PG 100S. Nicephorus Constantinopolitanus Patriarcha
Saint Nicephorus, Patriarch of Constantinople
Printed pages · scan text
diplomatic · pgworks
Diplomatic text · pgworks clean digital edition (verified) — PG column chips mark the printed columns.
PG 100:760ψυχῶν αὐτῶν εἰκόνες εἰσίν, ὡς ἂν οἱ συνετοὶ καὶ ἀγχίνοι εἴποιεν, οὐ τὰς εἰκόνας τῶν ἁγίων ἀποπέμπεται, ἐπεὶ καὶ δι' εἰκόνων αὐτοὺς ἐτίμα· ὡς ἐνταῦθα κατὰ τοὺς παρ' ἑκατέρου τούτων εἰρημένους καθὰ ἐξήτασται λόγους δείκνυται, οὕτω δὴ καὶ Ἀμφιλόχιος τῆς ἀγροικίας καὶ ἀσυνεσίας τῶν προηγμένων αὐτῷ δημοτῶν καὶ πολιτῶν ἕνεκεν τὸ οὐκ ἐπιμελὲς ἐκτυποῦν καθυποκρίνεται. 117 καὶ ταῦτα μὲν ὧδε διασκοπείσθω, τὰ δ' ἑξῆς ὁποῖα, θεωρητέον. γράφει γοῦν ὅτι οὐ χρῄζομεν τούτων. τίνων τούτων; οὐ περὶ τῶν προσώπων τῶν ἁγίων ὁ λόγος αὐτῷ δηλαδή· ἄτοπον γὰρ τοῦτο ὑπολαμβάνειν καὶ ἀνάξιον ὅτι μὴ Ἀμφιλοχίου μόνον, ἤδη δὲ καὶ πάντων τῶν διὰ τιμῆς τοὺς ἁγίους ποιουμένων. ἀλλ' ὅτι τῶν πινάκων καὶ χρωμάτων τὸ "οὐ χρείαν ἔχομεν" εἴρηκεν, πῶς καὶ τίνα τρόπον; ὅτι δή, φησίν, ἐν ᾧ τοὺς περὶ τῶν ἁγίων λόγους συντίθεμεν, ἥκιστα ἂν ἡμῖν πινάκων καὶ χρωμάτων δεήσειεν. καὶ γὰρ ἐν τῇ προχειρίσει τῆς περὶ τῶν ἁγίων προσηκούσης τοῖς ἐπαινέταις διαλέξεως καὶ οἷς λόγῳ τιμᾶν τοὺς ἁγίους πρόκειται, ὁ λόγος περισπούδαστος μᾶλλον ἢ τῶν τοιῶνδε γραφῶν ἡ ἐπιμέλεια. ὥστε λόγῳ διεξιέναι τὰς τούτων ἀριστείας βουλόμενοι, οὐκ ἐπιμελὲς ἔχομεν, φησίν, τὰ σαρκικὰ αὐτῶν διαγράφειν πρόσωπα, οὐδὲ χρωμάτων καὶ πινάκων καὶ τῆς τοιαύτης ὕλης· ἐν ᾧ περὶ τούτων διαλαμβάνομεν, ἐν χρείᾳ καθιστάμεθα· ἑτέρας γὰρ ταῦτα τέχνης καὶ τῶν μετιόντων ἡ φροντὶς καὶ ὁ πόνος. διὸ τὸν περὶ τοῦ χρωματουργεῖν ἀφέντες λόγον, ἐπὶ τὴν ἑαυτῶν χωρῶμεν πρόθεσιν καὶ τοῦ οἰκείου ἔργου ἐχώμεθα, ἐκεῖνα δὲ τοῖς ζωγράφοις καὶ τῇ κατ' αὐτοὺς τέχνῃ παραχωρήσωμεν. ἄλλοι γραφέτωσαν εὐκαιρότερον· ἐκείνοις πονεῖν ταῦτα προσῆκεν καὶ ἐν φροντίδι γίνεσθαι, ἀλλ' οὐχ' ἡμῖν τοῖς λογογράφοις ἀνεῖται. ἄλλως τε δὲ οὐδὲ ὁ καιρὸς ἐνδίδωσιν, ὁπηνίκα ὁ λόγος ῥέων καὶ τοῖς ὠσὶν τῶν ἀκροωμένων προσπίπτων, ῥύδην φερόμενος τὴν οἰκείαν δύναμιν διαδίδωσιν. πῶς γὰρ οἷόν τε γραφῆς εἰκόνος ἐν ταῖς ἀνὰ χεῖρα ὁμιλήσεσιν ἐπιμέλεσθαι; ᾔδει γὰρ καὶ αὐτὸς πάντως καιρὸν εἶναι τῷ παντὶ πράγματι, καὶ ταύτῃ γε οὐκ ἀμέλειαν αὐτὸν κατακριτέον. ἀλλ' οὐδέ γε τέχνη ἐφ' ἑτέρᾳ τέχνῃ περιτραπήσεται· καθ' ἃς ὁρᾶται μάλιστα πολὺ τὸ διάφορον, καὶ ἰδιότροπος ὁ ἐν αὐταῖς ἐπιβάλλων λόγος, ὡς ἐνταῦθα θεωρεῖν ἔνεστιν. οὐδέ γε τὸ λογογραφεῖν εἰς τὸ ζωγραφεῖν περιστήσεται ἢ τὸ ἔμπαλιν συνενεχθήσεται· τῶν γὰρ ταύτας μετιόντων οἱ μὲν λόγῳ τοὺς ἐπαινουμένους τιμᾶν ἴσασιν, τῆς δὲ τῶν χρωμάτων ὕλης οὐ προσδεόμενοι, οἱ δέ γε χρώμασιν τούτοις τὸ κλέος ἀνατιθέναι ἐπιτηδεύουσιν τὴν διὰ λόγων ἐπιστήμην οὐ προσιέμενοι. καὶ ἑκάτεροι τοῖς προσήκουσι καιροῖς καὶ λόγοις χρώμενοι, τὸ παρ' αὐτοῖς τελεσιουργοῦσι χρήσιμον, οἱ μὲν τὸ εὐεπὲς τῶν λόγων καὶ τὸ τερπνὸν τῆς εὐγλωττίας καὶ τῶν ἐνθυμημάτων τὸ ποικίλον καὶ γλαφυρὸν ἐμμελετῶντες τὸ πιθανὸν ἔχουσιν, οἱ δὲ τῶν πολυειδῶν βαφῶν τὸ ἐπανθοῦν καὶ εὔχρουν ἃ τοῖς ἐνωραϊζομένοις τὰς χάριτας περιρρέουσιν ἐπασκούμενοι, ταῖς ὑπολαμπούσαις μορφαῖς καὶ τοῖς σχήμασιν τὸ ἐφολκὸν κέκτηνται. πρὸς δέ γε καὶ τὰ ὑποκείμενα ταῖς τέχναις διάφορα, καὶ τῶν μετιόντων ἡ ἐγχείρησις, ὕλη τε καὶ ὄργανα, οὐ τὰ αὐτά, οὐδ' αὖ ὅμοιον τὸ ἀποτέλεσμα· περὶ ὧν λεπτοεπεῖν, οὐ τοῦ παρόντος καιροῦ· εἰ δέ τι καὶ κοινωνεῖν συμβήσεται ὅταν περὶ τὴν αὐτὴν ὑπόθεσιν καὶ τὸν σκοπὸν οἱ μετιόντες τὰς τέχνας στρέφωνται, καὶ ἓν ἐξ ἀμφοῖν τὸ δηλούμενον καθορᾶται. ἃ δὴ οὐκ ἀγνοῶν Ἀμφιλόχιος εἴρηκεν ἅπερ εἴρηκεν· τοὺς γὰρ ἀνοήτους τῇ ἀχλύϊ τῆς ἀποστασίας σκοτιζομένους πάντα λέληθεν. καὶ ὡς μάτην τούτοις ἐπιθαρσοῦσιν, καὶ αὐτὸς ἂν εἴποι Ἀμφιλόχιος. πῶς δὲ συνᾴσει τοῖς ἄλλοις ταῦτα συμφράδμοσιν; εἰς θεὸν καὶ τοὺς ἁγίους βλασφημοῦσιν ἀσύγ γνωστα καὶ τῇ ἐκκλησίᾳ μῶμον εἰδωλολατρίας προσρίπτουσιν, ἡνίκα οἱ μὲν εἰδώλοις ἀνάπτειν τὸ σέβας, Χριστιανῶν καταφλυαροῦσιν, οἱ δὲ διαβολικῆς μεθοδείας εὑρήματα τὰς ἱερογραφίας ὑπάρχειν κενολογοῦσιν· ὧν οὐδὲν πεφρόνηκεν ἢ ἔλεξεν Ἀμφιλόχιος οὐδὲ τὴν γραφικὴν ὡσαύτως ἐκείνοις κακίζει καὶ διασύρει
PG 100:766τέχνην. 118 ἀλλ' ἄγε δή (καὶ γὰρ τοῦτ' ἐρεῖν ἄξιον μάλα εὐκαίρως) οἷα διαπέπραχεν καταθρήσωμεν ὅ γε ὡς ἀληθῶς τῆς τοῦ μεγάλου Βασιλείου ἀγάπης λαμπρῶς ἐξεχόμενος, ὁ μέγας φημὶ ἐν θεολογίᾳ Γρηγόριος, τῷ ἐκείνου ἀνακεκραμένος πνεύματι· οἷς μία μὲν ἐδόκει ψυχὴ ἐν διαφόροις ὑπάρχειν σώμασιν καὶ ξυνωρὶς οὐκ ἀγεννὴς ἐχρημάτιζον. οὗτος καίτοι πλείστην ὅσην τὴν διὰ λόγων σπουδὴν ἐπιδειξάμενος ὥστε τἀνδρὸς ἐγκωμιάσαι τὴν μεγαλοφυΐαν, εἶτα ὥσπερ τοῖς λόγοις ἡττῆσθαι δόξας, ἐπὶ τὸ εἰκονίζειν προήχθη τὸν ἐπαινούμενον, εἰκόνι μᾶλλον ἢ λόγοις τιμᾶν οἰκειότερον λογισάμενος, ὡσαύτως ἐκείνῳ διαπραττόμενος, ἐπείπερ πάντων μάλιστα ᾔδει ἡλίκοις ἐγκωμίοις ὅσοις οὐδεὶς ἄλλος γεραίρων διετέλει τοὺς μάρτυρας, λόγοις τε ἐγκωμίων αὐτοὺς ἀνυμνῶν καὶ τούτων ἀναστηλοῦσθαι καὶ τιμᾶσθαι τὰ ὁμοιώματα διακελευόμενος, τὸ δέον καὶ οὕτω τοῖς ἁγίοις περιποιούμενος. ἀλλὰ μὴν ὁ χρυσορήμων Ἰωάννης ὁ ἀοίδιμος, ἐγκωμίοις ἀπείροις τὸν μέγαν καταστέψας ἀπόστολον, εὖ ἔδοξεν καὶ εἰκόνι τοῦτον φέρειν καὶ καθορᾶν ἑκάστοτε. οὐ μὴν δέ γε ἀλλ' ἤδη καὶ ἕτεροι πλεῖστοι εὐθεῖς τε καὶ φιλοπάτορες τὰ τοιαῦτα διανύειν εὐσεβῶς μάλα καὶ ἀξίως οὐκ ἀποσπουδάζουσιν· ὧν τὸ ἔργον μέχρι καὶ τήμερον σῳζόμενον βοᾷ καὶ παρ' ἡμῖν γινόμενον ὁρᾶται, ἔρωτι τῷ εἰς τοὺς θεοσόφους πατέρας ἡμῶν τετρωμένοις. εἰ γὰρ ἀπὸ τῆς μνήνης αὐτῶν μόνης ὠφέλειαν καρπούμεθα, πόσῳ μᾶλλον ἡ τῶν κοσμίων αὐτῶν ὁμοιωμάτων θέα κατανύξεως καὶ ὠφελείας ἡμῖν αἴτιον προσγενήσεται; τίς δὲ καὶ ὁποῖος εἰς κακίαν καὶ ἀσέβειαν, ὃς δόξας καὶ ἐπιτηδεύματα θεολόγων ἀνδρῶν καταλύειν πειράσεται; οἷς οὐκ ἂν ἑκὼν ἔγωγε εἴποιμι τὸν ἱερὸν ἡττῆσθαι Ἀμφιλόχιον· πεισθείην γὰρ ἀτεχνῶς ὡς καὶ διέπων ἂν ἔστεργεν καὶ τιμῶν οὐκ ἀπέληγεν, ἐπεὶ ποῦ τὰ τῆς φιλίας καὶ τῶν ἐγκωμίων αὐτῷ ἐκβήσεται; εἰ γὰρ καὶ ἀτημελὲς αὐτῷ γράφειν ὑπῆρχεν, ἀλλὰ τά γε δι' ἐπιμελείας ἑτέρων ἀνεστηλωμένα οὐκ ἂν τιμᾶν ἀπηνήνατο, εἴ γε ὡς ἴσμεν εἰς ἄκρον εὐνοίας τῷ θεοφόρῳ ἵκετο. καὶ γὰρ κεχαρισμένος αὐτῷ καὶ πεφιλημένος εἰς ὅ,τι ἂν κατεδείκνυτο· μάρτυρες τὰ παρ' ἀλλήλων ἀντεπεσταλμένα τῶν δεόντων ἕνεκεν, δι' ὧν τὸ ἐν δόγμασιν κοινωνικὸν ὥσπερ δὴ καὶ φιλίας αὐτῆς παρίσταται. ἔτι καὶ ἡ κατὰ τὴν ἐκκλησίαν ἀρχῆθεν κεκρατηκυῖα πιστοῦται παράδοσις ἄγραφος, οὔμενουν τῶν ἐν γραφαῖς παραδεδομένων ἐλαττουμένη· εἰ δὲ οὐ παντάπασιν ἔξεστιν, οὐδὲ πᾶσιν τὰ αὐτὰ δυνατὰ ἢ αἱρετά, οὐδὲ ἐπὶ πᾶσιν ὁ αὐτὸς ἀγὼν πρόκειταικαὶ διατοῦτο οὐδὲ Ἀμφιλοχίῳ τοὺς περὶ τῶν ἁγίων λόγους ποιουμένῳ σπουδῆς τε καὶ ἐπιμελείας μετῆν ὥστε ἅμα καὶ χρώμασιν ἐκτυποῦν τὰ σαρκικὰ αὐτῶν πρόσωπα, οὐδεὶς παρὰ τοῦτο λόγος τὸ κοινὸν τῆς καθόλου ἐκκλησίας λωβήσεται ἢ τῇ παραδόσει τῶν θεσπεσίων πατέρων μῶμος ἁμωσγέπως προστρίψεται, οὐδὲ σχολαῖα τὰ τῆς γραφῆς ἐκείνης καὶ ἄπρακτα. τὸ δ' οὖν ἐπ' ἀναιρέσει τῶν καλῶς καὶ ἐνθέως πεποιημένων ἐπιχειρεῖν, ψυχῆς ὄλεθρον ὁμοῦ καὶ σώματος μάλα ἐνδίκως φέρειν, εὖ ἐξεπίσταται. 119 τί οὖν πρὸς ταῦτα οἱ τῶν ἁγίων φαῖεν ἂν δυσμενεῖς; ὅτι οὐ χρώμασιν τοῖς πίναξιν τὰ σαρκικὰ αὐτῶν πρόσωπα ἐπιμελὲς ἡμῖν ἐκτυποῦν διαγορεύει ὁ Ἀμφιλόχιος. καὶ διατοῦτο τὰ Ἀμφιλοχίου παραγνοὺς καὶ ματαίως καὶ ἀνοήτως ἐξειληφώς, ἐπὶ συνηγορίᾳ τε τῆς σεαυτοῦ δυσσεβείας καὶ μοχθηρίας περιπτυξάμενος, κακῶς καὶ ἀθέως περὶ τὰ σαρκικὰ τῶν ἁγίων διετέθης, πρὸς μὲν τὸ σωμα τικὸν αὐτῶν εἶδος ἀπομανεὶς καὶ πάσῃ μηχανῇ χρώμενος καθελεῖν καὶ ἐκ ποδῶν ποιήσασθαι διεσπούδασας, ὥσπερ κατ' αὐτῶν ἐκείνων τὴν ἔχθραν ἀκατάλλακτον ἔχων, τὴν ἄμυναν ἐκχέων, ἐπειδὴ βαρύτατοί σοί εἰσιν οἱ ἅγιοι καὶ ἀποτρόπαιοι, καὶ ἐν εἰκόσι βλεπόμενοι. πῶς δὲ τῶν ἁγίων φείδεσθαι ἤμελλες, ὅς γε κατὰ τοῦ θεοῦ τῶν ἁγίων τοσαῦτα δρᾶν κατετόλμησας; τὰ δὲ σεμνὰ αὐτῶν λείψανα βδελυκτά σοι λελόγισται καὶ ἀνίερα καὶ πυρὶ παραδέδοται μετὰ τῶν ἄλλων ἱερῶν ἀναθημάτων ἀπαχρειούμενα· καὶ νόμος σοι μηκέτι ταῦτα ὑπὸ ταῖς ἱεραῖς τραπέζαις ἐγκατατίθεσθαι ταῖς κατὰ τὸ θεῖον ἱδρυμέναις
PG 100:771θυσιαστήριον, τἀναντία τῆς κατὰ Χριστιανοὺς θεσμοθεσίας θεσπίζοντι. ἐξ οὗ καὶ τὰς πρεσβευτικὰς αὐτῶν πρὸς θεὸν ἐντεύξεις ἐξουθενῶν παραιτῇ καὶ τοὺς αἰτοῦντας βδελύττῃ καὶ ἀπελαύνεις ὡς οὐ ζῶσιν οὐδὲ δεομένοις ἐπικουρεῖν ἰσχύουσιν προσερχομένους. ἀλλ' οἵ γε ζῶσιν ἐν θεῷ, γέγραπται, κἂν ἔδοξαν ἐν ὀφθαλμοῖς τῶν ἀφρόνων τεθνάναι. τί δέ σοι τῶν ἁγίων οἱ ἆθλοι καὶ οἱ κάματοι νομισθήσονται; ὕθλος καὶ λῆρος πάντως που, καὶ μάτην κενολογούμενα τὰ γραφόμενα· ταύτῃ δὴ καὶ τὰ σώματα, οἷς ὡς ὀργάνοις χρησάμενοι τῶν ψυχῶν τὸ γενναῖον καὶ ἀήττητον παράστημα ἐπεδείξαντο· οὐ γὰρ ἄν τις εἴποι ὡς σωμάτων δίχα διήθλησαν, δι' ὧν τὸ στερρὸν καὶ ἀνδρεῖον ἢ τὸ ὀκνηρὸν καὶ μεμαλακισμένον τῶν ἀνθρωπείων ψυχῶν συνεμφαίνεται· ὅθεν ὁ δείσας ὠχρίας καὶ ὁ αἰσχυνθεὶς ἐρυθρίας καὶ εἴ τινα ἄλλα τοιαῦτα φανείη συμπτώματα· ἃ δὴ τεκμήρια τῆς ψυχικῆς τυγχάνει διαθέσεως, ἤθη τε καὶ πάθη χαρακτηρίζοντα. εἰ γοῦν τῶν ἁγίων τὰς πράξεις ἀποσεμνύνειν προῄρησο, ἐτίμησας ἂν καὶ τὰ σώματα, δι' ὧν αἱ πράξεις αἱ ὑπερφυεῖς τῆς ἀγάπης τοῦ κτίσαντος εἵνεκεν κατωρθώθησαν, ἔτι καὶ τὰ τούτων ἐκτυπώματα διὰ χρωμάτων τε καὶ ὡς ἑτέρως γραφόμενα καὶ τὴν μνήμην αὐτῶν διασῴζοντα. οὐκοῦν συμμετασχόντα ἐνταῦθα τῶν πόνων τὰ σώματα, καὶ τοῖς σκάμμασιν νομίμως καὶ εὐσθενῶς ἐναθλήσαντα, ταῖς ψυχαῖς ὁμοῦ καὶ κατὰ τὸν μέλλοντα χρόνον συστεφθήσεται καὶ συνδοξασθήσεται ὡς ὄργανα τῆς θεοσεβείας καὶ ἀρετῆς χρηματίσαντα, πνευματικὰ καὶ ἄφθαρτα λοιπὸν ἀνιστάμενα καὶ τῆς ἐκεῖθεν συγκληρονομοῦντα δόξης τε καὶ λαμπρότητος. εἰ δέ που καὶ τῷ ζωγράφῳ λόγος τῆς οἰκείας ἀντεχομένῳ τέχνης, τοιαῦτα ὡς τὸ εἰκὸς τῷ λογογράφῳ ἐρεῖ, ὡς "Εἴπερ οὐ πληροῦται ἀκοή, δι' ἐπιθυμίας, καθὰ φής, ἔχουσα διὰ τῶν γεγραμμένων ἀκοῦσαι τὴν τῶν ἁγίων τελείωσιν, ἀκούσῃ καὶ σὺ παρ' ἡμῶν ὅτι οὐδὲ ὄψις κορέννυσθαι οἶδεν, ἐφιεμένη καθορᾶν καὶ διὰ τῶν τυπουμένων τὴν αὐτὴν τελείωσιν ὑπαγορευόντων. κατεθεᾶτο δ' ἄν τις καὶ ἐν τῇ καθ' ἡμᾶς γραφῇ τάς τε τῶν ἁγίων μνήμας ἐντιθεμένας καὶ τῶν ἀγαθῶν πράξεων ἐκέρδανεν τὴν ἀνάμνησιν, ἐπεὶ καὶ δι' αὐτῆς ἡ ἐν κόσμῳ αὐτῶν ἀναστροφὴ δηλοῦται καὶ μετὰ θάνατον τοῖς θεωμένοις· οὐ γὰρ ἀκοῆς ὄψις δευτέρα ἢ ἀσθενεστέρα οὐδὲ ἀμυδρότερον τῶν οἰκείων αἰσθητῶν ἀντιλαμβάνεται οὐδὲ ἀπεστέρηται τοῦ ἐπιθυμητικῶς ἔχειν πρὸς τὰ ὁρώμενα. ἴσμεν γὰρ δήπου ἅπαντες ὅτι γε ὄψις, τῶν αἰσθητηρίων τὸ τιμιώτατον καὶ ἀναγκαιότατον, τρανέστερόν τε καὶ ὀξυωπέστερον τῶν ὑποπιπτόντων αἰσθήσει σχοίη ἂν τὴν ἀντίληψιν· καὶ γὰρ τὸ ἀκουστὸν ὑπὸ τοῦ ὁρατοῦ πέφυκε φθάνεσθαι καὶ θᾶττον ἐφελκύσεται τῶν ἄλλων ἡ ὅρασις ὅσῳ καὶ μᾶλλον τὸ ἐπαγωγὸν ἔχει. εἰ τοίνυν τὰ γεγραμμένα τοὺς λόγους τῶν πεπραγμένων ἡμῖν διασημαίνουσιν, αἱ δὲ εἰκόνες τῶν πραγμάτων αὐτῶν καὶ τῶν προσώπων τὴν μίμησιν παριστάνουσινὡς γὰρ παροῦσιν ὁ ἐντετυχηκὼς συγγινόμενος ἐπιγάνυται, ἢ παρελάσει τὴν ἀκοὴν ἡ ὄψις ἢ πάντως οὐκ ἐν δευτέροις τετάξεται. καὶ ταῦτα οὐδένα οἶμαι διαμφισβητεῖν ὧν τὸ ὀπτικὸν καὶ ἀκουστικὸν ἔρρωται. ἀλλ' εἰ χρήσιμον λόγοις ἑστιᾶν ἐπωφελέσι τὴν ἀκοήν, οὐδὲν ἧττον ὠφέλιμον ἐφαμίλλοις χρώμασιν τὴν ὅρασιν εὐωχεῖν. εἶτα φαίησαν· ἀλλ' οὐ χρώμασιν τοῖς πίναξιν τὰ σαρκικὰ αὐτῶν πρόσωπα ἐπιμελὲς ἡμῖν ἐκτυποῦν, ὅτι οὐ χρῄζομεν τούτων· ἀλλὰ τὴν τούτων ἄθλησιν ἐκμιμούμενοι καὶ τὰς ἀγαθὰς πράξεις δευτεροῦμεν καὶ τὴν πρὸς θεὸν ἀγάπην διαγράφομεν. ἀλλὰ καὶ πρὸς ταῦτα μάθοις ἂν ὡς ἐν ᾧ καὶ ἡμεῖς τὰ τῶν ἁγίων σαρκικὰ πρόσωπα τούς τε ἄθλους καὶ ἀνδραγαθήματα πίναξιν ἐκτυποῦμεν τοῖς χρώμασιν, οὐκ ἐπιμελὲς ἔχομεν χάρτῃ καὶ μέλανι καὶ δέλτοις ἐγγράφειν τὰ παρὰ τῶν συγγραφέων διὰ γλώσσης καὶ λόγου ὑφαινόμενα τοῖς ἁγίοις ἐγκώμια· ὅτι οὐ χρῄζομεν δέλτων καὶ καλλιγραφικῆς τέχνης. ἀλλὰ τὴν τούτων ἄθλησιν ἐκμιμούμενοι δευτεροῦμεν καὶ τὴν πρὸς θεὸν ἀγάπην ἐκτυπώτερον ἐξιστοροῦμεν, καίτοι γε ἄλλως τῆς ἐκ τῶν λόγων ἀπαγγελίας καὶ ὠφελείας δεδεημένοι." 1 τίνος οὖν ἕνεκεν ταῦτα λέλεκται; ῥητέον γὰρ ὅτι ὥσπερ
PG 100:777οὐ παρὰ τὸ μὴ δεῖσθαι τὸν ζωγράφον τῆς ἐκ τοῦ λόγου ἐμπειρίας τε καὶ δυνάμεως, ἤδη καὶ τὰ τῶν λογογράφων ἄχρηστα οὐδὲ ἀναιρετέον τὴν ἐκ τῶν λόγων διδασκαλίαν, οὕτως ἀκόλουθον ἂν εἴη ἐννοεῖν τε καὶ φράζειν ὅτι οὐδὲ παρὰ τὸ λέγειν ἐκεῖνα τὸν λογογράφον ἢ παρὰ τὴν τῶν λόγων εὐχρηστίαν, τὴν τῶν εἰκόνων τῶν ἁγίων περιοπτέον ἢ ἀτιμαστέον ἱεροτυπίαν οὐδὲ τὰ τῶν ζωγράφων ἐπὶ τῇ τῶν ἁγίων γραφῇ κριτέον ἄδοξα. ἄξιον δὲ κἀκεῖνο εἰπεῖν ὅτι εἰδέναι χρὴ τὸ ἀσφαλὲς καὶ βεβαιότατα πεπεῖσθαι, ὡς εἰ ἔτυχεν Ἀμφιλόχιον κατὰ τοὺς νῦν χρόνους καὶ διαβιοῦντα γνωρίζεσθαι, ἑώρα δὲ τὰ ἅγια πημαινόμενα καὶ τὴν τῶν ἀσεβῶν ἀναισχυντίαν ἐπὶ πολὺ προήκουσαν, οὐ κατηρέμει ἂν οὐδὲ ἔστεργεν, διεκεκράγει δὲ μεγάλῳ καὶ ὑψηλῷ τῷ κηρύγματι ὡς "εἴπερ οἱ δῆμοι τῶν πόλεων οὐκ ἀθετοῦσιν τὰς ἀρχὰς τῶν ἡγεμόνων, διὰ χρωμάτων δὲ τιμῶσιν ἐν πίναξιν καὶ ἀγάλματα αὐτοῖς ἀποξέουσιν, καίτοι φαύλους εἰδότες καὶ κατησχολημένους περὶ τὰ μάταια, ὅπως ἡ μνήμη αὐτῶν διαρκεστέρα καὶ εἰς τὸ ἔπειτα τοῦ χρόνου ἐμφέρηται, πόσῳ μᾶλλον ἡμεῖς διὰ τὸν πόθον τοῦ θεοῦ ὀφείλομεν τοὺς ποιμένας τῆς ἐκκλησίας καὶ εἰκόσιν τιμᾶν, στηλογραφοῦντες αὐτῶν τὰς νίκας καὶ ἀγαθὰς πράξεις εἰς ὑπογραμμὸν τῶν ζηλοῦν καὶ κατορθοῦν ἐπειγομένων τὰ τῆς ἀρίστης αὐτῶν πολιτείας, ἵνα, ὅταν καὶ διὰ τῆς ὁράσεως τῶν ὁμοιωμάτων αὐτῶν τὴν ἀγαθὴν μνήμην λαμβάνῃ ὁ νοῦς ἡμῶν (τοῦτο γὰρ ἐνταῦθα λέγειν οἰκειότερον), ὡς σφραγὶς ἀνεξάλειπτος ἐντυπωθῇ ἐν ἡμῖν ἡ ἀγαθὴ αὐτῶν πολιτεία καὶ τῶν κατορθωμάτων αὐτῶν ἡ μνήμη δολιχεύουσα ἐκπρεπῶς διαμένῃ. οὐδὲ γὰρ ὅσιον ἀνέχεσθαι τῶν μὲν φαύλων τὰς στήλας ἱδρύεσθαι, δι' ὧν τὰ ἄκοσμα ἐπιτηδεύματα τῷ χρόνῳ συμπαρεκτείνεται, τῶν δὲ σπουδαίων καὶ χρηστῶν τὰ εὐκλεῆ κατορθώματα περιφρονεῖσθαί τε καὶ ἐξείργεσθαι καὶ τὰς βελτίστας αὐτῶν πράξεις λήθης βυθοῖς ἀμαυρουμένας κατασιγάζεσθαι, ὥστε τὰ μέν, ἐξ ὧν ἡ κακία βλαστάνει, συγχωρεῖσθαί πως καὶ ἀνίεσθαι, τὰ δέ, ἐξ ὧν ἡ ἀρετὴ κατορθοῦται, περιορᾶσθαι ἀκλεῶς καὶ μετὰ τῆς ἀγαθῆς μνήμης ἀποίχεσθαι. ἀλλ' εἴημεν δ' ἂν οὕτως ἀγνωμονέστερόν πως περὶ τὴν τῶν ἁγίων διακείμενοι τιμὴν ἢ περὶ τοὺς σφῶν αὐτῶν ἄρχοντας οἱ δημώδεις τῶν ἀνθρώπων καὶ περικόσμιοι, μᾶλλον δὲ εἰς τὴν ὁσίαν μνήμην αὐτῶν ἐξυβρίζοντες." καὶ ταῦτα μὲν ὡς τὸ εἰκὸς διεκήρυξεν ὁ Ἀμφιλόχιος· καθ' ὃν γὰρ χρόνον αὐτὸς ἤκμαζεν, οὐδαμοῦ τῶν ἱερῶν μορφωμάτων ἡ κατάλυσις διεφαίνετο (πανταχῇ γὰρ τὸ τηνικαῦτα ἤνθει τε καὶ ἐφαιδρύνετο, ἤδη ἀνι στορούμενα), οὐδὲ ὁ κατὰ τῆς ἐκκλησίας ἀνερρήγνυτο πόλεμος ἢ τοῦ μυστηρίου τῆς κατὰ Χριστὸν οἰκονομίας ἡ ὕβρις καὶ ἡ ἀθέτησις ἐπαρρησιάζετο, οὐ μὴν οὐδέ γε τὰ θεῖα τεμένη κατεσκάπτοντο διορυττόμενα. εἰ γάρ που τοιαῦτα κατεθεᾶτο γινόμενα, οὐκ ἂν ἀνεκτὰ πάντως ἡγήσατο, δι' ἐπιμελείας δὲ ἁπάσης ἐγίνετο καὶ παντὶ σθένει χρώμενος διηγωνίζετο, τὰ πρὸς τιμὴν καὶ διόρθωσιν αὐτῶν ἐργαζόμενος. 121 εἰ μὲν οὖν γνήσια Ἀμφιλοχίου πονήματα, ἅπερ διὰ τῆς χρήσεως ἣν οἱ τῶν ἁγίων δυσμενεῖς προέθεντο γέγραπται, οὕτω διαληπτέον, καὶ τὸν νοῦν καὶ τὸν σκοπὸν τὸν ἐν αὐτοῖς κατὰ ταῦτα ἔχειν ὑποληπτέον· εἰ δέ τι παρατέτραπται καὶ νενόθευται, εἰδεῖεν ἂν αὐτοί. καὶ θαυμαστόν γε οὐδέν· ἔργον γὰρ τοῦτο καὶ σύνηθες καὶ τοῖς παλαιοῖς καὶ τοῖς νῦν τῆς ἀσεβείας προεστηκόσιν, καθάπαξ μετὰ τοῦ θείου φόβου καὶ τοῦ ὀρθοῦ συνειδότος ἐκπεπτωκόσιν. πεφώρανται γὰρ καὶ ἕτερα τῶν θεοφόρων πατέρων ἡμῶν συγγράμματα νοθεύσαντες καὶ διαφθείραντες καὶ πρὸς τὸ ἑαυτοῖς κεχαρισμένον παραχαράξαντες καὶ καττύσαντες· καπηλικοὶ γὰρ τὸν τρόπον τυγχάνοντες οὐ κατεπτήχασιν τοῖς θεοπνεύστοις ἐπιβουλεύειν διδάγμασιν καὶ δολοῦν τὰ ὑγιῆ καὶ καθαρὰ δόγματα, προσθήκας τινὰς καὶ ὑφαιρέσεις καὶ ἐναλλαγὰς ποιούμενοι, ὡς ἄν τις γνοίη ἐπιμελέστερόν τε καὶ ἐκθυμότερον τοῖς τῇδε ἐντυγχάνων· δύναται γὰρ καὶ μικρόν τι τούτων τὸ πᾶν τοῦ σκοποῦ κατεργάσασθαι. φιλοπονώτερον δὲ παρὰ τοῖς τῆς ἐκκλησίας τροφίμοις ταῦτα ἐξεταζέσθω, κριτήριον ἀψευδὲς τὴν εὐσέβειαν καὶ τὸ
PG 100:783οἰκεῖον συνειδὸς προκαθίζουσιν· δι' ὧν τὰ τῆς ἀληθείας πᾶσιν τοῖς τοῦ καλοῦ ἐρῶσιν φανεροῦται καὶ ἐκκαλύπτεται. ἡμῖν γὰρ οὐκ ἐξεγένετο, καίτοι πολλὰ καμοῦσιν, ὅτι μὴ ἑνὶ μόνῳ ἀντιγράφῳ καὶ τούτῳ νεογράφῳ περιτυχεῖν, ἐν φρουραῖς ἀσφαλεστάταις ἤδη ἐγκαθειργμένοις καὶ μηδαμοῦ ἐλευθεριάζειν συγκεχωρημένοις, οὐ μὴν οὐδὲ πόδα προτείνειν πώποτε ἀλλ' ὅτι μὴ δὲ λόγον τινὰ κατ' ἐξουσίαν προΐεσθαι. 122 καὶ ταῦτα μὲν ὡδὶ λελέχθω, ἑξῆς δὲ παραφέρουσιν φωνὰς τοῦ μεγάλου, ὡς φασίν, Βασιλείου ἐκ τοῦ περὶ τῆς τοῦ ἀνθρώπου γενέσεως εἰς τὸ κατ' εἰκόνα λόγου πρώτου διαγορευούσας τοιάδε· Εἰ μὴ τὴν τοῦ γενέσθαι καθ' ὁμοίωσιν δύναμιν ἡμῖν ἐχαρίσατο, οὐκ ἂν τῇ ἑαυτῶν ἐξουσίᾳ τὴν πρὸς θεὸν ὁμοίωσιν ἐδεξάμεθα. νῦν δὲ δυνάμει ἡμᾶς ἐποίησεν ὁμοιωτικοὺς θεῷ· δύναμιν δὲ δοὺς πρὸς τὸ ὁμοιοῦσθαι θεῷ, ἀφῆκεν ἡμᾶς ἐργάτας εἶναι τῆς πρὸς θεὸν ὁμοιώσεως, ἵνα τέλειος ᾖ τῆς ἐργασίας ὁ μισθός, ἵνα μὴ ὥσπερ εἰκόνες ὦμεν παρὰ ζωγράφου γενόμεναι, εἰκῇ καὶ μάτην κείμεναι· ὅταν γὰρ ἀκριβῶς μεμορφωμένην εἰκόνα ἴδῃς τῇ ποικιλίᾳ τῶν χρωμάτων, οὐ τὴν εἰκόνα ἐπαινεῖς ἀλλὰ τὸν ζωγράφον θαυμάζεις. ταῦτα, ὡς τοῖς συνιοῦσιν καὶ τῆς διὰ λόγων οὐκ ἀμοιροῦσιν παιδεύσεως εὔγνωστον καὶ εὐσύνοπτον, οὐδενὶ τρόπῳ τῇ τῆς ἐκκλησίας ἐλευθερίᾳ λυμαίνεται, τοῖς ἀσυνέτοις δὲ καὶ τὰ αἰσθητήρια τῆς ψυχῆς λελωβημένοις πρὸς ἰσχὺν τοῦ κατ' αὐτοὺς σαθροῦ καὶ διερριμμένου λόγου δοκεῖ προΐσχεσθαι. εἰ μὲν οὖν τοῦ μεγάλου Βασιλείου τυγχάνει ὄντα συντάγματα, οὔπω σύμφημι, ἕως ἂν ὁ τούτου σύγγονος, ὁ ἱερὸς λέγω Γρηγόριος ὁ τῆς Νυσαέων κατὰ τὴν ἱερωσύνην ἐκπρεπῶς προεδρεύσας, ὃς πάντων μάλιστα τὰ τοῦ ὁμαίμονος ᾔδει, λέγων ἀπόσχηται ἐλλειπῆ εἶναι τοῖς εἰς τὴν ἑξαήμερον τεθεωρημένοις αὐτῷ τὴν εἰς τὸν ἄνθρωπον θεωρίαν, ἣν ἀναπληροῦν οἷα φοιτητὴς διδασκάλου σκοπὸν προὔθετο· ἐν οἷς οὐδὲ οὕτω σαφῶς τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν ὡς ἐνταῦθα γέγραπται διελόμενος εὑρίσκεται. ὅμως δ' οὖν, ἐάν τι ὑπεναντίον τοῦ ἐκκλησιαστικοῦ φρονήματος ὁ λόγος ἔχῃ, ἀκριβέστερόν τε καὶ ἐξεταστικώτερον ἐπισκεψώμεθα. τὸ γὰρ φάναι· ἵνα μὴ ὡς εἰκόνες ὦμεν παρὰ ζωγράφων γενόμεναι, εἰκῇ καὶ μάτην κείμεναι, τί πρὸς κατηγορίαν τῆς εἰκόνος Χριστοῦ καὶ τῶν ἁγίων φέρειν δύναται; ἢ τί πρὸς ἀτιμίαν προστρίψεται; ἴσμεν γὰρ καὶ μάτην καὶ εἰκῇ κειμένας εἰκόνας καὶ μάλιστα οἵαιπερ αἱ παρ' Ἕλλησιν μάτην ἐκπεποιημέναι καὶ κείμεναι καὶ ἄλλως ἀνδρῶν μιαρῶν καὶ ἀνοσίων (ὁποῖοι δὴ εἰσὶν οἱ τῆς ἀποστασίας ταύτης ἀρχηγοὶ καὶ οἱ τῶν ἄλλων αἱρέσεων ἔξαρχοι), καὶ οὐδὲ εἰκῇ καὶ ἁπλῶς κείμεναι, ἀλλὰ καὶ βδελυκταὶ καὶ κατάπτυστοι καὶ τοῦ πατεῖσθαι ἄξιαι. ἀλλ' οὐδὲν παρὰ τοῦτο τοῖς ἱεροῖς πρὸς μῶμον ἀναφανεῖται· οὐδὲ γὰρ εἰ φευκτοὶ οἱ παρ' Ἕλλησιν ναοὶ καὶ θυσίαι ἤδη καὶ τὰ παρ' ἡμῖν ὡσαύτως νομισθήσεται. εἰ δέ τινες τῶν τῆς ἐκκλησίας ἐχθρῶν ἐν τούτοις περιτραχύνονται καὶ τὴν ψυχὴν ὑπ' ὀργῆς ἐξοιδαίνουσιν, ἔδει μᾶλλον ἐπὶ ταῖς Χριστοῦ χαλεπαίνειν καὶ τῶν ἁγίων ὕβρεσιν, ὅσῳ καὶ μᾶλλον τὰ ἅγια τῶν ἐναγῶν ἀσυγκρίτως ὑπεραίροντά εἰσιν καὶ προφερέστερα. εἰ γὰρ εἰς τιμὴν ἐκείνοις γεγράφαται, τί τῆς τιμῆς τὸν Χριστὸν καὶ τοὺς ἁγίους ἀποστεροῦσι βασκαίνοντες; ὡς γὰρ ἐπίσης ἥ τε τιμὴ τούτων καὶ ἡ ὕβρις ἐπὶ τὰ ἀρχέτυπα ἄνεισιν, οὐδενὶ μὲν ἄγνωστον, ἐνδηλότερον δὲ ἡμῖν κατέστησαν καὶ οἱ τῆς πρεσβύτιδος Ῥώμης ἱεράρχαι· ὅταν γὰρ ὁ κατάρξας τῆς ὕβρεως τὸν χρίσαντα ἀρχιερέα, τῆς ἀρχιερωσύνης καὶ τῆς τιμῆς παρέλυσεν καὶ τοῦ θρόνου μετέστησεν, ὥσπερ τὴν θείαν οὐ κατορρωδήσας κρίσιν, καὶ πρὸς τὴν ἐπαφωμένην τῆς ἀνοσίας κεφαλῆς δεξιὰν τὴν αἰδῶ παρωσάμενος, τὴν εἰκόνα τὴν ἐκείνου, καίτοι τὸ πρὶν τιμῶντες, τηνικαῦτα καθεῖλον αἰσχρῶς ἀτιμώσαντες, ἵν' ἐξ ὧν κακῶς ἔδρασεν, τὸ παθεῖν χεῖρον μὴ διαδράσῃ. τοιοῦτον δή τι καὶ πάλαι ἐπὶ τῆς Ἀντιόχου γεγενημένον ἱστόρηται ἡνίκα τὴν πρὸς τὸν βασιλέα οἱ πολῖται ἀπέχθειαν ἔσχον. Θεοδόσιος δὲ ἦν ὁ τὰ Ῥωμαίων σκῆπτρα τὸ τηνικαῦτα διέπων. ἐκεῖνον μὲν ἀμύνασθαι οὐχ' οἷοί τε γενόμενοι, ἐπὶ τοὺς ἐκείνου δὲ ἀνδριάντας τὴν μῆνιν καὶ τὰς
PG 100:789ὀργὰς ἐξέχεαν· καὶ δὴ ἂν τὴν ὕβριν οὐ φέρων, ἐκ βάθρων τὴν πόλιν αὐτοῖς οἰκήτορσιν ἀνάστατον πεποιήκει (ἤδη γὰρ καὶ πῦρ ἀνάπτειν ἠπείλει), εἰ μὴ ὁ ἐν τῷ τότε τῆς κατὰ τὴν πόλιν ἱερωσύνης ἐπιτροπεύων διαπρεσβευόμενος πλείσταις λιταῖς καὶ ἱκεσίαις τὴν βασιλέως ὀργὴν ἔστησεν καὶ τὸν θυμὸν καταμαλάξαι ἴσχυσεν καὶ τὴν ὅσον οὔπω τὰ πάνδεινα πείσεσθαι μέλλουσαν περιεσώσατο πόλιν. τοιαῦτα καὶ κατὰ τὴν Ἀλεξάνδρου μεγαλόπολιν, ἤδη δὲ καὶ ἐν ἑτέραις πόλεσιν διαπραχθέντα ᾄδεται. ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανακτέον ἡμῖν τὸν λόγον. τί γὰρ ἡμῖν ἐπηρεάζειν ἰσχύσειαν ἐκ τοῦ λέγεσθαι τὸν ζωγράφον μᾶλλον ἢ τὴν ἀκριβῶς ἐπησκημένην εἰκόνα θαυμάζεσθαι; εἶτα πόθεν ἡ τοῦ γραφέως εὐφυΐα καταδειχθήσεται καὶ πόθεν τὸ θαυμάζεσθαι ἕξει, εἰ μὴ πρότερον τὸ ἀποτελεσθὲν ἔργον παρ' αὐτοῦ θαυμασθήσεται; καὶ γὰρ τὸ κάλλιστα ἠσκημένον εἶδος πρότερον ἐφ' ἑαυτοῦ τὸν θεατὴν ἑλκύσαν, τηνικαῦτα πρὸς τὸν εἰργασμένον παραπέμπει διὰ τῆς τέχνης, εἰ μὴ καὶ τὸν γεγραφότα, ὡς οὐκ εὖ εἰρηκότα, ὅτι ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται, καταιτιάσοιντο. μάτην οὖν ἀνοηταίνοντες καὶ εἰκῇ φλυαροῦντες οἱ ἐντεῦθεν τῇ ἰδίᾳ ὑπολήψει παρίστασθαι δοκοῦντες ἁλώσονται. συμμαχήσειεν γὰρ ἡμῖν μᾶλλον καὶ οὗτος ὁ λόγος· ὁπηνίκα γὰρ ἀκριβῶς εἰκόνα τοῦ κυρίου γεγραμμένην κατίδοιμεν, καὶ τὸν ζωγράφον ἐπαι νοῦμεν καὶ διὰ τῆς ἀκριβοῦς ἐμφερείας πρὸς τὸ ἀρχέτυπον ἀναγόμεθα καὶ οὐκ εἰκῇ γεγραμμένην οἰόμεθα· οὐδὲ γὰρ οὕτω κατ' ἐκείνους τυφλώττομεν ἢ νοσοῦμεν τὰ τῆς ψυχῆς αἰσθητήρια, ἀλλ' εἰς εὐχρηστίας καὶ ὠφελείας ὑπόθεσιν τοῖς εὐσεβέσιν ἀνεστηλωμένην ἀποφαινόμεθα. οὐκοῦν τῶν μὲν εἰκαίων καὶ ματαίων εἰκῇ καὶ μάτην καὶ αἱ εἰκόνες κείσθωσαν, τῶν δ' αὖ θείων καὶ τιμίων ἀναλόγως τιμάσθωσαν. 123 ἡμεῖς δέ, εἰ μὲν τοῦ μεγάλου Βασιλείου τὰ προκείμενα γνήσια τυγχάνει γεννήματα ἢ μή, οὐδὲν διοισόμεθα· παρατιθέμενα δὲ τούτοις, τὰ παρὰ πᾶσιν συμφωνούμενα καὶ τὴν ἰσχὺν τῆς οἰκειότητος αὐτῶν ἐπαγγελλόμενα, τὰ δοκοῦντα αὐτοῖς ἡμῖν ἐμφανιζέσθωσαν. ἐν μὲν γὰρ τοῖς εἰς τὸν ἱερὸν Ἀμφιλόχιον τὸν τοῦ Ἰκονίου ἱεράρχην ἐπεσταλμένοις τὸ ἐκ τῆς φωνῆς τῆς εἰκόνος διπλοῦν σημαινόμενον, ὅπερ κατὰ φύσιν καὶ ὃ κατὰ τέχνην, θεωρεῖται διατρανῶν, ἔτι καὶ τὸ ἐκ τῆς ὁμωνυμίας οἰκεῖον καὶ τὸ ἀμέριστον τῆς τιμῆς, ἀπὸ τῶν τεχνητῶν ὁρμώμενος ἐπὶ τὰ φυσικὰ καὶ τὴν θεολογίαν πρὸς παράδειγμα χρώμενος, μέτεισιν. ἔχει δὲ οὕτως ὅτι Βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς. οὔτε γὰρ τὸ κράτος σχίζεται οὔτε ἡ δόξα μερίζεται· ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἐξουσία μία, οὕτω καὶ ἡ παρ' ἡμῶν δοξολογία μία καὶ οὐ πολλαί· διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει. ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, ἐκεῖ φυσικῶς ὁ υἱός· καὶ ὥσπερ ἐπὶ τῶν τεχνητῶν κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτω καὶ ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις. 124 ἑαυτῷ δὲ καὶ τῇ ἀληθείᾳ πανταχοῦ ἀκολουθῶν ὁ σοφώτατος οὗτος ἀνήρ, καὶ ἐν τοῖς κατὰ τοῦ θεομισοῦς Σαβελλίου λόγοις τὰ αὐτὰ διέξεισιν, ὅτι τῶν ἐπιφανῶν ἀνδρῶν αἱ εἰκόνες οὐκ εἰκῇ οὐδὲ μάτην κεῖνται, ἀλλ' ἡ ἐπὶ ταύταις τιμή, τῶν ὧν εἰσιν εἰκόνες τὴν τιμὴν βεβαιοῖ. καὶ τοῦτο παρίστησιν οὕτω πως φάσκων· Οὐδὲ γὰρ κατὰ τὴν ἀγορὰν ὁ τῇ βασιλικῇ εἰκόνι ἐνατενίζων καὶ βασιλέα λέγων τὸν ἐν τῷ πίνακι δύο βασιλεῖς ὁμολογεῖ, τήν τε εἰκόνα καὶ τὸν οὗ ἐστιν εἰκών, οὔτ' ἐὰν δείξας τὸν ἐν τῷ πίνακι γεγραμμένον εἴπῃ· "Οὗτός ἐστιν ὁ βασιλεύς", ἀπεστέρησεν τὸν πρωτότυπον τῆς τοῦ βασιλέως προσηγορίας· μᾶλλον μὲν οὖν ἐκείνῳ τὴν τιμὴν ἐβεβαίωσεν διὰ τῆς τούτου ὁμολογίας· εἰ γὰρ ἡ εἰκὼν βασιλεύς, πολλῷ δήπου εἰκὸς βασιλέα εἶναι τὸν τῇ εἰκόνι παρεχόμενον τὴν αἰτίαν. ἆρ' οὖν εἰκῇ καὶ μάτην αἱ εἰκόνες αὗται κείμεναι παρὰ τῷ πατρὶ λέγονται; ἢ τίμιαι παρ' αὐτῷ γνωρίζονται; οἱ ἔχοντες ὦτα ἀκούειν ἀκουέτωσαν, οἱ ἔχοντες ὀφθαλμοὺς ὁρᾶν ὁράτωσαν, οἱ ἔχοντες νοῦν νοείτωσαν καὶ ἐπῃσθημένοι κρινέτωσαν. οἵδε γὰρ μὴ δὲ ὅσον εἰκόνι γηγενοῦς
PG 100:795βασιλέως τῇ Χριστοῦ νέμουσιν εἰκόνι, τοῦ γε μόνου ὡς ἀληθῶς βασιλέως καὶ πάντων βασιλεύοντος βασιλέων. ἀλλ' εἰ τῶν ἐν σκήπτροις αἱ εἰκόνες τοσαύτης ἔλαχον τιμῆς, πολλάκις καὶ τῶν ἀναξίως τῆς ἀρχῆς ἐπειλημμένων, αὐτοῦ δὴ Χριστοῦ καὶ τῶν ἁγίων πηλίκον ἂν εἶεν ἐπικλεέστεραι καὶ σεβασμιώτεραι; τί τὰ πολλὰ λέγειν; οἶδεν ὁ διδάσκαλος τὸ ἀπ' αὐτῶν χρήσιμον καὶ ὠφέλιμον, ἡνίκα μάλιστα τὰς ἀριστείας τῶν ἀγαθῶν ἀνδρῶν, ὥσπερ δὴ καὶ τὰ λογογραφούμενα, δημοσιεύουσιν καὶ πολλοὺς εἰς ἀνδρείαν καὶ αὗται διεγείρουσιν· ὅπερ ἐν τῷ εἰς τοὺς ἁγίους Τεσσαράκοντα μάρτυρας ἐγκωμίῳ προβάλλεται καὶ ὅσα εἰς τὸν ἅγιον μάρτυρα Βαρλαὰμ φράζει· καὶ ἐπεὶ ταῦτα προαναγέγραπται, οἱ βουλόμενοι ἐντυγχανέτωσαν καὶ τὸ ἐκεῖθεν ὠφέλιμον ποριζέσθωσαν. 125 ἑπόμενα τούτοις τὸν ἱερὸν Γρηγόριον τὸν Νυσαέων ἱεράρχην παρακομίζουσιν ὡς οἴονται διδάσκοντα οὕτως· Μηκέτι τὴν σωματώδη καὶ δουλικὴν μορφὴν ἐν τῇ σεαυτοῦ πίστει ἀνατυπώσῃ, ἀλλὰ τὸν ἐν τῇ δόξῃ τοῦ πατρὸς ὄντα καὶ ἐν μορφῇ θεοῦ ὑπάρχοντα καὶ θεὸν ὄντα λόγον, τοῦτον προσκύνει καὶ μὴ τὴν τοῦ δούλου μορφήν. οἱ σωματώδεις τὸ φρόνημα καὶ δουλικοὶ τὴν γνώμην, δουλικὴν ἀλλ' οὐκ ἐλευθέραν περὶ τὴν ἐνσωμάτωσιν Χριστοῦ τὴν διάληψιν κέκτηνται, ἀμαθῶς ὁμοῦ καὶ δυσσεβῶς τὰ τῆς κατὰ Χριστὸν δουλικῆς μορφῆς παρανοοῦντές τε καὶ παρεξηγούμενοι. οὐ γὰρ ὡς αὐτοὶ δολοῦντες πάντα κατὰ τὸ σύνηθες καπηλεύουσιν, καὶ τὰ τοῦ πνεύματος ἔχει διδάγματα· ὅσοι γὰρ πιστοί τέ εἰσιν καὶ τὸ μυστήριον τῆς καθ' ἡμᾶς θεοσοφίας πεπαιδευμένοι ἴσασιν σαφῶς ὡς οὐχ' ἡ γραφομένη τοῦ σωτῆρος εἰκὼν ἐνταῦθα δηλοῦται (ἀνόσιον γὰρ τὸ οὕτως ὑπολαμβάνειν, καὶ πόρρω τῆς ἀληθείας διέστηκεν), ἀλλ' ἡ καθ' ἡμᾶς ἣν ὁ θεῖος λόγος προσείληφεν ἀνθρωπεία φύσις γνωρίζεται· ὅ ἐστι τὸ συγγενὲς καὶ ὁμοφυὲς ἡμῖν σῶμα. καὶ οὐδένα ἂν οἶμαι τοῦτο διαφεύγειν ὅτι μὴ μόνους τοὺς καὶ λεληθότας ἑαυτοὺς καὶ παίζοντας, ἐπειδὴ καὶ ὁμοούσιος ἡμῖν ὁ Χριστὸς τὸ κατὰ σάρκα κεχρημάτικεν. οὕτω γοῦν καὶ τὸ ἐν μορφῇ θεοῦ ὑπάρχειν αὐτὸν οὐδὲν ἕτερον κατασημήνειεν ἂν ἢ τὴν θείαν φύσιν αὐτὴν καθ' ἣν ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ ὁ αὐτὸς υἱὸς εἶναι παρ' ἡμῶν πιστεύεται, ἂν ἄρα τῷ λέγοντι πείθωνται· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ' ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. οἱ δὲ προπετεῖς εἰς κατηγορίαν τῶν ὀρθῶν ἡμῶν δογμάτων καὶ τὴν εἰς Χριστὸν παροινίαν ἔργον ἀεὶ ποιούμενοι, τὸν νοῦν φαντασιούμενοι καὶ πλανώμενοι, ἐπὶ τὰ χρώματα καὶ τοὺς τύπους τὴν μορφὴν ταύτην μεταχρωννύουσιν, ἵνα ταῦτα ὑποθέμενοι τῆς Χριστιανῶν εὐκλεοῦς ὁμολογίας καταφλυαρήσωσιν ὡς δῆθεν εἰς χρώματα τιθεμένων τὴν πίστιν. πλὴν εὐπρόσωπον ἀφορμὴν πρὸς κακηγορίαν ἡμῶν προΐσχεσθαι δόξαντες, τὴν ἰδίαν ἀβελτηρίαν μετὰ τῆς ἀσεβείας δημοσιεύουσιν, ἀγνοήσαντες ὅτι οὐ περὶ εἰκόνων ἀλλὰ τοῦ ἀρχετύπου καὶ τοῦ κυριακοῦ σώματος χάριν ὧδε ὁ λόγος τῷ διδασκάλῳ παρείληπται· οὐ γὰρ θεμιτὸν ὑπονοεῖν ἑτέρως αὐτὸν ἢ ὡς ὁ ἀποστολικὸς ἔχει νοῦς καὶ τῆς ἐκκλησίας τὸ δόγμα, τὰ ἀποστολικὰ ἐκδέχεσθαι. εἰς ὅσον δὲ κακοῦ προΐασιν ὅτι οὐδὲ μέχρι τῶν τύπων ἵστανται, ἀλλὰ καὶ αὐτοῦ κατατολμῶσιν τοῦ θείου σώματος. καὶ γὰρ τῇ ἐξαπάτῃ τῶν Δοκητῶν βουκολούμενοι, μὴ δὲ σεσῶσθαι ἢ συνυπάρχειν νῦν τὸ σῶμα τῷ λόγῳ κατισχυρίζονται· ἐξ οὗ τὸ μὴ εἰκονίζεσθαι Χριστὸν αὐτοῖς συνεισάγεται. καὶ θαυμαστόν γε οὐδέν, εἰ τὴν Χριστοῦ μνήμην ἐκ ποδῶν ποιεῖσθαι παντὶ τρόπῳ σπουδάζοντες, ἐπ' αὐτῷ τὴν ὕβριν ἀναφέρουσιν καὶ ἀπὸ τῶν τύπων ἢ σὺν τοῖς τύποις τοῖς ἀρχετύποις ἐφάλλονται, παντάπασιν τὴν τοῦ θεοῦ ἀθετοῦντες σάρκωσιν. τί γὰρ εἰς ἀδοξίαν Χριστοῦ χεῖρον τοῦ τὸ κατ' αὐτὸν σωματικὸν εἶδος ἐν χρώμασιν τιθέμενον καθορίζεσθαι; οὐκοῦν ἐπειδήπερ ἀπεναντίας πρὸς τὰ τῶν διδασκάλων καὶ φρονοῦσι καὶ ἀφορμῶσι λόγια, οὐδὲν παρὰ τῶν προβεβλημένων αὐτοῖς εἰς συνηγορίαν παρακερδῆσαί τι δυνήσονται, αἴσχους δὲ
