PG 104Photius of Constantinople
Library or Myriobiblon (Codices 250–280)
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

Codex 250 — Agatharchides, On the Erythraean SeaCodex 250 — Agatharchides, De mari Erythraeo

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 104:9Σκεπτέον δὲ τί φησιν ἐνταῦθα ὁ ἱστορικός. Καὶ γὰρ καὶ πρὸ τῶν Πτολεμαίων ἐλέφασι πολλοὶ χειροήθεσι καὶ ἐν πολέμῳ ἐχρῶντο, ὡς Πῶρός τε ὁ Ἰνδὸς ὁ πρὸς Ἀλέξανδρον πολεμήσας καὶ ἄλλοι οὐκ ὀλίγοι. Ἢ ὅτι Πτολεμαῖος οὗτος πολὺς πρῶτος περὶ ταύτην ὤφθη τὴν σπουδήν, ἢ πρῶτος τῶν μετὰ Ἀλέξανδρον, ἢ τῶν Αἰγύπτου βασιλέων πρῶτος. Ὅτι τὴν ἐρυθρὰν θάλατταν τὸ ὄνομα ἑλκύσαι φησὶν οὔτε ὅτι τοῦ Ἀραβίου καλουμένου κόλπου τὰ μὲν πρὸς ἑσπέραν ὄρη, δριμείας καὶ διαπύρου τῆς ἡλιακῆς ἀκτῖνος βαλλούσης, ἄνθρακος φαντασίαν ἀποδίδωσι, τὰ δὲ πρὸς ἀνατολὰς θῖνες ἄμμου γεώδεις ὑπέρυθροι παρὰ πολλὰ στάδια τῆς αὐτόθι παραλίας ἐκκέχυνται. Οὐμενοῦν οὐκ ἐκ τούτου ἐρυθρὰ κέκληται. Εἰ γὰρ καὶ ὁ παράπλους μέν ἐστι στενός, τῶν δὲ λόφων καὶ θινῶν ἐφ’ ἑκάτερα τοῦ κόλπου παντὸς ὑπερκειμένων ἡ πίπτουσα παρ’ ἀμφοτέρων εἰς τὸν πόρον τῶν ἠπείρων αὐγὴ τῇ χέρσῳ παρεγγυᾷ τὴν θάλατταν ὁμοίαν, τῆς μὲν ἰδέας πᾶσιν ὁρωμένης τοῦ δὲ πάθους οὐ πᾶσι γινωσκομένου, ἀλλ’ οὖν οὐ διὰ τοῦτό φησι τὴν κλῆσιν λαβεῖν τὴν θάλατταν, εἰ καὶ τῶν πρὸ αὐτοῦ τοῦτο πολλοῖς ἔδοξεν. Οὕτω μὲν οὖν ὁ πρῶτος εἰ καὶ μὴ ἀληθὴς τῆς αἰτίας λόγος.
PG 104:11Δεύτερος δέ, ὁμοίως ἔχων, τὸν ἥλιον ἐκεῖσέ φησιν ἐπιτέλλοντα οὐχ ὡς παρ’ ἡμῖν λαμπραῖς ταῖς ἀκτῖσιν εἰς τὸν πόρον βάλλειν, ἀλλὰ παρομοίαις αἵματι, ἐξ ὧν τοῖς ὁρῶσιν ὕφαιμον παρασκευάζειν τὸ πάθος τὴν τῆς θαλάττης ἔμφασιν, κἀκεῖθεν ἐρυθρὰν κατονομάζεσθαι. Τρίτος δέ ἐστιν ὁ Ἀργολικὸς λόγος, ὅς ἐστί, φησι, τῇ μὲν τόλμῃ μέγας, τῇ δὲ δόξῃ κενός. Οἱ γὰρ περὶ Δεινίαν ἱστορικοί φασιν, ἀπὸ τῆς ποιητικῆς ἐξουσίας καὶ αὐτοὶ ἄδειαν λαβόντες, ἐξ Ἄργους εἰς Αἰθιοπίαν (ἐκαλεῖτο δὲ τότε Κηφηνία) παραγεγονότα ἐπὶ λύσει τῆς Κηφέως θυγατρὸς τὸν Περσέα, ἐκεῖθεν δὲ εἰς Πέρσας μεταστάντα, Πέρσαις μὲν ἀπό τινος τῶν ἐγγόνων τῆς κλήσεως μεταδοῦναι, Ἐρύθραν δὲ γεννῆσαι υἱόν, καὶ ἐξ ἐκείνου τῇ θαλάττῃ τὴν κλῆσιν παρασχεῖν. Τοιοῦτος μὲν καὶ ὁ Ἀργολικὸς περὶ τῆς ἐρυθρᾶς θαλάσσης σχεδιασμός. Τέταρτος δὲ καὶ ἀληθής ἐστιν, ὃν αὐτὸς μεμάθηκε παρὰ Πέρσου· Βόξος δ’ ἦν τούτῳ ὄνομα, φησίν· ὃν καὶ ἑλληνίσαι γλῶσσαν καὶ γνώμην, καὶ ταῖς Ἀθήναις λιπόντα τὴν πατρίδα ἐμβιῶναι. Ἔλεγε δὲ ὁ τοῦ Πέρσου λόγος ταῦτα.
Γίνεταί τις κατ’ εὐτολμίαν καὶ πλοῦτον εὐδοκιμῶν Ἐρύθρας ὄνομα, γένος μὲν Πέρσης, υἱὸς δὲ Μυοζαίου, κατοικῶν δὲ θαλάττης μὲν οὐ πόρρω, κατεναντίον δὲ νήσων ἐρήμων οὐσῶν οὐ νῦν, ἀλλ’ ἐπὶ τῆς Μήδων ἡγεμονίας· τότε γὰρ καὶ ὁ Ἐρύθρας ἐγνωρίζετο, ὃς τοῦ μὲν χειμῶνος ἐν Πασαργάδαις ἐποιεῖτο τὴν οἴκησιν, ἔαρος δὲ μετέβαινεν ἐπὶ τὴν ἰδίαν κτῆσιν τῆς τε ἄλλης ἕνεκα χρείας καὶ χάριν τινὰ τῷ βίῳ διὰ τῆς τοιαύτης μεταβολῆς ἀπονέμων, τούτου φορβάδων ἀγέλῃ μείζονι λέοντες ἐπορούσαντές τινας μὲν αὐτῶν ἀπέκτειναν· αἱ δὲ περισωθεῖσαι, τῷ δέει τῆς ὄψεως οἶστρον λαβοῦσαι, ἐπὶ τὴν θάλατταν ἠλαύνοντο, καὶ (ἦν γὰρ αὔρα κατὰ τύχην ἀπόγαιος εὐμεγέθης) ἐμπεσοῦσαι τοῖς ῥείθροις μετὰ πτοήσεως τὰ μὲν πρῶτα παρὰ τὴν γῆν ἐνήχοντο, τοῦ δὲ δείματος οὐ λήγοντος ἐξεκυμάνθησαν καὶ μόλις ἐπὶ τὸ τῆς ἀντικρὺ νήσου πέρας διεσώθησαν, ἑνὸς τῶν αἰπόλων νεανίου καὶ τόλμῃ διαφέροντος συμπεραιωθέντος, ἄλλοτε ἄλλης τῶν ὤμων ἀντεχομένου.
Ὁ οὖν Ἐρύθρας ζητῶν τὰς οὐ φαινομένας φορβάδας πρῶτος τῶν ἐκεῖσε σχεδίαν ἐπήξατο, μεγέθει μὲν σύμμετρον, τῇ δυνάμει δὲ στερίφην, καὶ λαβὼν στάσιν οὐρίου καὶ συμμέτρου πνεύματος ἀφῆκεν εἰς τὸν πόρον· ταχὺ δὲ τοῦ κύματος αὐτὸν προώσαντος εὗρε μὲν τοὺς ἵππους, εὗρε δὲ τὸν νομέα. Θαυμάσας δὲ τὴν νῆσον καὶ πόλισμα ἐπὶ λιμένος εὐκαίρου ἱδρύσατο, καὶ ἐκ τῆς ἀντιπέραν τοὺς ἀποροῦντας βίου μετενεγκὼν ἐπόλισεν, ἐκεῖθέν τε καὶ τὰς ἄλλας νήσους ἐρήμους οὔσας ἀνθρώπων οἰκήσεσιν ἐξημέρωσε· καὶ τηλικαύτην δόξαν ἐκ τῶν πραχθέντων πολλοῖς ἐνεποίησεν, ὥστε τὴν ἐκεῖσε θάλατταν, οὖσαν ἄπειρον μεγέθει, πάντας ἔτι καὶ καθ’ ἡμᾶς ἐπονομάζειν ἐρυθράν. Τὰ μὲν οὖν αἴτια τῆς κλήσεως ἔχοντα διαφοράν (μέγα γὰρ τὸ παραλλάττον Ἐρύθρα θάλατταν εἰπεῖν ἢ θάλατταν ἐρυθράν· τὸ μὲν γὰρ τὸν κυριεύσαντα σημαίνει τῆς θαλάττης ἄνδρα, τὸ δὲ τὴν πυρρότητα δηλοῖ τῆς ῥηθείσης φύσεως) ἐν τούτοις. Ἔστι δέ, φησί, τὸ μὲν ἀπὸ τοῦ χρώματος τὴν κλῆσιν κατασκευάζον ψεῦδος (οὐ γάρ ἐστιν ἐρυθρά), τὸ δ’ ἀπὸ τοῦ δυναστεύσαντος ἀληθές, ὡς ὁ πέρσης λόγος ἐπιστώσατο.
PG 104:13Ὅτι οὐδὲ ἀπό τινος τῶν τοῦ Περσέως ἐγγόνων ἀξιοῖ οὗτος, καίτοι πολλῶν λεγόντων, τὴν κλῆσιν τοὺς Πέρσας κληρώσασθαι· μηδὲ γὰρ ἐκείνους σφᾶς αὐτοὺς Πέρσας παροξυτόνως ὀνομάζειν, ἀλλὰ Περσᾶς, ἐπὶ τέλους τῆς περισπωμένης τιθεμένης. Ὅτι τὰ κατὰ τὸν Περσέα εἰς ψεῦδος καὶ δι’ ἄλλων πολλῶν ἀπάγειν σπουδάζων, προστίθησι καὶ ταῦτα. Πλὴν εἰ μὲν τραγικῶς ὁ Περσεὺς ἐστράτευται τὸ πρόςωπον περιθέμενος καὶ τὴν ἅρπην λαβών, καὶ περὶ τῶν ἑξῆς ἐπιτρέψαις ἂν ὑποκριτῇ καὶ χορῷ διαλύεσθαι καὶ τὰ τῆς ἀντιλογίας εἰς μῦθον, ὡς οἱ πολλοὶ συγκεχωρήκασιν. Ἐπιδράμωμεν τῶν τοιούτων τὰ κεφάλαια διὰ βραχέων. Κένταυρον γεγονέναι, Γηρυόνην, Κύκλωπα, Χρύσην, Κίρκην, Καλυψώ, Μινώταυρον, Σκύλλαν, Χίμαιραν, Πήγασον, Λαιστρυγόνας, Κέρβερον, Γλαῦκον θαλάττιον, Ἄτλαντα, Πρωτέα, Νηρέα, Νηρεί̈δας, τοὺς παῖδας τοὺς Ἀλωέως, ἐννεοργυίους μὲν αὐξηθέντας μῆκος, ἐννεαπήχεις δ’ εὖρος. Ἔτι δὲ γένος μὲν ἀναφῦναι καθ’ Ἡσίοδον πρῶτον μὲν χρυσοῦν, ἔπειτα ἀργυροῦν, εἶτα χαλκοῦν.
Πάλιν ἵππους μὲν γενέσθαι περὶ τῶν μελλόντων συλλαλοῦντας Ἀχιλλεῖ, Σφίγγα δὲ τῶν Θηβαίων παισὶν αἴνιγμα προβάλλουσαν, Σειρῆνας δὲ ἐπ’ ὀλέθρῳ τῶν ἀκροωμένων ᾄδουσας, Νιόβην δὲ καὶ Πολυδέκτην διὰ φόβον ἀπολιθουμένους. Ἐπὶ δὲ τούτοις τοὺς Ὀδυσσεῖ συμπλεύσαντας ἐκ μὲν ἀνθρώπων εἰς σῦς, ἐκ συῶν δὲ εἰς ἀνθρώπων μεταβληθῆναι διάθεσιν. Ἔτι Τάνταλον τιμᾶσθαι μὲν διὰ σωφροσύνην, συνέστιον ὄντα θεοῖς, τιμωρεῖσθαι δὲ δι’ ἀκολασίαν, ἐν ἀέρι φερόμενον. Ἑτέρους εἰς Ἅιδου καταβαίνοντας διὰ προαίρεσιν, τοὺς μὲν ὅπως ὑπὲρ τῶν ζώντων τοῖς νεκροῖς μάντεσι χρήσαιντο, τοὺς δὲ ἵνα τὴν Περσεφόνην ὡς ἔρημον ὑπάρχουσαν βίᾳ νυμφεύσωσι. Καὶ κῳδίον ἐπὶ προβάτου γενέσθαι χρυσόμαλλον, μηλέας ἐν τῇ Λιβύῃ πεφυκέναι μῆλα φέρουσας χρυσᾶ, σῶμα ἔμψυχον πάντα τὸν βίον διακαρτερεῖν ἄγρυπνον, Βορέαν καὶ Νότον μετὰ τῶν ἄλλων ἀνέμων ἐν ἀσκῷ πνίγεσθαι συγκεκλεισμένους. Πρὸς τούτοις Πασιφάην μὲν ταύρῳ, Τυρὼ δὲ ποταμῷ μίγνυσθαι, πρὸς οὐδὲν γένος τὴν εὐνὴν ἐχούσας ἀλλόφυλον· καὶ Φιλομήλαν μὲν ἀηδόνος ἐξαλλάξαι μορφήν, Τηρέα δὲ ἔποπος, Ἑκάβην δὲ εἰς κυνὸς οἰκουροῦ καταστρέψαι φύσιν.
PG 104:15Ἐπὶ τούτοις τὴν Ἰὼ γεγονέναι μὲν ποταμοῦ θυγατέρα, ταυροκέρῳ δὲ μορφῇ διαπτῆναι βοὸς οἰστρώσης τὸ Ποντικὸν πέλαγος· ἀφ’ ἧς καὶ τὸν Βόσπορον εἰληφέναι τὴν κλῆσιν. Ἔτι Καινέα τὸν Λαπίθην τὸ μὲν ἀπ’ ἀρχῆς γενέσθαι παρθένον καὶ γυναῖκα, ἡβήσαντα δὲ εἰς ἄνδρα μεταστῆναι, τὸ δ’ ὕστατον εἰς τὴν γῆν ὑπὸ τῶν Κενταύρων καταδῦναι, ταῖς ἐλάταις τυπτόμενον, ὀρθόν τε καὶ ζῶντα. Καὶ Λήδαν μὲν ἀντὶ τῆς καθηκούσης γυναικὶ τεκνώσεως ὠοῦ τεκεῖν φύσιν, ἐξ οὗ τὸ περιμάχητον εἶδος, τὴν Ἑλένην λέγω, τυπωθῆναι· τὴν δὲ Ἕλλην καὶ Φρίξον ἐπὶ κριοῦ τοῖς ποσὶ πετομένου, τὸν πόρον κατανύσαντας, τὴν ἐφ’ ἑκάτερα θάλατταν Ἑλλήσποντον ἀφ’ ἑαυτῶν προσαγορεῦσαι. Τὸν δ’ Ἡρακλέα καὶ τὰ πελάγη μέν, οὗ μέγιστοι χειμῶνες, ἐν λέβητι διαπλεῖν, τὴν δὲ Λιβύην ἄσπορον, ἄνυδρον, ἀπόρευτον ὑπάρχουσαν μόνον διεξέρχεσθαι, τῷ δὲ Ἄτλαντι τὸν τηλικοῦτον διαδέξασθαι κόσμον, πρόςταγμα μὲν οὐκ ἔχοντα, χάριν δὲ τιθέμενον. Καὶ τῷ μὲν Ὀρφεῖ κιθαρίζοντι διὰ φιλομουσίαν τὰ ὄρη καὶ τὰς πέτρας ἀκολουθεῖν, κρέα δὲ ὀπτώμενα τῶν Ἡλίου βοῶν φωνὴν προϊέσθαι ἀνθρώποις συνετήν.
Τῶν δὲ μετηλλαχότων τὸν βίον ἐπὶ σχολῆς πρὸς Ὀδυσσέα διεξέρχεσθαι παντοδαπῆ ἀδολεσχίαν, ἐκ τῆς ἀμόρφου σκιᾶς τὸ τῆς ὄψεως γινώσκοντα ἰδίωμα, καὶ τοὺς μὲν αὐτῶν ἀπὸ τοῦ πίνειν, οὐ κοιλίας, οὐ βρόγχους ἔχοντας, ἑτέρους δὲ φοβεῖσθαι τὸν σίδηρον οὐκέτι δυναμένους τρωθῆναι, τινὰς δὲ πέτρον κυλίειν τῶν σωμάτων πάλαι κατακεκαυμένων, ἄλλους δὲ δικάζειν ἑτέροις τεθνηκόσιν ἀδικήματος οὐδενὸς ὑπάρχοντος· τὸ δ’ ἔσχατον, τῶν οὐκέτι ὄντων τοὺς τύπους ἐν πορθμίδι διαπλεῖν, ἔχοντας Χάρωνα ναύκληρον καὶ κυβερνήτην, ἵνα μὴ καταστραφέντες ἐκφορᾶς ἐπιδέωνται πάλιν. Καὶ τὴν μὲν Ἄλκηστιν καὶ Πρωτεσίλαον καὶ Γλαῦκον τετελευτηκότας πάλιν ἀναστῆναι, τὴν μὲν ὑφ’ Ἡρακλέους ἀναχθεῖσαν, τὸν δὲ διὰ τὸν τῆς γυναικὸς ἔρωτα, τὸν δὲ ὑπὸ τοῦ μάντεως τοῦ συγκατορυχθέντος· τοῦ δὲ Ἀμφιαράου ζῶντος τὸ σῶμα καταδέξασθαι μετὰ τῶν ἵππων καὶ τοῦ δίφρου τὴν γῆν. Ἔτι τοίνυν ὀδόντας ἐκ Κάδμου σπαρῆναι δράκοντος, ἐκ δὲ τούτων ὁπλίτας ἀνατεῖλαι μαχομένους ἀλλήλοις.
PG 104:17Τὸν δὲ Τάλων τὸν φύλακα τοῦ Μίνω τρὶς μὲν ἐν ἡμέρᾳ πᾶσαν περιπολεῖν τὴν Κρήτην, τηλικαύτην οὖσαν, τὴν δὲ ζωὴν μόνον τῶν ἐμψύχων τοῦτον ἐν τῷ σφυρῷ κεκτῆσθαι. Καὶ τοῦ Μίνω δὲ ἀμήχανον εἶναι παραλῦσαι τὸν βίον, εἰ μή τις αὐτῷ ζέον ὕδωρ καταχέαι. Πρὸς τούτοις ὑπὸ μὲν τῆς Μηδείας γέροντα κριὸν ἐπῳδαῖς μεταπεσόντα νέον γενέσθαι πάλιν, ὑπὸ δὲ τῶν Πελιάδων καθεψηθῆναι τὸν πατέρα Πελίαν, ἵνα γένηται νέος. Τὰς δὲ Φορκίδας τρεῖς μὲν οὔσας γραίας, ἑνὶ δὲ χρωμένας ὀφθαλμῷ, διεξάγειν τὸν βίον ἄλυτον παρ’ ἀλλήλων κατὰ μέρος ἀμειβομένας πίστιν. Ἔτι δὲ τοὺς τὴν Ἀρκαδίαν οἰκοῦντας καὶ τὴν Ἀττικὴν γηγενεῖς τε εἶναι καὶ παρὰ φύσιν γεγονέναι. Καὶ τὴν μὲν ἐν Αὐλίδι σφαγεῖσαν ἐν Ταύροις ἀναφανῆναι ζῶσαν, τὴν δ’ ἐν Πελοποννήσῳ καταποντισθεῖσαν ὑπὸ τοῦ πατρὸς Ἀκρισίου τῇ παραλίᾳ τῇ Σεριφίων ἀβλαβῆ μετὰ τοῦ βρέφους προσπεσεῖν. Τὸν δ’ ὑπὸ Μενελάου κατὰ τὴν μονομαχίαν ἤδη χειρούμενον, ἐξαίφνης ἁρπαγέντα, ἐν τῷ θαλάμῳ γενέσθαι πρὸς συνουσίαν ἕτοιμον ὄντα, τῶν δεινῶν ἁπάντων ἐπιλελησμένον.
Τοῦ δὲ δουρείου τὸ κύτος οὐκ ἐφ’ ἁλώσει συμπαγῆναι πόλεως, ἀλλ’ ἐπὶ προδοσίᾳ τῶν περὶ τὸν Ὀδυσσέα καὶ τὸν Νεοπτόλεμον· τοιαύτην ὁ τρόπος ὑπογράφει τὴν εὐήθειαν καὶ τοῦ κατασκευάσαντος τεχνίτου καὶ τῶν ἐμβάντων ἀριστέων καὶ τῶν ὑποδεξαμένων εἰς τὴν ἰδίαν πόλιν. Ἐπὶ τούτοις, ὅτι τὸν τηλικοῦτον οὐρανὸν μετὰ τῶν ἐν αὐτῷ διατριβόντων θεῶν τοῖς ἰδίοις ὁ Ἄτλας ὤμοις ὑπειληφώς, ὅμως τὰς καλουμένας Ἀτλαντίδας ἐτεκνοποιήσατο· ὅπερ ἀμήχανον. Ὅτι τὴν ἅπασαν οἰκουμένην Ὠκεανὸς περικυκλοῖ φρουρῶν καὶ συνέχων τοῖς ἑαυτοῦ ῥεύμασιν· οὗ φησι πέραν οἰκεῖν τὰς Γοργόνας Ἡσίοδος. Ὅτι τῶν ἡρώων τινὲς ἀπαθῆ τὴν διαμονὴν τῶν σωμάτων διαφυλάττουσι πάντα τὸν χρόνον ἐν ταῖς μακάρων νήσοις, ἃς οὐδεὶς κυρίως ἱστόρηκε. Καὶ ταῦτα μὲν εἰς ἄπορον καταστρέφοντα δόξαν πολλαῖς καὶ τῶν γυναικῶν εὔλογον παραδίδωσι χλευασμόν. Τῶν δ’ αὖ θεῶν πῶς παραδεξώμεθα τὸν μὲν ἐν μηρῷ καταρραφέντα τραφῆναι, τὴν δὲ τῇ τοῦ Διὸς κεφαλῇ κοιλίᾳ χρήσασθαι, τὸν δὲ ἄνευ τοῦ πατρὸς τελειωθῆναι (λέγω δὴ τὸν Ἥφαιστον), τὸν δὲ ἥλιον διὰ τὰς Ἀτρέως εἰς Θυέστην πράξεις τὴν μὲν δύσιν ἀνατολὴν ποιῆσαι, τὴν δὲ ἀνατολὴν δύσιν;
PG 104:19Πρὸς δὲ τούτοις Ἀπόλλωνα μὲν καὶ Ποσειδῶνα ἐν Τροίᾳ θητεύσαντας ἐνιαυτὸν οἰκοδομίας ἀποστερηθῆναι μισθὸν καὶ βουτροφίας, ταῖς δεινοτάταις ὑπὸ Λαομέδοντος περιπεσόντας ἀπειλαῖς, Διόνυσον δὲ ὑπὸ Λυκούργου διὰ φόβου καταδιωχθέντα εἰς τὴν θάλατταν πρὸς Θέτιν καταφυγεῖν. Πρὸς δὲ τούτοις ἔριν ὑπὲρ κάλλους καταστῆναι θεαῖς, ὧν ἑκάστη μὲν ἐδέκαζε τὸν κριτὴν τοῖς παρ’ ἑαυτῇ δώροις, ἵνα παρίδῃ τὸ δίκαιον, οὐδεμιᾷ δὲ παρηκολούθει τὸ συμπεσούμενον ἐκ τῆς κρίσεως τέλος. Ἔτι τὸ μὲν Ἀθηνᾶς μέγεθος εἰς χελιδόνος συγκαταβαίνειν ὄγκον, τὸ δὲ τοῦ Διὸς ἀξίωμα εἰς κύκνου κατασταλῆναι τάξιν, τὸ δὲ τῆς Δημήτρας κάλλος εἰς τὴν αἰσχίστην μετασταθῆναι διάθεσιν. Τὸν δὲ νομιζόμενον μέγιστον Δία ἐπιβουλευθῆναι μὲν ὑπὸ τοῦ ἀναγκαιοτάτου τῆς γυναικὸς ἀδελφοῦ, σωθῆναι δὲ ὑπὸ τῶν ἐχθίστων, λέγω δὴ τῶν Τιτάνων· οὓς ἀναβάντας ἐκ τῶν δεσμῶν καὶ τοῦ σκότους καὶ τῆς ἐκεῖσε φυλακῆς, ἐπεὶ τὴν χρείαν παρέσχοντο φοβήσαντες τοὺς περὶ τὸν Ποσειδῶνα, καταβῆναι πάλιν ἑκουσίως εἰς τὸν Ἀχέροντα καὶ τὸν Ἅιδου τόπον.
Ἔτι τὴν μὲν Ἀφροδίτην τιτρωσκομένην ὑπὸ θνητῆς δυνάμεως, τὸν δ’ Ἄρην δεσμούμενον ὑπ’ Ὤτου καὶ Ἐφιάλτου, τὸν δὲ Ἅιδην, ἐν ᾧ τόπῳ τὴν βασιλείαν εἶχεν, ἐκεῖσε ὑφ’ Ἡρακλέους τοξευθέντα ταῖς μεγίσταις ἀλγηδόσι περιπεσεῖν· τὸν δὲ Ἥφαιστον, ἀπὸ τοῦ κατὰ τὸν οὐρανὸν ἀπορριφέντα ὕψους, εἰς Λῆμνον ἐνεχθῆναι διακείμενον ἐσχάτως· τῆς δ’ Ἥρας ὑπὸ τοῦ Διὸς κρεμαμένης ἐκ τῶν ποδῶν ἐκδεθῆναι παμμεγέθεις ἄκμονας. Καθόλου δὲ θεοὺς μοιχεύοντας, κεραυνουμένους, κυλλόποδας, κλέπτειν εἰθισμένους, ἀνθρώπων ἀσθενεστέρους, προχείρως λοιδοροῦντας, ἀδικοῦντας, μεμψιμοιροῦντας, πέρας οὐθενὸς πάθους ἐκτὸς καθεστῶτας, ὑφ’ ὧν ἡμεῖς ὀχλούμενοι τοὺς θεοὺς ἐπικαλούμεθα. Οἱ οὖν τὰ τοιαῦτα τερατευόμενοι, πόρρω τῆς ἀληθείας ἱστάμενοι, οὐκ ἂν ἑτέροις ταύτην εἰσηγεῖσθαι κριθεῖεν ἂν ἀξιόλογοι. Διὰ τοιούτων καὶ τοσούτων Ἀγαθαρχίδης τὰ περὶ τὸν Περσέα εἰς ὁμοίους ἀπάγων μύθους, οὐδὲ τὴν ἐρυθρὰν ἐκ τοῦ παιδὸς αὐτοῦ κληθῆναι δίδωσιν. Ὅτι αὐτός, φησίν, ἑαυτῷ αἴτιος καθίσταται ἐλέγχων ὁ τὴν τῶν μυθοποιῶν ἐξουσίαν εἰς πραγματικὴν μετάγων ἐνάργειαν·
PG 104:21ἧς ἄν τις ἀφέλῃ τὸν ἔλεγχον, οὐθὲν εὐτελέστερον καταλείψει γένος τῆς πίστεως ἠρμένης. Ἐπεὶ διὰ τίνα αἰτίαν Ὅμηρον οὐκ εὐθύνω, Διὸς καὶ Ποσειδῶνος φράζοντα διαφοράν, ἀδύνατον ἀνθρώπῳ πίστιν παραδοῦναι· οὐδ’ Ἡσιόδῳ μέμφομαι δηλοῦν τολμῶντι θεῶν γένεσιν· οὐδ’ Αἰσχύλον ἐπιπλήττω πολλοῖς διεψευσμένον καὶ πολλὰ συγγράφοντα τῶν ἀσυγχωρήτων· οὐδ’ Εὐριπίδου κατηγορῶ τῷ μὲν Ἀρχελάῳ περιτεθεικότος τὰς Τημένου πράξεις, τὸν δὲ Τειρεσίαν βεβιωκότα παρεισάγοντος πέντε γενεῶν πλέον· οὐδὲ τοὺς ἄλλους εἰς ἐπιτίμησιν ἄγω διασκευαῖς ἐν τοῖς δράμασι χρωμένους ἀδυνάτοις; Ὅτι πᾶς ποιητὴς ψυχαγωγίας μᾶλλον ἢ ἀληθείας ἐστὶ στοχαστής. Ὅτι καὶ τὴν Ἰνδικὴν χώραν ἐλέφαντας τρέφειν φησί, καὶ τὴν Αἰθιοπίαν, ἣ τοῖς Θηβαίων ὁρίοις ἐστὶν ὅμορος, καὶ δὴ καὶ τὴν Λιβύην. Ὅτι τέτταρες τόποι τὴν Αἴγυπτον περιειλήφασιν, ἀπὸ μὲν τῆς ἄρκτου τὸ πέλαγος, ἀπ’ ἀνατολῆς δὲ καὶ δύσεως ἐρημίαι, ἀπὸ δὲ τῆς μεσημβρίας Αἰθίοπες. Αὐστηρὸς ὁ λόγος, ἀλλὰ σωτήριος.
Δηλοῦται γὰρ οὐ λύπης, ἀλλὰ φυλακῆς ἕνεκεν, καὶ τὴν ἡδονὴν ἐκ τῶν λόγων ἦρκεν, ὅπως τῆς ἐκ τῶν πραγμάτων χάριτος ἀπολαύοντες μηδέποτε ἀντὶ τοῦ βελτίονος τὸ χεῖρον αἱρώμεθα, ἢ πρὸς Διὸς καὶ θεῶν, ἵνα μηδὲ τῶν ἐν μέσῳ κειμένων ἔνια παρίωμεν. Ἰδιώτου μὲν οὐσίαν μικρῷ βαθυτέραν ἀπραγμόνως χαλεπὸν διασῶσαι· σὺ δὲ τοσούτων καὶ τηλικούτων κληρονομίαν ἀγαθῶν καθέξειν χωρὶς ἀγωνίας ἐλπίζεις; καὶ ταῦτα γινώσκων ὅτι κἀκεῖνα μὲν ὁ νόμος τῷ κτησαμένῳ διαφυλάττει, ταῦτα δὲ ὁ σίδηρος ἀφαιρεῖται τῶν ἀσθενεστέρων. Ὅτι φησίν, ἐκ πολλοῦ χρόνου προειληφότες ἐσμὲν ὅτι τὰς τῶν δυναστῶν φιλίας ὁ καιρὸς σφραγίζεται καὶ λύει, καὶ τὴν σὴν ἀσχολίαν ἄλλῳ δίδωσιν ἀφορμήν, αὔξων καὶ φθίνων τὰ πράγματα ἐξ ἀλλήλων. Ὁ μὲν τῷ λόγῳ συνεχῶς χαριζόμενος, τὸ ἐκ τῶν ἔργων δυνατὸν ὑπερβαίνων, πολλὰ διαψεύδεται· ὁ δὲ προσλαμβάνων τοὺς αὑτοῦ φίλους βουλῆς κοινωνοὺς ἐν καιροῖς τηλικούτοις οὐ τοῦ τὴν ὁρμὴν ἐπώσοντος δεῖται. Τίς γὰρ οὕτως ἄβουλος, ὃς τὸ δοκοῦν αὐτῷ παρ’ ἑτέρου βούλεται μαθεῖν, καὶ ποιεῖν τὸν σύμβουλον τῶν ἀπορουμένων συνήγορον τῆς ἐπιθυμίας;
Εἰ γὰρ ὁ κύριος τῶν τοσούτων ἀγαθῶν κρείττων ἐστὶ τῆς ἐπιθυμίας τῆς τῶν βιαζομένων, μακαρίσαι μὲν ἔχω τοῦ ταῦτα κεκτημένου τὴν ἐξουσίαν, ἀφελέσθαι δὲ τοῖς ὅπλοις βιασάμενος τὰς χορηγίας οὐ δύναμαι. Τί οὖν ἀμήχανον πρᾶξιν εἰς κενὴν ἐπαγγελίαν ἄγειν, καὶ τὰς ἀδήλους ἐλπίδας τῶν προδήλων κινδύνων πλέον εὐλαβεῖσθαι; Ἀλλὰ καταπλήξονται τοὺς Ἕλληνας οἱ Αἰθίοπες. Τίνι; Τῇ μελανίᾳ καὶ τῇ παραλλαγῇ τῆς μορφῆς; Οὐχ ὑπερβαίνει τὴν τοῦ παιδὸς ἡλικίαν παρ’ ἡμῖν ὁ τοιοῦτος φόβος. Ἐν δὲ τοῖς πολέμοις καὶ ταῖς μείζοσι διαφοραῖς οὐκ ὄψει καὶ χρώματι, τόλμῃ δὲ καὶ στρατηγίᾳ τὰ πράγματα κρίνεται. Ἐγὼ δ’ ἀφ’ ἧς ἡμέρας ἡ τύχη με κατέστησεν ἐπίτροπον τοῦ σώματος τοῦ σοῦ, νέου παντελῶς ὄντος, καὶ τῆς ὅλης βασιλείας, ἀπ’ ἐκείνης εὐθὺς μέγαν ἐμαυτῷ πόνον ἐπέβαλον. Τίνα τοῦτον; Τοῖς πρὸς ἡδονὴν ὁμιλοῦσιν ἐναντιοῦσθαι καὶ δυσχεραίνειν, σοῦ πρῶτον αὐτοῦ περιαιρούμενος οὐ τὴν ἐξουσίαν ἀλλὰ τὴν ἄγνοιαν, ἵνα τῶν τοσούτων ἀγαθῶν φρονῶν ἀπολαύσῃς, μὴ διαμαρτάνων. Τοῦτο γὰρ ἐζήτουν πατρὸς ἔχων εὔνοιαν χρόνου στοχαζομένην, οὐ κόλακος εἰρωνείαν καιρῷ προσομιλοῦσαν.
Οἶδα γάρ, πρεςβύτερος ὢν καὶ πολλῶν ἔμπειρος γεγονὼς πραγμάτων, διὰ τοὺς θωπεύειν ἐπιβεβλημένους τοὺς ἐν ταῖς ὑπεροχαῖς καὶ τὰς μεγίστας βασιλείας ἄρδην ἀνῃρημένας, τὴν Κασάνδρου, τὴν Λυσιμάχου, τὴν Ἀλεξάνδρου τηλικαύτην οὖσαν, τὴν Μήδων, τὴν Σύρων, τὴν Περσῶν, ὥστε μηδὲ σπέρμα καταλελεῖφθαι τοῦ γένους. Οὐκ ἀλόγως· νέου γὰρ πολλὰ μὲν ἀγνοοῦντος διὰ τὴν ἡλικίαν, εὐλογουμένου δὲ ἐπὶ τοῖς ἁμαρτήμασιν οὐδὲν σφαλερώτερον οὐδὲ ἐπικινδυνότερον. Ὁ γοῦν Ἀλέξανδρος, ἀήττητος ὢν ἐν τοῖς ὅπλοις, ἀσθενέστατος ἦν ἐν ταῖς ὁμιλίαις· ἡλίσκετο γὰρ ὑπὸ τῶν ἐπαίνων, καὶ Ζεὺς καλούμενος οὐ χλευάζεσθαι ἐνόμιζεν ἀλλὰ τιμᾶσθαι, τῶν μὲν ἀδυνάτων ἐπιθυμῶν, τῆς δὲ φύσεως ἐπιλελησμένος. Ὅταν ὁ δημαγωγὸς τοῖς πολλοῖς διαλέγηται, μὴ τὴν τοῦ φίλου τάξιν ὑποστησάμενος ἀλλὰ τὴν τοῦ κόλακος, ἡ τῶν ὄχλων ὁρμὴ βεβαιωτὴν λαβοῦσα τῆς ἁμαρτίας τὸν σύμβουλον ἀνέτρεψε τὴν πόλιν. Ἐνσκήπτει γὰρ ὁ μῶμος οὐ κατὰ τῶν ὑπαιτίων μόνον, ἀλλὰ καὶ οἷς ἂν ὁ φθόνος αὐτῷ τὴν ἔφοδον προοδοποιήσαιτο.
PG 104:23Ἢ κρατεῖ γὰρ ὁ μῶμος οὐ τῶν ὑπαιτίων μόνον ἀλλ’ ἔσθ’ ὅτε καὶ τῶν ἐπικρατεστέρων αἰτίας, ἐπειδὰν ὁ φθόνος πικρὸν τὸ βέλος ἀφεὶς προκατειργάσατο τὸν οὐκ ἄξιον τοῦτο πείσεσθαι. Χρῶνται δὲ ἐπὶ τῶν κινδύνων τῶν πολεμικῶν Αἰθίοπες τοῖς μὲν τόξοις μεγάλοις, βραχέσι δὲ τοῖς οἰστοῖς· ἐπὶ δὲ τῆς ἄκρας τοῦ καλάμου κερκίδος ἀντὶ τοῦ σιδήρου παραμήκης τῷ τύπῳ λίθος ἀνεστήρικται, νεύροις ἐσφιγμένος, ὀξὺς μὲν ὑπερβολῇ, φαρμάκοις δὲ θανασίμοις βεβαμμένος. Ὅτι Πτολεμαῖος, φησίν, εἰς τὸν κατὰ Αἰθιόπων πόλεμον ἀπὸ τῆς Ἑλλάδος πεντακοσίους συνέλεξεν ἱππεῖς, ὧν τοῖς προκινδυνεύειν μέλλουσι καὶ καθηγουμένοις, τὸ πλῆθος οὖσιν ἑκατόν, ὁπλισμοῦ περιέθηκε τρόπον· στολὰς γὰρ αὐτοῖς τε καὶ τοῖς ἵπποις ἀνέδωκε πιλητάς, ἃς οἱ κατὰ τὴν χώραν ἐκείνην προσαγορεύουσι κάσας, ὥστε πᾶν κρύπτειν τὸ σῶμα πλὴν τῶν ὀφθαλμῶν. Ἐκ τῆς ε Ἀγαθαρχίδου ἱστορίας τῆς περὶ τὴν ἐρυθρὰν θάλασσαν. Ὅτι πολλοί, φησί, καὶ τῶν πολιτικῶν ἀνδρῶν καὶ τῶν ποίημα γεγραφότων διηπορήκασι πῶς τὰς ὑπερβάλλουσας ἐνίοις ἀκληρίας τὸν ἐκτὸς τῶν κινδύνων κείμενον πρεπόντως ἐξαγγελτέον·
ὧν ὁ τρόπος οὐ λίαν γένοιτ’ ἂν ἐμφανής, εἰ μή τις ὑποτάξαιτ’ ἂν ἀκόλουθον αἰτίαν τοῖς ἐμφανιζομένοις. Ὄλυνθον καὶ Θήβας δύο πόλεις ἐνδόξους Ἀλέξανδρος καὶ Φίλιππος διαρπάσαντες καθεῖλον εἰς ἔδαφος. Τὸ δὲ δεινὸν τοῦ συντελεσθέντος παρ’ ἐλπίδα προσπεσὸν καὶ τῶν Ἑλλήνων πολλοῖς ἀγωνίαν περὶ τῶν ὅλων μεγάλην ἐπέστησε, καὶ τῶν ῥητόρων οὐκ ὀλίγοις λόγου παρέσχεν ἀφορμὴν εἰς τὸ δηλῶσαι τὰ πεπραγμένα τοῦ πάθους οἰκείως. Εἰρήκασιν οὖν περὶ τούτου τοῦ πράγματος ἄλλοι μὲν ἀλληγορικῶς τῷ τρόπῳ καὶ ταῖς διαλέκτοις, ὡς δοκοῦσι, περιττῶς, οἱ δ’ ἐμβριθέστερον, τὰ συνήθη καὶ τὰς κυριολογίας ἐν τοῖς δεινοῖς οὐ πεφευγότες. Ἑκατέρου δέ σοι προοισόμεθα παραδείγματα γένους, ἵνα τοὺς χαρακτῆρας ἐκ παραβολῆς ἐπιδὼν τοὺς ἄμεινον καὶ τοὐναντίον εἰπόντας ἐπ’ αὐταῖς εὕρῃς ταῖς δοκιμασίαις. Ἡγησίας μὲν οὖν πολλάκις τῆς ἀπωλείας μεμνημένος τῶν πόλεων εὐτελής ἐστιν. Ὁ γὰρ μὴ θέλων τοῖς καιροῖς οἰκείως διαλέγεσθαι, ζητῶν δὲ ἐξ ἀνάγκης ἐν αὐστηρῷ πράγματι κομψότητα διαφαίνειν, τοῦ μὲν ἰδίου ζηλώματος ἐπὶ ποσὸν τυγχάνει, τῆς δὲ τῶν ὑποκειμένων ἀξίας οὐ στοχάζεται·
PG 104:25ὥσπερ οὗτος ἐν τοῖς αὐτοῦ φωρᾶται λόγοις. Οἷον· «Ὄνομα κατελάβομεν, πόλιν καταλιπόντες». Σκόπει τοίνυν. Τοῦτο πάθος μὲν οὐδαμῶς ποιεῖ, ἀλλὰ συνάγει πρὸς τὴν ἔμφασιν καὶ ποιεῖ ζητεῖν τί λέγει. Οὗ γὰρ ἄν τις τῇ γνώμῃ δισταγμὸν ἐνεργάσηται, ἐκεῖσε ἀπὸ τοῦ λόγου τὸ δεινὸν ἀφῆκε. Διὰ τί; Ὅτι τὸ ῥηθὲν ἐν τῷ σαφῶς γνῶναι καὶ τὴν συμπάθειαν ἔστι λαβεῖν· ὁ δ’ ὑστερήσας τοῦ σαφοῦς ἀπολέλειπται καὶ τῆς ἐνεργείας. Εἶτα ὅμοιον περὶ Θηβαίων φησί· «Τὸν γὰρ μέγιστα φωνήσαντα τόπον ἄφωνον ἡ συμφορὰ πεποίηκε». Πάλιν ἐπ’ Ὀλυνθίων· «Ἐκ μυριάνδρου πόλεως ἐξῆλθον, ἐπιστραφεὶς δ’ οὐκέτ’ εἶδον». Ἐζήτεις δὲ τί; Τὸ μὲν γὰρ ῥηθέν, ὑπὸ τοιαύτην ἔμφασιν πεπτωκός, πεπλάνηκεν ἡμῶν ἀπὸ τοῦ προκειμένου τὴν γνώμην. Δεῖ δὲ τὸν οἰκτιζόμενον ἀφέντα τοὺς ἀστεϊσμούς, τὸ πρᾶγμα σημαίνειν ᾧ οἰκείωται τὸ πάθος, εἰ μέλλοι μὴ τῇ λέξει διακοσμεῖν, ἀλλὰ τῷ τῆς συμφορᾶς αἰτίῳ προσεδρεύειν. Ἀλλ’ ἐφ’ ἕτερον ἰτέον· «Ἀλέξανδρε, καὶ τὸν Ἐπαμινώνδαν νόμισον, ὁρῶντα τὰ λείψανα τῆς πόλεως, παρόντα μοι συνικετεύειν». Αἴτημα μὲν μειρακιῶδες καὶ μεταφορὰ σκληρά, τὸ δὲ σκυθρωπὸν τῆς πράξεως, ἄρρητον. Ἄλλο·
«Βασιλικῇ μανίᾳ προσπταίσασα πόλις τραγῳδίας ἐλεεινοτέρα γέγονε». Πρὸς πᾶν μᾶλλον ἢ τὸ καθῆκον σοφιστῇ ἡτοιμάσθαι φαίνεται, ὅθεν οὐ λίαν ἅπτεται τοῦ προκειμένου· χαλεπὸν γὰρ οἶμαι χαλεποῖς πράγμασι μωκωμένην διάλεκτον ἐφορᾶσθαι. Ἄλλο· «Τί δεῖ λέγειν Ὀλυνθίους καὶ Θηβαίους, οἷα κατὰ πόλεις ἀποθανόντες πεπόνθασιν;» Ἕτερον παραπλήσιον κολακείας οὐκ εὐσχήμονος καὶ εὐηθείας ἐχόμενον· «Ὅμοιον πεποίηκας, Ἀλέξανδρε, Θήβας κατασκάψας, ὡς ἂν εἰ ὁ Ζεὺς ἐκ τῆς κατ’ οὐρανὸν μερίδος ἐκβάλοι τὴν σελήνην. Ὑπολείπομαι γὰρ τὸν ἥλιον ταῖς Ἀθήναις. Δύο γὰρ αὗται πόλεις τῆς Ἑλλάδος ἦσαν ὄψεις. Διὸ καὶ περὶ τῆς ἑτέρας ἀγωνιῶ νῦν. Ὁ μὲν γὰρ εἷς αὐτῶν ὀφθαλμὸς ἡ Θηβαίων ἐκκέκοπται πόλις». Ἐμοὶ μὲν οὖν σκώπτειν ὁ σοφιστὴς δοκεῖ διὰ τούτων, οὐκ ὀλοφύρεσθαι τῶν πόλεων τὴν τύχην, καὶ σκοπεῖν πῶς ἂν τάχιστα συγκόψαιτο τὸν λόγον, οὐ πῶς τὸ πάθος ὑπὸ τὴν ὄψιν ἀγάγοι διὰ τῆς ἐναργείας. Ἕτερον ὅμοιον· «Αἱ δὲ πόλεις αἱ πλησίον ἔκλαιον τὴν πόλιν, ὁρῶσαι τὴν πρότερον οὖσαν οὐκέτι οὖσαν».
Εἰ τις οὖν τοῖς Θηβαίοις καὶ τοῖς Ὀλυνθίοις παρ’ αὐτὴν τὴν ἅλωσιν τὰς περιόδους ταύτας συναχθόμενος ἔλεγε, δοκοῦσιν ἄν μοι γελάσαι τὸν γράψαντα καὶ τρόπον τινὰ αὑτῶν ὑπολαβεῖν ἀθλιώτερον. Ἄλλου γένους ἁψώμεθα, τὸν αὐτὸν ἡγούμενοι σοφιστήν· «Δεινὸν τὴν χώραν ἄσπορον εἶναι τὴν τοὺς Σπαρτοὺς τεκοῦσαν». Ἀλλ’ οὐχ οὕτως ὁ Δημοσθένης οὗ τὴν γνώμην οὗτος ἐπὶ τὸ χεῖρον μετέθηκε· γράφει δὲ δεινὸν μηλόβοτον γενέσθαι τὴν Ἀττικήν, ἣ πρώτη τοῖς ἄλλοις ἐξήνεγκε τὸν ἥμερον καρπόν. Ὁ δὲ φήσας δεινὸν εἶναι τὴν γῆν ἄσπορον γενέσθαι τὴν τοὺς Σπαρτοὺς τεκοῦσαν, ἐκ τῶν ὀνομάτων τὴν ἐναντίωσιν εἴληφεν, οὐκ ἐκ τοῦ πράγματος. Διὸ καὶ ψυχρότητα ἐσχάτην ἐμφαίνει, ὥσπερ καὶ Ἑρμησιάναξ ὁ τὴν Ἀθηνᾶν ἐγκωμιάσας οὕτως· «Ἐκ γὰρ τῆς τοῦ Διὸς γεγενημένη κεφαλῆς εἰκότως ἔχει τῆς εὐδαιμονίας τὸ κεφάλαιον». Τοιοῦτον καὶ τό· «Τίς δ’ ἂν δύναιτο ποιῆσαι τὴν Κύρου δόσιν ἄκυρον;» Καὶ τόδε δὲ ὅμοιον· «Τόπος δὲ πῶς γένοιτ’ ἂν ἄβατος βάτου περικειμένου;» Πάντα, φησὶν ὁ Ἀγαθαρχίδης, τὰ τοιαῦτα ἀδόκιμα·
PG 104:27ἀλλ’ εἰ μὲν πρὸς ἐλεεινολογίαν λέγοι, ἐγγὺς τοῦ πρέποντος ἵσταται, εἰ δὲ πρὸς πᾶσαν ἰδέαν λόγου, οὐκ ὀρθῶς τῇ κρίσει ἐπέβαλε. Πλὴν προστίθησι καὶ ἕτερα τῶν εἰρημένων ὅμοια, ὑπὸ τὴν αὐτὴν καὶ ταῦτα φέρων διαβολήν, οἷον· «Θηβαῖοι ἐν τῇ μάχῃ τῇ πρὸς Μακεδόνας ὑπὲρ τοὺς μυρίους ἀνετράπησαν». Ὦ καλῆς ἐμφάσεως, ἄνθρωποι τοσοῦτοι παραλόγως ἀνατετραμμένοι. Καὶ πάλιν· «Τῆς μὲν πόλεως κατασκαφείσης οἱ μὲν ἄνδρες παίδων συμφορὰς ὑπομένουσιν, αἱ δὲ γυναῖκες μετήχθησαν εἰς Μακεδονίαν, τὴν πόλιν θάψασαί τινα τρόπον». Ἕτερον ὅμοιον· «Ἡ δὲ φάλαγξ τῶν Μακεδόνων εἰσβιασαμένη τοῖς ὅπλοις ἐντὸς τείχους τὴν πόλιν ἀπέκτεινεν». Ἐκεῖ μὲν ταφὴ πόλεως, ἐνταῦθα δὲ θάνατος. Λοιπὸν ἐκφορὰν δεῖ προσθέντας ἐπιγράμματι χρήσασθαι, καὶ παντελὴς ἡ πρᾶξις. Πλὴν τῆς μὲν τούτου κομψότητος, ἵνα μὴ μανίας εἰπὼν πικρότερος φανῶ, διεληλύθαμεν, φησί, τὰ πλεῖστα. Εἰσάγει δὲ μετὰ σαφηνείας καὶ τῆς πρεπούσης λόγῳ κοσμιότητος εἰς τὸν ὅμοιον εἰπόντας τόπον Στρατοκλέα μὲν οὕτως· «Ἀροῦται καὶ σπείρεται τὸ Θηβαίων ἄστυ, τῶν συναγωνισαμένων ὑμῖν τὸν πρὸς Φίλιππον πόλεμον».
Ἅμα, φησί, τὸ πάθος τῆς πόλεως εὐσήμως ἐξέθηκε, καὶ τῆς τῶν ἠτυχηκότων φιλίας ὑπεμνήσθη· τὸ δεινὸν γὰρ εὐνοίᾳ παρατεθὲν ἐμβριθεστέρους εἴωθε τοὺς οἴκτους ποιεῖν. Μετὰ Στρατοκλέα ὁμοίως Αἰσχίνην εἰσάγει λέγοντα· «Πόλις ἀστυγείτων ἐκ μέσης τῆς Ἑλλάδος ἠφάνισται». Ἄριστα, φησί, τῆς μὲν ἀπωλείας τὸ τάχος τῇ μεταφορᾷ σημήνας, τοὺς κινδύνους δὲ ἐφιστὰς ἐκ τοῦ τὸν πεπονθότα τοῖς ἀκούουσι δεικνύειν ὅμορον ὑπάρχοντα. Ἀλλὰ γὰρ ὁ Δημοσθένης, φησί, μετενέγκας τοὺς λόγους ἐπὶ τὸν Ἀλέξανδρον οὕτω δεδήλωκε· «Τὴν μὲν πόλιν ἐξώρυξεν ἐκ τῶν θεμελίων, ὥστε μηδὲ ἐπὶ ταῖς ἑστίαις καταλιπεῖν τὴν τέφραν, παῖδας δὲ καὶ γυναῖκας τῶν ἡγησαμένων τῆς Ἑλλάδος ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διένειμε». Πικρῶς καὶ σαφῶς καὶ βραχέως ἀφ’ ἑκάστου τῶν εἰδῶν εἰληφὼς τὴν ὑπερβολήν, ὅμως τῆς διδασκούσης τὸ πρᾶγμα ἐναργείας οὐκ ἐπελάθετο. Πάλιν ἐπ’ Ὀλυνθίων ὁ αὐτὸς ῥήτωρ· «Ὄλυνθον δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις τῶν ἐπὶ Θρᾴκης, ἃς πάσας οὕτως ὠμῶς ἀνῄρηκεν, ὥστε εἰ μηδὲ πώποτε ᾠκίσθησαν ῥᾴδιον εἶναι προςελθόντας εἰπεῖν».
PG 104:29Ἐμφανίσας τὸ πλῆθος τῶν πόλεων, τῶν ἀνδρῶν τὴν συμφορὰν ἐπέβαλεν, ὅπως ὁ πλεῖστος οἶκτος τοῦ παραδόξου τεθέντος μᾶλλον τῶν ἀκροωμένων ἐκκαλέσηται τὸ πάθος. Ταῦτα καὶ τοιαῦθ’ ἕτερα καὶ ἑτέρων εἰπὼν συγγραφέων τὰ μὲν ἀποδέχεται, τοὺς δὲ περὶ Ἡγησίαν καὶ τὰ παρ’ ἐκείνων παραγράφεται. Ὅτι ἀπὸ τοῦ Μεμφιτῶν ἄστεος εἰς τὴν Θηβαί̈δα πέντε εἰσὶ μεταξὺ νομοὶ ἐθνῶν, ἔχοντες πολυάνθρωπον τάξιν, πρῶτος μὲν ὁ Ἡρακλεοπολίτης, δεύτερος ὁ Λυκοπολίτης, τρίτος ὁ Ὀξυρυγχίτης, τέταρτος ὁ Ἑρμουπολίτης, πέμπτος ὃν οἱ μὲν Φυλακὴν οἱ δὲ Σχεδίαν καλοῦσιν· ἐν ταύτῃ τῶν ἄνωθεν καταγομένων εἰσπράττονται καὶ τιθέασι τὸ τέλος. Τοὺς δὲ εἰρημένους ὑπερβάλλοντι τόπους ἀρχὴ τῆς Θηβαί̈δος ἡ Λύκων πόλις, εἶτα Ἀφροδίτης ἄλλη, πρὸς δὲ τούτοις Πανών, ἔπειτα Θοινίς, μετὰ ταύτην Βοπός, ὑφ’ ἣν Διὸς πόλις ἣν καλοῦσι μικράν, μετὰ δὲ τὸν προσηγορευμένον Τεντυρίτην νομὸν Ἀπόλλωνος ὀνομάζεται πόλις, ἧς ἐπάνω μὲν Κοπτός, ἔπειτα Ἐλεφαντίνη, εἶτα Αἰθιόπων χώρα, Κορτία πρώτη. Τὰ μὲν οὖν ἀπὸ Μέμφεως ἕως Αἰθιοπίας εἴρηται.
Ὅτι πλησίον τῆς ἐρυθρᾶς θαλάσσης, καθ’ ὃν ὁ Νεῖλος πολλὰς ἐκτροπὰς καὶ παραφορὰς ποιούμενος ὅμως ἐκεῖσε ἀποκάμπτει περιφανῶς, καὶ ποιεῖται κατὰ τὴν δεξιὰν ῥύσιν τῶν ἀγκώνων τὴν μεγάλην κλίσιν ἔκ τε τοῦ πελάγους κόλπος εἰς τὴν ἤπειρον ἀνατείνεται πολύς, ὥστε τὴν μεταξὺ διάμετρον τῶν ὑδάτων, τοῦ τε ἁλμυροῦ καὶ ποτίμου, παραπλήσιον πηλῷ πολλῷ τὴν συστολὴν λαμβάνειν. Κατὰ γοῦν τὴν εἰρημένην θάλατταν πλησίον ἐστί τινα τῶν καλουμένων γνησίων πλῆθος ἔχοντα μετάλλων, τῇ χρόᾳ μὲν ὄντα καθ’ ὑπερβολὴν μέλανα, μαρμάρου δὲ ποιοῦντα τοιαύτας ἐν αὑτοῖς ἐκφύσεις ὥστε πᾶν λείπεσθαι τὸ διαμιλλώμενον, τῆς λευκότητος κρίσιν οὐκ ἐχούσης. Ὅτι οὓς ἔσχατον, φησί, κατέχει ἀκλήρημα, τούτους ἡ τυραννὶς εἰς τὴν τῶν χρυσωρυχίων ἀπάγει πικροτάτην δουλείαν, τοὺς μὲν ἅμα γυναιξὶ καὶ παισὶ ταλαιπωρουμένους, τοὺς δὲ καὶ χωρὶς τῶν εἰρημένων. Ὑπερβολὴν οὖν οὐδενὶ τὸ πάθος δυστυχήματι καταλιπεῖν ἐκτραγῳδήσας, τὸν τρόπον ἀπαγγέλλει τῆς περὶ τὸ χρυσίον ἐργασίας.
Τῶν ὀρῶν, φησίν, ἐν οἷς ὁ χρυσὸς εὑρίσκεται, τὰ μὲν ἀπότομα καὶ τελέως σκληρὰν ἔχοντα φύσιν ἐκπρήσαντες ὕλῃ καὶ χαῦνα τῷ πυρὶ ποιήσαντες, οὕτως αὐτοῖς προσάγουσι τὴν πεῖραν, τὰ δ’ ἀνειμένα τῇ πέτρᾳ σιδήρῳ λατομικῷ κερματίζονται. Καθηγεῖται δὲ τῶν ἄλλων τεχνίτης τὸν λίθον διαιρῶν. Ὅταν δὲ οὗτος τοῖς μεταλλεῦσι τὰς ὁδοὺς ὑποδείξῃ, τὸ πᾶν ἔργον καταμερίζεται τῇ τῶν ἀτυχούντων ἀνάγκῃ τοῦτον τὸν τρόπον. Οἱ μὲν εὔρωστοι καὶ νέοι τυπίσι σιδηραῖς κόπτουσι τὴν χώραν τὴν μαρμαρίζουσαν, οὐ τέχνῃ τὴν πληγὴν ἀλλὰ βίᾳ, καὶ τέμνουσι διὰ τῆς πέτρας ὑπονόμους πλείονας οὐκ εὐθεῖς, ἄλλοτε μὲν ἄνω τῆς χρυσιτίδος ἀπονευούσης λίθου, ποτὲ δὲ κατωτέρω, πάλιν δὲ εἰς τὴν εὐώνυμον κλίσιν, ἐνίοτε δὲ σκολιὰν καὶ διεστραμμένην καὶ παραπλησίαν ταῖς τῶν δένδρων ῥίζαις. Οὗτοι μὲν οὖν λύχνους προσδεδεμένους τοῖς μετώποις ἔχοντες λατομοῦσιν, ἀκολουθοῦντες οἷον φλεβὶ τῷ λευκανθίζοντι·
PG 104:31καὶ πολλαχῶς κατασχηματίσαντες τῶν σωμάτων τὰς θέσεις, καταβάλλουσι τὰ θραύσματα εἰς ἔδαφος, οὐ πρὸς τὴν ἰδίαν ἕξιν τε καὶ δύναμιν, ἀλλὰ πρὸς ὀφθαλμὸν ἐπιστάτου, πληγῆς τὴν ἐπιτίμησιν οὐδέποτε χωρίζοντος, οἱ δὲ ἄνηβοι παῖδες εἰς τοὺς ὑπὸ τούτων ὀρυχθέντας ὑπονόμους εἰσδυόμενοι, καὶ τὴν χάλικα τῶν ῥιπτουμένων ἐπιπόνως συλλέγοντες, ἐκτὸς τῶν στομίων κομίζουσι. Παρὰ δὲ τούτων οἵ τε πρεσβύτεροι καὶ τῶν ἀσθενῶν οἱ πολλοὶ τὸν λίθον μεταφέρουσι· μετακομίζουσι δὲ οὗτοι τοῖς καλουμένοις ἐπωπεῦσιν. Οἱ γὰρ ἐντὸς τῶν τριάκοντα ἐτῶν καὶ τοῖς εἴδεσι καρτεροὶ ὅλμους λιθίνους παρειληφότες ὑπέρῳ σιδηρῷ πτίσσουσιν ἐπιστρεφῶς, καὶ ποιήσαντες τὸ μέγιστον τρύφος ὀρόβῳ παραπλήσιον πρὸς τὴν αὐτὴν ὥραν ἀπομετροῦσιν ἑτέροις. Οὗτος δέ ἐστιν ὁ πόνος τῶν γυναικῶν τῶν εἰς τὰς φυλακὰς συναπηγμένων ἀνδράσιν ἢ γονεῦσι. Μύλοι γὰρ ἑξῆς πλείους βεβήκασιν, ἐφ’ οὓς τὸν ἐπτισμένον ἐπιβάλλουσι λίθον· καὶ παραστᾶσαι τρεῖς ἑκατέρωθεν πρὸς τὴν μίαν κώπην, οὕτως ἐζωςμέναι δυσπροσόπτως ὥστε μόνον τὴν αἰσχύνην τοῦ σώματος κρύπτειν, ἀλήθουσιν·
ἀλήθουσι δὲ ἕως ὑπὸ τὸν τῆς σεμιδάλεως τόπον ἀχθῇ τὸ παραδοθὲν μέτρον. Οὗτοι πάντες οἱ τὸν εἰρημένον τῆς τύχης κλῆρον ὑπελθόντες ποθεινότερον ἔχουσι τοῦ βίου τὸν θάνατον. Παρὰ δὲ τοῦ θήλεος γένους διαδέχονται μὲν τὸ κατειργασμένον οἱ καλούμενοι σηλαγγεῖς· εἰσὶ δ’ οὗτοι τεχνῖται πρὸς τὸ πέρας ἄγειν δυνάμενοι τὴν βασιλικὴν χρείαν. Ἡ δὲ ἐργασία τοιαύτη. Καταβάλλουσι τὴν ἀληλεσμένην μάρμαρον ἐπὶ σανίδος πλατείας μὲν καὶ κατεξυσμένης εἰς εὐθείαν τομήν, οὐκ ἐν ὀρθῇ δὲ χώρᾳ βεβηκυίας, ἀλλὰ μικρὰν ἐχούσης ἐπίκλισιν. Εἶτα καταχέοντες ὕδωρ τρίβουσι ταῖς χερσί, τὰ πρῶτα μὲν κούφως, ἔπειτα μᾶλλον· ὅθεν, οἶμαι, τὸ μὲν γεῶδες ἐκτηκόμενον συναπορρεῖ κατὰ τὴν ἐπίνοιαν τοῦ σανιδώματος, τὸ δ’ ἰσχύον καὶ δυνατὸν ἐπὶ τοῦ ξύλου μένει ἀκίνητον.
Πολλάκις δὲ τοῖς ὕδασιν ἀποπλύνας ὁ καλούμενος σηλαγγεὺς μεταλαμβάνει σπόγγους μαλακοὺς καὶ πυκνούς, οἷς ἐφαπτόμενος τῆς μαρμάρου κούφως καὶ θλίβων ἐπὶ ποσὸν τὸ μὲν ἐλαφρὸν καὶ χαῦνον ἐμπλεκόμενον τοῖς ἀραιώμασιν ἀπὸ τῆς σήραγγος ἀναφέρει καὶ ἐκρίπτει, τὸ δὲ ἐμβριθὲς καὶ στίλβον ἐπὶ τῆς σανίδος ἀποκεκριμένον ἀπολείπει, δυσκινήτου διὰ βάρος τῆς τοιαύτης φύσεως ὑποκειμένης. Οὕτως οὖν οὗτος ὁ σηλαγγεὺς περικαθάρας τὰ ψήγματα τοῦ χρυσοῦ παραδίδωσι τοῖς ἑψηταῖς. Οἱ δὲ λαβόντες μέτρῳ τε καὶ σταθμῷ τὸ συνηγμένον εἰς ἄγγος κεραμεοῦν ἐνέβαλον, καὶ μίξαντες κατὰ λόγον τοῦ πλήθους μολίβδου βῶλον καὶ χόνδρους ἁλῶν καὶ καςσιτέρου βραχὺ καὶ κρίθινον πίτυρον, κἄπειτα ἐπιθέντες ἐπίθεμα καλῶς ἡρμοσμένον καὶ πάντοθεν χρίσαντες, ἕψουσιν ἐν καμίνῳ πέντε ἡμέρας καὶ τὰς ἴσας νύκτας, οὐθὲν διαλείποντες. Τῇ δ’ ἐχομένῃ σύμμετρον τῇ πεπυρωμένῃ προσάγοντες ψύξιν εἰς ἀγγεῖον κατήρασαν, ἄλλο μὲν τῶν συνεμβεβλημένων οὐθὲν εὑρίσκοντες, αὐτὸ δὲ τοῦ χρυσίου τὸ χύμα, βραχεῖαν εἰληφὸς ἀπουσίαν ἀπὸ τοῦ ψήγματος.
PG 104:33Ἡ μὲν οὖν πρὸς τοῖς μετάλλοις ἀπώλεια τῶν πολλῶν σωμάτων πρὸς τὸ ῥηθὲν τέλος κομίζεται τὴν διέξοδον, σχεδὸν αὐτῆς τῆς φύσεως δεικνυούσης ὅτι τοῦ χρυσίου συμβέβηκεν ὑπάρχειν καὶ τὴν γένεσιν ἐπίπονον καὶ τὴν φυλακὴν σφαλερὰν καὶ τὴν σπουδὴν μεγίστην καὶ τὴν χρῆσιν ἡδονῆς καὶ λύπης ἀνὰ μέσον κειμένην, τήν τ’ ἐργασίαν τρόπον τινὰ τοῦ γένους ἀρχαιοτάτην. Εὕρηται μὲν γὰρ ὑπὸ τῶν πρώτων τοῦ τόπου βασιλέων τῶν μετάλλων ἡ φύσις, διέλιπε δὲ ἐνεργοῦσά ποτε μὲν Αἰθιόπων ἐπὶ τὴν Αἴγυπτον πλήθους συνελθόντος καὶ πολλὰ τὰς πόλεις ἔτη φρουρήσαντος (ὑφ’ ὧν καὶ τὰ Μεμνόνεια συντετελέσθαι φασί), ποτε δὲ Μήδων καὶ Περσῶν ἐπικρατησάντων. Εὑρίσκονται δὲ ἔτι καὶ καθ’ ἡμᾶς ἐν τοῖς χρυσείοις τοῖς ὑπ’ ἐκείνων κατασκευασθεῖσι λατομίδες μὲν χαλκαῖ, διὰ τὸ μήπω τὴν τοῦ σιδήρου κατ’ ἐκεῖνον τὸν χρόνον ἐγνωρίσθαι χρείαν, ὀστᾶ δὲ ἀνθρώπων ἄπιστα τῷ πλήθει, πτωμάτων (ὅπερ εἰκὸς γίνεσθαι) οὐκ ὀλίγων ἐν τοῖς χαύνοις καὶ πλακώδεσιν ὑπονόμοις γενομένων, τηλικαῦτα δὲ ὀρυγμάτων μεγέθη, καὶ διατείνοντα βάθεσιν ἐπικαρσίοις ἐπ’ αὐτὴν τὴν θάλασσαν.
Ὅτι παρὰ τὴν νότιον τῆς Αἰγύπτου κλίσιν τέσσαρά ἐστι φῦλα τὰ μέγιστα, τὸ μὲν τοῖς ποταμοῖς παρεζευγμένον, ὃ σπείρει σήσαμον καὶ κέγχρον, τὸ δὲ περὶ τὰς λίμνας οἰκοῦν, ὃ τοῦ καλάμου καὶ τῆς ὕλης ἅπτεται τῆς ἁπαλῆς, τὸ δὲ εἰκῇ πλανώμενον, ὃ σαρκὶ καὶ γάλακτι παραπέμπει τὸν βίον, τὸ δὲ ἐκ τῆς παραλίας ὁρμώμενον, τοὺς ἰχθύας ἀγρεῦον. Τοῦτο δὲ τὸ γένος ἔχει μὲν οὔτε πόλεις οὔτε χώρας οὔτ’ ἄλλης ἐντέχνου κατασκευῆς ὑπογραφὴν οὐδεμίαν, ἐστὶ δὲ τῶν ὑπολοίπων, ὡς ἔνιοί φασι, μέγιστον· ἀπὸ γὰρ Αὐταίων, οἳ τὸν ἔσχατον μυχὸν κατοικοῦσιν, ὃν τῇ μεγάλῃ συμβέβηκε συγκλείεσθαι θαλάττῃ, μέχρι τῆς Ἰνδικῆς καὶ Γεδρωσίας, ἔτι δὲ Καρμανίας καὶ Περσῶν καὶ τῶν τοῖς εἰρημένοις γένεσιν ὑποκειμένων νήσων, ἰχθυοφάγοι πάντῃ κατοικοῦσι, γυμνοὶ μὲν ὄντες αὐτοί, γυμνὰς δὲ ἔχοντες τὰς γυναῖκας, κοινὴν δὲ τέκνων γένεσιν, ἔτι δὲ ἡδονῆς μὲν καὶ πόνου φυσικὴν ἔχοντες γνῶσιν, αἰσχρῶν δὲ καὶ καλῶν οὐδὲ τὴν ἐλαχίστην εἰσφερόμενοι ἔννοιαν. Τούτοις δὲ τὰ μὲν ἀγχιβαθῆ πάντ’ ἐστὶ πρὸς τὸν βίον ἀλλότρια, παραπλησίως δὲ τὰ παρακείμενα μακραῖς ᾐόσι·
PG 104:35θήραν γὰρ οὔτε ἰχθύος οὔτ’ ἄλλου γένους ὁμοιοπαθοῦς ἁδροτέραν παραδίδωσιν ἡ τοιάδε χέρσος. Αἱ δὲ οἰκήσεις πᾶσιν ἔκκεινται τοῖς εἰρημένοις παρὰ τὰς ῥαχίας, αἳ καὶ κοιλάδας βαθείας ἔχουσι καὶ φάραγγας ἀνωμάλους καὶ στεγνοὺς αὐλῶνας καὶ σκολιὰς ἐκτροπάς. Ὧν πρὸς τὴν χρείαν ὑποκειμένων οἰκείως, ἀναθέμενοι πέτρους αὐτοπαγεῖς ἐπὶ τῆς κοιλίας οἱονεί τινας ἀραιούς. Ὅταν οὖν ἐκ πελάγους ἡ πλημμυρὶς ἐπὶ τὴν χέρσον φέροιτο (ὃ ποιεῖ δὶς ἑκάστης ἡμέρας, πρὸς ὥραν ἐνάτην τε καὶ τρίτην), ἡ μὲν θάλαττα πᾶσαν τὴν ῥαχίαν ἐπικαλύπτει, συναπάγουσα ἐκ τοῦ πόρου πρὸς τὴν ᾐόνα βίᾳ καὶ τῶν ἰχθύων οὐκ ὀλίγους, οἳ τέως μὲν ἐν τῇ παραλίᾳ μένουσι, νομῆς χάριν πλανώμενοι περὶ τὰς ὑποδύσεις. Ἐπὰν δὲ αὖθις ἀναδύῃ τὸ τῆς ἀμπώτεως, τὸ μὲν ὑγρὸν διὰ τῶν λίθων καὶ τῶν φαράγγων ἀπορρεῖ εἰς τὸν ἐπιφερῆ καὶ κατεπείγοντα τόπον, οἱ δ’ ἰχθύες ἐν τοῖς κοιλώμασιν ὑπολειπόμενοι ἕτοιμον θήραμα καὶ τροφὴ γίνεται τοῖς ἰχθυοφάγοις. Ἀλλ’ οἱ μὲν ἄλλοι ἰχθύες (ὡς ἔφημεν) εὐπετῶς καταγωνίζονται.
Ἐπὰν δὲ πέσωσι κύνες τε καὶ φῶκαι μείζους καὶ σκορπίοι σμύραιναί τε καὶ πᾶν τὸ τοιοῦτον γένος, μετὰ κινδύνων ἡ συμπλοκὴ γίνεται· ὅταν δὲ θηρεύσωσιν ὅσους δή ποτ’ οὖν, μετενεγκάντες ἐπὶ τὰς πέτρας τὰς κειμένας πρὸς μεσημβρίαν, οὔσας διαπύρους, ταύταις δὲ ἐπέρριψαν. Χρόνον δὲ οὐ πολὺν ἐάσαντες στρέφουσιν ἐπὶ τοὔμπαλιν ἅπαντας. Εἶθ’ ὅταν λάβωνται τῆς οὐρᾶς καὶ τὸν ὅλον ὄγκον σείσωσιν ἐκ ταύτης, ὁ μὲν σαρκώδης τόπος ἅπας ἐκπίπτει θρυπτόμενος διὰ τὴν εἰρημένην θερμασίαν, τὴν δ’ ἄκανθαν σωρεύουσιν αὐτοί, ἀφ’ ἧς ἐκ πλείονος τόπου κολωνοὶ παμμεγέθεις ὁρῶνται. Τὴν δὲ σάρκα τῶν ἰχθύων εἰς λεωπετρίαν συναγαγόντες πατοῦσιν ἐκτενῶς ἐπὶ χρόνον οὐκ ὀλίγον, καὶ μίξαντες τὸν καρπὸν τοῦ παλιούρου. Τούτου γὰρ συμμιγέντος κολλῶδες μὲν τὸ πᾶν πολὺ μᾶλλον γίνεται, δοκεῖ δ’ οἷον ἡδύσματος ἢ παρεμπλοκῆς τάξιν ἔχειν. Ἐπὰν δὲ ἱκανὸν χρόνον τοῖς ποσὶ δεψήσωσι, πλινθίδας παραμήκεις διαπλάσαντες πάλιν εἰς τὸν ἥλιον τιθέασιν· ὧν ξηρασίαν λαβουσῶν καθίσαντες εὐωχοῦνται πάντες, οὐ πρὸς μέτρον καὶ σταθμόν, ἀλλὰ πρὸς τὴν ἑκάστου βούλησιν καὶ χάριν.
Ὅτι πρὸς τοὺς αἰφνιδίους χειμῶνας, οἳ τὴν ἀπὸ τῶν ἰχθύων αὐτοὺς θήραν ἀφαιροῦνται, τοιόνδε τι μηχανῶνται. Πλανώμενοι παρὰ πᾶσαν τὴν πλησίον παραλίαν κόγχους συνάγουσι (μέγιστοι δὲ τυγχάνουσιν, ὥστε τοῖς μὴ ἰδοῦσιν ἄπιστον αὐτοῖς τοῦ μεγέθους τὴν ὑπερβολὴν εἶναι), ὧν τὸ κρέας ὠμὸν τῆς ἐνδείας ἀναπλήρωσιν κατ’ ἐκεῖνο καιροῦ ἔχουσι. Τῆς δὲ χρείας τῆς ἀπὸ τῶν ἰχθύων ἔτι τούτοις παραμενούσης, τοὺς εἰρημένους κόγχους συλλέγουσι, καὶ τούτους φύκει τε προσφάτῳ καὶ ἰχθύων τῶν ἐλασσόνων κεφαλαῖς ἐν ὀρύγμασι καταθέντες διατρέφουσι· τῆς δὲ ἐνδείας αὐτοὺς κατασχούσης ταῦτα (ὡς εἴρηται) ποιοῦνται σίτησιν. Εἰ δέ ποτε ἑκατέρα αὐτοὺς σίτησις ἐπιλείψει, ἀπὸ παντὸς τοῦ τῶν ἀκάνθεν σωροῦ τὰς ἐγχύμους αὐτῶν καὶ προσφάτους ἐπιλέγοντες ἀφαιροῦσι κατ’ ἄρθρον, κἄπειτα τὰς μὲν κόπτοντες ἐπὶ πετρώδους τόπου, ἃς δὲ κατεργαζόμενοι διὰ τῶν ὀδόντων, τοῖς φωλεύουσι τῶν θηρίων τὴν αὐτὴν διάθεσιν λαμβάνουσι. Ποτῷ δὲ πολὺ θαυμασιωτέρῳ χρῶνται.
PG 104:37Ἐπὶ μὲν γὰρ τέτταρας ἡμέρας πρὸς ταῖς θήραις γίνονται καὶ πρὸς ᾠδαῖς ἀνάρθροις καὶ πρὸς ταῖς συνουσίαις ταῖς παιδιᾶς χάριν γινομέναις, ὑπ’ οὐδενὸς περισπώμενοι, διὰ τὴν εὐκοπίαν τῆς τροφῆς· τῆς δὲ πέμπτης ἐπιλαβούσης ἐξορμῶσιν εἰς τὴν ὑπώρειαν ποτοῦ χάριν, εἰς τὰς συρρύσεις τῶν νομάδων, πρὸς αἷς τὰ κτήνη ποτίζουσιν. Ἑσπέριος δὲ ἡ πορεία γίνεται. Κατανύσαντες δὲ εἰς τὰς ποτίστρας τῶν νομάδων τοῦ κοιλώματος κύκλῳ περιέστησαν, εἶτ’ ἀπερεισάμενοι τὰς χεῖρας εἰς τὴν γῆν καὶ θέντες τὰ γόνατα βοηδὸν πίνουσιν, οὐ μίαν πρὸς ἀναπνοῆς ὁρμήν, ἀλλὰ πολλάκις αὑτοὺς ἀναπαύοντες. Πληρώσαντες δὲ τὰς κοιλίας τῶν ὑγρῶν καθάπερ ἀγγεῖα, πρὸς θάλατταν μόλις ἀποχωροῦσιν. Εἶτα ἐπανελθόντες, ἐκείνην μὲν τὴν ἡμέραν ἕκαστος οὔτε ἰχθύος οὔτε ἄλλου τινὸς γεύεται, κεῖται δὲ ὑπεργέμων καὶ δύσπνους, ὥστε εἶναι τρόπον τινὰ τῷ μεθύοντι παραπλήσιον τὸ βάρος· ἀπὸ δὲ τῆς ἐχομένης ἐπὶ τὴν εἰρημένην δίαιταν ἐπανάγει. Καὶ τοῦτο κύκλῳ διὰ βίου γίνεται, πρὸς ἀσχολίαν καὶ μέριμναν οὐδενὸς ἀποβλεπόντων αὐτῶν πράγματος.
Καὶ νοσήμασι μὲν διὰ τὴν ἁπλότητα τῆς διαίτης σπανίοις περιπίπτουσι, τοσούτῳ δ’ ἀφαιροῦσιν ἀπὸ τοῦ χρόνου τῶν ἐτῶν, ὅσῳ περ ἀπονωτέραν τῶν λοιπῶν ἔχουσι τὴν ἀναστροφήν. Ἀλλ’ οἱ μὲν ἐντὸς τῶν στενῶν τὰς οἰκήσεις ἔχοντες ἰχθυοφάγοι οὕτω καταγίνονται. Οἱ δὲ τὴν ἐκτὸς παραλίαν κεκτημένοι ἄγρας μὲν ἐνδελεχῶς τοιαύτης εὐποροῦσιν, ὑγροῦ δὲ ἁπλῶς οὐ δέονται· προσενεγκάμενοι δὲ τὸν ἰχθῦν ἔγχυλον, ὥστε μικρὰν εἶναι τῶν ὠμῶν τὴν παραλλαγήν, οὐχ οἷον ποτὸν ἐπιζητοῦσιν, ἀλλ’ οὐδὲ ἔννοιαν ἔχουσι τοῦ γένους. Φέρουσι δὲ ἀλύπως ἅπερ αὐτοῖς ἀπ’ ἀρχῆς ἡ τύχη παραδέδωκεν. Ὅτι τοὺς ἐν τοῖς εἰρημένοις τόποις οἰκοῦντάς φησι πρὸς τοῖς εἰρημένοις ἔτι μηδὲ πρὸς τὰ μέγιστα τῶν παρ’ ἡμῖν δεινῶν ὁμοίαν ἡμῖν ἔχειν τὴν ἔννοιαν. Οὔτε γὰρ σίδηρον κατ’ αὐτῶν ἐπαιρόμενον φεύγειν, οὔτε προπηλακισμῷ ἐρεθίζεσθαι, οὔτε τοὺς μὴ πάσχοντας τοῖς πάσχουσι συναγανακτεῖν· ἀλλ’ εἴ τι γένοιτο περὶ αὐτοὺς ἐξ ἀλλοφύλων τοιοῦτον, βλέπουσι μὲν οὗτοι ἀτενῶς εἰς τὸ γινόμενον καὶ τὰς κεφαλὰς πυκνὰ διανεύουσι, τῶν δὲ εἰθισμένων ἀνθρώπῳ πρὸς ἄνθρωπον οὐδὲ τὴν ἐλαχίστην διδόασιν ἔννοιαν.
PG 104:39Ὅθεν (φησὶν ὁ συγγραφεύς) ἔγωγε νομίζω μηδὲ χαρακτῆρα εὔγνωστον ἔχειν αὐτούς, ἐθισμῷ δὲ καὶ νεύματι, ἤχοις τε καὶ μιμητικῇ δηλώσει διοικεῖν πάντα τὰ πρὸς τὸν βίον. Ὅτι φησί, πλησίον τῶν ἀδίψων ἰχθυοφάγων οἱ κατοικοῦντες, ὥσπερ ἀπαραβάτων σπονδῶν μεταξὺ τεθεισῶν αὐτῶν τε καὶ τῶν φωκῶν, οὔτε αὐτοὶ τὰς φώκας σίνονται, οὐδ’ ὑπ’ ἐκείνων οὗτοι βλάπτονται, ἀλλὰ καὶ ἀλλήλων θήρας ἀνεπιβουλεύτως τῷ θηράσαντι ἑκάτερον γένος συντηρεῖ, καὶ συναναστρέφονται οὕτως ἀλλήλοις ὡς μόλις ἂν εὑρεθεῖεν πρὸς ἀνθρώπους συμβιοῦντες ἄνθρωποι. Ὅτι τῶν ἰχθυοφάγων, φησίν, οἱ μὲν σκηνώμασι τοῖς σπηλαίοις, οὐ τετραμμένοις πρὸς μεσημβρίαν διὰ τὸ πνιγῶδες, ἀλλὰ τοῖς ἀπεστραμμένοις αὐτήν, χρῶνται· οἱ δὲ ὑπὸ ταῖς τῶν ἰχθύων πλευραῖς, φυκία ἐπιβάλλοντες αὐτοῖς· οἱ δὲ τὰς τῶν ἐλαιῶν κορυφὰς ἀλλήλαις συνάπτοντες εἶτα χρῶνται σκηνώμασι. Τὴν δὲ τοιαύτην ἐλαίαν καρπὸν φέρειν φησὶ κασταναϊκῷ καρύῳ προσεμφερῆ. Τὸ δὲ τέταρτον τῶν ἰχθυοφάγων γένος τὴν οἴκησιν ἔχει τοιαύτην.
Ἄμμου φόρτος ἄπλετος ἐκ τοῦ παντὸς αἰῶνος ὄρει παραπλήσιος σεσώρευται, καὶ πᾶς οὗτος ὑπὸ τοῦ προσβάλλοντος ἀεὶ κύματος σκληρῶς πεπιλημένος, ὥστε ὁμογενοῦς ὄγκου καὶ μίαν φύσιν ἔχοντος διὰ τὴν μῖξιν καὶ συμπλοκὴν τῆς ἄμμου μηδὲν παραλλάσσειν. Εἶτα ὑπονόμους αὑτοῖς ἀνδρομήκεις ὀρύττουσι, τὸν μὲν κατὰ κορυφὴν ὄγκον ἐῶντες ὠχυρῶσθαι καὶ στέγειν διὰ τῆς εἰρημένης συνδέσεως, ἐκ δὲ τοῦ κάτωθεν ἐδάφους παραμήκεις αὐλῶνας κατασκευαζόμενοι, πρὸς ἀλλήλους παντόθεν συντετρημένους, ἐν οἷς τέως μέν τινος τὰ πρὸς τὸν ἄνεμον φωτίσαντες ἄγουσιν ἡσυχίαν, ἐπὰν δὲ πλημμυρὶς ἐπέλθῃ, τὰ πρὸς τὴν ἄγραν, ὡς καὶ προείρηται, παρασκευάζονται. Τοὺς μέντοι γε τελευτῶντας αὐτῶν οὐδεμιᾶς ἀξιοῦσι προνοίας, ἀπαθῆ πρὸς τὸν ἐκ δόξης ἔλεον κεκτημένοι τὴν γνώμην· διὸ καὶ κεῖσθαι ἐρριμμένους ἐῶσιν, ἕως ἂν ἄμπωτις ἐπιγενομένη τροφὴν εἰς τὴν θάλασσαν κομίσῃ τούτους τοῖς ἰχθύσιν. Ὅτι φησὶν ἐνίους τῶν ἀπὸ τῆς θαλάττης σιτουμένων μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχειν παραδοξότερον καὶ εἰς λογικὴν καταχωρῆσαι πίστιν οὐ ῥᾴδιον.
PG 104:41Οὔτε γὰρ πόθεν εἰς τὸν χῶρον, ἐν ᾧ οἰκοῦσιν, ἀφίκοντο, ἔστιν ἐπιγνῶναι, οὔτε ὅπως λισσῆς μὲν πέτρας ἄνωθεν ἐπεζευγμένης, ἐκ πλαγίου δὲ κρημνῶν ἀφαιρουμένων τὰς παρόδους, τὴν δὲ ἀπέναντι πᾶσαν ὁρίζοντος, ὃ καὶ πεζῇ μὲν ἐλθεῖν παντελῶς (ὡς εἶπον) ἀδύνατον, σχεδίαις δὲ ὁμοίως ἀπορίᾳ τῶν παρ’ ἡμῖν ἐξ ἴσου ἄπορον. Τούτων δὲ ὑφεστώτων, φησί, λοιπὸν εἰπεῖν ὡς αὐθιγενεῖς εἰσι, μνήμην τοῦ πρώτου σπέρματος οὐ λαβόντες, ἀεὶ δὲ ὑπάρχοντες, ὃν τρόπον ἔνιοι τῶν καλουμένων ὡρίσαντο φυσικῶν. Ὅτι τῶν στενῶν ἐπέκεινα, φησί, τῶν συγκλειόντων τήν τε Ἀραβίαν καὶ τὴν ἀπέναντι χώραν, νῆσοι κεῖνται σποράδες, ταπειναὶ πᾶσαι, μικραὶ τῷ μεγέθει, τὸ πλῆθος ἀμύθητοι, καρπὸν οὐθένα γεννῶσαι πρὸς τὸν βίον, οὔτε ἥμερον οὔτε ἄγριον, ἀπέχουσαι μὲν τῆς εἰρημένης ἠπείρου σταδίους ὡς ἑβδομήκοντα, τετραμμέναι δὲ πρὸς τὸ δοκοῦν πέλαγος παρεκτείνειν τὴν Ἰνδικὴν καὶ Γεδρωσίαν. Ἐνταῦθα κῦμα μὲν οὐ γίνεται, ἀλλὰ ἄλλη μὲν ἄλλης προκαθημένη τὸν κλύδωνα τοῖς ἀκρωτηρίοις λαμβάνει· ἀέρων δὲ τὸν ἄριστον δοκοῦσιν ἔχειν. Ταύτας ἄνθρωποι κατανέμονται ἀριθμῷ μὲν σύμμετροι, ζῶντες δὲ βίον τοιοῦτον.
Ἐν τῷ παρήκοντι πελάγει, τραχεῖ καὶ χειμερίῳ ὑπάρχοντι τελέως, γίνεται τῷ πλάτει καὶ τῷ μεγέθει πλῆθος ἄπιστον χελωνῶν, ἃς θαλαττίας πάντες νομίζομεν. Αὗται νυκτὸς μὲν ἐν τῷ βυθῷ νέμονται, ἡμέρας δὲ εἰς τὴν ἐν ταῖς νήσοις ἡσυχίαν καὶ γαλήνην ἀφικόμεναι κοιμῶνται, καὶ τοῦτο ποιοῦσι πρὸς τὸν ἥλιον μετέωροι, ταῖς κατεσκευασμέναις πορθμίσιν ὁμοιοπαθεῖς. Ταύτας κατ’ ἐκεῖνο καιροῦ οἱ ἐπιχώριοι τέχνῃ καὶ σπουδῇ καὶ μερμίθαις εἰς τὴν χερσὸν ἐκβαλόντες τὰ μὲν ἐντὸς ἅπαντα σιτοῦνται, βραχὺν παροπτήσαντες ἐν τῷ καύματι χρόνον, τοῖς δὲ κύτεσι χρῶνται τὰς σκηνώσεις καθιστῶντες, οἱονεὶ καλύβας ἐφ’ ὑψηλοῖς τόποις πρηνεῖς καθιστῶντες, καὶ πρὸς τοὺς διάπλους δὲ καὶ ὑδρείας ἕνεκα κέχρηνται αὐτοῖς· ὥστε εἶναι τὸ αὐτὸ ναῦν, οἰκίαν, ἀγγεῖον, τροφὴν τοῖς εἰρημένοις ἀνθρώποις. Ὅτι οὐ πολὺ διεστῶτες τοῦ εἰρημένου γένους σύμμετροι τῷ ἀριθμῷ βίον ἔχουσι τοιοῦτον. Ἐκ τῶν ἐκριπτουμένων εἰς τὴν χέρσον κητῶν ἀποζῶσι. Σπανιζούσης δὲ αὐτοῖς τῆς τοιαύτης σιτήσεως (γίνεται δὲ πολλάκις) ἐκ τῶν ὀστῶν τούς τε χόνδρους καὶ τὰ ἄκρα τῶν πλευρῶν κατεργαζόμενοι τὴν ἔνδειαν, εἰ καὶ χαλεπῶς, ὅμως παραμυθοῦνται.
PG 104:43Τὰ μὲν οὖν τῶν ἰχθυοφάγων γένη, φησίν, ἃ κατειλήφαμεν, μυρίων ὄντων ἃ τὴν ἡμῶν διέφυγε γνῶσιν, τοσαῦτα. Ὅτι τῆς ζωῆς ἡμῶν ἡμῖν ἐφεστώσης ἔν τε τοῖς περιττοῖς καὶ τοῖς ἀναγκαίοις, τὰ εἰρημένα γένη τῶν ἰχθυοφάγων τὰ μὲν ἄχρηστα περιγεγράφασιν ἅπαντα, φησί, τῶν δὲ καθηκόντων οὐδὲν ἐλλείπουσι, τῇ θείᾳ πρὸς τὸ ζῆν ὁδῷ βραβευόμενοι πάντες, οὐ τῇ παρασοφιζομένῃ ταῖς δόξαις τὴν φύσιν. Οὐ γὰρ ἀρχῆς ἱμειρόμενοι τυχεῖν ἀγωνίᾳ φιλονείκῳ καὶ δυστυχεῖ συνέχονται· οὐδὲ πλεονεξίας ἐρῶντες πολλὰ μὲν ἄλλους δρῶσι, πολλὰ δὲ πάσχουσι τῶν οὐκ ἀναγκαίων· οὐδὲ ἔχθρας ἐνιστάμενοι μείζους ἐπὶ βλάβῃ σώματος πολεμίου σφάλλονται ἐν ἀτυχίαις οἰκείων· οὐδὲ ναυτιλλόμενοι, κέρδους ἕνεκα τὸ ζῆν ὑπερτείναντες, προσπταίσμασι τοῦ βίου μετροῦσι τὴν λύπην· ἀλλὰ μικρῶν δεόμενοι μικρὰ καὶ πενθοῦσι, τὸ μὲν ἀρκοῦν κτώμενοι, τὸ δὲ πλέον οὐ ζητοῦντες. Ἐνοχλεῖ δ’ ἕκαστον οὐ τὸ ἀγνοούμενον, εἰ μὴ πάρεστιν, ἀλλὰ τὸ βουλητόν, ὅταν ὑστερίζῃ τοῦ καιροῦ τῆς ἐπιθυμίας σπευδούσης. Οὐκοῦν ἐκεῖνος, πάντ’ ἔχων ἃ θέλει, εὐτυχήσει κατὰ τὸν τῆς φύσεως λογισμόν, οὐ κατὰ τὸν τῆς δόξης. Νόμοις δὲ οὐ δικαιοῦνται·
τί γὰρ δεῖ προστάγματι δουλεύειν τὸν χωρὶς γράμματος εὐγνωμονεῖν δυνάμενον; Ὅτι μετὰ τοὺς ἰχθυοφάγους παρὰ τὸν Ἀσταβάραν ποταμόν, ὃς φέρεται μὲν διὰ τῆς Αἰθιοπίας καὶ τῆς Λιβύης, ἔστι δὲ τοῦ Νείλου πολλῷ ταπεινότερος, συμβάλλων δὲ τὴν οἰκείαν ὁρμὴν τῷ μείζονι ῥείθρῳ νῆσον ποιεῖ τῇ περιρρύσει τὴν Μερόην, παρὰ γοῦν τὸν εἰρημένον ποταμὸν ἐπ’ ἀμφοτέροις κατοικεῖ τοῖς χείλεσιν ὄχλος οὐ πολὺς μέν, τῷ δὲ βίῳ τοιοῦτος. Ἐκ τοῦ παρήκοντος ἕλους τὰς ῥίζας τῶν καλάμων ὀρύττει, κἄπειτα πλύνας καθαρῶς ἐκκόπτει λίθοις πρὸς μέρος, ποιήσας δὲ λεῖον καὶ κολλῶδες ἀνέπλασεν ἐκ μαγίδος, εἰ καὶ οὐ χειροπλήθεις, ὄγκους, εἶτα ἐν τῷ καύματι παροπτῶν ταύτην ἔχει προσφοράν. Ἔχουσι δὲ οὗτοι κακὸν ἄφυκτον τοὺς ἐν τοῖς ἕλεσι λέοντας ἐπιτιθεμένους αὐτοῖς. Ὑπὸ δὲ τὴν ἐπιτολὴν τοῦ κυνὸς γίνεταί τι κωνώπων πλῆθος ἄπλετον, τηλικαύτην ἔχον δύναμιν ὥστε τὸν λάον εἰς τὰς λιμνώδεις ὑγρασίας ἀπελθόντα ἐκεῖ μένειν ἀφανῆ. Ὑφ’ ὧν καὶ οἱ λέοντες ἐκτοπίζονται, οὐχ οὕτως ὑπὸ τοῦ δηγμοῦ δηλούμενοι, καίπερ ὄντος ἐπαχθοῦς, ὡς τὸν ἀπὸ τῆς φωνῆς ἦχον ἀλλόφυλον ἀδυνατοῦντες φέρειν.
Ἀλλὰ ταῦτα μὲν ἀπηγγέλθω τοῦ παραδόξου χάριν· τί γὰρ ἰδιώτερον ἢ λέοντας μὲν ἐκχωρεῖν κώνωψιν, ἀνθρώπους δὲ σῴζεσθαι ὑπὸ τοιούτου κινδύνου; Ὅτι τοῖς εἰρημένοις, φησί, τὸ τῶν ὑλοφάγων καὶ τῶν τὰ σπέρματα σιτουμένων ἐγγίζει γένος, βραχεῖαν ἔχον τὴν παραλλαγήν. Οἱ μὲν γὰρ τὸν πίπτοντα καρπὸν ἀπὸ τῶν δένδρων σιτοῦνται ὑπὸ τὴν θερείαν, τὸ δὲ λοιπὸν τῆς πόας ἅπτονται τῆς ἐν τοῖς σκιεροῖς ἄγκεσι γινομένης στερεᾶς τε τὴν φύσιν καὶ καυλὸν ἐκτρεφούσης παρόμοιον ταῖς καλουμέναις βουνιάσιν· οἱ δὲ τῆς ὕλης τὴν ἁπαλὴν σιτοῦνται. Οὗτοι τὰς μὲν νύκτας κοιμῶνται τόπον ἀπὸ τῶν ἐκεῖ θηρίων πρὸς ὀχύρωσιν ἐξειλεγμένοι καὶ φυλακήν, ἅμα δὲ ἡλίῳ μετὰ τέκνων καὶ γυναικῶν ἐπὶ τὰ δένδρα πάντες ἀναβαίνουσι, σπουδῇ καταλαβεῖν ζητοῦντες τοὺς ἄκρους κλῶνας· κἀκεῖθεν τὴν ἁπαλωτάτην ὕλην ἀμέλγοντες εὐμαρῶς σιτοῦνται. Τοιαύτην δὲ ἐκ τοῦ παντὸς βίου πεποίηνται τὴν ἕξιν, ὥστε καὶ τὰ τῆς ἀναδρομῆς ἄπιστον ἔχειν τὴν θέαν καὶ τὴν συντονίαν οὐ χειρῶν μόνον καὶ δακτύλων καὶ ποδῶν, ἀλλὰ καὶ τῶν μερῶν τῶν ὑπολοίπων ἁπλῶς.
PG 104:45Μεταπηδῶσι γὰρ εὐπόρως ἀπ’ ἄλλου πρὸς ἕτερον ἀκρέμονα, καὶ τοὺς κλάδους ἀλλήλων πολλάκις ἐν τοῖς ἐπισφαλεστάτοις τόποις ἀφαιροῦνται, καὶ τοιαῦτα ἐνδείκνυνται ὥστε τὸν ἰδόντα αὐτὸν μὲν ἐκπλήττεσθαι, μὴ μέντοι θαρρεῖν εἰς τοὺς ἀπείρους ἐξαγγέλλειν. Καὶ πάντα δὲ κλάδον τοῖς ὀδοῦσιν ἔγχυλον κατεργάζονται καὶ ταῖς κοιλίαις εὐπόρως πέττουσι· καὶ τὸ σφαλὲν ἄνωθεν σῶμα διὰ τὴν ἰσχνότητα οὐ βαρείας τυγχάνει τῆς πληγῆς. Οὗτοι δὲ γυμνοὶ μέν εἰσι πάντες, χρῶνται δὲ κοινοῖς καὶ τέκνοις καὶ γυναιξί, πολεμοῦσι δὲ περὶ τῶν τόπων ἀλλήλοις, μεταλλάττουσι δὲ οἱ πλεῖστοι λιμῷ πιεζόμενοι, γλαυκωμάτων περὶ τὰ πεντήκοντα ἔτη τοῖς ὄμμασιν ἐπιτρεχόντων. Ὅτι μετὰ τοὺς εἰρημένους εἰσὶν οἱ παρὰ τοῖς ἐγχωρίοις λεγόμενοι κυνηγέται. Οὗτοι διὰ τὴν τῶν θηρίων φοράν, ἣν ὁ τόπος ἄπλετον φέρει, ἐν τοῖς δένδρεσι μὲν σκηνοῦσιν, ἐξ ἐνέδρας δὲ ἀγρεύοντες τὰ θηρία τροφὴν ἑαυτοῖς ταῦτα ποιοῦνται. Εἰσὶ καὶ τοξείας ἐπιστημόνες. Ἐπὰν δὲ θήρας ἀπορῶσι, τοῖς δέρμασι τῶν προτεθηραμένων τὴν ἔνδειαν ἀναπληροῦσι, βρέξαντες τὰς βύρσας καὶ ἐπ’ ἀνθρακιὰν κούφην ἐπιβαλόντες, εἶτα σποδίσαντες καὶ εἰς διαίρεσιν ἀγαγόντες.
Ὅτι μετὰ τοὺς εἰρημένους, πολὺ τούτων ἀφεστῶτες καὶ πρὸς ἑσπέραν μᾶλλον ἀνατείνοντες, εἰσὶν οἳ ἐκ τῆς τῶν ἐλεφάντων θήρας τὸν βίον ποιοῦνται. Οἱ μὲν ἀπὸ δένδρου, ἐφ’ ᾧ κάθηνται, σκοποῦντες τὰς παρόδους τῶν θηρίων, ταῖς μὲν χερσὶ τῆς οὐρᾶς λαβόμενοι, τοῖς ποσὶ δὲ πρὸς τὸν μηρὸν τὸν ἀριστερὸν ἐπιβαίνουσιν· εἶτα πελέκει, ὃν ἐπιτήδειον καὶ ἕτοιμον ἔχουσι, τὴν δεξιὰν ἰγνύν, πυκναῖς ταῖς πληγαῖς χρώμενοι, νευροκοποῦσιν, οὕτω δὲ ἐκτενῶς τῇ μὲν καταφέροντες τῇ δὲ τῆς οὐρᾶς κρατοῦντες, ὡς ἄθλου προκειμένου τῆς ψυχῆς· ἢ γὰρ ἀποκτεῖναι χρὴ ἢ τελευτᾶν, ἄλλην τοῦ καιροῦ διέξοδον οὐκ ἔχοντος. Ἐπὰν δὲ τὸ ζῷον ἐκ τῆς πληγῆς καὶ τῆς αἱμορραγίας πέσῃ, οἱ συνθηραταὶ παραγίνονται ἐπὶ τὸ πτῶμα, καὶ τοῦ θηρίου ζῶντος ἔτι παρατέμνοντες ἐκ τῶν ὀπισθίων τὰς σάρκας εὐωχοῦνται, τὸν ἔσχατον τοῦ καταπονηθέντος οὕτως ὑπομένοντες θάνατον. Ἀλλ’ οἱ μὲν μετὰ τοῦ ἐσχάτου κινδύνου ἐλεφαντοθῆραι τοιοῦτοι. Ἕτεροι δὲ θηρῶσιν αὐτοὺς οὕτω. Τρεῖς ἄνδρες ἓν μὲν ἔχοντες τόξον, ὀϊστοὺς δὲ πλείους κεχρισμένους τῇ χολῇ τῶν ὄφεων, ἑστᾶσιν ἐν δρυμῷ παρὰ τὰς τῶν θηρίων διεξόδους.
PG 104:47Ἐπὰν οὖν προσάγῃ τὸ ζῷον, ὁ μὲν εἷς κατέχει τὸ τόξον τῷ ποδὶ προσβεβηκώς, οἱ δὲ δύο τὴν νευρὰν ἑλκύσαντες ἐκ τῆς ἁπάσης βίας ἀφῆκαν τὸ βέλος, ἕνα σκοπὸν ἔχοντες ἐπὶ μέσην τὴν πλευράν, ὥστε διανύσαι τῆς περιοχῆς ἐντὸς καὶ τοὺς κυρτοὺς τεμεῖν καὶ τρῶσαι τόπους· ἐκεῖθεν τὸ τηλικοῦτον θηρίον ἐλαυνόμενόν τε καὶ σπαραττόμενον διαλύεται καὶ πίπτει. Τρίτον δέ ἐστι γένος ἐλεφαντοφάγων, οἳ ἐπειδὰν οἱ ἐλέφαντες τῆς νομῆς ἐμφορηθέντες πρὸς ὕπνον τραπέσθαι ζητῶσιν, οὐκ ἐπὶ γῆς δὲ ἀναπεσόντες ὑπνοῦσιν, ἀλλὰ τοῖς παχυτάτοις καὶ μεγίστοις δένδρεσι προσανακλίνοντες ἑαυτούς, ὥστε τοὺς μὲν δύο πόδας τοὺς πλησίον τοῦ στελέχους πρὸς τὴν γῆν ἐλαφρῶς ὑπερείδεσθαι, τὴν δὲ πλευρὰν τὸ πᾶν σῶμα ἐκδεχομένην ὀχεῖσθαι πρὸς τῇ φύσει τοῦ ξύλου, καὶ τοῦτον τὸν τρόπον τῆς καταφορᾶς τυγχάνειν οὐκ εἰλικρινοῦς ἀλλὰ παρεψευσμένης, διὰ τὸ προσκεῖσθαι τοῖς βάθεσιν ὕπνοις ἀγωνίαν ἰσχυράν, φθορᾶς ὑποκειμένης παραχρῆμα τῷ σφαλέντι διὰ τὴν ἔκλυσιν τὴν φυσικήν.
Οἱ οὖν ἀπὸ τῆς τούτων θήρας τὸν βίον ποιούμενοι, τοὺς δρυμοὺς περιπλανώμενοι καὶ τὴν τοῦ θηρίου κοίτην ἐπισημηνάμενοι, ἐκ τῶν ὄπισθεν τοῦ δένδρου τόπων πρίουσιν, ἕως ἂν μήτε κλίνῃ τὸ πᾶν μήτε ἰσχῦον ἄγαν καὶ ἰσχυρὸν ἀπολείποιτο, μένῃ δὲ ἑστηκὸς ἐπὶ βραχείας ῥοπῆς. Τὸ δὲ ζῷον ἀπὸ τῆς νομῆς ἐπὶ τὸν συνήθη τῆς κοίτης τόπον ἀνακλινόμενον αἰφνίδιόν τε πίπτει τοῦ ξύλου κλασθέντος, καὶ πρόκειται τοῖς θηράσασι δεῖπνον ἕτοιμον· τὰς γὰρ ὀπισθίας κόψαντες οὗτοι σάρκας καὶ ποιήσαντες ἔξαιμον τὸ ζῷον, εἶτα νεκρόν, πρὸς τὴν ἑαυτοῦ χρείαν ἕκαστος τὰ μέλη διαιροῦσιν. Ὅτι τούτους τοὺς κυνηγοὺς Πτολεμαῖος ὁ Αἰγύπτου βασιλεὺς ἀποσχέσθαι τοῦ φόνου τῶν ἐλεφάντων παραινῶν, ἵν’ ἔχοι αὐτὸς ζῶντας, καὶ πολλὰ καὶ θαυμαστὰ αὐτοῖς ὑπισχνούμενος, οὐ μόνον οὐκ ἔπεισεν, ἀλλ’ οὐδ’ ἂν τὴν ὅλην ἀλλάξασθαι βασιλείαν πρὸς τὸν ἐνεστῶτα βίον εἰπόντων ἀπόκρισιν ἤκουσεν.
PG 104:49Ὅτι τῶν κυνηγῶν τούτων, οὓς οἱ νομάδες ἀκαθάρτους καλεῖν εἰώθασι, τὸ μὲν πρὸς ἑσπέραν ἀπόσπασμα Αἰθιόπων νέμεται οὓς καλοῦσι σιμούς, τὰ δὲ πρὸς μεσημβρίαν οὐ μέγα ἔθνος, οἱ καλούμενοι στρουθοφάγοι, οἳ ταύτας τέχνῃ καὶ δόλῳ καὶ ῥοπάλοις θηρεύοντες ἐκ τούτων βιοῦσιν, σιτούμενοι μὲν τὰς σάρκας, ἐνδύσει δὲ καὶ στρωμνῇ τοῖς αὐτῶν χρώμενοι δέρμασι. Πολεμούμενοι δὲ ὑπὸ τῶν σιμῶν οὗτοι τοῖς τῶν ὀρύγων κέρασιν ὅπλοις χρῶνται μεγάλοις καὶ τμητικοῖς οὖσι· τρέφει δὲ ἡ χώρα πολυπληθὲς τὸ ζῷον τοῦτο. Ὅτι τῶν εἰρημένων οὐ πολὺ διεστῶτές εἰσιν οἱ ἀκριδοφάγοι· τὸ δὲ ἔθνος βραχύτεροι μὲν τῶν λοιπῶν, ἰσχνοὶ δὲ τοῖς εἴδεσι, μέλανες δὲ ἐξαισίως. Ὑπὸ δὲ τὴν ἐαρινὴν ἰσημερίαν, ὅτε λίβες παρ’ αὐτοῖς καὶ ζέφυροι πνέουσι, παμμεγεθῶν ἀκρίδων πλῆθος ἀμύθητον ἐκ τῆς ἀνιστορήτου μετὰ τῶν ἀνέμων παραγίνεται χώρας, τῇ μὲν δυνάμει τῆς πτήσεως τῶν ὀρνίθων μικρὸν παραλλάττον, μακρὸν δὲ τῷ σώματι. Ἀπὸ τούτου τοῦ ζῴου τρέφονται πάντα τὸν χρόνον, ἄλλως τε τούτοις καὶ τεταριχευμένοις χρώμενοι. Καπνῷ δὲ ταύτας θηρῶσιν, ἐκ τοῦ ἀέρος ἐπὶ γῆν καταφέροντες.
Οὗτοι κοῦφοι μὲν εἶναι λέγονται καὶ τοῖς ποσὶν ὀξύτεροι, ζῶσι δὲ οὐ πλεῖον τεσσαράκοντα ἐτῶν, ξηρᾶς κοινωνοῦντες τελείως τροφῆς. Τελευτῶσι δὲ τοῦ ζῆν ἀθλιώτερον· ἅμα γὰρ τῷ πλησιάζειν τὸ γῆρας ἐγγίνεται τοῖς σώμασιν αὐτῶν πτερωτὰ γένη φθειρῶν, ὅμοια μὲν τῷ τύπῳ τοῖς κρότωσι, βραχεῖ δὲ ἐλάττω τῶν ἐν τοῖς κυσὶ φαινομένων, ἀρχόμενα μὲν ἀπὸ τοῦ στήθους καὶ τῆς κοιλίας, ἐπινεμόμενα δὲ συντόμως μετὰ τοῦ παντὸς προσώπου τὴν ἐπιφάνειαν. Οἳ τὰ μὲν πρῶτα τοῖς ὑπὸ ψώρας ἠρεθισμένοις ὁμοίως διάκεινται, ὕστερον δ’ ἐπιπόνως ἑαυτοὺς σπαράττουσιν· εἶτα τοῦ πάθους εἰς ἀκμὴν ἑλκομένου, καὶ μετὰ τῆς τῶν θηρίων ἐκφύσεως καὶ λεπτῶν ἀναχεομένων ἰχώρων, ἀκαρτερήτους ὑφίστασθαι τοὺς ἀθλίους τὰς δριμύτητας συμβαίνει. Οὗτοι μὲν εἴτε τοὺς χυμούς, εἴτε τὴν τροφήν, εἴτε τὸν ἀέρα τῆς κακίας ἔχοντες αἴτιον, οὕτως ἀπόλλυνται. Ὅτι τῶν ἀκριδοφάγων, φησίν, ἀστυγείτων χώρα πολλὴ καὶ νομὰς ἔχουσα ποικιλίᾳ διαφέρουσας, ἔρημος δὲ τελέως καὶ πᾶσι τοῖς περιοίκοις ἄβατος, οὐκ ἀπ’ ἀρχῆς σπανίσασα ἀνθρωπίνου γένους, ἀλλ’ ὑπὸ πλήθους ἀπίστου σκορπίων καὶ φαλαγγίων, ἃς τετραγνάθους ὀνομάζουσιν ἔνιοι.
Τοῦτο γὰρ τὸ φῦλον ἔκ τινος ἐπομβρίας λέγουσιν ἐπιπολάσαι, καὶ τῶν ἐνοικούντων πρὸς τὸ κακὸν ἀντισχεῖν οὐ δυναμένων, ἀλλὰ φυγῇ τῶν ἐκπεσόντων τοῦ ὀλέθρου τὴν σωτηρίαν ἀντὶ τῆς πατρίδος ἑλομένων, ἔρημον ἐξ ἐκείνου γένους ἀνθρώπων τὴν χώραν ὑπολειφθῆναι. Καὶ μυῶν δὲ πλῆθος ἀρουραίων, ὡς τοῖς περὶ Ἰταλίαν, καὶ στρουθοὶ τὰ σπέρματα κατεσθίοντες, ὡς περὶ Μηδίαν, καὶ βάτραχοι, ὃ γέγονε περὶ τοὺς Αὐταριάτας καὶ ὑπὸ λεόντων ἐπιπολασάντων πόλεις μετανέστησαν, ὡς ἐπὶ Λιβύης· καὶ πολλὰ ἄλλα ἀνέλπιστα πάθη καταλαβόντα πολλὰς χώρας τῶν οἰκητόρων ἐξηρήμωσαν. Ὅτι ὕστατοι, φησί, τῶν πρὸς μεσημβρίαν οἰκούντων εἰσὶν οὓς Ἕλληνες μὲν κυναμολγοὺς καλοῦσιν, οἱ δ’ ἀστυγείτονες, ὡς ἄν τις εἴποι, ἀγρίους βαρβάρους. Οὗτοι κομῆται μέν εἰσι καὶ πώγωνας φέρουσιν ἐξαισίους, κύνας δὲ τρέφουσι πολλοὺς καὶ μεγάλους, ὁμοίως τοῖς ὑρκανοῖς, καὶ τοὺς ἐπιφοιτῶντας αὐτῶν τὴν χώραν ἰνδικοὺς βόας δι’ αὐτῶν θηρῶσι, πλῆθος ἐπιφαινομένους ἀμύθητον ἀπὸ τροπῶν θερινῶν ἕως μέσου χειμῶνος· εἶτα καὶ τὰς τῶν κυνῶν θηλείας ἀμέλγοντες τῷ γάλακτι τρέφονται, καὶ ἐξ ἄλλων δὲ θήρας ζῴων.
PG 104:51Καὶ τὰ μὲν τελευταῖα τῶν πρὸς μεσημβρίαν τοιαῦτα. Τὰ δὲ κατὰ τοὺς Τρωγλοδύτας τοιαῦτα. Τὸ μὲν γένος τῆς συστάσεως τυραννίς, αἱ δὲ γυναῖκες κοιναὶ καὶ οἱ παῖδες· μόνῃ δὲ οὐκ ἔξεστι πλησιάσαι τῇ τοῦ τυράννου· τῷ δὲ τολμήσαντι πρόβατον καταθέσθαι τὸ ἐπιτίμιον δίδοται. Ἡ δὲ ἀναστροφὴ αὐτῶν· τὸν μὲν παρ’ αὐτοῖς χειμῶνα (ἔστι δ’ οὗτος ὑπὸ τοὺς ἐτησίας) πᾶσαν αὐτῶν τοῦ θεοῦ τὴν χώραν ὕδασι λάβροις ἐπέχοντος, ἀφ’ αἵματος καὶ γάλακτος ζῶσιν, εἰς ταὐτὸ μίξαντες καὶ κυλίσαντες ἐν ἀγγείοις εἰκῇ πεπυρωμένοις. Ἐπὰν δὲ ἐπιστῇ τὸ θέρος, ἐν τοῖς τελματώδεσιν ἀναστρέφονται χωρίοις, μαχόμενοι πρὸς ἀλλήλους περὶ τοῦ χιλώματος. Καὶ τὰ πρεσβύτερα τῶν βοσκημάτων καὶ νοσοῦντα δαπανῶσι, διὰ τῶν μαγείρων ταῦτα κτείνοντες, οὓς καλοῦσιν ἀκαθάρτους. Οὗτοι ἀνθρώπων μὲν οὐδενὶ περιτιθέασι τὴν τῶν γονέων κλῆσιν, ταύρῳ δὲ καὶ βοὶ̈, τὸν μὲν πατέρα καλοῦντες, τὴν δὲ μητέρα, ὡσαύτως κριῷ τε καὶ προβάτῳ, διὰ τὸ λαμβάνειν τὴν τροφὴν τὴν καθ’ ἡμέραν οὐ παρὰ τῶν τοκέων ἀλλὰ παρ’ ἐκείνων. Οὗτοι καὶ ποτῷ, ὁ μὲν πολὺς ὄχλος ἀποβρέγματι παλιούρου χρῶται·
οἱ δὲ τύραννοι ἀπό τινος ἄνθους σκευασθέντος πίνουσι, παραπλησίου μοχθηρῷ γλυκεῖ. Γυμνοὶ δὲ τὸ ἄλλο σῶμα τυγχάνοντες τὰ ἰσχία δέρμασίν εἰσι διεζωσμένοι. Τὰ δὲ αἰδοῖα τοῖς μὲν ἄλλοις Τρωγλοδύταις ἐστὶν εἰθισμένον περιτέμνεσθαι, καθάπερ Αἰγυπτίους πάντας· τοὺς δ’ ὑπὸ τῶν Ἑλλήνων καλουμένους Κολοβοὺς πᾶν τὸ τοῖς λοιποῖς μέρος περιτομῆς τυγχάνον ξυροῖς ἀφαιρεῖν ἐστιν ἔθος νηπίων ὄντων, ἐξ οὗ καὶ τὴν εἰρημένην κλῆσιν ἑαυτοῖς πεποίηνται. Ὅτι κέχρηται ὁ συγγραφεύς, ἀττικιστὴς καίτοι ὤν, τῇ τῆς καμάρας λέξει. Ὅτι οἱ Τρωγλοδῦται περὶ τοὺς μετηλλαχότας, φησίν, οὕτω πράττουσι. Ταῖς ἐκ τῶν παλιούρων λύγοις τὸν αὐχένα πρὸς τὰ σκέλη συνέδησαν, εἶτα ἐπ’ ὄχθον ἐπιθέντες βάλλουσι χειροπληθέσι λίθοις, τωθασμῷ χρώμενοι καὶ γέλωτι, ἕως ἀποκρύψωσι τοῦ τετελευτηκότος τὴν μορφήν· κἄπειτα ἄνωθεν ἐπιθέντες κέρας αἰγὸς ἀπαθεῖς ἀπολύονται καὶ παντελῶς ἱλαροί. Οὕτω, φησί, ταῖς κηδείαις καταχρῶνται νουνεχῶς, εἴπερ μὴ λυπεῖν ἑαυτοὺς ἐπὶ τοῖς ἀλυπήτοις συνέσεως σημεῖον.
PG 104:53Τὰς δ’ ὑπὲρ τῆς ἀναφυομένης αἰφνιδίως νομῆς ἔχθρας τε καὶ μάχας καὶ πολέμους αὐτῶν πρὸς ἀλλήλους (οὐδὲ γὰρ ὑπὲρ ἄλλου τινὸς μάχονται) ἀλλ’ οὖν ταύτας αἱ πρεσβύτεραι γυναῖκες προπηδῶσαι διαλύουσι, κατὰ τὸ μέσον ἐλθοῦσαι, καὶ τοῖς πραύ̈νουσι λόγοις τοὺς θυμοὺς ἀνηρεθισμένους καταστέλλουσαι. Ὕπνῳ δέ, φησίν, οὐ κατὰ τοὺς ἄλλους τῶν ἀνθρώπων χρῶνται, ἀλλὰ θρεμμάτων μὲν πλῆθος ἑαυτοῖς ἔχουσι συνεπόμενον, κώδωνας δὲ ἐξέδησαν ἐκ τῶν κεράτων τῶν ἀρρένων πάντων, ὅπως ὁ ἀπ’ αὐτῶν ψόφος διώκῃ τὰ θηρία· ἐπὰν δὲ νὺξ ἐπῇ, εἰς μάνδρας μὲν συνάγουσι τὴν λείαν, ἄνωθεν δὲ ἐπιβάλλουσι ῥιποὺς ἐκ φοινίκων. Καὶ αἱ μὲν γυναῖκες μετὰ τῶν νηπίων τούτοις ἐπιβαίνουσιν· οἱ δὲ ἄνδρες πυρὰ κύκλῳ καίουσιν, ᾄδοντες πατρίους τινὰς μύθους, καὶ τὸν ὕπνον οὕτω παρωθοῦνται, ἐν πολλοῖς τῆς μελέτης διὰ τἀναγκαῖον τὴν φύσιν νικώσης. Ἐπὰν δέ τινες τοῦ πᾶσιν ὀφειλομένου γήρους βαρύνοντος μηκέτι δύνωνται ταῖς ποίμναις ἐπακολουθεῖν, περιθέντες βοὸς οὐρὰν περὶ τὸν αὐχένα τὸν αὐτῶν, καὶ τὸν ὀπίσω τοῦ τραχήλου δεσμὸν εὖ μάλα περισφίγξαντες, ἀπολύουσι τοῦ βίου.
Εἰ δέ τις αὐτῶν τὴν τελευτὴν ὑπερβάλλοι, παραστὰς ὁ θέλων ἄφνω, ὡς ἐπ’ εὐνοίᾳ τὸν ὄκνον ἀφαιρούμενος, νουθετῶν ἅμα τῷ λόγῳ τῆς ἀναστροφῆς, διὰ τῆς αὐτῆς ὁδοῦ παρέλυσεν. Οὐ τοὺς γηράσκοντας δὲ μόνον οὕτω τοῦ ζῆν ὑπεξάγουσιν, ἀλλὰ καὶ οὓς ἢ νόσος ἐπίμονος ἢ μελῶν τινος πήρωσις ἀχρήστους εἰς τὸ ταῖς ἀγέλαις παρασκευάσει συνέπεσθαι. Ὅτι, φησί, τῆς ὅλης οἰκουμένης ἐν τέτταρσι κυκλιζομένης μέρεσιν, ἀνατολῆς λέγω, δύσεως, ἄρκτου καὶ μεσημβρίας, τὰ μὲν πρὸς ἑσπέραν ἐξείργασται Λύκος τε καὶ Τιμαῖος, τὰ δὲ πρὸς ἀνατολὰς Ἑκαταῖος τε καὶ Βασιλίς, τὰ δὲ πρὸς τὰς ἄρκτους Διόφαντος καὶ Δημήτριος, τὰ δὲ πρὸς μεσημβρίαν, φορτικόν, φησί, τὸ ἀληθές, ἡμεῖς. Ὅτι τοὺς τῶν ἀνθρώπων διαφορωτάτους βίους οὐ πολὺς διαμετρεῖ καὶ διορίζει τόπος. Ἐκ γὰρ τῆς Μαιώτιδος λίμνης πολλοὶ τῶν φορτιζομένων ἐν φορτηγοῖς ἀκάτοις δεκαταῖοι κατῆραν εἰς τὸν Ῥοδίων λιμένα, ἀφ’ ὧν ὑπὸ τὸν αὐτὸν καιρὸν τεταρταῖοι μὲν ἀφίκοντο εἰς τὴν Ἀλεξανδρείαν, ἐκ δὲ ταύτης ἐναντίῳ τῷ ῥεύματι πλέοντες ἀνὰ τὸν ποταμὸν ἐν ἄλλαις δέκα παραγένοιντ’ ἂν οὐ χαλεπῶς εἰς Αἰθιοπίαν·
ὥστε ἀπὸ τῆς ὑπερβολῆς τοῦ ψύχους εἰς ἄκραν τοῦ καύματος τὴν ἀκμὴν μὴ πλείους εἴκοσι γίνεσθαι καὶ πέντε τοῖς κομιζομένοις ἐνδελεχῶς ἡμέρας. Ἀλλ’ ὅμως, τοσαύτης οὔσης τῆς τοπικῆς διαστάσεως, ἀνυπέρβλητον ἔχουσι πρὸς ἀλλήλους οἱ ἄνθρωποι τῶν τε βίων καὶ τῶν ἐθῶν καὶ τοῦ ἀέρος τὴν διαφοράν, ὥστε μηδὲ πιστεύεσθαι παρ’ ἑτέροις τὰ παρ’ ἄλλοις συνήθη τε καὶ ὁμολογούμενα, μηδὲ στέγειν ὅλως δύνασθαι ὧν χωρὶς ἕτεροι οὐδὲ ζῆν ἂν ἕλοιντο. Οὕτως ἔχει τι φίλτρον μέγα πᾶσα συνήθεια, καὶ νικᾷ τὴν ἀπὸ τοῦ περιέχοντος δυσχέρειαν ὁ χρόνος ὁ τὴν πρώτην δεξάμενος εἰς τὸν βίον ἡλικίαν. Ὅτι οἱ κατὰ τὴν Ἀραβίαν λέοντες, φησί, ψιλότεροι μέν εἰσι καὶ θρασύτεροι, τῷ χρώματι δὲ ὁμαλοὶ καθάπερ οἱ γινόμενοι περὶ τὴν Βαβυλωνίαν, οὕτω δὲ τοῖς τριχώμασι στίλβοντες ὥστε ἀπὸ τῶν αὐχένων ξανθότητα ἀπολάμπειν χρυσῷ παραπλησίαν. Τῶν δὲ καλουμένων μυρμήκων οἱ μὲν πλεῖστοι κατὰ τὴν ἰδέαν τῶν λοιπῶν οὐδὲν παραλλάττουσι, τὴν δὲ τῶν αἰδοίων φύσιν ἀπεστραμμένην ἔχουσιν ἐναντίαν τοῖς ἄλλοις.
PG 104:55Ὅτι αἱ παρδάλεις οὐκ εἰσὶ καθάπερ ἐν τοῖς τόποις τοῖς περὶ Καρίαν καὶ Λυκίαν, μακραὶ δὲ τῷ σώματι, καὶ κακοπαθεῖν ἐν τραύμασι καὶ πόνοις δυνάμεναι πολὺ μᾶλλον· τῇ δὲ ἀλκῇ τοσοῦτον διαφέρουσι τῶν ἄλλων ὅσον ἄγριον ἡμέρου. Ὅτι ὁ ῥινοκέρως ἐλέφαντος μὲν οὐ λείπεται, τῷ δὲ ὕψει καταδεέστερος ὑπάρχει. Χρῶμα δὲ ἔχει πύξῳ παρεμφερὲς εὐτελεῖ καὶ τὴν ἁφὴν τοῦ δέρματος. Σιμὸν δὲ ἐπ’ ἄκρων φορεῖ τῶν μυκτήρων κέρας, σιδήρῳ τὴν βίαν παραπλήσιον· ᾧ τὸν μὲν ἄλλον χρόνον, πρὸς ἣν ἂν πέτραν παραγένηται, ῥήσσει προσβαλὼν τὰ στέρνα, συμπεσὼν δὲ ἐλέφαντι (τούτῳ γὰρ τὸν πάντα περὶ τῆς νομῆς διαμιλλᾶται βίον) ὑποδὺς τὴν κοιλίαν καὶ τῷ κέρατι τὸ κύκλωμα τῆς σαρκὸς ἀναρρήξας ἔξαιμον εὐθὺς ποιεῖ· καὶ πλείστους ἔστιν ἐλέφαντας ἰδεῖν οὕτω τετελευτηκότας. Ἂν μέντοι συμβῇ τῷ ῥινοκέρωτι τῆς κοιλίας μὴ ἅψασθαι, τοὐναντίον αὐτὸς ὑπὸ τῆς προβοσκίδος καὶ τῶν ὀδόντων τυπτόμενος πολλαχῶς ἐξαδυνατεῖ καὶ παραλύεται, μεγάλης ὑπαρχούσης κατὰ τὴν ἰσχὺν καὶ βίαν τῆς παραλλαγῆς. Ὅτι παρὰ τοῖς Τρωγλοδύταις ἐστὶ καὶ ἡ λεγομένη παρ’ Ἕλλησι καμηλοπάρδαλις, σύνθετον τρόπον τινὰ κατὰ τὴν πλῆσιν καὶ τὴν φύσιν λαχοῦσα.
PG 104:57Τὴν μὲν γὰρ ποικιλίαν ἔχει παρδάλεως, τὸ μέγεθος δὲ καμήλου, τὸ πάχος δὲ ὑπερφυές, τὸν δὲ αὐχένα τοιοῦτον ὥστε ἀπ’ ἄκρων ἀμέλγεσθαι τῶν δένδρων τὴν τροφήν. Ὅτι αἱ σφίγγες, φησί, καὶ οἱ κυνοκέφαλοι καὶ κῆποι παραπέμπονται εἰς τὴν Ἀλεξάνδρειαν ἐκ τῆς Τρωγλοδυτικῆς καὶ τῆς Αἰθιοπίας. Εἰσὶ δὲ αἱ μὲν σφίγγες ταῖς γραφομέναις παρόμοιαι, πλὴν ὅτι πᾶσαι δασεῖαι καὶ ταῖς ψυχαῖς ἥμεροι καὶ πρᾷοι· καὶ πανουργίας κοινωνοῦσι πλείστης, διδασκαλίας τε μεθοδευτικῆς ἐπὶ ποσὸν ἅπτονται, ὥστε τὴν εὐρυθμίαν ἐν πᾶσι θαυμάζειν. Ὁ δὲ κυνοκέφαλος τὸ μὲν σῶμα ἀνθρώπου δυσειδοῦς ὑπογράφει, τὸ πρόσωπον δὲ κυνός· φωνὴν δὲ ἀφίησι μυγμῷ παραπλησίαν· ἄγριον δὲ ὑπερβολῇ καὶ τελείως ἀτιθάσευτον, καὶ τὴν ὄψιν ἐμφαῖνον ἀπό τε τῶν ὀφρύων καὶ τῶν ὀμμάτων αὐστηράν. Περὶ μὲν τὸν ἄρρενα ταῦτα. Τῷ δὲ θήλει πρόσκειται καὶ τὸ τὴν μήτραν ἔξω τοῦ σώματος φορεῖν καὶ οὕτω διάγεσθαι πάντα τὸν βίον. Ὁ δὲ κῆπος ἔχει τὸ μὲν πρόσωπον λέοντι παραπλήσιον τὸ δὲ σῶμα πάνθηρι, τὸ δὲ μέγεθος δορκάδι, κατὰ τὴν ποικιλίαν καὶ τὴν προσηγορίαν λαβών.
Πάντων δὲ τῶν εἰρημένων ἀγριώτατον καὶ δυσκατεργαστότατον τὸ τῶν ταύρων τῶν σαρκοφάγων γένος, ὃ τῷ μεγέθει μὲν ὑπάρχει τῶν ἡμέρων ἁδρότερον, τάχει δὲ ὑπερβάλλον, πυρρὸν δὲ ἐξαισίως. Καὶ τὸ μὲν στόμα μέχρι τῶν ὤτων αὐτῷ διέστηκεν, ὄμμα δὲ ὑποφαίνει γλαυκότερον λέοντος. Τὰ δὲ κέρατα τὸν μὲν ἄλλον χρόνον τοῖς ὠσὶ παραπλησίως κινεῖ, μάχῃ δὲ χρώμενον ἵστησιν ἀραρότως. Τὴν δ’ ἐπαγωγὴν τῆς τριχὸς ἐναντίαν ἔχει τοῖς ἄλλοις. Τοῦτο δὲ τοῖς τε ἀλκιμωτάτοις ἐπιτίθεται καὶ κυνηγεῖ τὰ λοιπὰ τῶν ζῴων, καὶ τὰς ποίμνας τῶν ἐπιχωρίων μάλιστα κακοποιεῖ, καὶ μόνον ἐστὶν ἄτρωτον λόγχῃ καὶ τόξῳ. Διὸ καὶ ποιῆσαι μὲν ὑποχείριον οὐδεὶς πολλῶν ἐπιβεβλημένων κατίσχυσε, τὸ δ’ εἰς ὄρυγμα ἐμπεσὸν ἤ τινα δόλον τούτῳ παραπλήσιον ὑπὸ τοῦ θυμοῦ συντόμως γίνεται περιπνιγές. Καὶ τὸ μὲν θηρίον εἰκότως κρίνεται παρὰ Τρωγλοδύταις ἀλκὴν μὲν ἔχειν λέοντος, τάχος δὲ ἵππου, ῥώμην δὲ ταύρου, σιδήρῳ δὲ οὐχ ὑπεῖκον.
Ὅτι ὁ κατὰ τὴν Αἰθιοπίαν ὀνομαζόμενος κροκόττας ἐστὶ μὲν ὡς ἐκ λύκου καὶ κυνὸς σύνθετον, ἀμφοῖν δὲ ἀγριώτερον καὶ πολλῷ βαρύτερον ἀπό τε τοῦ προσώπου καὶ τῶν ἄκρων ποδῶν, ἀλκῇ δὲ θαυμαστόν, ὀδοῦσι δὲ καὶ κοιλίᾳ δυνατώτατον τῶν ἄλλων. Καὶ γὰρ κατάγνυσιν εὐπόρως πᾶν ὀστοῦ γένος, καὶ τὸ διαιρεθὲν εὐθέως δεδαπάνηται, καὶ περὶ τὰς πέψεις ἀδιήγητον. Τοῦτο δὲ καὶ μιμεῖσθαί τινες τὴν ἀνθρωπίνην διάλεκτον διηγούμενοι ἡμᾶς μὲν οὐ πείθουσιν· ἐκεῖνοι δὲ καὶ τοῦτο προςτιθέασιν, ὡς καὶ ἐξ ὀνόματος κατὰ τὰς νύκτας καλοῦντες, τοὺς δὲ ὡς ἐπ’ ἀνθρώπου φωνῇ προσιόντας, οἱ δὲ ἀθρόον ἐπεισπίπτοντες κατεσθίουσιν. Ὅτι ὄφεων, φησί, λέγεται μεγέθη παράδοξα ἐν τοῖς τόποις εἶναι καὶ γένει θαυμαστά, καὶ πάντα ἀπὸ κυνηγίας ἔχοντα τὸν βίον. Τῶν μέντοι ὑπὸ τὴν ἡμετέραν, φησίν, ὄψιν πεπτωκότων ὁ μέγιστος πέφηνε πηχῶν τριάκοντα. Γίνεται δὲ πᾶς, φησίν, ὄφις, καὶ ὁ μέγιστος, χειροήθης ἐνδείᾳ τῶν ἀναγκαίων πιεζόμενός τε καὶ κακουχούμενος.
PG 104:59Καὶ γὰρ καὶ ὃν ἰδεῖν ἐκεῖνός φησιν, ὅτι ὅτε τῆς τροφῆς ἀπορίᾳ προκειμένης συνεχῶς ἅμα τὸν θυμὸν ἐταπείνου καὶ τροφῆς ὄρεξιν ἐνεποίει σφοδροτέραν, τηνικαῦτα ἐντὸς τοῦ πλέγματος περιβαλόντες ἱερεῖα, πρὸς τὴν ἐπιθυμίαν οὕτω παρεσκεύασαν χειροήθη καὶ πρᾷον τὸν ἄγριον, ὥστε μηθὲν τῶν ἄλλων νομίζειν μήτε ἡμερώτερον μήτε φοβερώτερον, εἰκότως, οἶμαι, τοῖς ὑποχειρίοις τῶν ζῴων τούτου συναντῶντος. Τὸ μὲν γὰρ ἀντιβαῖνον κακουχεῖται, τὸ δὲ συγχωροῦν τρέφεται. Πᾶν δὲ θηρίον διδάσκεται σωφρονεῖν οὐ λόγῳ τὴν ἐκδοχὴν τοῦ κρείττονος μανθάνον, παραπεπλεγμένης δὲ ἐναλλὰξ τῷ πάθει τῆς μνήμης. Ὅτι φησί, πολλῶν ὑπαρχόντων θαυμασίων καὶ πόρρω κειμένων ἀπὸ τῆς συνηθείας, αὐτοὺς ἐπελεύσομαι τῶν τόπων τοὺς μνήμης ἀξίους. Πρῶτον μὲν ἀπ’ Ἀρσινόης παραθέοντι τὴν δεξιὰν ἤπειρον θερμὰ πλείοσιν αὐλοῖς ἐκ πέτρας ὑψηλῆς εἰς θάλατταν διηθεῖται, στενοὺς ἔχοντα πόρους, οὐ γλυκέος ὕδατος ἀλλὰ πικρᾶς ἁλμυρίδος τε καὶ πηγῆς φύσιν ἐχούσης τοιαύτην. Εἶτα ἀπὸ τῆς λίμνης συμβέβληκεν ὁ Νεῖλος, ὀχετοῦ διά τινων ἀραιωμάτων εἰς τὸν κοιλότατον ὑπερθέοντος τόπον.
Πλησίον δὲ τῆς λίμνης εὐμεγέθει πεδίῳ βεβηκὸς ὄρος ἀναφαίνεται μιλτῶδες, ἄλλην μὲν οὐδεμίαν ὑποδεικνύον ἰδιότητα, χροιὰν δὲ τοιαύτην ἀπὸ τῆς κορυφῆς σημαῖνον τῆς ἄκρας ὥστε τῶν ἀτενιζόντων τὰς ὄψεις ἐπὶ πλέον βλάπτεσθαι. Ἐφεξῆς δὲ λιμὴν μέγας ἐκδέχεται, ὃς πρότερον μὲν μυὸς ἐκαλεῖτο ὅρμος, ἔπειτα δὲ Ἀφροδίτης ὠνομάσθη. Ἐν οἷς καὶ νῆσοι τρεῖς εἰσι προκείμεναι, ὧν αἱ μὲν ἐλαίαις πεπύκνωνται, μία δὲ ἧττον μὲν δασεῖα, τῶν δὲ καλουμένων μελεαγρίδων ἐκτρέφουσα πλῆθος. Τούτοις δ’ ἐγγίζει κόλπος, ὃν καλοῦσιν ἀκάθαρτον. Ὃν παραπλεύσαντι νῆσος ἔκκειται τῇ μὲν θέσει πελαγία, μῆκος δ’ ἔχουσα σταδίων ὡς ὀγδοήκοντα, ἣν καλοῦσιν ὀφιώδη, πρότερον μὲν γέμουσαν παντοίων ἑρπετῶν, ἐφ’ ἡμῶν δὲ ἐλευθέραν τούτων. Ἐν δὲ ταύτῃ γίνεται τῇ νήσῳ, φησί, καὶ τὸ καλούμενον τοπάζιον· ἔστι δὲ τοῦτο λίθος διαφαινόμενος, ὑάλῳ προσεμφερής, ἡδεῖαν ἔγχρυσον θεωρίαν ἀποδιδούς. Τοῦτον τὸν λίθον οἱ τὴν νῆσον οἰκοῦντες καὶ τὴν λίθον βασιλικῷ φυλάσσοντες καὶ συλλέγοντες προστάγματι οὕτω λαμβάνουσιν. Ἐν τῇ νυκτὶ πρὸς μέρος περιπολοῦσιν, ἔχοντες παντοίας τοῖς μεγέθεσι σκαφίδας.
PG 104:61Ὁ δὲ ἐν ταῖς πέτραις λίθος τὴν μὲν ἡμέραν ὑπὸ τοῦ φέγγους κρατούμενος διὰ τὸ πνῖγος οὐ γίνεται σύνδηλος· σκότου δὲ ἐπιστάντος, ἐν ᾧ ποτ’ ἂν ᾖ πεφυκώς, διαλάμπει πάντοθεν. Ὁ δὲ συνιδὼν φύλαξ τηλικοῦτον περιέθηκεν ἄγγος σημείου χάριν περὶ τὸ διαστίλβον, ἡλίκον ἂν ᾖ τοῦ θεωρουμένου φαντάσματος τὸ μέγεθος· εἶτα τὴν ἡμέραν ἐπερχόμενος, ἰσοπληθῆ τῇ προειρημένῃ περιτεμὼν πέτραν, τοῖς ἐκλεαίνειν δυναμένοις τεχνίταις παραδίδωσιν. Μετὰ δὲ ταῦτα τὸ πέλαγος οὕτως ἐστὶ ταπεινὸν ὥστε μήτε πλεῖον δυεῖν ὀργυιῶν ἀναμετρεῖσθαι, καὶ χλωρὸν πάντοθεν, οὐ τῇ φύσει τῶν ὑγρῶν ἀλλ’ ὑπὸ τοῦ διαφαίνοντος μνίου τε καὶ φύκους· ὅθεν καὶ κυνῶν ἔχει θαλαττίων ἀναρίθμητον πλῆθος. Δι’ ἣν αἰτίαν ὁ ῥηθεὶς πόρος νηὶ μὲν μακρᾷ καὶ τοῖς ἐπήρεσι πλοίοις γίνεται εὐάρμοστος· ἀκύμων τε γάρ ἐστιν, οὐκ ἐκ πολλοῦ κυλίων τὸν κλύδωνα, καὶ θήραν ἰχθύων παραδίδωσιν ἄπιστον. Τὸ δὲ περὶ τὰς ἐλεφαντηγοὺς κακὸν πολὺν ἔλεον τοῖς πάσχουσιν ἀπὸ τῶν ὁρώντων ἐκκαλεῖται. Τὰ γὰρ πλοῖα τὸ κῦμα ἐξαίφνης ἢ πέτρᾳ περιέθηκεν ἢ πρὸς ἀμμώδη συνήλασε περιοχήν, καὶ ἄπορον τὴν σωτηρίαν παρέσχε τοῖς ἐμπλέουσι.
Διὸ τὰ μὲν πρῶτα ὀδυρμὸς τοὺς ἐπιπλέοντας συνέχει πολὺς μέν, οὐκ ἀπογινώσκων δὲ τὴν ἀμείνω προσδοκίαν· ἤδη γάρ τινας οὕτως ἀπενεχθέντας σέσωκε πλημμυρὶς ὑπολαβοῦσα τοῖς ἀνοιδοῦσιν ἀφνιδίως ἐκ τῆς θαλάττης ὄγκοις· ἐπὰν δὲ λήγῃ τὰ τῆς τροφῆς, μυρία μὲν ἀναδέχονται πάθη, τέλος ἀναλίσκονται πάντες ἢ λιμῷ ἢ (τοῦ λιμοῦ τὸ μακροχρόνιον οὐ φέροντες) ξίφει, ἢ αὐτῇ θαλάσσῃ σφᾶς αὐτοὺς ἐπιρρίπτοντες. Ὅτι φησί, τὰ μὲν ἕως τῶν Ταύρων καὶ Πτολεμαί̈- δος ἡρμήνευται, τὰ δὲ ἀνωτέρω τούτων οὐ τὴν τυχοῦσαν λαμβάνει μετάβασιν. Κεῖται γὰρ οὐκέτι τὰ ἐπέκεινα πρὸς μεσημβρίαν τῆς χώρας, ἀεὶ δὲ παρὰ τὴν ἀνατολὴν ἀναστρέφει μᾶλλον, καὶ τὰς σκιὰς βάλλει τέως δυεῖν ὡρῶν εἰς τὸν ἀντικείμενον τόπον τῆς ἄρκτου. Ἔτι δὲ ποταμοῖς καταρρεῖται τὰς πηγὰς ἀναφαίνουσιν ἀπὸ τῶν Ψεβαιῶν καλουμένων ὀρῶν. Τῆς δὲ χώρας ἡ μὲν εἰς τὴν μεσόγειον ἀνατείνουσα πλήρης ἐλεφάντων καὶ ῥινοκέρων καὶ ταύρων καὶ ὑῶν, τὰ δὲ εἰς τὸν πόρον καθήκοντα νήσοις ἅπαντα πυκνοῦται τῇ φύσει μὲν ἀκάρποις, γεμούσαις δὲ ἀνιστορήτους ὀρνέων ἰδέας ἐχόντων.
Τὸ δὲ ἀπὸ τοῦδε ἡ μὲν θάλαττα βαθεῖά τε καὶ πλώϊμος, κήτη δὲ ἔχει τηλικαῦτα ὥστε ἀγωνιᾶν τὸν ἰδόντα· οὐ μέντοι διαπεφώνηκεν οὐδείς, πλὴν τῶν περιπεπτωκότων ἀκουσίως ταῖς λοφίαις διὰ τὴν τῶν εἰρημένων ἄγνοιαν· καὶ γὰρ οὐδὲ διώκειν δύναται θρασύτερον τοὺς πλέοντας, τῶν ὀμμάτων τοῖς θηρίοις ἀμαυρουμένων, ὅταν ἐκ τῆς θαλάττης τὰ πρόσωπα ἀναφήνωσιν. Ὅτι τοῦ Φοινικῶνος τὰ μὲν ἄνωθεν ὁρώμενα πέτραις ὕψεσι ποικίλαις κατέχεται, τοῖς δὲ πρὸς θάλασσαν διήκουσιν ᾐὼν ὑπόκειται στενή τε καὶ μακρά. Τῇ δὲ εἰρημένῃ παραλίᾳ συνάπτει μὲν τόπος, ὃν προσηγόρευσαν Νῆςσαν ἀπὸ τῆς τοῦ ζῴου πολυπληθίας. Αὕτη δὲ ἡ Νῆσσα κεῖται μὲν ἐγγὺς ἀκρωτηρίου καθ’ ὑπερβολὴν ὑλώδους, διατείνει δὲ ἐπ’ εὐθείας θεωρουμένη πρός τε τὴν Πέτραν καλουμένην καὶ τὴν Παλαιστίνην, εἰς ἣν Γερραῖοι καὶ Μιναῖοι καὶ πάντες οἱ πλησίον ἔχοντες τὰς οἰκήσεις Ἄραβες τόν τε λιβανωτόν, ὡς λόγος, καὶ τὰ φορτία τὰ πρὸς εὐωδίαν ἀνήκοντα ἀπὸ τῆς χώρας τῆς ἄνω κατάγουσιν.
PG 104:63Ὅτι μετὰ τὸν καλούμενον Λαιανίτην κόλπον, ὃν Ἄραβες περιοικοῦσιν, ἡ Βυθημανέων ἐστὶ γῆ, πολλή τε καὶ πεδιάς, καὶ πᾶσα κατάρρυτος καὶ βαθεῖα, ἀγρώστει δὲ μόνον καὶ μηδικῇ καὶ λωτῷ βάθος ἀνδρόμηκες ἔχοντι· πᾶς ὁ καρπὸς αὐτῇ περιγράφεται, ἕτερον δὲ γεωργεῖ οὐδέν. Διὸ πολλαὶ μὲν ἐν αὐτῇ ἀγρίαι κάμηλοι, πολλαὶ δὲ ἐλάφων καὶ δορκάδων ἀγέλαι, συχναὶ δὲ ποίμναι προβάτων καὶ ἀμύθητος ἀριθμὸς ἡμιόνων καὶ βοῶν. Τούτοις δὲ τοῖς εὐκληρήμασιν ἀντικείμενον παραπέπλεκται κακόν· λεόντων γὰρ καὶ λύκων καὶ παρδάλεων συναναφέρει πλῆθος ἡ γῆ, ὡς εἶναι τὸ τῆς χώρας ἐπίτευγμα τοῖς οἰκηταῖς αἴτιον ἀκληρίας. Ἀπὸ δὲ τῶν ἐφεξῆς αἰγιαλῶν κόλπος ἐστὶ νενευκὼς μὲν εἰς τὸν μυχὸν τῆς χώρας, οὐκ ἔλαττον δὲ σταδίων πεντακοσίων ὑποδείκνυσι τὸ βάθος. Οἱ δὲ τὴν ἐντὸς τοῦ κόλπου κατοικοῦντες καλοῦνται μὲν Βατμιζομανεῖς, εἰσὶ δὲ κυνηγοὶ τῶν χερσαίων ζῴων. Τὴν δ’ εἰρημένην χώραν νῆσοι τρεῖς ἐκδέχονται, λιμένας ποιοῦσαι πλείους· ὧν τὴν πρώτην Ἴσιδος ἱερὰν ὠνόμασαν, τὴν δὲ δευτέραν Σουκαβύαν, τὴν δὲ τρίτην Σαλυδώ, ἐρήμους δὲ πάσας καὶ συσκίους ἐλαίαις οὐ ταῖς παρ’ ἡμῖν ἀλλὰ ταῖς ἐν ἐκείνοις τοῖς τόποις φυομέναις.
Μετὰ δὲ τὰς νήσους τὰς ἐκκειμένας ἔστιν ἰδεῖν αἰγιαλὸν λιθώδη καὶ μακρόν· ἡ δὲ χώρα Θαμουδηνῶν Ἀράβων. Ὁ δὲ πρὸς ταύτην παράπλους ἐπὶ σταδίους τῶν χιλίων πλείους πάντων χαλεπώτατος· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐ λιμὴν εὔορμος, οὐ σάλος ἐπ’ ἀγκύρας, οὐ κόλπος ἐπὶ σκέπης, οὐ χηλῆς ἐντύπωμα, ἀναγκαία καταφυγὴ τὸν ναυτίλον δεχόμενον. Μετὰ ταῦτα δὲ οὐκ εὐθὺς ἐφεξῆς, ἀλλὰ μεθ’ ἕτερά τινα, ἔστιν αἰγιαλὸς εἰς ὑπερβολὴν κάθυδρος ἐκτεινόμενος, καὶ τὸ προσηγορευμένον Λαιμὸν ὄρος, ἀμύθητον μὲν ἀναφαῖνον τῆς περιμέτρου τὸ μέγεθος, παντοίας δὲ ὕλης δρυμοῖς διεζωσμένον. Ὅτι τὴν ἀστυγείτονα τῆς ὀρεινῆς χέρσου Δεβαὶ κατοικοῦσιν, οἱ μὲν νομάδες, οἱ δὲ γεοῦχοι. Ὧν κατὰ μέσην τὴν χώραν ποταμὸς διαφέρεται τριμερὴς μὲν τῇ φύσει, ψῆγμα δὲ χρυσοῦ κατάγων οὕτω σύνδηλον τὴν δαψίλειαν ἔχων ὥστε τὴν ἰλὺν τὴν πρὸς ταῖς ἐκβολαῖς συνηγμένην πόρρωθεν ἀποστίλβειν. Οἱ δὲ τὸν τόπον οἰκοῦντες τῆς μὲν ἐργασίας εἰσὶ τῆς τοιαύτης ἄπειροι. Φιλόξενοι δὲ εἰς ὑπερβολὴν οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ τοῖς ἀπὸ Πελοποννήσου διεκβάλλουσι καὶ Βοιωτίας διά τινα μυθικὴν ἀφ’ Ἡρακλέους ἱστορίαν.
PG 104:65Τούτων ἀστυγείτονές εἰσιν Ἀλιλαῖοι καὶ Κασανδρεῖς, κέκτηνται δὲ γῆν οὐδαμῶς ἐοικυῖαν ταῖς προειρημέναις. Οὔτε γὰρ ἐψυγμένος ὁ ἀὴρ οὔτε ζηρὸς οὔτε ἔμπυρος, μαλακὴν δὲ καὶ δασεῖαν νεφέλην ὑποδεικνύων, ἀφ’ ἧς ὑετοὶ καὶ χειμῶνες γίνονται καὶ θέρους εὔκαιροι. Τῆς τε χώρας ἡ πλείστη πάμφορος μέν ἐστιν, οὐ πᾶσα δὲ τυγχάνει θεραπείας, τῶν λαῶν ἀπειροτέρων ὄντων. Τὸν μέντοι χρυσὸν ὀρύσσοντες ἐν τοῖς πλακώδεσι τῆς χώρας ὑπονόμοις εὑρίσκουσι πολύν, οὐ τὸν συντηκόμενον μετ’ ἐπιστήμης καὶ τέχνης ἐκ τοῦ ψήγματος, ἀλλὰ τὸν αὐτόματον, καλούμενον δὲ διὰ τὸ συμβαῖνον παρ’ Ἕλλησιν ἄπυρον· οὗ τὸ μὲν ἐλάχιστον ἔχει μέγεθος πυρῆνος, τὸ δὲ μέσον μεσπίλου, τὸ δὲ μέγιστον ὥστε βασιλικοῖς παραβάλλεσθαι καρύοις. Ὃν τρήσαντες ἐναλλὰξ διαφανέσι λίθοις περί τε τοὺς καρποὺς φοροῦσι τῶν χειρῶν καὶ περὶ τοὺς αὐχένας, πρός τε τοὺς ἀστυγείτονας μετάγοντες πωλοῦσιν εὐτελῶς· τὸν μὲν γὰρ χαλκὸν πρὸς τὸν χρυσὸν τρίσταθμον ἀλλάττονται, τὸν δὲ σίδηρον πρὸς διπλοῦν χρυσίον.
Ὁ δὲ ἄργυρος τοῦ χρυσοῦ δέκα δύναται μοίρας, τῇ δαψιλείᾳ καὶ σπάνει τῆς ἀξίας παραμετρουμένης, ἐν οἷς ἀποβλέπει πᾶς ὁ βίος οὐ πρὸς τὴν φύσιν ἀλλὰ πρὸς τὴν χρείαν. Τούτων δὲ τῶν ἀνδρῶν συνεχεῖς Κάρβαι κατέχουσι τὴν ἤπειρον ἐκδεχομένου λιμένος ἀγχιβαθοῦς, ἐν ᾧ κρῆναι πλείους ἀναβάλλουσιν. Ἐφεξῆς δὲ τὸ τῶν Σαβαίων ἐπισυνάπτει γένος, μέγιστον τῶν κατὰ τὴν Ἀραβίαν καὶ παντοίας κύριον εὐδαιμονίας. Καὶ γὰρ ἡ γῆ πάντα φέρει τὰ παρ’ ἡμῖν γινόμενα πρὸς βίον, καὶ τὰ σώματά ἐστι τῶν κατοικούντων ἀξιολογώτερα. Βοσκημάτων κεχορήγηνται πλήθεσιν ἀμυθήτοις. Ὀσμή τε πᾶσαν ἐπέχει τὴν παραλίαν, θέας τε καὶ λόγου κρείττω τέρψιν τοῖς ἀφικνουμένοις κατασκευάζουσα. Παρὰ μὲν γὰρ αὐτὴν πέφυκε τὴν θάλατταν τό τε βάλσαμον πολὺ καὶ κασσία καὶ πόα τις ἄλλη πρόςφατος μὲν ἡδίστην δὲ ἔχουσα τῶν ὀμμάτων τέρψιν, ἐν δὲ τῷ χρονίζειν γινομένη συντόμως ἐξίτηλος, ὥστε πρότερον ἀπαμαυροῦσθαι τοῦ φυτοῦ τὴν χρείαν ἢ πρὸς ἡμᾶς παραπέμπεσθαι τοῦ γένους τὴν δύναμιν. Ἐπὶ δὲ τῆς μεσογείου δρυμοὶ συνεχεῖς στείχουσι καὶ μεγάλοι·
PG 104:67δένδρα γὰρ ἠλίβατα σμύρνης τε καὶ λιβανωτοῦ, πρὸς δὲ καὶ κινναμώμου φοίνικός τε καὶ καλάμου καὶ τῶν ἄλλων ἀνεῖται τῶν τοιούτων, ὥστε εἶναι μηδενὶ λόγῳ τὸ πρᾶγμα δηλωτόν, ὃ συμβαίνει τοῖς περὶ τὰς αἰσθήσεις εἰληχόσι τοῦ γένους τὴν δοκιμασίαν. Οὐ γὰρ τὴν τεθησαυρισμένην καὶ παλαιὰν ἔχει τῶν ἀρωμάτων ἀπόλαυσιν, οὐδὲ τὴν ἀπὸ τοῦ γεννῶντος καὶ τρέφοντος ὄγκου διακεχωρισμένην, ἀλλὰ τὴν ἀνθοῦσαν ἀπὸ τῆς θείας ἀκμῆς καὶ τὴν ἀπὸ τῶν οἰκείων καὶ φυσικῶν τὸ θαυμαζόμενον ἀποπέμπουσαν· ὥστε πολλοὺς εἰς λήθην ἀφικομένους τῶν θνητῶν εὐτυχημάτων τῆς ἀμβροσίας ὑπονοῖεν ἀπολαμβάνειν, ὄνομα τοῦ πράγματος ἐπιζητοῦντος οἰκεῖον τῆς ὑπερβολῆς. Περὶ δὲ τοὺς δρυμοὺς τῶν εὐωδῶν γένος ἐστὶν ὄφεων ἰδιώτατον πάντων, οἱονεὶ φθονούσης τοῖς ἁδροῖς ἐπιτεύγμασι τῆς τύχης καὶ παραπλεκούσης τἀγαθῷ τὸ βλαβερόν, ὅπως μηδεὶς εἰς τέλος ἐξυβρίζων τιτανῶδες καὶ κατεγνωκὸς τοῦ θείου τὸ φρόνημα λαμβάνῃ τῶν ἀγαθῶν εὐτυχούντων, παιδεύηται δὲ τῇ παραθέσει καὶ μνήμῃ τῶν ἐναντίων. Τὸ δὲ γένος τῶν ὄφεων χρῶμα μὲν ἔχει φοινικοῦν, μῆκος δὲ ὅσον σπιθαμῆς, δῆγμα δὲ ἀνίατον, ἂν τῆς λαγόνος ἀνώτερον αἱμάξῃ·
τὴν δὲ πληγὴν δίδωσι παλλόμενον εἰς ὕψος. Παρ’ αὐτοῖς δὲ τοῖς Σαβαίοις ἡ μὲν ὀσμὴ τῶν εὐωδῶν ἀκροτάτη, ἡ δὲ χάρις ἐλλιπής· τὸ γὰρ ἐνδελεχὲς ἐκ νηπίου κινεῖ μὲν τὴν αἴσθησιν ἧττον, ἀμβλυτέραν δὲ κατασκευάζει, μεταβολῆς τοῖς βίοις οὐχ ὑποκειμένης. Οὐ μὴν ἀλλὰ κἀπειδὰν οὐ δύνωνται τὴν ζωὴν παιδαγωγεῖν παραπλησίως εὐσταθῆ, διαπνεομένου τοῦ σώματος ὑπ’ ἀκράτου καὶ τμητικῆς δυνάμεως καὶ τὴν σύμμετρον πύκνωσιν ἐπὶ πλεῖον ἀγούσης ὥστε ἄγειν εἰς ἔκλυσιν ἐσχάτην, τότε δὴ ἀσφάλτου παραθυμιῶντες βραχὺ καὶ τράγου πώγωνα τοῖς τοιούτοις ἀφαιροῦνται τὴν ἄγαν εὐώδη τῆς ἐπιφορᾶς ὑπερβολήν, καὶ τῇ μίξει τοῦ δοκοῦντος λυπεῖν τὸ τῆς ἡδονῆς βλαβερὸν ὑποκαταστέλλουσιν. Οὕτως ἅπαν ἐπίτευγμα μεσότητι μὲν καὶ τάξει κυβερνώμενον παραπέμπει τὸν βίον, συμμετρίας δὲ καὶ καιροῦ στερηθὲν οὐκ ἔχει τὴν κτῆσιν ὀνησιφόρον. Τὸ δὲ τῶν Σαβαίων ἄστυ τοῦ παντὸς ἔθνους προσηγορίαν δηλοῦν, ἐπ’ ὄρους ἐστὶν οὐ μεγάλου, πολὺ κάλλιστον τῶν κατὰ τὴν Ἀραβίαν, ὃ καλεῖται Σάβας.
Ὁ δὲ βασιλεύων τοῦ παντὸς ἔθνους προεδρίαν ἔχει παρὰ τοῦ λαοῦ τῇ μὲν ἔντιμον τῇ δὲ ἀκληροτάτην, ἔντιμον μὲν ὅτι πολλοῖς ἐπιτάττει, κατὰ κρίσιν ἀνυπεύθυνον ὃ βούλεται πράττων, ἄκληρον δὲ ὅτι παραλαβὼν τὴν ἐπιμέλειαν οὐ δύναται πάλιν ἐκ τῶν βασιλείων ἐξελθεῖν, εἰ δὲ μή, λιθόλευστος ὑπὸ πάντων γίνεται κατὰ χρησμὸν ἀρχαῖον, ὥστε εἶναι τὴν ὑπεροχὴν βλαβεράν. Τῶν δὲ ἀνδρῶν οἱ μὲν καταγινόμενοι πρὸς τὸ οἴκοι ἐνδιατρίβειν βραχύ τι τοῦ θήλεος γένους ἀλκιμώτερον ἄγουσιν, ὑπὸ τῆς συνεχοῦς ἀπογυναικούμενοι ῥᾳστώνης· οἱ δὲ ἄλλοι πάντες πρὸς πόλεμον μελετῶσι καὶ τὴν χώραν ἅπασαν ἐργάζονται καὶ στέλλουσιν ἀπ’ οἰκίας ταῖς μείζοσι χρώμενοι σχεδίαις. Κομίζουσι δὲ ἄλλα τε καὶ μάλιστα τὸν εὐώδη καρπὸν τὸν ἐν τῷ πέραν φυόμενον (ἀραβιστὶ λέγεται λάριμναν), μεγίστην ἔχοντα τῶν ἄλλων θυμιαμάτων εὐωδίαν· ὧν κρατεῖν λέγεται γένος ἀρρωστίας ὡς ἐπὶ τὸ πολὺ σωματικῆς. Οὐδεμίαν δὲ τῆς γῆς ἄλλην ὕλην φερούσης, ἀναγκάζονται πρὸς τὰ καθ’ ἡμέραν τὸ κιννάμωμον καὶ τὴν κασσίαν καίειν, καὶ πρὸς τὰς ὑπολοίπους ἐν τῷ βίῳ χρείας·
PG 104:69οὕτως ἀνίσως τὰ αὑτῆς ἡ τύχη μεμέρικε, τοῖς μὲν σπάνιν τῶν σπουδαίων τοῖς δὲ πλῆθος διδοῦσα. Τῶν δὲ Σαβαίων χρῶνται καὶ τοῖς δερματίνοις οὐκ ὀλίγοι πορείοις, διδασκούσης τὴν χρείαν τῆς ἀναπώτιδος καίπερ ἐν τρυφῇ καταγινομένους. Οὐδὲν γὰρ εὐπορώτερον Σαβαίων καὶ Γερραίων εἶναι δοκεῖ γένος, ἐκτεταμιευμένων πᾶν τὸ πῖπτον εἰς διαφορᾶς λόγον ἀπὸ τῆς Ἀσίας καὶ τῆς Εὐρώπης. Οὗτοι πολύχρυσον τὴν Πτολεμαίου Συρίαν πεποιήκασιν, οὗτοι τῇ Φοινίκων φιλεργίᾳ κατεσκευάκασι λυσιτελεῖς ἐμπορίας, καὶ μυρία ἄλλα. Ἔστι δὲ πολυτέλεια παρ’ αὐτοῖς οὐ μόνον ἐν τορεύμασι θαυμαστοῖς καὶ ποτηρίων ποικιλίαις, ἔτι δὲ κλινῶν καὶ τριπόδων μεγέθεσι, καὶ τῶν ἄλλων τῶν κατ’ οἰκίαν παρ’ ἡμῖν ἐκτεινομένων λαμβάνει τὴν ὑπερβολήν, πολλῶν, ὡς ἔοικε, κεκτημένων χορηγίαν βασιλικήν. Κίονάς τε πολλοὺς αὐτοῖς φησι κατεσκευάσθαι ἐπιχρύσους τε καὶ ἀργυροῦς, πρὸς δὲ καὶ τὰς ὀροφὰς καὶ θύρας φιάλαις λιθοκολλήτοις ἐξειλῆφθαι πυκναῖς, ὡσαύτως καὶ τὰ μεσοστύλια θέαν ἔχειν εὐπρεπῆ, καὶ καθόλου τοὺς παρὰ τῶν ἄλλων πλούτους ἐκκεῖσθαι τὴν διαφορὰν μεγάλην. Ἀλλὰ ταῦτα μὲν ἕως τοῦ καθ’ ἡμᾶς παρ’ αὐτοῖς ἐπαγγέλλεται βίου.
Εἰ δὲ μὴ πόρρω διεστηκυῖαν τὴν οἴκησιν κατεῖχον τῶν ἐπὶ πάντα τόπον τὰς δυνάμεις στρεφόντων, οἰκονόμοι τῶν ἀλλοτρίων ἂν ὑπῆρχον οἱ κύριοι τῶν ἰδίων ἄθλων, τῆς ῥᾳθυμίας ἀδυνατούσης τὸ ἐλεύθερον πλείω χρόνον διατηρεῖν. Παρὰ δὲ τὴν χώραν ταύτην ἡ μὲν θάλαττα λευκὴ φαίνεται, ποταμῷ ἐμφερής, ὥστε παραπλήττεσθαι τοῦ γινομένου τὴν αἰτίαν, νῆσοι δὲ εὐδαίμονες παράκεινται, ἐν αἷς βοσκήματα λευκὰ μέν ἐστι πάντα, οὐδενὶ δὲ τῶν θηλειῶν ἐπιφύεται κέρας. Ἐν ταύταις ταῖς νήσοις ἰδεῖν ἔστιν ὁρμούσας ἐμπορικὰς τῶν προσχώρων σχεδίας, πλείστας μὲν ἐκεῖθεν οὗ κατεστήσατο παρὰ τὸν Ἰνδὸν ποταμὸν ὁ Ἀλέξανδρος ναύσταθμον, οὐκ ὀλίγας δὲ ἀπὸ τῆς Περσίδος καὶ Καρμανίας καὶ τῆς σύνεγγυς πάσης. Ἔστι δὲ αὐτοῖς καὶ τὰ κατὰ τὸν οὐρανὸν θαυμασίως ἔχοντα· ὧν ἐστι καὶ τὸ περὶ τὴν ἄρκτον συμβαῖνον. Ἀπὸ γὰρ μαιμακτηριῶνος, ὃς ἄγεται παρὰ τοῖς Ἀθηναίοις, οὐδεὶς ἀστὴρ τῶν ἑπτὰ φαίνεται μέχρι φυλακῆς πρώτης, ἐν δὲ ποσειδεῶνι μέχρι δευτέρας, ἐν δὲ τοῖς ἑξῆς τῶν μηνῶν κατὰ λόγον.
PG 104:71Τῶν δ’ ἄλλων ἀστέρων οἱ μὲν πλάνητες ἀόρατοι, τινὲς δὲ τοῖς ὄγκοις μείζονες, οἱ δὲ οὐδὲ κατὰ τοὺς ὑφεστῶτας καιροὺς τὰς δύσεις ποιούμενοι καὶ τὰς ἐπιτολάς. Τοῦ δὲ ἡλίου τὴν ἔκφασιν ἐν τοῖς ἐπέκεινα Πτολεμαί̈δος ἰδίαν λέγουσι καὶ παρηλλαγμένην. Πρῶτον μὲν γὰρ οὐ καθάπερ παρ’ ἡμῖν φῶς ἀνήλιον ἕωθεν ὁρῶμεν ἐπὶ χρόνον οὐκ ὀλίγον, εἶτα τὴν ἀνατολήν· ἀλλὰ νυκτὸς σκοτίας ὑπαρχούσης ἐξαίφνης ἀνέλαμψεν ἥλιος, ἡμέρα δὲ οὐδέποτε γίνεται ἐκεῖσε πρὶν τὸν ἥλιον ἰδεῖν. Δεύτερον ὁ ἥλιος ἀναφερόμενος φαίνεται ἐκ μέσου τοῦ πελάγους. Τρίτον, ποιεῖ δὲ τοῦτο ἄνθρακι μὲν ὢν τῶν πυρωδεστάτων παρόμοιος, σπινθῆρας δὲ μεγάλους ἀπορρίπτων, τοὺς μὲν εἰς τὸν κύκλῳ τόπον τοῦ φωτίζοντος, τοὺς δὲ εἰς τὸν ἀπωτέρω. Τέταρτον καὶ τὸ σχῆμα δὲ οὐ δισκοειδὲς ἔχειν τὸν ἥλιόν φασιν, ἀλλὰ κίονι παχεῖ τά γε πρῶτα ἐμφερῆ, μικρὸν ἐμβριθέστερον ἔχοντι τὴν ἀπὸ τῶν ἄκρων φαντασίαν, οἱονεὶ κεφαλήν. Πέμπτον ἔτι τοίνυν οὔτε αὐγὴν οὔτε ἀκτῖνα ἀπολάμπειν οὐδεμίαν, οὔτε ἐπὶ τὴν γῆν οὔτε ἐπὶ τὴν θάλατταν, ἕως πρώτης ὥρας, ἀλλ’ ἐπὶ σκότει πῦρ ἀλαμπές·
δευτέρας δ’ ἐνισταμένης τὸ ὅλον ἄστρον ἀναβαῖνον, ἀσπιδοειδὲς καθιστάμενον, τοῦ σχήματος τὸν τύπον καὶ τὸ φῶς ἐπί τε τὴν γῆν καὶ τὸ πέλαγος βάλλει οὕτως ἄτοπον καὶ πυρῶδες, ὥστε ἀμφοῖν νομίζεσθαι παμμεγέθεις τὰς ὑπερβολάς. Ἕκτον εἰς δὲ τὴν ἑσπέραν ἐναντίον τὸ περὶ τὸν ἥλιον πάθος φασὶν ὁρᾶσθαι· ὑποδείξαντα γὰρ ὅτι δέδυκε κατὰ τῆς γῆς, οὐκ ἐλάττω χρόνον ὡρῶν τριῶν μετὰ ταῦτα φωτίζειν, ὃν καὶ νομίζουσι παρ’ αὑτοῖς καιρὸν εἶναι τῆς ἡμέρας τὸν ἥδιστον. Ὅτι εἰπὼν περὶ ἀμπώτεων ὁ συγγραφεὺς διαφόρους αἰτίας, καὶ πάσας ὡς οὐδὲν ἐχούσας ἀληθὲς ἀποδοκιμάσας, ἐπάγει· ὅτι δὲ ταῦτα πάντα λαλιὰν μὲν ἔχει σιγᾶν αἰσχυνομένην, πράγματος δὲ οὐδενὸς ἀντείληπται βοήθειαν δυναμένου τοῖς εἰρημένοις παρασχεῖν, εὐχερές ἐστι μαθεῖν. Εἶτα προσθεὶς καὶ ἕτερα τῆς αὐτῆς ἐννοίας ἐχόμενα, πάλιν ἐπιφέρει· διὸ περὶ μὲν ἀμπώτιδος καὶ σεισμοῦ καὶ πνευμάτων καὶ κεραυνῶν καὶ τῶν τοιούτων ἁπάντων τὰς μὲν αἰτίας, δι’ ἃς γίνεται, παραχωροῦμεν τοῖς ἑτοιμότερον ἔχουσι πρὸς εὐκολίαν ἡμῶν· τὰ δὲ πάθη τὰ γεννῶντα τὰς προφανεῖς συμφορὰς δεδηλώκαμεν, μαθόντες παρὰ τῶν εἰδότων.
PG 104:73Εὑρίσκειν δὲ πιθανώτερα τούτων εἰς μὲν ὑπόθεσιν παράδοξον φιλοτιμούμεθα, ἱστορίαν δὲ ἀπαγγέλλοντες ἀληθινὴν οὐκ ἂν ὑπομείναιμεν. Ὅτι ἐν τῷ προειρημένῳ πόρῳ, φησί, περὶ τὰς ἐλαίας τοιοῦτόν τι ξένον συμβαίνει. Πλημμυρίδος ὑπαρχούσης πᾶσαι καλύπτονται, τῆς δ’ ἀμπώτεως γινομένης ἐν τῇ θαλάσσῃ πάντα τὸν χρόνον θάλλουσιν. Ἔστι δέ τι φυόμενον αὐτόθι κατὰ βάθος ἐν ταῖς ῥαχίαις, μελαίνῃ σχοίνῳ παραπλήσιον, ὅ φασιν οἱ ἐκεῖσε κατοικοῦντες Ἴσιδος εἶναι τρίχωμα, μυθώδει πλάσματι πίστιν εὐήθη περιτιθέναι ζητοῦντες. Συμβέβηκε δ’ αὐτῷ τυπτομένῳ μὲν ὑπὸ τοῦ κύματος κάμπτεσθαι πολλαχῶς, ἁπαλῆς οὔσης τῆς ὅλης περιοχῆς καὶ τοῖς ἄλλοις παραπλησίας φυτοῖς· ἂν δέ τις ἀποκόψας εἰς τὸν ὕπαιθρον ἀναφήνῃ τόπον, σιδήρου παραχρῆμα γίνεται τὸ διῃρημένον σκληρότερον. Ὅτι καὶ ἄλλοι μὲν πολλοί, φησιν, ἰχθύες περὶ τοὺς προειρημένους τίκτονται τόπους, παρηλλαγμένην ἔχοντες τὴν φύσιν, γίνεται δέ τις ἰχθὺς ὑπερβαλλόντως μέλας, ἀνδρὸς ἔχων μέγεθος, ὃν καλοῦσιν Αἰθίοπα διὰ τὸ καὶ τοῦ προσώπου σιμὸν ἔχειν τὸν τύπον.

