PG 88Cosmas Indicopleustes et al.
Saint John Climacus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 933–934page 178 of 294
PG 88:933περὶ σωφροσύνης διαλέγεται. Τοὺς ἡσυχάζοντας ἐν κόσμῳ διατρίβων ἐπαινεῖ, καὶ ἑαυτὸν αἰσχύνων οὐ κατανοεῖ. Τοὺς ἐλεήμονας δοξάζει, καὶ τοὺς πτωχούς ὀνειδίζει. Πάντοτε ἑαυτοῦ κατήγορος γίνεται καὶ 261 εἰς συναίσθησιν ἐλθεῖν οὐ βούλεται, ἵνα μὴ εἴπω οὐ δύναται. Εώρακα ἐγὼ τοιούτους πολλοὺς περὶ ἐξόδου καὶ φοβερῶν κριτηρίων ἀκηκοότας καὶ δακρύοντας, καὶ ἔτι τῶν δακρύων ἐν ὀφθαλμοῖς ὑπαρχόντων σπου δαίως ἐπὶ τὴν τράπεζαν εβάδιζον. Καὶ τεθαύμακα πῶς καὶ πένθος αὕτη ἡ δέσποινα καὶ ὀζοθήκη τρο πώσασθαι ἡδυνήθη ἐξ ἀναλγησίας πολλῆς κρατυνομένη. Κατὰ τὴν δύναμιν τὴν ψιλήν τὴν προσοῦσαν μοι τῆς λιθώδους ταύτης, καὶ ἀκροτόμου μαινάδος, καὶ μωρᾶς τοὺς δόλους, καὶ μώλωπας γεγύμνωμα. Ἐπὶ πολὺ γὰρ φιλολογεῖν πρὸς αὐτὴν οὐκ ἀνέχομαι ὁ δὲ δυνάμενος ἐν Κυρίῳ ἐκπειρασθῆναι τοῖς μώλωψι τὰ φάρμακα, μὴ κατοκνήσει· οὐ γὰρ αἰσχύνομαι πρὸς ταῦτα ἀδυναμίαν προβαλλόμενος ὡς ὑπὸ ταύτης ἰσχυρῶς κατεχόμενος, οὐδέ γε τοὺς δόλους αὐτῆς καὶ μηχανὰς ἐξ ἑαυτοῦ καταλαβέσθαι ἴσχυσα, εἰ μή γε αὐτήν που κατειληφώς βίᾳ κεκράτηκε. Καὶ τὰ προ λεχθέντα βασανίσας αὐτὴν ὁμολογήσαι πεποίηκα, μάστιγι φόβου Κυρίου, καὶ ἀδιαλείπτου προσευχῆς μαστιγώσας αὐτήν. Διὸ καὶ ἔλεγεν ἡ τυραννὶς καὶ κακοῦργος· Οἱ ἐμοὶ ὑπόσπονδοι νεκροὺς ὁρῶντες γελῶσιν· ἐν προσευχῇ παριστάμενοι, λιθώδεις όλοι καὶ σκληροί και σκοτεινος τυγχάνουσι· πρὸς τὴν ἱερὰν τράπεζαν παριστάμενοι ἀναισθητοῦσι τοῦ δώ που μεταλαμβάνοντες ὡς ψιλοῦ ἄρτον ἐπιγεύσει διά κεινται· ἐγὼ κατανυσσομένους ὁρῶσα μυκτηρίζω. Πάντα τὰ τικτόμενα ἐξ ἀνδρείας καὶ πόθου ἀγαθὰ ἐγὼ ἀποκτείνειν ὑπὸ τοῦ ἐμὲ γεγεννηκότος πατρὸς μεμάθηκα. Εγώ γέλωτος μήτηρ· ἐγὼ ὕπνου τροφός ἐγὼ κόρου φίλη· ἐγὼ ψευδευλαβείᾳ συμπλέκομαι ἐγὼ ἐλεγχομένη οὐ πονῷ· ἐγὼ οὖν ὁ τάλας τῆς μαι νάδος τὸ λόγιον θαμβηθείς, ἠρώτων τοῦ ταύτην γε γεννηκότος τὸ ὄνομα μανθάνειν θέλων. Ἡ δέ· Γέν νησιν μίαν οὐ κέκτημαι· μικτὴ δέ πως καὶ ἄστατος ἡ ἐμὴ καθέστηκα κύησις· ἐμὲ κρατύνει κόρος, ἐμὲ ηύξησε χρόνος, ἐμὲ πεπαγίωσε συνήθεια πονηρά ἐκείνην ὁ κατέχων οὐκ ἐλευθερωθήσεταί μου Επίμενε μελετῶν ἐν ἀγρυπνίᾳ πολλῇ κρίσιν αίω νίαν, ἴσως μικρὸν ὑποχαλάσω σοι. Ορα τὴν ἐμὴν αἰτίαν πόθεν ἐν σοὶ τίκτομαι· καὶ κατὰ τῆς ἐμῆς ἀγωνίζου μητρός· οὐ γὰρ μίαν ἐν πᾶσι κέκτημαι. Εν σοροῖς προσεύχου πυκνά· εἰκόνα τούτων ἀνεξάλειπτον ζωγραφῶν ἐν σῇ καρδίᾳ· ταύτης γὰρ μὴ γραφείσης γραφείῳ νηστείας, οὐ μή με νικήσῃς εἰς τὸν αἰῶνα.
col. 935–936page 179 of 294
PG 88:935απάθειαν, μου ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ ΙΗ. Περὶ ἀναισθησίας. Σχόλιον α'. Αναίσθητός ἐστιν ὁ ἀνέργητα κεκτημένος τὰ αἰσθητήρια, καὶ ἀφῃρημένος τὸ πεφυκός τῶν κατὰ τὰ αἰσθητήρια ἔξεων, καὶ ἐπὶ τῶν ἐννοιῶν ὡσαύ Σχόλιον β'. Αναισθησία καὶ λήθη ἀλληλομητρότεχνος γεννεά λήθη ἐστὶ μνήμης ἀποβολή. Σχόλιον γ'. Εαυτῷ καὶ τοῖς ἰδίοις λόγοις, καὶ πράξεσιν ἐν αντιούμενος. Σχόλιον δ'. Ο τὴν ψυχὴν ἀσθενῶν, καὶ τοῖς ἄλλοις διορθοῦσθαι συμβουλεύων, ὥσπερ ἄνθρωπος ἐστι τυφλός. καὶ δεικνύων τὴν ὁδόν. Σχόλιον ε'. Εἰσί τινες λαλοῦντες τὰ τῆς βασιλείας έργα, μὴ έργαζόμενοι δὲ αὐτά. Καὶ εἰσί τινες εργαζόμενος τὰ τῆς βασιλείας, ἀλλ' οὐκ ἐν φυλακή, οὐδὲ ἐν γνώ σει· ἐν οἷς δὲ γέγονεν ὁ λόγος τοῦ Σωτῆρος, τό· 'Γ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν, ὀλίγος καὶ σπάνιοι εἰσι καὶ δυσεύρετοι. Αλλο. Τοῦτό ἐστι κόπος, ὅτι τὴν ἀπάθειαν ἔχομεν ἐν τῷ στόματι, τὴν δὲ ἀνομίαν, καὶ τὴν κακίαν ἐν τῇ καρ Αλλο. Οὐδὲν πτωχότερον διανοίας, ἐκτὸς Θεοῦ, φιλοσ φούσης τὰ τοῦ Θεοῦ. Αλλο. Εί τις ομολογεί γλυκύτητα, μὴ ἐσθίει δὲ ἀπ' αὐτ τῆς, ὁ τοιοῦτος πικρὰν αὐτὴν δείκνυσι. Αλλο, Ο γνωστικὸν ἑαυτὸν δεικνύων, καὶ οὐ μᾶλλον πρακτικόν, ἀναισθησίαν νοσεί. Αλλο. Σημείωσαι ὅτι ὁ διὰ λόγου ἑαυτοῦ καταγινώσκων οὐδὲν ὠφελεῖται ἐκ τούτου, ἐὰν μὴ καὶ τὴν διὰ τρό των ἐπιστροφὴν κτήσηται. Σχόλιον Γρηγορίου Νυσσέως 5. τῶν ἡ ὑπερβολὴ τοῦ κακοῦ, καὶ τὴν αἴσθησιν, ὧν πάσχουσι, προσαφῄρηται. Αλλο Φωτίου πατριάρχου. Η κατὰ μέρος τῶν ἀρετῶν ἀποῤῥοή, ὅσον ἐπολέ πτει τὴν αἴσθησιν, τοσοῦτον τὴν βλάβην χαλεπωτέραν ἐργάζεται· ανεπαίσθητον γὰρ ἐπιφερόμενον τὸ κακὸν, ἀθεράπευτον τὴν νόσον είωθε ποιεῖν. Σχόλιον δ'. τῶν ἀπὸ τῶν ὀφθαλμῶν ὁ φόβος ἀπεκρύβη του Θεοῦ, τούτους ἀναισθησία πεπέθηκεν. Αλλο Ισαάκ. Νοῦς ἐμπεφυρμένος οὐ δύναται φυγεῖν τὴν λή
col. 937–938page 180 of 294
PG 88:937θην, καὶ ἡ σοφία τὴν ἑαυτῆς θύραν τῷ τοιούτῳ οὐκ ἀνοίγει. ΛΟΓΟΣ 10'. Περὶ ὕπνου καὶ προσευχῆς, καὶ τῆς ἐν συν οδία ψαλμωδίας. Ὕπνος ἐστὶ φύσεως ποσῶς σύστασις εἰκὼν θανάτου, αἰσθήσεων ἀργία. Εἷς μὲν ὁ ὕπνος, πλεί στὰς δὲ τὰς ὑποθέσεις, ὡς καὶ ἡ ἐπιθυμία ἔχει. Λέγω δὲ ἐκ φύσεως, ἐκ βρωμάτων, ἐκ δαιμόνων, ἢ τάχα που καὶ ἐξ ἄκρας ἐπιτεταμένης νηστείας ἐξ ἧς ἐξασθενοῦσα ἡ σάρξ, δι' ὕπνου λοιπὸν ἑαυτὴν παραμυθεῖσθαι βούλεται, ὥσπερ ή πολυποσία συν ηθείᾳ ήρτηται· οὕτως καὶ ἡ πολυϋπνία· διὸ ἐν ἀρ χαῖς μάλιστα τῆς ὑποταγῆς κατ' αὐτῆς ἀγωνισώμεθα. Χαλεπὸν γὰρ συνήθειαν μακράν Ιάσασθαι. Επιτηρήσωμεν καὶ εὑρήσομεν τῆς πνευματικῆς σάλο πιγγος σημαινούσης ὁρατῶς μὲν ἀθροιζομένους ἀδελφοὺς, ἀοράτω; δὲ συναγομένου; τοὺς ἐχθρούς διὸ οἱ μὲν ἐπὶ τὴν κλίνην ἐπιστάντες μετὰ τὴν ἀν έγερσιν, πάλιν ἡμᾶς ἐπὶ ταύτην ανακλιθῆναι ὑποτίθενται Μεῖνον, λέγοντες, ἄχρι συμπληρώσεως τῶν προοιμιακῶν ὕμνων, εἶθ᾽ οὕτως ἐν τῇ ἐκκλησίᾳ που ρεύσῃ. Οἱ δὲ ἐν τῇ προσευχῇ παρισταμένους τῷ όπως καταβαπτίζουσιν. Ἕτεροι τὴν γαστέρα παρά τὴν συνήθειαν ἐπιτεταμένως νύττουσιν· ἄλλοι συν τυχίας ποιεῖν ἐν τῷ Κυριακῷ προτρέπονται· ἄλλοι τὸν νοῦν εἰς λογισμοὺς αἰσχροὺς ὑποσύρουσιν· ἔτε ρα δὲ τῷ τοίχῳ ἡμᾶς, ὡς ἐξατονήσαντας ἀνακλί νουσιν· ἔστι δὲ ὅτε καὶ χάσμαις πλείοσι περιβάλλουσι· τινὲς μὲν αὐτῶν γέλωτα πολλάκις ἐν τῷ τῆς προσευχής καιρῷ γενέσθαι ἐποίησαν, ἵνα δι' ἐκείνου τὸν Θεὸν καθ᾿ ἡμῶν εἰς ἀγανάκτησιν διεγείρωσιν ἄλλοι σπεύδειν ἡμᾶς ἐν τῇ ἐκ ῥαθυμίας βιάζονται ἄλλοι σχολαιότερον ψάλλειν ἐκ φιληδονίας προτρέπονται. Ἔστι δὲ ὅτε καὶ τῷ στόματι παρακαθήμενοι, κεκλεισμένον τοῦτο καὶ δυσάνοικτον ἀπεργάζονται. Ο Θεῷ παρίστασθαι λογιζόμενος, ἐν αἰσθήσει καρ δίας, ἐν προσευχή στύλος ἀκίνητος εὑρεθήσεται, ὑπ' οὐδενὸς τῶν προειρημένων εμπαιζόμενος. Ο όντως ὑπήκοος, πολλάκις ἐξαίφνης ἐπὶ προσευχὴν ὅλως φω τεινὸς καὶ ἀγαλλιώμενος γίνεται. προπαρεσκευασμένος γὰρ ἦν διὰ τῆς ἀνοθεύτου διακονίας καὶ προ πεπυρωμένος ὁ πύκτης. Πᾶσι μὲν δυνατὸν μετὰ πλή τους προσεύχεσθαι, τοῖς πολλοῖς δὲ ἁρμόδιον μεθ' ὁμοψύχου μόνου. Ὀλίγων γὰρ λίαν ή μεμονωμένη προσευχή· μετά πλήθους ὑμῶν, οὐ δυνήσῃ ἀθλως προσεύξασθαι. Εστω δέ σοι εἰς ἐργασίαν νοὸς ἡ τῶν λεγομένων λογίων θεωρία, ἢ πάλιν ὡρισμένη εὐχὴ ἐν τῇ ἀναμονῇ τοῦ στίχου τοῦ πλησίον. Οὐδενὶ πρέ πον ἐν προσευχῇ πάρεργον μᾶλλον δὲ κάτεργον, Τοῦτο γὰρ σαφῶς ἐπαίδευσεν ὁ κατὰ τὸν μέγαν Αν τώνιον ἄγγελος. Δοκιμάζει μὲν γὰρ κάμινος χρυσ σὺν προσευχῆς δὲ παράστασις σπουδὴν καὶ ἀγά την πρὸς Θεὸν μοναχῶν. ΧΙΧ. (α)

Step XXGradus XX

col. 939–940page 181 of 294
Gradus XIX
PG 88:939Ἐπαινετὶν ἔργονέ κτησάμενος, καὶ Θεῷ, πλησιάζει, καὶ δαίμονας δραπετεύει. ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ 10 Περὶ ὕπνου. Σχόλιον α'. Ἔστιν ὁ ὕπνος, καὶ ἀγαθῶν εὐπραξία, καὶ καμά των ἄνεσις, κατὰ τὸ, Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. Και, Υπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν. Σχόλιον 4. Καὶ ὁ δαίμων ὁ τῆς ἀκηδίας, σπεύδειν ἡμᾶς ἐν τῇ στιχολογία ποιεῖ, καὶ ἡ ἀναισθησία. Σχόλιον γ'. Σημειωτέον ὅτι ἐν οὐδεμια λειτουργία αὐτοῦ τινὰ χρὴ ἐργόχειρον κρατεῖν τὸ σύνολον. Σχόλιον δ'. Ἡ τῆς προσευχῆς, φησί, παράστασις, την σπου δὴν καὶ τὴν ἀγάπην τῶν μοναχῶν φανεροί, ἣν πρὸς τὸν Θεὸν μόνον ἔχουσι, καὶ οὐ πρὸς ἄλλο τι, ἐργό χειρον, ἢ ἐεμβασμόν. ΛΟΓΟΣ Κ'. Περὶ ἀγρυπνίας σωματικής, πῶς διὰ ταύτης για νεται ἡ τοῦ πνεύματος, καὶ πῶς δεῖ ταύτην μετιέναι. Τοῖς ἐπὶ γῆς βασιλεῦσιν οἱ μὲν ἄοπλοί τινες καὶ γυμνοί, οἱ δὲ ῥάδδους κατέχοντες, οἱ δὲ θυρεούς, οἱ δὲ μαχαίρας παρίστανται· πολλὴ δέ τις ή διαφορά τῶν πρωτευόντων παρὰ τοὺς ἐσχάτους καὶ ἀσύγκριτος. Οὗτος γὰρ καὶ συγγενείς κυρίως, καὶ οἰκεῖοι τοῦ βασιλέως εἶναι πεφύκασι. Καὶ ταῦτα μὲν ἐν τούτοις· φέρε δή λοιπὸν καὶ ἡμεῖς ἴδωμεν πῶς τὴν ἡμετέραν παράστασιν πρὸς τὸν Θεὸν καὶ βασιλέα ποιούμεθα, ἔν τε ταῖς ἑσπεριναῖς, καὶ ἡμεριναῖς, καὶ νυκτεριναῖς παραστάσεσι καὶ εὐχαῖς. Τινὲς μὲν γὰρ ἐν τῇ ἑσπερινή διανυκτερεύσει αύλοι, καὶ γυμνοὶ πάσης φροντίδος, ἐπὶ προσευχὴν τὰς χεῖρας ἐκτείνουσιν· ἕτεροι δὲ, μετὰ ψαλμῳδίας ἐν ταύταις παρίστανται· άλλοι, τῇ ἀναγνώσει μᾶλλον προσκες τεροῦσ:· τινὲς δὲ, διὰ τοῦ ἔργου τῶν χειρῶν ἐξ ἀσθε νείας ἀνδρείως τῷ ὕπνῳ μάχονται· ἄλλοι, τῇ τοῦ θανάτου ἐννοια προτασχολούμενοι, διὰ ταύτης κατά νυξιν προσλαβέσθαι βούλονται. Τούτων πάντων οι πρώτοι καὶ ἔσχατοι θεοφιλεί προσκαρτερούσι διαν κτερεύσει· οἱ δὲ δεύτεροι, μοναχικῇ· οἱ δὲ τρίτει ἐσχατωτέραν βαδίζουσιν ὁδόν· πλὴν κατὰ τὸν λογι σμὸν καὶ τὴν δύναμιν ὁ Θεὸς τὰ δῶρα δέχεται καὶ λογίζεται· ἄγρυπνον ἔμμα έγνεσεν νοῦν. Πλη θος δὲ ὕπνου ἐπώρωσε ψυχήν ὁ δὲ ὑπνώδης, ταύτης σύζυγος· ἀγρυπνία πυρώσεων θραύσις· ἐν υπνιασμῶν λύτρωσις κάθυγρος ὀφθαλμός, Απαλ μένη καρδία, λογισμῶν φυλακή, βρωμάτων χωνε τήριον, πνευμάτων δαμαστήριον, γλώττης κολαστή μίον, φαντασιών φυγαδευτήριον. Μοναχὸς ἄγρυ πνος ἁλιευτής λογισμῶν, ἐν γαλήνῃ νυκτός εύ χερῶς τούτους κατανοεῖν καὶ ἀγρεύειν δυνάμε
col. 941–942page 182 of 294
PG 88:941νος· μοναχός φιλόθεος σάλπιγγος προσευχής ση μαινούσης λέγει· Ευγε, εἶνε ἡ Ὁ δὲ ῥάθυμος λέγει. Οίμοι, οίμοι Τραπέζης ετοιμασία ἐδοκίμασε γαστριμάργους· καὶ προσευχῆς ἐργασία ἐδοκίμασε φιλοθέους· ὁ μὲν πρότερος ἰδὼν ἐκείνην, σκιρτά, ὁ δὲ δεύτερος σκυθρωπάζει - λήθης πρόξενος ύπνος πολύς ἀγρυπνία δὲ μνήμην ἐκκαθαίρει· πλοῦ τος γερωγοῖς ἐν ἅλωνι καὶ ληνῷ συνάγεται· πλού τῆς τε καὶ γνῶσις μοναχοῖς ἐν ἑσπεριναῖς, καὶ νυχτε ριναῖς παραστάσεσι, καὶ ἐργασία;; νοός· ὕπνος πολὺς σύμβιος ἄδικος· τὸ ἥμισυ τῆς ζωῆς τῶν ῥᾳθύμων ἀφαρ-; πάζων ἀπ' αὐτῶν, ἢ καὶ πλέον. Αδόκιμος μοναχός ἐν συντυχίαις ἄγρυπνος, καὶ ὥρας εὐχῆς κατα λαβούσης, τοὺς ὀφθαλμοὺς ἐβαρήθη· μοναχὸς χαῦνος ἐν πολυλογίαις δόκιμος, καὶ ἀναγνώσεως ενεχθείσης, ἐμβλέπειν ἀπὸ τοῦ ὕπνου οὐ δύναται. Σάλπιγγος γινομένης νεκρῶν ἀνάστασις, καὶ ἀργολογίας κατα λαβούσης κοιμωμένων ἀνάνηψις· δόλιος φίλος τοῦ ὕπνου ὁ τύραννος· κορεσθέντων ἡμῶν πολλάκις ὑποχωρεῖ· καὶ ἐν πείνῃ καὶ ἐν δίψῃ ἰσχυρῶς πολεμεῖ ἔργον χειρῶν ἐν ταῖς εὐχαῖς βαστάζειν ὑποτίθεται ἄλλως γὰρ τὴν προσευχὴν τῶν ἀγρυπνούντων ἀφα 269 νίζειν οὐ δύναται· τοῖς εἰσαγωγικοῖς πρῶτον ἐν τῷ πολέμῳ ὑπεισέρχεται, ἵνα ῥαθυμῆσαι ἐκ προοιμίων ποιήσῃ, ἢ ἵνα τῷ τῆς πορνείας προευτρεπίσῃ δαίμονι. ἕως οὗ τούτου ἐλευθερωθῶμεν, μετά πλήθους ψάλ λειν μὴ παραιτησώμεθα· πολλάκις γὰρ αἰδούμενοι, οὐ νυστάζομεν· ἐχθραίνει τοῖς λαγωοῖς ὁ κύων, καὶ τῷ ὕπνῳ ὁ τῆς κενοδοξίας δαίμων. Μετὰ μὲν τὴν ἡμέραν ὁ πράτης μετὰ δὲ τὴν ψαλμωδίαν δ εργάτης καθεσθεὶς τὸ κέρδος ψηφίζει· ἔκδεξαι μετὰ προσευχὴν νηφόντως· καὶ τότε δίψει ὁρμαθούς δαι μόνων ὡς πολεμηθέντας ὑφ' ἡμῶν μετὰ τὴν προσευχὴν ταῖς ἀτόποις ἡμᾶς φαντασίαις περιπείρειν δοκι μάζοντας· καθεσθεὶς τήρει, καὶ ὄψει τοὺς σεσυνηθι πότας τὰς ἀπαρχὰς ἀφαρπάζειν τῆς ψυχῆς· ἔστι μὲν μετὰ τοὺς ὕπνους ἐκ συνεχείας μελετἂν τὰ τῶν ψαλ μῶν λόγια ἔστι δὲ ὅτε οἱ δαίμονες ἡμῖν ταῦτα ὑπο τίθενται, ἵνα πρὸς ὑπερηφανίαν ἀνεπάρωσε. Τὸ δὲ τρίτον λέγειν οὐκ ἤθελον, πλήν τίς με λέγειν βεβίαχε. Ψυχὴ λόγον Κυρίου ἀδιαλείπτως μεθ' ἡμέραν μελε τῶσα καὶ τῷ ὕπνῳ ἐν τούτῳ ἐμφιλοχωρεῖν πέ φυκεν. Αντιμισθία γὰρ κυρίως τοῦ προτέρου ελ δεύτερον πρὸς ἀποτροπὴν πνευμάτων καὶ φαντασμάτων. Βαθμὸς εἰκοστός· ὁ τοῦτον εἰληφώς, φῶς ἐδέξατο [αί. ἔλαμψεν] ἐν τῇ καρδίᾳ αὐτοῦ. ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ Κ'. Περὶ ἀγρυπνίας. Σχόλιον α'. Οὐχὶ ἡ στάσις ἐστὶν ὅλη ἡ ἀγρυπνία· οὐδὲ πάλιν ἡ στιχολογία τῶν ψαλμῶν μόνων· ἀλλ᾽ ἔστιν ὁ ἐν
col. 943–944page 183 of 294
PG 88:943ψαλμοῖς ἐκφέρων ὅλην τὴν νύκτα. Καὶ ἔστιν ὁ ἐν ϋ μετανοίας, καὶ εὐχαῖς, καὶ κατακλίσεσιν ἐπὶ τῆς γῆς καὶ ἔστιν ὁ ἐν κλαυθμῷ, καὶ ἐν δάκρυσι, καὶ θρήνας ἐπὶ τοῖς παραπτώμασιν αὐτοῦ· καὶ γίνεται πάλιν ἡνίκα ὀλίγον ἐν τῇ ἑσπέρα στιχολογεί τις καὶ τὸ ὑπό λοιπον τῆς νυκτὸς εἰς τροπάρια· καὶ γίνεται πάλιν εἰς δοξολογίαν, καὶ γίνεται εἰς ἀνάγνωσιν· καὶ γίνεται πάλιν ὅτι θεὶς ὅρον ἑαυτῷ, μὴ κλίναι γόνυ, κατ' ἐκεῖ. νον τὸν πολεμούμενον ὑπὸ τοῦ τῆς πορνείας λεγε σμού. Σχόλιον β'. Ασθενείας μὲν τοῦ νοός· ἀνδρείας δὲ τῆς ὑπομονῆς, τοῦ πρὸς τὸν ὕπνον πολέμου. Σχόλιον γ. Ὁ Θεὸς τὰς πράξεις μετὰ τὰς προθέσεις λογί ζεται· Δώη γάρ σοι, φησίν, ὁ Κύριος κατὰ τὴν καρδίαν σου. Σχόλιον δ. Αγρυπνεῖν ἐν προσευχαῖς καὶ ἀναγνώσεσι πάνω τότε μὲν, ἐν ἑορταῖς δὲ μάλιστα προστεταγμεθα ἄγρυπνος γὰρ μοναχός λεπτύνει διάνοιαν αὐτοῦ, πρὸς θεωρίαν ψυχωφελή ύπνος δὲ πολὺς νοῦν παχύνει· ἀλλ' ὅρα μὴ δῶς σεαυτὸν ἐν ἀγρυπνία διηγήμασι κενοῖς, ἢ λογισμοῖς πονηροῖς· κρεῖπνον γὰρ καθεύδειν, ἢ περὶ λόγους τε και λογισμούς ἀγρυπνεῖν ματαίους. Σχόλιον ε'. Οτε διὰ τῆς ἀγρυπνίας εκνευροῦνται τὰ τῆς του νηρίας πνεύματα, καὶ οἱ πόλεμοι καταπραΰνονται, ἢ ὅτι διὰ τῆς ἀγρυπνίας εἰς κατάνυξιν ἄγονται αἱ τῶν άνθρώπων ψυχαί, συντριβούσης καὶ εἰς ταπείνωσιν ἀγούσης αὐτάς. Σχόλιον ς'. Σάλπιγξ εἰς προσευχὴν διεγείρουσα, τὸν μάθυμον ἀπὸ τοῦ προθύμου χωρίζει· καὶ γὰρ αἱ θεοφιλείς ἔννοιαι ἐν τεταραγμένη διανοίᾳ ἐμμένειν οὐ δύνανται, ἀλλ' ἐν νεῖ φροντίδων ἀπηλλαγμένῳ. Σχόλιον Γ. Λήθη καθ᾿ ἑαυτὴν οὐδεμίαν ἔχει δύναμιν, ἀλλ' ἐκ τῶν ἡμετέρων ἀμελειῶν μετὰ ἀναλογίαν κρατύνα ται. Αλλο. Μὴ λέγε· Τί ποιήσω; ὅτι οὐ θέλω, καὶ ἔρχεται. Διότι μνημονεύων παρελογίσω τὸ ὀφειλόμε Αλλο. Ο μνημονεύεις, ποίησον· καὶ ὁ ἀμνημονεῖς, αποκαλύπτεται σοι· καὶ οὐ μὴ παραδῷς ἀκρίτως λήθῃ τὴν διάνοιαν. Σχόλιον η'. Ἀγαθὸν ὑπνοῦν ἐν σιωπῇ καὶ γνώσει, ή αγρυπνείν ἐν ματαιολογία. Σχόλιον θ'. Παρῆλθεν ἡ ἡμέρα, καὶ ὁ ἀγών· ἡ ἐμπορία επι
col. 945–946page 184 of 294
PG 88:945τηρείται· ὁ ἔμπορος ἐρευνα τί ἔπραξεν, εἰ ἐζημιώθη, εἰ ηττήθη· εἰ κατὰ ἄνθρωπον ἔπραξεν, εἰ κατὰ Θεὸν ηγωνίσατο· τὸ μὲν γὰρ φιλοθέου· τὸ δὲ φιλο δόξου· καὶ τὸ μὲν κέρδος, τὸ δὲ ζημίαν (α) Σχόλιον ι'. Ο κατὰ τὸν Δαυίδ τὸν νόμον τοῦ Κυρίου ὅλην τὴν ἡμέραν μελέτην ποιούμενος, καὶ ἐν τῷ ὑπνώττειν τοῦτο διὰ τῆς φαντασίας εμμελετῇ· ὡς καὶ ἐπ' αὐτῷ πληροῦσθαι τὸ φάσκον λόγιον· καὶ ἐν τῷ νόμῳ Κυρίου μελετήσει ἡμέρας καὶ νυκτός καὶ τὸ, Εγώ ΛΟΓΟΣ ΚΑ'. Περὶ τῆς ἀνάνδρου δειλίας. Εἰ μὲν ἐν κοινοβίοις ἢ ἐν συνοδίαις τὴν ἀρετὴν μετέρχῃ, οὐ πάνυ ὑπὸ δειλίας πολεμεῖσθαι πέφυκας. Εἰ δὲ ἐν ἡσυχαστικωτέροις τύποις ἀγωνίζῃ, μή σου κυριεύσῃ τὸ τῆς κενοδοξίας γέννημα, καὶ ἀπιστίας θυγάτηρ δειλία ἐστὶ νηπιώδες ἦθος ἐν γηραλέα πε νοδόξω ψυχῇ· δειλία ἐστὶν ἐκτροπὴ πίστεως ἐπὶ προσδοκίᾳ ἀδοκήτων· φόβος ἐστὶ προμελετώμενος κίνδυνος. Η πάλιν· φόβος ἐστὶ σύντρομος αίσθησις καρδίας περὶ ἀδήλων συμφορῶν κλονουμένη, καὶ ἐσχάλλουσα· φόβος ἐστὶ πληροφορίας στέρησις. Υπερήφανος ψυχή έστι δειλίας δούλη ἐφ' ἑαυτῇ πεποιθυία, καὶ κτύπους κτισμάτων καὶ σκιὰς δεν διώσα. Οἱ μὲν πενθοῦντες καὶ ἀπηλγηκότες δειλίαν οὐ κέκτηνται· Εκστασιν δὲ πολλάκις δειλαινόμενοι ὑπομεμενήκασι· καὶ εἰκότως. Δικαίως γὰρ τοὺς ὑπερηφάνους εγκαταλιμπάνει Κύριος, ἵνα καὶ οἱ λοιποὶ παιδευθῶμεν μὴ ἐπαίρεσθαι· πάντες μὲν οἱ δειλιώντες κενόδοξος Οὐ πάντες δὲ οἱ μὴ δειλιῶντες ταπεινόφρονες, ἐπεὶ καὶ λῃσταὶ καὶ τυμβωρύχος οὐ δειλιαίνονται ὡς ἔτυχεν. Ἐν οἷς ἐκδειματοῦσθαι είωθας τόποις ἀωρίς μὴ δίνει παραγίνεσθαι. Εἰ δὲ ὑποχαλάσεις ὀλίγον, συγγηράσει σοι τοῦτο τὸ νηπιώδες πάθος καὶ γελοῖον. πορευόμενος προσευχῇ ὁπλίζου· καταλαβών, τὰς χεῖρας διαπέτασον, Ἰησοῦ ὀνόματι μάστιζε πολεμίους· οὐ γάρ ἐστιν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ γῆς ἰσχυρότερον ὅπλον· ἀπαλλαγείς τῆς νόσου ἀνυμνει τὸν λυτρωσάμενον· εὐχαριστούμενος γὰρ εἰς αἰῶνα σκεπάσει σε οὐδέποτε δυνήσῃ τήν γαστέρα ὑφ᾽ ἐν ἐμπλῆσαι ὥσπερ οὐδὲ δειλίαν νικῆσαι· κατὰ τὸ μέτρον τοῦ πένθους θάττον υποχωρήσει, καὶ κατὰ τὴν ἐκείνου Ελλειψιν δειλοί διαμένομεν· Εφριξαν μου τρίχες, καὶ σάρκες, ὁ Ἐλιφὰς ἔφησε, τὴν τοῦ δαίμονος πανουργίαν διηγούμενος. Ποτὲ μὲν ἡ ψυχή, ποτὲ δὲ τὸ σῶμα προεδειλίασε· καὶ τῷ ἑτέρῳ τοῦ πάθους μετέδωκεν. Οταν τῆς σαρκὸς δειλανθείσης, ἐν τῇ ψυχῇ ὁ φόβος ὁ ἄκαιρος οὐκ εἰσέδυσε, πλησίον ἡ τῆς νόσου ἀπαλλαγή· ὅταν δὲ ὄντως δειλίας ἠλευθερώθημεν, οὐ τόπων σκοτία καὶ ἐρημία ἐνισχύει καθ' ἡμῶν τοὺς δαίμονας, ἀλλὰ ψυχῆς ἀκαρπία· ἔστι δὲ (α)

Step XXIIGradus XXII

col. 947–948page 185 of 294
Gradus XXI
PG 88:947γενόμενος τὸν οἰκεῖον Δεσπότην και μόνον φοβηθήσεται ὁ δὲ τοῦτον οὔπω φοβούμενος, τὴν ἑαυτοῦ σκιὰν πολλάκις πεφόβηται, ἐπιστάντος μὲν ἀοράτου πνεύματος φοβεῖται τὸ σῶμα ἐπιστάντος δὲ ἀγγέλου ἀγάλλεται ταπεινῶν ἡ ψυχή. Διὸ ἐκ τῆς ἐνεργείας τὴν παρουσίαν νοήσαντες, θάττον εἰς προσευχὴν ἀναπηδήσωμεν, συμπροσεύξασθαι γὰρ ἡμῖν ὁ ἀγαθὸς ἡμῶν φύλαξ ἐλήλυθεν. ὅτε καὶ ἡ οἰκονομικὴ παίδευσις. Ο δοῦλος Κυρίου ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ ΚΑ' Περὶ δειλίας. Σχόλιον Ἰσαὰκ α'. Δειλὸς ἄνθρωπος σημαίνει, ὅτι δύο νήσους νοσεί, ὀλιγοπιστίαν καὶ φιλοσωματίαν. Σχόλιον β'. Οταν τις ἐκπέσῃ τοῦ μέτρου τῆς φρονήσεως, καὶ δειλὸς ὁμοῦ καὶ θρασὺς γίνεται, τῆς ψυχῆς ἀσθενοῦς γινομένης. Καθάπερ γὰρ τὸ σῶμα, ὅταν τὴν σύμμετρον ἀπολέσῃ κρᾶσιν, γενόμενον δύσκρατον, πάσιν ἁλίσκεται τοῖς πάθεσιν· οὕτω καὶ ψυχὴ, ἐπειδὰν τὸ μεγαλοφυὲς ἀπολέσῃ καὶ τὸ ταπεινοφρονεῖν, ἔξιν δεξαμένη τινὰ ἀσθενῆ, καὶ δειλὴ καὶ θρατεῖα καὶ ἀνόητος γίνεται, καὶ ἑαυτὴν ἀγνοεῖ λοιπόν· ὁ δὲ ἑαυτὸν ἀγνοῶν, πῶς τὰ ὑπὲρ αὐτὸν εἴσεται; νηπιώδες Σχόλιον γ'. Πένθος ἀπαράκλητον ἐν καρδίᾳ δεξάμενος, οὗτος δειλίας ἀνώτερος γίνεται. Σχόλιον Ισαακ δ'. Ἡ εὐτολμία τῆς καρδίας, καὶ ἡ καταφρόνησις τῶν κινδύνων, ἀπὸ ἑνὸς τῶν δύο γίνεται, ἢ ἐκ τῆς σκληροκαρδίας, ἢ ἐκ τῆς πολλῆς πρὸς Θεὸν πίστεως. Καὶ τῇ μὲν σκληροκαρδίᾳ ἀκολουθεῖ ὑπερηφανία, τῇ δὲ πίστει ταπεινοφροσύνη καρδίας. Σχόλιον ε'. Ως τοὺς νηπίους ἐκδειματοῦσι τὰ μορμολύκια, ἃ παρὰ τοῖς τελείοις γέλωτός εἰσιν άξια, οὕτω καὶ τοὺς ὑπερηφάνους αἱ σκιαί· ἢ νηπιῶδες, ὅτι τοῖς ἔτι νηπίοις ἐν Χριστῷ, οὐ τοῖς τελείοις πολεμεῖν ἤδη πέφυκε. Σχόλιον ς'. Οὐ δυνατόν, τὸν ἀληθινώς φοβούμενον τὸν Θεὸν τὴν δειλίαν ἔχειν εἰρημένου, τοῦ πλὴν αὐτοῦ μὴ φο βεῖσθαι ἄλλον. Σχόλιον ζ'. Μετριότης φρονήματος, καὶ ἁπλότης καρδίας περ φωτισμένη διακρίσεως χάριτι, τὰς διαφορὰς τῶν πνευμάτων διαγινώσκειν ποιεῖ. ΛΟΓΟΣ ΚΒ'. Περὶ τῆς πολυμόρφου κενοδοξίας. Τινὲς μὲν ἰδιαιρέτῳ τάξε: καὶ λόγῳ τὴν κενοδοξίαν παρὰ τὴν ὑπερηφανίαν φιλοῦσιν ὁρίζειν ὅθεν καὶ ὀκτὼ τοὺς τῆς κακίας λογισμούς πρωτεύοντας καὶ
col. 949–950page 186 of 294
PG 88:949ἐπιτρόπους λέγουσιν εἶναι. Ο δὲ Θεολόγος Γρηγόριος, καὶ ἕτερος ἑπτὰ πάλιν τούτους ἐξέδωκαν· οἷς ἔγωγε μάλιστα συντίθεσθαι πείθομαι. Τίς γάρ κενο δοξίαν νικήσας ὑπερηφανίαν κέκτηται; Τοσαύτην δὲ μόνον πρὸς ἀλλήλας τὴν διαφορὰν κέκτηνται, ὅσην ἔχει τῇ φύσει ὁ παῖς παρὰ τὸν ἄνδρα, καὶ ὁ σίτος παρὰ τὸν ἄρτον· ἀρχὴ μὲν γὰρ τὸ πρότερον, τέλος δὲ τὸ δεύτερον. Οὐκοῦν περὶ ἀρχῆς καὶ πληρώματος παθῶν τῆς ἀνισίου οιήσεως καιροῦ καλέσαντος εἴπωμεν συντόμως. Ο γὰρ διὰ μήκους περὶ τούτων φιλοσοφεῖν ἐπιχειρῶν, ὅμοιός ἐστι τῷ περὶ ἀνέμων σταθμοῦ πολυπραγμονοῦντι εἰκῆ. Κενοδοξία ἐστὶ κατὰ μὲν τὸ εἶδος φύσεως ἐναλλαγή, καὶ ἠθῶν δια στροφή, καὶ παρατήρησις μέμψεως· κατὰ δὲ τὴν ποιότητα, καμάτων σκορπιστήριον, ιδρώτων ἀπο ώλεια, θησαυροῦ ἐπιβουλή, ἀπιστίας ἔκγονος, ύπερ ηφανία: πρόδρομος', ἐν λιμένι ναυάγιον, ἐν ἅλωνι μύρμηξ, λεπτὸς μὲν ὑπάρχων, παντὶ δὲ καμάτῳ καὶ καρπῷ ἐπιβουλεύων· ἀναμένει μύρμηξ τελεσθῆ καὶ τὸν σίτον, καὶ κενοδοξία συναχθῆναι τὸν πλοῦ τήν. Ὁ μὲν γὰρ χαίρει ἵνα κλέψῃ, ἡ δὲ ἵνα σκορ πίσῃ· πνεῦμα ἀπογνώσεως χαίρει θεωρούν πληθυνομένην κακίαν' πνεῦμα δὲ κενοδοξίας πληθυνομένην ἀρετήν· θύρα γὰρ τοῦ προτέρου τὰ πλήθη τῶν τραυμάτων· τοῦ δὲ δευτέρου, ὁ πλοῦτος τῶν χαμά των. Επιτήρει καὶ μέχρι μνήματος τὴν ἀνα οπίαν ἀνθοῦσαν εὑρήσεις. ἐν ἱματίοις, καὶ μύροις, καὶ προπομπῇ, καὶ ἀρώμασι, καὶ ἑτέροις. Πᾶσιν ἀφθόνως λάμπει ὁ ἥλιος καὶ πᾶσιν ἐπιτηδεύμασιν ἐπιχαίρει κενοδοξία· οἷόν τι λέγω, νηστεύων κενοδόξῳ καὶ καταλύων ἵνα μὴ γνωσθῶ, ὡς φρό νιμος πάλιν κενοδοξῶ. Λαμπρά περιβεβλημένος, ἡττῶμαι ταύτῃ, καὶ εὐτελῆ ἐξαλλάσσων, πάλιν κενοδόξῳ· λαλῶν ἡττῶμαι, καὶ σιωπῶν πάλιν ἡττήθην. ὡς ἂν ρίψης ταύτην την τρίβολον, ὀρθὸν τὸ κέν τρον ἵσταται. Κενόδοξος ἐστιν εἰδωλολάτρης πιστός, Θεὸν μὲν τῷ δοκεῖν σεβόμενος, ἀνθρώποις δὲ, καὶ οὐ Θεῷ, ἀρέσκειν βουλόμενος. Κενόδοξος ἐστι πᾶς φιλενδείκτης κενοδόξου νηστεία άμισθος, καὶ προσευχὴ ἄκαιρος· δι' ἔπαινον γὰρ ἀνθρώπων ἀμ φότερα εργάζεται· κενόδοξος ἀσκητὴς ἀδικεῖται δι πλῶς, καὶ τὸ σῶμα κατατήκων, καὶ μισθὸν μὴ λαμβάνων· τί; μὴ γελάσῃ τὸν τῆς κενοδοξίας έργά την, ἐν ταῖς ψαλμῳδίαις ἱστάμενον, καὶ ὑπὸ ταύτης κινούμενον; Ποτὲ μὲν γελᾶν, ποτὲ δὲ ἐπὶ πάντων κλαίειν παρασκευάζει. Κρύπτει Κύριος ἐξ ὀφθαλμῶν ἡμῶν πολλάκις, καὶ ἅπερ κεκτήμεθα καλά. ᾿Ανήρ δὲ ἐπαινέτης, μᾶλλον & πλανήτης, διὰ τοῦ ἐπαίνου τοὺς ὀφθαλμοὺς ἡμῶν ἀνέωξε. Τούτων δὲ ἀνοιγέντων ἄφαντος ὁ πλοῦτος ἐγένετο ἀφ᾿ ἡμῶν· κολακευτής ἐστι δαιμόνων διάκονος ὑπερηφανίας χειραγωγός, κατανύξεως ἐξολοθρευτής, καλῶν ἀφανιστής, πλάνος ὁδοῦ· Οἱ γὰρ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, φησὶν ὁ προφήτης.
col. 951–952page 187 of 294
PG 88:951Υψηλῶν μὲν, τὸ ὑπενεγκεῖν γενναίως καὶ ἀιμέ νως ὕβριν. 'Αγίων δὲ καὶ ὁσίων, τὸ ἀβλαβῶς παρελθεῖν τὸν ἔπαινον. Εἶδεν πενθοῦντας ἐπαινεθέντας, καὶ εἰς ὀργὴν ἐξαφθέντας, καὶ ὡς ἐν πανηγύρει πάθος συναλλάξαντας. Οὐδεὶς γινώσκει τὰ τοῦ ἀν θρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου. Αι σχυνέσθωσαν οὖν καὶ φιμούσθωσαν οἱ ἐπὶ πρόσωπον μακαρίζειν ἐπιχειροῦντες. Ὅταν ἀκούσῃς ὅτι ὁ πλησίον σου καὶ ὁ φίλος ἐλοιδόρησε σε απόντα, ἢ παρόντα, τότε τὴν ἀγάπην ένδειξαι ἐπαινέτας αὐτόν· μέγα τὸ ἀποσείσασθαι ἐκ τῆς ψυχῆς ἔπαινον ἀνθρώπων· μεῖζον δὲ, ἔπαινον δαιμόνων. ταπεινοφροσύνην ἔδειξεν οὐχὶ ἑαυτὸν εὐτελίζων πῶς γὰρ ἑαυτὸν οὐ βαστάσει;) ἀλλ' ὁ παρ' ἑτέρου ὀνειδισθεὶς, καὶ τὴν ἀγάπην αὐτοῦ μὴ μειώσας. Επι εσημεινάμην τὸν τῆς κενοδοξίας δαίμονα λογισμούς ἀδελφῷ ὑποβάλλοντα καὶ ἑτέρῳ τούτους ἀπο καλύψαντα, κακείνῳ τὰ ἐγκάρδια αὐτοῦ εἰπεῖν παρασκευάσαντα, καὶ ὡς προγνώστην λοιπὸν τοῦτον μακαρίζοντα. Έστι δὲ ὅτε καὶ αὐτῶν τῶν τοῦ σώ ματος μελῶν ἐφαπτόμενος παλμοὺς ποιεῖν ὁ ἀνόσιος πέφυκεν. Μὴ παραδέξῃ αὐτὸν, ἐπισκοπήν σοι, καὶ ἡ γουμενείαν, καὶ διδασκαλίαν ὑποβάλλοντα. Κόπος γάρ κύνα ἀπὸ μακελλικής τραπέζης διώξαι. Επὰν με κρόν τι εἰρηνικὴν ἴδῃ ἔχοντας κατάστασιν, εὐθὺς ἐπ τῆς ἐρήμου εἰς τὸν κόσμον παραγενέσθαι προτρέπεται, Απελθε, λέγων, εἰς σωτηρίαν ἀπολλυμένων ψυχῶν. "Αλλη μορφή Αιθιόπων, καὶ ἑτέρα ἀνδριάν των· καὶ ἄλλος ὁ τῆς τῶν ἐν κοινοβίῳ διατριβόντων κενοδοξίας τρόπος, παρὰ τὸν τῶν ἐν ἐρήμοις ὄν των Κοσμικῶν ἐπιδημίας προλαμβάνει κενο δοξία καὶ τοὺς κουφοτέρους εἰς ἀπαντὴν τῶν ερχομένων μοναχούς προτρέπεται ἐξελθεῖν, πρὸ τῶν ποδῶν ἐκείνων παρασκευάζει προσπίπτειν, καὶ τα πείνωσιν ὑποδύεται ή υπερηφανίας ἀνάπλεως· ἦθος καὶ φωνὴν καταστέλλει, καὶ πρὸς τὰς χεῖρας τῶν ἐπιδημησάντων πρὸς τὸ λαβεῖν ἀποβλέπει, δεσπότας καλεῖ καὶ προστάτας, καὶ μετὰ Θεὸν τὴν ζωὴν χαρ ζομένους· εἰς τὴν τράπεζαν καθεσθέντας ἐγκρατεύεσθαι προτρέπεται· καὶ τοῖς κατωτέροις ἀντλεῶς ἐπιπλήττει· ἐν ψαλμῳδίᾳ σταθέντας τους βαθύμους ἀνδρείους ἐποίησε τοὺς ἀφώνους καλλιφώνους, καὶ τοὺς νυστακιὰς ἀγρυπνους. Τὸν ἐπὶ τοῦ κανόνος θωπεύει· καὶ τὰ πρωτεία αὐτῷ χαρίσασθαι δυσωπεί, πατέρα καὶ διδάσκαλον καλεῖ, ἄχρι τῆς τῶν ξένων ἀπο δημίας· προτιμωμένους υπερηφάνους κατέστησε· καὶ καταφρονουμένους μνησικάκους ἔδειξε. Κενοδοξία ἀντὶ τιμῆς πολλάκις ἀτιμίας ἐγένετο πρόξενος όρο γισθεῖσι γὰρ τοῖς αὐτῆς μαθηταῖς αἰσχύνην μεγάλην προσήγαγεν. Κενοδοξία τοὺς ἐξεῖς ἐπὶ ἀνθρώπων πραεῖς εἰργάσατο· φυσικοῖς χαρίσμασιν ἐπιπηδᾷ μετ γάλος εν Εἶδον δαίμονα τὸν ἑαυτοῦ ἀδελφὸν λυπήσαντα καὶ
col. 953–954page 188 of 294
PG 88:953διώξαντα· ὀργιζομένου γάρ ποτέ τινος ἀδελφοῦ ἐν τῷ μεταξύ κοσμικών παρουσία κατέλαβε, καὶ τῇ κενοδοξίᾳ ἐξ ὀργῆς μετεπράθη ὁ ἄθλιος· ὁμοθυμαδὸν γὰρ αὐταῖς δουλεῦσαι οὐκ ἠδύνατο. Ο κενοδοξία ἀπεμποληθεὶς διπλοῦν τὸν βίον κέκτηται· ἐν μοναχές; μὲν διατρίβων τῷ σχήματι, ἐν κόσμῳ δὲ τῷ φρονήματι καὶ τῷ ἐνθυμήματι. Ἐὰν πρὸς τὴν ἄνω εὐ αρέστησιν τρέχειν επειγώμεθα, τῆς ἄνω δόξης πάν τως καὶ γευσόμεθα. Εκείνης δὲ ὁ γευσάμενος πάσης τῆς ἐπιγείου καταφρονήσει. Θαυμάζω γὰρ εἰ μὴ τῆς προτέρας τις γευσάμενος, πάσης τῆς δευτέρας κατα εφρόνησε. Πολλάκις ὑπὸ κενοδοξίας συληθέντες, στρα φέντες ἡμεῖς εὐφυεστέρως αὐτὴν ἐσυλήσαμεν. Εἰδόν τινας εργασίας πνευματικῆς ἐκ κενοδοξίας ἀπαρξαμένους, καὶ τῆς ἀρχῆς καταβληθείσης μωμητής 280 τὸ τέλος γέγονεν ἐπαινετόν, διὰ τὸ μετενεχθῆναι τὴν & Εννοιαν. Ὁ ἐπὶ φυσικοῖς πλεονεκτήμασι λέγω δὴ ἀγχινοία, εὐμαθείς, ἀναγνώσει, προφορά εὐφυΐα, καὶ τοῖς τοιούτοις πᾶσι τοῖς ἀπόνως προσοῦσιν ἡμῖν επαιρόμενος, οὐδέποτε τῶν ὑπὲρ φύσιν ἀγαθῶν ἐν τεύξεται· Ο γὰρ ἐν ὀλίγῳ ἄπιστος, καὶ ἐν πολλῷ ἄπιστος, καὶ κενόδοξος· δι' ἀπάθειαν ἀκροτάτην, καὶ πλούτον χαρισμάτων, καὶ θαυμάτων ἐνέργειαν, καὶ **, προγνώσεως δύναμιν, τινὲς τὰ ἑαυτῶν σώματα εἰκῆ κατατρίβουσε λαθόντες οἱ τάλανες, ὡς οὐ πόνοι, ἀλλὰ μᾶλλον ταπείνωσις τῶν τοιούτων μήτηρ καθ έστηκεν. Ὁ δὲ χρεώστην ἑαυτὸν λογιζόμενος, ἀπροσδόκητον πλοῦτον καὶ αἰφνίδιον λήψεται. Μὴ πείθου τῷ λικμήτορι τῷ πρὸς ὠφέλειαν τῶν ἀκουόντων τὰς ἀρετὰς θριαμβεύειν ὑποβάλλοντι Τί γὰρ ὠφε λήσει ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, ἑαυτὸν δὲ ζημιωθῇ; Οὐδὲν οὕτως ὡς ταπεινὸν, καὶ ἀνόθευτον ἦθος, καὶ λόγος τοὺς ὁρῶντας οἰκοδομῆσαι δύναται· γίνεται γὰρ καὶ ἑτέροις ἐφόδιον τοῦ μηδέ ποτε ἐπαίρεσθαι· οὗ τί ἂν ὠφελείας μείζον καθε έστηκεν; Επεσημήνατό τις τῶν ὁρᾷν δυναμένων, καὶ δι ηγεῖτο βλέπων· Οτιπερ, φησὶν, ἐν συνεδρίῳ μου καθ ημένου εληλυθότες οἱ τῆς κενοδοξίας καὶ τῆς ὑπερ ηφανίας δαίμονες ἐξ ἑκατέρωθέν μου ἐκάθηντο, καὶ ὁ μὲν ἔνυττέ μου τὴν πλευρὰν τῷ δακτύλῳ αὐτοῦ τῷ κενοδόξῳ προτρεπόμενος με λέγειν τινὰ θεωρίαν ἢ ἐργασίαν, ἣν πεποίηκα ἐν τῇ ἐρήμῳ. ὡς δὲ τοῦτον ἀπεσεισάμην εἰπών· 'Αποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ λογιζόμενοί μοι κακά· θάττον ὁ ἐξ ευωνύμων πρὸς τὸ ἐμὲν οὖς ἔλεγεν· Εύγε, ενγε πεποίηκας καὶ μέγας γέν γονας, τὴν ἐμὴν ἀναιδεστάτην μητέρα νενικηκώς. Πρὸς ἦν ἐγὼ εὐθυβόλως τὸ ἑξῆς τοῦ στίχου ἀναλαβὼν εἴρηκα· Αποστραφήτωσαν παραντίκα αἰσχυνόμενοι οι λέγοντές μοι· Εΰγε, εὔγε πεποίηκας. Ερωτήσαντί μοι τὸν αὐτὸν πῶς ἡ κενοδοξία μήτηρ υπερηφανίας ἀπεκρίνατο· Οἱ μὲν ἔπαινοι ὑψούσε η
col. 955–956page 189 of 294
PG 88:955καὶ φυσιοῦσιν· ὑψωθείσης δὲ τῆς ψυχῆς, τότε αὐτί ἡ ὑπερηφανία λαβοῦσα αναφέρει ἕως τῶν οὐρανῶ καὶ καταφέρει ἕως τῶν ἀβύσσων. Ἔστι δόξα ἐκ Κ ρίου προ[σ]γινομένη· Τοὺς γὰρ δοξάζοντάς δοξάσω, φησίν· καὶ ἔστιν ἐκ διαβολικῆς παρ. σκευῆς ἐπακολουθοῦσα. Οὐαὶ γὰρ, φησίν, ὅταν κι λῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Ἐπιγνώς σαφῶς τὴν προτέραν, ὁπόταν αὐτὴν ὡς βλάβην λογ ζόμενος πάσῃ μηχανῇ ταύτην ἀποστρέφῃ. Καὶ ὅπ' δ᾽ ἂν πορεύῃ τὴν σεαυτοῦ πολιτείαν ἀποκρύπτης τὴν δὲ δευτέραν, ὁπόταν κἂν τὸ τυχὸν πρὸς τὸν θε θῆναι τοῖς ἀνθρώποις ἐργάζῃ σχηματίζεσθε ἡμᾶς τὴν οὐ προσοῦσαν ἡμῖν ἀρετὴν ἡ μιαρὰ ὑποτίθεται. Οὕτως γάρ, φησὶν, λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, ὑποβάλλουσα. Πολλάκις ὁ Κύριος τους κενοδόξους δι' ἀτιμίας ἐπισυμβαινούσης εἰς ἀκενοδοξίαν κατέστησεν Αρχὴ ἀκενοδοξίας φυλακή στόματος, καὶ ἀτιμίας ἀγάπη· μεσότης δὲ ἀνακοπή πάντων τῶν νοουμένων τῆς κενοδοξίας ἐπιτηδευμάτων· τέλος δὲ (εἴπερ ἄρα καὶ ἔστι τῇ ἀδύσσῳ τέλος) τὸ τὰ πρὸς ἀτιμίαν συν τελοῦντα ἐπὶ πλήθους ἐπιτηδεύειν ἀνεπαισθήτως. Μη κρύπτε σὴν αἰσχύνην διὰ τὸ δοκεῖν μὴ διδόναι πρόσ κομμα· λοιπὸν δὲ καὶ πρὸς τὸ εἶδος τοῦ σφάλματος, οὐ τῇ αὐτῇ ἐμπλάστρῳ ἴσως χρήσασθαι χρή. Οπόταν ἡμεῖς τὴν δόξαν προσκαλούμεθα καὶ ὅταν ἀκλήτως ὑφ' ἑτέρων προπεμπομένη πρὸς ἡμᾶς παρα γίνηται. Ὅταν πρὸς κενοδοξίαν ἐπιτηδεύματά τινα ποιεῖν ἐπιχειρήσωμεν, τοῦ ἑαυτῶν πένθους [μνη μονεύσωμεν], καὶ τῆς ἐν τῇ ἰδιαζούσῃ ἡμῶν προς ευχῇ ἐμφόβου παραστάσεως έννοηθῶμεν συντόμως, καὶ πάντως ἐντρέψομεν τὴν ἀναιδή, εἴπερ ἄρα καὶ προσευχῆς ἀληθινῆς ἐπιμελούμεθα· εἰ δὲ οὔ, τῆς ἑαυτῶν ἐξόδου συντόμως ἔννοιαν λάβωμεν. Εἰ δὲ μὴν κἂν τὴν ἐπακολουθοῦσαν αἰσχύνην τῇ κενοδοξία φοβηθῶμεν· Ὁ γὰρ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται πάντως, καὶ ἐνταῦθα [καὶ] πρὸ τοῦ μέλλοντος αἰῶν νος· ὅταν οἱ ἐπαινέται, μᾶλλον δὲ πλανῆται, ἐπαινεῖν ἡμᾶς ἄρξωνται, τοῦ πλήθους τῶν ἀνομιῶν ἡμῶν κατὰ νοῦν συντόμως μνημονεύσωμεν, καὶ εὑρήσομεν ἐπυ τοὺς ἀναξίους τῶν λεγομένων ἢ πραττομένων. Εἰσὶ πάντως καὶ κενόδοξοι ἔν τισιν αἰτήμασιν αὐτῶν εἰσ ακουσθήναι παρὰ τοῦ Θεοῦ ὀφείλοντες, ὧν ὁ Κύριος προκαταλαμβάνειν τὰς εὐχὰς καὶ τὰς δεήσεις πέρυ κεν· ἵνα μὴ δι' εὐχῆς εἰληφότες τῇ ἑαυτῶν οἰήσει προσθήσουσιν· οὐ πάνυ οἱ ἁπλούστεροι τῷ ἰῷ τούτῳ περιπίπτειν πεφύκασι. Κενοδοξία γάρ ἐστιν ἁπλό τητος ἀποβολή, καὶ ἐπίπλαστος διαγωγή· σκώληξ πολλάκις αὐξηθεὶς πτεροφυήσας ἀνηνέχθη εἰς ὕψος, καὶ κενοδοξία τελεσθεῖσα ὑπερηφανίαν ἔτεκε, την πάντων τῶν κακῶν ἀρχηγὸν καὶ τελειωτήν.
col. 957–958page 190 of 294
PG 88:957Ο τῆς νόσου ταύτης ἐκτὸς ἔγγιστα τῆς σωτηρίας ὁ δ' ού, πόρρω φανήσεται τῆς ἁγίων δόξης. Βαθμός κβ'. Ο ταύτῃ μὴ ὁλους, οὐ μὴ περιπέσῃ τῇ ἐχθραινούσῃ Θεῷ ἀκεφάλῳ ὑπερηφανία. ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ ΚΒ'. Περί κενοδοξίας. Σχόλιον α'. Κενοδοξίας κρατῶν, ἀπὸ πορνειῶν πρόσεχε, μή ποτε τὰς τιμὰς φεύγων ατιμία περιπέσης Εναγρίου β'. Ο τῆς ὑπερηφανίας δαίμων χαλεπωτάτης πτώσ σεως τῇ ψυχῇ πρόξενος γίνεται· ἀναπείθει γὰρ αὐ τὴν Θεὸν μὲν μὴ ὁμολογεῖν βοηθόν, ἑαυτὴν δὲ τῶν κατορθουμένων αἰτίαν εἶναι νομίζειν· καὶ φυσιοῦσθαι κατὰ τῶν ἀδελφῶν ὡς ἀνοήτων, διότι μὴ τοῦτο περὶ αὐτοῦ πάντες ἐπίστανται. Παρακολουθεῖ δὲ ταύτῃ ὀργὴ, καὶ λύπη, καὶ τὸ τελευταῖον κακὸν ἔκε στασις φρενῶν, καὶ μανία, καὶ δαιμόνων ἐν ἀέρι πλῆθος δρώμενον. Σχόλιον γ'. Κινούμενα τὰ πάθη ἀπελαύνουσι κενοδοξίαν, ἀναι ρούμενα δὲ ὑποστρέφουσι. Αλλο. Οὐ μικρὸς ἀγὼν κενοδοξίας ἀπαλλαγῆναι· ἀπαλ λάττεται δέ τις κρυπτῆς τῶν ἀρετῶν ἐργασίας, καὶ συχνοτέρας προσευχῆς· σημεῖον δὲ τῆς ἀπαλλαγῆς, τὸ μηκέτι μνησικακεῖν τῷ κακολογήσαντι, ἢ μακρο λογοῦντι. Σχόλιον δ'. Οὐ τὸν ἐστερημένον αἰσθήσεως κενοδοξεῖν ὁ πατήρ φησι· ἀλλ' ὅτι ᾔδει κενοδοξία καὶ ταῦτα, οἷον, λαμ πραὶ κηδείαι, καὶ πομπαί. Μάρκου ε'. Ρίζα αἰσχρᾶς ἐπιθυμίας ἀνθρώπινος ἔπαινος, οὐχ ὅταν αὐτὰ ἀκούωμεν· ἀλλ᾽ ὅταν αὐτὰ καταδεχόμεθα. Σχόλιον ς'. Ὅταν τινὰ νικήσῃς τῶν ἀτιμοτέρων παθῶν, ἢ γαστριμαργίας, ἢ πορνείας, ἡ ὀργῆς, ἡ πλεονεξίας, εὐθὺς ἐφίπταται ἐπὶ σὲ ὁ τῆς κενοδοξίας λογισμός ἐὰν δὲ καὶ τοῦτον νικήσῃς, ὁ τῆς ὑπερηφανίας δια δέχεται. Σχόλιον τοῦ μεγάλου Βασιλείου Γ. Τὸ μὴ διὰ τὴν πρὸς Θεὸν ἀγάπην, ἀλλὰ διὰ τὸν παρὰ ἀνθρώπων ἔπαινον γινόμενον, οἷον ἂν ᾖ, οὐ θεοσεβείας ἔπαινον εὑρίσκει, ἀλλ' ἀνθρωπαρεσκίας, ἢ φιλονεικίας, ἢ φθόνου, ἢ τοιαύτης αιτίας ἔχει τὸ κρῖμα· διὸ καὶ ἀδικίας ἔργον ὁ Κύριος ὀνομάζει, λέγων πρὸς τοὺς εἰπόντας τὸν Ἐφάγομεν ἐνώπιόν σου, καὶ τὰ ἑξῆς. Απόστητε ἀπ' ἐμοῦ, ἐργάται τῆς ἀδικίας. Πῶς γὰρ οὐκ ἀδικίας εργάται, οἱ τὰς τοῦ Θεοῦ δωρεάς μοιη
col. 959–960page 191 of 294
PG 88:959εἰς πραγματείαν τῶν ἡδονων τῶν ἰδίων καταχρώ μενο:; Σχόλιον άλλο. Ματαιόφρων ὁ τὴν ἐξ ἀνθρώπων θηρώμενος ἔπαι νον, καὶ ἕτερον μὴ ἐλπίζων. Σχόλιον η'. Φεύγωμεν καὶ τὸ μακαρίζεσθαι, καὶ τὸ μακαρίζειν ἀλλήλους εἰς πρόσωπον· τὸ μὲν γὰρ κολακευτικῶν, καὶ ἐκ δαιμόνων κινουμένων· τὸ δὲ κούφων, καὶ εὐ συλήτων τὰ κατορθώματα. Ο πρώτος τοίνυν φθαρεύς τῶν ἀγαθῶν, τοῦ διαβόλου ἐστί πως ἄγγελος· ὁ δεύ τερος κληρονόμος αλόγιστος ετοίμως τὰ πονήματα ἀποκτώμενος· ἀμφότεροι δὲ τῆς ἀλλήλων ἀπωλείας συνίστορες. Σχόλιον Γ'. Τῆς ταπεινώσεως ἡ τελειότης ἐστὶ τὸ φέρειν μετὰ χαρᾶς τὰς ψευδείς κατηγορίας. Σχόλιον Ἰσαάκ. Ο ταπεινόφρων ἐν ἀληθείᾳ ἀδικούμενος, οὐ τεράσ σεται, οὐδὲ ἀπολογίας ποιεῖ ὑπὲρ τοῦ πράγματος οὗ ἠδικήθη· ἀλλὰ δέχεται τὴν συκοφαντίαν ὡς ἀλήθειαν, καὶ οὐ μεριμνᾷ πεῖσαι τοὺς ἀνθρώπους, ὅτι ἐσυχο φαντήθη· ἀλλὰ συγχώρησιν αἰτεῖται. Σχόλιον ι'. Σὺ μὲν ταπείνωσιν νομίζεις ἔχειν· ἀλλ' οὐδὲ σε αυ τὸν κατηγορούμενον φέρεις. Εἰ οὖν βούλει γνῶναι, ὅτι ταπεινόφρων εί, δοκίμασον σεαυτὸν ἐν τοῖς εἰρη μένοις. Σχόλιον ια'. Μηχανή δαίμονος κενοδοξία - Ιστε δὲ ὅτι τούτῳ τῷ τρόπῳ καὶ θαυματουργεί. Φωτίου άλλο Οὗ τις εφίεται, τοῦτο καὶ ἀπὸν παρείναι φαντάζεται, θέλημα ἔχων δημιουργὸν τῆς φύσεως. Φωτίου άλλο. Ὅταν ἀλλοτρίας συμφοράς άρπαγμα ποιησάμενος πλούτου, εἰ καὶ δόξει τινὰς ἐκεῖθεν εὐποιεῖν, οὐκ ἐξ ὧν παρέχει τὸ φιλάνθρωπον, ἀλλ' ἐξ ὧν ἤρπασε, τὴ μισάνθρωπον καὶ τυραννικόν στηλιτεύει τῆς γνώμης. Σχόλιον ιβ'. Οἱ μὲν αὐτοῦσι ταῖς εὐτελείαις, οἱ δὲ ταῖς εὐπραγίαις. Σχόλιον ιγ'. Ο μὲν πλεονέκτης ἔχει τὰ τοῦ πένητος· σὺ δὲ ταῦτα λαβὼν καὶ μέρος ποιησάμενος τῆς σῆς περι ουσίας, ἀδίκου ἀδικώτερος ἐφάνης, καὶ πλεονέκτου πλεονεκτικώτερος. Αλλο. Ερώτησις. Τί οὖν, ὅτι πολλοὶ πλεονεκτοῦντες οὐ πάσχουσι κακῶς; Απόκρισις. Μάλιστα μὲν πείσονται, κἂν μὴ παραυτὰ πάθωσι. Ἂν δὲ νῦν ἐκφύγωσι, τότε φοβήθητι μάλλον, ὅτι μείζονι κολάσει τηρούνται, κἂν αὐτοὶ διαφύγωσιν ἀλλ' οἱ κληρονομήσαντες τὰ αὐτῶν, οὐ διαφεύξονται.
col. 961–962page 192 of 294
PG 88:961Α.. Ερώτησις. Καὶ πῶς τὸ δίκαιόν φησι; Απόκρισις. Καὶ σφόδρα δίκαιον· ὁ γὰρ διαδεξάμενος κλῆρον ἀδικίας γενόμενον, εἰ καὶ αὐτὸς μὴ ήρπασας, ἀλλὰ σὺ ἀπολαύεις· ἐκεῖνος ἁμαρτίαν ἐθησαύρισεν, ὀργήν τε ἡμέρᾳ ὀργῆς, καὶ σὺ τὴν ἁμαρτίαν, καὶ τὴν ὀργὴν ἐκληρονόμησας, καὶ ἀπαιτηθήσῃ περὶ αὐτῶν πάντων. Ταῦτα δὲ καὶ οἱ τῶν ἔξωθεν ἴσασιν νόμοι· οὐχὶ τοὺς ἁρπάσαντας, καὶ ὑφελομένους ἐκείνους κελεύουσι ἀπαιτεῖν· ἀλλά. Σχόλιον Μαξίμου ιδ'. Εἰσί τινα φύσει καλὰ παρὰ τῶν ἀνθρώπων γινό μενα· ἀλλ' οὐ καλὰ πάλιν διὰ αἰτίας· οἷον νηστεία, καὶ ἀγρυπνία, καὶ προσευχή, καὶ ψαλμῳδία, ἐλεη μοσύνη, καὶ φιλοξενία, καὶ ξενοδοχία, φύσει καλὰ ἔργα εἰσὶν, ἀλλ' ὅταν διὰ κενοδοξίαν γίνωνται, οὐκ ἔστι καλά. Σχόλιον ιε'. Υποκρίνεται κενόδοξος ἀοργησίαν· ὁπόταν οὖν ταύτῃ ληφθῇ, ἀντὶ τιμῆς, ἀτιμίαν ὑφίσταται. Σχόλιον ις'. Φρίντισον τοῦ πάθους τούτου τοῦ κατηραμένου τοῦ μίσγοντος ἑαυτὸ μετὰ τῶν ἀρετῶν, ἕως οὗ ἀπο λέσῃ αὐτάς. Ἐὰν γὰρ μὴ ὁ ἄνθρωπος ἐκκόψῃ τὸ ἄτιμον τοῦ πάθους, οὐ δύναται προκόψαι κατά Θεόν αὐτῷ γὰρ ἐξακολουθοῦσι πάντα τὰ κακά. Αλλο, τοῦ ἁγίου Μαξίμου. Μὴ τῶν ἀνθρώπων τοῖς ἀσθενεστέροις σεαυτόν παραμέτρει, ἀλλὰ τοῖς ἐμβλήτοις τῆς ἀγάπης μᾶλο λον παραμετρων· τοῖς μὲν γὰρ παραμετρῶν, εἰς τὸν βόθρον τῆς οἰήσεως ἐμπίπτεις· τῇ δὲ παρατείνων, ὡς τὸ ὕψος τῆς ταπεινώσεως προκόπτεις. Σχόλιον ιζ'. Μωμητής, ήγουν ψεκτῆς. Μωμητή ἡ τοῦ Ναβουχοδονόσορ μεγαλαυχία, ἀλλ᾽ ἐπαινετὴ ἡ κατὰ γνῶσιν Θεοῦ ἐπ᾿ ἐσχάτων μετριότης, ήγουν ταπεινοφροσ σύνη. Μαξίμου ιη'. Εἰ θέλεις γενέσθαι ἐπιγνώμων καὶ μέτριος, καὶ τῷ πάθει τῆς οἰήσεως μὴ δουλεύειν, ἀεὶ ζήτει ἐν τοῖς οὖσι τί ἐστι τὸ κρυπτόμενον τῇ σῇ γνώσει· καὶ εὑρίσκων πάμπολλα καὶ διάφορα λανθάνοντά σε, θαυμάσεις τε ἐπὶ τῇ σῇ γνώσει, καὶ συστελεῖς τὸ φρόνημα, καὶ σεαυτὸν ἐπιγνούς, συνήσεις πολλὰ καὶ μεγάλα πράγματα, ἐπεὶ τὸ νομίζειν εἰδέναι, οὐκ ἐᾷ προκόπτειν εἰς τὸ εἰδέναι. Σχόλιον του Ισαάκ ιθ'. Εκάστη ἀρετὴ μήτηρ ἐστὶ τῆς δευτέρας· ἐὰν οὖν ἀφήσεις τὴν μητέρα τὴν γεννῶσαν τὰς ἀρετὰς, καὶ ἀπέλθῃς ζητῆσαι τὰς θυγατέρας πρὸ τοῦ κτήσασθαι τὴν μητέρα αὐτῶν, ἔχιδναι εὑρίσκονται ἐνεῖναι τῇ ψυχῇ, ἐὰν μὴ ῥίψῃς αὐτὰς ἀπὸ σοῦ. (α)
col. 963–964page 193 of 294
PG 88:963Σχόλιον ἐκ τῆς πρὸς τὴν παρθένον τοῦ ἁγίου ᾿Αθανασίου επισκόπου κ. Ἐὰν φανερώσῃς σου τὸν βίον, κενοδοξία σας τις κτεται, καὶ ζημιοῖ. Ἐὰν δὲ εὕρης ψυχήν συμφωνοῦσαν σοι ποιῆσαι τὰ τοῦ Θεοῦ, ὡς καὶ σὺ, προς ταύτην μόνην ἀποκάλυψον τὸ μυστήριον [ὁμοσύμφωνον ποιοῦσαν τῷ Θεῷ ὡς καὶ σὺ, ταύτῃ μόνῃ ἀποκάλυψον ἐν μυστηρίω]· ἐκεῖ οὐκ ἔστι κενοδοξία Ελάλησας γὰρ, ἵνα σωθῇ ψυχή· τοῖς οὖν ἔχουσι πόθον ἀκούειν, λάλει τὰ συμφέροντα· ἐὰν δὲ προσ εύχῃ, ἢ ψάλλῃς, ἢ ἀναγινώσκῃς, κατ' ἰδίαν κάθου καὶ μηδεὶς ἀκουέτω, εἰ μὴ σὺ μόνη· καὶ ἐὰν ἔχῃς καὶ ὁμοψύχους σο: μίαν ἢ δύο παρθένους. Αλλο. Ἐὰν θέλῃς παρὰ Κυρίου ἐπικαλυφθῆναι τὰς ἁμαρτίας σου, μὴ φανεροποιήσῃς ἀνθρώποις τὰς ἑαυτοῦ ἀρετάς· ὃ γὰρ ἂν ποιῶμεν ἐπὶ ταύτα:ς, τοῦτο καὶ ὁ Θεὸς ἐπ' ἐκείναις ἐργάζεται. Αλλο. "Ωσπερ θησαυρὸς φανερωθεὶς σπανίζεται, οὕτως ἀρετὴ γνωριζομένη και δημοσιευομένη ἀφανίζεται. Σχόλιον τοῦ ἁγίου Μαξίμου κα'. Οἱ τὴν ψυχὴν ἡμῶν ἀεὶ ζητοῦντες, διὰ τῶν ἐμ παθῶν λογισμῶν ἀεὶ ζητοῦσι, ἵνα αὐτὴν κατὰ διά νοιαν, ἢ κατ' ἐνέργειαν, ἁμαρτίαν εμβάλωσιν· ὅταν οὖν εὕρωσι τὸν νοῦν μὴ παραδεχόμενον, τότε ἐντραπήσονται καὶ αἰσχυνθήσονται· ὅταν δὲ τῇ πνευματικὴ θεωρίᾳ ἀνασχολούμενον, τότε ἀποστραφήσονται, καὶ καταισχυνθήσονται. Σχολιον κβ'. Η κενοδοξία ἀναιρουμένη μὲν, οἴησιν ἐμποιεῖ μένουσα δὲ, ἀλαζονείαν. Σχόλιον κγ'. Οταν ἴδῃς δύο κακούς, πρὸς ἀλλήλους ἔχοντας ἀγάπην, γίνωσκε ὅτι ἕτερος τῷ ἑτέρῳ συνεργεῖ πρὸς τὸ θέλημα. Ερώτ. κδ'. Ἐὰν κενοδοξίας λογισμὸς ἐπέλθῃ, ὅτι κατώρθων σας τὴν ἀρετὴν, οὐκ ἐφείλει ἀντιλέξει ὁ λογισμό;; Απόκρ. Οἷα δήποτε ὥρᾳ ἀντιλέγει τις, ἐκεῖνος ἰσχυρότε μυς καὶ ῥαγδαιότερος γίνεται· πλείω γάρ σου έχει τὸ ἅγιον ἀντιλαμβάνεται σου. Εὑρίσκει γὰρ ὡς μεγαλαυχῶν, ὅτι ἐμαυτῷ ἀρκούμενος, μαχέσασθαι προς τὰ πάθη· ὥσπερ γὰρ ὁ πατέρα ἔχων πνευματικών τῷ πατρὶ παραχωρεί, καὶ ἀμέριμνός ἐστι κατὰ πάντα, καὶ κρῖμα οὐκ ἔχει παρὰ τοῦ Θεοῦ· οὕτω καὶ τῷ Θεῷ ἑαυτὸν ἐπιδοὺς οὐκ ὀφείλει ὅλως φρον τίδα ποιεῖσθαι λογισμοῦ, καὶ ἀντιλέξαι, ἢ ὅλως εξ σαι αὐτὸν εἰσελθεῖν· ἐὰν δὲ καὶ εἰσέλθῃ, ἄνω προς τὸν πατέρα σου ἆρων αὐτὸν, καὶ εἰπὲ αὐτῷ, ὅτι Ἐγὼ οὐκ ἔχω πράγμα, ἰδοὺ ὁ πατήρ μου αὐτὴ οἶδε, καὶ ἔστι ἀναφέρων αὐτὸν μέσον τῆς ὁδοῦ καταλείψας εὑρίσκει ἀντιλέγειν, καὶ οὐ τοῦτον τὸ Πνεῦμα σε
col. 965–966page 194 of 294
PG 88:965Σχόλιων κε'. Οτε μὴ πρὸς τὸ θεαθῆναί τις τὸ ἔργον τοῦ Θεοῦ ἐργάζεται, εἰ θεώμενοι δὲ δοξάζουσιν, οὐδὲν ἐργα ζομένῳ ἐκ τοῦ ἐπαίνου ἐπιβλαβές γενήσεται. Σχόλιον κς'. Το φροντίσαι τῆς γλώσσης, δῆλον ποιεῖ τὸν ἄνθρωπον, ὅτι πρακτικός ἐστιν· ἡ δὲ ἀπαιδευσία τῆς γλώσσης, σημαίνει, ὅτι οὐκ ἔχει ἔνδοθεν αὐτοῦ ἀρετήν. Σχόλιον κζ'. Δεξάζεται κατ' ἀξίαν Δαυίδ, παρ' ἀξίαν Σαούλ, μὴ ἕλκοντες τὴν δόξαν πρὸς ἑαυτούς· ὁ δὲ ᾿Αβεσα λών βιασάμενος ἑλκύσαι τὴν δόξαν, πλείω τῆς δόξης τὴν ἀδοξίαν ἐπεσπάσατο. Σχόλιον ἄλλο. Οταν ἴδῃς λογισμὸν ἀνθρωπίνην δόξαν ύπαγο. ρεύοντα, γίνωσκε σαφῶς ὅτι αἰσχύνην σοι κατα σκευάζει. ΛΟΓΟΣ ΚΓ'. Περὶ τῆς ἀκεφάλου ὑπερηφανίας, ἐν ᾧ καὶ περὶ ἀκαθάρτων λογισμῶν τῆς βλασφημίας. Υπερηφανία ἐστὶ Θεοῦ ἄρνησις δαιμόνων εν ρημα, εξουδένωσις ἀνθρώπων κατακρίσεως μήν τηρ, ἐπαίνων ἀπόγονος, ἀκαρπίας τεκμήριον, βοη θείας Θεοῦ φυγαδευτήριον, ἐκστάσεως πρόδρομος, πτωμάτων πρόξενος, ἐπιληψίας (α) υπόθεσις, θυμού πηγή, ὑποκρίσεως θύρα, δαιμόνων στήριγμα, ἁμαρ τημάτων φύλαξ, ἀσπλαγχνίας πρόξενος, συμπαθείας ἄγνοια, λογοθέτης πικρός, δικαστὴς ἀπάνθρωπος, Θεοῦ ἀντίπαλος, βλασφημίας ρίζα, ἀρχὴ ὑπερα ηφανίας τέλος κενοδοξίας· μεσότης δὲ ἐξουδένωσις τοῦ πλησίον, πόνων ἰδίων ἀναιδὴς ἐκπόμπευσις, ἔπαινος ἐν καρδίᾳ, ἐλέγχου μῖσος· τέλος ἄρνησις Θεοῦ βοηθείας, καὶ οἰκείας σπουδῆς ἔπαρσις. δαι μονιώδες ἦθος. Ακούσωμεν πάντες οἱ τὸν βόθρον ἐκφυγείν βουλόμενοι, ἐξ εὐχαριστίας πολλάκις τὸ πάθος τὴν νομὴν φιλεῖ προσλαμβάνεσθαι· ἀναιδῶν γὰρ ἐκ προοιμίων Θεὸν ἀρνεῖσθαι οὐχ ὑποτίθεται. Εἶδον εὐχαριστοῦντας τῷ Θεῷ στόματι καὶ μετ γαλαυχούντας τῷ φρονήματι· καὶ μαρτυρεῖ τοῦτο σαφῶς ὁ Φαρισαῖος ἐκεῖνος εἰρηκώς· Ὁ Θεός, εὐσ χαριστῶ σοι. Οπου πτῶμα κατέλαβεν, ἐκεῖ ὑπερ ηφανία προεσκήνωσε· μηνυτής γὰρ τοῦ προτέρου τὸ δεύτερον. Ὑπόθου μας εἶναι δώδεκα πάθη της ἀτιμίας. Τινὸς τετιμημένου ἀκήκοα φήσαντος· Ἐάν ἐν τούτων (λέγω δὴ τὴν οἴησιν) ἀγαπήσης θελήματι, ἐκεῖνο αναπληρώσει τὸν τόπον τῶν ἔνδεκα. ὑψηλόφρων μοναχὸς ἀντιλέγει σφοδρῶς. Ο δὲ ταπεινό. φρων οὐδαμῶς ἀντιλέγειν ἐπίσταται. Οὐχ ὑποκλίνει κυπάρισσος εἰς γῆν περιπατεῖν· οὐδὲ μοναχὸς ὑψηλοκάρδιος ὑπακοὴν κτήσασθαι. ᾿Ανήρ υψηλοκάρδιος τοῦ ἄρχειν ὀρέγεται ἄλλως γάρ, ὡς ἔτυχεν, ἀπολέσθαι εἰς τέλος οὐ δύναται· μᾶλλον δὲ οὐ βού λεται. Υπερηφάνοις Κύριος ἀντιτάσσεται. Τίς λοιπὸν τούτους ἐλεῆσαι δύναται; Ακάθαρτος παρὰ (α) Επιληψία, εἴησιν,

