PG 100Procopius Deacon of Constantinople
Deacon Procopius
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Eulogy of St. Mark the Apostle and EvangelistEncomium in S. Marcum apostolum et evangelistam

NoticeNotitia

col. 1187–1188page 1 of 6
Encomium in S. Marcum apostolum et evangelistam
PG 100:1187ΠΡΟΚΟΠΙΟΥ ΔΙΑΚΟΝΟΥ ΚΑΙ ΧΑΡΤΟΦΥΛΑΚΟΣ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΑΠΟΣΤΟΛΟΝ ΕΥΑΓΓΕΛΙΣΤΗΝ ΜΑΡΚΟΝ. αʹ. Πάλιν ἀποστολική καταστράπτει πανήγυρις, καὶ πάλιν ἐγὼ τοῖς θιασώταις συνεπαγάλλομαι πάν λιν μαθητοῦ μνήμη λαμπρά φρυκτωρεῖ, καὶ τὴν γλῶσσαν χορεύειν τοῖς ἐφυμνίοις προτίθημα, και καταρτίζειν παραθήγω τὴν εὐφημίαν, ἀμυδρὰ μὲν φθεγγομένην (οὐδενὸς γὰρ εὐστρόφων αὐτῇ μέτεσ λόγων, οὗ ταῖς μετὰ κάλλους ἀρμονίαις εὐδοκιμεί πλὴν εἰ καὶ τούτοις ὠχύρωτο, οὐκ ἀποχρῶσα καθίσ ρᾶτο πρὸς ἔπαινον), τοῖς τοῦ Μάρκου δὲ μεγαλείας
col. 1189–1190page 2 of 6
PG 100:1189σκιρτῶσαν, καὶ τῶν ἐκείνου καλῶν ὡς οἷόν τε τὴν περιουσίαν ἀποθαυμάζουσαν. Μάρκου του Πέτρου υἱοῦ, τοῦ τῶν οὐρανῶν κλειδούχου συγχορευτοῦ, τοῦ τῶν ἀποῤῥήτων εὐαγγελιστοῦ τε καὶ κήρυκος, τοῦ τῆς Αἰγύπτου φωταγωγοῦ, καὶ τῷ ἐκείνης θρόνῳ πρώτως ἐγκαθίσαντος· οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρὸν εἰς ἀφορμὴν εὐδοξίας· ἐργωδέστερον γὰρ ἐξηκανθω μένην γεωργεῖν ἄρουραν, ἢ τὴν κεκαθαρμένην εἰς φιλοπονίαν επάγεσθαι. Οὗτος γὰρ ἡμᾶς σήμερον ἑστιᾶται, οὗτος ἡμῖν ὡς ἄψα τὰ οἰκεῖα προβάλλεται προτερήματα· συνανέστειλε γὰρ τῷ γλυκεῖ ἔαρι φαιδροτέραν τὴν ὥραν ἀποτελοῦντι ἡ ἑόρτιος τούτου ἡμέρα, καὶ ὡς φωτοφανής ἥλιος· τὰς τῶν ἀνθρώπων ψυχὰς κατελάμπρυνε συνήθροισε πάντας, τοῦ Μάρ κου καθωραϊζομένη τοῖς κατορθώμασιν, ὡς νῦν ἡ γῆ στυλιζομένη τοῖς ἄνθεσι, καὶ ὡς ἐκ συνθήματος συναυλίαι πιστῶν τὸν ᾿Απόστολον μακαρίζουσιν. Ἐθνῶν συστήματα τὸν μυσταγωγὸν ἀνυμνεῖ, ὡς ὑπογραφέα μεγαλύνει Χριστοῦ, καὶ ὡς μάρτυρα τῆς αὐτοῦ παρουσίας καταγεραίρει· εἰπεῖν δὲ μᾶλλον, κόσμος τὰ τοσαῦτα τούτου ἀποθειάζει καὶ κροτεῖ ἀγαθουργήματα· σύμπας γὰρ τῆς ἐκείνου διδασκαλίας ἀπὸ ώνατο. β'. 