτιστὸν εἰρηκώς, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ὁμοίως κτιστὸν κεκηρυχὼς (μὴ γένοιτο), ἀλλὰ μίαν θεότητα νοεῖσθαι καὶ πιστεύεσθαι εἰρήκαμεν, μίαν οὐσίαν, κυριότητά τε καὶ βουλὴν μίαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος εἰδέναι τε τάς τῆς ἁγίας Τριάδος ὑποστάσεις εὐ διεζευγμένας, οὐδὲ τοπικὰς, ἀλλὰ πίστει μόνη μίαν θεότητα νοεῖσθαι καὶ πιστεύεσθαι, καθὰ καὶ πολλάκι; εἰρήκαμεν, τῆς ἁγίας καὶ ὁμοουσίου καὶ προσκυνητής Τριάδος. Ἰδοὺ διὰ πάντων ἔδειξεν ἡ ἀληθὴς πίστις, μὴ δεῖν ἐπὶ τῆς ἁγίας Τριάδος νοεῖν διαφοράν. Ωδε δὲ μικρόν σου τὸν νοῦν δοῦναι ἡμῖν ἐθέλησον, καὶ πιστωθήσῃ ἐπὶ πλεῖον, δεχόμενος ὑπὸ τοῦ ἁγίου Πνεύματος δι' ἡμῶν σωτηριώδεις ὑποθήκας, ἵνα γνῷς τῆς ἁγίας Τριάδος μίαν θεότητα ἀεὶ ούσαν καὶ ὑφεστῶσαν, Τριάδα ἀληθῶς Τριάδα, καὶ μηδὲν ἐν αὐτῇ προϋπάρχον ποτέ, ἀλλὰ ἀεὶ καὶ ὡσαύτως οὖσαν ἀδιαίρετον καὶ ὁμοούσιον Τριάδα. Απόκρισις τοῦ φιλοσόφου. Μή με οἴεσθε ἀποστρέφεσθαι τὰ τῆς ἀληθείας δέγματα· οὐ γὰρ ἂν ἐκ πρώτης καταρχῆς τῶν λόγων παρωσάμην ὑμῶν τοὺς λόγους, ἀλλὰ διὰ τοῦτο ἐρευνῶ τὰς τῶν νοημάτων ὑμῶν σημασίας, ἵνα σαφέστερα μοι καὶ διευκρινὴς γένηται ἡ τῶν λεγομένων παρ' ὑμῶν ὑπόθεσις. Απόκρισις τῶν ἁγίων Πατέρων υποθετικὴ πρὸς τὸν φιλόσοφον περὶ πυρὸς καὶ ἀπαυγάσματος καὶ φωτὸς, διὰ τοῦ αὐτοῦ Λεοντίου ἐπισκόπου. Ακουε δὴ καὶ νῦν, ἄκουε, ὦ φιλόσοφε. "Ηδη προ απεθέμεθά [ισ. προϋπεθέμεθα] σου τῇ διανοία διὰ πλείστων ὅτων τῶν ἐκ τῶν θείων Γραφῶν, ὅτι ἡ Θεότης ἁπλῆ τίς ἐστι ἀσύνθετος, ὡς καὶ αὐτὸς καθε ωμολόγησας ἐν ἀρχῇ σου τῶν προτάσεων· καὶ ὅτι πῦρ ἀθάνατόν τε καὶ ἀΐδιον καὶ ἄκτιστον οὖσα τῇ φύσει, φῶς τε ἀχώρητον καὶ ἀκατάληπτον, καὶ οὐκ ἐν ἑνὶ προσώπῳ κατὰ τὸ δοκοῦν Ἰουδαίοις νοουμένη, ἀλλ' ἐν Τριάδι ἀεὶ ἀχωρίστοις οὖσι προσώποις, παρά πᾶσι Χριστιανοῖς πιστεύεται καὶ κηρύττεται ἡ ἀχώ ριστος Τριὰς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, καθάπερ ἀποδέδεικται. Μάνθανε δὲ καὶ νῦν, ὦ φιλόσοφε, εἰ καὶ τολμηρὸν ποιοῦμεν, ἀλλὰ ἵλεως ἡμῖν ἡ θεία μεγαλειότης· ὑπὲρ γὰρ τῆς σῆς καὶ τῶν λοιπῶν σωτηρίας ὁ πόνος ἡμῖν διανύεται. Μάνθανε τοίνυν ἐκ τῶν αἰσθητῶν περὶ τῶν νοητῶν, καὶ ἐκ τῶν κατὰ νοῦν περὶ τῶν ὑπὲρ νοῦν, καὶ ἐκ τῶν λεγομένων περὶ τῶν ὑπὲρ λόγον· εἰ καὶ ἀσύγκριτα πάντα τά τε ὁρώμενα, τά τε νοούμενα, τῶν τε οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων κτισμάτων, πρὸς τὴν ἄκτιστον ἐκείνην καὶ ἀκατ τάληπτον καὶ ἀθάνατον τοῦ Θεοῦ οὐσίαν· πλὴν τὸ ἐμπεσὴν ὑπόδειγμα οὐ μέτριον πρὸς ὠφέλειαν τοῖς πιστῶς δεχομένοις, ἀλλ᾽ ἱκανὴν εἰκόνα παρέχον τῆς εὐσεβείας τοῖς εὐσεβῶς ἐθέλουσι νοεῖν, λέξομεν.
col. 1293–1294page 58 of 90
PG 85:1293Τὰ αἰσθητὸν τοῦτο πῦρ φύσις μία ὂν, ἤτοι οὐσία, η Τριάς ἐστι κατὰ ταυτό, πῦρ, ἀπαύγασμα, φῶς. Καὶ οὐδὲν τούτων προϋπάρχον τοῦ θατέρου εὑρίσκεται, ἀλλ' ἔστιν ἀχωρίστως ἀλλήλων τα τρία, τὸ πῦρ, τὸ ἐξ αὐτοῦ ἀπαύγασμα, καὶ τὸ φῶς. Διαχώρισον τοί νυν, εἰ δύνῃ, ὦ φιλόσοφε, τα τρία, καὶ δεῖξον ἡμῖν θάτερον τοῦ θατέρου προϋπάρχον, ἢ τοῦ ἀπαυγάσματος τὸ πῦρ καθ' ἑαυτὸ προϋπάρχον, καὶ μεταγενέστερον μετὰ χρόνους τινὰς τοῦ πυρὸς τὸ ἀπαύγασμα, ἢ μεταγενέστερον πάλιν ἢ μεταχρόνιον τοῦ πυρὸς καὶ τοῦ ἀπαυγάσματος τὸ φῶς, ἢ προχρόνιον. Δείξον ἡμῖν, εἰ δύνῃ, διαχωρίσας ἀπ' ἀλλήλων τα τρία, και μὴ οὐχὶ ὡσαύτως ὢν πῦρ, ἀπαύγασμα, φῶς, μιας οὔτης τῆς τοῦ πυρὸς φύσεως. Ταῦτα κατὰ νοῦν λα Εὼν τὰ αἰσθητὰ καὶ κτιστά, εἰ καὶ ἀσύγκριτα, ὡς ἀρτίως εἰρήκαμεν, πρὸς τὴν ἀΐδιον καὶ ἄκτιστον τοῦ Θεοῦ οὐσίαν, πλὴν δέχου ἐκ τούτων ἀφορμάς σωτη ρίους, καὶ πτερώσας τῇ πίστει τὸ τῆς διανοίας του ὄμμα, ἀνάβηθι ἐπὶ τὴν ὑψηλὴν τοῦ Θεοῦ ἐπίγνωσιν. καὶ ἀπαντήσει σοι, ως γε ευχόμεθα καὶ πιστεύομεν, ένα στράπτουσά σοι ἡ χάρις ἡ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, δεικνύουσά σοι μίαν θεότητα πῦρ οὖσαν ἀθάνατον, καὶ ἀπαύγασμα, καὶ φως, ἁπλὴν καὶ ἀσύνθετον, ἀχώριστον, ἀδιαίρετον, ἀπερινόητον, καὶ ἀνέκφραστον Τριάδα ἀληθῶς ὁμοούσιον, τὴν τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. *Οπου πιστεύει ὁ φιλόσοφος εἰς τὴν ἁγίαν Τριάδα. Ταῦτα ἀκούσας ὁ φιλόσοφος, καὶ ὡς ἐν ἐκστάσει γενόμενος, ἀπηνεώθη ἐπὶ πλεῖστον ὅσον, καὶ οἱ δια λογισμοὶ αὐτοῦ συνετάρασσον αὐτὸν, φόβος τε πολὺς ἐπέπεσεν ἐπ' αὐτόν· εἶτα εἰς ἑαυτὸν ἐλθὼν ἀνεκρού γατε μέγα, εἰπών· Δόξα σοι, ὁ Θεὸς ὁ ἐμπνεύσας τούτ τοις τοῖς ἁγίοις σου τὸ ὑπὲρ πάντα νοῦν μυστήριον τῆς ἀχράντου καὶ ἀχωρίστου καὶ ἀκτίστου Θεότητος. ᾿Αλλὰ δέομαί σου, Χριστέ, ὡς παναγάθου Πατρὸς παν άγαθος Υἱός, πάρες ἅπερ εἰς σέ, ὑπαχθεὶς ταῖς ἀσεβέσι παρὰ τοῦ ᾿Αρείου δόξαις, ἥμαρτον, καὶ μὴ εισπραχθήσομαι δίκας παρὰ σοὶ τῷ δικαίῳ κριτῇ ὑπὲρ τῶν ἀσεβῶν ῥημάτων ἐκείνων, ὧν κατὰ σοῦ ἀπέφηνα ὁ τάλας. Οὐαὶ ᾿Αρείῳ καὶ τῇ συμμορία αὐτοῦ τῇ ἀσεβεῖ, βλασφημήσασιν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, λέγουσιν· "Ην ποτε ὅτε οὐκ ἦν· καὶ ὅτι κτίσμα καὶ ποίημα καὶ ἐξ ἑτέρας οὐσίας ὁ Υἱός τοῦ Θεοῦ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ τῆς αὐτῆς οὐσία; ἧς ὁ Πατήρ, εἰρηκόσι τὸν Υἱὸν τοῦ Θεοῦ καὶ τὸ Πνεῦμα τὸ ἅγιον. ᾿Αναθεματίζω νῦν καὶ πάντως [πάντοτε] "Αρειον καὶ τὰς ἀσεβεῖς αὐτοῦ δόξας, καὶ τοὺς τὰ αὐτοῦ φρονοῦντας πάντας, καὶ τοὺς βλασφημοῦντας κατά τε τοῦ Πατρός, κατά τε τοῦ Υἱοῦ, καὶ κατὰ τοῦ ἁγίου Πνεύματος. Ο γὰρ τὸν Γέν μὴ ἔχων, οὐδὲ τὸν Πατέρα ἔχει· καὶ ὁ εἰς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσας, εἰς τὸν Πατέρα εβλασφήμησε. Καθικετεύω τὴν ὑμετέραν ἱε μὰν γερουσίαν, βοηθήσατέ μοι διὰ τῶν ὑπὲρ ἐμοῦ πρὸς τὸν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἱκεσιῶν ὑμῶν, ἀκολουθοῦντι μάλιστα τοῖς δι' ὑμῶν ὑπὸ τοῦ ἁγίου pίο
col. 1295–1296page 59 of 90
PG 85:1295Πνεύματος έκτεθεῖσι καὶ ὁριζομένοις· καὶ ὁμολογώ ταῦτα ἀληθῆ εἶναι, καὶ βέβαια. Τοῦτο γὰρ πιστεύων εἶναι, ὅπερ ὁ ἱεροφάντης εἶπε Παῦλος". Τὸ μυστήριον τὸ ἀποκεκριμμένον ἀπὸ τῶν αἰώνων, καὶ ἀπὸ τῶν γενεῶν, ὅ νῦν ἀπεκαλύφθη, καθὼς εἴρηται τοῖς ἁγίοις αὐτοῦ ἀποστόλοις καὶ προφήταις,» καὶ ὑμῖν ἐν Πνεύματι, ἀεὶ ὄντα καὶ συνυπάρχοντα καὶ συνδιαμένοντα τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν αὐτοῦ, καὶ τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον. η ΚΕΦΑΛ. ΚΒ'. Προσθέντες οἱ ἅγιοι Πατέρες εἶπον πρὸς τὴν φιλό σοφον περὶ πηγῆς, καὶ ποταμοῦ, καὶ ὕδατος, διὰ τοῦ ἐπισκότου Λεοντίου. Κἀκεῖνο δὲ νοητέον, ὦ φίλε λοιπὸν τῆς ἀληθείας φιλόσοφε. Πηγὴν νοήσωμεν γεννῶσαν ποταμὸν ἴδα τος· πᾶς γὰρ ποταμός, ὡς οἶσθα, πηγὴν ἔχει γεννήτειραν· εἶτα προέρχεται μὲν ὁ ποταμὸς τοῦ ὕδατος. Αλλ' οὐθεὶς καλεῖ τὸν ποταμὸν πηγήν, ἢ τὴν πηγὴν ποταμόν· ἀλλ' ἡ πηγὴ πηγή καλεῖται, καὶ ὁ ποταμός ποταμός· καὶ ἀμφότερα ἓν ὕδωρ. Ἐπάν δέ τις ἐθέ λοι ἀρύσασθαι ἐκ τοῦ ποταμοῦ ἢ τῆς πηγῆς ὕδωρ, μεταβάλλει την προσηγορίαν. Οὐκ ἐρεῖ γὰρ, Απελθε, πορευθεὶς ἄντλησον, καὶ φέρε μοι τήν πηγήν, ἢ τὸν ποταμὸν, ἀλλ᾽ ὕδωρ. Καὶ μία μὲν ἡ φύσις, τρία δὲ πρόσωπα λεκτέα, πηγή, ποταμὸς, ὕδωρ. ᾿Αλλὰ καὶ Η θεία Γραφή ταῦτα φράζουσα δείκνυται· οὐ γὰρ ἀλλότρια ταύτης ἡμεῖς σοι φθεγγόμεθα, γνήσιον λο πὸν τέκνον τῆς χάριτος· εἰ καὶ ὡς ἐν ὑποδείγμασι, καὶ τύποις, καὶ εἰκόσι τῆς ἀληθείας τὸν λόγον είσα ηγησάμεθα. Λέγει αὖν περὶ τοῦ Υἱοῦ ἡ θεία Γραφή Κλίνω, φησίν, ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης· ο ἐκπορευόμενος δηλονότι ἐκ τῆς ἀληθοῦς πηγῆς τῆς ζωῆς, τῆς τοῦ Πατρὸς θεότητος, καθά φημι, αὐτὸς ὁ Κύριος ἐν Εὐαγγελίοις βοᾷ·. Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω.» Κἀκεῖνο δὲ ὅπερ ἔφη λευκότατα Ἐγὼ καὶ ὁ Πατήρ ἕν εσμεν.» Καὶ τὸν Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ὅτι ἐξ αὐτοῦ λαμβάνομεν ἅπαντες οἱ πιστοί, τῆς αὐτῆς ὂν οὐσίας, ἧς ὁ Πατὴρ καὶ Υἱός, ἐκπορευνή μενον μὲν ἐκ τοῦ Πατρὸς, ἴδιον δὲ ἂν τοῦ Υἱοῦ, καθ ἀπερ ἀνωτέρω ἀπεδείξαμεν. Οτι δὲ ἐξ αὐτοῦ ἡμῖν ἀναβλύζον ἐστὶ, σαφέστατα ἐν Εὐαγγελίοις ἐδίδαξεν αὐτὸς ὁ Κύριος εἰπών·. Εάν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω· ὁ πιστεύων εἰς ἐμὲ, καθώς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ρεύ σουσι νύδατος ζῶντος.» Οἷς ὁ εὐαγγελιστής θεόθεν ἐμπνευσθεὶς, τὸ ῥηθὲν ἑρμηνεύων, ἐπιφέρει λέγων Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ήμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Καὶ ὁ προφή της δὲ Δαβὶδ ὅρα τί περὶ ταύτης τῆς πηγῆς τῆς ὄντως ζωῆς· τῆς ἁγίας Τριάδος βοά, ὅτι «Παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου οψόμεθα φῶς· ο πηγὴν ζωῆς τὸν Θεὸν καὶ Πατέρα καλῶν. Πρὸς τὸν Υἱὸν δὲ λέγων, ἐπείπερ ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρί φῶς δὲ τὸν Υἱὸν ὑπαγορεύει, ἐν ᾧ φωτὶ λέγει ὄψεσθαι φῶς, τὸ Πνεῦμα τὸ ἅγιον. «Ἐν γὰρ τῷ φωτί σου, φησὶν, ὀψόμεθα φῶς· ο πηγὴ γὰρ ὄντως τῆς ζωῆς
col. 1297–1298page 60 of 90