Step XXIIIGradus XXIII

col. 967–968page 195 of 294
PG 88:967τοιοῦτον ἀποκαθᾶραι δύναται; Παίδευσις μὲν ὑπερ ηγάνω πτῶμα· σκύλου δὲ δαίμων· ἐγκατάλειψες δὲ ἔκτασις. Καὶ τὰ μὲν πρότερα πολλάκις καὶ ἄνθρωποι ὑπὸ τῶν ἀνθρώπων ἐθεραπεύθησαν· τὸ δὲ ἔσχατον παρ' ἀνθρώποις ἀνίατον. Ὁ ἀποσειόμενος ἔλεγχον, τὸ πάθος ἐσήμανεν· ὁ δὲ προσδραμών, τοῦ δεσμοῦ λέλυται· εἰ χωρὶς ἑτέρου πάθους τις διὰ τούτου καὶ μόνου τῶν οὐρανῶν κατέπεσε ζητη τέον μήπως καὶ δίχα ἀρετῆς ἑτέρας ἐκ ταπεινώσεως εἰς οὐρανοὺς ἀναβαίνειν ἐνδέχεται. ὑπερηφανία ἐστὶ πλούτου καὶ ἱδρώτων ἀπώλεια· ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων, πάντως, ὅτι μεθ' υπερηφανίας ἐκέκραξαν πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, πάντως, ὅτι τὰς αἰτίας καθ᾽ ὧν ηύχοντο, οὐκ ἀπ Κυρίῳ πᾶς υψηλοκάρδιος (β). Καὶ τῆς λοιπὸν τὸν έκοπτον. Αδελφὸν ὑπερηφανευόμενον γέρων γνωστικώτατος πνευματικῶς ἐνουθέτησεν ὁ δὲ τυφλώττων φησί Συγχώρησον, πάτερ, οὐκ εἰμὶ ὑπερήφανος. Ο δὲ πάνσοφος γέρων πρὸς αὐτόν· Καὶ ποίαν, φησί, τέκνον, ἀπόδειξιν σαφεστέραν ταύτης παρέχεις ἡμῖν τοῦ πάθους, ἀλλ' ἡ τὸ εἰπεῖν· Οὐκ εἰμὶ ὑπερήφανος; Πάνυ τοῖς τοιούτοις συνέρχεται ἡ ὑποταγή, καὶ παχυτέρα καὶ ἀτιμοτέρα διαγωγή· καὶ ἡ τῶν ὑπὲρ φύσιν τῶν πατέρων κατορθωμάτων ἀνάγνωσις· ἴσως κἂν οὕτως ἔσται τοῖς νοσούσι μικρά σωτηρίας ελπίς. Αἰσχύνη ἐπ' ἀλλοτρίῳ κόσμῳ ἐπείρεσθαι ἄνοια δὲ ἐσχάτη, ἐπὶ χαρίσματι Θεοῦ φαντάζεσθαι. Όσα σοι κατορθώματα πρὸ τῆς σῆς γεννήσεως γε γόνασιν, ἐπὶ τούτοις μόνοις επαίρου· τὰ γὰρ μετά γέννησιν ὁ Θεὸς ἐδωρήσατο, ὥσπερ καὶ τὴν γέννησιν· ὅτας ἐκτὸς τοῦ νοὸς ἀρετὰς κατώρθωκας, αὗται καὶ μόναι σου τυγχάνουσι· τὸν γὰρ νοῦν Θεὸς Ο δωρησάμενος. Ὅτα ἐκτὸς τοῦ σώματος ἐπεδείξω Επαθλα, ἐκ τῆς σπουδῆς καὶ μόνον γεγόνασι· ε γὰρ σῶμα, οὐ σύν, ἀλλὰ τοῦ Θεοῦ ποίημα· μὴ θάρ σει ἕως τὴν ἀπόφασιν δέξῃ ὁρῶν ἐκεῖνον καὶ μετὰ τὴν ἐν τῷ νυμφῶνι κατάκλισιν χεῖρας καὶ πόδας δεσμούμενον, καὶ εἰς τὸ σκότος τὸ ἐξώτερον εξοριζόμενον· μὴ ὑψαυχένει, γήϊνος ἐν· πολλοί γὰρ καὶ ἐξ οὐρανῶν ἐρρίφησαν ἅγιοι καὶ ἄλλοι τυγχάνοντες. Όταν χώραν ἐν τοῖς ἑαυτοῦ ἐργάτες ὁ δαίμων λήψεται· τότε ἂν τοῖς κατὰ τοὺς ὕπνους, ἢ καὶ καθ᾽ ὕπαρ ὡς ἐν σχήματι δῆθεν ἁγίου ἀγγέ λου, ἢ καὶ μάρτυρός τινος ἐπιφαινόμενος, μυστηρίων αὐτοῖς ἀποκάλυψιν, ή χαρισμάτων δωρεάν επιδίδωσιν, ἵνα ἀπατηθέντες οι τάλανες τελείως τῶν φρενῶν ἐκπέσωσιν. Εἰ καὶ μυρίους θανάτους ὑπὲρ Χριστοῦ ὑπομείνωμεν οὐδὲ οὕτως τὸ δέον ἀν επληρώσαμεν· άλλο γὰρ αἷμα Θεοῦ, καὶ ἕτερον αἷμα δούλων, κατὰ τὸ ἀξίωμα, καὶ οὐ κατὰ τὴν οὐσίαν συζητοῦντες ἑαυτοὺς ἀεὶ, καὶ ἀνακρίνοντες πρὸς
col. 969–970page 196 of 294
PG 88:969τοὺς πρὸ ἡμῶν πατέρας καὶ φωστῆρας, μὴ παν σώμεθα, καὶ τότε εὑρήσομεν ἑαυτοὺς μηδὲ ὅλως ίχνος ἀκριβούς πολιτείας πατήσαντας· μηδὲ τὸ ἐπάγγελμα ὁσίως τηρήσαντας· ἀλλ' ἔτι ἐν τῇ κοσμικῇ καταστάσει διατρίβοντας. Μοναχός κυρίως ἐστὶν ἀμετεώριστον ὄμμα ψυ χῆς καὶ ἀκίνητος σώματος αίσθησις. Μοναχός ἐστιν ὁ τοὺς πολεμίους, δίκην θηρῶν, προσκαλούμενος, καὶ ἐρεθίζων ἐν τῷ φεύγειν ἀπ' αὐτοῦ. Μο ναχός ἐστιν ἀδιάστατος ἔκστασις, καὶ λύπη ζωῆς. Μοναχός ἐστιν ὁ ποιωθεὶς ταῖς ἀρεταῖς, ὡς ἄλλος ταῖς ἡδοναῖς. Μοναχός ἐστιν ἄληκτον φῶς ἐν ὀφθαλμὲ καρδίας. Μοναχός ἐστιν ἄβυσσος ταπεινώσεως, ἐν αὐτῇ πᾶν πνεῦμα κρημνίσας καὶ ἀποπνίξας. Λή. θην πταισμάτων τύφος εργάζεται ἐκείνων γὰρ μνήμη ταπεινοφροσύνης πρόξενος. Υπερηφανία ἐστὶν ἐσχάτη πενία ψυχῆς • πλοῦτον ἐν σκοτεία οἰομένη, οὐ μόνον προβαίνειν οὐκ ἐᾷ ἡ μιαρὰ, ἀλλὰ καὶ τοῦ ὕψος ἀποῤῥίπτει. Υπερηφανία ἐστὶ ῥοιά ἔτωθεν σεσηπνία, ἔξωθεν δὲ τῇ ὥρᾳ ἀποστίλβουσα. Μοναχὸς ὑπερήφανος οὐ δεηθήσεται δαίμονος· αὐτὸς γὰρ λοιπὸν ἑαυτῷ δαίμων καὶ πολέμιος γέγονεν ἀλλότριον μὲν τοῦ φωτὸς τὸ σκότος· ἀλλότριος δὲ καὶ ὑπερήφανος παντοίας ἀρετῆς. Ἐν ὑπερηφάνων καρδίαις γεννηθήσονται βλασφημίας βήματα ἐν ταπεινῶν δὲ ψυχαῖς, οὐράνια θεωρήματα. Βδελύττεται ἥλιον κλέπτης ὑπερήφανος δὲ πραεῖς ἐξουδενών σει. Έλαβον, πῶς οὐκ οἶδα, ἑαυτοὺς ὑπερηφάνων πλεῖστοι· καὶ δόξαντες ἀπαθεῖς εἶναι, τὴν οἰκείαν πενίαν ἐν ἐξόδι ἑωράκασιν. Ο ταύτῃ ἀλους Κυρίου διηθήσεται· ματαία γὰρ παρ' ἐκείνῳ σωτηρία αν θρώπων. Κατειληφά που τὴν ἀκέφαλον πλανήτιν πέλουσαν ἐν τῇ ἐμῇ καρδίᾳ, καὶ ἐπὶ τῶν ὤμων τῆς οἰκείας μητρὸς ἔχουμένην· ἂς παγιδεύσας δεσμῷ ὑπακοῆς καὶ μάστιγι εὐτελείας μαστιγώσας, τὴν ἐν ἐμοὶ αὐτῶν εἴσοδον ἐξήταζον λέγειν· διὸ καὶ μαστιζόμεναι ἔλεγον· Ἡμεῖς ἀρχὴν οὐκ ἔχομεν, οὐδὲ γέννησιν· ἄρχουσαι γὰρ καὶ γεννήτριας πάντων τῶν παθῶν καθεστήκαμεν· πολεμεῖ δὲ ἡμᾶς οὐ μετρίως συντριμμός καρδίας ἐν ὑποταγῇ τικτόμενο;· ἄρ χεσθαι γὰρ ὑπ' οὐδενὸς σε συνηθίκαμεν. Διὸ καὶ ἐν οὐρανοῖς ἄρχουσαι γεγονυῖαι,ἐκεῖθεν ἀπεστατήσαμεν διὸ καὶ πάντων συλλήβδην εἰπεῖν, τῶν ἀντιπραττόντων τῇ ταπεινοφροσύνῃ, ἡμεῖς γεννήτριαι πάντα γὰρ τὰ ἐκείνῃ συνεργούντα, ἡμῖν ἀντίκεινται. Πλὴν ἐν οὐρανῷ ἰσχύσαμεν, καὶ τοῦ ἀπὸ προσ όπου ἡμῶν φεύξη; Ἡμεῖς πολλάκις ἐπ' ἀτιμίαις, καὶ ὑπακοῇ, καὶ ἀοργησίᾳ, καὶ ἀμνησικακίᾳ, καὶ δια κονίᾳ ἐπακολουθεῖν πεφύκαμεν· ἡμῶν ἔκγονα πτώ ματα πνευματικῶν· ὀργή, καταλαλιά, πικρία, θυ μας, κραυγή, βλασφημία, υπόκρισις, μίσος, φθόνος, ἀντιλογία, διορυθμία, ἀπείθεια. Εν ἐστι καὶ μόνον ἐν ᾧ ἐπιχειρεῖν οὐκ ἔχομεν δύναμιν· καὶ τοῦτο σοι μαστιζόμεναι λέγομεν· Ἐὰν ἑαυτὸν ἐνώπιον Κυρίου ελ κρινώς καταμέμψη, ἡμᾶς ὡς ἀράχνην λελογίσῃ ίππος μὲν γὰρ, ὡς ὁρᾷς, ὑπερηφανίας κενοδοξία, ἐφ' ἣν ἐπιβέβηκα· ἡ δὲ ὁσία ταπείνωσις, καὶ αὐτομεμ οι κι!
col. 971–972page 197 of 294
PG 88:971τοῦ· τὴν ἐπινίκιον ᾠδὴν ἐνηδόνω; ἄδουσας Ασωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται ἵππων καὶ ἀναβάτην έρριψεν εἰς θάλασσαν, καὶ ἄβυσσον ταπεινώσεως. μία καταγελάσονται ἵππου καὶ τοῦ ἐπιβάτου απ (α) Εικοστός τρίτος βαθμός· ὁ ἀναβεβηκώς ίσχυσεν, εἴπερ ἄρα καὶ ἀναβεβηκέναι δεδύνηται. ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ ΚΓ'. Περὶ ὑπερηφανίας. Σχόλιον α'. Ο μὴ ἐκ τῆς ἄνωθεν βοηθείας, ἀλλ' ἐξ ἑαυτοῦ δοκῶν τι κατορθοῦν, ἀρνεῖται τὸν Θεὸν, τὸν ἐπὶ πᾶ σιν ἀντιλήπτορα αὐτοῦ. Διὸ καὶ πίπτει, καταλειφθεὶς ὑπὸ τῆς χάριτος, ἣν ἠθέτησεν. Σχόλιον β'. Ιδιον ὑπερηφανίας τὸ ἐξουδενεῖν, καὶ θυμοῦσθαι. Σχόλιον αγίου Νείλου γ Μὴ τὸ ἔχειν ἀρετὴν, καλὸν εἶναι νόμιζε, ἀλλὰ τὸ ὡς δεῖ. Ὁ τῇ ἰδίᾳ δυνάμει δοκῶν νικᾷν πολεμίους, τὸν Θεὸν ὥσπερ ἀθετεῖ· διὸ καὶ πίπτει πτῶμα ἀκού στον, ἀμοιρῶν ἐπικουρίας τῆς ἄνωθεν. Σχόλιον δ'. Εἰ βούλει μεγάλα σου δεῖξαι τὰ κατορθώματα, με μέγα φρύνει, μηδὲ νόμιζε εἶναι αὐτὰ μεγάλα, (ἐστὶ μεγάλων [α]) οὐδὲν οὕτως Θεῷ φίλον, ὡς μετὰ τῶν ἐσχάτων ἑαυτὸν ἀριθμεῖν. Αλλο. Φιλόσοφός τις τὴν οἴησιν ἱερὰν νόσον ἔλεγεν εἶναι. Αλλο. Εἶδον ἀῤῥωστίαν δεινήν, πλοῦτον φυλασσόμενον τῷ παρ' αὐτοῦ εἰς κακίαν αὐτῷ· καὶ ὁ Κύριος Οὐαὶ οἱ πλουτούντες, ότι πεινάσετε; ὅτι ἀπ ἔχετε τὸν μισθὸν ὑμῶν, καὶ τὴν παράκλησιν. Σχόλιον έ. Μὴ σπεύσῃς κεφαλεῦσαι ἀδελφότητος, ἵνα μὴ ἐπι θήσῃς ἀλλοτρίους φόρτους τῶν ἁμαρτημάτων ἐπὶ σῷ τραχήλῳ. Σχόλιον ς'. Τὸ μὴ πιστεύειν ἀρέσκειν τῷ Θεῷ τὸν σκοπόν σου, παρασκευάζει τὴν βοηθειαν τοῦ Θεοῦ φυλάσσειν σε, καὶ ἐπιστρέφει εἰς τὰ ὀπίσω τοὺς ἐπερχομέν νους. Σχόλιον ζ'. Καὶ ὁ Σωτὴρ δὲ ἐν τοῖς μακαρισμοῖς τοῖς πτω
col. 973–974page 198 of 294
PG 88:973χοῖς τῷ πνεύματι μόνοι; ἀποκεῖσθα: ἔφησε την βασι λείαν τῶν οὐρανῶν. Σχόλιον η'. Ως τῷ μετανοούντι τὸ ὑψηλοφρονεῖν ἀλλότριον οὕτως τὸν ἑκουσίως ἁμαρτάνοντα τὸ ταπεινοφρονεῖν ἀμύνατον. Ο νεχρώμενος ὑπὸ παθών, συμβουλῆς οὐκ αἰσθάνεται, καὶ παιδεύσεως πνευματικῆς τὸ σύνολον οὐκ ἀνέχεται. Σχόλιον θ'. Απόδειξις δεικνύουσα ἐπὶ μηδενὶ γαυριὖν καὶ ἐξ νοῦσθαι ὡς οἰκείᾳ φρονήσει, ἢ ἰσχύϊ κατορθοῦντι, ἄνευ τῆς τοῦ Θεοῦ ἀνεικάστου μεγαλοδωρεας. Αλλο. Ὁ ἐγκρατὴς ἀπέχεται γαστριμαργίας· ὁ ἀκτή. μων πλεονεξίας· ὁ ήσυχος πολυλαλιᾶς· ὁ ἁγνὸς φι ληδονίας· ὁ σεμνός πορνείας· ὁ αὐτάρκης φιλαργυρίας· ὁ προς ταραχῆς· ὁ ταπεινόφρων κενοδοξίας· ὁ ὑποτακτικός φιλονεικίας· ὁ ἐλεγκτικὸς ὑπο κρίσεως· ὁ προσευχόμενος ἀνελπιστίας· ὁ πτωχός πολυχρηματίας· ὁ ὁμολογητής ἀρνήσεως· ὁ μάρτυς εἰδωλολατρίας. Βλέπεις πως πᾶσα ἡ ἕως θανάτου ἐπι τελουμένη ἀρετή, οὐδὲν ἕτερον, πλὴν ἁμαρτίας ἐστὶν ἀποχή· ἁμαρτίας δὲ ἀποχὴ φύσεως ἐστιν ἔργον· οὐ βασιλείας ανταλλαγή. Ιωάννου Καρπαθίου ι. Τὸ τοῦ γάμου ἔνδυμα, περὶ οὗ τὰ θεῖα Χριστοῦ διαλαμβάνει λόγια, τὴν τοῦ ἁγίου Πνεύματος εἶνα χάριν ἡγοῦ· ἣν ὁ μὴ ἐνδυθῆναι γεγονώς ἄξιος, τοῦ ἐπουρανίου γάμου, καὶ τοῦ δείπνου τοῦ πνευματικοῦ κοινωνὸς οὐκ ἔσται. Σχόλιον Μάρκου ια'. Τινὲ; μὴ ποιοῦντες τὰς ἐντολὰς πιστεύειν ὀρθῶς νομίζουσι· τινὲς δὲ ποιοῦντες, ὡς μισθὸν ὀφειλόμενον τῆς βασιλείας ἐκδέχονται· ἀμφότεροι δὲ τῆς ἀλη θείας ἀπεσφάλησαν. Σχόλιον ιδ΄. Ὅταν τὸν νοῦν, ἢ δι' ἀργολογίας, ἢ εὐτραπελίας, ἢ ἄλλου τινὸς τοιούτου ἐκ Θεοῦ ἀφιστῶμεν, καὶ μετεωριζόμεθα, οὐ μοναχοί εσμεν. Σχόλιον ιγ'. Λήθη πταισμάτων ποτὲ μὲν οἴησιν τεχνουργεί, ποτὲ δὲ ἀναισθησίαν. Ευαγρίου Β'. Μὴ σπεῦδε πλουτεῖν, μὴ ταχὺ πένης γένῃ. Σχόλιον ιε Ο υπερηφανευόμενος παραχωρεῖται πεσεῖν εἰς βλασφημίας, καὶ δὲν τῇ ἀρετῇ τῆς πράξεως ἐπαιρόμενος, ἐν τῇ πορνεία παραχωρεῖται πεσεῖν· καὶ ὁ ἐν τῇ σοφίᾳ αὐτοῦ ἐπαιρόμενος, ἐν ταῖς σκοτειναῖς παγίσι τῆς ἀγνοίας εμπεσεῖν παραχωρεῖται. Σχόλιον ις'. Μέγα νομίζω καὶ τίμιον, τὸ τὴν κενοδοξίαν νική σπι, καὶ προκόψαι εἰς γνῶσιν Θεοῦ· ὁ γὰρ ἐμπεσών εἰς τὴν αἰσχρότητα τοῦ πονηροῦ τούτου πάθους τῆς κενδοξίας, τῆς εἰρήνης ἀλλοτριοῦται, καὶ σκληρό
col. 975–976page 199 of 294
PG 88:975νεται την καρδίαν πρὸς τοὺς ἁγίους· καὶ ἐν τῷ τέλει τῶν κακῶν αὐτοῦ, εἰς υψηλοφροσύνην περιπίπτει πονηρὰν καὶ φροντίδα του ψεύδεσθαι. Σχόλιον ι. Ορα, ὅτι τὸ ἀπολῦσαι τὸ θέλημά σου τῷ πλησίον ἐν γνώσει, αὕτη ἐστὶν ἡ ταπείνωσις. Μαξίμου ιη'. Εἰ βούλει μὴ ἐνεργεῖσθαι ὑπὸ τῶν πονηρῶν, εξουδένωσιν ψυχῆς καὶ θλίψιν σαρκός καταδέχου, καὶ τοῦτο οὐ μερικῶς, ἀλλ' ἐπὶ παντὶ τόπῳ, καὶ καιρῷ, καὶ πράγματι. Σχόλιον ιθ'. Αμήχανον τὸν μὴ καταδεξάμενον τὴ πρὸς πάντας ὑποδεὲς καὶ ἔσχατον δυνηθῆναι ποτε, ή λοιδορούμενον, θυμοῦ κρατῆσαι, ή θλιβόμενον μετά μακροθυμίας περιγενέσθαι τῶν πειρασμῶν. Περὶ τῶν ἀνεκφράστων λογισμῶν τῆς βλασφη (α) μίας (α). Χαλεπῆς ρίζης καὶ μητρὸς χαλεπώτατον ἀπόγονον εἶναι ἐν τοῖς φθάσασιν ἀκηκόαμεν, λέγω δὴ τῆς μικρᾶς ὑπερηφανίας ἄῤῥητον τῆς βλασφημίας ἀπό γονον· διὸ ἀναγκαῖον αὐτὸν εἰς μέσον ἀχθῆναι· οὐ γὰρ τῶν τυχόντων, ἀλλά γε καὶ πολὺ πάντων χαλεπώτερος ἐχθρὸς καὶ πολέμιος καθέστηκε, καὶ τὸ δὴ χαλεπώτερον οὐδὲ εὐχερῶς ἐκφρασθῆναι καὶ ἐξομο λογηθῆναι, ἢ στηλιτευθῆναι πνευματικῷ ιατρῷ δυ νάμενος. Διὸ καὶ πολλοῖς πολλάκις ἀπόγνωσιν καὶ ἀνελπιστίαν ἐγέννησεν· ὥσπερ σκώληξ ἐν ξύλω, πᾶσαν αὐτῶν τὴν ἐλπίδα ἐξαναλώσας ὁ ἀνόσιος. Οὗτος τοίνυν, οὗτος ὁ παμμίαρος φιλεῖ πολλάκις παρ' αὐτὰς τὰς ἁγίας συνάξεις, καὶ κατ' αὐτὴν τὴν φρικτὴν τῶν μυστηρίων ὥραν δυσφημεῖν τὸν Κύριον, καὶ τὰ τελούμενα ἅγια. Οθεν μάλιστα καὶ μανθάνομεν σαφῶς μὴ οὖσαν τὴν ἡμετέραν ψυχὴν τὴν τὰ ἄθεσμα, καὶ ἀκατάληπτα ἐκεῖνα, καὶ ἄῤῥητα λόγια ένδοθεν φθεγξαμένην· ἀλλὰ τὸν μισόθεον δαίμονα τὸν ἐκ τῶν οὐρανῶν δραπετεύσαντα· διὰ τὸ κἀκεῖ τὸν Κύ ριον βλασφημίας τῷ δοκεῖν βαλεῖν. Εἰ γὰρ ἐμοὶ οἱ ἄσμενοι ἐκεῖνοι καὶ ἀπρεπεῖς λόγοι, πῶς τὸ δῶρον δεξάμενος προσκυνῶ; Πῶς λοιδορεῖν καὶ εὐλογεῖν δύναμαι; Πολλοὺς ὁ ἀπατεών οὗτος και ψυχοφθόρος εἰς ἔκστασιν φρενών ήγαγε πολλάκις· οὐδεὶς γὰρ ἕτερος λογισμός οὕτως δυσεξαγόρευτος, ὡς αὐτὸς καθέστηκε· διὸ πολλάκις τοῖς πολλοῖς καὶ συνεγήρασεν συγγεγήρακεν]. Οὐδὲν γὰρ οὕτως τοῖς δαί μοσι καὶ τοῖς λογισμοῖς ἰσχὺν καθ᾿ ἡμῶν δίδωσιν, ὡς τὸ τούτους ἀνεξαγορεύτους ἐν τῇ καρδίᾳ σιτίζεσθαι καὶ ἀποκρύπτεσθαι· μηδεὶς ἐπὶ λογισμοῖς βλασφημίας αὐτὸν αἴτιον εἶναι λογίσοιτο· καρδιογνώστης γάρ ἐστιν ὁ Κύριος, καὶ ἐπίσταται, οὐχ ἡμῶν, ἀλλὰ τῶν ἐχθρῶν ἡμῶν εἶναι τὰ τοιαῦτα βήμ ματα. Το μεθύειν αἴτιον τοῦ προσκόπτειν· καὶ τὸ ὑπερηφανεύεσθαι, αἴτιον τῶν ἀπρεπῶν λογισμῶν, καὶ ἐκ μὲν τοῦ προσκόπτειν ἀναίτιος ὁ προσκόψας, ἐκ δὲ τοῦ μεθύειν πάντως τιμωρηθήσεται. Εν προσ ευχή σταθέντων ἡμῶν οἱ ἀκάθαρτοι καὶ ἄῤῥητος
col. 977–978page 200 of 294
PG 88:977λογισμοὶ ἐκεῖνοι ἐπανέστησαν· καὶ τὴν προσευχὴν πληρωσάντων, εὐθέως ὑπεχώρησαν· τοῖς γὰρ μὴ μα χομένοις αὐτοῖς οὐ φιλοῦσι μάχεσθαι. Οὐ μόνον τὸ Θεῖον, καὶ τὰ θεῖα πάντα ὁ ἄθες; βλασφημεῖ, ἀλλὰ αἰσχροτάτους τινὰς καὶ ἀπρεπεῖς λόγους ἐν ἡμῖν φθέγγεται· ἵνα ἡ τὴν προσευχὴν καταλείψωμεν, ἢ ἑαυτῶν ἀπογνῶμεν· πολλοὺς μὲν τῆς προσευχῆς ἀνέκοψε, πολλοὺς δὲ τῶν μυστηρίων ἀπεχώρησε. τινῶν μὲν τὰ σώματα τῇ λύπῃ κατέτηξεν· ἄλο λους δὲ διὰ νηστείας δεδάμακεν ὁ πονηρὸς οὗτος καὶ ἀπάνθρωπος τύραννος· καὶ οὐδεμίαν αὐτῆς τὴν ἀν εσιν δέδωκεν· οὐ μόνον τοῖς κατὰ κόσμον, ἀλλὰ καὶ τοῖς τὸν μοναδικὸν βίον μετερχομένοις τοῦτο ἀπερ γασάμενος, μηδεμίαν αὐτοῖς λοιπὸν σωτηρίαν ἔχειν ὑποτιθέμενος, ἀλλὰ καὶ ἀπίστων καὶ Ἑλλήνων πάν των ελεεινοτέρους εἶναι ἀποφαινόμενος. Ὁ πνεύματι βλασφημίας ὀχλούμενος, καὶ τούτου ἀπαλλαγῆναι βουλόμενος ἐπιγνώτω ἀκριβῶς, μὴ τὴν ψυχὴν τὴν ἑαυτοῦ αἴτιον εἶναι τῶν τοιούτων λογι σμῶν, ἀλλὰ αὐτὸν ἀκάθαρτον δαίμονα, τόν ποτε πρὸς Κύριον λέγοντα· Ταῦτα πάντα σοι δώσω, εἰ [ἐὰν] ἂν πεσὼν προσκυνήσῃς μοι. Διὸ καὶ ἡμεῖς ἐξου θενοῦντες αὐτὸν, καὶ μηδόλως τὰ παρ' αὐτοῦ λογι ζόμενα εἰς μέτρον ἔχοντες,εἴπωμεν· Υπαγε ὀπίσω μου, Σατανά, Κύριον τον Θεόν μου προσκυνήσω, καὶ αὐτῷ μόνῳ λατρεύσω. Σοῦ δὲ ἐπιστρέψει δ πόνος καὶ ὁ λόγος ἐπὶ τὴν κεφαλήν σου, καὶ ἐπὶ τὴν κορυφήν σου, ή βλασφημία του καταβήσεται ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι· ὁ ἐκτὸς τοῦ προεια ρημένου τρόπου τὸν τῆς βλασφημίας δαίμονα παλαί και βουλόμενος, όμοιός ἐστι τῷ ἐν ταῖς αὐτοῦ χερσὶν ἀστραπὴν κατασχεῖν δοκιμάζοντι· πῶς γὰρ καὶ και ταλήψεται, ἢ ἀντείπῃ, ἡ παλαίσῃ τῷ ἐξαίφνης ἐν τῇ καρδίᾳ δίκην ἀνέμου παρερχομένῳ καὶ ῥοπῆς, τά χιστα τὸν λόγον λέγοντι, καὶ εὐθέως ἀφαντουμένῳ; Πάντες γὰρ οἱ πολέμιοι καὶ ἵστανται, καὶ προσπαλαίουσι, καὶ χρονίζουσι, καὶ καιρὸν παρέχουσι τῷ κατ' αὐτῶν παλαίειν βουλομένῳ· οὗτος δὲ οὔ, ἀλλὰ ἅμα τοῦ φανῆναι ἀπέστη, καὶ ἅμα τοῦ προσλαλῆσαι παρῆλθε. Πολλάκις ἐν τῇ τῶν ἁπλουστέρων ἀκεραιοτέρων διανοίς ὁ τοιοῦτος δαίμων φιλοχωρεῖν εξωθε, οἵτινες καὶ μάλιστα σφοδροτέρως τῶν ἄλλων θορυβοῦνται καὶ ταράττονται Εν οἷς καὶ λέγομεν κυρίως, οὐκ ἐξ οἰήσεως, ἀλλ᾽ ἐκ φθόνου τῶν δαιμόνων τὸ πᾶν γίνεσθαι. Τοῦ κρίνειν καὶ τοῦ κατακρίνειν τὸν πλησίον παυσώμεθα, καὶ λογι σμούς βλασφημίας οὐ φοβηθησόμεθα· ἀφορμὴ γὰρ καὶ ρίζα τοῦ δευτέρου τὸ πρότερον. Ωσπερ ὁ ἐν οἴχι κατακεκλεισμένος ὑπάρχων τῶν ἔξω παριόντων τους λόγους ἀκούει, αὐτὸς τούτους μὴ φθεγγόμενος· οὔ τω καὶ ἡ ψυχὴ ἐν ἑαυτῇ διάγουσα, τὰς τοῦ δαίμονος βλασφημίας ακροωμένη ταράττεται, ἅπερ φθέγγεται δι' αὐτῆς παρερχόμενος. Ο εξουθενώσας τοῦτον, τοῦ πάθους ἠλευθέρωτας· ὁ δὲ ἄλλως αὐτῷ παλαίειν σοφιζόμενος, εἰς τέλος ὑπόκειται· ὁ γὰρ λόγοις πνεύ το

Step XXIVGradus XXIV

col. 979–980page 201 of 294
PG 88:9796 ματα κρατήσει [αι. λόγοις πνευμάτων πιᾶσαι] βου λόμενος, ὅμοιός ἐστι τῷ ἀνέμους ἐγκλείοντι. Μοναχής σπουδαῖος ὑπὸ τούτου ἐχλούμενος τοῦ δαίμονος ἐπὶ εἰκοστὸν ἔτος τὰς ἑαυτοῦ σάρκας νησ στείαις καὶ ἀγρυπνίαις κατέτηξε. Καὶ ὡς οὐδεμιᾶς ὠφελείας ᾔσθετο ἀπελθὼν καὶ τὸ πάθος ἐν χάρτη γεγραφώς, ἁγίῳ τινὶ ἀνδρὶ ἐπέδωκεν, ἐπὶ πρόσ ωπον κείμενος καὶ πρὸς αὐτὸν ἀνανεύειν μὴ δυνάμενος. Ως δὲ ἀνέγνω ὁ γέρων, μειδίασε, καὶ ἀναστήσας τὸν ἀδελφὸν λέγει αὐτῷ· Ἐπίθες, τέκνον, τὴν σὴν χεῖρα ἐπὶ τὸν ἐμὸν αὐχένα. Καὶ ὡς τοῦτο ὁ ἀδελφὸς πεποίηκε, λέγει ὁ μέγας· Ἐπὶ τὸν ἐμὸν τράχηλον, ἀδελφέ, ἡ ἁμαρτία αὕτη, ὅσα ἔτη καὶ πα 302 5 ποίηκε, καὶ ποιήσει ἐν σοί, μόνον σὺ αὐτὴν εἰς μέσ τρον μηκέτι ἔχε. Καὶ διεβεβαιοῦτο ὁ τοιοῦτος, ὡς οὐ πρώην τῆς κέλλης τοῦ γέροντα; ἐξεληλύθει, έως οὗ τὴ πάθος θάττον ἄφαντον γέγονεν· τούτου ἐν πεί ρα γενόμενος ἐμοὶ διηγήσατο εὐχαριστῶν τῷ Χρισ στῷ. Νίκην του πάθους ὁ εἰληφώς απώσατο υπερ ηφανίαν. ΣΧΟΛΙΟΝ ΕΙΣ ΛΟΓΟΝ ΚΓ. Περὶ βλασφημίας. Ἐξ ἀπιστίας παρακοή· ἐκ παρακοῆς αὐταρέσκεια ἐκ ταύτης κενοδοξία· ἐκ κενοδοξίας υπερηφανία ἐξ ύπερηφανίας βλασφημία, ἡ ἔκτασις νοός· ἐν δὲ τι, τοῖς ἁπλουστέροις ἐκ φθόνου δαιμόνων γίνεται ἡ βλασφημία. ΛΟΓΟΣ ΚΑ'. Περί πραότητες, καὶ ἀκλότητος, καὶ ἀκανίας, καὶ πονηρίας σεσοφισμένων, καὶ οὐ φυσι κών. Προτρέχει μὲν τοῦ ἡλίου τὸ πρωΐνὸν φῶς, πάσης δὲ ταπεινοφροσύνης πραΰτης (α) πρόδρομος· διὸ καὶ τοῦ φωτὸς ἀκούσωμεν, οὕτως αὐτὰς τῷ βαθμῷ κατα τάττοντος· Μάθετε γὰρ ἀπ' ἐμοί, φησί, ότι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ Οὐκοῦν θέμις προ φλίου περὶ φωτός φωτισθῆναι· εἶθ' οὕτως τῷ ἡλίῳ ἐναν τενίσαι τρανῶς. Οὐκ ἔστι γάρ, οὐκ ἔστι τὸν μὴ τοῦτο προγνόντα, ἐκεῖνο, θεάσασθαι, ὡς ἡ τῶν λεγομένων γεγονότων διδάσκει αληθής κατάστασις. Πραϊ τῆς ἐστὶν ἀμετάθετος νους κατάστασις, ἐν τιμαίς καὶ ἀτιμίοις ὡσαύτως ἔχουσα Πραΐτης ἐστὶν ἐν ταραχαῖς τοῦ πλησίον ἀνεπαισθήτως καὶ εἰλικρινῶς ὑπὲρ αὐτοῦ προσεύχεσθαι. Πραΰτης ἐστὶν ὑπερ κειμένη τῆς τοῦ θυμοῦ θαλάττης πέτρα, πάντα τὰ προσρήσσοντα κύματα διαλύουσα, καὶ οὐδαμῶς κλ νον ὑπομένουσα. Πραΰτης ἐστὶν ὑπομονῆς στήριγμα, ἀγάπης θύρα, μᾶλλον δὲ μήτηρ, διακρίσεως υπό θεσις· Διδάξει γάρ, φησί, Κύριος πραεῖς ὁδοὺς και προΐτης. πραότης, πρᾶος ε
col. 981–982page 202 of 294
PG 88:981αὐτοῦ· ἀφέσεως πρόξενος· παρρησία ἐν προσευχῇ Πνεύματος ἁγίου χωρίον· Ἐπὶ τίνας γὰρ ἐπιβλέψω, ἀλλ' ἡ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον; Πραΰ της ὑπακοῆς συνεργός, ἀδελφότητος οδηγός, μαινομένων χαλινός, θυμουμένων ἐκκοπή, καὶ χαρᾶς χου φηγός, Χριστοῦ μίμημα, ἀγγέλων ἰδίωμα, δαιμόνων δεσμὸς, καὶ πικρίας θυρεός. Εν καρδίαις πραέων επαναπαύσεται Κύριος· ψυχὴ δὲ ταραχώδης δια βόλου καθέδρα. Οι πραεῖς κληρονομήσουσι γῆν μᾶλλον δὲ κατακυριεύσουσι γῆς· μεμηνότες δὲ ἄν δρες ἐκπορθοῦνται ἀπὸ γῆς αὐτῶν. Ψυχὴ πραεία θρόνος ἁπλότητος· νοῦς δὲ ὀργίλος δημιουργός που νηρίας. Ψυχὴ ἠπίς χωρήσει λόγους σοφίας, Οδη γήσει γάρ Κύριος πραεῖς ἐν κρίσει, μᾶλλον δὲ ἐν διακρίσει. Ψυχὴ εὐθὺς σύμβιος ταπεινώσεως· ἡ δὲ πονηρὰ ὑπερηφανίας νεανίς. Ψυχαὶ πραέων πλησθήσονται γνώσεως θυμώδης δὲ νοῦς σκότους καὶ ἀγνω σίας σύνοικος. Θυμώδης καὶ εἴρων ἀλλήλοις ὑπήν 304 τησαν καὶ οὐκ ἦν εὑρεῖν λόγον εὐθῆ ἐν διαλέξει αὐτῶν. ᾿Αναπτύξας τὴν καρδίαν τοῦ προτέρου, εὑρήσεις μανίαν, τὴν δὲ τοῦ δευτέρου ψυχὴν έρευ νήσας, θεωρήσεις πονηρίαν. Απλότης ἐστὶν ἔξις ψυχῆς ἀποίκιλος πρὸς κακόνοιαν γενομένη ἀκίνητος. Πονηρία ἐστὶν ἐπιστήμη, μᾶλλον δὲ άσχημο [ ] σύνη δαιμονιώδης, ἀληθείας ἀποστερηθεῖσα, καὶ τοὺς πολλοὺς λανθάνειν δοκοῦσα. Υπόκρισίς ἐστι σώματος καὶ ψυχῆς ἐναντία κατάστασις ἐπινοίαις ἁπάσαις ἐμπεπλεγμένη· ἀκακία ἐστὶν ἱλαρὰ ψυχῆς κατά στασις ἐπινοίας πάσης ἀπηλλαγμένη. Εὐθύτης ἐστὶν ἀπερίεργος ἔννοια, ἀνόθευτον ἦθος (α), ἄπλαστος καὶ ἀπροκατασκεύαστος λόγος· ἀπόνηρός ἐστι και θαρά φύσις ψυχῆς, ὡς πέφυκε κτισθεῖσα τὰς ἐν τεύξεις πρὸς πάντας ποιουμένη. Πονηρία ἐστὶν εὐθύτητος ἐναλλαγή, πεπλανημένη έννοια - οἰκονομίας ψευδομένη· κεκολασμένο: ὅρκοι, συμπεπλεγμένοι λόγοι· βυθός καρδίας, ἄβυσσος δόλου, πεποιωμέ τον ψεύδος, φυσική λοιπόν οίησις, ταπεινώσεως ἀντίπαλος, μετανοίας υπόκρισις, πένθους μικρο σμὸς, ἐξομολογήσεως ἔχθρα, ίδιογνωμόρυθμος. πτωμάτων πρόξενος, ἀναστάσεως ἀντίθετος ὕβρεων μειδιασμός, μεμωραμμένη κατήφεια, ἐπί πλαστος εὐλάβεια, δαιμονιώδης βίας. Πονηρός ἐστι διαβόλου συνώνυμος καὶ συνόμιλος. Διὸ καὶ Κύριος οὕτως αὐτὸν ἡμᾶς ὀνομάζειν ἐδίδαξε λέγοντας Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Φύγω μεν ἀπὸ κρημνοῦ ὑποκρίσεως, καὶ ἀπὸ λάκκου ὑπε ουλότητος, ἀκούοντες τοῦ λέγοντος ὅτι οἱ πονηρευό (α) ἦθος Κεκολασμένοι όρκοι κεκολλημένοι, ταί Σχεν, πονηρός
col. 983–984page 203 of 294
PG 88:983Ει μενοι ἐξολοθρευθήσονται (β), καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. Οἱ γὰρ τοιοῦτοι βοσκή (α) δαιμόνων. Ωσπερ ἀγάπη ὁ Θεὸς ὀνομάζεται, οὕτως καὶ εὐθύτης. Διὸ ὁ σοφὸς ἐν τοῖς Ασματί φησι πρὸς τὴν καθαρὰν καρδίαν· Εὐθύτης ἠγάπησέ σε Καὶ πάλιν ὁ τούτου πατήρ Χρηστὸς καὶ εὐθὺς ὁ Κύ ριος. Καὶ τοὺς συνωνύμους αὐτοῦ σώζεσθαι λέ γει· φησί γάρ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Καὶ πάλιν· Εὐθύτητας ψυχῶν εἶδε, καὶ επεσκέψατο τὸ πρόσωπον αὐτοῦ. Πρῶτον δίωμα τῆς τῶν παίδων αυξήσεως, απλότης ἀποίκιλος, ἣν έως είχεν 'Αδάμ ἐκεῖνος, οὐκ εἶδε γύμνωσιν ψυχής αὐτοῦ· οὐδὲ ἀσχημοσύνην σαρκὸς αὐτοῦ. Καλὴ μὲν καὶ ἡ φύσει τισὶν ἐνυπάρχουσα ἁπλότης καὶ μα καρία· οὐχ οὕτως δὲ, ὡς ἡ ἐκ πονηρίας δι' ιδρώτων κατεγκεντρι σθεῖσα· ἡ μὲν γὰρ ἀπὸ πολλῆς ποικιλίας καὶ παθῶν σκέπεται· ἡ δὲ ὑψηλοτάτης ταπεινοφροσύνης καὶ πραότητος γίνεται πρόξενος· καὶ τῇ μὲν οὐ πολὺς ὁ μισθὸς, τῇ δὲ ὑπερύμνητος. Πάντες οἱ τὸν Κύριον ἑαυτοῖς ἐπιστάσασθαι βουλόμενος, ἁπλῶς καὶ ἀπλάστως, καὶ ἀποικίλως, καὶ ἀπονήρως ὡς διδασκάλῳ ἐν τοῖς μαθήμασιν ἀπεριέργως προσ έλθωμεν. Απλούς γὰρ ἂν, καὶ ἀσύνθετος, ἁπλᾶς το νας καὶ ἀκεραίους τὰς ἑαυτῷ προσερχομένας ψυχάς εἶναι βούλεται. Οὐκ ἔστι γὰρ ἁπλότητα ἀπηλλαγμέν την ταπεινώσεω; θεάσασθαί ποτε Πονηρός έστι προβλέπτης, ψευδῆς ἐκ λόγων τοὺς λογισμούς, καὶ ἐκ σχημάτων τὰ εγκάρδια λαμβάνειν φανταζόμενος εἶδον εὐθεῖς ἐκ πονηρῶν πονηρεύεσθαι μεμαθηκότας καὶ πεφάντασμαι πῶς καὶ φύσεως ἰδίωμα καὶ προτέρημα οὕτως ταχέως ἀπολέσαι ἴσχυσαν. Οσα οἱ εὐθεῖς εὐχερῶς μεταπίπτουσι, τοσούτῳ δυσ χερῶς οἱ ἐναντίοι μεταποιηθῆναι δύνανται. Ξενιτεία ἀληθὴς καὶ ὑποταγή καὶ φυλακή χειλέων πολύ λὰ πολλάκις ίσχυσαν καὶ μετεποίησαν παραδόξως ἀνίατα. Εἰ ἡ γνῶσις φυσιοῖ τοὺς πλείονας· μή πως ἡ ἰδιωτεία, καὶ ἡ ἀμαθία ταπεινούν συμμέτρως πέτ φυκεν. Απόδειξις καὶ ὄρος ἐναργής καὶ τύπος ἡμῖν τῆς μακαρίας ἁπλότητος ὁ τρισμακάριος Παύλος γέγονεν ὁ ἁπλοῦς. Οὐδεὶς γὰρ, οὐδεὶς οὐδαμοῦ τοιαύ την προκοπὴν ἐν ὀλίγῳ οὐδὲ εἶδεν, οὐδὲ ἤκουεν, οὐδὲ ἰδεῖν δύναται πώποτε. Απλούς μοναχός, άλογον λου γικὸν, ὑπήκοον, τὸ οἰκεῖον φορτίον τελείως τῷ ἄγοντα ἀποθέμενος. Οὐκ ἀντείπει ζῶον τῷ δεσμοῦντι· οὐδὲ " ψυχὴ εὐθὺς τῷ ἐπιστατοῦντι· ἔπεται τῷ ἔλκοντι ὡς βούλεται, καὶ μέχρι θύσεως ἀντιλέγειν οὐκ ἐπίσταται. Δυσκόλως πλούσιοι εἰς βασιλείαν, καὶ φρόνιμοι άφρονες εἰς ἁπλότητα εἰσελεύσονται Πτώμα πολλάκις δεινοὺς ἐσωφρόνισεν, ἀκούσιον αὐτοῖς σω τηρίαν καὶ ἀκακίαν κεχαρισμένον. Πάλαις πλανιν σου τὴν φρόνησιν καὶ οὕτως ποιῶν εὑρήσεις σωτηρίαν, καὶ εὐθύτητα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν. εὐθύτης ηγάπησέ σε.
col. 985–986page 204 of 294
PG 88:985ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ ΚΔ' Περὶ πραότητος. Σχόλιον α'. Η μὲν πραότης ατάραχον τον θυμόν διαφυλάττει ἡ δὲ ταπείνωσις τύφου καὶ κενοδοξίας τὸν νοῦν ἐλευ θεροί. Σχόλιον β'. Τὸ βαστάσαι ἐστὶν ἡ πραότης. Σχόλιον γ'. Εἴρων λέγεται ὁ κόλαξ, ὁ ἀπατεῶν, ὁ ψευδολόγος, ἐκ τοῦ συμπλέκειν λόγους πρὸς χάριν, οὐ πρὸς ἀλή θειαν. Σχόλιον Εὐαγρίου 8. Φύσις θυμοῦ τὸ τοῖς δαίμοσι μάχεσθαι, καὶ ὑπὲρ ἔστινος οὖν ἡδονῆς ἀγωνίζεσθαι· διόπερ οἱ μὲν ἄγγελοι τὴν πνευματικὴν ἡμῖν ἡδονὴν ὑποβάλλονται καὶ τὴν ἐκ ταύτης μακαριότητα πρὸς τοὺς δαίμονας τὸν θυμὸν τρέψαι παρακαλοῦσιν· ἐκεῖνοι δ' αὖ πά λιν πρὸς τὰς κοσμικὰς ἐπιθυμίας έλκοντα ἡμᾶς, τὸν θυμὸν τοῖς ἀνθρώποις παρὰ φύσιν βιάζονται μάχεσθαι, ἵνα σκοτισθεὶς ὁ νοῦς καὶ τῆς γνώσεως ἐκπεσών, προδότης τῶν ἀρετῶν γένηται. Αλλο Γρηγορίου Θεολόγου. Θυμόν χαλινού, μὴ φρενών ἔξω πέσης· κόλαζε τὸν θυμὸν, μανίας γὰρ ἐστι πατὴρ τὸ μέτρον ἐξερ χόμενος. Σχόλιον ε'. Η γὰρ πονηρία οὐ συγχωρεῖ διὰ μετανοίας ἀνα στῆναι του πτώματος. Σχόλιον ς'. Ύπουλος ἀνὴρ, δικτύου κεκρυμμένον. Σχόλιον ζ. Ἡ φυσικὴ ἁπλότης, φησί, πολλῶν παθῶν τηρεί τα: ἀμέτοχος. Σχόλιον η'. Ἡ ἁπλότης καὶ τὸ μὴ μετρεῖν ἑαυτὸν ἀγνίζει τὴν καρδίαν ἀπὸ τοῦ πονηροῦ. Σχόλιον θ. Φευκτέον, παρακαλώ, τοὺς κακούς συνδιαιτητές, ὅση δύναμις, ἵνα μὴ συναλῶμεν τῇ κακίᾳ αὐ τών. Σχόλιον ι. Τὸν τρόπον λέγει, πῶς ἂν οἱ πονηροὶ καὶ ὕπουλοι μεταβληθεῖέν ποτε. Σχόλιον ια'. Τινὲς φρονίμους λέγουσι τοὺς διακριτικούς τῶν αἰσθητῶν πραγμάτων φρόνιμοι δέ εἰσιν οἱ ἐπικρατοῦντες τῶν οἰκείων θελημάτων. Σχόλιον άλλο. Αφρονες ἀληθῶς οἱ παρὰ ἑαυτοῖς φρόνιμοι· καὶ τοῦ προφητικοῦ οὐαὶ κληρονόμοι ἐπάξιοι. η