PG 100:800μᾶλλον καὶ ἀτιμίας πλησθήσονται. 126 καὶ ταῦτα μὲν ὧδε· μὴ ταραττέτω δὲ ἡμᾶς ὁ τὸ μὴ προσκυνεῖσθαι τὴν τοῦ δούλου μορφὴν παρεγγυῶν λόγος· τὰ γὰρ κατὰ τὴν θείαν ἀνάστασιν τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ μυστήρια μεγάλα καὶ ἐξαίσια· οἷα θεωρῶν ὁ πατὴρ καὶ ταῦτα πνευματικώτερον καὶ ὑψηλότερον διασκευάζων, ἐν οἷς καὶ περὶ τῶν σεμνῶν γυναικῶν τὴν μνήμην εἰσάγει· Ἔστω, φησίν, καὶ ἐν ταῖς ἡμετέραις χερσὶν ἀρώματα ἡ πίστις καὶ ἡ συνείδησις· αὕτη γὰρ τοῦ Χριστοῦ ἐστιν εὐωδία. καὶ ἐπειδὴ τὸν περὶ πίστεως ἀνεκίνει λόγον, εἰδὼς ὡς ἡ ἀληθινὴ καὶ κατὰ λατρείαν ἡμῶν προσκύνησις εἰς τὴν ὑπέρθεον καὶ ζωαρχικὴν τριάδα τὴν ἐν μιᾷ θεότητι καὶ οὐσίᾳ γνωριζομένην ὁμολόγως καὶ εὐαγῶς ἀναφέρεται, καὶ οὐδὲν δοῦλον ἢ κτιστὸν ἢ σωματῶδες ἢ ἐπείσακτον ἐν αὐτῇ θεωρεῖται, ἐγκελεύεται ὅτι Εἰ καὶ ὁ εἷς τῆς αὐτῆς ὑπερουσίου τριάδος, ὁ θεῖος λόγος, σεσωμάτωται, μηδαμῶς ἐντεῦθεν εἰς σῶμα τετράφθαι αὐτὸν ὑπολάμβανε. διὸ μὴ δὲ τὴν προσληφθεῖσαν δούλειον μορφὴν ἐν τῇ σεαυτοῦ ἀνατυπώσῃ πίστει μὴ δὲ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησιν αὐτῇ ἰδικῶς καὶ ὡς καθ' ἑαυτὴν ἀνατίθει κατὰ τὴν κελεύουσαν ἐντολήν· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, ὡς ἂν μὴ εἰς κτίσμα ἡ λατρεία ἡ καθ' ἡμᾶς καταφέροιτο· κτίσμα γὰρ καὶ τῶν ἐν κτίσμασι τελούντων ὁ προσειλημμένος τῷ λόγῳ ἅγιος ναός. αὐτῷ δὲ τῷ θείῳ λόγῳ τῷ ἐν τῇ δόξῃ τοῦ πατρὸς ὄντι καὶ ἐν μορφῇ θεοῦ καὶ φύσει θεῷ καὶ ἀκτίστῳ καὶ συνανάρχῳ τῷ θεῷ καὶ πατρὶ ὑπάρχοντι καθαρὰν καὶ ἀμώμητον τὴν προσκύνησιν πρόσαγε, ἀμιγῶς τοῦ ὁπωσοῦν κτίσματος καὶ πάσης ὑλικῆς ἐμφάσεως καθαρεύουσαν, γινώσκων αὐτὸν ἀληθῶς θεὸν ὄν τα καὶ τοῦ παντὸς κύριον, ὅτι Καὶ ὁ πατήρ, φησίν, τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ. καθὸ οὐδαμῶς εἰς κτίσμα ἡ καθ' ἡμᾶς πίστις συγκατακλείεται οὐδὲ συνταπεινοῦται τοῖς κτίσμασιν· κἂν γὰρ τὴν καθ' ἡμᾶς ὑπέδυ πτωχείαν ὁ λόγος, θεὸς ὡσαύτως μεμένηκεν, ἀπαθὴς καὶ ἀναλλοίωτος. καὶ τὰ μὲν περὶ τῆς ἀλήπτου καὶ ὑπερουσίου θεότητος, ὡς ἐξῃρημένην παρὰ πάσης κτίσεως δέχεται τὴν ἐν λατρείᾳ προσκύνησιν, τοιαῦτα· ὅτι δὲ καὶ τὸ προσληφθὲν τῷ θεῷ λόγῳ σῶμα παρὰ πᾶσιν πιστοῖς προσκυνητὸν καὶ τοῦ παντὸς σεβασμοῦ ἐστιν ἄξιον, οὐ πολλῷ ὕστερον δειχθήσεται. μάλιστα δὲ ταῦτα προτίθησιν ὁ διδάσκαλος, πανταχόθεν τὴν παρὰ τῶν δυσωνύμων Ἀρειομανιτῶν φυεῖσαν κτισματολατρίαν ἐξείργων, ἥτις τὸ τηνικάδε πάντας σχεδὸν ἀνθρώπους ἀκμάζουσα ἐπενέμετο. γινώσκειν δὲ χρὴ ὡς ἔν τισιν τῶν ἀντιγράφων φέρεται· τὸν ἐν τῇ δόξῃ τοῦ πατρὸς ὄντα καὶ θεὸν ὄντα, τοῦτον προσκύνει λαβόντα τὴν τοῦ δούλου μορφήν. καὶ ἐπειδὴ οὐκ ὀλίγαι βίβλοι ἐν τούτῳ τὸ σύμφωνον κέκτηνται, ἱκαναί εἰσιν ἤδη καὶ ἀξιόχρεοι φροντίδων τε καὶ πραγμάτων τοὺς πιστοὺς ἀπαλλάξαι, τὸ γνησιώτερόν τε καὶ οἰκειότερον πρὸς τὸν τῆς ἐκκλησίας παριστάνουσαι λόγον. τάχα δ' ἂν οἱ παρανοεῖν ἢ παρανομεῖν εἰς τὰ θεῖα κατειθισμένοι κἀκ τῶν προκειμένων πατρικῶν ῥητῶν ἀπεσκευάσθαι τὸ σῶμα Χριστοῦ κατὰ τοὺς Μανιχαίων μύθους καὶ λήρους ἀποφαίνεσθαι κατατολμήσουσιν, ἀλλ' ὡς οὐκ ἀποβέβληται, εἰ καὶ πρὸς τὸ ἄμεινον ἀσυγκρίτως μετεστοιχείωται καὶ πρὸς θεοειδεστέραν λῆξιν ἀναβέβηκενἐξ οὗ δικαίως μάλα τις ἀποφανεῖται κἀνταῦθα ὡς δὴ καὶ περιγράφεται καὶ μὴν καὶ εἰκονισθήσεται, αὐτοῦ πρώτου τοῦ διδασκάλου διακούσονται οἷα περὶ τοῦ κυριακοῦ σώματος καὶ τῆς ψυχῆς κατὰ τόνδε τὸν λόγον θεοπρεπῶς διέξεισιν ὅτι Πάλιν πρὸς ἄλληλα τὰ διαστάντα συμφύεται, καὶ ἔτι μεταταῦτα ὅτι Προσάγει τὸν ἑαυτοῦ ἄνθρωπον ὁ λόγος τῷ ἀληθινῷ πατρί. 127 ἀλλὰ μὴν καὶ ἐν τῷ εἰς τὴν ἀνάληψιν τοῦ σωτῆρος λόγῳ λευκότερον διαλαμβάνων· Καὶ δεῖ πάλιν, φησίν, ἀνοιχθῆναι τὰς ὑπερκειμένας πύλας αὐτῷ. ἀντιλαμβάνουσιν τὴν προπομπὴν οἱ ἡμέτεροι φύλακες καὶ ἀνοιχθῆναι αὐτῷ τὰς ὑπερκειμένας πύλας παρακελεύονται, ἵνα πάλιν ἐν αὐταῖς δοξασθῇ. ἀλλ' ἀγνοεῖται ὁ τὴν ῥυπαρὰν στολὴν τοῦ ἡμετέρου βίου περιβαλόμενος, οὗ τὸ ἐρύθημα τῶν ἱματίων ἐκ τῆς ληνοῦ
PG 100:806τῶν ἀνθρωπίνων κακῶν. διατοῦτο παρ' ἐκείνων ἡ ἐρωτηματικὴ αὕτη φωνὴ πρὸς τοὺς προπομπεύοντας γίνεται· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; εἶτα ἡ τούτων ἀπόκρισις οὐκέτι· Ὁ κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ, ἀλλά· Κύριος τῶν δυνάμεων, ὁ τοῦ παντὸς ἐξημμένος τὸ κράτος. ἔδει τὴν ῥυπαρὰν στολὴν δυσωπηθέντας τοὺς ἀμύστους μὴ ἀγνοεῖν ὡς συνανιὸν σύνεστιν τῷ λόγῳ τὸ σῶμα. 128 οὐχ' ἥκιστα δὲ ταῦτα πιστώσεται ἐγκωμίοις τὸν θεῖον πρωτομάρτυρα γεραίρων Στέφανον, ἐν οἷς τὰ τεθεαμένα αὐτῷ ἐναθλοῦντι τοῖς σκάμμασιν, λόγου καὶ θεωρίας κρείττονα, ἐκδηλότερον διαγράφει, φάσκων ὧδε· Ὁ μὲν γὰρ ἐκβὰς τὴν φύσιν καὶ πρὶν ἐκβῆναι τοῦ σώματος, βλέπει τοῖς καθαροῖς ὀφθαλμοῖς οὐρανίας αὐτῷ πύλας διϊσταμένας καὶ τὰ ἐντὸς τῶν ἀδύτων διαφαινόμενα, αὐτὴν δὲ τὴν θείαν δόξαν καὶ τὸ τῆς δόξης ἀπαύγασμα. καὶ τῆς μὲν πατρικῆς δόξης οὐδεὶς ὑπογράφεται χαρακτὴρ διὰ τοῦ λόγου, τὸ δὲ ἀπαύγασμα ἐν τῷ ὀφθέντι τοῖς ἀνθρώποις εἴδει τῷ ἀθλητῇ καθορᾶται καὶ ὡς ἦν χωρητὸν τῇ ἀνθρωπίνῃ φύσει οὕτως φαίνεται. τὸ δὲ ἀνθρώπειον εἶδος εἴ τι διαφέρει τοῦ ἀνθρωπείου σώματος, οἱ πεφενακισμένοι ἐξηγείσθωσαν, ἢ τὸ κεκαθάρθαι καὶ ἀνώτερον παθῶν καὶ φθορᾶς γεγονέναι, καθὰ πολλαχῶς προείρηται· οἶμαι ἱκανὰ ταῦτα, δεικνύοντα διὰ τῆς ἐν ἀλλήλοις συμφωνίας τὴν τοῦ πατρὸς δόξαν οἵαν περὶ τοῦ κυριακοῦ ἐκέκτητο σώματος. 129 συμφραζέτω δὲ καὶ ὁ ὁμώνυμος κἀνταῦθα μέγας Γρηγόριος (οἷς οὐδὲν ἧττον τὸ περὶ τὴν πίστιν καὶ ἀρετὴν ὁμόγνωμον καὶ ὁμότιμον ἢ ὅσον γε τὸ ὁμώνυμον) τοιαῦτα περὶ τῶν αὐτῶν θεωρῶν. φησὶ γοῦν ἐν τῷ περὶ τοῦ βαπτίσματος λόγῳ· Οὐκέτι μὲν σάρκα, οὐκ ἀσώματον δέ, οἷς οἶδεν λόγοις θεοειδεστέρου σώματος, σάρκα κἀνταῦθα τὰ σαρκικὰ λέγων παθήματα κατὰ τὸν εἰρηκότα ἀπόστολον· εἰ γὰρ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. 130 καὶ αὖ πάλιν ἐν τῷ εἰς τὴν Πεντηκοστὴν λόγῳ· Τὰ μὲν σωματικὰ τοῦ Χριστοῦ πέρας ἔχει, μᾶλλον δὲ τὰ τῆς σωματικῆς ἐνδημίας· ὀκνῶ γὰρ εἰπεῖν τὰ τοῦ σώματος ἕως ἂν μηδεὶς πείθῃ με λόγος ὅτι κάλλιον ἀπεσκευάσθαι τῷ σώματι. 131 περὶ τῆς εἰς οὐρανοὺς ἀνόδου τοῦ κυριακοῦ σώματος αὐτὸς ἡμῖν πάλιν διαλεγέσθω· Ἂν εἰς οὐρανοὺς ἀνίῃ, συνάνελθε· γενοῦ μετὰ τῶν παραπεμπόντων ἀγγέλων ἢ τῶν δεχο μένων. ἀρθῆναι ταῖς πύλαις διακέλευσαι, ὑψηλοτέρας γενέσθαι, ἵνα ἐκ τοῦ παθεῖν ὑψηλότερον δέξωνται. ἀπόκριναι τοῖς ἀποροῦσιν διὰ τὸ σῶμα καὶ τὰ τοῦ πάθους σύμβολα οἷς μὴ κατελθὼν συνανέρχεται, καὶ διατοῦτο πυνθανομένοις· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης, ὅτι Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πᾶσίν τε οἷς ἀεὶ πεποίηκεν καὶ ποιεῖ καὶ τῷ νῦν πολέμῳ καὶ τροπαίῳ περὶ τῆς ἀνθρωπότητος· καὶ δὸς τῷ διπλῷ τῆς ἐρωτήσεως διπλῆν τὴν ἀπόκρισιν. εἴπερ οὖν ἐθελήσομεν συνηγορούσας τούτοις τὰς τῶν πατέρων φωνὰς ἐνταῦθα παραλαβεῖν, λάθοιμεν ἂν εἰς ἄπειρον τὸν λόγον ἐκφέροντες, ἐνὸν τοῖς εὐαγγελικοῖς στέρξαντας λόγοις τὰ πλεῖστα καταλιπεῖν. ὁ γὰρ εἰπών· Ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι ἀπ' ἐμαυτοῦ καὶ πάλιν λαβεῖν αὐτήν, ὡς ἀληθῶς τῷ θανάτῳ προσομιλήσας, πάλιν ἐγήγερται μετὰ τοῦ πεπονθότος σώματος καὶ τοῖς μαθηταῖς ἐμφανίζεται καθόσον κατοπτεῦσαι τὴν δόξαν ἐκείνην ἄξιον, καὶ διαπιστοῦσιν τὴν ἀνάστασιν, ἐπεὶ ἐδόκουν πνεῦμα θεωρεῖν, τὴν πλευρὰν καὶ τοὺς ἥλους παραδείκνυσιν, ὡς καὶ τὸν ἐπαφώμενον μαθητὴν πεπεισμένον μεγαλοφώνως ἐκβοᾶν· Ὁ κύριός μου καὶ ὁ θεός μου. βρώσεώς τε καὶ πόσεως ἀνέχεται ὥστε τὸν αὐτὸν ἐκεῖνον εἶναι καὶ μετὰ τὴν ἔγερσιν πιστεύεσθαι. καὶ ποδῶν ἀχράντων τὰ σεμνὰ ἐκεῖνα ἅπτονται γύναια. καὶ τἄλλα πάντα τελέσας εἰς οὐρανοὺς μετὰ τοῦ πεπονθότος σώματος ἄνεισιν. μάρτυρες ἀξιόληπτοι οἱ τεθεαμένοι καὶ τῶν προπεμπουσῶν θείων δυνάμεων αἱ φωναὶ ὡς καὶ πάλιν αὐτὸν ἐλεύσεσθαι καθ' ὃν τρόπον τεθέανται. οὐκοῦν ἔστιν τὸ σῶμα· καὶ ἐμφραττέσθω πᾶν στόμα κατὰ τῆς θείας ἐνσωματώσεως λαλοῦν ἄδικα. εἰ γὰρ ταῦτα οὐκ ἦν, τὸ σῶμα τεθνηκὸς οὐκ ἐγήγερται καὶ τὸ βλάσφημον ἐπὶ τὰς κεφαλὰς τῶν ἀπειθούντων· οἴχεται γὰρ λοιπὸν
PG 100:812ἡ ἀνάστασις καὶ φαντασία τὰ ὀφθέντα καὶ πλάσματα· μάταιον ἡμῶν τὸ κήρυγμα. καὶ τηνάλλως ταῦτα γέγραπται καὶ πεπίστευται, ὡς ἐξεῖναι αὐτοῖς κατὰ τὸν οἰκεῖον διδάσκαλον Ἀπολινάριον μὴ δύο φύσεις, μίαν προσκυνητὴν καὶ μίαν ἀπροσκύνητον, ὁμολογεῖν, μίαν δὲ φύσιν, ἐκ τῆς συγχυτικῆς καὶ ἀθέου ὁρμωμένους παραφροσύνης. ἡμεῖς δέ, ὅπως ἂν τὰ τῆς σωματώδους καὶ δουλικῆς μορφῆς ἐκλάβοιεν οἱ ἀνόσιοι, τὸ σῶμα εἶναι τοῦ Χριστοῦ, καὶ διὰ τὸν προσειληφότα προσκυνητὸν καὶ ἅγιον καὶ ζωοποιὸν εἶναι, θεωθὲν ὅλον καὶ παντὸς ἁγιασμοῦ χορηγὸν δοξάζομεν κατὰ τὸ εὐαγγελικὸν καὶ πατρικὸν κήρυγμα. 132 αὐτός τε γὰρ ὁ διδάσκαλος τοιαῦτα ἐν ἑτέροις λόγοις διαλαμβάνων σαφέστερον γράφει· Ὥστε καὶ τὸ ἀνθρώπινον τῷ θείῳ καὶ τὸ θεῖον τῷ ἀνθρωπίνῳ κατονομάζεσθαι· διὸ καὶ ὁ ἐσταυρωμένος κύριος τῆς δόξης ὑπὸ τοῦ Παύλου προσαγορεύεται καὶ προσκυνούμενος ὑπὸ πάσης κτίσεως τῶν τε ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων Ἰησοῦς ὀνομάζεται. 133 ἔτι μὴν καὶ ὁ τῆς ἀθανασίας ἐπώνυμος ἀποφαίνεται· Εἴ τις τὴν τοῦ κυρίου ἡμῶν σάρκα ἄνωθεν λέγει καὶ μὴ ἐκ τῆς ἁγίας Μαρίας τῆς παρθένου, ἢ τραπεῖσαν τὴν θεότητα εἰς σάρκα ἢ συγχυθεῖσαν, ἢ παθητὴν τὴν τοῦ κυρίου θεότητα, ἢ ἀπροσκύνητον τὴν τοῦ κυρίου ἡμῶν σάρκα ὡς ἀνθρώπου καὶ μὴ προσκυνητὴν ὡς κυρίου καὶ θεοῦ σάρκα, τοῦτον ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ τοῦ θεοῦ ἐκκλησία. 134 πλείστων δὲ λόγων πρὸς τοῦτο εἰρημένων τῷ ἱερῷ Ἐπιφανίῳ, τῷ τῆς Κυπρίων ἐκκλησίας προεδρεύσαντι, οἷς κατὰ αἱρέσεων ἐχρήσατο, τῶν πολλῶν ἀφέμενοι ὀλίγοις ἀρκεσθησόμεθα. οὗτος γὰρ ἐν τῷ ἐπιγεγραμμένῳ αὐτοῦ λόγῳ περὶ τοῦ ἁγίου πνεύματος ὅπως δεῖ θεὸν ὁμολογεῖσθαι σὺν πατρὶ καὶ υἱῷ φράζει τοιαῦτα· Καὶ βασιλεὺς ἐν ναῷ καθέζεται καὶ οἱ προσκυνοῦντες τὸν βασιλέα ἀπὸ μήκοθεν προσκυνοῦσιν ἐν τῷ ναῷ τῷ ἰδίῳ καὶ οὐδεὶς μεμηνὼς λέγει τῷ βασιλεῖ· "Ἔξελθε ἐκ τοῦ ναοῦ σου, ἵνα σε προσκυνήσω." οὐδεὶς γὰρ τολμᾷ λέγειν τῷ μονογενεῖ· "Ἄφες τὸ σῶμα, ἵνα σε προσκυνήσω", ἀλλὰ προσκυνεῖ τὸν μονογενῆ ἄκτιστον σὺν ναῷ τῷ ἁγίῳ ὃν ἔλαβεν ἐλθὼν ὁ λόγος, καὶ οὐδεὶς λέγει· "Ἀνάστα ἐκ τοῦ θρόνου σου, ἵνα σε προσκυνήσω δίχα τοῦ θρόνου", ἀλλὰ προσκυνεῖ τὸν βασιλέα σὺν τῷ θρόνῳ, καὶ προσκυνεῖται Χριστὸς σὺν τῷ σώματι τῷ ταφέντι καὶ ἐγηγερμένῳ. 135 ἐπισφραγιζέτω ταῦτα ὁ μέγας ἀπόστολος Φιλιππησίοις γράφων· Τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ' ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. οἷς προσκείσθω καὶ ταῦτα· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανῷ ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα, φησίν, κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. 136 ἡλίκον δ' ἂν εἴη ἐκεῖνο τὸ σῶμα καὶ ὅπως δόξης ἔλαχεν καὶ ἀξιώματος, ὁ μέγας Ἰωάννης ὁ Χρυσόστομος φραζέτω· Βαβαί· ἐκείνῳ τῷ καθημένῳ ἐν δεξιᾷ τοῦ θεοῦ σύμμορφον [αὐ] τοῦτο τὸ σῶμα γίνεται· ἐκείνῳ τῷ προσκυνουμένῳ ὑπ' ἀγγέλων, ἐκείνῳ ᾧ παραστήκουσιν αἱ ἀσώματοι δυνάμεις, ἐκείνῳ τῷ ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, ἐκείνῳ σύμμορφον γίνεται. 137 πέρας ἐπικείσθω ἡ ἱερὰ πέμπτη σύνοδος μιᾷ προσκυνήσει τὸν θεὸν λόγον μετὰ τῆς σαρκὸς προσκυνεῖσθαι καθορίζουσα, ὡς ἐν τοῖς ἐπάνω προγέγραπται. τούτοις προστεθῆναι ἀναγκαῖον ὡς οἱ πάλαι μὲν τῇ ἀπάτῃ τοῦ πονηροῦ δράκοντος δελεαζόμενοι ἄνθρωποι σωματώδεις τινὰς καὶ ὑλικὰς μορφὰς ἐν τῇ ἑαυτῶν ἀνετύπουν πίστει, τοῖς κτίσμασιν ὡς θεοῖς προσανέχοντες καὶ τὸν μόνον φύσει καὶ ἀληθινὸν θεὸν ἀγνοήσαντες· καὶ οὐκ ἀμφίλογον. ἐπιφανέντος δὲ τοῦ πάντων ἡμῶν
PG 100:818σωτῆρος Χριστοῦ τοῖς ἐπὶ γῆς, τῆς αἰχμαλωσίας τοῦ πικροῦ τυράννου ἀπηλλάγμεθα. καὶ οὐκέτι σκιὰ γοῦν κτίσεως ἐν τῇ καθ' ἡμᾶς ὁπωσοῦν ἀνατυποῦται πίστει· ἐνελάμφθημεν γὰρ παρὰ τῆς αὐτοῦ χάριτος καὶ μεμυήμεθα ὃ δεῖ προσκυνεῖν. διὸ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν ἡμῶν καὶ προσκύνησιν θεῷ ζῶντι καὶ ἀληθινῷ προσφέρομεν, ἤγουν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, τῇ μιᾷ θεότητι καὶ ἐξουσίᾳ καὶ βασιλείᾳ καὶ κυριότητι, τριάδα μὲν σέβοντες τῷ τρισὶν δοξάζεσθαι ὑποστάσεσιν, μονάδα δὲ προσκυνοῦντες τῷ τῇ οὐσίᾳ ἑνιζομένην γνωρίζεσθαι· καὶ τὴν ἐλπίδα οὐ σώματι, οὐ κτίσματι, ἀλλ' ἐν θεῷ τῶν ὅλων ἀνατιθέμεθα. 138 καὶ ταῦτα μὲν ὧδε λελέχθω· ἐπὶ δὲ τὰ ἑπόμενα πρόϊμεν, ἐν οἷς ἔκκειται τοῦ θεηγόρου Γρηγορίου ἐκ τῶν ἐπῶν αὐτοῦ ῥῆσις ἔχουσα τόνδε τὸν τρόπον· Ὕβρις πίστιν ἔχειν ἐν χρώμασιν, μὴ ἐν καρδίᾳ· ἡ μὲν γὰρ ἐν χρώμασιν εὐχερῶς ἐκπλύνεται, ἡ δὲ ἐν τῷ βάθει τοῦ νοός, ἐκείνη μοι προσφιλής. ταῦτα ἐκθέμενοι πόσης οὐκ ἂν εἶεν ἀβελτηρίας ἐπίμεστοι; ὁ γὰρ ἐπὶ τῷ ἐλέγχῳ τοῦ πέλας μὴ σωφρονιζόμενος τῆς βληχώδους ἀλογιστίας ἀνοητότερος κριθήσεται. ὅπερ καὶ οὗτοι νῦν ὑπομένοντες σαφῶς καταδείκνυνται· τῆς γὰρ τοιαύτης χρήσεως καὶ πάλαι ἀναπτυχθείσης καὶ τὴν δέουσαν ἐξάπλωσιν καὶ ἑρμηνείαν τῆς διανοίας εὐσύνοπτον παρὰ τῶν πρὶν τοῦ ὀρθοῦ λόγου προεστηκότων εἰληφυίας, τῆς τε ἀμαθίας καὶ δυσσεβείας τῶν κακῶς καὶ ἀνοήτως χρησαμένων ἐληλεγμένης, οὐ καταδύονται οἱ ἄθλιοι ὑπ' ἀνοίας καὶ ἀναιδείας πάλιν ἐν τοῖς ἑαυτῶν συνείρειν λόγοις· ἐξ ὧν στηλιτεύονται οἷ δυσβουλίας καὶ ἀπαιδευσίας καθίκοντο, κατὰ τῶν ἱερῶν ἀπεικασμάτων τοὺς τοιούτους λόγους προάγοντες. οὐ γὰρ ἐκείνων χάριν τῷ πατρὶ ταῦτα εἴρηται, τῆς δὲ μὴ ἐν καρδίᾳ καθιδρυμένης ἀλλὰ στόματι μόνῳ ὁμολογουμένης πρὸς θεὸν πίστεως. 139 τοῦτο δὲ σαφέστερον δείκνυται εἴ τις ἐμμελέστερον ἐπιστήσειεν κἂν τῷ πρώτῳ τῶν ἐπῶν λόγῳ· ἔχει γὰρ οὕτως· Τοῖς δ' ἄλλοις κεν ἔοιμι γέλως ἐμὰ κήδεα βάζων, ὧν πίστις κραδίην ἄκρην ἐχάραξεν ἐλαφρή, οὐδὲ διὰ σπλάγχνων ἦλθ' ἵμερος ὀξὺς ἄνακτος, ζῶσιν δὲ ἐνθάδε μοῦνον ἐφημέρια φρονέοντες. 140 δῆλον δὲ ἐπειδή, καθ' οὓς χρόνους ὁ λαμπτὴρ οὗτος τῆς ἐκκλησίας διηύγαζεν, ἡ τῶν Ἀρειομανιτῶν ἐπεκράτει λύσσα, πᾶσαν σχεδὸν τὴν ὑπὸ Ῥωμαίοις ἐπινεμομένη ἀρχήν, ἐν οἷς ἡ εὐχέρεια πολλή, βεβαίως περὶ τὴν πίστιν οὐκ ἐρηρεισμένοις· τὸ δ' αὐτὸ ἐναργέστερον καὶ ἐν ἑτέροις λόγοις διδασκαλικῶς διαλεγόμενος ποιεῖ· δεῖ γὰρ ἐκ τῶν ὁμολογουμένων τὰ δοκοῦντα ἀμφίβολα λύεσθαι. ἐν μὲν γὰρ τῷ εἰς τὰ ἐγκαίνια λόγῳ φησίν· Χθὲς πίστιν εἶχες τὴν τῶν καιρῶν, σήμερον τὴν τοῦ θεοῦ γνώρισον. 141 ἐν δὲ τῷ εἰς τὸ βάπτισμα, αὐτῇ λέξει κέχρηται καὶ διανοίᾳ λέγων· Δεῖ δὲ μὴ σοφισθῆναι τὸν καθαρμὸν ἀλλ' ἐνσημανθῆναι, λαμπρυνθῆναι τελείως ἀλλὰ μὴ χρωσθῆναι, μὴ δὲ ἐπικάλυψιν τῶν ἁμαρτιῶν ἀλλ' ἀπαλλαγὴν ἔχειν τὸ χάρισμα. ἐν ᾧ πάλιν παρεγγυᾷ· Φύλασσέ μοι τὰ γεγραμμένα, ἐν καιροῖς τρεπτοῖς ἄτρεπτος μένων περὶ ἀτρέπτου πράγματος. ὡς οὖν ἐνταῦθα ἀπὸ τοῦ τρεπτοῦ τῶν καιρῶν τοὺς ἀστηρίκτους καὶ ἀπαγεῖς πρὸς εὐσέβειαν, εὐπαρακόμιστον δὲ τὴν γνώμην ἐφ' οἷς ἡ τῶν καιρῶν βραβεύει ῥοπὴ κεκτημένους καταιδεῖ, οὕτω καὶ ἐν τοῖς προκειμένοις ῥητοῖς ἀπὸ τοῦ ἀλλοιωτοῦ τῶν χρωμάτων αὖθις κατονειδίζει, τὸ τῆς ὕβρεως αἶσχος ἐπιγράφων αὐτοῖς. τί οὖν φησιν ἐπίμωμον καὶ ἐφύβριστον καὶ τοῦ κράτους τῆς καθ' ἡμᾶς εὐσεβείας ἀλλότριον; ὥσπερ τὰ χρώματα εὐαπόβλητά γε ὄντα καὶ εὐαλλοίωτα ῥᾳδίως ἐκπλύνεται καὶ ἐκκρούεται, οὕτω καὶ ὑμᾶς εὐχερῶς πρὸς τοὺς καιροὺς περὶ τὴν πίστιν μετασχηματίζεσθαι καὶ οἷον μεταχρώννυσθαι καὶ περιτρέπεσθαι, προσῆκον ἐγκαθιδρύσθαι καὶ βεβηκέναι ὡς ἀσφαλέστατα καὶ κατὰ τὰ ἀποστολικῶς εἰρημένα ἐγγεγραμμένην ἔχειν οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ' ἐν πλαξὶν καρδίαις σαρκίναις. καρδίᾳ μὲν γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 142 πῶς δὲ οὐκ ἤγαγεν εἰς ἔννοιαν τοὺς παχεῖς τὴν διάνοιαν ἐκεῖνο δὴ τὸ ἀγχίθυρον κείμενον ὅτι οὐ περὶ
PG 100:823χρωμάτων, οἵων αὐτοὶ ᾔδεσαν, ὁ λόγος τῷ πατρί; ἐπιφέρει γάρ· Βένθος ἐμοὶ φίλον (ὅπερ αὐτοὶ ἔφασαν· ἡ ἐν βάθει τοῦ νοός, ἐκείνη μοι προσφιλής) πρὸς ἀντιδιαστολὴν ἐκείνης τῆς οἷον ἐξ ἐπιπολῆς κεχρωσμένης καὶ ταχέως διαρρεούσης, λεγόμενον, καθάπερ τὰ χρώματα τοῦ ὑποκειμένου μόνον περιχρῴζει τὴν ἐπιφάνειαν· ἀνόητον οὖν ἐκεῖνα καὶ ἀνάξιον περὶ τῆς θεολογικῆς οἴεσθαι ῥήσεως. οὗτοι δὲ ἤτοι ταῖς ἁπλαῖς τῶν λόγων ἐπιβολαῖς τῷ προφανεῖ καταπιστεύοντες τῆς αἰσθήσεως καὶ ψιλῇ τῇ προφορᾷ τοῦ λόγου παριστάμενοι διαμαρτάνουσιν περὶ τὰ ἐκ τῆς διανοίας δηλούμενα, ἢ τὰ εὖ καὶ ὀρθῶς εἰρημένα παραχαράσσοντες (ἐπεὶ τοῦτο αὐτῶν τοῦ τρόπου τὸ ἰδιαίτατον) πρὸς τὸ οἰκεῖον περιέλκουσιν βούλημα. ὡς γὰρ τὰ παρὰ τοῦ ἱεροῦ Γρηγορίου τοῦ Νυσαέως ἐν τῷ εἰς τὸν μέγαν Βασίλειον ἐπιταφίῳ κατὰ Ἀρειανῶν εἰρημένα, κτίσμα τὸν συμφυᾶ υἱὸν τοῦ θεοῦ καὶ πατρὸς βλασφημούντων κατὰ τῆς ἐκκλησίας, ὡς ἀθέως καὶ πονηρῶς ἔδοξαν εἰδωλολατρίας χάριν παρήγαγον, οὕτω κἀνταῦθα ἑαυτοῖς ὁμοιούμενοι τὰ περὶ πί στεως τῷ πατρὶ λεγόμενα ἐπὶ χρώματα καὶ ὕλας μετήγαγον· καὶ ἅπερ ἐκεῖνος ἐν παραδείγματος τρόπῳ παρέλαβεν, οὗτοι εἰς πίστεως λόγον κακῶς παρανοοῦντες ἐκδέχονται. εἰ δὲ δὴ περὶ χρωμάτων εἰρῆσθαι ταῦτα τὶς δοίη, τῇ ἀνοίᾳ τούτων συγκαθιστάμενος, τίς ὤφθη ποτὲ Χριστιανῶν πίστιν εἰς χρώματα θέμενος ἢ τὴν ἐλπίδα εἰς ὕλην τὴν φαινομένην κτησάμενος; οὐχ' ὕβρις οὖν Χριστιανοῖς ἐντεῦθεν προσφύεται, ἡ παράνοια δὲ τῶν κατηγορούντων καὶ τὸ ἀβέλτερον περιφανῶς διαδείκνυται. καὶ ὅσον μὲν εἰς λόγον ἧκεν τῆς πίστεως, ταῦτα· ὃ δὲ περὶ τοῦ θεοσόφου πατρὸς τῶν ἱερῶν εἰκονισμάτων χάριν λέγειν πάρεστιν, ἐκ τῶν ἰδίων αὐτοῦ δογμάτων λαβόντες τὰς ἀφορμὰς διαλεξόμεθα. νόμος αὐτοῖς ἐκ τῆς τοῦ ἀπεριγράφου φωνῆς ἀναιρεῖν τὸν Χριστὸν εἰκονίζεσθαι· ὥστε ἐκ τοῦ "περιγραπτοῦ"3 πάντως εἰκονισθήσεται. εἰ οὖν ὁ διδάσκαλος οὗτος πανταχοῦ περιγραπτὸν τὸν Χριστὸν κηρύσσει τῷ σώματι, ὡς ἤδη καὶ παρεθέμεθα, οἶδεν ἄρα αὐτὸν καὶ εἰκονιζόμενον, καὶ μάτην ἐκ τῶν λόγων αὐτοῦ τοῖς εὐσεβοῦσιν ἐπηρεάζειν οἱ τάλανες οἴονται. ἐλέγξει τοὺς ἄφρονας ἡ παρ' αὐτοῦ εἰς τὸν μέγαν Βασίλειον ἀνατεθεῖσα εἰκών, ἔτι καὶ τὰ κατὰ Πολέμωνα συγγεγραμμένα, ὡς προδέδεικται. 143 ἐντεῦθεν ἐπ' ἄλλην ματαιοπονίαν μεταρυθμίζονται φάσκοντες· Ἰωάννης δὲ ὁ Χρυσόστομος ἐν τῷ εἰς Ῥωμανὸν τὸν μάρτυρα· Μὴ γὰρ τοίχοις ὁ Χριστὸς περιγράφεται; μὴ γὰρ ὀφθαλμοῖς ὁ ἡμέτερος δεσπότης ὁρᾶται; ὁ ἐμὸς δεσπότης, μᾶλλον δὲ ὁ τῶν ὅλων δεσπότης Χριστός, οὐρανὸν οἰκεῖ καὶ κόσμον ἡνιοχεῖ· καὶ θυσία τούτῳ ψυχὴ πρὸς αὐτὸν ἀνανεύουσα, καὶ μία τούτῳ τροφή, τῶν πιστευόντων ἡ σωτηρία. ἴδωμεν δὲ ὅ,τι αὐτοῖς ἀπόνασθαι καὶ ἐνθένδε συμβήσεται. τὸ τοῦ ἀπεριγράπτου πρόσρημα, πρόβλημα τῆς αἱρέσεως τῆς αὐτῶν, πανταχοῦ περιφέρουσιν· ὅπερ ἐνταῦθα ἐκ πολλῆς περιχαρείας περιπτυξάμενοι καὶ ὥσπερ ἥδιστον θήραμα τὴν λέξιν περιχαίνοντες, περὶ δὲ τὸ σημαινόμενον τῆς φωνῆς ἀπονυστάξαντες, κεναῖς ἐλπίσιν φυσηθέντες ᾤχοντο. ἑαυτοῖς δὲ μᾶλλον ἢ ἑτέροις μαχόμενοι ἁλίσκονται, ὥσπερ οἰκείοις ὅπλοις βαλλόμενοι καὶ τοῖς ἐξευρημένοις καταβαλλόμενοι μηχανήμασιν· λέληθεν γὰρ αὐτούς, σοφούς τε ἄγαν οἰομένους εἶναι καὶ ἀμαθίαν τῶν διδασκάλων καταγράφοντας, ὡς οὐ τὸ γράφεσθαι ἤτοι τὸ εἰκονίζεσθαι ἡ περιγραφὴ δηλοῖ· οἷς γὰρ ἀλλήλοις ταῦτα διαφέρουσιν, καὶ ἐνταῦθα μὲν εἴρηται, πλατύτερον δὲ ἐν ἑτέροις διείληπται. 144 σαφὲς δ' ἂν τοῦτο κἀκ τῶν προκεχειρισμένων τῷ μάρτυρι πρὸς τὸν διώκοντα γένοιτο λόγων· Ὁ ἐμὸς Χριστός, φησίν, ὃν σὺ διώκεις, ὦ τύραννε, ἐν τοίχοις οὐ περιγράφεται οὐδὲ κρατεῖται ἢ περιέχεται τοίχοις ἵνα σοι καὶ καταληπτὸς γένηται, κἂν πλείονα λυττᾷς, τὸν πέλεκυν ᾑμαγμένον ἐπιφερόμενος. πῶς καὶ τίνι τρόπῳ; ὅτι οὐδὲ πάρεστιν ἐπὶ γῆς νῦν σωματικῶς. καὶ τοῦτο ἐκδηλότερον ἔτι δείκνυσιν τά τε προηγούμενα τῆς χρήσεως καὶ τὰ ἑπόμενα. τίνα ταῦτα; ἐν οἷς μὲν γὰρ λέγεται πρὸς τὸν τύραννον· Αἰδέσθητι τοῦ σταυρωθέντος τοὺς ὅρους. ὅροι δὲ
PG 100:829τοῦ σταυρωθέντος οὐ τῆς ἐκκλησίας οἱ τοῖχοι, ἀλλὰ τῆς οἰκουμένης τὰ πέρατα. ἐκ δὴ τούτων μανθανέτωσαν τί ποτέ ἐστιν περιγραφή, ὅτι οὐδὲν ὅρου ἀπέοικεν, εἴ γε πολλάκις ὑπογραφαὶ ἀντὶ ὅρων ἐν οἷς χρὴ παραλαμβάνονται καὶ ὅροι ὑπογραφικοὶ προσαγορεύονται· οὕτω γὰρ ποικίλως τὸ τῆς γραφῆς ὄνομα συντιθέμενον μεταλαμβάνεται. καὶ γινωσκέτωσαν ὅτι τὸ λεγόμενον μὴ περιγράφεσθαι τοίχοις τὸν Χριστόν, οὐχὶ τὸ μὴ εἰκονίζεσθαι αὐτὸν τοίχοις ἐπαγγέλλεται (οὐδὲ γὰρ εἰκόνος μνήμην ὅλως ὧδε ὁ λόγος αἰνίττεται), ἀλλ' αὐτὸν τὸν σταυρωθέντα Χριστόν, τοίχοις μὴ περιορίζεσθαι ἤτοι μὴ περιγράφεσθαι· ταυτὸν γὰρ σημαίνει ἀμφότερα. ὡς γὰρ ἐν τοῖς ἐπάνω εἴρηται μὴ εἶναι ὅρους τοῦ σταυρωθέντος τῆς ἐκκλησίας τοὺς τοίχους, οὕτως ἐνταῦθα μὴ εἶναι περιγραφὴν καὶ ὅρον τοὺς τοίχους, περιγράφοντας καὶ περιορίζοντας τὸν Χριστόν. τὰ δὲ ἑπόμενα, ὁποῖα; ὅτι Οὐδὲ ὀφθαλμοῖς ὁρᾶται οὐδὲ λίθον καὶ ξύλον οἰκεῖ, πιπράσκων ἀντὶ βοῶν καὶ προβάτων τὴν πρόνοιαν. μὴ γὰρ βωμὸς αὐτοῦ τοῖς συναλλάγμασιν μεσιτεύει; αὕτη τῶν σῶν δαιμόνων ἡ λίχνη προσαίτησις. ἆρ' οὖν τὸ εἰρῆσθαι μὴ ὁρᾶσθαι Χριστὸν ὀφθαλμοῖς ἀνθρωπίνοις, ἢ λίθον καὶ ξύλον μὴ οἰκεῖν, εἰκόνος Χριστοῦ μνήμην ἡμῖν ἐμποιεῖ; ἢ οὐχὶ προδήλως τὸν Χριστὸν αὐτὸν μήτε ὁρώμενον σωματικῶς μήτε λίθον καὶ ξύλον οἰκεῖν παρίστησιν; τὸ δ' οὖν μὴ πιπράσκειν ἀντὶ βοῶν καὶ προβάτων τὴν πρόνοιαν, μὴ δὲ βωμὸν αὐτοῦ τοῖς συναλλάγμασιν μεσιτεύειν πρὸς εἰκόνας ἁρμόσασθαι, τῆς τῶν ἀνοσίων ἂν εἴη ἀναισθησίας καὶ κτηνωδίας· παρὰ γὰρ τοῖς ἐχέφροσιν καὶ τὰ τῆς ψυχῆς ὑγιαίνουσιν αἰσθητήρια οὔτε νοηθείη οὔτε λεχθείη ἄν ποτε. εἰ οὖν τὰ εἰρημένα τὸν Χριστὸν αὐτόν, οὐ τὴν εἰκόνα τοῦ Χριστοῦ μηνύει, πῶς οὐχὶ καὶ τὸ ἐν τοίχοις μὴ περιγράφεσθαι εἰρημένον, αὐτὸν τὸν Χριστὸν ἡμῖν, οὐ τὴν Χριστοῦ εἰκόνα πληροφορήσει νοεῖν; δεῖ γὰρ ἐκ τῶν συντεταγμένων πολλῶν καὶ φανερῶν ὄντων καὶ τὸ ἓν καὶ δοκοῦν ἀμφίβολον δοκιμάζεσθαι. 145 ποῖος οὖν αὐτοῖς ἐνταῦθα τρόπος ἀπάτης λελείψεται καὶ δολιότητος, ματαίαις καὶ πονηραῖς ἐπινοίαις κατὰ τῆς ἀληθείας ὁπλίσασθαι; ὃ δὲ μάλιστα διδάξαι καὶ πεῖσαι τοὺς ἀπειθεῖς ἐχρῆν, ἡ ὁρμὴ τοῦ διώκοντος. ὁ γὰρ διώκων ἐνταῦθα τὸν μάρτυρα τύραννος, τίνος ἐκόλαζεν ἕνεκεν; ἆρα εἰκόνων; ἢ αὐτοῦ Χριστοῦ χάριν; τί οὖν ἀποφανοῦνται πρὸς τὸ ἑξῆς ἐπαγόμενον· ὁ ἐμὸς δεσπότης, φησίν, μᾶλλον δὲ ὁ τῶν ὅλων δεσπότης, οὐρανὸν οἰκεῖ; μήποτε ἆρα καὶ εἰκόνα Χριστοῦ οὐρανὸν οἰκεῖν δώσουσιν, ἵνα καὶ ἐξ οὐρανῶν τὴν εἰκόνα Χριστοῦ καταγαγεῖν σπουδάσωσιν; καὶ πῶς οὐ φανερὸν ἐντεῦθεν ὅτι τὸ ἐν τοίχοις μὴ περιγράφεσθαι τὸ ἐν τοίχοις μὴ οἰκεῖν τὸν Χριστὸν λέγεται μὴ δὲ σωματικῶς ἐν αὐτοῖς περιείργεσθαι καὶ ὁρίζεσθαι ἅπερ ὁ τῆς περιγραφῆς λόγος παρίστησιν; ἀνάλογον γὰρ καὶ ὅμοιον ἐνταῦθα τῷ οἰκεῖν τὸ περιγράφεσθαι. ἐπεὶ οὖν ἡ τοπικὴ περιγραφὴ σαφῶς ἡμῖν ὧδε ἀναφαίνεται (οὐ γὰρ γραφῆς καὶ εἰκόνος λόγος), πόθεν πρὸς τὰ κακῶς αὐτοῖς ὑπονενοημένα οὕτως ἀπαντησόμεθα; τί οὖν φημι; εἰ οὐ λίθον οὐδὲ ξύλον, ἃ τοὺς τοίχους συνίστησιν, ὁ Χριστὸς οἰκεῖἵνα ἐξ ὧν καὶ αὐτοὶ συνομολογοῦσιν ληψώμεθα, δῆλον δὲ δήπου ὡς τὸ οἰκεῖν που, σώματος, οὐκ εἰκόνος λέγεται εἶναιοὐδὲ πάρεστιν ἐν αὐτοῖς, ἄρα διατοῦτο οὐδὲ ἐν τοίχοις περιγραφήσεται. πῶς γὰρ ἐν ᾧ τόπῳ τίς μὴ πάρεστιν περιγραφήσεται; εἰ δὲ ἐν τούτοις οὐκ οἰκεῖ, κατ' οὐρανοὺς πάντως οἰκεῖ, κατ' οὐρανοὺς δηλαδὴ καὶ περιγραφήσεται, δῆλον δὲ σωματικῶς, ἐπεὶ καὶ οὐρανὸς τοῦ παντὸς περιγραφὴ καὶ ὅρος ἐστίν τε καὶ λέγεται. ὅλως δὲ τὸ ἐν τῷδε μὲν εἶναι τῷ τόπῳ καὶ ἐν τῷδε οἰκεῖν, ἐν τῷδε δὲ μὴ δὲ εἶναι μὴ δὲ οἰκεῖν, οὐδὲν ἕτερον ἢ περιγραφῆς ἡμῖν πάντῃ τε καὶ πάντως ἔννοιαν ὑποτίθεται. εἰ δὲ σεσωματωμένος καὶ νῦν ὁ Χριστός ἐστιν, καθὰ οἱ ἀληθινοὶ προσκυνηταὶ αὐτοῦ πιστεύομεν, ἴδιον δὲ σώματος τὸ τόπῳ περιγράφεσθαι, περιγραπτὸς ὁ Χριστὸς ἄρα, κἂν οἱ φιλαπερίγραπτοι μὴ πείθωνται, καὶ περιπείρονται ῥᾳδίως ἐξ ἀπιστίας καὶ ἀμαθίας ἐξ ὧν διαδιδράσκειν ᾤοντο. ὃ δὲ πλέον αὐτοὺς παρεκρούσατο ἡ τῶν τοίχων ὀνομασία ἐστίν· καὶ γεγόνασιν τῶν τοίχων
