PG 103Photius of Constantinople.
Another Letter, the Dedicatory of Andreas Schott
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 11–12page 1 of 2
PG 103:11ἀκλείστους θύρας παρέχειν σοφοῖς ἀνδράσι,
col. 13–14page 2 of 2
PG 103:13ΜΑΞΙΜΟΣ Ο ΜΑΡΓΟΥΝΙΟΣ, ΤΑΠΕΙΝΟΣ ΚΥΘΗΡΩΝ ΕΠΙΣΚΟΠΟΣ, ΤΟΙΣ ΤΩΝ ΛΟΓΩΝ ΕΡΑΣΤΑΙΣ, ΕΝ ΤΟΙΣ ΚΑΛΟΙΣ ΕΠΙΔΟΣΙΝ. Αλλοι μὲν ἄλλους τῶν περὶ τὴν σοφίαν περιττῶν θαυμαζόντων, καὶ ἡ ἕκαστος ἔχει ἐπιτηδειότητος καὶ δυνάμεως, ταύτῃ πλεκέτω τούτων ἑκάστου καὶ τὰ ἐγκώμια, εἴτε τὴν ἐν λόγοις ἐπαίρων δεινότητα, είτε τὸ ἀνθηρὸν καὶ κεκομψευμένον τῆς φράσεως, εἴτε τὸ περὶ τὴν φιλοσοφίαν εμβριθές τε καὶ ὅλως ἐξηκριβω μένον καὶ πάγιον· ἐμοὶ δὲ πρὸς τοῖς ἄλλοις παντὸς ἄξιος ἐγκωμίου καὶ μάλα ὁ σοφώτατος ἐκεῖνος καὶ ἱερὸς πολλάκις ἔδοξε Φώτιος. Οὐ μόνον ὅτι τοὺς τῆς ἱερᾶς Ἐκκλησίας εμπιστευθείς οἵακας, τὸ τοῦ Χριστοῦ λογικὴν ποίμνιον εἰς νομὰς εἰσῆγέ τε καὶ ἐξῆγε σωτηριώδεις εὐσεβείς τε τῇ πάνυ διατρέφων, καὶ βίου κατακαλλύνων ὀρθότητι· ἀλλ' ὅτι καὶ πᾶσαν μετελθὼν παιδείαν πάντας τοὺς ἐπ' αὐτοῦ πολλῷ τῷ μέσῳ ὑπερ ηκόντισε. Μαρτυροῦσιν αὐτοῦ τὸ πολὺ τῆς σοφίας οἱ πανηγυρικοὶ τῶν λόγων, οἷς τηλικαύτην ἐνέθηκε τὴν χάριν καὶ τὴν γλυκύτητα, ὡς δεινὸν τίθεσθαι τοὺς ἐντυγχάνοντας τὴν ὁπωσοῦν ἀπὸ τούτων ἀπαλλαγήν. Οὕτω τὰς τῶν ἀκουόντων καταθέλγει ψυχὰς ταῖς τῶν οἰκείων σειρήνων σωστικαῖς ἐπῳδαῖ;, καὶ τῷ τῶν πίστεων ἐφελκυστικῷ τὸ τῆς πειθούς αὐταῖς ἐγγεννᾶσθαι καταναγκάζει θέλγητρον. Τοιαῦται καὶ αἱ θαυμασταὶ τούτου πρὸς διαφόρους ἐπιστολαί. Τὸ δὲ πρὸς τὰς τῶν ἀποριῶν λύσεις ἕτοιμον, ἄλλως τε καὶ ὅσαι ἐπὶ τὴν ἱερὰν τείνουσι φιλοσοφίαν, καὶ τὸ τῆς θείας Γραφῆς, ἐν οἷς μάλιστα μυστικώτερόν τι ἐναποκέκρυπται, ἀγχίνουν τε καὶ διερμηνευτικόν, τίς τῷ τῶν ᾿Αμφιλοχίων αὐτῷ πεπονημένῳ συγγράμματι ἐντυχών, οὐκ ἂν εἰκότως θαυμάσειεν, ἀλλὰ γὰρ καὶ τὴν περὶ τὴν ἱστορίαν ἀκρίβειαν, καὶ τὸ τῆς σοφίας ποικίλον, καὶ τὸ περὶ τὴν κρίσιν τῶν τοῖς ἄλλοις συντεθειμένων ἔντεχνόν τε ἅμα καὶ εὐκρινέστατον, ἡ μετὰ χεῖρας αὕτη βίβλος, τοῖς τοῦτ' ἂν ἑλομένοις καταμαθεῖν, ἐπιδείξει τρανότατα· πολλὴν μὲν τοῖς περὶ τοὺς λόγους καὶ τὴν Έξω φιλοσοφίαν καταγινομένοις τὴν ὠφέλειαν προξενοῦσα· τοσαύτην δὲ καὶ τοῖς τῆς ἱερᾶς ἀντεχομένοις θρησκείας χορηγούσα τὴν λυσιτέλειαν, ὡς πάμφορόν τινα οἷον ταύτην είναι χώραν, ποικίλοις μὲν κομῶσαν τοῖς καρποίς, καὶ τοῖς ἄνθεσιν, οὐχ ἧττον δὲ τῇ γεύσει τῶν δρεπομένων τὴν αἴσθησιν κηρενοῦσαν, ἢ τῇ ὄψει καὶ τῇ ὀσμῇ καθηδύνουσάν τε καὶ κατατέρπουσαν. Ταύτην οὖν φιλοφρόνως δεξάμενοι, πολλὰς τῷ σοφωτάτῳ Ἐσχελίῳ τὰς χάριτας ἔχοιτε, τοῦτο καὶ μόνον ἀεὶ διὰ μελέτης ἔχοντι, ὅπως χρήσιμόν τι καὶ τῷ κοινῷ τῶν λογίων ἐπωφελὲς ἐκδιδῶται καὶ μάλιστα. Εῤῥωσθε ἐν Χριστῷ Σωτῆρι, κατὰ τὸ α, χ' ἔτος τὸ σωτήριον, Ἰουλλίου τρίτῃ φθίνοντος. Προχειρίζεται δὲ πατριάρχην τον Φώτιον, ἄνδρα τῶν ἐπισήμων πρωτο λόγοις ονομαστότατον. Ο Βάρδας Φώτιον, ἄνδρα ἐπὶ σοφίᾳ γνώριμον. πατριάρχην. υπο Ασηκρήτις τότε τυγχάνοντα, καὶ ἐν πρωτοασηκρήτην τηνικαῦτα ὑπάρχοντα, προχειρίζεται
Page scan enlarged

Notebook

Full View