PG 98Germanus I of Constantinople
Saint Germanus, Patriarch of Constantinople
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 335–336page 164 of 223
PG 98:335ἀμηνυτί παραγενόμενος, ὥς τίς ποτε κατάσκοπος, καὶ μάλιστα ἐμοῦ ἀπόντος, καὶ οὐκ ὄντος ὑπὸ τὰ τείχη τῆς πόλεως Ναζαρέτ. ο Η Θεοτόκος. Λαβοῦσα τὴν κάλπην ἀπιέναι ἐπὶ τὴν ἐμὴν πηγὴν ἀντλῆσαι ὕδωρ ὅπως πίωμαι, εἰσῆλθεν εἰς τὰ ὦτά μου φωνή σιωπηλώς, τοιαῦτα λέ γουσα· ο Χαίρε, κεχαριτωμένη, ο Κύριος μετὰ σοῦ.» Ο Ιωσήφ. Μη γὰρ ἐκ τῆς φωνῆς συνέλαβες; ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἀπὸ φωνῆς ῥημάτ των εκυοφόρησε παρθένος ἀπείρανδρός ποτε· οὔτε οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔτι τοιοῦτον γέ γονεν ἐν ταῖς ἀρχαίαις ἡμέραις. Η Θεοτόκος. Μὴ γὰρ οὐ γέγραπται ἐν τοῖς προ φήταις, ο Ότι Παρθένος ἐν γαστρὶ λήψεται, καὶ παιδίον ἡμῖν τεχθήσεται; ο Μὴ ἔχεις εἰπεῖν ὅτι οἱ προφῆται ψεύδονται; σφάλλῃ λοιπὸν, ὦ Ἰωσήφ, ἐπὶ πολύ μαινόμενος. Ὁ Ἰωσήφ. Νῦν λέξω, Μαρία, ὅτι τοῖς ἴχνεσιν Εὔας σῆς μητρὸς ἐξηκολούθησας. ᾿Αλλ' ἐκείνη μὲν τοῦ παραδείσου ἀπῳκίσθη, καθότι τὴν ἀκοὴν ἐφ ήπλωσε τῷ ταύτῃ ψυθιρίσαντι· σὺ δὲ τοῦ οἴκου μου ἐκβληθήσῃ ὡς ὑπεύθυνος. Η Θεοτόκος. Νῦν ἐπῆλθες μοι ὡς τίς ποτε ἄλλο γενὴς καὶ ἑτερόφυλος, καὶ κατήγορος, οὐχ ὡς βα σιλίδι τινὶ διαλεγόμενος· καὶ ἀπὸ πόλεως εἰς πόλιν λάθρα διώκομαι· καὶ τί λοιπὸν ἀπολογήσομαι; Ὁ Ἰωσήφ. Ξενίσει ο τόκος, ὡς ἐμοὶ δοκεῖ, οὐ μόνον ἐμοὶ, ἀλλὰ καὶ ἀγγέλους καὶ ἀνθρώπους, καὶ οὐκ ἂν πιστεύσωσι. Τίς ποτε ἀκήκοεν, ὅτι παρθένος βρέφος τέτοκεν, καὶ μάλιστα ἀπείρανδρος τυγχάνουσα; Η Θεοτόκος. Ξενίσει σοι, οἶδα, τὰ λεγόμενα καὶ καταπλήττει σου τὸν νοῦν τῆς μυστικῆς κυοφορίας τὸ παράδοξον μυστήριον. Ἐγὼ δὲ οὐκ ἐγενόμην αἴτιος τῆς ἐπενεχθείσης μοι συμφοράς, καθότι ἀπὸ βρέ τους λατρεύειν είθισα τῷ Κυρίῳ μου τῷ ποιήσαντί με. Ὁ Ἰωσήφ. Οὐκ εἶπόν σοι, ὅτι δεῖξόν μοι τὸν ἐπίβουλον τῆς ἐμῆς οἰκίας, καὶ ἐλευθερῶ σε τοῦ τοιούτου ἐγκλήματος; Οὐκ εἶπόν σοι, ὅτι Πορεύθητι σπουδαίως πρὸς τὸν σὸν ἐραστήν; Καὶ τί λοιπὸν ἀπὸ τούτου ἐλπίζεις; Η Θεοτόκος. Οὐκ ἐπίσταμαι σαφῶς τὸν ἐν ποίοις τόποις αὐλίζεται. Ἐπεὶ κατὰ ἀλήθειαν ἤθελον κἀγὼ αὐτὸν κατατυχεῖν· ἤθελον αὐτοῦ τὸ ἀξιοζωγράφι στον κάλλος θεάσασθαι, καὶ μετ᾿ αὐτοῦ διαλεκτῆσαι ὅτι εἶπέ μοι Χαῖρε, καὶ ἄρτι λυποῦμαι. ῾Ο ᾿Ιωσήφ. Πῶς μὴ πτήξω, καὶ τύψω τὴν ἔψιν, ότι παρθένον παρέλαβόν σε ἐξ οἴκου Κυρίου μου, καὶ οὐ διετήρησά σε; Πῶς δὲ ἀπὸ τοῦ νῦν προσάξω Κυρίῳ τῷ Θεῷ μου, καὶ ἐκπληρώσω νομικὴν διάταξιν κατὰ τὸ ἐμοὶ εἰθισμένον; Η Θεοτόκος. Πίστευε προφήταις Θεοῦ, καὶ μὴ ἐπὶ τοσοῦτον τῇ περισσοτέρα λύπῃ κατατήξης ἑαυ τόν· εὑρήσεις γὰρ ἐν αὐτοῖς γεγραμμένα· «Ιδού ή παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.
col. 337–338page 165 of 223
PG 98:337Ο Ιωσήφ. Ράβδος ἀρχιερατικὴ ἔπεισέ με παρα- Λ λαβεῖν σε ἐκ τοῦ οἴκου τῆς προσευχῆς εἰς τήρησιν καὶ κατέλιπόν σε λοιπὸν μετὰ πάσης εὐταξίας ἐν τῷ οἴκῳ μου· καὶ ἵνα τί οὐκ ἐδέξω, Μαρία, τῆς ἐμῆς ξενιτείας, καὶ τῶν ἐμῶν ἔργων τὴν συμπλήρωσιν; Η Θεοτόκος. Ρυτίδα κοίτης ἀλλοτρίας, καὶ μῶμον σαρκικῆς ἐπιθυμίας, οὐκ ἐπίσταμαι, ζῇ Κύ ριος· πλὴν εἰ μὴ ὅτι καὶ πάλιν τὴν πορφύραν κατ έχουσα, ήκουσα φωνῆς ἀγγελικῆς βοώσης μοι Μή φοβοῦ, Μαριάμ εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. ν. Ο Ιωσήφ. Στέρξον ὀλίγον ἔτι ἅπαξ ἐν τῷ οἴκῳ μου, καθότι καιρὸς ἀπογραφῆς ἐφέστηκεν Αὔγουστον Καίσαρος τὰ νῦν βασιλεύοντος ἐγὼ δὲ καὶ γυναῖκα ἐμὴν εὐλαβοῦμαι σε ἀπογράψασθαι μάλιστα διὰ τὴν Δαυϊτικὴν συγγένειαν. Η Θεοτόκος. Συντηρήτω ἄρα τοὺς λόγους σου ἐν τῇ καρδίᾳ μου, καὶ στέρξω μικρὸν λοιπὸν ἔτι ἐν τῷ οἴκῳ σου· καὶ ἐκδέξομαι καιρὸν ἀπογραφῆς καὶ ἡμέραν κυοφορίας μου, μέχρι ἂν καὶ φόρους τελέ σωμεν Αὐγούστῳ Καίσαρι, Αὐγούστῳ Ρωμαίων τῷ νῦν βασιλεύοντι. Ο Ιωσήφ. Τάχα ἄγγελος ἦν ὁ φανείς μοι καθ' ὕπνον, καὶ λέξας μοι·. Ἰωσὴφ υἱὸς Δαβίδ, μὴ φοβη θῇς παραλαβεῖν Μαριάμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθέν, ἐκ Πνεύματός ἐστιν ἁγίου· τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Η Θεοτόκος. Τάχα, κύριέ μου, ἐκεῖνος ἦν ὁ τὸ, Χαῖρε, μοὶ ἐπιφθεγξάμενος. ᾿Αλλὰ τὸ λοιπὸν εὐτρέπισον σπήλαιον, καὶ μαῖαν Εβραίαν καταζήτησον τοῦ γένους ἡμῶν· καὶ τὸ μυστήριον φυλάξει, καὶ κατὰ τὸ εἰθισμένον διακονήσει μοι. Ο Ιωσήφ. Υποδείξει μοι πάντως φανείς μοι καὶ τὸν τόπον καὶ τὸ σπήλαιον· σὺ δὲ, Μαρία, τὰ σπάργανα ἑτοίμασον. Κάντε προφήτης, κάν τε βασι λεὺς ὑπάρχει ὁ μέλλων τίκτεσθαι, ἡμεῖς οὐκ 6 οίδα μεν, «ὅτι Ναζωραίος κληθήσεται. Η Θεοτόκος. Ὑπολαμβάνω ὅτι βασιλεὺς κλη θήσεται ὁ μέλλων τίκτεσθαι· γέγραπται γὰρ ἐν τοῖς προφήταις· ο Χαίρε σφόδρα, θύγατερ Σιών κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου έρχεται σοι δίκαιος καὶ σώζων.» Ο Ιωσήφ. Φαινερώσει μοι λοιπὸν ὁ καθ᾽ ὕπνον χρηματίσας μοι, καὶ τὰ μέλλοντα ἡμῖν μετὰ ταῦτα συμβαίνειν. Ἐγὼ καὶ τὸν Ἡρώδην εὐλαβοῦμαι, ὅτι ποτέ τινος μηνύσαντος, ποιήσει ζήτησιν τοῦ παρ' ἡμῖν τικτομένου παιδός. Ἡ Θεοτόκος. Φανήσεται τὸ σημεῖον ἐν τῷ οὐρανῷ γέγραπται γὰρ ἐν τοῖς προφήταις· • Ανατελεί ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ισραήλ. καὶ θραύσει τοὺς ἀρχηγούς Μωάβ. ο Ὁ Ἰωσήφ. χθὲς ἐξ ὑποψίας σφαλλόμενος, μέμψιν ἐπήνεγκα τῇ ὡραιότητί σου καὶ τῷ κάλλει που· νῦν δὲ ἐξ ὕψους πληροφορίαν δεξάμενος, ἀπο το

Oration VIOratio VI

col. 339–340page 166 of 223
PG 98:339λογήσομαι ἅμα· καὶ προσκυνήσω μετ' εὐλαβείας τῇ μεγαλοσύνη σου, καὶ εὐλογήσω τὸ ὄνομά σου. (Λείπει). ο Ο Η Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γερμανοῦ ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, εἰς τὴν πάν σεπτον κοίμησιν τῆς ἁγίας Θεοτόκου λό γος α'. Ο χρεωστῶν, πάντοτε τὸν ἴδιον εὐεργέτην ἀνυμνεῖ. Ο σωζόμενος, οὐκ ἀγνοεῖ τοῦ οἰκείου Σωτῆ ρος την σκέπην. ῾Ο ἐξ ἔργων ἀμοιβὰς παρέχειν μὴ εὐπορῶν, κἂν τὴν ἐκ τῶν λόγων δοκιμάζει προσφέρειν τῷ προστάτῃ δεξίωσιν. Διὰ καὶ σὲ, Θεοτόκε, ὡς ὑπὲρ λόγον καὶ ἔννοιαν, τὰ τῶν παραδόξων κεκτημένην θαυμάσια, ἐγκωμιάσαι τολμῶ. Σοὶ τὰ τῆς σῆς φωνῆς ἐν ἀγαλλιάσει κἀγὼ παρρησιασθεὶς προσαναπέμπω ῥήματα. Ἐπίβλεψον ἐπὶ τὴν ταπείνωσιν τοῦ δούλου σου· ὕψωσον ταπεινοῦ στόμα, καὶ πεινώντά με τὴν σὴν ἐπιθυμητῶς δοξολογίαν, τῶν σῶν ἔμπλησον τῆς ἐπιτυχίας ἀγαθῶν, ἵνα σου τῇ ἀντιλήψει τὸν νοῦν ποδηγούμενος, μὴ ἐντραπῶ μεγαλύναι σε, Δέσποινα. Σὺ γὰρ εἶπας δικαίως μα καρίζειν σε, πάσας τὰς τῶν ἀνθρώπων γενεάς· σὲ, τὴν μὴ παρ' οὐδενὸς ἀξίως μεγαλυνομένην· σὲ, τὴν συμπαθοῦσαν ἀεὶ, τῇ στενῇ τῶν ἐγκωμιαστῶν σου καὶ προπετεῖ πτωχονοίᾳ. Τί πρῶτον εἴπω, καὶ τί δεύτερον παραφυλάξω; Τῆς ἐνσάρκου σου μετὰ ἀνθρώπων συναναστροφῆς τοὺς ἐπαίνους ἐπαν υμνήσω, ἢ τῆς ζωοκοιμήτου σου κατά πνεῦμα μετα στάσεως τὴν δόξαν ἐπικροτήσω; Φοβερὰ τὰ ἀμφό. τερα· φρικτὰ τὰ ἑκάτερα. Περὶ μὲν οὖν τῶν σῶν ἐν διηγήσει θριάμβων παρακατιὼν ὁ λόγος ὑποστήσει· προϊὼν δὲ, τῆς νῦν ὑποθέσεως, τῆς τιμίας καὶ ενδόξου σου, Θεομήτορ, μεταστάσεως, ἀπάρξηται τὸν ὕμνον. Τῶν ἐπιγείων ὅταν μετέστης, τῶν οὐ ρανίων προδήλως ἐπέβης· πλην οὔτε πρώην τῶν οὐρανίων ἡμοίρεις, οὔτε μετατεθεῖσα τῶν ἐπιγείων ἐξέστης· ἐπειδὴ, καὶ τῶν ἐν οὐρανοῖς ταγμάτων υψηλοτέρα κατέστης, καὶ τῶν ἐπὶ γῆς ποιημάτων ὑπερτέρα κατεφάνης. Επ' ἀληθείας γὰρ, καὶ τοὺς οὐρανοὺς ἐκαλλώπισας, καὶ τὴν γῆν ὑπερελάμπρυνας, Θεοτόκε. Τοὺς μὲν οὐρανοὺς, ὅτι περ ἅμα τοῦ στῆ καὶ τὰ τῶν ἀνθρώπων γένη, ἄγγελοι τῆς τούτων ἐπιτροπεύειν προςτάχθησαν ζωῆς· τοῦ ὁδηγεῖν, καὶ διοικεῖν, καὶ φυλάττειν αὐτοὺς, ἐν τῇ πρὸς Θεὸν ἀμεταθέτῳ πίστεως καρδίᾳ. ο Έστησε γάρ, φησίν, ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.» Και, ζωοκοίμητον
col. 341–342page 167 of 223
PG 98:341Παρεμβαλεί, φησίν, ἄγγελος Κυρίου κύκλῳ τῶν "..: « φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Αλλά τῶν ἐλεεινῶν ἀνθρώπων πλάνῃ καὶ εἰδωλολατρεία τότε διατελούντων, κνίσης τε θυσιῶν τὸν ἀέρα μου λυνόντων, ἀφειδίασαν ἡ ἐκ τῆς τῶν ἀνθρώπων συν διαγωγής λοιπὸν καὶ οἱ ἄγγελοι· ἀντανεῖλε δὲ παρ᾽ αὐτῶν ὁ Θεὸς καὶ τὸ ἅγιον αὑτοῦ Πνεῦμα. Σοῦ δὲ τεκούσης ἐπ' ἐσχάτων τὸν ἐν ἀρχῇ ν Λόγον τοῦ Θεοῦ καὶ Πατρός, παρευθὺ τῆς σῆς κυήσεως, καὶ τῶν ἀγγέλων αἱ στρατιαί, ἀπὸ τῶν οὐρανῶν παρέκυψαν, τὸν ὑπὸ σοῦ γεγεννημένον ἀνυμνοῦντες Θεὸν, καὶ δόξαν ἐν τοῖς ὑψίστοις προστεθῆναι βοήσαντες, εἰ ρήνην ἐπὶ γῆς ἐκραύγασαν ἐπιφθάσαι· ὡς· μηκέτι λοιπὸν ἔχθραν μεσοτοιχου μεταξὺ ἀγγέλων καὶ ἀγω θρώπων, οὐρανοῦ τε καὶ γῆς, χρηματίζειν· ἀλλὰ σύμφωνον πολίτευμα, καὶ μίαν ἀντιφωνοῦσαν δοξο λογίαν παρ' ἀγγέλων καὶ ἀνθρώπων, τῷ ἑνὶ καὶ τριαδικῷ Θεῷ προσαναπέμπεσθαι παρ' ἑκατέρων. Καὶ ὁ Πατὴρ δὲ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, μαρτυρῶν τῇ ἐκ σοῦ χωρὶς Πατρὸς σωματική κύρο ρίπ, εἰς αὐτὸν βοᾷ· «Εγώ σήμερον γεγέννηκά σε. ο Καὶ πάλιν· ι Ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε.» "Ω βήματα θεολογίας μεστά! Εἰ πρὸ γεννηθῆναι παρὰ σοῦ τῆς Παρθένου Μητρός, Υἱὸς οὗτος μονο γενὴς τοῦ Θεοῦ, πῶς ὁ Πατήρ φησι πρὸς αὐτὸν, Εγώ σήμερον γεγέννηκά σε; ο Δῆλον ὅτι τὴ σή μερον, οὐχὶ τὴν τῆς θεότητος τοῦ Μονογενούς πρόσω φατον παρίστησι ὕπαρξιν, ἀλλὰ τὴν πρὸς ἀνθρώπους σωματικὴν αὐτοῦ βεβαιοί παρουσίαν. Τὸ δὲ, γεγέννηκά σε, τὸ τοῦ ἁγίου Πνεύματος ἐν τῷ Πα τρὶ θεαρχικὸν ὁμοῦ καὶ συνεργητικὸν ἐμφαίνει συνού σιον. Ἐπειδὴ γὰρ οὐκ ἀλλότριον τὸ Πνεῦμα τοῦ Πατρός· εὐδοκίᾳ δὲ καὶ ἀποστολῇ τοῦ Πατρὸς ᾤκησεν ἐν σοὶ τῇ Παρθένῳ καὶ Μητρί, ιδιοποιεῖται τὴν τοῦ παναγίου Πνεύματος ενέργειαν ὁ Πατήρ, ὅθεν τὴν ἐκ σοῦ σωματικὴν τοῦ Υἱοῦ αὐτοῦ πρόοδον και νοποιησάμενος μετὰ τοῦ Πνεύματος ὁ Πατήρ, «Εγώ, φησὶ τῷ Υἱῷ, σήμερον γεγέννηκά σε.» Καὶ τόδε, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,» τῆς αὐτῆς ἔχεται πιστοφορίας κ' τουτέστιν, ὅτι καὶ τὴν προαιώνιον τῆς θεότητος ἐν τῷ Μονογενεῖ πιστὸν μετὰ τοῦ Πατρὸς συναΐδιον οὐσίαν, καὶ τὴν ἔνσαρκον αὐτοῦ περὶ τὰ ἔσχατα τῶν καιρῶν ἐκ σοῦ τῆς. 'Αει παρθένου φυσικὴν καὶ ἀφάνταστον δείκνυσιν έναν θρώπησιν. Γαστέρα γὰρ προεωσφόρον, τὴν γεννητικὴν τοῦ προουρανίου καὶ ἐπιγείου Φωτός ὠνόμασεν ἡ Γραφή πρόοδον· τοῦ δειχθῆναι ὅτι πρὸ πάσης κτίσεως ὁρωμένης καὶ ἀοράτου, ὁ Μονογενής ὑπὸ τοῦ Πατρὸς ἀνάρχω;, ἐκ Φωτὸς ἐγεννήθη Φῶς· καὶ Ο ΧΧΧΙΙΙ, Βῖσι ἀφείδησαν. Δ' ἴσ. πληροφορίας. τὸ σήμερον. Τὸ τοῦ ἁγίου Πνεύματος ἐν τῷ Πατρὶ θεαρχικόν Τό, θεαρχικόν, ἀπὸ ἀρχῆς, τὸ αἰτία
col. 343–344page 168 of 223
PG 98:343γαστέρα πάλιν, τὴν σὴν ἐσήμανε κοιλίαν, τοῦ δεῖξαι καὶ τὴν σαρκικὴν ἐκ σοῦ τοῦ Μονογενοῦς ἐπιδημίαν. Προεωσφόρον δὲ, τὴν πρὸ τοῦ αύγους τότε δεδή λωκε νύκτα· έωσφόρον, τὴν ἡμέραν καλῶς ὑποτιθεμένη· ἐπειδὴ γὰρ ἐν νυκτὶ τὸ φῶς τοῖς ἐν σκότει καθημένοις ἐκύησας, προεωσφόρον τὴν ὥραν ἐκά λεσε τοῦ τόκου σου. «Ποιμένες γὰρ, φησίν, ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες, καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτός.» Τοιαύτη ἡ προστεθείσα διὰ σοῦ τοῖς ἐπουρανίοις δόξα, Θεοτόκε. 1 Μὴ γὰρ προσετέθη, οὐκ ἂν τὸ ἤδη δεδοξασμένον, Δόξαν ἐν ὑψίστοις, ἀνύμνουν οἱ ἄγγελοι, κατὰ τὸν καιρὸν, ἐπικαταλαβεῖν τῆς ἀφράστου σου κυοφορίας. Ποία δὲ καὶ τῶν ἐπιγείων ἡ ἔλλαμψις; ὅτιπερ διὰ τῆς σῆς ἀμώμου σαρκὸς οὐρανοπολίτης ὁ ἄνθρωπος ἀπετελέσθη, καὶ ποιμένες μετ' ἀγγέλων ἐμίχθησαν. Οἱ μὲν ἄγγελοι καταβατικοί πρὸς τὴν ἄνω τοῦ Θεοῦ καὶ δεδοξασμένην ὑψωθέντες ἀξίαν τουτέστι, τὴν ἄναρχον τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν σοφισθέντες πρὸ τῶν αἰώνων γεννητικὴν, καὶ οὐ κτιστὴν ὁμοουσιότητα. ο τῆς ζωῆς κατεκτήσαντο. Αλλως ἵνα καὶ μεθ᾿ ἡμῶν Ἐπὶν οὖν, παναγία Θεομήτορ, ὁ οὐρανὸς, καὶ ἡ γῆ μᾶλλον εἰπεῖν, διὰ σοῦ κατεκομίσθη 1, πῶς ἔνδε στον ὀρφανοὺς τῆς σῆς ἀναθεωρίας καταλείψαι σε τῇ μεταστάσει τοὺς ἀνθρώπους; Μὴ γένοιτο τοῦτο φρονεῖν ἡμᾶς! "Ωσπερ γὰρ ἐν τῷ κόσμῳ τούτῳ διά γουσα, οὐ ξένη τῶν οὐρανίων ὑπῆρχες διαιτημάτων, οὐδὲ μετα[τε]θεῖσα, τῆς σῆς ἀνθρώπων Αλλοτριώθης τῷ πνεύματι συναναστροφῆς· ἐπειδὴ καὶ οὐρανὸς θεοχώρητος ἀνεδείχθης τοῦ ὑψίστου Θεοῦ, διὰ τὸν χω ρητικὸν κόλπον σου πρὸς αὐτοῦ βασταγμοῦ· καὶ γῆ πάλιν αὐτῷ πνευματική, διὰ χωρητικὴν ὑπουργίαν ἐχρημάτισας τῆς σαρκός σου. Ὡς ἔνθεν ευστόχως ἔστι πιστεύειν, ὅτιπερ καὶ κατὰ τὸν κόσμον τοῦτον ὅταν ἐπεδήμεις, σύνοικος ἦσθα διὰ παντὸς τοῦ Θεοῦ μετατεθεῖσα τῶν ἀνθρωπίνων, οὐκ ἐγκατέλιπάς ποτε τοὺς ἐν τῷ κόσμῳ. Πλὴν ὁμοίως ἢ ἀδολεσχοῦ μεν, οἱ πιστῶς σε προσκυνεῖν εἰθισμένοι· διὰ τί, σὲ καὶ σὺν τῷ σώματι μὴ κατηξιώθημεν καὶ ἡμεῖς εὐτυχῆσαι; Διὸ καὶ τρισμακαρίστους μᾶλλον και λοῦμεν, τοὺς τῆς παροικίας σου κατατρυφήσαντας θεατάς, ἐπειδή σε συνομόζωον ἑαυτοῖς τὴν Μητέρα σωματικῶς ἐμπεριπατεῖς, οὕτω καὶ τῶν ἡμετέρων ψυχῶν οἱ ὀφθαλμοὶ καθεκάστην σε προβλέπειν ψυχαγωγοῦνται. Καὶ γὰρ, ὡς μετὰ τῶν ἀρχαιοτέρων ἡμῶν ἐν σαρ κι συνεπολιτεύου, ὁμοίως καὶ μεθ᾿ ἡμῶν τῷ πνεύ ματι συνοικεῖς· καὶ ἡ πολλή σου περὶ ἡμᾶς σκέπη, τὴν σὴν ἡμῶν χαρακτηρίζει συνομιλίαν. Καὶ τῆς φωνῆς σου πάντες ἀκούομεν· καὶ ἡ φωνὴ τῶν ὅλων πρὸς τὰ σὰ τῆς ἀκροάσεως ὦτα· καὶ γινωσκόμενο παρὰ σοῦ διὰ τῆς ἀντιλήψεως, ἐπιγινώσκομέν σου κατεκοιμήθη. ' ἴσ. ὅμως,
col. 345–346page 169 of 223
PG 98:345προστατικὴν ἀεὶ τὴν ἀντίληψιν. Κωλυτικὸν γὰρ οὐ δὲν, μερισμὸν λέγω ψυχῆς καὶ σώματος, μεταξὺ τῆς σῆς καὶ τῶν σῶν δούλων διαγνώσεως. Οὐ γὰρ ἀφο ἥκας, οὓς διέσωσας· κατέλιπας, οὓς συνήγαγες ὅτι ζῇ σου τὸ πνεῦμα διὰ παντὸς, καὶ ἡ σὰρξ δια φθορὰν οὐχ ὑπέμεινε ταφῆς. Πάντας ἐπισκέπτῃ, καὶ ἡ ἐπισκοπή σου, Θεομήτορ, ἐπὶ πάντας· ὥστε κἂν οἱ ὀφθαλμοὶ ἡμῶν κρατοῦνται τοῦ μὴ βλέπειν σε, παν αγία, ἐν μέσῳ σὺ τῶν ἁπάντων ἐμφιλοχωρεῖς, ἐμφανίζουσα τοῖς ἀξίοις σου διαφόρως ἑαυτήν. Η γάρ σὰρξ οὐκ ἐμποδίζει τῇ δυνάμει καὶ ἐνεργείᾳ τοῦ πνεύματός σου· ὅτιπερ ὅπου θέλει πνεῖ σου τὸ πνεῦ μα, ἐπειδὴ καθαρὸν τοῦτο καὶ ἄῦλον· ἄφθαρτον καὶ ἀκηλίδωτον, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου συνδιαι τικὸν πνεῦμα, καὶ τῆς Μονογενοῦς θεότητος ἐκλε κτόν. Σύ, κατὰ τὸ γεγραμμένον, «ἐν καλλονῇ·, καὶ τὸ σῶμά σου τὸ παρθενικόν, ὅλον ἅγιον, ὅλον ἁγνὸν, ὅλον Θεοῦ κατοικητήριον· ὡς ἐκ τούτου λοιπὸν καὶ ἀλλότριον χοϊκῆς ἀναλύσεως. Ενναλλαγὲν μὲν ὡς ἀνθρώπινον πρὸς ἄκραν ἀφθαρσίας ζωήν· σῶον δὲ τοῦτο καὶ ὑπερένδοξον, ζωοτελὲς καὶ ἀκοίμητον· καθ᾿ ότιπερ οὐδὲ ἦν δυνατὸν παρὰ νεκροποιοῦ συνκλει σμοῦ τοῦτο κρατηθῆναι, ὡς σκεῦος ὑπάρχον θεηδό χον, καὶ ἔμψυχος ναὸς τῆς τοῦ Μονογενοῦς παναγίας θεότητος. Ενεκεν δὴ τούτων, μεθ' ἡμῶν σε, Θεο τίκε, πιστεύομεν περινοστεῖν. λε Οντως γάρ, ὄντως, καὶ πάλιν εὐχαριστικῶς ἐρῶ οὐκ ἐχωρίσθης κἂν μετέστης τοῦ Χριστιανικοῦ γέν νους· οὐκ ἐμακρύνθης, συναφθαρσίας ζωή, τοῦ φθει ρομένου τούτου κόσμου, ἀλλ' ἐγγίζεις τοῖς ἐπικαλουμένοις σε. Εὑρίσκῃ τοῖς πιστῶς ἐκζητοῦσί σε Στινα ζωῆς εἰσιν ἐνεργείας πνεύματος ἀειπνόου, σώματος ἀδιαρεύστου παραστατικά θεωρήματα. Πῶς γὰρ εἶχε διάλυσις σαρκὸς πρὸς χοῦν καὶ κόνιν ἀνθε υποστρέψαι σε, τὴν ἀπὸ θανάτου καταφθορᾶς, τὸν ἄνθρωπον, διὰ τῆς τοῦ Υἱοῦ σου λυτρωσαμένην σαρ χώσεως; Μετέστης γοῦν τῶν ἐπιγείων, τοῦ δειχθῆναι τὸ τῆς φρικτῆς ἐνανθρωπήσεως βεβαιούμενον ἀφαντάστως μυστήριον· ἵνα σοῦ τὴν ἐκδημίαν τῶν προσκαίρων ὑπομεμενηκυίας, ὁ ἐκ σοῦ γεννηθεὶς Θεός, πιστευθῇ καὶ τέλειος προελθεῖν ἄνθρωπος, ἐξ ἀψευδοῦς Μητρὸς Υἱὸς, ὑποκειμένης νόμοις φυσικῶν ἀναγκασμάτων, ὅρου θείου κελεύσματι, καὶ χρόνου βιωτικού παρακελεύσει· σοῦ, τῆς ὡς μιᾶς τῶν καθ' ἡμᾶς τυγχανούσης σωμάτων, καὶ διὰ τοῦτο μὴ τοῦ κοινοῦ τῶν ἀνθρώπων θανάτου δυνηθείσης ἐκφυγεῖν τὸ συνάντημα· ὅν τρόπον καὶ ὁ σὸς Υἱὸς καὶ πάνε των Θεός, καὶ αὐτὸς, ὅσον εἰπεῖν, διὰ τὸν παντὸς ἀποθνήσκοντα τοῦ γένους ἡμῶν ἄνθρωπον, τοῦ ὁμοίου σαρκικῶς < ἀπογεύσατο θανάτου· παραδοξάσας δηλαδή, κατὰ τὸν ἴδιον αὐτοῦ καὶ ζωοποιὸν τά φον, καὶ τὸ σὸν τῆς κοιμήσεως ζωοπαράδεκτον μνή μα· ὥστε ἀμφοτέρων σώματα μὲν ἀφαντάστως· ὑπου Συναφθαρσίας ζωή. μητέρα ζωῆς.

Oration VIIOratio VII

col. 347–348page 170 of 223
PG 98:347Οὐδὲ γὰρ ἐνεδέχετό σε θεοχώρητον οὖσαν ἀγγεῖον. τῆς ἀναλύσεως νεκροφθόρω διαρρυῆναι χοῖ. Ἐπειδὴ γὰρ ὁ κενωθεὶς ἐν σοὶ, Θεὸς ἦν ἀπ' ἀρχῆς, καὶ ζωὴ προαιώνιος, καὶ τὴν Μητέρα τῆς Ζωῆς σύνοικον ἔδει τῆς Ζωῆς γεγονέναι, καὶ καθάπερ ὕπνον τὴν κοίμησιν ὑπολαβεῖν, καὶ ὡς ἐγρήγορσιν ὑποστῆναι τὴν μετάστασιν ὡς Μητέρα τῆς Ζωῆς. Ωσπερ γάρ τέκνον τὴν ἰδίαν ζητεῖ καὶ ποθεῖ μητέρα, καὶ μήτηρ συνδιάγειν τῷ τέχνῳ φιλεῖ, οὕτως καὶ σὲ φιλότεχνα σπλάγχνα πρὸς τὸν Υἱόν σου καὶ Θεὸν κεκτημένην, ήρμοσεν πρὸς αὐτὸν ἐπανελθεῖν· καὶ τὸν Θεὸν δὲ, μητροφική διακρατοῦντα πρὸς σὲ στοργήν, συν δίαιτόν σοι τὴν ἑαυτοῦ καὶ πάντως ἔπρεπε κατα στῆναι συνομιλίαν. Τούτῳ δὲ τρόπῳ τὴν ἀποβίωσιν τῶν περαινομένων πεπονθυία, πρὸς τὰς ἀφθάρτους τῶν αἰωνίων μετώκησας διατριβάς, ὅπου Θεὸς ἐναν λίζεται, μεθ' οὗ καὶ σὺ συνδιάγωγος οὖσα, Θεοτόκε, οὐκ ἀποχωρίζῃ τῆς τούτου συναναστροφής. Οἶκος γὰρ αὐτῷ καταπαύσεως σὺ γέγονας σωματικές, θεα τόκε, καὶ τόπος ἀναπαύσεως αὐτὸς χρηματίζει μετ ταστάσει, πανύμνητε.. Αὕτη γάρ, φησίν, ἡ κατά παυσίς μου εἰς αἰῶνα αἰῶνος· ν τουτέστιν, Η έχ σοῦ περιβληθεῖσα τούτῳ, Θεοτόκε, σάρξ· μεθ᾿ ἧς οὐ μόνον εἰς τὸν παρόντα τοῦτον αἰῶνα ἐπιφανεὶς ὁ Χριστὸς ἐπιστεύθη, ἀλλὰ καὶ κατὰ τὸν μέλλοντα αἰῶνα, σὺν τῇ τοιαύτῃ σου σαρκὶ, ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκροὺς ἐμφανισθήσεται. "Αρα οὖν, ὡς αἰωνίας σου τούτῳ καταπαύσεως οὔσης, πρὸς αὐτ τὸν ἀδιάφθορον προσελάβετο σε, πλησιοχώρως, ὡς εἴποι τις, τῶν σῶν λαλιῶν καὶ σπλάγχνων ἔχειν σε θέλων· διὸ καὶ ὅσα ζητεῖς παρ' αὐτοῦ, τεκνοπενθῷ ἐπιδίδωσι, καὶ ὅσαπερ αἰτεῖς ἐξ' αὐτοῦ, θεοδυνά μως ἀποπληροῖ· ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας. ᾿Αμήν. δεξαμένων, διαφθορὰν δὲ μηδαμῶς ἐνεργησάντων. ο Τοῦ αὐτοῦ εἰς τὴν ἁγίαν κοίμησιν τῆς ὑπερ αγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθέ του Μαρίας λόγος β'. Παυσάτωσαν τῶν αἱρετικῶν οἱ ἀμαθεῖς καὶ ἐμβρόντητοι λόγοι. Εμφραττέσθωσαν τὰ τούτων ἄδικα χείλη. • Αγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ο Θεοτόκε, ο καὶ λεγέ τωσαν διὰ παντός • Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγα πῶντες» μεγαλύνειν κατὰ χρέως τὸ ὄνομά σου ὅτι τὸ στόμα κ τῶν Χριστιανῶν «μελετήσει τὴν δικαιοσύνην σου κ καὶ παρθενίαν σου· ὅλην τὴν ἡμέραν τὸν ἔπαινον, τῆς ἁγιοσύνης τοῦ τόκου σου. Εἶδον οἱ πτωχοὶ τὸν ο διὰ σοῦ «τῆς χρηστότητος τοῦ Θεοῦ πλοῦτον.» Εἶδον καὶ εἶπον· Τοῦ ἐλέου Κυ ρίου πλήρης ἡ γῆ. και Εξεζήτησαν ο οἱ ἁμαρ τι το πάθος.
col. 349–350page 171 of 223
PG 98:349τωλοὶ διὰ σοῦ τὸν Θεὸν, καὶ ἐσώθησαν.» Εἶπον καὶ αὐτοί· «Εἰ μὴ ὅτι Κύριος εβοήθησεν ἡμῖν, ν ἐκ παρθένου σαρκωθείς, ο παρὰ βραχὺ παρώκησεν ἂν, ο ἐν τῷ παμφάγῳ τῆς ἀπονεκρώσεως ᾅδῃ, «τῶν ψυχῶν ἡμῶν, αἱ καταδύσεις. Δυνατή τοιγαροῦν πρὸς στ τηρίαν ἡ βοήθειά σου, Θεοτόκε, καὶ μὴ χρήζουσά τι νος ἑτέρου πρὸς τὸν Θεὸν παραθέτου. Σὺ γὰρ εἴ τῆς ὄντως ἀληθινῆς Ζωῆς ἡ μήτηρ. Σὺ εἶ τῆς ἀναπλάσεως τοῦ Ἀδὰμ ἡ ζύμη. Σὺ εἶ τῶν ὀνειδισμῶν τῆς Εὔας ἡ ἐλευθερία. Εκείνη μήτηρ χοός, σὺ μήτηρ φωτός. Εκείνης ἡ μήτρα, φθορᾶς κ· ἡ δὲ σή γαστήρ, ἀφθαρσίας. Εκείνη θανάτου κατοίκησις, σὺ μετά στασις ἀπὸ θανάτου. Εκείνη βλεφάρων καταχθονι σμός, σὺ γρηγορούντων ὀφθαλμῶν ἀκοίμητος δόξα. Εκείνης τὰ τέκνα, λύπη· ὁ δὲ σὺς Υιός, παγγενής χαρά. Εκείνη ὡς γῆ οὖσα εἰς γῆν παρῆλθε· σὺ δὲ Ζωὴν ἡμῖν ἔτεκες, καὶ πρὸς τὴν ζωὴν ἐπανῆλθες, καὶ Ζωὴν τοῖς ἀνθρώποις, καὶ μετὰ θάνατον, προς ξενεῖν κατίσχυσας. «Οὐκ ἔστι τῆς ἀντιλήψεώς σου κό ρος, ο οὐδὲ τῆς ζωοκοιμήτου σου μεταθέσεως ἐπιζήμιος, ὡς εἰπεῖν, ὑποτρέχουσα τοῖς ἀνθρώποις αἴσθησις· διότι καὶ ἡ προστασία σου ζῶσα, καὶ ἡ πρεσβεία σου ζωή, καὶ ἡ σκέπη σου διηνεκής. Εἰ μὴ γὰρ σὺ προηγοῦ, οὐδεὶς πνευματικὸς ἀποτελεῖτο 1· οὐδεὶς ἐν Πνεύματι τὸν Θεὸν προσεκύνει. Τότε γὰρ πνευ ματικὸς ὁ ἄνθρωπος, ὅταν σύ, Θεοτόκε, Πνεύματος ἁγίου κατοικητήριον ἐγένου. Οὐδεὶς θεογνωσίας ἀνά μεστο;, εἰ μὴ διὰ σοῦ, παναγία· οὐδεὶς ὁ σωζόμενος, εἰ μὴ διὰ σοῦ, Θεοτόκε· οὐδεὶς κινδύνων ἐλεύθερος, εἰ μὴ διὰ σοῦ, Παρθενομήτορ· οὐδεὶς ὁ λελυτρωμέ α;, εἰ μὴ διὰ σου, Θεομήτορ· οὐδεὶς ὁ ἐλεούμενος δώρον, εἰ μὴ διὰ σοῦ, Θεοχώρητε. Τίς γὰρ τῶν ἁμαρτωλῶν ἐπὶ τοσοῦτον ὑπερμαχεῖ; Τίς τῶν ἀδιορθώτων κατὰ τοσοῦτον [ἀντιφωνητικῶς] ὑπεραπολογεῖται; Πᾶς γὰρ τῶν δυναμένων ἔσθ' ὅτε καὶ βοη ο * φθορὰ ἀφθαρσία. 1 άνετες, ἀδιορθούντων. Ἐν τῷ παμφάγῳ τῆς ἀπονεκρώσεως. ᾅδῃ. Μήτηρ χως, καὶ μήτηρ φωτός. εἰς γῆν περιῆλθε παρῆλθε· ἀπῆλθε, ἐπιζήμιος· ἀντὶ τοῦ, ἐπιζώμιος, και ζωμούς, καὶ τὰ εὔζωμα μία της Θεομήτορ' Ελεούμενος δῶρον. θεοχώρητος" τὸ Θεοχάριτος Χαῖρε, κεχα ριτωμένη. 'Αδιορθώτοις. Τό, ἀδιορθούν των τό, ἀντιφωνητικῶς, τὸ ἀντιφώνησις, ἄδεκτος ἀντὶ τοῦ, ἄδικος)
col. 351–352page 172 of 223
PG 98:351εὐλαβούμενος, ἀνεβάλλετο τὴν ὑπὲρ ἡμῶν ἱκεσίαν τῷ Θεῷ προσαναπέμψαι· ἵνα μὴ τῆς ἀποφάσεως διὰ τὸ ἄκαρπον τῆς ὑποσχέσεως δοθείσης, άδεκτος ή ἀντιφώνησις ὀφθῇ. Σὺ δὲ, μητρώαν ἔχουσα πρὸς τὸν Θεὸν τὴν ἰσχὺν, καὶ τοῖς καθ᾽ ὑπεροχὴν ἁμαρτάνουσι, καθ' ὑπερβολὴν τὴν συγχώρησιν ἐξανύεις. Οὐδὲ γὰρ ἐνδέχεται σέ ποτε παρακουσθῆναι, ἐπειδὴ πειθαρχεῖ σοι κατά πάντα καὶ διὰ πάντα, καὶ ἐν πᾶσιν ὁ Θεός, ὡς ἀληθινῇ αὐτοῦ καὶ ἀχράντῳ Μητρί. "Οθεν ὁ θλιβόμενος, εὐλόγως πρὸς σὲ καταφεύγει· ὁ ἀσθε νῶν, στὶ προσκολλᾶται· ὁ πολεμούμενος, σὲ τοῖς ἐχθροῖς ἀνθοπλίζει. «θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν,» σὺ μεταβάλλεις. Απειλὴν δικαίαν καὶ ψῆφον ἀξιοπαθοῦς καταδίκης σὺ μεταστρέφεις, ἀγαπῶσα μεγάλως τὸν ἐπικεκλημένον τῷ ὀνόματι τοῦ Υἱοῦ σου λαόν. Οθεν καὶ δ Χριστιανός λαός σου, τὰ καθ' ἑαυτὸν ἀνακρίνων, πρὸς μὲν τὸν Θεὸν παῤῥησιαστικῶς ὑποστέλλεται σοι τὰς δεήσεις προσφέρειν. Σὲ δυσωπεῖν ἀνενδοίαστος θα εί, παναγία, διὰ τὴν πεῖραν, καὶ τὰ πλήθη τῶν εἰς ἡμᾶς ἀγαθῶν σου, καὶ παραβιάσεσθαί σε πολλάκις ἐν ἱκεσίαις. 'Ανθ' ὧν τίς σε μὴ μακαρίσει; Τὴν τῶν ἀγγέλων ὑπὲρ ἔννοιαν θεωρίαν· τὴν τῶν άνθρώπων ὑπέρξενον ἐπιτυχίαν· τὴν ὑπόληψιν τοῦ γένους τῶν Χριστιανῶν· τὸ ὀχλούμενον» τῶν ἁμαρ τωλῶν προσφύγιον· τὴν καθ᾿ ὥραν ἐν τῷ στόματι τῶν Χριστιανών φερομένην. Μόνον γὰρ εἰ θροηθῇ Χριστιανὸς, εἰ καὶ πρὸς λίθον τὸν ἑαυτοῦ προσκόψη πόδα, τὸ σὸν ἐπικαλεῖται πρὸς βοήθειαν όνομα. Σε τοιγαρούν τις δοξάζων, ἀπαύστως οὐ μὴ δοξάζεται. Δοξάζειν σε, μᾶλλον ἐὰν ἀκόρως ἐνάρξηται. Αδύνα τον γὰρ ἐπαξίως ἀνυμνῆσαί σε. Τὸ διὰ παντὸς μετ γαλύνειν σε ποθεῖ, διὰ τοῦ διηνεκώς δοξολογεῖν σε, παραψυχὴν τοῦ χρέους ἀναλαμβάνων. Επὰν γὰρ πολλὰ χρεωστῶν οὐδὲν ἀνταποδίδωσί σοι, πληθύνει τὴν εὐχαριστίαν, ὡς σὺ τὴν προστασίαν. Ἐπειδὴ πανάγαθον δώρημα τέλος μὴ δεχόμενον, τὴν εὐχαριστίαν ὡς ἐν ἀρχῇ, ἀεὶ τὸ ἀγαθὸν ποιοῦντι προσ ἄγει. Σὲ τίς μὴ θαυμάσει τὴν ἀμετάθετον σκέπην, τὴν ἀμετάστατον καταφυγήν, τὴν ἀκοίμητον πρε σβείαν, τὴν ἀδιάλειπτον σωτηρίαν, τὴν σταθερὰν βοήθειαν, τὴν ἀσάλευτον προστασίαν, τὸ ἀπόρθητον τεῖχος, τὸν θησαυρὸν τῶν ἀπολαύσεων, τὸν ἀνέγκλη Λ θεῖν, τῆς παραβολικῆς συκῆς τὴν ἐκτομὴν ἐν ἡμῖν τον ο παράδεισον, τὸ ἀσφαλὲς ὀχύρωμα, τὸ κραταιὸν οι μὴ όχλ. ο ποιούσῃ. πρός τι. η ἀνέκλειπτον. Κινεί με πρὸς τὸ λέγειν ὁ ἐνυπόστατος τοῦ Θεοῦ καὶ Πατρός Λόγος. Χριστώνυμον Τὸ ἀξιοπαθοῦς διὰ πεῖραν πέτραν
col. 353–354page 173 of 223
PG 98:353περιχαράκωμα, τὸν ἰσχυρὸν τῆς ἀντιλήψεως πύργον, τὸν λιμένα τῶν χειμαζομένων, την γαλήνην τῶν τε ταραγμένων, τὴν τῶν ἁμαρτωλῶν ἐγγυητήν, τὴν τῶν ἀπεγνωσμένων προσαγωγήν, τὴν τῶν ἐξορισθέν των ἀνάληψιν, τὴν τῶν ἐκδιωχθέντων υποστροφήν, τὴν τῶν ἀλλοτριωθέντων οἰκείωσιν, τὴν τῶν κατα κεκριμένων παράθεσιν, τὴν τῶν καθῃρημένων εὐλο γίαν, τὴν δρόσον τῆς ψυχικῆς αὐχμηρίας, την στα γόνα τῆς ἐκτακείσης βοτάνης. «Τὰ γὰρ ὀστᾶ ἡμῶν, ὡς γέγραπται, διὰ σοῦ καθάπερ βοτάνην ἀνατελεῖ· κ τὴν τοῦ ἀμνοῦ καὶ ποιμένος μητέρα, καὶ πάντων τῶν ἀγαθῶν γνωριζομένην πρόξενον. "Οσα τὰ σὰ, παρά δοξα, «ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπιθυμήματα τε πάντα καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κη ρίον. Καὶ γὰρ οἱ δοῦλοί σου ποθοῦμεν αὐτὰ, ἐν τῷ ποθεῖν αὐτά, ὀντάμειψις ἐκ σοῦ πολλή.: — «Τα ἐλέη σου τίς συνήσει; ο ᾿Αλλὰ ἀρκεῖ σοι πρὸς ἔπαι νον *, ἀξιάγαστε, τὸ μὴ εὐπορεῖν ἡμᾶς ἐγκωμιάσαι τα σά. Ἔχεις ἐκ Θεοῦ τὸ μέγα πρός θρίαμβον ύψος διότι λαὸν αὐτῷ Χριστιανικὸν ἀπὸ σαρκὸς τῆς σῆς συνεστήσω, καὶ τὸ ὁμοιογενές σου, σύμμορφον τῆς θείας αὐτοῦ καὶ ὁμοιωτικῆς εἰκόνος ἀπειργάσω. Εὐλογημένον τοίνυν διὰ τοῦτο τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.» Πρὸ τοῦ ἡλίου τὸ φῶς σου. Ὑπερτέρα πάσης τῆς κτίσεως ή τιμή σου· πρὸ τῶν ἀγγέλων ή ὑπεροχή σου. • Υψηλοτέρα σὺ τοῦ οὐρανοῦ·, ἀλλὰ καὶ πλατυτέρα τοῦ οὐρανοῦ τῶν οὐρανῶν, καὶ τοῦ Γραφικῶς παρά τινος ἁγίου ἀντιφερομένου ἑβδι μου. Ογδοώτερε, καὶ εἰ ἔστι τις ἕτερος, καὶ ὑπερ έκεινα τούτου λέγειν, οὐρανέ· εὐλογημένη σὺ ἐν γε νεαῖς γενεῶν· ἀλλὰ καὶ εὐλογήθησαν ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Οὐδὲ γάρ ἐστι τόπος ἔνθα σὺ μή δοξάζῃ· οὐδὲ φυλή, ἐξ ἧς οὐκ ἐβλάστησαν διὰ σοῦ καρποὶ τῷ Θεῷ· ὥστε καὶ τὰ μὴ ἐπεγνωκότα σε κατὰ τὸν κόσμον τοῦτον ἔθνη, καινῷ ὁ δεκτῷ καὶ αὐτ τὰ μακαριοῦσί σε, Παρθένε. Όταν γὰρ ὁ ἐκ σοῦ γεννηθείς ήξει ο κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνη, ύψονται καὶ κόψονται, ο οἱ μὴ Θεοτόκον σε πιστῶς ὁμολογήσας θελήσαντες· καὶ τότε γνώ Ο 4 Επιστροφή. • Έλεον. καιρῷ. ΝΟΤΑ. Ανέγκλητον ἀνέγε κλητον, ἀνέκλειπτον παράθεσιν παραθέντες αὐτοὺς Θεῷ Γραφικώς 6: Ἐκ τῆς Γραφῆς μεμνημένον λεπτὴν ὡσεὶ καπνόν Ο οὐρανὸς ὡσεὶ καπνὸς ἐστερεώθη.
col. 355–356page 174 of 223
PG 98:355σονται, ποίου θησαυροῦ ἑαυτοὺς κακοβούλως ἐζημίωσαν. ᾿Αλλ' ἡμῖν τοῖς Χριστιανοῖς καὶ Χριστιανικῇ Θεο τόκον σεβομένοις σε πίστει, παράτεινον τῆς ἀμετα 0 θέτου σου προστασίας τὸ ἔλεος. Καὶ τὴν γὰρ κοίμησιν σου, Θεοτόκε, ζωὴν ἡγούμεθα δικαίως, καὶ συνοικόν σε πνευματικῶς ἔχειν πεπιστεύκαμεν. Καὶ ὅταν θλίψις ἐγγὺς εἶ, ζητοῦντες σε λυτρούμεθα· καὶ ὅταν πάλιν χαρᾶς καιρός, σὺ εἶ ταύτης πρόξενος καὶ ὅταν ἐν ὅλοις ὑπὸ σοῦ μεριμνώμεθα, μεθ᾿ ἡμῶν σε διάγειν πιστοφορούμεθα. Ον γὰρ τρόπον ὁ διψῶν, πρὸς τὴν πηγὴν κατασπεύδει, οὕτω καὶ πᾶσα ψυχὴ πιστοτάτη πρὸς σὲ κατατρέχει, ἐμπλησθῆναι της σῆς φλεγομένη βοηθείας. Καὶ πάλιν ὥσπερ τὸ τοῦ ἀέρος ἆσθμα ζωτικὴν τοῖς ἀνθρώποις ἐμπνέει την ὄσφρησιν· οὕτω καὶ σὲ παντὸς ὀρθοδόξου Χριστιανοῦ ἐπὶ στόματος προφέρει πνοή. Οὐδὲ γὰρ τοσοῦτον τῆς τοῦ ἀέρος ἀνεμώμεθα ψυχαγωγίας, ὅσον τῆς τοῦ ὀνόματός μου ἀρυόμεθα σκέπης· ὡς ἐν Χριστῷ καὶ ἐν σοὶ τὸ γεγραμμένον πληροῦσθαι· «᾿Αναπνοή, φη σί, μυκτήρων ἡμῶν σὺ εἶ· ἐν τῇ σκέπῃ σου καὶ πνοῇ ζήσομεν.» Ποῖον γὰρ γένος ἀνθρώπων, πάρεξ .. εἰπεῖν Χριστιανῶν, τοιαύτης ἐπέτυχε δόξης, τοιαύ τῆς εὐπόρησεν υπολήψεως; "Αγγελοι ταῖς οὐρανίων ἐγγαυριῶνται καταμοναῖς· ἡμεῖς τοῖς τῶν ἁγιωτά των σου ναῶν εὐφραινόμεθα σχολασμοῖς. Εἰ γὰρ ὁ Σολομώντειος ναός, πάλαι τὸν οὐρανὸν ἐπὶ τῆς γῆς ἐσκιογράφει, πόσῳ μᾶλλον ἐμψύχου σοῦ ναοῦ γεγονυίας τοῦ Χριστοῦ, μὴ καὶ τὰς Ἐκκλησίας τὰς σας, ὡς ἐπιγείους οὐρανοὺς δικαίως ἔστιν ἀνακομπάζειν; αστέρες λαμπηδογλωσσοῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ· αἱ σωματικαί σου, Θεομήτορ, τῶν εἰκόνων χρωματουργίαι, τὴν ἐπίδοσιν τῶν σῶν ἡμῖν ἀνα στράπτουσι δωρεῶν. Ἥλιος καὶ σελήνη τὸν ἕνα τοῦ κυκλώματος δαδουχοῦσι πόλον· πᾶς οἶκος, καὶ πᾶσα πόλις, καὶ χώρα, τὸ σὸν, ἐκ τοῦ σοῦ γεννηθέντος φω τὸς, ἀγλαΐζεται φῶς. Διὰ τοῦτο μακάριος κἂν ἁμαρ τωλὸς ὁ ἄνθρωπος, ὅτι περ συγγενή σε κατ' οὐσίαν κτησάμενος εὑρέθη, καὶ θείας φύσεως διὰ σοῦ κοι νωνός, ο Μακάριος» ἀληθῶς, καὶ καλῶς αὐτῷ γέγο νε· μᾶλλον δὲ ι καὶ ἔσται καλῶς·, οὐ διαλείψη "1;, γὰρ τοῖς τὴν σὴν ἀντίληψιν ἕως τέλους ἔχειν ἀξιον 1 ἁγιασμάτων. Κατρῷ δεχτῷ· ἀντὶ τοῦ, καινῷ δεκτῷ σταυρώ, δοκώ. Ζωτικὴν ἀσφρησιν ἐμπνέει. ἀντὶ τοῦ ἄσθμα, ρει αίσθημα Οὕτω καὶ ἡ παντὸς ὀρθοδόξου Χριστιανοῦ πρὸς σὲ θεόμωρος πνοή. θεόμορος, Θεομήτορ, θεομόρων τῶν εἰκόνων θεόμορος πνοή
col. 357–358page 175 of 223
PG 98:357μένοις. Ερβέτω θάνατος ἐπὶ σοὶ, Θεοτόκε, ζωὴν ὅτι τοῖς ἀνθρώποις προσήγαγες. Εῤῥέτω τάφος ἐπὶ σοὶ, ἐπειδήπερ ὕψους ἀκαταφράστου θεῖος ἐγένου θεμέ λιος. Εῤῥέτω χοῦς ἐπὶ σοί· ἀνάπλασις γὰρ εἶ, ὅτι τοῖς ἐν ὅλῃ κ πηλοῦ διαφθαρείσι κεχρημάτικας, Δέσ σποινα. Οὐκοῦν πίστει σε μεθ᾿ ἡμῶν συνανάστροφον ἔχειν ὁμολογοῦμεν. Εἰ μὴ γὰρ ἐν τούτῳ παρηγορούμε θα, ἐξέλιπεν ἂν τῇ ἐπιθυμίᾳ τῇ πρὸς σέ, τὸ ἡμέτε τον πνεῦμα· καὶ πίστει τοὺς οὐρανούς, ώς γέγραπται, κατηρτίσθαι νοοῦμεν· οὕτω καὶ σὲ μετελθοῦσαν συν διάγωγον καὶ μετὰ τὴν ἐκδημίαν τοῦ σώματος πιο στεύομεν ἀναθεωρεῖν. Οὐ γὰρ οδύνη τοσαύτη τη ψυχῇ, τῆς σαρκὸς ὅταν ἀποσπασθῇ, ὅσον ἐδυνηρότε μον σοῦ στερηθῆναι, πανάχραντε. "Οθεν κατὰ τὸ γε γραμμένον, ο Κἂν τὸ σῶμά σου καθεύδει, ή καρδία σου ἀγρυπνεί.» Καὶ κἂν τὸ ἀπαραίτητον τοῦ θανά του, τῇ ἀνθρωπίνῃ παρεδέξω φύσει, οὐ νυστάζει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων ἡμᾶς ὀφθαλμός σου. γ. Οὐκ ἀμάρτυρος γὰρ ἡ μετάστασίς σου· οὐδὲ ψευ δὴς ἡ κοίμησις. Ὁ οὐρανὸς τῶν ἐπὶ σοὶ τότε συν δραμόντων διηγεῖται δόξαν· ἡ γῆ, τὴν περὶ αὐτῶν παρίστησιν ἀλήθειαν· αἱ νεφέλαι, τὴν ἐξ αὐτῶν σου διακονηθεῖσαν βοῶσι τιμήν· καὶ ἄγγελοι τὴν εἰς σὲ τότε γενομένην ἀπαγγέλλουσι δωροφορίαν τ· τὸ πῶς φημι κατὰ τὴν Ἱερουσαλήμ οἱ ἀπόστολοι παρεγένοντο πρὸς σὲ, καθάπερ καὶ ᾿Αμβακούμ ὁ προφήτης ἐκ μερῶν τῆς Ὀρεινῆς, ἐν ὥρᾳ μια διὰ νεφέλης ἀρ παγείς, καὶ ἀγγελικῆς δεξιᾶς ὑποληφθεὶς *, ἐν τῇ Περσικῇ Βαβυλώνι εἰς 5 τὸν λάκκον τοῦ Δανιὴλ παρ έστη. Ἀλλ᾿ ὥσπερ ῥανὶς εἰς θάλασσαν ἐπιχεομένη οὐδὲν προστίθησιν, οὐδὲ βαλάντιον πτωχού, πλουσίου θησαυρὸν ἀποκενοῖ· οὕτως οὐδὲ τὰ ὕψη σου τῶν ἐγε κωμίων, ἱκανός τις ἐν λόγων κατευμεγεθῆσαι φωτ ναῖς. Εχεις σὺ παρ' ἑαυτῆς τὸν ἴδιον ὕμνον, ότιπερ Θεοτόκος ἀνεδείχθης. Οὐδὲ γάρ, ὅτι τοῖς ὠσὶν ἡμῶν παρὰ Γραφικῆς ἐξηγήσεως τοῦτο καὶ μόνον ἠκούσθη οὐδὲ πάλιν ὅτιπερ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν τοῦτο παναληθευούσῃ διηγήσει, τὴν προσηγορίαν ἐκληρώσω τῆς Θεοτόκου· ἀλλ' ὅτι τὸ ἔργον 8 εἰργάσω ἐν ἡμῖν, κυρίως καὶ ἀψευδῶς ἀγλωσσοχαρίτως καὶ ὀρθοδόξως, Θεοτόκον σε δι' αὐτῶν βεβαιοί τῶν πραγμάτων· καὶ τούτου χάριν, τὸ θεηδόχον σου σῶ μα, παρὰ νεκροποιοῦ καταφθορᾶς, ἔπρεπεν ὄντως μὴ συγκλεισθῆναι· ἀλλὰ καὶ τὸν τάφον ὡς ἀνθρώπινον ὑποδέξασθαι τὸ ἴδιον φύραμα· καὶ σοῦ ζωντελῶς πρὸς τὰ οὐράνια, τῆς οἰκείας μεταστάσης ζωῆς· κε νὸν μὲν τὸ δειχθῆναι τῆς σαρκός σου· ἀχώριστον δὲ τῆς τῶν ἀνθρώπων συναναστροφῆς εὐρεθῆναι τὸ πνεῦμά σου, ἀοράτῳ ἐνεργείᾳ τοῦ ὑπὸ σοῦ παρθενικῶς γεννηθέντος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Αμήν. οι sιν, * ὑλύτ. γρ. ἐλών, τηρ, δορυφ.: ὑποβληθ. > πρός,: ἐπληρώσω.

Oration VIIIOratio VIII

col. 359–360page 176 of 223
PG 98:359Τοῦ ἐν ἁγίοις Πατρὶς ἡμῶν Γερμανοῦ ἀρχιεπισκόπου Κωνσταντινουπόλεως Εγκώμιον εἰς τὴν ἁγίαν καὶ σεβάσμιον κοίμησιν τῆς ὑπερ ενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀει παρθένου Μαρίας. Φήμη καλή καὶ ἀγαθὴ πιαίνει,» κατὰ τὸ γε γραμμένον, «ὀστᾶ. Καὶ ἡ περὶ τῆς σωματικής κοιμήσεως τῆς Ζωοτόκου καὶ ἀειπαρθένου Μαρίας διήγησις, ὡς ἅτε δὴ θεοπνευστία καὶ εὐωδία τῆς ὑπεραγίας σαρκὸς ὑπάρχουσα τοῦ Χριστοῦ, ἁγιάζει τοὺς ἁγιάζοντας αὐτήν. Αλλοιωθέντων γάρ ποτε δι' ἔλεον Θεοῦ τῶν ἀνθρωπίνων ἐν τοῖς καταχθονίοις ἐστέων, τὸ ἄμωμον τῆς Θεοτόκου σῶμα κατεπίανε ταῦτα τῇ διαφθορᾷ σκληρωθέντα, διότι τῇ ἀναστάσει τοῦ ὑπ' αὐτῆς γεννηθέντος ἡπαλύνθησαν ὑπὲρ ἔλαιον τῇ ἀφθαρσία. Αλλά γε δὴ καὶ ὀλίγων τῆς ἀειμνήστου μεταστάσεως αὐτῆς ἐπιμνησθῶμεν. Εὐφροσύνη γὰρ ὡς ἀληθῶς καὶ ἡ περὶ τῆς τοιαύτης εξηγήσει; ἀκρόασις. Οταν πρὸς ἑαυτὸν Χριστὸς ὁ Θεὸς ἡμῶν τὴν Ζωο τόκον αὐτοῦ μετενεγκεῖν ἐβουλεύσατο Μητέρα, δ ἀγγέλου αὐτῇ καὶ πάλιν τοῦ συνήθους τὸ τῆς κοιμήσεως προμηνύει παραστατικόν· ὅπως μὴ καθὼς ἐν τοῖς λοιποῖς ἀνθρώποις αἰφνιδίως ὁ θάνατος ὑπερ χόμενος, τάραχον καὶ αὐτῇ μετεκδημούσῃ ποιήσο.. Οἶδεν γὰρ ὁ τοῦ σώματος ἀπὸ ψυχῆς μερισμὸς, καὶ τῶν μεγάλων ἀνθρώπων περίλυπον ποιεῖν τὸ πνεῦμα. Ἵνα· οὖν μὴ καὶ αὐτὴ ἀπροόπτως μετερχομένη. τῷ φυσικῷ τῆς σαρκὸς ἰδιώματι θορυβηθῇ, ὡς μὴ προεγνωκυία τὴν ἰδίαν ἔξοδον, ἡ τὸν γνώστην τῶν ὅλων τεκοῦσα Θεὸν, ἀποστέλλεται πρὸς αὐτὴν ὁ ἄγ γελος, προθαρσύνων αὐτὴν τοῖς ἀπ' αὐτοῦ τοῦ Χριστοῦ τοιουτοισὶ λόγοις Καιρός, λέγει Κύριος, τὴν ἐμὴν προσλαβέσθαι σε μητέρα. Καθώς οὖν τὴν γῆν καὶ τοὺς ἐν τῇ γῇ χαράς επλήρωσας, κεχαριτωμένη, χαροποίησον καὶ τὰ οὐ ράνια πάλιν. Φαίδρυνον τὰς τοῦ Πατρός μου μονάς ψυχαγώγησον, καὶ τῶν ἁγίων τὰ Πνεύματα. Ὁρῶντα γὰρ τὴν σὴν πρὸς ἐμὲ τιμητικὴν καὶ ἐξ ἀγγέλων δορυφορουμένην μετάθεσιν, πληροφορούνται πιστῶς, ὡς διὰ σοῦ καὶ ἡ τούτων μερὶς ἐν τῷ ἐμῷ κατοικήσει φωτί. Έρχου δὴ σὺν ἀγαλλιάσει. Χαῖρε καὶ νῦν, ὥσπερ καὶ πρώην. Διὰ πάντων γὰρ ἔχεις τὸ κεχαριτωμένον τῆς προσηγορίας ἀξίωμα. Ὡς ὅταν σὺ μέλο λουσα συλλαμβάνειν με, χαίρειν ἐμηνύθη, χαῖρε καὶ ἄρτι προσλαμβάνεσθαι ζητουμένη παρ' ἐμοῦ. Μὴ ταραχθῇς εγκαταλιποῦσα τὸν φθειρόμενον σὺν ταῖς ἐπιθυμίαις αὐτοῦ κόσμον. Τὴν φθορὰν αὐτοῦ παρα εᾷς· ἐπεὶ τοὺς ἐν τῷ κόσμῳ τῆς ἀντιλήψεως ὀρφα νοὺς οὐκ ἀφήσεις· ἀλλ᾿ ὥσπερ ἐγὼ μὴ ὢν ἐκ τοῦ και σμου, ἐπιβλέπω καὶ διοικῶ τοὺς ἐν τῷ κόσμῳ· οὕτως καὶ ἡ σὴ προστασία οὐκ ἀφαιρεθήσεται μέχρι συντελείας ἐκ τῶν τοῦ κόσμου.
col. 361–362page 177 of 223
PG 98:361Μη θρυλλήσει σε σαρκὸς ἀφειδίασις· πρὸς ζωοτέ ραν ἐπανέρχῃ ζωήν, πρὸς ἀνάπαυσιν χαρᾶς, πρὸς εἰρήνην ἀκατάκρατον, πρὸς ἀμέριμνον διαγωγήν, πρὸς ἀπαθὴ τρυφήν, πρὸς ἀπερίσπαστον διαμονήν, πρὸς ἀτελεύτητον ἀπόλαυσιν, πρὸς ἄδυτον φῶς, πρὸς ἀνέσπερον ἡμέραν, πρὸς ἐμὲ αὐτὸν, τὸν τοῦ παντὸς καὶ σοῦ Ποιητήν. Ὅπου γὰρ ἐγώ, ἐκεῖ ζωὴ αἰώνιος, χαρὰ μὴ συγκρινομένη, κατοικία μὴ ἐξισουμένη, πολιτεία μὴ φθειρομένη. "Οπου τοίνυν ἐγώ, καὶ σὺ μέλλεις ὑπάρχειν, αχώριστος μήτηρ, ἐν ἀδιαζευκτῳ Υἱῷ. Ὅπου Θεός, πᾶσα ἀγαθωσύνη, πᾶσα τερπνότης, πᾶτα φαιδρότης. Οὐδεὶς ἰδὼν τὴν δόξαν μου, παρ εᾶται ταύτην ἐθέλησεν. Οὐδεὶς ἐλθὼν εἰς τὴν κατά παυσίν μου, τὰ τοῦ φθαρτοῦ πάλιν κατεζήτησεν κό σμου. Πέτρος έρωτάσθω, εἰ ὁμοία σύγκρισις τοῦ κατ σμου καὶ τοῦ Θαβωρίου ὄρους, ὅταν ἐν αὐτῷ τὴν ἐμὴν ἐθεάσατο πρὸς ὀλίγον καιρὸν δόξαν. Ἐν τῷ κόσμῳ τῶν φθαρτῶν διαγούσης σου, επτα σία τὴν ἐμήν σοι ἐνεφάνιζον δύναμιν· μεταβαινούσης σου τοῦ βίου, πρόσωπον πρὸς πρόσωπον ἐμαυτὸν ὑποδείξω σοι. Δὸς ἀθλίπτως τῇ γῇ τὰ ἴδια. Ἐμὲν τὸ σὶν σῶμα· καὶ ἐπειδὴ ἐν τῇ χειρί μου τὰ πέρατα τῆς γῆς, οὐχ ἁρπάζει τις οὐδὲν ἐκ τῆς χειρός μου. Ἐμοὶ τὸ σῶμά σου πίστευσον, ὅτι κἀγὼ τῇ κοιλίᾳ σου τὴν ἐμὴν παρεκατεθέμην θεότητα. Οψεται τοῦ Πατρός μου τὴν δόξαν ἡ ἔνθεός σου ψυχή. Όψεται τοῦ μονο γενοῦς αὐτοῦ Υἱοῦ τὴν δόξαν τὸ ἀμίαντον σῶμά σου. ύψεται τοῦ παναγίου Πνεύματος τὴν δόξαν τὸ ἄχραν τον πνεῦμά σου. Οὐ καυχήσεται θάνατος ἐπὶ σοί· Ζωὴν γὰρ ἐκύησας. Σκεῦος ἐμὸν ἐγένου· οὐ ῥαγώσει τοῦτο σύν τριμμα θανατοφθόρου καταπτώσεως. Οὐκ ἀμαυρώσει τοῦτο ζόφου κατασκιασμός. Ἔρχου προθύμως πρὸς τὸν ὑπὸ σοῦ γεγεννημένον. Εὐφραναί σε βού και τεκνοχρέως· ἀποδοῦναί σοι τὰ τῆς μητρικής κοιλίας ἐνοίκια· τῆς γαλακτοτροφίας τὸν μισθόν τῆς ανατροφῆς τὴν ἀντάμειψιν· τοῖς σπλάγχνοις σου τὴν πληροφορίαν. Μονογενή με κεκτημένη, μήτερ, Υϊν, συνοικήσαί μοι μᾶλλον προτίμησον· οὐκ ἀντιπερι στάται γὰρ οἶδα πρὸς ἑτέρου τέκνου διάθεσιν. Εγώ σε παρθένον ἀνέδειξα μητέρα· ἐγώ σε καὶ εὐφραινομένην ἐπὶ Τέκνῳ καταστήσω μητέρα. Εγώ σοι τὸν κόσμον χρεώστην ἀναδείξω, καὶ μετερχομένης πλεῖον σου τὸ ὄνομα καταδοξάσω. Εγώ σε τεῖχος κοσμικόν οἰκοδομήσω, γέφυραν κλυδωνιζομένων, κιβωτὸν δια σωζομένων, βακτηρίαν χειραγωγουμένων, πρεσβείαν ἁμαρτανόντων, καὶ κλίμακα πρὸς οὐρανὸν τοὺς ἀνα θρώπους ἀναβιβάζειν ἰσχύουσαν. Ἔρχου μετ' εὐφροσύνης. Ανοιξον σὺ τὸν παραδείσου, ὃν ἡ συγγενής σου καὶ ὁμοφυὴς ἀπέκλεισεν Εὔα. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Υἱοῦ σου· ἄφες τὴν κάτω Ἱερουσαλήμ· ἀναδραμε πρὸς τὴν οὐράνιον πόλιν, ὅτι τῆς κάτω Ἱερουσαλὴμ μεγαλυνθήσεται μετὰ μικρὸν «ὁ κοπετός, ὡς κοπετός, κατὰ τὸ γεγραμμένον, πειν,
col. 363–364page 178 of 223
PG 98:363*.» ῥοῶνος ἐκκοπτομένου ἐν πεδίῳ,» Προσανακλήθητι, καὶ μόνον ἐν σχήματι τῷ Γεθσημανῆ τοῦ μνήματος χωρίῳ· οὐκ ἀφήσω σε χρονίως ὀρφανὴν ἐν αὐτῷ. Ερχομαι πρὸς σὲ παρευθὺ, τοῦ κατατεθῆναι σε κη δευθεῖσαν ἐν τῷ μνημείῳ, οὐ συλληφθησόμενος πάλιν ὑπὸ σοῦ, ὡς ἐφ᾽ ἅπαξ οἰκήσας ἐν σοὶ, ἀλλὰ παραληψόμενος μᾶλλον συνοικεῖν ἐμοί. θὲς ἐν τῷ Γεθσημανῆ χωρίῳ τεθαρρηκότως τὸ σῶμά σου, καθὼς ἐγὼ πρὸ τοῦ παθεῖν με δι᾿ ἀνθρωπίνην προσευχὴν ἐκεῖσε τά γόνατα. Σοῦ γὰρ προτυπούμενος τὴν κοίμησιν, ἔκλινα κἀγὼ πρὸς τὸ τοιοῦτον χωρίον τὰ ἐμὰ τοῦ ἐκ σοῦ σώματος γόνατα. Ὡς οὖν ἐγὼ μετὰ τὴν τότε γονυκλισίαν πρὸς τὸν ζωοποιὸν ἐξῆλθον καὶ ἑκούσιον τοῦ σταυροῦ μου θάνατον, καὶ σὺ μετὰ τὴν κατάθεσιν τοῦ σου λειψάνου πρὸς ζωὴν παραχρῆμα μετατεθήσῃ. Ἰδοὺ καὶ οἱ ἐμοὶ καταλαμβάνουσι πρὸς σὲ μαθη ταί, δι' ὧν τιμίως καὶ εὐλαβῶς ἐνταφιασθήσῃ, τῶν πνευματικῶν υἱῶν τοῦ φωτός μου. Οἷς, ὡς καθώς εὑ προσμαρτυρεῖς, υἱοθεσίας χάριν ἐδωρησάμην. Καὶ δὴ παρ' αὐτῶν ἐνταφιαζομένη, ὡς ἐξ ἐμοῦ χειρῶν λογί ζου κηδευομένη. Καὶ γὰρ οὐδὲ πρέπει παρ' ἑτέρων σὲ κηδευθῆναι, εἰ μὴ παρὰ τῶν ἐμῶν ἀποστόλων, ἐν οἷς καὶ τὸ ἅγιον Πνεῦμα κατοικεῖ· οἳ καὶ τὸ ἐμὸν ἀναπληρώσουσι πρόσωπον, ἐπὶ τιμῇ τῆς ἐξόδου σου, πανάχραντε. Τούτων ἀκούσασα τῶν ἀγγελιῶν ἡ Θεομήτωρ έχε ρη χαρὰν μεγάλην, καταφρονήσας παντελῶς τῆς προσκαίρου ζωῆς τῶν ἀνθρωπίνων· καὶ δὴ φῶτα μετ γάλα ποιησαμένη περί πάντα τὸν οἶκον, συγκαλεῖ τὰς φίλας αὐτῆς συγγενεῖς τε καὶ γείτονας· σαροῖ τὴν οἰκίαν, ἀνθηροποιεῖ τὴν ἑαυτῆς κλίνην, ὡς ἐπὶ παρ στάδος παρθενεύοντος γάμου· τὴν ἕως τότε κατὰ πα σαν νύκτα διὰ τὸν πρὸς Χριστὸν καὶ Υἱὸν, αὐτῆς ἐπι θυμίαν, τοῖς τῶν προσευχῶν θαλασσουμένην δάκρυσιν. ι Ἐπὶ κοίτην γάρ μου, φησὶν ἡ Γραφή, ἐξεζήτησα, ἂν ἠγάπησεν ἡ ψυχή μου.» Ετοιμάζει προθύμως τὰ πρὸς τὴν ἔξοδο». Δημοσιεύει τὴν μετάστασιν, δηλοποιεῖ τὰ παρ᾽ ἀγγέλου πρὸς αὐτὴν δηλωθέντα δεικνύει καὶ τὸ δοθὲν αὐτῇ βραβεῖον. "Ην δὲ τὸ βρα βεῖον, φοίνικος κλάδος, σύμβολον νίκης κατὰ θανάτου, καὶ ζωῆς ἀμαράντου προεκτύπωμα· τοῦ πιστωθῆναι μετερχομένην, ὅτι καταδυναστεύσειεν τῆς φθορᾶς, ὡς καὶ ὁ ὑπ' αὐτῆς γεννηθεὶς ἐνίκησεν τὸν ἄδην, Χριστός. Τοιοῦτον τὸ βραβεῖον τοῦ φοίνικος, ἐν ᾧ καὶ οἱ θεοφιλεῖς τῶν Εβραίων παῖδες ἐπὶ τὸ πάθος ἐγο γίζοντι τῷ Χριστῷ, ὡς νικητῇ τούτῳ μέλλοντι για νεσθαι τοῦ θανάτου, δοξολογητικῶς ἐπέσεισαν, κρά ζοντες· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· ν τουτέστι, Σῶσον δή, ὁ ἐν ὑψίστοις. Τὸ γὰρ Ὡσαννὰ παρ' Εβραίοις σῶσον δὴ μεθερμηνεύεται. "Ωσπερ οὖν ἐκεῖ τὰ βαΐα τῶν φοινίκων νικητικὸν τὸν τοῦ Χριστοῦ προεμήνυον συμβολικῇ τῇ ὑποδείξει θάνατον, οὕτως καὶ τὸ ἐκ φοίνικος δοθὲν τῇ Θεοτόκῳ βραβεῖον, πληροφόρημα νίκης ὑπῆρχεν θανατοποιοῦ καταφθορᾶς.