Codex 251 — Hierocles, On Providence and FateCodex 251 — Hierocles, De providentia et fato

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦτον κατ’ ἀρχὰς μὲν οἱ θηρεύσαντες διὰ τὴν ὁμοιότητα οὔτε πωλεῖν ἠξίουν οὔτε καταναλίσκειν, τοῦ δὲ χρόνου προϊόντος ἀμφότερα πράττοντες οὐδὲν ἁμαρτάνουσι. Τὰ μὲν οὖν ὑπὲρ τῶν ἐθνῶν τῶν ἐκκειμένων πρὸς μεσημβρίαν, ὡς ἦν ἐφ’ ἡμῖν, ἐν πέντε βιβλίοις ἐπιμελῶς ἱστορήκαμεν· ὑπὲρ δὲ τῶν ἐν τῷ πελάγει νήσων ὕστερον τεθεωρημένων, καὶ τῶν ἑξῆς ἐθνῶν, καὶ τῶν εὐωδῶν ὅσα φέρειν συμβαίνει τὴν Τρωγλοδῦτιν χώραν, ἡμεῖς μὲν παραιτησάμενοι τὴν ἐξήγησιν ἄρδην ἀπολελοίπαμεν, οὔτε τὸν πόνον τῆς ἡλικίας ὁμοίως ὑποφέρειν δυναμένης, πολλῶν ἡμῖν ὑπέρ τε τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ἀναγεγραμμένων, οὔτε τῶν ὑπομνημάτων διὰ τὰς κατ’ Αἴγυπτον ἀποστάσεις ἀκριβῆ παραδιδόντων σκέψιν· ὁ δὲ καὶ τοῖς κατὰ μέρος πράγμασιν ἐντετευχώς, καὶ λόγοις κατεσκευασμένος ἱστορίας ἀξίοις, καὶ προαίρεσιν ἔχων δυναμένην δόξαν πόνῳ θηρεύειν, οὐκ ἀφέξεται. Ὅτι Ἀρριανὸς περὶ κομητῶν φύσεώς τε καὶ συστάσεως καὶ φασμάτων βιβλιδαρίον γράψας, πολλοῖς ἀγωνίσμασι πειρᾶται δεικνύναι ὅτι μηδὲν μήτε τῶν ἀγαθῶν μήτε τῶν φαύλων τὰ τοιαῦτα φάσματα ἀποσημαίνουσιν. Ἀνεγνώσθη «Ἱεροκλέους» ὁ περὶ προνοίας.
PG 104:77Καὶ τί, φησί, καταλέγω σοι τούτους, ὅπου γε καὶ τῶν Πλατωνικῶν τινες οὐκ ὀρθὴν τὴν περὶ τοῦ δημιουργοῦ θεοῦ διασῴζουσιν ἔννοιαν; Οὐ γὰρ ἱκανὸν αὐτὸν εἶναι ᾠήθησαν αὐτοτελῶς ὑποστῆσαι δύνασθαι κόσμον οἰκείᾳ δυνάμει καὶ σοφίᾳ ἐξ ἀϊδίου ἐνεργοῦντα, ἀλλ’ ἀγενήτου ὕλης συνεργίᾳ καὶ τῇ μὴ παρ’ αὐτοῦ ὑποστάσῃ φύσει καταχρώμενον μόνως δημιουργεῖν δύνασθαι, πάντων μὲν δυνάμει προϋποκειμένων ἐν τῇ λεγομένῃ ὕλῃ, αὐτοῦ δὲ οἱονεὶ διαζωγραφοῦντος αὐτὰ καὶ τάττοντος μόνον καὶ διακρίνοντος ἐκ τοῦ ὑλικοῦ σχήματος. Ὃ περιεργία μᾶλλον ἂν εἴη ἢ ἀγαθότης θεοῦ. Τί γὰρ δὴ μαθὼν ἃ μὴ ὑπέστησε διατάττειν πειρᾶται, πάντως που τῆς εὐταξίας αὐτοῖς ἐν τῇ ἀγενησίᾳ τῆς ἑαυτῶν φύσεως κειμένης; Τὸ γὰρ ἀγενήτως καθ’ ἑαυτὸ ὑφεστὸς εἴ τι προσλάβοι, παρὰ φύσιν προσλήψεται· τὸ δὲ παρὰ φύσιν διατεθῆναι κακὸν τῷ μετατρεπομένῳ· ὥστε οὐκ ἀγαθὸν τῇ λεγομένῃ ὕλῃ τὸ κοσμεῖσθαι, εἴπερ ἀγένητος εἴη μὴ ἀπὸ χρόνου μόνον, ἀλλὰ καὶ ἀπὸ αἰτίου, καθὸ σημαινόμενον καὶ τὸν θεὸν ἀγένητον λέγομεν.
Ἀλλ’ οὐδὲ ὁ θεὸς αὐτὸς κακῶν ἀναίτιος ἔσται, τὴν ἀρχὴν τῆς δημιουργίας ἀπό τινος κακοποϊίας ἐνστησάμενος τῷ παρὰ φύσιν διατιθέναι τὴν ἐπ’ ἴσης αὐτῷ ἀγένητον οὐσίαν πειρᾶσθαι, καὶ τὴν ἀδελφήν, ἣν τὸ αὐτόματον αὐτῷ συνήγαγε, μὴ ἐᾶν μένειν ἐπὶ τῆς ἀγενήτου τάξεως. Πρὸς τῷ μηδὲ δυνατὸν εἶναι κατισχῦσαι πράγματος ἰσοτίμως ἀγενήτου τυγχάνοντος, εἴτε ἐξ ἀϊδίου ποιεῖσθαι τὴν τοιαύτην ἐπικράτειαν εἴτε ἀπὸ χρόνου ἐπιχειροίη. Καὶ μᾶλλον ἂν εἴη τῆς ἀληθείας ἀφεστώς, εἰ πρὸς τῷ ἐνδεεῖ τῆς ὑλικῆς ἐνεργείας καὶ ἀπὸ χρόνου τινὸς κοσμεῖν ἤρξατο, ὅπερ οὐκ ἐᾷ μένειν αὐτὸν ἐν τῷ αὑτοῦ ἤθει. Εἰ γὰρ ἄμεινον μὴ ποιεῖν, πῶς εἰς τὸ ποιεῖν μεταβέβηκεν; Εἰ δὲ τὸ ποιεῖν, τί μὴ ἐξ ἀϊδίου ἔπραττεν, εἴγ’ ἀδιάφορον αὐτῷ καὶ τὸ ἐξ ἀϊδίου ποιῆσαι ἐφάνη;
Εἰ μὴ ἄρα φύσεως αὐτὸν εἴποι τις ἀνὰ μέρος ποιεῖν τε καὶ φθείρειν δυναμένης, αἰώνια δὲ δημιουργεῖν ἀσθενούσης, διότι ἡ τῆς ὕλης κακία, ᾗ προσχρῆται, τὴν ἐπίθετον καὶ ἐπεισοδιώδη τάξιν ἀποσείεται, συνεχῶς εἰς τὴν ἀγένητον αὑτῆς (ὡς ἂν εἴποιεν) ἀταξίαν ἀνατρέχουσα, καὶ οὕτως ἀνὰ μέρος τοῖς χρόνοις κόσμον καὶ ἀκοσμίαν ἐπικρατεῖν, ἤ (ἀληθέστερον εἰπεῖν) ἀεὶ ἀκοσμίαν, ἐπεὶ καὶ ἡ κόσμησις, παρὰ φύσιν οὖσα διάθεσις, ἀκοσμία τῷ ὀρθῶς λογιζομένῳ φανήσεται. Ὅτι πολλοὶ τῶν ἀπὸ Πλάτωνος καὶ τῶν ἀπὸ Ἀριστοτέλους συγκρούειν ἀλλήλοις τοὺς σφῶν διδασκάλους κατὰ τὰ καίριά φασι τῶν δογμάτων σπουδὴν καὶ μελέτην εἰσενηνοχότες, μέχρι τούτου φιλονεικίας καὶ τόλμης ἤλασαν ὡς καὶ τὰ συγγράμματα τῶν οἰκείων νοθεῦσαι διδασκάλων, εἰς τὸ μᾶλλον ἐπιδεῖξαι τοὺς ἄνδρας ἀλλήλοις μαχομένους. Καὶ διέμεινε τοῦτο τὸ πάθος ταῖς φιλοσόφοις διατριβαῖς ἐνσκῆψαν ἕως Ἀμμωνίου τοῦ Ἀλεξανδρέως τοῦ θεοδιδάκτου.
PG 104:79Οὗτος γὰρ πρῶτος ἐνθουσιάσας πρὸς τὸ τῆς φιλοσοφίας ἀληθινόν, καὶ τὰς τῶν πολλῶν δόξας ὑπεριδὼν τὰς ὄνειδος φιλοσοφίᾳ προστριβομένας, εἶδε καλῶς τὰ ἑκατέρου καὶ συνήγαγεν εἰς ἕνα καὶ τὸν αὐτὸν νοῦν, καὶ ἀστασίαστον τὴν φιλοσοφίαν παραδέδωκε πᾶσι τοῖς αὐτοῦ γνωρίμοις, μάλιστα δὲ τοῖς ἀρίστοις τῶν αὐτῷ συγγεγονότων, Πλωτίνῳ καὶ Ὠριγένει καὶ τοῖς ἑξῆς ἀπὸ τούτων. Ὅτι Πλάτωνά φησι τὰς ἀνθρωπίνας μόνας ψυχὰς μετενσωματοῦσθαι, καὶ ταύτας οὐχ ἁπλῶς ἐξ ἀνθρώπων δὲ μόνον εἰς ἀνθρώπους. Ἐξ ἀλόγων δὲ ζῴων εἰς ἀνθρώπους μετάβασιν ἢ εἰς ἄλογα ἐξ ἀνθρώπων οὐδαμῶς αὐτόν φησι δοξάζειν. Ὅτι δημιουργὸν θεόν, φησί, προϋφίστησιν ὁ Πλάτων ἐφεστῶτα πάσης ἐμφανοῦς τε καὶ ἀφανοῦς διακοσμήσεως, ἐκ μηδενὸς προϋποκειμένου γεγενημένης· ἀρκεῖν γὰρ τὸ ἐκείνου βούλημα εἰς ὑπόστασιν τῶν ὄντων. Τῆς δὲ σωματικῆς φύσεως συντεταγμένης τῇ ἀσωμάτῳ δημιουργίᾳ κόσμον ἐξ ἀμφοῖν συνίστασθαι τελεώτατον, διπλοῦν ἅμα καὶ ἕνα·
ἐν ᾧ ἄκρα εἶναι καὶ μέσα καὶ τελευταῖα, ὧν τὰ μὲν πρῶτα οὐράνια καλεῖ καὶ θεούς, τὰ δὲ μέσα λογικά, αἰθέρια καὶ δαίμονας ἀγαθούς, ἑρμηνέας τε καὶ ἀγγέλους τῶν συμφερόντων ἀνθρώποις γινομένους, τὰ δὲ τελευταῖα λογικὰ καὶ περίγεια καὶ ἀνθρωπίνας ψυχὰς ἢ ἀθανάτους ἀνθρώπους. Καὶ τῶν μὲν ὑποβεβηκότων τὰ προηγούμενα ἀεὶ ἡγεῖσθαι, πάντων δὲ βασιλεύειν τὸν ποιητὴν αὐτῶν θεὸν καὶ πατέρα, καὶ ταύτην τὴν πατρονομικὴν βασιλείαν αὐτοῦ πρόνοιαν εἶναι τὴν ἑκάστῳ γένει τὰ προσήκοντα νομοθετοῦσαν, τὴν δὲ ταύτῃ ἑπομένην δίκην εἱμαρμένην καλεῖσθαι· οὐ γὰρ τὴν τῶν γενεθλιαλόγων ἀνεπιλόγιστον ἀνάγκην, οὐδὲ τὴν στωϊκὴν βίαν, οὐδ’ ἣν Ἀλέξανδρος ὁ Ἀφροδισιεὺς οἴεται, εἰς ταὐτὸν τῇ πλατωνικῇ τῶν σωμάτων φύσει ταύτην περιάγων, οὐδὲ τὴν ἐπῳδαῖς καὶ θυσίαις παρατρεπομένην γένεσιν, ὡς οἴονταί τινες, ἀλλὰ τὴν τῶν ἐκβαινόντων κατὰ τὸν τῆς προνοίας θεσμὸν δικαστικὴν τοῦ θεοῦ ἐνέργειαν, τάξει καὶ εἱρμῷ πρὸς τὰς προαιρετικὰς ὑποθέσεις τῶν αὐτεξουσίων ἔργων ἐπανορθουμένην τὰ καθ’ ἡμᾶς.
Ὅτι κοινῶς μὲν ἡ πρόνοια καὶ τάξις ἀπὸ τοῦ δημιουργοῦ θεοῦ διήκει ἐπὶ πάντα τὰ ἀθάνατα γένη, μάλιστα δὲ καὶ προσφυέστερον ἐπὶ τὰ πρῶτα καὶ προσεχῶς ἀπ’ αὐτοῦ τὴν γένεσιν ἔχοντα καὶ ἑξῆς ὄντα ἐκείνῳ, καὶ τῆς τῶν νοητῶν ἀγαθῶν ἀρίστης μετουσίας ἀπολαύοντα. Τριῶν γὰρ ὄντων τῶν ἐγκοσμίων νοερῶν γενῶν τὸ μὲν ἀκρότατον καὶ πρῶτον τῶν τοῦ δημιουργοῦ γεννημάτων ἀτρέπτως καὶ ἀμεταβλήτως τῆς πρὸς αὐτὸν ὁμοιώσεως τυγχάνον ἐν πάσῃ ἐστὶ θεοειδεῖ εὐταξίᾳ, οἷον τὸ τῶν οὐρανίων ἔφαμεν γένος. Τὸ δὲ δεύτερον, δευτέρως καὶ ὑφειμένως τὴν θείαν τάξιν παραδεχόμενον, οὐκ ἀτρέπτως μὲν οὐδ’ ἀμερίστως τῆς δημιουργικῆς ὁμοιώσεως μεταλαγχάνει, ἀναμαρτήτως δὲ καὶ ἀκακύντως τῶν πατρικῶν ἐπιστρέφεται νόμων, ὃ τοῖς αἰθερίοις ἀποδεδώκαμεν. Τὸ δὲ τρίτον, ὡς ἔσχατον τῶν θείων γενῶν, οὐ μόνον τῷ ὁπωσοῦν τρέπεσθαι τῆς ὑπεροχῆς τῶν οὐρανίων ὑπέβη, ἀλλὰ καὶ τῷ ποτε κακύνεσθαι τῆς τῶν αἰθερίων ἀξίας ὑπέστη. Τὸ μὲν γὰρ ἀεὶ νοεῖν τὸν θεὸν καὶ ἡνωμένως αὐτοῦ τὴν γνῶσιν ἔχειν τοῖς οὐρανίοις πρόσεστι· τὸ δὲ ἀεὶ μὲν διεξοδικῶς δὲ τοῖς αἰθερίοις κατ’ οὐσίαν ὑπάρχει·
PG 104:81τὸ δὲ μήτε ἀεὶ νοεῖν καὶ ἐν αὐτῷ τῷ νοεῖν μεμερισμένως νοεῖν ταῖς ἀνθρωπίναις ψυχαῖς ὡς ἴδιον ἀποδέδοται, ἀπολειπομέναις κατὰ φύσιν τῆς τε ἀμερίστου νοήσεως τῶν οὐρανίων καὶ τῆς ἐν τάξει πληθυομένης γνώσεως τῶν αἰθερίων, ἐπεὶ μήτε ἑνιαίως μήτε ἀϊδίως νοοῦσιν αὗται, ἀλλὰ καὶ ὅταν πρὸς τὴν τοῦ νοεῖν ἀξίαν ἀνάγωνται, τὴν αἰθερίαν μιμοῦνται γνῶσιν, καὶ ταύτῃ συνεπόμεναι τῶν νοητῶν καρποῦνται τὴν θεάν. Μετὰ δὲ τὸ τρίτον νοερὸν γένος, τό ποτε μὲν νοοῦν, ποτὲ δὲ μὴ νοοῦν, εἴη ἂν τὸ μηδέποτε νοοῦν κατὰ τὸν τῆς τελείας διαιρέσεως λόγον· ὃ δὴ φύσει ἐστὶν ἀνόητον, ἀληθείας τε καὶ ἀρετῆς οὐδαμῇ μετέχειν δυνάμενον. Διὸ καὶ τὸ εἶναι γέννημα ἐκείνου ἐκβάλλεται. Πῶς γὰρ εἰκὼν τοῦ νοητοῦ θεοῦ τὸ ἄλογον καὶ ἀνόητον; Πᾶσα γὰρ ἐκείνου εἰκὼν ἔννους καὶ λογική, καὶ γινώσκειν ἑαυτὴν καὶ τὸν ποιήσαντα πέφυκεν. Ὅτι τῶν ἐνθάδε πραττομένων ἡμῖν λόγον ἡμᾶς ἕπεται, φησιν, ὑπέχειν τοῖς τὴν μέσην λῆξιν λαχοῦσιν, ἅτε δὴ φύλαξι καὶ ἐφόροις οὖσιν ἡμῶν. Πᾶσαν δὲ τὴν περὶ ἡμᾶς αὐτῶν ἐνέργειαν εἱμαρμένην καλεῖσθαι, δίκης νόμοις τὰ ἡμέτερα διατάττουσαν.
Εἰ δὲ φύλακές εἰσι, φησί, τοῦ πρὸς τὴν ἀξίαν ἀφοριζομένου βίου, δῆλον ὅτι καὶ τοῦ χρόνου εἶεν ἂν ἀποπληρωταί, ὃν ἕκαστος βίος ἐκληρώσατο· οὐ γὰρ ἔστι τὸν βίον τηρεῖν τοῦ χρόνου τὸ ἀόριστον ἔχοντος. Ὥστε δεῖ τὸν μὲν χρόνον ὡρίσθαι διὰ τὸ σῴζεσθαι τὸν εἱμαρμένον βίον, τὸν δὲ τρόπον τῆς τελευτῆς συνδιωρίσθαι τῷ χρόνῳ ὡς μέρος ὄντα τὸ ἔσχατον τοῦ πρὸς τὴν ἀξίαν ἀπονεμηθέντος βίου. Καὶ γὰρ τῆς γενέσεως ὡρισμένης, ἀνάγκη καὶ τὸν θάνατον ὡρίσθαι. Τὴν δὲ ἀρχὴν τῆς γενέσεως ὁρίζει ἡ τῆς ἐκεῖθεν ἐκπομπῆς εἱμαρμένη, θεία βούλησις οὖσα καὶ νόμος τῆς τοῦ θεοῦ δίκης. Ὥστε καὶ τὸν θάνατον ὡρισμένον τηρήσει ἡ τῆς ἐνθένδε ἐκεῖσε μεταστάσεως εἱμαρμένη. Διὸ ὥρισται καὶ τὸ διὰ τῶνδε μὲν παρελθεῖν εἰς τὸν βίον, διὰ δὲ τῶνδε ἐκ τοῦ βίου ἀπελθεῖν. Εἰ γὰρ ἀόριστα ταῦτα, καὶ ὁ βίος ἅπας ἀόριστος καὶ τῆς κρείττονος ἐπιστασίας ἄμοιρος. Ποῦ γὰρ ἔτι ἢ ἐν τίσι τῆς θείας κρίσεως καὶ τῆς πρὸς ἀξίαν διανομῆς ἔσται ἡ ἐπιμέλεια, τῶν περὶ τὸ σῶμα καὶ τὰ ἐκτὸς εἰκῇ καὶ ὡς ἔτυχεν ἡμῖν συμπιπτόντων;
PG 104:83Οὐ γὰρ ταῦτα μὲν ἄτακτα καταλείψομεν, τὰς δὲ τῆς ψυχῆς προαιρέσεις καὶ κρίσεις καὶ ὁρμὰς ἀπὸ κρείττονος ἀνάγκης ἐγγίνεσθαι φήσομεν· οὕτω γὰρ ἀρετῆς καὶ κακίας οὐχ ἡμᾶς αὐτοὺς ἀλλ’ ἐκείνην αἰτιασαίμεθα. Οὐδὲ μὴν πάντα τῇ παρ’ ἐκείνων ἀνάγκῃ εὔλογον ἀνατιθέναι, τὰ τῆς ψυχῆς λέγω καὶ σώματος καὶ τῶν ἐκτός· ἀλλ’ οὐδὲ πάντα ἀνεῖσθαι ταῖς ἀλόγοις καὶ ἀνεπικρίτοις φοραῖς, νοῦ τῶν πάντων ἡγουμένου καὶ θεοῦ τῶν ὅλων ὄντος αἰτίου. Ἀναγκαῖον δὴ τὸ λειπόμενον, τὰς μὲν προαιρέσεις ἐφ’ ἡμῖν εἶναι, τὰς δ’ ἐπὶ ταῖς προαιρέσεσι δικαίας ἀμοιβὰς ἐπὶ τοῖς αἰθερίοις κεῖσθαι ὡς ὑπὸ θεοῦ τεταγμένοις δικασταῖς καὶ πεφυκόσιν ἡμῶν ἐπιμελεῖσθαι. Τριττῶν γὰρ ὄντων τῶν καθ’ ἡμᾶς, καὶ τὸ πάντα ἠναγκάσθαι καὶ τὸ μηδὲν καὶ τὸ ἐπηλλαγμένως ἢ ὡς δεῖ τὴν ἴσην ἀτοπίαν ἔχει, καὶ προνοίας πάσης ἐπ’ ἴσης ἐστὶν ἀναιρετικά. Ἥ τε γὰρ τοῦ πρὸς ἀξίαν ὑπόθεσις πάντως συνεισάγει τὴν πρόνοιαν καὶ τὴν ἀπ’ αὐτῆς εἱμαρμένην· καὶ ἡ προνοητικὴ κρίσις, δίκῃ καὶ νόμῳ τὰ ἀνθρώπινα τάττουσα, τῆς αὐτεξουσίου ἡμῶν καὶ προαιρετικῆς ἀρχῆς δεῖται.
Ὥστε μέρος ἐστὶ τῆς ὅλης προνοίας ἡ εἱμαρμένη τὸ πρὸς τὰς ἀνθρωπίνας ψυχὰς δικαστικῶς ἁρμοζόμενον. Ἀνθρωπίνων δὲ ψυχῶν ἐνέργεια ἡ αὐτοκίνητος προαίρεσις καὶ τὸ λεγόμενον ἐφ’ ἡμῖν, ὃ δὴ τοῖς θείοις δικασταῖς ὑπόθεσις εὔλογος γίνεται τῆς ἀνίσου διανομῆς· τὸ δὲ τυχαῖον ὅλον τοῖς θνητοῖς καὶ ἀλόγοις ἀποδέδοται γένεσιν. Οὐ γὰρ καθ’ ἕκαστον τεταγμένως, οὐδὲ κατά τινα λελογισμένην ἀξίαν, ἐκ μὲν τοῦδε τοῦ πυρὸς σβεννυμένου ἀὴρ γίνεται, ἐκ δὲ τοῦ ἀέρος παχυνομένου ὕδωρ, οὐδὲ ἐκ τῶνδε μὲν τῶν σιτίων ἵππου σῶμα ἢ κυνός, ἐκ τῶνδε δὲ ἄλλο τι· ἀλλὰ πάντα ἐκ πάντων ταῖς προσπιπτούσαις μεταβολαῖς δύναται γίνεσθαι διὰ τὸ κοινὸν τῆς ὕλης καὶ πρὸς πάντα εὐάγωγον, τοσοῦτον τάξεως μετέχοντα καὶ θείας ἀνάγκης, ὥστε κατὰ γένος ἕκαστα διασῴζεσθαι καὶ συμπαραθεῖν πρὸς τὸ ἀί̈διον τῇ διαδοχῇ τοῖς ὑποστήσασιν αὐτὰ αἰτίοις. Ἐν δὲ τοῖς κατὰ μέρος ζῴοις τε καὶ φυτοῖς, καὶ αὐτοῖς τοῖς ἀψύχοις, οὐδὲν διώρισται οὐδὲ τέτακται ὡς πρὸς ἀξίαν ἀποδιδόμενον πάθος, τῷ μήτε ἐκ προβιοτῆς ἀμοιβάς τινας αὐτοῖς ἐποφείλεσθαι μήτ’ ἐπὶ τοῖς νῦν δρωμένοις προςδοκᾶσθαι εὐθύνας.
Οὐ γὰρ ἐπεισῆλθέ τι ἐκείνοις ἐκ τοῦ αἰθερίου τόπου τὴν ὑπόβασιν ποιησάμενον, ἵνα καὶ τῇ θείᾳ κρίσει παιδαγωγηθῇ πρὸς ἐπάνοδον, ὡς ἐν τοῖς καθ’ ἕκαστα ἀνθρώποις τὰς λογικὰς καὶ ἀθανάτους ψυχὰς ἐκεῖθεν κατιούσας ἀνάγκη πλείστης ἐπιστροφῆς καὶ κηδεμονίας τυγχάνειν παρὰ τῶν συγγενῶν πρὸς ἐπανόρθωσιν τῆς εἰς κακίαν ὑποφορᾶς. Διὸ πάσχουσί τε καὶ αἱροῦνται ἐν αὐτοῖς τοῖς πάθεσι· καὶ πάλιν αἱροῦνται καὶ πάσχουσι πρὸς τὴν ἀξίαν τῶν αἱρεθέντων. Διὰ τοῦτο οὖν πολὺ τὸ ὡς ἔτυχεν ἐν τοῖς ἀλόγοις καὶ τὸ θείας κρίσεως ἄμοιρον. Ἐν δὲ τοῖς καθ’ ἡμᾶς καὶ τὸ δοκοῦν εἶναι τυχαῖον εἰς τὴν τῆς προνοητικῆς εἱμαρμένης ὑπηρεσίαν τελεῖ, ὥστε δοκεῖν μὲν ἀπὸ ταὐτομάτου πάσχειν ἡμᾶς καὶ ὁμοίως τοῖς ἀλόγοις ζῴοις, τοῦτο δὲ πάσχειν περί τε σῶμα καὶ τὰ ἐκτὸς, ὃ ἡ ἔφορος κρίσις ὥρισε. Τῇ γὰρ τῶν περὶ ἡμᾶς ἐπιτάσει τε καὶ ἀνέσει καὶ ταῖς παντοίαις τούτων μεταβολαῖς τὸ αὐτεξούσιον τῆς ψυχῆς παιδαγωγεῖται πρὸς εὐεξίαν, θᾶττον μὲν ἐὰν εὐγνωμόνως ὑποδέχηται τὰ περὶ ταῦτα συμβαίνοντα πάθη, ἐν πολλαῖς δὲ καὶ μακραῖς χρόνου περιόδοις, ὅταν ἰταμῶς καὶ ἀνοήτως πρὸς αὐτὰ διατεθῇ.
PG 104:85Τότε γὰρ δίκας μὲν ὑπέχει τῆς ἀγνωμοσύνης, οὐδὲν δὲ ἧττον δι’ ὧν πάσχει φέρεται πρὸς τὸ δέον. Ὅτι ἡ ψυχή, φησιν, οὐκ ἀνεύθυνον ἔχουσα τῆς ὁποιαςοῦν αἱρέσεως τὴν ὁρμήν, καὶ ὑπὸ τοῦ προσεχοῦς κρείττονος γένους ἐπιστασίας ἀξιοῦται, δίκης καὶ καθάρσεως καὶ τιμωρίας τυγχάνουσα ἀεὶ πρὸς τὴν ἀξίαν τῶν ἑαυτῆς διαθέσεων. Καὶ τὸ μὲν ἑλέσθαι ἐπ’ αὐτῇ κεῖται, τὰ δὲ ἐπισυμβαίνοντα ταῖς αἱρέσεσι τῇ τῆς προνοίας κρίσει ὥρισται, πρὸς ἀξίαν ἀμειβομένη τὰς ψυχικὰς διαθέσεις. Καὶ οὕτως αἱρεῖσθαί τε ἅμα καὶ κληροῦσθαι τὸν αὐτὸν βίον λεγόμεθα. Ἡ γὰρ ἐπὶ τοῖς εἰργασμένοις ἡμῖν τεταγμένη ἀμοιβὴ καὶ τὴν αὐτεξούσιον κίνησιν καὶ τὴν θείαν ἐπιστασίαν ἐκφαίνει, ὥστε ἀπ’ ἀρχῆς εἰς τέλος αὐτεξουσίους μὲν ἔχειν ἡμᾶς τὰς κινήσεις, εἰ καὶ ἄλλοι ἄλλων μᾶλλον καὶ ἧττον· καὶ αὐτοὶ δὲ οὐχ ὁμοίως ἀεὶ τὸ ἐφ’ ἡμῖν διασῴζομεν, οὐκ ἀδεσπότους δὲ τὰς πρὸς τὴν ἀξίαν ἀντιδόσεις.
Καὶ τοῦτο εἶναι τὴν ἄγουσαν ἡμᾶς πρὸς τὰ τῇδε καὶ πάλιν ἐντεῦθεν ἀπάγουσαν εἱμαρμένην, πλέγμα οὖσαν καὶ συνδρομὴν ἀνθρωπίνης προαιρέσεως καὶ θείας κρίσεως, ὥστε ἑλομένους ἡμᾶς ἃ βουλόμεθα διὰ τὸ τῆς προαιρέσεως ἀδούλωτον, πάσχειν πολλάκις ἃ μὴ βουλόμεθα διὰ τὸ τῆς κρίσεως ἀδιάπταιστον. Ἐν ὅλῳ δὴ τῷ ἀφοριζομένῳ βίῳ τά τε ἄλλα κεῖται, ὅσα συνεκτικὰ τῆς ἀνθρωπίνης ζωῆς, καὶ ὁ καιρὸς καὶ ὁ τρόπος τοῦ θανάτου τῷ τῆς εἱμαρμένης ψηφίσματι συνδιατέτακται. Ὅτι φησίν, ἐπιστῆσαι ἄξιον ὡς ἡ ψυχὴ οὔτε ἐν τῇ πρὸς νοῦν στροφῇ τὴν τοῦ ποτε ἀνοηταίνειν ἀσθένειαν ἀφῄρηται, οὔτε ἐν τῇ ἐσχάτῃ κακίᾳ τὴν τοῦ αὖθις νοεῖν δύναμιν καὶ ὀρθῶς μετανοεῖν. Φύσει γὰρ ἡ ἀνθρωπίνη ψυχὴ τοιαύτη δημιουργηθεῖσα καὶ πρὸς τὴν θείαν εὐζωί̈αν καὶ πρὸς τὴν θνητὴν γένεσιν ἐπιτηδείως ἔχει, ἀνὰ μέρος ἑκατέραν προβάλλουσα δύναμιν, ἐπεὶ καὶ κατὰ πρόνοιαν θεοῦ πρὸς ἄμφω γεγένηται. Οὕτω γὰρ τὸ μὲν δύνασθαι αὐτὴν πολιτεύεσθαι κατ’ οὐσίαν κέκτηται· τὸ δὲ πλείονα χρόνον ἄνω διάγειν ἢ κάτω πρὸς τὴν αὐτοκίνητον αὐτῆς συμβαίνει διάθεσιν.
Διὸ αἱ μὲν μυριετεῖς αἱ δὲ τρισχιλιετεῖς περιόδους λέγονται ποιεῖσθαι, τῆς ἀρετῆς ἐπιτεμνομένης τὴν πλάνην, καὶ τοῦ συντόνου τῶν ἀγαθῶν ἔρωτος ὑφαιρουμένου τῆς περιγείου λειτουργίας τὸ πολυχρόνιον. Ἐκ τοῦ β λόγου. Ὅτι φησί, κατ’ οὐσίαν ἐκεῖνα λέγεται ποιεῖν ὅσα μένοντα ἀτρέπτως ἐν τῇ αὑτῶν οὐσίᾳ καὶ ἐνεργείᾳ, καὶ μηδὲν ἑαυτῶν ἀπομερίζοντα μηδὲ κινοῦντα πρὸς τὴν τῶν γεννωμένων ὑπόστασιν, κατ’ αὐτὸ μόνον τὸ εἶναι ὅ ἐστι παράγει τὴν τῶν δευτέρων γένεσιν. Οἷς ἕπεται μήτε ὕλῃ προσχρῆσθαι μήτε ἀπὸ χρόνου ποιεῖν μήτε εἰς χρόνον παύεσθαι μήτε ἔξω τῆς τοῦ ποιοῦντος ἐνεργείας κεῖσθαι τὸ γινόμενον· ταῦτα γὰρ πάντα τῇ κατὰ συμβεβηκὸς ἐνεργείᾳ παρέπεται ἐπὶ τοῦ οἰκοδόμου καὶ τῶν ὁμοίων. Ὅτι φησί, ὁ Πλάτων ἐν Φαίδρῳ λέγων·
PG 104:87«Τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησέ πω τῶν τῇδε ποιητὴς οὔτε ποτὲ ὑμνήσει κατ’ ἀξίαν», τόπον νῦν οὐ τὸν κυρίως φησίν (οὗτος γὰρ σωμάτων ἐστὶ περιεκτικός), τόπον δὲ νῦν ἀντὶ τοῦ οὐσίαν τοιάνδε καὶ γένος τοιόνδε, λέγει, οἷον ὑπερκόσμιον καὶ νοητόν, ὥσπερ εἰώθαμεν περὶ πραγμάτων τινῶν διηγούμενοι λέγειν ὅτι κατ’ ἐκεῖνον τὸν τόπον τοῦ λόγου γενόμενοι ἐροῦμεν, τὸ κεφάλαιον ἐκεῖνο καὶ τὸ εἶδος τῶν πραγμάτων τόπον καλοῦντες. Ὅτι ἐν τοῖς νόμοις Πλάτων, φησί, τὸ διαφέρον τῆς περὶ ἡμᾶς τοῦ θεοῦ προνοίας ἐνδείκνυται, λέγων ὡς θεὸς μὲν πάντα, καὶ μετὰ θεοῦ τύχη καὶ καιρὸς τὰ ἀνθρώπινα διακυβερνῶσι ξύμπαντα. Ἐξ ὧν δῆλός ἐστι τοῖς μὲν ἀπαθέσι καὶ ἀεὶ τελείοις καὶ διὰ τοῦτο ἀναμαρτήτοις τὴν καθαρὰν καὶ μονοειδῆ τοῦ θεοῦ ἐπιστήσας πρόνοιαν, τοῖς δὲ καὶ εἰς ἄνοιάν ποτε ὑποφερομένοις λογικοῖς καὶ διὰ τοῦτο κακίας ἀναπιμπλαμένοις τὴν συμμιγῆ καιροῖς καὶ τύχαις πρόνοιαν ἀποδιδούς.
Ἔστι γὰρ ἡ μὲν τῶν ἀγαθῶν προηγουμένη δόσις καὶ ἡ τῶν κατὰ φύσιν προσόντων τήρησις ἴδιον ἔργον τῆς καθαρᾶς προνοίας, ἡ δὲ τῶν παρὰ φύσιν διατεθέντων διόρθωσις καὶ αἱ τῶν ἁμαρτημάτων εὐθῦναι τῆς ἐνύλου καὶ τύχῃ καὶ καιρῷ προσχρωμένης. Οὐ γὰρ κατὰ τὸν προηγούμενον λόγον ἡ θεία κρίσις τοῖσδε μὲν ἡμῶν ἐμφέρει τὰ δεινά, τοῖσδε δὲ τὰς εὐπαθείας ἀποδίδωσιν, ἀλλ’ ἐξ ὑποθέσεως τῆς τῶν προβεβιωμένων ἀξίας, ἐπεὶ καὶ ἔοικεν ἡ κρίσις τῶν ἐφεστώτων ἡμῖν δικαστῶν τῇ ἰατρικῇ τέχνῃ, ἣ παραλαβοῦσα τοὺς ἀφ’ ἑαυτῶν νοσήσαντας πάντα πρὸς τὸ δέον αὐτοῖς συντάττει κατὰ καιρόν, ὃ ἂν αὐτοῖς τοῖς θεραπευομένοις εἴη λυσιτελές. Καὶ διὰ τοῦτο ἡ μὲν ἀξία τῶν κρινομένων ἄλλοτε ἄλλη τυγχάνουσα, καὶ ταῖς αὐτεξουσίοις κινήσεσιν ἐναλλαττομένη, τύχην τῇ περὶ ἡμᾶς προνοίᾳ συμμίγνυσιν· ἡ δὲ προσήκουσα ἑκάστοις τάξις τὸν τῆς τιμωρίας καὶ τῆς καθάρσεως καιρὸν συνεισάγει. Τύχης δὲ καὶ καιροῦ τῇ θείᾳ προνοίᾳ συνταττομένων τὸ ὅλον πλέγμα γίνεται εἱμαρμένη, ἐκ μὲν τῆς ἀνθρωπίνης προαιρέσεως τὴν τύχην προσλαβοῦσα, ἐκ δὲ τῆς θείας κρίσεως ἐκφέρουσα τὸν καιρόν.
PG 104:89Καὶ γὰρ τῆς τέχνης ἔστιν ἀφορίσαι τὰ μέτρα τῆς θεραπείας, τοῦ δὲ ἀνθρώπου διατεθῆναι οὕτως ὥστε τομῆς δεηθῆναι ἢ καύσεως ἢ ἄλλης τινὸς ἀλγεινῆς θεραπείας. Πολλαχοῦ δέ, φησι, καὶ ἄλλοθι ὁ Πλάτων τὰ τοιαῦτα φιλοσοφεῖ περὶ τῆς ἀνθρωπίνης οὐσίας καὶ τῆς ἀπευθυνούσης ἡμᾶς προνοητικῆς εἱμαρμένης. Ὅτι ἀποδιδούς, φησίν, ὁ Πλάτων φιλοσόφου καὶ ἐρωτικοῦ διαφοράν, καὶ πῶς ἰσοτίμως ἀνάγεσθαι λέγονται, φιλοσοφῆσαι μὲν ἀδόλως λέγει τὸν θεωρίαν ἄνευ πράξεως πολιτικῆς ἀγαπήσαντα, καὶ πάντα τὰ ἄλλα παρ’ οὐδὲν θέμενον, καὶ ταῖς καθαρτικαῖς ἀρεταῖς ἑαυτὸν παραδόντα τῇ πρὸς μόνην τὴν ἱερὰν τελείωσιν ἀναγωγῇ, ὡς ἐν Θεαιτήτῳ διέξεισιν. Ἀλλ’ ὁ μὲν ἀδόλως φιλόσοφος κατὰ Πλάτωνα τοιοῦτος. Ὁ δὲ ἐρωτικὸς λέγεται παρ’ αὐτῷ, ὃς καὶ παιδεραστῆσαι μετὰ φιλοσοφίας, ὁ ταῖς πρακτικαῖς ἀρεταῖς διὰ τὸ θεῖον καὶ τὸ αὐτόκαλον ἐνασκηθείς, καὶ τῶν νοητῶν ἀγαθῶν τὴν μετάδοσιν ἐπιτηδεύσας, πολιτικὸν τῷ ὄντι καὶ παιδευτικὸν τρόπον τοῦ βίου μεταχειριζόμενος.
Καὶ τοῦτο ἐν Πολιτείᾳ παραδίδωσι, τοὺς φιλοσόφους λέγων ἄρχοντας ταῖς πόλεσιν ἐφεστάναι, ἵνα λήξωσί ποτε τῶν κακῶν, καὶ ὡς οὐκ ἄν ποτε εὐδαιμονήσειε πόλις, εἰ μὴ αὐτὴν διαγράψειαν οἱ τῷ θείῳ παραδείγματι χρώμενοι. Τίς δ’ ὁ τρόπος τῆς διαγραφῆς; Ὅτι λαβόντες, ὥσπερ πίνακα, πόλιν τε καὶ ἤθη ἀνθρώπων πρῶτον μὲν καθαρὰν ποιήσειαν, καὶ μετὰ τοῦτο ὑπογράψαιντο ἂν τὸ σχῆμα τῆς πολιτείας, ἔπειτα, οἶμαι, ἀπεργαζόμενοι αὐτὴν πυκνὰ ἂν ἑκατέρωσε ἀποβλέποιεν, πρός τε τὸ φύσει δίκαιον καὶ καλὸν καὶ σῶφρον καὶ πάντα τὰ τοιαῦτα, καὶ ὡς ἐκεῖνο αὖ ὃ τοῖς ἀνθρώποις ἐμποιεῖ, ὡς καὶ Ὅμηρος ἔφη, τὸ θεοειδές τε καὶ θεοείκελον, καὶ τὸ μὲν ἐξαλείφοιεν, τὸ δὲ πάλιν ἐγγράφοιεν ἐς ὅ τι μάλιστα τὰ ἀνθρώπινα ἤθη θεοφιλῆ ποιήσειαν. Τοιοῦτός ἐστι πολιτειῶν ζωγράφος ὁ παιδεραστῶν μετὰ φιλοσοφίας, τουτέστιν ὁ μετὰ θεωρητικοῦ νοῦ πολιτευόμενος. Παῖδα γὰρ εἶναι τὴν αἴσθησιν καὶ τὸ ἐν αἰσθήσει καλόν, ὡς πρὸς πρεσβυτὴν καὶ παιδαγωγὸν τῆς αἰσθήσεως τὸν νοῦν. Διὸ τὸν νῷ μόνῳ χρώμενον ἐν ὑπεροψίᾳ τῶν τῇδε σώφρονι ἀδόλως φιλοσοφεῖν ἀποφαίνεται, τουτέστιν ἀπεριεργάστως καὶ ἀύ̈λως καὶ ἀγοητεύτως·
γοητεύειν γάρ πως ἡ αἴσθησις ἐθέλει συνοῦσα, καὶ ἀναπείθειν τὸν λογισμὸν τῶν ἐνύλων τι ἀγαθὸν ὑπολαμβάνειν οἰκεῖον. Τὸν δὲ τὴν αἴσθησιν κατὰ νοῦν διατάττοντα παιδεραστεῖν λέγει μετὰ φιλοσοφίας, φυλακτήριον ἔχοντα μέγιστον τοῦ ἀνεξαπατήτως κατὰ τὴν αἴσθησιν ἐνεργεῖν τὸν θεωρητικὸν νοῦν, οὐκ εἰκόνας ἰδίᾳ καὶ δημοσίᾳ γράφειν ἐρᾷ, τὰ τῶν ἀνθρώπων ἐπανορθούμενος ἤθη, ἕως εἰς ὅσον ἐνδέχεται θεοφιλῆ ποιήσειεν. Ἃ γὰρ ἐκεῖ ὁρᾷ, ἐγγράφειν ἐν ἄλλοις πειρᾶται ὁ τῷ θείῳ χρώμενος παραδείγματι ζωγράφος, οὐδὲν μὲν τοῦ πρώτου κατὰ νοῦν ἀπολειπόμενος, φιλανθρωπίᾳ δὲ αὐτοῦ δοκῶν διαφέρειν, ὥσπερ αὖ ἐκεῖνος τούτου τῇ ἰδιοπραγίᾳ κρατεῖ. Τοιαύτας δὲ πρὸς ἀλλήλους ἔχοντες διαφοράς, ὁ μὲν τὸ ἀδόλως, τουτέστιν ἀνενδεῶς καὶ ἀνεπιστρόφως τῶν ἀνθρωπίνων πραγμάτων, ὁ δὲ τὸ ἐρωτικῶς, ὃ ταὐτόν ἐστι τῷ φιλανθρώπως καὶ κοσμητικῶς τῶν συγγενῶν, ὅμως διὰ τὸ μίαν αὐτοὺς καὶ τὴν αὐτὴν φιλοσοφίαν κεκτῆσθαι τῆς ἀποκαταστάσεως ἰσοτίμως τυγχάνειν λέγονται, ἰσοχρονίως πτερούμενοι καὶ τῆς αὐτῆς ἀναγωγῆς ἀξιούμενοι. Ἐκ τοῦ τρίτου λόγου, κεφαλαίου δεκάτου.
PG 104:91Οὐ μάτην οὖν, φησί, νόμοι κείσονται τοῖς ἀνθρώποις, οὐδὲ λογισμὸς εἰκῇ δέδοται, οὐδὲ τὸ βουλεύεσθαι παρέλκει, οὐδὲ τὸ εὔχεσθαι περιττόν, εἰ πρόνοια τῶν ἀνθρωπίνων πραγμάτων ἡγοῖτο, νόμῳ καὶ δίκῃ τὰς ἀμοιβὰς τῶν προαιρέσεων τάττουσα. Οὐδὲ μήν, εἰ ταῦτα ἀναγκαῖα καὶ καλὰ καὶ σωτήρια, ἡ τῆς προνοητικῆς εἱμαρμένης τάξις ἀνῄρηται, ἡ τὸ ἐφ’ ἡμῖν τοῖς οὐκ ἐφ’ ἡμῖν παιδεύουσα πάθεσι. Δι’ ἀλλήλων δὲ ταῦτα βεβαιοῦται μᾶλλον ἢ διὰ θατέρου θάτερον ἀναιρεῖται. Προνοίας γὰρ οὔσης ἀνάγκη καὶ νόμους καὶ λογισμοὺς καὶ εὐχὰς πλείστας ἡμᾶς ὠφελεῖν, μὴ οὔσης δὲ οὐ μόνον ἀνόητα παντελῶς ταῦτα, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν ὑποστῆναι δυνάμενα. Διὸ καὶ τὸ ἐφ’ ἡμῖν τὴν πρόνοιαν συνεισάγει, καὶ ἡ πρόνοια τὸ ἐφ’ ἡμῖν. Ἡ γὰρ ἡμετέρα προαίρεσις τὴν δικαίαν εἱμαρμένην κρατύνει, καὶ αὐτὴ τὴν αὐτεξούσιον ἡμῶν κίνησιν βεβαιοῦται. Ἣν εἰ μὲν καθαρὰν καὶ λελογισμένην προσάγοιμεν τῷ θεῷ, νόμοις ἐμμένοντες καὶ εὐχαῖς χρώμενοι καὶ εὐβουλίαν τιμῶντες καὶ διὰ πάντων ἐπιμέλειαν ἑαυτῶν ποιούμενοι, τῶν μεγίστων ἀγαθῶν τευξόμεθα·
εἰ δὲ τἀναντία, πάντως που τῶν ἐπὶ τούτοις τεταγμένων δικῶν τὰς ἰατρικὰς οἴσομεν ἀλγηδόνας, πείρᾳ τὸ δέον μεταμανθάνοντες. Πρὸς αὐτὸ δὲ τὸ εὖ καὶ καλῶς ἡμᾶς διατεθῆναι, τῆς χείρονος καθαρεύσαντας προαιρέσεως, πλείστην φέρει συντέλειαν εὐχὴ καὶ νόμος καὶ συμβουλὴ καὶ τὰ τοιαῦτα, εἰς τάξιν ἄγοντα καὶ συμφωνίαν θεοπειθῆ τὴν ἡμετέραν διάνοιαν. Ὅτι οὐ τοιοῦτόν ἐστι, φησί, τὸ ἡμέτερον αὐτεξούσιον, ὡς ταῖς ἑαυτοῦ προαιρετικαῖς κινήσεσι πάντα μετατιθέναι δύνασθαι τὰ ὄντα καὶ τὰ γινόμενα. Οὕτω γὰρ ἂν οὐ μόνον καθ’ ἕνα ἕκαστον ἄνθρωπον κόσμος ἄλλος ἐγένετο καὶ ἄλλη βίου κατασκευή, μὴ τὰ αὐτὰ βουλομένων ἁπάντων ἡμῶν, ἀλλὰ καὶ ταῖς ἑκάστου διαθέσεσιν, εἴπερ δραστήριοι ἦσαν καὶ οὐσιοποιοί, συμμετέβαλλε τὰ πάντα ταῖς ὀξυρρόποις μεταβολαῖς τῶν ἀνθρωπίνων προαιρέσεων συναλλοιούμενα. Διὸ εὐλόγως ἡ δύναμις τοῦ ἀνθρωπίνου αὐτεξουσίου, εὐκινήτου ὄντος καὶ ἐφημέρου, ἀδρανής ἐστι παντελῶς ὡς ὑπόστασίν τινος ἢ μετάθεσιν, μὴ συνεργουμένη ἔξωθεν· ἀλλὰ δὴ τὰ ὄντα, φησί, μὴ μετατιθέτω ἡ ἀνθρωπίνη προαίρεσις, ἐπειδὴ θεῖος νόμος αὐτὰ φρουρεῖ, μηδὲ τῶν γινομένων ὅσα εἰς κοσμικὰς ἐνεργείας συντελεῖ.
PG 104:93Ὅτι οὐδενός ἐστι κυρία πλὴν ἑαυτῆς καὶ τοῦ ἑαυτὴν ἀμείνονα ἢ χείρονα ταῖς διαθέσεσιν ἀπεργάζεσθαι, κριτικὴ μόνον οὖσα τῶν ὄντων καὶ ἀποδεκτικὴ τῶν γινομένων, καὶ οὕτως ἀρετὴν ἢ κακίαν κτωμένη τῷ εὖ ἢ κακῶς ἐν ταῖς οἰκείαις ἐνεργείαις διατεθῆναι. Τὸ γὰρ αὐτεξούσιον τοῦτο μόνον ἐφ’ ἡμῖν εἶναι δηλοῖ τὴν μετάθεσιν ἡμῶν αὐτῶν πρὸς τὸ δοκοῦν ἡμῖν, τοῦ περικειμένου σώματος καὶ τῶν ἐκτὸς οὐ συναριθμουμένων τῷ αὐτεξουσίῳ. Εἰ γὰρ τὸ λεγόμενον ἐφ’ ἡμῖν, παρελθὸν τὴν οὐσίαν ἐν ᾗ ἵδρυται, καὶ ὥσπερ ἐν ἀλλοτρίᾳ χώρᾳ γενόμενον, ἄλλα ἐπ’ αὐτῷ εἶναι βουληθῇ, οἷον τὸ σῶμα ἢ τὴν κτῆσιν, μυρίων ἐναντιωμάτων πειράσεται, μὴ κατὰ σκοπὸν προβαινόντων αὐτῷ τῶν πραγμάτων, καὶ μυρίων δεήσεται τῶν συνεργούντων εἰ μέλλοι τι τούτων κατὰ νοῦν αὐτῷ γενήσεσθαι. Τὸ δὲ τὰ ἐναντιούμενα μὴ συμβῆναι καὶ τὰ συνεργοῦντα συμβῆναι οὐκ ἦν ἐφ’ ἡμῖν, ἀλλ’ ἄλλης τινὸς καὶ μακρᾶς ὑποθέσεως καὶ τῆς ἑπομένης ταύτῃ τάξεως, ἣν ἡ εἰμαρμένη ἐπιτελεῖν λέγεται, κρίσις θεία οὖσα ἐν τοῖς οὐκ ἐφ’ ἡμῖν, πρὸς τὴν ἀξίαν ἀμοιβὴν τῶν ἐφ’ ἡμῖν.
Οὐ γὰρ ἀναιρεῖται τὸ αὐτεξούσιον τῆς ἀνθρωπίνης ψυχῆς, εἰ τὰ ἐκτὸς αὐτῆς ἐπὶ τῷ θεῷ εἴη διανέμειν καὶ ἀποδιδόναι ἑκάστῳ πρὸς τὴν ἀξίαν τῶν διαθέσεων. Μάλιστα γὰρ τῆς πρὸς ἀρετὴν καὶ κακίαν αὐτοκινησίας ἡμῶν ἡ προνοητικὴ εἱμαρμένη δεῖται· οὐ γὰρ ἄλλως ἔσται δικαία ἡ ἄνισος διανομή, μὴ ὑπόθεσιν λαβοῦσα τὸ ἡμέτερον αὐτεξούσιον. Ὅτι ἐν τῷ τέλει τοῦ Τιμαίου ὁ Πλάτων, φησί, περὶ σωματικῶν παθῶν διαλεγόμενος καὶ τῆς τούτων θεραπείας, καθάρσεσι φαρμακευτικαῖς ἀπαγορεύει χρῆσθαι προχείρως, διὰ τὸ δεῖν περιμένειν τὴν κατὰ φύσιν τῶν νοσημάτων πέπανσιν καὶ μὴ ταῖς βιαίοις ἐκτομαῖς πολλαπλάσια ταῦτα ἀπεργάζεσθαι· καὶ οὕτως ἔκ τινος ἀκολουθίας προιὼν ἑκάστῃ νόσῳ χρόνον τινὰ φύσει τεταγμένον ἀποφαίνεται τῇ τῶν ζῴων συστάσει ἀνάλογον, ὧν ἡ σύνοδος γεννᾶται τεταγμένους, ὥς φησιν, ἔχουσα τοῦ βίου τοὺς χρόνους καὶ κατὰ γένος, οἷον ἵππος μὲν τοσάδε ἔτη ζήσειε τὸ μήκιστον, βοῦς δὲ τοσάδε, καὶ καθ’ ἕκαστον, οἷον ὅδε ὁ βοῦς συσταίη ἔτη δέκα, εἰ μὴ θηρίον ἢ ἄλλη τις ἔξωθεν συμπεσοῦσα περίστασις αὐτὸν προανέλῃ.
Εἶναι γὰρ ἐκ φύσεως ἀφωρισμένον χρόνον τινὰ ἑκάστῳ, μέχρις οὗ δυνατόν ἐστιν ἐξαρκεῖν τὴν σύστασιν, καὶ οὗ εἰς τὸ πέραν οὐκ ἂν ἔτι βιῴη. Μὴ πάντως δὲ πάντας πρὸς τὸν δυνατὸν τῆς συστάσεως ἀφικνεῖσθαι χρόνον διὰ τὰς ἔξωθεν βιαίους ἐπιφοράς, ἃς ἐφ’ ἡμῶν μὲν τὴν πρόνοιαν διατάττειν ἔφαμεν, ἐπὶ δὲ τῶν ἀλόγων ζῴων ὡς ἔτυχεν ἐπισυμβαίνειν. Μὴ γὰρ ἀνάγκην εἶναι, ὡς ἐπ’ ἀνθρώπων, οὕτω καὶ ἐπὶ τῶν ἀλόγων ζῴων ἢ τῶν φυτῶν, τὴν τάξιν τοῦ θανάτου φυλάττεσθαι πρὸς τὴν ἀξίαν τῆς ψυχῆς ἀποδιδομένην, ἐπεὶ μηδὲ ὁμοίως ἡμῖν ἐκεῖνα εἰς τὸν βίον παρέρχεται. Ἡμεῖς μὲν γὰρ κρίσει δικαστῶν δαιμόνων πρὸς τὴν τῶν βεβιωμένων ἡμῖν ἀξίαν λαγχάνομεν ἕκαστος βίον, ἐν ᾧ πάντα συνείληπται, ἔθνος, πόλις, πατήρ, μήτηρ, καιρὸς ἀποκυήσεως, σῶμα τοιόνδε, ἀναστροφαὶ καὶ τύχαι παντοῖαι τῷ βίῳ προσήκουσαι, τρόπος τελευτῆς καὶ καιρὸς ἀποτεταγμένος· καὶ τούτων ἁπάντων φύλαξ καὶ ἀποπληρωτὴς ὁ εἰληχὼς δαίμων ἕστηκεν. Ὧν οὐδὲν ἐπ’ ἐκείνων θεωρεῖσθαι πέφυκε. Τὰ γὰρ τῇ λογικῇ οὐσίᾳ ὡς λογικῇ προσήκοντα τῆς ἀλόγου φύσεως παντελῶς ἐστιν ἀλλότρια.
PG 104:95Οὐ δίκαιον οὖν ἐστι τῆς αὐτῆς ἀξιοῦσθαι προνοίας λογικὰ καὶ ἄλογα, ἀλλ’ ἐκεῖνα μὲν τῷ κατ’ εἶδος σῴζεσθαι τὴν ἀρκοῦσαν ἔχει πρόνοιαν (τοῦτο γὰρ μόνον ἀθάνατον καὶ ἀεὶ τὸ αὐτὸ διαμένον)· ἡμεῖς δὲ εἰ μὴ καθ’ ἕνα ἕκαστον προνοηθησόμεθα, ὥστε μηδὲν ἀλογίστευτον εἶναι τῇ προνοίᾳ τῶν καθ’ ἡμᾶς, τῆς προσηκούσης οὔπω τευξόμεθα κηδεμονίας. Πρέπει δὲ τοὺς πρὸς ἀριθμὸν ὡρισμένον ὑποστάντας ὑπὸ τοῦ δημιουργοῦ, ἑπομένους τῇ ἀπ’ ἐκείνου γενέσει καὶ καθ’ ἕνα ἕκαστον τῆς προνοίας αὐτοῦ μεταλαγχάνειν. Οὐ γὰρ δὴ μίαν εἰργάσατο ψυχήν, ἕκαστος δὲ ἡμῶν ὡς ἔτυχεν ἀπὸ ταύτης ἀπομερίζεται καὶ πάλιν εἰς ταύτην ἀνακιρνᾶται, ἀλλ’ ἑκάστην ἀνθρωπίνην ψυχὴν ἰδίοις ὅροις περιγεγραμμένην ὑπέστησε. Διὸ καὶ ἑκάστης ἐστὶ πρόνοια καὶ κρίσις καὶ δίκη καὶ κάθαρσις καὶ εἰς γένεσιν ἔκπεμψις καὶ βίου λῆξις προσήκουσα, καὶ τελευτὴ οὐκ ἀπὸ ταὐτομάτου συμβαίνουσα, καὶ μετὰ τὴν τελευτὴν εἰς Ἅιδου πορεία μετὰ ἡγεμόνος τοῦ τὴν ζωὴν ἡμῶν εἰληχότος δαίμονος.

Codex 252 — Life of Gregory the GreatCodex 252 — Vita Gregorii Magni

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐπὶ μὲν οὖν τῶν ἄλλων ζῴων καὶ φυτῶν καὶ προαιρέσεις ἡμέτεραι καὶ ἀλληλοφαγίας ἀναγκαῖαι χρεῖαι, παντοῖαι καὶ τυχηραὶ περιπτώσεις, ἐκβιάζονται ἕκαστα πρὸ τῆς κατὰ φύσιν διαλύσεως ἀτάκτως καὶ ἀορίστως φθείρεσθαι ὡς μήτε προβεβιωμένων αὐτοῖς δίκης ἐφεστώσης, μήτε ἐφ’ οἷς νυνὶ ποιοῦσιν ἢ πάσχουσι κρίσεως προσδοκωμένης. Ἐπὶ δὲ ἀνθρώπων θεσμοὶ προνοίας καὶ δαιμόνων κρίσεις καὶ βίων κλῆροι καὶ παλαιῶν ἁμαρτημάτων ἀμοιβαὶ τά τε ἄλλα καὶ τοὺς καιροὺς καὶ τοὺς τρόπους τῆς τελευτῆς ἀφορίζουσιν· ὥστε καὶ τὰ ἀπὸ προαιρέσεως ἐνεργούμενα καὶ τὰ ὡς ἔτυχε δοκοῦντα συμπίπτειν πρὸς τὴν ἑκάστου ἡμῶν εἱμαρμένην συνείρεσθαι καὶ τὴν τῆς ἀξίας ἀποπληροῦν δίκην, ἀεὶ τῶν παρεληλυθότων τοῖς ἐφεξῆς τὴν αἰτίαν τῆς συμβάσεως παρεχομένων, καὶ τοῦ ἐφ’ ἡμῖν τὰς τῶν οὐκ ἐφ’ ἡμῖν περιστάσεις ἐφελκομένου, τῷ τὰς ἀνθρωπίνας προαιρέσεις τοῖς εἱμαρμένοις ἀπευθύνεσθαι νόμοις, οὓς ὁ δημιουργὸς ἔταξε ταῖς ψυχαῖς. Ἀνεγνώσθη ἐκλογαὶ τοῦ θεαρέστου βίου Γρηγορίου, ὃς ἱεροπρεπῶς ἀρχιερατεύσας τῆς Ῥωμαίων ἐκκλησίας τοὺς βιωφελεστάτους τέσσαρας διαλόγους ἐφιλοπονήσατο.
PG 104:97Οὗτος ὁ θεῖος Γρηγόριος μητρὸς μὲν προῆλθεν ὄνομα Σιλβίας, οἴκου περὶ τὴν Ῥώμην λαμπροῦ, μονάζει δ’ ἐν τῇ μονῇ τοῦ ἁγίου Ἀνδρέου τοῦ ἀποστόλου, ᾗ ἐπώνυμον Κλειοσκαύριν, καὶ ὕστερον καθηγήσατο τῶν ἐν αὐτῇ, τἄλλα μὲν πράττων ἃ πράττειν ἔδει θεοφιλῆ, ἔργον δὲ διδοὺς τῇ χειρὶ καὶ τὸ γράφειν. Ἀρεταῖς δὲ τὸν βίον ἰθύνων ἐλεημοσύναις προέλαμπε. Μετὰ γὰρ πολλῶν ἄλλων, δι’ ὧν αὐτοῦ τὸ πρὸς τοὺς δεομένους ἔλεος καὶ ἡ συμπάθεια ἐγνωρίζετο, καὶ τοῦτο ἂν μάλιστα χαρακτηρίσειε τῆς φιλανθρωπίας αὐτοῦ καὶ ἐλεημοσύνης τὸ θαυμάσιον. Ἧκέ τις αἰτῶν ποτέ, καὶ τὴν τοῦ αἰτεῖν ἀνάγκην εἰς ναυάγιον ἀνῆπτεν· ὁ δὲ προθύμως δίδωσι χρυσοῦ νομίσματα ἕξ. Ὁ δ’ αὐτὸς ἐκ δευτέρου κατὰ τὴν αὐτὴν ἡμέραν ἐπελθὼν οὐκ ἐξαρκεῖν ἔλεγε πρὸς τὸ μέγεθος τῆς συμφορᾶς τὸ δοθέν, καὶ ᾔτει λαβεῖν. Ὁ δὲ πάλιν καὶ γνώμῃ καὶ δώροις τοῖς ἴσοις αὐτὸν ἐδεξιοῦτο. Καὶ τρίτον ἐφίσταται, τὰ ὅμοια τοῖς δευτέροις καὶ λέγων καὶ αἰτῶν· ὁ δὲ οὐδὲ τὸ τρίτον ἀλλοιότερος τῷ αἰτοῦντι κατέστη, ἀλλὰ κελεύει πάλιν διὰ τοῦ καὶ τὰ πρότερον διακονησαμένου ἴσην αὐτῷ καὶ ὁμοίαν τὴν ἐπίδοσιν παρασχεῖν.
Ἐπεὶ δὲ τῶν μὲν νομισμάτων οὐδὲν ὑπελείπετο, ἔμαθε δὲ ζητῶν ἐπιμελῶς ὅθεν τῷ δεομένῳ ἐπικουρήσειεν, ὡς ὁ ἐξ ἀργύρου πινακίσκος, ἐν ᾧ ἡ μήτηρ εἰώθει ὀσπρίων τινὰ διάβροχα πέμπειν τῷ παιδί, οὔπω ἀπεδόθη, τοῦτον ἐπιδοθῆναι τῷ αἰτοῦντι προστάττει. Ἀλλὰ ταῦτα μὲν τότε. Χρόνῳ δ’ ὕστερον κρίσει μὲν θείᾳ ψήφῳ δὲ τῶν ἱερῶν ταγμάτων τὸν ἀρχιερατικὸν λαχὼν ἰθύνειν θρόνον, δώδεκά τινας τῶν πενήτων, ὡς ἔθος πράττειν τοῖς πατριάρχαις, συνεστιαθῆναι κελεύει, καὶ συγκαλέσασθαι τούτους τὸν οἰκεῖον σακελλάριον ἐπιτρέπει. Ὡς δὲ τὸ πρόσταγμα τέλος ἔλαβε καὶ τὴν τράπεζαν οἱ δαιτυμόνες ἐπλήρωσαν, συνεωρᾶτο δὲ τῷ ἀρχιερεῖ καὶ τρισκαιδέκατος συνεστιώμενος, ᾐτιᾶτο τὸν καλέσαντα ἑνὸς προσθήκῃ τὸν ἀριθμὸν τῶν δώδεκα χυδαιώσαντα· ὁ δὲ ἀπηρνεῖτο τὸν ἐπείσακτον, καὶ ἀπηρίθμει τοὺς συνεστιωμένους, δεικνὺς ἐν τῷ ἀπερίττῳ τοὺς δώδεκα.
Ἐπεὶ δὲ ὁ ἱερὸς Γρηγόριος καὶ τρισκαιδέκατον ἔβλεπε, καὶ ἡ μορφὴ τούτου οὐ τῶν ἄλλων μόνον ἀλλὰ καὶ ἑαυτῆς πολλάκις ἐπὶ τὸ ξενίζον παρήλλατε, συνῆκε μὲν μὴ τῶν πολλῶν ἕνα τοῦτον εἶναι, ἀναστὰς δὲ τῆς τραπέζης καὶ τοῦτον ἰδίᾳ μετακαλεσάμενος ὅρκοις ἐδέσμει φρικτοῖς, ὅστις ποτὲ εἴη, δῆλον ποιῆσαι. Ὁ δὲ αὐτὸν ἐκεῖνον ἔφη εἶναι τὸν πάλαι ποτὲ τρὶς τῆς αὐτῆς ἡμέρας τὴν αἴτησιν προσενεγκεῖν ἀξιώσαντα καὶ τοσαυτάκις μὴ διαμαρτόντα τῆς αἰτήσεως· καὶ ἡ πρᾶξις ἐκείνη οὕτω τὸ θεῖον ἐξεθεράπευσεν ὡς ἐξ ἐκείνου μέχρι νῦν κρίσιν ἄνωθεν λαβεῖν σοὶ συμπαρεῖναι φύλακά τε τῆς ζωῆς καὶ ὁδηγὸν τῶν πρακτέων, ἄγγελον δὲ τὴν φύσιν Θεοῦ χρηματίζειν. Καὶ ὁ μέν, ἀκούσας ταῦτα, πεσὼν προσεκύνησε καὶ τῷ Θεῷ ηὐχαρίστησεν· ὁ δὲ ᾤχετό τε καὶ οὐχ ὁρώμενος τὸν εὐεργέτην διεφύλαττεν. Οὗτος ὁ θαυμάσιος Γρηγόριος πολλὰς μὲν καὶ ἄλλας ψυχωφελεῖς τῇ Ῥωμαίων συνετάξατο βίβλους, ὁμιλίας τε τὰ εὐαγγέλια ἀναπτύσσων προσωμίλησεν· ἀτὰρ δὴ καὶ βίους τῶν κατὰ τὴν Ἰταλίαν ἀξιολόγους, καὶ διηγήματα σωτηρίαν ἐκπαιδεύοντα συγκαταμίξας τούτοις, ἐν τέσσαρσι διαλόγοις ἐφιλοπονήσατο.

Codex 253 — Martyrium of the Seven Sleepers of Ephesus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 104:99Ἀλλὰ γὰρ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη οἱ τὴν Ῥωμαίων φωνὴν ἀφιέντες τῆς ἐκ τῶν πόνων αὐτοῦ ὠφελείας μόνοι ἀπήλαυον. Ζαχαρίας δέ, ὃς τοῦ ἀποστολικοῦ ἀνδρὸς ἐκείνου χρόνοις ὕστερον τοῖς εἰρημένοις κατέστη διάδοχος, τὴν ἐν τῇ Ῥωμαϊκῇ μόνῃ συγκλειομένην γνῶσιν καὶ ὠφέλειαν εἰς τὴν Ἑλλάδα γλῶσσαν ἐξαπλώσας κοινὸν τὸ κέρδος τῇ οἰκουμένῃ πάσῃ φιλανθρώπως ἐποιήσατο. Οὐ τοὺς διαλόγους δὲ καλουμένους μόνους, ἀλλὰ καὶ ἄλλους αὐτοῦ ἀξιολόγους πόνους ἐξελληνίσαι ἔργον ἔθετο. Ἀνεγνώσθη ἐκ τοῦ μαρτυρίου τῶν ἁγίων ἑπτὰ παίδων· ἐξ οὗ κεφαλαιώδης διετυπώθη χρεία. Ὅτι τὸ μαρτύριον τῶν ἁγίων ἑπτὰ παίδων Μαξιμιανόν, Ἰάμβλιχον, Μάρτιμον, Διονύσιον, Ἐξακουστουδιανόν, Ἀντωνῖνον καὶ Ἰωάννην, τούτους τοὺς ἑπτὰ τῶν εὐπατριδῶν ὄντας καὶ τὰ τῆς εὐσεβείας φρονεῖν καὶ κρατύνειν ἐπιγνωσθέντας, ἀχθῆναι μὲν ἐπὶ Δεκίου ἀναγράφει τοῦ τὴν Ῥωμαίων ἀρχὴν Θεοῦ παροράσει εἰς τυραννίδα διαφθείραντος, ἀχθέντας δὲ τὴν καλὴν ὁμολογίαν ὁμολογῆσαι, σχολῆς δέ τινος ἄλλης τὸν τύραννον μεθελκούσης ἄδειαν εὑρόντας καταφυγεῖν ἐπί τι σπήλαιον ἐν ὄρει πλησιάζοντι τῇ Ἐφεσίων διακείμενον μητροπόλει·
καὶ διακονεῖσθαι αὐτοὺς ἐν ὅσοις ἡ σωματικὴ ἐβιάζετο χρεία ὑφ’ ἑνὸς αὐτῶν, ὃν προεῖπεν Ἰάμβλιχον ὁ λόγος· μετὰ δέ τινα βραχὺν χρόνον μαθόντα καὶ τὴν φυγὴν καὶ τὸ χωρίον τῆς διατριβῆς καὶ τὴν δίαιταν, καὶ ὀργῆς ἐμπλέω γεγονότα, ἀναφραγῆναι τὸ τοῦ σπηλαίου στόμα προστάξαι, ὡς ἂν λιμῷ διαφθαρεῖεν οἱ μάρτυρες. Εἶτα μετὰ ἔτη δύο καὶ ἑβδομήκοντα καὶ τριακόσια, Θεοδοσίου μὲν τοῦ ἐκ τριγονίας τὴν βασίλειον ἀρχὴν διαδεξαμένου καὶ διέποντος, Μάρου δὲ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας τὰς ἱερὰς φροντίδας ἐγκεχειρισμένου, τὸ παράδοξον τοῦτο καὶ ὑπερφυέστατον θέαμα, ἐφάνησαν οἱ τοῦ Χριστοῦ καλλίνικοι μάρτυρες ἀναβεβιωκότες. Οἷς προσελθόντες ὅ τε βασιλεὺς καὶ ὁ ἐπίσκοπος (ἐκάλει γὰρ καὶ τὸν βασιλέα καὶ πόρρωθεν διατρίβοντα τὸ τοῦ θαύματος ὑπερθαύμαστον) μεθ’ ὧν καὶ ἄλλοι πολλοὶ προσέπεσάν τε τοῖς ποσὶν αὐτῶν, καὶ τῆς παρ’ αὐτῶν εὐχῆς ἠξιώθησαν καὶ εὐλογίας.
Συνεκάθισέ τε αὐτοῖς ὅ τε βασιλεὺς καὶ ὁ ἀρχιεπίσκοπος, καί τινος ὁμιλίας προελθούσης, δι’ ἧς καὶ τὰ κατὰ τοὺς ἁγίους ἐπὶ μᾶλλον ἐβεβαιοῦτο καὶ τὸ ἀδίστακτον προςελάμβανε, κατενώπιον αὐτοῦ τε τοῦ βασιλέως καὶ τῶν παρόντων, ἐν αὐτῷ πάλιν τῷ σπηλαίῳ ἐν ᾧ καὶ κατέκειντο, ἀνεπαύσαντο ἅμα, τῆς ἀδιαιρέτου τελευτῆς αὐτῶν ὑπ’ ὄψιν πάντων γεγενημένης ἐπιμαρτυρούσης αὐτῶν καὶ τὴν οὐχ ὁραθεῖσαν πρότερον τῆς παρούσης ζωῆς κοινὴν ἀναχώρησιν. Ὄγδοον δὲ καὶ τριάκοστον τηνικαῦτα Θεοδόσιος τῆς βασιλείας ἤνυεν ἔτος, ἡνίκα τὸ τῶν θαυμάτων ὑπερθαύμαστον τῇ οἰκουμένῃ ἀναδειχθῆναι τὸ θεῖον ᾠκονομήσατο. Ἐζήτει δὲ ἄρα καὶ ὁ τότε καιρὸς τοιοῦτον τεράστιον. Θεόδωρός τις, ὡς εἴθε μὴ ὤφελε, τῆς Αἰγέων πόλεως ἐπεσκόπει.
PG 104:101Οὗτος οὐκ οἶδ’ ὅθεν τοῦ τῆς ἀπιστίας σπάσας βορβόρου φωνὰς δυσωδίας ἀπηρεύγετο, τῆς τῶν νεκρῶν ἀναστάσεως καταψηφιζόμενος, καὶ πολλοὺς ἅμα τῶν σὺν αὐτῷ πρὸς τὴν οἰκείαν μεθέλκων ἀπόνοιαν, τοῦ δὲ θαύματος λαμπρὰς τὰς τῆς ἀναστάσεως ἀκτῖνας καθ’ ὅλην ἀφιέντος τὴν ὑφ’ ἡλίῳ, αὐτοί τε καὶ ὅσον Ἑλληνικὸν ὑπελείπετο, οἱ μὲν εἰς ἀμήχανον αἰσχύνην καὶ ἀφωνίαν κατεδύοντο, οἱ δὲ εἰς ἀμετάθετον ἐλπίδα τῆς ἀναστάσεως μετετίθεντο. Τίς δ’ ὁ τρόπος τῆς τοῦ σπηλαίου ἀνοίξεως, Ἀδόλιος ὁ τοῦ ὄρους τότε κύριος, ἐν ᾧ τὸ σπήλαιον λελατόμητο, μάνδραν θρεμμάτων οἰκοδομῆσαι κελεύει τοὺς παῖδας· καὶ τὸ προσταχθὲν ἐπὶ ἡμέρας δύο διεπράττετο. Ἡ δ’ οἰκοδομὴ αὐτοῖς ἐτελεῖτο μετακομιζομένων τῶν λίθων οἳ τὸ τοῦ σπηλαίου στόμα ἀπέφραττόν τε καὶ ἀπετείχιζον. Καὶ οὕτω μὲν ἠνεώχθη τὸ σπήλαιον, οἱ δ’ ἐγκατακείμενοι αὐτῷ μάρτυρες τηνικαῦτα παραδόξῳ Θεοῦ κρίσει ἀναβεβιωκότες ἀποστέλλουσι τὸν συνήθως αὐτοῖς πάλαι ὑπηρετησάμενον Ἰάμβλιχον τροφὰς ὠνήσασθαι καὶ κομίσαι· ὃς τὴν Ἐφεσίων καταλαβὼν πόλιν συλλαμβάνεται δι’ ἃ ἐκόμιζε νομίσματα, ὡς θησαυρῶν ἀρχαίων εὑρετής.

Codex 254 — Martyrium of the Apostle Timothy

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κἀκεῖθεν τὸ κατὰ τοὺς μάρτυρας θαῦμα εἰς ἀκοὰς πάντων περιηχούμενον διηπλοῦτο καὶ εἰς θέαμα προὔκειτο. Ἀνεγνώσθη ἐκ τῆς μαρτυρικῆς Τιμοθέου τοῦ ἀποστόλου συγγραφῆς. Ὅτι πρῶτον Τιμόθεον ἡ παροῦσα συγγραφή φησιν Ἐφέσου ἐπισκοπῆσαι, ῥοπάλοις δ’ ἀναιρεθῆναι, διότι τοὺς Ἐφεσίους διεκώλυε τὰς μυσαρὰς καὶ μιαιφόνους τῶν Ἑλλήνων ἐπιτελεῖν τελετάς, ὧν μία ἦν καὶ ἡ καλουμένη Καταγώγιον, καθ’ ἣν οὗτος, καὶ ὅτι ταύτην ἐξεκήρυττε, τοῦ μαρτυρικοῦ τέλους ἠξίωται. Δομετιανὸς δὲ τηνικαῦτα τῆς Ῥωμαϊκῆς ἀρχῆς καθειστήκει τύραννος. Τοῦ δὲ ἱεροῦ Τιμοθέου τρόπῳ τῷ εἰρημένῳ τὸν βίον λιπόντος, καὶ Δομετιανοῦ ἐξ ἀνθρώπων ἀποφθαρέντος, Νέρβα δὲ τοῦ Ῥωμαϊκοῦ κράτους τὸ σκῆπτρον ἀναδεδεγμένου, ὁ θεολόγος Ἰωάννης τῆς ὑπερορίου φυγῆς ἀφεθεὶς κατάγεται πρὸς τὴν Ἔφεσον, ἧς καὶ πρότερον ὑπὸ Δομετιανοῦ πεφυγάδευτο. Καὶ γὰρ ἐν ταύτῃ διέτριβε ναυαγήσας μὲν περὶ τὸν αἰγιαλόν, ἐκβρασθεὶς δὲ τῆς θαλάσσης ἐμπνέων ἔτι, ἡνίκα Νέρων ὁ ἐμμανὴς τὸν κατὰ τῶν Χριστιανῶν ἔπνει διωγμόν·
PG 104:103ὅτε καὶ τοὺς τόμους, οἳ ἀνέγραφον διαφόροις γλώσσαις τὰ σωτήρια τοῦ δεσπότου πάθη τε καὶ θαύματα καὶ διδάγματα, τούτους παρὰ τῶν κομιζόντων δεξάμενος διέταξέ τε καὶ διήρθρωσε, καὶ ἑνὶ ἑκάστῳ τῶν τριῶν εὐαγγελιστῶν τὸ ὄνομα ἐνηρμόσατο. Ἀλλὰ γάρ, ὅπερ εἶπον, ψηφίσματι Νέρβα τῆς ὑπερορίας ἀνακληθεὶς τῇ Ἐφεσίων ἐπέστη μητροπόλει, καὶ αὐτὸς δι’ ἑαυτοῦ, ἑπτὰ συμπαρόντων ἐπισκόπων, τῆς Ἐφεσίων ἀντιλαμβάνεται μητροπόλεως, καὶ διήρκεσε τὸν τῆς εὐσεβείας κηρύσσων λόγον ἄχρι τῆς βασιλείας Τραιανοῦ. Ταῦτα δὴ καὶ τοιαῦθ’ ἕτερα διηγεῖται τὸ μαρτύριον ἁπλουστέρᾳ φράσει τοῦ ἁγίου Τιμοθέου. Ὅτι ὁ ἀπόστολος Τιμόθεος ὑπὸ τοῦ μεγάλου Παύλου καὶ χειροτονεῖται τῆς Ἐφεσίων μητροπόλεως ἐπίσκοπος καὶ ἐνθρονίζεται. Ὅτι ἡ παρὰ τοῖς Ἐφεσίοις δαιμονιώδης καὶ βδελυκτὴ ἑορτή, ἡ λεγομένη καταγώγιον, τόνδε τὸν τρόπον ἐτελεῖτο·

Codex 255 — Martyrium of St Demetrius

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
προσχήματα μὲν ἑαυτοῖς ἀπρεπῆ περιετίθεσαν, πρὸς δὲ τὸ μὴ ἐπιγινώσκεσθαι προσωπείοις κατακαλύπτοντες τὰ ἑαυτῶν πρόσωπα, πολλά τε καὶ εἴδωλα ἐπιφερόμενοι καί τινα ᾄδοντες ᾄσματα, ἐπῄεσάν τε ἀνδράσι καὶ σεμναῖς γυναιξὶ κατὰ λῃστρικὴν ἔφοδον, καὶ φόνους εἰργάζοντο κατὰ τοὺς ἐπισήμους τόπους τῆς πόλεως, καὶ ἔπραττον προθύμως τὰ ἄθεσμα, ὡς ἐνθέσμοις ἔργοις τοῖς ἀθεμίτοις καλλωπιζόμενοι. Ἀνεγνώσθη ἐκ τοῦ μαρτυρίου τοῦ ἁγίου μεγαλομάρτυρος Δημητρίου, εἰς τὸν αὐτὸν τρόπον ἐκδεδομένον. Οὗτος ὁ τοῦ Χριστοῦ μάρτυς Δημήτριος, κῆρυξ ὢν καὶ διδάσκαλος τῆς εὐσεβείας, τοὺς ἀποστολικοὺς δρόμους καὶ τοὺς ἀγῶνας ἐμιμεῖτο, καὶ τὴν Θεσσαλονικέων πόλιν τῷ φωτὶ τῶν αὑτοῦ κηρυγμάτων τοῦ τῆς πλάνης σκότους ἀπάγων Χριστῷ προσῆγεν· ἦν δ’ αὐτῷ καὶ ὁ βίος συνεξαστράπτων τοῖς δόγμασι. Μαξιμιανὸς δὲ τότε ὁ θεόμαχος ἐβασίλευε, καὶ τῇ τῆς Θεσσαλονικῆς πόλει ἐπεχωρίαζεν, ἐπορεύετο δὲ ἐπὶ θέαν μονομάχων, καὶ ὁ μάρτυς αὐτῷ δεδεμένος, πλησίον που γενομένῳ τοῦ σταδίου, ὑπὸ τῶν τῆς ἀσεβείας ὑπηρετῶν ὡς τὰ χριστιανῶν καὶ φρονῶν καὶ κηρύσσων προσάγεται.
Ὁ δὲ πρὸς τὴν θέαν σπεύδων τὸν ἅγιον κελεύει (παρὰ τὸ στάδιον γὰρ λουτρὸν δημόσιον ἐγειτόνευεν) ἔν τινι τούτου φρουρεῖσθαι καμάρᾳ. Ἦν δὲ τῶν μονομάχων ὁ μάλιστα τῷ τυράννῳ καὶ φιλούμενος καὶ δοκῶν κατὰ πάντων ἀριστεύειν Λυαῖος ὄνομα. Ὁ δὲ μέλλων κατ’ ἐκείνην τὴν ἡμέραν ἀνταγωνίζεσθαι αὐτῷ εἷς μὲν ἦν τοῦ δήμου, νέος δὲ τὴν ἡλικίαν, καὶ τὴν κλῆσιν Νέστωρ. Ὁ δὲ τύραννος ἔδοξεν αὐτοῦ τῆς ἡλικίας, καίτοι μιαιφονίαν κατὰ πάντων πνέων, φείδεσθαι· καὶ χρήματα μέν, ὧν ἐρῶντα πρὸς τὴν τοῦ τηλικούτου ἀνταγωνιστοῦ μονομαχίαν ἐπιρρίπτειν ἑαυτὸν ἐνόμιζε, δώσειν ὑπισχνεῖτο, ἀποστῆναι δὲ τοῦ ἀγῶνος ὡς ὀλεθρίου αὐτῷ ἐσομένου παρῄνει. Ὁ δὲ Νέστωρ οὐκ ἔφη χρημάτων, δόξης δ’ ἐρᾶν τῆς δι’ ὧν ἀναιρεθείη Λυαῖος τῷ ἀνελόντι φυομένης. Καὶ τοῦτο εἰπὼν συμπλέκεται τῷ παρὰ πάντων ὑμνουμένῳ ἀριστεῖ, θᾶττον δὲ καταβάλλει καὶ ἀναιρεῖ. Καὶ τυγχάνει μὲν τῶν ἀποκειμένων τοῖς κρατοῦσι βραβείων οὐδενός, πληροῖ δὲ τὸν τύραννον ἀφορήτου λύπης καὶ ὀργῆς. Καὶ ἀνίσταται τῆς καθέδρας θυμομαχῶν ὁ δυςσεβής, καὶ οἴκαδε ἐπανῄει.
PG 104:105Ἐπεὶ δὲ αὐτῷ τινες λόγους ἔφερον περὶ τοῦ μάρτυρος Δημητρίου, ἅτε δὴ μεθύων καὶ τῷ θυμῷ καὶ τῇ ἀσεβείᾳ, καὶ ἅμα νομίσας ὡς οἰωνὸς αὐτῷ γέγονεν οὐκ ἀγαθὸς ἡ κατὰ τὸ στάδιον ἀπιόντι τοῦ ἁγίου συνάντησις, λόγχαις ἐν οἷς καθεῖρκτο τόποις κελεύει τοῦτον ἀναιρεθῆναι. Τὸ δὲ σῶμα τοῦ μάρτυρος οἱ τότε τῶν εὐσεβούντων λάθρᾳ καὶ νυκτός, καθ’ ὅσον αὐτοῖς ὁ τῶν δυσσεβούντων φόβος συνεχώρει, ἐν αὐτοῖς τοῖς ἐρειπίοις ἐν οἷς τὴν σφαγὴν ὑπέστη, τὴν γῆν ἀνορύξαντες θάπτουσι. Καὶ χρόνον οὕτως ἔμεινεν ἐφ’ ἱκανόν, ἐν ὕβρει μὴ ὑβριζόμενος· τῶν γὰρ θαυμάτων ἡ χάρις καὶ τῶν ἰάσεων ἡ εὐφημία τὴν ὕβριν ἀπήλαυνε. Λεόντιος δέ τις ἀνὴρ θεοφιλέστατος χρόνοις ὕστερον τῆς ἐπαρχότητος, ἣ διεῖπε τὸ Ἰλλυρικόν, τὸν θρόνον λαχών, περικαθάρας τὸ χωρίον ἐν ᾧ τὸ τοῦ μάρτυρος ἀπέκειτο λείψανον, καὶ εὐρύνας ἀνεγείρει τὸν περιώνυμον οἶκον τῷ μάρτυρι, κοινὸν ἱλαστήριον καὶ προσφύγιον οὐ τῇ Θεσσαλονικέων μόνῃ πόλει ἀλλὰ καὶ πᾶσι τοῖς πέρασιν.

Codex 256 — Vita of Metrophanes and Alexander

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀνεγνώσθη ἐκ τοῦ λόγου ὃς ἐπιγέγραπται Πολιτεία τῶν ἁγίων πατέρων ἡμῶν Μητροφάνους καὶ Ἀλεξάνδρου, ἐν ᾧ καὶ ὁ βίος Κωνσταντίνου τοῦ βασιλέως, τὴν αὐτὴν διὰ τῆς ἐκδόσεως παρεχόμενος χρείαν. Ἐννεακαιδεκάτῳ ἔτει τῆς Διοκλητιανοῦ βασιλείας, τῆς δὲ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας πέμπτου καὶ τριακοστοῦ ἔτους, πάλιν ὁ καθ’ ἡμῶν ἐκρατύνθη διωγμός· ἐν ᾧ χρόνῳ Κωνσταντῖνος ἔφηβος ἦν, ὁ παῖς Κωνσταντίου. Τὸν Κωνσταντῖνον δέ, οὐκ οἶδ’ ὅθεν ὁ συγγραφεὺς μαθών, καὶ τὰ ἱερὰ γράμματα παρὰ τοῦ πατρὸς μαθεῖν, ἀλλὰ καὶ Καίσαρα παρ’ αὐτοῦ χειροτονηθῆναι ἀναγράφει· καταστῆναι δὲ καὶ εἰς θέαν Κωνσταντίνου ἐν τοῖς ἐφήβοις τελοῦντος ἐν Παλαιστίνῃ, ἡνίκα συνῆν Διοκλητιανῷ κατὰ τῆς Αἰγύπτου στρατεύοντι· ἐπανάστασις δέ τις ἐκίνει τὸν πόλεμον. Ὅτι φησὶ τὸν Μαξιμιανὸν ἐνεδρεύοντα τὸν Κωνσταντῖνον ἀνελεῖν μὴ λαθεῖν· διὸ καὶ πρὸς τὸν πατέρα φεύγει. Καὶ τελευτῶντα καταλαβὼν χειροτονεῖται παρ’ αὐτοῦ τῆς βασιλείας διάδοχος. Τότε καί φασιν εἰπεῖν τὸν εὐσεβῆ Κωνστάντιον· «Νῦν ὁ θάνατός μοι τῆς ζωῆς ἡδύτερος, μέγιστον ἐντάφιον λαβόντι τὴν σὴν ἡγεμονίαν, υἱέ μου.
PG 104:107Τὸ γὰρ καταλιπεῖν ἐπὶ γῆς βασιλέα τὰ χριστιανῶν δάκρυα περιμάξαι δυνάμενον καὶ στῆσαι τὸν ἄδικον φόνον, ὃν Μαξιμιανὸς οὐ λήγει κατὰ τῶν χριστιανῶν παλαμώμενος, ἤδη μοι τὴν μακαρίαν δίδωσι λῆξιν». Τρίτον δ’ ἤδη τότε ἦν ἔτος τοῦ καθ’ ἡμῶν διωγμοῦ, ἐν ᾧ καὶ Κωνστάντιος πρὸς τὴν ἄφθαρτον βασιλείαν τὴν ἐπίκηρον ἤμειψε, καὶ τὸν υἱὸν ἀνακηρύξας βασιλέα κήρυκα τῆς εὐσεβείας καὶ τῶν χριστιανῶν ὑπέρμαχον καταλέλοιπεν. Ὅτι φησί, Σεβήρου νόσῳ τελευτήσαντος Λικίννιος ὁ ἐπ’ ἀδελφῇ γαμβρὸς Κωνσταντίνου βασιλεύει, τὴν δὲ λοιπὴν τῆς ἑῴας μοῖραν Μαξιμιανὸς ἐπεῖχε. Μαξέντιος δὲ τῆς κατὰ Ῥώμην ἦρχεν, ἀδελφιδοῦς ὢν Μαξιμιανοῦ· καὶ γὰρ ὁ μὲν ἦν Μαξιμιανοῦ τοῦ προτέρου, ὁ δὲ Διοκλητιανοῦ. Ὅτι Κωνσταντῖνος ὁ εὐσεβὴς βασιλεύς, τοὺς μιαιφόνους φόνους καὶ τὰς διαφθορὰς τῶν παρθένων καὶ τὰς ἁρπαγὰς τῶν ἀλλοτρίων γυναικῶν καὶ τὰς βίας, αἷς ὁ ἐξάγιστος ἐνετρύφα Μαξέντιος, ἀκοῇ μαθών, καὶ τῶν ἐν Ῥώμῃ διαπρεσβευσαμένων σφίσιν αὐτοῖς σωτῆρα καὶ λυτρωτὴν γενέσθαι, παραινεῖ μὲν διὰ γραμμάτων τὸν τύραννον ἀποσχέσθαι τῶν ἐκθέσμων ἔργων, οὐ πείθων δὲ λόγοις ἅπτεται πολέμου.
Καὶ συμπλακεὶς μάχῃ τὰ πρῶτα μὲν ἐγγὺς γίνεται τοῦ λαβεῖν τὸ ἧττον· φανέντος δ’ αὐτῷ κατὰ τὸν οὐρανὸν τοῦ τύπου τοῦ σταυροῦ, φωτὶ ἀύ̈λῳ ἐγκεχαραγμένου καὶ γράμμασι τῆς αὐτῆς ὕλης εὐαγγελιζομένου τὴν νίκην (ἔλεγε γὰρ τὸ γράμμα «Ἐν τούτῳ νίκα»), συμβαλὼν τοῖς πολεμίοις καὶ τοῦ πολέμου καὶ τοῦ τυράννου σκυλεύει τὸ κράτος. Πρὸ δὲ τῆς συμπλοκῆς τὴν θείαν ὄψιν εἰς τροπαίου σχῆμα μορφώσας καὶ χρυσοκολλήτοις λίθοις ἁρμόσας ἐδίδου φέρειν τοῖς προιππεύουσι. Καὶ γίνεται μὲν Μαξέντιος αὐτοῦ θήραμα· οἷς γὰρ ἐνήδρευε Κωνσταντῖνον θηράτροις, αὐτὸς ἐθηράθη. Ἐπήγνυ μὲν γὰρ πρὸ τῆς Ῥώμης περὶ τὴν Μουλίαν γέφυραν δόλου γέφυραν ἄλλην, δι’ ἧς ἤλπιζε τὸν Κωνσταντῖνον ἐπελαύνοντα διαφθαρῆναι· τῆς τροπῆς δὲ τῶν ἀπὸ Ῥώμης ὀξείας καὶ σὺν ταράχῳ πολλῷ γεγενημένης, αὐτὸς ὁ τοῦ δόλου τεχνίτης σὺν τοῖς ἑπομένοις, διαρραγείσης αὐτοῖς τῆς σεσοφισμένης γεφύρας, κατέδυ τε εἰς τὸν ποταμὸν καὶ ἐξέπιε τὸν θάνατον. Ἀλλ’ οὕτω μὲν καὶ Μαξέντιος διεφθάρη καὶ εἰς Κωνσταντῖνον ἡ ἐκείνου μερὶς περϊίσταται· καὶ τὸ ὑπήκοον οὐ μόνον ἀνέπνευσε τῶν ἀνηκέστων κακῶν, ἀλλὰ καὶ ἐν εὐδίᾳ πάσῃ ἑώρταζε.
Λικίννιος δὲ τὴν Ἕλληνα δόξαν συγκροτῶν ἐξεμαίνετο κατὰ τῶν εὐσεβῶν, τὰ πρῶτα μὲν λάθρᾳ φόβῳ τοῦ κηδεστοῦ, ὕστερον δὲ καὶ κατὰ τὸ ἐμφανές· χρονίζον γὰρ καὶ ὑποστρεφόμενον ἔνδον τὸ δεινὸν ὡς τὰ πολλὰ συγκεκλεισμένον μένειν οὐ δύναται, ἀλλὰ διὰ τῶν ἐκτὸς θριαμβεύει καὶ τὸ πάλαι μελετώμενον. Ὁ τοίνυν κατὰ τῶν χριστιανῶν ἀδιήγητος διωγμὸς κινεῖ τὸν εὐσεβῆ βασιλέα κατὰ τοῦ δυσσεβεστάτου γαμβροῦ εἰς μῖσος δίκαιον, καὶ τὸ μῖσος τὸν πόλεμον ἔτικτε. Πολλῆς δὲ καὶ παντοδαποῦς συγκροτουμένης μάχης κατά τε γῆν καὶ κατὰ θάλασσαν ἡττᾶται Λικίννιος, καὶ τῇ τοῦ βασιλέως φιλανθρωπίᾳ πεποιθὼς ἑαυτὸν ἐκδίδωσι. Καὶ μάτην θαρρεῖν οὐκ ἠλέγχετο· ἀφίεται μὲν γάρ, πολλῶν ὑπεύθυνος ὢν τιμωριῶν, ἀτιμώρητος, καὶ ἡ Θεσσαλονίκη αὐτῷ σὺν ἀδείᾳ ζῆν ἁπάσῃ διατριβὴ ἀφορίζεται. Ὁ δὲ τὸ φιλάνθρωπον εἰς τὸ τὴν ἧτταν ἀναμάχεσθαι ἀπονοίας ποιησάμενος ὅπλον, τὴν ἐπανάστασιν ἐγχειρίζεται, ἥτις αὐτὸν καὶ τοῦ βίου τῷ δικαίῳ ξίφει διέτεμεν. Ὅτι τελευτᾷ μὲν ὁ ἱερομάρτυς Πέτρος, καὶ Ἀχιλλᾶς τὸν Ἀλεξανδρείας θρόνον καὶ τὸν ἅγιον διαδέχεται, τοῦτον δὲ Ἀλέξανδρος.
PG 104:109Τῆς ἐκκλησίας δὲ τῶν διωγμῶν ἤδη λοιπὸν ἠλευθερωμένης καὶ τοῖς τῶν μαρτύρων ἄθλοις σεμνυνομένης, τὸ ἐγκόλπιον κακὸν καὶ τῆς οἰκουμένης ὁ τάραχος Ἄρειος τὴν εὐφροσύνην τῆς ἐκκλησίας εἰς κατήφειαν πάλιν συνέστελλεν· ἐν κτίσμασι γὰρ κατῆγε τὸν τοῦ Θεοῦ υἱὸν καὶ Θεόν, οὗ χειρὸς ἔργον ἡ σύμπασα κτίσις. Ἐπεὶ δ’ ὁ Ἀλεξανδρείας Ἀλέξανδρος καὶ νουθετῶν καὶ παρακαλῶν ἀπεῖπεν (ἐνίκα γὰρ τῶν ζιζανίων τὸ βάθος τὸν σπόρον τοῦ λόγου), ἐκτέμνει τοῦτον καθαιρετικῇ μαχαίρᾳ τῆς ἐκκλησίας. Ὅτι Εὐσέβιος ὁ τὴν Βηρυτὸν μὲν ὑπεριδών, τὴν δὲ Νικομηδέων ἐκκλησίαν ἐποφθαλμίσας, ἐπεὶ μὴ δίκην ἔδωκε τῆς ἁρπαγῆς ἐπαρθείς, Ἄρειόν τε καὶ τοὺς τῆς αἱρέσεως συνεραστὰς διὰ προνοίας τῆς πρώτης ἦγεν· ὧν ἐπίσκοποι μέν ποτε γεγονότες Σεκοῦνδος ὑπῆρχε καὶ Θεωνᾶς, ἐν δὲ διακόνοις καὶ πρεσβυτέροις Ἄρειός τε ἡ τῆς αἱρέσεως ἀρχὴ καὶ Ἀχιλλᾶς καὶ ἄλλος Ἄρειος καί τινες ἕτεροι τῆς αὐτῆς καὶ τιμῆς καὶ φατρίας, ἀριθμὸν ἀπαρτίζοντες τὸν ἐννέα. Οὓς καὶ καθεῖλε σύνοδος ἐγγὺς ἑκατὸν ἐπισκόπων, οἳ ἐξ Αἰγύπτου καὶ Λιβύης συνεληλύθεσαν, ὑπαγαγόντες καὶ τῷ ἀναθέματι.
Ὧν τὴν ἀκοὴν Κωνσταντῖνος οὐκ ἀναλγήτως ἐνεγκών, ἀποστέλλει πρὸς τὴν Ἀλεξάνδρειαν Ὅσιον μὲν τοὔνομα ὅσιον δὲ τὸν βίον (πόλις δ’ αὐτὸν ηὔχει μία τῶν Ἱσπανίων, ἡ Κουδρούβη), ἐγχειρίζει δ’ αὐτῷ καὶ γράμματα πρός τε τὸν ἀρχιερέα Θεοῦ Ἀλέξανδρον καὶ πρὸς Ἄρειον τὸν τῆς ἀσεβείας διαγεγραμμένα γεννήτορα, ὧν τὰ μὲν ᾔτει φιλανθρωπευθῆναι πρὸς Ἄρειον, τὰ δὲ προσέταττεν ἀποστῆναί τε τῆς λύσσης καὶ τὸ φρόνημα τῆς ἐκκλησίας ἀνθελέσθαι, παρῄνει δὲ καὶ τῆς πρὸς ἀλλήλους ἔριδος καὶ ἀντιλογίας ἀναχωρεῖν ὡς πολλῶν κακῶν αἰτίας ταύτης ἐν πολλοῖς γινομένης. Ἐπεὶ δὲ τὸ τοῦ Ἀρείου νόσημα οὔτε τῇ τοῦ περιβοήτου Ὁσίου παρουσίᾳ καὶ διδασκαλίᾳ, οὔτε τῇ τοῦ βασιλέως νουθεσίᾳ προσεδέχετο τὴν θεραπείαν, σύνοδον ἀρχιερέων ἐν τῇ κατὰ Βιθυνίαν Νικαίᾳ ὁ βασιλεὺς συγκροτεῖ· ἧς τῶν ἐπισκόπων συνεδριαζόντων αὐτὸς εἰς τὸ μέσον στὰς οὐκ ἄλλως ἠνέσχετο καθεσθῆναι ἢ τοῦ ἱεροῦ χοροῦ ἐπινεύσαντος αὐτῷ.
Καὶ τῆς μὲν Ἀρείου αἱρέσεως Εὐσέβιός τε ὁ Νικομηδείας καὶ Θεογόνιος ὁ Νικαίας καὶ Μάρης ὑπερήσπιζον ὁ Καλχηδόνος, τῆς δ’ εὐσεβείας Ἀλέξανδρος ὁ Κωνσταντινουπόλεως πρεσβύτερος, καὶ τὸ πρόςωπον τοῦ ταύτης ἀρχιερέως ἐπέχων (Μητροφάνης γὰρ ὁ ὅσιος διά τε βαθὺ γῆρας καὶ νόσον οὐ παρῆν)· μεθ’ ὧν Ἀθανάσιός τε ὁ τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας ἀρχιδιάκονος, καὶ ὁ ταύτης ἀρχιερεὺς Ἀλέξανδρος. Παρῆσαν δὲ τῇ συνόδῳ καί τινες ἱερατικὴν μὲν χάριν οὐκ ἔχοντες, ἀλλ’ οὐδὲ τὰ χριστιανῶν τετελεσμένοι, ἐπὶ δὲ διαλεκτικῇ δυνάμει μέγα ὄνομα φέροντες· οὓς ἐν τῷ ἀπλάστῳ καὶ ἀκατασκεύῳ τῆς τοῦ Θεοῦ σοφίας λόγῳ τινὲς τῶν ἱερῶν γερόντων καὶ τῇ ἐνοικούσῃ θείᾳ χάριτι ἐζώγρησάν τε, καὶ τῆς πλάνης ἐκκαθάραντες τῆς τε ἑλληνικῆς καὶ τῆς Ἀρείου, ἧς ὑπερηγωνίζοντο μάλιστα, τῆς Χριστοῦ ποίμνης γενέσθαι παρεσκεύασαν. Ἐν τῇ συνόδῳ δὲ παρῆν καὶ Παφνούτιος ὁ θαυμάσιος, Αἰγύπτιος μὲν τὸ γένος, ὁμολογητὴς δὲ τοὺς ἄθλους, οὗ καὶ Μαξιμιανὸς ὁ μισόχριστος τόν τε δεξιὸν ἐξώρυξεν ὀφθαλμὸν καὶ τὴν λαίαν ἐνευροκόπησεν ἀγκύλην καὶ μεταλλείαις ἐκακούχησεν, ἀνὴρ ὑπερφυῶν ἔργων πολλῶν καὶ δυνάμεων δημιουργός·
PG 104:111ὃν καὶ ὁ φιλοθεώτατος βασιλεὺς διὰ πάσης τε ἦγε τιμῆς, καὶ κόρον οὐκ ἐλάμβανε καταφιλῶν τὸν διωρυγμένον αὐτοῦ ὀφθαλμόν. Ἀλλὰ καὶ Σπυρίδων ὁ σεβάσμιος συνῆν, περὶ οὗ βραχέα τινὰ ἐκ μυρίων ὁ λόγος ἐρεῖ. Ἐποίμαινεν αὐτός ποτε τὰ πρόβατα αὑτοῦ ἐν τῷ τῆς ἐπισκοπῆς τελῶν ἀξιώματι· λῃσταὶ δ’ ἐπῄεσαν τῇ ποιμνῇ καὶ δεσμοῖς ἀοράτοις ἐπεπέδηντο. Καὶ καταλαβὼν δεδεμένους οὓς αὐτὸς εὐχαῖς ἐδέσμησε, λύει μὲν τῶν δεσμῶν σοφίᾳ τῇ ἴσῃ, ἐπιδίδωσι δὲ καὶ κριόν, μισθὸν αὐτοῖς ἐσόμενον εἰπὼν τῆς νυκτερινῆς ταλαιπωρίας. Παρθένον δὲ θυγατέρα σύνοικον εἶχε, καὶ αὕτη τινὸς παραθήκην λαβοῦσα μετήλλαξε τὸν βίον· καὶ ὁ παραθέμενος τὸ χρυσίον (ἔσταλτο γὰρ εἰς ἀποδημίαν) ἐπανελθὼν ἐζήτει τὸ χρυσίον. Συνεξηρεύνα οὖν καὶ ὁ Σπυρίδων, καὶ οὐχ εὑρίσκετο. Διὸ ἐφίσταται τῷ τῆς θυγατρὸς τάφῳ καὶ· «Ὢ τέκνον Εἰρήνη, φησί (τοῦτο γὰρ ὄνομα τῇ παρθένῳ) ποῦ ἡ παραθήκη;» Ἡ δὲ ἀποκρίνεται τοῦ τάφου, καὶ τὸ χωρίον ἀναδιδάσκουσα καὶ τῆς εὑρέσεως τὸν τρόπον. Καὶ ἀνευρὼν ῥᾳδίως τὴν παραθήκην ἀποκαθίστησι τῷ παραθεμένῳ. Ἀλλὰ τούτοις μὲν ὡς ἐξ ὀνύχων δηλοῦμεν τὸν λέοντα.
Οὗτοι οὖν οἱ τρισόσιοι καὶ τὸ ἄλλο τῶν τοῦ Θεοῦ ἀρχιερέων σύνταγμα καταδιδάσκουσιν αὐτῇ δυσσεβείᾳ τόν τε Ἄρειον καὶ τοὺς σὺν αὐτῷ, καὶ ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν ἀνεκήρυξαν, ὁμοφώνους τὰς ψήφους θέμενοι. Τινὲς δέ, εἰς ἑπτακαίδεκα τὸν ἀριθμὸν συμπληρούμενοι, εἰς τὴν Ἀρείου λύσσαν ἀποκλίνειν ἔδοξαν. Ἀλλὰ τούτων ὑπερορίας βασιλικῇ ψήφῳ κυρωθείσης, ἓξ μόνοι τῇ δυσσεβείᾳ διέμειναν, τῶν ἄλλων παλινῳδίαν ἐνδειξαμένων καὶ τῷ τῆς εὐσεβείας φρονήματι, εἰ καὶ μὴ ἐξ εἰλικρινείας, ἀλλ’ ὑφάλῳ γνώμῃ συνδεδραμηκότων, ὧν ἦν κορυφαῖος ὁ Νικομηδείας Εὐσέβιος. Ἐντεῦθεν αἱ ἁπανταχοῦ ἐκκλησίαι τῶν πολλῶν θορύβων καὶ στάσεων πρὸς εἰρήνην ἀνέπνευσαν. Καὶ Ὅσιος μὲν ὁ Κουδρούβης, ἅμα τῶν οἱ συνεπομένων, τὰς συνοδικὰς φέρων πράξεις τοῖς ἑσπερίοις τὴν εἰρήνην ἐβράβευε, τοῖς δὲ κατ’ Αἴγυπτον καὶ Λιβύην ὁ θερμὸς Ἀθανάσιος.
Ἀλέξανδρος δὲ καίτοι πρὸς γῆρας ἐλαύνων (ἑβδομηκοντούτης γὰρ ἦν) τοῖς κατὰ τὴν Θρᾴκην ὅμως καὶ τὸ Ἰλλυρικὸν τὸ τῆς ὁμονοίας καὶ εἰρήνης τῶν ἐκκλησιῶν πόνους ὑφίστατο διακομίζειν εὐαγγέλιον, συνέκδημον ἔχων τὸν πανόλβιον Παῦλον, ἀναγνωστῶν τηνικαῦτα καὶ ὑπογραφέων τῆς κατὰ Κωνσταντινούπολιν ἐκκλησίας πληροῦντα βαθμόν· ὃς καὶ κατὰ τὴν σύνοδον δωδέκατον ἔτος ἐκ γενέσεως ἄγων τῷ Ἀλεξάνδρῳ συνδιέτριβεν. Ἀλλὰ ταῦτα μετ’ ὀλίγον· πρότερον δὲ εἰς θέαν ἧκε τοῦ πανοσίου Μητροφάνους, καὶ τοῖς μὲν εὐαγγελίοις καὶ τῇ παρουσίᾳ εὐφράνας, οὐκ εὐφράνας δ’ οἷς ἀποδημεῖν ἔμελλε, μετ’ εὐχῶν πρὸς τὴν καταπεπιστευμένην αὐτῷ διακονίαν ἐστέλλετο. Διελθόντες δὲ Θρᾴκην τε καὶ Μακεδονίαν καὶ Θεσσαλίαν καὶ Ἀχαί̈αν πᾶσαν καὶ Ἑλλάδα καὶ τὰς ἠπείρους οὐδὲ τῶν νήσων ὠλιγώρησαν, ἀλλ’ ἐπιπλεύσαντες ἅπαν ἀνέσπων ἐκ ῥιζῶν αὐτῶν ζιζάνιον, τὸν εὐγενῆ δὲ σπόρον τῶν εὐαγγελικῶν δογμάτων καὶ συνοδικῶν κηρυγμάτων διέσπειρον.
PG 104:113Ὅτι τῆς συνόδου τέλος διὰ τριῶν ἥμισυ λαβούσης ἐτῶν (καὶ γὰρ ἤρξατο μηνὸς ἀπριλλίου πεντεκαιδεκάτην ἀνύοντος, ἐπερατώθη δὲ τῆς τριετίας πάλιν τὸν ἀπρίλλιον καταλαβούσης καὶ μέχρι σεπτεμβρίου διαδραμούσης· οὕτω γὰρ ὁ σοφὸς Ἀλέξανδρος τὰ πεπραγμένα γράφων τότε τῆς συνόδου ἐπεσημήνατο) τελεσθείσης οὖν τῆς ἁγίας συνόδου, στὰς ὁ βασιλεὺς μέσος τοῦ χοροῦ τῶν ἀρχιερέων ᾔτει χάριν αὐτῷ μίαν παρ’ αὐτῶν δοθῆναι· οἱ δὲ προθύμως κατένευον, ἡ δὲ χάρις συνεισελθεῖν αὐτῷ ἐν τῇ πόλει ἐφ’ ᾧ θεάσασθαί τε τὸν ἀρχιερέα, ὃν πατέρα ὁ βασιλεὺς ἑαυτοῦ ἀνωμολόγει, καὶ ὥστε τῇ πόλει, ἣν αὐτὸς ἀνέστησε, διὰ τῆς αὐτῶν παρουσίας καὶ εὐχῆς τὸ τοῦ κτίσαντος ὄνομα ἐγκαινισθῆσαι. Ἐπισκεπτομένων δὲ τῶν ἀρχιερέων τὸν διορατικώτατον Μητροφάνην ἡμέρας κυριακῆς ἐνισταμένης καὶ τοῦ βασιλέως συμπαρόντος, ἄλλοι τέ τινες προῆλθον λόγοι καί· «Ὁρῶ σέ, φησιν ὑπολαβὼν ὁ βασιλεύς, ὦ πατέρων ἐμοὶ τιμιώτατε, καὶ γήρᾳ καὶ νόσῳ κάμνοντα, καὶ δυσωπῶ ἀνειπεῖν τε καὶ ἀναδεῖξαι ἡμῖν τὸν μετὰ σὲ τοῦ ποιμνίου ἡγησόμενον». Ὁ δὲ πρὸς τὸν βασιλέα εὐθυμοῦντι προσώπῳ·
«Πέπεισμαι, φησίν, ἐν Κυρίῳ ὅτι νῦν τὸ Πανάγιον Πνεῦμα διὰ γλώσσης, ὦ τέκνον, εἶπε τῆς σῆς. Φροντίζοντι γάρ μοι περὶ τούτου ἐφανέρωσεν ὁ Κύριος πρὸ τῶν ἑπτὰ τούτων ἡμερῶν, καὶ ὅτι μετὰ δεκάτην ἡμέραν μεταλλάξω τὸν βίον, καὶ ὃς τὸ ἱερὸν ἀξίωμα ἀναδέξοιτο, καὶ ἔστιν οὗτος ὁ συμπρεσβύτερός μου Ἀλέξανδρος, ἄξιος ὡς ἀληθῶς τῆς ἐκλογῆς ὑπάρχων καὶ τῆς τοῦ Ἁγίου προρρήσεως Πνεύματος· ἔτι δὲ καὶ τοῦτον ὡς τὸ παιδίον Παῦλος ὁ ἀναγνώστης διαδέξεται». Ἀποβλέψας δὲ καὶ πρὸς τὸν Ἀλεξανδρείας θεῖον Ἀλέξανδρον· «Καὶ σύ, φησίν, ὦ ἀδελφέ, καλὸν σεαυτοῦ διάδοχον καταλείψεις». Καὶ τῆς χειρὸς Ἀθανασίου τοῦ ἀρχιδιακόνου λαβόμενος· «Ἴδε ὁ γενναῖος, ἔφη, στρατιώτης τοῦ Χριστοῦ οὗτός σε διαδέξεται· ὃς οὐ μόνον νῦν Ἀλεξάνδρῳ κατὰ τῆς δυσσεβείας Ἀρείου τῷ ἐμῷ συνηγωνίσατο ἀδελφῷ, ἀλλ’ ἔτι σὺν αὐτῷ μεγάλους ἄθλους καὶ πολλοὺς ἀγωνιεῖται· οὐ μόνον δὲ δεύτεροι αὐτὸν ἐκδέξονται ἀγῶνες, ἀλλὰ καὶ τρίτους σὺν τῷ γενναίῳ ὑποστήσεται Παύλῳ».
Ταῦτα εἶπε, καὶ ὥσπερ ἀναζωπυρήσας τῷ πνεύματι κάτεισι σὺν τοῖς ἐπισκόποις εἰς τὴν ἐκκλησίαν, καὶ μετὰ τὴν τοῦ εὐαγγελίου ἀνάγνωσιν ὀλίγα προσομιλήσας τῷ πλήθει καὶ συνταξάμενος, ἀνακηρύττει καὶ μὴ παρόντα τὸν πρεσβύτερον Ἀλέξανδρον ἀρχιερέα καὶ τοῦ θρόνου διάδοχον. Καὶ ὁ λαὸς μιᾷ φωνῇ σὺν αὐτῷ βασιλεῖ ἐπὶ πλείους ὥρας ἐβόα τὸ ἄξιος. Εἶτα τὸ ὠμοφόριον τῇ ἁγίᾳ ἐναποτίθησι τραπέζῃ, ἐντειλάμενος αὐτὸ φυλάττεσθαι τῷ διαδόχῳ· ἥξειν δ’ αὐτὸν προεῖπεν οὐκ εἰς μακράν, μετὰ δ’ ἑβδόμην ἡμέραν τῆς αὐτοῦ πρὸς Χριστὸν ἀναλύσεως. Γίνεται οὖν ὡς προέφη καὶ ἐνετείλατο, ἅπαντα· ἐτῶν δ’ ἀνεπαύσατο ἑπτακαίδεκα καὶ ἑκατόν, ἰουνίου μηνὸς τετάρτην ἄγοντος. Ὅτι Κωνσταντία ἡ τοῦ εὐσεβοῦς Κωνσταντίνου ἀδελφή, γυνὴ δὲ τοῦ δυσσεβοῦς χρηματίσασα Λικιννίου, μέλλουσα τελευτᾶν τῷ ἀδελφῷ· «Μίαν, φησί, καὶ τελευταίαν αἰτῶ σε χάριν, τῆς ὑπερορίας Ἄρειον ἀνακληθῆναι, συσκευὴν ἄδικον ὑποστάντα· σύμφρων γάρ ἐστι τῆς συνόδου».
PG 104:115Ἦν γάρ τις παρ’ αὐτῇ τῶν τῆς Ἀρείου σπουδαστῶν αἱρέσεως πρεσβύτερος, ὃς ἑαυτὸν πρότερον τοῖς τῆς Κωνσταντίας εὐνούχοις οἰκειώσας δι’ αὐτῶν καὶ πρὸς αὐτὴν διέδυ, καὶ λόγοις ἔπειθεν ἐπαγωγοῖς καὶ πολὺν προφαίνουσι τὸν θῶπα ὡς Ἄρειος φθόνῳ ἐβλήθη· τὸ γὰρ ὀρθὸν τῆς ἐκκλησίας δόγμα πρεσβεύει. Οἷς κἀκείνη, πρὸς τὸν βασιλέα τοιαῦτα εἰποῦσα, διέσεισε· καὶ αὐτίκα γράφει τῆς ὑπερορίας ἀνεθῆναι τὸν Ἄρειον. Παρατίθεται δὲ τἀδελφῷ καὶ τὸν οὐδὲν ἧττον τῆς αἱρέσεως ἢ τῆς κολακείας πρεςβύτερον· καὶ τοῖς ἐπικλόποις ἤθεσι καὶ λόγοις οὐκ εἰς μακρὰν παρρησίαν πρὸς τὸν εὐσεβῆ λαμβάνει βασιλέα, καὶ κινεῖ περὶ Ἀρείου λόγους ὀρθόδοξον ποιοῦντας αὐτόν. Καὶ ὁ βασιλεύς· «Εἰ Ἄρειος, φησί, τὰ τῆς συνόδου φρονεῖ, ὄψομαί τε αὐτὸν εὐμενῶς, καὶ σὺν τιμῇ τῇ τῶν Ἀλεξανδρέων ἐγκαταστήσω ἐκκλησίᾳ». Ταῦτα ἔλεγε καὶ πρὸς ἑαυτὸν μετεπέμπετο γράφων. Καὶ ὁ Ἄρειος ἅμα τῷ συγκαθῃρημένῳ Εὐζωί̈ῳ πρὸς τὴν πόλιν Κωνσταντίνου παραγίνεται· καὶ δέχεται αὐτοὺς φιλανθρώπως ὁ βασιλεύς. Καὶ τὸ φρόνημα ἐπερωτῶν ἀκούει λεγόντων μὴ ἄλλο τι φρονεῖν παρὰ τὴν ἔκθεσιν τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων.
Ἀλλὰ καὶ ὅρκον οἱ δείλαιοι τῇ πεπλασμένῃ ἐπετίθεσαν ὁμολογίᾳ. Ὁ δὲ βασιλεὺς ἔγγραφον αὐτοὺς ἐπιδοῦναι τὸ φρόνημα κελεύει. Οἱ δὲ προθύμως γράφουσι τὰ ψευδῆ· πιστεύειν γὰρ αὐτούς τε καὶ τοὺς σὺν αὐτοῖς τῷ γράμματι ἔλεγον, ὅσα καὶ τῇ γλώττῃ ἐπλάττοντο. Ἐξίστατο τοίνυν ὁ βασιλεὺς οἷς διωμολόγουν τὴν εὐσέβειαν, καὶ παραχρῆμα πρὸς τὴν Ἀλεξάνδρειαν αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ μετὰ τιμῆς ἐκπέμπει. Ὁ δὲ τῆς Ἀλεξανδρείας ἀρχιερεὺς Ἀλέξανδρος, συμπνέοντος αὐτῷ Ἀθανασίου, τὸν ἀποστάτην οὐ δέχεται· καὶ αὖθις Ἄρειος τὴν αἵρεσιν ἀνεκάλυπτε, καὶ τὰ τῆς Αἰγύπτου ἐταράττετο. Καὶ ὁ βασιλεὺς μετάπεμπτον ποιεῖται τὸν Ἄρειον, καὶ ἀναπυνθάνεται εἰ διαμένοι οἷς αὐτῷ συνωμολόγησε κατὰ πρόσωπον· ὁ δὲ πάλιν ἑτοίμως τοῖς αὐτοῖς ἐμμένειν συγκατετίθετο, καὶ ὅρκον τοῖς λόγοις ἐπέβαλλεν. Ἦν δὲ σκηνὴ ταῦτα πάντα, καὶ σκηνῆς δραματικώτερα. Φασὶ δ’ ὡς ἐν μυστηρίῳ γράψας Ἄρειος βιβλίον καὶ ὑπὸ μάλης φέρων (τὸ δὲ βιβλίον ἀναιδῶς ἐλάλει τὴν δυσσέβειαν) ὤμνυεν οὕτω φρονεῖν, τὸν τῆς εὐσεβείας εἰς τὸ ἐμφανὲς προτείνων χάρτην, ὡς καὶ ὑπογράψειε.
PG 104:117Μετὰ δὲ βραχὺν χρόνον ὁ βασιλεὺς τὸν ἐπίκηρον εἰς τὸν ἀκήρατον μεταλλάττει βίον, ἕνα μὲν ἐνιαυτὸν καὶ τριάκοντα βασιλεύσας, πέντε δὲ καὶ ἑξήκοντα τὸν ὅλον διαπερανάμενος βίον. Τελευτῶν δὲ τῷ τῆς αἱρέσεως πρεσβυτέρῳ τὴν διαθήκην παρατίθησιν, ἐντειλάμενος ἐγχειρίσαι Κωνσταντίνῳ ταύτην τῷ παιδί, ὃν καὶ ἡ διαθήκη τῆς πατρῴας μοίρας καὶ ἀρχῆς διάδοχον καὶ βασιλέα ἔγραφεν. Ὁ δὲ καὶ πρὸς Θεὸν καὶ πρὸς ἀνθρώπους τὸ πιστὸν οὐκ ἔχων πρεσβύτερος ἐπιδίδωσιν ἐν κρυφῇ τὴν διαθήκην Κωνσταντίῳ, προδότης φανεὶς ἅμα πατρός τε διαθήκης καὶ παιδὸς κληρονομίας. Συνέτρεχον δὲ τῇ προδοσίᾳ Εὐσέβιός τε ὁ δυσσεβὴς πραιπόσιτος καὶ ἄλλοι τινὲς καὶ τῆς δυςσεβείας καὶ τῆς ἀνδρογύνου φύσεως συνθιασῶται. Ἀλλὰ γὰρ προδίδωσι μὲν τὰ πιστευθέντα Κωνσταντίῳ, τῆς δὲ πρὸς ἀνθρώπους αὐτοῦ ἀπιστίας αἰτεῖ μισθαποδοσίαν Κωνστάντιον τῆς ὀρθῆς αὐτοῦ πίστεως προδοσίαν. Καὶ συνεταιρίζεται τὸν Νικομηδείας Εὐσέβιον, καὶ διαμηχανῶνται τὸν Ἄρειον μὴ ἐν Ἀλεξανδρείᾳ ἀλλ’ ἐν Κωνσταντινουπόλει ἀκουσθῆναι, ῥᾷστα οἰόμενοι Ἀθανασίου περιέσεσθαι μὴ παρόντος, καὶ ἅμα τὴν τοῦ βασιλέως αὐθεντίαν μεθ’ ἑαυτῶν φέροντες.
Πολλὰ δὲ τῷ Κωνσταντινουπόλεως Ἀλεξάνδρῳ διαλεχθέντες περὶ συμβάσεως τὰ τῆς εὐσεβείας περικειρούσης δόγματα, ὡς οὐκ ἔπειθον προτείνουσι δῆθεν βασιλικὸν πρόσταγμα ἢ μετὰ τοῦ φρονήματος δέχεσθαι Ἄρειον ἢ τοῦ θρόνου ὑποχωρεῖν· εἰ δὲ μηδέτερον ἕλοιτο, γινώσκειν αὐτὸν εἰς ὑπερορίαν ἐκπέμπεσθαι. Ἔπειθον δὲ καὶ Κωνστάντιον τὸ ἀνδράποδον ἐν τοῖς ὁμοίοις λόγοις μεταπεμψάμενον τὸν ἱερὸν Ἀλέξανδρον ἀπειλαῖς τε ὑποβαλεῖν καὶ μνησικακίας ἀλλ’ οὐκ εὐσεβείας λόγῳ τὴν πρὸς Ἄρειον στέργειν ἀπέχθειαν. Ὁ δὲ τῇ τοῦ Χριστοῦ δυνάμει καὶ τῷ ἀνεπιλήπτῳ καὶ τοῦ βίου καὶ τῆς συνειδήσεως θαρρῶν ἀμείβεται τῷ βασιλεῖ· «Τῶν μὲν αἰτιαθέντων τὴν ἀλήθειαν ἡ ἐκεῖθεν ἡμέρα δηλώσει, ἐγὼ δὲ τὸν ἐπὶ τοσαύτῃ δυσσεβείᾳ ἁλόντα καὶ παρὰ τοσούτων ἀρχιερέων κατακριθέντα οὐχ οἷός τέ εἰμι τῶν φρικτῶν μυστηρίων λαβεῖν κοινωνόν». Ὁ δὲ Κωνστάντιος· «Ὅρα, φησίν, ὦ ἐπίσκοπε (καὶ γὰρ σύνοδος ἐπισκόπων ἀθροίζεται) μὴ καὶ ἄκων δέξῃ αὐτόν».
Ἐφ’ οἷς ὁ ἀρχιερεὺς ἀναστὰς ἐξῆλθε, καὶ πρὸς τὴν τοῦ Θεοῦ παραγεγονὼς ἐκκλησίαν στεναγμοῖς καὶ δακρύοις ἐβόα πρὸς τὸν Θεὸν μὴ διὰ τὴν παρείσδυσιν Ἀρείου ἀνασχέσθαι διασκεδασθῆναι τὴν ποίμνην αὐτοῦ· καὶ ἡ εὐχὴ παννύχιος ὑπὸ τὸ θυσιαστήριον κειμένου τοῦ ἀρχιερέως ἐπετελεῖτο. Ὁ δὲ Εὐσέβιος, οἷα τῆς ἀσεβείας θερμὸς ἐραστής, παραγίνεται μετὰ τῆς αἱρετικῆς φάλαγγος πρὸς τὸν Ἄρειον, καὶ προϊέναι κελεύει πρὸς τὴν σύνοδον, ἥτις αὐτῷ καὶ ἄκοντος Ἀλεξάνδρου ἀποδώσει τὸ παρὰ δίκην ἀφῃρημένον τῆς ἱερωσύνης ἀξίωμα. Ἐπεῖχεν οὖν θόρυβος καὶ ταραχὴ ἐπὶ τοῖς κινουμένοις πᾶσαν τὴν πόλιν, τῶν μὲν ὑπὲρ Ἀρείου σπουδαζόντων, τῶν δὲ τῆς εὐσεβείας τὴν προδοσίαν οὐκ ἀνεχομένων. Ἤθροιστο δ’ οὖν ἐν τῇ ἐκκλησίᾳ ὁ σύλλογος. Καὶ τοῖς ὁμοδόξοις συμπροϊὼν ὁ Ἄρειος, ἀποβὰς τοῦ ἵππου, ἔν τινι ἀφεδρῶσι δημοσίῳ, ὃς ὄπισθεν κατεσκεύαστο τοῦ Κωνσταντίνου φόρου, εἴσεισι, καὶ ἐν τῷ ἀποπατεῖν τοῖς σκυβάλοις μὲν τὰ ἔντερα, τοῖς ἐντέροις δὲ τὴν ψυχὴν ὁ δείλαιος συναποβάλλει.
PG 104:119Ἐπεὶ δὲ ἐβράδυνε καὶ τὸ πραχθὲν ἐκάλυπτεν ἄγνοια, ἐπεισπηδῆσαι λόγος τὸν Εὐσέβιον καὶ ἐξονειδίζειν μὲν τῆς βραδυτῆτος, ἐξονειδίζειν δὲ τῆς εἰς αὐτοὺς ὕβρεως· ἐν ἀνδραπόδων γὰρ μοίρᾳ τὸ ἄλογον αὐτοὺς ἐκπέμπειν βράδος. Ὁ δὲ τῷ ἀφώνῳ μᾶλλον αὐτοὺς ἢ τῷ βραδεῖ καταισχύνων τέως διελάνθανεν. Ἀλλ’ ὁ Εὐσέβιος μεταβαλλόμενος ἀναστῆναι παρεκάλει θαρροῦντα, προσδόκιμον γὰρ εἶναι ἐπὶ ἀθωώσει πάσῃ τῇ συνόδῳ. Ὁ δὲ τὴν ἐσχάτην ἐσίγα σιγήν. Καὶ μόλις ὁ κακοδαίμων Εὐσέβιος συνῆκεν ὅτι τέθνηκεν ὁ σπουδαζόμενος. Διαλύεται τοίνυν ἡ σύνοδος, καὶ οἱ τὸν Ἀλέξανδρον ὑπερορίᾳ καταδικάζοντες, ῥίψαντες τὰς ἀνοσίους ψήφους, τὸν τῆς αἱρέσεως αὐτῶν ἀρχιστράτηγον ζῶντα εἰς Ἅιδην βλέποντες καταβεβηκότα πένθει μεγάλῳ συνέχονται. Ἐπ’ ὀλίγον δὲ τῇ θεηλάτῳ πληγῇ αἰσχυνθέντες πάλιν εἰς φατρίας συνετάττοντο, καὶ τὴν κατὰ Ἀρείου θεομηνίαν εἰς τὸν κοινὸν ἐφιλονείκουν ἀναφέρειν θάνατον· καίτοι καὶ ὁ κοινὸς αὐτοῖς κατ’ ἐκεῖνο καιροῦ συνενεχθείς, ὅτε τῆς ἐκκλησίας ἐπιβαίνειν αὐτὸν διεσπούδαζον, εἰς τὸν καινὸν καὶ θεήλατον μεταβάλλεται θάνατον.

Codex 257 — Vita of Paul of Constantinople

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὅμως Κωνστάντιον τὸ ἀνδράποδον ἔπειθον ὡς τὸ τῆς φύσεως χρέος ἀπέδωκεν ἀλλ’ οὐ θείας ὀργῆς δίκην ἀπέτισεν Ἄρειος. Ἀλλ’ ὁ μὲν ἄθλιος ἐκεῖνος ταῖς Ἀλεξάνδρου προσευχαῖς ἐλεεινῶς οὕτω τὸν βίον κατέστρεψεν· ὁ δὲ θεῖος Ἀλέξανδρος ὁσιοπρεπῶς τε καὶ ἁγίως μετ’ ὀλίγον ἀντὶ τῆς ἐπιγείου τὰς οὐρανίους σκηνὰς ἐκληρώσατο, τρία μὲν καὶ εἴκοσιν ἐν τῇ ἐπισκοπῇ διατελέσας ἔτη, βιοὺς δὲ ὀκτὼ καὶ ἐνενήκοντα. Ὅτι ἡ συγγραφὴ, ἐξ ἧς ἡ παροῦσα προῆλθεν ἐκλογή, οὔτε παντελῶς εἰς τὸ διηκριβωμένον καὶ σοφὸν τῆς φράσεως καὶ τῆς διανοίας ἐκμεμόρφωται, οὔτε πρὸς τὸ χυδαῖον καὶ ἠμελημένον διαπέπτωκεν. Εἰ δέ τινα παρὰ τοὺς ἄλλους ἱστορεῖ, τοῦτο διαίτης καὶ κρίσεως ἄλλης, ἀλλ’ οὐκ ἐκλογῆς οὐδὲ συντομίας. Ἀνεγνώσθη ἐκ τοῦ ἐπιγραφομένου λόγου «Βίος ἢ ἄθλησις τοῦ ὁσίου πατρὸς ἡμῶν Παύλου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου τοῦ ὁμολογητοῦ» ἐφ’ ὁμοίᾳ συστελλόμενος ἐκδόσει.
PG 104:121Κωνστάντιος τὴν Ῥωμαϊκὴν ἀρχήν, ἣ τὰ τῆς ἀνατολῆς ἐχειρίζετο σκῆπτρα, προδοσίᾳ τοῦ τῆς αἱρέσεως πρεσβυτέρου καὶ συνδρομῇ τῶν εὐνούχων ὑποτρέχει, καὶ οἱ ἐξ Ἀρείου διωγμὸν κατὰ τῶν εὐσεβούντων πάλιν κινοῦσι, καὶ Ἀθανάσιον αὖθις δέχεται ἡ ἑσπέρα. Ὁ δὲ θεῖος Ἀλέξανδρος τῷ τοῦ βίου πλησιάσας τέλει οὐδένα μὲν τῆς Κωνσταντινουπόλεως διάδοχον αὑτοῦ χειροτονεῖ, λογάδας δὲ τῶν ἄλλων δύο ποιεῖται, γνώμην τοιαύτην εἰς αἵρεσιν τῷ πλήθει διδούς, ὡς εἰ μὲν βούλοιντο διδασκαλικόν τε ἅμα καὶ ταῖς ἀρεταῖς ἀστράπτοντα, Παῦλον αἱρήσονται, ὃν αὐτὸς ἐχειροτόνησε πρεσβύτερον, εἰ δ’ ἐν τῷ σχήματι σεμνὸν καὶ κόσμιον τῇ ἔξωθεν περιβολῇ, Μακεδόνιον, πάλαι χειροτονηθέντα διάκονον καὶ πρὸς γῆρας ἀποκλίνοντα. Ταῦτα εἰσηγησάμενος εἰς τὴν ἀμείνω λῆξιν μεταβαίνει, ἀρχιερατεύσας μὲν τρία καὶ εἴκοσιν ἔτη, βιοὺς δὲ τὸν πάντα βίον ὀκτὼ καὶ ἐνενήκοντα. Γίνεται δὲ φιλονεικία περὶ τὴν αἵρεσιν τῶν προειρημένων ἀνδρῶν· οἱ μὲν γὰρ ἐξ Ἀρείου πρὸς Μακεδόνιον ἔβλεπον, τὸ δὲ ὀρθόδοξον τὸν Παῦλον προὐτίθεσαν.
Κρατεῖ δ’ οὖν ἡ τῶν ὀρθοδόξων ψῆφος, καὶ χειροτονεῖται ὁ Παῦλος ἐπίσκοπος ἐν τῇ τῆς ἁγίας Εἰρήνης ἐπωνύμῳ ἐκκλησίᾳ, ἣν ὁ χρόνος ἀντιδιαστέλλων τῆς νέας ἔδωκε καλεῖσθαι παλαιάν. Κωνστάντιος δὲ οὐ μετὰ πολὺ ἐκ τῆς Ἀντιοχέων πόλεως ἐν τῇ Κωνσταντίνου γεγονὼς δι’ ὀργῆς εἶχε τὸν χειροτονηθέντα, ὅτι μὴ συγγνώμῃ τῇ αὐτοῦ προῆλθεν ἡ χειροτονία. Καὶ Ἀρειανῶν καθίσας συνέδριον τὸν μὲν Παῦλον σχολάζειν κατεψηφίσατο, Εὐσέβιον δὲ τρίτον θρόνον ἀμείβοντα ἐκ Νικομηδείας τῆς βασιλίδος ἐπίσκοπον ἀναδείκνυσιν. Ἀλλ’ ὁ μὲν δυςσεβῶς ταῦτα πράξας ὑποστρέφει πρὸς Ἀντιόχειαν, Εὐσέβιος δὲ πάντα λίθον ἐκίνει ὡς ἂν περιέλοι τοῦ ἱεροῦ συμβόλου τὸ ὁμοούσιον. Ἄγεται δὴ τὰ ἐγκαίνια τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας, ἣν Κωνσταντῖνος μὲν ὁ εὐσεβὴς ἐκ βάθρων ἤγειρεν, ὁ δὲ Κωνστάντιος καθιερωθῆναι γνώμην ἔθετο· καὶ τῇ τῶν ἐγκαινίων προφάσει ἐπίσκοποι συλλέγονται ἐνενήκοντα. Μάξιμος δὲ ὁ τῶν Ἱεροσολύμων ἔφορος, ἀνὴρ εὐσεβής, οὐ παρῆν, ἀλλ’ οὐδ’ ὁ Ῥώμης Ἰούλιος, οὔτ’ αὐτοπροσώπως οὔτε διά τινος τῶν ὑποτελῶν.
Συγκροτεῖται μὲν ἡ σύνοδος παρόντος καὶ Κωνσταντίου, οἱ δὲ περὶ Εὐσέβιον σπουδὴν ἄγουσι πρὸ τῶν ἄλλων ἀποσκευάσασθαι Ἀθανάσιον. Ἐπάγουσιν οὖν πρώτην αὐτῷ αἰτίαν τὸ παρὰ κανόνα πράξαι, κανόνα λέγοντες ὃν αὐτοὶ τηνικαῦτα ἐξέθεσαν (ἐπανελθὼν γάρ, ἔφασκον, τῆς ὑπερορίας οὐχὶ τῇ τοῦ κοινοῦ γνώμῃ ἀλλ’ αὐτὸς ἑαυτῷ τὴν ἀρχιερωσύνην ἐπέτρεψε), δευτέραν ὅτι κατὰ τὴν εἴσοδον αὐτῷ στάσεως συρραγείσης, πολλοὶ ἀπέθανον, καὶ τρίτην τὰ ἐν Τύρῳ πεπραγμένα· ἐξ ὧν καὶ καταψηφισάμενοι τοῦ τῆς εὐσεβείας ἀθλητοῦ, Γρηγόριον ἀντικαθιστῶσι τὸν ὁμόφρονα. Καὶ τολμήσαντες ταῦτα ἐπιτολμῶσι καὶ τὸν μεταπλασμὸν τῆς πίστεως, οὐδὲν μὲν κατὰ φωνὴν τῶν ἐν Νικαίᾳ μεμψάμενοι, τῷ δὲ ὑφάλῳ καὶ κακομηχάνῳ τῆς διανοίας σπέρματα προκαταβάλλοντες πρὸς τὴν τοῦ ὁμοουσίου καθαίρεσιν. Καὶ ἡ μὲν κατὰ Ἀντιόχειαν σύνοδος ταῦτα καὶ τοιαῦθ’ ἕτερα τολμήσασα, καί τινα κανονίσασα, διαλέλυται. Εὐσέβιος δὲ πρὸς τὸν Ῥώμης Ἰούλιον διαπρεσβεύεται, τὴν κατὰ Ἀθανασίου ψῆφον κυρωθῆναι τεχναζόμενος· ἀλλ’ οὐδὲν ὧν ἤλπιζεν ἤνυσε.
Παῦλος δ’ ὁ ἀρχιερεὺς τὴν Ῥώμην καταλαβών, καὶ ἕτεροι δὲ οὐκ ὀλίγοι ἐπίσκοποι κατὰ συσκευὴν ἐκδιωχθέντες Εὐσεβίου, ἀλλὰ καὶ Ἀθανάσιος, ὁμοῦ διῆγον ἐν τῇ Ῥώμῃ. Ὁ δὲ ἱερὸς Ἰούλιος συκοφαντίαν εἶναι μαθὼν τὰ περὶ τῶν ἀρχιερέων πεπραγμένα, γράμμασιν αὐτοὺς ὀχυρώσας ἐπὶ τὴν ἀνατολὴν ἀποστέλλει, τὸν οἰκεῖον ἑκάστῳ θρόνον ἀποδιδοὺς καὶ σὺν δίκῃ αἰτιώμενος τοὺς καθελόντας. Καὶ τὰς μὲν οἰκείας ἐκκλησίας ἀναλαμβάνουσιν, ἀλλὰ καὶ τὰς ἐπιστολὰς οἷς ἐγράφησαν διαπέμπονται. Καὶ Εὐσεβίου μὲν ἀποφθαρέντος Παῦλος εἰς τὸν οἰκεῖον θρόνον ἀποκαθίσταται, οἱ δ’ Ἀρειανίζοντες ἐν τῇ νῦν λεγομένῃ ἐπὶ Παῦλον ἐκκλησίᾳ χειροτονοῦσι τὸν Μακεδόνιον, ὃς τὸν Υἱὸν μὲν τῷ Πατρὶ ἀνόμοιον ἐβλασφήμει, παραγραφόμενος τὸ ὁμοούσιον, τὸ δὲ πανάγιον Πνεῦμα παντελῶς ἀλλότριον τῆς θεότητος. Ἀθανασίου δὲ τὴν ἰδίαν ἀναλαβόντος ἐκκλησίαν οἱ ἐν Ἀντιοχείᾳ πάλιν συνεδρεύοντες (καὶ γὰρ συνῄεσαν ἀντεγκαλεῖν ἐπιχειροῦντες Ἰουλίῳ τῷ Ῥώμης) τὸν δυσσεβῆ Γρηγόριον διὰ τάχους, ὃν αὐτοὶ παρανόμως ἐχειροτόνησαν, εἰς τὴν Ἀλεξάνδρου ἀποστέλλουσι· καὶ κατῆγεν αὐτὸν ὁ τῆς Ἀλεξανδρείας στρατηγός, ἑπτακισχιλίους στρατὸν ἐπαγόμενος.
PG 104:127Ὃ μαθὼν Ἀθανάσιος εἰς τὴν Ῥώμην πάλιν ἀπέπλευσεν. Ὁ δὲ τῶν Ἀλεξανδρέων λαὸς οὐκ ἐνεγκὼν τὸ ἔκθεσμον, τὴν καλουμένην Διονυσίου ἐκκλησίαν, οὐκ ὀρθῶς ποιοῦντες (τί γάρ, εἰ μεμήνασιν ἄνθρωποι κατὰ τοῦ μηδὲν ἠδικηκότος, δεῖ τὴν ἄμυναν φέρειν;) ἐνέπρησαν. Μανθάνει δ’ ὁ Κωνστάντιος ἐν Ἀντιοχείᾳ διάγων ὡς Παῦλος ὁ τῆς ἀληθείας κῆρυξ εἰς τὸν ἴδιον ἀποκατέστη θρόνον, καὶ Ἑρμογένει τῷ στρατηλάτῃ ἐντέλλεται ἐπὶ τὰ τῆς Θρᾴκης ἐκπεμπομένῳ μέρη, ἐξωθῆσαι τὸν ὅσιον τῆς ἐκκλησίας. Καὶ ὁ μὲν τὴν Κωνσταντίνου φθάσας πόλιν ἐσπούδαζεν, ᾗ προσετέτακτο πράττειν τὸ ἔκθεσμον· τὸ δὲ πλῆθος οὐκ ἠνείχετο, ἀλλὰ καὶ τὴν οἰκίαν αὐτοῦ κατακαίουσι καὶ αὐτὸν σύροντες διαφθείρουσι. Μαθὼν δὲ τοῦτο Κωνστάντιος αὐτὸς καταλαμβάνει τὴν πόλιν, καὶ τὸν μὲν ὅσιον Παῦλον ταύτης ἀπελαύνει, ζημιοῖ δὲ καὶ τὴν πόλιν, τὸ σιτηρέσιον ἀφελὼν αὐτῆς τὸ ἥμισυ τῆς δωρεᾶς, ἣν ὁ φιλάνθρωπος Κωνσταντῖνος αὐτῇ ἐδωρήσατο· ἦν δὲ τὸ ὅλον τῆς δωρεᾶς ἡμερήσιοι ἄρτοι μυριάδες ὀκτώ. Ὠργίζετο δὲ καὶ κατὰ Μακεδονίου, οὐ μόνον ὅτι παρὰ γνώμην αὐτοῦ κεχειροτόνητο, ἀλλὰ καὶ διὰ τοὺς φόνους, ὧν αὐτὸς στασιάζων γέγονεν αἴτιος·
ὅμως οὖν ἐάσας αὐτὸν ἐν ᾗ ἐκκλησίᾳ τὴν χειροτονίαν ὑπέδυ, εἰς τὴν Ἀντιόχου ἐξώρμησεν. Ὁ μέντοι θεσπέσιος Παῦλος πάλιν τὸ δεύτερον καταλαμβάνει τὴν Ῥώμην, καὶ Ἀθανασίῳ συνῆν. Ἀναφέρει γοῦν ἃ πεπόνθοι τῷ Ῥώμης, καὶ αὖθις τοῖς παρ’ αὐτοῦ, ἔτι δὲ καὶ τοῖς Κώνσταντος τοῦ βασιλέως κατοχυρωθεὶς γράμμασι, παραυτίκα τε ἐπάνεισι καὶ τῷ οἰκείῳ θρόνῳ, μετὰ πολλῆς αὐτὸν θυμηδίας τῆς πόλεως ὑποδεξαμένης, ἐγκαθιδρύεται. Καὶ πάλιν περιοργὴς ὁ Κωνστάντιος, καὶ πάλιν πρόσταγμα εἰς ὑπερορίαν ἄγον τὸν ἀοίδιμον. Καὶ γὰρ τοῦτο δεξάμενος ὁ ὕπαρχος Φίλιππος ἐξορίζει μὲν τὸν ὅσιον, ἀντικαθίστησι δὲ τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ τὸν πνευματομάχον Μακεδόνιον. Τὸ δὲ τῆς ὑπερορίας οὐκ ἐκ τοῦ ἐμφανοῦς ἀλλ’ ἐξ ἐνέδρας προῆλθεν· ὁ γὰρ τοῦ Ὀρέστου φθόρος σοφώτερον κακουργῆσαι τὸν Φίλιππον ἀπειργάσατο. Καὶ καλεῖ μὲν σὺν τιμῇ τὸν τοῦ Θεοῦ ἀρχιερέα εἰς τὸ λουτρόν, ᾧ ἐπώνυμον ὁ Ζεύξιππος, ὡς ἐπὶ κοινωφέλει δῆθεν καὶ μυστικοῖς βουλεύμασι· κἀκεῖθεν εἰς τὰς βασιλείους ἐκπέμπει αὐλάς, καὶ δι’ αὐτῶν ἐν τῇ Θεσσαλονίκῃ, ἣν καὶ οἱ αὐτοῦ πρόγονοι πατρίδα εἶχον.
Καὶ τοῖς μὲν τῆς ἀνατολῆς ἐπιβαίνειν μέρεσιν ἐκεκώλυτο, ταῖς δὲ πλησιαζούσαις πόλεσιν οὐκέτι. Καὶ ὁ δυσσεβὴς Μακεδόνιος στρατιωτικῆς χειρὸς ὑπηρετούσης, καὶ συνεποχούμενος τῷ ὑπάρχῳ, εἰς τὴν τοῦ Θεοῦ ἐκκλησίαν παρεισδύεται· καὶ φόνος γίνεται πολύς, τῆς διαφθορᾶς εἰς πεντήκοντα καὶ τρισχιλίους παραταθείσης, καὶ ταῖς τῶν Χριστιανῶν σφαγαῖς ὁ τρισαλιτήριος ἐνθρονίζεται· καθ’ ὃν δὴ καιρὸν καὶ ὁ Κωνστάντιος τὴν μεγάλην ἐκκλησίαν (ἐπώνυμον δ’ αὐτῇ ἡ τοῦ Θεοῦ σοφία) νεουργεῖ. Καὶ Παῦλος τὸ τρίτον ὁ θεσπέσιος μετ’ ὀλίγον εἰς τὴν Ἰταλίαν παραγίνεται· καὶ Ἀθανάσιον τὸν σύναθλον λαβών, ἀναδιδάσκουσιν ἃ πεπόνθασι Κώνσταντα τὸν τῆς ἑσπέρας βασιλεύοντα. Ὁ δὲ τὰ ἔκθεσμα ὧν ὑπέστησαν ἀκριβέστερον ἐκμαθών, γράφει τἀδελφῷ τρεῖς παρ’ αὐτὸν ἀπὸ τῆς ἀνατολῆς ἐπισκόπους, οἳ λόγον δώσουσι τῶν τε περὶ Ἀθανάσιον καὶ Παῦλον τολμημάτων καὶ τὴν τῆς πίστεως ἔγγραφον ἔκθεσιν, παραγενέσθαι. Ἐκπέμπονται δὴ τέσσαρες, Νάρκισσος ὁ Κίλιξ, Θεόδωρος ὁ Θρᾷξ, Μάρης ὁ Χαλκηδόνος καὶ Μαρᾶς ὁ Σύρος. Οὗτοι τοῖς περὶ Ἀθανάσιον καὶ Παῦλον εἰς λόγους ἐλθεῖν οὐκ ἐθάρρησαν·
τὴν δ’ ὑπ’ αὐτῶν ἐν τῇ Ἀντιόχου ἐκτεθεῖσαν πίστιν ἀποκρύψαντες, ἑτέραν δὲ συνθέντες τὸ μὲν ἐμφανὲς τῆς βλασφημίας φεύγουσαν, τὸ δ’ ὁμοούσιον οὐ πρεσβεύουσαν, ἐπιδιδόασι τῷ βασιλεῖ, καὶ πλέον οὐδὲν οὔτε δράσαντες οὔτε παθόντες ἀνεχώρησαν. Τριετίας δὲ διαδραμούσης πάλιν οἱ τῆς ἀνατολῆς συναθροίζονται, καὶ πίστιν ἄλλην συντάττουσι καὶ τοῖς ἐν Ἰταλίᾳ ἐκπέμπουσι. Διάκονοι δ’ ἦσαν τοῦ συντάγματος Εὐδόξιος ὁ τηνικαῦτα Γερμανικείας ἐπίσκοπος καὶ Μαρτύριος ὅ τε Μοψουεστίας Μακεδόνιος. Ἡ δὲ τῆς πίστεως αὐτῶν ἔκθεσις ἡ αὐτὴ μὲν ἦν τὰ ἄλλα τῇ προεκτεθείσῃ, προσθήκαις δέ τισι ταῖς κατὰ τὸ τέλος ἀλλοκότοις εἰς τὸ μακρότερον ἐξετείνετο. Ὁ δὲ κατὰ τὴν Ῥώμην τῶν ἀρχιερέων σύλλογος ταύτην οὐ προσεδέξαντο, ἀρκεῖσθαι φάμενοι τῷ συμβόλῳ τῆς πίστεως ὃ ἡ ἐν Νικαίᾳ ὑπηγόρευσε σύνοδος. Οὕτω δὲ πάντα ταραχῆς κατεχούσης καὶ ἀδιακρίτου ἔριδος κηρύσσεται σύνοδος οἰκουμενικὴ γνώμῃ τῶν δύο βασιλέων, μετὰ ἑνδέκατον ἔτος τῆς τοῦ εὐσεβεστάτου Κωνσταντίνου τελευτῆς. Συνῆλθον οὖν ἐν Σαρδικῇ ἐκ μὲν ἑσπέρας ὑπὲρ τοὺς τριακοσίους ἐπισκόπους, ἐκ δὲ τῆς ἀνατολῆς ἓξ μόνοι καὶ ἑβδομήκοντα.
Καὶ οἱ τῆς ἑῴας τοῖς ἐκ δύσεως εἰς ὁμιλίαν συνελθεῖν οὐκ ἐπένευον· καὶ τὸ αἴτιον, ὅτι Παῦλος αὐτοῖς καὶ Ἀθανάσιος, οἱ τῆς εὐσεβείας ἀθληταί, συνεδρίαζον. Ὡς δ’ οὔτε οἱ τῆς εὐσεβείας τοὺς περὶ Ἀθανάσιον ἀπεσκευάζοντο οὔτε οἱ τῆς αἱρέσεως τῆς πρὸς τοὺς ἀθλητὰς ἔχθρας ὑπέληγον, διασχίζονται ἀπ’ ἀλλήλων. Καὶ τὴν ἐν Μακεδονίᾳ Φιλίππου οἱ ἐξ ἀνατολῆς καταλαβόντες συναθροίζονται, καὶ τηνικαῦτα εἰς τὸ ἐμφανὲς ἀναθεματίζουσι τὸ ὁμοούσιον. Οἱ δὲ ἐν Σαρδικῇ τούτους μὲν ἐρήμῃ δίκῃ καταδικάζουσι, τοὺς δὲ κατηγόρους Ἀθανασίου ὡς συκοφάντας καθελόντες τήν τε ἐν Νικαίᾳ κυρωθεῖσαν πίστιν ἐπικρατύνουσι καὶ τὸ ἀνόμοιον ἀναθεματίζουσιν. Ὧν τὴν γνῶσιν ὁ τῶν ἑσπερίων βασιλεὺς Κώνστας λαβὼν ἀναδιδάσκει τε διὰ γραμμάτων τὸν ἀδελφὸν Κωνστάντιον, καὶ παραινεῖ εὐμενῶς διακεῖσθαι πρὸς Παῦλον καὶ Ἀθανάσιον, καὶ μηδαμῶς αὐτοῖς ἐμποδὼν ἵστασθαι πρὸς τὴν τῶν οἰκείων ἀποκατάστασιν θρόνων, προστιθεὶς ὡς εἰ μὴ ἑκὼν τοῖς δικαίοις κατανεύσοι, αὐτὸς δὴ παραγεγονὼς καὶ ἄκοντος τὸ δίκαιον τοῖς ἠδικημένοις ἀποδοίη.
Δείσας οὖν τὴν τοῦ ἀδελφοῦ ἀπειλὴν ὁ Κωνστάντιος τὸν μὲν ὅσιον Παῦλον τῇ ἰδίᾳ ἐπισκοπῇ οὐκ ἐπέσχεν ἐνιδρύεσθαι, τὸν δὲ σύναθλον Ἀθανάσιον διαφόροις ἐπιστολαῖς καλεῖ παρ’ αὑτὸν καὶ εὐμενῶς ἐλθόντα προσδέχεται καὶ τῷ οἰκείῳ θρόνῳ ἀποκαθίστησιν. Οὕτω μὲν ὁ πολὺς τάραχος ἐγαληνία, καὶ ἡ ἐκκλησία τοὺς τῆς εὐσεβείας ἔχαιρεν ἔχουσα προμάχους. Μαγνεντίου δὲ τυραννίδι ἐπιθεμένου καὶ Κώνσταντα τὸν τῆς ἑσπέρας βασιλεύοντα ἀνελόντος, πάλιν ἡ τῆς Ἀρείου λύσσης καταιγὶς τὰς τῆς οἰκουμένης ἐκκλησίας ἐτάραττε. Καὶ φεύγει μὲν πάλιν Ἀθανάσιος, ἁρπάζει δὲ τὸν αὐτοῦ θρόνον Γρηγόριος. Καὶ ὑπερορίζεται Παῦλος ἐν Κουκουσῷ τῆς Ἀρμενίας, ὁ τῆς εὐσεβείας ὑπέρμαχος, καὶ τῷ δι’ ἀγχόνης, τῶν δυσσεβῶν νύκτωρ ἐπεισπεσόντων, τελειοῦται μαρτυρίῳ· καὶ ἀντεισάγεται τῇ Κωνσταντινουπόλει ὁ δυσσεβὴς Μακεδόνιος. Καὶ ἐξωθοῦνται μὲν καὶ τῶν ἄλλων ἐκκλησιῶν οἱ ποιμένες, ἐπειςπηδῶσι δὲ οἱ λύκοι. Καὶ τὴν κατὰ τῶν Χριστιανῶν Ἑλλήνων ὠμότητα ἡ Μακεδονίου μανία ἐφιλονείκει ἀποκρύψασθαι.
Καὶ πᾶσα μὲν ἡ ἀνατολὴ τοῖς δεινοῖς διεφθείρετο, ἡ πόλις δὲ Κωνσταντίνου κατὰ τὸ ἐξαίρετον, ὅτε καὶ Ἀγέλιος ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος, οἷα δὴ καὶ αὐτὸς τὸ ὁμοούσιον πρεσβεύων, ὑπερορίζεται. Καὶ ἦν ἀδιήγητον τὸ κακόν· ὅπερ οὐ μέχρις ἀρχιερέων καὶ ἱερέων ἐκέχυτο, ἀλλὰ καὶ γυναῖκας καὶ παῖδας, ὅσοι τὴν Μακεδονίου κοινωνίαν ἀπετρέποντο, ἐπενέμετο. Μασθοὶ γυναικῶν, ὦ τῆς μανίας, κιβωτῶν καλύμασιν ἐμβαλλόμενοί τε καὶ συμπιεζόμενοι ἀπεπρίζοντο, οἱ δὲ σιδήρῳ· τοὺς δὲ καὶ ᾠοῖς πεπυρακτωμένοις, ταινίαις αὐτὰ τοῖς μορίοις ἐνελίττοντες κατέκαιον· ἧκε γὰρ τοῖς δυσσεβέσιν ἐπὶ νοῦν καὶ ἃ τοὺς ἀθέους Ἕλληνας κατὰ τῆς φύσεως ἐπινοεῖν αἰδὼς ἀνθρωπίνη ἀνεχαίτιζεν. Ἐκτείνει δὲ τὴν λύσσαν Μακεδόνιος καὶ ἐπὶ τὴν τῶν Παφλαγόνων χώραν· πολλοὺς γὰρ ἠκηκόει καὶ τῶν ὀρθοδόξων καὶ τῶν ἀπὸ Ναυάτου ἐν αὐτῇ διατρίβειν· καὶ τέσσαρας φάλαγγας στρατιωτῶν ἐνόπλων παρασκευάζει σταλῆναι κατ’ αὐτῶν καὶ τοῖς ὅπλοις βιάζεσθαι πρὸς τὴν ἀσέβειαν.
Οἱ δὲ κατὰ τὸ Μαντιναῖον οἰκοῦντες εἰς πλῆθος συστάντες, καὶ ζήλῳ τῆς εὐσεβείας δρέπανα καὶ ἀξίνας καὶ τὸ παρατυχὸν ὅπλα ποιησάμενοι, ἀντιπαρατάττονται τοῖς στρατιώταις, καὶ συμβολῆς γενομένης πολλοὶ μὲν διαφθείρονται τῶν Παφλαγόνων, τῶν δὲ στρατιωτῶν πλὴν ὀλίγων ἅπαντες. Αὕτη τοίνυν ἡ μιαίφονος καὶ ἀναίσχυντος πρᾶξις οὐ παρὰ τῶν ἠδικημένων μόνον ἀλλὰ καὶ παρὰ τῶν οἰκείως δοκούντων ἔχειν Μακεδονίῳ μῖσος ἀνήγειρε δίκαιον, ἀλλὰ καὶ αὐτὸν τὸν βασιλέα διέσεισε πρὸς ἀπέχθειαν. Οὐ τοῦτο δὲ μόνον, ἀλλ’ ὅτι καὶ τὸ σῶμα Κωνσταντίνου τοῦ βασιλέων εὐσεβεστάτου (ἐδόκει γὰρ ὁ ναός, ἐν ᾧ κατέκειτο, ἐγγὺς εἶναι τοῦ καταπεσεῖν) λαβὼν ἄνευ γνώμης αὐτοῦ εἰς τὸν τοῦ ἁγίου Ἀκακίου νεὼν μετεκόμισε, καὶ ἐπειδὴ πᾶσιν ἡ μετάθεσις οὐ συνεδόκει, ἀλλὰ πολλοῖς ἀνόσιον ἐνομίζετο τὰ τῶν ἀποιχομένων ἀνορύττεσθαι σώματα, καὶ τότε βασιλέως εὐσεβείᾳ διαλάμψαντος, φόνος ἐρρύη πολύς. Καὶ τῶν πολλῶν καὶ ἀνηκέστων κακῶν, ὧν ἐτόλμα Μακεδόνιος, μικράν τινα δίκην ἀπέτισε τὴν καθαίρεσιν τοῦ ἀξιώματος.
PG 104:129Ἐκράτει δ’ οὖν ὅμως τὰ Ἀρείου δι’ ὅλης τε τῆς Κωνσταντίου βασιλείας, καὶ ἔτι μᾶλλον κατὰ τοὺς Οὐάλεντος τοῦ δυσσεβεστάτου χρόνους, ἕως ἂν ἐκεῖνον μὲν ἡ θεία μετῆλθε δίκη, Θεοδόσιον δὲ τὸν ἐξ Ἱσπανίας ψήφῳ δικαίᾳ Γρατιανοῦ τοῦ τὰ ἑσπέρια περιέποντος εἰς τὸν βασίλειον τῆς ἀνατολῆς θρόνον ἀνεβίβασε, καὶ τῇ ὀρθοδοξίᾳ δι’ αὐτοῦ τὸ κράτος ἐβράβευσεν. Ἀλλ’ οὕτω μὲν ἡ Ἀρείου αἵρεσις τὰς ἐκκλησίας ἐπὶ τεσσαράκοντα ἔτη κατανεμηθεῖσα τῇ Θεοδοσίου εὐσεβείᾳ ἐξωστράκισται, καὶ τὸ ὀρθόδοξον τοῖς οἰκείοις ἐνεκαλλωπίζετο δικαιώμασι. Συγκροτεῖ γοῦν ὁ αὐτὸς θεοφιλέστατος βασιλεὺς σύνοδον, μελέτην ἔχων καὶ τοὺς ἀπὸ Μακεδονίου πρὸς ἕνωσιν συναγαγεῖν τοῖς ὀρθοδοξοῦσι καὶ πρεσβεύουσι τὸ ὁμοούσιον· διὸ καλεῖ καὶ τοὺς προεστῶτας αὐτῶν τῆς αἱρέσεως. Καὶ συνῆλθον τῶν ὀρθοδοξούντων ἀπὸ μὲν Ἀλεξανδρείας Τιμόθεος, ἐξ Ἱεροσολύμων δὲ Κύριλλος, Μελέτιος δ’ ἐξ Ἀντιοχείας, Γρηγόριός τε παρῆν ὁ θεολόγος καὶ Ἀχόλιος ὁ Θεσσαλονίκης καὶ ὁ Νύσσης Γρηγόριος καὶ ἄλλοι πολλοί· πεντήκοντα καὶ ἑκατὸν ἦσαν αὐτῶν ὁ πᾶς σύλλογος.
Τοῦ δ’ αἱρετικοῦ στίφους ἡγεῖτο μὲν ὁ Κυζίκου Ἐλεύσιος καὶ Μαρκιανὸς ὁ Λαμψάκου καὶ ὁ Ἐφέσου Εὐήθιος καὶ ἄλλοι τινές, εἰς τὸν ἓξ καὶ τριάκοντα συγκεφαλαιούμενοι ἀριθμόν. Παρῄνουν δὴ βασιλεύς τε αὐτός, καὶ ὅσον ὀρθόδοξον, τοὺς τῆς αἱρετικῆς μοίρας συνελθεῖν εἰς ὁμοφροσύνην καὶ ἀσπάσασθαι τὸ ὁμοούσιον, ὡς καὶ χωρὶς παραινέσεως διαπρεσβευσαμένους αὐτοὺς οἴκοθεν πρὸς Λιβέριον πρότερον καὶ ἀνομολογεῖν ὑποσχομένους τὸ ὁμοούσιον, ὑπομιμνῄσκοντες ὡς καὶ τὴν τῶν ὀρθοδόξων κοινωνίαν αὐτεπάγγελτοι προσεδέχοντο. Τὸ δ’ αἱρετικόν, τῶν δικαίων ἐλέγχων καὶ φιλανθρώπων παραινέσεων οὐδένα ποιήσαντες λόγον, τῆς οἰκείας δυσσεβείας οὐ μεθίεντο. Ἐκβάλλονται οὖν διὰ τοῦτο καὶ τοῦ συνεδρίου καὶ τῆς πόλεως· καὶ ἡ σύνοδος χειροτονεῖ τὸν Νεκτάριον, συγκλητικοῦ μὲν αἵματος ὄντα, τὴν τοῦ πραίτωρος δὲ χειρίζοντα ἀρχήν, τὸν τρόπον δὲ ἐπιεικέστατον, δι’ ὃν καὶ μάλιστα ἐθαυμάζετο. Βεβαιοῖ δ’ ἡ ἁγία σύνοδος αὕτη καὶ ἣν ἡ ἐν Νικαίᾳ διετυπώσατο πίστεως ἔκθεσιν. Καὶ σύμψηφος πᾶσιν ὁ βασιλεὺς γίνεται, καὶ ἀνακομίζει μετὰ πολλοῦ τοῦ σεβάσματος καὶ Παύλου τοῦ ὁμολογητοῦ τὸ λείψανον.