PG 85:1297καὶ φωτὸς ὁ Πατήρ· φῶς καὶ ὁ Υἱὸς, ἐκ φωτὸς τοῦ Πατρός· φῶς καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐξ αὐτοῦ τοῦ φωτός. Ἐπείπερ, ὡς πολλάκις ἡμῖν λεκτέον, μία θεότης τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύ ματος, καθὰ αὐτὸς βοᾷ διὰ τῶν προφητικῶν λόγων Ἐγώ εἰμι Θεός, οὐκ ἔστιν ἄλλος· καὶ ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ εἰς τὸν αἰῶνα ἐγώ εἰμι.» Καὶ πάλιν·. Ἐγώ εἰμι, καὶ οὐκ ἠλε λοίωμαι, καὶ εἰς τὸν αἰῶνα ἐγώ εἰμι, ν και τὰ ἑξῆς. Καὶ κατὰ τὰ προαποδειχθέντα, ἀναγ καῖον γὰρ εἶμαι ἐπαναλαβεῖν τὰς ῥήσεις, εἰ καὶ μὴ πάσας διὰ τὸ πλῆθος, ἀλλ᾽ οὖν τὰς σαφεστέρας, πρὸς τὸ βεβαιοτέραν τὴν σύστασιν ἔχειν τὰ εἰρημένα. Τὰ οὖν ἐκ στόματος Ἱερεμίου τοῦ προφήτου παραθήσο μεν·. 'Ο κατασκευάσας, φησί, τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. ῾Ο ἀποστέλλων τὸ φῶς, καὶ πορεύεται, ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ ηὐφράνθησαν ἐκάλεσεν αὐτοὺς, καὶ εἶπαν· Πάρεσμεν· ἔλαμψαν μετ᾿ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ν καὶ τὰ ἐξῆς. 'Αναγκαίον οὖν, ὦ θεοφιλέστατε φιλόσοφε, ἐπιτ στῆσαι ὧδε τὸν νοῦν, καὶ ἀναπτύξαι τῆς Γραφῆς τὴν διάνοιαν. Εδειξε γὰρ, καθὰ καὶ αὐτὸς συνωμολόγησας, ὅτι περὶ τοῦ Υἱοῦ ταῦτα προείρηται. • Μετὰ ταῦτα γὰρ, φησίν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀν θρώποις συνανεστράφη.» Εἰ οὖν κατὰ τὴν ἀσεβῆ μοχθηρίαν ᾿Αρείου, ἄλλη τις οὐσία κτιστή ἐστι τοῦ Υἱοῦ καὶ μεταγενέστερος τοῦ Πατρὸς Θεός· λέγει δὲ περὶ αὐτοῦ Γραφή ο Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λου γισθήσεται ἕτερος πρὸς αὐτόν· ν οὐ Θεὸς ὁ Πατήρ κατὰ τὴν ᾿Αρείου ἀσέβειαν, ἐπείπερ λέγει περὶ τοῦ Υἱοῦ, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· καὶ ἐλέγ χονται οἱ ἀσεβεῖς 'Αρειομανῖται σὺν τῷ τῆς βλασ φημίας αὐτῶν αὐθέντῃ, πρὸ τῆς περὶ τοῦ Υἱοῦ ἀρ νήσεως, αὐτὸν τὸν Πατέρα ἐκβαλόντες τῆς θεότητος" καὶ ἄθεο: παντελῶς εὑρίσκονται οἱ τῆς ἀληθείας που λέμιοι. ι Ο γὰρ τὸν Υἱὸν μὴ ἔχων, ο καθά φησιν ἐν καθολικαῖς, ι οὐδὲ τὸν Πατέρα ἔχει. ν 'Η δὲ καθολική πίστις μίαν Θεότητα οἶδε, καὶ ταύτην πρεσβεύει, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· παρ' ἣν οὐ λογισθήσεται ἑτέρα. Τὸ δὲ μυστήριον τοῦτο τῆς ἁγίας καὶ προσκυνητῆς καὶ ὁμοουσίου Τριάδος, ἀπερινόητον καὶ ἀνέκφραστον και πάντῃ ἀκατάληπτον ὑπάρχει, πίστει μόνῃ ναεῖσθαι δυνάμενον. ΚΕΦΑΛ. ΚΓ' Ο φιλόσοφος. θεῖα ὡς ἀληθὼς καὶ φωτὸς ἔμπλεα, τὰ παρὰ τοῦ ἁγίου Πνεύματος δὲ ὑμῶν ἐκφωνηθέντα. Δέομαι δὲ ὑμῶν, ἐρασμίων μοι ὄντων τῶν ἱερῶν τῆς διδασκαλίας ὑμῶν λόγων, ὑπόσχετέ μοι τὰς εὐαγεῖς ὑμῶν ἀκοὰς, καὶ πρὸς ἃ ἐπερωτῶ διδάξατε, ἵνα πληρεστάτην λήψεσθε παρὰ τοῦ Θεοῦ τὴν ὑπὲρ τῆς ἐμῆς σωτηρίας ἀμοιβήν. Απόκρισις τῶν ἁγίων Πατέρων πρὸς τὸν φιλό σοφον διὰ τοῦ αὐτοῦ Λεοντίου ἐπισκόπου. Εἰπὲ ὁ βούλει, ἐπιθυμητὸν γὰρ ἡμῖν πληροφο
col. 1299–1300page 61 of 90
PG 85:1299ρῆσαί σε ἐν πᾶσιν, εὐμπρῶς δυναμένου σου νῦν μάλιστα δέχεσθαι τὰς ἀποδείξεις τῶν ῥήσεων, έλ λαμφθέντος σου ὑπὸ τοῦ ἁγίου Πνεύματος. Εὐχαριστία τοῦ φιλοσόφου, καὶ ἐπερώτησις περὶ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως. Χάρις ὑμῶν τῇ ἱερᾷ κεφαλῇ. Φατὰ δέ μοι, ὦ ἱερών τατος, πώς νοητέον τὸ τὸν Θεὸν Λόγον, τὸν τοῦ Θεοῦ Υἱόν, ἐπὶ τῆς γῆς ὤφθαι, καὶ τοῖς ἀνθρώποις συν ανεστράφθαι, αθέατον ὄντα πάσῃ κτιστῇ φύσει, όρων μένῃ τε καὶ νοουμένῃ· καὶ τίς ἡ αἰτία δι᾿ ἣν ταῦτα ἐπραγματεύσατο, διδάξατε, παρακαλώ. Απόκρισις τῶν ἁγίων Πατέρων πρὸς τὸν φιλό σοφον διὰ τοῦ ἐπισκόπου Λεοντίου. Ἡ μὲν αἰτία τῆς αὐτοῦ παρουσίας ᾠκονομήθη ὑπ' αὐτοῦ διὰ τὴν ἐν τῷ παραδείσῳ τῶν πρωτοκτίστων ἀνθρώπων τοῦ τε Ἀδὰμ καὶ τῆς Εὔας γεγενημένην ἀπόπτωσιν, ἥτις ἅπαν τὸ αὐτῶν ἐπενέμετο γένος. Ἐπεὶ οὖν παραβάντες τὴν ἐντολὴν, τοῦ θείου χαρί σματος ἐστερήθησαν, τοῦτο ἀποδοῦναι ἠθέλησεν ὁ Δημιουργὸς τῷ τῶν ἀνθρώπων γένει. Καὶ νοητέον ἐνταῦθα, ὅτι ὥσπερ εἶπεν ὁ Θεός· «Ποιήσωμεν ἄν θρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον,» κατὰ τὰς προφές θείσας ἀποδείξεις· ὁ αὐτὸς πάλιν εἶπε, Σώσωμεν τὸν ἀπολωλότα ἄνθρωπον, ὃν κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν ἐποιήσαμεν. Καὶ ὥσπερ ὁ Θεὸς καὶ Πα τὴρ εἶπε τό· Ποιήσωμεν, καὶ ὁ Υἱὸς ἐδημιούργησεν, Θεὸς ὢν ἐκ Θεοῦ· ὁ αὐτὸς πάλιν βουλῇ πατρικῇ Ο ἀνασῶσαι ἐν ἑαυτῷ ἠβουλήθη τὸν ἄνθρωπον. Επερώτησις τοῦ φιλοσόφου περὶ τοῦ αὐτοῦ. Καὶ πῶς ἐπὶ τῆς γῆς ὤφθη, καὶ συνανεστράφη ὡς ἄνθρωπος τοῖς ἀνθρώποις, Θεὸς ὢν ἀναλλοίωτος; Απόκρισις παρὰ τῶν ἁγίων Πατέρων διὰ Μακα ρίου ἐπισκόπου Ιεροσολύμων. Κατὰ τὴν φωνὴν τοῦ θεσπεσίου Παύλου, ο Μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, ὃ ἐφανερώθη ἐν σαρκί· ν τοῦτ' ἔστιν, ὁ τοῦ Θεοῦ Υἱός. Τότε αὐτὸς ὤφθη καὶ ἀγγέλοις. Οὐδὲ γὰρ ἀγγέλοις, ἢ ἀρχαγγέλοις, ή τισι τῶν ἐπουρανίων δυνάμεων θεατὸς ὁ Μου νογενής· ἐπείπερ Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ο περ τὴν ἐξ οὐρανῶν καταφοίτησιν ἀκούων, μή του τικὴν μετάστασιν τῆς ἀχωρήτου αὐτοῦ ὑποπτεύσῃς θεότητος, οἰκονομίαν δὲ νόει τὸ ὅλον τοῦτο τὸ μέγα ὡς ἀληθῶς τῆς εὐσεβείας μυστήριον, ἐν ᾧ ἀνεκαινίσθημεν. ᾿Ανακαίνισις γὰρ γέγονε καινότητος ἐπανάληψις. Διὰ δὴ τοῦτο ἀποδοὺς ἡμῖν τὴν πρὸς ἑαυτὸν ὁμοίωσιν, ὁ αὐτὸς τοῦ Θεοῦ Λόγος εἰς ὁμοίωσιν ἡμῶν κατῆλθεν. 'Αδύνατον δὲ ἦν Θεὸν ὁμοιωθῆναι ἡμῖν μὴ σαρκωθέντα· οὐ γὰρ ἀσώματον εἶδος αὐτῷ ἀσωμά του ουσίας προσεγίνετο, ὅπερ ἦν αὐτὸς, ἀλλὰ τὸ συν ματικόν· σωματικὴ δὲ οὐσία ἄνευ προσλήψεως οὐκ ἐγίνετο· διὰ τοῦτο σῶμα ἀληθῶς προσέλαβεν, ἵνα οἱ τῆς ἐξ ἀρχῆς ἀδελφότητος ἐκπεσόντες, διὰ τὴν τοῦ ἀσωμάτου είδους ἀλλαγὴν, τοῦτ' ἔστι τῆς τοῦ Πνεύ
col. 1301–1302page 62 of 90
PG 85:1301ματος χάριτος, ἧς διὰ τῶν πρώτων ἀνθρώπων τοῦ τε À Ἀδὰμ καὶ τῆς Εὔας ἀπωλέσαμεν, εἰς ἀδελφότητα εἰς αχθῶμεν διὰ τῆς σωματικής προσλήψεως, και πά λιν τὸ ἀσώματον εἶδος τὸ θεῖον ἀπολάβωμεν. λαμβάνει δὲ σάρκα ἐκ γυναικός. Οὕτως γὰρ καὶ ὁμογενὴς ἡμῖν καθίσταται, ἵνα καὶ ὡς ὁμογενέσιν ἡμῖν μεταδῷ τῆς δόξης τῆς ἑαυτοῦ, ἵνα καὶ τὴν γυναῖκα διὰ τῆς γεννήσεως ἀνατώσῃ. Σιωθήσεται γάρ, φησίν, ἡ γυνὴ διὰ τῆς τεκνογονίας.» Σάρξ δὲ προσείληπτο τὰ κατὰ φύσιν ἔχουσα ζωτικών· οὐδεμία γὰρ σάρξ ἄνευ τοῦ ζωτικοῦ, ὁ καὶ ψυχὴν ἰδίως ἡ Γραφή καλεῖ. Ο φιλόσοφος. Τίς οὐκ ἂν ἐκπλαγῇ ἐπὶ τοῖς μεγαλείοις τοῦ Θεοῦ τούτοις, ὡς ἔφατε; Πλὴν πῶς λαμβάνει σάρκα ἐκ γυναικὸς, καθὼς ἀρτίως εἰρήκατε; Απόκρισις τῶν ἁγίων Πατέρων διὰ τοῦ αὐτοῦ Μακαρίου ἐπισκόπου Ἱεροσολύμων. Ηδη εἰρήκαμέν σοι, ὦ βέλτιστε, μηδαμῶς ἐπὶ τῶν τοῦ Θεοῦ μυστηρίων λέγειν τὸ ὅπως· ἀπόῤῥητα γάρ εἰσ: καὶ ἀνεπιλόγιστα· ὡς δὲ ἐκ τῶν ἱερῶν λόγων έδι δάχθημεν, ἐροῦμεν ὅσον ὁ λόγος παραστῆσαι δυνήσεται. Τὸ γὰρ παντελῶς καταληπτικὸν τοῦ μυστηρίου ἐκείνου, τῆς τοῦ Κυρίου ἐνσάρκου οἰκονομίας, πῶς γέγονεν, οἶδεν ἀνθρώπων οὐδὲ ἀγγέλων οὐδεὶς, οὐδὲ αὐτὸς Γαβριὴλ ὁ διακονησάμενος τῷ μυστηρίῳ ἐκεί νῳ, οὐδὲ ἡ πάναγνος καὶ καθαρὰ καὶ ἁγία Παρθένος Μαρία περαστῆσαι δυνήσεται τὴν ὅλην τῆς αὐτῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως κατάληψιν. Αὐτὸς γὰρ μόνος ὁ μονογενῆς τοῦ Θεοῦ Υἱὸς τὸ ἀκριβές οἶδε τῆς ἑαυ τοῦ δι' ὑμᾶς ἐνανθρωπήσεως. Εἰ γὰρ καὶ παρέδωσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενό μενοι τοῦ λόγου, καθά φησιν ὁ Λουκᾶς, περὶ τῆς ἐνα σάρκου αὐτοῦ οἰκονομίας· ὅτι ἐκ σπέρματος Δαυτό καὶ 'Αβραὰμ τὸ κατὰ σάρκα, καὶ τὸ «Ἐξ ἧς ἐγεν νήθη Ἰησοῦς,» τοῦτ' ἔστιν ἐκ τῆς Παρθένου, «ὁ λε γόμενος Χριστός· καὶ ὅτι ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα· ν καὶ ὅτι «οὐκ ἀγγέλων, ἀλλὰ σπέρματος Αβραὰμ ἐπελάβετο, ο καὶ ὅτι κατά πάντα ώμοιώθη ἡμῖν, πλὴν τῆς ἁμαρτίας, ο ταῦτα ἴσμεν· ὁ δὲ τρόπος, πῶς ταῦτα γεγένηται, πάν σης λογικής φύσεως ὑπερβαίνει διάνοιαν. Λέγει γὰρ καὶ περὶ τούτου Ἱερεμίας ὁ προφήτης·. Καὶ ἄνθρωπος ἐστι, καὶ τίς γνώσεται αὐτόν;» Θαυμάζοντος δὲ τοῦ φιλοσόφου, καὶ παντὸς τοῦ συναθροισθέντος πλήθους εἰς τὴν ἀκρόασιν, προσθέντες οἱ ἅγιοι Πατέρες, διὰ Μακαρίου ἐπισκόπου Ἱεροσολύμων εἶπαν Ηδη διὰ πλείστων ὅσων ἀπεδείξαμεν, ὅτι Θεός ἦν ὁ μονογενής Υἱὸς τοῦ Θεοῦ, γέγονεν [γρ. καὶ γέ γονεν] ἄνθρωπος διὰ φιλανθρωπίαν, σαρκωθείς καὶ γεννηθεὶς ἐκ τῆς Παρθένου Μαρίας ἀποῤῥήτῳ γεν νήσει. Ἐπειδὴ γὰρ ἡ βουλήθη, ὡς προαπέδειξεν ὁ λό γος, ἀνακαινίσαι τὰ διὰ τὴν ἀπόπτωσιν τῶν πρωτοπλάστων λυθέντα, γέγονεν ἐν τοῖς ἡμετέροις, ἵνα β
col. 1303–1304page 63 of 90
PG 85:1303ἡμᾶς ποιήσῃ ἐν τοῖς ἑαυτοῦ, συγκαταβὰς ὡς ἰατρὸς καὶ κατῆλθεν ἑκουσίως εἰς αὐτόν· οὐ κατηνέχθη καθι ἄριστος τῇ ἀσθενείᾳ ἡμῶν. Πάλιν ἐροῦμεν τὸ συγχαί ταβιν, καὶ τὸ κατελθεῖν, καὶ τὰ ἀπεστάλθαι, κατά τὸν τῆς ἐνανθρωπήσεως αὐτοῦ τρόπον διαληπτέον, ὡς προαπεδείξαμεν τῇ γὰρ θεότητι αὐτοῦ τὰ πάντα σὺν τῷ Πατρὶ πληροῖ ἀεὶ κατὰ τὰς προαποδοθείσας ἐννοίας. Ακους τοίνυν. Γεννώμεθα ἐκ γυναικός· ἦλθε διὰ φιλανθρωπίαν εἰς τοῦτο. Αλλ' ἡμεῖς μὲν ἐξ ἡδο νῆς ὕπνου, καὶ σπέρματος ἀνδρός. Αὐτὸς δὲ μόνος ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου. γαλακτοτροφούμεθα· ἦλθε καὶ εἰς τοῦτο σαρκί, ὁ τῇ θεό τητι αὐτοῦ διδοὺς τροφὴν πάσῃ σαρκί. Γινόμεθα εἰς προκοπὴν καὶ αὔξησιν ἡλικίας· οὐκ ἀπηξίωσε γενέ σθαι καὶ αὐτὸς τοῦτο σωματικῶς, καθώς γέγραπται, ὅτι ι Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάρι τι παρὰ Θεῷ καὶ ἀνθρώποις·, καὶ ἕως τριακοστο ετους χρόνου διανύσας, ἵνα πᾶσαν ἡλικίαν εὐλογήσῃς τότε ἐπὶ τὸ βάπτισμα έρχεται, κηρύσσοντος Ἰωάν του υἱοῦ Ζαχαρίου τῷ λαῷ βάπτισμα μετανοίας, οὐκ ἀφέσεως ἁμαρτιῶν, οὔτε υἱοθεσίας δῶρον διδόντος " οὐ γὰρ ἦν Ἰωάννου ταῦτα δοῦναι, ἀλλ᾽ οὔτε ἀγγέλου, ἀλλ' αὐτοῦ τοῦ σαρκωθέντος καὶ ἐνανθρωπήσαντος Θεοῦ Λόγου. Καὶ ἀνέχεται τὸ ὑπὲρ ἡμῶν βάπτισμα, καὶ Θεὸς ὢν ἁμάρτητος ἐβαπτίσθη σωματικῶς ὡς ἄνθρωπος, οὐκ αὐτὸς δεόμενος βαπτίσματος, ἀλλ᾽ ἵνα τὸ ἡμέτερον βάπτισμα δοξάση: ἵνα πιστεύωμεν, ὅτι ὥσπερ ἐπ' αὐτὸν κατῆλθε τὸ Πνεῦμα τὸ ἅγιον, οὕτως καὶ ἐφ' ἡμᾶς τοὺς εἰς αὐτὸν βαπτιζομένους. Είνα συναναστραφείς τοῖς ἀνθρώποις, τάς τε τῶν θείων αὐτοῦ ἐντολῶν παραδοὺς ἐκδόσεις, τάς τε τῶν σην μείων εργασάμενος θαυματουργίας, ἐπὶ τριετή χρό νον, καὶ τετάρτου ἀρξαμένου, οὕτως ἐπὶ τὸ ὑπὲρ ἡμῶν ἐκούσιον αὐτοῦ σωματικὸν ἔρχεται πάθος ἡμῖν γὰρ κεχρεώστητο τιμωρία σταυροῦ· ἀλλ' εἰ πάντες ἐσταυρώθημεν, οὔτε ἑαυτοὺς ἐκ τοῦ θανάτου ἁρπάσαι ἰσχύσαμεν. «Εβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ 'Αδάμ μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας.» Πολλοὶ ἅγιοι, πολλοί προφῆται, πολλοὶ δίο και οι καὶ οὐδεὶς αὐτῶν τῆς τοῦ θανάτου ἐξουσίας ἑαυτὸν ἠδυνήθη λυτρώσασθαι. ᾿Αλλὰ ἦλθεν αὐτὸς ὁ τῶν πάντων Σωτήρ, καὶ τὰς ἡμῖν χρεωστουμένας τις μωρίας εἰς τὴν ἐξ ἡμῶν, ἀνθ᾿ ἡμῶν, ὑπὲρ ἡμῶν ἀν αμάρτητον αὐτοῦ ὑπεδέξατο σάρκα. Κατεφερόμεθα μετὰ τὸν θάνατον εἰς τὸν ᾅδην· ἀνεδέξατο καὶ τοῦτο, ἀπερ ἡμεῖς, ἀλλὰ κατῆλθεν· οὐ γὰρ ἦν ὑποκείμενος τῷ θανάτῳ, ἀλλ' ἐξουσιαστής τοῦ θανάτου καὶ μόνος κατελθών, μετὰ πλήθους ἀνελήλυθεν. Αὐτὸς γὰρ ἦν ὁ νοερός κόκκος τοῦ σίτου, ὁ ὑπὲρ ἡμῶν περ σὼν εἰς τὴν γῆν, καὶ ἀποθανών σαρκί, δς τῇ τῆς θεότητος αὐτοῦ δυνάμει ἀνέστησε τὸν σωματικὸν αὐτ τοῦ ναόν, κατὰ τὰς Γραφές, καρποφορήσαντα τὴν τοῦ παντὸς ἀνθρωπίνου γένους ἀνάστασιν, καὶ ἐμφανίσας τοῖς μαθηταῖς μετὰ τὴν τριήμερον ταφὴν, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἐπέδειξεν αὐτοῖς τὰ ἐν τῷ σταυρῷ τοῦ σώματος αὐτοῦ πάθη, εἰπών· ο ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι αὐτὸς ἐγώ εἰμι, ο ὁ θαν