col. 365–366page 179 of 223
PG 98:365Εκλαιον αἱ μετακληθεῖσαι· ἐθρήνουν οἱ ἐπισυναχθέντες πρὸς αὐτὴν, ποταμοὺς ὡς εἰπεῖν αὐλακί ζοντες ἐν τῷ οἴκῳ. Παρεκάλουν αὐτὴν μὴ ὀρφανισθῆναι παρ' αὐτῆς. Ἡ δέ φησι, Τὸ θέλημα τοῦ Υἱοῦ μου καὶ Θεοῦ γενέσθω ἐν ἐμοί. «Οὗτος γάρ μου Θεός, καὶ δοξάσω αὐτόν· Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ο Υἱὸς μὲν σαρκὶ γεννηθεὶς ὑπ' ἐμοῦ· Πατήρ δὲ καὶ Κτίστης καὶ Θεὸς τῆς ἰδίας οὗτος μητρός. Ει οὖν ὑμεῖς γονεῖς ὄντες ἐκ φθαρτῶν καὶ ἐκ ῥύπου συν αφείας παίδων, οὐ καρτερεῖτε τούτων πρὸς ῥοπὴν χωρισθῆναι, πῶς ἐγὼ Θεὸν Υἱὸν κεκτημένη, καὶ σπλάγχνα μονομερῆ πρὸς αὐτὸν ἐπέχουσα, διότι χωρὶς ἀνδρὸς αὐτὸν ἀφθάρτως καὶ παρθενικῶς ἐκύησα, μή μεῖζον ὑμῶν νενίκημαι παρὰ τῶν σπλάγχνων; Ὑμεῖς γὰρ ὑπ' ἀλλήλων τὴν ἐπὶ τοῖς τέκνοις ψυχαγωγείσθε ζημίαν· ἐγὼ δὲ καὶ Θεὸν τὸν Χριστὸν καὶ μονογενῆ τοῦτον νῦν ἔχειν ἠξιωμένη, πῶς μὴ πρὸς αὐτὸν ἡδέως ἐπαναλύσω, τὸν ἀεὶ ζῶντα καὶ ζωὴν πᾶσι διδόντα. Τούτων λαλουμένων, γίνεται τις άφνω βροντῆς βιαίας ἦχος, καὶ λαίλαψ ὑπογαίου νεφέλης ἐπιστασίας, ἐξ ἧς ὥσπερ τινὲς δροσόμματος σταγόνες οἱ τοῦ Χριστοῦ μαθηταὶ, τῷ τῆς Παρθένου καθορμι σθέντες ὁμοθυμαδὸν ἐπέστησαν οἴκῳ. Καὶ ἰδόντες αὐτὴν, προσεκύνησαν ταύτῃ φιλοφρόνως, καὶ τὴν εἴδησιν τῆς ἀφίξεως ἐξ αὐτῆς μεμαθηκότες, τοιαῦτα πρὸς αὐτὴν διεξῆλθον Διότι μὲν ἐν τῇ τοῦ κόσμου τούτου παροικίᾳ σέ, Θεομήτορ, σύνοικον ἔχοντε;, καὶ ὡς αὐτὸν τὸν Χριστὸν θεωροῦντές σε παρεμυθού μεθα βλέποντες, ἀδολεσχοῦμεν ἐπὶ τῇ σῇ μεταστάσει. Ἐπεὶ δὲ καὶ θεϊκῇ ἐξουσίᾳ, καὶ σαρκικῇ πρὸς μητέρα προσπαθείς, πρὸς τὸν Θεὸν ἐπεζητήθη; ἀνα λῦσαι, χαίρομεν τῷ ἐπὶ σοὶ πρεπόντως ἐκπληρου μένῳ, καὶ συμφερόντως ἐκβησομένῳ. Καὶ γὰρ πλη ροφορίαν ζωῆς αἰωνίου καὶ ἡμεῖς ἐπὶ σοὶ προσλαμβάνομεν, καὶ μεσιτίν σε πρὸς Θεὸν μεθισταμένην κεκτήμεθα. Οὐδὲ γὰρ καὶ ἤρμοζεν τὴν Μητέρα τοῦ Θεοῦ ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης δια ἄγειν, ἀλλ' ἐν σκηναῖς οὐρανίων καὶ ἀφθάρτων δια τριβῶν μετελθεῖν. Ταῦτα λέγοντες, τοῖς δάκρυσιν ἦσαν ἀπαραμύ θητοι. Η δὲ λέγει πρὸς αὐτούς· Χαίρετε, τέκνα πνευ ματικὰ τοῦ τέκνου μου. Μνήσθητε τῶν αὐτοῦ ῥημάτων, πῶς ἡμῖν ἐν τῷ καιρῷ τοῦ πάθους μὴ θρήνον ποιεῖν τὴν χαρὰν προσέταττεν τοῦ κόσμου. Καμοῦ δὲ σήμερον πρὸς αὐτὸν μετατιθεμένης, μὴ πενθοσθὴν ἐμὴν ἐργάσησθε χαρμονήν· ἀλλὰ τὸ ἐμὸν σῶμα, καθὼς ἐγὼ τοῦτο σχηματίσω πρὸς τῇ κλίνῃ, κηδεύσατε πάντες. Δοκῶ γὰρ ἐκ τῶν χειρῶν αὐτῶν ἐνταφιάζεσθαι τοῦ Υἱοῦ μου, παρ' ἡμῶν τῶν ἐκεί. και μαθητών κηδευομένη πιστῶς. Τούτων μεταξύ φθάζει καὶ Παῦλος ὁ ἀπόστολος, ὡς ἐκ μηχόθεν κινήσας τοῦ κηρύγματος. Ἐπικρούει τῇ θύρα τοῦ δόματος· ἀνοίγει τούτῳ χαριέντως ὁ τοῦ οἴκου προεστὼς Ἰωάννης ὁ ἀπόστολος, καὶ τὴν Παρθέ ο
col. 367–368page 180 of 223
PG 98:367ὡς μητέρα ὁ παρθένος εἰς τὰ ἴδια διαπαραλαβὼν ἐξ αὐτοῦ τοῦ Χριστοῦ. Ιδον τὸν Παῦλον οἱ ἀπόστολοι, καὶ ἐψύχησαν, τῇ βαθμικῇ τοῦτον προανατάξαν τες ἐντίμως καθέδρα. Δέχεται τοῦτον ἱλαρῶς ἡ Παρ θένος· ρίπτει Παῦλος ἑαυτὸν εἰς τοὺς θεοβαστάκτους αὐτῆς πόδας, καὶ μαθὼν ἐφ᾽ ᾧ καὶ αὐτὸς παραγέγονεν, σὺν μεγάλῳ καὶ ἐνδακρύῳ στεναγμῷ ἀνοίξας τὸ ἕτοιμον καὶ διδασκαλικὸν αὐτοῦ στόμα, ἐγκωμιάζει μεγάλως τὴν Παρθένον, ἐξ ὧν ὀλίγα ταῦτα Χαῖρε, Μῆτερ τῆς ζωῆς, καὶ τοῦ ἐμοῦ κηρύγματος ἡ ὑπόληψις. Χαῖρε, τῆς ἐμῆς ψυχαγωγίας ἡ ἐπιτυχία. Εἰ γὰρ καὶ τὸν Χριστὸν σαρκὶ μὴ τεθέαμαι, σε βλέπων ἐν σώματι, τὸν Χριστὸν θεωρεῖν παρηγορού μην, τὴν σῶμα τῷ ἀσωμάτῳ χορηγήσασαν ἐν περι βολῇ. Τὸν οὖν εἰς Χριστὸν πόθον τῷ σῷ προανεπλη ρούμην προσώπω. Εγώ σε τοῖς ἔθνεσιν ἕως χθες, Θεὸν σαρκικῶς ἐκήρυττον γεγεννηκέναι· ἀπάρτι και πρὸς αὐτὸν μετατεθῆναι σε διδάξω τοῦ γνωσθῆναι αὐτοῖς ἔθνεσιν τὸ σωτήριον αὐτῶν ἐν τῇ σῇ κρατ ταιοῦσθαι πρεσβεία· ὅπως ἔχειν καὶ αὐτὰ προστασίαν πρὸς τὸν Θεὸν ἀμετάθετον. Μετὰ δὲ καὶ ἄλλων πολλῶν παρὰ Παύλου, καθώς μαθεῖν ἡδυνήθημεν, πρὸς ἐπαίνων ἐντεύξεις τῇ Θεοτόκῳ προσαχθέντων, συντάσσεται πᾶσιν ἡ Παρ θένος. Αναπίπτει τῷ ἐκστρωθέντι παρ' αὐτῆς κρατ βάτῳ· σχηματίζει τὸ ἄμωμον ἑαυτῆς ὡς ἠβουλήθη σῶμα· ἀφίησιν ὡς ἐν ὕπνῳ τὸ πνεῦμα. Μᾶλλον δὲ λέγειν, διίσταται τῆς σαρκὸς ἐν ἐγρηγόρσει, ἐλευθέραν φθορᾶς τὴν κατάλειψιν αὐτῆς ποιησαμένη. Παρ ραθεμένης τοιγαροῦν ἐν φωνῇ δημοσίᾳ τῷ Χριστῷ καὶ Θεῷ καὶ σωματικῷ αὐτῆς Υἱῷ τὸ ἀνεπίληπτον ἑαυτῆς πνεῦμα, προτρέπεται Πέτρος τὸν συγκορυ φέα τούτου Παῦλον, τὴν ἐπὶ τῷ λειψάνῳ τῆς Παρ θένου ποιήσασθαι κατὰ τὸ σύνηθες εὐχήν. ᾿Ανανεύει Παῦλος, Πέτρῳ τοῦτο ποιεῖν ἁρμόδιον λέγων ὡς ποιμενάρχη. Ἐπινεύει Πέτρος Παύλῳ ταπεινούμενος, ὡς διὰ τὸν πολὺν τοῦ κηρύγματος αὐτοῦ μέχον. Οὐ πείθεται τοσύνολον Παῦλος, τὴν τοῦ Χριστοῦ προαγωγὴν ἀκαινοτόμητον ἐπὶ Πέτρῳ παραφυλάτ των. Ποιεῖ τοίνυν τὴν εὐχὴν ὁ Πέτρος· αἱρουσιν εξ λοιποὶ τῶν ἀποστόλων ἐν ὤμοις τὸ κλινάριον· ὕμνοις καὶ φώτοις τὸ σῶμα τῆς Παρθένου πρὸς τὸ μνῆμα τιμίως καὶ εὐλαβῶς ἐξοδεύοντες. Ἐπέρρευσεν ἀκαταμέτρητος λαὸς ἐν τῇ τῆς ζωο. τόκου κηδεία. Κατεπλήττοντο τῇ ἄφνω ταύτης ἀποι κία. Ἐξεθαμβοῦντο καὶ ἐπὶ τῇ τῶν ἀποστόλων ἐκ τῶν διασπορῶν ἐναέρῳ παρουσίᾳ. Διεφημίσθη γάρ περὶ αὐτῶν ἐν ὅλῃ τῇ Ἱερουσαλήμ, ὡς ἂν ἔμβρον τοῦ καὶ λαιλαποειδής γεγονυία πρὸ ῥοπῆς ὀμίχλη, ὡς ὄμβρον αὐτοὺς καὶ δρόσον πνεύματος διασυρί ζοντος, τῷ τῆς Παρθένου κατεστάλαξεν οἴκῳ. Μάταιος δέ τις καὶ τότε τῶν ἀπίστων Ἑβραίων (ματαιότης γὰρ οὗτοι ματαιοτήτων εἰσὶν, ὡς σκάνδαλοι καὶ ἐρι σταὶ πάντοτε πρὸς διαλογισμῶν ἐπιτηδεύσεις) ἐκτείνας τὰς ἀνόμους αὐτοῦ χεῖρας· Ἐν χερσὶ γὰρ του
col. 369–370page 181 of 223
PG 98:369των ἀδιαλείπτως, φησίν, ἡ ἀνομία· ο ταράσσει τὸν σκίμποδα του κραβάτου, σκύλαι τὸ σῶμα τετολμη χως τῆς ἀχράντου, καταρρίψαι τε τὸν ἔνσαρκον θρόν νον μὴ ἐνδο:άτας του Υψίστου. Εκκέπτεται παρα χρῆμα τῶν χειρῶν, γεγονώς παράδειγμα καὶ τρόμος τοῖς ἀπαναισχυντοῦσιν ἀεὶ πρὸς τὸν Χριστὸν Ἰου δαίοις. Ἐγγίζει τῇ σορῷ τὸ λείψανον. Υπεστάλησαν οἱ ἀπόστολοι αἰδοῖ καὶ φόβῳ θεαρέστως, τοῦ σώμα τος ἅψασθαι τῆς Παρθένου. Καὶ οἱ μὲν μαθηταὶ διὰ τὸ ὑπέρτιμον, καὶ σκεῦος ὅτι τὸ σῶμα διεγίγνωσκου ὑπάρχειν τῆς ἁγνῆς, τὴν ἐπαινετὴν δειλίαν πρὸς τὴν ἀτὴν τοῦ σώματος αὐτῆς ἐνεδείκνυντο. Οἱ δὲ πιστοὶ τοῦ λαοῦ πρὸς ἁγιασμὸν ἑαυτῶν, καὶ συλῆσαί τι τῶν ἐνταφίων αὐτῆς ἡγωνίων. Οὐδεὶς μένται τὰς χεῖρας ἐπέβαλεν ἐπ' αὐτῇ· τοῦ παραδειγματισθέντος Εβραίου τὴν προπέτειαν καὶ μάλιστα πρὸ ὀφθαλμῶν τιθέμενοι. Γνώμῃ δὲ καὶ ἐπιλογῇ τῶν ἀποστόλων κοινῇ, Πέτρος καὶ Παῦλος ὑπολαβόντες τὴν ἔνθεν κἀκεῖθεν τοῦ κρα βάτου χαλαστικῶς ἀποκρεμαμένην σινδόνα, τιθέασι τὸ λείψανον ἐν τῷ μνημείῳ, τῇ σινδόνι τὴν ψαῦσιν ἐπιβαρήσαντες, καὶ οὐχὶ τῇ χειροθεσία καταχρησάμενοι τῇ ἰδίᾳ οἱ πανεύδοξοι καὶ ὑπερευλαβεῖς ἀπό στολοι· εἰ διὰ τὸν πόθον τοῦ Θεοῦ, τὸν φόβον αὐτοῦ φανερὸν δείξαντες τότε οἱ πρὸς ταπείνωσιν ὑψηλοί καὶ οὐράνιοι γεωλόγοι· οἱ τιμητικοί καθυπουργοί, καὶ τῆς ἀγάπης τοῦ Χριστοῦ κατορθωται· οἱ τὸν Υἱὸν διὰ τῆς μητρός, τὴν μητέρα διὰ τὸν Υΐν ὑπερτίμως σεβασθέντες· οἱ διὰ τὸν ἔνσαρκον γεγο νότα Θεόν, τῇ χορηγῷ τῆς σαρκὸς αὐτοῦ, γνησίως τότε δεδουλευκότε; Μητρί. ἂν ἐκ χειρῶν, πάντων ἀπο σκοπούντων τὸ ἄχραντον ἀφηρπάγη τῆς Παρθένου σῶμα. Καὶ ὁ μὲν ἁρπάσας αὐτὸ, πᾶσιν ἄβλεπτος· Θεὸς γὰρ ἦν ἀθεώρητος· ἡ δὲ σινδὼν ἐν νεφέλῃ κούφῃ ἐν τῇ σαρκικῶς προφητευομένῃ κούφῃ νεφέλῃ, ταῖς χερσὶ τότε τῶν ἀποστόλων, κούφως ἀνεμιζομένη κατεφάνη. Ἔγνωσαν οἱ μαθηταὶ τὴν πρὸς τὴν Μητέρα τοῦ Χριστοῦ σὺν ἀγγέλοις παρουσίαν· ὑφ' οὗ καὶ μετα στᾶσαν αὐτὴν πιστωθέντες, ἔδωκαν δόξαν τῷ Θεῷ ἐν αἰνέσει φωνῆς αὐτῶν, ταῦτα καὶ πρὸς τὸν λαὸν διεξελθόντες· "Ανδρες Ισραηλίται, τοῦτο νῦν γνω στὸν ὑμῖν ἐδείχθη πᾶσι περὶ Μαρίας τῆς κατὰ σάρκα μητρὸς τοῦ Χριστοῦ, ὡς ἅμα ἡμῖν καὶ ὑμῖν ἐπὶ τὸ μνῆμα τοῦτο νεκρά παραγενομένη, παρὰ τῶν ἡμετέρων ἀνελήφθη χειρῶν. Μηδεὶς οὖν δύσπιστος ἐν τούτῳ δειχθῇ. Μηδεὶς ἡμῖν ὡς ἐπὶ σώματος τοῦ Χριστοῦ κλοπὴν καὶ ἐν τῷ ταύτης λειψάνῳ ψευδῶς ἐπεγκα λείτω· ἀλλ᾽ ἐὰν ἀκουσθῇ τοῦτο παρὰ τοῦ ἡγεμόνος καὶ τῶν ἀρχιερέων ὑμῶν, ἀμέριμνον τὴν ἀλήθειαν, καὶ μὴ τὸ ψεῦδος, ποιήσητε. Γίνεσθε μάρτυρες, ὧν ἐθεάσασθε. Γίνεσθε νέοι καὶ ὑμεῖς σαρκικοί τινες ἄγγελοι κατὰ τὸ μνῆμα σήμερον πορευθέντες. Πτε ρώσατε τὴν ἑαυτῶν ἐν τῇ ἀληθείᾳ γλῶσσαν. Εἴπατε καὶ ὑμεῖς· Ιδε ὁ τόπος, ὅπου τέθαπται μὲν ἡ παρθένος μετετέθη δὲ ἡ ζωοτόκος Μαρία. Ιδε καὶ ἡ σιν
col. 371–372page 182 of 223
PG 98:371τὴν ἐν αὐτῇ κατασφιγχθεῖσαν, ἣν ὡς ἄψυχον ἐσπαργά νου, καὶ ὡς ἐμψύχῳ νῦν ὑποστρωθῆναι ποθεῖ. Γίνεσθε καὶ ὑμεῖς γυναῖκες μυροφόροι της μεταστάσης. Δράσ μετε, ἀπαγγείλατε τὴν ταύτης ἐκ τοῦ ζωοπαραδέ κτου μνημείου μετάθεσιν. δὼν χωρὶς τῆς ἔνδον σπαργανωθείσης ἐπιζητοῦσα Μακάριον καὶ σὺ Γεθσημανὴ τὸ χωρίον, καὶ τοῦ Ἰωσὴφ κήπου παραπλήσιον δόξαν εὑράμενον. Ἐκεῖ Πέτρος καὶ Ἰωάννης δραμόντες τὰ ὀθόνια καὶ τὸ σουδάριον εὑρόντες, ἐπίστευσαν τὸν Χριστὸν ἐξαναστῆναι· ἐν σοὶ δὲ τῇ Γεθσημανῇ πάντες, οἵ τε μα θηταὶ τοῦ Σωτῆρος ἡμεῖς καὶ ὁ σωρευθεὶς ἐν ταύτῃ τῇ κηδείᾳ τῆς ἀειπαρθένου Μαρίας (δχλος] τὴν τα φεῖσαν ἐν τῷ μνημείῳ τεθεῖσαν καὶ μετατεθεῖσαν ἴδομεν. Η τις χωρίς πάσης ἀντιλογίας πρὸ τοῦ συγ κλεισθῆναι τῷ λίθῳ τοῦ μνήματος, ταύτῃ γέγονεν ἀφανής· ἵνα μὴ σφραγίδων δίχα καὶ φυλάκων χωρίς κατατεθεῖσα, εὔκαιρον ἀφορμὴν περὶ κλοπῆς τοῖς ἀπιστοῦσιν ἐμποιήσῃ. Αλλ' ἰδοὺ ὑμνουμένη καὶ τῷ τάφῳ κατακενουμένη, καὶ τὸ μνῆμα κενὸν ἀφῆκεν καὶ τὸν παράδεισον τῆς ἰδίας ἐγέμισε δόξης, καὶ τῆς οὐρανίου ζωῆς τὴν κατάπαυσιν ἔχει· καὶ μετὰ τῆς τοῦ Θεοῦ τρυφῆς συγκάτοικος ὑπάρχει. Τοσοῦτο καὶ τῶν ἀποστόλων περὶ σοῦ τῆς Θεομήτορος οι λόγοι. Ἀλλ᾿ ἀρκούμενος κἀγὼ τῇ προπετείᾳ τῶν προσ αχθέντων σοι παρ' ἐμοῦ, πανάχραντε Δέσποινα, λόγων (ἐπιλείψει γὰρ ὁ αἰὼν τοὺς τὰ σὰ τολμῶντας ἐγκω μιάζειν) ἐν τούτοις στήσω τὸν ὕμνον. Μέμνησο Χρι στιανῶν τῶν σῶν δούλων. Παράθου καὶ πάντων δεή σεις, τὰς ὅλων ἐλπίδας. Τὴν πίστιν στερέωσον· τὰς Ἐκκλησίας ἕνωσον· τὴν βασιλείαν τροπαιοφόρησον τῷ στρατῷ συμπολέμησον· τὸν κόσμον εἰρήνευσον, καὶ πάντας κινδύνων καὶ πειρασμῶν λυτρουμένη, ἀκατάκριτον ἑκάστῳ τὴν ἡμέραν τῆς ἀνταποδόσεως παρασχεθῆναι δυσώπησον. Πρὸς τίνα γὰρ ἄλλον ἀπελευσόμεθα; Ρήματα ζωῆς ἔχεις τὰ πρὸς τὸν Θεὸν ὑπὲρ ἡμῶν τῆς σῆς παραθέσεως ἱκετεύματα. Σὺ γὰρ εἴ ἡ πάντοτε ποιήσασα, καὶ ποιεῖν μὴ ἐνα διδοῦσα μεγαλεῖα μεθ᾿ ἡμῶν· καὶ ἅγιον τὸ ὄνομά σου τὸ ἐξ ἀγγέλων καὶ ἀνθρώπων μακαριζόμενον ἐν πάσαις γενεαῖς γενεῶν, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος τῶν αἰώνων. Αμήν. Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γερμανοῦ ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, λόγος εἰς τὰ Ἐγκαίνια του σεβασμίου ναοῦ τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ εἰς τὰ ἅγια σπάργανα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ
col. 373–374page 183 of 223
PG 98:373Θεοῦ, ο θεῖος ἡμῖν ἐν Πνεύματι ὑπέψαλλε Δαβίδ πάλιν ὄντως ἀριδηλότατα, περὶ ἧς δεδοξασμένα λε λάληται, καλῶν τοῦ Βασιλέως τοῦ μεγάλου πόλιν δὴ ταύτην οἶμαι σαφέστατα καὶ ἀναντιῤῥητικώτατα, τὴν ὄντως ἐκλελεγμένην, καὶ πασῶν ὑπερέχουσαν φάναι· οὐχ ὑπεροχῇ δομημάτων, καὶ ὕψει γεωλό. φων ἐπαρμάτων ἀλλὰ τὴν τῇ μεγαλοφυΐα τῶν ἐνθέων ὑπερηρμένην ἀρετῶν, καὶ τῇ καθαρότητα ὑπερέχουσαν Μαρίαν τὴν ὑπέραγνον, καὶ ὑπεράμωμον Θεοτόκον. Ἐν ᾧ ὁ ὄντως ὢν Βασιλεὺς τῶν βα σιλευόντων, καὶ Κύριος τῶν κυριευόντων κατεσκήνωσε· μᾶλλον δὲ, ἐν ᾗ ἂν τὸ πλήρωμα τῆς θεότητος κατώκησε σωματικώς. Αὕτη ὄντως δεδοξασμένη πόλις· αὕτη νοητή Σιών. Ταύτην, οἶμαι καὶ Δαβὶδ θεόθεν προανεφώνησεν. Εἰ δέ τις καὶ τὸν ταύτης οἶκον δεδοξασμένην πόλιν και λέσειε, οὐκ ἔξω τῆς ἀληθείας καὶ τοῦ καλοῦ φήσειεν. Εἰ γὰρ οἷς τὰ ὀνόματα ἐπὶ τῶν γαιῶν ἐπικέκληνται, εἰς μακρὸν τὴν μνήμην τῆς κλήσεως διασώζουσιν ἄλλων δὲ ὧν οὐδὲ διὰ χειλέων δίκαιον τὰ ὀνόματα φέρειν, στῆλαι καὶ τεμένη, καὶ εἴδωλα μέχρι καὶ τῆς σήμερον, εἰ καὶ τῇ φήμῃ μόνῃ· ἀλλ᾽ οὖν ὑπερ εκτέτανται, καὶ ὡς αὐτοὶ περιόντες, τοῖς τῶν ἀφελεστέρων ώσι διεκωδωνίσθησαν, τί ἄν τις εἴποι περὶ τῆς Θεοδοξάστου καὶ πανυμνήτου κύρης τῆς παν αχράντου και παναμώμου; Εἰ γὰρ αὕτη πόλις ἔμψυ χος τοῦ βασιλέως ἐχρημάτισε Χριστοῦ, δικαίως ἄρα καὶ ὁ ταύτης πανάγιος ναός, οὗ καὶ τὰ Ἐγκαίνια σήμερον ἑορτάζομεν, πόλις δεδοξασμένη ἔστι τε καὶ ὀνομάζεται. Πόλις οὐκ ἐπιγείῳ καὶ θνητῷ βασιλεῖ πολιτογραφοῦτα τοὺς ὑπὸ χεῖρα· ἀλλὰ τῷ ἐπουρανίῳ, τῷ εἰς ζωὴν αἰώνιον παραπέμποντι, καὶ βα σιλείαν τὴν ἑαυτοῦ τοῖς αὐτῷ ἑπομένοις παρέχοντι. Εγκαινίων δὲ, ὦ τίμιον καὶ σεπτόν, ἀκηκοότες, ἀκροατήριον, μὴ νεοκτίστοις οἰκοδομαῖς καὶ ἀρτιπαγέσι κατασκευαῖς τὸ τῶν Ἐγκαινίων υπολάβητε ὄνομα, ἀλλὰ τὸν ἐν πνεύματι καινισμόν, καθ᾽ ἂν δ ἔσω ἡμῶν ἄνθρωπος, τὸ παλαιὸν καὶ διεῤῥωγὸς τῆς ἁμαρτίας ἀποθέμενος ἔνδυμα, καὶ τὸ νέον τῆς εὐσε βείας περιβαλλόμενος, ἐν καινότητι ζωῆς πολιτεύεται. Τούτοις καὶ ἡ πανάμωμος εὐφραίνεται· οἷς ἂν ἀρεταῖς, καὶ τῇ κατὰ Θεὸν εὐσεβεῖ καινιζόμενοι που λιτείᾳ, οὕτω καὶ τῶν ἁγνῶν τῆς ἁγνῆς ἁγνῶς ἐγκαινίων κατατρυφήσωμεν· καὶ ὡς αὐτῇ παρούσῃ σόρος Ὕψει γεωλόγων ἐπαρμάτων.
col. 375–376page 184 of 223
PG 98:375μέλλοντες προσιέναι, οὕτω τῷ ταύτης σεβασμίῳ να προσερχόμενοι, πάντα ῥυθμίσωμεν, καὶ πάντα πρὸς τὸ κρεῖττον μεταβαλλώμεθα· πρᾶξίν τε καὶ λόγον, καὶ θεωρίαν. Μηδὲν ἔστω ἡμῶν τῆς ημέρας ἀνάξιον μὴ βήμα ποιός, μὴ γέλως οδόντων, τὸ δὴ λεγόμενον· μὴ στολισμὸς ἐσθῆτος πρὸς τὸ ἀπρεπὲς ἐκτρε πέσθωσαν. Τί οὖν φημι; Καὶ αὐτὰς τὰς ἐνθυμήσεις ρυθμίσωμεν. Τούτων δὲ πάντων προπορευέσθω καὶ ἔλεος, ᾧ Θεὸς θεραπεύεται, ὡς ἂν καινοὶ ψυχῇ τε καὶ σώματι, τὴν τῶν Ἐγκαινίων τῆς παναχράντου τοῦ Θεοῦ κατὰ σάρκα Μητρός ἡμέραν, καινῶς ἑορ τάσωμεν. Συνεκλάμπει γὰρ ταύτῃ καὶ ἡ τιμίας καὶ σ:ία η σμίας αὐτῆς ζώνης κατάθεσις καὶ προσκύνησις· καὶ τῶν πανακράντων τοῦ ταύτης Υἱοῦ σπαργάνων των τιμιωτάτων. Ζώνης ἐκείνης, ἢ τὸν πανάγιον ἐκεῖνο περιέσφιγγε σῶμα, καὶ τὸν ἐν κοιλίᾳ κρυπτόμενον Θεόν περιέβαλλε. Ζώνης ἐκείνης, ἥτις τήν του Θεοῦ κιθωτὸν ὡραίως κατεκόσμει, καὶ σεμνοτάτως. Ζώνης ἐκείνης, ἢ πολλάκις ἐκ τῶν ἀχράντων τῆς παναχράντου τοῦ γάλακτος κατεπιαίνετο σταλαγμῶν. Καὶ μήτις ἀπεικὸς εἶναι ἡγήσαιτο τοῦτο τῶν μεμψιμοίρων, ὡς ἐμψύχοις διαλεξόμεθα, καὶ τὴν εὐφη μίαν προσοίσομεν. Εἰ γὰρ ἀγγεῖον μύρῳ προσομιλῆσαν καν πρὸ; βραχύ, καὶ τούτου κενωθέντος οἷος μέχρι πολλοῦ τὴν εὐωδίαν διαφυλάττειν, τί ἄν τις εἴποι περὶ τῆς, τὸ ὄντως ἀκένωτον ἐκεῖνο καὶ θεῖον μύρον, τὸ καθα ρώτατον λέγω τῆς Θεοτόκου σῶμα καὶ παναμώμη τον, περιειλησάσης ζώνης, καὶ συμπλακείσης μέχρι πολλοῦ; Οὐκ εἰς αἰῶνα τὴν εὐωδίαν τὴν ἰαμάτων παραφυλάξεις, καὶ τοῖς πίστει καὶ πόθῳ προσιούσιν ἐμπλήσειεν; Εὐωδίαν, οὐχὶ θηλυτικήν τινα καὶ ἀπὸ βλητον, ἀλλὰ θείαν καὶ πανσεβάσμιον παθῶν ψυ χῆς τε καὶ σώματος θερμοτάτην ἐλάτειρα. Καὶ εἰ τὸ ἄψυχον ἀγγεῖον, ὥσπερ ἔφημεν, τῷ ἀψύχη μύρα προσομιλῆσαν, οἶδε τῆς τούτου μεταλαμβάνειν ποιά τητος, τί καὶ φῶμεν περὶ τῆς τὸ ἔμψυχον τοῦ Θεοῦ Λόγου προσεγγισάσης κατοικητήριον. Οὐ προτέρα μούμεθα; Οι προσπεσούμεθα; οὐχὶ κάθαρσιν ψυχῆς τε καὶ σώματος παρ' αὐτῆς λαβεῖν αιτησόμεθα ἐκ παντός; Τί δέ; οὐχὶ καὶ ὡς ζώσῃ διαλεξόμεθα, καὶ εὐφήμους ᾠδας προσαγάγωμεν; Τοῦτο δὲ καὶ ποιή σωμεν. τη ζώνη, ἡ τὴν τῆς ζωῆς πηγὴν περιζώσασα, καὶ ζωὴν παρέχουσα τοῖς σὲ τιμῶσιν αἰώνιον! Ω ζώνη, ἡ τὰς τῶν σοὶ προστρεχόντων ἐσφύας, νέκριν σιν μὲν κατὰ παθῶν δωρουμένη, ἀνδρίαν δὲ πρὸς πρᾶξιν ἀρετῶν καὶ ἐνέργειαν! Η ζώνη, ἡ τὸ ἀσθε νὲς τῆς ἡμετέρας φύσεως αναστέλλουσά τε καὶ περαι σφίγγουσα· καὶ τοὺς ἀοράτους τε καὶ ἐρατούς ἐχθροὺς ἡμῶν συμποδίζουσα! Αλλ' εἷα γάρ μας συμβέβηκε, τῷ πόθῳ τῆς πανάγνου νυττόμενον, καὶ τῇ τοῦ λόγου φύμῃ κατεπαγόμενον, τῶν σπαργάνων ἐπιλαθέσθαι. Καὶ οὐ θαυμαστόν· Μητρὸς γὰρ δοξα ζομένης, δε φιλομήτωρ Υἱὸς εὐφραίνεται. Αλλά καὶ νόμῳ ὑπείκοντες φύσεως, εἰ καὶ ὑπὲρ φύσιν τὰ
col. 377–378page 185 of 223
PG 98:377πράγματα, τῇ Μητρὶ πρῶτον τὸ γέρας ἀφοσιώσο μεν. Καὶ οὐκ ἀπώσεται Κύριος πάντως, ὁ ὑπεράγα θες. Ὡς γὰρ ἀψευδῶς ἄνθρωπος ἐξ αὐτῆς προελθεῖν εὐδόκησε, καὶ Υἱὸς αὐτῆς κληθῆναι ἠξίωσεν, ἀπο δέξεται τὴν τόλμαν ὡς κατὰ ἄνθρωπον γεγονυίαν ὁ πολυεύσπλαγχνος. Πλήν σπαργάνων μνησθείς, πάλιν πρὸς τὴν τεκοῦσαν ἀνάγομαι. Αὕτη γὰρ ταῦτα ταῖς ἀγναῖς αὐτῆς χερσὶ κατεσκεύασεν. Αύτη βρέφη στρο πῶς τὸν μέγαν Κύριον χερσί μητρώαις ἐν τούτοις ἐνείλιττεν. Αὕτη σὺν τούτοις τοῦτον ἐγκόλπιον φέρ ρουσα, ἐγαλούχει, τὸν πάσῃ φύσει πνοὴν καὶ τροφήν παρεχόμενον. 'Αλλ᾽ ὦ σπάργανα, τὸν ἐλευθερωτὴν Κύριον ἐνει Λι, ο λήσαντα, καὶ τῶν ἡμετέρων παραπτωμάτων σειράς διαλύσαντα! Ο σπάργανα, τὰ τὸν κραταιὸν Κύριον περισφίγξαντα, καὶ τὴν τοῦ γένους ἡμῶν ἀσθένειαν ἀναγνώσαντα! Ω σπάργανα, πιστοὺς μὲν φρου ροῦντά τε καὶ περιφυλάττοντα· τοὺς ἐναντίους δὲ δεσμοῦντα, καὶ καταβάλλοντα! Αλλ' ὦ σπάργανα καὶ ζώνη σεπτή! νέμοιτέ μοι τὸν ἁγιασμὸν, τὴν ῥῶσιν, τὸν ἱλασμὸν, τὴν ὑγίειαν ἐμοί τε, καὶ τοῖς πόθῳ τῷδε προσιοῦσι καὶ προσκυνοῦσι σεπτῷ σου ναῷ. "Ω ζώνη σεπτή, ἡ τὴν σὴν πόλιν περικυκλοῦσα καὶ περιέπουσα, καὶ βαρβαρικῆς ἐπιδρομῆς ἀνεπιβούλευτον διασώζουσα! "Ω ζώνη τιμία, ἡ τὸν Θεὸν Λόγον ἐγγάστριον ὄντα περιειλή σατα, καὶ τὴν τῶν ἰάσεων εὐλογίαν ἐκεῖθεν πλουτήσασα, καὶ ἡμῖν ἀντιπέμπουσα! 'Ω ζώνη φαιδρά, ή τῆς τοῦ ἀφθάρτου Θεοῦ Μητρὸς τὸ ὑπέρσεμνον σώμα σεμνοπρεπώς προσεγγίσασα, κἀκεῖθεν τὴν ἀφθαρσίαν ἀμφιασαμένη, ἀπαρασάλευτος καὶ ἄφθαρτος μένουσα, ὡς εἰς ἡμᾶς τις λόγος τῆς ἀληθείας κατελήλυθεν! ᾿Αλλὰ τί καὶ τῶν ἀδυνάτων ἐπιχειροῦμεν, καὶ ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν ἐπειγόμεθα· τῆς ἐκ τῶν λόγων τιμῆς ταῦτα τιμᾶν κατ' ἀξίαν πειρώμενοι, ὅπερ καὶ ἀγγέλοις ἀδύνατον. Πλήν, ὦ τιμία τῆς ὑπερτίμου τοῦ Θεοῦ Μητρὸς ζώνη, περίζωσον τὰς ὀσοῦς ἡμῶν ἀλήθειαν, δικαιοσύνην τε καὶ πραότητα. Τῆς ἀϊδίου καὶ μακαρίας ζωῆς ποίησον κληρονόμους, καὶ τὴν ἐπίκηρον ἡμῶν ταύτην ζωήν, ἐχθρῶν ἀοράτων το καὶ ὁρατῶν, ἀνεπιβούλευτον διατήρησον. Τὴν πίστιν ἐν εἰρήνῃ ἀσάλευτον διαφύλαξον. Τὴν σὴν κληρονομίαν, τὸν σὸν λαὸν, ὦ πανάχραντε τῆς παναχράντου ζώνη, ὀρθοὺς τῇ πίστει, σώους τῷ κατὰ Θεὸν βίῳ, ἀβλαβεῖς τῆς οἱατοῦν ἐπηρείας διάσωζε. Εχοιμεν σε ἰσχὺν καὶ βοήθειαν, τεῖχος καὶ προπύργιον λι μένα καὶ καταφυγὴν σωτήριον. Σὺ δέ μοι, ὦ πάναγνε, καὶ πανάγαθε, καὶ πολυ εὐσπλαγχνε Δέσποινα, τὸ τῶν Χριστιανῶν παρα μύθιον, τὸ τῶν θλιβομένων θερμότατον παρηγόρημα, τὸ τῶν ἁμαρτανόντων ἑτοιμότατον καταφύγιον, μὴ ἐγκαταλίπῃς ἡμᾶς ὀρφανούς τῆς σῆς ἀντιλήψεω:. Εἰ γὰρ ὑπὸ σοῦ ἐγκαταλειφθείημεν, ποῦ ἄρα καὶ προσδραμούμεθα. Τί δὲ ἄρα καὶ γενησόμεθα, ὦ παναγία Θεοτόκε, ἡ τῶν Χριστιανῶν πνοὴ καὶ ζωή. ο

Oration IXOratio IX

col. 379–380page 186 of 223
PG 98:379Ως γὰρ τὸ σῶμα ἡμῶν ζωτικῆς ἐνεργείας τὸ ἀνα πνεῖν τεκμήριον κέκτηται, οὕτω καὶ τὸ σὲν παν άγιον ὄνομα ἀδιαλείπτως ἐν τοῖς τῶν σῶν δούλων στόμασι προφερόμενον ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ τρόπῳ, ζωῆς καὶ θυμηδίας καὶ βοηθείας οὐχ τεκμήριον, ἀλλὰ πρόξενον γίνεται. Σκέποις ἡμᾶς πτέρυξι τῆς σῆς ἀγαθότητος. Φρουρήσῃς ἡμᾶς ταῖς μεσιτείαις σου. Παράσχοις ἡμῖν τὴν αἰώνιον ζωήν, Χριστιανῶν ἐλπὶς ἀκαταίσχυντε. Ἡμεῖς γὰρ οἱ πτωχοὶ θείων ἔργων καὶ τρόπων, τὴν διὰ σοῦ παρα σχεθέντα ἡμῖν τῆς χρηστότητος πλούτον θεασάμεναι, εἴπωμεν· «Τοῦ ἐλέους Κυρίου πλήρης ή γή. Ἡμεῖς ἐν τῷ πλήθει τῶν ἁμαρτιῶν ἐκ Θεοῦ δεδιωγμένοι, ἐζητήσαμεν διὰ σοῦ τὸν Θεὸν, καὶ εὗρομεν καὶ εὑρόντες ἐσώθημεν. Δυνατή τοιγαροῦν πρὸς σωτηρίαν ἡ βοήθειά σου, Θεοτόκε, καὶ μὴ χρήζουσα τινος ἑτέρου πρὸς Θεὸν μεσίτου. Τοῦτο καὶ ἡμεῖς ἐπιστάμενοι, οὐ μὴν ἀλλὰ καὶ πείρα μαθόντες ἐξ ὧν πολλάκις αὐτοῦντές σε τὴν θερμοτάτην ἡμῶν ἀντί ληψιν, ἀφθόνως τὰς τῶν αἰτήσεων παροχὰς λαμβάνομεν, καὶ τανῦν σοὶ προσφεύγομεν, ὁ σὸς λαὸς, ἡ ση κληρονομία, τὸ σὸν ποίμνιον, τὸ τῇ τοῦ σοῦ Υἱοῦ κλήσει κατακαλλυνόμενον. Οὐκ ἔστιν ὄντως τῆς τῆς μεγαλειότητος πέρας· οὐκ ἔστι τῆς σῆς ἀντιλήψεως κότος. Οὐκ ἔστι τῶν σῶν εὐεργεσιῶν ἀριθμός. Ού δεὶς γὰρ ὁ σωζόμενος εἰ μὴ διὰ σοῦ, παναγία. Οι δεὶς ὁ τῶν δεινῶν λυτρούμενος, εἰ μὴ διὰ σοῦ, παν άμωμε. Οὐδεὶς ὁ συγχωρούμενος δῶρον εἰ μὴ διὰ σοῦ, πάναγνε. Οὐδεὶς ὁ ἐλεούμενος χάριτι, εἰ μὴ διὰ σοῦ, πάνσεμνε. ᾿Ανθ' ὧν, τίς σε μὴ μακαρίσει; τίς μὴ μεγαλυνεῖ; εἰ καὶ μὴ κατ' αξίαν, ἀλλ᾽ οὖν προ θυμότατα· σὲ τὴν δεδοξασμένην· σὲ τὴν μεμακαρισμένην· σὲ τὴν μεγαλεῖα σχοῦσαν παρ' αὐτοῦ τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ὡς μεγάλα καὶ θαυμαστά· ὅθεν σε καὶ γενεαὶ πᾶσαι γεραίρουσιν. ο Τῶν ἀδιορθώτων κατὰ τοσοῦτον ἀντιφωνη τικῶς ὑπεραπολογεῖται. ἀδιόρθωτοι. ἀντιφωνη τικῶς, που Τί; οὕτω τοῦ τῶν ἀνθρώπων γένους μετὰ τὸν σὸν Υἱὸν ὡς σὺ προνοεῖται; Τίς οὕτως ἀντιληπτικῶς τῶν ἡμετέρων προΐσταται θλίψεων; Τίς οὕτως ἐξέως προφθάνων ῥύεται τῶν ὑπερχομένων ἡμῖν πει η ρασμῶν. Τίς τοσοῦτον, τῶν ἁμαρτωλῶν ἱκεσίαις ὑπερμαχεῖ; Τίς τῶν ἀδιορθώτων κατὰ τοσοῦτον ἀντιφωνητικῶς ὑπεραπολογεῖται Σὺ γὰρ μη πλίνθον ἄδεκτος ή ἀντιφώνησις, ἀντί τοῦ, ἄδικος
col. 381–382page 187 of 223
