PG 85Quintianus of Asculum
Saint Quintianus, Bishop of Asculum
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Letter to Peter the Fuller, Bishop of AntiochEpistola ad Petrum Fullonem Antiochiae Episcopum

col. 1735–1736page 1 of 4
Epistola ad Petrum Fullonem Antiochiæ Episcopum
PG 85:1735τοῖς ἀποστόλοις, ἤτοι τοῖς ἁγίοις Πατράσι. Καὶ γὰρ βαρείαν φέρει κατ' αὐτῶν καινοτομίαν τῆς καθολικής Ἐκκλησίας ἡ ἔκθεσις σου. Καὶ μέντοιγε οὐκ ἀπείτω ταύτην, πολλῶν ἐπισκόπων ὑπομεμνηκότων σε, μάλιστα τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Φήλικος, τοῦ ταύτην ἀποστραφῆναί σε, καὶ εὐθῆ καὶ ὀρθότομον εἶναι τοῦ σωτηρίου κηρύγματος· ἀλλ᾽ οὖν γε ἀντι ποιούμενος αἱρέσεων, τὸ τῆς θείας διδασκαλίας τάλαν τον ἀπεκρύψω εἰς τὴν γῆν, καὶ οὐ μᾶλλον τοῦτο προ βάλλεσθαι ἐπὶ τράπεζαν εἶξας, οἷον ἐν ταῖς τῶν ἀν θρώπων καρδίαις τὴν ὑγιῆ διδασκαλίαν. ᾿Αλλὰ τοῦ ναντίον ζιζάνια ἔσπειρας. (Καὶ τὶς ἔτι ἀνέξεται σου διαστρέφοντος τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον; Οὐ τὸν ἐν δύο φύσεσιν ἕνα Υἱὸν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τοῦτον κηρύσσων ἐσταυρωμένον, ἀλλὰ τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ἀθάνατον, οἷον τὴν μίαν τῆς Τριάδος οὐσίαν, φάσκων ἐσταυρωμένον· καὶ οὐ μόνον, ἀλλά γε καὶ τοῦ Θεοῦ Λόγου φύσιν μίαν, καὶ τῆς σαρκὸς φής. Καὶ εἰ μία φύσις τοῦ Θεοῦ Λόγου τῆς σαρκὸς, μία δὲ φύσις τοῦ Θεοῦ Πατρὸς, καὶ τοῦ Λό γου, πῶς οὐ μία, καὶ ἡ αὐτή φύσις τοῦ Πατρὸς, καὶ τοῦ σώματος, καὶ τοῦ Λόγου; Εἰ δὲ οὐ μία φύσις Θεοῦ καὶ Πατρὸς, καὶ σαρκὸς ἀνθρωπείας, καὶ τοῦ Λόγου, φράσον πῶς μία φύσις τοῦ Λόγου, καὶ τῆς σαρκός; Πῶς γὰρ κτιστὴ καὶ ἄκτιστος μία φύσες; Εἰ δὲ τοῦτο ἀδύνατον, πῶς ἡ κτιστὴ σὰρξ, καὶ ὁ ἄκτιστος Λόγος, μία φύσις, καὶ οὐ δύο ἐνηλλαγμέναι; Εἰ δὲ φύσεως μιᾶς