col. 1305–1306page 64 of 90
PG 85:1305ματουργῶν, ὁ καὶ τὰ ὑπὲρ τοῦ ἡμετέρου γένους ἐν τῇ σαρκί μου καταδεξάμενος πάθη. Εἶτα ἐπὶ τεστα ράκοντα ἡμέρας συναυλιζόμενος αὐτοῖς, δούς τε αυτ τοῖς σωτηρίων ἐντολῶν ὑποθήκας, ἀνελήλυθεν εἰς τοὺς οὐρανούς, βλεπόντων αὐτῶν, ἐν δεξιᾷ τε τοῦ Πατρὸς κεκαθικέναι αὐτὸν οἱ ἱεροὶ ἐδίδαξαν λόγοι. ῦν καὶ ἥξειν προσδοκῶμεν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκρούς, ἀϊδίως, ὡς ἀεὶ συμβασιλεύοντα τῷ Πατρὶ εἰς τοὺς ἀπείρους αἰῶνας. Αὕτη ἡ τῆς Ἐκκλησίας ἀποστολικὴ καὶ ἀμώμητος πίστις, ήντινα ἄνωθεν παρ' αὐτοῦ τοῦ Κυρίου διὰ τῶν ἀπο στόλων ἐκ προγόνων εἰς ἐκγόνους παραδοθεῖσαν ἡ Εκκλησία πρεσβεύει, καὶ νῦν καὶ εἰς ἀεὶ ταύτην κρατεῖ, εἰπόντος τοῦ Κυρίου τοῖς μαθηταῖς· ο Πο ρευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. ΚΕΦΑΛ. ΚΑ'. Περὶ τῆς τῶν Πατέρων όμοφωνίας τῆς εἰς τὸ ὁμοούσιον. Τούτων οὕτως ὑπὸ τοῦ ἁγίου Πνεύματος διὰ τῶν ἁγίων ἡμῶν Πατέρων, τῶν ἐν ἐκείνῃ τῇ ἁγίᾳ συνέδῳ συνειλεγμένων, ἐκφωνηθέντων, έμεγάλυνε τὸν Θεὸν ἅπαν τὸ πλῆθος ἐκεῖνο, τὸ εἰς τὴν ἀκρόασιν ἐκείνην συνελθόν. Επηκροᾶτο δὲ καὶ αὐτὸς ὁ θεοφιλέστατος βασιλεύς, συμπαρὼν καὶ αὐτὸς τὰ πλεῖστα τῇ συν όδω· καὶ ὑπεραγασθείς, ἐδόξαζε τὸν Θεὸν, τοιούτων ἐπακούσας θείων δογμάτων, χαίρων δῆτα ἐπὶ τῇ τῶν ἡμετέρων ἐπισκόπων συμφωνία, ἡγαλλιᾶτο τῷ πνεύ ματι· ἔσπευδε γάρ μηδένα, μή μέγαν, μὴ μικρόν διαφωνῆσαι ταύτης τῆς σωτηρίου ὁμολογίας. Μετά γοῦν τὴν πολλὴν ταύτην καὶ χρονίαν τῆς προσκυνη τῆς σκέψεως ἐκπλήρωσιν, ἔδοξε πᾶσιν ὁμοῦ τοῖς ἡμετέροις, τὸ ὁμοούσιον δεῖν ὁρίσασθαι ἐπὶ τῆς ἐκε κλησιαστικῆς πίστεως ὃν τρόπον καὶ οἱ μετὰ τοὺς ἀποστόλους ἅγιοι ἡμῶν Πατέρες ταύτην παρέδοσαν τὴν πίστιν, τοῦτ' ἔστι τῆς αὐτῆς οὐσίας τῆς τοῦ Πα τρὸς ὁμολογεῖν τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. ἥντινα πίστιν πάντες οἱ ἐν τῇ Νικαέων συναθροισθέντες ἅγιο: ἐπίσκοποι ἐβεβαίωσαν, τό τε τῶν ἱερατικῶν καὶ ὁμολογητῶν ἀνδρῶν πλῆθος, αὐτός τε ὁ πανεύφημος καὶ θεοφιλέστατος βασιλεὺς, καὶ ἅπαν τὸ ἐκεῖσε τῶν πιστῶν συνεληλυθὸς πλῆθος, χαίροντες ἀπεδέξαντο τὴν ὁμολογίαν τῆς πίστεως, παρ εκτός επτακαίδεκα ἐπισκόπων τὸν ἀριθμὸν, περὶ ὧν καὶ ἀνωτέρω εἰρήκαμεν· οἷς ὁ ᾿Αρειος ἐπιτέρπεσθαι δοκῶν, σὺν αὐτοῖς ἑάλω, συμφώνοις αὐτῷ οὖσι, λε γέντων αὐτῶν σὺν αὐτῷ, ἔξωθεν τὸν Υἱὸν δεδημιουργῆσθαι τῷ Θεῷ ἐκ μὴ ὄντων τινῶν ὑποστάσεων, καὶ οὐκ ἀπ' αὐτῆς τῆς τοῦ Πατρὸς θεότητος γεννηθέντα. ΚΕΦΑΛ. ΚΕ'. Οπου ὑπὸ τοῦ κοινοῦ τῆς συνόδου ἐκκηρύττεται ὁ ἀσεβὴς Αρειος, καὶ οἱ σὺν αὐτῷ. Διὸ ἐκκηρύκτους αὐτοὺς καὶ αὖθις γενέσθαι σύν Ἀρείῳ τῆς καθολικῆς Ἐκκλησίας, παμψηφε πάντες οἱ ἅγιοι ἡμῶν Πατέρες ὠρίσαντο, ἀναθεματίσαντες αὐτούς τε καὶ τὴν ἀσεβὴ αὐτῶν δόξαν, καὶ τὰ ῥήματα,
col. 1307–1308page 65 of 90
PG 85:1307καὶ τὰ νοήματα αὐτῶν τὰ βλάσφημα, οἷς ἐπέχρηντο κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ λέγοντες, ἐξ οὐκ ὄντων το τὸν εἶναι, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν αὐτὸν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ, κτίσμα λέγοντες αὐτὸν εἶναι καὶ ποίημα. ᾿Ανεθεμάτισεν ἅπαντα ταῦτα καὶ αὐτοὺς ὁ ἁγία σύνοδος, οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς εἰς αὐτῶν, καὶ ἀπονοίας, καὶ τῶν βλασφήμων αὐτὶ ῥημάτων ἀνασχομένη. ᾿Αλλὰ καὶ τὸ πιττάκιον κ αὐτῶν, ὅπερ γέμον τῆς ἀσεβείας αὐτῶν ἐπιὸν και ἐτόλμησαν, παραχρῆμα διέρρηξαν. Καὶ τὰ μὲν καὶ ἐκείνους τοιοῦτον εἴληφε παρὰ τῆς ἁγίας συν τέλος. Τὰ δὲ περὶ τῆς ὀρθοδόξου πίστεως συμφνες ἅπαντες οἱ ἐπίσκοποι ἐν ὀλίγοις ῥήμασι, διὰ τὴν τοῦ πιστοῦ πλήθους τῶν λαῶν ἁπλότητα τὸ ὅλον περιο βόντες, ὧδέ πως ἐγγράφως ἐκτίθενται τὸ τῆς καὶ ολικῆς πίστεως σύμβολον. ΚΕΦΑΛ. Κα. Ἔκθεσις τῆς καθολικῆς καὶ ἀποστολι πίστεως, ἐκτεθείσης ὑπὸ τῆς ἐν Νικαίᾳ σιτ όδου, ἐπὶ τοῦ θεοφιλεστάτου βασιλέως δ σταντίνου, ἐν ὑπατείᾳ Παυλίνου καὶ Ἰουλκ νοῦ τῶν λαμπρῶν, ἔτους ἀπὸ Ἀλεξάνδρ χις', ἐν μηνὶ Δεσίῳ τῇ πρὸ δεκατριῶν Καμπ δῶν Ἰουλίου, ἐν Νικαίᾳ μητροπόλει τῆς δ θυνίας. Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ὁρατῶν τε πάντων καὶ ἀοράτων ποιητήν. Και εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεο γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τοῦτ' ἔπι ἐκ τῆς οὐσίας τοῦ Πατρός, Θεὸν ἐκ Θεοῦ, φως τ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεν θέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δε τὰ πάντα ἐγένετο, τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τ γῇ· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ την ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα. καὶ ἐνανθρωπήσαντα, παθόντα, ταφέντα 11. ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τ οὐρανούς, καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ Πα τρὸς, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας τ νεκρούς. Καὶ εἰς τὸ ἅγιον αὐτοῦ Πνεῦμα. Το δὲ λέγοντας, Ην ποτε ὅτε οὐκ ἦν, καὶ πριν την νηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγέστη ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φιστική εἶναι, ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ θεοῦ ταφέντα, καθεζόμενον, ἐξ ἑτέρας οὐσίας
col. 1309–1310page 66 of 90
PG 85:1309τοὺς τοιούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικῇ Εκκλησία. Αὕτη ἐστὶν ἡ πίστις, ἣν ἐξέθεντο οἱ ἐν Νικαία ἅγιοι ἡμῶν Πατέρες οἱ ὀρθόδοξοι ἐπίσ σκοπος· πρῶτον μὲν κατὰ ᾿Αρείου βλασφημοῦντος καὶ λέγοντος κτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ κατά Σακελλίου τε καὶ Φωτεινοῦ, καὶ Παύλου τοῦ Σαμοσατέως, και Μανιχαίου, καὶ Οὐαλεντίνου και Μαρ κίωνος, καὶ κατὰ πάσης δὲ αἱρέσεως, ἥτις ἐπανέστη τῇ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ· οὓς κατ έκρινεν ἡ ἐν τῇ Νικαίων πόλει συνηγμένη τῶν ἁγίων ὀρθοδόξων σύνοδος, ὧν τὰ ὀνόματα, καὶ τῶν ἐπαρχιῶν αὐτῶν, ἐστὶν ὑποτεταγμένα. Αναφέρεται τοίνυν ἐπὶ τὴν εὐσεβῆ καὶ πανεύφημον βασιλέα τὰ ὑπὸ τῆς συνόδου κεκριμένα, ἤ τε κατὰ τῶν θεομάχων ἀπόφασις, καὶ ἡ τῆς ὀρθοδόξου πίστεως ἔκθεσις· ἦν ὡς θεόθεν προενεχθεῖσαν ασμένως προσεδέξατο μετά πλείστης ὅσης σεβασμιότητος· τοὺς δὲ ταύτης του λεμίους, ὡς ἅτε Θεῷ ἐναντιουμένους, ἐξορίαν ὑπο στῆναι ψηφίζεται. Εξ τοίνυν ἐκ τῶν μετὰ ᾿Αρείου ἐπισκόπων σὺν αὐτῷ Ἀρείῳ καὶ τοῖς περὶ αὐτὸν συναποστῆναι ἡνέσχοναι. Οἱ δὲ γὰρ ἕνδεκα δείσαντες τοῦ τε θεοφιλούς βασιλέως τὴν παρουσίαν, καὶ τῆς συνόδου τῶν ἐπισκόπων τὸ πλῆθος, μὴ ἐξοστρακισθεῖεν, ὑποκρινάμενοι ὑπογράφουσιν εἰς τὸ ὁμοούσιον, χειρί, οὐ προθέσει. Ταύτης τῆς ὑπουλίας ἔξαρχος ὁ Νικομηδείας Εὐσέβιος, ὃς καὶ μέχρι τέλους δείκνυ καὶ τῇ ἐφ' ἑκάτερα κεχρημένος γνώμῃ, καθὰ Εὐ στάθιός τε ὁ τῆς Ἀντιοχέων, καὶ Εὐσέβιος ὁ Παμ φίλου, ᾿Αθανάσιος τε ὁ μέγας, καὶ πάντες οἱ τὰ τῆς συνέδου συγγραψάμενοι διηγοῦνται. Τῇ τε πρὸς ἡμᾶς δι' ὑποκρίσεως τὸν ἄνδρα τοῦ δοκεῖν εἶναι καὶ τῆς τῶν ἐναντίων συμμορίας γενναίως ὑπερμαχοῦντες ΚΕΦΑΛ. ΚΖ'. Αἱ τῆς πίστεως ὑπογραφαὶ τῶν ἐπισκόπων. Ὅσιος ἐπίσκοπος πόλεως Κουρδούδης τοῖς κατὰ Ρώμην καὶ Σπανίαν καὶ Ἰταλίαν πᾶσαν, καὶ ταῖς ἐν τοῖς λοιποῖς ἔθνεσι, τοῖς ἐπέκεινα κατ' ἐμὲ οὖσιν, ἕως τοῦ Ὠκεανοῦ, ἁγίαις τοῦ Θεοῦ Ἐκκλησίαις, διὰ τῶν σὺν αὐτῷ πρεσβυτέρων Ῥώμης Βίτωνος καὶ Βικεντίου. Αλέξανδρος Αλεξανδρείας σὺν ᾿Αθανασίῳ τότε ἀρχιδιακόνῳ ὄντι, ταῖς κατ' Αἴγυπτον πᾶσαν καὶ Λιβύην, καὶ Πεντάπολιν καὶ τὰ ὅμορα τούτοις, ἕως τῶν τῆς Ἰνδίας ἐπαρχιῶν. Εὐστάθιος ᾿Αντιοχείας τῆς μεγάλης τῆς κατά Συρίαν κοίλην, καὶ Μεσοποταμίαν πᾶσαν, καὶ Κιλικίαν ἑκατέραν. Ἰωάννης Πέρσης τῆς [ἴσ. ταῖς] ἐν Περσίδι πάσῃ, καὶ τῇ μεγάλῃ Ἰνδία. Λεόντιος Καισαρείας Καππαδοκίας, τὸ τῆς Ἐκ κλησίας τοῦ Κυρίου καλλώπισμα, ταῖς κατ' αὐτὴν Καππαδοκίαν, Γαλατίαν, Πόντον Διοσπόντου, Παφλαγονίαν, Πόντον Πολεμαϊκόν, Αρμενίαν μικράν και μεγάλην. Θεωνᾶς Κυζίκου, ταῖς κατὰ τὴν ᾿Ασίαν καὶ ῾Ελ πξ. ὑπὲρ μάχοντα.
col. 1311–1312page 67 of 90
PG 85:1311λήσποντον, Λυδίαν τε καὶ Καρίαν, διὰ τῶν ὑπ' αὐ τὸν ἐπισκόπων, Ευτυχίου Σμύρνης, και Μαρίνου Τρωάδος. Μακάριος Ἱεροσολύμων σὺν Εὐσεβίῳ τῷ Παμφίλου ἐπισκόπῳ Καισαρείας τῆς κατὰ Παλαιστίνην καὶ ᾿Αραβίαν καὶ Φοινίκην. Αλέξανδρος Θεσσαλονίκης διὰ τῶν ὑπ' αὐτὸν τελούντων, ταῖς κατὰ Μακεδονίαν πρώτην καὶ δεν τέραν, σὺν τῇ Ἑλλάδι, τήν τε Εὐρώπην πᾶσαν, Σχυ Οίαν ἑκατέραν, καὶ ταῖς κατὰ τὸ Ἰλλυρικὸν ἀπάσαι, Θεσσαλίαν τε καὶ ᾿Αχαΐαν. Νουνέχιος Λαοδικείας ταῖς κατὰ τὴν Φρυγίαν πρώτην καὶ δευτέραν. Πρωτογένης ὁ θαυμάσιος πόλεως Σαρδικής, ταξ; ἐν Δακία, Καλαυρία, Δαρδανία, καὶ ταῖς ὁμόροι; τούτοις. Κεκιλιανός Καρθαγένης ταῖς κατὰ πάσας τάς επαρχίας, τάς τε ᾿Αφρικής, καὶ τὰς Νουμιδίας, καὶ Μαυριτανίας ἀμφοτέρας, οὔσαι; ἁγίαις τοῦ Θεοῦ Ἐκκλησίαις. Πιστὸς Μαρκιανουπόλεως ταῖς κατὰ τὴν Μυσίαν, καὶ τὰ τῶν ᾿Αθηνῶν καὶ Γάλλων ἔθνη, καὶ ταῖς πλησιοχώροις τούτων πόλεσιν. Αλέξανδρος Κωνσταντινουπόλεως τότε πρεσβύτερος ἔτι ὧν, εἰς ὕστερον δὲ καὶ τῆς ἐπισκοπικῆς ἱερατείας τῆς αὐτόθ: Ἐκκλησίας λαχών, σὺν Παύλο ἔτι τότε ἀναγνώστη ὄντι καὶ νοταρίῳ αὐτοῦ, ταῖς ἐν ταῖς νήσοις πάσαις κυκλάτιν. Οὗτοι πάντες οἱ ἅγιοι καὶ ἀποστολικοὶ ἄνδρες @ πάσαις ταῖς ὑπὸ τὸν οὐρανὸν ἁγίαις τοῦ Θεοῦ Ἐκ κλησίαις τὰ ἐν τῇ Νικαέων ἁγία μεγάλη καὶ οἰκουμενικὴ συνόδῳ κεκριμένα διαπορθμεύσαντες, παν ταχοῦ γῆς παρέδωκαν. ΚΕΦΑΛ. ΚΗ'. Οπου ὁ βασιλεὺς ἀναστὰς ἐκ τοῦ θρόνου, εὐχα ριστηρίους φωνὰς ἀναπέμπει τῷ Θεῷ. Ο δὲ βασιλεὺς Κωνσταντῖνος ἐπὶ τῇ ἐκθέσει τῆς ὀρθῆς καὶ ἀποστολικῆς πίστεως, τῆς ἐκ Πνεύματος ἁγίου διὰ τῶν τριακοσίων ἁγίων ἡμῶν Πατέρων ἐκφωνηθείσης, ὥσπερ δι᾿ ἑνὸς στόματος, καὶ κυ ρωθείσης παρὰ πάντων τῶν συνδραμόντων εἰς τὴν ἁγίαν ἐκείνην τῆς πίστεως ἀκρόασιν, καὶ τὰς χεῖ ρας ἁπλώτας, καὶ τὸ ὄμμα τείνας εἰς τὸν οὐρανὸν πρὸς τὸν Θεὸν, εὐφήμοις βήμασιν ἀνύμνησε τὸν τῶν πάντων ἡμῶν Σωτῆρα καὶ εὐεργέτην Θεὸν, ὅτι τὴν ποθουμένην αὐτῷ τῶν ἐπισκόπων ὁμόνοιαν, καὶ τὴν περὶ τῆς ὀρθῆς καὶ σωτηρίου πίστεως αὐτῶν ὁμο φωνίαν αὐτῷ ἐπρυτάνευσε. Τοσοῦτος ἦν ὁ πάντα ἄριστος ἐκεῖνος καὶ θεοφιλὴς βασιλεὺς περὶ τὴν τῶν τοῦ Θεοῦ Ἐκκλησιῶν φροντίδα καὶ τὴν τῶν ποιμένων εἰρηνικωτάτην ὁμόνοιαν. Οὐκ ἄτοπον δὲ ἡγοῦμαι καὶ τὰ Εὐσεβίου τοῦ Παμφίλου, ἅπερ περὶ τούτων, τῶν ἐν τῇ συνόδῳ πραγματευθέντων λέγω, ποιεῖσθαι τὸν λόγον ἀρχόμενος καλῶς διελάβετο ἐν τῷ τρίτῳ αὐτοῦ βιβλίῳ τῷ εἰς τὸν βίον Κωνσταντίνου τοῦ