PG 98:381τρώαν ἔχουσα πρὸς τὸν σὸν Υἱὸν τὴν παῤῥησίαν καὶ τὴν ἰσχύν, ἡμᾶς τοὺς ταῖς ἁμαρτίαις κατακεκριμένους, καὶ μὴ τολμῶντας μηδὲ τὸ ὕψος ἐμβλέψαι τοῦ οὐρανοῦ, σαῖς ἐντεύξεσι καὶ σαῖς μεσιτείαις καὶ σώζεις, καὶ τῆς αἰωνίου λυτροῦσαι κολάσεως. "Οθεν ὁ θλιβόμενος πρὸς σὲ καταφεύγει· ὁ ἀδικούμενος ἐπὶ σὲ προστρέχει· ὁ τοῖς δεινοῖς συνεχόμενος, τὴν σὴν ἐπικαλεῖται βοήθειαν. Ολα τὰ σὰ, Θεοτόκε, παράδοξα, ὅλα ὑπὲρ φύσιν, ὅλα ὑπὲρ λόγον και δύο ναμιν. Διὰ τοῦτο καὶ ἡ προστασία σου, ὑπὲρ εν νοιαν. Τοὺς γὰρ ἀπωσμένους, τοὺς ἐκδεδιωγμένους, τοὺς ἐκπεπολεμωμένους, τῷ σῷ τόκῳ κατήλλαξας καὶ ᾠκείωσας· καὶ υἱοὺς καὶ κληρονόμους πεποίηκας. Σὺ τοὺς καθ' ἑκάστην ταῖς ἁμαρτίας; κατα ποντιζομένους, χεῖρας βοηθείας ἐκτείνουσα, ἐξέλκεις τοῦ κλύδωνος. Σὺ τὰς τοῦ πονηροῦ κατὰ τῶν τῶν δούλων ἐπαναστάσεις, τῇ κλήσει σου μόνῃ τῇ παν αγίᾳ ἀποδιώκουσα διασώζεις. Σὺ τοὺς ἐπικαλουμένους σε ἐκ πάσης ἀνάγκης, ἐκ παντοίων πειρασμῶν προφθάνουσα ἐκλυτροῦσαι, πανάμωμε. "Οθεν καὶ τῷ σῷ ναῷ σπουδαίως προστρέχομεν· καὶ ἐν αὐτῷ ἑστῶτες, ἐν οὐρανῷ ἑστάναι νομίζομεν. Ἐν τούτῳ δοξολογοῦντές σε, ἀγγέλοις συγχορεύειν ἡγούμεθα. Ποιον γὰρ γένος ἀνθρώπων πάρεξ Χριστιανών του αύτης εὐπόρησε δόξης, τοιαύτης ἐπέτυχεν ἀντιλήψεως, τοιαύτης προστασίας πεπλούτηκε; Τίς πιστῶς τῇ τιμίᾳ σου ζώνη προσατενίσας, Θεοτόκε, οὐκ εὐ θὺς θυμηδίας ἐμπίπλαται; Τίς θερμῶς ταύτῃ προσ πεσών, κενὸς τῆς συμφερούσης αιτήσεως ἐξελήλυθε; Τίς τὸν σὸν χαρακτῆρα ενοπτριζόμενος, οὐκ αὐτίκα πάσης θλίψεως ἐπιλέλησται; Οἱ δὲ καὶ τῷ σεπτῷ σου ναῷ προσερχόμενοι, ἐν ᾧ τὴν σὴν τιμίαν ἀποτεθῆναι ζώνην εὐδόκησας, καὶ τὰ τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν σπάργανα, ὧν καὶ τὴν κατά θεσιν σήμερον ἑορτάζομεν, ποίας χαρᾶς, ποίας εύ φροσύνης, ποίας τέρψεως ἐν ἀπολαύσει καθεστήκασιν, οὐκ ἔστιν εἰπεῖν. 'Αλλ᾽ ὦ στάμνε, ἐξ ἧς τὸ μάννα τῆς ἀναψύξεως, οἱ τοῖς δεινοῖς καυσωθέντες πεπώκαμεν! "Ω τράπεζα δι' ἧς οἱ λιμώττοντες τὸν τῆς ζωῆς ἄρτον ὑπερεπλή σθημεν! "Ω λυχνία ὑφ᾽ ἧς οἱ ἐν τῷ σκότει καθήμενοι, τὸ μέγα φῶς κατηυγάσθημεν! Εχεις ἐκ Θεοῦ τὸν ἐπάξιόν σοι καὶ πρέποντα ἔπαινον· μὴ ἀπώσῃ δὲ καὶ τὸν ἡμέτερον ἀνάξιον, ἀλλ᾽ οὖν ἐκ πόθου σοι προσαγόμενον. Μὴ ἀπώσῃ ῥυπαρῶν χειλέων αἶνον, πανύμνητε, ἐξ εὐνοίας σοι προσφερόμενον. Μὴ βδ λύξῃ ἀναξίας γλώσσης λόγον εκέσιον. Ἀλλὰ τὸν πό θον ἀντιμετρήσασα, Θεοδόξαστε, παράσχου ἡμῖν τὴν τῶν ἁμαρτημάτων συγχώρησιν, τῆς αἰωνίου ζωῆς τὴν ἀπόλαυσιν, καὶ πάσης βλάβης την λύτρωσιν. Επιδε ἐξ ἁγίου κατοικητηρίου σου τούτου τὸ περι εστώς σοι πιστότατον ἄθρόισμα, τὸ σὲ Κυρίαν καὶ Αντιφωνητής ἀντιφωνώ,

Contemplation of Ecclesiastical MattersContemplatio Rerum Ecclesiasticarum

col. 383–384page 188 of 223
PG 98:383ἐκ ψυχῆς ὑμνῆσαι συνεληλυθός, Θεοτόκε, καὶ ἐπι σκοπῇ σου θείᾳ ἐπισκεψαμένη, πάσης ἐξέλου τούτους συμφορᾶς τε καὶ θλίψεως· παντοίας νόσου, παντοίας βλάβης, παντοίας ἐξάρπασον ἐπηρείας· πάσης γα ρᾶς, πάσης βάσεως, πάσης χάριτος ἔμπλησον· καὶ ἐν τῇ τοῦ σοῦ Υἱοῦ ἐλεύσει τοῦ φιλανθρώπου Θεού ἡμῶν, ὅτε κριθῆναι πάντες παραστησόμεθα, τῇ κραταιά σου χειρί, ὡς μητρώαν ἔχουσα παρρησίαν τε καὶ ἰσχὺν, τοῦ αἰωνίου ἡμᾶς ἐξαγαγοῦσα πυρές, τῶν αἰωνίων ἐπιτυχεῖν ἀξίωσον ἀγαθῶν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἐκ σοῦ τεχθέντος Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. προστάτιν καὶ Δέσποιναν ἔχειν καταπλουτῆσαν, τὸ σὲ ΓΕΡΜΑΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΙΣΤΟΡΙΑ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ, ΚΑΙ ΜΥΣΤΙΚΗ ΘΕΩΡΙΑ. Ἐκκλησία ἐστὶ ναός Θεοῦ, τέμενος ἅγιον, οἶκος προσευχῆς, συνάθροισις λαοῦ, σῶμα Χριστοῦ, ὄνομα αὐτοῦ, νύμφη Χριστοῦ, ἐκκαλουμένη πρός μετά νοιαν καὶ πρὸς εὐχὴν τοὺς λαούς· τῷ ὕδατι τοῦ ἁγίου βαπτίσματος αὐτοῦ καθαρισθεῖσα, καὶ τῷ αἰ ματι αὐτοῦ τῷ τιμίῳ ἐβραντισμένη, καὶ νυμφικῶς ἑστολισμένη, καὶ τῷ τοῦ ἁγίου Πνεύματος μύρο σφραγιζομένη, κατὰ τὸν προφητικόν λόγον· ο Μύ ρον εκκενωθεν ὄνομά σου· καὶ εἰς ὀσμὴν μύρου σου δραμοῦμεν·, ὅτι ι ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν 'Αα ρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αύτ τοῦ.» Αλλως· Ἐκκλησία ἐστὶν ἐπίγειος οὐρανὸς, ἐν ᾗ ὁ ἐπουράνιος Θεὸς ἐνοικεῖ καὶ ἐμπεριπατεῖ, ἀν τιτυποῦσα τὴν σταύρωσιν καὶ τὴν ταφὴν καὶ τὴν
col. 385–386page 189 of 223
PG 98:385ἀνάστασιν Χριστοῦ, δεδοξασμένη ὑπὲρ τὴν σκηνὴν τοῦ μαρτυρίου τοῦ Μωσέως, ἐν πατριάρχαις προτι πωθεῖσα, ἐν ἀποστόλοις θεμελιωθεῖσα, ἐν ᾗ τὸ ἱλα στήριον, καὶ τὰ ῾Αγια τῶν ἁγίων, ἐν προφήταις προ κηρυχθεῖσα, ἐν ἱεράρχαις κατακοσμηθεῖσα, καὶ ἐν μάρτυσι τελειωθεῖσα, καὶ ἐν τοῖς ἁγίοις αὐτῶν λει ψάνοις ἐνθρονισθεῖσα. "Αλλως· Ἐκκλησία ἐστὶν οἷ κος θεϊκός, ἔνθα ή μυστική ζωοουσία γέγονε, καὶ τὰ ἔνδον τοῦ ἱερατείου, καὶ ἅγιον σπήλαιον. Ενθα ὁ τάφος καὶ ἡ τράπεζα ή ψυχοτρόφος καὶ ζωοποιός καὶ οἱ ἐν αὐτῇ μαργαρίται, τὰ θεῖα δόγματα τῆς διδασκαλίας τοῦ Κυρίου πρὸς τοὺς μαθητάς αυ τοῦ. 'Ο δὲ σημαντήρ, κατὰ τὸν τύπον τῶν ὅλων, ἐν οἷς προσήλωσαν τὰς χεῖρας καὶ τοὺς πόδας τοῦ Κυ ρίου, καὶ ἐξόνησεν εἰς τὰ πέρατα τῆς οἰκουμένης. "Αλλως· Τὸ σημαντήριον αινίττεται τὰς τῶν ἀγ γέλων σάλπιγγας, καὶ διεγείρει τοὺς ἀγωνιστές πρὸς πόλεμον τῶν ἀοράτων ἐχθρῶν. Τὸ βάπτισμά ἐστι, καθὼς ὁ Θεὸς διετάξατο τῷ Μωσῇ, λέγων· «Κατα Εἰς διαμάρτυρας τῷ λαῷ τούτῳ, καὶ ἄγνισον αὐτ τοὺς, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν, καὶ ἔστω σαν ἕτοιμοι τοῦ ἀναθῆναι εἰς τὸ ὄρος πρὸς μέ. ν Καὶ πάλιν διὰ Ἡσαΐου τοῦ προφήτου λέγει Κύριος ὁ Θεός· ο Λούσασθε, καθαροί γίνεσθε, αφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν.» Καί· Ἐάν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡσεὶ χιόνα λευκα ν. › Καὶ πάλιν αὐτὸς ὁ Κύριος λέγει·. Ἐὰν μή τις γεννηθῇ δι᾽ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Καὶ τοῖς αὐ τοῦ ἀποστόλοις παρήγγειλε λέγων·. Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Ει Βεβαπτίσμεθα δὲ κατὰ τὸν θάνατον αὐτοῦ τοῦ Χρι στοῦ, καὶ τὴν ἀνάστασιν αὐτοῦ. Διὰ γὰρ τῆς ἐν τῷ ὕδατι καταδύσεώς τε καὶ ἀναδύσεως, τριπλῆς τε ἐπικλύσεως, τὴν τριήμερον ταφὴν καὶ τὴν ἀνάστασιν αὐτοῦ τοῦ Χριστοῦ ἐξεικονίζομεν καὶ ὁμολογοῦμεν. Ἔτι δὲ καὶ ὅτι αὐτὸς ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ ὑπὸ Ιωάννου. Το χρίεσθαι ἐλαίῳ τοὺς βαπτιζομένους, ἐστὶ κατὰ τὸ ἔλαιον ᾧ ἐχρίοντο οἱ βασιλεῖς καὶ ἰε ρεῖς καὶ οἱ προφῆται, καθὼς καὶ ὁ Χριστὸς ἐχρίσθη, ὡς βασιλεὺς καὶ ἱερεὺς τῷ χρίσματι τῆς σαρκώσεως. Εστι δὲ καὶ τῷ μὴ δύνασθαι τὸν διάβολον κρατεῖν ἡμῶν τῷ κράτει τῆς ἁμαρτίας τοῦ θανάτου, ὅ ἐστιν, ὁ παραβάσει τοῦ Ἀδὰμ ἐπελθὼν ἡμῖν θάνατος. Τι ὕδωρ ἐστὶ μυστικῶς ἐμφαῖνον ἡμῖν τὸ μυστικὸν λουτρὸν τοῦ ὕδατος καὶ τοῦ πυρὸς τοῦ ἁγίου Πνεύ ματος, εἰς κάθαρσιν τοῦ ῥύπου τῆς ἁμαρτίας ἡμῶν, καὶ ἀναζήτησιν τῆς παλιγγενεσίας, καὶ ζωῆς αἰω νίου ἀναγέννησιν. Δι' οὗ βαπτίσματος τὴν υἱοθεσίαν δεξάμενοι, ἀπηλλάγημεν τῆς δουλείας, καὶ τῆς και ταδυναστείας τοῦ διαβόλου, καὶ ἀπελάθομεν τὴν ἐλευθερίαν τῆς χάριτος τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἐν ᾧ ἁγιά σήμαντρον,
col. 387–388page 190 of 223
PG 98:387σας καὶ καθαρίσας ἡμᾶς ὕδατι καὶ πνεύματι, προσ ήγαγε τῷ Θεῷ καὶ Πατρὶ λέγων· ο Πάτερ δίκαιε, ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκας, ἁγίασον 10 τοὺς ἐν τῷ ὀνόματί σου, οὓς δέδωκάς μοι, ἵνα εἰσὶ καὶ αὐτοὶ ἡγιασμένοι, καὶ γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν, ο τοῦ εἶναι αὐτοὺς κληρονόμους τῆς βασιλείας μου. Περὶ ὧν φησιν ὁ Πατήρ, ὅτι ι Ενοικήτω ἐν αὐτ τοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαὸν ἡγιασμένον, εἰ: βα σίλειον ιεράτευμα.» Τὸ δὲ ἅγιον Πνεῦμα βεβαιοί τὰς ἐπαγγελίας, ὡς δὲ μάρτυς πιστὸς καὶ ἀπαράγραφος, πληροφορῶν ἡμᾶς. Ιδ᾽ ἐπιγραφὴν ἁγίαν. Καὶ γὰρ ὑπογράφει τὴν ἁγίαν Τριάδα λιβέλλου δίκην τὸ Πνεῦμα τὸ ἅγιον, ὡς γλῶσσα τοῦ Θεοῦ καὶ Πατρός, καὶ κάλαμος γραμματέως ὀξυγράφου· ο διαχαράτο τον οὖν ἐν τῇ σημειώσει τοῦ Χριστοῦ, οὐ διὰ μέλα νος καὶ χάρτου, ἀλλὰ διὰ μύρου της χρίσεως, καὶ ὡς ἐν τόμῳ καινῷ ταῖς πλαξὶ τῶν καρδιῶν τῶν πιο στῶν τὸν σταυρὸν τοῦ Χριστοῦ ἐγχαράττον, καθώς φησιν ὁ προφήτης" • Καὶ ἔγραψα τὸν νόμον μου, φησὶν ὁ Θεός, ἐν ταῖς καρδίαις αὐτῶν, καὶ ἐνσημειώ σομαι αὐτὸν ἐπὶ τὸ μέτωπον αὐτῶν, τοῦ σημειωθῆ. ναι αὐτοῖς τὸ φῶς τοῦ προσώπου μου, καὶ εἶναι αὐτ τοὺς ὀνομαστούς ἐν πάσῃ τῇ γῇ· ο δεικνύων ἡμᾶς καὶ κληρονόμους τῆς αὐτοῦ βασιλείας, καὶ υἱοὺς γνη σίους καὶ συγκληρονόμους αὐτοῦ, ἐάνπερ καὶ ἀγωνισώμεθα φυλάξαι τὸ ἅγιον βάπτισμα σῶον, καὶ τὴν σφραγίδα σώαν. Η κόγχη ἐστὶ, κατὰ τὸ ἐν Βηθλεὲμ Ο σπήλαιον, ὅπου ἐγεννήθη ὁ Χριστός. Καὶ κατὰ τὸ σπήλαιον ὅπου ἐτάφη, καθώς φησιν ὁ εὐαγγελιστής Μάρκος, ὅτι ι Ην σπήλαιον λελατομημένον ἐκ πέ τρας, κἀκεῖ ἔθηκαν τὸν Ἰησοῦν. Ὁ Ἡ δὲ Εκκλησία ἐστὶν, ἔνθα ἡ μυστική ζωοθυσίᾳ γίνεται καὶ τὰ ἔνδον τοῦ σπηλαίου, ἔνθα ὁ τά φος κεῖται ἀντ᾿ αὐτοῦ, ἔνδον τοῦ ἱερατείου. Η δὲ κόγχη τοῦ θυσιαστηρίου, ἡ μετάθεσίς ἐστι τοῦ σταυ ροῦ, οἱ πύργοι δὲ, τὰ σημεῖα. Διὰ τοῦτο δ' ἀμφό τερα λογοθετοῦνται εἰς πρόσωπον τῶν ἱερουργούν των. Ἡ ἁγία τράπεζά ἐστιν ἀντὶ τοῦ τόπου τῆς τα φῆς, ἐν ᾗ ἐτέθη ὁ Χριστὸς, ἐν ᾗ πρόκειται ὁ ἀλη θινὸς καὶ οὐράνιος ἄρτος, ἡ μυστικὴ καὶ ἀναίμακτος θυσία, ζωοθυτούμενος την σάρκα αὐτοῦ καὶ τὸ αἷμα, εἰς βρῶσιν καὶ πόσιν ζωῆς αἰωνίου προέθηκε τοῖς πιστοῖς. Εστι δὲ καὶ θρόνος Θεοῦ ἡ αὐτή, ἐν ᾧ ὁ ἐπουράνιος Θεός, ὁ ἐπὶ τῶν Χερουβὶμ ἐποχούμενος, σωματωθεὶς ἐπανεπαύσατο· καθ᾿ ἣν τράπεζαν καὶ ἐν τῷ μυστικῷ αὐτοῦ δείπνῳ, μέσον τῶν ἀποστέ λων αὐτοῦ καθίσας, καὶ λαβὼν ἄρτον καὶ οἶνον, εἶπε τοῖς αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις· ο Λάβετε, φάσ γετε και πίετε ἐξ αὐτοῦ· τοῦτο γάρ ἐστι τὸ σῶμά μου καὶ τὸ αἷμά μου. • Προετυπώθη δὲ ἐν τῇ νο μικῇ τραπέζῃ, ἔνθα ἦν τὸ μάννα, ὅ ἐστι Χριστὸς, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἡ ἁγία τράπεζά ἐστιν, ἀντὶ τῆς τραπέζης τοῦ Χριστοῦ σὺν τοῖς μύσταις
col. 389–390page 191 of 223
PG 98:389καὶ οἱ ἐν αὐτῇ μαργαρίται, τὰ θεῖα δόγματα της δι δασκαλίας τοῦ Χριστοῦ πρὸς τοὺς μαθητάς. Τὸ κι θώρόν ἐστιν ἔνθα ἐστὶν ἡ σταύρωσις, ἀντὶ τοῦ τό που ὅπου ἐσταυρώθη ὁ Χριστός· ἐγγὺς γὰρ ὁ τό πος, καὶ ὑπόβαθρος, ὅπου ἐτάφη. Ἀλλὰ διὰ τὸ ἐν συντομία ἐμφέρεσθαι τὴν σταύρωσιν, καὶ τὴν ταφήν, καὶ τὴν ἀνάστασιν Χριστοῦ, ἐν τῇ Ἐκκλησίᾳ τέτακται. Εστι δὲ καὶ κατὰ τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, ἐν ᾗ λέγεται "Αγια ἁγίων καὶ ἁγίασμα αὐτ τοῦ· ἐν ᾗ προσέταξεν ὁ Θεὸς γενέσθαι δύο Χερου Εὶμ ἑκατέρωθεν τορνευτά. Τὸ γὰρ Κ, ἐστι κιβω τές, τὸ δὲ "Ωριον, φωτισμός Κυρίου, ἢ φῶς Θεοῦ. Θυσιαστήριόν ἐστιν ἱλαστήριον, ἐν ᾧ προσεφέρετο περὶ τῆς ἁμαρτίας κατὰ τὸ ἅγιον μνῆμα τοῦ Χρι στοῦ, ἐν ᾧ θυσιαστηρίῳ καὶ θυσίαν ἑαυτὸν ὁ Χρι-, στὸς προσήγαγε τῷ Θεῷ καὶ Πατρί, διὰ τῆς προσ φορᾶς τοῦ σώματος αὐτοῦ, ὡς ἀμνὸς θυόμενος, καὶ ὡς ἀρχιερεὺς καὶ υἱὸς ἀνθρώπου, προσφέρων καὶ προσφερόμενος, εἰς μυστικὴν καὶ ἀναίμακτον θυσίαν, καὶ λογικὴν λατρείαν τοῖς πιστοῖς ἱεροθυτούμενος, δι' ἧς μέτοχοι γεγόναμεν τῆς αἰωνίου ζωῆς καὶ ἀθα νάτου. Ονπερ ἀμνὸν προετύπωσεν ἐν Αἰγύπτῳ Μω σῆς πρὸς ἑσπέραν, καὶ τῷ αἵματι αὐτοῦ τὸν ὀλοθρευ τὴν ἄγγελον ἀπέστρεψε, τοῦ μὴ θανατῶσαι τὸν λαόν. Τὸ γὰρ πρὸς ἑσπέραν σημαίνει, ὅτι καὶ πρὸς ἑσπέ ραν ἐσφαγιάσθη ὁ ἀληθινὸς Ἀμνὸς, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν τῷ σταυρῷ αὐτοῦ, Χριστός Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χρι στός. ο Θυσιαστήριόν ἐστι καὶ λέγεται ἡ φάτνη καὶ ὁ τάφος τοῦ Κυρίου· θυσιαστήριόν ἐστι καὶ λέγεται κατὰ τὸ ἐπουράνιον καὶ νοερὸν θυσιαστήριον, ἐν ᾧπερ ἀντιτυποῦσι τὰς νοερὰς καὶ λειτουργικὰς ἱερ αρχίας τῶν ἀθλων καὶ ἄνω Δυνάμεων· καὶ οἱ ἐπί γειοι καὶ ἔνυλοι ἱερεῖς παρεστῶτες καὶ λατρεύοντες τῷ Κυρίῳ διὰ παντός· ὥστε καὶ τοιούτους δεῖ εἶναι, ὡς πῦρ φλέγον. Κατὰ γὰρ τὴν τῶν ἐπουρανίων ἀκολουθίαν, καὶ τὴν τῶν ἐπιγείων διάταξιν ὁ Υἱς τοῦ Θεοῦ καὶ κριτὴς τῶν ἁπάντων ἑνομοθέτησε. Βῆμά ἐστιν ὑπόβαθρος τόπος καὶ θρόνος, ἐν ᾧπερ ὁ παμβασιλεύς Χριστός προκάθηται μετὰ αὐτοῦ ἀπο στόλων, ὡς λέγει πρὸς αὐτοὺς, ὅτι «Καθήσεσθε ἐπὶ δώδεκα θρόνων κρίνοντες τας ιβ' φυλὰς τοῦ Ἰσραήλ. ο Θρόνοι δὲ λέγονται τὸ κήρυγμα τῆς πίστεως, ἐν ᾧ κηρύγματι θαῤῥοῦντες, ἐδίδαξαν, καὶ δι' αὐτοῦ λαμ βάνουσι τὴν ἀντιμισθίαν τοῦ κηρύγματος, τὴν έπους ράνιον βασιλείαν, ἐπεὶ καθέδρα ἐκεῖ οὐκ ἔστιν. Υπου δεικνύει δὲ καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν, καθ' γρο ἦν ἐλθὼν ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκροὺς, ἀποδοὺς ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ, καὶ πάντα κα σμον κρῖναι, ὡς λέγει ὁ Προφήτης· ὅτι ι Ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δα βίδ.» Κοσμήτης ἐστὶ κατὰ τὸ νομικὸν καὶ ἅγιον κόσμιον, ἐμφαίνον τοῦ σταυρωθέντος Χριστοῦ τὸ ἐκσφράγισμα, διὰ τοῦ σταυροῦ κοσμούμενον. Κιόνια ήται τὰ στήθεα τὰ διαχωρίζοντα τὸ βῆμα ἀπὸ τοῦ λοιποῦ
col. 391–392page 192 of 223
PG 98:391ναοῦ, εἰσὶν ἃ δηλοῦσι· τὸ μὲν ἔξωθεν τοῦ βήματος ναὸν, τὴν εἴσοδον καὶ παράστασιν τοῦ λαοῦ τοῦ εἰσο ερχομένου εἰς προσευχήν· τὸ δὲ ἔσωθεν ἤτοι τὸ βῆμα, δηλοῖ τὰ "Αγια τῶν ἁγίων, εἰς ὃ καὶ μόνοι οἱ ἱερεῖς καὶ οἱ μετ' αὐτῶν εἰσίατι. Κάγκελλὰ εἰσι, τῆς προσευχῆς τόπον δηλοῦντα, ἐν οἷς σημαίνει την μὲν ἔξωθεν τοῦ λαοῦ εἴσοδον, τὴν δὲ ἔσωθεν τὰ Αγια τῶν ἁγίων ὑπάρχουσαν, καὶ μόνοις τοῖς ἰ ρεῦσιν οὖσαν ἐπίβατον. Ἔστι δὲ καὶ ἀληθῶς εἰς τὸ ἅγιον μνῆμα κάγκελλα χαλκά, διὰ τὸ μηδένα εἰσιέναι ἐν αὐτῷ ἁπλῶς, καὶ ὡς ἔτυχεν. Ὁ ἄμβων ἐστὶν ἐμφαίνων τὸ σχῆμα τοῦ λίθου τοῦ ἁγίου μνή ματος, ἂν ὁ ἄγγελος ἀποκυλίσας ἐκ τῆς θύρας τοῦ μνήματος, ἀνεβόα τὴν ἀνάστασιν τοῦ Κυρίου τα; μυροφόροις. Εστι δὲ καὶ κατὰ τὸν Προφήτην τὸν λέγοντα·. Επ' ὅρους πεδικοῦ ἄρατε σημεῖον ἀνά βηθι ὁ εὐαγγελιζόμενος, καὶ ὕψωσον φωνήν· ο όρος γάρ ἐστιν εἰς τόπον πεδινὸν καὶ ὁμαλόν κεί μενον. Ει Τὸ κατὰ ἀνατολάς εὔχεσθαι, παραδεδομένον ἐστὶν, ὡς καὶ τὰ λοιπὰ, ἐκ τῶν ἁγίων ἀποστόλων, καὶ ἔστιν οὕτως, διὰ τὸ τὸν νοητὸν Ἥλιον τῆς δικαιοσύνης Χριστὸν τὸν Θεὸν ἡμῶν ἐπὶ γῆς φανῆναι ἐν τοῖς μέρεσι τῆς ἀνατολῆς τοῦ αἰσθητοῦ ἡλίου, κατὰ τὸν προφήτην τὸν λέγοντα· ι ᾿Ανατολὴ ὄνομα αὐτῷ. Καὶ πάλιν· ο Προσκυνήσατε τῷ Κυρίῳ τῷ ἐπιθε σηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς.» Καί· ι Προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.» Καὶ πάλιν·. Στήσονται οἱ πότ δες Κυρίου ἐπὶ τὸ ὄρος Κυρίου τῶν ἐλαιῶν κατὰ ἀνατολάς.» Ταῦτά φασιν οἱ προφῆται, καὶ διὰ τὸ ἀποκαραδοκεῖν ἡμᾶς πάλιν τὸν ἐν Ἐδὲμ παράδεισον κατὰ ἀνατολὰς ἀπολαμβάνειν, καὶ ὡς ἐκδεχομένους τὴν ἀνατολὴν τῆς φωτοφανείας τῆς δευτέρας τοῦ Κυ ρίου παρουσίας καὶ παλιγγενεσίας. Τὸ μὴ κλίνειν γόνυ τῇ ἀναστασίμῳ ἡμέρᾳ τῆς 'Αγίας Κυριακής, σημαίνει τὴν τῆς καταπτώσεως ἡμῶν ἀνόρθωσιν γενομένην διὰ τῆς τριημέρου τοῦ Χριστοῦ ἀναστάσεως. Τὸ δὲ μέχρι τῆς Πεντηκοστής μὴ κλίνειν γόνυ, ἔστι τὰς ἑπτὰ ἡμέρας μετὰ τὸ ἅγιον Πάσχα ἑπταπλουμένας κρατεῖν τῇ διακινησία μῳ Τὸ ἑπτάκις ἑπτά, τεσταράκοντα εννέα, καὶ ή Κυριακή πεντήκοντα. Τὸ δὲ ξύρισμα της κεφαλής τοῦ ἱερέως, καὶ τὸ γυροειδὲς αὐτοῦ τμῆμα τὸ μέ σον τῶν τριχῶν, ἀντὶ τοῦ ἀκανθίνου στεφάνου, ὃν περ ὁ Χριστὸς ἐφόρεσεν. Ὁ ἐν τῇ κεφαλῇ τοῦ ἱε ρέως περικείμενος διπλούς στέφανος ἐκ τῆς τῶν τρι χῶν σημειώσεως, εἰκονίζει τὴν τοῦ ἀποστόλου Πέ τρου τιμίαν κάραν, ἣν ἐν τῷ τοῦ Κυρίου καὶ Διδα σκάλου κηρύγματι ἀποσταλείς, καὶ καρεὶς ὑπὸ τῶν ἀπειθούντων τῷ λόγῳ, ὡς ἐμπαιζόμενος ὑπ' αὐτῶν, ταύτην ὁ διδάσκαλος Χριστὸς εὐλόγησε, καὶ ἐποίησε τὴν ἀτιμίαν τιμήν, καὶ τὴν χλεύην εἰς δόξαν, καὶ ἔθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον, οὐκ ἐκ λί διακαινήσιμος
col. 393–394page 193 of 223
PG 98:393θων τιμίων, ἀλλὰ τῷ λίθῳ καὶ τῇ πέτρᾳ τῆς πί στεως αὐτοῦ ἐκλάμπουσαν, ὑπὲρ χρυσίον καὶ τοπά ξιον καὶ λίθους τιμίους. Κορυφὴ γὰρ κεκαλλωπισμένη, καὶ στέφανος του δωδεκαλίθου, οἱ ἀπόστολοι εἰσι. Πέτρα δὲ ὁ παναγιώτατος ἀπόστολος ὑπάρχει ἀρχιεράρχης τοῦ Χριστοῦ. α Η στολὴ τοῦ ἱερέως ὑπάρχει κατὰ τὸν ποδήρη Ααρών, τουτέστιν ἱμάτιον, ὅ ἐστιν ἱερατικὸν ἔνδυ μα, τὸ μέχρι τῶν ποδῶν, τὸ τιμιώτατον. Εστι δὲ πυροειδής, κατὰ τὸν προφήτην τὸν λέγοντα· Ο ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λει τουργοὺς αὐτοῦ πῦρ φλέγον.» Καὶ πάλιν· ι Τίς οὗτος ὁ παραγενόμενος ἐξ Εδώμ;, Εδώμ γὰρ ἐρω μηνεύεται γήινος, ἢ ἐκλεκτὸς ἢ κόκκινος. Εἶτα ἐπάγει· «Ερύθημα ἱματίων αὐτοῦ, ἐξ ἀμπέλου Βοσώρ. Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύ ματά σου, ὡς ἀπὸ πατητοῦ ληνοῦ; › Εμφαίνοντος τὴν βαφεῖσαν τοῦ Χριστοῦ στολὴν τῆς σαρκὸς ἐν αἴ μασιν, ἐν τῷ ἀχράντῳ αὐτοῦ σταυρῷ. Πάλιν δὲ ὅτι καὶ κοκκίνην χλαμύδα ἐφόρεσεν ἐν τῷ πάθει ὁ Χρι στὸς, ἐμφαίνουσιν οἱ ἀρχιερεῖς ποίου ἀρχιερέως εἰ σὶν ὑπασπισταί. Τὸ δὲ ἀπεζωσμένους τοὺς ἱερεῖς πε ριπατεῖν φαινόλαις, δείκνυσιν ὅτι καὶ ὁ Χριστὸς ἐν τῷ σταυρῷ ἀπερχόμενος, οὕτως ἦν βαστάζων τὸν σταυρὸν αὐτοῦ. Ἐν ταῖς ἄνω λαμπρότητι τῶν νοερῶν οὐρανίων λειτουργών, προφητῶν καὶ ἱεραρχῶν, εἰσὶ πρεσβύτεροι εἴκοσι τέσσαρες, καὶ διάκονοι ἑπτά. Οἱ μὲν πρεσβύτεροι κατά μίμησιν τῶν Σεραφικῶν Δυνάμεών εἰσι, ταῖς μὲν στολαῖς, δίκην πτερύγων κατακεκαλυμμένοι, ταῖς δὲ δυσὶ πτέρυξι τῶν χει λέων τὸν ὕμνον βοῶντες, καὶ κατέχοντες τὸν θεῖον καὶ νοητὸν ἄνθρακα, Χριστὸν ἐν τῷ θυσιαστηρίῳ τῇ λαβίδι τῆς χειρὸς φανερῶς φέροντες. Οἱ δὲ διάκονοι εἰς τύπον τῶν ἀγγελικῶν Δυνάμεων ταῖς λεπταῖς τῶν λεπτῶν ὡραρίων πτέρυξιν, ὡς λειτουργικά πνεύματα εἰς διακονίαν ἀποστελλόμενα προτρέχουσι. Πρῶτον μὲν τὸ στιχάριον λευκὸν ὄν, τῆς θεότητος τὴν αἴγλην ἐμφαίνει, καὶ τοῦ ἱερέως τὴν λαμπράν πολιτείαν. Τὰ λωρία του στιχαρίου εἰσὶ, τὰ ἐν τῇ χειρὶ ἐμφαίνοντα τὸν δεσμὸν τοῦ Χριστοῦ· δήσαντες γὰρ αὐτὸν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα καὶ τὸν Πιλάτον. Τὰ λωρία τὰ εἰς τὰ πλάγιά είσι, τὸ αἷμα τὸ ῥεῦσαν ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ ἐν τῷ σταυρῷ. Τὸ περιτραχήλιον ἐστι τὸ φακεώλιον, μεθ' οὗ ἐπεφέρετο ὑπὸ τοῦ ἀρχιερέως δεδεμένος, καὶ συρόμενος ἐπὶ τὸ πρόσθεν ἐπὶ τῷ τραχήλῳ ὁ Χριστὸς, ἐν τῷ πάθει αὐτοῦ ἀπερχόμενος. Τὸ δὲ τοῦ ἐπιτραχηλίου δεξιὸν μέρος, πέφηνεν ὁ κάλαμος ἐν ἔδωκαν ἐμπαίζοντες τῇ δεξιᾷ τοῦ Χριστοῦ. Τὸ δὲ τοῦ ἐξ εὐωνύμου μέρους, ἡ τοῦ σταυροῦ βασταγή ἐπὶ τῶν ὤμων αὐτοῦ. ῾Η δὲ ζώνη, ἣν περιζώννυται, πέφηνεν ἡ εὐπρέπεια, ἣν ὁ Χριστὸς βασιλεύσας, εὐ πρεπή περιεζώσατο δύναμιν τῆς θεότητος. Τὸ δὲ φαινόλιον, ἐμφαίνει τὴν ἀπὸ κοκκίνου πορφύραν, ἦν περ τῷ Ἰησοῦ ἐμπαίζοντες οἱ ἀσεβεῖς ἐφόρεσαν. Εστι δὲ καὶ ἡ στολὴ τοῦ βαπτίσματος. Τὸ ὠμοφόριον ἐστι τοῦ ἀρχιερέως, κατὰ τὴν στολὴν τοῦ Λα
col. 395–396page 194 of 223
PG 98:395ρών, ήνπερ ἐφέρουν οἱ ἐν νόμῳ ἀρχιερείς, σπυδα ρίοις μακροῖς τὸν εὐώνυμον ὦμον περιτιθέντες, κατὰ τὸν ζυγὸν τῶν ἐντολῶν τοῦ Χριστοῦ. Τὸ δὲ ὠμο φόριον 8 περιβέβληται ὁ ἐπίσκοπος, δηλοῖ τὴν τοῦ προβάτου δορὰν, ὅπερ πλανώμενον εὑρὼν ὁ Κύριος, ἐπὶ τῶν ὤμων αὑτοῦ ἀνέλαβε, καὶ σὺν τοῖς μὴ περ πλανημένοις ηρίθμησεν. Εχει δὲ καὶ σταυρούς, διὰ τὸ καὶ τὸν Χριστὸν ἐπὶ τοῦ ὤμου βαστάσαι τὸν σταυ ρὸν αὐτοῦ. Ἔτι δὲ καὶ οἱ θέλοντες κατὰ Χριστὸν ζῆν ἐπὶ τῶν ὤμων αἴρουσι τὸν σταυρὸν αὐτοῦ, ὅ ἐστιν ἡ κακοπάθεια σύμβολον γὰρ κακοπαθείας ὁ σταυρός. Το μοναχικόν σχῆμά ἐστι κατά μίμησιν τοῦ Ἐρημοπολίτου καὶ Βαπτιστοῦ Ἰωάννου, ὅτι τὸ ἔνδυμα αὐτοῦ ἦν ἐκ τριχῶν καμήλου, καὶ ζώνη δερ ‹ ματίνη περὶ τὴν ὀσφὺν αὐτοῦ. Τὸ δὲ κείρεσθαι τὴν κάραν ὁλοτελῶς, κατὰ μίμησιν τοῦ ἁγίου ἀποστόλου Ἰακώβου τοῦ ἀδελφοθέου, καὶ Παύλου τοῦ ἀπο στόλου καὶ τῶν λοιπῶν. Τὰ δὲ ἀναβόλαιά εἰσι κατὰ τὰ ἀναβόλαια, ἅπερ ἐφόρουν ἱμάτια. Τὰ δὲ κουκούλα λια, κατὰ τὸν λέγοντα Απόστολον· ὅτι ο ἐσταύρωται μοι ὁ κόσμος, κἀγὼ τῷ κόσμῳ. Τὸ δὲ μαν δίον, ἐμφαῖνον διὰ τῆς ἀπολελυμένης απλώσεως τὴν πτερωτικὴν τῆς τῶν ἀγγέλων μιμήσεως καθότι ".» ἀγγελικὸν σχῆμα λέγεται. Ἡ δὲ οθόνη μεθ᾿ ἧς λει τουργοῦσιν οἱ διάκονοι, δηλοῖ τὴν τοῦ Χριστοῦ ταπείνωσιν, ἣν ἐνεδείξατο ἐν τῷ νιπτῆρι. Τὸ δὲ ἐγε χείριον τὸ ἐπὶ τῆς ζώνης, ἐστὶ τὸ ἀπομάξαν τὰς χεῖρας αὐτοῦ λέντιον· καὶ πέφυκε τὸ ἐγχείριον ἔχειν, ἐπὶ τῆς ζώνης, ἀντίτυπον τοῦ ἀπομάξαντος τὰς χεῖρας, καὶ τοῦ • ᾿Αθῶός εἰμι ἡ ἐπιφωνήσαντος. Η προσκομιδὴ ἡ γενομένη ἐν τῷ σκευοφυλακίῳ, ἐμφαίνει τὴν Κρανίου τόπον, ἐν ᾧ ἐσταυρώθη ὁ Χριστός· ἐν ᾧ λόγος, κεῖσθαι τὸ κρανίον τοῦ προ πάτορος Αδάμ· δείκνυσι δὲ, ὅτι • Εγγύς ἦν τὸ μνημεῖον ὅπου ἐσταυρώθη.» Προετυπώθη δὲ ὁ τοῦ Κρανίου τόπος οὗτος ἐν τῷ ᾿Αβραάμ, ὅτε ἐφ' ἑνὶ τῶν ὀρέων τοῦ Θεοῦ κελεύσαντος, τὸ θυ σιαστήριον ἐκ λίθων ἐποίησε, καὶ ἐπέβασε ξύλα, καὶ ἔθηκε τὸν υἱὸν αὐτοῦ, καὶ ἀνήνεγκε κριὸν ἀντ᾽ αὐτοῦ εἰς ὁλοκάρπωσιν. Οὕτως ὁ Θεὸς καὶ Πα τήρ, ὁ ἄναρχος καὶ Παλαιὸς τῶν ἡμερῶν, τὸν ἀνάρ χοντα Υἱὸν αὐτοῦ ἐπ᾿ ἐσχάτων τῶν χρόνων, σαρ κωθέντα ἐκ τῆς Παρθένου καὶ Θεοτόκου, ἐκ τῆς ὁπ φύος 'Αβραάμ κατ' ἐπαγγελίαν τοῦ ὅρκου οὗ ἔθηκε πρὸς αὐτόν. Ωστε καὶ ὑπὲρ γένους ἀνθρώπου, ι οὐκ ἐφείσατο τοῦ Υἱοῦ αὐτοῦ τοῦ ἀγαπητοῦ καὶ μονογενοῦς, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν καὶ ἔπαθε μὲν ὡς ἄνθρωπος ἐν τῇ σαρκὶ, ἀλλ' ἔμει νεν ἀπαθὴς ἐν τῇ θεότητι. Καὶ γὰρ ὁ Χριστὸς ἀπ ερχόμενος ἐν τῷ σταυρῷ αὑτοῦ, ἐβάσταζε τὸν σταυ ρόν· καὶ ἀντὶ κριοῦ ἐτύθη τὸ σῶμα αὐτοῦ τὸ ἅμων μον, ὡς ἀμνὸς σφαττόμενο; τῇ λόγχῃ τὴν πλευρὰν αὐτοῦ, καὶ ᾿Αρχιερεὺς γενόμενος, ὡς Υἱὸς ἀνθρώπου, καὶ προσφέρων ἑαυτὸν, καὶ προσφερόμενος εἰς τὸ ἀνενέγκαι ἁμαρτωλούς πολλούς. Καὶ τέθνηκε μὲν ὡς ἄνθρωπος, ἀνέστη δὲ ὡς Θεός, δι᾿ ἂν εἶχεν υπερκόσμιον δόξαν παρὰ τῷ Θεῷ καὶ Γεννήτορι. Η δὲ προσκομιδὴ τοῦ ἄρτου, πέφηνε τὸ σῶμα τοῦ Κυ ρίου, τὸ παγὲν διὰ τὴν σωτηρίαν ἡμῶν τῶν πιστῶν.
col. 397–398page 195 of 223
PG 98:397Ὁ ἄρτος τῆς προθέσεως ὁ ἀποκαθιερούμενος, ἐμ φαίνει τὴν κάθαρσιν τοῦ κόσμου, καὶ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος τοῦ Θεοῦ, ὅτι ὁ Υἱός τοῦ Θεοῦ ἄνθρωπος γέγονε, καὶ ἑαυτὸν προέθηκε θυσίαν καὶ προσφορὰν, καὶ τὸ σῶμα αὐτοῦ ἀν τίλυτρον ἐξίλασμα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας· ἀναλαβὼν μὲν τὸ φύραμα ὅλον τῆς ἀν θρωπίνης φύσεως χωρὶς ἁμαρτίας, προσενεχθεὶς δὲ ὡς ἀπαρχὴ καὶ ἐξαίρετον ὁλοκάρπωμα τῷ Θεῷ καὶ Πατρὶ ὑπὲρ τοῦ ἀνθρωπίνου γένους, ὡς λέγει Ἐγώ εἰμι ὁ ἄρτος, δ, ἐκ τοῦ οὐρανοῦ καταβάς, και, «Ο τρώγων τοῦτον τὸν ἄρτον, ζήσεται εἰς τὸν αἰῶνα. • Περὶ οὗ φησι καὶ ὁ προφήτης Ιερεμίας Δεῦτε καὶ ἐμβάλλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, ο δεικνὺς τὸ ξύλον τοῦ σταυροῦ, τὸ ἐν τῷ σώματι ἐμε παγέν. 'Η δὲ λόγχη, ἀντὶ τῆς κεντησάσης την πλευ ρὰν τοῦ Κυρίου. Τὸ δὲ ἐν τῇ λόγχῃ ἀποκαθαίρεσ σθαι, σημαίνει τὸ, ο ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ τὰ ἑξῆς. Ὁ δὲ δίσκος, ἡ κλίνη ἐστὶν, ἐν ᾗ τὸ σῶμα τοῦ Κυρίου ὑπὸ τοῦ ἱερέως καὶ τοῦ διακόνου κατασκευάζεται· οἵτινές εἰσιν Ἰωσὴφ και Νικό δημος. Ὁ δὲ οἶνος πέφηνε τὸ αἷμα, τὸ ἐκ τῆς πλευ ρᾶς τοῦ Χριστοῦ ῥεῦσαν. Εστι δὲ καὶ ὁ μυστικός εἶνος, ὃν ἔδωκε τοῖς μαθηταῖς ἐν τῷ δείπνῳ. Τὸ δὲ ὕδωρ πέφηνε τὸ ῥεῦσαν ἐκ τῆς πλευρᾶς αὐτοῦ τοῦ Χρι στοῦ, καὶ διὰ τὴν θερμότητα δηλοῖ τὴν ζέσιν τοῦ ἁγίου Πνεύματος· τὴν δὲ λευκότητα, τὴν ἀκίβδηλον πίστιν. Ο οἶνος ὁμοῦ καὶ ὕδωρ, εἰσὶ τὸ ἐξελθὸν ἐκ τῆς πλευρᾶς αὐτοῦ αἷμα καὶ ὕδωρ, καθὼς ὁ προφήτης λέγει … ο "Αρτος αὐτῷ δοθήσεται φαγεῖν, καὶ ὕδωρ αὐτῷ ποτὸν πιστόν. ὁ Ἀντὶ γὰρ τῆς λόγχης τῆς κεντησάσης τὸν Χριστὸν ἐν τῷ σταυρῷ ὑπὸ Λογ γίνου, ἔστιν αὕτη ἡ λόγχη. Ο άρτος καὶ τὸ ποτή ριον κυρίως καὶ ἀληθῶς, κατὰ μίμησιν τοῦ μυστικοῦ ἐκείνου δείπνου, ἐν ᾧ ὁ Χριστὸς ἔλαβεν ἄρτον καὶ οἶνον, καὶ εἶπε· Λάβετε, φάγετε καὶ πίετε ἐξαύ τοῦ πάντες· τοῦτο γὰρ ἐστι τὸ σῶμά μου καὶ τὸ αἷμα δεικνύς, ὅτι κοινωνοὺς ἡμᾶς ἐποίησε τοῦ θανάτου, καὶ τῆς ἀναστάσεως, καὶ τῆς δόξης αὐτοῦ. Ἡ δὲ τ ὲ προσο φορά, ἡ καὶ ἄρτος καὶ εὐλογία καὶ ἀπαρχὴ λεγομένη, ἐξ ἧς τὸ Κυριακὸν σῶμα διατέμνεται, εἰς τύπον τῆς *Αειπαρθένου καὶ Θεοτόκου λαμβάνεται, ἤ τις κατ' εὐ δοκίαν τοῦ Πατρὸς, καὶ θέλησιν τοῦ Υἱοῦ αὐτοῦ καὶ Λόγου, καὶ ἐπέλευσιν τοῦ θείου Πνεύματος, τὸν ἕνα τῆς ἁγίας Τριάδος, Υἱὸν τοῦ Θεοῦ καὶ Λόγον εἰσδεξαμένη, τέλειον Θεὸν καὶ τέλειον ἄνθρωπον ἀπεκύησεν. "Ωσπερ δὲ πάλιν ὁ ὑπερούσιος Θεός, σάρκα ἐκ ταύτης προσλαβόμενος ἐν μιᾷ ὑποστάσει, τέλειος ἦν Θεὸς καὶ ἄνθρωπος, ὅμοιος ἡμῖν χωρὶς ἁμαρτίας οὕτω καὶ τὸ Κυριακὸν σῶμα ὡς ἔκ τινος κοιλίας καὶ σαρκὸς τοῦ παρθενικοῦ σώματος (τοῦ ὅλου ἄρτου φημὶ, τῆς εὐλόγιας καὶ τῆς προσφορᾶς) παρὰ τοῦ διακόνου, ὡς ἡ μεγάλη Εκκλησία παρέλαβε, δια τέμνεται σιδήρῳ τινὶ ὅνπερ καὶ λόγχην λέγουσιν, εἰ καὶ μήπω ταύτης ἐστὶν ὁ καιρὸς, καὶ οὕτως ἰδ:0 ὑποστάτως ἐκ μέσου ταύτης ἀφαιρεῖται. Ο μέντοι διάκονος ὁ τοῦτο ἐνεργῶν, ἑτοιμάσας σὺν αὐτῷ καὶ τὸ μέλλον ἐπιτελεῖσθαι Δεσποτικὸν αἷμα, ἐν τῷ προσ ήκοντα τοῦ πάθους καιρῷ, διὰ τῆς ζωοποιοῦ Πνεύ
col. 399–400page 196 of 223
PG 98:399ματος επιφοιτήσεως, ἀφίησι ταῦτα ἐν τῇ προθέσει τὴν εὐχὴν ἐπιλέγοντος τοῦ ἱερέως. Αὐτὸς δὲ ὁ τὸ θεῖον σῶμα διατέμνων διάκονος, ἀπὸ τῆς εὐλογίας τὸν ἄγγελον μιμεῖται, τὸν τῇ Παρθένῳ τὸ Χαῖρε προσφθεγγόμενον. Εἰ δὲ καὶ ἱερεῖς τοῦτο τέμνουσιν, οὐ θαυμαστόν· πρὸς γὰρ τὰ ἔθη τῆς μεγάλης Εκε κλησίας ὁρᾶν χρή. Οὕτω τοιγαροῦν ἀφίεται τὸ θεῖον σῶμα ἐν τῇ προθέσει, ὥσπερ ἐν Βηθλεὲμ, ὅπου γε γέννηται ὁ Χριστός· «Οὗ αἱ ἔξοδοι ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.» Ομοῦ δὲ καὶ ὡς ἐν τῇ Ναζαρέτ. Πρὸς δὲ, καὶ τῆς ἐν Καπερναούμ διατριβῆς τὸν τό τον ἡ πρόθεσις ἐκπληροί. Τούτου γὰρ ἕνεκεν ἐν προ οιμίοις προέφημεν, ὅτι τὸ ἐν τῶν νῦν τυπουμένων ἐπὶ δυσὶ καὶ τρισὶ τῶν τότε τελεῖται καὶ ἀναφέρεται καὶ ἁπλῶς εἰπεῖν, τὸν τριακονταετῆ χρόνον τὸν πρὸ τοῦ βαπτίσματος καὶ τὰς διατριβὰς ἡ πρόθεσις ἐκπληροῖ. Τὸ δὲ ποτήριόν ἐστιν ἀντὶ τοῦ σκεύους, ὅ ἐδέξατο τὸ ἐκχυθὲν αἷμα τῆς κεντηθείσης ἀχράντου πλευρᾶς καὶ χειρῶν καὶ ποδῶν τοῦ Χριστοῦ τὸ ἀπομύρισμα. Ο δὲ κρατὴρ, τὸ ῥύσιον ποτήριον, ὅπερ δέδωκε τοῖς μαθηταῖς αὐτοῦ ἐν τῷ δείπνῳ. Ποτήριον δὲ πάλιν ἐστὶ κατὰ τὸν κρατῆρα, δν γράφει κυρίω; ἤτοι ἡ Σοφία καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἐκέρασε τὸ ἑαυ τοῦ αἷμα, ἀντὶ τοῦ οἴνου ἐκείνου, καὶ προσέθηκεν ἐν τῇ ἁγίᾳ αὐτοῦ τραπέζῃ λέγων τοῖς πᾶσι· «Πίετε ἐξ αὐτοῦ πάντες.» ᾿Αντὶ τοῦ οἴνου τοῦ κεκερασμένου εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον. Κρατῆρες ἑρμηνεύονται καὶ οἱ μαζοὶ τῆς Θεοτόκου, ῥύσιον εὐφροσύνης ποτήριον, καὶ φυλακτήριον παν τὸς γένους βροτείου. Τὸ δὲ σκευοφυλάκιον ὅπου ἡ προσκομιδὴ ἐπιτελεῖται, ἀντὶ τοῦ Κρανίου τόπου. Τ εἱλητόν, σημαίνει τὴν σινδόνα, ἐν ᾗ ἐπειλήθη τὸ σῶ μα τοῦ Χριστοῦ, ἐκ τοῦ σταυροῦ καταβὰν καὶ ἐν μνήματι τεθέν. Καὶ ἡ ἐπάνω κάλυψις του δίσκου, ἐμφαίνει τὴν σιδόνα, ᾗ εἴλιξαν τὸ σῶμα τοῦ Κυρίου. Τὸ δὲ δισκοκάλυμμά ἐστιν ἀντὶ τοῦ σουδαρίου τοῦ ὄντος ἐπὶ τοῦ προσώπου περικαλύπτοντος αὐτὸ ἐν τῷ τάφῳ. Τὸ καταπέτασμα ήτουν ὁ ἀήρ ἐστι καὶ λέγεται, ἀντὶ τοῦ λίθου οὗ ἡσφαλίσατο τὸ μνημεῖον ὁ Ἰωσήφ, ὅπερ εσφράγισεν ή πλάξ τῆς κουστωδίας. Ἰδοὺ ἐσταύρωται ὁ Χριστὸς, τέθαπται ἡ ζωή, ἠσφαλίσθη ὁ τάφος. Καὶ εὐθέως ὁ θυμιατὴρ ὑποδεικνύει τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, τὸ πῦρ τὴν θεότητα καὶ ὁ εὐώδης καπνὸς μηνύει τὴν εὐωδίαν τοῦ ἁγίου Πνεύματος προπορευομένην. Ο γὰρ θυμιατήρ, έρω μηνεύεται εὐωδεστάτη εὐφροσύνη. Τὸ δὲ θυμίαμα πέφυκεν, ἀντὶ τῶν ἀρωμάτων, ἃ προσέφερον εἰς τὸν ἐνταφιασμὸν τοῦ Κυρίου· καὶ ἡ σμύρνα, καὶ ὁ λί βανος τῶν μάγων, ἡ καθαρὰ προσευχὴ τῶν ἀγαθῶν ἔργων, ἐξ ὧν ἡ εὐωδία ἔρχεται, καθώς φησιν ὁ Απόστολος ο Χριστοῦ εὐωδία εσμέν.» Γνῶτε οὖν πάντες οἱ ἱερεῖς, οἱ τῷ ἁγίῳ θυσιαστηρίῳ προσεδρεύοντες, καὶ τὴν ἀναίμακτον θυσίαν δε ρουργοῦντες, ὅτι τὰ ζωηρὰ πάθη Χριστοῦ καταγγέλλομεν. Δίδοται τοίνυν καιρὸς παρὰ τοῦ ἀρχιερέως τῷ ἱερεῖ τῷ μέλλοντι ἄρχεσθαι τῆς θείας μυσταγωγίας. Οὗτος δὲ ὁ καιρὸς σχηματίζει τὸν παρὰ τοῦ
col. 401–402page 197 of 223
PG 98:401προφήτου Ησαίου προαναφωνηθέντα καιρὸν τῆς τοῦ Προδρόμου Ἰωάννου γεννήσεως, καὶ τῆς Χριστοῦ πρὸς ἡμᾶς ἐπιδημίας. Ο δέ γε ἱερεὺς, ὁ τὴν ἔναρ ξιν τῆς θείας λειτουργίας ποιούμενος, εἰκόνα φέρει τοῦ Προδρόμου Ἰωάννου καὶ Βαπτιστοῦ προκαταρ ξαμένου τοῦ κηρύγματος, καὶ λέγοντος·. Μετα νοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βαπτίζοντος πάντας τοὺς προσερχομένους. Οἱ διά κονοί εἰσιν οἱ ποιμένες· οἱ ἱερεῖς εἰσιν οἱ ἄγγελοι. Ο διάκονος· Εὐλόγητον, δέσποτα.» Ο ἱερεύς Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Οὕτω τὴν πρώτην ἔχει τά ξιν τῶν πρὸς τὸν Θεὸν ἐντεύξεων ἡ δοξολογία. Διὰ τοῦ το πρὸ πάσης εὐχῆς καὶ ἱερολογίας, ὁ ἱερεὺς δοξολογεῖ τὸν Θεόν. Τί οὖν τὸ τρισσὸν ἐπιφημίζει τοῦ Θεοῦ, καὶ οὐ τὸ ἑνιαῖον Οὐ γὰρ, εὐλογητὸς Θεός, Εὐ λογημένη ἡ τοῦ Θεοῦ βασιλεία· ἀλλὰ τοῖς προσ ώποις διῃρημένος, «Εὐλογημένη ἡ βασιλεία, φησί, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος·, ὅτι διὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου πρώτης, ἔμαθον οἱ ἄνθρωποι, ὡς εἴη τρία πρόσωπα ὁ Θεός. Ταύτη δὲ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, μυσταγωγία ἐστὶ τὰ τελούμενα· ὅθεν ἐν τοῖς προοιμίοις αὐτῶν ἔδει προλάμπειν καὶ κηρύττεσθαι τὴν Τριάδα. Καὶ ὑπὸ τῶν ἄνω Δυνάμεων δοξάζεται· ὁ Θεὸς τρισὶν ἁγια σμοῖς, καὶ ὑπὸ ἀνθρώπων ἡ βασιλεία τοῦ Χριστοῦ εὐ λογεῖται, ὃς δυνάμει θεότητος αὐτοῦ τὸν ᾅδην ἐσκύ- ⚫ λευσε, καὶ ἡμᾶς ἠλευθέρωσε. Τὸ δὲ, 'Αμήν, ἀλη θῶς, ἢ γένοιτο. Διὰ δὲ τὸ, Εἰς αἰῶνας τῶν αἰώ νων, τὸν καπνὸν τῆς πόλεως Βαβυλῶνος ἀναβαίνειν δηλοῦται, ὅτι τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ τῆς χει ρὸς Βαβυλῶνος ἐξεζήτησε, καὶ τοὺς αὐτῆς οἰκήτου» ρας διὰ κολάσεως εὐηργέτησεν, ἐκκοπὴν τῆς ἁμαρ τίας ἐργασάμενος. Ο διάκονος· «Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Μετὰ δὲ τὴν δοξολογίαν, τὴν αἴτησιν λέγει· τὸ γὰρ ε τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν,» Καὶ ἵνα μὴ βαττολογῶμεν, διδάσκει ἡμᾶς ἃ δεῖ περὶ τῆς εὐχῆς, ὅτι ἐν εἰρήνῃ εὔχεσθαι δεῖ· οὔτ᾽ ἐξομολογησαμένους πρότερον, οὔτ᾽ εὐχα ριστήσαντας τῷ Θεῷ, ὅτι ἐν τῷ εἰπεῖν τὴν εἰρήνην κἀκεῖνα περιέλαβεν, εἴ τις ἀκριβῶς ἐθέλει σκοπεῖν. Νῦν διδάσκει, πρῶτον δεῖν αἰτεῖσθαι τὴν ἄνωθεν « εἰρήνην καὶ τὴν τῶν ψυχῶν σωτηρίαν. Οὕτω γὰρ ὁ Χριστὸς ἐκέλευσεν αἰτεῖσθαι. Μετὰ δὲ ἠρέμου νοός τὰς εὐχὰς ἡμῶν ἀποδῶμεν. «Τῆς παναγίας, ἀχράν. " του,» καὶ τὰ ἑξῆς. Τὰς πράξεις πάντων τῶν ἁγίων μυηθέντες, ἕτερος τὸν ἕτερον, καὶ τὴν ζωὴν ἡμῶν ἅπασαν σὺν τοῖς καλοῖς ἡμῶν ἔργοις τῷ Θεῷ παραδώσωμεν. Τὰ ἀντίφωνά εἰσι τῶν προφητῶν αἱ προῤῥήσεις, προκαταγγέλλουσαι τὴν παρουσίαν τοῦ Υἱοῦ τοῦ Θεοῦ, τὴν ἐκ Παρθένου ἐπὶ γῆς, καὶ βοῶσαι·. Ο Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη, καὶ εὐπρέπειαν ἐν εδύσατο·, ήγουν τὴν σάρκωσιν αὐτοῦ δηλοῦσαι, ἣν ἡμεῖς ὑποδεξάμενοι καὶ μαθόντες διὰ τῶν ὑπηρετῶν καὶ αὐτοπτῶν τοῦ Λόγου γενομένων τῶν ἀποστόλων λέγομεν. Χρὴ δὲ εἰδέναι, ὅτι ἐν ἀρχῇ πάσης τελετῆς ὀρθρινῆς τε καὶ λυχνικῆς πρῶτον τῆς Παλαιᾶς ᾄδεν ται οἱ ψαλμοί, εἶτα τὰ τῆς νέας χάριτος ᾄσματα, ὡς προηγησαμένης τῆς Παλαιᾶς Διαθήκης, ἧς
col. 403–404page 198 of 223
PG 98:403νομοθέτης οὗτος ὁ γεννηθεὶς ἐπ' ἐσχάτων τῶν ἡμε ρῶν ἐχρημάτισεν, ἵν' ἔχωσιν εἰδέναι πάντες, ὡς εἰς καὶ ὁ αὐτὸς Θεὸς καὶ Δεσπότης, ὁ ταῦτα κἀκεῖνα νομοθετήσας Χριστός. Αντίφωνον α'. ο Αγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.» Τὰ κατὰ τὴν καρδίαν ἡμῶν ἔργα, διηγήσασθαι τῷ Κυρίῳ ἀγαθόν ἐστι. • Καὶ ψάλλειν τῷ ὀνόματί σου, Υψιστε.· Ἐν μέλει εἰπεῖν οὓς σοι προσφέρομεν ὕμνους δεῖ. «Τοῦ ἀναγγέλλειν τὸ πρωί τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Τοῦ διηγήσασθαι φανερῶς, τὸ πῶς ηλεήθημεν, καὶ κατὰ πάσης ἁμαρτίας προσφέρειν τὴν ἀλήθειαν τῶν πραγμάτων σου. «Οτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν. Ἐπειδὴ ἀληθὴς Κύριος ὁ Θεὸς ἡμῶν. Καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.» Καὶ οὐδὲν ψευδὲς παρὰ τῷ Θεῷ. • Ετι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθώ μεν.» 'Ακμὴν καὶ ἀκμὴν μετὰ ἡρέμου νοὸς τοῦ Κυρίου δεηθῶμεν. Ἐκφώνως· «Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.» Ὅτι σοῦ ἐστιν ἡ κυρία καὶ ἡ βασιλεία πάντων τῶν ὁράτων τε καὶ ἀοράτων, καὶ διὰ τοῦτο ἡμεῖς οἱ ἐπὶ γῆς τὴν εὐχαριστίαν ἅπαντες καὶ δόσ ξαν ἀδιαλείπτως σοι ἀναπέμπομεν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν, ἔστιν, ἀληθῶς, *, γένοιτο. Αντίφωνον β'. ι Ο Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.» Ὁ Κύριος ἐβασίλευσεν ἐπὶ τοὺς οὐρανοὺς, καὶ τὸν πιστὸν λαὸν περιεποιήσατο διὰ τοῦ ιδίου αίματος αὐτοῦ καὶ ἐξῆλθεν εἰς πόλεμον κατὰ τοῦ διαβόλου. «Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται.» Εστερέωσε τὴν οἰκουμένην τὴν Ἐκκλησίαν ἐν τῇ πίστει αὐτοῦ, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. • Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε.» Τὰ παθήματά σου ἐπιστεύθησαν εἰς τὸν κόσμον· τῷ λαῷ σου πρέπει ἡ χάρις σου εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Συντέτακται δὲ τῷ τέλει τοῦ πρώτου ἀντιφώνου τό, ο Ταῖς πρεσβείαις τῆς Θεο τόκου σῶσον ἡμᾶς. • Τίνος χάριν; ἢ πάντως βε βαιοῦν τὰ πρότερον ειρημένα, περὶ τοῦ τύπου τῆς ᾿Αει παρθένου, ὡς τῆς αὐτῆς αὐτὴ προηγείται διακονίας, καὶ ἀληθοῦς οἰκονομίας. Τοῦ δευτέρου δὲ τὸ ἐφύμνιον. «Ταῖς πρεσβείας τῶν ἁγίων σου.» Ἐπεὶ γὰρ ὑπὲρ σωτηρίας ψυχῶν καὶ συγχωρήσεως πται σμάτων τὴν θείαν τελοῦμεν μυσταγωγίαν, εἰκότως, ὡς ὑπερτέραν οὖσαν τὴν Θεομήτορα πάντων τῶν ἁγίων, ἢ καὶ αὐτῶν τῶν ἐπουρανίων Δυνάμεων, εἰς ἱκεσίαν προκαλούμεθα· εἶτα τοὺς εὐαρεστήσαντας τῷ ταύτης Υἱῷ. Τὸ δὲ τροπάριον, δ κατὰ τὸ τέ λος τοῦ δευτέρου ἀντιφώνου, λέγεται, τὸν ο Ο Μονογενής και Λόγος τοῦ Θεοῦ, καὶ τὰ ἑξῆς, ποίημά ἐστιν Ἰωσὴφ και Νικοδήμου. ἀπαίροντες γὰρ τὸν Κύριον πρὸς τὸ ἐνταφιάσαι αὐτὸν, ἐμυήθησαν αὐτὸ, ἀπὸ τοῦ τιμίου καὶ ζωοποιοῦ σώματ τος Κυρίου, καὶ τῆς ἐν αὐτῷ ἀχωρίστου θεότητος. Ενιοι δὲ λέγουσιον, ὅτι τὸ αὐτὸ τροπάριν ἐκπεφώνηται παρὰ τοῦ τῆς θείας λήξεως βασιλέως Ιου
col. 405–406page 199 of 223
PG 98:405στινιανοῦ, σφόδρα καὶ αὐτὸ τοῖς συμβόλοις τῆς Χρι στοῦ γεννήσεως ἐφαρμόζον. Οὗτος γὰρ, φησὶν, ὁ γεν νηθείς, ὁ μονογενής Υἱὸς καὶ Λόγος προανάρχου Πατρὸς ὑπάρχων, καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου, ἀτρέ πτου μεινάσης τῆς θεότητος καὶ ἀσυγχύτου, εἷς ἐστι τῆς ἁγίας Τριάδος, ἐνανθρωπήσας καὶ σταυρωθῆναι καταδεξάμενος, ὁ καὶ ἐν Τρισαγίῳ ὕμνῳ συν δοξαζόμενος ὑπὸ τῶν νοερῶν καὶ οὐρανίων Δυνά μεων. Ανεκφοιτήτως γὰρ καὶ ἀχωρίστως τῶν πατρικῶν κόλπων καταβὰς σεσάρκωται. Αὐτὸς οὖν ἐστι ὁ σώζων ἡμᾶς. Ο διάκονος • • Ετι καὶ ἔτι ἐν εἰρήνῃ. ο Ο ἱερεὺς ἐκφώνως • "Οτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀνα πέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύ ματι, νῦν. ο Αγαθός Θεός, λέγομεν, καὶ φιλάνθρωπος εἶ, ὅτι τὸν Υἱόν σου εἰς τὸν κόσμον ἱλασμὸν ἀπέστειλας. Διὰ τοῦτο τὴν δόξαν καὶ εὐχαριστίαν σου ἀναπέμπομεν, ὅ ἐστι, προσάγομεν νῦν καὶ πάντοτε εἰς τοὺς αἰῶνας. Αντίφωνον γ· «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυ ρίῳ.» Δεῦτε, ἐμπλησθῶμεν πάσης χαρᾶς ἐν Κυρίῳ Αλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.» Δεηθῶμεν μετὰ δακρύων τῷ Θεῷ ἡμῶν Ἰησοῦ· • Προφθάσω μεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.» Καὶ πρὸ τῆς παρουσίας αὐτοῦ δεηθῶμεν αὐτῷ, καὶ ψάλλοντες ἱκετεύσωμεν αὐτόν· • "Οτι Θεός μέγας Κύριος καὶ Βασι λεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. ο Μέγας Θεός ἐστιν Ἰησοῦς Χριστὸς, καθὼς ὁ ᾿Απόστολος λέγει, ἐν τῷ εἰπεῖν· ο Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, καὶ ἐπὶ πάντα τὰ ἔθνη ἐβασίλευσε, καὶ βασιλεύσει διὰ τῆς πίστεως αὐτοῦ, «Οτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ· ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ.· Ὁ πιστὸς λαὸς δηλονότι καὶ οἱ λοιποὶ τῶν προφητῶν. «Οτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν.» Ὅτι αὐτοῦ ἐστιν πᾶν τὸ πλῆθος τῶν ἀνθρώπων, καὶ αὐτὸς τὸ πρότερον εδημιούργησεν αὐτούς· καὶ πάλιν ἐν τῷ βαπτίσματι αὐτοῦ ἀνεκαίνισεν αὐτούς. «Καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.» Καὶ τὴν καρ δίαν πάντων τῶν ἀνθρώπων ἔκτισε τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ, ἐν τῷ λουτρῷ τῆς ἀφθαρσίας. Η Εἴσοδος τοῦ Εὐαγγελίου ἐμφαίνει τὴν παρουσίαν τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ τὴν εἴσοδον τὴν εἰς τὸν κόσμον τοῦτον, ὡς λέγει ὁ ᾿Απόστολος. "Οταν εἰσαγάγῃ (ήγουν ὁ Θεὸς καὶ Πατήρ) τὸν Πρωτότοκον (τὸν Μονογενῆ αὐτοῦ εἰς τὴν οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτὸν πάντες ἄγγελοι αὐτοῦ. Επειτα δεικνύντος καὶ τοῦ ἀρχιερέως διὰ τῆς στο λῆς αὐτοῦ τὴν τῆς σαρκὸς τοῦ Χριστοῦ στολήν, την ἐρυθρὰν καὶ αἱματώδη, ἣν ἐφόρεσεν ὁ ἄῦλος καὶ Θεός, ὡς πορφύραν βαφεῖσαν ἐξ ἀχράντων αἱμάτων τῆς Θεοτόκου· καὶ ἀνέλαβε τὸ πλανηθὲν πρόβατον ἐπὶ τῶν ὤμων αὐτοῦ, τὸ ἀρχαῖον κώδιον τοῦ ἀδαμιαίου φυράματος, ὁ ποιμὴν ὁ καλὸς, ὁ ποιμαίνων τὸν Ἰσραὴλ ἐν τῇ ῥάβδῳ τοῦ σταυροῦ αὐτοῦ, ἐν σπαργάνοις μὲν εἰληθεὶς καὶ τεθεὶς, οὐκ ἐν φάτνη μὲν τῶν ἀλόγων, ἀλλ' ἐν τραπέζῃ λογικῇ ἀνθρώπων
col. 407–408page 200 of 223
PG 98:407".: • ὃν ἐν τῇ γεννήσει αὐτοῦ ὕμνησαν ἀγγέλων στρα τιαί, λέγουσαι· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Και, ο Πάσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλλάτωσάν σοι. Καὶ πάντων καθυπακουόντων, λέγει· «Δεῦτε προσ κυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ· σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ. ὁ Πρῶτον αὐτῷ κλίνωμεν γόνυ, ὡς ὑπεύ θυνοι ὄντες, καὶ τότε συγχώρησιν αὐτῷ αἰτήσωμεν, ὧν ὀφείλομεν αὐτῷ, καὶ κηρύττωμεν αὐτοῦ τὴν πα μουσίαν, φανερωθεῖσαν ἡμῖν ἐν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ει ο ο "Αλλως περὶ τῆς Εἰσόδου. Δοκῶ μὲν γὰρ τὴν ἐπὶ τοῦ Ἰορδάνου ἀνάδειξιν καὶ φανέρωσιν τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, τὴν τοῦ ἀρχιερέως εἴσοδον ὑπαινίτο τεσθαι. Μέχρι γὰρ ταύτης, εἰ καὶ ἦν ὁ ἀρχιερεὺς, ἀλλ' οὐχὶ πᾶσι δῆλος καὶ γνώριμος, οὐδὲ εἰς μέσον ἑστὼς, καὶ τὰ ὑπερφυῆ καὶ ἐξαίσια τελῶν· ἀλλ' ὁ τὸν καιρὸν λαβὼν ἱερεὺς, ὡς πρόδρομος ενήργει τὸ διὰ μετανοίας βάπτισμα. Ὃς εἰσελθόντα ἰδὼν τὸν ἀρχιερέα, μεθίσταται, μονονουχὶ τοῦτ' ἐκεῖνο ἠρέμα πρὸς ἑαυτὸν διαλεγόμενος, ὅπερ ἔφησε καὶ ὁ Ἰωάν νης· «Τοῦτον δεῖ αὐξάνεσθαι, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Καὶ εὐθὺς παραχωρεῖ τῷ ἀρχιερεῖ τὰ μείζονα τε λεσιουργεῖν· ὃς καὶ λέγει·. "Οτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν.» Ο Τρισάγιος ύμνος, ἔστι μὲν οὕτως, ὡς ἐκεῖ μὲν οἱ ἄγγελοι εἶπον· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! ο Καὶ, «Δόξα ἐν ὑψίστοις Θεῷ. Ενταῦθα δὲ ὡς οἱ Μάγοι τὰ δῶρα προσφέροντες τῷ Χριστῷ, πίστιν, ἐλπίδα καὶ ἀγάπην, ὡς χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῶν ἀσωμάτων τὸ ᾆσμα βοῶν τες πιστῶς, καὶ λέγοντες· ο "Αγιος ὁ Θεός·, ὁ Θεός, ἤτοι ὁ Πατήρ ο "Αγιος ἰσχυρός· ὁ Υἱὸς καὶ Λόγος, διότι τὸν καθ' ἡμῶν ἰσχυρὸν διάβολον δεσμεύσας, κατήργησε διὰ τοῦ σταυροῦ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ τὴν ζωὴν καὶ τὴν ἰσχὺν καὶ τὴν ἐξουσίαν ἡμῖν ἔδωκε τοῦ πατεῖν ἐπάνω αύ τοῦ. ὁ ῞Αγιος ἀθάνατος·, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ζωοποιόν, δι᾿ οὗ πᾶσα ἡ κτίσις ζωοποιεῖται, καὶ διαμένει, καὶ βοᾷ λέγουσα· • Ἐλέησον ἡμᾶς.» Ο Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον καὶ τῆς ἀληθείας, ὁ τὴν θυσίαν τελεσιουργῶν, καὶ ἀεὶ ἐπιφοιτῶν τοῖς τέκνοις τῆς Ἐκκλησίας, καὶ ἐλεεῖ καὶ ἀθανατοῖ διὰ τοῦ βαπτίσματος. "Αλλως· ο "Αγιος ὁ Θεός, ο ἤτοι ὁ Πατήρ, ὁ ὢν, καὶ ἦν, καὶ ἐρχόμενος· ὁ χρηματίσας πάλαι τῷ Μωσῇ λέγων·. Ἐγώ εἰμι ὁ ὤν, το θε λήσας τὸν μόσχον θῦσαι δι' ὑμᾶς. • "Άγιος ίσχυ ρὸς, ο ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ὅς ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, δι' οὗ τὰ πάντα ἐγένετο, καὶ μόσχος ὁ ἀεὶ θυόμενος ἑκὼν, καὶ ἀεὶ ζῶν. Διὰ δὲ τὸ, ο Ην ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, δι' οὗ τὰ πάντα ἐγένετο, ν ἅμα και, ι Ο μόσχος ὁ ἀεὶ θυόμενος ἐκῶν, καὶ ἀεὶ ζῶν καὶ διαμένων,» τὸ ἀθάνατον σημαίνει τοῦ περιέχοντος ἐν ἑαυτῷ πάντων τῶν ὄντων τήν τε άρ χὴν καὶ τὰ μέσα καὶ τὰ τελευταῖα. "Αλλως "Αγιος ἐσχυρός, ο ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ· ἰσχυρὸς μὲν, ὡς ἰσχὺς Θεοῦ σοφία καὶ δύναμις, κατὰ τὸν λέγοντα Απόστολον· Ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἰσχυρὸς καὶ δυνατὸς, καὶ ζῶν, ἐνεργής τε και ο τομώτερος μαχαίρας διστόμου,» καὶ τὰ ἑξῆς. • ῞Αγιος ἀθάνα
col. 409–410page 201 of 223
PG 98:409τος, ο σημαίνει τοῦ περιέχοντος ἐν ἑαυτῷ πάντων 4',» τῶν ὄντων τήν τε ἀρχὴν καὶ τὸ τέλος. Λέγεται δὲ ἐκ τρίτου τὸ Τρισάγιον, ἐπεὶ ἁρμόττει καὶ ἐφ' ἑνὶ ἑκάστῳ τῶν τριῶν προσώπων τῆς μιᾶς θεότητος, τὰ τρία ταῦτα ἅγια. Εκαστον γὰρ τού των, καὶ ἅγιός ἐστι, καὶ ἰσχυρὸς, καὶ ἀθάνατος. Φύσις μὲν γὰρ καὶ οὐσία τοῖς τρισὶ μία, ὄνομα δὲ κοινὸν ἐν ἡ θεότης, εἰ καὶ ἕκαστον τῶν τριῶν προσο ύπων Θεὸς ὀνομάζεται τέλειος. Ἐν τούτοις δὲ τοῖς βραχέσι δήμασι καλῶς νοεῖται καὶ τὸ παρὰ τοῦ μετ γάλου Θεολόγου οὕτω πως εἰρημένον· Διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵν᾽ οὕτως εἴπω, καὶ συνάπτεται διηρημένως.» Καὶ ἀλλαχοῦ, ὁ αὐτό;· Οὐ φθάνω τὸ ἐν ἐννοῆσαι, καὶ τοῖς τρισί περιλάμπομαι· οὐ φθάνω τα τρία διελεῖν, καὶ εἰς τὸ ἓν ἀναφέρομαι. Ἀλλὰ μή τις τὰς μαρτυρίας ταύτας τοῦ Τρισαγίου ἀκούων, νομίσῃ τὸν Τρισάγιον τὴν ἀρχὴν λαβεῖν ἀπὸ τῆς τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν ἐνανθρωπήσεως. Πάλαι γὰρ ὑπὸ τῶν θεηγόρων προφητῶν, μυστικῶς τῷ Πνεύματι προαναπεφωνημένος ἦν. Τούτου γὰρ τὸν τύπον καὶ τὰς ῥήσεις ἱστορῶν ὁ Δαβίδ, διὰ βραχυλογίας τοῦτον παρίστησιν· 4 Εδίψησε, λέγων, ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα. Καὶ ἀλλαχοῦ· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστε ρεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν.» Καὶ ἑτέρωθεν· «Ἐν τῷ φωτί σου εψόμεθα φῶς.» Ο δ' ὑπὸ Ἡσαΐου ἐκφωνηθεὶς Σεραφικός ὕμνος, καὶ τὰ τρία ἅγια εἰς μίαν κυριότητα συνάγων καὶ θεότητα, τίνα διαφοράν φέρει ο τοῦ παρ' ἡμῶν ἀδομένου Τρισαγίου; Τὸ δὲ ἀνελθεῖν ἐν τῷ συνθρόνῳ τὸν ἀρχιερέα, καὶ σφραγίσει τὸν λαὸν, ἔστιν, ὅτι ὁ Υἱός τοῦ Θεοῦ μέλ των πληροῦν τὴν κατὰ σάρκα ἡμῶν οἰκονομίαν, ἐπε ἄρας τὰς χεῖρας αὐτοῦ, εὐλόγησε τοὺς ἁγίους αὐτοῦ μαθητάς, λέγων αὐτοῖς· «Εἰρήνην ἀφίημι ὑμῖν.» Δεικνύων, ὅτι τὴν αὐτὴν εἰρήνην καὶ εὐλογίαν δέ δωκε τῷ κόσμῳ ὁ Χριστὸς διὰ τῶν ἀποστόλων αὐτοῦ. "Αλλως. Η σφραγίς, ἣν ὁ ἀρχιερεὺς εἴωθε ποιεῖν ἐν τῷ τέλει τοῦ Τρισαγίου, εἰς πλήρωσιν μὲν καὶ οἱο νεὶ ἐκσφράγισμα τῶν περὶ Χριστοῦ προηγορευμένων προφητικών χαρακτηρίζεται. Η γὰρ αὐτοῦ διὰ σαρ τις παρουσία, σφραγὶς ἐγένετο, ἐπικυροῦσα τὰ ὑπ' ἐκείνων προηγορευμένα ὡς ἀληθῆ· αὐτὴ δὲ καὶ εἰς ἀρχὴν τῶν θεοπρεπῶν ἔργων, καὶ τῆς τοῦ ἀνθρωπία του γένους ἀναπλάσεως τέτακται. Τάξις γάρ, φησὶν ὁ θεολόγος Γρηγόριος, ἀρίστη, ἐκ Θεοῦ τε ἄρχεσθαι, καὶ εἰς Θεὸν ἀναπαύεσθαι. ᾿Αρχιερεὺς, ὁ Κύριος θρόνος, ἡ Παρθένος· τὸ δὲ καθίσαι ἐστὶν, ὅτι ὁ Υἱὸς τὴν ἑαυτοῦ σάρκα ἣν ἐφόρεσε, καὶ τὸ πρόβατον 8 ἀνέλαβεν ἐπὶ τῶν ὤμων (ὅπερ σημαίνει τὸ ώμοτό ριον) ὅ ἐστι τὸ Ἀδαμιαῖον φύραμα, ἀνεβίβασεν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος τῶν ἄνω Δυνάμεων, καὶ προσήγαγεν αὐτὸ τῷ Θεῷ καὶ Πατρί. Ἐπειδὴ γὰρ ὁ μὲν ἐθέωσεν, ὁ δὲ ἐθεώθη, κυτέστι τὸ πρόσλημμα, ὃ διὰ τὴν ἀξίαν τοῦ προσ ενέγκαντες, καὶ τὴν καθαρότητα τοῦ προσενεχθέν τοῦ, ἐδέξατο αὐτὸς ὁ Θεὸς καὶ Πατὴρ, ὡς θυσίαν και
