PG 97Andreas Hierosolymitanus
Andrew of Crete
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Canon for Mid-PentecostCanon in mediam Petnecostem

col. 1423–1424page 317 of 327
PG 97:1423σκων ἔλεγεν ὁ Δεσπότης, ὡς ἐπέστη τῷ ἱερῷ, καθώς γέγραπται, μεσούσης τῆς νομικῆς ἑορτῆς. Μὴ τὴν κατ' όψιν κρίσιν κρίνατε Ἰουδαίο Χριστὸς γὰρ ἦλθεν, ὅνπερ ἐκάλουν οἱ προφῆται να Σιὼν ἐλευσόμενον, καὶ κόσμον ἀνακαλούμενον. Εἰ καὶ τοῖς λόγοι; οὐ πιστεύετε, Ἰουδαῖοι, τες ἔργοις πείσθητε τοῦ Δεσπότου· τί πλανᾶσθε ἀθε τοῦντες τὸν ἅγιον, ὃν ἔγραψεν ἐν τῷ νόμῳ Μωσής; Εἰ τὸν Μεσσίαν πάντως δεῖ ἐλθεῖν, Ἰουδαίο Χριστὸς δὲ ἦλθε νῦν ὁ Μεσσίας· τί πλανάσθε ἀθε τοῦντες τὸν δίκαιον, ὃν ἔγραψεν ἐν τῷ νόμῳ Μωσής; Δόξα. Σὲ προσκυνοῦμεν, Πάτερ ἄναρχε τῇ ουσίᾳ· ὑμνοῦ μεν ἄναρχον τὸν Υἱόν σου, καὶ τὸ Πνεῦμα εὐσεβῶ; τὸ πανάγιον, ὡς ἕνα τὰ τρία φύσει Θεόν. Θεοτόκ. Εἰς τῆς Τριάδος ων, γενόμενος σὰρξ ὡράθης, το τρέψας, Κύριε, τὴν οὐσίαν, οὐδὲ φλέξας τῆς τεκούσης τὴν ἄφθορον γαστέρα, Θεὸς ὢν ὅλος καὶ πύρ Καθ., ἦχ. πλ. δ'. Τὴν σοφίαν τοῦ Λόγου. Εστηκὼς ἐν τῷ μέσῳ τοῦ ἱεροῦ μεσαζούσης ἐν θέως τῆς ἑορτῆς· Ὁ διψῶν, ἀνέκραζες, ἐρχέσθω προς με, καὶ πινέτω. • Ο γὰρ πίνων ἐκ τούτου τοῦ θείου μου νάματος, ποταμούς ἐκ κοιλίας ἐκρεύσει δογμάτ των μου· ὅστις δὲ πιστεύει εἰς ἐμὲ τὸν σταλέντα ἐκ θείου Γεννήτορος, μετ᾿ ἐμοῦ δοξασθήσεται. Διὰ τοῦτο βοῶμέν σοι· Δόξα σοι, Χριστὲ ὁ Θεὸς, ὅτι πλουσίως ἐξέχεας τὰ νάματα τῆς σῆς φιλανθρωπίας τοῖς δού λοις σου. Δόξα. Καὶ νῦν. "Ομοιον. Τῆς σοφίας τὸ ὕδωρ, καὶ τῆς ζωῆς ἀναβλύζων τῷ κόσμῳ, πάντα;, Σῶτερ, καλεῖς, τοῦ ἀρύσασθαι σε τηρίας τὰ νάματα. Τὸν γὰρ θείον νόμον σου δεχή. μενος ἄνθρωπος, ἐν αὐτῷ σβεννύει τῆς πλάνης τους ἄνθρακας· ἔθεν εἰς αἰῶνας οὐ λήξει τοῦ κόρου σου, Δέσποτα, βασιλεῦ ἐπουράνιε. Διὰ τοῦτο δοξάζομεν τὸ κράτος σου, Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν αιτούμενοι, καταπέμψαι πλουσίως τοῖς δού λοις σου. Ωδή δ'. 'Ο προφήτης 'Αμβακούμ. Εἰ Μεσσίαν δεῖ ἐλθεῖν, ὁ δὲ Μεσσίας Χριστός ἐστι, παράνομοι, τί ἀπιστεῖτε αὐτῷ; Ἰδοὺ παραγέγονε, καὶ μαρτυρεῖ ὁ αὐτὸς ποιεῖ· τὸ ὕδωρ οἶνον ἐποίησε παράλυτον λόγῳ συνέσφιγξε. Μὴ συνιέντες τὰς Γραφὰς πλανᾶσθε πάντες ὑμεῖς, Ἑβραῖοι ἄνομο:· ὄντως γὰρ ἦλθε Χριστὸς, καὶ πάντας ἐφώτισε· καὶ ἐν ὑμῖν ἔδειξε πολλὰ σημεῖα καὶ τερά στια, καὶ μάτην ἀρνεῖσθε τὴν ὄντως ζωήν. Εν ἔργον ἔδειξα ὑμῖν, καὶ πάντες ἤδη θαυμάζετε, ἀνέκραζε τοῖς Ἰουδαίοις Χριστός. Ὑμεῖς περι τέμνετε καὶ ἐν Σαββάτῳ ἄνθρωπον, φησίν· ἐμοὶ δὲ τί ἐγκαλεῖτε λοιπόν, ἐγείραντι λόγῳ παράλυτον,