'Αλλ' οὐ λόγος, οὐ γλῶσσα τοῦτον ὡς προσ ἧκεν ἐπαινεῖν ἐξαρκεῖ. Τί γὰρ πρῶτον, τί δ' ὕστατον ἀνυμνήσειεν; αἴτε γὰρ προσηγορίαι πολυειδεῖς, καὶ οἱ ἀγῶνες κατάπληκτοι. Τεθέαται γὰρ ἐν ὀφθαλμός ὁρᾷν οὐ δεδύνηται, τῷ ἡμετέρῳ φαινόμενον προκαλύμματι, καὶ τὴν ἐνεγκαμένην κατέλιπεν· κέκληται θείᾳ φωνῇ, καὶ ἀγχιστέων ἀπεώσατο φίλτρον παρ' οὐδὲν αὐτῷ τοῦ γένους τὰ τίμια, ὄναρ τούτῳ βοώδης περιουσία, μόνον έστεργεν τὸν ἐπὶ πάντων Θεόν, μόνην εὐδαιμονίαν ἡγεῖτο ὰ ἐπηγγέλλετο, καὶ τὴν μαθητείαν ᾗπερ ἐτέτακτο. Τῷ ἀποστολικῷ γὰρ συλλόγῳ τῶν ἑβδομήκοντα συνηρίθμηται, ὥσπερ φέγγος λαμπρὸν διαφανέσιν ἄστροις παρὰ τοῦ κεκληκότος κατειλεγμένον, ᾧ τῆς κάτω σκηνῆς τε καὶ τέρ ψεως οὐδὲ παρισούμενον. γ. Οντως τοῦ Πέτρου ὁ Μάρκος υἱὸς, ὄντως τῆς ἐκείνου γνώμης ἐφάμιλλος· ἀντιδίδωσι γὰρ ἡ φύσις τὰ οἰκεῖα τῷ γένει, καὶ τὰ ἑκάστου πλεονεκτήματα Η κοινὰ τίθεται· δηλοῖ γὰρ ἡ πειθώ, δηλοῖ ἡ πρὸς πλάσαντα ἀκολούθησις, καί τ' ἄλλα τῶν καλῶν ἀδελφὰ καὶ ὁμότροπα τῆς θερμότητος· κατὰ γὰρ τὸν προφήτην Αμὼς, ἐκ προσώπου τοῦ θεαρχικοῦ Πνεύματος προαγγέλλοντα, Ἰδοὺ ἐγὼ στερεῶν βρον τήν, καὶ κτίζων πνεῦμα καὶ ἀναγγέλλων εἰς οὐρα νοὺς τὸν Χριστὸν αὐτοῦ· ἐξ ἄκρων μέχρι τῶν τῆς γῆς ᾔει τερμάτων, Θεὸν τὸν δημιουργὸν εὐαγγελιζόμενος, καὶ τὰ ποικίλα γεωργῶν κατορθώματα κατεφώτισε γὰρ τὴν ὑφήλιον, τὴν τῆς πλάνης κατ (α)
col. 1191–1192page 3 of 6
PG 100:1191έφλεξεν αθεότητα, ἀπέσμυξε τοὺς ἐῤῥιπωμένους είν δωλικοῖς αἷμασι, καὶ καθηγνισμένους Θεοῦ τῷ βαπτισμῷ, ἵνα μὴ πλείω φαίην, παρέστησεν. Εἶχε γὰρ τὴν γλῶσσαν ἀντ᾽ ἀσπίδος καὶ δόρατος, καὶ τὸ κήρυγμα διεδείκνυ πᾶσι βεβαιότερον, καὶ τὰ πλήθη πρὸς τὴν ἀληθῆ ζωὴν προενόμευεν. ζ΄. Ενθεν γὰρ ἔβρυεν ἡ τῶν θαυμάτων πλημμύρα, ἐκεῖθεν οἱ ὄχλοι πρὸς τὴν θεογνωσίαν μεταχετεύοντα ὁ τὰς βάσεις πεπληρωμένος, ἀρτίπους ἀναφανείς, ἦν τοῖς εὐδρομοῦσι διδάσκαλος· ἀόμματος ταῖς κό ραις, ἐξυδορκῶν, ἄλλους