PG 100Christopher Patriarch of Alexandria
Christopher, Patriarch of Alexandria
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

Homily: To What Human Life Is LikeHomilia: cui vita human sit similis

col. 1215–1216page 1 of 8
NotitiaNotitia altera
PG 100:1215Θεοφίλου Αλεξανδρείας λόγος, Τίνι ὁμοιοῦται ἄνθρωπος. ἀφ᾽ οὗ δὲ ἐπῆλθεν ἡμῖν ὁ βαρὺς ζυγὸς τῶν Ἰσμαηλιτῶν. 16,: καὶ ἐπεκαλεῖτε τοὺς ἁγίους εἰς βοήθειαν. Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Χριστοφόρου και τριάρχου Αλεξανδρείας. Παραίνεσις ψυχωρε της φανεροῦσα τίνι ὁμοιοῦται ὁ βίος οὗτος, καὶ εἰς ποῖον τέλος καταστρέφει. Α'. Πάντα; μὲν ἀγαπητοί, τους κατά καιρόν ἀρχιερεῖς τε καὶ ποιμενάρχας, ὁ δι' ἡμῶν καὶ ἐν ἡμῖν Ιεραρχῶν θείος λόγος διεγείρει πρὸς ἐπιμέλειαν, καὶ πρόνοιαν, καὶ φροντίδα τῆς σωτηρίας πάντων ποιούμενος, ὡς ἡμᾶς σὺν τῷ λαῷ, καὶ δι' ἡμῶν αὐτῶν φιλανθρώπως παιδεύων καὶ ποιμαίνων· ὁ εἰπὼν τῷ Μωσῇ ἀθυμήσαντι, ὅτι οὐ σὺ εἶ ὁ ποιμαίνων τὸν λαόν μου, ἀλλ' ἐγὼ διὰ σοῦ. “ἂν ἐπικαλούμεθα σήμερον, ὡς τὰς πηγαίας δωρεάς αμειωτους δωρούν μενος, φωννύῃ τὴν ἡμῶν ἀσθένειαν τῇ αὐτοῦ δυνά μει, καὶ σοφίζῃ τὴν ἡμῶν ἀφροσύνην τῇ αὐτοῦ ὑπερο αῤῥήτῳ σοφίᾳ τε καὶ χάριτι. Β΄. Οταν οὖν τὰ κατὰ τὸν πρωτόπλαστον Αδάμ ἐννοῶ καὶ ἀναλογίζομαι, ἐξίσταμαι καὶ ἀπορίας πλη ροῦμαι, ὡς ἐκεῖνος ὁ χειρὶ Θεοῦ πλασθεὶς καὶ συν όμιλος Θεοῦ γενόμενος, καὶ προφητικού χαρίσματος ἀξιωθείς, καὶ οἰκητήριον τὸν παράδεισον ἔχων, καὶ ἐκ πάντων τῶν ἐπὶ γῆς ἀναγορευθεὶς μίαν ἐντολὴν παρέβη, καὶ πάντων τῶν ἀγαθῶν ἐστερήθη πάσης
col. 1217–1218page 2 of 8
PG 100:1217γὰρ τῆ; τοιαύτης τιμῆς καὶ βασιλείας καὶ πασῶν τῶν θείων δωρεῶν ἐν μιᾷ ῥοπῇ γυμνωθεὶς ἐξέπεσε, καὶ τοῦ παραδείσου ἐξόριστος γέγονε, καὶ εἰς βάθος πτωχείας καὶ ταλαιπωρίας κατήντησεν. Γ'. Οταν οὖν τὸ ἐν πταίσμα τῆς παρακοῆς ἐκείνου συγκρίνα; τοῖς· ἀναριθμήτοις ἡμῶν ἁμαρτήμασιν, ἀπογνώσει βυθίζομαι. Ὅταν δὲ εἰς τὰ κατὰ τὸν λῃ στὴν τὸν νοῦν ἐπανάγω, καὶ γνῶ ὅτι δι᾽ ἑνὸς λόγου σέσωσται, ἐξαλειφθέντων αὐτοῦ πάντων τῶν ἁμαρ τημάτων, ἀναψύχω τῇ ἐλπίδι, καὶ προστρέχω προ θύμως τῇ μετανοίᾳ· ἐπειδὴ ἐκεῖνος τῷ ἔργῳ πέπτωκε, καὶ οὗτος δι' ἑνὸς λόγου σέσωσται. Ἐκεῖνος θαύματα ἐξαίσια εἶδε, καὶ παρήκουσεν· οὗτος οὐδὲν οἶδεν, εἰ μὴ τὸν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον, καὶ ἡτι μωμένον, καὶ ἐπίστευσε· πολὺ οὖν τὸ διάφορον, καὶ τῆς ἰσότητος τὸ ἄνισον, νόσου ψυχῆς καὶ σώματος τὸ ἀνόμοιον· οὐ γὰρ εἶχεν ἑτέραν ἀρετὴν ὁ λῃστὴς, εἰ μὴ τὸ εἰπεῖν καὶ μόνον, Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Οσοι οὖν Χριστοῦ μαθηταὶ ὄντες, συγκληρονόμοι αὐτοῦ γενέσθαι ἐλπίζετε, ἀγωνίσασθε τοιαύτην