ἐστιν ὁ Χριστὸς, καὶ οὐ δύο, τί ού λέγεις τὸν Χριστὸν κτιστὸν, ὡς ὁ ῞Αρειος, ἢ ἄκτι στον, ὡς ὁ Μανιχαῖος; Ποῦ δὲ καὶ ἡ χρονική Χριστοῦ γεννήσεως φύσις, καὶ ἡ τῆς θεότητος αὐτοῦ προαιώνιος γέννησις; Ποῦ τὸ, Σήμερον γεγέννηκά σε; καὶ τὸ, Εκ γαστρὸς πρὸ ἑωσφόρου γεγεννηκά σε; καὶ τὸν ᾿Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτ τὸς, καὶ εἰς τοὺς αἰῶνας; Πῶς δὲ καὶ λέγεις; πρὸ τῆς ἑνώσεως τοῦ Θεοῦ Λόγου, καὶ τῆς σαρκὸς, δύο, ἢ πρῦπῆρχεν ἡ κατ' οὐσίαν ἐκ Παρθένου Ένωσις; καὶ γὰρ εἰ προϋπάρχει ἡ τοῦ Χριστοῦ σὰρξ πρὸ Μαρίας, κατὰ τὸν Οὐαλεντίνου ἀσεβῆ λόγον, πῶς δύο προϋπο ἤρχον φύσεις πρὸ Μαρίας; Τίνος δὲ καὶ αὕτη ἡ ἔκφρασις; οὐχὶ Εὐτυχοῦς, τοῦ μᾶλλον 'Ατυχοῦς, τὸ ἐκ δύο λέγειν φύσεων μίαν γεγενῆσθαι φύσιν; Εἰ δὲ ταὐτὰ ἐκείνῳ φρονεῖς, πῶς τοῦτον ἀποβάλλῃ, ὁ τὰ αὐτοῦ παραδεχόμενος κάκιστα καινίσματα; Οπερ ἐπ' ἀληθείας σοι τοῦτο πέπρακτο ἄν, εἰ τοὺς κατ' αὐτοῦ ἁγίους Πατέρας, τοὺς ἐν Χαλκηδόνι, εἶχες δεκτούς. Πλὴν φράσον μοι, πῶς ἡνωμένος [ἰσ. ἡνωμένω;] ὁ Πατήρ, καὶ ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα, λέγεται Τριάς, μόνος ὢν Θεός; ἢ εἰ οὐ παραδέχῃ λέ γειν ἐν ἑνὶ Υἱῷ δύο φύσεις· καὶ εἰ ἡ Τριὰς εἰς Θεός, πῶς ὁ Θεὸς, καὶ τὸ ἡμῶν σῶμα αὐτῷ ἑνωθέν, οὐκ ὀφείλει λέγεσθαι εἷς Υἱὸς ἐν δυσὶ φύσεσιν; εἰ δὲ μία φύσις ὁ Θεὸς Λόγος, καὶ ἡ σαρξ, δῆλον ὅτι τραπείς ὁ Λόγος οὐκ ἔτι εἴη Λόγος, ἀλλὰ σὰρξ. Καὶ εἰ ἡ σάρξ τραπεῖσα γέγονε Λόγος, οὐκ ἔτι εἴη σάρξ. Εἰδὲ ἐν
col. 1737–1738page 2 of 4
PG 85:1737τούτοις οὐ γέγονε τροπή, πῶς οὐκ εἰσὶν ἐν Χριστῷ δύο φύσεις; Η γὰρ σάρξ, σάρξ ἐστι, καὶ εἰ ἔστι Θεοῦ σάρξ· καὶ ὁ Λόγος ἐστὶν, εἴ καὶ ἀνέλαβε τὴν ἡμῶν πρόσληψιν. Εἰ δὲ ἐτράπη, πῶς οὐχ ὁμοούσιος ἡ σάρξ, καὶ συναίδιος τῷ Πατρί, καθ' δ καὶ ὁ Λόγο;; Εἰ δὲ ἑτεροούσιος ἐστιν ἡ σαρξ τῷ Πατρὶ, καθότι αὕτη μὲν