πρὸς τὸ φῶς ἐχειραγώγει τῆς ἐπιγνώσεως· ἡ ἀφὴ τὴν τοῦ θερμοῦ πλεονεξίαν πρὸς τὰς συνήθεις σπονδὰς μετερύθμιζε, καὶ τὸ πῦρ τῶν εἰδωλικῶν θυσιῶν ἀπα:θαλοῦτο· οἱ τῆς πλάνης φυτουργοί δαίμονες ἐτεφροῦντο, καὶ ἡ ἀλη θης ήκμαζε θεοσέβεια. Υπέρλαμπρά σου, Μάρκε, τὰ ἔργα, παράδοξα καὶ τὰ τρόπαια· τούτοις γέρ ἐζώγρησας τοὺς στρατηγοῦντας, ὁ ἰδιώτης· τούτοις ἐπολιόρκησας τὴν πλάνην ὁ μονοχίτων, τούτοις μετὰ τοῦ Πέτρου ὁ τοῦ Πέτρου υἱὸς τὸ Ἰταλῶν ἐχειρώσω γένος, ἐξ ἑψας μὲν ἀφορμήσας, πρὸς δυόμενον δὲ καταπτὰς ἥλιον, καὶ τὸν λόγον πανταχού κατευρύνων, ᾗ ἐκεῖνος τὴν ἀκτῖνα τοῖς πέρασιν, οὐ μεθόδοις κε χρημένος σοφιστικαῖς, οὐ κεκομψευμέναις μεταχειρήσεσιν, ἀλλ᾽ ἁπλῷ λόγῳ καὶ ἀληθείᾳ μόνῃ, ᾗ πάντων τὸ κράτος ανανταγώνιστον ἀποφέρεται. ε'. Οτι γὰρ εὐέμπτωτος ἅπας λόγος, εἰ μὴ τἀληθῆ πρεσβεύει καὶ διαγγέλλει, γνοίης κἀντεῦθεν Πυθαγόρας μὲν γὰρ, τὴν ψευδή δόξαν κρατύνων, καὶ πολλὰ λεσχηνεύων, πείθειν Ιταλοὺς οὐ δεδύνης ται· Δημόκριτος, αὐτό γε τοῦτο συμπράττων, ᾿Αβδηριτῶν οὐδένα κατήκοον ἔσχεν· Ορφεύς, τῷ μύθῳ πάντως θηρία κατακηλών, τοὺς ὁμοχώρους οὐκ ἔπειθε Θρᾷκας. Καίτοιγε πολλῷ ῥέοντες λόγῳ, καὶ σοφίᾳ κενῇ βρενθυόμενοι μέθης πάντως δια ώλοντο, καὶ σιγῆς βυθοῖς συγκατέδυσαν (τοιοῦτον γὰρ ἡ ψευδῆς δόξα καὶ ἀδρανής). Μάρκος δὲ τὰ; ἀκόμπους τοῦ Πνεύματος εκτιθεὶς διδαχὰς, καὶ τοὺς ἐναντίους εὐπειθεῖς μετεπλάσατο. Ανωθεν γάρ ἐκρατύνετο, καὶ ἡ ἀκραιφνὴς πίστις πυλῶν ᾄδου κραταιοτέρα· καὶ οὗτος ἀοίδιμος, ὡς ἀληθείας κα ρυξ, μέχρι δεῦρο συναποδέδεικται. Ἔδει γὰρ τὴν καθ' ἡμᾶς οἰκονομίαν εἰς πέρας σωτηριώδες χωρεῖν, καὶ τὴν τούτου μνήμην ἀθάνατον τῷ βίῳ μετ' ἐγε κωμίων συνδιασώζεσθαι· δι' αὐτοῦ γὰρ κεκήρυκται τῇ κτίσει Θεός, δι' αὐτοῦ τοῖς πεπλανημένοις ἡ ἐπιστροφὴ πεπραγμάτευται, καὶ ἡ πρὸς τὸν πλά στην οδηγία διωκονόμηται. ς'. Ἐπεὶ οὖν εὐσπλάγχνου Θεοῦ παρουσίαν εἴσο
col. 1193–1194page 4 of 6
