PG 100Gregory of Decapolis
Saint Gregory the Decapolite
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

col. 1199–1200page 1 of 8
PG 100:1199αἰῶνας τῶν αἰώνων. Αμήν. ια. Ὃν καὶ ἡμῖν, ὦ μύστα καὶ εὐαγγελιστά, ἵλεων μὴ ἀποκάμοις τιθέμενος, τὰ κυκῶντα λυπηρὰ ἐπελάφρυνε, τὰ ἐν βίῳ δυσαχθῆ κατευμάριζε, ῥῆξον τὸ τῶν ἐγκλημάτων χειρόγραφον, δίδου λύσιν τῶν ἑπτα σμένων· τοιαύτην πρὸς τῆς Δεσποτικῆς γλώσσης εἴληφας ἐξουσίαν· εἰ δεσμήσεις, ἄῤῥηκτον τὸ δε σμούμενον· εἰ πρὸς συμπάθειαν νεύσειας, ὁ δεσμός εὐαφάνιστος. Μὴ παρόψει ταῖς σειραῖς ἡμᾶς τῶν ἁμαρτιῶν ἐσφιγμένους, ἀλλ' ἐπιτίμησον τοῖς δεσμοῖς, καὶ ῥαγήσονται· δεῖξον τὰς Ἐκκλησίας είρηνε ού σας, δς τῷ θεμελίῳ τῶν σῶν ἐκρηπίδωσας λόγων, ὑπὲρ ὧν ἡ τοῦ Δεσποτικοῦ ῥύσις αίματος· καὶ τῶν ἐκεῖθεν ἡμᾶς μετασχεῖν ἀγαθῶν παρασκεύατον, χά ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ εἰς τοὺς
col. 1201–1202page 2 of 8
PG 100:1201Λίγος Ιστορικός Γρηγορίου του Δεκαπολίτου, πάνυ ὠφέλιμος καὶ γλυκύτατος κατὰ πολλά, περὶ ὀπτασίας, ἦν τις Σαῤῥακηνός ποτε ιδών, ἐπίστευσε, μαρτυρήσας διὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Εὐλόγησον, Πάτερ. Ο στρατηγός Νικόλαος, ο λεγόμενος Ἰουλας διο ηγήσατό μοι, ὅτι ἐν τῇ ἰδίᾳ πόλει ἣν καλοῦσιν οἱ Σα ῥακηνοὶ τῇ ἰδίᾳ διαλέκτῳ Αμπελον, ἀπέσταλ[κ]εν ὁ Αμερου μνῆς Συρίας τὸν ἴδιον ἀνεψιόν, πρὸς τὸ διοι κῆσαι δουλείας τινὰς εἰς τὸ εἰρημένον κάστρον. Ἔστι δὲ ἐκεῖ ναός μέγας, καὶ ἀρχαῖος καὶ θαυ μαστὸς τοῦ ἁγίου καὶ πανενδόξου μάρτυρος Γεωρ γίου· καὶ ὅταν δὲ εἶδεν ὁ Σαββακηνὸς τὸν ναὸν ἐκ μακρόθεν, ἐκέλευσε τοὺς ἑαυτοῦ δούλους κομίσαι τὰ ἑαυτοῦ πράγματα ἐν τῷ ναῷ, ἔπειτα καὶ τὰς καμή λους τὸν ἀριθμὸν δεκαδύο· ὅπως ἄνωθεν ἐσθιούτας βλέποι. Οἱ δὲ ἱερεῖς τοῦ σεβασμίου ἐκείνου ναοῦ τοῦτον δεόμενοι λέγοντες· Κύριε, τοιαῦτα μὴ ποιήσῃς, ὅτι Η ναὸς Θεοῦ ὑπάρχει· καὶ μὴ καταφρονήσῃς αὐτόν, οὔτε τὰς καμήλους βαλεῖν ἐν τῷ ἱερῷ θυσιαστηρίῳ τοῦ Θεοῦ. Ὁ δὲ Σαρακηνὸς ὡς ἀπηνῆς καὶ ἄγνωσ μος οὐκ ἠθέλησεν ἀκοῦσαι τὰς δεήσεις τῶν πρει σβυτέρων· ἀλλὰ εἶπε ᾿Αράβων φωνῇ τοῖς θεράπουσιν αὐτοῦ· Οὐ ποιεῖτε τὸ κελευσθὲν ὑμῖν; Καὶ παρευθὺς οἱ ἑαυτοῦ δοῦλοι ἐποίησαν ὡς αὐτὸς ἐκέλευσεν. Καὶ άφνω Ιδού, Θεοῦ προστάξει, αἱ κάμηλοι εἰσελθοῦσαι ἐν τῷ ναῷ πεσοῦσαι πᾶσαι διεφονεύθησαν· ὡς δὲ ἰδὼν ὁ Σαῤῥακηνὸς τὸ παράδοξον θαῦμα, ἐξέστη, καὶ ἐκέλευσε τοὺς θεράποντας αὐτοῦ, ἵνα ἐκβάλωσι, καὶ ῥίπτειν μακρόθεν τοῦ ναοῦ πεφονευμένας καμή λους, καὶ οὕτως ἐποίησαν. Καὶ ἐπεὶ ἑορτὴ ἦν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ ἐγγίσασα ἡ ὥρα τῆς θείας λειτουργίας· καὶ ὁ ἱερεὺς μέλλων ἄρξασθαι τῆς θείας προσκομιδῆς σφόδρα ἐφοβεῖτο τὸν Σαββακηνόν, πῶς ἅψῃ ἐνώπιον αὐτοῦ τὴν ἀναί μακτον θυσίαν· καὶ ἕτερός τις ἱερεὺς ὁ τούτου συγ κοινωνὸς ἔφη τῷ μέλλοντι ἱερουργῆσαι· Μή φοβοῦ οὐκ οἶδας τὸ παράδοξον θαῦμα; τί δειλιᾷς; Ο οὖν εἰρημένος ἱερεὺς ἀφόβως ἤρξατο τῆς ἁγίας προσκομιδῆς. ὡς δὲ εἶδε ταῦτα ὁ Σαῤῥακηνός προσεδόκει ἰδεῖν τι μέλλων ποιῆσαι ὁ ἱερεύς. Αρξαμένου οὖν τοῦ ἱερέως τῆς θείας προσκομιδῆς, καὶ λαβόντες τὸν ἄρτον ποιῆσαι τὴν ἀναίμακτον θυσίαν, ὁ Σαρακη

Historical SermonSermo Historicus

col. 1203–1204page 3 of 8
PG 100:1203νὸς δὲ εἶδε τὸν ἱερέα, ὅτι παιδίον ἔλαβε ταῖς χερσί, καὶ ἔσφαττεν αὐτὸ κιρνῶν τὸ αἷμα αὐτοῦ ἐν τῷ που τηρίῳ, καὶ τὸ σῶμα αὐτοῦ κλῶν, θεὶς ἐν τῷ δίσκου. Ὁ δὲ Σαββακηνὸς ταῦτα πάντα ἰδὼν ἐξέστη, θυμοῦ πολλοῦ, καὶ ὀργῆς ἐπληροῦτο κατά ἱερέως, βουλόμενος ἀποκτεῖναι αὐτόν· ὡς δὲ ἤγγικεν ἡ ὥρα τῆς ἁγίας Εἰσόδου, ὁ Σαῤῥακηνὸς εἶδεν αὖθις τρανοτέρως τὸ παιδίον ἐν τῷ δίσκῳ με μελισμένον εἰς τέσσαρα, καὶ τὸ αἷμα αὐτοῦ ἐν τῷ ποτηρίῳ, καὶ πάλιν μετά ὀργῆς ἐξέστη. Καὶ ὡς ἤγγικε τὸ τέλος τῆς θείας λειτουργίας, και τινες τῶν Χριστιανῶν ἐβούλοντο μεταλαβεῖν τὰ θεῖα μυστήρια, καὶ εἰπόντος τοῦ ἱε ρέως τό· Μετά φόβου Θεοῦ καὶ πίστεως προσέλε Οετε· καὶ πάντες οἱ Χριστιανοὶ ἔκλιναν τὰς κάρας πανευλαβῶς, καί τινες ἐξ αὐτῶν προσῆλθον μεταλι θεῖν τὰ θεῖα