πρόσφατος, ὁ δὲ Πατὴρ ἄχρονος, πῶς οὐχὶ πρόσφατος καὶ ὁ Λόγος; καθὰ γὰρ μίαν είναι φύσιν τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου λέγεις, καὶ τῷ Πατρὶ ἑτεροούσιον αὐτὸν λέγεις. Εἰ δὲ οὐχ ἡ αὐτὴ φύσις τοῦ Θεοῦ Λόγου καὶ τῆς σαρκὸς, πῶς οὐκ εἰσὶ δύο, ἡ σὰρξ καὶ ὁ Λόγος; Εἰ δὲ πᾶσα ἡ θεότης σὰρξ γε γενηται, πῶς ἔμεινεν ὁ Λόγος ὃ ἦν; πῶς δὲ καὶ ἀτρέπτως σαρκωθείς, εἰ οὐκ ἔστι Χριστό; ἐν δύο φύσ σεσι; Πῶς σαρκωθεὶς ὁ Θεὸς Λόγος ἔμεινεν ὁ ἦν; Καὶ εἰ ἔστιν ὁ Θεὸς Λόγος παθητὸς, ἀπαθὴς δὲ ὁ Πατήρ, πῶς εἷς καὶ μόνος ἐστὶν ὁ Θεός; Πῶς δὲ καὶ τούτων μία ἐστὶν ἡ φύσι;; Εἰ δὲ καὶ ἀπαθὴς ἡ Τριάς, πῶς ὁ Θεὸς Λόγος ἔπαθεν ὑπὲρ ἡμῶν; Εἰ δὲ οὐκ ἔπαθε, πῶς ἡ ἑτέρα φύσις τῆς σαρκὸς οὐκ ἔπαθε; Καὶ εἰ πᾶν τὸ πάσχον κτιστὸν, πῶς ὁ Θεὸς λόγοςοὐ κτιστὸς, πάσχων σαρκί; Εἰ δὲ πάσχει σαρκὶ ὁ Θεός, πῶς οὐ πάσχει θεότητε; Εἰ δὲ οὐ πάσχει θεό τητι, τίνι πάσχει σαρκί; Εἰ δὲ σαρκὶ πάσχει, πῶς οὐ πάσχει καὶ ἑαυτῷ ὁ Θεός; Εἰ δὲ ταὐτὸν τὸ εἰπεῖν, Θεοῦ παθόντος σαρκὶ, τῷ εἰπεῖν, Χριστοῦ παθόντος σαρκί, πῶς οὐκ ἔσται ταὐτὸν τὸ εἰπεῖν, Πνεῦμα θεῖον πάσχει σαρκί, ἐπειδὴ Πνεῦμα ὁ Θεός; Εἰ δὲ οὐχ ὅμοιον τὸ εἰπεῖν, Θεοῦ παθόντο; σαρκὶ, τῷ εἰπεῖν, Χριστοῦ παθόντος σαρκί, πῶς δυνατόν, πλέον οἰκειοῦσθαι τὸν Θεὸν Λόγον τῆς σαρκὸς, οὗ οἰκειοῦται τὰ τοῦ Θεοῦ Λόγου ὁ Πατήρ; Πῶς δὲ καὶ, εἰ οἰκειώσει ὁ Θεός Λόγος πάσχει σαρκί, οὐκ ἔσται οἰκειώσει ὁ Πατὴρ τῷ Θεῷ λόγῳ πάσχων; Καὶ εἰ ἀπέθανεν ὁ Θεός Λόγος σαρκί, πῶς ἐστιν ὁμοούσιος τῷ Πατρὶ τῇ ἀθανασίᾳ; ὁ γὰρ θανὼν ὑπὲρ ἡμῶν, οὐκ ἔστιν ἀθάνατος· ἀπέθανε γάρ, κατά τας Γραφάς. Καὶ εἰ εἰς τῆς Τριάδος ἀπέθανε, ποτὲ δυὰς ἡ Τριάς. Καὶ εἰ δυὰς ἡ Τριὰς οὐ γέγονέ ποτε, πῶς εἰς τῆς Τριάδος ἀπέθανεν; Εἴ γε ἡ ἑτέρα φύσις τοῦ Θεοῦ Λόγου, οἷον ἡ τῶν ἀνθρώπων φύσις, οὐκ ἔθανεν. Εἰ δὲ ἡ τρισαγία φωνή, Τριάς, οὐχ ὑφίσταται, δῆλον ὅτι μιᾶς ὑποστάσεως εἶναι λέγεις την Τριάδα. Καὶ πῶς οὐ δείκνυσαι εἶναι Σαβελλιανό;; Εἰ δὲ ἐν τρισὶν ὑπο στάσεσι μία φύσις ὑφίσταται τῆς τρισαγίας φωνῆς, πῶς οὐχὶ τὴν Τριάδα σταυρωθεῖσαν λέγεις, καὶ ἄθεον ἑαυτὸν, ὡς οἱ Μαρκιωνισταί, εἶναι οὐ λέγεις; Ει Α'. Πᾶς γοῦν, ὅστις λέγει μίαν φύσιν Θεοῦ Λόγου καὶ σαρκὸς, καὶ οὐ δύο ἡνωμένας, καθαιρείσθω, Β. Καὶ εἴ τις [ἰσ. ἄνουν] φέρει τὰς δύο τοῦ Χριστοῦ ρύσεις, λέγων Θεὸν παθόντα σαρκὶ, καὶ οὐ παθόντα Χριστὸν σαρκί, κατὰ τὸν ᾿Απόστολον, καθαιρείσθω.

XII AnathematismsAnathematismi XII

col. 1739–1740page 3 of 4
PG 85:1739Γ΄. Καὶ εἴ τις τὸν ἀπαθῆ καὶ ἀθάνατον Θεόν Λό γον τετράφθαι εἰς πάθος καὶ εἰς θνησίν φησι, καὶ οὐκ ἀποδιδῷ τὸ πάθος τῇ αὐτοῦ σαρκί, καθαιρείσθω. Δ'. Καὶ εἴ τις τὴν τρισαγίαν λέγει δι᾿ ἡμᾶς σταυ ρωθεῖσαν θεότητα, καὶ οὐχὶ τὸν Κύριον ἡμῶν Ἰη σοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, καθαιρείσθω. Ε'. Καὶ εἴ τις κατὰ τὴν τρισαγίαν φωνὴν, Χριστὸν λέγει σταυρωθέντα, καὶ οὐχὶ μᾶλλον τὴν ἕνα Υιόν, τὸν ἐν μέσῳ τῆς τρισαγίας φωνῆς ἀνυμνούμενον, καθαιρείσθω. Ϛ'. Καὶ εἴ τις ἄνθρωπον λέγει τὸν δι' ἡμᾶς σταυρωθέντα, ἤτοι τὸν Θεὸν, χωρίζων τὰς φύσεις, καὶ οὐ συνάπτων ἐν τῷ σταυροῦσθαι αὐτὸν, καθαιρείσθω. Ζ'. Καὶ εἴ τις ψιλὴν ἄνθρωπον λέγει, ὡς Παῦλος ὁ Σαμοσατέων, ἢ ὥσπερ Φωτεινός, ἀναθεματιζέσθω, Θ'. Καὶ εἴ τις ἑτεροούσιον λέγει τῆς ἡμετέρας σαρ κὸς τὴν σάρκα τοῦ Χριστοῦ, καὶ οὐχὶ δὴ μᾶλλον ἡμῖν ὁμοούσιον, χωρὶς ἁμαρτίας, καθαιρείσθω. 1. Καὶ εἴ τις θεανθρωπίαν λέγει, καὶ οὐχ καὶ ἄνθρωπον μᾶλλον λέγει, ἀναθεματίζέσθω. ΙΒ'. Καὶ εἴ τις λέγει [σ. φύρει] ἄνθρωπον, καὶ ἄψυχον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ ἀντὶ ψυχῆς ἔχειν τὴν θεότητα, καὶ ὡς ἐκ τούτου πάσχειν σαρκὶ τὸν Θεὸν λόγον λέγει, καὶ οὐχὶ δὴ μᾶλλον νοῦν ἔχειν, τὴν