col. 1313–1314page 68 of 90
PG 85:1313θεοφιλούς βασιλέως, ἐντάξαι τῇδε τῇ συγγραφῇ. Ἔστι δὲ ταῦτα· Πλείστων δεῖται ὑφ' ἑκατέρου τάγματος προτεινομένων, πολλῆς τε ἀμφιβολίας τὰ πρῶτα παρά τινων γινομένης, έπηκροᾶτο πάντων ὁ βασιλεὺς ὁ πανεύφημος, σχολῇ τε εὐτονωτάτῃ τὰς προτάσεις θατέρων τῶν μερῶν ὑπεδέχετο· ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παρ' ἑκατέρου τάγματος λε γομένων, ηρέμα τε συνήγε τοὺς φιλονείκως ἐνισταμέ τους, πράως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας, ἑλληνίζων τε τῇ φωνῇ· ἐπειδὴ μηδὲ ταύτης ἀμαθῶς είχε, γλυκερός τις ἦν καὶ ἡδὺς, τοὺς μὲν συμπείθων, τοὺς δὲ καταδυσωπῶν τῷ λόγῳ, τοὺς δὲ εὖ λέγοντας ἐπαινῶν, πάντας τε εἰς ὁμόνοιαν ἐλαύνων ἕως ὅτε ἐμογνώμονας καὶ ὁμοδόξους ἐπ' αὐτῷ [ἐπ' αὐτοῦ] κατεστήσατο· ὡς ὁμοφρόνως μὲν κρατῆσαι τὴν εὐ σεβῆ δοξολογίαν, κρατυνθῆναι τε τὴν ἀληθῶς ἐκ Πνεύματος ἁγίου παρὰ πάντων τῶν προβληθέντων ἁγίων ἡμῶν Πατέρων ἐκφωνηθεῖσαν σωτήριον πιο στιν. Ἐν τ' αὐτῷ δὲ καὶ περὶ τῆς σωτηρίου ἑορτῆς τοῦ Πάσχα ἕνα παρὰ πᾶσιν ὁμολογηθῆναι καιρὸν ἐνο μοθέτησε. Τότε δὴ καὶ ἐγγράφω; δι' ὑποσημειώσεως ἑκάστου τὰ κοινῇ δεδογμένα κυρωθῆναι ωρίσατο καὶ περὶ τῶν καθ᾿ ἕκαστον ἐκκλησιαστικών διατυπώσεων και κανόνων εγγράφως εκθεῖναι τοὺς ἐπι σκόπους παρεγγυά. ΚΕΦΑΛ. ΚΘ'. Περὶ ᾿Ακεσίου ἐπισκόπου τῶν Ναυατιανῶν, καὶ τῶν σὺν αὐτῷ. Κινεῖ δὲ ἡμᾶς ἡ τοῦ βασιλέως πίστις καὶ ἑτέρου πράγματος ἐπιμνησθῆναι, ὃς τὴν σπουδήν και πρό νοιαν τῆς ἐκκλησιαστικῆς εἰρήνης ἐποιεῖτο, ὡς μηδὲ τὰ ἐλάχιστα αὐτὸν παραλιπεῖν. Καὶ 'Ακέσιον γὰρ τῆς τῶν Ναυατιανών θρησκείας ἐπίσκοπον καὶ τοὺς σὺν αὐτῷ ἐκεκλήκει εἰς τὴν σύνοδον, ὡς καὶ αὐτοὺς τὸ ὁμοούσιον καὶ τὴν Τριάδα δοξάζοντας. Μετὰ οὖν τὸ ἐκτεθῆναι καὶ ὑπογραφῆναι παρά τε τῆς συνόδου καὶ τοῦ βασιλέως τὸν ὅρον τῆς πίστεως, ἠρώτα τὸν Ακέσιον Κωνσταντῖνος ὁ βασιλεὺς, εἰ καὶ αὐτὸς τῇ πίστει συντίθεται καὶ τῷ ὁρισμῷ τῆς περὶ τοῦ Πάσχα ἑορτῆς. Ὁ δὲ ᾿Ακέσιος πρὸς αὐτὸν, Οὐδὲν καινὸν, ἔφη, ὦ βασιλεῦ, ἡ σύνοδος ὥρισεν· οὕτω γὰρ ἄνωθεν ἅπαντες ἐκ τῶν ἀποστολικῶν θρόνων παρειλήφαμεν καὶ τὸν ὅρον τῆς πίστεως, καὶ τὸν χρόνον τῆς τοῦ πάσχα ἑορτῆς. Καὶ ὁ βασιλεὺς πρὸς αὐτόν· Τί οὖν τῆς κοινωνίας ἡμῶν χωρίζῃ; Ὁ δὲ Ακέσιος τὰ ἐπὶ Δεκίου κατὰ τὸν διωγμὸν γινόμενα περὶ τῶν ἐν τῷ μαρτυρίῳ μὴ δυνηθέντων ἀγωνίσασθαι, ἀλλὰ ἀρνησαμένων, διηγεῖτο, καὶ ἀκρίβειαν αυστηροῦ και νόμος προεβάλλετο, λέγων· ὡς Αρα οὐ χρὴ τοὺς μετὰ τὸ βάπτισμα ἡμαρτηκότας δέχεσθαι μετα ντοῦντας, ἢ τῆς κοινωνίας τοῦ μυστηρίου τοῦ λοιποῦ ἀξιοῦσθαι. Ταῦτα εἰπόντος τοῦ ᾿Ακεσίου, ἔφη προς αὐτὸν ὁ βασιλεύς· Θές, ὦ ᾿Ακέσις, κλίμακα μόνος, καὶ ἀνάβηθι εἰς τὸν οὐρανόν. Μετὰ ταῦτα πάντες οἱ επίσκοποι διατυπώσεις ἐκκλησιαστικάς διαφόρους ἐκτίθενται. οι
col. 1315–1316page 69 of 90
PG 85:1315ΚΕΦΑΛ. Α'. Περὶ τῶν ἐκκλησιαστικών διατυπώσεων λόγος διδασκαλικός. Ὁμιλήσωμεν τῷ φωτὶ, ὅ ἐστιν ὁ Χριστός, ὡς πλη στον αὐτοῦ ἑστῶτες, ὡς ὁρῶντες αὐτὸν, οὕτως πολύ τευσώμεθα ταῖς εὐχαῖς ἁγιαζούσαις. Εὐχαὶ γάρ ἁγιάζουσιν, ἐὰν λόγῳ θείῳ προσευχώμεθα· λόγος δε θεῖος πάρεστιν, ἔνθα καρδία καὶ πολιτεία καθαρά ἐν ταπεινοφροσύνῃ φυλάττεται. Εκαμνεν ὁ Ἰσρατ τὰς θυσίας ἐπιτελῶν· ἔκραζον οἱ προφῆται πρὸς τῶν Θεόν· ο Εξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειαν σου. ὁ Ἐκεῖνοι ἔκραζον, καὶ ἡμεῖς ἐλάβομεν· κ λι λοι κεκοπιάκασι, ο καθὼς εἶπεν ὁ Κύριος, «καὶ ἡμεῖς; εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθαμεν.» Ηλθε γάρ πρὸς ἡμᾶς αὐτὸς ὁ Κύριος λέγων· «Εγώ είμαι το " φῶς, ἐγώ εἰμι ἡ ἀλήθεια. ο Ακαμάτως ἐλάβομεν τὴν χάριν, ἀλλὰ διὰ καμάτου δεῖ ἡμᾶς φυλάξει την χάριν. Περὶ τῶν λεγόντων μὴ δεῖν Χριστιανοὺς ἐργι ζεσθαι. Ἐπείπερ τινὲς οὐκ ἐργάζεσθαι βουλόμενοι, ἀλλὰ περιεργάζεσθαι, ἐκλαμβάνουσι κακῶς τὰς τοῦ Κυρίου ἱερὰς φωνὰς, εἰπόντος· ο Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε· ν ὡς οὐ χρῆναι λέγοντες, ἀχαίο.. θοῦντας τῇ φωνῇ ταύτῃ ἐργάζεσθαι εἰς τὴν γῆν Χριστιανούς· ἀποδεικτέον ἡμῖν μὴ οὕτως εἰρηκένα τὸν Κύριον. Ἐγχωρεῖ γὰρ καὶ ἐργάζεσθαι καὶ μὴ μεριμναν, εἰδότας ἡμᾶς καὶ πιστεύοντας, ὅτι τῶν ἔργων ἡμῶν τὴν αὔξησιν, καὶ τοὺς καρποὺς αὐτός ὁ Κύριος δίδωσιν, εἰπών· «Οὕτως ἐστὶν ἡ βασιλεία του Θεοῦ, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ καθεύδῃ, καὶ ἐγείρεται νύχτα και ἡμέραν· καὶ ὁ σπόρος βλαστάνει καὶ μηχύνεται, ες οὐκ οἶδεν αὐτός. Περὶ τῶν ἱερουμένων. Τοὺς ἱερουμένους εἰς τύπον καὶ εἰκόνα χρὴ εἶπε τῶν ἐπουρανίων· καὶ τὸν μὲν ἐπίσκοπον ἐπέχειν τ τόπον τοῦ Κυρίου, ὡς κεφαλὴν μετ' αὐτὸν διατής Ἐκκλησίας, ἧς παρείληφε. Τὸν δὲ πρεσβύτερον, τ σεραφικὸν ἐπέχειν θρόνον· τὸν δὲ διάκονον, τὴν χερουβικόν· τὸν ὑπηρέτην εἰς διακονίαν τούτων εἶναι προσήκει. Ο Περὶ τοῦ μὴ δεῖν λαϊκοὺς ἀνιέναι ἐν τῷ ἁγίων, Περὶ τοῦ μὴ δεῖν λαϊκοὺς ἀνιέναι ἐν τῷ ἄμβων πλὴν τῶν τεταγμένων ἀναγινώσκειν ἢ ψάλλειν ἐν ταῖς διφθέραις. Περὶ τοῦ ἁγίου βαπτίσματος. Τὸ βάπτισμα ἡμῶν οὐ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς κατανοητέον, ἀλλὰ τοῖς νοεροῖς. Ύδωρ ὁρᾷς, νάρ του τὴν ἐν τοῖς ὕδασι κρυπτομένην τοῦ Θεοῦ δύναμ Ἐν γὰρ Πνεύματι ἁγίῳ καὶ πυρὶ βαπτίζεσθαι ἡ μη οἱ ἱεροὶ διδάσκουσι λόγοι· ἐν γὰρ πίστει τοῦ βαπτίζουν τος, καὶ ἐν πίστει τοῦ βαπτιζομένου, διὰ τῆς ἱερες ἐπικλήσεως, πλήρη τοῦ ἁγιασμοῦ τοῦ Πνεύματος καὶ
col. 1317–1318page 70 of 90
PG 85:1317τοῦ θείου πυρὸς νόει τὰ ὕδατα. • Αὐτὸς γάρ, φησί, ο ".» βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. ο Κατ έρχεται μὲν οὖν ὁ βαπτιζόμενος ὑπεύθυνος ἁμαρτημάτων, καὶ τῇ τῆς φθορᾶς δουλείᾳ ἐνεχόμενο; ἀν έρχεται δὲ ἐλευθερωθεὶς τῆς τε τοιαύτης δουλείας καὶ τῆς ἁμαρτίας, Υἱός τοῦ Θεοῦ καὶ κληρονόμος χάριτι αὐτοῦ γεγονώς, συγκληρονόμος δὲ Χριστοῦ, αὐτὸν ἐνδυσάμενος τὸν Χριστὸν, καθώς γέγραπται Περὶ τῆς θείας τραπέζης, καὶ τοῦ ἐπ' αὐτὴν μυ στηρίου τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. Ἐπὶ τῆς θείας τραπέζης πάλιν κἀνταῦθα μὴ τῷ προκειμένῳ ἄρτῳ καὶ τῷ ποτηρίῳ ταπεινώς προς έχωμεν. Αλλ' ὑψώσαντες ἡμῶν τὴν διάνοιαν, πίστει νήσωμεν κεῖσθαι ἐπὶ τῆς ἱερᾶς ἐκείνης τραπέζης τὴν ἀμνὸν τοῦ Θεοῦ, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀθύτως ὑπὸ τῶν ἱερέων θυόμενον. Καὶ τὸ τίμιον αὐτοῦ σῶμα καὶ αἷμα ἀληθῶς λαμβάνοντας ἡμᾶς, πιστεύειν πιστεύωμεν] ταῦτα εἶναι τὰ τῆς ἡμετέρας ἀναστάσεως σύμβολα. Διὰ τοῦτο γὰρ ούτε πολύ λαμβάνομεν, ἀλλ᾽ ὀλίγον, ἵνα γνῶμεν ὅτι οὐκ εἰς πλησμονὴν, ἀλλ' εἰς ἁγιασμόν. Περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως. Οὐχ ἁπλῶς ὁ Κύριος τὴν ἑαυτοῦ σάρκα ὑπὲρ ἡμῶν παρέδωκεν εἰς πάθος καὶ θάνατον, ἀλλ᾽ ἵνα την ἡμετέραν σωτηρίαν πραγματεύσηται, καίπερ ἐλεύ θερος ῶν τοῦ θανάτου, καθὼς ἀνωτέρω ὁ λόγος ἀπὸ έδειξε. Βοξ ὁ Προφήτης ὡς ἐκ προσώπου αὐτοῦ, προαναφωνῶν τὸ μέλλον τῆς κατὰ σάρκα αὐτοῦ ο κονομίας μυστήριον·. Εγενήθην, φησίν, ὡσεὶ ἄνε θρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος.» Τίς δὲ ἐλεύθερος θανάτου, εἰ μὴ Θεός; ᾿Αλλὰ κατὰ τὰς προαποδειχθείσας ἀποδείξεις σαρκωθείς διά φιλανθρωπίαν, γέγονεν ὡσεὶ ἄνθρωπος αβοήθητος, τα πεινώσας τὴν ἑαυτοῦ σάρκα μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, ἢ καὶ ἐγηγέρθαι κηρύττεται, ἵνα ἡμᾶς ἀπαθανατίσας, πρυτανεύσῃ ἡμῖν τοῖς ἀπεγνωσμένοις δι' αὐτῆς τῆς ἡμετέρας ἀπαρχῆς τὴν τῆς ἀναστάσεως ἡμῶν ἐλπίδα· ὅπως μηκέτι ὦμεν δοῦλοι τῷ αἰωνίῳ θανάτῳ, ἀλλ' ἐλεύθεροι, καθάπερ καὶ ἡ ἀπαρχή ἡμῶν Χριστός, καθά φησιν ὁ μακάριος ἀπόστολος Παύλος • Απαρχὴ Χριστὸς, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.» Ὃν καὶ Σωτῆρα αὐτὴν δὴ τοῦτον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸν μονογενῆ ἀπεκδέχεσθαι ἡμᾶς ἐξ οὐρανῶν, ἀναστήσοντα ἡμῶν ἐκ τῶν τάφων τὰ σώ ματα, ἐπιμαρτύρεται, λέγων·. Ἡμῶν τὸ πολίτευμα, φησίν, ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Οὕτω γὰρ δεῖ τὸ σῶμα ἡμῶν δοξασθῆναι, ὡς τὸ τοῦ Δεσπότου, ἀνεπίδεκτόν κακίας καὶ πάντων τῶν νῦν παθῶν, ἐλεύθερον τοῦ θανάτου καὶ τῆς ἁμαρτίας, ἅγιον ἵνα ἐν καινότητι ζωής σὺν αὐτῷ περιπατῆσαι δυνηθῶμεν ἐν φωτὶ ρ ι Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνέδυσε
col. 1319–1320page 71 of 90
PG 85:1319À ἐπουρανίῳ, συμβασιλεύοντες ἀεὶ αὐτῷ τῷ Χριστῷ. Ἐν ταύτῃ γὰρ τῇ ἐλπίδι καὶ τὸ ἅγιον εἰλήφαμεν βάπτισμα, καὶ τὴν σωτήριον τῶν ἁγίων αὐτοῦ μελῶν μετουσίαν ὑποδεχόμεθα. Ταῦτα τῆς καθολικῆς Ἐκ κλησίας τὰ δόγματα. "Οτι μία ἡ Ἐκκλησία τοῦ Θεοῦ. Μία ἡ Ἐκκλησία ἐν οὐρανοῖς, ἡ αὐτὴ καὶ ἐπὶ γῆς ἐν ταύτῃ τὸ Πνεῦμα τὸ ἅγιον ἐπαναπαύεται. Αἱ ἔξω ταύτης οὖσαι αἱρέσεις, ἃς ἔχουσιν οἱ ἄνθρωποι, οὐκ εἰσὶ διδασκαλίαι τοῦ Σωτῆρος ἡμῶν, οὐδὲ τῶν ἀπο στόλων, ἀλλὰ τοῦ Σατανᾶ, καὶ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου. Τὰ γὰρ Ἰουδαίων καὶ Ἑλλήνων ἑτέρῳ σχήματι ἐκδιδάσκουσιν, ἵνα ἀφέλωνται τῶν ἀνθρώπων τὴν ὄντως ζωήν. Περὶ τῆς τοῦ Θεοῦ προγνώσεως, καὶ τοῦ κόσμου. Μικρότερος ὁ κόσμος ἐγένετο διὰ τὴν πρόγνωσιν προέγνω γὰρ ὁ Θεὸς ὅτι ἁμαρτήσει ὁ ἄνθρωπος. Διὰ τοῦτο καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν προσδοκώμεν, κατὰ τὰ ἱερὰ γράμματα, φαινομένης ἡμῖν τῆς ἐπι φανείας καὶ βασιλείας τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. «Καὶ παραλήψονται τότε, καθά φησι Δανιήλ, τὴν βασιλείαν ἅγιος Ὑψίστου,» καὶ ἔσται ἡ γῆ καθαρά, ἁγία γῆ ζώντων, καὶ οὐ νε κρῶν· ἣν προεωρακώς Δαυὶδ τῷ τῆς πίστεως ὀφθαλμῷ, βοᾷ ὁ Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων, ο γῇ πραέων καὶ ταπεινῶν. «Μακάρι γάρ, φησίν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Καὶ ὁ προφήτης ο Καὶ πατήσουσιν αὐ τήν, φησί, πόδες πραέων καὶ ταπεινῶν.» Ταῦτα ἐκ τῶν σπουδασθέντων τοῖς ἁγίοις ἡμῶν Πατράσιν έχε κλησιαστικών διατυπώσεων, μικρὰ ἐκ πολλῶν, ταῖς τῇ συγγραφῇ συνετάξαμεν. Εξέθεντο δὲ καὶ ἐκκλησιαστικοὺς κανόνας εἴκοσιν ἐν αὐτῇ τῇ ἐν Νικαία συνόδῳ, οὓς καὶ αὐτοὺς ἀναγκαῖον ᾠήθην ἐντάξαι τῷ γράμματι. ῎Οροι ἐκκλησιαστικοί συναχθείσης τῆς ἁγίας και μεγάλης συνόδου ἐν Νικαία. Ωρίσθη τὰ ὑποτεταγμένα. ΚΕΦΑΛ. Λ'. Περὶ εὐνούχων ἀποκοψαντων ἑαυτούς. Εἴτις ἐκ νόσου ὑπὸ ἰατροῦ ἐχει