Codex 258 — Vita of Athanasius of Alexandria

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 104:131Καὶ ἀπαντῶσι τῶν ἐπισκόπων σὺν αὐτῷ Νεκταρίῳ πρὸ πολλοῦ τῆς Χαλκηδόνος ὅσοι παρῆσαν, καὶ μετὰ πολλῆς ὑμνολογίας καὶ τῆς ἄλλης δορυφορίας ὑποδέχονται, καὶ διὰ μέσης τῆς πόλεως τὸ σῶμα κομίζοντες εἰς τὴν ἐκκλησίαν τῆς ἁγίας Εἰρήνης τῆς ἀρχαίας καλουμένης, ἣν Κωνσταντῖνος ὁ βασιλεὺς εἰς πλάτος καὶ μέγεθος ἐκ βραχυτέρας ἀνήγειρεν, ἧς καὶ προήδρευε, πρὸς ὀλίγον ἀπέθεντο· καὶ παννύχιον ὑμνῳδίαν τελεσάμενοι, ὄρθρου πάλιν ἡ πόλις πᾶσα μετὰ τῆς ἴσης καὶ ὁμοίας τιμῆς καὶ δόξης εἰς τὴν νῦν ἐπώνυμον αὐτοῦ ἐκκλησίαν, πάντων τε τῶν ἀρχιερέων καὶ τοῦ κλήρου καὶ αὐτοῦ συμπαρόντος τοῦ βασιλέως, τῷ ἁγιοδόχῳ τάφῳ κατατίθενται. Ὅτι καὶ ἡ παροῦσα συγγραφή, ἐξ ἧς ἡ προκειμένη προῆλθεν ἐκλογή, τῆς αὐτῆς ἐστι κατὶ τὴν φράσιν καὶ τέχνης καὶ δυνάμεως, βραχύ τι πρὸς τὸ ἄμεινον ἀνατρέχουσα. Ἀνεγνώσθη ἐκ τοῦ λόγου ὃς ἐπιγράφεται «Βίος ἤτοι ἄθλησις τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ἐπισκόπου Ἀλεξανδρείας τοῦ μεγάλου Ἀθανασίου», τὸν ἴσον διατυπούμενος τρόπον.
Ὁ τῆς ἑορτῆς καιρὸς τοῦ ἀρχιερέως Θεοῦ καὶ μάρτυρος ἐνειστήκει Πέτρου, καὶ ἡ Ἀλεξάνδρεια πᾶσα τὴν μνήμην ἐγέραιρε, καὶ ὁ τούτου διάδοχος ὁ ἱερὸς Ἀλέξανδρος μετὰ τὰς θείας τελετὰς καὶ τραπέζῃ τοὺς ἐν τῷ κλήρῳ λογάδας ἐδεξιοῦτο. Ἐν ᾧ δὲ ταῦτα ηὐτρεπίζετο, ὁρᾷ τινος ἐξ ἀπόπτου παρὰ τὰς ὄχθας τῆς θαλάσσης παῖδας ἀπλάστῳ γνώμῃ παίζοντας· καὶ τὸ παίγνιον μίμησις ἦν ἱερατικῶν καὶ φρικτῶν μυστηρίων, οὐκ εἰς ὕβριν αὐτὰ περιτρέπουσα, τῷ πόθῳ δὲ τοῦ θεάματος τολμῶσα καὶ τὰ ἀτόλμητα. Ἀλλὰ γὰρ τὸν μὲν Ἀθανάσιον ἐπίσκοπον ἐποίει ἡ μίμησις, τὸ δὲ λοιπὸν πλῆθος εἴς τε κατηχουμένους καὶ βαπτιζομένους καὶ δὴ καὶ εἰς πρεσβυτέρους καὶ διακόνους ἐσχημάτιζεν.
Ἐκπλαγεὶς οὖν τοῖς τελουμένοις ὁ Ἀλέξανδρος ἄγει πρὸς ἑαυτὸν τοὺς παῖδας, καὶ γνοὺς οὐ χλεύῃ ταῦτα γινόμενα, ἀλλ’ ὡς ἄν τις ἐκ τῶν ἐκβεβηκότων φαίη, ἐπινοίᾳ τινὶ καὶ ψυχῆς ἁπλότητι εἰς ἔρωτα διανισταμένης τοῦ κρείττονος, ὅσοι μὲν αὐτῶν ἐβαπτίσαντο, τούτους ἐπιχρίσας διὰ τῆς ἐν Χριστῷ σφραγῖδος ἐτελείωσεν, Ἀθανάσιον δὲ τοῖς τοκεῦσι παρατίθησιν ἐντολὰς δεδωκὼς παιδεύειν μὲν τοῖς μαθήμασιν, ἡβῶντα δὲ ἀποδοῦναι αὐτῷ, μᾶλλον δὲ τῇ ἐκκλησίᾳ, ὡς ἄλλον τινὰ Σαμουὴλ παρ’ αὐτῶν Θεῷ προσαγόμενον. Πράττουσιν οὖν οἱ γονεῖς ὡς αὐτοῖς τὸ ἀρχιερατικὸν ἐκέλευε πρόσταγμα, καὶ τοῦ καιροῦ καλοῦντος τὸν παῖδα προσφέρουσιν. Ὁ δὲ δέχεται, καὶ ὁμωρόφιον εἶχε καὶ κοινωνὸν βουλῆς καὶ τῆς εὐσεβείας συλλήπτορα. Τῆς δὲ Ἀρείου λύσσης μικροῦ τὴν οἰκουμένην λυμαινομένης πολλοὺς ἀγῶνας, ἀρχομένης μὲν σὺν Ἀλεξάνδρῳ τῷ θεσπεσίῳ, ὕστερον δὲ καὶ καθ’ ἑαυτὸν ὑπὲρ τῆς εὐσεβείας διήθλησε.
PG 104:133Καὶ γὰρ Ἄρειον μετὰ τὴν καθαίρεσιν καὶ τὸ ἀνάθεμα ὑποκρινόμενον μὲν τὰ τῆς εὐσεβείας, κρατύνειν δὲ τῇ πρὸς ὀλίγον ὑποκρίσει μηχανώμενον τὰ τῆς ἀσεβείας, ἐφώρασέ τε ὁ σοφὸς Ἀθανάσιος, καὶ ἀποσταλέντα πρὸς Ἀλέξανδρον τὸν Ἀλεξανδρείας παρὰ τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου (οἶδε γὰρ πολλάκις μεμηχανημένος δόλος καὶ τοὺς συνετοὺς ἐκκλέπτειν) μὴ παραδέξασθαι συνηγωνίσατο. Εἶτα δὲ τοῦ ἐν ἁγίοις τελευτήσαντος Ἀλεξάνδρου αὐτὸς καταστὰς διάδοχος πρὸς πολλῷ μείζους ἀγῶνας ἐναπεδύετο. Διὸ καὶ ἅπαν τὸ αἱρετικὸν σύνταγμα σκοπὸν αὐτὸν τῆς ἰδίας προὐτίθεσαν γλωσσαλγίας τε καὶ συκοφαντίας. Συμφράττονται δὴ μάλιστα κατ’ αὐτοῦ οἱ περὶ Εὐσέβιον τὸν Νικομηδείας, καὶ μισθοῦνταί τινας τῆς Μελετίου αἱρέσεως, καὶ δι’ αὐτῶν κατηγορίας συρράπτουσιν, ὧν ἡ μὲν πρώτη λινῆν ἐσθῆτα τοὺς Αἰγυπτίους τελεῖν τῇ Ἀλεξανδρέων ἐκ τῆς Ἀθανασίου πλεονεξίας συνέπλαττεν, ἡ δευτέρα δὲ ὡς τοῖς βασιλέων ἐνεδρεύει πράγμασι (Φιλουμένῳ γάρ τινι, ἐπιθέσθαι τυραννίδι φήμην λαβόντι, χρυσίου πλῆρες ἐξαποστεῖλαι γλωσσόκομον) ὑπετίθετο.
Καὶ ἡ τρίτη Ἰσχύραν καὶ τὴν ἀνατραπεῖσαν τράπεζαν καὶ τὸ κατεαγὸς μυστικὸν ποτήριον καὶ τὸν Μαρεώτην καὶ Μακάριον τὸν πρεσβύτερον καὶ τὴν λῃστρικὴν αὐτοῦ ἔφοδον καὶ τὸ ἀνὰ πᾶσαν τὴν οἰκουμένην θεατρισθὲν δρᾶμα σκηνοποιεῖ. Ταῦτα καὶ τοιαῦθ’ ἕτερα οἱ περὶ Εὐσέβιον δραματουργήσαντες εἰς ἀκοὰς ἐνηχοῦσι τὰς βασιλικάς, καὶ κινοῦσιν εἰς ὀργήν, αἰτιασάμενοι ὅτι καὶ Ἄρειον βασιλικοῖς καὶ γράμμασι καὶ προστάγμασι πεποιθότα οὐκ ἠνέσχετο δέξασθαι. Κατ’ ἐκεῖνο δὲ καιροῦ καὶ ἐπὶ τὰ τῶν Ἱεροσολύμων ἐγκαίνια σχεδὸν πάντες συνῄεσαν οἱ ἐπίσκοποι· καὶ γράφει Κωνσταντῖνος ὁ εὐσεβὴς βασιλεὺς πάλιν συλλεγῆναι σύνοδον ἐποψομένην ἃ διέβαλλέ τε Ἀθανάσιον καὶ ἃ συνίστη τὸν Ἄρειον· καὶ εἰ μὲν φθόνος ὀρθοδοξοῦντα τὸν Ἄρειον τῆς ἐκκλησίας διέστησεν, εἰς εἰρήνην συμβιβάσαι τὴν διάστασιν, εἰ δ’ αὐτὸς ἀπάτῃ κέχρηται, εἰς Ἀλεξάνδρειάν τε διαπεμφθῆναι κἀκεῖ σὺν ἀκριβείᾳ ὑπ’ ἐξέτασιν ἄγεσθαι· τὴν δὲ διάσκεψιν τὴν περὶ Ἀθανάσιον καὶ Ἄρειον πορευομένους ἐπὶ τὰ Ἱεροσόλυμα ὁδοῦ πάρεργον ἐν Τύρῳ ποιήσασθαι. Τριακοστὸν δὲ τότε ἠνύετο ἔτος τῆς Κωνσταντίνου βασιλείας·
ἑξήκοντα δὲ ἐπίσκοποι τὴν ἐν Τύρῳ σύνοδον ἐπλήρουν, Διονυσίου τοῦ ὑπατικοῦ συνάγοντος αὐτοὺς, μεθ’ οὗ καὶ ὁ τῆς ἐπαρχίας ἄρχων καί τινες τῶν ἐν τέλει τῇ συνόδῳ συνήδρευον. Παρῆν δὲ καὶ Ἀθανάσιος, ἀλλὰ καὶ Μακάριος ὁ πρεσβύτερος, στρατιωτικῆς χειρὸς ἀπὸ Ἀλεξανδρείας σιδηροδέσμιον αὐτὸν ἀγαγούσης. Πρώτην οὖν κατηγορίαν τὴν περὶ τῆς λινῆς ἐσθῆτος προβάλλονται. Ἀλλὰ ταύτην τὴν διαβολήν, οὐκ ἐν Τύρῳ μόνον κινηθεῖσαν ἀλλὰ καὶ πρότερον ἐν Νικομηδείᾳ ταῖς τοῦ βασιλέως ἐνηνεχθεῖσαν ἀκοαῖς, Ἄπις τε καὶ Μακάριος οἱ τῆς Ἀλεξανδρείας πρεσβύτεροι ἐκεῖσε παρατυχόντες, ῥᾳδίως διήλεγξαν. Διὸ τῶν μὲν συκοφαντῶν ὁ βασιλεὺς καθήψατο γράμμασιν, Ἀθανάσιον δὲ πρὸς ἑαυτὸν ἐλθεῖν προετρέψατο. Καὶ τὰ γράμματα ἧκε πρὸς τὴν ἐν Τύρῳ σύνοδον, καὶ εἰς κατήφειαν τὴν περὶ τὸν Εὐσέβιον φατρίαν συνέστελλεν ἤδη πολλὴν ῥέουσαν κατὰ Ἀθανασίου, ὅτι τε αὐτοὺς ὁ βασιλεὺς ᾐτιάσατο, καὶ ὅτι ἡ κατὰ τὴν λινῆν ἐσθῆτα συκοφαντία προέφθασε δοῦναι τὸν ἔλεγχον. Τῆς δὲ διαβολῆς ταύτης ἐκπεσόντες τὰ περὶ Ἰσχύραν καὶ Μακάριον τὸν πρεσβύτερον προτείνουσιν.
PG 104:135Ὁ δὲ σοφὸς Ἀθανάσιος παρεγράφετο μὲν κατὰ νόμους πράττων τοὺς προφανεῖς ἐχθρούς, Εὐσέβιόν φημι καὶ τοὺς ὁμόφρονας, ἠξίου δὲ πρὸ πάντων Ἰσχύραν ἐπιδειχθῆναι πρεσβύτερον, οὗ λειτουργοῦντος ἐπεισπεσεῖν ἔπλαττεν ἡ κατηγορία τὸν Μακάριον κατὰ λῃστρικὴν ἔφοδον ἐξ ἀποστολῆς Ἀθανασίου, καὶ ἀνατρέψαι τὴν ἱερὰν τράπεζαν, καὶ τὸ μυστικὸν κατεάξαι ποτήριον καὶ τὰ τῆς θείας γραφῆς ἡμῶν βιβλία πυρὶ παραδοῦναι. Ἀλλ’ ὁ μὲν τὰ δύο ταῦτα νόμῳ κοινῷ ἀντιπαρετίθει καὶ ἀντιπροὐβάλλετο· οἱ δὲ κριταὶ οὐχὶ κρίνειν, εἰς δὲ τὸ κρατύνειν τὴν συκοφαντίαν ὅλον ἔτεινον τὸν λογισμόν. Διὸ λόγον μὲν τῶν δικαίως λεγομένων οὐδένα εἶχον, εἰσάγεται δὲ ἡ περὶ τὸν Μακάριον καὶ Ἰσχύραν κατηγορία. Καὶ τὸ μὲν πρόθυμον ἦν τῶν συκοφαντῶν ἀφόρητον, τὸ δὲ τῆς ἀποδείξεως ἄπορον τὴν προθυμίαν ἐδείκνυ δυσσεβείας καὶ φθόνου κακούργημα. Ὑπερθέσει δὲ καὶ τέχνῃ τὴν τῆς ἀποτυχίας αἰσχύνην συσκιάζοντες πρὸς τὸν Μαρεώτην τῆς αὑτῶν συμμορίας ἀποστέλλουσιν, ἐκεῖσε τὴν ἔτασιν, ἐν ᾧ ἡ πρᾶξις προῆλθε, δέον γενέσθαι προφασισάμενοι.
Ὡς δ’ εἶδεν ὁ Ἀθανάσιος οὓς παρεγράψατο κριτὰς στελλομένους (Θεογόνιος γὰρ ἦν καὶ Μάρης καὶ Θεόδωρος καὶ Μακεδόνιος καὶ Οὐρσάκιος), διεμαρτύρατο πᾶσι τὸ περιφανέστατον τοῦ ἀδικήματος, καὶ ὅτι Μακάριος μὲν ὁ πρῶτος τὴν γραφὴν ὑφιστάμενος ἐν σιδήροις ἦν, Ἰσχύρας δ’ ὁ κατήγορος τοῖς ἐκθέσμοις κριταῖς συνετέτακτο. Ὡς δ’ οὐ προσεῖχον ἡ σύνοδος οἷς ᾐτιᾶτο καὶ διεμαρτύρετο, διαλαθὼν πρὸς βασιλέα, ἅτε δὴ καὶ μετακληθείς, ἀνεχώρησεν. Οἱ δὲ τοῦ Μαρεώτου κριταὶ ἐκ μονομερείας, ὡς αὐτοῖς τὸ ψεῦδος καὶ ὁ φθόνος ἐπέταττεν, ὑπομνήματα συνταξάμενοι πρὸς τὴν σύνοδον ἐπανῄεσαν. Αὐτὴ δέ, πρὶν ἢ παραγενέσθαι τούτους, ἐρήμην Ἀθανασίου κατεδιῄτησε· παραγεγονότων δὲ τήν τε καθαίρεσιν ἐπεκύρωσαν καὶ λοιδορίαις ἐπηύξησαν. Καὶ παραυτίκα πρὸς τὴν καθιέρωσιν τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας οἱ τὸ ἱερουργικὸν ἐξ ὧν ἔπραξαν ἀνοσιουργήσαντες σπουδῇ παραγίνονται. Καὶ τὸν Ἄρειον ἐπιστάντα οἱ μὲν περὶ Εὐσέβιον ἀσμένως προσδέχονται, οἱ δὲ τῆς ὀρθῆς ἀπεστράφησαν πίστεως, ὁρίσαντες ἐν Ἀλεξανδρείᾳ τὸν λόγον ὑπέχειν ὧν ἐν αἰτίᾳ καθίσταται. Ἐν ᾗ καὶ παραγεγονὼς ἑάλω.
PG 104:137Ἐν τούτοις δὲ τῶν πραττομένων κινουμένων φθάνει γράμματα τοῦ βασιλέως, καὶ Ἀθανάσιον πρὸς αὐτὸν ἀπαγγέλλοντα ἥκειν καὶ αὐτοὺς ἐπὶ τὴν βασιλίδα παραγενέσθαι. Καὶ εἰς ἀγωνίαν ἐμβάλλει τὴν σύνοδον. Διὸ οἱ πλείους μὲν αὐτῶν εἰς τὰ οἰκεῖα ἐπανῄεσαν, οἱ δὲ περὶ Εὐσέβιον καὶ Θεογόνιον τέως αὐτόθι χρονίζειν ἐγίνωσκον, τῇ παρολκῇ τοῦ καιροῦ τὴν ἀγωνίαν λύειν μηχανώμενοι. Ἐν δὲ τῷ μεταξὺ καὶ τὸ ἕτερον τῶν ἐγκλημάτων, ὃ τῷ Φιλουμένῳ χρυσίον ἔλεγεν Ἀθανάσιον διαπέμψαι κατὰ πρόσωπον διαλύεται τοῦ βασιλέως ἐν προαστείῳ τῆς Νικομηδείας Ψαμαθίᾳ καλουμένῳ διατρίβοντος. Καὶ ἀποστέλλεται εἰς Ἀλεξάνδρειαν μετὰ τιμῆς Ἀθανάσιος, γραμμάτων βασιλικῶν τὴν ἀθώωσιν αὐτοῦ πρὸς τοὺς ἐκεῖσε ἀνακηρυττόντων. Παρῆν δὲ καὶ Ἄρειος ἀποσταλείς (ὥς μοι προείρηται) ὑπὸ τῶν ἐν Ἱεροσολύμοις· καὶ τάραχον ἡ Αἴγυπτος δέχεται πάλιν. Καὶ γράφει ταῦτα τῷ βασιλεῖ Ἀθανάσιος, καὶ μετάπεμπτον βασιλεὺς ἄγει τὸν Ἄρειον. Ὁ δὲ τοῖς περὶ Εὐσέβιον κατὰ τὴν ὁδὸν ἐν Καισαρείᾳ συμβάλλει, καὶ ἄλλα πάλιν κατὰ Ἀθανασίου συκοφαντήματα ῥάπτεται.
Ὡς δ’ ὀψὲ καὶ μόλις οἱ περὶ Εὐσέβιον τῇ βασιλίδι παρεγίνοντο, τὰ μὲν ἄλλα τῶν ἐγκλημάτων ἔλεγον ὑπ’ ἐξέτασιν μὴ ἀγαγεῖν, τὰ δὲ περὶ Ἰσχύραν καὶ ἐτάσαι καὶ σαφῶς εἰδέναι ὑπ’ Ἀθανασίου τετολμῆσθαι. Ὡσαύτως καὶ ὡς τὴν σιτοπομπίαν τὴν ἐξ ἔθους δι’ Ἀλεξανδρείας τῇ Κωνσταντινουπόλει φερομένην κωλύσειεν. Ἐν οἷς καὶ φωραθεὶς ἔνοχος Ἀθανάσιος, λαθραίως ἀναχωρήσας, τὴν δίκην ἔφυγε. Συναρπαγεὶς οὖν τοῖς πλάσμασιν ὁ βασιλεὺς εἰς τὰς Γαλλίας οἰκεῖν ἐν Τριβεριάδι ὑπερόριον ἐκπέμπει τὸν πολύαθλον Ἀθανάσιον. Θορύβου δὲ καὶ ζάλης τὴν Αἴγυπτον ἐκκυμαινόντων, καὶ λοιμοῦ δίκην τῆς αἱρέσεως τὰ τῶν ἐκκλησιῶν λυμαινομένης, ὁ βασιλεὺς Κωνσταντῖνος κατά τι προάστειον τῆς Νικομηδείας, ἓν καὶ τριακοστὸν ἐν τῇ βασιλείᾳ διανύσας ἔτος, μεθίσταται τῶν ἐνταῦθα, ἄγων ἀπὸ γενέσεως πέμπτον καὶ ἑξηκοστόν. Καταλείπει δὲ τὴν διαθήκην πρεσβυτέρῳ τινὶ τὴν Ἀρείου λύσσαν νοσοῦντι, προστάξας τῷ ὁμωνύμῳ ταύτην ἐγχειρίσαι Κωνσταντίνῳ· διὰ ταύτης γὰρ αὐτῷ καὶ ἡ τοῦ πατρὸς βασίλειος ἀρχὴ εἰς κλῆρον ἀντὶ τῆς ἑσπερίας ἀφωρίζετο.
Ἀλλ’ ὁ δείλαιος, πολλῶν πυνθανομένων εἰ βασιλέως διαθήκη προελήλυθε, μὴ γενέσθαι διετείνετο, συνεργοὺς ἔχων τοῦ ψεύδους τοὺς ἀνδρογύνους εὐνούχους. Μετ’ ὀλίγον δὲ πρὸ τῶν ἄλλων παραγεγονότι Κωνσταντίῳ τὴν τοῦ βασιλέως ἐγχειρίζει διαθήκην λάθρᾳ, καὶ χάριν ἀντὶ τῆς προδοσίας αἰτεῖ τῆς πατρικῆς αὐτοῦ καὶ ὀρθῆς πίστεως τὴν προδοσίαν. Οἱ δὲ περὶ Εὐσέβιον παρείσδυσιν διὰ τοῦ πρεσβυτέρου πρὸς Κωνστάντιον λαβόντες, Εὐσέβιόν τε τὸν πραιπόσιτον καὶ δι’ αὐτοῦ τοὺς ἄλλους εὐνούχους καὶ δὴ καὶ τὴν βασιλίδα τῆς αἱρέσεως παρασκευάζουσιν ἐραστάς· καὶ τὰ Ἀρείου πάλιν ἐκρατύνετο. Τῶν δ’ ἀρχιερατικῶν θρόνων κατ’ ἐκεῖνο καιροῦ Μάξιμος μὲν τῶν Ἱεροσολύμων εἶχε τὴν ἐφορίαν, Ἀλέξανδρος δὲ τῆς βασιλίδος, Ἀθανάσιος δ’ ἦν ὑπερόριος. Ἄρειος δὲ παραγεγονὼς ἐν Κωνσταντινουπόλει τὴν τοῦ Θεοῦ διαφθείρειν ἐφρυάττετο ἐκκλησίαν. Ἀλλ’ ἡ φιλάνθρωπος οὐκ ἐμακροθύμησε δίκη, ταῖς δὲ τοῦ ἱεροῦ Ἀλεξάνδρου παροξυνθεῖσα προσευχαῖς αὐτῇ αἱρέσει ἐκκόπτει τὸν Ἄρειον, καὶ τῶν σπλάγχνων αὐτοῦ ἀθρόον διαπεσόντων κάτωθεν τῆς ζωῆς ἀπελαύνεται.
PG 104:139Μικρὸν δὲ τῶν ἐξ Ἀρείου ἐφησυχασάντων, αὖθις ἅπαντα κινοῦσι, τὸ ὑπερόριον Ἀθανασίου μέγα ὅπλον αὑτοῖς εἰς τὸ καταπράξασθαι ἃ διενοοῦντο νομίζοντες. Ἀλλ’ ἡ θεία πρόνοια τὴν αὐτῶν σπουδὴν προφθάνουσα Ἀθανάσιον ἐπανάγει τῆς ὑπερορίας, γράμμασιν ὠχυρωμένον βασιλικοῖς, οἷς αὐτὸν ὁ τῆς δύσεως ἔχων τὸ σκῆπτρον Κώνστας ἐφοδιάζων εἰς Ἀλεξάνδρειαν ἐξαπέστειλε. Καὶ ἥδιστα μὲν τὸν ποιμένα, ὅσοι τῆς ὀρθοδοξίας ἦσαν, ἐδέχοντο· τὸ δ’ αἱρετίζον στάσεις ἀνεκίνει, καὶ τοῖς περὶ Εὐσέβιον ἀφορμὰς παρεῖχον ἐνδιαβάλλειν πάλιν τὸν Ἀθανάσιον πρὸς Κωνστάντιον. Καὶ τοσοῦτον ταῖς διαβολαῖς εἰς ὀργὴν τὸν εὐρίπιστον ἀνερρίπισαν, ὡς αὐτίκα πάλιν ὑπερορίαν κατὰ τοῦ ἁγίου ψηφίσασθαι. Οὗτοι καὶ νεκροῦ τινος χεῖρα εἰς ὅπλον συκοφαντίας κατὰ τοῦ ὁσίου ἐκκόψαντες καθωπλίσαντο· Ἀρσενίου δὲ ταύτην ἐφήμιζον, καὶ ὑπὸ Ἀθανασίου μὲν ἐκκεκόφθαι, εἶναι δὲ αὐτῷ ταύτην μαγικῆς τέχνης ὄργανον.
Καὶ ἡ μὲν τῆς ὑπερορίας ψῆφος οὐ λύεται, συνέδριον δ’ ἐν Τύρῳ βασιλέως προστάττοντος συναθροίζεται, καὶ προχειρίζεται τὸ βασιλικὸν βούλημα ἄνδρα συνέστιον καὶ ὁμόφρονα, Ἀρχέλαον ὄνομα, καὶ σὺν αὐτῷ τὸν Φοινίκης ἄρχοντα, συνεδριάσαι τε τοῖς περὶ Εὐσέβιον, καὶ συνδιασκέψασθαι ἃ κατὰ τοῦ Ἀθανασίου συνεσκεύαστο. Ἐχρόνιζον οὖν οἱ ἐν Τύρῳ, ὡς μὲν οἱ δυσσεβεῖς ἐπλάττοντο, τοὺς ἀπὸ Ἀλεξανδρείας κατηγόρους ἀναμένοντες, οὓς καὶ τοῦ μύσους αὐτόπτας καὶ τὸν Ἀρσένιον καλῶς ἐπιγινώσκειν διήγγελλον, ὡς δὲ τὸ ἐκβεβηκὸς ἔδειξε, κατὰ θείαν πρόνοιαν. Ἦν μὲν γὰρ ὁ Ἀρσένιος τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας ἀναγνώστης, καί ποτε δίκην αἰσχρᾶς αἰτίας μέλλων ὑπέχειν ἐξαρπάζεται μὲν ὑπὸ Ἀθανασίου, δρασμῷ δὲ τὴν σωτηρίαν καρποῦται, καὶ τὸ ἀφανὲς τοῦ φυγάδος θαρρεῖν τῷ πλάσματι τῆς δυσσεβείας ὑπετίθετο. Ἀλλ’ οἶκτον λαβὼν τοῦ σωτῆρος Ἀρσένιος (ἐν γὰρ τῷ βραδύνειν τὸ συνέδριον ἡ τῆς συκοφαντίας φήμη πανταχοῦ διέδραμε) πρὸς τὴν Τύρον παραγίνεται κρεῖσσον λογιζόμενος, εἰ δέοι, αὐτὸν καὶ τεθνάναι, ἢ δι’ αὐτὸν τὴν οἰκουμένην περὶ τηλικούτου ἀνδρὸς σκανδαλίζεσθαι.
Ἐμφανίζεται δὴ κατὰ μυστικὴν ὁμιλίαν τῷ σεβασμίῳ Ἀθανασίῳ, καὶ δέχεται βουλὴν λανθάνειν πάντας πρὸ τῆς δίκης, ἵνα μή τι κακὸν αὐτὸς παρὰ τῶν συκοφαντῶν πάθῃ, ἢ τὸν ἔλεγχον ἄφυκτον τοῦ πλάςματος οἱ δραματουργοὶ συνιδόντες εἰς ὑπέρθεσιν τὸ ἔγκλημα διαλύσωσιν. Ἀθροίζουσιν οὖν τὸ συνέδριον καὶ πρώτη συκοφαντία, γύναιον αὐτῷ ἐπαφιᾶσι μοιχείαν ἀνακαλούμενον. Ἐβόα δὲ τὸ ἀναιδὲς ἐκεῖνο καὶ μεμισθωμένον γύναιον νύκτωρ ἄκουσα φθορὰν ὑποστῆναι ἐπιπεσόντος αὐτῇ Ἀθανασίου. Συνῆν τῷ τῆς παρθενίας ἐραστῇ καὶ Τιμόθεος ὁ αὐτοῦ πρεσβύτερος, καὶ βουλὴν σοφίας, μᾶλλον δὲ θείας ἐπιπνοίας βουλεύονται, δι’ ἧς τὸ κακομήχανον τῶν δυσσεβῶν ῥᾳδίως ἔμελλεν ἀπαιτεῖσθαι τὸν ἔλεγχον. Ἐπεὶ γὰρ εἰς πρόσωπον ἤχθησαν τοῦ γυναίου, ὁ μὲν κατηγορούμενος ἡσυχῇ Θεὸν ἐδυσώπει, Τιμόθεος δ’ ἀναιδευομένης τῆς μαινάδος καὶ τὸν Ἀθανάσιον (ὡς ἐδιδάχθη) φθορέα καλούσης, ὁ πρεσβύτερος ὡς δῆθεν Ἀθανάσιος· «Εἰπέ, ὦ γύναι, φησίν, ἐγὼ παρά σοι ἔμεινα; Ἢ σύ με ἐν οἴκῳ τῷ σῷ ὑπεδέξω; Ἢ νύκτωρ σε ἐβιασάμην;» Ἡ δὲ οἷα γύναιον ἐκ δημοσίου τέγους, ἀναιδεῖ προσώπῳ καὶ ἀτενέσιν ὀφθαλμοῖς πρὸς τὸν Τιμόθεον ἀποβλέψασα·
PG 104:141«Σὺ εἶ ὁ τὴν βίαν μοι ἐπενεγκὼν καὶ τὴν φθορὰν νύκτωρ» ἀνεβόα, καὶ πρὸς τοὺς κριτὰς ἐπιστραφεῖσα τοὺς φρικτοτάτους ὅρκους ταῖς διαβολαῖς συνῆπτεν, ὡς· «Οὗτος», τὸν Τιμόθεον πάλιν δακτυλοδεικτοῦσα καὶ ἕλκουσα, «οὗτός ἐστι καὶ οὐκ ἄλλος ὁ ἐμὸς φθορεύς». Οἱ δὲ κριταὶ σὺν τοῖς δορυφόροις τῆς μαχλάδος μὲν κατεγέλων, Ἀθανάσιον δὲ τῆς συνέσεως ἐθαύμαζον ὅπως σιγῶν τὸ κατ’ αὐτοῦ ἔγκλημα εἰς τοὺς κατηγόρους περιτρέψας ἀναιδεστάτους συκοφάντας ἀπέδειζεν· αὐτοὶ δὲ ἑαυτῶν οὐδὲν ἀμείνους εἰς τὸ φροντίσαι τοῦ δικαίου γεγόνασιν. Οἱ δὲ κατήγοροι, δέον στένειν καὶ χάριν εἰδέναι εἴ τις αὐτοὺς μὴ ἀπαιτοίη τὴν τῆς συκοφαντίας δίκην, οἱ δὲ καὶ πρὸς τὴν Ἀρσενίου δεξιὰν τὴν γλῶσσαν ὁπλίζουσι, καὶ φόνον ἅμα καὶ γοητείαν τῷ τῆς εὐσεβείας ἀγωνιστῇ περιάπτουσιν. Ἀλλ’ ἐκεῖνος ἐν τῷ ἀταράχῳ καὶ τῆς φωνῆς καὶ τῆς γνώμης· «Καὶ τίς γάρ ἐστιν ἐξ ὑμῶν, φησίν, ὁ γινώσκων τὸν Ἀρσένιον ἢ τὴν αὐτοῦ δεξιάν;» Φαμένων δ’ οὐκ ὀλίγων, οὓς εἶχε τὸ συνέδριον σὺν τοῖς κατηγόροις, ὡς σαφῶς εἰδεῖεν τὸν Ἀρσένιον·
«Καὶ ἐπεὶ βεβαίως καὶ ἀκριβῶς, ὁ Ἀθανάσιος ἔφησε, γινώσκειν οὗτοι συνωμολόγησαν τὸν Ἀρσένιον, ὁ δὲ πάρεστιν, ἐσίτω». Εἰσελθόντος δέ, πάλιν ἐπηρώτα εἰ τὸν εἰσαχθέντα ἴσασιν ὡς εἴη Ἀρσένιος. Τῶν δὲ οὐκ ἐχόντων ἀρνήσασθαι, ἕλκει τε αὐτὸν μᾶλλον τοῦ βήματος ἐγγύτερον, καὶ πρῶτον τὴν δεξιὰν ἀνατεῖναι κελεύσας χεῖρα, εἶτα καὶ τὴν ἀριστεράν, ἀνέκραγεν· «Ἰδοὺ Ἀρσένιος, ἄνδρες πολῖται· ἰδοὺ αἱ δύο τούτου χεῖρες, ὦ θαυμάσιοι δικασταί. Εἰπάτωσαν οὖν οἱ κατήγοροι τίνος τέ ἐστιν ἡ χεὶρ καὶ τίνος αὐτὴν ἐξέκοψαν. Ἐφ’ ᾧ γὰρ ταύτῃ ἐχρήσαντο, οὐκέτι λοιπὸν οὐδενὶ ἀμφισβήτησις· ἐχειροκόπησαν γὰρ ἄνθρωπον, ὡς ἂν ἡμᾶς θανατώσωσιν». Ἀλλ’ ὁ μὲν οὕτω τὰ τῶν ἀντιπάλων πάντα διέλυε μηχανήματα· οἱ δὲ κριταὶ τυφλοὶ καὶ κωφοὶ ἔκ τε τοῦ ζητεῖν ἀρέσκειν Κωνσταντίῳ γεγονότες καὶ ἐξ ὧν ἀπέκλινον τοῖς αἱρετίζουσιν, ἀπέλιπόν τε τὸ βῆμα, καὶ σιγῇ διδόναι τὰ ἐληλεγμένα ἐτεχνάζοντο. Ὑποχωρησάντων δὲ τούτων κίνησις οὐκέτι συκοφαντιῶν ἀλλ’ ἀναιδῶς μιαιφονίας κατὰ τοῦ τρισαριστέως ἀναρρήγνυται, καὶ οἱ μὲν λόγοις οἱ δὲ καὶ χερσὶ τὸν νικητὴν προὐπηλάκιζον, οἱ δὲ καὶ τὸν ἐκ τοῦ βασιλέως ἐπέσειον θάνατον.
PG 104:143Ὁ δὲ Ἀρχέλαος μέλλοντα διασπᾶσθαι τὸν ὅσιον ὑπὸ τῶν δυσσεβῶν, μόλις τῆς οἰκίας καταβάς (εἰ γὰρ πρὸς τὴν κρίσιν οὐχ ἑώρα, ἀλλ’ οὖν εἶχέ τινα τῆς φύσεως αἰδῶ) μετὰ καὶ τῶν δορυφόρων ἐξαρπάζει, καὶ δρασμὸν κρύφιον αὐτῷ παρασκευάζει καὶ ὑποτίθεται. Τὸ δὲ δυσσεβὲς συνεδριάσαντες αὖθις γράφουσί τε τὸν ἀναίτιον αἰτίαις ἀτόποις, ἃς αὐτοὶ συνέπλασαν, ἁλῶναι, καὶ διαφόροις βιβλιδίοις ἐγκαταθέμενοι τὰ τοῦ ψευδοῦς τῷ τε Κωνσταντίῳ καὶ πάσῃ διαπέμπονται τῇ οἰκουμένῃ· καὶ γίνεται τῷ πολυάθλῳ πᾶσα χωρὰ φυγὴ σφόδρα ζητουμένῳ. Καὶ ἡ ζήτησις τοῖς μὲν συνειδόσι καὶ μὴ καταμηνύουσι ζωῆς ἀφαίρεσις ἐπέβαλλε τὴν ζημίαν· τοῖς δὲ κομίζουσιν ἢ ζῶντα ἢ τὴν αὐτοῦ κεφαλὴν δωρεαὶ προὐτείνοντο μεγάλαι. Ἃ συνιδὼν ὁ τῆς ὑπομονῆς ἀδάμας ἐν λάκκῳ ὕδωρ μὴ ἔχοντι ἐπὶ ἓξ ἔτεσι λαθὼν ἐκαρτέρει. Ὡς δὲ καὶ τὸ χωρίον ἐκεῖνο προδίδοσθαι ἔμελλε, θείας ὄψεως τὴν προδοσίαν τῷ θεράποντι πρὸ μιᾶς ἡμέρας μηνυσάσης κἀκεῖθεν ἀποδιδράσκει καὶ πρὸς τὴν δύσιν ἀπαιρεῖ, τοῦ Κώνσταντος ἤδη τὴν ἀρχὴν ἔχοντος, οὐ τὴν ἑαυτοῦ μόνον ἀλλὰ καὶ τὴν τοῦ ἀδελφοῦ Κωνσταντίνου· καὶ γὰρ αὐτὸν τὸ στρατιωτικὸν τυραννίδι ἐπιθέμενοι ἀνεῖλον.
Διδάσκει τοιγαροῦν διὰ συνδρομῆς Ἰουλίου τοῦ Ῥώμης τὸν βασιλέα Κώνσταντα τὰς συσκευὰς ἃς ὑπὸ τῶν Ἀρειανῶν ὑπέστη, καὶ τὴν σύνοδον τὴν ἐν Ἀντιοχείᾳ ἐπὶ διαστροφῇ τῆς πίστεως συγκροτηθεῖσαν, καὶ ὡς Γεώργιον εἰς τὸν αὐτοῦ θρόνον ἐκθέσμως χειροτονήσαντες ἐγκαθίδρυσαν, καὶ οὐκ ἐκεῖνον μόνον ἀλλὰ καὶ πρὸ ἐκείνου Γρηγόριον. Εὐσέβιος μέντοι διαπραξάμενος ἃ ἐσπούδαζε, διαπρεσβεύεται πρὸς τὸν ὅσιον Ἰούλιον, κοινωνὸν λαβεῖν τῆς Ἀθανασίου κατακρίσεως μηχανώμενος. Ὁ δέ, ἐξ ὧν ἐκεῖνος ἔγραφεν, οὐ κατάκρισιν, ἀθώωσιν δὲ μᾶλλον Ἀθανασίου συνορῶν, γράμμασι τὸν ἠδικημένον ἐπιρρώσας εἰς Ἀλεξάνδρειαν ἀποστέλλει, ἐν οἷς καὶ τοὺς αὐτὸν καθελόντας δικαία καὶ οὐ μικρὰ μέμψις μετήρχετο. Ἀλλ’ οἱ τῆς Ἀρείου λύσσης ὑποφθείραντες ἐπὶ πλέον τὸν Κωνστάντιον, ὃν αὐτοὶ κεχειροτονήκασι Γρηγόριον ἐπὶ τὴν Ἀλεξάνδρειαν στρατιωτικῇ χειρὶ ἐκπεμφθῆναι καταπράττονται. Συριανὸς ἦν στρατηγὸς τῆς τοιαύτης καταπράξεως, καὶ ὁ στρατὸς εἰς πέντε χιλιάδας ἀπηρτίζετο. Διαφεύγει δ’ οὖν ὁ σοφὸς Ἀθανάσιος τόν τε στρατηγὸν καὶ τοὺς στρατιώτας πνέοντας κατ’ αὐτοῦ τὸν φόνον, καὶ τὸ δεύτερον ἐπὶ τὴν Ῥώμην ἀνατρέχει.
Ὁ δὲ δυσσεβὴς Γρηγόριος τῆς Ἀλεξανδρέων ἐκράτησε· καὶ ἡ πόλις τὸ συνενεχθὲν οὐκ ἐν τῷ ἀνεκτῷ θεμένη τὴν καλουμένην Διονυσίου ἐκκλησίαν ἐνέπρησαν. Συνῆσαν οὖν ἀλλήλοις φυγάδες ὄντες ὅ τε σεβάσμιος Ἀθανάσιος καὶ Παῦλος, τοῖς ἴσοις ἀριστείοις κοσμούμενοι. Γράφει δὲ Κώνστας τῷ ἀδελφῷ Κωνσταντίῳ, συμπαρορμῶντος αὐτὸν καὶ τοῦ ἀρχιερέως Ἰουλίου, ὥστε τὰς ἰδίας ἐπισκοπὰς ἀναλαβεῖν τοὺς ἠδικημένους. Ὡς δὲ οὐδὲν ἤνυεν, ἀξιοῦσιν αὐτὸν οἱ περὶ Ἀθανάσιον οἰκουμενικῇ συνόδῳ τὰ περὶ αὐτούς τε καὶ τῆς συνεπηρεαζομένης πίστεως ἐπικριθῆναι. Καὶ κηρύσσεται γνώμῃ τῶν δύο βασιλέων κατὰ Σαρδικὴν οἰκουμενικὴ σύνοδος· ἑνδέκατον δ’ ἦν ἔτος ἀπὸ τῆς τελευτῆς Κωνσταντίνου τοῦ πατρὸς τῶν βασιλέων. Ἐκ μὲν δὴ τῆς ἑσπερίας ὑπὲρ τοὺς τριακοσίους συνῆλθον ἐπίσκοποι, ἐκ δὲ τῆς ἀνατολῆς ἓξ μόνοι καὶ ἑβδομήκοντα, ἐν οἷς καὶ ὁ Μαρεώτου Ἰσχύρας ἠριθμεῖτο ὡς ἐπίσκοπος. Ὡς οὖν ἐν τῇ Σαρδικῇ συνῄεσαν ἅπαντες, οἱ τῆς ἀνατολῆς εἰς ὄψιν τῶν ἑσπερίων ἐλθεῖν ἀπηρέσκοντο, εἰ μὴ πρότερον τοὺς περὶ Ἀθανάσιον καὶ Παῦλον τοῦ συλλόγου ἀπελάσωσι.
PG 104:145Πρωτογένης δὲ ὁ Σαρδικῆς ἐπίσκοπος καὶ Ὅσιος ὁ Κουδρούβης καὶ οἱ λοιποὶ ἑπόμενοι οὐδ’ εἰς ἀκοὴν τὴν ἔκθεςμον αὐτῶν ἀξίωσιν παρεδέξαντο, ἄνδρας οὓς συνῆλθον κρῖναι, ἀκρίτως κατακρῖναι καὶ ἀπελάσαι. Ἐξ ὧν οἱ μὲν τῆς ἀνατολῆς σχισθέντες τῶν ἐν Σαρδικῇ ἐν τῇ Φιλίππου πόλει συναθροίζονται, καὶ τὸ ὁμοούσιον οὐκέτι γνώμῃ ὑφάλῳ ἀλλ’ ἐμφανεστάτῃ καὶ γλώσσης θρασύτητι ἀναθεματίζουσι, καὶ τὸ ἀνόμοιον δογματίζουσι, καὶ τὰ δυσσεβῆ ψηφίσματα πανταχοῦ διαπέμπονται. Οἱ δὲ ἐν Σαρδικῇ πρῶτον μὲν τῶν ἀποσχισάντων ἐρήμην κατεψηφίσαντο, εἶτα τοὺς Ἀθανασίου κατηγόρους συκοφαντίας ἁλόντας καθαιροῦσι τοῦ ἀξιώματος, καὶ τρίτον τῆς ἐν Νικαίᾳ συνόδου τὸν ὅρον κρατύνουσι καὶ ἀποκηρύττουσι τὸ ἀνόμοιον, ἐπὶ πᾶσι δὲ τὸ ὁμοούσιον ἀνακηρύττουσι· καὶ γράμματα πρὸς πάσας τὰς τῆς οἰκουμένης ἐκκλησίας διαπέμπονται. Γνοὺς δ’ ὁ τῶν ἑσπερίων βασιλεὺς τὰ κατὰ τὴν Σαρδικὴν συνενεχθέντα διδάσκει μὲν παραυτίκα τὸν ἀδελφόν, ἀποδοθῆναι δὲ Παύλῳ καὶ Ἀθανασίῳ καὶ τοῖς περὶ αὐτοὺς τοὺς οἰκείους θρόνους ἅμα μὲν παρῄνει ἅμα δὲ καὶ παρεκελεύετο.
Καὶ Ἀθανάσιος μὲν ὑπεστέλλετο τὰς τῶν Ἀρειανῶν ἐπιβουλάς, καὶ τῇ Ῥώμῃ προσήδρευεν· ὁ δὲ τῆς δύσεως βασιλεὺς πάλιν γράφει τἀδελφῷ ὡς εἰ μὲν προθύμως δέχοιτο τὸν ἄνδρα καὶ τὸν ἀχιερατικὸν ἀποδίδωσι θρόνον, ἕτοιμός ἐστιν ἐκπέμπειν τὸν Ἀθανάσιον, εἰ δὲ μὴ βούλοιτο, αὐτὸς δι’ ἑαυτοῦ τοῦ δικαίου γενήσοιτο τιμωρός. Καθίσταται δὴ ὁ Κωνστάντιος εἰς δέος, καὶ διὰ γραμμάτων, οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ τρὶς σταλέντων, ἐπαγωγῶν τε καὶ θελκτηρίων καλεῖ πρὸς ἑαυτὸν τὸν πολύαθλον Ἀθανάσιον. Καὶ μετὰ πολλῆς δορυφορίας ἀποστέλλει τοῦτον ὁ τῆς ἑσπέρας βασιλεύς, καὶ Ἰουλίου τοῦ ἀρχιερέως γράμμασιν αὐτὸν διαφόροις ἐφοδιάζοντος. Κωνστάντιος δὲ παραγεγονότα εἰς τὸν οἰκεῖον θρόνον ἀποκαθίστησιν, ὑφειμένῳ πρότερον ὀνειδισμῷ καθυποβαλών· «Ἀποδρὰς γάρ, ἔλεγε, μεγάλην ἐμοῦ λοιδορίαν ἐξέχεας καίτοι γε περί σου φιλάνθρωπα μελετῶντος· πλὴν ἀλλά γε νῦν μίαν μοι δίδου χάριν». Ὁ δὲ τὴν κατὰ δύναμιν ἕτοιμος εἶναι διωμολόγει χαρίζεσθαι· καὶ ὁ Κωνστάντιος μίαν ἐκκλησίαν τῶν ἐν Ἀλεξανδρίᾳ ἐπιζητεῖ τοῖς Ἀρειανοῖς δοθῆναι συνακτήριον.
PG 104:147Ὁ δὲ οὐκ ἀπεῖπε, συνάπτει δὲ τῇ καταθέσει, εἰ καὶ Κωνστάντιος ἐν Κωνσταντινουπόλει μίαν τοῖς ὁμοδόξοις, ἣν οὔπω εἶχον, ἐγχειρήσειε. Κωνστάντιος δὲ προθύμως τε καὶ σὺν ἡδονῇ ἐπηγγείλατο· ἠγνόει δὲ ἄρα λυπῶν τὰ μέγιστα τοὺς ὁμόφρονας. Πλὴν καταπλαγεὶς τὴν τοῦ Ἀθανασίου σύνεσίν τε καὶ ἀγχίνοιαν, ὡς προείρηται, μετὰ πάσης δόξης καὶ τιμῆς ἐκπέμπει, γράφων καὶ πρὸς τὸν Αὐγουστάλιον τά τε ἄλλα διὰ σεβασμιότητος ἄγειν αὐτόν, καὶ πάντα, οἷς αὐτός τε καὶ οἱ σὺν αὐτῷ κατεψηφίσαντο, τὸ ἄκυρον καὶ ἀνενέργητον ἔχειν, ἀλλά γε δὴ καὶ τὸν ὑπ’ αὐτῷ κλῆρον τὴν προτέραν τιμὴν καὶ πάσης δημοσίου ὑπηρεσίας ἀναλαβεῖν τὴν ἐλευθερίαν. Καταλαβὼν οὖν ὁ Ἀθανάσιος τὰ Ἱεροσόλυμα, καὶ Μαξίμῳ τῷ ἀρχιερεῖ τοῦ Θεοῦ καὶ ὁμολογητῇ συνελθὼν εἰς ὄψιν τε καὶ ὁμιλίαν, τά τε ἐν Σαρδικῇ διαπεπραγμένα καὶ ὡς πρὸς αὐτὸν Κωνστάντιος διετέθη ἀναδιδαξάμενος, σύνοδον ἀθροῖσαι τὸν ὁμολογητὴν καταπράττεται. Καὶ ἡ σύνοδος τῷ θαυμαστῷ Ἀθανασίῳ καὶ τὴν κοινωνίαν καὶ τὸ ἀρχιερατικὸν ἀξίωμα ἐπιψηφίζεται, καὶ γράφει τοῖς ἐν Ἀλεξανδρείᾳ καὶ πάσῃ τῇ τε Αἰγύπτῳ καὶ Λιβύῃ ἃ περὶ Ἀθανασίου ἔγνω τε καὶ διεπράξατο.
Ὁ δὲ γενναῖος οὗτος ἀθλητὴς τῇ Ἀλεξανδρείᾳ ἐπιστὰς καθίζει καὶ αὐτὸς ἀρχιερέων ἐξ Αἰγύπτου τε καὶ Λιβύης σύλλογον· καὶ αὕτη τὰς ὁμοίας καὶ ἀπαραλλάκτους ψήφους ταῖς ἐν Σαρδικῇ καὶ ἐν Ἱεροσολύμοις συνόδοις ψηφίζεται. Ἀλλὰ γὰρ Μαγνεντίου τυραννίδι ἐπιθεμένου καὶ τὸν βασιλεύοντα τῆς δύσεως διαφθείραντος, οἱ ἐξ Ἀρείου πάλιν τὸν κονιορτὸν Κωνστάντιον κατὰ τοῦ πολυάθλου ἀναρριπίζουσι· καὶ πάλιν τὰ τῆς ἀσεβείας ψηφίσματα, καὶ πάλιν φυγή, καὶ πάλιν ἔρευνα, καὶ πάλιν ἀναζήτησις. Ναὶ δὴ καὶ Γεώργιος ὁ τῆς Ἀλεξανδρέων πόλεως ἁρπάσας τὸν θρόνον, ἅμα τοῖς περὶ Ἀκάκιον καὶ Πατρόφιλον, οἱ τῆς Ἀρείου φατρίας, ἐξωθήσαντες Ἱεροσολύμων τὸν ὁμολογητὴν Μάξιμον ἀντεισάγουσι Κύριλλον. Ὁ δὲ δυσσεβὴς Γεώργιος τοσούτων τὴν Ἀλεξανδρέων ἐνέπλησε κακῶν, ὡς τὰ τοῖς Ἕλλησι κατὰ Χριστιανῶν τολμηθέντα φιλανθρωπίαν νομίζεσθαι. Αἰκισμοί τε γὰρ σωμάτων καιναῖς ἐπινοίαις ἀφορήτους φέροντες τὰς ἀλγηδόνας κατέξαινον, καὶ πῦρ γυμναῖς ταῖς παρθένοις προσεφέρετο, καὶ θάνατος πολλοὺς ἄλλους καὶ τοῦ ζῆν καὶ τῆς τιμωρίας ἅμα ἐξήρπαζε·
γεγόνασι καὶ ὑπερορίαι τῶν κατὰ τὴν Αἴγυπτον ἱερέων τε καὶ ἀρχιερέων δύο καὶ τριάκοντα. Ὁ δὲ Κωνστάντιος προσλαβὼν καὶ τὴν τἀδελφοῦ ἀρχήν, καὶ τοὺς ἑσπερίους ἐπισκόπους μεθέλκειν εἴς τε τὴν Ἀθανασίου κατάκρισιν καὶ εἰς τὴν ἰδίαν ἐσπούδαζεν αἵρεσιν· διὸ καὶ σύνοδον διὰ ταῦτα κατὰ Μεδιόλανον πόλιν τῆς Ἰταλίας ἀθροίζει. Καί τινας μὲν πρὸς τὸ οἰκεῖον διαστρέφει βούλημα· Διονύσιος δὲ καὶ Εὐσέβιος καὶ Ῥοδανός, Παυλῖνός τε καὶ Λουκίφερ τὸ οἰκεῖον καὶ τῆς εὐσεβείας μὴ καθυβρίσαντες φρόνημα, καὶ οὐδ’ Ἀθανασίου καταγνῶναι ἀνασχόμενοι (ᾔδεσαν γὰρ τὴν Ἀθανασίου κατάκρισιν τὴν τῆς πίστεως προοιμιάζεσθαι καθαίρεσιν) ἐν Ἀριμήνῳ ὑπερορίζονται. Γνοὺς δ’ ὁ τοῦ Θεοῦ θεράπων Ἀθανάσιος ὡς πάλιν κατ’ αὐτοῦ πικρότερόν τε καὶ φονικώτερον τὸ αἱρετικὸν παροξύνεται στῖφος, λαθὼν ἅπαντας τοὺς ἐν τῇ πόλει παρθένῳ τινὶ καταφεύγει, τῷ ἀνυπόπτῳ τῆς κόρης κλέπτων τὴν εὕρεσιν. Ἦν γὰρ ἡ νεᾶνις καὶ τὴν ὄψιν ὡραία, καὶ συνοικεῖν αὐτῇ μηδὲ τὸν τυχόντα ἄνδρα, μήτι γε ἀρχιερέα, πολλὴν καὶ βεβαίαν τὴν πληροφορίαν πᾶσι παρέχουσα· ἔτος δὲ τῆς ἡλικίας εἰκοστὸν ἦγεν ἀπὸ γενέσεως.
PG 104:149Ἀνατίθησιν οὖν αὐτῇ ὁ τῆς παρθενίας καὶ διδάσκαλος καὶ φύλαξ τὰ καθ’ ἑαυτόν, ὅτι πρὸς μιαιφονίαν αὐτοῦ ἐξοπλίζοιτο τὸ αἱρετικόν, καὶ ὡς πάντα τὰ ἔξω τῆς πόλεως προκατείληπται ἐρεύναις, καὶ ὡς ἐκ θείας ὄψεως τὴν σωτηρίαν αὐτῷ πρυτανευούσης πρὸς αὐτὴν ἥκοι. Ἡ δὲ μετὰ χαρᾶς ἀνεκλαλήτου καὶ ὑποδέχεται καὶ ἐπὶ ἓξ ἔτη κατακρύπτει· καὶ ἡ Κωνσταντίου τελευτὴ λύσις γίνεται τῆς ἀποκρυβῆς. Ἐν πᾶσι δὲ προθύμως καὶ σεβασμίως ἡ παρθένος ἐξυπηρέτει τὸν ὅσιον, πάντας τοὺς ἐν τῇ πόλει μικρούς τε καὶ μεγάλους, καὶ τοὺς φιλοῦντας καὶ τοὺς διώκτας, διαλανθάνουσα. Προστάττει δ’ οὖν ὁ Κωνστάντιος τοὺς μὴ βουλομένους τῶν κατὰ τὴν Ἰταλίαν ἀρχιερέων τῇ Ἀρείου καθυπογράφειν ἐξωθεῖσθαι τῶν ἐκκλησιῶν καὶ ἀντ’ ἐκείνων τοὺς δυσσεβεῖς ἐγκαθίστασθαι. Ὑπερωρίζετο καὶ Λιβέριος τότε ὁ μετὰ Ἰούλιον τὸν θρόνον Ῥώμης ἰθύνων, καὶ ἀντιχειροτονεῖται Φῆλιξ ὃς παραχρῆμα μὲν ποινῇ θεηλάτῳ τῇ τῶν ὀφθαλμῶν πηρώσει ὑποβάλλεται, ὕστερον δὲ καὶ λοιμικῇ νόσῳ κατασχεθεὶς διαφθείρεται. Τὰ αὐτὰ δὲ καὶ Μελέτιος ὁ Ἀντιοχείας ὑφίσταται.
Καὶ ἀντικαθιστᾷ ἡ αἵρεσις τὸν Εὐζώϊον, ἐν Κωνσταντινουπόλει δὲ τὸν Εὐδόξιον, ἄνδρας δυσσεβεῖς καὶ τὸν βίον ἐπαξίους τῆς αἱρέσεως. Κατ’ ἐκεῖνο καιροῦ καὶ Ἰουλιανὸν ὁ Κωνστάντιος ἀναγορεύει Καίσαρα, καὶ πρὸς τὰς Γαλλίας ἐκπέμπει. Ἐγκαινίζει δὲ καὶ τὴν ἐν Κωνσταντινουπόλει παρ’ αὑτοῦ νεουργηθεῖσαν ἐκκλησίαν ἐπώνυμον αὐτῇ ἡ τοῦ Θεοῦ Σοφία. Καὶ ὁ δυσσεβὴς Εὐδόξιος, κατὰ τὰ ἐγκαίνια ἐνθρονισθείς, πρώτην ἐκείνην τὴν τολμηρὰν καὶ ἀφρονεστάτην ἀφῆκε φωνήν· «Ὁ Πατὴρ ἀσεβής, ὁ Υἱὸς εὐσεβής». Θορύβου δὲ δικαίου τὸ πλῆθος περιλαβόντος κακῷ τὸ κακὸν ἐπενόει κατευνάζειν, καί· «Μηδὲν ὑμᾶς, φησί, ταραττέτω· ὁ μὲν γὰρ Πατὴρ ἀσεβής, ὅτι οὐδένα σέβει, ὁ δὲ Υἱὸς εὐσεβὴς ὅτι σέβει τὸν Πατέρα». Ταῦτα τοῦ δυσσεβοῦς εἰπεῖν ἐπιμανέντος, ὁ θόρυβος εἰς χλεύην καὶ μυκτηρισμὸν ἐκλυθεὶς τοὺς πολλοὺς τῶν συνειλεγμένων διεσκέδασε τῆς ἐκκλησίας. Ὁ μέντοι γε Ἰουλιανὸς κατὰ τὰς Γαλλίας διατρίβων, καὶ νίκας ἀναδησάμενος κατὰ βαρβάρων, ὑπὸ τῶν στρατιωτῶν ἀνακηρύττεται βασιλεύς· καὶ Κωνστάντιος μαθὼν τὴν ἀνάρρησιν βαπτίζεται μὲν τῇ θεομάχῳ χειρὶ Εὐζωί̈ου, ἐξοπλίζεται δὲ κατὰ τοῦ ἐπαναστάντος.
PG 104:151Γενόμενος δὲ ἐν Μοψουκρήνῃ (πολίχνιον δὲ τοῦτο τῆς Κιλικίας) ὑπὸ φροντίδων, αἷς αὐτὸν ὁ πόλεμος συνεῖχεν, ἀποπληξίᾳ ληφθεὶς τελευτᾷ, ἔτος μὲν ἄγων ἀπὸ γενέσεως πέμπτον καὶ τεσσαρακοστόν, βασιλεύσας δὲ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἔτη πέντε καὶ εἴκοσι. Γεώργιος δ’ ὁ ἐν Ἀλεξανδρείᾳ ναὸν Ἑλληνικὸν ἤδη κατηρειπωμένον, ἐν ᾧ τὸ παλαιὸν οἱ Ἕλληνες τελετὰς ἐτέλουν τῷ Μίθρᾳ, θύοντές τε ἄνδρας καὶ παῖδας καὶ γυναῖκας καὶ τοῖς σπλάγχνοις αὐτῶν μαντευόμενοι, τοῦτον ἀνακαθαίρειν ἐπεμελεῖτο ἐπὶ τῷ ἀνοικοδομῆσαι εὐκτήριον. Ἀνακαθαιρομένου δὲ εὕρηται πολλὰ κρανία τῶν ἀνῃρημένων, καὶ τῶν Χριστιανῶν οἱ ζηλωταὶ ἐκπομπεύοντες τὰ τῶν Ἑλλήνων μυστήρια εἰς γέλωτα τῷ δήμῳ καὶ χλεύην τὰ κρανία προάγουσι. Τὸ δ’ Ἑλληνικὸν τὴν ὕβριν οὐκ ἐνεγκόντες, ὀργῆς αὐτοῖς ἀθέου στρατηγούσης, ὁρμῶσι κατὰ τῶν Χριστιανῶν, καὶ τοὺς μὲν ξίφεσι, τοὺς δὲ ῥοπάλοις, τινὰς δὲ λίθοις, ἄλλους δὲ τοῖς παρατυχοῦσιν ἀπέκτειναν, ἐνίους δ’ αὐτῶν καὶ ἀνεσταύρωσαν· τὸν δὲ Γεώργιον τῆς ἐκκλησίας ἐξελκύσαντες καμήλῳ τε προσέδησαν, καὶ διασπαραχθέντα σὺν αὐτῇ πυρὶ παρέδοσαν.
Ἰουλιανός γε μὴν τὸ τῆς βασιλείας κράτος λαβὼν τὰ μὲν Ἑλλήνων ἐσπούδαζεν, ἃ δὲ Κωνσταντίῳ κατὰ τῶν τοῦ Θεοῦ ἀρχιερέων πεπαρώνητο, στέργειν οὐ προῃρεῖτο· διὸ τοὺς ἐν ὑπερορίαις πάντας φωναῖς φιλανθρώποις ἀνεκαλέσατο. Ἐξ οὗ καὶ Ἀθανάσιος θαρρήσας ἔξεισι μὲν τῆς οἰκίας ἐν ᾗ κατεκρύπτετο τῆς παρθένου, κατὰ νύκτα δὲ ἔνδον ὤφθη τῆς ἐκκλησίας. Καὶ ὁ Ἀλεξανδρέων δῆμος ἀσμένως αὐτὸν καὶ ὡς ἐκ νεκρῶν ζῶντα κατὰ ἑορτῆς φαιδρότητα ὑπεδέξαντο· ὅσον δὲ ἀρειανίζον ἐν τῇ πόλει ὑπελείπετο εἰς τὸν Γεωργίου τόπον Λούκιον προχειρίζονται. Ἰουλιανὸς δὲ πανταχοῦ ἔσεβε τὰ Ἑλλήνων, ἔθυε δὲ καὶ κατὰ τὴν Κωνσταντινούπολιν δημοσίᾳ τῷ τῆς Τύχης ἀγάλματι, ἡνίκα καὶ Μάρης ὁ Καλχηδόνιος χειραγωγούμενος (ἦν γὰρ ὑπὸ τοῦ γήρως ὑπόχυσιν ἔχων ἐν τοῖς ὀφθαλμοῖς) πολλὰ τὸν ἀποστάτην ἐκάκιζεν. Ὁ δὲ τυφλὸν καὶ πονηρὸν ἀντελοιδορεῖτο, καὶ ὡς ὁ Γαλιλαῖος αὐτοῦ Θεὸς οὐκ ἐκθεραπεύσειεν αὐτὸν ἐπωνείδιζεν. Ὁ δὲ Μάρης· «Τοῦτό με πρὸς τὴν μεγίστην εὐχαριστίαν κινεῖ τοῦ Θεοῦ, ὅτι με τυφλὸν ἔθετο, ἵνα τὸ σὸν ἀναιδὲς οὕτω δι’ ἀσεβείας ἀμαυρωθὲν μὴ θεάσωμαι πρόσωπον».
PG 104:153Τότε δὴ τότε καὶ Ἰωβιανὸς καὶ Οὐλεντινιανός, οἱ μετὰ ταῦτα κατὰ διαδοχὴν βασιλεύσαντες, λύσαντες αὑτῶν τὰς ζώνας τῷ τυράννῳ προσέρριψαν· «Ἔχε, λέγοντες, καὶ τὰς ζώνας καὶ τὰς τιμάς· εἰ βούλει δὲ καὶ κολάζειν, προθύμως σοι παρέχομεν καὶ τὰ σώματα». Ὁ μέντοι ἀποστάτης σὺν τοῖς ὁμοφρόσι βουλὴν βουλεύεται Ἀθανάσιον ἐκποδὼν ποιῆσαι, ἐννοούμενος ὡς, εἴπερ ἡ Ἀλεξάνδρου πόλις ἐκείνου ἀπαλλαγείη, ῥᾳδίως τοὺς ἐν αὐτῇ Χριστιανοὺς εἰς τὸ οἰκεῖον μεθελκύσει δυςσέβημα. Διὸ πάλιν συκοφάνται, καὶ πάλιν στρατηγός, καὶ πάλιν στρατός, καὶ πάλιν Ἀθανάσιος ἐκζητούμενος, καὶ πάλιν φυγή. Καὶ τῆς ἐκκλησίας λάθρᾳ διαδρὰς ὁλκάδος ἐπιβαίνει καὶ ἐπὶ τὴν Θηβαί̈δα ἰθύνεται. Καὶ ὁ σατράπης ὄπιθεν καταδιώκει· καὶ μηνύεται τοῦτο ὁ διωκόμενος, καὶ ὄψις αὐτὸν θεία παρακελεύεται ἀντιστρέψαι τὸ πλοῖον καὶ τὴν ἐναντίαν πλοί̈ζεσθαι. Τῶν δὲ συνόντων κωλυόντων οὐ λόγοις μόνον ἀλλὰ καὶ δάκρυσι, μηδ’ εἰς ὄλεθρον οὕτω προφανῆ ἑαυτὸν κἀκείνους ἐκδοῦναι, ἐθάρρυνέ τε μηδὲν δεδιέναι, καὶ ἀνεδίδασκεν ὡς τὸ Θεῖον αὐτοῖς εἴη σύμμαχον.
Ἐξ ὑποστροφῆς οὖν πρὸς τὴν Ἀλεξάνδρειαν ἀναγομένοις συναντῶσιν οἱ διώκοντες, καὶ ἐπερωτῶσιν εἴ που ἴδοιεν Ἀθανάσιον φεύγοντα· οἱ δὲ ἠμείβοντο καὶ ἰδεῖν αὐτόν, καὶ ὡς εἰ ἐπιταχύνειαν τοῦτον καταλήψεσθαι. Καὶ τούτους μὲν πλανωμένους ἀπέπεμπον, αὐτοὶ δὲ θᾶττον εἰς τὴν Ἀλεξάνδρου κατήχθησαν. Καὶ βραχὺν χρόνον ἀποκρυβεὶς ὁ θεσπέσιος, Ἰουλιανοῦ τοῦ ἀποστάτου τὴν δίκην ἐν Πέρσαις ἀπαιτηθέντος ἐπαρρησιάσατό τε καὶ τὴν τοῦ σεσωκότος πίστιν ἐδογμάτιζέ τε καὶ ἀνεκήρυττεν. Ἀλλὰ γὰρ Ἰουλιανὸς μὲν ἐν Περσίδι ἀνῃρέθη, τῶν μὲν εἰς Πέρσην τινὰ τῶν αὐτομόλων τὴν ἀναίρεσιν ἀναφερόντων, τῶν δὲ εἴς τινα τῶν ὑποτελῶν στρατιωτῶν· ὁ δὲ πολὺς καὶ τῆς ἀληθείας ἐγγύτερος λόγος θεήλατον αὐτὸν ὑποστῆναι τὴν σφαγὴν ἐκδιδάσκει. Καταστρέφει δ’ οὖν τὸν βίον ἓν καὶ τριακοστὸν διαβιοὺς ἔτος, ἐν δὲ τῇ βασιλείᾳ μῆνας εἴκοσι. Καὶ διαδέχεται τὴν Ῥωμαϊκὴν βασιλείαν ψήφῳ τοῦ παντὸς στρατεύματος Ἰωβιανός, οὗ καὶ μνήμην ὁ λόγος ἔσχεν ἔμπροσθεν. Ἀλλ’ οὗτος ὀκτὼ μῆνας μόνους ἐν τῇ βασιλείᾳ διαρκέσας κατὰ Βιθυνίαν ἀπολείπει τὰ ἀνθρώπινα.
Μετ’ ἐκεῖνον δὲ Οὐαλεντινιανός, ἀνὴρ ὥσπερ ὁ πρὸ αὐτοῦ τῆς εὐσεβείας ὑπέρμαχος· καὶ λαμβάνει κοινωνὸν (ὡς εἴθε μὴ ὤφελε) τῶν Ῥωμαϊκῶν σκήπτρων Οὐάλεντα τὸν ἀδελφόν, καὶ μῆνα ἡμερῶν ἐν Κωνσταντινουπόλει διατρίψας ἀφορίζει μὲν Οὐάλεντι τὴν ἀνατολήν, αὑτῷ δὲ λείπει τῆς δύσεως τὴν ἀρχήν. Ἐπεὶ δὲ οὗτος εἰς δύσιν ἀπῆρεν, ὁ ἀδελφὸς μὲν ταῖς μητρικαῖς ὠδῖσιν, οὐκ ἀδελφὸς δὲ ἀλλὰ καὶ ἀντίπαλος τὴν πίστιν, πόλεμον ἄσπονδον κατὰ τῆς ὀρθοδοξίας κινεῖ. Καὶ πρῶτον μὲν τὸν θαυμαστὸν Μελέτιον ὑπὸ Ἰουλιανοῦ ἀνακληθέντα καὶ τὸν οἰκεῖον ἀπειληφότα θρόνον ὑπερορίζει μετὰ καὶ πολλῶν ἄλλων ἀρχιερέων τε καὶ τῶν ἐν κλήρῳ λογάδων, ἔπειτα δὲ καὶ τὴν Αἴγυπτον καταράσσει καὶ στάσεις καὶ θόρυβοι χαλεπώτεροι τῶν φθασάντων διέσειον τὴν Ἀλεξανδρέων πόλιν. Δεδιὼς δὲ ὁ θεόληπτος μὴ ἄρα τῆς ἐν τῷ πλήθει στάσεως αὐτὸς τὴν αἰτίαν λάβοι, τέσσαρας ὅλους μῆνας ἑαυτὸν ἐν πατρῴῳ τάφῳ κατακρύπτει. Ὁ δὲ τοὺς κατὰ τὴν Αἴγυπτον φόνους παλαμώμενος Τατιανὸς ἦν ὁ ταύτης ἐπάρχων, ὃν ἡ θεία δίκη καὶ τῆς μιαιφονίας καὶ τῆς δυσσεβείας θᾶττον μετῆλθε·
PG 104:155τοῦ τε γὰρ ἀξιώματος καὶ τῶν πολλῶν ἐκπίπτει χρημάτων, καὶ τῆς τροφῆς αὐτῆς ἐπαίτης ἦν· ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἀποβαλὼν τὸν βίον ἀλγεινῶς τε καὶ αἰσχρῶς καταστρέφει. Ἐν τούτοις δὲ κυμαινομένων τῶν ὅλων σεισμὸς ἐπισκήπτει τῶν πώποτε γεγενημένων ὁ μέγιστος, καὶ πολλὰς ἐδαφίζει τῶν πόλεων, ἀτὰρ δὴ καὶ τῆς Κρήτης τὰς δέκα πόλεις κατηρείπωσε· καὶ ἡ θάλασσα τῶν ἰδίων ὅρων ὑπερχυθεῖσα πολλὴν μὲν τῆς ἠπείρου ἀποτεμομένη θάλασσαν νέαν ἔδειξε, πολλὴν δὲ τῆς ὑποβρυχίου ἀρότρῳ ὑπέθηκεν. Ἀλλ’ οὐδὲν τούτων ἐσωφρόνισε τὸν Οὐάλεντα. Ἐπεὶ δὲ ὁ Ἀλεξανδρέων δῆμος πόθῳ καὶ πίστει τοῦ ποιμένος ἐστασίαζέ τε καὶ πάντα πράξειν ἠπείλει καὶ τά τε σιτηγὰ τῶν πλοίων καὶ αὐτοὺς τοὺς δημοσίους σιτοβολῶνας, εἰ μὴ τὸν διδάσκαλον ἀπολήψοιντο, πυρὶ δοῦναι διετείνοντο, γνοὺς ταῦτα ὁ δυσσεβὴς Οὐάλης διὰ γραμμάτων δίδωσιν Ἀθανασίῳ πᾶσαν ἄδειαν τὰς ἐκκλησίας ἰθύνειν. Ἐξορμᾶν δὲ μέλλων εἰς Ἀντιόχειαν, ἐπεὶ Εὐδόξιος ὁ μισόχριστος ὁ δέκα καὶ ἔννεα ἔτη κατὰ τῶν εὐσεβῶν ἄσπονδον πόλεμον ἀναλαβὼν ἀπεφθάρη, τῆς ὁδοιπορίας κατὰ τὴν Νικομήδειαν ἐπεσχέθη.
Καὶ οἱ μὲν ἐξ Ἀρείου Δημόφιλον χειροτονοῦσιν, οἱ δὲ τὸ ὁμοούσιον πρεσβεύοντες Εὐάγριόν τινα, τοῦ μακαρίου Εὐσταθίου τὴν τελεσιουργίαν χειρισαμένου, ὃς πρὸ Μελετίου τὴν Ἀντιοχέων ἐκκλησίαν ποιμαίνειν ὑπὸ τῶν Ἀρειανῶν συνεσκευάσθη, καὶ τῆς ὑπερορίας ψηφίσματι τοῦ εὐσεβοῦς Ἰωβιανοῦ ἀνακληθεὶς ἐν Κωνσταντινουπόλει διέτριβεν. Ὁ δὲ δυσσεβὴς Οὐάλης μαθὼν τὰ πραχθέντα, οἷς μὲν οἱ ἐξ Ἀρείου ἔπραξαν, συνήσθη τε καὶ ἠγάπησε, τῶν δὲ κηρύκων τῆς εὐσεβείας Εὐστάθιον μὲν τὸν χειροτονήσαντα διὰ στρατιωτικῆς χειρὸς ἐν Βιζύῃ πόλει τῆς Θρᾴκης περιορίζει, Εὐάγριον δὲ τὸν χειροτονηθέντα ἄλλη συνεῖχεν ὑπερορία. Καὶ ταῦτα πράξας ὁ δυσσεβὴς ἐπὶ τὴν Ἀντιόχου ἀφικνεῖται, τὰ αὐτὰ κατὰ τῶν εὐσεβούντων καὶ πράττων καὶ διανοούμενος, μᾶλλον δὲ πολλῷ χείρονα. Καὶ γὰρ διαφόροις θανάτοις τοὺς εὐσεβοῦντας ὑπῆγε· μάλιστα δὲ τῶν φόνων αὐτῷ τὸ προχειρότατον ἦν ποταμὸς ὁ Ὀρόντης.

Codex 259 — Antiphon, OrationsCodex 259 — Antiphon, Orationes

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τῆς συγχύσεως οὖν καὶ ταραχῆς ταύτης τὴν οἰκουμένην ἀνατρεπούσης, μετὰ τοὺς πολλοὺς καὶ μακροὺς ὑπὲρ τῆς εὐσεβείας ἄθλους καὶ καμάτους εἰς τὸν κοινὸν δεσπότην ὃν ἐφίλει καὶ ὑπὲρ οὗ ἔπασχε, χαίρων ὁ ἀθλητής, ἵνα τύχῃ τῶν ἐπάθλων, ἀπεδήμησεν, ἔτη διαρκέσας ἐν τῇ ἀρχιερατικῇ τελετῇ, μᾶλλον δ’ ἐν τοῖς ὑπὲρ αὐτῆς ἀγωνίσμασι, τεσσαράκοντα. Ὅτι ἡ συγγραφὴ ἐξ ἧς ἡ προκειμένη προῆλθεν ἐκλογή, μᾶλλον ἐπὶ τὸ ἠμελημένον ἢ τὸ διηκριβωμένον ἔχει τὴν ῥοπήν, μάλιστα δ’ ἐν τῇ τῶν νοημάτων οἰκονομίᾳ. Ἐν πολλοῖς δὲ κεφαλαίοις καὶ καινότερα παρὰ τοὺς ἄλλους ἱστορεῖ. Ἀνεγνώσθη «Ἀντιφῶντος» λόγοι διάφοροι. Εἰσὶ δ’ αὐτοῦ οἱ λόγοι τὸ ἀκριβὲς καὶ πιθανὸν καὶ περὶ τὴν εὕρεσιν δεινὸν οἰκειούμενοι. Ἔστι δὲ ὁ ἀνὴρ καὶ ἐν τοῖς ἀπόροις τεχνικός, καὶ τὰς ἐπιχειρήσεις ἐξ ἀδήλου ποιούμενος, καὶ ἐπὶ τοὺς νόμους καὶ τὰ πάθη τρέπων τοὺς λόγους, τοῦ εὐπρεποῦς μάλιστα στοχαζόμενος.
PG 104:157Ὁ μέντοι Σικελιώτης Καικίλιος μὴ κεχρῆσθαί φησι τὸν ῥήτορα τοῖς κατὰ διάνοιαν σχήμασιν, ἀλλὰ κατευθὺ αὐτῷ καὶ ἀπλάστους τὰς νοήσεις ἐκφέρεσθαι, τροπὴν δὲ ἐκ τοῦ πανούργου καὶ ἀνάλλαξιν οὔτε ζητῆσαι τὸν ἄνδρα οὔτε χρήσασθαι, ἀλλὰ δι’ αὐτῶν δὴ τῶν νοημάτων καὶ τῆς φυσικῆς αὐτῶν ἀκολουθίας ἄγειν τὸν ἀκροατὴν πρὸς τὸ βούλημα. Οἱ γὰρ πάλαι ῥήτορες ἱκανὸν αὑτοῖς ἐνόμιζον εὑρεῖν τε τὰ ἐνθυμήματα καὶ τῇ φράσει περιττῶς ἀπαγγεῖλαι. Ἐσπούδαζον γὰρ τὸ ὅλον περὶ τὴν λέξιν καὶ τὸν ταύτης κόσμον, πρῶτον μὲν ὅπως εἴη σημαντικὴ καὶ εὐπρεπής, εἶτα δὲ καὶ ἐναρμόνιος ἡ τούτων σύνθεσις. Ἐν τούτῳ γὰρ αὐτοῖς καὶ τὴν πρὸς τοὺς ἰδιώτας διαφορὰν ἐπὶ τὸ κρεῖττον περιγίνεσθαι. Εἶτα εἰπὼν ὡς ἀσχημάτιστος εἴη κατὰ διάνοιαν ὁ τοῦ Ἀντιφῶντος λόγος, ὥσπερ ἐπιδιορθούμενος ἑαυτόν· «Οὐ τοῦτο λέγω, φησίν, ὡς οὐδὲν εὑρίσκεται διανοίας παρὰ Ἀντιφῶντι σχῆμα· καὶ γὰρ ἐρώτησίς που καὶ παράλειψις καὶ ἕτερα τοιαῦτα ἔνεισιν αὐτοῦ τοῖς λόγοις· ἀλλὰ τί φημι; Ὅτι μὴ κατ’ ἐπιτήδευσιν μήτε συνεχῶς ἐχρήσατο τούτοις, ἀλλ’ ἔνθα ἂν ἡ φύσις αὐτὴ μεθοδείας τινὸς χωρὶς ἀπῆγεν·
PG 104:159ὃ δὴ καὶ περὶ τοὺς τυχόντας τῶν ἰδιωτῶν ἔστιν ὁρᾶν. Διὰ τοῦτο καὶ ὅταν τις ἀσχηματίστους εἶναι λέγῃ λόγους, οὐ καθάπαξ οἰητέον τῶν σχημάτων αὐτοὺς ἀπεστερημένους εἶναι (τοῦτο γὰρ ἀδύνατον) ἀλλ’ ὅτι τὸ ἐμμέθοδον καὶ συνεχὲς καὶ ἐρρωμένον τῶν σχημάτων οὐκ ἔστιν ὁρώμενον ἐν αὐτοῖς». Φέρονται δὲ αὐτοῦ λόγοι ξ, ὧν ὁ Καικίλιος κε φησιν αὐτοῦ καταψεύδεσθαι, ὡς εἶναι τοὺς διαφυγόντας τὸ νόθον ε καὶ λ. Οὗτος τῷ οἰκείῳ πατρὶ Σοφίλῳ σοφιστεύοντι μαθητεῦσαι λέγεται· Καικίλιος δὲ Θουκυδίδου τοῦ συγγραφέως μαθητὴν γεγονέναι φησὶ τὸν ῥήτορα. Διενεχθῆναι δέ φασιν αὐτὸν καὶ Σωκράτει τῷ φιλοσόφῳ, οὐ πρὸς φιλονεικίαν ἀλλὰ πρὸς ἔλεγχον ὁρῶντα. Συντάξαι δὲ αὐτὸν καὶ πρῶτόν φασι τοὺς ἐν τοῖς δικαστηρίοις ἀγωνιστικοὺς λόγους· τῶν γὰρ πρὸ αὐτοῦ οὐδεὶς φαίνεται καθεὶς ἑαυτὸν εἰς τοῦτον τὸν ἀγῶνα, οὐδ’ ἔστι λαβεῖν δικανικὸν λόγον τῶν Ἀντιφῶντι πρότερον γεγραμμένων. Πρῶτον δὲ αὐτὸν καὶ ῥητορικὰς συντάξασθαί φασι τέχνας, ἀγχίνουν γεγονότα· διὰ τοῦτο λαβεῖν ἐπώνυμον καὶ τὸν Νέστορα. Κωμῳδεῖ δὲ αὐτὸν εἰς φιλαργυρίαν Πλάτων ἐν Πεισάνδρῳ.
Λόγος δὲ αὐτὸν καὶ τραγῳδίας συνθεῖναι, ἰδίᾳ τε καὶ Διονυσίῳ συνδιατρίβοντα τῷ τυράννῳ. Σχολάζοντα δὲ πρότερον τῇ ποιήσει τέχνην φασὶν αὐτὸν ἐξευρεῖν ἀλυπίας, καὶ κατὰ τὴν ἀγορὰν ἐν Κορίνθῳ οἰκημάτιόν τι οἰκοδομησάμενον ἐπιγράψαι δύνασθαι αὐτὸν τοὺς λυπουμένους διὰ λόγων θεραπεύειν· καὶ δὴ καὶ πυνθανόμενος τὰς αἰτίας τῆς λύπης τοὺς ἀνιωμένους παρεμυθεῖτο. Τοῦτο δὲ τὸ ἐπιτήδευμα ἧττον εἶναι νομίσας τῆς ἑαυτοῦ μεγαλονοίας ἐπὶ ῥητορικὴν ἐτράπη. Συνεγράψατο δὲ καὶ κατὰ Ἱπποκράτους τοῦ ἰατροῦ λόγον, καὶ εἷλεν αὐτὸν ἐξ ἐρήμου. Ὁ δὲ χρόνος ἦν, καθ’ ὃν ἤκμαζεν, ἐν ᾧ διαπέπρακται τὰ Περσικά, ὀλίγῳ πρότερον Γοργίου τοῦ σοφιστοῦ γεγονώς· παρέτεινε δὲ τὸν βίον ἕως τῆς ὑπὸ τῶν υ γεγενημένης καταλύσεως τῆς δημοκρατίας, ἧς καὶ αὐτὸν αἰτίαν μετεσχηκέναι φασὶ παρασχεῖν· διὸ καὶ μετὰ τὴν κατάλυσιν τῶν υ εἰσαγγελθεὶς ἑάλω, καὶ τοῖς τῶν προδοτῶν ἐπιτιμίοις ὑποβληθεὶς ἄταφος ἐρρίφη, καὶ γέγονεν ἄτιμος, οὐκ αὐτὸς μόνον ἀλλὰ καὶ οἱ ἐξ αὐτοῦ φύντες. Λυσίας δὲ τοὐναντίον ἱστορεῖ· φησὶ γὰρ μᾶλλον αὐτὸν ὑπὸ τῶν υ ἀνῃρῆσθαι.

Codex 260 — Isocrates, OrationsCodex 260 — Isocrates, Orationes

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Οἱ δέ φασιν αὐτὸν πρεσβευτὴν πρὸς Διονύσιον τὸν τύραννον παραγεγονότα, καὶ ζητήσεώς τινος παραπεσούσης τίς ἄριστός ἐστι χαλκός, αὐτὸν ἄριστον εἶναι φάναι ἐξ οὗ στῆλαι Ἁρμοδίῳ πεποίηνται καὶ Ἀριστογείτονι· ἀκούσαντα δὲ τὸν Διονύσιον, καὶ εἰς αὑτὸν ὑπονοήσαντα τὸν λόγον ἀπερρίφθαι καὶ προτροπὴν εἶναι τῆς αὑτοῦ καταλύσεως, τὴν ἐπὶ θανάτῳ τὸν ῥήτορα καταδικάσαι. Οἱ δὲ διότι, φασί, τὰς τραγῳδίας αὐτοῦ διασύρων ἐπαρρησιάζετο. Ἀνεγνώσθησαν «Ἰσοκράτους» λόγοι διάφοροι. Φέρονται δὲ αὐτοῦ τὸν ἀριθμὸν ξ, ὧν ἐκρίθησαν γνήσιοι κατὰ μὲν Διονύσιον ἐπὶ τοῖς εκ, κατὰ δὲ Καικίλιον η καὶ κ. Γεγραφέναι δὲ αὐτὸν καὶ τέχνην ῥητορικὴν λέγουσιν, ἣν καὶ ἡμεῖς ἴσμεν τοῦ ἀνδρὸς ἐπιγραφομένην τῷ ὀνόματι· οἱ δὲ συνασκήσει μᾶλλον ἢ τέχνῃ χρήσασθαι κατὰ τοὺς λόγους τὸν ἄνδρα φασί. Γέγονε δὲ κατὰ τὴν π καὶ 2 Ὀλυμπιάδα, νεώτερος μὲν Λυσίου ἐπὶ δυσὶν ἔτεσι καὶ κ, Πλάτωνος δὲ πρεσβύτερος ι δεόντων τριῶν. Ἦν δὲ παῖς Θεοδώρου Ἐρχιέως, ἑνὸς τῶν μετρίων πολιτῶν. Ἐν παισὶ μὲν οὖν τελῶν, ἠκροάσατο Προδίκου τε τοῦ Κείου καὶ Γοργίου τοῦ Λεοντίνου καὶ Τισίου τοῦ Συρακουσίου καὶ τοῦ ῥήτορος Θηραμένους.
PG 104:161Εἰς ἄνδρας δὲ τελέσας πραγμάτων μὲν ἀναχωρεῖ τῶν πολιτικῶν, ὅτι τε τὴν φωνὴν ἰσχνὸς ἦν καὶ τὸν τρόπον εὐλαβής· τὰ πατρῷα μέντοι ἀποβεβληκὼς ἐν τῷ πρὸς Λακεδαιμονίους πολέμῳ, ἕνα μόνον τὸν τῆς ἀντιδόσεως λόγον εἰπὼν ἀπέστη τῆς τοιαύτης προαιρέσεως, ἰδίαν δὲ διατριβὴν ὑποστησάμενος ἐπὶ τὸ φιλοσοφεῖν καὶ γράφειν ὥρμησε, καὶ ὅ τε πανηγυρικὸς αὐτῷ λόγος συνετάγη καί τινες ἄλλοι τῶν συμβουλευτικῶν ἡγουμένῳ ταῖς παραινέσεσι τοὺς Ἕλληνας φρονεῖν ἐκδιδάξαι τὰ συμφέροντα. Ἀποτυχὼν δὲ τῆς γνώμης τούτου μὲν ἀπέστη τοῦ ἐπιτηδεύματος, σχολῆς δὲ σοφιστικῆς ἡγεῖτο, ὡς μέν τινές φασι τὰ πρῶτα ἐπὶ Χίου, μαθητὰς ἔχων ἐννέα, ἡνίκα καὶ τὸν μισθὸν ἰδὼν τῆς διδασκαλίας ἀριθμούμενον φάναι δακρύσαντα ὡς· «Νῦν ἐμαυτὸν ἔγνων τούτοις πεπραμένον». Ἠκροάσαντο δὲ αὐτοῦ ἄλλοι τε πολλοί, ὡς καὶ εἰς ἑκατὸν συντελέσαι, καὶ δὴ καὶ Τιμόθεος ὁ Κόνωνος, μεθ’ οὗ καὶ πολλὰς ἐπιὼν πόλεις τὰς πρὸς Ἀθηναίους ἐπιστολὰς συνετίθει, αἳ τὸν Τιμόθεον ἐπεγράφοντο· ὅθεν ἐκεῖνος ταλάντῳ αὐτὸν ἐδωρήσατο.
Γεγόνασι δὲ αὐτοῦ ἀκροαταὶ καὶ Ξενοφῶν ὁ Γρύλλου καὶ Θεόπομπος ὁ Χῖος καὶ Ἔφορος ὁ Κυμαῖος, οἷς καὶ ταῖς ἱστορικαῖς συγγραφαῖς προὐτρέψατο χρήσασθαι, πρὸς τὴν ἑκάστου φύσιν ἀναλόγως καὶ τὰς ὑποθέσεις τῆς ἱστορίας αὐτοῖς διανειμάμενος· ἐπὶ τούτοις καὶ Ἀσκληπιάδης, ὃς τὰ τραγῳδούμενα μὲν συνεγράψατο, Θεοδέκτης δὲ ὁ Φασηλίτης, καὶ αὐτὸς ὕστερον τραγῳδίας συνταξάμενος· ἀλλὰ καὶ Λαοδάμας ὁ Ἀθηναῖος καὶ Λάκριτος ὁ νομοθετήσας Ἀθηναίοις, ὡς δέ φασιν ἄλλοι, καὶ Ὑπερείδης καὶ Ἰσαῖος. Δημοσθένης δὲ προσῆλθε μὲν αὐτῷ μετὰ σπουδῆς, καὶ χιλίας μέν, ἃς εἰσεπράττετο, οὐκ ἔχειν ἔφη παρασχεῖν, διακοσίας δὲ ἐφ’ ᾧ τὸ πέμπτον μέρος ἐκμαθεῖν δώσειν· πρὸς δὲ ταῦτα τὸν Ἰσοκράτην ἀποκρίνασθαι ὡς· «Οὐ τεμαχίζομεν τὴν πραγματείαν, ἀλλ’ εἰ βούλοιο, ὁλόκληρόν σοι ἀποδώσομαι τὴν τέχνην». Τὸν μὲν οὖν περὶ τῆς ἀντιδόσεως καὶ τὸν πανηγυρικὸν καί τινας τῶν συμβουλευτικῶν εἴρηταί μοι ὅπως τε καὶ ὅτε συνέταξε. Συνέθηκε μέντοι τὸν πανηγυρικὸν οἱ μὲν ἔτεσί φασι ι, οἱ δὲ ἐπὶ τούτοις ἕτερα ε.
PG 104:163Καίτοι Γοργίου τοῦ Λεοντίνου καὶ Λυσίου τῶν ἐνθυμημάτων καὶ ἐπιχειρημάτων μικροῦ μεταβολὴ καθέστηκε καὶ μετάθεσις ὁ πανηγυρικὸς Ἰσοκράτους λόγος. Διατρῖψαι δ’ ἄν τις οἰηθείη μακρὸν οὕτω χρόνον τοῦ πανηγυρικοῦ προσεδρεύοντα τὸν ῥήτορα τῇ συνθήκῃ διὰ τὸ τῆς λέξεως κατεσκευασμένον καὶ περιττόν, καὶ διὰ τὴν εἰς ἀκρίβειαν τῶν ὀνομάτων ἐκλογήν, καὶ δὴ καὶ τῆς πρὸς ἄλληλα τούτων συνθήκης. Ἀλλὰ καὶ ἡ τῶν κώλων καὶ περιόδων ἐπὶ τοσοῦτον ἀκρίβεια ἱκανὴ καταναλῶσαι χρόνον. Μάλιστα δὲ αὐτῷ ἡ τῶν πραγμάτων εὕρεσις καὶ διοίκησις τὴν τοσαύτην ἀσχολίαν ἐνεποίησε· τὰ γὰρ κεφάλαια καὶ τὰ ἐπιχειρήματα, οἷς ὁ λόγος οἰκονομούμενος ἀπαρτίζεται, εἴ τις ἐπιμελῶς καὶ καθ’ ἕκαστον μέρος ἐπισκέψοιτο, εὑρήσει συντελεσθῆναι πολλοῦ δεόμενα χρόνου. Διὸ καὶ πολλοῖς πολλὰς παρέσχε τῶν κριτικῶν διατριβὰς μὲν καθ’ ἑαυτούς, διαφωνίας δὲ πρὸς ἀλλήλους, τῶν μὲν ἐμβαθυνομένων τῇ μελέτῃ καὶ διασκέψει τοῦ λόγου, τῶν δὲ κατὰ τὸ ἐπιπόλαιον τὴν ἀνάγνωσιν ποιουμένων· ἔστι δ’ εἰπεῖν καὶ διότι τοῖς μὲν ἔνεστι φύσις εὖ ἔχουσα πρὸς τὰς κρίσεις, τοὺς δὲ ὁ ἐλαττούμενος ἐπιγινώσκει λόγος.
Τὸν δὲ λεγόμενον Παναθηναϊκὸν πρὸ ἐνιαυτοῦ τῆς τελευτῆς αὑτοῦ ἔγραψεν, ἢ ὥς τινές φασι, πρὸ τεσσάρων· καὶ τοὺς πρὸς Φίλιππον δὲ ὀλίγῳ πρότερον τοῦ θανάτου. Ἐβίω δέ, ὡς μέν τινές φασιν, ἔτη ρ, ὡς δὲ ἕτεροι, δυοῖν δεόντων μόνον. Ἐτελεύτησε δὲ ἀπαγγελθέντος αὐτῷ τοῦ περὶ Χαιρώνειαν πάθους, ἐξαγαγὼν ἑαυτὸν τοῦ βίου τέτρασιν ἡμέραις ἀσιτήσας, ἅτε δὴ μὴ ὑπομείνας ἰδεῖν τετράκις δουλουμένην τὴν Ἑλλάδα. Εὐπόρησε δὲ ἀργύριον ἱκανόν, οὐ τοὺς γνωρίμους εἰσπράττων μόνον, ἀλλὰ καὶ παρὰ Νικοκλέους, ὃς ἐβασίλευε τῶν Κυπρίων (Εὐαγόρου δὲ ἦν οὗτος υἱός), ὑπὲρ τοῦ πρὸς αὐτὸν γραφέντος συμβουλευτικοῦ λόγου τάλαντα λαβὼν εἴκοσιν. Ἐφ’ οἷς φθόνον ἐφελκύσας τριηραρχεῖν προεβλήθη, καὶ δὶς μὲν ἀσθένειαν σκηψάμενος διὰ τοῦ παιδὸς παρῃτήσατο, τὸ δὲ τρίτον ἀναστὰς ἀνήλωσεν οὐκ ὀλίγα. Οὗτος πρὸς τὸν πυνθανόμενον διὰ τί μὴ δυνατὸς ὢν δημηγορεῖν ἄλλους ποιεῖ δημηγόρους, ὅτι καὶ αἱ ἀκόναι, ἔφη, αὐταὶ μὲν τέμνειν οὐ δύνανται, τὸν δὲ σίδηρον τμητικὸν ποιοῦσι. Καὶ πρὸς τὸν εἰπόντα δὲ πατέρα ὡς οὐδὲν ἄλλο ἢ ἀνδράποδον συνέπεμψε τῷ οἰκείῳ παιδί·
«Τοιγαροῦν ἄπιθι, ἔφη, δύο γὰρ ἀνθ’ ἑνὸς ἕξεις ἀνδράποδα». Ἐπὶ δὲ τῷ Σωκράτους θανάτῳ λίαν ἐλυπήθη, καὶ μελανειμονῶν προῆλθε τῇ ὑστεραίᾳ. Δύο δὲ ἐν ἅπαντι τῷ βίῳ συνέστησαν αὐτῷ ἀγῶνες, πρότερος μὲν εἰς ἀντίδοσιν προκαλεσαμένου αὐτὸν Μεγακλείδου, πρὸς ὃν οὐκ ἀπήντησε διὰ νόσον, τὸν δὲ θετὸν υἱὸν ἀνθ’ αὑτοῦ προβαλλόμενος Ἀφαρέα ἐνίκησε· δεύτερος δὲ Λυσιμάχου προκαλεσαμένου αὐτὸν περὶ τριηραρχίας εἰς ἀντίδοσιν, ἐν ᾧ καὶ ἡττηθεὶς τὴν τριηραρχίαν ὑπέστη. Τῶν δὲ λόγων αὐτοῦ τὸ εὐκρινὲς καὶ σαφὲς καὶ μεμελετημένον πᾶσι δῆλον, καὶ ὡς ἐπανθεῖ αὐτοῖς οὐ μόνον ἔμφυτον ἀλλὰ καὶ κομμωτικὸν κάλλος. Οὐ μέντοι γε πολυσχήμων ὁ ἀνήρ, οὐδὲ ταῖς κατὰ τὸ σχῆμα τροπαῖς ποικιλλόμενος· διὸ καὶ δι’ ἔνδειαν τῆς ἐν τούτοις μεταβολῆς οὐδ’ ἐναγώνιος. Ἰσοκρατικὴ δὲ καὶ τῶν ἐν τοῖς λόγοις ὑποστάσεων ἡ συνέχεια. Τάχα δ’ ἄν τις αὐτὸν αἰτιάσαιτο κλοπῆς, ἐξ ὧν ἐν τῷ πανηγυρικῷ λόγῳ αὐτοῦ πολλὰ τῶν κατὰ τοὺς ἐπιταφίους λόγους εἰρημένων Ἀρχίνῳ τε καὶ Θουκυδίδῃ καὶ Λυσίᾳ ὑπεβάλετο.

Codex 261 — Andocides, OrationsCodex 261 — Andocides, Orationes

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 104:165Ἀλλ’ οὐδὲν κωλύει παραπλησίων ἀνακυπτόντων πραγμάτων ταῖς ὁμοίαις ἐξεργασίαις κεχρῆσθαι καὶ τοῖς ἐνθυμήμασιν, οὐχ ὑποβαλλόμενον τὰ ἀλλότρια, ἀλλὰ τῆς τῶν πραγμάτων ἀναβλαστανούσης φύσεως τοιαῦτα οἷα καὶ τοῖς προλαβοῦσι προβαλλομένη ἐπιδείκνυται. Ἐτάφη δὲ τελευτήσας λαμπρῶς ἅμα πατρὶ καὶ μητρὶ καὶ ἀδελφῇ καὶ τῇ ἄλλῃ συγγενείᾳ. Ἀνάκειται δὲ αὐτοῦ καὶ ἐν Ἐλευσινίῳ εἰκὼν χαλκῆ, ἐπιγραφὴν ἔχουσα Τιμόθεος φιλίας τε χάριν σύνεσίν τε προτιμῶν Ἰσοκράτους εἰκὼ τήνδ’ ἀνέθηκε θεῷ Κλεοχάρους ἔργον, καὶ ἑτέραν δὲ εἰκόνα ἔστησεν αὐτοῦ πρὸς τῷ Ὀλυμπιείῳ ἐπὶ κίονος χαλκῆν ὁ θετὸς παῖς αὐτοῦ Ἀφαρεύς, υἱὸς γεγονὼς Λαγίσκης ἑταίρας τινός, ἣν ἔχουσαν τρεῖς παῖδας ὕστερον Ἰσοκράτης ἠγάγετο, ὧν εἷς ἦν καὶ ὁ Ἀφαρεὺς ὁ τὴν εἰκόνα στησάμενος καὶ ἐπιγράψας Ἰσοκράτους Ἀφαρεὺς πατρὸς εἰκόνα τήνδ’ ἀνέθηκε Ζηνὶ θεούς τε σέβων καὶ γονέων ἀρετήν. Ἀνεγνώσθησαν «Ἀνδοκίδου» λόγοι δ, οὓς τέως εἴδομεν, ὁ περὶ τῶν μυστηρίων, ὁ περὶ τῆς ἑαυτοῦ καθόδου, ὁ περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης, καὶ τέταρτος ὁ κατὰ Ἀλκιβιάδου.
Ἔστι δὲ ἐν τούτοις ὁ ἀνὴρ ἁπλοῦς τε καὶ ἀκατάσκευος, ἀφελείας τε φίλος καὶ τῷ ἀσχηματίστῳ σχηματιζόμενος. Συνακμάσαι δὲ Σωκράτει τῷ φιλοσόφῳ λέγεται, καὶ ἀρχὴν αὐτῷ τῆς γενέσεως γενέσθαι η καὶ ο Ὀλυμπιάδα. Παῖς δὲ ἐχρημάτιζε Λεωγόρου, ἐξ εὖ γεγονότων καταγόμενος· Ἑλλανικὸς δέ φησι καὶ τοὺς πόρρω τῆς γενέσεως ὀχετοὺς ἥκειν εἰς αὐτὸν ἐξ Ἑρμοῦ. Αἰτίαν δὲ λαβὼν τοῦ ἀσεβεῖν ἐπὶ τῇ τῶν Ἑρμῶν περικοπῇ καὶ τῇ τῶν μυστηρίων τῆς Δήμητρος ὕβρει, ἀπέφυγε κριθεὶς ἐπὶ τῷ μηνύσειν τοὺς ἀδικοῦντας. Σπουδὴν δὲ πᾶσαν εἰσενεγκάμενος εὗρε τοὺς εἰς τὰ ἱερὰ ἁμαρτήσαντας, οἷς καὶ τὸν ἑαυτοῦ πατέρα συγκατεμήνυσεν. Ἀλλὰ γὰρ τοὺς μὲν ἄλλους πάντας ἐλέγχοις φωράσας ἀπολέσθαι κατεπράξατο, τὸν δὲ πατέρα, καίτοι δεδεμένον ἤδη, ἐξείλετο ὑποσχόμενος ἐν πολλοῖς αὐτὸν λυσιτελῆ γενέσθαι τῇ πόλει. Καὶ οὐκ ἐψεύσατο· ὁ γὰρ Λεωγόρας πολλοὺς διήλεγξε χρήματα δημόσια νοσφισαμένους καὶ ἕτερα τοιαῦτα παρανομοῦντας.

Codex 262 — Lysias, OrationsCodex 262 — Lysias, Orationes

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 104:167Οὐκ εὐδοκιμῶν δὲ ἐπὶ τοῖς πολιτεύμασιν ὁ Ἀνδοκίδης ἐπέθετο ναυκληρίαν, καὶ τοῖς τε Κυπρίων βασιλεῦσι ξένος ἐγένετο καὶ πολλοῖς ἄλλοις δοκίμοις, ἡνίκα καὶ θυγατέρα μὲν Ἀριστείδου ἀνεψιὰν δὲ αὑτοῦ τῶν οἰκείων ὑπεκκλέψας δῶρον ἔπεμψε τῷ Κυπρίων βασιλεῖ. Μέλλων δὲ εἰς δικαστήριον ἐπὶ τῇ κακουργίᾳ εἰσάγεσθαι πάλιν αὐτὴν ἀπὸ Κύπρου κλέπτει, καὶ ἁλοὺς ὑπὸ τοῦ Κυπρίων βασιλέως δεσμοῖς παρεδόθη. Κἀκεῖθεν δὲ διαδρὰς ἐπεδήμησε τῇ πόλει κατ’ ἐκεῖνο καιροῦ, ἡνίκα τοῖς υ τὰ πολιτικὰ μετεχειρίζετο πράγματα· δεθεὶς δὲ καὶ ὑπὸ τούτων πάλιν διέφυγεν. Ἡνίκα δὲ ἡ ὀλιγαρχία κατελύθη, ἐφυγαδεύθη τῆς πόλεως, καὶ ἐν Ἤλιδι τὸν τῆς φυγῆς χρόνον διατρίψας τῶν περὶ Θρασυβούλου κατεληλυθότων καὶ αὐτὸς συγκατελήλυθεν. Αἱρεθεὶς δὲ περὶ τῆς εἰρήνης εἰς Λακεδαίμονα πρεσβεύειν καὶ ἀδικεῖν δόξας ἔφυγε. Τούτου δέ ἐστιν ἐπώνυμος καὶ Ἑρμῆς, ἀνάθημα μὲν φυλῆς Αἰγήϊδος, ἐπικληθεὶς δὲ Ἀνδοκίδου, διότι πλησίον αὐτοῦ Ἀνδοκίδης ᾤκει. Ἀνεγνώσθη «Λυσίου» λόγοι, διάφοροι·
φέρονται δὲ αὐτοῦ κε καὶ υ, ὧν τοῖς γνησίοις γ καὶ λ καὶ διακοσίους ἐγκρίνουσιν, ἐν οἷς δὶς μόνον τὸ ἔλαττον ἐνεγκεῖν τῇ λέξει πρὸς τοὺς ἀνταγωνιστὰς πολλάκις ἀγωνισάμενος λέγεται. Ἔστι δὲ τοῖς λόγοις βραχύτατός τε καὶ πιθανώτατος, καὶ τῷ δοκεῖν μὴ δεινῶς λέγειν, εἴπερ τις ἄλλος δεινότατος· ἀλλὰ γὰρ καὶ εὔκολος εἶναι δοκῶν οὐδὲν ἔλαττον δυσμίμητος ἐπιδείκνυται. Τοὺς μέντοι γε τῶν λόγων πλείους ἰδιώταις ἐκδεδωκέναι λέγεται. Συγκεφαλαιοῦσι δὲ τοὺς λόγους αὐτοῦ δημηγορίαι, ἐπιστολαί, ἐγκώμια, ἐπιτάφιοι, ἐρωτικοὶ καὶ Σωκράτους ἀπολογία. Ἔστι μὲν ἐν οὐκ ὀλίγοις αὐτοῦ λόγοις ἠθικός, γίνεται δὲ κατὰ διάνοιαν ὁ ἠθικός, ὅταν χρηστὴν ἔχῃ προαίρεσιν καὶ πρὸς τὰ βελτίω ῥέπουσαν. Ὅθεν οὐ χρὴ ψιλῶς τὰ πραχθέντα λέγειν, ἀλλὰ καὶ τὴν γνώμην συνάπτειν μεθ’ ἧς ἐπράττετο ἕκαστον, οἷον ἂν μὲν χαλεπὰ ᾖ καὶ πρὸς φίλους ἢ ἄλλως μετρίους τὴν ἀνάγκην αἰτιᾶσθαι, ἂν δὲ ἀμείνω, τὴν προαίρεσιν. Αὕτη δὲ μάλιστα πιθανὴ γίνεται, εἰ τὴν αἰτίαν προσλάβοι. Τὰς μέντοι αἰτίας οὐ χρὴ τοῦ λυσιτελοῦς ἕνεκα παραλαμβάνειν· φρονίμου γὰρ μᾶλλον ἢ χρηστοῦ καὶ εὐγνώμονος τὰ τοιαῦτα. Χαλεπὸς δὲ ὁ τρόπος φυλάξαι·
PG 104:169διὸ καὶ Λυσίας ἐν αὐτῷ φαίνεται πολλάκις διαμαρτάνων. Θαυμάζονται μέντοι γε αὐτοῦ ἄλλοι τε πολλοὶ λόγοι καὶ δὴ καὶ ὁ πρὸς Διογείτονα ἐπιτροπῆς· πιθανήν τε γὰρ καὶ καθαρὰν τὴν διήγησιν ποιεῖται, ἀλλ’ οὐκ εὐθὺς ἐπὶ τὰς αὐξήσεις καὶ τὰς δεινώσεις, ὅπερ πολλοὶ πάσχουσιν, ὑπάγεται. Καὶ γὰρ οὐδ’ ἔστιν οἰκεῖα τὰ τοιαῦτα τῆς πρώτης διδασκαλίας τοῦ πράγματος, ἀλλ’ ἐν τοῖς μετὰ ταῦτα χώραν ἔχει καταλέγεσθαι. Καὶ πολλὴν δὲ τὴν καθαρότητα καὶ σαφήνειαν ἔν τε τοῖς πράγμασι καὶ ταῖς λέξεσιν ἀπ’ αὐτῆς τῆς τοῦ λόγου προβάλλεται ἀρχῆς, ὥσπερ καὶ τὸ σχῆμα τὸ κατ’ εὐθεῖαν ἁρμόζον ἀφηγήσει, καὶ τὸ μηδέν τι ἔξωθεν συνεφέλκεσθαι. Τὸ δὲ τῆς ἁρμονίας αὐτοῦ κάλλος οὐ παντός ἐστιν αἰσθάνεσθαι· καὶ γὰρ δοκεῖ μὲν ἁπλῶς καὶ ὡς ἔτυχε συγκεῖσθαι, εἰς ὑπερβολὴν δὲ κόσμου κατεσκεύασται. Καὶ ἁπλῶς ὅλος ὁ λόγος ἄξιος θαυμάσαι κατά τε τὰ σχήματα καὶ τὰ νοήματα καὶ τὰ ὀνόματα καὶ τὴν ἐναρμόνιον τούτων συνθήκην καὶ τὴν εὕρεσιν καὶ τάξιν τῶν ἐνθυμημάτων τε καὶ ἐπιχειρημάτων. Ἀμφιβάλλεται μὲν παρ’ ἐνίοις ὁ περὶ τοῦ σηκοῦ λόγος· ὁ σηκὸς δὲ νῦν εἶδός ἐστιν ἱερᾶς ἐλαίας.
Ἀλλ’ ὅτι μὲν γνήσιος Λυσίου, ἔκ τε τῶν κεφαλαίων δῆλον καὶ ἐκ τῶν περὶ αὐτοῦ ἐπιχειρημάτων καὶ ἐξ αὐτοῦ γε τοῦ προοιμίου τῆς τε διηγήσεως καὶ τοῦ ἐπιλόγου (πάνυ γὰρ δαιμονίως καὶ κατὰ τὴν εἰθισμένην τῷ ἀνδρὶ ἐν τῇ ἁπλότητι δεινότητά ἐστιν ἐξειργασμένα ταῦτα). Καὶ μὴν καὶ τὸ κατ’ ἐνθύμημα ἀλλὰ μὴ κατ’ ἐπιχείρημα πράττειν τὰς ἀποδείξεις τοῦ Λυσίου μάλιστα τὸ ἰδίωμα ἀπαγγέλλει. Ἀλλὰ καὶ τὸ μὴ καθ’ ἓν διατρίβοντα μηκύνειν τὸν λόγον τῆς τοῦ Λυσίου ἐστὶν ἀκριβείας, καὶ τὸ εὐπαγὲς τῶν λόγων, καὶ τὸ διὰ βραχύτητος πολλὴν παρέχειν ἡδονήν, ὃ μετά γε Δημοσθένην οὗτος μόνος τῶν ἄλλων ῥητόρων φαίνεται κατορθώσας, καὶ τὸ κάλλος δὲ τῆς διατυπώσεως, ἐν ᾧ μήτε Πλάτωνος μήτε Δημοσθένους μήτε Αἰσχίνου τὸ ἔλαττόν ἐστιν ἀπενηνεγμένος. Ἰδίωμα δὲ Λυσίου καὶ τὸ τὰς ἀντιθέσεις προάγειν μηδαμῶς μὲν ἐμφαινούσας τὸ ἐπιβεβουλευμένον, τὸ δὲ ὑπ’ αὐτῶν τῶν πραγμάτων ἐπεσπασμένον δεικνύειν. Τεκμήριον δὲ τῆς λυσιακῆς δυνάμεως καὶ τὸ ἐν πάσῃ τῇ περιόδῳ τῶν κώλων εὐάρμοστον καὶ μετὰ καθαρότητος εὐανθές.
Παῦλος δέ γε ὁ ἐκ Μυσίας τόν τε περὶ τοῦ σηκοῦ λόγον, οὐδὲν τῶν εἰρημένων συνιείς, τῆς τε γνησιότητος τῶν λυσιακῶν ἐκβάλλει λόγων, καὶ πολλοὺς καὶ καλοὺς ἄλλους εἰς νόθους ἀπορριψάμενος πολλῆς καὶ μεγάλης τοὺς ἀνθρώπους ὠφελείας ἀπεστέρησεν, οὐχ’ εὑρισκομένων ἔτι τῶν ὑπὸ διαβολὴν πεσόντων· ἅπαξ γὰρ ἀποκριθέντες παρεωράθησαν, ἐπικρατεστέρας τῆς διαβολῆς, ὥσπερ καὶ ἐπ’ ἄλλων πολλῶν, ἢ τῆς ἀληθείας γεγενημένης. Ἔστι δὲ ὁ Λυσίας δεινὸς μὲν παθήνασθαι, ἐπιτήδειος δὲ τοὺς πρὸς αὔξησιν διαθεῖναι λόγους. Τινὲς μὲν οὖν τῶν περὶ τοὺς ῥητορικοὺς διατριβόντων λόγους οὐκ ὀρθῶς ὑπήχθησαν εἰπεῖν περὶ Λυσίου ὡς ἀποδεῖξαι μὲν τὰ ἐγκλήματα παρ’ ὁντιναοῦν τῶν παλαιῶν ἀνδρῶν τὸ προκεκριμένον ἔχει, αὐξῆσαι δὲ ταῦτα πολλῶν ἐνδεής. Καὶ γὰρ ἐλέγχονται φανερῶς ὑπὸ τῶν αὐτοῦ λόγων πολὺ τῆς ἐπ’ αὐτῷ διασφαλλόμενοι κρίσεως. Καὶ μάλιστά γε τούτους ὁ κατὰ Μνησιπτολέμου διελέγχει· θαυμαστῶς γὰρ τὴν κατηγορίαν πρὸς μέγεθος οὗτος ηὔξησε. Καικίλιος δὲ ἁμαρτάνει εὑρετικὸν μὲν τὸν ἄνδρα, εἴπερ ἄλλον τινά, συνομολογῶν, οἰκονομῆσαι δὲ τὰ εὑρεθέντα οὐχ οὕτως ἱκανόν·
PG 104:171καὶ γὰρ κἀν τούτῳ τῷ μέρει τῆς ἀρετῆς τοῦ λόγου οὐδενὸς ὁρᾶται φαυλότερος. Εἶδε δὲ Δημοσθένην μειράκιον ὄντα. Παῖς δὲ γέγονεν ὁ Λυσίας Κεφάλου τοῦ Λυσανίου τοῦ Κεφάλου, γένος μὲν Συρακούσιος, μεταναστὴς δὲ γεγονὼς εἰς Ἀθήνας πόθῳ τε τῆς πόλεως καὶ τῆς Περικλέους τοῦ Ξανθίππου φήμης. Ἐν ᾗ τὰ μὲν πρῶτα συνεπαιδεύετο τοῖς ἐπιφανεστάτοις τῶν Ἀθηναίων, ὕστερον δὲ τὴν εἰς Σύβαριν ἀποικίαν στελλούσης τῆς πόλεως, ᾤχετο καὶ αὐτὸς σὺν τῷ πρεσβυτάτῳ τῶν ἀδελφῶν Πολεμάρχῳ, ἐφ’ ᾧ τοῦ πατρῴου μετασχεῖν κλήρου· ἔτος δὲ ἑξκαιδέκατον ἦγε. Καὶ διέτριβεν ἀκροώμενος Τισίου τε καὶ Νικία τῶν Συρακουσίων. Οἰκίαν δὲ κατασκευασάμενος καὶ κλήρου τυχὼν ἐπολιτεύετο τῶν πολλῶν οὐκ ἐνδεέστερον ἕως Κλεάρχου τοῦ Ἀθήνῃσιν ἄρχοντος· τῷ δὲ ἑξῆς ἐνιαυτῷ ἀττικίζειν αἰτιαθεὶς μεθ’ ἑτέρων τριῶν ἐξέπεσε τῆς πατρίδος. Ἀθήνῃσι δὲ παραγεγονὼς τῶν υ τὴν πόλιν ἐχόντων, διέμεινεν αὐτόθι·

Codex 263 — Isaeus, OrationsCodex 263 — Isaeus, Orationes

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τῶν λ δὲ τὴν πόλιν ἀντικατασχόντων ζ μὲν ἔτη διέμεινεν, ἀφαιρεθεὶς δὲ τὴν οὐσίαν καὶ τὸν ἀδελφὸν Πολέμαρχον ἀποβαλών, αὐτὸς μόλις διαδρὰς τὸν ἐπικρεμαμένον ὄλεθρον, διῆγεν ἐν Μεγάροις, τῶν δ’ ἀπὸ Φυλῆς ἐπιθεμένων τῇ καθόδῳ χρησιμώτατος ἁπάντων γέγονε τῇ πράξει· χρήματά τε γὰρ αὐτὸς παρέσχε δραχμὰς δισχιλίας καὶ ἀσπίδας ς, σταλεὶς δὲ σὺν Ἕρμονι ἐπικούρους τε ἐμισθώσατο τ, καὶ Θρασύδαιον τὸν Ἠλεῖον ἔπεισε ξένον ὄντα αὐτῷ β τάλαντα παρασχεῖν. Ἐφ’ οἷς γράφει μὲν μετὰ τὴν κάθοδον ὁ Θρασύβουλος πολιτείαν αὐτῷ, ὁ δὲ δῆμος ἐκύρωσε τὴν δωρεάν. Ἀρχῖνος δέ, διὰ τὸ ἀπροβούλευτον εἰσαχθῆναι τὸ ψήφισμα, γράφεται [γραφὴν] παρανόμων τὴν δωρεάν. Καὶ ἐπεὶ κατεγνώσθη τὸ ψήφισμα, τῆς μὲν πολιτείας ὁ Λυσίας ἀπελαύνεται, τὸν λοιπὸν δὲ χρόνον κατεβίω ἰσοτελὴς ὤν. Καὶ τελευτᾷ αὐτόθι, γ καὶ π ἔτη γεγονώς· οἱ δὲ ἀφαιροῦσιν αὐτοῦ ζ. Ἀνεγνώσθη «Ἰσαίου» διάφοροι λόγοι. Οὗτοι δὲ ἁπλῶς εἰπεῖν εἰς δ καὶ ξ συναριθμοῦνται. Τούτων δὲ οἱ τὸ γνήσιον μαρτυρηθέντες ν καταλείπονται μόνοι. Λυσίου δὲ γέγονε μιμητής, οὗ καὶ μαθητὴς ἐχρημάτισε.

Codex 264 — Aeschines, OrationsCodex 264 — Aeschines, Orationes

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τὴν μίμησιν δὲ αὐτῷ προσάπτει τῶν τε ὀνομάτων ἡ ἁρμονία καὶ ἡ ἐν τοῖς πράγμασι δεινότης· οὕτω γὰρ αὐτοῦ οἱ λόγοι πρὸς ἐκείνους τὴν ὁμοιότητα φέρουσιν ὡς, εἰ μή τις πολλὴν αὐτῶν ποιήσαιτο τὴν διάσκεψιν καὶ μελέτην, οὐκ ἂν ἑκατέρων λόγων τοῦ χαρακτῆρος τὴν διαφορὰν διαγνοίη, πλὴν κατά γε τοὺς σχηματισμούς. Καὶ γὰρ πρῶτος Ἰσαῖος σχηματίζειν ἤρξατο καὶ τρέπειν ἐπὶ τὸ πολιτικὸν τὴν διάνοιαν, ὃ μάλιστα καὶ Δημοσθένης, μαθητὴς αὐτοῦ γεγονώς, ἐμιμήσατο. Χαλκιδεὺς δὲ γέγονε τὸ γένος ὁ Ἰσαῖος, εἰς Ἀθήνας δὲ μετελθὼν ἐσχόλασεν (ὡς προείρηται) Λυσίᾳ· ἤκμασε δὲ μετὰ τὸν πελοποννησιακὸν πόλεμον, καὶ μέχρι τῆς Φιλίππου διήρκεσεν ἀρχῆς. Ἀποστὰς δέ ποτε τῆς σχολῆς ἐπὶ δραχμαῖς μυρίαις καθηγήσατο Δημοσθένους· διὸ καὶ μάλιστα γέγονεν ἐπιφανής. Φασὶ δὲ αὐτὸν καὶ τοὺς ἐπιτροπικοὺς λόγους Δημοσθένει συντάξαι. Ἀνεγνώσθη «Αἰσχίνου» λόγοι, ὧν τὸ πλῆθος ὁ τρεῖς ἀριθμὸς περιορίζει, καὶ ἐπιστολαὶ θ. Ὁ δὲ Δηλιακὸς ἐπιγραφόμενος οὐκ ἔστιν Αἰσχίνου. Ἔστι δὲ τοῖς λόγοις αὑτοῦ γλυκύς τε καὶ καθαρὸς καὶ εὐκρινὴς καὶ τῇ τῶν ἐνθυμημάτων σαφηνείᾳ σεμνυνόμενος.
PG 104:173Ὁ μέντοι κατὰ Τιμάρχου λόγος ἑταιρήσεως τὸν Τίμαρχον γράφεται· καὶ ὁ Τίμαρχος καταπλαγεὶς καὶ λιπὼν τὸν ἀγῶνα ἑαυτὸν ἀνήρτησεν. Ἐπήγγειλε δὲ καὶ τὴν ἐν Ταμύναις νίκην πρῶτος Ἀθηναίοις τὸ δεύτερον· διὸ καὶ ἐστεφανώθη. Φασὶ δὲ τὰ μὲν πρῶτα εἰπεῖν αὐτὸν ἐν τῷ δήμῳ κατὰ Φιλίππου, ἐνευδοκιμήσαντα δὲ τῷ λόγῳ πρεσβευτὴν πρὸς Ἀρκάδας χειροτονηθῆναι, εἰς οὓς παραγεγονὼς συνεστήσατο τοὺς μυρίους ἐπὶ Φίλιππον. Οὗτος ὁ Αἰσχίνης παῖς γέγονεν Ἀτρομήτου, φυγόντος μὲν ἐπὶ τῶν λ, συγκαταγαγόντος δὲ τὸν δῆμον. Τούτου δὴ καὶ Γλαυκοθέας γίνεται υἱός, Κοθωκίδης μὲν τὸν δῆμον, οὔτε δὲ τῶν ἐπὶ γένει περιφανῶν, οὔτε δὲ τῶν ἐπὶ χρήμασι λαμπρῶν. Ἐν δὲ τῷ νέῳ τῆς ἡλικίας τὸ σῶμα φέρων ἐρρωμένον τὰ γυμνάσια ἐπονεῖτο, λαμπρόφωνος δὲ πεφυκὼς τραγῳδίαν ἤσκησε μετὰ ταῦτα, ὡς δὲ λέγει Δημοσθένης, ὑπογραμματεύων καὶ τριταγωνιστῶν Ἀριστοδήμῳ ἐν τοῖς κατὰ δήμους Διονυσίοις. Καὶ παῖς μὲν ὢν ἐδίδασκε σὺν τῷ πατρὶ γράμματα, εἰς τὸ μειράκιον δὲ προελθὼν ἐστρατεύετο. Ἠκροάσατο δέ, οἱ μέν φασιν Ἰσοκράτους καὶ Πλάτωνος, Καικίλιος δὲ Λεωδάμαντος λέγει.
Πολιτευόμενος μέντοι γε οὐκ ἀφανῶς ἐκ τῆς ἐναντίας μερίδος, συνεπρέσβευε τοῖς περὶ Δημοσθένην ἄλλας τε πρεσβείας πολλὰς καὶ πρὸς Φίλιππον ὑπὲρ τῆς εἰρήνης, ἐφ’ ᾗ καὶ παρὰ Δημοσθένους κατηγορήθη, ἔτι δὲ ὡς πόλεμον ἐξάψειε πυλαγόρας αἱρεθεὶς πρὸς Ἀμφισσεῖς Ἀμφικτύοσι, καὶ τὸν λιμένα ἐργαζομένοις· ἐξ ἧς πράξεως συνέβη Φιλίππῳ προσφυγεῖν Ἀμφικτύονας, τὸν δὲ ὑπὸ τοῦ Αἰσχίνου συνεργούμενον ἐπιθέσθαι τοῖς πράγμασι καὶ τὴν Φωκίδα λαβεῖν. Συνειπόντος μέντοι γε αὐτῷ Εὐβούλου τοῦ Σπινθάρου Προβαλεισίου δημαγωγοῦντος, ψήφοις μόναις λ ἀπέφυγε. Χρόνῳ δὲ ὕστερον Φιλίππου μὲν τετελευτηκότος, Ἀλεξάνδρου δὲ διαβαίνοντος εἰς τὴν Ἀσίαν, ἐπὶ ταῖς Δημοσθένους τιμαῖς Κτησιφῶντα παρανόμων ἐγράψατο. Οὐ μεταλαβὼν δὲ τὸ πέμπτον μέρος τῶν ψήφων εἰς Ῥόδον ἔφυγε, δραχμὰς χιλίας οὐ βουληθεὶς ὑπὲρ τῆς ἥττης καταβαλεῖν. Ἐν δὲ τῇ Ῥόδῳ σχολὴν καταστησάμενος ἐδίδασκεν· ἐν ᾧ τοῖς Ῥοδίοις τὸν κατὰ Κτησιφῶντος ἐπεδείξατο λόγον, θαυμαζόντων δὲ εἰ ταῦτα δημηγορήσας ἡττήθη· «Οὐκ ἄν, εἶπε, θαῦμα κατεῖχεν ὑμᾶς, ὦ Ῥόδιοι, εἰ Δημοσθένους ἀντιδημηγοροῦντος ἠκούσατε».

Codex 265 — Demosthenes, OrationsCodex 265 — Demosthenes, Orationes

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 104:175Ἐκεῖθεν δὲ πλεύσας εἰς Σάμον, καὶ διατρίψας ἐπὶ τῆς νήσου, ὀλίγον ὕστερον ἐτελεύτησεν. Ἀνεγνώσθη «Δημοσθένους» λόγοι μικροῦ σύμπαντες· φέρονται δὲ αὐτοῦ οἱ γνήσιοι ε καὶ ξ, ὧν οἱ δημόσιοι μᾶλλον εἰς τὸ ἄριστον κατασκευάσθαι τοῖς πλείοσι κρίνονται. Τινὲς μὲν οὖν τὸν περὶ Ἁλοννήσου λόγον (ὃς καὶ κατὰ Φιλίππου ἐπιγράφεται δεύτερος· καὶ γὰρ πρὸς τὴν ἐπιστολὴν ὁ ῥήτωρ ἀνταγωνίζεται τοῦ Φιλίππου) τοῦτον οὔ φασιν εἶναι γνήσιον Δημοσθένους, καὶ τεκμηριοῦσθαι τὴν δόξαν αὑτῶν ἐπιχειροῦσι τοῖς ῥήμασί τε καὶ ὀνόμασι καὶ τῇ τῆς συνθέσεως ἁρμονίᾳ· πολὺ γὰρ ταῦτα λείπεσθαι τοῦ δημοσθενικοῦ τύπου, ἀνειμένην τε γὰρ εἶναι ταύτην καὶ λελυμένην, καὶ τῆς τοῦ ῥήτορος περὶ ταῦτα δυνάμεως ἐλαττουμένην τὴν φράσιν. Καὶ οἵ γε αὐτὸν ἀφαιρούμενοι τοῦ Δημοσθένους εἰς Ἡγήσιππον ἀναφέρουσιν.
Ἐγὼ δὲ εἰδὼς πολλάκις καὶ λόγους διαφόρων γεννητόρων πολλὴν ἔχοντας τὴν ὁμοιότητα καὶ διάφορον ἐργασίαν λόγων τὸν αὐτὸν ἐγνωκότων γεννήτορα (οὐ γὰρ ἀεὶ καθέστηκεν ἄτρεπτος καὶ ἀναλλοίωτος κατὰ πάντα, ὥσπερ οὐδὲ ἐν τοῖς ἄλλοις, οὕτως οὐδὲ κατὰ τοὺς λόγους ἡ ἀνθρωπίνη δύναμις), ἄλλως τε δὲ οὐδὲ ἐν τοῖς καιριωτάτοις τῶν ἰδιωμάτων τοῦ ῥήτορος, ἀλλὰ καὶ ταύτην ἐπ’ ὀλίγον ὁρῶν τὴν διαφοράν, οὐκ ἔχω θαρρεῖν ἀποφήνασθαι εἴτε Ἡγησίππου πόνος ὁ περὶ Ἁλοννήσου λόγος εἴτε τῆς Δημοσθενικῆς ἐλάττωμα καθέστηκε φύσεως. Ὡσαύτως δὲ καὶ τὸν λόγον, ὃς ἐπιγράφεται περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, Ὑπερείδῃ μᾶλλον ἢ Δημοσθένει προσνέμουσιν, ὅτιπερ πολλοῖς τε ἄλλοις ὁ Δημοσθένης πλεονεκτῶν τῶν λοιπῶν ῥητόρων καὶ τῇ τῶν ὀνομάτων ἐκλογῇ ἐπὶ τὸ ἄμεινον διενήνοχεν, ὁ δὲ νῦν λόγος ἔχει τι καὶ τῶν οὐ λογάδων φωνῶν, ὥσπερ τὸ νεόπλουτος καὶ τὸ βδελυρεύεσθαι καὶ ἕτερά τινα τοιαῦτα. Εἰσὶ δὲ οἳ καὶ τοὺς δύο κατὰ Ἀριστογείτονος ὡς νόθους παραγράφονται. Ἀλλ’ οὗτοι καὶ ὀρφανοὺς αὐτοὺς ἀφιᾶσιν, οὐκ ἔχοντες εἰπεῖν τοὺς τεκόντας.
PG 104:177Ὧν εἷς γέγονε καὶ Διονύσιος ὁ Ἁλικαρνασσεύς, οὐδὲν μέγα τεκμήριον τῆς ἰδίας ὑπολήψεως παρεχόμενος, οὐδὲ ἐκεῖνο συνιδεῖν ἐθελήσας, ὡς πολλῷ μείζων ἐστὶν ἤπερ ἡ ἐκείνου ἀπόφασις αὐτὸς ὁ Ἀριστογείτων ἀνομολογῶν Δημοσθένην κατ’ αὐτοῦ γεγραφέναι· καὶ γὰρ ἀπολογούμενος οὐκ ἐν τῷ παρέργῳ λέγων ἀλλ’ ἐπιμελῶς ἀνταγωνιζόμενος ἐν τῷ λόγῳ δείκνυται, ὃς ἐπιγέγραπται ἀπολογία πρὸς τὴν ἔνδειξιν Λυκούργου καὶ Δημοσθένους. Καὶ ὁ κατὰ Μειδίου δὲ καὶ κατ’ Αἰσχίνου λόγος αἰτίαν ἔσχε τοῦ μὴ τὴν αὐτὴν κατὰ πάντα ἀρετὴν τῷ δημοσθενικῷ συνδιασώσασθαι χαρακτῆρι· καὶ γὰρ ἐν τοῖς δυσὶ τούτοις λόγοις ἐκ διαλειμμάτων τινῶν ταῖς αὐταῖς ἐννοίαις ἐπιβάλλων ἁμιλλᾶσθαι δοκεῖ πρὸς ἑαυτόν, ὥσπερ ἀσκούμενος ἀλλ’ οὐκ ἐπ’ αὐτοῖς ἀγωνιζόμενος τοῖς ἔργοις. Διὸ καί τινες ἔφησαν ἑκάτερον λόγον ἐν τύποις καταλειφθῆναι, ἀλλὰ μὴ πρὸς ἔκδοσιν διακεκαθάρται· καίτοι καὶ τοῦτο εὐλαβέστερον οἱ ῥηθέντες λόγοι ποιοῦσιν.
Ἀλλ’ οἵ γε τούτους αἰτιώμενοι, τί ἂν φαῖεν περὶ Ἀριστείδου, ὃς καὶ κατακόρως τῷ ἰδιώματι τούτῳ φαίνεται κεχρημένος, ὥσπερ καὶ τῷ προιέναι κατὰ τὰς ἐργασίας πέρα τοῦ μετρίου, καὶ τῷ περίττῳ μᾶλλον ἢ τῷ μέτρῳ τῆς χρείας συμπαρεκτείνεσθαι; Μάλιστα δὲ ὁ κατ’ Αἰσχίνου λόγος παρέσχεν αἰτίαν ἐν ὑπομνήμασι καταλελεῖφθαι οὔπω τὴν ἐργασίαν ἀπειληφὼς τελείαν, διότι καὶ ἃ πρὸς τὴν κατηγορίαν πολλὴν ἔσχε τὴν ἀμυδρότητα καὶ κουφότητα, ἐπὶ τῇ τελευτῇ τοῦ λόγου παρέθετο· ὅπερ οὐκ ἂν περιεῖδεν ὁ ῥήτωρ, εἰς ἐξέτασιν ἀκριβεστέραν τῶν ἰδίων λόγων καταστάς. Ἀλλὰ γὰρ οὐχ οὕτω πρόεισιν ὁ Λυσίου κατὰ Μνησιπτολέμου λόγος, ἐν πᾶσι δὲ τοῖς δεομένοις μέρεσι τὸ παθητικὸν φυλάξας οὐδὲ παυόμενος τῆς ἐπιφορᾶς ἀπέστη, ἐπέτεινε δὲ μᾶλλον, οὐδὲ κατὰ τὸ τέλος τοὺς ἀκροατὰς ἀποστὰς παροξύνειν. Καὶ μέντοι καὶ τὸν παραπρεσβείας τινὲς ἐν ὑπομνήμασί φασι καταλειφθῆναι, ἀλλ’ οὐ πρὸς ἔκδοσιν οὐδὲ πρὸς τὸ τῆς ἐργασίας ἀπηρτισμένον γεγράφθαι. Διὰ τί; διότι μετὰ τὰ ἐπιλογικά, πολλά τε ὄντα καὶ σχεδὸν τὸ πλεῖστον μέρος ἐπέχοντα, πολλὰς πρὸ αὐτῶν ἀντιθέσεις εἰπών, πάλιν ἐπὶ ἀντιθέσεις ἐτράπετο·
ὅπερ ἀνοικονόμητόν τέ ἐστι καὶ διερριμμένον. Καὶ τὸν ὑπὲρ Σατύρου δὲ λόγον τῆς ἐπιτροπῆς πρὸς Χαρίδημον οἱ μὲν πρὸς τὴν κρίσιν ἔχοντες τὸ ἀσφαλὲς Δημοσθένους λέγουσιν εἶναι, ὁ δὲ Καλλίμαχος, οὐδ’ ἱκανὸς ὢν κρίνειν, Δεινάρχου νομίζει. Τινὲς δὲ αὐτὸν ὑπεβάλοντο Λυσίᾳ, καίτοι καὶ τὸν χρόνον ἔχοντες αὑτοῖς διαμαχόμενον καὶ τὸν τύπον ἅπαντα τῆς ἐργασίας καὶ τὰ πράγματα καὶ τὴν ἑρμηνείαν. Μαρτυρία δὲ τοῦ δημοσθενικὸν εἶναι τὸν λόγον καὶ ὁ πλαγιασμὸς καὶ ἡ συνέχεια τῶν περιόδων καὶ ἡ εὐτονία· ἐξ αὐτοῦ γὰρ τοῦ προοιμίου τούτοις ὁ λόγος διαποικίλλεται. Καὶ μὴν καὶ ἡ περὶ τῶν ὀνομάτων ἐκλογὴ εἰς τὸ ἄριστον ἀνηνέχθαι καὶ ἡ σύνθεσις εὖ ἔχειν πεφιλοτίμηται. Μαρτυρεῖ δὲ καὶ τὰ σχήματα· ἔστι γὰρ συνεστραμμένα μετὰ γοργότητος καὶ ποικιλίαν τῷ λόγῳ παρεχόμενα· καὶ γὰρ ἐρωτήσεις προβάλλεται καὶ ὑποστροφὰς καὶ τὸ ἀσύνδετον, οἷς μάλιστα Δημοσθένης χαίρει χρώμενος. Ἀλλὰ καὶ ἡ σύνθεσις ἐπιμελὴς καὶ τὴν ἐνάργειαν τῷ κόσμῳ οὐ διαφθείρουσα, αἵ τε περίοδοι τῷ ἀπηρτισμένῳ συναγόμεναι καὶ τὸ πρέπον πανταχοῦ διασῴζουσι.
PG 104:179Τὸ μὲν οὖν μηδενὸς φείδεσθαι συνθέσεως ἀλλὰ πάντα διειλῆφθαι περιόδοις ἔστι μὲν Ἰσοκράτους καὶ Λυσίου πρὸς Δημοσθένην κοινόν· ἡ δὲ κατὰ τὰς περιόδους ἐν τοῖς μεγέθεσι ποικιλία συμπληροῦσα τὰ κῶλα λαμβανομένη τὴν πρὸς ἐκείνους διαφορὰν ἀπεργάζεται, τοῦ μὲν Ἰσοκράτους ὡς τὰ πολλὰ μηκύνοντος τὴν ἐργασίαν αὐτῶν, τοῦ δὲ Λυσίου συντέμνοντος. Ἐξ ἑκατέρου δὲ τούτων τῷ Δημοσθένει τὸ πρέπον διασῴζεται. Ὁ δὲ περὶ τῆς εἰρήνης λόγος καὶ ἄλλοις μέν, μάλιστα δὲ Λιβανίῳ τῷ σοφιστῇ παρεσκευάσθαι μέν, οὐ μὴν εἰρῆσθαι δοκεῖ. Κατηγορῶν γὰρ ὁ ῥήτωρ Αἰσχίνου οὐδὲν ἔλαττον αὐτὸν καὶ ἐπὶ τούτῳ αἰτιᾶται, ὅτι συνεβούλευσεν Ἀθηναίοις Ἀμφικτύονα εἶναι ψηφίσασθαι Φίλιππον. Ἐν ᾧ οὖν ἐκεῖνον πικρῶς διέβαλλε, πῶς ἂν αὐτὸς ἐθάρρησε γενέσθαι σύμβουλος; Καὶ γὰρ ὁ περὶ τῆς εἰρήνης λόγος δῆλον ὅτι τὸν Φίλιππον Ἀμφικτύονα εἶναι συμβουλεύει. Καὶ τὸν κατὰ Νεαίρας δὲ λόγον ὑπτιότητός τινες αἰτιώμενοι τῶν Δημοσθενικῶν ἀποκρίνουσι λόγων, ὥσπερ καὶ τὸν περὶ ἔρωτος αὐτῷ γεγραμμένον καὶ τὸν ἐπιτάφιον.
Φασὶ δὲ τὸν Δημοσθένην δ καὶ κ ἔτη γεγονότα τὸν περὶ τῶν ἀτελείων ἤτοι τὸν πρὸς Λεπτίνην φιλοπονήσασθαι λόγον, οὗ τὸ προοίμιον Λογγῖνος μὲν ὁ κριτικὸς ἀγωνιστικὸν νομίζει· ἐπὶ Κλαυδίου δὲ οὗτος ἤκμαζε, καὶ τὰ πολλὰ συνηγωνίζετο Ζηνοβίᾳ τῇ τῶν Ὀσροηνῶν βασιλίδι, τὴν ἀρχὴν κατεχούσῃ Ὀδενάθου τοῦ ἀνδρὸς αὐτῆς τετελευτηκότος, ἣν καὶ μεταβαλεῖν εἰς τὰ Ἰουδαίων ἔθη ἀπὸ τῆς Ἑλληνικῆς δεισιδαιμονίας παλαιὸς ἀναγράφει λόγος· ἀλλὰ γὰρ ὁ μὲν Λογγῖνος τοιαύτην περὶ τοῦ προειρημένου προοιμίου ψῆρον ἐξάγει. Ἕτεροι δὲ οὐκ ὀρθῶς ἔφασαν τὸ προοίμιον ἠθικὸν εἶναι. Καὶ πολλοῖς οὗτος ὁ λόγος παρέσχεν ἀγῶνα κρίνεσθαι προτεθείς, ὥσπερ καὶ Ἀσπασίῳ τῷ ῥήτορι, ἅτε μηδ’ ἀφιγμένῳ τῆς τοῦ λόγου θεωρίας εἰς ἀκρίβειαν. Ὡσαύτως δὲ καὶ ὁ κατὰ Μειδίου· καὶ γὰρ καὶ οὗτος οὐκ ὀλίγοις γέγονεν ἐν σπουδῇ, καὶ τῆς πρὸς ἀλλήλους ἀμφιςβητήσεως ἀφορμὰς παρέσχε. Καὶ οἱ μὲν τοῦ παθητικοῦ χαρακτῆρος εἰναί φασιν αὐτόν, μετὰ δεινώσεως ἐπεξειργασμένον, οἱ δὲ τοῦ πραγματικοῦ·
PG 104:181καὶ ἁπλῶς τῶν τε ῥημάτων αὐτοῦ τὸ σφοδρὸν καὶ κατὰ τὴν σύνθεσιν ἐναρμόνιον, καὶ ὡς τοῖς παθητικοῖς μὲν τῶν ἐπιχειρημάτων καὶ ἐνθυμημάτων παθητικὴν καὶ τὴν ἀπαγγελίαν περιάπτει, τοῖς πραγματικοῖς δέ, ὅσα τούτοις ἐναρμόττει. Ἔχεται μὲν οὖν καὶ τοῦ ἤθους οὐκ ἐν τούτῳ μόνον τῷ λόγῳ, ἀλλὰ καὶ ἐν πολλοῖς ἄλλοις. Ἀλλά γε χαλεπώτατόν ἐστι λόγων ἀγωνιστικῶν ἐργάτῃ διὰ τέλους φυλάξαι πρὸς τὸν ἀνταγωνιστὴν τὸ ἦθος, μάλιστα δὲ τοῖς ὅσοι φύσεως ἔτυχον πικροτέρας τε καὶ παθητικωτέρας, ἧς οὐχ ἥκιστα Δημοσθένης τε καὶ Ἀριστείδης μετέχει. Διόπερ πολλάκις ἐξάγονται τῆς προθέσεως ἐλαττουμένης ὑπὸ τῆς φύσεως· οὐδὲ γὰρ οὐδ’ ἔστιν ἱκανὴ τέχνη κατορθῶσαι τὸ βούλημα, μὴ σύνεργον ἔχουσα καὶ τὴν τῆς φύσεως ἰδιότητα. Ἐτῶν μέντοι γεγονὼς ὁ ῥήτωρ η καὶ λ, ἔπεισε δημηγορήσας τὸν δῆμον βοήθειαν Ὀλυνθίοις ἀποστεῖλαι πρεσβευσαμένοις κατὰ Φιλίππου. Οὗτος ὁ Δημοσθένης υἱὸς μὲν γέγονεν ἐκ Κλεοβούλης Δημοσθένους, τὸν δῆμον Παιανιεύς.
Καταλειφθεὶς δὲ ὑπὸ τοῦ πατρὸς ἐτῶν ζ σὺν ἀδελφῇ μεταγενεστέρᾳ δυσὶν ἔτεσι, τὸν μὲν χρόνον τῆς ὀρφανίας παρὰ τῇ μητρὶ διῆγεν, Ἰσοκράτει σχολάζων τῷ ῥήτορι, ὡς δὲ οἱ πλείους λέγουσιν, Ἰσαίῳ τῷ Χαλκιδεῖ ἐν Ἀθήναις σοφιστεύοντι. Ὁ δὲ Ἰσαῖος Ἰσοκράτους γέγονε μαθητής, Θουκυδίδην ζηλῶν καὶ Πλάτωνα τὸν φιλόσοφον. Ἄλλοι δὲ ἄλλα περί τε τῆς παιδεύσεως Δημοσθένους καὶ τῶν αὐτοῦ διδασκάλων ἱστοροῦσιν. Εἰς ἡλικίαν δὲ καταστάς, καὶ ἐλάττω τὴν οὐσίαν παρὰ τῶν ἐπιτρόπων λαβών, ἐγράψατο αὐτοὺς ἐπιτροπῆς γ ὄντας, Ἄφοβον, Θηριππίδην καὶ Δημοφῶντα (οἱ δὲ ἀντὶ Δημοφῶντος Δημέαν εἰσάγουσι), τίμημα ι ταλάντων ἑκάστῃ δίκῃ ἐπιγραψάμενος. Τῆς μέντοι καταδίκης οὐδὲν αὐτοὺς εἰσεπράξατο, τοὺς μὲν ἀφεὶς ἀργυρίου, τοὺς δὲ καὶ χάριτος. Αἱρεθεὶς δὲ χορηγός, Μειδίαν τε τὸν Ἀναγυράσιον, πλήξαντα αὐτὸν ἐν τῷ θεάτρῳ χορηγοῦντα, γραψάμενος εἰς κρίσιν κατέστησε, τρισχιλίας δὲ λαβὼν παρ’ αὐτοῦ τῆς δίκης ἀπέλυσε. Λέγουσι δὲ αὐτὸν πολλὰ τῆς φύσεως ἐλαττώματα μελέτῃ διορθώσασθαι.
Καὶ νέος μὲν ὢν εἰς σπήλαιον ἑαυτὸν ἐναπέκλεισε, κἀκεῖ διῆγε φιλοσοφῶν, τῆς κεφαλῆς ξυράμενος τὸ ἥμισυ, ἵνα μὴ αὐτῷ ἐξῇ τῆς ἀσχημοσύνης κωλυούσης ποιεῖσθαι μηδὲ βουλομένῳ τὴν πρόοδον. Δεύτερον δὲ ἐπὶ στενῆς αὐτόν φασι κλίνης κοιμᾶσθαι, ὡς ἔχειν διὰ ταχέων ἀνίστασθαι. Τῶν τε στοιχείων τὸ ῥῶ τῇ γλώττῃ μὴ πεφυκότα λέγειν πόνῳ προσλαβεῖν τὸ δύνασθαι. Ἀλλὰ καὶ τὸν ὦμον ἐν τῷ μελετᾶν ἀπρεπῶς κινοῦντα, ὀβελὸν ἐκ τῆς ὀροφῆς ἀπαρτήσαντα ἐν χρῷ τοῦ σώματος ἢ (ὡς ἔνιοι) ξιφίδιον, ὡς ἂν φόβῳ τοῦ παθεῖν τὴν ἠρεμίαν ἄγοι, ἀπαλλαγῆναι τοῦ συμπτώματος. Πρὸς δὲ τοὺς τοῦ δήμου θορύβους ταραττόμενος, ἵνα μὴ τοῦτο πάσχοι, ἐπὶ τὸ Φαληρικὸν κατιὼν πρὸς τοὺς τῶν κυμάτων ἤχους τὰς μελετὰς ἐποιεῖτο, τῷ ἔθει τὴν φύσιν ἐπανορθούμενος. Ἀλλὰ καὶ κάτοπτρον ἑαυτῷ κατεσκευάσατο, ἴσον αὐτοῦ τῷ μεγέθει, εἰς ὃ τὰς σκέψεις ἀφορῶν ἐποιεῖτο, ἵνα εἴ τι εἴη παρημελημένον ἐν τῷ σχήματι λέγοντος, τοῦτο μανθάνων ἐπανάγοιτο πρὸς τὸ εὔσχημον.
PG 104:183Ἐνδεῶς δὲ τοῦ πνεύματος ἔχοντος αὐτῷ ὥστε μηδὲ δύνασθαι τὰς μακροτέρας τῶν περιόδων ἀπνευστὶ λέγειν, Νεοπτολέμῳ τῷ ὑποκριτῇ μυρίας ἔδωκεν, ἵνα αὐτῷ συνασκήσῃ τὸν τόνον τοῦ πνεύματος. Καὶ τῶν λεπτῶν δὲ τρημάτων δι’ ὧν ἀναπνέοντες τὸν ἀέρα διὰ τῆς ὑπερώας ἀναψύχομεν καὶ ὥσπερ αὔραις τισὶ τὸν θώρακα διαθερμαίνομεν, καὶ τὸ λιγνῶδες ἐκεῖθεν ἐκφέρομεν, στενωτέρων αὐτῷ παρὰ τὴν χρείαν κατεσκευασμένων, ἐπεὶ καὶ τοῦτο μέγα μέρος ἐστὶ τῆς λαμπροφωνίας, εἰς τὸ εὐρύτερόν τε καὶ κατὰ φύσιν ἐπανήγαγεν, ἔλαιον μὲν ἐμβάλλων τῷ στόματι, ἀνατρέχων δὲ πρὸς τὰ τῶν χωρίων ἀνάντη· δι’ ὧν τὸ ἔλαιον τῇ βίᾳ τῆς κινήσεως πρὸς τοὺς μυκτῆρας ἀναρροιβδούμενον τὴν παρὰ φύσιν τῶν πόρων συνίζησιν εἰς τὴν κατὰ φύσιν ἀποκατέστησε χρείαν. Ἐπιδοὺς δὲ αὑτὸν εἰς τὸ πολιτεύεσθαι, ἐπεὶ τοὺς μὲν ἑώρα τῶν πολιτῶν φιλιππίζοντας, τοὺς δὲ πρὸς τὴν τῆς πόλεως ἐλευθερίαν δημηγοροῦντας, τῆς ἀμείνονος μοίρας γίνεται, καὶ συνεπολιτεύετο Ὑπερείδῃ καὶ Ναυσικλεῖ καὶ Πολυεύκτῳ καὶ Διοτίμῳ. Διὸ Θηβαίους μὲν Ἀθηναίοις συμμάχους κατέστησεν, ἀλλὰ καὶ Εὐβοεῖς καὶ Κερκυραίους καὶ Κορινθίους καὶ Βοιωτίους καὶ πολλοὺς ἄλλους.
Ἐπεὶ δέ ποτε δημηγορῶν ἐξέπεσε τοῦ θεάτρου καὶ ἀθυμῶν οἴκαδε ἀπῄει, Εὔνομος μὲν αὐτῷ ὁ Θριάσιος ἤδη πρεσβύτερος ὢν κατὰ τὴν ὁδὸν συνεκύρησε, καὶ μαθὼν τῆς ἀθυμίας τὸ αἴτιον θαρρεῖν τε προὐτρέψατο καὶ ἀνεκτήσατο· καὶ τούτου πλέον Ἀνδρόνικος ὁ ὑποκριτής, τοὺς μὲν λόγους εὖ ἔχειν καὶ ὡς ἄριστα φάμενος, ἐνδεῖν δὲ αὐτοῖς τὰ τῆς ὑποκρίσεως. Ὁ δὲ παραδίδωσί τε ἑαυτὸν τῷ Ἀνδρονίκῳ, καὶ τὴν τῆς ὑποκρίσεως τέχνην ἐκεῖθεν ἐξήσκησε. Διόπερ ἐρομένου ποτέ τινος αὐτὸν τί πρῶτον ἐν ῥητορικῇ, ἀνεῖπεν ὑπόκρισις· καὶ τί δεύτερον; ὑπόκρισις· τί δὲ τρίτον; ὑπόκρισις· δηλῶν μέγα μέρος εἶναι τῆς ἐν τῷ δήμῳ πειθοῦς τὴν ὑπόκρισιν. Ὤμνυ δέ, ὡς ὁ Φαληρεύς φησι, «Μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα». Καὶ δὴ καί ποτε ὀμόσας τοὺς ὅρκους τούτους τῷ δήμῳ θόρυβον ἐνεποίησεν, ὥσπερ καὶ ἐπὶ τῷ ὀμνύναι τὸν Ἀσκληπιόν, χρώμενος τῇ φωνῇ προπαροξυτόνως. Ὅμως οὖν σχολάσας τῷ Μιλησίῳ Εὐβουλίδῃ, ὃς τῶν διαλεκτικῶν οὐδενὸς τὰ δεύτερα ἔφερεν, ἐπανωρθώσατο πάντα ὅσα παρεῖχεν αἰτίαν ἁμαρτήματος.
Φασὶ δὲ τὸν Μακεδόνα Φίλιππον, ἐπεὶ τὰς κατ’ αὐτοῦ δημηγορίας τοῦ Δημοσθένους ἐδέξατο καὶ ἀνέγνω, μέγα θαυμάσαντα εἰπεῖν ὡς «Καὶ αὐτὸς ἄν, εἴπερ ἤκουσα κατ’ ἐμοῦ δημηγοροῦντος Δημοσθένους, ἐχειροτόνησα ἂν τὸν ἄνδρα πρὸς τὸν κατ’ ἐμοῦ πόλεμον». Ἐρομένου δὲ αὐτόν τινος τῶν συνήθων τίνες ἂν εἶεν πιθανώτεροι καὶ δυνατώτεροι λόγοι, Δημοσθένους ἢ Ἰσοκράτους, ἔφη ὡς οἱ μὲν Δημοσθένους στρατιώταις ἐοίκασι, πολεμικὴ γὰρ αὐτῶν καὶ σφόδρα ἡ δύναμις, οἱ δὲ Ἰσοκράτους τοῖς ἀθληταῖς· θεατρικὴν γὰρ αὐτοὺς παρέχειν τέρψιν. Ἐπεὶ δὲ ἡ καταδίκη φυγὴν τῆς πατρίδος ἐπέβαλε τῷ Αἰσχίνῃ ἔφιππος καταδιώξας αὐτὸν τά τε ἄλλα παρεμυθήσατο, καὶ τάλαντον ἀργυρίου δέδωκε τἀναντία προσδοκῶντι Αἰσχίνῃ. Καὶ γὰρ θεασάμενος αὐτὸν ὁ Αἰσχίνης ἐπελαύνοντα, καὶ συλλαβεῖν αὐτὸν ἐπὶ κακῷ νομίσας, προσέπεσέ τε καὶ συγκαλυψάμενος ἐδεῖτο σωτηρίας· ὁ δέ, καθάπερ ἔφημεν, οὐ ῥήτορι μᾶλλον ἀλλ’ ἀνδρὶ πρέπον φιλοσόφῳ ἔργον εἰς αὐτὸν ἐπεδείξατο. Φέρειν δὲ γενναίως Δημοσθένους ὑποτιθεμένου αὐτῷ τὴν φυγήν·
PG 104:185«Καὶ πῶς ἂν δυναίμην, Αἰσχίνης ἔφη, τοιαύτης ἀποστερούμενος πόλεως, ἐν ᾗ καὶ τοὺς δοκοῦντας ἐχθροὺς εἶναι τῶν ἀλλαχόθι φίλων χρηστότητι καὶ καλοκἀγαθίᾳ εὑρεῖν ἔστι διαφέροντας;» Σιτώνης μέντοι γε καταστὰς ὁ Δημοσθένης καὶ κλοπῆς αἰτιαθεὶς ἀπελύθη. Φιλίππου μέντοι τὴν Ἐλάτειαν καταλαμβάνοντος, τοῖς ἐν Χαιρωνείᾳ καὶ αὐτὸς συνεστρατεύσατο μαχεσαμένοις· ἐν ᾗ καὶ λιπὼν ἐφάνη τὴν τάξιν. Ἐπεὶ δὲ φεύγοντος αὐτοῦ τὸ φυτὸν ὁ βάτος ἐπελάβετο τῆς χλαμύδος, ἐπιστραφέντα λοιδορεῖται εἰπεῖν· «Ζώγρει». Ἡ δὲ ἀσπὶς αὐτοῦ ἐπίσημον ἔφερε τὴν Τύχην. Τοὺς πεπτωκότας δὲ ἐν τῇ μάχῃ ἐκόσμησεν ἐπιταφίῳ, τῆς μὲν συμβάσης τύχης ἴσως οὐδὲν ἐνδεέστερον, τῆς δ’ ἄλλης αὐτοῦ περὶ λόγους δυνάμεως οὐκ ὀλίγῳ ἐνδεέστερον. Εἶτα τὰ τῆς πόλεως ἐπεσκεύασε τείχη· ἐπιμελετὴς δὲ τούτων καταστὰς ἀπὸ τῆς ἰδίας οὐσίας κατεβάλετο τὸ ἀνάλωμα, ἀργυρίου μνᾶς ἑκατόν. Καὶ θεωροῖς δὲ μυρίας ἐπέδωκεν. Ἀλλὰ καὶ τριήρους ἐπιβάς, τοὺς συμμάχους ἀργυρολογῶν περιέπλευσεν. Ἐφ’ οἷς καὶ χρυσῷ πολλάκις ἐστεφανώθη στεφάνῳ, τὰ πρῶτα μὲν ὑπὸ Δημοτελοῦς καὶ Ἀριστονίκου καὶ Ὑπερείδου, τελευταῖον δὲ ὑπὸ Κτησιφῶντος·
γραφέντος δὲ τοῦ ὑστέρου ψηφίσματος παρανόμων ὑπὸ Διοδότου καὶ Αἰσχίνου, εἰς ἀπολογίαν καταστὰς ἐνίκησε. Χρόνῳ δὲ ὕστερον ἐπὶ τὴν Ἀσίαν Ἀλεξάνδρου διαβεβηκότος, καὶ φυγόντος Ἀθήναζε μετὰ χρημάτων Ἁρπάλου, τὰ μὲν πρῶτα δημηγορῶν οὐκ εἴα τὸν ἄνδρα παραδέχεσθαι, ἐπεὶ δὲ εἰσέπλευσε, δαρεικοὺς χιλίους, ὥς φασι, λαβὼν πρὸς τοὺς ὑπὲρ αὐτοῦ λέγοντας μετετάξατο, καὶ βουλομένων Ἀθηναίων Ἀντιπάτρῳ προδοῦναι τὸν ἄνθρωπον ἀντεῖπε, τά τε ἁρπάλεια χρήματα εἰς ἀκρόπολιν ἔγραψεν ἀποθέσθαι, μηδὲ τῷ δήμῳ τὸν ἀριθμὸν αὐτῶν ἐπισημηνάμενος. Λέγοντος δὲ Ἁρπάλου ψ συγκατακομίσαι τάλαντα, τὰ ἀνενεχθέντα εἰς τὴν ἀκρόπολιν η καὶ τ ἢ ὀλίγῳ πλείονα εὑρέθη. Φυγόντος δὲ ἐκ τοῦ δεσμωτηρίου Ἁρπάλου, οἱ μὲν εἰς Κρήτην φασίν, οἱ δὲ εἰς Ταίναρον τῆς Λακωνικῆς, δωροδοκίας αἰτίαν παρέσχεν ὁ Δημοσθένης. Ἐπὶ ταύτῃ δὲ καταστὰς εἰς κρίσιν ὑπὸ Ὑπερείδου, Πυθέου, Μενεσαίχμου, Ἱμεραίου καὶ Προκλέους, οἳ καὶ τὴν ἐξ Ἀρείου πάγου βουλὴν κατεσκεύασαν αὐτοῦ καταγνῶναι, ἑάλω, καὶ ἁλοὺς ἔφυγε, μὴ δυνάμενος ἀποτίσαι πενταπλάσια· ᾐτιῶντο δὲ αὐτὸν δωροδοκίας τάλαντα λ.
Ἔστι δὲ καὶ ἄλλος λόγος ὃς οὐδὲ τὴν κρίσιν αὐτὸν ὑπομεῖναι λέγει, ἀλλὰ φυγεῖν τῶν μελλόντων κρίνειν αὐτὸν παρασκευαζομένων. Χρόνῳ δὲ ὕστερον ὀλίγῳ Πολύευκτον ἔπεμψαν Ἀθηναῖοι πρὸς τὸ κοινὸν πρεσβεύσασθαι τῶν Ἀρκάδων, ἐφ’ ᾧ αὐτοὺς ἀποστῆναι τῆς τῶν Μακεδόνων συμμαχίας. Μηδὲν δὲ ἀνύοντος τοῦ Πολυεύκτου ἐπιφανεὶς Δημοσθένης καὶ συνειπὼν ἔπεισε. Διὸ καὶ θαυμασθέντα τῇ πράξει παρὰ τῶν Ἀθηναίων καθόδου τυχεῖν αὐτόν, ψηφίσματός τε γραφέντος καὶ τριήρους ἀποσταλείσης. Ἐψηφίσαντο δὲ καὶ ἀντὶ τῶν λ ταλάντων, ἃ ὤφειλε, τὸν τοῦ Διὸς βωμὸν τὸν ἐν Πειραιεῖ ἐπισκευάσασθαι. Καὶ ἦν πάλιν κατὰ τὸ πρότερον πολιτευόμενος. Ἐπεὶ δὲ Ἀντίπατρος Φάρσαλον μὲν ἀνεῖλεν, ἠπείλει δὲ πολιορκήσειν τοὺς Ἀθηναίους, εἰ μὴ παραδοῖεν αὐτῷ τοὺς ῥήτορας, καταλιπὼν ὁ ῥήτωρ τὴν μηδ’ ἑαυτὴν δυναμένην σῶσαι πόλιν ἔφυγε. Καὶ πρῶτον μὲν Αἰγίνῃ ἐπέστη, εἶτα κἀκεῖ τὴν ὀργὴν Φιλίππου δεδιὼς εἰς Καλαβρίαν μετέστη. Ψῆφον δὲ θεμένων Ἀθηναίων ἐκδοῦναι τοὺς ῥήτορας, ἱκέτης ἐν τῷ τοῦ Ποσειδῶνος προσήδρευεν ἱερῷ.
Ἀρχίου δὲ τοῦ ἐπίκλην φυγαδοθήρα προσελθόντος αὐτῷ, καὶ πείθειν ἐπιχειροῦντος ἀνίστασθαί τε τοῦ ἱεροῦ καὶ χρηστὰς ἐλπίδας ἔχειν ἐπ’ Ἀντιπάτρῳ, «Ἀλλ’, ὦ βέλτιστε, εἶπεν, οὔτε τραγῳδῶν ἔπεισάς με, οὔτε νῦν συμβουλεύων πείσεις». Ἐπιχειροῦτος δὲ αὐτὸν βιάζεσθαι, οἱ τῆς πόλεως αὐτὸν ἐπέσχον. Καὶ ὁ Δημοσθένης μάλα γενναίως καὶ φαιδρῶς ἔφη· «Οὐ σωτηρίας δεόμενος κατέφυγον εἰς Καλαβρίαν, ἀλλ’ ἐλέγξαι Μακεδόνας βουλόμενος ὡς καὶ τὰ τῶν θεῶν εἰσι βιάσασθαι παλαμναῖοι». Καὶ γραμματεῖον αἰτήσας γράψαι λέγεται τὸ ἐπὶ τῆς εἰκόνος αὐτοῦ ἐλεγεῖον, ὅπερ ὕστερον ὑπὸ τῶν Ἀθηναίων ἐνεκολάφθη· Εἴπερ ἴσην ῥώμην γνώμῃ Δημόσθενες εἶχες, οὔποτ’ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών. Ἀλλὰ τοῦτο μὲν Δημήτριος ὁ Μάγνης λέγει· εἰσὶ δὲ οἵ φασι τὸ γραμματεῖον εὑρεθῆναι γράφον ἕτερον οὐδὲν πλὴν ὅτι Δημοσθένης Ἀντιπάτρῳ χαίρειν. Ἀποθανεῖν δὲ τὸν ῥήτορά φασιν οἱ μὲν φάρμακον ἐκπιόντα, οἱ δὲ γευσάμενον τοῦ ἐν τῷ καλάμῳ φαρμάκου· (καὶ γὰρ παρεσκεύαστο) δι’ οὗ τὴν ἐπιστολὴν ἔγραφεν. Ἄλλοι δὲ κρίκον αὐτοῦ τῷ βραχίονι περιάπτουσιν, ἐν ᾧ τὸ φάρμακον ἐναπέκειτο.
PG 104:189Καὶ συσχόντα δ’ ἑαυτοῦ τὸ πνεῦμα ἄλλος λόγος ἀποθανεῖν λέγει, ὥσπερ ἄλλος διὰ τοῦ φαρμάκου ὃ τῇ σφενδόνῃ τοῦ δακτυλίου ἐναπετεθησαύριστο. Ἐβίω δέ, ὡς μὲν οἱ τὰ πλείω λέγουσιν, ἔτη ο, ὡς δ’ οἱ τὰ ἐλάττω, ζ καὶ ξ. Ἐπολιτεύσατο δὲ β καὶ κ ἔτη. Κατέλιπε δὲ δύο παῖδας ἐκ μιᾶς γυναικὸς τῶν ἐπιφανῶν. Ἔστι δὲ αὐτοῦ εἰκὼν ἐν τῷ πρυτανείῳ περιεζωσμένη ξίφος· οὕτω γὰρ αὐτὸν σκευασάμενον δημηγορῆσαι λέγεται κατὰ Ἀντιπάτρου, ὅτε τοὺς ῥήτορας λαβεῖν ἐξ Ἀθηνῶν ἐβιάζετο. Χρόνῳ μέντοι ὕστερον σίτησιν ἡ πόλις ἐν τῷ πρυτανείῳ τοῖς τοῦ ῥήτορος συγγένεσιν ἐδωρήσατο, καὶ ἄλλαις τιμαῖς ἐτίμησαν τελευτήσαντα, καὶ τὴν εἰκόνα ἀνέθεσαν ἐν τῇ ἀγορᾷ. Φέρονται δὲ αὐτοῦ ἀποφθέγματα πλεῖστα καὶ γνωμολογίαι, ἅπερ αὐτὸς μὲν ἑκάστοτε πρὸς τὴν ἀνακύπτουσαν χρείαν ἁρμοττόμενος ἔλεγεν, οἱ δὲ ἀκούοντες μνήμῃ τε καὶ γραφῇ διεσώσαντο. Οὗτός ποτε κωλυόμενος ὑπ’ Ἀθηναίων ἐν ἐκκλησίᾳ λέγειν βραχύ τι προσδιαλεχθῆναι αὐτοῖς ἔφη βούλεσθαι. Τῶν δὲ δεξαμένων· «Νεανίας τις, ἔφησεν, ὥρᾳ θέρους ἐξ ἄστεος ὄνον ἐμισθώσατο Μεγαράδε.
Τῆς δὲ φλογὸς κατὰ τὸ μέσον τῆς ἡμέρας ἐπὶ πλέον ἀναπτομένης, ἑκάτερος αὐτῶν ἔσπευδεν ὑπὸ τὴν ὄνου γενέσθαι σκιάν, ὁ μὲν λέγων μεμισθωκέναι τὸν ὄνον ἀλλ’ οὐκ ἐν σκιᾷ, ὁ δὲ μεμισθωμένος, ἕως ἂν αὐτὸν κύριον τοῦ σώματος ἀποφαίνῃ τὸ μίσθωμα, καὶ τὴν ἄλλην ἔχειν ἐξουσίαν τῶν συμβαινόντων διὰ τοῦ σώματος«. Καὶ ταῦτα εἰπὼν ἀπῄει, ὀργώσας αὐτῶν τὰς ἀκοὰς πρὸς τὴν τῶν λοιπῶν διήγησιν ἀπολιπών. Ἐπισχόντων δὲ αὐτὸν Ἀθηναίων καὶ πέρας ἐπιθεῖναι τῷ λόγῳ δεομένων, ὑπολαβών· »Εἶτα, ἔφη, ὑπὲρ μὲν ὄνου σκιᾶς βούλεσθε ἀκούειν, ὑπὲρ δὲ σπουδαίων πραγμάτων καὶ συμφερόντων τῇ πόλει οὐ βούλεσθε;» Βάταλον δὲ ὀνομασθῆναι οἱ μὲν αὐτόν φασι, διότι νέος ὢν καὶ κωμάζων γυναικείοις ἐσθήμασιν ἀπεκέχρητο· οἱ δὲ ὑποκοριστικῶς αὐτὸν ἐπικληθῆναι τοῦτο ἀπὸ τοῦ ὀνόματος τῆς τροφοῦ λέγουσι λοιδορούμενοι. Ἕτεροι δέ φασιν (οἷς καὶ Λιβάνιος ὁ σοφιστὴς ἠκολούθησεν) ὡς νέος ὢν ἀσθενῶς διέκειτο τῷ σώματι καὶ νοσώδης ἦν· διὸ μηδὲ φοιτᾶν εἰς παλαίστραν, ὡς πάντες οἱ τῶν Ἀθηναίων παῖδες εἰώθεσαν· διὰ τοῦτο καὶ ἀνδρωθεὶς εἰς μαλακίαν ὑπὸ τῶν ἐχθρῶν ἐσκώπτετο καὶ Βάταλος ἐπωνομάζετο.

Codex 266 — Hyperides, OrationsCodex 266 — Hyperides, Orationes

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 104:191Ἱστόρηται γάρ τις Ἐφέσιος Βάταλος αὐλητὴς γενέσθαι, ὃς πρῶτος ὑποδήμασι γυναικείοις ἐπὶ τῆς σκηνῆς ἐχρήσατο καὶ μέλεσι κατεαγόσι, καὶ ὅλως τὴν τέχνην ἐμαλάκισεν· ἀφ’ οὗ τοὺς ἐκλύτους καὶ ἀνάνδρους Βατάλους ἐπονομάζουσιν. Ἀνεγνώσθη «Ὑπερείδου» λόγοι διάφοροι. Τούτων οἱ μὲν εἰς τὸ τοῦ ῥήτορος ἀναφερόμενοι γνήσιον β καὶ ν εἰσίν, οἱ δὲ παρασχόντες ἀμφισβήτησιν ε καὶ κ· τὸ γὰρ ὅλον αὐτῶν πλήρωμα εἰς ζ συντείνει καὶ ο. Ἄριστος δὲ γέγονεν ἐν ταῖς τῶν λόγων ἐργασίαις, ὥς τισι μὲν ἀμφισβήτησιν παρασχεῖν πότερον ὁ Δημοσθένης κατὰ τοὺς λόγους ἐκείνου προέχει, ἢ Δημοσθένους ὁ Ὑπερείδης· εἰσὶ δὲ οἳ καὶ τὴν νικῶσαν ἔθεντο ψῆφον Ὑπερείδῃ. Ἀλλὰ καὶ τὸ ἐπίγραμμα ὅ τινες ἐγγράφουσι τῇ τοῦ Δημοσθένους στήλῃ, εἰς ἐκεῖνον μεταφέρουσι, τὸ ὄνομα μόνον ἀμειψάμενοι· γράφουσι γάρ· Εἴπερ ἴσην γνώμῃ ῥώμην Ὑπερείδης εἶχεν, οὔποτ’ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών. Οὗτος δὲ ὁ Ὑπερείδης παῖς μὲν γέγονε Γλαυκίππου τοῦ Διονυσίου, Κολλυτεὺς δὲ τὸν δῆμον. Ἔσχε δὲ καὶ ὁμώνυμον υἱὸν τῷ πατρὶ Γλαύκιππον ῥήτορα, ὃς καὶ λόγους συνεγράψατο. Πλάτωνος δὲ τοῦ φιλοσόφου ἠκροάσατο, καὶ δὴ καὶ Ἰσοκράτους.
Ἐπολιτεύσατο δὲ Ἀθήνῃσιν, ὅτε Ἀλέξανδρος ὁ Μακεδὼν τῶν ἑλληνικῶν ἥπτετο πραγμάτων, καὶ δείκνυται ἀντειπὼν αὐτοῦ τῇ αἰτήσει, ἥτις τοὺς στρατηγοὺς τῶν Ἀθηναίων καὶ τὰς τριήρεις ἀπῄτει. Συνεβούλευσε δὲ τοῖς Ἀθηναίοις καὶ τὸ ἐπὶ Ταίναρον ξενικὸν διαλῦσαι. Ἔγραψε δὲ καὶ Δημοσθένει τιμάς, καὶ γραφέντος ὑπὸ Διοδότου παρανόμων τοῦ ψηφίσματος ἀπέφυγε. Φίλος δὲ τοῖς περὶ Δημοσθένην καὶ Λυσικλέα καὶ Λυκοῦργον γεγονὼς οὐ μέχρι τέλους τὴν φιλίαν συνετήρησεν, ἀλλ’ ἐπεὶ Λυσικλέα μὲν καὶ Λυκοῦργον ὁ βίος ἀπέλιπε, Δημοσθένης δὲ εἰς κρίσιν ἤγετο ὡς παρὰ Ἁρπάλου δωροδοκήσας, ἐξ ἁπάντων αὐτὸς κατήγορος προεχειρίσθη τοῦ ῥήτορος. Κριθεὶς δὲ παρανόμων ὑπὸ τοῦ Ἀριστογείτονος, διότι μετὰ τὴν Χαιρώνειαν τοὺς μετοίκους πολίτας ἔγραψε ποιήσασθαι, ἐλευθέρους δὲ τοὺς δούλους, ἱερὰ δὲ καὶ παῖδας καὶ γυναῖκας εἰς τὸν Πειραιᾶ παραθέσθαι, κἀνταῦθα κρείττων τοῦ δοῦναι δίκην ἐγένετο. Αἰτιωμένων δὲ αὐτὸν οὐκ ὀλίγων ὡς πολλοὺς τῶν νόμων ἐν τῷ ψηφίσματι παριδόντα· «Ἐπεσκότει γάρ μοι τὰ Μακεδόνων, ἔλεγεν, ὅπλα· καὶ οὐκ ἐγὼ μᾶλλον τὸ ψήφισμα, ἀλλ’ ἡ ἐν Χαιρωνείᾳ μάχη ἔγραψε».
Πρότερον δὲ μήπω δημήγορος αἱρεθεὶς Ἀθηναίοις μισθοῦ δίκας ἔλεγε. Δόξας δὲ τῶν Περσικῶν μετεσχηκέναι χρημάτων Ἐφιάλτῃ, εἶτα τριήραρχος αἱρεθείς, ὅτε Φίλιππος ἐπολιόρκει Βυζάντιον, καὶ βοηθήσας προθύμως Βυζαντίοις, ὑπέστη χορηγῆσαι κατὰ τὸν ἐνιαυτὸν τοῦτον τῶν ἄλλων ἁπάσης λειτουργίας ἀφειμένων. Ἐψηφίσατο δ’ οὗτος πολιτευόμενος καὶ τιμὰς Ἰόλᾳ, ὃς Ἀλεξάνδρῳ τὸ δηλητήριον ἐκεράσατο φάρμακον. Ἐκοινώνησε δὲ καὶ τοῦ λαμιακοῦ πολέμου τῷ Δημοσθένει, καὶ ἐπὶ τοῖς ἐν τῇ μάχῃ πεσοῦσιν ἐπιτάφιον εἶπε, πολλῶν ἐπὶ τούτῳ θαῦμα καὶ ἔπαινον καρπωσάμενος. Φιλίππου δὲ πλεῖν ἐπ’ Εὐβοίας παρασκευασαμένου, καὶ τῶν Ἀθηναίων εὐλαβῶς διακειμένων, τριήρεις ἤθροισεν οὗτος μ ἐξ ἐπιδόσεως, καὶ πρὸ τῶν ἄλλων αὐτὸς ὑπέρ τε αὑτοῦ καὶ τοῦ παιδὸς δύο τριήρεις ἐπέδωκε. Συστάντος δὲ τοῦ πρὸς Δηλίους ἀμφισβητήματος, ποτέρους δεῖ προί̈στασθαι τοῦ ἱεροῦ, ἡρέθη μὲν Αἰσχίνης συνειπεῖν, ἡ δὲ ἐξ Ἀρείου πάγου βουλὴ Ὑπερείδην προεστήσατο· καὶ ἔστιν ὁ λόγος τὴν ἐπιγραφὴν Δηλιακὸς ἐπιφερόμενος. Ἡκόντων δὲ καὶ παρὰ Ἀντιπάτρου πρέσβεων, καὶ δι’ ἐπαίνου τὸν Ἀντίπατρον ποιουμένων καὶ πολλὴν ἐπιμαρτυρομένων χρηστότητα·

Codex 267 — Dinarchus, OrationsCodex 267 — Dinarchus, Orationes

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 104:193«Οἶδα μέν, εἶπεν, ὡς χρηστὸς ὁ Ἀντίπατρος, ἀλλ’ ἡμεῖς γε οὐ δεόμεθα χρηστοῦ δεσπότου». Γραψάμενος μέντοι γε τὴν Φωκίωνος δωρεάν, ἣν εἶπε Μειδίας Μειδίου Ἀναγυράσιος, κατὰ τοῦτον τὸν ἀγῶνα τὸ ἔλαττον ἤνεγκε. Συμβάντος δὲ τοῦ περὶ Κράνωνα πάθους ἐξαιτηθεὶς ὑπὸ Ἀντιπάτρου, ἐπεὶ ἔμελλεν αὐτὸν ὁ δῆμος ἐκδιδόναι, τῆς Ἀθηναίων πόλεως εἰς Αἴγιναν ἀποφεύγει. Καὶ συγγεγονὼς Δημοσθένει, καὶ ἀπολογησάμενος ὑπὲρ ὧν πρὸς αὐτὸν διηνέχθη, ἀπαλλαγεὶς ἐκεῖθεν ὑπ’ Ἀρχίου τοῦ ἐπονομασθέντος φυγαδοθήρα ἐν αὐτῷ τῷ τοῦ Ποσειδῶνος ἱερῷ συνελήφθη, καίτοι τοῦ ἀγάλματος ἐχόμενος. Ἐντεῦθεν πρὸς Ἀντίπατρον ἀχθεὶς ἐν Κορίνθῳ διατρίβοντα, καὶ βασανιζόμενος ἐφ’ ᾧ τὰ ἀπόρρητα τῆς πόλεως ἐξειπεῖν, ἐπὶ τοσοῦτον ἠνδρίσατο μηδὲν κατὰ τῆς πατρίδος εἰπεῖν, ὥστε καὶ τὴν γλῶςσαν διαφαγών, ἵνα μὴ ἄκων τι παραφθέγξηται, μετήλλαξε τὸν βίον. Εἰσὶ δὲ οἵ φασιν αὐτὸν εἰς Μακεδονίαν ἀχθέντα τήν τε τῆς γλώσσης ἐκτομὴν ὑποστῆναι καὶ μετὰ θάνατον ἄταφον ῥιφῆναι· πλὴν οἵ γε προσήκοντες αὐτῷ, παρὰ τὸ δόγμα τῶν Μακεδόνων, καύσαντες τὰ ὀστᾶ εἰς Ἀθήνας μετεκόμισαν. Ἀνεγνώσθη «Δεινάρχου» λόγοι διάφοροι.
Φέρονται δὲ αὐτοῦ δ καὶ ξ, οὓς οἱ πλεῖστοι τῶν κριτικῶν γνησίους τιθέασιν· εἰσὶ δὲ οἵ τινας ἐξ αὐτῶν εἰς Ἀριστογείτονα Ὑπερείδῃ συνακμάσαντα μεταφέρουσιν. Οἱ δὲ λόγοι αὐτοῦ τοῖς μὲν τοῦ Ὑπερείδου ἰδιώμασιν ἔσθ’ ὅτε διαμορφοῦνται, μᾶλλον δὲ πρὸς Δημοσθένην ἀποκεκλικότες φαίνονται, ἐν οἷς τὸ παθητικὸν αὐτοῦ καὶ σφοδρὸν καὶ τῶν σχημάτων τὸν τύπον καὶ τὴν ποικιλίαν σπουδὴν ἔσχον ἐκμιμήσασθαι. Οὗτος υἱὸς μὲν ἦν Σωκράτους ἢ Σωστράτου, Ἀθηναῖος τὴν πατρίδα, ὡς δ’ ἄλλοις ἐρρήθη, Κορίνθιος. Ἀφικόμενος δὲ εἰς Ἀθήνας ἔτι νέος ὢν Θεοφράστου ἠκροάσατο· Ἀλέξανδρος δὲ τηνικαῦτα ἐπὶ τὴν Ἀσίαν διέβαινεν. Ὁμιλητὴς δὲ καθέστηκε Δημητρίου τοῦ Φαληρέως. Μετὰ δὲ τὴν Ἀντιπάτρου τελευτήν, ἐπεὶ τῶν ῥητόρων οἱ μὲν ἔφυγον οἱ δὲ ἀνῃρέθησαν, αὐτὸς ἐδείχθη πολιτευόμενος. Εἰς φιλίαν δὲ Κασάνδρῳ τῷ Μακεδόνων ἡγεμόνι συνάψας, καὶ χρήματα τῶν λόγων εἰσπραττόμενος οὓς τοῖς δεομένοις συνέταττεν, ἐπὶ πλεῖστον εὐδαιμονίας ἀφίκετο. Ἀντετάττετο δὲ πρὸς τοὺς ῥήτορας οὐκ εἰς τὸν δῆμον αὐτὸς παριών (οὐ γὰρ οἷός τε ἦν), τοῖς ἐναντιουμένοις δὲ τοὺς λόγους παρεχόμενος.
Διὸ καὶ Ἁρπάλου διαφυγόντος ἐξ Ἀθηνῶν πλείστους λόγους τοῖς κατηγόροις ἐξέδωκε κατὰ τῶν δωροδοκῆσαι λαβόντων αἰτίαν. Χρόνῳ δὲ ὕστερον ἐμπεσὼν εἰς αἰτίαν ὡς Κασάνδρῳ κοινολογεῖται κατὰ τῆς πόλεως, τὰ πλεῖστα τῆς περιουσίας εἰς ἀργύριον μεταβαλὼν ἔφυγεν εἰς Χαλκίδα. Ἐπὶ δὲ τῆς φυγῆς διαμείνας ἐγγὺς ἔτη δέκα πέντε, καὶ πολλὴν οὐσίαν περιβαλόμενος, πραξάντων αὐτῷ τὴν κάθοδον τῶν περὶ Θεόφραστον συγκατῆλθεν ἅμα τοῖς ἄλλοις φυγάσι. Παρὰ δὲ Προξένῳ τῷ αὑτοῦ καταλύσας ἑταίρῳ καὶ τὸ χρυσίον ἀπολωλεκώς, ἤδη γηραιὸς ὢν καὶ τὰς ὁράσεις ἀσθενὴς λαγχάνει τῷ Προξένῳ δίκην, καὶ τότε πρῶτον ὤφθη λέγων ἐν δικαστηρίῳ. Φέρεται δὲ αὐτοῦ καὶ ὁ κατὰ Προξένου λόγος. Τῶν μὲν οὖν θ ῥητόρων οἱ λόγοι, ὧν ἐποιησάμεθα τὴν ἀνάγνωσιν, ἐν τούτοις περιγράφεται ἡ μνήμη. «Λυκούργου» δὲ οὐδενὸς τῶν ἄλλων, ὅσα γε τελεῖν εἰς ῥήτορας καὶ δημαγωγούς, τὸ ἔλαττον φερομένου οὔπω παρέσχεν ἡμῖν ὁ χρόνος λόγους ἀναγνῶναι, φέρεσθαι δὲ αὐτοῦ ἐξ ἱστορίας ιε μεμαθήκαμεν. Οὗτος δὲ υἱὸς μὲν ἦν Λυκόφρονος τοῦ Λυκούργου, ὃν ἡ τῶν λ τυραννὶς ἀνεῖλε, τὸν δῆμον Ἐτεοβουτάδης·

Codex 268 — Lycurgus, LifeCodex 268 — Lycurgus, Vita

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 104:195ἠκροάσατο δὲ τὰ μὲν πρῶτα (ὡς ἡ ἱστορία λέγει) Πλάτωνος τοῦ φιλοσόφου, ἔπειτα δὲ καὶ τοῦ ῥήτορος Ἰσοκράτους. Ἐπολιτεύσατο δὲ καὶ λέγων καὶ πράττων ἐπιφανῶς, καὶ τὰ τῆς πόλεως χρήματα διοικεῖν καταπιστευθεὶς ἐπὶ γ πενταετηρίδας κατὰ τὸ ἄριστον ταῦτα καὶ φιλοπονώτατον, ταλάντων μυρίων ὄντα καὶ τετρακισχιλίων, διῳκήσατο. Χειροτονηθεὶς δὲ ἐπὶ τὴν τοῦ πολέμου παρασκευὴν ἄλλα τε πολλὰ τῆς πόλεως κατερρυηκότα ἐπανέλαβε, καὶ τριήρεις τῷ δήμῳ υ παρεσκεύασε. Πολλὰ δὲ καὶ τῶν ἔργων ἡμιτελῆ παρειληφὼς εἰς τέλος παρήνεγκε, νεώς τε οἴκους ἐδείματο, καὶ τὴν σκευοθήκην ἐπεσκευάσατο, καὶ τῷ παναθηναϊκῷ σταδίῳ τὴν κρηπῖδα ὑπεβάλετο. Ἐπιστεύθη δὲ καὶ τοῦ ἄστεος τὴν ἐπιμέλειαν, καὶ μὴν καὶ τῶν κακούργων τὴν ἀνεύρεσίν τε καὶ σύλληψιν· καὶ οὕτως ἐκάθηρε τὴν πόλιν τῶν κακούργων ἐξελάσας ἅπαντας, ὡς καὶ παρ’ ἐνίοις τῶν σοφιστῶν λέγεσθαι ὅτι μὴ μέλανι Λυκοῦργος ἀλλὰ τῷ θανάτῳ χρίων τὸν κάλαμον τὰ κατὰ τῶν πονηρῶν ψηφίσματα ἔγραψε. Τοσοῦτον δὲ πόθον αὑτοῦ καὶ αἰδῶ τοῖς Ἀθηναίοις ἐνεποίησε πολιτευόμενος, ὡς αἰτήσαντος αὐτὸν Ἀλεξάνδρου τοῦ βασιλέως, ὥσπερ καὶ τοὺς ἄλλους, ὁ δῆμος οὐ προήκατο.
Ἐπρέσβευσε δὲ καὶ πρὸς διαφόρους πόλεις καὶ μετὰ Δημοσθένους εἰς Πελοπόννησον. Καὶ ἐτέλεσε τὸν τοῦ βίου χρόνον εὐδοκιμῶν καὶ δίκαιος εἶναι παρὰ Ἀθηναίοις νομιζόμενος· διὸ καὶ τὸ λόγον τινὰ προενεγκεῖν ἐν τοῖς δικαστηρίοις ὑπὲρ ὁτουοῦν μεγάλη τῷ συναγορευθέντι βοήθεια ἐγίνετο. Ἐποιήσατο δὲ καὶ νόμων εἰσφορὰς διαφόρων ὧν ἐστι πέμπτος, ὃς οὐκ ἐᾷ τὰς γυναῖκας Ἐλευσίναδε ἐπὶ ζεύγους ὀχουμένας ἀφικνεῖσθαι, ὡς ἂν αἱ δημοτικαὶ μὴ ὦσιν ὑπὸ τῶν πλουσίων ἐλαττούμεναι. Ξενοκράτει δέ ποτε τῷ φιλοσόφῳ τὰς χεῖρας ἐπιβαλόντος τελώνου, καὶ πρὸς τὸ μετοίκιον αὐτὸν ἄγοντος, συναντήσας τὸν μὲν φιλόσοφον ἀπέλυσε, τὴν δὲ κεφαλὴν τοῦ τελώνου ῥάβδῳ παίσας, ἅτε δὴ κατὰ τοῦ πρέποντος ἀποθρασυνομένου, δεσμωτήριον οἰκεῖν παραδέδωκε, καὶ πολλῶν ἐπαίνων ἐπὶ ταύτῃ τῇ πράξει τετύχηκε. Διὸ καὶ μεθ’ ἡμέρας τινὰς τοῖς παισὶ τοῦ Λυκούργου Ξενοκράτης συντυχών· «Ταχύ γε, ἔφη, τῷ πατρὶ ὑμῶν, ὦ παῖδες, ἀποδέδωκα τὴν χάριν· ἐπαινεῖται γὰρ ὑπὸ τῶν πλειόνων, ὅτι μοι γέγονε βοηθὸς προπηλακιζομένῳ». Ἓν δὲ ἱμάτιον περιεβάλλετο θέρους τε καὶ χειμῶνος, καίτοι τῶν τῆς πόλεως εὐπόρων οὐδενὸς ἐλαττούμενος.
PG 104:197Ἀλλὰ καὶ ἀνυπόδετος τὰ πολλὰ διῆγεν, εἰ μὴ τὸ πρέπον αὐτὸν ἐβιάζετο πρὸς τὴν ὑποδημάτων κατελθεῖν χρείαν. Οὐκ εὖ δὲ πεφυκὼς πρὸς τὰ αὐτοσχέδια νυκτὸς καὶ ἡμέρας ἐμελέτα, τὸ ἐνδέον τῇ φύσει ἀναπληρῶν τοῖς πόνοις. Καὶ τὸ κλινίδιον δὲ αὐτῷ, ἐφ’ ᾧ ἐκάθευδε, κωδίῳ μόνῳ καὶ προσκεφαλαίῳ ἐστρώννυτο, ὡς ἂν ῥᾳδίως ἀνιστάμενος τοῦ ὕπνου μελετῴη. Καὶ παρρησιαστὴς δὲ διὰ τὴν εὐγένειαν ὑπῆρχε· διὸ καὶ Ἀθηναίων ποτὲ δημηγοροῦντος αὐτοῦ μὴ ἀνεχομένων εἰς ἐπήκοον ἀνέκραγε πάντων· «Ὦ Κερκυραία μάστιξ, ὡς πολλῶν ταλάντων εἶ ἀξία;» Μέλλων δὲ τελευτᾶν εἰς τὸ μητρῷον καὶ τὸ βουλευτήριον προστάξας ἐκομίσθη, εὐθύνας δοῦναι τῶν πολιτευμάτων βουλόμενος. Οὐδενὸς δὲ κατηγορήσαντος πλὴν Μενεσαίχμου, τῶν διαβολῶν ὑπέρτερος φανεὶς εἰς τὴν οἰκίαν ἀπεκομίσθη καὶ ἐτελεύτησεν. Οὐκ ἐν τούτῳ δὲ μόνον τῷ ἀγῶνι τὴν νικῶσαν ἔσχεν, ἀλλὰ καὶ πολλάκις κατηγορηθεὶς καὶ τὰς αἰτίας εὖ μάλα διαλυσάμενος ἐκράτησε τῶν ἀνταγωνιστῶν· πολλάκις δὲ καὶ στεφάνων ἠξιώθη παρὰ τοῦ δήμου. Κατέλιπε δὲ καὶ παῖδας ἐκ Καλλιστοῦς Ἅβρωνα, Λυκοῦργον, Λυκόφρονα·

Codex 269 — Oration on St Andrew

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
οὓς καὶ τελευτήσαντος Λυκούργου οἱ ἀγνώμονες Ἀθηναῖοι τοῖς ἕνδεκα παρέδωκαν, Μενεσαίχμου μὲν κατηγορήσαντος, γραψαμένου δὲ Θρασυκλέους. Ὕστερον μέντοι τούτους ἠθώωσαν, Δημοσθένους ἐπιστείλαντος ἀπὸ τῆς φυγῆς τοῖς Ἀθηναίοις ὡς πολλὴν αὑτῶν κατεσκέδασαν διαβολήν, τηλικούτου παῖδας ἀνδρὸς δεσμωτήριον οἰκεῖν παραδεδωκότες ἀνθ’ ὧν ὁ πατὴρ ἐπολιτεύσατο, ὃν καὶ αὐτοὶ ζῶντα δι’ αἰδοῦς τε ἦγον καὶ ἐθαύμαζον. Ἀνεγνώσθησαν διαφόρων ἱερῶν ἀνδρῶν λόγοι κα, διαφόρους ὑποθέσεις μετερχόμενοι, ὧν ἡ παροῦσα ἐκλογὴ τῆς τῶν ῥημάτων καλλονῆς καὶ ὡραιότητος ἔρωτα λαβοῦσα, πρὸς ἐκείνας ὡς ἐπίπαν καὶ τὸν πλεῖστον σκοπὸν τῆς ἐκδόσεως ἀναφερόμενον ἔχει, εἰ καὶ ἕτερα τινα ταύταις συνεισάγεται. Ἀνεγνώσθη «Ἡσυχίου» πρεσβυτέρου Ἱεροσολύμων ἐκ τοῦ εἰς τὸν ἅγιον Ἀνδρέαν ἐγκωμίου. Σάλπιγξ ἡμᾶς ἱερατικὴ πρὸς πανήγυριν ἤθροισεν Ἀνδρέας ὁ τοῦ χοροῦ τῶν ἀποστόλων πρωτότοκος, ὁ πρωτοπαγὴς τῆς ἐκκλησίας στύλος, ὁ πρὸ Πέτρου Πέτρος, ὁ τοῦ θεμελίου θεμέλιος, ἡ τῆς ἀρχῆς ἀρχή, ὁ πρὶν κληθῆναι καλῶν, ὁ πρὶν προσαχθῆναι προσάγων. Εὐαγγέλιον κηρύττει ὃ μήπω πεπίστευται·
PG 104:199πρὶν μαθεῖν τῷ ἀδελφῷ ἀποκαλύπτει τὴν ζωήν· τοσοῦτον αὐτῷ πλοῦτον ἡ τοῦ «Ποῦ μένεις;» ἐρώτησις ἐχαρίσατο. Καίτοι τί μέγα εἶχεν ἡ ἀπόκρισις, οἷον Ἀνδρέας ἐμβαθύνων τὸν νοῦν ἐθεώρησεν· «Ἔρχου, γάρ, φησι, καὶ ἰδέ». Πῶς γέγονας προφήτης; Πόθεν θεοφόρος ἀθρόον; Τί θορυβεῖς τοῦ Πέτρου τὰς ἀκοάς; Τί φθάσαι σπεύδεις, ὃν οὐ δύνῃ φθάσαι; Ὁ πανταχοῦ παρὼν πῶς εὑρεθῆναι δύναται; Ἀλλὰ γὰρ οἶδεν ὁ Ἀνδρέας ὃ λέγει. Εὑρήκαμεν ὃν ἀπώλεσεν ὁ Ἀδάμ, ὃν ἐζημιώθη ἡ Εὖα, ὃν ἡ νεφέλη τῆς ἁμαρτίας ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἡμετέρων ἔκρυψεν, ὃν ἐχώρισεν ἡμῶν ἡ παρακοή, ὃν ἐζήτει Δαβίδ· «Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα». Καί· «Ζητήσατε τὸν Κύριον, Σοφονίας βοᾷ, πάντες ταπεινοὶ γῆς». Πέπαικεν ἡμᾶς ὁ Θεός, ἡνίκα τοῦ Ἀδὰμ κατεδίκασε θάνατον καὶ βίον ἐπίπονον· ἰάσατο δὲ καὶ πατάξας ἐμότωσεν, ὅτε σταυρωθεὶς ὑπὲρ τοῦ γένους τῷ μώλωπι αὑτοῦ κατὰ τὸν Ἠσαί̈αν καὶ τῇ ἀναστάσει πάντας ἰάσατο. Γυμνὸς ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς ἀνήγετο· ἁμαρτίαν γὰρ οὐκ ἔχων ἱματίων οὐκ ἔχρῃζεν. Ἄμωμος ἦν καὶ λανθάνειν οὐκ ὤφιρλεν. Οὐδὲν ἦν ἄσχημον αὐτῷ· αὐτὸς γὰρ ἡμῶν τὰ ἀσχήμονα εὐσχήμονα δείκνυσιν.

Codex 270 — Chrysostom, Sermon on St Paul

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εὗρον αἱ μυροφόροι, ὅπερ διὰ τῆς Εὔας ἀπώλεσαν· εὗρε τὸ κέρδος ἡ παρασχοῦσα τῆς ζημίας τὴν ὑπόθεσιν. «Ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ». Ὅρα τοίνυν τὸν Κύριον μετὰ τὴν ἀνάστασιν πρώϊμον ταῖς γυναιξίν, ὄψιμον τοῖς ἀποστόλοις φαινόμενον. Πρωὶ̈ μὲν γὰρ ταῖς γυναιξὶ χαίρετε, ὀψὲ δὲ ἐν τῇ Σιὼν εἰρήνην τοῖς μαθηταῖς προσεφώνησε, ταῖς μὲν ἵνα λύσῃ τὴν ἀπόφασιν τῆς λύπης, τοῖς δέ, ἵνα καταλύσῃ τὴν ἔχθραν, ἣν ὁ δράκων ἐκακούργησε. «Σὺ κληθήσῃ Κηφᾶς». Πρὸ τῆς ὁμολογίας ὁ μισθός· πρὶν ἐργάσῃ τὸν ἀμπελῶνα, τὸ δηνάριον ἔλαβες· πρὶν ἀνάψῃς τὸν βωμόν, τὴν θυσίαν προσδέδεξαι· πρὶν κηρύξεις, ἐστεφανώθης. Πτωχοὺς καὶ ἀγραμμάτους ὁ Χριστὸς ἐξελέξατο. Ἡ σοφία γὰρ οὐ χρῄζει συνηγόρων ἀλλ’ ὑπηρετῶν· οὐδεὶς γὰρ οὐδὲν αὐτῇ παρέχει, παρ’ αὐτῆς δὲ πάντες καὶ πάντα λαμβάνομεν. Ἀνεγνώσθη τοῦ «Χρυσοστόμου» ἐκ τοῦ εἰς τὸν ἅγιον Παῦλον. Ἦλθεν εἰς τὴν Ἀντιόχου πόλιν ὁ Παῦλος καὶ τοσοῦτον πλῆθος πιστῶν ἐγεώργησεν ὡς προσηγορίαν τὴν τῶν Χριστιανῶν τότε πρῶτον ἐν αὐτῇ ἀνθῆσαι.