PG 100:1193κυσε, πλαγχνον ἀνεκήρυξεν, καὶ γλώσσῃ θεολόγῳ ἄλλους τε πλείους καὶ Ἰταλιώτας πρὸς τὴν ἐπίγνωσιν ελλ εἵλ κατασκευάζει τούτοις ὡς ἀρχιτέκτων σοφός τὴν τοῦ Εὐαγγελίου πυξίδα, καὶ ταύτῃ νέους εγχο λάπτει θεσμούς, οὓς ἡ τοῦ Ἱερεμίου προηνίξατο πρόβλησις φάσκουσα· Καὶ συντελέσω ἐπὶ τὸν οἶ τον Ισραήλ, καὶ ἐπὶ τὸν οἶκον Ιούδα διαθήκην καινὴν, διδοὺς νόμους μου εἰς τὰς καρδίας αὐτῶν, ὡς ἂν μὴ λόγοις μόνον, ἀλλὰ καὶ τῇ εὐαγγελικῇ συγγραφῇ, καὶ τοῖς ὕστερον τὴν τοῦ Λόγου διατρανοί ἐνανθρώπησιν, τὰς θεοσημείας ὑπ' ὄψιν τιθεὶς, τὰ ὑπὲρ ἡμῶν πάθη, τὴν ἐκ τοῦ μνήματος ἔγερσιν, καὶ τὴν εἰς οὐρανοὺς, ὅθεν κατελήλυθεν, ἔπαρσιν. Μέγα που τὸ ἔργον, ὦ Μάρκε, καὶ ἀξιόθεον! κοσμωφελής ἡ ἐργασία καὶ διαβόητος! Η σὴ γὰρ φωνὴ ὑπὲρ ἦχον βροντῆς· τὸ τοῦ Εὐαγγελίου σου φῶς ὑπὲρ ἡλίου βολάς· αὗται μὲν γὰρ καὶ νέφει καλύπτονται, καὶ μικρῶ τινι τῷ ἐπιπροσθοῦντι σκιάζονται· ἡ εὐαγγελικὴ δὲ φωταύγεια καὶ τὴν σὴν ἐκκαλύπτει τῆς ψυ χῆς ὡραιότητα. Οὐ γὰρ ἂν ἐπὶ τοῦτο προβέβλητο, εἰ μὴ καὶ ἡ ἔνδον ἀπήστραπτεν ἀρετὴ, καὶ ἀεὶ κατα λάμπει, καὶ δαδουχεῖ τοὺς ἐγγὺς, ἀνακαλεῖται τοὺς πόρρω, καὶ τῷ τε ἀνεπιτηδεύτῳ κάλλει καθωραΐζο μένη, καὶ τῇ ἐπιτόμῳ σοφίᾳ λαμπρυνομένη, ταῖς ἁπάντων ἀκοαῖς ὑφηγείται τοῦ Θεοῦ τὰ παράδοξα. ζ'. Οὕτως ήνθησε τὰ τῆς πίστεως, οὕτως ἐξενίκησεν ἡ ἀλήθεια, οὕτω Τριὰς ἐν μονάδι, καὶ ἐν Τριά δε μονάς προσκυνεῖται καὶ καταγγέλλεται· οὕτω παρὰ πάσης τῆς κτίσεως ὁ ἄναρχος Πατήρ, καὶ Υἱὸς ὁ συνάναρχος, σὺν τῷ ὁμοουσίῳ καὶ ζωοποιῷ “ Πνεύματι θεολογεῖταί τε καὶ σεβάζεται, ὁ ἐν τρισιν ὑποστάσεσιν εἷς Θεός, ἡ ἑνιαία καὶ θεία φύσις, ἡ μία παντουργὸς καὶ ἀπερινόητος δύναμις· ἡ πλάνη γὰρ ἀπελήλαται, τὸ πολύθεον φροῦδον γέγονε σέβασμα, οἱ τριχθὰ πάντα τῷ μύθῳ ἑαυτοῖς, φεῦ τῆς ἀνοίας, τὰ μὴ οἰκεῖα δασάμενοι, μετ' ήχου, ἀπώλοντο την ἀνθρωπολέται κατήργηνται δαίμονες· οὐ γὰρ ἤνεγκαν Θεὸν ἐνανθρωπήσαντα καθοράν, ησχύνθησαν δι' ἀνθρωπείου σώματος καταπαλαισθέντες· οὐ γὰρ ἂν ᾠήθησαν ἥττημα τὴν τοῦ κρείττονος νίκην Καὶ νῦν ἡ τοῦ Θεοῦ αἴνεσις ἐπὶ πάντα τῆς γῆς προφητικῶς