PG 85Antipater of Bostra
Antipater, Bishop of Bostra
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

col. 1755–1756page 1 of 21
PG 85:1755Κάνδιδος ἱστοριογράφος φησὶν ὅτι Λέων ὁ Μακέλλης περὶ τὴν ἐκστρατείαν τὴν κατὰ Βανδάλων άπειρα χρήματα δεδαπάνηκε. Ησαν γὰρ, ὡς οἱ ταῦτα ἐφα νέρωσαν κεχειρικότες, διὰ μὲν τῶν ὑπάρχων χρυσίου λίτραι τετρακισμύριοι πρὸς ἑπτακισχιλίαις· διὰ δὲ τοῦ κόμητος τῶν θησαυρῶν ἑπτακισχίλιαι πρὸς μυ ρίαις· καὶ ἀργυρίου λίτραι ἑπτακόσιαι χιλιάδες, Εκ τε τῶν ἀνηλωμένων ἀρχόντων ἐκ δημευσίμων, καὶ ἐκ τοῦ βασιλέως ᾿Ανθεμίου. 'Ο δὲ πατρίκιος Ὕλλος σὺν Λεοντίῳ καὶ τοῖς λοιποῖς παραγίνεται ἐς τὸ Παπυρίου καστέλλων καὶ ἐξαγαγὼν Βερίναν εἰς Ταρσιν τῆς Κιλικίας, ἐποίησεν αὐτὴν στέψαι ἔξω τῆς πόλεως εἰς τὸν ἄγων Πέτρον Βασιλέα Λεόντιον τὸν πατρίκιον. Καὶ ἔγρα ψεν ἡ δέσποινα Βερίνα σάκραν τοῖς Ἀντιοχεύσι δύο τῶν βλασφημιών Ωριγένους πραγματείας κεφαλ. ιε', ις', Τὸ σύγγραμμα τοῦ ἐν ἁγίοις ἐπισκόπου Βόστρων Αντιπάτρου, τὸ κατὰ τῶν Ωριγένους δογμάτων ἐπ' Εκκλησίας ἀναγινώσκεσθαι παρεσκεύασεν. 364.

NoticeMonitum

col. 1757–1758page 2 of 21
PG 85:17572. Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Βαπτιστὴν καὶ εἰς τὴν σιγὴν Ζαχαρίου, καὶ εἰς τὸν ἀσπασμὸν τῆς ὑπερ
col. 1759–1760page 3 of 21
PG 85:1759ἅγιον Ιωάννην τὸν Βαπτιστὴν καὶ εἰς τὴν σιγὴν Ζαχαρίου, καὶ εἰς τὸν ἀσπασμὸν τῆς παναγίας
col. 1761–1762page 4 of 21
PG 85:1761Σχόλια παλαιὰ εἰς Εὐαγγέλιον

HomiliesHomiliae

col. 1763–1764page 5 of 21
Homiliæ
PG 85:1763ΙΙ.) ΤΑΤΙΟΝΕΜ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΩΑΝΝΗΝ ΤΟΝ ΒΑΠΤΙΣΤΗΝ, ΚΑΙ ΕΙΣ ΤΗΝ ΣΙΓΗΝ ΖΑΧΑΡΙΟΥ, ΚΑΙ ΕΙΣ ΤΟΝ ΑΣΠΑΣΜΟΝ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΘΕΟΤΟ ΚΟΥ. Α'. Εν γεννητοῖς γυναικῶν οὐδεὶς Ιωάννου μείζων, ὁ Σωτήριος ἀπεφήνατο λόγος. Πῶς τοίνυν λόγου στέφανον προσενέγκω, τῷ τηλικοῦτον κομισαμένῳ παρὰ Κυρίου τὸν στέφανον; Πῶς εὐφημήσω τὸν πρὸ τοῦ τόκου μαθόντα τὸ ἀποκεκρυμμένον μυ στήριον; Τούτῳ γὰρ πρὸ γεννήσεως Χριστός ' τὸ τῆς χάριτος προοίμιον ἐμφανίσας ἐνεχείρησες· τούτῳ τοὺς τῆς χάριτος παρέθετο θησαυροὺς καὶ ἅπερ ἡγνίη σαν οἱ ἐν οὐρανῷ χορεύοντες ἄγγελοι, Ιωάννης, και θὼς ἀρτίως ἀκηκόατε, κυοφορούμενος ἔλεγε * διὰ τῆς μητρός. Θρόνους ἔλαθε, καὶ τὸν ἐν μήτρα Θεὸς οὐ παρ έδραμεν ', Κυριότητας ἔκρυψε, καὶ τῷ ἐν γαστρὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀπεκάλυψε· καὶ ὅπερ ἐλήλυθεν ὁ Ἀρχάγγελος κομίζων Εὐαγγέλιον, ἔνδοθεν τὸ ἔμβρυον ὑπηγόρευσεν ἀλλόμενον. Ἐπιδημήσας γὰρ, καθὼς ἀρτίως ἠκούσατε, τοῦ γένους ἡμῶν ὁ λυτρωτὴς πρὸς τὸν ἑαυτοῦ φίλον ἀφίκετο κυοφορούμενο», παραχρῆμα κυοφορούμενος. Β'. Καὶ ἦν ἰδεῖν τὸν πλαστουργὸν ἀσπαζόμενον τὸν πηλόν· τὸν βασιλέα εἰς τὴν τοῦ στρατιώτου σκηνὴν αὐλιζόμενον· τὸν Δεσπότην εἰς τὸ τοῦ δούλου δωμάτιον" ἀφιγμένον. "Ον ἐκ μήτρας ἐν μήτρα θεασάμενος Ἰωά νης, προορῶν, ἀλλόμενος 8-10 τοὺς τῆς φύσεως ὅρους παραδραμεῖν ἐπεχείρησεν, Οὐκ οἶδα, λέγων, φύσεως ὅρους· ὁρῶ γὰρ τὸν τῆς φύσεως ὁροθέτην Κύριον οὐκ ἀναμένω κυήσεως χρόνον ἐν γαστρί· ἐνναμηνιαῖος 11 χρόνος οὐκ ἀναγκαῖος ἐμοί ὁ γὰρ αἰώνιος παρ' ἐμοί ''. Τίς ἄρα μήτηρ τὸν Θεὸν 18 Λόγον πέο πεικεν, ἐμφανῶς πρὸς ἡμᾶς ἐπιδημῆσαι; Τίς ἄρα πρεσβευσάμενος ἐκ τῶν πατρικῶν κόλπων ἤγειρε τον ἀμήτορα; Τίς δὲ καὶ ἡ Παρθένος αὕτη, ἡ τῶν ὅλων Δυνά Χριστοῦ Θεός. μυστήριον. ἐνεχείρησαν. ἔλεγεν. παρέδραμε. οὐρανόθεν, ἔνδοθεν δωματεῖον. καὶ ἀλλόμενος• και ἐναμηνίαι. ὁ γὰρ αἰώνιος παρ' ἐμοί. ἡμῖν, ΝΟΤΑ.
col. 1765–1766page 6 of 21
PG 85:1765μεων τιμιωτέρα φανεῖσα Θεῷ; Τίς ἡ τὸν ἀχώρητον (2)? ἐν τῇ νηδύν ἔχουσα; τίς ἡ τὸν ἀπρόσιτον φέρουσα ὑπογάστριον; Τίς ἡ μεσιτεύσασα τῷ τῆς ἀνθρωπότητος χόρτῳ, τὸ πῦρ ἐνεγκεῖν τῆς θεότητος; Τίς ἀναγγελεῖ τῇ τοῦ προπάτορος ᾿Αδάμ 18 γυναικὶ τὸ νῦν τελούμενον μυστήριον; Τίς λέξει, ότιπερ ή και τάκριτος ἐλήλυθεν ἔνδον ἔχουσα τὸν κριτὴν 16 καὶ †, Ἐν λύπαις τέξει " τέκνα, ἀκούσατα, βαστάζουσα παρεγένετο τὸν τῆς λύπης ἡμῖν τὴν λύσιν ὑπαγορεύοντα; Βαβαὶ τῆς τιμῆς! Βαβαὶ τῆς ἀφάτου μεταβολῆς! Τοῦ παραδείσου ὁ Θεὸς ἐχώρισε τὸν πρωτόπλαστον, καὶ αὐτὸν ἐχώρησεν ἡ τούτου ἀπόγονος! Ὁ δέρματα ῥάψας ἐν παραδείσῳ, ἐν νηδύϊ καλύπτεται! ἐν ᾗ τὸν προπάτορα ὀργισθεὶς ἐξέβαλεν, ἐν ταύτῃ σπλαγχνισθεὶς ἐπεδήμησεν! "Ην κατηράσατο γῆν, ταύτην ἐπάτησε τῇ θείᾳ βάσει, τὴν ἀπόφασιν ἀκυρῶν, ἀχράν τοις ίχνεσι συντρίβων τῆς ἁμαρτίας άκανθαν! Γ'. Ταῦτα Ἰωάννου τὰ σκιρτήματα, μᾶλλον δὲ ῥής ματα· βήματα γὰρ ἦν τοῦ μήπω τεχθέντος παιδὸς τα σκιρτήματα. Τίς ἐξ αἰῶνος Ἑλλήνων ἐν πολιᾷ σοφῶν 10 ἐδίδαξεν, οἷα πρὸ σπαργάνων ὁ Πρόδρομος ὑπηγόρευσε; Τοιαῦτα γὰρ τῆς παρούσης πανηγύρεως τὰ μυστήρια, & κηρύττειν ἐθέλων, εὑρεθήσομαι βυθῷ θαυμάτων ἐγκυβιστῶν ", καὶ ἀεροπορεῖν οὐράνια διηγούμενος· διό μοι ἱκετεύω, Βαπτιστά, τῆς εὐχῆς ἐπιδίδου τὴν ἄγκυραν ει, καὶ ἄπταιστα τάδε μοι δια φύλαξον, ὡς 23 φωνή τυγχάνων, τῶν φωνητικῶν ὀργάνων τὰ αἰσθητήρια· πιστεύσας γὰρ οὐκ ἀπι στήσας ἐλήλυθα τὸ τῶν λόγων σοι προσφέρων θυ μίαμα, ᾧ 8 καὶ πεποιθὼς τοὺς τοὺς ἀγῶνας ἐκδι ηγήσομα:· εἰ δὲ, καὶ “ἡττηθήσομαι χαίρων· νίκη γάρ μοι ἐστι τοῦ ἐμοῦ προστάτου νικηθῆναι τοῖς θαύ μασι. Δ'. Εγένετο, φησὶν, ἐν ταῖς ἡμέραις Ηρώδου τοῦ βασιλέως. Μήτις τῇ ἐπωνυμίᾳ τῶν Εὐαγγελίων κλαπῇ τὴν ἐξήγησιν. Ετερος γὰρ ὁ Ἡρώδης, ὁ " τὸν Πρόδρομον ἀνελών, καὶ ἄλλος οὗτος Ἡρώδης ὁ τῶν νηπίων ἐκθερίσας την χλοίην ", τὸν τῆς εὐσεβείας στάχυν 19 ζητῶν. Ἐν ταῖς τούτου ἡμέραις, ἐγένετο ἱερεύς τις, ὀνόματι Ζαχαρίας, καὶ ἡ γυνὴ αὐτοῦ Ελισάβετ· ἦσαν δὲ δίκαιοι ἀμφότεροι· ἐκοινώνει γὰρ βίου 10 κοινωνίας τὸ γύναιον τῷ ἀνδρὶ εὐτάκτως ἐνέγκαι. 'Αδάμ καὶ πρόδρομον τέξῃ, 18 πόλει σοφῶς. 19 Β. ὑποδρόμος. 20 έκκυβιστῶν. " ἄγγυραν. ὡς ᾧ χλόην. ἀστάχυν. βίου κοινωνίαν. εἰ δὲ καὶ