col. 1425–1426page 318 of 327
PG 97:1425Ἔργα ἐποίησα πολλά· καὶ διὰ ποῖον ἔργον λιθάζετέ με, τοῖς Ἰουδαίοις Χριστὸς ἐλέγχων ἀνέκραζεν· ὅτι ἄνθρωπον ὑγιῆ ὅλον λόγῳ ἐποίησα. Μὴ κρίνετε κατ' όψιν, ἄνθρωποι. Ἐν ἀποστόλοις ἐνεργῶν, καὶ ἐν προφήταις αὐτὸς ἀναπαυόμενος μετὰ τοῦ Πνεύματος, τὸ ἄχραντον γέννημα τῆς Πατρικῆς φύσεως, Χριστέ, τὰ ἔθνη πρὸς τὴν ἐπίγνωσιν ἀνῆγες διὰ τῶν σημείων σου. Δόξα. Τριὰς ἀμεριστέ, μονάς ἄναρχε, Πάτερ, Υιέ, καὶ Πνεῦμα ἅγιον, ἡ ἐν μονάδι Τριάς, ὁμότιμε, σύνθρονε, ζωοποιέ, ἄκτιστε Θεέ, σῶζε τοὺς ἀνυμνοῦντάς σε, καὶ ῥῦσαι κινδύνων καὶ θλίψεων. Θεοτόκο Ἡ ἐν γαστρί σου τὸν Θεὸν ἀπεριγράπτως χωρή σασα. Θεόνυμφε Παρθενομῆτερ ἁγνὴ, μή παύσῃ πρεσβεύουσα ὑπὲρ ἡμῶν, ὅπως διὰ σοῦ ῥυσθῶμεν τῶν περιστάσεων· πρὸς σὲ γὰρ ἀεὶ καταφεύγομεν. δὴ δ. Κύριε ὁ Θεὸς ἡμῶν. Θαύμασι κατεκόσμησας τοὺς ἀποστόλους σου τέρασιν ἐμεγάλυνας τοὺς μαθητάς, ἐν παντὶ τῷ κόσμῳ δοξάσας, Σώτερ ἡμῶν, καὶ δοὺς αὐτοῖς τὴν βασιλείαν σου. "Απαντα κατεφώτισαν τῆς γῆς τὰ πέρατα, θαύ μασι καὶ διδάγμασιν οἱ μαθηταὶ, καὶ ποικίλοις τρό ποις τὸν λόγον κηρύξαντες, Χριστὲ Σώτερ, τῆς βασι λείας σου. Αἴνεσιν ἀναπέμπομεν τῇ βασιλείᾳ σου· ὕμνον σοι δὲ προσάγομεν, τῷ δι' ἡμᾶς ἐπὶ γῆς ὀφθέντι, καὶ κόσμον φωτίσαντι, καὶ τὸν Ἀδὰμ ἀνακαλέσαντι. Δόξα. Δόξα σοι, Πάτερ ἅγιε, Θεὲ ἀγέννητε· δόξα σοι, Λόγε ἄχρονε μονογενές· δόξα σοι, τὸ Πνεῦμα τὸ θεῖον, καὶ σύνθρονον, καὶ ὁμοούσιον Πατρὶ καὶ Υἱῷ. Θεοτόκ. Γέγονε, ἡ κοιλία σου ἁγία τράπεζα, ἔχουσα τὸν οὐράνιον ἄρτον, ἐξ οὗ πᾶς ὁ τρώγων οὐ θνήσκει, ὡς ἔφησεν, ὁ παντός, Θεογεννήτορ, τροφεύς. Ὠδὴ ς'. Ως ὕδατα. Ο πάντα περιέπων τὰ πέρατα, ἀνῆλθες, Ἰησοῦς, καὶ ἐδίδασκες ἐν τῷ ἱερῷ τοὺς ὄχλους τὸν λόγον τῆς ἀληθείας, τῆς ἑορτῆς μεσούσης, ὡς Ιωάννης βοᾷ. Ανέπτυξας τὰ χείλη σου, Δέσποτα· ἐκήρυξας τῷ κόσμῳ τὸν ἄχρονον Πατέρα, καὶ τὸ πανάγιον Πνεῦμα, τὸ συγγενὲς ἀμφοτέρων φυλάττων καὶ μετὰ σάρο χωσιν. Τὸ ἔργον τοῦ Πατρὸς ἐτελείωσας· τοῖς ἔργοις ἐπιστώσω τοὺς λόγους σου, ἰάσεις τελῶν, Σῶτερ, καὶ σημεῖα, παράλυτον ἀνορθῶν, λεπρούς καθαίρων, καὶ τοὺς νεκροὺς ἀνιστῶν. Ο άναρχος Υἱὸς ἀρχὴ γέγονε λαβὼν τὸ καθ' ἡμᾶς· ἐνηνθρώπησε, καὶ μέσον τῆς ἑορτῆς ἐδί Ο άναρχος τ'; ἀρχὴ γέγονε, λαβὼν τὸ καθ' ἡμᾶς.
col. 1427–1428page 319 of 327
PG 97:1427δασκε, λέγων. Προσδράμετε τῇ πήγῃ τῇ ἀεντάι 10 Ισ. Χριστός. ζωὴν ἀρύσασθε. Δόξα. Τὴν μίαν ἐν Τριάδι θεότητα, οὐσίαν τρισυπόστα τον, ἄκτιστον, ἀμέριστον, πάντες δοξολογούμεν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, ως τρία οὖσαν καὶ ἐν. Θεοτόκ. Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε παρθένον και μητέρα δοξάζομέν σε μόνην, ἁγνὴ Θεόνυμφε κόρη ἐκ σοῦ γὰρ ὄντως Θεὸς ἐσαρκώθη ζωοποιήσας ἡμᾶς. Συναξάριον. Στίχ. Εστώς διδάσκει τῆς ἑορτῆς ἐν μέσῳ, Χριστὸς Μεσσίας τῶν διδασκάλων μέσον. Τῇ τετάρτῃ τοῦ Παραλύτου, τὴν τῆς Μεσοπεντηκοστῆς ἑορτάζομεν ἑορτὴν, διὰ τὴν τιμὴν τῶν δύο μεγάλων ἑορτῶν· τοῦ Πάσχα λέγω, καὶ τῆς Πεντηκοστῆς, ὡς ἑκατέρας ἐνοῦσαν καὶ συνδέουσαν. Γέο γονε δὲ αὕτη οὕτω. Μετὰ τὸ ἐνεργῆσαι τὸν Χριστὸν τὸ εἰς τὸν παράλυτον θαῦμα ὑπερφυές, οἱ Ἰουδαίοι δῆθεν ὑπὲρ τοῦ Σαββάτου σκανδαλιζόμενοι, καὶ γὰρ ἐν Σαββάτῳ πέπρακται, ο Εζήτουν αὐτὸν ἀποκτεῖναι.» Φεύγει τοίνυν εἰς Γαλιλαίαν, καὶ τοῖς ἐκεῖσε δρεσι διατρίβων, τὸ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων τεράστιον ἐνεργεῖ. Μετέπειτα δὲ, τῆς σκηνοπηγίας ενστάσης, (μεγάλη δὲ καὶ αὕτη ἑορτὴ παρά Ἰουδαίοις,) εἰς Ἱεροσόλυμα ἀναβαίνει, καὶ περιεπάτει κρύφια. Περὶ δὲ τὸ μέσον αὐτῆς εἰς τὸν ἱερὸν ἀνιών, ἐδίδασκε καὶ πάντες τῇ αὐτοῦ διδαχῇ ἐξεπλήττοντο. (Μετ' οὐκ ὀλίγα, καὶ διάλεξιν περὶ Σαββάτου, τριῶν τε ἑορτῶν, Πάσχα, Πεντηκοστῆς, καὶ Σκη νοπηγίας.) Τελουμένης ταύτης τῆς ἑορτῆς (σκηνοπηγίας,] στὰς ὁ Ἰησοῦς, μεγάλη φωνῇ ἔκραξεν Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. ὁ Ἐπεὶ οὖν ἐν τῇ διδασκαλία ταύτῃ ὁ Χριστός Μεσσίαν επι τὸν ἀπέδειξε, μεσίτης καὶ διαλλάκτης ἡμῶν γενόμενος, καὶ τοῦ αἰωνίου αὐτοῦ Πατρός, διὰ ταύτην τὴν αἰτίαν τὴν παροῦσαν ἑορτὴν ἑορτάζοντες, καὶ Μεσο πεντηκοστὴν ὀνομάζοντες, τὸν Μεσσίαν ἀνυμνοῦμεν Χριστὸν, καὶ τὸ τιμίον τῶν παρ' ἑκάτερα δύο μεγάλων ἑορτῶν παριστάνομεν. Τούτου δὲ οἶμαι χάριν, καὶ ἡ τῆς Σαμαρείτιδος μετ' αὐτὴν ἑορτὴ ἑορτάζεται, ὅτι κἀκεῖτε πολλὰ περὶ τοῦ Μεσσίου Χριστοῦ 30 διέξεισι, καὶ περὶ ὕδατος καὶ δίψης, ὡς ἐνταῦθα. Ὠδὴ ζ. Τῶν Χαλδαίων ή κάμινος. Σαρκικῶς ἐκοπίασας, ἡ ἀνάπαυσις πάντων· ἐγὼ ουσίως εδίψησας, ἡ πηγὴ τῶν θαυμάτων· τὸ ὕδωρ ἐζήτησας, ὕδωρ τὸ ζῶν, Ἰησοῦ, ἐπαγγειλάμενος.
col. 1429–1430page 320 of 327
PG 97:1429Σαμαρείτιδι, Κύριε, γυναικὶ προσωμίλεις, δ ελέγχων τὴν ἄνοιαν τῶν ἀνόμων Εβραίων. Η μὲν γὰρ ἐπίστευσεν Υιόν σε εἶναι Θεοῦ, οἱ δὲ ἡρνή σατο. Υδωρ ζῶν τὸ ἀλλόμενον ὕδωρ ἀθανασίας, ἡ πηγή ἡ ἀείζωος παρέχειν ἐπηγγείλω, τοῖς πίστει τὸ Πνεῦ μά σου προσδεχομένοις, Σώτερ, τὸ προϊόν ἐκ Πα τρός. Πέντε ἄρτοις ἐξέθρεψας χιλιάδας πεινώντων καὶ τοῦ κόρου τὰ λείψανα, εἰς ἄλλας μυριάδας έπε ρίσσευσας, δεικνὺς τὴν δόξαν σου τοῖς ἱεροῖς μαθη ταῖς. Ὁ ἐσθίων τὸν ἄρτον σου, ζήσεται αἰωνίως· καὶ ὁ πίνων τὸ αἷμά σου, ἐν σοὶ μένει, Σῶτέρ μου, καὶ σὺ ἐν αὐτῷ μένεις, καὶ ἀναστήσεις αὐτὸν, ἐν τῇ ἐστ χάτῃ ροπῇ. Εθαυμάστωσας, Δέσποτα, τὴν σὴν