Step XXVGradus XXV

col. 987–988page 205 of 294
PG 88:987ΧΧΥ. Οὐ τοὺς ἀληθινοὺς ἐν Χριστῷ φρονίμους ἐκβάλο λει, ἀλλ᾽ οἷς ὁ κόσμος δοκεῖ λέγειν φρονίμους, τη τῆς πονηρίας ἀφροσύνῃ γνωριζομένους. Σχόλιον ιδ'. Αγωνίζου, φησί, μὴ ποιεῖν τὰ τῇ φρονήσει σου παριστάμενα ἄνευ τῆς τῶν μειζόνων δοκιμασίας. ΛΟΓΟΣ ΚΕ. Περὶ τῆς τῶν παθῶν ἀπωλείας τῆς ὑψίστου τα πεινοφροσύνης, ἀοράτῳ αἰσθήσει εγγινομένης ὃς ἀνάβασιν ἴσχυσεν, θαρσείτω, τὸν διδάσκαλον γὰρ Χριστὸν μιμησάμενος σέσωσται. Ὁ ἀγάπης Κυρίου κυρίως, καὶ ταπεινοφροσύνης πρεπόντως, καὶ μακαρίας ἁγνείας ἀληθῶς, καὶ ἐλε λάμψεως Θεοῦ ἐναργώς (α), καὶ φόβου αὐτοῦ ἀψευ δῶς, καὶ πληροφορίας καρδίας εἰλικρινῶς αἴσθησιν καὶ ἐνέργειαν διὰ λόγου ὁρατοῦ διηγεῖσθαι βουλόμενος καὶ τοὺς ταύτης ἀγεύστους ἐν ἐξηγήσεσι περὶ τῶν τοιούτων φωτίζειν δοκῶν, ὅμοιόν τι ποιεῖ ἀνδρὶ, τῷ τοὺς μὴ γευσαμένους μέλιτος πώποτε τὴν τούτου γλυκύτητα διὰ λόγων, καὶ ὑποδειγμάτων δι δάσκειν θέλοντι. Αλλ' ὁ μὲν δεύτερος εἰς μάτην φο λολογεῖ, ἵνα μὴ είπω βαττολογεῖ· ὁ δὲ πρώτερος, ἄπειρος τῆς ἑαυτοῦ διηγήσεως κατέστηκεν, ἢ ὑπὸ κενοδοξίας οξέως ἐμπαίζεται. Προέθηκεν ὁ λόγος θησ σαυρὸν εἰς βάσανον ἐν ὀστρακίνοις σκεύεσι, μᾶλλον δὲ σώμασι, κατησφαλισμένον ὑπάρχοντα, παντὶ λό γῳ τῇ ποιότητι ἀγνώριστον διαμένοντα, μόνην δὲ τὴν ἄνωθεν ἐπιγραφὴν ἀκατάληπτον περικείμενον πολλὴν καὶ ἀπέραντον τοῖς λόγῳ ζητοῦσι τὴν ἔρευναν, καὶ τὸν μόχθον [κόπον] παρέχουσαν. Εἶχε δὲ ἡ λέ ξις οὕτως· Ἡ ἁγία ταπείνωσις. Οσοι Πνεύματι Θεοῦ ἄγονται οὗτοι ἡμῖν εἰς τὸ νοερὸν τοῦτο καὶ πάντοτον συνεισιέτωσαν συνέδριον, πλάκας γνώσεως θεογράφους σὺν αὐτοῖς μετὰ χεῖρας νοεράς ἐπιφερόμενοι καὶ συνεληλύθαμεν καὶ συνεζητήκαμεν, καὶ βεβασανίκαμεν τῆς τιμίας ἐπιγραφῆς τὴν δύνα μιν. Καὶ ὁ μὲν ἔλεγε λήθην τῶν κατορθουμένων προσεχή· ἕτερος δὲ τὸ πάντων ἐσχατώτερον καὶ ἁμαρτωλότερον ἑαυτὸν λογίζεσθαι· ἄλλος ἐπίγνωσιν νοὸς τῆς οἰκείας ἀσθενείας καὶ ἀδυναμίας· ἕτερος, τὸ προκαταλαμβάνειν τὸν πλησίον ἐν παροργισμοῖς καὶ λύειν πρῶτον τὴν μῆνιν· ἕτερος πάλιν χάριτος Θεοῦ καὶ συμπαθείας ἐπίγνωσιν· ἄλλος συντετριμμένης ψυχῆς αἴσθησιν, καὶ θελήματος οἰκείου ἄρνη σιν. Ἐγὼ δὲ πάντων ἀκηκοώς, καὶ ἐν ἑαυτῷ ταῦτα ἐπεσκεμμένως τε καὶ νηφάντως βεβασανικώς, τὴν μακαρίαν ἐκείνης αἴσθησιν δι' ἀκοῆς μανθάνειν οὐ δεδύνημαι. Διόπερ καὶ ἔσχατος πάντων ὡς κύων ἐκ ψιχίων τραπέζης των γνωστικῶν καὶ μακαρίων έχε πιπτόντων αὐτῶν τοῦ στόματος συλλελεχώς περί ταύτης οριζόμενος εἶπον (α) εναργώς που ενεργώς,
col. 989–990page 206 of 294
PG 88:989Ταπεινοφροσύνη ἐστὶ ἀνώνυμος χάρις ψυχῆς μόνοις εὐώνυμος τοῖς τὴν πεῖραν ειληφήσιν, ἄφραστος πλούτος Θεοῦ ὀνομασία, καὶ χορηγία. Μάθετε γὰρ, φησὶν, οὐκ ἀπ᾿ ἀγγέλου, οὐκ ἀπ' ἀνθρώπου, οὐκ ἀπὸ δέλτου, ἀλλ' ἀπ' ἐμοῦ, τοῦτ' ἔστιν, ἐκ τῆς ἐμῆς ἐν ὑμῖν ἐνοικειώσεως καὶ ἐλλάμψεως, καὶ ἐνερ γείας· ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ τῷ λογισμῷ, καὶ τῷ φρονήματι, καὶ εὑρήσετε ἀνάπαυσιν πολέμων. καὶ κουφισμὸν λογισμῶν ταῖς ψυχαῖς ὑμῶν. "Αλλη τῆς ὁσίας ταύτης ἀμπέλου ή θέα ἐν χειμῶνι παθῶν ἔτι, καὶ ἄλλη ἐν ἔαρι λοιπὸν τῶν καρπῶν· καὶ ἑτέρα ἡ ἐν θέρει τῶν ἀρετῶν, εἰ καὶ εἰς μίαν πᾶσαι αὐτῆς αἱ θεωρίας συντρέχουσιν τὴν εὐ φροσύνην καὶ καρποφορίαν· ὅθεν καὶ οἰκεῖα ώσπερ εἰ τὰ σύμβολα καὶ τὰ τεκμήρια τῶν καρπῶν κέ κτηνται. Όταν μὲν γὰρ ἐν ἡμῖν ὁ τῆς ὁσίας ταύτης ἐπανθεῖν βότρυς ἄρξηται μισοῦμεν εὐθέως μετὰ πόνου πᾶσαν ἀνθρωπίνην δόξαν καὶ εὐφημίαν· θυ μὲν καὶ ὀργὴν ἐξ ἑαυτῶν ἐξορίζοντες. Προκοπτούσης δὲ λοιπὸν τῆς βασιλίδος ταύτης τῶν ἀρετῶν τῇ πνευ ματικῇ ἡλικίᾳ ἐν τῇ ψυχῇ, εἰς οὐδὲν, μᾶλλον εἰς βδέλυγμα, πάντα τὰ παρ' ἡμῶν ἐκτελούμενα ἀγαθὰ λογιζόμεθα, πᾶσαν ἡμέραν προστιθέναι μάλλον τῷ φορτίῳ ἐν ἀγνώστῳ σκορπισμῷ ὑπολαμβάνοντες τὴν δὲ τῶν ἐν ἡμῖν ἐπιδημούντων θείων χαρισμά των περιουσίαν, ὡς προσθήκην πλείονος κολάσεως, ὡς οὐκ ἀξίοις αὐτῶν ὑποπτεύομεν. Διὸ τότε καὶ μέ νει ὁ νοῦς ἄσυλος ἐν βαλαντίῳ μετριότητος ἑαυτὸν κατασφαλισάμενος, τοὺς κτύπους μόνον καὶ τὰ ἀθύρ ματα τῶν κλεπτῶν ἀκούων, καὶ ὑπ᾽ οὐδενὸς τούτων ἐπηρεασθῆναι δυνάμενος, εἴπερ μετριότης ἐστὶν τα μεῖον ἀνεπιχείρητον. Περὶ μὲν οὖν τῆς ἀνθηφορίας καὶ προκοπῆς βραχείας τοῦ ἀειθαλούς καρποῦ διὰ μικρολογίας φιλοσοφείν τετολμήχαμεν· τί δὲ λοι τὸν τὸ τέλειον ἔπαθλον τῆς ἱερᾶς, τὸν Κύριον οἱ τοῦ Κυρίου οἰκεῖοι ἐρωτήσατε. Περὶ μὲν οὖν τῆς ποσότητος τῆς οὐσίας ταύτης λέγειν οὐ δυνατόν περὶ δὲ τῆς ποιότητος ἀδυνατώτερον φράσαι. Πλὴν δὲ περὶ τῆς ἰδιότητος κατὰ τὴν ὑπεισελθοῦσαν ἡμῖν ἔννοιαν λέγειν ἐπιχειρήσομεν. Μετάνοια, με μεριμνημένη μέντοι, καὶ πένθος ἀφ ηγνισμένον πάσης κηλίδος, καὶ ἡ πανόσιος εἰσαγομένων ταπείνωσις, τοσαύτην ἀπ' ἀλλήλων τὴν δια φοράν, καὶ τὴν διάκρισιν κέκτηνται, όσην έχει παρὰ τὸν ἄρτον ἡ ζύμη καὶ ὁ ἄλευρος. Συντρίδα και μὲν γὰρ ψυχή και λεπτύνεται διὰ μετανοία; ἐνεργοῦς· ἐνοῦται δέ πως, καὶ ἵν' οὕτως εἴπω συμ φύρεται θεῷ δι' ὕδατος πένθους ἀψευδούς· ἐξ οὗ καὶ ἐξάψασα πῦρ Κυρίου ἀρτοποιεῖται καὶ στερεοῦται ή μακαρία ταπείνωσις ἡ ἄζυμος καὶ ἄτυφος ἔθεν καὶ ὡς εἰς μίαν δύναμιν, καὶ ἐνέργειαν, καὶ συνθέουσα ἑαυτῇ ἡ πανόσιος αὕτη τρίσειρος άλυσις, (α)
col. 991–992page 207 of 294
PG 88:991μᾶλλον δὲ ἴρις, οἰκείας πως καὶ τὰς ἐργασίας καὶ ιδιότητας κέκτηται· καὶ ὅπερ ἂν θατέρας είποις ὑπάρ χειν σύμβολον, τοῦτο καὶ τῆς ἑτέρας εὕροις ἂν γινόμε τον γνώρισμα. Διὸ καὶ ἐν συντόμῳ τὸ εἰρημένον δι' ἀπο δείξεως κυρῶσαι πειράσομαι. Ιδίωμα μὲν γὰρ τῆς και λῆς ταύτης καὶ ἀξιαγάστου Τριάδος πρῶτον καὶ ἐξω αίρετον ἀτιμίας ὑποδοχὴ ἀσμενεστάτη, ὑπτίαις χερσὶ ψυχῆς προσδεχομένης καὶ περιπτυσσομένης ταύτην ώς καταπαύουσαν καὶ καταφλέγουσαν νόσους ψυχῆς, καὶ ἁμαρτίας μεγάλας· δεύτερον δὲ ἀπ' ἐκείνον θυ μοῦ παντὸς ἀπώλεια [θνῆσις], καὶ μετριότης ἐν τῇ τούτου κατευνάσει· τρίτος δὲ βαθμὸς κάλλιστος, τῶν οἰκείων καλῶν ἀπιστία πιστή, καὶ διηνεκής μαθή σεως όρεξις. Τέλος μὲν νόμου και προφητῶν, Χρι στὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι τέλος δὲ παθῶν ἀκαθάρτων κενοδοξία καὶ ὑπερηφα νέα παντὶ τῷ μὴ προσέχοντι ὧν καθαιρέτις οὖσα ἡ νοερά αὕτη Έλαφος φυλάττει τὸν ἑαυτῆς σύμ βιον παντὸς τοῦ θανατηφόρου ἀνεπίδηκτον. Ποῦ γὰρ ἐν αὐτῇ ὑποκρίσεως ἱὸς ἐμφανίζεται; ποῦ καταλαλιᾶς; ποῦ ὄφις ἐν φωλιά κρύπτεται; καὶ οὐχὶ μᾶλλον ἐχ τῆς γῆς τῆς καρδίας δημοσιευόμενος θανατοῦται καὶ ἀναλίσκεται· οὐκ ἔστιν ἐν τῇ ταύτῃ συναφείς μίσους εμφάνεια, οὐκ ἀντιλογίας εἶδος, οὐκ ἀπειθείας ὀσμὴ, εἰ μή που ὁ λόγος περὶ πίστεως. Ο ταύτῃ νυμφικῶς ἐνωθείς, ήπιος, προσηνής, εὐκατάνυκτος, συμπαθής, ὑπὲρ ἅπαντα γαληνός, φαιδρός, εὐήνιος, ἄλυπος, ἄγρυπνος, άοκνος πέλει· καὶ τί δεῖ πολλά λέγειν, ἀπαθὴς, εἴπερ Ἐν τῇ ταπεινώσει ἡμῶν εμνήσθη ἡμῶν ὁ Κύριος, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν, καὶ τῶν παθῶν, καὶ τῶν μολυσμῶν ἡμῶν. Μοναχὸς ταπεινόφρων οὐ πολυπραγμονήσει ἄῤῥητα ὁ δὲ ὑπερήφανος πολυπραγμονήσει κρίματα. Τινὰ τῶν γνωστικωτάτων ἀδελφῶν ὀφθαλμοφανῶς οἱ δαίμονες εμαχάρισαν ἐπιστάντες· ὁ δὲ πάνσοφός φησι πρὸς αὐτούς· Εἰ μὲν τοῦ ἐπαινεῖν με ἐν τῇ ἐμῇ ψυχῇ ἐπαύσασθε, ἐκ τῆς ὑμῶν ὑποχωρήσεως μέγαν εἶναι ἑαυτὸν νενόηκα ἡγήσομαι]· εἰ δὲ ἐπαινοῦντες οὐ παύεσθε, ἐκ τοῦ ὑμῶν ἐπαίνου τὴν ἑαυτοῦ ἀκαθαρσίαν στοχάσομαι. Ακάθαρτος γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Η οὖν ὑποχωρεῖτε, καὶ ἰδοὺ μέγας γέγονα, ἢ ἐπαινεῖτε, καὶ δι' ὑμῶν ταπείνωσιν κτῶμαι· καὶ καταπλαγέντες τὴν ἀπορίαν άφαντοι γεγόνασι. Μὴ ἔστω ἡ ψυχὴ λάκκος τοῦ ζωοποιοῦ τούτου νά ματος, ποτὲ μὲν τοῦτο βρύουσα ποτὲ δὲ πάλιν λήγουσα ὑπὸ καύσωνος δόξης καὶ ἐπάρσεως· ἀλλὰ πηγὴ ἀπαθείας, ποταμὸν πτωχείας ἐξ αὐτῆς διὰ παντὸς ἀναφέρουσα. Γίνωσκε, ὦ φιλότης, ὡς αἱ κοιλάδες πληθύνουσι σίτον καὶ καρπὸν πνευματικὸν ἐν αὐταῖς. Κοιλάς ἐστι ψυχή τεταπεινωμένη ἀνὰ μέσον ὀρέων, πόνων καὶ ἀρετῶν, άτυφος ἀεὶ καὶ ἀκίνητος μένουσα. Οὐ γενήστευκα, οὐκ ἠγρύπνικά, οὐκ ἐχαμεύνικα, ἀλλ᾽ ἐταπεινώθην, καὶ ἔσωσε με συντόμως ὁ Κύριος. 11 μὲν μετάνοια ἀνιστῷ· τὰ
col. 993–994page 208 of 294
PG 88:993δὲ πένθος εἰς οὐρανοὺς κρούει· ἡ δὲ ὁσία ταπείνωσις ἀνοίγει. Ἐγὼ δὲ λέγω, καὶ προσκυνῶ Τριάδα ἐν μονάδι καὶ μονάδα ἐν Τριάδι. Πάντα μὲν τὰ δρώμενα φωτίζει ὁ ἥλιος· πάντα δὲ τὰ λόγῳ πρατ εόμενα κρατύνει ταπείνωσις. Μή παρόντος φωτός, πάντα ζοφώδη· καὶ μὴ παρούσης ταπεινοφροσύνης, πάντα ἡμῶν ἕωλα. Εἷς ἐν πάσῃ τῇ κτίσει (α) χῶρος ἅπαξ τεθέαται ήλιον· καὶ εἰς λογισμός πολλάκις ταπείνωσιν τέτοκε (10-11). Μιᾷ καὶ μόνῃ ἡμέρᾳ πᾶς ὁ κόσμος ἠγαλλίαται· καὶ μία αὕτη ἐστὶν ἀρετὴ τοῖς δαίμοσι αμίμητος. Αλλο τὸ ἐπαίρεσθαι· καὶ ἕτερον τὸ μὴ ἐπαίρεσθαι, καὶ ἄλλο τὸ ταπεινοῦσθαι· ὁ μὲν γὰρ κρίνει πᾶσαν ἡμέραν· ὁ δὲ οὐ κρίνει· οὐ μέντοι καὶ ἑαυτὸν κατακρίνει· ὁ δὲ ἀκαταδίκαστος ὢν διὰ παντὸς ἑαυτὸν καταδικάζει. Αλλο τὸ ταπεινοφρονεῖν καὶ ἄλλο τὸ ἀγωνίζεσθαι ταπεινοφρονεῖν· καὶ ἔτε ρον τὸ ἐπαινεῖν τὸν ταπεινόφρονα. Τὸ μὲν πρῶτον τελείων· τὸ δὲ δεύτερον υποτακτικῶν ἀληθινῶς· τὸ δὲ τρίτον, πάντων πιστῶν. Ο τὰ ἔσω τεταπεινωκώς, ὑπὸ χειλέων οὐ κλέπτεται· ὁ γὰρ οὐκ ἔχει ὁ θησαυρὸς, οὐ προφέρει ή θύρα. Μεμονωμένος ἵππος πολ λάκις τρέχειν δοκεί, συναγελαζόμενος δὲ τότε τὴν ἑαυτοῦ ἐπέγνω νωθρότητα. Ἐὰν μηκέτι ἐν τοῖς φυσικοῖ, ὁ λογισμὸς ἐναβρύνηται, ἀρχῆς ὑγείας τε κμήριον· ἕως δὲ τῆς ὀξωδίας ἐκείνης επαισθάνεται, ὀσμῆς μύρου οὐκ αἰσθάνεται. Οὐκ ἔτι πλήξει οὐ δικάσει, οὐκ ἄρξει, οὐ σοφισθήσεται ὁ ἐμὸς ἐρα στῆς, ἡ ὁσία ἔφησεν, ἄχρις ἂν ἐμοὶ συναφθῇ. Μετά γὰρ τὴν ἐμὴν συνάφειαν τούτῳ λοιπόν νόμος οὐ κεῖται. Τινὶ τῶν ἐπὶ τὴν μακαρίαν ταύτην σπουδαζόντων, ἀνδρὶ ἀγωνιστῇ ἔπαινον ἐν καρδίᾳ οἱ ἀνόσιοι ὑπέσπειραν δαίμονες· ὁ δὲ μηχανᾶται ἐκ θείας ἐμε πνεύσεως πνευμάτων πονηρίαν νικήσαι εὐσεβεῖ μεθο οδείᾳ· καὶ δὴ ἀναστὰς κατατάττει ἐν τῷ τοίχῳ τῆς ἑαυτοῦ κέλλης τὰς τῶν ὑψηλοτάτων ἀρετῶν προσ ηγορίας· λέγω δὲ τῆς τελείας ἀγάπης, τῆς ἀγγελικῆς ταπεινοφροσύνης, τῆς καθαρᾶς προσευχῆς, τῆς ἀφθάρτου ἁγνείας, καὶ τῶν τοιούτων. Ηνίκα οὖν αὐτὸν οἱ λογισμοὶ ἐπαινεῖν ἤρχοντο, ἔλεγεν αὐτοῖς Αγωμεν ἐπὶ τὸν ἔλεγχον καὶ ἐρχόμενος λοιπὸν τὰς προσηγορίας ἀνεγίνωσκε· καὶ ἐβόα αὐτῷ· Οπη νίκα ταύτας κτήσῃ, γνῶθι ὅτι μακρὰν εἶ ἔτι ἀπὸ τοῦ Θεοῦ. Τις μὲν ἡ τοῦ ἡλίου δύναμις καὶ οὐσία, εἰπεῖν ἡμεῖς οὐ δυνάμεθα· ἐκ τῶν δὲ ἐνεργειῶν αὐτοῦ λοιπὸν καὶ ἰδιωμάτων τὴν ἐνοῦσαν αὐτῷ οὐ σίαν πεφανερώκαμεν. Ταπεινοφροσύνη ἐστὶ σκέ τη θεία, ἐπὶ ἀβλεψίᾳ τῶν οἰκείων κατορθωμάτων. Ταπεινοφροσύνη ἐστὶν ἄβυσσος εὐτελείας πᾶσι κλέ πταις οὖσα ἀνεπιχείρητος. Ταπεινοφροσύνη ἐστὶ πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς, μᾶλλον δὲ λογισμός, ἀνομίαν οὐ προσθήσει του κακῶσαι αὐτὸν, καὶ συγκόψαι ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθρούς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τρυπώσε και.
col. 995–996page 209 of 294
PG 88:995*Αλλα τὰ τῷ κτήτορι τούτῳ τῷ μεγάλῳ τοῦ οἰκείου πλούτου ἐν τῇ ψυχῇ γνωριζόμενα ιδιώματα, παρά πάντα τὰ προδεδηλωμένα. Ἐκεῖνα γὰρ ἅπαντα, άτερ ἑνὸς, τοῖς ὁρῶσιν εἰσι τοῦ πλούτου σημαντικά γνώσῃ καὶ οὐκ ἀπατηθήσῃ ἐν σεαυτῷ προσοῦσάν σοι τὴν ὁσίαν ταύτην οὐσίαν, ἐν πλήθει φωτὸς ἀρε ῥήτου, καὶ προσευχῆς ἔρωτι ἀμυθήτῳ προκαταλήψεώς τούτων, ἀλοιδόρητος καρδία ἐν πταίσμασιν ἀλλοτρίοις. Πρόδρομον πρόδρομος] τῆς λεχθείσης κενοδοξίας πάσης μίσος. Ὁ ἑαυτὸν ἐπιγνοὺς ἐν πάσῃ αἰσθήσει ψυχῆς ἐπὶ τὴν γῆν ἔσπειρεν οὐκ ἔστι γὰρ μὴ οὕτως σπείραντας ταπεινοφροσύνην ἀνθῆσαι· ὁ ἑαυτὸν ἐπιγνούς κατείληφε φόδου Κυρίου ἔννοιαν, διὰ δὲ ταύτης βαδίσας εἰς πύλην ἀγάπης ἔφθασε. Ταπείνωσίς ἐστι βασιλείας πύλη, τοὺς πλη σιάζοντας εἰσάγουσα. Διὰ ταύτης οἶμαι τὸν Κύριον εἰρηκέναι τὸν εἰσιόντα, ὅτι καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται ἀφόβως ἐκ τοῦ βίου, καὶ νομὴν εὐ ρήσει, καὶ χλόην ἐν τῷ παραδείσῳ· πάντες ὅσοι ἦλθον δι᾽ ἑτέρας ἐν τῷ σχήματι, κλέπται εἰσὶ τῆς ἑαυτῶν ζωῆς καὶ λησταί. Συζητοῦντες εαυτούς οι καταλαβεῖν βουλόμενοι, μὴ διαλίπωμεν, κἂν ἐν αἰσθήσει ψυχῆς τὸν πλησίον πάντα προὔχειν ἡμῶν οἰώμεθα ἐγγὺς τὸ ἔλεος 'Αδύνατον ἐκ χιόνος προϊέναι φλόγα· ἀμηχανώτερον δὲ ἐν ἑτεροδόξω ταπεινοφροσύνην ὑπάρχειν. Πιστῶν καὶ εὐσεβῶν τὸ κατόρο θωμα καὶ τοῦτο τοῖς λοιπὸν κεκαθαρμένοις [τῶν κεκαθαρμένων]. Οἱ πλείους μὲν ἑαυτοὺς ἁμαρτωλοὺς καὶ λέγομεν ἴσως καὶ ἔχομεν· ἀτιμία δὲ καρ δίαν εδοκίμασεν οὐ πάυσεται ὁ ἐπειγόμενος ἐπὶ τὸν λιμένα τοῦτον τὸν ἀκύμαντον, τρόπους, καὶ λόγους, καὶ ἐννοίας, καὶ ἐπινοίας, καὶ ζητήσεις, καὶ ἐκζητήσεις, καὶ ἀγωγὰς, καὶ μηχανάς, καὶ εὐχας, καὶ προσευχὰς ποιῶν, καὶ νοῶν, καὶ ἐπινοῶν, ἄχρι; οὗ διὰ Θεοῦ συνεργίας καὶ ταπεινοτέρων καὶ ἀτιμοτέρων ἀγωγῶν, τῆς ἀειχειμάστου οιήσεως θαλάσσης ελευθερώσῃ τὸ τῆς οἰκείας ψυχῆς σκάφος· ὁ γὰρ ταύτης ἀπαλλαγεῖς, ἐπὶ πᾶσι τοῖς λοιποῖς ἁμαρτήμασιν εὐαπολόγητος τελώνης γίνεται. Τινὲς γὰρ τὰ προγεγονότα κακά, καὶ μετὰ τὴν ἄφεσιν τούτων εἰς ὑπόθεσιν ταπεινοφροσύνης, ἕως τέλους εσχήκασι, δ ἐκείνων τὸ μάταιον οίημα κολαφίζοντες. Ετεροι δὲ τὸ τοῦ Χριστοῦ ἐννοοῦντες πάθος, ἑαυτοὺς ἀεὶ χρεώ στας λογίζονται. "Αλλοι διὰ τῶν καθημερινῶν ἐλλείψεων ἑαυτοὺς εὐτελίζουσιν. "Αλλοι ἐκ συμβατικών πειρασμῶν, καὶ νόσων, καὶ πτωμάτων, τὴν τῶν χαρισμάτων μητέρα ᾠκειώσαντο. Εἰσὶ δέ τινες· εἴπερ καὶ νῦν εἰσιν, οὐκ ἔχω λέγειν· οἱ δι' αὐτῶν τῶν τοῦ Θεοῦ δωρεῶν κατὰ πρόσβασιν τούτων ἑαυτοὺς τα πει νοῦντες ἀναξίους ἑαυτοὺς τοῦ τοιούτου πλούτου λογιζόμενοι, καὶ ὡς καθημέραν τῷ ἑαυτοῦ χρέει προστιθέντες οὕτως διακείμενοι.
col. 997–998page 210 of 294
PG 88:997Τοῦτο ταπείνωσις, τοῦτο ἡ μακαριότης τοῦτο τὸ τέλειον ἔπαθλον. Οπόταν τινὰ ἴδῃς ἡ ἀκούσῃς ἐν ὀλίγοις ἔτεσιν ὑψηλοτάτην ἀπάθειαν κτησάμενον, καὶ μὴ ἄλλην, ἀλλὰ ταύτην αὐτὸν τὴν μακα ρίαν σύντομον ὁδὸν πεζοπορήσαντα ὑπολάμβανε. Η ἱερὰ ξυνωρίς, ἀγάπη καὶ ταπείνωσις· ἡ μὲν γὰρ ὑψοῦ, ἡ δὲ τοὺς ὑψωθέντας κρατοῦσα οὐδέποτε πί πτει. "Αλλο συντριμμὸς καὶ ἄλλο ἐπίγνωσις, καὶ ἄλλο ταπείνωσις. Συντριμμός ἐστι πτώματος γέννημα. Ο γὰρ πίπτων συντρίβεται καὶ ἀπαῤῥησίαστος ἐν προσευχῇ μετ᾿ ἐπαινουμένης ἀναιδείας παρίσταται, ῥάβδῳ ἐλπίδος ὡς συντεθλασμένος ἐπι στηριζόμενος, καὶ ἐν αὐτῇ τὸν κύνα τῆς ἀπογνώσεως διώκων. Επίγνωσίς ἐστιν ἀσφαλῆς τῶν οἰκείων μέτρων, καὶ ψιλῶν πταισμάτων ἀρέμβαστος μνήμη καὶ κατάληψις. Ταπείνωσίς ἐστι διδαχή Χριστοῦ νοερὰ νοητῶς τοῖς καταξιουμένοις ἐν τῷ ταμιείῳ τῆς ψυχῆς θαλαμενομένη, καὶ λόγοις αἰσθητοῖς οὖσα ἀπρόσιτος. ῾Ο ὅλως ὀσμῆς τοῦ τοιούτου μύρου ἐν ἑαυτῷ αἰσθέσθαι λέγων, καὶ ἐν καιρῷ ἐπαίνων, κἂν πρὸς βραχὺ τὴν καρδίαν κινούμενος ἢ τὴν τῶν λό γων δύναμιν ἐπιστάμενος μὴ πλανηθῇ πεπλάνηται· Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἐν αἰσθήσει ψυ χῆς τινος ἀκήκοα λέγοντος· ἀλλ᾽ ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἐγίνωσκε γὰρ τὴν φύσιν, μὴ ὡς ἔτυχεν ἐξ ἑαυτῆς ἀβλαδή διαμένειν. Παρὰ σοὶ ὁ ἐπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, ἐν τῷ μέλλοντι. Προ γὰρ ἐκείνου, ταύτην [εὐφημίαν] ἀκινδύνως φέρειν οὐ δύναμαι. Εἰ τοῦτο ὄρος, καὶ λόγος, καὶ τρόπος ἐσχάτης ὑπερηφανίας καθέστηκε, τὸ τὰς μὴ προσ ούσας ἀρετὰς, δόξης χάριν, ὑποκρίνεσθαι, οὐκ οὖν τοῦτο τεκμήριον βαθυτάτης ταπεινοφροσύνης καθ έστηκε τὸ τὰς μή προσούσας ἡμῖν αἰτίας ἐπί τινων εὐτελείας χάριν σχηματίζεσθαι. Οὕτως ὁ τὸν ἄρτον καὶ τὸν τυρὸν μετὰ χεῖρας ειληφώς πεποίης κεν (α)· οὕτως ὁ τὴν ἑαυτοῦ ἐσθῆτα ἐκδυσάμενος καὶ ἀπαθῶς ὁ τῆς ἁγνείας ἐργάτης τὴν πόλιν περι πολήσας· οὐ μεριμνῶσιν οἱ τοιοῦτο: ἀνθρωπίνου προσκόμματος, λοιπὸν εἰληφότες δύναμιν διὰ προσ ευχῆς ἀοράτως πάντας πληροφορῆσαι. Ὁ τοῦ προ τέρου ἐπιμελούμενος τοῦ δευτέρου ἔνδειαν ἐσή μανεν. Οπου γὰρ Θεὸς πρὸς αἴτησιν ἔτοιμος, πάν τα ποιεῖν δυνάμεθα. Θέλε μᾶλλον ἀνθρώπους, καὶ μὴ Θεὸν λυπεῖν· χαίρει γὰρ ὁρῶν ἡμᾶς ἀτιμία προσ τρέχοντας ἵνα τὴν ματαίαν οἴησιν θλίψωμεν καὶ πλήξωμεν, καὶ ἀπολέσωμεν. Χενιτεία ἀκροτάτη τῶν τοιούτων ἄθλων πρόξενος· μεγάλων γὰρ ὄντως ἐξ οἰκείων φέρειν ἐμπαίζεσθαι. Μὴ θαμβηθῇς ἐπὶ τοῖς εἰρημένοις· οὐδεὶς γὰρ κλίμακα ὑφ᾽ ἔν ποτέ ἀνελθεῖν δεδύνηται. Ἐν τούτῳ γνώσονται πάντες, ὅτι Θεοῦ μαθηταί εσμεν, οὐχ ὅτι τὰ δαιμόνια ἡμῖν ὑπακούουσιν, ἀλλ' ὅτι τὰ ὀνόματα ἡμῶν γέγραπται (α) Αρμd ναο
col. 999–1000page 211 of 294
PG 88:999Α' ἐν τῷ οὐρανῷ τῆς ταπεινώσεως. Ἡ μὲν ἀκαρπία φύσει εἰς ὕψος τοὺς τῶν λεγομένων κίτρων κλάδους ἀνυψοῦν πέφυκε· κατακαμφθέντες δὲ θάττον καρπου φόροι γίνονται. Ο νουνεχώς γνοὺς ἐπίσταται. Κέκτηται ὁ τῆς ὁσίας ταύτης παρὰ Θεῷ βαθμός ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατὸν τὴν ἀνάβασιν, καὶ ἐν τῷ ἐσχάτῳ οἱ ἀπαθεῖς, ἐν δὲ τῷ μέσῳ οἱ ἀνδρεῖοι. Ἐν δὲ τῷ πρώτῳ πάντες ἀν ελθεῖν δύνανται· ὁ γνοὺς ἑαυτὸν οὐδέποτε ἐμπαιχθεὶς ἐν τοῖς ὑπὲρ ἑαυτὸν ἐπιχειρήσειεν· ἀλλὰ βέ ηκε λοιπὸν τὸν πόδα ἐπὶ τὴν μακαρίαν ταύτην τρί ον. Δεδείκασιν δεδοίκασιν] ὄρνεις ιέρακος εἶδος, εργάται δὲ ταύτης ἀντιλογίας ἦχον "Ανευ μὲν προρρήσεων, καὶ ἐλλάμψεων, καὶ σημείων, καὶ τερά Ο των πολλοὶ τῆς σωτηρίας τετυχήκασιν· ἄνευ δὲ ταύτ τῆς οὐδεὶς ἐν τῷ νυμφῶνι εἰσελεύσεται. Τῶν μὲν γὰρ προτέρων ἡ δευτέρα φύλαξ ταύτης δὲ πολλάκις τὰ πρότερα, ἐν τοῖς κουφοτέροις ἀναιρετικά γεγόνασιν. Ἀκονόμησεν ὁ Κύριος πρὸς τὸ ἡμᾶς καὶ μὴ θέλοντας ταπεινοῦσθαι καὶ τοῦτο· οὐδεὶς γὰρ τοὺς ἑαυτοῦ μώλωπας, ὡς ὁ πλησίον ὁρᾶν δύναται διόπερ ἀνάγκη ἡμᾶς, μὴ ἑαυτοῖς, ἀλλ' ἐκείνῳ τὴν τῆς ὑγιείας χάριν, καὶ Θεῷ διδόναι· δ ταπεινόνους πάν τοτε τὸ ἑαυτοῦ θέλημα ὡς πλάνον βδελύττεται· καὶ ἐν τοῖς αἰτήμασιν αὐτοῦ τοῖς πρὸς Κύριον, πίστει ἀδιστάκτῳ τὰ προσήκοντα μανθάνειν καὶ ὑπὸ ακούειν πέφυκεν· οὐ τῇ πολιτείᾳ προσέχων τῶν δια δι' όνου ἐπὶ τοῦ Βαλαὰμ τὰ χρειώδη διδάξαντι. Κἂν δασκάλων· ἀλλὰ Θεῷ ἀναθεὶς τὴν μέριμναν, τῷ καὶ ἅπαντα ὁ τοιοῦτος ἐργάτης κατὰ Θεὸν καὶ ποιῇ, καὶ νοῇ, καὶ φθέγγηται, οὐδ' οὕτως ἑαυτῷ ἀποδίδωσι σκόλοψ καὶ βάρος τῷ ταπεινῷ τὸ οἰκειόπιστον· ὥσ περ τῷ ὑπερηφάνῳ τὸ ἑτερόλεκτον Εμοι δοκεῖ ἀγγέλου, τὸ μὴ κλέπτεσθαι ἐφ᾽ ἁμαρτήμασιν εἶναι ἀκούοντι τοῦ ἐπιγείου ἀγγέλου λέγοντος· Οὐδὲν ἐμαυτῷ σύνοιδα· ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίως μαι· ὁ δὲ ἀνακρίνων με, Κύριος ἐστιν· ὅθεν ὀφείλομεν διηνεκῶς ἑαυτοὺς κατακρίνειν καὶ μέμ φεσθαι ἵνα διὰ τῆς ἑκουσίου εὐτελείας, τὰς ἀκουσίους ἁμαρτίας απολογηθησώμεθα [αι. ἀποῤῥίψωμεν· εἰ δὲ μή, πάντως ἐν τῇ ἐξόδω χαλεπώς ὑπὲρ αὐτῶν λογοθετησόμεθα. Ο παρὰ τὴν ἑαυτοῦ ἀξίαν τὰ ἐκ Θεοῦ αἰτήματα αιτούμενος πάντως τῶν ὑπὲρ ἑαυτὸν τεύξεται· καὶ τοῦτο τελώνης μαρ τυρεῖ, ἄφεσιν μὲν αἰτησάμενος, δικαιοσύνην δὲ κοι μισάμενος· μνήμην μόνην ὁ λῃστὴς ἐκεῖνος ἐν τῇ βασιλείᾳ ᾐτήσατο, καὶ ὅλον τὸν παράδεισον πρώτ τος ἐκληρονόμησεν· Οὐκ ἔστιν ἐν τῇ κτίσει μικρὸν καὶ μέγα πῦρ θεάσασθαι τὴν φύσιν· καὶ οὐκ ἔστι ἐν τῇ ἀνοθεύτῳ ταπεινοφροσύνη ύλης εἶδος ἐναπομεῖναι τὸ σύνολον. Ἕως οὗ ἐκουσίως πταίωμεν, τοῦτο ἐν ἡμῖν οὐ πρόσεστι καὶ τοῦτο τὸ σημεῖον τῆς παρουσίας αὐτοῦ. Γινώσκων ὁ Δεσπότης τῇ ἔξωθεν διαγωγή συσχηματίζεσθαι τὴν τῆς ψυχῆς ἀρετὴν λαβὼν λεντίον ὑπέδειξεν ἡμῖν μέθοδον ὁδοῦ ταπεινών
col. 1001–1002page 212 of 294
PG 88:1001σεως· τοῖς γὰρ τοῦ σώματος ἐπιτηδεύμασιν ἐξ ομοιοῦται ἡ ψυχή, καὶ πρὸς ἃ πράττει, τυποῦται, καὶ πρὸς αὐτὰ σχηματίζεται. Αρχὴ ἀγγέλων τινὶ γέγο ([^] νεν ὑψηλοφροσύνης ὑπόθεσις, οὐ διὰ τοῦτο κομισα- 324 μένῳ αὐτήν. "Αλλως ὁ ἐπὶ θρόνου, καὶ ἄλλως ὁ ἐπὶ κοπρίας καθήμενος διάκειται. Καὶ ἴσως διὰ τοῦτο ὁ μέγας ἐκεῖνος δίκαιος ἐν τῇ κοπρίᾳ ἔξω τῆς πόλεως ἐκαθέζετο. Τότε γὰρ τὴν τελείαν ταπεινοφροσύνην κτησάμενος, εἶπεν ἐν αἰσθήσει ψυχῆς· Ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην ἤγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Ευρίσκω Μανασσῆν ἐκεῖνον ἐν ἀνθρώ τοῖς ὡς οὐδέν ἕτερον οὐδένα τούτων] ἁμαρτήσαντα, καὶ τὸν ναὸν τοῦ Θεοῦ ἐν εἰδώλοις, καὶ πα σαν την θρησκείαν μολύναντα· ὑπὲρ οὗ εἰ πᾶς ὁ κόσ σμος γενήστευκεν, οὐδὲν ἂν ἄξιον ἀντεισενεγκεῖν ἠδύνατο, ἀλλ᾽ ἴσχυσεν ἡ ταπείνωσις ἀνίατα ἰάσασθαι ἐν αὐτῷ Οτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, τῷ Θεῷ, φησὶν ὁ Δαυίδ, ὁλοκαυτώματα, σώματα διὰ νηστείας, οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, καὶ τὸ ἑξῆς νενόηται πάσιν. Ημάρτηκα τῷ Κυρίῳ, ποτὶ ἡ μακαρία ταπείνωσις πρὸς Θεὸν ὑπὲρ μοιχείας καὶ φόνου εβόησε, καὶ θάττον ἤκουσε Κύριος ἀφ είλε τὸ ἁμάρτημά σου. Οδὸν μὲν ταύτης καὶ ὑπόθεσιν τους σωματικούς τόπους οἱ ἀείμνηστος ώρίσαντο Πατέρες· ἐγὼ δὲ λέ γω ὑπακοὴν καὶ εὐθύτητα καρδίας, αἱ καὶ φυτικῶς τῇ οἰήσει ἀντίκεινται· εἰ ἐξ ἀγγέλων δαίμονάς τινας αὕτη πεποίηκε πάντως ἐκείνη καὶ ἐκ δαιμό τῶν ἀγγέλους ποιῆσαι δύναται· διὰ οἱ πεσόντες Θαρσείτωσαν. Σπεύσωμεν πάσῃ δυνάμει, ἐπὶ τὴν ταύτης κορυφήν ἀναβῆναι. Εἰ δὲ μὴ, κἂν ἐποχηθῆ και τοῖς ώμοις. Εἰ δέ τι ὀκλάζομεν, τῶν ἀγκαλῶν γοῦν αὐτῆς μὴ ἀποπέσωμεν· ὁ γὰρ ἐκεῖθεν ἀποπίπτων, θαυμάζω εἰ ἐπιτεύξεταί τινος αἰωνίου δωρεάς νεῦρα ταύτης καὶ ὁδοὶ, οὐ μέντοι καὶ σύμβολα ἀκτημοσύνη, ξενιτεία, ἀφανής σοφίας αποκρυφή, προφορά ἀποίκιλος, ἐλεημοσύνης ζήτησις, κρύψις εὐγενείας, παρρησίας ἐξορισμός, πολυλογίας μακρυ σμός· οὐδὲν γὰρ οὕτως ὡς πτωχὴ κατάστασις καὶ προσαιτών δίαιτα ψυχὴν ταπεινώσαι δεδύνηται πώποτε τότε γὰρ, τότε φιλόσοφοι καὶ φιλόθεοι δει κνύμεθα, ὅτε δυνάμενοι ὑψοῦσθαι τὸ ὕψος ἀπορεύ γομεν ἀνεπιστρόφως· εἰ ὁπλίζῃ ποτέ κατά τινος πάθους τοῦ οἴου δήποτε, ταύτην σύμμαχον ἐπίσπα και· 'Επὶ ἀσπίδα γὰρ καὶ βασιλίσκον ἐπιβήσει
col. 1003–1004page 213 of 294
PG 88:1003δὲ λέγω, ἐπὶ ἁμαρτίαν καὶ ἀπόγνωσιν, καὶ τὸν διά βαλον, καὶ τὸν δράκοντα τοῦ σώματος. Ταπεινοημο σύνη ἐστὶ σίφων οὐράνιος ἐξ ἀβύσσου ἁμαρτημάτων εἰς οὐρανὸν ἀνενέγκαι ψυχὴν δυνάμενος· ἑώρα κέ πού τις ἐν τῇ ἑαυτοῦ καρδία ταύτης κάλλος· καὶ θάμβει ληφθείς πρώτα τοῦ τεχόντος μαθεῖν τὴν προς ηγορίαν· ἡ δὲ φαιδρὸν αὐτῷ καὶ γαληνὸν ὑπομειδιά σασα, φησί· Καὶ πῶς τοῦ ἐμὲ γεγεννηκότος τὸ ὄνο μα μαθεῖν ἐπείγῃ, καὶ οὗτός ἐστι ἀνώνυμος; Οὐ μή σοι τοῦτο λέξω, ἕως οὗ Θεὸν κτήσῃ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ται, καὶ καταπατήσει λέεντα καὶ εξάκεντα· ἐγὼ Πηγῆς μὲν μήτηρ ἄβυσσος καθέστηκε διακρίσεως δὲ πηγὴ ταπείνωσις. ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ ΚΕ'. Περὶ τῆς ταπεινοφροσύνης. Σχόλιον α'. "Ηγουν αἰσθητοῦ καὶ ὑλικοῦ. Σχόλιον τοῦ ἁγίου Χρυσοστόμου β'. ἵνα μὴ τῇ δωρεᾷ τοῦ λούτρου θαῤῥήσαντες τῆς μετὰ ταῦτα ἀμελήσωσι πολιτείας, φησί· ὅτι καν βάπτισμα μετανοίας λάβῃς, μὴ μέλλης δὲ Πνεύματι μετὰ ταῦτα ἄγεσθαι, ἀπώλεσας τὴν δεδομένην ἀξίαν, καὶ τῆς υἱοθεσίας τὴν προεδρίαν· διὰ τοῦτο οὐκ εξ πεν· Οσοι Πνεῦμα Θεοῦ ἔλαβον, ἀλλ', "Οσοι Πνεύ ματι Θεοῦ ἄγονται· τουτέστιν, ὅσοι παρὰ πάντα τὸν βίον πολιτεύονται οὕτως, οὗτοί εἰσιν υἱς! τοῦ Θεοῦ. Ερώτησις γ΄ Καὶ πόσα σημαίνει κατηγορία; Απόκρ. Δύο τὴν κατά τινος παρ' ἐχθροῦ κακίστην διαβολήν, καὶ τὴν ἔμφασιν, καὶ τρανὴν φανέρωσιν τοῦ πράγματος οἶον, ἀγαθὸς φύσει ὁ Θεὸς, κακοῦργος ὁ διάβολος, δολερὸν ἡ ἀλώπηξ. Σχόλιν τ. θαυμάσιαι ναὸς ἐργασίαι, καὶ διὰ ταπεινώσεως προκυπαί· ὅρα γὰρ πῶς φησιν, ὅτι ὅ τις λογίζετα:, τοῦτο πάντως καὶ φρονεῖ, καὶ ἐν καρδίᾳ κατέχει. Υπεξαιρείσθω οὖν τὸ ἐξ ἀπροσεξίας λογίσασθαι, ἢ συναρπαγής, ἢ κατὰ τύχην· ταῦτα γὰρ πρὸς ἅπαξ τελούμενα, οὐ κατὰ πάθος τελεσθῆναι ἡ λογισθῆναι φαμεν. Πρωτήθη γέρων, τί ἐστι ταπείνωσιν, καὶ εἶπε Διπλή νέκρωσις ἑκουσίως ἐπὶ παντός. Σχόλιν ε'. Τρίς ἐστι τὸ τεινόμενον ταῖς νεφέλαις τόξον τοῦτο δὲ ἐκάλεσε την ταπείνωσιν, διὰ τὸ πολυανθές, καὶ ποικίλον, και πολύχρουν, καὶ τρίχρον, και ὑψηλὸν, καὶ τῶν γηίνων ὑπερανεστηκός.
col. 1005–1006page 214 of 294
PG 88:1005Σχόλιον Ἰσαὰκ ς'. Υπερηφανία ἐστὶν, οὐχὶ ὅτε περάζει ἐν τῇ δια νοίᾳ ὁ λογισμὸς αὐτῆς, οὐδὲ ἐὰν νικᾶται τις ἐξ αὐ τῆς κατὰ καιρόν· ἀλλ᾽ ἐκείνη ἡ διαμένουσα ἐν τῷ ἀνθρώπῳ. Ἐκείνῳ μὲν τῷ πρώτῳ ή κατάνυξις ἀκολουθεῖ· οὗτος δὲ ὁ ἀγαπήσας αὐτὴν οὐκ οἶδε και τάνυξιν. Σχόλιον ζ. Υψηλῶν ἀρετῇ καὶ κατορθωμάτων. Σχόλιον η'. Άχρηστα και χυδαία, καὶ μάταια. Σχόλιον Θ. Ως ἡ ἁγία Τριὰς τῶν ὑποστάσεων ἐν μιᾷ ἐστι τῇ Θεότητι, καὶ μία Θεότης ἐν ταῖς τρισὶν ὑποστάσεσιν, οὕτως καὶ ἡ μετάνοια, καὶ τὸ πένθος, καὶ ἡ ταπεί τωτις συγγενῆ ἀλλήλοις εἰσὶ, καὶ ἐν τῇ θείᾳ κρατύνεται χάριτι, καὶ ἡ χάρις ενοποιεῖ ταῦτα, τὸ ἐν τῷ ἑτέρῳ συνάπτουσα, καὶ πρὸς τὸν Θεὸν τὸν νοῦν ἀνα πέμπουσα. Σχόλιον ι. Εἷς χώρος, ὁ πυθμὴν τῆς Ἐρυθράς θαλάσσης ἐν τῇ διαβάσει τοῦ Ἰσραήλ. Ἡ δὲ τῆς παγκοσμίου χαρᾶς οὐκ ἄλλη ἡμέρα, ἢ ἡ τῆς ἀναστάσεως τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν, ἐν ᾗ τὸ γένος ἡμῶν τῶν αἰωνίων τοῦ ᾅδου ἠλευθερώθη δεσμών. Τινὲς δὲ τὴν τῆς γεν νήσεως ἡμέραν λέγουσιν, ἐν ᾗ καὶ παρὰ τῶν ἀγγέλων †κούετο τό· Δόξα ἐν ὑψίστοις Θεῷ, ἕτερος τὴν ἡμέραν, ἐν ᾗ Νῶε μετὰ τῶν σὺν αὐτῷ ἐξῆλθε τῆς κιβωτού. Σχόλιον Χρυσοστόμου ια'. (άῤῥητα (α) Εἴ που τὴν εὐσέβειαν παραβλαπτομένην ίδοις, μὴ προτίμα τὴν ὁμόνοιαν τῆς ἀληθείας, ἀλλ᾽ ἵστασο γενναίως ἕως θανάτου· καὶ μηδὲ οὕτως ψυχῇ πολέ μει, μηδὲ ἀποστρέφου γνώμῃ, ἀλλὰ τοῖς πράγμασι μάχου μόνον· τοῦτο γὰρ ἐστι τό· Ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες· κἂν ἐκεῖνος μὴ εἰρηνεύη, σὺ μή πληρώσης χειμῶνος τὴν ψυχήν ὅπερ ἔφθην εἰπὼν, τὴν ἀλήθειαν μηδαμοῦ προδιδούς. Σχόλιον ιβ'. Οτι τινὲς τῶν ἀναισθήτως ἐπιπληττόντων, ἢ δια καζόντων ἢ σοφιζομένων, ἢ ἀρχῆς ὀρεγομένων τα πεινώσεώς εἰσιν ἀμέτοχοι· ἔστι δ' ὅτε καὶ ἔργοις διδάσκει τοῖς προσιούσι τὴν ταπείνωσιν. Σχόλιον ιγ'. Εἶπεν ὁ ἄββας Ησαΐας διὰ τὴν ταπεινοφροσύνην, ὅτι γλῶσσα οὐκ ἔχει λαλῆσαι πρός τινα ὡς ἀμετ λοῦντα, ἢ πρὸς ἄλλον ὡς καταφρονοῦντα· οὔτε (α) (*) μοναχός ταπεινόφρων οὐ πολυπραγμονήσει ἄβόητα. άρξητα ὑψηλῶν ἀρετῇ καὶ κατορθωμάτ των, τὸ ἄῤῥητα
col. 1007–1008page 215 of 294
PG 88:1007ὀφθαλμοὺς ἔχει ἄλλου ἐλαττώματα προσέχειν, οὔτε ὦτα ἔχει ἀκοῦσαι τὰ μὴ ὠφελοῦντα τὴν ψυχὴν αὐτ τοῦ· καὶ οὐκ ἔχει μετά τινος πράγμα, πλὴν τῶν άμαρτιῶν αὐτοῦ· ἀλλὰ πρὸς πάντας ἀνθρώπους ἐστὶν εἰρηνικὸς διὰ τὴν ἐντολὴν τοῦ Θεοῦ, καὶ οὐ διὰ τὴν φιλίαν. Ἐὰν γάρ τις νηστεύῃ ἐξ, καὶ ἐξ, καὶ ἐκδῷ ἑαυτὸν εἰς μεγάλους κήπους καὶ ἐντολὰς, ἐκτὸς τῆς ὁδοῦ ταύτης, πάντες οι κόποι αὐτοῦ ἄχρηστοί εἰσιν. Αλλο. Εἰ μὲν μὴ κτήσῃ, μακρὰν εἶ ἐντολῶν τοῦ Θεοῦ εἰ δὲ κτήσῃ, ἀχρεῖος εἶ δοῦλος ὁ ὤφειλες ποιῆσαι, πεποίηκας, ἑτέρων καὶ ὑπὲρ τῶν ἐντολῶν ποιη πάντων. Σχολιον ιδ'. Τὰ προδηλωθέντα ιδιώματα, πάρεξ τοῦ κατὰ δόσ κησιν, τοῦ πλούτου σημαντικὰ τῆς ταπεινώσεώς είν σιν· αὐτὸ γάρ ἐστι τὸ ἕν, ὡς οἶμαι. Σχόλιον ιε'. Ἡ ἀληθινὴ ταπείνωσις γέννημά ἐστι τῆς γνώ σεως, καὶ ἡ γνῶσις ἡ ἀληθινὴ γέννημα τῶν πει ρασμῶν. Σχόλιον ις'. Ο διὰ χριστομιμήτου πολιτείας καὶ ταπεινώσεως εἰσιὼν εἰς τὸν βίον τῶν μοναχῶν, οὗτος καλῶς εἰσ ελεύσεται ἐν αὐτῷ, καὶ ἐξελεύσεται τῆς παρούσης ζωῆς· καὶ νομὴν μετ' εὐφροσύνης εὑρήσει τὴν ἐν τῷ παραδείσῳ. Σχόλιον ιζ'. Ελεος λέγει τὴν προσγινομένην τῇ ψυχῇ διὰ τῆς χάριτος ταπείνωσιν· προσγίνεται δὲ, ὅτε παντός ἀνθρώπου εὐτελεστέρους ἑαυτοὺς ἡγησόμεθα. Σχόλιον τη'. Οὐκ ἔστι συνειδήσεως κατάγνωσις ή ταπεινοφροσύνη, ἀλλὰ χάριτος Θεοῦ καὶ συμπαθείας ἐπίσ γνωσις. Σχόλιον Ἰσαὰκ ιθ'. Ο δυνάμενος φέρειν ῥῆμα σκληρὸν δυσχερούς καὶ ἀσυνέτου διὰ τὸν Θεὸν, καὶ διὰ τὸ εἰρηνεύειν τοὺς λογισμούς, οὗτος κληθήσεται υἱὸς τῆς εἰρήνη;, καὶ δυνατός ἐστιν ὁ τοιοῦτος κτήσασθαι εἰρήνην ψυχῆς, καὶ σώματος, καὶ πνεύματος. Αλλο. Αποβαλών πόνον καὶ ἀτιμίαν, μὴ ἐπαγγέλλου δεν ἑτέρων ἀρετῶν μετανοεῖν. Κενοδοξία γὰρ καὶ ἀν αλγησία δουλεύειν τῇ ἁμαρτία διὰ δόξαν πεφύ κασιν. Αλλο. Ὅταν ἴδῃς τινὰ ἐν πολλῇ ἀτιμίᾳ οδυνώμενον, για νωσκε ότι λογισμοίς κενοδοξίας κατασχεθεὶς ἀηδῶς τῶν καρδιακών δραγμάτων θερίζει τὰ δράγματα. Αλλο. Ὅσον εἴ κακότροπος, τὸ κακοπαθεῖν μὴ ἀπαπί
col. 1009–1010page 216 of 294
PG 88:1009νου, ἵνα δι' αὐτῆς ταπεινωθεὶς τὴν ὑπερηφανίαν ἐμέσης. Σχόλιον Ισαάκ κ'. Ταπεινοφροσύνη ἐστὶ κατ' ἀλήθειαν, ὅστις ἔχει ἐν τῷ κρυπτῷ τι ἄξιον ὑπερηφανίας, καὶ οὐχ ὑπερηφανεύεται, ἀλλ' ὡς χοῦν ἔχει ἑαυτὸν ἐν τῷ λογισμῷ αὐτοῦ. Σχόλιον Μάρκου μοναχοῦ κα'. Ἐκτὸς συντριμμοῦ καρδίας, ἀδύνατον τὸ καθόλου ἀπαλλαγῆναι κακίας, συντρίβει δὲ καρδίαν ή τρι μερής εγκράτεια, ύπνου λέγω, καὶ τροφῆς, καὶ σω ματικῆς ἀνέσεως. Ἡ γὰρ τούτων περισσεία ήδu πάθειαν ἐκτίθησιν· ἡ δὲ ἡδυπάθεια τους πονηρούς λογισμούς παραδέχεται· ἀντίκειται δὲ καὶ τῇ προστ ευχῇ, καὶ τῇ προσηκούσῃ διακονία. Σχόλιον κα'. Οὐκ ἀναισθητεῖν κελεύει, ἀλλ' ἐπιμελῶς, ὡς ἀλη θέσιν τοῖς ἐπαίνοις, προσέχειν καὶ ἐφήδεσθαί τινα καὶ ἄξιον εἶναι τῶν τοιούτων ἑαυτὸν ὑποτίθεσθαι λόγων κωλύει. Τὸν ἅγιον Σεραπίωνα αινίττεται. Ὁ ὅσιος Σιμῶν. Σχόλιον κγ'. Σχόλιον κδ'. Σχόλιον κι'. Ο ταπεινοφροσύνης ἐπιμελούμενος οὐ φροντίζει ἀνθρωπίνου προσκόμματος, ή μέμψεως. Σχόλιον κς'. Χαίρει, φησίν, ὁ Θεὸς ἐπὶ τοῖς ταπεινόφροσιν, ὁρῶν αὐτοὺς χλευαζομένους καὶ ὑπομένοντας. Ἐπεὶ δὲ τοῦτο ἐν τοῖς οἰκείοις κατορθωθῆναι ἀδύνατον, διὰ τοῦτο ξενιτεία ἀκροτάτη ταπεινώσεως καθέστηκεν αιτία. Σχόλιον κζ'. Τὴν βάσιν τοῦ νοῦ ἐπὶ τὴν ἀνώλισθον τρίβον, τῆς ταπεινώσεως δηλονότι. Σχόλιον κη'. Τῆς ταπεινοφροσύνης δηλονότι· ὥστε μηδὲ ἐνα νοιαν ἀντιλογίας λαμβάνομεν· τοῦτο γὰρ ἐστιν ὁ ἦχος. Σχόλιον κα'. Ακούων λόγον ὠφέλιμον, μή κρίνε τὸν λέγοντα, ἵνα μὴ τῆς ἐπωφελούς νουθεσίας σεαυτὸν ἀποστερήσῃς. Σχόλιον λ'. Σκεπόμενος ὑπὸ τῆς ταπεινοφροσύνης 6 σημειοφόρος περισώζεται· εἰ δέ τινι τῶν κουφοτέρων βαθῇ τὸ τοιοῦτον χάρισμα, διὰ τῶν πραττομένων εἰς ύψη λόφρονα γνώμην, ὑπερεκπίπτων καταφέρεται ἀπερι φρούρητος φανείς. Σχόλιον λαό. Τί μανθάνειν ἢ πάντως τὰ προσήκοντα μή ει πάντως τὰ προσήκοντα); Σχόλιον λβ. Ηγουν τὸ ὑπὸ ἄλλου λεχθὲν αὐτῷ ἐπιτραπέν Σχόλιον λγ'. Οὐχὶ ἁπλῷ λόγῳ ὀφείλομεν διηνεκώς ἑαυτοὺς και τακρίνειν, ἀλλ' ἐν αἰσθήσει καὶ διαθέσει καρδίας· ὁ γὰρ οὕτω μεμψόμενος ἑαυτὸν, καὶ τοὺς ἐλέγχοντας ἢ
col. 1011–1012page 217 of 294
PG 88:1011ἡ ὑβρίζοντας οὐχ ὡς ἐχθροὺς ἀποστρέφεται, ἀλλ' ὡς εὐεργέτας ἐκ ψυχῆς ἀγαπᾷ. Σχόλιον λη. ῾Ο ἀνάξιον ἑαυτὸν κρίνων καὶ τῶν μικρῶν αἰτη μάτων, καὶ αἰτούμενος ὡς ἁμαρτωλὸς τὰ σμικρότατα, ἄφεσιν μεγάλην λαμβάνει· πιστὸς γάρ ἐστι δοῦναι ἡμῖν ὁ Θεὸς, καὶ ὑπὲρ & αιτούμεθα, οὐ προσγίνεται δὲ ἡμῖν ταῦτα ἕως ἂν ἑκουσίως πτα! ωμεν. Σχόλιον λε'. Ο δικαιοσύνην ἐργαζόμενος, καὶ οὐχὶ ἀντίδοσιν τῶν κατορθωμάτων, ἀλλὰ συγχώρησιν τῶν ἁμαρτημάτων αιτούμενος, παρὰ τὴν ἑαυτοῦ ἀξίαν ὡσανεὶ αἰτεῖ· διὸ καὶ τῶν ὑπὲρ αὐτὸν τεύξεται παρὰ τοῦ Θεοῦ, τοῦ διδόντος ὑπερεκπερισσοῦ ὧν αιτούμεθα, ἢ νοοῦμεν. Σχόλιον λγ'. Ποῖον τοῦτο; Ο εἶπε, τὸ μὴ προσπάσχειν ταῖς ὕλαις. Σχόλιον λζ'. Ὅτι ἐν τοῖς ἐκτὸς ἐπιτηδεύμασιν οἶδε πολλάκις ή ψυχή συσχηματίζεσθαι, σαφὴς ἐκ τῆς Δεσποτικῆς ὑποθέσεως ἡ ἀπόδειξις. Σχόλιον λη'. Ορα καὶ τὸ ἐξουθενεῖν ἑαυτὸν, πόσον πρὸς μετά νοιαν συντριμμὸν φέρει. Ἐκ γὰρ τοῦ ἑαυτὸν μέμ φεσθαί τινα, ἔρχεται εἰς τὸ καὶ τὸν ἐλέγχοντα καὶ τὸν ἐξουθενοῦντα ὑπομένειν. Σχόλιον λθ'. Ἡ ταπείνωσις χωρίς έργων πλημμελήματα πολλὰ συγχωρεῖν ἰσχύει· τὰ ἔργα δὲ χωρίς ταπεινώσεως ἐξ ἐναντίας ὡς ἀνωφελῆ εἰσιν· ἀλλὰ καὶ πολλὰ κακὰ κατασκευάζουσιν ἡμῖν· λοιπὸν συγχώρησον τὰς ἁμαρτίας σου ἐν τῇ ταπεινώσει, καθὼς εἶπον. Σχόλιον με. Ἡ ὑπερηφανία (ἐξ ἀγγέλων ποιεῖ δαίμονας). Σχόλιον μπ'. Ἡ ταπείνωσις ἐκ δαιμόνων ποιεῖ ἀγγέλους, λέγει ὁ τῆς Κλίμακος. Σχολιον μβ'. Σημεῖα, φανερώματα, πρὸς ταπεινοφροσύνην Ο αφορμαί. Σχόλιον μγ'. Τῶς γὰρ ἐπιτηδεύμασιν ὁμοιοῦται ἡ ψυχὴ, καὶ πρὸς ταῦτα & πράττει τυποῦται, καὶ πρὸς ταῦτα σχηματίζεται. Έστω σοι καὶ σχῆμα, καὶ βάδισμα, καὶ ἱμάτιον, καὶ καθέδρα, καὶ τροφῆς κατάστασις, καὶ στρωμνής παρασκευή, καὶ οἶκος, καὶ τὰ ἐν οἴκῳ σκεύη πάντα πρὸς εὐτέλειαν ἐξησκημένα· καὶ λόγος, καὶ ὴ, καὶ ἡ τοῦ πλησίον ἔντευξις· καὶ πρὸς μετριότητα ταῦτα μᾶλλον, ἢ πρὸς ὄγκον ὁμάτω. Σχόλιον μδ'. Προς ταπεινοφροσύνης κατ' ἐνεργητικήν δύο να μιν.
col. 1013–1014page 218 of 294
PG 88:1013ΛΟΓΟΣ ΚΑ'. Περί διακρίσεως λογισμῶν, καὶ παθῶν, καὶ ἀρετῶν. Διάκρισίς ἐστιν ἐν μὲν τοῖς εἰσαγομένοις, ἡ τῶν καθ' ἑαυτοὺς ἀληθῆς ἐπίγνωσις· ἐν τοῖς δὲ μέσοις ἡ τὸ κυρίως ἀγαθὸν ἐκ τοῦ φυσικοῦ, καὶ τοῦ ἐναν τίου ἀπταίστως διακρίνουσα νοερά αἴσθησις· ἐν τοῖς δὲ τελείοις ἡ διὰ θείας ἐλλάμψεως ἐνυπάρχουσα γνώσις, ἥτις καὶ τὰ ἐν ἄλλοι; σκοτεινῶς ἐνυπάρχοντα τῷ ἑαυτῆς λύχνω καταφωτίζειν ἰσχύουσα. Η τάχα καθολικῶς τοῦτο καὶ ἔστι, καὶ γνωρίζεται διάκρισις, ἡ τοῦ θείου θελήματος ἀσφαλῆς κατάληψις ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι, ἥτις ἐνυπάρχει μόνοις τοῖς καθαροῖς τῇ καρδίᾳ καὶ τῷ σώματι, καὶ τῷ στόματι. Ὁ μὲν τοὺς τρεῖς εὐσ σεβῶς καθελών συγκαθείλε καὶ τοὺς πέντε· ὁ δὲ ἐκείνων ἀμελῶν οὐδέτερον νικήσει. Διάκρισίς έστι συνείδησις ἀμόλυντος, καὶ καθαρά αἴσθησις· μηδεὶς ἐν τῇ μοναδικῇ πολιτείᾳ ὑπὲρ φύσιν τινὰ ἀκούων ἢ ὁρῶν, ἐξ ἁγνωσίας εἰς ἀπιστίαν περιπέσει· ὅπου γὰρ ἐνδημήσει ὁ ὑπὲρ φύσιν Θεός, ὑπὲρ φύσιν λαι πὸν τὰ πλεῖστα τῶν πραγμάτων γίνονται. Ἐν τρισὶ τούτοις γενικωτάτοις τρόποις πᾶς πόλεμος δαιμονιώδης ἐν ἡμῖν συνίσταται, ἢ ἐξ ἀμελείας, ἢ ἐξ ὑπερηφανίας, ἢ ἐκ φθόνου τῶν δαιμόνων· καὶ ἐλεεινὸς μὲν ὁ πρῶτος· πανάθλιος ὁ δεύτερος· ὁ δὲ τρί της τρισμακάριστος. Σκοπῷ καὶ κανόνι τῷ ἡμετέρῳ κατὰ Θεὸν συνειδότι πρὸς πάντα χρησώμεθα ἵνα γνόντες τὴν τῶν ἀνέμων πνοὴν πόθεν ἔρχεται, πρὸς αὐτὸ λοιπὸν, καὶ τὰ ἱστία ἀνατείνωμεν. Εν πάσαις ἡμῶν ταῖς κατὰ Θεὸν ἐργασίαις τρεῖς ἡμῖν βαθύνους οἱ δαίμονες ὀρύσσουσι. Καὶ πρῶτον μὲν παλαίουσιν, ἵνα τὸ ἀγαθὸν κωλύσωσι γενέσθαι δεύτερον δὲ μετὰ τὴν πρώτην αὐτῶν ἧτταν, ἵνα μὴ κατὰ Θεὸν τὸ τυχὸν γένηται. Ὅταν δὲ καὶ τούτου οι κλέπται τοῦ σκοποῦ ἀποτύχωσι, τότε λοιπὸν ἡσυχίως ἐπιστάντες ἐν τῇ ἡμετέρᾳ ψυχή μακαρίζουσιν ἡμᾶς, ὡς κατὰ Θεὸν ἐν πᾶσιν πολιτευομένους. Τοῦ μὲν προτέρου ἐχθρὸς, σπουδὴ καὶ μέριμνα θανάτου τοῦ δὲ δευτέρου, ὑποταγὴ καὶ ἐξουδένωσις· τοῦ δὲ τρίτου, τὸ ἑαυτὸν διηνεκώς καταμέμφεσθαι. Τοῦτο κόπος ἐστὶν ἐνώπιον ἡμῶν, ἕως οὗ εἰσέλθῃ εἰς τὸ ἁγιαστήριον ἡμῶν τὸ πῦρ τὸ τοῦ Θεοῦ. Οὐκ ἔσονται γὰρ λοιπὸν τότε προλήψεων ἐν ἡμῖν ἀνάγκαι. Ο γὰρ Θεὸς ἡμῶν πως καταναλίσκον πᾶσαν πύρω σιν καὶ κίνησιν, καὶ πρόληψιν, καὶ πύρωσιν, τὴν ἐντὸς καὶ ἐκτὸς ὁρωμένην τε καὶ νουμένην. Οι δαίμονες τὰ ἐναντίον πάλιν τῶν εἰρημένων ποιεῖν πεφύκασιν. Ἐπὰν γὰρ τῆς ψυχῆς περιγένωνται, καὶ τὸ τοῦ νοὸς φῶς περιτρέψωσιν, οὐκ ἔτι ἔσται ἐν ἡμῖν τοῖς ἀθλίοις, οὐ νῆψις, οὐ διάκρισις, οὐκ ἐπί γνωσις, οὐκ ἐντροπή· ἀλλ' ἀναλγησία, καὶ ἀναισθησία, καὶ ἀδιακρισία, καὶ ἀβλεψία. ἡ Οἴδασι γὰρ τὰ εἰρημένα εὖ μάλα σαφῶς οἱ ἐκ πορνείας ανανήψαντες, καὶ ἐκ παρρησίας υποστα