col. 411–412page 202 of 223
PG 98:411";» προσφοράν εὐάρεστον ὑπὲρ τοῦ ἀνθρωπίνου γένους πρὸς ὅν εἶπεν ὁ Δαβίδ· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιών μου· κ ἤτοι ὁ Πατήρ τῷ Υἱῷ, ι ὅς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης αὐτοῦ ἐν ὑψηλοῖς.» Οὗτός ἐστιν Ἰησοῦς ὁ Ναζαραίος, ὁ ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν.» Μετὰ δὲ τὸν Τρισάγιον ὕμνον, ἀναγινώσκεται βιο Ελέον ἀποστολικὸν; καὶ λέγει ὁ διάκονος. Πρόσχω μεν, ἀκουτισθῶμεν, ἐνωτισθῶμεν πάντες μετὰ ἠρέ μου νοός. Σοφία. Ψαλμὸς τοῦ Δαβίδ. ν Ο Λόγος τοῦ Θεοῦ ὁ ἅγιος καὶ ἀγαπητός, ἀναγγέλλει τὰ τοῦ Πα τρὸς, ἅ εἰσιν ἀπόκρυφα. Τὸ προκείμενον μηνύει πά λιν, τὴν τῶν προφητῶν ἐκφαντορίαν, καὶ τὴν προ μήνυσιν τῆς τοῦ βασιλέως Χριστοῦ παρουσίας, ὡς στρατιῶται προτρέχοντες καὶ βοῶντες· «Ο καθ ἡμενος ἐπὶ τῶν Χερουβὶμ ἐμφάνηθι, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.» Καὶ,. Ο Θεός κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.» Καὶ ὁ αὐτόπτης καὶ ὑπουργὸς τοῦ λόγου Παῦλος βοᾷ, κηρύσσων τοῦ Θεοῦ τὴν βασι λείαν, καὶ λέγων· ο Χριστός παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος, ο καὶ τὰ ἑξῆς. Μεθ᾽ οὗ βοᾷ καὶ Ἰωάννης ὁ Βαπτιστής Ο ὀπίσω μου ἐρχόμενος, ἔστιν ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου·· αὐτὸς ἡμᾶς ἁγιάσει ἐν πνεύματι καὶ πυρί, καὶ μέσον ἡμῶν ἕστηκε. Μετὰ δὲ τοῦτο, καὶ ἡ τῶν ἀποστόλων κλῆσις καὶ ἡ ἀνάδειξις αὐτῶν ἀναφαίνεται διὰ τῆς τῶν Πράξεων αὐτῶν, ἢ τῶν Ἐπιστολῶν ἀναγνώσεως. Τὸ ᾿Αλληλούϊα, βοᾷ Δαβίδ, καὶ λέγει·. Ο Θεός ἡμῶν ἐμφανῶς ἤξει, καὶ πῦρ ἐνώπιον αὐτοῦ προ πορεύσεται.» Εφαγαν αἱ ἀστραπαὶ τῶν εὐαγγελιστῶν) αὐτοῦ τῇ οἰκουμένῃ. Τῇ γὰρ Εβραΐδι δια λέκτῳ, ἔστι τὸ ᾿Αλ, ἔρχεται, ἐφάνη· τὸ δὲ ηλ, ο Θεός·· τὸ δὲ ούτα, αἰνεῖτε καὶ ὑμνεῖτε τὸν ζῶντα Θεόν. "Αλλως· Α, ὁ Πατήρ ηλ, ὁ Υἱός· ούτα, τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλληλούια, Θεὸς ἰσχυρὸς, κραταιός, αἶνος Θεοῦ, αἰνεῖτε τὸν ὄντα Θεόν. Αλε ληλούϊα, αἶνος τῷ ὄντι Θεῷ. Αλλως· Ἀλληλούια, θεῖον αἶνον σημαίνει τρισσῶς, διὰ τὴν τρισυπόστα του Πατρός, Υἱοῦ, καὶ ἁγίου Πνεύματος ενιαίαν θεότητα. Αλλως· Ἀλληλούϊα, κήρυξ τοῦ εὐαγγελίου κράζων ὁ Κύριος ἔρχεται· "Αλλως· 'Αλληλούϊα, αἰνέσατε, ὑμνήσατε. Λέγεται δὲ τοὺς ἀγγέλους ταύτῃ ο τῇ φωνῇ ὑμνεῖν τὸν Θεὸν, ὥσπερ τὰ Χερουβὶμ τῷ "Αγιος· καὶ τοῦτο οἱ ἅγιοι Πατέρες παραδεδώκασιν αὐτήκοοι γενόμενοι, ὥσπερ Ησαΐας τῶν Σεραφίμ. Καὶ γὰρ εὐθέως ὁ θυμιατὸς ὑποδεικνύει τὴν ἀν θρωπότητα τοῦ Χριστοῦ, τὸ πῦρ τὴν θεότητα· ὁ εὐώδης καπνὸς μηνύει τὴν εὐωδίαν τοῦ ἁγίου Πνεύ ματος προπορευομένην· ὁ γὰρ θυμιατός ἐστιν εὐωδεστάτη εὐφροσύνη. Σοφία, ὁ λόγος τοῦ Θεοῦ. Ορθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.» Τουτ ἐστιν, Αρωμεν τὰς διανοίας ἡμῶν σὺν τοῖς ἔργοις ἀπὸ τῶν γηΐνων, καὶ συνήσωμεν τῶν ἀγαθῶν τὴν δήλω σιν. Τὸ Εὐαγγέλιον ἐστιν, ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Θεοῦ, καθ᾿ ἣν ὡράθη ἡμῖν, οὐκέτι διὰ νεφελῶν καὶ αἰνιγμάτων λαλῶν ἡμῖν ὡς ποτε τῷ Μωσῇ, διὰ φωνῶν καὶ ἀστραπῶν καὶ σαλπίγγων, ἤχῳ καὶ γνέφῳ καὶ
col. 413–414page 203 of 223
PG 98:413πυρὶ ἐπὶ τοῦ ὄρους, ἢ τοῖς πάλαι προφήταις, δι' ἐνυπνίων, ἀλλ' ἐμφανῶς ὡς ἄνθρωπος ἀληθῶς ἐφάνη, καὶ ὡράθη ἡμῖν, ὡς πραῦς καὶ ἥσυχος βασιλεὺς, ὁ πρὶν καταβὰς ὡς ὑετὸς ἐπὶ τόκον αψοφητί·. Καὶ εθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενούς παρὰ Πατρός· πλήρης χάριτος καὶ ἀληθείας.» Δι' οὗ ἐλάλησεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ στόμα πρὸς στόμα. καὶ οὐ δι' αἰνιγμάτων· περὶ οὗ ὁ Πατὴρ ἐξ οὐρανοῦ μαρτυρεῖ, καὶ λέγει· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ο Σοφία, Λόγος καὶ Δύναμις, ὁ ἐν προφήταις ῥηθεὶς, καὶ προκηρυχθεὶς ἡμῖν, ἐν Εὐαγ γελίοις δὲ φανερωθείς, ἵνα ὅσοι λάβωσιν αὐτὸν καὶ πιστεύσωσιν εἰς τὸ ὄνομα αὐτοῦ, λάβωσιν ἐξουσίαν τέχνα Θεοῦ γενέσθαι. "Ον ἀκηκόαμεν καὶ ἑωράκα μεν τοῖς ὀφθαλμοῖς ἡμῶν, Σοφίαν καὶ Λόγου Θεοῦ τοῦτον εἶναι πάντες πιστεύοντες, βοῶμεν,: Δόξα σοι Κύριε.» Εἶτα πάλιν τὸ Πνεῦμα, τὸ ἐν νεφέλῃ φω τεινῇ ἐπισκιάζον, νῦν δι' ἀνθρώπου βοᾷ. Πρόσχω μεν. Προσέχετε, τουτέστιν, Αὐτοῦ ἀκούετε. Ματθαῖος, ἑρμηνεύεται, μέλι· Μάρκος, οἶκος Λουκᾶς, γάλα· Ἰωάννης, ἔλαιον. Τὰ τέσσαρα Εὐαγγέλια εἰσι, κατὰ τὰ τέσσαρα πνεύματα καθε ολικά, ἀπηλιώτην, ζέφυρον, νότον καὶ βοῤῥαν. Αὐτὰ γὰρ εἰσι πρὸς σύστασιν τοῦ παντός. Καθώ ολικὰ δὲ λέγονται, διὰ τὰ ἀντιπνέοντα ὀκτώ. Καὶ ἄλλως· Τέσσαρά εἰσιν Εὐαγγέλια, καὶ τέσσαρα καθολικὰ πνεύματα, κατὰ τὰ τετράμορφα ζώα, λέγω δὴ τὰ Χερουβίμ, ἐν οἷς κάθηται ὁ τῶν ὅλων Θεός ἐξ ὧν φαίνεται, ὅτι ὁ καθημένος ἐπὶ τῶν Χερουβίμ Θεὸς, καὶ συνέχων τὸ πᾶν, φανερωθεὶς ἔδωκεν ἡμῖν τετράμορφον τὸ Εὐαγγέλιον, ἑνὶ δὲ πνεύματι συν εχόμενον· καὶ γὰρ τετραπρόσωπά εἰσι· καὶ τὰ πρόσωπα αὐτῶν εἰκονίζουσι τὴν πραγματείαν τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τὸ μὲν γὰρ πρῶτον ζῶον, φησίν, ὅμοιον λέοντι, τὸ ἔμπρακτον αὐτοῦ καὶ ἡγεμονικὸν καὶ βασιλικόν χαρακτηρίζον. Τὸ δὲ δεύτερον, ὅμοιον μόσχῳ, τὴν ἱερουργικὴν καὶ ἱερατικὴν τάξιν ἐμφαῖνον. Τὸ δὲ τρίτον ἔχον πρόσωπον ἀνθρώπου, τὴν κατὰ ἄνθρωπον αὐτοῦ παρουσίαν φανερῶς διαγράφον. Τὸ τέταρτον ὅμοιον ἀετῷ πετομένῳ, τὴν τοῦ ἁγίου Πνεύματος ἐφιπταμένην δόσιν σαφηνίζον. Τοί νυν καὶ τὰ Εὐαγγέλια τούτοις συμμορφά εἰσιν, ἐν οἷς ἐπικάθηται ὁ Χριστός. Τὸ μὲν γὰρ, ἀετός, κατὰ Ἰωάννην Εὐαγγέλιον, τὴν ἀπὸ τοῦ Πατρὸς ἡγεμονικὴν αὐτοῦ καὶ ἔνδοξον γέννησιν διηγεῖται λέγων Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Και, «Πάντα δι' αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν 3 γέγο νεν.» Τὸ δὲ, ταῦρος, κατὰ Λουκᾶν, ἅτε ἱερατικοῦ χαρακτῆρος ὑπάρχον, ἀπὸ Ζαχαρίου ἱερέως θυμιῶντος ἄρχεται λέγων· Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν,» καὶ τὰ ἑξῆς. Ηδη γὰρ ὁ σιτευτὸς μόσχος ὑπὲρ τῆς εὑρέσεως τοῦ νεωτ τέρου παιδὸς ἔμελλε θύεσθαι. Βοῦς τὸ ὀρεκτικὴν Υπαρ σημαίνει. Ποικίλος δὲ ἵππος, Λουκᾶς, ὡς εὐγλωττότερον καὶ ποικιλώτερον τὸ κατὰ τὸν Κύριον ἐκθέμενος. Ματθαῖος δὲ, τὴν κατὰ ἄνθρωπον αὐτοῦ γέννησιν κηρύττει, λέγων· ο Βίβλος γενέσεως Ιη
col. 415–416page 204 of 223
PG 98:415Λ σοῦ Χριστοῦ, ν καὶ τὰ ἑξῆς· Τοῦ δὲ Ἰησοῦ Χρι στοῦ ἡ γέννησις οὕτως ἦν.» Ανθρωπόμορφον οὖν τὸ Εὐαγγέλιον τοῦτο.» "Ανθρωπος, τὸ λογικόν. ἄνθρωπος μὲν, τὸ ἐγκέφαλον· Λατίνοι δὲ λέγουσι, ρατ ζιωνάβιλε, Ελληνες δὲ λέγουσι φρόνησιν καὶ λογιότητα· οἱ δὲ "Αραβες ἤτοι Σαρακηνοί, ἐλαφάκαρ, ἐλακίλ, ἐλτζινοῦν. Πυῤῥὸς οὖν ἵππο;, Ματθαῖος, ὡς τὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου τρανῶς ἐκ. θέμενος. Λέοντος δὲ Μάρκος ἀπὸ τοῦ προφητικού Πνεύματος, τοῦ ἐξ ὕψους ἐπιόντος τοῖς ἀνθρώποις, τὴν ἀρχὴν ἐποιήσατο λέγων· ο 'Αρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, ὡς γέγραπται ἐν τοῖς προφή ταις· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ο τὴν πτερωτικὴν εἰκόνα τοῦ Εὐαγ γελίου διὰ τούτων δεικνύς· λέων, θυμικόν· Λατῖνο λέγουσιν, ἱρασκίβιλε. Καὶ ἄλλως· Τὸ θυμικόν, ἀν Ει δίαν καὶ δειλίαν· Λατίνοι ἐρασκίβιλε, Σαρακηνοί ἐλγαδαβ, ἔνιγδε, οὐελγίβην. Καὶ ἄλλως· Ψάρος ἵππος, Μάρκος, ὡς διανθέστερον τὸ Εὐαγγέλιον γράψας· Ἰωάννης, ἀετὸς, τὸ πνευματικόν. Καὶ ἄλ λως· 'Αετὸς δὲ ἡ ψυχή. Καὶ ἄλλως· Λευκὸς ἵππος Ἰωάννης, ὡς λευκότερον πᾶσαν αίνεσιν στηλιτεύσας. Καὶ αὐτὸς δὲ ὁ λόγος τοῦ Θεοῦ, τοῖς μὲν πρὸ Μω σέως πατριάρχαις, κατὰ τὸ θεϊκὸν καὶ ἔνδοξον ἡμί λει· τοῖς δὲ ἐν τῷ νόμῳ, ἱερατικὴν τάξιν ἀπένειμε. Μετὰ δὲ ταῦτα ἄνθρωπος γενόμενος, την δωρεὰν τοῦ ἁγίου Πνεύματος, εἰς πᾶσαν ἐξέπεμψε τὴν γῆν, σκε πάζων ἡμᾶς ταῖς αὐτοῦ πτέρυξιν. Οποία οὖν ἡ πρα γματεία τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοιαύτη καὶ τῶν ζώων ἡ μορφή, τοιοῦτος καὶ τῶν Εὐαγγελίων ὁ χαρακτήρ. Τετράμορφα γὰρ τὰ ζῶα, τετράμορφον καὶ εὐαγγέλιον, καὶ ἡ πραγματεία τοῦ Κυρίου· καὶ διὰ τοῦτο, τέσσαρες ἐδόθησαν καθολικαὶ διαθῆκαι τῇ ἀνθρωπότητι· μία μὲν τῷ κατακλυσμῷ τοῦ τόξου, ἐπὶ τοῦ τόξου· δευτέρα δὲ, τῷ ᾽Αβραὰμ ἐπὶ τοῦ σημείου τῆς περιτομῆς· τρίτη δὲ, ἡ νομοθεσία διὰ Μωσέως· τε τάρτη δὲ, ἡ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ τοῦ Κυ ρίου ἡμῶν. Τούτων δὲ οὕτως ἐχόντων, μάταιοι πάνε τες καὶ ἀμαθεῖς, προσέτι δὲ καὶ τολμηροί, οἱ ἀθε τοῦντες τὴν ἰδίαν τοῦ Εὐαγγελίου, καὶ εἴτε πλείονα, εἴτε ἐλάττονα τῶν εἰρημένων περιφέροντες εὐαγγελίων πρόσωπα· οἱ μὲν, ἵνα πλείονα δόξωσι τῆς ἀλη θείας ἐξειρηκέναι· οἱ δὲ, ἵνα τὰς οἰκονομίας τοῦ Θεοῦ ἡ ἀθετήσωσιν. Αἱ μετὰ τὴν τῶν θείων Εὐαγγελίων ἀνάγνωσιν εὐχαὶ καὶ αἰτήσεις, ἄχρι τοῦ Χερουβικοῦ ὕμνου, τὴν ἐπὶ τρισὶ χρόνοις διδασκαλίαν ἐμφαίνουσι τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, καὶ τὴν τῶν πρὸς τὸ βάπτισμα εὐτρεπιζομένων κατήχησιν. Ἐφ' ὅ τούτους ἡ τῶν λόγων δύναμις, καὶ ἡ τῶν θαυμάτων ἐνέργεια καθυφείλκετο ὅτε δὴ καὶ οἱ κατηχούμενοι καὶ μήπω καταξιωθέντες τῶν τοῦ Χριστοῦ μυστηρίων, ἔξω μεθίστανται. Αἱ δὲ ἐν τῷ μεταξὺ τούτων γενόμεναι εὐχαὶ ὑπὲρ αὐτῶν τε γίνονται τῶν κατηχουμένων, πιστῶν, καὶ αὐτοῦ τοῦ ἀρχιερέως. Εννοοῦντες γὰρ οἱ θεσπέσιοι Πατέρες ὁποίαν εἶναι χρὴ τὴν ψυχὴν, καὶ τὴν χεῖρα τοῦ μέλ λοντος ἅπτεσθαι τοῦ παναχράντου σώματος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ὡς καθαρωτέραν τῶν ἡλιακών
col. 417–418page 205 of 223
PG 98:417ἐκτίνων ταύτην δεῖ τυγχάνειν, τὰς ὑπὲρ τῆς συγχωρήσεως τούτων εὐχάς, διὰ φιλανθρωπίαν ἐσομένης, ἐξέθεντο. Ἐλέησον ἡμᾶς, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου.» Μέγα έλεος, ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Λόγος, ὃν εἰς τὸν κόσμον ἀπέστειλεν ἱλασμὸν ὁ Πατήρ. Τὸ κατα σφραγίσας τὸν λαὸν τὸν ἀρχιερέα, υποδεικνύει την μέλλουσαν Χριστοῦ παρουσίαν, ἐν τῷ ἑξακισχιλιοστῷ πεντακοσιοστῷ ἔτει μέλλειν ἔσεσθαι, διὰ τῆς ψηφίδος τῶν δακτύλων ἐμφαινούσης εξακισχιλιοστὸν πεντακοσιοστὸν. Τοῦτο καὶ Ἱππόλυτος Ρώμης, καὶ ὁ ἅγιος Κύριλλος λέγουσιν ἐν τοῖς περὶ τοῦ ᾿Αντιχρίστου λό γοις αὐτῶν, ἐν τῷ ἑξακισχιλιοστῷ πεντακοσιοστῷ ἔτες, τὴν μέλλουσαν παρουσίαν ἔσεσθαι, καὶ ὁ Χρυσ φόστομος· Οτι ἐλεήμων καὶ φιλάνθρωπος Θεός ὑπο άρχεις. ο Όσοι κατηχούμενοι, προέλθετε.» Οἱ κατηχούμενοι ἐξέρχονται, ὡς ἀμύητος τοῦ θείου βαπτίσματος, καὶ τῶν τοῦ Χριστοῦ μυστηρίων, περὶ ὧν λέγει ὁ Κύριος, ὅτι ι Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης,» καὶ τὰ ἑξῆς. «Εὔξασθε, οἱ κατηχούμενοι, τῷ Κυρίῳ.» Οἱ ἀμύητοι, οἱ ἀβάπτιστοι, καὶ οἱ ἐν ἐπιτιμίοις δι' ἐξαγορεύσεως. Αμύητοι μὲν, οἱ ἄπειροι, οἱ ἔτι μὴ μετασχόντες τῶν θείων μυστηρίων· ἀβάπτιστοι δέ, οἱ μὴ φωτισθέντες ἔτι διὰ τοῦ λουτροῦ τοῦ βαπτίσματος· οἱ ἐξαγορεύσαντες καὶ ἔτι ἐν ἐπιτιμίοις ὄντες. Προσφωνεῖ, ἵνα πάντες εὔ ξωνται ὅπως τύχωσι τῆς ἀφέσεως, καὶ τοῦ ζωοποιοῦ θύματος διὰ τοῦ βαπτίσματος· «Οἱ πιστοὶ, ὑπὲρ τῶν κατηχουμένων δεηθῶμεν.» Οι φωτισθέντες καὶ ἀμνησίκακοι όντες, οἱ καὶ ἀνεχόμενοι τῆς ἀδικίας, καὶ συγχωρεῖν καὶ εὐεργετεῖν τοῖς ἀδικοῦσιν, εὔξασθε ὑπὲρ τῶν κατηχουμένων, ήγουν ὑπὲρ τῶν ἀμυήτων, ὥς φησιν ὁ ᾿Απόστολος· «Οἱ δυνατοὶ, τῶν ἀδυνάτων τὰ βάρη βαστάζετε. — Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας. Ο Διδάξῃ αὐτοὺς τὰ τοῦ Σωτῆρος τοῦ δι' ἡμᾶς ἐνανθρωπήσαντος. «Αποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης.» Φανερώσῃ αὐτοῖς τὴν δήλωσιν τῶν ἀγαθῶν πραγμάτων. «Ενώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ. Αξιώσῃ αὐτοὺς τῆς ζωοποιοῦ θυσίας. «Οἱ κατηχούμενος, τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε·, οἱ ἀμύητοι, τὰς αἰσθήσεις καὶ τὰς καρδίας ἁγνὸς πρὸς τὸν Κύριον νείματε. «Ινα καὶ αὐτοὶ σὺν ἡμῖν δοξά ζωσι τὸ πάντιμον. ο Ἵνα φωτισθέντες, καὶ τῆς ἀφέσεως, καὶ τῆς μυστικής ζωοθυσίας τυχόντες, δοξάζωσί σε σὺν ἡμῖν τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Τὸ εἰ λητών σημαίνει τὴν σινδόνα, ἐν ᾗ ἐνειλίχθη τὸ σῶμα τοῦ Χριστοῦ ἐκ τοῦ σταυροῦ καταβὰν, καὶ ἐν μνη μείω τεθέν. «Οσοι κατηχούμενοι, προσέλθετε., Πᾶς ἀμύητος καὶ ἀφώτιστος, καὶ ὢν ἐν ἐπιτιμίοις ἔτι, σπεύσατε, ἔκατε, φωτίσθητε, καὶ τῇ ψυχοτρόφῳ τραπέζῃ προσπελάσατε, καὶ τὸν ἱερουργούμενον ἁγναῖς καρδίαις καὶ ψυχαῖς βλέψατε· ἵνα ὡς οἱ πι στοὶ ἦτε, καὶ μὴ ἦτε ἔτι κατηχούμενοι, ἀκμὴν καὶ ἀκμὴν μετ' ἡρέμου ναὸς τοῦ Κυρίου δεηθῶμεν.
col. 419–420page 206 of 223
PG 98:419Ο Χερουβικὸς ὕμνο; ἐμφαίνει διὰ τῆς τῶν διακόνων προοδοποιήσεως, καὶ τῆς τῶν ῥιπιδίων, ἤτοι τῆς τῶν Σεραφικῶν ἀπεικονισμάτων Ιστορίας, τὴν εἴσ οδον τῶν ἁγίων καὶ δικαίων πάντων συνεισερχομένων μετὰ τοῦ ἁγίου τῶν ἁγίων ὑπάρχοντος, συνεισπορευο μένων ἔμπροσθεν Χερουβικών δυνάμεων, καὶ ἀγγε λικῶν στρατιῶν, καὶ χορῶν ἀσωμάτων καὶ άλλων τάξεων ἀοράτως προτρεχουσῶν, καὶ ὑμνουσῶν καὶ δορυφορουσῶν ἔμπροσθεν τοῦ μεγάλου Βασιλέως Χρι στοῦ, προερχομένου εἰς μυστικὴν θυσίαν, καὶ ὑπὸ χειρῶν ἐνύλων βασταζομένου, μεθ' ὧν καὶ Πνεῦμα τὸ ἅγιον συνεισπορεύεται ἔμπροσθεν ἐν τῇ ἀναιμάκτῳ θυσίᾳ καὶ λογικῇ λειτουργία, νοερώς θεωρούμενον, πυρὶ καὶ θυμιάματι καὶ ἀτμίδι καπνοῦ εὐώδους του μὲν πυρὸς δεικνύοντος τὴν θεότητα, τῆς δὲ ἀτμίδος τοῦ εὐώδους καπνού, τὴν παρουσίαν αὐτοῦ ἐπελθένα τος ἀκράτως, καὶ εὐωδιάσαντος ἡμᾶς, διὰ τῆς μυστικῆς καὶ ζωοθύτου καὶ ἀναιμάκτου λατρείας καὶ ὁλο καρπώσεως. Ἀλλὰ καὶ αἱ νοεραὶ Δυνάμεις, καὶ αἱ χοροστασίαι τῶν ἀγγέλων, ὁρῶσαι τὴν διὰ τοῦ σταυ ροῦ καὶ τοῦ θανάτου Χριστοῦ τετελεσιουργημένην αὐτοῦ οἰκονομίαν· λοιπὸν δὲ καὶ τὴν κατὰ τοῦ θε νάτου νίκην γενομένην, καὶ τὴν ἐν τῷ ᾅδῃ καλεῖον, καὶ τριήμερον ἀνάστασιν, καὶ ἀνάβασιν αὐτοῦ, σὺν ἡμῖν βοῶσιν ἀοράτως τὸν ᾿Αλληλούϊα. Ὁρῶσαι αἱ νοεραὶ δυνάμεις τὸ Χερουβικὸν ἐρχόμενον μετὰ τῶν τιμίων δώρων, ήγουν τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ, ἀπὸ τοῦ Κρανίου ἕως τοῦ τάφου, σὺν ἡμῖν ἀοράτως βοῦσι τὸν ὕμνον, τὸ Ἀλληλούια. Ἰεζεκιήλ γάρ φησι «Καὶ τὰ Χερουβὶμ εἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου, ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα τὸν ἐνδεδυμένον τὴν στολήν· καὶ ἡ νεφέλη επλήρωσε τὴν αὐλὴν τὴν ἐπων τέραν· καὶ ἀπῆραν ἡ δόξα Κυρίου ἀπὸ τῶν Χερουβὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου· καὶ ἐνέπλησε τὸν οἶκον ἡ νεφέλη· καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης Κυρίου.» Ἔτι δὲ ἡ ἁγία τράπεζα κατά μίμησιν τοῦ ἐντα φιασμοῦ τοῦ Χριστοῦ, καθ᾿ ἣν ὁ Ἰωσὴφ καθελὼν τὸ σῶμα ἀπὸ τοῦ σταυροῦ, ἐνείλησε σινδόνι καθαρά, καὶ ἀρώμασι καὶ μύροις αὐτὸ ἀλείψας, ἐβάστασε συν Νικοδήμῳ, καὶ ἐκήδευσεν αὐτὸ ἐν μνημείῳ καίνῷ λελατομημένῳ ἐκ πέτρας· ὅπερ ἐστὶν ἀντίτυπον τοῦ ἁγίου μνήματος ἐκείνου, τὸ θυσιαστήριον, καὶ τὸ καταθέσιον δηλαδή, ἐν ᾧ ἐτέθη τὸ ἅγιον καὶ παν άχραντον σῶμα, ἡ ἁγία τράπεζα. Αλλως· Ἡ τῶν ἁγίων μετάθεσις ἀπὸ τῆς προθέσεως, τοῦ σώματος φημι τοῦ Δεσποτικοῦ καὶ τοῦ αἵματος, καὶ ἡ τούτων πρὸς τὸ θυσιαστήριον εἴσοδος, καὶ τὸ Χερουβικόν, τὴν ἀπὸ Βηθανίας πρὸς τὴν Ἱερουσαλὴμ δηλοῖ τοῦ Κυρίου εἰσέλευσιν· τηνικαῦτα γὰρ καὶ ὁ πλεῖστος ὄχλος, καὶ οἱ τῶν Ἑβραίων παῖδες, ὡς βασιλεῖ καὶ νικητῇ τοῦ θανάτου, τὸν ὕμνον ἀνέφερον αἰσθητῶς νοητῶς δὲ ἄγγελοι μετὰ τῶν Χερουβίμ, τὸν Τρισ άγιον ἀπέδωκαν ὕμνον, καὶ τὰ σκῆπτρα καὶ τὰς ῥομφαίας, ὡς σύμβολα βασιλέως, ἐπιφέροντες οἱ διά κονοι. Αἱ ῥιπίδες δὲ εἰς τύπον εἰσὶ τῶν Χερουβίμ. Ο δὲ Χερουβικὸς ὕμνος αδόμενος, παρακελεύεται πάν
col. 421–422page 207 of 223
PG 98:421τας, ἐντεῦθεν καὶ μέχρι τέλους τῆς ἱερουργίας προσεκτικώτερον ἔχειν τὸν νοῦν, πᾶσαν βιωτικὴν μέρι μναν κάτωθεν ἀφεμένους, ὡς βασιλέα μέγαν μέλλον. τος ὑποδέχεσθαι διὰ τῆς κοινωνίας. Ἡ δὲ πρὸς τὴν ἁγίαν τράπεζαν τῶν ἁγίων ἀπόθεσις, μίμησιν ἔχει τηνικαῦτα μὲν τοῦ ἐσταυρωμένου ἀνῳγέου· μετ' ὀλί γον δὲ, ἡ αὐτὴ καὶ τὴν ἐπὶ τοῦ σταυροῦ ὕψωσιν, ἐν δὲ τῷ τέλει τὴν ταφήν εἰκονίζει, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἐκεῖθεν ἀνάληψιν· ἵνα γὰρ μὴ τοῦ καθ᾽ ἕκα στον τῶν τότε γενομένων, τὴν ὥραν, καὶ τὸν καιρὸν, καὶ τὸν τόπον ἀφορίζοντες οἱ ἅγιοι Πατέρες, ἔτι καὶ μεταθέσεων ἑτέρων καὶ θυσιαστηρίων πλειόνων δεη θῶσι, κἀκ τούτων μωμητὸν τὸ τῆς Ἐκκλησίας κατα στῇ μυστήριον, τί ἄρα σκοποῦσιν, ἢ πράττουσιν; Ως λίαν μεγαλοπρεπές, καὶ τοῦ ἐν αὐτοῖς οἰκοῦντος, Πνεύματος ἄξιον, τῆς θεουργοῦ δημιουργίας τὸν τρόπον ἐμιμήσαντο, ὡς οἷόν τε ἀνθρώπῳ μιμεῖσθαι τὰ θεῖα καὶ κατεργάζεσθαι· καὶ ὡς οὐρανὸν μὲν, τὸ ἐπάνωθεν τῆς ἁγίας τραπέζης ὀρόφιον ἀπαρτίζουσιν· ὡς ὅλην δὲ γῆν ὁρίζονται, τὸ ὑπὸ τεσσάρων κιόνων τοῦ εἰρημένου κιβωρίου συγκλειόμενον ἢ περιγραφόμενον ἱερὸν ἔδαφος· ἐν ᾧ πληροῦται καὶ ὁ προφητικός λόγος, ὁ λέγων· «Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός.» Εἰ μὴ γὰρ οὕτω ταχθείη, πῶς ἂν οἱ ἐν Ἰνδίᾳ τελοῦντες τὸ μέγα τοῦτο μυστήριον, καὶ πιστεύοντες αὐτὸ ἐκεῖνο τὸ σῶμα τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν εἶναι σταυρούμενον, καὶ θαπτόμενον, καὶ ἀνιστάμενον, ταύτην τὴν σωτηρίαν ἐν μέσῳ τῆς γῆς φήσαιεν ἂν ἐργάσασθαι τὸν Δεσπότην; Πῶς δὲ οἱ τὰς Βενετικὰς νήσους οἰκοῦντες πιστοί, τὸ αὐτὸ μετὰ σωζομένης διανοίας εἰσδέξονται, πάντων ὁμολο τούντων ἐν Ἱεροσολύμοις περιγεγράφθαι τῆς γῆς τὸ μεσότατον; Η πάντως ὅτι μεθόριον οὐρανοῦ τε καὶ γῆς οὖσα ἡ ἁγία τράπεζα, καὶ αὖθις κατὰ τὸ μέσον τοῦ οὐρανίου κύκλου υφισταμένη, καὶ τὸν μέσον τῶν κιόνων, τῶν κύκλῳ ῥιπιδίων κατὰ τὴν στάσιν ἔχουσα τόπον, ὅπουπερ ἂν εἴη αὕτη ἐν μέσῳ τῆς γῆς, τὴν σωτηρίαν ἐργάζεσθαι ἐπεμφαίνει· ἔνθα δὴ καὶ πάντα τὰ τοῦ πάθους ὑπέστη Κύριος, την προδοσίαν, τὴν κρίσιν, τὰ πρὸ τοῦ σταυροῦ, καὶ μετὰ τὸν σταυ μίν. Εἰκότως οὖν οἱ ἅγιοι Πατέρες, οὕτω τελεῖσθαι ταῦτα καὶ προσφέρεσθαι ἐδογμάτισαν. Ο δίσκος ἐστὶν ἀντὶ τῶν χειρῶν Ἰωσὴφ καὶ Νικο δήμου, τῶν κηδευσάντων τὸν Χριστόν. Ἑρμηνεύεται ς δὲ δίσκος, ἔνθα ὁ Χριστὸς ἐπιφέρεται, κύκλος ούρα νοῦ, ἐμφαίνων ἐν μικρᾷ περιγραφῇ τὸν νοητὸν ἥλιον, Χριστὸν ἐν τῷ ἄρτῳ ὁρώμενον. Τὸ δὲ ποτήριόν ἐστιν, ἀντὶ τοῦ σκεύους, ὅ ἐδέξατο τὸ ἐκβληθέν αἷμα της κεντηθείσης ἀχράντου πλευρᾶς, καὶ χειρῶν καὶ που δῶν τοῦ Χριστοῦ ἀπομύρισμα. Ποτήριον δὲ πάλιν ἐστὶ κατὰ τὸν κρατῆρα, ὃν γράφει κυρίως ἡ σοφία, ἤτοι ὁ Υἱὸς τοῦ Θεοῦ· ἐκέρασε γὰρ τὸ αἷμα αὐτοῦ, ἀντὶ τοῦ οἴνου ἐκείνου, καὶ προέθηκεν ἐν τῇ ἁγίᾳ τραπέζῃ, λέγων τοῖς πᾶσι· Πίετε τὸ αἷμά μου ἀντὶ οἶνου κεκερασμένου ὑμῖν, «εἰς ἄφεσιν ἁμαρτιῶν κ καὶ εἰς ζωὴν αἰώνιον. Χριστὸς ἡ τοῦ Θεοῦ σοφία καὶ δύναμις, τὴν ἑαυτοῦ σάρκα ᾠκοδόμησεν, ἐξ ἀπειράν
col. 423–424page 208 of 223
PG 98:423δρου Μητρὸς ἁγνῆς καὶ Παρθένου, τῆς προκαθαρθεί Ο σης ψυχῇ καὶ σώματι· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· καὶ ὑπήρεισε στύλους ἑπτὰ, τὴν τοῦ ἁγίου Πνεύματος ἑβδομάδα· ὥς φησιν ὁ Ησαΐας· «Επαναπαύσεται γὰρ ἐπ' αὐτὸν ἑπτὰ Πνεύματα.» "Ηγουν αἱ ἑπτὰ ἐνέργειαι τοῦ Πνεύματ τος· ἐν οἷς εἰσιν ἀντίθετα τῆς πονηρίας ὁμοίως. Εσφαξε τὰ ἑαυτῆς θύματα,» τοὺς προφήτας τοὺς κατὰ καιρὸν ἀναιρουμένους παρὰ τῶν ἀπίστων ὑπὲρ τῆς ἀληθείας, καὶ βοῶντας, «Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ελογίσθημεν ὡς πρόβατα σφαγῆς.» Καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς εἰς τὴν ὑπεραγίαν Παρθένον, τὴν ἑαυτοῦ θεότητα, ενώ σας τῇ σαρκὶ ὡς οἶνον ἄκρατον. Ο Σωτήρ γάρ ἐγεννήθη ἐξ αὐτῆς ἀσυγχύτως καὶ ἀσυνδοιάστως, Θεὸς καὶ ἄνθρωπος, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν, τὴν ἐπίγνωσιν τῆς ἁγίας Τριάδος καταγγελλομένην· ἀπέστειλε δὲ τοὺς ἑαυτῆς δούλους, εἰς τὸν σύμπαντα κόσμου προσκαλουμένους πάντα τὰ ἔθνη εἰς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπε, τοῖς μήπω κεκτημένοις τοῦ ἁγίου Πνεύματος τὴν χάριν· ο Ελθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν.» Τὴν θείαν αὐτοῦ σάρκα, καὶ τὸ ἅγιον αὐτοῦ αἷμα δέδωκεν ἡμῖν ὁ Χριστὸς ἐσθίειν καὶ πίνειν εἰς ἄφεσιν ἁμαρ τιῶν. Τὸ δισκοκάλυμμά ἐστιν, ἀντὶ τοῦ σουδαρίου, δ ἦν ἐπὶ τοῦ προσώπου αὐτοῦ, περικαλύπτον αὐτὸν ἐν τῷ τάφῳ. Τὸ δὲ καταπέτασμα, ἤγουν ὁ ἀήρ ἐστι, καὶ λέγεται ἀντὶ τοῦ λίθου, οὗ ἡσφάλισε τὸ μνημεῖον ὁ Ἰωσήφ, ὅνπερ ἐσφράγισεν ἡ τοῦ Πιλάτου κουστωδία. Ἰδοὺ ἐσταύρωται ὁ Χριστός· τέθαπται ἡ ζωή ο Ασφαλίσθη ὁ τάφος· ἐσφράγισται ὁ λίθος. Ἡ δὲ νίψις τῶν χειρῶν, ἀντὶ τοῦ νίψαντος, και ᾿Αθωός είμι,» φωνήσαντος. Καθ' ἡμᾶς δὲ τοὺς δε ρεῖς δηλοί, ἵνα καθαριεύοντες τὸ συνειδός, νοῦν καὶ διάνοιαν, ἅτινά εἰσι χεῖρες τῶν ἡμετέρων ψυχῶν, μετὰ φόβου καὶ πραότητος καὶ ἐπιεικείας πάσης, προσίωμεν τῇ ἁγίᾳ τραπέζῃ. «Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. • Προσθήσω τοῖς καθαροῖς ἱερεῦσι τὰς δύο φύσεις μου· τὰς τῆς ψυχῆς χεῖρας λέγω, νίψομαι ἐν ἁγιότητι.» Καὶ κυκλώσω τὸ θυσιαστής ριόν σου, Κύριε, ὅτι περ ἀεὶ τῷ Θεῷ προσεδρεύειν ὀφείλομεν, οὐδαμοῦ πρὸς τὴν ἄσωτον ἁμαρτίαν ἐμ πίπτοντες. Καὶ ἄλλως· Λειτουργήσω σοι, καὶ μετα δώσω τῷ πιστῷ λαῷ. «Τοῦ ἀκοῦσαί με φωνὴν αἰνέ σεώς σου,» τὴν ἐκφώνησιν δηλοῖ τοῦ, «Τὰ τὰ ἐκ τῶν σῶν σοι προσφέροντες. Καὶ ἄλλως· Τὴν ἀνά γνωσιν λέγει· 'Ακούσω καὶ διδάξω τὸν αὐτὸν λαὸν, ἤγουν τὸν πιστόν· καὶ ἀκούσαντες φυλάξομεν ἅμα τὰς ἐντολάς σου. Και διηγήσομαι πάντα τα θαυμαστὰ σοῦ· ν τὰς μυστικὰς λέγω εὐχὰς τῆς φιλανθρωπίας. «Κύριε, ἠγάπησα εὐπρέπειαν τοῦ οἴκου σου τὴν Ἐκκλησίαν λέγει. Εὐπρέπεια δὲ τῆς ἐκκλησίας, ὁ πιστὸς λαός ἐστι.. Καὶ τόπον σκηνώματο; δόξης σου· ν τὴν καθαρὰν μήτραν λέγει τῆς Παρθέν νου, ἐν ᾗ ἐσκήνωσε. Καὶ ἄλλως· «Τὸν τόπον ἔνθα σὺ κατοικεῖς. Ὁ οι