PG 100:835ἀναισθητότεροι καὶ τῶν λίθων ἀκινητότεροι, σκληρὰν καὶ ἀτεράμονα τὴν καρδίαν πρὸς τὴν σύνεσιν τῶν ἀληθῶν θέμενοι καὶ μηδὲν πλέον τῶν λεγομένων ἢ ἀκουομένων καὶ τοῖς αἰσθητοῖς προσπιπτόντων ὄμμασιν ἐννοεῖν δυνάμενοι. οἱ γὰρ τοῖχοι οὐκ εἰκονογραφίας χάριν παρελήφθησαν, ἀλλὰ τοῦ ἐμπεριέχειν καὶ ἐμπερικλείειν ἅπερ ἐν τοίχοις περιέχεσθαι πέφυκεν καὶ ἐντὸς καθορίζεσθαι. καὶ οὐ συνῆκαν οἱ δείλαιοι ὅτι τὰ εἰρημένα ἅπαντα πρὸς ἀντιδιαστολὴν τῶν παρ' Ἕλλησιν μυσαρῶν σεβασμάτων προενήνεκται. Ἕλληνες γὰρ τὰ ἑαυτῶν ξόανα τοίχοις καὶ ἀδύτοις καὶ σκοτεινοῖς τόποις ἐγκατακλείοντες (ἐπεὶ τῷ ὄντι σκότους εἰσὶν ἄξια) αὐτοῦ μόνον τοὺς ἐνῳκισμένους περιγράφεσθαι νομίζουσιν ἀνοηταίνοντες, ξύλα γε ὄντας καὶ λίθους καὶ ὁποίας ἂν εἶεν ὕλης. ὁ δὲ Χριστὸς καὶ θεὸς ἡμῶν, ὡς ἀληθῶς εἰπεῖν, σωματικῶς νῦν ἐπὶ γῆς οὐκ ἐνδημῶν (ὡς θεὸς γὰρ πανταχοῦ καὶ ὑπὲρ τὸ πᾶν ἐστιν) οὐδὲ τοίχοις καὶ δόμοις τισὶν περιειργόμενος πιστεύεται· εἰς οὐρανοὺς γὰρ μετὰ τοῦ προσλήμματος ἀνιών, συμπάρεδρον τῷ θρόνῳ τῷ πατρικῷ τὴν ἀπαρχὴν τοῦ καθ' ἡμᾶς φυράματος ἀπειργάσατο· καὶ θώκοις ἐγκαθίδρυται τοῖς ἐκ δεξιῶν τοῦ θεοῦ καὶ πατρός, ᾧ οἶδεν αὐτὸς θεϊκῷ τρόπῳ. οὐκοῦν περιγραπτὸν ἐκ παντὸς τὸ Χριστοῦ σῶμα καὶ οὐκ ἐκείνοις μᾶλλον ἢ τῷ ἐκκλησιαστικῷ φρονήματι συνηχήσει τε καὶ συλλήψεται τὰ εἰρημένα· εἰ δὲ ταῦτα οὕτως ἔχει, καὶ γράφεται δήπου καὶ εἰκονίζεται. οἱ δὲ περὶ τὴν λέξιν τῆς γραφῆς σκοτισθέντες καὶ ταυτὸν εἶναι οἰόμενοι γραφήν τε καὶ περιγραφὴν εὐκαίρως τοὺς ἐλέγχους τῆς ἀμαθίας ἐκ περιτροπῆς ὑποδέχονται. πάντα γὰρ πρὸς τὸ οἰκεῖον βούλημα θηρεύειν ἀβούλως καὶ σφαλερῶς διαγωνίζονται ἵνα ὅτῳ δὴ τρόπῳ τὴν Χριστοῦ μνήμην ἀφέλοιντο· βαρὺς γάρ ἐστιν αὐτοῖς καὶ ἐν εἰκόνι βλεπόμενος καὶ εἰς μνήμην ἐρχόμενος. 146 τοῖς προηγουμένοις τὰ ἑπόμενα καὶ παρ' αὐτοῖς ἐκτεθέντα, τοιαῦτα· Καὶ πάλιν ὁ αὐτός, φασίν, ἐν τῷ λόγῳ αὐτοῦ τῷ εἰς τὸν Ἀβραὰμ φάσκει· "Οἱ δὲ τρεῖς ἄγγελοι ὅτι ἦλθον πρὸς τὸν Ἀβραὰμ καὶ ταῦτα ἐποίησαν, ὑπὸ Ἑλλήνων ἀκόντων μαρτυροῦνται. οἱ γὰρ τὴν τῶν Παλαιστινῶν οἰκοῦντες γῆν καὶ εἰκόνας γράφοντες τῶν σεβασμάτων αὐτῶν τρεῖς γράφουσιν ἀγγέλους καὶ τὸν Ἀβραὰμ μετ' αὐτῶν καὶ τὴν Σάρραν καὶ μόσχον καὶ ἄλευρον· καὶ πάντα ὅσα λέγει ἡ γραφὴ διὰ μέλανος, λέγουσιν ἐκεῖνοι δι' ἀγαλμάτων. ταῦτα δὲ εἴρηται ἵνα οὐ τοῖς πιστοῖς δι' Ἑλληνικῶν γένηται ἡ πίστις· ἡμεῖς γὰρ παρὰ τῶν ἔξωθεν οὐ δεχόμεθα τὰς ἀποδείξεις." ὢ βυθὸς ἀνοίας. ὅπως τὸ ἀνελεύθερον καὶ ἀνεπιστάτητον τῆς γνώμης τῶν νεογνῶν εἰς πίστιν ἀπογυμνοῦται. ἄξιον γὰρ ὧδε εἰπεῖν ὅτι οὔτε ἃ λέγουσιν οἴδασιν οὔτε περὶ τίνων διαβεβαιοῦνται. ποίαν γὰρ ταῦτα τοῖς λόγοις αὐτῶν συνηγορίαν ἔχει, ὁπότε οὐδὲ τῷ σκοπῷ τοῦ συγγραφέως παρακολουθῆσαι αὐτοῖς ἐξεγένετο; οὐδὲ γὰρ περὶ ἀγαλμάτων τινῶν ἐβούλετο διαλέγεσθαι, πότερον φευκτὰ ἢ οὐ φευκτά, ἀλλὰ τὰ κατὰ τὸν Ἀβραὰμ διεξιὼν ἀπάγει καὶ πρὸς Ἕλληνας τὸν λόγον, ἐπαγαγέσθαι πειρώμενος πρὸς τὴν τῶν πραγμάτων ἀλήθειαν καὶ αὐτούς, ὡς εἰ μὴ τοῖς παρὰ τοῦ πνεύματος γεγραμμένοις προσέχοιεν, τοῖς γοῦν φαινομένοις πεισθεῖεν. καὶ γὰρ τὰ Σοδόμων εἰς προῦπτον ἔκειτο· τοιαῦτα γὰρ μικρὸν πρόσθεν ἔλεγεν· Εἰ δέ τις Ἑλλήνων ἀπιστεῖ ἢ τοῖς δι' Ἀβραὰμ εἰρημένοις ὅτι τρεῖς ἦλθον πρὸς αὐτὸν καὶ ὑπεδέχθησαν ἢ τοῖς διὰ τὸν Λὼτ καὶ τὰ Σόδομα, βλεπέτω ὀφθαλμοῖς ἃ λέγει τὰ ῥήματα· Σόδομα γὰρ ἔτι καὶ νῦν κατέστραπται, δείκνυσιν δὲ τὸν Λὼτ ζῶντα. ταῦτα προθέμενος ἐπάγει εὐθύς· Οἱ δὲ τρεῖς ἄγγελοι ὅτι ἦλθον πρὸς τὸν Ἀβραὰμ καὶ τἄλλα ὅσα κατὰ τὴν ἀρίστην ἐκείνην ὑποδεξίαν πέπρακται καὶ ἡ προκειμένη περιέχει χρῆσις. ἐν ᾧ τοίνυν τῶν ῥημάτων ἀμφισβητοῖεν Ἕλληνες, τοῖς γοῦν παρὰ τῶν οἰκείων καὶ γένει καὶ θρησκείᾳ προσηκόντων ἐξευρημένοις τὰ κατὰ τὸν Ἀβραὰμ εἰρημένα δεχέσθωσαν. οὐκοῦν οὐ περὶ ἀγαλμάτων τῶν καθ' Ἕλληνας ὁ λόγος, ὅπως ἔχουσιν βδελυρίας ἢ μή (τοῦτο γὰρ περιττὸν ζητεῖν καὶ ἀνόνητον, ὡμολογημένου ἤδη καὶ πεφανερωμένου βδελυκτὰ εἶναι τὰ Ἑλλήνων παρὰ Χριστιανοῖς), ἀλλ' ὅτι τὰ κατὰ τοὺς ἀγγέλους καὶ
PG 100:841τὸν Ἀβραὰμ καὶ Ἕλληνας δέχεσθαι δίκαιον παρ' Ἑλλήνων δι' ἀγαλμάτων δεικνύμενα. ποία οὖν τοῖς ἀσεβέσιν πρόφασις τὰ κατὰ τὴν ἐκκλησίαν κακίζειν; ἢ ποῖος μῶμος αὐτῇ προσπλεκήσεται παρὰ τὸ πειρᾶσθαι δι' ἀγαλμάτων τὰ κατὰ τὸν Ἀβραὰμ δεικνύειν τοὺς Ἕλληνας; ἢ οὐχὶ δὴ μᾶλλον μέμψεως οὗτοι καὶ κατηγορίας ἄξιοι; εἰ γὰρ Ἕλληνες τὰ θεῖα ἁρπάσαντες καὶ ἡμέτερα, σπουδὴν περὶ τὴν ἀλήθειαν ἔθεντο, πόσον ἔδει τοὺς πιστοὺς σπουδαιότερον περὶ ταῦτα διανίστασθαι; οὐδὲ γὰρ ἐπειδὴ Ἕλληνες τἀληθῆ γράφουσιν, ἡμᾶς χρὴ παραγράφεσθαι τὴν ἀλήθειαν πρὸς τὴν τῶν πραγμάτων ἀποβλέποντας φύσιν. διατοῦτο γὰρ καὶ Ἰουδαῖοι κατάκριτοι, ὅτι ἃ πάλαι αὐτοῖς προσῆκεν νῦν ἡμέτερα γέγονεν. τὸν γὰρ πλοῦτον τὸν ἐκείνων ληϊσάμενοι σφετεριζόμεθα, ὅτι τὸν ἐλθόντα εἰς τὰ ἴδια οἱ ἴδιοι οὐ παρέλαβον· ὥστε τὰ παρ' ἀπίστοις στηλογραφούμενα εὐγνωμόνως πιστοῖς προσίεσθαι δίκαιον, ἐπεὶ καὶ τοῖς γεγραμμένοις οἰκεῖα καὶ ὁμόλογα. 147 ἔτι τοῖς εἰρημένοις προστίθησιν ὁ διδάσκαλος· ταῦτα δὲ εἴρηται ἵνα οὐ τοῖς πιστοῖς δι' Ἑλληνικῶν γένηται ἡ πίστις· ἡμεῖς γὰρ παρὰ τῶν ἔξωθεν οὐ δεχόμεθα τὰς ἀποδείξεις. ἡμῖν γὰρ ὡς ἀληθῶς οὐδεὶς λόγος παρὰ τῶν ἔξωθεν τὰς πίστεις δέχεσθαι τῶν κατὰ τὸν Ἀβραὰμ πρὸς τὴν τῶν ἀγγέλων φιλοφρόνως πεπραγμένην δεξίωσιν, οὐδὲ ἄλλου ὅτου χάριν, τοῖς ἱεροῖς ἤδη ἐντεθραμμένοις λόγοις τε καὶ παιδεύμασιν. καὶ γὰρ ὁ κύριος, φησίν, τῶν δαιμονίων βοώντων· "Σὺ εἶ ὁ Χριστός", ἐπετίμα καὶ οὐκ εἴα λαλῆσαι, ἀπαξιῶν παρὰ δαιμόνων μαρτυρεῖσθαι. ἀλλ' οὐ παρὰ τοῦτο καὶ ἡμεῖς Χριστὸν ὁμολογεῖν παραιτησόμεθα. οὐδὲ Παῦλον δυσφημήσομεν ἐπειδὴ ἀκούομεν εὐφημοῦσαν αὐτὸν τὴν Πυθόληπτον. μὴ δὲ γὰρ τοῖς προσώποις προσεκτέον, ἀλλὰ ταῖς ἀληθείαις αὐταῖς ἐπικριτέον τὰ πράγματα· καίτοι παρὰ τῶν ἐναντίων πρὸς πίστιν ἡ ἀλήθεια τὸ ἐπαγωγὸν μᾶλλον καὶ πιθανὸν κέκτηται. ἤδη δὲ ἔγωγε καί τινος ἐπυθόμην λέγοντος θεολόγων ἑτέρωθεν· Πάλιν Βαλαὰμ προφητεύει καὶ Σαμουὴλ ἕλκεται, εἰ δοκεῖ, δι' ἐγγαστριμύθου, καὶ δαίμονες ὁμολογοῦσιν τὸν Ἰησοῦν ἄκοντες καὶ διὰ τῶν ἐναντίων, ἵνα καὶ πιστευθῇ μᾶλλον ἡ ἀλήθεια· καὶ ἀποστόλων τοῦ μεγαλόφρονος, ὡς ἤδη ἀνέχεταί τινων κηρυσσόντων τὸ εὐαγγέλιον, καὶ τούτων ἀπίστων καὶ οὐ μικρὸν αὐτῷ ἐπισωρευόντων ἐντεῦθεν τὸν κίνδυνον, ἵνα ὅτῳ τρόπῳ, προφάσει τε καὶ ἀληθείᾳ, Χριστὸς καταγγέλληται. 148 ἐοίκασιν δέ μοι παραπλήσιόν τι πεπονθέναι τῶν Ἰουδαίων· ὥσπερ γὰρ ἐκεῖνοι τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ' ὑπετάγησαν, οὕτω καὶ οὗτοι τῷ ἰδίῳ σκοπῷ πανταχοῦ ἑπόμενοι, τῷ σκοπῷ τοῦ δι δασκάλου οὐκ ἠκολούθησαν. πρὸς γὰρ τὸ λέγον ῥητὸν μόνον ὅτι ἡμεῖς ἐκ τῶν ἔξωθεν πίστιν οὐ δεχόμεθα βουκολούμενοι καὶ τῇ ἐννοίᾳ τοῦ συγγεγραφότος οὐ προσχόντες, πρὸς τὴν ἰδίαν φαυλότητα τὸν νοῦν ᾐχμαλώτευσαν καὶ κατὰ τῶν ἱερῶν συμβόλων τῆς θείας οἰκονομίας οὐδὲν προσῆκον κακῶς ἐξειλήφασιν. καίτοι εἰ καὶ πρὸς εἰκόνας ὁ λόγος ἀπέβλεπεν, ἀκούσαντας τὸ μηδὲν παρὰ τῶν ἔξωθεν ἡμᾶς δέχεσθαι ἀπολήγειν ἐχρῆν τῆς ἀλόγου ὁρμῆς καὶ μὴ προσάγειν ἐπ' αἰσχύνῃ καὶ κατακρίσει αὐτῶν εἰς μαρτύριον. καὶ οὕτως ἂν τὸ κλέος ἡ ἐκκλησία ἠνέγκατο· ἡμῖν γὰρ οὐ παρὰ τῶν ἔξωθεν τὰ ἡμέτερα ἀλλὰ παρὰ τῶν ἡμετέρων πιστῶν καὶ θεοσεβῶν ζήλῳ θερμῷ πρὸς τὴν εὐσέβειαν ἠγμένων τὸ ἐξ ἀρχῆς παραδίδοται. μάτην λοιπὸν ἐπ' ἐκείνοις αὐχοῦσιν τοῖς λόγοις· ἃ γὰρ οὐδὲ παρὰ μεμηνότων ἤκουσται πρὸς ἱερὰ ἀπεικάσματα μεθαρμοζόμενα, πρὸς κατηγορίαν, οὐ σύστασιν ἑαυτῶν προηγάγοντο. 149 ἔτι φασὶν ὅτι Εἶθ' οὕτως καὶ ἐν ἑτέρῳ λόγῳ τῷ εἰς τὸν δεσμοφύλακα ἐπιγραφομένῳ λέγει· "Εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου ἢ συγγενοῦς νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύχου, πολλῷ μᾶλλον ἡμεῖς διὰ τῶν γραφῶν τῆς τῶν ἁγίων ἀπολαύομεν παρουσίας, οὐχὶ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχοντες ἀλλὰ τῶν ψυχῶν· τὰ γὰρ παρ' αὐτῶν εἰρημένα τῶν ψυχῶν αὐτῶν εἰκόνες εἰσίν."0 ὡς ἐκπλήξεως ταῦτα γέμει καὶ ἀμηχανίας πολλῆς καὶ θάμβος
PG 100:847καὶ ἀπορία οὐ μικρὰ τοῖς ἐντυγχάνουσιν ὡς τὸ εἰκὸς περιχυθήσεται· πότερον, ὅπως εἰς ἄκρον ἠλιθιότητος καὶ ἀναισθησίας οἱ κεχρημένοι παραλόγως ἵκοντο, θαυμάσεταί τις, ἢ καταπλαγείη ὅσον τῶν πρὶν ἀσεβῶν ὑπερηκόντισαν εἰς παράνοιαν. ἀφ' ὧν γὰρ ἔδει καταδύεσθαι καὶ αἰσχύνεσθαι, ἀπὸ τούτων οἵ γε παρρησιάζονται καὶ τὴν ὀφρῦν κατὰ τῆς εὐαγοῦς ἡμῶν δόξης οὐκ εὐαγῶς ἀνασπῶσιν. ὅπως γὰρ ἐπὶ κατηγορίᾳ, οὐ συνηγορίᾳ αὐτοῖς συμπεπόρισται, οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν οἱ δείλαιοι, ἐπειδὴ ἐν σκότει τῆς ἀπιστίας ὁμοῦ καὶ ἀμαθίας διαπορεύονται, οὐδ' αὐτῶν ὧν προάγουσιν λόγων ἐν περινοίᾳ γενέσθαι ἰσχύσαντες. οἶμαι γὰρ οὐδὲ τοὺς πάθει μανίας ἑαλωκότας διαμφισβητεῖν ὡς τὰ τῶν εἰκόνων ἀναθήματα τῶν εἰκονιζομένων προσώπων εἰς μνήμην καὶ φαντασίαν τοὺς ὁρῶντας ἐνάγουσιν· καὶ συλλήψεταί γε, εὖ οἶδα, μᾶλλον ταῦτα τοῖς ἤδη τὰ τῶν ἁγίων πρεσβεύουσιν. τί γὰρ τὸ ἐμποδὼν στήσεται ἐκ τῆς αὐτῆς τῷ λογογράφῳ ὑποθέσεως ἀφορμηθέντας καὶ τῷ αὐτῷ τοῦ λόγου σχήματι χρησαμένους φάναι ὅτι δὴ τὰς τῶν ἁγίων ἀνατιθέντες εἰκόνας αὐτοὺς ἐκείνους διὰ τούτων κατοπτριζόμεθα, καὶ ἀναθεωροῦμεν αὐτῶν τὴν γενναιότητα καὶ τοὺς ἄθλους καὶ τὴν πρὸς θεὸν ἀγάπην τε καὶ οἰκείωσιν; ἐξ ὧν δὴ καὶ ὠφέλειαν καρποῦσθαι πάρεστιν, εἰς μίμησίν τε τῆς πρὸς θεὸν αὐτῶν διαθέσεως καὶ τῶν ὑπὲρ τῆς εὐσεβείας ἀγώνων διανίστασθαι. 150 καὶ ταῦτα μὲν τῆς τῶν ἀγνωμόνων εἰκαιοβουλίας καὶ παρανοίας. ὁ δ' οὖν τούτους τοὺς λόγους πρῶτος ἐρανισάμενος, καίτοι θερμὸς τυγχάνων τῆς ἀποστασίας προστάτης, ὁ Μαμωνᾶς φημι Κωσταντῖνος, ἐπὶ πλεῖστον βακχείας καὶ ἐμπληξίας κατολισθήσας καὶ τὴν ἀχλὺν τῆς ἀθεΐας περικεχυμένος, ὅμως μικρὸν γοῦν τῆς ἀβουλίας ἐπῃσθημένος ἤδη ἠπείγετο τῶν ἐν τῇ κοπροφόρῳ κοιτίδι συντεθέντων τῆς βλασφημίας τινὰς χρήσεις ὑποσπάσαι. τάχα δ' ἂν καὶ πρὸ τῶν ἄλλων ταύτην ὑφείλετο οἷα δὴ τὸ ἠλίθιον αὐτῶν ἐμφανέστερον θριαμβεύουσαν· κἂν τὸ νοηθὲν ἐπετέλεσεν, εἰ μὴ ὁ κατὰ τὴν ἱερωσύνην ἐπὶ κακῷ τῷ ἑαυτοῦ τὸ τηνικαῦτα προὔχων, ἐλεεινῶς καὶ ἀθλίως φρονῶν, παραινέσεσιν πλείσταις χρησάμενος διεκώλυσεν, εὐπρόσωπον ἀφορμὴν προϊσχόμενος καὶ πιθανὸς πρὸς τὸν λόγον ὀφθείς, ὡς οἷα ὑπ' εὐνοίας ἠγμένος, φάσκων ὡς εἰ ταῦτα περιέλοι τῶν συγγεγραμμένων, χώραν δοίη τοῖς ὑπεναντίοις τοιαῦτα λέγειν, ὅτι γε τὰ μέν, ἐν οἷς ἀρέσκονται τοῖς ἐγκρίτοις πατράσιν, ἀνατιθέασιν, ἃ δὲ οὐκ ἀρέσκει αὐτοῖς, ἀποβάλλονται, ἐξουσίᾳ μᾶλλον ἢ ἀληθείᾳ δογμάτων πράσσοντες. ἐναργοῦς δὲ οὔσης αὐτῶν τῆς ματαιότητος, περιττὸν ἦν που ἐπὶ πλέον ἀντιλέγοντας ταῦτα εὐθύνειν, ὡς ἂν μὴ τῆς ἴσης ἐκείνοις νομισθῶμεν παραφροσύνης. πλὴν ἵνα μή τινες τῶν ἀφελεστέρων τὴν ἐπὶ τοῖς ἑπομένοις λόγοις δύναμιν ἀγνοοῦντες καὶ τῇ παρεξηγήσει τῶν ἀπατεώνων δελεαζόμενοι παραβλάπτοιντο, ταύτῃ τοι τὸν προκείμενον τῷ διδασκάλῳ νοῦν ἀναπτύξαι εἰς δέον κεκρίκαμεν, ὡς ἂν εὐκάτοπτα τὰ τοῦ λόγου καὶ σαφῆ παραστήσωμεν. σκοπὸς γὰρ τῷ πατρὶ οὐκ εἰκόνας ἁγίων καὶ τοὺς περὶ αὐτῶν λόγους συμβάλλειν, ὁποῖόν τι τούτων αἱρετέον, ὁποῖόν τε παρετέον, ἀλλὰ δεικνύειν προηγουμένως ὡς οἱ ἅγιοι καὶ διὰ τῶν λόγων αὐτῶν καὶ τῶν γεγραμμένων περὶ αὐτῶν μεθ' ἡμῶν εἰσιν. 151 λοιπὸν μεθ' οὓς προεξύφηνε λόγους, κατὰ τοῦτο δὴ τὸ χωρίον γενόμενος, προτίθησιν ῥητόν τι ψαλμικόν, ἐκεῖνο δὴ τὸ Αἴνει ἡ ψυχή μου τὸν κύριον, καὶ ἐπάγει ὁ αὐτός· Ταῦτα ὁ Δαυῒδ εἶπεν τότε· ταῦτα καὶ ἡμεῖς μετὰ τοῦ Δαυῒδ ψάλλομεν σήμερον. εἰ γὰρ καὶ μὴ τῷ σώματι πάρεστιν, ἀλλὰ τῷ πνεύματι πάρεστιν. καὶ ὅτι πάρεισιν ἡμῖν οἱ δίκαιοι καὶ μεθ' ἡμῶν ψάλλουσιν, ἄκουσον τί φησιν ὁ Ἀβραὰμ πρὸς τὸν πλούσιον. λέγοντος γὰρ ἐκείνου· Πέμψον Λάζαρον, ἵνα οἱ ἀδελφοὶ αὐτοῦ μαθόντες τὰ ἐν Ἅιδου διορθώσωνται τὰ καθ' ἑαυτούς, λέγει πρὸς αὐτόν· Ἔχουσιν Μωσέα καὶ τοὺς προφήτας. καὶ μὴν καὶ Μωσῆς καὶ οἱ προφῆται πάλαι τεθνήκασιν· ἀλλ' εἰ καὶ τεθνήκασιν τῷ σώματι, διὰ τῶν γραμμάτων εἶχον αὐτούς. ταῦτα εἰπὼν καὶ βουλόμενος κατασκευάσαι καὶ πιστώσασθαι εἶναι μεθ'
PG 100:852ἡμῶν τοὺς ἁγίους, λαμβάνει παραδείγματος τρόπῳ τὰ ἐπαγόμενα καὶ φησίν· εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου ἢ συγγενοῦς νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύχου. ἴσμεν δὲ δήπου ὅτι οὐδὲν παράδειγμα ἀμφισβητήσιμον, ἐπεὶ δεήσεται καὶ ἑτέρας κατασκευῆς καὶ οὐκ ἂν εἴη ἔτι παράδειγμα. ὡς οὖν παρὰ πᾶσιν καὶ σοφοῖς καὶ ἰδιώταις ὁμολογούμενα ταῦτα προθείς, συλλογίζεται καὶ ἐπάγει ὅτι πολλῷ μᾶλλον ἡμεῖς διὰ τῶν γραφῶν τῆς τῶν ἁγίων ἀπολαύομεν παρουσίας, οὐχὶ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχοντες ἀλλὰ τῶν ψυχῶν· τὰ γὰρ παρ' αὐτῶν εἰρημένα τῶν ψυχῶν αὐτῶν εἰκόνες εἰσίν. ἐν τούτοις βούλεται λέγειν ὁ συγγραφεὺς ὅτι αἱ μὲν τῶν σωμάτων εἰκόνες τὰ σώματα, ὁποῖα ἦν, εἰκονίζουσίν τε καὶ ἐμφανίζουσιν, τὰ δὲ παρὰ τῶν ἁγίων εἰρημένα τὸ γενναῖον καὶ ἀήττητον τῶν ψυχῶν αὐτῶν παράστημα εἰκονίζουσιν καὶ κηρύσσουσιν, καὶ διὰ τῶν γεγραμμένων περὶ αὐτῶν τῆς παρουσίας αὐτῶν ἀπολαύομεν. ταῦτα δὲ οὐ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχειν ἡμῖν προξενεῖ, αὐτοὺς δὲ τοὺς ἁγίους μεθ' ἡμῶν εἶναι παρασκευάζει· Εἰ γὰρ καὶ μὴ πάρεισιν, φησίν, τῷ σώματι, ἀλλὰ τῷ γε πνεύματι πάρεισιν. καὶ ταύτῃ γοῦν οὐ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχειν ἔλεγεν, οὐχ' ὅτι οὐκ εἶχεν (εἶχεν γάρ· καὶ τοῦτο φανερὸν διὰ τῶν ἔργων ἐποίει), ἀλλ' ὅτι ἐν τῇ ἀναλήψει τῶν περὶ τῶν ἁγίων λόγων, οὓς διὰ γλώσσης φέρομεν, τῶν ψυχῶν αὐτῶν οἱονεὶ τὰς εἰκόνας ὑφηγουμένους βλέπομεν. οὐχ' εὑρίσκομεν δὲ οὐδὲ ὁρῶμεν ἐνταῦθα σωματικῶν αὐτῶν εἰκόνων λόγον, ἐπεὶ οὐδὲ συναναφαίνονται τοῖς λόγοις αἱ εἰκόνες. καὶ διατοῦτο λέγομεν ὅτι οὐκ ἔχομεν· οὐδὲ γὰρ σώματι αὐτοὺς βλέπομεν ἀλλὰ πνεύματι. δῆλον δ' ἂν τοῦτο κἀντεῦθεν γένοιτο· οἱ γὰρ λόγοι, ἐπειδὴ νοῦ γέννημα, οὐ σώματος, ὑπάρχουσιν, κἂν διὰ τῶν φωνητικῶν τοῦ σώματος ὀργάνων προφέρωνται, οὐ σωμάτων ἡμῖν ἕξιν ἐκτυποῦσιν καὶ εἶδος, ἀλλὰ ψυχῆς καὶ νοῦ τοῦ γεννήσαντος χαρακτηρίζουσιν τὴν διάθεσιν. οὐκοῦν τοὺς λόγους τοὺς τῶν ἁγίων διὰ τῶν γεγραμμένων μεταχειριζόμενοι, τῶν ψυχῶν αὐτῶν ὁρῶμεν τὰ ἀνδραγαθήματα ἡμῖν διαμορφούμενα· καὶ οὐ σωματικῶς ἀλλὰ πνευματικῶς παρεῖναι πεπείσμεθα. διὸ οὐδὲ σωματικῶς ἐν τοῖς κατ' αὐτοὺς λόγοις ἐξετάζομεν, ἵνα καὶ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχειν λέγωμεν· ἄλλως τε δὲ ἕτερος ψυχῆς λόγος καὶ ἄλλος σώματος, καὶ οὐκ ἐνὸν ἐπ' ἀμφοῖν καὶ κατὰ ταυτὸν τοὺς αὐτοὺς λόγους ποιεῖσθαι ἢ τὰς εἰκόνας αὐτῶν ὁμοῦ παραλαμβάνειν. πῶς γὰρ ὧν ὁ λόγος διάφορος, ὁ τρόπος ὁμοῦ συμπαραληφθήσεται; ὁπηνίκα τοίνυν περὶ ψυχῆς τις καὶ τῶν κατὰ ψυχὴν διαλαμβάνει, οὐκ ἔστιν κατὰ ταυτὸν καὶ περὶ σώματος καὶ τῶν κατὰ σῶμα συνδιεξέρχεσθαι, ἵνα καὶ τὸν περὶ σωματικῆς εἰκόνος ἀνέλοιτο λόγον. ἀλλ' οὐδὲ ὁμοία ἡ περὶ ἑκατέρου τούτων ἐπιχείρησις. ἡ μὲν γὰρ εὐκολία τοῦ παραλαμβανομένου λόγου τῆς τῶν ψυχῶν ἁπλότητος ἕνεκεν ἀθρόον καὶ ὡς ἐν ἀκαρεῖ τῷ χρόνῳ τὴν μνήμην ἀνακινοῦσα καὶ τὴν ἑκάστης ἰδιότητα ῥᾳδίως ἐν τῷ νοῒ ἀνεζωγράφησεν. ἡ δὲ δυσχέρεια τοῦ ἐπιτηδευομένου τρόπου τῆς παχύτητος τῶν σωμάτων χάριν οὐχ' ὧδέ πως ἔχει· οὐδὲ γὰρ ἂν οὕτως εὐπετῶς τὰ σωματικὰ γνωρίσματα καταχαράξαι σχοίη· δεήσεται γὰρ καὶ τέχνης καὶ ὕλης καὶ τοῦ μετιόντος τὴν τέχνην γραφέως. ὥστε ὁ περὶ τῶν ψυχῶν τῶν ἁγίων τὸν λόγον ποιούμενος οὐχ' οἷός τέ ἐστιν καὶ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας κατὰ ταυτὸν πάντως ἔχειν. 152 ἀλλ' οὐ παρὰ τοῦτο ἀπαγορεύειν αὐτὰς τὸν διδάσκαλον ὑποληπτέον. ἀλλ' ὅποι αὐτῷ τὰ τοῦ σκοποῦ καὶ τοῦ καιροῦ φέρει, ἐστοχασμένως ἐξετάζειν χρεών· πάντων γὰρ μάλιστα, καὶ καιρὸν καὶ μέτρα ἑκάστῳ ᾔδει τιθέναι πράγματι. διὰ πάντων οὖν δηλοῦται ὡς οὐκ ἀναιρεῖ τῶν ἁγίων εἰκόνων τὸ χρῆμα, ἀλλ' ὅτι οὐ συνυπάρχουσιν οὐδὲ ἐξ ἀνάγκης ἐν τοῖς περὶ τῶν ἁγίων προαγομένοις ἕπονται λόγοις, ταῦτα διέξεισιν. ἡμεῖς δὲ καθάπερ καὶ τὸ ἐκείνου ἔχει φρόνημα γινώσκομεν, καὶ τὰ συζυγῆ τῶν τιμίων ψυχῶν σώματα τίμια ἡγούμεθα· ὧν γὰρ αἱ ψυχαὶ τίμιαι, δῆλον δήπου καὶ τὰ σώματα καὶ τοῦ παντὸς λόγου ἄξια ὡς ὄργανα τοῖς
PG 100:858ἁγίοις ὑπηρετησάμενα, ἐν οἷς τὸ γενναῖον καὶ στερρὸν καὶ ἀδάμαστον ἐν ταῖς βασάνοις ἐπεδείξαντο· μεθ' ὧν ὡς συνάθλοις καὶ συστεφθήσονται, ἡνίκα κατὰ τὴν μέλλουσαν κοινὴν πάντων ἀνάστασιν ταῦτα ἀπολήψονται ἄφθαρτα. οἱ τοίνυν διὰ τῶν γραφῶν τὰς εἰκόνας τῶν ψυχῶν τῶν ἁγίων ἔχοντες ἀναγκαίως καὶ ἀκολούθως διὰ τῶν χρωμάτων ἢ ὁπωσοῦν ἑτέρως καὶ τὰς τῶν σωμάτων αὐτῶν εἰκόνας ἕξουσιν· ὅθεν οὐ περιοπτέαι οὐδὲ ἀτιμαστέαι. προσεκτέον δὲ ὡς οὐ πρὸς εἰκόνας ἁγίων τοὺς λόγους τῶν ἁγίων συνέκρινεν ἀλλὰ πρὸς ἀνθρώπων τῶν τυχόντων καὶ ὁπωσοῦν ἐχόντων. ἦ γὰρ ἂν οὐ καταδεέστερον τὸν λόγον ἐτίθετο· σεμνῶς γὰρ ὅπως αὐτὸς τὴν τοῦ μεγάλου Παύλου εἰκόνα περιέπων καὶ τιμῶν διετέλει καὶ ὡς περὶ τῶν λοιπῶν διέκειτο, ἤδη προδέδεικται. 153 καὶ τὰ μὲν ἡμέτερα ἐπὶ τοσοῦτον· ὁ δὲ διδάσκαλος ἔτι βεβαιοῦν τὰ προκεχειρισμένα αὐτῷ βουλόμενος, ἄγχιστά που τῆς προγεγραμμένης χρήσεως ἐπιφέρει τοιαῦτα· Βούλει μαθεῖν ὅτι ζῶσιν οἱ δίκαιοι καὶ πάρεισιν; οὐδεὶς τοὺς τεθνεῶτας μάρτυρας καλεῖ, ὁ δὲ θεὸς μάρτυρας αὐτοὺς ἐκάλεσεν τῆς οἰκείας θεότητος καὶ πρῶτον αὐτὸν τὸν Δαυΐδ, ἵνα σε διδάξῃ ὅτι ζῇ. τῶν γὰρ Ἰουδαίων ἀμφισβητούντων περὶ αὐτοῦ, λέγει πρὸς αὐτούς· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υἱός; λέγουσιν αὐτῷ· Τοῦ Δαυΐδ. λέγει αὐτοῖς· Πῶς οὖν ὁ Δαυῒδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων· Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. εἶδες πῶς ζῇ ὁ Δαυΐδ; εἰ γὰρ μὴ ἔζη, οὐκ ἂν ἐκάλεσεν αὐτὸν μάρτυρα τῆς θεότητος αὐτοῦ· καὶ οὐκ εἶπεν· πῶς ἐκάλεσεν, ἀλλὰ καλεῖ, ἵνα διδάξῃ ὅτι πάρεστιν ἔτι διὰ τῶν γραμμάτων καὶ φθέγγεται. τὰ τοῦ πατρὸς τοιαῦτα· ἐκ τούτων δὲ καὶ τῶν προρρηθέντων εὐχερῶς τις τὸν τρόπον οὗ εἵνεκεν ἔφη μὴ ἔχειν εἰκόνας τῶν ἁγίων σωματικὰς καταλήψεται. 154 κατοκνήσειέν τις τάχα τοῖς προσαπαντῶσιν ἑξῆς ἐπιβάλλειν· θρήνων γὰρ καὶ ὀδυρμῶν καὶ δακρύων πολλῶν, οὐκ ἐλέγχων ἄξια. καί μοι τὸν λόγον ἡ ἔκπληξις ἐπικόπτει καὶ σύγχυσίς πως καὶ ἀκηδία πνεύματος ἀλύοντι ἔπεισιν. ἀπορήσειεν γὰρ ἀνθρώπων γλῶσσα ἐκτραγῳδοῦσα οἷα τοῖς ἀθλίοις συνήνεκται. πότερον γάρ τις τὴν ἀλογίαν κατοικτειρήσειεν ἢ καταπλαγείη τὴν ἀσέβειαν; πρὸς δὲ τῆς ἀναισχυντίας τὸ μέγεθος πῶς οὐκ ἄν τις ἀπαυδήσειεν; τριάκοντα γάρ που σχεδὸν διαγεγόνασιν ἐνιαυτοὶ ἐξ οὗ ἡ πονηρὰ ταύτη ἐπίνοια ἡ κατὰ τῶν ὀρθῶν λόγων ἐξευρεθεῖσα πεφώραται δημοσιευομένη καὶ θριαμβευομένη. καὶ πᾶς τις, ᾧ λόγου ποσῶς μετῆν, ἀνὰ στόμα ἔχων ἠγόρευεν, ἵνα καὶ τῶν οὐχ' ἡμετέρων τι φθέγξωμαι. τίς οὐκ οἶδεν οἷα κατὰ τῆς ἐπιστολῆς τοῦ ὁσίου ἀνδρὸς Νείλου τῆς πρὸς Ὀλυμπιόδωρον γραφείσης τὸν ἔπαρχον, παρὰ τοῖς πάλαι κατὰ Χριστοῦ μανεῖσιν ἐπινενόηται καὶ τετόλμηται, ὅπως τὴν ἐγγεγραμμένην ἐν αὐτῇ τοῦ συντεταχότος διάνοιαν παρέφθειράν τε καὶ παρεποίησαν, τὴν ἀλλοτρίαν δὲ αὐτῷ προσοικείωσαν; ὃ τοῖς αἱρετίζουσιν σύνηθες. ἀλλ' ἐκεῖνοι μὲν οὕτως διακενῆς ἀνομήσαντες ᾤχοντο. τούτων δὲ τίς οἴσει τὸ κατὰ τῆς εὐσεβείας τολμηρὸν καὶ παράνομον, πῶς ἦρται ὁ τοῦ θεοῦ φόβος ἐξ ὀφθαλμῶν αὐτῶν; ὅτι ἐδόλωσαν ἐν γλώσσῃ αὐτῶν καὶ οὐκ ἠβουλήθησαν συνιέναι τοῦ ἀγαθῦναι· καὶ τὴν αὐτὴν ἐκείνοις ἀνομίαν ἐλάλησαν καὶ παρέστησαν πάσῃ ὁδῷ οὐκ ἀγαθῇ· κακίᾳ δὲ οὐ προσώχθισαν. αἰδὼς ἀνθρώπων ἐλήλαται, τῆς ἀληθείας τὸ ἀγαθὸν περιῄρηται, τὸ τῆς πίστεως κράτος ἐξουθένηται, τῆς ἐλπίδος καταπεφρόνηται τὸ ἑδραίωμα. τί ἔτι λέγειν, ἐξὸν παραθεμένους τῶν νενοθευμένων καὶ διεφθαρμένων τὸ ψεῦδος, ἔπειτα τὴν τοῦ θεοφόρου ἀνδρὸς ἐκείνου ἀληθῆ καὶ οἰκείαν δόξαν, ὡς ἔχει εὐσεβείας καὶ δογμάτων εὐθύτητος, ἀφεῖναι τοῖς ἐντυγχάνουσιν, ὅπως αὐτοὶ ἔχοιεν τοὺς τῶν ἀσεβῶν ἐπιγνόντες δόλους καὶ τὰ ἐπιτηδεύματα ἀποθαυμάζειν τε καὶ ἀποδύρεσθαι, οὐ μᾶλλον τῆς ἀσεβείας ἢ τῆς ἀναισχυντίας αὐτοὺς καὶ αὐθαδείας ὑπερεκπληττόμενοι; ἔχει δὲ τὰ παρὰ τῶν ὑπεναντίων ῥᾳδιουργηθέντα οὕτως· Νηπιῶδες καὶ βρεφοπρεπὲς ἡ τοιαύτη ἐρώτησις· περιπλανήσεως τῶν ὀφθαλμῶν τοῦτο γινόμενον, ἀνδρὸς δὲ φρονίμου τοῦτο μακρὰν ἀπέχει· ἐν γὰρ τῷ ἱερατείῳ κατὰ τὸ πρόσταγμα τῆς
PG 100:864ἐκκλησιαστικῆς παραδόσεως σταυρὸν ἐγχαράξας ἀρκέσθητι· δι' οὗ σταυροῦ ἐσώθη πᾶν τὸ ἀνθρώπινον γένος· καὶ τὸ λοιπὸν τοῦ οἴκου λεύκανον. 155 ἔχει δὲ καὶ τἀληθῆ καὶ γνήσια τοῦ ὁσίου οὕτως· Ἐπιστολὴ τοῦ ἁγίου Νείλου πρὸς Ὀλυμπιόδωρον ἔπαρχον· Γράφεις μοι, εἰ ἄρα πρεπωδέστατον εἴη μέλλοντί σοι κατασκευάζειν σηκὸν μέγιστον πρὸς τιμὴν τῶν ἁγίων μαρτύρων καὶ τοῦ ὑπ' αὐτῶν διὰ μαρτυρίου ἄθλων καὶ πόνων καὶ ἱδρώτων μαρτυρηθέντος Χριστοῦ, εἰκόνας τε ἀναθεῖναι καὶ ἐν τῷ ἱερατείῳ θήρας ζῴων παντοίας τοὺς τοίχους πλῆσαι τούς τε ἐκ δεξιῶν τούς τε ἐξ εὐωνύμων, ὥστε βλέπεσθαι κατὰ μὲν τὴν χέρσον ἐκτεινόμενα λίνα καὶ λαγωοὺς καὶ τὰ ἑξῆς φεύγοντα ζῷα τοὺς δὲ θηρᾶσαι σπεύδοντας σὺν τοῖς κυνιδίοις ἐκθύμως διώκοντας, κατὰ δὲ τὴν θάλατταν χαλώμενα δίκτυα καὶ πᾶν γένος ἰχθύων ἁλιευόμενον καὶ εἰς τὴν ξηρὰν ἀγόμενον χερσὶν ἁλιευτικαῖς· καὶ προσέτι γυψοπλασίαις πᾶν εἶδος ἐκφάναι δεικνύμενον πρὸς ἡδονὴν ὀφθαλμῶν ἐν τῷ οἴκῳ τοῦ θεοῦ· οὐ μὴν ἀλλὰ καὶ ἐν κοινῷ οἴκῳ χιλίους πήξασθαι σταυροὺς καὶ ἱστορίας πτηνῶν καὶ κτηνῶν καὶ ἑρπετῶν καὶ βλαστημάτων παντοδαπῶν. ἐγὼ δὲ πρὸς τὰ γραφέντα λέξαιμι ὅτιπερ νηπιῶδες ἂν εἴη καὶ βρεφοπρεπὲς τὸ τοῖς λεχθεῖσιν περιπλανῆσαι τὸν ὀφθαλμὸν τῶν πιστῶν· στερροῦ δὲ καὶ ἀνδρώδους φρονήματος οἰκεῖον, τὸ ἐν τῷ ἱερατείῳ μὲν κατὰ ἀνατολὰς τοῦ θειοτάτου τεμένους ἕνα καὶ μόνον τυπῶσαι σταυρόν (δι' ἑνὸς γὰρ σωτηριώδους σταυροῦ τὸ τῶν ἀνθρώπων διασῴζεται γένος καὶ τοῖς ἀπηλπισμένοις ἐλπὶς πανταχοῦ κηρύττεται), ἱστοριῶν δὲ παλαιᾶς καὶ νέας διαθήκης πληρῶσαι ἔνθεν καὶ ἔνθεν χειρὶ καλλίστου ζωγράφου τὸν ναὸν τῶν ἁγίων, ὅπως ἂν οἱ μὴ εἰδότες γράμματα μὴ δὲ δυνάμενοι τὰς θείας ἀναγινώσκειν γραφὰς μνήμην τε λάβωσιν τῆς τῶν γνησίως τῷ ἀληθινῷ θεῷ δεδουλευκότων ἀνδραγαθίας καὶ πρὸς ἅμιλλαν διεγείροιντο τῶν εὐκλεῶν καὶ ἀοιδίμων ἀριστευμάτων, δι' ὧν τῆς γῆς τὸν οὐρανὸν ἀντηλλάξαντο, τῶν βλεπομένων τὰ μὴ ὁρώμενα προτιμήσαντες· ἐν δὲ τῷ κοινῷ οἴκῳ πολλοῖς καὶ διαφόροις οἰκίσκοις διειλημμένῳ ἀρκεῖσθαι καθ' ἕκαστον οἰκίσκον πεπηγμένῳ τιμίῳ σταυρῷ, τὰ δὲ περιττὰ καταλιμπάνειν ἀναγκαῖον νομίζω. 156 γράφει δὲ ὁ αὐτὸς καὶ ἐν τῇ πρὸς Ἡλιόδωρον τὸν σιλεντιάριον ἐπιγεγραμμένῃ ἐπιστολῇ οἷα περὶ τὴν ἐλευθερίαν τοῦ αἰχμαλώτου παιδὸς μοναχοῦ, συνευχομένου αὐτῷ τοῦ πατρός, παρὰ τοῦ μεγάλου μάρτυρος Πλάτωνος τεθαυματούργηται, λέγων· Ἰδοὺ ἐξαίφνης ὁ ἡμέτερος μάρτυς Πλάτων ἐπιστὰς ἔφιππος φαινόμενος, ἕλκων τε καὶ ἄλλον ἵππον εὔκαιρον, ἐμφανίζεται τῷ παιδὶ γρηγοροῦντι καὶ γνωρίζοντι τοῦτον ἐκ τοῦ πολλάκις τὸν χαρακτῆρα τοῦ ἁγίου ἐπὶ τῶν εἰκόνων τεθεᾶσθαι. οἷς ἐφεξῆς προστίθησιν ὅπως δεσμώτην ὁ θεῖος μάρτυς τῶν δεσμῶν λύσας τὸν παῖδα τῷ πατρὶ ἀποδίδωσιν. οὕτως ὁ ἱερὸς Νεῖλος διὰ τῶν οἰκείων καὶ γνησίων λόγων τὴν μὲν ἑαυτοῦ δόξαν οἵαν περὶ τῶν σεπτῶν εἰκόνων κέκτηται ἀποχρώντως παρίστησιν, τῶν δὲ νενοθευκότων καὶ παραφθειράντων αὐτοῦ τὸ γράμμα τὸ κακοῦργον ἐξελέγχει μηχάνημα· ὥσπερ δὲ ἄλλος ἡμῖν νοητὸς Χρυσορρόας τὰ τῆς εὐσεβείας πελαγίζων πάγχρυσα ῥεῖθρα, τῶν πιστῶν μὲν κατευφραίνει καὶ κατάρδει μυστικῶς τὴν διάνοιαν, τῶν ἀπίστων δὲ κατακλύζει καὶ ἀποπνίγει ἐμφανῶς τὴν κακόνοιαν. 157 κενοῖς δὲ κενότερα καὶ ματαιότερα ἐπινοοῦντες καὶ χείρους ἑαυτῶν ἀεὶ φαινόμενοι καὶ οὔποτε Χριστῷ σπείσασθαι ἐθελήσαντες οὐδὲ τὸν κατὰ τῶν ἁγίων καταθέσθαι πό λεμον, τοῖς φθάσασιν ψευδολογήμασιν καὶ μυθεύμασιν τὰ μυθικώτερα ἔτι καὶ ἀπιστότερα προστιθέασιν. καὶ τελευταίας τῆς ἐπιτεχνηθείσης αὐτοῖς τερατείας οἱονεὶ σφραγῖδα ἐπιτιθέντες, συμπλάσσουσιν χρήσεις, εἰς μὲν Ἐπιφάνιον τὸν θεοφόρον τὸν τῆς Κυπρίων κατὰ τὴν ἱερωσύνην ἐξηγησάμενον ψευδῶς καὶ ἀλλοκότως ἀναφέροντες καὶ εἰς τὴν ὁσίαν μνήμην τοῦ ἀνδρὸς ἐξυβρίζοντες, τῷ ἀξιοπίστῳ τοῦ προσώπου τὴν οἰκείαν ἀσέβειαν βεβαιοῦν ἐκμηχανώμενοι. εἴ τις γὰρ ἐκ παραλλήλου τοῖς γνησίοις αὐτοῦ συγγράμμασιν ταῦτα θείη, εὐπετῶς μάλα κατόψεται τῶν ἐξ ἀρχῆς
PG 100:870καττυθέντων τὸν τρόπον· Ἐπιφανίδην γάρ τινα τῆς τῶν Δοκητῶν ἀπιστίας καὶ τοῦ Μανιχαίων σκότους ὑπασπιστὴν ταῖς ἀληθείαις διὰ τῶν λόγων αὐτῶν ἐμφανίζουσιν. πρὸς δὲ καὶ παρά τινος ἀνδρὸς ἔκ τε τῆς ἱερωσύνης καὶ τοῦ αἰδεσίμου τῆς πολιᾶς κεκτημένου τὸ ἀξιόχρεων, τὴν πληροφορίαν πρὸς τοῖς ἄλλοις παρεδεξάμεθα, ἐκ τῆς νοθευθείσης ἐπιγραφῆς τῆς παλαιᾶς βίβλου οὐκ ὀλίγοις πρότερον ἔτεσιν τὸν δόλον ἐν τῇ κατὰ Νακόλειαν τῆς Φρυγῶν ἐπεγνωκότος πολίχνῃ· ἔνθα τὸ πρὶν ἡ πονηρὰ καὶ πικρὰ τῆς ἀποστασίας ταύτης φυεῖσα ἄκανθα πανταχῇ τῆς κακίας καὶ ἀσεβείας τὴν βλάστην ἐξέτεινεν. ὡς δὲ πόρρω ταῦτα τῆς Ἐπιφανίου δόξης κεῖται, ἤδη μὲν διὰ πλειόνων ἐπιχειρημέτων καὶ ἐν ἄλλοις ἡμῖν ἱκανῶς ἐπιδέδεικται, ἀλλ' οὖν κἀνταῦθα ἐν τῷ ἰδίῳ ἑκάστου λόγῳ συνοπτικώτερον εἰρήσεται, θεοῦ συναιρομένου καὶ ἐπισχύοντος. πῶς γὰρ δυνατὸν Ἐπιφάνιον πλεῖστα κατὰ τῶν ἀμφὶ Βαλεντῖνον, Μαρκίωνά τε καὶ Μάνεντα καὶ τοὺς τῆς δοκήσεως πονηρᾶς νόσου μετεσχηκότας διεσπουδακότα καὶ συγγεγραφότα, ὥσπερ δὴ καὶ κατὰ πασῶν τῶν ἄλλων αἱρέσεων, πάλιν τοῖς αὐτοῖς περιπίπτειν καὶ χραίνεσθαι καὶ ἃ κατέστρεψεν πάλιν οἰκοδομεῖν αἱρεῖσθαι; μακρὰν ταῦτα τῆς Ἐπιφανίου ἁγιότητος, καθὰ καὶ τῆς δόξης ἀνάξια καὶ ἀλλότρια. διὰ δὴ ταῦτα οἱ δοκοῦντες, ὡς Ἐπιφανίου, τοῖς λόγοις ἐπερείδεσθαι, πλεῖστον αὐτῷ τὸ αἶσχος καὶ ἀδοξίαν ἐξ ἀπροσεξίας περιτιθέασιν. 158 προχειρίζονται οὖν ὡς δῆθεν Ἐπιφανίου Διαθήκην πρὸς τοὺς τῆς ἐκκλησίας αὐτοῦ τετυπωμένην, ὧδέ πως ἔχουσαν· Προσέχετε ἑαυτοῖς καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς παρελάβετε· μὴ ἐκκλίνητε δεξιὰ ἢ ἀριστερά. οἷς ἐπιφέρει· Καὶ ἐν τούτῳ μνήμην ἔχετε, τέκνα ἀγαπητά, τοῦ μὴ ἀναφέρειν εἰκόνας ἐπ' ἐκκλησίας μήτε ἐν τοῖς κοιμητηρίοις τῶν ἁγίων, ἀλλ' ἀεὶ διὰ μνήμης ἔχετε τὸν θεὸν ἐν ταῖς καρδίαις ὑμῶν· ἀλλ' οὔτε κατ' οἶκον κοινόν· οὐκ ἔξεστιν γὰρ Χριστιανῷ δι' ὀφθαλμῶν μετεωρίζεσθαι καὶ ῥεμβασμῷ τοῦ νοός. ὡς δὲ οὐκ ἔστιν ταῦτα Ἐπιφανίου, δῆλον. πρῶτον μὲν ὅτι, ὡς τὰ κατὰ τὸν βίον αὐτοῦ συγγεγραμμένα διδάσκει, ἐκ Βύζαντος ἐπὶ τὴν ἑαυτοῦ καταίρων ἐτελεύτα τὸν βίον. τηνικαῦτα τοίνυν πλωϊζόμενος τοῖς μαθηταῖς ἐπέσκηπτε (καὶ ταῦτα διὰ βραχυλογίας), τὰ τῆς ἀρίστης αὐτοῖς πολιτείας ὑποτιθέμενος· ἐν οἷς οὐδὲν πρὸς τοὺς πολίτας αὐτοῦ ἢ ἕτερόν τι τῶν ἀπειρημένων τῇ ἐκκλησίᾳ διατιθέμενος δείκνυται. καὶ ἐπεὶ ὡμολόγηται ἐξαίρετον τοῖς ἁγίοις εἶναι παρὰ θεοῦ δεδωρημένον χάρισμα, τοῦ βίου τὸ τέρμα προϊδέσθαι, ταῦτα ἡμῖν ἔσται δεκτά. εἰ δὲ ἄλλοτε διετίθετο, διημάρτηκε τοῦ χαρίσματος· ὅπερ λέγειν οὐκ εὐαγές, εἴ γε καὶ ἄλλοις τὸ πέρας τὸ τοῦ θανάτου προαπαγγέλλειν οἱ θεοφόροι ἐνελάμποντο ἄνωθεν. ἔπειτα δ' ὅτι οὐδαμοῦ ἐν τοῖς ἀληθῶς παραδεδομένοις αὐτοῦ ἐν τῇ ἐκκλησίᾳ γνησίοις λόγοις τοιοῦτόν τι παραθέμενος φαίνεται, καίτοι περί τε εἰκόνων περί τε εἰδώλων τῶν παλαιῶν καὶ ἐν ἔθνεσιν, ὅπως τὸ ἐξ ἀρχῆς εὕρηνται καὶ παρὰ τίνων ἐθρησκεύθησαν, ἔτι μὴν καὶ τῶν ἄλλων αἱρέσεων μυριολέκτους βίβλους συντέταχεν· ὡς εἴπερ οὕτως εἶχε φρονήματος, ἑώρα δὲ κατά τι γοῦν περὶ τὸ θεῖον σέβας τὴν Χριστοῦ ἀποσφαλλομένην ἐκκλησίαν ἐπὶ τῷ τῶν ἱερῶν ὁμοιωμάτων σεβάσματι, σπουδὴν ἂν ὡς πλείστην καὶ πρό γε τῶν ἄλλων ἐν ἐκείνοις, ὥστε διορθωθῆναι, γράφειν ἔθετο, μακροὺς καὶ ἀπείρους εἰς τοῦτο συνείρων λόγους· κάκιστον γὰρ καὶ πασῶν αἱρέσεων εἰς κακίαν τὸ ἔσχατον. ἀλλ' οὔτε, ὡς ὁ ἀληθὴς πρεσβεύει λόγος, ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία διέσφαλται, καὶ αὐτὸς ᾔδει ἁπάντων μάλιστα ὡς οὐκ ἐνῆν ψευδοεπῆσαι τὸ πνεῦμα τὸ ἅγιον, ὃ διὰ προφητῶν ἁγίων προεπήγγελται, τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ τοῖς ἐπὶ γῆς διὰ σαρκὸς ἐπιφανέντος, μηκέτι προσκύνησιν καὶ σέβας εἰδώλων ἔσεσθαι, ἀλλὰ καὶ τὰ ὀνόματα αὐτῶν ἀπὸ τῆς γῆς ἐξαλειφθήσεσθαι. ἄλλως τε δὲ οὐδαμοῦ μέχρι καὶ σήμερον ἐν τῇ κατ' Ἐπιφάνιον παροικίᾳ τὰ τῆς ἀνοσίου Διαθήκης ἐκείνης ἐμφανίζεται ἢ ὁ τοιοῦτος παραδέδεκται λόγος. πρὸς δέ γε, οὐδὲ τελευτῶν διαθήκης ἑτέρας εἰς μνήμην ὅλως ἦκται, ὅπερ