col. 1321–1322page 72 of 90
PG 85:1321ρουργήθη, ἢ ὑπὸ βαρβάρων ἐξ ετμήθη, οὗτος μενέτω ἐν τῷ κλήρῳ. μενον πεπαῦσθαι προσήκει, καὶ ἐκ τοῦ δεῦρο μηδένα τῶν τοιούτων [σ. γεσθαι]. Ωσπερ δὲ τοῦτο πρόδηλον, ὅτι περὶ τῶν ἐπιτηδευόντων τὸ ἐκτέμνειν, εἴρηται· οὕτως εἴ τινες σθησαν, εὑρίσκοντο δὲ ἄλλως ἄξιοι, τούτους εἰς κλῆρον προσε ζεται ὁ κανών. Περὶ τῶν ἀπὸ ἐθνικῶν εἰς χειροτονίαν πραχθέντων. Ἐπειδὴ πολλὰ εἴτε ὑπὸ ἀνάγκης, θρώπων ἐγένετο παρὰ τὸν κανόνα τὸν ἐκκλησιαστικὸν, ὥστε ἀνθρώ τους ἀπὸ ἐθνικοῦ βίου ἄρτι προσελ χρόνῳ κατηχηθέντας, εὐθὺς ἐπὶ τὸ ποῦ μηδὲν τοιοῦτον γίνεσθαι· καὶ κατηχουμέ σίας πλείονος. Σαφὲς γὰρ τὸ ἀπο στολικὸν γράμμα τὸ λέγον·. Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρί μα ἐμπέσῃ καὶ παγίδα τοῦ δια ψυχικόν τι ἁμάρτημα ευρεθείη περὶ τὸ πρόσωπον, καὶ ἐλέγχοιτο ὑπὸ δύο καὶ τριῶν μαρτύρων, παύ σεται ὁ τοιοῦτος τοῦ κλήρου· ὁ δὲ παρὰ ταῦτα ποιῶν, ὡς ὑπεναντία αὐτὸς κινδυνεύσει περὶ τοῦ κλή Περὶ τῶν τὰς συνεισάκτους ἐχόντων. Απηγόρευσε καθόλου ἡ μεγάλη
col. 1323–1324page 73 of 90
PG 85:1323ὅλως τῶν ἐν τῷ κλήρῳ τινὶ ἐξεῖναι συνείσακτον ἔχειν. Πλὴν εἰ μὴ ἄρα ύποψίαν. Ὁ δὲ παρὰ ταῦτα ποιῶν Δ'. Περὶ καταστάσεως ἐπισκόπων. Ἐπίσκοπον προσήκει μάλιστα μὲν ὑπὸ πάντων τῶν ἐν τῇ ἐπαρ χίᾳ ἐπισκόπων καθίστασθαι δὲ δυσχερές εἴη τὸ τοιοῦτον, ἢ διὰ μῆκος ὁδοῦ, ἐξάπαντος τρεῖς ἐπὶ τὸ αὐτὸ συναγομένους, συμψήφων συντιθεμένων διὰ γραμμάτων, τό τε τὴν χειροτονίαν ποιεῖσθαι· τὸ δὲ κῦρος τῶν γινομένων δίδοσθαι εἰς ἑκάστην ἐπαρχίαν τῷ μητροπολίτῃ Επισκόπῳ. το Περὶ τῶν ἀκοινωνήτων γινομέ Περὶ τῶν ἀκοινωνήτων γινομένων, εἴτε τῶν ἐν τῷ κλήρῳ, εἴτε τῶν ἐν τῷ λαϊκῷ τάγματι, ὑπὸ τῶν ἑτέρων μὴ προσίεσθαι. Εξετα νεικίᾳ, ή τινι τοιαύτῃ ἀηδίᾳ τοῦ ται. Ἵνα οὖν τοῦτο τὴν πρέπουσαν εξέτασιν λαμβάνῃ, καλῶς ἔχειν έδοξεν ἑκάστου ἐνιαυτοῦ καθ' εκά στην επαρχίαν δὲς τοῦ ἔτους συν όδους γίνεσθαι, ἵνα κοινῇ πάντων τῶν ἐπισκόπων τῆς ἐπαρχίας ἐπὶ τὸ αὐτὸ συναγομένων, τὰ τοιαῦτα ζητήματα ἐξετάζοιτο· καὶ οὕτως οἱ ὁμολογουμένως προσκεκρουκότες τῷ ἐπισκόπῳ κατὰ λόγον ἀκοινώ πιν δόξῃ τὴν φιλανθρωποτέραν δὲ σύνοδοι γινέσθωσαν, μία μὲν πρὸ τῆς Τεσσαρακοστῆς, ἵνα πάσης
col. 1325–1326page 74 of 90
PG 85:1325μικροψυχίας ἀναιρουμένης, τὸ δῶ δευτέρα δὲ περὶ τὸν τοῦ μετοπώρου Περὶ τῶν ἐξαιρέτων τιμῶν, αἱ πρὸς τοὺς μείζονας κυβερνῶσιν ἐπισκόπους ἐκκλησιαστικῶς ἐκανονίσθησαν. Τὰ ἀρχαῖα ἔθη κρατείτω, τὰ ἐν πόλει, ὥστε τὸν ἐν ᾿Αλεξανδρείᾳ ἐπίσκοπον πάντων ἔχειν τὴν ἑξου σίαν, ἐπειδὴ καὶ τῷ ἐν Ῥώμη ἐπισκόπῳ τοῦτο συνηθές ἐστιν. Ομοίως δὲ καὶ κατὰ τὴν ᾿Αντιόχειαν, καὶ ἐν ταῖς ἄλλαις ἐπαρχίαις τὰ πρεσβεία σώζεσθαι ταῖς Ἐκκλη τροπολίτου γένοιτο ἐπίσκοπος, τὸν μὴ δεῖν εἶναι ἐπίσκοπον· ἐὰν μέν τοι τῇ κοινῇ πάντων ψήφῳ εὐλόγῳ φιλονεικίαν ἀντιλέγωσι, κρατείτω ἡ τῶν πλειόνων ψῆφος. Περὶ τοῦ ἐν Αἰλίᾳ ἐπισκόπου. Επειδή συνήθεια κεκράτηκε, ἐπίσκοπον τιμᾶσθαι, κείου ἀξιώματος. Περὶ ὀνομαζομένων Καθαρών. Περὶ τῶν ἑαυτοὺς μὲν ὀνομαζόν καθολικῇ Ἐκκλησίᾳ, ἔδοξε τῇ ἁγίᾳ καὶ μεγάλῃ συνάδῳ, ώστε χειροτο τῷ κλήρῳ. Πρὸ ἁπάντων δὲ τούτων ήκει, ὅτι συνθήσονται καὶ ἀκο ει
col. 1327–1328page 75 of 90
PG 85:1327καὶ ἀποστολικῆς Ἐκκλησίας δόγμασι, τοῦτ᾽ ἔστι διγάμοις κοινωνῶν, καὶ τοῖς ἐν τῷ διωγμῷ παραπε κται, καὶ καιρὸς ὥρισται, ὥστε αὐτοὺς ἀκολουθεῖν ἐν πᾶσι τοῖς δόγμασι τῆς καθολικῆς ἐκκλησίας. Ενθα μὲν οὖν πάντες εἴτε ἐν χώμαις, εἴτε ἐν πόλεσιν αὐτοὶ μόνοι εὑρίσκοιντο χειροτονη δὲ τοῦ τῆς καθολικῆς Ἐκκλησίας ἐπισκόπου ἢ πρεσβυτέρου ὄντος, προσέρχονται, πρόδηλον ὡς ὁ μὲν ἐπίσκοπος τῆς Ἐκκλησίας ἕξει τὸ πος τὴν τοῦ πρεσβυτέρου τιμήν ἕξει· πλὴν εἰ μὴ ἄρα δοκοίη τῷ ἐπισκόπῳ τῆς τιμῆς τοῦ ὀνόματος αὐτὸν μετέχειν. Εἰ δὲ μὴ τοῦτο αὐτῷ ἀρέσκοι, ἐπινοήσει τόπον ή χωρεπισκοπῆς ἢ πρεσβυτέρου, ὑπὲρ τοῦ ἐν τῷ κλήρῳ ὅλως δοκεῖν εἶναι, ἵνα μὴ ἐν τῇ πόλει δύο ἐπίσ σκοποι ὦσιν. * Περὶ χειροτονίας πρεσβυτέρων. Εἴ τινες ἀνεξετάστως προήχθησαν πρεσβύτεροι, ἢ ἀνακρινόμενοι τοῖς, καὶ ὁμολογησάντων, παρὰ κανόνα κινούμενοι ἄνθρωποι χεῖ επίληπτον ἐκδικήσει ἡ καθολική Περὶ τῶν παυόντων, καὶ προχειρισθέντων κατά άγνοιαν. Οσοι προεχειρίσθησαν τῶν παρ μένων, τοῦτο οὐ προκρίνει τῷ και νόνι τῷ ἐκκλησιαστικῷ. Γνωσθέντες γὰρ καθαιροῦνται. Περὶ τῶν παραβάντων χωρίς ἀνάγκης. Περὶ τῶν παραβαινόντων χωρίς
col. 1329–1330page 76 of 90
PG 85:1329ραννίδος Λικινίου· ἔδοξε τῇ συν μελῶνται, τρία ἔτη ἐν ἀκρουμέ νοις ποιήσουσι, καὶ ἑπτὰ ἔτη ὑπο φορᾶς κοινωνήσουσι τῷ λαῷ τῶν πάλιν εἰς κόσμον ἀναδραμόν των. Οι προσκληθέντες ὑπὸ τῆς χάρι τος, καὶ τὴν πρώτην ὁρμὴν ἐνδει ἔμετον ἀναδραμόντες, ὥς τινας καὶ ἀργύρια προΐεσθαι, καὶ βενεφικίοις τοι δέκα ἔτη ὑποπιπτέτωσαν, μετὰ ήχει ἐξετάζειν τὴν προαίρεσιν, καὶ ὑπομονῇ, καὶ ἀγαθοεργίαις τὴν ἐπιστρέφειαν ἔργῳ οὐ σχήματι ἐπιδείκνυνται, οὗτοι πληρώσαντες τὸν χρόνον τὸν ὡρισμένον τῆς σκόπῳ φιλανθρωπότερόν τι περὶ αὐτῶν βουλεύσασθαι. Οσοι δὲ δια φόρως ἤνεγκαν, καὶ τὸ σχῆμα τοῦ εἰσιέναι εἰς τὴν Ἐκκλησίαν ἀρχεῖν στροφὴν, ἐξάπαντος πληρούτωσαν τὸν χρόνον.. Περὶ τῶν ἐν τῷ ἀποθνήσκειν κοινωνίαν ἐπιζητούντων. Περὶ τῶν ἐξοδευόντων ὁ παλαιὸς καὶ κανονικὸς νόμος φυλαχθήσεται ρείσθω. Εἰ δὲ ἀπογνωσθεὶς, καὶ
col. 1331–1332page 77 of 90
PG 85:1331εἰ εξετασθείη, Εστω μετὰ τῶν κοινωνούντων τῆς εὐχῆς μόνης. Καθόλου τος αιτοῦντος μετασχεῖν εὐχαριστίας, ὁ ἐπίσκοπος μετὰ δοκιμασίας μεταδιδότω τῆς προσφορᾶς. Περὶ τῶν κατηχουμένων, παρα πεσόντων δέ. Περὶ τῶν κατηχουμένων καὶ τα μόνον, μετὰ ταῦτα εύχεσθαι μετά τῶν κατηχουμένων. ἀπὸ ἑτέρας πόλεως εἰς ἑτέ ραν. Διὰ τὸν πολύν τάραχον, καὶ στάσεις τὰς γινομένας, έδοξε παν τάπασι περιαιρεθῆναι τὴν συν ήθειαν τὴν παρὰ τὸν κανόνα εύρε Θεῖσαν ἔν τισι μέρεσιν, ὥστε ἀπὸ πόλεως εἰς πόλιν μὴ μεταβαίνειν, τὸν τῆς ἁγίας συνόδου δρον τοιοῦτό τι ἐπιχειρήσειεν, ἢ ἐπιδῷ ἑαυτὸν πράγματι τοιούτῳ, ἀκυρωθήσεται ἐξάπαντος τὸ κατασκεύασμα, τερος, ἢ διάκονος ἐχειροτονήθη. ἐκκλησίαις οὐκ ἐμμενόντων. Όσοι ριψοκινδύνως, μήτε τὸν έχοντες, μήτε τὸν ἐκκλησιαστικών χανοι, ἢ ὅλως ἐν τῷ κλήρῳ ἐξεταζόμενοι· οὗτοι οὐδαμῶς δεκτοί ὀφείλουσιν εἶναι ἐν ἑτέρᾳ ἐκκλησίᾳ, ἀλλὰ πᾶσαν αὐτοῖς ἀνάγκην δὲ ἀκοινωνήτους εἶναι προσήκει. Εἰ δὲ καὶ τολμήσειέ τις υφαρπάσαι
col. 1333–1334page 78 of 90
PG 85:1333μ που, οὗ ἀνακεχώρηκεν ὁ ἐν τῷ κανόνι ἐξεταζόμενος, άκυρος ἔστω ἡ χειροθεσία. Περὶ κληρικῶν τοκιζόντων. Ἐπειδὴ πολλοὶ ἐν τῷ κανόνι αἰσχροκέρδειαν διώκοντες, ἐπελάθοντο τοῦ θείου γράμματος λέγοντος· «Τὸ ἀργύριον αὑτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ·» καὶ δανείζοντες ἑκατοστὰς ἀπαιτοῦσιν· ἐδικαίωσεν ἡ ἁγία καὶ μεγάλη σύνοδος, ὡς εἴ τις εὑρεθείη μετὰ τὸν ὄρον τοῦ τον τόκους λαμβάνων ἐκ μεταχειρίσεως, ἢ ἄλλως μετερχόμενος τὸ πράγμα, ἢ ἡμιολίας ἀπαιτῶν, ἢ ἕτερόν τι ἐπινοῶν αἰσχροῦ κέρδους καὶ ἀλλότριος τοῦ κανόνος ἔσται. παρὰ διακόνων τὴν εὐχαριστίαν. Ἦλθεν εἰς τὴν ἁγίαν καὶ μεγά πόλεσι, πρεσβυτέροις τὴν Εὐχα ἔδωκε, τοὺς ἐξουσίαν μὴ ἔχοντας τῶν διακόνων καὶ πρὸ τῶν ἐπι σκόπων τῆς Εὐχαριστίας άπτονται. öτ μè ἐπισκόπου ὑπηρέται εἰσὶ, τῶν δὲ Λαμβανέτωσαν δὲ κατὰ τάξιν τὴν δόντος, ἢ τοῦ πρεσβυτέρου. Αλλά τυτέρων ἐξέστω τοῖς διακόνοις. Παρὰ κανόνα γὰρ καὶ παρὰ τάξιν ἐστὶ τὸ γινόμενον. Εἰ δέ τις μὴ θέλοι πειθαρχεῖν, καὶ μετὰ τοὺς δρους πεπαύσθω τῆς διακονίας.
col. 1335–1336page 79 of 90
PG 85:1335ΧΙΧ. Περὶ τῶν ἐκ Παύλου τοῦ Σαμοσατέως προσελθόντων ἢ προ σιόντων τῇ καθολική ἐκκλησίᾳ. Περὶ τῶν Παυλιανισάντων, εἶτα προσφυγόντων τῇ καθολικῇ κλησίᾳ, ὅρος ἐκτέθειται, ἀναβαπτίζεσθαι αὐτοὺς ἐξάπαντος. Εἰ δέ τινες ἐν τῷ παρεληλυθότι χρόνῳ ἐν τῷ κλήρῳ ἐξητάσθησαν, εἰ μὲν άμεμπτοι καὶ ἀνεπίληπτοι φανεῖεν, αναβαπτισθέντες χειροτονείσθωσαν ὑπὸ τοῦ τῆς Ἐκκλησίας ἐπισκόπου· εἰ δὲ ἀνακριθέντες ἀνεπιτήδειοι εὑρίσκονται, καθαιρεῖσθαι αὐτ τοὺς προσήκει. Ὡσαύτως δὲ καὶ περὶ τῶν διακόνων (27'), καὶ ὅλως περὶ τῶν ἐν τῷ αὐτῷ κανόνι ἐξεταζομένων ὁ αὐτὸς τύπος φυλαχθήσεται. Εμνήσθημεν δὲ καὶ τῶν διακονισσῶν, τῶν ἐν αὐτοῖς, τῶν ἐν τῷ σχήματι ἐξετασθεισῶν, ἐπεὶ μὴ χειροθεσίαν τινὰ ἔχουσιν, ὡς ἐξε ἀπαντος ἐν τοῖς λαϊκοῖς αὐτὰς ἐξ ετάζεσθαι. Περὶ τῶν ἐν τῇ Κυριακῇ γόνυ κλινόντων. Επειδή εἰσί τινες ἐν τῇ κυριακῇ γόνυ κλίνοντες, καὶ ἐν ταῖς τῆς Πεντηκοστῆς ἡμέραις· ὑπὲρ τού του πάντα ὁμοίως ἐν πάσῃ παρ. οικίᾳ ὁμοφρόνως φυλάττεσθαι εστώτας έδοξε τῇ ἁγίᾳ συνόδῳ τὰς εὐχὰς ἀποδιδόναι τῷ Κυρίῳ. Τούτους τοὺς εἴκοσι νόμους τὸ αὐτὸ ἅγιον αὐτῶν συνέδριον ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου καὶ παν ευφήμου βασιλέως Κωνσταντίνου, περὶ τῆς ἐκκλησιαστικῆς πολιτείας ἐγράψαντο. Εβουλεύσαντο δὲ καὶ ἕτερον νόμον ἐκθέσθαι τινὲς] τῶν ἐπισκόπων, ἂν ὁ θεῖος ἐκώλυσε Παφνούτιος, περὶ οὗ ἀναγκαῖον ᾠήθην διηγήσασθαι μεγίστου θαύματος ἄξιον διήγημα. Εδόκει τισὶ τῶν ἐπισκόπων νόμον νεαρὸν εἰς τὴν Ἐκκλησίαν εἰσαγαγεῖν ἐν τῇ συνόδῳ, ὡς περὶ τῶν ἄλλων τῆς Ἐκκλησίας, οὕτω καὶ τοῦτον ὁρίσαι. ΚΕΦΑΛ. ΛΒ'. Περὶ τοῦ μὴ δεῖν τοὺς ἱερωμένους ἕκαστον τὴν ἑαυτοῦ γαμετὴν ἐκβάλλειν. Ἔγραφον οὖν περὶ τοῦ μὴ δεῖν τοὺς ἱερωμένους, εἴτε ἐπίσκοπο:, εἴτε πρεσβύτεροι, εἴτε διάκονοι, εἴτε ὑποδιάκονοι, εἴτε τις τοῦ ἱερατικοῦ καταλόγου. (27') Διακονισσών.