Codex 271 — Asterius of Amasea, Homilies

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 104:201Ταύτην τοίνυν ἐκ τῆς ἐπιγραφῆς τοῦ βωμοῦ τὴν ἀφορμὴν λαβὼν ὁ πνευματικὸς ἡμῶν ῥήτωρ τὴν οἰκείαν παρεισάγει διδασκαλίαν, ἐκ τῶν τοῦ διαβόλου γραμμάτων πιστούμενος τὴν ἀλήθειαν. «Βωμὸν ἀνεστήσατε διὰ τῆς ἐπιγραφῆς ὡς ἔστι θεὸς ἕτερος ἀγνοούμενος· τοῦτον ἥκω κηρύττων ἐγώ». Ὦ παραδόξων πραγμάτων; Τὸν βωμὸν τοῦ διαβόλου συνήγορον πεποίηκε τοῦ Χριστοῦ· τὸ τῆς πλάνης ἐπίγραμμα ὑπὲρ τῆς ἀληθείας ἐφθέγγετο· ἡ στήλη τῆς ἀπάτης ἐστηλίτευσε τὴν ἀπάτην. Ἐπειδὴ τὰ τῶν προφητῶν Ἀθηναίοις ἦν δυςπαράδεκτα, ὁ βωμὸς καὶ τὰ γράμματα τῶν δαιμόνων τῇ σοφίᾳ Παύλου ἐκήρυσσε τὴν εὐσέβειαν. Εἱστήκει θρηνῶν ὁ διάβολος, ὁρῶν αὑτοῦ τὰ σοφίσματα ὑπὲρ Χριστοῦ ῥητορεύοντα. Ἐπένθει βλέπων τὸν αὑτοῦ ἀριστέα Παῦλον κατ’ αὐτοῦ στρατηγοῦντα, καὶ τοῖς οἰκείοις ὅπλοις αὐτὸν καταβάλλοντα. Ἀνεγνώσθη ἐκ τοῦ μακαρίου «Ἀστερίου» ἐπισκόπου Ἀμασείας Προτρεπτικοῦ εἰς μετάνοιαν. Ὁ τοίνυν Λουκᾶς, ὁ πλέον τῶν ψυχῶν ἢ τῶν σωμάτων ἰατρός, αὐτὸν ἡμῶν τὸν Θεὸν καὶ Σωτῆρα ἀναγράφει συγγνωμονικῶς τοῖς κατεγνωσμένοις συναναστρεφόμενον. Οὐχ ἵνα τι προσλάβῃ τῆς ἐκείνων κακίας, ἀλλ’ ἵνα μεταδῷ τῆς οἰκείας δικαιοσύνης.
Καὶ γὰρ καὶ ὁ ἥλιος, ὅσον ἀπὸ τοῦ κτίσματος τοῦ κτίστου παραστῆσαι τὴν πρόνοιαν, οὐ τὰς ἡπλωμένας μόνον ἐπιλάμπει χώρας, ἀλλὰ καὶ ὅσαι κοιλότεραι καὶ τῆς ἀντρώδους ἔλαχον θέσεως. Ὁ τῆς θεραπείας ἀπελπίσας δοῦλος γίνεται καθάπαξ τῆς νόσου. Εἴ τινες κατὰ παθῶν νικηφόροι ἀνεδείχθησαν καὶ ὡς ἀληθῶς ἐπάνω ὄφεων καὶ σκορπίων τὰ ἴχνη ἔθεντο, οὐδὲ τούτους χρὴ πρὸς τὴν οἰκείαν ἀνδρείαν καὶ τῶν ἄλλων κανονίζειν τὸν βίον, ἀλλὰ τῆς μὲν ἰδίας εὐδοκιμήσεως τῷ δεδωκότι Θεῷ τὴν χάριν ὁμολογεῖν, τοῖς δ’ ἀσθενεστέροις οὐκ ἐπεμβαίνειν ἀλλὰ φιλάδελφον ὀρέγειν δεξιάν. Ζηλώσατε τοῦ Χριστοῦ τὴν ἀγάπην. Μέλλων γὰρ ἀνθρώποις ἐπιφαίνεσθαι δι’ ἀνθρώπου, προκαθῆκε τὸν Ἰωάννην μετανοίας κήρυκα. Πέτρον ἐρώτησον, ὅπως μετανοήσας ἐκαθάρθη, καὶ οὐκ ἀνέλυσεν εἰς τὸν Σίμωνα, ἀλλὰ διέμεινεν ὁ ἀπόστολος. Ἐγὼ δὲ νομίζω ὅτι καὶ Ἰούδας ὁ προδότης, εἰ μὴ ταχέως αὐτὸς ἑαυτοῦ ἐγένετο δήμιος, προσπεσὼν δὲ τὸν ἔλεον ᾔτησεν, οὐκ ἂν τῶν οἰκτιρμῶν τῶν πάσης ὑπερχεομένων τῆς οἰκουμένης ἠστόχησε. Τεκμήριον δὲ οἱ μετανοήσαντες ἐκ τῶν σταυρωσάντων καὶ τῆς σωτηρίας διὰ τῆς μετανοίας ἀπολαύσαντες.
Ἐδέσμει ποτὲ καὶ Παῦλος Χριστιανούς, ἀλλὰ βαστάσας ὕστερον ἁλύσεις ὑπὲρ Χριστοῦ ἔλυσε τὰ ἐγκλήματα. Ἐλίθαζε Στέφανον, ἀλλὰ λιθασθεὶς ἐξήλειψε τὸ πλημμέλημα. Ταῦτα καὶ Μωσῆς εἰδώς (ἄνθρωπος γὰρ ἦν καὶ τὴν φύσιν ἐγνώριζε) τὸν μόσχον ὑπὲρ τοῦ ἱερέως ἱερουργεῖσθαι διέταξεν, ἡμαρτηκότος πάντως καὶ καθαρσίων δεομένου· ὅπερ δὲ ἦν τότε ὁ ἐν σαρκὶ μόσχος, τοῦτο νῦν ἐστιν ἡ ἀσώματος μεταμέλεια καὶ ἡ ἀναίμακτος δέησις. Ἐπὶ τοσοῦτον δὲ προσῆκε τὸν ἱερέα τὴν φιλανθρωπίαν ἀσκεῖν, ὥστε κἂν ὁ Δεσπότης ἐκκόπτειν κελεύσῃ τινὰ ὡς φυτὸν ἄχρηστον, αὐτὸν ὡς φυτοκόμον αἰτεῖν δεῖ τὴν φειδὼ καὶ ὑπέρθεσιν. Τοῦτον γὰρ ἡμῖν παρίστησι τὸν νοῦν τῆς ἀκάρπου συκῆς ὁ ἐν τῷ εὐαγγελίῳ λόγος. Σκόπησον τὴν ἁμαρτωλὸν γυναῖκα. Οὐ τὸ πλῆθος τῶν ἑστιωμένων ἠρυθρίασεν, οὐ τὸν καιρὸν τῆς εὐωχίας ὡς ἄκαιρον τῆς ἐξομολογήσεως ἔφυγεν, ἀλλὰ σφοδρὸν ἔχουσα τὸ πένθος οὐδὲ τὸ βραχύτατον ἠφίει τὸν τῶν ἁμαρτιῶν ἰατρόν. Οὐ μὴν οὐδὲ κατ’ ὄψιν ἐρχομένη ἱκέτευεν·
PG 104:203ἀλλὰ τὸ ἀνάξιον αὑτῆς διὰ τοῦ σχήματος ἑρμηνεύουσα, τὴν κατὰ νῶτα χώραν καταλαβοῦσα, καὶ τῶν ποδῶν λαβομένη, καὶ λύσασα τὰς κόμας, καὶ δημοσιεύουσα πᾶσιν οἷς ἔπραττε τὴν πενθοῦσαν ψυχήν, καὶ τοὺς πόδας τοῦ Σωτῆρος τοῖς δάκρυσιν ἐπιρραίνουσα μετὰ πολλῆς τῆς συμπαθείας ᾔτει τὸν ἔλεον. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸν πρωτομάρτυρα Στέφανον. Εἱστήκει δὲ μόνος τῷ δήμῳ τῶν φονώντων κεκυκλωμένος, οὐδεὶς δὲ κατ’ ἐκείνην τὴν ὥραν ἐγγύς, οὐ φίλος, οὐκ οἰκεῖος, οὐ συγγενής· φέρει γάρ πως παραμυθίαν τοῖς κινδυνεύουσι τὸ βλέπειν παρόντα τινὰ γνώριμον. Προσετίθει τῇ δεήσει καὶ τὴν ὑπὲρ τῶν λιθαζόντων εὐχήν· εὐηργέτουν γὰρ καὶ λιθάζοντες ἄκοντες. Καὶ ἡ εὐχὴ τίνα φέρει σκοπόν; Οὐκ ἀνεύθυνον γενέσθαι τῶν ἐχθρῶν αἰτεῖται τὸ ἁμάρτημα· τοῦτο γὰρ φανερῶς τῇ τοῦ Θεοῦ διατυπώσει ἀνθίσταται, ἣ τοῖς ἀνδροφόνοις τὴν δικαίαν κρίσιν ὥρισεν· ἀλλὰ τί φησι; «Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν», τουτέστι δὸς φόβον κατανύξεως, ἄγαγε πρὸς μετάνοιαν τῶν νῦν τετολμημένων. Καὶ ἦν ὑπηρέτης ὁ φυλάττων Παῦλος τὰ ἱμάτια τῶν ἀναιρούντων δήμου δημίου.
Διά τε οὖν ἄλλα καὶ διὰ τὸν Λίβυν Σαβέλλιον, προανακόπτων αὐτοῦ τῶν ἐκκλησιῶν τὴν βλάβην δείκνυσι μὲν ἑαυτὸν ἐν ἰδίᾳ καὶ αὐτοτελεῖ δόξῃ, δείκνυσι δὲ καὶ τὸν Υἱὸν ἐν ἀπηρτισμένῳ προσώπῳ. Ἵστησι δὲ ἐκ δεξιῶν αὑτοῦ ἵνα τῇ διευκρινήσει τῶν προσώπων ἑρμηνεύσῃ τὰς ὑποστάσεις. Καὶ τὸ Πνεῦμα τὸ ἅγιον συντέτακται· καὶ γὰρ προεῖπε· «Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει». Ἰδοὺ τοίνυν, καὶ τὸ τοῦ Πνεύματος ἡμῖν πρόσωπον εὐκρινῶς ὁ Λόγος ὑπέστησεν. Εἰ δὲ τὸ Πνεῦμα πρότερον γέγραπται, ἔπειτα δὲ ὁ Πατὴρ καὶ ὁ Υἱός, οὐδὲν τῆς τάξεως ἡ ἐναλλαγὴ τῇ πίστει λυμαίνεται. Σύνηθες γὰρ τοῦτο τῇ γραφῇ· ποτὲ μὲν ὀνομάζει τὸν Υἱὸν μόνον, ποτὲ δὲ τὸ Πνεῦμα σὺν τῷ Υἱῷ· ἄλλοτε δὲ ἄρχεται μὲν τοῦ Πατρός, καταλήγει δὲ εἰς τὸ Πνεῦμα, καὶ τὸ ἀνάπαλιν ἀρχὴν μὲν ποιεῖται τὸ Πνεῦμα, ὁδεύει δὲ διὰ τοῦ Υἱοῦ ἐπὶ τὸν Πατέρα. Καὶ τὸ ἰδίωμα τοῦτο μάλιστα τῷ θείῳ συντηρεῖται Παύλῳ. Τοῦ αὐτοῦ εἰς τὸ «Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ». Τί τοίνυν ὁ Χριστὸς πρὸς τὸν πειράζοντα νομικόν φησιν;
PG 104:205«Ἐν τῷ νόμῳ τί γέγραπται;» ὑπομιμνῄσκων αὐτὸν τῆς πρὸς Θεὸν καὶ πρὸς τοὺς πλησίον ἀγάπης, μόνον οὐχὶ λέγων ὡς εἰ μὲν Θεὸς ἐγώ σοι δοκῶ, ὀφείλεις μοι τὴν ἀγάπην· εἰ δ’ ἀπιστεῖς καὶ ὅμοιόν σοι νομίζεις ἐμὲ ψιλὸν ἄνθρωπον, καὶ οὕτω τὸ ἀγαπᾶν χρεωστεῖς κατὰ τὸν νόμον. Ἀδελφοὺς καλοῦμεν ἐκείνους οἳ ἐξ ἑνὸς ἔφυσαν σπέρματος καὶ μιᾶς γαστρός. Οἱ δὲ τὸν αὐτὸν ἔχοντες ποιητὴν καὶ μίαν μητέρα τὴν γῆν, ἀφ’ ἧς διεπλάσθημεν, καὶ ψυχῆς ἀξίωμα παραπλήσιον, εὐσεβείας δὲ καὶ πολιτείας ἕνα θεσμόν, καὶ τὴν ἐλπίδα τοῦ μέλλοντος τὴν αὐτὴν, πῶς οὐ πάσης ἀδελφότητος καὶ συγγενείας ἐσμὲν ἀλλήλων ἐγγύτεροι; Καὶ ὅταν ἄνθρωπον ἴδῃς, σαυτὸν ὁρᾷς ἐν ἐκείνῳ. Δεῖ οὖν καὶ τὰ ἐκείνου θεωροῦντα πάθη, λιμόν, δίψαν, γυμνότητα, τὴν ἄλλην ἔνδειαν καὶ τὰς νόσους καὶ τοὺς ἄλλους πειρασμοὺς ὡς οἰκεῖα πάθη καὶ συμφορὰς οἰκτείρειν. Πολλοὺς ἔγνωμεν ἐπὶ μὲν τῶν λόγων ὁμολογήσαντας προκινδυνεύειν, ἐπὶ δὲ τῆς πείρας ψευσαμένους τὴν εὔνοιαν. Ὁ μὲν Σωτὴρ ἡμῶν οὕτως ἠγάπησε τὸ ἴδιον ποίημα, οὐχ ὡς ἑαυτόν, ἀλλ’ ὑπὲρ ἑαυτόν·
ἡμῖν δὲ τὸ ἔλαττον ἐγκελεύεται, ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν, τὴν ὑπερβολὴν ἀφελών, ἵνα μὴ βαρείαν ποιήσῃ καὶ δυσήνυτον τὴν ἐντολήν. Ἵνα διὰ τῶν ἔργων σαφέστερον ἐπιδείξῃ τὸν τῆς ἀγάπης ὁ Δεσπότης νόμον, πρᾶγμα γέμον ἐλέου συμβὰν δὲ πάντως κατὰ τὸν χρόνον ἐκεῖνον ὑπ’ ὄψιν ἄγει τῷ λόγῳ ἐκπαιδεύων τὸν νομικὸν ὅτι πλησίον ἡμῶν ἐκεῖνός ἐστιν, ὃς ἂν τὴν ἐμπαθῆ ταύτην περικείμενος σάρκα χρῄζῃ βοηθείας καὶ οἰκτιρμῶν. Τὸ δὲ πάθος· ὁδοιπόρος ἐξ Ἱερουσαλὴμ κατέβαινεν εἰς Ἱεριχώ, καὶ λῃστῶν ἐπιδραμόντων ἀφῃρέθη μὲν ἃ ἔφερεν, ἐγυμνώθη καὶ τῶν ἱματίων, καὶ τραύμασι τοῖς ἀπὸ τῶν λῃστῶν θανάτῳ προσομιλῶν ἥπλωτο κατὰ τὴν λεωφόρον ψυχορραγῶν. Πρᾶγμα λίαν οἰκτρὸν ὀφθαλμοῖς ἔχουσιν ἔλεον ἢ εἰδόσιν ἔλεον. Ὁ Κύριος τοῖς Ἑβραίοις διαλεγόμενος, καὶ διδάσκων ὡς ἄφρονας καὶ μάτην ἀναστρεφομένους ἐν ταύτῃ τῇ τοῦ κλαυθμῶνος κοιλάδι, οὕτω πώς φησιν· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί», ἐκ τῶν ὀνομάτων μόνον τοῦ ἄνω καὶ κάτω τοῦ καλοῦ καὶ τοῦ χείρονος ποιούμενος τὴν διάκρισιν. Καὶ νῦν δὲ καταβαίνοντα εἰπὼν κατὰ τὴν αὐτὴν ἔννοιαν ἔφη.
Ἦν δ’ ἂν οὗτος ὁ Ἀδάμ, ἀποκυλιόμενος τῆς μακαρίας ἐκείνης καὶ ὑψηλῆς διαγωγῆς εἰς τὸν βάραθρον καὶ χαμαίζηλον βίον. Τίς ὁ ἱερεύς; Τίς ὁ λευί̈της; Εἴησαν δ’ ἂν κατὰ θεωρίαν Μωσῆς καὶ Ἰωάννης, ἄμφω τοῖς παραπετάσμασι τῆς παραβολῆς ἔνδον κρυπτόμενοι καὶ τὴν τῶν πολλῶν ὄψιν λανθάνοντες. Οὗτοι γὰρ καταλαβόντες τὸν ἄνθρωπον (τουτέστι τὸ γένος ὅλον) γυμνὸν εὐσεβείας καὶ ἀρετῆς καὶ τοῖς ἐναντίοις τετραυματισμένον, ἐθεάσαντο μέν, οὐ μὴν ἐπήρκεσαν θεραπεῦσαι. Ἀλλ’ ὁ Σαμαρείτης καταλαβών, ἐν ὀνόματι καθυβρισμένῳ θησαυρὸν ἀγαθῶν φέρων, παρέσχε τὴν ἴασιν· ὅς ἐστιν ἡμῶν ὁ Σωτήρ, τῇ δυσφήμῳ προσηγορίᾳ τοῦ Σαμαρείτου καλυπτόμενος καὶ τὰ τῆς σωτηρίας τῷ κειμένῳ πηγὰς ἀναβλύζων. Σαμαρείτην δὲ τὸν Σωτῆρα ὁ λόγος ὀνομάζει, αἰσχύνων κἀνταῦθα τὴν τῶν οὕτως αὐτὸν καλεσάντων παράνοιαν Ἰουδαίων, ὅτι τὸν ὑπὲρ τοὺς λευί̈- τας καὶ ἱερέας σπλαγχνιζόμενον καὶ θεραπεύοντα τὸν τετραυματισμένον Σαμαρείτην ἐξύβριζον. Τί δὲ τυγχάνει τὸ κτῆνος, ἐφ’ οὗ τὸν ψυχορραγοῦντα καταθέμενος εἰς τὸ πανδοχεῖον ἤγαγεν ὁ Σωτήρ;
PG 104:207Ἢ δῆλον ὅτι ὄχημα τοῦ Θεοῦ Λόγου καὶ (ὡς ἄν τις εἴποι) ὑποζύγιον τὸ ὁμόφυλον ἡμῖν, ὅπερ ἠμπίσχετο, τυγχάνει σῶμα, ἐφ’ οὗ καὶ δι’ οὗ πάντας ἀνέχων καὶ διαβαστάζων ἄγει πρὸς τὴν ἀπαλλαγὴν τῆς νόσου καὶ τὴν ἐκκλησίαν· καὶ γὰρ τῶν τραυμάτων αὕτη ἐστὶν ἡ τελεία θεραπεία καὶ ἀπαλλαγή. Τοῦ αὐτοῦ εἰς τὸ «Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι». Τὸν περὶ τῆς προσευχῆς λόγον ἐν δυσὶ παραβολαῖς κατέκλεισε, τὸ μὲν εὐτόνως προσεύχεσθαι διὰ τοῦ κριτοῦ καὶ τῆς χήρας διδάξας ἡμᾶς, τὸ δὲ μετ’ εὐλαβοῦς γνώμης διὰ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου. Ὅτι ἄριστόν ἐστι τὸ συνεχῶς ἐννοεῖν ποιήματα μὲν ἡμᾶς καὶ ζῷα ἐπίκηρα, δημιουργὸν δὲ τὸν Θεὸν καὶ ἄριστον τῆς ἡμετέρας ζωῆς οἰκονόμον. Τοῦτο δὲ πρὸ πάντων ἡ προσευχὴ κατορθοῖ. Οὐκ ἂν γάρ τις προσεύξαιτο τὰ συμφέροντα, μὴ πληροφορίαν πρότερον λαβὼν ὅτι Θεός ἐστιν ὁ τῆς ἱκετηρίας ἐπήκοος καὶ δυνατὸς παρασχεῖν ἃ αἰτεῖται. Εὐχὴ τῆς ζωῆς ἡμῶν βοήθεια, ὁμιλία πρὸς Θεόν, λήθη τῶν γηί̈νων, ἄνοδος πρὸς οὐρανόν. Καὶ τὸ ὄρθιον δὲ τῆς προσευχῆς, ἐκτεταμένας προβαλλόμενον τὰς χεῖρας, τὸ τοῦ Σταυροῦ πάθος ἐν τῷ σχήματι ἐξεικονίζει.
Εἰ δ’ ὡς ἀληθῶς προςεύχοιτο καὶ θεαρέστως ὁ προσευχόμενος, οὐκ ἐν τῷ σχήματι μόνον τὸν Σταυρὸν διατυποῖ, ἀλλὰ καὶ κατὰ τὴν διάθεσιν. Ὡς γὰρ ὁ τῷ Σταυρῷ προσηλωθείς, οὕτω νεκροποιεῖ πᾶσαν μὲν ἐπιθυμίαν σαρκὸς τῆς μνήμης ἀποτιναξάμενος, παντὸς δὲ πλούτου καὶ δόξης καὶ γένους προσπάθειαν. Οὐδὲν δὲ οὕτω πρᾶγμα ἐπιθυμητὸν αὐτῷ καὶ ἐπέραστον ὡς εὑρίσκειν καιρὸν ἢ σχολὴν ἐμπεσεῖν τῇ γνώμῃ. Ἀλλὰ πρὸς δύο ταῦτα συντέτακται πᾶς ὁ σκοπὸς αὐτῷ, φυγεῖν τὴν κόλασιν καὶ θᾶττον ἀπελθεῖν τοῦ βίου. Καὶ οὐδὲν ἕτερον παρὰ ταῦτα ἐπὶ τῆς διανοίας εὑρίσκεται ἢ ἀναστρέφεται τοῦ ἐσταυρωμένου τῇ προσευχῇ. Εὐχὴ καὶ τὸν Ἐζεκίαν τῶν πυλῶν τοῦ Ἅδου ἀνέσπασε, καὶ τὸν ἥλιον πρότερον (ἵνα τὰ ἄλλα αὐτῆς ἔργα ἐάσω) ἔδειξεν ὅτι δοῦλός ἐστι, καὶ δοῦλος χρείαις ὁμοδούλων ὑπηρετούμενος. Ἔστι καὶ πράττειν τι τῇ φύσει καλὸν καὶ μὴ ποιοῦντα καλῶς ἀφανίζειν τοὺς πόνους, ὡς ὁ φαρισαῖος ἐν ταῖς προσευχαῖς μεγαλορρημονῶν, καὶ εἴ τις ἄλλος τὴν ἐλεημοσύνην ἐπιδεικνύμενος, καὶ ἐπὶ τῶν ὁμοίων. Μετριώτερον ἂν ὁ Φαρισαῖος ἡμάρτανεν, εἰ τὸν τελώνην ἀφῆκε τῆς παροινίας ἐλεύθερον·
PG 104:209νῦν δὲ ἑνὶ λόγῳ καὶ τῶν ἀπόντων κατεξανίσταται καὶ τοῦ παρεστῶτος ἐπιξαίνει τὰ τραύματα. Διὸ ὁ μὲν φαρισαῖος ἀπὸ δόξης εἰς τὸ τῆς ἀτιμίας κατέπεσε βάραθρον, ὁ δὲ τελώνης ἀπὸ τῆς ἐπονειδίστου ζωῆς εἰς τὴν μακαρίαν ἐπανῆλθε κατάστασιν· καὶ ὁ μὲν πολλῷ τῷ μέσῳ τῆς πρὸς Θεὸν ἐγγύτητος ἐκεχώριστο, ὁ δὲ πρὸς τὴν τῆς παρρησίας χώραν ἀνείλκυστο. Τοῦ αὐτοῦ εἰς τὸν Ζαγχαῖον. Ἱεριχὼ πόλις ἦν τῶν Χαναναίων μητρόπολις, ἥν ποτε μὲν Ἰησοῦς ὁ τοῦ Ναυῆ πολεμῶν καὶ ὀλοθρεύων κατέλαβε, νῦν δὲ ὁ ἀληθινὸς Ἰησοῦς θεραπεῦσαι παραγεγονὼς κατηξίωσε. Καὶ ὁ μὲν τυφλὸς ἐφωτίσθη, ὁ δὲ δῆμος ἐπιστώθη, πᾶσα δὲ γλῶσσα τὸν Ἰησοῦν ἐλάλει, καὶ τὸν τυφλὸν ὀφθαλμὸς ἅπας εἶχεν ἀναβλέψαντα τοῦ θαύματος καὶ τῆς σωτηρίας διδάσκαλον αὐτοσχέδιον, οὐ λόγοις ἀλλ’ ἔργοις ἐκπαιδεύοντα τοὺς μαθητὰς τὴν ἀλήθειαν. Πᾶσα μὲν ἀδικία κακὸν καὶ μίσους ἄξιον, ὁ δὲ τελώνης ἀνυπέρβλητον· οὐδὲ γὰρ οὐδὲ πρόφασιν ἔχει τῆς ἁμαρτίας εὐπρόσωπον. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων εὑρίσκεταί τις ἀνάγκη τοῦ κακοῦ καὶ ῥίζα, ἐξ ὧν φύεται τὸ ἀδίκημα· ὁ δὲ τελώνης θηρίον ἐστίν, ἀποφράσιστος λοιμός, ταῖς λεωφόροις ἐπικαθήμενος.
Ἐνόσει ταύτην ὁ Ζακχαῖος τὴν νόσον, πρὶν ἐγγὺς ἔλθῃ τοῦ Ἰησοῦ, μακρῷ τῆς ἀρρωστίας τοῦ Ἱεριχουντίου τυφλοῦ ὑπάρχουσαν χείρονα, εἴ γε ὁ μὲν σώματος ὁ δὲ ψυχῆς αὐτῆς ἐνόσει τὴν πήρωσιν. Μὴ δῷς ἄλλοις τὰ ἀλλότρια, ἀλλὰ τοῖς ἠδικημένοις τὰ οἰκεῖα ἀποκατάστησον· οὐ γὰρ προσδέχεται Θεὸς ἐλεημοσύνην ἐξ ἁρπαγῆς. Καλὸς ὁ τελώνης τῶν καθ’ ἑαυτὸν κριτὴς καὶ οἰκονόμος. «Καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν», φησίν, οὐκ ἄλλοις (ἄμισθον γὰρ τοῦτο καὶ ἀπρόσδεκτον Θεῷ) ἀλλ’ αὐτοῖς τοῖς συκοφανθεῖσι. «Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ καθότι καὶ οὗτος υἱὸς Ἀβραάμ ἐστι». Πῶς οὖν ἐκ τοῦ Ἀβραὰμ ὁ ἐξ Ἱεριχὼ τῆς Χανανίτιδος; Τί κοινὸν Ἀβραὰμ εἰς γένος καὶ Χαναναίοις; Ἢ δῆλον ὡς εἰ καὶ μὴ τῇ σαρκὶ υἱὸς ἦν Ἀβραάμ, ἀλλὰ τοῖς ἤθεσι καὶ τοῖς ἔργοις ἅμα τῷ πλησιάσαι τῷ Χριστῷ τῶν ἐκ σπλάγχνων προελθόντων τοῦ πατριάρχου μακρῷ γνησιώτερος παῖς καὶ γέγονε καὶ ἐπεγνώσθη. Οὕτω καὶ ὁ ἀπόστολος υἱὸν ἐκάλεσε τὸν Ἐλύμαν τοῦ διαβόλου, καὶ ὁ Κύριος «Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ» τοὺς Ἰουδαίους ἀνεῖπε. Καὶ ὁ Ζακχαῖος οὖν, ἐπειδὴ τὴν Ἀβραὰμ ἐμιμήσατο πίστιν·
PG 104:211ὡς γὰρ ἐκεῖνος κληθεὶς ἀφῆκε τὴν πατρίδα, οὕτω καὶ οὗτος τὸ τελωνεῖον καὶ τὸν ἐκεῖθεν κατέλιπε πλοῦτον. Διὸ καὶ Χριστὸς ἡ ἀλήθεια εἰκότως αὐτὸν υἱὸν Ἀβραὰμ ἀνεκήρυξε. Τοῦ αὐτοῦ εἰς τοὺς δύο υἱοὺς τοὺς παρὰ τῷ Λουκᾷ. Πατέρα μὲν ἡ παραβολὴ τὸν Θεὸν καὶ Ποιητὴν τοῦδε τοῦ παντὸς ὀνομάζει, τὸν δὲ πρεσβύτερον υἱὸν καὶ νεώτερον ἀνθρώπους δύο, τὸν μὲν παραμείναντα τῇ δοθείσῃ χάριτι καὶ τῷ ἐπιβάλλοντι αὐτῷ τῆς κληρονομίας, καὶ οὐδαμοῦ τῆς ἐκκλησίας οὐδὲ τῆς τῶν ἀχράντων μυστηρίων κοινωνίας διὰ τῆς τοῦ βίου ἀσωτίας ἀφηνιάσαντα, τὸν δὲ κατὰ πάντων τῶν εἰρημένων νεωτερίσαντα, καὶ διὰ τοῦτο καὶ τοῦ ἀληθινοῦ χωρισθέντα πατρὸς καὶ σπαθήσαντα καὶ διαφθείραντα τὰς παρ’ αὐτοῦ δοθείσας δωρεάς, ὡς εἰώθεσαν πράττειν οἱ ἄσωτοι. Ἔστι καὶ τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας, ὃ παρὰ τοῦ πατρὸς ὁ νεώτερος υἱὸς ἐπιζητεῖ, τὸ βάπτισμα καὶ ἡ μετοχὴ τοῦ ἀχράντου σώματος· καὶ γὰρ πολλοὶ καὶ τῶν νεωτέρων καὶ ζητοῦσι ταῦτα καὶ λαμβάνουσιν· ἀλλ’ οἱ πρεσβυτικὸν ἔχοντες φρόνημα, ἐκεῖνοι καὶ τὸ δῶρον ἐν ἀκριβείᾳ φυλάττουσιν. Ἴσον μὲν οὖν ἐστι τὸ ἐπιβάλλον ἑκάστῳ·
ἡ δὲ τῶν λαμβανόντων κατὰ τὴν σπουδὴν ἑκάστου διαφορὰ ἐκείνη καὶ μεῖζον καὶ ἔλαττον αὐτὸ ποιεῖ ἢ καὶ ὅλως σπαθίζει ἐκδαπανῶν, ὥσπερ ὁ ἄσωτος. Τὸ μὲν ἐπιβάλλον τοῦτ’ ἂν αἰνίττοιτο ἡ παραβολή, τὸ δὲ μακρὰν ἀποδημίαν στείλασθαι τὸ μακρυνθῆναι καὶ τῶν δωρεῶν καὶ τῶν ἐντολῶν τοῦ Θεοῦ. Ἐσπάθησε καὶ ὁ Ἀδὰμ τὴν οὐσίαν, καὶ πάσης τῆς πατρικῆς εὐπορίας ἐξέπεσε, καὶ ὑπερωρίσθη χωρίου, ἀφθονίαν βρύοντος ἀγαθῶν. Χαλεπὸν μὲν υἱῷ νεωτέρῳ χωρισθῆναι πατρός. Δαπάνην γὰρ ἄσωτον καὶ ἀκολασίαν καὶ ὁμιλίας ἤθη φθειρούσας ὁ τοῦ πατρὸς ἐλαύνει καὶ ἀποδιώκει ὀφθαλμός. Ὅταν δὲ ἐφ’ ἑαυτῆς γένηται νεότης, καὶ μήτε φόβος πάρεστι μήτε αἰδώς, δύο φύλακες ἰσχυροὶ ταραττομένης νεότητος, τότε δὴ τότε οἴχεται πάντα καὶ ἀνατέτραπται. Ἔστι δὲ καὶ ὁ πολίτης τῆς μακρὰν ἀπῳκισμένης Θεοῦ χώρας ἐκείνης ὁ διάβολος. Καὶ γὰρ τῆς ἁμαρτίας ἡ πόλις πρῶτον πολίτην ἔχει καὶ πολιστὴν τὸν διάβολον, πανταχόθεν πάντας συνάγοντα τοὺς ἀσώτους καὶ συμπολίτας ποιούμενον καὶ εἰς ἀτίμους καὶ συώδεις παραπέμποντα πράξεις.
Καὶ γὰρ καὶ χοιροβίων ἐστὶν ἀγελάρχης, ἀλλ’ οὐχὶ ποιμὴν λογικῶν προβάτων, ὥσπερ ὁ Δεσπότης ὁ τιθεὶς ὑπὲρ τοῦ ποιμνίου τὴν ψυχὴν αὐτοῦ. Ἀποστέλλει οὖν ὁ ἀρχισυβώτης τὸν ἄθλιον νεανίσκον βόσκειν χοίρους, καὶ ἦν ποτε εὐδαίμων ὁμοδίαιτος τῶν χοίρων, ἐσθίων κεράτια. Τοιοῦτον γὰρ καὶ ἡ ἁμαρτία, πρὸς ὀλίγον μὲν ἡδεῖα, οὐδὲν δὲ τρόφιμον οὐδὲ χρήσιμον φέρουσα. Εἰς ἑαυτὸν δὲ ἐλθών· καὶ γὰρ οὐκ ἦν ἑαυτοῦ, ἔκδοτος γεγονὼς καὶ πεπραμένος τοῖς πάθεσι καὶ τῶν ἐμφύτων φρενῶν ἐξεστηκώς. Μισθωτὸν δὲ μετὰ τὴν ἐπιστροφὴν καὶ μετάνοιαν ὁ ἄσωτος ἑαυτὸν ὀνομάζει, καὶ πάντα τὰ τῆς ἀτιμίας ὀνόματα, ἵν’ ἡμῖν ὑπογράψῃ ὁ λόγος ὅπως χρὴ μετανοοῦντας ταπεινοῦσθαι καὶ τὴν καρδίαν διὰ τῶν ῥημάτων συντρίβεσθαι. Ὅτι μὴ δεῖ τὸν μετανοοῦντα καὶ ἐξιλεούμενον τὸν Θεὸν οὐδὲ ἀτενὲς βλέπειν εἰς τὸν οὐρανόν, ἡ παραβολὴ διδάσκει, ἀλλὰ τῷ ἐρυθριῶντι βλέμματι τὸ τῆς ψυχῆς κατηφὲς καὶ ἀπαρρησίαστον μηνύειν. Ὅρα δὲ πῶς τὴν τοῦ Θεοῦ διαγράφει ἀγαθότητα. Ἐρχόμενον γὰρ τὸν ἄσωτον οὐ μόνον οὐκ ἀποπέμπεται οὐδὲ παρορᾷ, ἀλλὰ καὶ προσυπαντᾷ, καὶ τρέχων, ἵνα θᾶττον ἀπολάβῃ τὸν πλανηθέντα.
PG 104:213Καὶ περιχεῖται τῷ τραχήλῳ, καὶ περιπλέκεται, καὶ ἐπιρρεῖ δάκρυον, καὶ ἀσπάζεται, τῆς καταλλαγῆς διδοὺς τὸ σύμβολον καὶ τῆς ἀμνηστίας τῶν προλαβόντων τὸ ἐνέχυρον. Στολὴ δ’ ἂν ἡ πρώτη εἴη οὐκ αὐτὸ τὸ βάπτισμα (οὐ γὰρ οἷόν τε τυχεῖν δευτέρου βαπτίσματος), ἀλλ’ ἡ πρώτη στολὴ καὶ χάρις, ἣν ἀπ’ ἀρχῆς ἕκαστος τῶν πιστῶν ἐνδύεται διὰ τοῦ βαπτίσματος. Ἀντὶ γὰρ τῆς διὰ τοῦ λουτροῦ παλιγγενεσίας ἡ διὰ μετανοίας ἡμῖν παρὰ Θεοῦ ἐχαρίσθη ἀναγέννησις, ἥτις τὰ μολύσματα ἡμῶν τῷ δακρύῳ πλύνουσα πάλιν καθαροὺς ἀποφαίνει. Δίδοται δὲ τῷ ἀσώτῳ μετὰ τὴν στολὴν καὶ δακτύλιος, σύμβολον τῆς νοητῆς σφραγῖδος τοῦ Πνεύματος. Ὡς γὰρ ἐν τῇ διὰ τοῦ βαπτίσματος παλιγγενεσίᾳ καὶ στολὴ καὶ σφραγὶς δωρεᾶς Πνεύματος ἁγίου, οὕτω καὶ ἐν τῇ διὰ τῆς μετανοίας ἀναγεννήσει. Προσφέρεται δὲ καὶ ὑποδήματα, ἵνα θαρρεῖν ἔχῃ τὴν τοῦ ὄφεως καταπατεῖν κεφαλήν. «Σὺ γάρ, φησι, τηρήσεις αὐτοῦ κεφαλήν, κἀκεῖνος τηρήσει σου πτέρναν». Πρὸς ἑκάτερον οὖν χρήσιμον τὰ ὑποδήματα, καὶ εἰς τὸ καταπατεῖν τὴν τοῦ ὄφεως κεφαλὴν καὶ εἰς τὸ τὴν ἐκεῖθεν βλάβην τὴν πτέρναν διαφυγεῖν.
Μὴ λυπείτω σε ἡ τοῦ πατρὸς ἀγαθότης, εἰ περιέχεται τοῦ δυσπραγήσαντος παιδός. Ὁ ἐλεῶν οὐ δικάζει μετὰ ἀκριβείας, ἀλλὰ φιλανθρώπως χαρίζεται, καὶ ταῦτα ὅταν ὑπάρχῃ πατήρ, ὥσπερ τινὶ βίᾳ πρὸς τὸν οἶκτον ἑλκόμενος. Τοῦ αὐτοῦ εἰς τὸν δοῦλον τοῦ ἑκατοντάρχου ὃν ὁ Κύριος ἐθεράπευσεν. Ὅτι ἐν τῷ παρόντι λόγῳ ὑπόθεσιν τὸν δοῦλον λαβών, εἰς παραίνεσιν δούλων καὶ δεσποτῶν τὸ πλεῖστον τῆς σπουδῆς ἀποτείνει, τοὺς μὲν νουθετῶν εὐπειθῶς καὶ ἀδόλως ὑπηρετεῖν τοῖς δεσπόταις, τοὺς δὲ φιλανθρώπως καὶ ἡμέρως καὶ ὡς ὁμοφύλοις καὶ ἀδελφοῖς προσιέναι. Ὁ αὐτὸς γὰρ πηλὸς ἀμφοῖν καὶ ἡ αὐτὴ τοῦ Πλάστου χείρ, καὶ τὰ αὐτὰ ἔργα τε φυσικὰ καὶ πάθη καὶ τὸ τῆς κατασκευῆς σχῆμα καὶ ἡ μορφὴ θεωρεῖται. Δι’ ἃ προσῆκεν, εἰ μή τις ἄλλος ἦν μηδὲ νόμος θεῖος μήδ’ ἔμφυτος πρὸς τὸ συγγενὲς ἔλεος καὶ ἀγάπη, ἐχρῆν ἀδελφικῶς αὐτοῖς καὶ πατρικῶς προσφέρεσθαι· καὶ τοῖς ἰατροῖς δὲ παραίνεσιν φιλανθρωπίας ποιεῖται. Ὅτι Σκύθην, φησί, θᾶττόν τε τὴν Ἑλληνίδα μαθόντα εἶδον, εἰς μειρακίων ἡλικίαν ἄρτι παρελθόντα·
PG 104:215εἶτα τοῦ ὠνησαμένου δεσπότου μαθήμασιν ἐλευθερίοις αὐτὸν ἐκδεδωκότος, τοσοῦτον ἐπιδοῦναι τούτοις καὶ γενέσθαι κατὰ πολλὰ τῶν μαθημάτων περιδέξιον, ὡς καὶ παρ’ Ἕλλησι καὶ παρὰ Ῥωμαίοις λαμπρὸν γενέσθαι καὶ περιβόητον, ἐπειδὴ καὶ νόμων ὤφθη διδάσκαλος. Ὁ δ’ ὠνησάμενος Σύρος ἦν, Ἀντιοχείας πολίτης καὶ γραμματικῆς παίδων διδάσκαλος. Γενέσθαι δὲ καὶ μαθητὴν ἑαυτόν φησιν ὁ φιλάρετος οὗτος Ἀστέριος τοῦ ἀργυρωνήτου τούτου Σκύθου· ποῦ δὲ διατρίβοντος ἢ τίνος μαθήματος, οὐ λέγει. Σὺ καὶ τὸν Μωσέα τὸν φυγάδα ἄρχοντα λαῶν καὶ δήμων ἐποίησας, οὐκέτι κατὰ τὸν Νῶε ἐπ’ ὀχήματος περαιούμενον πελαγισθέντα τὸν κόσμον, ἀλλὰ δεσποτικῶς ἤδη τὴν θάλασσαν τέμνοντα καὶ πεζεύοντα τὸν βυθόν. Σὸς παῖς καὶ ὁ Ἠλίου μαθητὴς Ἐλισσαῖος, ὁ καὶ ζῶντα ἀποδοὺς τὸν παῖδα τῇ Σωμανίτιδι, καὶ μετὰ θάνατον τοῖς λειψάνοις τὸν παρατεθέντα νεκρὸν ζωώσας· ἔτι γὰρ ἡ τῆς πίστεως χάρις, ὥσπερ ἀρώματος πνοή, παραμείνασα ἐδόξαζε τοῦ πιστοῦ καὶ τὸν τάφον. Τοῦ αὐτοῦ εἰς τὴν παρείσβασιν τῶν νηστειῶν. Οὐδεὶς εὐωχίαις σχολάζων ἀρετῆς μαθητής. Μία μέθη καὶ τὸν πατέρα τῆς εὐπρεποῦς σκέπης καὶ τὸν υἱὸν ἐλευθερίας ἐγύμνωσεν.
Ἐβλάβη διὰ γαστέρα καὶ ὁ πρεςβύτερος παῖς τοῦ Ἰσαάκ· περιχανὼν γὰρ διὰ κατασχοῦσαν πεῖναν τῷ φακῷ ἀπέδοτο μὲν τὰ πρωτοτόκια τῷ ἀδελφῷ, ἐκεῖθεν δὲ λοιπὸν καὶ τὴν πατρικὴν εὐλογίαν ἐκλάπη. Μὴ νόθευε τὴν νηστείαν, ἵνα μὴ πάθῃς τὰ τῶν καπήλων. Εἰ γὰρ ἐκεῖνοι τῷ οἴνῳ παραμιγνύντες ὕδωρ κολάζονται, πῶς οἱ τῷ αὐστηρῷ τῆς νηστείας τὰς σεσοφισμένας ἀπολαύσεις ἐπεισάγοντες τὸ ἀτιμώρητον ἕξουσιν; Φεύγωμεν τὴν φιληδονίαν· ἀμήχανον γὰρ τὸν αὐτὸν εἶναι φιλήδονον καὶ φιλόθεον. Ὁ βασιλεύς ποτε τῶν Ἀσσυρίων ἐκεῖνος ὁ πάντα τῇ γαστρὶ ζῶν καὶ τῷ τρυφῶντι βίῳ, ὡς φάτνῃ βοῦς, προσδεδεμένος. Ἦν δὲ τοῖς τρισὶν ἱεροῖς παισὶ καὶ ὁ οἶνος φευκτὸς διὰ τὴν σπονδὴν καὶ κρέας ἅπαν διὰ τὰς θυσίας. Καὶ ἦν αὐτοῖς καὶ τοῦ ὑπὲρ τοὺς τρυφῶντας κάλλους ὁ Θεὸς ἐπιμελητὴς καὶ ἡ νηστεία κομμωτρία. Δὸς τὴν ἀκοὴν τῇ μαθήσει τῶν κεκρυμμένων καὶ ἀναμνημονήσεις τροφῆς, ὡς ὁ δῆμος ὁ τῷ Ἰησοῦ ἑπόμενος λόγῳ καὶ ἔργῳ παιδεύοντι. Καταλιπὼν τὴν συναγωγὴν τῶν πονηρευομένων πρόσελθε τῇ ἐκκλησίᾳ.
Εἰ δ’ ἔτι τοῖς Ἰουδαϊκοῖς προσδέδεσαι, τί σοι βούλεται ἡ νηστεία ἢ τοὺς νειλῴους κροκοδείλους μιμεῖσθαι, οὕς φασι ταῖς κεφαλαῖς ἐπιθρηνεῖν τῶν ἀνθρώπων ὧν ἔφαγον καὶ δακρύειν ἐπὶ τοῖς λειψάνοις τῶν φόνων, οὐ μετάνοιαν τῶν γεγενημένων λαμβάνοντας, ἀλλὰ τὸ ἄσαρκον τῆς κεφαλῆς (ἐμοὶ δοκεῖν) ὀδυρομένους ὡς εἰς βρῶσιν οὐκ ἐπιτήδειον. Νηστεία μὲν πυκνώσεώς ἐστι καὶ κοσμίας καταστολῆς ἐπιδείκνυται παιδαγωγός· χορεία δὲ τὸ διακεχυμένον ἑρμηνεύει τῆς ψυχῆς. Καὶ ἑκάστου πράγματος ἐξαίρετά ἐστι καὶ τὰ σχήματα, ἐκ τῆς αἰσθητῆς ἐπιφανείας τὴν ἀόρατον τῆς ψυχῆς δηλοῦντα κατάστασιν. Ἐπειδὴ γὰρ ὁ νόμον λαμβάνων εἰς κανόνα βίου καὶ εὔτακτον πολιτείαν ὀφείλει δεδοικέναι καὶ τὴν ἐκ τῆς παρακοῆς τιμωρίαν, διὰ τοῦτο ὁ Θεὸς τὰ τῆς ζωῆς ἡμῶν παραγγέλματα ἔγγραφα τοῖς ἀνθρώποις ἐκπέμπων εὐθὺς προσέθηκε καὶ τὴν φωνὴν τῆς σάλπιγγος, σύμβολον τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἵνα οἱ μαθηταὶ τῶν πραγμάτων διὰ τῆς ἀναστάσεως τὴν κρίσιν προβλέποντες φυλάξωσιν ἀπαράβατα τῆς θείας νομοθεσίας τὰ δόγματα. Τοῦ αὐτοῦ εἰς τὸν ἐκ κοιλίας τυφλόν.
PG 104:217(Ἡ ἐνταῦθα τοῦ ὀφθαλμοῦ ἔκφρασις καὶ ἡ τῆς εἰκόνος, ἣ τῆς ἁγίας Εὐφημίας εἰκονίζει τὴν μορφήν, πολλὴν εἰς κάλλος τὴν συγγένειαν φέρει, ὡς μὴ ἕτερον καὶ ἕτερον ἀλλ’ αὐτὸν εἶναι δημιουργὸν ἑκατέρας ἐκφράσεως. Εὐσεβεῖ δὲ φανερῶς ἐνταῦθα, ἰσότιμον τῷ Πατρὶ καὶ προαιώνιον τὸν Υἱὸν θεολογῶν, ὥστε οὐκ ἂν εἴη ὁ Ἀρειανὸς ὁ τὴν ἔκφρασιν τῆς εἰκόνος εὐφυί̈ᾳ λόγων ὑποβαλών). Ἐπειδὴ λόγῳ καταγγέλλων τοῖς Ἰουδαίοις τὴν ἀλήθειαν ὁ Σωτὴρ οὐκ ἔπειθεν εὐσεβεῖν, παρεστὼς ἀπεκρύβη καὶ φαινόμενος οὐκ ἐβλέπετο, ἵνα ἐκ τῆς τοιαύτης αὐτοῦ θαυματουργίας ἑλκύσῃ πρὸς συγκατάθεσιν τοῦ ὅτι καὶ Θεὸς ἐτύγχανεν ὁ μὴ βλεπόμενος, καὶ οὐκ ἄλλος ἀλλ’ ὁ πρὸς Μωϋσῆν λαλῶν καὶ μὴ φαινόμενος. Ἑωρᾶτο γὰρ καὶ τότε πῦρ καὶ βάτος, ἀμφότερα ἄφωνα· ἀλλ’ ὅμως καὶ φωνὴ ἠκούετο καὶ λόγος ἐπαίδευε καὶ ἀσφαλῶς τὸ μέλλον προηγορεύετο. Καὶ χρὴ τοὺς νοῦν ἔχοντας ἐκ τῆς συγγενείας τῶν πραγμάτων γνωρίσαι τὸ πρόσωπον. Θεασάμενος δὲ τὸν τυφλὸν ὁ Σωτὴρ ἔστη, καὶ πρὸς τὴν θεραπείαν ἕτοιμος ἦν, θεραπείαν ἀνθρωπίνης σοφίας καὶ τέχνης κρείττονα.
Ἰατρικὴ μὲν γὰρ καὶ ὁ κατ’ αὐτὴν λόγος ἐκείνοις τῶν νοσημάτων ἐπιβάλλει τὴν θεωρίαν, ὅσα τῆς φύσεως ἀπαρτισάσης τὸ ζῷον καὶ εἰς φῶς προαγαγούσης χρόνοις ὕστερον κατά τινας περιστάσεις ἐπισυμβαίνει, τῆς δὲ συντεχθείσης τῷ σώματι λώβης οὐκ ἐπαγγέλλεται θεραπείαν, ἀλλ’ οὐδὲ πάντων παθῶν τῶν εἰς ὕστερον συμβαινόντων· οὔτε γὰρ ἠκρωτηριασμένοις μέλη ἀνεσώσατο, οὔτ’ ἄλλο τι παραπλήσιον θεραπεύειν ἀναδέχεται. Διόπερ οἱ μαθηταὶ τὸ πάθος κατελεήσαντες, καὶ βλέποντες ἄνθρωπον τῆς καλλίστης ἡδονῆς τοῦ φωτὸς μὴ γευσάμενον, τὴν αἰτίαν ἐπυνθάνοντο. Ἀλλ’ οὐκ ἐπιστημόνως προσῆγον τὴν ἐρώτησιν· οὔτε γὰρ ἂν ὑπὲρ τῶν πατέρων, οὐδενὸς ὢν ἔνοχος, ὁ παῖς κατεγνώσθη οὔτε μὴν ἰδίων πλημμελημάτων ὁ μήπω προελθὼν εἰς τὸν βίον ἀπέτισε δίκας. Τὸ πάθος, φησὶν ὁ Χριστός, τοῦ τυφλοῦ οὐχ ἁμαρτημάτων ἐστὶν ἀντίδοσις, ἀλλ’ ἑτοιμασία μελλούσης οἰκονομίας ἄλλα τε διαπραττούσης, καὶ ὅπως ὁ Κτίστης τῶν ὅλων μετὰ τὴν πρώτην ποίησιν εὕρῃ καὶ νῦν τοῦ δημιουργεῖν ἀφορμάς, ἐκ δὲ τῶν μερικῶν καὶ τὰ καθόλου πιστώσηται.
Ἀνθρώπου μέρος, καὶ μέρος τὸ κάλλιστον, οὐκ ἂν ἐποίησεν ἄλλος, εἰ μή γε ὁ τῆς πρώτης ἀρχῆς τοῦ γένους τὴν δημιουργίαν ἐπιδεδειγμένος. Ἐν δὴ τῷ ὀφθαλμῷ μικρᾷ μορίου καὶ μέλους περιγραφῇ τὴν παντοδύναμον καὶ ποικίλην τοῦ Θεοῦ σοφίαν ἔστι κατόψεσθαι, τοσαύτην ἐπιδειξαμένου τὴν φιλοτιμίαν τῆς τέχνης. Πρῶτον μὲν γὰρ αὐτῷ χάρις τις ἐπικέχυται, καί ἐστιν ἁπαλώτατός τε καὶ ἄσαρκος, ὡς ἂν εἴποι τις, ἐν τῷ τρυφερῷ τὸ στερεὸν ἔχων καὶ ἐν τῷ μαλακῷ τὸ διατεταμένον· καὶ ποικίλαις διήνθισται ταῖς χρόαις. Τὸ γοῦν μέσον αὐτοῦ τὴν περιγραφὴν ἔχει τοῦ μέλανος, καὶ ταύτην οὐ διόλου μονοειδῆ ἀλλὰ ποικίλοις τισὶ κύκλοις συνδεδεμένην, τοῦ κέντρου μὲν αὐτοῦ καὶ μέσου τὸ βαθύτερον ἔχοντος, τῆς δὲ ἐξωτέρω περιφερείας πρὸς τὴν ξανθοτέραν κατὰ μέρος ἀποληγούσης βαφήν. Ταύτην ἔξωθεν τὸ λευκὸν περιβέβληται στιλπνὸν καὶ διαυγές, οὐκ ἄκρατον ἔχον τὴν λευκότητα, ἀλλ’ ἐν κρυσταλλοειδεῖ τινι καὶ διαυγαζούσῃ πεποιημένον τῇ μορφῇ τὸ ἐρυθρὸν κεῖται περὶ τὴν κόρην, ἵνα τῷ λευκῷ καὶ τῷ μέλανι κεράσῃ τὴν χάριν.
PG 104:219Ἐπὶ τούτοις οὕτως ἐστι διαυγὴς καὶ λεῖος ἐν τῇ πυκνότητι, ὥστε καὶ τὰς τῶν ἐγγιζόντων εἰδωλοποιεῖν μορφὰς καὶ οἱονεὶ κάτοπτρον ἀκριβὲς ἐντυποῦσθαι τοὺς χαρακτῆρας. Καὶ τὸ μέσον τοῦ κύκλου διὰ τοῦτο προσηγόρευται κόρη, ὡς ἀεὶ τὴν μορφὴν τῷ κατ’ ἀντικρὺ βλέποντι παραδεικνύον ἀνθρωπίνην· εἰς ἀλλήλους γοῦν οἱ ἄνθρωποι βλέποντες ἀλλήλων γίνονται κατόπτρα. Θαύματος οὖν ἄξιος ἐν τοῖς κτίσμασιν ὁ ὀφθαλμός. Οὗτος καὶ Θεόν μοι διερμηνεύει, πᾶσαν καταμανθάνων τὴν κτίσιν, καὶ δι’ αὐτῆς τὸν τεχνίτην ἐπιδεικνὺς καὶ ἐκ τῶν ὁρωμένων ἑρμηνεύων τῇ ψυχῇ τὰ ἀόρατα. Διὰ τοῦτον ἄλλα τε τῆς κτίσεως ἔμαθον, καὶ χρωμάτων ποικίλην βαφὴν σκότους τε κατήφειαν καὶ φωτὸς λαμπηδόνα. Ὡς εἴ γε ὀφθαλμὸς μὴ ὑπῆρχεν, ἀμάρτυρος ἂν ἡ κτίσις ἐγήρασεν, οὐδενὸς καθορῶντος τὴν ἐν αὐτῇ σῳζομένην τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν.
Διὰ ταύτην τοίνυν τὴν θαυμαστὴν τῶν ὄψεων κατασκευὴν ὀφθαλμοὶ καὶ νῦν ἐκτίσθησαν αὐτοσχέδιοι, ἵνα τὰς μικροπρεπεῖς ἐννοίας τὰς ἐκ τῆς σαρκὸς ἐγγινομένας ἡμῖν περὶ τοῦ Μονογενοῦς ἀποθώμεθα, καὶ τῇ μεγαλουργίᾳ τῶν γινομένων τῆς ψυχῆς πᾶσαν ἐκβάλλοντες ταπεινὴν ὑπόληψιν καὶ χαμαίζηλον γνωρίσωμεν ὅτι τὸ μακάριον φῶς καὶ κάλλος τῆς θεότητος ὀστράκινον σκεῦος ἐδέξατο, διακονοῦν ἡμῖν κατὰ τοὺς λύχνους τὴν λαμπηδόνα. Αὐτουργεῖ δὲ τὴν θεραπείαν ὁ Κύριος νῦν οὐ λόγῳ μόνῳ, ὥσπερ ἀλλαχοῦ πολλαχοῦ, ἀλλὰ καὶ στόματι καὶ χειρὶ καὶ ἄλλῃ προνοίᾳ, ἵνα διὰ πολλῶν πραγμάτων τὴν πίστιν τοῖς ἀπίστοις ἐνεργάσηται. Πτύει δὲ καὶ πηλὸν ποιεῖ τῇ μὲν γῇ συγχρώμενος, ἵν’ ὅθεν τὸ ὅλον κατ’ ἀρχὰς ἐπλάσθη ζῷον, καὶ τὸ μέρος δείξῃ πλαττόμενον, σιάλῳ δὲ παριστῶν ὡς τῇ δυνάμει τοῦ στόματος αὐτοῦ ὁ Λόγος πάντα κατώρθωσε· «Τῷ λόγῳ γὰρ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» καὶ ἑξῆς. Εἰ δὲ καὶ τοῦτο συνιδεῖν ἐθέλοις, ἵν’ εὐλαβεῖσθαι παρασκευάσῃ τοὺς μέλλοντας μικρὸν ὕστερον τοῖς πτύσμασιν αὐτὸν ὑβρίζειν, εἰ καὶ τὸ τῶν μαινομένων θράσος μεῖζον ἦν καὶ προνοίας πάσης καὶ διορθώσεως.
PG 104:221Ὁ δὲ Σιλωὰμ τὴν δι’ ὕδατος ἡμῖν σωτηρίαν προοιμιάζεται, ἣν πᾶσιν ὁ ἀπεσταλμένος Σιλωὰμ ἐχαρίσατο· τότε γὰρ ἀληθῶς βλέπομεν, ὅταν τῷ μυστικῷ καθαρθῶμεν ὕδατι. Οὐδὲν τοὺς ἀγνωμόνας καὶ ἀχαρίστους Ἰουδαίους ἦγεν εἰς συναίσθησιν, οὐ λόγος, οὐ πρᾶξις, οὐ θαυματουργήματα. Ἀλλὰ καὶ αὐτὰ ταῦτα τὰ πρὸς σωτηρίαν παρακαλοῦντα αὐτοὺς πᾶσιν ἐπεχείρουν τρόποις ἀφανίζειν, εἰ καὶ πρὸς τοὐναντίον αὐτοῖς περιετράπετο ἡ κακουργία· ὅσῳ γὰρ ἠπίστουν καὶ προσερωτῶντες ἀνατρέπειν ἐσπούδαζον, τοσούτῳ πλέον ἐβεβαιοῦτο ἡ ἀλήθεια. Πρώτη αὐτοῖς πολυπραγμοσύνη, εἰ αὐτὸς οὗτός ἐστιν ὁ τυφλός, δευτέρα, εἰ ἐκ γενετῆς ἦν τυφλός. Καὶ ὁ ἰαθεὶς τὸν Σωτῆρα ἐβόα, καὶ τῇ ὁμολογίᾳ τὴν χάριν ἀντεδίδου τῆς ἰάσεως. Ἀπίστων πατέρων ὅμοιοι παῖδες. Καὶ γὰρ καὶ οἱ τεκόντες ἐκ πολέμων ἐσῴζοντο παρ’ ἐλπίδας, καὶ τῷ διδόντι τὴν σωτηρίαν ἠπίστουν. Ἐτρέφοντο τροφαῖς ὑπερβαινούσαις τὴν φύσιν καὶ τῶν λιμωττόντων πλέον ἦσαν ἀχάριστοι. Ὄντως κληρονόμοι καὶ ὑμεῖς τῆς τῶν πατέρων ἀγνωμοσύνης, οὐ ῥάβδου καρυί̈νης ἐπιστασίαν ἀλλὰ σιδηρᾶς χρῄζοντες. Τοῦ αὐτοῦ εἰς τὸν Ἰάειρον καὶ τὴν αἱμορροῦσαν.
Δυσάγωγον τὸ τῶν ἀνθρώπων γένος εἰς ἀρετήν, ὡς ἔοικε, καὶ μικρὰ φροντίζον τῆς ἐκ λόγων διδασκαλίας. Διὰ τοῦτο καὶ ὁ Σωτὴρ συγκαταβὰς τοῖς ἀνθρώποις μέχρι τῆς θνητῆς καὶ ἐπικήρου σαρκός, ὡς εἶδε τοὺς Ἰουδαίους πρὸς τοὺς λόγους κωφεύοντας, μετετάξατο πρὸς τὰ πράγματα, καὶ θεραπείαν συνάπτει θεραπείᾳ καὶ θαῦμα θαύματι, καὶ τὴν ἀπιστουμένην θεότητα, τῇ πείρᾳ τῶν εὐεργεσιῶν ἐπεχείρει βεβαίαν παριστᾶν. Εἰς δεινὸν δὲ τῷ ἀνθρώπῳ περιειστήκει τὸ πρᾶγμα, θυγάτηρ, καὶ μόνη, τῆς οἰκίας ἔρεισμα, τοῦ γένους διαδοχή, μέλλουσα φέρεσθαι πρὸ τῶν θαλάμων εἰς ἐκφοράν, πρὸ τῆς παστάδος εἰς τάφον. Γυνή τις ἀσθενοῦσα χαλεπῶς διὰ φλεβῶν ἀταξίαν, καὶ πᾶσαν τὴν ζωτικὴν ὕλην κενώσασα, καὶ δαπανηθεῖσα λοιπὸν ἐκ μὲν τῆς τηκεδόνος τὸ σῶμα, τοῖς ἰατροῖς δὲ τὴν εὐπορίαν, μίαν εἶδεν ἐν ἀπόροις ἐλπίδα, προσπεσεῖν τῷ Κυρίῳ. Ὁ δὲ Κύριος τῶν ἀφώνων ἤκουσε τῆς γυναικὸς λογισμῶν, καὶ σιωπῶν σιωπῶσαν ἰάσατο, ἐπειδὴ τοῦ κρασπέδου προσήψατο. Καὶ ἡ μὲν ἐνόμιζε κεκλοφέναι τὴν δωρεάν, ὁ δὲ ἐκλάπη τὴν χάριν. Καὶ τέως μὲν οὐκ ἐκλαλεῖ τὴν θεραπείαν, ὕστερον δὲ δημοσιεύει, οὐ φιλοδοξῶν (ἄπαγε·
ποῦ γὰρ θαυματουργίας πρόεισι φιλοδοξία;) ἀλλὰ καὶ τῆς γυναικὸς τὴν τῆς πίστεως πᾶσιν ἐπιδεικνὺς εὐκαρπίαν, καὶ τῶν παρόντων τοὺς μὲν εἰς θεογνωσίαν ἐπιστρέφων, τῶν δὲ τὴν ἀπόνοιαν καὶ διὰ τῶν ἔργων καὶ διὰ τῶν λόγων στηλιτεύων. Εἶδον, φησί, τὴν ὄπισθεν ἁψαμένην· οὐ γάρ μοι μόνος ὁ ταῖς ὀφρύσιν ὀφθαλμὸς ὑποκαθήμενος καὶ τοῖς βλεφάροις σκεπτόμενος, ἀλλὰ καὶ ἕτερος ὁ γῆν ὁμοῦ καὶ θάλατταν ἐποπτεύων καὶ κτίσιν τὴν σύμπασαν. Σιγῇ δὲ πρόσεισιν ἡ γυνὴ δι’ εὐλάβειαν, καὶ οὐ λανθάνει. Ἀναγιγνώσκει γὰρ ὁ Θεὸς καὶ σιγώντων ἡμῶν τὸν ἑκάστου νοῦν, ὡς ἡμεῖς βιβλίον περιεχόμενοι. Διὸ καὶ τῆς Μωσέως σιωπώσης γλώσσης τὸ τῆς καρδίας ἠκούετο βούλημα. Εἰ τὴν χάριν ὁ δοὺς ἐσιώπησε, τάχα ἂν οὐδ’ αὐτὴ τὴν χάριν λαβοῦσα ὠφελήθη, εἰς συντυχίαν τὸ δῶρον αἰχμαλωτίζουσα. Τοῦτο τὸ θαῦμα εἶδον μὲν ἄπειρον πλῆθος, τὸ Πνεῦμα δὲ τὸ ἅγιον πρὸ πολλῶν γενεῶν διὰ Μαλαχίου προεθέσπισεν· «Ἀνατελεῖ γὰρ ὑμῖν, φησι, τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ», ἥλιον μὲν δικαιοσύνης τὸν Κύριον καλῶν, πτέρυγας δὲ τὰ τοῦ ἱματίου κράσπεδα.
PG 104:223Καταμάθωμεν τῆς ἰαθείσης γυναικὸς τὸ εὐχάριστον. Τῆς γὰρ Πενεάδος οὖσα πολιτείας (πολίχνη δὲ αὕτη τῆς Παλαιστίνης) ἀγάλματι χαλκῷ τὸν εὐεργέτην ἐτίμησε, τοῦτο γέρας οὐκ ἀνάξιον οἰηθεῖσα τῆς χάριτος. Καὶ χρόνος πολὺς ἐτήρει τὸ ξόανον, εἰς ἔλεγχον ἀκριβῆ τῶν τὸ ψεῦδος τολμώντων ἐπιφημίζειν τοῖς εὐαγγελισταῖς, καὶ οὐδὲν ἐκώλυε σῴζεσθαι τὸν ἀνδριάντα μέχρι νῦν καὶ δεικνύειν ἀμφότερα, καὶ τοῦ Θεοῦ τὸ θαυμάσιον καὶ τῆς εὐπαθούσης τὸ χαριστήριον, εἰ μὴ Μαξιμῖνος, ἐκεῖνος ὁ πρὸ τοῦ Κωνσταντίνου τῆς Ῥωμαίων ἄρξας βασιλείας, ἀνὴρ εἰδωλολάτρης καὶ δυσσεβὴς ἦν, καὶ ζηλοτυπῶν ἐν τῷ ἀγάλματι τὸν Χριστὸν ἀνείλετο τῆς πολίχνης τὸν χαλκόν, εἰ καὶ μὴ τὴν μνήμην τῶν γενομένων· ἰδοὺ γὰρ ὁ μὲν ἀνδριὰς οὐ φαίνεται, τὸ δὲ εὐαγγέλιον τὸ θαῦμα πανταχοῦ βοᾷ καὶ κηρύσσει, καὶ ἡ αἱμόρρους ἀπ’ ἀνίσχοντος ἡλίου μέχρι καὶ δυομένου λαλεῖται, καὶ συνέβη μάταιος πόνος τῷ δυσσεβεῖ ἡ τῆς αἰσθητῆς ὕλης κλοπή. Ὁ μὲν γὰρ χαλκὸς καὶ ἑστὼς καὶ φαινόμενος ἐσιώπα, ἄψυχον τῶν θαυμασίων ὑπόμνημα· ἡ δὲ φήμη μετὰ τοῦ λόγου παραλαβοῦσα τὸ ἔργον καθ’ ἡμέραν διατρέχει πόλεις καὶ κώμας, τὸν εὐεργέτην κηρύττουσα.

Codex 272 — Leontius of Arabissus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀνεγνώσθη τοῦ μακαρίου «Λεοντίου», ἐπισκόπου Ἀραβισσοῦ, ἐκ τοῦ εἰς τὴν κτίσιν λόγου καὶ εἰς τὸν Λάζαρον. Τὸ παρὰ καιρὸν σιωπᾶν τὸ περὶ τοὺς λόγους μιμεῖται θρασύ· καὶ ὃν ἔχει ψόγον ὁ τοῖς χείλεσιν ἄστεγος, τοῦτον ἀποφέρεται καὶ ὁ δι’ ὄκνου σιγῶν. Στρατηγῶν ἔστιν ἀρίστων διὰ τῶν ἡττηθέντων ἐγείρειν τὸ κατὰ τοῦ ἀντιπάλου τρόπαιον, καὶ οἷς ἐκέχρητο βέλεσιν ὁ πολέμιος, τούτοις ἀναιρεῖν ἐκεῖνον. Ἵνα οὖν μὴ τὸ σιγᾶν ἁμαρτεῖν λογισθῇ, καὶ κινδυνεύσῃ τῆς ἑορτῆς τὸ κάλλος ἐν σαπρίᾳ σιωπῆς κἂν τολμηρὸν χείλεσιν ἀκαθάρτοις δεσποτικὰ προϊέναι μυστήρια, πρὸς τὸ παρὸν βλέπων καταθαρρήσω τὸν ὕμνον, τὸ λεῖπον εἰς ἀξίαν καταπιστεύων τῷ θαύματι· ὁ γὰρ τῆς τοῦ θανόντος ἀνασχόμενος δυσωδίας, ἵνα τῆς οἰκείας φιλανθρωπίας ἐπιδείξηται τὸ εὐῶδες, καὶ τὸ ἐμὸν στόμα τῷ τάφῳ συνεξανοίξει Λαζάρου, περικαθαίρων τὴν τοῦ βίου κηλῖδα ὡς ἐκείνου τὴν νέκρωσιν. Ἐζωογόνει τὰ ὕδατα ἡ φωνή, ἔτικτεν ἡ ξηρά, καὶ συνουσίας ἄνευ ὁ τοκετὸς ἐπληθύνετο. Τί λέγεις, αἱρετικέ; Βλέπεις ἀντὶ καταβολῆς σπέρματος τὸ τοῦ Λόγου γινόμενον πρόσταγμα, καὶ πῶς ἀμφίβολον λέγεις τῆς παρθενικῆς γεννήσεως τὸ μυστήριον;
PG 104:225Ἃ γὰρ νῦν σπέρματος ἄνευ οὐ τίκτεται, τούτοις ἡ φωνὴ τότε συνέτρεχε τοῦ καλοῦντος πρὸς γέννησιν, καὶ συλλήψεως τρόπον ὁ τῆς κελεύσεως ἐμιμεῖτο νόμος, καὶ διὰ μιᾶς φωνῆς ἐσαρκοῦτο τὰ πάντα. Καὶ ὁ τότε σαρκώσας τὴν κτίσιν καὶ σπόρον ἀσπόρως χορηγήσας τοῖς πᾶσιν αὐτὸς ἀπὸ λογικῆς σαρκωθεὶς γῆς προῆλθεν ἀσπόρως, τὴν δὲ διὰ σαρκὸς φυτευθεῖσαν τοῦ θανάτου ῥίζαν τῇ δρεπάνῃ τῆς παρθενικῆς ἐκκόπτων γεννήσεως. Ἐν παραδείσῳ θέμενος ὁ πλάσας τὸν ἄνθρωπον ἐργάζεσθαι καὶ φυλάττειν προσέταξεν, ἵνα μὴ τῇ ῥᾳθυμίᾳ δεδωκὼς τῆς ἐξουσίας τὸ ἕτοιμον ἀφύλακτος γένηται πρὸς ἐπιβουλήν, φθόνου πρόσοδον τοῦ Θεοῦ ποιούμενος τὰ χαρίσματα. Ταῦτα ἰδὼν ὁ τοῖς ἡμετέροις βασκαίνων ἀεὶ καλοῖς ἀπροφάσιστον καθ’ ἡμῶν ἔχθραν ἀνελάμβανε. Φιλεῖ γὰρ τῶν βασκάνων ἡ φύσις πολεμεῖν ἀναιτίως, ἐξ ἑαυτῆς σπερματίζουσα τῆς κακίας τὴν ὕλην, καὶ τὴν κατὰ πρόφασιν μάχην ὡς ἐφύβριστον παραιτεῖται, ἀσθενείας ταύτην λογιζομένη ὑπάρχειν ἔλεγχον. Ῥιφεὶς δὲ τῶν ἄνω ὁ ἐχθρὸς ἐπολέμει τοῖς κάτω, βασιλείαν ἐκδικῶν μετὰ πτῶσιν, ἣν ἔχειν ἑστὼς οὐκ ἠδύνατο.
Καὶ κατὰ τῆς Εὔας ἐστρατοπέδευε, βέλεσιν αὐτὴν κατατοξεύων ἀπάτης, καὶ ἔπληττεν ἀνωδύνως, ὡς ξίφει χρώμενος τῇ ἐκείνης προθέσει, κἀκείνην λαμβάνων τῆς οἰκείας ἀναιρέσεως ὑπουργόν. Ὅθεν, ἐπειδὴ τὴν σφαγὴν ἀναίμακτον ἐπετέλει, οὐδὲ φονευτὴς ἐνομίζετο, ἀλλ’ ὡς ἀγαθὸς σύμβουλος ἐπιστεύετο, τῇ ἁπαλότητι τῆς μαχαίρας μαλακύνων τὰ τραύματα καὶ γλυκείαν δεικνὺς τῆς ἀλγηδόνος τὴν αἴσθησιν. Ἡ δὲ διὰ χειρὸς ἀπειθοῦς ἀποστασίας γράφουσα νόμον, ἐτρύγα καρπὸν ὡραϊζόμενον παραβάσει καὶ τῇ ἀκμῇ πεπαινόμενον τοῦ θανάτου. Τῆς Εὔας προπετῶς γευσαμένης τοῦ ξύλου, αὐτὸς τὸν ἐκείνης ὀρεγόμενος ὄλεθρον ἄπεπτον εἶχε τῆς κακίας τὴν βρῶσιν, καὶ λιμῷ τῆς τηκομένης τρεφόμενος καὶ τὴν ἐκείνης ἐνδυόμενος γύμνωσιν, πορφυρίδα βασιλικὴν τὰ τῆς συκῆς ἐλογίζετο φύλλα. Εἶδεν ἄνωθεν τὴν ἀδικίαν ὁ Θεός, καὶ παριδεῖν οὐκ ἠνέσχετο, τὴν ὕβριν τοῦ πρώτου πλάσματος ἑαυτοῦ λογιζόμενος. Καὶ κάτεισι δικάσων, κἂν πρὸς τὴν δίκην οὐκ ἐθάρρουν ἐλθεῖν οἱ ὑπεύθυνοι, φυγάδες γινόμενοι καὶ τοῖς φθασάσι προστιθέντες καὶ ἄλλο πλημμέλημα. Τοπικὴν ἐλογίζοντο τοῦ Θεοῦ τὴν ἐπίσκεψιν.
«Ἀδὰμ ποῦ εἶ;» οὐκ ὀργιζομένου ἀλλ’ ἐλεοῦντος ἡ φωνή· οὐκ ἀποστρεφομένου ἀλλ’ ἐλεοῦντος ἡ κλῆσις. Παρηλλαγμένον βλέπω τῆς βασιλείας τὸ σχῆμα, ἐνηλλαγμένην τῆς ἀξίας τὴν τάξιν. «Ποῦ εἰ; Τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος, καὶ ἐκρύβην. Ἤρκεσέ μοι πρὸς δειλίαν τῶν ποδῶν ἡ φωνή»· τοιούτου γὰρ δικαστοῦ ὅλα φωνὴν ἔχει τὰ μέλη, ὅταν πρὸς ὑπεύθυνον ἔχῃ τοιοῦτον. Οὐκ ἔχω παρρησίαν φωνῆς. Δέξαι τὸν φόβον καὶ τὸ ἐμὸν βεβαιοῦντα πλημμέλημα καὶ τῆς σῆς γινόμενον δικαιοκρισίας συνήγορον. Νικῶσαν ἔδειξα δραπετεύσας τὴν ψῆφον· ἀπεγύμνωσα τῇ φυγῇ τὰ ἐγκλήματα, ἀσυνηγόρητα δείξας τὰ πταίσματα. «Ἡ γυνὴ ἣν ἔδωκάς μοι, αὐτή μοι ἔδωκε, καὶ ἔφαγον». Ἔσχε φιλάνθρωπον δικαστήν, καὶ εὗρε πρόφασιν συμπαθῆ. Ἐπὶ τὸ ἀσθενὲς καταφεύγει τῆς Εὔας, ὑπεκλύων τοῦ δικαστοῦ τὴν ἐπίτασιν. Ὦ μακροθύμου δικαστοῦ; Ἀφῆκεν ὅλον εἰς τὸν ὄφιν συναχθῆναι τὸ αἴτιον, ἵνα κουφότερον καταστήσῃ τοῖς ἐπιβουλευθεῖσι τὸ ἔγκλημα. «Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς» ὡς κατὰ πάσης ἐκζέσας τὴν ἀδικίαν τῆς κτίσεως. Οὐρανοὺς ἐνυβρίσας, τῷ ἰῷ ῥυπώσας τοῦ φθόνου.
PG 104:227Ἀγγέλους ἐλύπησας τῇ ἀποστασίᾳ, νομίζων ἐλαττοῦν τῶν ὑμνολόγων τὸ μέτρον, οὐκ εἰδὼς ὅτι τῷ χωρισμῷ τοῦ χείρονος πλεονάζει τὸ κρεῖττον. «Πληθύνων πληθυνῶ τὰς λύπας σου» καὶ ἑξῆς. Βαβαὶ τῆς δεσποτικῆς συμπαθείας, ἀγανάκτησις φιλανθρωπίαν ὑπερβαίνουσα νόμου λύπας ὁρίζει καὶ στεναγμούς, ἵνα ταύταις ἐγκαρτεροῦσα τὸν ἐκ τῆς τέρψεως ἀποδύσηται θάνατον. Πλατύτητα γένους ἀπειλῶν εὐαγγελίζεται· προσθήκην διαδοχῆς ὑπισχνεῖται λυπούμενος· μητέρα κοσμοῦ χειροτονεῖ ὀργιζόμενος εἰς προκοπὴν ἄγων τὴν πταίσασαν. «Ἐν λύπαις τέξῃ τέκνα». Διὰ γαστρὸς παιδεύει, δι’ ἧς προῆλθεν εἰς ὄλισθον. Ἡ τὸν κεκωλυμένον ὑποδεξαμένη καρπὸν αὐτὴ μαστιζέσθω τοῖς τοῦ τόκου πόνοις, καὶ τῆς προπετοῦς ἐπιθυμίας τὴν βλάβην συστέλλουσα, καὶ τὴν πλατύτητα τοῦ γένους ἀντιτιθεῖσα τῷ ὄφει, καὶ διὰ πολλῶν καταβάλλουσα τὸν δι’ ἑνὸς καυχησάμενον. Λυπουμένη τίκτε σωφρόνως, ἐπειδὴ χαίρουσα τέτοκας ἀσυμφόρως. «Καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου». Ὑπεξούσιον τὴν Εὔαν ποιεῖ τῷ ἀνδρί· τὸ γὰρ ἄναρχον ἀνώφελες τοῖς ἐξ ἑαυτῶν σωφρονεῖν οὐκ εἰδόσι. «Καὶ αὐτός σου κυριεύσει».
Δέχου τὸν ἄνδρα κύριον καὶ μὴ τὸν ὄφιν δεσπότην, ἐκεῖθεν ὁδηγουμένη πρὸς κρείττονα βίον, ὅθεν ληφθεῖσα προῆλθες εἰς γένεσιν. «Καὶ τῷ Ἀδὰμ εἶπε» καὶ ἑξῆς. Ἄλλη φιλανθρωπίας ἀπόδειξις, τῆς προτέρας νικῶσα τὸν ἔπαινον· θυμὸς πατρικῆς γέμων στοργῆς, ἀπειλὴ μιμουμένη παράκλησιν. Ἔδει μέν σε, φησίν, ἐμοὶ πειθαρχοῦντα μὴ δέξασθαι γυναικὸς συμβουλήν, μηδὲ τὸν ὑπὸ τῆς ἐμῆς χειρὸς γραφέντα νόμον δακτύλοις ἀπαλεῖψαι τῆς Εὔας· ἐπεὶ δὲ σχέσει γυναίου ἄσχετον ἔσχες τοῦ κακοῦ τὴν ὁρμήν, δέχου νόμον τοῖς σοῖς ἁρμόζοντα πταίσμασιν. «Ἐπικατάρατος ἡ γῆ». Ὁ Ἀδὰμ ἥμαρτε, καὶ ἡ γῆ τὴν δίκην εἰσπράττεται. Ἐκεῖθεν ἀρχὴν δέχεται ἡ παιδεία, ὅθεν ἐβλάστησε τῆς ἀπάτης τὸ αἴτιον. Ἐπειδὴ τοῖς φυτοῖς ἐφαλλόμενος τῶν ἐμῶν ἀπεσκίρτησας ἐντολῶν, ἀκάνθαις ἔσο συνεχόμενος καὶ τριβόλοις. Σοφῶν ἔστιν ἰατρῶν τῆς νόσου τὴν ὕλην εἰς φάρμακον μετασκευάζειν ὑγείας, καὶ τὰ νομιζόμενα βλάπτειν ἐπωφελῆ δεικνύειν τοῖς κάμνουσι. Πολυσχιδὴς ἡ τοῦ ὄφεως γλῶσσα, ἀκάνθας καὶ τριβόλους μιμουμένη, ἀπὸ μιᾶς φυῆς εἰς τρία διαιρουμένη κέντρα.
PG 104:229Ταύτην ἔλαβεν εἰς συμμαχίαν ὁ βάσκανος ὡς πρὸς αὐτὴν μαχόμενος τὴν Τριάδα, καὶ διὰ μιᾶς τοῦ Ἀδὰμ εἰκόνος ὅλον τῆς θεότητος ἐνυβρίζων τὸ πλήρωμα. Ὅθεν, ἐπειδὴ ταύτῃ πεισθεὶς ἠπείθει Θεῷ, διὰ τῶν ὁμοίων δέχεται τὴν παιδείαν, ἵνα ταύτῃ λυπούμενος χαλεπαίνῃ τῷ ὄφει, ἀκατόρθωτον ἔχων τὴν πρὸς ἐκεῖνον φιλίαν. Ἔβλεπε νοσοῦσαν τὴν κτίσιν ἀνίατα, ἑνὶ κρατουμένην ἀσεβείας συνθήματι, καὶ τρόπον οὐκ εἶναι διορθώσεως ἕτερον, εἰ μὴ φθάσας ὁ φύσεις καὶ γνώμας θεραπεύων τὴν ἰατρείαν παράσχοι τοῖς κάμνουσι, τότε θεραπεύειν εἰδώς, ὅταν ὅλην λάβῃ τὴν ὑγείαν ἡ νόσος. Διὸ ἔλεγε· «Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι» καὶ πολλὰ τοιαῦτα. Ἐμιμήσατο Ἰωάννην ὁ Λάζαρος· ἐκεῖνος ἐν τῇ κοιλίᾳ τῆς τεκούσης ἐσκίρτα, τῆς πλάνης ἀγαλλόμενος τὴν κατάλυσιν, καὶ οὗτος ὡς ἐν μήτρᾳ τῷ τάφῳ τῶν πλανηθέντων ἐχόρευε τὴν ἀνάκλησιν. Καὶ διπλῆν εἶχε τάξιν τὸ θαῦμα, καὶ τὴν δεσποτικὴν μεγαλύνουσαν χεῖρα, καὶ τὴν τῶν Ἑβραίων ἀμβλύνουσαν γλῶσσαν. Ὁ νεκρὸς ἐπειθάρχει, καὶ οἱ ζῶντες ἠπείθουν. Ἐβλασφήμουν τὸν Ἅιδην ὡς προδεδωκότα τὸν Λάζαρον, ἐλοιδόρουν τὸν Χριστὸν ὡς καινοτομοῦντα τὴν ἔγερσιν.

Codex 273 — Theodoret, On St John Chrysostom

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Θεολογίαν εἶχεν ὁ τῶν παίδων ὕμνος· προφητείαν ἐλάλουν· ἕνα καὶ τὸν αὐτὸν ὡμολόγουν τῶν ἄνω καὶ τῶν κάτω, καὶ χωρισμὸν οὐκ εἶχεν ὁ τόπος. Βάϊα φοινίκων ἐκράτουν, οὐ φοίνικας· οὔπω γὰρ τὴν ἀκαρπίαν παρελθόντες τοῦ νόμου τῶν τῆς χάριτος ἀπεγεύσαντο γλυκασμάτων, ἐπειδὴ Χριστὸς οὔπω τὴν πικρὰν τοῦ ὄφεως ἀναρριζώσας φυτείαν τὸν τῆς ἀφθαρσίας ἐγεώργησε γλυκασμόν. Ἀνεγνώσθη ἐκ τῶν τοῦ μακαρίου «Θεοδωρήτου» λόγων, οὓς εἰς τὸν ἐν ἁγίοις Ἰωάννην τὸν Χρυσόστομον συνετάξατο· ὧν ἡμεῖς πέντε τέως εἴδομεν, ἐξ ὧν καί τινας ἐκλογὰς τὰς ὑποτεταγμένας παρεγραψάμεθα. Ὅτι τῶν πέντε λόγων ὁ πρῶτος ἄλλον πρὸ αὑτοῦ δοκεῖ διαδέχεσθαι ἢ μέρος αὐτοῦ εἶναι. Πλὴν διαλαμβάνει ὅθεν τε μετάκλητος εἰς Κωνσταντινούπολιν ἧκε, καὶ ὅπως αὐτῆς ἀρχιερεὺς κατέστη, καὶ ὡς τὴν ἱερωσύνην καὶ ἀρχιερωσύνην εἰς τὸν ἀρχαῖον κόσμον ἐπανάγειν ἐπειρᾶτο σπουδῇ πάσῃ· καὶ ὅσα πρὸς Γαϊνᾶν τοῦτο μὲν ὁ γενναῖος ἐπιστομίζων Ἰωάννης, τοῦτο δὲ ὑπὲρ τῶν κοινῶν τῆς πολιτείας διαπρεσβευόμενος πραγμάτων διεπράξατο· καὶ ὡς φθόνος αὐτῷ τὴν ὑπερορίαν ἐψηφίσατο·
καί τινα τῶν μέχρι τέλους ἱστορῶν τῷ θεσπεσίῳ ἀνδρὶ διηνυσμένων, τὰ πολλὰ, μᾶλλον δὲ τὰ πλεῖστα παρατρέχει. Ὁ δὲ ἐφεξῆς λόγος ἐπαίνους τινὰς ὀλιγοστίχους, καὶ αὐτὸς ὀλιγόστιχος ὤν, διαπεραίνει, ἀρχόμενος ὧδε· «Πάλιν ἡμῖν τὸ Ἰωάννου μνημόσυνον». Ὁ δὲ μετὰ τοῦτον ἐγκωμίων μὲν καὶ αὐτὸς ὑπέρχεται νόμους, διαφέρει δὲ τῶν πρὸ αὐτοῦ τῇ καλλονῇ τῶν τε ῥημάτων καὶ τῶν νοημάτων. Προοιμιάζεται δὲ οὕτω· «Πολυστόμου τὴν παροῦσαν ὑπόθεσιν σάλπιγγος δεομένην ἐν παιδικῇ νῦν ὁρῶ κινδυνεύουσαν γλώττῃ, καὶ κάλλος ἀθλητοῦ μυρίαις συγγραφόμενον τέχναις ἀσθενεῖ νῦν εἰς γραφὴν ἐμοὶ τεχνίτῃ προκείμενον». Τὸ μὲν προοίμιον τοιοῦτον. Ἄλλος αὐτὸν ἕλκει βοηθὸν ἁρπαζόμενος, ἄλλος καλεῖ δικαζόμενος σύνδικον· ἄλλος πεινῶν ὑπὲρ τροφῆς ἱκετεύει, γυμνὸς ὑπὲρ ἐνδύματος· ἄλλος αὐτὸν ἀποδύει· ἄλλος πενθῶν εἰς παράκλησιν δεῖται· δεσμῶν ἕτερος ἀπολυθῆναι βοᾷ. Ἕλκει τις αὐτὸν ἄλλος πρὸς νόσων ἐπίσκεψιν· ξένος αἰτεῖ καταγώγιον· ἕτερος παραστὰς χρέος ὀδύρεται· ἄλλος ἐπόπτην καὶ διαλλάκτην τῶν κατ’ οἶκον μεταπέμπεται στάσεων. Οὐδὲ δοῦλος πρὸς ἄλλον καταφεύγει, δεσπότου πικρὰν ὀλοφυρόμενος ἀγανάκτησιν.
PG 104:231Χήρα βοᾷ τὸ ἐλέησον· ἄλλη τὴν ὀρφανίαν ὀδύρεται. Μυρίαι τῷ πατρὶ καθ’ ἑκάστην πρὸς ἑκάστους ὑπὲρ ἑκάστου τροπαί. Ἁρπάζεταί τις καὶ συνήγορος ὁ πατήρ· λιμὸς ἐνοχλεῖ, καὶ τροφεὺς ἐκ συνηγόρου γίνεται· νοσεῖ τις, καὶ εἰς ἰατρὸν ὁ τροφεὺς μεταβάλλεται· πένθει τις περιπέπτωκε, καὶ ὁ νοσοκόμος εὑρίσκεται παραμύθιον· ξένων ἐπέστη φροντίς, καὶ ξενοδόχος ὁ πάντα γεγονὼς ἀναδείκνυται. Καὶ τί χρὴ καθ’ ἕκαστον λέγειν, ὅσα χρόνου μέρη τὸν ἐκείνου βίον διεμέτρησεν, ἵνα μὴ τὴν ἀρχιερωσύνην μόνην λέγω, τοσαύτη τοὺς ἀνθρώπους ἔργων σωτηρίων ποικιλία προϊοῦσα, οὐ διέλιπεν. Ὦ στρατιώτου καὶ μετὰ τελευτὴν ἀριστέως; ὦ λυπηροῦ τοῖς ἐχθροῖς καὶ μετὰ τάφον ὁπλίτου; ὦ παναρμονίου λύρας, τελευτῇ λελυμένης; ὦ δικαστηρίων τηλικοῦτον ῥυθμιστὴν ἐζημιωμένων; ὦ σωτηρίου τοῖς ἀνθρώποις εἰς οὐρανὸν ἀναρπασθείσης σαγήνης; ὦ δένδρου πρὸς οὐρανὸν καὶ γῆς μερισθέντος, καὶ τῇ μὲν τὸ σῶμα τῷ δὲ τὴν ψυχὴν παρασχόντος; Ἐν τάφῳ τὸ τῆς ἐκκλησίας συγκέκλεισται στόμα. Οἷος εὐσεβείας ἐξ ἀνθρώπων ὀφθαλμὸς ἀνηρπάσθη; Οὐ τέθνηκας, ὦ μακάριε πάτερ, ἀλλ’ ὡς ἥλιος ἔδυς.
Οὐχ ὡς ἀποθανόντος ἀλγοῦμεν, ἀλλ’ ὡς ἡμῖν κεκρυμμένου· οὐχ ὡς τεθνεῶτα ζητοῦμεν, ἀλλ’ ὡς εἰς οὐρανοὺς μεταστάντα. Ἀλλὰ τοιαῦτα μὲν καὶ ὁ τρίτος λόγος. Ἐγκωμιαστικοῦ δὲ τύπον καὶ ὁ τέταρτος διασῴζει, ἐκ τοῦ δεῖν τιμᾶν πατέρας τῶν ἐπαίνων ἀπαρχόμενος· οὗ ἐστι καὶ ταῦτα. Τούτων τῶν ποιμένων εἷς καὶ ὁ Ἰωάννης, ἡ ἄκακος σύνεσις, ὁ πολυόμματος νοῦς, τῆς εὐαγγελικῆς ἐμπειρίας ἡ βίβλος, ὁ κηροῦ πρὸς διαλλαγὰς εὐπλαστότερος, τὸ πρὸς χαρίσματα πέλαγος, ὁ πρὸς δόλους πολεμούντων ἀκέραιος, τῆς ἐκκλησίας ὁ περίβολος. Οὐδεὶς ὑποκρίσεως αὐτὸν διελάνθανεν ὄφις. Πόθεν σοι βούλει δείξωμεν τὸν Ἰωάννην πολύτιμον; Ἐκ φιλοξενίας; Καὶ τίς Ἰωάννου φιλοξενώτερος; Ἐκ τῆς ἐν προστασίαις στερρότητος; Καὶ τίς αὐτὸν δυναστεία κατῄδεσεν; Ἐκ τῆς περὶ τὴν ἐκκλησίαν σπουδῆς; Καὶ τίνος ἡ τῆς ψαλμῳδίας τῶν δημοτικῶν ταγμάτων μέχρι νῦν εὐρυθμία; Ἀλλὰ τοιαῦτα μὲν καὶ οὗτος ὁ λόγος. Ὁ δ’ ἐφεξῆς τοὺς αὐτοὺς μὲν τῶν ἐγκωμίων πλέκει στεφάνους, λαμπρότερον δέ πως τὴν τῶν νοημάτων ἰσχὺν ἀπαγγέλλει. Ἐοίκασι δ’ οὗτοι πάντες οἱ πέντε λόγοι μετὰ τὴν ἀπὸ τῆς ὑπερορίας ἀνακομιδὴν συντετάχθαι.
PG 104:233Τοῦ δὲ νῦν λόγου μέρος εἰσὶν αἱ περικοπαὶ τῶν ὑποκειμένων ῥημάτων. Χρῆσον ἡμῖν, ὦ πάτερ, τὴν λύραν τὴν σήν· τὸ σὸν εἰς τὴν σὴν εὐφημίαν δάνεισον πλῆκτρον. Εἰ γὰρ καὶ αἱ χεῖρες ἐλύθησαν τῷ νόμῳ τῆς φύσεως, ἀλλ’ ἡ λύρα διὰ πάσης τῆς οἰκουμένης ἠχεῖ τῷ δώρῳ τῆς χάριτος. Ἐκείνης ἡμῖν τῆς ἀθανάτου γλώττης μετάδος· μόνη γὰρ ἡ σὴ γλῶττα τῶν σῶν κατορθωμάτων ἀξία. Διὰ ταῦτα Ἰωάννης Ἰωάννην ἀπείληφεν, ὁ πεπαρρησιασμένος τὸν ζηλωτὴν, ὁ μετὰ θάνατον ἐλέγχων τὸν κηρύττοντα μετὰ θάνατον, ὁ τῆς ἐρήμου πολίτης τὸν πάσης πόλεως σωφρονιστήν. Ἔχεις καὶ ἄλλην πρὸς τοὺς ἀποστόλους συγγένειαν. Πρῶτος παρὰ τοῖς ἁμαξοβίοις Σκύθαις θυσιαστήρια ἔπηξας· καὶ μόλις τῶν ἵππων ἀποπηδήσας ὁ βάρβαρος ἔμαθε γόνυ κάμπτειν καὶ εἰς ἔδαφος ἐξαπλοῦσθαι. Καὶ ὁ τοῖς τῶν αἰχμαλώτων δάκρυσι μὴ καμπτόμενος ἔμαθεν ὑπὲρ ἁμαρτημάτων δακρύειν. Ναὶ μὴν καὶ τὸν τοξότην Πέρσην ἀντετόξευσας τῷ κηρύγματι, καὶ σιδηροφοροῦντες προσκυνοῦσιν ἐκεῖνοι τὸν σταυρωθέντα· ἐνίκησεν ἡ σὴ γλῶττα Χαλδαίων καὶ μάγων μαγγανευτήρια, καὶ ἡ κεχερσωμένη Περσὶς εὐκτηρίους οἴκους ἐβλάστησεν. Οὐκέτι τῆς εὐσεβοῦς θρησκείας τὰ Βαβυλῶνος ἀλλότρια.
Ταῦτα σε τοῖς ἀποστόλοις συνέταξεν. Ἔτι παρ’ ἡμῖν τὰ σπέρματα τῆς σῆς γλώττης ἀνθεῖ· κἂν Ἰωάννην τις ὀνομάσῃ, πολὺς ὁ ἦχος ἐκκρούεται. Ἡ γὰρ ἐκκλησιαστικὴ λύρα τὸ ἀρχαῖον πλῆκτρον ἐπιγινώσκει, καὶ ἀντὶ δακτύλων ἀρκοῦσιν αἱ τοῦ σοῦ ὀνόματος συλλαβαί. Ἔβλεπεν ἡ βασιλὶς πόλις τὰ ἐκ Σηρῶν ὑφάσματα, καὶ διέπτυεν· ἐθεώρει τοὺς ἐξ Ἰνδῶν λίθους, καὶ κατεφρόνει· οὐδὲ τῆς Τύρου τὸ ἁλουργὲς αὐτὴν ἔτερπεν ἄνθος. Πηλίνην ἐπόθει γλῶτταν, ἀθάνατα διδασκαλίας προχέουσαν νάματα. Εἶδέ σε καὶ Ἔφεσος ἡ ἀρχαία, καὶ νέον Ἰωάννην προσεῖπεν. Εἶδε, καὶ εὐαγγελικῆς ὑπεμνήσθη βροντῆς. Ἐντεῦθεν, ἀγαπητοί, τὸ ῥεῦμα τοῦ λόγου τραχύνεται· ἀλλὰ μὴ φύγωμεν τὴν τραχύτητα, τῆς εἰρήνης λοιπὸν ὁδοποιούσης τῷ ῥεύματι. Εἰ γάρ τι πρὸς τοὺς σοὺς ναύτας, ὦ πάτερ, ἀγανακτεῖς, εἴ τι πρὸς τοὺς συμπεπλευκότας λυπῇ, ἐννόησον ὅτι χειμὼν καὶ κλύδων καὶ θάλασσα βρασσομένη ἠνάγκασεν αὐτοὺς καὶ ἄκοντας τὸν Ἰωνᾶν προσρῖψαι τοῖς κύμασιν. Οὐκ ἐκείνων μῖσος ἀλλὰ σὸν γυμνάσιον τὸ συμβάν· οὐκ ἐκείνων πόλεμος ἀλλὰ σὸς ἀγὼν τὰ γενόμενα.
Οὐκ ἐκεῖνοι τῆς ἀδελφικῆς ἀπηνέχθησαν ψήφου, ἀλλ’ ἔδει καὶ σὲ τὸν δίαυλον τῶν μαρτύρων δραμεῖν. Ἀπόρρητός τις οἰκονομία σκάμμα σοι καὶ δίαυλον ηὐτρέπισε. Πάντως ἐρρέθη καὶ περὶ σοῦ πρὸς τὸν κοινὸν ἀντίπαλον τῆς ἀνθρωπότητος «Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰωάννου;» καὶ ἑξῆς. Ἐχρεωστεῖτο τῷ λαμπρῷ βίῳ καὶ ἡ λαμπρὰ τελευτή. Ἐπάλαιε μὲν τῷ Ἰὼβ ὁ διάβολος, ἐδόκουν δὲ προςκρούειν οἱ φίλοι· διὰ τοῦτο ὕστερον ὁ Θεὸς ἐξιᾶται τοὺς φίλους, καὶ τοῖς φίλοις φίλον τὸν Ἰὼβ ἀποδίδωσι. Τοῦτο καὶ νῦν ὥσπερ αἰσθάνομαι γεγονός, ὦ πάτερ· καὶ τὰς δεξιὰς τῶν πατέρων ἀλλήλαις συνεφαπτομένας φαντάζομαι. Ἀπέλαβεν Ἰὼβ πολυπλασιασθέντα τὰ κτήματα· ἀπέλαβες καὶ σὺ μετὰ προσθήκης τὴν παρὰ πάντων τιμήν. Τοῦτον τὸν ἔσχατον λόγον ἡ ἐπιγραφὴ ἐν τῷ ἀποστολείῳ εἰρῆσθαι λέγει· τὸ δὲ προοίμιον αἰνίττεται ὡς ἄλλων προειπόντων ὁ συγγραφεὺς μετ’ ἐκείνους δημηγορεῖ. Ἔχει γὰρ οὕτως·

Codex 274 — Chrysostom, Various sermons

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 104:235«Ἐπειδὴ κἀμὲ πρὸς τὸ λέγειν ὁ κύκλος ἀνίστησιν, ἐπειδὴ τὸ σύνθημα πρὸς τὴν κοινὴν χορείαν ἐγείρει, ἐπειδὴ δεῖ κἀμὲ πρὸς εὐφημίαν πατρικὴν ἀνακρούσασθαι μέλος, καὶ πολλοὶ μὲν οἱ τὸ ὄφλημα τὸ ἀπαραίτητον ἀπαιτοῦντες, παρ’ ἡμῖν δὲ οὐδὲν τῆς πατρικῆς ἐφάμιλλον ἀρετῆς, χρῆσον ἡμῖν, ὦ πάτερ Ἰωάννη, τὴν λύραν τὴν σήν». Ἀνεγνώσθη «Ἰωάννου τοῦ Χρυσοστόμου» ἐκ τοῦ ἐγκωμίου εἰς τοὺς ἁγίους μ μάρτυρας. Ἐγκωμιάζονται μάρτυρες οὐχ ἵνα αὐτοὶ τὸν ἔπαινον λάβωσιν, ἀλλ’ ἵνα ἡμεῖς διὰ τῶν ἐπαίνων διαναστῶμεν πρὸς τὴν μίμησιν. Ἐθλίβησαν καὶ δίκαιοι καὶ ἄδικοι, ἀλλ’ οἱ μὲν εἰς γυμνάσιον δικαιοσύνης, οἱ δὲ εἰς ἔλεγχον ἁμαρτίας. Διὰ τοῦτο τὰ μὲν τῶν δικαίων πάθη θλίψεις ἡ γραφὴ καλεῖ, τὰ δὲ τῶν ἁμαρτωλῶν μάστιγας. «Μακάριοι οἱ ὀφθαλμοὶ ὑμῶν ὅτι βλέπουσι», ἀντὶ τοῦ ὅτι καταμανθάνουσιν. Εἰ γὰρ ἀπὸ τοῦ ὁρᾶν ἦν ὁ μακαρισμός, καὶ οἱ Ἰουδαῖοι τὸν Σωτῆρα ὀφθαλμοῖς ἰδόντες ἐμακαρίζοντο ἄν. Καὶ γὰρ τὸ βλέπειν παρὰ τῇ γραφῇ τὸ τῷ νοερῷ τῆς ψυχῆς ὄμματι καταλαμβάνεσθαι δηλοῖ, καὶ τὸ τὰ βάθη καθορᾶν τῆς ἀληθείας. Διὰ τοῦτο καὶ ἐν τοῖς ἀρχαίοις τοὺς προφήτας βλέποντας ἐκάλουν.
Μακαρίζει τοίνυν ὁ Σωτὴρ τὰ ὄργανα τῆς ἀρετῆς, κἂν τοῦ σώματος ᾖ, ὀφθαλμοὺς καλῶς βλέποντας καὶ ὦτα διακριτικῶς ἀκούοντα. Δεῖ γὰρ ἀκούσαντα νοῆσαι καὶ νοήσαντα ὑπακοῦσαι κατὰ τὸ γεγραμμένον «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου» ἀντὶ τοῦ ὑπάκουσον, νόησον. Ὥσπερ δεξαμενὴ σωλῆνι προσκέκλιται ῥέοντι, οὕτως ἡ ἀκοὴ τοῦ δικαίου προσκέκλιται τοῦ θείου νόμου τοῖς νάμασι. «Κλινῶ γὰρ εἰς παραβολὴν τὸ οὖς μου». Διὰ τί κλινῶ; Ἐπειδὴ πᾶσα ὑδρία δεχομένη ὕδωρ κεκλιμένῳ τῷ σχήματι δέχεται, διὰ τοῦτο καὶ πᾶσα ἀκοή, δεχομένη τοῦ θείου λόγου τὰ ῥεύματα, προσκεκλίσθαι τούτοις λέγεται. Μακαρίζω τὰς τῶν μαρτύρων πλευράς, αἳ τὴν τῆς εὐσεβείας πλευρὰν ἀήττητον ξεόμεναι ἔδειξαν, τὴν εὐσεβείαν μὴ ἀποσμήξασαι· καὶ γὰρ ἐπλήττοντο ὡς ἐπίπαν τὰς πλευράς, ἐπειδὴ ἀπὸ πλευρᾶς ἡ ἁμαρτία ἐβλάστησεν. Ἁμαρτία δὲ οὐχ ἡ γυνή· Θεοῦ γὰρ πλάσμα καὶ αὐτή· ἀλλ’ ὅτι δι’ ἐκείνης ὁδὸν εὗρεν ἡ παράβασις. Ξέονται οὖν οἱ μάρτυρες τὰς πλευράς, ἐξ ὧν ἐπήγασεν ἡ ἁμαρτία.
Καὶ ὁ Σωτὴρ δὲ διὰ τοῦτο κατὰ τὰς πλευρὰς ἐδέξατο τὴν λόγχην, καὶ ἐξῆλθεν ὕδωρ καὶ αἷμα, τοῦ κόσμου καθάρσιον καὶ τῆς παλαιᾶς ἐκείνης πληγῆς ἀλεξιτήριον. Ὥσπερ δὲ μέλη δικαίων ἐγκωμιάζονται κατὰ μέρος, οὕτω καὶ μέλη ἀσεβῶν στηλιτεύονται καὶ ταλανίζονται κατὰ μέρος. «Μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσῃ με». Ποὺς ὑπερηφανίας ἡ ὁδὸς τῆς ὑπερηφανίας, χεὶρ δ’ ἡ πρᾶξις, οἷον μήτε πρᾶξις ἁμαρτίας μήτε τρίβος προσέλθῃ μοι, μηδὲ προκοπή. Διὸ καὶ Μωϋσῆς οὖς τὸ δεξιὸν τοῦ ἱερέως αἵματι τοῦ ἀμνοῦ χρίει, καὶ τὸ ἄκρον τῆς δεξιᾶς χειρὸς καὶ τοῦ δεξιοῦ ποδός, τὸ μὲν ὡς δοχεῖον τοῦ θείου λόγου μέλλον ἔσεσθαι, τὴν δὲ ὡς πράξεως δηλωτικήν, τὸν πόδα δὲ ὡς προκοπῆς τῆς ἐπ’ ἀρετὴν καὶ τελειώσεως σύμβολον. Δύο ἐργάζεται ἡ πηγὴ τοῦ εὐαγγελίου, καθαίρει καὶ ποτίζει, ποτίζει μὲν τὰς διψώσας, καθαίρει δὲ τὰς ῥυπώσας ψυχάς.
PG 104:237«Ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς» ἐν τοῖς εὐαγγελίοις ἅπαξ εἴρηται, ὡς ἐνταῦθα, ἡ πολὺς φωνή, καὶ ἐν τῇ παλαιᾷ ἅπαξ πρὸς τὸν Ἀβραάμ, μετὰ τὴν κοπὴν τῶν βασιλέων καὶ τὴν ἀνάρρυσιν τῶν αἰχμαλώτων, καὶ μετὰ τὸ μὴ καταδέξασθαι μισθὸν λαβεῖν τῶν πόνων καὶ τῆς κατὰ τῶν αἰχμαλωτισάντων νίκης. Τότε γάρ φησι πρὸς αὐτὸν ὁ Θεός· «Μὴ φοβοῦ, Ἀβραάμ, ὁ μισθός σου πολὺς ἔσται σφόδρα». Κατὰ λέξιν δὲ ἅπαξ καὶ ἅπαξ τὸ πολὺς εἴρηται, κατὰ δὲ τὸ σημαινόμενον καὶ πολλάκις. Καὶ γὰρ ὁ Δαβίδ φησιν· «Ἀνταπόδοσις πολλή» ἀντὶ τοῦ μισθὸς πολύς, καὶ ἀλλαχοῦ. Ὅταν δὲ Θεὸς εἴπη «Πολὺς ὁ μιςθός», ἐννοήσας τὸν ἀπαγγελλόμενον ἐννόει καὶ τὸν ἄφατον λόγον τοῦ πολύς. Ἄλλο γάρ ἐστιν εἰπεῖν ἀγρότῃ πολύν, καὶ ἄλλο πολίτῃ· μεῖζον δ’ ἀμφοῖν τοῦ στρατηγοῦ τὸ πολύ· τὸ δὲ παρὰ τῷ βασιλεῖ πολὺ μυριοπλάσιον τῶν παρ’ ἄλλοις· τὸ δὲ παρὰ Θεῷ πολὺ ποσαπλάσιον ἂν συμπάντων εἴη, οὐδ’ ἐστὶ ῥητόν. Πολὺς οὖν ὁ μισθὸς τῶν μαρτύρων, τῶν ἀδίκως διωκομένων, τῶν συκοφαντουμένων ἕνεκα Θεοῦ, τῶν θλιβομένων, καὶ τῶν ἀνθρωπίνης δόξης ὥσπερ ὁ Ἀβραὰμ καταπατούντων.
Καὶ γὰρ ἐκεῖνος τὴν ἵππον πᾶσαν διδόντων τῶν τῆς Γομόρρας καὶ τῶν Σοδόμων βασιλέων, καὶ τούτοις τιμώντων ἀνθ’ ὧν αὐτοῖς ἀνεσώσατο τῶν γυναικῶν καὶ παίδων τὴν αἰχμαλωσίαν, παρῃτήσατο τὴν παρ’ αὐτῶν δόξαν, μὴ θελήσας τῶν ἰδίων καμάτων παρὰ ἀνθρώπων λαβεῖν τοὺς μισθούς. Διὸ καὶ ἠξιώθη παρὰ Θεοῦ ἀκοῦσαι ὅτι ὁ μισθός σου πολύς. Σφαιρωτήρ φησι τὸ παρὰ τοῖς πολλοῖς λεγόμενον λώριον. Σφαιρωτῆρα δὲ λέγεσθαι διὰ τὸ πολλάκις κυκλοειδὲς ἀπεργάζεσθαι τὸ δέρμα τὸν τεχνίτην, καὶ οὕτω τέμνειν. Τινὲς δέ φασι τὴν κλῆσιν λαβεῖν ἀπὸ τοῦ σφυρὰ τηρεῖν. «Κρινοῦσιν οἱ δώδεκα τὰς δώδεκα φύλας τοῦ Ἰσραήλ». Κρινεῖ καὶ Παῦλος τὴν οἰκουμένην, ὁ κῆρυξ τῆς οἰκουμένης. Οὐ Παῦλος δὲ μόνος, ἀλλὰ καὶ οἱ τὰ ἐκείνου φρονοῦντες. Ἄκουε γὰρ αὐτοῦ λέγοντος ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι· καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων. Ἄλλο ἐθνῶν ἐκδίκησις, καὶ ἄλλο λαῶν ἔλεγξις. Ἡ μὲν γὰρ ἐκδίκησις ἐν τοῖς ἀπιστήσασι παντελῶς· λαοὺς δὲ τοὺς μὴ θελήσαντας εἰς ἐπίγνωσιν ἐλθεῖν, ὧν καὶ οἱ ἐλεγμοί·
PG 104:239ἀφ’ ὧν ἐκδίκησιν οὐκ εἰσπράττει (ἡ γὰρ εἴσπραξις τῶν ἐχθρῶν), ἀλλ’ ἐλέγχει ὡς δεσπότης, τὰ ἁμαρτήματα ἀνακρίνων. Ὅταν ἐξέλθῃ ψυχὴ δικαίου ἐντεῦθεν, παραπέμπεται διὰ χειρῶν ἀγγέλων, καὶ παριστῶσιν αὐτὴν ἐν τῇ βασιλίδι πόλει, ἥτις ἐστὶν ἡ ἄνω Ἱερουσαλήμ. Εἰς τὴν ἀποτομὴν Ἰωάννου τοῦ βαπτιστοῦ. Ἐπιγράφεται μὲν Χρυσοστόμου, οὐκ ἐμοὶ δοκεῖ δέ· τοῖς τε γὰρ ἐνθυμήμασι καὶ τῇ πείρᾳ τῆς γραφῆς πολὺ τὸ ἐνδεὲς τῶν ἄλλων αὐτοῦ λόγων ἀποφέρεται. Πλήν τινα καὶ ἐξ αὐτοῦ παρεξεβλήθη. Ἔστι δὲ αὐτοῦ καὶ ἡ λέξις χυδαία καὶ τῆς ἐκείνου παραλλάττουσα. Ὦ πράγματος ἀλλοκότου; Ἰωάννης τὴν δεδεμένην αὐτοῦ ψυχὴν τῇ σειρᾷ τῆς ἁμαρτίας διὰ τοῦ ἐλέγχου λύειν ἐβούλετο, κἀκεῖνος τὸν λύοντα ἐδέσμει. Τοῦ αὐτοῦ ἐπιγράφεται λόγος εἰς τὴν αὐτὴν ὑπόθεσιν, καὶ ἔστι κατὰ πάντα ὁμοίως ἔχων τῷ πρὸ αὐτοῦ. Ἰουδαίοις ἐπιτέτραπται γυναῖκα μετὰ θάνατον καὶ ἄπαιδα τοῦ ἀδελφοῦ ἄγεσθαι, τὴν πρὸς τὰ ἔθνη κωλύων ἐπιγαμίαν, ἔθος ἔχουσαν τοῖς εἰδώλοις προστρέχειν. Ὡς κουφότερον οὖν τῆς εἰδωλολατρείας ὁ τοιοῦτος γάμος τοῖς Ἰουδαίοις συγκεχώρητο. Ὠρχήσατο ἡ θυγατὴρ Ἡρωδιάδος. Ἀξία τῆς ἑορτῆς ἡ τιμή, ἡ τέρψις τῆς πανηγύρεως.
Μεθ’ ὅρκου ὡμολόγησεν αὐτῇ ὅ τι ἂν αἰτήσηται· καὶ τοῦτο προσθήκη τῶν αἰσχρῶν βαρυτέρα, ὅρκος ἀδιόριστος, καὶ οὗτος δι’ ὄρχησιν. Τὴν βασιλικὴν αὐθεντίαν τοῖς ποσὶ τῆς κόρης ὁ μάταιος ὑπέταξεν· ἔδωκε τὴν τῆς βασιλείας ἀξίαν πατηθῆναι· ὑφ’ ἧς ὅρκῳ γέγονε δέσμιος ὁ τῆς ἐπιθυμίας αἰχμάλωτος. Ἄκων λοιπὸν τῷ τῆς κόρης δεδούλωται νεύματι, μᾶλλον δὲ τῷ τῆς Εὔας πάλιν ὁ ἄνθρωπος ὑποπίπτει δελεάσματι. Δεινὸν τὸ τῆς αἰτήσεως τόλμημα, κεφαλὴν δικαίου λαβεῖν ἐπὶ πίνακι, καὶ τέρψει ἀνταλλάξασθαι πένθος, καὶ τάφον καταστῆσαι τὴν τράπεζαν. Ἔκθεσμον, ἄθλιε, δοῦναι φόνον μισθὸν ἔδει τῇ ὀρχήσει, καὶ θάνατον μέθῃ τέρψιν χαρίσασθαι; Ὅρκος σε κατέχει· ἀλλὰ φόνος κωλύει. Ὑπόσχεσιν ἀπαιτεῖ· ἀλλ’ ἴσην ὀρχήσει οὐχ ἧς ἀντάξιος οὐδ’ ὁ κόσμος. Ξένον τοῦ Ἡρώδου τὸ δικαστήριον· τράπεζα καὶ μέθη καὶ ὄρχησις ἐδίκαζεν. Ὦ δικαιοσύνης τολμώσης παράνομα; εὐορκεῖν ὑποκρίνεται, καὶ φονεύειν οὐκ αἰσχύνεται. Εἴθε καλῶς ἐπιώρκησας καὶ μὴ παρανόμως εὐώρκησας. Ὦ συμπόσιον δικαίου κιρνῶν θάνατον; ὦ συμπόσιον νομοφύλακος οἰνοχοούμενον αἵματι; Τοῦ αὐτοῦ εἰς τὴν αὐτὴν ὑπόθεσιν.
PG 104:241Ἔοικε δ’ οὗτος ὁ λόγος συγγενὴς εἶναι τῶν τοῦ Χρυσοστόμου λόγων, οὐκ ἔστι δέ, οὐδὲ συνεχῆ τὸν νοῦν ἐκείνοις ἐνδεικνύμενος, ὥσπερ οἱ δύο ἐκεῖνοι τὴν πρὸς ἀλλήλους σχέσιν καὶ ἀλληλουχίαν διασῴζουσιν, ἀλλ’ ἀπ’ ἀρχῆς ἰδίας προέρχεται. Ἰωάννην ἀνευφημήσω, καὶ τὴν ἐκείνου σοφίαν πᾶσιν ὑμῖν γνώριμον καταστήσω. Ἰωάννην τὸν μερισάμενον μετὰ τοῦ Πατρὸς τὸ τοῦ Μονογενοῦς κήρυγμα. Καὶ γὰρ ὁ μὲν «οὗτός ἐστιν (ἄνωθεν ἐμαρτύρει) ὁ Υἱός μου ὁ ἀγαπητός», ὁ δὲ κάτωθεν «Ἰδὲ ὁ ἄμνος τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». Καὶ ὁ μὲν Πατὴρ διὰ τῆς περιστερᾶς τὸν ἀγαπητὸν ὑπεδείκνυεν, ὁ δὲ τῇ χειρὶ τὸν τῆς οἰκουμένης λυτρωτὴν ἐνεφάνιζεν. Ἐχρῆν φωνῆς γεννηθείσης τὸν λόγον λυθῆναι τοῦ πατρός. Ἐπειδὴ γὰρ οὐκ ἐπίστευσεν ὁ Ζαχαρίας ὅτι λύεται τῆς Ἐλισάβετ ἡ στείρωσις, ἐδέθη τὸ ὄργανον τῆς γλώςσης, ἵνα μὴ προέλθῃ λόγος ἐξ ἀπίστου στόματος· ἐπεὶ δ’ ἐλύετο ἡ στείρα καὶ προῆλθεν ἡ φωνή, ἐλύθη καὶ ἡ τοῦ Ζαχαρίου γλῶσσα καὶ προήρχετο ὁ λόγος. Ὦ φωνῆς ἀεννάου καὶ μετὰ θάνατον τὴν οἰκουμένην περιηχούσης;

Codex 275 — Hesychius of Jerusalem

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀνεγνώσθη «Ἡσυχίου», πρεσβυτέρου Ἱεροσολύμων, εἰς Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου καὶ Δαβὶδ τὸν θεοπάτορα. Εἰ μὴ ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὁ Σωτὴρ ἡμῶν ὑπήκοος μέχρι θανάτου οὐκ ἂν οἰκέται συγγενεῖς ἐχρημάτιζον, οὐκ ἂν ὁ πηλὸς πατὴρ τοῦ κεραμέως ἐλέγετο. Ἐν τῇ Σιὼν τὴν Βηθλεὲμ ὡς παροῦσαν ἀσπάζομαι, ἐν τῇ θυγατρὶ τὴν μητέρα βλέπω. Ἐν σοὶ δᾳδοῦχος ἀστὴρ εἷς ἀνήφθη, ἐν ταύτῃ δὲ πολλοί. Ἐκεῖνος τοὺς μάγους ὡδήγησεν, αὕτη Πάρθους καὶ Μήδους καὶ Ἐλαμίτας καὶ τοὺς ἐξ ἐθνῶν πάντων τῷ φωτὶ τῆς ἀστραπῆς ἐδᾳδούχησε. Σὺ γάλα ἕλκεις ἐκ μασθῶν παρθενικῶν, αὕτη Πνεῦμα ἐκ κόλπων κατάγει πατρικῶν. Σὺ τὸν ἄρτον ἐζύμωσας, ἀλλ’ ἡ Σιὼν δεῖπνον ἀνέδειξε· σὺ τὸν μόσχον ἐπὶ τῆς φάτνης ἔθρεψας, ἀλλ’ ἡ Σιὼν εἰς τὸν βωμὸν ἀνήγαγε· σὺ τὸν Ἰησοῦν ἐν τοῖς σπαργάνοις ἔκρυψας, αὕτη δὲ τῷ Θωμᾷ τὴν πλευρὰν βουληθέντι ψηλαφῆσαι ἐγύμνωσε· σὺ παρθένον ἔχεις τίκτουσαν κεκλεισμένων τῶν ὀργάνων τῆς φύσεως, αὕτη παστάδα κεκλεισμένων τῶν θυρῶν ἔνδον τὸν νυμφίον δεχομένην καὶ ἔχουσαν.
PG 104:243Πῶς ἐγκωμιάσω τὸν τοῦ Χριστοῦ δοῦλον καὶ ἀδελφόν, τὸν τῆς νέας Ἱερουσαλὴμ ἀρχιστράτηγον, τὸν τῶν ἱερέων ἡγεμόνα, τῶν ἀποστόλων τὸν ἔξαρχον, τὸν ἐν κεφαλαῖς κορυφήν, τὸν ἐν λύχνοις ὑπερλάμποντα, τὸν ἐν ἄστροις ὑπερφαίνοντα; Πέτρος δημηγορεῖ, ἀλλ’ Ἰάκωβος νομοθετεῖ καὶ ὀλίγαι λέξεις τὸ τοῦ ζητήματος συνέστειλαν μέγεθος. «Ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν» καὶ ἑξῆς. Ἐγὼ κρίνω, οὗ τὴν κρίσιν ἀθετεῖν οὐ θέμις οὐδὲ φαυλίζειν τὸ ψήφισμα· ἐν ἐμοὶ γὰρ ὁ πάντων κριτὴς καὶ νεκρῶν καὶ ζώντων φθέγγεται. Ἐμὸν τὸ ὄργανον, ἀλλ’ ὁ τεχνίτης ὑπὲρ ἐμέ. Ἐγὼ τὴν γλῶςσαν παρέχω, ἀλλ’ ὁ Δημιουργὸς Λόγος τὸν λόγον χορηγεῖ. Μὴ τῷ καλάμῳ, τῷ δὲ γράφοντι πρόσεχε. Τὴν ἀκοὴν ὑπακοὴ διαδεχέσθω. «Μοδέστου» ἀρχιεπισκόπου Ἱεροσολύμων εἰς τὰς μυροφόρους. Τὸν ἕβδομον ἀριθμὸν καὶ ἐπὶ τῆς ἀρετῆς καὶ ἐπὶ τῆς κακίας εὑρίσκομεν τὴν γραφὴν παραλαμβάνουσαν. Εἰκότως οὖν τὴν Μαρίαν ἐκλέγεται τὴν Μαγδαληνὴν ὁ Σωτήρ, ἀφ’ ἧς ἐκβεβλήκει δαιμόνια ἑπτά, ἵνα τὸν ἄρχοντα τῆς κακίας δι’ αὐτῆς ἀπελάσῃ τῆς ἀνθρωπίνης φύσεως. Ὅτι φησίν, αἱ ἱστορίαι τὴν Μαγδαληνὴν ταύτην διὰ βίου παρθένον διδάσκουσι.
Καὶ μαρτύριον δὲ αὐτῆς φέρεται, ἐν ᾧ λέγεται διὰ τὴν ἄκραν αὐτῆς παρθενίαν καὶ καθαρότητα ὡς ὕαλον αὐτὴν καθαρὸν τοῖς βασανισταῖς φαίνεσθαι. Ὅτι φησί, μετὰ τὴν κοίμησιν τῆς Δεσποίνης ἡμῶν Θεοτόκου πορευθεῖσα εἰς Ἔφεσον πρὸς τὸν ἠγαπημένον μαθητήν, ἐκεῖσε τὸν δρόμον τὸν ἀποστολικὸν διὰ τοῦ μαρτυρίου ἡ μυροφόρος Μαρία ἐτελείωσε, μὴ θελήσασα μέχρι τῆς τελευτῆς χωρισθῆναι τοῦ παρθένου καὶ εὐαγγελιστοῦ Ἰωάννου. Ὥσπερ, φησίν, ἡ ἀπαρχὴ τῶν ἀποστόλων Πέτρος ὠνομάσθη διὰ τὴν ἀσάλευτον πίστιν ἣν εἶχεν ἐπὶ Χριστὸν τὴν πέτραν, οὕτω καὶ αὕτη ἀρχηγὸς τῶν μαθητριῶν γενομένη διὰ τὴν καθαρότητα αὐτῆς καὶ τὸν πόθον ὃν εἶχεν εἰς αὐτὸν Μαρία ὁμωνύμως τῇ Μητρὶ παρὰ τοῦ Σωτῆρος προσηγόρευται. Ὥσπερ τῷ Δεσπότῃ τῶν μαθητῶν ἠκολούθει ὁ χορός, οὕτω τῇ Δεςποίνῃ καὶ Μητρὶ τοῦ Κυρίου τῶν μαθητευομένων γυναικῶν ὁ χορός. Ἐθαύμαζον γάρ, φησί, ποτε οἱ μαθηταὶ ὅτι μετὰ γυναικὸς ἐλάλει, δῆλον ὡς οὐκ οὔσης τοιαύτης συνηθείας τῷ Κυρίῳ, ἀλλὰ τὸν εὐαγγελικὸν δρόμον τῆς Μητρὸς τοῦ Δεσπότου συνεξανυούσης τῷ Υἱῷ καὶ Δημιουργῷ.
Καὶ αὗται συνακολουθοῦσαι αὐτῇ τῷ κοινῷ Δεσπότῃ ἐκ τῶν ὑπαρχόντων ἐν τοῖς ἀναγκαίοις καὶ τοῖς μαθηταῖς διηκόνουν. Ἀνεγνώσθη τοῦ αὐτοῦ ἐπιγραφὴν ἔχων «Ἐγκώμιον εἰς τὴν κοίμησιν τῆς παναγίας Θεοτόκου». Πολύστιχος μὲν ὁ λόγος, οὐδὲν δ’ ἀναγκαῖον οὐδὲ τοῦ προγεγραμμένου λόγου οἰκεῖον καὶ συγγενὲς ἐπιδεδειγμένος. Μοδέστου ἀρχιεπισκόπου Ἱεροσολύμων ἐκ τοῦ εἰς τὴν ὑπαπαντήν. Καὶ ἡ τὸν ἑβδομήκοντα χρόνον σαββατίσασα μετὰ ἀνδρὸς Ἄννα, προσευχαῖς καὶ νηστείαις προσκαρτεροῦσα, ὀγδοήκοντα καὶ τεσσάρων ἐτῶν ὑπάρχουσα, τὴν ἐκ τῶν τεσσάρων στοιχείων νικήσασα σάρκα, καὶ τὸν νοῦν καθάρασα πρὸς ὑποδοχὴν Πνεύματος ἁγίου, καὶ ταῖς γενικαῖς ἑαυτὴν ἀρεταῖς κατακοσμήσασα, τὸν τῆς ὀγδοηκοντάδος παρέδραμε καιρόν, καὶ εὗρεν ἐν τῷ ναῷ τὸν Σωτῆρα τοῦ μέλλοντος αἰῶνος ἐν ἀγκάλαις βασταζόμενον. Εἰκότως ὡς αἰτίας τῆς ἐναμαρτήτου ἡδονῆς τὰς θυγατέρας τῆς Εὔας προσφέρειν ὁ νόμος προσέταξεν ὑπὲρ τοῦ καθαρισμοῦ αὐτῶν τὴν θυσίαν τῶν δύο τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν, δηλοῦντος τοῦ νόμου ὅτι δεῖ τὸν προσερχόμενον Θεῷ καθαρεύειν καὶ ψυχῇ καὶ σώματι καὶ ἀκακίας ἔχεσθαι.

Codex 276 — Nilus of Ancyra

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 104:245Ὁ Χριστὸς πληρωτής ἐστιν, οὐκ ὀφειλέτης νόμου. Εἰς πτῶσιν δὲ καὶ ἀνάστασιν κεῖται, πτῶσιν μὲν τῆς ἁμαρτίας, ἀνέγερσιν δὲ τῆς δικαιοσύνης, καὶ εἰς σημεῖον ἀντιλεγόμενον τοῖς κυριοκτόνοις Ἰουδαίοις τοῖς λέγουσιν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύομέν σοι» καὶ «Σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί», ὅτι μήτηρ εἶ κατὰ ἀλήθειαν πάσχουσα τὰ μητρὸς ὑπὲρ τοῦ τέκνου καὶ Θεοῦ, τοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί. Ἀνεγνώσθη τοῦ μακαρίου «Νείλου» ἐκ τοῦ εἰς τὸ Πάσχα λόγου πρώτου· οὗ ἡ ἀρχή· «Ἀναστάσεως λόγοις τὴν τῆς ἀναστάσεως ἡμέραν τιμήσωμεν». Ψυχή τίς ἐστι δευτέρα τοῖς ἀνθρώποις ἡ ἀνάστασις, πρὸς τὰς τῆς ἀρετῆς διεγείρουσα πράξεις. Κἂν ταύτην τῶν ἀνθρώπων ἀνέλῃς, νεκρὸν πρὸς πράξεις ἀρετῆς ἀπειργάσω τὸ σῶμα. Ὡς οὖν ὑπὲρ βλάβης κοινῆς πρὸς τὸν ὑπὲρ τῆς ἀναστάσεως ὁπλισώμεθα πόλεμον, ὅλην λαβόντες ἡμῖν συνοπλιζομένην τὴν κτίσιν. Ἐπιστρατεύει γὰρ οὐρανὸς μεθ’ ἡμῶν τοῖς ἀπίστοις· ὃν γὰρ ἐξ ἀναστάσεως Δεσπότην ἐδέξατο, τῇ τῆς ἀναστάσεως βλέπει συναθετούμενον δόξῃ.
Κοινωνήσει προθύμως ἡμῖν τοῦ πολέμου καὶ γῆ· συκοφαντουμένην γὰρ τὴν ἀνάστασιν οἶδεν, ἀφ’ ὧν πολλάκις νεκροὺς ὑπ’ αὐτῆς ἀφῃρέθη. Διὰ τοῦτο καὶ Παῦλος τὸν τῆς ἀναστάσεως τῇ κτίσει περιτίθησιν ἔρωτα· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, φησί, τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται». Καθάπερ γὰρ πόλις βασιλικῆς ἐπιδημίας δεξαμένη προδρόμους πρὸς τὴν ἐκείνης ὅλη παρουσίαν ἐπτέρωται, οὕτω καὶ τῆς ἀναστάσεως ὥσπερ τινὸς βασιλίδος τῇ κτίσει προκηρυχθείσης ὅλη πρὸς τὴν ἐκείνης παρουσίαν συντέτακται. Καὶ μὴ θαυμάσῃς τὸν τῆς ἀναστάσεως ἐγκείμενον τῇ κτίσει διδασκόμενος πόθον· τροφὸς γάρ τις τῶν ἀνθρώπων ὑπάρχουσα σπεύδει τὴν ἐπαγγελθεῖσαν ἰδεῖν βασιλείαν. Καὶ τὸ βραδὺ τῶν μελλόντων οὐκ ἐκλύει τῇ τροφῷ τὰς ἐλπίδας· ἔχει γὰρ ἀεὶ συνόντα αὐτῇ τὰ τῆς ἀναστάσεως σπέρματα, ὧν τοὺς κόκκους ἀναδείκνυσι ζῶντας, τῆς τῶν νεκρῶν σωμάτων ἐγέρσεως ἐν μικροῖς ἡμῖν βεβαιοῦντας τὰς ἐλπίδας. Θάπτονται μὲν γὰρ ἐν αὐτῇ, ὡς ὁρῶμεν, τῶν σπερμάτων οἱ κόκκοι, τῶν αὐλάκων ἀντὶ τάφων γινομένων τοῖς σπαρεῖσιν·
PG 104:247ἡ δὲ λαβοῦσα τὰ σπέρματα μιμεῖται τὰ μνήματα, καὶ σήπει τὸν κόκκον ὡς τάφος τὸ σῶμα, καὶ δεξαμένη ζῶντα καταφθείρει νεκρότητι, μέσην τε σαφῶς τὴν τοῦ κόκκου διασήψασα καρδίαν ἄχρηστον καὶ μύρμηξιν εἰς τροφὴν ἀπεργάζεται. Ὥσπερ δέ τινα σύλληψιν τὴν φθορὰν κτησαμένη, κυοφορεῖ νεκρωθέντα τῇ σήψει τῶν σπερμάτων τὰ ἔμβρυα· καὶ γίνεται μήτηρ ζωῆς τοῖς κόκκοις ἡ νέκρωσις, καὶ θάνατος τόκου πατὴρ ἀναδείκνυται. Καινὸς οὗτος τῇ γῇ τῶν ὠδίνων ὁ νόμος· ἂν μὴ γένηται νεκρὸν τὸ βρέφος, οὐ πλάττεται· ἂν ζῇ, οὐ μορφοῦται. Ταύτῃ ἄρα καὶ μύρμηκες τετμημένους τοὺς κόκκους εἰς γῆν ἀποτίθενται, τῇ τομῇ τὴν ἀπὸ τῆς νεκρώσεως βλάστησιν κωλύοντες· ἔδει γὰρ καὶ μυρμήκων φύσιν μαρτυρῆσαι τῇ γῇ μετὰ φθορὰν γεννώσῃ τὰ σπέρματα. Καὶ σκόπει μοι τῆς ὠδῖνος τὸ θαῦμα. Λαβοῦσα μόνον τὸν κόκκον φθορᾷ παραδίδωσι, φθαρέντα δὲ πολλοστὸν ἀναθάλλει πρὸς ποικίλα τὸν κόκκον σχηματίζουσα μέλη. Τὴν καλάμην τοῖς στάχυσιν ἀντ’ ὀστέων ἐντίθησι, καὶ λεπτὸν ἔξωθεν οἷον ἀντὶ δέρματος καθυφαίνει χιτῶνα·
δεσμοῖς κάτω τὴν ῥίζαν ὡς νεύροις τισὶ καὶ φλεψὶ περισφίγγει, ἀντ’ ὀνύχων τοῖς κόκκοις ἐμπηγνῦσα τὰς μαχομένας τοῖς πτηνοῖς τῶν ἀσταχύων ἀκίδας. Πῶς ἅπασι τούτοις ἐξ ἑνὸς κόκκου φθαρέντος ἡ γέννησις; Τοῦτο τῆς ἀναστάσεως θαυμαστότερον. Τότε μὲν γὰρ οὓς ἔλαβεν ἡ κτίσις νεκροὺς ἀναδίδωσι, νῦν δὲ πολλοὺς ἀνθ’ ἑνὸς νεκρωθέντος εἰς ἀναγέννησιν κόκκους προβάλλεται. Ὦ τῆς Ἑλλήνων ἀνιάτου φρενοβλαβείας; Βλέπουσι τὴν γῆν γεωργῷ διδοῦσαν ἃ μὴ παρέλαβε· τῷ Κτίστῃ δὲ ταύτην ἀποδώσειν οὓς αὐτῇ παρακατέθετο οὐκ ἐλπίζουσι. Διὰ τοῦτο καὶ Παῦλος τῷ τῶν σπερμάτων παραδείγματι χρῆται, καίτοι γε λαμπρότερον ἔχων παράδειγμα τὴν ἐκ μήτρας τῶν ἀνθρώπων πρόοδον. Πλάττεται μὲν γὰρ ὡς ἐν τάφῳ τῇ μήτρᾳ οὐχ ὑπάρχον τὸ βρέφος, τοῖς παρὰ τῆς φύσεως δὲ ἐνειλημένον σπαργάνοις προσέοικε νεκρῷ δεδεμένῳ κειρίαις. Κέκλεισται μὲν γὰρ τὸ βλέμμα νεκρῶν ἀκριβέστερον, ἄπρακτον ἐν τῇ νηδύϊ τὸ στόμα, χεῖρες καὶ πόδες ὡς ἐν σορῷ τῇ γαστρὶ συνεκτέτανται. Τάφος ἀκριβὴς τοῖς ἐμβρύοις ἡ μήτρα, τάφος οὐδὲ τῆς τῶν μνημάτων δυσωδίας ἐλεύθερος.
PG 104:249Τηλικούτῳ δὴ τὸ βρέφος ἐμμορφούμενον μνήματι, τῷ τοῦ μορφοῦντος ἕπεται καλούμενον νεύματι. Τί δὴ τοσοῦτον ὁ μακάριος Παῦλος κεκτημένος παράδειγμα σιγᾷ μὲν τὴν ἐν τῷ τάφῳ τῆς μήτρας εἰς ζωὴν πλαστουργίαν, σπερμάτων δὲ τύποις βεβαιοῖ τὴν ἀνάστασιν; Ἤιδει ζῶσαν τῇ νηδύϊ τὴν τὰ βρέφη σπορὰν διαπλάττουσαν, ἐζήτει δὲ νεκρῶν τινῶν ὁρατῶς ἀναζώντων εἰκόνα, καὶ διὰ τοῦτο ἀπέβλεψε πρὸς τὰ σπέρματα. Οἱ γὰρ κόκκοι μετὰ τὴν ἐκ σήψεως νέκρωσιν καὶ φθορὰν καὶ ἀναζῶσι, καὶ γίνονται τῆς τῶν νεκρῶν ἀναβιώσεως ἐναργέστατον σύμβολον. Ἀδικεῖς τὴν ψυχὴν συνηγορίας προσχήματι, καὶ τῇ πρὸς τὸ σῶμα μάχῃ κατ’ ἐκείνης ὁπλίζῃ. Τὰς γὰρ τῶν πραττομένων ἀμοιβὰς μὴ μερίζων τῇ ψυχῇ καὶ τὴν τῆς σαρκὸς ὡς μόνῃ πλημμελούσῃ τιμωρίαν συνεισάγεις. Εἰ γὰρ ψυχῆς μόνης αἱ τῶν πόνων καὶ ἀνδραγαθημάτων ἀμοιβαί, δῆλον ὅτι καὶ ὧν ἥμαρτεν ὁ ἄνθρωπος αἱ τιμωρίαι. Ἀλλ’ ὅρα μὴ σώματι καὶ ψυχῇ καθίζῃς κατ’ ἀλλήλων κριτήριον. Σῶμα μὲν γὰρ εἰκότως καταβοήσεται ψυχῆς, τῶν κατορθωμάτων αὐτοῦ τὰς τιμὰς ἁρπαζούσης, ψυχὴ δ’ αὖ σώματος, τὰς ὀφειλομένας πληγὰς ἐκείνῳ μόνη εἰσπραττομένη.
Μᾶλλον δ’ ἑκάτερον αὐτῶν παροξύνεις κατὰ τοῦ κριτοῦ, τὸ μέν, οἷς δέον ἔχειν ἀμοιβὰς ὧν ἐστέρηται, τὴν δέ, ὧν οὐχ ὑπαίτιος, δέον μηδ’ εὐθύνεσθαι οἷς εἰσπράττεται. Σώματί με συνῆψας ὦ Δέσποτα, τὴν ἀσώματον, καὶ μόνῃ τὰς ἐπὶ γῆς οὐκ ἐπίστευσας πράξεις, καὶ παρὰ μόνης ἀπαιτεῖς τὰς εὐθύνας. Καὶ δίδωμι δίκας ὧν αἱ πράξεις τοῦ σώματος, μέθης, πορνείας, γαστριμαργίας. Ποῦ γὰρ ταῦτα ψυχῆς, ὥσπερ φθόνος τυχὸν ἢ δόξης ἀσέβεια; Ὥσπερ γὰρ οὐ σώματος ταῦτα, οὕτως οὐδ’ ἐκεῖνα ψυχῆς, εἰ καὶ χωρὶς θατέρου θάτερον ἀργὸν πρὸς ἑκάτερα. Τὸ σῶμα δ’ ἂν ἄλλα τε φαίη δίκαια, καὶ ὡς ἐγὼ τὴν ὑπέρ σου τελευτήν, ἀλλ’ οὐχ ἡ ψυχὴ δέχεται. Οὐδὲ γὰρ πέφυκεν. Ἐμὸν τὸ πονεῖν διὰ τοὺς σοὺς νόμους, νηστείαις, ἀγρυπνίαις· διὰ τῶν ἐμῶν μελῶν ἡ παρθενία. Πῶς οὖν οὐκ ἄδικον, ἐμῶν τῶν ἄθλων ὄντων, τὴν ψυχὴν χωρὶς ἐμοῦ λαμβάνειν τὰ ἔπαθλα; Τίς λύσις αὐτῶν καὶ δίκης;
Κοινὸς ὁ μισθός, κοιναὶ αἱ ποιναί, ὅτι κοιναὶ αὐτῶν αἱ πράξεις, κἂν ἐπ’ ἐνίων τὸ ἕτερον τοῦ συγκρίματος πλεονεκτῇ τοῦ ἑτέρου, καὶ τὴν συζευχθεῖσαν ἀπ’ ἀρχῆς εἰς κοινοὺς πόνους δυάδα δεῖ ὁμολογεῖν καὶ εἰδέναι κοινῶν καὶ τῶν στεφάνων ἀπολαύειν ἐφ’ οἷς νενίκηκε, καὶ εἰς κοινὰς ἀπάγεσθαι τιμωρίας ὧν ἐπλημμέλησε. Τοῦ αὐτοῦ, ἐκ τοῦ εἰς τὸ Πάσχα λόγου δευτέρου. Ἀνάστασις τῆς τοῦ Κυρίου προνοίας τὸ κεφάλαιον· τοῦ κεφαλαίου δὲ ψυχὴ μνημονεύουσα, καὶ τῇ περὶ τὸν εὐεργέτην εὐχαριστίᾳ συζῶσα, ταῖς τοῦ ἐχθροῦ δυσάλωτος γίνεται πάγαις. Ἀνάβηθι πρὸς τὴν τῶν ἀνθρώπων ἀρχαιογονίαν, καὶ τὴν τῆς ἀναστάσεως σκιαγραφίαν εὑρήσεις. Ἡ μὲν γὰρ τῶν ἀλόγων φύσις ἔμψυχος δεδημιούργηται, τῷ σώματι τῆς ψυχῆς συγκατασκευασθείσης· ἄψυχος δὲ ὁ Ἀδὰμ πηλοῦ διαπλασθέντος μεμόρφωται, εἶτα ἡ ψυχὴ τῷ ἐμφυσήματι μεμόρφωται, μᾶλλον δὲ ἀληθῶς εἰπεῖν, ἐπεισάγεται, καὶ τὴν ἐκ νεκρῶν εὐθέως ὁ Πλάστης προοιμιάζεται ἔγερσιν.
PG 104:251Καὶ οὐδ’ ἐκ στερεᾶς τὸν πρωτόπλαστον συντίθησιν ὕλης, ἀλλὰ τῆς γῆς τὸ χνοῶδες χαλκεύει πρὸς μόρφωσιν, πείθων ἐκ προοιμίων τὸν ἄπιστον ὅτι, κἂν χοῦς ᾖ νεκρὸς καὶ ἀκίνητος, ῥᾷον ἡ ψυχὴ πρὸς ἀνάστασιν ἄγει καὶ τὸ μηδ’ ἴχνη μήτε λαβὸν μήτε φέρον ζωώσεως κοινωνὸν ποιεῖται ζωηφόρου συμβιώσεως. Οὐ γὰρ φθορᾶς τὸ σῶμα διέπλασε παρανάλωμα, ἀλλὰ χρόνῳ τινὶ λύσει παραδίδωσι, τὴν ἐκ τῆς ἁμαρτίας τοῦ σκεύους καθαίρων τε καὶ ἐξιώμενος κάκωσιν· καὶ τῇ παρὰ τῆς ἁμαρτίας εὑρὼν σεσαθρωμένον θνητότητι, τῷ τοῦ θανάτου διαλύει χωνευτηρίῳ, καὶ λύσας πρὸς νεόπλαστον σκεῦος τὸ σαθρωθὲν ἀναπλάττει. Καὶ μὴ θαυμάσῃς ὡς λογισμῶν ἀνωτέραν τὴν τῶν νεκρῶν ἀναχάλκευσιν. Τοσαύτη γὰρ πρὸς ἀγαλματοποί̈αν ἡ τέχνη τοῦ Πλάστου, ὡς καὶ φύσιν ὕδατος εἰς ἀνδριάντας ἐν γαστρὶ διαπλάττειν. Τοῦτο μοι παραδοξότερον τοῦ περὶ τὴν ἀνάστασιν θαύματος. Ἐκεῖ μὲν γὰρ ἐκ χοὸς νεκρὸς πηλουργεῖται, καὶ τὸ σκεῦος ὁ κεραμεὺς ἐκ τῆς γῆς ἀναπλάττει, σύμφωνά πως ταῖς παρ’ ἡμῖν ἐνδεικνύμενος τέχναις· ἐνταῦθα δὲ γυμνή τις σταγὼν τῶν πλαττομένων γίνεται πηλός, καὶ λογικὸν ἐκ σταγόνος συντίθεται ζῴδιον.
Ὦ τέχνης ἐξ ὕδατος γλυφούσης ἀγάλματα; Καὶ οὐ τοῦτο μόνον παρέχεται τὸ παράδοξον, ὅτι γλύφει τὸ ὕδωρ εἰς ἔμψυχον ξόανον, ἀλλ’ ὅτι καὶ κυματουμένην τὴν γονὴν ἔνδον τεκτονεύει. Αἱμάτων γὰρ πάντοθεν περιβράσσοντες χείμαρροι περιρρεπὲς ποιοῦσι τὸ σπαρὲν καὶ δυστήρικτον· καὶ τῇ τοσαύτῃ ναυαγούμενον τρικυμίᾳ καὶ ζάλῃ πρὸς ἔμψυχον ὅμως ἀπαρτίζεται ἀνδρίαντα. Ὦ γραφέως ἐπὶ σαλευομένης σινδόνος ἀσφαλῶς ζωγραφοῦντος; Τὸ γὰρ αἷμα οἷον σινδών τις ὑπόκειται τῇ μορφουμένῃ γονῇ. Τοῦτο καὶ Σολομὼν ἐκπληττόμενος ἔλεγεν· «Ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σάρξ, δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι». Πρόκειται μὲν ὥσπερ ζωγραφεῖόν τι τὸ θῆλυ, τῶν χρωμάτων δὲ τὴν ὕλην τὸ ἄρρεν ἐπιβάλλει. Κάθηται δέ τις ἐν τῇ μήτρᾳ ζωγράφος, ἐξ ἑνὸς χρώματος πολυσύνθετον καταποικίλλων εἰκόνα. Πῶς ἐξ ἰλυώδους γονῆς ὀφθαλμοῖς ἐνηγλάϊσε κόρην; Πῶς ἐκ ῥοώδους οὐσίας ὀστῶν συνεπήξατο φύσιν; Πῶς ἐκ λελυμένης σπορᾶς νεύρων ἐστερέωσε τόνον; Πῶς αἱμάτων σωλῆνας διέγλυψε τὰς φλέβας; Πῶς τὰς τῶν ὀστέων ἐν ἐγκεφάλῳ περιήρμοσε θήκας; Πῶς ἐν ἀφεγγεῖ τὸ βρέφος γραφόμενον ζωγραφείῳ ἀσυγχύτους τὰς τῶν μελῶν ἀπείληφε τοποθεσίας;
PG 104:253Ἀλλ’ ὥσπερ ἀκτῖνός τινος τὴν νηδὺν ἐναυγαζούσης, τὴν οἰκείαν ἑκάστῳ τῶν μελῶν ὁ γραφεὺς ἀποδίδωσι χώραν· ὁ γὰρ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον κρυφαῖος γίνεται τῶν ἐμβρύων ζωγράφος. Ὃν καὶ Δαβὶδ δημοσιεύων ἐβόα· «Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ». Ταύτην τὴν ἐκ σταγόνος λογιζόμενος πλαστικὴν πρὸς τὴν ἐκ γῆς ἀγαλματοποιί̈αν οὐ διαφέρομαι. Ὅταν γὰρ ἴδω τεχνίτην ἐξ ὕδατος πηγνύμενον ξόανον ὀξύτερον αὐτὸν τοὺς ἐκ γῆς ἀναπλάττειν ἀνδριάντας πιστεύω. Ὥσπερ γὰρ εἴ τις ἐφ’ ὕδατος γράφει γράμματα καὶ γραμμὰς ἐγκολάπτει, οὗτος τὰς εἰς κηρὸν εὐχερέστερον ἐγχαράττει, οὕτως ὁ τῇ ῥοώδει γονῇ καταγράφων καὶ διαγλύφων τὰ μέλη ῥᾷον εἰς χοῦν τοὺς τῶν μελῶν ἐγκαταγράψει τε καὶ διαμορφώσει χαρακτῆρας. Καὶ ὁ πρὸ τῆς ἀρετῆς οὕτω τοῦ σώματος φροντίσας ἐν νηδύϊ, μετὰ τὴν ἐργασίαν τῆς ἀρετῆς πῶς ἂν εἰς γῆν διαρρυὲν ἄτιμον καταλείψῃ; Ἄνελε τὸ σῶμα, καὶ τὴν κτίσιν ἐνέκρωσας. Οὐκ ἔσται πλοῖον χειρῶν οὐκ οὐσῶν, οὐ πλωτὸν πέλαγος σώματος οἰχομένου· τὰ μυρία γένη τῶν ζῴων μάτην, οὔτε τροφῆς ἐξ αὐτῶν οὔτε θεραπείας ἄλλης τῷ σώματι χορηγουμένης. Τέχναι δὲ ποῦ, σώματος οὐκ ὄντος;
Ὧραι δὲ καὶ καιρῶν εὔτακτοι μεταβολαὶ καὶ οὐρανίας κινήσεως ἄρρητος σοφία τίνα ἂν παράσχοι χρείαν, τῆς σωματικῆς φύσεως οὐ παρούσης; Καὶ πόσα ἄν τις ἕτερα θεωρήσοι; Πόθεν οὖν εὕρω τὸ σῶμα τῶν μελλόντων δωρεῶν ἀνάξιον, ᾧ τοσαύτην ὁρῶ διὰ πάντων δεδωρημένην τιμήν; Ἀλλ’ ἆρα ὑμεῖς ἰχθυόβρωτον ὑποπτεύετε σῶμα τὸν Θεὸν ζητοῦντα μὴ εὑρήσειν; Καὶ πῶς ὁ μυρίους ἐν ψυχῇ λογισμοὺς στρεφομένους τῷ τῆς γνώσεως ἔχων ἀμιγεῖς καὶ ἀσυγχύτους ταμιείῳ τὴν τῶν σωμάτων μιγεῖσαν οὐκ ἀναλήψεται διακρίνας φύσιν; Ἀσθενέστερον τὸ θεῖον τῆς παρ’ ἡμῖν ἀναπλάττετε τέχνης. Καὶ γὰρ ἡμεῖς ἐκ γεώδους ψάμμου καὶ ὕελον καὶ χρυσὸν (εἰ τύχοι) καὶ χαλκὸν καὶ ἄργυρον πυρὶ δόντες, τὰ λιθίδια διακρίνομέν τε καὶ ἀποθλίβομεν, μηδὲν αὐτῶν καθορώμενον ἐν τῇ τοῦ λίθου φύσει· καὶ οἶνον ὕδατι κραθέντα πάλιν διακρίνοντες εἰς τὴν ἰδίαν φύσιν ἀποκαθιστῶμεν ἑκάτερον.
Ἀλλὰ γὰρ ἡ τοῦ Θεοῦ δύναμις καὶ σοφία ἀνεπινοήτοις μέτροις τῆς ἀνθρωπίνης καὶ τέχνης καὶ συνέσεως ὑπερέχουσα, καὶ τὴν τῶν ὅλων οὐσίαν ἐν ἑαυτῇ συλλαβοῦσα καὶ περιέχουσα, καὶ τὴν πολύτροπον τῶν σωμάτων σύγκρισιν καὶ μῖξιν ἐν τοῖς τῆς φύσεως εὐκρινῆ συντηρεῖ ταμιείοις. Οὐ γὰρ ἔξω τῆς ἐν τῇ κτίσει φύσεως ἡ τοῦ σώματος φύσις, κἂν διὰ μυρίων ῥέῃ λυομένη θανάτων. Διὸ πρὸς τὴν οἰκείαν εὐκόλως ἐπανάγεται μορφήν, καὶ κοινωνεῖ τῶν τιμῶν, ὧν αὐτῇ μετασχεῖν ἔδει συνδιενεγκούσῃ καὶ τοὺς ἄθλους. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν ἀνάληψιν α λόγου. Τὸ προοίμιον. Εἰς οὐρανὸν μὲν καὶ γῆν ἡ τῆς κτίσεως διαμεμέρισται φύσις, οὐκ ἐᾷ δέ με τὴν διαίρεσιν βλέπειν ἡ συνάψασα σήμερον τὴν κτίσιν χάρις. Τίς γὰρ ἂν εἴποι λοιπὸν οὐρανὸν καὶ γῆν διῃρῆσθαι, καὶ κάτω τῆς φύσεως τῆς ἐμῆς καὶ ἄνω τῆς ἐμῆς βασιλευούσης; Ἀλλὰ κάτω μὲν ἐπὶ τῇ φθορᾷ τυραννούμεθα· ὅταν δὲ εἰς οὐρανὸν ἀναβλέψωμεν, τὴν φθορὰν ἡ φύσις ἀποτίθεται. Βλέπει γὰρ ἄνω τὴν τῶν κάτω νεκρῶν ἀναστάσιμον ῥίζαν. Ὦ κέρδους ζημίας προελθόντος; Κατενεχθέντες ἤρθημεν εἰς ὕφος; ὠσθέντες εἰς οὐρανὸν ἀνηνέχθημεν·
PG 104:255ἔσω τοῦ παραδείσου πληγέντες ἔξω τὴν θεραπείαν εὑρήκαμεν. Ποῦ σοί, καταποντιστά, τὸ κακούργημα; Ὃν ἔπηξας τῷ κυβερνήτῃ Σταυρόν, γέγονε τῇ ναυαγούσῃ φύσει πηδάλιον, καὶ πρὸς οὐρανίους οἰακίζει λιμένας κυμαινομένους ἡμᾶς καὶ ἀποκαθίστησιν. Ὥσπερ αἱ τῶν μαθητῶν ἐκ τῆς γῆς πρὸς οὐρανὸν ἀνηρτήθησαν ὄψεις, τῆς σαρκὸς κατὰ μικρὸν ὑψουμένης, οὕτω καὶ τῶν ἐν οὐρανοῖς ἀσωμάτων ὁ δῆμος ἐξ οὐρανοῦ πρὸς οὐρανὸν ἐκεχήνει, τῆς τοῦ σώματος φύσεως ἐπέκεινα καὶ αὐτῶν ἀνιούσης, ἕως ἐν κόλποις τοῦ Πατρὸς ὑπεδέχθη. Ἀσφαλεῖς αἱ τοῦ γένους ἐλπίδες, ἐν οὐρανῷ βασιλέα συγγενῆ κεκτημέναι, ὃς καὶ πάλιν μετὰ τῆς αὐτῆς σαρκὸς πᾶσιν ὀφθήσεται. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν αὐτὴν ἑορτὴν β λόγου. Ὦ βασιλέων πάντων βασιλικωτέρας θρησκείας; Ἃ γὰρ ὅπλοις βασιλεῖς συνεκρότουν, αὐτὴ χωρὶς ὅπλων ἐδείκνυτο καταλύουσα· ἃ σφάττοντες διεκώλυον, αὐτὴ σφαττομένη συνεκρότει καὶ ταῖς σφαγαῖς κατὰ τῶν σφαττόντων ἀνίστη τὰ τρόπαια. Τὰ τῆς ἐκκλησίας κατεκόπτετο κλήματα, καὶ ὁ τῆς πίστεως ἐπεδίδου μᾶλλον καρπὸς καὶ τὸ ἄνθος ἀμάραντον ἔφερε. Ῥίζης γὰρ ἐκπεφύκει τὰ κλήματα τῆς ἀψευδῶς εἰπούσης· «Ἐγὼ τὸν κόσμον νενίκηκα·
ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα». Στέφανος ἐκλαδεύετο, καὶ ἄλλο κλῆμα μαρτύρων ἐβλάστανεν. Ἰάκωβος ἀπετέμνετο, καὶ Πέτρος ἄλλος πάλιν μάρτυς ἀνεφύετο. Οὗτος ἐξεκόπτετο, καὶ Παῦλον ἄλλο κλῆμα πολύκαρπον ἡ ῥίζα προὐβάλλετο. Ἐτετρύγητο Παῦλος, καὶ βότρυς ἄλλος μαρτυρίου περκάζων ὁ Θωμᾶς ἀνεφαίνετο. Καὶ πανταχόθεν ἡ ῥίζα τρυγωμένη τῶν τρυγώντων ἔφερε τὴν φορὰν ἀπληστότερον καὶ μονιμωτέραν τὴν βλάστησιν. Καὶ οἱ μὲν κόπτοντες κατὰ μικρὸν ἠφανίσθησαν μαραινόμενοι, ἡ δὲ τῷ καρπῷ διὰ παντὸς βρίθουσα τὰ πέρατα τῆς γῆς περιέλαβε τοῖς βλαστήμασι. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν αὐτὴν ἑορτὴν γ λόγου Τὸ προοίμιον. Ὁ θεῖος τῆς ἀγαθότητος ὄμβρος ἀρξάμενος εἰς ἀνθρώπους ἐκχεῖσθαι πρὸς ἀμήχανον σήμερον δωρεῶν ὑπερήρθη πλημμύραν, καὶ τὰ μεγάλα κατέκυψε μείζοσιν. Ἦν μὲν γὰρ καὶ τὰ πρὸ τῆς παρούσης εὐεργεσίας λαμπρά, καὶ τῆς ἄκρας φιλοτιμίας ἀπόδειξις, Ἀδὰμ ἐκ παρθενικῶν αἱμάτων καινουργούμενος, σωμάτων αἱ νόσοι φυγαδευόμεναι καὶ ψυχῶν ἐλαυνόμενα τὰ δαιμόνια, λῃσταὶ τὸν ἀρχιλῃστὴν νικῶντες καὶ θριαμβεύοντες, θάνατος λαμβάνων διάδοχον τὴν ἀνάστασιν.
Ἀλλ’ ἕως μὲν νῦν ταῦτα γέμει φιλοτιμίας καὶ λαμπρότητος· τὸ δὲ νῦν ἑορταζόμενον δῶρον οὐκ ἀνέχεται συγκρίσεως ἐξέτασιν ἐπιδέξασθαι, καὶ νικᾷ μὲν ἑαυτὴν ἡ περὶ ἡμᾶς τοῦ πλάστου φιλοτιμία, συγκαλλωπίζεται δὲ τῇ νίκῃ καὶ ἃ τὴν πρὸς ἐκείνην ἧτταν ἤνεγκεν, οὐδὲν ἔλαττον ἢ εἴπερ τούτων ἕκαστον τὸν τῆς νίκης ἀνεδήσατο στέφανον. Ἡ γηγενὴς φύσις τὴν γῆν ἀφεῖσα, μᾶλλον δὲ φέρουσα, εἰς οὐρανοὺς μετοικίζεται. Καὶ τὸ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν» τῆς ἀναπλάσεως μᾶλλον ἔργον ἢ τῆς πλάσεως ἐπιδείκνυται. Ἀρχέτυπον τῆς ἀθανασίας ἡ σήμερον ἀναληφθεῖσα μορφή, σκιαγραφία δὲ καὶ προτύπωσις τούτου ἡ πρὸς τὴν θείαν εἰκόνα τῆς ἐμῆς δημιουργίας καταβολή. Ἔμελλεν ὄνος λαλεῖν· ἵνα μηδεὶς ἀπιστῇ, προελάλησεν ὄφις. Παρθένος τίκτει· ἵνα μή σοι ξένον δειχθῇ, τίκτει προφθάσασα στεῖρα. Ἔμελλεν Ἀδὰμ θανάτου τίκτεσθαι κρείττων· ἵνα μὴ κάμῃς ἐπιζητῶν πιστεῦσαι, ὁ πρῶτος Ἀδὰμ τὰς ἐπ’ ἀθανασίᾳ δέχεται ψήφους. Καὶ τὸν Ἐνὼχ ἔχεις, ναὶ δὴ καὶ τὸν Ἠλίαν, τὸ τῆς ἀθανασίας σκιαγραφοῦντας μυστήριον·
PG 104:257κατέχει γὰρ τούτους ὁ Πλάςτης ἐν σώματι, ψυχαγωγῶν τὴν ἐξόριστον φύσιν, ὡς καὶ μετὰ τὴν ὑπερόριον φυγὴν πάλιν εἰς τὴν ἀθάνατον ἐπαναγάγοι πολιτείαν. Ἡ διὰ πταίσαντος πατρὸς ἐπεισελθοῦσα θνητότης ἀναμαρτήτου παιδὸς εἰς διάλυσιν ἐδεῖτο τῆς τιμωρίας, ὃν ἀναμένειν ἡ φύσις διά τε Ἐνὼχ καὶ Ἠλίου διδασκομένη προειθίζετο. Ὅτι σοῦ βουληθέντος οὐκ ἀποθνῄσκει θνητός, Ἐνώχ με καὶ Ἠλίας διδάσκουσι, καὶ γένοιτ’ ἂν δι’ αὐτῶν ἀθανασίας ἐλπὶς τοῖς οὔπω θανάτῳ προσομιλήσασι· νεκροῖς δὲ τίνα ἂν παράσχοιεν οἱ μήπω θανόντες προσδοκίαν ἀναβιώσεως; Ἀλλ’ ἐάν τις ἐκ νεκρῶν ἀναστὰς ἐν οὐρανῷ βασιλεύῃ, οὗτος τῷ ἐμῷ παντὶ γένει τὸ τῆς ἀθανασίας ἀναμφίβολον δῶρον παρέχεται. Διὰ τοῦτο πλάττει τῇ φύσει Θεὸς ἀθανασίας ἐκ τῆς φύσεως πρόσωπον, καὶ δείκνυσιν ὑπὲρ φύσιν ἐκ τῆς φύσεως προστάτην τῆς φύσεως. Ὁ θανάτου γευσάμενος ἐν οὐρανοῖς ἐκ νεκρῶν ἐνθρονίζεται, ὡς ἂν κάτωθεν ἡ φύσις πρὸς τὸν ἐν οὐρανοῖς ἀτενίζουσα μηδὲν ἐπιδιστάζῃ τῇ ἀθανασίᾳ, τὸν ἐξ αὐτῆς ἀϊδίως ἐν οὐρανοῖς βλέπουσα βασιλεύοντα.

Codex 277 — Chrysostom, Extracts

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
«Τίς λαλήσει τὰς δυναστείας Κυρίου;» Συμβασιλεύει θεότητι φύσις ἡ πρὶν ἐν παραδείσῳ μηδὲ τῆς θείας φωνῆς τὴν ἀκοὴν στέγουσα, ἀλλὰ τῷ φόβῳ δραπετεύουσα καὶ κρυπτομένη. Ὦ τῆς περὶ ἐμὲ χρηστότητος; Οὐ μνημονεύει τῆς παραβάσεως, οὐ μνησικακεῖ τοῦ πρὸς τὸν ὄφιν συνθήματος, τοῦ γένους τὴν ἀγνωμοσύνην οὐ λογίζεται, τὴν πτῶσιν οὐκ ἐπῃσχύνθη τῆς φύσεως· ἀλλ’ ἐν αὐτοῖς τοῖς τοῦ θανάτου κειμένης βαράθροις, ἐν αὐτοῖς τοῖς τῆς ἀσεβείας ἀδύτοις περιδράττεται ταύτης ἀρρήτῳ φιλανθρωπίας πλούτῳ, καὶ τῶν μυχῶν ταύτην ἀνασπάσας τοῦ Ἅιδου καὶ συνανυψώσας αὐτοῦ τῇ θεότητι ὁ πλαστουργὸς τὸ πλαστούργημα, τοῖς πατρικοῖς κόλποις ἐνίδρυσε. Διὰ τοῦτο καὶ Παῦλος ἐβόα· «Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις». Ἀνεγνώσθη τοῦ «Χρυσοστόμου» ἐκ τῆς περὶ τοῦ ἁγίου Πνεύματος πρώτης ὁμιλίας, ἧς ἡ ἀρχή· Χθὲς ἡμῖν, ὦ φιλόχριστοι, οἱ ψευδόχριστοι ἀφ’ ἑαυτῶν ἐλάλουν, οὐκ ἐκ νόμου, οὐκ ἐκ προφητῶν, ἀλλ’ ἀπὸ τῆς ἰδίας γνώμης καὶ ὁρμῆς. Ὁ δὲ Σωτὴρ οὐκ ἀπέστη νόμου, οὐκ ἐγκαταλέλοιπε προφήτας, ἀλλ’ ἔλεγε νῦν μὲν «Καλῶς εἶπεν Ἠσαί̈ας,» νῦν δέ «οὐ γέγραπται ἐν τῷ νόμῳ ὑμῶν;» καὶ μυρία τοιαῦτα.
Ἐπεὶ οὖν οἱ ἐλθόντες πρὸ Χριστοῦ, καὶ τὸ ἐκείνου περιθέντες ἑαυτοῖς κακούργως ὄνομα, οὐκ ἀπὸ τῶν ἱερῶν γραφῶν ἀλλ’ ἐκ τῆς ἰδίας ἀπονοίας τὰ τῆς πλάνης προὐβάλλοντο, λέγει ὁ Σωτήρ· «Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ», ὥσπερ ἐκεῖνοι· τὸ γὰρ ἀφ’ ἑαυτοῦ λαλεῖν τὸ ἔξω τῶν ἱερῶν γραφῶν ἐστι λαλεῖν. Ὅτι δὲ τὸ ἀφ’ ἑαυτοῦ λαλεῖν ψευδοχρίστων ἐστὶ καὶ ψευδοπροφητῶν, λέγει διὰ τοῦ προφήτου Ἰεζεκιὲλ ὁ Θεός· «Οὐκ ἀπέστειλα αὐτούς, ἀφ’ ἑαυτῶν ἐλάλησαν, ἐκ τῆς καρδίας αὑτῶν φθέγγονται». Ἐπεὶ οὖν οἱ ψευδοπροφῆται ἀφ’ ἑαυτῶν ἐκήρυττον, ταύτην ἀποδυόμενος τὴν ὑπόνοιαν (καὶ γὰρ ἐδυσφήμει τὸ ἀχάριστον τῶν Ἰουδαίων ἔθνος πλάνον αὐτὸν καὶ πλανᾶν τὸν κόσμον) διὰ τοῦτο ἔλεγεν· «Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ», ἀλλ’ ἀπὸ νόμου, ἀπὸ τῶν προφητῶν ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς ἐν νόμῳ, ἐν προφήταις (ἐκ προσώπου δὲ τῆς σαρκὸς ταῦτα λέγει, καὶ εἰς διάλυσιν τῆς δυσσεβούσης ὑπονοίας), ὑμεῖς δέ, ὅσα ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου.
Τὰ γὰρ τοῦ πατρὸς κλῆρος γίνεται τοῖς παισί, καὶ διὰ τοῦτο τὰ ἐκείνου γίνεται τῶν κληρονόμων, ὡς ἴσον ἐνταῦθα καθορᾶσθαι καὶ εἰς ταὐτὸν συνιέναι τὸ ἐξ ἑαυτῶν λαλεῖν καὶ τὸ ἐκ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου λαλεῖν. Ὥσπερ ὁ Χριστὸς ἐλθὼν ἐγένετο πλήρωμα νόμου καὶ προφητῶν, οὕτω καὶ τὸ Πνεῦμα πλήρωμα τοῦ εὐαγγελίου. Χριστὸς ἐλθὼν ἐβεβαίωσε τὰ παρὰ τοῦ Πατρὸς ἐν τῷ νόμῳ εἰρημένα καὶ προφήταις· διὸ καὶ λέγει Παῦλος «Πλήρωμα νόμου Χριστός». Τὸ Πνεῦμα τὸ ἅγιον ἐπελθὸν ἐπλήρωσε τὰ τοῦ εὐαγγελίου· ὅσα ἐστὶν ἐν τῇ Χριστοῦ διδασκαλίᾳ, τὸ Πνεῦμα πληροῖ, ὅσα ἐν τῇ τοῦ νόμου, ὁ Χριστός, οὐχ ὡς ἀτελοῦς ὄντος τοῦ Πατρός, ἀλλ’ ὡς ἑρμηνευτὴς τῶν τοῦ Πατρὸς καὶ τελειώτης. Οὕτω δὲ καὶ τὸ Πνεῦμα διασαφεῖ καὶ διατρανοῖ τὰ τοῦ Υἱοῦ· καὶ γάρ φησι «Πολλὰ ἔχω ὑμῖν λαλεῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ τὸ Πνεῦμα τὸ ἅγιον, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν» καὶ ἑξῆς. Ὅτι ἀφ’ ἑαυτοῦ οὐ λαλεῖ· οὐ γὰρ ἀντιφθέγγεται τῷ Υἱῷ, ἀλλ’ ἀναπληροῖ τὰ τοῦ Υἱοῦ, καθ’ ὃν τρόπον ὁ Υἱὸς τὰ τοῦ Πατρός.
Ὅτι ἐν τούτῳ τῷ λόγῳ εὑρήσεις πρὸς τῷ τέλει, δεικνύντος τοῦ Χρυσοστόμου ὅτι ἡ ἀποστολὴ οὔτε τὸν Υἱὸν οὔτε τὸ Πνεῦμα ἐλάττω ποιεῖ τοῦ Πατρός, ὅτι καὶ αὐτὸς ὁ Πατὴρ ἀποστέλλεται παρὰ τοῦ Πνεύματος καὶ παρὰ τοῦ Υἱοῦ. Λέγει αὐταῖς λέξεσιν· «Ἐάν σοι δείξω τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς ἀποστελλόμενον παρὰ τοῦ Πνεύματος καὶ παρὰ τοῦ Υἱοῦ, τί ποιεῖς; Ἢ ἄρνησαι τὸν Χριστὸν καὶ ἀπάλειψον τὰς γραφάς, ἢ δοῦλος ὢν τῶν γραφῶν ὑποτάττου ταῖς γραφαῖς». Καὶ ποῦ, φησίν, εἴρηται τοῦτο; Ἄκουε τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος Ἠσαί̈ου· «Ἄκουέ μου Ἰσραήλ, ὃν ἐγὼ καλῶ». Καὶ ὅλην τὴν περικοπὴν ἐκτιθεὶς τοῦ χωρίου μέχρι τοῦ· «Καὶ νῦν Κύριος ἀπέστειλέ με καὶ τὸ Πνεῦμα αὐτοῦ», διϊσχυρίζεται τὸν Πατέρα ταῦτα εἰπεῖν ἐκ τῶν προτεταγμένων βεβαιῶν τὸν λόγον, καὶ καθιστῶν δῆλον ὡς ὁ Πατὴρ εἴη νῦν ὁ λέγων καὶ ἀποστελλόμενος παρά τε τοῦ Πνεύματος καὶ τοῦ Υἱοῦ. Τοῦ αὐτοῦ ὅτι Χριστὸς ἀνατολή, καὶ εἰς τὸ ἀνέβη καὶ κατέβη, καὶ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον παντοκράτωρ ἐστίν. Ὅτι ὁ Θεὸς Λόγος, φησὶν Ἰωάννης, τὸν βραχίονα εἰς τὴν οἰκονομίαν ἐκλαμβάνων τοῦ Σωτῆρος καὶ τὴν αὐτοῦ θεότητα.
Πολλά, φησί, σημεῖα ποιήσαντος τοῦ Ἰησοῦ οὐκ ἐπίστευσαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Ἠσαί̈ου· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων Κυρίου, τίνι ἀπεκαλύφθη;» Αὐτὸς τοίνυν καὶ δικαιοσύνη· ἐγγίζει γὰρ ἡ δικαιοσύνη μου παραγενέσθαι. Αὐτὸς καὶ Σωτήρ, αὐτὸς καὶ βραχίων. Διὰ τοῦτο καὶ ὁ Παῦλος περιλαβὼν ἅπαντα εἰς ἓν ἀναφέρει, λέγων· «Ὃς ἐγενήθη ὑμῖν ἀπὸ Θεοῦ σοφία καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις». Οὗτος ἡμῖν ἀνέτειλεν ἀνατολὴν δικαίαν· ἰδοὺ γάρ φησιν ἀνατελῶ τῷ οἴκῳ Δαβὶδ ἀνατολὴν δικαίαν. Καὶ βασιλεὺς δίκαιος. Μία μὲν οὖν ἡ ἀνατολή, πολλαὶ δὲ αὐτῆς αἱ ἀκτῖνες, ἀκτῖνες φιλανθρωπίας, ἰάσεως, εἰρήνης, δικαιοσύνης ἀκτῖνες καὶ μυρίων ἄλλων. Διὸ καὶ ὁ Δαβὶδ προθεσπίζων ᾖδεν· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη». Αὕτη γοῦν ἡ ἀνατολὴ ἐξ ὕψους ἀνέτειλε καὶ ἀπὸ τῆς γῆς, ἐξ ὕψους μὲν κατὰ τὴν θεότητα, ἀπὸ γῆς δὲ κατὰ τὴν οἰκονομίαν. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ὅτι ἑκάστῳ κλίματι ἐφεστήκασιν ἄγγελοι.
PG 104:263Ἐδούλευσεν ἡ κτίσις τῷ ἀνθρώπῳ [οὐχ ὡς ἀξίῳ], ἥλιος καὶ σελήνη καὶ ἄστρα καὶ θάλασσα καὶ γῇ καὶ τὰ ἐν αὐτοῖς, οὐχ ὡς ἀξίῳ δέ (καὶ γὰρ παραβάτης ἦν καὶ ὑπόδικος) ἀλλὰ τοῦ Θεοῦ δουλεύειν προστάξαντος, ὡς ἂν μὴ ἐξυβρισθῇ διὰ πάντων ἡ εἰκών, εἰ καὶ παρέβη. Πάσης τοίνυν τῆς κτίσεως στασιαζούσης ὁ Θεὸς κελεύει τῇ κτίσει μὴ ἀφηνιᾶν, ἀλλὰ παρέχειν μὲν τὸν ἥλιον τὴν ἑαυτοῦ ἀκτῖνα, τὴν γῆν τοὺς καρπούς, τὴν θάλασσαν ἰχθύας καὶ τὰς ἐμπορίας, καὶ ἕκαστον τῶν κτισμάτων τὴν ἐξ ἑαυτῶν χρείαν καὶ ὠφέλειαν τοῖς ἀνθρώποις. Ταύτην ἀπογυμνῶν ὁ ἀπόστολος τὴν ἔννοιαν φάσκει· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ». Οἷον τί λέγω;
Ὡς εἶδεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐκπεσόντα καὶ τὴν κτίσιν ἀνανεύουσαν πρὸς ὑπηρεσίαν τοῦ ἡμαρτηκότος, ἐχαλίνωσεν αὐτὴν καὶ μὴ θέλουσαν, καὶ ἐκέλευσεν ὑπηρετεῖν ὡς πρότερον, ἡνίκα τὸ βασιλικὸν ἑαυτῷ καὶ ἀρχικὸν τὴν ἐντολὴν φυλάττων συνδιέσωζεν. Ἠισχύνετο γὰρ ἡ κτίσις τὸν αἰχμάλωτον τῇ παραβάσει κύριον ἐπιγράφεσθαι καὶ ἐξυπηρετεῖν αὐτῷ, τῆς ἁμαρτίας αὐτὸν ὁρῶσα δοῦλον γενόμενον· ἀλλ’ ἐκέλευσεν ὁ Κτίστης μὴ ἐξαρνεῖσθαι τὸν παραβάτην, ἀλλ’ ἐπιδεικνύναι τοῦ κοινοῦ Δεσπότου τὴν ἄφθονον χάριν καὶ τὸ τῆς εὐεργεσίας ἀμετάθετον, ἐπαγγειλάμενος καὶ τῇ κτίσει ὅτι περ ἀνακαινιζομένου καὶ ἐλευθερωμένου τοῦ φθαρέντος καὶ αἰχμαλωτισθέντος ἀνθρώπου ἀνακαινισθήσεται καὶ αὐτή, ὡς ἂν εἰ ἔλεγεν· ἔπεσεν ἡ εἰκὼν καὶ ὠλίσθησε διὰ τὴν παράβασιν καὶ φθείρεται διὰ τὴν παρακοήν. Ἀνάσχου δουλεῦσαι τῇ τοῦ φθαρέντος φθορᾷ, ἵνα ὅταν αὐτὸν ἀνακαινίζω, τὴν ἐμὴν εἰκόνα, τὸν φθαρέντα ἄνθρωπον, σὺν αὐτῷ καί σε τὴν κτίσιν ἀνακαινίσω καὶ σύνθρονον αὐτοῦ τῆς δόξης ποιήσω· συγκατεσπάσθης αὐτοῦ τῇ ταλαιπωρίᾳ, συναναστήσῃ τῇ δόξῃ. Τί δέ ἐστι τὸ τὴν κτίσιν φεύγειν τὴν τοῦ ἀνθρώπου δεσποτείαν; Λέγει γάρ·
«Τῇ ματαιότητι ἡ κτίσις οὐχ ἑκοῦσα ὑπετάγη». Ποίᾳ ματαιότητι; Ἀφ’ οὗ ἂν ἐκτραπῇ ὁ ἄνθρωπος τοῦ Θεοῦ, ματαιότης καλεῖται. Ἄκουσον ψάλλοντος Δαβίδ· «Πλὴν τὰ σύμπαντα ματαιότης πᾶς ἄνθρωπος ζῶν». Πᾶς ἄνθρωπος μάταιός ἐστιν ὁ τὸν Θεὸν καταλιμπάνων καὶ μάταια μεταδιώκων. Ἔστησεν ὁ Θεὸς ἀγγέλους κατὰ τὰ κλίματα τῆς οἰκουμένης ἕνα ἕκαστον ἐπιτροπεύειν, ὡς καὶ Μωϋσῆς λέγει, ἑνὸς ἑκάστου ἔθνους· ἔστησε δέ, ἵνα τὴν ἄψυχον κτίσιν χαλινώσωσιν, ἥλιον καὶ σελήνην καὶ θάλασσαν καὶ γῆν καὶ τὰ ἐν αὐτοῖς, ὑπηρετεῖν τῇ τοῦ ἀνθρώπου ἀπολαύσει. Πάλιν οἱ ἄγγελοι ἐτρύχοντο ὑπηρετούμενοι ἀναξίοις καὶ δίκης ἐνόχοις ἀνθρώποις, μάλιστα ὁρῶντες αὐτοὺς τὴν δεσποτικὴν ἀξίαν τοῖς εἰδώλοις ἀνάπτοντας καὶ ἀνιεροῦντας. Ἔφερεν ἡ γῆ τὸν οἶνον, καὶ οἱ βωμοὶ τὰς σπονδὰς ἐδέχοντο, τοὺς ἄλλους καρπούς, καὶ τοῖς εἰδώλοις ἀνετίθεντο. Διὰ τοῦτο ἐδυσφόρουν οἱ ἄγγελοι, τὰ μὴ ὄντα ὁρῶντες ἀντὶ τοῦ ὄντος τιμώμενα. Ἐντεῦθεν λέγεται καὶ τὸ ἕτερον ζήτημα, τὸ εἰς τὸν προφήτην ἀναφερόμενον· «Ἦλθε πρὸς αὐτόν, φησίν, ὁ ἄγγελος Γαβριήλ, καὶ λέγει αὐτῷ·
Δανιήλ, ὁ δοῦλος τοῦ Θεοῦ, ἀφ’ ἧς ἡμέρας προέθου κακῶσαι τὴν ψυχήν σου ἔναντι Κυρίου, εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἀπεστάλην ἀπαγγεῖλαί σοι τὰ ῥήματα ταῦτα. Ἀλλ’ ὁ ἄρχων τῆς βασιλείας Περσῶν ἀντέστη μοι, εἰ μὴ Μιχαήλ, ὁ ἄρχων τοῦ ἔθνους ὑμῶν, ἦλθεν εἰς βοήθειαν». Ἀπορήσειε γὰρ ἄν τις, εἰ ὁ τῆς Περσίδος ἐπιτροπεύων ἄγγελος παρὰ Θεοῦ ἐπιτροπεύειν τέτακται, ὡσαύτως καὶ ὁ Γαβριὴλ ἀνακομίσαι τὸν Ἰσραὴλ τῆς αἰχμαλωσίας παρὰ Θεοῦ ἀπέσταλται, πῶς αὐτῷ τῶν Περσῶν ὁ ἄρχων ἀνθίστατο; Λυθείη δ’ ἂν τὸ διαπορούμενον ὧδε· ὁ κόσμος εἰδωλολατρείας ἐπεπλήρωτο, οἱ δὲ ἄγγελοι οἱ ἐφεστῶτες τῶν ἐθνῶν ἠγανάκτουν καὶ ἐθλίβοντο. Αἰχμάλωτος δὲ Δανιὴλ εἰς Βαβυλῶνα μετὰ τῶν ὁμοφύλων ἀπαχθεὶς τὴν θεογνωσίαν ἐκήρυττεν· ὡσαύτως καὶ οἱ τρεῖς παῖδες, οὓς τὸ πῦρ εἰς ἱλαρὰς αὔρας τὴν καυστικὴν δύναμιν ἀμεῖψαν ἀνέψυχε. Διὸ καὶ πολλοὺς τῆς εἰδωλικῆς μεταστήσαντες πλάνης θεοσεβεῖν παρεσκεύασαν. Ὁ οὖν τῆς ἀρχῆς τῶν Περσῶν ἐφεστηκὼς ἄγγελος ἔχαιρεν ὁρῶν ἐν τοῖς αὐτοῦ μέρεσι τὸν Θεὸν ἀντὶ τῶν εἰδώλων λατρευόμενον.
PG 104:265Τὸν Ναβουχοδονόσορ ἑώρα, ἀντὶ τοῦ καταναγκάζειν θύειν εἰδώλοις καὶ ἐσχάταις τοὺς μὴ πειθομένους ὑποβάλλειν τιμωρίαις, λαμπρῶς θεολογοῦντα καὶ λέγοντα· «Σιδράχ, Μισάχ, Ἀβδεναγὼ οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου» καὶ πολλὰ τοιαῦτα. Ἐπεὶ οὖν ὁ μακάριος Δανιὴλ ἐδεῖτο τοῦ Θεοῦ, πληρωθέντων τῶν ἑβδομήκοντα ἐτῶν τῶν ἐπὶ τῇ αἰχμαλωσίᾳ διορισθέντων, ἀναγαγεῖν τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ, ἀπεστάλη δὲ Γαβριὴλ μηνῦσαι αὐτῷ τὴν ἀνάρρυσιν, ἀνθίσταται τῷ Γαβριὴλ ὁ τῆς Περσικῆς ἀρχῆς ἐπιστάτης, λυπούμενος ὅτι πάλιν ἡ γῆ ἧς ἐπεστάτει, τῶν διδασκάλων τῆς εὐσεβείας ἐκεῖθεν ἀνακομισθέντων, εἰς τὴν προτέραν ἐπαναστρέψει ἀσέβειαν καὶ πλάνην. Ἀνθίστατο δὲ οὐ μαχόμενος ἀλλὰ δικαιολογούμενος· τίς ἡ σπουδὴ, λέγων, τῆς ἀνόδου; Τὴν οἰκείαν οἰκῶν πατρίδα ὁ Ἰσραὴλ καὶ εὐπαθῶν εἰς εἰδωλολατρείαν πολλάκις ἐξώλισθε· νῦν δὲ καθαρῶς εὐσεβεῖ, τὴν ἀλλοτρίαν παροικῶν, καὶ οὐκ εὐσεβεῖ μόνον, ἀλλὰ καὶ ὑπεραθλεῖ τῆς εὐσεβείας, καὶ πολλοὺς τῶν πεπλανημένων πρὸς τὸν ἀληθινὸν ἐπιστρέφουσι Θεόν.
Ὅτε οὖν καὶ τοῖς τὴν χάριν δεχομένοις οὐδὲν κατὰ ψυχὴν λυσιτελέστερον ἐπακολουθεῖ, καὶ τοὺς εὐσεβεῖν δι’ αὐτοὺς ἀρξαμένους τὸ ἔσχατον κακὸν ἡ δυσσέβεια πάλιν ὑποχειρίους ποιεῖ, πόσον ἦν ἄμεινον καὶ τὸν Ἰσραὴλ τέως τῆς αἰχμαλωσίας μὴ ἀναγαγεῖν, καὶ τοὺς ἄρτι πρὸς τὸ φῶς ἀναβλέψαντας τῆς θεογνωσίας ἐν τῇ αὐτῇ συντηρεῖν εὐσεβείᾳ; Ἀπεστάλην, φῄς, τὸν λαὸν ἀποκαταστῆσαι τῇ πατρίδι. Ποίᾳ πατρίδι; Ἣν οἰκοῦντες ἐμίαινον κνίσαις, δαίμοσι θύοντες, καὶ εἰδωλομανίαις. Οὐ ταῦτα κατηγορεῖ λέγων Ἱερεμίας· «Κατὰ ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου, Ἰούδα· καὶ κατὰ τὰ ἄμφοδα Ἱερουσαλὴμ ἔθυες τῷ Βάαλ». Μυρίοις τότε παρὰ Θεοῦ περιεκλύζοντο ἀγαθοῖς, καὶ τῆς κακίας καὶ ἀσεβείας οὐκ ἀνεχώρουν· μυρία νῦν ὑπομένουσι κακά, καὶ τοῦ Θεοῦ οὐκ ἀφίστανται. Τί ποτ’ οὖν ἔσται τὸ τῆς ἐπανόδου κέρδος; Ἦν τοίνυν ἡ ἀντίστασις οὐ κακοῦ πρὸς ἀγαθόν· οὐ γὰρ εἶπεν ἐμάχετο, ἀλλ’ ἀνθίστατο. Καὶ γάρ ἐστι πολλάκις ἀντίστασις δικαίου πρὸς ἀγαθόν, ὡς ἀνθίσταται πολλάκις νόμῳ φιλανθρωπία καὶ φιλανθρωπίᾳ νόμος. Ὁ νόμος τὸν ἁμαρτήσαντα κολάζει·
PG 104:267φιλανθρωπία πολλάκις βασιλέως τὸν ἁμαρτήσαντα ἐλεεῖ καὶ ἐξαρπάζει τῆς τιμωρίας. Ὧδε οὖν ἡ μάχη οὐκ ἐναντίου πρὸς ἐναντίον, ἀλλὰ συγγενοῦς πρὸς συγγενές· οὔτε γὰρ τὸ δίκαιον ἔξω ἀγαθότητος, οὔτε τὸ ἀγαθὸν ἔξω δικαιοσύνης εὑρίσκεται. Ὅτι τῆς κτίσεως, φησίν, ὡς προείρηται διακειμένης, καὶ ἀγανακτούσης ἐφ’ ᾧ καὶ ἄκουσα τῷ παραβάτῃ παρεῖχε τὴν χρείαν καὶ ἐξυπηρέτει, καὶ ἀγγέλων ἀχθομένων ἐπὶ τῇ τοῦ εὐεργετουμένου ἀγνωμοσύνῃ, καὶ ὅλου κακωθέντος τοῦ κόσμου διὰ τὰς παρανομίας (καὶ γάρ· «Εἶδε, φησίν, ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς»), οὐκ ἦν ἡ κτίσις οἵαν ὑπέστησεν αὐτὴν ὁ Θεὸς ἀπ’ ἀρχῆς· οὐκ ἦν τοῖς ἄστροις ὁ οὐρανός, ὡς τὸ πρίν, ἄνευ τινὸς μιάσματος καταλαμπόμενος· οὐκ ἦν ἡ γῆ τοὺς καρποὺς ἀμολύντους, ὡς τὸ πρίν, ἀναδιδοῦσα· οὐ θάλασσα, οὐκ ἄλλο τι τῶν ἐν τῇ κτίσει. Ὁ γὰρ παραβάτης εἰσελθὼν ἐν αὐτῇ κατεμίαινε καὶ ἀνεθόλωσεν ἅπαντα ταῖς βλασφημίαις· ταῖς θεομάχοις καὶ αἰσχραῖς φωναῖς, ταῖς μιαιφονίαις· τοῖς πειραταῖς καὶ λῃσταῖς τὴν θάλατταν· τὰς πηγὰς καὶ ποταμοὺς ταῖς εἰδωλολατρείαις, νύμφαις καὶ δαίμοσιν ἀνάπτοντες αὐτά.
Πᾶσα τοῖς ἀνθρώποις ἡ κτίσις εἰς θεοὺς ἀνεπλάττετο· οὐδὲν δὲ κτίσιν οὕτω μιαίνει καὶ κιβδηλεύει ὡς τὸ θεοποιεῖσθαι αὐτήν. Διὰ ταῦτα εἰσῆλθεν ὁ Σωτὴρ τοῦ κόσμου διὰ σαρκὸς ἐν αὐτῇ, καὶ ταύτην τῶν μυρίων τούτων ἀπαλλάξας μιασμάτων ἀνεκαίνισε, πολὺ χαλεπωτέρων ἢ σωματικῆς διαφθορᾶς ἐλευθερώσας αὐτὴν κακώσεων καὶ παθῶν. Ἀνακαινίζει διὰ τῆς πρώτης παρουσίας τὴν κτίσιν, ἵνα μάθῃς ὅτι αὐτός ἐστιν ὁ καὶ ἀπ’ ἀρχῆς αὐτὴν δημιουργήσας· οὐ γὰρ ἄλλου μὲν κτίζειν, ἄλλου δὲ διαφθαρεῖσαν ἀνακαινίζειν, ἀλλὰ τῆς αὐτῆς ἑκάτερον σοφίας καὶ τέχνης. Ἀνακαινίζει τὴν κτίσιν κατὰ τὴν πρώτην ἐπιδημίαν, ἵνα μηδεμία σοι χώρα καταλειφθῇ ἀπιστίας ὡς κατὰ τὴν δευτέραν παρουσίαν οὐ καινισθήσεται, καὶ σὺ πρὸ αὐτῆς εἰς ἀφθαρσίαν, εἰς ἀπάθειαν, εἰς ἄφατον καλλονήν.
Εἰ γὰρ, ὅτε ἦν ἑκὼν ἐν ἀσθενείᾳ σαρκός, ἐν ἱδρῶσιν, ἐν πάθεσιν ὁ Χριστός, ὅτε πλάνος καὶ Σαμαρείτης ἐσυκοφαντεῖτο, τὴν κτίσιν ἐκάθαρε τῶν τοσούτων καὶ τηλικούτων καὶ πολυχρονιωτάτων παθῶν καὶ μιασμάτων, ὅταν ὡς κριτὴς ζώντων παραγένηται καὶ νεκρῶν, ὅταν μυριάσιν ἀγγέλων δορυφορούμενος τάγμασιν, ὅταν πάντων δεσπόζων καὶ κύριος, ὅταν πάντα φρίσσῃ καὶ τρέμῃ, πῶς ἡ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μεταβολὴ οὐ τὸ ῥᾷστον ἔχουσα καθορᾶται καὶ τὸ ἀκόλουθον καὶ θεοπρεπές; Ὅτι παραγίνεται ὁ Σωτὴρ προκηρυττόντων τῶν προφητῶν, ἵνα μή τις νομίσῃ ὅτι καθ’ ὃν τρόπον ἄνθρωπος τῆς προτέρας διαμαρτὼν ἐπιβολῆς καὶ βοηθείας ἐπὶ δευτέραν ἔρχεται, οὕτω καὶ ὁ Θεός. Ἵνα οὖν μή τις ὑπονοήσῃ τοῦτο, ἄνωθεν προέλεγον οἱ προφῆται τὴν παρουσίαν αὐτοῦ, ἵνα δείξωσιν ὅτι Θεὸς οὐ σκεπτόμενος εὑρίσκει τὸ συμφέρον, ἀλλ’ ἀπ’ ἀρχῆς προεῖδεν ἅπαντα. Ἡμεῖς μὲν γὰρ οἱ ἄνθρωποι σκεπτόμεθα, καὶ ἐὰν ἀποτύχωμεν τῆς πρώτης πείρας, ἐφ’ ἑτέραν μεταβαίνομεν·
PG 104:269ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλ’ ἔδωκε νόμον, προφήτας, καὶ μετὰ ταῦτα τὸ εὐαγγέλιον, οὐ χρόνῳ τὸ συμφέρον μεταμαθών, ἀπ’ ἀρχῆς δὲ εἰδὼς ὡς οὐχ οἷόν τε ἄλλως ἦν τὴν κτίσιν καὶ τὸν ἐν αὐτῇ ἄνθρωπον οὔτε γενέσθαι οὔτε παιδαγωγηθῆναι, οὔτε τὸ τῆς ἀφθαρσίας ἀξίωμα ἀναλαβεῖν, εἰ μὴ καθ’ ὃν τρόπον ἡ ἄφατος πρόνοια καὶ φιλανθρωπία ᾠκονόμησεν. Ὅτι φασίν, εἰ προῄδει ἁμαρτῆσαι τὸν Ἀδὰμ ὁ Θεός, τί καὶ προήγαγεν αὐτόν; Καὶ πολλαὶ μέν εἰσι καὶ πάγκαλοι τοῦδε τοῦ ἀπορήματος ἐπιλύσεις, λέγει δ’ οὖν καὶ ὁ θεόσοφος Ἰωάννης ὁ Χρυσόστομος ὅτι οὐ τοῦτο μόνον φημὶ ὅτι προῄδει, ἀλλ’ ὅτι καὶ πεσόντα ἀναστήσει αὐτὸν διὰ τῆς οἰκονομίας. Καὶ οὐ πρῶτον εἶδε τὴν πτῶσιν, εἰ μὴ προεπενόησε τὴν ἀνάστασιν. Ἤιδει ὅτι πεσεῖται, ἀλλὰ προαπέθετο τὸ τῆς ἀναστάσεως φάρμακον· καὶ συνεχώρησεν εἰς πεῖραν ἐλθεῖν θανάτου τὸν ἄνθρωπον, ἵνα μάθῃ τίνος μὲν ἀπολαύει δι’ ἑαυτόν, τίνος δὲ τῇ τοῦ πλάσαντος χάριτι.
Ἤιδει πεσούμενον τὸν Ἀδάμ, ἀλλ’ ἔβλεπεν ἐξ αὐτοῦ προελευσόμενον τὸν Ἀβέλ, τὸν Ἐνώς, τὸν Ἐνώχ, τὸν Νῶε, τὸν Ἠλίαν, τοὺς προφήτας, τοὺς θαυμαστοὺς ἀποστόλους, τὴν εὐγένειαν τῆς φύσεως, τὰ θεοκίνητα τῶν μαρτύρων καὶ στάζοντα τὴν εὐσέβειαν νέφη. Ἔβλεπε ταῦτα, καὶ ποῦ ἦν καλόν, ποῦ δὲ δίκαιον, ποῦ δὲ θεοπρεπές, [ἵνα] διότι ἔμελλεν εἷς ἄνθρωπος ἁμαρτάνειν, τοῦτον μὴ ἀγαγεῖν ἐκ μὴ ὄντων, καὶ τοσούτων ἀνδρῶν, ὧν οὐδὲ καθ’ ἕνα ἄξιος ὁ κόσμος, φορὰν ἀνακόψαι, καὶ θερίσαι πρόρριζον τὴν τοσαύτην τοῦ γένους βλάστησιν καὶ καλλονήν, καὶ κατ’ αὐτῆς ἐπαφιέναι τὴν ἐκτομὴν καὶ ὀργήν, καὶ τότε τοῦ τὴν ἁμαρτίαν ὕστερον ἑλομένου οὔτε ἁμαρτόντος οὔτε ἁμαρτεῖν μεμελετηκότος, ἅτε μήπω μηδὲ ὑφεστῶτος;
Εἰ γὰρ σωφρόνων ἐστὶν ἀνδρῶν τὸ μελετήσαντα μὲν ἁμαρτῆσαι μὴ ἁμαρτήσαντα δὲ μὴ εἰσπράττειν εὐθύνας ἁμαρτημάτων, ἦ πού γε ἂν εἴη Θεοῦ τὸν μηδὲ μελετήσαντα ἐξαμαρτῆσαι τὰς τῶν ἡμαρτηκότων ἀπαιτεῖν δίκας, καὶ τότε χαλεποῦ μὲν ὄντος τοῦ ἁμαρτήματος (πῶς γὰρ οὐ χαλεπὸν ἀθέτησις δεσποτικῆς ἐντολῆς;) οὐκ ἀνιάτου δὲ ἐσομένου, τῇ ἀφάτῳ φιλανθρωπίᾳ τοῦ πλάσαντος καὶ τοῦ πρωτοπλάστου εἰς τὴν ἀρχαίαν ἐπανάγεσθαι μέλλοντος εὐγένειαν. Ὥστε εἰ μὴ προῆκτο, διότι ἔμελλεν ἁμαρτεῖν ὁ ἀρχέγονος, ἐδείκνυτο ἂν τὸ θεῖον τὸν μήπω ἁμαρτήσαντα κολάζον, καὶ τῆς ὕστερον ἀνακλήσεως καὶ σωτηρίας ἀποστεροῦν, καὶ τοσούτων ἀνδρῶν καλῶν τε καὶ ἀγαθῶν ἔρημον τὴν κτίσιν ἀποφαῖνον. Ὅτι τοῦ θείου Παύλου εἰπόντος «πρωτότοκος πάσης κτίσεως» οἱ αἱρετικοί, φησί, μὴ νοήσαντες περὶ ποίας κτίσεως λέγει, εἰς κτίσμα τὸν Υἱὸν οἱ ἀνόητοι καταβιβάζουσι. Διττὴ δὲ ἡ κτίσις· ἡ μὲν γάρ ἐστιν ἡ γεγενημένη, ἡ δὲ ἀνακαινιζομένη· αὐτὸς γὰρ πάλιν Παῦλος βοᾷ· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις».
PG 104:271Ἵνα δὲ λαμπρῶς ἐπιδείξῃ ὅτι τῆς ἀνακαινισθείσης κτίσεως λέγει πρωτότοκον τὸν Χριστόν, ἐπάγει «Πρωτότοκος ἐκ νεκρῶν», ἵνα γένηται ἐν πᾶσι πρωτεύων, πρωτεύων τῶν ἀνακαινιζομένων, τῶν εἰς ἀφθαρσίαν καλουμένων, τῶν ἐκ νεκρῶν ἐγειρομένων, πρωτεύων οὐ κατὰ τὴν θεότητα (ἄπαγε· ὕβρις γὰρ Θεῷ τὸ καλεῖσθαι πρῶτον τῶν κτισμάτων, ὃς ἀρρήτῳ λόγῳ καὶ ἀνεπινοήτῳ ὑπεροχῇ πάσης ὑπερήρτηται καὶ ὑπερίδρυται φύσεως), ἀλλὰ πρωτεύει κατά γε τὴν ἀνθρωπότητα, ἀρχηγὸς ἡμῶν γεγονὼς τῆς ἀναστάσεως καὶ τῆς ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μεταστοιχειώσεως· εἰ γὰρ Ἠλίας τὸν υἱὸν τῆς χήρας ἤγειρε καὶ Ἐλισσαῖος τὸν τῆς Σωμανίτιδος, καὶ αὐτὸς ὁ Σωτὴρ τεταρταῖον τὸν Λάζαρον ἐξανέστησεν, ἀλλ’ οὐδεὶς αὐτῶν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἐξανέστη· πάλιν γὰρ αὐτῶν ὁ θάνατος ἐκυρίευσε. Χριστὸς δὲ ἀναστὰς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ἀλλ’ οὐδὲ ἐκείνων, οὓς κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν ἀναστήσει. Ὦ κακῆς καὶ ἄφρονος ἡμῶν γνώμης;
Ἦλθεν ὁ Χριστὸς πρὸς ἡμᾶς, ἔδωκεν ἡμῖν τὸ αὑτοῦ Πνεῦμα, καὶ ἀνέλαβε τὸ ἡμέτερον σῶμα, καὶ τὸ συνάλλαγμα προῆλθε, καὶ λαβὼν ἡμῶν τὸ φύραμα ἀνύψωσεν αὐτὸ καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρός· καὶ ἡ ἀγνωμοσύνη τὴν εὐεργεσίαν ὑβρίζει. Ἔλαβε παρ’ ἡμῶν τὸ πλάσμα καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Πατρός· ἐλάβομεν ἐξ αὐτοῦ τὸ Πνεῦμα, καὶ ὑβρίζομεν, ἐν κτίσμασι καὶ δούλοις αὐτὸ καταλέγοντες. Ὅτι φησί, δέησις μὲν λέγεται, ὅταν τις τὸν Θεὸν ἀξιοῖ εἰς πρᾶγμα, προσευχὴ δέ, ὅταν ὑμνῇ τὸν Θεόν, εὐχαριστία δέ, ὅταν τις ὑπὲρ ὧν ἔπαθε χάριν ἀνθομολογῇ τῷ Θεῷ, ἐντυχία δέ, ὅταν τις κατὰ τῶν ἀδικούντων ἐντυγχάνῃ τῷ Θεῷ, προσκαλούμενος αὐτὸν εἰς ἐκδίκησιν. Ὅτι δὲ τὸ ἐντυγχάνειν οὐκ ἔστι, φησιν, ἱκετεύειν ἀλλ’ ἐρωτᾶν καὶ ἀπόκρισιν δέχεσθαι, λέγει ὁ Θεὸς πρὸς τὸν Ἠλίαν· «Τί σὺ ἐνταῦθα, Ἠλίας;» ἀποκρίνεται ἐρωτηθεὶς ὁ προφήτης· «Ζηλῶν ἐζήλωκα Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ἰσραὴλ» καὶ ἑξῆς. Καὶ οὐκ ἔστιν ἐνταῦθα δέησις, ἀλλ’ ἐρώτησις καὶ ἀπόκρισις· καὶ γέγονε τὸ ἐξ ἀμφοῖν ἔντευξις. Καὶ πόθεν δῆλον; Παύλου λέγοντος ἄκουσον· «Οὐκ ἀνέγνωτε ἐν Ἠλίᾳ τῷ προφήτῃ τί λέγει ἡ γραφή;
Ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ«. Οὐκοῦν ἡ ἐντυχία οὐκ ἔστι δέησις. Ἀλλὰ ταῦτα μὲν ὁ Χρυσόστομος. Δεῖ δ’ οὖν ἔτι λεπτομερέστερον τὰς διαφορὰς τῶν εἰρημένων ὀνομάτων διασκέψασθαι καὶ ἐπιθεωρῆσαι, ὥστε μὴ τῷ πλήθει μόνον ἱκανὰ εἶναι λέγεσθαι, ἀλλὰ καὶ τοῖς δεινότερον διακωδωνίζειν ταῦτα βουλομένοις ἀνάλωτα καὶ ἀνεπηρέαστα διαμένειν. Ἐκ τοῦ λόγου, ὅτι παλαιᾶς καὶ καινῆς διαθήκης εἷς ὁ νομοθέτης· καὶ εἰς τὸ ἔνδυμα τοῦ ἱερέως· καὶ περὶ μετανοίας. Ὅτι φησὶν ὁ Παῦλος· »Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται». Πῶς οὖν δικαιοσύνη Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται; Πῶς; Ἐπειδὴ ὁ πρῶτος νόμος Ἰουδαίοις μόνοις ἐδέδοτο, καὶ τῶν ἄλλων ἀνθρώπων τῆς αὐτῆς ὑπαρχόντων δημιουργίας καὶ φύσεως, τὸ δὲ εὐαγγέλιον πᾶσιν ὁμοτίμως τοῖς ὁμοφύεσιν, εἰκότως ἐν αὐτῷ δικαιοσύνη Θεοῦ ἀποκαλύπτεται, καὶ καλεῖται δικαιοσύνης εὐαγγέλιον. Ἐν τοίνυν τῇ παλαιᾷ διαθήκῃ οὐκ ἦν ἡ κλῆσις δικαία· οὐ γὰρ ὁμοίως πάντας ἐκάλει καὶ ἐφώτιζε, τοὺς Ἰουδαίους δὲ μόνους. Οὐκ ἦν δικαία ἀλλ’ οἰκονομική, προπαρασκευάζουσα ὁδὸν τῇ δικαιοσύνῃ.
PG 104:273Οὐ λέγω ταύτην δικαίαν κἀκείνην ἄδικον, ἀλλ’ ἐκείνην ὁδὸν ταύτης καὶ προκατασκευὴν ταύτης. Ὑπελάμβανον οἱ Ἰουδαῖοι ὅτι καὶ τὸ εὐαγγέλιον αὐτοῖς δοθήσεται μόνοις, ὥσπερ καὶ ὁ νόμος· ἐξέβη δὲ παρ’ ἐλπίδας ἡ προσδοκία. Διὸ καὶ Δαβὶδ λέγει· «Ὑπελάβομεν, ὁ Θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου», εἶτα «Κατὰ τὸ ὄνομά σου, ὁ Θεός, οὕτω καὶ ἡ αἴνεσίς σου», οὐχὶ ἐν μέσῳ τοῦ λαοῦ σου μόνον, ἀλλ’ «ἐπὶ τὰ πέρατα τῆς γῆς». Καὶ ἵνα δείξῃ ὅτι τὸ ἐλεῆσαι τὰ πέρατα τῆς γῆς δικαιοσύνη ἐστίν, ἐπάγει· «Δικαιοσύνης πλήρης ἡ δεξιά σου». «Ὁ Κύριος, φησίν, ἐβασίλευσε». Πῶς ὁ Κύριος ἐβασίλευσεν; Ἆρ’ ὡς πρόσφατον λαβὼν τὸ τῆς βασιλείας ἀξίωμα; Εἰ μὲν γὰρ εἶπεν· «Ὁ Κύριος βασιλεύει,» τὴν ἀί̈διον αὐτοῦ ἡρμήνευεν ἐξουσίαν· εἰπὼν δέ «ἐβασίλευσε», τὴν διὰ σαρκὸς αὐτοῦ οἰκονομίαν λέγει, δι’ ἧς ἡ φύσις ἡμῶν τὴν ἐπικράτειαν τοῦ διαβόλου, τῆς ἁμαρτίας, τοῦ θανάτου ἀποσεισαμένη, ἐπέγνω πλάστην τὸν ὡς ἀληθῶς βασιλέα, τὸν χορηγὸν τῆς ἀφθαρσίας, τῆς ἀναστάσεως.
Εὐαγγελίζεται τοίνυν ὁ Δαβὶδ τοῖς ὑπὸ τῆς ἁμαρτίας, ὑπὸ τοῦ θανάτου, ὑπὸ τοῦ διαβόλου πάλαι βασιλευομένοις, ὅτι ὁ ζυγὸς ἐκεῖνος συντέτριπται, τὸ κράτος λέλυται, καὶ βασιλεύει πάντων ὁ Κύριος. Ὡς καὶ αὐτὸς μετὰ τὴν ἀνάστασιν ἔφη· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς». Πρὶν δὲ ἐβασίλευεν ἡμῶν ὁ θάνατος καὶ ἡ ἁμαρτία· «Ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως» καὶ ἑξῆς, καὶ ὁ Σωτὴρ περὶ τοῦ διαβόλου· «Καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐμερίσθη ἡ βασιλεία αὐτοῦ». Ὥστε ἐβασίλευε πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ τοῦ γένους ἡμῶν ὁ Σατανᾶς, ἀλλὰ καὶ ἡ ἁμαρτία. Λέγει γὰρ πάλιν ὁ Παῦλος· «Ὥσπερ γὰρ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι, οὕτω καὶ ἡ χάρις βασιλεύει διὰ Χριστοῦ». Ὁ Κύριος ἐβασίλευσε· πέπαυται τῆς ἁμαρτίας τὸ κράτος, τοῦ θανάτου, τοῦ διαβόλου. Οὐκοῦν «ἀγαλλιάσθω ἡ γῆ», ἡ φύσις ἡ γηγενής, ἥ ποτε πλανωμένη, νῦν δὲ δοξαζομένη, ἥ ποτε ἐν τάφοις, νῦν ἐν θρόνοις. Ὅτι φησίν, οἰκονομίας ἦν τὰ πλεῖστα τῶν ἐν τῇ παλαιᾷ, ἀλλ’ οὐκ ἀρεσκείας Θεοῦ καὶ προηγουμένης εὐδοκίας, καὶ τύποι τῶν μελλόντων καὶ σκιαί, ἀλλ’ οὐκ αὐτὰ τὰ πράγματα.
PG 104:275Καὶ ἔστιν ἰδεῖν ἐπ’ αὐτῶν ἀλλὰ μὲν τὰ σχήματα, ἄλλα δὲ τὰ νοήματα. Οἷον οὐ πάντως Θεὸς ἀναπαύεται ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κόκκῳ καὶ βάσσῳ (Θεὸς γὰρ ψυχῶν ἀπαιτεῖ καθαρότητα, οὐ σωμάτων ἄνθη καὶ λαμπρότητα), ἀλλ’ ἐν ταῖς σωματικαῖς φαιδρότησι τὴν εἰκόνα τῶν ἀρετῶν διαγράφει. Εἰ γὰρ ταῖς στολαῖς ἐκείναις ὡς ἀληθῶς ἀνεπαύετο, πῶς τὸν Μωϋσῆν πρὸ τοῦ Ἀαρὼν οὐκ ἐνέδυσεν, ἀλλ’ ἣν ἐκεῖνος οὐκ ἐνεδύσατο, ταύτην τοὺς ἱερέας ἠμφίεσε; Καὶ Μωϋσῆς μὲν οὐκ ἐλούσθη ὕδατι, καὶ ἔλουε. Διὰ τί; Ἵνα μάθῃς ὅτι οὐκ ἦν ταῦτα προηγούμενα τῷ Θεῷ, ὅτι τῷ τελείῳ πρὸς κόσμον ἀρκεῖ ἡ ἀρετή, καὶ ὅτι ταῦτα τύπος ἦν τῆς ἀρετῆς, ἀλλ’ οὐκ ἀρετή. Ὅτι ἐπὶ τῆς κεφαλῆς, φησίν, ἔφερεν ὁ ἀρχιερεὺς τιάραν, διότι τὸν προχειριζόμενον ἁπάντων κεφαλὴν κατὰ τῆς κεφαλῆς ἔχειν τὴν ἐξουσίαν ἔδει, καὶ εἰδέναι ὅτι κεφαλὴ τῶν ἄλλων προβαλλόμενος καὶ αὐτὸς ὑπὸ κεφαλήν ἐστι τὸν κοινὸν ἁπάντων Δεσπότην καὶ ἐξουσιαστήν· ἀπολελυμένη γὰρ αὐθεντεία καὶ αὐτόνομος ἀφόρητός ἐστι καὶ χαλεπή.
Διὰ τοῦτο καὶ ἐν τῇ χάριτι οἱ ἀρχιερατεύειν τελούμενοι τὸ εὐαγγέλιον ἐπὶ κεφαλῆς δέχονται, ἵνα μάθῃ ὁ χειροτονούμενος ὅτι τὴν ἀληθινὴν τοῦ εὐαγγελίου τιάραν λαμβάνει, καὶ ὅτι εἰ καὶ τῶν ἄλλων ἱερουργεῖται κεφαλή, ἀλλ’ οὖν καὶ αὐτὸς ὑπὸ τούτους τελεῖ τοὺς νόμους, καὶ τῶν ἄλλων κρατῶν, τῷ νόμῳ κρατεῖται. Ἀλλ’ ἡ μὲν τιάρα τὴν ἐξουσίαν ἐτύπου, ἥν τε αὐτὸς εἶχε τοῦ λαοῦ καὶ ὑφ’ ἣν αὐτὸς ἀνεφέρετο τοῦ Θεοῦ. Τὸ δὲ πέταλον τὸ χρυσοῦν, ἐν ᾧ τὸ ὄνομα ἐκεκόλαπτο τοῦ Θεοῦ, ἐπέκειτο μὲν τῷ στήθει, φυλακῆς δ’ ἐπεῖχε τύπον τῶν ἐν καρδίᾳ κινημάτων, καὶ ὡς δεῖ ταῦτα καταρρυθμίζειν τῇ πρὸς τὸ θεῖον νεύσει καὶ ἀναφορᾷ. Ἐπὶ δὲ τῶν ὤμων σμαράγδου λίθοι δύο, ἔχοντες τὰς ἓξ φύλας ἐντεῦθεν καὶ τὰς ἓξ ἐντεῦθεν. Οὗτοι δὲ σύμβολον ἦσαν τῆς ὄψεως τῆς ἀρχιερατικῆς. Ἔχει γὰρ ἡ τοῦ σμαράγδου ψῆφος καὶ χλωρότητα εὐπρεπῆ καὶ καθαρότητα διαυγῆ, κατόπτρου δύναμιν ὑποφαίνουσα· καὶ γὰρ δεῖ τὸν ἱερέα καὶ ἀσκήσει νήφειν καὶ τὸν βίον τοῖς ὑπ’ αὐτὸν ὥσπερ κάτοπτρον παρέχειν. Ἐπὶ τῶν ὤμων δὲ ἡ σμάραγδος, ἐπειδὴ πράξεώς ἐστι σημεῖον· ἡ γὰρ πρακτικὴ δύναμις τῶν ὤμων ἤρτηται. Διὸ καὶ ὁ Θεὸς πρὸς τὴν Ἱερουσαλὴμ λέγει·
«Θὲς τὴν καρδίαν σου ἐπὶ τῶν ὤμων σου, θύγατερ ἠτιμωμένη, ὅτι Κύριος κτίζει σε εἰς σωτηρίαν». Τὰς χεῖρας καὶ τοὺς ὤμους εἰς πράξεις ἡ γραφὴ λαμβάνει, ὡς ὅταν λέγῃ περὶ τοῦ Δαβίδ· «Καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς». Ἐνῆσαν δὲ τῷ λογείῳ τῷ ἐπὶ τοῦ στήθους καὶ οἱ δώδεκα λίθοι ἐνηρμοσμένοι, τὰς δώδεκα φύλας ὑποδηλοῦντες. Καὶ ὅρα ἄνω μὲν καὶ ἐπὶ τῶν ὤμων μία ἦν φύσις τῶν λίθων ὁ σμάραγδος, κάτω δὲ καὶ ἐπὶ τοῦ στήθους οἱ δώδεκα, αἰνιττομένου τοῦ λόγου ὅτι ἄνωθεν ἅπαντες ἐκ μιᾶς προήλθομεν φύσεως, προιόντος δὲ τοῦ χρόνου διαφόροις γνώμαις ἐμερίσθημεν· καὶ τὸ μὲν δίδωσι τῇ γνώμῃ, τὸ δὲ τῇ φύσει. Ὑπὸ δὲ τὸ κράσπεδον τοῦ ἱερέως, τὸ λεγόμενον λῶμα, ἄνθη ῥόαι καὶ ῥοί̈σκοι χρυσοῖ καὶ κώδωνες ἀπῃώρηντο. Καὶ πῶς ἂν εἴη Θεῷ ταῦτα κατὰ πρῶτον λόγον ἀρέσκοντα; Ἀλλ’ ἐν τῷ σχήματι τοῦ ἱερέως ἐφῆκεν ἐξεικονίζεσθαι τὰς ἀρετάς. Κάτω ἄνθη καὶ καρποὶ τὰ τῶν ἀρετῶν κατορθώματα, ἅτινά ἐστιν ἐλεημοσύνη καὶ δικαιοσύνη καὶ φιλανθρωπία καὶ τῶν ἄλλων ὁ σύστοιχος χορός. Ὅτι φησί, μὴ μετάβαλλε ῥήματα Θεοῦ ζῶντος. Εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ἐβαπτίσθης·
PG 104:277τί ἀναιρεῖς τὰ ὀνόματα τὰ ζῶντα, καὶ εἰσάγεις ὀνόματα λογισμῶν, γέννημα λέγων καὶ ἀγέννητον καὶ γεννητόν, ὂν ἀεὶ καὶ μὴ ὂν ἀεί. Τούτων ἀνέχεται Θεὸς τῶν ματαίων ῥημάτων; Ἓν ῥῆμα ἵνα μεταβάλῃ, προφήτης ποτὲ ἐκινδύνευσεν ἀπολέσθαι. Καὶ βλέπε ῥήματος μικροῦ ἀκριβολογίαν. Τὰ ῥήματα τῶν προφητῶν τινες ἐκάλουν ὑπὸ ἀπειρίας λῆμμα Κυρίου. Λέγει ὁ Θεὸς διὰ Ἠσαί̈ου· «Ἐὰν ἐρωτήσῃ σε ὁ λαὸς ἢ ὁ ἱερεὺς ἢ ὁ προφήτης, καὶ εἴπῃ σοι τί τὸ λῆμμα, εἰπὲ αὐτοῖς ὅτι τὸ λῆμμα Κυρίου ὑμεῖς ἐστέ. Λήψομαι γὰρ ὑμᾶς καὶ ῥάξω ὑμᾶς, ἵνα μὴ λέγητε λῆμμα». Ἓν ῥῆμα ἵνα μὴ μεταποιηθῇ, ἀπειλεῖ ὁ Θεός· καὶ σὺ ὁλόκληρον δογμάτων ἀκριβείαν διαστρέφων νομίζεις διαφυγεῖν τὰς τοῦ Θεοῦ χεῖρας; Ἐκ τοῦ εἰς τό «Ἀρκεῖοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται». Ὅτι ἦλθε, φησὶ, παρὰ τοῦ Πατρὸς ὁ Χριστὸς πρὸς τοὺς ἀνθρώπους πρεσβευτής· ἐσφάγη ὁ πρεσβευτής· καὶ τότε γέγονεν ἡ εἰρήνη, ἀλλ’ οἱ πρέσβεις ἐρχόμενοι καὶ δῶρα φέρουσι καὶ δῶρα λαμβάνουσι. Ποῖον οὖν ἧκε φέρων δῶρον, καὶ ποῖον ἀντέλαβε; Παράδοξον τὸ δῶρον, ὡς καὶ ὁ πρεσβευτὴς παράδοξος. Τὸ αἷμα αὑτοῦ φέρων ἦλθε δῶρον, τὸ σῶμα αὑτοῦ ἦλθε φέρων δῶρον·
καὶ τί παρ’ ἐμοῦ ἔλαβε δῶρον; Πίστιν. Καὶ τί ἀντ’ αὐτῆς μοι παρέσχε; Χάριν. Ἐπίστευσα ἐγώ, ἐχαρίσατο ἐκεῖνος, ἐλύθη ἡ ἔχθρα. Ὁ πρεσβευτὴς ὅταν ἔλθῃ πρὸς ἔθνος, οὐκ ἀξιοῖ τινι τῶν ἀγοραίων ἢ πενήτων διαλεχθῆναι, ἀλλ’ εὐθὺς τῷ βασιλεῖ πρόσεισιν. Οὗτος δὲ ὁ πρεσβευτὴς ἦλθε, καὶ εὐθέως πόρνῃ καὶ λῃστῇ καὶ τελώνῃ καὶ μάγοις διειλέχθη. Εἶδες πρεσβευτοῦ φιλανθρωπίαν; Οὐ γὰρ πρὸς ἕνα καὶ δεύτερον ἦλθεν, ἀλλὰ πρὸς τὴν κοινὴν φύσιν· καὶ ἦλθε τὸ ἐμὸν περιβεβλημένος ἱμάτιον, ἵνα μὴ γυμνῇ τῇ θεότητι παραγενόμενος φοβήσῃ τὴν θήραν. Ἐκ τοῦ εἰς τὸ ῥητὸν τοῦ ἀποστόλου «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα». Ὅτι φασὶν οἱ Ἑλληνισταὶ καὶ τὸ Ἰουδαί̈ζον, τί κομπάζει Παῦλος λέγων· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα· εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις»; Ἐγὼ γάρ, φησί, καινὸν οὐδὲν βλέπω. Οὐ γὰρ ἔχεις ὀφθαλμοὺς ἵνα ἴδῃς ταῦτα. Δεῦρο, καὶ ποιήσω σοι ὀφθαλμούς, καὶ ὁρᾷς, καὶ σὺ ποιεῖς ὀφθαλμούς; Ναί. Καὶ δημιουργὸς εἶ; Καὶ πάνυ. Σὺ ἀπονενόησαι; Οὐχί. Οὐκοῦν ποίησον ὀφθαλμοὺς τοῦ σώματος; Οὔ, ἀλλὰ τὸ μεῖζον, τῆς διανοίας. Καὶ ποιεῖς μοι ὀφθαλμούς; Μάλιστα.
PG 104:279Οὐ γὰρ ἔχω; Οὐχί. Σὺ δὲ ἔχεις; Ναί. Πῶς, εἰπέ μοι; Ὅταν ἀπέλθῃς εἰς ναόν, καὶ ἴδῃς ἐκεῖ ξόανον γυμνόν, λίθον ἄφωνον, καὶ εἴπῃς οὗτος ὁ Θεός ἐστιν, ἆρα ὀφθαλμοὺς ἔχεις; Μὴ γὰρ ὄφελός τι τῶν ἔξωθεν ὀφθαλμῶν, τῶν ἔνδον πεπηρωμένων; Ὁρᾷς ὅτι χρείαν ἔχεις ἵνα ποιήσω σοι ὀφθαλμούς, ὥστε τὸν λίθον σε ἰδεῖν λίθον καὶ τὸ ξύλον ξύλον. Ὀφθαλμοὺς ἔχεις, ὅταν ἴδῃς ξύλον καὶ προσκυνήσης; Ὅταν λαβὼν αὐτὸ ἐγὼ καύσω, ἆρα ἔχεις ὀφθαλμοὺς τὸ καιόμενον Θεὸν ὀνομάζων; Ὅταν τὰ πάθη θεοποιῇς, ὀφθαλμοὺς ἔχεις; Μεθύει ὁ ἄνθρωπος καὶ περιφέρεται καὶ καταγελᾶται καὶ γίνεται ἀντὶ ἀνθρώπου ἄλογος· σὺ δὲ λέγεις ἡ μέθη θεὸς ὁ Διόνυσος, ἡ κλοπὴ θεὸς ὁ Ἑρμῆς. Ὁρᾷς ὅτι χρεία σοι ὀφθαλμῶν; Ὁ νόμος τὰ πάθη κολάζει, καὶ σὺ ταῦτα θεοποιῶν οὐκ αἰσθάνῃ. Εἰ βούλει δέ, πρόσχες, ὅπως γέγονε πάντα καινά. Κτίσις ἐν τῇ γραφῇ λέγεται οὐ μόνον ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή, ἀλλὰ καὶ ἡ ἐκ τοῦ ὄντος ἐπὶ τὸ βέλτιον μεταβολή. Ἔκτισεν ὁ Θεὸς τὸν οὐρανόν, ἔστιν ἐκ τοῦ μὴ ὄντος ἐργάσασθαι· κτίζει καὶ ὅταν τὸν πονηρὸν ἄνθρωπον καλὸν ἀπεργάσηται· ἐνταῦθα τὸ κτίζειν πραγμάτων ἐστὶν ἐπὶ τὸ βέλτιον μεταβολή.
Καὶ ἄκουσον τοῦ Δαβὶδ λέγοντος. Ἐπειδὴ γὰρ ἦν αὐτὸς καὶ ἡ καρδία αὐτοῦ ἐκτισμένη, ἐρρυπώθη δὲ τῇ μοιχείᾳ καὶ τῷ φόνῳ καὶ πρὸς φθορὰν κατεφέρετο, παρακαλεῖ τὸν Θεὸν καὶ λέγει· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς», οὐχ ὅτι πρότερον οὐκ εἶχε καρδίαν, οὐδὲ περὶ τῆς οὐσίας τῆς καρδίας λέγει, ἀλλὰ περὶ τῆς κοσμούσης αὐτὴν ἀρίστης πολιτείας. Ἰδοὺ τοίνυν κτίσις λέγεται οὐ μόνον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή, ἀλλὰ καὶ ἡ τῆς οὐσίας διαφθαρείσης εἰς τὸ βέλτιον μεταβολή. Οὕτω κτίζεται σώφρων ἡ πόρνη, οὕτως ἐλεήμων ὁ ἅρπαξ· οὕτω μεταβάλλεται εἰς πρόβατον ὁ λύκος καὶ ὁ ἱέραξ εἰς περιστεράν. Δύο κτίσεις· διὰ τοῦτο καὶ τὸ λουτρὸν κτίσμα λέγεται, τὸ λουτρὸν λέγω τῆς παλιγγενεσίας· «Ἀποδυσάμενοι, γάρ φησι, τὸν παλαιὸν ἄνθρωπον, ἐνδυσάμενοι τὸν νέον, τὸν ἀναγεννώμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν». Ὁρᾷς οὖν ὅ τι ἐστὶ καινὴ κτίσις. Τί γάρ μοι ὄφελος, ἐὰν γένηται οὐρανὸς καινὸς καὶ γῆ καινή, ἐγὼ δὲ ταῖς ἁμαρτίαις πεπαλαίωμαι; Ὁ οὐρανὸς οἶκός ἐστιν, ἐγὼ δὲ ὁ διαιτώμενος ἐν αὐτῷ καὶ νοσῶν.
Ἐὰν ἰατρὸς εἰς τὴν οἰκίαν τοῦ ἀρρωστοῦντος εἰσέλθοι, καὶ τοῦ μὲν οὐδεμίαν πρόνοιαν λάβοι, λευκαίνῃ δὲ τοὺς τοίχους καὶ χρυσογραφῇ τὸν ὄροφον, οὐκ ἂν εἶπες αὐτῷ· «Ἄνθρωπε, ἀνάστησον τὸν νοσοῦντα· τί τὴν οἰκίαν καλλωπίζεις; βοήθησον τῷ κειμένῳ». Καὶ ὁ Χριστὸς εἰσῆλθεν εἰς τὸν κόσμον τοῦτον ἐν ᾧ κατακειμένην εὗρε τὴν φύσιν μου νοσοῦσαν· καὶ πρὸς τὴν θεραπείαν αὐτῆς ἅπαντα δέχεται τὸν ἀγῶνα καὶ ἀνακαινίζει καὶ ἀνορθοῖ τὴν φύσιν. Τί οὖν τὸν ἰατρὸν μέμφῃ ὅτι μὴ ταῦτα ποιεῖ, τὸν Χριστὸν δὲ πάλιν ὑπὸ μῶμον ποιεῖς ὅτι ταῦτα ποιεῖ; Οὕτω παρῆλθε τὰ ἀρχαῖα, οὕτω γέγονε τὰ πάντα καινά, οὕτω καὶ ἡ κτίσις. Καὶ μυρία ἄν τις τοιαῦτα ἐπισυνάψῃ. Ἐκ τοῦ μετὰ τὰς καλάνδας καὶ ἑξῆς· καὶ κατὰ μεθυόντων. Ὁ τοίνυν Χριστὸς τὰ ἄπειρα πλήθη ἑστιάσας ἐπὶ τῆς ἐρήμου, οὐκ ἐπὶ σκηνὴν καὶ ὕπνον αὐτοὺς ἔπεμψεν, ἀλλ’ ἐπὶ θείων ἀκρόασιν ἐκάλεσε λογίων. Οὕτω καὶ ἡμεῖς ποιῶμεν καὶ τοσοῦτον ἐθίσωμεν ἑαυτοὺς ἐσθίειν, ὅσον πρὸς τὸ ζῆν μόνον, οὐχ ὅσον διασπᾶσθαι καὶ βαρύνεσθαι. Οὐ γὰρ διὰ τοῦτο ἐγενόμεθα καὶ ζῶμεν, ἵνα φάγωμεν καὶ πίωμεν, ἀλλὰ διὰ τοῦτο ἐσθίομεν, ἵνα ζῶμεν.
PG 104:281Οὐ τὸ ζῆν διὰ τὸ φαγεῖν, ἀλλὰ διὰ τὸ ζῆν τὸ φαγεῖν γέγονεν ἐξ ἀρχῆς. Ἡμεῖς δὲ ὡς διὰ τοῦτο ἐλθόντες εἰς τὸν κόσμον, οὕτως ἅπαντα εἰς τοῦτο καταναλίσκομεν. Ἐκ τοῦ εἰς τὸ ῥητὸν τοῦ ἀποστόλου· «Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποί» καὶ ἑξῆς. Τί δή ποτε, ὅταν μὲν περὶ τοῦ Χριστοῦ διαλέγηται Παῦλος, θάνατον καλεῖ τὸν ἐκείνου θάνατον, ὅταν δὲ περὶ τῆς ἡμετέρας τελευτῆς, κοίμησιν αὐτὴν καὶ οὐ θάνατον ὀνομάζει; Καὶ γὰρ ἐν τῷ αὐτῷ λόγῳ τρίτον μνησθεὶς τῆς τελευτῆς τῶν ἀνθρώπων οὐδαμοῦ θάνατον λέγει, ἀλλὰ κοίμησιν τὴν ἀναχώρησιν ὀνομάζει. Οὐ γὰρ παρέργως ταύτῃ κέχρηται τῶν λέξεων τῇ παρατηρήσει, ἀλλὰ σοφόν τι καὶ μέγα κατασκευάζει. Ἐπὶ μὲν οὖν τοῦ Χριστοῦ θάνατον καλεῖ, ἵνα τὸ πάθος πιστώσηται, ἐπὶ δὲ ἡμῶν κοίμησιν, ἵνα τὴν ὀδύνην παραμυθήσηται. Ἔνθα μὲν γὰρ προεχώρησεν ἡ ἀνάστασις, θαρρῶν καλεῖ θάνατον· ἔνθα δὲ ἐν ἐλπίσιν ἔτι μένει, κοίμησιν καλεῖ, καὶ διὰ ταύτης παραμυθούμενος ἡμᾶς τῆς προσηγορίας, καὶ χρηστὰς ἐλπίδας ὑποτείνων ἡμῖν. Ὁ γὰρ κοιμώμενος ἀναστήσεται πάντως, ἐπεὶ καὶ θάνατος οὐδὲν ἕτερόν ἐστιν ἢ μακροχρόνιος ὕπνος.
Ἀνεγνώσθη ἐκ τοῦ περὶ μετανοίας τοῦ αὐτοῦ Χρυσοστόμου. Μάννα ἤσθιον οἱ Ἰουδαῖοι, καὶ τὰ ἐν Αἰγύπτῳ κρόμμυα ἐπεζήτουν· οὕτως αἰσχρὸν ἡ συνήθεια πρᾶγμα καὶ κάκιστον. Κἂν εἰς δέκα ἡμέρας κατορθώσῃς, κἂν εἰς εἴκοσι, κἂν εἰς τριάκοντα, οὐκ ἀγαπῶ, οὐ χάριν ἔχω, οὐ περιπτύσσομαί σε; Μόνον μὴ ἀποκάμῃς, ἀλλ’ αἰσχύνου καὶ καταγίγνωσκε. Πάλιν διελέχθην περὶ ἀγάπης· ἤκουσας, ἀπῆλθες, καὶ ἥρπασας· οὐκ ἐπεδείξω διὰ τῶν ἔργων τὸν λόγον. Μὴ αἰσχυνθῇς πάλιν εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν. Αἰσχύνου ἁμαρτάνων, μὴ αἰσχύνου μετανοῶν. Δύο ταῦτα ἐστιν, ἁμαρτία καὶ μετάνοια, τραῦμα μὲν ἡ ἁμαρτία, φάρμακον δ’ ἡ μετάνοια. Ἐν τῷ τραύματι σηπεδών, ἐν τῷ φαρμάκῳ τῆς σηπεδόνος καθαρισμός. Ἐν τῇ ἁμαρτίᾳ ὄνειδος, γέλως· ἐν τῇ μετανοίᾳ παρρησία, ἔπαινος, ἐλευθερία. Ἀλλ’ ἀντιστρέφει τὴν τάξιν ὁ Σατανᾶς, καὶ δίδωσι τοῖς πειθομένοις αὐτῷ ἐν μὲν τῇ ἁμαρτίᾳ τὴν παρρησίαν, ἐν δὲ τῇ μετανοίᾳ τὴν αἰσχύνην. Σὺ δὲ μὴ πεισθῇς αὐτῷ, ἀλλ’ ἑκατέρᾳ πράξει τὸ οἰκεῖον ἀπονέμεσθαι σπούδασον. Ὅρασις ἣν εἶδεν Ἠσαί̈ας κατὰ Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ. Εἰπὲ τὴν ὅρασιν ἣν εἶδες. Ὁ δὲ λέγει·
PG 104:283«Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν». Ἄλλα ἐπηγγείλω καὶ ἄλλα λέγεις. Ἀρχόμενος εἶπες «ὅρασις κατὰ Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ», καὶ ἀφεὶς τὴν διήγησιν οὐρανῷ καὶ γῇ διαλέγῃ. Ἀφῆκας τοὺς ἀνθρώπους, καὶ τοῖς ἀλόγοις στοιχείοις προσδιαλέγῃ. Ναί φησιν, ἐπειδὴ τῶν ἀλόγων ἀλογώτεροι γεγόνασιν οἱ λογικοί. Καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διότι μέλλων ὁ Μωϋσῆς εἰσάγειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ προορῶν τὰ μέλλοντα ἔσεσθαι, οὕτω πώς φησιν· «Ἄκουε οὐρανέ, καὶ λαλήσω· προσεχέτω γῆ ῥήματα ἐκ στόματός μου». Διαμαρτύρομαι ὑμῖν, φησιν, Ἰουδαῖοι, τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ Μωϋσῆς, ὅτι ἐὰν εἰσέλθητε εἰς τὴν γῆν τῆς ἐπαγγελίας καὶ ἐγκαταλίπητε Κύριον τὸν Θεόν, διασκεδασθήσεσθε εἰς πάντα τὰ ἔθνη. Ἦλθε τοίνυν Ἠσαί̈ας· ἔμελλεν ἡ ἀπειλὴ περατοῦσθαι. Οὐκ ἐδύνατο καλεῖν Μωϋσέα τὸν ἤδη τεθνηκότα οὐδὲ τοὺς τότε ἀκηκοότας· λοιπὸν τὰ στοιχεῖα καλεῖ, ἅπερ διαμαρτυρόμενος αὐτοῖς ἐκάλει καὶ ὁ Μωϋσῆς. Καίτοι γε ἐκεῖνος καὶ τὸν Ἀαρὼν ἐδύνατο καλεῖν εἰς μαρτυρίαν καὶ πολλοὺς ἄλλους·
ἀλλὰ διὰ τοῦτο, φαίη ἄν, οὐκ ἐκάλεσα τούτους, ἐπειδήπερ ἔμελλον ἐκεῖνοι τελευτᾶν καὶ μὴ παρεῖναι μάρτυρες, ἐπειδὰν εἰς παρανομίαν ἐξέκλινεν ὁ Ἰσραήλ. Διὸ τὰ μένοντα στοιχεῖα εἰκότως εἰς μαρτυρίαν καλῶ. Οὕτω καὶ Ἠσαί̈ας ποιεῖ, οὐ διὰ τὰ εἰρημένα μόνον, ἀλλὰ καὶ ἐπειδὴ διαλεχθεὶς τοῖς Ἰουδαίοις εὗρε μὴ ἀκούοντας αὐτοῦ, ἐπὶ τὰ στοιχεῖα στρέφεται καὶ μάρτυρας παραλαμβάνει αὐτοῦ. «Ἄκουε, οὐρανέ», σὺ γὰρ τὸ μάννα ἤνεγκας· «Ἐνωτίζου, γῆ», σὺ γὰρ τὴν ὀρτυγομήτραν ἔδωκας». «Ἄκουε, οὐρανέ», τὰ γὰρ ὑπὲρ φύσιν αὐτοῖς ἐχορήγησας· ἄνω καθ’ ὃν τρόπον ἐστερεώθης ἔμενες, καὶ μίμησιν οὐχ ὑπερεῖδες ἅλωνος. «Ἐνωτίζου, γῆ», σὺ γὰρ κάτω ἦς, καὶ τράπεζαν αὐτοῖς παρετίθεις αὐτοσχέδιον. Διὰ τοῦτο καὶ ἕτερος προφήτης ὁρῶν τὸν βασιλέα μαινόμενον, τὸ εἴδωλον λατρευόμενον, τὸν Θεὸν ὑβριζόμενον, τοὺς ἄλλους ἐπτηχότας, πρὸς οὐδένα τούτων ποιεῖται τὸν λόγον, ἀλλ’ ἀποστραφείς· «Ἄκουσον, φησί, θυσιαστήριον, ἄκουσόν μου». Τί οὖν λίθῳ διαλέγῃ; Ναί φησιν, ἐπειδὴ λίθου ἀναισθητότερος ὁ βασιλεύς. «Ἄκουσον θυσιαστήριον, τάδε λέγει Κύριος».
PG 104:285Καὶ εὐθέως ἐσχίσθη τὸ θυσιαστήριον καὶ ἐρράγη καὶ ἐξέχεε τὴν θυσίαν. Ὁ δὲ ἄνθρωπος οὐκ ἤκουσεν, ἀλλ’ ἐκτείνει τὴν χεῖρα ὁ βασιλεὺς τὸν προφήτην ἁρπάσαι βουλόμενος· ὁ δὲ Θεός, τί ποιεῖ; Ἐξήρανεν αὐτοῦ τὴν χεῖρα. Οὐ ξηραίνει δὲ αὐτοῦ ἐξ ἀρχῆς τὴν χεῖρα ἵνα τῷ τοῦ λίθου πάθει σωφρονέστερος γένηται. Ἐβούλετο γὰρ αὐτὸν ἄνευ τῆς εἰς αὐτὸν κολάσεως σωφρονισθῆναι· ἀλλ’ ἐπειδή, φησιν, ὁ λίθος ἐσχίσθη καὶ σὺ οὐ διωρθώθης, ἐπί σε τὴν δικαίαν ὀργὴν ἐπιστρέφω. Ἐκ τοῦ εἰς τὸν ἄσωτον, καὶ εἰς μετάνοιαν, καὶ εἰς τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ, καὶ εἰς τὸν λῃστήν. Ὅτι τὸ τάγμα τῶν δικαίων οὐ βούλεται εἰς ἑαυτὸ ἁρπάσαι τὴν ἐξουσίαν τῶν κτισμάτων, ἀλλ’ ὑπὸ τὴν τοῦ Πατρὸς πρόνοιαν θέλει κεῖσθαι τὰ τῆς οἰκονομίας. Διὸ καὶ ἡ παραβολὴ τὸν νεώτερον εἰσάγει, λαβόντα τὴν πατρικὴν οὐσίαν, εἰς χῶραν ἀποδημῆσαι μακράν. Τὸ δὲ μῆκος οὐ σταδίοις διετείνετο, ἀλλὰ τρόποις ἐξετοπίζετο· καὶ γὰρ ὁ ἁμαρτάνων μακρὰν γίνεται Θεοῦ οὐ τόπῳ ἀλλὰ τρόπῳ. Λαβὼν δὲ τὴν οὐσίαν τὴν πατρικὴν ἀπώλεσεν αὐτήν, ἀσώτως ζῶν. Ἔλαβεν ἥλιον εἰς ἀπόλαυσιν, καὶ τὸ δῶρον ὡς Θεὸν προσεκύνησεν.
Ἔλαβε πηγὰς εἰς τρυφήν, καὶ τὸ δῶρον ἐθεοποίησεν. Ἠγνόησε τὸν χαρισάμενον, καὶ τὸ χάρισμα ὑπερεδόξασεν. Ἡ αὐτὴ κτίσις, ἀλλ’ οὐ πᾶσιν ὁμοίως ὁρωμένη. Πατρικὴ ἡ οὐσία· ἀλλ’ ὁ μὲν καλῶς αὐτῇ, ὁ δὲ κακῶς ἀπεχρήσατο. Τάγμα τοῦτο κἀκεῖνο, εἰ καὶ διάφορον. Ὁ εὐσεβὴς τὸ κάλλος ὁρᾷ τοῦ οὐρανοῦ, καὶ ἀπὸ τοῦ κάλλους τὸν δημιουργὸν ἀνυμνεῖ· «Ὄψομαι, γάρ φησι, τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου». Εἶδεν ὁ ἀσεβής, καὶ πρὸς μὲν τὸν κτίστην τὴν διάνοιαν οὐ διεβίβασεν, ἐναπομείνας δὲ τῷ κάλλει τοῦ οὐρανοῦ Θεὸν ἐφαντάσθη τὸ δημιούργημα. Ὁ εὐσεβὴς οὐχ ὑβρίζει τὴν κτίσιν, ἀλλὰ τῷ Δεσπότῃ τὴν προσκύνησιν ταμιεύεται. Τιμᾷ τὴν κτίσιν, ἀλλ’ ὡς ὁμόδουλον, οὐκ ἀφαιρῶν δὲ τὸ σέβας τοῦ κτίσαντος περιάπτει τῷ κτίσματι. Ἐπαινεῖ τὸ φιλοτέχνημα, ἀλλ’ οὐχὶ τὴν τοῦ τεχνίτου δόξαν εἰς ἐκεῖνο περιίστησιν. Ὁ δὲ δυσσεβὴς κακῶς μὲν εἶδεν, κακῶς δὲ προσεκύνησε καὶ πᾶσαν τὴν τάξιν ἀνέτρεψεν. Ὅτι δράκοντα πολλάκις ἡ γραφὴ καλεῖ τὸν διάβολον, καὶ ὄφιν σκολιόν· διὸ καὶ ὁ Σωτήρ φησιν· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων». Καὶ ἵνα μὴ τὰ ἕρποντα ὑπολάβῃς, ἐπήγαγε·
«Καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ». Δράκων καὶ ὄφις ὁ διάβολος οὐχ ὡς ῥίζα κακίας, ὥς φασιν οἱ Μανιχαῖοι, ἀλλ’ ὡς κατάρχων τῶν δαιμονίων καὶ ἀρχηγὸς αὐτοῖς τῆς ἐκπτώσεως γεγονώς. Ἐκ τοῦ παραινετικοῦ λόγου περὶ μετανοίας. Τοῦ εἰπόντος· «Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω», τούτου τὴν ἐκ Θεοῦ ἐπενεχθεῖσαν ἀπόφασιν εἰς μνήμην, ἄνθρωποι, λαβόντες ἀνοίξατε τοὺς θησαυροὺς ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς θησαυρὸν ἀνέκλειπτον ἐν τῷ οὐρανῷ, καθὼς προστάσσει ὁ Κύριος· οἱ τὸν ἐμπαίκτην πλοῦτον ἐκ τόκου καὶ ἐξ ἀδικίας συλλέξαντες, «ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ», καθὼς ὁ Δεσπότης παρακαλεύεται, «ἵν’ ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς». Ἐκ τοῦ εἰς τὸν σεισμὸν καὶ εἰς τὸν Λάζαρον καὶ εἰς τὸν πλούσιον. Οὐ παύσομαι λέγων ἐγώ, κἂν μηδεὶς ὁ ἀκούων ᾖ. Ἰατρός εἰμι, τὰ φάρμακα ἐπιτίθημι· διδάσκαλός εἰμι, παραινεῖν ἐκελεύσθην. Οὐδένα διορθοῦμαι; Καὶ τί τοῦτο; Ἀλλ’ ἐγὼ τὸν μισθὸν ἔχω. Καὶ τοῦτο καθ’ ὑπερβολὴν εἶπον· ἀμήχανον γὰρ ἐν τοσούτῳ πλήθει μὴ διορθωθῆναί τινα. Ἀκούω, φησι, καθ’ ἡμέραν, καὶ οὐ ποιῶ. Ἄκουε κἂν μὴ ποιῇς·
PG 104:287ἐκ γὰρ τοῦ ἀκούειν καὶ τὸ πράττειν περιγίνεται. Κἂν μὴ ποιῇς, αἰσχύνῃ ἐπὶ τῇ ἁμαρτίᾳ· κἂν μὴ ποιῇς, μεταβάλλῃ τὴν γνώμην· κἂν μὴ ποιῇς καταδικάζεις ἑαυτὸν ὅτι οὐ ποιεῖς. Τὸ δὲ κατηγορεῖν ἑαυτοῦ ἀρχὴ διορθώσεως. Ὅταν εἴπῃς· «Οἴμοι, ἤκουσα καὶ οὐ ποιῶ» τὸ οἴμοι προοίμιόν ἐστι τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. «Πέμψον Λάζαρον» καὶ ἑξῆς. Καὶ ποῦ νῦν οἱ οἰνοχόοι σου, οἱ τάπητες, οἱ παράσιτοι, οἱ κόλακες; Ποῦ ὁ τύφος, ποῦ ἡ φαντασία; Φύλλα ἦν, καὶ χειμὼν κατέλαβε, καὶ πάντα ἀπώλετο. Ὄναρ ἦν, καὶ ἡμέρα γέγονε, καὶ τὸ ὄναρ διαλέλυται. Διὰ τί δὲ οὐ τὸν Νῶε ἢ τὸν Ἰακὼβ ἢ τὸν Ἰσαάκ, ἀλλὰ τὸν Ἀβραὰμ ὁ πλούσιος ὁρᾷ; Διὰ τί; Ἐπειδὴ φιλόξενος ἦν ὁ Ἀβραάμ, καὶ τῆς ἀπανθρωπίας τούτου μείζων γίνεται κατηγορία ἡ ἐκείνου φιλοξενία. Ἐκ τοῦ εἰς τὸ μὴ οὕτω σφοδρῶς θρηνεῖν τοὺς τελευτῶντας. Θάνατος μεριμνῶν λύσις. Εἰ μὴ θάνατος ἦν, ἑαυτοὺς ἂν κατησθίομεν· εἰ μὴ κόλασιν ἐξεδεχόμεθα, οὐδαμῶς τῶν κακῶν ἐπαυόμεθα. Εἶδες Δεσπότου φιλανθρωπίαν; Τὸ ἐκ παραβάσεως ἐπιτίμιον ἀφορμὴν σωτηρίας ἀπειργάσατο. Εἰ μὲν οὖν δίκαιός ἐστιν ὁ ἀποθανών, χαῖρε, διότι θαρρῶν πρὸς τὸν Δεσπότην πορεύεται·