πίστιν ἔχειν, καὶ εὐσεβῶν τρόπων ἔργα διαπράττεσθαι. Πᾶς γὰρ ἄνθρωπος βαπτισθεὶς εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, καὶ τῆς θείας κοινωνίας μεταλαβεῖν ἀξιωθεὶς, οὐ λέγει αὐτῷ τὸ ἅγιον Εὐαγγέλιον· Μὴ ἀδικήσης, μὴ ῥαπίσης τινά. ᾿Αλλὰ τί λέγει; "Ακουσον· Ἐὰν ἀδικηθῇς, ὑπόμεινον Εάν τις ῥαπίσῃ τὴν δεξιάν σου σιαγόνα, στρέ ψον αὐτῷ καὶ τὴν ἄλλην· ἐάν τις σε αγγαρεύῃ μίλιον ἐν, ύπαγε δύο. Ταῦτα παρὰ τοῦ ὁμοπίστου ὑπομεῖναι οὐδεὶς τῶν Χριστιανῶν καταδέχεται. Αφ' οὗ δὲ ἐπῆλθεν ἡμῖν ὁ βαρὺς ζυγὸς τῶν Ισμαηλιτῶν, κατεδεξάμεθα τούτων βαρύτερα ἀκούοντες, καὶ μὴ βουλόμενοι ὑπομεῖναι· εἰ γὰρ ὑπομένοιμεν τοιαῦτα ὑπὸ τῶν ὁμοπίστων, πλείονα ἂν μισθὸν ἔχοιμεν. Οτι Χριστιανὸς ἐὰν ἀδικήσῃ τινά, τριπλῆν τὴν ζημίαν ὑπομένει· οὐδὲ γὰρ τὸ δεύτερον ράπισμα δέχεται, ἀλλ᾽ αὐτὸς ἄλλον ἀδικῆσαι τολμα. Δ'. Δεῖ οὖν πάντα Χριστιανὸν ἐπὶ πᾶσαν ἁμαρτίαν. πάντοτε μετανοεῖν τῷ Θεῷ γνησίως, πρὸ τῆς ἀπαραιτήτου αποφάσεως τοῦ θανάτου, καὶ μὴ πλανηθής και τῇ ἀπάτῃ τοῦ βίου τούτου. Ωμοιώθη γὰρ ἡ ζωὴ ἡμῶν ἐν τῷδε τῷ βίῳ ἀνθρώπῳ οἰκήσαντι ἐν αὐλῇ, μετὰ τῆς ἰδίας γυναικὸς καὶ μονογενούς τέκνου καὶ δούλου ἑνός· ἐν ᾗ αὐλῇ ἦν ὄφις θανατηφόρος. Ο δὲ ἄνθρωπος ἐκεῖνος ἀκούσας παρ' ἄλλων ὅτι ὄφις ἐκεῖνος τοὺς εἰσερχομένους εἰς τὴν αὐλὴν ἐκείνην ἀπὸ γενεῶν ἀρχαίων θανατοί, ώφειλεν ἢ ἐκ τῆς αὐλῆς ἐκείνης ἐξελθεῖν, ἢ τὸν ὄφιν ἀποκτεῖναι, τουτέστι τὸν δαίμονα τῆς φιλαργυρίας καὶ τῆς ἐπιθυμίας. Καὶ ὅμως ἐλθὼν τοῦ ἀποκτεῖναι τὸν ὄφιν, εὗρεν ἔμπροσθεν αὐτοῦ τὸ νόμισμα ὁλόβρυζον, καὶ λαβὼν αὐτὸ εἶπεν, ὅτι Εἰ ἤθελεν ἀποκτεῖναι ἡμᾶς ὁ ὄφις οὗτος, οὐκ ἂν τὸ νόμισμα τοῦτο ἡμῖν ἔδωκεν· καὶ ἐχάρη,
col. 1219–1220page 3 of 8
PG 100:1219λέγων· Ἴσως καὶ ἄλλο ἡμῖν νόμισμα φέρει, καὶ οὐκ ἀποκτενῶ αὐτόν. Καὶ ἐλθὼν τῇ ἐπαύριον, εὗρεν ἄλλο νόμισμα, καὶ διελογίσατο ἐν ἑαυτῷ, λέγων, ὅτι Οφις οὗτος οὐκ ἔστιν ἄξιος θανάτου, ἀλλὰ καὶ τιμῆς μεγάλης. Ε΄. Καὶ διένειμεν ὁ ὄφις καιρὸν ἱκανὸν καθ' ἑκάστην ἡμέραν πάλιν αὐτῷ τὸ νόμισμα, καὶ ἐν μηδενὶ αὐτὸν βλάπτων· καὶ ἐχάρη ὁ ἄνθρωπος ότι οὐκ ἐφόνευσε τὸν ὄφιν. Εἶχε δὲ ὁ ἄνθρωπος ἵππων πολύτιμον· καὶ ἐλθὼν ὁ ὄφις ἔδακνεν αὐτόν. Αυλή μέν ἐστιν ὁ βίος οὗτος, ἀγαπητοί· ὄφις δὲ ὁ κοσμοκράτωρ, ἐχθρὸς, ὁ τὴν πτέρναν ἑκάστου τηρῶν ὅπως πᾶν θανατώσῃ· τὸ δὲ νόμισμά ἐστιν ἡ πονηρὰ ἐπι θυμία, ἡ πάντας ὠθοῦσα πρὸς ἀπώλειαν· ὁ δὲ ἱὸς τοῦ ὄψεως, ἐστὶν ἡ ἁμαρτία, ἡ πάντας τοὺς πειθομένους αὐτῇ θανατοῦσα, καθώς φησιν ὁ Ἀπόστολος: Η γὰρ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρ τία ἀποτελεσθεῖσα κύει θάνατον. Διὰ γὰρ τὴν ἀμέ λειαν ἡμῶν, πέμπει ὁ Θεὸς θάνατον εἰς τὰ κτήνη ἡμῶν· ἐκφοβῶν ἡμᾶς, ὅπως ἡμεῖς