col. 1337–1338page 80 of 90
PG 85:1337συγκαθεύδειν ταῖς γαμεταῖς, ὡς ἔτι λαϊκοὶ ὄντες Αγάγοντο. Τούτων οὕτω διατυπουμένων, ἀναστὰς ἐν μέσῳ τοῦ ὄχλου τῶν ἐπισκόπων ὁ θεῖος Παφνούτιος, μεγάλῃ τῇ φωνῇ ἐβόησε, λέγων· Μὴ βαρύνετε τὸν ζυγὸν τῶν ἱερωμένων· τίμιος γάρ, φησίν, ο γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος. Μὴ τῇ ὑπερβολῇ τῆς ἀκριβείας τὴν Ἐκκλησίαν μᾶλλον προσβλάψητε· οὐ γάρ φησι πάντας δύνασθαι φέρειν τῆς ἀπαθείας τὴν ἄσκησιν. Οὐδείς, ὡς οἶμαι, φυλαχθήσεται ἐν τῇ σω φροσύνῃ, τῆς ἑκάστου γαμετῆς τοῦ ἀνδρὸς στερουμένου. Σωφροσύνην δὲ καλὴν καὶ τῆς νομίμου γαμετῆς ἑκάστου τὴν συνέλευσιν λέγω· μὴ μὴν ἀποζεύγνυσθαι ταύτην ἣν ὁ Θεὸς ἔζευξε, καὶ ἦν ἅπαξ ἀναγνώστης, ἢ ψάλτης, ἢ λαϊκὸς ὢν ἠγάγετο καὶ ταῦτα ἔλεγεν ὁ μέγας Παφνούτιος ἄπειρος ὢν γάμου, διὰ τὸ νηπιόθεν ἐν ἀσκητηρίοις ἀνατρέφεσθαι αὐτόν. Διὸ πεισθεὶς ὁ πᾶς τῶν ἐπισκόπων σύλλογος τῇ τοῦ ἀνδρὸς συμβουλίᾳ, ἀπεσίγησε περὶ τοῦ ζητή ματος τούτου, τῇ γνώμῃ καταλείψαντες τῶν βουλομένων κατὰ συμφωνίαν ἀπέχεσθαι τῆς ἰδίας γα μετῆς. Ταῦτα ἐπράχθησαν ἐπὶ τῆς ἁγίας καὶ μεγάλης καὶ οἰκουμενικῆς συνόδου τῆς ἐν Νικαίᾳ τῆς Βιθυνίας ἀθροισθείσης. Εὐσέβιος δὲ καὶ Θεόγνιος, καὶ οἱ σὺν αὐτοῖς 'Αρειανοί, οὐκ ἐνεγκόντες τὴν τῆς ἀληθοῦς πίστεως κρατυνθεῖσαν βεβαίωσιν, ἔτι μὴν καὶ τὸν Αρειον ἀναθεματίσαι μὴ ἀνασχόμενοι, φωραθέντες καὶ αὖθις ἐπὶ τούτῳ, ἐξορίᾳ ὑπέπεσον ψήφῳ τοῦ θεοφιλεστάτου βασιλέως, καὶ κρίσει τῆς ἁγίας τῶν ἐπισκόπων συνόδου, ἄλλων ἀντ᾿ αὐτῶν ἐν ταῖς αὐτῶν παροικίαις καταστάντων ψήφῳ τῆς αὐτῆς συνόδου, καὶ τοῦ τῆς ἑκάστου παροικίας κλήρου καὶ λαοῦ καὶ ᾿Αμφίων μὲν τὴν τῆς Νικομηδέων ἐκκλησίας ἡγεμονίαν παρέλαβε, Χρῆστος δὲ τὴν τῆς Νικαίας, καὶ ἄλλοι τὰς τῶν ὁμοφρόνων αὐτῷ. ᾿Αλλὰ μὲν καὶ πάλιν ταῖς ἐξ ἔθους χρησάμενοι μηχαναῖς Εὐσέβιος καὶ Θεόγνιος, καὶ τὴν βασιλέως φιλανθρωπίαν ἐφ όδιον ἐξ ἀπάτης εὑρόντες, ἀναπαλαῖσαι πάλιν καὶ τὴν προτέραν δυναστείαν ἀπολαβεῖν ἐπειρῶντο. Καὶ τὰ μὲν τούτων κάκιστα μηχανήματα πάμπολλα όντα, καὶ πάσης ἀσεβείας έμπλεα τυγχάνοντα, πρὸς τὴν Θεοδωρίτου καὶ τῶν λοιπῶν συγγραψάντων ἐκκλησιαστικὴν ἱστορίαν τοὺς βουλομένους καταμαθεῖν παραπέμψοιμι. Βαδιῶ δὲ ἐγὼ ἐντεῦθεν τῷ λόγῳ ἐπὶ τὰ ἑξῆς, περὶ ὧν ἡ τῶν ἐπισκόπων ἀπέστειλε σύγ οδος τοῖς ἀπολειφθεῖσιν ἐπισκόποις, καὶ ταῖς ἑαυτῶν παροικίαις· οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ νικηφόρος καὶ πιστότατος βασιλεύς, εἰς σύστασιν τῆς τε ἐκτεθείσης ἁγιωτάτης πίστεως, καὶ τῆς ἁγίας ἑορτῆς τοῦ Πάσχα, εἰς ἔλεγχον δὲ τῶν τῆς ἀσεβείας πρωτοστατῶν. Ἐπὶ τούτοις γὰρ πᾶσι μεγαλοφυῶς συγκροτηθείσης τῆς συνόδου, καὶ θεοπρεπῶς ἐκφωνηθείσης τῆς πίστεως, τά τε κατὰ τὴν ἐκκλησιαστικὴν εὐταξίαν τυπώσαντες ἅπαντα οἱ ἅγιοι Πατέρες, δηλῶσαι πάντα τὰ ὡρισμένα διὰ γραμμάτων πάσαις ταῖς ὑπὸ τὸν οὐρανὸν ἁγίαις τοῦ Θεοῦ Ἐκκλησίαις ἐσπούδασαν, συνάψαντες καὶ τὰ κατὰ Μελήτιον. το
col. 1339–1340page 81 of 90
PG 85:1339ΚΕΦΑΛ. ΑΓ. Περὶ τοῦ ἀνοσίου Μελητίου. Ἐπεὶ δὲ καὶ Μελήτιος τις ἐπισκοπῆς χειροτονίας ἠξιωμένος οὐ πρὸ πολλοῦ τῆς ᾿Αρείου μανίας, δύο ελεγχθεὶς ὑπὸ τοῦ θειοτάτου Πέτρου τοῦ τῆς ᾿Αλεξανδρέων ἐπισκόπου, τοῦ καὶ τὸν τοῦ μαρτυρίου στέ φανον ἀναδησαμένου, καθαιρεθεὶς ὁ αὐτὸς Μελήτιος οὐκ έστερξε τὴν τῆς καθαιρέσεως ψῆφον, ἀλλὰ τήν το Θηβαΐδα καὶ τὴν πελάζουσαν Αίγυπτον θορύβων καὶ ζάλης ἐνέπλησε, τυραννίδι κατὰ τῆς ᾿Αλεξάνδρο τοῦ ἐπισκόπου χρώμενος προεδρίας· ἔγραψε δὲ τὰ κοινὸν τῆς συνόδου πρὸς τὴν τῶν ᾿Αλεξανδρέων Ἐκκλησίαν, ἅπερ περὶ τῆς τούτου νεωτεροποιίας [νεωτερίας] ἐνομοθέτησεν. Συνοδικὴ ἐπιστολὴ γραφεῖσα τοῖς κατὰ ᾿Αλεξάνδρειαν, καὶ Αἴγυπτον, καὶ Πεντάπολιν, καὶ Λιβύην καὶ ταῖς κατὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν ἁγίαις τοῦ Θεοῦ Ἐκκλησίαις, κλήροις τε καὶ λαοῖς τῆς ὀρθοδόξου πίστεως, παρὰ τῆς ἐν Νικαίᾳ ἁγίας συνόδου τῶν ἐπισκόπων. ΚΕΦΑΛ. ΑΔ'. Εγκύκλιος ἐπιστολὴ γραφεῖσα παρὰ Εὐσεβίου ἐπισκόπου Καισαρείας τῆς ἐν Παλαιστίνη. ΚΕΦΑΛ. ΛΕ. Ἡ ἐν τῇ συνόδῳ ὑπαγορευθεῖσα πίστις. ΚΕΦΛΑ. ΑΓ. Νικητής Κωνσταντίνος, μέγιστος, σεβαστός, ἐπισκόποις καὶ λαοῖς. Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου πρὸς Αλεξανδρεῖς κατὰ ᾿Αρείου, καὶ πρὸς πάντας ὀρθοδόξους. Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου ἦν ἀπὸ τῆς Νικαέων ἀπέστειλε τοῖς ἀπολειφθεῖσι τῇ συνόδῳ ἐπισκόποις. Ταῦτα μὲν οὖν τοῖς ἀπολειφθεῖσι τῆς συνόδου ἀπέστειλε· τοὺς δὲ συνεληλυθότας ἐφιλοφρονήσατο καὶ λόγοις καὶ δώροις. Πολλὰς δὲ στιβάδας εὐτρεπισθῆναι κελεύσας, κατὰ ταυτὸν ἑστίασεν ἅπαντας τοὺς μὲν ἐπισημοτέρους ὁμοτραπέζους λαβών, τοὺς δὲ ἄλλους διελὼν εἰς τὰς ἄλλας τραπέζας. θεασάμενος δέ τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς οὐκ ἔχοντας, ἀλλ᾽ ἐκκεκομμένους, καὶ μαθὼν ὡς τὸ περὶ τὴν εὐ σέβειαν τὸ εἰς Χριστὸν ἑδραῖον τοῦ πάθους ἐγένετο αἴτιον, τὰ χείλη τοῖς τραύμασι προσενηνοχώς, ελαύ σειν ἐκεῖθεν τῷ φιλήματι τὴν εὐλογίαν ἐπίστευε. Τέλος δὲ τοῦ συμποσίου λαβόντος, ἕτερα πάλιν αὐτ τοῖς πρσενήνοχε δῶρα· καὶ μέντοι καὶ γράμματα πρὸς τοὺς τῶν ἐθνῶν προστατεύοντας δέδωκεν ἄρ χοντας, καθ' ἑκάστην πόλιν χορηγεῖσθαι παρεγγυών ἀειπαρθένοις καὶ χήραις, καὶ τοῖς τῇ θείᾳ λειτουργίᾳ ἀφιερωμένοις ἐτήσια σιτηρέσια, φιλοτιμία μαλα
col. 1341–1342page 82 of 90
PG 85:1341λον, ἢ χρεία ταῦτα μετρήσας. Περὶ ὧν καὶ Εὐσέ βιος ὁ Παμφίλου διαλαμβάνων ὧδέ πως λέγει· Οὕτω δὴ τοὺς ἁγίους ἐπισκόπους μετά πλείστης ὅσης εύ λαβείας διαναπαύσας ὁ πανεύφημος καὶ πιστότατος βασιλεὺς Κωνσταντίνος, συνταξάμενός τε σφᾶς ἐπ ανιέναι οἴκαδε, τοὺς πάντας ἡφίει. Οἱ δὲ ἐπανῄεσαν σὺν εὐφροσύνῃ πολλῇ. Ἐκράτει τε λοιπὸν μία γνώμη παρὰ τοῖς πᾶσι, παρ' αὐτῷ βασιλεῖ συμφωνηθεῖσα, συναπτομένων ὥσπερ εἰς ἐν σῶμα τῶν ἐκ μακροῦ διηρημένων. Χαίρων δῆτα ὁ βασιλεὺς ἐπὶ τῷ κατορθώματι, τοῖς μὴ παρατυχοῦσι τῇ συνόδῳ ἐπισκόποις καρπὸν εὐθαλῆ δι' ἐπιστολῶν ἐδωρεῖτο· λαοῖς τε πᾶσι, τοῖς τε κατ᾿ ἀγροὺς καὶ τοῖς ἀμφὶ τὰς πόλεις οἰκοῦσι, χρημάτων ἀφθόνους διαδόσεις ποιεῖσθαι παρ εκελεύετο· ὧδέ πη γεραίρων τὴν ἑορτὴν τῆς εἰκοσαετοῦς αὐτοῦ βασιλείας· ἐκκαιδεκάτῳ μὲν ἔτει καὶ μησὶν ἐξ τῆς βασιλείας αὐτοῦ, καθὼς καὶ ἀνωτέρω δ λόγος ἀπέδειξε, κατὰ τὰ παλαιά διηγήματα, τὴν ἁγίαν τῶν ἐπισκόπων συναθροίσας σύνοδον. Εἰκοστῷ δὲ ἔτει διαλυσάντων τὸ τῆς συνόδου συνέδριον, ἀν ἔλυσεν ἕκαστον εἰς τὰς ἰδίας παροικίας, καθώς προ ανατέτακται. Ἐγὼ δὲ τὰ ἐν αὐτῇ τῇ ἁγίᾳ συνόδι περὶ τῶν τῆς καθολικῆς καὶ ὀρθοδόξου πίστεως, τῆς τε σεβασμίου ἑορτῆς τοῦ ἁγίου Πάσχα, τῶν τε τῆς ἐκκλησιαστικῆς θείας λειτουργίας διατυπώσεων, τῶν τε περὶ τῆς ἐν αὐτῇ εὐταξίας κανόνων κριθέντα καὶ ὁρισθέντα εντάξας κατὰ δύναμιν, τῇδε τῇ ἐκκλησιαστικῇ Ἱστορία, πρὸς πληρεστάτην ἀσφάλειαν τῶν ἐντευξομένων τῷδε τῷ γράμματι, ἐνταῦθα κατα παύσω τὸν λόγον· τὰ λοιπὰ τοῦ πανευφήμου καὶ πιο στοτάτου βασιλέως εὐσεβῆ ὑπὲρ τῆς πίστεως σπου δάσματα ἐν τρίτῳ κατατάξαι συνιδών συντάγματι, εἰς δόξαν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ εἰς ἐναργεστάτην ἀπόδειξιν τῆς τοῦ πιστοτάτου τοῦ βα σιλέως εὐσεβείας. Ἐκεῖνο μόνον προσθεῖναι ἐνταῦθα ἀναγκαῖον ᾠήθην μὴ πάρεργον ἡγησάμενος, ἀλλὰ καὶ λίαν ἁρμόδιον· τὰ τῶν ἐπισκόπων ὀνόματα, τῶν ὑπὸ τοῦ κοινοῦ πάντων τῶν ἐπισκόπων εἰς τὰς ἀπαν ταχοῦ γῆς ἐπαρχίας σταλέντων· δι' ὧν τὰ ὑπὸ τῆς συνόδου κριθέντα, διὰ συνοδικῶν ἐπιστολῶν καὶ τῶν τοῦ πανευφήμου βασιλέως γραμμάτων, πάσαις δια επέμψατο ταῖς ὑπὸ τὸν οὐρανὸν ἁγίαις τοῦ Θεοῦ Εκε κλησίαις, εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, καὶ τοῦ ἁγίου Πνεύματος. Αμήν. Κατάλογος τῶν ἁγίων ἐπισκόπων, δι' ὧν ἡ σὺν αὐτοῖς ἐν Νικαίᾳ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος ταῖς ἀνὰ τὴν οἰκουμένην Εκ κλησίαις τοῦ Θεοῦ διεπέμψατο τὰ ἐν αὐτῇ δι' αὐτῶν κεκριμένα ὑπὸ τοῦ ἁγίου Πνεύματος. Όσιος ἐπίσκοπος Κουρδούδης ταῖς κατὰ Ῥώμην, καὶ Ἰταλίαν, καὶ Σπανίαν πᾶσαν, καὶ ταῖς ἐν τοῖς λοιποῖς ἔθνεσι τοῖς ἐπέκεινα κατ' ἐμὲ οὖσιν ἕως τοῦ Ὠκεανοῦ, ἁγίαις τοῦ Θεοῦ Ἐκκλησίαις, διὰ τῶν σὺν αὐτῷ πρεσβυτέρων Ρώμης Βίτωνος καὶ Βικεντίου. Αλέξανδρος Αλεξανδρείας σὺν ᾿Αθανασίῳ τότε

Book IIILiber Tertius

col. 1343–1344page 83 of 90
PG 85:1343& ἀρχιδιακόνῳ ὄντι, ταῖς κατ' Αίγυπτον πᾶσαν, καὶ Δι βύην, καὶ Πεντάπολιν, καὶ τὰ ὅμορα τούτοις, ἕως τῶν τῆς Ἰνδίας ἐπαρχιῶν. Μακάριος Ἱεροσολύμων σὺν Εὐσεβίῳ τῷ Παμφίλου ἐπισκόπῳ Καισαρείας, ταῖς κατὰ Παλαιστίνην, καὶ ᾿Αραβίαν καὶ Φοινίκην. Ευστάθιος Αντιοχείας τῆς μεγάλης ταῖς κατά Συρίαν κοίλην, καὶ Μεσοποταμίαν πᾶσαν, καὶ Κιλικίαν ἑκατέραν. Ιωάννης Πέρσης τῆς ἐν Περσίδι πάσῃ, καὶ τῇ μεγάλη Ινδία. Λεόντιος Καισαρείας Καππαδοκίας, τὸ τῆς Ἐχο κλησίας τοῦ Κυρίου καλλώπισμα, ταῖς κατ' αὐτὴν Καππαδοκίαν, Γαλατίαν, Πόντον Διοσπόντου, Παν φλαγονίαν, Πόντον Πολεμαϊκὸν [πολεμονιακὸν], Ἀρμενίαν μικρὰν καὶ μεγάλην. Θεωνᾶς Κυζίκου ταῖς κατὰ τὴν Ασίαν καὶ Ἑλλήσε ποντον, Λυδίαν τε, καὶ Καρίαν, διὰ τῶν ὑπ' αὐτὸν ἐπισκόπων Εὐτυχίου Σμύρνης, καὶ Μαρίνου Τρωάδος. Αλέξανδρος Θεσσαλονίκης διὰ τῶν ὑπ' αὐτὸν τε λούντων, ταῖς κατὰ Μακεδονίαν πρώτην καὶ δευτέραν, σὺν τῇ Ἑλλάδι, τήν τε Ευρώπην πᾶσαν, Σαν θίαν ἑκατέραν, καὶ ταῖς κατὰ τὸ Ἰλλυρικὸν ἀπά σαις, Θεσσαλίαν τε καὶ ᾿Αχαΐαν. Νουνέχιος Λαοδικείας ταῖς κατὰ τὴν Φρυγίαν πρώτ την καὶ δευτέραν. Πρωτογένης ὁ θαυμάσιος πόλεως Σαρδικῆς, τῆς ἐν Δακία Καλαυρία Δαρδανίᾳ, καὶ ταῖς ὁμόροις τούτοις. Κεκιλιανὸς πόλεως Καρθαγένης, ταῖς κατὰ πάσας τὰς ἐπαρχίας, τάς τε Αφρικάς, καὶ τὰς Νουμιδίας, καὶ Μαυριτανίας ἀμφοτέρας, ούσαις ἁγίαις τοῦ Θεοῦ Ἐκκλησίαις. Πιστὸς Μαρκιανουπόλεως, ταῖς κατὰ τὴν Μυσίαν, καὶ τὰ τῶν ᾿Αθηνῶν καὶ Γάλλων ἔθνη, καὶ ταῖς πλη στοχώροις τούτων πόλεσιν. Αλέξανδρος Κωνσταντινουπόλεως τότε πρεσβύτερος ἔτι ῶν, εἰς ὕστερον δὲ καὶ τῆς ἐπισκοπικῆς ἱερα τείας τῆς αὐτόθι Ἐκκλησίας λαχών, σὺν Παύλῳ ἔτι τότε ἀναγνώστη ὄντι, καὶ νοταρίῳ αὐτοῦ, ταῖς ἐν ταῖς νήσοις πάσαις Κυκλάσιν. Οὗτοι πάντες οἱ ἅγιοι καὶ ἀποστολικοὶ ἄνδρες πάν σαις ταῖς ὑπὸ τὸν οὐρανὸν ἁγίαις τοῦ Θεοῦ ἐκκλησίαις τὰ ἐν τῇ Νικαέων ἁγίᾳ μεγάλῃ καὶ οἰκουμενικὴ συνόδῳ κεκριμένα διαπορθμεύσαντες, πανταχοῦ γῆς παρέδωκαν, καθὰ ἀρτίως ὁ λόγος ἀπέδειξεν. ΛΟΓΟΣ ΤΡΙΤΟΣ. Κωνσταντίνος Σεβαστός 'Αρείῳ καὶ ᾿Αρειανοῖς. Κακὸς ἑρμηνεὺς αὐτόχρημα είχών τε καὶ ἀνδριάς ἐστι τοῦ διαβόλου. Ὥσπερ γὰρ ἐκεῖνον οἱ δεινοὶ πλά Καλαβρίᾳ· καὶ τοῖς.