Codex 278 — Theophrastus, Extracts

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
εἰ δὲ ἁμαρτωλός, μὴ λυποῦ· ἐκέρδησεν οἷς τὴν προσθήκην τῶν ἁμαρτημάτων ἀφῄρηται. Ὅτι ἐν τῇ πρὸς τὸν ἐπίσκοπον Κυριακὸν ἐπιστολῇ, ἣν ἀπὸ τῆς δευτέρας ἐξέπεμψεν ἐξορίας, καθάπτεται μὲν τοῦ Ἀρσακίου, λῆρον αὐτὸν καὶ μοιχὸν καλῶν, ἐπαινεῖ δὲ τοὺς ἀποστρεφομένους τὴν αὐτοῦ κοινωνίαν, ὡς διὰ Θεὸν καὶ τὸ εἰς τὸν ἀρχιερέα αὐτῶν ἀδίκημα τὴν ἀποστροφὴν αὐτῶν ποιουμένους. Καίτοι γε ἐν ἄλλοις φαίνεται παραινῶν μὴ ἀφίστασθαι ἀπὸ τῆς ἐκκλησίας. Εἰς τοῦτο δὲ ὕστερον (ὡς ἔοικε) μετέστη, ἐπειδὴ καὶ οἱ τοῦτον ἀδίκως ἐκβαλόντες οὐχ οἷς ἔπραξαν ἔστερξαν, ἀλλὰ καὶ καταδρομὰς καὶ ἐπιβουλὰς κατὰ τῶν αὐτῷ προσανακειμένων καὶ ὑπερορίας ἐπαλαμήσαντο. Ἀνεγνώσθη ἐκ τῶν «Θεοφράστου» περὶ τῶν μεταβαλλόντων τὰς χροάς. Ὅτι τὰς χροὰς μεταβαλλόμενοι καὶ ἐξομοιούμενοι φυτοῖς καὶ τόποις καὶ λίθοις, οἷς ἂν πλησιάσωσι, πολύπους ἐστὶ καὶ χαμαιλέων καὶ τὸ θηρίον ὁ τάρανδος ὃ ἐν Σκύθαις φασὶν ἢ Σαρμάταις γενέσθαι. Μεταβάλλει δ’ ὁ χαιμαιλέων εἰς πάντα τὰ χρώματα, πλὴν τὴν εἰς τὸ λευκὸν καὶ τὸ ἐρυθρὸν οὐ δέχεται μεταβολήν·
PG 104:289καὶ οὐ πρὸς τὰ παρακείμενα μόνον χρώματα μεταβάλλει, ἀλλὰ καὶ αὐτὸς καθ’ ἑαυτόν, ἐάν τις μόνον ἅψηται αὐτοῦ, τὸ χρῶμα μεταβάλλει. Ὁ δὲ τάρανδος τὸ μὲν μέγεθός ἐστι κατὰ βοῦν, τὸ πρόσωπον δὲ ὅμοιος ἐλάφῳ, πλὴν πλατύτερος, ὡσανεὶ ἐκ δύο συγκείμενος ἐλαφείων προςώπων. Δίχηλον δέ ἐστι καὶ κερασφόρον. Ἔχει δὲ τὸ κέρας ἀποφυάδας ὥσπερ τὸ ἐλάφου, καὶ τριχωτόν ἐστι δι’ ὅλου· περὶ γὰρ τὸ ὀστοῦν δέρματός ἐστι περίτασις, ὅθεν ἡ ἔκφυσις. Τὸ δὲ δέρμα τῷ πάχει δακτυλιαῖόν ἐστιν, ἰσχυρὸν δὲ σφόδρα· διὸ καὶ τοὺς θώρακας ἐξαυάζοντες αὐτὸ ποιοῦνται. Σπάνιον δὲ τὸ ζῷον καὶ ὀλιγάκις φαινόμενον. Θαυμαστὴ δ’ ἡ μεταβολὴ καὶ ἐγγὺς ἀπιστίας. Τοῖς μὲν γὰρ ἄλλοις ἐν τῷ δέρματι γίνεται ἡ μεταβολή, ἀλλοιουμένης τῆς ἐντὸς ὑγρότητος, εἴτε αἱματώδους ἢ καί τινος ἄλλης τοιαύτης οὔσης, ὥστε φανερὰν εἶναι τὴν συμπάθειαν· ἡ δὲ τῶν τριχῶν μεταβολή, ξηρῶν τε οὐσῶν καὶ ἀπηρτημένων καὶ ἀθρόον οὐ πεφυκυιῶν ἀλλοιοῦσθαι, παράδοξος ἀληθῶς καὶ ἀπίθανος, μάλιστα πρὸς πολλὰ ποικιλλομένη. Ὁ δὲ χαμαιλέων δοκεῖ τῷ πνεύματι ποιεῖν τὰς μεταβολάς· πνευματικὸν γὰρ φύσει. Σημεῖον δὲ τὸ τοῦ πνεύματος μέγεθος·
σχεδὸν γὰρ δι’ ὅλου τοῦ σώματος τέταται. Ἅμα δὲ καὶ ἐξαιρόμενος αὐτὸς καὶ φυσώμενος δῆλός ἐστιν. Ἐκ τοῦ περὶ παραλύσεως Θεοφράστου. Ὅτι ὑπὸ καταψύξεώς φησιν, ὡς κοινῷ λόγῳ φάναι, τὴν παράλυσιν γίνεσθαι καὶ ταύτην οἱ μὲν ὑπὸ πνεύματος (πνευματικὸν γὰρ τὸ πάθος), οἱ δὲ ἐκλείψει καὶ στερήσει τοῦ πνεύματος· τοῦτο γὰρ εἶναι τὸ τὴν θερμότητα καὶ τὴν κίνησιν ὅλως ποιοῦν. Ἀκινησίας δὲ γινομένης κατάψυξις γίνεται τοῦ αἵματος, ἢ ἁπλῶς εἰπεῖν τῆς ὑγρότητος. Διὰ τοῦτο γὰρ καὶ ἡ νάρκη γίνεται ἐν τοῖς ποσὶν ἢ καὶ ἐν τοῖς ἄνω μέρεσιν, ὅταν ἀποπιεσθῶσιν ἀπὸ καθέδρας ἢ ἄλλου τινὸς τρόπου. Τότε γὰρ διαλαμβάνει τῇ πιέσει τὸ πνεῦμα, καὶ οὐ δυναμένην τὴν οἰκείαν κίνησιν κινεῖσθαι ἵστησι καὶ ἀποψύχει τὸ αἷμα. Ἐκ τοῦ περὶ λειποψυχίας. Ὅτι ἡ λειποψυχία στέρησις ἢ κατάψυξις τοῦ θερμοῦ περὶ τὸν ἀναπνευστικὸν τόπον. Τοῦτο δὲ συμβαίνει ἢ ὑπὸ τοῦ ψυχροῦ ἢ καὶ ὑπ’ αὐτοῦ τοῦ θερμοῦ· τὸ γὰρ πλέον πῦρ ἀναιρεῖ τὸ ἔλαττον. Μαρτυρεῖ δὲ καὶ ἡ πεῖρα. Ὑπὸ γὰρ πνίγους ἢ ἄλλης θέρμης, καὶ μάλιστα πολλῆς, ἀθρόον τούτων προσπεσόντων ἡμῖν, ἐκλυόμεθα καὶ λειποθυμοῦμεν·
PG 104:291καταμαραίνεται γὰρ τὸ ἐν ἡμῖν κατάψυξιν οὐ λαμβάνον. Τάχα δὲ καὶ τὴν ἀναπνοὴν ὅλως τὸ πνῖγος κωλύει· ὅθεν καὶ πνῖγος ὠνομάσθη· πνίγεται γὰρ ἢ καὶ πνιγομένῳ ὅμοιός ἐστιν ὁ μὴ δυνάμενος ἀναπνεῖν. Μαρτυρεῖ δὲ καὶ ἡ διὰ τῶν λουτρῶν καὶ τῶν πυριάσεων ἔκλυσις· δῆλον γὰρ ὡς αἱ τοιαῦται ἐκλύσεις τῷ θερμῷ καὶ διὰ τὸ θερμὸν γίνονται, μαραίνοντος τοῦ ἔξωθεν θερμοῦ τὸ ἐν ἡμῖν σύμφυτον. Γίνεται δὲ λειποψυχία καὶ τῶν ἐν οἷς πέφυκεν ἡ θερμότης ἐκλιπόντων, οἷον αἵματος ἢ τῆς φυσικῆς ἁπλῶς ὑγρότητος, ὥσπερ ἐν ταῖς αἱμορραγίαις καὶ ἐν ταῖς τῆς γαστρὸς φοραῖς ὁρῶμεν λειποψυχοῦντας. Καὶ διὰ πόνους δὲ γίνονται ἐκλύσεις. Ὅτι τὸ πλέον θερμὸν λειποψυχίαν ποιεῖ καὶ ὡς μαραῖνον τὸ ἔλαττον, καὶ ὡς κωλῦον τὴν ἀναπνοήν, καὶ ἔτι ὡς μὴ παραχωροῦν τῇ καταψύξει εἴσοδον. Ὅτι διὰ τοῦτο ὡς ἐπὶ τὸ πολὺ λουόμενοι μὲν οὐ λειποψυχοῦσι, παυσάμενοι δὲ μᾶλλον, διότι τὴν ὑγρότητα τὴν γινομένην ἐκ τῆς συντήξεως λουομένων μὲν θερμὴν εἶναι συμβαίνει, λουσαμένων δὲ ψύχεσθαι· ψυχρὰ δὲ οὖσα καὶ ἐμπίπτουσα κυρίοις τόποις ποιεῖ λειποψυχίαν. Εἰ μὴ ἄρα καὶ ἡ ἄνεσις αὐτὴ τοῦ πνεύματος προεκλύει.
Διότι καὶ κατέχειν κελεύουσιν ἐν ταῖς λειποψυχίαις τὸ πνεῦμα· κωλύει γὰρ ὁ κατέχων ἐξιέναι τὸ θερμὸν, ὁ δ’ ἀνιεὶς ἐνδίδωσιν. Ὅτι ὁ ῥαίνων ὕδατι τοὺς λειποψυχοῦντας, συμφράττων καὶ πυκνῶν τοὺς πόρους καὶ συναθροίζων ἐντὸς τὸ θερμόν (ἀντιπεριίσταται γάρ) ὠφελεῖ. Ὅτι ἡδοναὶ καὶ λύπαι ποιοῦσι λειποψυχίαν. Καὶ γὰρ ἀμφότεραι πλῆθος ὑγρότητος ἐπάγουσιν, ἡ μὲν ἡδονὴ τῷ συντήκειν καὶ διαχεῖν, ἡ λύπη δὲ τῷ πηγνύειν. Ὅταν οὖν ἡ ὑγρότης ῥυῇ πρὸς τὸν πνευματικὸν τόπον, ποιεῖ λειποψυχεῖν. Ἐκ τοῦ περὶ ἰλίγγων. Ὅτι οἱ ἴλιγγοι γίνονται ὅταν πνεῦμα ἀλλότριον εἰς τὴν κεφαλὴν ἔλθῃ ἢ ὑγρότης περιττωματική, ἢ ἀπό τινος τροφῆς, ὡς ἀπὸ τοῦ οἴνου, ἢ ἀπό τινος ἄλλου χυμοῦ· ἔτι δὲ καὶ ὅταν τις κινῇ τὴν κεφαλὴν κύκλῳ. Ὁ γὰρ τόπος ὁ περὶ τὸν ἐγκέφαλον ὑγρὸς ὤν, ὅταν δέξηταί τι πλέον ἀλλότριον, τὸ δὲ βιάζηται διαδυόμενον πρὸς τὰς φλέβας, ὠθεῖ κύκλῳ τὸ προϋπάρχον ὑγρόν. Οὔσης δὲ οἷον δίνης τῆς φορᾶς, καὶ τοῦ ὑγροῦ μὴ συνεχοῦς, ἀλλ’ ἐν τῇ κινήσει τοῦ μὲν προλαμβάνοντος, τοῦ δὲ ὑστεροῦντος διὰ τὸ μὴ ἰσορροπεῖν ὁμοίως, τὸν ἴλιγγον ποιεῖ καὶ καταβάλλει πολλάκις.
PG 104:293Ὅτι τὰ ὠμὰ ὠὰ διὰ τοῦτο οὐ δινεῖται ὥσπερ τὰ ἑφθὰ, διότι τὰ μὲν ὑπὸ τῆς ὑγρότητος ἀνωμάλου καὶ οὐκ ἰσορρόπου οὔσης σφάλλεται, τὰ δέ, διὰ τὸ μὴ ἔχειν τὸ σφάλλον ὑφιστάμενον ἑνὸς ὄντος καὶ συνεχοῦς τοῦ ἐντός. Ἐκ δὲ τῆς αὐτῆς θεωρίας ἐπιλύεται καὶ τὸ διὰ τί κύκλῳ περιπατοῦντες ἰλιγγιῶσι, καὶ ὅτι μᾶλλον ἐὰν ἐν ἐλάττονι κύκλῳ, καὶ ἔτι ἐὰν θᾶττον θέωσι, καὶ ὅτι, εἰ μετὰ πολλῶν, μᾶλλον ἢ μόνοι, καὶ διὰ τί ἐπ’ ἀριστερᾶς θέοντες μᾶλλον ἢ ἐπὶ δεξιά. Πάντων γὰρ τούτων καὶ τῶν ὁμοίων προείρηται ἡ αἰτία. Εἰ γὰρ ὁ ἴλιγγος γίνεται, ἐάν τις ἐν τῷ αὐτῷ στρέφῃ τὴν κεφαλήν, δῆλον ὡς εἴ τις ἐγγὺς τούτου στρέφοιτο, τάχιστα καὶ μάλιστα τῶν ἄλλων ἰλιγγιῴη. Ἐγγυτάτω δὲ ὁ ἐν ἐλάττονι κύκλῳ στρέφων τὴν κεφαλήν, καὶ ὅσον ἂν θᾶττον, μᾶλλον· διόπερ καὶ οἱ θέοντες τῶν περιπατούντων μᾶλλον ἰλιγγιῶσι, καὶ οἱ ταχέως τῶν βραδέως· θέουσι γὰρ ἐγκεκλικότες πρὸς τὸ κέντρον [μᾶλλον ἰλιγγιῶσι]. Οἱ δὲ ἐπ’ ἀριστερᾷ θέοντες τῶν ἐπὶ τὰ δεξιὰ μᾶλλον, διότι ὀξυτέραν γωνίαν ποιοῦσι πρὸς τὸν κύκλον· ἐμβριθέστερα γὰρ ὄντα τὰ δεξιὰ προςβιάζεται μᾶλλον ἐντὸς διὰ τὴν ἀσθένειαν τῶν ἀριστερῶν.
Καὶ εἰ μετὰ πολλῶν θέουσι, μᾶλλον ἢ μόνοι, διότι πρὸς τῇ κύκλῳ περιφορᾷ καὶ ἡ ὄψις προσβάλλουσα τοῖς θέουσι, μὴ συνεχὴς οὖσα, ποιεῖ τινα κίνησιν ἐν τῷ ἐγκεφάλῳ καὶ ταραχήν· διὸ ἰλιγγιῶσι μᾶλλον διὰ τὸ διπλῆν τὸν ἐγκέφαλον ὑφίστασθαι κίνησιν, τήν τε ἀπὸ τῆς περιδινήσεως, καὶ ἣν ἡ ὄψις παθοῦσα τῷ ἐγκεφάλῳ παρέπεμψεν. Ὅτι δὲ διὰ τὴν τῆς ὄψεως κίνησιν ἰλιγγιῶσι πολλάκις, φανερὸν ἐκ πολλῶν. Οἵ τε γὰρ πλέοντες θᾶττον καὶ μᾶλλον ἰλιγγιῶσιν, ἐπειδὰν τοῖς κύμασιν ἐμβλέψωσι, καὶ οἱ τὰς αἰώρας καὶ οἱ τοὺς τροχοὺς θεωροῦντες ταχὺ σκοτοῦνται. Ἰλιγγιῶσι δὲ καὶ οἱ πρὸς τὰ ὑψηλὰ καὶ μεγάλα καὶ ἀπότομα ἀποβλέποντες, διὰ τὸ συμβαίνειν μακρὰν τεινομένην σείεσθαι καὶ κραδαίνεσθαι τὴν ὄψιν· σειομένη δὲ καὶ κραδαινομένη ταράττει καὶ κινεῖ τὰ ἐντός. Τοῖς δ’ ἄνω βλέπουσιν οὐ συμβαίνει τὸ πάθος διὰ τὸ μὴ ἀποτείνειν μακρὰν ἀλλ’ ὑποτέμνεσθαι τῷ φωτί. Γίνονται ἴλιγγοι καὶ ὅταν βλέπωσι συνεχῶς καὶ ἐνατενίζωσιν. Ὃ καὶ διαπορεῖται, τί δή ποτε κύκλῳ κινουμένης τῆς ὄψεως καὶ ἠρεμούσης τὸ αὐτὸ πάθος συμβαίνει. Τὸ δ’ αἴτιον τῆς μὲν κύκλῳ φορᾶς εἴρηται·
διὰ τί δὲ ἐν τῇ ἐπιστάσει καὶ τῷ ἀτενισμῷ τὸ αὐτὸ συμβαίνει πάθος; Διότι τὰ ἐν τῇ κινήσει σῳζόμενα ἡ στάσις διίστησι. Στάσης οὖν τῆς ὄψεως, καὶ τὰ ἄλλα συνεχῆ τὰ ἐν τῷ ἐγκεφάλῳ ἵσταται. Ἱστάμενα δέ, καὶ συνδιί̈σταται καὶ χωρίζεται τὰ βαρέα, καὶ καταβαρύνει, καὶ ποιεῖ τὸν ἴλιγγον. Καὶ ἡ κύκλῳ φορὰ δὲ διί̈στησι τὰ βαρέα καὶ τὰ κοῦφα. Ποιεῖ δὲ καὶ τὸ κύπτειν ἰλίγγους· καὶ γὰρ ἐν τῷ κύπτειν χωρίζεται τὰ βαρέα καὶ τὰ ἐλαφρά, τὰ μὲν ἄνω, τὰ δὲ κάτω· δεῖ δὲ ἅμα εἶναι, καθάπερ ἐλέχθη. Ποιεῖ δὲ τὸ πάθος καὶ πλησμονὴ καὶ ἔνδεια, ἡ μὲν ἔνδεια σύντηξιν, ἡ δὲ πλησμονὴ περίττωσιν ποιοῦσα, ὥστε πλήρεις γενέσθαι τοὺς πόρους. Ἀνιοῦσα γὰρ παρ’ αὐτὰ καταβαίνει, καὶ διί̈στησι τὰς περιόδους· ὅπερ ἐστὶν ἴλιγγος. Ὅτι καὶ αἱ μέθαι καὶ αἱ φαρμακεῖαι καὶ τὰ παραπλήσια ποιοῦσιν ἰλίγγους· ἡ γὰρ ὑγρότης ἡ ἀλλοτρία ἐμπίπτουσα ποιεῖ τὴν ταραχήν. Ὅτι ἀνιστάμενοι μᾶλλον ἢ καθίζοντες ἰλιγγιῶσι, διότι ἠρεμούντων μὲν συνίσταται τὸ ὑγρὸν ἐν τῇ κεφαλῇ πλέον, ὅταν δὲ κινῶνται, διί̈σταται καὶ εἰς ἓν μόριον ἐμπῖπτον ποιεῖ τὸν ἴλιγγον. Ἐκ τοῦ περὶ κόπων.
PG 104:295Ὅτι καταβαίνοντες μὲν τόπον κατάντη τοὺς μηροὺς μάλιστα πονοῦσιν, ἀναβαίνοντες δὲ τὰς κνήμας, διότι κατὰ μὲν τὴν ἀνάβασιν ὁ πόνος τοῦ αἴρειν φορτίον τὸ σῶμα γίνεται· ᾧ οὖν ἐπίκειται τὸ βάρος καὶ ᾧ αἴρεται, τούτων μάλιστα ὁ πόνος. Ἐν δὲ τῷ καταβαίνειν ὁ πόνος ἐν τῷ ἐμπίπτειν γίνεται τὸ σῶμα καὶ παρωθεῖν παρὰ φύσιν· ὥστε οὖν ᾧ μάλιστα ἐμπίπτει καὶ σαλεύει, τούτῳ μάλιστα καὶ τὸν πόνον ἐμποιεῖ. Ὡς οὖν ἡ κνήμη μᾶλλον ἐν τῷ ἀναβαίνειν κακοπαθεῖ, οὕτως ὁ μηρὸς ἐν τῷ καταβαίνειν. Διότι δὲ τὰ βάρη κάτω φέρεται, χαλεπώτερον ἀναβαίνειν τοῦ καταβαίνειν. Ὅτι κοπιαρώτερον τῷ βραχίονι διὰ κενῆς ῥίπτειν ἢ λίθον ἢ ἄλλο τι βάρος, διότι σπασματωδέστερον· οὐ γὰρ ἀπερείδεται καθάπερ ὁ βάλλων πρὸς τὸν ἐν τῇ χειρὶ ὄγκον. Ὅτι οἱ ὁμαλεῖς περίπατοι τῶν ἀνωμάλων κοπιαρώτεροι, διότι ἡ πολλὴ κίνησις ποιεῖ κόπον· πολλὴ δ’ ἡ συνεχὴς καὶ μία. Αἱ δ’ ἀνώμαλοι κατὰ τὰς μεταβολὰς ποιοῦσιν ἀνάπαυσιν. Ἐν δὲ τοῖς ὁμαλέσιν ἡ ὁμοιότης τοῦ σχήματος ἀπεργάζεται συνεχῆ τὴν κίνησιν. Ὅτι ἐξονειρωτικοὶ οἱ κοπιῶντες, διότι θερμὰ καὶ κάθυγρα τὰ σώματα γίνεται διὰ τὴν σύντηξιν. Ἡ δὲ τοιαύτη διάθεσις σπερματική.
Ὅτι καὶ ὕπτιοι κατάκεινται διὰ τὴν ἔκλυσιν. Συνεργεῖ δὲ τὸ σχῆμα τοῦτο καὶ πρὸς τοὺς ἐξονειρωγμούς. Ὅτι τὰ ὑγρὰ σώματα κοπιαρώτερα τῶν σκληρῶν, διότι ἀσθενέστερα, εἰ καὶ ἄλλον τρόπον τὰ σκληρὰ εὐθραυστότερα. Ἐκ τοῦ περὶ τῶν ἀθρόως φαινομένων ζῴων. Ὅτι τῶν ἀθρόον φαινομένων ζῴων οὐχ ἡ αὐτὴ πάντων αἰτία, ἀλλὰ τῶν μὲν καὶ ἡ γένεσις εὐθὺς φανερά, ὥσπερ τῶν μυιῶν αἳ ἐν τοῖς στρατοπέδοις καὶ ἐν ταῖς πανηγύρεσι καὶ μετὰ τὸ παρελθεῖν αὐτὰ ἔτι μᾶλλον γίνονται· τούτων γὰρ ἥ τε κόπρος αἰτία καὶ ἡ τῶν ἄλλων σῆψις. Ἄλλα δὲ προϋπάρχει μέν, ἐκφαίνεται δὲ διὰ τοὺς ὑετούς, ὥσπερ οἵ τε κοχλίαι καὶ οἱ μικροὶ βάτραχοι· οὐ γὰρ ὕονται, ὥς τινες ᾠήθησαν, ἀλλὰ προφαίνονται μόνον κατὰ γῆς ὄντα πρότερον, διὰ τὸ εἰσρεῖν τὸ ὕδωρ εἰς τὰς θαλάμας αὐτῶν. Ἄλλο δὲ γένος ἐστὶ τοῦτο βατράχων παρὰ τὸ ἐν ταῖς λίμναις καὶ τοῖς τέλμασι. Τὸ δὲ πλῆθος καὶ τοῦτο καὶ τῶν ἄλλων, ὅταν εὐθηνήσωσιν. Ὅτι μᾶλλον μετὰ τὰς διαλύσεις καὶ τῶν πανηγύρεων καὶ τῶν στρατοπέδων, ἢ ἔτι συνισταμένων αἱ μυῖαι γίνονται.
PG 104:297Συμβαίνει γὰρ παρόντων μὲν διὰ τὰς καθημερινὰς χρείας καὶ κινήσεις φθείρεσθαι τὰς γενέσεις αὐτῶν, κινήσεως ἀεὶ καὶ μεταβολῆς γινομένης, ὡς καὶ ἐν τοῖς ἄλλοις, καὶ ἐν αὐτοῖς τοῖς καθάρμασιν ἐκβαλλομένοις αὐτῶν· ὅταν δὲ διαλυθῶσιν, ἡσυχίας γινομένης ταχὺ συντελεῖται διὰ τὸ μὴ ὑπ’ οὐδενὸς κωλύεσθαι, μέχρις οὗ ἂν ξηρανθῇ τὸ ἐν τοῖς καθάρμασιν ὑγρόν. Ἡ μὲν οὖν τῶν μυιῶν γένεσις ταχεῖαν καὶ πολλήν, ὡς εἴρηται, τὴν γένεσιν λαμβάνει· οἱ δὲ ἀττέλεβοι καὶ αἱ ἀκρῖδες πανταχοῦ μέν εἰσιν, ὡς εἰπεῖν, πλήθεται δὲ ταῦτα τῷ τε τόπους οἰκείους λαμβάνειν καὶ τῷ μὴ διαφθείρεσθαι αὐτῶν τὰ ὠά, ὃ συμβαίνει διὰ τὴν ἀργίαν τῆς χώρας· ἐν γὰρ τῇ γεωργουμένῃ ἀπόλλυνται. Διὸ καὶ ἐκ τῆς ἐρήμου καὶ ἀργούσης καταφέρονται πρὸς τὴν οἰκουμένην καὶ ἐργάσιμον. Ἐγχρονίζουσι δὲ ἢ διὰ τὸ περιέχεσθαι τὸ χωρίον ὄρεσιν ὑψηλοῖς καὶ ὑπερᾶραι ταῦτα μὴ δύνασθαι, ἢ διὰ τὸ ἐπιτήδειον τῆς χώρας· τοιαύτη ἥ τε μαλακὴ καὶ νοτίδα ἔχουσα καὶ δροσοβόλος. Χαλεπαὶ μὲν οὖν καὶ αἱ ἀκρίδες, χαλεπώτεροι δὲ οἱ ἀττέλεβοι, καὶ τούτων μάλιστα οὓς καλοῦσι βρούκους. Ἡ δὲ γένεσις αὐτῶν ἐξ ἀλλήλων.
Τινὲς δὲ οἴονται οὐκ ἀκριβεῖ σημείῳ, τῷ χρώματι παραπλήσιά τινας αὐτῶν ἔχειν τοῖς ἐν τῇ χώρᾳ, ὅτι καὶ αὐτόματος· δῆλον γὰρ ὅτι τὸ τοιοῦτον ἀπὸ τῆς τροφῆς, ἀλλ’ οὐκ ἀπὸ τῆς γενέσεως λαμβάνουσιν. Ἡ δὲ φθορὰ τούτων ἡ μέν ἐστιν οἷον φυσική τις καὶ λοιμώδης (ὑπὸ κύνα γὰρ οἰστρᾷ, καὶ ἐγγίνεταί τι σκωλήκιον ἐν τῇ κεφαλῇ, καὶ φθείρεται), ἡ δὲ ἐν τῇ μετακινήσει καὶ τῇ πτήσει· ὅταν γὰρ ἀρθῶσιν, ὑπὸ τῶν ἀνέμων καταφέρονται εἰς τὴν θάλασσαν καὶ φθείρονται. Φθείρονται δὲ καὶ διὰ χειμῶνα καὶ ψύχος καὶ αὐτὰ καὶ τὰ ὠὰ αὐτῶν. Φθείρονται δὲ καὶ ἐκ μηχανῆς ἀνθρώπων· τάφρους γὰρ ποιοῦντες συνελαύνουσιν εἰς αὐτάς, καὶ καταχωννύντες διαφθείρουσιν. Ὅτι τῶν ὄφεων δύο τινὰ τῆς γενέσεως αἴτιά ἐστιν· ἢ γὰρ ἀὴρ ἔπομβρος, ἢ πόλεμοι καὶ χύσεις αἱμάτων, ὃ σχεδὸν καὶ τῶν ἄλλων θηρίων τῆς γενέσεως αἴτιον. Ἐξ οὗ ποτε καὶ περὶ Θετταλίαν πλῆθος ὄφεων ἱστοροῦσι γενέσθαι. Ὅτι καὶ οἱ μύες ἐν ταῖς ἀρούραις ἀθρόον γίνονται, καὶ ἐν τοῖς αὐχμοῖς μᾶλλον ἢ ἐν ταῖς ἐπομβρίαις· πολέμιον γὰρ αὐτοῖς τὰ ὕδατα. Πολύγονον δὲ τὸ ζῷον. Ἀπόλλυται δὲ τῇ μὲν ἐμφανεῖ καὶ ἔξωθεν φθορᾷ διὰ πλῆθος ὑδάτων·
τοῦτο γὰρ ἔξω χειμάζει καὶ εἰς τὰς μυωπίας παρεισρεῖ. Φθείρουσι δ’ αὐτοὺς καὶ αἱ ἄγριαι γαλαῖ. Ἔστι δέ τις αὐτῶν καὶ ἀφανὴς καὶ ἀθρόα φθορὰ καθάπερ τις ἐπισυμβαίνουσα λοιμώδης· τίκτεται γὰρ καὶ τούτοις ἐν τῇ κεφαλῇ σκώληξ, καὶ φθείρονται. Ὃ καὶ οἱ ἔμπειροι ἐπισκοποῦντες, ἐπὰν ἴδωσι, τὴν φθορὰν αὐτῶν προνοοῦσι καὶ προαγγέλλουσιν. Ὅτι οἱ μῦες ἱστοροῦνται καὶ σίδηρον κατεσθίειν καὶ χρυσίον· διὸ καὶ ἀνατέμνοντες αὐτοὺς οἱ ἐν τοῖς χρυσείοις τὸν χρυσὸν ἀνιμῶνται. Ὅτι ἐν Αἰγύπτῳ δίποδάς φασι μῦας γίνεσθαι καὶ μεγάλους. Ἔχουσι δὲ οὗτοι καὶ τοὺς ἐμπροσθίους πόδας, ἀλλ’ οὐ βαδίζουσιν ἐπ’ αὐτοῖς, χρῶνται δὲ αὐτοῖς οἷα χερσίν. Ὅταν δὲ φεύγωσι, πηδῶσιν. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῶν λεγομένων ζῴων φθονεῖν. Ὅτι ὁ γαλεώτης, φασί, φθονῶν τῆς ὠφελείας τοῖς ἀνθρώποις, καταπίνει τὸ δέρμα ὅταν ἐκδύηται· ἔστι γὰρ βοήθημα ἐπιλήπτῳ. Καὶ ὁ ἔλαφος τὸ δεξιὸν κατορύττει κέρας, πρός τε τὰ τῆς φρύνης φάρμακα καὶ πρὸς ἄλλα πολλὰ χρήσιμον. Καὶ ἡ ἵππος ἀπεσθίει τῶν πώλων τὸ ἱππομανές· καὶ γὰρ καὶ τοῦτο πρὸς ἔνια χρήσιμον.
PG 104:299Καὶ ἡ φώκη ὅταν μέλλῃ ἁλίσκεσθαι, ἐξεμεῖ τὴν πιτύαν, χρησιμεύουσαν καὶ ταύτην τοῖς ἐπιλήπτοις. Καὶ ὁ χερσαῖος ἐχῖνος ἐνουρεῖ τῷ δέρματι καὶ διαφθείρει. Καὶ ἡ λὺγξ κατακρύπτει τὸ οὖρον, ὅτι πρὸς τὰς σφραγῖδας καὶ πρὸς ἄλλας χρείας ἐπιτήδειον. Ἀλλ’ ὅτι μὲν οὐ διὰ φθόνον ταῦτα ποιεῖ τὰ ζῷα, ἀλλ’ οἱ ἄνθρωποι ἐκ τῆς ἰδίας ὑπολήψεως ταύτην αὐτοῖς περιῆψαν τὴν αἰτίαν, παντὶ δῆλον. Πόθεν γὰρ τοῖς ἀλόγοις ἡ τοσαύτη σοφία, ἣν καὶ οἱ λογικοὶ μετὰ συχνῆς μελέτης μανθάνουσιν; Ἀλλ’ ἡ μὲν φώκη διὰ τὸν φόβον ἴσως ταραττομένη ἐμεῖ τὴν πιτύαν, καὶ ὁ γαλεώτης καταπίνει τὸ δέρμα φυσικόν τι ποιῶν πάθος, καθάπερ αἱ κύνες καὶ αἱ ὕες καὶ σχεδὸν τὰ τετράποδα πάντα· κατεσθίει γὰρ τὰ χόρια μετὰ τοὺς τόκους. Καὶ ὁ ἐχῖνος δὲ διὰ φόβον ἢ δι’ ἄλλο τι πάθος φυσικὸν ἐνουρεῖ, ἀλλ’ οὐχ ἵνα φθείρῃ τὸ δέρμα. Πολλὰ δὲ καὶ ἄλλα πράττεται τοῖς ἀλόγοις, ὧν οὐκ ἔχομεν λόγον ἀποδοῦναι, οἷον διὰ τί ἡ ὄρνις ὅταν τέκῃ περιρρίπτει τὰ κάρφη; Διὰ τί οἱ κύνες ἐπαίροντες τὰ σκέλη προσουροῦσι; Διὰ τί ἡ αἴξ, ὅταν λάβῃ τὸ ἠρυγγίον εἰς τὸ στόμα, μένει καὶ τὰς ἄλλας ἵστασθαι ποιεῖ;
Καὶ τὸ τῆς λυγκὸς οὖν καὶ τὸ τῆς ἐλάφου ὁ αὐτὸς κατάλογος περιέξει. Τοῦ αὐτοῦ περὶ ἱδρώτων. Ὅτι ἁλμυρὸς γίνεται ὁ ἱδρώς, διότι τὸ ἀλλότριον ἐκκρίνεται, τῇ προσφύσει τῆς σαρκὸς ἐξανηλωμένου τοῦ γλυκυτάτου καὶ κουφοτάτου. Τὸ γὰρ τοιοῦτον περίττωμα ἐν μὲν τῇ κατὰ τὴν κύστιν ὑποστήσει οὖρον, ἐν δὲ τῇ σαρκὶ ἱδρῶς καλεῖται. Ἐκκρίνεται δὲ ὁ ἱδρὼς διὰ κίνησιν ἢ πόνον ἢ διὰ τὴν τοῦ θερμοῦ καὶ τοῦ πνεύματος δύναμιν. Ὅτι ὁ ἱδρὼς ἁλμυρὸς ὢν προσλαμβάνει ὀξύτητα ἢ πικρότητα ἢ δυσωδίαν ἢ εὐωδίαν διὰ πολλὰς καὶ διαφόρους αἰτίας. Ὅτι οἱ παῖδες τῶν ἀνδρῶν μᾶλλον δυσίδρωτες, καὶ μάλιστα τὰ παιδία, καίτοι τὴν φύσιν ὄντα θερμὰ καὶ ὑγρά, ἐξ ὧν ἡ τῶν ἱδρώτων γένεσις, διότι πυκνότατοι τῶν παίδων οἱ χρῶτες καὶ ὥσπερ συγκεκλεισμένοι. Ἔτι δὲ ἡ θερμότης ἐπικρατοῦσα πέττει διὰ τὴν αὔξησιν. Ἐὰν δέ τι καὶ γένηται περίττωμα, τοῦτο ἐκκρίνεται κατὰ κοιλίαν· εὔρους γὰρ ὡς ἐπίπαν ἡ τῶν παίδων. Οἱ δὲ γέροντες μανόχροες μέν, ἀλλὰ ξηροί· δεῖ δὲ τῷ ἱδρῶτι καθάπερ ὕλην ὑπάρχειν τὸ ὑγρόν.
PG 104:301Ἄλλως τε δὲ καὶ αὐτὸ τὸ εὔπνουν καὶ μανὸν ἱκανὴν τὴν ἔκκρισιν ποιεῖ, καὶ τῷ συνεχῶς γίνεσθαι καὶ τῷ μὴ πολλὰ ἐνυπάρχειν τὰ ὑγρά. Διὰ τοῦτο καὶ ὧν αἱ κοιλίαι ὑγραὶ καὶ εἰς κύστιν ἡ ἐπιρροὴ τοῦ περιττώματος, οὐκ εὐί̈δρωτες γίνονται, διότι πᾶν τὸ ὑγρὸν ἐνταῦθα ὥρμησεν. Ὅτι οἱ μὴ πέψαντες τὰ σιτία καὶ οἱ ἀγρυπνήσαντες εὐί̈δρωτες διότι ἡ πέψις διαμερίζει τὴν ὑγρότητα καὶ ὁ ὕπνος πέττει. Ὅτι οἱ γυμναζόμενοι καὶ εὖ ἔχοντες εὐί̈δρωτες μᾶλλον τῶν ἀγυμνάστων. Ὅτι καὶ οἱ πεπεμμένην καὶ οἱ ἄπεπτον ἔχοντες τὴν τροφὴν εὐί̈δρωτες· καίτοι δόξει ἄτοπον εἶναι, οὐκ ἔστι δέ. Οἱ μὲν γὰρ γεγυμνασμένοι τῷ μανὰ τὰ σώματα ἔχειν καὶ ἀνεῳγμένους τοὺς πόρους, καὶ τῷ συνήθεις εἶναι πρὸς τοὺς ἱδρῶτας, εὐί̈δρωτες· τῶν δὲ μεμύκασιν οἱ πόροι διὰ τὸ μὴ χρῆσθαι. Οἱ δὲ μὴ πεπεμμένην ἔχοντες τὴν τροφὴν τῷ πλήθει τῆς ὑγρότητος εὐί̈δρωτες· οἱ δὲ πεπεμμένην τῷ τὴν ὑγρότητα διακεκρίσθαι τῇ πέψει τοῦ ἄλλου χυλοῦ ῥᾳδίαν ἔχουσι τὴν ἐξόρμησιν.
Ὅτι οὐ πονοῦντες, ἀλλ’ ὅταν παύωνται μᾶλλον ἱδροῦσιν, οὐδὲ συντείνοντες οὐδὲ κατέχοντες τὸ πνεῦμα, ἀλλ’ ὅταν ἀνῶσι, διότι πονούντων μὲν ὑπὸ τοῦ πνεύματος αἱ φλέβες ἐμφυσώμεναι συμμύειν ποιοῦσι τοὺς πόρους, ὥστε δι’ εὐρυτέρων μᾶλλον ἐξέρχεται τὸ ὑγρόν. Καὶ ἡ κάθεξις δὲ τοῦ πνεύματος πληροῖ τὰς φλέβας, ὥστε κωλύει διιέναι. Ὅτι μετὰ τοὺς πόνους καὶ τοὺς δρόμους οἱ ἐν σκιᾷ μᾶλλον καθεζόμενοι ἱδροῦσιν ἤπερ οἱ ἐν τῷ ἡλίῳ, διότι ὁ ἥλιος ἀναξηραίνει καὶ πυκνοῖ τοὺς πόρους. Ὅτι τοὺς πόδας οἱ τῷ ὕδατι ἐμβάλλοντες οὐχ ἱδροῦσι, διότι τὸ ὕδωρ κωλύει τὴν τῆξιν. Ὁ δὲ ἱδρὼς τῆξίς ἐστι τῶν κακῶς προσῳκοδομημένων ταῖς σαρξίν, ὅταν ἐκκρίνηται διὰ τὸ θερμόν. Ὅτι τὸ γυμνάσιον, ἐὰν γίνοιτο συνεχῶς, ἀναξηραίνει καθάπερ ὁ ἥλιος· διὸ ἧττον ἱδροῦσιν. Ὅτι τὸ μέτωπον πρῶτον καὶ μάλιστα ἱδροῦσι διὰ τὸ ὑπὸ τὸν ἐγκέφαλον εἶναι ὑγρὸν ὄντα. Καὶ ἡ κεφαλὴ δὲ μάλιστα ἱδροῖ διὰ τὸ μανόν (σημεῖον δὲ αἱ τρίχες) καὶ διότι τοῦ πνεύματος ἡ κάθεξις διατείνεταί πως εἰς τὴν κεφαλήν.
Ὅτι οἱ ἀγωνιῶντες τοὺς πόδας ἱδροῦσι, τὸ δὲ πρόσωπον οὔ, διότι ἡ ἀγωνία οὐ μετάστασις θερμότητος ἀλλ’ αὔξησις, καθάπερ ὁ θυμός· διὸ τὸ μὲν πρόσωπον ἐξέρυθροι γίνονται καὶ οὐχ ἱδροῦσι διὰ τὸ μᾶλλον ἐκθερμαίνεσθαι (ξηραίνει γὰρ ἡ θερμότης ἐπιπολάζουσα) τὸ δ’ ἐν τοῖς ποσὶ συντήκει διὰ τὸ ἔλαττον εἶναι ὥστε ξηρᾶναι, πλείω δὲ τῆς ἐμφύτου καὶ προϋπαρχούσης. Ὅτι ἐν τοῖς ὕπνοις μᾶλλον οἱ ἱδρῶτες ἢ κατὰ τὴν ἐγρήγορσιν, διότι καὶ τὰ ὑγρὰ καὶ τὰ θερμὰ μᾶλλον διὰ τὴν ἀντιπερίστασιν· ἐξ ἀμφοῖν δὲ τούτων οἱ ἵδρωτες. Ἐκ τοῦ περὶ μελίτων. Ὅτι αἱ τοῦ μέλιτος γενέσεις τριτταί· ἢ ἀπὸ τῶν ἀνθῶν καὶ ἐν οἷς ἄλλοις ἐστὶν ἡ γλυκύτης, ἄλλη δὲ ἐκ τοῦ ἀέρος, ὅταν ἀναχυθὲν ὑγρὸν ὑπὸ τοῦ ἡλίου συνεψηθὲν πέσῃ (γίνεται δὲ τοῦτο μάλιστα ὑπὸ πυραμητόν) ἄλλη δὲ ἐν τοῖς καλάμοις. Πίπτει δὲ τὸ ἐκ τοῦ ἀέρος μέλι καὶ ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ προστυχόντα τῶν φυτῶν, εὑρίσκεται δὲ μάλιστα ἐπί τε τοῖς φύλλοις τῆς δρυὸς καὶ ἐπὶ τῆς φιλύρας, διότι πυκνότητα ἔχει ταῦτα καὶ ἔνικμά ἐστι. Δεῖ δὲ μήτε τελείως εἶναι ξηρά, ἵνα μὴ εἰς αὑτὰ ἕλκῃ, μήτε μανά, ἵνα μὴ διίῃ·

Codex 279 — Helladius, Chrestomathy

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 104:303ταῦτα δὲ καὶ ἔνικμα καὶ πυκνότητα ἔχει, τὸ δὲ τῆς φιλύρας καὶ γλυκύτητα. Ἔχει δέ πως ἡ μέλισσα οἰκείωσίν τινα πρὸς τὴν δρῦν. Ἀνεγνώσθη ἐκ τῆς «Ἑλλαδίου Βησαντινόου» ἐπιγραφομένης πραγματείας χρηστομαθειῶν α β γ δ. Ὅτι φλυαρεῖ καὶ οὗτος τὸν Μωϋσῆν ἄλφα καλεῖσθαι διότι ἀλφοῖς τὸ σῶμα κατάστικτος ἦν· καὶ καλεῖ τοῦ ψεύδους τὸν Φίλωνα μάρτυρα. Ὅτι Διονύσιός φησι μὴ λέγειν τοὺς Ἀττικιστὰς ὠνησάμην, ἀλλ’ ἀντ’ αὐτοῦ τὸ ἐπριάμην, καίτοι καὶ ὠνεῖσθαι καὶ ὠνήσατο καὶ ὠνούμενος καὶ τὰ ἄλλα λέγοντας. Ὅτι καλὸς καὶ ἀγαθὸς οἱ Ἀττικοὶ λέγοντες ἀγαθὸς καὶ καλὸς οὐ λέγουσι· καίτοι λέγοντες ἀγαθὴ τύχη λέγουσι καὶ τύχη ἀγαθή. Ὅτι ὑπὸ μάλης λέγουσι συντιθέντες, αὐτὴν δὲ καθ’ ἑαυτὴν μάλην οὐ λέγουσι. Καὶ κιθάραν λέγοντες λέγουσι καὶ κιθαριστήν, λύραν δὲ λέγοντες λυριστὴν οὐ λέγουσιν. Ὅτι οὗτος μέν φησιν οὐχὶ Μαγνῆτιν ἀλλ’ Ἡράκλειαν καλεῖσθαι τὴν λίθον ἥτις ἕλκει τὰ σιδήρια· πολλοὶ δὲ ἄλλοι τὴν αὐτὴν καλεῖσθαι καὶ Μαγνῆτιν καὶ Ἡράκλειαν λέγουσιν, ἀποδιδόντες καὶ τὰς αἰτίας τῆς διαφόρου ὀνομασίας. Λέγει δὲ καὶ ὡς ὁ Γαληνὸς τὴν ἤλεκτρόν φησιν ἕλκειν τὰ κηρύβια.
PG 104:305Ὅτι τοῦ μὲν ἀνδρὸς τὸν ἀδελφὸν αἱ γυναῖκες δαέρα καλοῦσι, τὴν δὲ ἀδελφὴν οὐκέτι δάειραν ἀλλὰ γάλον, καθὼς καὶ Ὅμηρός φησιν· «Εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι». Καὶ θεῖον μὲν ὀνομάζουσι τὸν τοῦ πατρὸς ἀδελφόν, οὐκέτι δὲ θείαν τὸ θῆλυ ἀλλὰ τηθίδα. Καὶ πάππον μέν φασι τὸν πατέρα τοῦ πατρός, μάμμην δ’ οὐκέτι τὴν τοῦ πατρὸς μητέρα ἀλλὰ τιθήν. Μάμμας δὲ οἱ παλαιοὶ τὰς αὑτῶν μητέρας καλεῖν εἰώθεσαν. Ὅτι Δίδυμος περὶ παροιμιῶν δεκατρία βιβλία συντέταχε, πρὸς τοὺς περὶ παροιμιῶν συντεταχότας ἐπιγράψας αὐτά. Ὅτι τὰς νῦν λεγομένας κουρίδας οἱ Ἀττικοὶ κομμωτρίας ἐκάλουν. Εὕρηται δὲ παρὰ Μενάνδρῳ καὶ τὸ κουρίδα. Ὅτι ὁ στίχος ὁ καὶ παροιμιαζόμενος· «Ὅρκους ἐγὼ γυναικὸς ἐς ὕδωρ γράφω» ἐστι μὲν Σοφοκλέους, τοῦτον δὲ παρῳδήσας ὁ Φιλωνίδης ἔφη· «Ὅρκους δὲ μοιχῶν εἰς τέφραν ἐγὼ γράφω». Οἱ δὲ τὰς γυναῖκας σκώπτοντές φασιν· «Ὅρκους ἐγὼ γυναικῶν εἰς οἶνον γράφω». Ὅτι τῶν εἴκοσι τεσσάρων στοιχείων τὸ μυ καὶ τὸ νυ καὶ τὸ ἐκτεταμένον ἔχουσι τὸ δίχρονον καὶ περισπῶνται, καὶ τὰ ἄλλα δὲ τὰ εἰς ι μονοσύλλαβα καὶ δίφθογγον ἔχει τὴν συλλαβὴν καὶ περισπᾶται, οἷον εῖ, φεῖ, χεῖ, ψεῖ.
Τὸ δὲ ω δῆλον ὅτι περισπᾶται. Τῶν δὲ δισυλλάβων ὅσα μὲν ἔχει τὴν παραλήγουσαν μακράν, φύσει περισπᾶται, οἷον βῆτα, θῆτα, ἦτα, ὅσα δὲ μή, παροξύνεται· ἄλφα, κάππα, δέλτα. Ὅτι ὄνομα θεραπαίνης Πηλούσιον ἦν, δι’ ἧς ὁ Μολοσσὸς Πύρρος ἀνεῖλε φαρμάκῳ τὴν μητέρα. Ὅτι ἀνθρακεὺς ὁ ἐν τῇ συνηθείᾳ καλούμενος καρβωνάριος. Ὅτι ὀνηλάτου μὲν υἱὸς Διονύσιος ἦν ὁ τῆς Σικελίας ἄρξας ἔτη τεσσαράκοντα δυοῖν ἀποδέοντα, Ἀγαθοκλῆς δὲ κεραμέως, καὶ αὐτὸς συχνὸν χρόνον Σικελίας ἄρξας. Τῆς δ’ Ἀταρνέως (πόλις δ’ αὕτη Θρᾳκίας) ἐκτομίας ὢν καὶ δοῦλος ἦρξεν Ἑρμείας. Πῶρος δ’ ὁ βασιλεὺς Ἰνδῶν κουρέως ἦν υἱός· Βραδύλλις δέ τις Ἰλλυριῶν ἐστρατήγησεν ἀνθρακεὺς γεγονώς, καὶ Ὀρθαγόρας Σικύωνος ἐτυράννησιν ὁ μάγειρος. Ὅτι τὸ μόγις ἀναλογώτερον διὰ τοῦ γ, φησί, γράφεται, ἐπὶ τῶν μετὰ πόνου γινομένων ταττόμενον· οἱ δὲ Ἴωνες καὶ Αἰολεῖς παραλόγως διὰ τοῦ λ, μόλις λέγοντες, ἐκφέρουσι καὶ γράφουσιν. Ὅτι τὸ ὦ τάν δύο μέρη φησὶν εἶναι, τὸ μὲν ὦ καθ’ αὑτό, τὸ δὲ τὰν κατὰ ἀποβολὴν τοῦ ε. Τὸ γὰρ πλῆρες ἐτάν ἐστι, καὶ συναλιφέντος τοῦ ω γέγονεν ὦ τάν. Ἐτὰν γὰρ ὁ ἀληθὴς φίλος· καὶ γὰρ ἐτεὸν τὸ ἀληθές.
Ὅτι νεκρὸς λέγεται κατὰ στέρησιν τῆς κηρός, νήκηρός τις ὢν καὶ νέκηρος, καὶ κατὰ συγκοπήν, νεκρός· τὸ γὰρ νη στερητικὸν καὶ νε φασί· διὸ καὶ νεβρὸς ὁ μήπω δυνάμενος νομῆς καὶ βορᾶς μετασχεῖν, γάλακτι δὲ μόνῳ τρεφόμενος. Καὶ νέκταρ, οὗ μή ἐστι δυνατὸν τοῖς θνητοῖς, τουτέστι τοῖς κτεινομένοις μετασχεῖν· ἔστι γὰρ κτὰρ ῥηματικὸν ὄνομα, ἀπὸ τοῦ ῥήματος παρηγμένον τοῦ κτῶ τοῦ δηλοῦντος τὸ κτείνω. Ὅτι τὸ ὦ οἱ ἄρθρον κλητικὸν ὑπειληφότες πλανῶνται· τὰ γὰρ ἄρθρα οὐ χρῄζουσι κλητικῆς· καὶ γὰρ αὐτὰ μὲν τῶν μὴ παρόντων τὴν ἀναφορὰν δηλοῖ, τὸ δὲ ὦ κατ’ ἐνέργειαν μόνον τῆς δείξεως τῇ κλητικῇ προσῆλθεν. Ὅτι δὲ ἁμαρτάνουσιν οἱ νομίζοντες αὐτὸ κλητικήν, καὶ ὁ χρόνος καὶ ὁ τόνος δηλοῖ καὶ τὸ πνεῦμα. Καὶ γὰρ ψιλοῦται, τῶν ἄλλων ἄρθρων, ὅσα πνεῦμα δέχεται, δασυνομένων· καὶ τὰ μὲν ὀξύνεται, τὸ δὲ περισπᾶται· καὶ τὰ μὲν βραχύνεται, τὸ δὲ μακρόν ἐστι φύσει. Ὅτι δὲ οὐκ ἔστι τῆς ο εὐθείας τὸ ὦ κλητικόν, κἀντεῦθέν ἐστι καταφανές· ἡ κλητικὴ τῇ ἰδίᾳ εὐθείᾳ ἰσοχρονεῖ ἢ τὸν ἐλάττω ἀναδέχεται χρόνον, οἷον Ἀγαμέμνων καὶ ὦ Ἀγάμεμνον· ἐνταῦθα δὲ τοὐναντίον. Οὐκ ἔστιν οὖν ἄρθρον ἀλλ’ ἐπίρρημα.
PG 104:307Συντάττεται δ’ ὅμως τῇ κλητικῇ, ἐπίρρημα ὄν, ὥσπερ καὶ ἄλλα τῶν ἐπιρρημάτων γενικῇ συντάττεται, ὡς παρὰ τῷ ποιητῇ ἐν τῇ ω τῆς Ὀδυσσείας, καὶ αἰτιατικῇ τὸ νή καὶ τὸ μά· καὶ γὰρ ὀμνύντες αἰτιατικῇ συνάπτουσι τὰ ἐπιρρήματα ταῦτα. Ὅτι τὸ κνέφας οἱ μέν φασιν ἀπὸ τοῦ κενέφας γενέσθαι (κενὸν γάρ ἐστι φάους), οἱ δὲ κατὰ πλεονασμὸν τοῦ κ· νέφος γὰρ εἶναι καὶ νέφας τὸ αὐτοτελές, διὰ τοῦ νε στερητικοῦ τὸ ἐστερημένον τοῦ φωτὸς ὑποσημαῖνον. Ὥσπερ καὶ τὸ κτύπος γέγονε κατὰ πλεονασμὸν τοῦ κ· τύπος γάρ ἐστιν ὁ κτύπος, ῥηματικὸν ὄνομα παρὰ τὸ τύπω. Καὶ τὸ καίνυτο, αἴνυτο ὄν, περισσὸν ἔχει τὸ κ. Καὶ τὸ καῦρος· αὖρος γάρ ἐστιν, οἷον ὁ κατὰ νοῦν ἐλαφρός. Ὅτι τὴν Μοῦσαν οἱ μὲν ἐτυμολογοῦσιν ἀπὸ τοῦ μυοῦσάν τινα εἶναι· ἡ γὰρ μουσικὴ παίδευσις οὐδὲν μυστηρίων διαφέρει. Οἱ δὲ παρὰ μαάσαι· τὸ γὰρ ζητεῖν Δωριεῖς λέγουσι μῶ, καὶ μῶται τὸ τρίτον πρόσωπον παρ’ Ἐπιχάρμῳ, καὶ μῶνται παρὰ Εὐφορίωνι, καὶ μώμεναι ἡ μετοχή, παρὰ Σοφοκλεῖ. Εὐλογώτερον οὖν τὴν Μοῦσαν ἐντεῦθεν εἰρῆσθαι, παντὸς νομιζομένην εὑρέτιν μαθήματος.
Μαίεσθαι δὲ καὶ Ὅμηρος οἶδε τὸ ζητεῖν, καὶ μαῖάν φαμεν τὴν ζητοῦσαν ἰατρὸν τὸ κρυπτόμενον. Ὅτι ἡ μάκαρ, φησί, μονήρης ἐστὶ λέξις, καὶ ἐν τοῖς θηλυκοῖς τὸ δάμαρ. Τὸ δὲ μάκαρ ἐκ τοῦ μακάριος ἀποκέκοπται, ὥσπερ καὶ τὸ ὑμέναιε γέγονεν ἀποκοπὲν ὑμέν. Ὅτι τὸ μακκοᾶν ἀρχαικῶς ἐστι τὸ μὴ ἀκούειν, καὶ τὸ μὴ κοεῖν, ὅπερ τὸ νοεῖν ἐδήλου. Καλλίμαχος δ’ ἐν Ἑκάλῃ, ἐκόησέ φησιν ἀντὶ τοῦ ἐνόησεν. Ὅτι τὸ μακάριός τινες ἐτυμολογοῦσιν ἐκ τοῦ μηκήριος, οἷον ἐκ τοῦ μὴ κηρὶ ὑποκεῖσθαι τὸν ἀθάνατον· ἢ ἐκ τοῦ ἀκήριος κατὰ πλεονασμὸν τοῦ μ μακάριος. Ὅτι τὸ ἄλευρον κατὰ πλεονασμὸν τοῦ μ ἔστιν εὑρεῖν μάλευρον. Καὶ τὸ μία δέ, ἐκ τοῦ ἴα γεγονὸς, κατὰ πλεονασμὸν ἔχει τὸ μ. Ὅτι περὶ τῆς ἀηδόνος μυθολογεῖται ὡς Ζήτης ὁ Βορέου παῖς ἔλαβεν Ἀηδόνα τοῦ Δουλιχιέως Πανδάρεω τὴν θυγατέρα, Ἄκτυλος δ’ αὐτοῖς υἱὸς γίνεται. Ἡ οὖν Ἀηδὼν ὑπονοήσασα τὸν ἄνδρα νύμφης ἁμαδρυάδος ἐρᾶν τινος, ζηλοτυπήσασα, ἐπεὶ αὐτῇ ἐδόκει ὁ υἱὸς Ἄκτυλος τὴν κλοπὴν τῆς μίξεως συνειδέναι καὶ συνεργῆσαι, ἀνεῖλεν ἀπὸ θήρας ἐρχόμενον τὸν παῖδα. Ὤκτειρε δ’ αὐτὴν ἡ Ἀφροδίτη τοῦ πάθους, καὶ εἰς ὄρνεον μετέβαλε τὴν Ἀηδόνα.
PG 104:309Μεταγνοῦσα δὲ ἡ πάλαι μὲν γυνὴ νῦν δ’ ὄρνις θρηνεῖ τὸν παῖδα, λύσιν οὐχ εὑρίσκουσα τοῦ τολμήματος. Ὅτι τὸ τέττα, ὃ παρ’ Ὁμήρῳ κεῖται εἰρημένον ὡς ἀπὸ Διομήδους πρὸς Σθένελον, γραφικῆς ἐστι πλάνης. Τί ποτε γὰρ δηλοῖ τὸ τέττα, μέχρι νῦν οὔπω συνομολογεῖται· ἀλλ’ οἱ μὲν σεπτικὴν αὐτὸ φωνὴν εἶναι φίλου πρὸς ἑταῖρόν φασιν, οἱ δέ «Κώτιλλε ὦ οὗτος», ἄλλοι δὲ πάλιν «Σὲ λέγω». Οἱ πλείους δὲ τῶν γραμματικῶν νεωτέρου φασὶν εἶναι προσφώνησιν εἰς πρεςβύτερον· καίτοι γε οὐδ’ ἔχουσι δεῖξαι Διομήδην Σθενέλου νεώτερον. Οὐ μὴν ἀλλ’ οὐδὲ φαίνεται Ὅμηρος ἀλλαχοῦ χρησάμενος τῇ φωνῇ, ἵν’ ἐκ τῆς ἀλλαχόθι φανερᾶς διανοίας καὶ τὸ ἐνταῦθα τῆς λέξεως ἀνακαθαρθείη ἀμφίβολον, ὥσπερ ἐπὶ τοῦ ἔλλου ἐποίησε· καὶ γὰρ εἰπὼν ἐκεῖ πρότερον «Πόδεσιν ἔλλον εἷλε ποικίλον κύων», τὸ ἄδηλον τῆς λέξεως διεσάφησεν ὑποκατιών, νεβρὸν τὸν ἔλλον ὀνομάσας. Ὡσαύτως τὸ λάε ἐκ τῆς ἐτυμολογίας σαφῆ παρίστησι τὴν φωνήν, ἐπεὶ ἀλαός ἐστιν ὁ μὴ βλέπων τὸ φῶς· ἢ ὅτι τὸ λάειν τὸ ἀπολαυστικῶς ἔχειν ἐστίν, ὅπερ δείκνυσιν ἐμφατικωτέραν διάθεσιν.
Καὶ ἄλλα δέ ἐστι ξενίζοντα ἐν τοῖς Ὁμήρου, μεθ’ Ὅμηρον δὲ τοῖς νεωτέροις σαφῆ τῇ χρήσει γεγονότα καὶ τὴν λύσιν τῆς ἀπορίας ἐπιδεξάμενα. Τὸ δὲ τέττα οὐδὲν τοιοῦτον τῆς ἀγνωσίας καὶ τοῦ μὴ διαμαρτῆσθαι ἐξείλετο. Οὐ τοίνυν τέττα δεῖ γράφειν, ἀλλὰ τέτλα τῆς ἐπὶ τέλους συλλαβῆς ἀποκοπείσης τοῦ τέτλαθι. Καὶ γὰρ ἔστιν εὑρεῖν τὸ τέτλα λεγόμενον παρὰ διαφόροις, ὡς καὶ Ἄρατός φησιν ἐν Χαρίτων πρώτῃ τέτλα. Διὸ καὶ τὸν παρ’ Ὁμήρῳ στίχον τινὲς οὐ τέττα ἀλλὰ τέτλα προήνεγκαν ἀναγινώσκοντες, καὶ ἐπισημηνάμενοι ὡς ἡ ἀπάτη γέγονεν ἐκ τοῦ τινας τὸ δεύτερον τ ἀντὶ τοῦ λ λαβεῖν, τῆς βραχυτέρας γραμμῆς τοῦ λ φαντασίαν αὐτοῖς τῆς ὀρθῆς κεραίας τοῦ τ παρασχομένης, τῆς δὲ μείζονος τῆς ἐπικειμένης ἐγκαρσίας. Ὅτι φησί, τοῦ βασιλέως Κορίνθου ἡ μήτηρ, γυνὴ δὲ Ἀμφίονος, κολοβωτέρῳ σκάζουσα τῷ ἑτέρῳ ποδὶ, Λάβδα ἐκαλεῖτο. Ὅτι ἀναλογώτερον ἡ χροιά, κατὰ πάθος δὲ ἐλλειπτικὸν ἡ χρόα· καὶ ἡ βοτάνη ποιὰ μᾶλλον ἡ πόα λεγομένη. Ὅτι τὸ ἄττα φησὶ ψιλοῦσθαι· οἱ δὲ ἄλλοι ἀκριβέστερον εἰς τὰ σημαινόμενα διαιροῦντες οἰκειότερον καὶ περὶ τῶν πνευμάτων διείλοντο. Ὅτι τὸ ἐλαύνω παράλογόν ἐστί φησι·
PG 104:311πρὸ τέλους γὰρ ῥῆμα σύμφωνον ἔχον καὶ παραλήγουσαν τὴν αυ οὐδέποτε βαρύνεται. Δυοῖν γὰρ θάτερον, ἢ καθαρεῦον βαρύτονόν ἐστιν, ἢ σύμφωνον ἔχον περισπᾶται. Τοῦ μὲν ψαύω, φαύω, ἐξ οὗ καὶ τὸ ἔφαυσε· τοῦ δευτέρου δὲ ἀμαυρῶ καὶ τὰ ὅμοια. Τὸ δὲ χαύνω παραλόγως βαρύνεται. Τεχνολογοῦσι δὲ τὸ ἐλαύνω οἱ μὲν ἀπὸ τοῦ ἐλῶ ἐλαύνω· τινὲς δὲ ὥσπερ ἀπὸ τοῦ βῶ βαίνω, οὕτω φασὶ καὶ ἀπὸ τοῦ ἐλῶ γέγονεν ἐλαύνω, καὶ μεταθέσει τοῦ διχρόνου ἐλαύνω· πλὴν μονῆρές ἐστι τὸ ἐλαύνω, καὶ διὰ τοῦτο οὐδὲ κλίσιν βεβαίαν ἔχει. Ἑτερόκλιτος οὖν ἐστιν ὁ παρακείμενος· ἀπὸ γὰρ τοῦ ἐλάζω γίνεται τὸ ἐλήλακα. Ὅτι ὁ τε συμπλεκτικὸς ἐγκλίνεται μόνος, ἴσως διότι τοῖς παραπληρωματικοῖς κατὰ φωνὴν συνεμπίπτει. Οἱ δὲ Αἰολεῖς ἂν μὲν ὡς συμπλεκτικὸν αὐτὸν παραλάβωσιν, ὁμοίως ἡμῖν ἐκφωνοῦσι τὸν τε· ἂν δὲ παραπληρωματικῶς εἰς ο τρέπουσι τὴν συλλαβήν, καὶ το λέγουσιν ἀντὶ τοῦ τε. Ὅτι τὸ γλωσσοκομεῖον κυρίως μέν ἐστι τὸ ἀγγεῖον ὃ τὰς αὐλητικὰς ὑποδέχεται γλώσσας· οἱ δὲ νῦν καταχρώμενοι καὶ ἐπὶ τῶν ἕτερά τινα δεχομένων τιθέασι τὴν λέξιν. Καὶ τοῦτο μὲν ἀνεκτόν, οἱ δὲ προσδιαστρέφουσι καὶ τὸν τόνον καὶ τὸν χρόνον·
δέον γὰρ προπερισπᾶν τὴν παραλήγουσαν μακράν, οὗτοι καὶ συστέλλουσι καὶ προπαροξύνουσιν. Ὅτι μάζης μὲν εἶδος οἱ παλαιοὶ θριδακίνην καλοῦσι, τὴν δὲ βοτάνην θρίδακα. Οἱ δὲ ἰατροὶ θρίδακα μὲν τὸ ἥμερον λάχανον, θριδακίνην δὲ τὸ ἄγριον καλοῦσιν. Ὅτι ὥσπερ τὰ νυ φαμεν καὶ τὰ μυ, πληθυντικῶς ἐκφωνεῖν ἐθέλοντες τὰ στοιχεῖα, οὕτω καὶ τὰ σῖγμα δεῖ λέγειν, ἀλλ’ οὐχὶ τὰ σίγματα· καὶ γὰρ ἄκλιτα τῶν στοιχείων τὰ ὀνόματα. Διὸ καὶ τὸ παρὰ τῷ Ξενοφῶντι ἐν τοῖς Ἑλληνικοῖς εἰρημένον οὐχ ὑφ’ ἓν «τὰ σίγματα τῶν ἀσπίδων» ἀναγνωστέον, ἀλλὰ δισυλλάβως μὲν «τὰ σῖγμα» καὶ ἀπ’ ἄλλης ἀρχῆς «τὰ τῶν ἀσπίδων» κατὰ διάστασιν. Ὅτι τὸ ἀρχέτυπον, φασιν, οὐδενὶ τῶν ἀρχαίων συγγραφέων οὐδὲ ῥητόρων οὐδὲ τῶν Μούσαις κατόχων εἴρηται, ὡς Διονύσιος ὁ Ἁλικαρναςσεὺς ἱστορεῖ. Ὅτι κρήγυον τὸ ἀληθὲς εἴρηται, καρέγγυόν τι ὄν· οἱ γὰρ ἀληθῶς τι πράττειν μέλλοντες ἐγγυῶνται τοῦτο τῇ κεφαλῇ κατανεύοντες. Οἱ δὲ κρήγυον οὐ τὸ ἀληθὲς ἀλλὰ τὸ ἀγαθὸν σημαίνειν φασί, καρήγυον ἐτυμολογοῦντες, οἷον ἡδῦνον τὸ κῆρ, τουτέστι τὴν ψυχήν· ἡδύνειν γὰρ πέφυκε τὴν ψυχὴν τὸ ἀγαθόν. Ὅτι ὀργιζομένου ἐστὶ τὸ τὰ αὐτὰ πολλάκις λέγειν·
καὶ γὰρ τὸ τῆς ὀργῆς πάθος ἄγονον. Διὸ καὶ ὁ Ἀγαμέμνων ὀργιζόμενος τῷ Κάλχαντι ἐν τοῖς αὐτοῖς ῥήμασι τὴν βλασφημίαν περιφέρει, μάντι, λέγων, κακῶν, καὶ αἰεί σοι φίλον τὰ κακὰ μαντεύεσθαι, καὶ ἐσθλὸν οὐδὲ πώποτε εἶπες. Ὅτι τὸ ἐπιτὰξ παρὰ Καλλιμάχῳ καὶ Ἀράτῳ κείμενον ἀπὸ τοῦ ὁριστικοῦ μέλλοντος γέγονε κατὰ ἀποβολὴν τῆς ἐπὶ τέλει μακρᾶς συλλαβῆς, ὥσπερ καὶ τὸ χωρὶς τοῦ χωρίσω καὶ τὸ πέλας τοῦ πελάσω καὶ τὸ μὶξ ἀπὸ τοῦ μίξω, ὅθεν καὶ τὸ ἐπιμὶξ παρ’ Ὁμήρῳ, καὶ τὸ δὰξ ἀπὸ τοῦ δάξω· καὶ γὰρ οἱ Ἴωνες ἀπὸ τοῦ δάκνω τὸ δάξω ἐκφέρουσιν· ἐκ δὲ τοῦ δὰξ τὸ ὀδάξ· καὶ ἀπὸ τοῦ πτύξω δὲ πτύξ, καὶ ἀποβολῇ τοῦ τ πύξ. Οὕτως οὖν καὶ ἀπὸ τοῦ οὐδίσω οὐδίς καὶ ἀμφουδίς· ἀμύξω ἀμὺξ παρὰ Νικάνδρῳ, καὶ πλήξω πλὴξ καὶ ἀμφιπλήξ, καὶ ἀγκάσω ἀγκάς, καὶ τύψω τύψ καὶ προτύψ. Ὡσαύτως καὶ ὀκλάσω ὀκλὰς καὶ ὀκλάξ, πρίσω πρίς, πρὶξ καὶ ἀπρίξ. Οὕτως οὖν καὶ ἐκ τοῦ ἐπιτάξω ἐπιτάξ, ὃ κατ’ ἐπίταγμα καὶ κέλευσιν πράττεται. Ὅτι τὸ κύρβεις οἱ μὲν Ἀττικοὶ ἀρρενικῶς ἐκφωνοῦσι, Καλλίμαχος δὲ οὐδετέρως. Καὶ τὸ φοιτάζειν δὲ Καλλίμαχος παραλόγως εἶπε φοιτίζειν, φάμενος ἀγαθοὶ πολλάκις ἠί̈θεοι.
PG 104:313Ὅτι χλιδὴ μὲν ἡ τρυφὴ καὶ τὸ βρενθύνεται δὲ σημαίνει τὸ ἀλαζονεύεται. Γέγονε δὲ ἀπὸ τοῦ βρένθιον, ὅ ἐστι μύρον· οἱ γὰρ ἀλαζονευόμενοι καὶ βρενθυνόμενοι μύρῳ χρῆσθαι εἰώθεσαν. Ὅτι μύρων εἴδη, φησί, βακκάριος, ναρκίτανος, στάκτη, πλαγγόνιον, ὅπερ εὗρε γυνὴ Ἠλεία καλουμένη Πλάγγων, μεταλεῖον, ὅπερ εὗρε Μέταλος Συρακούσιος. Ὅτι παρὰ Εὐφορίωνι τῷ φύσει μὲν Χαλκιδεῖ, θέσει δὲ Ἀθηναίῳ, κακοζήλους ἐστὶν εὑρεῖν λέξεις. Καὶ γὰρ τὸν Ἰάσονα ναυαγὸν εἶπεν, ὅπερ οὐ νεναυαγηκότα μᾶλλον, τὸν δὲ ναῦν ἄγοντα δηλοῖ· καὶ τὸν τὰ χρυσᾶ μῆλα τῶν Ἑσπερίδων φρουροῦντα ὄφιν κηπουρὸν ὠνόμασε. Παρεζήλωσε δὲ τὸν πρῶτον Διονύσιον τὸν Σικελίας τύραννον, ὃς ὑπὸ τῆς ἐξουσίας καὶ τῶν κολάκων καὶ τῆς τρυφῆς διαφθειρόμενος ἐπεχείρησε καὶ τραγῳδίας γράφειν, ἐν αἷς καὶ τοιαῦτα συνεφόρησε ῥήματα, τὸ μὲν ἀκόντιον καλῶν βαλάντιον, τὸν δὲ κάδον ἑλκύδριον, σκέπαρνον δὲ τὸ ἔριον, τὴν δὲ χλαίναν ἐριόλην οἷον ὄλεθρον οὖσαν τῶν ἐρίων, καὶ πολλὰ τοιαῦτα καταγελαστά. Ὅτι ὁ τῆς θυί̈ας τριβεὺς δοῖδυξ μὲν παρὰ τοῖς Ἀττικοῖς ὀνομάζεται, ἀλετρίβανος δὲ παρὰ τῇ συνηθείᾳ, καὶ οὐδὲν ἧττον παρὰ Ἀθηναίοις·
Διονύσιος δὲ ὁ προειρημένος τύραννος θυέστην τὸν δοίδυκα ἐκάλει. Εἰκότως ἄρα τῆς τῶν τοιούτων ἀκροάσεως τὰς λατομίας μᾶλλον ᾐρεῖτο Φιλόξενος. Ὅτι οἱ κωμικοὶ τοὺς οἰκέτας τὸ μὲν πλέον ἀπὸ τοῦ γένους ἐκάλουν, οἷον Σῦρον, Καρίωνα, Μίδαν, Γέταν καὶ τὰ ὅμοια, ἐκάλουν δὲ καὶ ἐξ ἐπιθέτων, ὡς ἀπὸ τοῦ χρώματος, μὲν Πυρρίαν καὶ Ξανθίαν, ἀπὸ τοῦ τρόπου δὲ Παρμένωνα καὶ Πιστὸν καὶ Δρόμωνα. Ἐκάλουν δὲ καὶ ἀπὸ τῆς ἡμέρας ἐν ᾗ ὠνήσαντο τὸν οἰκέτην, ἐξ οὗ καὶ τῆς νουμηνίας ὠνόμαζον. Ὅτι τρεῖς ἱστοροῦνται φθειριάσει τεθνάναι· ἔστι δὲ τὸ νόσημα μὲν τῶν σπανίων, γίνεται δὲ ὅταν εἰς φθεῖρας ἀναλυθῇ ἅπαν τὸ σῶμα. Ἀλλὰ τῶν ἐκ τῆς νόσου ταύτης τεθνεώτων τῶν μὲν ἡρώων Ἄκαστός ἐστιν ὁ Πελίου, δεύτερος ὁ Σύρος Φερεκύδης, ὁ τὴν γενεαλογίαν συγγράψας, ὃν καὶ λέγουσι γενικῶς τὴν συμφορὰν ἐνεγκεῖν· τρίτος ὁ Ῥωμαίων πολλάκις ὑπατεύσας Σύλλας, ἤδη σφόδρα γηραιὸς ὤν, ὃς καὶ Ἐπαφρόδιτος διὰ τὴν τύχην ἐπωνομάζετο. Ὅτι ἀναλογώτερον ἀντὶ μὲν τῆς εἰς προθέσεως τὸ ἐς λέγειν, ἀντὶ δὲ τῆς ἐξ τὸ ἐκ· πᾶσα γὰρ πρόθεσις βραχυκαταληκτεῖν θέλει. Ἀλλ’ ἕτερος πάλιν λόγος τὴν ἐκ ξενίας διώκει·
PG 104:315οὐδεμία γὰρ παρὰ Ἀττικοῖς λέξις εἰς κ καταλήγει. Ὅτι τὸ Κυθνώλης διὰ τοῦ λ γράφουσιν, ἀλλ’ οὐ διὰ τοῦ δ. Ἄργους γὰρ ἦν χωρίον τι καλούμενον Κύθνιον, οὗ τοὺς ἄνδρας ποτὲ Ἀμφιτρύων ἀνεῖλε πάντας, πλὴν ὀλίγων πάνυ. Ὅτι ὁ παρ’ ἄλλοις μισθοῦ δουλεύων θὴς καλεῖται, ἢ παρὰ τὸ θεῖναι, ὃ δηλοῖ χερσὶν ἐργάζεσθαι καὶ ποιεῖν (καὶ γὰρ τοῖς παλαιοῖς λέγειν ἔθος ἔθηκεν ἐπὶ τοῦ τι δρᾶν, καὶ ὡς δραστικώτατος ἥρως διὰ τοῦτο κέκληται Θησεύς) ἢ κατὰ μετάθεσιν τοῦ τ εἰς τὸ θ· τὸ γὰρ πένεσθαι καὶ τητᾶσθαι βίου, οἷον στέρεσθαι, ἀναγκάζει πολλοὺς τὰ δούλων πράττειν. Ὅτι παρὰ γράμμα, φησί, μυρία ἐστὶν ἡμαρτημένα, ὥσπερ ἀντὶ τοῦ ὁ σίκυος ἁμαρτάνοντες λέγουσιν ὁ σίκυς, καὶ ἀντὶ τοῦ ἀνδράχλη διὰ τοῦ λ (οὕτω γάρ φασιν οἱ Ἀττικοί) λέγουσιν ἀνδράχνη. Καὶ τὸ εἴσω δὲ ἀναλογώτερον τοῦ ἔσω. Καὶ τὴν ὤμιλλαν οἱ Ἀττικοὶ διὰ τοῦ ο προφέρουσιν, ἡ δὲ συνήθεια διὰ τοῦ α. Ὅτι ὁ Εὐφορίων, φησίν, ἱστορεῖ τινα ἐνύπνια μηδέποτε ἑωρακέναι. Ὅτι τὴν ἡμίονον, ἐφ’ ἧς ὀχούμεθά, φησιν, ἀζύγου οὔσης, Ἀθηναῖοι καλοῦσιν ἀστράβην· ἔνθεν λέγεται καὶ ὁ ἀστραβηλάτης.
Λέγεται μέντοι ἀστράβη καὶ τὸ κατασκεύασμα, ὡς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου λόγῳ· «Ἐπ’ ἀστράβης ὀχούμενος ἀργυρᾶς». Ὅτι ἄρτος ἐκ τοῦ αἴρειν εἴρηταί, φησιν, ὃ δηλοῖ τὸ προσφέρεσθαι· καὶ γὰρ καθ’ ἑκάστην τοῦτον προσφερόμεθα. Καὶ ἄρμα δὲ ἡ τροφὴ παρὰ Ἱπποκράτει καὶ πολλοῖς ἄλλοις. Ὅτι τὸ τάριχος ὡς ἐπὶ τὸ πολὺ μὲν λέγουσιν οὐδετέρως οἱ Ἀττικοί, ἐπ’ ἔλαττον δὲ καὶ ἀρσενικῶς· οἱ δὲ γραμματικοὶ τεχνολογοῦντες ἀναλογώτερόν φασι τὸν τάριχον λέγεσθαι. Ὅτι τὸ ἄριστος κυρίως μὲν ἐπὶ τῶν κατὰ πόλεμον εὐδοκιμούντων ἂν ῥηθείη, διότι καὶ ἀριστέας τούτους καλοῦμεν καὶ τὸν Ἄρην ἔφορον τῶν πολεμικῶν ἔργων νομίζουσιν· ἐν καταχρήσει δὲ καὶ ἐπὶ τῶν ἄλλο τι κατορθούντων λέγεται. Ὅτι τὸ μακτρὰν καλεῖν, ἐν αἷς τὰς μάζας μάττουσιν, Ἀττικόν, καὶ οὐχ (ὡς ἔνιοι δοκοῦσιν) ἰδιωτικόν. Ἀλλὰ καὶ τῆς βελόνης ἡ ῥαφὶς παλαιότερον, καὶ ξύστρα τῆς στλεγγίδος, καὶ τοῦ ὀχετοῦ ἡ ὑδρορρόη, καὶ ὁ ἀλέτων δὲ τοῦ μύλου· τὸν γὰρ ἄνω τοῦ μύλου λίθον οὕτως ἐπονομάζομεν, ὄνον δὲ τὴν κάτω μύλην. Καὶ ἡ μαγὶς δὲ ἀντὶ τῆς τραπέζης Αἰγύπτιον δόξει καὶ παντελῶς ἔκθεσμον.
Ἐπίχαρμος δὲ ὁ Δωριεὺς καὶ Κερκίδας ὁ μελοποιὸς ἐπὶ τῆς αὐτῆς διανοίας ἐχρήσαντο τῇ λέξει, καὶ μὴν καὶ ὁ Ἀττικὸς Σοφοκλῆς. Ὅτι, φησὶν οὗτος, Ἀριστοτέλης ὁ τοῦ περιπάτου προστάτης ὑπὸ Πλάτωνος ἵππος ἐπωνομάζετο, ἐναντιοῦσθαι δοκῶν τῷ διδασκάλῳ· καὶ γὰρ ὁ ἵππος τὸν ἑαυτοῦ φιλεῖ πατέρα δάκνειν. Ὅτι παροιμίαν εἶναί φησι τὸν δεξιὸν ὑποδεῖσθαι πόδα, τὸν δ’ ἀριστερὸν νίζειν· φησι γὰρ ὁ Πολέμων, ὡς μαρτυρεῖ Δίδυμος, δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδάνιπτρα. Ὅτι δήμιον μέν φησι καλεῖσθαι τὸν τῶν ἐπὶ θανάτῳ καταδικασθέντων φονέα, δημόκοινον δὲ τὸν βασανιστήν. Ὅτι ἱππεῖς μὲν καὶ νομεῖς δεῖ γράφειν καὶ λέγειν τὴν εὐθείαν τῶν πληθυντικῶν, οὐκέτι δὲ καὶ τὰς αἰτιατικάς, ἀλλ’ ἱππέας καὶ νομέας. Εἰ δὲ καὶ Ξενοφῶν εἴρηκε τοὺς νομεῖς, οὐδὲν θαυμαστόν, ἀνὴρ ἐν στρατείαις σχολάζων καὶ ξένων συνουσίαις εἴ τινα παρακόπτει τῆς πατρίου φωνῆς· διὸ νομοθέτην αὐτὸν οὐκ ἄν τις ἀττικισμοῦ παραλάβοι. Ὅτι πρῶτα μὲν τὰ Παναθήναια συνέστη· εἶτα τὰ Ἐλευσίνια ἐπὶ Πελίᾳ τεθνηκότι προὔθηκαν ἆθλα Θετταλοί· εἶτα τὰ Ἴσθμια ἐπὶ Μελικέρτῃ·
PG 104:317ἔπειτα ὁ τῶν Ὀλυμπίων ἀγὼν ἀρχὴν λαμβάνει ὑφ’ Ἡρακλέος, εἶτα τὰ Νέμεα ἐπ’ Ἀρχεμόρῳ τεθέντα, εἶτα μετὰ τὸ τὴν Κίρραν πεσεῖν τὰ Πύθια. Ὅτι τὸ ποτνιᾶσθαι κυριώτερον ἐπὶ γυναικὸς τάττεταί, φησιν, ὅταν κακόν τι πάσχῃ καὶ θηλείαν ἱκετεύῃ θεόν· ποτνιώμενον δὲ ἄνδρα ἄν τις εἴπῃ, ἁμαρτάνει. Ὅτι τὸ μόνος ἐπίτασίν φασι μὴ λαμβάνειν οἱ γραμματικοί· διὸ τὸ μονώτατος σόλοικον ἡγοῦνται. Ἀριστοφάνης δὲ ὅμως κέχρηται τῇ φωνῇ. Ὅτι τὸ ἐν Θετταλίᾳ ἱερὸν Ἀφροδίτης ὀνομάζεται ἀνοσίας, διότι τὴν ἑταίραν τὴν Λαί̈δα παραγενομένην αὐτόθι ἐζηλοτύπησαν ἐκτόπως αἱ γυναῖκες, καὶ ξυλίναις αὐτὴν ἀπώλεσαν χελώναις. Ὅτι ἔθος ἦν ἐν Ἀθήναις φαρμάκους ἄγειν δύο, τὸν μὲν ὑπὲρ ἀνδρῶν, τὸν δὲ ὑπὲρ γυναικῶν, πρὸς τὸν καθαρμὸν ἀγομένους. Καὶ ὁ μὲν τῶν ἀνδρῶν μελαίνας ἰσχάδας περὶ τὸν τράχηλον εἶχε, λευκὰς δ’ ἅτερος. Συβάκχοι δέ φησιν ὠνομάζοντο. Τὸ δὲ καθάρσιον τοῦτο λοιμικῶν νόσων ἀποτροπιασμὸς ἦν, λαβὸν τὴν ἀρχὴν ἀπὸ Ἀνδρόγεω τοῦ Κρητός, οὗ τεθνηκότος ἐν ταῖς Ἀθήναις παρανόμως τὴν λοιμικὴν ἐνόσησαν οἱ Ἀθηναῖοι νόσον, καὶ ἐκράτει τὸ ἔθος ἀεὶ καθαίρειν τὴν πόλιν τοῖς φαρμάκοις.
Ὅτι ὀργὰς μὲν κοινῶς, φησί, πᾶσα ἡ γῆ, ὅση ἐπιτηδεία πρὸς καρπῶν γονάς· ὀργάδα δὲ ἰδίως ἐκάλουν οἱ Ἀθηναῖοι τὴν ταῖν θεαῖν ἀνειμένην τῆς Ἀττικῆς μεταξὺ καὶ Μεγαρίδος. Ὥσπερ καὶ Ἴδην μὲν κοινῶς ἕκαστον ὄρος, ἐξ οὗ ῥᾴδιόν ἐστιν ἰδεῖν τὰ κάτω, ἰδίως δὲ Κρήτης τε καὶ Τροίας ὄρη. Καὶ ῥίον μέν, φησι, λέγομεν ἅπαν ὄρους ἀκρωτήριον, ἰδίως δὲ τὸ Μολύκριον. Καὶ ἰσθμὸς μὲν κοινῶς ἅπαν τὸ ὑπὸ δυοῖν πελαγῶν περιεχόμενον, ἰδίως δὲ τὸ χωρίον ὅπερ Ἰσθμὸν Κορίνθιοι λέγουσιν. Ὡσαύτως καὶ χερρόνησος κοινῶς μὲν πᾶν τὸ ὑπὸ θαλάσσης ἐπὶ πλεῖστον περιεχόμενον, καθ’ ἓν δὲ μέρος τῇ γῇ συναπτόμενον· καὶ ἴδιον δὲ ὄνομα Θρᾳκίου τόπου. Καὶ αἰγιαλὸν μὲν καὶ ἀκτὴν ἁπλῶς τὰ παραθαλάττια πάντα λέγομεν, ἰδικώτερον δὲ τὴν Ἀττικὴν Ἀκτὴν λέγουσιν. Ὡσαύτως καὶ Αἰγιαλὸν ἐξῃρημένως φασὶ τὸ περὶ τὴν Ἑλικὴν παράλιον μέρος· ἔστι δὲ τῆς Ἀχαί̈ας, ἀφ’ οὗ καὶ τοὺς Ἀχαιοὺς Αἰγιαλεῖς τινες εἰώθασι καλεῖν. Καὶ μὴν καὶ ἤπειρος πᾶσα ἡ γῆ, Ἤπειρος δὲ ἰδίως καὶ ἡ Θεςπρωτιάς. Ὅτι τὴν Ἀντίκυραν, ἐν ᾗ φασι γίνεσθαι τὸν λευκὸν ἐλλέβορον οὐδενὸς χείρω τῶν ἀλλαχόθι γινομένων, Φωκικὴν εἶναι πόλιν λέγει.
PG 104:319Ὅτι ἐν τοῖς ἐφεξῆς τοῦ τετάρτου λόγου, ἀποφθέγματά τινα λέγει καὶ σύμβολα τῆς Ἀθηναίων φιλανθρωπίας τε καὶ συμπαθείας καὶ τῆς προνοίας καὶ ἐπιμελείας τοῦ πρέποντος καὶ τῆς ἄλλης ὁσιότητος· ὧν ἐστὶ καὶ ταῦτα. Ἱέρακα φεύγων στρουθὸς ἐν Ἀρείῳ πάγῳ τῶν Ἀρεοπαγιτῶν ἑνὸς κατέπεσεν εἰς τὸν κόλπον· ὁ δὲ τὸν πρόσφυγα, δέον σῴζειν, ἀνεῖλε· τὸ δὲ συνέδριον ἀπεκήρυξεν ὡς οὐχ ὅσια δράσαντα τοῦτον. Ἔδωκε τοίνυν οὐχὶ στρουθοῦ χάριν δίκην, τῆς δ’ ἰταμότητος τῶν τροπῶν. Φιλανθρωπίας δὲ καὶ συμπαθείας παράδειγμα· τὸν Δημοσθένην, φησίν, ἐπὶ τοῖς Ἁρπαλείοις χρήμασιν αἰτίαν λαβόντα καὶ φεύγειν μέλλοντα συνέσχον μὲν οἱ Ἀθηναῖοι καὶ περιστάντες εἶχον ὀρρωδοῦντα, ἕκαστος δ’ ὑπὸ μάλης ἔχων τι εἰς ἐφόδιον ἐπεδίδου, ὁ μὲν ἀργύριον, ὁ δὲ χρυσίον, καὶ προὔπεμπον αὐτὸν εὐμενῶς, καὶ θαρρεῖν ἐκέλευον καὶ φέρειν τὴν συμφορὰν γενναίως· ὁ δὲ ἀναστενάξας·
«Πῶς, ἔφη, φέρειν δυνήσομαι, τοιαύτην ἀπολιμπάνων πόλιν, ἐν ᾗ τοιοῦτοι τυγχάνουσιν ἐχθροί, οἵους οὐκ ἄν τις ἀλλαχόθι φίλους εὑρήσει;» Οἱ δὲ τοῦτο τὸ ἀπόφθεγμα Αἰσχίνην λέγουσιν εἰπεῖν, ἡνίκα φεύγοντα καταλαβὼν Δημοσθένης καὶ φιλοφρονησάμενος παρηγγύα φέρειν τὸ συμβεβηκὸς γενναίως. Καὶ Καλλικλέα δὲ ἐπὶ τῇ αὐτῇ τῶν Ἁρπαλείων χρημάτων αἰτίᾳ ὑπόνοιαν παρασχόντα ἐπείπερ ἄγειν ἐκέλευσαν οἱ Ἀρεοπαγῖται, τὴν οἰκίαν καταλαβόντες οἱ ἀπεσταλμένοι καὶ τὰ πρόθυρα ἰδόντες ἐστεφανωμένα καὶ γνόντες ὡς εἴη τεθυκὼς νυνὶ γάμους, ἀφέντες τὴν ζήτησιν ἀνεχώρησαν· οὐ γὰρ ᾠήθησαν εὖ ἔχειν ἐπεισελθεῖν γυναικὶ νεογάμῳ. Καὶ τοῦ πρὸς Φίλιππον δὲ τοῖς Ἀθηναίοις ἔτι συνεστῶτος πολέμου, ἐπεὶ γράμματα αὐτοῦ πρὸς διαφόρους συνελήφθησαν, τὰ μὲν ἄλλα ἐν τῇ ἐκκλησίᾳ ἀνεγινώσκετο, ἐπιγραφὴν δέ τινος γραμματίου ἔχοντος· «Ὀλυμπιάδι Φίλιππος», ὁ δῆμος ἅμα ἐβόησε ταῦτα μήτε λύειν μήτε ἀναγινώσκειν· πρὸς γὰρ γαμετὴν γυναῖκα τὴν διὰ γραμμάτων ὁμιλίαν ἀπόρρητον ἀνδρὸς οὐκ ἐνόμισαν δημοσιεύειν εὐπρεπὲς εἶναι. Καίτοι συνέφερεν αὐτοῖς μηδὲν λανθάνειν·
PG 104:321ἀλλ’ ὡς Ἀθηναῖοι τὸ πρὸς εὔκλειαν φέρον τοῦ λυσιτελοῦντος οὐκ ἔθεντο δεύτερον. Τῆς δὲ πολλῆς εὐλαβείας τεκμήριον, ὅτι στάσεως ἐν Ἄργει γενομένης σφοδρᾶς, ἣν καὶ σκυταλισμὸν ἐκάλεσαν, διότι παίοντες ἀλλήλους ἀνεῖλον χιλίους πεντακοσίους, τοῦτο ἀπαγγελθὲν εἰς τὰς Ἀθήνας, ἕνεκα τῆς ἀκοῆς μόνης ἐψηφίσαντο, καταπλαγέντες τὸ ξένον, ὅλην καθάραι τὴν πόλιν παραυτίκα. Καὶ Πραξιτέλης δέ τις ὄνομα κριὸν ἐξέδειρε ζῶντα· ἀλλὰ καὶ τοῦτον ὀργισθέντες ἀπετυμπάνισαν, οὐχὶ τοῦ προβάτου τιμωρίαν λαβεῖν ἐθέλοντες, ἀλλὰ καὶ τὸν ἄνδρα μισήσαντες ὡς τυραννικὸν ἔχοντα φρόνημα καὶ καινὸν τρόπον οὕτω παρανόμων ἐπινοοῦντα κολάσεων. Ὅτι τὸ μὴ λέγειν δύσφημα πᾶσι τοῖς παλαιοῖς μὲν φροντὶς ἦν, μάλιστα δὲ τοῖς Ἀθηναίοις. Διὸ καὶ τὸ δεσμωτήριον οἴκημα ἐκάλουν, καὶ τὸν δήμιον κοινόν, τὰς δὲ Ἐρινύας Εὐμενίδας ἢ σεμνὰς θεάς, τὸ δὲ μύσος ἄγος, τὸ δὲ ὄξος μέλι καὶ τὴν χολὴν γλυκεῖαν, τὸν δὲ βόρβορον ὀχετόν. Οἱ δὲ γραμματικοὶ τὰ τοιαῦτα κατὰ ἀντίφρασιν ὀνομάζουσιν. Οἶδα δέ τινάς, φησι, τῶν φιλολόγων καὶ τὸν πίθηκον ὀνομάζοντας Καλλίαν. Ὅτι τὸ νὺξ μὲν ἀπὸ τοῦ νύξω γέγονε, κατὰ ἀποκοπήν·
νυττόμεθα γὰρ ἐν τῷ σκότει προςπταίοντες καὶ οὐχ ὁρῶντες, ἐξ ὧν νυγμοί τε καὶ πληγαί. Πέντε δέ εἰσι μονοσύλλαβα εἰς υξ λήγοντα θηλυκά, τρύξ, στύξ, νύξ, πτύξ καὶ πνύξ. Τούτων διὰ μὲν τοῦ γ κλίνεται τὸ τρύξ καὶ τὸ στύξ, διὰ δὲ τοῦ χ τὸ πτύξ καὶ τὸ νύξ. Πτὺξ γὰρ πτυχὸς καὶ νὺξ νυχός, ἐξ οὗ καὶ πάννυχος καὶ παννυχὶς καὶ παννύχιον, καὶ κατὰ ἀντιστοιχίαν νυκός, καὶ ἐπενθέσει τοῦ τ νυκτός· φιλεῖ γὰρ πλεονάζειν ἐν ταῖς γενικαῖς τὸ τ, ὥσπερ ἐπὶ τοῦ ἄνακτος καὶ γάλακτος. Τὸ δὲ πνύξ μόνον διὰ τοῦ κ κλίνεται. Ὅτι ἐν ταῖς Ἀθήναις καὶ οὗτος τέσσαρα δικαστήρια φονικὰ εἶναι λέγει, α τὸ ἐν Ἀρείῳ πάγῳ, ὃ δικάζει τοὺς ἐκ προνοίας τὸν φόνον δεδρακότας, β τὸ ἐπὶ Παλλαδίῳ, ὅπερ ἐτάζει τοὺς ἀκουσίους, γ τὸ δὲ ἐπὶ Δελφινίῳ, ὃ συνίσταται ἐπὶ τῶν λεγόντων δικαίως τὴν ἀναίρεσιν πεποιηκέναι, καὶ τέταρτον τὸ ἐν Φρεατοῖ, ὃ δικάζει τὸν χρόνον μέν τινα φεύγοντα ῥητόν, αἰτίαν δὲ πρότερον ἔχοντα φόνου· ὃς καὶ κρινόμενος ἐπὶ νηὸς ἔξωθεν τοῦ Πειραιῶς ἀπολογούμενος ἄγκυραν καθίει, διότι ὁ νόμος αὐτὸν οὐκ ἐδίδου τῆς γῆς ἐπιβῆναι.
Ἀρεοπαγῖται μὲν οὖν ἐκαλοῦντο οἱ τὸν ἑκούσιον φόνον κρίνοντες, οἱ δὲ ἐν τοῖς ἄλλοις δικαστηρίοις κοινῶς ἐφέται. Ὅτι μυθολογεῖ ἄνδρα τινὰ ὠνομασμένον Ὤην τῆς ἐρυθρᾶς θαλάσσης ἀνελθεῖν, τἆλλα μὲν τῶν μελῶν ἰχθύος ἔχοντα, κεφαλὴν δὲ καὶ πόδας καὶ χεῖρας ἀνδρός, καὶ καταδεῖξαι τήν τε ἀστρονομίαν καὶ τὰ γράμματα. Οἱ δὲ αὐτὸν ἐκ τοῦ πρωτογόνου πεφηνέναι λέγουσιν ὠοῦ, καὶ μαρτυρεῖν τοὔνομα· ἄνθρωπον δὲ ὄντα τὰ πάντα ἰχθῦν δόξαι, διότι περ ἠμφίεστο κητώδη δοράν. Ὅτι τὸ μὲν αὖτις ἰωνικόν, τὸ δὲ αὖθις ἀττικόν. Ὡσαύτως δὲ καὶ τὸ μέχρι καὶ ἄχρι χώρις μὲν τοῦ ς ἀττικόν, μετὰ δὲ τοῦ ς ἰωνικόν. Ὅτι οἱ Ἀττικοὶ κατά τι πάτριον ἔθος οὐ χρῶνται τῇ ει διφθόγγῳ ἐν τῷ λέγειν ἐς κόρακας ἢ ἐς μακαρίαν, ἀλλ’ ἄνευ διχρόνου ἐκφωνοῦσι τὴν πρόθεσιν· ἐπὶ δὲ τῶν ἄλλων ἁπάντων καὶ τοῦ διχρόνου καὶ χωρὶς τοῦ διχρόνου τὴν πρόθεσιν λέγουσιν. Ὅτι κατ’ εὐφημισμὸν οἱ Ἀττικοὶ τὸν κλέπτην φιλητὴν λέγουσιν, οἱονεὶ μισητόν· ἢ καὶ φιλητὴς ὁ κλέπτης, διότι φιλεῖ λαμβάνειν τὰ ἀλλότρια. Ὅτι τὸ αἰσυμνήτης ἢ ὁ τὸ καθῆκον ὑμνῶν καὶ σέβων (καὶ γὰρ τὸ καθῆκον αἶσάν φασιν) ἢ ὁ μένων ἐν τῇ αἴσᾳ, τουτέστι τῷ καθήκοντι·
PG 104:323τοῦτο δὲ ῥηματικὸν ὂν παραλόγως βαρύνεται. Τινὲς δὲ οὐκ ἀπὸ τοῦ μένειν ἐν τῇ αἴσᾳ ἀλλ’ ἀπὸ τοῦ νέμειν τὸν αἰσυμνήτην φασὶ γεγονέναι. Ὅτι τὸ ἔαρ παρὰ τὸ εὔαρ εἶναι εἴρηται· ἡδίστη γὰρ ἡ τότε τοῦ ἀέρος κρᾶσις. Ὅτι ἡ μέλιττα ἢ ἀπὸ τοῦ μέλειν εἴρηται (οἰκονομικὸν γὰρ τὸ ζῷον), ἢ μήλιζαν αὐτὴν λεκτέον ὡς ἐφιζάνουσαν πᾶσι τοῖς καρποῖς· τὸ γὰρ μῆλον κατὰ πάντων ληπτέον τῶν καρπίμων. Τὸ δὲ τῶν μελισσῶν σμῆνος ἐσμὸς κυρίως λέγοιτο, παρὰ τὸ τὴν ἔσιν ὁμοῦ ποιεῖσθαι καὶ μὴ διεστώσας ἀπ’ ἀλλήλων. Διὸ καλῶς ὁ ποιητὴς ἀδινὰς αὐτὰς ἔφη, ἄδην καὶ ἀθρόως πετομένας· ἀγελαστικὸν γάρ ἐστι τὸ γένος. Ὅτι τὸν ὄνειρον ἐτυμολογοῦσί, φησι, διότι τὸ ὂν εἴρει, τουτέστι λέγει· ὥστε ἐπὶ τῶν ἀληθῶν ὀνείρων τακτέον τὴν φωνήν· τὰ γὰρ ἄλλως ἔχοντα μᾶλλον ἐνύπνια. Ὅτι, φησὶ, τούτου χάριν κόπτουσι παρὰ τοῖς κωμικοῖς οἱ ἐξιόντες τὰς θύρας, διότι οὐχ ὡς παρ’ ἡμῖν νυνὶ τὸ παλαιὸν ἀνεῴγνυντο αἱ θύραι, ἀλλ’ ἐναντίῳ τρόπῳ. Ἔξωθεν γὰρ αὐτὰς ἀνατρέποντες ἔνδοθεν ἐξῄεσαν. Πρότερον δὲ τῇ χειρὶ ψόφον ἐποίουν κρούοντες ἐπὶ τῷ γνῶναι τοὺς ἐπὶ τῶν θυρῶν καὶ φυλάξασθαι μὴ πληγεὶς ἑστὼς λάθῃ τῶν θυρῶν ὠθουμένων ἄφνω.
Τὸν Λοξίαν γὰρ προσεκύνουν, ὃν πρὸ τῶν θυρῶν ἕκαστος ἱδρύοντο, καὶ πάλιν βωμὸν παρ’ αὐτῷ στογγύλον ποιοῦντες, καὶ μυρρίναις στέφοντες ἵσταντο οἱ παριόντες. Τὸν δὲ βωμὸν ἐκεῖνον ἀγυιὰν Λοξίαν ἐκάλουν, τὴν τοῦ παρ’ αὐτοῖς θεοῦ προσηγορίαν νέμοντες τῷ βωμῷ. Τὸ δὲ κνισᾶν ἀγυιὰς παρὰ Ἡσιόδῳ τοῖς θεοῖς θύειν λέγει. Ὅτι οὗτος ὁ συγγραφεύς, ὁ ταῦτα συνταξάμενος, γένος μὲν Αἰγύπτιος ἦν, πόλεως δὲ τῆς Ἀντινόου ἢ (ὡς αὐτὸς ἐπιγράφει) Βησαντινόου, ἰαμβικῷ δὲ μέτρῳ διεξῆλθε τὰ προκείμενα. Γέγονε δὲ κατὰ τοὺς χρόνους Λικιννίου καὶ Μαξιμιανοῦ, Ἕλλην ἐξ ὧν γράφει τὴν θρησκείαν. Ἔγραψε δὲ τῷ αὐτῷ μέτρῳ καὶ ἑτέρους λόγους, ὧν ὁ μὲν ἐπιγράφεται Ἀθῆναι, ὁ δὲ Νεῖλος, ὁ δὲ Αἰγύπτιος, ὁ δὲ Προτρεπτικός, ὁ δὲ Ῥώμη, ὁ δὲ Φήμη, ὁ δὲ Νίκη, ὁ δὲ Πόλις Ἀντινόου· δῆλον δὲ ὅτι ἑκάστη ἐπιγραφὴ ὑπόθεσίς ἐστι τοῦ ἐπιγραφομένου λόγου.

Codex 280 — Eulogius of Alexandria, Against the Novatians

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 104:325Ἐν δὲ τῷ αὐτῷ τεύχει τῷ αὐτῷ περιείχετο μέτρῳ καὶ «Ἑρμείου Ἑρμουπολίτου» πάτριά τε τῆς Ἑρμουπόλεως καὶ ἕτερά τινα, καὶ μὴν καὶ «Σερήνου γραμματικοῦ» ἐν διαφόροις μέτροις δράματα διάφορα, καὶ «Ἀνδρονίκου» πολιτευομένου, καὶ αὐτοῦ Ἑρμοπολίτου, πρὸς τὸν κόμητα Φοιβάμμωνα τὸν κοινοπολιστήν· καὶ οὗτος δὲ δραμάτων ἐστὶ ποιητής, διαφόροις μέτροις τοὺς λόγους ἐντείνων. Ἔτι δὲ καὶ «Ὡραπόλλωνος γραμματικοῦ» περὶ τῶν πατρίων Ἀλεξανδρείας· συντίθησι δὲ καὶ αὐτὸς δράματα τῷ ὁμοίῳ τύπῳ. Ἀλλὰ καὶ «Κύρου Ἀντιοπολίτου» εἰς Μαυρίκιον δοῦκα καὶ τὸν ἡγεμόνα παρόντα τῇ ἀκροάσει· ἐν ἰαμβικῷ δὲ μέτρῳ καὶ οὗτος τὸν αὑτοῦ συντίθησι πόνον. Εἰσὶ δὲ αὐτοῦ καὶ ἐπιστολαὶ διάφοροι πρὸς διαφόρους, γραφαῖς ποικιλλόμεναι διαφόροις, καὶ ἑτεροί τινες ἐγκωμιαστικοὶ λόγοι. Ἀνεγνώσθη «Εὐλογίου» ἀρχιεπισκόπου Ἀλεξανδρείας σύνταγμα εἰς λόγους ἀπαρτιζόμενον ἕξ. Ῥητῶν δὲ γραφικῶν διάνοιαν ἀναπτύσσει, οἷς συναπαρτίζεσθαί σοι φίλτατε ἀδελφῶν, ἴσθι καὶ τὴν ποθουμένην ἐξαίτησιν. Ἐκ τοῦ πρώτου λόγου.
Ὅτι ματαίως, φησίν, οἱ Ναυατιανοί, εἰ καὶ καθαροὶ ἦσαν καὶ ἐξῃρημένοι τὸν βίον, ὅπερ οὐκ εἰσί, τὸ μετὰ τῶν ἄλλων συνάγεσθαι καὶ τὰς εὐχὰς καὶ ψαλμῳδίας ποιεῖσθαι παραιτοῦνται. Ἀβὲλ γὰρ τῷ Κάϊν πλεῖστον ἐν πᾶσι διενηνοχὼς συνεθυσίαζε, καὶ τοῦ μὲν ὁ Θεὸς τὴν θυσίαν ἐδέχετο τοῦ δὲ ἀπεπέμπετο, καὶ οὐδὲν γέγονεν ἐμποδὼν ὁ βέβηλος τῷ θεοσεβεῖ εἰς τὸ μὴ προσδεχθῆναι αὐτοῦ τὰ δῶρα. Καὶ Νῶε, φησί, τὰ καθαρὰ τῶν ζῴων καὶ ἀκάθαρτα ἅμα προσετάττετο ἐν τῇ κιβωτῷ παραδέχεσθαι. Καὶ τὸν φαρισαῖον τῷ τελώνῃ ἅμα προσεύχεσθαι ἡ δεσποτικὴ παραβολὴ δεικνύει. Καὶ τῷ προφήτῃ Ἠλίᾳ κόραξ τὴν τροφὴν τὸ ἀκάθαρτον διηκόνει ζῷον. Καὶ τὸ ἐγγύτερον, οὐ γεγόνασιν ἐμπόδιον οἱ τῶν δαιμόνων ἱερεῖς παρόντες αὐτοῦ τῇ θυσίᾳ, οὐδ’ αὐτὸς ἐμολύνετο ἐφεστηκὼς αὐτοῖς θυομένοις, ὅτε καὶ τὸν πίονα βοῦν ἐκείνοις θύειν, καὶ πρότερον ἀνῆκε. Καὶ Λὼτ δὲ Σοδομίταις συνοικῶν οὐκ ἀπήλαυσεν αὐτῶν τοῦ ὀλέθρου, ὅτι κἂν τὴν πόλιν συνῴκει, τοῖς ἔργοις διεστήκει· σῴζει δὲ μᾶλλον δι’ αὑτοῦ καὶ τὴν Σηγὼρ πόλιν, ἐν αὐτῇ καταφυγών, μίαν τῶν περὶ Σόδομα οὖσαν. Οἶδε γὰρ ὁ δίκαιος σῴζειν τοὺς ἀσεβεῖς, οὐκ ἐκείνοις συναπόλλυσθαι.
Καὶ ὁ ἀπόστολός φησιν ὁμοθυμαδὸν ἐπεύχεσθαι πάντας καὶ ἐν ἑνὶ στόματι δοξάζειν τὸν Θεόν. Καὶ πολλὰ ἄλλα. Ὥστε δυσσεβοῦσιν οἱ Ναυατιανοί, φησιν, οὐκ ἀνεχόμενοι τοῖς ἄλλοις συνεύχεσθαι ἀνθρώποις. Ὅτι καὶ αὐτὸς τὰ ἐπὶ τῆς δεσποτικῆς παραβολῆς εἰρημένα, ἥτις τὸν ἀπὸ Ἱεριχὼ κατιόντα καὶ τραυματισθέντα ὑποβάλλει, ὁμοίως τῷ Χρυσοστόμῳ ἀναπτύσσει, πανδοχεῖον μὲν τὴν ἐκκλησίαν ἐκλαμβάνων, δύο δὲ δηνάρια τὴν παλαιὰν καὶ καινὴν διαθήκην, πανδοχέα δὲ τὸν τῆς ἐκκλησίας προεστῶτα, ἐμπεπτωκότα δὲ εἰς τοὺς λῃστὰς τὸν ἡμαρτηκότα. Ὅτι ἐπὶ τοῦ «Μακάριοι ὧν ἀφείθησαν αἱ ἀνομίαι» καὶ ἑξῆς, τὸ μὲν ἀφείθησάν, φησιν, ἐπὶ τοῦ βαπτίσματος, τὸ δὲ ἐπεκαλύφθησαν ἐπὶ τῆς μετανοίας τάσσεται. Καὶ τὸ «Μακάριος ὁ ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν» ἐπεξήγησιν τοῦ ἐπεκαλύφθησάν φησιν· ἡ γὰρ ὀρθὴ μετάνοια ἐπιπαλύπτει τὰς ἁμαρτίας, καὶ οὐ λογίζεται ταύτας ὁ Κύριος. Ὅτι ὁ μακάριος Παῦλος λέγων· «Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι» διὰ τοῦτο οὐκ εἶπεν·
PG 104:327«Ὧν πρῶτος ἐγενόμην ἐγώ» ἀλλ’ «εἰμὶ ἐγώ» ἵνα μὴ νομίσῃς ταῦτα λέγειν αὐτὸν περὶ τῶν πρὸ τῆς κλήσεως, ἀλλὰ περὶ τοῦ μετὰ τὴν κλῆσιν βίου καὶ ἐν ᾧ ταῦτα ἔλεγε. Τοῦτο δὲ ἔλεγέ, φησιν, ἅμα μὲν ταπεινῶν ἑαυτόν, ἅμα δὲ ὑπογραμμὸν ἡμῖν ταπεινοῦ φρονήματος εἰσηγούμενος. Ὅτι ἐν τῷ εὐαγγελίῳ σὺν τῷ φαρισαίῳ προσευχόμενος ἐν τῷ ἱερῷ ὁ τελώνης διὰ τοῦτο ἔτυπτε τὸ στῆθος, διότι δοχεῖον τοῦτο τῶν ἁμαρτημάτων ἐκέκτητό, φησιν· «ἐκ γὰρ τῆς καρδίας ἐξέρχονταί, φησιν ὁ Σωτήρ, διαλογισμοὶ πονηροί,» καὶ ἑξῆς. Ὅθεν τύπτει τὴν πηγὴν τῶν κακῶν τῇ συνειδήσει πληττόμενος, ἵνα ξηράνῃ τῶν ἁμαρτημάτων τὰ ῥεύματα. Ὅτι διάβολός, φησιν, ἐκ τοῦ διαβάλλειν τὸν Πλάστην τοῖς πλάσμασιν εἴρηται. Ἔφη γὰρ πρὸς αὐτοὺς ὡς εἰδὼς ὁ Θεὸς ὅτι διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί, διὰ τοῦτο τῆς τοῦ ξύλου ἐκύρωσε βρώσεως. Ὅτι ἐν τῷ ἀποστολικῷ ῥητῷ τῷ «Ὁ θεὸς τοῦ αἰῶνος τούτου» καὶ οὗτος τὸν διάβολον ἐκλαμβάνει. Ὅτι τὸ «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις» καὶ τὰ ἑξῆς ἁπλούστερον οὗτος ἐκλαμβάνεται καὶ κατὰ τὸ γράμμα·
φησὶ γὰρ τὰ μὲν ἄλλα τῶν ἁμαρτημάτων μετανοούντων τῶν ἡμαρτηκότων ἀφίεσθαι, τοῖς δὲ εἰς τὴν θεότητα ἐξυβρικόσιν οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι ἀφιέσθαι, οὐδὲ παρ’ αὐτοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Καίτοι τούτων ἐναντία φανερῶς φρονεῖ· Κορνηλίου γὰρ ὑπεραγωνίζεται, οὗ Ναυάτος ἀπέρρωγεν, ὅτι τοὺς ἀρνησαμένους τὸν Χριστόν, ἐν ᾧ δηλονότι ἡ θεότης συνεξύβριστο, μετανοοῦντας ἐδέξατο. Ὅμως οὖν οὕτω τὸ ῥητόν, τάχα πρὸς Ναυάτον ἀγωνιζόμενος, ἐδέξατο. Ἐκ τοῦ β λόγου. Ὅτι διὰ τοῦτο, φησίν, οὔτε πρὸς Ἰωάννην οὔτε πρὸς ἕτερόν τινα τῶν μαθητῶν ἔφη ὁ Σωτὴρ τὸ «καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν» καὶ τὰ ἑξῆς, ἀλλ’ ἢ πρὸς Πέτρον, ὃς ἔμελλε τῷ τῆς ἀρνήσεως περιπίπτειν ὀλισθήματι καὶ διὰ δακρύων καὶ μετανοίας ἀπονίπτειν τὸ ἁμάρτημα, ἵνα τῷ καθ’ ἑαυτὸν ὑποδείγματι πρὸς τοὺς ἐξαμαρτάνοντας φιλανθρωπότερον διατίθοιτο· οἱ γὰρ ἄλλοι ἀπείραστοι μεμενηκότες τάχα ἂν ἀποτομώτερον αὐτοῖς διεκέχρηντο. Τοῦτο μέν φησιν ὁ Εὐλόγιος, πιθανώτερον μᾶλλον ἢ ἀληθέστερον λέγων.
PG 104:329Εἰ γὰρ καὶ πρὸς Πέτρον εἴρητο, ἀλλ’ οὖν ἐν προσώπῳ τοῦ κορυφαίου καὶ τοῖς λοιποῖς τῶν μαθητῶν ἡ τοιαύτη ἐξουσία ἐδέδοτο, ὅπου γε καὶ τοῖς ἀπ’ ἐκείνων τὸ ἀρχιερατικὸν κατὰ διαδοχὴν περιβεβλημένοις ἀξίωμα τὴν αὐτὴν προσεῖναι τοῦ δεσμεῖν καὶ λύειν ἐξουσίαν πιστεύομεν. Εἶτα, ὡς οὖν λαβών, φησιν, ὁ Πέτρος τὴν ἐξουσίαν τοῦ δεσμεῖν καὶ λύειν, ἐρωτᾷ καὶ τὸ μέτρον τῆς ἀφέσεως «ποσάκις», λέγων, «ἐὰν ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;» Τὸ ἕως ἑπτάκις εἰπὼν, τὴν ἐπὶ τοῦ Κάϊν κατάκρισιν λῦσαι σπουδάζων ἐν τῷ ἀφιέναι τοσαυτάκις τοῖς ἁμαρτάνουσιν. Ὁ δὲ Σωτὴρ οὐ ταύτην μόνον λύων, ἀλλὰ καὶ τὴν ἐπὶ τοῦ Λάμεχ ἐξενηνεγμένην, ἐπήνεγκεν· «Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ὡς ἑβδομηκοντάκις ἑπτά». Τὸ δὲ διήγημα τὸ περὶ τοῦ Λάμεχ τοιοῦτόν φησιν. Ἕβδομος ἦν ἀπὸ Κάϊν, καὶ τελευταῖος τῶν ἀπογόνων· τοῦτον γὰρ ὁ κατακλυσμὸς φθάσας ἐξήλειψε τὸ τοῦ Κάϊν γένος.
Καὶ τοσοῦτον ὑπερέβαλε τὸ τοῦ Λάμεχ, φησίν, ὡς εἶναι τῶν τοῦ Κάϊν ἁμαρτημάτων πολλαπλάσια κατὰ τὸ ἑβδομηκοντάκις ἑπτά, ὡς καὶ αὐτὸς Λάμεχ ταῖς γυναιξὶν ἀπαγγέλλων τὰ ἡμαρτημένα ἐδήλωσεν, αὔτανδρον ὄλεθρον κατὰ τῆς γενεᾶς αὑτοῦ διηγούμενος. Ἐπὶ τοσοῦτον γὰρ τῶν τότε ἀνδρῶν ηὐξήθη τὰ ἁμαρτήματα, οἷς καὶ ὁ Λάμεχ συνήκμασεν, ὡς εἰς πανωλεθρίαν αὐτῶν τὴν φιλανθρωπίαν τοῦ Θεοῦ παροξῦναι, κατακλυσμῷ τὴν δίκην αὐτοῖς ἐπιτιθεῖσαν. Καὶ σάρκα δὲ τὴν τότε γενεὰν ἐκάλεσεν ὁ Θεός, «οὐ μὴ μείνῃ τὸ Πνεῦμά μου ἐν αὐτοῖς, λέγων, διὰ τὸ εἶναι αὐτοὺς σάρκα», ἐπεὶ ὅλοι τῆς σαρκὸς καὶ τῶν ἐμπαθῶν λογισμῶν γεγονότες καὶ πάσης ἄλλης ἁμαρτίας ὄντως, ὅπερ ἐδέξαντο Πνεῦμα κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν Θεοῦ, εἰς σάρκα μετέβαλον. Οὕτω μέν, ἐξ ὧν φησιν ὁ ἀρχιερεὺς Εὐλόγιος, τὸν Λάμεχ ἀπολωλέναι φησίν οἱ δὲ πλεῖστοι τῶν πατέρων διὰ τῆς ἐπαγγελίας καὶ μετανοίας συγγνώμην εὑρεῖν τοῦ ἁμαρτηθέντος αὐτὸν ἀπαγγέλλουσιν.
Ὅτι φησίν, ἐπειδὰν Πέτρου τοῦ κορυφαίου τὴν ἄρνησιν καὶ μετάνοιαν εἰς ἔλεγχον τῆς Ναυατιανῆς ἀπονοίας προβαλλώμεθα, ἀνταποκρίνεσθαι πειρῶνται ὅτι ὁ Πέτρος τὸ ἀτελὲς τότε βάπτισμα ἦν βεβαπτισμένος· τὸ γὰρ Ἰωάννου μόνον ἐβεβάπτιστο, τὸ δὲ ἅγιον Πνεῦμα οὔπω ἦν δεδεγμένος· μετὰ γὰρ τὴν ἀνάστασιν τοῦτο, πεντήκοντα ἡμερῶν διαγεγονυιῶν, ἐδέξατο. Ἀλλ’ ἔστιν εἰπεῖν πρὸς αὐτοὺς ὅτι καὶ τὸ Ἰωάννου τότε τέλειον ἦν, ὕστερον δ’ ἀπέβη τοῖς χρωμένοις ἀτελὲς, μεθ’ ὃ τὸν τρόπον τοῦ βαπτίσματος ὁ Σωτὴρ τοῖς μαθηταῖς παραδιδοὺς ἔλεγε· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος». Ὅτε οὖν τὸ μυστικὸν τοῦτο βάπτισμα παρεδόθη, τότε τὸ Ἰωάννου βάπτισμα ἤργησε, καὶ οἱ βαπτίζοντες αὐτὸ λοιπὸν ἀτελῶς ἐβάπτιζον, τὴν δεσποτικὴν παρορῶντες παράδοσιν· πρὶν δὲ τέλειον ἦν. Ὅτι δὲ τέλειον ἦν, δῆλον, φησί, καὶ ἐξ ὧν οὐδαμοῦ φαίνεται τοὺς μαθητὰς τὸ παρὰ Ἰωάννου δεδεγμένους βάπτισμα ἀναβαπτίσας. Ἰησοῦς γάρ, φησίν, οὐδένα ἐβάπτιζεν, ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ. Ἐξ ὧν πάλιν δῆλον ὅτι τέλειον ὑπῆρχε.
PG 104:331Καὶ ὁ Σωτὴρ δὲ οὐκ ἀπαξιώσας αὐτὸ βαπτιςθῆναι, ὅτι τέλειον ἦν ἔδειξεν, οὐκ αὐτός, ὡς δῆλον, καθάρσεως δεόμενος, ἀλλὰ καθάρσιον τῶν ὑδάτων γενόμενος καὶ τοῖς τότε βαπτιζομένοις ἁγιασμὸς καὶ τελείωσις. Εἴσοδον δὲ τῆς εἰς Χριστὸν γνώσεως οἱ βαπτιζόμενοι τὸ βάπτισμα παρεδέχοντο. Ἐπεὶ γὰρ τοῦτο εἰς τὸν ἐρχόμενον ἐβαπτίζοντο, ἐζήτουν λοιπὸν τίς ὁ ἐρχόμενος, καὶ ζητοῦντες εὕρισκόν τε καὶ ἐμαθητεύοντο, καὶ προσιόντες τῷ Σωτῆρι οὐχ ἕτερον βάπτισμα προσελάμβανον, μόνον δὲ τὰς ἐντολὰς προσεδέχοντο. Ἕως μὲν οὖν οὐδέπω διὰ τοῦ σταυροῦ ἐδοξάσθη ὁ Ἰησοῦς, τέλειον ἦν τὸ Ἰωάννου βάπτισμα· μετὰ ταῦτα δὲ οὐκέτι. Διὸ καὶ τὸν Ἀπολλὼ βαπτισθέντα ὑπὸ Ἰωάννου κατὰ τὸν ἁρμόζοντα καιρὸν οὐδεὶς ἀνεβάπτισεν, ἀλλὰ Πρισκίλλα καὶ Ἀκύλας κατὰ τὴν Ἔφεσον παραγεγονότα ἐξ Ἀλεξανδρείας τῆς πατρίδος προσελάβοντο μὲν αὐτὸν, καὶ ἀκριβέστερον ἀνεδίδαξαν τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριςτοῦ βαπτίσαι δὲ οὐκ ἐτόλμησαν.
Τοὺς μέντοι γε ὑπ’ αὐτοῦ βαπτισθέντας, ἐπεὶ μετὰ τὴν τοῦ Κυρίου εἰς οὐρανοὺς ἄνοδον τὸ Ἰωάννου βάπτισμα ἐβαπτίσθησαν, ὅτε οὐκέτι ἦν ἐρχόμενος ὁ Χριστὸς ἀλλ’ ἐληλυθὼς ἤδη καὶ πᾶσαν πεπληρωκὼς οἰκονομίαν καὶ βάπτισμα παραδεδωκὼς οἰκεῖον, εἰκότως τούτους εὑρὼν ὁ Παῦλος, καὶ ὅτι οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ᾔδεισαν, τῷ δεσποτικῷ βαπτίσματι παρεσκεύασεν ἀναβαπτισθῆναι. Πολλαχόθεν δέ, φησι, καὶ ἀλλαχόθεν ἐστὶ λαβεῖν ὡς τέλειον ἦν τὸ Ἰωάννου βάπτισμα πρὸ τῆς παραδόσεως τοῦ δεσποτικοῦ. Καὶ γάρ, φησιν, ὁ Σωτὴρ τῷ Ἰωάννου βαπτίσματι Πέτρον καὶ τοὺς ἄλλους μαθητὰς βεβαπτισμένους κατὰ τὸν καιρὸν τοῦ πάθους τῶν φρικτῶν μυστηρίων ἠξίωσεν, οὐκ ἂν μεταδοὺς τοῦ ἀχράντου σώματος αὐτοῖς καὶ τοῦ αἵματος, εἰ μὴ τὸ τέλειον αὐτοῖς τὸ Ἰωάννου ἐκεχάριστο βάπτισμα. Ἀλλὰ καὶ ὅτε Πέτρος νίψασθαι τοὺς πόδας παρῃτεῖτο, ἀκούει παρὰ τοῦ Σωτῆρος· «Ὁ λελουμένος οὐ χρείαν ἔχει πάλιν λούσασθαι, ἀλλ’ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε». Διὸ καὶ οὐ δεῖται δευτέρου βαπτίσματος ὁ τὸ Ἰωάννου ἐν καιρῷ βαπτισθεὶς ἐπιδείκνυται, καὶ ὅτι δύναμιν εἶχε καθαροὺς ἀποφαίνειν τοὺς βεβαπτισμένους αὐτό.
PG 104:333Ἀλλ’ οὕτω μὲν ὁ Εὐλόγιος, τῶν πλείστων πατέρων ἀτελὲς δι’ ὅλου τὸ Ἰωάννου βάπτισμα δεικνύντων. Ὅτι τὸ ἐν ταῖς Πράξεσιν εἰρημένον περὶ τῶν ἐχόντων τὸ Ἰωάννου βάπτισμα, ὅτι «Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ», τοιοῦτόν ἐστί, φησιν, ὅτι ἐβαπτίσθησαν κατὰ τὴν παράδοσιν καὶ διδασκαλίαν τοῦ Κυρίου Ἰησοῦ, ὥστε καὶ ἀλλαχοῦ, ὅταν λέγῃ ὅτι εἰς Χριστὸν ἢ εἰς τὸν θάνατον Χριστοῦ ἐβαπτίσθησαν, τὴν αὐτὴν ἔννοιαν ὀφείλομεν ἐννοεῖν δηλοῦσθαι, τουτέστιν ὅτι εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐβαπτίσθησαν. Οὕτω γὰρ ἐδίδαξε καὶ παρέδωκε βαπτίζειν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ὅτι φησίν, ὁ ἀπόστολος πλέον τι τῆς συμπαθείας ἐνδεικνύμενος περὶ τοὺς μήπω πεπιστευκότας Ἰσραηλίτας φησίν· «Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι» καὶ ἑξῆς, ἀντὶ τοῦ ἤθελον, φησίν, ἐγὼ ἐν κατακρίσει γενέσθαι, μόνον ἵνα ἐπέστρεψαν οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὅτι Παῦλος, φησί, δεδοικὼς τὴν Γαλάτων ἔκπτωσιν «Φοβοῦμαι μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς» φησίν· εἶτα ἐπάγει· «Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς».
Ὦ συμπάθεια ἀποστόλου, τοσοῦτον συγκαταβαίνουσα ὅσον οἱ ἁμαρτήσαντες καταπεπτώκασιν, ἵνα τῇ συγκαταβάσει τοὺς πεσόντας εἰς τὸ οἰκεῖον μέτρον ἐπαναγάγῃ. Ὅτι τεκνία, φησίν, ὁ ἀπόστολος τοὺς παραπεσόντας λέγει, οὓς καὶ ὠδίνειν πάλιν φησίν, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς. Τοὺς τοιούτους καὶ ὁ Ἰωάννης τεκνία καλεῖ, «Γράφω ὑμῖν, λέγων, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ». Ὅταν δὲ λοιπὸν διὰ τῆς ἐπιστροφῆς τελειωθῶσιν, οὐκέτι τούτους καλεῖ τεκνία ἀλλὰ πατέρας καὶ ἀδελφούς· ἐπιφέρει γάρ· «Ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς· ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν». Ὅτι προφέρουσι, φησίν, οἱ ἀπὸ Ναυάτου τὸ ἀποστολικὸν ῥητὸν τὸ φάσκον· «Ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γεγονότας Πνεύματος ἁγίου καὶ καλὸν γευσαμένους ῥῆμα Θεοῦ καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν» καὶ ἑξῆς. Τοῦτο δέ, φησίν, ὅτι μὲν πρὸς Ἑβραίους γράφει πεπιστευκότας δῆλον ἐξ αὐτῶν τῶν τῆς ἐπιστολῆς ῥητῶν·
PG 104:335πλὴν οἵ γε πλεῖστοι τῶν τότε πεπιστευκότων Ἰουδαίων καὶ τῷ Χριστῷ προσῄεσαν καὶ τὰς νομικὰς καὶ Ἰουδαϊκὰς παρατηρήσεις τὰς πλείους ἐφύλαττον, διὸ καὶ διαφόροις ἐχρῶντο βαπτίσμασι. Πρὸς γοῦν ἐκείνους ἀποτεινόμενος, φησίν, ὁ θεσπέσιος Παῦλος, καὶ τῶν ἄλλων παρὰ τὸ ἓν βάπτισμα τούτους ἀπάγων, ἔφησε τὸ ῥητόν, οὐχὶ δέ (μὴ γένοιτο) τὴν μετάνοιαν, ὁ πολλαχοῦ ταύτην καὶ πολλάκις κηρύξας, ἀναιρῶν. Ὃ γοῦν λέγει διὰ τοῦ ῥητοῦ, τοιοῦτόν ἐστιν· ἀδύνατον, φησί, τοὺς ἅπαξ φωτισθέντας πάλιν δεύτερον βάπτισμα προσδοκᾶν. Ἅπαξ γὰρ ὁ Χριςτὸς ἐπὶ συντελείᾳ τῶν αἰώνων ἔπαθεν· ὅθεν καὶ εἰς τὸν θάνατον αὐτοῦ βαπτιζόμεθα. «Συνετάφημεν οὖν αὐτῷ τῷ βαπτισμῷ καὶ συνηγέρθημεν». Ὁ γοῦν ζητῶν φυλάττειν τὰ νομικὰ βαπτίσματα ἀνασταυροῖ τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζει τὸν ἅπαξ σταυρωθέντα. Εἰ δ’ ἦν πλείω βαπτίσματα, ἔδει καὶ τὸν Χριστὸν πολλάκις παθεῖν. Νυνὶ δὲ ἅπαξ πεπονθὼς οὐκ εἰς χειροποίητα ἅγια εἰσῆλθεν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν.
Ἀδύνατον οὖν τοὺς ἅπαξ εἰς τὸν θάνατον αὐτοῦ φωτισθέντας ἐκ δευτέρου ἢ καὶ πλεονάκις βαπτίζεσθαι καὶ ἀνασταυροῦν πειρᾶςθαι τὸν Υἱὸν τοῦ Θεοῦ. Ἐγκαλεῖ γοῦν τοῖς Ἰουδαίοις τοῦτο τολμῶσι καὶ ἐπὶ τὰ νομικὰ ἐπανιοῦσι βαπτίσματα, ἃ οὐ δύναται ψυχὴν καθαρίσαι. Διὸ καί φησιν· «Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ» καὶ ἑξῆς. Στοιχεῖα δὲ τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ ἡ εἰς αὐτὸν ἐπίγνωσις. Οἷον τοὺς προσιόντας Χριστῷ δεῖ πρῶτον ἀποστῆναι τῶν ἁμαρτημάτων οἷς ἐνείχοντο, τουτέστιν ἀναχωρεῖν τῶν νεκρῶν ἔργων, δεύτερον τὴν ἀπολύτρωσιν τῶν προτέρων ἁμαρτημάτων διὰ τοῦ βαπτίσματος δέξασθαι, καὶ δεξαμένους ἐν πίστει τοῦτο βαπτισμῶν διαφορᾶς διδαχὴν μανθάνειν, τοῦτο μὲν τίνα ἦν τὰ Ἰουδαϊκά, τί δὲ τὸ σωτήριον, εἶτα κατὰ προκοπὴν ἰόντας ἀξιοῦσθαι τῆς τοῦ παναγίου Πνεύματος ἐπιφοιτήσεως, ἥτις διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο, διδάσκεσθαί τε τὴν τῶν νεκρῶν ἀνάστασιν καὶ τὸ μέλλον κριτήριον. Αὕτη τοίνυν ἡ διδασκαλία ἀπαρχὴ τῆς τῶν πιστευόντων μαθήσεως γίνεται.
Ἣν οἱ ἐξ Ἰουδαίων δεξάμενοι, καὶ τῷ πολλῷ χρόνῳ διδάσκαλοι ἑτέρων ὀφείλοντες εἶναι καὶ τελειοῦν ἄλλους, αὐτοὶ μαθήσεως πάλιν δέονται. Ἀλλ’ ὅμως, φησίν, εἰ καὶ αὐτοὶ γεγόνατε ὥστε πάλιν δεῖσθαι μαθεῖν τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Χριστοῦ, ἀλλ’ ἡμεῖς οὐ τὴν ἀρχὴν πάλιν τῆς πίστεως ὑμᾶς ἐκδιδάξομεν. Φησὶ γάρ· «Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα». Οὐ χρὴ γὰρ ἡμᾶς πάλιν εἰς τὰ στοιχεῖα τῆς ἀρχῆς ἀνάγειν ὑμᾶς ἵνα μὴ δόξωμεν πάλιν ἕτερον θεμέλιον καταβάλλεσθαι· καὶ γάρ φησι· «Μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ Θεόν, βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν καὶ κρίματος αἰωνίου». Τοῦτο τοιγαροῦν δηλοῖ τό· «Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Θεοῦ λόγον» καὶ ἑξῆς. Τὸ δέ· «Καὶ τοῦτο ποιήσομεν ἐὰν ἐπιτρέπῃ ὁ Κύριος» εἰς τὸν αὐτὸν συντρέχει νοῦν, τὸ μηκέτι, φησίν, ἀπάρχεσθαι τῆς στοιχειώδους διδασκαλίας ὑμῖν, ἥνπερ κατ’ ἀρχὰς οἱ τῷ βαπτίσματι προσιόντες ἐδιδάσκοντο· ἀλλ’ ἐπὶ τὴν τελειότητα ἀναγώμεθα.
PG 104:337Εἰ γὰρ καὶ ὠλισθήσατε, ἀλλ’ οὐ δύνασθε θεμέλιον πίστεως πάλιν δέχεσθαι οὐδὲ βάπτισμα δεύτερον οὐδὲ χειρῶν ἐπιθέσεις. Οὕτως οὖν ἀφίησι ταύτην τὴν στοιχειώδη διδασκαλίαν ὁ Παῦλος, καὶ ἐπὶ τὴν τελειότητα ἔρχεται, τὴν ἱερωσύνην τοῦ Σωτῆρος διηγούμενος, καὶ ταύτην κατὰ μέρος διέξεισι, καὶ ὅπως κατὰ τὴν τάξιν Μελχισεδὲκ τυγχάνει ὁ Κύριος ἀρχιερεύς. Τὸ τοίνυν βούλημα τοῦ ἀποστολικοῦ ῥητοῦ, ὡς πολλάκις εἴρηται, οὐδέν (κἂν αὐτὸ προφέρωσι) τοῖς Ναυατιανοῖς συμφωνεῖ, ἀλλὰ θεσπίζει τὸν ἅπαξ φωτισθέντα μὴ περιεργάζεσθαι ἕτερον βάπτισμα· «Ὁ λελουμένος γάρ, ὡς καὶ ὁ Κύριός φησιν, οὐκ ἔχει χρείαν ἀλλ’ ἢ τοὺς πόδας νίψασθαι», τουτέστιν οὐ πάλιν βάπτισμα χρείαν ἔχει μετὰ τὸ ἁμαρτῆσαι δέξασθαι, ἀλλ’ ἢ διὰ δακρύων ἀποκαθαρθῆναι τοὺς πόδας ἤτοι τὰ σαρκικὰ διαβήματα. Ὅτι, φησίν, ἡ κυριακὴ ἐντολὴ ἡ λέγουσα· «Εἰς ἣν δ’ ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, πάντα τὰ παρατιθέμενα ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες», αὕτη σύνδρομός ἐστι τῷ ἀποστολικῷ ῥητῷ, ἐν ᾧ φησιν· «Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ βούλεσθε πορεύεςθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες».
Ὅτι φησίν, ἀντιπίπτοντες οἱ ἀπὸ Ναυάτου τῇ ἀναπτύξει τοῦ προειρημένου ῥητοῦ περὶ τῶν δεύτερον ἐπιζητούντων βάπτισμά φασιν οὐ περὶ δευτέρου βαπτίσματος τοῦτο εἰρῆσθαι· εἰς μετάνοιαν γάρ, φασίν, ἔφησεν ἀνακαινίζεσθαι τοὺς ἅπαξ φωτισθέντας καὶ παραπεσόντας ἀδύνατον εἶναι, οὐχὶ εἰς βάπτισμα· βάπτισμα δὲ καὶ μετάνοια πάντῃ διέστηκε· τὸ μὲν γὰρ δωρεὰ καὶ χάρις ἐστὶ καὶ ἄφεσις ἀταλαίπωρος τῶν ἡμαρτημένων, ἡ δὲ μετάνοια καμάτῳ καὶ δάκρυσι καὶ ἐλέῳ τὸ οἰκεῖον ἔργον περαίνει. Οὕτω μὲν ἐκεῖνοί φασι, καὶ ὅτι οὐδαμοῦ τὸ βάπτισμα καλούμενον εὕρομεν μετάνοιαν· ὁ δέ φησιν ὡς εἰ καὶ πολλὴ διαφορὰ μεταξὺ βαπτίσματος καὶ μετανοίας, ἀλλ’ οὖν δείκνυται ὅτι καὶ πρὸ τοῦ βαπτίσματος καὶ μετὰ τὸ βάπτισμα τὸ τῆς μετανοίας ὄνομα παραλαμβάνεται. Εἰ γάρ τις μὴ ἀποτάξηται τῷ προτέρῳ βίῳ, καὶ πολιτείαν ἁρμόζουσαν τῷ πιστῷ πρὸ ὀφθαλμῶν θείη, καὶ οὕτω τῷ βαπτίσματι προσέλθοι, μάτην προςέρχεται, ἀμετανοήτως ἔχων ἐπὶ τοῖς πρῴην αὐτῷ πεπονηρευμένοις, καὶ πρὸς ἐπιστροφὴν ἀμείνονος βίου οὐδένα ποιούμενος λόγον.
Οὕτως οὖν εἰ καὶ διάφορος ἡ μετάνοια, ἀλλ’ οὖν καὶ πρὸ τοῦ βαπτίσματος ἔχει χώραν ἐννοεῖσθαι καὶ μετὰ τὸ βάπτισμα. Τὴν γοῦν μετάνοιαν τὴν πρὸ τοῦ βαπτίσματος ἀδύνατον ἐκ δευτέρου φησὶ κατεργασθῆναι, ὅτι μηδὲ τὸ βάπτισμα δυνατόν ἐστι δεύτερόν τινα δέξασθαι. Οὕτω καὶ Ἰωάννης βαπτίζων, ὅτε καὶ τοὺς τοῦ Κυρίου μαθητὰς ἐβάπτισε, λέγει· «Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν», καὶ πάλιν τοῖς ὄχλοις· «Ποιήσατε ὑμῖν καρποὺς ἀξίους τῆς μετανοίας», δηλονότι τῆς κατ’ αὐτό, φησί, τὸ βάπτισμα γινομένης μετανοίας. Καὶ ὁ κορυφαῖος, φησί, τοῖς Ἰουδαίοις διαλεγόμενος περὶ τῶν εἰς Χριστὸν αὐτοῖς παρανομηθέντων, ὅτε κατανυγέντες τῇ διδασκαλίᾳ εἶπον· «Τί ποιήσομεν ἄνδρες ἀδελφοί;» ἔφη αὐτοῖς· «Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ» καὶ ἑξῆς. Καὶ μυρία ἄλλα. Ὥστε ἡ τῆς μετανοίας λέξις οὐδὲν ὧν ἐβούλοντο δίδωσι τοῖς Ναυατιανοῖς. Ὅτι τὸ παρὰ Σίμωνος τοῦ μάγου εἰρημένον τῷ κορυφαίῳ Πέτρῳ· «Δεήθητε οὖν ὑμεῖς ὑπὲρ ἐμοῦ, ὅπως μηδὲν ἐπέλθῃ μοι ὧν εἰρήκατε», οὐκ ἦν μετανοίας, φησίν, οὐδὲ ἐκ διαθέσεως· ἢ γὰρ ἂν καὶ ἐδεήθησαν καὶ συγγνώμης μετέδωκαν.
PG 104:339Εἰδὼς δὲ μᾶλλον ἐξ ἁγίου Πνεύματος τὰ τῆς αὐτοῦ διανοίας ὁ Πέτρος, ὡς χλεύης καὶ ἀπάτης τὰ ἐκείνου παρέδραμε ῥήματα. Ὅτι τοῦ· «Ἢ ἀγνοεῖτε ὅτι, ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;» τὸ μὲν εἰς Χριστὸν Ἰησοῦν βαπτισθῆναι σημαίνοι ἂν τὸ κατὰ τὴν ἐντολὴν καὶ παράδοσιν τοῦ Χριστοῦ Ἰησοῦ βαπτισθῆναι, τουτέστιν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸ δὲ εἰς τὸν θάνατον αὐτοῦ, τουτέστι τυποῦντες ἐν τῷ βαπτίσματι τὸν θάνατον αὐτοῦ. Ὅτι προτεινόμενον παρὰ τοῖς Ναυατιανοῖς τό· «Ἑκουσίως γὰρ ἡμῶν ἁμαρτανόντων μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς μετανοίας καὶ ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ὑπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως» καὶ τὰ ἑξῆς, τοῦτο οὖν τὸ ῥητὸν εἰς ἀναίρεσιν τῆς μετανοίας προβαλλόμενον ἐπιλύεται, καί φησιν ὅτι ἐνταῦθα οὐχ ἁπλῶς θυσίαν ἀποτρέπει, ἀλλὰ νομικὴν θυσίαν, καὶ οὐχ ἁπλῶς ἀπαγορεύει, ἀλλὰ καὶ κρίσιν ἐσχάτην ἀπειλεῖ τοῖς μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ τῆς μυστικῆς θυσίας τὴν ἀπόλαυσιν εἰς ἐκείνην τὴν νομικήν, τὴν διὰ μόσχων καὶ ταύρων τελουμένην, ἐπανιοῦσι.
Τοῦτο λέγειν φησὶ τὸν ἀπόστολον ἀφιστᾶν σπεύδοντα τοὺς Ἰουδαίους ἤδη Χριστῷ προσεληλυθότας ἀπὸ τῆς νομικῆς παρατηρήσεως. Ὥσπερ οὖν τὰ νομικὰ βαπτίσματα κωλύει τούτους ἐπιτελεῖν, οὕτω καὶ τὰς ἐναίμους θυσίας. Καὶ γὰρ τὸ Ἑβραίων γένος ἁμαρτάνοντες πρότερον μὲν ἡγνίζοντο, εἶτα βαπτίσμασιν ἀπελούοντο, καὶ λοιπὸν ἤδη τὰς ὑπὲρ τῶν ἡμαρτημένων θυσίας προσέφερον. Ὧν αὐτοὺς ἀπάγων ὁ ἀπόστολος καὶ τὴν ἀπειλὴν φοβερὰν ἐπήνεγκε. Καὶ γὰρ ἔδει τῆς ἀληθινῆς θυσίας, ἅπαξ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ὑπὲρ ἁμαρτιῶν προσενεχθείσης, ἤτοι τοῦ ἀμνοῦ τοῦ Θεοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου σφαγιασθέντος, μηκέτι ὑπολελεῖφθαι ἀλλ’ ὅλως πεπαῦσθαι τὰς πολλὰς καὶ τυπικὰς θυσίας ὑπὲρ ἁμαρτιῶν προσφερομένας. Ἀδύνατον γάρ, ὡς αὐτὸς ὁ ἀπόστολός φησι, πάλιν αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας, ἅπαξ τοῦ ἀμνοῦ τοῦ Θεοῦ προσενεχθέντος· μιᾷ γὰρ προσφορᾷ τετελείωκε, φησίν, εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
PG 104:341Ὃν οὖν τρόπον εἴρηκεν ἀδύνατον αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας, τὸν αὐτὸν καὶ τὸ ἐπαγόμενον ἔφη, ὅτι «ἑκουσίως ἡμῶν ἁμαρτανόντων μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκέτι περὶ ἁμαρτιῶν ὑπολείπεται θυσία», καὶ τὰ ἑξῆς. Καὶ γὰρ καὶ ἡ παρ’ ἡμῶν ἐπιτελουμένη τοῦ σώματος τοῦ Κυρίου φρικτὴ τελετὴ οὐ θυσιῶν ἐστι διαφόρων προσαγωγή, ἀλλὰ τῆς ἅπαξ προσενηνεγμένης θυσίας ἀνάμνησις· «Τοῦτο, γάρ φησι, ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», καί «ὁσάκις γὰρ τοῦτο ποιοῦμεν, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλομεν». Ταῦτα μὲν ὁ ἐξ Ἀλεξανδρείας Εὐλόγιος ἐπ’ ἀνατροπῇ τῆς Ναυατιανῆς δόξης ἀντέφησεν. Ἐκ τοῦ γ λόγου. Ὅτι ἀπαγορεύει, φησίν, ὁ Κύριος ἐν παρόντι βίῳ διαχωρίζεσθαι τοὺς ἁμαρτωλοὺς ἀπὸ τῶν δικαίων· καὶ τοῦτο δῆλον, φησίν, ἐκ τῆς παραβολῆς ἥτις λέγει· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα» καὶ τὰ ἑξῆς ἕως τοῦ· «Θέλεις ἀπελθόντες συλλέξωμεν αὐτά;» Ὁ δέ φησιν· «Οὔ, μή ποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. Ἄφετε συναυξάνεσθαι αὐτὰ ἕως τοῦ θερισμοῦ» καὶ τὰ ἑξῆς.
Αὕτη οὖν ἡ παραβολή, φησίν, ἀπαγορεύει πρὸ τῆς τοῦ αἰῶνος συντελείας διαχωρίζειν τοὺς ἁμαρτωλοὺς ἀπὸ τῶν δικαίων, κἂν οἱ τὰ Ναυάτου νοσοῦντες τοῦτο λέγωσιν, ὡς καθαροὺς ἑαυτοὺς κρίνοντες τῶν ἄλλων ἀνθρώπων. Εἰς τὸ αὐτὸ δὲ ἀφορᾷ καὶ τὸ παρὰ τοῦ βαπτισμοῦ εἰρημένον· «Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὸν ἅλωνα αὐτοῦ» καὶ τὰ ἑξῆς, καὶ μυρία ἄλλα. Ὅτι τό «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ Μαμωνᾶ τῆς ἀδικίας» τοιοῦτόν ἐστι· φίλους, φησί, ποιήσατε τοὺς ἐν τῷ κόσμῳ τούτῳ πενομένους πλουσίους δὲ κατὰ Θεόν. Ἀλλ’ ἄμεινον μὲν αὐτοὺς κτᾶσθαι φίλους ἐξ ἰδίων κόπων. «Τίμα γὰρ τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων»· εἰ δὲ μὴ πρόσεστι τὰ ἐκ δικαίων πόνων, κἂν γοῦν ἃ ἐξ ἀδικίας συνελέξαμεν, δι’ ἐκείνων αὐτοὺς φίλους ποιησώμεθα. Μαμωνᾶν γὰρ ἀδικίας τὴν πλεονεξίαν καλεῖ. Δέχεται δὲ καὶ ταῦτα διὰ τῶν πενομένων ὁ Θεός, ἂν μόνον τοῦ λοιποῦ τὸ ἁμαρτάνειν διαφυλαξαίμεθα. Καλὸν γὰρ κἂν διὰ τῶν τῆς πλεονεξίας χρημάτων φίλους κτᾶσθαι, ἵνα ὅταν ἐκλίπωμεν, μηδὲν ἕτερον ἔχοντες ζωτικὸν δικαίωμα, δι’ ὧν αὐτοὺς εὖ ἐποιήσαμεν, εἰς τὰς ἑαυτῶν ἡμᾶς σκηνὰς οἱ ἐλεημένοι ὑποδέξωνται.
Εἰ δὲ μηδ’ ἐκ τοῦ Μαμωνᾶ τῆς ἀδικίας ἤτοι τῆς πλεονεξίας εὖ ποιεῖν ἐθελήσομεν, πῶς ἂν πιστευθείημεν ὅτι εἰ προσῆσαν ἐξ οἰκείων κόπων ἡμῖν χρήματα, τούτοις ἂν τοὺς ἐνδεεῖς ἠλεήσαμεν; Εἰ γὰρ ἃ χωρὶς μόχθου τινὸς καὶ πόνων δικαίων, ἐκ τοῦ ῥᾴστου δὲ καὶ πλεονεκτικῆς χειρὸς ἡμῖν προσεγένετο, τούτων οὕτω ῥᾳδίως κτηθέντων καὶ ἀλλοτρίων ὄντων κυρίως οὐδενὶ τῶν ἐνδεῶν μεταδιδόαμεν, ἃ καὶ οἰκεῖα δοκεῖ εἶναι καὶ πόνων καρποί, πῶς ἄν τινι τούτων μεταδοῦναι πιστευθείημεν; Ὅτι ὁ προφήτης, φησί, λέγων· «Ὃν τρόπον ὁ ποιμὴν ἐκσπάσει ἐκ τοῦ στόματος τοῦ λέοντος σκέλος ἢ λοβὸν ὠτίου», αἰνίττεται διὰ τούτων ὡς οὐ χρὴ παντελῶς ὑπερορᾶν οὐδὲ τὸν ἐμπεσόντα εἰς αὐτὸ τὸ στόμα τοῦ διαβόλου, ἀλλὰ τὴν σφραγῖδα, ἣν ὁ ἄνθρωπος ἐν τῷ βαπτίσματι ἐδέξατο, ἐκσπᾶν προσήκει ἀπὸ τοῦ διαβόλου, ἵνα μὴ τὴν παντελῆ ἀπώλειαν τοῦ λογικοῦ προβάτου ζημιωθῶμεν. Τῶν γὰρ ἀλόγων ἔνια μὲν ἐπὶ τοῦ ὠτός, ἄλλα δὲ ἐπὶ τοῦ σκέλους σφραγίζονται· διὸ ἀνάγκην ἔχει ὁ ποιμὴν ἢ τὸ οὖς ἢ τὸ σκέλος ἐν τῇ ἀπαριθμήσει παρασχεῖν καὶ παραστῆσαι τῷ δεσπότῃ.
PG 104:343Ὁ δὲ τῶν λογικῶν προβάτων ποιμήν, ἐπεὶ τὰ πρόβατα ὧν ἐστι ποιμήν, τὴν σφραγῖδα διὰ τοῦ βαπτίσματος καὶ τῆς ὁμολογίας τῆς πίστεως ἐπὶ τῆς ψυχῆς ἐδέξατο, κἀκεῖ τὸ σημεῖον τὸ δεσποτικὸν φέρει, εἰκότως ταύτην ἀποσπᾶν τοῦ διαβόλου πολλὴν σπουδὴν ὀφείλει ποιεῖσθαι, ἵνα, εἰ καὶ ταῖς ἄλλαις πράξεσι κατάβρωμα γένηται τὸ πρόβατον τοῦ πονηροῦ, ἀλλ’ οὖν κἂν γοῦν τὴν σφραγῖδα τῆς πίστεως, ἣν ἐνεσημάνθημεν διὰ τοῦ βαπτίσματος τῇ ψυχῇ, δυνηθῇ ἐκεῖθεν ἀποσπάσας ἐν καιρῷ ἐπισκοπῆς ἐπιδεῖξαι τῷ δεσπότῃ, μέγα σύμβολον ἐπιφέρων τοῦ μὴ ἐξ ἰδίας ῥᾳθυμίας καὶ ἀπωλείας παραπολωλέναι τὰ πρόβατα. Ὅτι ἐρωτῶν ὁ Κύριος τὸν Πέτρον· «Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων;» οὐκ αὐτὸς ὁ πάντα εἰδὼς θέλων μαθεῖν ἐπηρώτα· ἀλλ’ ἐπεὶ ἔμελλεν αὐτῷ τὸ ποίμνιον καταπιστεύειν, ἵνα δείξῃ ὅσην ἔχει πρόνοιαν τοῦ ποιμνίου, τοῦτο ποιεῖ. Ὁ γὰρ τὸν φίλτρῳ πολλῷ πρὸς τὸν δεσπότην ἀναπτόμενον ἐφιστῶν τῷ ποιμνίῳ, τὴν ὅσην περὶ τὰ πρόβατα διάθεσιν παρίστησιν ἀναμφιβόλως. Διὰ τὴν αὐτὴν αἰτίαν καὶ τρίτον ἐρωτᾷ, τὴν πολλὴν περὶ τὰ λογικὰ πρόβατα ἐπιμέλειαν ἐνδεικνύμενος.
Ἅμα δὲ καὶ βαθμόν τινα τῶν ποιμαινομένων διέξεισιν, ἀρνία πρότερον ποιμαίνειν ἐγκελευόμενος, εἶτα προβάτια, ἃ πρόβατα ὄντα, διά τινα πταίσματα κατασμικρυνθέντα τῆς ἀρετῆς καὶ τῆς τελειότητος, εἰς προβάτια ἀνθυπέτρεψε· καὶ λοιπὸν τὸ τρίτον τὰ τέλεια ἐπιφέρει πρόβατα. Ἀρνίοις γοῦν εἰκάζονται οἱ ἔτι γάλακτος καὶ στοιχειώδους διδασκαλίας δεόμενοι, προβατίοις δὲ οἱ διά τινα παραπτώματα κατασμικρυνθέντες τῆς τελειότητος, προβάτοις δὲ οἱ εἰς τὸ τέλειον ἀναβεβηκότες καὶ τῆς πίστεως καὶ τῶν πράξεων. Καὶ σκόπει ὅπως προτάττει τὰ ἀτελῆ τῶν τελείων· προηγούμενος γὰρ τῷ Δεσπότῃ σκοπὸς ἡ τῶν ἁμαρτωλῶν σωτηρία· «Οὐ γὰρ ἦλθον, φησί, καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν». Ἐκ τοῦ δ λόγου. Ὅτι μέγα μέν, φησίν, ἄνθρωπος, καθ’ ὃ εἰκὼν Θεοῦ καὶ χερσὶ θείαις ἐπλάσθη· τίμιον δὲ ἀνὴρ ἐλεήμων διὰ τῶν δεσποτικῶν ἐντολῶν γίνεται, τὴν τιμὴν ἑαυτῷ δι’ ὧν πράττει κατασκευαζόμενος. Ὅτι ὁ μακάριός, φησι, Παῦλος λέγων· «Ἐγὼ οὐ λογίζομαι ἐμαυτὸν κατειληφέναι· ἓν δέ, τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος» καὶ τὰ ἑξῆς, εἶτα ἐπάγων·
PG 104:345«Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ κανόνι στοιχεῖν», κανόνα λέγει τοῦ κατὰ Θεὸν δρόμου τὸν προαποδεδομένον. Ποῖον τοῦτον; Τὸ λήθην μὲν ποιεῖσθαι τῶν προκατωρθωμένων, ἐνακμάζειν δὲ καὶ ἐπεκτείνεσθαι τοῖς ἔμπροσθεν, ὡς ἄρτι τῶν ἀγαθῶν πράξεων ἀπαρξαμένους, πάντοτε τὸ σήμερον καὶ ἐννοοῦντας καὶ λέγοντας ἑαυτοῖς, ἄχρις οὗ τὸ τέλος τῆς ζωῆς ἡμῖν ἐπιστῇ. Δεῖ γὰρ μέχρι τότε τὸν κατὰ Θεὸν τρέχειν ἡμᾶς δρόμον καὶ πρὸς τὸν ἀντίπαλον ἀνταγωνίζεσθαι. Ὅτι εἰπών, φησίν, ὁ ἀπόστολος· «Κρεῖσσον γαμῆσαι ἢ πυροῦσθαι», πύρωσιν τὴν εἰς ἀσέλγειαν ἄγουσαν εἶπε, βέλτιον λέγων ἐννόμῳ γάμῳ τὸ ἀσθενὲς ψυχαγωγῆσαι τῆς φύσεως ἢ τοῦτον ἐκκλίνοντα διὰ τῆς πυρώσεως ἀναφλεγῆναι πρὸς ἀσέλγειαν. Ὅτι τὸ «Μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ Θεοῦ πειράζομαι» καὶ τὰ ἑξῆς ἰδίως οὗτος ἐπὶ τοῦ κατὰ τὴν πορνείαν ἐκλαμβάμει πειρασμοῦ. Ἕκαςτος γάρ, φησί, διὰ τῆς θέας τὴν ἐπιθυμίαν δεξάμενος ἑαυτῷ τὸν πειρασμὸν προξενεῖ, οὐκ ἔξωθεν μόνον ἔχων προπαλαίοντα, ἀλλὰ καὶ ἔνδοθεν ὑφ’ ἑαυτοῦ ἀναπτόμενον.
Ἐγκειμένης γὰρ τῆς ἐπιθυμίας πρὸς τὴν ὄψιν τῆς θεαθείσης καὶ εἰδωλοποιούσης αὐτὴν ἐν τῇ ψυχῇ ὁ πειρασμὸς αὔξει καὶ αἴρεται, ὃν αὐτοὶ ἑαυτοῖς διὰ τῆς θέας ἀνήψαμεν. Λοιπὸν δὴ τοῦτο τὸ ἔμβρυον τῶν ἐμπαθῶν λογισμῶν τῷ χρόνῳ τρέφουσα καὶ διαπλάττουσα ἡ δεξαμένη καρδία κυοφορεῖ τε καὶ ἀπογεννᾷ τὴν ἁμαρτίαν, ἧς ἐστιν ὁ θάνατος ἀποτέλεσμα. Ὅτι τὸ «Εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε» καὶ τὰ ἑξῆς ἀναπτύσσων, ὀφθαλμούς φησιν ἐνταῦθα τὸν Σωτῆρα τοὺς τῆς καρδίας αἰνίττεσθαι λογισμούς· ὃν ἐκκόπτεσθαι κελεύει, ὅταν εἰς ἁμαρτίαν ἀπάγῃ, ἐκκόπτεσθαι δὲ διὰ τοῦ ἐπιλογισμοῦ καταστέλλομεν καὶ ἀπορριπτούμενον τῆς ψυχῆς. Χεῖρα δὲ τὴν πρᾶξιν δηλοῦν, ἣν ἐπειδὰν εἰς ἁμαρτίαν τρέπηται, ἐκκόπτειν αὐτίκα χρὴ τῇ τῆς ἀρετῆς ὀξείᾳ καὶ ταχείᾳ ἐπαγωγῇ· καὶ ὁ ποὺς δὲ τῶν ἐν τῷ βίῳ διαβημάτων καὶ τῆς πολιτείας τὴν κίνησιν ὑποδηλοῖ· ἣν ὥσπερ καὶ τὴν χεῖρα καὶ τὸν ὀφθαλμόν, ἐκκόπτειν προσήκει, ἀγαθῇ κινήσει τὴν πονηρὰν διακόπτοντα.
Οὕτω μὲν οὗτος παρὰ τοὺς ἄλλους ἀναπτύςσειν ἔγνω τὸ ῥητόν, ἴσως συντελούσης αὐτῷ τῆς τοιαύτης ἀναπτύξεως εἰς τὴν κατὰ τῶν Ναυατιανῶν μάχην, οἳ ῥᾳδίως ἀφ’ ἑαυτῶν τοὺς καὶ μικρόν τι παρασφαλέντας καὶ ἀπὸ τῆς ἐκκλησίας ἐκκόπτεσθαι βούλονται. Δεῖ οὖν, φησίν, ἀφελομένους τὸν τὰ ἐναντία βλέποντα ὀφθαλμὸν καὶ τὴν μεριζομένην πρᾶξιν καὶ κίνησιν εἰς τὸ πονηρόν, μονοτρόπως ὁρῶντας καὶ πράττοντας τὸ ἀγαθὸν καὶ πρὸς αὐτὸ κινουμένους μόνον, οἷον μονόχειράς τε καὶ μονόποδας καὶ μονοφθάλμους εἰς τὴν τῶν οὐρανῶν ἐπείγεσθαι εἰσελθεῖν βασιλείαν. Ὅτι τὸ παρὰ τῷ Ἰὼβ εἰρημένον· «Μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν» τὸν διάβολόν φησιν αἰνιγματίζειν. Ὡς λέων μὲν προέρχεται ὠρυόμενος καὶ τίνα καταπίῃ ζητῶν· ἡττηθεὶς δέ, οὐκέτι ὡς λέων ἀλλ’ εἰς μύρμηκα συσταλείς, κατῃσχυμμένος ἀφίσταται καὶ διόλλυται, βορὰν ἐν ἀνθρώποις μὴ εὑρίσκων. Βορὰ δὲ καὶ ἰσχὺς τοῦ διαβόλου ἡ ἐν ἀνθρώποις εὑρισκομένη ἁμαρτία· ἧς ἀπούσης ἐκεῖνος ὄλλυται.
PG 104:347Ὅτι φησίν, αὐτὸς ὁ διάβολος τὸν ἄνθρωπον καὶ ἐπὶ τὰ ἁμαρτήματα προκαλεῖται, καὶ πάλιν αὐτὸς κατὰ τοῦ πεισθέντος αὐτῷ ἔκδικος γίνεται τοῦ Θεοῦ, ἐχθρὸς καὶ ἐκδικητὴς παρὰ τῆς γραφῆς ὀνομαζόμενος, ἐχθρὸς μέν, καθότι ταῖς θείαις ἐντολαῖς ἀντινομοθετῶν πείθει τοὺς ἀνθρώπους ἀντὶ τῶν κρειττόνων τὰ χείρονα αἱρεῖσθαι, ἐκδικητὴς δέ, καθότι πάλιν αὐτὸς ἀναγκάζεται τὸν ἁμαρτήσαντα κολάζειν· «Παράδοτε γάρ φησι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου». Καὶ ὅρα λοιπὸν φιλανθρωπίαν Θεοῦ καὶ κακίαν τοῦ διαβόλου. Ὁ μὲν Θεὸς τὸν ἁμαρτήσαντα θέλων καθᾶραι παραδίδωσι διὰ τῆς ἀποστολικῆς φωνῆς ὡς δημίῳ τῷ διαβόλῳ· ὁ δὲ ἕστηκε βουλόμενος ὡς λέων καταπιεῖν ὃν αὐτὸς ἔπεισεν ἐξαμαρτεῖν, καὶ οὐκ ἔγνω ὅτι τὸ σῶμα παρεδόθη αὐτῷ οὐχὶ εἰς πανωλεθρίαν ἀλλ’ εἰς σωφρονισμόν, ἵνα τὸ πνεῦμα σωθῇ. Τῆς γὰρ ψυχῆς οὐδεμίαν ἐγχειρίζεται ἐξουσίαν, ὡς δέδεικται καὶ ἐπὶ τοῦ γενναίου Ἰώβ. Καὶ γὰρ καὶ ἐπ’ ἐκείνου λαβὼν τῶν ἄλλων τὴν ἐξουσίαν, ἐπιτάττεται μὴ τολμῆσαι ἅψασθαι τῆς ψυχῆς, τουτέστι φρενῶν ἔκστασιν μὴ ἐπενεγκεῖν.
Καὶ σημείωσαι ὅτι καὶ ἐπὶ τοῦ δικαίου Ἰὼβ καὶ ἐπὶ τοῦ ἡμαρτηκότος ἐν Κορίνθῳ οὐ δέχεται τὴν τῆς ψυχῆς ἐξουσίαν ὁ πονηρός, μᾶλλον μὲν οὖν ὑπερορίζεται αὐτῆς. Παραδίδοται γὰρ αὐτῷ καὶ ὁ ἐν Κορίνθῳ, ἵνα, φησί, τὸ πνεῦμα σωθῇ. Ἐμπεσὼν γὰρ ὁ ἡμαρτηκὼς τῷ πειρασμῷ εἰς ὄλεθρον τῆς σαρκός, καὶ ταῖς ἀλγηδόσι τοῦ σώματος κατατρυχόμενος, ἐπιγνούς τε ἐκ ποίας ῥίζης αὐτῷ βλαστάνει τὰ ἀλγεινά, ἀναγκάζεται καὶ μὴ θέλων μισῆσαι τὴν ἁμαρτίαν καὶ πρὸς τὴν ἐπιστροφὴν δραμεῖν συνδιασώσασθαί τε τῷ σώματι τὴν ψυχήν. Πῶς δὲ ἔλαβεν ὁ Σατανᾶς τὴν ἐξουσίαν κατὰ τοῦ ἡμαρτηκότος; Ἀφορισθέντος αὐτοῦ ἀπὸ πάντων, ἀπό τε τῆς ἐκκλησίας καὶ τῆς τῶν φρικτῶν μυστηρίων κοινωνίας. Διὸ ἀξίως ἐπιτιμηθέντι καὶ πληγέντι καὶ ἐπιστραφέντι πάλιν χαρισθῆναι αὐτῷ, ὧν ἐκεκώλυτο, γράφει. Ὧν ἀξιωθέντος οὐκέτι οὐδὲ τὴν ἐξουσίαν εἶχεν ὁ Σατανᾶς, ἥνπερ εἰλήφει κατὰ τοῦ σώματος αὐτοῦ. Ὅτι φησί, τοὺς μὲν ἀφ’ ἑαυτῶν ἐπιστρέφοντας εἰς μετάνοιαν ἐναγκαλαζόμενος ὁ Κύριος ἀποδέχεται, τοὺς δὲ μὴ οἴκοθεν μετανοοῦντας σωφρονίζων ἀνακαλεῖται. Καὶ ταύτην δὲ ἀναπτύσσων τὴν ἔννοιαν ὁ ἀπόστολος λέγει·
«Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν». Τὸ δέ «ἵνα μὴ σὺν τῷ κόσμῳ» οὐχὶ τῷ ποιήματι λέγει (καλὸν γὰρ τὸ Θεοῦ ποίημα), ἀλλὰ κόσμον νυνὶ τὴν ἐν τῷ κόσμῳ λέγει πονηρίαν, τὰ σκάνδαλα τοῦ πονηροῦ. Διὸ καὶ ὁ Κύριός φησιν· «Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων αὐτοῦ». Ὅτι τὸ «Ἐπισκοποῦντες μή τις ὑστερῶν τῆς χάριτος τοῦ Θεοῦ, μή τις ῥίζα κακίας ἐνοχλῇ» καὶ τὰ ἑξῆς περὶ τῶν λογισμῶν εἰρῆσθαι τῷ ἀποστόλῳ φησί, τουτέστι μή τις ᾖ λογισμὸς ἐν ὑμῖν προσκείμενος ἔτι τῷ διαβόλῳ καὶ ὑστερούμενος τῆς χάριτος τοῦ Θεοῦ. Ὅταν γάρ τις λογισμὸς ὥσπερ τις ῥίζα πονηρίας ἐγκεχωσμένος ἐν ἡμῖν ᾖ, κἂν τοὺς πλείους δι’ ἐπιστροφῆς ἐξερριζώσαμεν, ἀλλ’ οὖν ἐκεῖνος ὑπολειφθεὶς κατὰ μέρος αὐξανόμενος καὶ εἰς ἐπιφάνειαν προελθὼν ἐπικρατέστερος γίνεται, καὶ μιαίνει τοὺς ἄλλους τοὺς τὸ ἀγαθὸν μετιόντας λογισμούς. Ἐκκόπτειν οὖν παραινεῖ πάσης ἁμαρτίας ῥίζαν, ἵνα διὰ πάντων ὁ ἄνθρωπος τὰς ἐντολὰς Κυρίου ἀνενοχλήτως καρποφορῇ.
PG 104:349Ὅτι καὶ διὰ τῶν κυνῶν, φησίν, ἡ παραβολὴ ἀπηνέστερον ἐλέγχει τὸν πλούσιον ἐκεῖνον, οὗ πρὸ τοῦ πυλῶνος ὁ Λάζαρος ἔρριπτο. Οἱ μὲν γὰρ κύνες οἰκτείροντες αὐτοῦ τὴν πολλὴν ταλαιπωρίαν, ὅπερ ἠδύναντο ποιεῖν, ἔπραττον περιλείχοντες καὶ οἷον ἀποσμήχοντες αὐτοῦ τὸ ἕλκος ταῖς γλώσσαις· ὁ δὲ καὶ τῶν κυνῶν περὶ τὸ ὁμόφυλον ἀπηνέστερος καὶ δι’ αὐτῶν ἠλέγχετο τῶν κυνῶν. Διὰ τοῦτο κἀκεῖνον τὸ πῦρ ἀδυσωπήτως μετέρχεται. Ὅτι τὴν παραβολὴν τὴν περὶ τὸν γάμον καὶ τοὺς καλοῦντας καὶ τοὺς καλουμένους καὶ μὴ ὑπακούοντας καὶ τὰ ἄλλα τὰ περὶ αὐτὴν οὕτως ἀναπτύσσει, γάμον μὲν τὴν βασιλείαν τοῦ Θεοῦ, καλοῦντας δὲ τέως τοὺς προφήτας, καλουμένους δὲ πρῶτον τοὺς ἐξ Ἰσραήλ, οἳ οὐδὲ ἠθέλησαν εἰσελθεῖν. Ὅθεν ἀποστείλας ὁ βασιλεὺς τὰ στρατεύματα αὑτοῦ, ἤτοι τὴν Ῥωμαϊκὴν ἀρχήν, πάντας τοὺς μὴ ὑπακούσαντας ἐπὶ τὸ πιστεῦσαι τῷ κηρυττομένῳ Χριστῷ καὶ Σωτῆρι ἡμῶν ἀπέσφαξε, καὶ τὴν πόλιν ἤτοι τὰ Ἱεροσόλυμα ἐνεπύρισε πυρί. Καὶ λοιπὸν πέμπει δούλους ἑτέρους ἤτοι τοὺς ἀποστόλους, καὶ ἐξελθόντες εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς ...
τουτέστι τοὺς εὐτελεῖς καὶ τῆς πόλεως τοῦ Θεοῦ ἀναξίους, ἤτοι τοὺς ἔτι διερριμμένους καὶ ποικίλῃ πλάνῃ Θεοῦ διαπεφραγμένους, τούτους καλοῦσι. Καὶ … ἢ οἱ δοκοῦντες οἰκεῖοι τῇ κλήσει ὑπακούουσι. Καὶ μαθητεύουσιν ἀπόστολοι πονηρούς τε καὶ ἀγαθούς. Ἐν δὲ τῇ συντελείᾳ (τότε γὰρ ὁ γάμος πληροῦται τῶν ἀνακειμένων, τότε καὶ τοὺς κεκλημένους ὁ βασιλεὺς φιλοινεῖ) καὶ οὐδένα ἐξωθεῖ πλὴν τοὺς οὐκ ἐνδεδυμένους ἔνδυμα γάμου, ἤτοι ὅσοι τὸ τῆς ἀφθαρσίας ἔνδυμα οὐκ ἐνεδύσαντο διὰ τοῦ βαπτίσματος. Ὅσοι δὲ εἶχον τὸ ἔνδυμα καὶ ἢ καθαρὸν αὐτὸ ἀμφιέννυντο ἢ καὶ ῥυπώσαντες ἐλεημοσύνης καὶ τῆς μετανοίας ἀπεπλύναντο, καὶ εἰς τὸν νυμφῶνα εἰσάγει καὶ φιλοφροσύνης τοῦ νυμφίου μετόχους ἀποφαίνει. Ἐκ τοῦ ε λόγου. Ὅτι «Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου», ᾄδει ὁ Δαβίδ· ταὐτὸν πράττειν φησὶ καὶ τοὺς ἐν τῇ Ἀλεξανδρείᾳ Ναυατιανούς, κατὰ τῶν μαρτύρων τοῦ Χριστοῦ κενολογοῦντας παριστῶν· φησὶν ὅτι κατὰ τὴν μέλλουσαν ἡμέραν οὐκ ἂν ἕξουσιν ἀπολογίαν, οὐδὲ διᾶραι στόμα καὶ κινῆσαι χείλη δυνήσονται, ἐν τῷ παρόντι κατὰ τῶν Χριστοῦ μαρτύρων τὴν γλῶσσαν ἠκόνησαν.
PG 104:351Ὅτι τὸ περὶ τοῦ Ἀλεξάνδρου τοῦ χαλκέως εἰρημένον παρὰ τοῦ ἀποστόλου· «Ἀλέξανδρος χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ», οἱ μὲν ἄλλοι τῶν πατέρων οὐκ ἀρὰν εἶναί φασι τὸν λόγον, ἀλλὰ μόνον ἀπόφασιν ὧν ἔμελλεν Ἀλέξανδρος πείσεσθαι ὑπὸ Κυρίου. Οὗτος δὲ ἀρὰν ἄντικρυς εἶναί φησι, καὶ ἐπενηνέχθαι Ἀλεξάνδρῳ διὰ τὸ ἀμεταμέλητον καὶ ἀνεπίστροφον τῆς αὐτοῦ μοχθηρίας. Ὅτι ὁ Δαβίδ, φησί, περὶ τῶν διὰ θλίψεως δικαιωθέντων λέγων· «Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται» δείκνυσιν ὅτι ζωτικὴν … ἔχουσι, καὶ παρέχειν ἐστὶν ἱκανὰ τοῖς προσιοῦσιν ἰάματα. Διὰ γὰρ τὰ αὐτὰ τὰ νῦν ὑπὸ τοῦ Κυρίου φυλασσόμενα ὀστᾶ, ἑνωθέντα ἀλλήλοις, ἀπολαμβάνει τε τὴν οἰκείαν ψυχήν, καὶ κοινωνεῖ τῶν ἐπάθλων, ἃ ἐν τοῖς ἄθλοις ... καὶ πολλὰ μέν ἐστι καὶ ἄλλα λαβεῖν εἰς ἀπόδειξιν, ἐνεῖναι δύναμίν τινα τοῖς τῶν ἁγίων ὀστέοις, δηλοῖ δὲ καὶ ὁ νεκρὸς ὃν οἱ κομίζοντες κατά τινα τῶν ἐχθρῶν ἐπιδρομήν, μὴ δυνηθέντες τῷ εὐτρεπισθέντι τάφῳ παραδοῦναι τῆς περιστάσεως αὐτοὺς ἐκβιαζομένης, τῷ τάφῳ ἔνθα τὰ ὀστᾶ τοῦ ἀνθρώπου ἐτέθαπτο ... Θεοῦ συγκατέθαψαν.
Καὶ γὰρ ὁ νεκρὸς πελάσας τοῖς τοῦ προφήτου λειψάνοις ... θᾶττον λόγου τοῦ τάφου ἀνίσταται, καὶ δρόμῳ τὸν οἶκον καταλαβὼν ... ἐξετάζεται ἔμψυχος στήλη καὶ ἀπόδειξις τοῖς τῶν ἁγίων προτεθειμένος ... καὶ πολλὰ ἄλλα. Ὅτι τὸ μὲν ἀφεθῆναί φασι τὰς ἁμαρτίας διὰ τοῦ βαπτίσματος τῶν μὲν ἄλλων μακαρίζων τοὺς τοιούτους, τοῖς δὲ περιγίνεται καὶ ἀφεθῆναι δι’ ἐξομολογήσεως καὶ μετανοίας. Εἰσὶ δ’ ἄλλοι τῶν πατέρων οἳ ἄλλως τὴν τοῦ ῥητοῦ ποιοῦνται ἀνάπτυξιν. Ὅτι φησίν, οὔ μοι δοκῶ ἀκριβῶς λέγειν ὅτι τρία τάγματα τῶν ἀνθρώπων ὁ ἀπόστολος μηνύει, ἓν μὲν τῶν μαρτύρων καὶ δικαίων οὓς οὐ κρίνεσθαι δεομένους ἀλλὰ κριτὰς αὐτοὺς ἀποφαίνει κατὰ τὸ εἰρημένον φησίν· «Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρίνουσιν;» Δεύτερον δὲ μὴ κρινομένων τῶν ἀσεβῶν τυγχάνει, τῶν μὴ λελατρευκότων Θεῶ· ἀναστήσονται μὲν γὰρ καὶ οὗτοι, εἰς κρίσιν δὲ οὐκ ἀχθήσονται ἀλλ’ εἰς κατάκρισιν· καὶ γάρ φησι καὶ ὁ Δαβίδ· «Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει μετὰ κρινομένων».
Τρίτον δ’ εἶναι τάγμα ὃ θεοσεβεῖν μὲν ᾐρετίσατο, πταίσμασι δὲ πολλοῖς καὶ ἑτέροις ἐνέχεται ὧν καὶ ἡ κρίσις ἔσται πρὸς ἀπολογίαν ἐκκαλουμένη ὧν ...σαμεν. Οὕτω μὲν ὁ Εὐλόγιος. Ἀλλ’ οὔτε τὸ κριτὰς συγκαθεσθῆναι τῷ Χριστῷ ἀκριβὴς λόγος δίδωσιν, οὔτε τὸ μὴ πάντας παραστῆναι τῷ βήματι· ἀεὶ γὰρ καὶ οἱ ἀσεβεῖς αὐτοκατάκριτοι. Ἀλλ’ οὖν λόγον ἀπαιτούμενοι τὴν κρίσιν ...σι. Καὶ τὸ ἀποστολικὸν δὲ ῥητὸν οὐ συγκαθίζει Χριστῷ τοὺς ἁγίους, ἀλλὰ κριτὰς ἔλεγχον τοῦ κόσμου καὶ κατάκρισιν τῶν ὅσοι μὴ κατ’ ἐκείνους ἐπολιτεύσαντο παρίστησιν ἔσεσθαι, ὥσπερ λέγεται καὶ ἐν τοῖς εὐαγγελίοις Νινευίτας καὶ βασίλισσαν νότου τὴν τότε κατακρίνειν ἀπίστως ἔχουσαν τῷ Χριστῷ γενεάν. Ὅτι ὁ Δαβὶδ τὰ τρία προσαγορεύει τάγματα διὰ τούτων τῶν ῥημάτων· «Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει». Ἰδοὺ τὸ ἔσχατον τάγμα· «Οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων». Ἰδοὺ τὸ ἐχόμενον· «Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων». Ἰδού, φησί, καὶ τὸ ἄριστον τάγμα. Καὶ τούτων ἕκαστον ἰδίαν ἔσχεν ἐκνενεμημένην αὐτῷ δι’ ὧν ἔπραξε χώραν. Ἐκ τοῦ 2 λόγου.
PG 104:353Ὅτι ἐν τῷ ἕκτῳ λόγῳ ἐλέγχει τὸ φερόμενον Ναυάτου ψευδομαρτύριον, ὃ καὶ εἰς Ναυάτον μὲν λέγει ἕνα ὄντα τῶν ὑπὸ Μακεδόνιον ἐπίσκοπον Ῥώμης τεταγμένων ὀκτὼ πρεσβυτέρων μόνον τὸ μαρτύριον τῆς εἰς Χριστὸν ὁμολογίας διενεγκεῖν, τοὺς δὲ ἑπτὰ ἅμα Μακεδονίῳ ἐπιθῦσαι τοῖς εἰδώλοις· μεμαρτυρηκέναι δὲ σὺν αὐτῷ μόνους ἐκ πάντων σχεδὸν τῶν τῆς δύσεως χριστιανῶν Μάρκελλον καὶ Ἀλέξανδρον ἐπισκόπους Ἀκυληί̈ας καὶ Ἀγαμέμνονα ἐπίσκοπον Τιβέρεως, οὓς ἅμα Ναυάτῳ μετὰ τὸ μαρτύριον ἰδίᾳ συνοικοῦτας καὶ συνάγοντας μὴ ἀνέχεσθαι τοῖς ἐπιτεθυκόσι συνιερᾶσθαι. Ἐπιθεῖναι τε τούτους αὐτῷ τοὺς ἐπισκόπους τὰς χεῖρας, τὴν τῆς Ῥώμης ἀρχιερατικὴν ἀξίαν τελεσιουργούσας. Γενέσθαι δὲ τὸ μαρτύριον Δεκίου μὲν καὶ Οὐαλλερίου Ῥωμαίων βασιλευόντων, Περεννίου δὲ δουκηναρίου τὴν κατὰ τῶν Χριστιανῶν ἀπόνοιαν καὶ τιμωρίαν ἐγκεχειρισμένου. Καὶ μαρτύριον ἐκεῖνο τὸ γράμμα τὴν ἐπιγραφὴν ἔχει, οὔτε δὲ μάστιγας οὔτε ποινὴν ἢ βάσανον τὸν Ναυάτον διενεγκεῖν ἀναγράφει. Καίτοι τῶν πώποτε ὠμότατον κατὰ Χριστιανῶν γεγονότα Περέννιον ἀναγράφει, εἰς διαλέξεις ...
ἀλλοκότους Ναυάτου τὴν μαρτυρίαν περικλείσας, οὕτως αὐτὸν ἐξάγει τοῦ ζῆν, ὀνείρων ἄνθεσιν ἐστεφανωμένον. Τοῦτο δὲ τὸ κακόπλαστόν τε καὶ ἀδιάστατον γραμματίδιον ἐν τῷ ἕκτῳ αὐτοῦ διελέγχει λόγῳ. Λέγει δὲ αὐτὸς τὸν Ναυάτον ἀρχιερατεύοντος Κορνηλίου Ῥώμης τὸν πρῶτον βαθμὸν τῶν διακόνων ἔχειν λαβόντα παρὰ Κορνηλίου, εἶναι δὲ τότε θεσμὸν τῇ ἐκκλησίᾳ Ῥωμαίων τὸν ἀρχιδιάκονον τελευτῶντος τοῦ ἐπισκόπου εἰς τὸν τῆς ἐπισκοπῆς ἀντιχειροτονεῖσθαι θρόνον· τὸν δὲ Κορνήλιον θείᾳ ἐμπνεύσει τὸ φίλαρχον καὶ νεωτεροποιὸν ἀνάξιον τοῦ τηλικούτου ἀξιώματος διορῶντα, εἰς πρεσβυτέρους χειροτονήσαντα μετατάξαι, τὴν πάροδον αὐτῷ τὴν εἰς τὸν ἀρχιερατικὸν θρόνον Ῥώμης παντελῶς ἀποκλείσαντα. Τὸν δὲ καιροφυλακήσαντα τὴν νομισθεῖσαν διατελεῖν.
Κορνήλιος ἄλλα τε τῶν ἡμαρτηκότων εἰλικρινῶς μετανοοῦντας, καὶ τοὺς ὅσοι προσεκύνησαν εἰδώλοις, σπλάγχνοις πατρικοῖς ὀδυρόμενος προσεδέχετο, τοῦτο ἐκεῖνος πρόφασιν θέμενος, ἐρράγη τε τῆς ἐκκλησίας καὶ Κορνηλίου κατηυθαδίσατο, καθαροὺς μὲν τοὺς ὅσοι αὐτῷ ἐπλήρουν τὸ κατὰ τῆς ἐκκλησίας ὀνομάσας σύνταγμα Κορνηλιανοὺς δὲ τοὺς τὴν αὐτοῦ βδελυξαμένους φιλαρχίαν καὶ κατὰ τῶν μετανοούντων ἀπόνοιαν. Κορνήλιον μέντοι τὸν τῆς Ῥώμης ἐπίσκοπον μετὰ ταῦτα καὶ καλλινίκῳ μαρτυρίου τέλει τὸν βίον ἀναλῦσαι ὁ ἀρχιερεὺς Ἀλεξανδρείας Εὐλόγιος ἀναγράφει. Ἔστι δὲ τὴν φράσιν ὁ ἀνὴρ οὐ τῶν ἐπὶ παιδείᾳ δυναμένων ἢ συγγραφῇ ὄνομα ἔχειν· ὅς γε οὐδ’ αὐτὸ τὸ σόλοικα καὶ ὑποβάρβαρα γράφειν ἐνίοτε παραιτεῖται. Ἐν μέντοι τοῖς γραφικοῖς νοήμασι πολλαχοῦ οὐδὲ τῶν ἀρίστων ἀπολείπεται. Τὸ πιθανὸν δὲ καὶ ἡδύ, ὡς ἐν τοιαύτῃ φράσει, οὐκ ἀδύνατός ἐστιν ἐνεργάσασθαι.
PG 104:355Ἃ μὲν οὖν φιλολογουμένοις ἡμῖν καθ’ ἑαυτοὺς εἰς ἀνάμνησιν ἐλθεῖν συνηνέχθη, χωρὶς ὧν ἡ σπουδὴ καὶ μελέτη τέχνας φιλεῖ καὶ ἐπιστήμας ἐργάζεσθαι, ἀφ’ οὗπερ τις αἴσθησις ἡμῖν ἀμηγέπῃ καὶ κρίσις λόγων ἐνεφύη μέχρι τῆς παρούσης τῶν ἀνεγνωσμένων ὡς ἐν τύπῳ συνεκδόσεως, εἰς τοσοῦτον, οἶμαι, συνάγεται πλῆθος, τριακοσιοστῷ καὶ πεντεκαιδεκάτῳ μέρει προελθεῖν ἄχρι τῶν τριακιοσίων κωλυόμενον. Σὺ δ’ ὦ τῶν ἐμοὶ κεκοινωνηκότων μητρικῶν ὠδίνων ἐρασμιώτατε, εἰ μὲν ταύτην τὴν πρεσβείαν διανοοῦντα τὸ κοινὸν καὶ ἀνθρώπινον καταλάβοι τέλος, ἔχεις τὴν αἴτησιν τῆς ἐλπίδος οὐ διαμαρτοῦσαν, φιλίας τε ἅμα καὶ παραμυθίας ὑπόθεσιν καὶ ἀνάμνησιν, καὶ δὴ καὶ ἀπαρχὴν καὶ τελευτὴν ἀφοσιουμένην τῶν σῶν κατὰ λογικὴν θεωρίαν αἰτήσεων τὴν ἐκπλήρωσιν. Εἰ δ’ ἐκεῖθεν ἡμᾶς ἀνασωσάμενον τὸ θεῖόν τε καὶ φιλάνθρωπον νεῦμα εἰς τὴν ἀλλήλων θέαν καὶ προτέραν ἀπόλαυσιν ἀποκαταστήσει, τάχα ἂν ἑτέρων ἐκδόσεων οὐκ ἐλαττόνων ἀρχὴ ταῦτα εἴη παραπλησίῳ τύπῳ παρεχομένων σοι τὴν ὠφέλειαν. Τέλος καὶ τῷ Θεῷ τῷ πανοικτίρμονι δόξα εἰς αἰῶνας αἰώνων. Ἀμήν.
PG 104:75
PG 104:187
PG 104:261
Second witness · khazarzar edition