Step XXVIGradus XXVI

col. 1015–1016page 219 of 294
PG 88:1015& λέντες, καὶ οἱ ἐξ ἀναιδείας εἰς συναίσθησιν ἐληλν θύτες· πώς τε μετὰ τὴν νῆψιν τοῦ νοὸς, καὶ τῆς πωρώσεως, μᾶλλον δὲ πηρώσεως αὐτοῦ διάλυσιν, καὶ ἑαυτοὺς κατὰ νοῦν αἰδοῦνται, ἐφ᾽ οἷς πρώην ἐλάλουν καὶ ἔπραττον ἐν τυφλώσει διάγοντες. Εἰ μὴ ὀψίσει καὶ σκοτάσει πρῶτον ἐν τῇ ἡμέρᾳ τῆς ψυχῆς, οὐ μὴ οἱ κλέπται κλέψωσι, καὶ θύσωσι, καὶ ἀπολέσωσι. Κλοπή ἐστιν ἄγνωστος αἰχμαλωσία ψυχῆς· θυσία ψυ χῆς ἐστι λογικοῦ νοὸ; θνήσι; ἐν πράξεσιν ἀτόποις περιπεσόντος· ἀπώλεια δὲ ἡ μετὰ τὴν ἀνομίαν ἐπυ τοῦ ἀπόγνωσις. Μηδεὶς ἐπὶ ταῖς εὐαγγελικαῖς ἐντο λαῖς ἀδυναμίαν προβάληται· εἰσὶ γὰρ ψυχαὶ αἱ καὶ ὑπὲρ τὴν ἐντολὴν διεπράξαντο. Πείσει σε πάντως τὸ εἰρημένον ὁ ὑπὲρ ἑαυτὸν τὸν πλησίον ἀγαπήσας, καὶ ὑπὲρ τούτου τὴν ψυχὴν προθέμενος καίπερ επιταγὴν Κυρίου εἰς τοῦτο μὴ κομισάμενος. Θαρ σείτωσαν οἱ τεταπεινωμένοι ἐμπαθεῖς· εἰ γὰρ καὶ ἐν πᾶσι τοῖς βοθύνοις περιπέσωσι, καὶ ἐν πάσαις ταῖς παγίσι βροχισθῶσι, καὶ πᾶσαν νότον νοσήσωσιν ἀλλά γε μετὰ τὴν ὑγείαν πᾶσι φωστῆρες, καὶ ἱατροί, καὶ λύχνοι, καὶ κυβερνῆται γίνονται, ἑκάστης νόσου τοὺς τρόπους διδάσκοντες, καὶ τοὺς μέλλοντας πί πτειν, ἐκ τῆς οἰκείας πείρας διασώζοντες· εἰ μὲν ἐκ προγεγενημένων προλήψεων τυραννούνται πιο νες καὶ διδάσκειν καν ψιλῷ λόγῳ δύνανται, διδά ξωσιν. Ἴσως γάρ ποτε κἂν τοὺς οἰκείους λόγους είν σχυνθέντες τῆς πρακτικής άρξωνται (μή μέντοι καὶ ἄρξωσι, καὶ γενήσεται καὶ ἐν αὐτοῖς ὅπερ ἐπί τίνων ἐν βορβόρῳ κυλιομένων εἶδον γινόμενον· ἐμ πεπηλωμένοι γὰρ ὑπάρχοντες τον τρόπον τῆς ἐκεῖσε αὐτῶν καταποντίσεως τοὺς παρερχομένους ἐδίδασκον ὑπὲρ τῆς σωτηρίας αὐτῶν τοῦτο πραγματευόμενοι, ὅπως μὴ κἀκεῖνοι τῇ αὐτῇ ὁδῷ πέσωσι· καὶ μέντοι διὰ τὴν ἑτέρων σωτηρίαν, καὶ αὐτοὺς ὁ παντοδύνα μας τοῦ πηλοῦ ἐλυτρώσατο. Εἰ δέ γε οἱ ἐμπαθείς ἑκουσίως ἑαυτοὺς ταῖς ἡδοναῖς ἐπιρρίπτουσι, σιωπῇ τὴν διδασκαλίαν ἐνδείξονται. ἂν χάριν ήρξατο ο Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Χαλεπόν, όντως χαλεπὸν περαιούμεθα, ὦ μοναχοί ταπεινοί, πέλαγος καὶ πολλῶν πνευμάτων, καὶ σπιλάδων, καὶ ἐλίγγων, καὶ πειρατῶν, καὶ σιφώνων, και βραχῶν, καὶ θηρίων, καὶ κυμάτων πεπληρωμένον. Σπιλάδα μὲν ἐπὶ ψυχῆς, τὸν ἄγριον θυμὸν καὶ αἰφνίδιον νοήσωμεν· ίλιγγα δὲ τὴν ἀνελπιστείαν την περικυκλοῦσαν τὸν νοῦν, καὶ τοῦτον αὐτὸν ἐν βυθῷ ἀπογνώσεως κατενέγκαι σπουδάζουσαν· βράχος δὲ τὴν ἄγνοιαν, τὴν τὸ κακὸν ὡς καλὸν κατέχουσαν θηρία δὲ, τὸ βαρὺ τοῦτο καὶ ἄγριον σῶμα· πειρατάς δὲ τοὺς τῆς κενοδοξίας χαλεπωτάτους ὑπουργούς τοὺς τὸν φόρτον ἡμῶν, καὶ τὸν κάματον τῶν ἀρετῶν ἀφαρπάζοντας· κῦμα δὲ τὴν πεφυσημένην καὶ ἐγκουμένην κοιλίαν τὴν ἐκ τῆς ἰδίας ὁρμῆς τῷ θηρίῳ παραπέμπουσαν· τίτωνα δὲ τὴν ἐκ τοῦ σ
col. 1017–1018page 220 of 294
PG 88:1017μανού βιφεῖσαν ὑπερηφανίαν, τὴν ἀναφέρουσαν ἡμᾶς ὁ λοιπὸν καὶ καταφέρουσαν ἕως τῶν ἀβύσσων. Γνώριμα καθεστήκασι τοῖς γράμματα παιδευομέ νας ποῖα μὲν εἰσαγομένων, ποῖα δὲ μέσων, ποῖα δὲ διδασκάλων τυγχάνουσι τὰ μαθήματα. Πρό σχωμεν νουνεχώς, μήπως ἐν τῇ μαθήσει χρονίσαντες ἔτι ἐν τοῖς εἰσαγωγικούς διατρίβωμεν ἐπαγγέλμασι ὅπερ αἰσχύνῃ πάσι γνωρίζεται γηραλέον ιδέσθαι εἰς παιδευτήριον πορευόμενον. Αρίστη πᾶσιν ἀλφάβητος αὕτη ὑπακοὴ, νηστεία, Γ' σάκκος, σποδός, δάκρυα, Ζ ἐξομολόγησις, Η σιωπή, Θ ταπείνωσις, 1 αγρυπνία, Κ ἀνδρεία, η ψύχος, Η κόπος, Ν ταλαιπωρία, ἐξ. ουδένωσις. Ο συντριβή. Η αμνησικακία, β συν αδελφία Σ' ηπιότης, Τ πίστις ἁπλῆ καὶ ἀπερίερ. γος, ν' ἀμεριμνία κόσμου, ο μέσος ἄμισον γονέων, Χ ἀπροσπάθεια, ἡ ἁπλότης σὺν ἀκακίᾳ, Ο εκούσιος εὐτέλεια. [Καλὴ τάξις ὅροι μέσων.] Κατάληψις καὶ ψῆφος προκοπτόντων, ἀκενοδοξία, ἀοργησία, εὐελπιστίᾳ, ἡσυχία, διάκρισις, κρίσεως μνήμη παγία, εὐσπλαγχνία, φιλοξενία, νουθεσία σύμμετρος, προσ εὐχὴ ἀπαθὴς, ἀφιλαργυρία. Οὗτος όρος, λόγος τε καὶ νόμος πνευμάτων και σωμάτων ἐν σαρκὶ εὐσε βῶς τελειουμένων· ἀναιχμαλώτιστος ή καρδία, Βτε τελειωμένη αγάπη, Γ' ταπεινοφροσύνης πηγή, νούς εκδημία Χριστοῦ, Ε' ἐνδημία φωτός, καὶ Ζ προσω ευχῆς ἀσυλία, ἐλλάμψεως Η Θεοῦ περιουσία, πόθος Ο Ο Θ θανάτου, μέσος ζωῆς, φυγὴ Κ σώματος, κόσμου πρέσβυς, Θεοῦ Μ βιαστής, ἀγγέλων Ν συλλειτουργὸς, γνώσεως & ἄβυσσος, μυστηρίων. Ο οίκος, ἀῤῥήτων Η φύλαξ, ἀνθρώπων Ρ σωτήρ, δαιμόνων Σ Θεὸς, παθῶν. Κύριος, Δεσπότης Υ σώματος, φύσεως «ἐπίτροφος, ἁμαρτίας Χ ξένος, ἀπαθείας * οἶκος, μιμητής Ο Δεσπότου, ἐκ βοηθείας Δεσπό του, οὐ μικρᾶς ἡμῖν ὅτε τὸ σῶμα νοσεί, χρεία τῆς νήψεως. Χαμαὶ γὰρ οἱ δαίμονες θεασάμενοι ἡμᾶς καὶ [κειμένους] μή δυναμένους τέως ἐκ τῆς ἀτονίας ἀσκήσει καθ᾿ ἑαυτὸν χρήσασθαι, χαλεπῶς τότε πολεμοῦν δοκιμάζουσιν. Ἐν μὲν τοῖς κατὰ πό σμον 5 τοῦ θυμοῦ, ἔστι δὲ ὅτε καὶ τῆς βλασφημίας ὁ δαίμων ἐν τοῖς νοσοῦσι παρέπεται. Ἐν δὲ τοῖς ἔξω κόσμου, εἰ μὲν τῶν χρεῶν εὐποροῦσιν δ τῆς γαστριμαργίας καὶ πορνείας· εἰ δὲ ἐν ἀπαρακλήτοις τισὶ καὶ ἀθλητικοῖς διατρίβουσι τόποις, ὁ τῆς ἀκηδίας καὶ ἀχαριστίας παρεδρεύει τύραν της επεσημηνάμην τὸν τῆς πορνείας λύκον ἐδύνας προστιθέντα τῷ κάμνοντι· καὶ ἐν αὐταῖς ταῖς ὀδύναις κινήσεις αὐτῷ καὶ ἐκκρίσεις ποιοῦντα καὶ ἦν ἐκπληκτόν τι γινόμενον ἰδέσθαι ἐν ἀλγηδόσι εφοδραῖς τὴν σάρκα σφριγώσαν καὶ μαινομένην. Καὶ ἐπέστρεψα καὶ εἶδον κατακειμένους, καὶ ἐπὶ τῆς κλίνης αὐτῆς ὑπὸ τῆς θείας ἐνεργείας, ἢ ὑπὸ κατανύξεως παρακαλουμένους· καὶ μέντοι διὰ τῆς παρακλήσεως τὰς ἐδύνας διεκρούοντο· ὡς οὕτως διακείσθαι, ὡς μὴ θέλειν αὐτοὺς τῆς νόσου ἀπαλλαγῆναι ποτε. Καὶ ἐπέστρεψα, καὶ εἶδον κεκακωμένους, καὶ διὰ τῆς νήσου ὡς δι' ἐπιτιμίου τινὸς πά Η Ο
col. 1019–1020page 221 of 294
PG 88:1019θους ψυχικοῦ ἀπαλλαγέντας, καὶ ἐδόξασα τὸν διὰ τῆς πηλοῦ πηλὸν ἐκκαθάραντα. Νοῦς νοερός πάντως καὶ νοεράν αἴσθησιν περι βέβληται ἵν᾿ ἐν ἡμῖν, καὶ οὐκ ἐν ἡμῖν οὖσαν ἐκζητοῦντες μὴ παυσώμεθα· ἐκείνης γὰρ φανερωθείσης, αἱ ἐκτὸς πάντως, τὰ οἰκεῖα ἐνεργεῖν οἰκείως παύσονται. Καὶ τοῦτό ἐστιν, 8 γινώσκων τις σοφές ἔφησε, Καὶ θείαν αἴσθησιν εὑρήσεις. Βίος μοναδικός ἐν αἰσθήσει καρδίας γινέσθω ἐν ἔργοις καὶ λέγεις καὶ ἐνθυμήμασι, καὶ κινήμασι. Εἰ δὲ μὴ, οὐ μοναδικὸς, ἵνα μή λέγω, ἀγγελικός. "Αλλο πρόνοια Θεοῦ καὶ ἄλλο ἀντίληψις, καὶ ἄλλο φυλακή, καὶ ἕτερον ἔλεος Θεοῦ, καὶ ἄλλο παράκλησις. Καὶ τὸ μὲν ἐν πάσῃ τῇ φύσει, τὸ δὲ ἐν πιστοῖς καὶ μό. ναν, τὸ ἕτερον ἐν πιστοῖς, πιστοῖς ἀληθῶς· τὸ τέτ ταρτον ἐν τοῖς δουλεύουσιν αὐτῷ· τὸ δὲ ἔσχατον, ἐν τοῖς ἀγαπῶσιν αὐτὸν ἐνδείκνυται. Ἔστιν ὅτε τὸ ἑτέ μου φάρμακον ἑτέρου δηλητήριον γίνεται - Εστι δὲ ὅτε καὶ τὸ αὐτὸ τῷ αὐτῷ ἐν μὲν τῷ οἰκείῳ καιρῷ προοσφρόμενον, φάρμακον γίνεται· ἐν οὐ καιρῷ δὲ πάλιν δηλητήριον γίνεται. Εἶδον ἀφυῆ ἱατρὸν άρρωστον συντεθλασμένον ἀτιμάσαντα, καὶ μηδὲν πλέον, εἰ μὴ τὴν ἀπόγνωσιν αὐτῷ προξενήσαντα. Καὶ εἶδον εὐφυή, πεφυσημένην καρδίαν δι' ἀτιμίας χειρουργήσαντα, καὶ πᾶσαν αὐτῆς τὴν ἐξωδίαν κενώσαντα. Εώρακα τὸν αὐτὸν ἄῤῥωστον, ποτὲ μὲν διὰ κάθαρσιν ξύπου πιόντα ὑπακοῆς ἴαμα καὶ κι νούμενον, καὶ περιπατοῦντα καὶ μὴ ὑπνοῦντα· ποτὲ δὲ τὸν ὀφθαλμὸν τῆς ψυχῆς νοσοῦντα καὶ ἀκίνητον καὶ ἡσυχάζοντα καὶ ἐν σιωπῇ διατελοῦντα. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Τινές, πόθεν οὐκ οἶδα (οὐδὲ γὰρ οιήσει Θεοῦ δῶρα ζητεῖν καὶ πολυπραγμονεῖν μεμάθηκα), φύσει, ἵν' οὕτως εἴπω, περὶ τὸ ἐγκρατὲς, ἢ περὶ τὸ ἡσυχαστικὸν, ή καὶ ἁγνὸν, ἢ ἀπαῤῥησίαστον, ἢ πρᾶον, ἢ εὐκατάνυκτον ἐπιῤῥεπῶς ἔχουσι. Καί εἰσιν ἕτεροι αὐτὴν σχε δὸν τὴν ἑαυτῶν φύσιν πρὸς ταῦτα αὐτοῖς ἀντιπράττουσαν ἔχοντες, καὶ κατὰ δύναμιν ἑαυτοὺς βιαζόμενοι· εἰ καὶ ἐν καιρῷ ἡττῶνται, ἀλλ' ὅμως ὡς βιαστές τῆς φύσεως αὐτοὺς τῶν προτέρων μᾶλ λον ἀποδέχομαι. Μὴ μεγαλαύχει ἐπὶ ἀπόνῳ πλούτῳ, ἄνθρωπε· τὴν γὰρ πολλὴν σου βλάβην, καὶ ἀσθέ νειαν, καὶ ἀπώλειαν προγνούς ὁ δωροδότης του πλεονεκτήμασιν αὐτοῦ ἐκείνοις τοῖς ἀμίσθοις κἂν ποσῶς σε διέσωσε Καὶ αἱ ἐκ νηπίου παιδεία:, καὶ ἀνατροφαὶ καὶ τὰ ἐπιτηδεύματα συνέρχονται, ἢ καὶ ἀντιπράττουσιν, ἡμῖν αὐξήσασ: πρὸς τὴν ἀρετήν τε καὶ πρὸς τὴν μοναδικὴν πολιτείαν· φῶς μὲν μοναχοῖς ἄγγελοι φῶς δὲ πάντων ἀνθρώπων μοναδική πολιτεία. Οὐκοῦν ἐν πᾶσι τύπος ἀγα θας γίνεσθαι ἀγωνιζεσθωσαν, μηδενὶ πρόσκομμα εν μησεν. διδόντες, ἐν οἷς ἂν ἐργάζωνται, ἢ ἀποφθέγ * κιν, 3%,
col. 1021–1022page 222 of 294
PG 88:1021γωνται. Εἰ γὰρ τὸ φῶς σκότος γίνεται το σκό τος, ήγουν, οἱ κατὰ κόσμον, πόσον σκοτισθήσονται; Εἰ ἄρα ἐμοὶ πείθεσθε, οἱ πειθόμενοι, μᾶλλον δὲ οἱ βουλόμενοι, καλὸν ἡμᾶς μὴ ποικίλλειν ἑαυτοὺς, καὶ τὴν ἀθλίαν ἡμῶν ψυχὴν διαμερίζειν, καὶ πολεμεῖν χιλίαις χιλιάσι, καὶ μυρίαις μυριάσιν ἐχθρῶν· οὐ γὰρ ἐξαρκέσομεν πάσας αὐτῶν τὰς πανουργίας και ταμαθεῖν, ἢ ὅλως εὑρεῖν. Τῇ Τριάδι· τῇ ἁγίᾳ κατὰ τῶν τριῶν διὰ τῶν τριῶν ὁπλισώμεθα. Εἰ δὲ μή, πολλούς κόπους ἑαυτοῖς προξενήσομεν· δν τως ἐὰν καὶ ἐν ἡμῖν γένηται, ὁ μεταστρέφων την θάλασσαν εἰς ξηράν, διαβήσεται πάντως καὶ ὁ ἡμῶν Ισραήλ, ήγουν νοῦ; ὁρῶν Θεόν, αὐτὴν ἀκυμάντως, καὶ ὄψεται τοὺς Αἰγυπτίους ἐν τῷ ὕδατι τῶν δα κρύων ἀποπνιγέντας· ἐκείνου δὲ ἐν ἡμῖν μὴ ἐνδης μοῦντος, ήχους κυμάτων αὐτῆς, ήγουν τῆς σαρκὸς ταύτης τῆς ὑποστήσεται; Ἐὰν ἀναστῇ ἐν ἡμῖν δ Θεὸς διὰ πράξεως διασκορπισθήσονται οἱ ἐχε θροὶ αὐτοῦ, καὶ ἐὰν διὰ θεωρίας προσπελάσωμεν αὐτ τῷ, Φεύξονται οἱ μισοῦντες αὐτὸν ἀπὸ προσ ώπου αὐτοῦ καὶ ἡμῶν. Ιδρώτι μάλλον καὶ μὴ ψιλῷ λόγῳ, τὰ θεῖα μανθάνειν σπουδάσωμεν. Οὐ γὰρ λόγους, ἀλλ' ἔργα ἐν καιρῷ ἐξόδου χρεία ἐνδείξασθαι. Οι θησαυρόν κεκρυμμένον ἀκούσαντες ἐν τῷ τόπῳ, ζητοῦσι, καὶ ἐκ τῆς ζητήσεως τὸ εὐ ρεθὲν μετὰ πόνου φυλάττουσιν· οἱ γὰρ ἀπόνως πλουτήσαντες σκορπίζουσι Δυσχερὲς μὲν τὸ τῶν προλήψεων εὐχερῶς περιγενέσθαι οἱ δὲ ἔτι ταύταις προστιθέναι μὴ παυόμενοι, ἢ ἑαυτῶν ἀπεγνώκασιν, ἢ οὐδὲν ἐκ τῆς ὑποταγῆς ὠφελήθη. σαν. Πλὴν οἶδα, ὅτι ὁ Θεὸς πάντα δύναται· ἀδυ νατεῖ δὲ αὐτῷ οὐδέν. Δυσδιάκριτον μοί τινες θεώρημα ἐπηπόρησαν, καὶ τοὺς κατ' ἐμὲ πάντας ὑπερβαίνον, οὐδενὶ δὲ τῶν εἰς ἐμὲ ἐληλυθότων δέλτων περιεχόμενον λέ γοντες. Ποῖοι τῶν ὀκτὼ λογισμῶν ἰδιαιρέτως ἀπό γονοι τυγχάνουσι; ἢ ποῖος τοιούτων πέντε ἐκ τῶν τριῶν τῶν προστατῶν γεννήτωρ καθέστηκεν; Ἐγὼ δὲ πρὸς τὴν ἀπορίαν ἐπαινέτην ἄγνοιαν προβαλόμενος, παρὰ τῶν πανοσίων ἀνδρῶν ἔμαθον οὕτως. Μήτηρ μὲν πορνείας γαστριμαργία, ἀκηδίας δὲ κενοδοξία· λύπη δὲ τῶν τριῶν τούτων γέννημα, ὥσπερ καὶ ὀργή· ὑπερηφανίας δὲ μήτηρ κενοδοξία. Ἐγὼ δὲ πάλιν πρὸς τοὺς ἀειμνήστους εκείνους ἀποκρινόμενος ἔφασκον, λιπαρῶν μανθάνειν λοιπὸν καὶ τῶν ὀκτὼ γεννήματα, καὶ ποῖον ποίου υπάρχει κύημα. Ἐδί δασκον δὲ εὐμενῶς οἱ ἀπαθεῖς λέγοντες, μὴ εἶναι τάξιν ἢ σύνεσιν ἐν ἀσυνέτοις· πᾶσαν δὲ ἀταξίαν καὶ ἀκαταστασίαν· καὶ πιθόντες οἱ μακάριοι πιθα εῖς ὑποδείγμασιν ἔλεγον, εἰς μέσον προενεγκόντες πιθανὸς ἀποδείξεις καὶ πλείονας, ἐξ ὧν τινα ἐν τῷ παρόντι λόγω συντάττομεν, ἵνα ἐξ ἐκείνων λοιπόν καὶ περὶ τῶν λοιπῶν φωτισθῶμεν. Οἷόν τι λέγω· Ο γέλως, ὁ ἄκαιρος ποτὲ μὲν ἐκ πορνείας δαίμο
col. 1023–1024page 223 of 294
PG 88:1023νας τίκτεται, ποτὲ δὲ ἐκ κενοδοξίας, ὅταν τις ἐφ' ἑαυτῷ ἔνδοθεν σεμνύνηται ἀσέμνως· ποτὲ δὲ ἐκ τρυ φῆς, ὁ ὕπνος ὁ πολύς Ποτὲ μὲν ἐκ τρυφής, ποτὲ δὲ ἐκ νηστεία:, ὅταν οἱ νηστεύοντες ἐπαίρωνται ποτὲ δὲ ἐξ ἀκηδίας, ποτὲ δὲ καὶ ἐκ φύσεως. Η που λυλογία ποτὲ μὲν ἀπὸ γαστριμαργίας, ποτὲ δὲ ἀπὸ κενοδοξίας· ἡ ἀκηδία ποτὲ μὲν ἀπὸ τρυφῆς, ποτέ δὲ ἐξ ἀφοβίας Θεοῦ· ἡ βλασφημία ἔστιν μὲν κυρίως κύημα υπερηφανίας· πολλάκις δὲ καὶ ἐκ τοῦ κρίναι ἐν τῷ αὐτῷ τὸν πλησίον, ἢ καὶ ἀπὸ φθόνου ἀκαι. ρου τῶν δαιμόνων ή σκληροκαρδία ἐστὶν ὅτι ἀπὸ κόρου, ἀπὸ ἀναισθησίας, ἀπὸ προσπαθείας· πάλιν δὲ ἡ προσπάθεια ἔστι μὲν ὅτε ἀπὸ πορνείας, ἢ φιλα αργυρίας, ἢ γαστριμαργίας, ἢ κενοδοξίας, καὶ ἐξ στέρων πολλῶν· ἡ πονηρία πάλιν ἀπὸ οἰήσεως καὶ ὀργῆς. Ἡ ὑπόκρισις ἐξ αὐταρκείας καὶ ἰδιο ρυθμίας· τὰ δὲ τούτων ἐναντία ἐκ τῶν ἐναντίων γεννητόρων αὐτῶν ἀποτίκτονται. Καὶ ἵνα μὴ πολλὰ λέγω, ἐπιλείψει με γὰρ ὁ χρόνος, ἤπερ τὸ καθ' ἐν ἐξ ετάζειν βούλομαι· κυρίως πάντων τῶν προειρημένων παθῶν ἀναιρέτις ἐστὶν ἡ ταπεινοφροσύνη, ἣν οἱ κτη σάμενοι πάντα νενικήκασι. Γενήτρια γεν νήτρια ] πάντων τῶν κακῶν, ἡδονὴ καὶ πονηρία, δ ὁ κατέχων οὐκ ὄψεται τὸν Κύριον· οὐδὲν δὲ ἡμᾶς ἐκ τῆς προτέρας ἀποχὴ ἐκτὸς τῆς δευτέρας ονήσεις. Φόβου Κυρίου ὑπόδειγμα ἐξ ἀρχόντων καὶ θηρίων ληψώμεθα. Πόθου δὲ τοῦ πρὸς Θεὸν ὑπόδειγμα δ τῶν σωμάτων ἔρως τύπος γενέσθω σοι· οὐδὲν γὰρ τὸ κωλύον, καὶ ἐκ τῶν ἐναντίων ποιεῖσθαι ἡμᾶς τὰ τῶν ἀρετῶν ὑποδείγματα. Πεπονήρευται χαλεπῶς ἡ παροῦσα γενεὰ, καὶ ὅλη οιήσεως καὶ ὑποκρίσεως πεπλήρωται· κόπους μὲν σωματικοὺς κατὰ τοὺς ἀρχαίους πατέρας ἡμῶν ἴσως ἐπιδεικνυμένη· τῶν δὲ χαρισμάτων αὐτῶν οὐκ ἀξιουμένη, καίπερ οἶμαι, οὔποτε ὡς νῦν ἡ φύσις χαρι σμάτων ἐδέετο· καὶ εἰκότως πεπόνθαμεν· οὐ γὰρ κό ποις, ἀλλ᾽ ἁπλότητι καὶ ταπεινώσει ὁ Θεὸς ἐμφανίζεται. Εἰ καὶ ἡ δύναμις Κυρίου ἐν ἀσθενείᾳ τελειοῦται, ὅμως οὐ κωλύσει Κύριος ἐργάτην ταπεινόφρονα. Οπόταν τινὰ τῶν ἀθλητῶν ἡμῶν κακούμενον σω ματικῶς θεασώμεθα μὴ ἐκ πονηρίας τὸ κρί μα τῆς αὐτοῦ ἀσθενείας μανθάνειν· σπουδάσωμεν μᾶλλον δὲ ἁπλῇ καὶ ἀπονήρῳ ἀγάπῃ, ὡς οἰκεῖον μέλος, καὶ ὡς στρατιώτην ἐκ τοῦ πολέμου πληγέντα δεξάμενοι θεραπεύσωμεν. Ἔστιν ἀσθένεια διὰ και θαρισμόν πταισμάτων, καὶ ἔστι διὰ τὸ ταπεινωθῆναι τὸ φρόνημα. Ὁ ἀγαθὸς ἡμῶν καὶ πανάγαθος Δεσπότης καὶ Κύριος οπόταν πολλάκις τινὰς ὀχνηροτέρους περὶ τὴν ἄσκησιν θεάσηται, δι' ἀσθε νείας λοιπὸν, ὥσπερ δι᾿ ἀνετωτέρας ἀσκήσεως τὴν σάρκα ταπεινεῖ· ἔστι δὲ ὅτε καὶ τὴν ψυχὴν λογισμῶν πονηρῶν καὶ παθῶν ἐκκαθαίρει. Πάντα ἡμῖν τὰ
col. 1025–1026page 224 of 294
PG 88:1025συμβαίνοντα ήτε ὁρατὰ, ήτε αόρατα, ἔστι και καλῶς, καὶ ἐμπαθῶς, καὶ μέσω; καταδέξασθαι. Εξ δεν τρεῖς ἀδελφοὺς ζημιωθέντας· καὶ ὁ μὲν ἡγαν ἄκτε:, ὁ δὲ ἔμεινεν ἄλυπος, ὁ δὲ πολλὴν τὴν χαρὰν προσελάβετο. Εἶδον παρά γεωργοίς εν σπέρμα παρ' ἀμφοτέροις καταβαλλόμενον, ἀλλὰ σκοπὸν οἰκεῖον ἕκαστος ἐκέκτητο· ὁ μὲν, ἵνα τὰ ἑαυτοῦ ἀποδώσει χρέη· ὁ δὲ ἵνα πλοῦτον ἑαυτῷ θησαυρίσῃ· ὁ δὲ ἵνα δώροις τὸν Δεσπότην τιμήσῃ· ὁ δὲ ἕτερος, ἵνα ἐπὶ τῇ καλοεργία τὸν παρὰ τῶν παρερχομένων ἐν τῇ ὁδῷ τοῦ βίου ἔπαινον θηράση ὁ δὲ ἵνα αὐτὸν ἑαυτοῦ ἐχθρὸν ζηλώσαντα θλίψη· ὁ δὲ, ἵνα μὴ ὡς ἀργὰς παρὰ τῶν ἀνθρώπων ὀνειδίζηται Αυ και αἱ τῶν γεωργών τοῦ σπόρου προσηγορίαι· νη στείς, ἀγρυπνία, ἐλεημοσύνη, διακονίαι, καὶ τὰ ὅμοια. Τοὺς δὲ σκοπούς προθύμως ἐν Κυρίῳ οἱ ἀδελ φοὶ βασανίσουσιν ὥσπερ ὕδωρ ἐκ πηγῶν ἀπαν τλοῦντες. ἔστιν ὅτε λεληθότως, καὶ τὸν λέ γόμενον βάτραχον συνηντλήσαμεν. Οὕτως καὶ τὰς ἀρετὰς μετερχόμενοι πολλάκις συμπεπλεγμένας αυτ ταῖς ἀφανῶς τὰς κακίας μετερχόμεθα· οἷόν τι λέγω τῇ ξενοδοξία ἡ γαστριμαργία συμπέπλεκται τῇ ἀγάπῃ ἡ πορνεία· τῇ διακρίσει ή δεινότης τῇ φρονήσει ἡ πονηρία· τῇ πραύτητι ἡ ὑπουλύτης, καὶ νωθρότης, καὶ ὀκνηρία, καὶ ἀντιλογία, καὶ ἰδιο ρυθμία, καὶ ἀνηκοία· τῇ σιωπῇ τῆς διδασκαλίας ὁ ἔγκος· τῇ χαρᾷ οίησις· τῇ ἐλπίδι ἡ ὀκνηρία· τῇ ἀγάπῃ πάλιν τὸ κατακρίνειν· τῇ ἡσυχίᾳ ἡ ἀκηδία καὶ ὀκνηρία· τῇ ἁγνείᾳ ἡ πικρία· τῇ ταπεινοφροσύνη ἡ παρρησία· τούτοις δὲ πᾶσιν, ὥσπερ κοινὸν κολούριον, μᾶλλον δὲ δηλητήριον ή κενοδοξία συνέπεται. Μὴ λυπηθῶμεν αἰτούμενοι τὸν Κύριον αἰτήματα, καὶ ἐπὶ χρόνους μὴ εἰσακουόμενοι. Εσού λετο γὰρ Κύριος πάντας ἀνθρώπους ἐν μιᾷ καιροῦ ροπῇ ἀπαθεῖς γενέσθαι. Πάντες οἱ αιτούμενοι ἐκ Θεοῦ τὰ αἰτήματα, καὶ μὴ λαβόντες, διὰ μίαν τούτων τῶν αἰτιῶν πάντως οὐ κομίζονται, ἢ ὅτι πρὸ καιροῦ αὐτοῦ σιν, ἢ ὅτι ἀναξίως αἰτοῦσι, καὶ κενοδόξως, ἢ ὅτι λαμ βάνοντες ἐπαρθῆναι ἔμελλον, ἢ ἀμελεῖν λοιπόν μετά τὸν τοῦ αἰτήματος κτήσιν. Ὅτι μὲν ἀναχωροῦσιν οἱ δαίμονες, καὶ τὰ πάθη ἐκ τῆς ψυχῆς, ἢ καιρῷ τινι, ἢ διηνεκώς, οὐδεὶς ἀμφιβάλλει, οἶμαι. Τὸ δὲ ἐκ πόσων τρόπων ή τούτων ἀναχώρησις ἐξ ἡμῶν γίνεται ὀλίγοι ἐπίστανται. Ἀνεχώρησαν τὰ πάθη ἔκ τινων οὐ μόνον πιστῶν, ἀλλὰ καὶ ἀπίστων, ἐκτὸς ἑνὸς ἐκεῖνο μόνον καταλιπόντα αὐτοῖς ὡς κακόν τι πρωτεύον, καὶ τὸν τόπον πάντων ἀναπληροῦν, είπερ τοιαύτην κέκτηται την βλάβην, ὡς καὶ ἐξ οὐρα νοῦ κατενέγκαι. Αναλίσκεται ύλη πυρὶ θείῳ δαπα νωμένη καὶ τῆς ψυχῆς ἐκριζουμένη. Υποχω ρεῦσι δαίμονες έκουσίως, αμεριμνήσας παρασκευάζοντες, καὶ αἰφνίδιον τὴν ἀθλίαν ψυχὴν ἁρπάζοντες, καὶ εἰς ἄκρον ποιωθῆναι τοῖς πάθεσι παρασκευάζοντες, ὡς ἐντεῦθεν αὐτεπίβουλον οὖσαν λοιπὸν καὶ αὐτοπολέμιον. Οἶδα καὶ ἄλλην ὑποχώρησιν τῶν θηρίων μετὰ τὸ τελείως συνηθίσαι τὴν ψυχὴν καὶ ὑπόδειγμα τοῦ εἰρημένου τὰ νήπια· μετὰ γὰρ τὴν μακρὰν συνήθειαν, καὶ χωρὶς μαζοῦ, ἐκ τῶν οἰκείων δακτύλων θηλάζουσιν. Οἶδα καὶ πέμπτην ἐν τῇ ψυχῇ
col. 1027–1028page 225 of 294
PG 88:1027ἐπαινουμένους συνισταμένη. Δικαία γὰρ ἡ βοήθεια τοῖς τοιούτοις παρὰ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ, καὶ ἀνεπαισθήτως αὐτοὺς τῶν κακῶν ἀπαλλάττοντες· εἴπερ καὶ τὰ νήπια ἐκδυθέντα οὐ πάνω γινώσκουσι. Κακία μὲν ή πάθος φυσικῶς ἐν τῇ φύσει οὐ πέφυκεν οὐκ ἔστι γὰρ κτ στῆς παθῶν ὁ Θεός· ἀρεταὶ δὲ φύσει καὶ πολλαὶ ἐν ἡμῖν παρ' αὐτοῦ γεγόνασιν, ἐξ ὧν εἰσι καὶ οὗται σαν φῶς· ἡ ἐλεημοσύνη, εἴπερ καὶ Ἕλληνες συμπαθοῦσιν' ἡ ἀγάπη, εἴπερ καὶ τὰ ἄλογα ζώα πολλάκις ἐπὶ τῇ στερήσει ἀλλήλων ἐδάκρυσαν. Η πίστις· πάντες γὰρ ἐξ ἑαυτῶν ταύτην ἀποτίκτομεν· ἐλπὶς, ἐπεὶ καὶ δανειζόμενοι, καὶ πλέοντες, καὶ σπείροντες πλουτήσαι ἐλπίζομεν. ἀπάθειαν, ὅτι ἐξ ἁπλότητος πολλῆς καὶ ἀκεραιότητας Εἰ τοίνυν, ὡς ἀποδέδεικται, ἡ ἀγάπη φύσει καὶ ἀρετὴ ἐν ἡμῖν καθέστηκε, σύνδεσμος δὲ καὶ πλήρωμα νόμου αὕτη, οὐκοῦν οὐ πόῤῥω τῆς φύσεως αἱ ἀρεται καθεστήκασι, καὶ αἰσχυνθείησαν οἱ ἀδυναμίαν ἐπὶ τῇ τούτων ἐργασία προβαλλόμενοι. Ὑπὲρ φύσιν ἀ γνεία, ἀοργησία, ταπεινοφροσύνη, προσευχή, ἀγρυ πνία, νηστεία, κατάνυξις διηνεκής. Τούτων τῶν μὲν ἄνθρωποι τῶν δὲ ἄγγελοι, τῶν δὲ αὐτὸς ὁ Θεὸς Λόγος καθέστηκε διδάσκαλος καὶ δοτήρ· συγκρίσει κακῶν δεῖ ἡμᾶς τὸ κουφότερον ἐκλέξασθαι. Οἷον πολλάκις ἐν προσευχή παρισταμένων ἡμῶν, πρὸ; ἡμᾶς ἀδελφοὶ παρεγένοντο· καὶ δυοῖν θάτερον, ἢ τὴν προσευχὴν καταλιπεῖν, ἢ τὸν ἀδελφὸν ἀναπόκριτον ἀπελθόντα λυπήσαι. Μείζων ἀγάπη προσευχῆς ἡ μὲν γὰρ μερική, ἡ δὲ περιεκτικὴ πατῶν καθέστηκε. Πάλαι ἐν πόλει ἢ κώμῃ παραγενόμενός ποτε, ἔτι νέος ὤν, ὑπὸ λογισμῶν γαστριμαργίας καὶ κενοδοξίας ομοθυμαδὸν ἐπὶ τραπέζης καθήμενος κατελή φύην, καὶ μέντοι τὴν ἀπόγονον τῆς κοιλιομανίας δεδοικώς τῇ κενοδοξίᾳ ἡττήθην μᾶλλον. Ε γνων ἐγὼ τὸν τῆς γαστριμαργίας δαίμονα πολλάκις, τὸν τῆς κενοδοξίας νικήσαντα ἐν τοῖς νέοις· καὶ εἰκότως παρὰ μὲν τοῖς ἐν κόσμῳ βίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία, παρὰ δὲ μοναχοῖς ἡ γαστριμαργία· ἔστι παρὰ τοῖς πνευματικοῖς πολλάκις τινὰ εὐτελέστατα πάθη ἐκ Θεοῦ οἰκονομικῶς καταλιμπανέ μενα· ἵνα δι' εὐτελῶν τινων, καὶ ἀναμαρτήτων ἑαυτοὺς λίαν καταμεμφόμενοι, πλοῦτον ἄσυλον ταπεινοφροσύνης κτήσωνται· οὐκ ἔστι ἐν προοιμίοις ταπείνωσιν κτήσασθαι ἀνυποτάκτως διάγοντα εἴπερ πᾶς ὁ ἰδιορύθμως τέχνην μεμαθηκώς φαντάζεται. Ἐν δυσὶν ἁπάσαις γενικωτάταις ἀρεταῖς οἱ Πατέ ρες τὴν πρακτικὴν ὁρίζονται, καὶ εἰκότως. 11 μὲν γὰρ ἀναιρετικὴ τῶν ἡδονῶν καθέστηκεν· ἡ δὲ τὴν
col. 1029–1030page 226 of 294
PG 88:1029αναίρεσιν ταπεινοφροσύνη κατησφαλίσατο. Διὰ τοῦτο τὸ πένθος διπλούν, ὡς τῆς ἁμαρτίας ἀναιρετικό, καὶ τῆς ταπεινοφροσύνης ποιητικών· εὐσεβῶν μέν, τὸ παντὶ αὐτοῦντι διδόναι εὐσεβεστέρων δὲ καὶ τῷ μὴ αὐτοῦντι. Τὸ δὲ ἀπὸ τοῦ αἵροντος μὴ ἀπαιτεῖν δυναμένους μάλιστα, τάχα τῶν ἀπαθῶν καὶ μόνων ἴδιον καθέστηκεν. η Ἐν πᾶσι τοῖς πάθεσι καὶ ταῖς ἀρεταῖς ἑαυτοὺς ἐκζητοῦντες μὴ παντώμεθα, που τυγχάνομεν ἐν ἀρχῇ, ἐν μεσότητι, ἢ ἐν τέλει. Πάντες οἱ πρὸς ἡμᾶς δαιμόνων πόλεμοι, ἐκ τριῶν τούτων αἰτιῶν συνίστανται· ἐκ φιληδονίας, ἢ ἐκ ὑπερηφανίας, ἢ ἐκ φθόνου αὐτῶν. Οἱ μὲν ἔσχατοι μακάριοι· οἱ δὲ μέσοι παν ἀθλιοι· οἱ δὲ πρότεροι ἀχρεῖοι ἕως τέλους τυγχάνουσι. Έστι τις αίσθησις, μᾶλλον δὲ ἕξις, φερέπονος λεγο μένη, ὑφ' ἧς ὁ ἀλοὺς οὐκ ἔτι δειλιάσει, ἢ ἀποστρα φεῖ πόνου ποτέ· ταύτῃ τῇ ἀοιδίμῳ αἱ τῶν μαρτύρων ψυχαί κρατηθεῖσα: τῶν βασάνων εὐχερῶς κατα εφρόνησαν. "Αλλο φυλακή λογισμῶν, καὶ ἕτερον ναός τήρησις, καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμών, κατὰ τοσοῦτον ὑψηλοτέρα τῆς προτέρας ή δευτέρα, εἰ καὶ μοχθηροτέρα υπάρχοι. "Αλλο προσεύχεσθαι κατὰ λογισμῶν καὶ ἄλλο ἀντιφθέγγεσθαι τούτοις· καὶ ἕτερον ἐξουθενεῖν, καὶ ὑπερτίθεσθαι τούτους. Και τῷ μὲν προτέρω τρόπῳ μαρτυρεῖ ὁ εἰπών· Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες, καὶ τὰ ὅμοια. Τῷ δὲ δευτέρῳ ἡ φήσας· Καὶ ἀποκριθήσομαι τοῖς ἐνει εξουσίν μοι λόγον ἀντιῤῥητικών. Καὶ πάλιν Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν. Τοῦ δὲ τρίτου μάρτυς ὁ μελῳδήσας· Ἑκωρώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, καὶ ἐθέμην αὐτῷ φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναν τίον μου. Καὶ πάλιν· ῾Υπερήφανοι παρηνόμουνἕως σφόδρα· ἀπὸ δὲ τῆς σῆς θεωρίας ἐγὼ οὐκ ἐξέκλινα. Τούτων ὁ μὲν μέσος τῷ προτέρω, πολλάκις κέχρηται, διὰ τὸ ἀπαρασκεύαστον· ὁ δὲ πρότερος οὔπω τῷ δευτέρω τρόπῳ ἰσχύει τοὺς ἐχθροὺς ἀπὸ ώσασθαι· ὁ δὲ τρίτος εἰς ἅπαν δαιμόνων κατέπτυσεν. Αμήχανον φυσικῶς τὸ ἀσώματον ὑπὸ τοῦ σώματος ὁρίζεσθαι· πάντα δὲ δύνατα τῷ κτισαμένω Θεῷ. Ὥσπερ οἱ τῇ αἰσθήσει τῆς ὀσφρήσεως ὑγιῶς διακείμενοι τὴν ἀρώματα λεληθότως κατέχοντα ἐπιγινώ σχειν δύνανται οὕτως καὶ ψυχὴ καθαρὰ τὴν εὐωδίαν, ἣν καὶ αὐτὴ ἐκ Θεοῦ προσεκτήσατο, τήν τε Ευσωδίαν, ἧς ἀπαλλαγεῖσα τελείως καθέστηκεν, ἐν ἑτέροις ὑπάρχουσαν γνωρίζειν, ἀνεπαισθήτως ἑτέρων, πέφυκεν. Οὐ πάντες μὲν ἀπαθεῖς γενέσθαι δυνατόν πάντες δὲ σωθῆναι καὶ Θεῷ διαλλαγῆναι οὐκ ἀδύνα του. Μή σου κατακυριεύσωσιν οἱ ἀλλόφυλοι ἐκεῖνοι, οἱ τὰς τοῦ Θεοῦ ἀῤῥήτους οἰκονομία; ἢ ἑπτασίας ἐν τοῖς ἀνθρώποις γινομένας πολυπραγμονεῖν βουλε μενοι, καὶ προσωπολήπτην τὸν Κύριον εἶναι λελη θέτως ὑποβάλλοντες· οιήσεως γὰρ ἀπόγονοι καὶ εἰσὶ καὶ γνωρίζονται. Εστι δαίμων φιλαργυρίας πολλάκις ταπείνωσιν ὑποκρινόμενος· καὶ ἔστι
col. 1031–1032page 227 of 294
PG 88:1031δαίμων κενοδοξίας πρὸς ἐλεημοσύνην προτρεπόμενος, ὥσπερ καὶ φιληδονίας. Ἐὰν ἀμφοτέρων τοίνυν καθαρεύσωμεν, ἐν παντὶ τόπῳ ἐλεεῖν μὴ παυσών μεθα. Τινὲς μὲν ἔφησαν δαίμονας δαίμοσιν ἀντιπράτο τειν· ἐγὼ δὲ ἔγνωκα πάντας τὴν ἡμῶν ζητοῦντας ἀπώλειαν. Πάσης πνευματικῆς ἐργασίας δρωμένης τε καὶ νοουμένης προηγεῖται πρόθεσις οἰκεία καὶ πόθος ἄριστος, μετά συνεργίας Θεοῦ γινόμενα. Τῶν γὰρ προτέρων μὴ καταβληθέντων, τὸ δεύτερον ἐπ ἀκολουθεῖν οὐ πέφυκεν. Εἰ καιρὸς ἐν παντὶ πράγματι τῶν ὑπὸ τὸν οὐρανόν, καθώς φησιν ὁ Ἐκκλησιαστής, ἐν τοῖς πᾶσι δὲ καὶ τὰ τῆς ἡμετέρας πολιτείας ἱερᾶς καθεστήκασι πράγματα· οὐκοῦν σκοπήσωμεν, εἰ δοκεῖ, καὶ ἐν ἑκάστῳ καιρῷ τὰ τῷ καιρῷ οἰκεία ζητήσωμεν· καιρὸς γὰρ πάντως ἐν τοῖς ἀγωνιζομένοις ἐστὶν ἀπαθείας, διὰ τὴν τῶν ἀγωνιζομένων λέγω νηπιότητα. Καιρός δακρύων, καὶ καιρὸς σκληροκαρδίας· καιρὸς ὑποταγῆς, καὶ καιρὸς τοῦ ἐπιτάττειν καιρὸς νηστείας, καὶ καιρὸς μεταλήψεως· καιρός πολέμου, σώματος ἐχθροῦ, καὶ καιρός θανάτου που ρώσεως· καιρός χειμώνος ψυχῆς, καὶ καιρός γαλήνης νού;· καιρὸς λύπης καρδιακῆς, καὶ καιρός χαρᾶς πνευματικῆς· καιρὸς διδασκαλίας, καὶ καιρὸς ἀκρο άσεως· καιρὸς μολυσμῶν, ἴσως διὰ τὴν οίησιν, και ρός καθάρσεως, διὰ τὴν ταπείνωσιν· καιρὸς πάλης, καὶ ἀσφαλούς ἀνέσεως· καιρὸς ἡσυχίας, καὶ καιρὸς ἀπερισπάστου περισπασμού· καιρός προσευχῆς ἀεννάου, καὶ καιρὸς διακονίας ἀνυποκρίτου. Μὴ τοίνυν πρὸ καιροῦ ἐξ ὑπερηφάνου προθυμίας απατώμενοι τὰ τοῦ καιροῦ ζητήσωμεν· μὴ ἐν χειμῶνι τὰ τοῦ θέρους· μὴ ἐν σπόρῳ τὰ τῶν δραγμάτων, ἐπειδὴ καιρὸς τοῦ σπεῖραι πόνους, καὶ καιρὸς τοῦ θερίσαι τὰς χάριτας τὰς ἀῤῥήτους. Εἰ δὲ μή γε, οὐδὲ ἐν τῷ καιρῷ τὰ τοῦ καιροῦ οἰκεῖα κομισάμεθα Τινές πρὸ τῶν καμάτων, τινὲς ἐν τοῖς καμάτες, τινὲς μετά τους καμάτους, τινὲς ἐν τῷ θανάτῳ τὰς ὁσίας ἀμοιβὰς παρὰ τοῦ Θεοῦ τῶν οἰκείων κόπων κατ' οικονομίαν ἄῤῥητον εκομίσαντο. Ζητητέον τίς τού των τοῦ ἑτέρου ταπεινότερος καθέστηκεν. Εστιν ἀπόγνωσις ἐκ πλήθους ἁμαρτημάτων καὶ συνειδότος βάρους, καὶ ἀφορήτου λύπης διὰ τὸ ὑπερβαπτισθῆναι τῷ πλήθει τῶν τραυμάτων τὴν ψυχὴν, καὶ τῷ βάρει αὐτῶν, εἰς τὸν ἀπογνώσεως βυθόν καταποντίζεσθαι· καὶ ἔστιν ἀπόγνωσις ἐξ ὑπερηφανίας και οιήσεως ἡμῖν ἐπισυμβαίνουσα, λογιζόμενον ἑαυτὸν ὡς ἀνάξιον ὄντα τοῦ συμβεβηκότος πτώματος· τοῦτο δὲ ὁ παρατηρῶν ἐν ἀμφο τέροις εὑρήσει τὴ ἰδίωμα· τὸν μὲν ἐν ἀδιαφορία ἑαυτὸν λοιπὸν ἐκδεδωκότα· τὸν δὲ τῆς ἀσκήσεως ἐν απογνώσει ἐχόμενον, ὅπερ ἀσύμφωνον· ἀλλὰ τὸν
col. 1033–1034page 228 of 294
PG 88:1033μὲν ἐγκράτεια, καὶ εὐελπιστία· τὸν δὲ ταπείνωσις, καὶ τὸ μηδένα κρίνειν ιατρεύειν πεφύκασιν. Οὐ δεξ θαμβεῖσθαι ἡμᾶς ξενίζεσθαι ὁρῶντας πονηρὰ μέν τινας εργαζομένους ἔργα, ἀγαθοὺς δὲ λόγους προφέροντας· ἐπεὶ καὶ τὸν ἐν τῷ παραδείσῳ ὄφιν ἐκεῖνον ἡ οίησις ἀπώλεσεν ὑψώσασα, τύπος σοι καὶ κανὼν ἔστω οὗτος ἐν πάσαις σου ταῖς ἐγχειρήσεσι, καὶ πολιτείαις, ὑποτακτικαῖς τε καὶ ἀνυποτάκτοις όρωμέναις τε καὶ νοουμέναις, εἰ κατά Θεόν κυρίως καθεστήκασι· λέγω δή (α), οπόταν τὸ οἰονοῦν ἐπιτηδεύωμεν οἱ εἰσαγόμενοι λέγων, ἐγχείρημα, καὶ μὴ ἐκ τῆς τούτου ἐργασίας ταπείνωσιν, ἧς κεκτήμεθα, προσλαμβάνωμεν πλέον ἐν ψυχῇ, οὐ δοκεῖ μοι κατὰ Θεὸν ἡμᾶς αὐτὸ κατεργάζεσθαι, εἰ μικρὸν ἢ μέγα καθέστηκεν. Ἐν μὲν γὰρ ἡμῖν τοῖς νηπιωδεστέροις αὕτη ἡ τοῦ Κυριακοῦ θελήμα της πληροφορία· ἐν δὲ μέσοις, ἡ τῶν πολέμων ἴσως ἀναχώρησις· ἐν δὲ τελείοις, ἡ τοῦ θείου φω τὰς προσθήκη καὶ περιουσία. Τὰ μὲν μικρὰ παρὰ τοῖς μεγάλοις ἴσως οὐ μικρά· τὰ δὲ μεγάλα παρὰ τοῖς μικροῖς οὐ πάντως τέλεια. Δὴρ μὲν καθαρθείς νεφελῶν, φαιδρὸν ὑπέδειξεν ἥλιον· καὶ ψυχή προ λήψεων ἀφέσεως ἀξιωθείσα πάντως θεῖον φῶς Εώρακεν. Αλλο ἁμαρτία καὶ ἄλλο ἀργία, καὶ ἄλλο ἀμέλεια· καὶ ἕτερον πάθος, καὶ ἄλλο πτώμα. Ο δυνάμενος ἐν Κυρίῳ ζητεῖν, ζητείτω σαφῶς. Τινὲς τὸ θαυματουργικὸν καὶ ὁρώμενον ἐν τοῖς πνευματι τοῖς χαρίσμασιν ὑπὲρ πάντα μακαρίζουσιν, ἀγνοοῦν τις πολλὰ εἶναι τούτου ὑπέρτερα καὶ ἀπόκρυφα διὸ καὶ μένουσιν ἄπτωτα. Ο μὲν τελείως καθαρθείς,. αὐτὴν, ἢ καὶ οὐκ αὐτὴν τὴν ψυχὴν ἐν ποίοις διά κειται τοῦ πλησίον ὁρᾷ. Ὁ δὲ προκόπτων ἔτι, διὰ τοῦ σώματος ταύτην τεκμαίρεται. Πύρ μικρὸν πολλάκις πᾶσαν τὴν ὕλην ἐκάθηρεν, ὥσπερ καὶ ἐπὴ μικρὰ ὅλον τὸν κόπον διέφθειρεν. Ἔστιν ἀνάπαυ ας τῇ ἐχθρᾷ τὴν τοῦ νέου δύναμιν διυπνίζουσα, καὶ πύρωσιν μὴ διεγείρουσα· καὶ ἔστι πολλὴ κατάτηξις ἴσως, καὶ τὰς κινήσεις κινήσασα, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ ἀγνώστως τὴν ζῶσαν θανατοῦντι. Όταν τινὰς ἡμᾶς κατὰ Κύριον ἀγαπῶντας εψόμεθα ἐν ἐκείνοις μάλιστα τὸ ἀπαῤῥη σία στον φυλάξωμεν· οὐδὲν γὰρ οὕτως διαλύει ἀγάπην, ὡς ἡ παρρησία πέφυκε, καὶ μίσος εργάζεσθαι, Νοερὸν καὶ λίαν περικαλλὲς τὸ τῆς ψυχῆς ὄμμα, καὶ πᾶσαν ἰδέαν μετὰ τὰς ἀσωμάτους οὐσίας ὑπεραῖρον ὅθεν καὶ ἐμπαθεῖς πολλάκις τὰ ἐν ἑτέραις ψυχαῖς ἐξ ἀγάπης πολλῆς τῆς πρὸς αὐτὰς νοήματα ἐπιγνῶναι ηδυνήθησαν· καὶ μάλιστα ότε ὑπὸ τῆς πηλοῦ μὴ καταποντίζονται ρυπούμενοι· εἰ οὐδὲν τῷ ἀθλῳ φύσει ὡς τὸ ἔνυλον ἀνθέστηκεν· ὁ ἀναγινώσκων νοείτω· αἱ παρατηρήσεις ἐν μὲν τοῖς κατὰ κόσμον ἀνθεστήκασι τῇ τοῦ Θεοῦ προνοίᾳ· ἐν ἡμῖν δὲ τῇ νοερά γνώσει. Οἱ μὲν τῇ ψυχῇ ἀσθενεῖς ἐκ τῶν τοῦ σώματος περιστάσεων καὶ κινδύνων, καὶ τῶν ἐκτὸς περισπασμῶν, τὴν πρὸς αὐτοὺς ἐπίσκεψιν τοῦ (α) λέγω δή
col. 1035–1036page 229 of 294
PG 88:1035Κυρίου γνωριζέτωσαν· οἱ δὲ τέλειοι ἐκ τῆς τοῦ Πνεύματος παρουσίας, καὶ τῆς τῶν χαρισμάτων προσθήκης· ἔστι δαίμων ἐπὰν ἐν τῇ κλίνῃ ἀναπέσωμεν, πρὸς ἡμᾶς παραγενόμενος, καὶ πονηρα; ἡμᾶς καὶ ῥυπαραῖς κατατοξεύων ἐνθυμήσεσιν, ἵνα τῇ ὀκνηρίᾳ εἰς προσευχὴν τότε κατ᾽ αὐτοῦ μὴ ὁπλισάμενοι ἐν ῥυπαραῖς ἐννοίαις ἀφυπνώσαντες, ῥυπαρὰ καὶ τὰ ἐνύπνια κτησώμεθα. Εστιν πνευμά των, πρόδρομος καλούμενος, ἐξ ὕπνου ἡμᾶς εὐθέως δεχόμενος, καὶ τὴν πρωτάνοιαν ἡμῶν καταμολύνων. Δίδου τῆς ἡμέρας ἀπαρχάς Κυρίῳ. Τοῦ γὰρ προ ποιοῦντος ἔσται Αξιακουστόν μοι λόγον εργάτης άριστος έφρασεν. Ἐξ αὐτῆς γὰρ, μοὶ ἔφη, τῆς πρωΐας τὸν ἅπαντά μου δρόμον τῆς ἡμέρας προεπίσταμαι. Πολλαὶ καὶ τῆς εὐσεβείας καὶ ἀπωλείας αἱ ὁδοιπορίαι· διόπερ πολλάκις ὁ τῷ ἑτέρῳ ἀντιτασσόμενος, ἄλλῳ γνησίως συνέρχεται, καὶ ὁ τῶν ἀμφοτέρων σκοπός εστι Κυρίῳ εὐάρεστος Παλαίουσι μὲν οἱ δαίμονες ἐπὶ τοῖς συμβαίνουσιν ἡμῖν πειρασμοῖς ἡ λέξαι ἡμᾶς ἢ πρᾶξαι ἄτοπον. Καὶ ὅταν μὴ ἰσχύσωσιν, ηρέμα ἐπιστάντες ὑπερήφανον ἡμῖν εὐχαριστίαν πρὸς Θεὸν ὑποτίθενται· οἱ μὲν τὰ ἄνω φρονήσαντες, χωριζόμενοι ἄνω μερικῶς ἀνέρχονται· οἱ δὲ τὰ κάτω, κάτω πάλιν πορεύονται· τῶν γὰρ χωριζομένων οὐδὲν λοιπὸν μέσον ἴσταται. Εν τῶν κτισμάτ των ἐν ἑτέρῳ καὶ οὐκ ἐν ἑαυτῷ τὸ εἶναι είληφε καὶ θαῦμα πῶς ἐκτὸς τοῦ ἐν ᾧ τὸ εἶναι ἐκομίσατο, συνίστασθαι πέφυκε. Τὰς μὲν εὐσεβεῖς θυγατέρας αἱ μητέρες τίκτουσι, τὰς δὲ μητέρας ὁ Κύριος, καὶ ἐπὶ τῶν ἐναντίων τῷ προειρημένῳ κανόνι ὁρίσαι οὐκ ἄσοφον. Δειλός εἰς πόλεμον μὴ ἐξιέτω, Μωϋσῆς, μᾶλλον δὲ Θεὸς παρακελεύεται, μήπως γένηται ἡ ἐσχάτη πλάνη τῆς ψυχῆς ὑπὲρ τὴν πρώτην πτώσιν τοῦ σώματος, καὶ εἰκότως. Φῶς μὲν τῶν τοῦ σώματος πάντων ἄρθρων οἱ αἰσθητοὶ ὀφθαλμο!· φῶς δὲ νος σὰν ἀρετῶν τῶν θείων διάκρισις. ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ ΚΑ'. Περὶ διακρίσεως. Σχόλιον Ισαάκ. Ερώτησις α'. Τί ἐστιν ἡ τελειότης; Απόκρις. Μισθός ταπεινώσεως· ὅπερ ἐστὶν ἡ κατάληψις (α) πάντων τῶν ὁρατῶν τε καὶ ἀοράτων· ὁρατῶν μὲν πάντων τῶν αἰσθητῶν· ἀοράτων δὲ τῶν νοητῶν, καὶ τῶν ἐκ μερίμνης τῆς ὑπὲρ αὐτῶν. Σχόλιον β'. Καθαρὸς τῇ καρδίᾳ ἐστὶν, 6 μή, ἑαυτοῦ κατα γνούς, ἐπὶ ἐντολῆς Θεοῦ ἀθετήσει· ἢ ὁ ἐλεήμων ὑπὲρ πάσης τῆς φύσεως τῆς κτιστῆς· ἢ ὁ ἐλεύθερος (α) Κατάληψις κατάλειψις κατάλειψις και τίληψ
col. 1037–1038page 230 of 294
PG 88:1037τῶν κρυπτῶν παθῶν· καθαρὸς δὲ τῷ σώματι, ὁ ὅσιος ἐκ τοῦ μολυσμοῦ τῆς σαρκός ἐστι καὶ ὁ ἀλη θεύων διὰ στόματος. Σχόλιον γ. Τρεῖς εἰσιν οἱ κατὰ τὸν Μάρκον γίγαντες, λήθη, ἄγνοια, καὶ ῥᾳθυμία· οἷς ὁ θείᾳ χάριτι ποντίσας, πάντα τὰ ἅρματα του Φαραώ συντρίψεις. Σχόλιον δ'. Ἡ ναῦς, ποτὲ μὲν ἐκ τῶν ἔξωθεν τρικυμιών καταβαπτίζεται· ποτὲ δὲ ὑπὸ τῆς ἔνδον ἀντλίας υποψρύχιος γίνεται. Καὶ ἡμεῖς ποτὲ μὲν διὰ τῶν ἐκτὸς πρακτικῶν ἁμαρτημάτων ἀπολλύμεθα· ποτὲ δὲ διὰ τῶν ἔνδον λογισμῶν ἀφανιζόμεθα. Δεῖ οὖν καὶ τὰς ἔξωθεν τῶν πνευμάτων ἐπιτηρεῖν προσβολάς, καὶ τὰς ἔνδον τῶν λογισμῶν ἐξαντλεῖν ἀκαθαρσίας πλὴν ἐπιπονωτέραν χρὴ πρὸς τοὺς λογισμούς ποιεῖσθαι τὴν διάνοιαν. Σχόλιον ε'. Ἐὰν μὴ δι᾿ ἀμελείας εἰς ἄγνοιαν καὶ λήθην καὶ ῥαθυμίαν περιπέσωμεν, τῆς κατ' ἐντολὴν ἐργασία; οὐκ ἀποτευξόμεθα. Εἰ μὴ γὰρ ὁ νοῦς σκοτισθῇ, οὐ κυριεύει τὰ πάθη τῆς ψυχῆς. Σχόλιον ς'. υψία, καὶ σκοτία ψυχῆς, ἀμέλεια, λήθη, ἐπιθυμία· τοῦτο οὖν ἀπὸ συνηθείας εἶπεν ὁ δηλοῖ, τὸ ἐμὲ γίνεσθαι ήγουν βραδύ· 8 λυκόφως φασί τινες. Σχόλιον 5'. Ο ᾶς Λέων. Σχόλιον η'. Το, προλήψεσι, παλαιὸν οὐκ ἔστιν ἐμπαθῶν· ἀλλά πόρρω μὲν τοῦ μύσους ἐστώτων, τοῦ βρώμου δὲ ἐποσφραινομένων· διὸ καὶ ἄρχειν τὸν τοιοῦτον ἐχώ λυσεν, ἵνα μὴ ἀμεριμνήσας πάλιν ἐγκυβιστήσῃ ταῖς ἐκ συγκαταθέσεως πράξεσι· τὸν δὲ πρὸς τὰς αἰσχρουργίας κεχηνότα οὐ διδάσκειν συγχωρεί. λυκύρω, (α) (προλήψεσι Σχόλιον θ'. λέγειν χρὴ καλὰ, καὶ τὸν μὴ καλὰ πράτ τοντα· ὅπως ἄρξηται τῶν ἔργων τους λόγους αἰσχυνόμενος. Σχόλιον ε'. Κύμα τὴν ἐμπεφορημένην κοιλίαν εὐφυῶς προς ωνόμασεν· αὐτόθι γὰρ διὰ τῶν λογισμών κῦμα τοῦτο, καὶ εἰς κατάπτωσιν έρχεται. Σχόλιον ια'. Εισαγωγικών μαθημάτων ὑπακοὴ, εγκράτεια, ὑπομονὴ, ἀνδρία ψυχῆς, ἀπροσπάθεια γονέων και χρημάτων· τοῖς δὲ προκόψασι μακροθυμία, χρηστό της, ἀγαθοσύνη, συμπάθεια, ανεξικακία, ἀκτημοσύνη, νηστεία, προσευχὴ ἐκτενής· τοῖς δὲ τελείοις
col. 1039–1040page 231 of 294