col. 1767–1768page 7 of 21
PG 85:1767. ἐδεύον, τὸν τοῦ νόμου βαστάζοντες ζυγὸν, δικαιοσύν τὴν εὐποροῦντες, παῖδας οὐκ ἔχοντες. Πηρωθείσης γὰρ τῆς μήτρας τῷ τοῦ χρόνου μήκει, ἅπαις ή Ελισάβετ και στείρα ἦν· ᾿Αμφότεροι δὲ προβεβηκότες ήσαν το ἐν ταῖς ἡμέραις αὐτῶν. "Ατεκνοι, φησί, γεγόνασι φύσει, καὶ χρόνῳ τῆς παιδοποιίας τὴν νομικὴν ἀλώσαντες οὐ τὴν ἐλπίδα, ἀλλὰ τὸν νόμον ἀπολέσαντες, δεύτερον χρόνον τὸν τρόπον ἐκτή σαντο. Ἐξέλιπεν ἡ γονή, ἀλλ' οὐκ ἠτόνησεν ἡ εὐχή. Ε΄. Εγένετο δὲ " ἐν τῷ ἱερατεύειν τὸν Ζαχα ρίαν (ἐπιφανὴς δὲν ἦν ἡ πανήγυρις, τῆς ἁγιαστείας), ἐνδυσάμενος τὴν στολὴν, καὶ τὸ πέταλον περιθέμεν β νος, λαβὼν τὸ θυμίαμα εἰς τὰ τῶν ἁγίων ἐβάδιζεν άδυτα· προτρεχούσης δὲ τῆς τῶν κωδώνων ἠχῆς, ἥτε πληθὺς πρὸ τῶν θυρῶν ἐλιτάνευε τὸν ἱερέα και ἀπαξ ἄγγελον πρέσβυν τῷ Θεῷ ἀποστείλασα. τῇ γενομένῳ τοῦ καταπετάσματος ἔνδον, ὤφθη ἄγγελος Κυρίου ἐκ δεξιῶν ἑστὼς τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Εταράχθη δὲ Ζαχαρίας, καὶ προβαίνειν οὐκ ἴσχυσεν τῇ τοῦ ἀγγέλου θέᾳ εἰς τὰ ὀπίσω πεμπόμενος· ἐπιπολὺ δὲ μεμένηκεν άχα νὴς ταῦτα λέγων καθ' ἑαυτόν· Τί δὴ τὸ ὁρώμενον; ἀπορῶ· ἕτερος ἱερατεύει παρὰ τὸ θυσιαστήριον τοῦ θυμιάματος· ἐγὼ δὲ πῶς ἐπιθήσω τῷ πυρὶ τὸ θυ μίαμα; Ένα μόνον ἱερατεύειν ὁ νόμος ἐκέλευσεν ἄγγελος, οὐκ ἄνθρωπος ὁ ὁρώμενος, καὶ οὗτος ὁ ναδί ἄβατος 86· οὐ γὰρ ἐμάθομεν ἀγγέλοις συλλειτουργεῖν. Τίς γένωμαι; Τί πράξω; Τίνα σύμβουλοι λάβω; Παραχωρήσω τῷ ἁγίῳ τὰ ἅγια; ἀσπάζομαι προσελθών ει τὸ θυμιατήριον ἐπιδώσω; Δρά με λήψεται κοινωνόν; "Αρα μὴ λογοθετήσων ἐλήλυθε τῶν ἁγίων λειτουργούς; Φοβερὸν ἐρῶ καὶ φαιδρόν εὐαγγέλια κομίζων ἐλή λυθε, λιμὸν, ἢ πόλεμον ἀπειλῶν; καὶ ὅτι μὲν οὐρα νιος δορυφόρος ὁ ὁρώμενος, καὶ οὐ Θεὸς, ἡ στάση δηλοί. Ησαΐα; γὰρ καθήμενον εἶδε τὸν Κύριον· Ιε ξεκιὴλ ἐπὶ θρόνον κατενόησε τὸν ἀσώματον· Δανιήλ ὡσαύτως τὸν Παλαιὸν τῶν ἡμερῶν καθήμενον. Οὗτ τος ἔστηκε τὴν διακονίαν πληρῶν 8, τά τε τιμιώτερα μέρη τοῦ θυσιαστηρίου λαβών. Οίμοι! μήποτε πρὸς τῇ ἐμῇ ἁμαρτίᾳ καὶ τοῦ λαοῦ τὰς εὐθύνας εἰσπράτ ξηται 3; Μήποτέ μοι τὸ μέγεθος τῆς τιμῆς μείζον γένηται τιμωρίας ἀφορμή; Ζ'. Ταῦτα Ζαχαρίας λογιζόμενος, ἑταράττετο. Οὐκ ἔλαβε δὲ τὸν ἄγγελον Γαβριὴλ τοῦ ἱερέως ὁ τάραχο » καὶ χρόνου μῆκος ἀνήλωσε την νομικήν Ἐλισάβετ στείρα. 30 ἦσαν 2 ἀλόσαντες. δέ. δέ γάρ. μᾶλλον τὸ θυμιάματι. " ὁ ἄβατος. " προελθών. 38 δηλῶν. * εἰσπράξεται, ΝΟΤΑ
col. 1769–1770page 8 of 21
PG 85:1769διὰ παραχρῆμα ήμερον αὐτῷ φωνὴν καθάπερ τινὰ ἐπέδωκε δεξιάν, βιῶν· Μὴ φοβοῦ, Ζαχαρία. Προ τερον αὐτοῦ τὸ δέος ἐξέβαλε “καὶ τότε τὸ εὐαγγέλιον ὑπηγόρευσεν, ἵνα ἀταράχω ψυχῇ τὸ μήνυμα δέ ξηται ὁ Ζαχαρίας, λέγων 43· Μὴ φοβοῦ Ζαχαρία τὸ εὐαγγέλιον καταθύμιον· Εἰσηκούσθη ἡ δέησίς σου· ἡ γυνή σου γεννήσει υἱὸν, καὶ τοῦτον και λέσεις Ἰωάννην. Ηλθον γάρ τοι οὐρανόθεν, οὐ με τον παῖδα κομίζων, ἀλλὰ καὶ τοῦ τικτομένου το ὄνομα· ἐκ τῆς ἄνωθεν βίβλου τὴν προσηγορίαν ἑλη λυθα μαθών. Ἐπολιτογράφησεν ὁ Θεὸς *, ὃν οὐκ ἐβλάστησε γαστήρ. Πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Σὸν μὲν γὰρ τέκνον, τὸς ὁ βλαστὸς, ὁ καρπὸς δὲ κοινός. Σὺ πατὴρ, ὁ δὲ τικτόμενος πάνω των λαμπτήρ. Ζ'. Ταῦτα ὁ Ζαχαρίας ἀκούσας, περιχαρής “ἅμα γέγονε καὶ περίεργος. Λογισμῷ γοῦν ἐκ περιέργῳ δεξάμενος τὸ μήνυμα του Γαβριήλ, ἀπεκρίνατο οὐ πιστῶς· Κατὰ τί γνώσομαι τοῦτο; Οὐκ ἤνεγκε τ τοῦ Ζαχαρίου τὴν πεῦσιν ὁ Γαβριήλ, ἀλλ' ἐξουδένωσε τὸν ἱερέα, θυμίαμα μὲν προσφέροντα, πίστιν δὲ οὐκ ἔχοντα, καὶ τῷ προσώπῳ μηνύσας τὴν ἀγανάκτησιν, ἔφησε τάδε· Εὐθύνας μοι 47 ὦ Ζαχαρία, ὧν εἴ. ρηχα, αἰτεῖς; Λογοθετεῖς τοῦ Θεοῦ τὸν διάκονον; εὐαγγέλια φέροντι σε ενέχυρα ἀπαιτεῖ;; Οὐκ εὐχα ριστῶν, ἀλλὰ βασανίζων τὰς θείας δέχῃ δωρεάς, καὶ λέγεις, Κατὰ τί γνώσομαι “τοῦτο; Εγώ εἰμι Γα βριήλ· ἐνέχυρον τῶν λαληθέντων λάμβανε μου τὸ όνομα 80, καὶ εἰ μικρόν σοι τοῦτο, μάνθανε τὸ ἀξίωμα δια Εγώ εἰμι ὁ παρεστηκὼς ἐνώπιον Κυρίου 81. λοιπὸν εἰ ψευδήγορον ὑπονοεῖς, ἆρα ποῦ σοι δὲ τὰ τῆς κατ ηγορίας χωρεῖ; Ἐγὼ γάρ εἰμι ὁ παρεστηκὼς ἐνα ώπιον Κυρίου, καὶ λέγεις, Κατὰ τί γνώσομαι τοῦτο; Κατά τι γνώσῃ; σὺ γάρ, φησί, πρεσβύτης καὶ ἡ γυνή σου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Ο χρόνος, ἱερεῦ, τοῦ δημιουργοῦ τοῦ χρόνου κυ ριώτερος παρὰ σοί; Ο', παύῃ Θεῷ μὴ θαῤῥῶν καὶ χρόνον σε παραχωρῶν, ἀλλὰ λέγεις, Κατὰ τί γνώ σομαι τοῦτο; πῶς μεμάθηκας τῷ ᾽Αβραὰμ 85 τεχθῆναι τὸν Ἰσαάκ; Επειδήπερ ἐπίστευσε, τὸν χρόνον Ακύρωσεν· οὐκ, ἐπειδήπερ ἐπίστευσε, τὸ γῆρας ἐπι ήκουσεν; Εἰ δέ σοι τὸ τῆς στείρας ἀδύνατον, πῶς τὸ τῆς παρθένου μυστήριον θαῤῥήσω σοι; Εἰ οὖν ἔχων εἰκόνας πολλὰς, ενέχυρα ἀπαιτεῖς, πῶς τὴν ἀνωτές ραν λόγου λοχείας, τι σοι "7 διηγήσομαι, ἧς ἕνεκα πρὸ πολλῶν γενεῶν Ησαΐας προεφήτευσε ** λέγων· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν; ς ο ο καθάπερ τινα. κατέστειλε, λέγων ἐπολιτογράφησε Θεός. ἀκούσας, περιχαρή; δέ. ἤνεγγε. με. φέρων. φέροντα. ο γνώσῃ. ἐνέχυρον τῶν λαληθέντων λαμβανέ μου τὸ ὄνομα· ἐγώ εἰμι Γαβριήλ,: ὅ ἐστιν ἄνθρωπος τοῦ Θεοῦ παρ' οὗ καὶ ἀπεστάλην λαλῆσαί σοι ταῦτα. παρὰ τοῦ ᾿Αβραάμ. 36 λοχίαν. & σοι ὅτι παρέστηκα. τοι. χρόνῳ. σε 48 εὐαγγέλιον υπηγόρευσε.