col. 1345–1346page 84 of 90
PG 85:1345σται πρὸς ἀπάτης δέλεαρ πλάττουσιν, οἱονεὶ κάλλους Ο αὐτῷ εὐπρέπειαν προσμηχανώμενοι, αἰσχίστῳ καθ ἀπαξὄντι τῇ φύσει, ὅπως ἂν τοὺς ταλαιπώρους ἀπολ λύοι πλάνην αὐτοῖς προτείνων· τὸν αὐτὸν οὗτος ἂν οἶμαι τρόπον ποιήσειεν, ᾧ μόνον σπουδῆς ἄξιον τοῦτ' εἶναι δοκεῖ, τό, τὰ τῆς οἰκείας ιταμότητας δηλητήρια ἀφειδῶς· προβάλλεσθαι. Τοιγάρτοι καινήν, καὶ ἀφ᾽ οὗ γεγόνασιν ἄνθρωποι, οὐδεπώποτε φανεῖσαν ἀπιστίας εἰσάγει πίστιν. Διόπερ οὐδὲν τῆς ἀληθείας ἄρα ἀπᾶδον ἐκεῖνο φαίνεται, τὸ πάλαι τῇ θείᾳ ρήσει διηρθρωμένον, ὅτι πρὸς τὸ κακόν εἰσι σοφοί. Τί δ' ἄν τις ἐκεῖνο λέγεσθαι τὴν τοῦ βουλεύεσθαι χάριν αυτ τὸν ἀπολωλεκότα, μηκέτι κουφισμού τινα ἐπικουρίαν εὕρασθαι ἐπιθυμεῖν; Τί τοίνυν φημί, Χριστὲ Χριστέ, Κύριε Κύριε; τί δήποτε ἡμᾶς τὸ λῃστήριον ὁσημέ και τιτρώσκει; Εστηκεν ἐξεναντίας δεινή τις βιαία τόλμα, βρυχᾶται ἐπιπρίουσα τὸν ἐδόντα δύσμορφος ὑπ' ἀτιμία;, καὶ παντοδαποῖς περιτετρωμένη ἐγκλήμασιν. Αὕτη μέντοι ἐν τῷ νόμῳ καὶ τῷ περὶ σοῦ κη ρύγματι, ὥσπερ τισὶ ζάλαις τρικυμίαις κακῶν δια φορουμένη, εξερεύγεται μὲν ἐξώλεις λόγους, γρά φουσα δὲ τούτους ἐκφαίνει, οὓς οὐδέποτε ὁ τῷ ἀϊδί τῆς σαυτοῦ πηγῆς τῷ πατρὶ συνυπάρχων, ταῖς περὶ σεαυτοῦ γνώσεσιν ἀφώρισας. Συνάγει δὲ ὅλως καὶ συμφορεί δεινὰ ἅττα καὶ ἄνομα ἀσεβήματα· νῦν μὲν τὰς γλώττας κραδαίνουσα, νῦν δ' αὖ πάλιν ταῖς τῶν ἀθλίων σπουδαῖς ἐπαιρομένη, οὓς ἐπ᾽ ἀδείας αὐτὴ παρόντας ἐξαπατᾷ καὶ φθείρει. Βούλομαι δὲ ἤδη τοῦ προέδρου αὐτῆς τὴν φύσιν ἐξετάσαι. Τί γὰρ δὴ λέ γει; Η κατέχωμεν, φησίν, οὗ ἤδη ἐκρατεῖς γεγό ναμεν, ή γενέσθω ὡς αὐτοὶ βουλόμεθα. Πέπτωκε, καὶ ταῦτα πέπτωκεν ἀναιρούμενος· δόλῳ, φησὶν, ἢ δεινότητι πανουργίας, οὐδὲν διαφέρει. Σεμνόν μόνον ἡγεῖται, ὅ διὰ πονηρᾶς ἐπινοίας εἰς αὐτὸν εἰσερβύη. Πλήθη, φησὶν, ἔχομεν· προβήσομαι δὴ μικρὸν αὐτ τὸς ἐπὶ τὸ πρόσθεν, ὡς ἂν τῶν τῆς μανίας πολέμων θεατής γένωμαι. Αὐτὸς, ἔφην ἐγώ, προβήσομαι, ὁ τοὺς τῶν ἀφρόνων πολέμους παύειν ειωθώς. "Αγε δή, Αρες "Αρειε, ἀσπίδων ἡ [σ. ] χρεία. Μὴ σύ γε τοῦτο ποιήσῃς, ἱκετεύομεν· ἐπισχέτω γοῦν σε ἡ τῆς Αφροδίτης ὁμιλία. ᾿Αλλὰ γὰρ εἴθε ὡς τοῖς ὄχλοις άριστα συνεκκροτεῖσθαι δοκεῖς, οὕτω σοι τῇ περὶ τὸν Χριστὸν εὐσεβείᾳ προσῆν ἀκμάζειν. Ἰδοὺ δὴ πάλιν αὖ ἱκέτης ἔρχομαι, καὶ τοῖς ὅπλοις πᾶν πλῆθος ἰσχύων, μάχεσθαι μὲν οὐκ ἐθέλω· τῇ δὲ τοῦ Χριστοῦ πεφραγμένος πίστει, σέ τε ἰάσασθαι καὶ τοὺς ἄλλους θερα πεῦσαι βούλομαι. Τί οὖν φῆς ταῦτα πράττειν, ἃ μὴ τοῖς ἤθεσι προσῆκε τοῖς σοῖς; ᾿Αλλὰ μετὰ ποίας ήσυ χίας, είπέ μοι, ἢ τίνα περιουσίαν περιβεβλημένος, μᾶλλον δὲ, ἐφ' ὅ τι προπετείας ἐληλακώς; Ὢ τέλο μης ὑπὸ κεραυνῶν ἀξίας καθαιρεθῆναι! Ακούσατε γὰρ ἅ δεδήλωκε πρώην πρός με. Τὸν ἀποστάζοντι γράφων τῷ καλάμω. Ούτω, φησί, πιστεύομεν. Είτ', οἶμαι, προσθεὶς οὐκ οἶδα ἅττα σοβαρώς πως καὶ μάλα ἀκριβῶς ἐξησκημένα, προϊών ποῤῥωτέρω, ούτ δὲν ὅ τι τῶν δεινῶν ἀπεσιώπησεν· ἀλλ' ὅλον ὡς ἂν οι
col. 1347–1348page 85 of 90
PG 85:1347είπη τις τὸν τῆς παρανοίας γνέφξε θησαυρόν. Απο ελαυνόμεθα, φησί, καὶ τὴν τοῦ εἰσδεχθῆναι ἡμᾶς ἀ δειαν ἀφαιροῦνται· ἀλλ' οὐδέν πω ταῦτα πρὸς τὸ πρᾶγμα· τοῖς δὲ ἑξῆς προσέχετε τὸν νοῦν· αὐτοῦ γὰρ χρήσομαι τοῖς βήμασι. Δεόμεθα, φησὶν, ἐὰν ἐπὶ τῆς αὐτῆς ἐπιμένῃ γνώμης ὁ τῆς ᾿Αλεξανδρείας ἐπίσ σκοπος, ἡμῖν τοῦ λοιποῦ δοθῆναι κατὰ τὴν τοῦ νόμου διάταξιν, τὰς ἐνθέσμους καὶ ἀπαραιτήτους θεραπείας τῷ Θεῷ ἐπιτελεῖν. Ὦ δεινῆς ἀναιδείας, ἣν σπουδή τῆς ἀληθείας ἀπελέγξαι προσῆκεν! 8 γὰρ αὐτῷ καθ' ἡδονὴν ἐτύγχανεν ὄν, τοῦτο τῇ συντομοίᾳ τῆς φρά σεως ἀποτυπώσατο. Τί φής, ἄτοπε; Διάστασιν εὐ πρόσωπον ἡμῖν τὸ σαθρὸν τῆς κατ' ἐμὲ ἀγρίας σου διανοίας ἐπιτειχίζειν μηχανα; καὶ τοὺς ἐπὶ κακῷ σοι προσπλακέντας ἀπολέσαι σπεύδεις; Τί οὖν, φής, πράξω, εἰ μηδεὶς ἄξιον ἡγεῖται με δέξασθαι; Τοῦτο γὰρ πολλάκις ἐκ τῆς ἀνοσίας φάρυγγος ἐκβοᾷς· ἐγὼ δὲ τοὐναντίον ἔρομαί σε· ποῦ δὲ σαφὲς γνώρισμα καὶ μαρτύριον τῆς σεαυτοῦ διανοίας ἐπεδείξω; Ην ἐχρῆν σε διαπτύξαντα, καὶ τοῖς θείοις καὶ τοῖς ἀν θρωπίνοις σαφῆ καταστῆσαι, καὶ μάλισθ' ὅτι τὰ ἐοβόλα τῶν ἑρπετῶν καὶ τηνικαῦτα μᾶλλον ἀγριαί γειν πέφυκεν, ὅταν ἑαυτὰ τοῖς τῶν φωλεῶν μυχοίς ἐνιδρυθέντα αίσθηται. Ἐκεῖνο δέ γε λίαν ἀστεῖον αὐτοῦ, τὸ σπουδαίως εὖ μάλα καθάπερ υπό τι προσωπεῖον αἰδοῦς σιγὴν πλάττεσθαι. Τῇ μὲν τοῦ σχή ματος τέχνη, τιθασσον σεαυτὸν καὶ χειροήθη σύ γε παρέχεις. Κακῶν δὲ μυρίων καὶ ἐπιβουλῶν ἔνδον γέμων, τοὺς πολλοὺς λέληθας. Αλλ' ὢ τῆς ἀθλιότητος! ὡς ὁ πονηρὸς βεβούληται, οὕτως Ο "Αρειον ἡμῖν ἀνομίας ἐργαστήριον κατεστήσατο. ῃ Λέγε δὲ νῦν μοι παρελθὼν τῆς σεαυτοῦ πίστεως τὸ γνώρισμα, και μηδαμῶς γε ἀποσιωπήσης. Ο τὸ μὲν στόμα διάστροφον, τὴν δὲ φύσιν ὀξύῤῥοπον πρὸς πονηρίαν κεκτημένε· ἕνα λέγεις Θεόν; σύμψηφον ἔχεις καμέ, οὕτω φρόνει. Τῆς οὐσίας αὐτοῦ ἄναρχον καὶ ἀτελεύτητον Λόγον εἶναι φής; στέργω τοῦτο οὕτω πίστευε. Εἴ τι περαιτέρω προσπλέκεις, τούτ' αναιρῶ· εἴ τι πρὸς ἀσεβῆ χωρισμὸν συγκατατάττεις, τοῦτο οὔτε ὁρᾷν, οὔτε νοεῖν ὁμολογῶ. Εἰ τὴν τοῦ σώ ματος ξενίαν πρὸς οἰκονομίαν τῶν θείων ἐνεργειῶν παραλαμβάνεις, οὐκ ἀποδοκιμάζω. Εἰ τὸ πνεῦμα τῆς ἀϊδιότητος ἐν τῷ ὑπερέχοντι λόγῳ γεγεννῆσθαι λέγεις, δέχομαι. Τις ἔγνω τὸν Πατέρα, εἰ μὴ ὁ ἐλθὼν ἀπὸ τοῦ Πατρός; Τίνα ἔγνω ὁ Πατὴρ, εἰ μὴ ὅν ἀϊδίως καὶ ανάρχως ἐξ αὐτοῦ γεγέννηκε; Σὺ μὲν ὑπόστασιν ξένην ὑποτάττειν οἴει δεῖν, κακῶς δή που πιστεύων ἐγὼ δὲ τῆς ὑπερεξόχου καὶ ἐπὶ πάντα διηκούσης δυνάμεως τὸ πλήρωμα Πατρός καὶ Υἱοῦ, οὐσίαν μίαν εἶναι γινώσκω, εἰ τοίνυν μὲν σὺ ἀφαιρεῖς ἀπ' ἐκείνου, ἀφ' οὗ χωρισθῆναι οὐδὲ διάνοια τῶν ἐρεσχελούντων δεδύνηται οὐδεπώ ποτε οὐδέν. Προσθήκης δὲ χαρα κτῆρας ὁδοποιεῖς, καὶ ὅλως γνωρίσματα ζητήσεων διορίζεις, ἐκείνῳ ᾧ ὁλόκληρον μὲν ἐξ ἑαυτοῦ τὴν ἀϊδιότητα δέδωκεν, ἀδιάφθορον δὲ τὴν ἔννοιαν, άθα νασίας τε δι' ἑαυτοῦ καὶ Ἐκκλησίας ἔνειμε πίστιν. Κατάβαλε οὖν δὴ, κατάβαλε τὸ εὔηθες τοῦτο ἀνόμημα, ὦ ἀστεῖε σὺ καὶ εὔφωνε, καὶ τὰ κακὰ πρὸς ἀπι στίαν τῶν ἀνοήτων ἐξάδων. Εἰκότως ἄρα σε ὁ πονη
col. 1349–1350page 86 of 90
PG 85:1349ρὸς τῇ ἑαυτοῦ κατεστρέψατο κακίᾳ, καὶ τοῖς μὲν & ἴσως ἤδη τὸ τοιοῦτον εἶναι δοκεῖ. Οὕτω γὰρ σεαυτὸν πέπεικας. Εστι δὲ πάντη ὀλέθριον τὸ κακόν. Φέρε δὴ τῆς ἐν τοῖς ἀτοπήμασι διατριβῆς ἀπαλλαγείς, ἄκουε, ὦ δαιμόνια Αρειε· σοὶ γὰρ διαλέγομαι. Τῆς Ἐκκλησίας δήπου τοῦ Θεοῦ ἀποκεκηρυγμένος οὐκ αἰσθάνῃ ἀπόλωλας, εὖ ἴσθι, ἐὰν μὴ βλέψας εἰς σεαυ τὸν, τὴν παροῦσάν σοι κατακρίνῃς ἄνοιαν. Αλλ' ἐρεῖς, ὡς ὄχλοι συμπράττουσί σοι, καὶ τὰς φροντίδας ἀπελαύνουσιν. Ακουε δὴ μικρὸν ὑποσχὼν τὰ ὦτα, ᾧ ἀνόσιε Αρεις, καὶ σύνες τὴν σεαυτοῦ ἄνοιαν. Σὺ δὲ, ὦ πάντων κηδεμών Θεός, εὐμενὴς εἴης τῷ λεγο μένῳ, εἰ πίστεως ἔχοιτο. Ἐγὼ γὰρ ὁ σὸς ἄνθρωπος ἵλεω ἔχων τὴν παροῦσαν προμήθειαν, καὶ ἐξ Ελλη νικῆς, καὶ ἐκ Ρωμαϊκής γραφής πάνυ ἀρχαιοτάτης σαφῶς ἀποδείξω τὴν ᾿Αρείου μανίαν, πρὸ τρισχιλίων που ἐτῶν ὑπὸ τῆς Ερυθράς προῤῥηθεῖσάν τε καὶ προφημισθεῖσαν. Εφη γὰρ ἐκείνη γε· Οὐαί σοι, Λιβύη, ἐν παραλίας κειμένη χώροις· ήξει γάρ σοι καιρός, ἐν ᾧ μετὰ τῶν δήμων καὶ τῶν σαυτῆς θυγατέρων δεινὸν ἀγῶνα καὶ ὡμὸν καὶ παγχάλεπον ὑπελθεῖν ἀναγκασθήσῃ, ἀφ' οὗ κριτήριον μὲν εἰς ἅπαντας πίστεώς τε καὶ εὐσεβείας διαδοθήσεται· σὺ δὲ πρὸς ἔσχατον ἀποκλίνεις καταστροφῆς· ὑμεῖς γὰρ τῶν οὐρανίων ἀνθῶν τὸ δεκτήριον ἀνασπάσαι τετολμήκατε, καὶ δήγματι σπαράξα:· καὶ μὲν δὴ σιδηροῖς ἐχράνατε τοῖς ὁδοῦσι. Τί δῆτα, ὦ πανούργε; ποῦ γῆς σαυτὸν εἶναι νῦν ὁμολογεῖς; Εκεί δηλονότι· κατέχω γάρ σου τὰ γράμματα, & τῷ τῆς μανίας καλάμῳ πρός με διεχάραξας, ἐν οἷς φής πάντα τὸν, Λίβυν, δῆμον σύμψηφον εἶναί σοι πρὸς σωτηρίαν δήπου. Εί δὲ οὐ φήσεις ταυτὶ οὕτως ἔχειν, μαρτύρομαι ἤδη τὸν Θεόν, ἡ μὴν ἀρχαιότατον τῆς Ἐρυθρᾶς πυκτίον, δι' Ἑλληνικῆς συντεταγμένον γλώττης, εἰς Ἀλεξάνδρειαν ἀποστέλλειν, ὡς ἂν θᾶττον ἀπόλοιο. Εἶτα σὺ ἀναμάρτητος, ὦ δικρανοφόρε; Εἶτα οὐ σαφῶς ἀπόλωλας, ὦ ἄθλιε, τοιούτῳ δεινῷ περιστοιχισμένος; ἴσμεν, ἴσμεν σου τὸ ἐγχείρημα· ποία φροντὶς, ποιόν σε θράττει δέος, οὐ λέληθεν ἡμᾶς, ὦ δύστηνε καὶ ταλαίπωρε. Ο τῆς ἀμβλύτητος τῶν σῶν φρενών, ὃς οὐδὲ τὴν νόσον καὶ τὴν ἀμηχανίαν τῆς σεαυτοῦ ψυχῆς ἀναστέλλεις, ὦ ἀνόσιε· ὃς τὴν ἀλήθειαν ποικίλοις δια ορύττεις λόγοις· καὶ τοιοῦτος ὧν οὐκ αἰσχύνῃ ἡμᾶς ψέγων, καὶ νῦν μὲν ἐλέγχων, ὡς γε οἴει· νῦν δ' αὖ πάλιν νουθετῶν, ὡς πίστει καὶ λόγοις ὑπερφέρων περὶ οὗ [Ισ. παρ' ου] δῆτα οἱ ἄθλιοι ἐπικουρίαν ἑαυ τοῖς πορίζεσθαι γλίχονται· καίτοι οὐδὲ συγγίνεσθαι τῷ τοιούτῳ ἐχρῆν, οὐδὲ ὅλως αὐτὸν προσφθέγγεσθαι, πλὴν εἰ μή τις ἐν τοῖς ὑπούλοις τούτου ρήμασι τὴν τοῦ ὀρθῶς βιοῦν ἐλπίδα τοῖς μέτροις ἀποκεῖσθαι οἴεται. Αλλ' οὐκ ἔστι τοῦτο· πολλοῦ γε δεῖ. Τὸ δὲ ἀληθὲς, ὦ τῆς ὑμετέρας ἀνοίας, ὅσοι τούτῳ συνανα γίνεσθε! Τίς ἄρα ὁ ἴστρος ὑμᾶς τῆς χαλεπῆς τούτου γλώττης καὶ τῆς ὄψεως ἀνασχέσθαι κατηνάγκασεν; ἀλλ' ἐπ' αὐτὸν ἤδη σε βαδιοῦμαι τῷ λόγῳ, ὦ τὴν μὲν ψυχὴν ἄφρων συ, τὴν δὲ γλῶτταν στωμύλε, ἄπιστε δὲ τὰς φρένας, δὸς δή μοι τοῦ λόγου οὐκ ἀμφιλαφές τι λέγω καὶ ἱππήλατον πεδίον, ἀλλ᾽ οὖν κύκλῳ γε εὐπερίγραφον· μὴ σαθρὸν μόνον, ἀλλ' ἐῤῥωμένον τε
col. 1351–1352page 87 of 90
PG 85:1351καὶ στεῤῥὸν τῇ φύσει, ὦ ἀνόσιε δῆτα καὶ κάκιστε, καὶ κρυψίνου· ἐξάγομαι γὰρ ταῦτα λέγειν· μᾶλλον δὲ βρόχον ήδη του περιάψας, καὶ συμποδίσας τῷ λόγῳ εἰς μέσους σε καταστήσω, ὡς ἂν πᾶς ὁ δῆμος τὴν σὴν καταμάθῃ φαυλότητα. Επ' αὐτὸ δὲ πορεύσομαι ἤδη τὸ πρᾶγμα. Νενιμμέναι δήπουθέν εἰσιν αἱ χεῖρες, προσίωμεν ταῖς εὐχαῖς ἐπικαλέσαι δὴ τὸν Θεόν· μᾶλ λον δὲ μικρὸν ἐπισχών, εἰπέ μοι, ὦ θερμότατε σύ, τίνα Θεὸν ἐπικαλέσῃ πρὸς βοήθειαν; ᾿Αλλὰ γὰρ ἠρεμεῖν οὐ δύναμαι. Ο τῶν πάντων ἔχων τὸ κῦρος Δέσποτα, ὦ τῆς μονήρους δυνάμεως, ὦ πάτερ, διὰ τουτονὶ τὸν ἀνόσιον ἐνείδη τε, καὶ λύπας, καὶ μένο τοι καὶ τραύματα, καὶ ὀδύνας ἡ σὴ ἔχει Ἐκκλησία. "Αρειός σοι τόπον ήδη προσαρμόζει, καὶ μάλα γε εύ φυῶς, ἐφ' οὗ καθιζάνων οἶμαι σύνοδον ἑαυτῷ, ἢ παῖδα τὸν Χριστὸν τὸν σὸν, τὸν ἐκ σοῦ, τὸν τῆς ἡμε τέρας επικουρίας ἀρχηγέτην, θέσεως νόμῳ περιποιεῖται καὶ ἴσχει. Ἐπάκουσον, ἀντιβολῶ σε, τῆς θαν μασίας πίστεως. Σὲ τὴν κατὰ τὸν τόπον κινεῖσθαι δέσποτα κίνησιν οίεται. Σὲ τῆς ἀφωρισμένης καθ έδρας κύκλῳ περιγράφειν τολμᾷ. Ποῦ γὰρ οὐκ ἔστιν ή σὴ παρουσία; ἢ ποῦ τὴν σὴν οὐ πάντες ἐνέργειαν ἐκ τῶν πάντα σου διηκόντων νόμων αἰσθάνονται; Πάντα γὰρ αὐτὸς περιέχεις, καὶ ἔξω σοῦ οὔτε τη πον, οὔτε ἄλλο οὐδὲν ἐπινοῆσαι θέμις. Οὕτως ἡ σὴ δύναμις μετ' ἐνεργείας ἐστὶν ἄπειρος. Σὺ μὲν δὴ ἐπάκουσον ὁ Θεός. Ὑμεῖς δὲ πᾶς ὁ λαὸς προσέχετε τὸν νοῦν. Ὁ γὰρ ἀναίσχυντος οὗτος καὶ ἀχρεῖος, ὁ ἐπ' ἄκρον μοχθηρίας τε καὶ ἀνομίας ὁμοίως έληλα χώς, εὐλάβειαν σκήπτεται. Απαγε, φησίν, οὐ βού λομαι τὸν Θεὸν ἐγὼ ὕβρεων πάθει δοκεῖν ἐνέχεσθαι καὶ διὰ τοῦτο ὑποτίθεμαι καὶ πλάττω θαυμάσια γε τῇ πίστει, ὡς ὁ Θεὸς νεογενῆ καὶ νεόκτιστον οὐσίαν Χριστοῦ ποιησάμενος, βοήθειαν ἑαυτῷ παρεσκευάσατο, ὥς γέ μοι δοκεῖ· ὃ γὰρ ἂν, φησὶν, ἀπ' αὐτοῦ ἀφέλῃς, τοῦτο ἔλαττον πεποίηκας. Εἶτα, ὦ λυμεών καὶ ὀλέθριε, σοὶ τοῦτό ἐστι πίστις; σὺ καθ᾽ ὑπόθεση καὶ πλάσμα λαμβάνεις τὸν τὰ πλάσματα τῶν ἐθνῶν κατακρίναντα; σὺ ἐπείσακτον καλεῖς, καὶ ὥσπερ καθηκόντων ὑπηρέτην, τὸν ἄνευ ἐνθυμήσεως καὶ λογισμοῦ, τῷ συνυπάρχειν τῇ τοῦ πατρὸς ἀϊδιότητι, πάντα διανύσαντα; ἐφάρμοσον νῦν, εἰ δὴ τολμάς, ἐφάρμοσον τῷ Θεῷ καὶ τὸ εὐλαβεῖσθαι, καὶ τὸ του βεῖσθαι, καὶ τὸ ἐλπίζειν τὸ ἐκβησόμενον· ἔτι δὲ τὸ ἐνθυμεῖσθαι, τὸ λογίζεσθαι, τὸ σκεπτόμενον γνώμην ἀποφαίνεσθαι καὶ διαρθροῦν, καὶ ὅλως τὸ τέρπεσθαι, τὸ γελᾷν, τὸ λυπεῖσθαι. Τί τοίνυν φής, ὦ τῶν ἀθλίων άθλιώτερε; Ο τῆς κακίας αυτόχρημα μήστωρ, σύνες δή, εἰ δύνασαι, ὡς ἐν αὐτῇ γέ σου πανουργία μοχθηρὸς ἂν ἀναλίσκῃ. Ο Χριστός, φησί, δι' ἡμᾶς πέπονθεν. Αλλ' ήδη φθάσας ἔγωγε εἶπον, ὡς μορφή σώματος ἀπεστάλη. Ναί, φησὶν, ἀλλὰ δέος μὴ δόξω μεν κατά τι έλαττον. Εἶτα, ὦ τῶν θηρίων μεσίτα, ταῦτα λέγων οὐ μαίνῃ καὶ σαφῶς λυττᾷς; Ἰδοὺ γὰρ ὁ κόσμος μορφή, εἴτουν σχῆμα τυγχάνει ὧν καὶ οἱ ἀστέρες γε χαρακτῆρας προβέβληνται· καὶ ὅλως τὸ πνεῦμα τοῦ σφαιροειδούς τούτου κύκλου, είδος των ὄντων τυγχάνει ὂν, καὶ ὥσπερ μόρφωμα. Καὶ ὅμως ὁ Θεὸς πανταχοῦ πάρεστι. Ποῦ τοίνυν εἰσὶν ἐν τῷ Ο