PG 100:875εἰκὸς ἦν ποιεῖν, εἴπερ προεγεγόνει, καθὰ τοῖς εἰς δευτέραν ἰοῦσιν διάταξιν ἀναγκαῖον πάντως καὶ σύνηθες ἢ κυροῦν τὰ προδιατεταγμένα ἢ ἕτερα ἀντὶ τούτων διατίθεσθαι. ὃ δὲ μάλιστα εἰς βεβαίωσιν πάντων τυγχάνει, ὅτι ἐκ τῶν ἀνέκαθεν χρόνων, καὶ αὐτοῦ ἔτι κατὰ τὸν τῇδε περιόντος βίον Ἐπιφανίου, καὶ μέχρι τοῦ δεῦρο πάντες οἱ ἐν Κύπρῳ τῷ θεῷ ἱερωμένοι οἶκοι τῷ κόσμῳ τῆς ἱερογραφίας ταύτης λαμπρύνονται· οὔτ' οὖν ἱερέων οὔτε οὐδεὶς ὅστις ἄλλος ἀνθρώπων τὸ τοιοῦτον ἐκεῖσε λεχθὲν ἢ πραχθὲν συνεπίσταται κήρυγμα. οὗτος δὲ φθονῶν Χριστιανοῖς τῆς ἀπὸ τῶν ἁγίων μνήμης γεγενημένης ὠφελείας καὶ πάντας καθ' ἑαυτὸν ὑπάρχειν ἀξιῶν, ὡς ἂν μὴ μόνος τῆς ἐντεῦθεν εὐεργεσίας ἀλλὰ καὶ οἱ τῇ ἐκείνου ὑπαγόμενοι ἀποστεροῖντο πλάνῃ, κρατεῖν τὰς παραδόσεις ἃς παρέλαβον διακελεύεται· ἐν ποίᾳ δὲ παραδόσει ἢ πόθεν Χριστιανοὶ παρειλήφασιν μήτε ποιεῖν μήτε προσκυνεῖν εἰκόνι Χριστοῦ καὶ ἁγίων, ὀνομασίᾳ δὲ προσαγορεύειν εἰδώλων, ἐκείνου ἂν εἰδείη ἡ ἀθεωτάτη ψυχή. παρὰ Χριστιανοῖς γὰρ τοῦτο οὔτε εὕρηται οὔτε παραδέδοται πώποτε, ἀλλ' αὐτοῦ γε, ὡς ἀληθῶς κἀνταῦθα εἰπεῖν, ἔστιν σκοτεινὸν ἐφεύρεμα καὶ διανοίας ἀνάπλασμα κακοδαίμονος, μήτε χρόνῳ βοηθεῖσθαι δυνάμενον μήτε τοῖς πλαττομένοις μύθοις κλεπτόμενον, τῆς ἀληθείας προλαμπούσης ἐν ἅπασιν. ἐκ τοῦ ἐναντίου δὲ μᾶλλον καὶ ἄκων συνίστησιν μαρτυρῶν τῇ ἀληθείᾳ ὅτι καὶ πρότερον τὰ τῶν ἁγίων ὁμοιώματα παρεδίδοτο καὶ διετυποῦτο, ἐν ἐκκλησίαις τε καὶ ἑτέροις πλείοσι τόποις τιμώμενα ἀνεφέρετο. οὐ γὰρ περὶ τῶν μήποτε γεγενημένων προσέταττεν (ἄλογον γὰρ παντελῶς τοῦτο καὶ μάταιον), ἀλλὰ περὶ ὧν ἑώρα καὶ ἃ γινόμενα ἤδη ἐγίνωσκεν, κἂν μὴ βούλωνται τοῖς ἑαυτῶν διδασκάλοις κατ' αὐτὸ δὴ τοῦτο πείθεσθαι οἱ τὴν ἀρχαιότητα τούτων δυσσεβῶς ἀθετοῦντες. 159 καὶ δεικνύουσιν τὰ δι' ὧν παραινεῖ λέγων· καὶ ἐν τούτῳ μνήμην ἔχετε μὴ ἀναφέρειν εἰκόνας ἐπ' ἐκκλησίας μήτε ἐν τοῖς κοιμητηρίοις τῶν ἁγίων. δῆλον οὖν ὡς τοῖς ἀναφέρουσιν μὴ ἀναφέρειν παρεγγυᾷ. ἀλλὰ κἀνταῦθα σαφῶς ἐνορᾶν πάρεστιν τοῦ εἰκαιόφρονος τὸ ἀλλόκοτον καὶ σκαιόν· τί γὰρ ἕτερον λέγων διὰ τούτων φωρᾶται ἢ τὴν μνήμην τὴν τῶν ἁγίων ἐπ' ἐκκλησίας μὴ ἀναφέρεσθαι; εἰς ταυτὸν γὰρ καταστρέφει ἀμφότερα· καὶ ὅπως, σκεπτέον ὧδε. εἰ γὰρ αἱ τῶν ἁγίων εἰκόνες εἰς μνήμην αὐτῶν παρὰ πιστοῖς ἀναστηλοῦνται, καὶ μνήμη αὐτῶν οὖσαι τυγχάνουσιν· τίνα γὰρ ἕτερον ἡ τοῦ τινὸς ἐμφανιεῖ εἰκὼν πλὴν τοῦ εἰκονιζομένου; ἅμα γὰρ τῇ θέᾳ ὡς ἐν ἀκαρεῖ τῷ χρόνῳ καὶ ἡ μνήμη τοῦ ἀρχετύπου συνεισέρχεται, οὐδενὸς διαμέσου κωλύματος παρεμπίπτοντος· καὶ οὐδεὶς τῶν λελογισμένων τούτοις ἀντερεῖ. ἀμέλει καὶ ἡ ὁμωνυμία παρέξει τὸ ἀσφαλές. εἴποι γὰρ καὶ ἡ βασιλέως εἰκών· "Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν· καὶ ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν βασιλέα". συνηχήσουσι τούτοις καὶ ἃς αὐτοὶ προφέρονται φωνάς, κἂν παραφρονοῦντες οὐ δέχονται προβαλλόμενοι, ἔχουσαι οὕτως· εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου ἢ συγγενοῦς νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα καὶ διὰ τῆς εἰκόνος φαντάζεται τῆς ἀψύχου. εἰ τοίνυν ταῦτα ἀληθῆ (ὥσπερ οὖν ἐστιν ἀληθῆ καὶ τοῖς νήφουσιν συνωμολόγηται), ὁ τοῦ κυρίου ἤ τινος τῶν ἁγίων εἰκόνα ἐπ' ἐκκλησίας κωλύων ἀναφέρεσθαι, ταυτὸν νομοθετεῖ, τὴν μνήμην αὐτῶν ἐκεῖθεν ἐξείργεσθαι· ὁ δὲ προστάττων τινὶ ἐν μνήμῃ ἔχειν τὸ τινὸς μὴ ποιεῖσθαι μνήμην οὐδὲν ἕτερον προστάττει ἢ ὧν μνημονεύει μὴ μνημονεύειν. τούτου δὲ τί ἂν γένοιτο εὐηθέστερον ἦ ἀνοητότερον; παραπλήσιον γάρ τι ποιεῖ ὡς εἰ καί τις νόμον τιθείη νόμῳ μὴ πείθεσθαι· ἐξ ὧν αὐτὸς ἑαυτῷ ἐναντίος ταῦτα ἐπαγγελλόμενος φαίνεται. ἀλύων δὲ ὁ ἔμπληκτος ἐπὶ τῇ τῶν ἁγίων μνήμῃ, ἀπεῖρξεν ἂν ὡς τὸ εἰκὸς δι' αὐτό γε τοῦτο καὶ ἐπ' ὀνόματι τῶν ἁγίων ἐκκλησίας δομεῖσθαι, καθ' ἃς μάλιστα καὶ τὰ ὁμοιώματα αὐτῶν ἀναφέρεται, ἵνα ταῖς εἰκόσιν ὁμοῦ, ἐν αἷς μάλιστα ὁ αὐτὸς κατὰ τὴν μνήμην λόγος ἐμφαίνεται, συνοιχήσωνται καὶ ἀφανισθήσωνται. ῥεμβασμὸν δὲ νοὸς τὴν τῶν ἁγίων μνήμην ὁ ἐναγὴς ὁριζόμενος, πῶς οὐχὶ τῶν ἁγίων κριθείη ἂν ἀλλοτριώτατος;
PG 100:881τοῦτο δὲ ὅτι μὴ Ἐπιφάνιος ἀλλ' οὐδὲ ἄλλος τῶν εὐσεβούντων τὶς ὑπολήψεται· παρ' οἷς ταῦτα σεμνὰ καὶ ἅγια οὐδ' ἐρεύνης δεόμενα, πίστει προσιοῦσι καὶ πόθῳ, εὖ εἰδόσιν ὅτι πᾶν ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν· δι' ὧν αἵ τε ἀρεταὶ καὶ οἱ ἆθλοι αὐτῶν δημοσιεύονται ἥ τε πρὸς ἡμᾶς ἐπιδημία Χριστοῦ κηρύσσεται· οἷς τὸ σεπτὸν καὶ ὁσίων ἀνδρῶν σύνοδοι καθοριζόμεναι εὐσεβῶς ἔνειμαν καὶ ἡ ἀρχαιότης ἐπιμαρτύρεται. τί γὰρ ἂν εἴη τῶν τῇ ἐκκλησίᾳ θεοῦ ἀνακειμένων ἠτιμωμένον, ὁπότε καὶ τὰ ἐλάχιστα τιμῆς καὶ φυλακῆς ἠξίωται; κηρόν τις εἴποι καὶ ἔλαιον; ἃ μὴ δὲ κοινοῦσθαι ἐξόν, καὶ τῷ τολμῶντι ἐγχειρεῖν ἀφορισμὸς ἐκεῖθεν ἡ ζημία ὁρίζεται. καὶ ὁ μὲν μετριώτερόν πως τίθεται, πλὴν ἀπεναντίας τῶν ἀποστολικῶν καὶ πατρικῶν διαταγμάτων ἰών, καθὰ πρόσθεν εὐκαίρως ἐρρήθη· οἱ φοιτηταὶ δὲ τὸν διδάσκαλον περὶ τὸ χριστομαχεῖν ὑπερβαλέσθαι φιλοτιμοῦνται, ἵνα ὡς ἀληθῶς υἱοὶ γεέννης διπλότερον γένωνται, ὅπερ ἐπὶ τῶν παρὰ τοῖς Φαρισαίοις προσηλύτων ἐν τῷ εὐαγγελίῳ λέγεται. οὐ γὰρ τὸ μὴ ἀναφέρειν στέργουσιν, ἀλλὰ τὰ καλῶς ἀνηγμένα καθαιροῦσιν αἰσχρῶς, αὐτούς τε τοὺς ἱεροὺς οἴκους καὶ τὰ θεῖα θυσιαστήρια διορύσσοντες, καὶ πᾶν ἱερὸν καὶ ἅγιον καταπιμπράντες καὶ διαφθείροντες. ἀλλ' ὥσπερ ὁ τοῦ σταυροῦ λόγος τοῖς μὲν ἀπολλυμένοις ἐστὶν μωρία, ἡμῖν δὲ τοῖς σῳζομένοις θεοῦ δύναμις, καὶ Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησιν δὲ μωρία, οὕτω καὶ τούτῳ δὴ τῷ ματαιόφρονι καὶ Ἕλληνι τῷ τῶν βλασφήμων τούτων λόγων πατρὶ τὸ τοῦ εὐαγγελίου κήρυγμα ἤτοι τὰ ἅγια σκάνδαλον εἶναι ὑπείληπτο, ἐπειδὴ βαρὺς ἦν αὐτῷ ὁ Χριστὸς καὶ οἱ ἅγιοι, καὶ ἐν εἰκόσι βλεπόμενοι. 160 τούτοις ἕτερον αὐτῷ ἐφαρμόζουσι λόγον, οὗ ἡ ἐπιγραφή· Κατὰ τῶν ἐπιτηδευόντων εἰδωλικῷ θεσμῷ εἰκόνας εἰς ἀφομοίωσιν Χριστοῦ καὶ τῆς θεοτόκου, μαρτύρων καὶ ἀγγέλων καὶ προφητῶν. καὶ τὸ μὲν τοῦ λόγου δυσσεβὲς ἐξ ἀρχῆς ἐκ τῶν ἐπιγεγραμμένων γνωρίζεται. εἰ γὰρ τὰ προσκήνια τοιαῦτα, τὰ ἐντὸς καὶ ἄδυτα πόσον ἂν εἴη δυσσεβέστερα καὶ ἐναγέστερα; ἀλλ' οὗτοι πάλιν ὑπὸ τοῦ κρατοῦντος τῆς πλάνης περιτρέπονται πνεύματος· τὸ δυσώνυμον γὰρ τῆς εἰδωλικῆς βδελυρίας ὑποκλέπτειν πειρώμενοι, οἱ εἴδωλα κατονομάζειν φειδόμενοι ἑτέρῳ δυσφημοτέρῳ ὀνόματι ἀπεχρήσαντο, τὸ ψευδώνυμον χριστομαχοῦντες ἐφ' ὕβρει τῆς τοῦ Χριστοῦ εἰκόνος καὶ τῶν ἁγίων ἀντιτιθέντες· περὶ οὗ καὶ οὐ πολλῷ ὕστερον εἰρήσεται. καὶ αὖθις οὐδὲν ἧττον ὗς τῷ βορβόρῳ κυλίνδεται καὶ κύων ἐπὶ τὸ ἴδιον ἐξέραμα, γραφικῶς εἰπεῖν, ἐπανέρχεται· εἰς ταυτὸν γὰρ τῆς βλασφημίας δι' ἀμφοῖν τῶν ὀνομάτων τοῦ ὀλίσθου φέρονται. τὸ γοῦν ψεῦδος τῇ εἰκόνι ἐπιφημιζόμενον τοῦ ἀρχετύπου τὴν ἀναίρεσιν ἐπαγγέλλεται, ἵνα ὅτῳ δὴ οὖν τρόπῳ τοῦ ἐξαμαρτάνειν πάντως εἰς τὰ ἅγια μὴ ἀπόσχοιντο, ἑαυτοὺς μᾶλλον ἢ οὓς λανθάνειν οἰόμενοι ἐξαπατῶντες· ὡσαύτως γὰρ ἐπὶ τὴν εἰδωλικὴν μανίαν ἐπιστρεφόμενοι ἐμμολύνονται. 161 καὶ ταῦτα μὲν ὧδε. γράφει δὲ ἑξῆς ὁ τούτων διδάσκαλος ταῦτα· Ἴδωμεν τοὺς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτευσαμένους πατριάρχας καὶ προφήτας καὶ μιμησώμεθα αὐτούς, ἵνα ὄντως καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας υἱοὶ ὀνομασθῶμεν. εἰδόσιν οὖν νόμον λαλῶ. τὴν φαντασιώδη καὶ Μανιχαϊκὴν ἀθεΐαν ἐν τούτοις ἐκ τῆς Ἰουδαϊκῆς πολιτείας βεβαιοῦν ἀγωνίζεται, ἵνα καὶ Ἰουδαῖος ὀφθῇ καὶ συμμιγής τις καὶ κίβδηλος ἡ δόξα αὐτοῦ ᾖ, ἐκ Μανιχαϊκῆς τερθρείας καὶ νομικῆς τερατείας συντεθειμένη. διὸ πατριάρχας τε καὶ προφήτας εἰς μέσον παράγει, τὴν πολιτείαν αὐτῶν ἀπὸ μόνου τοῦ ἀπέχεσθαι προσκυνεῖν χειροποιήτοις χαρακτηρίζων, ὡς τὰ ἑπόμενα δηλώσει· χάριτος δὲ εἰς μνήμην ὅλως ἐλθεῖν οὐκ ἀξιοῖ· κἂν οὐκ οἶδα ἡστινοσοῦν ἐκκλησίας υἱοθεσίαν ὀνόματι ψιλῷ μόνῳ ὑποπλάττεται, ἀλλ' οὐ πράγματι ἐκκλησιαστικῷ ἐνιδρύεται, τῶν ἐκ τοῦ νόμου εὐσθενῶς ἀντεχόμενος· βούλεται δὲ καὶ τοὺς ἀκροωμένους εἰς τὸ ἀκριβῶς ἰουδαΐζειν ἐπάγεσθαι, καὶ δῆλον ἐξ ὧν ὑποτίθεται τὴν πολιτείαν τὴν ἐκείνων μιμεῖσθαι, ἵνα χειροποιήτων μόνον ἀπέχοιντο καὶ τῇ σκιᾷ προσκαθεζόμενοι καὶ τῷ γράμματι ταῖς νομικαῖς προσέχοιεν
PG 100:887παρατηρήσεσιν, ὡς ἐξεῖναι καὶ σαββατίζειν καὶ περιτέμνεσθαι, εἰς δὲ τὸν τῆς Χριστοῦ οἰκονομίας λόγον ἱκέσθαι μηδαμῶς ἕλοιντο. διατοῦτο γὰρ καὶ τῆς οἰκονομίας ἀπαγορεύει τὰ σύμβολα. ὅτι δὲ ταῦτα οὕτως ἔχει, φανερὸν ἐξ ὧν τὸν νόμον αὐτοῖς εὐθὺς ἐφίστησιν λέγων· εἰδόσιν οὖν νόμον λαλῶ, τοῦτ' ἔστιν· "τοῖς τὸν νόμον τὸν παλαιὸν ἐκμεμελετηκόσιν καὶ ἐν νόμῳ πολιτεύεσθαι ἐπανῃρημένοις τέως λαλῶ", ὥστε μηδὲν μεθέξειν τῆς εὐαγγελικῆς πολιτείας καὶ χάριτος. 162 οὕτω ταῦτα παρῳδήσας καὶ ὡς ἐν νόμῳ τῷ παλαιῷ τοὺς ἀκροωμένους βιοῦν ῥυθμίσας καὶ καταρτίσας, τῇ καινῇ λοιπὸν νομοθεσίᾳ ἐφάλλεται καὶ φησίν· Εἰπάτωσαν δὲ καὶ οἱ ἀδήλως τρέχοντες· τίς τῶν ἁγίων πατέρων χειροποίητον προσεκύνησεν ἢ τίς τοῖς ἰδίοις σέβειν παρέδωκεν; τίς τῶν ἁγίων καταλιπὼν τὸν ἀνεκλιπῆ πλοῦτον, τὴν εἰς θεὸν ἐλπίδα, ἐν γνώσει αὐτὸν ζωγραφήσας προσκυνεῖσθαι ἐκέλευσεν; ὁ ἡγούμενος τῶν ἐν πίστει Ἀβραὰμ οὐχὶ φεύγων τὰ νεκρὰ φίλος ζῶντος θεοῦ ἐκλήθη; ἢ Μωσῆς οὐχὶ φεύγων τὴν τοιαύτην πλάνην ἠρνήσατο τὴν παροῦσαν ἀπόλαυσιν; ἀδήλως τρέχοντας τίνας καλεῖ, ἢ πάντῃ καὶ πάντως τοὺς ἐν χάριτι δεδικαιωμένους διὰ τῆς πίστεως καὶ τὸν εὐαγγελικὸν χαρακτῆρα μεταδιώκοντας; οἷς διαλοιδορούμενος ἐκεῖνα καταφλυαρεῖν ἔοικεν, ὡς ἐπ' ἀδήλοις καὶ ἑώλοις τὸν ἀγῶνα διατίθενται, οὐ πρός τινα σκοπὸν ἑδραῖον καὶ ἐμφανῆ τὸν δρόμον ἀπευθύνουσιν, διεψευσμένη αὐτῶν ἡ πίστις, ἀνόνητον καὶ ἀκερδῆ τῆς ἐλπίδος τὸν δίαυλον ἐξανύουσιν· μάτην ἄρα εἰς Χριστὸν πεπιστεύκασιν μηδὲν ἐκ τῆς πίστεως ἀπονάμενοι, εἰκῇ δεδεγμένοι τὸ εὐαγγέλιον, ἐπὶ κεναῖς ἐλπίσιν προσκεχηνότες τῆς χάριτος, ἐν ᾗ οὐδὲν ἱδρυμένον καὶ βέβαιον, εἰκαῖον αὐχοῦσι τὸ βάπτισμα καὶ τὴν τῆς τριάδος ἔχειν ἐπίγνωσιν. ἀδήλως οὖν τρέχουσιν, παραβεβηκότες τὸν νόμον καὶ τὴν εἰς θεὸν ἐλπίδα καταλελοιπότες καὶ τὴν τῶν πατέρων πολιτείαν ὑπεριδόντες καὶ εἰς εἰδώλων ἀπονενευκότες προσκύνησιν. πῶς καὶ τίνα τρόπον; νέαν ὁδὸν καὶ καινὴν πολιτείαν τέμνουσιν, χειροποιήτοις προσερχόμενοι καὶ ἐπ' αὐτοῖς τὴν ἐλπίδα τιθέμενοι. Πῶς σύ, φησίν, εἰκόνι Χριστοῦ προσέρχῃ, ἣν οὐδεὶς τῶν πατέρων οὔτε εἶδεν οὔτε προσεκύνησεν, καὶ σοὶ θεὸς τὸ ὁρώμενον, ἀλλ' οὐκ ἐκείνοις; θεὸν γὰρ οὐδεὶς ἑώρακεν πώποτε. τίς λοιπὸν ἀνθρωπισθέντα θεὸν πιστεύσειεν; τίς τόκον ἀκούων παρθενικὸν γεγενῆσθαι προσήσεται; τίς ὁρώμενον θεὸν ἢ καταληφθέντα ἢ γραφόμενον ἀνέξεται, παθόντα δὲ καὶ τῶν καθ' ἡμᾶς τινα τάχα οἴεσθαι οὐ παρῄτηται; λῆρος δὲ αὐτῷ τηνάλλως καὶ μεμυθευμένον νενόμισται ἡ ἀνάστασις. ὅλον οὖν αὐτῷ τῆς Χριστοῦ οἰκονομίας ἀνατέτραπται καὶ διέρριπται τὸ μυστήριον. εἶτα πάλιν τὸν Ἀβραὰμ καὶ Μωσέα εἰς πίστωσιν τῶν ἑαυτοῦ λόγων παραλαμβάνει, καὶ τὴν πίστιν αὐτῶν ἀπὸ τοῦ παραιτεῖσθαι χειροποίητον ὑπεραγάμενος ἀνακηρύσσει, καὶ ταύτην ζηλοῦν διακελεύεται, ὅτι γε ὁ μὲν θεοκλυτήσας τὴν πατρῴαν γῆν καὶ δυσσέβειαν διαπέφευγεν, ὁ δὲ τὴν ἐπ' Αἴγυπτον δεισιδαιμονίαν βδελυξάμενος ἀπεδίδρασκεν. Πῶς οὖν ὃν Μωσῆς οὐκ εἶδεν, Ἀβραὰμ οὐ τεθέαται, σὺ κατεπαγγέλλῃ τεθεᾶσθαι; ἆρα σὺ τούτων σεμνότερος; ἆρα δικαιότερος ἢ πιστότερος; καὶ πῶς ἂν τοῦτό γε λόγον ἕξει; ἐκεῖνοι χειροποίητον, τὰ νεκρὰ φεύγοντες, οὐ προσεκύνησαν καὶ διατοῦτο φίλοι θεοῦ ἐκλήθησαν, σὺ δὲ τὰ χειρότευκτα ἐργαζόμενος σέβῃ; τὰ παρ' ἐκείνοις φευκτά, παρὰ σοὶ αἱρετά. οὐκοῦν οὐδὲ φίλος θεοῦ κατ' ἐκείνους κεκλήσῃ. καθάπαξ γοῦν Χριστοῦ καὶ τῆς ἐκκλησίας καταγορεύειν κατάρξας, εἰδώλων μνήμης ὁ χριστομάχος οὐκ ἀφίσταται. φεῦ τῆς τοῦ ἀθέου καὶ μιαροῦ βδελυρίας καὶ παρανοίας. τί τούτῳ ἐγκλητέον; ὡς ἀναμέσον ἁγίου καὶ βεβήλου διαστεῖλαι οὐκ ᾤετο δεῖν, τῶν λυσσώντων καὶ ἐξεστηκότων μανικώτερον κριτέον· ᾧ γε οὐκ οἶδα ἢ ἀλογία τὴν ἀσέβειαν ἀπεγέννησεν ἢ ἔμπαλιν ἡ ἀσέβεια τὴν ἀλογίαν ἐξέτεκεν. τί γὰρ τῶν λόγων τούτων δυσσεβέστερον ἢ κτηνοπρεπέστερον, εἰκόνος τοῦ ἐνανθρωπήσαντος λόγου προκειμένης, Ἀβραὰμ καὶ Μωσέα καὶ προφήτας παράγειν, παρ' ὧν μὴ δὲ τεθεᾶσθαι ἢ πεποιῆσθαι ἢ προσκεκυνῆσθαι
PG 100:893εἰκόνα διϊσχυρίζεσθαι καὶ ταύτῃ εἰδώλων σεβάσματος ἀπηλλάχθαι; ὅσῳ οὖν χρόνῳ τὰ κατὰ Ἀβραὰμ καὶ Μωσέα πρὸς τὴν τοῦ σωτῆρος ἡμῶν διέστηκε σάρκωσιν, τοσούτῳ καὶ πολλῷ πλέον τῆς τε ἀληθείας καὶ νοῦ τοῦ προσήκοντος ὁ τρισάθλιος ἀποπέπτωκεν. 163 καὶ τὰ μὲν τοῦ ματαιόφρονος τοιαῦτα, οἱ δὲ τῆς εὐαγγελικῆς πολιτείας ἀντεχόμενοι τὴν πίστιν τοῦ Ἀβραὰμ ζηλοῦσιν· οὐχ' ᾗ τῆς Χαλδαίων ἐκπεφοίτηκεν, ἀλλ' ᾗ διὰ πάντων θεῷ πεπιστευκὼς εὐηρέστησεν· Ἐπίστευσεν γὰρ Ἀβραὰμ τῷ θεῷ, φησίν, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. καὶ τέκνα οὐκ ἐκ συγγενείας σαρκὸς καὶ αἵματος ἀλλὰ τῆς κατ' ἐπαγγελίαν υἱοθεσίας αὐτοῦ χρηματίζουσιν, καθ' ἣν ἐθνῶν πολλῶν πατὴρ ἀναδέδεικται. κατ' ἴχνος τῆς ἐκείνου φιλοθεΐας βαίνοντες καὶ Μωσέα προφήτην ἴσμεν καὶ θεοῦ θεράποντα· καὶ διατοῦτο παρ' ἡμῖν τιμιώτατος, οὐ καθὸ τῆς Αἰγυπτίων ἀπέδρα. καὶ τὸν Μωσέως νόμον παιδευόμεθα, οὐ σαρκικῶς ἀλλὰ πνευματικῶς ἐκδεχόμενοι, καὶ πνεύματι στοιχοῦντες, οὐ δουλεύοντες γράμματι· τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. καὶ προφητῶν ἁγίων τὰ θεῖα κηρύγματα περιέπομεν καὶ ὡς λόγια θεοῦ τὰ παρ' αὐτῶν διακονούμενα προσιέμεθα, αὐτούς τε ἐκείνους διὰ τιμῆς ἔχομεν, οὐ τῷ μὴ σέβειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ἀλλ' ἀξίους θεοῦ κεκλῆσθαι καὶ χάριτος μεταλαχόντας τῆς ἐκεῖθεν καὶ οἰκειότητος διὰ καθαρότητα ψυχῆς τε καὶ σώματος· αὐτίκα γοῦν, ἐπεὶ ταύτης δόξης ἠξίωνται, καὶ τὰ ἱερὰ αὐτῶν τιμῶμεν μετὰ τῶν ἄλλων ἁγίων εἰκονίσματα. ἐξ ὧν δείκνυται σαφῶς ὡς ἡμῖν μᾶλλον τὰ προφητῶν καὶ πατέρων ἢ τοῖς εἰς αὐτοὺς καὶ εἰς θεὸν ἐξυβρίζουσιν διαφέρουσιν. ἐπεὶ οὖν πάλαι φυγοῦσιν ἡμῖν τὴν δεισιδαίμονα πλάνην κεχάρισταί τε καὶ ἐν ἐξουσίᾳ δέδοται τέκνα θεοῦ γενέσθαι οὐκ ἐξ αἵματος καὶ σαρκός, ἀλλ' ἐκ θεοῦ γεννηθῆναι καὶ θείαν ἐπίγνωσιν δεξαμένους προσκυνεῖν καὶ λατρεύειν ἐν ἀληθείᾳ καὶ εἰλικρινείᾳ θεῷ ζῶντι καὶ ἀληθινῷ ἐν τριάδι γνωριζομένῳ καὶ προσκυνου μένῳ, πῶς θεσμοὺς εἰδώλων καὶ ἐπιτηδεύματα Χριστιανοῖς ἐπικαλεῖν καὶ ἐπιφημίζειν ἀποτολμᾷ ὁ βέβηλος καὶ ἀκάθαρτος; οὗ τῆς πλάνης οὐδεὶς λόγος παραστήσει τὸ ὑπέρογκον. αὔξει δὲ αὐτοῦ μάλιστα τῆς μανίας τὸ μέγεθος, ὅτι εἰδόσιν νόμον λαλῶν τὰ ἐν νόμῳ οὐ προσίεται, ἵνα ὀφθῇ καὶ Ἰουδαίων ἀπειθέστερος καὶ ἀγνωμονέστερος. πλεῖστα γὰρ τῶν ἐν τῷ νόμῳ χειροποίητα τίμια καὶ σεβάσμια παρὰ τοῖς ἐν νόμῳ βιοῦν ᾑρημένοις ἐῶμεν λέγειν νῦν, ὡς ὁ Ἰακὼβ τὸ πρὶν ὁ πατριάρχης μὴ δὲ τοῦ προστάττοντος δεηθείς, εὔνους δὲ καὶ πιστὸς τῷ ἐπιτροπεύοντι φανείς, στήλην ἀλείφει καὶ εἶδος θεοῦ τόπῳ τινὶ προσηγορίαν τίθησιν εἰς τιμὴν τοῦ ὀφθέντος θεοῦ, καὶ ὅ,τι τοῖς ἐκγόνοις τοῖς ἐκείνου μεταταῦτα προστέτακται· μετὰ τὴν Ἰορδάνου διάβασιν δύο λίθους μεγάλους ἑαυτοῖς ἀνιστᾶν καὶ κονιάσαντας γράφειν ἐπ' αὐτῶν τοὺς λόγους τοῦ νόμου, ἔτι μὴν καὶ θυσιαστήριον ἐκ λίθων οἰκοδομεῖν, ἐφ' ᾧ ἀναφέρειν κυρίῳ τὰ ὁλοκαυτώματα, καὶ εἴ τι προσόμοιον γέγραπται· ἃ οὐ πρὸς ἀτιμίας ἀλλὰ πρὸς δόξης θεοῦ ἀνεστηλῶσθαι νενομοθέτηται. ἀλλ' οἷα τὰ κατὰ τὴν σκηνήν, ἡ κιβωτὸς ἐκείνη τά τε ἐν αὐτῇ ἐντεθησαυρισμένα καὶ τὰ καθύπερθεν ἱδρυμένα χρυσήλατα Χερουβίμ· ἃ δὴ οὐ παρ' Ἰουδαίοις μόνον δεδόξαστο, ἀλλὰ καὶ τῆς χάριτος ὁ κῆρυξ Χερουβὶμ δόξης καλεῖ ἤτοι τὰ δεδοξασμένα. καὶ τὰ μὲν περὶ τὴν σκηνὴν τιμᾶσθαι οὐ κεκώλυται, ἀλλὰ καὶ τοῦ λαοῦ ἕκαστος ἐκ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ πρὸς αὐτὴν ἀφορῶν προσεκύνει, καθάπερ καὶ ὕστερον κατὰ τὸν Σολομῶντος ναὸν κύκλῳ περιεστῶτες προσεκύνουν καὶ οὐκ ἀπείργοντο. 164 τὸ μὲν οὖν ποιεῖν παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ γῇ καὶ τοῖς ὕδασιν, ὡς οἷα πόρρω θεοῦ ἀπάγον, ἤδη διὰ τῶν νομοθετουμένων εἰκότως ἂν τοῖς παλαιοῖς ἀπείρητο, ὡς ἂν μὴ τῇ κτίσει δι' αὐτῶν προσκυνεῖν καὶ λατρεύειν παρὰ τὸν κτίσαντα μάθοιεν. ἄρτι τῶν εἰδώλων καὶ τῆς εἰδωλικῆς μανίας μετὰ τῆς Αἰγυπτιακῆς δουλείας λελυτρωμένοι, καὶ δεσμοῖς τοῖς ἐκ τοῦ νόμου κατεζεύγνυντο, ἵνα μὴ πρὸς τὴν παρ' Αἰγυπτίοις εἰδωλομανίαν παλινοστήσωσιν. ἃ δὲ θεῷ γενέσθαι βουλομένῳ ἦν, ταῦτα δὴ καὶ
PG 100:898ποιεῖσθαι προστέτακται, οἰκειοῦντα θεῷ μᾶλλον ἢ ἀπάγοντα, ὧν τινα καὶ τίμια εἶναι καὶ σεβάσμια· καὶ ἅγια ἁγίων κέκληται καὶ οὐδὲ πᾶσιν εἰσιτητὰ καὶ βάσιμα. καὶ γὰρ οὖν εἰς τὰ μετὰ τὸ δεύτερον καταπέτασμα μόνῳ τῷ ἀρχιερεῖ ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσιέναι καὶ προσψαύειν ἐφεῖτο τὰς νενομισμένας θυσίας ἐπιτελέσοντι· τοῖς δ' ἄλλοις ἄψαυστα καὶ ἀστιβῆ ὄντα ἐτύγχανεν καὶ τοσούτῳ τίμια ὥστε τοὺς μὲν αἰδοῖ καὶ εὐλαβείᾳ τῶν ἁγίων προσψαύοντας ἁγιάζεσθαι, τοὺς δὲ θράσει καὶ προπετείᾳ προσαπτομένους κολάζεσθαι. καὶ ταῦτα ἡμᾶς ἐμπεδοῖ τὸ γράμμα τὸ ἱερόν. φησὶ γοῦν τῷ Μωσεῖ χρηματίζων ὁ τῶν ὅλων θεός, ὁπηνίκα τὸ χρῖσμα τὸ ἅγιον τελεῖσθαι διέταττεν· Καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τὴν τράπεζαν καὶ τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ· καὶ ἁγιάσεις αὐτὰ καὶ ἔσται ἅγια τῶν ἁγίων· καὶ πᾶς ὁ ἁπτόμενος αὐτῶν ἁγιασθήσεται. καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι. οὕτω μὲν ἐκεῖνα ἅγια καὶ οἱ σεμνότητι προσιέντες ἡγιασμένοι καὶ ἱεροί· ὁποῖα δὲ τοῖς ἀπαυθαδιζομένοις καὶ καταφρονητικῶς διατεθεῖ σιν ἀπήντηκε πρὸς τὰ ἅγια, πάλιν ἐκ τῶν αὐτῶν γραμμάτων εἰσόμεθα· ὡς Ναβὰδ καὶ Ἀβιοὺδ ξένῳ πυρὶ θυμιάσαντες ξένῳ καὶ ἀνηλώθησαν, δι' ὧν ἠσέβησαν κολασθέντες καὶ τὸν αὐτὸν εὑρόντες τῆς ἀπωλείας ὃν καὶ τῆς ἀσεβείας καιρὸν καὶ τόπον. καὶ μὴν καὶ Ἠλεὶ ὁ ἱερεὺς ὕστερον δίκας ὑπὲρ τῆς τῶν παίδων παρανομίας εἰσπράττεται, ὧν εἵνεκεν κατὰ τῶν θυσιῶν ἀπετόλμων, καίτοι οὐκ ἀποδεχόμενος τὴν ἀσέβειαν ἀλλὰ καὶ πολλὰ πολλάκις καὶ ἐπιτιμήσας καὶ νουθετήσας. καὶ Ὀζὰν ἐκεῖνος ὁ τολμητίας ψαύσας τῆς κιβωτοῦ μόνον περισπασθείσης ὑπὸ τοῦ μόσχου, καὶ τῆσδε περισωθείσης, αὐτίκα ὅ γε ἀπώλετο, φυλάσσοντος τῇ κιβωτῷ τοῦ θεοῦ τὸ σεβάσμιον. 165 τοσούτου δὴ τετίμηνται τὰ παλαιὰ ἐκεῖνα καὶ οὕτω σεβάσμια τὰ χειροποίητα, καὶ ἅγια ἁγίων γνωρίζεται. ἀλλ' οὗτος ὁ ἐξάγιστος οὐδὲ τοῖς ἐν νόμῳ παραμετρεῖσθαι τὰ τῆς χάριτος βούλεται. καὶ τί δεῖ τὰ τῆς χάριτος λέγειν, ὁπότε καὶ εἰς τὸν νόμον αὐτὸν παρανομῶν δείκνυται; μανθανέτωσαν οἱ τούτου νῦν φοιτηταί, οἱ ἐκ τοῦ χριστιανίζειν ἐπὶ τὸ ἰουδαΐζειν μεταταξάμενοι, ὅτι εἰ ὁ νόμος οὐδὲν ἐτελείωσεν, ἐπ' εἰσαγωγῇ δὲ κρείττονος ἐλπίδος, ᾗ φησιν ὁ θεῖος ἀπόστολος· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα. τοσαύτης δὲ ἔλαχεν τὰ ἐν νόμῳ τῆς σεβασμιότητος. πῶς οὐχὶ πολλῷ τὰ τῆς χάριτος, ἣ καὶ τὸν νόμον τετελείωκεν, ὑψηλότερα τε καὶ σεβασμιώτερα; εἰκότως οὖν ὁ πιστὸς τὸ τέλειόν τε καὶ ἄρτιον καταπλουτήσας ἐν χάριτι, τὰ τῆς χάριτος τιμᾷ σύμβολα. ποῖος οὖν τὸ λοιπὸν νόμος ἐπὶ τὸν νόμον καὶ πρὸ τοῦ νόμου ἀνάγεσθαι κἀκεῖθεν ἡμῖν πάλιν πίστιν ἐπικηρύσσεσθαι; ταῦτα πόσην κατηγορίαν οὐ καταχέει τῆς ἀλογίας καὶ ἀπιστίας τοῦ ἄφρονος; τί οὖν ἐδόκει φάσκειν ὁ ἄθλιος πρὸς τὸν εἰρηκότα· Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου; εἰ μὲν κἀκεῖνος ἐν ναῷ χειροποιήτῳ προσεκύνει, οὐκ ἐνδοιαστὸν οἶμαι· ἡμεῖς δὲ τί ποτε ἄλλο μετά γε τὴν εἰς θεὸν προσκύνησιν προσκυνοῦμεν; ἢ οὐχὶ τὸ ζωοποιὸν τοῦ Χριστοῦ μνημεῖον χειροποίητον, ὁ τοῦ τιμίου σταυροῦ τύπος, ἥ τε ἱερὰ τοῦ εὐαγγελίου βίβλος, αὐτά τε τὰ θεῖα καὶ ζωοποιὰ μυστήρια, καὶ ὡς συνελόντα εἰπεῖν, οἱ σεπτοὶ τοῦ θεοῦ ναοὶ καὶ τὰ ἐν αὐτοῖς ἅπαντα; καὶ ἐπεὶ πατέρες καὶ προφῆται οὐ προσεκύνησαν χειροποίητα, τί δοκεῖ τοῖς ἄφροσιν; πάντως που καὶ ταῦτα ἠτιμωμένα καὶ ἀπροσκύνητα ἀποφανοῦσιν. 166 μάταιον οὖν πόνον ἐν τοῖς προειρημένοις αὐτῷ ἐξαναλώσας, ἐπισυνάπτει τοιαῦτα· Ἀλλ' ἐρεῖς μοι ὅτι "Οἱ πατέρες εἴδωλα ἐθνῶν ἐβδελύξαντο, ἡμεῖς δὲ τὰς εἰκόνας τῶν ἁγίων ποιοῦμεν εἰς μνημόσυνον αὐτῶν, καὶ εἰς τιμὴν ἐκείνων ταύτας προσκυνοῦμεν." καὶ
PG 100:904πάντως γὰρ ταύτῃ τῇ ὑποθέσει ἐτόλμησάν τινες ὑμῶν ἔνδον τοῦ ἁγίου οἴκου τὸν τοῖχον κονιάσαντες χρώμασιν διηλλαγμένοις, εἰκόνας ἀνατυπώσαντες Πέτρου καὶ Ἰωάννου καὶ Παύλου, ὡς ὁρῶ κατὰ τὴν ἐπιγραφὴν ἑκάστης τῶν ψευδωνύμων εἰκόνων ὑπὸ τῆς μωρίας τοῦ ζωγράφου κατὰ τὸν νοῦν αὐτοῦ τυπωθεῖσαν. καὶ πρῶτον μὲν οἱ νομίζοντες ἐν τούτῳ τιμᾶν τοὺς ἀποστόλους, μαθέτωσαν ὅτι ἀντὶ τῆς τιμῆς πλέον αὐτοὺς ἀτιμάζουσιν· Παῦλος γὰρ τὸν ψευδώνυμον ἱερέα ἐνυβρίσας τοῖχον κεκονιαμένον ἀπεφήνατο. οὐκοῦν εἰκόνας αὐτῶν τὰς αὐτῶν ἐντολὰς δι' ἀρετῶν στήσωμεν. ἀλλ' ἐρεῖς ὅτι "Εἰς ὑπόμνησιν τῆς ἰδέας αὐτῶν τὰς εἰκόνας αὐτῶν θεωροῦμεν." καὶ ποῦ γάρ σοι ταῦτα προενετείλαντο; προῃτιασάμεθα γὰρ τοὺς τοιούτους ὅτι ἀγνοίᾳ φερόμενοι κοπιῶσιν εἰκῇ. ὁ πανταχοῦ διεφθαρμένην τὴν γνώμην ἔχων καὶ νῦν ἐκ τῆς οἰκείας ἀπροσεξίας καὶ δυσβουλίας τὸν τοιοῦτον λογισμὸν ἐπὶ τοῖς παροῦσιν προτίθησιν. εἰ γὰρ μετῆν αὐτῷ εὐθύτητος καὶ γνώμης ὀρθῆς, ἐχρῆν ἂν ἐπιγνόντα ὡς εἰς μνήμην καὶ τιμὴν τῶν ἁγίων παρὰ τῶν πιστῶν τὰ ἀπεικάσματα αὐτῶν γίνονται παύσασθαι τῆς μωρίας καὶ τῆς κατὰ τῶν ἁγίων μανίας· ἀλλὰ πεπεισμένον ἂν εἴη ὡς ταῦτα ὁρῶν καὶ τῆς τιμῆς αὐτοῖς ἤδη βασκαίνων, πλεῖον εἰς ἔχθραν αὐτὸς ἐξεκαίετο. οἱ γὰρ ποιοῦντες καὶ τιμῶντες οὐκ ἀφ' ὧν ἐκεῖνος κακῶς ἐγίνωσκεν, ἀλλ' ἀφ' ὧν αὐτοὶ εὐγνωμόνως καὶ πιστῶς διέκειντο, ταῦτ' ἔπραττον. ἀλλ' ἅπαξ τῇ τῶν εἰδώλων προκατισχημένος προλήψει, συνιέναι οὐκ ἠβουλήθη ὅτῳ τρόπῳ καὶ διανοίᾳ καὶ ποιοῦσιν καὶ τιμῶσιν Χριστιανοί, οὐδὲ ὁπόσον εἰς ἄπειρον καὶ ἀσυγκρίτως ἔχει τὰ ἅγια τῆς τῶν στυγητῶν εἰδώλων βδελυρίας διῴκιστο. πόθεν τοῦτο πάσχων; ὅτι τῷ σκότῳ τῆς ἀπιστίας καὶ ἀμαθίας τὴν ψυχὴν περικεχυμένος, οὐκ ἔγνωκεν οὐδὲ συνῆκεν ὅτι οὐδεμία κοινωνία φωτὶ πρὸς σκότος οὐδὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων, οὐδὲ ὅτι πρὸς οἰκουμένην ὅλην καὶ ἐκκλησίαν καθολικὴν ἀπὸ περάτων γῆς εἰς πέρατα διήκουσαν εὐθυτάτῃ δόξῃ καὶ θεοπρεπεῖ κατηρτισμένην ἀντιπαρατάττεται. ἐντεῦθεν οἶμαι καὶ πρὸς ἡδονὴν τὸν λόγον καὶ χάριν οἱ τοῦ ἀνοσίου φοιτηταὶ προσδέξονται, πλείστην ὅσην κατὰ τῶν θεοφόρων πατέρων ἡμῶν τὴν διαβολὴν καὶ κατηγορίαν κατασκευάζοντα· ὅτι ὁ μὲν τὴν τοῦ μεγάλου Παύλου τοῦ ἀποστόλου εἰκόνα κατ' ὀφθαλμοὺς ἀεὶ προκειμένην ἔχων σεμνῶς τε περιέπων ἐτίμα, ὁ δὲ καὶ τοῖς ζωγράφοις παρεκελεύετο τῶν μαρτύρων ἀνιστᾶν τὰ ὁμοιώματα, καὶ ἄλλος ὁρῶν ἐν τοίχοις γεγραμμένας, κατανύξεως καὶ ὠφελείας πλήρης ἐγίνετο· περὶ ὧν διαφόρως προλέλεκται. ἄξιον δὲ τῆς ἐκείνου ἀφροσύνης καὶ τῆς τῶν παραδεδεγμένων ἀναισθησίας ὃ παρείληφεν ἐπὶ καθαιρέσει τῶν ἱερῶν ἐπιχείρημα· ὅ ἐστιν τὸ τὸν Παῦλον τοῖχον κεκονιαμένον τὸν ἀρχιερέα ἀποφῆναι. τί γὰρ τοῦτο πρὸς τὸν μάταιον αὐτοῦ συνοίσειν σκοπὸν ἠδύνατο; ἔδει γὰρ αὐτόν, εἴπερ ἀσεβεῖν ἐξῆν, τοὺς ἱεροὺς οἴκους ὅλους καὶ αὐτὰ τὰ θυσιαστήρια ἐκ τούτου καταστρέφεσθαι δογματίζειν (ὅπερ οἰκειότερόν τε καὶ ἐγγύτερον), εἴ γε ἐκ τοίχων κεκονιαμένων ἱδρυμένα συνέστηκεν, ὡς ἂν μὴ εἰκονίσματα μόνον ἀλλὰ καὶ οἱ τύποι τοῦ ζωοποιοῦ σταυροῦ καὶ πάντα τὰ ἐν αὐτοῖς, ὅσα μάλιστα διὰ χρωμάτων καὶ ὕλης ἑτέρας ὁποιασοῦν ἐμπρέποι, ῥᾳδίως μάλα συνεξαφανίζοιτο. τί οὖν ἐντεῦθεν ἀπαντήσει τῷ ἄφρονι; ἐπειδὴ καί τις τῶν ἀποστόλων ἕτερος ἀσεβεῖς τινας καὶ φαύλους ἄνδρας δένδρεσι φθινοπορινοῖς καὶ ἀκάρποις συνέβαλεν, διατοῦτο ἔτι ἆρα καὶ πᾶν δένδρον ἐκτέμνειν σπουδάσομεν; ἢ καὶ τοὺς τῶν δένδρων καρποὺς βδελυξόμεθα; ἢ ἐπειδὴ ὁ Χριστὸς ταλανίζων τοὺς Φαρισαίους τάφοις κεκονιαμένοις ἀφομοιοῖ, ταύτῃ τοὺς τῶν ἁγίων τάφους ἅπαντας ἀνορύξομεν; πόσης ταῦτα γέμει τῆς ἀλογίας καὶ τῆς τοῦ ἄφρονος ἠλιθιότητος. ἀλλ' ἐξ ὧν πλέον τὸ ἄχθος αὐτῷ περιεγίνετο, ἐπ' ἐκείνοις δὴ καὶ τὸ ἔχθος κεκτημένος τὴν γλῶσσαν τὴν μιαρὰν ἐπαφίησιν· λυσσώντων οὖν καὶ μεμηνότων οἱ λόγοι οὐδὲν ἀπεοίκασιν. τί γὰρ ἂν ἔφησεν ὁπότε τὸν Παῦλον ἀπολογούμενον πρὸς τὸν ἀρχιερέα ἐκεῖνον ἑώρα καὶ πάνυ τὴν ὕβριν τὴν εἰς αὐτὸν θεραπεύοντα; οὐκοῦν συνάγεται
PG 100:910πάντοθεν ὡς οὐδὲν πρὸς συνηγορίαν τῆς ματαιότητος τοῦ ἄφρονος οἱ προκείμενοι λόγοι αὐτῷ χρησιμεύσοιεν. ψευδωνύμους δὲ καλεῖ τὰς ἱερὰς εἰκόνας, ἀναιρεῖν διὰ τούτου τὸν λόγον τῶν ἀρχετύπων πειρώμενοςεἰ γὰρ ψευδεῖς, ὡς ᾤετο, ὀνομάζονται, οὐκ ἔνι παράδειγμα πρὸς ὃ ἄν τις ταῖς ἀληθείαις αὐτὰς ἀπεικάσειεν, ἵνα τοῖς προσέχουσιν τῶν εἰδώλων τῇ ματαιότητι τὰ Χριστιανῶν παραθείς, φασματώδη καὶ ἀνύπαρκτα ὡσαύτως ἐκείνοις τό γε ἐπ' αὐτὸν τὰ καθ' ἡμᾶς ἀποφήνῃ μυστήρια, ὥστε καὶ τοὺς τῆς σαρκώσεως τοῦ σωτῆρος ἡμῶν Χριστοῦ λόγους καὶ τοὺς τῶν μαρτύρων ἀγῶνας σκηνὴν θεῖναι κενούς τε καὶ εἰκῇ τῷ βίῳ προσᾳδομένους καταδεῖξαι· περὶ ὧν πλατύτερον ἐν τοῖς ἐπάνω εἴρηται. 167 ἐπὶ τούτοις φησίν· ἀλλ' ἐρεῖς ὅτι "Εἰς ὑπόμνησιν τῆς ἰδέας αὐτῶν τὰς εἰκόνας αὐτῶν θεωροῦμεν."0 ἐροῦμεν καὶ ἡμεῖς ὅτι ἐπὶ τῆς τοῦ θεοῦ λόγου ἐνανθρωπήσεως κακῶς καὶ ἀθέως τὸ ἀκατάληπτον προχειρίζῃ, τὴν σάρκα μετὰ τῆς οἰκονομίας ὅλης τέλεον παραιτούμενος· ἐπὶ δὲ τῶν ἁγίων ποῖον ἕξεις ἀκαταλήπτου ἢ ἄλλου τινὸς ἑτέρου λόγον, ὃς κωλύσει τὸ εἰκονίζεσθαι; καὶ ποῦ γάρ σοι ταῦτα προενετείλαντο; φησίν. συνιδεῖν ἔξεστιν ὡς πανταχοῦ πρὸς εἴδωλα ἀπάγεται, καὶ εἰδώλοις συμφερόμενος οὐκ ἀπολήγει, εἰκόνων ἁγίων ἕνεκεν ὑπολαμβάνων. ὧν τί ἀνοητότερον ἢ ματαιότερον, ὡς τὰ ἑξῆς δείκνυσιν; προ ητιασάμεθα γάρ, ἔφη, τοὺς τοιούτους, ὅτι ἀγνοίᾳ φερόμενοι κοπιῶσιν εἰκῇ. ἡμῖν μὲν οὖν εἰδώλων χάριν λόγος οὐδείς· εἰ δέ τις ὅποι οἱ ἅγιοι ἐνετείλαντο ἐπιζητῶν διαποροίη, ἐκ τῶν ἱστορουμένων καὶ προγεγραμμένων εἴσεται ὡς παρὰ ἀποστόλων ταῦτα ἐπιτέτραπται. εἰ δὲ καὶ περὶ ταῦτα ἀναδύεται, εὐκαίρως ἀκούσεται ὅτι οὐδὲ τὸ μὴ ποιεῖν ἢ μὴ προσκυνεῖν εἰκόνι Χριστοῦ ἢ εἰδώλων καλεῖν προσηγορίᾳ παρηγγύησαν· καὶ κρατείτω ἡ πίστις καὶ τὸ πρὸς τοὺς ἁγίους σέβας, καθὸ πιστοὶ γεραίροντες εἰκονίζουσιν. 168 ἀπέρρηκται οὖν ὁ ἀνόσιος πάντοθεν τῆς τῶν ἁγίων πατέρων δόξης καὶ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος ἠλλοτρίωται. ποῦ ποτε ἄρα εἰσὶν οἱ λέγοντες εἴδωλα φεισάμενοι τὰ ἅγια εἰπεῖν καὶ πᾶσαν τὴν κατὰ τῆς ἐκκλησίας ὁρμὴν ἐκ τῆς τῶν εἰδώλων ποιούμενοι προχειρίσεως; ἐπειδὴ δὲ ὁρῶμεν ὃν οἱ τῆς πλάνης ταύτης κατάρξαντες Θεόδοτον Ἀγκύρας ἐπίσκοπον κεχειροτονήκασιν κἀνθάδε φθεγγόμενον (ἐξ ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ βορβορώδους λάκκου τὸ δυσῶδες τῆς βδελυρίας ἐκδίδοται· ἤδη δὲ ἐν τοῖς φθάσασιν τὰ ἐκείνου ἐλήλεγκται), ὡς ἐφ' ὁμοίοις τοῖς ἀσεβήμασιν προηγμένα καὶ τὰ παρόντα συναπελέγχεται, περιττόν τι λέγειν ἀδολεσχεῖν ἡγούμεθα. διὸ ἐπὶ τοῖς προκειμένοις εὐθὺς μετοιχόμεθα. φάσκει γὰρ οὑτωσί· Οἴδαμεν γάρ φησιν Ἰωάννης, ὅτι ὅταν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα. καὶ Παῦλος δὲ τοὺς ἁγίους συμμόρφους τοῦ υἱοῦ τοῦ θεοῦ ἐκήρυξεν. ἐκ τῆς τῶν μελλόντων δόξης καὶ τῆς πρὸς θεὸν ὁμοιότητος τὸ αἰσχρὸν ἐνταῦθα ἐπινέμει τοῖς ἁγίοις καὶ ἄδοξον, καὶ εἰδωλικοὺς ἐπεισκρίνει θεσμούς, εἰς τὰς ἱερὰς αὐτῶν ἀφυβρίζων μνήμας· ἐξ ὧν τὸ εἰς αὐτοὺς μῖσος ἐνδείκνυται. εἰ γὰρ σκιὰν γοῦν εὐνοίας τῆς πρὸς αὐτοὺς διέσῳζεν, ἐκ τῆς τῶν ὁμοιωμάτων αὐτῶν τιμῆς ἐμφανῆ ἑαυτὸν καθίστη· νῦν δὲ πρὸς τοὐναντίον ἅπαν ἵεται. ταῦτα δὲ πρὸς τῷ ἀσεβεῖ καὶ τὸ γελοῖον ἔχει. τίς γὰρ τῶν σωφρονούντων ἀφ' ὧν μέλλοι συμβήσεσθαι γράφειν ἢ ἱστορεῖν πειραθείη; οὐ γὰρ οἷοι μέλλουσιν ἔσεσθαι οἱ ἱστορούμενοι, ἀλλ' ὁποῖοι νῦν εἰσιν ἢ ὑπῆρξάν ποτε γράφονται εἶδός τε καὶ πρᾶξιν· παρά τε τῶν ἑωρακότων παρά τε τῶν ἀκηκοότων (ἐπεὶ οὕτω γε καὶ ἅπερ ἐν ταῖς βίβλοις αὐτῶν ἀναγέγραπται) διαγεγράψεται· ὅτι οὐκ ἐκ τῶν μελλόντων αὐτοῖς λαμπρῶν ἀλλ' ἐκ τῶν παρῳχηκότων ἐπιπόνων καὶ σκυθρωπῶν ἀνεγράφησαν, ἐν οἷς διὰ πάσης αἰκίας καὶ μυρίων θανάτων ἠγμένοι τὰ παρόντα κατέλυσαν· ἐξ ὧν καὶ ἡ μέλλουσα φαιδρότης αὐτοῖς καὶ δόξα παρὰ τῷ ἀθλοθέτῃ περιγενήσεται θεῷ. ἀλλὰ καὶ Παῦλος, φησίν, τοὺς ἁγίους συμμόρφους τοῦ υἱοῦ τοῦ θεοῦ ἐκήρυξεν. ὁ τῆς ἀληθείας παραχαράκτης καὶ τοῦ ἀποστολικοῦ γράμματος ἱερόσυλος, καὶ τὸν ἦχον αὐτὸν τοῦ τῆς εἰκόνος ὀνόματος ὡς πολέμιον