οἰκονομίαν, πιστωτάμενος θαύμασι τὴν θείαν ἐξουσίαν. Τὰς νόσους ἀπήλασας· νεκροὺς ἀνέστησας· τυφλούς ἐφώ τισας ὡς Θεός. Τοὺς λεπροὺς ἐκαθάρισας, τοὺς χωλοὺς ἀνωρθώσω παραλύτους συνέσφιγξας· αἱμόρξουν θεραπεύσας, ἐπέζευσας πέλαγος, δεικνὺς τὴν δόξαν σου τοῖς ἱεροῖς μαθηταῖς. Δόξα. Προσκυνοῦμεν σου, Κύριε, τὸν ἄχραντον Πατέρα, καὶ τὴν χάριν τοῦ Πνεύματος, ἣν τοῖς σοῖς ἀποστήσ λοις Θεὸς ὢν διένειμας, ἐξαποστέλλων αὐτοὺς ἐπὶ τὸ κήρυγμα. Θεοτόκ. Ἐν γαστρί σου ἐχώρησας τὸν ἀχώρητον Λόγον ἐκ μαζῶν σου ἐθήλασας τοῦ κόσμου τὸν τροφέα ἀγκάλαις ἐδάστασας τὸν παροχές ἡμῶν, Θεογεννήτορ ἁγνή. Ωδή ή. "Αγγελοι καὶ οὐρανοί. Δεῦτε, ἴδετε, λαοὶ, τὸν ἐπὶ θρόνον δόξης ἀνυμνούμενον, ὑπὸ λαῶν ἀνόμων βλασφημούμενον· καὶ ἰδόντες, ὑμνεῖτε τὸν ἐν προφήταις Μεσσίαν προρρηθέντα. Ξὺ εἶ ὄντως ὁ Χριστὸς ὁ εἰς τὸν κόσμον τοῦτον προερχόμενος, ἐξ οὗ ἡ σωτηρία, καὶ ἡ ἄφεσις τῶν πατρῴων σφαλμάτων· σὺ ἡ ὄντως ζωὴ τῶν σο! πεπιστευκότων. Παροχέα, ἀντὶ τοῦ παρόχου, έχω, όχος ἐπισκοποῦντος, πάροχον Αμεσις τῶν πα τρώων σφαλμάτων.
col. 1431–1432page 321 of 327
PG 97:1431ο Ιδίᾳ καὶ ἄμφω φῶς. Νοι το, άμφω, Ἡ σοφία τοῦ Θεοῦ, τῆς ἑορτῆς μεσούσης, καθώς γέγραπται, τῷ ἱερῷ ἐπέστη, καὶ ἐδίδασκε ὅτι δν τως αὐτὸς ἦν ὁ Μεσσίας Χριστός, δι᾿ οὗ ἡ σωτη ρία. Ἐν τοῖς Σάββασι Χριστὸς, καὶ ἐν ἡμέραις ὅλες ἀπεδείκνυτο τὰ τῶν σημείων ἔργα, ἐξιώμενος τοὺς ἐν νόσοις ποικίλαις· ἀλλ' ὁ πλᾶνος λαός θυμῷ ἐνα σκοτεῖτο. Τὸν παράλυτον, φησί, τόνος, χρόνοις πλείστοις κατακείμενον, ἐν τῷ Σαββάτῳ οὗτος ἐθεράπευσε, καὶ παρέβη τὸν νόμον, Ἰουδαῖοι Χριστῷ πικρώς ελα δοροῦντο. Οὐ Μωσῆς ὑμῖν, φησί, τὸν νόμον δούς, κελεύει περιτέμνεσθαι; καὶ ἐν Σαββάτῳ ἄνδρα περιτέμνετα, ἵνα μή πως ὁ νόμος τῶν Πατέρων λυθῇ, Χριστὸς τοῖς Ἰουδαίοις. Οἱ ἀγνώμονες πάντη, οἱ ἐν ἐρήμῳ παροικήσαντες, τὸν εὐεργέτην φθόνῳ κατενέσκηπτον, βλασφημοῦντες, κινοῦντες τὰς ἀδίκους γλώσσας, κενά μετ λετῶντες. Δόξα. Εἷς Θεός ἡ Τριάς· τοῦ Πατρὸς μὴ ἐκστάντος εἰς υἱότητα· οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν· ἀλλο ιδίᾳ καὶ ἄμφω φῶς, Θεὸν τὰ τρία δοξάζω εἰς αἰῶ νας. Θεοτόκ. Πῶς ἐγέννησας, εἰπέ, τὸν ἐκ Πατρὸς ἀχρόνως προ εκλάμψαντα, καὶ σὺν ἁγίῳ Πνεύματι ἀνυμνούμενον, ἢ ὡς οἶδεν ὁ μόνος εὐδοκήσας ἐκ τοῦ τεχθῆναι, Θεοτόκε; Ωδή θ'. 'Αλλότριον τῶν μητέρων. Τῆς ἑορτῆς μεσαζούσης τῶν Ἰουδαίων, ἀνῆλθες, ὦ Σωτέρ μου, ἐπὶ τὸ ἱερόν σου, καὶ ἐδίδασκες πάν τας· ἐθαύμαζον οἱ Ἰουδαῖοι, καὶ, Πόθεν οὗτος οἵδε γράμματα, μὴ μεμαθηκώς; ἔλεγον. Ἰάματα χαρισμάτων, ὁ Λυτρωτής μου πηγάζων ἐπετέλει τέρατα καὶ σημεῖα, φυγαδεύων τὰς νόσου;, ἰώμενος τοὺς ἀσθενοῦντας. Αλλ' Ἰουδαῖοι ἐξεμαίο νοντο τῷ πλήθει τῶν θαυμάτων αὐτοῦ. Τοὺς ἀπειθεῖς Ἰουδαίους ὁ Λυτρωτής μου ελέγ χων, ἀνεβία·. Μη κρίνετε κατ' όψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. Καὶ γὰρ ὁ νόμος, και ἐν Σαββάτῳ περιτέμνεσθαι κελεύει πάντα ἀνθρώπου. Τα μείζονα τῶν θαυμάτων τοῖς μαθηταῖς σου, Σῶτερ, ὡς ἐπηγγείλω, παρέσχες, ἀποστείλα; εἰς τὰ Θεὸν τὰ τρία δοξάζω. Θεὸς καὶ φως.