col. 1771–1772page 9 of 21
PG 85:1771Ἐκεῖνος πιστεύσας τὸ μεῖζον ἐκήρυξε· σὺ δὲ, τῷ ο σε τὸν ἐλάττονι ἀπιστήσας, εὐθύνας εἰσπράττει μοι οὐρανόθεν ἀποσταλέντα πρὸς σὲ, διὰ σέ. 'Αλλ' ἐπειδή σοι καταθύμιον σημεῖον λαβεῖν (τοῦτο γὰρ ήτησας, ὡς οὐκ ὤφελες 6), δέχου τὴν ἀφωνίαν, τῆς παιδοποιίας ἐνέχυρον· ἔσῃ σιγῶν μέχρις ἂν τοὺς λόγους οι κυρώσῃ τὰ πράγματα. Ἐκ τῶν γεννητικῶν εἰς τὰ φωνητικά όργανα μεταβαινέτω κ τῆς στειρώσεω; τὰ δεσμὰ, πεδηθεὶς τῇ φωνῇ, κυοφόρει μοι τὴν φω τήν 63. ἐκείνῳ γὰρ μόνῳ παραχωρήσω τοῦ πατρὸς τὸ παράπτωμα. Δεσποτικὸς φίλος ἐστίν· ἅπερ θέλει ", ὡς φίλος αἰ:εῖ Η'. Τούτων ἔνδον τελουμένων ή λεγομένων, ὁ και ρὸς συστελλόμενος σε εἰς θαῦμα ἦγε σε τὴν πληθύν ἤ τε σ' υπόνοια εἰς πολλὰ μεριζομένη, ἑκάστῳ τὸ δοκοῦν ὑπηγόρευσε ", μέχρις οὗ Ζαχαρίας φανείς, ἐδίδαξε σιγῶν & πέπονθε λαθών. Τὰς δὲ τῆς λειτουργίας ἡμέρας ἀποδοῦς, ἀπῆλθεν “οἴκαδε ἔχων ἐν τοῖς σπλάγχνοις τὸ εὐαγγέλιον, καὶ ἐν τῷ στόματι χαλινὸν. Καὶ αὕτη μὲν, ὡς ἂν εἴποι 10 τις, τῆς τοῦ Προ δρόμου συλλήψεως ἡ ἀρχή· οὗ τὸν τόκον κηρύττειν ἐθέλοντας '', ἀνάγκη πᾶσα τῆς γείτονος ἑορτῆς ἐπι μνησθῆναι. Θ. Εκτῳ γὰρ μηνὶ τῆς συλλήψεως τῇ Ναζαρέτ ἐπεδήμησε Γαβριὴλ Παρθένω κομίζων Πατρὸς εὐαγ γέλια· ἣν ἐπ' οἴκου θεασάμενος, Ασπάζετο πρότερος Χαίρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Χαῖρε, λέγων, ἡ πρώτη καὶ μόνη 8 τίκτουσα βρέφος κατ άρας ἐλεύθερον. Χαῖρε, ἡ κόσμῳ γεννώσα ζωῆς ἀφορ μήν. Χαῖρε, ἡ ἄφθορος, ἀλλ' οὐκ ἄτεκνος. Χαῖρε, ἡ άγαμος, ἀλλ' οὐκ ἄγονος ". Χαῖρε, ἡ ἄσπορος, ἀλλ' οὐκ ἄκαρπος. Χαῖρε, ἡ ὀδύνας τὰ ἀναμένουσα, ὡδί νας οὐκ ἔχουσα. Χαῖρε, ἡ τῷ σῷ προπάτορι Αδάμ προστάτην φέρουσα. Χαῖρε, ἡ ἀκόπως βαστάζουσα τῆς κτίσεως τὸν θεμέλιον. Χαῖρε, ἡ ἀπόνως μεσι τεύουσα τῇ θνητότητι. Χαῖρε, ἡ τίκτουσα θεὸν οἱ γυμνὸν, καὶ ἄνθρωπον οὐ ψιλόν. Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. 1. Ἡ δὲ χαρὰν ἀκούσασα, οὐχ ἥπλωσε τὴν ἀκοὴν, ἀλλ' ἐβασάνισε την φωνήν· Ποταπός, λέγουσα, ὁ ἀσπασμὸς οὗτος; Ο αυτόκλητος 10 εἰς τὸ δωμάτ τιον ἡμῶν εἰσελθών, Τίς, φησίν, οὗτος; οὐ συνήθης, οὐ συγγενής, οὐκ Ἀδὰμ ἀπόγονος· τεκμαίρομαι τῇ μορφῇ " ώς τε ξένος ὁ ἀσπασμός· οὐ πάρεστιν Ἰω Εισπράττει εισπράττη μοι μέ. ὄφελες. οι χρόνους. • μεταβαλλέτω. 69 * Την φωνήν θέλῃ. * παρελκόμενος. " ἦγον ἔξω ἑστῶσαν. στ' ήτε. ὑπηγόρευσεν. υπηγόρευε. • ἀπῆλθε. 90 εἴπῃ. * εἰ κηρύττειν ἐθέλο το Ναζαρήτ. 7 χαῖρε, ἡ πρώτη και μόνη, λέγων. * άτε ένος. χαίρε ὠδῖνας, αὐτοκλήτως. φωνῇ. ὡς μεν.
col. 1773–1774page 10 of 21
PG 85:1773σήφ᾽ οὐκ ἀπάγομαι τῇ φωνῇ μόνῃ γὰρ, ως φασι, λελάληκεν ὁ ἀρχέκακος τῇ πρωτοπλάστῳ. 'Ο δὲ ἄγγελος πρὸς αὐτήν· Μὴ φοβοῦ, Μαριάμ χάριν γὰρ εὗρες, ἣν ἀπώλεσεν ἡ πρωτόπλαστος" ἐκείνη μόνη τὴν ἀπάτην ἐδέξατο, σὺ δὲ μόνη τῆς ἀπάτης τὴν λύσιν εκόμισας. Τέξεις υἱὸν, καὶ τοῦ τον καλέσεις 10 Ἰησοῦν. Ἡ δὲ τόκον ἀκούσασα καὶ υἱὸν 60, Πῶς, ἔλεγεν, ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Οὐκ ἀντιλέγουσα, ἀλλὰ κατὰ πεῦσιν μανθάνουσα· Πῶς ἔσται μοι τοῦτο; Εγώ, φησί, μόνη τὴν φύσιν και νοτομῶ; Ἐπ᾿ ἐμοὶ λυθήσονται τῆς τεκνογονίας απ ἀφορμαί; Λέγε μοι, ξένε, τὸν τρόπον· ξένον γάρ σου τὸ εὐαγγέλιον. ΙΑ'. Πνεῦμα ἅγιον, ἔφησεν ὁ Γαβριήλ ει, ἐπ ελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Υψίστου ἐπισκιάσει σοι. Δέχου, φησί, Παρθένε, τὸ λεχθέν, καὶ μὴ πολυπραγμόνει τὸ σιγηθέν· τῷ τόκῳ μαρτυρῶ, τῷ τρόπῳ παραχωρώ 8. "Αγγελος γάρ, οὐ διδάσκαλός σοι τῆς οἰκονομίας ἐλήλυθα· κῆρυξ ἀπεστάλην τῆς Δεσποτικῆς ἐπιδημίας, οὐχ ἑρμηνεύς. Πῶς ἔσται τοῦτο; τὸ πῶς οἶδεν αὐτὸς ὁ παρών ὅτι μὲν γὰρ πάρεστιν, ἐπίσταμαι· προπηδᾷ γὰρ ἐν σοὶ τὸ ἔνδοθεν τεκμήριον· τὸν δὲ τρόπον λέγειν, οὐ δύναμαι. Οτι δὲ οὐ ψευδολόγος ἐγώ, Ελισάβετ μαρ τυρήσει μοι, ἐν στειρώσει καὶ γήρᾳ τοῦ ἐν σοὶ τ κυοφοροῦσα τὸν Πρόδρομον. Εἰ δὲ ἐν στειρώσει καὶ γήρα κυοφόρον " εἴρηκα, οὐ μικρὸν τὸ ἐνέχυρον. Στεί ρας γὰρ πρεσβύτιδος καὶ παρθένου ἐς τὸ τεκεῖν μέσσον οὐδέν. ΙΒ'. Ταῦτα ἡ Παρθένος ἀκούσασα, Ζαχαρίου κατα ἔλαβε τὸ δωμάτιον, καὶ τὴν Ἐλισάβετ εὑροῦσα κυοφόρον, Ασπάζετο. Μαρία την Ελισάβετ ήσπάζετο 80 καὶ τὸ βρέφος ἔνδοθεν ἀπεκρίνατο· τῷ γὰρ ἐμβρύῳ γέγονεν ἀκοὴ ἡ τῆς μητρὸς ἀκοὴ· καὶ ἐπειδήπερ 19 φύσεως ὅροις Ἰωάννης εἰργμένος οὐκ ἴσχυε 88 λα λεῖν, ἀλλόμενος ἔλεγε τῇ οἰκείᾳ μητρὶ διὰ τῶν σκιρτημάτων φθεγγόμενος, τῇ δὲ τοῦ Σωτῆρος μητρὶ διὰ τῆς μητρικῆς γλώσσης αποκρινόμενος. Οὐκ ἐνέγκασα δὲ ἡ Ἐλισάβετ τὰ τοῦ τέκνου σκιρτήματα, Πνεύματος ἁγίου πλησθεῖσα ἀνεφώνησε, λέγουσα τῇ Παρθένῳ· Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Σύ, Σ. ο * καλέσεις τοῦτον. 80 Ἡ δὲ τόκον ἀκούσασα καὶ υἱόν, Εφησεν ὁ Γαβριήλ. σε τρόπω παραχωρῷ. ' πῶς ἔσται τοῦτο οι τοῦ ἐν σοὶ κυοφόρον. Μαρία τὴν Ἑλισάβετ ήσπάζετο, * ἐπηδήπερ. 6. ἴσχυσε. ΝΟΤΕ.
col. 1775–1776page 11 of 21
PG 85:1775φησίν, εὐλογημένη, ἡ τῆς κατάρας τήν λύσιν βαστά ο ζουσα. Σὺ εὐλογημένη, ἡ τὴν τῆς σοφίας κομίζοντα δωρεάν. Σὺ εὐλογημένη, ἡ κυοφοροῦσα τὸν ἐν παρα δείσῳ περιπατήσαντα. Σὺ εὐλογημένη, ἧς ἱερὸν ὅσιον ὑπῆρξεν ἡ γαστήρ. Ευλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ἐξ οὗ φαγὼν ὁ 'Αδάμ νικήσει τὸν ἐχθρόν. Εὐλογημένος ὁ καρπὸς, ὁ κόσμου γενόμενος τροφὴ καὶ στολή. Καὶ πύθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ταῦτά με 8, Παρθένε, τὸ ἔμβρυον ἐδίδαξεν ἔνδοθεν, ἐπὶ τῷ σῷ ἀσπασμῷ ὑπὲρ φύσιν ἀλλόμενον. Ταῦτα τῆς Ἐλισάβετ τὰ θεόπνευστα ῥήματα. ΙΓ'. Ζαχαρίας δὲ ἐπὶ οἴκου, καθάπερ εἶπον ", με μένηκε τὸν τῆς ἀπιστίας περικείμενος χαλινόν· σύγ χρονον τῇ κυήσει τὴν ἀφωνίαν λαβών, ὅρον τῆς κατα δίκης τοῦ παιδὸς τὸν τόκον δεξάμενος. Ως δὲ προῆλθεν ἐκ τῆς ἐρήμου μήτρας ὁ τῆς ἐρήμου πολίτης, δέλτον αἰτήσας ὁ πατὴρ εὐγνωμόνως ἔγραφεν, ἅπερ ἀκήκοεν οὐ πιστῶς· καὶ τῷ παιδίῳ τὴν προσηγορίαν ἀποδοὺς, ἀπέλαβε την φωνήν Τοιαῦτά σου, Πρόδρομε και σε Βαπτιστά, τὰ πρὸ τοῦ τόκου μυστήρια, τοιαύτην σοι ὁ Θεὸς πρὸ τῆς συλλήψεως ἀξίαν κεχώρισται. Γαβριήλ γὰρ τὸν Δε σποτικὸν τόκον καὶ τὴν σὴν εὐηγγελίσατο σύλληψιν, ἐν τῷ ναῷ καθάπερ ἐν νυμφῶνι τὴν σὴν ὑπηγόρευσε κύησιν. Δῶρον τῷ ναῷ ἐ ἐν πανηγύρει θεοφιλές την σὸν τόκον ἤγαγεν ἡ ἀρχάγγελος Πνευματοφόρος γέγονας, προφητείας χάρισμα ἐν μήτρα λαβὼν καὶ " ἀλλόμενος ἔλεγες ἐν γαστρὶ, ἃ γεγηρακότι Μωσεί ἐδήλωσεν οτι ὁ Θεός· διό σε μείζονα προφητῶν ὁ τῆς Εκκλησίας νυμφίος εκάλεσε. Τίς γὰρ προφητῶν ἐκ μήτρας μυστήριον υπηγόρευσε; Τίς δικαίων " σε χθείς, ξένιον φωνήν προσήνεγκε ως πατρί; σὺ δὲ ἐν ταυτῷ τὸν γεγεννηκότα ἀφωνίας ἀπήλλαξας, καὶ προσ φητείας ἠξίωσας. Ο γὰρ πρὸ βραχέος ἄφωνος, ἁγίου Πνεύματος πλησθεὶς, ᾠδὴν ἡμῖν ὑπηγόρευσεν, ἣν μικρὸν ὑπαλλάξας εἰς εὔκαιρον ἀνακρούσομαι. Ὁ μὲν γάρ φησιν· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ισραήλ· ἐγὼ δέ φημι· Εὐλογητὸς ὁ Θεὸς τῶν Χρισ στιανῶν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Αμήν. ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ. Εὐλόγησον, Πάτερ. Α΄. Προέδραμεν ἐν τῇ προτέρᾳ Κυριακῇ ἡ ἐξήγη 19 Ταῦτά μοι. 90 καθά προείπον. καὶ ἡ χεὶρ ἔλυε τῆς γλώττης της σιωπήν. και τῆς γάρα λαῷ, καί. ἔλεγεν. δικαίος. προσήνεγγε. ΝΟΤΑ.
col. 1777–1778page 12 of 21
PG 85:1777σις ἡ περὶ τοῦ Προδρόμου· ἄγει δὲ νῦν ἡμᾶς ὁ Πρό δρομος εἰς τὸν κηρυττόμενον. Εἰ δὲ εὔφρανεν ἡ γέννησις τοῦ Προδρόμου, εὐφρανάτω πλέον ἡμᾶς ἡ γέννησις τοῦ κοινοῦ Σωτῆρος. Ἐκεῖνος μὲν γὰρ προ έδραμεν μόνον εἰς τὸ κηρύξαι· οὗτος δὲ ἐλήλυθεν εἰς τὸ σῶσαι. Καὶ διὰ Χριστὸν Ἰωάννης· ὁ δὲ Χριστὸς οὐ διὰ Ἰωάννην, ἀλλὰ διὰ τὸν Πατέρα. Β'. Ελθωμεν τοίνυν εἰς τὴν ἐξήγησιν τῶν εὐαγγελικῶν ῥημάτων. Ο γὰρ αὐτὸς ἀρχάγγελος διακονεῖ, καὶ Ἰωάννου γεννωμένου ' καὶ τοῦ Σωτῆρος συλλαμβανομένου. Ἐκεῖ μὲν οὖν στείρας ὁ ἀνὴρ εὐαγγελίζεται· ἐνταῦθα δὲ Παρθένος διδάσκεται. ᾿Αποστέλ λεται γοῦν ὁ ἀρχάγγελος οὐκ ἔτι εἰς ναόν, ὡς ἐπὶ Ιωάννου, ἀλλ' ἐπὶ τὸν ἔμψυχον ναὸν τὴν Παρθένον. Ἐκεῖ Ζαχαρίας ὁ ἱερεὺς εἰσῆλθεν θυμιᾶσαι, καὶ ἤκουσεν τοὺς εὐώδεις λόγους τοὺς παρὰ τοῦ ἀρχαγγέλου· ἐνταῦθα δὲ οὐκ ἔτι ναὸς, ἀλλὰ ναὸς ἡ Παρθένος. Οὐκ ἔρχεται ὁ ἄγγελος πρὸς τὸν ἀρχιερέα· ἀλλ' ἔρχεται πρὸς τὴν τίκτουσαν τὸν οὐράνιον ἀρχιερέα. Ἐκεῖ ἦλ θεν ὁ ἀρχάγγελος ἐν καιρῷ λειτουργίας· ἐνταῦθα οὐκ ἐν καιρῷ λειτουργίας· ἔμελλεν γὰρ ὁ τικτόμενος παύειν τὴν σωματικὴν λατρείαν. Ἐκεῖ ἔρχεται ὁ ἀρχο Άγγελος πρὸς τὸν πατέρα· ἐνταῦθα δὲ οὐκ ἔρχεται πρὸς τὸν μὴ γενόμενον πατέρα Ιωσήφ, ἀλλ' ἔρχεται πρὸς τὴν Παρθένον τὴν γενομένην ἄνευ πατρὸς μη τέρα. Ἐκεῖ ἦν Ελισάβετ καὶ Ζαχαρίας· ἐνταῦθα δὲ μόνη Μαρία. "Ην γὰρ ὁ Ἰωσὴφ ὡς μνηστήρ ἀνήρο εἶχε δὲ τὴν παρθένον παρθένον. Οὐκ ἔρχεται τοίνυν πρὸς αὐτὸν ὁ ἀρχάγγελος· ἀλλ᾽ ἔρχεται πρὸς τὴν Παρθένον. Γ'. Καὶ τί λέγει αὐτῇ; Χαῖρε, κεχαριτωμένη ἐπειδὴ εἶπεν ὁ Θεὸς τῇ Εὐχ· Ἐν λύπαις τέξῃ τέκνα. Χαῖρε, κεχαριτωμένη· λύεται γὰρ ἡ λύπη τῆς Εὔας. Ἡ Εξα ἐν λύπαις ἔτικτεν· αὕτη τοίνυν ἡ χαρὰ λύει ἐκείνην τὴν λύπην. Διὰ τοῦτο ἔλεγεν· Χαῖρε, κεχα ριτωμένη· ὁ Κύριος μετὰ σοῦ. "Ην γάρ μετ' αυτ τῆς ὁ μικρὸν ὕστερον ἐξ αὐτῆς. Δ'. 'Η δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη· οὐ γὰρ ἡσπάσ σατο γυνή γυναῖκα, ἀλλ' οὐράνιος πολίτης τὴν ἐπὶ γῆς προσηγόρευσεν. Ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη. Τάχα δὲ καὶ ὡς πρὸς ἀνδρὸς φωνήν· ἀήθης γὰρ ἦν ἡ ἁγία ὡς πρὸς ἀνδρῶν ἀσπασμόν. Μένει τοίνυν πτή ξασα τὴν φωνὴν, καὶ διελογίζετο ἐν αὐτῇ, ποταπός 1 γεννομένου. ειμαι γα γαστρὶ χωρεῖται καὶ πλάττεται ναὸς ὁ θεϊκὸς καὶ σωτήριος· ἡ πρὸς τὰ ἄνω πάντας βροτούς ἐπαναγαγοῦσα· ἧς τὴν σύλληψιν πιστῶς πανηγυρίζωμεν.