μυστήρια. Καὶ πάλιν εἶὸς ὁ Σαρακηνός ἐκ τρίτου τὴν ἱερέα μεταδιδόναι ἐκ τοῦ σώματός το καὶ αἵματος τοῦ παιδίου μετὰ τῆς λαβίδος τοῖ; μετα λαμβάνουσιν. Ἐπεὶ δὲ οἱ μετανοούντες Χριστιανοί μετέλαβον τα θεία μυστήρια, καὶ ὁ Σαῤῥακηνό; εἶδεν, ὅτι μετέλαβον ἐκ τοῦ σώματος καὶ αἵματος του παιδίου, θυμοῦ καὶ ὀργῆς ἐπληροῦτο κατά πάντων. Μετὰ οὖν τὴν συμπλήρωσιν τῆς θείας λειτουργίας, μετέδωκε τὸ ἀντίδωρον ὁ ἱερεὺς πᾶς: τοῖς Χριστιαναῖς· ἐξενεδύθη δὲ πᾶσαν τὴν ἱερατικήν στολήν, καὶ ἐκ δὲ τῶν καλλιστευουσῶν τοῦ ἄρτον δέδωκε καὶ τῷ Σαββακηνῷ. Ὁ δὲ ἔφη τῇ ᾿Αράβων φωνῇ· Τί ἔστι τοῦτο; Ο δὲ ἱερεὺς ἔφη· Κύριε, ἐκ τοῦ ἄρτον ἐ; ἐλειτουργήσαμεν. Ο δὲ Σαρακηνός ἔφη μετὰ ὁρο γῆς· Ἐκ τούτων ἐλειτούργησας, κύον, μιαρε, ἀκάθαρτε, καὶ φονεῦ; οὐκ εἶδόν σε ἐγώ, ὅτι παιδίον ἔλαβες καὶ ἔσφαξας, καὶ τὸ αἷμα αὐτοῦ ἐκέρασας ἐν τῷ ποτηρίῳ, καὶ τὸ σῶμα αὐτοῦ κότας, μέλη καὶ μέλη ἔθηκας ἐν τῷ δίσκῳ; οὐκ εἶδον ταῦτα πάντα, μιαρὲ καὶ φονεῖ; Οὐκ εἰδόν σε ἐσθίοντα καὶ πίνοντα, ἐκ τοῦ σώματος καὶ αἵματος τοῦ παιδίου; καὶ μετ ἐδως ἔτι καὶ τοῖς παρεστηκόσιν ἐξ ἐκείνου; καὶ νῦν ἔχουσι κρεῶν ἡμαγμένων ἐν τοῖς στόμασι αὐτῶν. Ὁ δὲ ἱερεὺς τοῦτο ἀκούσας ἐξέστη λέγων· Κύριε, ἐγὼ ἁμαρτωλό; τυγχάνω, καὶ οὐ δύναμαι ἰδεῖν τοιοῦ το μυστήριον. Ἐπεὶ δὲ ἡ σὴ κυριότης τοιοῦτο μα στήριον ἔβλεψε, πιστεύω τῷ Θεῷ, ὅτι μέγας ἄνίμων πος εἶ σύ. Ο δὲ Σαρακηνὸς φήσα;· Οὐκ ἔστι τοῦτο καθὼς ἐθεασάμην; Καὶ ὁ ἱερεύς· Ναί, κύριέ μου, οὕτως ἔχει· ἀλλ' ἐγώ, ἐπεὶ ἁμαρτωλός τυγχάνω, τοιοῦτο μυστήριον οὐ μὴ δύναμαι βλέπειν, εἰ μὴ ἄρτον καὶ οἶνον· καὶ τόνδε τὸν ἄρτον καὶ οἶνον πιστεύομεν, καὶ τηροῦμεν, καὶ θυσιάζομεν εἰς τύπον τοῦ σώματος καὶ αἷματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ( γὰρ μεγάλοι καὶ θαυμαστοί Πατέρες, οἱ τῆς ἐκκλησίας φωστῆρες καὶ διδάσκαλοι, οἷος ἦν ὁ θεσπέσιος μέγας Βασίλειος, καὶ ὁ ἀοίδιμος Χρυσόστομος, καὶ ὁ Θεολόγος Γρηγόριος, τοῦτο τὸ φοβερὸν καὶ φρικτὸν
col. 1205–1206page 4 of 8