col. 1433–1434page 322 of 327
PG 97:1433ἔθνη κηρύξαι τὴν δόξαν σου. Οἱ δὲ τῷ κόσμῳ ἐκή ρυττόν σου τὴν ἀνάστασιν, τὴν χάριν, καὶ τὴν σάρ χωσιν. Εἰ ἄνθρωπον περιτέμνετε ἐν Σαββάτῳ, μή πως λυθῇ ὁ νόμος, νῦν ἐμοὶ τί χολᾶτε, ὅτι ἄνθρωπον ὅλον ἐποίησα ὑγιῆ λόγῳ; «Κατὰ τὴν σάρκα ὑμεῖς κρίνετε, ο φησὶ τοῖς Ἰουδαίοις Χριστός. Ο τὴν ξηράν θεραπεύσας χεῖρα τῷ λόγῳ, τὴν ξηρανθεῖσαν πάλαι γῆν τῆς ἐμῆς καρδίας ἰασάμενος, Λόγε, ἀνάδειξόν με κα υποφόρον, ἵνα ἐργάσωμαι καγώ, Σώτερ, καρποὺς ἐν μετανοίᾳ θερμῇ. Λεπροῦσαν μου τὴν καρδίαν ἀποκαθάρας, καὶ τῆς ψυχῆς μου, Λόγε. τὰ ὄμματα φωτίσας, ἐπὶ κλί νης οδύνης με κείμενον ἀνόρθωσον, ὡς τὸν παράλυ τον ἀνέστησας ἐν κλίνῃ κατακείμενον. Δόξα. Αλλότριον τοῖς ἀνόμοις ἐστὶ τὸ σέβειν τὴν ἄνε αρχον Τριάδα, Πατέρα, καὶ τὸν Υἱόν τε, καὶ τὸ ἅγιον Πνεῦμα· τὴν ἄκτιστον παντοκρατορίαν, δι' ἧς ὁ σύμπας κόσμος δρασται, τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Θεοτόκ. Εχώρησας ἐν γαστρί σου, Παρθενομήτορ, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ τρεμοῦσιν οἱ ἄνω θρόνοι· αὐ τὸν δυσώπει, παμμακάριστε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Εξαποστειλάριον. ῾Ο οὐρανὸν τοῖς ἄστροις. Ὁ τὸν κρατήρα ἔχων τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ εἰς ἄφεσιν ἁμαρτιῶν, ὅτι συνέχομαι δίψει, εὐσπλαγχνε μόνε οἰκτίρμων. Δεκεμβ. κδ'. Εἰς τὸ Χριστοῦ Γενέσιον. Ανο δρέου Ἱεροσολυμίτου Ιδιόμελον. Ἦχ. δ'. Εὐφραίνεσθε, δίκαιοι· οὐρανοὶ, ἀγαλλιάσθε· σκιρτήσατε, τὰ ὄρη, τοῦ Χριστοῦ γεννηθέντος. Παρθένος καθέζεται τὰ Χερουβίμ μιμουμένη, βαστάζουσα ἐν κολποῖ;, Θεὸν Λόγον σαρκωθέντα· ποιμένες τεχθέντα δοξάζουσι· Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· ἀκατάληπτε Κύριε, δόξα σοι. Ο Πατὴρ εὐδόκησεν· ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένο; ἔτεκε Θεὸν ἐνανθρωπήσαντα· ἀστὴρ μη νύει· Μάγοι προσκυνοῦσιν· ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται. Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀν έτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι μήτηρ γέγονας τῇ εὐδοκίᾳ τοῦ Πατρός, βαστάζουσι ἐν κόλ ποις Θεὸν λόγον σαρκωθέντα. Οὐ φέρει τὸ μυστήριον ἔρευναν· πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ, καὶ λέγοντες· ανερμήνευτε, Κύριε, δόξα σοι. μας Όπω Τὴν ἄκτιστον παντοκρατορίας.