PG 100:916ἀποστρέφεται, καίτοι οὐδὲν συντεῖνον ἐνταῦθα πρὸς τὰ χειρόκμητα. οὐχ' ὧδε γὰρ ὁ Παῦλος ἔφη, ἀλλὰ συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ· οὐ μὴν οὐδέ γε περὶ τῆς μελλούσης καταστάσεως ταῦτα εἴρηται, τῶν δὲ ἐνταῦθα καὶ ἐν τῇ χάριτι πεπιστευκότων ἕνεκεν. 169 κἀντεῦθεν οὖν πάλιν ψεύστην καὶ ἀλαζόνα καὶ πάσης ἐκκλησιαστικῆς ἐπιστήμης ἀμέθεκτον καταθρήσομεν καὶ ἀλλότριον. καὶ τοῦτο πάλιν ἐκ τῶν συνηγορούντων· ὁποῖον γὰρ περί γε τούτων τῶν διδασκάλων ὑπάρχει τῆς ἐκκλησίας τὸ φρόνημα, ἀκούειν πάρεστιν. ἐρεῖ γοῦν ὁ μέγας Ἰωάννης ὁ τῆς βασιλίδος ἀρχιερεὺς ἐπ' αὐτῆς λέξεως ὧδε· Ὅπερ ὁ μονογενὴς ἦν φύσει, τοῦτο καὶ αὐτοὶ γεγόνασιν κατὰ χάριν· ὅ ἐστιν, σύμμορφοι καὶ συγγενεῖς ἀπεδείχθησαν ὡς ἀδελφοὶ τοῦ πρωτοτόκου. ταῦτα δὲ πάντα περὶ τῆς οἰκονομίας εἴρηται· καθὸ γὰρ θεός, μονογενής. οὐ μόνον δὲ ἐκ τούτων τοῦ θεοῦ τὴν κηδεμονίαν γινώσκομεν, ἀλλὰ καὶ τῷ ἄνωθεν αὐτὰ προτετυπῶσθαι οὕτως, καὶ προτοῦ δῶμεν ἑαυτῶν πεῖραν· δι' ἧς οἱ ἄνθρωποι πεῖραν λαμβάνουσιν τῆς γνώμης ἀπὸ τῶν πραγμάτων· τούτους δὲ ἐδικαίωσεν διὰ τοῦ λουτροῦ, ἐδόξασεν δὲ διὰ τῶν χαρισμάτων καὶ τῆς υἱοθεσίας. 170 συμφθεγγέσθω τούτοις καὶ ὁ ἀοίδιμος Κύριλλος ὁ τῆς μεγάλης Ἀλεξάνδρου ἱεράρχης· Οὗτοι τετίμηνται καὶ μεμενήκασιν, οἳ καὶ προεγνώσθησαν ὡς ἔσονται σύμμορφοι τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. ὅσοι οὖν τῶν σαρκικῶν ὑπεράνω γεγόνασιν, ἔχοντες ἐν οὐρανῷ τὸ πολίτευμα, οὗτοι τὴν εἰκόνα μεμίμηνται τοῦ Χριστοῦ, τοῦτ' ἔστιν τὴν ἐν ἁγιασμῷ ζωήν, τὴν ἀμώμητον εἰς ἅπαντα πολιτείαν. οὕτω μὲν οὖν τὰ τῆς ἀποστολικῆς διανοίας οἱ ἱεροκήρυκες ἐξηγείσθωσαν. περὶ γὰρ τῆς κατὰ τὸν μέλλοντα αἰῶνα τῶν ἁγίων λαμπρότητος ἑτέρωθί που ὁ ἀπόστολος διαλέγεται. γράφει γὰρ τοῦτο Φιλιππησίοις· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ἐστιν, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα Ἰησοῦν τὸν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. 171 ὁ δὲ τῆς ἀποστατικῆς παρανοίας εἰσηγητὴς τοῖς προηγουμένοις παρατίθεται ταῦτα· Πῶς οὖν τοὺς ἐν δόξῃ μέλλοντας φαιδρύνεσθαι ἁγίους ἐν ἀδόξῳ καὶ νεκρῷ καὶ ἀλάλῳ θέλεις ὁρᾶν, τοῦ κυρίου λέγοντος περὶ αὐτῶν· Ἔσονται γάρ φησιν, ὡς ἄγγελοι θεοῦ; πῶς οὖν καὶ ἡμεῖς τούτοις ἁρμοσόμεθα; ἐπειδὴ τοίνυν ἀπὸ τῶν μελλόντων ὁ γεννάδας οὑτοσὶ τὰ παρόντα διατίθεσθαι βούλεται, τοιαῦτα καὶ ἡμεῖς πρὸς αὐτὸν ἐροῦμεν, ὅτι οὐκ ἀφ' ὧν κακῶς καὶ δυσσεβῶς ζῶν ἔλεγες, ἐπειδὴ τεθνήξεσθαι ἔμελλες, ἤδη σοι προσέξομεν, ἀλλ' ἀφ' ὧν τεθνηξόμενος ἄφωνος μένειν ἔμελλες, νενεκρωμένον ψυχῇ τε καὶ σώματι ἀπολείπομεν μὴ φθεγγόμενον· ὅθεν ἡμῖν μὲν καὶ πᾶσιν τοῖς λόγου ζωῆς μετέχουσιν, νεκροῖς καὶ ἀζωήτοις ἀνθυποφέρειν λόγος οὐδείς. ἡνίκα δ' οὖν ὁρῶμεν ὡς ὁ ἄζως οὗτος καὶ νεκρὸς λόγος νεκροποιὸς καὶ φθοροποιὸς τοῖς προσέχουσι γίνεται, νεκροῦν εἰδὼς ψυχὴν καὶ παραπέμπειν εἰς γέενναν, ὅπως αὐτοὺς τῆς εἰς Ἅιδου φερούσης, εἰ βούλοιντο, ἀπαγάγωμεν καὶ πρὸς ζῶσαν ὁδὸν ποδηγήσωμεν, φέρε δὴ τοιαῦτα λέγωμεν, τὸ πονηρὸν ἀπογυμνοῦντες φρόνημα. τοῖς παρ' Ἕλλησιν ξοάνοις καὶ ἔθνεσιν παραπλησίως τὰ καθ' ἡμᾶς ἅγια τῷ νεκρῷ καὶ ἀδόξῳ καὶ ἀλάλῳ ὁ ἐξάγιστος τίθεται, ἵνα μὴ δὲ Χριστιανισμοῦ καὶ Ἑλληνισμοῦ τὸ διηλλαγμένον δοίη, ὅτι τοι τὰ εἴδωλα τῶν ἐθνῶν στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν καὶ ὅσα ἄλλα ὁ μέγας τούτων καταψάλλει Δαυΐδ. τί οὖν ἐδόκει ταῦτα λέγοντι περί γε τῶν ἐπ' ὀνόματι τῶν ἁγίων παρ' ἡμῖν δεδομημένων ἱερῶν ναῶν; ὡς φευκτοὶ πάντως καὶ ἀπόπτυστοι, ὅτι ἄλαλοι ἤδη λοιπὸν καὶ ἄδοξοι, καὶ πολλῷ γε μᾶλλον αἱ τῶν εὐαγγελίων ἁγιόγραφοι δέλτοι αἵ τε τοὺς τῶν ἁγίων μέχρις αἵματος ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας καὶ τὴν ἀγγελικὴν πολιτείαν ὑπαγορεύουσαι· ἆρα οὖν βδελυκτότεραι καὶ ἀδοξότεραι, ὅτι τῷ ὄντι ἐκ νεκρῶν καὶ ἀψύχων σωμάτων κατεσκευάσθησαν; ἐντεῦθεν λοιπὸν καὶ τὰ ἱερὰ τούτων λείψανα ἠτιμωμένα καὶ αἱ πρεσβεῖαι παρ' αὐτοῖς ἀπόπεμπτοι. ἀλλ' οὐκ ἐφρόνησεν συνιέναι ὁ ἄφρων ὅτι καθάπερ τὰ ἐν βίβλοις γραφόμενα ταῖς ἀκοαῖς τῶν ἀκροωμένων
PG 100:922παραναγινωσκόμενα ἐνσημαίνεται, οὕτω καὶ τὰ ἐν πίναξιν ἐντυπούμενα ταῖς τῶν ὁρώντων ὄψεσιν ἐναποτίθεται. εἰ δὲ ναοῦ λόγος οὐδεὶς ὃν οὐ στέφει ἄγαλμα (καὶ καλῶς γε τοῦτο ἱερῷ ἀνδρὶ εἴρηται), λόγοι ἄρα καὶ ταῦτα τῶν καθ' οὓς ἵδρυνται καὶ περιστέφουσι τόπων καὶ οὐκ ἄλαλα, εἰ καὶ καθ' ἑαυτὰ οὕτως ἔχει (ἐπεὶ οὕτω γε καὶ οἱ λόγοι ἄλαλοι), ἀλλὰ σιωπῶντες γίνονται κήρυκες ὧν τὴν μνήμην καὶ τὸν λόγον ἐν τῷ κρυφίῳ καὶ ἀπορρήτῳ τῆς ψυχῆς ταμιείῳ ἐγκατατίθενται, καὶ τίμιά γε καὶ ἔνδοξα διὰ τὰ ὑπ' αὐτῶν τίμιά τε καὶ ἔνδοξα σημαινόμενα. 172 ἀλλ' ἴδωμεν εἰ τοῦ ἱεροῦ Ἐπιφανίου ταῦτα σπέρματα, τοῖς γνησίοις αὐτοῦ καὶ οἰκείοις παραβάλλοντες λόγοις. φησὶν οὖν ἐν τοῖς κατὰ αἱρέσεων συντεταγμένοις βιβλίοις αὐτῷ, ἐν οἷς κατὰ Κολλυριτῶν διαλέγεται, εἰδώλων ἕνεκεν διαλαμβάνων, γυναικῶν τινων κολλυρίδα ἐπ' ὀνόματι τῆς ἁγίας θεομήτορος προσφερουσῶν· Πόθεν οὐκ εἰδωλοποιὸν τὸ ἐπιτήδευμα καὶ τὸ ἐγχείρημα διαβολικόν; προφάσει γὰρ διαβόλῳ ἀεὶ ὑπεισδύνων τὴν διάνοιαν ὁ διάβολος τῶν ἀνθρώπων, τὴν θνητὴν φύσιν θεοποιῶν εἰς ὀφθαλμοὺς ἀνθρώπων, ἀνδρείκελα ἀγάλματα διὰ ποικιλίας τεχνῶν διέγραψεν. καὶ τεθνήκασιν μὲν οἱ προσκυνούμενοι, τὰ δὲ τούτων ἀγάλματα μηδέποτε ζήσαντα (οὔτε γὰρ νεκρὰ δύνανται λέγεσθαι τὰ μηδέποτε ζήσαντα) προσκυνητὰ παρεισάγουσιν, διαμοιχευσάσης διανοίας ἀπὸ τοῦ ἑνὸς καὶ μόνου θεοῦ, ὡς ἡ πολύκοινος πόρνη ἐπὶ πολλὴν ἀτοπίαν πολυμιξίας ἐρεθισθεῖσα καὶ τὸ σωφρονεῖν ἀποτριψαμένη τῆς τοῦ ἑνὸς ἀνδρὸς εὐνομίας. ναὶ μὴν ἅγιον ἦν τὸ σῶμα τῆς Μαρίας, οὐ μὴν θεός· ναὶ δὴ θεοτόκος ἦν ἡ παρθένος καὶ τετιμημένη, ἀλλ' οὐκ εἰς προσκύνησιν ἡμῖν δοθεῖσα, ἀλλὰ προσκυνοῦσα τὸν ἐξ αὐτῆς σαρκὶ γεγεννημένον, ἀπ' οὐρανῶν δὲ ἐκ κόλπων πατρῴων παραγενόμενον. καὶ τὰ μὲν Ἐπιφανίου τοιαῦτα· ἐν οἷς τῆς μὲν γυναικείας καταγορεύει ἁπλότητος, εὐάλωτον πρὸς ἐξαπάτην ἀρχῆθεν ἐχούσης τὴν φύσιν· οὐ μὴν Χριστιανοὺς ἐκκεκλικότας καταιτιᾶται πρὸς εἴδωλα, ὥσπερ οὐδὲ ἐν ἄλλοις γνησίοις αὐτοῦ βιβλίοις τὸ τοιοῦτον καταληφθήσεται. ἀλλὰ πῶς τοῖς πανταχοῦ τὰ νεκρὰ προσφερομένοις συμφθέγγοιτο, ἐπεὶ μὴ ἀξιοῖ νεκρὰ τὰ εἴδωλα λέγεσθαι τῷ μὴ δὲ ζῆσαι ἤδη ποτέ; εἰ γοῦν κἀκεῖνα Ἐπιφανίου δοίη τις, εἰς ἀντίφασιν τὸν ἄνδρα περιαγαγεῖν ἀναγκασθήσεται καὶ τἀναντία ἑαυτῷ ἀποφαινόμενον, ὅπερ καὶ λέγειν ἄτοπον. καὶ ὃ τούτων ἀτοπώτερον· εἰ γὰρ τεθνήκασιν οἱ προσκυνούμενοι, ἐκβιασθήσεται ὅσον ἐπὶ τῷ λόγῳ τούτῳ ἐν τοῖς τεθνεῶσιν καὶ νεκροῖς ἔτι οὖσιν συγκαταριθμεῖν τὸν Χριστόν, πρὸς δέ γε καὶ τοὺς θείους ἀγγέλους, καὶ μήποτε ζῆν ἀποφαίνεσθαι, εἴπερ εἷς ἦν καὶ ὁ αὐτὸς ὁ ταῦτα κἀκεῖνα λέγων καὶ εἰδώλοις ἐν ἴσῳ τιθεὶς τὰ παρὰ Χριστιανοῖς τιμώμενα. τοῦτο δὲ οὐδ' ἂν οἱ ἀλιτήριοι προσφθέγξασθαι τολμήσειαν δαίμονες. ἐπιστατέον δὲ ὅτι ὁ ἀληθὴς Ἐπιφάνιος τὴν ἐν τοῖς ἀγάλμασιν προσκύνησιν ἐπὶ τοὺς ὧν εἰσιν ἐκτυπώματα ἀναφέρει, εἰδὼς καὶ αὐτὸς ὅτι τὸ εἰς τὴν εἰκόνα δρώμενον ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει. 173 δῆλον οὖν καὶ ἐντεῦθεν ὡς οὐκ ἔστιν ὁ τὴν δυσφημίαν ταύτην κατὰ τῶν ἁγίων συντιθεὶς ὁ ἱερὸς Ἐπιφάνιος, Εὐσέβιος δὲ ἡμῖν ἄλλος παραναφαίνεται· οὗ τὴν μὲν προσηγορίαν ὑπεκράτησαν, οὐδαμοῦ μνήμης ἐν τῷ ἀξιαγάστῳ αὐτῶν τούτῳ ὅρῳ ἀξιώσαντες, καίτοι τῆς ἀποστασίας διδάσκαλον καὶ διδασκάλων τὸν ἡγεμόνα καὶ κορυφαῖον ἔχοντες, τὴν δὲ κατὰ τῆς θείας οἰκονομίας Χριστοῦ ἀπέχθειαν δημοσιεύουσιν· σύμψηφος γὰρ ἐν τούτοις καὶ ὁμογνώμων, ἐπεὶ τῆς Ἀρειανικῆς τε καὶ Ἰουδαϊκῆς φατρίας ἔτι μὴν καὶ τῆς Μανιχαϊκῆς ἀθεΐας θιασῶται τυγχάνουσιν. καὶ τοῦτο δείκνυται ἐν οἷς τὰ παραπλήσια πρὸς τὴν βασιλίδα Κωσταντίαν ἐν τῷ κατὰ τὴν μεταμόρφωσιν τοῦ σωτῆρος γενόμενος τόπῳ γράφει. προδιαλαβὼν γὰρ περὶ τῶν κατὰ Χριστὸν φύσεων, ἐφ' ὧν τὴν ἀνάκρασιν καὶ σύγχυσιν παρὰ τὸ δόγμα τῆς ἐκκλησίας κακῶς δοξάζει, ἐπάγει εὐθύς· Ὅτε τὸ μὲν πρόσωπον αὐτοῦ ἀπήστραψεν ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια ὡς τὸ φῶς. τίς οὖν τῆς τοσαύτης ἀξίας τε καὶ δόξης τὰς ἀποστιλβούσας καὶ ἀπαστραπτούσας μαρμαρυγὰς οἷός τε ἂν εἴη καταχαράξαι νεκροῖς καὶ ἀψύχοις
PG 100:927χρώμασιν καὶ σκιογραφίαις; προϊὼν δὲ αὐτός, ἔνθα τὰ ἡμέτερα τοῖς ἀπίστοις ἔθνεσιν ὡσαύτως ἔχειν τερατολογεῖ, τοιαῦτα χριστομαχῶν διέξεισιν· Εἰ μὴ τοῖς ἀπίστοις ἔθνεσιν ὁμοίως τὰ μηδαμῇ μηδαμῶς ἐοικότα ἑαυτῷ τις ἀναζωγραφήσειεν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων· τοιαῦτα γὰρ κἀκεῖνοι ἂν εἰδωλοποιοῦντες, εἴποτε θεόν, ὡς ἡγοῦνται, ἤ τινα, ὡς ἂν φαῖεν, ἡρώων, ἤ τι τῶν τοιούτων πλάττειν καὶ ἀπεικάζειν ἐθέλοιεν, οὐδὲν ὅμοιον· οὐδὲ γὰρ οἷοί τε ὄντες γράφειν, ἀλλόκοτα σκιαγραφοῦσιν, ἀνδρείκελα σχήματα διαχαράττοντες. ὁρᾶτε τὴν συμφωνίαν; ὁρᾶτε τὴν πονηρὰν συνδρομὴν καὶ συναυλίαν περὶ τὴν τῶν νεκρῶν ὀνομασίαν; ὅπως ἀλλήλοις ὁμορροθοῦντες καὶ συμβαίνοντες; ὅπως συνέριθοι καὶ συνήγοροι τὴν κακίαν ὑπάρχοντες τὴν κατὰ τῆς Χριστοῦ ἐκκλησίας συνεσκευάσαντο κατηγορίαν; ἤδη δὲ καὶ ἐν ἑτέροις πλείοσιν, εἴ τις τῆς μοχθηρᾶς ταύτης συζυγίας τὰς θεοστυγεῖς δόξας διερευνήσοιτο, ῥᾷστα ἂν καταλήψεται οὐκ Ἐπιφανίῳ μόνῳ ἀλλὰ δὴ καὶ παντὶ τῷ τῆς ἐκκλησίας ἀντικαθισταμένους δόγματι καὶ φρονήματι. 174 ἀλλ' ἐπὶ τὰ λοιπὰ τοῦ ἄφρονος μέτειμι, ἔνθα φράζει· Πῶς δὲ καὶ ἀγγέλους πνεύματα ὑπάρχοντας καὶ ἀεὶ ζῶντας ἐν νεκροῖς γράφων προσκυνεῖς, τοῦ προφήτου λέγοντος· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα; τίς οὐ συνήσει ὡς οὐκ ἔστιν Ἐπιφανίου ταῦτα δὴ τὰ ληρήματα, ἄνπερ μὴ λίαν ἐριστικὸς ᾖ καὶ φιλόνεικος; οὐδὲ γὰρ ἀγνοεῖν φαμὲν Ἐπιφάνιον τὴν τῶν χρυσοτεύκτων Χερουβὶμ ποίησιν, πολλοῦ γε καὶ δεῖ, ἅτε ἐξ Ἰουδαίων ὄντα καὶ τὰ κατὰ τὴν παλαιὰν σκηνὴν ἀναγεγραμμένα εὖ μάλα διησκημένον, ἄνωθεν δὲ τὴν κλῆσιν καὶ αὐτὸν ἐσχηκότα ἐπὶ τὰ Χριστιανῶν μετατάξασθαι, εἴπερ μὴ ψευδοεπεῖν ὑποληπτέον τὰ κατὰ τὸν βίον αὐτοῦ συγγεγραμμένα. οὗτος δὲ ὁ τῶν πικρῶν τούτων ζιζανίων σπορεὺς δοκεῖ μὲν ἐν τοῖς περὶ ἀγγέλων αὐτῷ λεγομένοις τὸν προφήτην ἀποδέχεσθαι, κατηγορεῖ δὲ θεοῦ, κατηγορεῖ δὲ καὶ Μωσέως, τοῦ μὲν ὡς μάτην νομοθετήσαντος ἃ μὴ θεμιτὸν ᾤετο, τοῦ δὲ ὡς εἰκῇ ὑπηρετησαμένου ἐν τῇ τῶν Χερουβὶμ ποιήσει, ὅτι τε πεποίηκεν καὶ ὅτι νεκρὰ καὶ ἐκ νεκρᾶς ὕλης τοῦ χρυσοῦ ἐκτετορνευμένου τὸ ἔλασμα καὶ τἄλλα ὅσα κατὰ τὴν σκηνὴν ἐκείνην τὴν παλαιὰν διατέτακται. πολλοῦ δ' ἂν ἦν ἄξιος, εἰ τῷ γράμματι γοῦν καὶ τοῖς τηνικαῦτα νενομισμένοις ἐπεπολίτευτο· ὁ δὲ γὰρ καὶ Ἰουδαϊκῆς πολιτείας μακρὰν ἀπεκέκριτο, συνιδεῖν οὐκ ἐθελήσας ὅτι ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, οὗτος καὶ τῷ οἰκείῳ θεράποντι Μωσεῖ ἐκεῖνα πάντα κατασκευάσαι καθ' ὃν τύπον ἐν τῷ ὄρει δέδεικται παρηγγύησεν. ἃ δὴ καὶ Παῦλος ἁγίων ἅγια καλεῖ καὶ Χερουβὶμ δόξης ἤτοι δεδοξασμένα· καὶ γὰρ πολλῆς δόξης ἠξίωτο τοῖς κατὰ τὴν σκηνὴν ἐνδοτέροις μάλιστα συνοῦσιν ὁμοῦ. μάχεται δὲ ὁ δύστηνος οὗτος καὶ πάσῃ μὲν τῇ ἐκκλησίᾳ ἅμα καὶ τῇ ἀληθείᾳ, μάχεται δὲ οὐχ' ἥκιστα τῷ συμπαραληφθέντι παρὰ τῶν ματαίων συνηγόρῳ· ὃς οὐ συνήγορος, κατήγορος δὲ δεινὸς τῆς συμμορίας αὐτῶν ἐκβεβηκώς. Ἰωάννης δ' οὗτός ἐστιν ὁ κλεινὸς τῆς ἐκκλησίας καθηγεμών, ὃς ἀντὶ πολλῶν ἡμῖν ἐξαρκῶν ἐπιρραπίσει καὶ παιδεύσει τοὺς ἄφρονας, τοιάδε τινὰ ἐν τῷ εἰς τὸ ἔνδυμα τοῦ ἱερέως λόγῳ διεξιών· Ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων νέφη· εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυῒδ ἀληθεύοντα· Κύριε ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. 175 μόλις δὲ τῆς εἰς τοὺς ἁγίους κορεσθεὶς παροινίας κατὰ τοῦ τῶν ἁγίων θεοῦ τὴν θεομάχον γλῶσσαν ὁ θεοστυγὴς καθοπλίζει καὶ κατὰ τῆς τοῦ μονογενοῦς οἰκονομίας ἐπιλυττᾷ καὶ ὃ μεῖζον εἰς παρανομίαν ἀποτολμᾷ καὶ λέγει· Ἤκουσα δὲ ὅτι καὶ τὸν ἀκατάληπτον υἱὸν τοῦ θεοῦ τινὲς γράφειν ἐπαγγέλλονται· ὃ φρίξαί ἐστιν τὸ ἀκοῦσαι, καὶ τὸ πιστεῦσαι βλάσφημον. τί δοκεῖ ἐνταῦθα τῷ τῆς φαντασίας προστάτῃ; βουλόμενος τὸ τῆς σωτηρίου τοῦ Χριστοῦ συγκαταβάσεως τό γε ἐφ' ἑαυτὸν κατασεῖσαι μυστήριον ὡς δοκήσει καὶ οὐκ ἀληθείᾳ πεπράχθαι, τὴν τοῦ ἀκαταλήπτου φωνὴν προχειρίζεται, ὥσπερ θεμέλιον τῆς ἰδίας
PG 100:933ἀπάτης θέμενος. διατοῦτο καὶ υἱὸν θεοῦ ψιλὸν προσαγορεύει, ἐπεὶ καὶ τὸν σταυρὸν καὶ ὅλον τὸ πάθος ἐπὶ τὴν θεότητα ἀναφέρει (καὶ τοῦτο Ἀρειομανιτῶν καὶ Θεοπασχιτῶν ἤτοι Δοκητῶν τὸ βλάσφημον δόγμα), σαρκὸς οὐδ' ὅλως εἰς μνήμην ἰών, ἵνα δὴ ἀκατάληπτος θεὸς ὢν μὴ δὲ γράφοιτο· ὡς εἴ γε κυρίως καὶ ἀληθῶς σεσάρκωται, καὶ καταληφθήσεται· καὶ εἰ καταληφθείη, καὶ γραφήσεται πάντως καὶ διέπιπτεν αὐτῷ τὰ τοῦ δόγματος. ἐπειδὴ γὰρ ᾤετο τὰ παρὰ τοῖς ἱεροῖς εὐαγγελισταῖς συγγεγραμμένα ῥᾳδίως διακρούεσθαι καὶ δὴ καὶ παρεξηγεῖσθαι τὴν ἐν αὐτοῖς ἀλήθειαν καὶ πρὸς ἀλληγορίας τὸ ἐναργὲς ἐσθ' ὅτε μεταρρυθμίζειν καὶ ἄλλως πρὸς χάριν τάχα γεγράφθαι τοῦ διδασκάλου τινά, ὡς ἤχοις ψιλοῖς μόνον καὶ λόγοις παραπεπλάσθαι τῶν πραγμάτων χηρεύοντα, ἔνθα δὲ Χριστὸς αὐτὸς ἐν εἰκόσιν ἐξιστοροῖτο καθὼς σεσάρκωται, ἐξ ἀνάγκης κατ' ὀφθαλμοὺς ἀνθρώπων κεῖσθαι μεθ' ὧν τε ἔδρασεν μεθ' ὧν τε ὑπὲρ τῆς ἐλευθερίας τῆς ἡμετέρας πέπονθεν, ἀψευδῆ τε σημαίνεσθαι τὴν σάρκωσιν, καὶ τῶν πραγμάτων αὐτῶν τὴν ἀλήθειαν διὰ τῶν εἰκονιζομένων ἐναργῶς ἐμφανίζεσθαι, κἀντεῦθεν πρὸς ἀξιοπιστίαν κεκτημένων τὸ ἀπαράγραπτον εἰς πληροφορίαν καὶ πίστωσιν τοὺς ἐνορῶντας ἄγειν τῶν δηλουμένων, ἐξελέγχειν δὲ τὴν ἀγνωμοσύνην τῶν ἀθετούντων τὸ εὐαγγέλιον, τούτου γε εἵνεκεν διὰ σπουδῆς ἁ πάσης ποιεῖται ὅτῳ τρόπῳ ἀπείργεσθαι τοῦ ἐν εἰκόσιν τὰ τῆς θεοφανείας διαχαράττεσθαι, ἵνα λοιπὸν ἡ τῆς δοκήσεως λύμη χώραν ἕξῃ παρρησιάζεσθαι. ἡμεῖς δὲ τί πρὸς ταῦτα φαμέν; ὅτι ὁμολογουμένως ὁ θεῖος λόγος, καθὸ θεός, ἄληπτός τέ ἐστιν καὶ ἀπερινόητος καὶ νῷ παντὶ καὶ λόγῳ παντί· θεὸν γὰρ νοῆσαι μὲν χαλεπόν, φράσαι δὲ ἀδύνατον, ὥς που τῶν πάλαι τινὲς ἔφησαν· καὶ ὁ τρόπος τοῦ μυστηρίου τῆς θείας ἐνανθρωπήσεως καὶ νοῦν καὶ λόγον ὑπερβέβηκεν ἅπαντα. ἀλλ' εἰ ὁ ἄναρχος ἄρχεται καὶ ὁ ἀόρατος ὁρᾶται καὶ παράτασιν χρονικὴν εἴληφεν ὁ ὑπέρχρονος καὶ ὁ λόγος παχύνεται καὶ ὁ ἀναφὴς ψηλαφᾶται καί, τὸ ὅλον εἰπεῖν, ὁ θεὸς ἄνθρωπος γίνεται καὶ ὁ πρὸ πάντων αἰώνων ἐκ πατρὸς ἀχρόνως καὶ ἀπαθῶς ἐκλάμψας ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, νόμῳ συγκαταβάσεως φιλανθρωπίᾳ τε τῇ περὶ τὸ ἴδιον χρησάμενος ποίημα, ἐξ ἁγίας ἀχράντου ἀειπαρθένου καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ πνεύματι ἀφράστως καὶ ἀνερμηνεύτως ὡς οἶδεν αὐτὸς τίκτεται, καὶ θεὸς μετὰ σαρκὸς ἐψυχωμένης λογικῇ τε καὶ νοερᾷ ψυχῇ καὶ ἄνθρωπος τέλειος κατὰ πάντα χωρὶς ἁμαρτίας καθ' ἡμᾶς χρηματίσας, πάθος τε τὸ διὰ σταυροῦ ἑκούσιον ἀνατλὰς καὶ θανάτῳ προσομιλήσας, ἐξ Ἅιδου τε πρὸς ζωὴν παλινδρομήσας τριήμερος, πῶς οὐχὶ ὁ αὐτὸς καὶ καταληπτὸς ἐκ τοῦ ἀκολούθου ὁμολογηθήσεται καὶ πιστευθήσεται; εἰ γάρ, καθὸ λόγος θεὸς καὶ ἁπλοῦς, ἀκατάληπτος, ἀνάγκῃ δή, καθὸ συντεθεὶς ἄνθρωπος γέγονεν, καταληφθήσεται. καὶ εἰ τῷ ἀσωμάτῳ καὶ ἀοράτῳ καὶ ἀσχηματίστῳ καὶ ἀπόσῳ καὶ ἀμεγέθει καὶ εἴ τινι τοιούτῳ ἕπεται τὸ ἀκαταλήπτῳ εἶναι, πῶς οὐχὶ καὶ τῷ ἐνσωμάτῳ καὶ ὁρατῷ, ᾧ σχῆμά τε καὶ ὄγκος καὶ πηλικότης καὶ μέγεθος καὶ χρῶμα καὶ τὸ τρισσὸν ἐνυπάρχει κατὰ διάστασιν, ἐπακολουθήσει τὸ καταληπτῷ εἶναι; οὐ γὰρ θάτερον τούτων ἑνί γε τῶν ἀντικειμένων καὶ προκειμένων λόγων οἰκείως καὶ ἀφωρισμένως ἑπόμενον, καὶ ἀμφοτέροις ὑγιῶς καὶ κυρίως ἀκολουθεῖν δοθήσεται· εἰ γὰρ καὶ περὶ ταυτὸν ἄμφω, ἀλλ' οὐκ ἄμφω ταυτά. εἰ γοῦν εἷς ἐξ ἀμφοῖν προελθὼν ὁ Χριστός, θεότητός τε καὶ σαρκός, ἐναντία δὲ ταῦτα ἀλλήλοις, πῶς οὐχὶ καὶ καταληπτὸς ὁ ἀκατάληπτος ἔσται, ἵνα ἐφ' ἑνὸς καὶ τοῦ αὐτοῦ αἱ ἐναντίαι διαφοραὶ ἑκατέρας τε φύσεως ἐξ ὧν συνετέθη φυλαχθεῖεν, ἀδιάπτωτα καὶ τὰ ἰδιώματα, καὶ ἥ τε σύγχυσις, τούτων σῳζομένων, ἐκ ποδῶν γένοιτο καὶ φροῦδος ἡ διαίρεσις τοῦ ἑνιαίου τῆς ὑποστάσεως, καθ' ἣν ταῦτα συνδεδράμηκεν, δείκνυται, καθὰ λοιπὸν τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἐκδιδάσκει τὸ κήρυγμα. οὕτω τοίνυν καταληφθεὶς ὁ ἀκατάληπτος ἤδη καὶ γραφήσεται, καθὸ κατείληπται ὁ ἄγραφος, καὶ εἰκονισθήσεται καὶ διὰ τῆς ἱερᾶς ταύτης ἱστορίας κηρυχθήσεται, ὥσπερ
PG 100:939διὰ τοῦ εὐαγγελίου, ὅτι εὐαγγέλιον· ταῦτα ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου παραδιδόασιν, οἳ δὴ καὶ ἑωράκασιν καὶ αἱ χεῖρες αὐτῶν ἐψηλάφησαν, συνέφαγόν τε τῷ ὁραθέντι καὶ συνέπιον, καὶ ταῦτα μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν· καὶ μάρτυρές γε τῶν τε θαυμάτων καὶ παθημάτων αὐτοῦ εἰσβαίνουσιν ἡμῖν ἀπαράγραπτοι. 176 καὶ ταῦτα μὲν ἱκανὰ παραστῆσαι τὸ εὐθὲς τῆς ἐκκλησίας φρόνημα. ἐπειδὴ δὲ σκοπὸς πρόκειται ἀλλότρια τὰ πονηρὰ ἐκεῖνα δόγματα Ἐπιφανίου δεικνύειν, φέρε δὴ σαφῶς κατοψώμεθα ὁποίαν περί γε τοῦ κυριακοῦ σώματος ἔσχεν αὐτὸς τὴν διάληψιν, ἐκ τῶν γνησίων αὐτοῦ καὶ πρὸς πάντων ὁμολογουμένων, ὀλίγα ἐκ πολλῶν ἀναλεξάμενοι συνταγμάτων. ἐν γοῦν τῷ καλουμένῳ Ἀγκυρωτῷ αὐτοῦ βιβλίῳ διέξεισιν τοιάδε· Αὖθις ἐροῦμεν πολλὰ εἰς τὸ Θεός μου καὶ θεὸς ὑμῶν, εἰρηκότες ὡς ἔστιν τῷ τὸν νοῦν ἔχοντι γνῶναι ἀπ' αὐτῆς τῆς ἀκολουθίας εὐλόγως εἰρῆσθαι· Ἄνθρωπος γάρ ἐστιν καὶ τίς γνώσεται αὐτόν; ἐν τούτῳ τὰ δύο ὑποφαίνει τὸ θεῖον γράμμα, ὁρατόν τε καὶ ἀόρατον. διὰ μὲν γὰρ τὸ ὁρατὸν εὐλόγως τὸ Θεός μου εἰρῆσθαι, διὰ δὲ τὸ ἀόρατον, Πατήρ μου λελέχθαι, μὴ ἀντιλεγομένης μὴ δ' ὁποτέρας ποιήσεως τῶν λόγων. ἐξ ὧν δηλοῦται τὸ διπλοῦν τῶν φύσεων τῆς κατὰ Χριστὸν μιᾶς ὑποστάσεως Ἐπιφάνιος εἰδώς. πῶς οὖν ταῦτα ὁμόλογα τοῖς τὸ ἀκατάληπτον μόνον ἐπὶ Χριστοῦ κενολογοῦσιν; διὰ γὰρ τοῦ εἰπεῖν ὁρατὸν τὸ καταληπτὸν εἰσφέρεται, ὥσπερ διὰ τοῦ ἀοράτου τὸ ἀκατάληπτον· ὥστε ὡς ἔχει ἐπὶ τῆς ἑτέρας τῶν συζυγιῶν τὸ ἀντικείμενον, οὕτως ἐκ τοῦ ἀκολούθου καὶ ἐπὶ τῆς ἑτέρας ἕξει. εἰ γὰρ ἀκόλουθον τῷ ἀοράτῳ τὸ ἀκατάληπτον, λείπεται δὴ ἐξ ἀνάγκης ἀναλόγως τῷ ὁρατῷ τὸ καταληπτὸν ἕπεσθαι. δείκνυται οὖν Ἐπιφάνιος τὸ καταληπτὸν ἐπὶ Χριστοῦ μετὰ τοῦ ἀκαταλήπτου δοξάζων. καὶ μετὰ βραχέα πάλιν φησίν· Πληροῦται δὲ ἐν τῷ τοῦ θεοῦ λόγῳ καὶ υἱῷ θεοῦ ἐν τῷ εἰπεῖν· Ἄνθρωπός ἐστιν ἐν ἀληθείᾳ. τίς δὲ γνώσεται αὐτὸν ὅτι θεός ἐστιν; διὸ συμμετέχει ἄνθρωπος καὶ θεός, ἄγνωστος ἀνθρώποις διὰ τὸ ἀκατάληπτον, ἄνθρωπος δὲ ἀπὸ Μαρίας ἐν ἀληθείᾳ δίχα σπέρματος ἀνδρὸς γεγεννημένος. ἐν τούτοις προθεὶς τὸ ἄγνωστον εἶναι Χριστὸν διὰ τὸ ἀκατάληπτον, δι' ὧν ἑξῆς ἐπάγει αἰνίττεται τὸ γνωστὸν εἶναι διὰ τοῦ συνεπινοουμένου καταληπτοῦ· οὐδὲν γὰρ ταῦτα διοίσει τοῦ ὁρατοῦ καὶ ἀοράτου, ἀλλ' ἀναλόγως ἕξει. τὸ γὰρ εἰρῆσθαι· ἄνθρωπος δὲ ἀπὸ Μαρίας ἐν ἀληθείᾳ τοῦτο παριστάνειν ἐπίσταται. καὶ εἰ τοῦτ' ἀληθές, τὸ δὲ ὁρατὸν καὶ καταληπτὸν δείκνυται, ἀνάγκη κατ' αὐτὸ τοῦτο καὶ περιγραπτὸν τὸν Χριστὸν εἶναι· ἓν γὰρ εἶδος περιγραφῆς καὶ ἡ κατάληψις, καθὰ καὶ πρώην δεδήλωται. ὥστε ᾔδει καὶ Ἐπιφάνιος περιγραπτὸν τὸ σωματικὸν εἶδος Χριστοῦ· οὕτω γὰρ ἡμᾶς καὶ νοεῖν καὶ συλλογίζεσθαι τὰ προκείμενα αὐτῷ ἐκδιδάσκει ῥήματα. 177 μικρὸν δὲ ὕστερον διὰ μακροτέρου προστίθησιν λόγου ὅτι Καὶ ἐπείνασεν καὶ ἐδίψησεν, τὴν τῆς ἐνανθρωπήσεως χρειώδη συνήθειαν ἐν τῇ οἰκονομίᾳ ἔχων, καὶ λύπην καὶ κάματον φέρειν, καὶ δακρύειν, ἵνα τὴν σάρκα ἀληθινὴν ὑποδείξῃ, ἐλέγξῃ δὲ τὴν πλάνην Μανιχαίου, ὅτι οὐ δοκήσει ἠμφίεστο τὸ σῶμα ἀλλὰ ἀληθείᾳ. καὶ Ὅτι σῶμα καὶ ψυχὴν ἦλθεν ἔχων ὁ λόγος καὶ ὅσα ἐστὶν ὁ ἄνθρωπος, πεισάτωσαν αὐτοὺς αἱ θεῖαι γραφαὶ παλαιᾶς τε καὶ καινῆς διαθήκης. προσθεῖναι δὲ δὴ τούτοις καὶ ἑτέρους αὐτοῦ λόγους ὡσαύτως ἔχοντας, οὐκ ἄκαιρον. φάσκει γὰρ καὶ ταῦτα· Ὅσα γὰρ ἐν ἀνθρώπῳ καὶ εἴ τι ἐστὶν ἄνθρωπος, ταῦτα ἦλθεν καὶ ἔλαβεν ὁ μονογενής, ἵνα ἐν τῷ τελείῳ ἀνθρώπῳ τελείως τὸ πᾶν τῆς σωτηρίας θεὸς ὢν ἀπεργάσηται, μηδὲν ἀπολείψας τοῦ ἀνθρώπου, ἵνα μὴ τὸ ἀπολειφθὲν μέρος εἰς μέρος πάλιν γένηται βρώματος διαβόλου. εἰ οὖν οὐδὲν μέρος ἀνθρώπου ἀπολέλειπται, μέρος δὲ ἀνθρώπου τὸ σῶμα (ἐπειδὴ ἐκ σώματος καὶ ψυχῆς τὸ ἀνθρώπειον σύγκριμα, καὶ τοῦτο τὸ ὅλον), τῷ δὲ σώματι ἐκ παντὸς ἕπεται τὸ καταληπτῷ εἶναι, τὸ γράφεσθαι καὶ εἰκονίζεσθαι (εἰ γὰρ μὴ γράφεται, οὐδὲ σῶμα), ὁ Χριστὸς ἄρα σῶμα φέρων τὸ ἡμέτερον ἀνάγκῃ δήπου κατ' αὐτὸ τὸ σῶμα καὶ καταληφθήσεται καὶ εἰκονισθήσεται καὶ κατὰ τοῦτον τὸν
PG 100:945θεοφόρον διδάσκαλον, οὐδενὶ τρόπῳ ἐν τῇ κατὰ Χριστὸν μιᾷ ὑποστάσει διαιρέσεως ἐπινοουμένης. 178 οἶδεν οὖν ἄρα ὁ ἀληθὴς Ἐπιφάνιος περιγραπτὸν καὶ καταληπτὸν τὸν Χριστὸν κατὰ τὴν καθ' ἡμᾶς φύσιν εὕροι δ' ἄν τις αὐτὸν τρανέστερον οἵαν περὶ τοῦ κυριακοῦ σώματος ἐν τοῖς κατὰ Ὠριγένους αὐτῷ συγγεγραμμένοις ἐκέκτητο δόξαν διεξερχόμενον καὶ ἐν ἄλλοις πλείοσιν ἐμμελέστερον ἐφιστάνων· ἔτι ὁ αὐτὸς τὸν κατὰ αἱρέσεων λόγον ποιησάμενος, εἶτα ἐπὶ τὴν καθ' ἡμᾶς πίστιν ἐλθὼν καὶ πρὸς τῷ τέλει τοῦ συντάγματος περὶ τοῦ πάθους Χριστοῦ διαλεγόμενος, τὸ σῶμα αὐτοῦ ταφὲν ὁμολογεῖ ἐν ἀληθείᾳ, καθὰ ὁ τῆς καθ' ἡμᾶς ὁμολογίας εὐσεβὴς ἔχει λόγος, καὶ ἄψυχον μεῖναν τριήμερον καὶ ἀκίνητον καὶ ἐν μνήματι συγκλεισθὲν τῷ λίθῳ καὶ σφραγῖδα ἐπιτεθεῖσαν. πῶς οὖν ὁ ταῦτα εἰδὼς ἀκατάληπτον τὸν Χριστὸν κατὰ τὸ σῶμα δοξάσει; ἐντεῦθεν ἐπὶ τὴν ἀνάστασιν τῷ λόγῳ ἀπιὼν φάσκει ὅτι Ἀπαραλείπτως τῆς θεότητος συνηνωμένης τῷ προπεπονθότι ἁγίῳ σώματι, ἀνέστη καὶ συνήνωσεν αὐτὸ εἰς ἑαυτὸν εἰς ἓν πνεῦμα, εἰς μίαν ἑνότητα, εἰς μίαν δοξολογίαν, εἰς μίαν ἑαυτοῦ θεότητα. πέφηνεν μὲν γὰρ ἐν ἀληθείᾳ καὶ ἐψηλαφήθη ὑπὸ τοῦ Θωμᾶ, καὶ τοῖς ἀποστόλοις συνέφαγεν καὶ συνηυλίσθη μετ' αὐτῶν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· ἀλλ' εἰσῆλθεν, θυρῶν κεκλεισμένων, καὶ μετὰ τὸ εἰσελθεῖν ἐδείκνυεν νεῦρα καὶ ὀστέα, τύπον ἥλων καὶ τύπον λόγχης, ὅτι αὐτὸ ἦν ἀληθινὸν τὸ σῶμα. εἰ τοίνυν ταῦτα καταληπτοῦ, πῶς συνᾴσει τῷ ἀκαταλήπτῳ, εἰ μὴ καὶ ὀστέα καὶ νεῦρα καὶ τύπους ἥλων ἀκατάληπτα δώσουσιν; ἐν τούτοις ἐπιλύεται καὶ τὸ ἀποστολικὸν ῥητὸν τὸ λέγον· Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλ' οὐκέτι γινώσκομεν, οὐχ' ὅτι διεῖλεν τὴν σάρκα ἀπὸ τῆς θεότητος οὐδὲ ἀπέθετο αὐτὴν ἀνιὼν εἰς οὐρανούς, ἀλλ' αὐτὴν μὲν οὖσαν καὶ θεῷ συνηνωμένην, μηκέτι δὲ οὖσαν κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, τοῦτον ὁμοῦ θεὸν ἔχουσαν ἀπαθῆ καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα καὶ ἀνελθόντα ἐν δόξῃ, ἐρχόμενον δὲ κρῖναι ζῶντας καὶ νεκρούς, ὡς φησὶν ἐν ἀληθείᾳ· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. εἰ δὴ ταῦτα Ἐπιφανίου ὁμολογεῖται, τίς εἰς ἄκρον ἀμαθίας οὕτω καὶ φαυλότητος ἵκοιτο, ὃς οὐ συμφήσειεν ὅτι ἐκεῖνα ἀντικείμενα τούτοις; καὶ τὸ διηλλαγμένον ἐπὶ τοσοῦτον ἔχοντα, πολλῷ ἄπωθεν γνώμης καὶ δόξης Ἐπιφανίου ὄντα κέκριται, ἐπεὶ οὐδὲ σῶμα ἀληθῶς ὁ τοῦ γράμματος ἐκείνου πατὴρ τὸν Χριστὸν ἀνειληφέναι τίθεται, σχήματι δὲ μόνον καὶ δοκήσει φανῆναι· ἐξ οὗ καὶ τὸ ἀκατάληπτον καὶ ἄγραπτον πρεσβεύει. 179 ἐπεὶ οὖν μόλις ἀπήλλακται τῆς τῶν φαντασιωδῶν κοινωνίας καὶ βλασφημίας ὁ Ἐπιφάνιος, κεκλήσθω νῦν ἡμῖν οὐ μόνον μὴ συνηγορῶν μὴ δὲ παρεξεταζόμενος, ἀλλ' ἐξελέγχων αὐτῶν τὴν ἀπάτην· καὶ οἷα κατὰ Βαλεντίνου καὶ Μαρκίωνος καὶ Μάνεντος, οἳ τῆς μανίας ταύτης κατῆρξαν, γράφει, ἐπισκεψώμεθα. καὶ ἐξ ὧν πλεῖστα κατ' αὐτῶν διηγώνισται, ἀρκέσει ταῦτα παρατεθέντα. φάσκει γὰρ κατὰ τῆς τῶν Διμοιριτῶν καλουμένης διαλαμβάνων αἱρέσεως οὕτως· Ἄλλοι δὲ εἰς ἡμῶν ὦτα εἰρήκασιν ὅτι οὐ ταύτην τὴν ἡμετέραν σάρκα οὐδὲ ὁμοίαν ἡμῶν ἐλθὼν ἔλαβεν ὁ κύριος, ἀλλὰ ἄλλην παρὰ τὴν ἡμῶν· καὶ εἴθε κατὰ δοξολογίαν ἔλεγον καὶ κατὰ ἔπαινον. καὶ αὐτοὶ γὰρ φαμὲν ἅγιον εἶναι τὸ σῶμα καὶ ἄχραντον· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. καὶ παντί τῳ δῆλόν ἐστιν τοῦτο τῷ εὐσεβῶς περὶ Χριστοῦ ἔχοντι καὶ νοοῦντι· ἡμεῖς δέ, εἰ καὶ αὐτὸ τὸ σῶμα, λέγομεν, ὅπερ καὶ αὐτὸ τὸ ἡμῶν εἴληφεν, παρ' αὐτῷ ἄχραντον τὸ αὐτοῦ σῶμα· ἐν ἡμῖν δὲ τοῖς πεπλημμεληκόσιν, οὐ διὰ τὸ ἀλλότριον εἶναι τὸ σῶμα καὶ ἀλλόκοτον, τὸ ὑποδεὲς καὶ ἠλαττωμένον, ἀλλὰ διὰ τὰ ἡμῶν ἁμαρτήματα καὶ παραπτώματα, τούτου ἕνεκα. οὐ γὰρ ἄλλο σῶμα ὁ κύριος ἔλαβεν καὶ ἄλλο ἡμεῖς ἔχομεν, ἀλλ' αὐτὸ τὸ σῶμα ἐν αὐτῷ πεφυλαγμένον καὶ ἄχραντον διατετηρημένον. ἄλλοι δὲ ἐξ αὐτῶν καὶ ἄχρι τῆς δεῦρο φιλονεικίᾳ τινὶ φερόμενοι, ὑπονοίαις ἀλλοτρίαις προαχθέντες, οὐ κατὰ τὴν διδαχὴν τῶν πατέρων
PG 100:950οὐδὲ κατέχοντες τὴν κεφαλὴν τῆς πίστεως, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ, ὡς ὁ ἀπόστολος λέγει, ἀλλὰ τάχα ὑπὸ ἀλλοτρίων τινῶν θολωθέντες τὰς ἀκοάς, πλησιαιτέρως Βαλεντίνῳ καὶ Μαρκίωνι καὶ Μανιχαίῳ καὶ αὐτοὶ δῆθεν εἰς τιμὴν Χριστοῦ φαντάζονται μᾶλλον ἤπερ ἀληθεύουσιν. ἐπὰν ἀκούσωσιν παρ' ἡμῶν ὅτι ἔσχεν Χριστὸς σῶμα τὸ ἡμέτερον, εὐθὺς εἰς τοὺς μύθους τρέπονται τοὺς ἰδίους τῆς φιλονεικίας, λέγοντες ὄνυχας αὐτὸν ἐσχηκέναι καὶ σάρκα καὶ τρίχας καὶ εἴ τι ἕτερον, οὐ τοιούτους δὲ ὁποίους ἡμεῖς ἔχομεν, ἀλλὰ ἄλλους ὄνυχας ἐσχηκέναι καὶ σάρκας ἄλλας καὶ τἄλλα πάντα οὐχ' ὁποῖα ἡμεῖς ἔχομεν, ἀλλὰ ἀλλοῖα παρὰ τὰ ἡμέτερα δῆθεν, πάλιν βουλόμενοι σοφιστικῶς τῷ Χριστῷ χαρίσασθαι κατὰ τὸν Βαλεντῖνον καὶ τὰς εἰρημένας αἱρέσεις τοὺς ματαίους λόγους. λέγουσιν γάρ· "Ὅταν Χριστοῦ ὁμο λογήσωμεν τελείως τὰ πάντα, περιέργως, ὡς γέγραπται περὶ τῶν τοιούτων τῶν περιεργαζομένων καὶ μηδὲν ἐργαζομένων." πτύροντες γὰρ τὴν διάνοιαν τῶν ἀκεραιοτέρων εὐθὺς λέγουσιν· "Οὐκοῦν χρείαν ἔσχεν τῶν κατὰ τὴν τῆς σαρκὸς συνήθειαν ἢ τὰ πρὸς ἐκτοπισμὸν ἢ τὰ πρὸς ἀφεδρῶνα", ἢ τὰ ἄλλα ὅσαπερ δοκεῖ εἶναι σοφά, δεινὰ δὲ τυγχάνοντα καὶ ληρώδη μᾶλλον, ὡς φησὶν ὁ προφήτης· Τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; 180 καὶ ταῦτα μὲν προκείσθω τῆς συμμορίας τῶν ὀνειροπολούντων περὶ τὴν τοῦ Χριστοῦ ἐνσωμάτωσιν θρίαμβος, ἵνα ἐξ ὧν συνιστάνειν ἑαυτοὺς οἴονται, ἐκεῖθεν τὸ πτῶμα ἐξαίσιον ὑπομείνωσιν. οὐ μὴν δέ γε ἀλλ' οἶδεν ὁ ἱερὸς οὗτος ἀνὴρ καὶ τοῦ κτιστοῦ ὁμοιώματος διττὸν τὸν λόγον ἀποδιδόμενον χάριτί τε καὶ ἀπεικασμῷ καὶ μιμήματι· ὅπερ οὐκ Ἐπιφανίου μόνον λέγειν, ἤδη δὲ καὶ εἴ τις νοῦ καὶ φρενῶν οὐκ ἔξω γεγένηται. καὶ τοῦτο παρίστησιν ἐν τοῖς λεγομένοις Παναρίοις αὐτοῦ βιβλίοις, ἐν οἷς κατὰ Ἀνομοίων τὸν λόγον ποιεῖται, οὕτω πως λέγων· Πᾶν γὰρ τὸ κτιστὸν ἀνόμοιον τυγχάνει τῷ κεκτικότι, κἄν τε κατὰ χάριν ἀφομοιοῖτο· καὶ ὁ κτίσας τῷ κεκτισμένῳ ἀνόμοιος ὑπάρχει, εἰ καὶ χρώμασιν διαφόροις αὐτὸ κοσμεῖν πειράσοιτο, εἰ μή τι ἂν πρὸς ἀπεικασμὸν καὶ ἀπεικόνισμα κατὰ μίμησιν μόνον θεωρίας ἔσται τὸ ἐκτυπούμενον. ἡμᾶς μὲν οὖν ἐντεῦθεν ἱκανῶς παραθαρρύνει καὶ διανίστησιν Ἐπιφάνιος τὸν Χριστὸν εἰκονίζειν ἐν χρώμασιν· ἐπειδή γε σύμμορφοι τῇ εἰκόνι αὐτοῦ, ἀποστολικῶς εἰπεῖν, ἐν χάριτι διὰ πίστεως καὶ ἡμεῖς χρηματίζομεν, ὡς κτίσμα τὸν κεκτικότα κατὰ ἀπεικασμὸν ἐκτυποῦμεν καὶ ἀπεικόνισμα· τοὺς δι' ἐναντίας δὲ εὐλόγως ἐπιστομίσει. ὡς γὰρ ὅμοιος ὢν ὁ υἱὸς κατ' οὐσίαν τῷ θεῷ καὶ πατρὶ κατὰ πάντα οἷα θεὸς λόγος, εἰκὼν αὐτοῦ ἐστιν καὶ λέγεται, καὶ διατοῦτο ἀπερίγραπτος καὶ ἄγραπτος, ἐπεὶ καὶ ὁ πατήρ, οὕτως ὅμοιος κατὰ φύσιν ὑπάρχων τῇ μητρί, καθὸ τέλειος ἄνθρωπος, εἰκὼν ἀνθρώπου ἐστὶν καὶ λέγεται· ταύτῃ γοῦν καὶ περιγραπτὸς καὶ γραπτός, ἐπεὶ καὶ ἡ μήτηρ· ἄμφω γὰρ θεὸς καὶ ἄνθρωπος ὁ αὐτός. ταῦτα πειθέτωσαν ἡμᾶς ὅτι δὴ οὕτω καὶ Ἐπιφανίῳ ἐδόκει, ἐν πᾶσιν τοῖς ἐκκλησιαστικοῖς ἑπομένῳ δόγμασιν. εἰ γὰρ ἐναντίως εἶχεν, παρέσχεν ἂν ὁ τόπος ὅσα καὶ ἦν βουλομένῳ λέγειν αὐτῷ· νῦν δὲ ἐκτυπώματα καὶ ἀπεικάσματα σαφῶς εἰσφέρων, οὐκ ἂν ἐναντίον τι ἑαυτῷ πεφρόνηκεν. 181 καὶ τὰ μὲν οἰκεῖα καὶ παρὰ πᾶσιν συμπεφωνημένα τοῦ ἀληθοῦς Ἐπιφανίου ὄντα δόγματα καὶ συγγράμματα, ταῦτα· τὰ δὲ παρὰ τοῦ ψευδοῦς καὶ πεπλασμένου Ἐπιφανίου τηρεῖν ἀναγκαῖον, ὅπως πρὸς τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ δόξαν ἀντικειμένως ἔχοντα, εἰ ἄρα πρὸς ἑαυτὰ συμβαίνουσιν. ἐν μὲν οὖν τῇ ἀνὰ χεῖρα συγγραφῇ ὀλίγῳ πρότερον ἔλεγεν ἑωρακέναι τῶν ἀποστόλων εἰκόνας, ἡνίκα ἔγραφεν ὅτι ἐτόλμησάν τινες τὸν τοῖχον κονιάσαντες εἰκόνας αὐτῶν τὰς ψευδωνύμους γράφειν. ἐνταῦθα δὲ ἀκοὴν καὶ ἐπαγγελίας προβάλλεται· ἤκουσα, λέγων, ὅτι τὸν ἀκατάληπτον υἱὸν τοῦ θεοῦ γράφειν τινὲς ἐπαγγέλλονται, οὐδ' ὅτι ἔγραψάν τινες οὐδ' ὅτι πεπραγμένον πω τεθέαται, ἐν δὲ τῇ θρυλουμένῃ πρὸς Θεοδόσιον τὸν βασιλέα ἐπιστολῇ· οὐ πρέπον