PG 100:1205μυστήριον οὐκ ἔβλεπον. Ἐγὼ δὲ πῶς δύναμαι βλέ πειν; Ο δὲ Σαρακηνὸς ἀκούσας τοῦτο, ἐξέστη, καὶ ἐκέλευσε τοὺς δούλους αὐτοῦ, καὶ πάντας τοὺς ἐν τῷ ναῷ παρεστηκότας φυγεῖν ἔξωθεν τοῦ ναοῦ. Καὶ ἔλαβε τὸν ἱερέα παρὰ τὴν χεῖρα, καὶ εἶπεν· Ως θεωρῶ καὶ πληροφορούμαι, μεγάλη ἐστὶν ἡ πίστις τῶν Χριστιανῶν· ἀλλ' εἰ ἔστι σοι θέλημα, βάπτισόν με, Πάτερ. Ο δὲ ἱερεὺς λέγει τῷ Σαρακηνῷ Κύριε, ἡμεῖς πιστεύομεν καὶ ὁμολογοῦμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν ἐλθόντα εἰς τὸν κόσμον διὰ τὴν ἡμῶν σωτηρίαν. Ἡμεῖς δὲ πιστεύομεν τὴν ἁγίαν Τριάδα, καὶ ὁμοούσιον καὶ ἀδιαίρετον, Πατέρα, Υἱὸν, καὶ ἅγιον Πνεῦμα, την μίαν θεότητα. Πιστεύομεν δὲ Μαρίαν τὴν ἀειπαρθένου, τὴν μη τέρα τοῦ φωτός, τὴν τέξασαν τὸν καρπὸν τῆς ζωῆς, τὸν προειρημένον Κύριον ἡμῶν Ἰησοῦν Χριστόν τὴν πρὸ τόκου παρθένον, καὶ ἐν τόκῳ παρθένον, καὶ μετά τόκον παρθένον. Πιστεύομεν δὲ καὶ πάντας τοὺς ἁγίους ἀποστόλους, καὶ προφήτας, μάρτυρας, ὁσίους καὶ δικαίους ὡς θεράποντας Θεοῦ. Λοιπόν, κύριέ μου, οι για νώσκεις, ὅτι μείζων πάντων ἐστὶν ἡ πίστις τῶν όρο θοδόξων Χριστιανῶν; Ὁ δὲ Σαῤῥακηνός πάλιν ἔφη, Δέομαί σου, Πάτερ, βάπτιστόν με. 'Ο δὲ ἱερεὺς λέγων· Μὴ γένοιτο· ἐγὼ οὐ δύναμαι ποιῆσαι τοιοῦτον ἔργον, καὶ ἂν ἐγὼ τοῦτο ποιήσω, καὶ ὁ σὺς ἀνεψιὸς ὁ Ἀμερου μνῆς μάθῃ αὐτὸ τὸ ἔργον, ἀποκτενεῖ ἐμὲ καὶ διαφθερεί καὶ τὸν ναόν. Αλλ' εἰ ἔστι τοι θέλημα βαπτισθῆναι, πορεύου πρὸς τὸν ἐκεῖσε τόπον ἐν τῷ ὄρει Σινα κἀκεῖ ἐστιν ὁ ἀρχιερεὺς, αυτός σε βαπτίσει. Ο δὲ Σαῤῥακηνὸς ἐποίησε μετάνοιαν τῷ πρεσβυτέρῳ, καὶ ἐπορεύθη ἔξωθεν τοῦ ναοῦ. Μετὰ δὲ ὥραν μίαν τῆς νυκτὸς, πάλιν ἦλθε πρὸς τὸν ἱερέα, καὶ ἐξεδύθη τὰ τῆς βασιλείας χρύσεα ἱμάτια καὶ ἐνεδύθη τινὰ πενιχρὸν σάκκον τρίχινον, καὶ διὰ νυκτὸς φυσ γὼν καὶ ἄδηλος ἐγένετο, καὶ πορευόμενος ἐς τὸ τοῦ Σινᾶ ὅρος, κἀκεῖσε ἔλαβε τὸ ἅγιον βάπτισμα ἐκ τοῦ ἀρχιερέως. Ἔμαθε δὲ καὶ τὸ ψαλτήριον, καὶ ἐστιχολόγει αὐτὸ καθ' ἑκάστην. Μετὰ δὲ ἔτη τρία ἐν μιᾷ τῶν ἡμερῶν, εἶπε τῷ ἀρχιερεῖ· Συγχώρησόν