Idiomela

col. 1435–1436page 323 of 327
PG 97:1435Λ Φεβρουαρ. β'. Εἰς τὴν Ὑπαπαντής. Ιδιόμελον. Ἦχ. δ'. Σήμερον ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ ἱερὸν παραγέγονεν, ἐμφανίζοντα τῷ κόσμῳ τὸν τοῦ κόσμου πάροχον, καὶ τοῦ νόμου ποιητήν ἦν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος ὁ πρεσβύτης Συ μεών, γεραίρων ἐκραύγαζε· «Νῦν ἀπολύεις τὸν δοῦ λόν σου, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. Δ. ῏Ηχ. πλ. α'. Ἐρευνᾶτε τὰς Γραφές, καθὼς εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν. Ἐν αὐταῖς γὰρ εὑρι σκομεν αὐτὸν τικτόμενον καὶ σπαργανούμενον τιθη νούμενον καὶ γαλακτοτροφούμενον περιτομήν δεχθ μενον, καὶ ὑπὸ Συμεών βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ᾽ ἀληθείᾳ κόσμῳ φανέντα πρὸς δν βοήσωμεν· Ο πρὸ αἰώνων Θεός, δόξα σοι. Ἦχ. πλ. δ'. Ο τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ ἱερῷ κατά τ μου προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δώρα θεοπρεπῶς· ὡς ζεῦγος τρυγόνων, τὴν ἀμίαντον Εκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεύλεκτον λαόν περιστερών θ δύο νεοσσούς, ὡς ἀρχηγὸς παλαιᾶς τε καὶ καινής. Τοῦ πρὸς αὐτὸν δὲ χρησμοῦ ὁ Συμεὼν τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν παρθένον Θεοτόκον Με ρίαμ, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προ ηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με, Δέσποτα, καθώς πρώτη γείλω μοι· ὅτι εἶούν σε τὸ προαιών:ον Φῶς, καὶ Σωτήρα Κύριον τοῦ Χριστωνύμου λαοῦ. Σεπτεμβ. ιδ'. Υψώσει τοῦ σταυροῦ. Εἰς τὴν λιτὴν Ἰδιόμελον Ανδρέου Ἱεροσολυμί του. 'Ηχ. α'. Σήμερον ὡς ἀληθῶς, ἡ ἁγιόφθογγος ῥῆσις τοῦ Δαβὶδ πέρας ήλειφεν. Ἰδοὺ γὰρ ἐμφανῶς τὸ τῶν ἀχράντων ποδῶν σου προσκυνοῦμεν ὑποπόδιον, καὶ ἐν τῇ τῶν πτερύγων σου ἐλπίζοντες σκιᾷ, πανο κτίρμων, βοῶμέν σοι· • Σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου. • Τοῦ ὀρθοδόξου λαού του τὸ κέρας ἀνύψου τῇ τοῦ τιμίου σταυροῦ σου Άναψα σει, Χριστὲ πολυέλεε. Εἰς τὸ γενέσιον τοῦ τιμίου ἐνδόξου προφήτου Προδρόμου. Ιδιόμελον. Ἦχος δ'. Ἐπεφάνη σήμερον ὁ μέγας Πρόδρομος. ἐξ ἀγόνων λαγόνων τῇ Ἐλισάβετ προελθών, ὁ μείζων πάντων τῶν προφητῶν προφητὴς, καὶ ἕτερος οὐκ ἔστιν, οὐδὲ ἐγήγερται· ὅτι τῷ Προδρόμῳ λύχνῳ τὸ φῶς ἀκολουθεῖ ὑπέρλαμπρον, καὶ τῇ φωνῇ ὁ Λόγος, καὶ τῷ νυμφαγωγῷ ὁ νυμφίος. Τῶν ἐνδόξων πανευφήμων ἀποστόλων καὶ προ το κορυφαίων Πέτρου καὶ Παύλου, εἰς τὴν λιτὴν Στίχ. Ιδιόμελον. Δεύρο, δήμοι, σήμερον· τὸ τῶν πιστῶν εἰρήνης
col. 1437–1438page 324 of 327
PG 97:1437καλλιέρημα· τοὺς τῆς χάριτος ὑφάντας '', Πέτρον και Παῦλον πρέπουσιν ἐγκωμίοις στεφανώσωμεν, ὅτι ἀφθόνως πᾶσι τὸν λόγον κατασπείραντες, σὺν τού τοῖς τὴν χάριν τοῦ Πνεύματος κατεπλούτησαν, καὶ τῆς ἀληθινῆς ἀμπέλου ὑπάρχοντες κλήματα, βότρυν ἡμῖν πέπειρον ἐδωρήσαντο, εὐφραίνοντα τὰς καρ δίας ἡμῶν. Πρὸς οὓς βοήσωμεν ἀνακεκαλυμμένῳ προσώπῳ, καὶ καθαρῷ συνειδότι, λέγοντες· Χαίρετε, πορθμευταὶ τῶν ἀλόγων, καὶ ὑπουργοὶ τῶν ἐν λόγῳ χαίρετε, τοῦ παντὸς ποιητοῦ καὶ κηδεμόνος εκλόγια τερπνά· χαίρετε πρόξενοι τῶν ἀγαθῶν, καὶ διωκταὶ τῶν δολερῶν. Οὓς ἱκετεύσωμεν πρεσβεύειν ἀεὶ εἰ ρήνην σταθηρὰν τῷ κόσμῳ δωρήσασθαι, πρὸς τὸν Κτίστην καὶ διδάσκαλον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Ἐκ τοῦ εἰς τὸν ἐν ἁγίοις Ιγνάτιον κ' Δεκεμβ. ᾠδὴ γ'. Όντως φερωνύμως κέκλησαι Θεοφόρος, Πάτερο νήπιος γὰρ ἔτι κομιδὴ ὑπάρχων, εἰς χεῖρας τοῦ Κυρίου φερόμενος ἵστασο, ἀναφωνοῦντος πρὸς ἡμᾶς Γίνεσθέ μοι ὡς τὸ παιδίον τοῦτο. Κοντάκιον ἦχ. γ'. Ἡ Παρθένος. Τῶν λαμπρῶν ἀγώνων σου, ἡ φωτοφόρος ἡμέρα προκηρύττει ἅπασι τὸν ἐκ Παρθένου τεχθέντα. Τοῦ τον γὰρ διψῶν ἐκ πόθου κατατρυφῆσαι, ἔσπευσας ὑπὸ θηρίων ἀναλωθῆναι. Διὰ τοῦτο καὶ Θεοφόρος προσηγορεύθης, Ἰγνάτιε ἔνδοξε. ΑΝΔΡΕΟΥ Τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου Κρήτης "Ιαμβοι, γραφέντες πρὸς τὸν ὁσιώτατον ᾿Αγάθωνα ἀρχιδιάκονον καὶ χαρτοφύλακα τῆς ἐνταῦθα αγιωτάτης τοῦ Θεοῦ μεγάλης Εκκλησίας, ότε λαβὼν τὴν παροῦσαν βίβλον, μετέβαλε καὶ πάλιν ἀπέστειλε. Θεοφόρος, Θεοφόρος, Ἐγὼ μὲν εἰσῄτησα βίβλου την χάριν. Ὣς τὐξάμην, ἔγραψα πᾶσαν εἰς τάχος. Κάλλους γὰρ ἡμῖν γραμμάτων οὐδεὶς λόγος, Διαστολῆς τε καὶ σαφηνείας μόνης, Ης σχηματισμὸς ὀξυρύχων γραμμάτων, Φίλων ἐμοὶ κράτιστε καὶ διδασκάλων. Ιν οἶδεν, ἣν πέφυκεν ἀξίως νέμειν Καὶ τοῖς καθ᾽ ὑμᾶς τῶν φίλων εὐεργέταις 18. Ισ. ὑποφήτας.