σωφρονήσωμεν. Γ΄. Εἶτα ἰδὼν ὁ ἄνθρωπος τὸν ἵππον αὐτοῦ θανατωθέντα ὑπὸ τοῦ ἔφεως, ἐλυπήθη. Καὶ ἤρξατη ἀνα θεματίζειν τὴν αὐλὴν καὶ τὸν ὄφιν, καὶ διαλογίζεσθαι ἐν ἑαυτῷ, λέγων· Ἐφ᾽ ὅσον ὁ ἱὸς τοῦ ὄφεις τούτου θανατοί, συμφέρει ἡμῖν θανατώσαι αὐτὸν, πρὶν ἡμᾶς θανατώσει· καὶ ἐλθὼν τοῦ ἀποκτεῖναι αὐτὸν, εὗρε τὸ νόμισμα κατὰ τὸ ἔθος· καὶ εἶπε Τὸν μὲν ἵππον ἀπωλέσαμεν, διὰ τί καὶ τὸ καθημερινὸν νόμισμα ἀπολέσομεν; Ἐφ' ὅσον τὸ ἄλογου μόνον ἐφόνευσε, καὶ τοὺς ἀνθρώπους οὐ βλάπτει, διὰ τί καὶ θανατοῦμεν αὐτόν; Καὶ ἀφῆκε τὸν ὄφιν ζῶντα. Καὶ ἐποίησεν ὁ ἄνθρωπος καιρόν, καθημέραν λαμβάνων τὸ νόμισμα, καὶ ἐν μηδενὶ βλαπτόμενος καὶ ὅτι εἶδεν ὁ ὄφις τὸν ἄνθρωπον αμεριμνήσαντα, ἦλθε καὶ ἔδακε τὸν δοῦλον αὐτοῦ κοιμώμενον· ἶνα μή τις εἴπῃ· Καὶ διὰ τί ἀπῆλθεν εἰς τὸν τόπον τοῦ ὄφεις; ἢ διὰ τί ὁ δεῖνα μὴ παρεφυλάξατο μὴ ῥίπτειν ἑαυτὸν εἰς τὸν θάνατον; Τί γὰρ τὸ ἄωρον τοῦ θανάτου εγίνωσκεν; Εἶτα κράξαντος τοῦ δούλου ἦλθεν ὁ κύριος αὐτοῦ σπεύδων καὶ καταρώμενος τὸν ὄφιν καὶ τὴν ὥραν, ἐν ᾗ ἐγνώρισε τὴν αὐλὴν ἐκείνην· ὅτε καὶ ἡμεῖς ἐν ταῖς εὐημερίαις οὐ μνημονεύομεν τοῦ θανάτου ἐν δὲ ταῖς θλίψεσιν ὀλιγωροῦμεν, καὶ ἀναθεματίζομεν τὸν βίον καὶ τὴν ὥραν, ἐν ᾗ ἐγνωρίσαμεν αὐτόν καὶ λέγομεν ἕκαστος· Αληθῶς ἀπάρτι οὐ μὴ πλανηθώ τῇ ἀπάτῃ τοῦ βίου τούτου τοῦ ματαίου. Καὶ πάλιν, ὡς κύων ἐπὶ τὸν ἴδιον ἐμετὴν, οὕτως ἐπὶ τὴν ἁμαρ τίαν στρεφόμεθα, καὶ τῶν προτέρων χείρονα διαπραττόμεθα, μήτε τῆς κρίσεως, μήτε τοῦ θανάτου φροντίζοντες. Εν γὰρ τῇ εὐημερία καὶ τῇ ἀμεριμνίᾳ, εὑρίσκει παρείσδυσιν ἡ ἁμαρτία. Καὶ καθάπερ τὸ ὄρνεον ῦλος τηρεῖ τὸν κροκόδειλον, ἕως ἂν ἴδη αὐτὸν ἡδέως καὶ ἀμερίμνως ὑπνώσαντα, καὶ τὸ διέμεινεν.
col. 1221–1222page 4 of 8
PG 100:1221στόμα ἀνεῳγμένον ἔχοντα· καὶ τότε εἰσπηδῆσαν εἰσέρχεται διὰ τοῦ στόματος αὐτοῦ εἰς τὴν κοιλίαν αὐτοῦ, καὶ διαρρήξαν τὴν γαστέρα αὐτοῦ, ἐξέρχεται, καταλιπὼν αὐτὸν νεκρόν· οὕτω καὶ ἡμᾶς θανατοί. ἡ ἁμαρτία μετὰ τὴν πρᾶξιν· ἀλλὰ ἡμεῖς φθάσαντες διὰ μετανοίας ζωοποιήσωμεν εαυτούς. Ζ΄. Αλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἰδὼν οὖν ὁ ἄνθρωπος τὸν δοῦλον αὐτοῦ συνεχόμενον, μετο εστείλατο τους ιατρούς, παρακαλῶν αὐτοὺς, ἐπιμελεῖσθαι αὐτοῦ, καὶ πολλὰ ποτίσαντες φάρμακα, οὐδὲν ὠφέλησαν. Ὕστερον ἀπέθανεν ὁ δοῦλος αὐτοῦ. Καὶ ὤμοσεν ὁ ἄνθρωπος ἀποκτεῖναι τὸν ὄφιν· καὶ ἐλθώνἐπὶ τὸν τόπον, εὗρε τὸ νόμισμα, καὶ λαβὼν αὐτὸ, εἶπεν· ὁ δοῦλος τιμῇ ἡγοράσθη, καθάπερ καὶ τὸ ἄλο γον· καὶ τὸ χορηγούμενον ἡμῖν καθ' ἑκάστην ἡμέραν νόμισμα κρεῖττόν ἐστι τῆς τιμῆς αὐτῶν. Παραφυλαξώ μεθα οὖν, καὶ οὐκέτι δύναται ἡμᾶς βλάψαι· καὶ τυφλωθεὶς τῇ ἐπιθυμίᾳ τῆς φιλαργυρίας, ἀφῆκε τὸν ὄφιν, καὶ ἔμεινε καὶ πάλιν