PG 88:1039γευἀγάπη, χαρά, εἰρήνη, διάκρισις· ἄπταιστος ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι. Σχόλιον ιβ. Σημαίνει τὴν ἀλφάβητον τῶν μοναχῶν καὶ ἀρετὴν αρχαρίων ισάριθμον τοῖς κα' γράμμασιν. Σχόλιον ιγ'. τὸ συναναστρέφεσθαι τοῖς ἀδελφοῖς καὶ συγκοπιάν. Σχόλιον. Δεκάλογος προκοφάντων, αλφάβητος τῶν τε λείων. Σχόλιον ιδ'. Πάντως, ὡς φαίνεται, ή μετὰ πτωχίας ταπείνωσις ἰσχύει· οὕτως γάρ τις καὶ τὰ ἐπερχόμενα διαλογιζόμενος ἐν πτωχίς μετανοίας καὶ ταπεινώσεως, οὔτε ὡς πλούσιος νοσεῖ τὴν μυσαρότητα, οὔτε ὡς δεόμενος ἀχαριστήσειἀκηδιάσει· ἀλλὰ καιρὸν κέρδους χαίρων καὶ εὐχαριστῶν ἐνέγκῃ. Σχόλιον Βαρσανουφίου α'. Ερώτ. Τὸ σημεῖον τῆς γαστριμαργίας ποτόν ἐστι σαφήνισόν μοι. Απόκρ. Όταν βλέπῃς τὸν λογισμών σου ἡδυνόμενον ἐν βρώματι, καὶ διώκοντα σχεδὸν τὸ προλαμβάνειν πάντας, ή έλκύοντα εἰς τὸ ἔμπροσθέν σου τὸ βρώμα, τοῦτο γαστριμαργίας ἐστί. Πρόσεχε οὖν σεαυτὸν καὶ ποίησον τὴν δύναμίν σου άγξαι ἑαυτὸν τοῦ μὴ μετὰ σπουδῆς ἀπ' αὐτοῦ, ἀλλ' ἐν ευταξία φαγεῖν· καὶ ὠθῆσαι μᾶλλον τὸ βρῶμα ἔμπροσθεν τῶν συγκαθημένων τοῦτο. Οὐ χρὴ δὲ, ὡς εἶπον, προφάσει της γαστριμαργίας εὐθέως και φυλάξεσθαι, τὸ μὴ ἀτάκτως χρήσασθαι τῇ μεταλή ραιτεῖσθαι τὸ μεταλαβεῖν βρώματος· ἀλλὰ δεῖ παρα ψει αὐτοῦ. Ἕτερον δὲ σημεῖον γαστριμαργίας....(α) Α. Την γαστριμαργίαν φεύγων, τὴν ἀνθρωπαρέσκειαν φύλασσε τὴν ὠχρότητα τοῦ προσώπου ἐπιδείξασθαι προφαντάζουσαν. Σχόλιον ις'. Διὰ μὲν τὸ σῶμα ὁ ἄνθρωπος θνητός· διὰ δὲ τὸν νοῦν καὶ τὸν λόγον, ἀθάνατος. Σιωπών νοεῖς, νοήσας λαλεῖς· ἐν γὰρ τῇ σιωπῇ ὁ νοῦς τίκτει τὸν λόγον ευχάριστος δὲ λόγος Θεῷ προσφερόμενος, σωτηρία ἀνθρώπου εὑρίσκεται. Σχόλιον ιζ'. Ἐν ἡμῖν μὲν ἐστιν ἡ νοερά αἴσθησις, ὡς τῷ νοῖ συνημμένη ἐν παντὶ ἀνθρώπων· οὐκ ἐν ἡμῖν δὲ ὡς ὑπὸ τῶν παθῶν καλυπτομένη, ἐν τοῖς ἐμπαθέσι, και άπρακτος οὖσα καὶ ἀδιάγνωστος. Σχόλιον ιη'. Ὅτι χρὴ τὸν μοναχόν πάντα ἀκριβεύεσθαι μέχρι καὶ ἐννοίας εἰς τὰ ἑαυτοῦ κινήματα. Σχόλιον ιθ'. Ἡ τοῦ Θεοῦ, πρόνοια εἰς πάντα. Τὰ γὰρ ἄνωθεν
col. 1041–1042page 232 of 294
PG 88:1041διδόμενα, κἂν ἐγγίνεσθαι πέφυκεν, οὐχ ἡμῶν εἰσιν, & ἀλλὰ τῆς χάριτος, καὶ τῆς προνοίας. Η ἀντίληψις ἐν πιστοῖς ἁπλῶς· ἡ φυλακὴ ἐν πιστοῖς πιστῶς. Το Έλεος ἐν δούλοις, ἡ παράκλησις ἐν τοῖς ἀγαπῶσι τὸν Κύριον Σχόλιον Φωτίου πατριάρχου Κωνστ. Κ. Ὡς φέρε εἰπεῖν, ἡ νηστεία φάρμακόν ἐστι παθῶν καθαρτήριον, ἰδίως καὶ καθ᾿ ἑαυτὴν τελουμένη· ἀλλ' ἐν συνελεύσεσι, καὶ πανηγύρεσι, δηλητήριον δια φθεῖρον πολυτρόπως τῷ κεχρημένη καθίσταται, ή άλλοις πρόσκομμα γινομένῳ, ἢ τῷ αὐτῷ ἐπὶ τούτῳ αὐχοῦντι, καὶ οἰδαινομένῳ, καὶ διαπριο μένη Σχόλιον κα'. Έλεγχος πρὸς τοὺς ἐξ ἀπειρίας μή ειδότας βοη θεῖν τοῖς κάμνουσι ἐπίστασις. Γνῶθι τοίνυν, ὅτι αναφεῖόν ἐστι τὸ πράγμα καὶ ἰατρεῖον (καθό διαδείκνυται πλύσεις, καὶ καύσεις ἔχειν), καὶ πολύ γε τοῦ προσυλωδεστέρου αἰδεσιμώτερον (καθὸ καὶ περὶ μεί ζονα καταγίνεται), οὐ χιτῶνας ἐκπλύνον, καὶ σώ ματα ἁγιάζον, ἀλλὰ ψυχάς. Σχόλιον κ. Τὴν κατὰ νοῦν, ὡς οἶμαι, λέγει τῶν λογισμῶν ἐμπάθειαν. Οφθαλμὸς γὰρ τῆς ψυχῆς ὁ νοῦς καθ έστηκε· συμβάλλεται δὲ καὶ ἡ ἀσυντυχία πρὸς ὑγείαν ταύτης τῆς νόσου, καθὰ καὶ πολυλογία μόνη φύσεις ποιεῖν πέφυκεν. Σχόλιον Βασιλείου μεγάλου κγ. Καιρῷ καὶ προσώπω δοκιμάζεται ἡ σιγή καιρῷ μὲν, ὡς ὅταν λέγῃ, ὅτι Ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ότι καιρός πονηρός ἐστι καὶ πάλιν· Εθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. Προσο ώπῳ δὲ ὡς ὅταν γράφῃ ὁ ᾿Απόστολος· Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ, ὁ πρῶτος σιγάτω· καὶ πάλιν Δἱ γυναῖκες ἐν ἐκκλησίαις σιγάτωσαν. Σχόλιον κδ'. Το βιάζεσθαι τὴν φύσιν, εἰ καὶ πασῶς τις τῇ μακρά συνηθεία καταβάλλεται τῶν προλήψεων, κρείττόν ἐστιν ὑπὲρ τὸ, ὡς κατὰ φύσιν ἀδιάστως γινόμενον. Σχόλιον κι'. Αμισθόν φησι τὴν ἄπονον έργασίαν εὐχερῶς σκορπιζομένην πρὸς γὰρ τους πόνους οἱ στέφανοι πλέκονται· τὸ γὰρ, 'Εδώκατέ μοι φαγεῖν, καὶ τὰ ἐξῆς, ἔργα εἰσὶ, καὶ κόπων σημαντικά. Σχόλιον κς'. Καὶ ἡ ἀνατροφή συνεισφέρει πρὸς τὸ δέξασθαι είτε παιδείαν ἀρετῆς εἶτε πάλιν κακίας άμα θίαν. Σχόλιον και Χρεωστούμεν οἱ μοναχοί, ὡς δι' εαυτούς, οὕτως
col. 1043–1044page 233 of 294
PG 88:1043καὶ διὰ τοὺς ὁρῶντας ἀνθρώπους φαίνειν τῷ βίῳ, οὐ τῇ σάλπιγγι τῆς ἐπιδείξεως· τὸ γὰρ, Θὕτω λαμ κάτω τὸ φῶς ὑμῶν, οὐχὶ παρ' ἑαυτῶν κηρυχθῆναι ˙ ἐστιν· ἀλλ᾽ ὡς πυρσὸς ἐν σκοτίᾳ τῆς γῆς λάμπειν εἴρηται, ὡς καὶ τὸ φῶς ἐν τῇ σκοτία φαίνει καὶ (α). Σχόλιον κτ'. Ο Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πᾶσι τὸ φῶς ἐχαρίσατο· ἀλλ᾽ εἰ μὴ πειθόμενοι αὐτῷ, ἑαυτούς σκοτίζουσι. Σχόλιον κθ'. Τῇ συμμαχία, φησί, τῆς ὑπερουσίου καὶ ἁγίας Τριάδος, κατὰ τῶν τριῶν γενικωτάτων παθῶν, ἤγουν φιληδονίας, φιλαργυρίας καὶ φιλοδοξίας, διὰ τῶν τριῶν ἀρετῶν, ὑφ' ὧν ἀναιροῦνται ταῦτα, ἀντιπαραταξώμεθα, ήγουν εγκρατείας, ἀγάπης καὶ ταπεινώσεως. Η μὲν γὰρ φιληδονία ὑπὸ ἐγκρατείας ἀναι ρεῖται· ἡ δὲ φιλαργυρία ὑπὸ τῆς ἀγάπης, ὡς μετα δοτικῆς καὶ κοινωνικῆς· ἡ δὲ φιλοδοξία ὑπὸ τῆς τα πεινώσεως, ὡς ἀφιλενδείκτου καὶ μισοδόξου. Σχόλιον λ'. Εἰ ἡ τρυφὴ διεγείρει τὰ πάθη, καὶ ἡ δόξα τὰς ἡδονὰς, οἱ τούτοις προσασχολούμενοι, καθ᾿ ἑαυτῶν τοὺς πολέμους διεγείρουσιν, ἢ μᾶλλον εἰπεῖν διςμε θίζουσιν· ἀδύνατον γὰρ τῷ πρὸς τὰς ύλας Ἐμφιλοχωροῦντι, μὴ τὰ ἐντὸς ἐκ τῶν ἐκτὸς μολύνεσθαι, και πρὸς τὰς προλήψεις εξολισθαίνειν, καὶ τὴν βίαν τῶν ἔργων πρὸς πῖθον τετρημένον, κατὰ τὸν εἰπόντα, ἀντλεῖν. Σχόλιον Θαλασσίου λπ. Πρᾶξις ἐντολῆς λέγεται τὸ προστεταγμένον ἀρετὴ δὲ ἐν τῷ ἀρέσκειν τῇ ἀληθείᾳ τὸ γινόμενον. Σχόλιον λβ'. Ὁ ἐκτὸς ἔργου σοφιζόμενος, καὶ λαλῶν λόγοις, πλουτεῖ ἐξ ἀδικίας, καὶ οἱ πόνοι αὐτοῦ, κατὰ τὴν Γραφὴν, εἰς οἴκους ἀλλοτρίων εἰσέρχονται. Σχόλιον Φωτίου λγ'. Οπερ πόνος οὐκ ἐμαιεύσατο, οὐδὲ πόθος Αγκα λιάσατο, εὐκαταφρόνητον γὰρ ἄν τε πράξεως, ἂν τε θεωρίας ἐστὶν πρόβλημα) τὸ ῥᾴδιον εἰς κτῆσιν παραγινόμενον. Σχόλιον Μάρκου λδ'. Πρόληψις ἐστι προτέρων κακῶν μνήμη ἀκούσιος παρὰ μὲν τῷ ἀγωνιστῇ προβῆναι εἰς πάθος κωλυομένη· παρὰ δὲ τῷ νικητῇ ὡς προσβολῆς ἀντανας ρουμένη. Φιλομαθῆς ὤν, γίνου καὶ φιλόπονος· ἡ γὰρ ψιλὴ γνῶσις φυσιοῖ τὸν ἄνθρωπον.
col. 1045–1046page 234 of 294
PG 88:1045Σχόλιον λε'. Ο γέλως ἐκ τριῶν γίνεται· ἐκ πορνείας, κενοδοξίας, καὶ τῆς ἔνδον σεμνότητος και τρυφῆς, ὅ ἐστι κόρος" ἑκάστου τῶν ἀπηριθμημένων δηλονότι αναμέρος ποιοῦντος τὸν γέλωτα. *Αλλο τοῦ ἁγίου Εφρέμ. Ο γέλως τὸν μακαρισμὸν τοῦ πένθους έξω βάλλει καὶ τὰ οἰκοδομηθέντα καταλύει· τὸ Πνεῦμα τὸ ἅγιον λυπεῖ, ψυχὴν οὐκ ὠφελεῖ, σῶμα διαφθείρει, τὰς ἀρετὰς διώκει· οὐκ ἔχει μνήμην θανάτου· οὐδὲ μελέτην τῶν κολάσεων· περίελε ἀπ᾿ ἐμοῦ τὸν γέ λωτα, καὶ δώρησόν μοι πένθος καὶ κλαυθμόν, δν ζητεῖς παρ' ἐμοῦ ὁ Θεός. Σχόλιον λς'. Ὁ ὕπνος ἐκ τεσσάρων γίνεται· τρυφῆς, νηστείας τῆς κατ' ἔπαρσιν, ἀκηδίας, καὶ φύσεως· τούτων ἐὰν κρατήσῃ τῆς ψυχῆς, καὶ κατὰ μόνας ὕπνον ἐμποιεῖ. Σχόλιον του μεγάλου Βασιλείου λζ. Ὁ ἑαυτῷ ἀρέσκων, ἀνθρωπαρεσκεῖ· ἄνθρωπος γὰρ αὐτὸς ἕκαστος. Ωσπερ οὖν ἐπικατάρατος ἄν θρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ, τὴν εἰς ἑαυτὸν πεποίθησιν δηλοῖ· οἷς καὶ ἐπιφέρει, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ ψυχὴ αὐτοῦ· οὕτως καὶ ὁ ἄλλῳ ἀρέσκων, ἢ κατ' ἰδίαν ἀρέσκειαν ποιῶν, τῆς θεοσεβεία; ἐκε πίπτει· εἰς γὰρ ἀνθρωπαρέσκειαν ἐμπίπτει· Ποιοῦσι γάρ, φησὶν ὁ Κύριος, πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρών 361 ποις. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σχόλιον Αντωνίου τοῦ μεγάλου λη'. Επιθυμία λογισμοῦ ἀποσπωμένη, ἡδονὴν γεννῇ καὶ τὴν ψυχὴν ἢ σωθῆναι, ἢ τῷ Θεῷ συναφθῆναι αὐ συγχωρεί. Σχόλιον λθ'. Έλεγχος σωτηριώδης τῆς κακίας ἡμῶν, καὶ ὅτι δι' αὐτῆς τῶν χαρισμάτων ἀποτυγχάνομεν, καὶ εἰς τοὺς κόπους καταβαλλόμεθα. Σχόλιον με. Ο σωματικὸς κόπος ἄνευ τῆς τοῦ νοῦ καθαρότητος, ὡς ἄτεκνος μήτρα, καὶ μασθοὶ κατάξηρο:· τῇ γὰρ τοῦ Θεοῦ γνώσει προσεγγίσαι οὐ δύνανται, καὶ τὸ μὲν σῶμα κατάκοπον ποιοῦσιν, οὐδὲν δὲ ἀνύουσιν. Σχόλιον μα'. Αθληταὶ ὄντως οἱ μοναχοί· ἀθλεῖν γὰρ προήρηνται τῇ τῆς ψυχῆς βία Αλλο. Ηγουν τῆς ἥττης· τοῦτο γὰρ μοναχοῖς ἀσθένεια, καὶ οὐχ ἡ τοῦ σώματος κάκωσις. Θείας οἰκονομίας δωρήματι, αἱ ἀσθένειαι τοῖς μοναχοῖς. Σχόλιον μβ'. Τὸν μοναχὸν τὸν μὴ θεαρέστω; δουλεύοντα τῷ σε
col. 1047–1048page 235 of 294
PG 88:1047Κυρίῳ, καὶ σπουδαίως ἀγωνιζόμενον εἰς σωτηρίαν τῆς ἑαυτοῦ ψυχῆς, ἀλλὰ ἀμελῶς περὶ τὴν ἄσκησιν διακείμενον, παραχωρούμενον ίδοις ὑπὸ Θεοῦ πάντως πειρασμούς περιπεσεῖν· ἵνα μὴ ἐκ τῆς πολλῆς ἀργίας αὐτοῦ δεύσῃ ἐπὶ τὰ χείρονα. Σχόλιον μγ'. Οὗτος καλῶς τὰ ἐπερχόμενα κατεδέξατο, ὡς ίδια ταῦτα λογισάμενος, καὶ μὴ δυσφορήσας, ἀλλ᾽ εὐχαριστήσας. Σχόλιον με. Οὗτος ἀνόνητα κάμνει· τῆς γὰρ ἐπιδείξεως ένεκα εργάζεται. Σχόλιον με Οὗτος πολεμιστοῦ λόγον ἐπέχει. Σχόλιον με. Καὶ οὗτος, κἂν αἰδεῖται. Σχόλιον με. Ἡμεῖς δὲ βασανίσαντες τοῦτο συνείδομεν συμβουλεῦσαι· ὅτι εἰ καὶ ἁμαρτωλοὶ χρεωστοί εσμεν, πλὴν δώροις τὸν Δεσπότην τιμήσωμεν· εἰ γὰρ καὶ τὸ πρῶτον ταπεινότερον· ήγουν τὸ τῶν χρεῶν, αλλά γε τοῦτο ἄπτωτον, ἀλλά γε τοῦτο ἄπτωτον, ὡς δὲ πρῶτον χρεωστούμενον. Σχόλιον Γρηγορίου Νύσσ. μη. Οὐκ ἔστιν ἄλλη τις τοῦ κακοῦ ὑπόστασις, εἰ μὴ δ χωρισμὸς τοῦ ἀγαθοῦ τε καὶ τοῦ κρείττονος. Αλλο. Εἰ γυμνὴ ἡ κακία τῷ βίῳ προέκειτο, μή τινι κα λοῦ φαντασία προσκεχρωσμένη, οὐκ ἂν αὐτομόλησε πρὸς αὐτὴν τὸ ἀνθρώπινον. Σχόλιον Μάρκου μι. Ὁ ἀγνοῶν ἐνέδρας πολεμίων σφάζεται εὐχερῶς καὶ ὁ μὴ εἰδὼς τὰς αἰτίας τῶν παθῶν, καταπίπτει βαδίως. Σχόλιον ν. Κοινή πάσῃ ἀρετῇ λύμη ή κενοδοξία. Αλλο. Διὰ πάντων πολεμεῖ ὁ ἐχθρός· ὅθεν πολυόφθαλμον δεῖ εἶναι τὸν σωθῆναι βουλόμενον. Σχόλιον να Τὴν ὑπερηφανίαν λέγει, δι' ἧς ὁ διάβολος πέπτωκεν. Σχόλιον νδ'. Τῇ ἐνεργεία τοῦ Πνεύματος τοῦ ἁγίου, ἢ τῷ θεϊκῷ πόθῳ, ὅς ἐν τῇ καρδίᾳ. Σχόλιον νγ'. Τὸ συνεθίσαι, ἀντὶ τοῦ, ἐν ἔξει γενέσθαι τῆς και κίας τῶν παθῶν. Σχόλιον νδ'. Ε: φυσικὴ ἦν ἡ κακία, οὐκ ἂν ἐκολάζετό τις· οὔτε πάλιν ἄλλοι κατώρθουν τὴν ἀρετήν. Κακὴν ἔξω προαιρέσεως κείμενον καὶ κατ' ιδίαν
col. 1049–1050page 236 of 294
PG 88:1049ὑπόστασιν θεωρούμενον ἐν τῇ φύσει τῶν ὄντων, ἐστὶν οὐδέν. Αλλο. Οὐδὲν ἔπερόν ἐστι κακία, ἡ ἀρετῆς ἔλλειψες. Ὅτι φυσικαὶ ἀρεταὶ ἐν ἡμῖν, ἡ ἐλεημοσύνη, ή ἀγάπη, ἡ πίστις, ἡ ἐλπίς· αἱ δὲ ὑπὲρ φύσιν ἄγνεια, διοργησία, ταπεινοφροσύνη, προσευχή, αγρυπνία, νηστεία. Αλλο Μάρκον. Αλλη πράξις ἐντολῆς, καὶ ἄλλο ἀρετή, κἂν ἐξ ἀλλήλων τὰς τῶν ἀγαθῶν ἀφορμάς λαμβάνωσι. Πράξις ἐντολῆς λέγεται, τὸ προστεταγμένον· ἀρετὴ ἐν τῷ ἀρέσκειν τῇ ἀληθείᾳ τὸ γινόμενον. Σχόλιον κ. Διδάσκαλος τῆς ἁγνείας Ηλίας καὶ Ἰωάννης Πρόδρομος, καὶ ὁ Θεολόγος Ἰωάννης· πραότητος δὲ Μωϋσῆς καὶ Δαυΐδ· τῆς δὲ προσευχῆς αὐτὸς ὁ Θεοῦ Λόγος, καὶ ὁ φανεὶς ἄγγελος Αντωνίῳ καὶ Παχωμίῳ· πάλιν τῆς νηστείας Μωσης, καὶ αὐτὸς ὁ Κύ ριος· πάλιν ἀγρυπνίας πολλοί, οι καὶ κατάνυξιν τούτων ἐκτήσαντο· ταπεινοφροσύνης δὲ, δι' ἡμᾶς πτωχεύσας Θεοῦ Λόγος, καὶ ἀναλαβὼν τὴν σάρκα ἡμῶν ὁ πάντων Σωτήρ. Σχόλιον νς'. Απόγονον τῆς κοιλωμανίας τὴν πορνείαν φησί, ὡς ἐκ γαστριμαργίας τικτομένην. Σχόλιον κ. Φυσικώτερος γὰρ ἂν καὶ ἀπατηλότερος εἰκότως Σχόλιον νη'. Απόδειξις, ὅτι ὁ μὴ ὑποταγείς ταπεινοφρονεῖν οὐ δύναται· ὑποταγὴν δὲ οἱ μὲν τὴν νοουμένην κατώρ Φωσαν, οἱ δὲ καὶ τὴν φαινομένην ἐπεδείξαντο, ἥτις διὰ τὴν προτέραν παραλαμβάνεται. Σχόλιον ν. Εὐσεβῆς, οὐχ ὁ πολλοὺς ἐλεῶν· ἀλλ' ὁ μηδένα ἀδίκως. Σχόλιον Γ. Φυλακή λογισμῶν, τὸ ἐξ ἀγώνων ἢ προσευχῆς τὰ εἴδη τῶν λογισμῶν ἀποκρούεσθαι· νοὸς δὲ τήρησις ἀναιχμαλώτιστος καρδία, καὶ ἀρέμβαστος μνήμη Θεοῦ. Σχόλιον Μάρκου ξε'. Τὸ πρῶτον ἀσθενῶν· μὴ δυνάμενοι γὰρ ὅλως ἀνα ειστῆναι τοῖς πολεμίοις, διὰ προσευχῆς τούτους ἀποδιδράσκουσι. Τὸ δεύτερον ἀγωνιστῶν, οἱ δι' ἀσκή σεως τῶν ἐχθρῶν περιγίνονται· τὸ τρίτον θεωρητι. κῶν, οἱ διὰ θεωρίας ὑψούμενοι, ἄληπτοι τοῖς ἐναντίοις εἰσὶ καὶ, ὡς εἰπεῖν, ἀπροσμάχητοι. Σχόλιον συγκλητικής ξβ'. Ο ἔχων εἰς τοὺς μυκτήρας τὴν ἰδίαν δυσωδία, είνα.
col. 1051–1052page 237 of 294
PG 88:1051& οὐκ ἐσφραίνεται ἄλλης, κἂν σταθῇ ἐπάνω τῶν θνησιμαίων ὅλων. Ο νοῦς φύσει ὢν άστατος, τότε τῆς πλάνης στα ται, ὅτε τῷ Θεῷ συναφθῇ. Τὰ γὰρ πάντα ἐντὸς τοῦ Θεοῦ, καὶ οὐκ ἔχει λοιπόν έργον υπερκείμενον, η ἐκτὸς τοῦ Θεοῦ, εἰς & πλανηθήσεται. Αλλο. Ετέρων αἰσθανομένων· τοῦτο γὰρ τὸ ἀνεπαισθήτως· καὶ γὰρ ὁ ἀπαθὴς χάριν ειληφὼς τὰ ἐν ἑτέροις ὑπάρχοντα επαισθάνεται. Σχόλιον ξγ'. Ἐκ γὰρ φιλαργυρίας μὴ μεταδιδόναι πείθων, τὴν ταπείνωσιν ὑποκρίνεται· τὴν ἀνθρωπαρέσκειαν φεύ γειν υποτιθέμενος. Σχόλιον ξδ'. Βλέπε τοῦ πατρὸς τὴν ἀκρίβειαν· ὅπου, φησί, πρό θεσις καὶ πόθος, ἐκεῖ συνεργία Θεοῦ. Ἡ ἀγαθὴ προαίρεσις τότε φαίνεται, όταν διακρίναντες ἀπὸ τοῦ κακοῦ τὸ καλόν, αἱρώμενα τὸ ἀγα (όν. Η δὲ κακή, ὅταν ἐν γνώσει αιρώμεθα, ἢ ἀνθαρο ρώμεθα. Αλλο. Δὲς πρόθεσιν, καὶ λαμβάνεις δύναμιν. Σχόλιον Ἰσαὰκ ξε'. Πᾶς ὁ πρὸ καιροῦ ἀρχόμενος τῶν ὑπὲρ τὸ μέτρον αὐτοῦ, βλάβην ἑαυτῷ διπλασιάζει, καὶ οὐκ ἔνδοσιν. Οἱ γὰρ ἄπειροι ἔμπορος ἐν τοῖς μεγίστης πράγμασι, μεγάλας ἑαυτοῖς προξενοῦσι ζημίας· ἐν δὲ τοῖς εὐτελεστέροις πράγμασιν, εἰς τὸ ἔμπροσθεν ταχέως ἐκε τείνονται· διότι παντὶ ἔργῳ ἐστὶ καὶ τάξις, καὶ πάση διαγωγή καιρὸς ἔννομος. Σχόλιον ἐσ'. Μηδεὶς ἐν κακία διάγων, ἑαυτοῦ ἀπογινωσκέτω, εἰδὼς ὅτι γεωργία μὲν τοῖς φυτοῖς τὰς ποιότητας μεταβάλλει. Η δὲ κατ' ἀρετὴν τῆς ψυχῆς ἐπιμέλεια δυνατή ἐστι παντοδαπῶν ἀῤῥωστημάτων ἐπικρατῆσαι. Ἔστιν ἁμαρτία πρὸς θάνατον ἡ ἀμετανόητος. περὶ ἧς καν ἅγιος ὑπὲρ ἑτέρου προσεύχηται, οὐκ εἰσακούεται. Αλλο τοῦ μεγάλου Βασιλείου. Εἰ πλῆθος τῶν τοῦ Θεοῦ οἰκτιρμῶν ἀριθμήσαι, καὶ μέγεθος Θεοῦ μετρήσαι δυνατὸν ἐν συγκρίσει πλήθους ἁμαρτημάτων καὶ μεγέθους, ἡ ἀπόγνωσις γινέσθω. Εἰ δὲ ταῦτα μὲν, ὡς εἰκὸς, καὶ μέτρι υποβάλλεσθαι καὶ ἀριθμητὰ εἶναι συμβαίνει, Θεού δὲ ἔλεος καὶ οἰκτιρμούς ἀριθμήσα: ἀδύνατον, οὐκ απογνών της και ρός, ἀλλ' ἐπιγνώσεως ἐλέους, καὶ
col. 1053–1054page 238 of 294
PG 88:1053καταγνώσεως ἁμαρτιῶν, ὧν ἡ ἄφεσις πρόκειτα ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Σχόλιον Γαβριήλ μοναχοῦ καὶ ἡσυχαστοῦ τοῦ ὄρους Λίτρου ξζ'. Ο ἑαυτὸν οἰόμενος εἶναί τι, καὶ διδάσκων ἐτέ ρους, ὧν πεῖραν αὐτὸς οὐκ ἔσχεν, ἢ γνώσει ή πρά ξει, δύο νόσους νοσεί, καὶ δύο τυφλώσεις, υίησιν καὶ κενοδοξίαν· ἀναισθησίαν, καὶ ἄγνοιαν· καὶ εἰ ταῦτα προσλάβωσι καὶ γαστριμαργίαν, εἰς πρό δηλον κίνδυνον καταφέρουσι τὸν ταῦτα κτησάμενον, καὶ εἰς αἰσχύνην αιώνιον, καὶ ἀκούσεται παρὰ πολλῶν· Ἰατρέ, θεράπευσον σεαυτόν· εἰ δέ τις Σχόλιον ξη'. Υποτακτικαῖς μὲν τοῖς ὑπὸ ἀνθρώπων επιτρα πείσαις· ἀνυποτάκτοις δὲ, ταῖς μὴ κελευσθείσαις ὑπὸ ἀνθρώπων, καθ᾿ ἑαυτὸν διατρίβοντι καὶ ἀσκουμέν νῳ, καὶ μὴ ἐν ὑποταγῇ ὑπάρχοντα. Σχόλιον ξθ'. Έρευνα ἀκριβῆς, πῶς ἅπαντες δυνάμεθα γνώ ναι, εἰ ἀρέσκει τῷ Θεῷ τὸ ἔργον ἡμῶν, ὁ ἐὰν ποιῶμεν. Σχόλιον ο'. Τὸ κατὰ θέλημα Θεοῦ γινόμενον ἔργον, ἐν ταῖς εισαγωγικοῖς ταπείνωσιν προστίθησι, ἐν δὲ μέσοις πολέμων αναχώρησιν, ἐν δὲ τελείοις φωτὶ προσ αυγάζει. Σχόλιον κα'. Αντὶ τοῦ νομιζόμενα μικρὰ παρὰ τοῖς μεγά λοις, διὰ τὴν τελειότητα ἴσως οὐ μικρά· τὰ δὲ παρὰ τοῖς μικροῖς οἰόμενα μεγάλα, διὰ τὴν ἀτέ λειαν οὐ πάντως τέλεια· τὸ αὐτὸ δὲ καὶ περὶ τῶν ἀρετῶν καὶ κακιῶν ἐκληπτέον. Σχόλιον Μάρκου μοναχοῦ οβ. (α) Πρόληψις ἐστι, προτέρων κακῶν μνήμη ἀκού σιος· παρὰ μὲν τῷ ἀγωνιστῇ προβῆναι εἰς πάθος κωλυομένη· παρὰ δὲ τῷ νικητῇ ἕως προσβολῆς ἀναι ρουμένη. Σχόλιον ογ'. Αμαρτία ἐστὶ πάσης ἐντολῆς καὶ τῆς ἐλαχίστης παράβασις· ἀργία δὲ, τὸ μὴ ποιεῖν καὶ ἐργάζεσθαι τὰ ἔργα τοῦ Θεοῦ· ἀμέλεια δὲ τὸ ἐργάζεσθαι μὲν, βαθύμως δέ· πάθος δὲ, ἡ πεπηγυῖα καὶ δυσέκνιπτος ροπὴ τῆς διανοίας ἐπὶ τὰ βλάπτοντα· πτῶμα δὲ, τὸ εἰς ἀπιστίαν ἢ εἰς τὸ τῶν σωματικών πα θῶν ὀλισθῆσαι. Ἰσαὰκ οδ. Παραφύλαττε ἐκ τῶν μικρῶν, ἵνα μὴ ἐκπέσῃς ἐκ τῶν μεγάλων. Σχόλιον Ἰσαὰκ οε'. Πρὸς τοὺς φίλους σου ἐν εὐλαβεία πορεύθητι ὅταν δὲ ποιήσῃς τοῦτο, καὶ σεαυτὸν καὶ αὐτοὺς ὠφε λήσεις, ὅτι προφάσει τῆς ἀγάπης, ἀποβάλλει ή ψυ γὴ τὸν χαλινὸν τῆς παραφυλάξεως.
col. 1055–1056page 239 of 294
PG 88:1055Σχόλιον ος'. Οὐδὲν οὕτω θολοῖ τὸν νοῦν καὶ ἀβλεπτεῖν ὅλως παρασκευάζει, ὡς ὁ τῆς σαρκὸς ρύπος 6 προς μια νόμενος αὐτῇ ἐκ τῆς ἀκαθαρσίας τῶν αἰσχρῶν ἡ νων. Σχόλιον οζ. Οτε ὁ τῇ ψυχῇ, φησί, ἀσθενὴς ἐν τοῖς νοσήμασι, καὶ πειρασμοῖς ὑπομονὴν κτήσηται, διακρινέτω ὅτι θεία αὐτῷ ἐπισκοπὴ ἐγένετο· οἱ δὲ τέλειοι ἐπ τῶν ὑψηλῶν τῆς χάριτος γνώσεων ἐπιγινώσκουσε τοῦτο. Σχόλιον ση'. Οὐ τοῦ τυχόντος, ἀλλὰ τοῦ σπουδάζοντας. Σχόλιον. Τῷ καλοῦντι πρὸς ἀπώλειαν. η Σχόλιον. Τῷ ἐπὶ τὴν εὐσέβειαν. Σχόλιον οθ'. Ὁ ἐπ' ἀμφοτέροις σκοπός τῆς φυγῆς τοῦ κακοῦ καὶ τῆς συνδρομῆς τοῦ καλοῦ. Σχόλιον π. Χωρισμὸν ἐνταῦθα τον θάνατόν φησι· καὶ ὅτι ἀποθνήσκοντες, ἄλλοι μὲν ἄνω ἀνέρχονται τη ψυ χῇ μόνῃ, ἐπὶ γῆς τὸ σῶμα καταλιμπάνοντες δὲ τὰ γήινα φρονήσαντες μετά θάνατον ἐπὶ τὸν άδην κατέρχονται· μέσον δὲ, τοῦτ' ἔστι ἐν τῷ κό σμῳ τούτῳ, μετὰ τὸν χωρισμὸν ἐκεῖνον, οὐδὲν λα πὸν ἵσταται. Σχόλιον τα'. Τὴν ψυχὴν, ὡς οἶμαι, λέγει· οὔτε γὰρ προϋφίσταται τοῦ σώματος, οὔτε μεθυφίσταται, ἀλλ᾽ ἅμα τῇ γενέσει τούτου κτίζεται καὶ αὐτή· ὅθεν φονεύς καὶ ὁ ἔμβρυον ἀπεκτακώς, ἐπεὶ ἐν τῇ συλλήψει ἐψύχεται· τοσοῦτον δὲ ἡ ψυχὴ ἐνεργεῖ τότε, ὅσον καὶ ἡ σάρξ· κατ' αὔξησιν γὰρ τὴν τοῦ σώματος, καὶ αὕτη τὰς οἰκείας ενεργείας διαδείκνυσι. Θαῦμα οὖν, φησί, πῶς ἡ ἐν τῷ σώματι λαβοῦσα τὸ εἶναι πέφυκε γυμνὴ μετὰ τὴν διάζευξιν στέγειν, ήτοι συνίστασθαι· ἀλλὰ τοῦτο μὲν τὸ τοῦ Θεοῦ δόγμα. Εἰ δέ τινες περὶ πυρὸς εἰρῆσθαι τὸ προκείμενον ὑπολαμβάνουσι ζήτημα, γινωσκέτωσαν, ὡς τοῦ φέροντος λίθου τε καὶ σιδήρου (γέννημα γὰρ τῶν δύο τούτων τὸ πῦρ) προελθὸν οὐ δύναται μένειν χωρὶς ἑτέρας ύλης· καὶ γὰρ εἰ μὴ τάχιον δράξεσθαι τις φθάσει τῶν φυλάσσειν αὐτὸ εἰδότων, εὐο θὺς ἀπόλλυται· ἡ δὲ ψυχή μέχρι τῆς ἑτέρας ἐν Θεῷ συνδήσεως αὐτῆς πρὸς τὸ οἰκεῖον σῶμα ἐκδέ χεται. Περὶ διακρίσεως εὐδιακρίτου. Ον τρόπον ἐπιποθεί ή έλαφος φλεγομένη τὰ νά ματα, οὕτως παρὰ μοναχοῖς ἐπιποθεῖται ἡ τοῦ θείου καὶ ἀγαθοῦ θελήματος κατάληψις· οὐ μὴν δὲ ἀλλὰ καὶ τοῦ συγκεκραμένου ἔτι δὲ καὶ τοῦ ἐναντίου ἡ ἐπίγνωσις. Περὶ ὧν πολὺ ἡμῖν ὅντως ὁ λόγος
col. 1057–1058page 240 of 294
PG 88:1057να καὶ δυσερμήνευτος· καὶ ποιά τε τῶν πραγμάτων, καθ᾿ ἡμᾶς ἀνυπερθέτως οφείλουσι γίνεσθαι· καὶ πάσης ἀναμονής δευτέρως, κατὰ τὸν λέγοντα· Οὐαὶ ὁ ἀναβαλλόμενος ἡμέραν ἐξ ἡμέρας, καὶ καιρόν ἐκ καιρού. Ποια δὲ πάλιν μετὰ ἐπιεικείας καὶ περισκέψεως· ὡς παραινεῖ ὁ εἰρηκώς, Μετὰ κυβερνήσεως γίνεται πόλεμος, καὶ πάλιν· Πάντα ευσχημόνως, καὶ κατὰ τάξιν γενέσθω. Οὐκ ἔστι γὰρ, οὐκ ἔστι τῶν τυχόντων τὰ τοιάδε δυσδιάκριτα θάττον εὐκρινῶς διαγνώναι, εἴπερ καὶ ὁ θεοφόρος, καὶ τὸ πνεῦμα ἐν ἑαυτῷ λαλοῦν ἔχων, τοῦτο πολλά τις φαίνεται προσευχόμενος· καὶ ποτὲ μὲν λέγων Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· ποτὲ δὲ πάλιν· Οδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου· καὶ πάλιν· Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἀπὸ πάσης μερίμνης βιωτικῆς, καὶ πάθους τὴν ψυχήν μου ἦρα καὶ ὕψωσα. Ὅσοι τὸ τοῦ Κυρίου μαθεῖν ἠβουλήθησαν θέλημα ἐν αὐτοῖς θανεῖν κεχρεω στήκασιν [αἰ. τὸ ἑαυτὸν πρότερον θανατῶσαι]· πιο στει τοίνυν καὶ ἀπονήρῳ ἑαυτοὺς ἀπαρνούμενοι πίστει, ἁπλότητι προσευξάμενοι, καὶ ψυ χὰς πατέρων ἢ καὶ ἀδελφῶν ἐν ταπεινώσει καὶ ἀν ενδοιάστῳ καρδίᾳ ἐρωτήσαντες, ὡς ἐκ Θεοῦ στόμα της τὰ παρ' αὐτῶν συμβουλευόμενα δεχέσθωσαν εἰ καὶ ἐναντία τῷ ἑαυτῶν σκοπῷ τὰ εἰρημένα τυγ χάνουσιν, εἰ καὶ μὴ πάνυ πνευματικοὶ οἱ ἐρωτης θέντες καθεστήκασιν· οὐκ ἔστι γὰρ ἄδικος ὁ Θεὸς ψυχὰς πίστει καὶ ἀκακίᾳ ἑαυτὰς τῇ τοῦ πλησίον συμβουλῇ καὶ κρίσει ταπεινωσάσας ἀπατήσει, κάν άλογοι οἱ ἐρωτηθέντες τυγχάνωσιν· ἀλλ' ὁ λαλών Πύλος καὶ ἀόρατος. Πολλῆς ταπεινοφροσύνης ἀνάπλεοι καθεστήκασιν, οἱ τῷ προειρημένῳ ἡμῖν ἀνενδοιάστως στοιχούντες κανόνι. Εἰ γὰρ ἐν ψαλτηρίῳ τὸ ἑαυτοῦ τις ἤνοιγε πρόβλημα πόσον οἴεσθε λογικὸν νοῦν καὶ ψυχὴν νερὰν ἀψύχου διαφέρειν ἀποφθέγματος; Πολλοί σε μήπω τὸ τέλειον τοῦτο καὶ κούφον ἀγαθὸν τὸ προειρημένον ἐξ αὐταρεσκείας κατειληφότες· ἀλλ' ἐξ ἑαυτῶν καὶ ἐν ἑαυτοῖς τὸ τοῦ Κυρίου καταλαβεῖν εὐάρεστον επιχειρήσαντες, ποικίλας ἡμῖν λίαν καὶ πλείστας τὰς περὶ τούτου κρίσεις υφηγήσαντο. Απ έστησάν τινες τῶν συζητητῶν πάσης προσπαθείας, τὸν ἑαυτὸν λογισμὸν ἐπὶ ταῖς ἑκατέραις βουλαῖς τῆς ψυχῆς, λέγω δὴ τῇ ἐπιχειρουμένῃ καὶ τῇ ἀντιλεγούν σῃ, καὶ γυμνὸν τὸν ἑαυτὸν νοῦν οἰκείου θελήματος ἐν ζεούσῃ δεήσει ἐπὶ ῥητὰς ἡμέρας παραστήσαντες τῷ Κυρίῳ τῆς ἐπιγνώσεως τοῦ θελήματος αὐτοῦ ἐπο έτυχον· ἡ νοὺς νοεροῦ νοερῶς τῷ ἡμετέρῳ να συλ λαλήσαντος, ἢ τῆς μιᾶς ἐννοίας τελέως τῆς ψυχῆς Εξαφανισθείσης. "Αλλοι ἐκ τῆς ἐπακολουθείσης τῷ ἐγχειρήματι θλίψεως καὶ διασκεδασμοῦ τοῦτο θεῖον εἶναι κατέλαβον κατὰ τὸν εἰπόντα· Ηθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἅπαξ, καὶ δὶς, καὶ ἐν έκοψεν ἡμᾶς ὁ Σατανᾶς. Ἕτεροι τὸ ἐναντίον πάλιν ω ἐκ σε χιν,
col. 1059–1060page 241 of 294
PG 88:1059τοῦτο Θεῷ εὐαπόδεκτον ᾔσθοντο, λέξαντες ἐκεῖνο, τη Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεός. Ὁ Θεὸν ἐν ἑαυτῷ διὰ φωτισμού κτησάμενος, καὶ ἐν τοῖς κατεπείγουσι, καὶ ἐν τοῖς ἀναμένουσι πρά γμασι τῷ δευτέρῳ τρόπῳ οὐ μέντοι χρόνῳ πληροφορεῖσθαι πέφυκε. Τὸ ἐνδοιάζειν ἐν ταῖς κρίσεσι, καὶ ἀπληροφόρητον ἐπὶ πολὺ διαμένειν, ἀφωτίστου καὶ φιλοδόξου ψυχῆς τεκμήριον. Οὐκ ἔστιν ὁ Θεὸς ἄδι κος, ὡς τοῖς μετὰ ταπεινώσεως κρούουσιν ἀποκλεί σασθαι· ὁ σκοπὸς ἐν πᾶσι ζητείται παρὰ Κυρίου, καὶ ἐν τοῖς κατεπείγουσι, καὶ ἐν τοῖς ἀναβάλλεσθα ὀφείλουσι. Πάντα γὰρ τὰ καθαρὰ προσπαθεία; καὶ παντὸς μολυσμοῦ, κυρίως διὰ Κύριον, καὶ οὐ δι' ἕτερόν τινα γινόμενα, εἰ καὶ οὐ πάντως ἀγαθὰ, ἀλλ᾽ όμως καὶ εἰς ἀγαθὸν ἡμῖν λογισθήσονται. Η γὰρ ὑπὲρ ἑαυτῶν ζήτησις, οὐκ ἀκίνδυνον κέκτηται τέλος Αῤῥητον τὸ περὶ ἡμᾶς τοῦ Κυρίου κρίμα. Πολλάκις γὰρ τὸ ἑαυτοῦ θέλημα οἰκονομικῶς ἐξ ἡμῶν ἀπο κρύψαι βούλεται, ἐπιστάμενος, ὡς καὶ μαθόντες αὐτὸ τούτου παρηκούομεν· καὶ λοιπὸν πλείους πλη γὰς ληψόμεθα. Ἀπήλλακται εὐθῆς καρδία ποικιλίας πραγμάτων, ἀκινδύνως πλέουσα ἐν πλοίῳ ἀκακίας. ἐκ τῆς ἀπροσδοκήτου ἐν τῷ πράγματι συνεργίας θελῶς ἡμῖν μαχομένοις ἀπίστοις, ἡ κακοπίστοις Εἰσὶν ἀνδρεῖαι ψυχαὶ ἔρωτι καὶ ταπεινότητι καρ δίας ἐν ταῖς ὑπὲρ ἑαυτοὺς εργασίαις ἐπιχειροῦσαι καὶ εἰσὶν ὑπερήφανοι καρδίαι τὸ αὐτὸ διαπράττουσαι. Σκοπὸς γὰρ πολλάκις τοῖς ἐχθροῖς ἡμῶν τὰ ὑπὲρ δύναμιν ἡμῖν ὑποτίθεσθαι· ἵνα δι' ἐκείνων κατολιγωρήσαντες, καὶ τῶν κατὰ δύναμιν ἀποπέσωμεν, καὶ ποιήσωμεν γελοῖον τοῖς ἐχθροῖς ἡμῶν ἑαυτοὺς μέγιστον. Εἶδον καὶ ἀσθενεῖς ψυχὰς καὶ σώματα διὰ πλῆθος πταισμάτων ἐν τοῖς ὑπὲρ ἑαυτὰς ἐπιχειρη σάσας, καὶ μὴ ὑπενεγκάσας, αἷς ἔγωγε ποσότητι ταπεινώσεως, καὶ οὐ καμάτων, την μετάνοιαν παρά Θεῷ ἔφρασα κρίνεσθαι. Εστιν ὅταν ἡ ἀνατροφὴ τῶν ἐσχάτων κακῶν αἴτιος τυγχάνει· ἔστιν ὅτε καὶ ἡ συνδιαγωγή· πλὴν πολλάκις καὶ ἡ διεστραμμένη ψυχὴ αὐταρκεῖ ἑαυτῇ πρὸς ἀπώλειαν. Ὁ χωρισθείς, τῶν δύο, καὶ τοῦ τρίτου ἴσως ἀπήλλακται. Ὁ δὲ τὸ τρίτον ἔχων, ἐν παντὶ τόπῳ ἀδόκιμος· οὐδεὶς γὰρ τό πος τοῦ οὐρανοῦ ἀσφαλέστερος. Ἐν τοῖς μὲν κακο μετὰ πρώτην και δευτέραν νουθεσίαν παυσώμεθα. Ἐν δὲ τοῖς τὴν ἀλήθειαν μαθεῖν βουλομένοις, τὰ καλὸν ποιοῦντες ἕως αἰῶνος μὴ ἐκκακῶμεν. Πλην καὶ πρὸς τὸν στηριγμὲν ἡμῶν τῆς καρδίας ἐν ἀμ φοτέροις χρησώμεθα. "Αλογος λίαν ὁ ὑπὲρ φύσιν ἐν τοῖς ἁγίοις ἀκούων ἀρετὰς, καὶ ἑαυτοῦ ἀπολεγόμενος. Μᾶλλον δὲ δυοῖν θάτερόν σε αρίστως παιδεύουσιν, ἢ πρὸς πολλὴν σεαυτοῦ ἐπίγνωσιν· καὶ τῆς ἐνούσης σοι ἀσθενείας φανέρωσιν επιστρέψουσι διὰ τῆς τρισ οσίου ταπεινώσεως. Εἰσὶν ἀκάθαρτοι πονηρῶν πονη ρύτεροι δαίμονες, οἱ τὴν ἁμαρτίαν ἡμᾶς κατεργάζεσθαι μένους οὐ συμβουλεύουσιν· ἀλλὰ κοινωνούς
col. 1061–1062page 242 of 294
PG 88:1061ἡμᾶς πρὸς τὸ κακὸν, καὶ ἑτέρους ἔχειν συμβουλεύουσιν, ἵνα χαλεπωτέραν ἡμῖν τὴν κόλασιν ποιήσωσιν. Εώρακα συνήθειαν πονηρὰν ἐξ ἑτέρου μεμαθηκότα ἕτερον· καὶ μέντο: ὁ μὲν διδάξας εἰς συναίσθησιν ἐληλυθώς μετανοεῖν ἤρξατο, καὶ τοῦ κακοῦ ἐπαύσα το· διὰ δὲ τῆς τοῦ μαθητοῦ ἐργασίας ανίσχυρος αὐτ τοῦ ἡ μετάνοια γέγονε. Πολλή, ὄντως πολλὴ καὶ δυσ κατάληπτος ἡ τῶν πνευμάτων πονηρία, καὶ ὀλίγοις ὀρατή· οἶμαι δὲ οὐδὲ ὀλίγοις πᾶσα. Πῶς δὲ τρυ φῶντες καὶ κορεννύμενοι ἀγρυπνοῦμεν νηφόντως. νηστεύοντες δὲ καὶ ταλαιπωροῦντες τῷ ὕπνῳ ἐλεεινῶς καταφερόμεθα, ἢ ἡσυχάζοντες σκληρυνόμεθα, καὶ συνδιάγοντες κατανυσσόμεθα; Λιμώττοντες καθ' ὕπνους πειραζόμεθα, καὶ ἐμφορούμενοι ἀπείραστοι διαμένομεν· ἐν ἐνδείᾳ σκοτεινοί τινες καὶ ἀκατά νυχτοι γιγνόμεθα· ἐν οἰνοποσίᾳ δὲ ἱλαροὶ καὶ εὐκα τάνυκτοι πρὸς ταῦτα ὁ δυνάμενος ἐν Κυρίῳ φω τίσει ἀφωτίστους. Ἡμεῖς γὰρ ἀφώτιστοι πρὸς τὰ τοιάδε τυγχάνομεν πλὴν ἐκεῖνο λέγομεν, ὅτι οὐ πάν τοτε ἐκ δαιμόνων ή τοιαύτη μεταβολή γίνεται. Αλλ ἔστιν ὅτε καὶ ἐκ τῆς συγκράσεως τῆς δοθείσης μοι ταύτης, καὶ περιδεθείσης μοι, πῶς οὐκ οἶδα, ῥυπαρᾶς καὶ λιχνώδους παχύτητος. Περὶ τοῦ δυσδιακρί του τῆς τυχούσης τῶν προειρημένων μεταπτώσεως εἰλικρινῶς καὶ ταπεινῶς τὸν Κύριον δυσωπήσωμεν κἂν μετὰ τὴν ἱκεσίαν, καὶ τὸν ταύτης χρόνον ώσε αὐτως εὕρωμεν ἐνεργοῦν τὸ γινόμενον, γνωσόμεθα ὡς οὐκ ἐκ δαιμόνων, ἀλλὰ φύσεως ἐστι τὸ γινόμενον. Πολλάκις δὲ καὶ θεία οἰκονομία διὰ τῶν ἐναν τίων εὐεργετεῖν ἡμᾶς βούλεται, διὰ πάντων τὴν οἴησιν ἡμῶν καταστέλλουσα. Χαλεπὸν μὲν τὴν περὶ κριμάτων βυθόν περιεργάζεσθαι· ἐν πλοίῳ γὰρ οιήσεως περίεργοι πλέουσιν. “Η ρετό τίς τινα τῶν βλέπειν δυναμένων, τί δήποτε γινώσκων ὁ Θεός τινων τὰ πταίσματα, τούτους χα ρίσμασι καὶ τέρασι κατεκόσμησεν. Ο δέ φησιν ἵνα καὶ λοιποὺς πνευματικοὺς ἀσφαλίσηται· καὶ τὸ αὐτεξούσιον δείξῃ καὶ ἀναπολογήτους ἐν τῇ κρίσει τοὺς πεπτωκότας ποιήσῃ. Ὁ μὲν νόμος ὡς ἀτε λής Πρόσεχε σεαυτῷ. Ὁ δὲ Κύριος ὡς ὑπερτελής, καὶ τὴν τοῦ ἀδελφοῦ ἡμῖν διόρθωσιν προσπεφώνηκεν εἰπών· ᾿Εὰν ἁμαρτήσει ὁ ἀδελφός σου, καὶ τὰ ἑξῆς. Εἰ μὲν καθαρός σου ἡ ἔλεγχος καὶ τα πεινός, μᾶλλον δὲ ὑπόμνησις, τὸ τοῦ Κυρίου ποιεῖν μὴ παραιτήσῃ, καὶ μάλιστα ἐν τοῖς δεχομένοις· εἰ δὲ οὔπω πέφθακας, κἂν τὴν νομικὴν ἄσκει λατρείαν. Μὴ θαμβοῦ καὶ τοὺς τοὺς προσφιλεῖς ἐχθραίνοντάς σοι θεώμενος δαιμόνων γὰρ ἐργαλεῖα οἱ κουφότεροι, καὶ μάλιστα ἐν τοῖς ἐχθροῖς αὐτῶν. θαυμάζειν μοι ἐφ' ἑνὶ τῶν ἐν ἡμῖν λίαν ὑπέρχετα:· πῶς τε
col. 1063–1064page 243 of 294
PG 88:1063ἐπὶ ταῖς ἀρεταῖς Θεὸν τὸν παντοδύναμον, καὶ ἀγγέ λους, καὶ ἁγίους εἰς συνεργίαν ἔχοντες, ἐπὶ δὲ τοῖς ἐναντίοις τὸν πονηρὸν, καὶ μόνον δαίμονα, εὐπρεπε στέρως καὶ ὀξυτέρως πρὸς τὰ πάθη καμπτόμεθα. Περὶ μὲν τούτου ἐγὼ εἰς ἀκρίβειαν λέγειν οὐ δύνα μαι, οὐδὲ βούλομαι. Τὰ μὲν γεγονότα πάντα, εἰ οὕτω καθ' δ γεγόνασι φύσεως ἔχουσι, πῶς τε εἰκών είμε τοῦ Θεοῦ, καὶ τῇ πηλῷ συμφύρομαι; ὥς φησιν ὁ μέγας Γρηγόριος. Εἰ δὲ ἑτέρως πώς τινα τῶν κτι σθέντων παρ' δ γέγονε καθέστηκε, πάντως τῆς ἑαυ τοῦ συγγενείας απλήστως ὀρέγεται; Ἓν πάσῃ τις μηχανῇ χρησάτω, ἵν' οὕτως εἴπω, ὅπως ἐν τῷ θρόνῳ τοῦ Θεοῦ τὴν πηλὸν ἀνενέγκας ἐνθρονιάσῃ. Οὐκοῦν μηδεὶς πρὸς τὴν ἀνάβασιν προφασιζέσθω ἡ γὰρ ὁδὸς καὶ ἡ θύρα ἠνέκται· ἡ μὲν τῶν κατορθωμάτων τῶν πνευματικῶν πατέρων ἀκρόασις τὸν νοῦν καὶ τὴν ψυχὴν πρὸς ζῆλον δενπνίζουσιν ἡ δὲ διδασκαλικὴ ἀκρόασίς ἐστι σκοτίας λύχνος, πα πλανημένων ἐπάνοδος, μυωπαζόντων φωτισμός. Δια κριτικός ἐστιν ὑγιείας εὑρετὴς, καὶ νόσου καθαιρέ της. Κατά δύο τρόπους πάντες οι λεγόμενοι μικρο θαύμαστοι τοῦτο πάσχειν πεφύκασι· ἡ ἀγνωσίας ἐσχάτης χάριν, ἢ σκοπῷ ταπεινοφροσύνης τὰ τοῦ πλησίον μεγαλύνοντες καὶ ἐπαίροντες. ἀγωνισώμεθα μὴ μόνον παλαίειν, ἀλλὰ πολεμεῖν τοὺς δαίμονας ὁ μὲν γὰρ ποτὲ μὲν βάλλει, ποτὲ δὲ βάλλεται. Οἱ δὲ πάντοτε τὸν ἐχθρὸν διώκουσιν. Ὁ νικήσας τὰ πάθη τιτρώσκει δαίμονας· τὰ πάθη μὲν ὑποκρινόμενος ἔχειν, διὰ τούτου δὲ ἀπατῶν τοὺς ἐχθροὺς αὐτοῦ, καὶ μέσ νων ἀπολέμητος ἐξ αὐτῶν. Ἡτιμάσθη ποτέ τις τῶν ἀδελφῶν καὶ μηδ' όλως κινηθείς τῇ καρδίᾳ, κατὰ νοῦν προσευξάμενος· εἶθ' οὕτως ἀποδύρεσθαι ἐπὶ ταῖς ἀτιμίαις ήρξατο δι' ἐπιπλάστου πάθους την ἑαυτοῦ ἀπάθειαν ἀποκρυψάμενος. Ετερος τῶν ἀδελ φῶν εἰς προκαθεδρίαν ὢν εἰς ἅπαν ἀνόρεκτος, ὑπὲρ ταύτης τὸν πονοῦντα ὑπεκρίνατο. Πῶς δέ σοι φράσω τὴν ἐκείνου ἀγνείαν τοῦ ἐν πορνείῳ τῷ δοκεῖν άμαρτίας ἕνεκα εἰσπηδήσαντος, τὴν δὲ πόρνην πρὸς ἄσκησιν ἀνασπάσαντος; Τίνι πάλιν τῶν ἡσυχαζόν των βότρυν τις προσκεκόμικς πρωί λίαν· ὁ δὲ μετὰ τὴν τοῦ προσαγηοχότος ἄφιξιν ἐξείᾳ ὁρμή τινι άνω ορέκτως τοῦτον βέβρωκε, τοῖς δαίμοσι γαστρίμαργον ἑαυτὸν ἐμφανίζων; ἄλλος πάλιν μικρὰ ἀπολωλεκὼς θαλλία, ἅπασαν τὴν ἡμέραν ἐποίει ἑαυτὸν ἀλγυνόμενον· πολλὴ τοῖς τοιούτοις νήψεως χρεία καθ έστηκε, μήπως ἐμπαίζειν ἐπιχειρήσαντες, εἰς ἐμπαιγμὸν καταλήξωσιν Οὗτοι γὰρ ὄντως περὶ ὧν τις ἔφησεν, ὡς πλάνοι τυγχάνουσι καὶ ἀλη θεῖς. ο
col. 1065–1066page 244 of 294
PG 88:1065ἀρ Εἴ τις σῶμα στῆσαι βούληται ἁγνὸν τῷ Κυρίῳ, καὶ καρδίαν καθαρὰν ἐπιδείξασθαι αὐτῷ, τηρησά τω ἀοργησίαν καὶ ἐγκράτειαν· τούτων γάρ χωρίς, πας κόπος ἡμῶν ἀνόνητος. Ωσπερ διάφορα των ὀφθαλμῶν τὰ φῶτα, οὕτως πολλαὶ καὶ διάφοροι τοῦ νοητοῦ ἡλίου αἱ ἐν ψυχῇ γινόμεναι ἐπισκιάσεις· ἄλλη μὲν γὰρ, ἡ διὰ τῶν σωματικῶν δακρύων, καὶ ἄλλη ἡ διὰ τῶν ψυχικῶν· ἑτέρα ἡ διὰ τῶν τοῦ σώματος ὀφθαλμῶν, καὶ ἑτέρα διὰ τῶν νοερῶν· ἄλλη ἡ ἐξ ἀκοῆς λόγου, καὶ ἑτέρα ἡ ἰδιαιρέτως κινουμένη ἐν τῇ ψυχῇ ἀγαλλίασις· ἄλλη ἡ ἐξ ησυχίας, καὶ ἑτέρα ἡ ἐξ ὑπακοῆς. Πρὸς τούτοις πᾶσιν ἄλλη ἡ δι' ἐκστάσεως τὸν νοῦν ἐν φωτὶ τῷ Χριστῷ παριστῶσα άρ ῥήτω; καὶ ἀφράστως. Εἰσὶν ἀρεταὶ καὶ εἰσὶ μητέ ρες ἀρετῶν Ὁ ἐχέφρων τοίνυν ἐπὶ τῇ τῶν μη τέρων μᾶλλον ἀγωνίζεται κτήσει· τῶν μὲν μητέ ρων Θεὸς αὐτὸς ἐν ἰδίᾳ ἐνεργεία διδάσκαλος· τῶν δὲ θυγατέρων πλείστοι. Πρόσχωμεν μήπως τὴν τῆς τρυφῆς ἔνδειαν διὰ πολυυπνίας ἀναπληρῶμεν· ἔρ τον γὰρ ἀφρόνων τοῦτο, ὥσπερ καὶ τὸ ἔμπαλιν. Εἶδον εργάτας κατά τινα περίστασιν μικρὸν τῇ γα στρὶ ὑποχαλάσαντας· θάττον δὲ οἱ ἀνδρεῖοι διὰ παν νυχίου στάσεως τὴν τάλαιναν ἐβασάνισαν, καὶ τὸν κόρον τοῦ λοιποῦ μετὰ χαρᾶς ἀποστρέφεσθαι ἐπαί δευσαν. Παλαίει μὲν ὁ τῆς φιλαργυρίας [δαίμων] ὀξέως τοῖς ἀκτήμοσιν· ὅταν δὲ μὴ ἰσχύση, τότε λοι τὸν τοὺς πτωχοὺς εἰς ἀφορμὴν προβαλλόμενος, ύλια κούς πάλιν τοὺς ἀΰλους ἀνέπεισε γενέσθαι. 'Αθυ μοῦντες μὲν, τῆς πρὸς τὸν Πέτρον ἐντολῆς τοῦ Κυ ρίου ἐννοοῦντες μὴ παυσώμεθα, τοῦ συγχωρεῖν ἐ δομηκοντάκις ἑπτὰ τῷ ἁμαρτάνοντι. Ὃς γὰρ ἑτέρῳ – ἐνετείλατο, πάντως καὶ αὐτὸς πολλῷ πλέον ποιήσειεν. Επαιρόμενοι δε, τὸ σύμπαν τοῦ εἰρηκότος μὴ παυ σώμεθα εννοούμενοι. Οστις τελέσει πάντα τὸν πνευ ματικὸν νόμον, πταίσει δὲ ἐν ἑνὶ πάθει, τοῦτ᾽ ἔστι, ἐν ὑψηλοφροσύνῃ, γέγονε πάντων ἔνοχος. Εισί τινες πνευματικῶν πονηρῶν καὶ φθονερών καταστάσεις ἀκουσίως τῶν ἁγίων ὑποχωροῦται, ἵνα μὴ ἐπὶ τοῖς Ανιχήτοις πολέμοις πρόξενοι στεφάνων τοῖς ὄχλου. μένοις γένωνται. Μακάριοι μὲν οἱ εἰρηνοποιοί καὶ οὐδεὶς ὁ ἀντιλέγων. Εγώ δὲ ἑώρακα καὶ ἐχθρον ποιοὺς μακαρίους· δύο τινὲς πρὸς ἀλλήλους σχέσιν πορνικὴν ἐκέκτηντο· τῶν δὲ γνωστικωτάτων τις ἀνὴρ δοκιμώτατος, διάκονος πρὸς ἑκατέρους μίσους ἐγένετο, ἐκείνῳ μὲν, τοῦτον διαβάλλων ὡς λοιδοροῦντα αὐτόν· τούτῳ δὲ πάλιν ἐκεῖνον ὁμοίως· καὶ ηδυνήθη ὁ σοφὸς ἐπιμόνων κακίαν ανθρωπίνη κ νουργία διακρούσασθαι, καὶ μέσος ἐργάσασθαι πορ. νείαν λύον Ἔστιν ὁ διὰ ἐντολὴν, ἐντολὴν παρακρουόμενος. Είδον γὰρ κατὰ Θεὸν νέους ἑαυτοῖς προσκειμένου;· καὶ μέντοι διὰ τὴν ἑτέρων βλάβην καὶ συνείδησιν, ἀλλήλους πληροφορήσαντες, πρὸς χρόνον ἐμάκρυναν. Ὡς ἐναντία γάμος καὶ ἐξόδιον, οὕτως ἀσύμφωνα ὑπερηφανία καὶ ἀπόγνωσις. Καὶ ἔστιν ἐξ ἀκαταστασίας δαιμόνων, ἀμφότερα όμο θυμαδόν θεάσασθαι. Εἰσί τινες τῶν ἀκαθάρτων δαι μόνων τὴν τῶν θείων Γραφῶν ἑρμηνείαν ἐν προοι ΜΟΣ το
col. 1067–1068page 245 of 294
PG 88:1067μίοις ἡμῖν ὑφηγούμενοι· τοῦτο δὲ μάλιστα φιλούσε ποιεῖν ἐν ταῖς τῶν κενοδόξων καρδίαις, καὶ μάλιστα τῶν τὴν ἔξω παίδευσιν ἐξησκημένων, ἵνα κατὰ μ κρὸν αὐτοὺς ἀπατῶντες εἰς αἱρέσεις καὶ βλασφης μίας καταγάγωσιν. Ἐκ τῆς ἐν τῇ ψυχῇ κατὰ τὴν καιρὸν τῆς ὑφηγήσεως, ταραχῆς καὶ χαρᾶς διακεχυμένης καὶ ἀσέμνου τὴν τῶν δαιμόνων θεολογίαν, μᾶλλον δὲ θεομαχίαν ἐπιγνωσόμεθα. Τάξιν μὲν καὶ ἀρχὴν, τινὰ δὲ καὶ τέλος παρὰ τοῦ πεποιηκότος τὰ γεγονότα ἐσχήκασιν, ἡ δὲ ἀρετὴ ἀπέ ραντον τὸ πέρας κέκτηται· Πάσης γὰρ, φησὶν ὁ Υμνωδός, συντελείας εἶδον πέρας· πλατεῖα δὲ καὶ ἀπέραντος ἡ ἐντολή σου σφίδρα. Εἰ πορεύσονται τινες καλοὶ ἐργάται ἐκ δυνάμεως πρακτικῆς εἰς δύναμιν θεωρίας, καὶ ἡ ἀγάπη οὐδέποτε λήγει καὶ ῾Ο Κύριος φυλάξει τὴν εἴσοδον τοῦ φόβου σου καὶ τὴν ἔξοδον τῆς ἀγάπης σου, οὐκοῦν ἀπέραντος τὸ ταύτης πέρας, ἐν ᾗ προκόπτοντες ού δέποτε καταλήξομεν· οὐ κατὰ τὸν παρόντα, οὐ κατά τὸν μέλλοντα αἰῶνα φωτὶ φῶς γνώσεως προσλαμβάνοντες· εἰ καὶ ξένον πως τοῖς πολλοῖς τὸ λεγόμενον, ὅμως κατὰ τὴν προλεχθεῖσαν ἡμῖν ἀπόδειξιν, ὦ μά καρ, οὐδὲ γὰρ τὰς νοερὰς οὐσίας ἔγωγε ἀπροκόπου; εἶναι εἴποιμι ἄν, δόξαν δὲ μᾶλλον δόξῃ ἀεὶ προσλαμβανούσας, καὶ γνῶσιν ἐπὶ γνώσει ὁρίζομαι. Μὴ θαυμάσῃς είπερ καὶ ἀγαθὰ ἡμῖν οἱ δαίμονες πολ λάκις νοήματα ὑποβάλλουσι καὶ τούτοις νοερῶς ἀντ τιλέγουσι· σκοπὸς γὰρ τοῖς ἐχθροῖς ἡμῶν ἐν τούτῳ πεῖσαι ἡμᾶς, ὡς καὶ τὰ ἐγκάρδια ἡμῶν ἐνθυμήματα γινώσκουσι. Μη θέλε είναι πικρὸς δικαστὴς τῶν λό για μεγάλα διδασκόντων, ὁρῶν αὐτοὺς τὴν πρακτικὴν ὀκνηροτέρους διακειμένους· πολλάκις γὰρ τὴν τοῦ ἔργου ἔλλειψιν ανεπλήρωσεν ἡ τοῦ λόγου ὠφέ λεια. Οὐ πάντες πάντως πάντα επίσης κεκτήμεθα ἐν ἐνίοις μὲν γὰρ ὁ λόγος τὸ ἔργον· ἐν ἑτέροις δὲ πάλιν τὸ δεύτερον τὸ πρῶτον πλεονεκτεῖ. Κακὸν μὲν ὁ Θεὸς οὔτε πεποίηκεν, οὔτε δεδημιούργηκεν. Μπα τήθησαν δέ τινες φήσαντες φυσικὰ εἶναί τινα τῶν παθῶν ἐν ψυχῇ ἀγνοήσαντες ὅτι τὰ συστατικὰ τῆς φύσεως ἰδιώματα ἡμεῖς εἰς πάθη μετηνέγκα μεν. Οἷον, φύσει ἐν ἡμῖν ἡ σπορά διὰ τὴν τεκνογονίαν, μετεποιήσαμεν δὲ ἡμεῖς αὐτὴν εἰς πορνείαν. Φύσει ὁ θυμὸς ἐν ἡμῖν κατὰ τοῦ ὄψεως, κεχρήμεθα δὲ αὐτῷ ἡμεῖς κατὰ τοῦ πλησίον. Ἐν ἡμῖν ὁ ζῆς λος διὰ τὸ τὰς ἀρετὰς ζηλοῦν, ἡμεῖς δὲ ἐπὶ τῷ κακῷ ζηλοῦμεν. Φύσει τῇ ψυχῇ τὸ τῆς δόξης· ἐπιθυμεῖν, ἀλλὰ τῆς ἄνω· φύσει τὸ ὑπερηφανεύεσθαι, άλλα κατὰ τῶν δαιμόνων. Ομοίως ἡ χαρά, ἀλλὰ διὰ τὴν Κύριον καὶ τὴν τοῦ πλησίον εὐπραγίαν· εἰλήφαμ καὶ μνησικακίαν, ἀλλὰ κατὰ τῶν ἐχθρῶν τῆς ψυχῆς Ειλήφαμεν έφεσιν τροφῆς, οὐ μέντοι ἀσωτίας. Αυ
col. 1069–1070page 246 of 294
PG 88:1069(α) κνος ψυχὴ ἐξήγειρε καθ' ἑαυτῆς δαίμονας, πλη συνθέντων δὲ πολέμων, ἐπληθύνθησαν καὶ στέφανοι. Ο μὴ πληττόμενος ὑπὸ πολεμίων, οὐ πάντως στεφανωθήσεται. Ὁ δὲ ἐπὶ τοῖς συμβατικοῖς πτώμασι μὴ ἀποκάμνων, ὑπὸ ἀγγέλων ὡς πολεμιστής εὐφημηθήσεται. Τρεῖς μέν τις νύχτας ἐν γῇ πεποιη χὡς ἀνεβίω εἰς ἅπαν· ὁ δὲ τρεῖς ὥρας νενικηκώς οὐκ ἀποθανεῖται λοιπόν. Ἐὰν κατ' οἰκονομικὴν παίδευσιν, μετὰ τὴν ἀνατολὴν αὐτοῦ ἐν ἡμῖν, Ο ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, πάντως ἔθετο σκέ της ἀποκρυφὴν αὐτοῦ, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ λοιπόν διελεύσονται πρὸς ἡμᾶς οἱ πρώην ἀναχωνή σαντες άγριοι σκύμνοι, καὶ πάντα τὰ θηρία τοῦ δρυ μοῦ τῶν ἀκανθωδῶν παθῶν, ὡρούμενοι ἁρπάσαι τὴν ἐν ἡμῖν ἐλπίδα, καὶ ζητοῦντες παρὰ τοῦ Θεοῦ τῶν παθῶν βρῶσιν αὐτοῖς, ἢ δι᾽ ἐννοίας, ἢ διὰ πρά ξέως, ἀνέτειλεν ἡμῖν διὰ σκοτεινῆς ταπεινώσεως πάν λιν ὁ ἥλιος· καὶ πρὸς ἑαυτὰ τὰ θηρία συνήχθησαν, και εἰς τὰς μάνδρας αὐτῶν, ἔγουν φιληδόνους καρδίας καταστήσονται, καὶ οὐκ ἐν ἡμῖν. Τότε ἐροῦσιν ἐν τοῖς δαίμοσιν· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ' αὐτῶν ἔλεος πάλιν· ἡμεῖς δὲ πρὸς αὐτούς· με γάλυνε Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. Ὑμεῖς δὲ διωκόμενοι· Ιδού Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, πάντως ψυ χῆς γηΐνης πάσης ἐπιθυμίας ὑψωθείσης, καὶ ἥξει εἰς Αἰγυπτίαν, καρδίαν τὴν πρώην εσκοτισμένην, καὶ σεισθήσονται τὰ χειροποίητα είδωλα, καὶ ἐνθυμήματα του νοός. Εἰ Χριστὸς ἀπὸ Ἡρώδου των ματικώς φεύγει, καίπερ πάντα δυνάμενος, παιδευέ - (; σθωσαν οἱ προπετεῖς, μὴ ἑαυτούς τους πειρασμοῖς ἐπιρρίπτειν· Μη δῴης γάρ, φησίν, εἰς σάλον τον πόδα σου, καὶ οὐ νυστάξει ὁ φυλάσσων σε ἆγ γελος. Συμπλέκεται τῇ ἀνδρείᾳ ἡ τύτωσις, ὥσπερ ὁ λεγόμενος σμίλαξ τῇ κυπαρίσσι. Εργον ἡμῖν ἔστω ἀέννααν, μὴ ψιλῇ ἐννοία λογίζεσθαι ἡμᾶς τὸ εξηγούν κεκτῆσθαι ἀγαθόν· ἀλλὰ τοῦτο ἀκριβῶς ἐκζητούν ἰδίωμα σκοπήσωμεν, εἰ ἐν ἡμῖν ἐστι. Καὶ τότε πάν ἕως ἐλλείποντας ἑαυτοὺς νοήσομεν· ζήτει καὶ τῶν παθῶν ἀπαύστως τα τεκμήρια, καὶ τότε πολλά ἐνόντα σοι συνήσεις, ἅπερ ἐν νόσοις μὲν ὄντες δια '', 381 γνῶναι οὐ δυνάμεθα, ἢ δι᾽ ἀσθένειαν, ἢ διὰ βαθείαν προκατάληψιν. Πρόθεσιν κρίνει ὁ Θεός Έν δὲ τοῖς κατὰ δύο ναμιν τὴν ἐργασία, φιλανθρώπως μέντοι ζητεῖ. Μέγας ὁ μηδὲν κατὰ δύναμιν ἐλλείπων μείζων δὲ ὁ ἐν ταπεινώσει ἐν τοῖς ὑπὲρ δύναμιν ἐπιχειρῶν. Η ολλάκις οἱ δαίμονες τα κουφότερα, καὶ συμφέροντα 19. (α) το το
col. 1071–1072page 247 of 294
PG 88:1071ἡμᾶς κωλύουσι διαπράττεσθαι, τὰ δὲ μοχθηρότερα (α), μετελθεῖν μᾶλλον προτρέπονται. Ευρίσκω Ιωσή ἐκεῖνον δι' ἀποστροφήν ἁμαρτίας, καὶ οὐ δι' ἐνδειξιν ἀπαθείας μακαριζόμενον. Ζητητέον ἡμῖν ἐν ποία καὶ πόσαις ἁμαρτίαις ή αποστροφή στέφανον κέκτη τα:. 'Αλλο τὸ ἀποστρέφεσθαι τὴν σκιάν υψηλότερο δὲ τὸ προστρέχειν τῷ ἡλάς. Τὸ σκοτοῦσθαι αἴτιον τοῦ προσκόπτειν· τὸ δὲ προσκόπτειν τοῦ πίπτειν· τὸ δὲ πίπτειν τοῦ θνήσκειν. Ἐξ οίνου οἱ σκοτισθέντες, ενίσ ψαντο πολλάκις ὕδατι· οἱ δὲ ἐκ παθῶν σκοτισθέντες, ἐνίψαντο δάκρυσιν. "Αλλο θέλωσις, καὶ ἄλλο ἐπίχν. σις (α), καὶ ἕτερον τύφλωσις· καὶ τὴν μὲν προτέραν Ιάσατο εγκράτεια· τὴν δὲ δευτέραν ἡσυχία· τὴν δὲ τρίτην ὑπακοὴ, καὶ ὁ Θεὸς ὑπήκοος γεγονώς. Ἡμεῖς ἐκ δύο τῶν τὰ κάτω καθαιρόντων προσφυῶς τὰ δύο τῶν τὰ ἄνω φρονούντων, ὡς ἐν ὑποδείγμασιν ὑπειλήφαμεν. Κναφείον μὲν τὸ κατὰ Κύριον κοινόβιον τὸ τὸν ξύπον, καὶ τὴν ταχύτητα, καὶ τὴν ἀμορφίαν τῆς ψυχῆς ἀποξέον, εἰρηκότες. Βαφεῖον δ᾽ ἂν εἴη ἡ ἀναχώρησις τοῖς τὴν λαγνείαν, καὶ μνησικακίαν, καὶ θυμὸν άποθεμένοις, καὶ ἐξ ἐκείνου λοιπὸν πρὸς ἡσυχίαν μετα ερχομένοις. Τινὲς τὸ τοῖς αὐτοῖς περιπίπτειν πτώσ μασιν ἐξ ἐλλείψεως τῆς ἁρμοζούσης, καὶ ἀντιση κούσης μετανοίας τῷ προτέρῳ φασί. Ζητητέον δὲ εἰ πᾶς ὁ μὴ πεσὼν τῷ ἑαυτῷ εἴδει, ἄρα καὶ ἀξίως μετα ενόησε. Πεπτώκασι τοῖς αὐτοῖς τινες, ἢ τῶν προς τέρων ἐν λήθης βυθῷ καταχωσθέντες, ἢ τὸν Θεὸν ἐκ φιληδονίας φιλάνθρωπον ὑπολαμβάνοντες· ἢ τῆς ἐσυ τῶν σωτηρίας ἀπολεγόμενοι. Οὐκ οἶδα εξ μήπω με τις καταμέμφεσθαι ἔμελλεν, ἐπεὶ ἂν εἶπον, ὅτιπερ τὸν ἐχθρὸν τοῦτον λοιπὸν δῆσαι μὴ ἰσχύοντες, τῇ τῆς συνηθείας ἰσχύϊ τυραννοῦντα αὐτούς. (α) ἐπίχυσις, Ερευνητέον πῶς ἀσώματος οὖσα ἡ ψυχή, τοὺς πρὸς αὐτὴν ὁμοουσίους ἐπιδημοῦντας, ὡς ἔχουσι φύσεως ὁρᾷν οὐ πέφυκε μήπως ἄρα διὰ τὴν ζεύξιν, ἣν ὁ δήσας μόνος επίσταται; Βουλομένῳ μαθεῖν φράζε δή, φράζε, τίς με γνωστικὸς ἐπύθετο, ποῖοι τῶν πνευμάτων ταπεινούν, ποῖοι δὲ ὑψοῦν ἐπὶ ταῖς άμαρτίαις πεφύκασι τὸν νοῦν. Καμοῦ πρὸς τὸ σκέμμα δυσχεράναντος, καὶ τὴν ἄγνοιαν βεβαιωσαμένου ὅρκῳ, ὁ μανθάνων ἐδίδαξεν. Εν ολίγοις, φησί, διακρίσεως ζύμην σας δεδωκώς καταλείψω ζητεῖν ἐμπόνως· ὁ τῶν σωμάτων, καὶ ὁ τῆς ὀργῆς, καὶ ὁ τῆς κοιλιομα νίας· ὁ τῆς ἀκηδίας, ὁ ὕπνου οὐ πεφύκασι πως έπαίρειν τὸ τοῦ νοὸς κέρας. Ὁ δὲ τῆς φιλαργυρίας, φιλαρχίας τε καὶ πολυλογίας, καὶ ἕτεροι πλείους κακῷ κακὸν εἰώθασιν ἐπισυνάπτειν. Διὸ καὶ ὁ τοῦ κρίνειν, τούτοις παραπλήσιος καθέστηκεν. Εί τις προς και σμικοὺς ἢ παρεγένετο, ἢ ἐδέξατο, καὶ ἐπὶ τῷ αὐτῶν μετὰ τὴν ὥραν ἢ ἡμέραν χωρισμῷ λύπης βέλος ἐδέξατο, καὶ μὴ μᾶλλον χαρᾶς ὡς ἐμποδίου παγίδας ἀπαλλαγείς, οὗτος ἢ ὑπὸ κενοδοξίας ἢ ὑπὸ πορνείας ἐμπαίζεται. Τὸ πόθεν ὁ ἄνεμος πνεῖ πρὸ πάντων
col. 1073–1074page 248 of 294
PG 88:1073δια ζητήσωμεν· μήπως εὑρεθῶμεν ἐναντίως τὰ ἱστία ἐκτείνοντες· παρακάλει ἐξ ἀγάπης γέροντας πρα στικοὺς οἵτινες κατέτρεψαν τὰ σώματα αὐτῶν ἐν ἀπο κήσει μικρὰν ἀνάπαυσιν αὐτοῖς παρεχόμενος. Ανάγκαζε νέους ἐγκρατεύεσθαι, οἵτινες κατέτριψαν τὰς ψυχὰς αὐτῶν ἐν ἁμαρτίαις, μνήμην κολάσεως αὐτοῖς διηγούμενος. Τῶν οὐκ ἐνδοχομένων ἐστὶν, ὅπερ ἐν ἑτέρῳ εἰρήκαμεν, εὐθέως ἐν προοιμίοις εἰς ἅπαν γαστριμαργία; καὶ κενοδοξίας ἡμᾶς καθαρεύειν· ἀλλὰ μή θελήσωμεν διά τρυφῆς τῇ κενοδοξία μάχεσθαι· ήττα γὰρ γαστριμαργίας κενοδοξίαν, τοῖς εἰσαγωγικοίς λέγω, ἀποτίκτει. Μάλλον δὲ δι' ἐνδείας κατ' αὐτῆς πρε σκεύσωμεν. Ἐλεύσεται γὰρ ὥρα, καὶ νῦν ἐστι τοῖς βουλομένοις, ἵνα υποτάξη Κύριος καὶ ταύτην ὑπὸ τοὺς πόδας ἡμῶν. Οὐ τοῖς αὐτοῖς οἱ νέοι καὶ οἱ γεγηρακότες προσερχόμενοι πολεμοῦνται πάθεσι. Πολλάκις γὰρ εἰς ἅπαν ἐναντίας τὰς νόσους κέκτηνται. Διὰ τοῦτο μακαρία, ή μαχαρία ταπείνωσις, ὅτι νέοις καὶ γεγηρακόσιν ἀσφαλῆς καὶ δυνατὴ γίγνεται μετάνοια. Μὴ θορυβήσω ἐν τῷ λέγειν ἔρχομαι. Σπάνιοι γάρ, πλὴν εἰσὶ ψυχαὶ εὐθεῖς καὶ ἀπόνηροι, κακίας, καὶ Αποκρίσεως, καὶ κακεντρεχείας ἀπηλλαγμέναι, αἷς πάντη ἡ τῶν ἀνθρώπων συνδιατριβὴ ἀντίκειται δυναμέναις μετὰ τοῦ ὁδηγοῦντος ἐκ τῆς ἡσυχίας, ως περ ἐκ λιμένος, εἰς οὐρανὸν ἀνέρχεσθαι, καὶ τῶν κοινοβιακών θορύβων, καὶ σκανδάλων διαμείναι ανεν διεῖς καὶ ἀπείρατος. Λάγνους μὲν ἄνθρωποι, πονη ροὺς δὲ ἄγγελοι, ὑπερηφάνους δὲ Θεό; ιάσασθαι πέ φυκεν. Εἶδος ἀγάπης πολλάκις ἴσως γέγονε καὶ τοῦ το, τὸ τῷ πλησίον καταλιμπάνειν παραβάλλοντι πρὸς ἡμᾶς ποιεῖν, καθώς βούλεται, ἐν ἅπασιν, ἡμῶν μένω τοι ἱλαρότητα πᾶσαν ἐπιδεικνυμένων ζητητέον πῶς καὶ ἕως τίνος, καὶ πότε, καὶ ἡ ἄρα αναλυτική * μεταμέλεια τῶν καλῶν, ὥσπερ τῶν κακῶν. Δια κρίσει πολλή χρησώμεθα, πότε μὲν ἔστασθαι, καὶ ἐν τοίοις, καὶ ἕως τίνος προσπαλαίειν ταῖς τῶν παθῶν ύλαις ὀφείλομεν. Ἔστι γὰρ καὶ φυγεῖν προκρίνει διά τὴν ἀσθένειαν, ἵνα μὴ ἀποθάνωμεν. Ίδωμεν καὶ φυλάξωμεν (ἴσως γὰρ καὶ ἐν καιρῷ διὰ πικρίας χολὴν κενώσαι δυνάμεθα), ποῖοι μὲν τῶν δαιμόνων ὑψοῦσι, ποῖοι δὲ ταπεινοῦσι, καὶ ποῖοι σκληρύνουσι, ποῖοι δὲ παρακαλοῦσε, καὶ ποῖοι μὲν σκοτίζουσι, ποῖοι δὲ πάλιν φωτισμὸν ὑποκρίνονται, καὶ ποῖοι μὲν νωθρούς, ποῖοι δὲ κακεντρεχείς, ποῖοι δὲ σκυθρω τοὺς, καὶ ποῖοι ἱλαροὺς ἡμᾶς ἀπεργάζονται. Μη θαμβηθῶμεν ἐν τῷ σταδίῳ ἐν προοιμίοις εαυτούς εμπαθεστέρους τῆς ἐν τῷ κόσμῳ ἡμῶν διαγωγής ὁρῶντες. Δεῖ γὰρ τὰ αἴτια πάντα κινηθήναι. Είθ' οὕτως τὴν ὑγείαν ἡμῖν προσγενέσθαι, εἰ καὶ τάχα που τα θηρία κρυπτόμενα οὐκ ἐβλέποντο. Οτε κατά τινα σύμβασιν λοιπὸν οἱ τελειότητι πλησιάζοντες, εν τινι ψιλῷ τοῖς δαίμοσι ἡττηθῶσι, πάσῃ μηχανή χρώνται συντόμως τοῦτο ἐξ αὐτῶν ἑκατονταπλάσιον εφαρπάσασθαι. "Ωσπερ οἱ ἄνεμοι ποτὲ μὲν τὴν ἐτιπολὴν, διὰ τὴ γαληνόν, ποτὲ δὲ τὸν βυθὸν τῆς θαλάσσης ταράττειν ειώθασιν· οὕτως μοι νόει καὶ ἐπὶ ῶν σκοτεινῶν ἀνέμων, τῶν μὲν γὰρ ἐμπαθῶν αὐτ τὴν τὴν τῆς καρδίας αίσθησιν ταράσσειν πεφύκασι τῶν δὲ ἤδη προκυψάντων, τήν ἐπιπολὴν τοῦ νοός.
col. 1075–1076page 249 of 294
PG 88:1075νονται, ἀμολύντου διαμεινάσης. Τελείων τὸ ἐπιγνῶναι ἀεὶ ἐν τῇ ψυχῇ, ποία μὲν τοῦ συνειδότος, ποία δὲ Θεοῦ, καὶ ποία δαιμόνων ἔννοια. Οὐ γὰρ πάντα ἐναντία ἐκ προοιμίων ὑποτίθενται οἱ δαίμονες. Δ.) καὶ σκοτεινὸν ὄντως τὸ πρόβλημα. Διὲ οὗτοι καὶ ἐᾶττον τῆς οἰκείας γαλήνης ἐπαισθά Ἐν δυσὶν όμμασιν αἰσθητοῖς φωτίζεται τὸ σῶμα, καὶ ἐν νοητῇ, καὶ ὁρατῇ διακρίσει ὀφθαλμοὶ τῆς καρ δίας λαμπρύνονται. ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ ΑΥΤΟΝ. Σχόλιον α'. Τοῦ συγκεκραμένου, ήγουν τοῦ ἐπιμίκτου, ὅ ἐστι ποιῆσαι καλὸν ἐν κακῷ σκοπῷ. Σχόλιον Ισαάκ β΄. Οταν θέλεις βαλεῖν ἀρχὴν εἰς ἔργα Θεοῦ, πρώτον διαθήκην ποίησον, ὡς μὴ ἔχων ζωὴν ἐν τῷὺς τῷ βίῳ ὥσπερ τις προευτρεπισθεὶς εἰς θάνατον, καὶ ἀπελ πίτας τὴν ζωήν, ὡς φθασάτης της προθεσμίας τὸν καιρὸν, καὶ τοῦτο ἔχε ἐν ἀληθείᾳ ἐν τῇ διανοίᾳ σου εἰς τὸ μὴ ἐμποδισθῆναι τι τῇ ἐλπίδι τῆς παρούσης ζωῆς εἰς τὸ ἀγωνίσασθαι καὶ νικῆσαι· ἡ γὰρ ἐλπὶς τῆς ζωῆς ταύτης χαυνοί τὴν διάνοιαν. σιν. Σχόλιον γ'. Ητοι ταῖς οἰκείαις ἀρεσκείαις καὶ τοῖς θελήματ Άλλο. Κἂν τὸ ῥητὸν καθ᾽ ὅλον νεῶν εἴρηται τῷ προσ φήτῃ, ἀλλὰ ὅμως καὶ τῷ πατρὶ εὐφυῶς παρείλη σται. Τὸ αἰνιγματώδες καὶ συνεσκιασμένον. Σχόλιον δ'. Τοῦ πῶς δεῖ μαθεῖν τὸ τοῦ Ἰησοῦ θέλημα. Σχόλιον ε'. Τέλειον, ὡς οὐ ταπεινὸν μόνον, ἀλλὰ καὶ ἀσφαλὲς καὶ ἀδιάπτωτον, ὡς μὴ στοιχούμενον παρ' ἑαυτῶν ἐκ ταπεινώσεως· τῶν γὰρ τελείων τοῦτο. Σχόλιον. Τῆς ἐναντίας τοῦ θελήματος τοῦ Θεοῦ· τῷ ὑφ' ἡμῶν ἐπιχειρούντι· τὸ μὴ γενέσθαι δηλαδή κ τῇ ἀπροσδοκήτω συνεργία. Σχόλιον ς'. Ορα πῶς ἀνατροφής μνησθείς, καὶ τὴν συνεν στροφὴν αἰτιᾶται, ὡς κακίας συνεργῆς μὴ ο ἀδιάφορον δε έσθω, μηδὲν βλάπτεσθαι ἐκ τῶν τόπων, ἢ τῶν λόγων, ἢ τῶν ἑξῆς.
col. 1077–1078page 250 of 294
PG 88:1077Σχόλιον Θεοδώρου Εδέσσης κ. Οίνος μὲν, ὡς γέγραπται, εὐφραίνει καρδίαν ἀν. θρώπου· σὺ δὲ ὁ πενθεῖν ἀεὶ καὶ κλαίειν ἐπαγγειλάμενος τὴν τοιαύτην ἐκκλίνων εὐφροσύνην, εύφραν. Θέση χαρίσμασι πνευματικοῖς· εὐφραινόμενος δὲ εἴνῳ αἰχμοῖς συμβιοτεύσεις λογισμοῖς· καὶ πολλαῖς παρήσῃ λύπαις. Σχόλιον τ' Νομικὴν λατρείαν ὧδε, οἶμαι, ὁ ἅγιος φησι, τὸ ἑαυτῷ καν προσέχειν, ήγουν τὸ ἴδιον ζητεῖν· ἡ δὲ τοῦ Κυρίου, καὶ τοῦ ἀδελφοῦ σκοπεῖν, καὶ διορθοῦσθαι ἐστιν. Σχόλιον θ'. Η δι᾿ ἑαυτῶν ἡμᾶς οἱ δαίμονες ἐκπειράζουσιν, ἢ τοὺς μὴ φοβουμένους τὸν Κύριον καθ᾿ ἡμῶν ἐφ οπλίζουσι· δι' ἑαυτῶν μὲν, ὅταν ἐκ τῶν ἀνθρώπων ἰδιάζωμεν, ὥσπερ καὶ τὸν Κύριον ἐν τῇ ἐρήμῳ· δι' ἀνθρώπων δὲ, ὅταν μετ' αὐτῶν συνδιατρίψωμεν, ὥσπερ καὶ τὸν Κύριον διὰ τῶν Φαρισαίων. Αλλ' ἡμεῖς εἰς τὸν τύπον ἡμῶν ἀποβλεπόμενοι ἀμφοτέρωθεν αὐτοὺς ἀποκρουσώμεθα. Σχόλιον ι. Οδους ή Γραφὴ τὰς ἀρετὰς ὀνομάζει· μείζων δὲ τῶν ἀρετῶν πασῶν ἡ ἀγάπη καθέστηκε· διὰ τοῦτο ἔλεγεν ὁ ᾿Απόστολος· Ετι καθ' ὑπερβολὴν «Τὸν δείκνυμι, ὡς καταφρονεῖν πείθουσαν τῶν ὑλι τῶν πραγμάτων· καὶ μηδὲν τῶν προσκαίρων προτι μὲν τῶν αἰωνίων. Σχόλιον ια'. Σχηματισμοὶ διὰ παραδειγμάτων, ᾗ προείπεν, ὑπο κρίνεσθαι ἡμῶν δεῖν ἐμπαθείας, ὡς ἂν ἐκφύγωμεν τὴν τοῦ ἐχθροῦ ἥτταν, ἀσφαλεῖ; δντες ἐν οἷς σχηματι ψόμεθα, αὐτῷ πολεμοῦντι, μὴ εἰδέτι δέ. Σχόλιον ιβ'. Ὁ ἀββᾶς Σεραπίων φησίν "Εστιν ὁ ἐν τοῖς πράγ μασι τοῖς ἀριστεροῖς ἐργαζόμενος τὴν ζωὴν ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ· καὶ ἔστιν ὁ τὴν ἁμαρτίαν πραγματ τευόμενος, ὡς ἐν προσώπῳ τῶν θεϊκῶν. Σχόλιον ιγ'. Τὰ ἐλαττώματα ἔν τισι τοῖς φυλάττουσιν ἑαυτοὺς, φυλακές εἰσι τῆς δικαιοσύνης. Ότι χρή νήφειν τον σχηματιζόμενον, μήποτε προσποιούμενος πάθος κατ' ἀλήθειαν ληφθῇ ὑπ' αὐτοῦ. Σχόλιον Θεωδώρου Εδεσ. ιδ'. Τριμερής ἐστι πάτα λογική ψυχή· τὴν μὲν οὖν ἐν τῷ λογιστικῷ συνισταμένην ἀρετὴν φρόνησιν ἐκάλεσαν, σύνεσιν καὶ σοφίαν· τὴν δὲ ἐν τῷ θυμια κῷ, ἀνδρείαν καὶ ὑπομονήν· τὴν δὲ ἐν τῷ ἐπιθυμητικῷ, ἀγάπην, καὶ σωφροσύνην, καὶ ἐγκράτειαν ἡ δὲ δικαιοσύνη ἐν πᾶσι τούτοις κατέσπαρται άρμο Είως ἐνεργεῖν παρασκευάζουσα, καὶ διὰ μὲν φρονήσεως ταῖς ἀντικειμέναις πολεμοῦσα δυνάμεσιν, ὑπερμαχοῦσα τε τῶν ἀρετῶν· διὰ δὲ τῆς σωφροσύνης ἐπαθῶς βλέπουσα τὰ πράγματα· διὰ δὲ τῆς ἀγά
col. 1079–1080page 251 of 294
PG 88:1079της, πάντας ἀνθρώπους ὡς ἑαυτὴν φιλεῖ πείθουσα διὰ δὲ τῆς ἐγκρατείας πᾶσαν ἡδονὴν περικόπτουσα διὰ δὲ τῆς ἀνδρείας, καὶ ὑπομονῆς πρὸς τοὺς φορέ τους οπλίζουσα πολέμους. Σχόλιον '. Εἰρηνοποιός ἐστιν, ὁ εἰρήνην διαδούς άλλω οὐκ ἂν δέ τις ἑτέρῳ παράσχει, δ μὴ αὐτὸς ἔχει ὥστε κυρίως εἰρηνοποιός, ὁ τὴν ἐν αὐτῷ στάσιν τῆς σαρκὸς, καὶ τοῦ πνεύματος, καὶ τὸν ἐμφύλιον τῆς σαρκὸς πόλεμον εἰς εἰρηνικὴν συμφωνίαν άγων, ὅταν μηκέτι ἡ σὰρξ ἐπιθυμῇ κατὰ τοῦ πνεύματος ἀλλ' ἡ τοῦ πνεύματος χάρις επικρατήσῃ τῶν σω ματικών παθημάτων· ὅταν μηκέτι ἐνεργὸς ἡ ὁ τοῦ σώματος νόμος, ὁ ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ ναός· ἀλλ' ὑποζευχθεὶς τῇ κρείττονι βασιλείς ὑπηρέ της τῶν θείων επιταγμάτων γένηται· ὅταν γὰρ (α). ἐξαιρεθῇ τοῦ ἐν ἡμῖν φραγμοῦ τὸ μεσότοιχον τῆς κακίας, εἷς οἱ δύο τῇ πρὸς τὸ κρείττον ἀνακράσει συμφυέντες γίνονται. Σχόλιον ις'. Μὴ σχῃς φιλίαν μετὰ ἀνθρώπων, περὶ ὧν ἡ συνα είδησις φοβεῖται ἑτέρους γνῶναι, ἵνα μὴ πρόσ καμμα δῷς ἐν γνώσει. Αλλο. Οἷς ἡ φιλία ἀπωλείας πρόξενος, τούτοις το μίσος, ἀρετῆς ὑπόθεσις γίνεται. Αλλο. Ἐὰν ὁδεύσης μετ' ἀδελφῶν, καὶ εὑρεθῇ ἐν αὐτοῖς εἷς εἰς ὃν ἔχεις ἀγάπην διὰ τὸν Θεόν, μὴ παῤῥησιάσῃ μετ' αὐτοῦ ἐκείνων βλεπόντων, μήποτε εύκ ρεθῇ ἐν αὐτοῖς ἀσθενὴς καὶ ἀποθάνῃ ἀπὸ τοῦ ζήλου, καὶ σὺ βαστάσεις αὐτοῦ τὴν ἁμαρτίαν, ὅτι δέδω καὶ αὐτῷ τύπον τοῦ ἁμαρτεῖσθαι. Σχόλιον Διαδόχου ιζ. Φῶς ἐστι γνώσεως ἀληθινῆς τὸ διακρίνειν ἀπταίστως τὸ καλὸν ἐκ τοῦ κακοῦ· τότε γὰρ ἡ τις δικαιοσύνης ὁδὸς τὸν νοῦν ἀπάγουσα πρὸς τὸν τῆς δικαιοσύνης Θεὸν εἰς ἄπειρον αὐτὸν παρεισάγει γνώ σεως φωτισμόν, ὡς μετὰ παῤῥησίας λοιπὸν τὴν ἀγάπην ζητοῦντα. Δεῖ τοίνυν ἀοργήτῳ θυμῷ ἁρπά ζειν τὸ δίκαιον ἐκ τῶν ὑβρίζειν τολμώντων· ὁ γὰρ τῆς εὐσεβείας ζῆλος οὐ μισῶν, ἀλλ' ἐλέγχων τὸ νεῖ χας ἐνδείκνυται. Σχόλιον ιη'. Πέρας τὴν ἀγάπην καλεῖ, ὡς ὄνομα τοῦτο αὐτῇ τιθεὶς καὶ ἀρχὴν, καὶ τέλος. Σχόλιον Ισαάκ. Εἰ ἦσαν τὰ πάθη φυτικῶς ἐν ψυχῇ, τίνος χάριν ἐβλάπτετο ὑπ' αὐτῶν; Τὰ παρὰ τῆς φύσεως α τῇ φύσει οὐ λυμαίνεται. Σχόλιον κ. Συμπτώματά εἰσιν αἱ συναρπαγαί, καὶ σὲ παρὰ καιρὸν διὰ περίστασιν χρήσεις· ὁμοίως καὶ αἱ πα (α)
col. 1081–1082page 252 of 294
PG 88:1081ράλογοι τῶν τε λόγων, καὶ ἔργων καὶ ἐπιτηδευμάτων, καὶ αἱ κατὰ προπέτειαν. Σχόλιον κα'. Τρία φοβούμαι, τὶς τῶν Πατέρων ἔφη· τὴν ἀπο δημίαν τοῦ βίου, καὶ πῶς ὀφθήσομαι τῷ Θεῷ, καὶ τοῦ ἐν τῇ κρίσει καταλογήσιμαι. Σχόλιον άλλο. Τινὲς τὰς τρεῖς ώρας τῆς ἡλικίας ήτοι τὴν ἐν νεότητι, τὴν ἐν μέσῃ καὶ τὴν ἐν τῷ γήρᾳ· ἄλλος τὴν ἡδονὴν, την κενοδοξίαν, καὶ τὴν φιλαργυρίαν ἄλλος τὰς τρεῖς προσβολὰς τοῦ δαίμονος· ἄλλος τὴν ἀκηδίαν, ὡς καὶ ἀλλαχοῦ, τρίωρον φρίκα. Σχόλιον κβ'. Καὶ γὰρ ἐξαιτοῦνται οἱ δαίμονες προς έκπτωσιν ἡμῶν, ἢ ὡς τὸν σἶτον ἡμῶν συναλίσαι, ἢ, κατὰ τὸν Ἰώβ, τραυματίσας· πρὸς δὲ τὴν ἀμέλειαν ἡμῶν παραδιδόμεθα παιδευτικῶς ἐγκαταλιμπανόμενοι. Σχόλιον τοῦ Χρυσορώμου κγ'. Ούτε παραιτεῖσθαι δεῖ τοὺς ἀγῶνας, οὔτε πρὸς τούτους ἐπιπηδᾷν· οὕτω γὰρ καὶ ἡμῖν ἡ νίκη λαμ προτέρα ἔσται, καὶ ἡ ἧττα τῷ διαβόλῳ καταγελαστότερα· ελκυσθέντας μὲν γὰρ γενναίως εστάναι με καλουμένους δὲ ἡσυχάζειν, καὶ τὸν καιρὸν ἀνα μένειν τῶν ἀγώνων, ἵνα καὶ τὸ ἀκενόδοξον καὶ τὸ γενναῖον ἐπιδειξώμεθα. Σχόλιον κδ. Τῆς αὐτῆς μεθέξουσιν οι βεβουλευμένοι τιμῆς τοῖς δυνηθεῖσιν, ὧν ἡ προαίρεσις ἴση, καν πλεον ακτώσιν έτεροι τῇ περιουσία. Σχόλιον κε'. Ιστέον ὅτι ἐν τοῖς κατὰ δύναμιν δίδονται αἱ ἐν φολαὶ ποῖον δὲ ποιῆσα: εἴρηκε τῶν ἐντολῇ, τοὺς δι' (ε) ὑπερβάλλουσαν ἀγάπην τοῖς ὑπὲρ δύναμιν ἐπισ χειροῦντας· διὸ καὶ τὴν σύγκρισιν ὁ Πατὴρ τῶν κατὰ δύναμιν καὶ ὑπὲρ δύναμιν ἐποιήσατο. Σχόλιον. Μετὰ τὴν ὥραν ἢ ἡμέραν, Σχόλιον κς'. Τὸ σῶμα τὸ ἀσθενὲς, ὅταν καταναγκάσῃ τις εἰς Έργα περισσότερα τῆς δυνάμεως αὐτοῦ, σκότωσιν ἐπὶ σκοτώσει ἐντίθησι τῇ ψυχῇ, καὶ σύγχυσιν αὐτῇ μᾶλλον ἐπιφέρει· τὸ δὲ σῶμα τὸ ἰσχυρὸν ἐὰν τῇ ἀναπαύσει, καὶ τῇ ἀργίᾳ ἐκδῷς, πᾶσα κακία τελεί το τού χχιν, 9 εἴ τις πρὸς κοσμικούς. καὶ τοὺς μὲν ποιῆσαι εἴρηκε τὰ τὶς ἐντολῆς, τοὺς δὲ δ:',
col. 1083–1084page 253 of 294
PG 88:1083ται ἐν τῇ ψυχῇ τῇ οἰκούσῃ ἐν αὐτῷ. Καὶ ἐξω της ἐπιθυμῇ τοῦ ἀγαθοῦ, ἀλλὰ μετὰ μικρὸν καὶ αὐτὴν τὴν ἔννοιαν τοῦ ἀγαθοῦ, ἦν εἶχεν, αίρει ἀπ' αὐ τοῦ. Αλλο. Χρὴ παραμυθεῖσθαι βρώμασι τους προσασκήσον τας· τοὺς δὲ νέους μᾶλλον καὶ ἀναγκάζειν ἐγκρο τεύεσθαι διὰ παραινέσεων. 'Ανάπαυσις γὰρ ἀργία, απώλεια ψυχῆς, καὶ πλέον τῶν δαιμόνων δύναται βλάψαι αὗται. Σχόλιον κα'. Οπόταν πρὸς τὸ κρείττόν τις μεταμέληται, τότε ἡ μεταμέλεια οὐ διάλυσιν καλῶν, ἀλλ' ἐπίτευξιν ἀπεργάζεται. Τότε γὰρ διάλυσιν καλῶν ἡ μεταμελείᾳ ποιεῖ, ὅτι πρὸς τὰ χείρω συμπίπτει τῶν πράξεων. Σχόλιον. Τῶν λογισμῶν τῆς κακίας. Σχόλιον κη'. Ὥσπερ οἱ ἄνεμοι τὴν θάλασσαν ταράσσοντες τους πλέοντας πολλάκις κινδυνεύειν παρασκευάζουσι οὕτω καὶ τὰ σκοτεινὰ τῆς πονηρίας πνεύματα διὰ τῶν λογισμῶν τὰ πάθη ἡμῶν ἐκταράσσοντες, τον ἡγεμόνα νοῦν ἐνίοτε τῷ τῆς ἀπωλείας βυθῷ παρα πέμπουσιν. Ανακεφαλαίωσις ἐν ἐπιτιμῇ τῶν προειρημένων λόγων αὐτοῦ. Πίστις βεβαία ἀποταγῆς μήτηρ τὸ δὲ ἐναν τον πρόδηλον. Ελπὶς ἀκλινὴς ἀπροσπαθείας θύρα· τὸ δὲ ἐναν τον πρόδηλον. Αγάπη Θεοῦ, ξενιτείας ὑπόθεσις· τὸ δὲ ἐναν τον πρόδηλον. Υποταγὴν ἔτεκεν ἑαυτοῦ κατάγνωσις, καὶ ὑγείας ὄρεξις. Εγκράτεια μήτηρ ὑγείας· ἐγκρατείας μήτηρ, θανάτου ἔννοια καὶ μνήμη παγία χολῆς καὶ όξους Δεσπότου καὶ Θεοῦ. Σωφροσύνης βοηθός ἐστι, καὶ ὑπόθεσις ἡσυχία πυρώσεως θραύσις νηστεία. Λογισμών τε πονηρῶν καὶ αἰσχρῶν συντριμμός διανοίας ἀντίπαλος· πίστις καὶ ξενιτεία θάνατος φιλαργυρίας. Συμπάθεια δὲ καὶ ἀγάπη προέδωκαν σῶμα. Προσευχή εκτενής, ὄλεθρος ἀκηδίας. Μνήμη δὲ κρίσεως προθυμίας πρόξενος. Θυμοῦ ἴσμα, άτιμίας ἀγάπη· ὑμνῳδία δὲ καὶ συμπάθεια καὶ ἀκτημοσύνη λύπης πνιγμοσύνη. Απροσπάθεια δὲ αἰσθητῶν θεωρία νοη τῶν.
col. 1085–1086page 254 of 294
PG 88:1085Σιωπὴ καὶ ἡσυχία κενοδοξίας πολέμιοι. Εἰ δὲ μέ σος ὑπάρχεις, ἀτιμίαν μέτελθε. Υπερηφανίαν όρωμένην ιάσονται σκυθρωπα και ταστάσεις· ἀόρατον δὲ ὁ πρὸ αἰώνων ἀόρατος. Πάντων θηρίων αἰσθητῶν ἀναιρετική έλαφος, ' νητῶν δὲ, ἡ ταπείνωσις. Ενεστι διὰ τῶν κατὰ φύσιν πάντων ἡμῶν ἐναρ γῶς τὰ νοητά παιδεύεσθαι. Ὥσπερ ἔφιν ἀδύνατον τὴν ἑαυτοῦ παλαιότητα ἐκδύσασθαι, μὴ ἐν στεν ὀπῇ εἰσούντα· οὕτως καὶ ἡμᾶς τὰς παλαιάς προ λήψεις, καὶ τὴν τῆς ψυχῆς παλαιότητα, καὶ τῶν τοῦ παλαιοῦ ἀνθρώπου χιτῶνα, οὐ μὴ ἀποβάλωμεν, ἐὰν μὴ τῆς στενῆς καὶ τεθλιμμένης νηστείας, καὶ ἀτιμίας ὁδὸν παρέλθωμεν. Ὥσπερ τὰ πολύσαρκα τῶν ὀρνίθων εἰς οὐρανὸν πετασθῆναι ἀδύνατον οὕτω καὶ τὸν τὴν ἑπυ τοῦ σάρκα θεραπεύοντα. Ξηρανθεὶς βόρβορος οὐκ ἔτι χείρους θεραπεύει, και μαρανθεῖσα σαρξ οὐκ ἔτι δαίμονας ἀνα παύει. Ὥσπερ σχιδάκων πλῆθος πολλάκις συμπνίγει φλόγα, καὶ ἀποσβέννυσι, πλῆθος καπνοῦ ἐργατά μενον· οὕτω πολλάκις καὶ λύπη ὑπέρμετρος και πνώδη καὶ σκοτεινὴν τὴν ψυχὴν ἐργάζεται, καὶ τὸ ὕδωρ τῶν δακρύων ἀπεξηραίνει. Ὥσπερ τυφλός τοξότης ἀδόκιμος· οὕτως μα θητῆς ἀντίλογος ἀπόλλυται Ὥσπερ σίδηρος δόκιμος, καὶ τὸν ἀδόκιμον ὀξυ και δύναται· οὕτως ἀδελφὸς πρόθυμος τὸν βαθυ μον πολλάκις ἔσωσεν. Ὥσπερ τὰ ἐὰ ἐν κόλπῳ θαλπόμενα ζωογονοῦν. ται· οὕτως και λογισμοί μή φανερούμενοι, εἰ; ἔργα προφαίνουσι. Ὥσπερ ἵπποι τρέχοντες ἀλλήλοις ἁμιλλώνται οὕτως συνοδία ἀγαθὴ ἑαυτὴν διεγείρει. "Ωσπερ αἱ νεφέλαι ὑποκρύπτουσι τὸν ἥλιον οὕτως αἱ πονηραὶ ἔννοια, σκοτίζουσι, καὶ ἀπολλύουσι τὸν νοῦν. Ὥσπερ ὁ τὴν ἀπόφασιν εἰληφώς, καὶ πρὸς τὴν καταδίκην πορευόμενος, οὐ λαλεῖ περὶ θεάτρων οὕτως οὐδὲ ὁ ἐν ἀληθείᾳ πενθῶν, γαστέρα θερα πεύσει ποτέ. Ὥσπερ πένητες θησαυρούς βασιλικούς ὁρῶντες ἐπὶ πλεῖον τὴν ἑαυτῶν πτωχείαν ἐπιγινώσκουσιν οὕτως καὶ ψυχὴ τὰς μεγάλας τῶν πατέρων ἀρετὰς ἀναγινώσκουσα, πάντως ταπεινότερον ποιεῖται τὸ ἑαυτῆς φρόνημα. Ὥσπερ καὶ μὴ βουλόμενος ὁ σίδηρος ὑπακούει τῷ μαγνίτη [αι. μαγνήτιδι]· οὕτω καὶ οἱ ποιωθέν τις ταῖς προλήψεσι, τυραννοῦνται ὑπ' αὐτῶν. Ωσπερ τὸ ἔλαιον καὶ μὴ βουλομένην ἡμεροῖ τὴν θάλασσαν· οὕτως καὶ ἡ νηστεία, καὶ ἀκουσίας κατασβεννύει τὰς τοῦ σώματος πυρώσεις. Ὥσπερ στο νούμενον ὕδωρ εἰς ύψος ἀνατρέχει οὕτω πολλάκις καὶ ψυχὴ ὑπὸ κινδύνων στενωθείσα
col. 1087–1088page 255 of 294
PG 88:1087πις Θεὸν διὰ μετανοίας ἀνῆλθε καὶ ἐσώθη Ὥσπερ ὁ ἀρώματα βαστάζων καὶ μὴ θέλων ἐκ τῆς ὀσμῆς ἐλέγχεται· οὕτως καὶ ὁ Πνεῦμα Κυ ρίες ἔχων, ἐκ τῶν αὐτοῦ λόγων καὶ τῆς ταπεινώ. σεως γνωρίζεται. Ὥσπερ τὰ πνεύματα ταράσσουσιν ἄβυσσον οὕτω καὶ ὁ θυμὸς πλέον πάντων ταράττει την διά γκαν. Ὥσπερ & ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ σφοδρῶς ἐξ ἀκοῆς ἐπιθυμεῖ γεύσασθαι· οὕτως καὶ οἱ ἀγνοὶ τῷ σώματι, πολὺν ἐκ τούτου κουφισμὸν κέκτηνται. Ὥσπερ ὅπλα βασιλικὰ ἐν τόπῳ κείμενα ερών τες οἱ κλέπται, ούχ, ὡς ἔτυχεν, ἐκεῖ ἐπιβαίνουσιν οὕτως καὶ ὁ τῇ καρδίᾳ προσευχὴν προσάψας, ούχο ὡς ἔτυχεν, ὑπὸ τῶν νοητῶν λῃστῶν κλέπτεται. Ωσπερ οὐ τίκτει πῦρ χιόνα· οὕτως οὐδὲ ὁ τὴν ἐνταῦθα ζητῶν τιμήν, τῆς ἐκεῖθεν ἀπολαύσει. Ὥσπερ εἷς σπινθήρ πολλάκις πυρὸς πολλὴν ὕλην κατέκαυσεν· οὕτως καὶ ἐν ἀγαθὸν εὑρίσκεται πλῆθος πταισμάτων μεγάλων ἐξαλείψαι. ὡς οὐκ ἔστι χωρίς όπλου θηρία ἀπολέσαι, οὕτως οὐδὲ χωρὶς ταπεινώσεως ἀοργησίαν κτήσασθαι. ὡς οὐκ ἔστι ζὴν κατὰ φύσιν ἄνευ βρώσεως, ού τως οὐκ ἔστιν ἕως ἐξόδου κἂν πρὸς τοπὴν ἀμελήσας Ὥσπερ ἀκτὶς ἡλίου δι' ἐπῆς εἰσελθοῦσε ἐν οἴχαρ πάντα φωτίζει, ὡς καὶ τὸν λεπτότατον ὁρᾷν τότε 20 γιορτόν πετόμενον· οὕτως καὶ ὁ φόβος Κυρίου εν καρδία γενόμενος πάντα αὐτῇ τὰ αὐτῆς ἁμαρτήματα υποδείκνυσιν. ἐν Ὥσπερ οι λεγόμενοι καρκίνοι εξεπιχείρητοι τυγ χάνουσιν, διὰ τὸ, ποτὲ μὲν ἔμπροσθεν βαίνειν, ποτὲ δὲ ὄπισθεν· οὕτως καὶ ψυχή, ποτὲ μὲν γελῶτα, ποτέ δὲ πενθοῦσα, ποτὲ δὲ τρυφώσα, οὐδὲν ὠφελῆσαι δύο ναται. Ὥσπερ οἱ ὑπνώττοντες εὐχερῶς συλῶνται· οὕτως καὶ οἱ πλησίον κόσμου τὴν ἀρετὴν μετερχόμενο:. Ὥσπερ ὁ λέοντι μαχόμενος ἐὰν ῥεφθῇ τὸ ἔμμα, εὐθέως ἀπόλλυται· οὕτως καὶ ὁ τῇ ἑαυτοῦ σαρκί μα χόμενος ἐὰν ταύτην ἀναπαύσῃ. Ὥσπερ οἱ εἰς κλίμακα ἀναβαίνοντες σαθρά, κινο δυνεύουσιν· οὕτως πᾶσα τιμή, καὶ δόξα, καὶ δυνατο στεία τῇ ταπεινοφροσύνῃ ἀντίκεινται. ὡς ἀδύνατον τὸν πεινῶντα μὴ μνημονεύειν άρτου οὕτως ἀμήχανον σωθῆναι τὸν ἐξόδου καὶ κρίσεως μὴ μνημονεύοντα. Ὥσπερ τὸ ὕδωρ τὰ γράμματα· οὕτως τὸ δάκρυον τὰ πταίσματα ἐξαλείφειν δύναται. Ὥσπερ τινὰ τῶν γραμμάτων, ἀποροῦντες ὕδατος, δι' ἑτέρων τρόπων ἀπαλείφομεν· οὕτως εἰσὶ καὶ ψυ καὶ ἀποροῦσαι δακρύων, καὶ διὰ λύπης, καὶ στεναγμοῦ, καὶ σκυθρωπότητος πολλής ταῦτα ἐκλεαίνουσι, καὶ ἀποξέουσιν. Ὥσπερ πλήθος κόπρου πλῆθος σκωλήκων ἐργάζεται· οὕτως πλῆθος βρωμάτων πλῆθος πτωμάτων, καὶ πονηρῶν λογισμῶν, καὶ ἐνυπνίων ἐργάζεται.
col. 1089–1090page 256 of 294
PG 88:1089Ὥσπερ ὁ τους πόδας ποδηθείς βαδίζειν εὐχερῶς οὐ δύναται· οὕτως καὶ οἱ θησαυρίζοντες χρήματα, εἰς οὐρανὸν ἀνελθεῖν οὐκ ἰσχύουσιν. Πο τερ ζεούσης της πληγής ευτατος καθέστηκεν οὕτως τὰ χρόνια τραύματα τῆς ψυχῆς τοὐναντίον πάσχουσι, καὶ δυσκόλως ιώνται ὅτε καὶ καθήσον και Ως οὐ δυνατὸν τὸν ἀποθνήσκοντα βαδίζειν, οὕτως ἀδύνατον ἀπογνόντα σωθῆναι. Ο πίστιν μὲν ὀρθὴν κεκτήσθαι λέγων άμαρ τίας δὲ διαπραττόμενος, όμοιός ἐστι προσώπων ὀφθαλμοὺς μὴ ἔχοντι. Ὁ πίστιν μὴ ἔχων, καλὰ δὲ ἴσως τινὰ ἐργαζόμε μενος, ὅμοιός ἐστι τῷ ὕδωρ ἀντλοῦντι, καὶ εἰς πίθον τετρημένον βάλλοντι. Ὥσπερ πλοῖον, ἀγαθὸν κυβερνήτην ἔχων ἐκινδύ νως εἰς λιμένε, Θεοῦ συνεργούντας, εἰσέρχεται· οὔ ἕως καὶ ψυχὴ ἀγαθὸν ποιμένα ἔχουσα εὐχερῶς εἰς οὐρανὸν ἀνέρχεται, καὶ πολλὰ κακὰ διαπραξαμένη καθέστηκεν. "Ωσπερ μὴ ἔχων ὁδηγὸν εὐχερῶς ἐν τῇ ὁδῷ πλανᾶται, καν λίαν φρόνιμος καθέστηκεν· οὕτως καὶ Ο αὐτεξουσίως την μοναδικὴν ὁδὸν πορευόμενος, εύο χερῶς ἀπόλλυται, κἂν πᾶσαν τὴν σοφίαν τοῦ κόσμου ἐπίσταται. Οπόταν τις τὸ σῶμα ἀσθενὴς ἦν καὶ χαλεπὰ πταίσματα πεπραχώς, τὴν ὁδὸν τῆς ταπεινώσεως, καὶ τῶν αὐτῆς ἰδιωμάτων ὁδευέτω· ἄλλην γάρ σωτη ρίαν οὐχ εὑρήσει. Ὣς οὐκ ἔστι τὸν μακράν νενοσηκότα νόσον, ἐν μιᾷ ροπῇ τὴν ὑγείαν κτήσασθαι· οὕτως οὐκ ἔστιν ἐξαί ένης παθῶν ἢ πάθους περιγενέσθαι. Παντός πάθους, καὶ πάσης ἀρετῆς ἔχε σημείον τῆς ποσότητος αὐτοῦ, καὶ γνώσεις τὴν ἑαυτοῦ προκοπὴν. Ὥσπερ οἱ χρυσίῳ πηλὸν καταλλάττοντες ζημιοῦνται· οὕτως καὶ οἱ τῶν σωματικῶν χάριν τὰ πνευματικὰ θριαμβεύοντες καὶ διηγούμενοι. Αφεσιν μὲν συντόμως πολλοί, ἀπάθειαν δὲ οὐδεὶς εκτήσατο· τοῦτο γὰρ χρόνου, καὶ πόθου [πόνου] πολύ λοῦ, καὶ Θεοῦ. Ζητήσωμεν ποῖα μὲν ἐν τῷ σπόρῳ, ποῖα δὲ τῇ χλόη, ποῖα δὲ ἐν τῷ ἀμήτῳ ἡμῖν θηρία ή πετεινά ἐπιβουλεύουσιν, ἵνα καὶ τὰ θήρατρα ἁρμόζοντα στή σωμεν. Ὥσπερ οὐ δίκαιον τὸν πυρέττοντα ἑαυτὸν διαχειρίσασθαι· οὕτως ἕως ἐσχάτης ἀναπνοῆς μὴ ἀπογνῶ καί ποτε. "Ωσπερ άσεμνον τὸν, τὸν ἑαυτοῦ πατέρα θάψαντα, εἶτα ἐκ τῆς κηδείας υποστρέψαντα, εἰς γάμον πορεύεσθαι· οὕτως ἀνοίκειον τοῖς πενθοῦσιν ἐπὶ πταίσμασι, τιμὴν ἢ ἀνάπαυσιν ἢ δόξαν ἐν τῷ παρόντι αἰῶνι έχε ζητῆσαι παρὰ ἀνθρώπων. Ὥσπερ ἄλλα τὰ τῶν πολιτῶν, καὶ ἕτερα τὰ τῶν καταδίκων οἰκητήρια· οὕτως πάντῃ ὀφείλει ενηλία
col. 1091–1092page 257 of 294
PG 88:1091γμένη εἶναι ἡ τῶν πενθούντων ευθύνας παρὰ τοὺς ἀνευθύνους κατάστασις. Ωσπερ τὸν εἰς πρόσωπον ἑαυτοῦ λαβόντα πληγάς χαλεπάς στρατιώτην ἐν τῷ πολέμῳ, οὐ κελεύει βασ λεὺς τῆς στρατείας ῥίπτεσθαι, ἀλλὰ καὶ μᾶλλον προ κόπτειν· οὕτως καὶ μοναχών πολλούς κινδύνους ἐκ δαιμόνων ὑπομένοντα ὁ ἐπουράνιος βασιλεὺς στεφάναι Αἴσθησις ψυχῆς ἰδίωμα αὐτῆς ἁμαρτία δ αἰσθήσεως κολαφισμός. Αίσθησις γεννά κακοῦ ἢ κατάπαυσιν, ἢ μείωσιν συναίσθησις δὲ γέννημα συνειδήσεως. Συνείδησις δέ ἐστι λόγος καὶ ἔλεγχος τοῦ ἡμετέρου φύλακος τοῦ ἐκ βαπτίσματος παραδοθέντος ἡμῖν. Διόπερ οὐδὲ τοσού τον τοὺς ἀφωτίστους εὑρίσκομεν τυπτομένους ἐπὶ ταῖς κακαῖς πράξεσιν ἐν τῇ ἑαυτῶν ψυχῇ· ἀλλ' ἀμυ δρῶς πως. Μείωσις μὲν κακοῦ τίκτει ἀποχὴν κακοῦ· ἀποχὴ δὲ κακοῦ ἀρχὴ μετανοίας· ἀρχὴ δὲ μετανοίας ἀρχὴ σωτηρίας· ἀρχὴ δὲ σωτηρίας πρόθεσις ἀγαθή. Πρόθεσις δὲ ἀγαθὴ γεννήτρια πόνων· πόνων δὲ ἀρ χὴ, ἀρεταί· ἀρχὴ δὲ ἀρετῶν ἄνθος· ἄνθος δὲ ἀρετῆς εργασία· ἀρετῆς δὲ γέννημα συνέχεια συνεχεστέρας δὲ μελέτης καρπὸς καὶ γέννημα, ἕξις· ἔξεως, δὲ τόο κος ποίωσις· καλοῦ δὲ ποίωσις γεννήτρια φόβου. Φόβος δὲ τίκτει τήρησιν ἐνταλμάτων ἐπουρανίων λέγω δὴ καὶ ἐπιγείων· ἐνταλμάτων φυλακή ἀγάπης τεκμήριον· ἀγάπης δὲ ἀρχὴ πλῆθος ταπεινώσεως. Πλῆθος δὲ ταπεινώσεως θυγάτηρ ἀπαθείας ταύτης δὲ κτῆσις ἀγάπης πλήρωμα· εἶτ᾽ οὖν Θεοῦ τελεία ενα οίκησις τοῖς δι' ἀπαθείας καθαροῖς τῇ καρδίᾳ· ὅτι αὐτ τοὶ τὸν Θεὸν ὄψονται· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΣΧΟΛΙΑ. Εἰς ἀνακεφαλαίωσιν τῶν λόγων ανωτέρων. Σχόλιον α'. Σημεῖον ὅτι σχολάζει ὁ νοῦς περὶ τὰ νοητά, τὸ πάντα περιφρονεῖν τὰ τὴν αἴσθησιν σαίνοντα. Ζωὴ ἐν Θεῷ ἡ κατάπτωσις τῶν αἰσθήσεων· ὅταν δὲ ζήσῃ ἡ καρδία, καταπίπτουσιν αἱ αἰσθήσεις. *Λ.λλο. Η' ἀνάστασις τῶν αἰσθήσεων, ἐστὶν ἡ νέκρωσις τῆς καρδίας· καὶ ὅταν αὗται ἀναστῶσιν, ἐστὶ σημεῖον της νεκρώσεως τῆς καρδίας ἀπὸ Θεού. Σχόλιον. Ο γὰρ ἀκτήμων οὐχ ἕξει τι οὗ τῇ ἀφαιρέσει λυπηθήσεται.
col. 1093–1094page 258 of 294
PG 88:1093Τῶν ἀνθρώπων δηλονότι. Σχόλιον. Σχόλιο». Φύσει γὰρ τῇ ἑλάφῳ ὁ πρὸς τὰ ἑρπηστικά πόσ λεμος. Σχόλιον β'. Η μετὰ λόγου εὐδιάκριτος ἔνδεια και στενότης, βασιλική ἐστιν ὁδὸς, ὥστε ὁ ἀδιάκριτος ὑποπιασμός ἢ * άλογος συγκατάβασις ἀσύμφορά εἰσιν, ὡς ἑκατέρωθεν παρὰ λόγον γινόμενα. Σχόλιον γ'. Αἰσχρόν ἐστι τοὺς φιλοσάρχους καὶ γαστριμάργους περὶ τῶν πνευματικῶν ἐρευνῆσαι, ὥσπερ καὶ πόρνους περὶ σωφροσύνης λαλῆσαι. Εν γαστρὶ γὰρ πεπληρωμένη γνώσις Θεοῦ μυστηρίων οὐκ ἔστιν, Σχόλιον Βαρσανουρίου δ. Ἡ ἀντιλογία πολλοὺς ἀνθρώπους ἀπώλεσεν, ὡς καὶ τοὺς περὶ Δαθὰν καὶ ᾿Αβειρὼν τοὺς ἀντιστάντας τῷ Μωσῇ· καὶ τοῦτο σημεῖόν ἐστι κακόν· ὅτι εἰ τὸν ἀδἂν αὐτοῦ οὐκ ἐντρέπεταί τις, τίνα ἔχει διατραπή ναι; Τὸ δὲ μὴ διατρέπεσθαί τινα, σημεῖόν ἐστι ἀθαρ σίας λογισμού· καὶ αὕτη ἡ ἀθαρσία τῆς νουθεσίας ἐστὶ τοῦ διαβόλου, καὶ οἱ τὸ αὐτὸ ποιοῦντες τέκνα αυτ τοῦ γίνονται· καὶ ποῖα γίνεται αὐτοῖς; Οἱ τοιοῦτοι ἐξορίᾳ ἐξώρισαν ἑαυτοὺς τῆς ταπεινώσεως· καὶ ὁ Δαυΐδ λέγει· Ρῦσαί με ἐξ ἀντιλογίας λαοῦ. Σχόλιον Φωτίου ε. Λογισμοί πονηροὶ ἐν κολπίῳ θαλπόμενοι κρυφό τητος πολλὴν τὴν σῆψιν καὶ τὸ ἕλκος δυσίατον ἀπο εργάζονται· ἀνακαλυπτόμενοι δὲ οἷς ἐπιστήμη καὶ σοφία θεραπεύειν ταῦτα, οὐ χαλεπῶς τυγχάνουσιν τῆς λάσεως. Σχόλιον ς'. Ερώτ. Τί ἐστι μετάνοια; Απόκ. Καρδία συντετριμμένῃ. Σχόλιον ζ. Κατόπτροις εοίκασιν οἱ λόγοι· καὶ ὥσπερ ἐν ἐκεί νοις ὁ τοῦ σώματος τῆς μορφῆς ἐμφανίζεται τύπος οὕτως ἐν ταῖς ὁμιλίαις, τὸ τῆς ψυχῆς εἶδος καθορᾶται χαρακτηριζόμενος. Σχόλιον η'. Ὅτι ὅσοι ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ, καὶ ἐν τῇ σαρκί καταλελημμένοι, ἐὰν τῆς ἀψίδος ἄχρι τοῦ οὐ ρανοῦ ὑψωθῶμεν, χωρὶς ἔργου καὶ μόχθου γενέσθαι ἡμᾶς, καὶ ἐν ἀμεριμνία εἶναι οὐ δυνάμεθα. Σχόλιον θ'. Πίστις ἀεργὸς καὶ ἔργον άπιστον τὸν αὐτὸν τρόπον ἀποδοκιμασθήσεται. Δεῖ γὰρ τὸν πιστόν πίστιν ἐπισ δεικνυμένην τοῖς πράγμασι τῷ Κυρίῳ προσφέρειν οὔτε γὰρ τῷ πατρὶ ἡμῶν ᾿Αβραάμ εἰς δικαιοσύνην λελόγιστο ἡ πίστις, εἰ μὴ καρπὸν αὐτῆς τὸν παῖδα προσήγαγεν. Σχόλιον Ἰσαΐου ι'. Ἐὰν πάντα ποιήσῃ ἄνθρωπος· ὑπακοὴν δὲ καὶ ταπείνωσιν μὴ κτήσηται, κκλίνει εἰς τὸ παρὰ φύσιν. (α) Γλωσσών,

