PG 11Origen
Admonition on "Exhortation to Martyrdomapparatus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 11:561εύσης με μετὰ ἁμαρτωλῶν, καὶ μετὰ ἐργαζομέ των ἀδικίαν μὴ συναπολέσῃς με· καὶ εἴ τι τούτοις ὅμοιον. Εύλογον δὲ ἀρξάμενον ἀπὸ δοξολογίας εἰς δοξολογίαν καταλήγοντα καταπαύειν τὴν εὐχὴν, ὑμνοῦντα καὶ δοξάζοντα τὸν τῶν ὅλων Πατέρα διὰ Ἰησοῦ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ταῦτα κατὰ δύναμιν ἐμὴν εἰς τὸ τῆς εὐχῆς πρό βλημα, καὶ εἰς τὴν ἐν τοῖς Εὐαγγελίοις εὐχὴν, τά τε πρὸ αὐτῆς παρὰ τῷ Ματθαίῳ εἰρημένα, ἡμῖν διή θληται φιλομαθέστατοι καὶ γνησιώτατοι ἐν θεοσεβείᾳ ἀδελφοί, Αμβρόσιε καὶ Τατιανή. Οὐκ ἀπογινώσκω δὲ τοῖς ἔμπροσθεν ὑμῶν ἐπεκτεινομένων, καὶ τῶν ὄπισθεν ἐπιλανθανομένων, εὐχομένων τε ἐν τούτοις ὄντων περὶ ἡμῶν, πλείονα καὶ θειό τερα εἰς πάντα ταῦτα δυνηθῆναι χωρῆσαι ἀπὸ τοῦ διδόντος Θεοῦ, καὶ λαβὼν πάλιν περὶ τῶν αὐτῶν διαλαβεῖν μεγαλοφυέστερον, καὶ ὑψηλότερον, καὶ τρανότερον· πλὴν ἐπὶ τοῦ παρόντος μετὰ συγγνώμης τούτοις ἐντεύξεσθε. ἡμῖν διήθληται. ὑμῖν διαθληταί. λαβών, λαβόντα. Τόν γε μὴν Ῥωμαίων αὐτοκράτορα Αλέξανδρον τρισὶν ἔτεσιν ἐπὶ δέκα τὴν ἀρχὴν διανύσαντα Μαξιμίνος Καίσαρ διαδέχεται· ὃς δὴ κατὰ κότον τὸν πρὸς τὸν ᾿Αλεξάνδρου οἶκον ἐκ πλειόνων πιστῶν συνεστῶτα, διωγμὸν ἐγείρας, τοὺς τῶν Ἐκκλησιῶν ἄρχοντας μόνους, ὡς αιτίους τῆς κατὰ τὸ Εὐαγγέλιον διδασκαλίας, ἀναιρεῖσθαι προστάττει. Τότε καὶ Ὠριγένης τὴν Περὶ μαρτυρίου συντάττει, Αμβροσίῳ καὶ Πρωτοκτήτῳ πρεσβυτέρῳ τῆς ἐν Καισαρείᾳ παροικίας ανα θεὶς τὸ σύγγραμμα· ὅτι δὴ ἄμφω περίστασις οὐχ ἡ τυχοῦσα ἐν τῷ διωγμῷ κατειλήφει, ἐν ᾧ καὶ διαπρέψαι κατέχει λόγος ἐν ὁμολογία τοὺς ἄνδρας, οὐ πλείονος ἢ τριετούς χρόνου τῷ Μαξιμίνῳ διαγενομένου. παραφράζει Ἐν τοίνυν τῷ τότε καιρῷ τὸν προτρεπτικὸν εἰς μαρτύριον γενναῖον λόγον συντάττει, Αμβροσίῳ καὶ Πρωτοκτήτῳ τῆς ἐν Καισαρείᾳ παροικίας τὸ σύγγραμμα προσφωνών· εἰσῄει γὰρ ἐκείνοις οὐ μετρία τις ἀγωνία τῇ τοῦ διωγμοῦ ἐκείνου σφοδρότητι· ἐν ᾧ καὶ ἄμφω λόγον ἔχειν, τὸν ὑπὲρ Χριστοῦ ἆθλον λάμε πρῶς ἀγωνίσασθαι. ίδια: Αμβροσίῳ καὶ Πρωτοκτήτῳ τῆς ἐν Καισαρείᾳ παροικίας τὸ σύγγραμμα προσφωνών, ἐν ᾧ καὶ ἄμφω λόγον ἔχειν, τὸν ὑπὲρ
Page scan enlarged

Notebook

Full View