col. 1779–1780page 13 of 21
PG 85:1779εἴη ὁ ἀσπασμὸς οὗτος· τί θέλει αὕτη εἶναι ἡ προσηγορία; Ε'. Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· Μὴ φοβοῦ, Μα ριάμ' εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ· καὶ ἰδοὺ ἐν γαστρὶ συλλήψῃ '. Τὸ, εὗρες χάριν, κοινὸν ἦν εὗρον γὰρ ἄλλοι πρὸ αὐτῆς χάριν. Τὸ δὲ εἰπεῖν, συλλήψῃ, οὐκ ἔτι κοινὸν ἦν, ἀλλ' ἰδιάζον εἰς ἐπαγ γελίαν· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ παρθένος ξένον τὸ πρᾶγμα *! Εὗρες χάριν παρὰ τῷ Θεῷ δεῖ μὲν γὰρ τοῦ τικτομένου ἀναγκαίως ἐκ παρθένου" σὺ δὲ τῶν ἄλλων παρθένων προτετίμησαι. Γ'. Εύρες γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ τέξη καὶ καλέσεις * τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν. Οτε μὲν οὖν ἐδέξατο τὴν ἀγγελικήν προσηγορία, ηγωνία • καὶ διελογίζετο ἡ παρθένος· ὅτε δὲ ἀκούει τὸν εὐαγγελικὸν λόγον, οὐκ ἔτι ἀγωνιᾷ πρὸς τὸν λό γον· ἀλλ' ἐπαπορεῖ πρὸς τὴν ἐπαγγελίαν. Καὶ λέγει πρὸς τὸν ἄγγελον· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄν δρα οὐ γινώσκω; Οὐκ ἀπιστεῖ πρὸς τὸν λόγον· ἀλλ' ἀπαιτεῖ τὸν τρόπον. Ὁ μὲν οὖν Ζαχαρίας ἠπίστησεν ἡ δὲ παρθένος οὐκ ἀπιστεῖ. Ἐκεῖνος γοῦν ἔλε γεν· Κατὰ τί γνώσομαι τοῦτο; Εζήτει γὰρ σημείον λαβεῖν, ἵνα πιστεύσῃ. Ἡ δὲ παρθένος ἔλεγεν· Πως ἔσται τοῦτο; Ὁ μὲν λόγος ἀξιόπιστος· ὁ δὲ τρόπος ἄπορος· οὐκ οἶδεν ἡ φύσις, ἃ λέγεις· τὸ γὰρ, ἰδοὺ συλλήψῃ, τὸ παρὸν ἐσήμανεν, οὐκ ἄνδρα ἐξεδέχετο. Πῶς ἔσται τοῦτο; Ενα συνέλαβεν οὐ πρὶν ἢ συνελθεῖν τὸν ᾿Αδάμ· οὗτος ὁ βαθμὸς τῆς φύσεως· αὕτη ἡ κάθοδος τῆς παιδοποιίας· οὗτος ὁ θεσμός της διαδοχῆς. Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Ζ'. Ἐπειδὴ καλῶς πρώτα, ὁ ἄγγελος πρὸς αὐτήν Συγγνώμη σοι ἀπορούσῃ '· τῷ μὲν Ζαχαρίᾳ οὐ συγκ γινώσκει· ἀλλ᾽ ἐπεστόμισεν αὐτὸν κακῶς ἀπιστήσαντα· τῇ δὲ Παρθένῳ συγγινώσκει· οὐ γὰρ ἦν ὑπο δειγμα Παρθένου. Συγγνώμη σοι ἀπορούσῃ, ἐπειδὴοὐ γέγονε πρότερον· ἀλλ' ἀπὸ σοῦ καὶ ἕως σοῦ στή σεται τὸ πρᾶγμα. Ἐγὼ δέ σοι λέγω καὶ τὸν τρόπον μὴ ἐκδέχου ἄνδρα· μὴ ἀνάμενε ἀνδρὸς κοινωνίαν ἄνευ σαρκὸς ἡ σάρξ· ἄνευ κοινωνίας τὸ τικτόμενον. Τίνα δὴ τρόπον; Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Πνευματικῶς ἄκουε περὶ Πνεύματος. "Ανευ σπέρματος, καταβολή Πνεύματος· βουλήματι γάρ Θεοῦ συνίσταται τὸ γινόμενον. Η'. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Πῶς ἐπ ελεύσεται; Οὐκ ὄψει τὸ ἐπερχόμενον· ἐνεργήσει δὲ μὴ φαινόμενον. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Ινα τί * ἐπέρχεται Πνεῦμα ἅγιον; Ἐπειδὴ ἁγία μὲν Είη εἶ. συλλήψει πράγμα. καλλσείς. καλέσεις. ηγονία. ἀπορούση. * ίνατί.
col. 1781–1782page 14 of 21
PG 85:1781ὑπάρχεις· δεῖ δέ σε γενέσθαι ἁγιωτέραν. Οταν γὰρ λάβῃ ὁ τέκτων ξύλον, ἢ χαλκεὺς σίδηρον, ἔτι αὐτὸ καθαίρει, καὶ ἐπιτηδειότερον πρὸς τὴν τέχνην ἐργά ζεται. Καὶ σὺ τοίνυν παρθένος μὲν εἶ· δεῖ δέ σε ἁγιωτέραν γενέσθαι, ἵνα τὸν ἅγιον συλλάβης. Θ. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύο ναμις 'Υψίστου ἐπισκιάσει σοι. Δύο λέγει· Πνεῦμα ἅγιον, καὶ δύναμιν. Τίς ἡ δύναμίς ἐστιν; Χριστὸς Θεοῦ δύναμις. Ερχεται τοίνυν τὰ δύο· καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὁ Χριστὸς ὁ μονογενῆς τοῦ Θεοῦ. Ἐπειδὴ το γεννώμενον· ἐκ σοῦ ἅγιον κληθήσεται. Ορα μοι 10, πῶς ὅλον ἤκουσεν, Πνεῦμα ἅγιον, καὶ δύνα μιν Ὑψίστου. Ὁ ἄγγελος οὐδὲν ἀφῆκεν, οὐδὲν ἐπιώ πησεν. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Υψίστου επισκιάσει σοι, περιβαλεῖ καὶ ενδύσει 11 σε, καὶ κύκλῳ σου γενήσεται καὶ περιχα ρακώσει σε, καὶ σκέπη σοι ἔσται. Γ. Πνεῦμα ἅγιον, Δύναμις, Υψιστος· ἀρίθμησόν μοι τὰ πράγματα, καὶ εὑρίσκεις ὅλα ηκριβωμένα. Τί γάρ ἐστι ταῦτα; Ανθρωπος ἐπὶ γῆς· ἄγγελος ἐν οὐρανῷ· Πνεῦμα ἅγιον, καὶ Υἱὸς, καὶ Πατήρ. Οτ' ἂν ἀναδῇς εἰς τὴν ἀρχὴν, οὐκ ἔτι χωρεῖς ἀνώτερον αὐτὸς γάρ ἐστιν ὁ Ὕψιστος, οὗ οὐδὲν φαίνεται. Τοί νυν ὡς ἐν τῷ λόγῳ τῷ 11 περὶ γενέσεως τοῦ Υἱοῦ, ὅλα συνήπτε, καὶ ὅλα κεκοινώνηκε, καὶ εἰς ἑνότητα συνῆλθεν. Εστιν γὰρ μόνα ταῦτα· ἄγγελος, ἄνθρωπος, Πνεῦμα ἅγιον, Υἱὸς, καὶ Πατήρ· καὶ παρὰ ταῦτα, ἄλλα οὐκ ἔνι. Αφες γάρ μοι τὰ ἄλογα ζώα, ἃ ἔστι διὰ τὸν ἄνθρωπον· λόγου οὐ μετέχει, οὐχ ἁμαρτάνει 18, οὐ κρίνεται, οὐ κατορθοί, οὐκ ἐπαινεῖται, ζωὴν αἰώνιον οὐκ ἔχει, ὧδε γίνεται καὶ ὧδε ἀπόλλυται. "Ανθρωπος δὲ λογικὸν ζῶον, βασιλικώτα τον τῶν ζώων, κόσμου πολίτης, κύριος τῶν 1 δι' αὐτ τὸν γενομένων. Ἐπεὶ τοίνυν ταῦτά ἐστι μόνα, ἄν θρωπος, ἄγγελος, Πνεῦμα ἅγιον, Υἱὸς καὶ Πατήρ, ὅρα, πῶς συνήπται τὰ πράγματα· "Ανθρωπος ἡ Παρ θένος, παρθένος παρθένου ἀνακαλουμένη τὸ σφάλμα ἔχεις ἄνθρωπον τὴν Παρθένον· ἄγγελος ὁ Γαβριήλ Πνεῦμα ἅγιον τὸ ἐπερχόμενον· δύναμις Υψίστου, ἡ ἐπισκιάζουσα δύναμις. Ορα, πῶς τῷ λόγῳ ἐν τῇ γενέσει τοῦ Κυρίου συνῆλθεν τὰ ὄντα. "Αγγελος κατα ἦλθε πρὸς τὴν Παρθένον Πνεῦμα ἅγιον ἐπέρχεται καὶ δύναμις Ὑψίστου ἐπισκιάζει· αὐτὸς ὁ ὕψιστος ὁ γεννήσας τὸν Μονογενῆ, καὶ οἰκονομήσας, αὐτὸν καὶ ἐκ Παρθένου τεχθῆναι, ἵνα ὁ ἐξ ἀρχῆς σφαλείς διὰ τῆς Εὔας, αὐτὸς διασωθῇ διὰ τῆς συλλήψεως τῆς Παρθένου. Ει γεννόμενον. 19 μή. " ἐνδύση. 18 τοῦ. 1. οὐκ ἁμαρτάνει. ΝΟΤΕ. 1. τον.