μονόποδας ἀνθρώπους παρὰ σφίσιν ἱστορῆσαι, καὶ δράκοντας ἐξαισίους κατὰ μέγεθος ἑπτακεφάλους, καὶ ἄλλα ἄττα πολὺ τὸ παράλογον ἔχοντα. Ὅτι ἔλεγεν ὁ Σεβῆρος τεθεᾶσθαι γοργονιάδα βοτάνην, ἧς εἶναι τὴν ῥίζαν ἄντικρυς ὁμοίαν παρθένῳ τὴν κεφαλὴν ἐχούσῃ κατηρεφῆ δρακοντείοις πλοκάμοις. Ὅτι τὴν διὰ τῶν νεφῶν μαντικὴν οὐδαμῶς τοῖς παλαιοῖς οὐδ' ἀκοῇ ἐγνωσμένην Ἄνθουσάν τινα γυναῖκα ἐξευρεῖν ἐν ταῖς ἡμέραις Λέοντος τοῦ Ῥωμαίων βασιλέως· ἐξ Αἰγῶν δὲ κατήγετο τῶν Κιλικίων ἡ γυνή, τὸ δὲ ἀνέκαθεν ἀπὸ τῶν ἐν Καππαδοκίᾳ κα τῳκισθέντων ἐπὶ τὸν Κομανὸν τὸ ὄρος Ὀρεστιάδων· καὶ ἀνάγειν τὸ γένος εἰς Πέλοπα. Αὕτη φροντίζουσα περὶ τἀνδρὸς ἐπιτετραμμένου στρατιωτικήν τινα ἀρχὴν καὶ ἐπὶ τὸν κατὰ Σικελίαν ἀπεσταλμένου μετὰ καὶ ἄλλων πόλεμον, εὔξατο προϊδεῖν ὀνείρῳ τὰ συμβησόμενα, εὔξατο δὲ πρὸς ἥλιον ἀνίσχοντα. Ὁ δὲ πατὴρ ὄναρ αὐτῇ ἐπιστὰς ἐκέλευε καὶ πρὸς δυόμενον εὔξασθαι. Καὶ εὐχομένης ἐξ αἰθρίας τινὸς νέφος συστῆναι περὶ τὸν ἥλιον, ἐκεῖθεν δ' αὐξηθῆναι καὶ εἰς ἄνθρωπον διατυπωθῆναι· ἕτερον δ' αὐτοῦ νέφος ἀποσπασθὲν ἐπεδίδου τε εἰς μέγεθος ἶσον καὶ εἰς λέοντα διεσχηματίζετο θηρίον· ὁ δὲ ἠγρίαινε, καὶ μέγα χάσμα πεποιημένος ὁ λέων καταπίνει τὸν ἄνθρωπον. Γότθῳ ἐῴκει τὸ ἀνθρώπειον καὶ νεφοποίητον εἴδωλον. Ἐπὶ δὲ τοῖς φάσμασιν ὀλίγον ἔπειτα τὸν ἡγεμόνα τῶν Γότθων Ἄσπερα βασιλεὺς Λέων ἐδολοφόνησεν αὐτὸν καὶ παῖδας. Ἐξ ἐκείνου οὖν τοῦ χρόνου διέμεινεν ἡ Ἄνθουσα ἄχρι δεῦρο ἀεὶ ἐπιτηδεύουσα τὸν τρόπον τῆς διὰ τῶν νεφῶν μαντικῆς προγνώσεως. Ὅτι τὴν Σῶθιν Αἰγύπτιοι τὴν Ἶσιν εἶναι θεολογοῦσιν, οἱ δὲ Ἕλληνες εἰς τὸν Σείριον ἀνάγουσι τοῦτο τὸ ἄστρον, καὶ ὡς κύνα τὸν Σείριον, ὀπαδὸν τοῦ Ὀρίωνος ὄντα κυνηγετοῦντος, οὕτω διαζωγραφοῦσι, μᾶλλον δὲ ἐντετυπωμένον τῷ οὐρανῷ δεικνύουσιν. Τι.α νὲς δὲ ἔλαθον τὸ ἱέρωμα κατάξαντες καὶ διαφθείραντες, καὶ ἀπορούμενοι τελεστικῆς βοηθείας οἱ ἐπιχώριοι ἀνθρωπίνῃ σπουδῇ καὶ τέχνῃ τὸν λιμένα μόλις ἑαυτοῖς περισῴζουσιν οἱ Αἰγύπτιοι. Οἱ δὲ ἐδίωκον, οἱ τῆς γυναικὸς θεράποντες, τὸν κύνα φεύγοντα, τῆς Λιβυκῆς στρουθοῦ τὰ κρέα ἁρπάσαντα. Ὀρυττόντων δὲ ἀνακύπτει καὶ ἐκφαίνεται παλαιτάτου νεὼ ἀέτωμα. Ὅτι ὁ Ἑρμείας γένος μὲν ἦν Ἀλεξανδρεύς, πατὴρ δ' Ἀμμωνίου καὶ Ἡλιοδώρου. Οὗτος ἐπιεικὴς ἦν τὴν φύσιν καὶ ἁπλοῦς τὸ ἦθος, ἠκροάσατο δὲ καὶ Συριανοῦ σὺν Πρόκλῳ. Φιλοπονίᾳ μὲν οὗτος οὐδενὸς ἦν δεύτερος, ἀγχίνους δὲ οὔτι σφόδρα ἦν οὐδὲ λόγων εὑρετὴς ἀποδεικτικῶν, οὐδὲ γενναῖος ἄρα ζητητὴς ἀληθείας· οὔκουν οὐδ' οἷός τε ἐγεγόνει πρὸς ἀποροῦντας κατὰ τὸ καρτερὸν ἀνταγωνίζεσθαι, καίτοι ἐμέμνητο ὡς εἰπεῖν πάντων ὧν τε ἀκηκόει τοῦ διδασκάλου ἐξηγουμένου καὶ τῶν ἐν βιβλίοις ἀναγεγραμμένων. Ἀλλὰ τὸ αὐτοκίνητον οὐ προσήνθει τῇ πολυμαθίᾳ. Τὰ δὲ πρὸς ἀρετὴν εὖ ἤσκητο, ὥστε μηδ' ἂν τὸν Μῶμον αὐτὸν ἐπιμωμήσασθαι μηδὲ μισῆσαι τὸν Φθόνον. Οὗτος ἰδιώτου ποτὲ πωλοῦντος αὐτῷ βιβλίον, καὶ ἔλαττον ἤπερ ἦν ἄξιον αἰτοῦντος, ἐπηνώρθωσέ τε τὴν πλάνην καὶ πλείονος ἐωνήσατο. Καὶ οὐχ ἅπαξ τὴν δικαιοσύνην ταύτην, ἧς τοῖς ἄλλοις οὐδέ τις ἦν ἐπιστροφή, ἀλλὰ πολλάκις, ὁσάκις συνέβαινεν ἀγνοεῖν τὸν πιπράσκοντα τὸ δίκαιον τίμημα, ἐπεδείκνυτο, οὐ κατὰ τοὺς ἄλλους ἀγαπῶν τὸ ἕρμαιον, οὐδὲ οἰηθεὶς ἄρα μηδὲν ἀδικεῖν εἰ ἑκὼν παρὰ ἑκόντος ὁτιοῦν ἐωνήσατο. Καὶ γὰρ ἔνεδράν τινα ἐνεῖναι τῷ πράγματι καὶ ἀπάτην, οὐ λέγουσαν τὸ ψεῦδος ἀλλὰ σιωπῶσαν τὴν ἀλήθειαν, καὶ ἀδικίαν οὖσαν λανθάνειν τοὺς πολλούς, οὐ βίαιον ἀλλὰ κλοπιμαίαν, οὐδ' ἐπικίνδυνόν τινα λῃστοῦ δίκην κλέπτουσαν, ἀλλ' ὑπὸ μὲν τοῦ νόμου ἀφειμένην, τὸ δὲ δίκαιον ἀνατρέπουσαν. Ὅτι ὁ ἀδελφὸς Ἑρμείου Γρηγόριος ἅπαν ἦν τοὐναντίον, ὀξύτατος μὲν εἰς ὑπερβολὴν καὶ εὐκίνητος ἐπὶ τὰς ζητήσεις καὶ τὰς μαθήσεις, ἄλλως δὲ οὐχ ἡσύχιος οὐδὲ γαλήνην ἐν τοῖς ἤθεσι φέρων τινά, ἀλλά τι καὶ παρακεκινηκώς· ὕστερον δὲ καὶ τῇ νόσῳ ἑάλω ἐπὶ πλέον, ὥστε δύσχρηστον αὐτοῦ τοῖς λογισμοῖς καὶ πολὺ παραλλάττον γενέσθαι τὸ ὄργανον. Ὅτι τῷ Ἑρμείᾳ 370

ἐκ τῆς Αἰδεσίας πρεσβύτερον τῶν φιλοσόφων υἱέων τίκτεται παιδίον, καὶ ἡ Αἰδεσία τῷ υἱεῖ ἑπτὰ μῆνας ἀπὸ γενέσεως ἄγοντι προσέπαιζέ τε οἷα εἰκός, καὶ βάβιον ἢ καὶ παιδίον ἀνεκάλει, ὑποκορίζουσα τὴν φωνήν. Ὁ δὲ ἀκούσας ἠγανάκτησε καὶ ἐπετίμησε τὸν παιδικὸν τοῦτον ὑποκορισμόν, τορὰν καὶ διηρθρωμένην τὴν ἐπιτίμησιν ἐξενεγκών. Καὶ ἄλλα δὲ πολλὰ περὶ τοῦ παιδὸς τούτου τερατολογεῖ, καὶ ὅτι οὐκ ἀνεχόμενος τὴν ἐν σώματι ζωὴν ἑπτὰ ἐτῶν τοῦ βίου ἀπέστη· οὐ γὰρ ἐχώρει αὐτοῦ τὴν ψυχὴν ὁ περὶ γῆν ὅδε τόπος. Βάβια δὲ οἱ Σύροι, καὶ μάλιστα οἱ ἐν Δαμασκῷ, τὰ νεογνὰ καλοῦσι παιδία, ἤδη δὲ καὶ τὰ μειράκια ἀπὸ τῆς παρ' αὐτοῖς νομιζομένης Βαβίας θεοῦ. Ἤδη γὰρ ἐνίοις τῶν τὰ ὦτα κατεαγότων καὶ ἅμα διεφθαρμένων τὰς διανοίας εἰς κωμῳδίαν ἐτράπη καὶ γέλωτα πολὺν τὰ τῆς φιλοσοφίας ἀπόρρητα. Ὅτι Πανικόν τι ζῷον διακομιζόμενον θεάσασθαί φησιν ὁ Ἱέραξ ὁ Ἀλεξανδρεύς, ὁ συνακμάσας Ἀμμωνίῳ, ἐξ Αἰθιοπίας εἰς τὸ Βυζάντιον, ἐοικὸς ἀκριβῶς τοῖς γραφομένοις καὶ τυπουμένοις· ἀκηκοέναι τε αὐτοῦ τῆς φωνῆς διὰ τῆς Ἀλεξανδρείας φερομένου οἱονεὶ τριζούσης. Ὅτι ὁ Ἀμμώνιος φιλοπονώτατος γέγονε, καὶ πλείστους ὠφέλησε τῶν πώποτε γεγενημένων ἐξηγητῶν· μᾶλλον δὲ τὰ Ἀριστοτέλους ἐξήσκητο, ἔτι δὲ διήνεγκεν οὐ τῶν καθ' ἑαυτὸν μόνον ἀλλὰ καὶ τῶν πρεσβυτέρων τοῦ Πρόκλου ἑταίρων, ὀλίγου δὲ ἀποδέω καὶ τῶν πώποτε γεγενημένων εἰπεῖν, τὰ ἀμφὶ γεωμετρίαν τε καὶ ἀστρονομίαν. Καὶ ὁ Πρόκλος ἐθαύμαζε τὸ Ἰσιδώρου πρόσωπον, ὡς ἔνθεον ἦν καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς· οἵ τε ὀφθαλμοὶ τὸ τῆς διανοίας εὔτροχον ἀποσαφοῦντες, καὶ ἅμα αὐτοῖς ἐπιθέουσα σεμνότης ἡδεῖα καὶ ἄπλαστος αἰδὼς ἐπέστρεφε πρὸς αὐτὸν τὸν φιλόσοφον. Ὅτι Εὐνόϊος ὁ ῥήτωρ βραδύνους ἦν. Ἤδη νεανικοῦ φρονήματος ὑπόπλεως καὶ σοβῶν ἐν λόγοις. Ὅτι Σουπηριανὸς τριάκοντα ἐτῶν τῶν ῥητορικῶν ἀρξάμενος, καίτοι τὴν φύσιν ὑπονωθέστερος ὤν, ὅμως δι' ὑπερβολὴν φιλοπονίας ὕστερον ἐν ταῖς λιπαραῖς καὶ ἀοιδίμοις Ἀθήναις ἀνηγορεύετο σοφιστής, 242.α οὐ πάνυ τῆς Λαχάρου δόξης ἀπολειπόμενος. Ὅτι καὶ Λαχάρης ἐξ ἐπιμελείας μᾶλλον ἢ φύσεως ἔδοξε κατὰ τὴν ῥητορικὴν εὐδοκιμῆσαι. Δηλοῖ δὲ αὐτοῦ τὸ τῆς φύσεως ἀγεννέστερον καὶ τὰ συγγράμματα αὐτοῦ. Ἄνδρα ἱερὸν καὶ περὶ τὰ θεῖα βακχεύοντα μεγαλοπρεπῶς. Ὅτι Μητροφάνης ὁ σοφιστὴς ἔκγονος ἦν Λαχάρου. Ὅτι φησὶν ὁ συγγραφεὺς ἄγαλμα τῆς Ἀφροδίτης ἰδεῖν ἱδρυμένον Ἡρώδου τοῦ σοφιστοῦ ἀνάθημα. Τοῦτο οὖν, φησί, θεασάμενος ἵδρωσα μὲν ὑπὸ θάμβους καὶ ἐκπλήξεως, οὕτω δὲ τὴν ψυχὴν διετέθην ὑπὸ τῆς εὐφροσύνης, ὥστε οὐχ οἷός τε ἦν οἴκαδε ἐπανιέναι, πολλάκις δὲ ἀπιὼν ἐπαναστρέφειν ἐπὶ τὸ θέαμα· τοσοῦτον αὐτῷ κάλλος ἐνεκέρασεν ὁ τεχνίτης, οὐ γλυκύ τι καὶ ἀφροδίσιον, ἀλλὰ βλοσυρόν τε καὶ ἀνδρικόν, ἔνοπλον μέν, οἷον δὲ ἀπὸ νίκης ἐπανηγμένης καὶ τὸ γεγηθὸς ἐπιφαινούσης. Ὅτι Ἱέριον τὸν Πλουτάρχου, ὑπὸ Πρόκλῳ φιλοσοφοῦντα, ἐς τὴν Κυρίνου λεγομένην οἰκίαν θεάσασθαί φησι μικρὰν οὕτω κεφαλὴν μόνην ἀνθρώπου, τό τε μέγεθος καὶ τὸ εἶδος οὐδὲν ἐρεβίνθου διαφέρου σαν· διὸ καὶ ἐρέβινθον αὐτὴν καλεῖσθαι· τὰ δ' ἄλλα κεφαλὴν ἀνθρωπείαν εἶναι, ὀφθαλμούς τε ἔχειν καὶ πρόσωπον καὶ τρίχας ἄνω καὶ στόμα πᾶν, καὶ ἀπὸ τοῦ στόματος φωνὴν ἀφιέναι, ὅσον ἀνθρώπων χιλίων, τοσοῦτον μεγάλην. Τοῦτο τερατευσάμενος περὶ τοῦ ἐρεβίνθου ὁ συγγραφεὺς τῆς κεφαλῆς, καὶ ἄλλα μυρία περὶ αὐτῆς ἄξια Δαμασκίῳ τῷ δυσσεβεῖ καὶ γράφειν καὶ πιστεύειν προστερατεύεται. Ὁ Σαλούστιος κυνίζων οὐ τὴν εἰθισμένην ὁδὸν ἐπορεύετο τῆς φιλοσοφίας, ἀλλὰ τὴν κεχαραγμένην πρὸς ἔλεγχόν τε καὶ λοιδορίαν καὶ τὸν μάλιστα δὴ πόνον ὑπὲρ ἀρετῆς. Ὑπεδέδετο δ' οὗτος σπανιάκις, ἢ τὰς Ἀττικὰς ἰφικρατίδας ἢ τὰ συνήθη σάνδαλα περιδεδεμένος. Ἐφαίνετο δὲ οὐδέποτε ἐπὶ πλεῖστον χρόνον οὔτε ἀρρωστῶν τὸ σῶμα οὔτε ταλαιπωρούμενος τὴν ψυχήν, ἀλλά (τὸ λεγόμενον) εὐλόφῳ αὐχένι τὴν ἄσκησιν ὑπέμενε. Καλὰ καὶ ἀξιέπαινα πολιτεύματα, καὶ ὅσα τοιαῦτα φιλανθρωπεύματα. Ὁ 371

Καρχηδονίων βασιλεὺς Γεζέριχος, ἀκούσας ὡς οἱ Ῥωμαῖοι τὸν σύμμαχον αὐτοῖς κατ' αὐτοῦ Μαρκελλῖνον δόλῳ καὶ παρὰ τοὺς ὅρκους ἀνεῖλον, ἥσθη τε ἄγαν ἐπὶ ταῖς ἐλπίσι τῆς νίκης, καὶ ἔδοξεν εἰρηκέναι λόγον οὐ Καρχηδονίῳ προσήκοντα ἀλλὰ Ῥωμαίῳ βασιλεῖ· τοὺς γάρ τοι Ῥωμαίους ἔφατο τῇ ἀριστερᾷ χειρὶ ἀποκόψαι τὴν δεξιάν. Ὁ δὲ Μαρκελλῖνος τῆς Δαλμάτων ἦν χώρας αὐτοδέσποτος ἡγεμών, Ἕλλην τὴν δόξαν. Ὅτι ὁ Σαλούστιος εἰς τοὺς τῶν ἐντυγχανόντων ὀφθαλμοὺς ἀφορῶν προέλεγεν ἑκάστοτε τὴν βίᾳ γενησομένην ἑκάστῳ τελευτήν. Τὴν δ' αἰτίαν τῆς προγνώσεως οὐδ' αὐτὸς εἶχε φράζειν· καί τοι ἐπειρᾶτο ἐρωτώμενος τὸ σκοτεινὸν τῶν ὀφθαλμῶν αἰτιᾶσθαι καὶ ἀχλυῶδες καὶ νοτισμοῦ μεστόν, οἷον ἐπὶ πένθεσι ταῖς κόραις αὐταῖς ἐμφερόμενον. Καὶ Οὐράνιόν τινα ὄνομα, Ἀπαμείας τῆς ἐν Συρίᾳ πολίτην καὶ ἄρξαντα Καισαρείας τῆς ἐν Παλαιστίνῃ, ἀπὸ τῶν ὀφθαλμῶν γνωρίζειν τὸν ὅμοιον τρόπον τοὺς πολυαράτους γόητάς φησι. Καὶ Νόμον δέ τινα τοὔνομα, πολίτην ἴδιον, ὁ συγγραφεὺς λέγει ἀπὸ τῆς κατὰ τὰ ὄμματα τῶν ἐντυγχανόντων θέας τοὺς λανθάνοντας ἐπιγινώσκειν φονέας. Ὁ δὲ τὸν Αἰγαῖον διαπεραιωθείς, ὁ Ἰσίδωρος, καὶ αὐτὸς δὲ Ἀσκληπιάδης, ἔφασκεν ἑωρακέναι πλόκαμον ἐν τῷ Νείλῳ ποταμῷ δαιμόνιον τὸ μέγεθος καὶ τὸ κάλλος. Αὖθις δέ ποτε παρὰ τὸν Νεῖλον ἑστιωμένοις ἀμφοτέροις (παρῆν δὲ ἐκ τρίτων καὶ ὁ ἡμέτερος φιλόσοφος) ἀνέδραμεν ἀπὸ τοῦ ποταμοῦ πλόκαμος ὡς ἰδεῖν πεντάπηχυς. Καὶ πολλὰ τοιαῦτα φάσματα λέγει. Ὅτι κατὰ τὴν Ἡλιούπολιν τῆς Συρίας εἰς ὄρος τὸ τοῦ Λιβάνου τὸν Ἀσκληπιάδην ἀνελθεῖν φησι, καὶ ἰδεῖν πολλὰ τῶν λεγομένων βαιτυλίων ἢ βαιτύλων, περὶ ὧν μυρία τερατολογεῖ ἄξια γλώσσης ἀσεβούσης. Λέγει δὲ καὶ ἑαυτὸν καὶ τὸν Ἰσίδωρον ταῦτα χρόνῳ ὕστερον θεάσασθαι. Ἡ δὲ ἱερὰ γενεὰ καθ' ἑαυτὴν διέζη βίον θεοφιλῆ καὶ εὐδαίμονα, τόν τε φιλοσοφοῦντα καὶ τὸν τὰ θεῖα θεραπεύοντα. Ἀνέκαιον ὁσίῳ πυρὶ τοὺς βωμούς. Ὅτι ἡ πάρδαλις ἀεί, φησί, διψῇ, ὁ ἱέραξ οὐδέποτε· διὸ σπανιάκις ὁρᾶται πίνων. Ὁ ἱπποπόταμος ἄδικον ζῷον, ὅθεν καὶ ἐν τοῖς ἱερογλυφικοῖς γράμμασιν ἀδικίαν δηλοῖ· τὸν γὰρ πατέρα ἀποκτείνας βιάζεται τὴν μητέρα. Ὁ σοῦχος δίκαιος· ὄνομα δὲ κροκο 242.α δείλου καὶ εἶδος ὁ σοῦχος. οὐ γὰρ ἀδικεῖ ζῷον οὐδέν. Τὰς δώδεκα ὥρας ἡ αἴλουρος διακρίνει, νύκτας καὶ ἡμέρας οὐροῦσα καθ' ἑκάστην ἀεί, δίκην ὀργάνου τινὸς ὡρογνωμονοῦσα. Ἀλλὰ καὶ τῆς σελήνης, φησίν, ἀπαριθμεῖται τὰ φῶτα τοῖς οἰκείοις γεννήμασι. Καὶ γὰρ τὴν αἴλουρον ζʹ μὲν τὸν πρῶτον, ʹ δὲ τὸν δεύτερον τόκον, τὸν τρίτον εʹ, καὶ δʹ τὸν τέταρτον, καὶ γʹ τὸν πέμπτον, ἐφ' οἷς δύο τὸν ἕκτον καὶ ἕνα ἐπὶ πᾶσι τὸν ἕβδομον· καὶ εἶναι τοσαῦτα γεννήματα τῆς αἰλούρου, ὅσα καὶ τὰ τῆς σελήνης φῶτα. Ὁ κῆβος (ἔστι δὲ πιθήκου εἶδος) ἀποσπερμαίνει κατὰ τὴν σύνοδον ἡλίου καὶ σελήνης. Ὁ ὄρυξ τὸ ζῷον πταρνύμενος ἀνατέλλειν διασημαίνει τὴν Σῶθιν. Ἕως οἱ ἡγεμόνες αὐτῶν διέστησαν εἰς ἔριν πολιτοφθόρον. Καὶ προέλεγε κατὰ τὴν ἀπόρρητον θέαν. Ὁ δ' ἐν τῷ τοίχῳ τοῦ φωτὸς φανεὶς ὄγκος οἷον παγεὶς εἰς πρόσωπον διεμορφοῦτο, πρόσωπον ἀτεχνῶς θεσπέσιον δή τι καὶ ὑπερφυές, οὐ γλυκείαις χάρισιν ἀλλὰ βλοσυραῖς ἀγαλλόμενον, κάλλιστον δὲ ὅμως ἰδεῖν καὶ οὐδὲν ἧττον ἐπὶ τῷ βλοσυρῷ τὸ ἤπιον ἐπιδεικνύμενον. Ὃν Ἀλεξανδρεῖς ἐτίμησαν Ὄσιριν ὄντα καὶἌδωνιν κατὰ τὴν μυστικὴν θεοκρασίαν. Ὅτι ἐνῆν, φασί, τῇ τοῦ Ἡραΐσκου τοῦ φιλοσόφου φύσει καί τι τοὺς μολυσμοὺς τῆς γενέσεως ἀναινόμενον· εἰ γοῦν αἴσθοιτο φθεγγομένης ὅπως δὴ καὶ ὅθεν γυναικὸς ἀκαθάρτου τινός, ἤλγει παραχρῆμα τὴν κεφαλήν. Οὕτω μὲν ζῶντι συνῆν ἀεί τι θεοειδές· ἀποθανόντι δὲ ἐπειδὴ τὰ νομιζόμενα τοῖς ἱερεῦσιν ὁ Ἀσκληπιάδης ἀποδιδόναι παρεσκευάζετο, τά τε ἄλλα καὶ τὰς Ὀσιριάδας ἐπὶ τῷ σώματι περιβολάς, αὐτίκα φωτὶ κατελάμπετο πανταχῇ τῶν σινδόνων ἀπόρρητα διαγράμματα, καὶ περὶ αὐτὰ καθεωρᾶτο φασμάτων εἴδη θεοπρεπῶν. Ἦν δὲ αὐτοῦ καὶ ἡ πρώτη γένεσις ἱερὰ καὶ μυστική. Λέγεται δὲ κατελθεῖν ἀπὸ τῆς μητρὸς εἰς τὸ φῶς ἐπὶ τοῖς χείλεσιν ἔχων τὸν κατασιγάζοντα δάκτυλον, οἷον Αἰγύπτιοι 372

μυθολογοῦσι γενέσθαι τὸν Ὧρον, καὶ πρὸ τοῦ Ὥρου τὸν Ἥλιον. Καὶ ἐπεὶ συνεπεφύκει τοῖς χείλεσιν ὁ δάκτυλος, ἐδεήθη τομῆς, καὶ διέμεινεν ἀεὶ τὸ χεῖλος ὑποτετμημένον ἰδεῖν, φανεροῦν τὸ σημεῖον τῆς ἀπορρήτου γενέσεως. Λέγεται δὲ καὶ ὁ Πρόκλος ἑαυτοῦ ἀμείνονα τὸν Ἡραΐσκον ὁμολογεῖν· ἃ μὲν γὰρ αὐτὸς ᾔδει, καὶ ἐκεῖνον εἰδέναι, ἃ δὲ Ἡραΐσκος, οὐκέτι Πρόκλον. Ὅτι Ἀνθέμιον οὗτος τὸν Ῥώμης βασιλεύσαντα ἑλληνόφρονα καὶ ὁμόφρονα Σεβήρου τοῦ εἰδώλοις προσανακειμένου λέγει, ὃν αὐτὸς ὕπατον χειροτονεῖ, καὶ ἀμφοῖν εἶναι κρυφίαν βουλὴν τὸ τῶν εἰδώλων μύσος ἀνανεώσασθαι. Ὅτι καὶ Ἴλλουν οὗτος καὶ Λεόντιον, ὃν ἐκεῖνος ἀντιχειροτονεῖ Ζήνωνι βασιλέα, τὰ αὐτὰ καὶ φρονεῖν καὶ βούλεσθαι πρὸς ἀσέβειαν, Παμπρεπίου πρὸς ταύτην αὐτοὺς ἑλκύσαντος, διατείνεται. Ὅτι περὶ Παμπρεπίου τὸ τερατολόγον καὶ ἀπιστότατον φίλοις, καὶ τὸν βίαιον θάνατον ὁμοίως τοῖς ἄλλοις καὶ αὐτὸς ἱστορεῖ· ἦν δ' Αἰγύπτιος γένος, τέχνην γραμματικὸς ὁ Παμπρέπιος. Οὐκ εἰμὶ πρόθυμος πρᾶγμα λέγειν καὶ ἄδηλον εἰς ἀλήθειαν καὶ πρόχειρον εἰς φιλαπεχθημοσύνην. Βούλομαι δὲ καὶ ἀφεὶς ἤδη τὸν Πύθιον ἐπὶ τὸν Ἡραΐσκον ἐπανελθεῖν τὸν Εὐβοέα. Ἀνεβόα μέγιστον ὅσον. Τῆς κεφαλῆς αἱ κόμαι καθεῖντο μέχρι τῶν ὤμων. Ὅτι Φοίνικες καὶ Σύροι τὸν Κρόνον Ἢλ καὶ Βὴλ καὶ Βωλαθὴν ἐπονομάζουσιν. Ἐνέβησαν μὲν εἰς τὸ ῥεῖθρον τοῦ Μαιάνδρου διανήξασθαι ποταμοῦ αὐτός τε καὶ ὁ Ἀσκληπιόδοτος ὁ πάλαι γεγονὼς παιδαγωγὸς αὐτοῦ· ὁ δὲ σφᾶς ἐν μέσαις ταῖς δίναις ἀπολαβών, ὁ Μαίανδρος, ὑποβρυχίους ἐποίει, ἕως ὁ Ἀσκληπιόδοτος ἐπὶ μικρὸν ἀναδύς, ὅσον θεάσασθαι τὸν ἥλιον, ἀποθνῄσκομεν ἔφη, καί τι προσθεῖναι καὶ ἀπόρρητον ἠδυνήθη. Τότε δὲ ἐξαίφνης, ἀπ' οὐδεμιᾶς φανερᾶς προμηθείας, ἐπὶ τῆς ὄχθης ἔκειντο τοῦ ποταμοῦ ἡμιθνῆτες· εἶτα ἀνακτησάμενοι τὰς ψυχὰς ἀνεχώρησαν ἐξ αὐτῶν τῶν γε τοῦ Ἅιδου ῥευμάτων. Οὕτως ἔνθεον ἐκτήσατο δύναμιν ὁ Ἀσκληπιόδοτος, καὶ ταῦτα μετὰ τοῦ σώματος ἔτι ὤν. Ἀπόλλωνος αὐλὰς τοῦτο δὴ τὸ χωρίον οἱ Κᾶρες καλοῦσιν. Ὁ Ἀσκληπιόδοτος τοίνυν ἀπὸ τῶν αὐλῶν εἰς Ἀφροδισιάδα οἴκαδε ἐπανερχόμενος, ἤδη μὲν ὁ ἥλιος ἐδεδύκει, ὁ δὲ παραχρῆμα ἀνατέλλουσαν ἐθεάσατο τὴν σελήνην οἷα πανσέληνον οὖσαν 242.α καίτοι οὐκ ἦν ἐν τῷ διαμετροῦντι ζῳδίῳ τὸν ἥλιον. Ἀλλὰ δὴ καὶ τοῦτο τὸ ἄγαλμα καθεῖλεν ἡ πάντα τὰ ἀρχαῖα καθελοῦσα ἀνάγκη. Ἀλεξανδρεὺς ἦν τὸ γένος, οὐκ ἐπιφανῶν γονέων τὰ ἀπὸ τῆς τύχης, ἐπιεικῶν δὲ ἄλλως καὶ ἱερῶν. Ὅτι περὶ Ἰακώβου τοῦ ἰατροῦ, ὃς ἐγγὺς μὲν τὸ γένος Ἀλεξανδρεὺς ἦν, πορρώτερον δ' ἐκ Δαμασκοῦ, υἱὸς δ' ἰατροῦ μʹ ἔτη τῇ πείρᾳ σχολάσαντος καὶ μικροῦ τὴν οἰκουμένην ἐπὶ γυμνασίᾳ καὶ κρίσει τῆς τέχνης ἐπελθόντος, ὃς καὶ τὸν Ἰάκωβον τὴν ἰατρικὴν τὸν παῖδα ἐπὶ ἔτη τὰ ἶσα ἐδιδάξατο· περὶ τοίνυν τοῦδε τοῦ Ἰακώβου, ὥσπερ καὶ ἄλλοι, πολλὰ παράδοξα λέγει, καὶ ὡς ἀκούσας γυναῖκα πταρεῖσαν ἀθροώτερον πάντας ἀποβαλεῖν τοὺς ὀδόντας, ἐκ τούτου μόνου τοῦ συμβεβηκότος ἀνειπεῖν τὰ περὶ τῆς γυναικὸς ἅπαντα, εἶδός τε καὶ χρῶμα σώματος καὶ μέγεθος καὶ τῆς ψυχῆς ὅσα φυσικώτερα τῶν ἠθῶν. Ὅτι ὁ τοῦ Ἰακώβου πατὴρ μετὰ τὴν πολλὴν τῆς οἰκουμένης πλάνην ἦλθε καὶ εἰς τὸ Βυζάντιον, φησί, καὶ τοὺς ἐνταῦθα κατέλαβεν ἰατροὺς οὐδὲν ἄρα τῆς τέχνης ἐπισταμένους ἀκριβὲς οὐδὲ αὐτόπειρον ἀλλ' ἀπὸ τῶν ἀλλοτρίων δοξασμάτων οὐ θεραπεύοντας ἀλλὰ φλυαροῦντας. (Ἄμφω δέ, καὶ ὁ παῖς καὶ ὁ φύς, ἀσέβεε ἤστην). Ὅτι ἐχρῶντο κατὰ τῶν νόσων οὗτοι καθαρσίοις πολλοῖς καὶ βαλανείοις, χειρουργεῖν δὲ σιδήρῳ καὶ πυρὶ οὐ λίαν ἦσαν ἕτοιμοι, ἀλλὰ καὶ τὰ μοχθηρότερα τῶν ἑλκῶν διαίτῃ κατηγωνίζοντο· φλεβοτομίαν δ' οὐ προσίετο. Ἔπειθεν ὁ Ἰάκωβος τοὺς πλουσίους ἰατρεύων βοηθεῖν τῇ νοσούσῃ πενίᾳ, καὶ αὐτὸς προῖκα ἰάτρευε, τῷ δημοσίῳ μόνῳ ἀρκούμενος σιτηρεσίῳ. Ὅτι φησὶν ὁ συγγραφεύς· Εἶδον εἰκόνα τοῦ Ἰακώβου Ἀθήνῃσι, καί μοι ἔδοξεν ὁ ἀνὴρ εὐφυὴς μὲν οὐ πάνυ εἶναι, σεμνὸς δὲ καὶ ἐμβριθής. Οὗτος δὲ ὁ Ἰάκωβος Πρόκλῳ νοσοῦντι, ἐν Ἀθήναις διατρίβων καὶ θαυμαζόμενος, προσέταξεν ἀπέχεσθαι μὲν κράμβης, ἐμφορεῖσθαι δὲ τῶν μαλαχῶν· ὁ 373

δὲ κατὰ τὸν Πυθαγόρειον νόμον οὐκ ἠνέσχετο μαλάχης ἐσθίειν. Ἦν δὲ ὁ Ἀσκληπιόδοτος οὐχ ὁλόκληρος τὴν εὐφυΐαν, ὡς τοῖς πλείστοις ἔδοξε τῶν ἀνθρώπων, ἀλλ' ἀπορεῖν μὲν ὀξύτατος, συνεῖναι δὲ οὐ λίαν ἀγχίνους οὐδὲ αὐτὸς ἑαυτῷ ὅμοιος, ἄλλως τε καὶ τὰ θειότερα τῶν πραγμάτων, ὅσα ἀφανῆ καὶ νοητὰ καὶ τῆς Πλάτωνος ἐξαίρετα διανοίας. Πρὸς δὲ τὴν Ὀρφικήν τε καὶ Χαλδαϊκὴν τὴν ὑψηλοτέραν σοφίαν, καὶ τὸν κοινὸν φιλοσοφίας νοῦν ὑπεραίρουσαν, ἔτι μᾶλλον ἐλείπετο. Πρὸς δὲ φυσιολογίαν τῶν καθ' ἑαυτὸν πάντων ἦν ἐρρωμενέστατος· ὡσαύτως καὶ ἐν τοῖς μαθήμασιν, ἀφ' ὧν καὶ ἐπὶ τὰ ἄλλα τὸ μέγα τῆς φύσεως ἀπηνέγκατο κλέος. Ἐν τοῖς περὶ ἠθῶν δὲ καὶ ἀρετῶν, ἀεί τι καινουργεῖν ἐπεχείρει, καὶ πρὸς τὰ κάτω καὶ τὰ φαινόμενα συστέλλειν τὴν θεωρίαν, οὐδὲν μὲν (ὡς ἔπος εἰπεῖν) τῶν ἀρχαίων νοημάτων ἀποικονομούμενος, πάντα δὲ συνωθῶν καὶ κατάγων εἰς τήνδε τὴν φύσιν τὴν περικόσμιον. Ὅτι εὐφυέστατος ὁ Ἀσκληπιόδοτος περὶ μουσικὴν γεγονώς, τὸ ἐναρμόνιον γένος ἀπολωλὸς οὐχ οἷός τε ἐγένετο ἀνασώσασθαι, καίτοι ἄλλα δύο γένη κατατεμὼν καὶ ἀνακρουσάμενος, τό τε χρωματικὸν ὀνομαζόμενον καὶ τὸ διατονικόν. Τὸ δὲ ἐναρμόνιον οὐχ εὗρε καίτοι μαγάδας, ὡς ἔλεγεν, ὑπαλλάξας καὶ μεταθεὶς οὐκ ἐλάττους εἴκοσι καὶ διακοσίων. Αἴτιον δὲ τῆς μὴ εὑρέσεως τὸ ἐλάχιστον μέτρον τῶν ἐναρμονίων διαστημάτων, ὅπερ δίεσιν ὀνομάζουσι. Τοῦτο δὴ ἀπολωλὸς ἐκ τῆς ἡμετέρας αἰσθήσεως καὶ τὸ ἄλλο γένος τὸ ἐναρμόνιον προσαπώλεσεν. Ὅτι Ἰακώβῳ τὰ κατὰ τὴν ἰατρικὴν μαθητευθεὶς ὁ Ἀσκληπιόδοτος, καὶ κατ' ἴχνη βαίνων ἐκείνου, ἔστιν οἷς καὶ ὑπερεβάλετο· καὶ γὰρ καὶ τοῦ λευκοῦ ἐλλεβόρου πάλαι τὴν χρῆσιν ἀπολωλυῖαν καὶ μηδ' Ἰακώβῳ ἀνασωθεῖσαν αὐτὸς ἀνεκαίνισε, καὶ δι' αὐτοῦ ἀνιάτους νόσους παραδόξως ἐξιάσατο. Ὅτι ὁ Ἀσκληπιόδοτος τῶν μὲν νεωτέρων ἰατρῶν τὸν Ἰάκωβον μόνον ἀπεδέχετο, τῶν δὲ πρεσβυτέρων μετὰ τὸν Ἱπποκράτην Σωρανὸν τὸν Κίλικα τὸν Μαλλώτην. Τοιγάρτοι καὶ ἀπετέλεσεν ὁ Ἀσκληπιόδοτος τὴν Δαμιανὴν αἰδημονεστάτην καὶ παράλογον οὖσαν, τὴν ἑαυτοῦ γαμετὴν ὑψηλόφρονα καὶ ἀνδρόβουλον εἰς οἰκονομίαν, ὥσπερ σώφρονα καὶ ἄθρυπτον εἰς συμβίωσιν. Ὅτι ἐν Ἱεραπόλει τῆς Φρυγίας ἱερὸν ἦν Ἀπόλλωνος, ὑπὸ δὲ τὸν ναὸν καταβάσιον ὑπέκειτο θανασίμους ἀναπνοὰς παρεχόμενον. Τοῦτον τὸν βόθρον οὐδ' ἄνωθέν ἐστιν ἀκίνδυνον οὐδὲ τοῖς πτηνοῖς τῶν ζῴων διελθεῖν, ἀλλ' ὅσα κατ' αὐτὸν γίνεται, ἀπόλλυται. Τοῖς δὲ τετελεσμένοις, φησί, δυνατὸν ἦν 242.α κατιόντας καὶ εἰς αὐτὸν τὸν μυχὸν ἀβλαβῶς διάγειν. Λέγει δ' ὁ συγγραφεὺς ὡς αὐτός τε καὶ Δῶρος ὁ φιλόσοφος, ὑπὸ προθυμίας ἐκνικηθέντες, κατέβησάν τε καὶ ἀπαθεῖς κακῶν ἀνέβησαν. Λέγει δ' ὁ συγγραφεὺς ὅτι Τότε τῇ Ἱεραπόλει ἐγκαθευδήσας ἐδόκουν ὄναρ ὁ Ἄττης γενέσθαι, καί μοι ἐπιτελεῖσθαι παρὰ τῆς μητρὸς τῶν θεῶν τὴν τῶν Ἱλαρίων καλουμένων ἑορτήν· ὅπερ ἐδήλου τὴν ἐξ Ἅιδου γεγονυῖαν ἡμῶν σωτηρίαν. Διηγησάμην δὲ τῷ Ἀσκληπιοδότῳ, ἐπανελθὼν εἰς Ἀφροδισιάδα, τὴν τοῦ ὀνείρου ὄψιν. Ὁ δὲ ἐθαύμασέ τε τὸ συμβεβηκός, καὶ διηγήσατο οὐκ ὄναρ ἀντὶ ὀνείρατος, ἀλλὰ θαῦμα μεῖζον ἀντὶ ἐλάττονος. Νεώτερος γὰρ ἔλεγεν εἰς τὸ χωρίον ἐλθεῖν τοῦτο καὶ ἀποπειραθῆναι αὐτοῦ τῆς φύσεως. Δὶς οὖν καὶ τρὶς ἐπιπτύξας τὸ ἱμάτιον περὶ τὰς ῥῖνας ἵνα, κἂν ἀναπνέῃ πολλάκις, μὴ τὸ διεφθαρμένον καὶ λυμαντικὸν ἀέρα ἀναπνῇ, ἀλλὰ τὸν ἀπαθῆ καὶ σωτήριον, ὃν ἔξωθεν εἰσήγαγε παραλαβὼν ἐν τῷ ἱματίῳ, οὕτω πράξας εἰσῄει τε ἐν τῇ καταδύσει, τῇ ἐκροῇ τῶν θερμῶν ὑδάτων ἐπακολουθῶν, ἐπὶ πλεῖστον τοῦ ἀβάτου μυχοῦ, οὐ μὴν εἰς τέλος ἀφίκετο τῆς καταβάσεως· ἡ γὰρ εἴσοδος ἀπερρώγει πρὸς βάθος ἤδη πολὺ τῶν ὑδάτων, καὶ ἀνθρώπῳ γε οὐ διαβατὸν ἦν, ἀλλ' ὁ καταιβάτης ἐνθουσιῶν ἐφέρετο μέχρι τοῦ πέρατος. Ὁ μέντοι Ἀσκληπιόδοτος ἐκεῖθεν ἀνῆλθε σοφίᾳ τῇ αὑτοῦ κακῶν ἀπαθής· ἀλλὰ καὶ πνοὴν παραπλησίαν ὕστερον τῇ θανασίμῳ ἐκ διαφόρων εἰδῶν κατασκευασάμενος ἐμηχανήσατο. Χωρὶς τὰ φιλοσόφων καὶ τὰ τῶν ἱερέων 374

ὁρίσματα, οὐδὲν ἧττον ἢ τὰ λεγόμενα Μυσῶν καὶ Φρυγῶν. Ἀλλ' ὅμως ὁ Πατρίκιος ἐτόλμησε, παρὰ νόμον τὸν φιλοσοφίας, ἐπὶ ταῦτα ῥυείς. Ἡ δὲ ἔφη, ἐγὼ χωρῖτίς εἰμι καὶ ἄγροικος. Ἀλλὰ διαναστὰς ἀπὸ τοῦ ὕπνου καὶ διαγκωνισάμενος ἐπὶ τοῦ σκίμποδος ἔφη. Ἀστεῖός τε ἦν καὶ εὐόμιλος, οὐ μόνον πρὸς τὴν σπουδάζουσαν, ἀλλὰ καὶ πρὸς τὴν παίζουσαν ἐνίοτε συνουσίαν, ὥστε καὶ ἥδιστος εἶναι τοῖς πλησιάζουσι πρὸς τῷ ὠφελίμῳ. Τὸν θεὸν προὐκαλεῖτο ἐπὶ πάθει περιωδύνῳ τῆς τῶν ὀπισθίων ὀχετῶν ἀφέσεως. Ἐπίτεκα οὖσαν τὴν γαμετὴν συνεπῆγεν. Ἐπὶ τῆς κλίνης ἀνακειμένῳ ἐξαπίνης τὴν Δίκην ἰδεῖν συνέβη, λαμπρὰν κόρην, εὔζωνον, κολοβὸν χιτῶνα μηλινόχρουν ἀνεζωσμένην, πορφυροῖς πλατέσι σημαδίοις κεκοσμημένον, ἀναδεδεμένην μὲν τὴν κεφαλὴν ἀναδέσμῃ, γυμνὴν δὲ περιβολαίου, βλοσυρόν τι ὁρῶσαν καὶ συνωφρυωμένον, οὔτι γε πρὸς αὐτὸν ἀλλὰ πρὸς τὴν εἴσοδον. Ὅτι Ἀσκληπιόδοτος ὁ φιλόσοφος, ὁ Πρόκλου μαθητής, ἐν σκότῳ βαθεῖ γράμματά τε ἀνεγίνωσκε, φησίν, ἄνευ φωτὸς καὶ τοὺς παρόντας τῶν ἀνθρώπων διεγίνωσκεν. Κεφαλὴν γοῦν ποτὲ δρακοντείαν ἐν Καρίᾳ εἰς ἀγρὸν πεσοῦσαν Πυθέου τοῦ Καρός, ἐνεχθεῖσαν δὲ αὐτῷ τῷ Πυθέᾳ, καὶ αὐτὸς ἔφη θεάσασθαι μέγεθος οὖσαν ταύρου μεγίστου κατὰ κεφαλήν. Ἰδεῖν δὲ τὸν Ἀσκληπιόδοτον καὶ ζῶντα δράκοντα μετέωρον ἐν ἀέρι συννεφεῖ πεπηγότα καὶ συνειλημμένον ὑπὸ τοῦ πνεύματος, ἐν τῇ πυκνότητι τῶν νεφῶν ἀκίνητον ἑστῶτα, ὅσον δὴ κοντόν τινα μέγαν ἀποτεταμένον· ἰδεῖν τε τοῦτον, καὶ ἐπιδεῖξαι καὶ τοῖς παροῦσι, πυκνωθέντων δὲ ἐπὶ μᾶλλον τῶν νεφῶν ἀφανισθῆναι τὸ θήριον. Ὅτι ὁ διάδοχος Πρόκλου, φησίν, ὁ Μαρῖνος, γένος ἦν ἀπὸ τῆς ἐν Παλαιστίνῃ Νέας Πόλεως, πρὸς ὄρει κατῳκισμένης τῷ Ἀργαρίζῳ καλουμένῳ. Εἶτα, βλασφημῶν ὁ δυσσεβής φησιν ὁ συγγραφεύς· Ἐν ᾧ Διὸς ὑψίστου ἁγιώτατον ἱερόν, ᾧ καθιέρωτο Ἄβραμος ὁ τῶν πάλαι Ἑβραίων πρόγονος, ὡς αὐτὸς ἔλεγεν ὁ Μαρῖνος. Σαμαρείτης οὖν τὸ ἀπ' ἀρχῆς ὁ Μαρῖνος γεγονὼς ἀπετάξατο μὲν πρὸς τὴν ἐκείνων δόξαν, ἅτε εἰς καινοτομίαν ἀπὸ τῆς Ἀβράμου θρησκείας ἀπορρυεῖσαν, τὰ δὲ Ἑλλήνων ἠγάπησεν. Ὅμως φιλοπονίᾳ τε καὶ ἀτρύτοις πόνοις ἐγκείμενος εὐφυεστέρων ἤδη πολλῶν καὶ τῶν πρεσβυτέρων κατέχωσε δόξας τῷ ἑαυτοῦ ὀνόματι ὁ Μαρῖνος. Οὐκ εἴα δὲ αὐτὸν ἐρωτᾶν ὁ Ἰσίδωρος ἀσθενείᾳ σώματος ἐνοχλούμενον, εὐλαβείᾳ τοῦ ὀχλώδους. Πλὴν ὁ Μαρῖνος ἐξ ὧν τε διελέγετο καὶ ἐξ ὧν ἔγραψεν (ὀλίγα δὲ ταῦτά ἐστι) δῆλος ἦν οὐ βαθεῖαν αὔλακα τῶν νοημάτων καρπούμενος, ἐξ ὧν τὰ σοφὰ βλαστάνει θεάματα τῆς τῶν ὄντων φύσεως. Ὁ ἄριστος ἡγεμὼν Πτολεμαῖος τῆς ἀστροθεάμονος ἐπιστήμης. Τὰ ἀρέσκοντα τοῖς ἐξηγηταῖς ἀπεγράφετο, εἰς τὸ τῆς λήθης γῆρας, ὡς ἔφη Πλάτων, ὑπομνήματα καταλιπὼν ἑαυτῷ καὶ ἀποθησαυριζόμενος. Καὶ τὴν 242.α τοῦ σώματος ἀπορροὴν βλέπων ὁ Πρόκλος ἐδεδίει περὶ τῷ νεανίσκῳ. Ὁ τοίνυν τεθνηκώς, ὁ εὐτυχὴς οὗ τος νῦν, ἡ ψυχή φημι καὶ τὸ τῆς ψυχῆς εἴδωλον, παρέστη μοι ἀναφανδὸν ἐπὶ τοῦδε τοῦ σκίμποδος ἀνακειμένῳ. Ἀπιστεῖν δὲ οὐ δίκαιον τῷ λόγῳ βεβαιουμένῳ θέᾳ τε ἐναργεῖ τοῦ κορυφαίου σοφοῦ καὶ ἀκοῇ προσφάτῳ, τοῦ δευτέρου μετ' ἐκεῖνον πρὸς ἀλήθειαν, καὶ ἔτι τῷ τρίτῳ βήματι καὶ εἰς ταύτην καταβεβηκότι τὴν συγγραφὴν ὑπὸ τῇ φιλαλήθει πομπῇ τῆς ἐμῆς ἀγγελίας. Καὶ ὁ Πρόκλος ἐπεδίδου ταῖς εἰς αὐτὸν ὁρώσαις ἐλπίσι μηδὲ τὸ τοῦ Πλάτωνος ἀτιμάζειν ἀξίωμα, μηδὲ τὴν Ἰαμβλίχου κρίσιν μηδὲ τὴν Πλουτάρχου κατανωτίζεσθαι, μηδ' αὖ μεῖζον φρονεῖν τῆς κοινωφελοῦς προαιρέσεως. Ἀλλ' ὅσῳ ηὔξετο τῆς διαδοχῆς τὸ μέγεθος ἐν τῷ λόγῳ, τοσούτῳ μᾶλλον ὁ Ἰσίδωρος πρὸς τὴν πειθὼ συνεστέλλετο μεῖζόν γε ὂν ἢ καθ' ἑαυτὸν ἄρασθαι φορτίον. Δεδιὼς δ' ὁ Πρόκλος περὶ τῇ Πλάτωνος χρυσῇ τῷ ὄντι σειρᾷ, μὴ ἡμῖν ἀπολίπῃ τὴν πόλιν τῆς Ἀθηνᾶς. Δεδιὼς δὲ ἐπὶ τῷ Μαρίνῳ διὰ τὴν τοῦ σώματος ἀσθένειαν. Ἀληθινὸς ἔρως ἐμφυτεύεται φιλοσοφίας· καὶ πάντα γηγενῆ δεσμὸν ἀπορρήξας, ἐλπίδας τε πάσας ὁμοῦ τιμῶν τε καὶ χρημάτων καταπατήσας, ἀφικνεῖται Ἀθήναζε. Ἀλλά γε τοιοῦτος καὶ ὁ φιλόσοφος ἱστορεῖται Ζηνόδοτος, 375

παιδικὰ τοῦ Πρόκλου καλεῖσθαι μόνος ἀξιωθείς, ἐφ' ᾧ δὴ καὶ τὰς μάλιστα ἐπεῖχεν ἐλπίδας. Καὶ οὐκ ἦν τις ἄρα πρὸς αὐτὸν ἀλαζὼν οὐδὲ σκαιὸς οὐδὲ σοβαρὸς τὴν ἔντευξιν. Τῇ τε ἐξ ἀρχῆς εὐγενείᾳ καὶ τῇ μεγαλειότητι τῶν τρόπων καὶ τῇ περὶ λόγους διαφανεῖ σπουδῇ τε καὶ ἐπιμελείᾳ. Πρὸς γάρ τοι τοὺς ἄλλους τοὺς εἰς βουλὴν τὴν μεγάλην συγκαλουμένους οὐ μόνον τὰ ἄλλα διαφέρων ἄνθρωπος ἦν ὁ Θεαγένης, ἀλλ' ἤδη τις καὶ φιλόσοφος. Ἡ τῶν διαδόχων οὐσία οὐχ ὡς οἱ πολλοὶ νομίζουσι Πλάτωνος ἦν τὸ ἀνέκαθεν· πένης γὰρ ἦν ὁ Πλάτων, καὶ μόνον τὸν ἐν Ἀκαδημίᾳ ἐκέκτητο κῆπον, οὗ ἡ πρόσοδος νομισμάτων τριῶν, ἡ δὲ τῆς οὐσίας ὅλης χιλίων ἢ καὶ ἔτι πλειόνων ὑπῆρχεν ἐπὶ Πρόκλου, πολλῶν τῶν ἀποθνῃσκόντων κτήματα τῇ σχολῇ καταλιμπανόντων. Ἤδη τοίνυν κρουώμεθα πρύμναν ἐπὶ τὸν λόγον ὃν ἀπελίπομεν. Ὁ μὲν Ἀσκληπιόδοτος ἐκοσμεῖτο πᾶσι τοῖς τοῦ βίου λαμπροῖς, ὁ δὲ Ἰσίδωρος οὐδενὶ τούτων, οὐ προβεβλημένος τὴν γαμικὴν προβολήν, ἀλλὰ μόνον ἦν τῷ ὄντι φιλόσοφος· ἐπ' ἄκρον ἑκάτερος ἥκων, ὁ μὲν ἰθυβόλου φύσεως, ὁ δ' ἐπὶ θυγατρὶ γαμβρὸς τοῦ μεγάλου Ἀσκληπιοδότου Ἀσκληπιόδοτος, ἣν ἤδη ἐμνήστευεν, ἐπιμελοῦς ἀκριβείας. Πηγὴ ἀναδίδωσιν ὕδωρ ἱερόν τε καὶ εὔποτον. Ὥστε ποιητικὸς ἀνὴρ ἔφη ἂν τὸ στόμα αὐτοῦ καὶ τὸ ἄλλο πρόσωπον οἰκητήριον εἶναι αὐτῶν τῶν Χαρίτων. Εἴ ποτε γὰρ καὶ αὐτοί τινος ἠπορήθησαν, ᾔεσαν αὐτίκα παρ' αὐτὸν φίλοι παρὰ φίλον. Ὁ Ἰσίδωρος πολὺ διαφέρων ἦν τῆς Ὑπατίας, οὐ μόνον οἷα γυναικὸς ἀνήρ, ἀλλὰ καὶ οἷα γεωμετρικῆς τῷ ὄντι φιλόσοφος. Στερρὸς δὲ τὸ ἦθος ὁ Σεβηριανὸς ὤν, καὶ ἅπερ ἂν διανοηθείη, ταῦτα πράττειν ἐσπουδακώς, ἔφθανε τῷ πρακτικῷ τὸ βουλευτικόν, καὶ διὰ τοῦτο ὁ βίος αὐτῷ πολλαχῇ διεσφάλη. Οὐ γὰρ ἐπιδιδόναι ῥᾳδίως, οὐδὲ ἦν αὔξεσθαι κατὰ πῆχυν, ὥσπερ Θεόδωρος ὁ Ἀσιναῖος ηὐξήθη ὑπὸ τῷ Πορφυρίῳ. Ὥστε εὐθὺς ἐξ ἀρχῆς τὰ ἀναγκαῖα μόνα προσφέρειν τῷ σώματι, ἀφροδισίων δὲ ἄχραντον εἶναι διὰ βίου παντός. Ὁ Παμπρέπιος ἐν ὀλίγῳ χρόνῳ λογιμώτατος εἶναι ἔδοξε καὶ πολυμαθέστατος· οὕτω διεπονεῖτο περὶ τὴν ἄλλην προπαιδείαν, ὅσην ποιητική τε καὶ γραμματικὴ σοφίζει παιδεύουσα. Αἰγύπτιος δ' ἦν, καὶ τὴν ποιητικὴν ἐν τῇ πατρίδι ἀσκήσας εἶτα Ἀθήναζε παρεγένετο. Οἱ δὲ Ἀθηναῖοι γραμματικὸν αὐτὸν ἐποιήσαντο, καὶ ἐπὶ νέοις διδάσκαλον ἔστησαν. Δειλὸς δὲ ὢν ὁ Ζήνων φύσει καὶ τὸν Ἴλλουν ὁρῶν ἐν δίκῃ ἀγαπώμενον καὶ μέγα ἤδη δυνάμενον, εὐλαβεῖτο περὶ αὐτῷ, καὶ δι' ἀπιστίαν οὐχ οἷός τε ἦν ἠρεμεῖν, ἀλλὰ πάσας ὁδοὺς διεξῄει καὶ πάσας ἔπλεκε μηχανὰς ὅπως ἂν ἐκποδὼν ποιήσοιτο τὸν Ἴλλουν ὁ Ζήνων. Ὁ δὲ τῶν κρατούντων τῆς πολιτείας ἡγεμὼν τὴν δόξαν ἐπισκοπεῖν εἰληχώς, ὄνομα Πέτρος, ἀνὴρ ἰταμὸς ὢν καὶ περιπόνηρος. Ἀλλ' ἴσως καὶ ἐνταῦθα ἐκράτουν οἱ Παμπρεπίου χρησμοὶ βλακεύοντες 242.‹α ἀεὶ καὶ ἀναβάλλοντες εἰς χρόνους τὸν πόλεμον. Ὁ δὲ Παμπρέπιος κατὰ τὴν Αἴγυπτον παραγεγονὼς Ἰσιδώρῳ παρέσχεν ἐκ τῶν λόγων αἴσθησιν ὡς οὐχ ὑγιαίνοι πρὸς Ἴλλουν. Ἀλλ' ἤδη προδωσείοντι ἔοικε, καὶ μέντοι καὶ περιορωμένῳ τὴν Ῥωμαίων βασιλείαν. Ἡ πέτρα αὕτη τὰ μὲν ἄνωθεν ἐκπεπετασμένη πολὺ εἰς εὖρος, τὰ δὲ κάτωθεν ἀποστενουμένη τοσοῦτον ὅσον ὑπερείδειν τὴν ἐπικρεμαμένην εὐρύτητα μετέωρον, πολλαχῇ ὑπερέχουσαν τῆς ὑποκειμένης καὶ ἀνεχούσης κρηπῖδος ὀρείας· εἰκάσαις ἂν αὐτὴν αὐχένι μεγάλῳ, φέροντι κε φαλὴν ὑπερμεγέθη τινὰ καὶ ἀξιοθέατον. Πάλιν δ' ἐπὶ τὸν Ἰσίδωρον ἀνακαλεσώμεθα τὴν συγγραφήν. Οὐκ ἦν τετυφωμένος ὁ Ἰσίδωρος οὔτε δυσόμιλος οὐδὲ ἠγνόει τὴν στωϊκὴν συμπεριφορὰν λεγομένην. Καὶ ἦν τότε αὐτὸν θεάσασθαι φαιδρόν τε καὶ γεγηθότα, τό τε σῶμα ἀνθοῦντα, καὶ τὴν ψυχὴν ὑψοῦ διεγηγερμένον ἔτι, καὶ ταῦτα τῶν περὶ θανάτου φροντίδων ὑπολειπομένων. Πονηρὸν δὲ ἄνθρωπον καὶ τὸν βίον ἐπίρρητον. Πρὸς τὸν ἐπισκοποῦντα τὸ τηνικαῦτα τὴν κρατοῦσαν δόξαν Ἀθανάσιον. Ἐνέβαλλον αὐτὰ τοῖς Ἰουλιανοῦ σκευαρίοις. Ὁ δὲ Ἰσίδωρος τό τε κιβώτιον καὶ τὰ ἄλλα σκευάρια διέθηκεν ἕτοιμα εἶναι καὶ πρόχειρα, ὡς ἀποπέμψων εἰς τὸ ἐμπόριον. ›»

Στῖφος ἀνδρῶν συγκεκροτημένον εἰς ἔφοδον. Ὁ δὲ καὶ ξύστρας ἤδη ἅπτεσθαι διεκελεύετο τοὺς ὑπηρέτας. Καὶ τοὺς φιλοσόφους εἰς τὸ δεσμωτήριον πάλιν ἐνέβαλεν ἐπὶ ψήφῳ δευτέρων ἐλέγχων. Ὁ δὲ Ἰουλιανὸς σιωπῇ ἐδέξατο καρτερῶν τὰς πολλὰς ἐπὶ τοῦ νώτου διὰ τῶν τυμπάνων πληγάς· καὶ γὰρ πολλαῖς ἐπαίετο βακτηρίαις, μηδὲν ὅλως φθεγξάμενος. Ἰδὼν τὰ σκευάρια συνδούμενα πρὸς τὸν ἀπόπλουν Τί τοῦτο, ἔφη, ποιεῖς ἄνθρωπε; ἁλώσῃ δὲ ὑπὸ τῶν λιμενιτῶν φυλακτήρων. Ἀφίκετο τοίνυν οὐ πολλῷ ὕστερον, καὶ ἐν ἐμοῦ τῷ οἴκῳ διῃτᾶτο. Ἀφίκετο μὲν Ἀθήναζε τότε τῷ Πρόκλῳ ἐπὶ ταφῆς ὄντι τὴν θυμιατρίδα φέρων. Ἡ μὲν ἐσχάτη κακία καὶ ἀβοήθητος ἀξία τῆς παραυτίκα κολάσεως, ἡ δὲ ἐπ' ὀλίγον παρατετραμμένη ἀξία καὶ αὐτὴ τῆς ταχίστης ἐπαφῆς· πλείστοις δὲ τῶν μέσων ἀναβάλλεται ἡ δίκη τὰ τῶν παθῶν ἰατρεύματα, ἤτοι ὡς βοήθειαν ἔχουσιν ἀπὸ τῆς ἀρετῆς, εἴ πως ἐκφύγοιεν μᾶλλον τὰς τομὰς καὶ τὰς καύσεις, ἢ ὡς ἀναξίοις τοῦ παραυτίκα φαρμάκου διὰ κακίας μέγεθος, ἢ ὀφείλεται ἐνίοις πρὸ τῆς τῶν κακῶν ἡ ἀμοιβὴ τῶν ἀγαθῶν. Ἡ τῶν φιλοσόφων ὑπεροψία τῆς παρακλήσεως ἱκανὴ ἐκτραχύνειν ἄνδρα βάρβαρον· ἀλλ' ὅμως οἱ φιλόσοφοι καρτερεῖν ᾤοντο δεῖν καὶ τὰ συμβαίνοντα φέρειν εὐλόφως. Καὶ γυναικὶ ἐνέτυχεν ἱερᾷ θεόμοιρον ἐχούσῃ φύσιν παραλογωτάτην. Ὑδὼρ γὰρ ἀκραιφνὲς ἐγχέασα ποτηρίῳ τινὶ τῶν ὑαλίνων, ἑώρα κατὰ τοῦ ὕδατος εἴσω τοῦ ποτηρίου τὰ φάσματα τῶν ἐσομένων πραγμάτων, καὶ προὔλεγεν ἀπὸ τῆς ὄψεως αὐτά, ἅπερ ἔμελλεν ἔσεσθαι πάντως. Ἡ δὲ πεῖρα τοῦ πράγματος οὐδὲ ἡμᾶς παρελήλυθε. Τὸν δὲ Ἰωάννην ὁ Ἀνατόλιος αἰκισάμενός τε καὶ τῶν ὑπαρχόντων γυμνώσας. Αὐτίκα μέντοι καὶ οὗτος ἀπέρρηξε τὸν βίον. Ἐνέτυχον ἐξ ἀνάγκης τῷ Ἐμεσίωνι· οὐ γὰρ ἄν ποτε ἑκὼν ἠνεσχόμην τῆς αὐτοῦ ὑηνείας, ἀλλ' ἡ πρεσβεία με διηνάγκασε. Τῆς Ἀραβίας τὸ Στυγαῖον ὕδωρ κατειβόμενον. Ἀπεδήμησεν εἰς τὰ Βόστρα τῆς Ἀραβίας, πόλιν μὲν οὐκ ἀρχαίαν (ὑπὸ γὰρ Σεβήρου τοῦ βασιλέως πολίζεται), φρούριον δὲ παλαιόν, ἐπιτετειχισμένον τοῖς πέλας Διονυσιεῦσιν ὑπὸ τῶν Ἀραβικῶν βασιλέων. Ἀκούσας τὴν Ἰὼ θρυλουμένην καὶ τὸ ὄνομα τῆς πόλεως εἰς τὸν οἶστρον τῆς βοὸς ἀναλυόμενον, ἠγάπησε τὴν συνέχειαν τῆς περὶ τὴν Ἰὼ πλάνης μυθευομένης. Ἔγνω δὲ ἐνταῦθα τὸν Θεανδρίτην, ἀρρενωπὸν ὄντα θεόν, καὶ τὸν ἄθηλυν βίον ἐμπνέοντα ταῖς ψυχαῖς. Λέγεται δὲ καὶ τοῦτο τὸ ὕδωρ εἶναι Στύγιον. Τὸ δὲ χωρίον, ἐν ᾧ ἐστί, πεδίον τῆς Ἀραβίας, ἀνηπλωμένον ἀπὸ τῆς ἕω μέχρι Δίας τῆς ἐρήμου πόλεως. Εἶτα ἐξαίφνης ἀναρρήγνυται χάσμα εἰς ἄβυθον πέτραις πανταχόθεν συνηρεφὲς καί τισιν ἀγρίοις φυτοῖς τῶν πετρῶν ἀποφυομένοις· κάθοδος ἐξ ἀριστερᾶς κατιόντι στενὴ καὶ τραχεῖα (πρὸς γὰρ τῷ πετρώδει καὶ φυτοῖς ἀνημέροις καὶ ἀτάκτοις δασύνεται), μακρὰ δὲ ὅσον ἐπὶ σταδίους πεντεκαίδεκα· πλὴν καταβαίνουσιν αὐτὴν οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναικῶν αἱ εὐζωνότεραι. Κατελθόντι δὲ κῆποι καὶ γεωργίαι πολλαί εἰσιν ἐν τῷ διαδεχομένῳ αὐλῶνι. Τὸ δ' οὖν ἄκρον αὐτοῦ καὶ στενώτατον ὑποδοχὴν ἔχει τῶν καταλειβομένων ἐν κύκλῳ Στυγίων ὑδάτων· καὶ 242.α διὰ τὴν ἀπὸ πολλοῦ ὕψους φορὰν εἰς ἀέρα σκεδαννυμένων, εἶτα αὖ πάλιν εἰς τὸ κάτω συμπηγνυμένων, θέαμα τοῦτο καὶ φύσεως ἔργον σεμνὸν καὶ φρικῶδες· οὐκ ἔστιν οὐδεὶς ἀνὴρ ὃς ἰδὼν οὐκ ἂν πληρωθείη σεβασμίου φόβου. Τῶν δὲ ῥιπτουμένων τῷ ὕδατι ἀναθημάτων τὰ μὲν καταδύεται εἰς ἄβυθον, κἂν ἐλαφρὰ ᾖ, οἷς εὐμενῶς ἔχει τὸ θεῖον· οἷς δὲ μή, ταῦτα δὲ ἄρα, κἂν βαρύτατα ᾖ, ἐπιπολάζει καὶ εἰς τὸ ἐκτὸς ἀποπτύεται θαυμαστόν τινα τρόπον. Τὸ δὲ ὅρκιον τοῦ τε χωρίου καὶ τῶν ὑδάτων πεφρίκασι διὰ πείρας οἱ ἐπιχώριοι, διὸ καὶ ἥκιστα ὀμνύουσιν. Εἰ δέ ποτέ τις ἐπιορκήσει, εἴσω ἐνιαυτοῦ ἀπόλλυται, φασί, φυσηθεὶς ὑδέρῳ τὸ σῶμα, καὶ οὐδεὶς τὴν δίκην διέφυγεν. Ὅτι Διόνυσος, φησί, Λυκοῦργον καὶ τοὺς ἑπομένους αὐτῷ Ἄραβας κατηγωνίσατο οἴνῳ ἀπ' ἀσκοῦ καταρράνας τὴν πολεμίαν στρατιάν· ἐξ οὗ καὶ τὴν πόλιν ἐκάλεσε Δαμασκόν. Οἱ δὲ τὴν ἐπωνυμίαν διδόασι τῇ πόλει ἀπὸ 377

γίγαντός τινος, ᾧ ὄνομα Ἀσκός, ὃν ὁ Ζεὺς ἐδάμασεν ἐνταῦθα. Ἄλλοι δὲ καὶ ἄλλας λέγουσι τῆς ἐπωνυμίας αἰτίας. Ὁ δὲ συγγραφεὺς ἐκ ταύτης ὥρμητο τῆς πόλεως. Ὡς ἡ ἀσχολία τοῦ ῥητορεύειν δεινή, στρέφουσα μὲν περὶ στόμα καὶ γλῶτταν τὴν ὅλην μου σπουδήν, ἀποστρέφουσα δὲ τῆς ψυχῆς καὶ τῶν ἀποκαθαιρόντων αὐτὴν μακαρίων τε καὶ θεοφιλῶν ἀκουσμάτων. Ταῦτα δ' ἐννοῶν, φησὶν ὁ συγγραφεύς, ἐνίοτε διεκοπτόμην τῶν ῥητορικῶν ἐξηγήσεων. Ἔνατον ἔτος οὕτω μοι διεληλύθει. Συνδιήγομεν ἀλλήλοις ὅσαι τε ἡμέραι καὶ ὅσαι νύκτες, ἐπὶ μῆνας ηʹ. Εἶδον, φησί, τὸν βαίτυλον διὰ τοῦ ἀέρος κινούμενον, ποτὲ δ' ἐν τοῖς ἱματίοις κρυπτόμενον, ἤδη δέ ποτε καὶ ἐν χερσὶ βασταζόμενον τοῦ θεραπεύοντος. Ὄνομα δ' ἦν τῷ θεραπεύοντι τὸν βαίτυλον Εὐσέβιος, ὃς καὶ ἔλεγεν ἐπελθεῖν αὐτῷ ποτε ἀδόκητον ἐξαίφνης προθυμίαν ἀποπλανηθῆναι τοῦ ἄστεος Ἐμίσης ἐν νυκτὶ μεσούσῃ σχεδὸν ὡς πορρωτάτω πρὸς τὸ ὄρος αὐτό, ἐν ᾧ τῆς Ἀθηνᾶς ἵδρυται νεὼς ἀρχαιοπρεπής· ἀφικέσθαι δὲ τὴν ταχίστην εἰς τὴν ὑπωρείαν τοῦ ὄρους, καὶ αὐτόθι καθίσαντα ἀναπαύεσθαι ὥσπερ ἐξ ὁδοῦ· σφαῖραν δὲ πυρὸς ὑψόθεν καταθοροῦσαν ἐξαίφνης ἰδεῖν, καὶ λέοντα μέγαν τῇ σφαίρᾳ παριστάμενον· τὸν μὲν δὴ παραχρῆμα ἀφανῆ γενέσθαι, αὐτὸν δὲ ἐπὶ τὴν σφαῖραν δραμεῖν ἤδη τοῦ πυρὸς ἀποσβεννυμένου καὶ καταλαβεῖν αὐτὴν οὖσαν τὸν βαίτυλον, καὶ ἀναλαβεῖν αὐτόν, καὶ διερωτῆσαι ὅσου θεῶν ἂν εἴη, φάναι δ' ἐκεῖνον εἶναι τοῦ Γενναίου (τὸν δὲ Γενναῖον οἱ Ἡλιουπολῖται τιμῶσιν ἐν Διὸς ἱδρυσάμενοι μορφήν τινα λέοντος), ἀπαγαγεῖν τε οἴκαδε τῆς αὐτῆς νυκτὸς οὐκ ἐλάττω σταδίων δέκα καὶ διακοσίων, ὡς ἔφη, διηνυκώς. Οὐκ ἦν δὲ κύριος ὁ Εὐσέβιος τῆς τοῦ βαιτύλου κινήσεως, ὥσπερ ἄλλοι ἄλλων· ἀλλ' ὁ μὲν ἐδεῖτο καὶ ηὔχετο, ὁ δὲ ὑπήκουε πρὸς τὰς χρησμῳδίας. Ταῦτα ληρήσας καὶ πολλὰ τοιαῦτα, ὁ τῶν βαιτυλίων ὡς ἀληθῶς ἄξιος, τὸν λίθον διαγράφει καὶ τὸ εἶδος αὐτοῦ. Σφαῖρα μὲν γάρ φησιν ἀκριβὴς ἐτύγχανεν ὤν, ὑπόλευκος δὲ τὸ χρῶμα, σπιθαμιαία δὲ τὴν διάμετρον κατὰ μέγεθος· ἀλλ' ἐνίοτε μείζων ἐγίνετο καὶ ἐλάττων. Καὶ πορφυροειδὴς ἄλλοτε. Καὶ γράμματα ἀνεδίδαξεν ἡμῖν ἐν τῷ λίθῳ γεγραμμένα, χρώματι τῷ καλουμένῳ τιγγαβαρίνῳ κατακεχρωσμένα, καὶ ἐν τοίχῳ δὲ † ἐγκρούσας †· δι' ὧν ἀπεδίδου τὸν ζητούμενον τῷ πυνθανομένῳ χρησμόν, καὶ φωνὴν ἀφίει λεπτοῦ συρίσματος ἣν ἡρμήνευεν ὁ Εὐσέβιος. Τερατολογήσας οὖν τὰ εἰρημένα ὁ κενόφρων οὗτος καὶ μυρία ἄλλα παραλογώτερα περὶ τοῦ βαιτύλου, ἐπάγει· Ἐγὼ μὲν ᾤμην θειότερον εἶναι τὸ χρῆμα τοῦ βαιτύλου, ὁ δὲ Ἰσίδωρος δαιμόνιον μᾶλλον ἔλεγεν· εἶναι γάρ τινα δαίμονα τὸν κινοῦντα αὐτόν, οὔτε τῶν βλαβερῶν, οὔτε τῶν ἄγαν προσύλων, οὐ μέντοι τῶν ἀνηγμένων εἰς τὸ ἄϋλον εἶδος οὐδὲ τῶν καθαρῶν παντάπασι. Τῶν δὲ βαιτύλων ἄλλον ἄλλῳ ἀνακεῖσθαι, ὡς ἐκεῖνος δυσφημῶν λέγει, θεῷ, Κρόνῳ, Διί, Ἡλίῳ, τοῖς ἄλλοις. Ὅτι Μαξιμῖνος, φησίν,(Ἕλλην δ' οὗτος ἦν τὸ σέβας) τὰς βολὰς τῶν ὀμμάτων ἀφιεὶς οὕτω φοβερόν τι καὶ βλαβερὸν ἐνέβλεπεν ὥστε τῶν ὁρώντων ἀποστρέφειν τὰς ὄψεις· καὶ τοῦτο, φησίν, ἐκεῖνος συνειδὼς ἑαυτῷ τὰ πολλὰ κάτω καὶ οὐ πρὸς τοὺς ἐντυγχάνοντας ἔβλεπεν. Ἀλλὰ καὶ πολλῶν οὗτος φασμάτων ἐγίνετο θεατής, ἄλλοις οὐχ ὁρωμένων. Ἱκανὸς δὲ ἦν καὶ δαίμονας ἐπιπέμπειν φθοροεργούς, καὶ ἄλλοθεν ἐπιπεμπομένους ἀναστέλλειν. Πλὴν δυσσεβῶν ἁλοὺς κατὰ τὸ Βυζάντιον τὴν διὰ ξίφους οὐκ ἐξέφυγε δίκην. Οὔτε φιλόσοφον βίον ἐννοήσας. Εἴ τις ὢν τῶν πολλῶν ὑβρίζει ὕβρεις τὰς ἐξ ἀνθρώπων. Ἄπειρος ὢν 242.α τῶν πληκτικῶν τούτων καὶ ἀνιάτων πραγμάτων. Ἡ ἀναβολὴ μακροτέρα αὐτῷ γέγονε τῶν τε εἰς Καρίαν καὶ τῶν Ἀθήναζε σπευδουσῶν ἐλπίδων. Καὶ πρὸς θεοῦ λιπαρήσεις ἔρχομαι. Τοῦ Κυλληνίου βλακεύοντος καὶ τὰ πράγματα ἀναβάλλοντος οὐδὲν ἤνυτεν ὁ Ἰσίδωρος. Οὐ φεισάμενος τοῦ πολυτελεστάτου τῷ ὄντι δαπανήματος, τοῦ χρόνου, κατὰ τὸν εἰπόντα σοφόν. Ὁρῶν δὲ ἐμαυτὸν τῷ θείῳ φωτὶ περιρρεόμενον, πῶς οἴει σφόδρα τὴν ψυχὴν ἐτανυσκόμην; Ἐκμανὴς γενόμενος, ἀνελὼν τὸν πέλεκυν, ἀποτέμνει τὴν αὐτὸς ἑαυτοῦ παιδοσπόρον φύσιν.

Καὶ ἐγὼ ταῦτα ἀπήγγειλα τῷ Ἰσιδώρῳ σοφήν τε καὶ ἔνθεον ἀεὶ προτείνοντι πρὸς τοὺς μύθους τοὺς ἱεροὺς ἀκοήν. Οἰηθέντα περὶ τῷ σώματι κινδυνεύσειν. Ἀλλὰ τοῦτο μὲν τῆς ἰδιώτιδος ἄρα δεῖγμα προαιρέσεως. Ὀλίγα ἀντὶ πολλῶν ἀποδιδόντι χαρίσια. Ἐναυστολούμεθα πρὸς τὴν Σάμον. Τὸ σῶμα δὲ ἐφυσᾶτο, κάτωθεν ἀρξάμενον ἀπὸ τῶν ποδῶν ἕως ἤδη τῶν βουβώνων καὶ τῆς αἰδοῦς. Κατεκοιμήθην ἐπὶ τῆς νεώς, καὶ πῶς ἀφροδισιάζομαι τοῖς ὀνείρασι. Κρήδεμνον, φωσσώνιον, ὀράριον ῥωμαϊκῶς, προσώπου ἐκμαγεῖον, ἡμιτύβιον. Εἰς τοσοῦτον γὰρ ἀκηκόαμεν φιλοσοφίαν καταφρονηθεῖσαν οὐδὲ πώποτε Ἀθήνῃσιν, ὅσον ἑωράκαμεν ἀτιμαζομένην ἐπὶ Ἡγίου. Ὁ δὲ Ἀρχιάδας τὸ μὲν ὅλον τοῦ πατρὸςοὐκ ὀλίγῳ ἦν διαφέρων καὶ πολλῶν ἄλλων εἰς ἀρετήν, τὰ δὲ εἰς φιλοσοφίαν ἄγοντα παρειμένος, ἅτε πρὸς ταῦτα ἀνάγωγος ὢν διὰ τὴν οὐκ ἀκολάκευτον πατρῷαν οὐσίαν, ἱερὰν δὲ ζωὴν προβεβλημένος, εἴπερ τις ἕτερος. Ὁ μὲν οὖν Εὐπείθιος εὐφυέστερος μὲν ἐγένετο, τὰ δὲ ἤθη ἐπισεσυρμένος εἰς ἰδιωτισμόν, ἤδη δὲ καὶ ἀτοπώτερον ἔχων ἢ κατ' ἰδιώτην. Ἀσθενῶν αὐτὸς τὸ σῶμα καὶ οὐ πόρρω τείνων θανάτου. Ὁ δὲ πρὸς μὲν τὸ παραυτίκα δυσχερῶς ἤκουσε τῆς ἀπολογίας, ἅτε μὴ κατ' ἐλπίδας αὐτῷ πραττούσης τῆς ἀγαθοειδοῦς προαιρέσεως. Τοιαῦτα πολλὰ λέγων τε καὶ ἐπᾴδων ἔπεισε τὸν Ἰσίδωρον ὁ Μαρῖνος δέξασθαι τὸ ψήφισμα τῆς διαδοχῆς· καὶ ἐψηφίσθη διάδοχος ἐπ' ἀξιώματι μᾶλλον ἢ πράγματι τῆς Πλατωνικῆς ἐξηγήσεως. Εἰ δὲ θειότερον χρῆμα, ὡς σὺ φῄς, ὦ Ἡγία, ἔλεγε πρὸς αὐτὸν ὁ Ἰσίδωρος, ἡ ἱερατικὴ πραγματεία, φημὶ μὲν τοῦτο κἀγώ· ἀλλὰ πρῶτον ἀνθρώπους γενέσθαι τοὺς ἐσομένους θεοὺς δεῖ. Διὰ τοῦτο καὶ ὁ Πλάτων ἔφη μὴ ἐλθεῖν εἰς ἀνθρώπους μεῖζον ἀγαθὸν φιλοσοφίας. Ἀλλὰ τοῦτο συμβέβηκε νῦν ἐπὶ ξυροῦ ἑστάναι οὐ τῆς ἀκμῆς, τοῦ δὲ ἐσχάτου γήρως ὡς ἀληθῶς. Ἐλάνθανε δὲ ἑαυτὸν ἀνίατα πράγματα καὶ πόρρω μοχθηρίας προβεβηκότα διορθώσασθαι ἐπιχειρῶν· ἤνυτε δὲ οὐδὲν ἐπὶ πλέον. Ἦρι δὲ ἀρχομένῳ, τοῦ Μαρίνου τὸ σῶμα ἀπολιπόντος, ἐβουλεύετο τὰς Ἀθήνας ἀπολιπεῖν ὁ Ἰσίδωρος. Παρῄνει δὲ Συριανὸν καὶ Ἡγίαν ὁ Ἰσίδωρος ὡς χρεὼν εἴη φιλοσοφίαν ὑπορρέουσαν ἀνασώσασθαι. Ὅσα παρεῖται χρεὼν ταῖς ἐκλογαῖς συντετά χθαι καλλιέπειαν ἔχοντα. Διὰ μηχανῆς τινὸς ἀπόρου καὶ ἀνθρωπίνης ἐλπίδος ἔξω καθεστηκυίας ἐν ἀπορρήτοις τὰ ἀπόρρητα διαμηχανωμένους ὑπέρ τε σφῶν αὐτῶν τῆς οὐρανίας ἐλπίδος καὶ ὑπὲρ τῶν ἄλλων Αἰγυπτίων τῆς ὅλης εὐθημοσύνης. Ἀλλ' ἐντεῦθέν ποθεν ἀπὸ τῆς τρίτης καὶ περικοσμίου γενέσεως ἀναδήσασθαι τὰ πείσματα τῆς ἀναγώγου σωτηρίας. Καὶ δὴ Σεβῆρος, ἀνὴρ τῆς Ῥώμης πατρίκιος, ἄλλα τε διηγεῖτο ἐν Ἀλεξανδρείᾳ συνδιαιτώμενος, καὶ ὅτι λίθον ἐθεάσατο ἐν ᾧ σελήνης ἐγίνετο σχήματα μεταμορφουμένης παντοῖα μέν, ἄλλοτε δ' ἄλλα πρὸς ἥλιον αὐξομένης καὶ μειουμένης ἐνόντα τῷ λίθῳ καὶ αὐτὸν τὸν ἥλιον· ὅθεν ἡ φήμη τοὺς τοιούτους λίθους καλεῖ συνοδίτας. Καὶ ἡλίτην δὲ λίθον ἔλεγεν ἑωρακέναι, οὐχ οἷον οἱ πολλοὶ ἑωράκαμεν, ἀκτῖνας διαφαίνοντα ἀπὸ τοῦ βάθους χρυσίτιδας, ἀλλὰ δίσκον ἡλιοειδῆ κείμενον μέσον τοῦ λίθου, σφαῖραν αὐτόθεν πυρὸς ὡς ἰδεῖν· ἀπ' αὐτῆς δὲ τὰς ἀκτῖνας ἐκθρώσκειν ἕως ἐπὶ τὴν ἴτυν· εἶναι γὰρ σφαιροειδῆ καὶ ὅλον τὸν λίθον. Ἰδεῖν δὲ καὶ σεληνίτην, οὐ τὸν ὕδατι τεγγόμενον, εἶτα ἐκφαίνοντα τὸν μηνίσκον, καὶ διὰ τοῦτο ὑδροσεληνίτην καλούμενον, ἀλλὰ κατὰ φύσιν τὴν ἑαυτοῦ τρεπόμενον ὅτε καὶ ὅπως ἡ σελήνη τρέποιτο, θαυμάσιον χρῆμα τοῦτό γε φύσεως. Τυφλῆς δὲ καὶ ἀσαφοῦς τῆς φήμης περιπλανωμένης. Ὁ μὲν οὖν πλεῖστος λόγος ἀπολωλέναι τὸν Αἰγύπτιον, διεφέρετο δὲ ὅμως 242.α καὶ σωτηρίας τις ἄγγελος φήμη. Καὶ τάχα ἂν ἥδε ἡ πάθη ἀπροαίρετος ἂν εἴη, καὶ διὰ τοῦτο συμβαίνοι ἂν ἴσως καὶ ταῖς ἀκηράτοις. Τὰ βέλτιστα παραινῶν, καὶ παροξύνων τῷ λόγῳ τοὺς ἐν τῷ ἔργῳ βλακεύοντας. Ὅτι τριῶν ὄντων εἰδῶν τῆς ψυχῆς τριττὴ καὶ ἡ πολιτεία, καὶ ἔχει μὲν ἑκάστη τὰς τρεῖς, ἀλλ' ἑνὶ διαμορφοῦται καὶ ὀνομάζεται τῷ ἐπικρατοῦντι. Καὶ λόγῳ μὲν ἰθύνεται, ὡς ὁ ἐπὶ Κρόνου βίος, ἡ λεγομένη χρυσῆ γενεά, ἢ τὸ θεῶν ἀγχίσπορον 379

γένος, οἷα ἐν σχήματι μύθου σεμνύνουσιν οἱ ἐν τῷ τρίποδι τῆς Μούσης καθήμενοι ποιηταί. Θυμῷ δὲ διανισταμένην πολιτείαν τὴν ἐπὶ πολέμους καὶ μάχας, καὶ ὡς ἐπίπαν φάναι, τὴν περὶ πρωτείων καὶ δόξης ἀγωνιζομένην, οἵαν γενέσθαι τὴν ἐπὶ τῆς ἱστορίας ἑκάστοτε θρυλουμένην ἀκούομεν. Ἐπιθυμίᾳ δὲ τὴν πανταχῇ διαρρέουσαν καὶ ὑπὸ τρυφῆς ἀκολάστου διεφθαρμένην, ταπεινὰ καὶ γυναικεῖα φρονοῦσαν, δειλίᾳ σύνοικον καὶ ἐν πάσῃ ὑηνείᾳ καλινδουμένην, φιλοχρήμονα, μακροπρεπῆ, δουλεύειν ἀσφαλῶς ἐθέλουσαν, οἵα τῶν ἐν τῇ νῦν γενέσει πολιτευομένων ἡ ζωή. Προθυμότατος εἰς ἀποδημίαν οὐ τὴν μάταιον καὶ τρυφῶσαν, εἰς ἀνθρώπινα οἰκοδομήματα καὶ μεγέθη καὶ κάλλη πόλεων διαχαίνουσαν· ἀλλ' εἴ πού τι θαυμαστὸν ἀκήκοεν ἢ ἱεροπρεπὲς ἢ ἀφανὲς ἢ φανόν, αὐτόπτης ἠβούλετο γενέσθαι τοῦ θαύματος. Αὐτὴν δὲ τὴν ψυχὴν ἐν ταῖς ἱεραῖς εὐχαῖς πρὸς ὅλον τὸ θεῖον πέλαγος ἔλεγε, τὰ μὲν πρῶτα συναγειρομένην ἀπὸ τοῦ σώματος εἰς ἑαυτήν, αὖθις δὲ ἐξισταμένην τῶν ἰδίων ἠθῶν καὶ ἀναχωροῦσαν ἀπὸ τῶν λογικῶν ἐννοιῶν ἐπὶ τὰς τῷ νῷ συγγενεῖς, ἐκ δ' αὖ τρίτων ἐνθουσιῶσαν καὶ παραλλάττουσαν εἰς ἀήθη τινὰ γαλήνην θεοπρεπῆ καὶ οὐκ ἀνθρωπίνην. Τοῦτον ἐπαινῶν Ἰσίδωρος ὁ φιλόσοφος κατὰ στόμα εἶχε. Μετριωτέρα γὰρ πειθὼ καὶ παραίνεσις τῆς ἀπὸ τῶν ἄλλων λόγων τοῖς πολλοῖς ἡ ἀπὸ τῆς ἱστορίας, καὶ μᾶλλον τῆς παλαιοτέρας ἡ ἀπὸ τῆς νεωτέρας καὶ τοῖς ἀκροωμένοις φέρουσά τι γνωριμώτερον. Οἱ δὲ καὶ ἐν τοῖς Αἰγυπτίοις φιλοσοφήμασι τὸν Ἰσίδωρον συνεργὸν καὶ συγκυνηγέτην παρελάμβανον τῆς ἐν βυθῷ κεκρυμμένης ὡς ἀληθῶς ἱερᾶς ἀληθείας· καὶ πολλαχοῦ φῶς ἀνῆπτεν αὐτοῖς ἐν ταῖς ζητήσεσι τῆς ἀρχαιοτρόπου σοφίας. Τὸ δὲ σύμπαν αὐτῷ τῆς εὐπορίας οὐκ ἀπὸ βιβλίων καὶ δοξασμάτων ἐπορίζετο ἀλλοτρίων διὰ μνήμης, ἀλλ' ἕξιν τινὰ βεβαίαν καὶ πάμφορον ἀληθείας τῆς γε τοιαύτης ἀπ' ἀρχῆς ἐκτήσατο. Καὶ δύσεται τοῖς ἀνθρώποις, ἅτε οὐ δυναμένοις αὐτοῦ φέρειν τὴν θείαν ἀνατολήν. Ἠναγκάζετο ἐπιμελεῖσθαι τῆς τῶν παίδων εὐαγωγίας. Καὶ μὴν καὶ ἐν ταῖς ἐξηγήσεσιν ἐνδεέστερος τῷ λόγῳ ἢ ὥστε ἑρμηνεύειν τὰ δοκοῦντα ἀποχρώντως. Οὐ μὴν οὐδὲ ἐνταῦθα ἀβοήθητος ἦν ὑπὸ τῆς φύσεως καὶ τῆς ἄλλης μελέτης, ἀλλὰ κατεβάλλετο μὲν σπουδὴν πρὸς τὴν σαφήνειαν, τὴν δὲ τῶν ὀνομάτων εὐρυθμίαν ἀφιεὶς ἑτέροις, πρὸς ἐπίδειξιν εἴχετο τῶν πραγμάτων, οὐ λόγους τὸ πλέον ἢ νοήσεις φθεγγόμενος, οὐδὲ νοήσεις μᾶλλον ἢ τὰς οὐσίας αὐτῶν τῶν πραγμάτων ἄγων εἰς φῶς. Τὴν περὶ τὸ θεῖον ἁγιστεύουσαν θέμιν. Εὐφραίνετο δὲ ὁρῶν τὸν Πρόκλον ὁ Ἰσίδωρος αἰδοῖόν τε ἅμα καὶ δεινὸν ἰδεῖν, αὐτὸ δοκῶν ἐκεῖ ὁρᾶν τὸ φιλοσοφίας τῷ ὄντι πρόσωπον. Ἐπεὶ καὶ ὁ Πρόκλος ἐθαύμαζε τοῦ Ἰσιδώρου τὸ εἶδος ὡς ἔνθεον καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς. Ὁ δὲ Σαλούστιος οὐκέτι τῷ δικανικῷ ἀλλ' ἤδη τῷ σοφιστικῷ βίῳ προσεῖχε τὸν νοῦν. Ἐξέμαθε δὲ καὶ τοὺς δημοσίους ἅπαντας τοῦ Δημοσθέ νους λόγους. Καὶ δὴ λέγειν ἦν ἱκανός, οὐ τοὺς νέους μιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον τόνον τῆς λογογραφίας ἁμιλλώμενος. Ἀμέλει καὶ ἔγραψε λόγους οὐ πολύ τι ἐκείνων λειπομένους. Ἀνυπόδετος περιιὼν τὴν οἰκουμένην, ὡς φάναι λόγον, ἅπασαν. Ὅτι τὰ ἕδη καὶ ἐπὶ αὐτῶν λαμβάνει τῶν τεμενῶν, τάττεται δὲ καὶ ἐπὶ τῶν ἀγαλμάτων· λέγεται δὲ ἕδος καὶ τὸ ἔδαφος τοῦ νεώ. Ὄναρ μὲν μυριάκις παρῆν ὡς φάναι τὸ ἔπος, ἅπαξ δὲ καὶ ὕπαρ ἐφάνη τὸ φάσμα. Περιορώμενον τὸν ἄνθρωπον ἀντὶ τοῦ ἐμβλέπον ἀκριβῶς, ἐπισκοποῦν, ἐναντίως τῆς τῶν πολλῶν χρήσεως. Ἀκώλυτοι διέμενον ὑπὸ τῶν εἰωθότων κατὰ τὸ ἀνθρώπινον κωλυμάτων. Οὐδείς ἐστιν οὕτω τὸ θεῖον ἐκκεκωφημένος, ὃς οὐκ αἰσθάνεται αὐτοῦ τῆς ἐνεργείας πάσης μέν, οὐχ ἥκιστα δὲ τῆς κολαζούσης τοὺς ἁμαρτάνοντας. Οὐκ ἂν ἁμάρτοι Μούσης ἀληθοῦς, ἢ οὐκ ἂν ἁμάρτοι ἀληθείας ἱερᾶς. Οἱ τῆς 242.α ἀλλοφύλου δόξης ἑταῖροι καὶ συστασιῶται. Καὶ πρὸς φιλοσοφίαν ἔρρωντο, καίτοι ἀρχὴν ἀτυχοῦντες εὐαγωγίας φιλοσόφου. Καὶ τῇ εὐχῇ χρησάμενος εἰς τὴν συνήθη καὶ ἀνθρωπίνην αἴσθησιν ἀπὸ τῶν ἀλλοκότων ὄψεων ἐπανῆλθε. Καὶ δὴ ἐξέδωκεν 380

ἱκνουμένῳ τῷ τοῦ γάμου καιρῷ. Ἀλλὰ καὶ τρίβωνα φιλοσοφίας περιβαλών, ὡς φιλόσοφον, τὴν νύμφην. Τῆς περὶ τὰ θεῖα διατριβούσης θρησκείας, ὅση τε ῥητὴ καὶ ὅση ἀπόρρητος. Οὐδ' εἰς Ἀφροδισιάδα μετεχώρησε παρακληθείς. Ἄπαιδα βίον τῇ γυναικὶ συμβεβίωκεν. Ὁ δὲ Ἱλάριος φιλοσοφῶν μέν, ἐκδεδιῃτημένος δὲ τὰς ὑπογαστρίους ἡδονάς, οὐκ ἔτυχε Πρόκλου διδασκάλου. Πεπεῖσθαι ἔλεγε πολυχρονιώτερόν οἱ γενέσθαι τὸν μετὰ τοῦ σώματος βίον διὰ τὴν δεξιότητα τῆς γυναικός. Καὶ ταῦτα ἔλεγεν οὐ χάριν ὁμολογῶν, ὡς ἄν τῳ δόξειεν, ἀλλὰ δυσχεραίνων πρὸς τὴν ἐν σώματι διατριβήν, καὶ εἰς ἐκείνην ἀναφέρων, ὅσα γε εἰς ἄνθρωπον, τὴν τοῦ θανάτου ἀναβολήν. Καὶ τῆς γυναικὸς ἐπῄνει τὴν εὐαγωγίαν καὶ συνήδετο. Κατελεήσας τοῦ γάμου τὰς πρώτας ἐλπίδας ὁ θεὸς ἐδίδου σύμβολον τῆς ἐσομένης γονῆς· καὶ τὴν γαμετὴν λοιπὸν ἑώρα ἐπίτεκα οὖσαν ὁ ἀνήρ. Καὶ οὐδὲν ἐμποδὼν πρὸς τὴν ἀνάγνωσιν τῷ Ἀσκληπιοδότῳ ὁ σκότος ἐγίνετο. Διηγεῖτο δὲ ἄλλα τε ὧν ἀκήκοε, καὶ δὴ καὶ τῆς αὐτοῦ ὄψεως οὐκ ὀλίγα θαύματος ἄξια. Ἡ δ' ἄγνωστος φωνὴ ὅτου εἴη τὴν ναῦν ἀνακωχάζειν ἐκέλευε. Τοῦ ὀμμακοΐου τῆς αὐτοψίας καὶ ἀκοῆς ἅμα. Καὶ διετέλεσεν ἄχρι θανάτου ἀμιγὴς παντὸς σώματος. Οὐδ' ἔστιν ὅστις ἐσυκοφάντησεν αὐτὸν ἐπὶ τοιαύταις διαβολαῖς, οὐδὲ τῶν ἐχθίστων. Ὁ δὲ Μαρῖνος τῷ ἀτόνῳ τῆς φύσεως οὐδὲ τοῦ Παρμενίδου τὴν ὑπεραίρουσαν ἐξήγησιν τοῦ διδασκάλου ἤνεγκεν, ἐπὶ τὰ εἴδη δὲ τὴν θεωρίαν κατήγαγεν ἀπὸ τῶν ὑπερουσίων ἑνάδων, ταῖς Φίρμου καὶ Γαληνοῦ τὸ πλέον ἐννοίαις ἐπισπώμενος ἢ ταῖς ἀκηράτοις ἐπιβολαῖς τῶν μακαρίων ἀνδρῶν. Ἐθεράπευε τὰ δίκαια καὶ φιλοσοφίᾳ πρέποντα, ἀλλ' οὐ τὸν θῶπα τρόπον καὶ βάναυσον. Διὰ τὴν στάσιν ὁ Μαρῖνος ἐξ Ἀθηνῶν εἰς Ἐπίδαυρον ἀνεχώρησε, τὰς ἄχρι τοῦ σώματος ἐκβαινούσας ἐπιβουλὰς ὑφορώμενος. Ὁ δὲ Μαρῖνος, καὶ αὐτὸς ὁ Πρόκλος, οὐ τῇ ἑτέρᾳ μόνον ἀλλ' ἀμφοῖν τοῖν χεροῖν τοῦ Ἰσιδώρου περιείχοντο. Ὁ δὲ Πρόκλος ὁρῶν αὐτοῦ τὴν προθυμίαν ἄτρυτον οὖσαν καὶ τὴν φιλομάθειαν ἀκόρεστον, πηγὰς λόγων εἰς τὴν ἐκείνου ψυχὴν ἀφιεὶς ἱερῶν τε καὶ φιλοσόφων, γαννύμενος αὐτῷ διετέλει πλατεῖαν ὑπέχοντι καὶ ἀριήκοον τὴν τῆς διανοίας ὑποδοχήν. Εἶξε δεδιὼς τὴν ἑκατέρου ἐπιτίμησιν καὶ ἅμα λύπην ἀγανακτοῦσαν. Ἔσεισεν ὑπερφυῆ τινα σεισμὸν καὶ οὐ φύσεως ἔκγονον. Ἦν ἄρα τις Ἀττικὴ γυνή, πολλὰς εἰδυῖα μηχανὰς εἰς πειθώ, ὡς διέδειξεν. Οὐ μιᾷ χειρὶ δωρούμενος ἀλλ' ἀμφοῖν, κατὰ τὴν παροιμίαν. Τοιοῦτος ἦν τό τε σῶμα καὶ τὴν ψυχήν, ὥστε καταπληγνύναι τῇ συννοίᾳ τοὺς ἐντυγχάνοντας, ἡνίκα καιρὸς ἦν σεμνότητος καὶ ἐμβριθεστέρων ἠθῶν τε καὶ λόγων· χαρίεις δ' αὖ πρὸς τοὺς χαρίεντας. Ἀντὶ γὰρ φιλοσοφίας καὶ ἀπραγμοσύνης εὐδαίμονος εἰς πολιτείαν ἑαυτὸν καὶ εἰς ἀρχὰς ἐξέωσε φέρων. Φύσει δὲ ὢν φιλόνεικος καὶ ἀήττητος ἐφ' ὅ τι ἂν ὁρμήσειε, καὶ φιλόδοξος ὡς οὐκ οἶδ' ἕτερος, ἐπὶ τιμίοις ἔργοις τε καὶ λόγοις καὶ τὴν ἀρετὴν εἰς τὸ ἔξω προάγουσι τῆς ψυχῆς, προσκρουστικὸς ἀεὶ καὶ ἁμιλλητικὸς πρὸς τοὺς ὑπερέχοντας ἦν. Ἠβούλετο δὲ μόνον ἀξιωθῆναι ὁ δεόμενος τῆς τὸν ἄρχοντα προσκυνούσης ἐντεύξεως. Οἱ δὲ πλεῖστοι ὠρθοῦντο πρὸς τὰ ἀρχαῖα ταῖς ἐλπίσιν. Ὄργανον ὁ Παμπρέπιος ἐπιτήδειον τῆς πρὸς τὸ κάλλιον ἀντιπνεούσης ἀνάγκης ἦν. Κατὰ τὸν ἱκνούμενον χρόνον, ἀντὶ τοῦ κατὰ τὸν ἐπιόντα. Ὅτι τοὺς κατὰ τῆς ἱερᾶς ἡμῶν καὶ ἀκαταλύτου πίστεως ἐπιλυττήσαντας ὁ Δαμάσκιος ἀριθμούμενος καὶ ἄκων καὶ ὑπὸ τῆς κατὰ τὴν ἐνάργειαν ἀληθείας βιαζόμενος τάδε ἀναγράφει· Ἐπεχεί ρησε μὲν γὰρ Ἰουλιανὸς ὁ βασιλεύς, ἀλλ' ἐτέων οὐκ ἐπέβη πισύρων, ἐπεχείρησε δὲ χρόνοις ὕστερον καὶ Λούκιος, ἀνὴρ ἐν Βυζαντίῳ τὴν στρατηγίδα ἀρχὴν ὑπὸ βασιλεῖ Θεοδοσίῳ κοσμῶν, ὃς πειραθεὶς τὸν βασιλέα ἀνελεῖν εἴσω τῶν βασιλείων παρῆλθε, καὶ τρὶς θελήσας ἐξελκύσαι τοῦ κολεοῦ τὸ ξίφος ἀπετρέπετο καταπεπληγμένος· ἑώρα γὰρ ἐξαίφνης γυναῖκα μεγάλην καὶ βλοσυρὰν περιπτυσσομένην κατὰ νώτων Θεοδόσιον. Μετὰ ταῦτα ὁ μέγας τῆς Ἕω στρατηλάτης ἐπεχείρησεν, ἀλλ' ἐπεσχέθη βίαιον εὑράμενος θάνατον· ἀπὸ γὰρ τοῦ 381

242.α ἵππου πεσὼν καὶ τὸ σκέλος κακῶς διατεθεὶς ἐτελεύτησε τὸν βίον. Εἶτα Σεβηριανός, φησίν, ὁ πολίτης ἡμῶν ἐν τοῖς καθ' ἡμᾶς χρόνοις μετὰ καὶ ἄλλων συχνῶν· ἀλλ' ὀλίγου δεῖν θανάτῳ ἐζημιώθη δι' ἀπιστίαν τῶν συνειδότων, ἄλλων τε ἴσως, καὶ Ἑρμενερίχου τοῦ Ἄσπερος παιδὸς ἐξειπόντος τὴν συνωμοσίαν τῷ Ζήνωνι. Πρὸς οἷς Μάρσος καὶ Ἴλλους· ὧν ὁ μὲν Μάρσος ἐν αὐτῇ τῇ ἐπαναστάσει νόσῳ τέθνηκεν, ὁ δὲ Ἴλλους συλληφθεὶς ξίφει τὸν βίον κατέστρεψεν. Ἀκοντίζει τὴν κεφαλὴν εἰς τὸ τῶν πολεμίων στρατόπεδον, ἄνωθεν ἀπὸ τῆς πέτρας ἀποδισκεύσας. Ὁ δὲ Ἀμμώνιος αἰσχροκερδὴς ὢν καὶ πάντα ὁρῶν εἰς χρηματισμὸν ὁντιναοῦν, ὁμολογίας τίθεται πρὸς τὸν ἐπισκοποῦντα τηνικαῦτα τὴν κρατοῦσαν δόξαν. Γρυμαία ἔκειτο παντοδαπῶν βιβλίων. Ὅταν ἀφροδισιάζῃ ἐπὶ παιδοποιίᾳ πολιτικῇ. Λόγους, φησὶν ὁ συγγραφεύς, ἐπεδεικνύμην πρότερον, τὸν ἐπὶ ῥητορικῇ τρίβωνα περιθέμενος, ὥστε ἦν καὶ τρίβων ῥητορικός, ὡς καὶ φιλόσοφος. Πεφύ κασι δὲ ἄνθρωποι τῇ μισοπράγμονι ζωῇ τὴν ἀρετὴν ἐπιφημίζειν, οὐχ οὕτως ἔχον κατά γε τὴν ἐμὴν κρίσιν. Ἡ γὰρ ἐν μέσῃ τῇ πολιτείᾳ διὰ τῶν πολιτικῶν ἔργων τε καὶ λόγων ἀναστρεφομένη ἀρετὴ γυμνάζει τε τὴν ψυχὴν πρὸς τὸ ἐρρωμενέστερον, καὶ βεβαιοῦται μᾶλλον ἐπὶ τῆς πείρας ὅσον αὐτῆς ὑγιές τε καὶ ὁλόκληρον· ὅσον δὲ κίβδηλον καὶ ἐπίπλαστον ἐμφωλεύει ταῖς ἀνθρωπίναις ζωαῖς, τοῦτο πᾶν διελέγχεται καὶ ἑτοιμότερον καθίσταται πρὸς διόρθωσιν. Τὸ δὲ ἀγαθοεργόν τε καὶ ὠφελητικὸν ὅσον ἐστὶν ἐν τοῖς πολιτεύμασι; Τὸ δὲ θαρραλέον καὶ βέβαιον, ἡλίκον; Τοιγαροῦν οἱ ἐν γωνίᾳ καθήμενοι λόγιοι, καὶ πολλὰ φιλοσοφοῦντες εὖ μάλα σεμνῶς περὶ δικαίου καὶ σωφροσύνης, ἐκβαίνειν ἐπὶ τὰς πράξεις ἀναγκαζόμενοι δεινὰ ἀσχημονοῦσιν. Εἰς Ἀθήνας καὶ Πρόκλον ἀπαίρει ἔτι διακρατούμενον ἐν τῷ σώματι. Σεμνὸς ὢν ἅμα καὶ εὐόμιλος ὁ Ἀγάπιος, τήν τε ἀρχαίαν γλῶτταν ὑπὲρ τὸν ἰδιώτην μελετήσας, ἐπέστρεψεν εἰς ἑαυτὸν τοὺς ἐν Βυζαντίῳ ἀνθρώπους, θαῦμα δὲ ἑαυτοῦ παρέσχετο καὶ ἐν Ἀλεξανδρείᾳ τοῖς λογιμωτέροις· ὥρμητο γὰρ ἀπὸ πάσης τῆς παιδείας, ζητητικός τε καὶ κριτικὸς ἠβούλετο εἶναι γραμματικῶν τε καὶ ῥητορικῶν, καὶ συλλήβδην εἰπεῖν, ἐδόκει τετράγωνος εἶναι καὶ ἦν τὴν σοφίαν. Καὶ εἰς κλέος ὁ Γέσιος μέγα ἀνέβη, οὐ μόνον ἰατρικῆς εἵνεκα παρασκευῆς, τῆς τε διδασκαλικῆς καὶ τῆς ἐργάτιδος, ἀλλὰ καὶ τῆς ἄλλης πάσης παιδείας. Διαλεκτικαῖς συνουσίαις ἀρδόμενος τὴν ψυχήν. Ὅτι ἀγαγομένῳ Ἰσιδώρῳ Δόμναν γυναῖκα τίκτεται αὐτῷ παῖς ἐξ αὐτῆς· Πρόκλον τὸ παιδίον ἐπωνόμασε. Καὶ ἡ Δόμνα ἐπί γε τῷ τόκῳ πέμπτῃ ὕστερον ἡμέρᾳ ἀποθνῄσκει, κακοῦ θη ρίου καὶ πικροῦ συνοικεσίου ἐλευθερώσασα τὸν φιλόσοφον ἑαυτῆς. Ὅτι ὁ ἐν Βηρυτῷ, φησίν, Ἀσκληπιὸς οὐκ ἔστιν Ἕλλην οὐδὲ Αἰγύπτιος, ἀλλά τις ἐπιχώριος Φοῖνιξ. Σαδύκῳ γὰρ ἐγένοντο παῖδες, οὓς Διοσκούρους ἑρμηνεύουσι καὶ Καβείρους. Ὄγδοος δὲ ἐγένετο ἐπὶ τούτοις ὁ Ἔσμουνος, ὃν Ἀσκληπιὸν ἑρμηνεύουσιν. Οὗτος κάλλιστος ὢν θέαν καὶ νεανίας ἰδεῖν ἀξιάγαστος, ἐρώμενος γέγονεν, ὥς φησιν ὁ μῦθος, Ἀστρονόης θεοῦ Φοινίσσης, μητρὸς θεῶν. Εἰωθώς τε κυνηγετεῖν ἐν ταῖσδε ταῖς νάπαις, ἐπειδὴ ἐθεάσατο τὴν θεὸν αὐτὸν ἐκκυνηγετοῦσαν καὶ φεύγοντα ἐπιδιώκουσαν καὶ ἤδη καταληψομένην, ἀποτέμνει πελέκει τὴν αὐτὸς αὑτοῦ παιδοσπόρον φύσιν. Ἡ δὲ τῷ πάθει περιαλγήσασα, καὶ Παιᾶνα καλέσασα τὸν νεανίσκον, τῇ τε ζωογόνῳ θέρμῃ ἀναζωπυρήσασα θεὸν ἐποίησεν, Ἔσμουνον ὑπὸ Φοινίκων ὠνομασμένον ἐπὶ τῇ θέρμῃ τῆς ζωῆς. Οἱ δὲ τὸν Ἔσμουνον ὄγδοον ἀξιοῦσιν ἑρμηνεύειν ὅτι ὄγδοος ἦν τῷ Σαδύκῳ παῖς. Ἐν σκότῳ διωλυγίῳ πολὺ φῶς ἀνάψας. Τοῦτον ἀπεδέξαντο τοῦ νεανίσκου τὸν λόγον καὶ ἠγάσθησαν οἱ ἀμφὶ τὸν Μαρῖνον, πῶς οἴει σφόδρα. Οὔπω ἐξερρώγει τὰ δύσκολα τῆς ὑποθέσεως. Ἐμὲ δὲ ἐπεσπάσατο ἡ ῥύμη τοῦ λόγου πρὸς τὰ μετὰ ταῦτα ἐκβεβηκότα ποιήσασθαι τὴν ἐκβολήν, ἐπακολουθήσαντα παριόντι τῷ βίῳ τῶν διαδόχων, οὓς εἵλετο Πρόκλος. Ὃ δὲ καὶ παράδοξον ἀκοῦσαι, μετὰ σεμνότητος εὐγενοῦς καὶ βεβαίας ἐφαίνετο τοῖς παροῦσι χαρίεις, τὰ μὲν πολλὰ 382

σπουδάζων εἰς τὸ κοινὸν τοῖς ἀκούουσιν ὄφελος, ἀνιεὶς δὲ ἐνίοτε τῷ παίζοντι τὴν σπουδήν, καὶ σκώπτων εὐφυῶς τοὺς ἁμαρτάνοντας, ὥστε ἐπικαλύπτειν τῷ γελοίῳ τὸν ἔλεγχον. 242.α Εἰς ὕψος καὶ μῆκος οἷον θαυμάσιον. Ὥστε τὰ ἀρχαῖα καὶ πρὸς τὸ μυθῶδες ἐκνενικηκότα μηκέτι ἄπιστα εἶναι. Καὶ ᾔτει παρ' ἐμοὶ ὑποδοχὴν λανθάνουσαν. Ὁ δὲ Θεοσέβιος τὸν τῆς σωφροσύνης δακτύλιον, ὃν ὁ Χαλδαῖος εἰσιὼν παραδίδωσι, τοῦτον οὗτος κατασκευασάμενος, προσελθὼν τῇ γυναικὶ ἔφη· Πάλαι μέν σοι ἐπιδέδωκα δακτύλιον ἁρμοστὴν παιδουργοῦ συμβιώσεως· τὰ νῦν δὲ τοῦτον ἐπιδίδωμί σοι σωφρονιστήν, ἐπίκουρον παρεσόμενον τῆς σώφρονος οἰκουρίας. Ἡ δὲ ἀσμένως ἐδέξατο, καὶ συνέζησε τῷ ἀνδρὶ τὸν λοιπὸν χρόνον ἄνευ σωματικῆς κοινωνίας. Τῷ δὲ φυλακτηρίῳ τούτῳ τὸ δραστήριον οὐκ ἐπὶ τῇ γαμετῇ μόνον ἀλλὰ καὶ ἐφ' ἑαυτοῦ πάλαι εἰώθει μαρτυρεῖν· καὶ γὰρ ὅτε νεώτερος ἦν, ὡμολόγει καὶ αὐτὸς ἀγωνιεῖσθαι τὸν παιδείας ἀγῶνα πρὸς τοὺς γενεσιουργοὺς πολεμίους, τούς τε ἔξωθεν ἐπιτιθεμένους καὶ τοὺς ἔνδον προδιδόντας. Καταβοῶν δὲ τῶν αἰσθήσεων πασῶν, μᾶλλον τῶν ἄλλων τῆς ἁπτικῆς κατεβόα· εἶναι γὰρ αὐτὴν τῷ ὄντι χθονίαν καὶ ἀντίτυπον καὶ κατασπῶσαν τὴν ψυχὴν εἰς τὸν τῆς γενέσεως ἀέναον ὀχετόν. Ἀνεγνώσθη ἐκ τῶν Ἱμερίου τοῦ σοφιστοῦ διάφοροι μελέται. Τοὺς ὡραιοτέρους δὲ τῶν αὐτοῦ λόγων ἡ ἐκλογὴ δρεπομένη τὴν τούτων ἔκδοσιν ἀποθησαυρίζει. Ἐκ τοῦ ὑπὲρ Δημοσθένους Ὑπερίδου· ἐκ τῆς θεωρίας. Ὕποπτος μὲν καὶ σφαλερὰ παντὶ δήμῳ τοιαύτη συμβουλή, καὶ οὐ μικρὰ λυποῦσα πρὸς πειθὼ τὸν ἀκού οντα. Ἀμφότεροι γὰρ δημοτικοὶ καὶ πρὸς τὸ βέλτιον ὑπειλημμένοι τυγχάνουσιν. Οὐδὲ τοῖς γυμνοῖς χρῆσθαι τῶν ὀνομάτων, ἀλλὰ τοῖς δι' ἐμφάσεως τὸ βούλημα σημαίνουσιν. Ἐκ τῆς μελέτης αὐτὸ τὸ προοίμιον. Ὤιετο μέν, ὦ Ἀθηναῖοι, Φίλιππος δι' ἑνὸς τούτου κηρύγματος οὐ Δημοσθένην μόνον ἀλλὰ καὶ πάντας ὑμῶν ἀφαιρήσεσθαι τοὺς δημαγωγούς, ὅσοι μετ' ἐκείνου δόντες ἑαυτοὺς τῇ πολιτείᾳ, Φιλίππῳ μὲν ἄβατον τὴν Ἀττικήν, τῇ πόλει δὲ ἀκέραιον μέχρι νῦν τὴν ἐλευθερίαν διετηρήσαμεν. Δόξομεν γὰρ ἑκόντες ἤδη καὶ οὐκ ἄκοντες δυστυχεῖν τε καὶ ὑποβεβλῆσθαι Φιλίππῳ. Ὁ δὲ ἐπὶ τοὺς βαρβάρους ἐτράπετο πρότερον, καὶ τὴν ἐκεῖ κενώσας ἤπειρον ἐπὶ τὰ καίρια μέρη λοιπὸν τῆς πόλεως καὶ τῶν Ἑλλήνων ἐφέρετο, πανταχόθεν ἡμᾶς περιστοιχιζόμενος κατὰ τοὺς δεινοὺς τῶν θηρατῶν, οἳ τοσοῦτον φείδονται τῶν θηρίων χρόνον, ὅσον ἔτι παρασκευάζονται. Ἐκίνησε δὲ ἡμᾶς οὐδὲν οὐδὲ ἀντιλαβέσθαι τῶν πραγμάτων ἠνάγκασεν, οὐ διορυττομένη Πελοπόννησος, οὐ τὸ πτῶμα τὸ Φωκικόν, οὐκ Εὔβοια μετὰ τῶν τροπαίων τῶν Μηδικῶν τυραννουμένη, οὐκ Ἀρκαδία δουλεύουσα, οὐ τὰ Ἠλεῖα ἀτυχήματα· ἀλλὰ καὶ Χερρόνησον πειραζομένην ἐπείδομεν, καὶ τὸν Ἑλλήσποντον ἀλλοτριούμενον ὁρῶντες ἐμέλλομεν. Τίς γὰρ λοιμὸς ἢ σεισμὸς τοσαύτας πόλεις ἐκένωσεν ἢ τοσαῦτα γένη ἀνθρώπων ἠφάνισε καὶ κατέδυσεν, ὅσα Φίλιππος καὶ ὁ Φιλίππου χρόνος; Οἶδε γὰρ ἀκριβῶς, ὧν τε μηδέπω τυγχάνει, διὰ τοῦτον ἀποστερούμενος, καὶ ὧν ἔχει μηδὲν ἂν λαβών, εἰ συμβουλεύοντι Δημοσθένει τις ἐπείθετο. Οὐδὲ κατὰ τῶν πόλεων μόνων δωροδοκεῖ ταῖς τῶν προδοτῶν ἐπηρμένος γνώμαις ὁ Φίλιππος, οὐδὲ ἆθλα τῶν πατρίδων προτίθησιν, οὐδὲ κατὰ τῶν δήμων ὁπλίζει τοὺς ἀλάστορας· ἀλλ' ἐπὶ τοὺς ῥήτορας, ἐπὶ τοὺς δημαγωγοὺς μετενήνοχε τὸ μηχάνημα. Ἀλλὰ καὶ τοὐναντίον ἑορτὴν εἶναι καὶ πανήγυριν ἐκείνην τὴν πρᾶξιν ἅπαντες ἐνομοθέτησαν. Τότε ἐκεῖνος παρανομεῖν οὐκ ἀπὸ ῥημάτων ἀλλ' ἀπὸ τῆς φύσεως ἤρχετο. Ἐπετίθει γὰρ θαλάττῃ μὲν ἤπειρον, δι' ὀρῶν δὲ μέσων ἐναυτίλλετο, θαλάττῃ μὲν ὅσα γῇ, γῇ δὲ ὅσα θαλάττῃ χρώμενος. Καὶ τὰς τριήρεις ἀντὶ τῆς Ἀττικῆς μετοικήσασα, καὶ πάντα ὅσα ἐν ἀνακτόροις, ἐπὶ τῆς θαλάττης ἡ πόλις ἔπραττεν. Οὐ Μακεδόνες ἐπιπολάζουσι τοῖς πράγμασιν, οἱ πρόσθεν ἀγαπητῶς μετὰ τῶν φόρων σῳζόμενοι; Παρωσάμενοι δὲ τῆς ἀρχῆς τὴν ἡμετέραν πόλιν αὐτοὶ παρέδυσαν εἰς τὴν τάξιν ἐκείνην, ἐφ' ἧς ἡμᾶς οἱ πρόγονοι κατέλιπον. Τίς νόμος κατήγαγεν ἐπὶ θάλατταν Φίλιππον καὶ στοιχείου 383

μηδὲν αὐτῷ διαφέροντος προσάψασθαι κατηνάγκασεν; Ὅταν μὲν γὰρ τὰ αὐτὰ κελεύωσιν ὅ τε νόμος καὶ ὁ τῶν πραγμάτων καιρός, ἀμφοτέροις διὰ τὸ συμφέρον πείθομαι· ὅταν δὲ ἕτερα μὲν ἡ χρεία ἕτερα δὲ οἱ νόμοι φράζωσι, παρεὶς 243.α ἀκούειν τῶν συλλαβῶν ἀκολουθῶ τῷ συμφέροντι. Καὶ τίς οὐκ οἶδεν ὡς ἐκεῖνοι πάλαι τοῖς παρ' ἡμῖν νομοθέταις ἐρρῶσθαι φράσαντες, καὶ πολλὰ χαίρειν Σόλωνι καὶ Δράκοντι καὶ τοῖς ἄλλοις εἰπόντες ἅπασι, τὸ Μακεδονικὸν χρυσίον καὶ τὴν Φιλίππου φιλίαν νόμους καὶ πατρίδα καὶ πολιτείαν καὶ πάντα τὰ τιμιώτατα νομίζουσι; Στηλίτην παρὰ τῷ θεῷ γινόμενον [ἀντὶ τοῦ ἐν στήλῃ θριαμβευόμενον ὧν ἐτόλμησεν.] Ὑφορῶμαι Αἰσχίνην· ταράττει γάρ με τὸ δρᾶμα τὸ Φωκικόν, ὅπερ οὐκ ἐπὶ σκηνῆς ἡμῖν ἀλλ' ἐπὶ τῆς ἀληθείας αὐτῆς ὁ θαυμαστὸς οὗτος τριταγωνιστὴς ἐπεδείξατο. Ἀλλ' ὅμως καὶ τούτων οὕτως ἐχόντων, εἰρωνεύονται τὸν ἄνθρωπον, καὶ τὸν Πεισίστρατον πολλάκις παραφέρουσι, καὶ οὐκ αἰσχύνονται νῦν μὲν εἰς δειλίαν καὶ μαλακίαν σκώπτοντες, νῦν δὲ μὴ τυραννήσῃ τῆς πόλεως δεδιότες· ἃ πλεῖστον ἀλλήλων κεχώρισται. Ὁ στόλοις ὅλοις ἐκ τοῦ Πειραιῶς ἐπὶ τοὺς τυράννους ἀναγόμενος. Φθείρουσι μὲν τὰ περὶ αὐτὴν τὴν πόλιν, Φιλίππῳ δὲ ὁδοποιοῦσι τὰ πράγματα. Ἐκ τῆς μελέτης ᾗ Δημοσθένην εἰσάγει συμβου λεύοντα κατάγειν Αἰσχίνην, φήμης ῥυείσης ὅτι Ἀλέξανδρος τοὺς φυγάδας κατάξει. Ὄντος γὰρ ἑκατέρου δεινοῦ, καὶ τοῦ λύειν ψῆφον ἑκόντας καὶ τοῦ ταῦτα ὑπομεῖναι παρὰ γνώμην ἐξ ἐπιτάγματος, ἧττον ἑκόντας κακὸν τοῦ λύειν ἄκοντας ὑπείληφα. Τὸ μὲν γὰρ ἐνδέχεταί ποτε καὶ φιλανθρωπίας δόξαν λαβεῖν· οἱ δὲ ἑτέροις ὑπακούοντες τὴν μὲν αἰσχύνην ἑαυτῶν ποιοῦσι, τῶν δὲ προσταξάντων τὴν εὔκλειαν. Κοινολογεῖται καὶ μετὰ βῆμα βασιλεῦσιν Αἰσχίνης, καὶ μετὰ Κτησιφῶντα καὶ τὴν φυγὴν τυράννους ἔτι περιεργάζεται. Ἄνθρωπος τὴν Ἀσίαν ὅλην ὑπερπηδήσας τοῖς ὅπλοις, καὶ τῇ φύσει φιλονεικῶν λοιπὸν ὅτι πολεμίους μὴ κέκτηται. Δι' οὓς ἤρθη τοσοῦτος Φίλιππος, δι' οὓς ἔπεσε τὰ τῶν Ἑλλήνων φρο νήματα· παρ' ὧν σύμμαχοι, τόποι, καιροί, πᾶσα τῶν μεγάλων κατορθωμάτων ἡ πρόφασις. Ἀλλὰ τὸ μὲν Θηβῶν πάθος ὑπερεφώνει τοὺς Ἕλληνας· Ἀλέξανδρος δὲ τὴν πόλιν καὶ μετὰ Θήβας ᾐσχύνετο. Καίτοι γε εἶχέ τι τότε τῇ πόλει καὶ μέμψασθαι· ἡμεῖς γὰρ Θηβαίων πεσόντων τὴν τελετὴν ἀπεκλείσαμεν, ἵνα μὴ τοῖς Θηβαίων θρήνοις ἀντιβοῶμεν τὸν Ἴακχον. Ὥσπεργὰρ ἀγαθοῦ φανέντος τοῦ κομιζομένου τὴν χάριν μεθέξειν ἡ πόλις τὸ μέρος τῆς δόξης ἤμελλεν, οὕτω τῆς αἰσχύνης, εἰ πονηρὸς ἐξηλέγχετο. Οὔτ' ἂν ἑτέρου γράφοντος καὶ παρανομοῦντος ἐσίγησα, ἀλλὰ προσδραμὼν ἂν τῷ βήματι, τὸν Σόλωνα κεκραγώς, τὴν πολιτείαν ἐπιβοώμενος· Οὐ λύσω τοὺς νόμους, ἂν ἔφην, οὐδὲ δέχομαι φυγάδας ἐξ ἐπιτάγματος, οὐδὲ τῷ Φωκέων αὐθέντῃ κελεύοντος ἄλλου σπένδομαι· ἀλλ' ἕως ἂν ἔχω λιμένας, ἕως ἡλικίαν ἀκμάζουσαν, ἕως ἀριθμῶ τὰ τρόπαια, ἕως μία γοῦν ἐκ Πειραιῶς ἔτι τριήρης ἀνάγεται, οὐ προίεμαι τοὺς νόμους, οὐδὲ τῆς πολιτείας ἀφίσταμαι, οὐδὲ ποιῶ τὴν φήμην αὐτῆς τῆς πόλεως πόρθησιν, οὐδ' ὑποπτεύων τὰ παρὰ τῆς τύχης ἀμφίβολα φθάνω τὴν δουλείαν αὐτὸς ἑκουσίως αἱρούμενος. Κατίτω τοίνυν Αἰσχίνης Δημοσθένους ἀλλὰ μὴ Ἀλεξάνδρου κελεύοντος· παρανομοῦντος ῥήτορος, ἀλλὰ μὴ βασιλέως προστάττοντος· ὡς φυγὰς ἐλεούμενος, μὴ φοβερὸς ἡμῖν ἐκ προστάγματος. Ἀθηναίων οἱ λόγοι, καὶ γνωρίζω τὴν πόλιν ἀπὸ τοῦ ῥήματος· ὑμεῖς γάρ ἐστε οἱ πᾶσαν μὲν γῆν πᾶσαν δὲ θάλασσαν τροπαίων ὑπὲρ τῶν νόμων καὶ τῆς ἐλευθερίας πληρώσαντες. Ἐπολέμει Ξέρξης, γῆν μεταποιῶν καὶ θάλατταν, ὅτι τοὺς τὴν βῶλον καὶ τὴν κύαθον αἰτήσαντας τὸ βάραθρον ἀντὶ τῆς ἐκκλησίας ἐδέχετο. Ἀλλ' ἡ πόλις ἔμεινε τῶν στοιχείων πλέον ἀκίνητος. Ἐπεὶ κἀν τοῖς ἄλλοις, ὡς ἔπος εἰπεῖν, τῶν πραττομένων ἕκαστον, κἂν ταὐτὸν εἶναι τῇ φύσει δοκῇ, ἀλλὰ τῇ προφάσει μερίζεται. Οἷον τύπτει τις τὸν πλησίον. Ἂν μὲν ἐν ἄθλοις, ἔχει νικήσας τὸν στέφανον· ἂν δὲ τῆς ἀγωνίας ἐκτός, ὑπέχει τὸ τίμημα. Ἐθρηνοῦμέν ποτε πορθουμένης ὑπὸ τῶν τυράννων τῆς πόλεως· ἀλλ' ἑκόντες αὐτὴν ὑπὲρ ἀνδραγαθίας 384

τῷ πυρὶ τῶν Μήδων ἐδώκαμεν. Ὁ μὴ Φιλίππῳ σπεισάμενος, μηδὲ μετὰ τὴν μεστὴν τῆς πονηρᾶς τύχης Χαιρώνειαν. Ἦν ἡμῖν ποτε πάτριον ἡγεῖσθαι τῆς Ἑλλάδος καὶ τοῖς τυράννοις ὑπὲρ τῆς ἐλευθερίας ἀνταγωνίζεσθαι. Οὗτος ὁ νόμος ἤρξατο μὲν ἀπὸ Μιλτιάδου πρότερον, ἤκμασε δὲ ἐπὶ Θεμιστοκλέους, κατέβη δὲ εἰς Κίμωνα, ἐφυλάχθη δὲ ὑπὸ Περικλέους, ἐθαυμάσθη δὲ ὑπὸ Ἀλκιβιάδου· ἐπ' ἐμοῦ δὲ τῇ γνώμῃ μὲν ἐτηρήθη, τῇ τύχῃ δὲ καὶ τῇ κολακείᾳ τῶν προδιδόντων διέφθαρται. Ἀπέστημεν ἑτέροις τῆς ἡγεμονίας· οὐκ 243.α ἀντεῖπες. Παρεχωρήσαμεν τοῦ πατρίου σχήματος· οὐκ ἠγανάκτησας. Οὐκ εἶξε μετὰ Σικελίαν Λακεδαιμονίοις ἡ πόλις· ἀλλ' ἡ μὲν νῆσος τὴν ἡλικίαν ὅλην ἐχώρησεν, ἡ πόλις δὲ ἔμεινε τῷ φρονήματι καὶ μετὰ τὴν ἑσπέραν ἀνάλωτος. Ἀλλὰ πονηρὸς Αἰσχίνης. Πρόσθες, εἰ βούλει, καὶ Φωκέων ὄλεθρον καὶ προδοσίαν Θρᾴκης καὶ ἀναίρεσιν Κερσοβλέπτου καὶ πάνθ' ὅσα πολλάκις Αἰσχίνης ἀδικῶν τὸν δῆμον ἐγκέκληται. Νόσημα γάρ, ὦ Ἀθηναῖοι, κατὰ τῶν Ἑλλήνων τῇ φορᾷ τῶν Ἀθηναίων συνήκμασε. Πονηροὺς μὲν γὰρ ἡ πόλις ἤδη που πολλάκις ἔσωσεν, οὐκ ἐπαινοῦσα τὴν γνώμην, ἀλλὰ τὴν τύχην οἰκτείρουσα· ὑπήκουσε δὲ οὐδενὶ κατὰ τῶν νόμων, ἡνίκα ἐτήρει τὸ φρόνημα. Τί οὖν οὐκ ἤδη προαγγέλλω; Τί δὲ οὐκ ἔξειμι τοῦ βίου, πρὶν ἰδεῖν τὴν πόλιν δουλεύουσαν; Ἐγὼ γοῦν καὶ αὐτὸς ἡγοῦμαι τὴν φήμην ἔχειν, οὐχ οὕτω δ' ἔχειν ὡς τερατεύονταί τινες, σκοπῶν πρῶτον μέν, ὦ Ἀθηναῖοι, τὸν Ἀλεξάνδρου τρόπον. Τίς δὲ οὗτός ἐστιν; Ὁμοῦ τε ἐγχειρεῖ καὶ πέπρακται, μᾶλλον δὲ φθάνει τοὺς μὲν λογισμοὺς ταῖς πράξεσιν, οἷς δὲ ἐγχειρεῖ, τοὺς διαγγέλλοντας· ἐπεὶ καὶ τὰ πολλὰ δὴ ταῦτα καὶ μεγάλα τῶν ἔργων, ἃ λογοποιοῦσιν οἱ κόλακες, τάχει μᾶλλον ἢ τῇ ῥώμῃ κρατῶν τούτοις οἷς ἐπῄει κατώρθωσε, πρὶν ἀγγελθῆναι παρών, πρὶν ἀκουσθῆναι φαινόμενος, κατὰ τοὺς σκηπτοὺς ἢ τὰς βροντάς, αἳ πολλάκις φθάνουσι τὴν προσδοκίαν ἐγγίσασαι. Οὕτω Σάρδεις εἷλεν, οὕτω Καρίαν ἐπόρθησεν, οὕτω Λυκίαν παρέσυρεν, οὕτω Παμφυλίαν ἐπέδραμεν, οὕτως ὤφθη Κίλιξιν, οὕτως ἐπέστη Πέρσαις, οὕτω Δαρεῖον ἐξέπληξεν· οἴμοι τῶν ἐγγὺς κακῶν, οὕτω καὶ Θήβας ἀνήρπασεν. Ἔπεσε πόλις ἐπὶ τῆς Ἑλλάδος μέσης, φθάσαντος τὴν φήμην τοῦ πτώματος. Κἀγὼ 243.α καὶ μάτην φύσεως, ἀλλὰ θεσμοῦ καὶ νόμου καὶ πολιτείας καὶ τὸ μέγιστον αὐτῆς τῆς προνοίας λαμπρὸν ὑπάρχει τεκμήριον. Ἤδη μὲν οὖν προὔργου τι τῆς γραφῆς, ἄνδρες Ἀθηναῖοι, γεγένηται. Στυγνάζων ἧκεν ἐπὶ τὴν κρίσιν Ἐπίκουρος, καὶ τὸ τῆς ἡδονῆς δόγμα τῇ κατηφείᾳ διέφθαρκε. Δι' ἀμφότερα δὲ μισεῖσθαι δίκαιος, καὶ ὧν ἰδίᾳ παιδεύει καὶ ὧν δημοσίᾳ πλάττεται. Ἐκεῖ μὲν γὰρ τὴν ἡδονὴν θρυλεῖ, ἵνα τὴν ὥραν τὴν τῶν χρωμένων καρπώσηται· ἐνταῦθα δὲ τὴν σεμνότητα καθυποκρίνεται, ἵν' ὑφαρπάσῃ τὸ δικαστήριον. Ἡ μὲν κρίσις παράδοξος· ἀνὴρ πρὸς τὴν φύσιν τῶν ὅλων κρίνεται, καὶ πονηρὸς σοφιστὴς πρὸς τὴν πρόνοιαν δικάζεται. Οἴχεται μὲν ἀρετὴ πᾶσα τοῖς Ἐπικούρου λόγοις καὶ δόγμασιν, οἴχεται δὲ δικαστήρια καὶ κρίσεις, καὶ τῶν μὲν ἀγαθῶν αἱ τιμαί, τῶν δὲ ἐναντίων τὸ τίμημα. Ἀναβαίνει δὲ καὶ εἰς οὐρανὸν ἄνω τοῖς ἀδικήμασι, καὶ τόπος οὐδεὶς τῆς θρασύτητος Ἐπικούρου καὶ τῶν τολμημάτων ἐξαίρετος. Τὸ δ' αἴτιον, ᾐσχύνθη τοῖς ἀρχαίοις ἐμμεῖναι φιλοσοφίας ὅροις Ἐπίκουρος, καὶ τὴν αὐτὴν ὁδὸν ἐλθεῖν τοῖς πρότερον φιλοσοφήσασιν ὤκνησε. Μᾶλλον δὲ μικροψυχίαν καταγνοὺς τῶν ὅσοι παρ' ἡμῖν ἐπὶ πονηροῖς δόγμασι πλημμελοῦντες ἐκολάσθησαν, ἔγνω πάντας ἀθρόως ὑπερβαλέσθαι τοῖς ἀδικήμασιν. Ἢ πῶς οὐκ ἄξιος μέμψεως τοσαύτης καὶ τηλικαύτης ἐπωνυμίας ἐπιχειρῶν καταψεύδεσθαι; Ποῦ γὰρ ὁμολογεῖ ταῦτα; Ποῦ δὲ συμβαίνει καὶ μίγνυται ἡδονὴ πόνοις, καρτερία τρυφῇ, Ἀκαδημία καὶ πόρναι, φιλοσοφία καὶ πότος, σωφρονούντων βίος καὶ ἀκόλαστα μειράκια; Ὁ δὲ τί προῄρηται καὶ τί τετόλμηκε; πόλεμον ἀπειλεῖ καὶ μάχην τοῖς νόμοις ὅλοις τῆς φύσεως. Ἐμάνη μανίαν καθ' ἡλικίας ἁπάσης Ἐπίκουρος, καὶ δυσσεβεῖς ἔρωτας ἠράσθη πάντων ὅσοι τὴν ὥραν ὑπὲρ τοὺς ἄλλους θαυμάζονται. Πρότερον δὲ αὐτοῦ 385

τὴν ἀπολογίαν σκεψώμεθα. – Δόγματος οὖν ἀπαιτεῖς δίκας; – Οὔκ, ἀλλ' ἀσεβείας· δογματίζειν μὲν γὰρ ἐξόν, ἀσεβεῖν δὲ οὐκ ἐπιτέτραπται. Εἰ μὲν οὖν ἔχεις εἰπεῖν ὡς οὐκ ἀσεβεῖς οἷς εἴρηκας, οὐ κρίνω τοὺς λόγους· εἰ δ' ἀσέβεια τοῖς λόγοις πρόσεστιν, οὐ διὰ τοὺς λόγους κερδανεῖς τὴν δίκην, ἀλλὰ κολασθήσῃ πλέον οἷς ἐπὶ τὸ ἀδικεῖν τοῖς λόγοις κέχρησαι. Οὐ γὰρ εἴ τις, ἐξὸν χρῆσθαι πρὸς ἃ δεῖ, κἂν πρὸς ἃ μὴ δεῖ θέλει, δίκην οὐ δώσει κρινόμενος· τοὐναντίον δὲ ὑφέξει λόγον, ὅτι καλὸν πρᾶγμα πονηρᾷ γνώμῃ διέφθειρε. Καλοῦμεν ἐπὶ τὸ βῆμα τοὺς ῥήτορας· κἂν ὄκνῃ τις, πολλάκις ἡ κοινὴ φωνὴ τῆς πόλεως ἐπὶ τὸ λέγειν ἐγείρει καὶ τὸν οὐ λέγειν βουλόμενον. Παρέρχεταί τις εἰς τὸ σεμνὸν Ἐπικούρου φροντιστήριον νέος ἢ νέα· ἄγει ταύτην τὴν ἡλικίαν τὸ λαμπρὸν τοῦτο συνέδριον. Ὑπὲρ τὸν Ἰξίονα τὸ θρά σος ἄνθρωπος, ὑπὲρ τὸν Σαλμωνέα τὴν ὕβριν, τὴν τόλμαν ὑπὲρ τὸν Τάνταλον. Ἀλλ' ἐκεῖνα μὲν μῦθοι καὶ τῇ σκηνῇ μόλις τά γε τοιαῦτα πιστεύομεν. Ἐπίκουρος δὲ οὐκ ἐν μύθοις ἀλλ' ἐν δόγμασι καὶ πράξεσι νικῶν ἐκείνους εὑρίσκεται. Κἀκεῖνοι μὲν ἑτέρωθί που ταῦτα τολμῆσαι λέγονται, οἱ μὲν ἐν ὄρεσιν, οἱ δ' ἐν νάπαις, οἱ δ' ἐν βαρβάροις τισὶ καὶ ἀπερριμμένοις χωρίοις. Δίδωσι δέ πως συγγνώμην καὶ τόπου φύσις ἐγκλήμασιν. Ἐπίκουρος δὲ Ἀθήνῃσι ταῦτα φιλοσοφεῖ. Ἀθήνῃσι δὲ ὅταν εἴπω, τὸ μέγιστον εἶπον τῆς εὐσεβείας κεφάλαιον. Οὐδὲν ὁ Σωκράτης σοι δοκεῖ πρὸς μίμησιν; Καὶ τί, φησι, τῶν ὑπευθύνων ἠσέβησα; Αὐτό μοι λέγεις, Ἐπίκουρε, τὸ μεῖζον ἔγκλημα, ὅτι μὴ δυσσεβεῖς μόνον, ἀλλ' ὅτι καὶ καινά· ὅθεν διχόθεν ὑπεύθυνος. Βωμοὺς οὐκ ἀνέτρεφας, ἀλλὰ μάτην ἑστῶτας ἔδειξας πρόνοιαν ἀνελών, δι' ἣν βωμοὺς ἱδρυσάμεθα. Θυσίαν καινὴν οὐκ ἔθυσας, ἀλλὰ πάσας ἀθρόως ἀνῄρηκας. Μηδὲ ῥυέσθω τῆς τιμωρίας Ἐπίκουρος, ὅτι μὴ κατὰ τοὺς πρότερον κατὰ θεῶν ἐθρασύνατο. Πάντας μὲν γὰρ ἀσεβῆσαι τρόπους ἑνὶ τῶν κατὰ τὴν πόλιν ἀδύνατον· εἰ δὲ ἕκαστος, ἀνθ' ὧν ἔδρασε προβαλλόμενος ἃ μὴ πεποίηκε, τὴν τιμωρίαν ἐκφεύξεται, τίς ὑφέξει τῶν ἀσεβῶν δίκην, οὐ πάντας ἀσεβεῖν ἐγχωροῦντος ἑκάστῳ, καὶ τοῖς κρινομένοις ἐξὸν ἀντὶ τῶν πεπραγμένων τὰ μὴ πεπραγμένα προτείνεσθαι; Οὐ δὴ ταῦτά γε νοῦν ἐχόντων τὰς διαδύσεις προσίεσθαι. Οὐ γὰρ ὑπὲρ ὧν τις οὐκ εὐθύνεται, τὴν ἀπολογίαν προσῆκε ποιεῖσθαι, ἀλλ' ἐφ' οἷς οἵ τε κρίνοντες κατηγοροῦσιν οἵ τε δικάζοντες κάθηνται. Οἱ δὲ ἀφέντες τὸ δικαιότα τον ἐπὶ τὸ ῥᾷστον βαδίζουσι· τὸ μὲν γὰρ δικαιότατον λύειν τὸ ἔγκλημα δι' ὃ κρίνεται, τὸ ῥᾷστον δὲ ἀπολογεῖσθαι περὶ τούτων ἐφ' οἷς οὐ φεύγει τις δίκας. Εἴπερ οὖν ὅτι μή πω δέδωκας δίκην, οὐκ εἶναι νομίζεις πρόνοιαν, ὀρθῶς βεβούλευσαι· εἰ δὲ διὰ τὴν φύσιν τῶν 243.α ὅλων, ὁ λόγος μάταιος. Ἀλλὰ πόθεν, πρὸς τῶν ἀτόμων καὶ τοῦ κενοῦ τοῦ πολυθρυλήτου, ταύτην τὴν δόξαν ἐξεύρηκας; Ἄτακτός τις ἐνοχλεῖ τὴν τῶν ὅλων φύσιν φορὰ καὶ κίνησις; ἀλλ' ἀρχαῖον τὸ χάος καὶ τῶν σῶν λόγων πρεσβύτερον. Ἀλλ' οὐδὲ πείθεται τοῖς ὡρισμένοις νόμοις τῆς φύσεως· καὶ μὴν ἅπαντα καὶ τάξει χωρεῖ, καὶ τῆς προνοίας ταύτης μέγιστον οἶμαι τεκμήριον τὸ πάντα σῴζεσθαι· ἀταξία μὲν γὰρ φθοράν, τάξις δὲ σωτηρίαν ἐργάζεται. Τί συλᾷς ἐκ Δελφῶν, ὡς ἐξ οὐρανοῦ, τὴν πρόνοιαν; Ἀλλ' ὅμως ἐκινεῖτο μὲν Παρνασσὸς καὶ κατὰ Περσῶν ἐκραδαίνετο, κορυφαὶ δὲ ὀρῶν ἀντὶ βελῶν ἐτοξεύοντο, Πέρσαι δὲ ἔπιπτον τάφοις ταῖς πέτραις χρησάμενοι. Ἐπικούρου δὲ ταῦτα λέγειν κατὰ τῆς θεοῦ τολμήσαντος, οὐκ ὄρη σείεται, οὐχ Ὕμηττος συγκραδαίνεται, οὐ πρηστῆρες οὐδὲ σκηπτοὶ αὐτῇ τοῦτον Ἀκαδημίᾳ συναφανίζουσι. Συνίημι τὸ στρατήγημα τῶν θεῶν· ὑμετέραις ψήφοις τοῦτον ἐτήρησαν, ἵνα Ἀττικὸν δικαστήριον ἴσα Πυθίῳ βουλεύσηται. Εἰ μὲν οὖν γράψαι τοσοῦτον μόνον ἐτόλμησεν ὅσον καθαιρεῖν τὰ τῆς προνοίας ἀγάλματα, ἔδει διδόναι δίκην ὡς ἀσεβήσαντα· εἰ δὲ εἰς αὐτὴν ἐκείνην ἀσεβεῖ, ἧς οὐρανὸς καὶ γῆ καὶ στοιχείων φύσεις ἀγάλματα, ὡς μέτριόν τι δρᾶσαι διανοηθέντος φεισόμεθα; Εὐτυχοῦσι γάρ, φησίν, οἱ κακοί. Καὶ τί κακίας μεῖζον δυστύχημα; Δυστυχοῦσι γὰρ οἱ σοφοί· εἶτα εὐτυχίαν ἄλλην ἀρετῆς ἡγῇ βελτίονα; 386