col. 1353–1354page 88 of 90
PG 85:1353Θεῷ αἱ ὕῆρεις; ἢ κατὰ τί ὁ Θεὸς ἐλαττονται; Ω πατροκτόνε τῆς ἐπιεικείας σύ! Λύγισαι δὴ οὖν ἐκ σαυτοῦ τεκμαιρόμενος, καὶ ἐνθυμήθητι, εἰ ἁμάρτημα εἶναι δοκεῖ, τὸ ἐν Χριστῷ παρεῖναι τὸν Θεόν. Ἐκεῖνος μὲν οὖν κατείδε τὴν ἀτιμίαν τοῦ λόγου καὶ τὴν τι μωρίαν οὐ βραδέως ἐπήγαγε. Χωρὶς δὲ τούτων καθ' ἑκάστην δήπουθεν ἡμέραν ἁμαρτήματα ἐν τῷ κόσμῳ γίνεται· καὶ ὅμως ὁ Θεὸς πάρεστι, καὶ τὰ τῆς δίκης οὐχ ὑστερίζει. Τί οὖν κατὰ τοῦτο ἐλαττοῦται εἰς τὸ μέγεθος τῆς αὐτοῦ δυνάμεως, εἰ τὰ πανταχοῦ διαι σθάνεται; Οὐδὲν, οἶμαι. Ο μὲν γὰρ τοῦ κόσμου νοῦς διὰ τοῦ Θεοῦ· δι' αὐτοῦ πᾶσα διαμονή, δι' αὐτοῦ πᾶσα δίκη· ἡ δὲ τοῦ Χριστοῦ πίστις ἀνάρχως ἐξ αὐτοῦ. Ολως δὲ Θεοῦ νόμος ἐστὶ Χριστὸς, δι' αὐτοῦ τὸ ἄπει ρον ἅμα καὶ ἀτελεύτητον ἔχων. ᾿Αλλὰ γὰρ σὺ κατὰ σεαυτὸν ἐννοῶν φαίνῃ; Ω τῆς μανίας λίαν περίτρε ψον νῦν εἰς τὴν σαυτοῦ ἀπώλειαν τὸ τοῦ διαβόλου ξίφος. Ορᾶτε δὴ, ὁρᾶτε πάντες, ὡς γοεράς ἤδη προΐσχεται φωνάς, τῷ τοῦ ἔχεως ἐνεσχημένος δήγματι· ὡς αἱ φλέβες αὐτοῦ καὶ σάρκες τῷ ἱῷ ἐκγατει λημμέναι, δεινὰς ἀναμιγνύουσιν ὀδύνας· ὡς διεῤῥύηο κεν αὐτοῦ τὸ σῶμα πᾶν, αὐχμοῦ τε καὶ θρήνων, καὶ ὠχριάσεως, καὶ φρίκης, καὶ μυρίων γέμει κακῶν, καὶ δεινῶς κατέσκληκεν· ὡς εἰδεχθὲς καὶ κατάρρυ που τὸ τῆς κόμης δάσος, ὡς ὅλος ἡμιθνής, καὶ ἐξασθενῶν ἤδη τὸ βλέμμα· ὡς ἄναιμον τὸ πρόσωπον, καὶ ὑπὸ μερίμνης ἐκτετηκός· ὡς ὁμοῦ πάντα εἰς αὐτ τὸν συνδραμόντα, οίστρος, μανία τε καὶ ματαιότης, διὰ τὸ χρόνιον τοῦ πάθους, ἄγριόν τε καὶ θηριώδη σε πεποιήκασιν. Αὐτίκα οὐδὲ ἐπαισθανόμενος οὗ δὴ κακοῦ τυγχάνει ὤν, Αίρομαι, φησίν, ὑφ' ἡδονῆς, καὶ πηδώ γε σκιρτῶν ὑπὸ χαρᾶς, καὶ πτεροῦμαι. Καὶ πάλιν νεανικώς γε λίαν, Είεν, φησίν, ἀπωλόμεθα. Τοῦτο μέν γε καὶ ἀληθές ἐστι· σοὶ γὰρ μόνῳ ἡ κακία τὰς παρ' ἑαυτῆς σπουδὰς δαψιλώς κεχορήγηκε· καὶ πολλῆς ἑώνητο τιμῆς, τοῦτό σοι ῥᾷστα δεδώρηται. Φέρε δὴ νῦν εἰπὲ, ποῦ τὰ σεμνά σου ἐστι παραγε γέλματα; ἀπόνιψαι δὴ σαυτὸν τῷ Νείλῳ, εἰ οἷόν τε, ὦ ἀτόπου γέμων ἄνθρωπο ἀναισθησίας· καί τοι σύ γε τὴν οἰκουμένην άπασαν τοῖς αὐτοῦ ἀσεβήμασι δια ταράξει ἐσπούδακας. Αρά γε συνίης ὡς ἅπαντα ἤδη ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐγὼ ἐπίσταμαι; Αλλά γὰρ ἀπορῶ, πότερον μένειν, ἢ ἀπιέναι δεῖ· οὔτε γὰρ βλέπειν εἰς τοσοῦτον ἔτι δύναμαι, καὶ τὴν ἁμαρ τίαν ἐπαισχύνομαι, ὦ "Αρειε! Ημᾶς μὲν εἰς φῶς κατέστησας, σαυτὸν δὲ εἰς σκότος, ὦ ταλαίπωρε, κατέβαλες. Τοῦτό σοι τῶν πόνων πέφηνε τὸ τέλος. Αλλ' ἐκεῖσε πάλιν επάνειμι. Πλῆθος εἶναι τὴς, τῶν περὶ σὲ ἀλωμένων Εἰκός, οἶμαι, καὶ δέχου γε τούτους, δέχου, φημί· λύκοις γὰρ καὶ λέουσιν ἑαυ τοὺς βρωθησομένους ἐκδεδώκασι. Πλὴν ἀλλὰ καὶ τούτων ἕκαστος προσθήκῃ κεφαλῶν δέκα, καὶ τε λέσμασι τούτων πιεσθεὶς, αὐτίκα δὴ μάλα ιδρώσει, ἐὰν μὴ τὴν ταχίστην ἐπὶ τὴν σωτήριον δραμὼν Εκ κλησίαν, τὴν τῆς ἀγάπης εἰρήνην τῷ φίλτρῳ τῆς ὁμονοίας ἐπανέληται. Οὐ γὰρ δὴ ὑπὸ σοῦ λοιπὸν ἐξαπατηθήσονται ἐπὶ πονηρᾷ συνειδήσει κατεγνωσ ἁλωμένων.
col. 1355–1356page 89 of 90
PG 85:1355σμένοι, οὐδ' ἀνέξονται τέλεον ἀπολέσθαι, ταῖς μιαραῖς σου ζητήσεσιν ἐμπλακέντες. Σαφῆ καὶ γνώριμα πᾶσι, πρὸς γοῦν τὸν ἑξῆς χρόνον. τὰ σά ἐστι σοφίσματα· καὶ μὴν οὐδὲ αὐτὸς ἀνῦσαί τι δυνήσῃ, ἀλλὰ μάτην σχηματικῇ, ἐπιείκειάν τε καὶ πραότητα λόγων καθυποκρινόμενος, καὶ ἁπλότητος, ὡς εἰπεῖν, προσ ωπεῖον ἔξωθεν περιτιθέμενος. Μάταιον ἔσται σου τὸ ὅλον τέχνασμα· αὐτίκα γάρ σε ἡ ἀλήθεια περιστήσεται· αὐτίκα σου τὰς φλόγας ὁ τῆς θείας δυνάμεως, ὡς εἰπεῖν, ὄμβρος ἀποσβέσει. Καὶ μέν τοι καὶ τοὺς ἑταίρους καὶ ὁμογνώμονάς σου ἐνόχους εἶναι τῇ βουλῇ γενομένους, αἱ τῶν δημοσίων λειτουργημάτων κατα λήψονται φροντίδες, ἐάν γε μὴ τὴν ταχίστην αποφυγόντες τὴν πρὸς σὲ συνουσίαν, τὴν ἀδιάφθορον ἀντ αλλάξωνται πίστιν. Σὺ δὲ, ὁ σιδηρόφρων ἀνήρ, δεῖγμά μοι δὸς τῆς σῆς προαιρέσεως, εἰ σαυτῷ πιο στεύεις, καὶ ἔῤῥωσαι τῷ βεβαίῳ τῆς πίστεως, καὶ καθαρὰν ὅλως ἔχεις συνείδησιν. Ηκε πρὸς ἐμέ, ἧκε, φημί, πρὸς Θεοῦ ἄνθρωπον· πίστευσον ὡς ταῖς ἐμαυτοῦ πεύσεσι διερευνήσομαί σου τὰ ἀποῤῥητα τῆς καρδίας· καν μέν τι μανικὸν ἐνεῖναι δόξῃ, τὴν θείαν ἐπικαλεσάμενος χάριν, παραδίγματος σε κάλλιον ἰάσομαι. Ἐὰν δὲ ὑγιαίνων τὰ κατὰ ψυχὴν φανῆς, τὸ τῆς ἀληθείας φῶς ἐπιγνούς, ἐν σοὶ καὶ τῷ Θεῷ χάριν εἴσομαι, καὶ ἐμαυτῷ τῆς εὐσεβείας συνησθήσομαι. Καὶ ἄλλῃ χειρί. Ὁ Θεὸς ὑμᾶς διαφυλάξοι, ἀγα πητοί. Δια Συγκλητίου καὶ Γαυδεντίου μαγιστριανών ἐκομίσθη καὶ ταῦτα, ὅτε Πατέριος ἦν ἔπαρχος Δι γύπτου, καὶ ἀνεγνώσθη ἐν τῷ παλατίῳ. Κατὰ Εὐσεβίου καὶ Θεογνίου. Κωνσταντίνος Σεβαστὸς τῇ καθολικῇ Εκκλησία Νικομηδέων. Τὸν Δεσπότην Θεὸν δηλαδὴ καὶ Σωτῆρα Χριστὸν ἀκριβῶς ἅπαντες ἴστε, ἀγαπητοὶ ἀδελφοί, Πατέρα τε καὶ Υἱὸν εἶναι. Πατέρα φημι, ἄναρχον, ἄνευ τέ λους, γονέα τοῦ αἰῶνος αὐτοῦ· Υἱὸν δὲ, τοῦτ' ἔστι τὴν τοῦ Πατρὸς βούλησιν, ἥτις οὔτε δι' ἐνθυμήσεώς τινος ἀνείληπται, οὔτε πρὸς τὴν τῶν ἔργων αὐτοῦ τελε σιουργίαν διά τινος ἐξεζητημένης οὐσίας κατελήφθη. Ὃς γὰρ τοῦτο καὶ νοεῖ καὶ νοήσει, οὗτος ἕξει πρὸς ἅπαν τιμωρίας γένος ἀκάματον ὑπομονήν. Ἀλλὰ γὰρ ὁ τοῦ Θεοῦ Υἱὸς Χριστὸς ὁ τῶν ἁπάντων δημιουργός, καὶ τῆς ἀθανασίας αὐτῆς χορηγός, ἐγεννήθη ὅσον πρὸς τὴν πίστιν ἀνῆκεν ᾗ πεπιστεύκαμεν· ἐγεν νήθη, μᾶλλον δὲ προῆλθεν αὐτὸς, καὶ πάντοτε ἐν τῷ Πατρὶ ὤν, ἐπὶ τὴν τῶν ὑπ' αὐτοῦ γεγενημένων δια κόσμησιν. Ἐγεννήθη τοίνυν ἀμερίστῳ προελεύσει· ἡ γὰρ βούλησις ὁμοῦ καὶ τῷ οἰκητηρίῳ αὐτῆς ἐμπέ πηγε, καὶ ταῦθ' ἅπερ διαφόρου δέεται ἐπιμελείας, κατὰ τὴν ἑκάστου ποιότητα πράττει τε καὶ διοικεί. Τί οὖν ἐστι; τί μεταξὺ τοῦ Θεοῦ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ; Οὐδὲν δηλαδή· αὕτη γὰρ ἡ τῶν πραγμάτων συμπλήρωσις αἰσθήσει παρείληφε τὸ τῆς βουλήσεως πρόσταγμα, οὐχὶ δὲ μερισθεῖσα ἐκ τῆς τοῦ Πατρὸς οὐσίας τὴν βούλησιν διέστησεν. "Ο δὲ τούτοις ἔπε ται, τίς ἐστιν, ὃς τοῦ Χριστοῦ τοῦ ἐμοῦ Δεσπότου παιδὸς δι' αἰδῶ μᾶλλον ἢ μωρίαν δέδιεν; "Αρ' οὖν πάσχει τὸ θεῖον; ἐπειδὰν ἡ τοῦ σεμνοῦ σώμα τις οἴκησις πρὸς ἐπίγνωσιν τῆς ἰδίας ἁγιότητας ἐρμα, ἢ ὑποπίπτει θίξει τὸ τοῦ σώματος έκκεχωρι σμένον; "Αρ' οὐχὶ διέστηκε τοῦθ᾽ ὅπερ ἐκ τῆς τοῦ σώματος ἀφῄρηται ταπεινότητας; οὐχὶ δὲ ζῶμεν, κἂν πρὸς θάνατον ἡ τῆς ψυχῆς εὐκλεια τὸ σῶμα προσκαλέσηται; Τί τοίνυν ἐνταῦθα ἡ ἀβλαβής το καὶ εἰλικρινής πίστις ἄξιον ἀμφιβολίας κατείληφεν, ἢ οὐχ ὁρᾷς ὅτι σεμνότερον σῶμα ὁ Θεὸς ἐξελέξατο, δι' οὗ τὰ τῆς πίστεως τεκμήρια καὶ τὰ τῆς οἰκείας
col. 1357–1358page 90 of 90
PG 85:1357ἀρετῆς ὑποδείγματα ἔμελλεν εμφανίζειν; καὶ τὴν? ἤδη συγκεχυμένην ἀλεθρίῳ πλάνην τοῦ ἀνθρωπίνου γένους ἀπώλειαν ἀποτείεσθαι, καινήν τε θρησκείας διδόναι διδασκαλίαν τῷ τῆς ἀγνοίας ὑποδείγματι, τὰς ἀναξίας τοῦ νοῦ πράξεις καθαίρειν, ἔπειτα δὲ τὴν μὲν τοῦ θανάτου βάσανον ἐκλύειν, τὰ δὲ τῆς ἀθα. νασίας έπαθλα προαναφωνεῖν. 'Αλλ' ὑμεῖς, οὓς λοι πὸν ἀδελφοὺς ἡ τῆς ἀγάπης κοινωνία εἰκότως ὑπ᾽ ἐμοῦ προσαγορεύεσθαι ποιεῖ, οὐκ ἀγνοεῖτέ με τὸν ὑμέτερον συνθεράποντα, οὐκ ἀγνοεῖτε τὸ τῆς ὑμε τέρας σωτηρίας οχύρωμα, οὗ την φροντίδα γνησίως ἐπανῄρημαι, καὶ δι᾿ οὗ τῶν ἡμετέρων ἐχθρῶν οὐ μόνον τὰ ὅπλα κατεμαχεσάμεθα, ἀλλὰ καὶ ζῶντας ἔτι τὴν ψυχὴν συγκατείρξαμεν πρὸς τὸ τῆς φιλανθρωπίας ἀληθῆ πίστιν ἐκφάναι. Ἀλλ᾽ ἐγὼ ἐπὶ τοῖς ἀγαθοῖς τούτοις διὰ τὴν τῆς οἰκουμένης μάλιστα η ἀνανέωσιν ἔχαιρον. Καὶ γὰρ θαύματος ἦν ἄξιον ἀλη θῶς ἔθνη τοσαῦτα εἰς ὁμόνοιαν ἐπαγαγεῖν, ἃ πρὸ βραχέος ἐλέγετο τὸν Θεὸν ἀγνοεῖν. Πλήν τί ἔμελλε γινώσκειν τὰ ἔθνη ταῦτα, ἃ οὐδεμίαν φιλονεικίας ἐπανῄρηντο φροντίδα; Τί οὖν νοεῖτε, ἀδελφοὶ ἀγα πητοί, ὡς ἡμᾶς αὐτοὺς αἰτιῶμαι; Χριστιανοί ἐσμεν καὶ οἰκτρα διαθέσει διχονοοῦμεν. Αὕτη ἄρα ἐστὶν ἡ ἡμετέρα πίστις; αὕτη ἡ τοῦ ἁγιωτάτου νόμου διδα σκαλία; ἀλλὰ τίς ἐστιν αἰτία, δι' ἣν ὁ τοῦ παρόντος κακοῦ ὄλεθρος ἐξεγήγερται; Ο τῆς ἀτοπίας 1 ὼ μία σους ὑπερβολὴ, πάσης ἀγανακτήσεως μέγεθος ύπερ παίουσα! Τίς ἡ τοῦ λῃστηρίου τούτου ἀναπέφανται δεινότης; ἢ τὸν τοῦ Θεοῦ Υἱὸν ἀρνεῖται ἐξ ἀμερίστου τοῦ Πατρὸς οὐσίας προεληλυθέναι; "Αρ' οὐχὶ παν ταχοῦ ἐστιν ὁ Θεός; καίτοι γε τοῦτον πάντοτε παρ εἶναι ἡμῖν αἰσθανόμεθα. "Αρ' οὐχὶ διὰ τῆς τούτου δυνάμεως ἡ τῶν ὅλων συνέστηκεν ευκοσμία; καίτοι γε τῆς τοῦ χωρισμού διαστάσεως ἑστέρηται. Μὴ οὖν ἡμῖν τι πέπρακται, ὦ ἀγαπητοὶ ἀδελφοὶ, καταμάθετε νῦν, ἀξιῶ, τὰς βασάνους τῆς παρούσης ἀλγηδόνος. Ὁμολογητὰς ὑμᾶς εἶναι τούτου ἐπαγγέλλεσθε, εν εἶναι ἀρνεῖσθε, ὑμᾶς τοῦ πανώλους διδασκάλου πείθοντος. Νικητής Κωνσταντίνος Σεβαστός Θεοδότη. Οση τῆς θείας ὀργῆς ἡ ἰσχὺς πέφυκε, καὶ ἐξ ὧν Εὐσέβιός τε καὶ Θεόγνιος πεπόνθασιν, εὐχερὲς καὶ σὲ μαθεῖν· οἱ εἰς τὴν ἁγιωτάτην παροινοῦντες θρη σκείαν, τὸ τοῦ Σωτῆρος Θεοῦ ὄνομα τῷ συστήματι τοῦ οἰκείου λῃστηρίου καὶ μετὰ τὸ τυχεῖν συγγνώμης ἐμίαναν. Οτε γὰρ μάλιστα μετὰ τὴν τῆς συνε έδου ὁμογνώμονα συμφωνίαν ἐχρῆν τὴν προτέραν ἐπανορθώσασθαι πλάνην, τότε τοῖς αὐτοῖς ἀτοπήματ σιν ἐμμένοντες ἑάλωσαν. Διὰ τοῦτο γοῦν ἡ θεία Πρόνοια αὐτοὺς τοῦ ἑαυτῆς ἀπώσατο λαοῦ· ἐπειδὴ μηδὲ ἔφερε τὰς ἀκάκους ψυχὰς ὀλίγον ἀπονοία φθει ρομένας καθορᾷν· καὶ νῦν μὲν ἀξίαν παρ' αὐτῶν ήτη σε δίκην, μείζονα δὲ καὶ εἰς τὸ ἑξῆς διὰ τοῦ παν τὸς αἰῶνος λήψεται. Ὅπερ τῇ σῇ ἀγχινοίᾳ δηλωθῆναι δεῖν ἡγησάμην, ἵν' εἴ τις κακή παραίνεσις τῶν
Page scan enlarged

Notebook

Full View