col. 1783–1784page 15 of 21
PG 85:1783ΧΙ. Ει ΙΑ'. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος, εἶπεν αὐτῇ· Καὶ ἰδοὺ Ἐλισάβετ, ἡ συγγενής σου, καὶ αὐτὴ συν. ειληφυία υιόν. Καὶ δίδωσι σημείον τῇ Παρθένω σύλληψιν τῆς στείρας. Καὶ οὗτος αὐτῇ μὴν ἔκτας 18. ὅτι οὐκ ἀδυνατήσει παρὰ θεῷ πᾶν ῥῆμα. Θεὸς ὁ ἐνεργῶν· μὴ ἀμφίβαλλε. Εἶπεν δὲ Μαριάμ· Ἰδοὺ ἡ δούλη Κυρίου, γέ κοιτά μοι κατὰ τὸ ῥῆμά σου. Δούλη εἰμὶ Κυρίου πίναξ εἰμὶ γραφόμενος· ὁ βούλεται ὁ γραφεύς, γρα φέτω· ἕτοιμος ἡ ὕλη· ποιείτω 8 θέλει ὁ τεχνίτης. Καὶ ἀπῆλθεν ἀπ' αὐτῆς ὁ ἄγγελος· ἔλαβε τα πιστά ῥήματα, καὶ ἀπῆλθεν. Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ οὐκ εἶπεν ἡ Παρθένος· "Απαγε, που ριστὸν ὁ λέγεις· ἐγὼ παρθένος εἰμί· ἄνδρα οὐ γινώ σκω· οὐκ ἔχει λόγον, ὃ λέγεις· ἀλλ᾽ ἐπειδὴ εἶπεν ὁ ἄγγελος Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ· ἡ πνευματική πνευματικῶς ἀκούσασα καὶ ἡ ἁγία τοῖς ἁγίοις ρήμασιν ἁγίως πιστεύσασα, ἔμεινε τὴν πίστιν τηροῦσα, καὶ τὴν ἐπαγγελίαν ἐκδεχομένη. ᾿Απῆλθεν οὖν ὁ ἄγγελος ἀπ' αὐτῆς. ΙΒ'. Αναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις εκεί ναις, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς πρὸς τὴν συγγενῆ. Καὶ ἦλθεν Μαριάμ πρὸς τὴν Ἑλ: 2 σετ, οὕτως καὶ ὁ Χριστὸς ἦλθεν πρὸς τοὺς ἀνθρ τους. Ἐχρῆν γὰρ ἐλθεῖν τὴν Ἐλισάβετ πρὸς τὴν Μαριάμ· καὶ αὕτη ἦν τῆς ἀκολουθίας ἡ τάξις μᾶλ λον, ὥστε την μητέρα τοῦ Προδρόμου ἐλθεῖν πρὸς τὴν μητέρα τοῦ Δεσπότου. Ανίσταται δὲ Μαριάμ, καὶ ἔρχεται πρὸς τὴν Ἐλισάβετ, ἡ τὸν Κύριον τίτ κτουσα πρὸς τὴν μητέρα τοῦ δούλου. ΙΓ΄. Καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου. Ἐπειδὴ γὰρ εἶπεν αὐτῇ ὁ ἄγγελος· Ἰδοὺ ἡ συγ γενής 10 σου συνείληφεν, εἰσῆλθεν αὐτῇ συγχαρῆναι, ἐπειδὴ παρὰ προσδοκίαν συνείληφεν. Καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἡσπάσατο την Ελισάβετ. Καὶ ἐγένετο, ὅτε ἤκουσεν ἀσπασαμέν της Μαρίας ή Ελισάβετ, παρέπεμψε διὰ τῶν των πρὸς τὴν διάνοιαν, καὶ ἡ διάνοια πρὸς τὸν πρόδρομον· καὶ ἤκουσεν ὁ Πρόδρομος πρὶν ἶτα λαβεῖν ἤκουσεν οὐ τῇ κατασκευῇ τῆς διανοίας, ἀλλὰ τῇ ἐνεργείᾳ τοῦ Πνεύματος. Καὶ σκιρτᾷ ὁ Πρόδρομος εἰς ἔμφασιν χαρᾶς, καὶ δήλωσιν προφητείας· καὶ σκιρτᾷ τὸ βρέφος ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ. Καὶ ενόησεν ἡ Ἐλισάβετ τὸ πρᾶγμα· οὐκ ἐνόησε δὲ λο γισμῷ ἀνθρωπίνῳ· ἀλλὰ κατέλαβεν Πνεύματι ἁγίῳ τὸ γινόμενον. ΙΔ'. Καὶ ἀνεβόησεν κραυγῇ μεγάλῃ, καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξίν. Τί με σὺ προασπάζῃ; Τί με σὺ πρώτη προσαγορεύεις; Μὴ γὰρ ἐγώ εἰμι ἡ τὸν Σωτῆρα τίκτουσα; Εμὲ ἐχρῆν ἐλθεῖν πρὸς σέ 18 έκτος. 14 συγγενή. ΝΟΤ.Ε. Καὶ οὗτος μὴν ἔκτος ἐστὶν αὐτῷ 1, 57, τῷ. 1, 39. Ἐν ταῖς ἡμέραις ταύταις. ἐν ταῖς ἡμέραις ἐκείναις 1, 41: Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἑλι σάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας. 1, 42: Καὶ ἀνεφώνησεν φωνή με γάλῃ, κ. τ. λ
col. 1785–1786page 16 of 21
PG 85:1785σὺ ἦλθες προς με; σύ με ἠσπάσω προλαβοῦσα Σὺ δὲ εἰ εὐλογημένη ἐν γυναιξί· μονογενῶς εὐλόγησαι Μονογενή τίκτουσα. Παρθένος μόνη σὺ τίκτεις· αὐ συνείληφεν ἄλλη 11 πρὸ σοῦ, οὐ συλλήψεται μετὰ σὲ παρθένος ἐν γυναιξίν· ἐν ὅλῳ δὲ τῷ γένει τῶν γυναικῶν μόνη οὕτως εὐλογημένη τυγχάνεις. Καὶ εὐλο γημένος ὁ καρπὸς τῆς κοιλίας σου· οὐχ ὁ καρπὸς τοῦ μὲ ἡ ἀνδρός σου· οὐ γὰρ ἐξ ἀνδρὸς τὸ γινόμενον, ἀλλ᾽ ἐκ τῆς κοιλίας σου. ΙΕ΄. "Ορα την μητέρα τοῦ Ἰωάννου, ὁποῖα φθέγο γεται, Πνεύματος ἁγίου πληρωθεῖτα. Καὶ πόθεν μοι, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Παρ θένον ὁρᾷ, καὶ μητέρα καλεῖ, φθάνουσα προφητικώς τῷ λόγῳ τὴν ἔκβασιν· καὶ ἡμηδέπω μήτηρ καλουμένη, καίτοι πάλαι συνειληφυία, μητέρα καλεῖ τὴν ἔτι παρ θένον. Καὶ γέγονεν ἡ στείρα τῆς Παρθένου πρόδρομος, ὡς τοῦ Σωτῆρος Ιωάννης. Η δὲ Μαρία πανταχόθεν εὐηγγελίζετο. Αγγέλου μὲν ἀνήκοος γενομένη, τῆς δὲ συγγενοῦς τὰ παρα πλήσια διαλεγομένης, προστιθείσης τό, Μακαρία ἡ πιστεύσασα· ὅτι ἔσται τελείωσις τοῖς λελα λημένοις αὐτῇ παρὰ Κυρίου, βεβαιοτέρα πρὸς τὴν πίστιν ἐγένετο, ὧν ἤκουσε παρὰ τοῦ ἀρχαγγέλου, μακαριζομένη ἐὰν πιστεύσῃ, ἀγγέλου τε προσημαίνοντος, καὶ τῆς συγγενούς παραπλήσια προφητευούσης ἐπὶ τούτοις, Θεοτόκος ἔσεσθαι. 14'. Πανταχόθεν ἡ Παρθένος εὐαγγελισθεῖσα, οὐκ ἔτι μὲν ἀμφιβάλλει· ἀλλὰ τὸν ἑκατέρωθεν ῥηθέντα αὐτῇ λόγον τῶν συμβησομένων, παρ' ἀγγέλου τε καὶ τῆς Ἐλισάβετ, δεξαμένη, ἐνδέχεται τὴν ἔκβασιν. Και σιωπᾷν οὐκ ἀνέχεται· ἀλλ᾽ ἤδη τὸ γεῦμα καὶ τὴν ἀπαρχὴν τοῦ ἐπελθόντος αὐτῇ ἁγίου Πνεύματος δί δωσι, δι' ὧν φθέγγεται. Τοῦ γὰρ ἀγγέλου φήσαντος, καὶ σαφῶς ἐπαγγειλαμένου, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπ' αὐτήν· ἐπειδὴ ἤκουσε τοῦ αὐτοῦ ἁγίου Πνεύματος διὰ τῶν τῆς συγγενοῦ; λόγων, πλήττεται καὶ αὐτὴ 18 τὸν νοῦν, καὶ κινεῖται παραπλησίως ἐκείνῃ τῷ αὐτῷ Πνεύματι· ἵνα καὶ ὁ ἄγγελος ἀληθεύσῃ, ὀξέως τοῦ λόγου εἰς ἔργον μεταβαίνοντος, τοῦ ἁγίου Πνεύματος ἀρξαμένου ἐπιέναι τῇ Μαρία. ΙΖ'. "Οτε δὲ καθ᾽ ἕνα καιρὸν ἐν τῷ αὐτῷ τόπῳ ἐν δυσὶ γυναιξὶν ἐνεργοῦν ἐφαίνετο, ἐν στείρᾳ τε καὶ παρθένῳ, τῆς μὲν στείρας προλαβούσης, ἐπεὶ καὶ Πρόδρομον συνειλήφει, και μακαριζούσης τὴν θεοτόκον, τῆς δὲ παρθένου ἐπακολουθούσης, ἐπειδὴ τὸν κηρυττόμενον συνελάμβανεν· καὶ εἰς τεχνίτης τὸ Πνεῦμα τὸ ἅγιον δύο λύρας ἀνεκίνει, δύο ψυχάς ἁγίων γυναικῶν· ἡ μὲν γὰρ Ελισάβετ ἐμακάριζεν ἡ δὲ Μαρία τί φησιν; Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον. ΙΙ. Καὶ πρῶτον δείκνυσιν ὅτι πιστεύει τοῖς λαληθεῖσιν αὐτῇ διὰ τὸ, Μακαρία ἡ πιστεύσασα, ὅτι 1 ἀλλ' ἡ. 18 αὐτῇ. α
col. 1787–1788page 17 of 21
PG 85:1787Η ἔσται τελείωσις τοῖς λαληθείσιν αὐτῇ παρὰ Κυ ρίου, φάσκουσα· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύ ριον. Επειτα οὐκ ἀντιδίδωσι μακαρισμόν, ἵνα μὴ ἶσα γένηται τὰ πράγματα, πλεῖστον ὅσον διεστηκότα 10. Ποίαν γὰρ ἔχει σύγκρισιν δοῦλος πρὸς τὸν δεσπότην, ἢ στρατιωτικόν πρόσωπον προς βασιλέως ἀξίωμα; Όθεν μακαρίζεται μὲν, ἀναπέμπει δὲ εἰς τὸν Κύριον τὴν δοξολογίαν, φάσκουσα· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον. Ἐπειδὴ γὰρ παρθένος οὖσα ἐν γαστρὶ σωματικῶς παρὰ τὴν κοινὴν συν ελάμβανεν φύσιν, σωματικῶς μέντοι, ὡς ἐν σώματι, πνευματικῶς δὲ, ὅτι ἄνευ κοινωνίας· ὅμως δὲ ἐπειδή ἐν σώματι ἐγένετο τὸ παραδόξως οικονομούμενον, φησίν· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον. Και γὰρ ἐν τῷ ἐμῷ σώματι θαυμαστὰ ἐπαγγειλάμενος Θεὸς ἐνεργήσῃ, ἀλλά γέ μου, φησίν, ἡ ψυχή, οὐχ ἔστιν άκαρπος πρὸς τὸν Κύριον. Τὸ μὲν γὰρ σῶμα καρπὸν μέγιστον κατὰ τὸν σὸν, φησὶν, Ελισάβετ, λόγον προσοίσει· σὺ γάρ μοι ἔλεγες. Μακάριος ὁ καρπὸς τῆς κοιλίας σου· ἀλλ' ὅμως οὗτος ὁ καρ πὸς οὐ τῆς ἐμῆς προαιρέσεως κατόρθωμα, ἀλλὰ Θεοῦ τοῦ θαυματουργοῦντος ἐν ἐμοὶ τὰ ὑπὲρ φύσιν. Χρή δέ με καὶ προαιρέσεως καρπὸν προσενεγκεῖν· ἵνα μὴ μόνον τὸ σῶμά μου καρποφορήσῃ, ἀλλὰ καὶ ἡ ψυχή μου τὸν προαιρετικὸν καρπὸν τῷ ἐν ἐμοὶ θαυμα ; τουργοῦντι Θεῷ προσαγάγῃ· καί φησι· Μεγαλύνει ή ψυχή μου τὸν Κύριον· οὐ μόνον τὸ σῶμα, ἀλλὰ καὶ ἡ ψυχή μου. "Οσον γὰρ ὑπηρετοῦμαι μεγάλῳ θαύ ματι καὶ κατορθώματι, τοσοῦτον ὀφείλω πρώτῃ δοξά ζειν τὸν ἐν ἐμοὶ παράδοξα ἐνεργοῦντα. 16'. Καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου • Σωτήρ μου γάρ ἐστιν ὁ Θεός. Τὸ ἐμὸν πνεῦμα· διττῶς ὀνομάζουσα τὴν ἑαυτῆς ψυ χήν. Ηγαλλίασεν, φησί, τὸ πνεῦμά μου· ἐπειδήπερ τοιούτων καταξιοῦμαι. Ἐπὶ τῷ Θεῷ τῷ Σωτηρί μου, ὅ ἐστιν, ὁ Θεὸς Σωτῆρα ἐξ ἐμοῦ τῷ κόσμῳ χα ριζόμενος. *Οτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δού ης αὐτοῦ ε. Τίς γάρ εἰμι ἐγὼ πρὸς τοσοῦτον ἔρ γον; Αὐτὸς ἐπέβλεψεν· οὐκ ἐγὼ προσεδόκησα· τα πεινὴ γὰρ ἤμην, ἀπεῤῥιμμένη ', οὐδὲν ἕτερον ἐπεχε δεχομένη, ἢ ἀνδρὸς παρουσίαν· ἀντὶ ἀνδρὸς ἀπέρ χεται Πνεῦμα ἅγιον· ἀπὸ γῆς εἰς οὐρανὸν μεταβαίνω, καὶ εἰς ἄῤῥητον οἰκονομίαν ἔλκομαι· διὰ τοῦτο, ἐπ έβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης απ τοῦ 38. Κ'. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πά σαι αἱ γενεαί. Καὶ ἑαυτὴν μακαρίζει· οὐκ ἐκ γλώτ της λαλοῦσα, ἀλλὰ τὸ γεῦμα τοῦ ἁγίου Πνεύματος, τοῦ ἐπελθόντος αὐτῇ, παρεχομένη ", καὶ προφητεύουσα φησιν· Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαὶ, οὐ σὺ δὴ μόνη. Ποία γὰρ για διεστικῶτα. επειδή αὐτοῦ. ἀπεῤῥιμήνη ἀποῤῥίπτω) ἀπέῤῥιμαι, αὐτοῦ. παρερχομένη.
col. 1789–1790page 18 of 21
PG 85:1789νεὰ ἐξ ἐκείνου τὴν Μαριὰμ οὐ μακαρίζει 18, τὴν ἀπειρόγαμον κατ' ἄνδρα, θεοφόρον δὲ κατὰ πνεῦμα; Καὶ προέλαβεν μὲν ὁ λόγος τῆς προφητείας· ἠλήθευσεν δὲ ἡ ἔκβασις πρὸς τὸν λόγον. ΚΑ'. Οτι εποίησέ μοι μεγαλεῖα ὁ δυνατός. Πῶς γὰρ οὐ μεγαλεία; Ότι παρθένος οὖσα συλλαμ δάνω, ὑπερβᾶσα βουλήματι Θεοῦ τὴν φύσιν, καὶ κατο αξιουμένη ἄνευ ἀνδρὸς οὐχ ἁπλῶς εἶναι μήτηρ, ἀλλὰ καὶ τοῦ μόνον Σωτῆρος εἶναι μήτηρ. Λέγει, ο δυνατός· ἐπειδήπερ ἀπιστήσειεν ἄν τις πρὸς τὴν ἐνέργειαν τῆς συλλήψεως. Εἰ γὰρ παρθένος οὖσα συλλάβῃ, φησίν, ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός· τῷ ὀνόματι τοῦ δυνατοῦ τὴν ἀπιστίαν παρὰ φύσιν ἐκβάλλουσα, ἵνα τις τῇ δυνάμει τοῦ ἐνεργοῦντος αναπέμψῃ τὸ κατόρθωμα· καὶ τὸ μὴ κατὰ φύσιν ἐξετάζων ἐκπέσῃ τῆς ἀληθοῦς συγκαταθέσεως τῶν ἀλη θῶς γεγενημένων. Καὶ ἐπάγει· Καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Οὐ γὰρ ἐπεὶ ἔρχεται ὁ μονογενὴς αὐτοῦ εἰς γυναῖκα, ἤδη παρὰ τοῦτο μιαίνεται. ῞Αγιον γὰρ τὸ ὄνομα αὐτοῦ, ἐπειδὴ κἀγὼ Παρθένος ἁγία. Οὐδὲν παραχραίνεται οὔτε ὁ συλλαμβανόμενος Σωτὴρ ἐν ἐμοὶ τῇ παρθένω πλάττων 10 τὸ ἴδιον σῶμα. "Αγιος γὰρ ἁγίως φορεῖ τὸ ἴδιον πλάσμα. Διὰ τοῦτο καὶ Πνεῦμα ἅγιον ἐπέρχεται· ἵνα ἁγία γενομένη ἡ σύλληψις ἅγιον παρα σκευάσει καὶ τὸν τόκον γενέσθαι. "Αγιον τοίνυν τὸ ὄνομα αὐτοῦ. ΚΒ. Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάς γενεῶν. Καγώ συλλαμβάνω, καὶ αὐτὸς σῶμα φορεῖ· καὶ εἰς κόσμον ἔρχεται, καὶ μετὰ ἀνθρώπων ἀναστρέφεται, καὶ κάτω πολιτεύεται, καὶ πάντα οἰκονομεῖ· ἵνα ἐλεηθῶσιν οἱ ἀνάξιοι διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν τυγχάνοντες. Τοῖς μέντοι φοβουμένοις αὐτόν. Οὐ γὰρ οἱ πάντη ἀνάξιοι ἐλεοῦνται· ἀλλὰ οἱ διὰ μετα νοίας πρὸς φόβον μετατρεπόμενοι. ΚΓ'. Εποίησεν οὖν κράτος ἐν βραχίονι αύτ τοῦ "· αὐτοῦ γὰρ ἡ χεὶρ, οὐκ ἀνθρώπου τὸ ἔργον. Διεσκόρπισεν ὑπερηφάνους. Εἰ γὰρ ἀλαζονείᾳ χρώ μενος, οὐκ οἴεται δεῖσθαι μετανοίας, οὗτος διασκορπίζεται, αἰνιττομένη ἐκ τῶν Ἰουδαίων τὸν λαὸν τὸν δια σκορπισθησόμενον δι᾽ ὑπερηφανίαν τὴν κατὰ τοῦ Σωτῆ ρος. Διεσκόρπισεν υπερηφάνους διανοία καρδίας μαχαρήζει, μακαρίζει. πλάττον, πλάττων. 1 αὐτοῦ. 18 Μαρία. ΝΟΤ.Ε.

FragmentsFragmenta

col. 1791–1792page 19 of 21
PG 85:1791αὐτῶν. Αὐτὸς γάρ τις ἑαυτῷ ἕκαστος, ἐφ᾽ οἷς δια νοεῖται, ἑαυτὸν σκορπίζει, ἀνάξιος τῆς τοῦ Ἰησοῦ κλήσεως γενόμενος. ΚΔ'. Καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς. Μεγάλα γὰρ ἐφρύνουν Φαρισαίοι και Γραμματεῖς, τὰς πρωτοκαθεδρίας μετιόντες· ὧν καθηρέθησαν διὰ τὴν πρὸς τὸν Ἰησοῦν ἀντιλογίαν. Καὶ ὕψωσεν ταπεινοὺς τοὺς ἀπεσκορπισμένους, ἐπειδὴ τῷ οὐρανόθεν καὶ ἐκ τῶν ὑψηλῶν ἐλθόντι πεπιστεύκασιν. Πεινῶντας ἐνέπλησεν ἀγαθῶν. Ἐλίμωττε γὰρ τὸ γένος τῶν ἀνθρώπων πλὴν Ἰου δαίων. Καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Ιουδαίους δηλαδή, πεπλουτηκότας τῇ νομοθεσία και τῇ διδασκαλία τῶν ἁγίων προφητῶν. Οἵτινες ὑπερηφανία ὑπερμαχήσαντες, καὶ λίαν τῷ ἀξιώματι ἐπαρ θέντες, διὰ τὸ μὴ ταπεινῶς προσελθεῖν τῷ ἐνανθρ πίσαντι, ἐξαπεστάλησαν κενοί, μηδὲν 50 ἐπιφερόμενα, μήτε πίστιν, μήτε γνῶσιν, μήτε ἐλπίδα ἀγαθῶν ἀλλ' ἐκπεπτώκασι καὶ τῆς ἐπιγείου Ἱερουσαλήμ, καὶ τῆς μελλούσης ζωής. ΚΕ' Αντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ· οὐκ ὀνοματίζει, τὸν ἀληθινὸν σημαίνει· οὐ τοὺς ὀνόματι σεμνυνομένους, ἀλλὰ τοὺς τὴν πίστιν διατετηρηκότας τῆς προσηγορίας. Μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ ᾽Αβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ ᾿Ιακώβ, καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὴν αἰῶνα. Τελειοῖ τὴν προφητείαν, οὐ μόνον τὴν ἰδίαν, ἀλλὰ καὶ τῶν προφητῶν κατὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ μέλλοντος ἐξ αὐτῆς γεννᾶσθαι, τοῦ κοινοῦ Σωτῆρος Ἰησοῦ Χριστοῦ. Οὐκ οὖν εὐτελέστερα μὲν ἡ Μαρία προφητεύει, τῇ τελειοτάτῃ οἰκονομίᾳ διακονουμένη καὶ ἀγάλλεται αὐτῆς τὸ πνεῦμα ἐπὶ τῷ Κυρίῳ. Εὐ φραινέσθω δὲ καὶ ἡ Ἐκκλησία ἐπὶ τῷ νυμφίῳ καὶ Σωτῆρι. Εἰ γὰρ ἐκείνη εὐφραίνετο καὶ πρὸ τῆς ἐκβά σεως τοῦ ἔργου, πῶς οὐ μᾶλλον χρὴ τὴν Ἐκκλησίαν νυμφευθεῖσαν, καὶ ἤδη τὰ σπέρματα τοῦ ἁγίου νυμ φίου δεξαμένην τῇ διδασκαλίᾳ τῶν ἀγγελικῶν λόγων, πλέον μὲν εὐφραίνεσθαι, ἀδιαλείπτως δὲ ἀγγαλλιά. σθαι, εὐχαριστεῖν δὲ ὑπερβαλλόντως, εὐδοκιμεῖν δὲ αμεσκόντως ἐν ἔργοις ἀρετῆς τῷ παραγενομένω, Σω τῆρι Χριστῷ; ἢ ἡ δύξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΑΝΤΙΠΑΤΡΟΥ ἐπισκόπου Βόστρης 'Αντίρρησις τῆς Εὐσεβίου ἐπισκόπου Καισαρείας ὑπὲρ τῆς Ωριγένους ἀπολογίας, λόγος πρώτος, οὗ ἡ ἀρχή Ἐγὼ μὲν ἀρκούντως ἐνόμιζον γεγραφηκέναι, καὶ τὸ ἱκανὸν τοῖς παρὰ τῆς σῆς ὁσιότητος ἐπιταχθεὶς μὴ δέν. ΝΟΤΕ.