col. 425–426page 209 of 223
PG 98:425Τὴν δέησιν δὲ ἀποπληροῦντες ὑπὲρ τῶν ἐνεχθέντων τιμίων δώρων, λέγει· ι Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου, τοῦ τε Προδρόμου, καὶ ἀποστόλων καὶ πάντων τῶν ἁγίων τὸν βίον καὶ τὰς πράξεις μνησθέντες, οὕτω καὶ ἡμεῖς ἕτερος ἑτέρου ἁμιλληθέντες, τὴν ζωὴν ἡμῶν ἅπασαν μετὰ τῶν ἁγίων παραδώσωμεν τῷ Θεῷ σὺν ἔργοις ἀγαθοῖς· διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενούς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.» Διὰ τῆς συμπαθείας τοῦ Υἱοῦ σου τῆς εἰς ἡμᾶς, εὐλογοῦμέν σε σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. «Εἰρήνη πᾶσιν.» ὁμογνωμοσύνην καὶ ἀγάπην καὶ ταυτότητα ἀλλήλοις συν άπτοντες, τοῦ Κυρίου τὴν μίμησιν αὐτοὶ ἀντιλαμβάνομεν, εἰρήνην τὴν οἰκείαν ἀφιέντος, καὶ διδόντος, καὶ ἐκφωνοῦντος, ἤρεμον τὸν νοῦν πάντες σχῶμεν. Καὶ τῷ Πνεύματί σου.» Τουτέστι, Τὴν πρὸς σὲ ἀδι αίρετον ἕνωσιν δὸς ἡμῖν, ἵνα τῷ Πνεύματι εἰρηνεύοντες, ἀχώριστοι τυγχάνωμεν. «Αγαπήσωμεν ἀλλή λους.» Τὰς ψυχὰς ἀλλήλων συνδέσμῳ συνάψαντες, καὶ οὕτως δυνησόμεθα μετὰ παῤῥησίας ἀπολαῦσαι τῆς προκειμένης τραπέζης. Το, ο Αγαπήσωμεν αλλή λους, ο δηλοῖ καὶ τὴν πρὸς πάντας ἀγάπην, καὶ εἰς ἑαυτοὺς ἀλλήλους, καὶ τὴν τοῦ Θεοῦ γενησομένην ὁμόνοιαν, καὶ τὴν τῶν αἰσθήσεων πάροδον, καὶ τὴν τῶν νοητῶν φανέρωσιν, καὶ τὴν τοῦ ἁγίου συμβόλου τῆς πίστεως, καὶ τὴν καινὴν τοῦ θείου μυστη μίου διαδοχήν. «Τάς θύρας, τὰς θύρας, ἐν σοφίᾳ.» Τὰς ἐνθυμήσεις τῶν διανοιῶν ἡμῶν ἄρωμεν ἀπὸ τῶν γηΐνων ἔργων καὶ ἐνθυμημάτων. «Πρόσχωμεν ἐν τῇ σοφίᾳ. Ηγουν ἐν τῷ Υἱῷ καὶ λόγῳ τοῦ Θεοῦ, καὶ εἰς τὴν σοφίαν τοῦ θείου συμβόλου τοῦ, παρὰ τῶν ἁγίων καὶ θεοφόρων Πατέρων ἐκτεθέντος, ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησία προσέξωμεν· τουτέστι, τοῦ «Πι στεύω εἰς ἕνα θεὸν Πατέρα παντοκράτορα.» Και ἑκόντες καὶ συνιέντες μετ' ἠρέμου νοός προσέλθω μεν τῇ μυστικῇ ζωοθυσίᾳ. Τὸ θεῖον τῆς ὀρθοδόξου πίστεως σύμβολον λέγεσθαι διατέτακται, ἵν᾿ ἐκ τού του γνώριμον εἴη τοῖς πᾶσιν, ὅτι ὁ εἷς τῆς ἁγίας Τριάδος ὁ μονογενής Υἱὸς καὶ Λόγος τοῦ προανάρχου Πατρός, οὗτος διὰ τὴν ἡμετέραν σωτηρίαν ἄν θρωπος γέγονε, σαρκωθεὶς ἐκ τῆς ἁγίας Παρθένου, σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς. Οὐ κατὰ τὰς θείας ἐντολὰς, τὰ τελούμενα ταῦτα πράττομεν, ἵνα μὴ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις εἰσαεὶ τῆς σωτη ρίας ἡμῶν ἐνεργουμένης, οὕτω φαινώμεθα ζῶντες ὁμοῦ καὶ πολιτευόμενοι. Καὶ τὰ μὲν πάθη σαρκί τοῦτον ὑπομεμενηκέναι ὁμολογῶμεν· ἀπαθῆ δὲ τούτου φυλάττεσθαι τὴν θεότητα· ἅμα δὲ, ἵνα τῇ ἐκφωνήσει τοῦ θείου τοῦδε συμβόλου, καὶ οἱ ἀγνῶτες καὶ ἀμαθεῖς, τούτου ἀκούοντες ᾀδομένου, διὰ παν τὸς ἐν γνώσει ἔχωσι τὰ ἔκφορα τοῦ μυστηρίου τῆς πίστεως, καὶ ταῖς τῶν πολλῶν ἀκοαῖς οὐκ ἀπόῤῥητα. Ἡ δὲ τῶν θυρῶν κλεῖσις, καὶ ἡ ἐπάνωθεν τούτων ἐξάπλωσις τοῦ καταπετάσματος, ὡς οἱ ἐν τοῖς μου να στηρίοις ειώθασι, καὶ ἡ διὰ τοῦ λεγομένου ἀέρος τῶν θείων ἐπικάλυψις, ὡς οἶμαι, τὴν νύκτα εκείνην δηλοί, καθ' ἣν ἡ τοῦ μαθητοῦ προδοσία προέβη, καὶ ἡ πρὸς Καϊάφαν ἀπαγωγή, καὶ ἡ πρὸς 'Ανναν πα
col. 427–428page 210 of 223
PG 98:427ράστασις, καὶ αἱ ψευδομαρτυρίαι· καὶ μὴν καὶ οἱ ἐμπαιγμοὶ, καὶ οἱ κολαφισμοί, καὶ τἆλλα όσα τοτηνικαῦτα συμβέβηκε. Διὰ τί ἄλλο γὰρ τὸ κάλυμμα τοῦτο ἀὴρ ὠνομάσθη, ἢ πάντως διὰ τὸ τὸν ἐπικα λυπτόμενον παρ' αὐτοῦ σκοτεινὸν ἀέρα, τῆς εἰρη μένης νυκτὸς εἰκονίζεσθαι; Καθ' ἦν καὶ Πέτρος ὁ μέγας, ἔξω τῆς θύρας ἑστὼς, πρεσβείᾳ τοῦ ἔγνω σμένου τῷ ἀρχιερεῖ μαθητοῦ, ἔνδον ἐγένετο τῆς αὐ λῆς, ἔνθα καὶ ἡ παιδίσκη τούτῳ ἐντυχοῦτα, καὶ οἱ πρὸς τῇ πυρᾷ παρεστώτες, διήλεγχον, καὶ τὰ λοιπὰ τούτῳ ἐπηκολούθησαν, ὅσα πρὸς τὸν κρημνὸν τῆς ἀρνήσεως κατήπειγον· δι᾽ ἃ τὸ πτῶμα συγχωρηθέντα, ἥττονα γενέσθαι τῆς ἐπάρσεως, ἢ τῆς καυχήσεως. Αιρομένου δὲ τοῦ ἀέρος, καὶ τοῦ καταπετάσματ της συστελλομένου, τῶν θυρῶν τε ἀνοιγομένων, ἡ πρωΐα διατυπούται, καθ᾽ ἣν ἀπήγαγον αὐτὸν, καὶ παρέδωκαν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι. Πρόσεισιν ὁ ἱερεὺς, συνέρχεται ταῖς ἀγγελικαῖς δυνάμεσιν, οὐκε ἔτι ὡς ἐν ἐπιγείῳ τόπῳ ἑστὼς, ἀλλ' ὡς ἐν τῷ ἐπε ουρανίῳ θυσιαστηρίῳ, ἔμπροσθεν τοῦ φοβεροῦ θυ σιαστηρίου τοῦ θρόνου τοῦ Θεοῦ παριστάμενος, θεω ρεῖ τὸ μέγα καὶ ἀνερμήνευτον καὶ ἀνεξιχνίαστον τοῦ Χριστοῦ μυστήριον. Ομολογεῖ τὴν χάριν, κηρύττει τὴν ἀνάστασιν, σφραγίζει τὴν πίστιν τῆς ἁγίας Τριάδος. Πρόσεισι λευχειμονῶν ὁ ἄγγελος, τὸν λίθον τοῦ τάφου ἀποκυλίων τῇ χειρί· δεικνύων τῷ σχή ματι, βοῶν τῇ φωνῇ ἐντρόμῳ· καὶ διὰ τοῦ διακόνου κηρύττων τὴν τριήμερον ἔγερσιν· καὶ ὑψῶν τὸ καταπέτασμα, φωνεῖ ὁ διάκονος λέγων • Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου·, ἰδοὺ πρώτη ἡμέρα. Πρόσχωμεν τῇ ἁγίᾳ ἀναφορῇ·, ἰδοὺ δευτέρα ἡμέρα. • Ἐν εἰρήνῃ προσφέροντες·, ἰδοὺ τρίτηἡμέρα. Καὶ ἄλλως· «Στῶμεν καλῶς.» Τὰς διανοίας ἡμῶν στερεωμένας ἔχοντες, ἀκούσωμεν τῆς μυστικῆς ζωοθυσίας. Ὁ λαὸς βοᾷ τὴν τῆς ἀναστάσεως τοῦ Χριστοῦ χάριν· ι Ελαιον εἰρήνης, θυσίαν αἰνέσεως. 'Ο δὲ ἱερεὺς διδάσκει τὸν λαὸν, ἣν διὰ τῆς χάριτος τοῦ Χριστοῦ μεμάθηκε τριαδικὴν θεογνωσίαν. «Η χάρις τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, εἴη μετά πάντων ὑμῶν. ὁ ᾿Αλλοι δὲ ἱερεῖς προφέρουσιν ο τως· «Η χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, εἴη μετὰ πάντων ὑμῶν.» Ο λαός συνομολογεῖ, καὶ συνεύχεται λέγων· ι Καὶ μετὰ τοῦ πνεύματός σου. ο Ὡς ἀνωτέρω ἔφημεν, οὕτω πράξωμεν. Η οὕτως· Ἐὰν πράξωμεν ὡς ἀνωτέρω ἔφημεν, ἡ χάρις καὶ ἡ ἀγάπη τοῦ Κυρίου μετὰ πάντων ἡμῶν. Αὐτὸς γὰρ διὰ τὴν ἀγάπην αυτ τοῦ, ἦν εἰς ἡμᾶς ἐνεδείξατο, τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἀπέστειλε, καὶ τὸ σῶμα αὐτοῦ ἱλασμὸν εἰς τὴν ζωοθυσίαν δέδωκε, καὶ τὸ αἷμα αὐτοῦ, τὸ ῥύο στον ποτήριον εὐφροσύνης. Εἶτα πάντας ὁ ἱερεὺς ἀναβιβάζων εἰς τὴν ἄνω Ἱερουσαλὴμ τὴν ἐπουράνιον, ἐν ᾗ ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν πρὸ τῆς ἐκπτώσεως, Ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ, εἰς τὸ ὄρος τὸ ἅγιον αὐτοῦ, βοᾷ, Βλέπετε, ἄνω σχῶμεν τὰς καρδίας. Οι πάντες διαμαρτύρονται λέγοντες·. Εχομεν πρὸς τὸν Κύ ριον.» Ο Ιερεύς· «Εὐχαριστήσωμεν τῷ Κυρίῳ. Ο
col. 429–430page 211 of 223
PG 98:429Βλέπετε, Άνω σχώμεν τὰς καρδίας. ὁ ᾿Απὸ τῶν γηίνων ἄρωμεν τὰς αἰσθήσεις εἰς τὸν ἄνω βασιλέα, καὶ τὰ αὐτοῦ ἀρεστὰ πράξωμεν. ὁ Εὐχαριστήσωμεν τῷ Κυρίῳ.» "Ηγουν τῷ δόντι ἑαυτὸν λύτρον ὑπὲρ ἡμῶν καὶ ἀντάλλαγμα, εὐχαριστήριον ὕμνον ἀπο νείμωμεν τῷ Κυρίῳ· καὶ τὴν ἐφ᾿ ἧς ἐσώθημεν τρο πὴν, εὐχαριστίαν καὶ δόξαν ἀπονείμωμεν τῷ Κυρίῳ. Οτι • Αξιον καὶ δίκαιόν ἐστι, ο φησὶν ὁ λαός. Τὸ καταπέτασμα λέγεται διὰ τὸν λέγοντα Απόστολον, ὅτι ο Εχομεν παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ Χριστοῦ, ἣν ἀνεκαίνισεν ἡμῖν ὁδὸν σωτηρίας, καὶ πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἱερεὺς μέγας ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ.» Εἶτα πρόεισιν ὁ ἱερεὺς μετὰ παῤῥησίας τῷ θρόνῳ τῆς χάριτος τοῦ Θεοῦ, μετὰ ἀληθινῆς καρδίας, ἐν πληροφορία πί στεως, ἀπαγγέλλων τῷ Θεῷ, καὶ συλλαλῶν μόνος αὐτῷ, οὐκέτι διὰ νεφέλης, ως ποτε Μωσῆς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἀλλ᾽ ἀνακεκαλυμμένῳ προσ ώπῳ τὴν δόξαν Κυρίου κατοπτεύων· καὶ μεμύηται τὴν τῆς ἁγίας Τριάδος θεογνωσίαν καὶ πίστιν, καὶ μόνος μόνῳ προσλαλεῖ Θεῷ μυστήρια, μυστήρια ἀπαγ γέλλων ἐν μυστηρίοις, τὰ κεκρυμμένα πρὸ τῶν αἰώνων καὶ ἀπὸ γενεῶν, νῦν δὲ φανερωθέντα ἡμῖν διὰ τῆς ἐπιφανείας τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἅπερ ἡμῖν ἐξηγήσατο ὁ μονογενής Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Καθώς γὰρ ἐλάλησεν ὁ Θεὸς τῷ Μωσῇ ἀοράτως, καὶ ὁ Μωσῆς πρὸς τὸν Θεόν· οὕτω καὶ ὁ ἱερεὺς, μέσον τῶν δύο Χερουβὶμ ἑστὼς ἐν τῷ ἱλαστηρίῳ, καὶ κατακόπτων διὰ τὴν ἄστεκτον καὶ ἀθεώρητον τῆς θεότητος δόξαν τε καὶ λαμπρότητα, τὴν οὐράνιον λατρείαν νοερῶς ὁρᾷ, καὶ μυεῖται τῆς ζωαρχικῆς καὶ μοναρχικῆς ὑπερουσίου Τριάδος τὴν θείαν Ελ λαμψιν, τοῦ μὲν Θεοῦ καὶ Πατρός, τὸ ἄναρχον καὶ ἀγέννητον· τοῦ δὲ Υἱοῦ καὶ Λόγου, τὸ συνάναρχον καὶ ὁμοούσιον, καὶ γεννητόν· τοῦ δὲ ἁγίου Πνεύ ματος, τὸ συναΐδιον καὶ ὁμοφυὲς καὶ ἐκπορευτὸν, Τριάδα ἁγίαν κατὰ τὴν τῶν ὑποστάσεων (εἴτουν προσώπων) ἀσύγχυτον ἀϊδιότητα, κατὰ δὴ τὴν τῆς φύσεως ένωσιν, ἀδιαίρετον καὶ ἀδιάστατον μίαν θεότητα, καὶ βασιλείαν καὶ δόξαν. Καὶ νοερῶς ὁρᾷ καὶ βοᾷ τὴν τῶν Σεραφικών δυνάμεων τρισάγιον δοξολογίαν, τῶν μὲν Χερουβὶμ ἐπισκιαζόντων, καὶ τῶν Σεραφίμ κεκραγότων, μεθ' ὧν βοᾷ Τόν ἐπινίκιον ὕμνον άδοντα.» Εἶτα ὁ λαὸς, ἀντὶ τῶν Χερουβικῶν δυνάμεων καὶ τετραμόρφων ζώων βοᾷ· ο Αγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ·, τουτέστιν ὁ Τρισάγιος καὶ εἷς Θεὸς τῶν δυνάμεων. «Ωσαννὰ ἐν τοῖς ὑψίστοις· εὐ λογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» Ὡσαν νὰ ἐστι, Σῶσον δή, ὥς φησιν· Ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» — «Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα·, ᾄδοντά ἐστιν ὁ ἀετός· βοῶντα ἐστιν, ὁ βοῦς· λες κραγότα, ὁ λέων· καὶ λέγοντα, ἄνθρωπος. Λογικός ἄνθρωπος ἀντὶ τῶν Χερουβικῶν δυνάμεων, καὶ τὰ τετραμορφα ζωα βου· "Αγιος, ἅγιος, ἅγιος, Κύ ριος Σαβαώθ. ο "Αγιος μὲν ὁ Πατήρ, ὡς κυρίως
col. 431–432page 212 of 223
PG 98:431ἅγιος καὶ μακάριος· ἐκείνη γὰρ καὶ μόνη μακαρία ο φύσις, ἡ τοῦ Θεοῦ. "Αγιος ὁ Υἱός, ὡς Λόγος Θεοῦ καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἐκμαγείον τοῦ ἀρχετύπου καὶ σφραγὶς ἀκίνητος, καὶ ἀναλλοίωτος φύσις· Υἱὸς μὲν, ὡς ἐξ αὐτοῦ, ἤγουν ἐκ τοῦ Πατρός, γεννηθεὶς ἀπαθῶς, ὡς Λόγος ἐκ νοῦ, καὶ ὡς δι' αὐτοῦ γεγενῆσθαι τὰ πάντα, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, κατὰ τὸν Ἀπόστολον· «Τῷ γὰρ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν,» ὥς φησιν ὁ Δαβίδ ἅγιον δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, καὶ ἁγιά ζον τὰ πάντα, καὶ τελεσιουργόν, μὴ τελειούμενον ἁγιάζον, οὐχ ἁγιαζόμενον. Ωσπερ γὰρ ὁ ἥλιος, πηγὴ καὶ αἰτία τῆς τε ἀκτῖνος καὶ τῆς ἐλλάμψεως ὤν, διὰ δὲ τῆς ἀκτῖνος ἡμῖν ἡ ἔλλαμψις μεταδίδοται, καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς, καὶ μετεχομένη ὑφ' ἡμῶν· οὕτω δὴ καὶ ὁ Θεὸς καὶ Πατὴρ, πηγή οὖσα καὶ αἰτία Υἱοῦ καὶ ἁγίου Πνεύματος. Τὸ δὲ Πνεῦμα, ἐκ Πατρὸς ἐκπορευόμενον, δι' Υἱοῦ διαδίδοται καὶ πετανέρωται. Τὸ δὲ εἰπεῖν, Κύριος, ἐνοῖ τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἓν τὰ τρία δείκνυσι. Τρίτον "Αγιος τὰ Σεραφίμ λέγουσι, πληροῦντα τὴν δοξολογίαν εἰς τό· Κύριος Σαβαώθ· ἑνιαίαν φύσιν τιθέντα, τὴν ἁγίαν Τριάδα, ὡς καὶ ὑπ' αὐτῶν ἡμῖν μεμαρτύρηται τῶν ἁγίων Σεραφίμ· ἡμεῖς δὲ οἱ πιστοὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, ἐν ᾧ τὴν τελειότητα ἐλά βομεν, σὺν ἀγγέλοις ἀσιγήτως θεολογοῦμεν δοξά ζοντες· τοῦτο γὰρ ταῖς ὑποστάσεσι Τριάς· εἷς δὲ ὁ Θεός, ᾧ καὶ ψάλλομεν· ε Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» Το Εβραϊκὸν οὕτω κεῖται· Ὡσαννὰ, 'Αδωναί, Ασδινά, Βαρούχ, Πατὴρ, Αββάθ, Σεμμα, Δενίαν, Σαβαώθ. Ὁ Θεὸς τῶν δυνάμεων, ὁ θελήσας τυθῆναι τὸν μό σχον τὸν σιτευτόν· καὶ μόσχος ὁ ἀεὶ θυόμενος ἐκών, καὶ ἀεὶ ζῶν, ὁ τελεσιουργῶν τὴν μυστικὴν θυσίαν, καὶ ἀεὶ ἐπιφοιτῶν διὰ τοῦ βαπτίσματος· ἅγιος εἶ, Βασιλεῦ τῶν αἰώνων, καὶ πάσης ἁγιωσύνης δοτήρ. Σὺ εἶ ὁ παντοκράτωρ, ὁ σφραγίζων τὰ ἅγια δῶρα. Αγιος δὲ καὶ ὁ μονογενής σου Υἱὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ πρὸ τῶν αἰώνων ἐκ σοῦ ἀῤῥήτως γεννηθείς· ἅγιον δὲ τὸ Πνεῦμά σου τὸ πανάγιον, τὸ ἐρευνῶν τὰ πάντα καὶ τὰ βάθη σοῦ τοῦ Θεοῦ· δι' οὗ ἅπαντα τὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἁγιάζεται. Τὰ δὲ ῥιπίδια καὶ οἱ διάκονοι, ἐμφαίνουσι τὰ ἐξα πτέρυγα Σεραφίμ, καὶ τὴν τῶν πολυομμάτων Χερουβὶμ ἐμφέρειαν. Καὶ γὰρ κατὰ τὴν τῶν ὑπερ κοσμίων καὶ ἐπουρανίων ὑπερκόσμιον καὶ νοεράν τάξιν, οὕτω καὶ τὰ ἐπίγεια μιμοῦνται. Καὶ γὰρ τὰ τετράμορφα ζῶα, ἀντιφωνητικῶς ἀλλήλοις ἀντιδε χόμενα, βοῶσι· τὸ μὲν πρῶτον ζῶον, τὸ εἰς ὁμοίωμα λέοντος βοᾷ, "Αγιος. Τὸ δὲ δεύτερον, τὸ εἰς ὁμοίω
col. 433–434page 213 of 223
PG 98:433μια μόσχου, βου, Ἅγιος. Τὸ δὲ τρίτον, τὸ εἰς ὁμοίωμα ἀετοῦ, βοᾷ, "Αγιος. Τὸ δὲ τέταρτον, τὸ εἰς ὁμοίωμα ἀνθρώπου, βοᾷ, Κύριος Σαβαώθ. Εν τρισὶν ἁγιασμοῖς, εἰς μίαν θεότητα συνιοῦσι κυριότητα καὶ δύναμιν, καθὼς ὁ προφήτης τεθέαται, ὅτι Εἶδα τὸν Κύριον ἐπὶ θρόνου καθήμενον υψηλού καὶ ἐπηρμέγου, καὶ τὰς Σεραφικὰς δυνάμεις κύκλῳ ἑστώσας, καὶ ἐκ τῆς φωνῆς ἐπλήσθη ὁ οἶκος καπνού.» Τὸ δὲ, «Απεστάλη ἓν τῶν Σεραφίμ, καὶ εἶχεν ἄν θρακα ἐν τῇ χειρὶ, δν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυ σιαστηρίου, ο σημαίνει τὸν ἱερέα τὸν κατέχοντα τὸν νοερὸν ἄνθρακα, Χριστὸν, τῇ λαβίδι τῆς χειρὸς αὐτ τοῦ ἐν τῷ ἁγίῳ θυσιαστηρίῳ, καὶ ἁγιάζοντα καὶ καθαίροντα τοὺς προσδεχομένους καὶ μεταλαμβάνοντας. Καὶ γὰρ εἰς τὰ οὐράνια καὶ ἀχειροποίητα καὶ ἅγια εἰσῆλθεν ὁ Χριστὸς, καὶ ἐνεφανίσθη ἐν δόξῃ τῷ τοῦ Θεοῦ καὶ Πατρὸς προσώπῳ, ὑπὲρ ἡμῶν γενόμενος ἀρχιερεὺς μέγας, διεληλυθὼς τοὺς οὐρα νούς· καὶ ἔχομεν αὐτὸν παράκλητον πρὸς τὸν Πα τέρα, καὶ ἱλασμὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὡς καταρτισάμενον ἡμῖν τὸ ἅγιον καὶ συναΐδιον αὐτοῦ σῶμα καὶ τὸ τίμιον αἷμα, λύτρον ὑπὲρ πάντων ἡμῶν, καθὼς ὁ αὐτὸς λέγει· «Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνόματί σου, οὓς δέδωκάς μοι, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ· καὶ θέλω ἵνα ὅπου ἐγώ εἰμι, καὶ οὗτοι ὦσι, καὶ θεωρῶσι τὴν δόξαν τήν ἐμὴν, ὅτι ἠγάπησα αὐτοὺς, καθὼς ἠγάπησας ἐμὲ, πρὸ καταβολῆς κόσμου.» Αὐτὸς εἶπε· «Τοῦτό ἐστι τὸ σῶμά μου, τοῦτο τὸ αἷμά μου. • Αὐτὸς καὶ τοῖς ἀποστόλοις ἐκέλευσε, καὶ δι' ἐκείνων ἁπάσῃ τῇ Ἐκκλησίᾳ, τοῦτο ποιεῖν·. Τοῦτο γὰρ, φησί, ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» Οὐκ ἂν ἐκέλευσε τοῦτο ποιεῖν, εἰ μὴ δύναμιν ἐνθῆσαι ἔμελλεν, ὥστε δύνα σθαι τοῦτο ποιεῖν. Καὶ τίς ἡ δέησις; τὸ Πνεῦμα τὸ ἅγιον· ἡ ἐξ ὕψους τοὺς ἀποστόλους ὁπλίσασα, κατὰ τὸ εἰρημένον πρὸς αὐτοὺς ὑπὸ τοῦ Κυρίου • Καθο ίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους. • Τοῦτο τὸ ἔργον ἐκείνης της καθόδου· οὐ γὰρ κατελθὸν ἅπαξ, εἶτα ἀπολέλοιπεν ἡμᾶς, ἀλλὰ μεθ᾿ ἡμῶν ἐστι, καὶ ἔσται μέχρι παντὸς εἰς τὸν αἰῶνα. Τοῦτο διὰ τῆς χειρὸς τῶν ἱερέων καὶ τῆς γλώττης τὰ μυστήρια τελεσιουργεῖ· καὶ οὐ τὸ ἅγιον Πνεῦμα μόνον ἔπεμψεν ὁ Κύριος ἡμῶν, ὥστε μένειν μεθ᾿ ἡμῶν, ἀλλὰ καὶ αὐτὸς ἐπηγγείλατο μέ νειν μεθ᾿ ἡμῶν, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Αλλ' ὁ μὲν παράκλητος ἀόρατος πάρεστιν, ὅτι σῶμα αὐτὸς οὐκ ἐφόρεσεν. Ο δε Κύριος καὶ ὁρᾶται, καὶ ἀφῆς ἀνέχεται διὰ τῶν φρικτῶν καὶ ἱερῶν μυστηρίων, ὡς ἂν τὴν ἡμετέραν φύσιν δεξάμενος, καὶ φέρων εἰς τοὺς αἰῶνας. Αὕτη ἡ τῆς ἱερωσύνης δύ ναμις· οὗτος ὁ ἱερεύς· οὐ γὰρ ἅπαξ ἑαυτὸν προσ αγαγών, καὶ θύσας, ἐπαύσατο τῆς ἱερωσύνης, ἀλλὰ διηνεκεί ταύτῃ λειτουργεῖ τὴν λειτουργίαν ἡμῶν, καθ᾿ ἣν καὶ παράκλητός ἐστιν ὑπὲρ ἡμῶν πρὸς τὸν Θεὸν δι' αἰῶνος, οὐ χάριν εἴρηται πρὸς αὐτόν· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.» Διὰ τοῦτο οὐδεμία τοῖς πιο στοῖς περὶ τοῦ ἁγιασμοῦ τῶν δώρων ἀμφιβολία, οὐδὲ περὶ τῶν ἄλλων τελετῶν, εἰ κατὰ τὴν πρόθεσιν καὶ τὰς εὐχὰς τῶν ἱερέων ἀποπληρούνται. ο εχιν,
col. 435–436page 214 of 223
PG 98:435Τί δ' ἄν τις εἴπος, περὶ τῶν θείων βιπιδίων ἐγκεχειρισμένων τοῖς διακόνοις, καὶ ὑπ' αὐτῶν στρεφομένων αιφνιδίως ὡς ἐν ἐκπλήξει, ἄχρι τῆς θεολέκτου προσευχῆς; Τολμηρὸν μὲν οὖν τὸ περὶ τούτων φθέγγεσθαι ἔτι· ἐπεὶ δ᾽ ἅπαξ ὑπείξαμεν τῇ ἐντολῇ τοῦ κελεύσματος, φέρε καὶ περὶ τούτων εἴπωμεν, ὅσα δοίη Θεός. Εἰ μὲν καὶ τοῖς ἄλλοις δεκτά, τῷ Θεῷ χάρις· οὐ γὰρ πάντη ψεκτά, εν οἶδα, οὐδ' ἔξω τῶν δογμάτων τῆς τῶν Χριστιανῶν ὀρθοδόξου πίστεως. Φαμὲν οὖν ὡς πάντοτε μὲν ἀδιαστάτως συμπαρῆσαν καὶ δυνάμεις οὐράνιοι τῷ Δεσπότῃ Χριστῷ· ἐξαιρέτως δὲ ἐν τῇ νυκτὶ ταύτῃ ἡ παρ εδόθη. Αὗται τοίνυν ὁρῶσαι τὴν πρὸς Καϊάφαν ἀπαγωγήν, τὴν πρὸς ἄνθρωπον παράστασιν, τὰς ψευδομαρτυρίας, τὰ ῥαπίσματα, τὰ ἐμπτύσματα, τὰ κολαφίσματα, τὴν χλεύην ἐκείνην τῶν Ἰουδαίων, τῶν στρατιωτῶν τὸ κόκκινον ἔνδυμα, τὸν ἐξ ἀκαν θῶν στέφανον, τὰς μετὰ γέλωτος προσκυνήσεις, τἄλλα πάντα, ὅτα τε ἡ τῶν θείων Εὐαγγελίων ἱστορεῖ διήγησις, καὶ ὅσα διὰ τὸ πλῆθος ἴσως παρ έλειψεν, ἐφ' ἑκάστῳ τῶν γινομένων διαποροῦσαι, καὶ ἐκπληττόμεναι τῆς μακροθυμίας τὸ μέγεθος, καλύπτουσαι τὰς ἑαυτῶν ὄψεις ἀπεστρέφοντο, καὶ πάλιν τὴν δεσποτείαν αἰδούμεναι, ἀνθυπέστρεφον. Τοῦτο δὲ ἐποίουν ἄχρι τῆς ἐπὶ σταυροῦ ἀνυψώσεως. Τέλος γὰρ τῶν τοῦ σώματος παθῶν, καὶ τῆς ἐπὶ τούτοις αἰσχύνης, ὁ σταυρὸς γέγονεν, ὃς δόξα μᾶλλον, καὶ οὐκ αἰσχύνη· ἀρχὴ γὰρ οὗτος τῶν ἐνεργειῶν καὶ δυνάμεων τῆς θεότητος. ἐντεῦθεν γὰρ ὁ κοσμικὸς ἐκεῖνος σεισμὸς, τὸ τρίωρον σκότος ἐπὶ πᾶσαν τὴν γῆν, ἥ τε τοῦ καταπετάσματος καὶ τῶν πετρῶν διάῤῥηξις, καὶ ἡ τῶν μνη μάτων ἄνοιξις· ἔτι γε μὴν καὶ ἡ τῶν νεκρῶν ἐξανάστασις, καὶ ὅσα ἐν ᾅδῃ κατελθὼν ὁ Σωτὴρ ειργάσατο· καὶ διὰ τοῦτο παρ' αὐτοῦ τῷ τόπῳ τῆς σταυρώσεως γενομένῳ τῷ Χριστῷ, τὰ ἐκπλήξεως καὶ τοῦ θαύματος εἴδη αἱ θεῖαι δυνάμεις ἀπέθεντο. Κἀντεῦθεν δῆλον, ὡς τὰ πρὸ τοῦ σταυροῦ πάντα ὀνείδη, καὶ αἱ χλευαστικαὶ τιμαί, καὶ οἱ κατα γέλωτες, πλεῖον ἥπτοντο τοῦ πάσχοντος, ὥσπερ καὶ τῶν νοερῶν θείων δυνάμεων. Εἶτα πάλιν ὁ ἱερεὺς ἐπαγγέλλει τῷ Θεῷ καὶ Πα τρὶ τὰ τῆς Χριστοῦ ἐνανθρωπήσεως μυστήρια, τὴν το ἐξ ἁγίας Παρθένου καὶ Θεοτόκου ἀνέκφραστον γέν νησιν, τὴν ἀναστροφὴν καὶ ἐμπολίτευσιν τὴν ἐν τῷ κόσμῳ, τὸν σταυρὸν, τὸν θάνατον, τὴν ἐν τῷ ᾅδῃ αὐτ τοῦ κατάβασιν, τὴν τῶν δεσμίων δι᾽ αὐτοῦ ἐλευθερίαν, τὴν ἐκ νεκρῶν τριήμερον καὶ ἁγίαν ἀνάστασιν, τὴν ἐν τοῖς οὐρανοῖς ἀνάληψιν, τὴν ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς καθέδραν, τὴν δευτέραν καὶ μέλο λουσαν αὐτοῦ ἔνδοξον παρουσίαν πάλιν, τὴν πρὸς ἡμᾶς. Καὶ πάλιν μυσταγωγείται Θεὸν ἀγέννητον, τουτέστι Θεὸν καὶ Πατέρα, καὶ γαστέρα πρὸ ἑωσφόρου, καὶ πρὸ αἰώνων τὸν Υἱόν γεννῶσαν, καθώς λέγει· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε. Καὶ παρακαλεῖ πάλιν τελειῶσαι τὸ μυστήριον τοῦ
col. 437–438page 215 of 223
PG 98:437καὶ ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ Γιοῦ αὐτοῦ, καὶ γεννηθῆναι, ἤτοι μεταποιηθῆναι αὐ τὸν τὸν ἄρτον καὶ τὸν οἶνον, εἰς σῶμα καὶ αἷμα τοῦ Χριστοῦ καὶ Θεοῦ, καὶ πληρωθήσεται τό· Ἐγὼ σήμερον γεγέννηκά σε.» Οθεν καὶ τὸ ἅγιον Πνεῦμα τῇ εὐδοκίᾳ τοῦ Πατρὸς, καὶ βουλήσει τοῦ Υἱοῦ, ἀορά τως παρόν, ὑποδεικνύει τὴν θείαν ἐνέργειαν, καὶ τῇ χειρὶ τοῦ ἱερέως ἐπισφραγίζει, καὶ μεταβάλλει καὶ τελειοῖ τὰ προκείμενα ἅγια δῶρα εἰς σῶμα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ εἰπόντος, ὅτι «Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι.» Οπως; • Ο τρώγων μου την σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.» Οθεν γενόμενοι θείων μυσ στηρίων αὐτόπται, καὶ μέτοχοι ζωῆς ἀθανάτου, καὶ κοινωνοί θείας φύσεως, δοξάζομεν τὸ μέγα καὶ ἀκατάληπτον καὶ ἀνεξιχνίαστον μυστήριον τῆς οἰκο. νομίας τοῦ Υἱοῦ τοῦ Θεοῦ· δοξάζοντες δὲ βοῶμεν «Τὰ σὰ ἐκ τῶν σῶν σοι προσφέροντες· ἐκ τοῦ σώματος καὶ αἷματος τοῦ εἰπόντος· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὅ ἐστιν, "Α ἡμῖν διὰ τῶν ἁγίων σου ἀποστόλων παρέδωκας, ταῦτά σοι προσφέρομεν διὰ τὴν ἡμῶν σωτηρίαν. Ο λαός· 4 Σὲ ὑμνοῦ μεν, τὸν Θεὸν καὶ Πατέρα. Σὲ εὐλογοῦμεν, τὸν Υἱὸν καὶ Λόγον· σοὶ εὐχαριστοῦμεν τῷ ἁγίῳ Πνεύματι Κύριε ὁ Θεὸς ἡμῶν, Τριὰς ἐν μονάδι, καὶ μονὰς ἐν Τριάδι, ο ὁμοούσιε καὶ ἀδιαίρετε, παράδοξον ἔχουσα καὶ τὴν διαίρεσιν τῶν προσώπων, καὶ τὴν ἕνωσιν τῆς μιᾶς φύσεως τῆς θεότητος. Καὶ γὰρ τὸ ἐπικε κυφότως ποιεῖν τὸν ἱερέα τὴν θείαν μυσταγωγίαν, ἐμφαίνει τὸ συλλαλεῖν ἀοράτως τῷ μόνῳ Θεῷ. Οθεν καὶ τὴν θείαν φωτοφάνειαν ὁρᾷ, καὶ τῇ λαμ πρότητι τῆς δόξης τοῦ προσώπου τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐμφαιδρύνεται, καὶ ὑποστέλλει ἑαυτὸν τῷ φόβῳ καὶ τῇ αιδοι· καθὼς Μωσῆς ὅτε εἶδε τὸν Θεὸν ἐν εἴδει πυρὸς ἐν τῷ ὄρει, έντρομος γενόμενος, ἀνέστρεψε κατανοῆσαι ἀπὸ τῆς δόξης τοῦ Θεοῦ τὸ πρόσωπον. Εξαιρέτως τῆς παναγίας, ἀχράντου, ο Χρή ἡμᾶς τὴν Κυρίαν τοῦ παντὸς ἐπαινεῖν, καὶ τὸ Χαῖρε, τοῦ ἀγγέλου ἐκφωνεῖν. «Τὰ σὰ ἐκ τῶν σῶν.» Ο Θεός κατ' εἰκόνα αὐτοῦ ἔπλασεν ἡμᾶς, ὅ ἐστι κατὰ τὸ ὅσιον καὶ δίκαιον καὶ δυνατόν· παραβάντες δὲ, δοῦλοι γεγόναμεν Φαραώ, τοῦ πικροῦ δεσπότου. Ἐλθὼν οὖν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐξ ηγόρασεν ἡμᾶς ἰδίῳ αἵματι, καὶ ἐνέδυσεν ἡμᾶς τὸν νέον ἄνθρωπον· καὶ τὸ τίμιον αὐτοῦ σῶμα καὶ αἷμα ἡμῖν δέδωκεν, εἰπών· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ἡμεῖς δὲ μεμνημένοι τῆς αὐτῆς ἐντο λῆς, τὰ ἀντίτυπα προσφέρομεν, λέγοντες· «Τὰ σὰ Τὰ σὰ ἐκ τῶν τῶν σοι,» καὶ τὰ ἑξῆς, νοητῶς, ὅ ἐστι τὸ ἀρχέτυπον ἡμῶν ἀξίωμα, δηλαδὴ τὸ κατ' εἰκόνα, ὁ ἐστι τὸ δίκαιον, τὸ ὅσιον, καὶ τὸ δυνατόν. Δίκαιον μὲν, μήτε ἀδικεῖσθαι, μήτε ἀδικεῖν· ὅσιον δὲ, τῶν ἀδικουμένων ἀνέχεσθαι, καὶ συγχωρεῖν τοῖς ἀδι κοῦσι, μᾶλλον δὲ καὶ εὐεργετεῖν αὐτούς. Κατὰ πάντα δὲ δεῖ ὑμνεῖν αὐτὸν, ὡς Θεὸν καὶ Κύριον τοῦ παντός.