Iambics to AgathonIami ad Agathonem

col. 1439–1440page 325 of 327
PG 97:1439Ὡς δ' οὖν ἐμαυτὸν ῥᾷστα καὶ πείθειν ἔχω Καὶ κοινὰ τοῖς χρήζουσι θησαυρίσματα, Ὡς πλοῦτος ἔμπνους ἀφθόνως κενούμενος, Καὶ συλλεγέντα προσφάτως καὶ προσφόρως. Καὶ μάρτυς ἡ φθάσασα τῆς βίβλου χάρις. Ο Ηδιστα τοῖς σοῖς ἐντρυφῶ καθ' ἡμέραν, Οἷς ὡς μάλιστα καὶ λαλῶν σοι, προσβλέπω, Σὴν εὐπόριστον τῆς Γραφῆς παγκτησίαν Τὸν εὐσεβὴ νοῦν, τὴν προσηνή καρδίαν, Καὶ τὴν ἀρίστην τῶν τρόπων εὐρυθμίαν, Καθ' ήν ἅπαντας ἀσμενίζῃ τοὺς φίλους, Καὶ συμβιβάζεις ὡς θέμις τὰ πράγματα; Ζυγοστατῶν τε τῇ ροπῇ τῇ παγκάλψ. Οὕτω μὲν οὖν σοι καὶ λαλῶ, καὶ προσβλέπω Τὸν πρόξενόν μοι τῶν θεηγόρων λόγων, Λαβὼν πρὸς ὑμῶν οἷς θέμις τιμᾶς φίλους, Ὡς ἦν ἐφικτὸν τῷ γραφεῖ τοῦ πυκτίου. Πλὴν καταχρόνον τε καὶ προσῳδίαν Αὐτοὺς γράφειν, μάλιστα σεμνύνει πλέον. Αὐτὸς δὲ ταύτην ἀντιδέξῃ τὴν χάριν Πρὸς τὴν ἄνωθεν τοῦ Θεοῦ προθυμίας, Τοῖς τε ἑαυτοῦ δεξιοῖς παραστάταις. Εὐεργετεῖν γὰρ ἴστε τοὺς φίλους μάλα, Πᾶσι προκεῖσθαι καὶ προκιχρᾶσθαι θέλειν, Τὰ καὶ πάλαι τιθέντα τῷ μακρῷ χρόνῳ, Ιδρῶσι πολλοῖς τῇ φιλεργούσῃ φύσει, Καθ᾿ ἣν λελοχὼς προίκα του ποθουμένου Πόνοις, ἀριστοῦ τῶν γραφόντων βιβλία! Ανιστορῶν τε καὶ γραφῇ καὶ καρδίᾳ Τὸν ἄφθονον ῥοῦν τῶν θεοκτήτων πόνων. Τοὺς γὰρ γλυκασμοὺς ὧν ἀποστάζεις λόγων, Ἡ τοῦ βίου κάθαρσις ἀγγελεῖ πλέον. Λαλεῖν δὲ παντάπασιν ἐν παῤῥησία, Καὶ κιρνῶν τῇ καταλλήλῳ θέσει *Απαν πρόσαντες καὶ λόγου καὶ πράγματος. Καὶ τοῖς λογισμοίς ζωγραφων καθ' ἡμέραν, Ἐν οἷς τὸ κῦρος τῶν ἀληθῶν δογμάτων, Ὡς ἐν λάλοις πίναξιν ἐστηλωμένον. Καὶ τὴν νέαν συῤῥίζειν ὡς λαοπλάνον. Λόγοι τε τοξεύουσι τῶν διδασκάλων, ὺς πᾶσαν αὐτῆς τὴν νεόσπαρτον χλοήν, Εἰς νοῦν τετράφθαι καὶ σποδόν τεθρασμένη Απανταχού γῆς, κἀστραπὴς τάχους δίκην, Τῶν ἐντραφέντων ὀρθοδοξίαις λόγοις. Οὐ πραγμάτων κύκησις, οὐκ ἀφοὺς μέγας, Οὐκ ὄγκος ὕψους ἀρχικῆς ἐξουσίας. Απὴν γὰρ αὐτῶν πᾶς ἀβλεψίας σκότος Τὸν νοῦν τε συμφράττοντες ἐν παντευχία. Τὸ φῶς ἔναυλον καὶ πρὸ τῆς ἤδης τρέφων, "Εως ἂν εὗρες Χριστὸν, ὡς εὑρεῖν θέμις, Καὶ πυρσὸν αὐγάζοντα δογμάτων σέλας
col. 1441–1442page 326 of 327