col. 1793–1794page 20 of 21
PG 85:1793ποιῆσαι, τὰ πάντα θεοφιλέστατε καὶ ὁσιώτατε πά τερ Ιωάννη. Καὶ μετ' ὀλίγα· Ἐπειδὴ γὰρ πολυ ίπωρ ὁ ἀνὴρ γέγονε, πάσας τὰς τῶν ἀρχαιοτέρων βίβλους τε καὶ συγγράμματα εξερευνήσας καὶ ἀν ιχνεύσας, καὶ τὰς πάντων μικροῦ δεῖν δόξας ἐκθέμενος, καὶ πλεῖστα συγγράμματα καταλείψας τῷ βίῳ ὧν ἔνια καὶ πάσης ἀποδοχῆς ἄξια τυγχάνει· τῇ τοιαύτῃ τοῦ ἀνδρὸς ὑπολήψει χρώμενοι, συναρπάζειν ἐπιχειροῦσιν ἐνίους, ὡς ὅτι, φησίν, οὐκ ἂν εἴ λετο Ευσέβιος ἐπὶ τοῦτο ἰδεῖν, εἰ μὴ πάσας ἀκριβῶς ἠπίστατο τῶν παλαιῶν τὰς δόξας τοῦτο βουλομένας. Ἐγὼ δὲ, ὅτι μὲν πολυΐστωρ ὁ ἀνὴρ, καὶ οὐδέν τι τῶν παλαιοτέρων συγγραμμάτων τὴν ἐκείνου διέλαθε γνῶσιν, σύμφημι καὶ ὁμολογῶ. Βασιλικῇ γὰρ συν εργία χρώμενος, ῥᾳδίως τὰ πανταχοῦ πρὸς ἑαυτὸν συνάγειν ἠδύνατο. Οὐκέτι δὲ πρὸς τὴν τῶν δογμάτων ἀκρίβειαν φθάσαι φημὶ τὸν ἄνδρα. Οθεν πολυμαθίας μὲν παραχωρητέον αὐτῷ, δογμάτων δὲ γνῶσιν οὐκ ἐτι· ἀλλὰ καὶ πάνυ κατόπιν τοῦτον τῆς τοιαύτης ἀκριβείας γενόμενον ἐπιστάμεθα. Καὶ μετὰ βραχέα Ωστε δὴ, ἵνα μὴ δόξωμεν ἐπεμβαίνειν τῷ ἀνδρὶ, περὶ ὧν οἱ πρόκειται ἡμῖν ἐπὶ τοῦ παρόντος λέγειν, ἵνα βασανίζοντες πρὸς ἀκρίβειαν τὴν γενομένην ἀπολογίαν, αἱρετικοὺς ἀποδείξωμεν τοὺς ἀμφοτέρους, αὐτόν τε τὸν ἀπολογησάμενον, καὶ τὸν ὑπὲρ ὅτου τὴν ἀπολογίαν συνέταξε. Καὶ μηθ' ἕτερα· Δεῖ ξον τρανὸν καὶ ἀναμφίβολόν τινα τῶν τῆς ἐκκλησίας διαφανῶν διδασκάλων, ὅτι προϋπάρχουσιν αἱ τῶν ἀνθρώπων ψυχαί, δογματίσαντα· καὶ μὴ παρα λογισμούς τινας προφέρειν πειρῶ εἰς ἀπόδειξιν. Τὸ γὰρ δεικνύναι σε σπεύδειν, τὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ὑπόβασιν ὁμοίως αὐτῷ τινας εἰρηκότας, πρῶτον μὲν οὐ ξενισθῶμεν· σοῦ γὰρ καὶ τῶν περὶ σὲ ἡ τοιαύτη δόξα. "Οθεν περὶ τούτου ἐπὶ τοῦ παρ όντος λόγος ἡμῖν οὐδείς, πάλαι μὲν οἰκουμενική ζητήσει ὑποβληθέντος καὶ ἀποκηρυχθέντος. Μη πεί Θεσθαι δὲ ἐν τούτῳ [ἴσ. μήτε πείθεσθαι δέον τούτῳ], μηδὲ δι' οὓς ταῦτα ἡμῖν πρόκειται, βασανίζειν· τὸ δὲ ψιλὴν τὴν περὶ ἀρχῶν φωνὴν διαβάλλειν, οὐδαμῶς παρά τινος μέχρι τοῦ νῦν ἀκήκοας, ὦ δεινὲ συνήγορε τοῖς Ωριγένους ἀτοπήμασιν. ΤΟΥ ΑΥΤΟΥ Ἐκ τοῦ λόγου τοῦ εἰς τὴν αἱ μόρρουν· οὗ ἡ ἀρχή Ὅτι μὲν πρώτη Ἰουδαίων κλῆσις, ἐδίδαξεν ἡ Γραφή. Καὶ μεθ' ἕτερα Ταῦτα τοῦ σωτηρίου κρασπέδου λαβομένη ἔλεγεν * αἱμόρρους, ὡς βασιλέα τῆς φύσεως κρατοῦσα τὸν Κύριον, καὶ τοῦ πάθους τὴν τυραννίδα διδάσκουσα. Καὶ τυχοῦσα τῆς δωρεᾶς, ἀνδριάντα ἤγειρε τῷ Χρι στῷ, τὸν μὲν πλοῦτον ἰατροῖς ἀναλώσασα, τοῦ δὲ πλούτου τὰ λειπόμενα προσενέγκασα τῷ Χριστῷ. ΤΟΥ ΑΥΤΟΥ Ἐκ τῶν κατὰ 'Ωριγένους. Ο γάρ τοι διάβολος τῆς αὐτῆς ἀθανάτου τῶν ἀγο γέλων ὑπάρχων δόξης, μη τηρήσας τὴν ἑαυτοῦ ἀξίαν
col. 1795–1796page 21 of 21
PG 85:1795; καὶ τάξιν, τῆς ἰδίας ἀποβληθείς, καὶ τῆς τοῦ Θεοῦ δόξης ἀποπεσών, ἔμεινεν μὲν, ὅπερ ἦν τὴν φύσιν, ἀθάνατος, καὶ τὴν δύναμιν ὡσαύτως, καὶ οὐδὲν ἦτ τον ἧσπερ ἐξ ἀρχῆς ἐν τῇ φύσει εἴληφε παρὰ τοῦ Θεοῦ· κωλυόμενος δὲ νῦν ὑπὸ Θεοῦ τῆς ῥοπῆς χρήσ σασθαι ταύτης, καὶ τὴν καθ᾿ ἡμῶν πληρῶσαι, ἣν ἐκ τοῦ φθόνου ἐκτήσατο κατὰ τοῦ γένους ὀργήν, προ νοουμένων καὶ φυλαττομένων ἡμῶν ὑπὸ τοῦ Θεοῦ ἐκ τῆς ἐκείνου πονηρίας, ἕως ἂν ἄξιοι τῆς ἐκείνου κη δεμονίας ὑπάρχωμεν. Εἰ δὲ καταρᾳθυμήσαντες ἀν άξιοι εὑρεθῶμεν τῆς αὐτοῦ βοηθείας, τὸ τηνικαῦτα τὴν αὐτοῦ πονηρίαν καὶ δύναμιν καθ᾿ ἡμῶν ἐπιδείκνυται, ὅτ' ἂν παντελῶς ἐρήμους ἐξ ἔργων ἀγαθῶν γεν γονότας ἑαυτοὺς ἀλλοτρίους τῆς τοῦ Θεοῦ προνοία; καταστήσωμεν. Ἕως δ' ἂν ἄξιοι ὦμεν οἰκειοῦσθαι τῇ παρ' αὐτοῦ ἀντιλήψει, οὐδαμῶς χωρεῖν καθ' ἡμῶν συγχωρεῖται. Καὶ μαρτυροῦσιν οἱ ἐν Γαδίροις χοῖροι ὡς οὐδὲ κατ' αὐτῶν συγχωρηθέντες χώραν ἀδικίας εκέκτηντο, ήνπερ ἔλαβον τότε, διὰ πολλὰς καὶ διαφόρους οἰκονομίας, ὡς οὐ καιρός καταλέγειν ἐπὶ τοῦ παρόντος. ἐκ τῆς κατὰ τῶν βλασφημιῶν Ὀριγένους πραγματείας κεφαλ. ιε', ις', ο Επ η ΤΟΥ ΑΥΤΟΥ Εκ τοῦ λόγου τοῦ εἰς τὴν σταυρόν. Τοῦ γὰρ ἀνθρωπίνου τῆς ἡμετέρας φύσεως θελήσ ματος ἐν Χριστῷ, περὶ οὗ φησι,Μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σὸν, ἴδιον ἦν ἡ τοῦ θανάτου παρ αίτησις· προεμήνυε γὰρ ὡς Θεὸς ὅτι παρέρχεται αὐτ τὸν τὸ ποτήριον. Ανέστη γὰρ τριήμερος, ἀθανατήσ σας τὴν σάρκα, καὶ συντρίψας τὸ τοῦ θανάτου που τήριον. ΤΟΥ ΑΥΤΟΥ Ἐκ τοῦ λόγου κατά 'Απο λιναρίου. Ο γοῦν ὑπὲρ ἡμῶν παθῶν οὐ μόνον ἁμαρτίαν οὐκ ἐποίησεν, ἀλλὰ καὶ τὰς ῥίζας τῆς ἁμαρτίας ἐκ θεμε λίων ἀνέτρεψεν. Οὐκοῦν οὐχ ὡς ἐναντίος Θεῷ ὢν λέγει, Μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλ' ὑποτυπώσεις ἡμῖν παρέχων πῶς ἐν τοῖς πειρασμοῖς προσεύχεσθαι Θεῷ. Εἰ δὲ διὰ τὸ λέγειν, Μὴ τὸ ἐμὸν θέ λημα γενέσθω, ἀναιρεῖ αὐτοῦ τὸ νοερὸν τῆς ψυχῆς ὁ ᾿Απολινάριος ἄψυχον αὐτοῦ καὶ ἄνουν ὁ ἄνους κη ρύττων τὴν σάρκωσιν, πολλῷ πλεῖον τοῦ φιλοζώου θελήματος ἐφύβριστόν ἐστι λέγειν τὸν Χριστὸν γε νόμενον κατάραν καὶ ἁμαρτίαν, καὶ πειρασθέντα ὑπὸ τοῦ Σατανᾶ τεσσαράκοντα ἡμέρας, καὶ φυγόντα ἀπὸ Ηρώδου ἐν Αἰγύπτῳ, καὶ ὑποταττόμενον Ἰωσὴ τῷ τέκτονι, καὶ ἐνισχυόμενον ὑπὸ ἀγγέλου ὡς δειλιώντα τὸν θάνατον.
Page scan enlarged

Notebook

Full View