ψυχὴν τὴν λογικὴν ἀνειληφέναι τὸν Θεὸν Λόγον, καὶ ἀπαθὴ λέγει αὐτὸν τῇ θεότητι, παθητὸν δὲ τῇ ἀνθρωπότητι, καθαιρείσθω. Ταύτας τὰς δώδεκα καθαιρέσεις ἀπέστειλά σοι, ὅπως φοβηθεὶς τούτων τὰς κρίσεις, διεστηκὼς ἔσῃ τῆς πανδεινοτάτης σου καινοτομίας· εἰδὼς ὅτι χρή ἐξακολουθεῖν τῇ ἀποκαλύψει τοῦ ὁσιωτάτου της Κωνσταντινουπόλεως Ἐκκλησίας ἐπισκόπου Προ κλου· πῶς ἐν τῷ κάμπῳ καταδραμὼν σὺν παντὶ τῷ λαῷ, κυματιζομένης ὑπὸ σεισμῶν τῆς αὐτῆς πόλεως, καὶ θρήνου ὑπὸ πάντων ἀναπεμπομένου, ἄφνω παιδι εἰς τὸν οὐρανὸν ἀρθῆναι ὑπό τινος δυνάμεως, καὶ ; τούτῳ ἐνθέσθαι τοῦ λιτανεύειν τὸ τρισάγιον, καὶ λέο δάλων. Τα ἡ δόξα νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας ΙΙ γειν· "Αγιος ὁ Θεὸς, ἅγιος ἰσχυρὸς, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς· καὶ ταῦτα τοῦ ἀγγεῖλαι τῷ ἐπισκό πως προσετάχθη. "Ος καὶ μετὰ τρίωρον ἔστη ἐν τῷ τριβουναλίῳ παρὰ τοὺς πόδας τοῦ αὐτοῦ ἐπισκόπου, καὶ ταῦτα διηγήσατο. Καὶ οὕτως λιτανευσάντων, ἔστησαν οἱ σεισμοί. Οὕτως οὖν καὶ σὺ λιτάνευε, καὶ παύσεται ἡ κατὰ σοῦ μελετωμένη εξενεχθήναι ὀργή. Εἰ δὲ μή, ἥξει ἐπὶ σὲ καθαίρεσις ὑπὸ τοῦ πάπα ἡμῶν Φήλικος. Φυλάξει δὲ ὁ Θεὸς τὸν κόσμον ἀπὸ τῶν σκαν τῶν αἰώνων. Αμήν.
col. 1741–1742page 4 of 4
PG 85:1741μὲν Ισαυρίας, ὡς αὐτός φησι, τῆς Τραχείας, ἐπιτήδευμα δ' ἔσχεν υπογραφεὺς τῶν ἐν Ἰσαύροις πλεῖστον ἰσχυσάντων. Τὴν δὲ θρησκείαν Χριστιανὸς ἦν καὶ ὀρθόδοξος, τήν τε γὰρ τετάρτην σύνοδον ἐπαίνοις στέφει, καὶ τῶν κατὰ αὐτῆς καινοτομούντων καθάπτεται δικαίως. ΕΚΛΟΓΑΙ ΕΚ ΤΗΣ ΙΣΤΟΡΙΑΣ ΚΑΝΔΙΔΟΥ ΙΣΑΥΡΟΥ. [] Ανεγνώσθησαν Κανδίδου Ιστορίας λόγοι τρεις. Αρχεται μὲν τῆς ἱστορίας ἀπὸ τῆς Λέοντος ἀναρ ρήσεως, ὃς ἦν ἐκ Δακίας μὲν τῆς ἐν Ἰλλυριοῖς Λέων ἦν ἐκ Δακίας τῆς ἐν Ἰλλυριοίς. Δακίαν τὴν ἐν Ιλλυριοίς,
Page scan enlarged

Notebook

Full View