διηχεῖται τὰ πέρατα. η'. Επέστρεψε μὲν οὖν εἰς Χριστὸν ὁ ᾿Απόστολος Εσπέρια, μυσταγωγήσας την φιλάνθρωπον συγκατάβασιν, διδάξας Θεὸν μόνον σέβειν καὶ προσκυνεῖν. Καὶ τῶν πολλῶν ἐκείνων ιδρώτων οὐ μὲν οὖν ἔληξεν, οὐκ ἐνάρκησε τῆς ἀποστολῆς ἔλκων τὸ ἄροτρον διέθεε δὲ καὶ τὴν Λίβυσσαν γῆν, ἐκεῖθεν πρὸς ἀν !σχουσαν μεταφοιτήσας αὐγὴν, καὶ διασπείρων κάν ταύτῃ τοῦ Εὐαγγελίου τὰ σπέρματα, τὸν κηρυττόμενον ἐπιγνῶναι Θεὸν ἔπεισεν. Ετι τε καὶ ταῖς ἄλ λαις ἐπ' Αἰγύπτου πολυανδρουμέναις πόλεσι τὰ οὐ ο σαμum οι (α)
col. 1195–1196page 5 of 6
PG 100:1195καὶ θαύμασιν· ἐξωστράκισε δαιμονιώδη σεβάσματα, καὶ ὡς λίθος ἅγιος, ᾗ φησιν ή προφητεία, κατέστρεψε τοὺς τῆς πλάνης βωμούς, καὶ τὰ ἐν τούτοις κατηδάφισε τῆς ματαιότητος ξανα· οὐ σαλπίγγων φθόγγους εχῶν οὐ τείχη κατασείων Ἱεριχούντεια, ἀλλὰ τὴν τοῦ ἀνθρωποκτόνου λόγοι; ἀναμοχλεύων ἀπάτην, ἥτις ἐκείνων δυσμαχωτέρα, καὶ ναοὺς ἀνεγείρων τῷ πάντων ἐξου σιάζοντι· ἐν οἷς καὶ τὰς ζοφώδεις καταλευκαίνων τῶν αὐτότε ψυχάς, κατήλλαξε Θεῷ, καὶ προσ ῳκειώσατο τῷ βαπτίσματι. ρανύπλοκα δίκτυα ὑψαπλῶν, ἐσαγήνευσε πάσας λόγοις 9. θ'. Οὗτος γὰρ τῆς Αἰγυπτιακής λήξεως θεία Πνεύματι κατεξαίρετον ἀφωρίσθη διδάσκαλος, οὗτος ταύτης ἐν πρώτοις ἀρχιερεὺς καὶ παμὴν ὑπὸ τοῦ μεγάλου Πέτρου προβέβληται, πόνοις φαιδρύνων ἀποστολικοῖς τὸ ἐγχείρημα, καὶ ποικίλοις καμάτοις κατακοσμῶν τὸ λειτούργημα· οὐ τρυφαῖς χρώμενος, οὐ ῥαστώνῃ προστετηκώς· πειρασμοῖς δὲ πρὸς μει ζύνων καὶ πρὸς ἐλαχίστων περιστοιχιζόμενος, καὶ μυρίαις δεινῶν νιφάσιν, ἵνα τὸν ἔγκον ἐκεῖνον συνέλα κατὰ Παῦλον περιαντλούμενος. Ὦ μαθητοῦ θεοφάντορος, τὴν γῆν ἐκπερινοστήσαντος ἅπασαν! ὦ σώ ματος, μὴ τοῖς τοσούτοις ἔργοις ἀπαγορεύσαντος! * κηρύγματος, ἀειθαλῆ τὴν ἰσχὺν ἀποσώζοντος καὶ 0 ἀθάνατον! Θεῖα γὰρ ἔργα καὶ ἐκ Θεοῦ μαρασμόν σε προσίεται. Ἐντεῦθεν ἐπάξιον τὴν Δαυϊτικὴν ῥῆσιν, τὸ μεγαλοπρεπὲς τῶν δημιουργημάτων θαυμάζουσαν καὶ πρὸς τὸν θεόπτην Μάρκον μεθαρμόζοντας προσ εἰπεῖν, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης ἡ τῶν ῥημάτων ὠφέλεια. Αὕτη γάρ σοι, θεόσοφε, ἡ φωνὴ πρόσφορος, αὕτη μόνη ὑπὲρ πᾶσαν ῥητορείαν ἁρμόδιος· ἐμφα ο νίζει γὰρ τὸν δρόμον, τοὺς ἀγῶνας, τὰς ἀλγηδόνας, τὰ δυσχερῆ, καὶ τὸν ἁμαράντινον στέφανον, ὃν οὐ χρυσίον καταρτίζει τὸ ἐξ Οὐφεὶρ, οὐ λίθοι καὶ μαρ γαρίται καταποικίλλουσιν Ινδικος, ἂν δὲ ὁ ἀθάνατος ἀγωνοθέτης φιλοτεχνεί, καὶ ᾧ τοὺς οἰκείους θερα τευτῆρας ἀμείβεται. ι. Σοῦ γὰρ οἱ πόδες ὡραῖοι, κατὰ τὴν προφητι *, κὴν προαγόρευσιν, τὸν τῆς γῆς διανύσαντες κύκλον σοῦ ἡ γλῶσσα ωραία· εὐηγγελίσατο γὰρ εἰρήνην τὴν πάντα νοῦν ὑπερέχουσαν· σοῦ αἱ χεῖρες ὡραῖαι, τῷ καλάμῳ τοῦ Εὐαγγελίου ὑπηρετήσασαι. Αλλά τί ταῦτα μόνα τὰ ἱερώτατα μέλη φημί; Όλος και μάτοις ἀποστολικοῖς καθηγίασται, ὅλος μαρτυρικούς κεκαλλώπισται στίγμασιν, ἵνα καὶ μαρτυρικῶν ἐπ άθλων καὶ βραβείων ἐπαύρηται. Ο γὰρ θύτης γέγονε καὶ θύμα διὰ Χριστὸν, καὶ ὁ ποιμὴν τὰ τοῖς θρέμμασι παρομαρτοῦντα συνανεδέξατο· ὡς πρόβατον γὰρ καὶ οὗτος, μετὰ τῆς ἄλλης ἀποστολικῆς ὁμηνα. ρεως, ἐν μέσῳ λύκων ἀπέσταλται, καὶ θυσία ζώτα Θεῷ προσενήνεκται. Εδεσμήθη γὰρ πρὸς ἀνόμεν χειρῶν. πολλοὺς ἐξαρπάσας τοῦ διαβολικοῦ φάραγ
col. 1197–1198page 6 of 6
PG 100:1197γος περιήχθη δεσμώτης, προπεπηλάκισαι, διδυσφή μηται, καὶ ἔφερε πράως τε καὶ ἀνεπαχθῶς, τὸν Δεσπότην ἀπομιμούμενος· ἐφοινίχθη τοῖς τῆς σαρκὸς αἴμασιν, ὁ τὴν γῆν ἐκείνην τῶν δαιμονικῶν ἀποκαθάρας ῥυπίδων (ταῦτα γὰρ τῶν ἀγνωμονεστέρων ή ἀλογία, τοῖς τῶν ἀγαθῶν ἀντεπιφέρει προξένοις ) καὶ τέλος, παντοδαπαῖς κακώσεσι δεδοκιμασμένος, οἷα χρυσὸς πρὸς τὸ ἄδυτον φῶς ἐξανέπτη, τῶν ποι κίλων άθλων πολυειδῆ καὶ τὰ ἀριστεία δρεψόμενος. ια΄. Τοιοῦτος ὁ δρόμος τοῦ ἀποστόλου, τοιαῦτα τοῦ εὐαγγελιστοῦ τὰ ἐπίχειρα, θαύματος ἔμπλεα, καὶ τῶν ἄνω κρότων επάξια. Καὶ πῶς οὐ τὸ ὑπερ φέρον ὁ μέγας Μάρκος κατὰ πάντων ἀποκεκλήρωται; Τί γὰρ ἀποστόλου γένοιτ' ἂν ὑψηλότερον; τί δὲ ὑπογραφέως Χριστοῦ τιμιώτερον; μαρτυρικῆς δὲ δόξης τί