Οὐχ εἷς βίος ἀνθρώπου γνώμης ὑπάρχει καὶ φύσεως, ἀλλὰ σχίζονται μὲν οἱ τῶν βιούντων σκοποί, συμμερίζονται δὲ πέρας ἑκάστῳ τὸ πρόσφορον. Οὐκ ἐρᾷ σοφὸς τὴν ἀρχὴν οὐδενὸς τῶν πάντων, ἐφ' οἷς οἱ πλεῖστοι τοὺς κεκτημένους εὐδαιμονίζουσιν· οὔκουν οὐδὲ ζημίαν τὸ μὴ τυγχάνειν ὑπείληφε. Τί οὖν ἐκείνῳ τέλος, καὶ πρὸς τί βλέπων καὶ πόνους πονεῖ καὶ νύκτωρ ἀγρυπνεῖ καὶ μεθ' ἡμέρας ἐσπούδακεν; Ἀρετῆς κτῆσις, ὦ τάν. Ταύτην δὲ πῶς αἱρεῖ, κἀκ τίνος τρόπου τῆς θείας ἐκείνης θήρας ἐγκρατὴς γίνεται; Πλούτῳ καὶ χρήμασιν οὐκ ἔστιν ἀρετή. Ῥώμῃ τοῦ σώματος; Ὑπὲρ ἅπαντα κότινον ὁ ταύτης στέφανος. Δυνάμει τῇ κατὰ πόλεμον; Καὶ τίνα τρόπαια τῶν ἀπὸ κακίας μείζονα; Μήτ' οὖν πενομένῳ τῷ σοφῷ πενίαν πρόφερε (οὐ γὰρ ἦν σκοπὸς τὰ χρήματα), μήτε νοσοῦντι τὴν ἀρρωστίαν ὀνείδιζε, εἴπερ ὑγιαίνει τὰ κρείττονα, μήτε ἡττωμένῳ τῶν δυναστευόντων ἐν πόλεσιν, εἴπερ κρατεῖ τοῖς ἀμείνοσι. Τοσοῦτον γὰρ ἂν δέοι σπουδαῖος ἀνὴρ μεταδιώκειν τὴν τῶν τοιούτων κτῆσιν ἢ δυστυχεῖν ὑπολαμβάνειν τῷ στέρεσθαι, ὥστε ἤδη τινὲς καὶ μάλα τῶν ὀνομαστῶν ἐπὶ σοφίᾳ καὶ ἀρετῇ οἳ τούτων ἑκόντες ἀπέστησαν, ἵνα πάσης ἑαυτοὺς τῆς ἔξωθεν ἀσχολίας ἐλευθερώσαντες τὸν ἀθάνατον τῆς ἀρετῆς πλοῦτον ἀλλάξωνται. Ἀναξαγόρας γῆν ἀνῆκε τὴν ἑαυτοῦ πᾶσαν μηλόβοτον, ἔργῳ νομοθετῶν τίς γεωργία τοῖς σοφωτέροις ἁρμόττουσα. Ἑκὼν δὲ ἐνόσει σῶμα Δημόκριτος, ἵνα ὑγιαίνῃ τὰ κρείττονα. Τί οὖν ἐγκαλεῖς προνοίᾳ ὡς μὴ μεριζούσῃ κατ' ἀξίαν τὸ δίκαιον; Εἰ γὰρ καὶ περιόντων ὑπερορῶσι τῶν ἐκτὸς ἁπάντων, πῶς ἢ ἄχθονται μὴ παρόντων, ἢ ὅπως ὑπάρχῃ σπουδάζουσι; Τίς γὰρ πλουτῶν οὐκ ἀσχολίαν ἄγει μεγίστην αὐτὰ τὰ χρήματα; Θείων δὲ γνῶσις καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τοσαύτης καὶ τηλικαύτης σοφίας μέγεθος, ἆρά σοι δοκεῖ πάρεργον μὲν εἶναι τοῦ χρηματιστοῦ, τοῦ δὲ περιεργοῦντος ἐφόλκιον, τοῦ δὲ τὰς ἐν πόλει τιμὰς διώκοντος ἐπακολούθημα; Μὴ τοίνυν κακοδαίμονας κάλει τοὺς τὴν μεγίστην εὐδαιμονίαν εὐδαιμονήσαντας, μηδὲ δυστυχεῖς τοὺς ὁμοιουμένους τοῖς κρείττοσι, μηδὲ πένητας ὧν θησαυρὸς ἀθάνατος, μηδὲ ἀτίμους οὓς ἴσα θεοῖς θαυμάζομεν. Πολλοὶ γὰρ πολλάκις κακοὶ μὲν γνώμην τυγχάνουσιν, ἐπαινοῦνται δὲ πολλάκις παρ' ἐνίων, τῆς χρείας ποιούσης ἀντὶ τῆς ἀληθείας τὸν ἔπαινον. Καίτοι γε ἡδέως ἂν ἐροίμην τοὺς ὀνειδίζειν τοῖς σοφοῖς τὴν δυστυχίαν ἐθέλοντας, πότερον ἦσαν τοιοῦτοι πρὶν γενέσθαι σοφοί, ἢ μετὰ ταῦτα τῶν λεγομένων εὐτυχημάτων ἀφῄρηνται. Εἰ μὲν πρότερον, οὐ τῆς ἀρετῆς τὸ ἔγκλημα· εἰ δὲ ἐξ οὗ ταύτην εἰλήφασιν, οὐχ' ὧν ἐπόθουν ἀλλ' ὧν οὐκ ἐπόθουν ἐστέρηνται. Ὁ δὲ καὶ κατειρωνεύεται τὰς συμφορὰς καὶ παραγράφεται τὸν τρόπον ἤδη τῆς κρίσεως. Οἷς γὰρ οὐδ' ὁτιοῦν (οἶμαι) τῶν εἰωθότων ἠδίκηκε, τούτοις ὅτι μηδὲ τὴν ἀρχὴν ἠδίκηκε δείξειν ὑπείληφεν, ὥσπερ οὐ διὰ τοῦτο μείζονος ὀργῆς καὶ κατηγορίας ὑπάρχων ἄξιος, ὅτι τοιαῦτα καὶ τηλικαῦτα πεποίηκεν ὧν οὐκ ἔστιν εὑρεῖν παραδείγματα. Εἰ δ' οἱ τὰ μείζω τολμήσαντες, ὅτι τὰ μείζω δεδράκασι, τὴν τιμωρίαν οὐ δώσουσι, τίς ἔτι λόγος κολάζειν ἐθέλειν τοὺς τὰ μικρότερα; Τί δέ, εἰ τοὺς μὴ τὰ συνήθη 243.α παρανομοῦντας ἀφήσομεν, πῶς οὐκ ἐξουσία πᾶσα γενήσεται τοῖς θέλουσι πλημμελεῖν ἂ μὴ συνείθισται, ὅταν οἱ πρῶτοι ταῦτα τολμήσαντες ὡς οὐκ ἀδικοῦντες ἐκφύγοιεν; Χρὴ δὲ οὐκ ἀφέσεις τῶν κρίσεων τὰς ὑπερβολὰς τῶν ἀδικημάτων μᾶλλον ἢ τοὐναντίον αἰτίας γίγνεσθαι, ὅσῳ μετὰ τῶν ἔργων καὶ τὸ τῆς γνώμης μεμίσηται. Τὸ γὰρ οἷς ἀδικεῖ τις καὶ φύσιν ἀδικημάτων καινὴν προσάγειν βούλεσθαι διχόθεν ἂν εἴη τὴν μοχθηρίαν ἐλέγχοντος, καὶ τῷ πλημμελεῖν ἃ μὴ δεῖ, καὶ τῷ ποιεῖν ἐθέλειν ἃ μή τις πρότερος δράσειεν. Οὐδέν σοι, φῄς, τῶν εἰωθότων τετόλμηται. Αὐτήν μοι λέγεις τὴν ὑπερβολὴν ὧν ἠτυχήκαμεν. Οἱ μὲν γὰρ ἠδικημένοι ταῦθ' ἅπερ καὶ ἑτέρους ἠδικημένους ἐπίστανται, φέρουσι ῥᾷον τὰς συμφοράς, παραμυθίαν ὧν πεπόνθασι τὴν τῶν πέλας δυστυχίαν νομίζοντες· οἱ δὲ νεωτέρων ἀδικημάτων οὐκ ἔχοντες παραδείγματα ἀφόρητον ἡγοῦνται τὴν 387

συμφορὰν τῷ μὴ τῶν ὁμοίων εὐπορεῖν ἔχειν ἐφ' οἷς ἠτύχησαν. Ἠδίκηταί τις εἰς παῖδα; Οὐχὶ καὶ γυνὴ προσηδίκηται. Δι' ἀμφοῖν ἡ βλάβη κεχώρηκεν· οὐ πρόσκειται φόνος τοῖς ἀδικήμασι. Σφαγῆς τις αἴτιος γέγονε; Τὸ λαθεῖν θεραπεύει τὴν συμφοράν. Μοιχείαν τολμᾷ, καὶ λαθραίοις μηχανήμασιν οἶκον διαλύει σώφρονα· οὐ μὴν τοσοῦτον κακὸν κακῷ μείζονι κατασκευάζει δεινότερον, παῖδα ἐπιβάλλων μητρί, καὶ τοῖς τῶν μοιχευόντων σώμασι κοῦφον ποιῶν καὶ αὐτὸ τὸ τῆς μοιχείας δοκοῦν ἀδίκημα εἶναι. Ἀδιάφθορον τὴν ψυχὴν ἔσχηκεν, ἀλλ' οὐχὶ καὶ τὴν ἑστίαν ἕξει δι' ἡμᾶς ἀδιάφθορον. Οὐκ ἐψεύσω τοῖς ἔργοις τὰς ἀπειλάς, ὦ πλούσιε· ἑαλώκαμεν, νενικήμεθα, σιωπῶμεν, τῆς πολι τείας ἐπελαθόμεθα. Ἀπέτεμες ἡμῶν τὴν φωνὴν τοῖς φόνοις, καὶ τὸ στόμα τὸ λάλον ἀπέφραξας τοῖς τραγικοῖς τούτοις γνωρίσμασι. Μόλις τἀναγκαῖα λέγω καὶ φθέγγομαι· ῥήτωρ εἰμὶ λοιπὸν οὐκέτι τῆς πόλεως, ἀλλ' ἤδη μόνης τῆς συμφορᾶς. Τίνος τὰ τηλικαῦτα μιάσματα; Οὐ σὰ πάντα; Οὐ τῇ μὲν δεξιᾷ τῇ ἐμῇ, τῇ σῇ δὲ γνώμῃ πάντες ἀνάλωνται; Οὔπω τὸ κεφάλαιον τῶν ἀδικημάτων εἶπον, τῆς λαμπρᾶς σου σκηνῆς τὰ κατὰ καιρὸν ἀναφανέντα γνωρίσματα. Ὦ κωμικὸν πέρας τραγικαῖς τύχαις ἐπαγαγών, καὶ τούτοις αὐξήσας τὴν συμφοράν, οἷς ἐν κωμῳδίαις πάθη λύεται. Οὕτω τοίνυν πάντα τὰ καθ' ἡμῶν διαπεπραγμένος περιιὼν λέγει· Τί δ' ἂν εἴποις περὶ τοῦ πένητος; Ὅσα μηδεὶς κωλύει νόμος, κατηγορεῖν ἐθέλει καὶ γράφεσθαι. Εἶτά με ἐρωτᾷ· Οὐκ ἔξεστιν οὖν ἀνελέσθαι παιδίον; Οὐκ ἔξεστιν οὖν [μηδὲν] ἀδικεῖν ἀναλαμβάνοντα. Εἰ δ' ἑκάτερον τοῦ νόμου διδόντος καὶ τὸ ἐξὸν εἵλω καὶ τὸ μὴ ἐξὸν προσέθηκας, οὐ διὰ θάτερον ἀφεθήσῃ μᾶλλον ἢ δίκην ὑφέξεις οἷς τούτῳ προσάγεις καὶ ἃ μὴ ἔξεστιν; Ἔξεστί μοι, φησί· πλουσίου λόγος, τυραννικῆς ὑπερηφανίας ἀπόκρισις. Ἐγὼ δέ σοι πρᾴως οὕτω καὶ δημοτικῶς ἀποκρίνομαι· δώσεις γὰρ δίκας τέως ἂν οὗτοι δικάζωσιν. Ἔγνωκάς τι ποιεῖν ἀνεύθυνον; Ἔχεις τὴν ἐξουσίαν. Εἰ δὲ τὴν ἐξουσίαν εἰς παρανομίαν μετήνεγκας, κολάζω ταύτην ὅτι τῇ προφάσει τὴν φύσιν τοῦ μηκέτι ἐξεῖναι μετείληφε. Τὸ κοινωνεῖν καλόν, ἀλλ' ὅταν ἡ χάρις ἀνύποπτος. Ἂν δὲ διορύττῃ μὲν οἰκίας τις, ἐπιβουλεύῃ δὲ γάμοις, λυμαίνηται δὲ γένη, διαφθείρῃ δὲ ἑστιάς, ὑποκρίνηται δὲ φιλανθρωπίαν ἀπανθρωπίας ἁπάσης γέμουσαν, ἃ τὴν προσθήκην οὐκ ἔχοντα τέως τὴν ἀδι κίαν μετ' ἐξουσίας ἐπράττετο, ταῦτα ὅτι ταύτην προσείληφε τῷ δοκεῖν ἀνεύθυνα φαίνεσθαι, προσθήκη τῶν ἀδικημάτων γίνεται. Ἀλλ' εἰς θέσιν ἴσως ἐζήτεις παιδίον; Τί δὲ οὐ πρὸ τοῦ τόκου τὴν γνώμην σου κατεμήνυες, ἢ τὸ παιδίον μετὰ τὰς ὠδῖνας οὐκ ᾔτησας; Ἢ τυχὸν οὐδέτερον τούτων ἤθελες· ἀλλ' οὖν ἐκ τῆς ἐρημίας ἀνελὼν εὐθύς, οὐκ ἐκοινολογήσω περὶ τοῦ πράγματος; Οὐ κατὰ νόμους τὴν θέσιν ἔπραττες ... ταῦτα ἀφαιρήσεταί τις ἡμᾶς, ὡς παρὰ τοὺς νόμους οὐ πέπρακται; Ἐναγὴς μοιχεία διὰ σοφισμάτων τετόλμηται, καὶ παῖς δυστυχὴς κατὰ μητρὸς ἀθρόως ἐξ ἐναγοῦς κρατῆρος ἐμεθύσθη κακῶς, καὶ δεξιὰ πατρὸς ἐπὶ φόνους τῶν φιλτάτων ὑπὸ κακοήθους τέχνης ἐξώπλισται. Θρηνῶ νῦν οὓς ὡς πολεμίους ἐφόνευσα, καὶ σφαγαῖς παρακάθημαι δακρύων, ἃς ᾤμην μετὰ τῶν νόμων ἐργάζεσθαι. Καὶ ὃν πρὸ τῶν φόνων μοιχὸν ἐνόμιζον, τοῦτον παῖδα μετὰ τὴν σφαγὴν ἐγνώρισα. Νῦν ὄντως τιτρώσκῃ, νῦν τὴν καιρίαν λαμβάνεις, παιδίον. Καλέσω γάρ σε λοιπὸν οὐ τοῖς τῶν ἀδικημάτων ἀλλὰ τοῖς τοῦ γένους ὀνόμασιν· οὐ γὰρ σύ μοι τῶν ἀτυχημάτων ἀλλ' ἕτερος αἴτιος. Ἠδέως δ' ἂν ἐροίμην ἐκεῖνο δή που πρῶτον τὸν πλούσιον· χρηστὸς αὐτῷ τὸν τρόπον ὁ νεανίσκος ἐφαίνετο, ἢ τοὐναντίον παράνομος; 243.α Εἰ μὲν γὰρ χρηστός, τίνος αἱ πράξεις, οὐκ ἄδηλον· εἰ δὲ πονηρός, ἐχρῆν ἀποδιδόναι τῷ φύσαντι. Πρὸς δὲ τούτοις πότερον ἐλελήθει σε ταῦτα ποιῶν, ἢ προειδὼς οὐκ ἐκώλυες; Εἰ μὲν γὰρ ἠγνόεις, πατρός γε ὄντως φυλακὴν λέγεις· εἰ δ' οὐκ ἠγνόεις, ὥσπερ εἰκός, μέλλοντα κωλύειν, οὐ πεποιηκότα ἐχρῆν. Τὸ μὲν γὰρ προ νοίας, τὸ δ' ἀδικίας τεκμήριον· καὶ τὸ μὲν τὸν εὔνουν, τὸ δὲ τὸν προσποιούμενον δείκνυσιν. Ὁ νεανίσκος ἁπάντων αἴτιος. Εἰ γὰρ οἷός τε ἦν 388

ἀφεῖναι φωνήν. Εἰ γάρ τις αὐτὸν θεῶν, οἷα πολλὰ πολλάκις παρὰ τῶν ποιητῶν ἀκούομεν, πρὸς μικρὸν ἀνῆκεν, ὅσον παραγενέσθαι τῇ κρίσει. Οὐκ ἂν ἐκ μέσων τῶν πληγῶν καὶ τῶν τραυμάτων ἀνέκραγεν· Ἔγωγε μοιχός; Ἐγὼ παράνομος; Ἐχθρὲ καὶ πλούσιε· ὀψὲ γάρ με τὰς σεαυτῷ πρεπούσας ἐπωνυμίας ἐδίδαξας. Ἀλλ' οἰκτείρας (φησί) τὸ πάθος ἐπέδειξα τὰ γνωρίσματα, τάφων πατρῴων ἀξιωθῆναι παρά σου τὸν νεανίσκον βουλόμενος. Εἰς καιρόν γε (οὐ γάρ;) τὰς διαλλαγὰς ἐτήρησας, καὶ τότε ἀνεμνήσθης συνάψαι τὸ γένος, ὅτε τὸν πόλεμον ἄσπονδον ἐν ξίφει καὶ μοιχείᾳ πεποίηκας. Εἰ λέγει καὶ γράφει καὶ τὴν πατρικὴν τοῦ βίου τάξιν εὑρίσκεται, οὐ δεήσομαι γνωρισμάτων πλειόνων, γνωριῶ τὴν φύσιν ἀπὸ τοῦ βήματος. Δός μοι νόσῳ καὶ λοιμῷ δαπανηθέντα κομίσασθαι. Θρηνήσω μὲν καὶ τότε τὴν συντυχίαν τῆς γνώσεως, ὅτι μου τὴν ἐπωνυμίαν τὴν τοῦ πατρὸς μόνῳ τῷ τάφῳ τετήρηκας· παραμυθήσεται δέ με τὸ πέμψαι τὸν παῖδα τοῖς κάτω θεοῖς νόσῳ λυθέντα, μὴ δράμασι. Νυνὶ δέ, ὢ τῆς τραγικῆς ὄντως, ὢ τῆς ἀώρου καὶ ἀπηνοῦς τῶν γνωρισμάτων καταμηνύσεως. Νῦν ἠνάγκασμαι γνωρίζειν τὸν παῖδα, ὅτε ἀγνοεῖν συνέφερε, καὶ τότε πατὴρ ἀναγορεύομαι, ὅτε καὶ παιδοκτόνος εὑρίσκομαι. Ἔα με μόνην τὴν μοιχείαν θρηνεῖν, ἑνί μοι παραχώρησον τὰ δυστυχήματα δράματι. Τί δέ με μερίζεις τοῖς ποιηταῖς; Τί δὲ καθ' ἕκαστον τῶν ἐμῶν ἀτυχημάτων σκηνὴν ἐγείρεις καὶ θέατρα; Νυνὶ δὲ παρηκολούθηκας ἀριθμῶν μου τὰ δυστυχήματα. Καὶ τότε μου πληρῶσαι τὸν τάφον θέλεις, ὅτε τὸν οἶκον ἐκένωσας. Θάψαι μου βούλει τὸν παῖδα; Καλῆς γε (οὐ γάρ;) μοι φιλοτησίας παρεχώρησας. Ἐμὲ δὲ ἄφες στένειν τὰς συμφοράς. Σὺ καὶ θάψον, εἰ θέλεις, τὸν ἀνῃρημένον, καὶ δὸς αὐτῷ φέρειν ἀντὶ τῶν ἐνταφίων τὰ σπάργανα. Αἱ σαὶ χεῖρές εἰσι τοιαύτης ταφῆς ἐπάξιαι. Πόθεν δὲ καὶ τὴν ἐκφορὰν ποιήσομαι; Ἀπὸ τῆς ἑστίας; Καὶ ποῖον ὄρυγμα τῆς δυστυχοῦς ἐκείνης στυγνότερον; Περὶ αὐτὴν δυστυχῆ σώματα, καὶ φοβερὸν αἷμα κατὰ πᾶν μέρος ἐκκέχυται, καὶ πολὺς φόνος ἐν μέσῳ κατηφὲς θέαμα πρόκειται. Περικάθηται ταύτην ποινῶν καὶ δαιμόνων καὶ ἀλαστόρων στρατόπεδον. Νυνὶ δέ, ὢ τῆς ὑπερβολῆς, ὢ τῆς ὑπερηφανίας τῶν κακῶν· πατὴρ ὡπλίσθη κατὰ παιδός, μητὴρ εἰς μῖξιν ἀθέμιτον παιδὸς βεβίασται. Ἀλλ' ὦ πολέμου καὶ λοιμοῦ καὶ τυραννίδος ἐχθρὲ βαρύτερε, ἀλλ' ὦ τῆς πατρίδος πλέον ἢ τῆς πολιτείας τῆς ἡμετέρας πολέμιε, οἵας ἀνθ' οἵων ἐκτίνεις τῇ πόλει ταύτας τὰς χάριτας. Ἀντὶ προεδρίας, ἀντὶ τιμῶν, ἀνθ' ὧν ἀνάξιον ὄντα σε τοσούτων πολλάκις καὶ τηλικούτων ἠξίωσεν, ἐκδέδωκας αὐτὴν τῇ σκηνῇ, καὶ τραγῳδῶν πεποίηκας τὴν πόλιν ἡμῶν ἀγώνισμα, καὶ ἡ μὲν ἐμὴ συμφορὰ τῷ βίῳ τῷ ἐμῷ περιγραφήσεται, τὸ μίασμα δὲ καὶ ὁ σὸς τρόπος τῷ τῆς πόλεως βίῳ συνεκταθήσεται. Σὺ δὲ λέγε καὶ γράφε καὶ νομοθέτει καὶ πρέσβευε. Καὶ πρῶτον, εἰ θέλεις, τοῦτον τὸν νόμον εἰσένεγκε μὴ λέγειν ἔτι τοῦ λοιποῦ πένητα· τολμήσαντι δὲ τίμημα ἐπικεῖσθαι τοῦ γένους γίνεσθαι δήμιον. Μᾶλλον δὲ (τί γάρ σοι δεῖ ῥημάτων ἔτι καὶ συλλαβῶν;) ἐναργέστερόν σοι διὰ τῆς ἐμῆς συμφορᾶς ὁ νόμος γέγραπται· ἀποτετείχισταί σοι λαμπρῶς τὸ βῆμα, καὶ πᾶσα πένητος ἐκκέκοπται γλῶττα τῷ παραδείγματι. Λέγε μόνος, πολιτεύου μόνος· ἀντερεῖ δὲ οὐδείς. Τυχὸν δὲ ἴσως οὐδὲ μικρολογήσεις λοιπόν, οὐδὲ ὁριεῖς τὴν δυναστείαν ἄχρι τοῦ βήματος. Σκηνῆς ὑψηλοτέρας τῶν ἐνταῦθα τάχα δεήσει σοι καὶ δραμάτων οὐκ ἐχόντων τὴν τραγῳδίαν ἀπόρρητον. Ἵνα δὲ πλέον φοβήσῃς ἅπαντας, μίμησαι καὶ γράφε τὸ πάθος, καὶ δὸς ἐν εἰκόνι τὴν συμφοράν. Χαλεπὸν εὑρεῖν τέχνην οἵαν τε οὖσαν ὑποκρίνασθαι πράγματος φύσιν οὕτως ἀλλόκοτον. Πλὴν ἀλλὰ τῷ πλουσίῳ τῶν πάντων οὐδὲν ἀτόλμητον. Ἔστω μὲν ἔκ τινος Ποινῆς λειμώνων καὶ Ἐρινύων τὰ φάρμακα· ὑποκείσθω δὲ ὁ πίναξ τῇ γραφῇ ἐξ ἐπαράτου ποθὲν καὶ ἐναγοῦς ὕλης γενόμενος· πῦρ δὲ ὑπηρετείσθω τῇ γραφῇ, οἷον ἀνάπτειν πεφύκασι τιμωροὶ τοιούτων θανάτων δαίμονες. Ζήτησον δὲ καὶ ζωγράφον τραγικὸν μὲν τὴν χεῖρα, τὴν δὲ ψυχὴν τραγικώτερον. 243.α Κέλευε δὲ αὐτῷ τὴν τάξιν τῶν ἐμῶν ἀτυχημάτων 389

τάξιν ποιεῖσθαι καὶ τῆς γραφῆς, μηδὲν δὲ γράφειν πρὸ τῆς ἐκθέσεως, μὴ λέγοντα, μὴ δημηγοροῦντα, μὴ στεφανούμενον, μή τι τῶν εὐτυχεστέρων ἕτερον· ὅλη γενέσθω μεστὴ τῆς σκυθρωποτέρας τύχης ἡ γραφή. Ὁ δυστυχὴς πρῶτος ἔστω πατήρ, φέρων εἰς τὴν ἐρημίαν ταῖς ἑαυτοῦ χερσὶ τὸ βρέφος, ὀδυρόμενος τὴν τύχην, θρηνῶν τὴν συμφοράν, ἐξιών, ἀναστρέφων, τιθείς, ἀναιρούμενος, εἴκων τῇ φύσει, τῆς ἀνάγκης πάλιν ἡττώμενος. Μιμησάσθω καὶ λόγους (εἰ δυνατόν) ἡ γραφὴ διὰ προσώπου στυγνάζοντος, καὶ πᾶς τις τῶν ῥημάτων ἀκουσάτω διὰ τοῦ σχήματος. Γράφε μετὰ τοῦτο τοὺς καλοὺς ἔρωτας, μᾶλλον δὲ μὴ καταψεύσῃ μου κἀν τῇ γραφῇ τοῦ παιδός· ποίησον ὀκνοῦντα, μέλλοντα χωροῦντα πρὸς τὴν πρᾶξιν, ἀναδυόμενον, ἰλιγγιῶντα μὲν τῇ ψυχῇ, τῷ φόβῳ δὲ βιαζόμενον, δεδιότα μὲν τὴν μοιχείαν, οὔπω δὲ συνιέντα ὅτι καὶ κατὰ μητρὸς ἀναγκάζεται. Ἔστω που καὶ δυστυχὴς πρεσβύτις, εἰ θέλεις· γράψον αὐτὴν ἐρῶσαν, ἀλλὰ μετὰ τῆς ῥυτίδος, ἀλλὰ μετὰ τῆς κόμης τῆς πολιᾶς, ἵνα μᾶλλον ἐκπλήξῃς τῷ παραλόγῳ τοῦ δράματος. Ἐλθὲ λοιπὸν ἐπὶ τὸ κεφάλαιον τῆς γραφῆς· ὅπλισον τὸν δυστυχῆ πένητα κατὰ τῶν φιλτάτων, καὶ τοσαῦτα μίμησαι πράγματα, ὁπόσα ἐμπλήσει τὴν σὴν ἀπανθρωπίαν πλαττόμενα. Πρόσθες ἤδη λοιπὸν τὸν κολοφῶνα τοῦ δράματος, σαυτὸν τοῖς φόνοις μετὰ τῶν γνωρισμάτων ἐπιφαινόμενον, μειδιῶντα, φαιδρόν, τοῖς κατωρθωμένοις γανύμενον. Τήρησον πρὸς θεῶν κἀμοί τι μέρος τοῦ πίνακος, ἵνα μή τις ἐπιζητήσῃ· Ποῦ δὲ ὁ δυστυχὴς πένης; Πῶς ἔζη; Πῶς ἐβίω μετὰ τοιαύτας συμφοράς; Ἀλλ' οὐ πάντα χαιρήσῃ, πλούσιε. Δεῖ γενέσθαι καί σε μέρος τοῦ δράματος· οὐδεὶς οἶδεν ὑψηλὴν τραγῳδίαν, ὅπου μὴ πίπτουσι τύραννοι. Ἐκ τῆς ἐπιγραφομένης μελέτης Μετὰ τὰ Μη δικὰ ἐψηφίσαντο Ἀθηναῖοι πρὸς τοὺς βαρβά ρους πόλεμον. Πυθόμενος ὁ βασιλεὺς ὑπέσχετο τὰ λελυμασμένα ἐπανορθώσασθαι, εἰ τὸν πό λεμον καταλύσειαν. Βουλομένων αὐτῶν Θεμισ τοκλῆς ἀντιλέγει. Αὐτὸ τὸ προοίμιον. Οὔπω τῆς πείρας, ὡς ἔοικεν, ὦ Ἀθηναῖοι, τῆς καθ' ἡμῶν βασιλεὺς παύεται, καὶ ἀεὶ κρείττω τῆς ἑαυτοῦ τέχνης τὸν τρόπον εὑρίσκει τῆς πόλεως. Ἐγὼ δὲ οὐδὲν βασιλέα τοῖς αὐτοῖς αὖθις ἐπιχειρεῖν θαυμαστὸν οἴομαι· τοὺς γὰρ ἐν ἀπορίᾳ καθεστηκότας καὶ φόβοις οὐδὲν θαυμαστὸν μηδὲ ἀφ' ὧν διορθώσονται τὰς συμφορὰς εὑρίσκειν δύνασθαι. Καὶ τοῦτο μὲν οὐδαμῶς ἄτοπον· τοὺς δὲ ῥήτορας ἄν τις δικαίως μᾶλλον τοὺς παρ' ἡμῖν θαυμάσειεν, εἰ καιρὸν αὑτοῖς ἔτι τῆς παρ' ἡμῖν προδοσίας νομίζουσιν, ὅτε μηδὲ βασιλεὺς ἀρνεῖσθαι τὸ κρείττους εἶναι τῆς ἑαυτοῦ δυναστείας διέγνωκε· προσήκει δὲ καὶ ὑμᾶς μὴ χείρους ἐν κοινῷ τῆς ἑνὸς ἀνδρὸς γνώμης ἐλέγχεσθαι, ὡς ἔστιν ἄτοπον φιλοτιμεῖσθαι μὲν ἐπὶ τῷ τοὺς βαρβάρους τοῖς ὅπλοις νικᾶν, ἁλίσκεσθαι δὲ ἐλάττους ἐν τῷ βουλεύεσθαι. Ἤδη δὲ καὶ τὰς αὐτὰς ἠφίει φωνὰς ὑπὲρ τῶν ὅλων τοῖς θεοῖς, καὶ τὰ αὐτὰ τῷ Πυθίῳ περὶ τῶν τριήρων ἐδόξαζε. Τί πορθμοῖς ἐνοχλεῖς δι' ἐμέ; Τί δὲ ὄρη τέμνεις εἰς θάλασσαν; Τί καλύπτεις ἠπείρῳ τὸ ῥόθιον; Ἔασον ἑστᾶναι τὸν Ἄθω, καὶ μὴ πέμπε μοι διὰ τῶν ὀρῶν ἀλλὰ διὰ τοῦ ῥοθίου τὸν στόλον. Ἀλλ' εἰ καὶ τούτων ὀλίγον τινὰ ἐποιήσω λόγον, τῶν οὐρανίων ἀπέχου μοι, καὶ φεῖσαι τῆς ἄνω λήξεως· μή μοι νύκτα ποίει τὴν ἡμέραν τοῖς βέλεσι μηδ' ὑποτρεχέτω τὸν ἥλιον νέφος ἐκ τῶν βελῶν τῆς σῆς στρατιᾶς συγκείμενον. Ἀλλ' οὐδὲν ἐᾷς ἀκίνητον, ἵνα ἓν γένηται τῶν Μηδικῶν διηγημάτων ἡ πόλις ἡ Ἀθηναίων. Φοβερώτερος δὲ τῆς φήμης ἐπὶ τῆς πείρας φαινόμενος, νῦν μὲν ἐπὶ τῆς ἠπείρου τὰ θαύματα, νῦν δὲ μεταφέρων τὴν μεγαλουργίαν ἐπὶ τὴν θάλατταν, καὶ νῦν μὲν ἐπαφιεὶς τοῖς ποταμοῖς τὸ στράτευμα, νῦν δὲ ἡλίῳ τὰ βέλη, νῦν δὲ τῷ ῥοθίῳ τὰς μάστιγας. Ὄρος ἐπλεῖτο χειμαζόμενον, καὶ πορθμὸς ὅλος γεφυρωθεὶς ἐπεζεύετο. Ἄθως διὰ μέσου τριήρεις ἔπεμπε, καὶ τὴν ἵππον ὑπὲρ τοῦ ῥοθίου θέουσαν τὴν Μηδικὴν Ἑλλήσποντος. Εἰς τριακοσίους ἦν ὁπλίτας τὸ παρὰ Λακεδαιμονίοις ὄφελος, οἱ δὲ λοιποὶ τύχῃ τὸ γένος ἐμέριζον. Οὐ λέληθας ἡμᾶς ἄλλον δεινότερον ἐπάγων τοῦ προτέρου πόλεμον. Οὐκέτι χιλίας καὶ διακοσίας τριήρεις πληροῖς κατὰ τῆς 390

πόλεως, οὐδὲ ἀποκρύπτεις ἠπείρῳ τὸ ῥόθιον οὐδὲ στενοχωρεῖς στρατιώταις τὴν ἤπειρον, οὐδὲ τὰ στοιχεῖα πρὸς τὴν σαυτοῦ χρείαν καταναγκάζεις μετασκευάζεσθαι· οἶδας γὰρ ὡς πάντων ἐκείνων κρείττων ἐγενόμην μαχόμενος. Ἀπὸ Βαβυλῶνος προσβάλλεις τῇ 243.α πόλει, καὶ διὰ τῶν κηρύκων ἡμῖν ἐφίστης μηχανήματα, καὶ ταῖς πρεσβείαις διορύττεις τὴν ἐπὶ τῶν καλλίστων φιλοτιμίαν τῆς πόλεως, καὶ ταῦτα δωρεὰς ὀνομάζεις καὶ χάριτας. Μὴ πρὸς τροπαίων διὰ γῆς καὶ θαλάσσης ἐγηγερμένων ... Εἰ μὲν οὖν οἴεσθε δεῖν γράφειν μὲν ἃ χρὴ ποιεῖν, ἃ δ' ἂν γράψητε μὴ ποιεῖν, καὶ λαμπροὶ μὲν ἐπὶ τῶν ψηφισμάτων φαίνεσθαι, διὰ δὲ τῶν ἔργων οὐχ ὅμοιοι, καλῶς ἔχει. Ὁ μὲν γὰρ ἐν τῷ βουλεύεσθαί τι λαμπρός, τῷ μήπω δῆλος εἶναι ὅτι καὶ πράξειεν, οὔπω καθαρῶς τὴν εὐφημίαν κομίζεται, ἀλλ' ἔτι πρὸς τοὺς ἐπαίνους ἀμφίβολος· περιμένουσι γὰρ τὸ τέλος ἅπαντες, ἵνα τὴν γνώμην θαυμάσωσιν. Ὁ δ' οἷς ἔγνω καλῶς καὶ τὴν ἀπὸ τῶν ἔργων πεῖραν ἑλόμενος, ἐπ' ἀμφοτέροις θαυμάζεται, τὴν μὲν γνώμην, οἷς ἔκρινε, τὴν δὲ πρᾶξιν, οἷς οὐκ ἤλεγξε τὰ ψηφισθέντα τοῖς πράγμασιν. Ἡδέως δ' ἂν ἐροίμην τοὺς ἀντιλέγοντας, πότερον ἀντεῖπον ἡνίκα ἐκυροῦμεν τὸν πόλεμον, ἢ τὴν ἡσυχίαν ἄγοντες εἴκειν ἠξίουν τοῖς συμβουλεύουσιν; Εἰ μὲν γὰρ οὐκ ἀντεῖπον, οὐχ ἡμῖν μόνον ἀλλὰ καὶ σφίσιν αὐτοῖς τἀναντία διαπράττοντες φαίνονται, τούτοις ἐγκαλεῖν σπουδάζοντες, οἷς ὡς κάλλιστα ἔχουσι σιωπὴν ἐπεφήμιζον. Οὐ γάρ που δυσνοίᾳ γε φήσουσι τὸ συμφέρον ἑκόντες ἀποκρύψασθαι. Ἀλλὰ μὴν εἴ γε ἀντειπόντες ἡττήθησαν, πῶς οὐκ ἀναιδείας ὑπεύθυνοι τὰ αὐτὰ λέγειν ἐπιχειροῦντες δεύτερον, ἃ πρόσθεν εἰπεῖν τολμήσαντες ἥττους εἶναι τῶν ἀντιλεγόντων ἠλέγχθησαν; Καὶ μὴν εἴ γε λύσομεν ἃ κεκυρώκαμεν, οὐκ ἄδηλον δήπουθεν ὡς εὐχερείας τε ὁμοῦ καὶ ἀβουλίας ὄνειδος ἕξομεν, ἀβουλίας μὲν ὡς ἐν ἀρχῇ δέον εὑρεῖν τὸ συμφέρον ἀδυνατήσαντες, εὐχερείας δὲ ὡς ἀφ' ὧν ἐκρίναμεν ταχέως αὖθις μεταβαλλόμενοι. Καὶ οὔπω λέγω τὸ μεῖζον ἔγκλημα, ὅτι καὶ χρείας ἡττημένοι δόξομεν ἐθέλειν ἡμῶν αὐτῶν καταψηφίζεσθαι· ὅπερ (οἶμαι) καὶ ἀπαραίτητον ποιεῖ τὸ ἔγκλημα. Ἃ γὰρ καὶ χωρὶς τοιαύτης αἰτίας οὐκ ἀνεκτὸν ἡμαρτηκότας ἐλέγχεσθαι, πῶς οὐχ ἅπαξ ἀσύγγνωστον, ὅταν καὶ λήμματος ἀλλάττεσθαι τὴν ἀδοξίαν φαινώμεθα; Εἰ δέ τις τῶν συμμάχων τῆς πόλεως δωρεὰν παρὰ βασιλέως δεξάμενος λύειν ἐπεχείρει τὸ δόγμα τῆς πόλεως ἢ καταλύειν τὴν συμμαχίαν ἐτόλμησεν, ἆρ' οὐκ ἂν ὠργίσθητε καὶ δίκην ἀπῃτήσατε παρὰ τῶν ἀναιρεῖν ἐπιχειρούντων ἃ κεκυρώκατε; Ἐγὼ μὲν ἀκριβῶς οἶμαι. Εἶθ' ἑτέροις ἄν τι λῦσαι τῶν ὑμετέρων οὐ συγχωρήσαντες, αὐτοὶ τοῦτο ποιοῦντες ὀφθήσεσθε; Καὶ ἐφ' οἷς ἄλλου πράξαντος οὐκ ἂν ἠνέσχεσθε τὸ μὴ καὶ δίκας εἰσπράξασθαι, ταῦτα ἑκόντες αὐτοὶ πλημμελεῖν δόξετε; Καὶ μὴν ἅπαντα μὲν εὐλαβητέον ἐργάζεσθαι τὰ καὶ ὄντα πονηρὰ καὶ νομιζόμενα, ἐκεῖνα δὲ πλεῖον, ὧν αὐτός τις φθάσας κατέγνωκεν. Ἐφ' οἷς γάρ τις ἀγανακτῶν ὡς φαύλοις ἐπιδείκνυται, εἰ τὰ αὐτὰ πράττων ἁλίσκοιτο, φιλαπεχθήμων ὁμοῦ καὶ πονηρός· πονηρὸς μέν, οἷς ἃ μὴ χρὴ πράττων ἐλέγχεται, φιλαπεχθήμων δέ, ὅτι τούτων τοὺς πλησίον εἴργειν ζητεῖ, ἃ τῷ λόγῳ μισεῖν προσποιούμενος ἔργοις μεταδιώκων ἁλίσκεται. Λέγε μοι τὰ τῶν νομοθετῶν, εἰ βούλει, ῥήματα· ἀρίθμει μοι μετὰ τούτων, εἰ θέλεις, καὶ τὰ τῆς πόλεως τρόπαια· νόμους γὰρ ἐγὼ πολεμικοὺς ὀνομάζω τὰ τῆς πόλεως κατορθώματα. Τί νῦν ἐν ἅπασι τούτοις διεσπούδασται; Μὴ σπένδεσθαι βαρβάροις, μισεῖν τὸ γένος ὡς ἀλιτήριον, ἀδιάλλακτον ἡγεῖσθαι τὸν πρὸς ἀλλήλους πόλεμον. Καὶ μάλα εἰκότως· οὓς γὰρ τῇ φύσει πολεμίους ἐνόμιζον, παρὰ τούτων ἀεί τι κακὸν προσδοκήσαντες νόμῳ τὸ μὴ παθεῖν ἐφυλάξαντο, μέγιστον εἶναι τῆς πόλεως φυλακτήριον τὴν ἀπιστίαν τὴν πρὸς αὐτοὺς ἡγησάμενοι. Εἰώθασι γὰρ οἱ πονηροὶ τῶν ἀνθρώπων καὶ πρὸς πλεονεξίαν τὰ πάντα βλέποντες πλείονα κερδαίνειν ἐπὶ φιλίας προσχήματι τῶν ὅτε φανερῶς ὡμολόγουν τὸν πόλεμον. Ψηφίσματα γὰρ Ἀθηναίων ἐγὼ καλῶ τὰ τοῦ θείου Πυθίου μαντεύματα. Πολέμιος ὁ Πέρσης οὐ καθ' 391

ἕνα καιρὸν οὐδὲ χρόνον, οὐδὲ παρ' αὐτὴν μόνην τὴν τοῦ πολέμου καταβολήν, ἀλλ' εἰς πάντα τὸν βίον τῆς πόλεως. Εἰ γὰρ Πλαταιὰς μόνας κατέσκαψε, καὶ δῆμον εἰς τοὺς ὑπὲρ τῆς ἐλευθερίας πολέμους αὐτόκλητον ἐποίησεν ἄπολιν. Οὐ γὰρ ἃ πέπονθε βασιλεύς, ταῦτα διαλογιζομένους ἐκεῖνον ἀπαλλάττειν τῆς μέμψεως δεῖ, ἀλλ' ἅπερ ἂν κρατήσας ἔδρασεν ἐν νῷ λαβόντας, πᾶσαν ἥττω νομίζειν δίκην τῆς ἀξίας κομίζεσθαι. Οὐδὲ δίκαιον τὰ αὐτὰ μὴ δρᾶσαι κρατήσαντας, ἅπερ ἡτ τηθέντες ὑπὸ τῶν κεκρατηκότων ἂν ἐπάθομεν. Ὁ γάρ, πρὶν ἀνενεγκεῖν αὖθις τοὺς ἐναντίους ἀφ' ὧν ἐσφάλησαν ἐπεξιὼν καὶ τιμωρούμενος, οὐδὲ ἐκείνοις καιρὸν ἐπὶ τῆς ἀμύνης ἐνδίδωσι, καὶ πᾶσαν ἑαυτῷ προξενεῖ τοῦ μήτι παθεῖν ἀσφάλειαν, οἷς κατὰ καιρὸν ἐπέξεισι, 243.α τούτοις περιγράφων ἅπασαν τὴν ἐν ὑστέρῳ παρὰ τῶν πεπονθότων ἐπίδοσιν. Καί φασι· δωρεὰς τῷ δήμῳ βασιλεὺς πέπομφε. Κυρσίλου μοι λέγεις ῥήματα, καὶ πονηρᾶς εἶ δημηγορίας διάδοχος, καὶ ταῦτα λέγειν ἐν Ἀθήναις ἐπικεχείρηκας, ἐφ' οἷς τῷ προειπόντι τάφον ἐποιήσαμεν τὸν τόπον ἐφ' οὗπερ εἱστήκει φθεγγόμενος. Ἀδήλου δὲ ὄντος τίνα τρόπον ἡ ναυμαχία κριθήσεται, οὐ δὴ καλόν, ἀφ' ὧν εὐδοκιμοῦντες φαινόμεθα καὶ μεθ' ὧν ἐπιτηδευμάτων διαγεγόναμεν, ἄκυρα ποιεῖν ἐπὶ τοῦ παρόντος βουλεύεσθαι. Οἷς μὲν γὰρ ἐξ ἀρχῆς ὀλίγος τῆς ἀρετῆς λόγος, οὐ μέγας τούτοις οὐδὲ σφαλεῖσιν ὁ κίνδυνος· οἷς δὲ τοσαῦτα καὶ τηλικαῦτα παραδείγματα τῆς ἀρετῆς ἕστηκε, τίς συγγνώμη παρὰ τοῖς ἔξωθεν, εἰ τοῖς τελευταίοις ἀφανίζοντες τὴν ἔμπροσθεν δόξαν ἐλέγχοιντο; Πᾶς γὰρ ἐμοὶ Ξέρξου πρὸς δωρεὰν καὶ χάριν ἐγγύτερος. Ἔτι τοίνυν, εἰ μὲν προῖκα παρεῖχε τὴν δωρεάν, ἦν ἄν τις λόγος ἴσως τοῖς βασιλεῖ συναγορεύουσι· καίτοι γε οὐδὲ τοῦτο τῶν Ἀθηναίων ἄξιον. Εἰ δ' ἀνταιτεῖ χάριν παρὰ τῆς πόλεως, εὔδηλον δήπουθεν ὡς οἷς παρ' ἡμῶν ἀντ' ἐκείνων τυχεῖν ἐσπούδασε, τούτοις ἐπιδείκνυσι μηδὲν αὐτὸς χαριζόμενος. Εἰ δὲ ἁπλῶς διδόντος λαβεῖν οὐκ εὔλογον, πῶς οὐ πλέον, ὅτε μηδὲ προῖκα τὴν δωρεὰν ἀλλ' ἐπ' ἀντιδόσει τοσαύτῃ, ᾗ καὶ αὐτὸς δῆλός ἐστιν ἃ δίδωσιν ὁμολογῶν ἀνταλλάξασθαι. Φέρε δὴ καὶ αὐτὰς τὰς ὑποσχέσεις σκεψώμεθα. Ἀντικαταστήσω (φησίν) οἷς ἐλυμηνάμην κατὰ τὸν πόλεμον. Αὐτήν μοι λέγεις τοῦ πολέμου τὴν πρόφασιν, καὶ μάχης μᾶλλον ἢ διαλλαγῆς μοι ἀναγινώσκεις συνθήματα, καὶ λανθάνεις οἷς διαλλάξει βασιλεῖ τὴν πόλιν ἐσπούδακας, τούτοις ἡμᾶς ἐγείρων πλέον ἐπὶ τὸν πόλεμον. Ὢ τῶν ἀνομοίων ῥημάτων· λυμεῶνά μοι τὸν αὐτὸν προσαγορεύεις καὶ φίλον, αὐτόχειρα καὶ πάλιν ἔνσπονδον. Καὶ τὴν αὐτὴν ἀναγινώσκεις ἐπιστολὴν μεστὴν ἀδικημάτων καὶ δωρεῶν, μιγνὺς τὰ ἄμικτα· πάθη, [δωρεάς], χάριτας, συμφοράς, βαρβάρους, Ἕλληνας· καὶ τῷ μὲν δοκεῖν σπουδάζεις ὑπὲρ τῆς πόλεως, τὸ δ' ἀληθές, βασιλεῖ ποιεῖς φιλοτιμίας ὑπόθεσιν τὸ πτῶμα τῆς πόλεως. Τί οὖν οὐκ ἐπὶ τὰς τριήρεις ἴμεν, ἀλλ' ἀνεχόμεθα προφέροντος ἡμῖν βασιλέως τὴν πόρθησιν; Ἐπολυπραγμόνησέ μου Ξέρξης τὰ διηγήματα, ὥσπερ καὶ τοῖς ἐγκωμίοις πολεμῆσαι θέλων τῆς πόλεως. Εἰ μὲν οὖν παρ' ἑτέρου μὲν ἦν τὸ ἀδίκημα, παρ' ἑτέρου δὲ ἡ χάρις, τῷ μὲν ἐχρῆν ὡς πολεμίῳ χρῆσθαι, τὸν δὲ ὡς εὐεργέτην ἀμείβεσθαι. Εἰ δὲ ὁ αὐτὸς ἀμφότερα, τί μᾶλλον εἰδέναι χάριν ἀνθ' ὧν ὑπισχνεῖται προσῆκεν ἢ τιμωρίαν ἀπαιτεῖν ἐφ' οἷς ἀδικῶν ἐλέγχεται; Τίνα δὲ καὶ τὰ λελυμασμένα καλεῖ; Ἀφοσιοῦται γὰρ καὶ διὰ τῶν γραμμάτων τὴν χάριν. Τὰς Ἀθήνας πάντως ἀνοικιεῖν ἐπαγγέλλεται· τοῦτο γὰρ ὑπαινίττεται δήπου, κἂν μὴ τολμᾷ φανερῶς ὀνομάζειν τῷ ῥήματι. Ἀθήνας ἀνοικιῶ, φησί. Σὺ τὴν τῆς Ἀθηνᾶς πόλιν; Σὺ τὴν Θησέως καὶ Κέκροπος; Εἶτα σιωπηθήσονται Ἐριχθόνιοι καὶ Κέκροπες, ἔτι δὲ Θησεῖς καὶ Κόδροι; Πάντα δὲ ἔσται Ξέρξης τῇ πόλει, οἰκιστής, ἀρχηγέτης, τῶν ἐπαίνων, τῶν ἐγκω μίων ὑπόθεσις; Οἴμοι τῶν κακῶν· ἡττημένος μου Ξέρξης λαμβάνει τὴν πόλιν. Τί δ' ἂν καὶ ἡμᾶς αὐτοὺς κατὰ τῶν Ἑλλήνων συστρατεύεσθαι κελεύῃ; Οὐ γὰρ εἶναι δίκαιον τῷ τοσαύτην ἐνδεικνυμένῳ περὶ τὴν πόλιν μεγαλοψυχίαν μὴ πάντα τρόπον συναγωνίζεσθαι. Καλάς γε (οὐ γάρ;) τότε καὶ τῶν 392

τροπαίων ἀξίας τῶν ἐγηγερμένων τὰς παρατάξεις παραταξόμεθα, ὑπὸ Ξέρξῃ στρατηγῷ τοὺς κατὰ τῶν ὁμοφύλων πολέμους ἐκφέροντες. Δι' οὓς ὤφθη Πέρσαις ἀντὶ νικηφόρου σχῆμα δραπέτου καὶ φυγάδος περικείμενος, τούτοις πόλιν οἰκίζειν, τούτους εὐεργετεῖν ἀνέξεται; Εἰ μὲν γὰρ εὐθὺς ἀναμάχεσθαι τοῖς ὅπλοις τὴν ἧτταν ἐπίστευεν, ἐστράτευσεν ἄν, οὐκ ἐπρεσβεύετο· ἐπεὶ δὲ ἀπογινώσκει τῶν δυνάμεων, τὴν ἀπάτην τέως ἀντὶ τῶν ὅπλων προβέβληται. Ἔτι τοίνυν καὶ διαβάλλειν πρὸς τοὺς Ἕλληνας τὴν πόλιν ἐσπούδασεν, ἵνα ἐρήμους τῆς παρ' ἐκείνων συμμαχίας ἐργασάμενος πρὸς μόνους ἡμᾶς ὕστερον ἐξενέγκῃ τὸν πόλεμον. Καὶ μὴν ἐξ αὐτῶν τῶν ῥημάτων δῆλός ἐστι πρὸς τὴν δωρεὰν ἀφοσιούμενος. Τοῦ μὲν γὰρ ἀνοικίσαι τὴν πόλιν τὴν ἡμετέραν θέλοντος ἔργον ἦν αὐτὸ τοῦτο σαφῶς ἐγγράψαι τοῖς γράμμασιν· ὁ δὲ τοῦτο μὲν οὐκ εἰπών, ἁπλῶς δὲ ἀντικαταστῆσαι φήσας οἷς ἐλυμήνατο κατὰ τὸν πόλεμον, τῇ τοῦ προσρήματος ἀμφιβολίᾳ καλῶς ὃ κακουργεῖ διὰ τῶν γραμμάτων δεδήλωκε. Τί δὲ ἦν τῆς πόλεως τῆς ἡμετέρας τὸ ἐπίσημον; Σεμνότης οἰκοδομημάτων, πανταχοῦ τῆς ἀρχαίας ἀρετῆς ὑπομνήματα, ὁ παρὰ τῆς φύσεως κόσμος μεῖζον τοῦ παρὰ τῆς τέχνης προστιθεὶς τῇ πόλει τὸ κάλλος. Οἵα μὲν ἰδεῖν ἀκρόπολις, οἷον ἄλλο θεῶν 243.α μετ' οὐρανὸν ἐνδιαίτημα. Οἷος δὲ ὁ τῆς Πολιάδος νεώς, καὶ τὸ πλησίον τὸ Ποσειδῶνος τέμενος. Συνήψαμεν γὰρ διὰ τῶν ἀνακτόρων τοὺς θεοὺς ἀλλήλοις μετὰ τὴν ἅμιλλαν. Οὐ λαμβάνω παρὰ ἀνδρὸς τὸν τελετῆς τόπον ὃν εἴργει τῆς τελετῆς τῆς ἡμετέρας τὸ κήρυγμα. Τίς ἀναστήσει τοὺς ἄνδρας, οὓς ἀπολώλεκε; Τίς τὰ σώματα τῶν πεσόντων, οἷς οὗτος κατὰ τοὺς πολέμους λελύμανται; Ἄνδρες γάρ (φησίν) αἱ πόλεις, οὐκ οἰκοδομήματα. Εἰ δὲ τὰ λελυμασμένα ἡμῖν ἀποδώσειν ἐπαγγέλλεται, τούτων δὲ τὰ μὲν οὐδ' ὅλως ἐγχωρεῖ λαβεῖν, τὰ δὲ τοῖς διεφθαρμένοις οὐχ ὅμοια, πῶς οὐκ ἀδύνατος ἐλέγχεται τοῖς πᾶσιν ἡ περὶ τούτων ὑπόσχεσις; Οὐκ ἤνεγκαν οὐδὲ τριακοσίους ἐκεῖνοι Λακεδαιμονίων ἐν Πύλαις, ἀλλ' ἐν ὀφθαλμοῖς βασιλέως ἔπιπτον αἱ τοσαῦται μυριάδες πρὸς ἕνα λόχον ὑπὸ μαστίγων παραταττομέναι. Αὐτὸς ἡμᾶς ἐπὶ τὴν Ἀσίαν καλεῖ βασιλεύς, οἷς παραιτεῖται τὰς μάχας, τούτοις ἀκίνδυνον εἶναι τὸν πρὸς αὐτὸν δεικνύων πόλεμον. Λόχος εἷς πρὸς ὅλην τὴν Ἀσίαν παραταττόμενος καὶ τριακόσιοι Σπαρτιᾶται κλείοντες πρότερον μὲν τοῖς ὅπλοις ὕστερον δὲ τῷ θανάτῳ τὰς Πύλας. Σεμνότερον ἠγείρατε τροπαίου τὸ πολυάνδριον. Ἐγὼ καὶ ὑπὲρ Θηβαίων ἀπαιτῆσαι δίκας ἐσπούδακα. Δῆμος Ἕλλην διὰ Πέρσας τοῦ κοινοῦ γένους προδοσίαν κατέγνωσται, καὶ πόλις ἐμὴ Περσικὸν ἐδέξατο κατὰ τῶν Ἑλλήνων στρατόπεδον. Κέρδος οὐκ Ἀθηναίων μόνον, ἀλλὰ καὶ κοινὸν τῶν Ἑλλήνων ἁπάντων, Πέρσαι νικώμενοι. Εἴθε καὶ εἰς Πύλας ἀπηντήσαμεν· τρόπαιον ἂν ἐδείκνυσαν νῦν ἀντὶ τοῦ τάφου Λακεδαιμόνιοι. Ἐπὶ Ξέρξην καλῶ, ἐπὶ Ξέρξην, Ἄπολλον, τὸν μέχρι τῶν ἀδύτων στρατεύσαντα, τὸν τοῖς ἱεροῖς σου τρίποσι τὸ πῦρ προσάγειν φιλονεικήσαντα, δι' ὃν ἐκίνησας φάσματα. Δοῦναι θέλω καὶ τοῖς χωρίοις ἀπὸ τῶν ἐμῶν κατορθωμάτων ὀνόματα, καὶ τὰ πελάγη καὶ τοὺς ποταμοὺς ἀπὸ τῶν ἐμῶν τροπαίων μᾶλλον ἢ τῶν ἀρχαίων ὀνομάτων προσαγορεύεσθαι. Πότε οὖν ἢ πόθεν ἀνοικιοῦμεν τὴν πόλιν; ὑπέκρουσέ τις. Ποίαν γὰρ ἐπιζητεῖς ἔτι πόλιν, τὰς τριήρεις ἔχων, τῆς νέας πόλεως οἰκιστὴν ἔχων τὸν Πύθιον; Προβάλλεται δὲ αὑτῆς ἀντὶ μὲν τειχῶν τὴν θάλασσαν, ἀντὶ δὲ πύργων τὰς νήσους, ἀντὶ δὲ κόσμου τὰ τρόπαια. Εἰ δὲ καὶ τοὺς ὅρους αὐτῆς ἐπιζητεῖς μαθεῖν, περίελθε κύκλῳ τῷ λογισμῷ τὴν οἰκουμένην ἅπασαν, καὶ γῆν ὅση βατή, καὶ θάλασσαν ὁπόση πλόϊμος· οὗτοι τῶν Ἀθηνῶν τῶν ἐπὶ Θεμιστοκλέους οἱ ὅροι. Ἀπαιτήσω Ξέρξην ἀντὶ τοῦ θαλλοῦ τῆς Ἀθηνᾶς τὴν πλάτανον, ἵνα δύο βλέπηται τῆς θεοῦ κατὰ τὴν ἀκρόπολιν τρόπαια, κατὰ μὲν Ποσειδῶνος ὁ θαλλός, κατὰ δὲ τῶν βαρβάρων ἡ πλάτανος. Ἐκ τοῦ πολεμαρχικοῦ· τὸ προοίμιον. Οὐ τοῖς ψέγουσι τὸν νόμον τῶν ἐπὶ τοῦ μνήματος εἰωθότων λέγειν, ἀλλὰ τοῖς ἐπαινοῦσι συνθήσομαι. Καὶ γὰρ ἄτοπον τὴν τοῦ λέγειν 393

ἐξουσίαν παρ' αὐτοῦ λαβόντας, κατ' αὐτοῦ τῇ παρὰ τοῦ λέγειν ἐξουσίᾳ χρῆσθαι. Τὸν γὰρ ἐκ τοῦ θανάτου φόβον ὁ νομοθέτης τῇ παρὰ τοῦ λόγου τιμῇ παραμυθούμενος, ἄοκνον πᾶσι τὴν τόλμαν τὴν ὑπὲρ τῶν κινδύνων καθίστησιν. Ἡ δὲ τῶν ἐγκωμίων ἀρχὴ τῷ μὲν δοκεῖν κοινὴ πρὸς ἅπαντας, τὸ δ' ἀληθὲς τῶν ἀνδρῶν τούτων ἐξαίρετος. Οἱ μὲν γὰρ τοὺς ἄλλους ἐπαινεῖν σπουδάζοντες, ἵνα τὸ γένος ὑμνήσωσιν, εἰς προγόνων τινὰς εὐφημίας τὴν τοῦ λέγειν φύσιν ἀναβιβάζουσιν, ἢ τὴν γῆν ὅθεν οἱ πρόγονοι τῶν ἐπαινουμένων ἐγένοντο. Πάντες γὰρ ἐπιεικῶς οἱ πρόγονοι τῶν πανταχοῦ θαυμαζομένων ἐπήλυδες. Οὐ μὴν καὶ κατὰ τούτων ὁ νόμος οὗτος νενίκηκεν, ἀλλ' ὁμοῦ τε Ἀθηναίους εἴρηκας, καὶ μετὰ τῆς ἐπωνυμίας δηλοῖς τοὺς αὐτόχθονας. Ἄοπλος ἦν ὁ βίος· ὅπλα τῶν κινδυνευόντων προὐβάλετο. Ἵππων χρῆσιν οὐκ ἠπίστατο· μερίζει πρώτη πρὸς ἄθλους καὶ πολέμου χρείαν τὴν ἵππων γένεσιν. Κριθείσης δὲ τῆς ἁμίλλης θαλλῷ τε καὶ κύματι, τῷ θαλλῷ τὴν ψῆφον τίθενται. Τῷ θαλλῷ δ' ὅταν εἴπω, τῇ θεῷ λέγω· Ἀθηνᾶς γάρ (οἶμαι) τὸ γνώρισμα. Ἀλλὰ γὰρ οὐχ ὅτι τις τοιοῦτον εἴπῃ χαλεπὸν εὑρεῖν, ἀλλ' ὅπως μὴ τούτοις ἑπόμενος πόρρω τῶν πράξεων γένηται, ἃς τοῦτο μὲν ὑπὲρ τῆς πόλεως οἱ τῶν τῇδε κειμένων πρόγονοι, τοῦτο δὲ ὑπὲρ τῆς ὅλης Ἑλλάδος ἤραντο, παῖδες πατέρας μιμούμενοι, καὶ διὰ πάσης ἡλικίας τε ὁμοῦ καὶ διαδοχῆς τοῦ γένους τὴν εὐψυχίαν καταβιβάζοντες. Ἡρακλείδας δὲ ὑποδεξάμενοι τὸν μὲν ὑβρίζοντα τῆς παρανομίας ἔπαυσαν, αὐτοὺς δὲ τὴν τύχην ἀμείψαντες βασιλέας Πελοποννήσου πάσης ἀντὶ φυγάδων εἰργάσαντο. Ἐκίνησε φθόνος ποτὲ κατὰ τῆς πόλεως Δωρικὸν ὁμοῦ καὶ Βοιώτιον καὶ προσέτι Χαλκιδέων τῶν ἀπ' Εὐβοίας ἐκ τρίτων πόλεμον. 243.α Πῶς οὖν ἅπασι τούτοις ἡ πόλις ἀντέστη; Ἔπιπτον Βοιωτοί, Δωριεῖς ἠγάπων σῳζόμενοι, Χαλκιδεῖς ἅπαντες ἤγοντο, τρία δὲ εἱστήκει τρόπαια. Τῶν δὲ τροπαίων τὸ τάχος ἐστὶ λαμπρότερον· τὸ γὰρ κατ' Εὐβοίας καὶ Βοιωτῶν μιᾶς ἦν ἡμέρας τὸ συναμφότερον. Ἀλλὰ γὰρ ἔοικα, πᾶσι τὸ μέρος ἀποδιδόναι τῆς εὐφημίας βουλόμενος τοῖς ἄνω χρόνοις ὑπὲρ τῆς πατρίδος καὶ παντὸς τοῦ γένους κατὰ τὰς μάχας πρωτεύσασιν, οὔτε τούτοις τὴν ἀξίαν τηρεῖν τῷ τὸ μέγεθος τῶν πράξεων ἐν τῷ τῶν λόγων τάχει συγκρύπτεσθαι, καὶ μήπω τούτων προσάπτεσθαι, ὧν ἡ τῶν ἀκροωμένων προσδοκία ζητοῦσα πάλαι τὸν ἔπαινον ἀσχάλλειν ἔοικεν ὅτι μήπω τῆς ἐπιθυμίας ἐμπίπλαται. Οὐκοῦν ἐπὶ ταῦτα ἤδη ἰτέον τῷ λόγῳ. Τὸ δὲ ἐξ ἀνάγκης ἀπολείπεσθαι μέλλειν τῶν πράξεων, ὅτι κοινὸν ἁπάντων, οὐδενὸς ἂν εἴη δίκαιον ἔγκλημα. Πέρσαι κλῆρον ἕνα τὴν ὑφ' ἡλίῳ πᾶσαν δεῖξαι τοῖς ὅπλοις βουλόμενοι, μικρῷ μέρει τῷ πρὸς ἑσπέραν πληρῶσαι τὴν ἐπιθυμίαν ἀπείργοντο. Ὡς δ' ἀφεθεὶς ἀπ' Ἰωνίας ὁ στόλος, καὶ πάλιν ἀποκρύψας πλήθει νεῶν τὸ φαινόμενον, περὶ τὰς νήσους τὰς κατ' Αἰγαῖον ἐσχίζετο, τὴν μὲν Ναξίων πόλιν πρὸς τὴν θάλατταν εὐθὺς μερίζεται, τῇ μὲν ἀφεὶς μετὰ τῆς ἐπωνυμίας τοὔδαφος, αὐτὸς δὲ τὸ γένος εἰς τὰς τριήρεις ἐνθέμενος· τὸν δὲ Ἐρετριέων δῆμον ὅπλων μὲν οὐκ ἠξίωσαν, ἐλάττονα Περσικοῦ πολέμου τὴν τύχην αὐτῶν νομίσαντες, χειρὶ δὲ χεῖρα πάντες ἀλλήλων συνέχοντες σαγηνείας εἰκόνα τὴν Ἐρετριέων ἔδειξαν πόρθησιν. Ἐπεὶ δὲ καὶ Μαραθῶνος ἥψαντο, τὰ μὲν τῶν ἐλπίδων ἠφάνιστο, ἐγνώρισαν δὲ καλῶς διὰ τῆς πείρας μαθόντες ὅσον τὸ μέσον Ἐρετριέων καὶ τῆς ἡμετέρας πόλεως. Τότε τις καὶ κατὰ τριήρους ὅλης ναυτικὸς στρατιώτης ἐτόλ μησεν· ἐπιδραμὼν γὰρ τοῖς φεύγουσιν εἰς τὴν θάλασσαν, Φοινίσσης νεὼς λαμβάνεται, κρείττονα δεξιὰν ἔχειν τριήρους ὅλης οἰόμενος. Δείσαντες δὲ ὑπὲρ τῆς τριήρους οἱ βάρβαροι, μὴ δεξιᾶς Ἀττικῆς γένηται λάφυρον, πελέκει τὴν χεῖρα μερίζουσιν. Ὁ δὲ πληγεὶς ἔκειτο τῆς μὲν χειρὸς ἀφαιρεθείσης, τῆς δὲ τριήρους ἐχόμενος. Ὦ πρῶτοι τὴν Περσῶν τύχην ἐλέγξαντες· ὦ κρείττους τῆς ἀνθρωπίνης φύσεως νίκας νικήσαντες· ὦ μετὰ διηγημάτων πεσόντες, ἃ μήτε πρὸ ὑμῶν μήτε μεθ' ὑμᾶς ὁ χρόνος ἤνεγκεν· ὦ σεμνότερον τροπαίου τάφον κτησάμενοι· ὦ τὸ Μαραθῶνος ὄνομα τοῖς ἡλίου δρόμοις συναποτείνοντες· Μαραθὼν μὲν ἔχει τὰ 394

σώματα, τὰς δὲ ψυχὰς οἱ συστρατιῶται θεοί, γῆ δὲ τὸ κλέος καὶ θάλαττα. Θυμουμένου δὲ τοῦ Ξέρξου κατὰ τῆς πόλεως οὐδὲν τῶν πάντων ἡσύχαζεν, ἀλλὰ πᾶν αὐτῷ συνεκινεῖτο καὶ συνεσείετο, καθάπερ Ποσειδῶνος αὐτοῦ τινάσσοντος γῆν ὁμοῦ πᾶσαν καὶ θάλασσαν. Γῆ δὲ καὶ θάλαττα τὴν ἀλλήλων φύσιν ἠλλάττοντο. Τοῖς μὲν πορθμοῖς ἐπετίθει τὴν ἤπειρον, τὰς δὲ Φοινίσσας διὰ τῶν ἰσθμῶν ἔπεμπεν. Ὤφθη τότε πάσης ἐλπίδος κρείττονα θαύματα, ἵππος καθ' Ἑλλησπόντου Μηδική, καὶ δι' Ἄθω μέσου στόλος τριήρων πεμπόμενος. Ἀπείχετο δὲ Ξέρξης οὐδὲ οὐρανοῦ τοῖς τολμήμασιν, ἀλλὰ μετῄει καὶ μετεπήδα τοῖς θαύμασιν ἀπὸ θαλάσσης ἐπ' ἤπειρον, ἀπὸ γῆς ἐπ' οὐρανὸν ἐκεῖθεν καὶ ἐπὶ τὸν ἥλιον· τοῦ μὲν γὰρ τοξεύων τὸ φῶς ἀπέκρυπτε, τῆς δὲ πλέων τὴν φύσιν ἤμειβε, τῆς δὲ πεζεύων τὴν χρείαν ἤλεγχε. Καὶ σιωπῶ πελάγη ὑπὸ τριήρων κρυπτόμενα, στρατόπεδα τῆς ἀριθμοῦ φύσεως κρείττονα, ἔθνη δὲ δείπνων δαπάνης ἥττονα, βασιλέα δὲ πανταχοῦ μὲν ὄντα τῷ φόβῳ, οὗ δὲ γῆς εἴη, διὰ τὸ πλῆθος λανθάνοντα. Τοσούτου τοίνυν θορύβου γῆς διὰ πάσης ἠχήσαντος, καὶ κρινομένων ἐπὶ τῆς Ἑλλάδος τῶν ὅλων, οἱ μὲν ἄλλοι σύμπαντες τοσοῦτον ἐν τοῖς δεινοῖς κερδαίνειν ᾤοντο ὅσον ἀπεῖναι Πέρσας τῶν πόλεων. Οὐ μὴν καὶ ἡ πόλις εἶξε βασιλεῖ τὰ πάντα σείοντι, οὐδὲ φόβῳ τῆς φήμης αἰσχρόν τι καὶ πρὸ τῆς πείρας ἐβούλευσεν, ἀλλ' ἀπὸ τῆς πρεσβείας πρώτης κρείττων βασιλέως ἐγίγνετο. Ὁ μὲν τὰ τῆς δουλείας ἀπῄτει σύμβολα, οἱ δὲ τὰ τῆς ἐλευθερίας ἀντέπεμπον· ἦν γὰρ θάνατος ἡ τῆς πρεσβείας ἀντίδοσις. Ἐφόβει δὲ αὐτοὺς οὐδὲν τῶν ἁπάντων, οὐδὲ ἐποίει τῆς ἀρετῆς ἐπιλανθάνεσθαι, οὐ Λακεδαιμόνιοι πίπτοντες καὶ τοσοῦτον συντελοῦντες τοῖς Ἕλλησιν ὅσον ἀνδρείως ὑπὲρ θανάτου βουλεύσασθαι, οὐ μαστιζόμενα κύματα καὶ κολαζόμενα πνεύματα καὶ τρυφῶν βάρβαρος κατὰ τῆς φύσεως. Ὦ μείζονα Ξέρξου τολμήσαντες· ὦ ψυχὰς στοιχείων βεβαιοτέρας ἐπιδειξάμενοι· ὦ τοῖς Περσῶν τοξεύμασιν οὐ καλυφθέντες τὸ φρόνημα· ὦ δύο τροπαίοις δεκαετῆ στόλον ἐλέγξαντες. Ὑμεῖς τὸν ἐπὶ πᾶσαν ἰόντα γῆν καὶ θάλασσαν ἀγαπητῶς κλέψαι τὴν σωτηρίαν κατηναγκάσατε. Ὦ μόνοι δείξαντες ἀνθρώποις 243.α ἅπασιν ὅτι πᾶσα χεὶρ ὑπ' ἀρετῆς ἐλέγχεται. Ἀλλὰ κἂν ταῦτα σιγῇ παρέλθωμεν, κἂν τῆς εἰρήνης πρὸς βασιλέα γεγενημένης μνημονεύσωμεν, ἣ παντὸς τροπαίου σεμνοτέραν ἔτι τὴν πόλιν ἐργάζεται. Καὶ μάλα εἰκότως. Αἱ μὲν γὰρ καὶ τύχης ἔργον πολλάκις· τὸ δὲ ἑκόντα συγχωρῆσαι βασιλέα τῇ πόλει ἵππου μὲν δρόμον ἡμέρας θαλάττης ἀφέξειν ἄνω, εἴσω δὲ Χελιδονέων καὶ Κυανέων μὴ πέμψειν ὁλκάδα, πῶς οὐ καθαρὰν πανταχόθεν τῇ πόλει προξενεῖ τὴν εὔκλειαν; Ἀλλὰ γὰρ Ἀθηναίων τὰ μυρία τρόπαια καὶ ναυμαχίας καὶ πεζομαχίας, καὶ ὡς πρὸς ἅπασαν μὲν τυραννίδα, πρὸς ἅπασαν δὲ δυναστείαν ἀντέστησαν, ἄλλοτε κατ' ἄλλους χρόνους ὑπὲρ τοῦ γένους μυρίους ἀγῶνας ἀναδεξάμενοι, οὔτε ἐμοὶ διεξελθεῖν ῥᾴδιον οὔτε εἴ τις πρότερον ἐπικεχείρηκε. Διόπερ οἶμαι δεῖν, ὡς οἱ τοὺς ἐν τοῖς σταδίοις νικηφόρους ἀνακηρύττοντες, ἓν καὶ ταὐτὸν συνθεῖναι γνώρισμα, εἶθ' οὕτω ταύτῃ καὶ πρὸς τὸν νόμον ἀφοσιώσασθαι. Ὦ πᾶσαν γῆν καὶ θάλασσαν, ὅση μὲν βατή, νίκης καὶ τροπαίων, ὅση δ' ἄβατος, δόξης καὶ κλέους πληρώσαντες· ὦ μόνοι ταῖς μεγάλαις πράξεσι χρόνον καὶ φθόνον νικήσαντες· ὦ τὴν οἰκουμένην ἅπασαν οὐ στήλαις ἀλλὰ τροπαίοις μετρήσαντες; Εἴρηται κἀμοὶ τῆς μὲν ὑποθέσεως ἴσως ἔλαττον, τῶν δὲ πολλῶν οὐκ ἐλάττονα. Λείπεται δὲ εὐφήμῳ βοῇ προσηχήσαντας πανδημεὶ πάντας τῷ μνήματι, οὕτω τῆς τιμῆς ἀπαλλάττεσθαι. Ἐκ τοῦ Ἀρεοπαγιτικοῦ ἢ ἐλευθερωτικοῦ τοῦ υἱοῦ αὐτοῦ Ῥουφίνου. τὸ προοίμιον. Ἄνδρες οἱ καὶ θεοῖς ὑπὲρ νίκης πάλαι καὶ νῦν Ἀθηναίοις ὑπὲρ ἐλευθερίας δικάζοντες. Οὐκοῦν τῷ νόμῳ πειθόμενος τὰ τῆς χρείας μόνης φθέγξομαι ῥήματα. Ἐγὼ καὶ σοφιστὴς ἐγενόμην παρ' ὑμῖν καὶ πατήρ. Εἰ σοφιστὴς δεξιός, ὑμεῖς ἐπίστασθε· λέγω γὰρ ἀεί, καὶ τὴν ἐμὴν πολιτείαν ἔχει τὰ θέατρα· εἰ πατὴρ Ἀττικός, ἡ παροῦσα δείκνυσι πρόφασις· οὐ γὰρ ἀνέχομαι τὸν Ἀθηναῖον παῖδα μὴ 395

προσαγορεύειν ἐλεύθερον. Πιστεύω καὶ πρὸ ἥβης τὴν ἐλευθερίαν τῷ παιδί. Ἐμός ἐστιν, Ἀθηναῖός ἐστι, πόλεως καὶ πλέον τιμώσης τὸ κοινὸν γῆρας ἢ τὸ τῶν πατέρων ἕτεροι. Οὗτός ἐστιν ἐκ Πλουτάρχου, δι' οὗ πάντας ὑμεῖς παιδεύετε. Οὗτος ἐκ Μινουκιανοῦ τοῦ διὰ τῆς ἑαυτοῦ φωνῆς πολλοὺς πολλάκις ἐλευθερώσαντος. Τὸν ἐκ Νικαγόρου προσήγαγον ὑμῖν, τὸν ἐξ ἐμαυτοῦ. Σοφιστῶν ὑμῖν καὶ φιλοσόφων λέγω κατάλογον, Ἀττικὴν ὄντως εὐγένειαν. Ἀφῆκα πολλάκις τὰς τοῦ σοφιστοῦ φωνάς, νῦν τὰς τοῦ πατρὸς ἀφίημι. Ἐδώκατέ μοι παῖδα δι' ἀττικοῦ γένους· λάβετε τοῦτον καὶ διὰ τῆς ψήφου τῆς ὑμετέρας ἐλεύθερον. Οὐκοῦν ἄφετέ μοι τῇ ψήφῳ τὸν παῖδα, καὶ φωνὴν ἐλευθέριον συνεπηχήσατε, ἵνα ὡς Ἀθηναῖος (ἶσον γὰρ εἰπεῖν ἐλεύθερος) καὶ λέγῃ καὶ γράφῃ παρ' ὑμῖν, κἂν οἱ θεοὶ βούλωνται, καὶ πολιτεύηται. Ἐκ τῆς μονῳδίας τῆς εἰς τὸν αὐτὸν υἱὸν Ῥουφῖνον· τὸ προοίμιον· Ἀδικῶ μὲν ὅλως φθεγγόμενος Ῥουφίνου κειμένου· πλὴν ἐπεὶ τῷ δαίμονι τετήρημαι πρὸς μόνην τὴν μονῳδίαν τοῦ δράματος, φθέγξομαί γε ὅμως· οὐ γάρ μοι θέμις μὴ καὶ λόγῳ θρηνῆσαι τὸν αὐτῶν τῶν λόγων ἔκγονον. Ἠγνόουν δὲ ἄρα ὁ δείλαιος ἀντὶ μὲν λουτρῶν ἀνιστάς σοι τάφους, ἀντὶ δὲ οἰκιῶν τύμβους καὶ χώματα, ἀντὶ δὲ πλούτου καὶ χλιδῆς τραγικώτατα δῶρα τῶν ἐν ἀνθρώποις, ἐντάφια. Ἐδημαγώγεις ἄρτι τὰ πρῶτα φθεγγόμενος, ἀνήρτησο πᾶσαν τὴν ὑφ' ἥλιον τοῖς ἀσήμοις ἔτι κνυζήμασιν. Ἔπειθε Περικλῆς, ἀλλὰ μετὰ Ἀναξαγόραν δημηγόρος· σὺ δὲ ἦσθα δημηγόρος ἐκ μέσων σπαργάνων. Εἷλεν Ἀλκιβιάδης ὅλον τὸ θέατρον, ἀλλ' ἀκμάζων ἤδη τὴν ὥραν καὶ τὴν ἡλικίαν μειρακιούμενος· σὺ δὲ ἔτι τῷ μαστῷ καὶ τῷ γάλακτι προσκείμενος. Ὦ πάθος τῆς Αἰσχύλου μεγαλοφωνίας ἄξιον. Ἡρακλεῖ μὲν ἐδέησε πολλῆς περιόδου καὶ τῶν ἄθλων οἶμαι τῶν δώδεκα, ἵνα μάρτυρας τῆς ἀρετῆς τὴν ὑφ' ἥλιον πᾶσαν κτήσαιτο· σὺ δὲ εἴσω τοῦ κύκλου μένων ὑπερέβης τὰς στήλας ἡμῖν τὰς Ἡρακλείους τοῖς θαύμασι. Τίς ἀπέκειρε δαίμων τῆς ἐμῆς ἑστίας τὸν χρυσοῦν βόστρυχον; Τίς τὸν πυρσὸν τῆς ἐμῆς δόξης ἔσβεσε; Τίς Ἐρινύων τὸ παρειῶν ἔρευθος καὶ τὸ προσηνὲς καὶ ἡδὺ μειδίαμα τῶν σῶν προσώπων ἐσύλησεν; Οἴμοι, Διόνυσε, πῶς ἤνεγκας ἐκ τοῦ σοῦ τεμένους παῖδα τὸν ἱερὸν ἁρπαζόμενον; Κοινὸν ἕστηκε κατὰ σοῦ καὶ τῆς ἐμῆς ἑστίας Ἐρινύσι τοῦτο τὸ τρόπαιον. Τί δὲ οὐχ ἡτοίμαζον αὐτῷ τὸν κάτω θάλαμον, ἐπειδὴ τὰς ἄνω παστάδας Ἐρινύων φθόνος 243.«α ἐξήρπασεν; Οἵαις μονῳδίαις τετήρημαι; Πάσας ὑποθέσεις τολμήσας λόγων μόνους τοὺς θρήνους ἐξέκλινον. Ἐλάνθανον δὲ ἄρα τοῖς ἐμαυτοῦ θρήνοις τηρούμενος. Πόρρωθεν ἄρα ἐμελέτας τὴν ἐνθένδε ἀναχώρησιν, πόρρωθεν ἐδίδως τοῖς δυναμένοις τεκμήρασθαι ὅτι κρείττων ἄρα ἦσθα τῆς τῇδε λήξεως. Ὦ πρότερον τοὺς τῆς ἡλικίας ὅρους τῇ τῶν ἀρετῶν κτήσει, νῦν δὲ τῷ θανάτῳ προαρπασάμενος· ὦ φιλαδελφίᾳ νικήσας τὰ Διοσκούρων ἐγκώμια; Οἱ μὲν γὰρ ὑπὲρ Ἑλένης ἐστράτευον, τὴν δὲ ἁρπαγὴν οὐκ ἐκώλυσαν· σὺ δὲ φύλαξ τῆς αὐταδέλφου ἦσθα παντὸς τείχους ὀχυρότερος. Σὺ δὲ πρὸς πάσας νόσους ἔστης ἀεὶ μόνῳ τῷ τῆς ψυχῆς παραστήματι· φιλονεικήσας σοι διὰ τοῦτο ἴσως ὁ πονηρὸς δαίμων καὶ ἄγριος, καὶ πολλὰς ἡττηθεὶς μάχας, ὀψέ ποτε λαθραίῳ καὶ δολερῷ κατέσεισε μηχανήματι. Εἶξας δὲ οὐδὲ ἄχρι τῶν ἐσχάτων, ὡς ἔστιν ἀκούειν, τῷ δαίμονι, ἀλλὰ παραχωρῶν τοῦ σώματος, τοῦ φρονήματος οὐ παρεχώρησας. Ἀλλ' ὁ μὲν ἦγχε καὶ ἐβιάζετο, σὺ δὲ ἐκ μέσου τοῦ βρόχου διετέλεις τὴν φίλην σοι τιθὴν ἀναφθεγγόμενος, ἕως πάσης σε συμμαχίας ποιήσας ἔρημον, οὕτω προσῆγε τὸν βρόχον. Ἤιδει γὰρ ὡς πολλάκις ἡττηθεὶς ἀπῆλθε τοῦ πατρὸς παρόντος καὶ συνασπίζοντος. Ἐνίκησας καὶ τοῦ δικαστηρίου τὸ στεγανόν τε καὶ ἄτρεπτον· ὤφθη τότε μειδιᾶσαν πρῶτον τὸ σύννουν ἀεὶ συνέδριον· εἰς πόθον ψυχὰς ἐκίνησας, ἃς οὐκ ἐκίνησαν οὐδὲ θεοὶ δικαζόμενοι. Ἀπέκλεισάς μοι τῷ θανάτῳ τὰς τοῦ ἄστεως πύλας, ἀπέκλεισάς μοι τὴν Ἐλευσῖνα. Πῶς Ἀθηνᾷ θύσω, ἣ τὴν Γοργόνα κατὰ τοῦ δαίμονος ὑπὲρ σοῦ, παιδίον, οὐκ ἔσεισε; Πῶς τῷ πατρῴῳ προσεύξομαι, πατὴρ ἐπὶ παιδίῳ λυπούμενος; Ὦ τολμηροὶ λόγοι· κεῖται Ῥουφῖνος, ὑμεῖς δὲ ἔτι »

νεανιεύεσθε. Ὦ δυστυχὴς γλῶττα, ὦ πρότερον μὲν ὄργανον Μουσῶν, νυνὶ δὲ ἀμούσου δαίμονος. Ὦ λάμψας ἑωσφόρου ταχύτερον; ὦ πασῶν μὲν δείξας ἐμοὶ φαιδροτέραν ἡμέραν, ὅτε σε εἶδε πρῶτον ὁ ἥλιος, πασῶν δὲ ἀφεγγεστάτην αὖ πάλιν, ἀφ' ἧς τὴν δυστυχῆ καὶ τραγικὴν φήμην κεκόμισμαι. Οἵαν τύχην ἀνθ' οἵων ἐλπίδων ὁ δαίμων μου κατεψήφισται. Θρηνῶ νῦν ὃν δεινότερον ἤλπισα Μινουκιανοῦ φθέγξασθαι, σεμνότερον δὲ Νικαγόρου, Πλουτάρχου δὲ εὐγλωττότερον, Μουσωνίου δὲ φιλοσοφώτερον, Σέξτου δὲ καρτερικώτερον, πάντων δ' ὁμοῦ τῶν προγόνων λαμπρότερόν τε καὶ κρείττονα. Αὐτὸς μὲν γὰρ παρεχώρουν ἔτι κουρίζοντί σοι τὰ νικητήρια, καὶ τοὺς σοὺς λόγους τῶν ἐμαυτοῦ λόγων ἡγούμην κρείττονας. Προὔκρινον τῶν ἐμῶν σπουδασμάτων τὰ σὰ ψελλίσματα. Ἀλλὰ ταῦτα πάντα ὁμοῦ συλήσας ὁ δαίμων οἴχεται, ἐμοὶ δὲ ἀφῆκεν ἀντὶ σοῦ θρήνους καὶ δάκρυα. Κοσμήσω σε καὶ ἐπιταφίοις ἀγῶσι, καὶ παραδώσω τῷ χρόνῳ τὸ σὸν ὄνομα, καὶ γενήσομαι τοῦ δαίμονος κατὰ τοῦτο γοῦν τὸ μέρος φιλονεικότερος, ἵνα ἔχῃ μὲν ἐκεῖνος τὸ σῶμα, τὴν δὲ ψυχὴν ὁ οὐρανός, τὴν δὲ δόξαν ἅπαντες ἄνθρωποι. Ἐκ τοῦ εἰς Σεβῆρον ἐπιθαλαμίου· ἐκ τῆς προθεωρίας. Ἴσως μὲν ἄν τῳ περίεργον εἶναι δόξειε τὸ πρὸ τῶν ἐπιθαλαμίων τεχνολογεῖν· ὅπου γὰρ Ὑμέναιος καὶ χοροὶ καὶ ποιητικῆς αὐτονομίας ἄδεια, τίς ἐνταῦθα τέχνης καιρός; Ἐπεὶ δὲ χρὴ τὸν ἐπιστήμονα καὶ ἐν τοῖς τοιούτοις μηδὲν ἄνευ τέχνης ποιεῖν, βραχέα καὶ περὶ τούτων εἰπεῖν ἄξιον. Ἔστω τοίνυν ὁ ἄριστος ἐπιθαλαμίων κανὼν τὸ τὴν μὲν λέξιν πρὸς τοὺς ποιητὰς ὁρᾶν, τὰ πράγματα δὲ πρὸς τὴν χρείαν, τὸ δὲ μέτρον πρὸς τὴν ὑπόθεσιν. Ὧν εἰ πάντων ὁ λόγος ἐστόχασται, σαφέστερον δείξει τὸ σύγγραμμα. Τὸ προοίμιον τοῦ ἐπιθαλαμίου. Ἀπόλλωνά φασι μετὰ τὰς μεγάλας νίκας ἃς πλήττων τὴν λύραν ἤρατο, καὶ κατὰ παστάδων ἠχῆσαι μέλος γαμήλιον. Ἄγει καὶ Ἀφροδίτην ἐφ' ἅρμα Χαρίτων, καὶ χορὸν Ἐρώτων συμπαίστορα. Καὶ τῆς μὲν ὑακίνθῳ τὰς κόμας σφίγξασα, πλὴν ὅσαι μετώπῳ μερίζονται, τὰς λοιπὰς ταῖς αὔραις ἀφῆκεν ὑποκυμαίνειν, εἰ πλήττοιεν· τῶν δὲ τὰ πτερὰ καὶ τοὺς βοστρύχους χρυσῷ κοσμήσασα πρὸ τοῦ δίφρου σπεύδει πομπεύοντας καὶ δᾷδα κινοῦντας μετάρσιον. Ἐπεὶ δὲ Πέλοπα οἱ τῆς Ἱπποδαμείας πόθοι Ἔρωτι καὶ Ἀφροδίτῃ λατρεύειν ἔπεισαν, τότε καὶ ὁ Ἀπόλλων τὸν τῶν Νηρηΐδων χορὸν ἀθροίσας ἵστησι μὲν αὐτῷ κατ' ἄκρας ᾐόνος τὸν θάλαμον· κῦμα δὲ ἦν (οἶμαι) ὁ θάλαμος πορφῦρόν τε καὶ μετάρσιον, ὑπὲρ τοῦ λέχους κυρτούμενον, ἵνα παστάδα μιμήσηται. Ἦν θεὸς καὶ φύσις· καὶ ὁ μὲν ἐδεῖτο γονῆς, ἡ δὲ τοῦ κυΐσκειν μέλλοντος. Ἵνα δὴ ταῦτα ἄρξηται, θάλαμος τῷ παντὶ τὸ πᾶν ἐγίνετο. Ἐκ δὲ δὴ τῶν γάμων τούτων οὐρανὸς γεννᾶται καὶ ἥλιος, ἔτι δὲ ἄστρων χορός, σελήνης φέγγος, καὶ διπλοῖ πόλοι, περὶ οὓς 243.‹α ἡ πρώτη γένεσις τῶν πρώτων τοῦ θεοῦ γάμων ἐλίττεται. Δευτέρους δὴ μετὰ τούτους γάμους Ὠκεανοῦ καὶ Τηθύος ἡ φύσις ἔδειξεν, ἀφ' ὧν ἀνίσχουσι μὲν ποταμοὶ καὶ λίμναι, ἔτι δὲ κρῆναι καὶ πηγαὶ καὶ φρέατα καὶ ἡ πάντων μητὴρ ναμάτων θάλασσα· τίκτεται δὲ καὶ φυτὰ καὶ ζῷα, καὶ γῆ οἰκεῖται, καὶ τὸ νηχόμενον λαμβάνει θάλασσα, καὶ ἀὴρ ἐφάνη πτεροπορεύσιμος. Τὸν δὲ θεωρὸν μὲν τῶν θείων, ἐργάτην δὲ τῶν ἐπὶ γῆς πραγμάτων ἄνθρωπον ὕστατον ὁ γάμος ἐγέννησε. Τὸ γὰρ γῆς παῖδα γενέσθαι ἄνθρωπον, καὶ τὴν Ἀττικὴν ῥαγεῖσαν ὠδῖνα τοσοῦτον βλαστῆσαι βλάστημα, μῦθός ἐστιν Ἀττικῆς χάριτος παίγνιον. Οὗτος καὶ τὴν Ἀφροδίτην αὐτὴν κατὰ θάλασσαν λανθάνουσαν, ῥήξας τῷ τόκῳ τὰ κύματα, ἔδειξεν ἡλίῳ μαρμαίρουσαν. Τοὺς δὲ ποταμῶν ἔρωτας εἰ λέγειν ἐθέλοιμι, μυρίος ἂν ἐπιρρέοι ποταμῶν ὄχλος τῷ λόγῳ. Πάντες γάρ μοι δοκοῦσι θαλάττης ἐρᾶν, καὶ διὰ τοῦτο ἐπ' αὐτὴν ἐκ πηγῶν πολλῷ τῷ τάχει κομίζεσθαι, ὥσπερ ἄλλος πρὸ ἄλλου τὴν ἐρωμένην θέλων ἀσπάσασθαι. Ὁ δὲ κυμαίνει καὶ τέρπεται πορφύρων τε καὶ εἰς παστάδα κυρτούμενος, ὥσπερ (οἶμαι) φρονῶν κατὰ ποταμῶν τῶν ἄλλων, ὅτι δὴ μόνος τοὺς Ποσειδῶνος πόθους πεπίστευται. Οὕτω καὶ οὗτοι, φύντες ἴσως καὶ ἐκτραφέντες ὁμοίως, ἀπ' ἴσων ›

ἁπάντων τῆς κοινωνίας ἠράσθησαν. Λέγεταί ποτε καὶ Ὀλυμπιάδα τὴν ἐπὶ τοῖς Ἀλεξάνδρου τόκοις εὐδαίμονα, ὀργιάζουσαν τὰ Καβείρων ἐν Σαμοθρᾴκῃ μυστήρια, ἰδεῖν κατὰ τὴν τελετὴν τὸν Φίλιππον (ἦν δὲ ὑπηνήτης ἔτι), ἰδοῦσάν τε ἐρασθῆναι τοῦ νεανίσκου καὶ ὁμολογῆσαι τὸν γάμον, προτέλειά τε ποιησαμένην τοῦ γαμηλίου πυρὸς τὰ μυστήρια. Γένος δὲ τῇ νύμφῃ Θρᾳκῶν τὰ πρῶτα, αὐτόχθονες οἶμαι καὶ εἰς βασιλείους τύχας τὰς ἄνω ῥίζας ἀναβιβάζοντες. Ἀκμάζουσι μὲν γὰρ ἐπ' ἴσης ὥσπερ ἐαριναὶ κάλυκες ἀφ' ἑνὸς λειμῶνος ἢ βότρυες, αἳ καθ' ἕνα καιρὸν καὶ βλαστάνουσιν ἅμα καὶ σχίζονται. Σώφρονες ἄμφω, δεξιοὶ τὸν τρόπον, μόνοις τοῖς ἔργοις τοῖς κατὰ φύσιν σχιζόμενοι. Ἡ μὲν γὰρ ταλασίαν τὴν Ἀθηνᾶς τέχνην, ὁ δὲ τοῖς πόνοις τὴν Ἑρμοῦ χάριν κεκάρπωται· καὶ τῇ μὲν κερκίς, τῷ δὲ λόγος μέλει. Ὁ μὲν ὑπηνήτης ἔτι, πρωΐτερον τῆς ἡλικίας βλαστήσας ἴουλον· ἡ δὲ ἀκμάζει πρὸς γάμον. Ἔρωτες δὲ ῥόδων στεφάνους πλεξάμενοι, οὓς ἐξ Ἀφροδίτης κήπων, ὅταν θέλωσι, δρέπονται, τὴν παστάδα πᾶσαν ἀνάπτουσι. Πειθὼ δὲ καὶ Πόθοι καὶ Ἵμερος τὸ σὸν κάλλος ἅπαν ἐνείμαντο, ὁ μὲν ἐφιζάνων τοῖς ὄμμασι, κἀκεῖθεν ἐκπυρσεύων ἀμήχανον· οἱ δὲ τὰς παρειὰς αἰδοῖ φοινίσσοντες πλέον ἢ τὰς τῶν ῥόδων ἡ φύσις κάλυκας, ὅταν ἠριναῖς ὥραις ὑπὸ τῆς ἀκμῆς σχιζόμεναι πετάλοις ἄκροις ἐρεύθωνται. Πειθὼ δὲ κατὰ τῶν χειλέων σκηνώσασα τὴν ἑαυτῆς χάριν συναποστάζει τοῖς ῥήμασιν. Ἐπανθεῖ δὲ τῇ κεφαλῇ πολὺς ὁ βόστρυχος, πορφύρων τε καὶ κατὰ μέτωπον σχιζόμενος. Ἀλλ' εἰ γὰρ ἐγὼ ποιητικὸς τὴν φύσιν, ὥστε ἀφεῖναι κατὰ τῆς νύμφης γλῶτταν αὐτόνομον. Ἐγὼ δὲ στὰς παρ' αὐτὸν τὸν θάλαμον Τύχῃ καὶ Ἔρωσι καὶ γενεθλίοις προσεύξομαι, τοῖς μὲν τοξεύειν εἰς τέλος, τῇ δὲ διδόναι βίον, τοῖς δὲ παίδων γνησίων γένεσιν, ἵνα τῷ γαμηλίῳ κρατῆρι καὶ τὴν γενέθλιον σπονδὴν συνάψωμεν. Ἐκ τοῦ ἐπιγραφομένου λόγου Διο γένης ἢ προπεμπτικός· ἐκ τῆς προθεωρίας. Τὰς κοινότητας τῶν ὑποθέσεων ἰδίας αἱ μεταχει ρίσεις ἐργάζονται· διὸ καὶ τοὺς προπεμπτικοὺς λόγους, κἂν νέοι τῷ νόμῳ τυγχάνωσιν, ἀλλ' οὖν ἔξεστι τῇ τέχνῃ καὶ πρεσβυτέρους ἐργάσασθαι. Ὅπερ ἡμεῖς πεποιήκαμεν· τὴν γὰρ παροῦσαν ὑπόθεσιν εἰς σχῆμα διαλόγου μετασκευάσαντες οὔτε τὴν χρείαν διεφθείραμεν οὔθ' ὅσον σεμνὸν τοῖς διαλόγοις ὀφείλεται. Κατὰ Πλάτωνα δὲ καὶ ἡμεῖς, ἠθικοῦ τοῦ λόγου τυγχάνοντος, ὅμως φυσικῆς τε καὶ θεολογικῆς θεωρίας, ἐγκαταμιγνύντες ταύτας τοῖς ἠθικοῖς, ἐφαπτόμεθα. Καὶ μύθῳ δὲ τοὺς θειοτέρους τῶν λόγων τοῦ Πλάτωνος ἐναποκρύπτοντος, χρὴ σκοπεῖν εἰ τὸν τοιοῦτον ζῆλον μετεδιώξαμεν. Τὰς δὲ ἄλλας ἀρετὰς τῶν διαλόγων, ἀναπαύλας λέγω καὶ διαθέσεις καὶ ἐπεισόδια, ἔτι δὲ χάριτας καὶ τὸ δι' ὅλου δραματικόν, ἄμεινον εἰ κατωρθώθη δείξει τὸ σύγγραμμα. Τῶν δὲ διαλόγων ἀρχομένων ἀπὸ τῆς ἰσχνοτέρας ἰδέας, ἵνα τὴν ἀφέλειαν ὁ τύπος προβάλλῃ τῆς λέξεως, ἐν δὲ τοῖς ἐφεξῆς συνεξαιρομένων ὁμοῦ τοῖς πράγμασιν, εἰ καὶ τοῦτο ἡμεῖς τετηρήκαμεν, πάρεστι κρίνειν οἷς τέχνη πρὸς ἀκρόασιν τὴν ἀκοὴν παρεσκεύασεν. 243.α Αὐτοῦ τοῦ διαλόγου τὸ προοίμιον. Σιωπῆς μὲν καιρός, οὐ λόγων, ὅταν οἱ λόγοι στυγνάζωσι, τοὺς ἑαυτῶν τροφίμους ἀπὸ τῆς ἑαυτῶν ἀγέλης ἐκπέμποντες. Ὅμως δέ (χρὴ γὰρ λέγειν ἐν πάσῃ τύχῃ τοὺς λόγους) φέρε καὶ αὐτός, ὃν ἡ φροντὶς ἡ προσπεσοῦσα λόγον ἐγέννησεν, εἰ φίλον ὑμῖν, καὶ πρὸς ὑμᾶς ἀφηγήσομαι. Ἑκάτερος τοσούτοις διαστήμασι τῆς ἀρχῆς ἀφεστηκότες ἀλλήλων, ὅσον Εὐρώπης τὰ μέσα πρὸς τοὺς ἄνω μύχους Ἀσίας σχίζεται, εἰς τὸν τούτου πό θον συνέδραμον, ἑκάτερος προαρπάσαι τὰς πρώτας ὠδῖνας τῆς τούτου γλώττης βουλόμενος. Οὐ μιμησάμενος τὸν μυστικὸν νόμον, ὃς ἐπόπτῃ τε καὶ μύστῃ μερίζει τὸν χρόνον, ἀλλὰ τὸν αὐτὸν ἐν ταὐτῷ μύστην τε ὁμοῦ καὶ προφήτην τῆς ἱερᾶς τελετῆς τῶν ἐν σοὶ λόγων δεξάμενος, ἔδωκας ἀπλήστως τῶν ἐκεῖθεν ναμάτων ἐμπλήσασθαι. Ἢ οὐκ ἀκήκοας ὡς ὄντες ἄνθρωποι τὸ παλαιὸν οὗτοι οἱ τέττιγες, εἶτα ἔρωτι Μουσῶν ἐκ τοῦ ᾄδειν ἀεὶ λυθέντες εἰς μέλος, ἐκ μὲν ἀνθρώπων εἰς ὄρνιθας, ἐκ δὲ ᾠδῆς εἰς ᾠδὴν ἄλλην μετέβαλον; Ἄκουε δὴ τὸν μῦθον. Ὅτε τοὺς ἀνθρώπους ὁ 398

Ζεὺς ἐγέννησε, τὰ μὲν ἄλλα πάντα εἶχον ὡς νῦν κεκόσμηται, Ἔρως δὲ οὔπω ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐγκατῳκίζετο, ἀλλ' ἔχων ἔτι τὸ πτερὸν ὁ θεὸς οὗτος μετάρσιον οὐρανῷ τε ἐνωμίλει καὶ εἰς θεοὺς μόνους ἐτόξευε. Δείσας δὲ μὴ αὐτῷ ἀφανισθῇ τῶν ποιημάτων τὸ κάλλιστον, Ἔρωτα πέμπει τοῦ τῶν ἀνθρώπων γένους ἐσόμενον φύλακα. Ὁ δὲ ταύτην ἐκ Διὸς τὴν ἐπιτροπὴν λαβών, τὸ μὲν ἁπάσαις ψυχαῖς ἐγκατοικίζεσθαι ἢ πᾶν ἐπ' ἴσης ἦθος νεοτελές τε καὶ βέβηλον ἔχειν τέμενος οὐκ ἐδοκίμαζεν, ἀλλὰ τὰς μὲν πολλὰς καὶ ἀγελαίας ψυχὰς τοῖς πανδήμοις Ἔρωσι τοῖς τῶν Νυμφῶν παισὶ ποιμαίνειν ἀπένειμεν, αὐτὸς δὲ τὰς θείας καὶ οὐρανίας ψυχὰς ἐνῳκίσατο, καὶ ταύτας ἀναβακχεύων ἐπὶ μανίαν ἐρωτικὴν μυρία ἀγαθὰ τὸ τῶν ἀνθρώπων γένος εἰργάσατο. Ὅταν μὲν οὖν ἴδῃς τινὰ βραδύν τε τὴν φύσιν καὶ πρὸς φιλίαν δυσκίνητον, νόησον ὅτι τῶν Ἔρωτος ἐκείνου ξενίων οὐδαμῶς οὗτος ἠξίωται· ὅταν δὲ ὀξὺν καὶ θερμὸν τὴν γνώμην καὶ φλογὸς δίκην ἐπ' ἐρωτικὴν φιλίαν ἄττοντα, νόησον τοῦτον εἶναι ἐκείνου ξένον τοῦ Ἔρωτος. Ἓν γάρ μοι λέγεις, ὦ φίλε Σώκρατες, ἐραστῶν ἄριστε, ἀρετῆς Κλεινίου μόριον, ἀνδρείαν ἐν φόβοις, ἣν καὶ μελέτη πολλάκις δίδωσιν, ἐξηγητὴν λόγον οὐκ ἀναμείνασα. Δίδωσι δ' αὐτῷ τὴν παρρησίαν, ὅπερ καὶ Περικλεῖ πρότερον, ὅτ' ἐστρατήγει τῆς πόλεως. Τοῦτο δέ ἐστι τρόπος ἄδολος. Εἰ δὲ τοῦτον ἴδοις δικαστικῶν θρόνων εἰργόμενον, στέναξον τὸν νόμον, ὅτι χρυσίου νενίκηται. Συνακμάσας γὰρ τῇ βασιλέως πόλει, περὶ ᾗ τὰ μεγάλα πελάγη σχίζεται, καὶ τὴν αὐτὴν ἐκείνῃ κρηπῖδα τῆς ἑαυτοῦ δόξης βαλόμενος, ἕως μὲν ἐν σπαργάνοις ἔτι τὸ σῶμα τῆς πόλεως ἐπλάττετο, ἑτέρας ἀρχὰς ἐκ βασιλέως κατηύθυνεν· ἐπεὶ δὲ ἔδει τῆς ἀκριβοῦς χειρὸς καθάπερ ἐν τύποις ἀγάλματος, ἐπ' αὐτὴν ἐπάνεισιν, ἵνα αὐτός τε ἀρχὴ καὶ τέλος γένοιτο τῷ παντὶ κόσμῳ τῆς πόλεως. Πόλεις ἐγειρομένας, δήμους ἀκμάζοντας, Ταρτησσοῦ βίον, Ἀμαλθείας κέρας, πᾶν ὅσον εὐδαιμονίας κεφάλαιον. Ἀλλὰ τίς τῆς περὶ τὸν νεανίσκον σπουδῆς αἰτία; Ψυχὴ πᾶσα, ἄρτι σχισθεῖσα τῆς ἄνω λήξεως ἔναυλον ἔτι φέρει τὴν θέαν τῶν ἀγαλμάτων ἐκείνων, ἃ τότε εἶδεν, ὅτε εὐδαίμονα χορείαν σὺν θεῶν δίφροις ἐχόρευεν. Ὅταν οὖν ἴδῃ καὶ τῇδε κάλλος, ὃ τότε πλάσματος ἄνευ ἱστόρησεν, εἴσω ψυχῆς θείας κρυπτόμενον, σπαργᾷ τε καὶ χαίρει τῇ θέᾳ, καὶ συμβιβάζειν ἑαυτῇ πρὸς τὸν ἐκεῖ τόπον ἐπείγεται, δόξῃ τε καὶ ἐπιστήμῃ κουφίσασα. Τοιοῦτόν τι πάθος καὶ αὐτὸς περὶ τὸν νέον ἔπαθον. Καθάπερ γὰρ ἐν κατόπτρῳ τῇ τοῦδε ψυχῇ εἴδωλόν τι τῆς ἐμαυτοῦ γνώμης ἰδὼν φαινόμενον, ἥσθην τε αὐτῷ καὶ διὰ τοῦτο ἐπόθησα, καὶ καθάπερ ἄλλον ἐμαυτὸν τὴν τοῦδε ψυχὴν ἐξεζήτησα [ἢ ἐξήσκησα.] Δεινὸς μὲν οὖν καὶ μνήμῃ φυλάξαι πᾶν ὅπερ ἂν ὑφ' ἡγεμόνι πονήσειε. Φιλόσοφος μὲν τὴν γνώμην, τοὺς δὲ λόγους οὐ τούτους μόνον, ἀλλὰ καὶ πᾶν ὅ τι βούλει τῶν ὅσα Μουσῶν τε καὶ Ἀπόλλωνος λειμῶνες βρύουσιν. Ἀφ' ὧν δρεψάμενος ἁπάσης παιδείας λωτόν, οἷόν τινα στέφανον ἠρινὸν τὴν ἑαυτοῦ ψυχὴν ἀπείργασται. Εἰ μὲν γὰρ λέγειν δεήσειεν, οὐκ ἔτ' ἂν ζητήσαις ὅτου παῖς εἴη καὶ ὅτῳ προσῆκεν· οὕτω πάσης γραφῆς ἀκριβέστερον τὴν εἰκόνα τοῦ καθηγεμόνος μεμίμηται. Ἀγαθὸς μὲν συμπαραστάτης, εἴ που δέοι τῷ καθηγεμόνι συναγωνίζεσθαι, ἀγαθὸς δὲ καὶ αὐτοπροσώπως. Δικαίως ἄρα οἱ ποιηταί, καὶ μετ' αὐτῶν γραφεῖς τε καὶ πλάσται, Ἔρωτος γῆρας ἀποσυλήσαντες νέον ποιοῦσι τὸν θεὸν τοῦτον καὶ ἔφηβον, τὰ τῆς ἀπιστίας αὐτοῦ τῷ νεαρῷ τῆς ἡλικίας 243.α ἐμφαίνοντες. Ὦ τοσοῦτον ἰσχύσας τοῖς λόγοις, ὅσον καὶ τὸν Θετταλὸν ἀκούω Κινέαν, ὃς σὺν βασιλεῖ Πύρρῳ γῆν ἐπιὼν πᾶσαν καὶ θάλασσαν πρὸ τῶν μηχανημάτων τοῖς λόγοις τὰς πόλεις ἔκλινεν. Οὐ γὰρ αὐτός γε τούτου διδάσκαλος, οὐ μὰ τοὺς ὑμετέρους, ὦ λόγοι, πόθους, δι' οὓς ἐγὼ πατρικὸν ὄλβον ῥίψας εὐδαίμονα παρ' Ἰλισσοῦ μυστικαῖς ὄχθαις ἐσκήνημαι. Ἀλέξανδρος ὁ τοῖς τροπαίοις ὅροις τοῖς ὅλων χρησάμενος. Τό τε γὰρ τῆς μεσημβρίας ὑπορρεῖ ζέον, αὔρα τε πραΰνει τὸν ἥλιον. Καὶ σχίσαι Ζεφύρῳ πορφύροντα περὶ τὴν πρώραν τὰ κύματα. Ἐκ τῆς πρὸς τοὺς ἑταίρους συντακτικῆς, ὅτε ἐξήει ἐπὶ 399

Κόρινθον· τὸ προοίμιον. Οἱ πάλαι τὴν λύραν κάμνοντες, εἴ ποτε γῆν ἐπ' ἄλλην ἔσπευδον, οὐκ ἄφθογγον τὴν ἀποδημίαν ἐποίουν, ἀλλ' ᾠδῇ καὶ μέλει τὸν χορὸν τὸν ἑαυτῶν ἀπησπάζοντο. Ἐκ τῶν ὑπολοίπων, διαφόρων ὄντων καὶ δια φόρους ἐχόντων ὑποθέσεις. Τὰς βασιλέως αὐλὰς καὶ χρυσῆν τύχην ὑπόπτερον. Οὐ γὰρ ἀφῃρέθης τὴν ἀρχήν, ἀλλ' ἑκὼν ἔρριψας, ὥσπερ τις ὑπερόπτης κατὰ παιδικῶν τρυφῆσαι βουλόμενος. Τὴν χρυσῆν κόμην ῥόδων στεφάνῳ πορφύροντι. Ἀλλὰ τίς τούτων ἡ χάρις; φυγὴ καὶ δρασμὸς καὶ τοσαύτης φιλίας ἄρνησις. Ἐνίκησα μὲν ὑπὸ σοὶ κριτῇ κατὰ τὴν θερινὴν ὥραν τὸν τέττιγα, ἠπείλησα δὲ καὶ ταῖς ἀηδόσι ταῖς Ἀττικαῖς εἴ ποτέ μοι καὶ Ἀττικὸν πήξαιο θέατρον, μῦθον ὄντως τὰς ἐκείνων γλώττας ταῖς ἐπὶ σοὶ φωναῖς ἀπεργάσασθαι. Ὦ καὶ τοῦ σαυτοῦ γένους ὄμμα φανότατον, καὶ ταὐτὸν τῷ γένει γενόμενος, ὅπερ καὶ σοὶ πολλάκις ὁ προπάτωρ ἥλιος. Τῆς γὰρ συνωρίδος ταύτης δὴ τῆς καλῆς ὁ μὲν καταυγάζοντι τοὺς μεγάλους θρόνους ὥς τις ἑωσφόρος συνανέσχεν ὄρθριος, ταῖς αὑτοῦ βολαῖς τὰς σὰς ἀκτῖνας μιμούμενος· ὁ δὲ τῆς τῶν νέων ἀγέλης ἐκλάμπων, καθάπερ τις ταῦρος ἀγελάρχης ἀγέρωχος, ἐσκίρτησε μὲν κατὰ τοὺς Μουσῶν λειμῶνας ὥσπερ τις πῶλος ὑψαύχην καὶ ἔνθεος, ἐμιμήσατο δὲ καὶ τὸν Ὁμηρικὸν νεανίσκον τὸν Θέτιδος, καὶ μύθων ῥητὴρ ἀγαθὸς καὶ πρηκτὴρ ἔργων γενόμενος. Εἰ δέ μοι καὶ τῆς ποιητῶν ἐξουσίας μετῆν, ἔδειξα ἄν σοι καὶ Ἰλισσὸν τοῦτον δακρύοντα, ἔχρωσα δ' ἂν καὶ κατηφεῖ χρώματι τὰ καλὰ Καλλιρρόης νάματα. Πέμποι μέν σε Πᾶν ἐνόδιος, πομπαῖον καὶ γλυκὺ προσηχῶν μέλος τῇ σύριγγι. Ἀφροδίτη δὲ καὶ οἱ ταύτης παῖδες Ἔρωτες, πόθου κρατῆρα κεράσαντες, σοῦ τῆς ὁδοῦ προπομπεύοιεν. Προοίμιον προπεμπτηρίου λόγου. Ὁ τοῦ Διὸς παῖς Ἀλέξανδρος (συνάπτει γὰρ αὐτὸν οὐρανῷ καὶ Διὶ τὸ πολὺ κλέος καθ' Ἕλληνας) ὅτε πληρώσας τῆς ἑαυτοῦ δόξης τὴν Εὐρώπην ἅπασαν ἐπὶ τὴν Ἀσίαν ἐστέλλετο, συνάψαι τὰς ἠπείρους τῷ καθ' ἑαυτὸν ἐθέλων θαύματι, τὸν Τιμοθέου παρακαλέσας αὐλόν (οὗτος γὰρ ἤχει μέγα καὶ τοσούτου βασιλέως ἄξιον) ὑπὸ τοῖς ἐκείνου μέλεσιν ἔλυε τοῦ στόλου τὰ πείσματα. Φέρε δὴ γράψω τῷ λόγῳ τὸν πίνακα· ἔχει γὰρ (οἶμαι) πρὸς μίμησιν οἰκεῖα καὶ λόγος φάρμακα. Ναῦς ἦν κατὰ τῆς γραφῆς καὶ θάλαττα. Ἡ δὲ θάλαττα (οἶμαι) Αἰγαῖος ἦν· αἱ γὰρ πολλαὶ νῆσοι αἱ κατ' ἄλλο καὶ ἄλλο μέρος τῆς θαλάσσης σχιζόμεναι Αἰγαῖος ὑπ' αὐτῶν ἐδείκνυτο εἶναι ἡ θάλασσα. Γέγραπτο δὲ οὐκ ἀπηνής τε καὶ ἄγριος, οὐδὲ εἰς αὐτὰς ἐγείρων νεφέλας τὰ κύματα, οἷα τὰ πολλὰ Αἰγαῖος κατὰ τῶν ἐκεῖ πλωτήρων θρασύνεται, ἀλλ' ἐστόρεστο μὲν εἰς γαλήνην τὰ κύματα, τὸ δὲ ὕδωρ ὅλον ἐπόρφυρε πρὸς αὐταῖς ᾐόσιν, εἰς γλαυκὸν ἄνθος ἠρέμα μεθισταμένου τοῦ κύματος. Πρῶτοι γὰρ Φρύγες αἰτίαν ἔχουσιν αὐλῷ τε ἐμπνεῦσαι καὶ ταῖς τελεταῖς ἀναμῖξαι τὰ κύμβαλα. Τὸ δὲ ἐπὶ θάτερα τῆς νεὼς μέρος εἰς πρώραν ἤδη θλιβόμενον, χρυσοῦν τῇ ὕλῃ πεποίητο. Ἔνθα καὶ θαυμάσαι τῆς τέχνης ἄξιον· τὸ γὰρ περὶ τὴν πρώραν τῆς θαλάσσης ὕδωρ σχιζόμενον, ταῖς τοῦ χρυσοῦ βολαῖς ἐπαυγάζον, εἰς ὅμοιον ἄνθος ἀμείβειν ἐδόκει τὴν θάλασσαν. Οὐκοῦν δότε μοι τὴν Ζεύξιδος τέχνην, τὰ Παρρασίου σοφίσματα. Δελφοὶ δὲ ἄρα, ἱερὰ πόλις Ἀπόλλωνος, λατρεύουσι μὲν ἀεὶ τῷ θεῷ καὶ περιχορεύουσι μετὰ παιάνων τὸν τρίποδα. Καὶ μὴν καὶ Ἠλεῖοι δακρύουσι, τὸν ποταμὸν τὸν Πισαῖον ἐπὶ τὴν Σικελικὴν κρήνην προπέμποντες, ὥσπερ (οἶμαι) τοῦτο φοβούμενοι, μὴ μελετῶν τὴν ἀποδημίαν ὁ ποταμὸς ἄλλοις ἀνθρώποις χαρίσηται τὰ νάματα. Τάχα δέ σοι καὶ ἀηδόνες καὶ κύκνοι καὶ πάντα τὰ μέλη συναποπτήσεται. Αἱ μὲν γὰρ ἡμετέραι Μοῦσαι καὶ σκάφη ἤδη τολμῶσι πήγνυσθαι, καὶ ἀπειλοῦσι φυγὴν καὶ 243.α θάλατταν κἂν ἀγριαίνῃ τοῖς κύμασι. Ῥίψας ἐκ τῶν χειρῶν τὴν λύραν, σιωπὴν τῶν μελῶν καταψηφίζεται. Ναῦς ἐν ὅρμοις στρατηγίς, ἱστίον ὑψηλόν, μετάρσιον, οἷον καὶ λαμπραῖς αὔραις καὶ πελαγίοις πετάννυσθαι. Μικροὶ μὲν εἰς χάριν Ἑσπερίδων λειμῶνες, μικραὶ δὲ εἰς μέγεθος πυραμίδες Αἰγυπτίαι, καὶ εἴ τι Περσῶν καὶ Ἀσσυρίων χεῖρες πονήσασαι θαῦμα ἀφῆκαν τοῖς ὕστερον. Ἀλλ' ἐπὶ τὰς φίλας 400

Ἀθήνας ὁ στόλος, αἵ σε τοῖς πόθοις οὕτως ἐξέκαυσαν ὡς καὶ ἐπ' αὐτῆς περιφέρειν γλώττης τὸν ἔρωτα. Τί δὲ ὀκνεῖς τὴν ἀπόκρισιν τοῦ κοινοῦ πάντων ἀγάλματος μετασκηνοῦν παρ' ἑτέρους μέλλοντος; Κιμμερίους μὲν δή, δῆμον ἑσπέριον, ἀφείλετο μῦθος τὸν ἥλιον, εἶτα φοβηθεὶς τὸν ἔλεγχον ἀμφιβόλοις ῥήμασι κρύψαι τὴν φήμην ἐσπούδασεν· ἡμᾶς δὲ οὐδεὶς ποιητὴς ψεύδεσθαι δόξειε μετὰ τὴν σὴν ἀποδημίαν ἀφελέσθαι θέλων τὸν ἥλιον. Ὦ φίλη πατρίς, νῦν σε ὄντως ἀδικήσας αἰσθάνομαι, τοὺς σοὺς ὑπεριδὼν ἔρωτας, ἐραστῇ θέλων ἀπίστῳ πάντα χαρίσασθαι. Ἀλλὰ μικροῦ τῷ νόμῳ τῷ περὶ τούτων ἑπόμενος, εἰς ἀκοσμίαν τὸν λόγον ἔτρεψα, καίτοι μοι τῶν θεῶν πληρούντων τὸν πόθον· πάλιν γὰρ σκῆπτρα, πάλιν τῆς δίκης οἱ θρόνοι. Τοῦτον Ἐφύρα μὲν ἤνεγκε, πόλις οὐ μόνον καλλωπιζομένη μύθοις πρὸς τὸ θαυμάζεσθαι, οἷα τῶν Ἑλληνίδων αἱ πλείονες, ἀλλ' ὀφθαλμῷ κριτῇ τὴν εὐδαιμονίαν προβάλλουσα. Οὕτω καὶ τὸ τούτου γένος μυρίοις μὲν λόγοις, μυρίοις δὲ ἔργοις καὶ παραπλησίοις ἀγάλλεται. Μνηστέον ἤδη καὶ αὐτοῦ τοῦ γένους, οὔτι παντός· κάμοι γὰρ ἄν (οἶμαι) καὶ ἱστορία τοσοῦτον πλῆθος φροντίζουσα. Οἱ ἀπ' ἐκείνων τῶν γάμων ἀποβλαστήσαντες εἰκώ τινα τῆς ἐκείνου σοφίας τοῖς τῆς ψυχῆς ἔφερον ἀγάλμασι. Προσκλύζων κόλπος Ἰόνιος λεαίνει τὴν θῖνα τῷ κύματι. Κατὰ δὴ ταύτης τῆς ᾐόνος χορὸς Νηρηΐδων ἐχόρευε, λευκαὶ πᾶσαι, γάλα αὐτό, οἷον ἂν ἐκεῖνο γένοιτο τέχναις ποιμένων ἱστάμενον, γλαυκαὶ τὸ ὄμμα, κομῶσαι τῷ βρύῳ, ἔτι λευκὸν τὸν ἐκ τῆς θαλάττης ἄφρον ἐξ ἄκρων πλοκάμων στάζουσαι. Ἡ δὲ ἀντερᾷ τοῦ νυμφίου, καὶ δώρῳ πιστοῦται τὸν γάμον· ἀναδίδωσι γὰρ ἐκ μέσης θαλάττης πηγήν. Ἡ δέ, ὥσπερ ἐπισταμένη τοῦ χάριν ὑπὸ τῆς νύμφης ἐγένετο, κλέπτει μὲν τοῖς ἄλλοις πλωτῆρσι τὰ νάματα, μόνοις δὲ τηρεῖ τοῖς ἐκ τῆς νύμφης τὴν πότιμον φιλοτησίαν ἀρύσασθαι. Ὅπερ καὶ κατὰ τῆς Ἀρεθούσης ἀνύμνηται. Εὐμαθὴς ἔστω ψυχή, ταχεῖα σύνεσιν, μνήμῃ συμφυής, ἕτοιμος πρὸς λόγους, δεινὴ μὲν κρύπτειν, κρείττων λανθάνειν (σοφώτερον δὲ τοῦτο καὶ ἅμα θεοῖς προσφιλέστερον), δεινοτέρα δὲ φωρᾶσαι τὸν ἐντυχόντα· κρείττων ἡδονῆς, ἥττων φιλίας. Ἄκρος σοφίαν, δεινὸς εἰπεῖν, ἀνάλωτος φιλίᾳ, γενναῖος ἐν φόβοις, ὑψηλὸς ἰδιώτης, ἄρχων ἐπιεικής, τὸν μὲν ἰδιώτην ἀποσεμνύνων φρονήματι, λόγῳ δὲ πραΰνων τὸ τῆς ἐξουσίας αὐθέκαστον. Ἀλλὰ μὴν καὶ τὴν τύχην ἴδοις ἂν ὥσπερ ἐξ οὐρίας τὸν τοῦδε βίον συμπαραπέμπουσαν. Πρεσβύτης τις ἦν σεμνὸς ἰδεῖν, ἀρχαῖος τὸν βίον, τὸν λόγον ὅμοιος. Σοφὸς εἰπεῖν, ἀμείνων ἀκοῦσαι, τὰ πάντα γενναῖος. Πλήρης δὲ ὢν ἤδη τοῦ κλέους, καὶ πᾶσαν εἰς ἑαυτὸν ἐπιστρέφων τὴν Ἑλλάδα, διαβαίνει καὶ εἰς βασιλέα τῷ θαύματι πρὶν ὑπηνήτης γενέσθαι, πρὶν καθερπύσαι τὸν πρῶτον ἴουλον. Ποιητοῦ δὲ ἄρα ἦν ἐνταῦθα τοῦ λόγου ῥόδοις μὲν ἀναπλέξαι τὸν στέφανον, ἄγειν δὲ ἐξ Ἑλικῶνος τὰς Μούσας. Περὶ τὴν πόλιν ἐκείνην, ἣν ἀπὸ Γαδείρων Εὐρώπη λήγουσα πορθμῷ θαλάσσης πρὸς τὴν Ἀσίαν μερίζεται. Ἤλασεν οὗτος καὶ κατ' Ἴστρου, καὶ ποταμὸν οὐκ ἔδεισε βάρβαρον κρυστάλλῳ πεδία μιμούμενον. Ἐπεὶ δὲ θεὸς πρὸς πᾶσαν αὐτὸν ἀρετὴν ἀκριβῶσαι βουλόμενος, καὶ ἀπ' ἐναντίας ποτὲ τὸ πνεῦμα τῆς τύχης ἔστησεν, ἵν' οἷος ἦν, τοιοῦτος τὴν γνώμην καὶ ἐν τρικυμίαις πραγμάτων καὶ χειμῶνι βίου δειχθείη τε πᾶσι καὶ κατ' αὐτὸ τὸ μέρος εὐδοκιμήσῃ, τίς ἐνταῦθα ποιητὴς ἢ λόγων συνθέτης φωνὴν ἀξίαν τοῖς ὑπὸ τούτου κατειργασμένοις συμβάλ λοιτο; Οὐδὲ Σικελικήν τινα Σκύλλαν καὶ Χάρυβδιν, ἀνδρῶν δὲ ἀτασθάλων ὑπὲρ τὸν ἄγριον ἐκεῖνον τὸν Σικελικόν, τὸν ποιμένα, τὸν Κύκλωπα, μυρίας ἐπ' αὐτὸν κινηθείσας φάλαγγας, οὐκ ἀγχεμάχοις ὅπλοις οὐδὲ ξυστοῖς τε καὶ δόρασιν, ἀλλὰ φρονήσει καὶ λόγῳ κατὰ γῆς ἁπάσης ἐστόρεσεν. Ὁ δὲ δὴ τῶν Τελχίνων τε ἡγεμὼν καὶ κορυφαῖος καλούμενος, πληγὴν καιρίαν δεξάμενος, στένει δακρύων τὸν πόλεμον. Ἀσία πᾶσα, οὐχ ἣν νῦν οὕτω προσαγορεύομεν τὴν τῆς ὅλης ἐπωνυμίαν ἠπείρου τῷ μέρει μόνῳ τιθέμενοι, ἄρχεται μὲν ἀπ' Ἰνδῶν ἄνω, πρὸς μὲν ἕω καὶ ἄρκτον Ἐρυθρῷ κόλπῳ καὶ Φάσιδι, πρὸς δὲ μεσημβρίαν καὶ ἀπιόντα 401

ἥλιον Αἰγύπτῳ τε καὶ τῷ Ἰονίῳ πελάγει πρὸς τὰς ἄλλας 243.α ἠπείρους ἀποσχιζομένη καὶ λήγουσα, παρατείνει δὲ αὐτὴν ἐκ Προποντίδος εἰς Παμφυλίαν πλευρὰ παρήκουσα, ἣν Αἰγαῖος προσκλύζει σύμπασαν, ἐκ μιᾶς καὶ αὐτὸς ἀρχῆς τῇ πλευρᾷ ταύτῃ τικτόμενος. Οἵ τε ἐνοικοῦντες τὰς πόλεις ἄνθρωποι οὐ τῷ τέττιγι καὶ τῷ χιτῶνι τοὺς προπάτορας, ἀλλ' ἀρετῇ καὶ σοφίᾳ καθαρῶς δήπου δεικνύουσιν, ὅθεν (οἶμαι) καὶ τὸ ἀρχαῖον ἐγένοντο. Ὁ γὰρ δὴ Μέλης οὗτος (οὐ γὰρ δὴ θέμις σιωπῇ παρελθεῖν γλῶσσαν τοσαύτην γεννήσαντα) ἀνίσχει μὲν ἐκ προαστείων τῆς Σμύρνης, τίκτουσι δ' αὐτὸν μυρίαι πηγαὶ καὶ πλησίον ἀλλήλων βλαστάνουσαι, ἀφ' ὧν πλημμύρων ὁ ποταμὸς πελαγίζει τε εὐθύς, ἐκ πηγῶν ἔκπλωτος καὶ ὁλκάσι καὶ κώπῃ γίνεται. Παραμείψας δὲ τὰς ἑκατέρωθεν ὄχθας κυπαρίττῳ κομώσας καὶ δόνακι, τῇ πλησίον θαλάττῃ κοινοῦται τὸ ῥεῦμα, εἰ ῥεῦμα θέμις ἐκεῖνο καλεῖν· οὐ γὰρ ἠχοῦντος ἀκούσῃ, οὐδὲ δόξειεν ἄν σοι τὸ ὕδωρ φέρεσθαι, ἀλλ' ὥσπερ τις ἐραστής, παιδικῶν συνουσίαν κλέψαι βουλόμενος λάθρᾳ τῇ θαλάττῃ κιρνᾶται, λεαίνων τὸ κῦμα τῷ ῥεύματι. Νῦν γὰρ ποιητικῶς ἐθέλων καλέσαι τὸν ἄνεμον, εἶτα οὐκ ἔχων ποιητικὴν ἀφεῖναι φωνήν, ἐκ τῆς Κείας Μούσης προσειπεῖν ἐθέλω τὸν ἄνεμον. Ἁπαλὸς δ' ὑπὲρ κυμάτων χεόμενος πορφυρᾶ σχίζει περὶ τὴν πρώραν τὰ κύματα. Οὐ γὰρ ἀτασθάλους μαστεύων ἔρωτας τὴν σὴν πλεῦσαι σπουδάζει θάλασσαν, ἀλλὰ τελέσαι θέλων πάντας τοὺς Ἴωνας τὰ σεμνὰ σωφροσύνης μυστήρια. Ῥοδίους μὲν δὴ λόγος ὑσθῆναι χρυσῷ, χρυσῆν ἐπ' αὐτοὺς τοῦ Διὸς νεφέλην ῥήξαντος· τὴν δ' ὑμετέραν τύχην, ἣν διὰ τοῦδε καρπώσεσθε, οὐ μῦθος ἐρεῖ τις ἀμφίβολος, ἀλλ' ἐν ὀφθαλμοῖς ἔσται τὰ θαύματα. Ἤμελλεν ἄρα τὸ καλὸν ἔαρ οὐκ ἀηδόνας ἄξειν ἡμῖν οὐδέ τινας κύκνους ἢ τέττιγας, ἀλλ' αὐτὸν τὸν ταῖς χρυσαῖς ἀκτῖσι καταυγάζειν μέλλοντα τὴν Ἰωνίαν ἥλιον. Πρὸ δὲ τῶν ἄλλων ἁπάντων ὁ τῶν ἐμῶν πώλων ἔξαρχος πῶλος ἱερὸς καὶ ἀγέρωχος, οἵους Ἡλίῳ θεῷ Νισσαῖοι πώλους πωλεύουσι, τοῦτον ἐγὼ τὸν πῶλον ψαλίοις κοσμήσας Μουσῶν καὶ ταῖς Χαρίτων μίτραις, ὅλον ποιήσας ἀνάδετον, ὥσπερ τινὶ θεῷ τῆς ἐμῆς ἀγέλης ἀπαρχὰς φέρων, ἀνέθηκα. Γλαυκοὶ δὲ ἀστέρες ἀνίσχοιεν φαιδρῷ φωτὶ τὴν ἀναγωγὴν καταυγάζοντες. Οἱ δέ μου λόγοι καὶ προλαβεῖν μικροῦ τὸ μέλλον ὠδίνουσι, καὶ τοῖς ἐμβατηρίοις μέλεσι τὴν ᾠδὴν τὴν ἐπιβατήριον συνάψαι σπεύδουσιν, ἐν νῷ λαμβάνοντες τίνες (οἶμαι) τότε γενήσονται, ὅταν ἐπανελθόντα προσβλέψαντες αὐτῷ πάλιν τὰ Μουσῶν χορεύειν μέλλωσιν. Ἑτέρου προτρεπτικοῦ λόγου προοίμιον. Δεινὸς δὲ ἦν ἄρα οὐ χεῖρα μόνον ἀλλὰ καὶ γνώμην ὁ Λύσιππος. Οἷα γοῦν ἐκεῖνος διὰ τῆς ἑαυτοῦ γνώμης τετόλμηκεν. Ἐγγράφει τοῖς θεοῖς τὸν Καιρόν, καὶ μορφώσας ἀγάλματι τὴν φύσιν αὐτοῦ διὰ τῆς εἰκόνος ἐξηγήσατο. Ἔχει δὲ ὧδέ πως, ὡς ἐμὲ μνημονεύειν, τὸ δαίδαλμα. Ποιεῖ παῖδα τὸ εἶδος ἁβρόν, τὴν ἀκμὴν ἔφηβον, κομῶντα μὲν τὸ ἐκ κροτάφων εἰς μέτωπον, γυμνὸν δὲ τὸ ὅσον ἐκεῖθεν ἐπὶ τὰ νῶτα μερίζεται, σιδήρῳ τὴν δεξιὰν ὡπλισμένον, ζυγῷ τὴν λαιὰν ἐπέχοντα, πτερωτὸν τὰ σφυρά, οὐχ ὡς μετάρσιον ὑπὲρ γῆς ἄνω κουφίζεσθαι, ἀλλ' ἵνα δοκῶν ἐπιψαύειν τῆς γῆς λανθάνῃ κλέπτων τὸ μὴ κατὰ γῆς ἐπερείδεσθαι. Ὁ δὲ Γλαῦκος, ὥσπερ (οἶμαι) λοχῶν αὐτὸ τῆς ἀγωνίας τὸ καίριον, ἧκέ τε ἐπὶ τὸν στεφανίτην μόνος, καὶ πρῶτος εἶχε τὸν στέφανον. Πάντα γὰρ καλὰ ἐν καιρῷ, καὶ τοξότης ἐπίσκοπος, ὅστις οἶδε καίρια βάλλειν τοξεύματα ... Καὶ δὴ εἰς οὐρανὸν ἀηδόνες ἀπὸ γῆς ἵπτανται· τολμᾷ γὰρ ἀνάγειν ὑπὲρ ᾠδῆς εἰς αὐτὸν οὐρανὸν ὁ μῦθος ὄρνιθας. Ἧκον οὖν παρὰ τὸν κύκνον. Ὁ δ' ἔτυχεν ἐπί τινος λειμῶνος ἠρινοῦ ἄρτι ζεφύρῳ πρὸς ᾠδὴν ἐκδιδόναι μέλλων τὰς πτέρυγας. Ἐκ τοῦ εἰς τὸν νέηλυν τὸν Αἰγύπτιον. Πήχεις οἱ Αἰγύπτιοι τὴν αὔξησιν τοῦ Νείλου προσαγορεύουσι, καὶ μετροῦσι τὰ νάματα, καὶ πανήγυρις αὐτοῖς ὁ πῆχυς γίνεται. Καὶ τοὺς γενναίους ὄψει τῶν στρατηγῶν ἀπ' ἐλαττόνων τροπαίων τὰς μυρίας νίκας κηρύττοντας. Μικρὸς ἦν ἐν Ἀρτεμισίῳ Θεμιστοκλῆς (κατὰ γὰρ τῶν προπόλων ἔτι τῶν βασιλέως ἠρίστευε), 402

μείζων ἐν Ψυτταλίᾳ, μέγας περὶ Σαλαμῖνα· ἐβάπτισε γὰρ ὅλην ἐκεῖ τὴν Ἀσίαν μαχόμενος. Ἐκ προπεμπτικοῦ. Καὶ τοῦτο μὲν ἴσως καλῶς ποιεῖς· ἀνάγκη γὰρ δήπου τὸν ἐπαινεῖσθαι βουλόμενον καὶ τῶν πράξεων ἐκείνων ἐπιθυμεῖν ἀφ' ὧν ὑπάρχει τὸ θαυμάζεσθαι· οὐ γὰρ ἀπέχρησε τοῖς παισὶ τὰ τοῦ Περικλέους σεμνολογήματα, ἀλλ' ἀνάξιοι τῆς πατρῴας ἀρετῆς γενόμενοι μείζονος δήπου 243.α διαβολῆς αἰτίαν τὴν πατρῷαν δόξαν ἐκτήσαντο. Καὶ πολλῶν δὲ ἄλλων ἀνδρῶν ἀρίστων γεγόνασι παῖδες, οἷς ἅπασιν οὐ πρὸς ἐγκωμίου πλέον, ἔλεγχος δὲ κακίας ἐγένετο τὰ τῶν πατέρων ὀνόματα. Τίς οὖν (ἴσως ἂν ἐρεῖς) ἡ θεραπεία τοῦ νοῦ; Ἀρετὴ καὶ λόγος, ἡ μὲν ἄρχουσα καὶ ἐπιστατοῦσα τῷ λόγῳ, ὁ δὲ καθάπερ τις δεξιὸς ἀγαθῆς βασιλίδος διάκονος, τὰ ἐκείνης ἐπιτελῶν σπουδῇ πάσῃ εἰς ἔργον τε ἄγων προστάγματα. Ἔστι καὶ ἄλλος ἀρετῶν μυρίος χορός, ὃν ἅπαντα εὑρήσεις εἴσω παιδείας ἀνακτόρων γενόμενος. Ταύτας δὲ ὥσπερ τιθηνοὺς καὶ μητέρας ἐκείνων προξενῶ τέ σοι καί φημι δὴ δι' ἐκείνων καὶ τῆς τῶν ἐχομένων θήρας ἐφίξεσθαι. Οἱ δὲ παῖδες ἀπολελυμένοι διδασκάλων τὴν πομπὴν ἐκείνην ἔπεμπον. Ὁ δὲ Φρὺξ ὁ Μίδας ἑλεῖν θελήσας τὸν Σάτυρον οἴνῳ φαρμάττει τὰ νάματα, καὶ δήσας ὕπνῳ καὶ κώματι θήραν ἐποιεῖτο τὸν Σάτυρον. Ἐκ τοῦ ἐπὶ τῇ κατὰ τὴν διατριβὴν στάσει σχεδίου· τὸ προοίμιον. Ἆρά τι καὶ ἐν τοῖς ἡμετέροις λόγοις ἐστίν, ὦ φίλοι, φάρμακον ἔριν κομίσαι δυνάμενον; Καί τι βούλεται τοιοῦτον καὶ ἡ παρ' ἡμῖν τέχνη νεανιεύεσθαι, ὁποῖον Ὅμηρος διὰ τοῦ κρατῆρος τοῦ τῆς Ἑλένης αἰνίττεται, ὃν ἡ τοῦ Διὸς παῖς τοῖς ξένοις ἵστησιν ἐν Μενελάου δακρύουσιν; Ἢ καὶ τὸ τῆς Ἑλένης φάρμακον οὐ πόα τις ἦν, οὐδέ τις Αἰγυπτία τέχνη νηπενθὲς πόμα σκευάζουσα, ἀλλά τις λόγος ἡδὺς καὶ πάνσοφος, φαρμάκου δίκην σβέσαι δυνάμενος θυμὸν ἐκ μέσης καρδίας ζέοντα; Ἀπάγει δὲ εἰς Αἴγυπτον τὸν μῦθον ἡ ποίησις, ἵνα τὴν μητέρα τῶν σοφῶν λόγων αἰνίξηται. Ἐφρόνει ποτὲ βασιλεὺς μικρότερον; Οὐκ εἴα τοῦτο Τιμόθεος, ἀλλὰ καὶ εἰς οὐρανὸν αὐτὸν ἀνῆγε τὴν γνώμην τοῦ βασιλέως τοῖς μέλεσι. Θυμὸς ἐπέζει τοῦ μετρίου πλέον; Ἀφῄρει παρὼν ἐκεῖνος τὸ πλεονάζον τοῖς κρούσμασιν. Ἄθυμος ἦν; Μειδιῶντα εὐθὺς ἐδείκνυ. Ἡδοναῖς ἐνεδίδου; Εἶδες ἂν εὐθὺς σεμνὸν μετὰ τὴν μουσικὴν Ἀλέξανδρον. Καὶ τὸ σύμπαν εἰπεῖν, τοιοῦτον ἐξῆν ὁρᾶν ἐκεῖνον, ὁποῖον αὐτὸν ἐποίει διὰ τῶν αὐλημάτων Τιμόθεος. Πραΰνει Ζέφυρος ταῖς αὔραις τὰ κύματα. Ἀττικὸς δὲ ῥήτωρ καὶ λόγος Ἕλλην οὐ λύσει στάσιν, εἰ μόνον φθέγξαιτο; Ὅ τε Ξενοφῶν ἐστρατεύετο· καὶ γὰρ καὶ δόρυ μετὰ Σωκράτην Ξενοφῶν ἤνεγκε. Τὸ γὰρ εὐφυὲς εὐάρμοστον. Ἁβρὸς ἦν Ἀλκιβιάδης, ὁπηνίκα παρ' Ἀθηναίοις εἶχε τὴν δίαιταν· σεμνὸς ἦν ἐν Λακεδαίμονι· τὰ Περσῶν ἐς τρυφὴν μόνος ἐξήλεγχεν. Εἰ δέ ποτε ἔδει καὶ λόγους φροντίσαι καὶ τὰ φιλοσοφίας γυμνάσασθαι, Λύκειον ἅπαντα καὶ Ἀκαδημίαν ταῖς αὑτοῦ συνουσίαις εἰργάζετο. Οἱ κάμνοντες τὴν ἱστορίαν τὴν ἀμφὶ τούτους. Ἐκ τοῦ εἰς τὴν τῶν Κυπρίων ἐπιδημίαν· τὸ προοίμιον. Τὴν Κύπρον οἱ ποιηταὶ θεῶν Ἀφροδίτῃ χαρίζονται, ὥσπερ τὴν Δῆλον Ἀπόλλωνι. Ἡ γὰρ Κύπρος πόλις μεγάλη· δῆμοι τὴν γλῶτταν ἀκριβῶς Ἕλληνες. Ὤδινεν ἐξ οὐρανοῦ τὴν Ἀφροδίτην ἡ θάλαττα· τὰς δὲ ὠδίνας ταύτας, αἵ τινές ποτέ εἰσιν, μυστικοὶ λόγοι κρύπτειν κελεύουσι. Καὶ ἔδει γὰρ λοιπὸν ἐκκυηθῆναι τὴν δαίμονα. Ἵσταται μὲν εὐθὺς καὶ ἄγει γαλήνην ἡ θάλαττα, ἁπαλοῖς κύμασι περὶ τὸν τόπον πορφύρουσα. Πανδήμῳ Ἀφροδίτῃ πρὸς τὴν Οὐρανίαν οὐδὲν κοινόν. Ἡ μὲν γὰρ βεβήλους καὶ οὐ καθαροὺς τὴν φύσιν γεννᾷ τοὺς ἔρωτας· τῇ δὲ χρυσοῖ μὲν οἱ παῖδες, χρυσᾶ δὲ τὰ τούτων καὶ βέλη, σκοποὶ δὲ αὐτοῖς ψυχαὶ νεοτελεῖς καὶ ἀκήρατοι. Ἐκ τοῦ εἰς τὸν ἐκ Καππαδοκίας ῥηθέντος. Οὐδὲ ὑπὲρ Ἴστρον αὐτὸν καὶ Τάναϊν, ἀλλ' ἐπὶ πᾶσαν γῆν καὶ θάλατταν ἦλθεν ὁ Σκύθης ὑπὲρ τοῦ βέλους ὀχούμενος. Λόγος δὲ ἄρα τὸ βέλος Ἀπόλλωνος. Καὶ ποταμὸς ἐκεῖ μῦθον ἔχων ἀκοῆς Ἑλλήνων ἄξιον. Ἦλθεν ἐπ' Ἰνδοὺς ὁ Διόνυσος, γένος τὴν Διονύσου χάριν ἀρνούμενον. Ἦν δὲ ὁ μὲν στρατὸς Βάκχαι καὶ Σάτυρος, τὰ δὲ ὅπλα νεβρῖδες καὶ 403

θύρσοι. Οἱ δὲ ἄρα ὁμοῦ τε εἶδον τὸν θεὸν καὶ ᾕρηντο, καὶ τὰ ὅπλα ῥίψαντες χορὸν οἱ τέως μαχόμενοι τῷ Διονύσῳ καθίσταντο. Ἐπεὶ δὲ ἐν ὅροις Καππαδοκῶν ἦσαν ἀγόμενοι, σκηνοῦσι μὲν ἐπὶ τῷ χείλει τοῦ ποταμοῦ, ᾧ καὶ δώσειν τὴν ἐπωνυμίαν ἤμελλον, δεῆσαν δὲ τοῖς νάμασι λούσασθαι· ἀμείβεται μὲν ὁ ποταμὸς καὶ τὸ ἀργυροῦν ὕδωρ Ἰνδοῖς ὁμιλῆσαν μελαίνεται, οἱ δὲ ὅπερ ἦσαν αὐτοί, τοῦτο καὶ εἶναι καὶ καλεῖσθαι τὸν ποταμὸν ἀπεργάζονται. Ἐντεῦθεν ἄγει τὸν νεανίσκον ἡ φήμη. Ὁ δὲ ἡμέτερος 243.α πλοῦτος οὐ χρυσός τις Γυγάδας ἢ Λύδιος, ἀλλά τινες παῖδες ἡβῶντες μὲν τὴν ὥραν καὶ τὴν ἡλικίαν ἀκμάζοντες, σοβαροὶ μὲν ἰδεῖν καὶ ὑψαύχενες, ἅτε ἐκ μέσων Διὸς στέρνων γεινάμενοι. Ἐκ τοῦ ὅτε τὴν ἐπίδειξιν ἀξιούμενος ἀνε βάλετο, εἶτα εἶπε· τὸ προοίμιον. Πέρσαι τόξα σπουδάζουσι, καὶ πᾶς ὁ βίος ἐκείνοις φαρέτρα καὶ βέλη. Ἐπαινῶ τὸν νόμον, δικαία φιλοπόνου γνώμης βάσανος· σπάνια γὰρ εἶναι καθήκει τὰ τίμια. Οἶδε τοῦτον πρὸ Περσῶν ἡ φύσις τὸν νόμον. Οὐδεὶς ἂν Ὠκεανὸν ἰδεῖν ἠξίωσεν, εἰ μὴ τὴν ἐν μέσῳ φυγὼν περιεχύθη τῆς γῆς τοῖς τέρμασι. Τίς δ' ἂν εἴη πυραμίδων λόγος, εἰ μὴ πόρρω τοῦτο τὸ θέαμα; Ἢ τοῦ κατ' Αἰθίοπας λίθου τοῦ Μέμνονος, εἰ μὴ κἀκεῖνον ἄνω τῆς πολλῆς θέας ἡ μήτηρ ἔστησε; Ταῦτά τοι καὶ ἀλήθειαν, ἀλλ' οὐ μῦθον εἶναι τὸν περὶ αὐτοῦ λόγον πιστεύομεν, ὅτι λίθος ὁμιλήσας ἡλίῳ οἷον ἄνθρωπος ἠχεῖ καὶ φθέγγεται. Μόλις καὶ ῥόδον ἡ φύσις ἀνθρώποις χαρίζεται. Καὶ οὐδὲ τοῦτο ὁμοῦ τε φύει καὶ ἴσα πετάννυται, ἀλλ' οἰκουρῆσαν τὸ πολὺ τῆς ἀκμῆς εἴσω τοῦ κάλυκος ὀψὲ προκύπτει καὶ σχίζεται. Ἀλλ' οὐδ' ὀπωρίζειν ἔξεστιν, ὅταν ἐθέλωσιν ἄνθρωποι· ἀλλὰ κἂν συκάζειν ἐθέλῃς, ἀναμένεις τὴν ὥραν τὴν τῆς ὀπώρας ἐπώνυμον. Τὸ δὲ ἐν Δοδώνῃ χαλκεῖον ὅτι ἠχεῖ ἀεί, μισήσας ὁ χρόνος διέλυσεν εἰς μῦθον τὸ τέχνημα. Δεινὴ γὰρ ἡ συνήθεια κόρον τεκεῖν καὶ τὴν ἐξουσίαν ὕβρει λυμήνασθαι. Οἰκοῦντες γῆν ζητοῦμεν θάλατταν, καὶ πλέοντες πάλιν περισκοποῦμεν τὰ λήϊα. Ὁ πλωτὴρ μακαρίζει γηπόνον, καὶ τὸν ναυτίλον ἀρότης ἡγεῖται πάλιν εὐδαίμονα. Ταῦτα πάντα τοῦ κόρου παίγνια. Κόρον γεννᾷ ἡ συνήθεια. Φεύγωμεν τὸν κόρον, ὦ παῖδες· τοξεύει πολλάκις δι' ὕβριν οὗτος καὶ αὐτοῖς ἤδη τοῖς ἔρωσι. Τοῦτο γάρ ποτε τῆς παροιμίας ἤκουσα. Ἐκ τοῦ εἰς Μουσώνιον τὸν ἀνθύπατον Ἑλλάδος· τὸ προοίμιον. Ὀκνοῦντά με πάνυ τὰ θέατρα, καὶ τῶν πανδήμων συλλόγων ἀπάγειν τοὺς λόγους σπεύδοντα, λῦσαι τὸν νόμον ἠνάγκασας. Λύει καὶ κύκνος σιγήν, λύραν ὅταν Ἀπόλλωνος ἀκούσῃ πλήττοντος, καὶ τῶν ἄντρων ἐξάγει τὴν ἀηδόνα πρὸς ἥλιον λυρικὸν ἠχήσας ὁ Ζέφυρος. Τολμᾷ καὶ ναύτης τὰ κύματα, καὶ βακχεῖος ἀνὴρ θαρρῶν ἐγείρει τὸ σκίρτημα, ὁ μὲν ἔαρ ὅταν κοιμίζῃ θάλατταν, ὁ δὲ ὅταν Διονύσου θύρσον δονοῦντος αἰσθά νηται. Σὲ μὲν ποιητής τις εὔτολμος οὐκ ἄν (οἶμαι) ὀκνήσειεν οὐδ' αὐτῷ εἰκάσαι Ἀπόλλωνι. Τόξα δέ σοι καὶ βέλη τοσοῦτον φίλα ὅσον Ἀπόλλωνος φύσιν ἐνδείξασθαι, ἀναίμακτα δὲ μένει ἀεί· σῆς γὰρ ἀκίδος φόνον ἀνθρώπων οὐ θέμις ἅψασθαι, ἀλλά τις ἔφυγε διὰ σὴν ψῆφον καὶ δήμιον ἤδη τὸ ξίφος κατὰ τῆς σφαγῆς ἀνατείνοντα. Οὕτω καὶ πῶλος καλῶς πωλεύεται καὶ σκύλαξ δεξιῶς σκυλακεύεται, ὅταν ἄνευ κέντρου καὶ μάστιγος ὁ μὲν πωλοδάμνης τὸν ἵππον ὁ δὲ σκυλακευτὴς τὸν κύνα χειρὶ τιθασσεύων ἐκτρέφειν βούλοιτο. Τί Κύρον ἐν Πέρσαις μέγαν ἐποίησεν; Ἥμερος τρόπος καὶ μείλιχος. Εὐτύχησε γὰρ ἀεὶ κατὰ βαρβάρων ἡ πόλις. Ἀγγέλλει ποτὲ τὴν νίκην τῶν τις ἀριστέων τῷ δήμῳ· οἱ δὲ οὕτως αὐτὸν τῆς προθυμίας ἠγάσθησαν, ὥστε χαλκοῦς παρὰ Ἀθηναίοις ἀπὸ τῶν λόγων ἐκείνων ἕστηκεν. Ἐκ τοῦ εἰς Σεβῆρον νέηλυν· τὸ προοίμιον. Ἐμέμνητο δὲ ἄρα καὶ παρὰ τὰς μάχας Ἀχιλλεὺς τῆς λύρας· καὶ τὰ μὲν πεδία τοῖς ὅπλοις ἤστραπτεν, ὁ δὲ κατὰ τὴν σκηνὴν τὴν ἑαυτοῦ κιθάραν ἥρμοζεν. Ἡ δὲ τῆς ᾠδῆς ὑπόθεσις· ἤρα ἀρετῆς Ἀχιλλεύς, καὶ τὰ κλέα τῶν ἀνδρῶν νῦν μὲν πολεμῶν ἐμιμεῖτο, νῦν δὲ ᾠδὰς ἐργαζόμενος. Ἔρις ἦν ἀμφὶ τοῖς παιδικοῖς τῶν θεῶν· ἀλλ' οὔτε Ἀθηνᾶ τὰ ὅπλα ἔχουσα τοῖς ὅπλοις ἤριζεν, οὔτε Ποσειδῶν φέρων τὴν τρίαιναν ταύτην 404

προβέβλητο, ἀλλ' ἡ μὲν τὸν θαλλὸν ἀνέσειεν, ὁ δὲ ἀντήχει τῷ κύματι. Καὶ λύει ψῆφος τὴν κρίσιν, καὶ Ἀθηνᾶ λαμβάνει τὰ νικητήρια. Καὶ ἡ μὲν ηὔλει ἡ δὲ κιθάραν εἶχεν, ἡ δὲ ἐνέπνει τῇ σύριγγι. Ἐκ τῆς λαλιᾶς· τὸ προοίμιον. Ὅταν αἱ Μοῦσαι καθ' Ἑλικῶνα χορεύωσι, πάντα μοι ἠχῆς ἐμπίπλαται. Ἠχεῖ μὲν τέττιξ, καὶ ἀναμιμνῄσκει τὸν μῦθον τῷ μέλει, ὅτι ἐγώ, φησίν, ὢν ἄνθρωπος ᾖδον ἀεί, καὶ ἐπειδὴ τὴν φύσιν ἤμειψα, οὐ συναφῆκα τῷ βίῳ τὸν πόθον. Ἀηδόνων δὲ καὶ χελιδόνων 243.α γένη, ἔτι δὲ κύκνων ἀγέλαι περὶ τὰς θεὰς χορεύουσιν. Ἐκ τοῦ εἰς τὸν κόμητα Οὐρσάκιον. Ὅσα γραφεῖς, καὶ λόγοι δύνανται· μᾶλλον δὲ μικροτέρα μίμησις πᾶσα πρὸς λόγους. Ἄβαριν τὸν σοφὸν γένος μὲν Ὑπερβόρειον λέγουσιν, Ἕλληνα δὲ τὴν φωνὴν γεγενῆσθαι, καὶ Σκύθην μὲν ἄχρι στολῆς τε καὶ σχήματος, εἰ δέ που γλῶτταν κινήσειε, τοῦτο ἐκεῖνο ἐκ μέσης Ἀκαδημίας καὶ αὐτοῦ Λυκείου νομίζεσθαι. Τὸν Ἐλευσίνιον ἔφηβον ἀρθῆναι λόγος πρὸς Δήμητρος, ἵνα τὴν νομάδα τράπεζαν ἡμέροις ἀμείψῃ πυροῖς. Ἧκεν Ἄβαρις Ἀθήναζε τόξα ἔχων, φαρέτραν ἠμμένος εἰς ὦμον, χλαμύδι σφιγγόμενος. Ζώνη ἦν κατ' ἰξύων χρυσῆ, ἀναξυρίδες ἐκ ταρσῶν ἄκρων ἄχρι καὶ γλουτῶν ἀνατείνουσαι. Τοῦτον πανταχόθεν εὑρίσκομεν, καθάπερ ἐν ἁρμονίᾳ λύρας, σύμφωνον ἠχοῦντα τῇ γνώμῃ τὸν λόγον. Ἦν ἡδὺς ἐντυχεῖν, δεινὸς ἡσυχῇ μεγάλην πρᾶξιν ἐργάσασθαι, ὀξὺς τὸ παρὸν ἰδεῖν, προμηθὴς τὸ μέλλον φυλάττεσθαι, σοφίας ἥττων, ἐραστὴς φιλίας, ὀλίγα μὲν τύχῃ πιστεύων, γνώμῃ δὲ τὰ πάντα πιστούμενος. Ἐκ τοῦ εἰς Σεβῆρον ἑταῖρον. Τίς γὰρ ἐκείνου μᾶλλον ἢ σὺν τάχει τὴν τοῦ δικαίου φύσιν ἐθήρευεν, ἢ σὺν ὀρθότητι θηρεύσας ἐδημοσίευε; Τίς μὲν οὕτως ὀξὺς πρᾶξαι, τίς δὲ βραδὺς κολάσαι τὸν κινδυνεύοντα; Τίς μὲν οὕτω κρείττων χρυσίου, τίς δὲ ἥττων φιλανθρωπίας καὶ τοῦ κατελεῆσαι τὸν δυστυχήσαντα; ἁδρὸς μὲν ἐν λόγοις, ἔργα δὲ καὶ πράξεις ἁδρότερος. Ἐκ τοῦ εἰς Σκυλάκιον τὸν ἀνθύπατον Ἑλλάδος. Χρυσῷ μὲν ἀσπὶς ἀστράπτουσα, καὶ τὴν Ἡφαίστου μηνύουσα χεῖρα τοῖς θαύμασιν, ὅτι μόνη διὰ σοφίαν ἠπίστατο τῇ τέχνῃ φύσιν μιμήσασθαι. Μαίανδρος ὁ Καρῶν ποταμός, ὅσον πλήθει τοῦ Νείλου λείπεται, τοσοῦτον φύσει περίεστι. Τοῦ μὲν γὰρ μῦθος ἡ γῆ ἣν Αἰγυπτίοις χαρίζεται· ὁ δὲ πλωτῆρας ἀποσυλήσας τὴν θάλατταν, γηπόνοις σχίζειν ἔδωκεν ἀρότροις ἀντὶ κυμάτων τοὺς αὔλακας. Ἴδοις ἂν πεδίον μὲν τὴν πρόσθεν θάλατταν, σκιρτῶντα δὲ ἀντὶ μὲν δελφίνων νεβρόν, ἀντὶ δὲ ναύτου κελεύοντος νομέως ἠχούσης ἀκούσῃ σύριγγος. Ἐκ τοῦ εἰς νεήλυδας ἐφεσίους· τὸ προοίμιον. Ὅτε τὸν μαντικὸν Ἀπόλλων ἱδρύσας τρίποδα τοῖς πανταχόθεν ἐθέσπιζε, πάντα γένη καὶ πᾶσαι πόλεις παρὰ τὸν θεὸν ἐστέλλοντο ὑπὸ τῆς φήμης δημαγωγούμενοι. Ἐκ τοῦ εἰς τοὺς ἑταίρους πατρίδος· τὸ προοίμιον. Ἀλλὰ γὰρ ὥρα λοιπόν, ὦ παῖδες, καὶ τοῖς πολίταις τὴν λύραν τὴν ἡμετέραν ἁρμόσασθαι. Τί τὴν ἐνεγκοῦσαν πόλιν ποιήσομεν; Ἀλλ' ἐπεὶ οὐκ ἐπὶ τῶν ἁρμάτων ἡμεῖς ὀχούμεθα οὐδὲ τὰ ποιητῶν σπουδάζομεν, φέρε ἀνδράσι καὶ λόγοις τὴν πόλιν τειχίσωμεν. Τὴν δὲ Ὁμήρου τὴν μεγάλην ἠχὼ τί τῶν ἁπάντων ἐξέμηνεν; Οὐκ ἀνδρῶν δόξα; Ἐγὼ δὲ ἀρετὴν ζητῶ, καὶ ἀπὸ ταύτης ἐπαινεῖν τοὺς ἄνδρας βούλομαι. Τῆς δὲ ἀρχικῆς ἀρετῆς διπλᾶ τεκμήρια· βασιλέως τε αἱ ψῆφοι καὶ τῶν ἀρχομένων οἱ πόθοι. Μετὰ τῶν ἔργων τὴν φύσιν σκέπτεσθαι ἄξιον· καὶ ἴσον τις εὑρήσει τάς τε πράξεις ἠχούσας καὶ τὴν φύσιν ὅθεν κατώρθωνται. Τίνα δὴ τῆς φύσεως τοῦδε γνωρίσματα; Ὀξὺς φρόνησιν, ὑψηλὸς γνώμην, εὖ ποιεῖν ἄοκνος, δημοτικὸς τὸν τρόπον· εἰ μὲν εἰπεῖν δέοι, τὸν Περικλέα νικῶν, εἰ δέ τι πρᾶξαι, τὸν Ἀλκιβιάδην μιμούμενος, μᾶλλον δὲ καὶ φιλόπολις [μᾶλλον δὲ] καὶ χρημάτων κρείττων, ὅπερ ἡ συγγραφὴ τὸν Περικλέα προσείρηκεν, ἐν δὲ τῷ πράττειν πολλῷ τοῦ Κλεινίου θερμότερος, ἁπάσης ἀτεχνῶς λύρας οὐ μεῖον πρὸς πᾶσαν πρᾶξιν εὐάρμοστος. Τοιοῦτόν τινα καὶ τὸν Πρωτέα γενέσθαι μῦθοι δηλοῦσιν Αἰγύπτιοι, ὅταν αὐτὸν νῦν μὲν εἰς ὕδωρ ἀμείβωσι νῦν δὲ εἰς δένδρον καὶ φλόγα· τὸ εὔκολον γὰρ τῆς φύσεως διὰ τούτου σημῆναι βούλονται. Ἐκ τοῦ εἰς 405

Πρίβατον Ῥωμαῖον· τὸ προοίμιον. Ἤγαγε δὲ ἄρα ὁ τοῦ πυρὸς τοῦ κατ' Ἐλευσῖνα πόθος καὶ Ἀνάχαρσιν τὸν Σκύθην ἐπὶ μυστήρια. Ἐκ τοῦ ὅτε ἀπὸ τῆς Κορίνθου ἐπανῆλθεν. Εἰ δὲ ἄρα τύχη τις διασχίζοι τὰ σώματα, τῇ γοῦν ψυχῇ προβλέπειν καὶ μὴ τῷ πόθῳ τῶν παιδικῶν ἀποσχίζεσθαι. Γνωρίζω τὸ πάθος· ἐμὴν ἑρμηνεύει γνώμην ἡ ποίησις. 243.α Ἐκ τῆς εἰς Ἀμπέλιον προπεμπτικῆς· τὸ προοίμιον. Ἤμελλον ἄρα, ὦ παῖδες, ἤμελλον μόνος εὑρήσειν Ἑλλήνων τῆς τοῦδε φυγῆς τὰ θήρατρα. Χθὲς δρασμὸν ἠπείλει καὶ ἅρματα, τήμερον ὤφθη τοῖς ἐμοῖς δικτύοις ἁλώσιμος. Γενέσθαι μὲν καὶ Ἀλέξανδρον λόγος ταῖς πάλαι τέχναις ἀγώνισμα, ὥστε δὴ καὶ νειμάμενοι τὴν μορφὴν αὐτοῦ Λύσιππος καὶ Ἀπελλῆς, ὁ μὲν φαρμάκοις ὁ δὲ χαλκῷ τὴν φύσιν τοῦ βασιλέως ἡρμήνευσαν. Ἐπεὶ δὲ ὁ λόγος ὑπερβὰς τὸ σῶμα ψυχῆς ὁμιλεῖ καὶ κάλλει καὶ χάρισιν, εἴη ἂν καὶ οὗτος ἀψευδὴς ζωγρά φος. Μὴ τὸν πρωράτην ἐπιστήμονα πάσῃ ναυτιλίᾳ κτησάμενος· τὸ γὰρ ἄπειρον ἐπὶ τῆς χρείας ταράττεται, τὸ δὲ μελετῆσαν θαρρεῖ τὴν τέχνην ἣν ἔμαθεν. Ἐκ πυλῶν εἰς νύσσαν ἴσον τὸν δρόμον ἰθύνατε. Πρᾷος εἶ; Κοινὸν καὶ τοῦτο πλεονέκτημα. Κακίαν μισεῖς; Κακίᾳ συνεπεστράτευσεν. Ἀδίκων δώρων ἐξέκλινας ψαῦσιν; Ἀπέκλεισε καὶ οὗτος τὰς τῆς ψυχῆς πύλας ὑβριστῇ χρυσῷ καὶ δικαιοσύνην ἐλέγχοντι· ἔγνω γὰρ ὡς οὐ δικαιοσύνη σὺν ὀλίγοις ψόγος, ἀλλὰ σὺν ἀδικίᾳ πλοῦτος ἐχθρὸς ἀρετῆς καὶ τοῦ θαυμάζεσθαι. Αὕτη δὴ πρώτη τῶν ἐγκωμίων ἀρχή, ὅτι καὶ ἀρχὴ τῶν πράξεων. Τὸ δὲ μετὰ τοῦτο τί μὲν εἴποι τις, τί δὲ φυλάξαιτο; Καὶ γὰρ τὸ λέγειν ἄπορον, καὶ τὸ μὴ λέγειν ἀχάριστον. Ὥσπερ γὰρ οἱ τὰ κάλλη τῶν ἀγαλμάτων θεώμενοι ἔχονται μὲν τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ πρώτου προσπίπτοντος, μεταβιβάζοντες δὲ ἄλλοτε ἐπ' ἄλλο τὴν θέαν ἀποροῦσιν ὅ τι πρῶτον θεάσωνται· μᾶλλον δέ (τί γάρ μοι δεῖ παλαιᾶς εἰκόνος;) ὥσπερ οἵ τι τῶν νέων δημιουργημάτων θεώμενοι προσβλέπειν μὲν ἅπασιν ἀθρόως ὑπὸ τοῦ περικεχυμένου τῷ πάντι κάλλους βιάζονται, ἐν μέρει δὲ ἄλλου ἄλλοθεν δημαγωγοῦντος τὸν πόθον σχίζονται τὴν θέαν τῷ θαύματι, οὕτω καὶ αἱ σαὶ πράξεις πᾶσαι πανταχόθεν προσπίπτουσαι ἱστορίαν ἄλλην ζητοῦσιν, ἀλλ' οὐ τὸν παρόντα τῶν λόγων νόμον ἀνέχονται. Τὰς πράξεις εἴπῃ τις ἢ τὰς δίκας; ἢ τὴν ἐν μέρει σπουδὴν ἢ τὰς ὑπὲρ τῶν ὅλων φροντίδας; Πενίας πρόνοιαν ἢ τὸν σὺν πρᾳότητι τῶν δυναστευόντων σωφρονισμόν; Ἀλλὰ διά σε καὶ Σπάρτη τρυφᾷ, ῥυπῶντα πλόκαμον εἰς εὐανθῆ κόμην ἀμείψασα. Τὸν δὲ ἄπειρον τῶν οἰκοδομημάτων ὄχλον τίς ἂν κατ' ἀξίαν δηλώσειε; Περικλεῖ μὲν Προπύλαια πρὸς φιλοτιμίαν ἤρκει καὶ Παρθενών, καὶ οἶκος Δαρείῳ βασίλειος, καὶ ἄμπελος Ἀρτοξέρξῃ χρυσῆ, Θεοδώρου Σαμίου ποίημα, ἄχρηστον ἔργον τρυφῶντος Μήδου κατὰ τῆς φύσεως. Σὺ δὲ ἐκ Πυλῶν ἀρξάμενος ἄχρι καὶ Πελοποννήσου μυχοῦ πάντα τὸν ἐν μέσῳ τόπον πόλεις ἀπέφηνας. Στενωπός τις ἦν Κολυτὸς οὕτω καλούμενος ἐν τῷ μεσαιτάτῳ τῆς πόλεως, δήμου μὲν ἔχων ἐπώνυμον, ἀγορᾶς δὲ χρείᾳ τιμώμενος. Κατὰ δὴ κλέος τὸ πάλαι ἔρχεται καὶ οὗτος ἐπὶ τὸν τόπον, ὑπὸ τῆς φήμης δημαγωγούμενος· ἰδὼν δὲ τὴν μὲν φύσιν ἠγάσθη τοῦ τόπου, τῇ κατασκευῇ δὲ ᾐσχύνθη πλέον ὑπὲρ τῆς πόλεως, οὐ μὴν ἀφῆκε πλέον ἐρυθριᾶσαι τὴν πόλιν ἐπὶ τῷ πράγματι. Σὺ καὶ τοὺς μύθους πιστοὺς ἀπέδειξας, ὅτι στένει καὶ λίθος ἐρῶν καὶ λείβει δάκρυα ὥσπερ ἐραστὴς τῆς ἐρωμένης κλεπτόμενος· ὡς ἐγὼ δέδοικα μή τι καὶ πάθος ὁ περί σε πόθος ἐργάσηται, καί τινες τὴν φύσιν ἀμείψαντες εἶτα ξένον μῦθον γεννήσωσιν, ἄνθος ἢ δένδρον γενόμενοι. Ἐκ τοῦ εἰς Ἀνατόλιον ὕπαρχον· τὸ προοίμιον. Ἀχιλλέα παρ' Ὁμήρῳ φόνον ἑταίρου δακρύοντα Ζεὺς ἐξ οὐρανοῦ, δι' Ἑρμοῦ πέμψας σύνθημα, ὅπλων ἐκέλευσεν ἅψασθαι. Φέρε οὖν καὶ ἡμεῖς ὥσπερ ἔκ τινος ἄνωθεν νεύματος εἰς πανήγυριν τὸ πάθος λύσαντες, τῷ Μουσηγέτῃ χορεύσωμεν. Θήρα γέγονε τῆς ἡμετέρας τέχνης ὁ μέγας ὕπαρχος. Οὐ μῦθος ταῦτα οὔτε Ἀττικὰ κομψεύματα, ξένος ἐκ Θηβῶν Διόνυσος, Ποσειδῶν ἐραστὴς ἀπὸ τοῦ κύματος, οἷα κατὰ τῆς πόλεως Λάκωνες παίζουσιν, ἀλλ' ἀληθὲς ἐντύχημα, ἀλλὰ παιδεία καὶ νόμοι, ῥίζα τῶν 406

ἀγαθῶν καὶ μητρόπολις. Αὐτός τε φυτεύει τῷ φυτῷ τούτῳ τὴν ἑαυτοῦ ψυχήν, Ἀττικὰ ἐπάρδων τὰ νάματα. Ἀεὶ δὲ τὰ καλὰ σπάνια, καὶ δόξαν ἀθάνατον τοῖς ἐπινοοῦσι προμνώμενα. Πρῶτος μὲν ὁ σοφὸς Ἀνάχαρσις ἐκ Σκυθῶν ἦλθεν εἰς Ἕλληνας, πρῶτος δὲ Πέλοψ ἐκ Λυδῶν, ἐπ' ἀθανάτων ἵππων κατὰ γαλήνης ὀχούμενος. Καὶ μισθὸν τῆς καινοτομίας λαμβάνει δοῦναι τῇ χώρᾳ τὸ πρόσρημα. Καὶ ὁ μὲν ἔπαινος ἐν αἰγιαλοῖς ἔτι, πελαγίζει δὲ ὁ λόγος, οὐχ ὁρῶν ὅρμον φαινόμενον. Κράτιστον οὖν ἴσως εἰκόνι τὴν τοῦδε φύσιν θηράσαντα, τὸ τοῦ Φειδίου μιμήσασθαι. Οὐκ ἠγνόει Φειδίας ὅσος καὶ ἐν ὅσοις ὁ Ζεύς, ἅτε τὴν ψυχὴν τῆς χειρὸς σοφώτερος. 243.α Βουλόμενος οὖν ἑνὶ θηρᾶσαι τὴν Διὸς φύσιν ἀγάλματι, χρυσῷ κεράσας ἐλέφαντα, Ἠλείοις μὲν τὸν Ὀλύμπιον, τοῖς δὲ ἄλλοις ἀνθρώποις τὸν Δία εἰκόνι μιᾷ τοσοῦτον ὅσον ἐκτυπωσάμενος. Ἐθέλω δέ σοι θείων ἐκ φαρμάκων γράψαι τὸν πίνακα· ἔκπλυτα γὰρ ταχέως χρόνῳ τὰ γήϊνα. Δόγμα δὲ καὶ δόξαν εἴ τῳ φίλον καλεῖν τὸν πίνακα, οὐ διοίσομαι. Ἐπειδὰν κάμοι τὸ πολὺ σῶμα τοῦτο κακίας νόσῳ φθειρόμενον, ὃ γῆν μὲν ἡμεῖς καὶ κέντρον ἐκείνου τοῦ θείου κόσμου νομίζομεν, τότε Λαχέσεως ἄτρακτος οὐρανὸν σχίσας τοῖς νήμασιν ἐκ τῆς Διὸς ἑστίας ἄγει ψυχὴν ἀκραιφνῆ, τῶν θείων φασμάτων παρ' ἡμᾶς τὴν οὐσίαν διαπορθμεύουσαν. Αὕτη φέρει δικαιοσύνην, αὕτη ἀν δρείαν παρ' αὐτῆς· αὐτοφρόνησις καθαρῶς ἡ τοιαύτη ψυχή. Ἕπεται δὲ αὐτῇ καὶ ἀρετῶν συμφύτων μυρίος θίασος, ὕψος ψυχῆς, μεγαλοπρέπεια γνώμης, ἐλευθέρα φωνή, χεῖρες ἄδωροι, φιλίας πόθος, ἀληθείας ἔρως, ἄτρεπτον φρόνημα. Οὐκ ἐκ φιλίας ἀρετὴν κρίνων, ἀλλ' ἐξ ἀρετῆς τὰ τῆς φιλίας σταθμώμενος. Ἐκ τοῦ εἰς Φοῖβον τὸν τοῦ ἀνθυπάτου παῖδα· τὸ προοίμιον. Σοφιστοῦ δὲ θύραν ἐκ μικροτέρας γλώττης ἀμείψαντας σοφιστικοῖς εἰκὸς οἶμαι περιτυγχάνειν καὶ διηγήμασιν. Ἰσοκράτης ὁ σοφιστής (γνώριμον δὲ πᾶσιν οἶμαι μετὰ τῶν λόγων καὶ τοὔνομα, ὅτι δι' ἐκεῖνον σοφιστῶν γλῶττα τὰς ποιητικὰς ἀτιμάσασα οἰκεῖον νόμον ἠσπάσατο) λόγῳ μὲν ἀεὶ τοῖς λόγων ἐρῶσι τὰ βασίλεια τῶν ἑαυτοῦ μουσείων ἀνεπετάννυεν. Ἐκ τοῦ εἰς Ἀρκάδιον τὸν ἰατρὸν καὶ κόμητα. Παίζοντας γὰρ τοὺς νέους περὶ θάλαμον ἱστόρησε, καὶ ταῖς ἑαυτῶν ἴυγξι ποιεῖ τὴν χάριν ἐλέγχοντας. Νῦν δὲ ἕτερος ἆθλος, καὶ ἄλλο στάδιον, καὶ Μουσῶν τέμενος μύσταις ὁσίοις ἀνοιγόμενον. Περὶ τοῖς φιλτάτοις κυβεύουσι. Φασὶ δὲ καὶ Δημοκήδην τὸν Κροτωνιάτην ἐκεῖνον τὸν πρῶτον ἰατρικὴν Ἑλλάδα παρὰ βαρβάροις κομίσαντα. Ἐκ τοῦ προτρεπτικοῦ τοῦ εἰς τοὺς προσ ελθόντας ἑταίρους. Ὁ θυμοειδὴς τὴν ψυχήν, λόγῳ κεράσας τὸ πάθος, ἀνδρεῖος ἤκουσεν. ὁ τὸν βίον ἁβρός, μέτρον ἐπιθεὶς τῇ φύσει, τὴν σωφροσύνην ἐλάμβανεν. Ἀμείβει τὴν φύσιν εἰς πολλὰς ἰδέας καὶ θάλαττα· πορφύρει μέν, ὅταν εἰς γαλήνην στορέσῃ τὰ κύματα, ζοφῶδες δὲ ἔχει τὸ πρόσωπον ὅταν ἀγριαίνῃ ταρασσομένη τοῖς κύμασιν. Ἐκ τοῦ εἰς Φλαβιανὸν προπεμπτικοῦ· τὸ προοίμιον. Κρείττονά με λύραν, ὦ φίλε, κάμνοντα, ἵνα σε μετὰ Λιβύην ἀσπάσωμαι, φεύγων ἐξαίφνης εἰς στυγνὸν μέλος ἀπέρριψας. Οὔπω τὸ ἔαρ ὤφθη, καὶ χειμὼν Ἑλλησπόντιος προσβαλὼν τὴν ψυχὴν πήγνυσιν· οὔπω τὸν ἥλιον εἴδομεν, καὶ τὰς ἀκτῖνας ἑτέρωσε κλίνων ἀπειλεῖ νύκτα ποιήσειν τοῖς Ἕλλησι. Πρὶν μειδιᾶσαι στυγνάζομεν, πρὶν ἐπιδήμια θῦσαι θεοῖς ἐνοδίοις εὐχόμεθα. Λόγους δὲ χειρὸς ἀτολμοτέρους ἐλέγχεσθαι, ὀκνοῦντας ποιεῖν ἃ κηρός τε ἐθέλει καὶ σίδηρος. Διέπλει γὰρ ἀεὶ τὸ κλέος ἀπὸ Λιβύης εἰς Ἕλληνας. Τὴν μὲν Αὔραν ἐποίει καὶ τεθρυμμένην καὶ παίζουσαν, οἵας τὰς Λυδὰς ποιοῦσι ζωγράφοι κατὰ πινάκων τέχνῃ μεθύσαντες. Μικρὸν οὖν ἀναβιβάσαντες ἐκ μέσου τὸν λόγον, εἶτα ῥυῆναι κατὰ Λιβύης ἐάσομεν. Νικᾷ δὲ οὐδεὶς, ὅτι τὰ πάντα θαυμάζεται. Ἀλλ' ὁ λόγος γὰρ ἀκολουθήσας τῷ πόθῳ ὥσπερ τινὶ βιαίῳ ῥεύματι, μικροῦ πρὸς ἑτέραν ὁδὸν μετωχετεύθη φερόμενος. Ἐπανακτέον οὖν ἐπὶ Λιβύην τὸν λόγον. Ἠλέγχθη Περικλῆς εἰς πειθὼ δεύτερος, ἠλέγχθη δὲ Θεμιστοκλῆς εἰς γνώμης τάχος ἀμβλύτερος, καὶ Πλάτων εἰς φύσιν, καὶ Σόλων εἰς νόμους· καὶ πάντες ἴσασιν 407

ὅτι οἷς ἕκαστος ὡς μόνοις [ὡς] πᾶσιν οὕτως ἀγάλλεται. Τί δράσω; Τί δὲ βουλεύσομαι; Ὕπαρχον πέμψω Ῥωμαίοις; Χλιδῶν δὲ δῆμος σεμνὸν οὐκ οἶδεν ἡνίοχον. Δυσχεραίνει μοι τάχα Καρχηδών, πόλις ἐπὶ Λιβύῃ δι' ἀρετήν ποτε κατὰ Ῥώμης φρονήσασα, πόλις Ἰταλίαν ὅλην τοῖς ἑαυτῆς κάλλεσι βόσκουσα, πόλις παρὰ τοσοῦτον οὐ πρώτη παρ' ὅσον Ῥώμην αἰσχύνεται. Κινδυνεύει μοι πόλις μεγάλη, καὶ ἤπειρος ὅλη πονηροῖς κυβερνᾶται τοῖς οἴαξι. Πέμψωμεν αὐτὸν τὸν μέγαν τῆς δίκης ἡνίοχον. Ἔγνω ταῦτα βασιλεύς, καὶ χρυσαῖ παραχρῆμα δέλτοι τὴν γνώμην ἔφθανον. Ἐνταῦθα τοῦ λόγου γενόμενος τί πρῶτον, τί ἔπειτα, τί δ' ὑστάτιον καταλέξω; Κινοῦνται μὲν γὰρ πανταχόθεν αἱ πράξεις, ἴσα δὲ πάντα, 243.α καὶ τῷ μὴ λέγειν τὸ λέγειν ὁμοίως ἄπορον, ὅτι τὸ μὲν πλήθει τὸ δὲ μεγέθει κωλύεται. Λεκτέον οὖν οὐχ ὅσα ἔνεστιν, ἀλλ' ὅσα ἔξεστιν. Ὁρῶντες δὲ αὐτὸν κατὰ τοῦ χειμῶνος ὡς κατὰ γαλήνης τὸν στόλον πέμποντα, καὶ κατὰ κυμάτων ὡς κατὰ λιμένων ἀθύροντα, οἱ μὲν ὡς δριμὺν ἐραστὴν ἐπόθουν, οἱ δὲ ἔφριττον ὡς πᾶσι φόβοις ἀήττητον. Κρείττονα πομπὴν τῆς Ἡφαίστου ἐπόμπευον. Ἀντήχει δὲ δῆμος κύμασι, καὶ ῥοθίῳ κρότος ἐκ πόλεως· καὶ ψόφον θαλάσσης βοὴ Καρχηδόνος ἐξέπληττε. Συγγνώμην δὲ ἅπας ἐχέτω καὶ γέρων καὶ νέος, εἰ ἔπη φθέγγομαι· οἶδε γὰρ, οἶδεν ἔρως καὶ λόγον ποιεῖν αὐτόνομον. Οὗτος νόσον ἐνόσησε τῆς μὲν ἑαυτοῦ τύχης μείζονα, τῆς δὲ πονηρίας οὐχ ἥττονα. Καὶ μὴ θαυμάσῃ τις εἰ ταῦτα ἐκεῖνος κατὰ τοιοῦδε ἀνδρὸς ἐνόσησεν. Ἄνωθεν κατὰ τῶν ἀρίστων ἀρχόντων τοῖς ἐλάττοσι μῶμος ἐμφύεται. Ἐσυκοφάντει Περικλέα Κλέων, ἔφυγε Νικίας Ὑπέρβολον, Δημάδης δ' ἔκρινε Δημοσθένην, Κλεόφων Ἀλκιβιάδην ἐγράφετο, ἀνὴρ ἐλοιδόρει Θεμιστοκλέα Σερίφιος. Τῷ γὰρ ὑπερβάλλοντι τῆς τύχης φθονοῦντες, τὸ ἐλαττούμενον τῆς ἀξίας ἀνισοῦν θράσει βιάζονται. Ἔνθα δὴ καὶ μάλιστα ἔδειξεν ὅσον τὸ μέσον ἀρετῆς τε καὶ πανούργου τρόπου καθέστηκεν. Ἀνεγνώσθη τῆς Διοδώρου βιβλιοθήκης ἄλλοι τε λόγοι καὶ ὁ λβʹ καὶ λδʹ, καὶ ὁ μʹ καὶ ὁ ληʹ, καὶ ὁ λαʹ καὶ ὁ βʹ καὶ δʹ, καὶ ʹ, καὶ ὁ λζʹ καὶ ὁ ληʹ. Ὧν ἐκλογὴν ἡ παροῦσα ἔκδοσις περιέχει. Ὅτι πολλοὶ μὲν καὶ ἄλλοι ἱστόρησαν ἀπὸ σχήματος γυναικείου καὶ ὑπολήψεως εἰς ἀνδρὸς καὶ σχῆμα καὶ φύσιν ἀναφανῆναι· ἀτὰρ καὶ Διόδωρος ἐν τῇ λβʹ τῶν ἱστοριῶν τοιαῦτα περὶ ταύτης τῆς περιπετείας ἱστορεῖ, τὰ περὶ Ἀλέξανδρον τὸν κοίλης Συρίας καὶ Ἀντιοχείας βασιλεύσαντα διεξιών. Φησὶν δέ· ὁ δὲ Ἀλέξανδρος ἀπὸ μὲν τῆς μάχης μετὰ πεντακοσίων τὴν φυγὴν ἐποιήσατο τῆς Ἀραβίας εἰς τὰς καλουμένας Ἄβας πρὸς Διοκλέα τὸν δυνάστην, πρὸς ὃν ἦν καὶ τὸν υἱὸν Ἀντίοχον προεκτεθειμένος ὄντα νήπιον. Εἶτα οἱ μὲν περὶ τὸν Ἡλιάδην ἡγεμόνες, οἳ συνῆσαν Ἀλεξάνδρῳ, λάθρᾳ διεπρεσβεύσαντο περὶ τῆς ἰδίας ἀσφαλείας, ἐπαγγελλόμενοι δολοφονήσειν τὸν Ἀλέξανδρον· συγχωρήσαντος δὲ τοῦ Δημητρίου περὶ ὧν ἠξίουν, οὐ μόνον προδόται τοῦ βασιλέως ἀλλὰ καὶ φονεῖς ἐγενήθησαν. Οὐκ ἄξιον δὲ παρελθεῖν τὴν γενομένην περιπέτειαν πρὸ τῆς Ἀλεξάνδρου τελευτῆς, διὰ δὲ τὸ παράδοξον ἴσως ἀπιστηθησομένην. Ἀλεξάνδρου γὰρ τοῦ βασιλέως βραχὺ πρὸ τῶν ἐνεστώτων χρόνων χρηστηριαζομένου κατὰ τὴν Κιλικίαν, ἔνθα φασὶν Ἀπόλλωνος Σαρπηδονίου ἱερὸν εἶναι, ἀνελεῖν αὐτῷ λέγεται τὸν θεὸν φυλάξασθαι τὸν τόπον τὸν ἐνεγκόντα τὸν δίμορφον. Καὶ τότε μὲν αἰνιγματώδη τὸν χρησμὸν εἶναι δόξαι, ὕστερον μέντοι μετὰ τὴν τελευτὴν τοῦ βασιλέως ἐπιγνωσθῆναι τὸ λόγιον διὰ τοιαύτας τινὰς αἰτίας. Τῆς Ἀραβίας ἐν ταῖς καλουμέναις Ἄβαις ᾤκει τις Διόφαντος ὄνομα, τὸ δὲ γένος Μακεδών. Οὗτος ἐγχώριον Ἀραβίαν γυναῖκα γήμας ἐγέννησεν υἱὸν μὲν ὁμώνυμον ἑαυτῷ, θυγατέρα δὲ τὴν προσαγορευθεῖσαν Ἡραΐδα. Τὸν μὲν οὖν υἱὸν πρὸ τῆς ἀκμῆς ἐπεῖδε τελευτήσαντα, τὴν δὲ θυγατέρα γάμου ἔχουσαν ὥραν προικίσας συγκατῴκισέ τινι ὄνομα Σαμιάδῃ. Οὗτος μὲν οὖν συμβιώσας τῇ γαμηθείσῃ χρόνον ἐνιαύσιον ἀπεδήμησε μακρὰν ἀποδημίαν. Τὴν δ' Ἡραΐδα φασὶν ἀρρωστίᾳ περιπεσεῖν παραδόξῳ καὶ παντελῶς ἀπιστουμένῃ· φλεγμονὴν γὰρ ἰσχυρὰν γενέσθαι 408