οὕτως. Καὶ ὅτε εἶδεν ὁ ὄφις τὸν ἄνθρωπον μὴ φροντίζοντα τοῦ θανάτου, ἦλθε ἕρπων νυκτὸς, καὶ ἔδακε τὸν υἱὸν αὐτοῦ. Ὅτε ώργί σβη ὁ Θεὸς τῷ Θάραν τῷ Πατρὶ τοῦ ᾿Αβραάμ, ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ τὸν τρίτον, ὃν ὑπὲρ τοὺς ἄλλους ἠγάπησεν, ἵνα ὁ πατὴρ σωφρονήσῃ, καὶ οὐκ ἐσωφρόνησεν· ἐποίει γὰρ καὶ εἴδωλα, καὶ ἐπώλει τοῖς εἰδω λολάτραις· ἐπέστη δὲ τότε ὁ αἰων, εἰς εἰκοστὴν γενεὰν ἔτη, βτλο. Β. Καὶ οὐδεὶς πρότερον ἀνθρώπων πρὸ πατρὸς υἱὸς ἐτελεύτα, εἰ μὴ ὁ Λαμεχ ὁ υἱὸς τοῦ Μαθουσάλα. Καὶ θαυμάσασα ἡ θεία Γραφή ἐπεσημήνατο λέγουσα· Καὶ ἀπέθανεν Αρὰν ἐγ ώπιον τοῦ πατρὸς αὐτοῦ Θάραν ἐν τῇ γῇ τῆς γενέ σεως αὐτοῦ. Η'. Καὶ διαλάβωμεν πάλιν τὸν λόγον περὶ τοῦ όφεως. Κράξαντος τοῦ παιδὸς φωνὴν μεγάλην, ἦλθεν ὁ πατὴρ αὐτοῦ ὀδυρόμενος καὶ κλαίων, καὶ τὸ οὐαὶ κράζων, καὶ ἀναθεματίζων τὴν ὥραν ἐν ᾗ τὴν αὐλὴν ἐκείνην καὶ τὸν ὄφιν ἐγνώρισεν· ἐπειδὴ 6 υἱὸς μονογενὴς αὐτῷ ἦν. Οὕτως εἰώθαμεν καὶ ἡμεῖς, ἡνίκα ἴδωμέν τινα τοιοῦτον νεώτερον ἀποθνήσκοντα πρὸ ὥρας, μισεῖν τὸν βίον καὶ ἀναθεματίζειν τὴν ἑαυτῶν ζωὴν, καὶ λέγειν· Είθε μὴ ἐγεννήθημεν, μὴ ἐγνωρίσαμεν τὸν βίον τοῦτον, καὶ τὰ ἐν αὐτῷ μάταια. ᾿Αβάλε τῇ ἀνθρωπότητι. Τί ἀπάρει προσδοκῶμεν ἐλεεινοί; Ἐὰν οὗτος ὁ ἄνθρωπος ἐν τῇ νεαζούση ἡλικίᾳ, καὶ ἀκμῇ τῆς νεότητος ἀπέθανε, τί ἐλπίζο μεν ἡμεῖς; οὕτως, οὐ μὴ ἀπατήσει ἡμᾶς ὁ βίος οὗτος ὁ μάταιος· οὔτε ἡ ἁμαρτία τοῦ λοιποῦ. Καὶ ἔτι τῶν δακρύων ἡμῶν ἐν τοῖς ὀφθαλμοῖς ὄντων, καὶ τὸν νεκρὸν προσεχόντων, καὶ τὰς κεφαλὰς ἐν στε ναγμοῖς ἄνω καὶ κάτω κινούντων, καὶ ὀμνυόντων, μηκέτι φροντίζειν βιωτικῶν πραγμάτων, περὶ κλη ρονομίας μαχόμεθα, καὶ τοὺς ὑπηρέτας παραγγέλλομεν ἀσφαλῶς τὰ πράγματα φυλάττειν, λέγοντες, Φυλάξατε, ἀδελφοί, τὰ πράγματα· ἀρκεῖ ἡ θλίψις γσλβ' ἦσαν λοιπόν.
col. 1223–1224page 5 of 8
PG 100:1223ἡμῖν περὶ τοῦ νεκροῦ. Σήμερον ἀπαραμυθήτως κλαίομεν καὶ ὀδυρόμεθα καὶ θρηνοῦμεν, καὶ αὔριον ἀθάνατοι διακείμεθα. Θ'. ᾿Αλλὰ ἀναλάβωμεν τὸν λόγον ὅθεν αὐτὸν κατ ελίπομεν, ἐπειδὴ τὰ ἀκόλουθα εἰπεῖν κατεπειγόμεθα. Ἰδὼν οὖν ὁ ἄνθρωπος τὸν υἱὸν αὐτοῦ δάκρυσιν ὀλοφυρόμενον, καὶ τὴν βοήθειαν τοῦ πατρὸς ἐπικαλούμενον, συνήθροισε τοὺς ἰατρούς, ἐπαγγειλάμενος δο και αὐτοῖς ὅ τι ἂν αἰτήσωσιν, ἐὰν τὸν υἱὸν αὐτοῦ ἐλευθερώσωσι τοῦ θανάτου. Καὶ πολλὰ κοπιάσαντες, ὠφέλησαν οὐδέν. Απέθανεν οὖν ὁ παῖς, καὶ λυπης θεὶς ὁ πατὴρ αὐτοῦ ὤμοσε μὴ ἐᾶσαι τὸν ὄφιν ζῶντα, λέγων· Εως πότε μωροποιῷ ἑαυτὸν ὁ ἄφρων, καὶ οὐ φονεύσω τὸν κατηραμένον ὅριν πρίν με φονεύσει; καὶ ἀπελθὼν τοῦ φονεῦσαι αὐτὸν, εὗρε τὸ νόμισμα καὶ λαβὼν αὐτὸ, ἤρξατο εἰς ἑαυτὸν ἀτενίζων, καὶ λέγων· Τί ποιῶ; ὁ υἱός μου· ἀπέθανε, καὶ τάχα εἰ παρεφυλάξατο, οὐκ ἂν ὁ ὄφις βλάψαι αὐτὸν ἠδύνατο. Όμως παραφυλαξόμεθα ἐγώ τε καὶ ἡ γυνή μου, καὶ οὐ δύναται ἡμᾶς βλάψαι. Έζημιώθην τὸν υἱόν μου. Διὰ τί; ἵνα ζημιωθῶ κατὰ χρόνον, νομίσματα τριακόσι' ἑξήκοντα πέντε; Καὶ ἀφῆκεν αὐτόν. Εμει νεν οὖν πάλιν καιρὸν ὁ ὄφις, παρέχων αὐτῷ καθ ημέραν νόμισμα ἐν τῷ ἀπομεριμνῆσαι τὸν ἄνθρωπον καὶ προτιμῆσαι τὴν τοῦ βίου ματαιότητα. Ι. Ηλθεν οὖν πάλιν ὁ ὄφις άφνω, καὶ ἔδακε τὴν γυναῖκα αὐτοῦ· οὕτως ἔρχεται ὁ θάνατος ὡς κλέπτης, ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκῶμεν, καὶ ἁρπάζει ἡμᾶς. Ει Έκραξε καὶ ἡ γυνή· καὶ ἦλθεν ὁ ἀνὴρ αὐτῆς ὁδο Ο ρόμενος καὶ θρηνῶν· καὶ ἀκούσαντες οἱ γείτονες, καὶ οἱ φίλοι, καὶ οἱ συγγενεῖς, συνήχθησαν κλαίοντες. Εκάλεσε πάλιν ὁ ἄνθρωπος τοὺς ιατρούς ὑποσχόμενος χρήματα παρέχειν αὐτοῖς, ἐὰν ῥύσωνται τὴν γυναῖκα αὐτοῦ ἀπὸ τοῦ θανάτου. Καὶ πάνυ πολλά κοπιάσαντες, οὐδὲν ὠφελῆσαι ίσχυσαν. Απέθανε δὲ καὶ ἡ γυνή, καὶ ἔμεινενὁ ἄνθρωπος μόνος μεμονωμένος ἐν τῷ οἴκῳ· καὶ λαβὼν τὴν βουλὴν τῶν φίλων αὐτοῦ καὶ συγγενῶν περὶ τοῦ ἔφεως, ἀναγγείλας αὐτοῖς πάντα τὰ προγεγονότα, συνεβουλεύσαντο αὐτὸν πάντες τὸν ὄφιν ἀποκτεῖναι, ἐπεὶ καὶ αὐτὸν μέλλει θανατῶσαι. Καὶ ὡς ἐπῆλθεν ἐπὶ τὸν τόπον, ἐτήρει ὅπως ἐξελθόντα τὸν ὄφιν, θανατώσῃ αὐτόν. Ατενίζει δὲ εἰς τὸν τόπον τοῦ νομίσματος, καὶ βλέ πει κείμενον ἐκεῖ μαργαρίτην λευκὸν καὶ καθαρὸν καὶ πολύτιμον, ἰσόσταθμον τοῦ νομίσματος. Κα περιχαρής γενόμενος, λαβὼν τὸν μαργαρίτην δι έστρεφεν ὧδε κἀκεῖ ἐν τῇ παλάμῃ αὐτοῦ, ἐν ἀγαλλιάσει πολλῇ, ὡς ἐπιλαθόμενος τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ καὶ τῆς γυναικὸς, καὶ πάντων τῶν αὐτοῦ καὶ εἶπεν αὐτῷ· Ἐπειδὴ ὁ ὄφις οὗτος ήλλαξε την χροιάν τοῦ νομίσματος εἰς τὴν καθαρότητα καὶ λευ κότητα τοῦ μαργαρίτου, πάντως καὶ τὸν θανατηφόρον αὐτοῦ τὸν ήλλαξε, καὶ οὐκέτι βλάπτει τινά. ΙΑ'. Ο τῆς ἀνοίας! οὕτως ἡμᾶς ἀπατᾷ πάντας, ἀγαπητοί, τῇ ἀπάτῃ καὶ πλάνῃ τοῦ ματαίου τούτου βίου, ἵνα ἀπαλλοτριώσῃ ἡμᾶς τῆς σωτηρίας καὶ τῆς τοῦ θείου φιλανθρωπίας, καὶ παραδώσει ἡμᾶς
col. 1225–1226page 6 of 8
PG 100:1225τῷ αἰωνίῳ πυρί. Οὕτω καὶ τὸ δέλεαρ τῶν ἁλιέων ἐστί. Καὶ διὰ τοῦτο καλεῖται δέλεαρ, ἐπειδὴ δόλος ἐστὶν ἐν ἀγκίστρῳ ἀπατῶν τοὺς ἰχθύας. Κινείται γὰρ ἔμπροσθεν τοῦ ἰχθύος τὸ δέλεαρ ἀπατηλῶς· ἵνα τοῦτον κρεμάμενον ἐν τῷ ἀγκίστρῳ καταγέλαστον πᾶσιν ἀποδείξῃ, καὶ τῷ πυρὶ παραδώσῃ. Ωδε δὴ καὶ ἡμεῖς ἅπαντες ὑπὸ τοῦ πονηροῦ ἀπατώμεθα. Ολως γὰρ ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται· γινώ σκομεν δὲ ἅπαντες τὴν βλάβην τῆς ἁμαρτίας· καὶ πρὸς αὐτὴν σπουδαίως καὶ προθύμως τρέχει, ἵνα δ λέων τοῦτον συντρίψας καταφάγῃ ΙΒ΄. Εἶτα ὁ ἡπατημένος ἄνθρωπος ἀπὸ πολλῆς χαρᾶς τοῦ μαργαρίτου, ἤρξατο ἔκτοτε καθαίρειν τὸν τόπον, καὶ ῥαντίζειν καὶ θυμιᾷν, καὶ εὔοσμά τινα ἐκρίπτειν. Ἐποίησε δὲ ὁ ὄφις χρόνον, καθ᾿ ἑκάστην ἡμέραν παρέχων αὐτῷ μαργαρίτην πολύτιμον. Και ἰδὼν ὁ ἄνθρωπος τὸ πλῆθος τῶν μαργαριτῶν, εἶτα λαβὼν χρυσίον, ἐποίησεν ἐξ αὐτοῦ πυξίον, καὶ ἔξα λεν ἐν αὐτῷ τοὺς μαργαρίτας καὶ τὰ λοιπὰ νομί σματα. Καὶ λοιπὸν ἤρξατο ζητεῖν τόπον ἐπιτήδειον. καὶ φυλακτικὸν, ὅπως κρύψῃ αὐτό· καὶ πολλὰ ἐρευνήσας οὐχ εὗρεν, εἰ μὴ ὑποκάτω τῆς κεφαλῆς αὐτοῦ καὶ ὀρύξας τὴν γῆν ἔκρυψεν αὐτό· μήτε τέκνου, μήτε γυναικὸς φροντίζων· καὶ ἐν ὅσῳ ἐτρύφα ἀμερίμνως, ἦλθεν ὁ ὄψις ἄφνω, καὶ ἔδικε τὸν πόδα αὐτοῦ· κρά ξαντος δὲ φωνῇ μεγάλη, συνήχθησαν πάντες οἱ γεί τονες καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ συγγενείς, κλαίοντες, καὶ μεμφόμενοι αὐτὸν, καὶ λέγοντες· Οὐκ εἴπομέν σοι, Απόκτεινον τὸν ὄφιν, ἐπεὶ καὶ σὲ μέλλει θανα τῶσαι; ἀληθῶς σὺ σεαυτὸν ἀπέκτεινας. Εἶτα ἐκάλεσε καὶ αὖθις ιατρούς, καὶ παρεκάλεσεν αὐτοὺς βοηθῆσαι αὐτῷ, ὑποσχόμενος μεθ' ὅρκου δοῦναι αὐτοῖς εἰ τι ἂν αἰτήσωνται, εἰ ῥυσθῇ τοῦ θανάτου· καὶ πάμ πολλα φάρμακα αὐτῷ ποτίσαντες, οὐκ ἴσχυσαν αὐτὸν ὠφελῆσαι. Ὕστερον δὲ ἀπορήσας πάσης ἀν θρωπίνης βοηθείας, καθὼς ὁ δίκαιος Ιώβ φησιν, ὅτι Ενέβλεπον εἰς ἀντίληψιν, καὶ οὐκ ἦν· καὶ ὁ Δαβιδ πάλιν· Μὴ πεποίθατε ἐπ' ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία· ὅτε γοῦν ἀπόρησεν ἐκ πάντων, προσέφυγε τῷ Θεῷ λέ- 10), γων· Κύριε, Κύριε, τὸ ἅπαξ τοῦτο μόνον μοι χάρι σαι, τὸ ζῆν, ὅπως μετανοήσω· καὶ οὐκέτι, οὐ μή σε ἀθετήσω, οὐδ᾽ οὐ μὴ πλανήσει με ό χαλεπὸς οὗτος βίος, καὶ ἡ φιλαργυρία τοῦ λοιποῦ· ἀλλὰ σκορπίσας πάντα τὰ; ὑπάρχοντά μου, καὶ μονάτας, καθέζομαι τοῦ λοιποῦ ἐν τῇ ἐρήμῳ, ἀποταξάμενος τοῖς βιωτικοῖς πράγμασι καὶ ἐπιθυμίαις ἀτόποις καὶ φροντίζω τῆς ἐμαυτοῦ σω τηρίας, καὶ τῆς τῆς εὐαρεστήσεως· ἔγνων γὰρ ὅτι ὅλος ὁ βίος οὗτος μάταιος ἐστιν καὶ ἀνόνητος. Καὶ ἐπεκαλεῖτο τοὺς ἁγίους εἰς βοήθειαν, ποιήσας έλεη μοσύνας πολλὰς εἰς τοὺς δεομένους, καὶ λόγον τῷ Χυρίῳ δεδωκώς, μηκέτι ἀθετῆσαι αὐτόν· καὶ ἐπ ἤκουσεν αὐτὸν ὁ Θεὸς, καὶ ἐχαρίσατο αὐτῷ τὴν ζωὴν αὐτοῦ. [Γ. Αναστὰς οὖν ἐκ τῆς ἀρρωστίας, καὶ ὑγιά
col. 1227–1228page 7 of 8
PG 100:1227vας, ἐπελάθετο τῆς ὑποσχέσεως, καὶ τοῦ ὅρκου, ε δέδωκε τῷ Θεῷ, καὶ εἶπεν ἐν ἑαυτῷ· Ελπίζω ὅτι ὅσα τὸ ἅπαξ τοῦτο ἐσώθην, οὐ μὴ βλαβῶ ἔτι τοῦ λοιπες ἀπὸ τοῦ ἔφεως ἐκείνου. Εἰ γὰρ ἦν ὁ ἰὸς αὐτοῦ θανά σιμος ὡς τὸ πρὶν, οὐκ ἂν ὑγιὴς ἔτυχον, καὶ ἐῤῥύσθην τοῦ θανάτου. Ιδε ἐπίπονον ὑπόσχεσιν, καὶ σύνταξιν, καὶ πάλιν ταχίστην αθέτησιν καὶ ἀπόταξιν. Ὦ τῆς ζημίας! καλὸν ἦν τῷ ἀνθρώπῳ ἐκείνῳ, εἰ οὐκ ἐγεννήθη ἐπὶ τῆς γῆς. Αὐτὸς