PG 100:956ἐστὶν ἡμῖν θεὸν ἔχειν ζωγραφητόν, ὥσπερ χαλεπαίνων κατεγκαλεῖ, ὡς τοῦτο τεθεα μένος. ὅτι δὴ ἀνατυποῦσιν διὰ χρωμάτων φησίν, καὶ ἐν τοίχοις ζωγραφοῦσιν καὶ ἐν βήλοις πρὸς ἡμετέρας ἀφροσύνης παρηγορίαν, καὶ ὅτι κόμην ἔχοντα τὸν σωτῆρα γράφουσιν, προστιθεὶς καὶ τὸ τοῦ σχήματος αἴτιον ὅτι ὡς Ναζωραῖον, εἴπερ οἱ Ναζωραῖοι κόμας ἔχουσιν. ἐν δὲ τῇ πρὸς Ἰωάννην τὸν Αἰλίας ἐπίσκοπον γράφει ὅτι παριών που εἶδεν ἐν ἐκκλησίᾳ βῆλον, ἐν ᾧ τὸ ἀνδρείκελον ἐζωγράφητο, καὶ ὡς οὐ μεμνημένος τεθεᾶσθαι, παρ' ἄλλων ἤκουεν, ὁποῖόν τι τὸ ἑωραμένον διδασκόμενος. εἰ γοῦν ἑαυτῷ ἀσύμφωνος δεικνύμενος μάχεται, σχολῇ γε ἂν τῷ εὐσεβεῖ λόγῳ καὶ τῇ ἐκκλησίᾳ ἐσπείσατο. τὴν οὖν τοιαύτην κουφότητα καὶ τοῦ νοὸς τὸ ἀλλόκοτον καὶ ἀστάθμητον ἐπιγράφειν Ἐπιφανίῳ τῷ ἱερῷ, ἄτοπον καὶ σκαιόν. 182 πέφρικεν δὲ καὶ δέδοικεν ἐπὶ τῇ ἀκοῇ καὶ τὸ πιστεῦσαι ἡγεῖται βλάσφημον. τίνος ἕνεκεν; οὐ τοῦ γράφεσθαι Χριστόν, ἀλλὰ τοῦ σεσαρκῶσθαι· βαρὺς γὰρ ἦν αὐτῷ ὁ Χριστὸς καὶ σωματούμενος καὶ ἐν εἰκόνι βλεπόμενος· εἰ γὰρ τὸ ἕτερον ἐδέδεκτο, καὶ θάτερον ἂν ὡμολόγησεν. τούτων οὕτως ἡμῖν εἰρημένων, ἄξιον μὴ δὲ τὰ ἐν μέσῳ παρεθέντα παραδραμεῖν ἀνεξέταστα, ἃ δὴ διὰ τὸ ὑπέρογκον τῆς βλασφημίας καταλελοίπασιν, καὶ οὕτω τὰ μεταταῦτα ἐπισυνάψαι. τοιαῦτα γὰρ τὰ παρειμένα· Πῶς γὰρ τὸν ἀκατάληπτον καὶ ἀνεκδιήγητον καὶ ἀπερινόητον ἀπερίγραφόν τε γράφειν λέγει τις, ὃν οὐκ ἴσχυσεν Μωσῆς ἀτενίσαι; εἴ τις οὐκ ἀνόητος οὐδὲ ἐσκοτισμένος περὶ τὸ φῶς ἢ περὶ τὴν σοφίαν ἀπαιδεύτως καὶ ἀμαθῶς ἔχων, εἴ τις τὴν ψυχὴν οὐ πεπώρωται καὶ τὰ τῆς καρδίας ὄμματα πρὸς τὴν αἴγλην οὐκ ἀποτυφλώττει τῆς ὀρθῆς πίστεως, πρεσβεύει δὲ τὸν λόγον τῆς ἀληθείας καὶ ὑπεραθλεῖν βούλεται τῆς εὐσεβείας, ἐνταῦθα καταλήψεται ἀσφαλέστερον τοῦ ἐξαγίστου τὸ βλάσφημον, ἐν οἷς σαφῶς ἐκκαλύπτει τὴν φαντασιώδη καὶ ἀπατηλὴν αὐτοῦ δόξαν· ὅθεν πᾶσα ἡ τῶν νῦν δογματιστῶν ἰσχὺς καὶ τὸ κλέος ἐξῄρηται. ἀκατάληπτον καὶ ἀνεκδιήγητον τίθεται καὶ ἀπερίγραφον. σαρκώσεως δὲ ἢ ἐνσωματώσεως ἕνεκεν, τί χρὴ λέγειν; οὐδ' ὅτι ὤφθη ἢ πέπρακται ἀξιοῖ πώποτε. διὰ τούτων γὰρ τιμᾶν οἴεται θεὸν δι' ὧν ἀναιρεῖ τὴν φιλάνθρωπον αὐτοῦ συγκατάβασιν. καὶ βεβαιοῖ ταῦτα ἡνίκα Μωσέα μὲν ὡς οὐκ ἰσχύσαντα πρὸς αὐτὸν ἀτενίσαι εἰσφέρει, τῶν λεγόντων δὲ ὅτι Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν καὶ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς καὶ ὅτι Ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν καὶ ὅτι Συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ καὶ ὅσα ἄλλα διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος καταγγέλλεται, ὑφ' ὧν κατὰ ἀλήθειαν καὶ οὐ δοκήσει καὶ φαντασίᾳ κατὰ τοὺς ἐκείνου λήρους ἡ μετὰ ἀνθρώπων ἀναστροφὴ καὶ ἐμπολίτευσις τοῦ κυρίου δείκνυται καὶ παρ' ἡμῶν πιστεύεται, οὐδὲ εἰς μνήμην ὁπωσοῦν ἵεται. ὅστις δὲ ἦν ὁ ἐν τοῖς κατὰ Μωσέα χρόνοις ἐνηνθρωπηκὼς καὶ φαινόμενος Χριστός, εἰς ὃν Μωσῆς ἀτενίσαι οὐκ ἴσχυσεν, εἰδείη ἂν ἡ τοῦ ἐμπλήκτου καὶ μανιώδους ψυχὴ καὶ οἱ ἐκείνου ἀρτιγενεῖς φοιτηταί· Χριστιανοὶ γὰρ οὐκ ἴσμεν. 183 οὕτω διαφανῶς κατήρνηται τῆς τοῦ λόγου σαρκώσεως τὸ μυστήριον. καὶ τὰ ἐπὶ τούτοις, ἔτι διαφανέστερα. τί γὰρ προστίθησιν; ὅτι Φασὶν τινὲς ὅτι ἐπειδὴ τέλειος ἄνθρωπος ἐγένετο ἐκ Μαρίας τῆς ἀειπαρθένου, διατοῦτο ἄνθρωπον αὐτὸν ποιοῦμεν. Βαλεντῖνον ἐνταῦθα καὶ Μαρκίωνα φθεγγομένους ὁρῶμεν καὶ Μάνεντα. τί γὰρ τούτων τῆς Μανιχαϊκῆς λύσσης ἐνδεικτικώτερον; φασίν τινες· αὐτὸς γὰρ οὐ λέγει οὐδὲ ὁμολογεῖν ἀνέχεται. εἶτα· Καὶ διατοῦτο ἐνηνθρώπησεν, ἵνα σὺ τὸν ἀκατάληπτον, δι' οὗ τὰ πάντα ἐγένετο, διὰ χειρός σου γράψαι δυνηθῇς; τὸ διατοῦτο ἐνηνθρώπησεν καταχλευάζων ὥσπερ καὶ εἰρωνευόμενος προτείνει. καὶ τῷ οὕτω φρονοῦντι κατεγκαλεῖ ὡς· Σὺ μέν, ὁ Χριστιανός, ὅτι ἄνθρωπος ἐγένετο λέγεις. ἐγὼ γάρ φησιν, οὐ λέγω. ἐπεὶ πῶς ἀκατάληπτος, καί σοι καὶ κατ' ἰσχὺν διὰ χειρὸς αὐτὸν γράφειν περιγενήσεται; τῇ γὰρ τοῦ ἀγράφου φωνῇ παριστάμενοι, οὗτός τε καὶ ἄλλοι τῆς φαντασίας οἱ ἐξηγούμενοι ἄνω καὶ κάτω τὸν τῆς σαρκώσεως τοῦ σωτῆρος λόγον
PG 100:962διασαλεύειν ἐκμηχανῶνται. ἔπειτα, ὥσπερ συμπεραίνων ἃ κακῶς καὶ ἀθέως συνελογίσατο, ἐπιφέρει· Οὐκοῦν οὐκ ἔστιν ὅμοιος τοῦ πατρὸς οὐδὲ ζωοποιεῖ τοὺς νεκρούς. τί ταῦτα λέγων; ὅτι εἰ γράφεται, καταληπτός ἐστιν· εἰ καταληπτός ἐστιν, ἐνηνθρώπησεν· εἰ ἐνηνθρώπησεν, οὐκ ἔστιν ὅμοιος τῷ πατρί. καὶ πῶς οὐχὶ τοῦτο ἄτοπον; ὅμοιος γὰρ ὁ υἱὸς τῷ πατρί· καὶ ἐπεὶ ὁ πατὴρ ἀκατάληπτος καὶ ἄγραφος, καὶ διατοῦτο καὶ ὁ υἱὸς ταῦτα· οὐκ ἄρα ὁ υἱὸς ἐνηνθρώπησεν, ἵνα μὴ καταληφθῇ· οὐ καταληφθήσεται δέ, ἵνα μὴ γραφῇ· οὐ γρα φήσεται δέ, ἵνα ᾖ ὅμοιος τῷ πατρί. οὕτως ἐκ τοῦ ἀγράφου δι' ἀναλύσεως φωράσει τις ἐκτυπώτερον τὴν βλασφημίαν. οὐκ ἔστιν οὖν, φησίν, ὅμοιος τῷ πατρί. οὐκοῦν ἐπειδή σοι οὐ κατείληπται, οὐ δύνῃ διὰ χειρῶν σου γράψαι, καὶ διατοῦτο οὐκ ἐνηνθρώπησεν. οὐκ ἄρα ὅμοιος μητρί. ἢ μὴ δὲ μήτηρ παρὰ σοί; ἀλλὰ μὴν ἔστιν αὐτῷ μήτηρ. πῶς γὰρ οὔ; ἐνηνθρώπησεν ἄρα, διατοῦτο καὶ κατείληπται. οὐκοῦν ἐκ παντὸς καὶ γράφεται, ἐπεὶ καὶ ἡ μήτηρ. οὕτως ἄν τις ἀνθυπενεγκὼν εἴποι. δικαιότερον δ' ἂν μᾶλλον ῥηθείη ὅτι ἡ ἄμετρος τοῦ λόγου αὐτοῦ βλασφημία εἴη εἰς ἐκεῖνον, ἐπεὶ οὐδὲ μητέρα τῷ Χριστῷ διδόναι βούλεται. ἀλλ' ὡς φατὲ ὑμεῖς, ἔπειτα οὐδὲ ζωοποιεῖ τοὺς νεκροὺς εἰ γράφεται, φησίν, ταυτὸν δέ, εἰ ἐνηνθρώπησεν, ὡς ὁ λόγος συνήγαγεν· ὡς εἰ ζωοποιεῖ, οὐκ ἐνηνθρώπησεν κατ' αὐτόν. πῶς δὲ ζωοποιεῖ, ἴδωμεν. ἆρα οὐκ ἐπειδὴ νενέκρωται σώματι, καὶ ἀνιστάμενος ἐξ Ἅιδου, τοὺς ἀπ' αἰῶνος τοῖς τοῦ θανάτου βρόχοις κατειλημμένους συνεξανίστησιν; εἰ τοίνυν νενέκρωται, πῶς οὐκ ἐνηνθρώπησεν; πῶς οὐ καταληπτὸς κατ' αὐτό γε τὸ ἐνηνθρωπηκέναι; πῶς οὐ γράφεται; ζωοποιὸν δὲ τὸ σῶμα Χριστοῦ· θεοῦ γὰρ σὰρξ καὶ ζωῆς σῶμα, ὅπερ ἐκεῖνος ἀθετῶν, τῆς ὄντως ζωῆς διημάρτηκεν καὶ ζῶν ἔτι τέθνηκεν. πρὸς τί οὖν ἔρχεται ὁ λόγος αὐτῷ; ἢ μὴ πιστευθῆναι ἀληθῶς καὶ κυρίως σεσωματῶσθαι τὸν λόγον, τῇ τῆς δοκήσεως ὑπαγομένῳ ἐξαπάτῃ, ἤ, εἰ τοῦτο δοθείη, ἠλλοτριῶσθαι τῆς τοῦ πατρὸς ὁμοιότητος. 184 τούτων μὲν οὖν ἅλις. ἑξῆς δ' ἂν εἴη τὰ ὑπερτεθέντα τῆς χρήσεως τούτοις ἐπισυνάπτειν, ἐν οἷς ἰουδαΐζων φάσκει τοιάδε· Ποῦ γάρ σοι διέταξεν ταῦτα ἐλθὼν ἐπὶ γῆς, ποιῆσαι ὅμοιον αὐτοῦ καὶ προσκυνεῖν ἢ ὁρᾶν; αὕτη ἡ διάταξις, τοῦ πονηροῦ, δῆλον, ἵνα καταφρονήσῃς θεοῦ. εἴ σοι πεπίστευται ὅτι ἦλθεν θεὸς ἐπὶ γῆς ἐπιφανεὶς τοῖς ἀνθρώποις ὡς ἄνθρωπος, ἐγνώρισας ἂν αὐτὸν ὡς ἦλθεν, ὅ ἐστιν θεὸς μετὰ σαρκός· καὶ τὸ μὲν κεκρυμμένον καὶ νοούμενον, ὡς ἄληπτον καὶ ἀόριστον, ἄγραφον ἤδη ἐγίνωσκες, ἔγραφες δ' ἂν τὸ φαινόμενον ὀρθῶς ὡς ὁριζόμενόν τε καὶ καταλαμβανόμενον· νῦν δὲ φαντασιούμενος, τῷ φαινομένῳ καὶ τὸ νοούμενον δυσσεβῶς καὶ ἀθέως συμπαραγράφῃ. ἀντιπυθέσθαι δέ σου καιρός. σοὶ γὰρ ποῦ διέταξεν ἐλθὼν ἐπὶ γῆς καὶ ἄνθρωπος ὀφθεὶς ἀληθῶς μετὰ τοῦ εἶναι θεός, ὅμοιον αὐτῷ μὴ ποιεῖν κατὰ τὸ ἀνθρώπινον ἢ τοὺς εὐσεβῶς καὶ θεοπρεπῶς ποιοῦντας καὶ προσκυνοῦντας ἐξείργειν, λόγοις ἐγγράφοις νομοθετοῦντι; εἰ γοῦν οὐδὲν τούτων πρὸς διάταξιν προὔκειτο, νικᾶν οἶδεν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τὸ εὐσεβέστερον, καὶ πολλοῖς ἄνωθεν χρόνοις κρατούμενον. εἶτα ποῦ σοι διατέτακται θεῖα ἀνορύττειν θυσιαστήρια καὶ ἱερὰ καθαιρεῖν τεμένη διὰ πυρός τε ἄγειν καὶ κατῃθαλωμένα δεικνύειν τὰ εἰς τὴν ὑπηρεσίαν τῶν θείων μυστηρίων κατηρτισμένα τίμια σκεύη; ἃ δὴ πάντα Χριστιανῶν πίστις ἡ εἰς θεὸν καὶ πόθος ἔνθεος καὶ περὶ τὰ ἅγια καὶ ἱερὰ σπουδὴ κατεσκεύασεν. ταῦτα οὐ θεοῦ διάταξις, τὰ θεῖα διαφθείρεσθαι καὶ ἀπόλλυσθαι. ἀλλ' ὅπέρ σοι ἀκούειν ἄξιον, ἄκουε· αὕτη ἡ διάταξις, τοῦ ἐν σοὶ ἐνοικοῦντος καὶ διὰ σοῦ φθεγγομένου πονηροῦ πνεύματός ἐστιν. ἡμῖν δὲ τοῖς τὸ θεῖον καὶ σωτήριον κήρυγμα δεξαμένοις διάταξις πάσης τῆς ὁπωσοῦν προστάξεως ἀμείνων πολλῷ καὶ ἰσχυροτέρα ἡ πρὸς τὸν κηρυσσόμενον ἀκλινὴς πίστις καὶ ὀρθὴ ὁμολογία καὶ ἀληθινὴ ἀγάπη καὶ ὁ θεῖος ἔρως καὶ ὁ ἔμφυτος πόθος καὶ ὁ θερμὸς ζῆλος, ἐπεγνωκόσιν τὴν χάριν δημοσιεύειν καὶ διὰ τῆς γραφῆς ταύτης τοῦ σεσωκότος τὴν μεγάλην καὶ ἀνέκφραστον εὐεργεσίαν. οὐ γὰρ πάντα τῇ προστάξει τοὺς πιστοὺς προσανέχειν
PG 100:968χρεών, λογικούς τε ὄντας καὶ τὴν ἐκλογὴν τοῦ κρείττονος παρὰ θεοῦ ποιεῖσθαι πεπιστευμένους, ἐπεὶ οὐδὲ πίστεως τοῦτο καὶ ἀγάπης εἰλικρινοῦς καὶ τελείας· δεῖ γὰρ καὶ παρ' ἑαυτοῖς εἰσφέρειν ὑπ' εὐγνωμοσύνης ὁρμωμένους τὰ εἰς σύμβολον πίστεώς τε καὶ πόθου προσήκοντα. ἔνθα τοίνυν τὸν σταυρὸν τοῦ σωτῆρος καὶ τἄλλα ἅγια ποιεῖν καὶ προσκυνεῖν διετάχθημεν, ἐνταῦθα καὶ τὰ τῆς σωτηρίου οἰκονομίας αὐτοῦ σύμβολα, ἔνθα σὺ οὐδὲ πεπίστευκας οὐδὲ κηρύσσειν τοῦ διὰ σὲ πεπονθότος τὴν εὐεργεσίαν ἀνέχῃ, ὁ τοῦ προσκυνεῖν ταύτην ἀνάξιος. ποίας οὖν μωρίας καὶ κακίας ὑπερβολὴν ἀπολείπει, τῷ τὰ θεῖα σεμνῶς καὶ πιστῶς περιέποντι θεοῦ καταφρόνησιν ἐπικαλεῖν; εἰ δὲ καὶ πρόσταξιν ἐπιζητοίης, μάνθανε ὅτι τὸ δρώμενον τοῦ λεγομένου πολὺ μᾶλλον ἰσχυρότερον καὶ πιστότερον, καὶ τὸ ποιεῖν τι αὐτόν τινα τοῦ προστάττειν ἄλλῳ ἀξιολογώτερον. εἰ οὖν ἤκουσάς ποτε εὐαγγελιστοῦ γράφοντος λόγον πεποιῆσθαι περὶ πάντων ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, πείθου τοῖς ἀληθῶς πραχθεῖσιν καὶ εἰσέτι καὶ νῦν σῳζομένοις καὶ παρὰ Χριστιανοῖς ὁμολογουμένοις καὶ τιμωμένοις, ἄνπερ μὴ πάντῃ τὴν ἀκοὴν κατεφθαρμένος ᾗς, τά τε νοητὰ καὶ αἰσθητὰ ὄμματα μὴ κεκαλυμμένος ἐξ ἀπιστίας, ὅπως αὐτὸς ὁ Χριστὸς καὶ θεὸς ἡμῶν ἔτι ἀνθρώποις ἐπὶ τῆς γῆς συναναστρεφόμενος ἐν ὀθόνῃ λαμπρᾷ τὸ πάνσεπτον καὶ ὑπερκόσμιον ἑαυτοῦ ἐντυπώσας ὁμοίωμα τῷ πίστει αἰτήσαντι ἐξέπεμψεν, ἐκεῖνο δὴ ὃ λέγεται τὸ φρικτὸν εἶδος τῆς γραφῆς τῆς ἀγράφου. ὡς δὲ ἀρχαῖον καὶ ἀποστολικὸν τὸ ἐπιχείρημα καὶ πατέρων τὸ ἐπισφράγισμα καὶ διατοῦτο αἰδέσιμον παρὰ Χριστιανοῖς καὶ ὁμολογεῖται καὶ διαμένει τιμώμενον, τὰ παρὰ τῶν ἐναντίων εἰς αὐτὰ πραττόμενα ἄτοπα παρίστησιν ἐμφανέστερον. 185 ἐπιβάλλειν λοιπὸν καὶ τοῖς ἀκολουθοῦσιν, ἀκόλουθον· ἐν οἷς ταῦτα παρεγγυᾶται ὁ κενὸς οὗτος διδάσκαλος ὑποτιθέμενος· Δεῖ οὖν αὐτῷ ζῶντι προσκυνεῖν, ὡς εἶπεν, ἐν πνεύματι καὶ ἀληθείᾳ. πρόεισι νῦν ὁ λόγος αὐτῷ περί γε τῶν ἑτέρῳ τινὶ καὶ οὐ θεῷ προσκυνεῖν εἰρημένων· τοῦτο δὲ τί ἂν εἴη ἄλλο ἢ κτίσμα; μέσον γὰρ οὐδὲν θεοῦ καὶ κτίσματος. τί οὖν φασιν οἱ τὴν κενὴν ταύτην δεδεγμένοι διδασκαλίαν καὶ ὡς θεόθεν ἥκουσαν περιέποντες; τί ποτε ἦν αὐτοῖς τὸ προσκυνούμενον, πρότερον ἄγνοιαν θεοῦ νοσήσασιν καὶ λόγου τοῦ καθ' ἡμᾶς ἠμοιρηκόσιν παντάπασιν; κτίσμα δήπου πάντως ἐροῦσιν. καὶ πῶς οὐχὶ πλανῶντες ἁλώσονται καὶ πλανώμενοι, ἐν τοῖς κατόπιν εἰρημένοις εἴδωλα εἰπεῖν τὰ προσκυνούμενα παρ' αὐτοῖς φειδόμενοι, καίτοι ἐν ἱερεῦσιν θεοῦ τελεῖν νομιζόμενοι καὶ νόμον θεῖον διεκδικεῖν καὶ θεοῦ πιστευθῆναι μυστήρια, εἶτα τῇ παρούσῃ διδασκαλίᾳ προσχόντες οἱ ἄρτι τῶν εἰδώλων ἀνακύψαντες καὶ Ἑλληνικῆς θρησκείας καὶ δεισιδαίμονος πλάνης ἀπαλλαγέντες, ἐπειδὴ θεῷ προσκυνεῖν ζῶντι ἐν πνεύματι καὶ ἀληθείᾳ νῦν κατήχηνται; εἰ μὲν δεῖ καὶ βαπτίσματος αὐτοῖς, οἷα νεαρὰν παραλαβοῦσιν τὴν πίστιν, ἀκόλουθον καὶ ὅ,τι ἂν ἄλλο ἐπέοικεν τοῖς φωτιζομένοις καὶ νέον ποδηγουμένοις πρὸς τὴν εὐσέβειαν, θρόνοις δὲ ἱερατικοῖς ἐπιπηδᾶν καὶ ἱερουργίας ἅπτεσθαι ἥκιστα ἂν δεήσειεν. πῶς γὰρ θαρσήσουσιν ἱερᾶσθαι θεῷ οἱ ἔναγχος τῶν βωμῶν καὶ τῆς κνίσης ἀναρπασθέντες; προσῆκον γὰρ ἐπὶ τοὺς τῇ πρὶν δυσσεβείᾳ καὶ ἀπιστίᾳ προαναλωθέντας χρόνους σκυθρωπάζειν καὶ ἀποδύ ρεσθαι, ἵλεών τε ἔσεσθαι θεὸν ἐπὶ τοῖς προημαρτημένοις κατὰ τοὺς καιροὺς τῆς ἀγνοίας ἐπικαλεῖσθαι, συλλήπτοράς τε αἱρεῖσθαι ἐπὶ τούτοις καὶ συνεργοὺς καὶ διδασκαλίας δεῖσθαι τῆς χρηστοτέρας χειραγωγούσης πρὸς θεοσέβειαν καὶ σωτηρίας ὁδὸν ὑποδεικνύσης. οἱ δὲ ἀθρόον ἑαυτοῖς τάς τε χειροτονίας ἐπιτρέπουσιν καὶ ἱερεῦσιν θεοῦ ἐγκαταλέγεσθαι· τολμῶσιν γοῦν καὶ κατὰ συνόδους ἀθροίζεσθαι καὶ διδασκάλους ἑαυτοὺς ἀνακηρύσσειν· καὶ προκάθηνταί γε μετὰ σοβαροῦ καὶ σεμνοῦ τοῦ φρονήματος καὶ τὴν ὀφρῦν ἀνασπῶσιν καὶ Χριστιανῶν κατεπαίρονται τῶν ἐξ ὀνύχων τῷ θεῷ ἀνακειμένων καὶ ἐκ βρέφους τὴν καθ' ἡμᾶς θεοσοφίαν μεμυημένων καὶ τοῖς Χριστιανῶν ἔθεσιν ἐνασκηθέντων καὶ τεθραμμένων· καὶ κρίνουσιν ὑφ' ὧν
PG 100:974κατακρίνεσθαι ἄξιοι. διδάσκουσιν δὲ οὐ πίστιν ἀλλ' ἀπιστίαν, οὐ περὶ τὰ θεῖα εὐλάβειαν ἀλλ' ἀναισχυντίαν, οὐκ οἰκοδομεῖν ἀλλὰ καταστρέφειν καὶ κατασκάπτειν. οὐκ εἰρήνην κηρύσσουσιν ἀλλὰ μάχαιραν, καὶ μῖσος ἀντὶ ἀγάπης· καὶ ἐπήγειραν τὸν υἱὸν κατὰ τοῦ πατρὸς καὶ κατὰ τοῦ παιδὸς πατέρα καὶ νύμφην κατὰ τῆς πενθερᾶς, καὶ ἀδελφὸν πρὸς ἀδελφὸν καὶ γείτονα πρὸς γείτονα ἐξεπολέμωσαν, οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἔμιξαν οὐκ εὐαγγελικῶς ἀλλὰ λῃστρικῶς, οὐχ' ἵνα πιστὸν ἐξ ἀπίστου ἀλλ' ἵνα πιστοὺς πρὸς ἀπιστίαν ἐκκαλέσωνται. ἐντεῦθεν ὁ ἐπὶ τῇ ἀρχῇ ταύτῃ ἐπαναστὰς τῷ κοινῷ τῶν ἀνθρώπων σάλος, καὶ τῶν διωγμῶν ἡ καταιγίς, καὶ τῶν βασάνων τὰ νέφη· πάσης γὰρ κακουργίας καὶ λύμης ψυχῶν τε καὶ σωμάτων παραίτιοι γεγόνασιν, ταῖς καινοτομίαις ἐπιθέμενοι καὶ τὸν θεῖον φόβον ἐξ ὀφθαλμῶν διωσάμενοι καὶ τῶν νενομισμένων καὶ παραδεδομένων Χριστιανοῖς ἐπιλελησμένοι, ἐπεὶ πᾶσα ἐπιστήμη κανονικὴ καὶ εὐταξία καταπεπάτηται παρ' αὐτοῖς καὶ διέρριπται. 186 ἆρ' οὖν τῶν προσκυνούντων ζῶντι θεῷ ἐν πνεύματι καὶ ἀληθείᾳ ταῦτα ἐπιτηδεύματα; ἆρα πίστεως ὀρθῆς βλαστήματα καὶ μυήσεως εὐσεβοῦς γεννήματα; οὕτω κηρύσσων Χριστὸς ἐπὶ γῆς ἐλήλυθεν; οὕτω διδάσκει τὰ εὐαγγέλια; τοιαῦτα τῶν τῆς ἐκκλησίας καθηγεμόνων τὰ δόγματα; καὶ τίς φάναι ταῦτα τολμήσειεν; ἀλλ' ἐκ πίστεως εἰς ἀπιστίαν μετέθεντο, καὶ ἀπὸ τῆς εἰς Χριστὸν ἐλπίδος ἐκπεπτωκότες πρὸς ἀνθρωπίνην ἀπεῖδον, καὶ ἀπὸ τῆς ὀρθῆς δόξης καὶ τοῦ ἀποστολικοῦ φρονήματος ἐπὶ τὴν σκολιὰν τρίβον καὶ τὸ ἀποστατικὸν μετετάξαντο οἴημα. βαβαὶ ὁπόσον ἀγχινοίας περίεστιν αὐτοῖς καὶ τῆς νήψεως. ἡλίκον ὑπῆρξε τὸ κατορθούμενον. τί γὰρ αὐτοῖς συμβέβηκεν; ὥσπερ διακορεῖς περὶ τὴν πατρῴαν καὶ ὀρθοτάτην πίστιν γενόμενοι καὶ οἷα γεγηρακυῖαν ἀποτεμόμενοι, τὴν νῦν ἐπακμάσασαν καὶ νέον αὐτοῖς ἐπικεκηρυγμένην ἀνθῃρημένοι ἠσπάσαντο, παραπλήσιόν τι ποιοῦντες καθάπερ τῶν φυτηκόμων οἱ ἐπιμελέστεροι· τὰ καταγηράσαντα τῶν πρέμνων πρόρριζον ἀνασπῶντες, νεοθαλεῖς φυτουργοῦσιν τοὺς ὅρπηκας. ἥκουσιν γὰρ ὥσπερ μισθαρνοῦντες καὶ ψυχὰς αὐτὰς καταπροέμενοι, ἵνα τὰ παρόντα κερδήσωσιν, τὴν ῥέουσαν καὶ οὐχ' ἑστῶσαν δόξαν ἀντὶ τῆς θείας καὶ μενούσης δόξης ἀνταλλαξάμενοι, καὶ ἀνθρώποις ὑποκύψαντες σαρκὶ καὶ ὕλῃ προσδεδεμένοις, καὶ τοῖς βλεπομένοις μόνον τὴν ἐλπίδα τιθεμένοις, καὶ οὐδὲν προϊδέσθαι τῶν μελλόντων τοῖς τῆς καρδίας ὀφθαλμοῖς αἱρουμένοις, ἐπ' ἀπωλείᾳ δὲ καὶ φθορᾷ τοῦ κοινοῦ παντὸς ἄρχειν συγκεχωρημένοις, μᾶλλον δὲ ἐπὶ τῷ ἑαυτῶν ὀλέθρῳ καὶ πτώματι ἐξαισίῳ διὰ σπουδῆς ἁπάσης ἐρχομένοις. ἐπεὶ οὖν ἐκεῖνα καὶ παιδευθῆναι καὶ μυηθῆναι ἄξιοι, ἀκούσονται ὅπερ ἀκούειν αὐτοὺς δίκαιον· ὅτι ταῖς ἀληθείαις ἀσύνετοι οὐ συνίεσαν, οὐ τὸ δέον ἐφρόνησαν οὐδὲ ἐπέστησαν οἱ παράπαιστοι καὶ τὸν νοῦν παρενηνεγμένοι ὅτι οὗτος αὐτῶν ὁ δι δάσκαλος, σκότους καὶ ἀπιστίας πλήρης τυγχάνων, τοῦ μυστηρίου τῆς Χριστιανῶν θεοσοφίας πάμπαν ὑπῆρξεν ἀμύητος, ἁγίου δὲ καὶ βεβήλου ἀναμέσον οὐδ' ὅλως κρίνειν εἰδὼς οὐδὲ διαφορὰν προσκυνήσεως συνιδεῖν ἐθελήσας. καθάπερ γὰρ τοὺς τῶν εἰδώλων θεραπευτὰς μηδὲν πλέον τοῦ παρ' αὐτοῖς σεβομένου μιάσματος φαντάζεσθαι ᾤετο, οὕτω καὶ τοὺς τῆς τριάδος προσκυνητὰς δρᾶν σεσυκοφάντηκεν· πήρωσιν γὰρ τῶν νοητῶν ὀμμάτων νοσῶν ἀναβλέψαι πρὸς τὸ φῶς τῆς ἀληθείας οὐ δεδύνηται. οὐδὲ ἐπέγνω ὁ ἄθλιος ὅτι ἡ ἀληθινὴ καὶ ἐν λατρείᾳ προσκύνησις ἡμῶν τῶν Χριστιανῶν τῷ ζῶντι καὶ ἀληθινῷ μόνῳ θεῷ καθαρῶς καὶ εἰλικρινῶς καὶ ἀνεπιλήπτως προσφέρεται, τοῖς δὲ τῆς οἰκονομίας τῆς σωτηρίου συμβόλοις ἡ προσήκουσα τιμὴ ἐκνέμεται, καὶ αὐτὴ ἐπὶ τὸ πρωτότυπον διὰ τῆς εἰκόνος ἀναγομένη· ὃ δὴ καὶ γεωργοῖς καὶ ἐμπόροις καὶ βαναύσοις καὶ πᾶσιν ἀνθρώποις μικροῖς τε καὶ μεγάλοις τοῖς γε ὡς ἀληθῶς λόγον θεοῦ πεπιστευμένοις καὶ μὴ τὸ ὀπτικὸν τῆς καρδίας ἀμβλυώττουσιν ἀπλανῶς γνωρίζεται καὶ ἐξαγγέλλεται. 187 τοῖς δὲ ἑξῆς προκειμένοις τῆς παρούσης χρήσεως καὶ ἐπιβάλλειν αἰσχρὸν καὶ σιωπᾶν οὐκ
PG 100:979ἀνεκτόν· ἔχει γὰρ οὕτως· Μὴ οὖν ἡ γάγγραινα νομὴν ἕξῃ· ὁ θεὸς γὰρ ἐν πάσῃ τῇ παλαιᾷ καὶ καινῇ ταῦτα ἀναιρεῖ ἀκριβῶς λέγων· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, λέγων· Ζῶ ἐγώ, λέγει κύριος, καὶ ἐμοὶ κάμψει πᾶν γόνυ. οὐ δυνάμεθα οὖν δυσὶν κυρίοις δουλεύειν, ζῶντι καὶ νεκρῷ· ἐπικατάρατος γάρ φησιν, ὃς κτίσμα παρὰ τὸν κτίσαντα προσκυνήσει. πάντα γὰρ ταῦτα περιέχει αὐτὸς καὶ οὐ περιέχεται ὑπό τινος. εἰ μὲν οὖν ἁπλῶς περὶ εἰδώλων ὁ λόγος ἦν αὐτῷ, πᾶς τις ἂν Χριστιανῶν συνηγόρει καὶ συνεφθέγγετο· ἐπειδὴ δὲ τῶν ἱερῶν συμβόλων τῆς θείας οἰκονομίας καταφλυαρεῖ, δι' ἧς πᾶν εἴδωλον ἐξηφάνισται καὶ πᾶσα τοῦ ἐπικρατοῦντος πάλαι διαβόλου ἡ δύναμις καὶ λατρεία κατήργηται, καὶ πάντα παρ' αὐτῷ συγκέχυται καὶ οὐδεμία διάκρισις ἁγίου καὶ ἐναγοῦς κατ' ὀφθαλμοὺς τοῦ ἄφρονος, ὡς μεθυόντων, ὡς μεμηνότων, ὡς λυσσώντων, ὡς βακχευόντων, ὡς ἐξεστηκότων καὶ δαιμονώντων ἀσήμους καὶ ἀνάρθρους φωνὰς ταῦτα κρίνοντες, πλεῖόν τι λέγειν καταλείψομεν. ποῦ γὰρ ἤκουσται ἢ γέγραπται ἐν παλαιᾷ καὶ νέᾳ διαθήκῃ εἰκόνα Χριστοῦ ἢ τῶν ἁγίων ἀναιρεῖσθαι; πρὸς τούτοις γὰρ ἠγνόηται τῷ ἄφρονι καὶ τῆς προσκυνήσεως τὸ διάφορον. 188 φέρε δὴ λοιπὸν καὶ τὰ ἐπὶ τούτοις τῶν δυσφημημάτων καὶ ληρημάτων κατοπτεύσωμεν. ἐπακολουθεῖ γὰρ ἐκ τῆς πρὸς Θεοδόσιον τὸν βασιλέα Ἐπιφανίου δῆθεν ἐπιστολῆς χρῆσις. ἀλλ' ἡμῖν γε πάλιν τὰ παρεθέντα αὐτοῖς ἐκ τοῦ κατὰ τὴν ἐπιστολὴν ταύτην τόπου, καθ' ὃν ἡ κατὰ εἰδώλων ἦρκται αὐτῷ ὑπόθεσις καὶ ἀφ' ὧν ἐπὶ τὰ καθ' ἡμᾶς ἱερὰ ἡ τοῦ χριστομάχου βλασφημία μετῆκται, ἐν τάξει πρῶτον ἐκθέσθαι καλῶς ἔχειν δοκεῖ, ἵνα οἱ λέγοντες εἴδωλα ὅλως τὰ ἅγια φείδεσθαι κατονομάζειν καὶ ἐνταῦθα στηλιτεύωνται ἔνδηλοί τε γίγνοιντο ὅθεν τε καὶ ἐξ ὁποίων βλασφήμων δογμάτων ὥρμηνται καὶ προέρχονται, ἔπειτα τοῖς αἱρεθεῖσιν αὐτοῖς ἐφιστάνειν εὐθυ βόλως ὡς οἷόν τε. ὧδε γάρ πως ἐκεῖνα κατάρχεται· Τὴν εἰδωλολατρίαν ἐν τῷ κόσμῳ τῇ ἑαυτοῦ κακοτεχνίᾳ ὁ διάβολος ἐμηχανήσατο· καὶ ἐν τῷ κόσμῳ ἔσπειρεν τοῦτο καὶ ἐθεμελίωσεν καὶ τοὺς ἀνθρώπους ἀπὸ τοῦ θεοῦ ἀπέστρεψεν· νῦν δὲ πάλιν μετὰ τὰς αἱρέσεις, καὶ τὰ εἴδωλα· εἰς ἀρχαίαν εἰδωλολατρίαν τοὺς πιστοὺς καθείλκυσεν καὶ ἠπάτησεν. νοήσει γὰρ ἡ σὴ εὐσέβεια καὶ ἡ ἐκ θεοῦ σοι δοθεῖσα σοφία καὶ ἐν βάθει νοημάτων ἐρευνήσει, εἰ πρέπον ἐστὶν θεὸν ἔχειν ἡμᾶς ζωγραφητὸν διὰ χρωμάτων. τίς ἤκουσεν τοῦτο ποτέ; οἶμαι ἄξιον πρῶτον ἐκ τῶν προκειμένων προσώπων τε καὶ πραγμάτων, ὅθεν τε καὶ πρὸς τίνα τὸ γράμμα καὶ ὅτου δὴ χάριν, καὶ εἰ τὸ ἀληθὲς ὁ λόγος τοῖς χρησαμένοις ἔχει διατεκμήρασθαι. ὁ ἱερὸς Ἐπιφάνιος, ὁ τῆς Κυπρίων κατὰ τὴν ἱερωσύνην ἡγεῖσθαι λαχών, ἀρχιερεὺς ἦν καὶ ἀρχιερέων ὁ ἐπισημότατός τε καὶ τιμιώτατος, βίου λαμπρότητι καὶ ψυχῆς καθαρότητι τῆς πρὸς θεὸν παρρησίας ἠξιωμένος καὶ σημείοις πλείστοις καὶ μεγίστοις ἐμπρέπων τῷ βίῳ· Θεοδόσιος δὲ τὰ Ῥωμαίων σκῆπτρα ἰθύνειν διεκεκλήρωτο, ὃς οὐ μικρὸν κλέος ἐν βασιλεῦσιν ἠνέγκατο, εὐσεβείᾳ τε καὶ ὀρθῇ πίστει κοσμούμενος καὶ τὴν περὶ τὰ θεῖα σπουδὴν εὐσθενῶς μάλα ἐπιδεικνύμενος. τί δὲ τὸ ἐν τῇ γραφῇ δηλούμενον; εἰδωλολατρίας ὑπόθεσις καὶ ἀνθρώπων εἰδωλολατρούντων ἔγκλημα, αἴτησίς τε καθαίρεσιν εἰδώλων καὶ ἀφανισμὸν μηνύουσα ὥστε ἀνθρώπους μύσους εἰδώλων καὶ πλάνης ἀπαλλάττεσθαι καὶ εἰδωλικῆς ἐλευθεροῦσθαι θρησκείας καὶ ἀθεότητος. τί οὖν ἱερωσύνης καὶ βασιλείας ὑψηλότερόν τε καὶ ἐπικλεέστερον; οὐδέν, εἴποι τις ἄν· θεοῦ γὰρ δῶρον ἀμφότερα. τί δὲ εἰδωλολατρίας χεῖρον, οὐδεὶς ἂν τῆς κακίας ἐφίκοιτο λόγος, ὅτι τε θεοῦ τοῦ πάντων κατεξουσιάζοντος ἀπάγει καὶ δαίμοσιν προσάγει μιαροῖς καὶ ἀλάστορσιν καὶ ψυχὰς ἀνθρώπων ἀπόλλυσιν, εἰς γέενναν καὶ ἀΐδιον κόλασιν παραπέμπουσα, ὧν τί βλαβερώτερον ἢ ἀθλιώτερον; ἆρ' οὖν ἔδει παρὰ τοιούτου ἀρχιερέως λόγον κινούμενον ἀπρακτεῖν καὶ τοσούτου γε πονηροῦ καὶ ὀλεθρίου πράγματος ἕνεκεν ἢ παρὰ βασιλέως τηλικούτου ἐνηχούμενον ἐφ' ἡσυχίας μένοντα σιωπῇ παραδίδοσθαι; οὔμενουν. μὴ δὲ γὰρ ἂν καταρραθυμήσαι τὸ παράπαν
PG 100:985ἐν οὐδενὶ λόγῳ τὴν τοῦ κακοῦ ποιούμενον ἔφοδον ἐπ' ἀπωλείᾳ καὶ βλάβῃ τῶν ὑπὸ χεῖρα. πῶς γάρ, ὅς γε παρὰ τοῦ γεγραφότος ἱκανῶς μεμαρτύρηται εὐσθενῶς ἄγαν κατὰ τῆς πρὶν εἰδωλολατρίας διηγωνίσθαι, ἠδύνατο κατηρεμεῖν τὸ βραχύτατον ἕως ἀπόλοιτο αὐτῶν μετ' ἤχους τὸ μνημόσυνον καὶ ἀνὰ πᾶσαν τὴν γῆν τῆς τοῦ πονηροῦ καθαιρέσεως ὁ φθόγγος ἐξελήλυθεν; 189 πῶς οὖν ἔδει ταῦτα ἐξανύεσθαι καὶ περαίνεσθαι; διὰ πλείστων ὅσων θορύβων καὶ πόνων ἦχθαι, παντί που δῆλον, δι' ἁπάσης τῆς ἀρχῆς φοιτώσης καὶ διαθεούσης τῆς ἐπὶ τούτῳ ἐρεύνης τε καὶ βασάνου. ποῦ τοίνυν τὰ βασιλικὰ προγράμματα καὶ προθέματα; ποῦ τὰ δημόσια διατάγματα καὶ κηρύγματα, ἃ τοῖς εἰς τοῦτο πλάνης καὶ δυσσεβείας διολισθήσασιν ἠπείληται καὶ προέρχεται; ποῦ οἱ προτρέχοντες καὶ παραπέμποντες; ποῦ τὰ πολιτικὰ καὶ στρατιωτικὰ ἀθροίσματά τε καὶ συγκροτήματα; ποῦ οἱ νόμοι ὅσοι θεῖοι, πολιτικοί τε αὖ καὶ ἀνθρώπειοι, οἱ μὲν τὸ πρᾶον καὶ οἰκονομικὸν πραγματευόμενοι, οἱ δὲ τὸ αὐστηρὸν ἀπειλοῦντες καὶ ἀπότομον; ποῦ οἱ τοὺς νόμους ἐγκεχειρισμένοι καὶ οὓς μὲν νουθετοῦντες τῶν ὑπευθύνων καὶ ἐπιστρέφοντες, οὓς δὲ ἐπιτιμῶντές τε καὶ ἐν δίκῃ κολάζοντες; καὶ ὅποι τὰ δεσμωτήρια καὶ τίνα τὰ δικαστήρια καὶ βασανιστήρια; τίνες οἱ κατηγοροῦντες; τίνες οἱ συνηγοροῦντες καὶ τῶν κατηγορουμένων ἐγκλημάτων οἱ ὑπαίτιοι; ἢ τάχα βούλεται αὐτῷ ὁ λόγος μὴ δὲ ὁρᾶσθαί τινα τῶν ἐγκλημάτων ἀκαταιτίατον πώποτε, ὡς εἶναι τούς τε κρίνοντας τούς τε κρινομένους ὑποδίκους κολάσεως, καὶ ἢ ἐπιλείπειν τὸν κρίνοντα ἢ μηδένα εἶναι κρινόμενον, ἐπίσης ἐν ἅπασιν ἐκκεχυμένης τῆς ἀθεότητος; ποῦ δὲ τῶν εἰδώλοις ἀνακειμένων τεμενῶν αἱ καθαιρέσεις, ἐν οἷς αἵ τε σπονδαὶ καὶ θυσίαι ἐπετελοῦντο καὶ κνίσαι καὶ καπνοί, ἃ τὸν ἀέρα ἀναδιδόμενα κατεμόλυνεν, καὶ τὸ ἐπιβώμιον λύθρον, οἷς ὁ πονηρὸς ἔχαιρε δαίμων, ταῖς τῶν προσεδρευόντων νεωκόρων τελεταῖς θεραπευόμενος; ποῦ τῶν μολυσμῶν τούτων αἱ καθάρσεις καὶ τῶν τελετῶν αἱ ἀφαγνίσεις καὶ τἄλλα ἃ ποιεῖν Χριστιανοὺς ἐχρῆν, συνιστῶντα μὲν τῆς καθ' ἡμᾶς πίστεως τὴν καθαρότητα, κατασοβοῦντα δὲ τῶν βδελυρῶν εἰδώλων τὴν μυσαρότητα; τοσούτου πράγματος τοσαύτης ἔδει τῆς σπουδῆς, παραμετρουμένης τῷ μεγέθει τοῦ κακοῦ καὶ τῶν πόνων καὶ τῶν φροντίδων εἰς ὅσον ἀνάλογον, ὥστε στῆσαι τὴν φορὰν τοῦ δεινοῦ, καὶ τὸ εἰσφθαρὲν κατὰ τὴν τοιαύτην ἀρχὴν λοιμῶδες νόσημα καὶ πολιτείαν ὅλην διαλαβὸν ἀνακόψαι, ψυχὰς ἀθλίων ἀνθρώπων καταβοσκόμενον καὶ πυρὸς δραστικώτερον καὶ ὀξύτερον κατανεμόμενον, τά τε τῆς θρησκείας ἀνασώσασθαι δίκαια καὶ ἀνθρώποις τὴν ἐλευθερίαν χαρίσασθαι· πανταχοῦ γὰρ γῆς τὰ παρ' αὐτοῖς ὑβριζόμενα καὶ καθαιρούμενα ἅγια παρὰ Χριστιανοῖς τιμώμενα ὑπῆρχε καὶ προσκυνούμενα. πῶς οὖν καὶ πόθεν ἡμῖν ταῦτα πάντα ἐμφανῆ κατασταθήσεται, εἰ πᾶσαν συγγραφὴν καὶ ἱστορίαν ὑπερπλήρη τούτων ἑωρῶμεν τυγχάνουσαν; οὐδὲ γὰρ ἐνὸν τοσοῦτον κακὸν λήθῃ παραδραμεῖν, ᾄδεσθαι δὲ εἰς δεῦρο κατὰ δήμους καὶ ἀγορὰς καὶ πόλεις καὶ ἀγροὺς παρὰ πάσης ἡλικίας καὶ παντὸς ἐπιτηδεύματος καὶ ἀξιώματος. πῶς οὖν καίτοι τοιαῦτα ὄντα ἀμνημονεῖται καὶ σεσιώπηται καὶ οὐδεὶς οὐδέπω τῶν πάντων εἰς μνήμην ἦκται; κεναὶ τούτων αἱ βίβλοι συγγραφέων καὶ ἱστοριογράφων, ἀργεῖ σπούδασμα, καὶ νόμοι ἐσχόλαζον καὶ ἠρεμεῖ κριτήρια καὶ οὐδὲν ὅ,τι τῶν πρὸς τὸ τοιοῦτον ἀσέβημα εὐτρεπισμένων ἐστὶ φαινόμενον. ποῦ γῆς ἢ θαλάσσης ἢ ἐφ' ὅλην ὅσην ἐφορᾷ ἥλιος χθόνα ταῦτα ἤκουσται πώποτε; ἀντερωτάσθω γὰρ καὶ αὐτὸς εἰ πραττόμενα παρὰ Χριστιανοῖς δέδεικται. ἀλλ' οὔτε ἤκουσεν οὐδὲ τεθέαται ὁ ἐξάγιστος. οὐκοῦν πλάσματα πάντα. οὐκοῦν ἀπάτη καὶ πλάνη καὶ τῷ ὄντι διαβολικῆς μεθοδείας εὕρεμα· πάντα φασμάτων πλήρη καὶ δόξης ἀπατηλῆς ἐπίμεστα. οὐκοῦν οὐδὲ παρὰ Ἐπιφανίῳ τῷ θεοφόρῳ γέγραπται οὐδὲ Θεοδοσίῳ κατ' ὀνείρους γοῦν ποτε παραπλασθέντα ἐλήλυθεν· πολλῷ μᾶλλον, οὐδὲ εἰδωλολατρίᾳ Χριστιανοὶ ἑάλωσαν πώποτε· προσκυνηταὶ δ' οὖν τῆς τριάδος ἀληθινοὶ ὑπάρχοντες, τῆς θείας οἰκονομίας