Step XXVIIGradus XXVII

col. 1095–1096page 259 of 294
PG 88:1095Σχόλιον. Τῇ ἀρχῇ τῆς ἀποταγῆς, τῇ μεσότητι καὶ τῇ π λειότητι. Σχόλιον ια'. Κινδύνους φησὶ τοὺς πειρασμούς, οἷον κτύπους φαντασίας πληγάς. Αλλο. Πῶς ἔστιν εἰπεῖν κινδύνους ὑπομένοντα στεφανοῦσθαι, ἢ πάντως, τὸν μὴ ὑπενδόντα ταῖς τῶν κινδύνων ἀφορμαῖς· ἀλλ' ἐγκαρτεροῦντα τοῖς δεινοῖς, καὶ μὴ προδιδόντα τὰς ἀρετὰς; Σχόλιον ιβ'. Αίσθησις πνευματική ἐστιν, ή ποιωθεῖσα δέξασθαι την δύναμιν τὴν θεωρητικήν, ὡς ἡ κόρη τῶν σωμα τικῶν ὀφθαλμῶν, τῶν ἐν αὐτοῖς ἐχόντων τὸ φῶς τὸ αἰσθητόν. Σχόλιον ιγ. Αμήχανον εψασθαι τοῦ ἀγαθοῦ μὴ ἀποστάντα πρότερον παντελῶς καὶ ἐκνεύσαντα τοῦ κακοῦ· ὡς ἀμήχανον ὑγείαν ἀναλαβεῖν μὴ τῆς νόσου ἀπαλλαγέντα. Εκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν τουτέστι, Πολέμησαν τοὺς ἐχθροὺς ἵνα μειώσῃς τὰ πάθη. Έπειτα δὲ νηφε, ἵνα μὴ αὐξήσωσιν· αὖθις τι πολέμησον, ἵνα κτήσῃ τὰς ἀρετάς· καὶ μετέπειτα νῆφε, ἵνα αὐτὰς διαφυλάξῃς· καὶ τοῦτο ἂν εἴη τὸ ἐρω γάζεσθαι ἀγαθόν. Σχόλιον Ἰσαὰκ ιδ'. φόβος ἐστὶ ῥάβδος πνευματική κυβερνώσα ἡμᾶς. ἕως ἂν φθάσωμεν εἰς τὸν παράδεισον τῶν ἀγαθῶν τῶν πνευματικῶν· καὶ ὅταν ἐκεῖ φθάσωμεν, ἀφίησιν ἡμᾶς καὶ στρέφεται. ΛΟΓΟΣ ΚΑ Περὶ τῆς ἱερᾶς σώματος καὶ ψυχῆς ἡσυχίας. Ημεῖς ὥσπερ ἀεὶ ὠνήσιμοί τινες τῶν ἀνοσίων πα θῶν ὑπάρχοντες καὶ δοῦλοι ὑπόσπονδοι γενόμενοι ἐκ τούτου καὶ τοὺς δόλους καὶ τρόπους καὶ τὰς ἐπιταγὰς, καὶ τὰς πανουργίας ποσῶς ἐπιστάμεθα τῶν δεσποσάντων τῆς ἀθλίας ἡμῶν ψυχῆς Πνευμά των. Έτεροι γὰρ ὑπάρχουσι, οι δι' ἐνεργείας πνεύ ματος ἁγίου, καὶ τῆς τούτων ἀπαλλαγῆς εἰς τὰς μη χανὰς αὐτῶν φωτισθέντες. Αλλος μὲν γὰρ ὁ ἐκ τῆς ἐν τῇ νόσῳ ὀδύνης τὴν τῆς ὑγείας στοχαζόμενος ἀνά παυσιν, καὶ ἕτερος ὁ ἐκ τῆς ἐν τῇ ὀγείᾳ εὐθυ μίας τὴν ἐν τῇ νόσῳ ἀθυμίαν καταλαμβανόμενος καὶ τεκμαιρόμενος. Τοίνυν ἡμεῖς ὡς ἀσθενεῖς δεδοίκαμεν ὑμῖν νῦν περὶ τοῦ τῆς ἡσυχίας λιμένος ἐν τῷ λόγῳ φιλοταφεῖν, ἐπιστάμενο: ἀεὶ παρίστασθαί τινα κύνα ἐν τῇ τραπέζῃ τῆς καλῆς συνοδίας, καὶ ἄρτον, έχουν ψυχήν, ἐκ ταύτης αφαρπάζειν δοκιμάζοντα. Καὶ τοῦτον τῷ στόματι ἐπιφερόμενον λυιπὸν ἀπο τρέχοντα, καὶ καθ᾽ ἡσυχίαν τοῦτον ἐσθίοντα. Διὸ ἵνα
col. 1097–1098page 260 of 294
PG 88:1097μὴ τούτερ χώραν τῷ καὶ διὰ τοῦ ἡμετέρου δῶμεν & λόγου, καὶ ἀφορμὴν τοῖς ζητοῦσι, οὐ θέμε; ἡγησάμεθα τοῖς ἐν τῷ πολέμῳ τυγχάνουσιν ἐμψύχοις τοῦ βα σιλέως ἡμῶν πολεμισταῖς, περὶ εἰρήνης νῦν διπλέ γεσθαι. Ἐκεῖνο δὲ μένον λέγομεν, ὅτι τοῖς εὐτόνω; πολεμοῦσιν, οἱ τῆς εἰρήνης καὶ γαλήνης περιεπλά χησαν στέφανοι. Ὡς ἐν διακρίσεως οὖν τύπων, εἰ δο κεί, μικρὰ νῦν λέγωμεν, ὅσον μὴ λυπῆσαί τινας ὡς αγύμναστον τῶν περὶ τούτων λόγον ἐν τῷ μεταξὺ καταλείψαντες. ὡς Ἡσυχία μὲν σώματός ἐστιν ἠθῶν καὶ αἰσθήσεων ἐπιστήμη καὶ κατάστασις· ἡσυχία δε ψυχής 200 γισμῶν ἐπιστήμη καὶ ἀσύλητος ἔννοια. Ησυχίας φίλος, ἀνδρεῖός τις καὶ ἀπότομος λογισμός, ἐν θύρα καρδίας ἀνυστάκτως ἱστάμενος, καὶ τοὺς προσερχομένους, ή κτείνων, ἢ ἀποτείόμενος. Ὁ ἐν αἰσθήσει καρ δίας ήσυχάζων, γινώσκει τὸ εἰρημένον· ὁ δὲ νήπιος ἔτι ῶν, τούτου άγευστος καὶ ἄγνωστος πέλει. Ησυχαστής γνωστικὸς οὐ δεηθήσεται λόγων· τοὺς γὰρ λόγους τῶν ἔργων φωτίζεται. Αρχὴ μὲν ἡσυχίας τὸ ἀπο σείεσθαι κτύπους, ὡς τὸν βυθόν ταράσσοντας· τέλος δὲ ταύτης, τὸ μὴ δεδιέναι θορύβους, ἀλλ᾽ ἀναισθη… τεῖν ἐν τούτοις. Προερχόμενος, ὁ λόγῳ οὐ προερχόμενος, ήπιο;, ἀγάπης ὅλος οἶκος· δυσκίνητος πρὸς λόγον, ἀκίνητος πρὸς θυμόν πέφυκεν εἶναι. Τι δ ἐναντίον πρόδηλον· ἡσυχαστής ἐστιν ὁ τὸ ἀσώματον ἐν σωματικῷ οἴκῳ περιορίζειν φιλονεικών, το παρά δοξον· τηρεῖ μὲν μὲν ἡ τούτου θηρεύτρια· μῦν δὲ νοητόν, ἡσυχαστοῦ ἔννοια. Μὴ ἔστω σοι ἀπόβλητον τὸ προλεχθὲν ὑπόδειγμα· εἰ δὲ μή, ούπω ἡσυχίαν ἐγνώρισας. Οὐχ οὕτως μοναχός (ἡσυχαστής]. ώ; μοναχός μοναχῷ. Ο μοναχός νήψεως πολλῆς, καὶ ἀρεμβάστου νοός δέεται· τῷ μὲν προτέρω πολλάκις ἐβοήθησεν ἕτερος· τῷ δὲ δευτέρῳ συνήργησεν άγγε λες νοεράς δυνάμεις συλλειτουργοῦσι, καὶ φιλοχω ροῦσιν ἐν ψυχικῶ ἡσυχαστή. Τὸ δὲ ἐναντίον σιωπήσω σας - δογμάτων βυθός βαθύς, νοῦς δὲ ἡσυχαστοῦ ἄλλεται οὐκ ἀκινδύνω; ἐν αὐτοῖς οὐκ ἀσφαλὲς μετ' ἐσθῆτος νάχεσθαι· οὐδὲ πάθος έχοντα θεολογίας άπτεσθαι. Κέλλη μὲν ἡσυχαστοῦ περιορισμός σώ ματος, ἔνδοθεν ἔχουσα οἶκον γνώσεως. Ο ψυχικόν πάθος νοσῶν, καὶ ἡσυχίαν [ἡσυχία] ἐπιχειρῶν ὅμοιός ἐστι τῷ ἐν τῷ πελάγει ἐκ τῆς νηὸς ἐκπηδήσαντι, καὶ ἐν σανίδι ἐπὶ τὴν γῆν ἀκινδύνως φθάνειν δη ποῦντε· ὅσοι τῇ πηλῷ μάχονται, τούτοις ἐν καιρῷ οἰκείῳ ἢ ἡσυχία συντρέχεται ξαι. συνέρχεται, είπερ καὶ τὸν ἐφοδηγοῦντα κέκτηνται· τὸ γὰρ μεμονωμένον ἀγγελικής ισχύος δίεται· ἐμοὶ λόγος περι Οντως ἡσυχαστών σώματι καὶ πνεύματι. Ησυχαστής ἀποῤῥαθυμήσας λαλήσει ψεύδη, τοὺς ἀνθρώπου; αὐτὸν τῆς ἡσυχίας παῦσαι διὰ τῶν αἰνιγμάτων προ τρεπόμενος. Καταλείψας τὴν κέλλαν, αἰτιᾶται ἐπ μονας, λέληθε δὲ αὐτὸς ἑαυτῷ δαίμων γενόμενος. Είδον ἡσυχαστές. καὶ τὴν φλεγομένην αὐτῶν πρὸς Θεόν ἐπιθυμίαν διὰ τῆς ἡσυχίας ἁπληρούτος πάτρ
col. 1099–1100page 261 of 294
PG 88:1099πόθον γεννήσαντας. Ησυχαστής ἐστι τύπος ἀγγέλου ἐπίγειος χάρτῃ πόθου καὶ σπουδῆς γράμμασι τὴν ἑαυτοῦ προσευχὴν ῥᾳθυμίας καὶ ὀλιγωρίας ἐλευθε. ρώτας. Ησυχαστής ἐστιν ἡ βοήσας ἐναργώς μη ἡ καρδία μου, ὁ Θεός. Ησυχαστής ἐστιν ἐκεῖνος ὁ εἰπών· Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρι πνεῖ. Κλεῖς μὲν θύραν κέλλης σώματι· καὶ θύραν γλώσσης φθέγμασι, καὶ ἔνδον πύλην πνεύμασι. Γαλήνη μὲν, καὶ μεσημβρία ἡλίου ὑπομονὴν ναύτου ἤλεγξεν ἀπορία δὲ χρειῶν, καρτερίαν ἡσυχαστοῦ ἐφανέρωσεν· ὁ μὲν ἀθυμῶν νήχεται ὕδασιν· ὁ δὲ ἀκηδιῶν φύρεται πλήθεσι Μὴ φοβοῦ, κτύπων αθύρματα· δειλίαν γὰρ πένθος οὐκ ἐπίσταται οὐδὲ πτύρεται. ἂν ὁ νοῦς μεμάθηκεν ἀληθῶς εὔχεσθαι, οὗτοι κυρίῳ ἐνωπίως ενωπίῳ λαλοῦσιν, ὡς πρὸς τὸ οἷς τοῦ βασιλέως. ἂν τὸ στόμα εύχεται, οὗτοι ἐπὶ πάσης τῆς συγκλήτου αὐτῷ προσπίπτουσιν. Οσοι ἐν κόσμῳ διατρίβουσιν, οὗτοι ἐν μέσῳ τοῦ θορύβου παντὸς τοῦ δήμου τὸν βασιλέα ἱκετεύουσιν. Εἰ τὴν τέχνην ἐπισταμένως μεμάθηκας, οὐκ ἀγνοεῖς τὸ λε γόμενον. Καθεζόμενος ἐφ᾽ ὕψους τήρει, εἰ ἄρα καὶ ἐπίστασαι, καὶ τότε ὄψει πῶς, καὶ πότε, καὶ πόθεν καὶ πόσοι, καὶ ποῖοι κλέπται εἰσελθεῖν, καὶ κλέψαι τους βότρυας ἔχονται. Αποκαμὼν ὁ σκοπός, ἀναστὰς προσεύχεται, καὶ πάλιν καθίσας τῆς προτέρας έργα σίας ἀνδρείως ἔχεται. σαντας· καὶ πῦρ τυρί, καὶ ἔρωτι ἔρωτα, καὶ πάθε οι Ἠβούλετά τις ἐν πείρᾳ περὶ τούτων γεγονώς λε πῶς καὶ ἠκριβωμένως εἰπεῖν· ἀλλὰ πεφόβηται, μήπως καὶ τοῖς ἐργάταις ῥαθυμίαν εμποιήσῃ, καὶ τοὺς προαιρουμένους τῷ κτύπῳ τῶν λόγων ἀποσο δήσῃ. Ο περὶ ἡσυχίας λεπτῶς καὶ γνωστικῶς ἐξω ηγούμενος, διήγειρε καθ' ἑαυτοῦ δαίμονας· οὐδεὶς γὰρ ἕτερος τὰς τούτων ἀσχημοσύνας θριαμβεῦσαι δύνα ται. Ο ήσυχίαν καταλαβὼν ἔγνω βυθόν μυστηρίων, οὐ κατελήλυθε δὲ ἐν τούτῳ εἰ μὴ πρώην τοὺς τῶν κυμάτων θορύβους καὶ πνευμάτων ἀνέμους, καὶ εἶδε καὶ ἤκουσεν· ἴσως καὶ ἐῤῥαντίσθη. Κυροῖ τὸ εἰρη μένον Παῦλος· εἰ μὴ γὰρ ἐν παραδείσῳ ὡς ἐν ἡσυχίᾳ ηρπάγη, οὐκ ἂν ἄῤῥητα βήματα ἀκοῦσαι ἡδύνατο. Τῆς ἡσυχίας τὸ οἷς δέξεται παρὰ Θεοῦ ἐξαίσια. Διλ καὶ ἐν τῷ Ἰὼβ αὕτη ἡ πάνσοφος ἔλεγε· Πότερον οὐ δέξεται μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ Ησυχαστής ἐστιν ὁ οὕτως φεύγων ἁμίσως, ὡς ἕτερος προστρέχων βαθύμως ἐκκοπὴν γλυκύτητος Θεοῦ λα δεῖν μὴ βουλόμενος. ᾿Απελθὼν σκόρπισαν του (α) συντόμως· τὸ γὰρ, Πώλησών σου, χρόνου, τα ὑπάρχοντα, καὶ δὺς πτωχοῖς ἵνα δι' εὐχῆς πρὸς τὴν ἡσυχίαν συνδράμωσι· ἄμον τὸν σταυρό, οι α! σου. τα του, ικα.
col. 1101–1102page 262 of 294
PG 88:1101του, διὰ τῆς ὑπακοῆς τοῦτον βαστάζων καὶ τὸ βάρος τῆς ἐκκοπῆς τοῦ σοῦ θελήματος ἰσχυρῶς ὑπο μένων· καὶ δεῦρο λοιπόν, ἀκολούθει μοι πρὸς τὴν συνάφειαν τῆς μακαριωτάτης ήσυχία;, καὶ διδάξω σε νοερῶν δυνάμεων ὁρωμένην ἐργασίαν καὶ πολι τείαν· οὐ κορεσθήσονται αὗται εἰς αἰῶνα αἰώνων αἰνοῦσαι τὸν Ποιητήν, οὐδὲ ὁ ἐν οὐρανῷ ἡσυχίας εισο εληλυθώς, ἀνυμνῶν τὸν Κτίσαντα. Οὐ φροντίσουσι περὶ ὕλης οἱ ἄθλο:, οὐδὲ περὶ τροφῆς οἱ ἔνυλοι ἄϋ λει· οὐκ αἰσθήσονται οι πρότεροι βρώσεως, οὐδὲ δεηθήσονται οἱ δεύτεροι ὑποσχέσεως. Οὐ φροντίσου σιν ἐκεῖνοι περὶ χρημάτων καὶ κτημάτων, οὐδὲ οὗτοι περὶ κακώσεως πνευμάτων. Οὐ πρόσεστι τοῖς ἄνω ἔφεσις ὁρατῆς κτίσεως· οὐδὲ τοῖς κάτω, ἄνω ἐπιθυμία αισθητῆς ἔψεως· οὔποτε παύσονται τῇ ἀγάπῃ προκύπτοντες ἐκεῖνοι· οὐδὲ οὗτοι καθημέραν εκεί- 1 νοις ἁμιλλώμενοι. Οὐκ ἄγνωστος παρ' ἐκείνοις τῆς προκοπῆς ὁ πλοῦτος, οὐδὲ τούτοις τῆς ἀναβάσεως ὁ ἔρω;· οὐ σταθήσονται μέχρι τὰ Σεραφὶμ φθάσωσιν φθάσουσι]· οὐδὲ κοπάζονται, ἄχρις ἄγγελοι γένωνται. Μακάριος ὁ ἐλπίζων· τρισμακάριος ὁ μέλλων ἄγγελος ὁ καταλαβών. ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ ΚΖ'. Περὶ ἱερᾶς ἡσυχίας. Σχόλιον α'. Ὡς ἐν ἅπασι, καὶ ἐν τῇ παρούσῃ προσωποποιήσει ἡ τοῦ Πατρὸς δοξάζεται μεγαλοφυΐα· ὠνητὸν γὰρ καὶ ὑπόσπονδον ἑαυτὸν ὀνομάζει ἀεὶ τῶν παθῶν καὶ ὡς διὰ πεῖρας τῶν παθῶν, τὴν ἐπιστήμην είληφε τῶν τοιούτων διαμαρτύρεται· τῆς πρὸς ἡσυχίαν τῆς καθ᾿ ἑαυτοὺς ἀταράχου διαγωγής δηλονότι. Σχόλιον Ισαίου β'. Ὁ ἐνδημῶν ἀεὶ τῇ ἑαυτοῦ καρδίᾳ ἐκδημεί πάντως τῶν τοῦ βίου ὡραίων. Πνεύματι γὰρ περιπατῶν, τὰς τῆς σαρκὸς ἐπιθυμίας εἰδέναι οὐ δύναται, ἐπειδὴ λοι τὸν ἐν τῷ φρουρίῳ τῶν ἀρετῶν τοὺς περιπάτους ὁ τοιοῦτος ποιεῖται αὐτὰς ὥσπερ τὰς ἀρετὰς πυλωρούς ἔχων τοῦ τῆς ἁγνείας πολίσματος· διὸ δὴ καὶ ἄπρα κτοι λοιπὸν αἱ τῶν δαιμόνων τότε ἐπ' αὐτῷ γίνονται μηχαναί· καὶ ἄχρι τῶν θυρίδων τῆς φύσεως τὰ τοῦ πανδήμου ἔρωτος καταφθάσουσι πως βέλη. Σχόλιον. Ἑρμηνευόντων τὰ πράγματα ὑπὸ τοῦ ἁγίου Πνεύ ματος. Σχόλων γ'. Οἶμαι αὐτὸν τοῦτο λέγειν, ὅτι οὐχ οὕτως σώζεται τοῦ ἐλισθαίνειν ὁ μόνος, ὡς ὁ ἔχων μοναχὸς ἕτερον μεθ' ἑαυτοῦ μοναχόν· Οὐαὶ γὰρ ἐνὶ, ήγουν, τῷ μόνῳ, καὶ τὰ ἑξῆς. Διὸ οὐχ οὕτως μοναχὸς ὡς μονα γλ; μοναχῷ· τοῦτ' ἔστιν, οὐ καλὲν οὕτως τὸ μόνον
col. 1103–1104page 263 of 294
PG 88:1103εἶναι, ὡς τὸ ἔχειν καὶ ἄλλον ένα· σώζονται γὰρ άλ & λήλους διεγείροντες. Τι δὲ τοῦ έλεον μένου, φοβερόν πάνω· καὶ τὸ τοῦ μὴ ὅλως μένου. πότερον, Ει νος ἁμιλλώμενοι, Σχόλιον δ. Εναντίον, ὅτι πονηρίας πνεύματα περιάγουσι τῷ φλυάριῳ καὶ πολυλόγῳ καὶ σωματικώς μόνῳ κεκλεισμένῳ εἰκῆ. Σχόλιον ε'. Οὐκ ἀκίνδυνον περὶ δόγματα ἀσχολεῖσθαι ήσυχα στήν. Σχόλιον ς'. Διὰ ταῦτα συνέρχεται νηστεία, αγρυπνία, χαμεν νία, εὐχὴ, στάσις, δίψα, κόπος, καὶ τὰ ἑξῆς. Σχόλιον ζ. Τὸ ἀγαπᾷν τὴν χρείαν τοῦ κόσμου, ποιεῖ τὴν ψυ χήν σκοτισθῆναι· τὸ δὲ παραβλέπειν αὐτὴν ἐν πᾶσι φέρει τὴν γνῶσιν. Σχόλιον Εὐαγρίου ή'. Ο' δεῖ κατὰ καιρὸν τῶν πειρασμῶν καταλιμπάνειν τὴν ἡσυχίαν, προφάσεις λόγους δῆθεν πλαττόμενον ἀλλ᾽ ἔνδοθεν καθῆσθαι, καὶ ὑπομένειν, καὶ δέχεσθαι γενναίως τοὺς ἐπερχομένους ἅπαντας· ἐξαιρέτως δ τὸν τῆς ἀκηδίας δαίμονα, ὅστις ὑπὲρ πάντας βερύ τονος ὤν, δοκιμωτάτην μάλιστα ψυχὴν ἀπεργάζεται τὸ δὲ φεύγειν τοὺς τοιούτους ἀγῶνα;, καὶ περιίστασθαι, ἄτεχνον τὸν νοῦν, καὶ δειλόν, καὶ δραπέτην διδάσκει. Σχόλιον Γ. Τοῦτ' ἔστι· τοῦτο ἢ ἐκεῖνο, ήγουν δέξεται ἢ οὐ δέ ξεται· τὸ γὰρ, πότερον, τοῦτο ἡ ἐκεῖνο σημαίνει. Σχόλιον Γ. Δὸς τῷ εὐσεβεῖ, καὶ μὴ ἀντιλαμβάνου τοῦ ἁμαρ τωλοῦ· εὖ ποίησον ταπεινῷ, καὶ μὴ τῆς ἀσεβεῖ. Σχόλιον Ισαάκ ις'. Μηδὲ γὰρ ὡς ὀφείλων ἑαυτὸν ἐν ξύλῳ κρεμάσει, καὶ ἀκολουθεῖν τῷ Κυρίῳ, οὕτως νόει· ἀλλὰ σταν ρώσεις ἑαυτὸν ὀνομάζων ἐκ τῶν κοσμικών πραγμάτ των, τοῦ μὴ ἁψασθαι· καὶ πάλιν ἵνα σταυρώσῃς τὸν νοῦν σου διὰ παντὸς ἐν τῇ ψυχῇ, ὅπως μὴ ἀμελήσης τῆς σωτηρίας σου. Καὶ οὐκ ὀφείλει καταδέχεσθαι τους πονηρούς λογισμούς, ἀλλὰ διακρίνειν εἰδέναι ὅτι τοῦ πονηροῦ εἰσιν· ἀπὸ παντὸς γὰρ περισπασμού χρὴ λύσαι τὸν νοῦν σου, ἵνα μὴ ἐχλῆται ὑπ' αὐτῶν ἐὰν γὰρ μὴ λύσης, μάτην εύχῃ. Ο γὰρ τοῖς περὶ ἐκεῖνα ρέμβεται· κἂν δῆθεν εὔχεται, καὶ ἡ εὐχὴ αὐτοῦ πρὸς Θεὸν οὐκ ἀναβαίνει· ἐὰν γὰρ μὴ εἶχε εὐχὴν καθαρὰν ἐν πίστει πεπληρωμένην, οὐ προσ δέχεται ὁ Θεός. Σχόλων ιβ'. Τὸ ἁμιλλώμενοι, δηλοί το, συντρέχοντες, ἐρίζοντες, ἀνταγωνιζόμενοι, φιλονεικούντες.
col. 1105–1106page 264 of 294
PG 88:1105Περί διαφορᾶς καὶ διακρίσεως ἡσυχιών. Εἰσὶ (καὶ τοῦτο πάσι γνώριμον, ἐν πάσαις ταῖς τῶν ἐπιστημῶν καταστάσεσι, γνωμῶν καὶ βουλών διαφορεί· οὐ γὰρ πάντων πάντα τὰ τέλεια δι' ἔν Γειαν σπουδής, ἢ καὶ δι᾿ ἀπορίαν δυνάμεως. Εἰσιν οἱ ἐπὶ τὸν λιμένα τούτον, μάλλον δὲ τὸ πέλαγος ή τάχα τὸν βυθόν, εἰσερχόμενοι δι᾿ ἀσθένειαν τοῦ ἑαυ τῶν στόματος καὶ σώματος διὰ πρόληψιν· ἕτεροι ἀκρατῶς πρὸς θυμὸν ἔχοντες, καὶ μετά πλήθους κρατήσει τοῦτον μὴ δυνάμενοι οι τέλανες· ἄλλοι ιδιορυθμία μάλλον η οδηγίᾳ ἐξ οἰκήσεως πλέειν σκεψάμενος· ἕτερος μὴ δυνάμενοι ἐν μέσῳ τῆς ὕλης τῶν ὑλῶν ἀπέχεσθαι· τινὲς μὲν, ἵνα σπουδαῖοι ἐκ τῆς ἰδιάσεως γένωνται· ἄλλοι ἵνα ἀγνώστως εαυτούς ὑπὲρ εὐθυνῶν αἰκίσωσι [ κολάσωσι ]· τινὲς δὲ, ἵνα διὰ ταύτης δόξαν ἑαυτοῖς περιποιήσωνται. Εἰσὶ δὲ ἕτερος (εἰ ἄρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τοιούτους ἐπὶ τῆς γῆς) διὰ τρυφὴν καὶ δίψαν τῆς τοῦ Θεοῦ ἀγάπης και γλυκύτητος τῇ ὁσίᾳ ταύτῃ συζευχθέντες, οὐ πρότερον τοῦτο ποιήσαντες πρὶν πάσῃ ἀκηδία ἀποστάσιον δεδώκασι Ταύτης γὰρ ἡ συν άφεια, πορνεία παρὰ τῇ προτέρα κρίνεται· κατὰ τὴν γνῶσιν τὴν ψιλὴν τὴν δοθεῖσαν μοι, ὡς οὐ σητός ἀρχιτέκτων κλίμακα ἀναβάσεως πεπελέχηκα· ἔκαν στις δὲ λοιπὸν βλεπέτω ἐν τοῖς βαθμίδι ἔστηκεν, ἐξ Βιορυθμίας, διὰ δόξαν ἀνθρώπων, δι' ἀσθένειαν γλώσσης· δι' ἀκρασίαν θυμοῦ, διὰ πλῆθος προσπαθείας, ἵνα εὐθύνας τίσωσιν, ἵνα σπουδαίοι γένωνται, ἵνα τώρ πυρὶ προσλάβωνται. Έσονται οἱ ἔσχατοι πρώτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Δἱ μὲν ἑπτὰ τῆς εβδόμης, τοῦ νῦν εἰσιν ἐργασίαι· αἱ μὲν δεχταὶ, αἱ δὲ ἄδεκτοι· ἡ δὲ ὀγδόη δηλονότι τοῦ μέλλοντος αἰῶνος σημαντική υπάρχει. Επιτήρει, ὦ μοναχέ, μεμονω μένε θηρίων ὥρας· οἱ δὲ μή, οὐ δυνήσῃ ἀρμοζούσας τὰς παγίδας Ιστᾷν, εἰ ἀπέστη τελείως ἡ τὸ ἀποστάστον λαβούσα, περιττὸν τὸ ἔργον· εἰ δὲ ἔτι προπετεύεται, οὐ γινώσκω πῶς ἡσυχάσω. Τί δή ποτε οὐ τοσοῦτοι παρὰ τοῖς ὁσίοις Ταβεννησιώταῖς οἱ φωστῆ. ρε; (β), ὅσοι παρὰ τοῖς Σκητιώταις γεγόνασιν; Ο νοών νοείτω· ἐγὼ γὰρ λέγειν οὐ δύναμαι μάλ λον δὲ οὐ βούλομαι. Οἱ μὲν τὰ πάθη μειοῦντες οἱ δὲ ψάλλοντες, καὶ τὸ πλεῖστον ἐν τῇ προσευχῇ καρτερούντες | τῇ προσευχή προσκαρτερούντες] δὲ τῇ θεωρίᾳ ἀτενίζοντες ἐν τῷ βυθῷ] διάγουσι, κατὰ τὸν τῆς κλίμακος τρόπον ζητηθήτω η τὸ πρόβλημα· ὁ χωρῶν, ἐν Κυρίῳ χωρείτω. (α). Εἰσὶ ῥάθυμοι ψυχαὶ ἐν κοινοβίῳ παραγενόμεναι, καὶ τῶν ὑλῶν τῆς ἑαυτῶν βαθυμίας εὐπερήσασαι, εἰς τελείαν ἀπώλειαν κατήντησαν. Καὶ εἰσὶ πάλιν, οἱ τὴν ἑαυτῶν ῥαθυμίαν διὰ τῆς ἑτέρων συνοίκων
col. 1107–1108page 265 of 294
PG 88:1107γῆς ἀπεδύσαντο· οὐ μόνον δὲ ἐπὶ ἀμελεστέρων, ἀλλὰ καὶ ἐπὶ σπουδαίων πολλάκις τὸ αὐτὸ γέγονε. Τῷ αὐτῷ κανόνι καὶ ἐπὶ τῆς ἡσυχίας χρησώμεθα λέγοντες, πολλούς δοκίμους δεξαμένη, απεδοκίμασε διὰ τῆς ἰδιορυθμίας, φιληδόνους αὐτοὺς ἐλέγξασα ἑτέρους δὲ λαβοῦσα τῷ φόβῳ καὶ τῇ μερίμνῃ τῆς τοῦ ἑαυτῶν κρίματος βασταγής σπουδαίους τινάς καὶ ζέοντας εἰργάσατο. Μηδεὶς ὑπὸ θυμοῦ καὶ οἰή σεως, υποκρίσεώς τε καὶ μνησικακίας δηλούμενος, Ίχνος ἡσυχίας ἰδεῖν τολμήσαι μήπως ἔκστασιν, καὶ μόνον κερδήσῃ. Εἰ δέ τις τούτων καθαρός, αὐτὸς λοιπὸν γνώσεται τὸ συμφέρον, οἶμαι δὲ οὐδ᾽ αὐτός τῶν λόγῳ τὴν ἡσυχίαν μετερχομένων σημεῖα, καὶ στάδια, καὶ τεκμήρια ταῦτα· νοῦς ἀκύμαντος, Έννοια ἡγνισμένη, ἁρπαγὴ πρὸς Κύριον, κολάσεων 412 παράστασις, θανάτου έπειξις, προσευχὴ ἀκόρεστος, φυλακή άσυλος, πορνείας θνήσις, προσπαθείας ἄγνοια, θάνατος κόσμου, γαστριμαργίας ανορεξία, θεολογίας υπόθεσις, διακρίσεως πηγή, δάκρυον ὑπόσπονδον, πολυλογίας ἀπώλεια καὶ εἴτι τῶν τοιούτων, οἷς τὰ πλήθη φιλεῖ ἀντικεῖσθαι. Τοῖς δὲ οὐ λόγω ταύτην μετερχομένοις αὕτη, τοῦ πλούτου ή πενία ὀργῆς· αύξησις μνησικακίας αποθήκη, ἀγάπης μείωσις, τύφου πρόσληψις, καὶ τὸ ἑξῆς σιωπήσομαι Ἐπεὶ δὲ οὕτως ὁ λόγος κατέδρα μεν, ἀνάγκη καὶ περὶ τῶν ἐν ὑποταγῇ ἐνταῦθα ἐν θέσθαι, καὶ μάλιστα, πρὸς αὐτοὺς γὰρ καὶ ὁ λόγος ὡς ἐπιπολὺ ἀποτείνεται. Τῶν νομίμως, ἀμοιχεύτως καὶ ἀμολύντως τῇ κοσμίῳ ταύτῃ (ὑποταγῇ) καὶ εὐρεπεῖ συζευχθέντων, ταῦτα τὰ τεκμήρια καὶ εἰσὶ, καὶ ὁρίζονται παρὰ τοῖς θεοφόροις Πατράσιν, ἰδίῳ μέντοι καιρῷ τελειούμενα πλὴν ὅτι καθημέραν προσενηνόχαμεν προσθήκην, καὶ προκοπὴν λαμβάνοντες. Ταπεινώσεως εἰσαγωγικῆς αύξησις, θυμοῦ μείωσις· πῶς γὰρ καὶ μὴ γεννήσεται τῆς χολῆς κενουμένης, σκοτισμῶν ἔλλειψις, ἀγάπη; πρόσληψις, παθῶν ἀλλοτρίωσις, μίσους λύτρωσις, ἐξ ελέγχου λαγνείας μείωσις, ἀκηδίας ἄγνοια, σπουδῆς πρόσληψης, συμπαθείας ἀγάπη, ὑπερηφανίας ξενιτεία, τὸ πᾶσι ζητητέον, καὶ ἐλίγοις εὑρητέον, κατ όρθωμα· ὕδατος μὴ παρόντος ἐν πηγῇ ἀνοίκειον τὸ ὄνομα Καὶ τὸ ἑξῆς νενόηται τοῖς νοῦν ἔχουσι νεάνις μὲν μὴ φυλάξασα κοίτην, ἐμίσνε σῶμα καὶ ψυχὴ μὴ φυλάξασα συνθήκην, ἐμίανε πνεῦμα καὶ τῇ μὲν ἀκολουθεῖ ψόγος, μίσος, μάστιγες, χειμ ρισμοί, τὸ πάντων ἐλεεινότατον· τῇ δὲ, μολυσμού, θανάτου λήθη, κοιλίας ἀπληστία, ὀφθαλμῶν ἀκρά τεία, κενοδοξίας ἐργασία, ὕπνου ἀχορτασία, σκληροκαρδία, αναισθησία, λογισμῶν ἀποθήκη, καὶ συγ καταθέσεως προσθήκη, αἰχμαλωσία καρδίας, ταραχής εργασία, ἀνηκοῖς, ἀντιλογία, προσπάθεια, ἀπιστία, ἀπληροφορία, πολυλογία, παρρησία ή πάντων χαλεπωτέρα· τὰ δὲ πάντων ἐλεεινότερον, ἀκατάνυκτος καρδία, ἣν διαδέχεται ἐν τοῖς μὴ προσ
col. 1109–1110page 266 of 294
PG 88:1109ἔχουσιν ἡ ἀναλγησία, ἡ μήτηρ τῶν πτωμάτων. Καὶ πνευμάτων τοῖς μὲν ἡσυχάζουσιν οἱ πέντε τοῖς δὲ ὑποτασσομένοις, οἱ τρεῖς τῶν ὀκτὼ προσ παλαίουσιν. Ο ἡσυχάζων, καὶ ἀκηδίᾳ πολεμῶν ζημιοῦται πολλάκις· καιρὸν γὰρ προσευχῆς καὶ θεωρίας ἐν ταῖς πρὸς αὐτὴν μηχαναῖς ἐξαναλώσει, καὶ πάλαις· βαθυμήσαντί μοί ποτε ἐν τῇ κέλλη καθεζομένι καὶ ταύτην σχεδόν καταλιμπάνειν λογιζομένῳ, ἄνδρες τινὲς παραβαλόντες, ἱκανῶς ὡς ἡσυχαστήν με ἐμακάρισαν· καὶ θᾶττον ὁ τῆς ῥᾳθυ μίας λογισμὸς ὑπὸ τῆς κενοδοξίας ἐχώρησε, καί γε τεθαύμακα πῶς πᾶσιν ἐναντιοῦται τοῖς πνεύμασιν ὁ τρίβολος δαίμων. Ὅρα καθ' ὥραν τοῦ σοῦ συζύγου τοὺς βικισμούς, καὶ παραριτισμούς, καὶ ῥοπάς, καὶ τροπές, τὸ πῶς καὶ ποὺ τὴν ῥοπὴν κέκτηνται. Ο διὰ Πνεύματος ἁγίου γαλήνην κτησάμενος, οὐκ ἀγνοεῖ τὸ θεώρημα. Εργον ἡσυχίας ἀμεριμνία προηγουμένη πάντων τῶν πραγμάτων εὐλόγων καὶ ἀλ γων Ο γὰρ τοῖς προτέροις ἀνοίγων, ἐν τοῖς δευτέροις πάντως περιπεσείται. Δεύτερον προσευχή ἄρχνος· καὶ τρίτον ἐργασία καρδίας άσυλος. Αδύ νατον τὸν μὴ γράμματα μεμαθηκότα φυσικῶς ἐν δέλτοις μελετᾷν· ἀδυνατώτερον δὲ, τοὺς μὴ τὸ πρό τερον κτησαμένους τὰ δύο, λόγῳ μετελθεῖν. μετερχόμενος τὸ μέσον, ἐν μέσοις γέγονα· καὶ ἐφώτιζε διψῶντα· καὶ ἰδοὺ πάλιν ἦν ἐν ἐκείνοις· τί μὲν ἦν πρὸ τῆς ὁρατῆς ἐν αὐτῷ μορφῆς διδάσκειν οὐκ ἠδύο νατο· οὐδὲ γὰρ ἡφίετο ὁ ἄρχων· πῶς δὲ νῦν πέλει ἠρώτων λέγειν· ἐν τοῖς ἰδίοις μὲν ἔλεγεν, ἀλλ' οὐκ ἐν τούτοις. Ἐγὼ δέ· Τίς ή δεξιά στάσις καὶ καθ ἑδρα ἐπὶ τοῦ αἰτίου; 'Αδύνατον, ἔφη, ἀκοῇ μυστ αγωγεῖσθαι ταῦτα. Πρὸς ὁ δέ με ο πόθος είλκε,. προσαγαγεῖν τῷ καιρῷ ἐκείνῳ πρώτων, οὔπω ἔφραξεν ἥκειν τὴν ὥραν, δι' ἔλλειψιν πυρὸς ἀφθαρσίας. Ταῦτα εἴτε σὺν τῷ χοῖ οὐκ οἶδα· εἶτε τούτου χωρίς, λέγειν εἰς ἅπαν οὐκ ἔχω. Χαλεπὸν τὸν τῆς μεσημβρίας ἀποτινάξασθαι ὕπνον ἐν ταῖς θεριναῖς μάλιστα ὥραις· τότε γὰρ καὶ μόνον ἴσως τὸ τῶν χειρῶν οὐκ ἀπόβλητον ἔργον. Ἔγνων τὸν ἀκηδίας δαίμονα τροποιοῦντα καὶ προοδοποιοῦντα τὴν τῆς πορνείας, ἵνα ἰσχυρῶς τὸ σῶμα ἑλκύσας, καὶ τῷ ὕπνῳ βαπτίσας, ὥσπερ τους μολυσμούς ἐν τοῖς ἡσυχάζουσιν ἐργάσηται. Ἐὰν ἀντιστῇς αὐτοῖς ἰσχυ ρως, πολεμήσουσί σε πάντως κραταιῶς, ἵν᾿ ὡς μηδὲν ὠφελοῦντα, παύσωσι τῶν ἀγώνων. Οὐδὲν δὲ τὴν τῶν δαιμόνων ἧτταν, ὡς ὅπερ αὐτῶν πρὸς ἡμᾶς χαλεπίς πόλεμος ἐνδείξασθαι δύναται. Ἐν ταῖς προόδοις τὰ συναχθέντα φύλαττε τῆς θύρας γὰρ ἀνοιγομένης αἱ κατάκλειστοί όρνις πέτανται. Καὶ τότε λοιπόν, οὐδὲν τῆς ἡσυχίας ὠφελήθημεν. Μικρά θρίξ ταράσσει ὀφθαλμῶν, καὶ μικρά φροντὶς ἀφανίζει ἡσυχίαν. (α)
col. 1111–1112page 267 of 294
PG 88:1111"Ησυχία γάρ ἐστιν ἀπόθεσις νοημάτων καὶ ἄρνησις εὐλόγων φροντίδων. Ὁ ὄντως ἡσυχίαν κατειληφώς, οὐδὲ τῆς ἑαυτοῦ σαρκός φροντίσει· ἀψευδής γὰρ ἐστιν ὁ ἐπαγγειλάμενος. Ὁ νοῦν καθαρὸν παρα στῆσαι τῷ Θεῷ βουλόμενος, καὶ φροντίσει δενούμενος, ὅμοιός ἐστι τῷ τοὺς ἑαυτοῦ πόδας ισχυρῶς πεδήσαντι, καὶ ὀξέως βαδίζειν δοκιμάζοντι. Σπάνιοι μὲν οἱ τὴν κατὰ κόσμον φιλοσοφίαν εἰς άκρον παιδευόμενοι· ἐγὼ δὲ λέγω, βραχύτεροι οἱ τὴν τῆς ὄντως ἡσυχίας φιλοσοφίαν ἐπιστάμενοι· ὁ οὔπω Θεὸν γνούς, εἰς ἡσυχίαν ἀδόκιμος, καὶ πολλούς κιν δύνους ὑφιστάμενος. Ησυχία ἀπείρους ἀποπνίγει ἄγευστοι γὰρ γλυκύτητας Θεοῦ ὑπάρχουσιν, εἰς αἰχμαλωσίας, καὶ κλοπές, καὶ ἀκηδίας, καὶ ῥεμβασμοὺς τὸν καιρὸν ἐξαναλίσκοντες. Ο προσευχῆς κάλλος ἀγάμενος, φεύξεται ὄχλους ὡς ὄναγρος· τίς γὰρ εἰ μὴ αὕτη, εἴασεν έναν ἄγριον ἐλεύθερον πάσης συνουσίας ἀνθρώπων; Ὁ τὰ πάθη περικείο μενος, καὶ τῇ τούτων αδολεσχία ἐν ἐρήμην διατρίβει ὡς καὶ γέρων μοι άγιος το τοιοῦτον ἐφθέγξατο, καὶ ἐδίδαξε, Γεώργιον λόγω τὸν ᾿Αρσιλαΐτην, ἂν καὶ ἡ σὴ τιμιότης οὐδ' όλως ηγνόησεν· οὗτος ἀχρείαν ψυχήν ποτε στοιχειῶν, καὶ ποδηγῶν πρὸς ἡσυχίαν έλεγε. Τῇ μὲν πρωΐα, φησίν, ἐπεσημηνάμην ὡς ἐπίπαν τοὺς τῆς κενοδοξίας καὶ ἐπιθυμίας επιδημείν δαί μονας· τῇ δὲ μεσημβρία τοὺς ἀκηδίας, καὶ λύπης, καὶ ὀργῆς· τῇ δὲ ἑσπέρα τους φιλοπόπρους καὶ τυράννους της γαστρός· κρείσσων ὑποτακτικός πτω χὸς ὑπὲρ ἡσυχαστὴν περισπώμενον Ο λόγῳ τὴν ἡσυχίαν μετιών, καὶ τὸ αὐτῆς κέρδος καθ' ἡμέραν μὴ καθορών, ἢ οὐ λόγῳ ἡσύχασεν, ἢ οιήσει κλέπτεται. Ἡ ἡσυχία ἐστὶ ἀδιάσπαστος Θεῷ λατρεία, καὶ παράστασις· ἡ Ἰησοῦ μνήμη ἐνωθήτω τῇ πνοή σου καὶ τότε γνώσῃ ἡσυχίας ὠφέλειαν. Πτῶμα μὲν ὑπηκόῳ τὸ οἰκεῖον θέλημα· ἡσυχίῳ δὲ προσευχῆς διάστασις. Ἐὰν ἐπιχαίρῃ παρουσίας ἐν κέλλη, γίνωσκε σεαυτὸν ἀκηδία μόνῃ, καὶ οὐ Θεῷ σχολάζοντα. Υπογραμμός σοι ἔστω προσευχῆς ἡ ἀδικουμένη χήρα ἀπὸ τοῦ ἀντιδίκου αὐτῆς· ἡσυχίας δὲ τύπο, ὁ μέγας καὶ ἰσάγγελος ἡσυχαστής Αρσέ νιος. Μέμνησο ἐν τῇ μονίᾳ τῆς τοῦ ἐσαγγέλου τού του ἡσυχαστοῦ διαγωγής καὶ ὅρα ὡς καὶ παραβάλλοντας πολλάκις ἀπεπέμψατο, ἵνα μὴ τὴ μείζον ἀπολέσῃ Έγνων τοὺς δαίμονας τοῖς λόγῳ ἡσυχάζουσι τοὺς ἀλόγους τῶν γυρευτών παρα βάλλειν συχνότερον ἀναπείθοντας, ἵνα τοῖς ἐργάταις, κἂν δι' ἐκείνων μικρό, ἐμποδίσαι δυνηθώσι. Σημείου τους τοιούτους ὦ οὗτος, καὶ μὴ παραιτοῦ λυπεῖν
col. 1113–1114page 268 of 294
PG 88:1113εὐσεβῶς βαθύμου;· ἴσως γὰρ ἐκ τῆς λύπης του γυ ρεύειν παύσονται. Ὅρα μὴ τοῦ προειρημένου σκο ποῦ χάριν εἰπῇ λυπήσῃς ψυχήν ὕδωρ ἐκ δίψης ερχομένην παρά τοῦ ἀρύσασθαι. Ἐν παντὶ δὲ λύχνου και δέον βίος ήσυχαζόντων, μᾶλλον δὲ μου ναζόντων κατά συνείδησιν καὶ αἴσθησιν γινέ σίω· ὁ λόγῳ τρέχων τὰ ἐπιτηδεύματα, καὶ τὰ ἀποφθέγματα, καὶ τὰ ἐνθυμήματα, καὶ τὰ διαβήτ ματα, καὶ τὰ κινήματα πάντα κατὰ Κύριον, καὶ διὰ Κύριον αὐτῷ ἐπιτηδευόμενα ἐν αἰσθήσει ψυχῆς, καὶ προσώπῳ Κυρίου ἐργάζεται· εἰ δὲ κλέπτεται, οὔπω κατὰ ἀρετὴν πολιτεύεται. Ανοίξω, φησί τις, ἐν 418 ψαλτηρίῳ τὸ πρόβλημά μου, καὶ τὸ βούλημά μου, διὰ τὸ ἀτελὲς ἔτι τῆς διακρίσεως· ἐγὼ δὲ ἀνοίσω δια προσευχῆς τὸ θέλημά μου κακείθεν την πληροφορίαν μου ἐκδέξομαι. Πίστις πτερὸν προσευχῆς τοῦτο γὰρ μὴ ἔχουσα, πάλιν εἰς κόλπον μου επιστραφήσεται· πίστις ἐστὶν ἐνενδοίαστος ψυχής στάσις, ὑπὸ οὐδεμιᾶς ἐναντιότητος κλονουμένη. Πιστός ἐστιν, οὐχ ὁ οἰόμενος Θεὸν δύνασθαι, ἀλλ' ὁ πιστεύων πάντων τεύξεται. Πίστες ἐστὶ ἀνελπίστων πρόξενος, καὶ τοῦτο ο ληστής απέδειξε. Πίστεως μήτηρ μόχθος, καὶ εἰθῆς καρδία· ἡ μὲν γὰρ ἀεί σταχτον ποιεῖ.· ὁ δὲ δημιουργεῖ· ἡσυχαστών μήτηρ *. πίστις· εἰ μὴ γὰρ πιστεύσει πῶς ἡσυχάσει; ἐν εἰρατῇ πεδηθείς, φόβον κολάζοντας δέδοικε. Ο δὲ ἐν κάλλῃ ἠρεμών φόβον Κυρίου τέτοκεν. Οὐχ οὕτως ὁ πρότερος τὸ δικαστήριον, ὡς ὁ δεύτερος τὸ τοῦ κριτοῦ κριτήριον δέδοικεν. φόβου σοι πολλοῦ καθ᾿ ἡσυχίαν χρη, ὦ θαυμάσει οὐδὲν γὰρ οὕτως ἀκηδίαν ἐκδιώκειν δύναται Ατενίζει μὲν κατάκριτος διὰ παντὸς, τότε ἐν τῷ δεσμωτηρίω ο κριτής παραγίνεται· ὁ δὲ ὄντως Εργάτης, πότε ὁ κατεπείγων ἐλεύσεται. Δεδέσμευται τῷ προτέρης, φορτίον λύπη;· τῷ δὲ δευτέρῳ πηγή δακρύων. Ἐὰν κτήσῃ ὑπομονῆς ῥάβδον, θάττον ὑπολήξουσιν οἱ κύνες ἀναιδεύεσθαι. Υπομονή ἐστιν άθραυστος πόνος ψυχῆς, ὑπ᾽ εὐλόγων κτύπων μηδαμῶς σαλευομένη. Υπομονητικός ἐστιν ἐργά της άπτωτος καὶ διὰ πτωμάτων τὴν νίκην ποιούμενος. Υπομονή ἐστιν ὁρισμός θλίψεως καθ' ἡμέραν εκδεχόμενος. Υπομονή έστι προφάσεων ἐκκοπή, καὶ οἰκεία προσοχή· οὐχ οὕτως τῆς ἑαυτοῦ τροφῆς, ὡς ὑπομονῆς, ὁ ἐργάτης διετα:. Ἐπὶ μὲν γὰρ τῆς δευτέρας λήψεται στέφανον· ἐπὶ δὲ τῆς προτέρας όλεθρον κομίσεται. Υπομονητικὸς ἀνὴρ πρό μνήματος τέθνηκε, μνῆμα ἑαυτοῦ τὴν κέλλαν ποιησάμενος. Υπομονήν ἔτεκεν ἐλπὶς καὶ πένθος ὁ γὰρ τῶν δύο χωρίς, ακηδίας δοῦλος. Γινώσκειν δεῖ τὸν τοῦ Χριστοῦ παλαιστὴν ποίους μὲν τῶν ἐχθρῶν ἐν μακρόθεν διώκειν, ποίους Τρι
col. 1115–1116page 269 of 294
PG 88:1115; δὲ προσπαλαίειν συγχωρεῖν. Ποτὲ μὲν ἡ πάλη στε φανον προξένησε· ποτὲ δὲ ἡ παραίτησις ἀδοκίμου; πεποίηκεν· οὐ λόγῳ τὰ τοιάδε ἐφικτὸν παιδεύεσθαι οὐ γὰρ πάντες τοῖς αὐτοῖς, οὐδὲ ὡσαύτως πεποιώμεθα ἕνα· τῶν πνευμάτων ἐπιτήρει νηφόντως ἐπειδὴ καὶ αὐτός σε πολεμεῖ ἀπαύστως ἐν στάσιν, καὶ μεταβάσει, καὶ καθέδρᾳ, καὶ κινήσει, καὶ ἀνακλίσει, καὶ εὐχῃ, καὶ ὕπνῳ. Οἱ μὲν τῶν ἐν τῷ δρόμῳ τῆς ἡσυχίας καθεζομένων· Προωρώμην τὸν Κύριόν μου ἐνώπιόν μου διὰ παντὸς, ἑαυτοῖς ἐργασίαν κατέχουσιν. Οὐ γὰρ πάντες οἱ ἄρτοι τῆς πνευματικῆς τοῦ οὐρανίου σίτου εργασίας μονοειδεῖς ὑπάρχουσι. Ετεροι δέ· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν· ἄλλοι - Γρηγορεῖτε, καὶ προσεύχεσθε· ἕτεροι· Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου· ἄλλοι· Εταπεινώθην, καὶ ἔσωσέ με· τινὲς μέν· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν· ἄλλοι πάλιν· Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ρυόμενος, διὰ παντὸς σκέπτονται. Πάντες μὲν τρέχουσιν Εἷς δὲ τούτων λαμβάνει τὸ βραβεῖον Ακόπως, οὐ μόνον ἐγρηγορώς, ἀλλὰ καὶ καθεύδων ὁ προκόψας ἐργάζεται. Ὅθεν τινὲς καὶ ἐν αὐτοῖς τοῖς ὕπνοις τοὺς δαίμονες προσερχομένους ἀτιμάζουσι, καὶ ἀκόλαστα γύναια περὶ σωφροσύνης νουθετοῦσι. Μὴ ἀνάμενε, μηδέ προπαρασκευάζου παρουσίας· ἁπλῆ γὰρ ὅλη καὶ ἄδετος τῆς ἡσυχίας ἡ κατάστασις. Οὐδείς θέλων οἰκοδομῆσαι πύργον, καὶ κέλλον ἡσυ χίας ἐπιχειρεῖ, εἰ μὴ πρότερον καθήσας ψηφίσει και ψηλαφίσει ψηλαφήσει], διὰ προσευχῆς, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν ιδιώματα, μήποτε γένηται μετὰ τὴν τοῦ θεμελίου καταβολήν γελεῖον τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ἐμπόδιον ἑτέροις ἐργάταις· σκέπει τὴν ἐπιδημοῦσαν ἡδύτητα, μήπως ἐκ πικρῶν ἰατρῶν, μᾶλλον δὲ ἐπιβούλων δολίως συνεκράθη. Νύκτωρ μὲν τὰ πολλὰ τῇ προσευχῇ δίδου τὰ δὲ βραχέα τῇ ψαλμῳδία· ἡμέρα[;] δὲ πρὸς τὴν σὴν πάλιν παρασκευάζου δύναμιν· οὐ μετρίως φωτίζειν καὶ ἐπισυνάγειν τὸν νοῦν ἡ ἀνάγνωσις πέφυκε λόγοι γὰρ Πνεύματος ἁγίου ὑπάρχουσι, καὶ τοὺς μετερχομένους πάντως ρυθμίζουσιν· ἔστω σο: ἐργάτῃ ὄντι τὰ ἀναγινωσκόμενα πρακτικά· τούτων γὰρ ἡ εργασία περιστὴν ποιεῖ τὴν τῶν λοιπῶν ἀνάγνωσιν τόνοις μᾶλλον, καὶ μὴ δέλτοις τοὺς τῆς ὑγείας λόγους φωτίζεσθαι ζήτει· ἀλλοτριονέους προς δυνάμεως πνευματικῆς μὴ μετέρχου λόγους. Σκότους γάρ ὄντα βήματα, τοὺς ἀδυνάτους σκοτίζουσι· μία κύλιξ πολλάκις γεῦσιν οἴνου ἐσήμανς· καὶ εἰς λόγος ἡσυχαστοῦ τοῖς γεύσασθαι δυναμένοις πᾶσαν αὐτοῦ τὴν Ενδον ὑπέδειξεν έργασίαν καὶ κατάστασιν. "Αρεπτον [αρέμβαστον] ψυχῆς ὄμμα κέκτησε προς οἴησιν· οὐ γάρ ἐστιν ἐν κλοπαῖς τι ταύταις όλεθριώτερον Φείδου τῆς γλώσσης προϊών· οἶδε γὰρ συντόμως πολλούς καμάτους σκορπίζειν. Ἀπερίεργον ἄσκει κατάστασιν· μολύνειν γὰρ τὴν ἡσυχίαν περιεργία ὡς οὐκ ἄλλο τι δύναται. Τοῖς παραβάλλουσι τὰ χρειώδη παράβαλλε σώματι λέγω καὶ πνεύ
col. 1117–1118page 270 of 294
PG 88:1117ματι· εἰ μὲν σοφώτεροι καθεστήκασι, διὰ σιωπής τὴν φιλοσοφίαν ἐπιδειξώμεθα. Εἰ δὲ ἀδελφοὶ τῇ και ταστάσει, συμμέτρως την θύραν ἀνοίξωμεν. Πλήν ἄμεινον πάντας ὑπερέχειν λογίζεσθαι. Βουλόμενόν με πάντῃ ἀποτρέπειν ἐν ταῖς συνάξεσι τὸ τοῦ σο ματος ἔργον τοῖς ἔτι νηπιώδεσιν, ἐπέσχεν ἡ τὴν ψάμμον ἐν τῇ ἀναβολίδι παννυχὶ φέρων. Ωσπερ ἐναντιοῦται τῷ λόγῳ τῶν δογμάτων τῆς ἁγίας και ἀκτίστου καὶ προσκυνητῆς Τριάδος τὰ περὶ τῆς ἐνσάρκου οίκονομίας τοῦ ἑνὸς τῆς αὐτῆς παν υμνήτο, μονάδας [Τριάδος]· τὰ μὲν γὰρ ἐκεῖ πλη θυντικὰ ἐν τούτῳ ὑπάρχουσι ἑνικά· τὰ δὲ ἐκεῖ ἑνικὰ ἐνταῦθά εἰσι πληθυντικά· οὕτως ἕτερα τα τῇ ἡσυχία, καὶ ἄλλα τὰ τῇ ὑπακοή πρέποντα ἐπιτηδεύματα. Ὁ μὲν θεῖός φησιν Απόστολος Τις ἔγνω νοῦν Κυρίου; ἐγὼ δὲ λέγω· Τίς ἔγνω νοῦν ἀνθρώπου ἡσυχαστού σώματι καὶ πνεύ ματι; Κράτος βασιλεῖ πλοῦτος καὶ πλῆθος· κράτος δὲ ἡσυχαστῇ προσευχῆς πλῆθος. ΣΧΟΛΙΑ. Εἰς λόγον περὶ διαφορᾶς ἡσυχίας. Σχόλιον α'. Οἶμαι ὅτι διὰ τὴν προπέτειαν λέγει τῆς γλώσσης, καὶ ταύτην καλεῖ ἀσθένειαν στόματος σώματος δὲ πρόληψιν τὴν ἀργίαν, ὡς ἐθίσαντος ἀργεῖν, καὶ σω ματικῶς ἀναπαύεσθαι. Σχόλιον β'. Ιδιορυθμία ἐστὶ τὸ ἔχειν τινὰ ἰδίαν τάξιν, καὶ ἐκε πληροῦν τὸ ἴδιον θέλημα. Σχόλιον γ. Εἰ ἀπέστη, φησίν, ἀπὸ σοῦ ἡ ἀκηδία· περὶ ταύτης γὰρ καὶ πρὸς μικροῦ ἔφη, ὅτι οἱ μετὰ λόγον ἡσυχάσαντες, μὴ πρότερον ἡσύχασαν, πρὶν πάσῃ ἀκηδία ἀπόστασιν δεδώκασιν· εἰ οὖν ἀπέστη αὕτη, περισσὸν τὸ ἐργάζεσθαι. Σχόλιον δ'. Οἱ μὲν κοινοβιακοί· οἱ δὲ ἡσυχαστικαί. Σχόλιον ε'. Δηλονότι μέγα τὸ τῆς ἡσυχίας ἔργον, καὶ πλείονα; προκοπῆς αἴτιον, ἢ τὰ κοινόβια· οὐ βούλεται δὲ τοῦτο εἰπεῖν διὰ τοὺς ἀσθενεστέρους. Σχόλιον ς'. Τὰς ἐργασίας τῶν καθ᾿ ἡσυχίαν ὄντων ἀπαριθμεῖται, καὶ ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ μείζονα προτι σιν· οἱ μὲν γὰρ, φησὶ, διὰ τὸ τὰ πάθη ἐλαττώσαι ταύτην ἐργάζονται, καὶ ἴσως, καὶ δι' εργοχείρου κ πιῶσιν, ὅπερ ἐστὶ τῶν ἀρχομένων· εἰ δὲ τῇ ψαλμ ωδία ενασχολούνται, ὅπερ ἐστὶ τῶν προκοπτόντων οἱ δὲ τῇ προσευχή προσκαρτερούσι, ὅπερ ἐστὶ τῶν * βοη. ',
col. 1119–1120page 271 of 294
PG 88:1119ήδη προκυψάντων· οἱ δὲ τῇ θεωρίᾳ ἐνατενίζουσιν, όπερ ἐστὶν ἤδη τῶν τελείων. ᾿Απὸ οὖν τῶν ταπεινο (α) μέτρον. τέμων ἀρξάμενος ἐπὶ τὰ ὑψηλότερα ἤδη ἀνέδραμεν, ὥσπερ κλίμακ: τινὶ τῷ λόγῳ χρησάμενος· ἡ γὰρ κλίμαξ ἀπὸ τῶν ταπεινοτέρων ἐπὶ τὰ ὑψηλότερε ἀναβιβάζειν πέφυκε. Σχόλιον Ἰσαὰκ. Τὸ λυπεῖσθαι κατά διάνοιαν, υπερβάλλει τον κόπον τοῦ σώματος. Σχόλιον η. Οἱονεὶ δοῦλον, ὅτε θέλει ὁ κεκτημένος, ερχό μενον. Σχόλιον Θ. Έπεται τῇ ἀνέσει τῶν μελῶν ἡ τῶν λογισμῶν ἔκτασις, καὶ φύρσις, καὶ τῇ ἀμέτρῳ ἐργασίᾳ ἀκηδία, καὶ τῇ ἀκηδίᾳ ἐκτασις· διαφέρει ἃ έκτασις έκτά σεως· τῇ μὲν γὰρ πρώτη εκτάσει έπεται ο πόλεμος τῆς πορνείας· τῇ δὲ δευτέρᾳ τοῦ ἰδίου ησυχαστηρίου κατάλειψις, καὶ ἀπὸ τόπου εἰς τόπον μετακίνησις τῇ δὲ ἐμμέτρῳ καὶ ἐπιμόνῳ ἐργασίᾳ τιμὴ οὐκ ἔστι τούτων δὲ ἡ μείωσις μὲν πληθύνει τὴν ἡδονὴν, ή ἀμετρία δὲ τὴν ἔκτασιν· καὶ διὰ τοῦτο δύσκολον το μετά (α) ταῦτα τοῖς ἅπερ ἀπηριθμήσατο· ἅπερ μὴ ἔχων οὐ κυρίως λόγω ταύτην μετελθεῖν. Σχόλιον τ. Ἡ ἐν τῷ πλούτῳ τῆς κακίας, τῶν ἀρετῶν του νία. Σχόλιον κα'. Τὸ ἑξῆς οἶμαι, ή πτώμα σωματικών, η νούς έκτασ σιν γέννημα γάρ τύφου ταῦτα, ὡς καὶ ἡ βλασφημία. Σχόλιον ε. Ὅτι μὴ ἔχων ταῦτα, οὐκ ἔστιν ὑποτακτικός. Σχόλιον ιγ'. Οτι χεῖρον πάντων ή παρρησία καὶ τὰ ἀκατά νυχτον, ὅ ἐστιν εὐτραπελία. Σχόλιον ιδ'. Οκτώ οι γενικοί της κακίας λογισμοί· καὶ τοῖς μὲν ἡσυχάζουσι πολεμοῦσιν· ὁ ἀκηδίας, ὁ κενοδο αξίας, ὁ ὑπερηφανίας, ὁ λύπης, ὁ ὀργῆς· τοῖς δὲ ἐν ὑποταγῇ, ὁ τῆς γαστριμαργίας, ὁ τῆς πορνείας, ὁ τῆς φιλαργυρίας. Σχόλιον ιε'. Μήτηρ κακῶν [κακιῶν] τις ἐστιν ἡ ῥαθυμία· & μὲν γὰρ ἔσχες χρηστά, συλῷ ῥᾳδίως· & δ' οὐκ ἔχεις δε σε λαβεῖν κωλύει (β). Σχόλιον ις. Τὸν γὰρ μὴ κτησάμενον αμεριμνίας, πῶς δυνατόν ἐπιμεληθῆναι προσευχή, ή καρδιακής προσοχής; Του Ελλίου. Τρεις προκοπάς εἴτε τάξεις εἴτε βαθμοὺς ἐν τοῖς παροῦσι, διδάσκει ὁ θεῖος οὗτος πατὴρ, ἀμεριμνίαν ἐν τῷ βίῳ καὶ οἷς οὗτος συγκαταλύεται, προσευχὴν κι Ἴσως, ἃ δ᾽ οὐκ ἔχειν ήδει σε, λαβεῖν κωλύει;
col. 1121–1122page 272 of 294
PG 88:1121δοκνον, καὶ τρίτον εργασίαν καρδία; άσυλον· ὥστε δῆλον, ὅτι μέσον έκατέρων τῶν ἄκρων ή προσευχή κείται. Ο τοίνυν τὴν ἀμεριμνίαν κτησάμενος, καὶ τὰ ἑξῆς δύναται μετελθεῖν. Τὸ μέσον οὖν τῶν δύο, ἤτοι τὴν προσευχήν φησὶ μετεχόμενος, ἐν μέσοις γέγονα τοῖς καλοί;, καὶ μήπω πρὸς τὸ ἕτερον ἀνα δέθηκα τῶν ἀγαθῶν Σχόλιον ι. Προερχόμενος, φησί, τῆς κέλλης φύλαττε μή θριαμβεύσῃς τὰς ἀρετές, ἂς εἰργάσω ἐν ἡσυχίῃ. Τοῦ γὰρ στόματος ἀφυλάκτως ἀνοιγομένου, και προπετενομές του, αἱ ἐν κρυπτῷ ἀρεταῖ, αἱ τὸν νοῦν πρὸς Θεὸν ἀνυψοῦσαι, ἀπόλλυνται καὶ ἄφαντοι γίνονται· στόμα γάρ, φησί, προπετεῖ ἐγγίζει συντριβή. Η ἔξω τῆς κέλλης συνεχής διατριβή έστω παραιτητέα, εἴπερ ήσυχάζειν ἡμετίσω. Έστι γὰρ ἐπι ζήμιος πάνω· ἀφαιρεῖται τὴν ψυχὴν, σκοτοῖ τὸ φρόνημα, μαραίνει τὸν πόθον· διὰ τοῦτο εἴρηται Ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τοιγαροῦν κόπτε τῶν πολλῶν τὰς σχέσεις, μή σου νούς περιστατικός γένηται, καὶ ταράξῃ τὸν τῆς ἡσυ χίας τρόπον. Σχόλιον Ἰσαάκ τη. Καθάπερ οὐ δύναται ὁ τὴν κεφαλὴν ἔχων ὑπὸ τὸ ὕδωρ ἀναπνεῦσαι τὸν ἀέρα, τὸν λεπτόν, τὸν ἐπιχει μενον ἐν τῷ κόλπον τῷ κενῷ τούτων, οὕτως οὐ δύναται ὁ βαπτίζων τὴν διάνοιαν αὐτοῦ ἐν τῇ μερίμνῃ τῇ ἐνταῦθα εἰσδέξασθαι τὴν ἀναπνοὴν τῆς αἰσθήσεως Εκείνης τοῦ κόσμου του καινοῦ. Σχόλιον 10. Ερημός ἐστιν ἡ φρενῶν ἀκοσμία. Εἰ βούλει διηνεκώς μνημονεύειν Θεοῦ, μὴ ἀπόθου ὡς ἀδίκους τὰς ἐπιφοράς· ἀλλὰ δικαίας επιφερομέν νας ὑπόφερε· ἡ μὲν γὰρ ὑπομονὴ δι' ἑκάστης συμ βάσεως τὴν μνήμην ἀνακινεῖ· ἡ δὲ παραίτησις μεν τὸν ἐφεδρεύοντα τῆς καρδίας πόνον, καὶ διὰ τῆς ἀνέσεως τὴν λήθην ἐργάζεται. Σχόλιον κ. Πτωχὸν τὸν ἀκτήμονα τις λέγει; Ἐγὼ δὲ οἶμαι τὴν ταπεινόν. Σχόλιον και. χώρημα καρδίας ἐλπὶς εἰς Θεόν· στενοχωρία δε αὐτῆς φροντὶς σώματος. Σχόλιον Μάρκου κβ'. Μνήμη Θεοῦ ἐστι πόνος καρδίας ὑπὲρ εὐσεβείας γινόμενος· πᾶς δὲ ὁ ἐπιλανθανόμενος τοῦ Θεοῦ ἡδυ παθὴς καὶ ἀνάλγητος γίνεται.
col. 1123–1124page 273 of 294
PG 88:1123Αλλο Ισαάκ. Ὅταν ἡ δύναμης τοῦ οἶνον εἰς τὰ μένη εἰσέλθῃ, ἐπιλανθάνεται ὁ νοῦς τῆς ἀκριβείας τῶν πάντων καὶ ἡ μνήμη τοῦ Θεοῦ, ὅταν κρατήσῃ νόμον εἰς τὴν ψυχὴν, ἀποβάλλει πᾶσαν νομὴν ὁράσεως ἐκ τῆς καρδίας. Σχόλιον κγ'. Καλὸν τὸ διὰ λόγου ὠφελεῖν τοὺς πυνθανομένους κρεῖσσον δὲ τὸ δι' ἀρετῆς καὶ προσευχῆς συνεργεῖν αὐτοῖς· ὁ γὰρ διὰ τούτων προσφέρων Θεῷ, βοηθεῖ καὶ τῷ πέλας διὰ τοῦ ἰδίου βοηθήματος. Εἰ θέλεις συντόμῳ λόγῳ ὠφελεῖν τὸν φιλομαθῆ, ὑπόδειξον αὐτῷ προσευχὴν καὶ πίστιν ὀρθήν. Σχόλιον κδ'. Τὴν πρὸς Θεὸν νοῦσιν καὶ ὁμιλίαν δηλονότι. Σχόλιον κε'. Εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μήποτε μυκτηρίσῃ τοὺς συνεργούς σου. Επιβλαβής γάρ, καὶ πάνυ φθοροποιὸς ἡ μετὰ τῶν εἰκαιοτέρων συνδιαίτησις καθάπερ γὰρ οἱ ἐν ἀέρι λοιμικῷ γενόμενοι πάντως νοσοῦσιν· οὕτως οἱ ἐν ἀνθρώποις ἀδιαφόροις ἐνδιατρίβοντες μεταλαμβάνουσι τῆς ἐκείνων κακίας Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί. Σχόλιον Ισαάκ και Μὴ ἐπίπληττε τους δεομένους τῆς σῆς εὐχῆς, καὶ τῶν μαλθακῶν λόγων τῆς παρακλήσεως μὴ ἀποστερεῖ, ἵνα μὴ ἀπόλωνται, καὶ ἀπαιτηθῇς τὰς ψυχὰς αὐτῶν· ἀλλὰ μίμησαι τους ιατρούς, οἵτινες τὰ θερ μύτερα πάθη τοῖς ψυχροτέροις ἰῶνται φαρμάκοις, Ο καὶ τὰ ψυχρότερα τοῖς ἐναντίοις. Σχόλιον κζ'. Ερώτησις. Τί ἐστι μονάζων; Απόκρ. "Οτι μέσ νος ἐστὶν, ἔξωθεν μὲν ταῖς ὕλαις, καὶ τοῖς κοσμικαῖς πράγμασιν· ἔσωθεν δὲ τοῖς τούτων διανοήματι, ἵνα μὴ καταδέχηται τους λογισμούς τῆς κοσμικῆς φροντίδος - δεύτερον δὲ, ἵνα γένηται μονάζων ὁ νοῦς πρὸς τὸν ἀληθινὸν Θεὸν, μὴ καταδεχόμενος τοὺς ἐκ τῆς κακίας λογισμούς. Σχόλιον κη'. Ἐὰν ἀληθῶς προσεύχῃ, πολλὴν πληροφορίαν εύ ρήσεις· καὶ ἄγγελοι συνελεύσονταί σοι, καὶ τοὺς λό γους τῶν γινομένων φωτιούσιν. Αλλο. Τί ἄλλο ἀγαθὴν ἀλλ᾽ ἢ Θεός; Οὐκοῦν αὐτῷ ἀπο δῶμεν πάντα τὰ καθ᾿ ἡμᾶς, καὶ εὖ ἡμῖν ἔσται· ὁ γὰρ ἀγαθὸς πάντως, καὶ ἀγαθῶν ἔσται ὁ παροχείς δωρεῶν. Σχόλιον κθ'. Ο πιστεύων περὶ τῶν μελλόντων, τῶν ὧδε λέων ἀδογματίστως ἀπέχεται· ὁ δὲ ἀπιστῶν ἡδὺς καὶ ἀνάλγητος γίνεται. Σχόλιν Ισαϊου γ'. Άνθρωπος πειθόμενος μετά τινος μὴ ἔντος τοῦ
col. 1125–1126page 274 of 294
PG 88:1125Θεοῦ, οὗτος οὐκ ἔχει ἐν ἑαυτῷ φόβον Θεοῦ· καὶ ἐν ὅσῳ τις δουλεύει τοῖς πάθεσιν, οὔπω ελογίσθη εἰς δοῦλον τοῦ Θεοῦ, ἀλλ' ἐκείνου δουλός ἐστιν, ἐν ᾧ και τακυριεύεται. Αλλο Ιωάννου τοῦ Δαμασκηνοῦ. Διαιρεῖται ὁ φόβο; εἰς ἕξ· εἰς ἔκνον, εἰς αἰδὼ, εἰς αἰσχύνην, εἰς κατάπληξιν, εἰς ἀγωνίαν, εἰς ἔκπληξιν. Οκνος μὲν οὖν ἐστι φόβος μελλούσης ενεργείας αἰδὼς δὲ φόβος ἐπὶ προσδοκίᾳ ψόγου· κάλλιστον δέ τοῦτο τὸ πάθος· αἰσχύνη δὲ φόβος ἐπ᾿ αἰσχρῷ πεπραγμένῳ· οὐδὲ τοῦτο ἀνέλπιστον εἰς σωτηρίαν κατάπληξις δὲ φόνος ἐκ μεγάλης φαντασίας· ἔκπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας· ἀγωνία δὲ φόβος δι' ἁπτώσεως ήγουν ἀποτυχίας· φοβούμενοι γὰρ ἀποτυχεῖν τῆς πράξεως ἀγωνιῶμεν. Σχόλιον Ἰσαὰκ λα'. Πρὸς τὸ μέτρον τῆς ταπεινοφροσύνης δίδοταί σοι καὶ ὑπομονὴ ἐν ταῖς συμφοραῖς σου. Καὶ κατὰ τὴν ὑπομονήν σου ἐλαφρύνεται (α) τὸ βάρος της θλί ψεώς σου, καὶ παραμυθίαν κτήσῃ. Σχόλιον λβ'. Δευτέραν, τὴν ὑπομονὴν λέγει. Διὰ μὲν τῆς ὑπο μονίς, φησί, στεφανωθήσεται· διὰ δὲ τῆς τροφῆς, εἰ ἀμέτρως αὐτῇ χρήσεται, θανατωθήσεται· ἐκ τῶν ἑπτὰ ὁ λαμβάνων τὸ βραβεῖον ἀκόπως ὁ εἰπὼν, ἔτι πεινώθην, ἢ καὶ ὁ πρῶτος ὁ προορώμενος τὸν Κύ με τι ἢ πάλιν εἷς, ὁ τελειῶν τὸν σκοπὸν κἂν ὁποιο στῦν ἐκ τούτων τ Σχόλιον λγ'. Ιστέον ὅτι ἔργῳ χρή πειράσαι τὴν βουλόμενον (παιδεύεσθαι)· οὐ γὰρ δυνατὸν τοῦτο καταλαβεῖν λόγῳ. Σχόλιον λδ'. Εν τῶν πνευμάτων τὸν τῆς πορνείας λέγει· άλ λοι δέ φασι τὸν τῆς κενοδοξίας· ἕτεροι δὲ τὸν τῆς ἀκηδίας δαίμονα. Σχόλιον λε'. Ὁ πρῶτος, ήγουν ὁ προορώμενος· ἢ πάλιν εἷς ὁ προορῶν τὸν σκοπόν, κἂν ὁποιοσοῦν ἐκ τού των ἦν. Σχόλιον λς'. "Οτι ἁπλῶς διὰ ταῦτα πάντα, καὶ οὐ δι' ἓν ἡτοί μασται τὸ βραβεῖον τοῖς προτρεχομένοις. Σχόλιον λς'. Φέρων λογιστής δεικνύει τις λαμβάνει, ἢ δημο σίων συλλογείς τελεσμάτων τὴν ὑψοποιὸν ἀσπασάμενος κλίσιν. Σχόλιον λη'. Τὸ ἱλαρὸν καὶ ἄλυπον ὑπὸ τῆς ψυχῆς κατάστημα, αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται. (α)
col. 1127–1128page 275 of 294
PG 88:1127suκαι Σχόλιον λθ'. Ὥσπερ οἱ τοῦ φωτὸς τούτου εστερημένοι είχ ἂν ὀρθὰ βαδίσαιεν· οὕτως οἱ τῶν θείων Γραφών ἑστερημένοι, καὶ πρὸς τὴν ἀκτῖνα τούτων μὴ βλέ ποντες, πολλά προσκόπτουσι, καὶ ἀναγκάζονται συν εχῶς ἁμαρτάνειν, ἅτε δὴ ἐν σκότει χαλεπῷ ταδί ζοντες. Σχόλιον με. Αλιτηριονιούς, ἢ πλανολόγους· οἷοί εἶτι τῶν αἱ ρεσιωτών. Αλλο. Ήτοι αναγωγικούς τοὺς ἄλλο μὲν ἔχοντας τὸ φαινόμενον, ἄλλο δὲ τὸ νοούμενον· σκότους γὰρ ὄντα ῥήματα· ήγουν αἰνιγματώδη καὶ ἀσαφῆ (κατά τό *Εθετο σκέτος ἀποκρυφὴν αὐτοῦ τοὺς μὴ δυ ναμένους ὑπερβῆναι τὸ γράμμα, καὶ ἔνδον χωρήσαι τοῦ πνεύματος, βλάπτουσι κατὰ τὸ πρόχειρον λαμ βανόμενα· ὡς τὸ 'Ασμα τῶν ᾀσμάτων, καὶ τὰ τοιαῦτα. Αλλο Θεοδωρήτου με. Ὁ μὲν ἄνεμος τὰ ἐλαφρότατα τῆς ύλης εἰς ἀέρα κουφίζειν είωθεν· τοὺς δὲ κενούς τῶν ἀνθρώπων ἡ οίησις. Άλλο τοῦ Θεολόγου. Τοὺς μὲν κενοὺς ἀσκοῦς τὸ πνεῦμα διίστησε τοὺς δὲ ἀνοήτους ἡ οἴησις. Τῆς εἰήσεως καὶ καυχήσεως. Αλλο. Σκορπίζει γὰρ διὰ φανητιασμοῦ καὶ καυχή στων. Αλλο. Μή σοι τὸ εἶναι τὸ δοκεῖν ὑπερβένι. Αριστοτέλης θεασάμενος νεανίσκον καταφρον μενον, μηδὲν δὲ ἐπιστάμενον· Νεανίσκε, φησί, οἷος μὲν δοκεῖς σεαυτὸν εἶναι, ἐγὼ γενοίμην· οἷος δὲ ἀληθείᾳ υπάρχεις, τοιοῦτοί μοι οἱ ἐχθροὶ γέ Σχόλιον μβ'. Οὐ χρὴ τοῖς παραβάλλουσι, οὔτε ποικιλίας βρω μάτων, οὔτε κομψείας βημάτων παρατιθέναι, ὁποῖος ἂν σχῆμα, ἢ τὸν τρόπον τυγχάνουσι· λιτότητι & πάντας ἐκδέχεσθα:. Αλλο Ἰωσήφου ἀββα. Όταν θελήσεις νουθετῆσαι τινα εἰς τὸ ἀγαθὸν, πρῶτον ἀνάπαυσον αὐτὸν σωματικῶς· καὶ τίμησον αὐτὸν ἐν λόγῳ ἀγάπης· οὐδὲν γὰρ οὕτως πείθει τὸν ἄνθρωπον αἰδεῖσθαι καὶ μεταλλαγῆναι ποιεῖ ἀπὸ τῆς κακίας αὐτοῦ ἐπὶ τὰ βελτίονα, ὡς τὰ σωματικά ἀγαθά, καὶ ἡ τιμὴ ἤνπερ θεωρεῖ ἀπὸ σοῦ. Σχόλιον μγ. Ἐπὶ μὲν τῆς ἁγίας Τριάδος τρεῖς ὑποστασεις λέγομεν, καὶ τρία πρόσωπα, φύσιν δὲ μίαν καὶ
col. 1129–1130page 276 of 294
PG 88:1129θέλημα· ἐπὶ δὲ τοῦ Χριστοῦ, μίαν μὲν ὑπόστασιν, & καὶ ἐν πρόσωπον, δύο δὲ φύσεις, θελήματα, καν οὐχ οὕτω δοκῇ τοῖς αἱρετικοῖς καὶ βλασφήμοις. ΛΟΓΟΣ ΚΗ'. Περὶ τῆς ἱερᾶς καὶ μητρὸς τῶν ἀρετῶν τῆς μα καρίας προσευχῆς· καὶ περὶ τῆς ἐν αὐτῇ νοερᾶς, καὶ αἰσθητῆς παραστάσεως. Προσευχή έστι κατὰ μὲν τὴν αὐτῆς ποιότητα συνουσία καὶ ἔνωσις ἀνθρώπου καὶ Θεοῦ· κατὰ δὲ τὴν ἐνέργειαν, κόσμου σύστασις· Θεοῦ καταλλαγή, δακρύων μήτηρ καὶ πάλιν θυγάτηρ, ἁμαρτημάτων ἱλασμός, πειρασμῶν γέφυρα, θλίψεων μεσότοιχον, πολέμων θραῦσις, ἀγγέλων ἔργον, ἀσωμάτων πάν των τροφή ή μέλλουσα εὐφροσύνη, ἀπέραντος ἐρω γασία, ἀρετῶν πηγή, χαρισμάτων πρόξενος, προ κοπή σώματος, τροφή ψυχῆς, τοῦ φωτισμός, ἀπο γνώσεως πέλυξ, ἐλπίδος ἀπόδειξις, λύπης λύσις, πλοῦτος μοναχῶν, ἡσυχαστών θησαυρός, θυμοῦ μεί ωσις, ἔσοπτρον προκοπής, μέτρων (α) εμφάνεια, καταστάσεως δήλωσις, τῶν μελλόντων μηνυτής, κλέους σημασία. Προσευχή ἐστι τῷ ὄντως εὐχομένῳ δικαστήριον καὶ κριτήριον, καὶ βῆμα Κυρίου, πρό τοῦ βήματος μέλλοντος· ἀναστάντες ἀκούσωμεν, τῆς ἱερᾶς ταύτης βασιλίσσης τῶν ἀρετῶν πρὸς ἡμᾶς υψηλη τῇ φωνῇ βοώσης καὶ λεγούσης· Δεῦτε πρός με, πάντες οι κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ εὑρήσετε ανάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, καὶ ἴασιν ταῖς πληγαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ πταισμάτων μεγάλων ιαματικός υπάρχει. Όσοι βασιλεῖ, καὶ Θεῷ παραστῆναι, καὶ συλλαλῆσαι πορευόμεθα, μὴ ἀπαρασκεύαστος τὸν δρόμον ποιησώμεθα, μήπως θεασάμενος ἡμᾶς μα κρόθεν μὴ ἔχοντας όπλα και στολήν βασιλικῆς πα ραστάσεως, τοῖς ὑπηρέταις καὶ λειτουργοῖς ἐπιτρέψῃ πόρρω του τοῦ αὐτοῦ προσώπου δεθέντας ἐξορίζεσθαι, καὶ τὰς ἡμῶν δεήσεις εἰς πρόσωπον ἡμῶν διαρρησσομένας διπρησσομένας] ἀντιπέμπεσθαι. Έστω ὁ σᾶς χιτών τῆς ψυχῆς ἐνώπιον Κυρίου παρασταθῆναι παραστήναι] πορευομένῳ ὅλος να ματι, μᾶλλον δὲ λύματι ἀμνησικακίας ἐξυφασμένος. Εἰ δὲ μή, οὐδὲν τῆς προσευχῆς ὠφεληθήσῃ. Έστω ται ὅλον τὸ τῆς δεήσεως ἀποίκιλον· ἐνὶ γὰρ λόγῳ τελώνης, καὶ ἄσωτος τὸν Θεὸν διήλλαξαν· μία μὲν ἡ τῶν παρισταμένων παράστασις· πολὺ δὲ ἐν αὐτῇ τὸ ποικίλον, καὶ τὸ διάφορον κέκτηται· οἱ μὲν ὡς φίλῳ καὶ Δεσπότῃ ἐντυγχάνουσι, τῆς ἑτέρων λοιπὸν, καὶ οὐ τῆς αὐτῶν ἀντιλήψεως ἕνεκα, τὸν ὕμνον, καὶ τὴν ἱκεσίαν προσάγοντες· ἄλλοι πλοῦτον καὶ δόξαν, καὶ παρρησίαν πλείονα επιζητοῦντε;· ἕτεροι τοῦ ἀντιδίκου τοῦ ἑαυτῶν εἰς τέλεον ἀπαλλαγῆναι εἰ τοῦντες· τινὲς μὲν ἀξίαν τινὰ λήψεσθαι δυσωποῦντες· ἄλλοι τελείαν τὴν τοῦ χρέους ἀμεριμνίαν τινὲς μὲν φυλακῆς ἐλευθερίαν· ἄλλοι δὲ ἐγκλημάτων (α)