παρισούμενον; Οπότε δὲ καὶ ἱεραρχική συμπάρεστιν ἐπωμὶς, αθλητικοῖς κλειζομένη παλαίσμασι, τι άλλο γε εἰς εὔκλειαν ὑπολέλειπται; τί δ' ἕτερον, ὅτι μὴ ἀγγελικαὶ φάλαγγες, καὶ ἀνάκτορα θεῖα, οἷς μετὰ τῶν ἄλλων ἐγκρίτων ὑπηρετῶν Θεοῦ συναγελάζεται τε καὶ συναγάλλεται, τὸ τοῦ διδασκάλου συνεφορῶν πρόσωπον, καὶ τοῖς κάλλεσι τῆς θεαρχικῆς μοναρχίας λαμπαδουχούμενος; ᾧ γὰρ ἡ πρὸς Θεὸν δάξα αὐτοῖς μέλεσι διεσπούδασται, τούτῳ ἡ οὐδ ρανία τε καὶ ἀπέραντος συνεφέπεται. ιβ'. 'Αλλ' οὐδὲ τῶν κάτω εὐφημῶν ἀμοιρεῖ, κἂν μὴ τούτων προσδέοιτο. Ηδη γὰρ καὶ ἡ ᾿Αλεξάνδρου, μᾶλλον δὲ ἡ Αἴγυπτος πᾶσα, πρωτόθρονον τὸν Μάρ κον λαχοῦσα, καὶ Νεῖλον μυστικὸν εὑραμένη, τὰς νοητὰς αὐτῶν ἀρούρας κατάρδοντα, καθὰ τὰς σιτοφόρους ὁ αἰσθητός, ὡς ἀπόστολον, ὡς εὐαγγελιστήν, ὡς μάρτυρα μεγαλύνει,καὶ τοὺς ὕμνους αὐτῷ κατ αλλήλως ταῖς προσηγορίαις συναπηχεῖ. Θρᾷ του τονὶ τῇ θήκῃ, εἰ καὶ τοῖς ἄνω περιπολεί, καὶ γάν νυται πλουτοῦσα τὸν τῆς κόνεως θησαυρόν· προσ φωνεῖ τούτῳ τὰ ἐπιτάφια ᾄσματα, και ὡς ζῶντι προσδιαλέγεται, ὡς συνόντι τῷ πνεύματι προσλαλεῖ, καὶ τῶν ἐκεῖθεν χαρίτων κατατρυφά· ᾧ δ' ἔπη τὰς προσφόρους τῷ ᾿Αποστόλῳ δωροφοροῦσα τιμάς, τὰς μείζους χάριτας ἀντιδέχεται. ιγ'. Πειρασμῶν γὰρ ἐπιπνέουσιν αὖραι, καὶ τὸν τάφον κυκλοῦσιν οἱ ἀστικοὶ, καὶ τῶν δεινῶν ἀπολύονται. Απειλεῖ τούτοις βάρβαρος ὀφρὺς τὰ ἀνήκεστα, οἱ δὲ πρὸς τὸν Ποιμενάρχην ἱκεται συῤῥέουσιν ἐσμὸς παθῶν ἐνοχλεῖ, καὶ παρὰ τοῦτον ὡς ἰατρεῖον τὰς θεραπείας βλύζων καταφυγγάνουσι μᾶλλον δὲ ἡ σύμπασα διδάσκαλον καὶ ἐπίκουρον ἐπιγραφομένη τὸν Μάρκον, τὴν αὐτοῦ προκαλεῖται ἐν τοῖς συμ πίπτουσιν ἀρωγήν, καὶ ταῖς ἑτησίαις ἑορταῖς ὡς χρέα τοὺς ἐπαίνους καρποφοροῦσα, κομπάζει κρο τοῦσα, καὶ χορεύει πανηγυρίζουσα· τό τε θεῖον αὐτοῦ Εὐαγγέλιον περιπτυσσομένη, ὡς πλάκας Θεοχαρά στους εναγκαλίζεται, ἢ κρεῖττον εἰπεῖν, ὡς αυτό γε Χριστοῦ στόμα σεβάζεται, καὶ παρ' αὐτοῦ τὰ θεό φθογγα εἶεται ἀκοντίζεσθαι βήματα.
Page scan enlarged

Notebook

Full View