PG 100:991τιμῶσι τὰ σύμβολα. 190 ἀλλὰ τί γὰρ δράσειν οὐκ ἤμελλον οἳ δι' ὧν ἐπλάσαντο φωνῶν, τοῦ ἀκαταλήπτου λέγω καὶ ἀπεριγράπτου, τὸ μέγα τῆς σωτηρίας ἡμῶν μυστήριον ἐν φάσματι καὶ δοκήσει γεγενῆσθαι οὐ καταπεφρίκασιν φθέγξασθαι καὶ ἀνθρώποις Χριστιανοῖς εἰδωλολατρίαν ἐπιγράψαι; σπουδὴ γὰρ αὐτοῖς ὡς τὴν ἱερὰν τοῦ εὐαγγελίου εἰσήγησιν ἐκ μέσου ποιήσοιντο καὶ παρείσδυσιν εὕροι τὸ παρ' αὐτοῖς τῆς δοκήσεως μιαρώτατον δόγμα, οἷα πράγμασιν μᾶλλον αὐτοῖς παρὰ τῆς ἱστορίας ταύτης ἢ λόγοις τοῖς κατὰ τὰς ἱερὰς τοῦ εὐαγγελίου βίβλους ἐγγεγραμμένοις ἐξελεγχόμενοι. προφῆται μὲν οὖν ἄνδρες θεόληπτοι τὴν τοῦ θείου λόγου πρὸς ἀνθρώπους κοινωνίαν τε καὶ ἐπιφάνειαν ἄνωθεν προεκήρυξαν κἀντεῦθεν κατεστράφθαι καὶ ἠφανίσθαι εἰδωλικὴν ἅπασαν πλάνην καὶ ἀνθρώπους ταύτης λελυτρῶσθαι τὸν θεῖον δεδεγμένους λόγον καὶ τὸ σωτήριον κήρυγμα. ὁ μὲν γάρ τις προανακεκράγει πάντας εἰδήσειν ἀπὸ μικροῦ ἕως μεγάλου τὸν κύριον· ὁ δὲ καὶ τὰ ὀνόματα τῶν εἰδώλων μετὰ τῆς μνήμης αὐτῶν ἀπὸ τῆς γῆς ἐξαλειφθήσεσθαι· αὐτὸς δὲ ὁ σωτὴρ ἀνθρωπισθεὶς μὴ κατισχῦσαι πύλας Ἅιδου τῆς ἐκκλησίας τοῖς φοιτηταῖς ἐπήγγελται, ὁ τοῦ εὐαγγελίου δὲ κῆρυξ ἄμωμον καὶ ἄσπιλον καὶ ἀρρυτίδωτον ἑαυτῷ τὸν σωτῆρα παραστῆσαι διϊσχυρίσατο. ἄλλοι τε πλεῖστοι τούτοις ἐμβοῶσι τὰ παραπλήσια· οὐ μὴν ὅτι γε κενὸν ὀφθῆναι τὸ κήρυγμα καὶ τὸ ἐνανθρωπῆσαι τὸν λόγον μάταιον, οὐδ' ὅτι εἰδωλολατρίαν ἐν κόσμῳ πάλιν ἐναυλισθήσεσθαι καὶ προσκυνηθήσεσθαι δαίμονας, οὐδ' αὖ γε ὅτι Χριστιανούς, ὑπερεμπιπλαμένους τῆς πίστεως καὶ ἀχθοφορεῖν οἰομένους, ὡς δύσοιστον ἄχθος ἀποφορτίζεσθαι καὶ ἑτέρας θρησκείας γλίχεσθαι καὶ παλινοστεῖν ἐπὶ τὰ κωφὰ καὶ ἀναίσθητα εἴδωλα, ὥστε καὶ ἄλλου Χριστοῦ θειοτέρου τε καὶ φιλανθρωποτέρου δεήσεσθαι τοῦ πρὶν ἐληλυθότος ἀσθενοῦς νομισθέντος, καὶ ἑτέρας οἰκονομίας καὶ πάθους καὶ σταυροῦ καὶ κηρύγματος. 191 ἀλλ' εἰ χρὴ τοῖς παρ' Ἐπιφανίου τοῦ θεοφόρου πρὸς Θεοδόσιον γεγραμμένοις προσεσχηκέναι, τὰ σκευωρηθέντα καταλιπόντες, ἐκ τῶν κατὰ τὸν βίον αὐτοῦ ἀναγεγραμμένων ἀναλεξάμενοι τἀληθὲς εἰσόμεθα. καὶ γὰρ τῶν φυεισῶν κατὰ τὴν Κυπρίων νῆσον αἱρέσεων χάριν, Θεοδόσιον δι' ἐπιστολῆς ᾔτησεν ὥστε βασιλικοῖς διατάγμασιν τυπώσαντα ἐκεῖθεν ἐξελαύνειν ὅτι τάχιστα. καὶ δὴ αὐτίκα Θεοδόσιος εἴξας ἐπλήρου τὰ αἰτηθέντα· Σιμωνιανῶν δὲ ἦσαν καὶ Βαλεντίνων, Σαβελλιανῶν τε αὖ καὶ Νικολαϊτῶν, Ὀφιτῶν τε καὶ Βασιλειδιανῶν καὶ Καρποκρατιτῶν. πῶς οὖν ταῦτα τοῖς ἐν τῇ ψευδῶς ἀναφερομένῃ εἰς Ἐπιφάνιον ἐπιστολῇ συμβήσεται; ἐκεῖ μὲν γὰρ οὐδεμίαν τούτων εὕροι τις ἂν τῶν αἱρέσεων ἐγγεγραμμένην ὅτι μὴ μόνον τὴν Βαλεντίνων· τὰς γὰρ ἀπηριθμημένας αὐτῷ εἶναι κατὰ τὴν Κυπρίων νῆσον, Μανιχαίων φησὶν εἶναι καὶ Βαλεντίνων Ἐβιωναίων τε καὶ Μαρκιωνιστῶν καὶ Ἀπολιναριδῶν, ἐνταῦθα δὲ ἐν τοῖς αἰτηθεῖσιν οὐχ' οὕτως ἔχει. οὐδὲ γὰρ εἰδώλων ἕνεκεν τὸ εἰτιοῦν ἐνσημαίνεται, καίτοι γε ἐχρῆν πολὺ μᾶλλον καὶ πρὸ τῶν ἄλλων ἐντετάχθαι. τί γὰρ τούτου, εἴπερ εἰδωλολατρία ἐδόκει Ἐπιφανίῳ, ἀτοπώτερον ἢ ἀθεώτερον; καὶ τίνι λόγῳ τῶν ἡττόνων κατανδριζόμενος κακῶν, τῶν μειζόνων κατωλιγώρησεν; τοῦτο οὐ τὸ τυχὸν Ἐπιφανίου τὸ ἔγκλημα· ἀβελτηρίας γὰρ καὶ ἀσυνεσίας οἴσει γραφήν. ὃ δὲ μάλιστα ταύτην ἐλέγχει τὴν πλάνην, εἰπεῖν καὶ ἐν τῷ παρόντι ἀναγκαῖον. πρῶτος, ὡς μεμαθήκαμεν, ἐπ' ἀνατροπῇ τῆς τοῦ θεοῦ λόγου σαρκώσεως τὴν δόκησιν καὶ φαντασίαν ὁ θεομισὴς εἰσηγήσατο Βαλεντῖνος· ὃς περὶ ὀλίγας τοῦ ἀποστόλου κακουργήσας ῥήσεις, τὸ οἰκεῖον δυσσεβὲς κατεσκεύασεν δόγμα, μορφὴν δούλου ἀνειληφέναι λέγων τὸν κύριον, οὐκ αὐτὸν τὸν δοῦλον, καὶ ἐν σχήματι εὑρῆσθαι ἀνθρώπου, οὐκ αὐτὸν ἀνειληφέναι τὸν ἄνθρωπον, καὶ ἐν ὁμοιώματι σαρκός, οὐ σαρκὸς ἁμαρτίας προστιθείς. καὶ ὃ τούτου χαλεπώτερον· παθητὴν ᾤετο τὴν θεότητα καὶ ἐπ' αὐτὴν τὰ πάθη ἀνέφερεν. ἐξ οὗ εἰς τοὺς ἀθέους τοὺς περὶ Μαρκίωνά τε καὶ Μάνεντα καὶ τὸν δυσσεβέστατον Ἄρειον ὥσπέρ τι ψυχοφθόρον τὸ ἄθεσμον τοῦτο ἐγκατέσκηψε πάθος. ἐκ δὴ τούτων τῶν φασματωδῶν
PG 100:997ἐμπεφορημένοι, τὸ μὴ δεῖν εἰκονίζεσθαι Χριστὸν ὠνειροπόλουν, ἐπεὶ μὴ δὲ σεσῶσθαι ἐν αὐτῷ τέλεον τὸ ἀνθρώπειον ᾔδεσαν εἶδος. ὡς οὖν ἀσύμβατα ταῦτα τῇ Ἐπιφανίου δόξῃ, ἣν περὶ τὸ κυριακὸν ἔσχε σῶμα, ἐκ τῶν πρώην λεχθέντων λόγων αὐτοῦ, οὐκ ἀσυμφανές· ἐς ὅσον δὲ τῶν ἄλλων μάλιστα ἡ Βαλεντίνου ἀσέβεια ἀπηχθημένη Ἐπιφανίῳ ἐτύγχανεν, ἐν τοῖς συγγεγραμμένοις αὐτῷ κατὰ αἱρέσεων διὰ μακροτέρων ἐπιγνωσθήσεται λόγων. ὅμως δ' οὖν καὶ αὐτὸς πάλιν ἡμᾶς ὁ συγγραφεὺς τοῦ βίου πληροφορείτω, γεγραφὼς ὡς συμβαλόντι αὐτῷ ποτὲ τῷ ἐκ τῆς Βαλεντίνου αἱρέσεως ἐπισκόπῳ καὶ τοῖς ὀρθοῖς τῆς ἀληθείας ἀντεπεξάγοντι δόγμασιν (Ἀέτιος δ' ἦν αὐτῷ ὄνομα) ἐπιτετιμηκὼς θανάτῳ πικρῷ κατεδίκασεν· δεσμοῖς γὰρ τοῖς παρὰ τοῦ ὁσίου τὴν γλῶσσαν πεδηθεὶς καὶ ἀφθεγξίᾳ ἐφ' ὅλαις ἓξ ἡμέραις συσχεθεὶς ἑβδομαῖος κακῶς τέθνηκεν. οὐκοῦν καὶ ἐντεῦθεν τῶν πλαστογραφούντων καὶ Ἐπιφανίῳ ἐκεῖνα ἀνατιθέντων ἡ κενοφωνία καὶ τὸ κακούργημα στηλιτεύεται· ὧν οὐκ ἄν τις τοσοῦτον ἐκπλαγείη τὸ ἀνόσιον ἢ ὅσον γε τῶν ἀναλεξαμένων καὶ εἰς συνηγορίαν παραγαγόντων τὸ ἀναίσθητον· οὓς οὐδὲ ἡ Θεοδοσίου εὐσέβεια δεδυσώπηκεν καὶ ὅσα αὐτῷ περὶ τοὺς θείους ναοὺς καὶ τὰ ἱερὰ κατασκευάσματα διεσπούδασται, ἐν οἷς ἡ τῆς εὐαγγελικῆς ἱστορίας εὐκοσμία τε καὶ λαμπρότης ἐμπρέπει. 192 ἀλλὰ φησὶν οὐκ Ἐπιφάνιος, ἀλλ' ὁ τῆς τοῦ θεοῦ λόγου καταγορεύων πρὸς ἀνθρώπους γεγενημένης ἐπιφανείας, ὅτι μετὰ τὰ εἴδωλα καὶ τὰς αἱρέσεις πάλιν εἰς εἰδωλολατρίαν τοὺς ἀνθρώπους ὁ Σατανᾶς καθείλκυσεν. ὢ τῆς βλασφημίας καὶ ἀτοπίας. τί τῆς ἀθεΐας ταύτης ἀτοπώτερον καὶ πρὸς ὕβριν τῆς τοῦ μονογενοῦς συγκαταβάσεως ἀνομώτερον; ποῖος Ἅιδης ταῦτα ἐφθέγξατο, ποῖος τάφος ἠρεύξατο ταῦτα; οἱ τῆς πασῶν κακίστης αἱρέσεως ὑπασπισταί, οὓς τῷ ὄντι εἰς τὸ τῆς ἀπωλείας βάραθρον καθείλκυσεν ὁ διάβολος. Χριστοῦ μνήμη καὶ ὄνομα, ὃ καὶ δαιμόνια φρίσσουσιν, καὶ δυσφημία εἰδώλων αὐτοῖς ἀντιπαραλαμβάνεται· καὶ ὅθεν τὸ πονηρὸν ἐπαύξεται, ἐπειδὴ γὰρ ἐναντία τῇ δοκήσει ἡ ἐνάργεια, ἣ τὸ ἀψευδὲς τῆς τοῦ λόγου σαρκώσεως διὰ τῶν ἱερῶν τύπων παρίστησιν, ὡς ἂν οὖν τὸ πρὸς αὐτὴν ἔχθος, οἷα φευκτέαν ἡγούμενοι, ἀποπλήσωσιν καὶ ἅμα τὸ βλάσφημον ἐκκλίνειν δόξωσιν, τῇ μεταθέσει τῆς προσηγορίας καθυβρίζουσιν καὶ τῷ τῶν εἰδώλων μύσει τὰς ἐναγεστάτας γλώσσας μαινόμενοι καταχραίνουσιν. εἰς τοῦτο αὐτοὺς ἀσεβείας, τοῦ ἀγράφου καὶ ἀκαταλήπτου τὸ πρόσρημα κατολισθῆσαι παρεσκεύασεν· ὅπερ ἐπὶ τῆς τοῦ λόγου ἐνσωματώσεως ἀπορρίπτοντες, τὸ ὁρώμενον αὐτοῦ κατὰ τὴν ἀνθρωπείαν ἣν ἀνείληφεν μορφὴν ἀπεικόνισμα, ὡς οὐδαμῶς τὸ ἐμφερὲς καὶ ὅμοιον πρὸς αὐτὸν ἔχειν οἰόμενοι οὐδὲ τὴν ὁπωσοῦν ἀναφορὰν ἢ σχέσιν διασῷζον ἀλλ' ὡς ἀλλότριον αὐτοῦ τυγχάνον, χριστομαχοῦντες φλυαροῦσιν, εἴδωλον κατονομάσαι κατὰ τὴν παρ' ἕλλησιν τετολμήκασιν δόξαν. ἐξ οὗ τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ τὸ εἰδωλολατρεῖν ἀθέως προσάπτουσιν, καὶ ταύτῃ πείθειν τοὺς τῇ ἐκείνων ὑπαγομένους ἀθεότητι ἀγῶνα τίθενται, ὅπως τὸν φωτισμὸν καὶ τὴν λάμψιν τοῦ καθ' ἡμᾶς κηρύγματος ἐξαμαυρώσωσιν καὶ τὸ σκότος τῆς φαντασίας παρρησιάσωνται. οὐδὲν οὖν θαυμαστὸν τοὺς οὕτως ἀνοσίως διακειμένους τοιαῦτα καὶ διδάσκειν καὶ γράφειν. ἀλλὰ δὴ παρ' ἡμῶν καὶ πάλιν ἀκουέτω ὁ μανικός τε καὶ ἔμπληκτος ὅτι ἐσκοτίσθη τοῖς διαλογισμοῖς καὶ ἀναμέσον ἁγίου καὶ βεβήλου καὶ καθαροῦ καὶ ἀκαθάρτου διαστεῖλαι οὐκ ἔκρινεν. ἔστιν γὰρ ἐν αὐτῷ κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν διὰ τὴν ἀπιστίαν αὐτοῦ, καὶ τετύφλωται ὑπὸ τοῦ θεοῦ τοῦ αἰῶνος τούτου τὰ διανοήματα, ὥστε μὴ ἐναυγασθῆναι αὐτῷ τὸν φωτισμὸν τοῦ εὐαγγελίου. ληρῶν γὰρ τῷ ὄντι καὶ ἀνοηταίνων ὁ τῆς κακίας ταύτης πρόμαχος, Χριστοῦ μὲν ἀσθένειαν καταψηφίζεσθαι οὐ δέδιεν, ἀφῃρῆσθαι δέ γε αὐτοῦ τὴν κληρονομίαν ἡρπασμένην ὑπὸ τοῦ διαβόλου καὶ δευτέραν εἰδωλολατρίαν ἐν τῇ ἐκκλησίᾳ Χριστοῦ εἰσῆχθαι διϊσχυρίζεται· καὶ ταύτην ἐπιπλέκειν ἀνθρώποις πιστοῖς καὶ ἐξ εἰδώλων λελυτρωμένοις οὐ κατερυθριᾷ, τὴν ἐπὶ τοῖς ἱεροῖς συμβόλοις τῆς σωτηρίου Χριστοῦ
PG 100:1002οἰκονομίας καὶ δὴ καὶ τοῖς τῶν ἁγίων ἀφομοιώμασιν παρὰ Χριστιανοῖς εὐσεβοῦσιν προσαγομένην τιμὴν καὶ προσκύνησιν οὕτω καλῶν. ἣν δὴ Θεοδόσιος διαφερόντως ἠσπάσατο φιλοθεΐᾳ καὶ πίστει εὐθυτάτῃ κοσμούμενος· ναοὺς γὰρ οὐκ ὀλίγους ἐδείματο, ὡς πολλοῖς καθίστατο γνώριμον· οὓς ἀνιστῶν τῷ θεῷ καὶ καλλωπίζων, ἑαυτὸν ᾔδει καλλωπιζόμενον. ἱεράν τε γὰρ εἰς κόσμον αὐτῶν ἐσθῆτα καὶ κειμήλια κατεσκεύασεν καὶ πεπίστευται ταῦτα ἀνὰ τὴν ἕω τε καὶ ἑσπερίαν εἰργασμένα φαινόμενα· ἐν οἷς τὴν σεπτὴν τοῦ εὐαγγελίου ἱστορίαν ἐξύφηνεν, ἁγίων ἐντυπώσας μορφώματα τίμια, χρώμασίν τε καὶ ὑφάσμασιν σηρικοῖς καὶ διαχρύσοις διαποικίλας φιλοτίμως ὡς ἄριστα. πρὸς ὃν ἄν τις οὕτως ἐνστήσεται καὶ δὴ καὶ λέξει· "Τί δρᾷς, ὦ Θεοδόσιε; ἃ κατέλυσας πρότερον παντὶ σθένει χρώμενος, νῦν πάλιν καινίζεις; καὶ ἃ κατέστρεψας οἰκοδομεῖς; καὶ ἅπερ ἡγήσω ποτὲ εἰς βδέλυγμα, τούτοις τιμὴν καὶ δόξαν περιποιῇ;", "καὶ τίς οὕτω," φησίν, "τῶν νοῦν ἐχόντων καὶ φρενὸς οὐκ ἔξω κειμένων ἐννοήσειεν; οὐδὲ γὰρ εἰς τοῦτο μανίας ἀφῖγμαι καὶ παρανοίας, ὥστε ἐφ' οἷς πρὶν καλῶς καὶ αἰσίως βεβούλευμαι καὶ διαπεπραγμάτευμαι, νῦν ἀβούλως καὶ σφαλερῶς διατεθῆναι καὶ διαπράξασθαι. εἰ μὲν γὰρ ἑλληνίζων καὶ ἃ παρ' Ἕλλησιν οἰκοδόμηται καὶ τετίμηται, δαίμοσιν ὀλεθρίοις τὴν λατρείαν προσφέρουσιν, τιμῶν ἔπραττον, εἶχεν ἂν ὁ λόγος τὸ εὔοδον· εἰ δὲ χριστιανίζων καὶ ὅσα εἰς δόξαν Χριστοῦ καὶ τιμὴν τῆς ἀφάτου αὐτοῦ συγκαταβάσεως, καθὰ παρὰ Χριστιανοῖς τὸ ἐξ ἀρχῆς διαπέπρακται, κατορθῶν διηγώνισμαι, τίς ἐπὶ τοσοῦτον ἠλιθιότητος καὶ ἀφροσύνης ἐξώλισθεν, ὃς ἐγκαλεῖν ἐπὶ τούτοις τολμήσειεν; οὐδὲ γὰρ ἂν ἐπιγνοίη ὅσον ἐν τούτοις τὸ διηλλαγμένον, ὅτι καθόσον φῶς πρὸς σκότος διενήνοχεν, οὐδ' ὅτι οὐ κοινωνία ναῷ θεοῦ μετὰ εἰδώλων ἢ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ." 193 πῶς οὖν τοιαῦτα εἰργασμένον ἀναθεωρῶν Θεοδόσιον ὁ λεγόμενος παρ' αὐτοῖς Ἐπιφάνιος καὶ περὶ ταῦτα ἀναστρεφόμενον ἤνεγκεν; πῶς οὐκ εἰδωλολατρίαν ἐνεκάλεσεν οὐδὲ ἐξήλεγξεν θρασύτερον, ἀλλὰ διὰ παντὸς τοῦ συγγράμματος ἐγκωμιάζει καὶ εὐσεβοῦντα τὰ εἰς θεὸν ἅμα παισὶν καὶ παντὶ τῷ βασιλείῳ αὐτοῦ οἴκῳ ἐκ νεαρᾶς ἡλικίας περιφανῶς συνίστησιν; ἀλλὰ τοῦ μὲν ὑπηκόου πλανωμένου ἐπὶ τὰ εἴδωλα ἐν ἀγωνίᾳ πολλῇ καθίσταται, καὶ Θεοδοσίῳ γε δι' ὄχλου γίνεται, ὡς ἂν ἀχθόμενος περὶ τὸ κακὸν πρὸς ζῆλον εὐσεβείας διεγείροιτο, αὐτὸν δὲ τῇ πλάνῃ ἐνισχημένον τῇ τῶν εἰδώλων οὐ τεθεράπευκεν. καὶ ἵνα μὲν ἄλλους διορθοῖτο ἀπὸ τοῦ πτώματος, πλεῖστα παρῄνεσεν, ἐκεῖνον δὲ κείμενον ἐπὶ τοῦ αὐτοῦ πτώματος ἀδιόρθωτον καταλέλοιπεν· ὃ ξένον ἀκοῦσαι καὶ παράδοξον. πῶς γὰρ ἄλλοις κηρύττειν διόρθωσιν ἱκανὸς ἦν μένων αὐτὸς ἀδιόρθωτος; δείκνυται δὲ καὶ ἄλλως ματαιολογῶν καὶ ψευδόμενος. τοῦ γὰρ λέγειν ὅτι μετὰ τὰς αἱρέσεις πάλιν εἰδωλολατρία, τί ματαιότερον ἢ ἀλογώτερον; οὔπω γὰρ αἱ αἱρέσεις παῦλαν ἔλαβον, ἀλλ' ἔτι ἐνακμάζουσαι πολλῶν ψυχὰς ἐλυμαίνοντο. οἶμαι δὲ μὴ δὲ τοῦτο παραδραμεῖν ἄξιον, ὃ προστιθέμενον πλειόνως στηλιτεύσει τῶν ἀδοκίμων τὸν νοῦν καὶ τὴν πλάνην· εἰ γὰρ παρὰ πᾶσιν ἐπ' εὐσεβείᾳ διαπρέπων Θεοδόσιος ᾄδεται, πῶς τὰ ἅγια εἰδώλοις μυσαροῖς ἐν ἴσῳ ἐλογίζετο ἢ ὕβριν τινὰ τοῖς ἱεροῖς προσῆχθαι ἠνείχετο, ὃς οὐδὲ τὴν ἀτιμίαν τὴν εἰς τοὺς ἀνεστηλωμένους αὐτῷ ἀνδριάντας ἤνεγκεν; καὶ γὰρ ὀλίγου ἐδέησεν πυρίφλεκτον καταδεῖξαι τὴν Ἀντιόχου, εἰ μὴ ἡ πρεσβεία τοῦ ἀρχιερέως τῆς πόλεως τὴν βασιλέως ὀργὴν καὶ τὸν θυμὸν ἔστησεν· ὃς αἰδοῖ καὶ εὐλαβείᾳ τῆς τοῦ ἀνδρὸς ἀρετῆς τὴν ἔντευξιν οὐδαμῶς ἀπεσείσατο. ἀλλ' εἰ δεῖ τἀληθὲς εἰπεῖν, πιστὸς ὢν ἐν κυρίῳ, εἴ που τινὰ λέγειν ἢ πράττειν τὶ κατὰ τῆς εὐαγγελικῆς ἱστορίας τετολμηκότα κατέλαβεν, βασάνοις ἂν πάντως ταῖς μείζοσιν ὡς τὸ εἰκὸς κατῃκίσατο. εἰ γοῦν ὁ ταῖς εἰκόσιν τῶν ἐπὶ γῆς βασιλέων προσκρούων ὑπάγεται νόμῳ, καὶ ταῖς τῶν κατακρίτων ὑπόδικος γίνεται ψήφοις, καὶ κίνδυνος ἐπήρτηται οὐ μικρὸς αὐτῷ ὡς αὐτὸν ἐνυβρικότι τὸν βασιλέα, ποίας οὐκ ἀξιωθήσεται τιμωρίας ὁ τοῦ βασιλέως τῶν βασιλευόντων καὶ οὐρανίων πάντων καὶ ἐπιγείων
PG 100:1008δεσπόζοντος καθυβρίζων καὶ καθαιρῶν τὸ ἀπεικόνισμα; εἰ γὰρ καὶ μὴ παρὰ πόδας διὰ τὴν θείαν μακροθυμίαν ἡ ἀντίδοσις, ὅμως ὀψὲ γοῦν τῆς οἰκείας παρανομίας τἀπίχειρα δρέψεται. 194 καὶ ταῦτα μὲν τὸ δυσσεβὲς τοῦ γεγραφότος μηνύει καὶ τὴν ἀπόνοιαν· τἄλλα δὲ πολὺ τὸ ἀπίθανον ἐνδείκνυται, εἰ πρὸς βασιλέα τοιαῦτα γέγραπται ἐκδιδάσκοντα, οἷα δεῖ τὸν ἄρτι κατηχημένον παιδεύεσθαι καὶ τῇ τοῦ καθ' ἡμᾶς μυστηρίου μυήσει προσερχόμενον· πρὸς ἰδιώτην γὰρ καὶ ἰδιωτῶν τὸν ἔσχατον καὶ βαναύσων τὸν ἀγροικότατον μόλις ἂν γράφεσθαι ἄξιον. τοιαῦτα ἡ θαυμαστὴ ἐκείνη καὶ παμφορωτάτη ἐπιστολή· καθ' ἣν ὁ Ἀράβιος αὐλητής, ὃ δὴ λέγεται, ἀδολεσχῶν παραφθέγγεται, πολλὴν ἐνεργαζόμενος τοῖς ἀκροωμένοις τὴν ἀχθηδόνα· πολέμιον γὰρ ἀκοαῖς ἀδολεσχία, πέρας τοῦ ταυτοεπεῖν οὐ γνωρίζουσα. ἀντανίστασθαι δὲ πρὸς τὸ ψεῦδος ὁρμωμένους καὶ ἄλλως οὐκ ἀπᾷδον οἶμαι· πῶς γὰρ ταῦτα Ἐπιφανίῳ ἀναθετέον; ὁρῶμεν γὰρ αὐτὸν κατὰ τῶν αἱρέσεων ἱστάμενον τοιαῦτα λέγοντα· Μία μετὰ τὰς ὀγδοήκοντα αἱρέσεις ἡ τῆς ἀληθείας βάσις ἅμα καὶ διδασκαλία καὶ σωτήριος πραγματεία καὶ Χριστοῦ νύμφη ἁγία ἐκκλησία, οὖσα μὲν ἀπ' αἰῶνος, διὰ δὲ τῆς ἐνσάρκου Χριστοῦ παρουσίας κατὰ τὴν διαδοχὴν τοῦ χρόνου μέσον τῶν προειρημένων αἱρέσεων ἀποκαλυφθεῖσα. ἄλλα τε μυρία τούτοις ἐν τοῖς ἑαυτοῦ συγγράμμασιν ὅμοια τῆς ἐκκλησίας τὸ ἀσφαλὲς καὶ ἀνεπίληπτον δοξάζοντα κατίδοι τις ἐναργῶς. ποῦ οὖν ἐνταῦθα εἰδωλολατρίας δευτέρας ἐπὶ τῆς ἐκκλησίας Χριστοῦ παρ' Ἐπιφανίου τοῦ ἱεροῦ μνήμη; ποῦ ἡ κατὰ τῆς Χριστιανῶν ὁμολογίας κατηγορία, ἡ κατὰ τῶν ἱερῶν τύπων ἔγκλησις; ἤδη μὲν οὖν ἑκάστην στηλιτεύων αἵρεσιν τούς τε κατάρξαντας τοῦ κακοῦ ἀνοσίους αἱρεσιώτας κατονομάζων προτίθησιν καὶ τοὺς παραδεδεγμένους τὸ βλάβος, καὶ τόπους ἐν οἷς προκεχωρηκὸς ἐβλάστησεν, αὐτῆς τε τῆς αἱρέσεως δύναμίν τε καὶ προσηγορίαν· ἑκάστῃ δὲ τούτων καὶ ἀριθμὸν κατεσημήνατο. ἔνθα καὶ γυναικείας καταδραμὼν ἀφελότητος, οὐ μετρίως καθάπτεται. γυναῖκες γάρ τινες κατὰ τὴν Ἀράβων χώραν τυγχάνουσαι, οἷα δὴ ἀμύητοι τῆς παρ' ἡμῖν ἱερουργουμένης μυσταγωγίας τὸν τρόπον, καὶ δογμάτων θείων ἀμέτοχοι, ἐπ' ὀνόματι τῆς ἁγίας παρθένου θεομήτορος κολλυρίδα προσέφερον· αἳ δὴ ἐκ τῆς Θρᾳκῴας γῆς, μεταναστᾶσαι ἐκεῖθεν, συμμετήγαγον τὸ ματαιοπόνημα· καὶ τοῦτο ἐν εἰδωλοποιΐας εἴδει γινόμενον ὑπετόπαζεν. εἰ τοίνυν οὐδενὸς τούτων πεφεισμένος φαίνεται, πῶς, εἴπερ τὴν εἰς τὰ ἅγια τιμὴν καὶ τὸ σέβας εἰδωλολατρίαν ἔκρινεν, ἀμνημόνευτον καταλέλοιπεν καὶ οὐδαμοῦ τοῖς ἑαυτοῦ συγγράμμασιν συγκατέλεξεν οὔτε τοὔνομα προθεὶς τοῦ τῆς ἀνοσιουργίας ταύτης προκατάρξαντος οὔτε ὅθεν τὴν γένεσιν ἔσχηκεν, ἵν' ἀπ' αὐτοῦ καθάπερ ἐπὶ τῶν ἄλλων αἱρέσεων τὴν ἐπωνυμίαν οἱ δεξάμενοι ἔχοιεν; καὶ πῶς ὁ ἐξηγησάμενος καὶ καταρτίσας καὶ ποίᾳ ἰσχύϊ κραταιούμενος τὰ Χριστοῦ καταλῦσαι δεδύνηται καί, ἐξ ὧν τὸ οἰκεῖον πλάσμα Χριστὸς πλανώμενον ἠλευθέρωσεν, πάλιν ἐπαναγαγεῖν, καὶ εἰς τοσοῦτον ὕψος κορυφουμένην τὴν πλάνην δεῖξαι, καὶ αὖθις δαιμόνια προσκυνεῖσθαι ὃν ἔδει μᾶλλον ἢ ἐκεῖνα δέχεσθαι τὴν προσκύνησιν; ἀλλ' οὐδέν τι τοιοῦτον ὑπείληφεν· ἦ γὰρ ἂν βίβλοι αὐτῷ ἄπειροι συντετάχατο καὶ λόγοι προῄεσαν ἀριθμὸν ὑπερβαίνοντες, οὓς οὐδ' ἂν γλῶσσα λέγειν ἀνθρωπίνη ἐξήρκεσεν οὔτε ὦτα ἀκούειν ἐξίσχυσαν. εἶτα Ἐπιφανίῳ μόνῳ τῆς τῶν πλανωμένων ἐμέλησε σωτηρίας, ὥστε ἐκ Κύπρου γράφειν πρὸς Θεοδόσιον ἐπὶ τούτῳ διαναστῆναι καὶ ἀγῶνα πρὸς δαιμονικῆς λατρείας καθαίρεσιν μέγιστον ἀναδέξασθαι; καὶ ποῦ ἡ τῶν ἄλλων ἱερῶν διδασκάλων τῆς ἐκκλησίας πληθύς, οἳ κατὰ τοὺς χρόνους τοὺς Θεοδοσίου συνήκμασαν, πλεῖστοί τε ὄντες καὶ μέγιστοι καὶ τῶν πατέρων οἱ κορυφαῖοι καὶ ἔκκριτοι; ἆρα κοῦφον ἐν ὀφθαλμοῖς καὶ οἰστὸν τὸ πραττόμενον εἶχον καὶ οὐδείς πω λόγος αὐτοῖς οὐδὲ πόνος, ὁρῶσιν καταλυομένην τὴν ἱερὰν ἡμῶν θρησκείαν καὶ τὰ θεῖα διαπτυόμενα καὶ πατούμενα, οὐδὲ τοῦ κοινοῦ τῶν ἀνθρώπων οὐδὲ ὧν κατὰ τὰς σφετέρας ἱερωσύνας ἐπετρόπευον τὸ μετριώτατον τημελεῖν διεγνώκεισαν; καὶ ποίαν
PG 100:1014κατηγορίαν καὶ δίκην ταῦτα οὐκ οἴσει, Ἐπιφάνιον ἐκ Κύπρου καὶ ὡς ἀπωτάτω διῳκισμένον πονεῖν καὶ βασιλέως κατακτυπεῖν ἀκοὰς καὶ διεγείρειν πρὸς εὐσεβείας ζῆλον, αὐτοὺς δὲ καίτοι πλησιάζοντας καὶ ὡς ἐγγυτάτω τυγχάνοντας, τούτων τοὺς πλείονας ἐφησυχάζειν καὶ ἀναπεπτωκέναι, τηλικούτου δεινοῦ κατασκήψαντος καὶ τῆς πλάνης πανταχοῦ ἐμπολιτευομένης καὶ ἐμπλατυνομένης ἐπ' ὀλέθρῳ ψυχῶν ἀνθρωπείων; 195 ποῦ οὖν ἡμῖν ἡ Βασίλειος φρὴν παραδειχθήσεται; ποῦ δὲ γλῶσσα θεολόγος κινουμένη πνεύματι φθέγξαιτο; ποῦ δὲ χρύσεον στόμα παραινοῦν τὰ σωτήρια διανοιγήσεται καὶ τῶν ἄλλων φανοτάτων φωσφόρων τὸ ἐν θείαις διδασκαλίαις ἐναστράψειεν σέλας, οἵ γε καὶ μέχρι λεπτῶν βαδίσματός τε καὶ κινήσεως καὶ τρόπου καὶ ἤθους τὸν βίον κοσμοῦντες καὶ ῥυθμίζοντες τὸν ἀνθρώπειον καὶ διὰ πάσης ἠθικῆς καὶ δογματικῆς διδασκαλίας τὸ ἐγκεχειρισμένον ἰθύνοντες ποίμνιον, ὁπότε οὐδὲ ἀμπελῶνος χήρας ἡρπασμένου ἐπηρεμεῖν ἔφερον, πόνους ὡς πλείστους ἔργῳ καὶ λόγῳ ἔθεντο; τίς ἡ διεσφαλμένη καὶ παράλογος κρίσις, πῶς τὴν δυσμαχώτατον τηνικαῦτα Ἀρειανικὴν μανίαν ἀκμάζουσαν καταθεώμενοι, καθ' ἧς γενναίως ἐνέστησαν καὶ ἠνδρίσαντο, εἰδωλολατρίαν κεκλήκασιν, αὐτὴν δὲ τὴν κυρίως εἰδωλολατρίαν ὑπεριδόντες οὐδὲ μνήμης ἠξίωσαν πώποτε; τί δεῖ λέγειν ὁπόσον τὸ κακὸν ἐπεδίδοτο, τῆς τῶν θεοστυγῶν μάλιστα Πνευματομάχων φλεγμαινούσης αἱρέσεως; ἀλλ' ἐπ' ἐκείνοις μὲν οὐκ ἀνεκτὰ ἐποιοῦντο οὐδὲ τὴν ἔφοδον τῆς ἀσεβείας φορητὴν ἡγοῦντο, ἕως ἂν συνόδοις οἰκουμενικαῖς τὴν εὐσέβειαν ἐκρατύναντο καὶ τὰς αἱρέσεις ἐκ ποδῶν ἐποιήσαντο· ἐπὶ ταύτης δὲ τῆς λύμης ὅτου δὴ χάριν μὴ πλείους συνόδους συγκεκροτήκασιν καὶ πλείοσι ταῖς σπουδαῖς ἐχρήσαντο, ὅσον καὶ τὸ δεινὸν χεῖρόν τε καὶ βλαβερώτερον; τοῦτο οὐδὲ Θεοδόσιον ἐγκλήματος μεγίστου ἀφήσει ἀνεύθυνον, οἷα κατημεληκότα τοῦ ὑπηκόου καὶ ψυχὰς ἀθλίας ἐπ' ἀπωλείᾳ καταπροέμενον καὶ θεραπείας δαιμονικῆς ἀνεχόμενον καὶ ὕβριν θεοῦ τοσαύτην ἀπονητὶ φέροντα. ἀλλ' ὅμωςτί γὰρ δεῖ περὶ τὰ κενὰ καὶ μάταια στρέφεσθαι; τοσοῦτον εἰδωλολατρίας ἀπεῖχον Χριστιανοί, ὅτι οὐ μόνον τοιαύτης οὐκ ἐδεήθησαν τῆς τῶν πατέρων διδασκαλίας, ἀλλὰ καὶ αὐτοὶ οἱ τῶν διδασκάλων κράτιστοιτί γὰρ χρὴ περὶ τῶν ἄλλων λέγειν; κεκτημένοι καὶ τιμῶντες τὰ ἱερὰ καὶ περιέποντες διετέλουν καὶ δὴ ἀνεστήλουν πόθῳ τῶν πρωτοτύπων πολλῷ καὶ σεβάσματι, καθὰ πολλάκις δεδείχαμεν πρότερον. πῶς οὖν οὐ λῆρος τὰ περὶ Ἐπιφανίου θρυλούμενα καὶ μάτην κενολογούμενα, ἃ δὴ μύθων γραϊδίων παραφρονούντων μυθικώτερά τε ὁρᾶται καὶ γραωδέστερα; 196 εὔλογον λοιπὸν καὶ τἄλλα ἐπιτηρεῖν ἃ τῇ παρούσῃ χρήσει πρόσκειται· γλωσσαλγήσας γὰρ οὐκ ὀλίγα κατὰ τῆς καθ' ἡμᾶς θρησκείας ὁ ἐξάγιστος, ἔπειτα καταγοητεύειν ταῖς κολακείαις δοκεῖ διὰ τῶν γεγραμμένων Θεοδόσιον, σοφίᾳ τε καὶ βάθει νοημάτων ἐν εὐφημίας τρόπῳ κατακροτεῖ, εἰδωλολατρίαν τε καὶ εὐσέβειαν ἀναμίγνυσιν, τῷ βασιλεῖ μὲν εὐσεβεῖν πανταχοῦ προσμαρτυρῶν, τῷ ὑπηκόῳ δὲ τὴν εἰδωλολατρίαν ἐπιγράφων. ὅσον δὲ κοινωνία βασιλεῖ πρὸς τὸ ὑπὸ χεῖρα (καὶ γὰρ τοὔνομα τῆς ἀρχῆς σχέσιν τὴν πρὸς τοὺς ἀρχομένους καὶ σύνεσιν κατεπαγγέλλεται), τοσοῦτον ταῦτα ἐκ τοῦ ἀκολούθου ἀνακεκρᾶσθαι συμβέβηκεν· τοῦτο δὲ τῆς ἐκείνου μανίας καὶ τοῦ φρονήματος ἄξιον. ἐπάγει λοιπὸν ὥσπερ ἐγκαλῶν· εἰ πρέπον ἐστὶν θεὸν ἔχειν ἡμᾶς ζωγραφητὸν διὰ χρωμάτων. αὕτη τοῦ Ἀρειανικοῦ ἡ ζύμη φυράματος. συμφθεγγέσθω γὰρ αὐτῷ πάλιν ἀρειανίζων Εὐσέβιος, τῶν Ἀρειανῶν ἡ ἀκρόπολις, πρὸς τὴν βασιλίδα Κωνσταντίαν γράφων οὕτως ὅτι Οὐχ' ἡγοῦμαι δίκαιον εἰδωλολατρῶν δίκην τὸν θεὸν ἡμῶν ἐν εἰκόνι περιφέρειν. Ἀρειανῶν γὰρ δόξα συνανακεκρᾶσθαι καὶ συγκεχύσθαι τὴν σάρκα τῇ θεότητι καὶ ταύτῃ μὴ δὲ γεγράφθαι Χριστόν. ἀποχρῶσαν οὖν τὴν Εὐσεβίου φωνὴν ὁρῶντες ὁμόδοξον αὐτῷ καὶ τουτονὶ τὸν ἀνό σιον δεικνύναι, προσθεῖναί τι πλέον οὐκ ἀναγκαῖον ἡγούμεθα, τοῦτο δὲ ἀναμνῆσαι μόνον, ὅτι ὁ λέγων ὅτι ἤκουσα ὡς καὶ τὸν ἀκατάληπτον υἱὸν
PG 100:1020τοῦ θεοῦ τινὲς γράφειν ἐπαγγέλλονται καὶ πάλιν ὅτι οὐ μέμνημαί τι τοιοῦτον ἰδὼν νῦν ἔχοντα ἑαυτὸν εἰσάγει θεὸν διὰ χρωμάτων ζωγραφητόν. οὕτω καὶ πρὸς ἑαυτὸν καὶ πρὸς τὴν ἀλήθειαν διαστασιάζων οὐδαμοῦ τὸ σύμφωνον διασῴζει. 197 ἀλλὰ τί δεῖ πλειόνων πόνων ἢ πολλὰ κάμνειν καὶ πράγματα ἑαυτοῖς παρέχειν, ἐξὸν τοῖς κατὰ τὴν ἐπιστολὴν γεγραμμένοις ἀκριβέστερον ἐπιβαλόντας ἐκεῖθεν ἑλεῖν ὅστις ποτὲ ἦν ὁ ταύτης πατήρ· ἀρκέσει γὰρ τοῦτο, τὸ πᾶν τῆς ἀμφιβολίας λῦσαι τοῦ λόγου. τῆς γὰρ ἐπιστολῆς κατάρξας, εἶτα μικρὸν ὑποβὰς καὶ τὸν περὶ τῆς πίστεως εἰσαγαγὼν λόγον, τόν τε βασιλέα ἐπ' εὐσεβείᾳ μετὰ τῶν τέκνων ἐγκωμιάζων, ἐνσεμνύνεσθαί τε ἐπὶ τῇ ὀρθοδοξίᾳ βουλόμενος ὁ δυσσεβέστατος μετὰ βραχέα τινὰ ἐπὶ λέξεώς φησιν τοιάδε ὅτι Ἀεὶ μὲν οὖσα καὶ ὑπὸ ὀλίγων πάλαι φυλαχθεῖσα, διὰ δὲ τὴν τοῦ Ἀρείου κακοδοξίαν ὑπὸ οἰκουμενικῆς συνόδου ἁγίων πατέρων ἡμῶν ἐπισκόπων ἐν Νικαίᾳ τῇ πόλει ὁμολογηθεῖσα, καὶ ἔστιν αὕτη, ὡς ὡμολόγησαν καὶ ὑπέγραψαν ˉτˉιˉη ἐπίσκοποι, οὐ πρόσφατον ἐκθέμενοι πίστιν, ἀλλὰ τὴν ἀεὶ οὖσαν ὁμολογήσαντες· οἷς καὶ ἡμεῖς ὡς υἱοὶ ἀκολουθοῦντες ἀπὸ νέας ἡλικίας, αὐτοί τε καὶ οἱ ἡμῶν γονεῖς ἐν αὐτῇ γεγεννημένοι, τὴν αὐτὴν ὁμολογοῦμέν τε καὶ κατέχομεν, ὡς καὶ σύ, εὐσεβέστατε βασιλεῦ. καὶ ἔστιν αὕτη· "Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα", καὶ τὰ ἑξῆς τοῦ συμβόλου. οὕτως ἑαυτὸν καὶ τοὺς τετοκότας γενεαλογῶν παρίστησιν. ἡμεῖς δὲ τί πρὸς ταῦτα φαμέν; Ἐκ τοῦ στόματός σου δικαιωθήσῃ καὶ ἐκ τοῦ στόματός σου κατακριθήσῃ, ὁ θεῖος ἔφησε λόγος. οὐκοῦν ἐκ τῶν εἰρημένων αὐτῷ τὴν ψῆφον δεχέσθω. εἰ μὲν γὰρ ἀληθῆ περί τε ἑαυτοῦ καὶ τῶν γεγεννηκότων ἀποφαίνεται καὶ ἧς ἐξ ἀρχῆς μεμοίρανται πίστεως, σαφές τ' ἂν εἴη καὶ ἀναμφήριστον ὡς οὐκ ἔστιν οὗτος ὁ ἱερὸς Ἐπιφάνιος, καὶ διατοῦτο οὐ παραδεκτέον αὐτὸν ἀλλ' ἀποπεμπτέον μετὰ τῶν βλασφήμων αὐτοῦ δογμάτων, ὧν κατὰ τῆς οἰκονομίας τοῦ μονογενοῦς συντέθεικεν. γενέσεως γὰρ ὡς ἔτυχεν Ἐπιφάνιος καὶ ὁποίων ἐξέφυ γονέων καὶ ὅθεν, τὰ κατὰ τὸν βίον αὐτοῦ ἱστορούμενα ἐκδιδάξει σαφῶς. τῆς Φοινίκων γὰρ ὥρμηται χώρας, Ἐλευθεροπόλεως πολίτης, τὴν θρησκείαν Ἰουδαῖος, Ἑβραῖος ἐξ Ἑβραίων, ἐμπερίτομος τὸ σημεῖον· Ἰουδαῖοι γὰροἱ φύσαντες, οἳ δὴ τὸ ἐξ ἀρχῆς καὶ μέχρι τελευτῆς τοῦ βίου ἐν τῇ κατὰ νόμον τὸν παλαιὸν διέζησαν πολιτείᾳ. μετηλλαχότος δὲ τοῦ πατρὸς τὸν βίον, καταλιμπάνεται ἀπορφανισθεὶς τῇ μητρὶ δεκαέτης τὴν ἡλικίαν. χρόνῳ δὲ ὕστερον υἱοθετεῖται Τρύφωνί τινι τῶν ὁμοεθνῶν νομοδιδασκάλῳ καὶ τοῖς Μωσέως ἔθεσιν πολιτευομένῳ· παρ' οὗ τὰ τοῦ παλαιοῦ νόμου παιδεύεται καὶ τὰ Ἑβραίων στοιχεῖα μετὰ ἀκριβείας, Ἰουδαϊκοῖς ἤθεσιν καὶ παιδεύμασιν ἐντρεφόμενός τε καὶ ἐναυξανόμενος. κατοιχομένου δὲ Τρύφωνος, διάδοχος τῶν αὐτοῦ καταλιμπάνεται πάντων, προκόπτων τὸ λοιπὸν ἡλικίᾳ καὶ τοῖς Ἑβραϊκοῖς μαθήμασιν. ἐν τούτοις καὶ ἡ μήτηρ τῶν ἀνθρω πίνων ἀπαλλάττεται πραγμάτων. μετὰ δὴ ταῦτα εὖ παρασχὸν σὺν ὁδηγίᾳ τοῦ κρείττονος παρά τινος Λουκιανοῦ μοναχοῦ, ἀνδρὸς θεοφόρου, κατηχεῖται τοῦ καθ' ἡμᾶς μυστηρίου τὸν λόγον. καὶ πρόσεισιν εὐθὺς προθύμως τῷ βαπτίσματι καὶ ὁμοῦ τῇ ἀδελφῇ τὸ σωτήριον δέχεται φώτισμα. καὶ αὐτίκα τὸν μονήρη βίον ἀσπάζεται ἑξκαιδέκατόν που τῆς ἡλικίας διανύων χρόνον καὶ τὸ λοιπὸν ἔνθεον καὶ ἀγγελικὸν μετιὼν βίον. ὧν οὐδὲν ἐπὶ τῷ ψευδωνύμῳ Ἐπιφανίῳ θεωρούμενον καταληφθήσεται. εἰ μὲν δεκτὰ ταῦτα, παρίσταται τὸ ζητούμενον· εἰ δὲ τὸ ἀπίθανον ἔχειν τισὶν δόξειεν διὰ τὸ ἀσύμφωνον τῶν ἱστορουμένων, ὥρα αὐτοῖς μὴ δὲ ἐκ τῶν φερομένων Ἐπιφανίου συγγραμμάτων ὁμολογεῖν ὑπάρξαι ποτὲ αὐτόν, ἐπεὶ μὴ συμβαίνει τοῖς παρὰ τοῦ ἐναντίου λόγοις, ὡς ἐν πολλοῖς δείκνυται καὶ πρὸς τῷ τέλει τοῦδε τοῦ λόγου ἐν κεφαλαίοις συνῆκται· ὥστε φροῦδος κατ' αὐτοὺς Ἐπιφάνιος, καὶ ἀλόγως αὐτὸν καὶ ἀνοήτως ἐπιμαρτύρονται. ἀλλ' οὗτος μέν, εἰ ἀληθεύει ὁ ψευδὴς Ἐπιφάνιος, τὸ διηλλαγμένον τῶν προσώπων ἐκ τῶν εἰρημένων πάντων εἰσφέρεται γνωριζόμενον· εἰ δὲ ψευδῆ τά τε περὶ ἑαυτοῦ καὶ τῶν
PG 100:1026γεγεννηκότων αὐτὸν παρατίθεται, πολὺ μᾶλλον αὐτὸν περιοπτέον καὶ ὡς ψεύστην ἤδη καὶ ἀλαζόνα τοῦ ἱερατικοῦ συλλόγου ἀλλότριον ἡγητέον καὶ ξένον παντὸς τοῦ ἐκκλησιαστικοῦ χοροῦ, ὡς τῆς ἐκκλησίας Χριστοῦ κατήγορον καὶ τῆς καθ' ἡμᾶς ἱερατικῆς ποίμνης πολέμιον· ὥστε κἂν ἀληθεύει, κἂν ψεύδεται, μακρὰν ἄπωθεν τῆς τοῦ ἱεροῦ Ἐπιφανίου καὶ προσηγορίας καὶ γνώμης καὶ πίστεως κείσεται. εἰ δὲ οὗτος διαρρήδην περὶ ἑαυτοῦ ταῦτα ἐμβοᾷ καὶ ταῖς ἁπάντων ἀκοαῖς μέγα διακέκραγεν οὐκ αὐτὸν ἐκεῖνον εἶναι τὸν θεῖον Ἐπιφάνιον, πῶς οὐκ ἔλεγχος τῆς ἀπάτης καὶ ἀπαιδευσίας τῶν ἀνοήτων πρόκειται; διὸ τὴν αἰσχύνην καὶ τὰ ὀνείδη καὶ τὴν ἧτταν δικαίως ἂν μάλα οἱ Ἐπιφάνιον νῦν ἀκλεῶς ἀναπλάσαντες ἀπενέγκοιντο, αὐτὸν ἐκεῖνον περὶ ἑαυτοῦ μάρτυρα ὧν λέγουσιν δέχεσθαι μὴ δεχόμενοι, ἐν ᾧ καὶ δόξαις ἐναντιωτάταις ἀγεννῶς περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος περιπίπτουσιν, καθάπερ μειρακιώδεις τινὲς ἐκ σκηνικῶν ἀθυρμάτων συνηθροισμένοι, ἑαυτούς τε καὶ τοὺς ὁμόφρονας παίζοντες. 198 εἰ δὲ ἔτι ἀπαναισχυντοῖεν τῆς ἐπιστολῆς ταύτης ἀντεχόμενοι, ἐκβιασθήσονται καὶ τοῖς ἄλλοις οἷς περιέχει ἀτόποις ἐξακολουθεῖν, ὡς ἐξεῖναι αὐτοῖς καὶ τοῖς σάββασιν οὐ τῆς τεσσαρακοστῆς μόνον ἀλλὰ καὶ ἐν ἄλλοις καιροῖς ἀσιτεῖν ἄχρις ἐνάτης ὥρας, μεθ' ἣν ἀπονηστίζεσθαι καὶ καταλύειν τὰς ἀσιτίας. ἀλλ' ὡς καὶ τοῦτο δὴ τὸ παράλογον, ἀλλότριον τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἤδη καθίσταται, οὐδεὶς ἂν ἀντείποι. γνωριζέσθω δὲ κἀνταῦθα οὐκ Ἐπιφάνιος ἀλλὰ Μαρκίων ὁ μιαρὸς ἄντικρυς φθεγγόμενος· ὃν ἐν τῇ κατ' αὐτὸν αἱρέσει μετὰ τῶν ἄλλων βλασφημιῶν καὶ τοῦτο ληρωδοῦντα στηλιτεύει αὐτὸς Ἐπιφάνιος λέγων· Νηστείαν δὲ κατὰ σάββατον Μαρκίων κηρύττει. μυστήρια δὲ δῆθεν τὰ παρ' αὐτοῦ ἐπιτελεῖται, τῶν κατηχουμένων ὁρώντων. ὕδατι δὲ οὗτος ἐν τοῖς μυστηρίοις χρῆται. τὸ δὲ σάββατον νηστεύειν διὰ τοιαύτην αἰτίαν φάσκει· Ἐπειδή, φησίν, τοῦ θεοῦ τῶν Ἰουδαίων ἐστὶν ἀνάπαυσις, τοῦ πεποιηκότος τὸν κόσμον καὶ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀναπαυσαμένου ἀπὸ τῶν ἔργων, ἡμεῖς νηστεύομεν ταύτην, ἵνα μὴ τὸ βούλημα τοῦ θεοῦ τῶν Ἰουδαίων ἐργασώμεθα. ὥστε καὶ ἐντεῦθεν φανερὸν ὅτι ἀλλότρια πάντα τοῦ ἀοιδίμου Ἐπιφανίου εὑρίσκεται ὅσα κατὰ τῆς Χριστοῦ ἐκκλησίας ὁ ἀνόσιος ἐκεῖνος πεφλυάρηκεν. ἀλλ' εἰ δεῖ τὸ τοῦ λόγου εἰπεῖν· ὁ βαλὼν καὶ ἰάσεται, καὶ ἔτι οἰκειότερον ἐπειπεῖν ὅτι ὁ γράψας καὶ ἀπήλειψεν. ὅστις γάρ ποτέ ἐστιν ὁ τῶν λόγων τούτων γεννήτωρ, πρῶτα μὲν ὡμολόγησεν ὅτι γέλως καὶ χλεύη τῆς φλυαρίας ταύτης ἕνεκεν τοῖς πολλοῖς πρόκειται, ἔπειτα δὲ ἐπήγαγεν ὅτι Πολλάκις τοῖς δοκοῦσιν σοφοῖς ταῦτα περιαιρεθῆναι συμβουλεύσας, καίτοι γε ἐπισκόποις οὖσιν καὶ διδασκάλοις καὶ συλλειτουργοῖς, ὑπὸ πάντων οὐκ ἠκούσθην ἀλλ' ὑπ' ἐνίων καὶ τούτων ὀλίγων παντελῶς. ἀλλ' ὡς μὲν ὑπ' οὐδενὸς τῶν εὐσεβούντων ἤκουσται, οὒκ ἂν λάθοι τοὺς συνετοὺς καὶ ἐχέφρονας· ὅμως δ' οὖν τὴν οἰκείαν μετὰ τῆς αἱρέσεως ἀμαθίαν διὰ τῶν λόγων τούτων ἡμῖν ἐμφανίζει, κατήγορος ἑαυτοῦ γινόμενος ἐν ᾧ φάσκει μηδένα τῶν ἐπισκόπων καὶ συλλειτουργῶν κοινωνῆσαι ἢ προσεσχηκέναι τοῖς παρ' αὐτοῦ ληρωδουμένοις, δῆλον δὲ ὡς ὀρθοδοξίᾳ τετειχισμένων καὶ διδασκαλίαις τῆς καθ' ἡμᾶς θεοσοφίας κατηρτισμένων, ἀλλά τινας ὀλιγίστους καὶ τούτους δὲ πάντως ἀλογωτάτους καὶ πρὸς τὸ ψεῦδος καὶ τὴν τοιαύτην ἀπάτην ἑτοιμοτάτους· ὧν τῆς ἀβελτηρίας καὶ ἀμαθίας ἄξιοι οἱ νῦν ταῦτα προσιέμενοι, ἅτε φοιτηταὶ καὶ ὁπαδοὶ ἐναργῶς καταδεικνύμενοι. καὶ οὕτω γε ἑαυτὸν στηλιτεύσας, καμάτων ἡμᾶς ἀπήλλαξεν καὶ λόγων περιττῶν ἀνῆκεν· καὶ πεπαύσεται λοιπὸν περὶ τῆς θεομάχου χρήσεως ταύτης λέγειν τι πλέον. 199 διὰ γοῦν τὴν ἀβουλίαν καὶ ἀναισχυντίαν τῶν προσκεχηνότων αὐτῷ ἐντεῦθεν ἐπὶ τὰς λοιπὰς τῶν ἐν τῷ ὅρῳ αὐτῶν προσκειμένας χρήσεις ἐπισκεψόμενοι ἄπιμεν, ἐν αἷς γράφεται τοιάδε· Τίς ἤκουσεν τοιαῦτα πώποτε; τίς τῶν παλαιῶν πατέρων Χριστοῦ εἰκόνα ζωγραφήσας ἐν ἐκκλησίᾳ ἢ ἐν οἴκῳ ἰδίῳ κατέθετο; τίς ἐν βήλοις θυρῶν τῶν ἀρχαίων ἐπισκόπων Χριστὸν ἀτιμάσας