μοι, δέσποτα, πῶς μέλλω ποιῆσαι ἰδεῖν τὸν Χριστόν; Ὁ δὲ ἀρχιερεὺς εἶπε Προσεύχου μετά πίστεως ὀρθῆς, καὶ ἐν μιᾷ τῶν ἡμερῶν μέλλεις θεᾶσαι τὸν Χριστὸν ὡς ποθεῖς. Καὶ πάλιν 5 ποτε Σαρακηνὸς ἔφη· Δέσποτα, συγχώρησόν μοι, ὅπως πορευθῶ πρὸς τὸν ἱερέα τὸν διδάξαντά με, ὅταν εἶδοντὴν φρικτὴν ὀπτασίαν ἐν τῷ ναῷ τοῦ πανενδόξου μάρτυρος Γεωργίου. Ὁ δὲ ἀρχιερεὺς ἔφη· Πορεύου εἰς εἰρήνην. Καὶ οὕτως ἐπορεύθη πρὸς τὸν ἱερέα, καὶ ἐποίησεν αὐτῷ μετάνοιαν, καὶ προσεκύνησεν αὐτῷ, καὶ εἶπε ο
col. 1207–1208page 5 of 8
PG 100:1207τῷ ἱερεῖ· Γινώσκεις, Πάτερ, τίς εἰμι ἐγώ; Ὁ δὲ Ιερείς: "Ανθρωπον, ὃν οὐδέποτε εἶδον πῶς γινώσκω; ᾿Αλλὰ πάλιν ὅ ποτε Σαρακηνός· Οὐκ εἰμὶ ἐγὼ ὁ ἀνε ψιὸς τοῦ Ἀμερουμνῆ, καὶ ὅταν τὰς καμήλους ἔβαλον ἐν τῷ ναῷ πᾶσαι διεφονεύθησαν, καὶ ἐν τῇ θείᾳ· λει τουργία τὴν φρικτὴν οπτασίαν θεασάμενος; Ὁ δὲ ἱερεὺς τοῦτον ἰδὼν ἐξέστη καὶ ἐδόξασε τὸν Θεὸν, ἰδὼν τόν ποτε ᾿Αραβικὸν λύκον τοῦ Χριστοῦ πρό βατον γεγενημένον πραότατον, καὶ προσεκύνησεν αύ τὴν μετὰ πόθου, καὶ προσεκάλεσεν αὐτὸν ἐν τῷ κελλίῳ αὐτοῦ τοῦ ἐσθίειν ἄρτον. Καὶ ὅ ποτε Σαῤῥακηνὸς ἔφη· Συγχώρησόν μας, δέσποτα Πάτερ· ἐγὼ γὰρ βούλωμαι καὶ ποθώ ἰδεῖν τὸν Χριστὸν, πῶς γὰρ ποιήσω; Ὁ δὲ ἱερεὺς λέγων, Εάν σὺ βούλει ἰδεῖν τὸν Χριστὸν, πορεύου πρὸς τὸν σὸν ἀνεψιόν, καὶ κήρυξον τὸν Χριστόν· καὶ Βλασφήμησον καὶ ἀναθεμάτισον τὴν πίστιν τῶν Σαββακη νῶν, καὶ τὸν Μωαμεθ τὸν ψευδοπροφήτην αὐτῶν, καὶ κήρυξον ὀρθῶς τὴν ἀληθινὴν πίστιν τῶν Χρι στιανῶν ἄνευ φόβου, κἀκεῖ μέλλεις ἰδεῖν τὸν Χρι στόν. Ο δέ ποτε Σαρακηνὸς ἐπορεύθη μετά πόνου. Καὶ διὰ νυκτὸς ἔκοπτε τὴν θύραν τοῦ Σαρακηνού σφοδρῶς. Οἱ δὲ φύλακες τῆς πύλης καὶ τοῦ οἴκου τοῦ Αμερου μνῆ ἔφησαν· Τίς ἐστιν ὁ κράζων καὶ ὁ τύπτων τὴν θύραν; Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι ὁ ἀνεψιός τοῦ ᾿Αμερουμνὴ ὅ ποτε φυγών καὶ ἄδηλος ἐγενόμην. νῦν βούλομαι θεᾶσαι τὸν ἐμὸν ἀνεψιν, καὶ εἰπεῖν τι αὐτῷ. Οἱ δὲ φύλακες τῆς πύλης ἐκείνης εἶπον παρευθὺς τῷ Σαῤῥακηνῷ· Κύριε, ὁ σὸς ἀνεψιὸς ὅ ποτε φυγών, καὶ ἄδηλος ἐγένετο. ῾Ο δὲ ᾿Αμερουμνῆς στενάξας λέγειν, Ποῦ ἐστιν; Οἱ δὲ εἶπον, Παρὰ τὴν θύραν τοῦ παλατίου. Ο δὲ κελεύσας τοὺς δούλους αὐτοῦ μετὰ φανῶν καὶ λαμπάδων ἀπαντῆσαι αὐτὸν, καὶ πάντες ἐποίησαν κατὰ τὸ πρόσταγμα βασιλέως ᾿Αμερουμνή, καὶ ἔλαβον παρὰ τὴν χεῖρα τὸν μοναχὸν τόν ποτε Σαῤῥακηνόν, καὶ προσέφερον αὐτὸν τῷ ᾿Αμεριμνή τῷ αὐτοῦ ἀνεψιώ. Ο δὲ Ἀμερουμνῆς τοῦτον ἰδὼν ηυφράνθη λίαν, καὶ μετὰ δακρύων ἡσπάσατο αὐτὸν, καὶ λέγει· Τί ἐστι τοῦτο; Ποῦ κατῴκεις ἕως τοῦ νῦν; οὐκ εἶ σὺ ὁ ἐμὸς ἀνεψιός; Ὁ δὲ μοναχὸς εἶπεν· Οὐ γινώσκεις ? ἐμὲ τὸν σὸν ἀνεψιόν; νῦν γὰρ Χριστιανὸς γέγονα καὶ μοναχὸς, ὡς βλέπεις, χάριτι τοῦ Θεοῦ τοῦ ὑψί στου, καὶ ἐπὶ ἐρήμων τόπων ἐκατῴκουν, ἵνα κληρονομήσω βασιλείαν οὐρανῶν, ὡς ἐλπίζω εἰς τὴν ἄφατον εὐσπλαγχνίαν τοῦ παντοκράτορος Θεού, μέλλο κληρονομῆσαι τὴν ἐκείνου βασιλείαν. Τί δηλοῖς δειλιᾷς); καὶ σύ, Αμερου μνῆς, λάβε τὸ ἅγιον βάπτισμα τῶν ὀρθοδόξων Χριστιανών, ἵνα ζωὴν αἰώνιον κληρονομήσῃς, ὡς κἀγὼ ἐλπίζω, Ο δὲ Ἀμερουμνῆς γελάσας καὶ τὴν κάραν νευ στάξας ἔφη· Τί φλυαρείς, ταλαίπωρε; τί φλυαρείς; καὶ τί σοι γέγονεν; Οὐαί σοι, ἐλεεινέ!Πῶς ἐγκατέλιπες τὸν σὸν βίον, καὶ τὰ σκήπτρα τῆς βασιλείας,
col. 1209–1210page 6 of 8
PG 100:1209καὶ ὡς εἷς τῶν πενήτων περιάγεις, ἐνδεδυμένος τα Ευσώδη τρίχινα; Καὶ ὁ μοναχὸς ἀντέφη λέγων· Θεοῦ χάριτι. ὅσα δὲ εἶχον ὅτε ήμην Σαρακηνός, νόμος καὶ κλῆρος τοῦ διαβόλου ἐτύγχανε, ἃ δὲ θεωρεῖς ἐνδεδυμένον με, δόξα ἐστὶ καὶ καύχημα, καὶ ἀῤῥαβὼν τῆς μελ λούσης καὶ αἰωνίου ζωῆς. Ἐγὼ δὲ ἀναθεματίζω την τῶν Σαρακηνῶν θρησκείαν, καὶ τὸν ψευδοπροφήτην αὐτῶν. Ο δὲ 'Αμερου μνῆς ἔφη· Εκβάλετε αὐτὸν, ὅτι οὐκ οἶδε τί φλυαρεῖ. Καὶ ἐκβαλόντες αὐτὸν ἔθηκαν ἔν τινι μέρει τοῦ παλατίου, καὶ ἔδοσαν αὐτῷ βρῶσιν καὶ πόσιν· καὶ ἐποίησεν ἡμέρας τρεῖς· αὐτὸς δὲ οὐκ ἔφαγεν οὔτε ἔπιεν, ἀλλ᾽ ὀρθῶς καὶ πιστῶς προσηύχετο τῷ Θεῷ, καὶ γόνυ κλίνας λέγει Επὶ σοι, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσαν με οἱ ἐχθροί μου. Καὶ πάλιν λέγει· Ἐλέησόν με, ὁ Θεὺς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆ θος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου. Καὶ πάλιν· Φώτισον τοὺς ὀφθαλμούς μου, Κύριος ὁ Θεὸς, μήποτε ὑπνώσω εἰς θάνατον. Μή ποτε εἴπῃ ὁ ἐχθρός μου· "Ισχυσα πρὸς αὐτόν. Στήριξαν την καρδίαν μου, Κύριε, ἵνα πολεμήσω τὸν αἰσθητὸν πλάνον τὸν Σαββακηνόν, ἵνα μή με καταπατήσῃ ὁ πονηρὸς διάβολος, καὶ δειλιάσω τὸν θάνατον διὰ τὸ ὄνομά σου τὸ ἅγιον. Καὶ ποιήσας τὸ σημεῖον τοῦ σταυροῦ, λέγων Κύριε, φωτισμός μου, καὶ Σωτήρ μου, τίνα φου βηθήσομαι; Κύριε, ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; καὶ πάλιν φωνήσας κατὰ τοῦ Αμερου μνῆς· Λάβε τὸ ἅγιον βάπτισμα, ἵνα κερ δήσῃς τὴν ἄμετρον βασιλείαν τοῦ Θεοῦ. Καὶ πάλιν ὁ ᾿Αμερουμνῆς ἐκέλευσεν αὖθις ἐλθεῖν ἔμπροσθεν αὐτοῦ, καὶ ἡτοίμασεν ἱμάτια πάνυ ὡραῖα ὑπὲρ τούτου. Καὶ φήτας ὁ Ἀμερουμνῆς εὐφραίνου, ταλαίπωρε, εὐφραίνου, καὶ ἀγάλλου τῇ σῇ βα σιλείᾳ, καὶ μὴ καταφρονήσῃς τὸν σὸν βίον, καὶ τὴν σὴν νεότητα τὴν πάνυ ὡραίαν, καὶ ἐδεύῃς ὡς πε νιχρές, πένης, ἀφρόνως. Οὐαί σοι ταλαίπωρε, τί γονείς; Ο δὲ μοναχὸς γελάσας ἔφη τῷ ᾿Αμερουμνῇ· Μή θρήνει τί ναῶ· νοῦ γὰρ πῶς μέλλω πληρῶσαι τὸ ἔργον τοῦ Χριστοῦ μου, καὶ τοῦ ἀποστείλαντός με Πατρὸς τοῦ ἱερέως ἐκείνου τοῦ καὶ διδάξαντος με. Τὰ δὲ ἱμάτια ἃ ἡτοίμασας περὶ ἐμοῦ, πώλησον, καὶ δὸς πτωχοίς, καὶ ἐγκατάλειψον καὶ σὺ τὰ πρόσκαιρα σκῆπτρα τῆς βασιλείας, ἵνα λάβης σκήπτρα τῆς αἰωνίου ζωῆς. Καὶ μὴ ἔλπιζε ἐπὶ τὰ παρόντα, ἀλλ' ἐπὶ τὰ μέλλοντα, καὶ μὴ πίστευε ἐπὶ τὸν ψευδοπροφήτην Μωαμεθ τον μιαρόν, τὸν ἐβδελυγμένον, τὸν υἱὸν τῆς κολάσεως· ἀλλὰ πίστευσον εἰς τὸν Ἰησοῦν Χριστὸν τὸν Ναζωρηνὸν, τὸν ἐσταυρωμένον. Πίστευ του Τριάδα ὁμοούσιον τὴν μίαν θεότητα, Πατέρα, Γέν, καὶ ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἐχώριστον. Ὁ δὲ 'Αμεριμνῆς πάλιν γελάσας, ἔφη τοῖς με πιστᾶσι τοῖς ἐν τῷ παλατίω συναθροισθεῖσιν· οὗτος ΧΧΙΧ.