col. 439–440page 216 of 223
PG 98:439Τὸ δὲ σφραγίσαι τὰ θεῖα δῶρα, ἵνα τῇ ἐπιφοιτήσει καὶ ἐνδόξῳ παρουσίᾳ τοῦ ἁγίου Πνεύματος, μετα βάλῃ καὶ ποιήσῃ, τὸν μὲν ἄρτον, αὐτὸ τὸ τίμιον σῶμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· τὸ δὲ ἐν τῷ ποτηρίῳ, αὐτὸ τὸ τίμιον αἷμα τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὰ ἐκχυθὲν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας· καὶ ἵνα τοῖς μεταλαμβάνουσιν ἐξ αὐτοῦ, γένηται εἰς ἄφεσιν ἁμαρ τιῶν καὶ ζωὴν αἰώνιον. Τὸ δὲ, • Εξαιρέτως, τουτέστιν, "Ο μῆτερ ἁγνή, τοὺς ἀφεγγεῖς τύπους καὶ τὰς παρελθούσας σκιάς τοῦ Λόγου θεασάμενοι, καὶ τὰ ἐν τούτοις, κεκλεισμένης πύλης, φῶς τῆς ἀληθείας ἀναλάμψαν, δοξάζομεν σὴν δὲ γαστέρα ἐπαξίως εὐλογοῦμεν. «Καὶ ὧν ἔκα στος κατά διάνοιαν ἔχει.» Ο λαός· ι Καὶ πάντων καὶ πασῶν. ο Εντέλλεται ὁ ἱερεὺς τῷ λαῷ, μνημονεύειν τὰς τῶν διανοιῶν ὀργὰς, ἐν τῷ καιρῷ τῆς θείας μυσταγωγίας, καὶ ἀποῤῥέψαι αὐτὰς ἐκ πάντων καὶ πασῶν τῶν μισούντων ἡμᾶς. Γίνεται δὲ καὶ μνήμη πρὸς τὸν Θεὸν ὑπὲρ τῶν κεκοιμημένων, καὶ πνευμάτων, καὶ πάσης σαρκός, ὡς νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχοντα, καὶ δεσπόζοντα ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ ὡς τοῦ βασιλέως Χριστοῦ παρόντος, καὶ ὡς τοῦ ἁγίου Πνεύματος πάντας προσκαλουμένου, ζῶντάς τε καὶ μεταστάντας, πρὸς τὰς ἐκεῖσε μονάς καὶ καταπαύσεις, εἰς τὴν τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ προέλευσιν, συναθροισθῆναι καὶ προφθάσαι τὸ πρόσωπον αὐτοῦ, καὶ ἀκουσθῆναι τῶν φωνῶν τῆς αἰνέσεως αὐτοῦ· ὡς πασῶν τῶν ἐν ᾅδῃ ψυχῶν ἀπολυθεισῶν τῶν δεσμῶν, διὰ τοῦ θανά του καὶ τῆς ἀναστάσεως Χριστοῦ. Αὐτὸς γὰρ ἐγή γερται ἐκ νεκρῶν, ἀπαρχὴ καὶ πρωτότοκος γενόμεν νος τῶν κεκοιμημένων· καὶ πᾶσιν ὁδοποιήσας τὴν ἐκ νεκρῶν ἀνάστασιν· καὶ πρὸς τὴν ἀθάνατον καὶ μακαρίαν ζωὴν ἀναπαύων τοὺς ἐπ' ἐλπίδι τῆς ἀνα στάσεως αὐτοῦ κοιμηθέντας. Συγκαλοῦνται δὲ πᾶσαι αἱ ψυχαὶ αὐτῶν μετὰ τῶν προφητῶν καὶ ἀποστόλων καὶ μαρτύρων συνεισελθεῖν καὶ ἀνακλιθῆναι μετά Αβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἐν τῇ μυστικῇ τρα πέζῃ τῆς βασιλείας Χριστοῦ. Καὶ δὲς ἡμῖν, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δου ξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον.» Δεόμεθά σου ὥσπερ ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ εἰς τὴν σὴν ; δοξολογίαν· οὕτω τοίνυν καὶ ἐν πνεῦμα, καὶ μίαν ψυχὴν δός ἡμῖν, ἵνα συναπτόμενοι τῷ τῆς ἀγάπης συνδέσμῳ, δυνησώμεθα μετὰ παῤῥησίας ἀπολαύειν τῆς προκειμένης τραπέζης, καὶ γενώμεθα ἄξιοι τῶν θείων μυστηρίων, δοξάζοντες καὶ ὑμνοῦντες τὸ πάντιμον καὶ μεγαλοπρεπές όνομά σου, τοῦ Πα τρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. «Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτήρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ἡμῶν. ὁ Ἐὰν οὕτω πράξωμεν ὡς ἀνωτέρω ἔφημεν, τὰ ἐλέη του Θεοῦ ἔσται μετὰ πάντων ἡμῶν. Ελεος Θεοῦ ὁ Χρι στός ἐστιν, ὁ δι' ἡμᾶς, καὶ διὰ τὸ ἐλεῆσαι ἡμᾶς, ἀπὸ τοῦ μεγάλου Θεοῦ ἀποσταλείς· ὃς καὶ παρέδωκε, ἑαυτὸν δι' ἡμᾶς, καὶ ηλέησεν. Οἱ γὰρ εἰς ἑνότητα τῆς πίστεως καὶ κοινωνίαν τοῦ ἁγίου Πνεύματος
col. 441–442page 217 of 223
PG 98:441συνελθόντες, διὰ τῆς οἰκονομίας τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος, καὶ ἐγερθέντος, καὶ καθίσαντος ἐν δεξιᾷ τοῦ Πατρὸς, οὐκ ἔτι ἐπὶ γῆς ἐσμεν, ἀλλ᾽ ἐν τῷ θρόνῳ τοῦ Θεοῦ τῷ βασιλικῷ παρεστήκαμεν ἐν τοῖς οὐρανοῖς, ὅπου ὁ Χριστός έστι, καθὼς αὐτὸς λέγει Πάτερ δίκαιε, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνόματί σου, οὓς δέδωκάς μοι· ἵνα ὅπου εἰμὶ ἐγώ, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ, καὶ θεωρῶσι τὴν δόξαν ἣν δέδωκάς μοι, ὅτι ἠγάπησας αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας.» Πάντες δὲ οἱ τὴν υἱοθεσίαν ἀπολαβόντες, καὶ συγ κληρονόμοι τοῦ Χριστοῦ γενόμενοι, διὰ τῆς χάριτος αὐτοῦ, καὶ οὐκ ἐξ ἔργων ἡμῶν ἔχομεν τὸ Πνεῦμα τοῦ Υἱοῦ τοῦ Θεοῦ εἰς τὰς καρδίας ἡμῶν· οὔτινος τὴν χάριν καὶ τὴν ἐνέργειαν θεωρῶν ὁ ἱερεὺς, βοᾷ καὶ λέγει· Ἀββᾶ, ὁ Πατὴρ ὁ οὐράνιος, ἀξίωσον λεῖσθαί σε καὶ λέγειν.» Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.» Αληθῶς Πατὴρ πάντων ἡμῶν ἐστι, καὶ πάντας τηρεῖ. Καὶ εἰ μὲν τὸ θέλημα αὐτοῦ πράττομεν, πατὴρ ἡμῶν εἰ δὲ μή, οὗτινος τὸ ἔργον ποιοῦμεν, οὗτός ἐστι πα τήρ. Καὶ ἄλλως· Πατέρα αὐτὸν καλεῖς; ὡς τέκνον πολιτεύου, ἵνα εὐάρεστος αὐτῷ γένῃ τῷ Πατρὶ τῷ ἐν τοῖς οὐρανοῖς· τίς γὰρ τῷ κοσμοκράτορι τῶν κάτω συρομένων στρατευόμενος, καὶ υἱοθετούμενος αὐτῷ διὰ τῶν πονηρῶν ἔργων, τολμᾷ τὸν αἴτιον παντὸς ἀγαθοῦ Κύριον εἰπεῖν Πατέρα; Δῆλον δὲ ὅτι οὗτος οὐ τὸν Κύριον Σαβαὼθ καλεῖ Πατέρα, ἀλλὰ τὸν ἀντι κείμενον, οὗ καὶ τὰ ἔργα πράττει. "Αλλως Πατέρα λέγεις, ἄνθρωπε, τὸν Θεόν; καλῶς λέγεις· ἔστι γὰρ Πατὴρ καὶ Ποιητής πάντων ἡμῶν· ἀλλὰ σπεῖδε ἐργάζεσθαι ἔργα ἀρέσκοντα τῷ Πατρί σου. Εἰ δὲ κακὰ ἔργα ποιεῖς, πρόδηλον ὅτι τὸν διάβολον έπικα. λεῖς πατέρα. Οὗτος γὰρ ἐστιν ἔφορος τῶν κακῶν. Διὸ σπεῦδε ἐκφυγεῖν τοῦτον, καὶ ἀρέσαι τῷ ἀγαθῷ Πατρί σου καὶ Ποιητῇ σου. Αγιασθήτω τὸ ὄνομά σου.» Ονομά ἐστι τοῦ Υἱοῦ τοῦ Θεοῦ, τὸ ἐπικληθὲν ἐφ' ἡμᾶς· Χριστὸς γὰρ, καὶ ἡμεῖς Χριστιανοί, καὶ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἡμῖν. Καὶ ἀληθῶς ἅγιος ὁ Θεὸς, ἀλλ' ἡμεῖς παρακαλοῦμεν, ἵνα ἁγιάσῃ τὸ ὄνομα αὐτοῦ ἐν ἡμῖν, ὅ ἐστι τὸ ἔργον ἡμῶν ἀξιολόγιστον· ἅγιον καὶ ὅλως καθαρὸν ποιήσῃ τὸ σῶμα ἡμῶν· ἵνα ἀνέγκλητον εὑρεθῇ ἐν τῇ ἡμέρᾳ τῆς ἀπολογίας. Καὶ τί γάρ; οὐκ ἔστιν ἅγιος διθεός; Ναὶ ἅγιος· ἀλλὰ τοῦτο λέγεις· Ἐν ἐμοὶ ἁγιασθήτω τὸ ὄνομά σου, ο ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα μου, καὶ δοξάσωσι σε τὸν Πατέρα καὶ Ποιητήν μου. Ἐλθέτω ἡ βασιλεία σου.» Η βασιλεία τοῦ Θεοῦ, τὸ Πνεῦμά ἐστι τὸ ἅγιον, ὡς λέγει· Η βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι.» Τῷ Πνεύματι γὰρ τῷ ἁγίῳ σὺν Πατρὶ καὶ Υἱῷ τὸ βασιλεύειν πρέπει, τῷ ἁγιάζοντι καὶ φωτίζοντι τὰς νοερὰς καὶ ἀγγελικὰς δυνάμεις, καὶ οὐρανίους στρατιάς, καὶ πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, καὶ πιστεύοντα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατήρ, πάντας τηρῶν. ἡμᾶς ἀκατακρίτως μετὰ παῤῥησίας τολμᾷν ἐπικα Απολογίας,
col. 443–444page 218 of 223
PG 98:443ἁγίου Πνεύματος. Αληθῶς βασιλεὺς γῆς, ὁρατῶν Ἐπιούσιον, καὶ ἀοράτων. Αλλ' ὥσπερ πόλις κυκλωθεῖσα ὑπὸ ἐχθρῶν, ζητεῖ τὴν τοῦ βασιλέως βοήθειαν· οὕτω καὶ ἡμεῖς κυκλωθέντες ὑπὸ τῶν ἐναντίων δυνάμεων καὶ τῶν ἁμαρτιῶν, ζητοῦμεν παρ' αὐτοῦ βοήθειαν, ἵνα λυτρώσηται ἡμᾶς. Τὸν βασιλέα καλεῖς; Γενοῦ ὡς πνευματικός στρατιώτης, ἵνα ἀρέσῃς τῷ βασιλεῖ τῷ στρατολογήσαντί σε. Καὶ τί γάρ; οὐκ ἔστι βασιλεὺς ὁ Θεὸς, ὅτι μέλλει ἔρχεσθαι ἡ βασιλεία αὐτοῦ; Ναί, βασιλεὺς πάντων ἐστίν· ἀλλ᾿ ὥσπερ πόλις κυκλωθεῖσα, ὡς εἴρηται, καὶ κατὰ ἄλλον τρόπον. Ἐπειδὴ ὁ προφήτης λέγει· Εβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, τῷ παρεληλυθότι χρόνῳ ὡς μέλλοντι χρησάμενος, χάριν τούτου κράζομεν· Ἐλθέτω ἡ βασιλεία σου, ο ἐφ' ἡμᾶς τὰ ἔθνη, Κύριε. Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.» Τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός, ή α κονομία τοῦ Υἱοῦ αὐτοῦ ἐστιν. Οἱ ἄγγελοι ἐν οὐρανῷ, ἐν ὁμονοίᾳ καὶ συμφωνία υπάρχουσιν, οὕτω ζητούσ μεν καὶ ἡμεῖς ἐν ἀγάπῃ ἀνυποκρίτῳ γενέσθαι ὁποῖον θέλημα ζητεῖς, ἐν οὐρανῷ γίνεται· τὸ ἐν τῇ γῇ δεῖ σε πληρῶσαι. Τὸ δὲ νόημά ἐστιν οὕτως Κύριε, ὥσπερ ἐγένετο ἐν τῷ οὐρανῷ τὸ θέλημά σου, καὶ εἰσὶ πάντες οἱ ἄγγελοι ἐν εἰρήνῃ, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠθῶν καὶ ἀντωθούμενος, οὔτε θλίβων καὶ θλιβόμενος, οὔτε πολεμῶν καὶ πολεμούμενος, ἀλλὰ πάντες ἐν γαλήνῃ βαθεία δοξάζουσί σε· οὕτω καὶ ἐν ἡμῖν τοῖς ἐπὶ γῆς ἀνθρώποις «γενηθήτω τὸ θέλημά σου, ο ἵνα πάντα τὰ ἔθνη ἐν ἑνὶ στόματι καὶ μια καρδία δοξάζωμεν σε τὸν Ποιητὴν καὶ Πατέρα πάντων ἡμῶν. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμε ρον. Ὁ ἄρτος ὁ ἐπιούσιός ἐστιν ὁ Χριστὸς, ὁ ὤν, καὶ προὼν, καὶ μένων εἰς τοὺς αἰῶνας· ὁ ἑκουσίως ἐσθιόμενος, καὶ ἀδαπάνητος διαμένων ἀεὶ, καὶ διδοὺς ζωὴν τῷ κόσμῳ· ὃν διὰ τοῦ βαπτίσματος δεξάμενοι, τοῦτον λαβεῖν πάντοτε καὶ ἔχειν καὶ ἐσθίειν αὐτού μεθα· τὸν πρέποντα τῇ οὐσίᾳ ἡμῶν, ὡς ἔστιν ἀρκοῦν ἡμῖν, ἵνα μὴ πενόμενοι καὶ λιμῷ τηκόμενοι, εἰς βλασφημίαν τραπῶμεν, ἢ περιττεύοντες επαρθῶμεν καὶ ἀποῤῥιφῶμεν ἀπὸ σοῦ. "Αρτον ἐὰν ζητῇς, χρυσ σίον μή σώρευε· εἰ δὲ λείπῃ καὶ στερῇ, προτρεψάτω σε ζητῆσαι. Επιούσιον ἄρτον αιτούμεθα λαβεῖν, ἐπειδὴ ὁ πᾶς ἄνθρωπος ἐκ δύο οὐσιῶν συνίσταται, ψυχῆς τε λέγω καὶ σώματος· καὶ διὰ τοῦτο, ἐφ' ἑκάστῃ οὐσίᾳ τὸν πρέποντα ἄρτον αιτούμεθα. "Αρτος μὲν γὰρ σώματος, οὗτος ὁ ἐσθιόμενος· ἄρτος δὲ ψυ χῆς, λόγος Θεοῦ. ῎Ανοιγε, τέκνον, σὸν στόμα καὶ συχνότερον μνημόνευε Θεοῦ μᾶλλον ἢ ἀνάπνει. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν. ὁ συγχώρησον ἡμῖν τὰ ἁμαρτήματα ἡμῶν, λέγοντες, ὥσπερ ἡμεῖς τοῖς πταίουσιν ἡμῖν· καὶ εἰ οὕτω ποιοῦμεν, καὶ αὐτὸς ἡμῖν οὕτω ποιήσει. Ἐὰν ἀφῆκές τινι,
col. 445–446page 219 of 223
PG 98:445ζήτει· ἐὰν ἔλυσας ἀδελφὸν ἀπ' ἔχθρας, παρακάλει εἰ δὲ μνησικακίαν ἔχεις, ποίαν ἄφεσιν ζητεῖς; Ἡ δὲ ἐπίλυσίς ἐστιν οὕτως, ὡς φέρε εἰπεῖν· Κύριε, «ἄφες ἡμῖν τὰ χρέα ἡμῶν,» τουτέστι, τὰς ἁμαρτίας ἡμῶν καὶ τὰ πταίσματα, «ὡς καὶ ἡμεῖς ἀφίεμεν ν πᾶσι τοῖς ἁμαρτάνουσιν καὶ πταίουσιν εἰς ἡμᾶς ἀδελφοῖς ἡμῶν, ἐλευθέροις τε καὶ δούλοις, καὶ πᾶσι τοῖς ὑποχειρίοις ἡμῶν. Ταῦτα λέγων, ἄνθρωπε, ἐὰν οὕτω ποιῇς, ἐννοήθητι, ὅτι ι φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· καὶ διορθωσάμενος, ἐπίστρεψον πρὸς τὸν Θεὸν καὶ Πατέρα καὶ Ποιητήν σου. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Ἡμεῖς, Δέσποτα, ἐσμὲν ἄξιοι πάσης κολάσεως, καὶ παρακαλοῦμεν μὴ παραδῴης ἡμᾶς εἰς χεῖρας ἐχθίστων ἀνθρώπων, καὶ πονηρῶν δαιμόνων, πρὸς τὸ κολάσαι ἡμᾶς· ἀλλὰ σύ, Κύριε, ἡμᾶς παίδευσον, ὅτι ὡς ἡ φιλανθρωπία σου, οὕτω καὶ ἡ παιδεία σου. Τί γάρ; ὁ Θεὸς εἰσ ἄγει ἄνθρωπον εἰς πειρασμόν; μὴ γένοιτο. Οὐ γὰρ αἴτιος τῶν κακῶν ὁ Θεός· ἀλλὰ παρακαλέσωμεν αὐτὸν, ἵνα τοῖς πολλοῖς αὐτοῦ οἰκτιρμοῖς μὴ ἐάσῃ ἡμᾶς πειρασθῆναι. Κύριε, ἐὰν ζητήσῃ ἡμᾶς ὁ Σα τανᾶς σινιάσαι ὡς τὸν σίτον, ὥσπερ καὶ τοὺς ἁγίους σου ἀποστόλους ἐζήτησε μὲν, ἀπέτυχε δέ· ἢ ὡς τὸν πάλαι Ἰώβ· μὴ δώσῃς αὐτῷ ἐξουσίαν καθ' ἡμῶν. Αλλ' εἰ καὶ πονηρὸς ἄνθρωπος θελήσει ἡμᾶς πει ράσαι, μὴ δώσῃς ἡμᾶς τῷ θελήματι αὐτοῦ, ἀλλὰ σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δυνάμις καὶ ἡ δόξα,» τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Σοῦ γάρ ἐστιν ἡ ἐξουσία καὶ ἡ κυρία τοῦ ἐλεεῖν καὶ σώζειν, τοῦ θανατοῦν καὶ ζωογονεῖν, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Κύριε, ἐπειδὴ σή ἐστιν ἡ βασιλεία, μὴ ἐάσῃς ἡμᾶς φοβηθῆναι ἑτέραν βασιλείαν, μήτε δύναμιν, μήτε δεσποτείαν. Αλλ' εἰ καὶ ἄξιοί ἐσμεν κολάσεων, διὰ τὰς ἁμαρτίας ἡμῶν, σὺ ἡμᾶς οἴῳ τρόπῳ θέλῃς, τιμώρησον· καὶ μὴ πα ραδῷς ἡμᾶς εἰς χεῖρας ἀνθρώπων. Εμπεσούμεθα δὲ εἰς χεῖρας σάς· ὅτι ὡς ἡ μεγαλωσύνη σου, οὔ τω καὶ τὸ ἔλεός σου, Πάτερ παντοκράτορ. Ειρήνη πᾶσιν.» Ηρεμον τὸν νοῦν ἕξοιμεν, πάν τες. • Τὰς κεφαλὰς ἡμῶν.» Τὰς διανοίας ἡμῶν σὺν τοῖς ἔργοις τῷ Κυρίῳ ἐπιστρέψωμεν, δεόμενοι τὰ προκείμενα δῶρα εἰς ἀγαθὸν ἐξομαλίσαι κατὰ τὴν χρείαν ἑκάστου. Εὐχαριστοῦμεν δὲ, χάριτι καὶ οἱ κτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Μονογενούς σου. Είτα βοᾷ ὁ ἱερεὺς τοῖς πᾶσι λέγων·. Ὅτι ἐγὼ ἄνθρωπος εἰμι ὁμοιοπαθής ὑμῖν, μή γινώσκων ἑκάστου ὑμῶν τὰ ἔργα· ν ὁρᾶτε οὖν καὶ γίνεσθε ἅγιοι, ὅτι ὁ Χριστὸς ἐν μέλλετε μεταλαβείν, ἅγιος Θεός ἐστι, καὶ ἐν ἁγίοις ἀναπαυόμενος. «Τὰ ἅγια τοῖς ἁγίοις.» Τοῖς ἁμνησικάκοις καὶ καθαροῖς τῇ καρδίᾳ ἀξιοῖ ὁ Θεὸς δοῦναι τὰ ἅγια. Αγίους λέγει τοὺς κεκαθαρ ο
col. 447–448page 220 of 223
PG 98:447& μένους ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ ἔχοντας πίσ στιν εἰλικρινῆ εἰς τὰ ἅγια. Ο λαὸς ὁμολογεῖ καὶ λέγει· «Εἷς ἅγιος, εις Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Αμήν.» Εἷς ἅγιος καὶ Θεὸς ἀναμάρτητός ἐστιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς σὺν Θεῷ Πατρὶ καὶ ἁγίῳ Πνεύματι, αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Θεὸν λέγει τὸν ἐν Τριάδι ὑμνούμενον. Τὸ δὲ συγκαλύπτεσθαι διὰ τῶν πτερύγων, τοιάνδε καὶ τοιάνδε θέσιν, κατὰ τὴν τοῖς θεόπταις ὁραθεῖσαν ὄψιν· ἢ διὰ τὸ τρισσὸν μᾶλλον τοῦ ἁγια σμοῦ κρυφίως τὸν ἀριθμὸν ὑπαινίττεσθαι τῶν ὑπο στάσεων, καὶ τὸ μοναδικὸν ὁμοίως τῆς ἐξουσίας καὶ φύσεως καὶ θεότητος, τῇ μοναδικῇ τῆς κυριότητος. Δοξάζεται δὲ διὰ τοῦ, ο Αγιος, ἅγιος, ἅγιος, ο καὶ ὁ τῶν τριῶν προσώπων ἁγιασμός. Πάλιν ὁρᾶται, καὶ ἡ κυριότης τῆς μιᾶς φύσεως ὑμνεῖται· ἤτοι ὁ ἐν Τριάδι Θεὸς τρισὶ Σεραφικοῖς ἁγιασμοῖς δου ξάζεται, καὶ εἰς μίαν συνιοῦσι καὶ συνερχομένοις κυριότητα τῆς φύσεως καὶ θεότητος. Τὸ δὲ τρισσὸν τῶν ἁγιασμῶν τὰς τρεῖς ὑποστάσεις αινίττεται καὶ ἡ κυριότης τὸ μοναδικὸν τῆς μιᾶς ἐξουσίας το καὶ φύσεως. Τὸ γοῦν συγκαλύπτεσθαι, τὸ ἄγνωστον καὶ κρύφιον διὰ τῆς τῶν πτερύγων συμπήξεως ὑπο δηλοῖ τῆς θεότητος. Ὅταν γὰρ εἴπῃ·. Τὰ ἅγια τοῖς ἁγίοις· › τοῦτο λέγει περὶ τῶν καθαρῶν καὶ ἁγίων. Τῶν γὰρ ἁγίων, οὐχὶ τῶν ἁμαρτημάτων, ἀλλὰ τῶν ἀγαθῶν ἔργων πλοῦτος. Η δὲ ὕψωσις τοῦ τιμίου σώματος, εἰκονίζει τὴν ἐπὶ τοῦ σταυροῦ ὕψωσιν, καὶ τὸν ἐν αὐτῷ θάνατον, καὶ αὐτὴν τὴν ἀνά στασιν. Τὸ δὲ ὑψῶσαι τὸν ἱερέα τὸν θεῖον ἄρτον, καὶ τύ που σταυροῦ τρὶς ποιῆσαι ἐν τῷ ἀέρι μετὰ τοῦ τι μίου καὶ ζωοποιοῦ ἄρτου, τοῦτο αινίττεται· ὁ μὲν εἷς σταυρὸς ὁ τυπούμενος ἄνω, ἁγιασθῆναι δηλοῖ τὸν ἄνω αἰθέρα· ὁ δὲ μέσος, τὸν ἀέρα· ὁ δὲ κάτω, ὁ ἐπάνω καὶ πλησίον τοῦ δίσκου, τὴν γῆν, ἐν ᾗ καὶ τὸ ζωοποιὸν ἐκεῖνο τοῦ Χριστοῦ σῶμα ἐτάφη. Τὸ δὲ ἐν τῷ ποτηρίῳ ποιῆσαι τύπον σταυροῦ, καὶ αὐτὸν τρίτον, ἁγιασθῆναι δηλοῖ τὸν τετραπέρατον ἅπαντα κόσμον, παρὰ τῆς θείας ἐνσάρκου οἰκονομίας, καὶ παρὰ αὐτοῦ τοῦ ζωοποιοῦ πάθους Χριστοῦ τοῦ Θεοῦ. Καὶ ὁ Χριστὸς Ἰησοῦς σταυρούμενος, κατὰ δύσιν μὲν ἦν βλέπων· αἱ δὲ τίμιαι αὐτοῦ χεῖρες, ἡ μὲν ἐν τῇ μεσημβρία, ἡ δὲ ἐν τῇ ἄρκτῳ ἐκτεταμένη ἦν. Τὸ δὲ κατὰ ἀνατολὰς, κατὰ τὸν λέγοντα·· Ὁ Θεὸς ἀπὸ Θαιμᾶν ἥξει, ο ἐπεὶ αὐτός ἐστιν ὁ νοητής Ηλιος τῆς δικαιοσύνης· καὶ, ο 'Ανατολὴ ὄνομα αὐτοῦ·» καὶ διὰ τὸ καραδοκεῖν ἐκεῖσε τὴν ἀΐδιον ἀπόλαυσιν καὶ τὴν ἀνάστασιν. Τὸ δὲ τρεῖς σταυρούς, τὸ τῆς ἁγίας Τριάδος μυστήριον δηλοί. Επαθε μὲν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, εὐδοκίᾳ τοῦ συναϊδίου Θεοῦ καὶ Πα τρός, συνεργίᾳ δὲ τοῦ ἁγίου Πνεύματος. Διὰ τοῦτο καὶ ὁ λαὸς βοᾷ·· Εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστός· ο ἅγιον μὲν καὶ Κύριον λέγων, τὸν ἐν Τριάδι ὑμνούμενόν τε καὶ δοξαζόμενον Θεόν. Τὸ γὰρ τρισσὸν τῶν ἁγιασμῶν, τὰς τρεῖς ὑποστάσεις δηλοῖ καὶ αἰνίττεται. Τὸ δὲ ὑψῶσαι τὸν θεῖον ἄρτον μόνον, τοῦτό ἐστιν, ἐπεὶ αὐτός ἐστιν ὁ βασιλεὺς Κύριος καὶ αὐτός ἐστιν ἡ κεφαλή, κατὰ τὸν ᾿Απόστολον. Τὰ
col. 449–450page 221 of 223
PG 98:449δὲ ἄλλα τίμια δώρα, μέλη Χριστοῦ, καὶ σῶμα Χρι στοῦ· ἤγουν τοῦ τιμίου σώματος Χριστοῦ τοῦ Θεοῦ. Ἐκεῖνος γάρ ἐστι μόνος, ἐν ᾧ τυποῦται καὶ δείκνυται τὸ θεῖον καὶ ζωηφόρον πάθος, τοῦ τυθέντος ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· ἐπειδήπερ αὐτὸς μόνος ὁ θεῖος ἄρτος, σφάττεται μὲν, καὶ ὡς ἀμνὸς θύεται τὰ δ᾽ ἄλλα τῶν θείων δώρων οὐ λογχεύονται μετὰ τῆς λόγχης σταυροειδῶς· ἀλλ' ὡς μέλη καὶ μέρη σώματος, μερίζονται καὶ κατασφάττονται. Μετέχων οὖν ἐκεῖνος ὁ θεῖος ἄρτος ἁγιασμοῦ, μεταδίδωσι καὶ τοῖς ἄλλοις τιμίοις δώροις· ὁμοίως καὶ τῷ ποτηρίῳ μεταδίδωσι τοῦ ἁγιασμοῦ καὶ τῆς χάριτος. Μετὰ δὲ τὴν ὕψωσιν, εὐθὺς ὁ μερισμὸς τοῦ θείου ποιείται σώματος. Ἀλλὰ κἂν μερίζηται, ἀμέριστος διαμένει καὶ ἄτμητος, ἐφ' ἑνὶ ἑκάστῳ μέρει τῶν τεμνομένων, ὅλος γνωριζόμενός τε καὶ εὑρισκόμενος. Εἰ γὰρ καὶ φθορὰν ὑπέστη τῷ θανάτῳ, ἀλλ' ἡ σὰρξ αὐτοῦ ἐν τῷ ᾅδῃ οὐκ εἶδε διαφθοράν. Τότε δὲ κοι μίζεται ὕδωρ θερμότατον εἰς μικρὸν λεβητάριον, καὶ κιρνῶσιν ἐξ αὐτοῦ τὰ προκείμενα τῇ θείᾳ τρα πέζῃ, εἴτε κρατήρες, εἴτε ποτήρια εἶεν· ἵν᾿ ὥσπερἐκ ζώσης προῆλθον τῆς θείας πλευρᾶς ἀμφότερα θερμότητος πεπληρωμένα, οὕτω δὴ καὶ τὸ ὕδωρ θερμότατον ἐν τῷ καιρῷ τῆς μεταλήψεως ἐπεμβαλ λόμενον, τέλειον τὸν τύπον τοῦ μυστηρίου ἀναπληροῖ τῶν μεταλαμβανόντων τῇ θηλῇ τοῦ ποτηρίου, ὡς αὐτῇ τῇ ζωο παρόχων πλευρα ψαυόντων. Ταῦτα καὶ θύρα τίς ἐστι, πρὸς τὴν τῆς Τριάδος πίστιν τε καὶ ἐπίγνωσιν, καὶ τοῦτο ὁ μέγας Ιωάννης καὶ θεολόγος παρίστησι, τοῖς τρισὶ τούτοις μάρτυσι, τῆς σωτηρίου πίστεως καὶ δυνάμεως ἐπιστηρίζων τὸν λόγον. • Τρεῖς εἰσιν οἱ μαρτυροῦντες, τὸ πνεῦμα, τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.» Ἡ δὲ μετάληψις δηλοῖ καὶ τὴν πρὸ τοῦ πάθους ἐπὶ τοῦ μυστικοῦ δείπνου μετάδοσιν τοῦ ἄρτου καὶ τοῦ καινοῦ ποτηρίου· περὶ οὗ εἶπεν ὁ Σωτὴρ ἡμῶν Οὐκέτι ἐκ τούτου πίω, ἄχρις ὅτου πίω αὐτὸ καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.» Ο καὶ ἔπιε μετὰ τὴν ἀνάστασιν ξένως ὁμοῦ καὶ καινοπρεπῶς. Οὐ γὰρ ὡς χρείαν τηνικαῦτα τοῦ σώματος ἔχοντος τροφῆς, ἀλλ' εἰς πληροφορίαν τῶν μαθητῶν τῆς ἀναστάσεως ἕνεκα. Τὸ δὲ μεταλαβεῖν τὸν ἱερέα μόνον τὸν θεῖον ἄρτον, ἄνευ μὲν αἵματος, εἶθ᾽ οὕτως μετασχεῖν τοῦ θείου αίματος, οὐδὲν ἄλλο δηλοί, εἰ μὴ αἱματώδη ἔτι εἶναι τὸν θεῖον ἀμνὸν, ἀπὸ τῆς θείας καὶ ζωηφόρου σφαγῆς, καὶ τοῦ νοητοῦ θύματος, ἣν ὁ ἱερεὺς ἐπε ποιήκει μυστικῶς ἐν τῇ προθέσει. Ἡ εὐχὴ ἡ μετὰ τὸ μεταλαβεῖν τὸν ἱερέα·. Ητοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας πάντων τῶν θλιβόντων με. Τὴν ἐπουράνιον λέγει τράπεζαν, τὸ μυστήριον τὸ ἀθάνατον· τράπεζαν, τὸ ἄχραντον σῶμα. • ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου· › τὸ ἔλαιον λέγει τῆς χάριτος τοῦ ἁγίου Πνεύματος. «Καὶ τὸ ποτή ριόν σου μεθύσκον με, ὡσεὶ κράτιστον! ν τὴν ἀθά να τον πόσιν λέγει τοῦ θείου αἵματος. "Αλλως· Πο τήριον, τὸ τίμιον αἷμα. Καὶ τό· «Κατοικεῖν με ἐν
col. 451–452page 222 of 223
PG 98:451οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν,» εἰς τὴν ἄνω Ἱερουσαλήμ. Οἶκος, ὁ οὐρανὸς, καὶ ἡ Ἐκκλησία, καὶ * Σιών. Μετά φόβου Θεοῦ καὶ πίστεως καὶ ἀγάπης προσέλθετε Χριστῷ τῷ Θεῷ καὶ βασιλεῖ ἡμῶν.» Δεῖ οὖν φόβον ἔχειν ἡμᾶς καὶ ἀγάπην ἐν καιρῷ τῶν μυστηρίων, καὶ μετὰ πίστεως προσελθεῖν· ὅτι κἂν μυρία δηλαδὴ δικαιώματα έχωμεν, καὶ μνησίκακοι ὦμεν, οὐδὲν ἐξ αὐτῶν σωτηρίας, λέγει, καρπώσασθαι δυνησόμεθα· διὰ τοῦτο καὶ φόβον δεῖ ἔχειν καὶ ἀγάπην ἐν καιρῷ τῶν θυσιῶν· οὐδὲν γὰρ ἄλλο έμνημόνευσε δικαιοσύνης, εἰ μὴ τὴν ἀγάπην. Αὐτ τὸς γὰρ ὁ μονογενής Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, εἰρή νης πρόξενος παντὶ τῷ πιστεύοντι, καὶ τὸ τίμιον αὐτοῦ σῶμα καὶ αἷμα μετὰ φόβου καὶ πίστεως δέ δωχεν. Ορθοί, οι μεταλαβόντες τῶν θείων ἀχράντων, ἀθανάτων.» Τουτέστιν, ὀρθῇ τῇ διανοία σὺν τοῖς ἔρ γοις στῶμεν μεταλαβόντες· καὶ ἀξίως αὐτῷ εὐχαριστήσωμεν, ὅτι ἠξίωσεν ἡμᾶς τῶν θείων μυστηρίων γεύσασθαι, καὶ ἐν τῇ παλιγγενεσίᾳ σὺν αὐτῷ αὐτ λισθῆναι. Αμήν. Αλλως· Οἱ μετασχόντες τῆς ζωο ποιοῦ θυσίας, ἢ οὐσίας, ἀπὸ τῶν γηΐνων πρὸς τὰ οὐράνια διορθώσωμεν τὸν νοῦν, καὶ ἀξίως τῷ Χριστῷ εὐαρεστήσωμεν, ὅτι ἠξίωσεν ἡμᾶς μετασχεῖν τοῦ τιμίου σώματος καὶ αἷματος αὐτοῦ· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τῆς ἐν τῇ παλιγγενεσίᾳ θεοφανείας, χάριτι αὐτοῦ. Τί δέ ἐστι παλιγγενεσία; τὸ ἐκ δευτέρου γεννηθῆναι, καὶ ἀνακαινισθῆναι. Ἡ δὲ ἄρσις τῶν καταλειφθέντων θείων λειψάνων, τὴν ἀνάληψιν τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν ὑπαινίτ τετα:. 'Ο δὲ τελευταῖος θυμιατός, τὴν χάριν τοῦ ἁγίου Πνεύματος, τὴν δι' ἐμφυσήματος δοθεῖσαν τοῖς ἀποστόλοις μετὰ τὴν ἀνάστασιν. Ἡ δὲ ὀπισθάμε σωνος εὐχή, οἱονεὶ σφραγίς ἐστι πάντων τῶν αἰ τημάτων, καὶ ἀνακεφαλαίωσις τακτική, πρέπουσα τοῖς πρώτοις καὶ τιμιωτέροις ἐπιλόγοις. Ἐπειδὴ γὰρ πᾶσα ἡ θεία ἱερουργία, προηγουμένως μὲν, ὑπὲρ τῶν προσενεγκάντων, καὶ δι' οὓς προσήγαγον τελε ται, ἔπειτα καὶ ὑπὲρ πάντων τῶν διαλειφθέντων κατὰ τοῦτο ἐν τῷ τέλει, τάξιν ἐπιτίθησιν τὴν ἑκά στης πρέπουσαν εκφωνουμένης εὐχῆς. Ἐπειδὴ γάρ τινες τῶν ἔξω τοῦ θυσιαστηρίου ἑστώτων εἰς ἀπο ρίαν πολλάκις χωροῦσι, γνωσιμαχοῦντες καὶ λέ γοντες· Τί; ἄρα ὁ σκοπὸς, καὶ ἡ τῶν παρὰ τοῦ ἀρχιερέως ὑποψιθυριζομένων εὐχῶν ἔννοιά τε καὶ δύναμις; καὶ ἐφίενται εἴδησίν τινα καὶ τούτων κατα λαβεῖν, κατὰ τοῦτον οἱ θεῖοι Πατέρες, ὡς ἀνακεφαλαίωσιν πάντων τῶν διὰ τῶν εὐχῶν αἰτουμένων, τὸν χαρακτῆρα ταύτης ἐποιήσαντο, διδάσκοντες τοὺς ἐπιζητοῦντας, ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα. Ὁ δὲ τοῦ παρθενικοῦ σώματος τύπος, ὁ μερισμὸς τῆς εὐλογίας καὶ προσφορᾶς, κλᾶται μὲν ὡς ἄρτος, διανέμεται δὲ ὡς ἀῤῥήτου εὐλογίας μετάληψις τοῖς μεταλαμβάνουσι μετὰ πίστεως· ὡς προσφορὰ δὲ τοῖς ἐνηνοχότι πλήρης ἁγιωσύνης, ἐκ τῶν ἁγίων ἀντι προσφέρεται· καὶ οὕτως ἀπὸ μὲν τῆς μεταλήψεως τοῦ ἀχράντου σώματος, τοῦ ἐξ αὐτῆς τεχθέντος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τοῦ τιμίου αἵματος, ὁ ἁγιασμὸς καὶ υἱοθεσία τοῖς πιστοῖς παραγίνεται.
col. 453–454page 223 of 223
PG 98:453Ἡ δὲ πνευματικὴ εὐλογία, καὶ ἡ ἄλλη τῶν ἀγαθῶν χορηγία, τῷ τῶν Χριστιανῶν γένει, ἐκ τῆς διανομῆς τοῦ ἄρτου τοῦ σώματος τῆς Θεοτόκου γίνεται και πιστεύεται. Ο μὲν θεόπτης ἐκεῖνος Μωσῆς, πάλαι αἵματα τράγων καὶ μόσχων, ἐῤῥάντιζε τὸν λαὸν, λέ γων· «Τοῦτο τὸ αἷμα τῆς διαθήκης Κυρίου ἐστίν.» Ο δὲ Χριστὸς καὶ Θεὸς τὸ ἴδιον σῶμα δέδωκε, καὶ ίδιον αἷμα εξέχεε, καὶ ἐκέρασε το καινῆς διαθήκης τόμα, λέγων· «Τοῦτό ἐστι τὸ σῶμά μου, καὶ τὸ αἷ μά μου, τὸ κλώμενον καὶ διαχεόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· ὥστε ὁσάκις ἐσθίετε τὸν ἄρτον, καὶ τὸ ποτήριον τοῦτο πίνετε, τὸν θάνατον καὶ τὴν ἀνά στασίν μου ὁμολογεῖτε. Καὶ οὕτω λοιπὸν μετὰ τοιαύτης ἐννοίας, ἐσθίομεν τὸν ἄρτον καὶ τὸ ποτή ριον πίνομεν, ὡς σάρκα καὶ αἷμα τοῦ Υἱοῦ τοῦ Θεοῦ, τὸν θάνατον καὶ τὴν ἀνάστασιν ὁμολογοῦντες τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶ νας. Αμήν. Θεοτόκιον. Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων Προκύψασα γὰρ ἡ παντάνασσα Μητροπάρθενος Ταῖς εὐλογίαις, καταστέφει τοὺς εὐφημοῦντας [αὐτήν. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, Καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν τοὺς θανάτῳ κρατουμένους Πρὶν ἀπολύσαι φιλανθρώπως εὐδοκήσαντα. Ποιμένες καὶ διδάσκαλοι, τὴν τοῦ καλοῦ ποιμένο; Υπεράγιον Μητέρα συνελθόντες εὐφημήσωμεν. Τὴν λυχνίαν τὴν χρυσαυγῆ, Τὴν φωτοφόρον νεφέλην, Τὴν τῶν Χερουβὶμ ὑπερτέραν, Τὴν ἔμψυχον κιβωτόν, Τον περίμορφον τοῦ Δεσπότου θρόνον, Τὴν μανναδόχον χρυσέαν στάμνον, Τὴν ζωηφόρον τοῦ Λόγου πλάκα, Απάντων τῶν Χριστιανῶν τὸ καταφύγιον "Ασμασι θεηγόροις εγκωμιάζοντες Οὕτως εἴπωμεν· Πιλάτιον τοῦ Λόγου, Αξίωσον τους ταπεινοὺς ἡμᾶς τῆς οὐρανῶν [βασιλείας Οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.
Page scan enlarged

Notebook

Full View