γὰρ μόνος ἐστὶν ἐν πάσῃ τῇ κτίσει παροργίζων καὶ ἀθετῶν τὸν Θεόν. Εἶτα ἐστράφη ἐπὶ τὸν ἴδιον ἐμετὸν, καὶ εἰς τὰ τῶν προτέρων χείρωνα· ὥσπερ καὶ οἱ ἀπὸ κινδύνου της θαλάσσης μετὰ ἀπόγνωσιν σωζόμενοι· καὶ οἱ ἐξ ἀρρωστίας μετὰ ἀπελπισμὸν καὶ διαθήκην ἀνιστάμενοι· καὶ οἱ λῃσταὶ οἱ μετὰ φυλακὴν καὶ βασάνους καὶ ἀπόφανσιν θανάτου ἀπολυόμενοι· τοιοῦτον δὲ τὸν τρόπον καὶ ἡμεῖς ἅπαντες ποιοῦμεν· καὶ ἐν μὲν ταῖς θλίψεσι καὶ τοῖς πειρασμοῖς μετανοούντες, εὑρίσκομεν ἄνεσιν καὶ εὐημερίαν· πάλιν ἐπὶ τὴν ἁμαρτίαν στρεφόμεθα, καὶ εὑρισκόμεθα κτίζοντες, καὶ πάλιν καταλύοντες· καὶ λοιπὸν ἀνωφελῶς κοι πιῶντες, ὡς ὁ καρκίνος ποτὲ μὲν ἐπὶ τὰ πρόσω, ποτὲ δὲ ἐπὶ τὰ ὀπίσω τρέχειν ἀγωνιζόμενος· καὶ μὴ διὰ τὸ εἶναι εὔθετον τὴν ὁδὸν αὐτοῦ εὐκόλως θε ρεύεται· Εἰς γὰρ οἰκοδομῶν, καὶ εἰς καθαίρων τὰς ὠφέλεια ἐν· ἀμφοτέροις; ΙΔ'. Ἔπειτα ἐστράφη ἐπὶ τὴν ἰδίαν τάξιν αὐτοῦ τὴν ἀρχαίαν καὶ ματαίαν, λαμβάνων τὸν μαργαρίτην καθ' εκάστην ἡμέραν, ὡς τὸ πρότερον, καὶ λέγων Επίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου καὶ ἐν ὅσῳ πάλιν ἐτρύφα, καὶ ἀμερίμνως διέκειτο, ἦλθεν ὁ ὄφις, καὶ ἔδακε τὴν χεῖρα αὐτοῦ· κράξαντος δὲ αὐτοῦ φωνῇ μεγάλη, συνήχθησαν πάλιν οἱ γεί τονες, καὶ οἱ φίλοι καὶ οἱ συγγενεῖς, ὀνειδίζοντες αὐτὸν, καὶ λέγοντες· Εως πότε προκατειλημμένος εξ τῇ πλάνῃ, καὶ οὐ συνάγεις τὸν νοῦν σου; ἕως πότε ἀνέχεταί σου ὁ Θεός; ἔδωκας αὐτῷ λόγον μεθ' ἔρω κου, καὶ πάλιν ἠθέτησας; ἀληθῶς εἰς σὲ πεπλήρωται τὸ προφητικὸν ἔπος· Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν· καὶ ὅτε ἡλεοῦντα, τὰ χεί ρονα διέπραττον. Καὶ πάλιν ἤρξατο λέγειν· Κύριέ μου, Κύριε, οἶδα ὅτι ἐψευσάμην, καὶ ἠθέτησα τὸν Κύριόν μου καὶ Θεόν· καὶ τὴν ἐπαγγελίαν ἐν ἐπηγγειλάμην οὐκ ἐφύλαξα· λοιπὸν τὸ ἔτος τοῦτο, καὶ αὖθις δοκίμασόν με, ὅτι οὐ συνῆκα τὴν πλάνην, καὶ ἔγνων τὸν δόλον, καὶ οὐκ ἔτι ῖνα πλανηθῶ τοῦ λοι ποῦ. Καὶ εὐξάμενος ταῦτα, ἐπήκουσεν αὐτοῦ ὁ Θεός. Καὶ ἔζησεν. ΙΕ΄. Λοιπόν ήρξατο παλιν καθημέραν μικρὸν βαθυ μεῖν καὶ ἀμελεῖν, ἕως ἑστράφη εἰς τὴν ἀρχαίαν αὐτοῦ τάξιν, λέγων· Διὰ τί, ἵνα οἱ μαργαρίται οὗτο πολύτιμοι ὄντες ἀπόλλυνται, πολλῶν πτωχῶν μήτε ἄρτον εὑρισκόντων φαγεῖν; ἀλλὰ συνάξω καὶ διδώσω τὰ πλεῖστα τοῖς πένησι, καὶ λογισθήσεταί μοι έλεη μοσύνη εἰς δικαιοσύνην. Εἶθ' οὕτως ἀναχωρῶ, καί ΙΣΣΙ,
col. 1229–1230page 8 of 8