PG 97:1441Ἡ μᾶλλον ἄνθρωπόν τε καὶ Θεὸν λέγειν. Πλὴν οὐ μεριστῶς, οὐδὲ μὴν πεφυρμένως. Οὐκ ἂν διδάξῃς. ἀσφαλὲς ὧν ἐν λόγοις. "Οτ᾽ αὖ διαιρεῖν εἰς δυοῖν ὑποστάσεις Πατρὸς μὲν Υἱὸν, καὶ βρέφος της Παρθένου. Τῆς δ' οὗ γ' ἐπεσχάτων τε καὶ σπορᾶς ἄνευ, 11 συνδραμούσα τῷ λόγῳ σαρχουμένῳ. Εντεῦθεν ὥσπερ κυρίως Θεητόκος Κηρύττεται τε καὶ σεβάζεται μόνη. Χριστὴν γεραίρειν ἴσμεν, ἀλλ' οὐχ ὡς δύο, Κἂν ἐν δύο πέφηνεν ὥσπερ ἐν δύο, Συρμού τε χωρίς καὶ τροπῆς πάσης δίχα. Ούκουν μεριστὸς ὡς ἐκόμβουν οι πάλαι, Δίχα τε τούτον συντεμεῖν ᾑρημένοι. Εἰς προϋπτον αὐτὴν ἐξελέγξεις την πλάνην, ἂν σφενδονᾷ μὲν ἡ Γραφή κατακράτης. Βελῶν δίκη, είπτοντες ἄνθρακα, λάλους, Καὶ τὰς νεωστί λυστοδήκτους τεθρίας. Χριστοῦ δὲ τὴν σάρκωσιν ἡλίου πλέον Διαδραμεῖν τε καὶ διαυγάσει φρένας, Ο; οὐδὲν ἡμαύρωσεν· οὐ καιροῦ ζάλη, Φυσᾷν δοκοῦσα καὶ κτυπῶν ὑπειγμένη, Οὐ πιοῦτο; ἀδρος, οὐ σεβοῦσα κομψότης, Φωτός καταστράπτοντος αὐτοὺς ἀσμίου, ῶν εἰς πέφηνας ἐκ βρέφους καὶ σπαργάνων, Καὶ πᾶν νόημα τῆς Γραφῆς ἐπιξέων. Ως φῶς ἀναστράπτοντος τῇ σῇ καρδίᾳ, Δὲ ὧν τὸν αὐτὸν σάρκα καὶ Θεὸν φύσιν, Οριστικῶς μὲν ἐκδιδάσκεις, οἷς γράφει; φύσεις. Τὸ μὲν γὰρ ἡ σύμφυρσιν, ἢ τροπῆς ἴχνος. Καὶ δογματίζων ἀκριβῶς εἰθισμένος, Τὸν συντεθέντα Χριστόν. Εἰς γὰρ οὐ δύο. Τοῦ μὲν πρὸ αἰώνων τε καὶ μητρὸ; δίχα, Τοῦ δ' αὖ μεταξὺ τῶν χρόνων Πατρὸς δίχα] Σπορὰν γὰρ ἔχε την χύσιν τοῦ Πνεύματος Επεσκίασεν ἐνθέως τῇ Παρθένῳ, 0; αὐτὸν γεννήσασα τὸν Θεὸν Λόγου, Ἐντεῦθεν αὐτῆς καὶ τὸν Υἱόν, ὡς ἕνα. Τομὴν γὰρ εἶχεν οὐδαμῶς τὴν εἰς δύο. Καὶ σαρξ πεφηνώς, εἷς μετ' αὐτῆς ἐκράθη, Ο τὴν καθ' ἡμᾶς οὐσιωθεὶς οὐσίαν. Τέμνοντες αὐτοῦ τὰς συνημμένας φύσεις, Ιν' εἰς ψιλὲν ἄνθρωπον ἐλπίζειν μόνον, Καὶ γυμνὸν εἶναι τὸν Θεὸν δοῖεν Λόγον. Αλλ' οὐδὲ συντιθέντας εἰς μίαν φύσιν, Τὸ προσλαβόν τε καὶ τὸ προσληφθὲν λέγω, Τοὺς Συγχυτὰς ἔλοιο συγχωρεῖν ὅλως. Η σύνθεσις πέφηνεν ἡ κατ' ουσίαν.
col. 1443–1444page 327 of 327
PG 97:1443* Εντεῦθεν ὥσπερ ἐνθέω παρρησία, Καὶ τὴν ἐν αὐτῷ προσφυῶς νοουμένην Αλλ' οὐ διιστῶν ἢ μερίζων ἰδίως. Καθ' ἣν ὁ νοῦς πέφυκεν ἰσχνῶς προσβλέπειν Τὰς συμβαθεῖσας εἰς ἑνώσεως λόγον. Οὕτως νοῦ μὲν τὰς ἐνεργίας δύο, Υἱοῦ τε Χριστοῦ καὶ προσώπου συνθέτου, Ὡς ἐκ μιᾶς πηγῆς τε (καί) συναυλίας Ολης διαμπαξ τῆς καθ' ἡμᾶς οὐσίας, Τα συνδραμούσας εἰς ὑπόστασιν μίαν Φύσεις δὲ Χριστοῦ ταύτας προδήλως δύο. Συμφύρσεως γάρ, οὐχ ενώσεως τρόπος, Ὡς αὐτὸς οἶσθα, καὶ διδάσκεις ἐμφρόνων. Χριστοῦ νοεῖσθαι τὰς ἐνεργείας δύο, Διπλὴν θέλησιν δογματίζεις συνδέως Τούτων ἑκάστην, πλὴν θεωρίς μόνῃ, Διακρίνειν τε τοῖς ἀσυγκρίτοις νόμοις, Αλλ' οὐ τραπείσας εἰς ἑαυτὰς οὐσίας, Τὰς ὡς ἑνός τε καί ἑνὸς παρηγμένας Κατ' ἄλλο κάλλο τῇ καταλλήλῳ φύσει Κοινῶς προϊούσας καὶ συνημμένας. Βίβλον ἐξῆλθον, ἣν ὁρᾷς, φίλος, πάνω.
Page scan enlarged

Notebook

Full View