col. 1211–1212page 7 of 8
PG 100:1211ἄφρων ἐστὶ, τί ποιήσωμεν αὐτῷ; Εκβάλετε αὐτὸν ἔξω, καὶ διώξατε αὐτόν. ο Οἱ δὲ παρακαθεζόμενοι τῷ βασιλεῖ εἶπον· Οὗτος ἠβουλήθη μιᾶναι καὶ διαφθείραι τὴν τῶν Σαρακηνών θρησκείαν. Οὐκ ἀκούεις πῶς βλασφημεῖ καὶ ἀναθεματίζει τὸν μέγαν προφήτην ἡμῶν; Ὁ δὲ μοναχὸς καί ποτε Σαῤῥακηνὸς ἐκραύγαζε μεγάλως· Αχθομαι περὶ σοῦ, Ἀμερουμνῇ, μᾶλλονοὐ γὰρ βούλει σωθῆναι, ταλαίπωρε· πίστευσον εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐσταυρωμέν νον, καὶ ἀναθεμάτισαν τὴν τῶν Σαῤῥακηνῶν θρη σκείαν, καὶ τὸν ψευδοπροφήτην αὐτῶν, ὡς κἀγώ. Ὁ δὲ Σαῤῥακηνὸς 'Αμερουμνῆς ἔφη· Ἐκβάλετε αὐτὸν ἔξω, ὡς ἐγὼ κελεύω, ὅτι ἄφρων ἐστὶ, καὶ οὐκ οἶδε τί λέγει. Οἱ δὲ συγκαθεζόμενοι αὐτῷ εἶπον· Λοιπὸν τὴν τῶν Σαρακηνῶν θρησκείαν ἀναθεματίσαντα, καὶ εἰς τὴν μέγαν προφήτην βλασφημοῦντα, ἀκούεις καὶ λέγεις Οὐκ οἶδε τί φλυαρεῖ. Ἐὰν δὲ οὐκ ἀποκτείνῃς αὐτὸν, πορευόμεθα καὶ ἡμεῖς Χριστιανοὶ γενέσθαι. Ο δὲ 'Αμερουμνῆς λέγει· Ἐγὼ οὐ δύναμαι ἀπο κτεῖναι αὐτὸν, ὅτι ἐμὸς ἀνεψιός ἐστι, καὶ ἄχθομαι αὐτόν· ἀλλὰ λάβετε αὐτὸν ὑμεῖς, καὶ ποιήσατε ὡς βούλεσθε. Οἱ δὲ ἔλαβον τὸν μοναχὸν μετὰ πλείστης ὀργῆς, καὶ σύραντες αὐτὸν ἔξωθεν τοῦ παλατίου, καὶ πολ λαῖς βασάνοις τοῦτον παρέδωκαν, ἵνα ἐπιστρέψαι πρὸς τὴν πρώτην θρησκείαν τῶν Σαρακηνών. Ο δὲ μὴ θέλων, ἐδίδασκε πάντας ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἵνα πιστεύωσι, καὶ σω θῆναι. Οἱ δὲ Σαρακηνοί ἔσυραν αὐτὸν ἔξωθεν τοῦ ἄστεως, κἀκεῖ ἐλιθοβόλησαν αὐτὸν τὸν ὁσιώτατον μοναχών, ὀνόματι Παχούμιον. Καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ, ἀστὴρ ἐξ οὐρανοῦ καταβάς ἔκειτο ἐπάνω τοῦ ὁσιωτάτου μάρτυρος. Καὶ πάντες ἔβλεπον αὐτὸν ἐφ' ἡμέρας τεσσαράκοντα. Καὶ πολ λοὶ ἐξ αὐτῶν ἐπίστευσαν Τοῦ δὲ ὁσιωτάτου μάρ τυρος πρεσβείαις, καὶ τῆς πανάγνου Θεομήτορος Μαρίας τῆς Ἀειπαρθένου, καὶ πάντων τῶν ἁγίων ἐν ἀφέσει ἁμαρτιῶν ἡμῶν. Ἀμήν.
col. 1213–1214page 8 of 8
PG 100:1213ἁγίοις Πατρὸς ἡμῶν Χριστοφόρου πατριάρχου Αλεξανδρείας παραίνεσις ψυχωφελής, φανεροῦσα τίν ὁμοιοῦται ὁ βίος οὗτος, καὶ εἰς ποῖον τέλος καταστρέφει. βίος οὗτος, καὶ εἰς ποῖον τέλος καταστρέφει;: Πάντας μὲν, ἀγαπητοί. 254, Πάντας μὲν, ἀγαπητοί, τοὺς κατὰ καιροὺς ἀρχιερεῖς.
Page scan enlarged

Notebook

Full View