PG 100:1229μετανοῶ. Ἴσως διὰ τοῦτο ἐχαρίσατό μοι ὁ Θεὸς ἢ τὴν ζωήν. Βλέπετε, ἀγαπητοί, τὴν τοῦ βίου ἀπάτην καὶ πλάνην; Ὑπέκρινε πολλάκις τὴν ἐλεημοσύνην. 5 δείλαιος, ἵνα μὴ παραδράμῃ αὐτῷ τὸ κέρ δος· καὶ τοῦτο δῆλον ὅτι μετὰ ταῦτα ἐμίσησεν καὶ τοὺς πτωχούς, ἀνέργους καὶ ἀδιακρίτους ἀποκαλών αὐτοὺς, καὶ κρατήσας τὰς χεῖρας αὐτοῦ ἀπὸ τῆς ἐλεημοσύνης, δέδωκεν αὑτὸν τῇ εὐημερίᾳ, καὶ μέθῃ, καὶ λαγνείᾳ· καθ' ἑκάστην ἡμέραν μετρῶν τὸ χρυ σίον αὐτοῦ, καὶ τοὺς μαργαρίτας. Καὶ ἔτι τούτου εὐφραινομένου, καὶ περὶ τοῦ θανάτου εἰς τέλος ἀμεσ ριμνοῦντος, καὶ λέγοντος· Ψυχή, φάγε, πίνε, εὐφραίνου, ὅτι ἐπληθύνθησαν τὰ ἀγαθά σου· καὶ διαλογιζομένου, ποῦ κρύψει τὰ λοιπὰ αὐτοῦ νομί σματα, ήγουν τὰ χρήματα, ὡς ἐν τῷ Εὐαγγελίῳ ὁ πλούσιος ἔλεγε· Καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οικοδομήσω· πρὸς ὃν καὶ εἰρήθη· "Αφρον, ταύτῃ τῇ νυκτὶ, ἀπαιτοῦσι τὴν ψυχήν σου ἃ δὲ ἡτοίμασας τίνι ἔσται; ἔτι οὖν ἐκείνου ταῦτα διαλογιζομένου, καὶ λέγοντος, ἐλθὼν ἐξαίφνης ὁ ὄφις ἐδράξατο τῆς καρδίας αὐτοῦ μετὰ σπαραγμοῦ. Κρά ξαντος δὲ αὐτοῦ πάλιν, συνήχθησαν οἱ γείτονες καὶ οἱ φίλοι αὐτοῦ, ἀτιμάζοντες αὐτὸν, καὶ λέγοντες Πάνυ κακῶς διεπράξω εἰς τὴν σεαυτοῦ ψυχὴν, ἄθε λιε· προέδειξέ σοι ὁ Θεὸς τὴν θανατηφόρον βλάβην τοῦ ὄψεως τούτου, καὶ διὰ τοῦ υἱοῦ ἠγαπημένου, καὶ διὰ τῆς γυναικός σου. Καί σου ἔφθασας ἤδη τὸν θάνατον δεύτερον· καὶ ἔδωκας λόγον τῷ Θεῷ μεθ' ὅρκου, μηκέτι απατηθῆναι τῇ ἀπάτῃ τοῦ μας ταίου τούτου βίου, καὶ ἐπήκουσέ σου ὁ Θεὸς, καὶ ἀνέστησε σε ἐκ τῶν νεκρῶν δεύτερον, καὶ οὐ συν ἥκας, ὦ Απατημένε. Καλῶς οὖν ἡ θεία Γραφή λέγει, ὅτι Συντριβή θεραπεύει καρδίαν φρονίμου· ἄφρων δὲ μαστιγωθεὶς, οὐκ αἰσθάνεται. Συνεβουλεύσαμέν σοι πολλάκις θανατῶσαι τὸν ἐχθρὸν, πρίν σε αὐτὸς θανατώσει. Και παρήκουσας ἡμῶν, λοιπὸν ἀναπολόγητος εἶ ἐκ πάντων. Ο δὲ ἐξενέγκας τοὺς μαργαρίτας καὶ τὸ χρυσίον, ἔδειξεν αὐτοῖς, λέγων· Ταῦτα πάντα ἐξ αὐτοῦ ἐκέρδησα. Οἱ δὲ κινοῦντες τὰς κεφαλὰς αὐτῶν, εἶπον αὐτῷ· Οὐαί σοι! Επλανήθης, ἄθλιε· ταῦτα γὰρ πάντα ἄλλοι μέλλουσι παρώργισας, καὶ τὴν ψυχήν σου ἀπώλεσας, καὶ ἑαυτὸν τῷ αἰωνίῳ πυρί. 14. Καὶ πάλιν ήρξατο κλαίειν, καὶ λέγειν· Ω κληρονομῆσαι καὶ ἀπολαῦσαι αὐτῶν· σὺ δὲ τὸν Θεὸν Κύριέ μου, τὸ ἅπαξ τοῦτο ἐπάκουσόν μου, και δοκίμασόν με μόνον, Θεέ μου καὶ Κύριε, καὶ ἐλέησόν με, καὶ μὴ παραλάβης με νῦν ἀνέτοιμον ὄντα καὶ ἀκάθαρτον. Συνήθροισε δὲ καὶ τοὺς ἰατρούς πανταχόθεν, καὶ ὤμοσε τοῦ δοῦναι αὐτοῖς πάντα ὅτα κέ κτηται, καὶ δουλεῦσαι αὐτοῖς πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ἐὰν ἐλευθερώσωσιν αὐτὸν τοῦ θα νάτου· καὶ ἔλεγεν αὐτοῖς σπαραττόμενος· Ω ἀδελ φοί, οὐκ ᾔδειν ἕως τοῦ νῦν ὅτι οὕτως ἐστὶ πικρός ὁ θάνατος. ᾿Αβάλε μοι τῷ ἐλεεινῷ καὶ ταλαιπώρῳ. Επ' ἀληθείας ἐγὼ ἐμαυτὸν ἐπλάνησα ἐκ τῆς εὐθείας ὁδοῦ. Καὶ διὰ τοῦτο οὐκ ἔστιν ὁ ἐλεῶν με, ἀλλὰ καὶ τῆς αἰωνιζούσης στερούμαι ζωῆς. Καὶ ἁπλῶς εἰπεῖν πᾶσαν παράκλησιν καὶ ἀγῶνα ἐποιήσατο, καὶ διὰ
Page scan enlarged

Notebook

Full View