PG 100:1031ἐζωγράφησεν; τίς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ Μωσέα τε καὶ τοὺς λοιποὺς προφήτας καὶ πατριάρχας ἢ Πέτρον ἢ Ἀνδρέαν ἢ Ἰάκωβον ἢ Ἰωάννην ἢ Παῦλον ἢ τοὺς λοιποὺς ἀποστόλους ἐν βήλοις ἢ ἐν τοίχοις ζωγραφήσας οὕτως παρεδειγμάτισεν καὶ ἐθριάμβευσεν; καὶ μὴν αὐτὸς ἦν ὁ λέγων ὅτι οἱ τὰ τοιαῦτα γράφοντες φασὶν ὡς Εἰς τιμὴν καὶ μνημόσυνον τῶν ἁγίων ποιοῦμεν· ἀλλ' ὡς ἔοικεν καὶ ἑαυτὸν καὶ τοὺς οἰκείους λόγους ἠγνόησεν. καὶ δὴ ἄμεινον μὲν ἦν τὸ σιωπᾶν καὶ μὴ ἀποκρίνεσθαι τῷ ἄφρονι διὰ τὴν ἀφροσύνην αὐτοῦ· τί γὰρ ἠλιθιώτερον τούτων ἢ μανικώτερον; τοιαῦτα γὰρ οὐδ' ἂν οἱ νόσῳ φρενίτιδος ἁλόντες παρεφθέγξαντο. ἐῶμεν λέγειν τοὺς πεπηρωμένους τὰ ὄμματα· ἤκουσαν γὰρ ἂν παρὰ τῶν βλεπόντων ποτὲ ὅπως ἐκ παλαιῶν τῶν χρόνων καὶ γεγένηνται ταῦτα καὶ τεθέανται, κἂν μόνος οὗτος καὶ ἀκοῆς καὶ ὄψεως καὶ φρενὸς αὐτῆς ἀπεστέρηται. 0 πλὴν διὰ τοὺς ἀκροωμένους καὶ φροντίζειν τῆς ἑαυτῶν σωτηρίας καὶ δογμάτων ὀρθῶν ἀντέχεσθαι βουλομένους τοιαῦτα, ὡς πρὸς αὐτὸν τὸν λόγον ἀποτεινόμενοι, φαμὲν ὅτι αὐτόθεν δέχου τῆς ἀπάτης καὶ παραφροσύνης τοὺς ἐλέγχους· ἵνα πρότερον ἐκ τῶν σῶν καὶ τῆς σῆς φατρίας κατάρξωμαι, Εὐσέβιος ὁ σός σοι προκείσθω ὁ κατὰ τῆς ἀληθείας ἱστάμενος, καὶ μικρόν τι τῆς ἀληθείας ἁπτόμενος διὰ τὸ τῶν πραγμάτων ἀπαραίτητόν τε καὶ ἀναπόδραστον, συγγράφων καὶ αὐτὸς τεθεᾶσθαι τὸν χαλκοῦν ἀνδριάντα, ὃν ἐπ' ὀνόματι Χριστοῦ ἡ εὐεργετηθεῖσα γυνὴ ἀνεστήλωσεν ὥστε φέρειν τὴν μνήμην τοῦ κατ' αὐτὴν τῆς ἰάσεως θαύματος. τούτου δὲ πρὸς τὴν τοῦ σωτῆρος ἐπιφάνειαν τί ἂν εἴη ἀρχαιότερον; εὐγνωμονεῖ δὲ καὶ περὶ τὰ τελούμενα θαύματα παρὰ τῆς ἐκεῖθεν φυομένης ἱερᾶς καὶ θεοβλάστου πόας καὶ ὡς ἦν ἅπασιν ἀλεξίκακον ἐπικούρημα, ἔτι πρὸς τούτοις φάσκων ὅτι Καὶ τῶν ἀποστόλων αὐτῶν τὰς εἰκόνας, Παύλου καὶ Πέτρου καὶ αὐτοῦ δὴ Χριστοῦ διὰ χρωμάτων ἐν γραφαῖς σῳζομένας ἱστορήσαμεν, τῶν παλαιῶν ἀφυλάκτως οἷα σωτῆρα ἐθνικῇ συνηθείᾳ τοῦτον τιμᾶν εἰωθότων τὸν τρόπον. οὗ τὸ τεχνούργημα τῆς ἐθνικῆς συνηθείας ἐν ἑτέροις ἐξελήλεγκται. καὶ ἰδοὺ δὴ ὁ παλαιὸς Εὐσέβιος παρὰ τῶν παλαιτέρων γεγενημένας Χριστοῦ καὶ τῶν ἁγίων εἰκόνας ἱστορηκέναι συντίθεται. οὕτω περὶ μὲν τὴν ἀλήθειαν τὸ ἀσύμφωνον πρός τε ἑαυτοὺς καὶ ἀλλήλους περιφανῶς κέκτηνται, πρὸς δὲ τὸ ψεῦδος τὸ σύνδρομον καὶ ὁμότροπον. κεκλήσθωσαν τῶν συνηγόρων καὶ ἕτεροι, μᾶλλον δὲ τῶν κατηγόρων τοῦ ψεύδους καὶ τῆς καθ' ἡμᾶς εὐγενείας ὑποφῆται καὶ διδάσκαλοι· καὶ αὖθις γὰρ καλεῖν εὔκαιρον. τεθεάσθω τοίνυν τὴν κατὰ τὸν Ἀβραὰμ ἱστορίαν ὁ τῆς Νυσαέων ἱερὸς Γρηγόριος καὶ ἀπαγγελλέτω καὶ πειθέτω τοὺς ἄφρονας, πρὸς δέ γε καὶ ὅσα καὶ οἷα ἐν ἀρχαιοτέροις ναοῖς καθιστορήσας συγγέγραφε τοῦ τε ἁγίου καὶ πανευφήμου μάρτυρος Θεοδώρου καὶ τοῦ ἁγίου καὶ ἐνδόξου μάρτυρος Βασιλίσκου. καὶ ἄλλος τοῦ ἀποστόλου κεκτήσθω εἰκόνα καὶ περιέπων τιμάτω, καὶ ἄγγελον ὁράτω βαρβάρων ἐλαύνοντα νέφη καὶ ἃ τούτοις συγγέγραπται, καὶ τὴν κηρόχυτον ἀγαπάτω γραφήν, καὶ ἄλλα τούτοις ἱστορείτω παραπλήσια· ὁ μέγας δ' οὗτος Ἰωάννης ἐστίν, ὁ τῆς βασιλίδος ἀρχιερεύς. παρακελευέτω ζωγράφοις καὶ πάλιν Βασίλειος ὁ μέγας, μαρτύρων ἁγίων λαμπρότερον ἀναγράφειν εἰκόνας ὁμοῦ τοῖς ἐκείνων ἄθλοις αὐτόν τε τὸν τῶν μαρτύρων ἀγωνοθέτην Χριστὸν συνεγγράφειν τοῖς πίναξιν. αὐτοῦ δὲ τούτου τὸ ἱερὸν γραφέτω εἰκόνισμα ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος. ἐκφραζέτω καὶ πάλιν Ἀστέριος τὴν ἱερὰν παρθένον τὴν πανεύφημον μάρτυρα καὶ ἣν εἶδεν κατὰ τοὺς ὑποστέγους δόμους βαδίζων γραφήν, τὸν λόγον μουσουργῶν, διασκευαζέτω. 1 παρείσθω νῦν τὰ πολλὰ πρὸς τὸ μὴ μηκύνειν τὸν λόγον. τί φατὲ ὑμεῖς οἱ τοῖς φάσμασιν τῶν φαντασιωδῶν ἐπαγαλλόμενοι; εἶδέν τις τῶν πατέρων τῶν πάλαι εἰκόνας Χριστοῦ τε καὶ ἀποστόλων καὶ τῶν ἄλλων ἁγίων; πείθεσθε τοῖς συνηγόροις, ἢ τραχύνεσθε, τῆς φαντασίας τοῖς κέντροις νυττόμενοι; ἔδει μὲν ἡμᾶς ἓν ἀντὶ πάντων θέντας λῦσαι τέλεον τὸ ζητούμενον. ἀκούετε λοιπόν, οἱ τούτων
PG 100:1037περιεχόμενοι τῶν δογμάτων, τί φησιν ὁ καθ' ὑμᾶς Ἀστέριος, ὃν κράτιστον ἐν τοῖς ὑμετέροις λόγοις μάρτυρα ἐπιφέρεσθε, καθ' ἣν χρῆσιν τοῦ ὀρθοῦ καταφρυάττεσθε λόγου, ἐκ τοῦ εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον λόγου ἀνειλημμένην, ὅπως καὶ ἐν τοῖς σηρικοῖς ὑφάσμασιν τὴν ἱερὰν ἱστορίαν τεθέαται· ἐν οἷς, ἀπαρακαλύπτως καὶ πάσης μετωνυμίας ἄνευ, κύριον καὶ Ἰησοῦν τὴν εἰκόνα Χριστοῦ καλεῖ· ὅς γε καὶ τῶν ἀρχαιοτέρων, καὶ ἀρχαι οτέρων ἔτι τῶν ὑφασμάτων μέμνηται. φιμούσθω οὖν πᾶσα γλῶσσα καὶ ἐμφραττέσθω πᾶν στόμα κατὰ τῆς Χριστοῦ ἐκκλησίας φθεγγόμενον ἄδικα. ἃ γὰρ ἀρχαιότητι διαφέρει αἰδέσιμα εἶεν ἂν καὶ τίμια. εἶτα ὁ μηδένα τῶν πάλαι πατέρων Χριστὸν ἢ προφήτην καὶ ἀπόστολον ζωγραφῆσαι λέγειν ἀνεχόμενος, τί ἂν πρὸς αὐτὸν Χριστὸν ἔφησεν τὴν ἰδίαν θεοειδῆ καὶ σεβάσμιον μορφὴν ἐκτυπώσαντα, ἣ καὶ εἰς δεῦρο πρὸς ἔλεγχον τῶν ἀπίστων τετήρηται, παρὰ Χριστιανοῖς δὲ καὶ πεπίστευται καὶ τετίμηται; ἀλλ' ὅ γε ἄφρων καὶ ἄπιστος ὁμοῦ τοῖς ἀληθέσιν λόγοις καὶ τοῖς πράγμασιν αὐτοῖς ὁρᾶται πολέμιος. ὁ δογματίζων δὲ ὅτι οὐδεὶς Πέτρον ἢ τοὺς ἄλλους ἀποστόλους ζωγραφήσας παρεδειγμάτισεν ἀκουέτω τοῖς φοιτηταῖς ἅμα ὡς ἀποστόλων ἔργον, τὸ παραδειγματίζειν τοῦτο, τὸ ἀπ' ἀρχῆς γέγονεν. καὶ γὰρ ἀρχαῖος ἱστορούμενος καὶ ἀληθείας ἐχόμενος παραδίδωσιν λόγος ὡς αὐτὸς ὁ τοῦ ἀποστολικοῦ κορυφαῖος χοροῦ τήν τε τοῦ σωτῆρος καὶ διδασκάλου εἰκόνα καὶ μὴν καὶ τὴν ἑαυτοῦ καί τινων μαθητευομένων αὐτῷ εἰς τὸ εὐαγγέλιον, οἰκείᾳ φωνῇ τῷ γραφεῖ διαμορφοῦν παρεκελεύσατο· κατὰ ταῦτα δὲ καὶ τοὺς λοιποὺς ἱεροὺς ἀποστόλους ποιεῖν ἀνιστόρηται· περὶ ὧν ἤδη πλατύτερον ἐν τοῖς ἔμπροσθεν προεξεθέμεθα. εἰ γοῦν οὐδὲ ἀρχαιότητι πείθεσθε οὐδὲ τὰ κατ' ὀφθαλμοὺς προκείμενα δυσωπεῖ ἢ τὰ ἐν ἱστορίαις παραδεδομένα διδάσκει, οὐδ' ἂν ἐκ νεκρῶν κηρύσσων τις ἀναστῇ, ἡ ὑμετέρα σκληροκαρδία καὶ ἀδάμαστος πεισθήσεται ψυχή, ἕως ἂν ὑμᾶς ἡ κραταιὰ καὶ δικαία τοῦ θεοῦ μετέλθοι δικαίως χείρ. 2 καὶ ὧδε μὲν ταῦτα ἐχέτω· οἱ δ' οὖν τῆς ἀφροσύνης ἐρασταὶ τὴν σκολιὰν καὶ ἀπατηλὴν ἐρχόμενοι ὁδόν, πλεῖστα τῶν ἀκόσμως καὶ ἀλλοκότως τῷ εἰκαιόφρονι γεγραμμένων περιελόμενοι ἐν οἷς τὸ φασματῶδες καὶ νηπιῶδες αὐτοῦ ἐμφανίζεται, τοῖς προγεγραμμένοις συντάττουσιν ταῦτα· Οὐχ' ὁρᾷς, θεοφιλέστατε βασιλεῦ, τὸ ἔργον οὐ πρέπον θεῷ; διὸ παρακαλῶ, βασιλεῦ θεοσεβέστατε καὶ μισοπόνηρε, πᾶσαν πλάνην ἐλέγχων τῷ ἐν σοὶ ζήλῳ θεοῦ ἐν ἀληθείᾳ διὰ στερεᾶς σου νομοθεσίας μετὰ προστίμου ὁριζομένης εἰ δυνατόνπιστεύω δὲ ὅτι ἐὰν θέλῃς ἐν θεῷ, δύνασαι, ὅπως τὰ βῆλα, ὅπου ἐὰν εὑρεθῇ ἔχοντα ψευδῶς μέν, ὅμως δέ, ἢ ἀποστόλων ἢ προφητῶν ζωγραφίας ἢ αὐτοῦ τοῦ κυρίου καὶ Χριστοῦ, ταῦτα πάντα συλλεγέντα ἀπὸ ἐκκλησιῶν ἢ βαπτιστηρίων ἢ οἰκιῶν ἢ μαρτυρίων εἰς ταφὴν πτωχῶν προχωρήσεις, τὰ δὲ ἐν τοίχοις διὰ χρωμάτων λευκανθῆναι, τὰ δὲ ἐν μουσαρίῳ προληφθέντα γραφῆναι. ἐπειδὴ δὲ δυσχερές ἐστιν τὸ τοιοῦτον ἀνασκεύασμα, ἐν τῇ δοθείσῃ σοι ὑπὸ τοῦ θεοῦ σοφίᾳ εἰδέναι πῶς προστάξεις· εἰ μὲν δυνατὸν ταῦτα ἀνασκευασθῆναι, εὖ ἂν ἔχοι· εἰ δὲ ἀδύνατον, ἀρκεσθῆναι τοῖς προγεγονόσιν καὶ μηκέτι τινὰ ζωγραφεῖν οὕτως. καὶ γὰρ οἱ ἡμέτεροι πατέρες οὐδὲν ἄλλο ἔγραφον εἰ μὴ τὸ σημεῖον τοῦ Χριστοῦ τὸν σταυρὸν ἐν ταῖς ἑαυτῶν θύραις καὶ πανταχοῦ. τί οὖν πρὸς ταῦτα φήσει τις ἢ ὅτι Σοφία μωροῦ ἀδιεξέταστοι λόγοι, καθὰ γέγραπται, καὶ Ὁ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν τὰ ἄνομα καὶ τοῦ λαλεῖν πρὸς κύριον πλάνησιν. πῶς γὰρ οὐχὶ σκαιότητος καὶ παραφροσύνης ἐσχάτης ταυτί, τοσαῦτα ἤδη περὶ τὴν τῶν ἱερογραφιῶν σπουδάσαι καθαίρεσιν, καὶ τὰ μὲν ἄλλα πάντα ἐκ ποδῶν γενέσθαι, τὰ μεμουσουργημένα δὲ μόνα διὰ μικρὰν δυσχέρειαν ἐπὶ σχήματος ἵστασθαι συγχωρεῖν, καίτοι ταῦτα μᾶλλον ἐχρῆν λέγειν περιῃρῆσθαι ὡς τὸ ἐπαγωγὸν καὶ ἔφολκον μᾶλλον ἤπερ τὰ ἐξ ἑτέρας ὕλης γεγραμμένα ἔχοντα; καὶ γὰρ οὖν καὶ ἐν θυσιαστηρίοις τὸ πλέον, ὡς εἰπεῖν, καθίδρυται, ἔνθα ἡ θυσία ἐπιτελεῖται ἡ ἀναίμακτος· ἐξ οὗ καὶ βεβηλοῦται, ὡς δοκεῖ, τοῖς βεβήλοις τὸ ἅγιον. πῶς οὖν διὰ
PG 100:1043μικρὰν δυσχέρειαν τὸ πᾶν τοῦ πόνου ἀπώλεσεν; πολλὰ γὰρ καμὼν καὶ πολλὰ γράψας τοὺς εἰδωλικοὺς θεσμοὺς καὶ τοὺς ζωγραφητοὺς θεοὺς αὐτοῦ καὶ πᾶσαν, ὡς εἰπεῖν, ἣν ᾤετο πλανώμενος εἰδωλολατρίας ὑπόθεσιν ἐν τῷ θυσιαστηρίῳ καταλέλοιπεν, ἄξιά γε ὡς ἀληθῶς τῆς ἑαυτοῦ καὶ πίστεως καὶ συνέσεως καὶ γράφων καὶ ὑποτιθέμενος· οὐ γὰρ πίστεως ὀρθῆς καὶ ἀκριβοῦς ταῦτά γε. οὐχ' οὕτως ἡ Χριστιανῶν ἔχει θεοσέβεια, τινῶν μὲν τῶν εἰς τὴν πίστιν ἡκόντων καταφρονεῖν, τινῶν δὲ ἀντέχεσθαι· ὁ καθ' ἓν γὰρ μέρος ἀποσφαλείας, πάντων γέγονεν ἔνοχος καὶ τοῦ παντὸς ἐκεῖθεν ἐκπέπτωκεν. χωλεύων οὖν οὗτος περὶ τὴν ἑαυτοῦ πίστιν, περὶ τὴν καθ' ἡμᾶς οὐδ' ὅλως ὀρθοτομεῖ εὐσέβειαν, ἐπεὶ οὐχ' οὕτω ποθὲν διάκειται τὰ ἡμέτερα. μέχρι γὰρ καὶ μνήμης αὐτῆς τὰ τῶν εἰδώλων παρὰ τῆς ἐκκλησίας ἠφάνισται· καὶ εἰ τούτοις εἴκουσιν οἱ ταλαίπωροι, οὐδὲν ἧττον μέχρι παντὸς εἰδωλολάτραι διαμενοῦσιν. τοιαῦτα δὴ τὰ τῆς χρήσεως ἀλογώδη καὶ ἄτοπα καὶ τοῦ γελᾶσθαι μᾶλλον ἢ ἀνατρέπεσθαι ἄξια· ἴδωμεν δὲ εἰ τῷ ὄντι πρὸς Θεοδόσιον ταῦτα γέγραπται καὶ εἰ κατήκοος τῶν τοῦ μεγάλου τούτου διδασκάλου λόγων γέγονεν. ἀλλ' ὅτι μὲν οὐδὲ ὄναρ Θεοδοσίῳ πέπλασται, οἱ τὰ ἐκείνου συγγεγραφότες μαρτυρείτωσαν· ὅτι δὲ ἐκ τῶν ἀπ' ἐκείνου χρόνων μᾶλλον ηὔξηται καὶ εἰς μέγα τῶν ἱεροτυπιῶν ἐπιδίδωσιν ἡ εὐπρέπεια, αὐτὰ κεκράξεται τὰ πράγματα· καὶ περιηχήσει τἀνδρὸς τὴν εὐσέβειαν ὅσα τε ἐν θείοις σηκοῖς καὶ ἱεροῖς σκεύεσιν ἀνατολὴ καὶ δύσις προβάλλει φιλοτεχνούμενα. οὐκοῦν οὐδὲ παρ' Ἐπιφανίου οὐδὲ πρὸς Θεοδόσιον τὰ κακῶς καὶ δυσσεβῶς γεγραμμένα. 3 καὶ ὧδε μὲν τὸ πέρας ταῦτα ἐχέτω· δεδειγμένου γὰρ πολλαχόθεν μηδὲν μετεῖναι τῆς ἐπιστολῆς Ἐπιφανίῳ, τοῦ κατ' αὐτὴν εἰς τὸ λοιπὸν ἀποσχώμεθα λόγου, τῶν δὲ μετέπειτα λόγων αὐτίκα δὴ μάλα ὡς οἷοί τέ ἐσμεν ἐφαπτώμεθα. λοιπὴ γὰρ καὶ τελευταία τῶν παρ' αὐτοῖς παρενηνεγμένων παρομαρτεῖ χρήσεων ἥτις ὡς Ἐπιφανίου πεπλαστούργηται πρὸς Ἰωάννην τὸν Αἰλίας ἐπίσκοπον ἐπιγεγραμμένη ἐπιστολὴ ἀπαγγέλλουσα τοιαῦτα· Ὁ δὲ θεὸς τῆς εἰρήνης ποιήσει μεθ' ἡμῶν κατὰ τὴν αὐτοῦ φιλανθρωπίαν εἰς τὸ συντριβῆναι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν τῶν Χριστιανῶν καὶ ἀποδιωχθῆναι πᾶσαν πρόφασιν πονηρὰν εἰς τὸ μὴ σχισθῆναι τὸν σύνδεσμον ἐξ ἡμῶν τῆς τοῦ Χριστοῦ ἀνυποκρίτου ἀγάπης καὶ εἰρήνης καὶ ὀρθῆς πίστεως καὶ ἀληθείας. ἐπειδὴ δὲ ἤκουσα ὅτι τινὲς ἐγόγγυσαν καθ' ἡμῶν ὅτι ἐν τῷ διαβαίνειν ἡμᾶς ἐπὶ τὸν ἅγιον τόπον τῆς Βεθὴλ τοῦ συναγελασθῆναι τῇ σῇ τιμιότητι, ὡς ἤλθομεν εἰς τὴν κώμην τὴν λεγομένην Ἀναυθὰ θεασάμενοι λύχνον καιόμενον καὶ ἐρωτήσαντες ἔγνωμεν ἐκκλησίαν εἶναι ἐν τῷ τόπῳ· εἰσερχόμενοι δὲ τοῦ εὐχὴν ἐπιτελέσαι, εὕρομεν βῆλον ἐν τῇ θύρᾳ βαπτόν, ἐν ᾧ ἐζωγράφητο ἀνδροείκελόν τι εἰδωλοειδές· ὃ ἔλεγον τάχα ὅτι Χριστοῦ ἦν τὸ ἐκτύπωμα ἢ ἑνὸς τῶν ἁγίων· οὐ γὰρ μέμνημαι ἐγὼ θεασάμενος. καὶ εἰδὼς ὅτι μύσος ἐστὶν ἐν ἐκκλησίᾳ τοιαῦτα εἶναι, διέρρηξα αὐτὸ καὶ συνεβούλευσα ἀμφιάσαι ἐν αὐτῷ πένητα τελευτήσαντα. οἱ δὲ γογγύσαντες ἔλεγον· "Ἔδει αὐτὸν ἀλλάξαι ἐκ τῶν ἰδίων τὸ βῆλον πρὶν ἢ αὐτὸ σχίσῃ", καίτοι γε ἐμοῦ ὑποσχομένου ὅτι ἀντ' αὐτοῦ ἀποστελῶ ἕτερον. ἐβράδυνα δὲ τοῦ ἀποστεῖλαι διὰ τὸ ἀναγκαῖόν με ζητεῖν· προσεδόκων γὰρ ἀπὸ Κύπρου ἀποστέλλεσθαί μοι. νῦν οὖν ὅπερ εὗρον ἀπέστειλα. καταξίωσον οὖν κελεῦσαι τῷ πρεσβυτέρῳ τῆς παροικίας δέξασθαι παρὰ τοῦ ἀναγνώστου τὸ ἀπεσταλμένον· καὶ παρακαλῶ, πρόσταξον ἵνα μὴ τοιαῦτα ἁπλοῦται ἐν ταῖς ἐκκλησίαις. πρέπει γὰρ τῇ σῇ τιμιότητι περὶ πάντων φροντίζειν καὶ ἀκριβολογεῖν περὶ τῶν συμφερόντων τῇ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ τοῖς λαοῖς. 4 πρὸς ταῦτα ἐκεῖνο πρῶτον εἰπεῖν ἐστιν, ὅτι ἔοικεν τὰ πρὸς τῷ πέρατι τῆσδε τῆς χρήσεως κείμενα βλάσφημα, περιττὰ καὶ νόθα καὶ παρέγγραπτα εἶναι. τὰ γὰρ τούτων προηγούμενα, ἤγουν ὁ δὲ θεὸς τῆς εἰρήνης ποιήσει μεθ' ἡμῶν καὶ τὰ ἑπόμενα, τὸ τέλος τῆς ἐπιστολῆς ὑπισχνεῖται· εὐχῆς γὰρ λόγον ἔχει, ἥτις τὸ τέλος σχεδὸν πάντοτε τῶν ἐπιστολῶν ἀπαρτίζει. ἔπειτα πρὸς τοὺς τοιούτους λόγους αὐτόθεν ἔχοντας τὸ
PG 100:1049σαθρὸν καὶ κατεψυγμένον ἀντιφέρεσθαι, σκαιὸν οἶμαι καὶ ἀπαίδευτον· κινδυνεύσειε γὰρ ἄν τις τοῖς ἴσοις αἰτιάμασιν περιπίπτειν, τῇ ματαιότητι τοῦ ἄφρονος συνεξομοιούμενος· μεθυόντων γὰρ καὶ ἐξεστηκότων ταῦτα καὶ τῶν ἐν ἀγοραῖς παιζόντων παίδων ἀπέοικεν οὐδέν, καὶ τοῦ παίζεσθαι μᾶλλον ἢ εὐθύνεσθαι ἄξια. πῶς γὰρ ὁ ποτὲ μὲν λέγων θεὸν ἔχειν ζωγραφητόν, νῦν δὲ ὅτι οὐ δὲ μέμνημαι ἐγὼ θεασάμενός ποτε, οὐ τοῦ γελᾶσθαι καὶ μυκτηρίζεσθαι δίκαιος; καὶ τοσοῦτον ἀγνοεῖν, ὡς παρ' ἑτέρων ἐκμανθάνειν τί ποτέ ἐστιν τὸ ἐν τῷ βήλῳ ὁρώμενον καὶ μὴ δὲ τὸ ἀσφαλὲς εἰδέναι ἀλλὰ διαπορεῖν ἔτι καὶ ὅ,τι ἀπήγγειλαν αὐτῷ οἱ ἠρωτημένοι. καὶ πῶς ταῦτα Ἐπιφανίου τὰ ληρήματα εἶναι λόγον ἕξει; ἆρα γὰρ οὐκ εἶδεν Ἐπιφάνιος πώποτε; καὶ τίς οὕτως ἀφροσύνης καὶ ἀμαθίας ἔμπλεως, ὃς συνειπεῖν ἕλοιτο; καὶ ὅπως τῆς ἀληθείας καταστοχάζεσθαι τῷ βουλομένῳ πάρεστιν. ποῖος γὰρ τόπος ἀφιγμένον οὐ δέδεκται Ἐπιφάνιον; ποίας πόλεις καὶ χώρας οὗτος διαδραμὼν οὐχ' ἱστόρησεν; ἐκ τῶν Λιβυκῶν τις χωρίων καταρξάμενος, εἶτα ἐπ' Αἴγυπτον ἔλθοι, Φοινίκην τε καὶ Παλαιστίνην καὶ Συρίαν ὅλην διέλθοι πρὸς Ἄραβάς τε καὶ Πέρσας ἀφίκοιτο, ἐκεῖ κατόψεται παρόντα τὸν Ἐπιφάνιον. τῆς πρεσβύτιδος Ῥώμης οὐχ' ἅπαξ ἀλλὰ καὶ πολλάκις ἐπιβάντα μανθάνομεν· κατὰ δὲ τὸ Βυζάντιον ὡς διαφόρως ἥκετο καὶ δὴ καὶ διέτριβεν χρόνον συχνόν, τί λέγειν χρή; σχεδὸν τὴν οἰκουμένην θαυματουργῶν διελήλυθεν· ὡς ἄλλον ἡμῖν Ἡρακλέα καὶ ἡμέτερον τῷ περιϊέναι τὴν σύμπασαν ὁ λόγος γνωριεῖ. ἆρ' οὖν ὁ ἑῴαν πᾶσαν μικροῦ καὶ ἑσπερίαν διαπτάς (τὸ γὰρ ἐπέκεινα Γαδείρων οὐ περατόν), καὶ ταῦτα ἐν Χριστιανοῖς καὶ ἐν ἱεροῖς Χριστιανῶν ἐμβατεύων οὐχ' ἑώρακεν πώποτε Χριστοῦ καὶ ἁγίου εἰκόνισμα; οὐδεὶς ἂν τῶ συνέσει καὶ νήψει διαπρεπόντων ἀποφή σειεν. οὐδὲν δὲ οἷον καὶ τοῦτο τῷ λόγῳ προσθεῖναι, ὅτι τὸ μήκιστον τοῦ κατὰ τὴν ζωὴν χρόνου καὶ τὸ διὰ πλείστων καὶ τόπων καὶ πραγμάτων τῶν κατὰ τὸν βίον ἦχθαι τοῦτο παρέσχετο. εἶτα εἶξεν τοῖς γραφεῖσιν ὁ τῆς Αἰλιέων καὶ πέπαυται τὰ ἱερὰ καὶ οὔπω ἐξ ἐκείνου μέχρι καὶ σήμερον οὔτε ἐν βήλοις οὔτε ἐν ἱεροῖς σκεύεσιν οὔτε ἐν θείοις σηκοῖς κατὰ τὴν Ἱεροσολυμιτῶν τὸ τοιοῦτον εὕρηται πώποτε; ἢ οὐχὶ πάντα τὰ ἐνταῦθα ἱστορούμενα καὶ δεικνύμενα, στήλη καὶ θρίαμβος τῶν ματαιοπονούντων καὶ φληναφούντων εἰκῇ πρόκειται; ὁπηνίκα μάλιστα τῇ ἐναργείᾳ τῶν πραγμάτων αὐτῇ καὶ τοῖς γνησίοις καὶ τὸ ἀνεπίληπτον καὶ ἀναμφήριστον τοῦ θεοφόρου διδάγμασιν ἔχουσιν ἕπεσθαι οὐκ ἐθέλουσιν, τοῖς πορρωτάτω δὲ τῆς ἐκείνου διδασκαλίας καὶ ὑπολήψεως ἀπερισκέπτως καὶ σφαλερῶς περιπίπτουσιν. εἰ γοῦν ἐκεῖνα ὡς Ἐπιφανίου προσδέχοιντο, ὥρα αὐτοῖς καὶ τὰ ἐκ διαμέτρου πως ἀντικαθιστάμενα ὡς Ἐπιφανίου προσίεσθαι προθυμότερον, τὸ ἀμφίδοξον ἢ ἀμφίκρημνον οὐκ ἐκφεύγουσιν· ἀνθρωπολατρίαν γὰρ ἀνθρώπου θεοφόρου οἱ ἀπὸ τοῦ ἀνοήτου Ἀπολιναρίου εἰσηγεῖσθαι τὸν Ἐπιφάνιον διακηρύσσουσιν, ἔτι καὶ τὴν εἰς θεὸν ἐλπίδα παραχαράττοντα. ἀλλ' ἀφεῖσθαι τούτων καὶ μὴ περιττοεπεῖν λοιπὸν τῷ παντὶ ἄμεινον· μὴ δὲ γὰρ δεῖσθαι πλειόνων λόγων, παρὸν τοὺς περὶ τοῦ ἀνδρὸς τὰς ἐναντιωτάτας κεκτημένους δόξας ἀλλήλοις ἐπαφέντας ἢ πείσοντας ἢ ῥίψοντας ἑκάτερον τὸ τοῦ ἑτέρου παράλογον, αὐτοὺς ἡμᾶς ἀπηλλάχθαι πραγμάτων, χαίρειν τοὺς τῶν ἀλλοτρίων ὕθλους ἐάσαντας. τοῦτο δὲ ἀσφαλῶς οἴεσθαι χρεών, ὅτι τινὸς τὴν τῶν Δοκητῶν ἠρρωστηκότων ἀθεΐαν τὰ δυσσεβῆ ταῦτα τεχνάσματα, Ἐπιφανίου ὑποδύντος τὸ ὄνομα, ὡς ἂν τοὺς ἁπλουστέρους καὶ ἀστηρίκτους διὰ τὴν τοῦ προσώπου ἀξιοπιστίαν εἰς τὸ ἴδιον ἐπαγάγηται θεοστυγὲς δόγμα· καὶ οἷόν τι προσωπεῖον, τῆς εἰδωλολατρίας τὴν ὀνομασίαν ἠμπέσχετο, ἵνα τὴν ἰδίαν πικρίαν τῆς φαντασίας ἐπικρύψηται, μείζονι κακῷ τὸ μέγα κακὸν ἐξιᾶσθαι πειρώμενος. ὅπου γε ὁρῶμεν καὶ ἕτερα τοιαῦτα μυσαρώτατα δόγματα τοῖς τοῦ Ἐπιφανίου λόγοις παρὰ τῶν νενοθευκότων ἐγκαταμιγνύμενα ὡς τὸ μηδαμῶς δύνασθαι ἄνθρωπον ἁμαρτωλὸν διὰ μετανοίας γενέσθαι δίκαιον καὶ ὅτι ἡ ἁγία θεοτόκος διὰ ῥομφαίας
PG 100:1054ἀνῄρηται κατὰ τὴν φωνὴν τοῦ ἱερέως Συμεών· διὰ γὰρ τὸ ἁπλοϊκὸν τοῦ ἤθους τοῦ ἀνδρὸς καὶ τῆς φράσεως τὸ ἀπερίεργον καὶ τῶν συνταγμάτων τὸ πλῆθος εὐεπιχείρητα καταλαβόντες αὐτοῦ τὰ συγγράμματα, τοὺς τοιούτους ἐξειργάσαντο δόλους. 5 ταῦτα οὖν οὕτως εἰρήσθω καὶ πέρας εἰλήφθω τῶν πονηρῶν καὶ φευκτῶν ἀνοσιουργημάτων. περιτέτραπται γὰρ πάντα καὶ κατέρριπται, τῇ σφενδόνῃ τῆς ἀληθείας βαλλόμενα, τό τε αἶσχος καὶ ἡ φαυλότης καὶ ἡ κεκρυμμένη τῶν δραματουργηθέντων ἀπάτη καὶ ἡ ἐκμεμηχανημένη μέθοδος τῆς πλάνης σαφῶς ἀνακεκάλυπται· καὶ ὁ ἀοίδιμος Ἐπιφάνιος πάσης πονηρᾶς ὑπολήψεως ἀπήλλακται καὶ ὁ γεννήτωρ τῶν ἀσεβῶν δογμάτων διὰ πλείστων ὅσων λόγων ἐστηλίτευται, κατάπλαστον τὴν Ἐπιφανίου προσηγορίαν, οὐκ ἀληθῆ, φέρων. καὶ ὡς ἄν τις συνοπτικώτερον ἀνακεφαλαιούμενος εἴποι· πρῶτον μὲν ἀπὸ τῆς γενεαλογίας, ἐξ ἧς τῶν προσώπων τὸ αʹ ἑτεροῖον παρίσταται· δεύτερον ἀπὸ τῶν διαθηκῶν, ἐν αἷς τὸ βʹ διάφορον τῶν διατεταγμένων ἐμφαίνεται· τρίτον ἀπὸ τοῦ γʹ μηδένα τῶν κατὰ τὴν Κύπρον οἰκούντων ἀνδρῶν παλαιῶν τε καὶ νέων τὰ τῆς ψευδοῦς διαθήκης εἰδέναι ἢ τὰ λοιπὰ ἀνόσια συγγράμματα, ἅπερ ὡς Ἐπιφανίου ψευδῶς φέρεται· τέταρτον δʹ ἀπὸ τῆς νοθευθείσης ἐπιγραφῆς πάλαι τῆς βίβλου, ἐν ᾗ τὸ Ἐπιφανίου ὄνομα ἀντὶ τοῦ προγεγραμμένου Ἐπιφανίδου ἀντεπεγράφη· πέμπτον ἀπὸ τοῦ μηδὲν μηδαμοῦ εἰρῆσθαι ἐν τοῖς εʹ κατὰ αἱρέσεων συγγραφεῖσιν Ἐπιφανίῳ δεδέχθαι τὴν ἐκκλη σίαν θεσμοὺς εἰδωλικοὺς πώποτε, καίτοι πολλὰ περὶ εἰκόνων τῶν ἔξωθεν καὶ εἰδώλων διαλεξαμένῳ· ἕκτον ἀπὸ τοῦ ʹ μηδαμοῦ νεκρὰ καλεῖν τὰ εἴδωλα ὡς μηδέποτε ζήσαντα, ὡς ἐν τῷ κατὰ Κολλυριτῶν γράφει λόγῳ, Ἐπιφανίδην δὲ ἀπεναντίας πανταχοῦ νεκρὰ καλεῖν· ἕβδομον ἀπὸ τῆς γραφείσης ἀληζʹ θοῦς ἐπιστολῆς πρὸς Θεοδόσιον τὸν βασιλέα χάριν τοῦ ἐξελαθῆναι τὰς ἐν τῇ Κύπρῳ αἱρέσεις, καθ' ἣν οὐχ' οἷα ἡ ψευδὴς ἐπιστολὴ περιέχει ἐμφέρεται· ὄγδοον ἀπὸ τῆς ἀθέσμου κατὰ ηʹ πᾶν σάββατον νηστείας ἐκ τῶν Μαρκίωνος τοῦ μιαροῦ παραληφθείσης· ἔνατον ἀπὸ τῶν τύπων τῶν Ναζωραίων, οὓς Ἐπιθʹ φάνιος μὲν ἐν τοῖς κατὰ Μασσαλιανῶν διὰ πλειόνων λόγων ἐπὶ Χριστοῦ προῆχθαι τὸ παλαιὸν συνίστησιν· ὁ δὲ ἀντίθετος ἐσφάλθαι λέγει τοὺς πειρωμένους τῷ Χριστῷ τύπους συνάπτειν, ὡς ἐν τῇ πρὸς Θεοδόσιον πεπλασμένῃ ἐπιστολῇ ἐμφέρεται· δέκατον ἀπὸ τῆς τῶν Δοκητῶν αἱρέσεως, ἧς πλεῖστα ιʹ καταγορεύει Ἐπιφάνιος, τελείαν καὶ ἀψευδῆ τὴν τοῦ θεοῦ λόγου ἐνανθρώπησιν κατὰ τὸ ἐκκλησιαστικὸν φρόνημα κηρύσσων, ὁ δὲ ἐκείνοις ὡς προεστὼς τῆς φαντασίας συμφθεγγόμενος· ἑνδέκατον ἀπὸ τοῦ μὴ συμβαίνειν τὰ γεγραμιαʹ μένα ἐν τῇ πρὸς Ἰωάννην τὸν Αἰλίας ἐπίσκοπον τοῖς κατὰ τὸν βίον Ἐπιφανίου συντεταγμένοις, ὡς ἐν αὐτοῖς δέδεικται· δωδέιβʹ κατον ἀπὸ τοῦ τὴν ἱερὰν τῶν εἰκονισμάτων ἱστορίαν ἐν ταῖς κατὰ Κύπρον ἐκκλησίαις πάσαις ἐμπρέπειν. 6 ἐκ δὴ τούτων καὶ τῶν λοιπῶν τῶν ἤδη προγεγραμμένων ἐμφανὲς ὡς ἀλλότριος τῆς Χριστιανῶν θεοσοφίας ὁ τῆς ἀποστασίας διδάσκαλος. καὶ ἐπειδὴ τῆς οἰκείας ἀπονοίας τε καὶ θρασύτητος ὁ τῆς αἱρετικῆς παρατάξεως πρόμαχος ἐξαίσιον τὸ πτῶμα ὑπέμεινεν, ἑπόμενόν ἐστιν καὶ τὸ πᾶν τῆς βδελυρᾶς καὶ ἀνοσίας φάλαγγος συγκατερράχθαι τε καὶ συγκαταβεβλῆσθαι, ὡς ἄν τις ἴδοι ἐπί τινος στρατηγοῦντος ὑπὸ τῶν πολεμίων κατὰ τὴν μάχην πεσόντος, συνδιαφθειρόμενον αὐτῷ καὶ τὸ στρατόπεδον. ἐξ ὧν συνήνεκται τὴν μὲν τοῦ ψευδοῦς ἀμαυροῦσθαι φαυλότητα, τὴν δὲ τῆς ἀληθείας ἀπαστράπτειν λαμπρότητα καὶ τὴν Χριστοῦ ἐκκλησίαν τροπαιοφοροῦσαν κεκτῆσθαι τὰ νικητήρια. ἐπὶ καιροῦ δ' ἂν εἴη, ἃ δοκεῖ εὖ ἔχειν καὶ λέγειν ἄξιον, ἑξῆς προσθεῖναι· καὶ δὴ καὶ λελέχθω τανῦν, ὅτι τοι γέγραπται· Πάντα ἐνώπια τοῖς συνιοῦσιν καὶ ὀρθὰ τοῖς εὑρίσκουσιν γνῶσιν, καὶ μὴν καὶ Εὐθεῖαι αἱ ὁδοὶ κυρίου καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς. ᾧτινι οὖν λοιπὸν βουλομένῳ εἴη, τῷ τε τῆς ἀληθείας καὶ εὐσεβείας προσέχειν καὶ ἕπεσθαι
PG 100:1060σκοπῷ, τὴν ἑαυτοῦ τε καρδίαν πρὸς τὸν εὐθῆ καὶ σωτήριον ἀπευθύνειν λόγον, καὶ ἀκλινῶς τὴν ἐπ' εὐθὺ φέρουσαν λείαν καὶ βασιλικὴν διαστείχειν τρίβον, καὶ τὰς ἐπικρήμνους καὶ δυσαντήτους ἐκτρέπεσθαι παρεκβάσεις, συνορᾶν ἔξεστιν ὅτι γε οἱ μὲν τῶν παρεισάκτων καὶ παρεγγράπτων αὐτῶν διδασκάλων φλήναφοι, οὓς περιέποντες ὡς οἰκείους περιεπτύξαντο καὶ ἐπεσπάσαντο, πρός τε ἀλλήλους καὶ τὴν τοῦ πνεύματος διδασκαλίαν τὸ ἀσύμφωνον καὶ ἀσύμβατον κέκτηνται, ἐπειδὴ ἐκ τοῦ ἐναντίου προΐασι πνεύματος καὶ διατοῦτο ἀποπεμπτέοι καὶ παροπτέοι· οἱ δὲ παρὰ τῶν κλεινῶν τῆς ἐκκλησίας καθηγεμόνων ἱεροὶ λόγοι (ὧν οὐκ ἂν τῆς εὐκλεοῦς ὁμηγύρεως τὸν θεοφόρον Ἐπιφάνιον παρευδοκιμούμενον ἀλλοτριοῦν θέμις, τῆς αὐτῆς ἐκείνοις δόξης προλάμποντα, κἂν πολλάκις παρὰ τῶν ἀλλοτρίων ἐπιβουλεύοιτο) φωτὶ ὁμοίως λάμποντες, ἄνωθεν ἡμῖν τὰς ἀκτῖνας τῶν θείων δογμάτων πυρσεύουσιν, μεγάλῳ καὶ ὑψηλῷ ἀπηχούμενοι τῷ κηρύγματι. τὸ ὁμόγνωμον γὰρ ἐν ἅπασιν καὶ ὁμότροπον, ὡς ἀπὸ μιᾶς πηγῆς τῆς τοῦ ἁγίου πνεύ ματος ἐπιχορηγούμενοι χάριτος, πρός τε ἑαυτοὺς καὶ ἀλλήλους διασῴζουσιν· τὸ ἀνώμαλον δὲ καὶ ἀσυνάρτητον τῶν παρὰ τῶν ἀλλοτρίων κακῶς καὶ ἀνοσίως ἠθροισμένων καὶ τυρευθέντων ψευδολογημάτων ἐμφανῶς στηλιτεύουσιν. 7 ἐπεὶ οὖν βαρύς ἐστιν αὐτοῖς ὁ Χριστὸς καὶ εἰς μνήμην ἰὼν καὶ ἐν εἰκόνι βλεπόμενος, εἰς ζητήσεις ἀσυγκλώστους καὶ ἀναρμόστους καθῆκαν ἑαυτοὺς οἱ ἐμβρόντητοι· τὴν μὲν ἑαυτῶν ἀπολιπόντες εὐθύτητα, τὴν δὲ ἀλλοτρίαν αἱρετίσαντες σκολιότητα, παρὰ τοιούτων πατέρων ὀψιγόνων καὶ διδασκάλων ἑτερογνώμων μυσταγωγοῦνται, νέον παιδοτριβούμενοι τὸ ἀπατηλὸν καὶ ἐπίκλοπον δόγμα· τὴν εὐπερίστατον ἁμαρτίαν τῆς δυσσεβείας ἐδέξαντο, τὸ κεκιβδηλευμένον καὶ κατεβλακευμένον τῆς ἁδρανοῦς ἐκπομπεύοντες γνώμης. οὐδ' ὁτιοῦν παραστῆσαι περὶ ὧν γε διηγωνίσθαι ἔδοξαν αὐτοῖς ἐξεγένετο, μάτην δὲ ἐκπεπονήκασιν τὸν ἄπειρον ἐκεῖνον ἀναμετρήσαντες κάματον· οὔτε γὰρ ἐκ τῆς τῶν θεοπνεύστων λογίων διδασκαλίας οὔτε ἐκ πατρικῶν διδαγμάτων ἀπόνασθαί τι τῆς ἑαυτῶν ἀβουλίας ἰσχὺν ἔσχον. μᾶλλον μὲν οὖν πᾶσαν παλαιάν τε καὶ νέαν γραφὴν παριδόντες ἢ ἀνοήτως καὶ δυσσεβῶς ἀποχρησάμενοι πρὸς τὸ αὐτοῖς αἱρετόν, καὶ τῶν πατέρων τοὺς λόγους διαπτύσαντες, εἰς Χριστὸν καὶ τὸ εὐαγγελικὸν πεπλημμελήκασιν κήρυγμα· τὸν πατέρα γὰρ τοῦ ψεύδους ἐν ἑαυτοῖς εἶχον λαλοῦντα. ἐξ ὧν τί συμβαίνει; ἀκόλουθον εἶναι καὶ ἀναγκαῖον καὶ ἀπαραίτητον ἐκ παντὸς κρατεῖν τὰ ἡμέτερα, ἔκ τε τῶν θείων λογίων τοῦ πνεύματος ἔκ τε τῶν τοῦ εὐαγγελίου ἱερουργῶν καὶ τῆς παλαιγενοῦς καὶ ἀσφαλοῦς ἐν Χριστιανοῖς παραδόσεως καὶ τῆς ἀληθείας αὐτῆς τὴν συνηγορίαν καὶ ἰσχὺν καὶ βεβαίωσιν κεκτημένα καὶ οὕτως ἀρχῆθεν τῇ ἐκκλησίᾳ ἐμπρέποντα. προσεπενεγκεῖν δὲ τοῖς εἰρημένοις κἀκεῖνο βέλτιον εἶναι νομίζω, ὡς εἴ γε ἰσχύν τινα εἶχεν ὁ λόγος αὐτοῖς καὶ ἀληθείας τι ἔναυσμα ἐν τοῖς παρ' αὐτοῖς δογματιζομένοις ἀμυδρῶς πως ἐφέρετο, κἀν ταῖς ἄλλαις ἱεραρχίαις ὑπῆρξέ που πεφυλαγμένα καὶ γινωσκόμενα. νῦν δὲ οὐδαμόθεν ἐπιγνῶναι τοῦτο πάρεστιν· ὁμοῦ τε γὰρ ἑῴα καὶ ἑσπερία λῆξις τὸ εὐαγγελικὸν δὴ τοῦτο καὶ ἀποστολικὸν περιέποντες διατελοῦσιν κήρυγμα. καὶ οὔποτε ἐν ἄλλῃ ἐξουσίᾳ ἔνθα Χριστιανοὶ καὶ ἀρχῇ, τὸ ἔκθεσμον ἐκεῖνο καὶ παράνομον καὶ τῆς Χριστιανῶν θεοσεβείας ἀλλότριον παραφυὲν καταλαμβάνεται δόγμα, οὐδὲ ὅσον εἰς μνήμην ἀφῖχθαι τῶν πονηρῶν καὶ μυσαρῶν συνταγμάτων, μὴ ὅτι μόνον κατὰ τὴν δούλην ταύτην καὶ ἠνδραποδισμένην, ἐν ᾗ τὸ ἐμπαθὲς καὶ πρόσυλον τῶν περὶ γῆν στρεφομένων καὶ ἰλυσπωμένων γήϊνον καὶ ἀλαζονικὸν καὶ ὑπερήφανον πρυτανεύει φρόνημα, ἔνθα τὸ φίλαρχον, τὸ φίλαυτον, τὸ φιλήδονον, τὸ φιλόδοξον ἢ κενόδοξον, ἡ πάντων τῶν καταθυμίων ἀπόλαυσις, τὸ πάντων ἐθέλειν ἄρχειν καὶ μὴ δὲ πρὸς αὐτοῦ θεοῦ ἄρχεσθαι, καὶ ἡ τῆς ἀνθρωπίνης δόξης, ἢ αἰσχύνης εἰπεῖν δικαιότερον, κτῆσις καὶ περιποίησις καὶ τῆς θείας δόξης καταφρόνησις καὶ παρόρασις. ἐντεῦθεν ἡ κατὰ θεοῦ καὶ τῶν ἁγίων ὕβρις καὶ τῆς
PG 100:1066ἐκκλησίας ὁ διωγμός· ἐντεῦθεν πᾶν κατασινόμενον τὸ ὑπήκοον, τοῖς ἐκεῖθεν δόγμασιν καὶ θελήμασιν ὑποκύπτειν ἐκβιαζόμενον· ὧν ἕνεκεν τὸ ἔμψυχον κεχάλκευται ὅπλον, σχήματι μὲν τοῦ σωματοφυλακεῖν ἠθροισμένον, ταῖς ἀληθείαις δὲ τοῦ ἐκπορθεῖν τὴν ἐκκλησίαν Χριστοῦ ἐπινενοημένον. 8 οὐκ ἀπᾷδον δὲ οἶμαι καὶ τοῦτο ἐν τῷ παρόντι φάναι, ὅτι ἔθος τοῖς αἱρετίζουσιν τῶν εὖ κειμένων καὶ ὀρθῶν λόγων κατατολμᾶν καὶ περιέλκειν πρὸς τὸ δοκοῦν καὶ στρεβλοῦν κατὰ τὸ ἴδιον βούλημα, δολοῦσι καὶ παραφθείρουσι τὰ θεοπρεπῶς εἰρημένα παρὰ τοῦ πνεύματος· ὃ δὴ καὶ παρὰ Ἰουδαίων αὐτῶν καὶ Μανιχαίων τῶν θεοστυγῶν ἐπί τε τῇ παλαιᾷ νομοθεσίᾳ καὶ τῇ καινῇ τοῦ εὐαγγελικοῦ κηρύγματος ἱερολογίᾳ ἀνοσίως τετόλμηται. ἀλλ' ὁ τῆς καθ' ἡμᾶς θεοσοφίας ἐρεῖ λόγος ὅτι Κἂν ἄγγελος ὑμῖν οὐρανόθεν εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. τί δεῖ περὶ τῶν ἐκτὸς λέγειν; κἂν ἐπ' ὀνόματι τῶν διδασκάλων τῆς ἐκκλησίας φέρεται λόγος ἐπιγεγραμμένος ἢ χρῆσις ὁποιαοῦν, ἀσύμβατος δέ ἐστιν καὶ ἀσύμφωνος τῇ παραδόσει καὶ διδασκαλίᾳ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, οἷα διεφθαρμένη καὶ παραπεποιημένη, ἄχρηστος καὶ ἀδόκιμος καὶ ἀπόπεμπτος κριθήσεται. καὶ οὐδὲν τοῦτο πρόκριμα τῇ εὐαγεῖ ἡμῶν φέρει ὁμολογίᾳ· θεσμὸς γὰρ ἀπαράβατος καὶ ἀπαρακίνητος τέθειται ὁ κελεύων κρατεῖν τὰς παραδόσεις ἃς παρελάβομεν, ὅσαι τε ἔγγραφοι καὶ ὅσαι ἄγραφοι, αἳ οὐδὲν ἧττον τὴν αὐτὴν ἰσχὺν τοῖς γεγραμμένοις κέκτηνται· ὃν παραβαίνειν, τολμηρὸν καὶ τῆς καθ' ἡμᾶς εὐσεβείας ἀλλότριον· ψυχῆς γὰρ φέρει τὸν βαρύτατον κίνδυνον καὶ βασιλείας οὐρανῶν ὡς πορρωτάτω τίθησιν. ὅσοι τοίνυν τὰ αἰσθητήρια γεγυμνασμένα πρὸς διάκρισιν τοῦ καλοῦ καὶ τοῦ μὴ τοιούτου ἔχουσιν, ὑγιᾶ τε καὶ ἄρτιον τὴν φρένα διασῴζοντες, παγίαν τε καὶ ἡδρασμένην τὴν πίστιν κεκτημένοι, τὸ μὲν οἰκεῖον καὶ ὀρθὸν τῆς εὐσεβείας αἱρείσθωσαν δόγμα, τὸ ἀλλότριον δὲ καὶ διεστραμμένον γενναίως ἀπωθείσθωσαν· καὶ μενέτωσαν ἐν τῇ ὀρθῇ καὶ καλῇ ὁμολογίᾳ, μὴ ἐκκλίνοντες δεξιὰ ἢ ἀριστερά, ἀλλ' ὁδῷ βασιλικῇ πορευόμενοι. οἱ γὰρ ταύτης διαμαρτάνοντες τῆς διδασκαλίας καὶ ἐκ τῶν ἀλλοτρίων παραφωνοῦντες καὶ τῶν ἀσήμων ἀσημότερα παρατρύζοντες, φαῦλοι καὶ ἀνδραποδώδεις τὴν γνώμην τυγχάνουσιν καὶ τὴν διάνοιαν, εὐπαράφοροί τε περὶ τὴν πίστιν ὁρῶνται καὶ ἀνίδρυτοι· τῶν κακῶς αὐτοῖς καὶ νοηθέντων καὶ πραχθέντων λόγον ὑφέξοντες, καὶ παρὰ τῆς θείας δίκης ἀφύκτοις περιπεσοῦνται ἐγκλήμασιν, ἀναπόδραστον τὴν τιμωρίαν ὑποστησόμενοι. ὧν μὴ πειραθῆναι σπουδάσωμεν, ἀλλὰ διὰ βίου καθαροῦ καὶ δογμάτων ὀρθῶν, τῆς φιλανθρωπίας τῆς θείας ἀξιωθήσεσθαι καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς οὕτω καὶ φρονεῖν καὶ πράττειν αἱρουμένοις ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ πᾶσα δόξα καὶ τιμὴ καὶ προσκύνησις πρέπει, ἅμα τῷ συνανάρχῳ καὶ ὑπεραγάθῳ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Page scan enlarged

Notebook

Full View