Step XXVIIIGradus XXVIII

col. 1131–1132page 277 of 294
PG 88:1131χάρτῃ εὐχαριστίαν εἰλικρινή κατατάξωμεν. Δεύτερον δὲ στίχον, ἐξομολόγησιν, καὶ συντριμμὸν ψυχῆς ἐν ἀναισθήσει· εἶθ' οὕτως τὴν αἴτησιν ἡμῶν τῷ Παμ βασιλεῖ γνωρίσωμεν. Αριστος γὰρ ὁ εἰρημένος προσευχῆς τρόπος, ὥς τινι τῶν ἀδελφῶν ὑπὸ ἀγγέ λου Κυρίου δεδήλωται. Εἰ μὲν ὑπεύθυνος γεγονάς ποτε ὁρατῷ δικαστῇ, οὐ δεηθήσῃ ἑτέρου τύπου ἐν τῇ παραστάσει τῆς προσευχῆς σου. Εἰ δὲ οὐδέπω, οὐδὲ παρέστηκας, οὐδὲ ἐξεταζομένους ἐθεάσω, κἂν ἐκ τῆς πρὸς ἰατροὺς τῶν νοσούντων ἱκεσίας, τὸ τοιοῦτον παιδεύθητι, ἡνίκα ὑπ' αὐτῶν μέλλουσι τέτ μνεσθαι, ἢ καίεσθαι. Μὴ σοφίζου ἐν εὐχῆς σου μήν μασι παίδων γὰρ πολλάκις ἁπλᾶ ψελλίσματα καὶ ἀποίκιλα τὸν Πατέρα αὐτῶν, τὸν ἐν τοῖς οὐρα νοῖς ἐθεράπευσαν. Μὴ πολυλογεῖν ἐπιχείρει ἵνα μὴ πρὸς ζήτησιν λόγων διασκεδασθῇ ὁ νοῦς. Εἶς λόγος τελωνικὸς τὸν Θεὸν ἐξιλεώσατο· καὶ ἓν ῥῆμα πιστὸν τὸν λῃστὴν διέσωσε. Πολυλογία μὲν πολλάκις ἐν προσευχῇ τὸν νοῦν, καὶ ἐφάντασε και διέχυσε. Μονολογία δὲ πολλάκις τὸν νοῦν συνάγειν πέφυκε καθηδυνόμενος, ἢ κατανυσσόμενος ἐν λόγῳ προσευχῆς, μένε ἐν αὐτῷ· ὁ γὰρ φύλαξ ἡμῶν τό τε ὑπάρχει ὁ συμπροσευχόμενος ἡμῖν· μὴ παῤῥησιάζου, κἂν καθαρότητα κέκτησα:· ταπεινοφροσύνῃ δὲ μᾶλλον πολλῇ πρόσελθε, καὶ πλεῖον παῤῥησιασθήσῃ· κἂν πᾶσαν τὴν κλίμακα τῶν ἀρετῶν ἀνα βέβηκας, ὑπὲρ ἀφέσεως ἁμαρτιῶν προσεύχου ἀκούων Παύλου περὶ ἁμαρτωλῶν βοῶντος Ων πρῶτος εἰμὶ ἐγώ. Εξαρτύειν δια ἔλαιον καὶ ἄλες πεφύκασι· πτεροῦν δὲ προσευχήν σωφροσύνη καὶ δάκρυα. Ἐὰν πᾶσαν πραύτητα καὶ ἀοργησίαν ἀμφιάσῃ· οὐ πολλὰ κοπωθήσῃ ἐλευθεροῦν αἰχμαλωσίας τὸν νοῦν σου. Ἕως οὗ προσευχὴν ἐναργῆ οὐ κεκτήμεθα τοῖς γυμνάζουσι τὰ νήπια βαδίζειν ἐν προοιμίοις εοίκαμεν Πύκτευε ἀναφέρειν, μᾶλλον δὲ ἀποκλείειν τὴν ἔννοιαν ἐν τοῖς τῆς προσευχῆς ῥή μασί, κἂν ἐξατονήσασα διὰ τὸ νηπιώδες πέσῃ, πάλιν αὐτὴν εἰσάγαγε· ἴδιον γὰρ τοῦ νοὸς τὸ ἄστατον. Δυ νατὸν δὲ τοῦτον στῆσαι τῷ πάντα δυναμένῳ ἱστᾷν. [Ναὶ μὴν] ἐὰν ἀνελλιπῶς τὸν ἀγῶνα κέκτησαι, ἐπιδημήσῃ [ἐπιδημήσει] καὶ ἐν σοὶ ὁ τὴν θάλατταν τοῦ νοὸς περιορίζων· καὶ ἐρεῖ πρὸς αὐτὴν ἐν τῇ προσευχή σου· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ υπερβήσῃ. Αδύνατον πνεῦμα δεσμεῖν· ὅπου δὲ δ τοῦ πνεύματος κτίστης, πάντα υποτέτακται. Εἰ μὲν ἥλιον ποτε τεθέασαι δυνήσῃ αὐτῷ καὶ συλλαλη σα: πρεπόντως· ὃ γὰρ οὐχ εώρακας, πῶς ἐντυγχά γειν ἀψευδῶς δύνασαι; λύσιν. Πρὸ πάντων ἐν τῷ τῆς ἡμετέρας δεήσεως Αρχὴ μὲν προσευχῆς προσβολαί μονολογίστως διωκόμεναι ἐκ προοιμίων αὐτῶν Μεσότης τὸ ἐν τοῖς λεγομένοις ἢ νοουμένοις μόνοις εἶναι τὴν διά νοιαν. Τὸ δὲ ταύτης τέλειον ἁρπαγὴ πρὸς Κύριον. Αλλη ἡ ἀγαλλίασις ἡ ἐν προσευχῇ τοῖς ἐν συνοδία διάγουσιν ἐπισυμβαίνουσα, καὶ ἑτέρα ἡ τοῖς καθ᾽ ἡσυ
col. 1133–1134page 278 of 294
PG 88:1133χίαν προσευχομένοις προσγινομένη. Η μὲν γὰρ ἴσως πεφάντασται μικρόν· ἡ δὲ ὅλη ταπεινοφροσύνης περ πλήρωται. Ἐὰν ἀεὶ γυμνάζῃς τὸν νοῦν μὴ μακρύνειν, καὶ ἐν τῇ τῆς τραπέζης παραθήκη πλησίον σου γενήσεται· εἰ δὲ ἀκωλύτως πλάζεται, οὐδέποτέ σου παραμένειν πέφυκεν· ὁ μὲν μέγας τῆς μεγάλης και τελείας προσευχῆς ἐργάτης φησί· Θέλω εἰπεῖν πέντε λόγους τῷ νωῒ μου, καὶ τὰ ἑξῆς. νηπιωδεστέρων δὲ τὸ τοιοῦτον ἀλλότριον· διόπερ ἡμεῖς μετά τῆς ποιότητος, καὶ τοῦ πλήθους τῆς ποσότητος ὡς ἀτελεῖς δεόμεθα· τὸ γὰρ δεύτερον τοῦ προτέρου πρό ξένον· διδοὺς γὰρ, φησίν, εὐχὴν καθαρὰν τῷ ἀόκνως ευχομένῳ ῥυπαρῶς (α) καὶ πεπονημένως· ἄλλο ρύπος προσευχῆς, καὶ ἄλλο ἀφανισμὸς καὶ ἄλλο κλοπή, καὶ ἕτερον μῶμος. Ρύπος ἐστὶ Θεῷ παρίστασθαι, καὶ ἀτόπους ἐννοίας φαντάζεσθαι· ἀφανισμός ἐστι, τὸ εἰς φροντίδας ἀνωφελεῖς αἰχμαλωτίζεσθαι· κλοπή ἐστι τὸ ἀνεπαισθήτως τὴν ἔννοιαν έμβεσθαι· μῶμός ἐστι προσβολὴ ἡ οἰκοῦν τότε πρὸς ἡμᾶς ἐγγίζουσα. Εἰ μὲν οὐ κατὰ μόνας [αι. καταμόνας] τυγχάνωμεν τῷ καιρῷ τῆς παραστάσεως, ἔνδοθεν τὸ σχῆμα τῆς ἱκεσίας ἀνατυπώσωμεν. Εἰ δὲ οὐ πάρεισι τῶν ἐπαί νων οἱ ὑπηρέται, καὶ τὸ ἔξωθεν εἶδος εἰς πρεσβείαν τυπώσωμεν. Ἐν τοῖς γὰρ ἀτελέσι πολλάκις ὁ νοῦς τῷ σώματι συσχηματίζεται· πάντες μὲν, ἐπὶ πλείω δὲ οἱ τὴν ἄφεσιν τοῦ χρέους λαβεῖν πρός βασιλέα πορευόμενοι, ἀμυθήτου συντριμμοῦ δέονται. Ἐὰν ἐν εἰρκτῇ ἔτι τυγχάνωμεν, ἀκούσωμεν τοῦ λέγοντος Πέτρῳ Ζῶσαι λέντιον ὑπακοῆς, καὶ ἀπόλυσαι τὰ θελήματά σου, καὶ γυμνὸς τούτων πρόσελθε Κυρίῳ ἐν προσευχή σου· τὸ αὐτοῦ μόνον ἐπικαλούμενος θέλημα, καὶ τότε λήψη Θεὸν τὸν τῆς σῆς ψυχῆς κατέχοντα οἴακα, καὶ ἀκινδύνως κυβερνῶντα σε· ἀναστὰς ἐκ φιλοκοσμίας καὶ φιληδονίας, ἀπόρριψε φροντίδας· ἀπόδυσαι ἐννοίας· ἀπάρνησαι σῶμα· οὐδὲν γὰρ ἕτερόν ἐστι προσευχή, εἰ μὴ κόσμου ὁρατοῦ καὶ ἀοράτου ἀλλα τρίωσης. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ; Οὐδέν. Καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Οὐδὲν, ἀλλ' ἡ ἀπερισπάστως διὰ παντὸς ἐν προσευχῇ προσκολλᾶσθαι σοι. Τισὶ μὲν πλοῦτος, ἑτέροις δόξα, ἄλλοις δὲ κτῆσις ἐραστὴ καθέστηκεν· Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἐπιθύμητιν ἐστι, καὶ τίθεσθαι ἐν αὐτῷ τὴν ἐλπίδα τῆς ἀπαθείας μου. Πίστις προστ ευχὴν ἑπτέρωσε· χωρίς γὰρ ταύτης εἰς οὐρανὸν πε τασθῆναι οὐ δύναται. Αιτήσωμεν οἱ ἐμπαθεῖς ἐπιμέ νως τὸν Κύριον· πάντες γὰρ οἱ ἐμπαθεῖς ἐξ ἐμπα θείας εἰς ἀπάθειαν προέκοψαν. Εἰ καὶ μὴ τὸν Θεὸν το δεῖται ὁ κριτὴς ἀλλά γε διὰ τὸ κόπους αὐτῷ παρέχειν δι' ἁμαρτίας, καὶ πταίσματος χηρεύσασαν ἐξ αὐτοῦ ψυχὴν, ποιήσει τὴν ἐκδίκησιν αὐτῆς ἐκ τοῦ ἀντιδίκου αὐτῆς σώματος, καὶ τῶν πολεμίων αὐτοῦ πνευμάτων. Τοὺς μὲν εὐγνώμονας ὁ ἀγαθὸς ἡμῶν πραγματευτής διὰ τῆς συντόμου του αιτήματος παροχής, πρὸς τὴν ἑαυτοῦ ἀγάπην ἐφέλκεται· τὰς δὲ ἀγνώμονας τῶν κυνῶν ψυχάς διὰ τῆς πείνης καὶ (α) ῥυπαρῶς Αφανίζειν
col. 1135–1136page 279 of 294
PG 88:1135διὰ προσευχῆς παρασκευάζει. Ο γὰρ ἀγνώμων κύων κομισάμενος ἄρτον εὐθέως ἀναχωρεῖ τοῦ δεδωκότος. Με λέγε χρονίζων ἐν τῇ δεήσει μηδὲν κατωρθωκέ και ἤδη γὰρ καὶ κατώρθωκας. Τί γὰρ καὶ ὑψηλότερον ἀγαθὸν τοῦ τῷ Κυρίῳ πρωσκολλᾶσθαι, καὶ ἐν τῇ πρὸς αὐτὸν ἐνώσει ἀδιαλείπτως προσκαρτερεῖν. Οὐχ οὕτως κατάκριτος δέδοικε τῆς ἑαυτοῦ τιμωρίας τὴν ἀπόφασιν ὡς ὁ προσευχῆς ἐπιμελούμενος τὴν ταύτης παράστασιν. Οθεν εἰ σοφός τις καὶ ἀγχί νους ὑπάρχει ἐκ τῆς ἐκείνης μνήμης, πάσαν λοιδορίαν, καὶ ὀργήν, καὶ μέριμναν, καὶ ἀσχολίαν, καὶ θλίψιν, καὶ κόρον, καὶ πειρασμὸν, καὶ λογισμὸν ὑποστρέφεσθαι δύναται. Προπαρασκευάζου διὰ ἐννάου ἐν ψυχῇ προσευχῆς πρὸς τὴν παράστασιν τῆς σῆς τῆς τοῦ αἰτήματος δίψης πρὸς αὐτὸν παρακαθέζεσθαι ἱκεσίας, καὶ συντόμως προκόψεις. Εώρακα ἐν ὑπαχοῇ ἐξαστράπτοντας, καὶ τῆς κατὰ νοῦν ὅση δύναμις μνήμης Θεοῦ μὴ ἀμελοῦντας ἀθρόον ἐπὶ προσευχὴν παρασταθέντας, και συντόμως τοῦ ἑαυτῶν ναὸς περιγενομένους καὶ κρουνηδόν δά κρυα προχεομένους. Προπαρασκευασμένοι γὰρ ὑπὸ τῆς ὁσίας ὑπακοῆς ἐτύγχανον· τῇ μὲν μετὰ πλήθους ψαλμῳδία, αἰχμαλωσίας καὶ ρεμβασμοί παρέπονται τῇ δὲ ἰδιαζούσῃ οὐχ οὕτως· ἀλλὰ τῇ μὲν ἀκηδίᾳ που λεμεῖ τῇ δὲ προθυμίᾳ συνεργεῖ 'Αγάπην μὲν στρατευομένου πρὸς βασιλέα ἀνέδειξε πόλεμο; ἀγάπην δὲ μοναχοῦ πρὸς Θεὸν ἤλεγξε προσευχής και ρὸς καὶ παράστασις· τὴν σεαυτοῦ κατάστασιν, ἡ σὴ προσευχὴ ἐμφανίσει σοι· ἔσοπτρον γὰρ αὐτὴν τοῦ μοναχοῦ οἱ θεολόγοι ἐκεῖνοι ἐκδεδώκασιν· ὁ τὸν τυχὸν μετερχόμενος ἔργον καὶ προσευχῆς ὥρας καταλαμβανομένης ἐν αὐτῷ προσασχολούμενος, ὑπὸ δαιμόνων εμπαίζεται. Σκοπὸς γὰρ τοῖς κλέπταις ὥραν δι' ώρες ἐξ ἡμῶν ἀποσυλῆσαι. Μὴ παραιτούμενος, καὶ ὑπὲρ ψυχῆς προσεύχεσθαι, νἂν προσευχὴν μὴ κέκτησει· ἡ γὰρ πίστις πολλάκις τοῦ αὐτοῦντος καὶ τὸν εὐχόμενον μετὰ συντριμμοῦ ἔσωσε. Μὴ ἐπαίρου ὑπὲρ άλλων δεόμενος καὶ εἶπακουόμενο;· ἡ γὰρ ἐκείνων πίσεις ενήργησε καὶ ἴσχυσε. Παῖς μὲν πᾶς πᾶσαν, ἔνπερ ἐκ τοῦ παιδοτρίβου μεμάθηκε σοφίαν, καθ' ἡμέραν ἀπαραλείπτως ὑπ' αὐτοῦ ἐκζητηθήσεται· νοῦς δὲ πᾶς, ήνπερ δύναμιν ἐκ Θεοῦ εἴληφεν, ἐν πάσῃ προσευχή απαιτηθήσεται· διὸ προσεκτέον, ὅταν νηφόντως προσ εύξῃ, θάττον εἰς ὀργὰς πολεμηθήση Σκοπὸς γὰρ οὗτος τῶν ἐχθρῶν ἡμῶν· πᾶσαν μὲν ἀρετὴν, ἐπὶ πλείω δὲ τὴν προσευχὴν αἰσθήσει πολλῇ ποιησώμεθα πάντοτε τότε ψυχὴ ἐν αἰσθήσει προσεύχεται, όταν θυμοῦ κρείττων γένηται· τὰ πολλαῖς ἱκεσίαις καὶ χρόνοις περιποιούμενα μόνιμα. Ο κύριον κτησάμενος οὐκ ἔτι ἑαυτοῦ ἐν προσευχῇ τὸν μῦθον ὄρο ηγήσεται· τὸ γὰρ πνεῦμα τότε ἐντυγχάνει ὑπὲρ αὐ τοῦ ἐν ἑαυτῷ στεναγμοί; ἀλαλήτοις. Πάσαν αισθητήν φαντασίαν ἐν τῇ προσευχή με προσδέξη ἵνα μὴ
col. 1137–1138page 280 of 294
PG 88:1137έκστασιν ὑποστῇς ἀπαλλαγὴ ἀμφιβολίας, ἀδήλου δή λωσις άσειστος. Ἐλεήμων γίνου σφόδρα προσευχῆς ἐπιμελούμενος ἐν αὐτῇ γὰρ μοναχοὶ τὰ ἑκατονταπλασίονα λήψονται· τὸ δὲ ἑξῆς ἐν τῷ ἑξῆς Πῦρ μὲν ἐπιδημῆσαν ἐν καρδίᾳ προσευχὴν ἀνέστησε ταύ της διεγερθείσης, καὶ εἰς οὐρανὸν ἀναληφθείσης πυρ ρὸς ἐν ἀνωγέῳ ψυχῆς κατάβασις γέγονε. Φασὶ μέν τι νες κρεῖττον εἶναι προσευχήν μνήμης ἐξόδου· ἐγὼ δὲ μιας υποστάσεως δύο οὐσίας ὑμνω. Ιππος μὲν δόκι μας κατὰ πρόσβασιν [πρόβασιν] διαθερμαίνεσθαι, καὶ 438 τῷ δρόμῳ προστιθέναι πέφυκε· δρόμον δὲ νοῦ, ὑμν ῳδίαν· ἵππον δὲ τὸν ἀνδρεῖον νοῦν· πόρρωθεν ὁ τοιοῦτος οσφραίνεται πολέμου καὶ προπαρασκευασθείς μένει λοιπὸν εἰς ἅπαν ἀνίκητος. Χαλεπὸν ἐκ στόματος διψῶντος ὕδωρ ἀφαρπάσαι χαλεπώτερον δὲ ψυχήν μετὰ κατανύξεως προσευχομένην, πρὶν τῆς ταύτης περαιώσεως ἑαυτὴν τῆς παραστάσεως, τῆς πολυποθήτου ἀποκόψαι· μὴ ἀποπηδήσῃς ἄχρις οὗ τὸ πῦρ καὶ τὸ ὕδωρ οἰκονομικῶς ὑπολήξαντα ίδης οὐ γὰρ λήψη χαιρὸν τοιοῦτον πρὸς ἄφεσιν πταισμάτων ἴσως ἐν πάσῃ τῇ ζωῇ σου· ὁ προσευχῆς γευσάμενος, ὑπὸ λόγου ἑνὸς πολλάκις προερχομένου, τὸν νοῦν ἐμό λυνε, καὶ ἐν προσευχῇ παραστάς, τὸ ποθούμενον οὐχ εὗρε συνήθως· ἄλλο ἐπισκοπεῖν συχνοτέρως τῇ καρ δίᾳ καὶ ἄλλο ἐπισκοπεῦσαι καρδίας διὰ νοός ἄρχοντος, καὶ ἀρχιερέως λογικάς ουσίας Χριστῷ προσάγοντος· τοὺς μὲν, ὥς φησί τις τῶν θεολογίας προσηγορία, λαχόντων, τὸ ἅγιον καὶ ὑπερουράνιον πῦρ ἐπιδημοῦν καταφλέγει, διὰ τὸ ἔτι ἐλλιπὲς τῆς καθάρσεως· τοὺς δὲ πάλιν φωτίζει διὰ τὸ μέτρον τῆς τελειότητος· τὸ αὐτὸ γὰρ πῦρ καταναλίσκον καὶ φωτίζον φῶς ὀνομάζεται· ὅθεν καί τινες ἐκ προσευχῆς ἐξιόντες ὡς ἀπὸ πυρὸς καμίνου ποιοῦνται τὴν ἔξοδον κουφισμὸν ῥύπου τινὸς καὶ ὕλης αἰσθόμενοι· ἕτερος δὲ ὡς ἐκ φωτός πεφωτισμένοι, καὶ διπλοίδα ταπεινώσεως, καὶ ἀγαλλιάσεως ημφιεσμένοι. Οἱ γὰρ ἐκτὸς τῶν δύο τούτων ενεργικῶν ἐκ προσευχῆς ἐξεληλυθότες σωματικώς, ἵνα μὴ είπω, Ἰουδαϊκῶς προσηύξαν το, καὶ οὐ πνευματικῶς. Εἰ σῶμα σώματος προσ- 439 ψαῦον ἀλλοιοῦται τῇ ἐνεργείᾳ, πῶς δ᾽ ἂν καὶ οὐκ ἀλ λοιωθήσεται ὁ Θεοῦ σώματος αθώοις χερσί προσ ψαύων; Ἔστι κατὰ τὸν ἐπὶ γῆς βασιλέα, καὶ τὸν ἡμέτερον πανάγαθον βασιλέα θεάσασθαι, ποτὲ μὲν δι' ἑαυτοῦ, ποτὲ δὲ διὰ φίλου· ἄλλο τε δὲ διὰ δούλου· ἔστι δὲ ὅτε καὶ ἀγνώστως τὰς αὐτοῦ δωρεάς τοῖς στρατιώταις αὐτοῦ χαριζόμενον· λοιπὸν δὲ καὶ κατὰ τὸν χιτῶνα τῆς προσούσης ἡμῖν ταπεινώσεως· ὥσπερ τῷ ἐπὶ γῆς βασιλεῖ ὁ αὐτῷ παριστάμενος, καὶ τὸ πρόσωπον τὸ οἰκεῖον ἀποστρέφων, καὶ τοῖς ἐχθροῖς τοῦ δεσπότου διαλεγόμενος βδελυκτός· οὕτως ὑπὸ Κυρίου βδελύσσει
col. 1139–1140page 281 of 294
PG 88:1139ται ὁ ἐν προσευχῇ παριστάμενος, καὶ ἀκαθάρτους λογισμούς προσλαμβανόμενος έρχομένου τοῦ κυνὸς [ἐρχόμενον τὸν κύνα] τῷ ὅπλῳ δίωκε καὶ ὁσάκις ἀναιδεύεται, μὴ ἐνδώσεις αὐτῷ· αἴτει διὰ πένθους, ζήτει δι' ὑπακοῆς· κρούε διὰ μακροθυμίας· οὐ γὰρ οὕτως αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Φυλάττου μὴ, ὡς ἔτυχεν, ὑπὲρ εὔξασθαι θήλεως ἐν προσευχῇ σου, μήπως ἐκ δεξιῶν συληθήσῃ. Μὴ θέλε τὰς σωματικὰς πράξεις ἐξαγορεύειν, ὡς εἰσιν ἵνα μὴ ἑαυτῷ ἀντεπίβουλος για νη. Μή γένηταί σοι ὁ τῆς προσευχής καιρός, σκέψεως ἀναγκαίων καὶ πνευματικών πραγμάτων ὥρα. Ει δὲ μὴ τὸ κρεῖττον ἐκλάπης, ὁ κρατῶν ἀπαύστως την τῆς προσευχῆς βακτηρίαν, οὐ προσκάψει. Εἰ δὲ καὶ συμβῇ, ὅμως οὐ πεσεῖται εἰς τέλος προσευχὴ γάρ ἐστι Θεοῦ τυραννὶς εὐσεβής, τὴν ταύτης ὠφέλειαν ἐκ τῶν δαιμονικῶν ἐμποδίων ἐν καιρῷ συνάξεως τεχ μαιρόμεθα. Τὸν δὲ ταύτης καρπὸν ἐκ τῆς τοῦ ἐχθροῦ ἥττης· Ἐν τούτῳ γὰρ ἔγνων, ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχάρῃ ἐν καιρῷ πολέμου ὁ ἐχθρός μου ἐπ' ἐμέ. Εκέκραξα, φησὶν ὁ Ψάλλων, ἐν ὅλῃ 13 καρδίᾳ μου τοῦτ' ἔστι, σώματι, καὶ ψυχῇ, καὶ πνεύματι. Ὅπου γὰρ εἰσι δύο οἱ ἔσχατοι συνειλε αμένοι, ἐκεῖ ἐστιν ὁ Θεὸς ἐν μέσῳ αὐτων. Οὐδὲ τὰ κατὰ σῶμα, οὐδὲ τὰ κατὰ πνεῦμα πάντα ὅμοια. Τισί μὲν γὰρ τὸ σύντομον· τισὶ δὲ τὸ σχολαιότερον ἐν τῇ ψαλμωδία συνέρχεται· οἱ μὲν γὰρ τῇ αἰχμαλωσία, οἱ δὲ τῇ ἀμαθία λέγουσι πολεμεῖν. Ἐὰν ἀδιαλείπτως κατὰ τῶν τῶν ἐχθρῶν ἐντυγχάνῃς τῷ βασιλεῖ, ἡνίκα πρὸς σὲ παραγίνωνται, θάρσει, οὐ κοπιάσεις· αὐτοὶ γὰρ ἐφ' ἑαυτοῖς συντόμως του ἀποστήσονται· οὐ γὰρ θέλουσιν οἱ ἀνόσιοι καθορᾷν σε στέφανον λαμβάνειν διὰ προσευχῆς ἐκ τῆς πρὸς αὐτοὺς μάχης· πρὸς δὲ τούτοις, καὶ ὡς ἀπὸ πυρὸς μαστιζόμενοι ὑπὸ τῆς προσευχῆς φεύξονται. Ανδρείαν κτῆσαι πᾶσαν, καὶ ἕξεις Θεὸν διδάσκαλον προσευχῆς σου Οὐκ ἔστι τὸ βλέπειν, διὰ λόγου μανθάνειν, τῇ φύσει γὰρ ἔπι ται· οὐδὲ προσευχῆς κάλλος δι᾿ ἑτέρας διδαχῆς· αὐτὴ γὰρ ἐφ' ἑαυτῆς διδάσκαλον τὸν Θεὸν ἔχει τὸν διδά σκοντα ἄνθρωπον γνῶσιν, καὶ διδόντα εὐχὴν τῷ εὐχο μένῳ, καὶ εὐλογοῦντα ἔτη δικαίων. ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ ΚΗ. Περὶ προσευχῆς. Σχόλιον α'. Τῇ κακία νηπιαζόντων, κατά τήν Ἐὰν μὴ στι φῆτε καὶ γένησθε ὡς τὰ παιδία. Σχόλιον β'. Ὅτι ἐν προσευχὴ οὐ δεῖ πολυλογεῖν, ἢ πολλά λέ γειν πρὸς ἅπαξ· ἀλλὰ μονολογεῖν, ήγουν τὰ αὐτὰ πολλάκις.
col. 1141–1142page 282 of 294
PG 88:1141Σχόλιον γ'. Ὥσπερ τὰ νήπια οι γυμνάζοντες μικρὸν προβαίνοντα καὶ καταπίπτοντα ἀνορθοῦσι πάλιν, καὶ τὸ πλεῖον βαδίζειν παιδεύουσιν, οὕτω καὶ ἡμεῖς τὸν ἡμέ τερον νοῦν ἐν τῇ προσευχῇ τῆς πρὸς Θεὸν νεύσεως καταπίπτοντα, ἀνορθῶμεν πάλιν καὶ ἀνιστῶμεν, ἕως τὸ ἄπτωτον κτήσεται, Σχόλιον δ'. Ο Θεὸς ἥλιος ἐστι δικαιοσύνης, ὡς γέγραπται, πάσας ἁπλῶς τὰς ἀκτῖνας ἐπιλάμπων τῆς ἀγαθότητος· ἡ δὲ ψυχή, ή χηρὸς ὡς φιλόθεος, ἢ πηλὸς, ὡς φιλοῦλος κατά γνώμην γίνεσθαι πέφυκεν. Ὥσπερ οὖν ὁ πηλὸς κατὰ φύσιν ἡλίῳ ξηραίνεται, ὁ δὲ κηρὸς φυ σικῶς ἀπαλύνεται· οὕτω καὶ πᾶσα ψυχὴ φιλόυλος καὶ φιλόκοσμος ἀπὸ Θεοῦ νουθετημένη, καὶ ὡς πηλὸς κατὰ γνώμην ἀντιτυποῦσα σκληρύνεται, καὶ ἑαυτὴν ὠθεῖ κατὰ Φαραὼ πρὸς ἀπώλειαν· ἡ δὲ φιλόθεος, ὡς κηρὸς ἀπαλύνεται, καὶ τοὺς τῶν θείων τύπους καὶ χαρακτῆρας εἰσδεχομένη, γίνεται Θεοῦ κατοικητήριον ἐν πνεύματι. Σχόλιον ε'. Ἐν τρισὶ τρόπος ευρίσκεται τῶν ἀγωνιζομένων· ἐν τοῖς νοήμασι τῶν αἰσθητῶν, ἐν τῇ θεωρίᾳ αὐτῶν, καὶ ἐν τῇ καταστάσει τῆς προσευχῆς. Σχόλιον ς. Ο σωματικός κόπος τοῖς ἀρχαρίοις, ἢ ἀτελέσι κατὰ τὴν πνευματικὴν ἡλικίαν ὠφέλιμος ἐστιν ἀγαν τοῖς δὲ τελείοις πάρεργος, ὡς ἀρκουμένοις μόνῳ τῷ νοῖ καὶ τῷ ἀσχηματίστῳ τῆς ψυχῆς· καὶ τοῖς μὲν νηπίοις χρεία καὶ μετανοιῶν, καὶ χειρῶν μακρὰν ἐκτάσεως, καὶ παννύχου στάσεως, καὶ ἄλλων, ἵνα συνεθισθῇ ὁ νοῦς τῷ σώματι εἰς εὐχήν. Οἱ δὲ τέλειοι τῷ νοῦ ἀρκούμενοι μᾶλλον άπαυστον καὶ διηνεκή κέτ κτηνται τὴν εὐχὴν, εἰ καὶ σώματι οὐ βλέπονται πράττοντες. Σχόλιον ζ. Ὁ Θεὸς οὔτε θεὸν ἔχει ἐν φοβηθήσεται, οὔτε ἄν θρωπον, ὃν ἐντραπήσεται· οὐκ ἔστι προσωποληψία παρ' αὐτῷ· κριτής γάρ ἐστιν ἀδικίας καὶ δικαιοσύνης, τουτέστιν ἀδίκων· δικαίῳ γὰρ νόμος οὐ κεῖται. Σχόλιον η'. Κατ' οἰκονομίας ἐστὶν, ὅτι ὁ Θεὸς οὐ παρέχει τοῖς αἰτοῦσι τὰς χάριτας. Λαβόντες γὰρ πολλάκις τοῦ δε δωκότος ἐπελάθοντο· ὡς τό· Εφαγεν Ιακώβ, καὶ τὰ ἑξῆς· καί· Ἐκάθισεν ὁ λαὸς φαγεῖν, καὶ πιεῖν, καὶ ἀνέστη τοῦ παίζειν. Σχόλιον Ἰσαὰκ θ'. Ἐὰν δεηθῇς τοῦ Θεοῦ περὶ πράγματος καὶ μακροθυμήσῃ τοῦ μὴ ταχέως ὑπακοῦσαί σου, μὴ λυποῦ· οὐ γὰρ εἶ σὺ τοῦ Θεοῦ σοφώτερος· τοῦτο δὲ συμβαίνει σαι, ἢ διὰ τὸ ἀνάξιόν σε ὄντα τυχεῖν τῆς αἰτήσεως· ή διὰ τὸ μὴ εἶναι τὰς ὁδοὺς τῆς καρδίας σου ἐφαμίλλους τοῖς αἰτήμασί σου· ἀλλ' ἐναντίον, ἢ διὰ τὸ μήπω ἐφθακέναι σε τὸ μέτρον τοῦ δέξασθαι τὸ χάρισμα
col. 1143–1144page 283 of 294
PG 88:1143ὅπερ α!τεῖς· καθότι οὐ δεῖ εἰς μεγάλα μέτρα πρό καιροῦ ἐπιβάλλειν ἑαυτὸν, ἵνα μὴ αἰσχυνθῇ τὸ χάρι σμα τοῦ Θεοῦ τῇ ταχύτητα τῆς ὑποδοχῆς αὐτοῦ· τῶν γὰρ βάδιον καταβαλλόμενον ταχέως καὶ ἀπόλλυται. Εκαστον δὲ πράγμα μετά τόνου καρδίας εὑρισκόμενον, μετά παραφυλακῆς καὶ φυλάττεται. Σχόλιον τ. (α) Ο ἐν συνηθεία προσεύχεσθαι.... Σχόλιον ια'. Τη ιδιαζούσῃ ὅπερ ἔγνων ἐγὼ ἐκ πείρας μυρίων παθών. Σχόλιον ιβ'. Τη μετὰ πλήθους· τοῦτο ἀγνοῶ μὲν, πιστεύω δέ, Σχόλιον ιγ. Ο κατὰ Θεὸν ζῆν αἱρετισάμενος πάσης ὀργῆς ἀπ ήλλακται, καὶ οὐδ᾽ ὅλως τὸν πλησίον μισεί. Σχόλιον Μ. Πλατυνθείς, φησί, ὑπὸ τῆς χάριτος, τότε ὁ νοῦς πρὸς τὸν διδόντα τοῖς εὐχομένοις, καὶ ἐξ αὐτοῦ ἐμε πνεόμενος, πρὸς τοὺς ἀφ' ἑαυτοῦ προφερομένους τῶν εὐχῶν λόγους οὐκ ἀσχολεῖται· περὶ ὧν ὁ ἔργῳ δοκι μάσας τοὺς λόγους παράψεται, ἐκ τῆς ποσότητος την ποιότητα εμπορευσάμενος. Σχόλιον κ'. Προσευχόμενος, φησίν, αἰσθητῷ τινι πράγματι το θεῖον μὴ παρείκαζε, ἵνα μὴ καὶ τῆς ὀρθῆς ἀποπέσης Ο δόξης. (α) Σχόλιον ις'. Εκλεισάς σου τὰ σπλάγχνα τῆς εὐποιίας κλείσω μου κἀγὼ τους κόλπους τῆς ἀνέσεως ἐν καιρῷ το μωρίας σου. Αλλο. Εὐποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα, Τί κλαίεις εὐχόμενος; σὺ τὰ δάκρυα τοῦ κίνητος βλέπων οὐκ ἐλεεῖς; Αλλο, Ο Θεός σε πῶς ἐλεήσει; Πτερόν ἐστι τῆς εὐχῆς ἡ ἐλεημοσύνη· ἐὰν μὴ ποιήσῃς πτερὸν τῇ εὐχῃ σου, οὐκ ἀνέρχεται εἰς ὕψος· ὅταν δὲ πτεροποιηθῇ ἡ εὐ χή σου, ίπταται εἰς τὸν οὐρανόν. Ωσπερ γὰρ πῦρ ἐὰν μὴ ἔχῃ ἔλαιον ἐπιστάζον, σβέννυται· οὕτως καὶ ἡ εὐχὴ, ἐὰν μὴ ἔχῃ ἐλεημοσύνην ἀφανίζεται. Σχόλιον ιζ. Τὸ ἑξῆς ἐστι τὰ λ', καὶ ξ', & καὶ ἐν τοῖς κοσμικοῖς εἰσι. Τὰ μὲν δ' οἱ γυναιξὶ συζώντες, καὶ σωφρονοῦντες· τὰ δὲ ξ, οἱ ἄζυγες, καὶ βίον ἐνάρετον μετερχόμενοι· τὰ δὲ ρ', οἱ κόσμον πάντα μισήσαντες, καὶ Θεῷ ζῇν μόνῳ αἱρετισάμενοι. Σχόλιων ιη'. Πῦρ ἐνθάδε τὸν θεϊκὸν λέγει πόθον, οὗ ἀναληφθέν
col. 1145–1146page 284 of 294
PG 88:1145τος ἐν τῇ καρδίᾳ ὁ νοῦς ἀνυψώθη εἰς οὐρανὸν, καὶ λοιπὸν ἐν τῷ τοιούτῳ ἀνώγεῳ τῆς ψυχῆς ήγουν φρο νήματι τῶν γηϊνῶν ὑψηλοτέρω, ἡ τοῦ θείου πνεύμα της κατάβασις γέγονε, ὡς καὶ ἐπὶ τῶν ἀποστόλων αἰσθητῶς. Σχόλιον ιθ'. Αμφότερα επίσης τὴν ψυχὴν εὐεργετοῦσε, καὶ θείαν αὐτῇ ἐμποιοῦσι κατάνυξιν. Σχόλιον κ. Τῶν τῆς γῆς ἀφιστῶντα. Σχόλιον και. Μὴ ἀναχώρει τῆς εὐχῆς, μέχρι τὰ κινηθέντα θεο πάροχα δάκρυα, καὶ τὸ τῆς κατανύξεως πῦρ πάλιν κατ' οικονομίαν τὴν γενομένην δι' ἔπαρσιν σταλώ ἄν· ὅτι, φησίν, οὐκ οἶδες εἰ ἄλλοτέ ποτε τοιούτων προξένου παραστάσεων τύχης. Σχόλιον κβ'. Οἷον κατανοεῖν, καὶ ἀναθεωρεῖν ἑαυτόν. Καὶ ἄλλο τὸ ἐπίσκοπον γενέσθαι, καὶ ἄρχοντα τῶν παθῶν, δ καὶ παρὰ πολὺ τοῦ προτέρου μείζον. Αλλο. Αρχων μὲν ἐστιν ὁ νοῦς, ὅταν τὰ καθ᾿ ἑαυτόν, καὶ τὰ περὶ αὐτὸν, ήγουν τὰς δυνάμεις τῆς ψυχῆς, καὶ τὰ τοῦ σώματος αισθητήρια καλώς περιέπῃ, καὶ διεξέρχεται· ἀρχιερεὺς δὲ, ὅτε τὰ νοήματα καθαρὰ καὶ ἀπκίβδηλα τῷ θείῳ θυσιαστηρίῳ δι' εὐχῆς προσ άγῃ· καὶ ἄρχοντος μὲν ἐστι, τὸ ἐπισκοπῆσαι τὰ ἑκτός· ἀρχιερέως δὲ, τὸ συνεχῶς ἐπισκοπεῖν, καὶ τὰ ἐκτὸς καὶ τὰ ἐντός. Σχόλιον κγ'. Περὶ τῶν ἁγιασμάτων λέγει. Σχόλιον κδ'. Κύνα λέγει τὸν ὑποσυλοῦντα τὸν νοῦν διὰ προφάσεως ἐκ τῆς προσευχῆς δαίμονα, δν δεῖ διώκειν τῇ κατ' αὐτοῦ πρὸς Θεὸν ἐντεύξει. Σχόλιον κε'. Σημείωσαι, ὅτι τὰς αἰσχρὰς πράξεις οὐ δεῖ κατ' εἶδος πρὸς λεπτὸν ἐξαγορεύειν ἐν τῇ προσευχή. Αλλο. Ο γνωστικός, καὶ εἰδὼς τὴν ἀλήθειαν οὐ διὰ μνήμης τῶν πραχθέντων, ἀλλὰ δι' ὑπομονῆς τῶν ἐπερχομένων ἐξομολογεῖται τῷ Θεῷ. Σχόλιον κς'. Οὐ χρήζει, φησί, διδασκάλου εἰς τὸ προσεύχεσθαι ἀλλὰ τῆς ἑαυτοῦ ιδίας προθυμίας, δι᾿ ἣν αὐτὸς ὁ Θεὸς ἐκείνῳ διδάσκαλος ἐφίσταται. Καὶ γὰρ ἐννό μως, καὶ προθύμως προσευχόμενον ὁ Θεὸς διὰ φω τισμοῦ διδάσκει, καὶ τὸν νοῦν αὐτοῦ ἀπὸ πλάνης βέβαιον ίστησι, καὶ τῆς αἰχμαλωσίας ἀπαλλάττει. *Αλλο Μαξίμου. Ὁ τὸν Θεὸν γνησίως ἀγαπῶν, ἀμετεωρίσεως προσεύχεται· ὁ ἀμετεωρίστως προσευχόμενος, γνησ σίως τὸν Θεὸν ἀγαπᾷ. Οὐκ ἀμετεωρίστως προσεύ

Step XXIXGradus XXIX

col. 1147–1148page 285 of 294
PG 88:1147χεται ὁ τὴν ψυχὴν τοῖς γηΐνοις προσκεκολλημένην έχων. Ούκουν τὸν Θεὸν ἀγαπᾷ ὁ τὸν νοῦν τῇ πρὸς τὰ ἀνθρώπινα προσπαθείᾳ δεδεμένον ἔχων. Αλλο Νείλου. Προσευχή ἐστι ἀνάβασις τοῦ πρὸς Θεόν προσοχή προσευχὴν ζητοῦσα προσευχὴν εὐροῦσα· προσοχή γὰρ προσευχὴ (α), εἰ καί τι ἄλλο ἔπεται ἐφ' ᾗ σπουδαστέον. ΛΟΓΟΣ ΚΘ'. Περὶ τοῦ ἐπιγείου οὐρανοῦ τῆς θεομιμήτου ἀπα θείας, καὶ τελειότητος, καὶ ἀναστάσεως ψυχῆς πρὸ τῆς κοινῆς ἀναστάσεως. Ἰδοὺ λοιπὸν καὶ ἡμεῖς οἱ τεθέντες ἐν λάκκῳ ἀγνω σίας βαθυτάτῳ καὶ σκοτεινοῖς πάθεσι, καὶ σκιᾷ θα νάτου τούτου τοῦ σώματος, περὶ τοῦ ἐπιγείου οὐρα νοῦ ἐκ θρασύτητος φιλοσοφεῖν ἀρχόμεθα. Έχει μὲν γὰρ τὸ στερέωμα τοὺς ἀστέρας κάλλος, ἡ δὲ ἀπά θεια τὰς ἀρετὰς κόσμον· οὐδὲν γὰρ ἕτερόν τι ἔγωγε ἀπάθειαν ὑπείληφα εἶναι· ἀλλ᾽ ἢ ἐγκάρδιον νούς ού ρανὸν, τὰς τῶν δαιμόνων πανουργίας, αθύρματα λοιπὸν λογιζόμενον. Ἀπαθὴς μὲν οὖν κυρίως καὶ υπάρχει, καὶ γνωρίζεται, ὁ τὴν σάρκα μὲν ἄφθαρτον ποιήσας, τὸν δὲ νοῦν τῆς κτίσεως ἀνυψώσας, τὰς δὲ πάσας αἰσθήσεις τούτῳ ὑποτάξας· τῷ δὲ προσώπῳ Κυρίου τὴν ψυχὴν παραστήσας ὑπὲρ τὴν ἑαυτῆς ἴσω χὺν πρὸς αὐτὸν ἀεὶ ἐπεκτεινομένης. Τινὲς δὲ πάλιν ἀπάθειαν εἶναι ὁρίζονται ἀνάστασιν ψυχῆς πρὸ τοῦ σώματος· ἄλλοι δὲ ἐπίγνωσιν Θεοῦ τελείαν, ἀγγέλων δευτέραν· αὕτη οὖν ἡ τελεία τῶν τελείων ἀτέλεστος τελειότης καθά μοί τίς αὐτῆς γευσάμενος ὑφηγήσατο, οὕτω λοιπὸν τὸν νοῦν ἁγιάζει, καὶ τῶν ὑλῶν ἀφαρπάζει, ὡς τὸ πολὺ τῆς ἐν σαρκὶ ζωῆς, μετὰ τὴν κατάληψιν μέντοι τοῦ οὐρανίου λιμένος, ἐν οὐ ρανῷ ἐξεστηκότα αὐτὸν πρὸς θεωρίαν ἀνυψοί περὶ οὗ καί φησί που ὁ πεῖραν ἴσως ειληφώς, ὅτι τοῦ Θεοῦ οἱ κραταιοί τῆς γῆς σφόδρα ἐπήρθησαν τοιοῦτον ἔγνωμεν καὶ τὸν Αἰγύπτιον, τὸν μὴ ἐῶντα τὰς ἑαυτοῦ χεῖρας ἐπὶ πολὺ τεταμένας εν προσευχή, ἡνίκα ἂν μετά τινων προσηύχετο. απάθειαν προσοχή οι προσευχή. Ἔστιν ἀπαθὴς καὶ ἔστιν ἀπαθοῦς ἀπαθέστε ρος. Ὁ μὲν γὰρ ἰσχυρῶς μισεῖ τὰ πονηρὰ, ὁ δὲ ἀπλείστως πλουτεῖ ἐν ἀρεταῖς, καὶ ἡ ἁγνεία ἀπάθεια λέγεται, καὶ εἰκότως. Προοίμιον γὰρ τῆς κοινῆς ἀνα στάσεως καὶ ἀφθαρσίας φθαρτών. Απάθειαν ἔδειξεν ὁ εἰπών· Νοῦν Κυρίου κέκτημαι. Απάθειαν ἔδειξεν ὁ εἰπὼν Αἰγύπτιος, μὴ φοβεῖσθαι τὸν Κύριον. Απά θειαν ἔδειξεν ὁ ἀνθυποστρέψαι τὰ πάθη εὐξάμενος. Τίς πρὸ τῆς μελλούσης λαμπρότητος, ὡς ὁ Σύρος ἐκεῖνος ἀπαθείας ἠξίωται; Ὁ μὲν γὰρ Δαυὶδ ὁ περί φημος ἐν προφήταις· "Ανες μοι, φησίν πρὸς Κύ
col. 1149–1150page 286 of 294
PG 88:1149ριον, ἵνα ἀναψύξω. Ὁ δὲ τοῦ Θεοῦ ἀθλητής "Ανε; τὰ κύματα τῆς χάριτός σου. Απάθειαν ἔχει ψυχή, ἡ οὕτως ποιωθεῖσα ταῖς ἀρεταῖς, ὡς οἱ ἐμπαθεῖς ταῖς ἡδοναῖς. Εἰ τοῦτο όρος γαστριμαργίας, τὸ, καὶ μὴ δι ὀρεγόμενον βιάζεσθαι, τοῦτο πάντως ὅρος ἐγκρατείας, τὸ καὶ πεινῶσαν τὴν φύσιν ἀνυπεύθυνον οὖσαν ἐπι κρατεῖν. Εἰ τοῦτο ὄρος λαγνείας, τό, καὶ ἐπὶ ζώοις καὶ ἀψύχοις μαίνεσθαι· τοῦτο ὄρος ἁγνείας, τό, ἐπὶ πᾶσιν ὡς ἀψύχοις τῇ αἰσθήσει διακείσθαι. Εἰ τοῦτο φιλαργυρίας πέρας τό, μηδέποτε του συναθροίζειν παύεσθαι, ἢ κορέννυσθαι· τοῦτο ἀκτημοσύνης, τὸ, μηδὲ τοῦ σώματος φείσασθαι τοῦ ἰδίου. Εἰ τοῦτο ἀκηδίας πέρας, τὸν ἐν πάσῃ ὑπάρχοντα ἀνέσει ὑπο μονὴν μὴ κεκτῆσθαι· τοῦτο ὑπομονῆς, τὸ, ἐν θλίψει ὄντα, ἄνεσιν ἔχειν λογίζεσθαι. Εἰ τοῦτο ὀργῆς πέλα γος, τὸ καὶ μηδενός παρόντος θηριοῦσθαι· τοῦτο μακροθυμίας τοῦ ἀπόντος, τοῦ λοιδοροῦντος καὶ παρόντος ὡσαύτως γαλιαν [γαληνιᾷν]. Εἰ τοῦτο κενοδοξίας ύψος, τὸ καὶ μηδενὸς παρόντος τοῦ ἐπαινεῖν ἐφείλοντος κενοδοξίας ἔργα σχηματίζεσθαι, τοῦτο πάντως ἀκενοδοξίας εἶδος, τὸ μηδέποτε ἐν παρουσ; σίαις τὴν ἔννοιαν κλέπτεσθαι. Εἰ τοῦτο εἶδος ἀπω λείας εἴγουν ὑπερηφανίας τὰ ἐν εὐτελεῖ σχήματι επαίρεσθαι, τοῦτο σωτηριώδες ταπεινώσεως τεκμήριον, τὸ ἐν ὑψηλοῖς ἐγχειρήμασι, καὶ κατορθώμασι; 448 ταπεινὸν ἔχειν φρόνημα. Καὶ εἰ τοῦτο ἐμπαθείας παντελοῦς τεκμήριον, τὸ πᾶσι τοῖς ὑπὸ δαιμόνων ὑποσπειρομένοις σχεδὸν ἐξέως ὑπείκειν. Ἐγὼ τοῦτο τῆς ἁγίας ἀπαθείας υπείληφα γνώρισμα, τὰ δύνασθαι ἐναργώς λέγειν· Ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ που τηροῦ οὐκ ἐγίνωσκον, οὐδὲ πῶς ἐλήλυθεν, οὐδὲ τίνος ἕνεκα, οὐδὲ πῶς ἀπελήλυθεν, ἀλλ' ὅλος λοιπὸν ἀναισθήτως πρὸς τὰ τοιαῦτα ἔχω· ἡνωμένος ὅλος ὤν, καὶ ἀεὶ ἐσόμενος Θεῷ. Ο τοιαύτης καταστάσεως ἠξιωμένος, ἔτι ὧν ἐν σαρκί, αὐτὸν τὸν ἐνοικοῦντα ἀεὶ ἐν ἅπασι λόγοις, καὶ ἔργοις, καὶ διανοήμασιν ἔχει κυβερνώντα. "Οθεν λοιπὸν καὶ ὡς φωνῆς τινος, τῆς τοῦ Κυρίου βουλήσεως ἔνδον διὰ φωτισμοῦ ἀντιλαμβάνεται, πάσης διδασκαλίας ἀνθρωπίνης υψηλότερος γενόμενος Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; οὐ γὰρ φέρω λοιπὸν τοῦ πόθου τὴν ἐνέργειαν· ἀλλὰ ζητῶ, ὅπερ ἀθάνατον κάλλος πρὸ τῆς πηλοῦ μοι δέ Ζωχας. Ὁ ἀπαθὴς, τί δεῖ πολλὰ λέγειν; ζῇ μὲν οὐκ ἔτι αὐτὸς, ζῇ δὲ ἐν αὐτῷ ὁ Χριστὸς, καθά φησιν ὁ τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, καὶ τὸν δρόμον τετελεκώς, καὶ τὴν πίστιν τετηρηκώς ὀρθόδοξον. Οὐ συνίσταται διάδημα βασιλέως ἐξ ἑνὸς λίθου, καὶ οὐ τελειοῦται ἀπάθεια, ἂν μιᾶς ἀρετῆς καὶ τῆς τυ χούσης ἀμελήσωμεν· ἀπάθειαν μὲν νοήσεις, τὸ τοῦ ἐπουρανίου βασιλέως ἐν οὐρανοῖς παλάτιον. Πολλὰς δὲ μονὰς τὰς ἔνδον τῆς πόλεως ταύτης κατασκηνώ
col. 1151–1152page 287 of 294
PG 88:1151σεις Τείχος τὴν Ἱερουσαλήμ, τὴν τῶν πταισμά (ο των ἄφεσιν. Δράμωμεν, ἀδελφοί, τῆς ἐν τῷ νυμ φῶνι τοῦ παλατίου εἰσόδου τυχεῖν· εἰ δὲ ἔκ τινος ή φορτίου προλήψεως, ὦ τῆς συμφοράς! ή χρόνου προκατελήφθημεν, και μονήν τινα πέριξ τοῦ νυμ φῶνος προφθάσωμεν. Εἰ δὲ ἔτι ἐκλάζομεν, ἢ παρειμένοι τυγχάνομεν, κἂν ἐντὸς τοῦ επίχους παντί τρόπῳ γενώμεθα· ὁ γὰρ πρὸ τέλους ἐκεῖ μὴ εἰσελθὼν, μᾶλλον δὲ μὴ ὑπερβεβηκὼς ἐν ἐρημία αυλισθήσεται. Διὰ τοῦτό τις ηύχετο λέγων· Ἐν τῷ Θεῷ μου ὑπερ βήσομαι τεῖχος. Καὶ ἕτερος ὡς ἐκ προσώπου τοῦ Θεοῦ φησιν· Οὐχ αἱ ἁμαρτίαι ὑμῶν εἰσιν αἱ δια χωρίζουσαι ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ; Διαχ ψωμεν, ὦ φίλοι, τὸ μεσότειχον τοῦ φραγμοῦ, ὅπερ διὰ παρακοῆς κακῶς ᾠκοδομήσαμεν λάβωμεν ένω τεῦθεν λύσιν τοῦ χρέους, διότι οὐκ ἔστιν ἐν τῷ ᾅδῃ ὁ δυνάμενος άσασθαι. Σχολάσωμεν, ἀδελφοί, καὶ γὰρ σχολασταὶ ἀπεγράφημεν· οὐκ ἔστι πτῶμα, οὐκ ἔστι καιρὸν, οὐκ ἔστι φορτίον προφασίσασθαι· ὅσοι γὰρ ἔλαβον τὸν Κύριον διὰ λούτρου παλιγγενεσίας, ἔδωκε αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, εἰπών· Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι σ Θεός, καὶ ἡ ἀπάθεια. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν (α) Ατέλεστον τελειότητα Ανιστᾷ μὲν ἀπὸ τῆς εἰς οὐρανὸν πένητα νοῦν καὶ ἀπὸ κοπρίας παθῶν ἐγείρει πτωχὸν ἡ μακαρία ἀπάθεια· ἡ δὲ πανύμνητος ἀγάπη ποιεῖ αὐτὸν τοῦ καθίσαι μετὰ ἀρχόντων, ἁγίων ἀγγέλων, μετὰ ἀρ χόντων λαοῦ Κυρίου, ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ ΚΘ'. Περὶ ἀπαθείας. Σχόλιον α'. Τίς; Ὁ ἅγιος Εφραίμ (α). Σχόλιον β'. Οἱ γὰρ ἀπαθεῖς πρὸς τὸ ἄκρον ἐφετὸν ἀπορέσεως υπερεκτεινόμενοι ἀτέλεστον ποιοῦσι την τελειότητα διότι τῶν αἰωνίων ἀγαθῶν τέλος οὐκ ἔστι. Αλλο. Τελεία μὲν ὅσον πρὸς τὴ μέτρον τῆς ἀνθρωπίνης δυνάμεως· ἀτέλεστος δὲ ὡς ἀεὶ ὑπερβαίνουσα ταυ τὴν, ταῖς κατὰ μέρος προσθήκαις, καὶ ὑψευμένη διηνεκώς ταῖς πρὸς θάνατον ἀναβάσεσι. Αλλο Νείλου. Δύο τελειότητας νοητέον· μίαν μὲν πρόσκαιρον, τέλος ἀτέλεστον, τελειότης
col. 1153–1154page 288 of 294
PG 88:1153μίαν δὲ αιώνια,· περὶ ἧς γράφει ὁ Παῦλος· 'Οταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται· τὸ γὰρ, ὅταν ἔλθῃ τὸ τέλειον, σημαίνει, ὅτι ἐνταῦθα οὐ δυνάμεθα χωρῆσαι τὴν θείαν τελειότητα. Αλλο. Δύο τελειότητας Παῦλος ὁ θεσπέσιος ἐπίσταται, καὶ οἶδε τὸν αὐτὸν τέλειον, καὶ οὐ τέλειον ἄνθρωπον ὡς μὲν πρὸς τὸν παρόντα βίον τέλειον λεγόμενον ἄνθρωπον· καὶ ὡς πρὸς τὸν ἀληθῶς τέλειον, οὐ τέτ λεων· διό φησι· Οὐχ ὅτι ἔλαβον ή ήδη τετελείωμαι. Καὶ μετ' ὀλίγα λέγει· Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν. Σχόλιον γ. Απάθειαν ἔχει ψυχή, οὐχ ἡ μὴ πάσχουσα πρὸς τὰ πράγματα, ἀλλ᾽ ἡ καὶ πρὸς τὴν μνήμην αὐτῶν ἀτά ραχος διαμένουσα. Σχόλιον άλλο. Τήρησις ἐντολῶν Θεοῦ τίκτει ἀπάθειαν· ἀπάθεια δὲ ψυχῆς συντηρεί γνῶσιν. Σχόλιον δ'. Το τῆς φιλαργυρίας πάθος ἐντεῦθεν ἐλέγχεται ἐν τῷ χαίροντα λαμβάνειν, καὶ λυπούμενον μεταδι Είναι· οὐ δύναται δὲ ὁ τοιοῦτος οικονομικός εἶναι. Σχόλιον τ. Σημείωσαι, ὅτι ἀπώλεια ἡ ὑπερηφανία ἰδικῶς· τὸ δ' ἐναντίον πρόδηλον. Σχόλιον ς'. Οὐχ ὑπομένει τὸ σκότος τὴν τοῦ φωτὸς παρουσ σίαν· οὐ νόσος ὑγείας ἐπιλαβούσης ἵσταται· οὐκ ἐνεργεῖ τὰ πάθη τῆς ἀπαθείας παρούσης. Σχόλιον ζ'. Κάλλος τὴν ἀθανασίαν, πηλὸν δὲ τὴν γεώδη ταύ την σάρκα, ἣν μετὰ τὴν παρανομίαν ὁ Ἀδὰμ ἠμφιάσατο, ὡς φησιν ὁ τῆς θεολογίας ἐπώνυμος. Σχόλιον η'. Πολλές μονὰς καλεῖ τὰ μέτρα τῆς διανοίας τῶν ἐν τῇ χώρᾳ ἐκείνῃ αὐλιζομένων· λέγω δὴ τὰς δια κρίσεις, καὶ διαφορὰς ἐν οἷς κατά διάνοιαν έντρα φῶσιν· οὐ γὰρ διαφοράς τόπων, ἀλλὰ τάξεις χα ρισμάτων πολλὰς μονάς είρηκεν. ΛΟΓΟΣ Α'. Περὶ τοῦ συνδέσμου τῆς ἐναρέτου τριάδος ἐν ἀρεταῖς. Νυνὶ δὲ λοιπόν, μετὰ πάντα τὰ προειρημένα, μένει τὰ τρία ταῦτα, τὰ τὸν σύνδεσμον πάντων ἐπισφίγ

Step XXXGradus XXX

col. 1155–1156page 289 of 294
PG 88:1155Μείζων δὲ πάντων ἡ ἀγάπη· Θεὸς γὰρ ὀνομάζεται. Πλὴν ἔγωγε τὴν μὲν ἀκτῖνα ὁρῶ, τὴν δὲ φῶς, τὴν δὲ κύκλον· πάντα δὲ ἐν ἀπαύγασμα καὶ μίαν λαμπρότητα. Η μὲν γὰρ πάντα δύναται καὶ ποιεῖν, καὶ δημιουργεῖν· τὴν δὲ ἔλεος Θεοῦ περικυκλοῖ, καὶ ἀκαταίσχυντον ποιεῖ· ἡ δὲ οὐδὲ πίπτει οὐδ᾽ ἑστήκει τοῦ θέειν· οὐδὲ τὸν τρωθέντα ἠρεμεῖν λοιπὸν τῆς μακαρίας μανία; ἐξ. Ο περὶ ἀγάπης Θεοῦ λέγειν βουλόμενος, περὶ Θεοῦ λέγειν ἐπεχείρησε. Περὶ Θεοῦ δὲ λόγος διεξιέναι, σφαλερὸν καὶ ἐπικίνδυνον τοῖς μὴ προσέχουσιν. Ὁ περὶ ἀγάπης λόγος, ἀγγέλοις γνώριμος κἀκείνοις κατὰ τὴν ἐνέργειαν τῆς ἐλε λάμψεως· 'Αγάπη ὁ Θεός ἐστιν, ὁ ὅρον δὲ τούτου λέγειν βουλόμενος, ἐν ἀβύσσω τυφλώττων τὸν ψάμμον μετρεῖ. γοντα καὶ κρατοῦντα, πίστις, ἐλπὶς, ἀγάπη Αγάπη κατὰ μὲν ποιότητα ὁμοίωσις Θεοῦ, καθ' ὅσον βροτοῖς ἐφικτόν. Κατὰ δὲ ἐνέργειαν μέθη ψυχῆς· κατὰ δὲ τὴν ἰδιότητα πηγὴ πίστεως, ἄβυσσος μακροθυμίας, θάλασσα ταπεινώσεως· ἀγάπη ἐστὶ κυρίως ἀπόθεσις παντοίας ἐναντίας εννοίας εἴπερ ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν. ᾿Αγάπη, καὶ ἀπάθεια, καὶ υἱοθεσία, τοῖς ἐνύμασι, καὶ μόνοις δια κέκριται. Ως φῶς, καὶ πῦρ, καὶ φλοξ εἰς μίαν συν τρέχουσιν ἐνέργειαν οὕτω καὶ περὶ τούτων νόει. Κατὰ τὸ μέτρον τῆς ἐλλείψεως ἐνυπάρχει φόβος· ὁ γὰρ φόβου χωρὶς ἀγάπης πεπλήρωται, ἢ τὴν ψυχὴν νενέκρωται· οὐδὲν τὸ δυσχερὲς ἀπὸ τῶν ἀνθρωπίνων καὶ πόθου, καὶ φόβου, καὶ σπουδῆς, καὶ ζήλου, καὶ δουλείας, καὶ ἔρωτος Θεοῦ παραθεῖναι εἰκόνας. Μα κάριος ὅστις τοιοῦτον πρὸς Θεὸν ἐκτήσατο ἔρωτα. οἷον μανικὸς ἐραστής πρὸς τὴν ἑαυτοῦ ἐρωμένη, κέκτηται Μακάριος ὁ οὕτως φοβηθεὶς τὸν Κύ ριον, ὡς δικαστὴν κατάδικο: δεδοίκασι· μακάριος ὁ οὕτως σπουδαῖος γενόμενος ἐν τῇ ὄντως σπουδή, ὡς εὐγνώμονες δοῦλοι πρὸς τὸν οἰκεῖον κύριον. Μακά ριος ὃς οὕτως ζηλωτὴς ἐν ἀρεταῖς γέγονεν, ὡς οἱ περὶ τὰς ἑαυτῶν ὁμοζύγους ἐκ ζήλου νήφοντες. Μα κάριος ὁ οὕτως Κυρίῳ ἐν προσευχῇ παριστάμενος, ὡς ὑπηρέται βασιλεί παρεστήκασι Μακάριος ὁ Κύριον, ὡς ἀνθρώπους ἀποθεραπεύειν ἀνελλιπῶς ἀγωνιζόμενος· οὐχ οὕτως μήτηρ ὑπομαζίῳ ὡς ἀγά πης υἱὸς τῷ Κυρίῳ προσκολλᾶσθαι πέφυκε πάντοτε. Ο ὄντως ἐρῶν ἀεὶ τὸ τοῦ φιλουμένου πρόσωπον φαντάζεται, καὶ τοῦτο ἔνδον ἐνηδόνως περιπτύσσεται ὁ τοιοῦτος. Οὐκ ἔτι οὐδὲ καθ᾽ ὕπνους ἠρεμεῖν τοῦ πόθου δύναται· ἀλλὰ κἀκεῖσε πρὸς τὸ ποθούμενον άδολεσχει. Οὕτως ἐπὶ σωμάτων, οὕτως ἐπὶ ἀσωμάτ των πέφυκε γίνεσθαι. Τρωθείς τις περὶ ἑαυτοῦ ἔλε γεν, ὅπερ θαυμάζω, ὡς Ἐγὼ καθεύδω διὰ τὴν χρείαν τῆς φύσεως, ἡ δὲ καρδία μου ἀγρυπνεῖ διὰ τὸ πλῆθος τοῦ ἔρωτος. Σημειωτέον σαι, ὦ πισυνὲ, ὅτι περ μετά τούτων θηρίων παρὰ τῆς ἐλάφου ψυχής ὄλεθρον τότε ἐπιποθεῖ καὶ ἐκλείπει πρὸς Κύριον πυρὶ τῆς ἀγάπης, ὡς ὑπὸ τοῦ βαλλομένη. Η μὲν τῆς
col. 1157–1158page 290 of 294
PG 88:1157πείνης ενέργεια αδηλός τις καὶ ἀσήμαντος· ἡ δὲ τῆς είψης επιτατική τις καὶ προφανής, καὶ τοῦ φλογμοῦ πᾶσι σημαντική· διὰ τοῦτό φησιν ὁ Θεὸν ποθῶν Εδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν, τὸν ἰσχυρὸν, τὴν ζῶντα. Εἰ πρόσωπον φιλουμένου ένα αργῶς ὅλους ἡμᾶς μεταβάλλει, καὶ φαιδρούς, καὶ ἱλαρούς, καὶ ἀλύπους απεργάζεται· τί ἂν καὶ οὐ ποιήσει πρόσωπον Δεσπότου ἐν καθαρῇ ψυχῇ ἐπι δημίαν ἀοράτως ποιουμένου; Ὁ μὲν φέτος ὅταν αἰσθήσει ψυχῆς γένηται, ἐκτήκειν καὶ κατεσθίειν τὴν ρυπαρίαν πέφυκε. Καθήλωσον γάρ, φησίν, ἐπ τοῦ φόβου σου τὰς σάρκας μου. Η δὲ ὁσία ἀγάπη ενίους μὲν κατεσθίειν εξωθε, κατὰ τὸν εἰπόντα Εκαρδίωσας ἡμᾶς, ἐκαρδίωσας. Ποτέ δέ τινας λαμπρύνειν, καὶ ἀγαλλιᾶσθαι ποιεῖ. Ἐπ' αὐτῷ γάρ φησιν· “Πιπισεν ή καρδία μου καὶ ἐβοηθύνθην [ἐβοηθήθην), καὶ ἀνέταλεν [ἀνέθαλεν] ἡ σάρξ μεν καὶ καρδίας εὐφραινομένης, πρόσωπον θάλλει. Οταν λοιπὸν ὅλος ὁ ἄνθρωπος οἷόν πως συν ανακραθῇ τῇ τοῦ Θεοῦ ἀγάπῃ, τότε καὶ ἐκτὸς τοῦ ἐν τῷ σώματι ὡς δι' ἐσόπτρου τινὸς τὴν τῆς ψυχῆς δείκνυσι λαμπρότητα· οὕτως δοξάζεται Μωϋσῆς ὁ θεόπτης ἐκεῖνος. Οἱ τοιοῦτον ἰσάγγελον κατειληφότ τες, πολλάκις τροφῆς σωματικῆς ἐπιλανθάνονται. Οἶμαι δὲ οὐδὲ συχνότερον ταύτης ὀρέγονται. Καὶ οὐ θαῦμα· εἴπερ καὶ πόθος ἐναντίος πολλάκις τροφήν διεκρούσατο, οἶμαι τῶν ἀφθάρτων τούτων λοιπόν, μηδέ, ὡς ἔτυχε, τὸ σῶμα νοσηλεύεσθαι· ἡγνίσθη. γὰρ καὶ τρόπον τινὰ ἐφθαρτοποιήθη διά φλογές ἁγνείας διακοψάσης φλόγα Οἶμαι μηδὲ αὐτὴν βρῶσιν, ἣν προσίενται λοιπὸν μεθ' ηδύτητος προσ ἱεσθαι. "Υδωρ μὲν γὰρ ὑπόγειον ρίζαν φυτοῦ, τούς των δὲ ψυχὴν πῦρ οὐρανίον τρέφειν πέφυκεν· αύξη σις φύσου ἀρχὴ ἀγάπης· τέλος δὲ ἁγνείας υπόθεσις θεολογίας. Ο Θεῷ τελείως τὰς αἰσθήσεις ενώσας τοὺς λόγους αὐτοῦ μυσταγωγεῖται ὑπ' αὐτοῦ· τού των γὰρ μὴ συναφθέντων χαλεπόν περὶ Θεοῦ δια λέγεσθαι. Ενούσιος μὲν λόγος τελειοῖ ἀγνείαν, παρ ουσία ἑαυτοῦ νεκρώσας τὸν θάνατον· τούτου δὲ νεκρωθέντος, ὁ τῆς θεολογίας μαθητής πεφώτιστα. Ο λόγος Κυρίου ὁ ἐκ Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος· ὁ γὰρ Θεὸν μὴ γνούς στοχαστικῶς ἀποφθέγγεται ἀγνεία μαθητήν θεολόγον ειργάσατο δι' αυτού κρατύναντα τῆς τριάδος τῶν τριῶν τῶν τριῶν] τὰ δόγματα. Ὁ ἀγαπῶν τὸν Κύριον, τὸν ἀδελφὸν αὐτοῦ προηγάπησεν. ᾿Απόδειξις γὰρ τοῦ προτέρου τὸ δεύτερον. Ὁ ἀγαπῶν τὸν πλησίον οὐδέ ποτε καταλαλούντων ἀνέξεται· ὡς ἀπὸ πυρὸς μᾶλλον δὲ ἀποφεύξεται. Ο λέγων Κύριον ἀγαπᾶν καὶ τῷ ἀδελφῶν αὐτοῦ ὀργιζόμενος, ὅμοιός ἐστι τῷ καθ᾿ ὕπα νους τρέχοντι. Κράτος ἀγάπης ἐλπὶς, δι' αὐτῆς γὰρ τὸν τῆς ἀγάπης μισθὸν ἀπεκδεχόμεθα. Ελπίς ἐστιν ἀδήλου πλούτου πλοῦτος· ἐλπίς ἐστιν ἀνενδοίαστος πρὸ θησαυρού θησαυρός· αὕτη κόπων ἀνάπαυλαι, αὕτη ἀγάπης θύρα, αὕτη ἀναιρεῖ ἀπόγνωσιν, αὕτη τῶν ἀπὸ η το οι
col. 1159–1160page 291 of 294
PG 88:1159ταύτῃ δέδενται πόνοι, ταύτῃ κρέμανται κάποι· ταύ την κυκλοῖ ἔλεος. Εύελπις μοναχός, ἀκηδίας σφά κτην, ἐν μαχαίρα ταύτης, ἐκείνην τροπούμενη. Ελπίδα τίκτει δώρων Κυρίου πεῖρα· ὁ γὰρ ἄπειρος οὐκ ἀδίστακτος μένει. Ελπίδα (Ελπίς] λύει θυμός· ἡ μὲν γὰρ οὐ καταισχύνει· ἀνὴρ δὲ θυμώδης οὐκ εὐ σχήμων. όντων εἰκών· ἐλπίδος ἔλλειψες, ἀγάπης ἀφανισμός, Αγάπη προφητείας χορηγός· ἀγάπη τεράτων παρεκτική· ἀγάπη ἐλλάμψεως άβυσσος. ᾿Αγάπη πηγή πυρός· ὅσον ἀναβλύσει, τοσοῦτον τὸν διψώντα καταφλέξει· ἀγάπη ἀγγέλων στάσις· ἀγάπη προ κοπὴ τῶν αἰώνων. Απάγγειλον ἡμῖν, ὦ καλὴ ἐν ἀρεταῖς, τοῦ ποιμαίνεις τὰ προβατά σου, που κατα σκηνοῖς ἐν μεσημβρία; φώτισον ἡμᾶς, πότισαν ἡμᾶς, ὁδήγησον ἡμᾶς, χειραγώγησον ἡμᾶς, ἐπειδὴ λοιπὸν ἀναβαίνειν πρὸς σὲ βουλόμεθα. Σὺ γὰρ δε σπόζεις πάντων. Νῦν δέ μου ψυχὴν κεκαρδίωκας καὶ οὐ δύναμαι κατέχειν σου την φλόγα, δεν ὑμνή σας σε πορεύομαι· Σὺ δὲ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτ τῆς σὺ καταπραΰνεις, καὶ νεκροῖς· σὺ ταπει τοῖς ὡς τραυματίαν ὑπερήφανον λογισμόν· ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου, καὶ ἀπολεμήτους τοὺς τοὺς ἐραστὰς ἀπεργάζῃ. Πῶς δὲ ὁ Ἰακὼς ἐπὶ τὴν κλίσ μακά σε στηριγμένην τε έσται μαθεῖν ἐπείγομαι. Τι δὲ ἄρα τὸ εἶδος τῆς τοιαύτης ανόδου ερωμένη φράσον· τίς δὲ ὁ τρόπος καὶ ὁ ἔρανός σου τῆς τῶν βαθμῶν ἐκείνης συνθέσεως ἂς ἀναβάσεις εν τῇ καρδίᾳ αὐτοῦ διέθετο ὁ σας Εραστής· τίς δὲ ὁ ἀριθμὸς τούτων εδίψων γνῶναι· ὅσος δὲ ἄρα τοῦ δρόμου χρόνος. Τοὺς γὰρ χειραγωγούς ἀπήγγειλεν ὁ μαθὼν σου τὴν πάλην καὶ τὴν δρασιν· οὐδὲν δὲ ἕτερον φωτίζειν βεβούληται, μᾶλλον δὲ δεδύνηται, εἰ δέοι με λέγειν οἰκειότερον 'Η δὲ ὥσπερ ἐξ οὐρα νοῦ μοι φανεῖσα, ἡ βασίλισσα αὕτη, καὶ ὡς ἐν ὠτι Ο μου ψυχῆς τοῦτο προσομιλοῦσε ἔλεγεν· Ἐὰν μὴ λυ θῇς, ὦ ἐραστὰ, τῆς παχύτητος, ἐμὴν ὥραν, ὡς ἔστι, μανθάνειν οὐ δύνασαι. Ἡ δὲ κλίμαξ τὴν τῶν ἀρετῶν σε διδασκέτω πνευματικὴν σύνθεσιν (15· ἐπ' αὐτῆς διεστήριγμαι ἐγὼ τῆς κορυφῆς, καθὰ ὁ μέγας μου μύστης Έρησε. Νῦν δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπὶς, ἀγάπη· μείζων δὲ πάντων ἡ ἀγά πη. Προτροπὴ ἐπίτομος καὶ ἰσοδύναμος τῶν διὰ πλά τους ειρημένων. Αναβαίνετε, ἀναβαίνετε, ἀναβάσεις προθύμως (α) Ελπις λύει θυμόν, xαι,
col. 1161–1162page 292 of 294
PG 88:1161ἂν καρδίᾳ τιθέμενοι, ἀδελφοί, τοῦ φάσκοντος ἀκούοντες· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου· καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν τοῦ καταρτίζοντος τοὺς πόδας ἡμῶν ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶντος, τοῦ νικῆσαι ἐν τῇ ὁδῷ αὐτοῦ. Δράμετε, δυσωπῶ, μετ' ἐκείνου τοῦ λέγοντος• Σπουδάσωμεν ἕως οὗ καταντήσωμεν εἰς τὴν ἑνότητα πάντες τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἐς τριακονταέτης τῇ δρωμένῃ ηλικία βαπτισθείς, τὸν τριακοστὸν βαθμὸν ἐν τῇ νεαρά κλίμακι εκληρώσατο· εἴπερ ἡ ἀγάπη ἐστὶν ὁ Θεός· ᾧ ὕμνος, ᾧ κράτος, ᾧ σθένος· ᾧ τὸ πάντων ἀγαθῶν εἴτων ἔνεστι, καὶ ἦν, καὶ ἔσται εἰς Φορίστους αιώνας. ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ Δ'. Περὶ πίστεως, ἐλπίδος καὶ ἀγάπης. Σχόλιον α'. Πίστις συγκατάθεσις ἀδιάκριτος τῶν ἀκουσθέντων, ἐν πληροφορίᾳ τῆς ἀληθείας τῶν κηρυχθέντων Θεοῦ χάριτι, ἥντινα ἐπεδείξατο ᾿Αβραάμ, μαρτυρηθείς ὅτι οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνδυναμώθη τῇ πίστει δοὺς δόξαν τῷ θεῷ καὶ πληροφορηθείς, δει ὁ ἐπήγγελται δυνατός έστι και ποιήσαι. Η μὲν γάρ. Πίστις. Την δέ. Ἐλπίδα. Καταχρηστικῶς τὴν οὐσίαν ενέργειαν εκάλεσεν. ΕΔΕ. Αγάπη. Σχόλιον μ. Σχόλιον τ. Τῇ ἀσθενείᾳ ἡμῶν συγκατιών ὁ πατὴρ ἐκ τῶν ελαττόνων ποιείται τὰ παραδείγματα. Σχόλιον δ. Ο βασιλεί παριστάμενος, καὶ ἀνθρώπους θερα τεύων, ἔστιν ότε καθ' ὑπόκρισιν, καὶ κατ' ὀφθαλμοδουλείαν καὶ μισθαρνίαν ποιεί, ὃς καὶ διήμαρτε τοῦ μακαρισμοῦ. Μακάριος δὲ ὄντως ἐκεῖνος, ὃς πρὸς τῷ ἐκτὸς εἶδες, τὸ ἐντὸς ἦθος συναρτήσεις, όλα καὶ τὴν παράστασιν ὁρᾶται τελῶν· μόνος πρὸς μόνοντὰς νοερώς αιτήσεις εὐθύμῳ διανοίς περαιούμενος. Σχόλιον ε. Ομοίως, φησί, καὶ ἐπὶ σωματικοῦ ἔρωτος, καὶ ἐπὶ πνευματικοῦ ὡσαύτως τοῦ ὄντες ἐστὶν, ἐν σών Σχόλιον Γ. ματι Ο πιστέ, ὦ συνετέ· τῶν γὰρ παθῶν διὰ τῆς σω φροσύνης ἀπαλλαγεῖσα, τότε ἀκατασχέτως τῷ θείῳ ἔρωτι φλέγεται. Σχόλιον ζ. Ὁ τοῦ Θεοῦ Πατρὸς λόγος, ᾧ ἂν ἐνοικήσῃ διὰ καθάρσεως, τελειοῖ μὲν ἐν αὐτῷ τὴν καθαρότητα τὸν δὲ θάνατον, ήγουν τὰ πάθη εἰς τέλος άπους κριτ φόντο
col. 1163–1164page 293 of 294
PG 88:1163Σχόλιν η. Ο πνευματικός λόγος την νοεράν αίσθησιν πληροφορεῖ· ἐνέργεια γὰρ ἀγάπης ἐκ Θεοῦ φέρεται διόπερ καὶ ἀβασά στος ἡμῶν ὁ νοῦς διαμένει ἐν τοῖς τῆς θεολογίας κινήμασιν· οὐ γὰρ πάσχει τότε πενίαν τὴν μέριμναν φέρουσαν· ἐπειδὴ τοσοῦτον ταῖς θεω ρίαις πλατύνεται, ὅσον τῆς ἀγάπης ἡ ἐνέργεια θέλει. Καλὸν οὖν ἀεὶ πίστει παραμένειν δι' ἀγάπης ἐντρο γούμενον· οὐδὲν γὰρ πτωχότερον διανοίας ἐκτὸς Θεοῦ φιλοσοφούσης τὰ τοῦ Θεοῦ, Σχόλιον Διαδόχου θ. *Αλλη ἐστὶν ἡ ἀγάπη τῆς ψυχῆς ἡ φυσική, καὶ ἄλλη ἡ ἐκ τοῦ ἁγίου Πνεύματος αὐτῇ προσγινομένη ἡ μὲν γὰρ ἐκ τῆς ἡμετέρας, ὅτε θέλομεν, συμμέτρως κινεῖτα: θελήσεως· διόπερ καὶ εὐχερῶς ὑπὸ τῶν που νηρῶν πνευμάτων, ἡνίκα μὴ βίᾳ κρατῶμεν τῆς ἑαυτῶν προαιρέσεως διαρπάζεται· ἡ δὲ τοσοῦτον ἐκκαίει τὴν ψυχὴν πρὸς τὴν ἀγάπην τοῦ Θεοῦ, ὡς πάντα τὰ τῆς ψυχῆς μέρη τῇ τοῦ θείου πόθου ἀλλή λων ἐγκολλᾶσθαι χρηστότητι, ἐν ἀπείρῳ τινὶ ἁπλό τητι διαθέσεως· ἐγκύμων [εγκυμονῶν] γὰρ ὥσπερ ὁ νοῦς τότε ὑπὸ τῆς πνευματικῆς ἐνεργείας γινόμενος, πηγήν τινα ἀγάπης ἀναβλύζει καὶ χαρᾶς. Σχόλιον ι'. Ερανός ἐστι τὰ ἐκ πολλῶν συναχθέντα χρήμα τα· νῦν δὲ ἡ συλλογή, ἡ ἐκ πολλῶν ἀρετῶν συν αχθεῖσα. Σχόλιον ια'. Τοὺς ἀγγέλους λέγει τοὺς ἐπὶ τῆς κλίμακος. Σχόλιον 13'. Τοῦτ᾽ ἔστιν ὁ Θεός, ὅς ἐστιν ἡ ἀγάπη. Σχόλιον ιγ'. Ερώτησις. Ποία ἐστὶν ἡ τελειότης τῶν πολλῶν καρπῶν τοῦ πνεύματος; Απόκρ. Όταν τις ἀξιωθῇ τελείας ἀγάπης τοῦ Θεοῦ. Ἐρώτ. Καὶ πόθεν γινώ σκει τις ὅτι ἔφθασεν εἰς ταύτην; Απόκρ. Όταν κινηθῇ ἡ μνήμη τοῦ Θεοῦ ἐν τῇ διανοίᾳ αὐτοῦ, εὐ θέως ἡ καρδία αὐτοῦ κινεῖται ἐν τῇ ἀγάπῃ αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ καταφέρουσι δάκρυα δαψιλῶς ἔθος γὰρ ἔχει ἡ ἀγάπη ἐκ τῆς μνήμης τῶν ἀγαπη τῶν ἐξάπτειν δάκρυα· καὶ τοιοῦτος ὢν οὐδέποτε ὑστερεῖται ἐκ τῶν δακρύων· διότι οὐ λείπει αὐτῷ ὕλη ἀεὶ φέρουσα αὐτὸν εἰς μνήμην τοῦ Θεοῦ ὥστε καὶ ἐν ὕπνῳ αὐτοῦ συνομιλεῖ τῷ Θεῷ· ἔθος γὰρ τῇ ἀγάπῃ πράσσειν τὰ τοιαῦτα· καὶ αὕτη ἐστὶν † τελειότης τῶν ἀνθρώπων ἐν τῇ ζωῇ αὐτῶν.
col. 1165–1166page 294 of 294
PG 88:1165ΙΩΑΝΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΠΡΟΣ ΤΟΝ ΠΟΙΜΕΝΑ. ΛΟΓΟΣ. ΠΡΟΟΙΜΙΟΝ. Ἐν τῇ μὲν κάτω βίβλῳ ἔγωγέ σε, θεσπέσιε Πάτερ, πάντων ἔσχατον τέταχα· ἐν τῇ δὲ ἄνω, σὲ πέπεισμαι πάντων ἡμῶν ἐν τῇ ἀπογραφῇ τῇ θείᾳ προ τερεύειν· εἴπερ ἐστὶν ὁ εἰρηκὼς ἀληθὴς, ἔσονται οἱ ἔσχατοι τῷ φρονήματι, πρῶτοι τῷ ἀξιώματι. Σχόλιον Μάρκου μοναχού. Ὅταν ἀκούσῃς, ὅτι ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ τὸ ἔμπαλιν, μετόχους ἀρετῶν καὶ μετόχους ἀγά της νόει· ἀγάπη γὰρ ἐσχάτη μὲν ἀρετῶν τυγχάνει κατὰ γένεσιν· πρώτη δὲ ευρίσκεται πνευματικώς κατὰ τὴν ἀξίαν, τας προγεγενημένας αὐτῆς ἐσχάτας ἀποδεικνύουσα. ΚΕΦΑΛ. Α'. Ποιμήν κυρίως ἐστὶν, ὁ τὰ ἀπολωλότα λογικά δι' ἀκακίας, δι' οἰκείας σπουδῆς καὶ εὐχῆς ἀναζητῆσαι, καὶ ἀνορθῶσαι δυνάμενο;. Κυβερνήτης ἐστὶν ὁ ἰσχὺν νοερὰν ἐκ Θεοῦ καὶ οἰκείων μόχθων εἰληφώς, οὐ με τον ἐκ τρικυμίας, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς ἀβύσσου, τὴν ναῦν ἀνασπάσαι δυνάμενος. Ιατρός ἐστιν ὁ τὸ σῶμα καὶ τὴν ψυχὴν κεκτημένος ἄνοσον μηδὲ μιᾶς ἐμπλάστρου παρ' ἄλλων τὸ παράπαν δεόμενος. Διδά σκαλος ὄντως ἐστὶν ὁ νοεράν τέλτον γνώσεως Θεοῦ δακτύλῳ, ήγουν ενεργείᾳ ἐλλάμψεως ἐξ αὐτοῦ δι' ἑαυτοῦ κομισάμενος, καὶ τῶν λοιπῶν βίβλων ἀνεν δεὴς γενόμενος· ἀπρεπές διδασκάλοις, ἐξ ἀντιγράφων ἐκπαιδεύειν, καὶ ζωγράφοις ἐκ μεταβόλων σημειον σθαι· ὁ τοὺς κάτω παιδεύων, ἄνωθεν ἐκ τοῦ ὕψους διδάσκου· καὶ τῷ σχήματι τῷ αἰσθητῷ τὸν ἕτερον παιδεύου μὴ ἐπελάθου τοῦ φάσκοντος· Οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων τὴν διδασκαλίαν τις ἐστί. (α)
Page scan enlarged

Notebook

Full View