περὶ τὸ ἦτρον αὐτῆς. Ἐπὶ πλέον δὲ οἰδήσαντος τοῦ τόπου, ἔπειτα τῶν πυρετῶν μεγάλων συνεπιγινομένων, καταδοξάσαι τοὺς ἰατροὺς ἕλκωσιν γεγονέναι περὶ τὸν τράχηλον τῆς μήτρας. Χρωμένων δὲ αὐτῶν θεραπείαις αἷς ὑπελάμ βανον καταστελεῖν τὰς φλεγμονάς, ἑβδομαίας δ' οὔσης, ῥῆξιν ἐπιγενέσθαι τῆς ἐπιφανείας, καὶ προπεσεῖν ἐκ τῶν τῆς Ἡραΐδος γυναικείων αἰδοῖον ἀνδρεῖον, ἔχον διδύμους προσκειμένους. Τὴν δὲ ῥῆξιν τούτων καὶ τὸ πάθος γενέσθαι μήτε ἰατροῦ μήτ' ἄλλων τῶν ἔξωθεν παρόντων, πλὴν μητρὸς καὶ δύο θεραπαινίδων. Τότε μὲν ἀχανεῖς γενομένας διὰ τὸ παράδοξον, τὴν ἐνδεχομένην ἐπιμέλειαν ποιήσασθαι τῆς Ἡραΐδος, καὶ κατασιωπῆσαι τὸ γεγονός. Τὴν δὲ ἀπολυθεῖσαν τῆς νόσου τὴν ἐσθῆτα φορεῖν γυναικείαν, καὶ τὴν ἄλλην ἀγωγὴν οἰκουρὸν καὶ ὕπανδρον διαφυλάττειν· καταδοξάζεσθαι δὲ ὑπὸ τῶν συνειδότων 244.α τὴν περιπέτειαν ἑρμαφρόδιτον εἶναι, καὶ κατὰ τὴν γεγενημένην μετ' ἀνδρὸς συμβίωσιν, τῆς κατὰ φύσιν ἐπιπλοκῆς ἀντιπραττούσης, δοκεῖν αὐτὴν ταῖς ἀρρενικαῖς συμπεριφοραῖς καθωμιλῆσθαι. Λανθανούσης δὲ τοὺς ἐκτὸς τῆς διαθέσεως ταύτης ἐπανελθεῖν τὸν Σαμιάδην καί, καθάπερ ἦν ἐπιβάλλον, τὴν γαμηθεῖσαν ἐπιζητεῖν· οὐ τολμώσης δ' ἐκείνης εἰς ὄψιν ἐλθεῖν διὰ τὴν αἰσχύνην, τὸν Σαμιάδην φασὶ βαρέως ἐνεγκεῖν. Ἐπικειμένου δὲ συνεχέστερον καὶ ἀπαιτοῦντος τὴν σύμβιον, καὶ τοῦ πατρὸς μὴ συγχωροῦντος μέν, αἰσχυνομένου δὲ τὴν αἰτίαν εἰπεῖν, εἰς μέγα ἠύξετο ἡ διαφορά. Ἐπενεγκεῖν τε διὰ τοῦτο δίκην τῷ πατρὶ περὶ τῆς ἰδίας γυναικός, τῆς τύχης ὥσπερ ἐν δράματι τὸ παράδοξον τῆς περιπετείας ἀγούσης εἰς ἔγκλημα. Συνεδρευσάντων δὲ τῶν κριτῶν καὶ λόγων ῥηθέντων, συμπαρεῖναι μὲν τῇ κρίσει τὸ ἀμφισβητούμενον σῶμα, διαπορεῖν δὲ τοὺς δικαστὰς πότερον προσήκει τὸν ἄνδρα τῆς γυναικὸς ἢ τὸν πατέρα τῆς θυγατρὸς κυριεύειν. Πέρας τῶν κριτῶν οἰομένων δεῖν ἀκολουθεῖν τἀνδρὶ τὴν γαμηθεῖσαν, τὴν ἀλήθειαν διασαφῆσαι τὸ τῆς φύσεως ἄρρεν, καὶ θυμῷ τετολμηκότι τὴν καθυποκρινομένην ἐσθῆτα λύσασαν δεῖξαι πᾶσι, ῥῆξαί τε φωνὴν δεινοπαθοῦσαν, εἴ τινες ἀναγκάζουσι συνοικεῖν ἀνδρὶ τὸν ἄνδρα. Πάντων δὲ καταπλαγέντων καὶ φωνῇ θαυμαζούσῃ τὸ παράδοξον ἐπισημαινομένων, τὴν μὲν Ἡραΐδα φασὶν ἀποκαλυφθείσης τῆς αἰσχύνης μεταμφιάσασθαι τὸν γυναικεῖον κόσμον εἰς νεανίσκου διάθεσιν, τοὺς δὲ ἰατροὺς ἐπιδειχθέντων αὐτοῖς τῶν φανέντων γνῶναι ὅτι κατεκέκρυπτο φύσις ἄρρενος ἐν ὁμοειδεῖ τόπῳ φύσεως θηλείας, καὶ δέρματος περιειληφότος παρὰ τὸ σύνηθες τὴν φύσιν, σύντρησίς τις ἐγεγένητο, δι' ὧν ἐξωδεύοντο τὰ περιττώματα· διόπερ τὸν προσεσυριγγωμένον τόπον ἑλκώσαντας δεῖν κατουλῶσαι, τὴν δὲ ἀνδρὸς φύσιν εὔκοσμον ποιήσαντας σὺν ἐνδεχομένῃ δόξαι κεχρῆσθαι θεραπείᾳ. Τὴν δ' Ἡραΐδα μετονομασθεῖσαν Διόφαντον εἰς τοὺς ἱππεῖς καταλεχθῆναι, καὶ σὺν τῷ βασιλεῖ παραταξάμενον εἰς τὰς Ἄβας συναναχωρῆσαι. Διὸ καὶ τὸν πρότερον ἀγνοούμενον χρησμὸν τότε γνωσθῆναι σφαγέντος τοῦ βασιλέως ἐν ταῖς Ἄβαις, καθ' ὃν τόπον ὁ δίμορφος ἐγεγένητο. Τὸν δὲ Σαμιάδην λέγουσιν, ἔρωτι καὶ τῇ προγεγενημένῃ συνηθείᾳ δεδουλωμένον, αἰσχύνῃ τε τοῦ παρὰ φύσιν γάμου συνεχόμενον, τῆς μὲν οὐσίας τὸν Διόφαντον ἀναδεῖ ξαι διαθήκῃ κληρονόμον, ἑαυτὸν δὲ τοῦ ζῆν μεταστῆσαι, ὥστε τὴν μὲν γυναῖκα γεγεννημένην ἀνδρὸς ἀναλαβεῖν δόξαν καὶ τόλμαν, τὸν δ' ἄνδρα γυναικείας ψυχῆς ἀσθενέστερον γενέσθαι. Παραπλησία δὲ ταύτῃ τῇ διαθέσει συνετελέσθη περιπετεία τριάκοντα ἔτεσιν ὕστερον ἐν τῇ πόλει τῶν Ἐπιδαυρίων. Ἦν γάρ τις Ἐπιδαυρία, κόρη μὲν εἶναιδοκοῦσα, γονέων δὲ ὀρφανή, Καλλὼ δ' ὄνομα. Αὕτη τὸν ἐπὶ τῆς φύσεως ἀποδεδειγμένον ταῖς γυναιξὶ πόρον ἄτρητον εἶχε, παρὰ δὲ τὸν καλούμενον κτένα συριγγωθέντος τόπου ἐκ γενετῆς τὰς περιττώσεις τῶν ὑγρῶν ἐξέκρινεν. Εἰς δὲ τὴν ἀκμὴν τῆς ἡλικίας παραγενομένη συνῳκίσθη τινὶ τῶν πολιτῶν. Διετῆ μὲν οὖν χρόνον συνεβίωσε τἀνδρί, τὴν μὲν γυναικείαν ἐπιπλοκὴν οὐκ ἐπιδεχομένη, τὴν δὲ παρὰ φύσιν ὁμιλίαν ὑπομένειν ἀναγκαζομένη. Μετὰ δὲ ταῦτα φλεγμονῆς αὐτῇ 409

συμβάσης περὶ τὸν κτένα καὶ δεινῶν ἀλγηδόνων ἐπιγενομένων, συνεκλήθη πλῆθος ἰατρῶν. Καὶ τῶν μὲν ἄλλων οὐδεὶς ὑπισχνεῖτο θεραπεύσειν, φαρμακοπώλης δέ τις ἐπαγγελλόμενος ὑγιάσειν ἔτεμε τὸν ἐπηρμένον τόπον, ἐξ οὗπερ ἐξέπεσεν ἀνδρὸς αἰδοῖα, δίδυμοι καὶ καυλὸς ἄτρητος. Πάντων δὲ τὸ παράδοξον καταπλαγέντων ὁ φαρμακοπώλης ἐβοήθει τοῖς λειπομένοις μέρεσι τῆς πηρώσεως. Τὸ μὲν οὖν πρῶτον τὸ αἰδοῖον ἄκρον ἐπιτεμὼν συνέτρησεν εἰς τὸν οὐρητῆρα, καὶ καθεὶς ἀργυροῦν καυλίσκον ταύτῃ τὰ περιττώματα τῶν ὑγρῶν ἐξεκόμιζε, τὸν δὲ σεσυριγγωμένον τόπον ἑλκώσας συνέφυσε. Καὶ τοῦτον τὸν τρόπον ὑγιοποιήσας διπλοῦν ἀπῄτει τὸν μισθόν· ἔφη γὰρ αὐτὸν παρειληφέναι γυναῖκα νοσοῦσαν, καθεστακέναι δὲ νεανίσκον ὑγιαίνοντα. Ἡ δὲ Καλλὼ τὰς μὲν ἐκ τῶν ἱστῶν κερκίδας καὶ τὴν ἄλλην τῶν γυναικῶν ταλασιουργίαν ἀπέθετο, μεταλαβοῦσα δὲ ἀνδρὸς ἐσθῆτα καὶ τὴν ἄλλην διάθεσιν μετωνομάσθη Κάλλων, ἑνὸς στοιχείου ἐπὶ τῷ τέλει τοῦ ˉν προστεθέντος. Λέγεται δ' ὑπό τινων ὅτι πρὸ τοῦ μεταλαβεῖν τὴν εἰς ἄνδρα μορφὴν ἱέρεια τῆς Δήμητρος ἐγεγένητο, καὶ τὰ τοῖς ἄρρεσιν ἀόρατα ἰδοῦσα κρίσιν ἔσχεν ἀσεβείας. Ὁμοίως δ' ἐν τῇ Νεαπόλει καὶ κατ' ἄλλους τόπους πλείονας ἱστοροῦνται γεγονέναι τοιαῦται περιπέτειαι, οὐκ ἄρρενος καὶ θηλείας φύσεως εἰς δίμορφον 244.α τύπον δημιουργηθείσης (ἀδύνατον γὰρ τοῦτο), ἀλλὰ τῆς φύσεως διὰ τῶν τοῦ σώματος μερῶν ψευδογραφούσης εἰς ἔκπληξιν καὶ ἀπάτην τῶν ἀνθρώπων. Διόπερ ἡμεῖς τὰς περιπετείας ταύτας ἀναγραφῆς ἠξιώσαμεν, οὐ ψυχαγωγίας ἀλλ' ὠφελείας ἕνεκα τῶν ἀναγινωσκόντων. Πολλοὶ γὰρ τέρατα τὰ τοιαῦτα νομίζοντες εἶναι δεισιδαιμονοῦσιν, οὐκ ἰδιῶται μόνον ἀλλὰ καὶ ἔθνη καὶ πόλεις. Κατ' ἀρχὰς γοῦν τοῦ Μαρσικοῦ πολέμου πλησίον τῆς Ῥώμης οἰκοῦντά φησιν Ἰταλικὸν γεγαμηκότα παραπλήσιον τοῖς εἰρημένοις ἀνδρόγυνον προσαγγεῖλαι τῇ συγκλήτῳ, τὴν δὲ δεισιδαιμονήσασαν καὶ τοῖς ἀπὸ Τυρρηνίας ἱεροσκόποις πεισθεῖσαν ζῶντα προστάξαι καῦσαι. Τοῦτον μὲν οὖν ὁμοίας κεκοινωνηκότα φύσεως, ἀλλ' οὐ πρὸς ἀλήθειαν τέρας γεγενημένον, φασίν, ἀγνοίᾳ τῆς νόσου παρὰ τὸ προσῆκον ἀπολωλέναι. Μετ' ὀλίγον δὲ καὶ παρὰ Ἀθηναίοις τοῦ τοιούτου γενομένου, διὰ τὴν ἄγνοιαν τοῦ πάθους ζῶντά φασι κατακαῆναι. Καὶ γὰρ τὰς λεγομένας ὕαινάς τινες μυθολογοῦσιν ἄρρενας ἅμα καὶ θηλείας ὑπάρχειν, καὶ παρ' ἐνιαυτὸν ἀλλήλας ὀχεύειν, τῆς ἀληθείας οὐχ οὕτως ἐχούσης. Ἑκατέρου γὰρ τοῦ γένους ἁπλῆν ἔχοντος καὶ ἀνεπίμικτον τὴν φύσιν, προσώρισται τὸ ψευδογραφοῦν καὶ παρακρουόμενον τοὺς εἰκῆ θεωροῦντας· τῇ μὲν γὰρ θηλείᾳ πρόσκειταί τι κατὰ τὴν φύσιν παρεμφερὲς ἄρρενι μορίῳ, τῷ δὲ ἄρρενι κατὰ τὸ ἐναντίον ἔμφασις θηλείας φύσεως. Ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ πάντων τῶν ζῴων, γινομένων μὲν πρὸς ἀλήθειαν πολλῶν καὶ παντοδαπῶν τεράτων, μὴ τρεφομένων δὲ καὶ εἰς τελείαν αὔξησιν ἐλθεῖν οὐ δυναμένων. Ταῦτα μὲν εἰρήσθω πρὸς διόρθωσιν δεισιδαιμονίας Ὁ μὲν οὖν Διόδωρος πρὸς τῷ τέλει που τοῦ λβʹ λόγου τῆς ἱστορικῆς αὐτοῦ πραγματείας τοσαῦτα διέξεισι· καὶ ἄλλοι δὲ πλεῖστοι τοιαύτας περιπετείας ἱστορήκασιν. Ἐκ τοῦ λδʹ. Ὡς Ἀντίοχος ὁ βασιλεύς, φησίν, ἐπολιόρκει τὰ Ἱεροσόλυμα, οἱ δὲ Ἰουδαῖοι μέχρι μέν τινος ἀντέσχον, ἐξαναλωθέντων δὲ τῶν ἐπιτηδείων ἁπάντων ἠναγκάσθησαν περὶ διαλύσεως διαπρεσβεύσασθαι. Οἱ δὲ πλείους αὐτῷ τῶν φίλων συνεβούλευον κατὰ κράτος αἱρήσειν τὴν πόλιν καὶ τὸ γένος ἄρδην ἀνελεῖν τῶν Ἰουδαίων. μόνους γὰρ ἁπάντων ἐθνῶν ἀκοινωνήτους εἶναι τῆς πρὸς ἄλλο ἔθνος ἐπιμιξίας καὶ πολεμίους ὑπολαμβάνειν πάντας. Ἀπεδείκνυον δὲ καὶ τοὺς προγόνους αὐτῶν ὡς ἀσεβεῖς καὶ μισουμένους ὑπὸ τῶν θεῶν ἐξ ἁπάσης τῆς Αἰγύπτου πεφυγαδευμένους. Τοὺς γὰρ ἀλφοὺς ἢ λέπρας ἔχοντας ἐν τοῖς σώμασι, καθαρμοῦ χάριν ὡς ἐναγεῖς συναθροισθέντας, ὑπερορίους ἐκβεβλῆσθαι· τοὺς δὲ ἐξορισθέντας καταλαβέσθαι μὲν τοὺς περὶ τὰ Ἱεροσόλυμα τόπους, συστησαμένους δὲ τὸ τῶν Ἰουδαίων ἔθνος παραδόσιμον ποιῆσαι τὸ μῖσος τὸ πρὸς τοὺς ἀνθρώπους· διὰ τοῦτο δὲ καὶ νόμιμα 410

παντελῶς ἐξηλλαγμένα καταδεῖξαι, τὸ μηδενὶ ἄλλῳ ἔθνει τραπέζης κοινωνεῖν μηδ' εὐνοεῖν τὸ παράπαν. Ὑπέμνησαν δὲ αὐτὸν καὶ περὶ τοῦ προγενομένου μίσους τοῖς προγόνοις πρὸς τοῦτο τὸ ἔθνος. Ἀντίοχος γὰρ ὁ προσαγορευθεὶς Ἐπιφανής, καταπολεμήσας τοὺς Ἰουδαίους, εἰσῆλθεν εἰς τὸν ἄδυτον τοῦ θεοῦ σηκόν, οὗ νόμιμον εἰσιέναι μόνον τὸν ἱερέα· εὑρὼν δὲ ἐν αὐτῷ λίθινον ἄγαλμα ἀνδρὸς βαθυπώγωνος, καθήμενον ἐπ' ὄνου, μετὰ χεῖρας ἔχον βιβλίον, τοῦτο μὲν ὑπέλαβε Μωϋσέως εἶναι τοῦ κτίσαντος τὰ Ἱεροσόλυμα καὶ συστησαμένου τὸ ἔθνος, πρὸς δὲ τούτοις νομοθετήσαντος τὰ μισάνθρωπα καὶ παράνομα ἔθη τοῖς Ἰουδαίοις, αὐτὸς δὲ στυγήσας τὴν μισανθρωπίαν πάντων ἐθνῶν ἐφιλοτιμήθη καταλῦσαι τὰ νόμιμα. Διὸ τῷ ἀγάλματι τοῦ κτίστου καὶ τῷ ὑπαίθρῳ βωμῷ τοῦ θεοῦ μεγάλην ὗν θύσας τό τε αἷμα προσέχεεν αὐτοῖς καὶ τὰ κρέα σκευάσας προσέταξε τῷ μὲν ἀπὸ τούτων ζωμῷ τὰς ἱερὰς αὐτοῦ βίβλους καὶ περιεχούσας τὰ μισόξενα νόμιμα καταρρᾶναι, τὸν δὲ ἀθάνατον λεγόμενον παρ' αὐτοῖς λύχνον καὶ καιόμενον ἀδιαλείπτως ἐν τῷ ναῷ κατασβέσαι, τῶν τε κρεῶν ἀναγκάσαι προσενεγκάσθαι τὸν ἀρχιερέα καὶ τοὺς ἄλλους Ἰουδαίους. Ταῦτα δὴ διεξιόντες οἱ φίλοι τὸν Ἀντίοχον παρεκάλουν μάλιστα μὲν ἄρδην ἀνελεῖν τὸ ἔθνος, εἰ δὲ μή, καταλῦσαι τὰ νόμιμα καὶ συναναγκάσαι τὰς ἀγωγὰς μεταθέσθαι. Ὁ δὲ βασιλεὺς μεγαλόψυχος ὢν καὶ τὸ ἦθος ἥμερος, λαβὼν ὁμήρους ἀπέλυσε τῶν ἐγκλημάτων τοὺς Ἰουδαίους, φόρους τε τοὺς ὀφειλομένους πραξάμενος, καὶ τὰ τείχη περιελὼν τῶν Ἱεροσολύμων. Ταῦτα Διόδωρος περὶ τῶν Μωσαϊκῶν ἐθῶν καὶ νομίμων, ἀλλὰ καὶ τοῦ τῶν Ἱεροσολύμων κτίστου καταψευσάμενος καὶ αὐτῆς τῆς ἐξ Αἰγύπτου τῶν Ἰουδαίων 244.α ἐξόδου, καὶ πρὸς τὸν ἔλεγχον τοῦ ψεύδους ὥσπερ 244.α ἑαυτῷ τὸ μὴ αὐτὸς ἁλῶναι διοικονομούμενος, ἑτέροις περιτίθησι προσώποις τὴν περὶ τῶν διεψευσμένων ἀφήγησιν, τὴν Ἀντιόχου φιλίαν τούτοις προσεπισυνάπτων. Γράφει δὲ καὶ ἐν τῷ μʹ λόγῳ τῆς αὐτῆς βιβλιοθήκης περὶ Ἰουδαίων ταῦτα. Ἐκ τοῦ μʹ λόγου περὶ τὸ μέσον. Ἡμεῖς δὲ μέλλοντες ἀναγράφειν τὸν πρὸς Ἰουδαίους πόλεμον, οἰκεῖον εἶναι διαλαμβάνομεν προδιελθεῖν ἐν κεφαλαίοις τήν τε τοῦ ἔθνους τούτου ἐξ ἀρχῆς κτίσιν καὶ τὰ παρ' αὐτοῖς νόμιμα. Κατὰ τὴν Αἴγυπτον τὸ παλαιὸν λοιμικῆς περιστάσεως γενομένης, ἀνέπεμπον οἱ πολλοὶ τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὸ δαιμόνιον· πολλῶν γὰρ καὶ παντοδαπῶν κατοικούντων ξένων, καὶ διηλλαγμένοις ἔθεσι χρωμένων περὶ τὸ ἱερὸν καὶ τὰς θυσίας, καταλελύσθαι συνέβαινε παρ' αὐτοῖς τὰς πατρίους τῶν θεῶν τιμάς. Διόπερ οἱ τῆς χώρας ἐγγενεῖς ὑπέλαβον, ἐὰν μὴ τοὺς ἀλλοφύλους μεταστήσωνται, λύσιν οὐκ ἔσεσθαι τῶν κακῶν. Εὐθὺς οὖν ξενηλατουμένων τῶν ἀλλοεθνῶν, οἱ μὲν ἐπιφανέστατοι καὶ δραστικώτατοι συστραφέντες ἐξερρίφησαν (ὥς τινές φασιν) εἰς τὴν Ἑλλάδα καί τινας ἑτέρους τόπους, ἔχοντες ἀξιολόγους ἡγεμόνας, ὧν ἡγοῦντο Δαναὸς καὶ Κάδμος τῶν ἄλλων ἐπιφανέστατοι· ὁ δὲ πολὺς λεὼς ἐξέπεσεν εἰς τὴν νῦν καλουμένην Ἰουδαίαν, οὐ πόρρω μὲν κειμένην τῆς Αἰγύπτου, παντελῶς δὲ ἔρημον οὖσαν κατ' ἐκείνους τοὺς χρόνους. Ἡγεῖτο δὲ τῆς ἀποικίας ὁ προσαγορευόμενος Μωσῆς, φρονήσει τε καὶ ἀνδρείᾳ πολὺ διαφέρων. Οὗτος δὲ καταλαβόμενος τὴν χώραν ἄλλας τε πόλεις ἔκτισε καὶ τὴν νῦν οὖσαν ἐπιφανεστάτην, ὀνομαζομένην Ἱεροσόλυμα. Ἰδρύσατο δὲ καὶ τὸ μάλιστα παρ' αὐτοῖς τιμώμενον ἱερόν, καὶ τὰς τιμὰς καὶ ἁγιστείας τοῦ θείου κατέδειξε, καὶ τὰ κατὰ τὴν πολιτείαν ἐνομοθέτησέ τε καὶ διέταξε. Διεῖλε δὲ τὸ πλῆθος εἰς δώδεκα φυλάς, διὰ τὸ τὸν ἀριθμὸν τοῦτον τελειότατον νομίζεσθαι καὶ σύμφωνον εἶναι τῷ πλήθει τῶν μηνῶν τῶν τὸν ἐνιαυτὸν συμπληρούντων. Ἄγαλμα δὲ θεῶν τὸ σύνολον οὐ κατεσκεύασε, διὰ τὸ μὴ νομίζειν ἀνθρωπόμορφον εἶναι τὸν θεόν, ἀλλὰ τὸν περιέχοντα τὴν γῆν οὐρανὸν μόνον εἶναι θεὸν καὶ τῶν ὅλων κύριον. Τὰς δὲ θυσίας ἐξηλλαγμένας συνεστήσατο τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι, καὶ τὰς κατὰ τὸν βίον ἀγωγάς· διὰ γὰρ τὴν ἰδίαν ξενηλασίαν ἀπάνθρωπόν τινα καὶ 411

μισόξενον βίον εἰσηγήσατο. Ἐπιλέξας δὲ τῶν ἀνδρῶν τοὺς χαριεστάτους καὶ μάλιστα δυνησομένους τοῦ σύμπαντος ἔθνους προίστασθαι, τούτους ἱερεῖς ἀπέδειξε· τὴν δὲ διατριβὴν ἔταξεν αὐτῶν γίνεσθαι περὶ τὸ ἱερὸν καὶ τὰς τοῦ θεοῦ τιμάς τε καὶ θυσίας. Τοὺς αὐτοὺς δὲ καὶ δικαστὰς ἀπέδειξε τῶν μεγίστων κρίσεων, καὶ τὴν τῶν νόμων καὶ τῶν ἐθῶν φυλακὴν τούτοις ἐπέτρεψε· διὸ καὶ βασιλέα μὲν μηδέποτε τῶν Ἰουδαίων, τὴν δὲ τοῦ πλήθους προστασίαν δίδοσθαι διὰ παντὸς τῷ δοκοῦντι τῶν ἱερέων φρονήσει καὶ ἀρετῇ προέχειν. Τοῦτον δὲ προσαγορεύουσιν ἀρχιερέα, καὶ νομίζουσιν αὐτοῖς ἄγγελον γίνεσθαι τῶν τοῦ θεοῦ προσταγμάτων. Τοῦτον δὲ κατὰ τὰς ἐκκλησίας καὶ τὰς ἄλλας συνόδους φησὶν ἐκφέρειν τὰ παραγγελλόμενα· καὶ πρὸς τοῦτο τὸ μέρος οὕτως εὐπειθεῖς γίνεσθαι τοὺς Ἰουδαίους ὥστε παραχρῆμα πίπτοντας ἐπὶ τὴν γῆν προσκυνεῖν τὸν τούτοις ἑρμηνεύοντα ἀρχιερέα. Προσγέγραπται δὲ καὶ τοῖς νόμοις ἐπὶ τελευτῆς ὅτι Μωσῆς ἀκούσας τοῦ θεοῦ τάδε λέγει τοῖς Ἰουδαίοις. Ἐποιήσατο δ' ὁ νομοθέτης τῶν τε πολεμικῶν ἔργων πολλὴν πρόνοιαν, καὶ τοὺς νέους ἠνάγκαζεν ἀσκεῖν ἀνδρείαν τε καὶ καρτερίαν καὶ τὸ σύνολον ὑπομονὴν πάσης κακοπαθείας. Ἐποιεῖτο δὲ καὶ στρατείας εἰς τὰ πλησιόχωρα τῶν ἐθνῶν, καὶ πολλὴν κατακτησάμενος χώραν, κατεκληρούχησε, τοῖς μὲν ἰδιώταις ἴσους ποιήσας κλήρους, τοῖς δ' ἱερεῦσι μείζονας, ἵνα λαμβάνοντες ἀξιολογωτέρας προσόδους ἀπερίσπαστοι συνεχῶς προσεδρεύωσι ταῖς τοῦ θεοῦ τιμαῖς. Οὐκ ἐξῆν δὲ τοῖς ἰδιώταις τοὺς ἰδίους κλήρους πωλεῖν, ὅπως μή τινες διὰ πλεονεξίαν ἀγοράζοντες τοὺς κλήρους ἐκθλίβωσι τοὺς ἀπορωτέρους καὶ κατασκευάζωσιν ὀλιγανδρίαν. Τεκνοτροφεῖν τε ἠνάγκαζε τοὺς ἐπὶ τῆς χώρας· καὶ δι' ὀλίγης δαπάνης ἐκτρεφομένων τῶν βρεφῶν, ἀεὶ τὸ γένος τῶν Ἰουδαίων ὑπῆρχε πολυάνθρωπον. Καὶ τὰ περὶ τοὺς γάμους δὲ καὶ τὰς τῶν τελευτώντων ταφὰς πολὺ τὸ παρηλλαγμένον ἔχειν ἐποίησε νόμιμα πρὸς τὰ τῶν ἄλλων ἀνθρώπων. Κατὰ δὲ τὰς ὕστερον γενομένας ἐπικρατείας ἐκ τῆς τῶν ἀλλοφύλων ἐπιμιξίας, ἐπί τε τῆς τῶν Περσῶν ἡγεμονίας καὶ τῶν ταύτην καταλυσάντων Μακεδόνων, πολλὰ τῶν πατρίων τοῖς Ἰουδαίοις νομίμων ἐκινήθη. 244.α Οὕτω μὲν κἀνταῦθά φησι περὶ τῶν παρὰ Ἰουδαίοις ἐθῶν τε καὶ νομίμων, καὶ αὐτῶν ἐκείνων τῆς ἐξ Αἰγύπτου ἀπαλλαγῆς, καὶ τοῦ θείου Μωϋσέως, ψευδολογῶν τὰ πλεῖστα, καὶ διερχόμενος πρὸς τοὺς ἐλέγχους πάλιν ὧν κατεψεύσατο τῆς ἀληθείας, ἀναχώρησιν ἑαυτῷ μεθοδευσάμενος, εἰς ἕτερον καὶ νῦν ἀναφέρει τῶν εἰρημένων τὴν παριστορίαν· ἐπάγει γάρ· Περὶ μὲν τῶν Ἰουδαίων Ἑκαταῖος ὁ Ἀβδηρίτης ταῦτα ἱστόρηκεν. Ἐκ τοῦ ληʹ. Ὅτι ὃ λέγεται συνενεχθῆναι αἴτιον θανάτου παρά τινων Ἰοβιανῷ τῷ βασιλεῖ, τὸ κατακοιμηθῆναι ἐν οἴκῳ νεωστὶ κεκονιαμένῳ, πυρὶ δὲ διὰ τὴν ψύξιν ὑποθερ μαινομένῳ καὶ ἀτμοὺς ἀφιέντι τοὺς ἐκ τῆς νενοτισμένης κονίας, τοῦτο ἑκόντα ὑπελθεῖν ἱστορεῖ Διόδωρος Κάτλον κατὰ τοὺς πολλῷ παλαιοτέρους χρόνους. Φησὶ γὰρ ἐν ληʹ λόγῳ πρὸς τῇ ἀρχῇ ὅτι οἱ περὶ τὸν Κίνναν καὶ Μάριον συνεδρεύσαντες μετὰ τῶν ἐπιφανεστάτων ἡγεμόνων ἐβουλεύοντο ὅπως βεβαίως καταστήσωσι τὴν εἰρήνην. Τέλος ἔδοξεν αὐτοῖς τοὺς ἐπιφανεστάτους τῶν ἐχθρῶν καὶ δυναμένους ἀμφισβητῆσαι πραγμάτων πάντας ἀποκτεῖναι, ὅπως καθαρᾶς γενομένης τῆς ἰδίας αἱρέσεως καὶ μερίδος ἀδεῶς τὸ λοιπόν, καὶ ὡς ἂν βούλωνται, μετὰ τῶν φίλων διοικῶσι τὰ κατὰ τὴν ἡγεμονίαν. Εὐθὺς οὖν τῶν μὲν γεγενημένων συνθέσεων καὶ πίστεων ἠμέλησαν, σφαγαὶ δὲ τῶν καταψηφισθέντων αὐτοῖς ἄκριτοι καὶ πανταχοῦ ἐγίνοντο. Κόϊντος δὲ Λουτάτιος ὁ Κάτλος, τεθριαμβευκὼς μὲν ἐπισήμως ἀπὸ Κίμβρων, ἀγαπώμενος δὲ ὑπὸ τῶν πολιτῶν περιττότερον, ὑπό τινος δημάρχου κατηγορίας ἐτύγχανεν ἐν τῷ δήμῳ θανάτου. Φοβούμενος δὲ τὸν ἐκ τῆς συκοφαντίας κίνδυνον ἧκεν εἰς τὸν Μάριον, δεόμενος τυχεῖν βοηθείας. Ὁ δὲ τὸ μὲν ἔμπροσθεν ἐγεγόνει φίλος, τότε δ' ἔκ τινος ὑποψίας ἀλλοτρίως ἔχων πρὸς αὐτὸν τοῦτο μόνον ἀπεκρίθη· Θανεῖν δεῖ. Καὶ ὁ Κάτλος ἀπογνοὺς μὲν τὰς τῆς σωτηρίας 412

ἐλπίδας, σπεύδων δὲ χωρὶς ὕβρεως καταστρέψαι τὸν βίον, ἑαυτὸν τοῦ ζῆν μετέστησεν ἰδίῳ τινὶ καὶ παρηλλαγμένῳ τρόπῳ. Συγκλείσας ἑαυτὸν εἰς οἶκον νεόχριστον, καὶ τὴν ἐκ τῆς κονίας ἀναφορὰν πυρὶ καὶ καπνῷ συναυξήσας, τῇ τῆς ἀναπνοῆς φθορᾷ περιπνιγὴς γενόμενος μετήλλαξεν. Ἐκ τοῦ λαʹ. Ἅμα δὲ τούτοις πραττομένοις, εἰς Ῥώμην παρεγένοντο πρεσβευταὶ Ῥοδίων, τὰς γεγενημένας διαβολὰς κατ' αὐτῶν ἀπολύσασθαι. Ἐδόκουν γὰρ ἐν τῷ πρὸς Περσέα πολέμῳ ταῖς εὐνοίαις ἀποκεκλικέναι πρὸς τὸν βασιλέα καὶ προδεδωκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν. Μηδὲν δὲ ἀνύοντες ὧν ἐπρέσβευον, εἰς ἀθυμίαν ἐνέπιπτον, καὶ μετὰ δακρύων ἐποιοῦντο τὰς ἐντεύξεις. Εἰσαγαγόντος δὲ αὐτοὺς εἰς τὴν σύγκλητον ἑνὸς τῶν δημάρχων, Ἀντωνίου, πρῶτος μὲν ἐποιεῖτο τὸν ὑπὲρ τῆς πρεσβείας λόγον Φιλόφρων, μετὰ δὲ τοῦτον Ἀστυμήδης. Πολλὰ δὲ πρὸς δέησιν καὶ παραίτησιν εἰπόντες, καὶ τὸ τελευταῖον, κατὰ τὴν παροιμίαν, τὸ κύκνειον ᾄσαντες, μόλις ἔλαβον ἀποκρίσεις, δι' ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου παρελύθησαν, περὶ δὲ τῶν ἐγκλημάτων πικρῶς ὠνειδίσθησαν. Διόπερ ἰδεῖν ἔστι παρὰ Ῥωμαίοις τοὺς ἐπιφανεστάτους ἄνδρας ὑπὲρ δόξης ἁμιλλωμένους, δι' ὧν ἅπαντα σχεδὸν τὰ μέγιστα τῷ δήμῳ κατορθοῦνται. Ἐν μὲν γὰρ τοῖς ἄλλοις πολιτεύμασι ζηλοτυποῦσιν ἀλλήλους, Ῥωμαῖοι δὲ ἐπαινοῦσιν. Ἐξ οὗ συμβαίνει μάλιστα τοὺς μὲν πράσσειν τὰ κάλλιστα τῶν ἔργων, ἁμιλλωμένους αὔξειν τὸ κοινῇ συμφέρον, τοὺς δ' ἄλλους ἀδικοδοξοῦντας καὶ τὰς ἀλλήλων ἐπιβολὰς λυμαινομένους βλάπτειν τὴν πατρίδα. Ὅτι Περσέα τὸν τελευταῖον Μακεδονίας βασιλέα, πολλάκις Ῥωμαίοις διὰ φιλίας ἰόντα, πολλάκις δὲ καὶ στρατιᾷ οὐκ ἀναξιολόγῳ πολεμήσαντα, τέλος Αἰμίλιος καταπολεμήσας εἷλε, καὶ λαμπρὸν θρίαμβον ἐπὶ τῇ νίκῃ κατήγαγε. Περσεὺς δὲ τηλικαύταις περιπεσὼν συμφοραῖς ὥστε δοκεῖν ὅμοια μύθοις ἀγενήτοις εἶναι τὰ πάθη τὰ περὶ αὐτόν, οὐδ' ἀπολυθῆναι τοῦ ζῆν ἤθελε. Πρὶν γὰρ ἢ τὴν σύγκλητον ὑπὲρ αὐτοῦ διαλαβεῖν ὃ χρὴ παθεῖν, τῶν κατὰ πόλιν στρατηγῶν εἷς ἐνέβαλεν αὐτὸν εἰς τὸν ἐν Ἄλβαις κάρκαρον μετὰ τῶν τέκνων. Ἔστι δὲ ὁ κάρκαρος ὄρυγμα κατάγειον βαθύ, τὸ μὲν μέγεθος ἔχον οἴκου μάλιστά πως ἐννεακλίνου, σκότου δὲ πλῆρες καὶ δυσοσμίας διὰ τὸ πλῆθος τῶν παραδεδομένων εἰς τοῦτον τὸν τόπον ἀνδρῶν, τῶν ἐπὶ θανατικοῖς ἐγκλήμασι καταδικαζομένων, ὧν ἐν ἐκείνοις τοῖς χρόνοις οἱ πλείους ἐνταῦθα καθείργνυντο· ἐν οὕτω γὰρ στενωπῷ συγκεκλεισμένων πολλῶν ἀνδρῶν ἀπεθηριοῦτο τὰ τῶν ἀτυχῶν σώματα, τῶν τε πρὸς τροφὴν καὶ τὴν ἄλλην πᾶσαν χρείαν ἀνηκόντων πάντων ἐν ταὐτῷ πεφυρμένων τοσαύτην 244.α προσπίπτειν δυσωδίαν συνέβαινεν, ὥστε μηδένα τῶν προσιόντων ῥᾳδίως δύνασθαι καρτερῆσαι. Ἐφ' ἡμέρας μὲν οὖν ἑπτὰ διετέλεσεν ἐνταῦθα κακουχούμενος, ὥστε καὶ παρὰ τῶν ἐσχάτων καὶ τακτὰ σιτουμένων ἐπικουρίας δεηθῆναι· συμπαθεῖς γὰρ οὗτοι γινόμενοι διὰ τὸ μέγεθος τῶν ἀκληρωμάτων ὧν μετελάμβανον, οὗτοι φιλανθρώπως τούτων ἐκείνῳ μετεδίδοσαν δακρύοντες. Ἔρριπτο δ' οὖν αὐτῷ καὶ ξίφος πρὸς ἀναίρεσιν καὶ κάλως πρὸς ἀγχόνην, ἐξουσίας διδομένης ὡς βούλοιτο χρήσασθαι. Ἀλλ' οὐδὲν οὕτω γλυκὺ φαίνεται τοῖς ἠτυχηκόσιν ὡς τὸ ζῆν, καίπερ αὐτῶν ἄξια θανάτου πασχόντων. Καὶ πέρας ἐν ταύταις ἂν ταῖς ἀνάγκαις κατέστρεψε τὸν βίον εἰ μὴ Μάρκος Αἰμίλιος προκαθήμενος τοῦ βουλευτηρίου, τηρῶν τό τε περὶ αὑτὸν ἀξίωμα καὶ τὸ τῆς πατρίδος ἐπιεικές, παρῄνεσε τῇ συγκλήτῳ σχετλιάζων, εἰ μὴ τὸν ἀνθρώπινον φόβον εὐλαβοῦνται, τήν γε τοὺς ὑπερηφάνως ταῖς ἐξουσίαις χρωμένους μετερχομένην Νέμεσιν αἰδεῖσθαι. Διόπερ εἰς ἐπιεικεστέραν δοθεὶς φυλακήν, καὶ κεναῖς ἐλπίσι προσανέχων, ὁμοίαν τοῖς προητυχημένοις ἔσχε τοῦ βίου τὴν καταστροφήν. Διετῆ γὰρ χρόνον φιλοψυχήσας, καὶ προσκόψας τοῖς φυλάττουσι βαρβάροις, κωλυόμενος ὑπ' ἐκείνων ὕπνου τυχεῖν ἐτελεύτησεν. Ὅτι λέγουσιν ἑαυτοὺς οἱ τῆς Καππαδοκίας βασιλεῖς εἰς Κῦρον ἀναφέρειν τὸ γένος τὸν ἐν Πέρσαις, διαβεβαιοῦνται δὲ καὶ τῶν ἑπτὰ Περσῶν τῶν 413

τὸν μάγον ἐπανελομένων ἑνὸς ὑπάρχειν ἀπόγονοι. Καὶ τὴν μὲν ἀπὸ Κύρου συγγένειαν οὕτω καταριθμοῦνται. Καμβύσου τοῦ Κύρου πατρὸς ἀδελφὴν ὑπάρξαι γνησίαν Ἀτόσσαν· ταύτης δὲ καὶ Φαρνάκου τοῦ Καππαδοκίας βασιλέως γενέσθαι παῖδα Γάλλον, καὶ τούτου γενέσθαι Σμέρδιν, οὗ Ἀρτάμνην· τοῦ δὲ Ἀναφᾶν, ὃν καὶ διενεγκεῖν μὲν ἀνδρείᾳ καὶ τόλμῃ, γενέσθαι δ' ἕνα τῶν ἑπτὰ Περσῶν. Τὴν μὲν οὖν εἰς Κῦρον συγγένειαν οὕτω γενεαλογοῦσι καὶ τὴν εἰς Ἀναφᾶν, ᾧ φασι δι' ἀνδρείαν συγχωρηθῆναι τὴν Καππαδοκίας δυναστείαν ὥστε μὴ τελεῖν φόρους Πέρσαις. Οὗ τελευτήσαντος ὁμώνυμος υἱὸς ἄρχει. Μετὰ δὲ τὴν τούτου τελευτὴν ἀπολειφθέντων δυοῖν υἱοῖν, Δατάμου καὶ Ἀριμναίου, διαδέξασθαι τὴν ἀρχὴν Δατάμην, ἄνδρα καὶ κατὰ πόλεμον καὶ κατὰ ἄλλα μέρη τῆς βα σιλείας ἐπαινούμενον, ὃς Πέρσαις διὰ μάχης ἐλθὼν καὶ λαμπρῶς κατὰ τὴν μάχην ἀγωνισάμενος ἐν αὐτῇ τελευτᾷ. Διεδέξατο δὲ τὴν βασιλείαν ὁ υἱὸς Ἀριάμνης, οὗ γίνονται παῖδες Ἀριαράθης καὶ Ὁλοφέρνης· οὗτος δὲ ἔτη πεντήκοντα δυναστεύσας καὶ μηδὲν ἔργον ἄξιον μνήμης πράξας τελευτᾷ. Τὴν δὲ ἀρχὴν διεδέξατο ὁ πρεσβύτερος τῶν υἱῶν Ἀριαράθης, ὃς φιλοστοργῆσαι διαφερόντως λέγεται τὸν ἀδελφόν, καὶ προάγειν αὐτὸν εἰς τὰς ἐπιφανεστάτας τάξεις· ὃν καὶ Πέρσαις κατ' Αἰγυπτίων ἀποσταλέντα συμμαχῆσαι μετὰ μεγάλων τιμῶν ἐπανελθεῖν ἃς Ὦχος ὁ Περσῶν βασιλεὺς ὑπὲρ ἀνδρείας ἐδίδου, καὶ τὸν βίον ἐν τῇ πατρίδι λιπεῖν, υἱοὺς ἐγκαταλιπόντα Ἀριαράθην καὶ Ἀρύσην. Ὁ δὲἀδελφὸς καὶ τῆς Καππαδοκίας ἔχων τὴν ἀρχήν (οὐ γὰρ ἦν αὐτῷ γονὴ γνησία) τὸν πρεσβύτερον τῶν παίδων τἀδελφοῦ Ἀριαράθην υἱοποεῖται. Κατὰ δὲ τούτους τοὺς χρόνους Ἀλέξανδρος ὁ Μακεδὼν καταπολεμεῖ μὲν Πέρσας, εἶτα καὶ τελευτᾷ, καὶ Περδίκκας ὁ τῶν ὅλων τότε ἡγούμενος Εὐμένη πέμπει Καππαδοκίας στρατηγόν. Καὶ καταπολεμηθέντος Ἀριαράθου, πεσόντος τε ἐν τῇ μάχῃ, αὐτή τε ἡ Καππαδοκία καὶ τὰ πλησιόχωρα αὐτῆς ἔπεσεν ὑπὸ Μακεδόνας. Ἀριαράθης δὲ ὁ τοῦ προβεβασιλευκότος υἱός, ἀπελπίσας κατὰ τὸ παρόν, ἀποχωρεῖ μετ' ὀλίγων πρὸς τὴν Ἀρμενίαν. Μετ' οὐ πολὺν δὲ χρόνον τῶν περὶ τὸν Εὐμένη καὶ Περδίκκαν τελευτησάντων, Ἀντιγόνου δὲ καὶ Σελεύκου περισπωμένων, λαβὼν δύναμιν παρὰ τοῦ βασιλέως τῶν Ἀρμενίων Ἀρδοάτου, τὸν μὲν τῶν Μακεδόνων στρατηγὸν Ἀμύνταν ἀπέκτεινεν, ἐξέβαλε δὲ καὶ Μακεδόνας ταχέως τῆς χώρας, καὶ τὴν οἰκείαν ἀρχὴν ἀνεκτήσατο. Τούτῳ δὲ τριῶν παίδων γενομένων παρέλαβε τὴν βασιλείαν ὁ πρεσβύτατος Ἀριάμνης· ὃς ἐπιγαμίαν πρὸς Ἀντίοχον ποιησάμενος τὸν ἐπονομασθέντα θεόν, τὴν τούτου θυγατέρα Στρατονίκην συνῴκισε τῷ πρεσβυτέρῳ τῶν υἱῶν Ἀριαράθῃ. Ὑπάρχων δὲ φιλότεκνος διαφερόντως περιέθετο τῷ παιδὶ διάδημα, καὶ συνάρχειν πάντων τῶν τῆς βασιλείας προτερημάτων ἐπ' ἴσης μεταδίδωσι. Τοῦ δὲ πατρὸς τελευτήσαντος, Ἀριαράθης βασιλεύει καθ' ἑαυτόν, καὶ μεταλλάσσων τὸν βίον κατέλιπε τὴν βασιλείαν Ἀριαράθῃ τῷ υἱῷ νηπίῳ παντελῶς ὄντι τὴν ἡλικίαν. Οὗτος δὲ ἔγημε θυγατέρα τοῦ μεγάλου κληθέντος Ἀντιόχου, ὀνομαζομένην Ἀντιοχίδα, πανοῦργον μάλιστα. 244.α Ταύτην δέ, μὴ γινομένων τέκνων, ὑποβαλέσθαι δύο παῖδας ἀγνοοῦντος τοῦ ἀνδρός, Ἀριαράθην καὶ Ὁλοφέρνην. Μετὰ δέ τινα χρόνον τῆς φύσεως ἐπιδεξαμένης ἀνελπίστως τεκεῖν αὐτὴν δύο μὲν θυγατέρας, υἱὸν δὲ ἕνα τὸν ὀνομασθέντα Μιθριδάτην. Ἐξ οὗ τοὺς ὑποβολιμαίους ἀναδιδαξαμένην τἀνδρὶ τὸν μὲν πρεσβύτερον μετὰ συμμέτρου χορηγίας εἰς Ῥώμην ἀποσταλῆναι παρασκευάσαι, τὸν δὲ νεώτερον εἰς τὴν Ἰωνίαν χάριν τοῦ μὴ διαμφισβητεῖν ὑπὲρ τῆς βασιλείας τῷ γνησίῳ. Τοῦτον δὲ ἀνδρωθέντα καὶ Ἀριαράθην φασὶ μετονομασθῆναι, παιδείας τε Ἑλληνικῆς μετασχεῖν, καὶ κατὰ τὴν ἄλλην ἐπαινεῖσθαι ἀρετήν. Καὶ ὁ μὲν πατὴρ φιλοπάτορι ὄντι τῷ υἱῷ ἔσπευδεν ἀποδοῦναι τὴν τοῦ φι λοτέκνου σπουδήν, καὶ ἐπὶ τοσοῦτον αὐτοῖς προέβη τὰ τῆς πρὸς ἀλλήλους εὐνοίας, ὥστε ὁ μὲν πατὴρ ἐξίστασθαι τῆς ὅλης ἀρχῆς ἠγωνίζετο τῷ παιδί, ὁ δὲ ἀδύνατον ἐδείκνυ δέξασθαι αὐτὸν παρὰ γονέων ἔτι ζώντων τὴν 414

τοιαύτην χάριτα. Οὗτος τὸν πατέρα τοῦ πεπρωμένου καταλαβόντος διεδέξατο τὴν βασιλείαν, τήν τε ἄλλην ἀγωγὴν τοῦ βίου ἀξιολογωτάτην ἐνδεικνύμενος καὶ φιλοσοφίᾳ προσανέχων, ἐξ οὗ καὶ ἡ παρὰ τοῖς Ἕλλησιν ἀγνοουμένη πάλαι Καππαδοκία τότε τοῖς πεπαιδευμένοις ἐμβιώτερον ὑπῆρχεν. Ἀνεσώσατο δ' οὗτος καὶ τὴν πρὸς Ῥωμαίους φιλίαν τε καὶ συμμαχίαν. Ἀλλὰ τὰ μὲν περὶ τῆς εἰς Κῦρον ἀναφορᾶς τῶν μέχρι τοῦδε τῆς Καππαδοκίας βασιλευσάντων ἐν τούτοις. Ἐκ τοῦ αὐτοῦ. Ὅτι περὶ Λευκίου Αἰμιλίου, τοῦ Περσέα καταπολεμήσαντος, τῆς ταφῆς διερχόμενος, καὶ λαμπρὰν αὐτὴν ἐς τὰ μάλιστα γενέσθαι λέγων, ἐπάγει· Τῶν γὰρ Ῥωμαίων οἱ ταῖς εὐγενείαις καὶ προγόνων δόξῃ διαφέροντες μετὰ τὴν τελευτὴν εἰδωλοποιοῦνται κατά τε τὴν τοῦ χαρακτῆρος ὁμοιότητα καὶ κατὰ τὴν ὅλην τοῦ σώματος περιγραφήν, μιμητὰς ἔχοντες ἐκ παντὸς τοῦ βίου παρατετηρηκότας τήν τε πορείαν καὶ τὰς κατὰ μέρος ἰδιότητας τῆς ἐμφάσεως. Παραπλησίως δὲ καὶ τῶν προγόνων ἕκαστος προηγεῖται τοιαύτην ἔχων διασκευὴν καὶ κόσμον, ὥστε τοὺς θεωμένους διὰ τῆς ἐκ τούτων ἐμφάσεως γινώσκειν ἐφ' ὅσον ἕκαστοι τιμῆς προήχθησαν καὶ μετέσχον τῶν ἐν τῇ πολιτείᾳ καλῶν. Ὅτι τοὺς Ἴβηρας καὶ Λυσιτανοὺς ὀνομάζει. Φησὶ γὰρ ὡς Μέμμιος ἑξαπέλεκυς στρατηγὸς εἰς τὴν Ἰβηρίαν ἐξαπέσταλτο μετὰ δυνάμεως, οἱ δὲ Λυσιτανοὶ συστραφέντες πρὸς αὐτόν, καὶ λαβόντες ἀπαράσκευον ἐκ κατάπλου μάχῃ τε ἐνίκησαν καὶ τὸ πλεῖστον τοῦ στρατοῦ διέφθειραν. Περιβοήτου δὲ γενομένης τῆς τῶν Ἰβήρων εὐημερίας οἱ μὲν Ἀρουακοὶ νομίσαντες πολὺ κρείττους εἶναι τῶν Ἰβήρων, κατεφρόνησαν τῶν πολεμίων, καὶ τὸ πλῆθος τὸ κατὰ τὴν ἐκκλησίαν διὰ ταύτην μάλιστα τὴν αἰτίαν εἵλετο τὸν πρὸς Ῥωμαίους πόλεμον. Ἐκ τοῦ λβʹ. Ὅτι τὸ τεῖχος τῶν Καρχηδονίων τῆς πόλεώς φησιν ὕψος μὲν εἶναι πηχῶν τεσσαράκοντα, πλάτος δὲ εἰκοσιδύο· ὅμως καὶ τοιούτων ὄντων αἱ Ῥωμαίων μηχαναὶ καὶ τὰ κατὰ πόλεμον ἀνδραγαθήματα κρείττους ὤφθησαν τῆς ἐκείνων ἀσφαλείας, καὶ ἑάλω ἡ πόλις καὶ κατερειπώθη. Ὅτι Μασανάσσης ὁ Λιβύων βεβασιλευκὼς καὶ τὴν πρὸς Ῥωμαίους φιλίαν τετηρηκὼς ἐνενήκοντα μὲν ἐβίω ἔτη ἐν δυνάμει, παῖδας δέκα ἐν τῷ ἀπαλλάττεσθαι καταλιπών, οὓς καὶ Ῥωμαίοις ἐπιτροπεύεσθαι παρακατέθετο· ἦν δὲ καὶ κατὰ τὴν τοῦ σώματος εὐτονίαν διαφέρων, καὶ καρτερίᾳ καὶ πόνοις συνήθης ἐκ παιδός· ὅς γε στὰς ἐν τοῖς ἴχνεσιν ὅλην τὴν ἡμέραν ἀκίνητος ἔμενε, καθεζόμενος δὲ οὐκ ἠγείρετο μέχρι νυκτὸς ἐνημερεύων ταῖς τῶν πόνων μελέταις, ἐπὶ δὲ τῶν ἵππων ἐπιμένων συνεχῶς ἡμέραν καὶ νύκτα καὶ ταῖς ἱππασίαις χρώμενος οὐκ ἐξελύετο. Σημεῖον δὲ τῆς περὶ αὐτὸν εὐεξίας τε καὶ δυνάμεως μέγιστον· ἐνενήκοντα γὰρ σχεδὸν ἔχων ἔτη υἱὸν εἶχε τετραετῆ, διαφέροντα τῇ τοῦ σώματος ῥώμῃ. Ἐν δὲ ταῖς τῶν ἀγρῶν ἐπιμελείαις τοσοῦτον διήνεγκεν, ὡς ἑκάστῳ τῶν υἱῶν ἀπολιπεῖν ἀγρὸν μυριόπλεθρον κεκοσμημένον πάσαις ταῖς κατασκευαῖς. Ἐβασίλευσε δ' ἐπιφανῶς ἔτη ἑξήκοντα. Ὅτι Νικομήδης Προυσίαν τὸν ἑαυτοῦ πατέρα καταπολεμήσας, καὶ καταφυγόντα εἰς τὸ τοῦ Διὸς ἱερὸν ἀνελών, παρέλαβε τὴν βασιλείαν τῆς Βιθυνίας, ἀσεβεστάτῳ φόνῳ κτησάμενος τὴν ἀρχήν. Ὅτι Λυσιτανοί, φησί, τὸ μὲν πρῶτον οὐκ ἔχοντες ἀξιόχρεων ἡγεμόνα εὐάλωτοι καθίσταντο Ῥωμαίοις πολεμοῦντες, ὕστερον δὲ Ὑριάτθου κυρήσαντες μεγάλα Ῥωμαίους ἔβλαψαν. Ἦν μὲν οὖν οὗτος τῶν παρὰ τὸν 244.α Ὠκεανὸν οἰκούντων Λυσιτανῶν, ποιμαίνων δ' ἐκ παιδὸς ὀρείῳ βίῳ κατέστη συνήθης σύνεργον ἔχων καὶ τὴν τοῦ σώματος φύσιν· καὶ γὰρ ῥώμῃ καὶ τάχει καὶ τῇ τῶν λοιπῶν μερῶν εὐκινησίᾳ πολὺ διήνεγκε τῶν Ἰβήρων. Συνεθίσας δὲ αὑτὸν τροφῇ μὲν ὀλίγῃ γυμνασίοις δὲ πολλοῖς χρῆσθαι, καὶ ὕπνῳ μέχρι μόνου τοῦ ἀναγκαίου, καθόλου δὲ σιδηροφορῶν συνεχῶς καὶ θηρίοις καὶ λῃσταῖς εἰς ἀγῶνας καθιστάμενος, περιβόητος ἐγένετο παρὰ τοῖς πλήθεσι, καὶ ἡγεμὼν αὐτοῖς ᾑρέθη, καὶ ταχὺ σύστημα περὶ ἑαυτὸν λῃστῶν ἤθροισε. Καὶ προκόπτων ἐν τοῖς πολέμοις οὐ μόνον ἐθαυμαστώθη δι' ἀλκήν, ἀλλὰ καὶ στρατηγεῖν ἔδοξε διαφερόντως. Ἦν δὲ καὶ 415

δίκαιος ἐν ταῖς διανομαῖς τῶν λαφύρων, καὶ κατ' ἀξίαν τοὺς ἀνδραγαθήσαντας ἐξῆρε τοῖς δώροις. Προϊὼν δὲ οὐκέτι λῃστὴν ἀλλὰ δυνάστην αὑτὸν ἀναδείξας ἐπολέμησε Ῥωμαίοις, καὶ πολλαῖς ἐκράτησε μάχαις, ὡς καὶ στρατηγὸν Ῥωμαίων Οὐετίλιον αὐτῷ καταπολεμῆσαι στρατῷ καὶ αἰχμάλωτον λαβεῖν καὶ ξίφει ἀνελεῖν, καὶ πολλὰ ἕτερα εὐημερῆσαι κατὰ πόλεμον, ἕως Φάβιος στρατηγὸς τοῦ πρὸς αὐτὸν πολέμου κεχειροτόνητο. Ἐκεῖθεν δ' ἐλαττοῦσθαι ἤρξατο ἐπ' οὐκ ὀλίγον. Εἶτα ἀναλαβὼν καὶ κατευδοκιμήσας Φαβίου εἰς συνθήκας αὐτὸν ἐλθεῖν ἀναξίους Ῥωμαίων ἠνάγκασεν. Ἀλλ' ὅ γε Καιπίων στρατηγεῖν καθ' Ὑριάτθου αἱρεθεὶς τάς τε συνθήκας ἠκύρωσε, καὶ πολλάκις Ὑρίατθον ἐλαττώσας, εἶτα εἰς ἔσχατον ἥττης συνελάσας ὥστε καὶ πρὸς σπονδὰς ὁρᾶν, διὰ τῶν οἰκείων ἐδολοφόνησε. Καὶ τὸν διαδεξάμενον αὐτοῦ τὴν στρατηγίαν Ταύταμον καὶ τοὺς μετ' αὐτοῦ καταπληξάμενος, καὶ σπονδὰς οἵας ἐβούλετο θέσθαι παρασκευασάμενος, ἔδωκε χώραν καὶ πόλιν εἰς κατοίκησιν. Ἐκ τοῦ λδʹ. Ὅτι μετὰ τὴν Καρχηδονίων κατάλυσιν ἐπὶ ξʹ ἔτεσι τῶν Σικελῶν εὐροούντων ἐν πᾶσιν, ὁ δουλικὸς αὐτοῖς ἐπανέστη πόλεμος ἐξ αἰτίας τοιαύτης. Ἐπὶ πολὺ τοῖς βίοις ἀναδραμόντες καὶ μεγάλους περιποιησάμενοι πλούτους συνηγόραζον οἰκετῶν πλῆθος· οἷς ἐκ τῶν σωματοτροφείων ἀγεληδὸν ἀπαχθεῖσιν εὐθὺς χαρακτῆρας ἐπέβαλλον καὶ στιγμὰς τοῖς σώμασιν. Ἐχρῶντο δ' αὐτῶν τοῖς μὲν νέοις νομεῦσι, τοῖς δ' ἄλλοις ὥς πῃ ἑκάστῳ ἡ χρεία ἐπέβαλλε. Βαρέως δ' αὐτοῖς κατά τε τὰς ὑπηρεσίας ἐχρῶντο, καὶ ἐπεμελείας παντελῶς ὀλίγης ἠξίουν, ὅσα τε ἐντρέφεσθαι καὶ ὅσα ἐνδύσασθαι. Ἐξ ὧν οἱ πλείους ἀπὸ λῃστείας τὸ ζῆν ἐπορίζοντο, καὶ μεστὰ φόνων ἦν ἅπαντα, καθάπερ στρατευμάτων διεσπαρμένων τῶν λῃστῶν. Οἱ δὲ στρατηγοὶ κωλύειν μὲν ἐπεχείρουν, κολάζειν δὲ οὐ τολμῶντες διὰ τὴν ἰσχὺν καὶ τὸ βάρος τῶν κυρίων οἳ ἐδέσποζον τῶν λῃστῶν, ἠναγκάζοντο περιορᾶν λῃστευομένην τὴν ἐπαρχίαν· οἱ πλεῖστοι γὰρ τῶν κτητόρων ἱππεῖς ὄντες τῶν Ῥωμαίων, καὶ κριταὶ τοῖς ἀπὸ τῶν ἐπαρχιῶν κατηγορουμένοις στρατηγοῖς γινόμενοι, φοβεροὶ τοῖς ἄρχουσιν ὑπῆρχον. Πιεζόμενοι δὲ οἱ δοῦλοι ταῖς ταλαιπωρίαις, καὶ πληγαῖς τὰ πολλὰ παραλόγως ὑβριζόμενοι, οὐχ ὑπέμενον. Συνιόντες οὖν ἀλλήλοις κατὰ τὰς εὐκαιρίας συνελάλουν περὶ ἀποστάσεως, ἕως εἰς ἔργον τὴν βουλὴν ἤγαγον. Ἦν δέ τις οἰκέτης Σύρος Ἀντιγένους Ἐνναίου τὸ γένος, ἐκ τῆς Ἀπαμείας, ἄνθρωπος μάγος καὶ τερατουργὸς τὸν τρόπον. Αὐτὸς προσεποιεῖτο θεῶν ἐπιτάγμασι καθ' ὕπνον προλέγειν τὰ μέλλοντα, καὶ πολλοὺς διὰ τὴν εἰς τοῦτο τὸ μέρος εὐφυΐαν ἐξηπάτα. Ἐντεῦθεν προϊὼν οὐ μόνον ἐξ ὀνείρων ἐμαντεύετο ἀλλὰ καὶ ἐγρηγορότως θεοὺς ὁρᾶν ὑπεκρίνετο καὶ ἐξ αὐτῶν ἀκούειν τὰ μέλλοντα. Πολλῶν δ' ὑπ' αὐτοῦ σχεδιαζομένων, ἀπὸ τύχης ἔνια πρὸς ἀλήθειαν ἐξέβαινε· καὶ τῶν μὲν μὴ γινομένων ὑπ' οὐδενὸς ἐλεγχομένων, τῶν δὲ συντελουμένων ἐπισημασίας τυγχανόντων, προκοπὴν ἐλάμβανεν ἡ περὶ αὐτὸν δόξα. Τελευταῖον διά τινος μηχανῆς πῦρ μετά τινος ἐνθουσιασμοῦ καὶ φλόγα διὰ τοῦ στόματος ἠφίει, καὶ οὕτω τὰ μέλλοντα ἀπεφοίβαζεν. Εἰς γὰρ κάρυον ἤ τι τοιοῦτον τετρημένον ἐξ ἑκα τέρου μέρους ἐνετίθει πῦρ καὶ τὴν συνέχειν αὐτὸ δυναμένην ὕλην· εἶτα ἐντιθεὶς τῷ στόματι καὶ προσπνέων ποτὲ μὲν σπινθῆράς ποτε δὲ φλόγα ἐξέκαεν. Οὗτος πρὸ τῆς ἀποστάσεως ἔλεγε τὴν Συρίαν θεὸν ἐπιφαινομένην αὐτῷ λέγειν ὅτι βασιλεύσει· καὶ τοῦτο οὐ πρὸς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν κύριον αὐτοῦ διετέλει λέγων. Εἰς δὲ γέλωτα τρεπομένου τοῦ πράγματος, ὁ μὲν Ἀντιγένης ψυχαγωγούμενος ἐπὶ τῇ τερατείᾳ παρῆγε τὸν Εὔνουν εἰς τὰ σύνδειπνα (τοῦτο γὰρ ὄνομα τῷ τερατίᾳ) καὶ διηρώτα περὶ τῆς βασιλείας, καὶ πῶς ἑκάστῳ χρήσεται τῶν παρόντων· τοῦ δὲ ἀτρέπτως πάντα διηγουμένου, καὶ ὡς μετρίως χρήσεται τοῖς κυρίοις, καὶ τὸ σύνολον ποικίλως τερατευομένου, γέλωτες ἐγίνοντο 244.α τοῖς παρακεκλημένοις, καί τινες αὐτῶν ἀπὸ τῆς τραπέζης ἀξιολόγους μερίδας αἴροντες 416

ἐδωροῦντο, ἐπιλέγοντες ὅπως, ὅταν γένηται βασιλεύς, τῆς χάριτος μνημονεύοι. Οὐ μὴν ἀλλ' ἡ τερατεία προῆλθεν εἰς ἀληθινὸν ἀποτέλεσμα βασιλείας, καὶ τὴν ἀνταπόδοσιν τοῖς παρὰ τὰ δεῖπνα δεξιωσαμένοις ἐν γέλωτι οὐ χωρὶς σπουδῆς ἐποιήσατο τῆς χάριτος. Ἀρχὴ δὲ τῆς ὅλης ἀποστάσεως ἐγένετο τοιαύτη. Δαμόφιλός τις ἦν Ἐνναῖος, τὴν δ' οὐσίαν μεγαλόψυχος, ὑπερήφανος δὲ τὸν τρόπον. Οὗτος κακῶς εἰς ὑπερβολὴν ἐκέχρητο τοῖς δούλοις, καὶ ἡ γυνὴ δὲ Μεγαλλὶς ἀντεφιλονείκει τῷ ἀνδρὶ πρὸς τὴν τιμωρίαν καὶ τὴν ἄλλην ἀπανθρωπίαν τὴν περὶ τοὺς δούλους. Ἐξ ὧν ἀποθηριωθέντες οἱ προπηλακιζόμενοι συνέθεντο πρὸς ἀλλήλους ὑπὲρ ἀποστάσεως καὶ φόνου τῶν κυρίων. Καὶ πρὸς τὸν Εὔνουν ἐλθόντες ἠρώτων εἰ συγχωρεῖται παρὰ τῶν θεῶν αὐτοῖς τὸ βεβουλευμένον. Ὁ δὲ μετὰ τερατείας, ὡς εἰώθει, συνθέμενος ὅτι συγχωροῦσι, παραχρῆμα πείθει ἔχεσθαι τῆς ἐγχειρήσεως. Εὐθὺς οὖν τετρακοσίους τῶν ὁμοδούλων συνήθροισαν, καὶ ὡς ἂν ὁ καιρὸς ἐδίδου καθοπλισθέντες, εἰς τὴν Ἔνναν τὴν πόλιν εἰσπίπτουσιν, ἀφηγουμένου αὐτῶν καὶ τοῦ πυρὸς τὰς φλόγας τερατευομένου τούτοις τοῦ Εὔνου. Ταῖς δ' οἰκίαις ἐπεισελθόντες πλεῖστον φόνον εἰργάζοντο, μηδ' αὐτῶν τῶν ὑπομαζίων φειδόμενοι, ἀλλὰ ταῦτα μὲν τῆς θηλῆς ἀποσπῶντες προσήρασσον τῇ γῇ· εἰς δὲ τὰς γυναῖκας οὐδ' ἔστιν εἰπεῖν (καὶ τότε βλεπόντων τῶν ἀνδρῶν) ὅσα ἐνύβριζόν τε καὶ ἐνησέλγαινον, πολλοῦ αὐτοῖς πλήθους τῶν ἀπὸ τῆς πόλεως δούλων προστεθέντος, οἳ καὶ κατὰ τῶν κυρίων πρότερον τὰ ἔσχατα ἐνδεικνύμενοι οὕτω πρὸς τὸν τῶν ἄλλων φόνον ἐτρέποντο. Οἱ δὲ περὶ τὸν Εὔνουν πυθόμενοι τὸν Δαμόφιλον ὅτι κατὰ τὸν πλησίον τῆς πόλεως περίκηπον διατρίβει μετὰ τῆς γυναικός, εἷλκον ἐκεῖθεν διά τινων ἐξ αὑτῶν σταλέντων αὐτόν τε καὶ τὴν γυναῖκα δεδεμένους ἐξαγκωνίσαντες, πολλὰς κατὰ τὴν ὁδὸν ὕβρεις ὑποσχόντας. Μόνης δὲ τῆς θυγατρὸς αὐτῶν οἱ δοῦλοι ὤφθησαν εἰς πάντα φεισάμενοι διὰ τὸ φιλάνθρωπον αὐτῆς ἦθος καὶ περὶ τοὺς δούλους συμπαθὲς καὶ βοηθητικὸν κατὰ δύναμιν. Ἐξ ὧν ἐδείκνυτο τῶν δούλων οὐχὶ ὠμότης εἶναι φύσεως τὰ γινόμενα εἰς τοὺς ἄλλους, ἀλλὰ τῶν προϋπηργμένων εἰς αὐτοὺς ἀδικημάτων ἀνταπόδοσις. Τὸν δὲ Δαμόφιλον καὶ τὴν Μεγαλλίδα εἰς τὴν πόλιν οἱ ἀπεσταλμένοι ἑλκύσαντες, ὥσπερ ἔφημεν, εἰς τὸ θέατρον εἰσήγαγον, συνεληλυθότος ἐνταῦθα τοῦ πλήθους τῶν ἀποστατῶν. Καὶ τοῦ Δαμοφίλου τεχνάσασθαί τι πρὸς τὴν σωτηρίαν ἐγχειρήσαντος, καὶ πολλοὺς τοῦ πλήθους τοῖς λόγοις ἐπαγομένου, Ἑρμείας καὶ Ζεῦξις πικρῶς πρὸς αὐτὸν διακείμενοι πλάνον τε ἀπεκάλουν καὶ οὐκ ἀναμείναντες τὴν ἀκριβῆ τοῦ δήμου κρίσιν ὁ μὲν διὰ τῶν πλευρῶν τὸ ξίφος ὠθεῖ, ὁ δὲ πελέκει τὸν τράχηλον ἔκοψεν. Ἐκεῖθεν αἱρεῖται βασιλεὺς ὁ Εὔνους, οὔτε δι' ἀνδρείαν, οὔτε διὰ στρατηγίαν, διὰ δὲ μόνην τερατείαν καὶ τὸ τῆς ἀποστάσεως ἄρξαι, ἅμα δὲ καὶ τῆς προσηγορίας οἱονεί τινα καλὸν οἰωνὸν ἐχούσης πρὸς τὴν τῶν ὑποταττομένων εὔνοιαν. Τῶν ὅλων δὲ τοῖς ἀποστάταις καταστὰς κύριος καὶ συναγαγὼν ἐκκλησίαν, ἀνεῖλε μὲν τοὺς ἐζωγρημένους τῶν Ἐνναίων ὅσοις οὐκ ἦν ἡ τέχνη ὅπλα ἐργάζεσθαι, ἐκείνους δὲ δεδεμένους τοῖς ἔργοις ὑπέβαλλεν. Ἔδωκε δὲ καὶ ταῖς θεραπαίναις τὴν Μεγαλλίδα χρήσασθαι ὡς ἂν βούλοιντο· καὶ αὗται κατεκρήμνισαν αἰκισαμέναι. Καὶ αὐτὸς δὲ τοὺς ἰδίους ἀνεῖλε κυρίους Ἀντιγένη καὶ Πύθωνα. Περιθέμενος δὲ διάδημα καὶ πάντα τὰ ἄλλα τὰ περὶ αὑτὸν βασιλικῶς διακοσμήσας, τήν τε συμβιοῦσαν αὐτῷ, Σύραν καὶ συμπολῖτιν οὖσαν, βασίλισσαν ἀποδείξας, συνέδρους τε τοὺς συνέσει δοκοῦντας διαφέρειν ποιησάμενος, ὧν ἦν Ἀχαιὸς καὶ τοὔνομα καὶ τὸ γένος, ἀνὴρ καὶ βουλῇ καὶ χειρὶ διαφέρων, καὶ ἐν τρισὶν ἡμέραις πλείους τῶν ἑξακισχιλίων τὸν δυνατὸν καθοπλίσας τρόπον, καὶ ἑτέρους συνεπαγόμενος ἀξίναις καὶ πελέκεσι χρωμένους ἢ σφενδόναις ἢ δρεπάνοις ἢ ξύλοις πεπυρακτωμένοις ἢ καὶ μαγείρων ὀβελοῖς, ἐπῄει πᾶσαν λεηλατῶν τὴν χώραν, καὶ πλῆθος ἄπειρον οἰκετῶν προσ λαμβάνων, ἐθάρρησε καὶ στρατηγοῖς Ῥωμαίων πολεμῆσαι, καὶ συμπλακείς, τῷ πλήθει πολλάκις 417

ἐκράτησεν ἔχων ἤδη στρατιώτας ὑπὲρ τοὺς μυρίους. Ἐν τούτῳ δὲ Κλέων τις Κίλιξ ἄλλων δούλων ἀποστάσεως ἦρξε. Καὶ πάντων ταῖς ἐλπίσι μετεωρισθέντων, ὡς ἀντιπολεμήσει τὰ στασιάσαντα πρὸς ἀλλήλους καὶ αὐτοὶ ἑαυτοὺς οἱ ἀποστάται διαφθείροντες ἐλευθερώσουσι τὴν Σικελίαν τῆς στάσεως, παρὰ δόξαν ἀλλήλοις συνέβησαν, τοῦ Κλέωνος ὑποταγέντος ψιλῷ τοῦ Εὔνου προστάγματι καὶ τὴν τοῦ στρατηγοῦ οἷα δὴ βασιλεῖ χρείαν ἀποπληροῦντος, 244.α ἔχοντος οἰκεῖον πλῆθος στρατιωτῶν πεντακισχιλίων. Ἡμέραι δ' ἐγγὺς ἦσαν ἀπὸ τῆς ἀποστάσεως τριάκοντα. Καὶ μετὰ βραχὺ ἐκ Ῥώμης ἥκοντι στρατηγῷ Λευκίῳ Ὑψαίῳ, ἔχοντι στρατιώτας ἐκ Σικελίας ὀκτακισχιλίους, εἰς πόλεμον καταστάντες οἱ ἀποστάται ἐνίκησαν, πλῆθος ὄντες δισμύριοι. Μετ' οὐ πολὺ δὲ ἀθροίζεται τὸ σύστημα αὐτῶν εἰς μυριάδας εἴκοσι, καὶ πολλοῖς τοῖς πρὸς Ῥωμαίους πολέμοις ἐνευδοκιμήσαντες ἔλαττον αὐτοὶ ἔπταιον. Οὗ διαβοηθέντος κατά τε Ῥώμην δούλων ἀπόστασις ἑκατὸν πεντήκοντα συνομοσάντων ἀνήπτετο, καὶ κατὰ τὴν Ἀττικὴν ὑπὲρ χιλίων, ἔν τε Δήλῳ καὶ κατ' ἄλλους πολλοὺς τόπους· οὓς τάχει τε τῆς βοηθείας καὶ τῇ σφοδρᾷ κολάσει τῆς τιμωρίας οἱ καθ' ἕκαστον ἐπιμεληταὶ τῶν κοινῶν θᾶττον ἠφάνισαν, σωφρονίσαντες καὶ τὸ ἄλλο, ὅσον ἦν ἐπὶ ἀποστάσει μετέωρον. Κατὰ δὲ Σικελίαν ηὔξετο τὸ κακόν, καὶ πόλεις ἡλίσκοντο αὔτανδροι καὶ πολλὰ στρατόπεδα ὑπὸ τῶν ἀποστατῶν κατε κόπησαν, ἕως Ῥουπίλιος ὁ Ῥωμαίων στρατηγὸς τὸ Ταυρομένιον ἀνεσώσατο Ῥωμαίοις, καρτερῶς μὲν αὐτὸ πολιορκήσας, καὶ εἰς ἄφατον ἀνάγκην καὶ λιμὸν τοὺς ἀποστάτας συγκλείσας, ὥστε ἀρξαμένους ἐκ παίδων βορᾶς καὶ διελθόντας διὰ γυναικῶν μηδὲ τῆς αὑτῶν ἀλληλοφαγίας μηδ' ὅλως φείσασθαι· ὅτε καὶ Κομανὸν τὸν ἀδελφὸν Κλέωνος φεύγοντα ἐκ τῆς πολιορκουμένης πόλεως εἷλε. Καὶ τὸ τελευταῖον Σαραπίωνος Σύρου τὴν ἄκραν προδόντος, συμπάντων τῶν ἐν τῇ πόλει δραπετῶν ὁ στρατηγὸς ἐκυρίευσεν· οὓς καὶ αἰκισάμενος κατεκρήμνισεν. Ἐκεῖθεν ἐπὶ τὴν Ἔνναν ἐλθὼν παραπλησίως ἐπολιόρκει, εἰς ἐσχάτην ἀνάγκην συγκλείων τὰς τῶν ἀποστατῶν ἐλπίδας. Καὶ Κλέωνα τὸν στρατηγόν, ἐξελθόντα τῆς πόλεως καὶ ἡρωϊκῶς ἀγωνισάμενον μετ' ὀλίγων ὑπὸ τῶν τραυμάτων δείξας νεκρόν, εἷλε καὶ ταύτην προδοσίᾳ τὴν πόλιν, ἐπεὶ οὐδ' ἦν ἁλώσιμος διὰ τὴν ὀχυρότητα βίᾳ χειρός. Ὁ δὲ Εὔνους ἀναλαβὼν τοὺς σωματοφύλακας ὄντας χιλίους, ἔφευγεν ἀνάνδρως εἴς τινας παρακρήμνους τόπους. Ἀλλ' οἱ μὲν σὺν αὐτῷ ἄφυκτον τὸ περὶ αὑτοὺς δεινὸν ἐπιστάμενοι (ἤδη γὰρ καὶ ὁ στρατηγὸς Ῥουπίλιος ἐπ' αὐτοὺς ἤλαυνεν) ἀλλήλους τοῖς ξίφεσιν ἔφθαζον ἀπαυχενίσαντες· ὁ δὲ τερατίας Εὔνους καὶ βασιλεύς, καταφυγὼν διὰ δειλίαν ἔν τισι κοιλάσιν, ἐξειλκύσθη ἅμα τεττάρων, μαγείρου καὶ ἀρτοποιοῦ καὶ τοῦ τρίβοντος αὐτὸν ἐν τῷ λουτρῷ καὶ τετάρτου τοῦ παρὰ τοὺς πότους εἰωθότος ψυχαγωγεῖν αὐτόν. Καὶ παραδοθεὶς εἰς φυλακήν, καὶ τοῦ σώματος αὐτοῦ διαλυθέντος εἰς φθει ρῶν πλῆθος, οἰκείως τῆς περὶ αὐτὸν ῥᾳδιουργίας κατέστρεψε τὸν βίον ἐν τῇ Μοργαντίνῃ. Ἐντεῦθεν Ῥουπίλιος ἐπιτρέχων ὅλην τὴν Σικελίαν ἅμα λογάσιν ὀλίγοις, θᾶττον ἤπερ τις ἤλπισε παντὸς αὐτὴν ἠλευθέρωσε λῃστηρίου. Ὅτι ὁ τῶν ἀποστατῶν βασιλεὺς Εὔνους ἑαυτὸν μὲν Ἀντίοχον, Σύρους δὲ τῶν ἀποστατῶν τὸ πλῆθος ἐπωνόμασεν. Ἐκ τοῦ λ ʹ. Ὅτι ὑπὸ τοὺς αὐτοὺς χρόνους ἐν Ῥώμῃ (καθ' οὓς Μάριος μὲν τοὺς κατὰ Λιβύην βασιλεῖς Βόκχον καὶ Ἰουγούρθαν κατεπολέμησε μεγάλῃ παρατάξει, καὶ πολλὰς μὲν τῶν Λιβύων μυριάδας ἀνεῖλεν, ὕστερον δὲ καὶ αὐτὸν Ἰουγούρθαν συλληφθέντα ὑπὸ Βόκχου, ὥστε τυχεῖν συγγνώμης παρὰ Ῥωμαίων ὑπὲρ ὧν αὐτοῖς κατέστη πρὸς πόλεμον, λαβὼν ἐκεῖθεν αἰχμάλωτον εἶχε) μεγίστοις δὲ πταίσμασι τοῖς κατὰ Γαλατίαν τῶν Κίμβρων πολεμούντων Ῥωμαῖοι περιπεσόντες ἠθύμουν, κατὰ τοὺς αὐτοὺς χρόνους ἧκόν τινες ἀπὸ Σικελίας ἀπόστασιν ἀγγέλλοντες οἰκετῶν εἰς πολλὰς ἀριθμουμένων μυριάδας. Οὗ προσαγγελθέντος ἐν πολλῇ περιστάσει τὸ Ῥωμαϊκὸν ἅπαν συνεχόμενον διετέλει, ὡς ἂν στρατιωτῶν ἐπιλέκτων σχεδὸν ἑξακισμυρίων ἐν τῷ 418

πρὸς Κίμβρους κατὰ Γαλατίαν πολέμῳ διολωλότων, καὶ ἀπόρων ὄντων εἰς ἀποστολὴν στρατιωτῶν λογάδων. Πρὸ δὲ τῆς κατὰ τὴν Σικελίαν τῶν δούλων ἐπαναστάσεως ἐγένοντο κατὰ τὴν Ἰταλίαν πλείους ἀποστάσεις ὀλιγοχρόνιοι καὶ μικραί, καθάπερ τοῦ δαιμονίου προσημαίνοντος τὸ μέγεθος τῆς ἐσομένης κατὰ τὴν Σικελίαν ἐπαναστάσεως, πρώτη μὲν ἡ περὶ Νουκερίαν, τριάκοντα οἰκετῶν συνωμοσίαν ποιησαμένων καὶ ταχὺ κολασθέντων, δευτέρα ἡ περὶ τὴν Καπύην, διακοσίων οἰκετῶν ἐπαναστάντων καὶ ταχὺ καταλυθέντων. Τρίτη δὲ παράδοξος γέγονέ τις. Ἦν Τίτος Οὐέττιος, ἱππεὺς μὲν Ῥωμαίων, μεγαλοπλούτου δὲ πατρὸς παῖς. Οὗτος ἠράσθη θεραπαινίδος ἀλλοτρίας, κάλλει διαφερούσης. Συμπλακεὶς δ' αὐτῇ καὶ εἰς ἔρωτα παράδοξον αὐτῆς ἐμπεσών, ἐξηγόρασεν αὐτήν, οὕτω τοῦ τε μανιώδους ἔρωτος βιαζομένου καὶ τοῦ κυρίου τῆς κόρης 244.α τὴν πρᾶσιν μόλις κατανεύσαντος, ταλάντων Ἀττικῶν ἑπτά, καὶ χρόνον ὥρισε καθ' ὃν ἀποτίσει τὸ χρέος· ἐπιστεύετο δὲ διὰ τὴν πατρῴαν περιουσίαν. Ἐνστάντος δὲ τοῦ ὁρισθέντος, καὶ μὴ ἔχων ἀποδοῦναι, πάλιν ἔταξε λʹ ἡμερῶν προθεσμίαν. Ὡς δὲ καὶ ταύτης ἐπιστάσης οἱ μὲν ἀπῄτουν, ὁ δὲ οὐδὲν πλέον εἶχεν ἀνύειν, ὁ δ' ἔρως ἤκμαζεν, ἐπεχείρησε πράξει παραλογωτάτῃ. Ἐπιβουλεύει μὲν γὰρ τοὺς ἀπαιτοῦντας, ἑαυτῷ δὲ μοναρχικὴν ἐξουσίαν περιέθηκε. Συναγοράσας γὰρ πεντακοσίας πανοπλίας, καὶ χρόνον τῆς τιμῆς συντάξας καὶ πιστευθείς, λάθρᾳ πρὸς ἀγρόν τινα παρακομίσας τοὺς ἰδίους ἀνέσεισε πρὸς ἀπόστασιν οἰκέτας, τετρακοσίους ὄντας. Εἶτα ἀναλαβὼν διάδημα καὶ περιβόλαιον πορφυροῦν καὶ ῥαβδούχους καὶ τὰ ἄλλα σύσσημα τῆς ἀρχῆς, καὶ βασιλέα αὑτὸν συνεργίᾳ τῶν δούλων ἀναδείξας, τοὺς μὲν ἀπαιτοῦντας τὴν τιμὴν τῆς κόρης ῥαβδίσας ἐπελέκισεν, ἐξοπλίσας δὲ τοὺς οἰκέτας ἐπῄει τὰς σύνεγγυς ἐπαύλεις, καὶ τοὺς μὲν προθύμως συναφισταμένους καθώπλιζε, τοὺς δ' ἀντιπράττοντας ἀνῄρει. Ταχὺ δὲ συναγαγὼν στρατιώτας πλείους τῶν ἑπτακοσίων, καὶ τού τους εἰς ἑκατονταρχίας καταλέξας, ἐνεβάλλετο χάρακα καὶ τοὺς ἀφισταμένους ὑπεδέχετο. Τῆς δ' ἀποστάσεως εἰς Ῥώμην ἀπαγγελθείσης, ἡ σύγκλητος ἐμφρόνως περὶ αὐτῆς ἐβουλεύσατο καὶ κατώρθωσε. Τῶν γὰρ κατὰ πόλιν στρατηγῶν ἀπέδειξεν ἕνα πρὸς τὴν τῶν δραπετῶν σύλληψιν, Λεύκιον Λούκουλλον. Οὗτος δὲ αὐθήμερον ἐκ τῆς Ῥώμης ἐπιλέξας στρατιώτας ἑξακοσίους, εἰς τὴν Καπύην ἦλθε συναθροίσας πεζοὺς μὲν τετρακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους. Ὁ δὲ Οὐέττιος τὴν ὁρμὴν τοῦ Λουκούλλου πυθόμενος, κατελάβετο λόφον καρτερόν, ἔχων τοὺς πάντας πλέον τῶν #γ καὶ φʹ. Καὶ τὸ μὲν πρῶτον συμβολῆς γενομένης ἐπλεονέκτησαν οἱ δραπέται, ἐκ τόπων ὑπερδεξίων μαχόμενοι· μετὰ δὲ ταῦτα τὸν μὲν στρατηγὸν τοῦ Οὐεττίου Ἀπολλώνιον διαφθείρας ὁ Λούκουλλος, καὶ τῇ δημοσίᾳ πίστει τὴν ἄφεσιν τῆς τιμωρίας βεβαιώσας, ἔπεισεν αὐτὸν προδότην γενέσθαι τῶν συναποστατῶν. Διὸ καὶ τούτου συνεργοῦντος τοῖς Ῥωμαίοις καὶ τὰς χεῖρας προσφέροντος τῷ Οὐεττίῳ, φοβηθεὶς τὴν ἐκ τῆς ἁλώσεως τιμωρίαν ἑαυτὸν ἀπέσφαξεν, αὐτίκα συναπολωλότων καὶ τῶν τῆς ἀποστάσεως κεκοινωνηκότων, πλὴν τοῦ προδόντος Ἀπολλωνίου. Καὶ ταῦτα μὲν πρὸ τῆς κατὰ Σικελίαν ὥσπερ προοιμιαζόμενα ταύτῃ μεγίστης ἀποστάσεως ἥτις ἀρχὴν ἔλαβε τοιαύτην. Κατὰ τὴν ἐπὶ τοὺς Κίμβρους τοῦ Μαρίου στρατείαν ἔδωκεν ἡ σύγκλητος ἐξουσίαν τῷ Μαρίῳ ἐκ τῶν πέραν θαλαττῆς ἐθνῶν μεταπέμπεσθαι συμμαχίαν. Ὁ μὲν Μάριος ἐξέπεμψε πρὸς Νικομήδην τὸν τῆς Βιθυνίας βασιλέα περὶ βοηθείας· ὁ δὲ ἀπόκρισιν ἔδωκε τοὺς πλείους τῶν Βιθυνῶν ὑπὸ τῶν δημοσιωνῶν διαρπαγέντας δουλεύειν ἐν ταῖς ἐπαρχίαις. Τῆς δὲ συγκλήτου ψηφισαμένης ὅπως μηδεὶς σύμμαχος ἐλεύθερος ἐν ἐπαρχίᾳ δουλεύῃ καὶ τῆς τούτων ἐλευθερώσεως οἱ στρατηγοὶ πρόνοιαν ποιῶνται, τότε κατὰ τὴν Σικελίαν ὢν στρατηγὸς Λικίνιος Νερούας ἀκολούθως τῷ δόγματι συχνοὺς τῶν δούλων ἠλευθέρωσε, κρίσεις προθείς, ὡς ἐν ὀλίγαις ἡμέραις πλείους τῶν ὀκτακοσίων τυχεῖν τῆς ἐλευθερίας. Καὶ ἦσαν πάντες οἱ κατὰ τὴν νῆσον 419

δουλεύοντες μετέωροι πρὸς τὴν ἐλευθερίαν. Οἱ δ' ἐν ἀξιώμασι συνδραμόντες παρεκάλουν τὸν στρατηγὸν ἀποστῆναι ταύτης τῆς ἐπιβολῆς. Ὁ δ' εἴτε χρήμασι πεισθεὶς εἴτε χάριτι δουλεύσας τῆς μὲν τῶν κριτηρίων τούτων σπουδῆς ἀπέστη, καὶ τοὺς προσιόντας ἐπὶ τῷ τυχεῖν τῆς ἐλευθερίας ἐπιπλήττων εἰς τοὺς ἰδίους κυρίους προσέταττεν ἐπαναστρέφειν. Οἱ δὲ δοῦλοι συστραφέντες, καὶ τῶν Συρακουσῶν ἀπαλλαγέντες, καὶ καταφυγόντες εἰς τὸ τῶν Παλικῶν τέμενος, διελάλουν πρὸς ἀλλήλους ὑπὲρ ἀποστάσεως. Ἐκεῖθεν ἐν πολλοῖς τόποις τῆς τῶν οἰκετῶν τόλμης ἐκδήλου γινομένης, πρῶτοι τῆς ἐλευθερίας ἀντεποιήσαντο κατὰ τὴν Ἁλικυαίων χώραν ἀδελφῶν δυεῖν μεγαλοπλούτων οἰκέται τριάκοντα, ὧν ἡγεῖτο Ὀάριος ὄνομα· οἳ πρῶτον μὲν νυκτὸς κοιμωμένους τοὺς ἰδίους δεσπότας ἀπέσφαξαν, εἶτα ἐπὶ τὰς γειτνιώσας ἐπαύλεις παρελθόντες παρεκάλουν ἐπὶ τὴν ἐλευθερίαν τοὺς δούλους· καὶ ἐν αὐτῇ τῇ νυκτὶ συνέδραμον πλείους τῶν ρκʹ. Καὶ καταλαβόμενοι χωρίον φύσει ὀχυρόν, τοῦτο μᾶλλον ἐπωχύρωσαν, προσδεξάμενοι καὶ ἑτέρους δούλους ὡπλισμένους πʹ. Ὁ δὲ στρατηγὸς τῆς ἐπαρχίας Λικίνιος Νερούας κατὰ τάχος αὐτοῖς ἐπελθὼν καὶ πολιορκῶν ἄπρακτον ἔσχε τὴν σπουδήν. Ἐπεὶ δὲ βίᾳ ἀνάλωτον τὸ φρούριον ἑώρα, ἐπὶ τὴν προδοσίαν ὁρᾷ, καὶ σωτηρίας ὑποσχέσεσι Γάϊον Τιτίνιον ἐπικαλούμενον Γαδαῖον ἀναπείσας (ἦν δ' οὗτος πρὸ δυεῖν ἐτῶν καταδικασθεὶς μὲν θανάτῳ, τὴν τιμωρίαν δ' ἐκφυγὼν καὶ πολλοὺς τῶν κατὰ 244.α τὴν χώραν ἐλευθέρων κατὰ λῃστείαν ἀναιρῶν, οὐδένα δὲ τῶν οἰκετῶν παραλυπῶν) εἶχεν ὑπηρέτην τοῦ σκοποῦ. Οὗτος ἔχων αὑτῷ πιστοὺς οἰκέτας ἱκανοὺς πρόσεισι τῷ φρουρίῳ τῶν ἀποστατῶν ὡς δὴ συμμεθέξων τοῦ κατὰ Ῥωμαίων πολέμου· εὐμενῶς δὲ καὶ φιλοφρόνως προσδεχθεὶς ᾑρέθη διὰ τὴν ἀνδρείαν καὶ στρατηγός, καὶ προὔδωκε τὸ φρούριον. Τῶν δ' ἀποστατῶν οἱ μὲν μαχόμενοι κατεκόπησαν, οἱ δὲ τὴν ἀπὸ τῆς ἁλώσεως δεδιότες τιμωρίαν ἑαυτοὺς κατεκρήμνισαν. Ἡ μὲν οὖν πρώτη τῶν δραπετῶν στάσις κατελύθη τὸν εἰρημένον τρόπον. Τῶν δὲ στρατιωτῶν πρὸς τὰ οἰκεῖα ἤθη ἀπολυθέντων, ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Πόπλιον Κλόνιον, γενόμενον ἱππέα Ῥωμαίων, ἐπαναστάντες οἱ δοῦλοι κατέσφαξαν ὀγδοήκοντα ὄντες, καὶ ὅτι πλῆθος ἀγείρουσι. Καὶ ὁ μὲν στρατηγὸς ἑτέρων βουλαῖς παρακρουσθείς, ἤδη καὶ τῶν πλείστων στρατιωτῶν ἀπολελυμένων, καιρὸν παρεῖχε διὰ τῆς ἀναβολῆς τοῖς ἀποστάταις βέλτιον αὑτοὺς ἀσφαλίσασθαι. Προῆγε δὲ μετὰ τῶν ἐνόντων στρατιωτῶν, καὶ διαβὰς τὸν Ἄλβαν ποταμὸν παρῆλθε τοὺς ἀποστάτας διατρίβοντας ἐν ὄρει καλουμένῳ Καπριανῷ, καὶ κατήντησεν εἰς πόλιν Ἡράκλειαν. Ἐκ γοῦν τοῦ μὴ προσβαλεῖν αὐτοῖς τὸν στρατηγὸν ἀτολμίαν αὐτοῦ διαφημίσαντες συχνοὺς ἀνέσειον τῶν οἰκετῶν. Καὶ πολλῶν συρ ρεόντων καὶ τὸν δυνατὸν τρόπον εἰς μάχην παρασκευαζομένων, ἐν ἑπτὰ ταῖς πρώταις ἡμέραις καθωπλίσθησαν πλείους τῶν ὀκτακοσίων, ἐφεξῆς δ' ἐγένοντο τῶν δισχιλίων οὐκ ἐλάττους· πυθόμενος δ' ἐν Ἡρακλείᾳ τὴν αὔξησιν αὐτῶν ὁ στρατηγὸς ἡγεμόνα προεχειρίσατο Μάρκον Τιτίνιον, δοὺς αὐτῷ στρατιώτας τοὺς ἐκ τῆς Ἔννης φρουροὺς ἑξακοσίους. Οὗτος δὲ μάχῃ προσβαλὼν τοῖς ἀποστάταις, ἐπεὶ καὶ τῷ πλήθει καὶ ταῖς δυσχωρίαις ἐπλεονέκτουν ἐκεῖνοι, ἐτράπη σὺν τοῖς περὶ αὐτόν, πολλῶν μὲν ἀναιρεθέντων, τῶν δὲ λοιπῶν ῥιψάντων τὰ ὅπλα καὶ φυγῇ μόλις διασωθέντων. Καὶ οἱ ἀποστάται ὅπλων τε εὐπορήσαντες τοσούτων ἀθρόον καὶ νίκης, θρασύτερον εἴχοντο τῶν ἔργων, καὶ πάντες τῶν δούλων ἐμετεωρίζοντο πρὸς ἀπόστασιν. Καὶ πολλῶν καθ' ἡμέραν ἀφισταμένων σύντομον καὶ παράδοξον ἐλάμβανον αὔξησιν, ὡς ἐν ὀλίγαις ἡμέραις πλείους γενέσθαι τῶν ἑξακισχιλίων, ὅτε δὴ καὶ εἰς ἐκκλησίαν συνελθόντες καὶ βουλῆς προτεθείσης, πρῶτον μὲν εἵλαντο βασιλέα τὸν ὀνομαζόμενον Σαλούϊον δοκοῦντα τῆς ἱεροσκοπίας ἔμπειρον εἶναι καὶ ταῖς γυναικείαις θέαις αὐλομανοῦντα. Οὗτος βασιλεύσας τὰς μὲν πόλεις ἀργίας καὶ τρυφῆς νομίζων ἐξέκλινεν, εἰς τρία δὲ μερίσας τοὺς ἀποστάτας, καὶ ἴσους ἡγεμόνας 420

ἐγκαταστήσας ταῖς μερίσι, προσέταξεν ἐπιέναι τὴν χώραν καὶ πρὸς ἕνα τόπον καὶ καιρὸν ἅπαντας ἀπαντᾶν. Διὸ πολλῶν ἐκ τῆς ἐπελασίας ἄλλων τε ζῴων καὶ ἵππων εὐπορήσαντες, ἐν ὀλίγῳ χρόνῳ κατεσκευάσθησαν ἱππεῖς μὲν πλείους τῶν δισχιλίων, πεζοὶ δὲ οὐκ ἐλάττους τῶν δισμυρίων, ἠδὴ καὶ γυμνασίαις πολεμικαῖς ἐνδιαπρέποντες. Προσπεσόντες οὖν ἄφνω πόλει ὀχυρᾷ Μοργαντίνῃ προσβολὰς ἐνεργεῖς καὶ συνεχεῖς ἐποιοῦντο. Ὁ δὲ στρατηγὸς ὡς βοηθήσων τῇ πόλει ἐπελθών, νυκτοπορίᾳ χρησάμενος, ἔχων μεθ' ἑαυτοῦ Ἰταλιώτας τε καὶ ἐκ Σικελίας σχεδὸν στρατιώτας μυρίους, κατέλαβε τοὺς ἀποστάτας ἀσχολουμένους περὶ τὴν πολιορκίαν, καὶ ἐπιθέμενος αὐτῶν τῇ παρεμβολῇ, καὶ εὑρὼν ὀλίγους μὲν τοὺς φυλάττοντας, πλῆθος δὲ γυναικῶν αἰχμαλώτων καὶ λείας ἄλλης παντοδαποῦς, ῥᾳδίως ἐξεῖλε τὴν στρατοπεδείαν. Καὶ ταύτην μὲν διήρπασεν, ἐπὶ δὲ τὴν Μοργαντίνην ἦγεν. Οἱ δ' ἀποστάται ἐξαίφνης ἀντεπιθέμενοι καὶ ὑπερδέξιον τὴν τάξιν ἔχοντες, βιαίως τε ἐπιρράξαντες εὐθὺς ἐπὶ προτερήματος ἦσαν. Οἱ δὲ τοῦ στρατηγοῦ ἐτράπησαν πρὸς φυγήν. Τοῦ δὲ βασιλέως τῶν ἀποστατῶν κήρυγμα ποιησαμένου μηδένα κτείνειν τῶν τὰ ὅπλα ῥιπτόντων, οἱ πλεῖστοι ῥίπτοντες ἔφευγον. Καὶ τούτῳ τῷ τρόπῳ καταστρατηγήσας τοὺς πολεμίους ὁ Σαλούϊος τήν τε παρεμβολὴν ἀνεκτήσατο, καὶ περιβόητον νίκην ἀπενεγκάμενος πολλῶν ὅπλων ἐκυρίευσεν. Ἀπέθανον δὲ ἐν τῇ μάχῃ τῶν Ἰταλιωτῶν τε καὶ Σικελῶν οὐ πλείους ἑξακοσίων διὰ τὴν τοῦ κηρύγματος φιλανθρωπίαν, ἑάλωσαν δὲ περὶ τετρακισχιλίους. Ὁ δὲ Σαλούϊος, πολλῶν πρὸς αὐτὸν ἀπὸ τοῦ κατορθώματος συρρεόντων, διπλασιάσας τὴν ἰδίαν δύναμιν, ἐκράτει τῶν ὑπαίθρων, καὶ πολιορκεῖν πάλιν ἐπεχείρει τὴν Μοργαντῖναν, κηρύγματι δοὺς τοῖς ἐν αὐτῇ δούλοις τὴν ἐλευθερίαν. Τῶν δὲ κυρίων ἀντιπροτεινόντων αὐτοῖς ταύτην, εἰ σφίσι συναγωνίσαιντο, εἵλοντο μᾶλλον τὴν ἀπὸ τῶν κυρίων, καὶ προθύμως ἀγωνισάμενοι ἀπετρίψαντο τὴν πολιορκίαν. Ὁ δὲ στρατηγὸς μετὰ ταῦτα τὴν ἐλευθερίαν 244.α ἀνατρέψας αὐτομολῆσαι τοὺς πλείστους παρεσκεύασε τοῖς ἀποστάταις. Περὶ δὲ τὴν Αἰγεσταίων καὶ Λιλυβαϊτῶν χώραν, ἔτι δὲ τῶν ἄλλων τῶν πλησιοχώρων, ἐνόσει πρὸς ἀπόστασιν τὰ πλήθη τῶν οἰκετῶν. Γίνεται δὲ τούτων ἀρχηγὸς Ἀθηνίων ὄνομα, ἀνὴρ ἀνδρείᾳ διαφέρων, Κίλιξ τὸ γένος. Οὗτος οἰκονόμος ὢν δυοῖν ἀδελφῶν μεγαλοπλούτων, καὶ τῆς ἀστρομαντικῆς πολλὴν ἔχων ἐμπειρίαν, ἔπεισε τῶν οἰκετῶν πρῶτον μὲν τοὺς ὑφ' ἑαυτὸν τεταγμένους, περὶ διακοσίους ὄντας, ἔπειτα τοὺς γειτνιῶντας, ὥστε ἐν πέντε ἡμέραις συναχθῆναι πλείους τῶν χιλίων. Ὑπὸ δὲ τούτων αἱρεθεὶς βασιλεὺς καὶ διάδημα περιθέμενος, ἐναντίαν τοῖς ἄλλοις ἅπασιν ἀποστάταις τὴν διάθεσιν ἐποιεῖτο. Οὐ γὰρ προσεδέχετο πάντας τοὺς ἀφισταμένους, ἀλλὰ τοὺς ἀρίστους ποιούμενος στρατιώτας, τοὺς ἄλλους ἠνάγκαζε μένοντας ἐπὶ τῶν προγεγενημένων ἐργασιῶν ἐπιμελεῖσθαι τῆς ἰδίας ἕκαστον οἰκονομίας καὶ τάξεως, ἐξ ὧν καὶ τροφὰς ἀφθόνους τῶν στρατιωτῶν ἐχορηγεῖτο. Προσεποιεῖτο δὲ τοὺς θεοὺς αὐτῷ διὰ τῶν ἄστρων προσημαίνειν ὡς ἔσοιτο τῆς Σικελίας συμπάσης βασιλεύς· διὸ δεῖν αὐτῆς τε τῆς χώρας καὶ τῶν ἐν αὐτῇ ζῴων τε καὶ καρπῶν ὡς ἰδίων φείδεσθαι. Τέλος, ἀθροίσας ὑπὲρ τοὺς μυρίους ἐτόλμησε πόλιν ἀπόρθητον τὸ Λιλύβαιον πολιορκεῖν. Μηδὲν δὲ ἀνύων, μετανίστατο αὐτῆς, εἰπὼν αὐτῷ τοὺς θεοὺς τοῦτο ἐπιτάττειν· ἐπιμένοντας γὰρ τῇ πολιορκίᾳ δυστυχήματος πειραθῆναι. Παρασκευαζομένου δὲ αὐτοῦ τὴν ἀπὸ τῆς πόλεως ἀναχώρησιν κατέπλευσάν τινες ἐν ταῖς ναυσὶ κομίζοντες ἐπιλέκτους Μαυρουσίους, οἳ ἐπὶ βοήθειαν ἦσαν ἀπεσταλμένοι τοῖς Λιλυβαΐταις, ἔχοντες ἡγούμενον ὃς ὠνομάζετο Γόμων. Οὗτος σὺν τοῖς ἁμ' αὐτῷ κατὰ νύκτα καὶ ἀνελπίστως ἐπιθέμενος τοὺς περὶ Ἀθηνίωνα ὁδοιποροῦντας, πολλοὺς καταβαλόντες, οὐκ ὀλίγους δὲ τραυματίσαντες εἰς τὴν πόλιν ἐπανῆλθον. Διόπερ οἱ ἀποστάται τὴν ἐκ τῆς ἀστρομαντείας πρόρρησιν ἐθαύμαζον. Εἶχε δὲ τὴν Σικελίαν πᾶσαν σύγχυσις καὶ κακῶν Ἰλιάς. Οὐ γὰρ οἱ δοῦλοι μόνον ἀλλὰ καὶ τῶν ἐλευθέρων οἱ ἄποροι πᾶσαν ἁρπαγὴν καὶ παρανομίαν 421

ἐργαζόμενοι, καὶ τοὺς περιτυγχάνοντας δούλους τε καὶ ἐλευθέρους, ὅπως μηδεὶς ἀπαγγέλλοι τὴν περὶ αὐτοὺς ἀπόνοιαν, ἐφόνευον ἀναιδῶς. Διὸ καὶ πάντες οἱ κατὰ τὰς πόλεις ὑπελάμβανον τὰ μὲν ἐντὸς τειχῶν μόλις εἶναι ἴδια, τὰ δ' ἐκτὸς ἀλλότρια καὶ δοῦλα τῆς παρανόμου χειροκρασίας· καὶ ἄλλα δὲ πολλὰ πολλοῖς ἄτοπα κατὰ τὴν Σικελίαν ἐτολμᾶτο. Ὁ δὲ τὴν Μοργαντίνην πολιορκήσας Σαλούϊος, ἐπιδραμὼν τὴν χώραν μέχρι τοῦ Λεοντίνου πεδίου, ἤθροισεν αὑτοῦ τὸ σύμπαν στράτευμα, ἐπιλέκτους ἄνδρας οὐκ ἐλάττους τῶν τρισμυρίων, καὶ θύσας τοῖς Παλικοῖς ἥρωσι τούτοις μὲν ἀνέθηκε μίαν τῶν ἁλουργῶν περιπορφύρων στολὴν χαριστήρια τῆς νίκης, αὐτὸς δὲ ἀναγορεύσας ἑαυτὸν βασιλέα, Τρύφων μὲν ὑπὸ τῶν ἀποστατῶν προσηγορεύετο, διανοούμενος δὲ τὰ Τριόκαλα καταλαβέσθαι καὶ κατασκευάσαι βασίλεια, πέμπει καὶ πρὸς Ἀθηνίωνα, μεταπεμπόμενος αὐτὸν ὡς στρατηγὸν βασιλεύς. Πάντες μὲν οὖν ὑπελάμβανον τὸν Ἀθηνίωνα τῶν πρωτείων ἀντιποιήσεσθαι, καὶ διὰ τὴν στάσιν τῶν ἀποστατῶν ῥᾳδίως καταλυθήσεσθαι τὸν πόλεμον· ἡ δὲ τύχη καθάπερ ἐπίτηδες αὔξουσα τὰς τῶν δραπετῶν δυνάμεις, ὁμονοῆσαι τοὺς τούτων ἡγεμόνας ἐποίησεν. Ἧκε μὲν γὰρ συντόμως μετὰ τῆς δυνάμεως ἐπὶ τὰ Τριόκαλα ὁ Τρύφων, ἧκε δὲ καὶ Ἀθηνίων μετὰ τρισχιλίων, ὑπακούων ὡς στρατηγὸς βασιλεῖ τῷ Τρύφωνι, τὴν ἄλλην αὐτοῦ δύναμιν κατατρέχειν τὴν χώραν καὶ ἀνασείειν πρὸς ἀπόστασιν τοὺς οἰκέτας ἀπεσταλκώς. Μετὰ δὲ ταῦτα ὑπονοήσας ὁ Τρύφων τὸν Ἀθηνίωνα ἐπιθήσεσθαι ἐν καιρῷ παρέδωκεν εἰς φυλακήν. Τὸ δὲ φρούριον ὀχυρώτατον ὂν κατεσκεύαζε πολυτελέσι κατασκευαῖς καὶ ἐπὶ μᾶλλον ὠχύρου. Τριόκαλα δὲ αὐτό φησιν ὠνομάσθαι διὰ τὸ τρία καλὰ ἔχειν, πρῶτον μὲν ναματιαίων ὑδάτων πλῆθος, διαφόρων τῇ γλυκύτητι, δεύτερον παρακειμένην χώραν ἀμπελόφυτόν τε καὶ ἐλαιόφυτον καὶ γεωργεῖσθαι δυναμένην θαυμαστῶς, τρίτον ὑπερβάλλουσαν ὀχυρότητα, ὡς ἂν οὔσης μεγάλης πέτρας ἀναλώτου· ἣν καὶ περιβόλῳ πόλεως σταδίων ὀκτὼ προσπεριβαλὼν καὶ ταφρεύσας βαθείᾳ τάφρῳ, βασιλείοις ἐχρῆτο, πάσῃ ἀφθονίᾳ τῶν κατὰ τὸν βίον ἁπάντων πεπληρωμένην. Κατεσκεύασε δὲ καὶ βασιλικὴν οἰκίαν καὶ ἀγορὰν δυναμένην δέξασθαι πλῆθος ἀνθρώπων. Ἐξελέξατο δὲ καὶ τῶν φρονήσει διαφερόντων ἀνδρῶν τοὺς ἱκανούς, οὓς ἀποδείξας συμβούλους ἐχρῆτο συνέδροις αὐτοῖς· τήβεννάν τε περιπόρφυρον περιεβάλλετο καὶ πλατύσημον ἔδυ χιτῶνα κατὰ τοὺς χρηματισμούς, καὶ 244.α ῥαβδούχους εἶχε μετὰ πελέκεων τοὺς προηγουμέ νους, καὶ τἄλλα πάντα ὅσα ποιοῦσί τε καὶ ἐπικοσμοῦσιν ἐπετήδευε βασιλείαν. Προχειρίζεται δὲ κατὰ τῶν ἀποστατῶν ἡ σύγκλητος τῶν Ῥωμαίων Λεύκιον Λικίνιον Λούκουλλον, ἔχοντα στρατιώτας μυρίους μὲν καὶ τετρακισχιλίους Ῥωμαίους καὶ Ἰταλούς, Βιθυνοὺς δὲ καὶ Θετταλοὺς καὶ Ἀκαρνᾶνας ὀκτακοσίους, ἐκ δὲ τῆς Λευκανίας ἑξακοσίους ὧν ἡγεῖτο Κλέπτιος, ἀνὴρ στρατηγικὸς καὶ ἐν ἀνδρείᾳ περιβόητος, ἔτι δὲ καὶ ἑτέρους ἑξακοσίους, ὡς γενέσθαι σύμπαντας ἑξακισχιλίους καὶ μυρίους, οὓς ἔχων κατέλαβε τὴν Σικελίαν. Ὁ δὲ Τρύφων ἀπολύσας Ἀθηνίωνα τῆς αἰτίας ἐβουλεύετο περὶ τοῦ πρὸς Ῥωμαίους πολέμου. Καὶ τῷ μὲν ἤρεσκεν ἐν τοῖς Τριοκάλοις ἀγωνίζεσθαι, Ἀθηνίων δὲ συνεβούλευε μὴ συγκλείειν ἑαυτοὺς εἰς πολιορκίαν, ἀλλ' ἐν ὑπαίθρῳ διαγωνίζεσθαι. Κρατησάσης δὲ ταύτης τῆς βουλῆς κατεστρατοπέδευσαν πλησίον Σκιρθαίας, ὄντες οὐκ ἐλάττους τῶν τετρακισμυρίων· ἀπεῖχε δ' αὐτῶν ἡ Ῥωμαίων παρεμβολὴ στάδια δώδεκα. Τὸ μὲν οὖν πρῶτον ἐγίνοντο συνεχεῖς ἀκροβολισμοί· εἶτα παραταξαμένων ἑκατέρων, καὶ τῆς μάχης ὧδε κἀκεῖσε ῥεπούσης, καὶ πολλῶν ἑκατέρωθεν πιπτόντων, ὁ μὲν Ἀθηνίων ἔχων συναγωνιζομένους διακοσίους ἱππεῖς ἐπικρατῶν πάντα τὸν περὶ αὑτὸν τόπον νεκρῶν ἐπλήρωσε, τρωθεὶς δὲ εἰς ἀμφότερα τὰ γόνατα καὶ τρίτην λαβὼν ἄχρηστος ἐγένετο πρὸς τὴν μάχην, ἐξ οὗ οἱ δραπέται ταῖς ψυχαῖς πεσόντες πρὸς φυγὴν ἐτράπησαν. Ὁ δὲ Ἀθηνίων ὡς νεκρὸς ὢν ἔλαθε, καὶ προσποιηθεὶς τετελευτηκέναι 422

τῆς νυκτὸς ἐπιλαβούσης διεσώθη. Ἐπεκράτησαν δὲ λαμπρῶς οἱ Ῥωμαῖοι, φυγόντων καὶ τῶν μετὰ Τρύφωνος καὶ αὐτοῦ ἐκείνου· καὶ πολλῶν κατὰ τὴν φυγὴν κοπέντων τέλος οὐκ ἐλάττους τῶν δισμυρίων ἀνῃρέθησαν. Οἱ δὲ λοιποὶ τῆς νυκτὸς συνεργούσης διέφυγον εἰς τὰ Τριόκαλα. Καίτοι ῥᾷον ἦν ἐπιδιώξαντι τῷ στρατηγῷ καὶ τούτους ἀνελεῖν. Ἐπὶ τοσοῦτον δ' ἐτεταπείνωτο τὸ οἰκετικόν, ὥστε καὶ ἐβουλεύσαντο ἐπὶ τοὺς κυρίους ἐπαναδραμεῖν καὶ σφᾶς αὐτοῖς ἐγχειρίσαι· πλὴν ἐπεκράτησεν ἡ γνώμη τῶν μέχρι τελευτῆς ὑποθεμένων ἀγωνίσασθαι καὶ μὴ τοῖς ἐχθροῖς ἑαυτοὺς καταπροδοῦναι. Μετὰ δ' ἐνάτην ἡμέραν ὁ στρατηγὸς ἧκε πολιορκήσων τὰ Τριόκαλα καὶ τὰ μὲν ἀναιρῶν τὰ δὲ ἀναιρούμενος, ἔλαττον ἔχων ἀπηλλάγη, καὶ οἱ ἀποστάται αὖθις ἐφρονηματίζοντο. Ἤνυε δὲ τῶν δεόντων ὁ στρατηγός, εἴτε διὰ ῥᾳστώνην εἴτε διὰ δωροδοκίαν οὐδὲν, ἀνθ' ὧν καὶ δίκην ὕστερον κριθεὶς Ῥωμαίοις ἔδωκε. Γάϊος δὲ Σερουΐλιος καταπεμφθεὶς στρατηγὸς διάδοχος Λουκούλλου οὐδ' αὐτός τι ἄξιον μνήμης ἔπραξε· διὸ καὶ ὁμοίως Λουκούλλῳ ὕστερον φυγῇ κατεδικάσθη. Τελευτήσαντος δὲ Τρύφωνος διάδοχος τῆς ἀρχῆς ὁ Ἀθηνίων καθίσταται, καὶ τοῦτο μὲν πόλεις ἐπολιόρκει, τοῦτο δὲ πᾶσαν τὴν χώραν ἀδεῶς κατέτρεχε, καὶ πολλῶν ἐκυρίευσε, τοῦ Σερουϊλίου μηδὲν ἀντιπράττοντος. Τοῦ δ' ἐνιαυσίου χρόνου διελθόντος ὕπατος ἐν Ῥώμῃ Γάϊος Μάριος ᾑρέθη τὸ πέμπτον καὶ Γάϊος Ἀκύλλιος· ὧν ὁ Ἀκύλλιος στρατηγὸς κατὰ τῶν ἀποστατῶν σταλείς, διὰ τῆς ἰδίας ἀνδρείας ἐπιφανεῖ μάχῃ τοὺς ἀποστάτας ἐνίκησε. Καὶ πρὸς αὐτὸν δὲ τὸν βασιλέα τῶν ἀποστατῶν Ἀθηνίωνα συμβαλὼν ἡρωϊκὸν ἀγῶνα συνεστήσατο. Καὶ τοῦτον μὲν ἀνεῖλεν, αὐτὸς δὲ εἰς τὴν κε φαλὴν τρωθεὶς ἐθεραπεύθη. Καὶ στρατεύει ἐπὶ τοὺς ὑπολειπομένους τῶν ἀποστατῶν ὄντας μυρίους. Οὐχ ὑπομεινάντων δὲ τὴν ἔφοδον ἀλλ' εἰς τὰ ὀχυρώματα καταφυγόντων, ὅμως Ἀκύλλιος οὐκ ἐνεδίδου πάντα πράττων, ἕως αὐτοὺς ἐκπολιορκήσας ἐχειρώσατο. Ἔτι δ' ὑπολειπομένων χιλίων, καὶ στρατηγὸν ἐχόντων τὸν Σάτυρον, τὸ μὲν πρῶτον ἐπεβάλετο διὰ τῶν ὅπλων αὐτοὺς χειρώσασθαι, μετὰ δὲ ταῦτα διαπρεσβευόντων καὶ παραδόντων ἑαυτούς, τῆς μὲν παραυτίκα τιμωρίας ἀπέλυσεν, ἀπαγαγὼν δὲ εἰς τὴν Ῥώμην θηριομάχας αὐτοὺς ἐποίησε. Τοὺς δέ φασί τινες ἐπιφανεστάτην ποιήσασθαι τοῦ βίου καταστροφήν· τῆς μὲν γὰρ πρὸς τὰ θήρια μάχης ἀποστῆναι, ἀλλήλους δὲ ἐπὶ τῶν δημοσίων βωμῶν κατασφάξαι, καὶ τὸν τελευταῖον αὐτὸν τὸν Σάτυρον ἀνελόντα, τοῦτον δ' ἐπὶ πᾶσιν αὐτοχειρίᾳ ἡρωϊκῶς καταστρέψαι. Ὁ μὲν οὖν κατὰ Σικελίαν τῶν οἰκετῶν πόλεμος, διαμείνας ἔτη σχεδόν που τέτταρα, τραγικὴν ἔσχε τὴν καταστροφήν. Ὅτι Βαττάκης τις ὄνομα ἧκε, φησίν, ἐκ Πισινοῦντος τῆς Φρυγίας, ἱερεὺς ὑπάρχων τῆς μεγάλης τῶν θεῶν μητρός. Οὗτος κατὰ πρόσταγμα τῆς θεοῦ παρεῖναι φήσας τοῖς ἄρχουσιν ἐνέτυχε καὶ τῇ συγκλήτῳ, λέγων τὸ ἱερὸν τῆς θεοῦ μεμιάνθαι καὶ δεῖν αὐτῇ δημοσίᾳ καθαρμοὺς ἐπὶ τῆς Ῥώμης συντελεσθῆναι. Ἐφόρει δὲ ἐσθῆτα καὶ τὴν περὶ τὸ σῶμα ἄλλην κατασκευὴν ἐξηλλαγμένην 244.α καὶ ὑπὸ τῶν Ῥωμαίων ἐθῶν οὐκ ἐπιχωρουμένην· χρυσοῦν τε γὰρ στέφανον εἶχεν ὑπερμεγέθη καὶ στολὴν ἀνθίνην διάχρυσον, βασιλικὴν ἀξίαν ἐπιφαίνουσαν. Ποιησάμενος δὲ λόγους ἐπὶ τῶν ἐμβόλων ἐν τῷ δήμῳ, καὶ τὸ πλῆθος εἰς δεισιδαιμονίαν ἐμβαλών, καταλύματος μὲν δημοσίου καὶ ξενίων ἠξιώθη, τὸν δὲ στέφανον ἐκωλύθη φορεῖν ὑφ' ἑνὸς τῶν δημάρχων Αὔλου Πομπηΐου. Διά τινος δ' ἑτέρου δημάρχου προαχθεὶς ἐπὶ τὰ ἔμβολα, καὶ περὶ τῆς εἰς τὸ ἱερὸν ἁγνείας ἐπερωτώμενος, ἀποκρίσεις ἐποιεῖτο δεισιδαιμονίαν περιεχούσας. Καταστασιασθεὶς δὲ ὑπὸ τοῦ Πομπηΐου, καὶ μεθ' ὕβρεως ἀπαλλαγεὶς ἐπὶ τὴν κατάλυσιν, οὐκέτι προεπορεύετο, λέγων μὴ μόνον ἑαυτὸν ἀσεβῶς προπεπηλακίσθαι, ἀλλὰ καὶ τὴν θεόν. Ὁ δὲ Πομπήϊος παραχρῆμα μὲν λάβρῳ πυρετῷ συνεσχέθη, μετὰ δὲ ταῦτα ἄφωνος γενόμενος καὶ καταληφθεὶς κυναγχικῷ πάθει τριταῖος κατέστρεψε τὸν βίον, παρὰ τοῖς πολλοῖς ὑποληφθεὶς θείᾳ τινὶ προνοίᾳ, ἀνθ' ὧν εἰς τὸν ἱερέα καὶ τὴν 423

θεὸν ἐπλημμέλησε, τοῦ ζῆν ἐστερῆσθαι· σφόδρα γὰρ Ῥωμαῖοι δεισιδαιμονοῦσι. Διόπερ ὁ Βαττάκης λαβὼν τὴν συγχώρησιν τῆς κατὰ τὴν ἱερὰν στολὴν κατασκευῆς, καὶ τιμηθεὶς ἀξιολόγοις ξενίοις ὑπὸ πολλῶν, ἀνδρῶν τε καὶ γυναικῶν, προεπέμφθη τὴν ἐκ τῆς Ῥώμης ἐπάνοδον ποιούμενος. Ὅτι ἔθος ἦν τοῖς Ῥωμαίων στρατιώταις, ἡνίκα ὁ στρατηγὸς αὐτῶν σὺν αὐτοῖς μάχῃ πρός τινας τῶν πολεμίων συμπλακεὶς ὑπὲρ τοὺς ἑξακισχιλίους τῶν ἐχθρῶν ἐφαίνετο ἀνελών, ἰμπεράτορα αὐτὸν ἀναγορεύειν καὶ ἀποκαλεῖν, ὅ ἐστι βασιλέα. Ἐκ τοῦ λζʹ καὶ ηʹ καὶ τῶν ἐφεξῆς. Ὅτι τὸν Μαρσικὸν ὀνομασθέντα πόλεμον ἐπὶ τῆς αὑτοῦ ἡλικίας Διόδωρος μείζονα πάντων τῶν προγε γονότων ἀποφαίνεται. Ὠνομάσθαι δέ φησι Μαρσικὸν ἐκ τῶν ἀρξάντων τῆς ἀποστάσεως, ἐπεὶ σύμπαντές γε Ἰταλοὶ κατὰ Ῥωμαίων τοῦτον ἐξήνεγκαν τὸν πόλεμον. Αἰτίαν δὲ πρώτην γενέσθαι τοῦ πολέμου τὸ μεταπεσεῖν τοὺς Ῥωμαίους ἀπὸ τῆς εὐτάκτου καὶ λιτῆς ἀγωγῆς καὶ ἐγκρατοῦς, δι' ἧς ἐπὶ τοσοῦτον ηὐξήθησαν, εἰς ὀλέθριον ζῆλον τρυφῆς καὶ ἀκολασίας. Ἐκ γὰρ τῆς διαφθορᾶς ἐκείνης ταύτης στασιασάντος τοῦ δημοτικοῦ πρὸς τὴν σύγκλητον, εἶτα ἐπικαλεσαμένης τοὺς ἐκ τῆς Ἰταλίας ἐπικουρῆσαι, καὶ ὑποσχομένης τῆς πολυεράστου Ῥωμαϊκῆς πολι σαι, καὶ ὑποσχομένης τῆς πολυεράστου Ῥωμαϊκῆς πολιτείας μεταδοῦναι καὶ νόμῳ κυρῶσαι, ἐπεὶ οὐδὲν τῶν ὑπεσχημένων τοῖς Ἰταλιώταις ἐγένετο, ὁ ἐξ αὐτῶν πόλεμος πρὸς Ῥωμαίους ἐξεκαύθη, ὑπατευόντων ἐν τῇ Ῥώμῃ Λευκίου Μαρκίου Φιλίππου καὶ Σέξτου Ἰουλίου· Ὀλυμπιὰςδ' ἤχθη δευτέρα πρὸς ταῖς ἑκατὸν ἑβδομήκοντα. Ἐν τούτῳ τῷ πολέμῳ ποικίλα καὶ πολύτροπα πάθη καὶ πόλεων ἁλώσεις ἑκατέρῳ μέρει τῶν διαπολεμησάντων συνέβη, ταλαντευομένης ὥσπερ ἐπίτηδες παρὰ μέρος τῆς νίκης καὶ μηδετέροις ἐν βεβαίῳ διαμενούσης· ὅμως ἀπείρου πλήθους ἑκατέρωθεν πεσόντος, ὀψὲ καὶ μόλις Ῥωμαίοις ἐξενίκησε βεβαιωθῆναι τὸ κράτος. Ἐπολέμουν δὲ Ῥωμαίοις Σαυνῖται, Ἀσκολανοί, Λευκανοί, Πικεντῖνοι, Νωλανοὶ καὶ ἕτεραι πόλεις καὶ ἔθνη· ἐν οἷς ἐπισημοτάτη καὶ μεγίστη καὶ κοινὴ πόλις ἄρτι συντετελεσμένη τοῖς Ἰταλιώταις τὸ Κορφίνιον ἦν ἐν ᾗ τά τε ἄλλα ὅσα μεγάλην πόλιν καὶ ἀρχὴν κρατύνουσι συνεστήσαντο καὶ ἀγορὰν εὐμεγέθη καὶ βουλευτήριον, καὶ τὰ ἄλλα τὰ πρὸς πόλεμον ἀφθόνως ἅπαντα, καὶ χρημάτων πλῆθος, καὶ τροφῆς δαψιλῆ χορηγίαν. Συνεστήσαντο δὲ καὶ σύγκλητον κοινὴν πεντακοσίων ἀνδρῶν, ἐξ ὧν οἵ τε τῆς πατρίδος ἄρχειν ἄξιοι προαχθήσεσθαι ἔμελλον καὶ οἱ προβουλεύεσθαι δυνάμενοι περὶ τῆς κοινῆς σωτηρίας. Καὶ τούτοις ἐπέτρεψαν τὰ κατὰ τὸν πόλεμον διοικεῖν, αὐτοκράτορας ποιήσαντες τοὺς συνέδρους. Οὗτοι δὲ ἐνομοθέτησαν δύο μὲν ὑπάτους κατ' ἐνιαυτὸν αἱρεῖσθαι, δώδεκα δὲ στρατηγούς. Καὶ κατεστάθησαν ὕπατοι μὲν Κόϊντος Πομπαΐδιος Σίλων, Μάρσος μὲν τὸ γένος, πρωτεύων δὲ τῶν ὁμοεθνῶν, καὶ δεύτερος ἐκ τοῦ Σαυνιτῶν γένους Γάϊος Ἀπώνιος Μότυλος, καὶ αὐτὸς δόξῃ καὶ πράξεσι τοῦ ἔθνους προέχων. Τὴν δ' ὅλην Ἰταλίαν εἰς δύο μέρη διελόντες ὑπατικὰς ἐπαρχίας ταύτας καὶ μερίδας ἀπέδειξαν, καὶ τῷ μὲν Πομπαϊδίῳ προσώρισαν χώραν ἀπὸ τῶν Κερκώλων καλουμένων μέχρι τῆς Ἀδριατικῆς θαλάσσης, τὰ πρὸς δυσμὰς καὶ τὴν ἄρκτον νεύοντα μέρη, καὶ στρατηγοὺς ἔταξαν αὐτῷ ἕξ· τὸ δὲ λοιπὸν τῆς Ἰταλίας, τὴν πρὸς ἕω καὶ μεσημβρίαν νεύουσαν, προσώρισαν Γαΐῳ Μοτύλῳ, στρατηγοὺς ὁμοίως συζεύξαντες ἕξ. Οὕτω πάντα δεξιῶς καὶ κατὰ μίμησιν, τὸ σύνολον φάναι, τῆς Ῥωμαϊκῆς καὶ ἐκ παλαιοῦ τάξεως τὴν ἑαυτῶν ἀρχὴν διαθέμενοι, κατὰ τὸ σφοδρότερον λοιπὸν εἴχοντο καὶ τοῦ ἐφεξῆς πολέμου, τὴν κοινὴν πόλιν Ἰταλίαν ἐπονομάσαντες· 244.α καὶ διεπολέμησαν Ῥωμαίοις τὰ πλεῖστα κατὰ τὸ ἐπικρατέστερον, ἕως Γναῖος Πομπήϊος ὕπατος αἱρεθεὶς καὶ στρατηγὸς τοῦ πολέμου, καὶ Σύλλας στρατηγὸς ὑπὸ τῷ ἑτέρῳ ὑπάτῳ Κάτωνι, ἐπιφανεστάταις μάχαις τοὺς Ἰταλιώτας οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις νικήσαντες, τὰ πράγματα αὐτῶν εἰς τὸ συντρίβεσθαι περιέστησαν. Ἐπολέμησαν δ' 424

οὖν καὶ ἔτι· ἀλλὰ Γαίου Κοσκονίου στα λέντος εἰς Ἰαπυγίαν στρατηγοῦ πολλάκις ἡττήθησαν. Εἶτα ἐλαττωθέντες καὶ ἐκ πολλῶν ὀλίγοι καταλειφθέντες κοινῇ γνώμῃ τὴν κοινὴν ἐκλείπουσι πόλιν, τὸ Κορφίνιον, διὰ τὸ τοὺς Μάρσους καὶ πάντα τὰ γειτνιῶντα τῶν ἐθνῶν προσκεχωρηκέναι τοῖς Ῥωμαίοις. Εἰς δὲ τὴν ἐν Σαυνίταις Αἰσερνίαν καθιδρύθησαν πέντε στρατηγοὺς αὑτοῖς ἐπιστήσαντες, ὧν ἑνὶ μάλιστα Κοΐντῳ Πομπαϊδίῳ Σίλωνι τὴν πάντων ἡγεμονίαν ἐπίστευσαν διὰ τὴν περὶ αὐτὸν ἐν τῷ στρατηγεῖν ἀρετήν τε καὶ δόξαν. Οὗτος δὲ μετὰ τῆς κοινῆς τῶν στρατηγῶν γνώμης κατεσκεύασε μεγάλην δύναμιν, ὡς τοὺς σύμπαντας μετὰ τῶν προὐπαρχόντων περὶ τρισμυρίους γενέσθαι. Χωρὶς δὲ τούτων τοὺς δούλους ἐλευθερώσας καὶ ὡς ὁ καιρὸς ἐδίδου καθοπλίσας, συνῆγεν οὐ πολὺ λείποντας τῶν δισμυρίων, ἱππεῖς δὲ χιλίους. Συμβαλὼν δὲ Ῥωμαίοις Μαμέρκου στρατηγοῦντος αὐτῶν, Ῥωμαίους μὲν ἀναιρεῖ ὀλίγους, τῶν δ' οἰκείων ὑπὲρ ἑξακισχιλίους ἀποβάλλει. Καὶ Μέτελλος κατὰ τὴν Ἀπουλίαν τὴν Οὐενουσίαν πόλιν ἀξιόλογον καὶ στρατιώτας πολλοὺς ἔχουσαν ἐξεπολιόρκησε κατὰ καιρὸν τὸν αὐτόν, καὶ πλείους τῶν τρισχιλίων αἰχμαλώτους εἷλεν. Ἐπικρατούντων δ' ἐπὶ μᾶλλον καὶ μᾶλλον τῶν Ῥωμαίων, πέμπουσιν οἱ Ἰταλοὶ πρὸς Μιθριδάτην τὸν βασιλέα Πόντου, ἀκμάζοντα τότε πολεμικῇ χειρὶ καὶ παρασκευῇ, ἀξιοῦντες ἐπὶ τὴν Ἰταλίαν κατὰ Ῥωμαίων ἄγειν τὰς δυνάμεις· οὕτω γὰρ ῥᾳδίως ἂν συναφθέντων τὸ Ῥωμαϊκὸν καταβληθήσεσθαι κράτος. Ὁ δὲ Μιθριδάτης ἀπόκρισιν δίδωσιν ἄξειν τὰς δυνάμεις εἰς τὴν Ἰταλίαν, ἐπειδὰν αὑτῷ καταστήσῃ τὴν Ἀσίαν· τοῦτο γὰρ καὶ ἔπραττε. Διὸ παν τελῶς οἱ ἀποστάται τεταπεινωμένοι ἀπεγίνωσκον· λοιποὶ γὰρ ὑπῆρχον Σαυνιτῶν ὀλίγοι καὶ Σάβελλοι διατρίβοντες ἐν τῇ Νώλᾳ καὶ πρός γε τούτοις οἱ περὶ Λαμπώνιον καὶ Κλεπίτιον ἔχοντες λείψανα τῶν Λευκανῶν. Διὸ καὶ τοῦ Μαρσικοῦ πολέμου σχεδὸν ἤδη διαλυομένου πάλιν αἱ προγεγενημέναι στάσεις ἐμφύλιοι κατὰ τὴν Ῥώμην κινήσεις ἐλάμβανον, ἀντιποιουμένων πολλῶν ἐνδόξων τὸ τυχεῖν τῆς κατὰ Μιθριδάτου στρατηγίας διὰ τὸ μέγεθος τῶν ἐπάθλων· Γάϊός τε γὰρ Ἰούλιος καὶ Γάϊος Μάριος ὁ ἑξάκις ὑπατεύσας ἀντεφιλονείκουν, καὶ τὸ πλῆθος ἦν ἑκατέροις συμμεριζόμενον ταῖς γνώμαις. Συνέβησαν δὲ καὶ ἕτεραι ταραχαί. Ὁ μέντοι Σύλλας ὕπατος ὤν, χωρισθεὶς τῆς Ῥώμης πρὸς τὰς περὶ Νῶλαν ἠθροισμένας παρεγένετο δυνάμεις, καὶ πολλοὺς τῶν πλησιοχώρων καταπληξάμενος ἠνάγκασε παραδοῦναι σφᾶς αὐτοὺς καὶ τὰς πόλεις. Τοῦ δὲ Σύλλα στρατεύσαντος μὲν ἐπὶ τὴν Ἀσίαν κατὰ Μιθριδάτου, τῆς δὲ Ῥώμης μεγάλαις ταραχαῖς καὶ φόνοις ἐμφυλίοις περισπωμένης, Μάρκος Ἀπώνιος καὶ Τιβέριος Κλεπίτιος, ἔτι δὲ Πομπήϊος, οἱ τῶν ὑπολοίπων Ἰταλιωτῶν στρατηγοί, διατρίβοντες ἐν τῇ Βρεττίᾳ, Ἰσίας μὲν πόλιν ὀχυρὰν ἐπὶ πολὺν χρόνον πολιορκήσαντες οὐκ ἴσχυσαν ἑλεῖν, μέρος δὲ ἐπὶ τῆς πολιορκίας τοῦ στρατεύματος καταλιπόντες, τῇ λοιπῇ τὸ Ῥήγιον ἰσχυρῶς ἐπολιόρκουν, ἐλπίζοντες, εἰ ταύτης κρατήσαιεν, ῥᾳδίως εἰς τὴν Σικελίαν διαβιβάσειν τὰς δυνάμεις καὶ κρατήσειν τῆς εὐδαιμονεστάτης τῶν ὑπὸ τὸν ἥλιον νήσων. Ἀλλ' ὁ ταύτης στρατηγὸς Γάϊος Νορβανός, πολλῇ δυνάμει καὶ παρασκευῇ καὶ προθυμίᾳ χρησάμενος, καὶ καταπληξάμενος τοὺς Ἰταλιώτας τῷ μεγέθει τῆς παρασκευῆς, ἐξήρπασε τοὺς Ῥηγίνους. Εἶτα τῆς περὶ Σύλλαν καὶ Μάριον ἐμφυλίου στάσεως ἀναρριπισθείσης Ῥωμαίοις, οἱ μὲν Σύλλᾳ, οἱ δὲ Μαρίῳ συνεμάχησαν. Καὶ τὸ μὲν πλέον αὐτῶν ἔπεσε τοῖς πολέμοις, τὸ δ' ὑπόλοιπον ἐπικρατήσαντι Σύλλᾳ προσεχώρησε. Καὶ οὕτω τέλεον τῇ ἐμφυλίῳ συναπέσβη στάσει μέγιστος γεγονὼς καὶ ὁ Μαρσικὸς ἐπικληθεὶς πόλεμος. Ὅτι μεγάλη στάσις ἐμφύλιος ἤδη διαλυομένου τοῦ Μαρσικοῦ γέγονε πολέμου, ἧς ἡγοῦντο Σύλλας καὶ Γάϊος Μάριος, νέος ὤν, ὁ Μαρίου τοῦ πολλάκις ὑπατευκότος (ἑπτάκις γὰρ ὑπάτευσε) παῖς. Ἐν δὲ τῇ στάσει πολλαὶ μυριάδες ἀνθρώπων ἀνῃρέθησαν. Ἐκράτησε δ' ὁ Σύλλας, καὶ δικτάτωρ γεγονὼς Ἐπαφρόδιτόν τε ὀνομάσας ἑαυτόν, οὐκ ἐψεύσθη τῆς ἀλαζονείας· κρατῶν 425

γὰρ τοῖς πολέμοις ἰδίῳ ἀπεβίω θανάτῳ· ὁ δὲ Μάριος μάχῃ τῇ πρὸς Σύλλαν γενναίως ἀγωνισάμενος, ὅμως 244.α ἡττηθεὶς κατέφυγεν εἰς Πραίνεστον ἅμα μυρίοις πεντακισχιλίοις. Συγκλεισθεὶς δ' ἐν αὐτῇ καὶ χρόνον οὐκ ὀλίγον πολιορκηθεὶς ἠναγκάσθη, πάντων αὐτὸν ἐγκαταλειπόντων, καὶ μηδεμίαν σωτηρίας ὁδὸν καθορῶν, τὴν ἑνὸς οἰκέτου τῶν πιστῶν χεῖρα εἰς λύσιν τῶν δεινῶν παρακαλέσαι. Καὶ ὅ γε πεισθείς, καὶ μιᾷ πληγῇ τοῦ βίου τὸν δεσπότην ἀπαλλάξας, ἑαυτὸν ἐπικατέσφαξε. Καὶ παύεται μὲν αὕτη ἡ στάσις, λείψανα μέντοι τοῦ πολέμου ὑπολειφθέντα τῆς Μαρίου μοίρας ἐπὶ χρόνον Σύλλᾳ διεμαχέσαντο, ἕως καὶ αὐτὰ συνδιέφθορε τοῖς ἄλλοις. Μετὰ μέντοι τὴν τούτων ἀπαλλαγὴν Πομπηΐῳ τῷ ἐπικληθέντι Μάγνῳ διὰ τὰς πράξεις ἃς κα τώρθωσε Σύλλᾳ τε πράττων καὶ καθ' ἑαυτὸν Ῥωμαίοις, τούτῳ δὴ καὶ Ἰουλίῳ Καίσαρι ἔρις ἐκκαεῖσα εἰς ἐμφυλίους σφαγὰς τοὺς Ῥωμαίους πάλιν ἠνάγκασε συστραφῆναι. Πομπηΐου δὲ λαμπρῶς τοῖς ὅλοις ἡττηθέντος καὶ κατὰ τὴν Ἀλεξάνδρειαν ἀναιρεθέντος, συστέλλεται μὲν ἡ τῶν ὑπάτων ἀρχὴ εἰς μοναρχίαν Καίσαρι τῷ Ἰουλίῳ, παύει δὲ τέλεον καὶ ἡ στάσις. Ἐκείνου δὲ ἀνῃρημένου, κατὰ Βρούτου καὶ Κασσίου τῶν ἀνελόντων πόλεμος ἐμφύλιος κινεῖται, χειριζομένων Λεπίδου τε καὶ Ἀντωνίου καὶ Ὀκταβιανοῦ τοῦ Αὐγούστου τὴν ὕπατον ἀρχὴν ἐχόντων. Οὐ βραδέως δὲ τοῦ πολέμου κρίσιν τοῖς ὅπλοις λαβόντος, καὶ νικηθέντων καὶ ἀναιρεθέντων τῶν περὶ Κάσσιον καὶ Βροῦτον, μετ' οὐ πολὺ ῥήγνυται εἰς τὸ φανερὸν ἡ ἐνδομυχοῦσα Αὐγούστου καὶ Ἀντωνίου ὑπὲρ τῆς φιλοπρωτείας ἅμιλλα. Καὶ πολλῶν συγγενῶν αἱμάτων ἑκατέρωθεν ῥυέντων, τὸ κράτος Αὐγούστῳ βεβαιοῦται καὶ τῶν ὅλων ἡ ἐξουσία αὐτῷ παραμένει διὰ βίου, τῆς τῶν ὑπάτων λοιπὸν ἀρχῆς τὴν ἰδίαν τάξιν καὶ δυναστείαν ἀποβεβληκυίας. Ὅτι τὸ τῶν ἰλλουστρίων ἀξίωμα τρίτην ἀπὸ τῶν πατρικίων τάξιν ἐπέχειν οὗτός φησιν. Ὅτι πρὸ τῆς τοῦ Αὐγούστου μοναρχίας ταῦτα ἐγίνωσκον Ῥωμαῖοι ἀρχικοῦ κράτους ὀνόματα· πατρικίους, οἳ καὶ βουλὴ καὶ σύγκλητος ἐκαλοῦντο, δημάρχους τοὺς προεστῶτας τοῦ δήμου, ἀγορανόμους, ὑπάτους τοὺς ἔχοντας ὑπεύθυνον τὸ κατὰ πάντων κράτος, δικτάτορα ἔχοντα καὶ αὐτὸν ἀλλ' ἀνυπεύθυνον καὶ μεῖζον τὸ κατὰ πάντων κράτος, στρατηγοὺς ὑπάρχους αὐ τοκράτορας στρατηγούς, ἀνθυπάτους, καὶ ἕτερα τοιαῦτα. Σύμβολα μὲν οὖν τῆς τοῦ ἀνθυπάτου ἀρχῆς πελέκεις δώδεκα καὶ τήβεννα περιπόρφυρος, τοῦ δὲ δικτάτωρος πελέκεις μὲν ... Ἀνεγνώσθη ἐκ τῶν Πλουτάρχου παραλλήλων διάφοροι λόγοι, ὧν ἡ ἔκδοσις κατὰ σύνοψιν ἐκλέγεται διάφορον χρηστομαθίαν. Ἐκ τοῦ Δίωνος. Ἀλλὰ Τίμαιος οὐκ ἄδικον λαβὼν πρόφασιν τὴν ὑπὲρ τῆς τυραννίδος τοῦ Φιλίστου σπουδὴν καὶ πίστιν, ἐμπίπλαται τῶν κατ' αὐτοῦ βλασφημιῶν. Ὃ τοὺς μὲν ἀδικηθέντας σύγγνωστόν ἐστιν ἴσως ἄχρι τῆς εἰς ἀναίσθητον ὀργῆς χαλεποὺς γενέσθαι· τοὺς δ' ὕστερον συγγράφοντας τὰ πεπραγμένα, καὶ τῷ μὲν βίῳ μὴ λυπηθέντας αὐτοῦ, τῷ δὲ λόγῳ χρωμένους, ἡ δόξα παραιτεῖται μὴ μεθ' ὕβρεως μηδὲ μετὰ βωμολοχίας ὀνειδίζειν τὰς συμφοράς, ὧν οὐδὲν ἐπέχει καὶ τὸν ἄριστον ἀνδρῶν ἐκ τύχης μετασχεῖν. Οὐ μὴν οὐδ' Ἔφορος ὑγιαίνει τὸν Φίλιστον ἐγκωμιάζων· ὃς καίπερ ὢν δεινότατος ἀδίκοις πράγμασι καὶ πονηροῖς ἤθεσιν εὐσχημόνας αἰτίας περιβάλλειν καὶ λόγους ἔχοντας κόσμον ἐξευρεῖν, αὐτὸς ἑαυτὸν οὐ δύναται πάντα μηχανώμενος ἐξελέσθαι τῆς γραφῆς ὡς οὐ φιλοτυραννότατος ἀνθρώπων γένοιτο καὶ μάλιστα πάντων ἀεὶ ζηλώσας καὶ θαυμάσας τρυφὴν καὶ δύναμιν καὶ πλούτους καὶ γάμους τοὺς τῶν τυράννων. Ἀλλὰ γὰρ Φιλίστου μὲν ὁ μήτε τὰς πράξεις ἐπαινῶν μήτε τὰς τύχας ὀνειδίζων ἐμμελέστατος. Ἐκ τοῦ Βρούτου. Ἐν μὲν οὖν ταῖς πρώταις ἐπιστολαῖς τοιοῦτος ὁ Βροῦτος· ἤδη δὲ τῶν μὲν ὡς Καίσαρα τῶν δὲ ὡς Ἀντώνιον διϊσταμένων, ὠνίων δὲ τῶν στρατοπέδων ὥσπερ ὑπὸ κήρυκι προστιθεμένων τῷ πλεῖον διδόντι, παντάπασιν ἀπογνοὺς τῶν πραγμάτων ἔγνω καταλιπεῖν Ἰταλίαν, καὶ πεζῇ διὰ Λευκανίας εἰς Ἐλαίαν ἐπὶ 426

θάλασσαν ἧκεν. Ὅθεν ἡ Πορκία μέλλουσα πάλιν εἰς Ῥώμην ἀποτρέπεσθαι, λανθάνειν μὲν ἐπειρᾶτο περιπαθῶς ἔχουσα, γραφὴ δέ τις αὐτὴν προὔδωκε, τἆλλα γενναίαν 245.α οὖσαν. Ἦν γὰρ ἐκ τῶν Ἑλληνικῶν διάθεσις Ἕκτωρὑπὸ Ἀνδρομάχης προπεμπόμενος, κομιζομένης παρ' αὐτοῦ τὸ παιδίον, ἐκείνῳ δὲ προσβλεπούσης. Ταῦτα θεωμένην τὴν Πορκίαν ἡ τοῦ πάθους εἰκὼν ἐξέτηξεν εἰς δάκρυα, καὶ πολλάκις φοιτῶσα τῆς ἡμέρας ἔκλαιεν. Ἐκ τοῦ Αἰμιλίου. Ἐν ᾧ παθῶν τε παντοδαπῶν καὶ νοσημάτων ἐνόντων ἐπρώτευεν ἡ φιλαργυρία. (Περὶ τοῦ Περσέως τῶν Μακεδόνων βασιλέως ὁ Πλούταρχος λέγει). Ἐκ τοῦ Δημοσθένους. Ὅτι τῶν πρέσβεων ἐξ Ἀθηνῶν πρὸς Φίλιππον πα ραγεγονότων ἤκουσε μὲν ἁπάντων ὁ Φίλιππος, ἀντεῖπε δὲ μετὰ πλείστης ἐπιμελείας πρὸς τὸν Δημοσθένους λόγον· οὐ μὴν ταῖς ἄλλαις τιμαῖς καὶ φιλοφροσύναις ὅμοιον αὑτὸν τῷ Δημοσθένει παρεῖχεν, ἀλλὰ καὶ προσήγετο τοὺς περὶ Αἰσχίνην καὶ Φιλοκράτην μᾶλλον. Ὅθεν ἐπαινούντων ἐκείνων τὸν Φίλιππον ὡς λέγειν δυνατώτατον καὶ κάλλιστον ὀφθῆναι καὶ, νὴ Δία, συμπιεῖν ἱκανώτατον, ἠναγκάζετο βασκαίνων ἐπισκώπτειν ὡς τὸ μὲν σοφιστοῦ, τὸ δὲ γυναικός, τὸ δὲ σπογγιᾶς εἴη, βασιλέως δὲ οὐδὲν ἐγκώμιον. Ὅτι τῆς θυγατρὸς τοῦ Δημοσθένους ἀποθανούσης, γνοὺς αὐτὸς κρύφα τὴν τοῦ Φιλίππου τελευτήν, προῆλθε φαιδρὸς εἰς τὴν βουλήν, ἐπιθαρρύνων τοὺς Ἀθηναίους πρὸς τὰ μέλλοντα, καὶ ὄναρ ἑωρακέναι ἔλεγεν ἀφ' οὗ τι μέγα προσδοκᾶν Ἀθηναίοις ἀγαθόν· καὶ μετ' οὐ πολὺ παρῆσαν οἱ τὸν Φιλίππου θάνατον ἀπαγγέλλοντες, καὶ παρῆλθεν ὁ Δημοσθένης ἐστεφανωμένος, ἔχων καὶ λαμπρὸν ἱμάτιον, ἑβδόμην ἡμέραν τῆς θυγατρὸς αὐτοῦ τεθνηκυΐας, ὡς Αἰσχίνης φησὶ λοιδορῶν αὐτὸν ἐπὶ τούτῳ καὶ κατηγορῶν αὐτοῦ μισοτεκνίαν, αὐτὸς ὢν ἀγεννὴς καὶ μαλακός, εἰ τὸ ταπεινὸν καὶ τοὺς ὀδυρμοὺς ἡμέρου καὶ φιλοστόργου ψυχῆς ποιεῖται σημεῖα, τὸ δὲ ἀλύπως καὶ πρᾴως ταῦτα φέρειν ἀπεδοκίμαζεν. Ἐγὼ δὲ ὡς μὲν ἐπὶ θανάτῳ βασιλέως ἡμέρως οὕτω καὶ φιλανθρώπως ἐν οἷς ηὐτύχησε χρησαμένου πταίσασιν αὐτοῖς στεφανηφορεῖν καλῶς εἶχε καὶ θύειν, οὐκ ἂν εἴποιμι· πρὸς γὰρ τῷ νεμεσητῷ καὶ ἀγεννὲς ζῶντα μὲν τιμᾶν καὶ ποιεῖσθαι πολίτην, πεσόντος δὲ ὑφ' ἑτέρου μὴ φέρειν τὴν χαρὰν μετρίως, ἀλλ' ἐπισκιρτᾶν τῷ νεκρῷ. Ὅτι μέντοι τὰς οἴκοι τύχας καὶ δάκρυα καὶ ὀδυρμοὺς ἀπολιπὼν ταῖς γυναιξὶν ὁ Δημοσθένης ἃ τῇ πόλει συμφέρειν ᾤετο, ταῦτα ἔπραττεν, ἐπαινῶ καὶ τίθεμαι πολιτικῆς καὶ ἀνδρώδους ψυχῆς, ἀεὶ πρὸς τὸ κοινὸν ἐνιστάμενον καὶ τὰ οἰκεῖα πράγματα καὶ πάθη τοῖς δημοσίοις ἐπανέχοντα, τηρεῖν τὸ ἀξίωμα πολὺ μᾶλλον ἢ τοὺς ὑποκριτὰς τῶν βασιλικῶν καὶ τυραννικῶν προσώπων, οὓς ὁρῶμεν οὔτε κλαίοντας οὔτε γελῶντας ἐν τοῖς θεάτροις ὡς αὐτοὶ θέλουσιν, ἀλλ' ὡς ὁ ἀγὼν ἀπαιτεῖ πρὸς τὴν ὑπόθεσιν. Χωρὶς δὲ τούτων ἔδει τὸν ἀτυχήσαντα μὴ περιορᾶν ἀπαρηγόρητον ἐν τῷ πάσχειν κείμενον, ἀλλὰ καὶ λόγοις χρῆσθαι κουφίζουσι καὶ πρὸς ἡδίω πράγματα τρέπειν τὴν διάνοιαν, ὥσπερ τοὺς ὀφθαλμιῶντας ἀπὸ τῶν λαμπρῶν καὶ ἀντιτύπων ἐπὶ τὰ μαλακὰ καὶ χλωρὰ χρώματα τὴν ὄψιν ἀπάγειν κελεύοντες. Πόθεν ἄν τις ἐπάγοιτο βελτίω παρηγορίαν, ἢ πατρίδος εὐτυχούσης ἐκ τῶν κοινῶν παθῶν ἐπὶ τὰ οἰκεῖα σύγκρασιν ποριζόμενος καὶ τοῖς βελτίοσιν ἐναφανίζουσαν τὰ χείρω; Ὅτι Δημοσθένης, φησί, πληγεὶς ὑπὸ τῆς δωροδοκίας Ἁρπάλου ὥσπερ δεδεγμένος φρουράν, προσεκεχωρήκει αὐτῷ. Καὶ ἀθροισθείσης ἐκκλησίας ἣ ἔμελλε τὰ περὶ Ἅρπαλον ἐπισκέψασθαι, (ἀντέλεγε γὰρ τοῖς βουλομένοις σῴζειν αὐτὸν καὶ δέχεσθαι πρὸ τοῦ τὴν χεῖρα τῷ χρυσίῳ ὑποσχεῖν) εὖ καὶ καλῶς ἐρίοις καὶ ταινίαις κατὰ τοῦ τραχήλου κατελιξάμενος εἰς τὴν ἐκκλησίαν προῆλθε, καὶ κελευόντων ἀνίστασθαι καὶ λέγειν διένευεν ὡς ἀπο κεκομμένης αὐτῷ τῆς φωνῆς. Οἱ δὲ εὐφυεῖς χλευάζοντες οὐχ ὑπὸ συνάγχης ἔφραζον ἀλλ' ἀργυράγχης εἰλῆφθαι νύκτωρ τὸν δημαγωγόν. Ὅτι μετὰ τὸ φυγαδευθῆναι διὰ τὰ Ἁρπάλεια χρήματα Δημοσθένης τοὺς προσιόντας αὐτῷ καὶ συνδιατρίβοντας νεανίσκους ἀπέτρεπε τῆς πολιτείας, λέγων 427

ὡς εἰ δυεῖν αὐτῷ προκειμένων ἀπ' ἀρχῆς ὁδῶν, τῆς μὲν ἐπὶ τὸ βῆμα καὶ τὴν ἐκκλησίαν, τῆς δὲ ἄντικρυς εἰς τὸν ὄλεθρον, ἐτύγχανεν εἰδὼς τὰ κατὰ τὴν πολιτείαν κακά, φόβους καὶ φθόνους καὶ διαβολὰς καὶ ἀγωνίας, ἐπὶ ταύτην ἂν ὁρμῆσαι τὴν εὐθὺ τοῦ θανάτου τείνουσαν. 245.α Ἐκ τοῦ Κικέρωνος. Ὅτι οὐ μικρά (φησίν) ἐκ τοῦ ὑποκρίνεσθαι ῥοπὴ προσῆν εἰς τὸ πείθειν τῷ Κικέρωνι· καὶ τοὺς τῷ μεγάλα βοᾶν χρωμένους ῥήτορας ἐπισκώπτων ἔλεγε δι' ἀσθένειαν ἐπὶ τὴν κραυγὴν ὥσπερ τοὺς χωλοὺς ἐφ' ἵππον πηδᾶν. Ὅτι τὸ μὲν πρὸς ἐχθροὺς ἢ πρὸς ἀντιδίκους σκώμμασι χρῆσθαι πικροτέροις δοκεῖ ῥητορικὸν εἶναι· τὸ δὲ οἷς ἔτυχε προσκρούειν ἕνεκα τοῦ γελοίου πολὺ συνήγαγε μῖσος τῷ Κικέρωνι, καὶ ἐκ τούτου πολλοῖς γέγονεν ἐπαχθής, καὶ οἱ μετὰ Κλωδίου συνέστησαν ἐπ' αὐτὸν ἀρχὴν τοιαύτην λαβόντες. Ὅτι τὸ λεπτότατον τοῦ χαλκοῦ νόμισμα κουαδράντην Ῥωμαῖοι καλοῦσιν. Ὅτι λέγεται, φησί, τὰς πρώτας ἡμέρας διαγωνισάμενος ὑπὲρ τοῦ Κικέρωνος ὁ Καῖσαρ ἐνδοῦναι τῇ τρίτῃ καὶ προέσθαι τὸν φίλον. Τὰ δὲ τῆς ἀντιδόσεως οὕτως εἶχεν· ἔδει Κικέρωνος μὲν ἐκστῆναι Καίσαρα, Παύλου δὲ τἀδελφοῦ Λέπιδον, Λευκίου δὲ Καίσαρος Ἀντώνιον, ὃς ἦν θεῖος αὐτῷ πρὸς μητρός. Οὕτως ἐξέπεσον ὑπὸ θυμοῦ καὶ λύσσης τῶν ἀν θρωπίνων λογισμῶν, μᾶλλον δὲ ἀπέδειξαν ὡς οὐδὲν θηρίον ἀνθρώπου ἐστὶν ἀγριώτερον, ἐξουσίαν πάθει προσλαβόντος. Ἐκ τοῦ Φωκίωνος. Ὅτι, φησίν, ὁ Φωκίων τραχὺς ἦν καὶ κατηφής· διὸ καὶ Ἀριστογείτονος τοῦ συκοφάντου πολεμικοῦ ὄντος ἐν ταῖς ἐκκλησίαις καὶ παροξύνοντος ἐπὶ τὰς πράξεις τὸν δῆμον, ἐν δὲ τῷ καταλόγῳ προσελθόντος ἐπὶ βακτηρίᾳ τὼ σκέλη καταδεδεμένω, πόρρωθεν αὐτὸν ἀπὸ τοῦ βήματος ἰδὼν ὁ Φωκίων ἀνέκραγε· Γράφε καὶ Ἀριστογείτονα χωλὸν καὶ πονηρόν. Ὥστε θαυμάζειν ὅπως καὶ ὁπόθεν τραχὺς οὕτως ἀνὴρ καὶ σκυθρωπὸς ἐκτήσατο τὴν τοῦ χρηστοῦ προσηγορίαν. Ἔστι δέ, οἶμαι, χαλεπόν, οὐ μὴν ἀδύνατον, ὥσπερ οἶνον, καὶ ἄνθρωπον τὸν αὐτὸν ἡδὺν ἅμα καὶ αὐστηρὸν εἶναι, καθάπερ ἕτεροι πάλιν φαινόμενοι γλυκεῖς ἀηδέστατοι τοῖς χρωμένοις εἰσὶ καὶ βλαβερώτατοι. Καίτοι φασὶν Ὑπερείδην ποτὲ εἰπεῖν πρὸς τὸν δῆμον· Ἄνδρες Ἀθηναῖοι, μὴ σκοπεῖτε μόνον εἰ πικρός εἰμι, ἀλλ' εἰ προῖκά εἰμι πικρός. Φωκίων τοίνυν ἔχθρᾳ μὲν τῶν πολιτῶν κακῶς οὐδένα ἐποίησεν, οὐδὲ ἐνόμιζεν ἐχθρόν· ἀλλ' ὅσον ἔδει μόνῳ τῷ ἐνισταμένῳ οἷς ἔπραττεν ὑπὲρ τῆς πατρίδος κατεξαναστῆναι, τραχὺς ὢν καὶ δυσεκβίαστος καὶ ἀπαραίτητος, εἰς τὸν ἄλλον βίον εὐμενῆ πᾶσι καὶ κοινὸν καὶ φιλάνθρωπον ἑαυτὸν παρεῖχεν, ὥστε καὶ πταίσασι βοηθεῖν καὶ κινδυνεύουσι συνεξετάζεσθαι τοῖς διαφόροις. Ὅτι Ἀντίπατρον τὸν Μακεδονίας στρατηγὸν λέγεται εἰπεῖν ὡς δυεῖν αὐτῷ φίλων Ἀθήνῃσιν ὄντων, Φω κίωνος καὶ Δημάδου, τὸν μὲν λαβεῖν οὐ πέπεικε, τὸν δὲ διδοὺς οὐκ ἐμπέπληκεν. Ἐκ τοῦ Κάτωνος. Ὡς οὖν εἰς τὸ μανθάνειν ἧκεν ὁ Κάτων, νωθρὸς ἦν ἀναλαβεῖν καὶ βραδύς, ἀναλαβὼν δὲ κάτοχος καὶ μνημονικός. Ὃ δὴ καὶ πέφυκεν ἄλλως τοὺς μὲν εὐφυεστάτους ἀναμνηστικοὺς μᾶλλον εἶναι, μνημονικοὺς δὲ τοὺς μετὰ πόνου καὶ πραγματείας παραδεχομένους· γίνεται γὰρ οἷον ἔγκαυμα τῆς ψυχῆς τῶν μαθημάτων ἕκαστον. Ἐκ τοῦ Ἀλεξάνδρου. Ὅτι, φησί, λευκὸς ἦν ὁ Ἀλέξανδρος, ἡ δὲ λευκότης ἐπεφοίνισσεν αὐτοῦ μάλιστα περὶ τὸ στῆθος καὶ τὸ πρόσωπον. Ὅτι δὲ τοῦ χρωτὸς ἥδιστον ἀπέπνει καὶ τὸ στόμα κατεῖχεν εὐωδία καὶ τὴν σάρκα πᾶσαν ὥστε πληροῦσθαι καὶ τοὺς χιτωνίσκους πολλοὶ γεγράφασιν. Αἰτία δὲ ἴσως ἡ τοῦ σώματος κρᾶσις, πολύθερμος οὖσα καὶ πυρώδης· ἡ γὰρ εὐωδία γίνεται πέψει τῶν ὑγρῶν ὑπὸ θερμότητος, ὡς οἴεται Θεόφραστος. Ὅθεν οἱ ξηροὶ καὶ διάπυροι τόποι τῆς οἰκουμένης τὰ πλεῖστα καὶ κάλλιστα τῶν ἀρωμάτων φέρουσιν· ἐξαίρει γὰρ ὁ ἥλιος τὸ ὑγρὸν ὥσπερ ὕλην σηπεδόνος ἐπιπολάζον τοῖς σώμασι. Ἀλέξανδρον δέ, ὡς ἔοικεν, ἡ θερμότης καὶ ποτικὸν καὶ θυμοειδῆ παρεῖχεν. Ὅτι τὸν Βουκέφαλον προσαχθέντα ὤνιον ταλάντων δέκα καὶ τριῶν παρὰ Φιλονείκου τοῦ Θετταλοῦ ὁ μὲν Φίλιππος ἀπεπέμπετο ὡς τὸν ἀναβάτην οὐ δεχόμενον οὐδὲ φωνήν τινος τῶν περὶ 428

τὸν Φίλιππον ὑπομένοντα· ὁ δὲ Ἀλέξανδρος μεμψάμενος τὴν ἀποπομπὴν τοῦ ἵππου ᾐτήσατο παρὰ τοῦ πατρὸς λαβεῖν αὐτόν, καὶ λαβὼν τὸν δοκοῦντα ἵππον ἄγριον εἶναι πρὸς πάντας οἳ προσῄεσαν αὐτῷ, καὶ ἀκόλαστον, προσδραμὼν τῷ ἵππῳ καὶ παραλαβὼν τὴν ἡνίαν ὁ Ἀλέξανδρος ἐπέστρεψε πρὸς τὸν ἥλιον, ὡς ἔοικεν ἐννοήσας ὅτι τὴν σκιὰν προσπίπτουσαν καὶ σαλευομένην ὁρῶν πρὸ αὑτοῦ διαταράττοιτο. Μικρὰ δὲ οὕτω παρακαλπάσας καὶ καταψήσας, ὡς ἑώρα θυμοῦ πληρούμενον ὁμοῦ καὶ πνεύματος, ἀπορρίψας ἡσυχῇ τὴν χλαμύδα καὶ μετεωρίσας ἑαυτὸν ἀσφαλῶς 245.α περιέβη, καὶ ἤλαυνεν ἀνὰ κράτος τὸν ἵππον. Καὶ τοῖς μὲν δέος καὶ ἀγὼν ἐνέπιπτε, μή τι τὸ μειράκιον πάθῃ, τοῖς δὲ κρότος ἦν χειρῶν καὶ τερπνὸν θέαμα. Πάντας δ' ὁμοίως εἶχεν ἔκπληξις. Ὡς δὲ κάμψας ὑπέστρεψεν ὀρθῶς σοβαρὸς καὶ γεγηθώς, ἅπαντες μὲν χαίροντες ἀνηλάλαξαν, ὁ δὲ πατὴρ καὶ δακρύσαι λέγεται πρὸς τὴν χαράν, καταβάντος δὲ αὐτοῦ τὴν κεφαλὴν φιλήσας· Ὦ παῖ, φάναι, ζήτει σεαυτῷ βασιλείαν ἴσην· Μακεδονία γάρ σε οὐ χωρεῖ. Ὅτι Ἀλέξανδρος (φησί) τοῦ νικᾶν τοὺς πολεμίους τὸ κρατεῖν ἑαυτοῦ βασιλικώτερον ἡγούμενος, οὔτε τινὸς τῶν Δαρείου θυγατέρων, κάλλει διαπρεπεστάτων οὐσῶν, οὐδεμιᾶς ἔθιγεν, οὔτε ἄλλην ἔγνω γυναῖκα πρὸ γάμου πλὴν Βαρσίνης ἀνδρὸς οὔσης κεχηρωμένης. Ὅτι προβάτου (φησί) τεκόντος ἄρνα περὶ τὴν κεφαλὴν σχῆμα καὶ χρῶμα ἔχοντα τιάρας καὶ διδύμους ἑκατέρωθεν αὐτοῦ, βδελυχθεὶς τὸ σημεῖον ἐκαθάρθη μὲν ὑπὸ τῶν Βαβυλωνίων ὁ Ἀλέξανδρος οὓς ἐξ ἔθους ἐπήγετο πρὸς τὰ τοιαῦτα, διειλέχθη δὲ πρὸς τοὺς φίλους ὡς οὐ δι' αὑτὸν ἀλλὰ δι' ἐκείνους ταράττοιτο, μὴ τὸ κράτος εἰς ἀγεννῆ καὶ ἄναλκιν ἄνθρωπον ἐκλιπόντος αὐτοῦ περιστήσῃ τὸ δαιμόνιον. Οὐ μὴν ἀλλὰ βέλτιόν τι σημεῖον γενόμενον τὴν ἀθυμίαν ἔλυσεν. Ὁ γὰρ ἐπὶ τῶν στρωματοφυλάκων τεταγμένος, ὄνομα Πρόξενος, χώραν ὀρύττων τῇ βασιλικῇ σκηνῇ παρὰ τὸν Ὄξον ποταμόν, ἀπεκάλυψε πηγὴν ὑγροῦ λιπαροῦ καὶ πιμελώδους, ἀπαντλουμένου δὲ τοῦ πρώτου, καθαρὸν ἀνέβλυζεν ἤδη καὶ διαυγὲς ἔλαιον, οὔτε ὀσμῇ δοκοῦν οὔτε γεύσει ἐλαίου διαφέρειν, στιλβότητα δὲ καὶ λαμπρότητα παντάπασιν ἀπαράλλακτον, καὶ ταῦτα τῆς χώρας μηδὲ ἐλαίας φερούσης. Λέγεται μὲν οὖν καὶ τὸν Ὄξον αὐτὸν μαλακώτατον ὕδωρ, ὥστε τὸ δέρμα τοὺς λουομένους ἐπιλιπαίνειν. Οὐ μὴν ἀλλὰ καὶ θαυμαστῶς Ἀλέξανδρος τῷ σημείῳ ἥσθη. Ὅτι Ἀριδαῖος μὲν γέγονε τῷ Φιλίππῳ ἐξ ἀδόξου γυναικὸς καὶ κοινῆς, Φιλίνης, ἀτελὴς δὲ τῷ φρονεῖν διὰ σώματος ἐγεγόνει νόσον, οὐ μὴν φύσει, ἀλλὰ καὶ πάνυ φασὶν αὐτοῦ παιδὸς ὄντος διαφαίνεσθαι χάριεν ἦθος καὶ οὐκ ἀγεννές, εἶτα μέντοι φαρμάκοις ὑπὸ Ὀλυμπιάδος κακωθέντα διαφθαρῆναι τὴν διάνοιαν. Ἐκ τοῦ Καίσαρος. Ὅτι Καῖσαρ λέγεται τῇ προτέρᾳ νυκτὶ τῆς ἐπ' Ἀρίμινον διαβάσεως (πόλις δέ ἐστιν αὕτη τῆς Κελτικῆς μεγάλη, ἣν καὶ ἀθρόον ἐπελθὼν ἔσχεν) ὄναρ ἰδεῖν ἔκθεσμον· ἐδόκει γὰρ αὐτὸς τῇ ἑαυτοῦ μητρὶ μίγνυσθαι τὴν ἄρρητον μίξιν. Ἐκ τοῦ Εὐμένους. Τὸ μὲν εὐτυχεῖν καὶ τοὺς φύσει μικροὺς συνεπικουφίζει τοῖς φρονήμασιν, ὥστε φαίνεσθαί τι μέγεθος περὶ αὐτοὺς καὶ ὄγκον ἐκ πραγμάτων ὑπερεχόντων ἀποβλεπομένους. Ὁ δέ γε ἀληθῶς μεγαλόφρων καὶ βέβαιος ἐν τοῖς σφάλμασι μᾶλλον καὶ ταῖς δυσημερίαις ἀναφέρων γίνεται κατάδηλος, ὥσπερ ὁ Εὐμένης κακοπραγήσας. Μᾶλλον γὰρ αὐτοῦ τῆς ψυχῆς τὸ γενναῖον διεφάνη καὶ ἐξέλαμψε καὶ τὸ ἀπτόητον τοῦ φρονήματος καὶ ταῖς συμφοραῖς ἀταπείνωτον. Ὅτι αἰσθόμενος (φησί) τοὺς ὑπ' αὐτὸν ἀλλήλων μὲν καταφρονοῦντας, αὐτὸν δὲ φοβουμένους καὶ παραφυλάττοντας ἀνελεῖν, εἰ γένοιτο καιρός, ἐσκήψατο χρημάτων δεῖσθαι, καὶ συνεδανείσατο τάλαντα πολλὰ παρὰ τῶν μάλιστα μισούντων, ἵνα καὶ πιστεύωσι καὶ ἀπέχωνται περὶ τὸ δάνειον ἀγωνιῶντες. Ὥστε συνέβη τὸν ἀλλότριον πλοῦτον φύλακα τοῦ σώματος ἔχειν, καὶ τῶν ἄλλων ἐπὶ σωτηρίᾳ διδόντων μόνον ἐκ τοῦ λαβεῖν κτήσασθαι τὴν ἀσφάλειαν. Ὅτι φιλοπόλεμος μέν ἐστι (φησίν) ὁ τῆς ἀσφαλείας τὴν πλεονεξίαν προτιμῶν, πολεμικὸς δὲ ὁ τῷ πολέμῳ κτώμενος τὴν 429

ἀσφάλειαν. Ἐκ τοῦ Σερτωρίου. Ὅτι διατρίβοντι (φησί) Σερτωρίῳ περὶ Ἰβηρίαν ναῦταί τινες ἐντυγχάνουσιν αὐτῷ ἐκ τῶν Ἀτλαντικῶν νήσων ἀναπεπλευκότες, αἳ δύο μέν εἰσι λεπτῷ παντάπασι πορθμῷ διαιρούμεναι, μυρίους δὲ ἀπέχουσι Λιβύης σταδίους, καὶ ὀνομάζονται Μακάρων. Ὄμβροις δὲ χρώμεναι μετρίοις σπανίως, τὰ πλεῖστα πνεύμασι μαλακοῖς καὶ δροσοβόλοις οὐ μόνον ἀροῦν καὶ φυτεύειν παρέχουσιν ἀγαθὴν καὶ πίονα χώραν, ἀλλὰ καὶ καρπὸν αὐτοφυῆ φέρουσιν, ἀποχρῶντα πλήθει καὶ γλυκύτητι βόσκειν ἄνευ πόνων καὶ πραγματείας σχολάζοντα δῆμον. Ἀὴρ δὲ ἄλυπος ὡρῶν τε κράσει καὶ μεταβολῆς μετριότητι κατέχει τὰς νήσους. Οἱ γὰρ ἐνθένδε τῆς γῆς ἀποπνέοντες ἔξω Βορέαι καὶ Ἀπηλιῶται διὰ μῆκος ἐκπεσόντες εἰς τόπον ἀχανῆ διασπείρονται καὶ προαπολείπουσι· πελάγιοι δὲ περιρρέοντες Ἀργέσται καὶ Ζέφυροι 245.α βληχροὺς μὲν ὑετοὺς καὶ σποράδας ἐκ θαλάττης ἐπάγοντες, τὰ δὲ πολλὰ νοτεραῖς αἰθρίαις ἐπιψύχοντες, ἡσυχῇ τρέφουσιν. Ὥστε μέχρι τῶν βαρβάρων διῆχθαι πίστιν ἰσχυρὰν αὐτόθι τὸ Ἠλύσιον εἶναι πεδίον καὶ τὴν τῶν εὐδαιμόνων οἴκησιν, ἣν Ὅμηρος ὕμνησε. Ταῦτα ὁ Σερτώριος ἀκούσας ἔρωτα θαυμαστὸν ἔσχεν οἰκῆσαι τὰς νήσους καὶ ζῆν ἐν ἡσυχίᾳ, τυραννίδος ἀπαλλαγεὶς καὶ πολέμων ἀπαύστων. Ἀλλὰ διεμάραναν αὐτοῦ καὶ περιέσπασαν τὸν ἔρωτα ἥ τε κίνησις τῶν μετ' αὐτοῦ Κιλίκων ἐκταραχθεῖσα καὶ νεωτέρων φροντὶς πολεμίων. Ὅτι λέγεται (φησίν) ὁ Σερτώριος οὔτε ὑφ' ἡδονῆς οὔτε ὑπὸ δέους εὐάλωτος γενέσθαι, φύσει δὲ ἀνέκπληκτος παρὰ τὰ δεινὰ καὶ μέτριος ἐνεγκεῖν εὐτυχίαν· οὐδενὸς μέντοι οὐδὲ πρὸς εὐθυμαχίαν ἀτολμότερος τῶν καθ' ἑαυτὸν ἡγεμόνων, ὅσα δὲ κλοπείας ἐν πολέμοις ἔργα καὶ πλεονεξίας περὶ τόπους ὀχυροὺς καὶ διαβάσεις τάχους δεομένας, ἀπάτης τε καὶ ψευδῶν ἐν δέοντι, σοφιστὴς δεινότατος. Ἐν δὲ ταῖς τιμαῖς τῶν ἀνδραγαθημάτων δα ψιλὴς φαινόμενος, περὶ τὰς τιμωρίας ἐμετρίαζε τῶν ἁμαρτημάτων· καίτοι δοκεῖ περὶ τὸν ἔσχατον αὐτοῦ βίον ὠμότητός τε καὶ βαρύτητος τὸ περὶ τοὺς ὁμήρους προαχθὲν ἔργον ἐπιδεῖξαι τὴν φύσιν οὐκ οὖσαν ἥμερον, ἀλλ' ἐπεχομένην λογισμῷ διὰ τὴν ἀνάγκην. Ἐμοὶ δ' ἀρετὴν μὲν εἰλικρινῆ καὶ κατὰ λόγον συνεστῶσαν οὐκ ἄν ποτε δοκεῖ τύχη τις ἐκστῆσαι πρὸς τοὐναντίον· ἄλλως δὲ προαιρέσεις καὶ φύσεις χρηστὰς ὑπὸ συμφορῶν μεγάλων παρ' ἀξίαν κακωθείσας οὐκ ἀδύνατον τῷ δαίμονι συμμεταβαλεῖν τὸ ἦθος· ὃ καὶ Σερτώριον οἶμαι παθεῖν, ἤδη τῆς τύχης αὐτὸν ἐπιλιπούσης ἐκτραχυνόμενον ὑπὸ τῶν πραγμάτων καὶ γινόμενον πονηρὸν πρὸς τοὺς ἀδικοῦντας. Ἐκ τοῦ Δημητρίου. Ὅτι Δημήτριος (φησί) μεγέθει μὲν ἦν τοῦ πατρὸς ἐλάττων, καίπερ ὢν μέγας, ἰδέᾳ δὲ καὶ κάλλει προσώπου θαυμαστὸς καὶ περιττός, ὥστε τῶν πλαττόντων καὶ γραφόντων μηδένα τῆς ὁμοιότητος ἐφικέσθαι. Τὸ γὰρ αὐτὸ χάριν καὶ βάρος καὶ φόβον καὶ ὥραν εἶχε, καὶ συνεκέκρατο τῷ νεαρῷ καὶ ἰταμῷ δυσμίμητος ἡρωϊκή τις ἐπιφάνεια καὶ βασιλικὴ σεμνότης. Οὕτω δέ πως καὶ τὸ ἦθος ἐπεφύκει πρὸς ἔκπληξιν ἀνθρώπων ἅμα καὶ χάριν. Ὅτι τὸ ὑπερφυέστατον ἐνθύμημα τοῦ Στρατοκλέους φησίν–οὗτος γὰρ ἦν ὁ τῶν σοφῶν τούτων καὶ περιττῶν καινουργὸς ἀρεσκευμάτων–ἔγραψεν ὅπως οἱ πεμπόμενοι κατὰ ψήφισμα δημοσίᾳ πρὸς Ἀντίγονον ἢ Δημήτριον ἀντὶ πρεσβευτῶν θεωροὶ λέγοιντο, καθάπερ οἱ Πυθοῖ καὶ Ὀλυμπίαζε τὰς πατρίους θυσίας ἀπάγοντες ἐν ταῖς Ἑλληνικαῖς ἑορταῖς. Οὕτω δὲ καταμωκώμενοι τοῦ Δημητρίου προσδιέφθειραν αὐτὸν οὐδὲ ἄλλως ὑγιαίνοντα τὴν διάνοιαν. Ὅτι Ἀθηναῖοι, πολιορκοῦντος αὐτοὺς Φιλίππου, γραμματοφόρους ἑλόντες, τὰς μὲν ἄλλας ἀνέγνωσαν ἐπιστολάς, μόνην δὲ τὴν Ὀλυμπιάδος οὐκ ἔλυσαν, ἀλλ' ὥσπερ ἦν, κατασεσημασμένην πρὸς ἐκεῖνον ἀπέλυσαν. Ὅτι οὐδέν φησιν οὕτω βασιλεῖ προσήκειν ὡς τὸ τῆς δίκης ἔργον. Ἄρης μὲν τύραννος, ὥς φησι Τιμόθεος, νόμος δὲ πάντων βασιλεὺς κατὰ Πίνδαρόν ἐστιν. Ὅτι μέχρι Δημητρίου τοῦ Ἀντιγόνου παιδός, ὃς καὶ Πολιορκητὴς ἐπωνομάζετο, οὐδεὶς εἶδεν ἀνθρώπων οὔτε πεντεκαιδεκήρη ναῦν πρότερον οὔτε ἑκκαιδεκήρη· 430

ὕστερον δὲ καὶ τεσσαρακοντήρη Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐναυπηγήσατο, μῆκος διακοσίων ὀγδοήκοντα πηχῶν, ὕψος δὲ ἕως ἀκροστολίου πεντήκοντα δυεῖν δεόντων, ναύταις δὲ χωρὶς ἐρετῶν ἐξηρτυμένην τετρακοσίοις, ἐρέταις δὲ τετρακισχιλίοις, χωρὶς δὲ τούτων ὁπλίτας δεχομένην ἐπί τε τῶν παρόδων καὶ τοῦ καταστρώματος ὀλίγῳ τρισχιλίων ἀποδέοντας. Ἀλλὰ [ναῦται υʹ, ἐρέται #δ, ὁπλῖται παρὰ μικρὸν #γ, ὁμοῦ #ζυʹ] θέαν μόνην ἐκείνη παρέσχε, καὶ μικρὸν ὅσον διαφέρουσα τῶν μονίμων οἰκοδομημάτων φανῆναι πρὸς ἐπίδειξιν, οὐ χρείαν, ἐπισφαλῶς καὶ δυσέργως ἐκινήθη. Ἐκ τοῦ Ἀντωνίου. Ὅτι Ἀντώνιος (φησίν) ἠγνόει πολλὰ τῶν ὑπ' αὐτῷ γινομένων, οὐχ οὕτω ῥᾴθυμος ὢν ὡς δι' ἁπλότητα πιστεύων τοῖς περὶ αὑτόν· ἐνῆν γὰρ ἁπλότης τῷ ἤθει, καὶ βραδεῖα μὲν αἴσθησις, αἰσθανομένῳ δὲ τῶν ἁμαρτανομένων ἰσχυρὰ μετάνοια καὶ πρὸς αὐτοὺς ἐξομολόγησις τοὺς ἀγνωμονηθέντας, μέγεθος δὲ καὶ περὶ τὰς ἀμοιβὰς καὶ περὶ τὰς τιμωρίας· μᾶλλόν γε μὴν ἐδόκει χαριζόμενος ἢ κολάζων ὑπερβάλλειν τὸ μέτριον. Ἡ δὲ περὶ τὰς παιδιὰς καὶ τὰς σκώψεις ὕβρις ἐν αὑτῇ τὸ φάρμακον εἶχεν· ἀντισκῶψαι γὰρ ἐξῆν καὶ ἀνθυβρίσαι, καὶ γελώμενος ἢ γελῶν ἔχαιρε. Καὶ τοῦτο διελυμήνατο τὰ πολλὰ τῶν πραγμάτων· τοὺς γὰρ ἐν τῷ παίζειν παρρησιαζομένους 245.α οὐκ ἂν οἰηθεὶς σπουδάζοντας κολακεύειν αὐτόν, ἡλίσκετο ῥᾳδίως ὑπὸ τῶν ἐπαίνων, ἀγνοῶν ὅτι τὴν παρρησίαν τινὲς ὡς ὑπόστυφον ἥδυσμα τῇ κολακείᾳ παραμιγνύντες ἀφῄρουν τὸ πλήσμιον, τῇ παρὰ τὴν κύλικα θρασύτητι καὶ λαλιᾷ διαμηχανώμενοι τὴν τῶν πραγμάτων ὕφεσιν καὶ συγκατάθεσιν, ὡς μὴ πρὸς χάριν ὁμιλεῖν, ἀλλὰ τῷ φρονεῖν ἡττωμένων φαίνεσθαι. Ἐκ τοῦ Πύρρου. Ὅτι Πύρρος (φησί) τῇ μὲν ἰδέᾳ τοῦ προσώπου φοβερώτερος ἦν ἔχων ἦθος σεμνότερον καὶ βασιλικόν, πολλοὺς δὲ ὀδόντας οὐκ εἶχεν, ἀλλ' ἓν ὀστοῦν συνεχὲς ἦν, ἄνωθεν οἷον λεπταῖς ἀμυχαῖς τὰς διαφυὰς ὑπογεγραμμένον τῶν ὀδόντων. Τοῖς δὲ σπληνιῶσιν ἐδόκει βοηθεῖν ἀλεκτρυόνα θύων λευκόν, ὑπτίων τε κατακειμένων τῷ δεξιῷ ποδὶ πιέζων ἀτρέμα τὸ σπλαγχνόν. Οὐδεὶς δ' ἦν πένης οὔτε ἄδοξος οὕτως ὥστε μὴ τυχεῖν τῆς ἰατρείας δεηθείς. Ἐλάμβανε δὲ καὶ τὸν ἀλεκτρυόνα θύσας, καὶ τὸ γέρας τοῦτο ἥδιστον ἦν αὐτῷ. Λέγεται δὲ τοῦ ποδὸς ἐκείνου τὸν μείζονα δάκτυλον ἔχειν δύναμιν ἰδίαν, ὥστε μετὰ τὴν τελευτὴν τοῦ λοιποῦ σώματος κατακαέντος, ἀπαθῆ καὶ ἄθικτον ὑπὸ τοῦ πυρὸς εὑρεθῆναι. Ἐκ τοῦ Μαρίου. Ὅτι τῷ Μαρίῳ (φησί) καὶ σωφροσύνην καὶ καρτερίαν μαρτυροῦσιν· ἧς δεῖγμα καὶ τὸ περὶ τὴν χειρουργίαν ἐστίν. Ἰξῶν γὰρ ἀνάπλεως ἄμφω τὰ σκέλη γεγονὼς καὶ τὴν ἀμορφίαν δυσχεραίνων, ἔγνω παρασχεῖν ἑαυτόν. Καὶ παρέσχεν ἄδετος θάτερον σκέλος οὐδὲ κινηθείς, οὐδὲ στενάξας, ἀλλὰ καθεστῶτι τῷ προσώπῳ καὶ μετὰ σιωπῆς ὑπερβολάς τινας ἀλγηδόνων ἐπὶ ταῖς τομαῖς ἀνασχόμενος. Τοῦ δὲ ἰατροῦ μετιόντος ἐπὶ θάτερον οὐκέτι παρέσχε, φήσας ὁρᾶν τὸ ἐπανόρθωμα τῆς ἀλγηδόνος οὐκ ἄξιον. Ὅτι Μάριος ἐκ Λιβύης μετὰ τοῦ στρατεύματος ἀνακομισθεὶς τήν τε ὑπατείαν ἀνέλαβε καὶ τὸν θρίαμβον εἰσήλασεν, ἄπιστον ἐπιδειξάμενος θέαμα Ῥωμαίοις, Ἰουγούρθαν αἰχμάλωτον, οὗ ζῶντος οὐδ' ἂν εἷς ἤλπισε πολεμίων κρατήσειν· οὗτος ἦν ποικίλος ἀνὴρ τύχαις ὁμιλῆσαι, καὶ πανουργίᾳ πολλῇ μεμιγμένον ἔχων τὸ θυμοειδές. Ἐν δὲ τῷ θριάμβῳ κομισθῆναι λέγουσι χρυσίου μὲν ἑπτὰ καὶ τρισχιλίας λίτρας, ἀργύρου δὲ ἀσήμου #ε ψοεʹ, νομίσματος δὲ δραχμὰς #ζ ἐπὶ μυριάσιν ηʹ καὶ κʹ. Ὅτι τοὺς φιλοπόνους καὶ σιωπῇ μετ' εὐκολίας τὰ προστασσόμενα πράττοντας (ἄτρυτος γὰρ ἦν ὁ Μάριος καὶ αὐτουργεῖν τὰ πολλά, καὶ μιμεῖσθαι διδάσκειν αὐτὸν καὶ ἐξομοιοῦσθαι τοὺς στρατιώτας) ἡμιόνους Μαριανοὺς ὠνόμαζον. Οἱ δέ, ὅτι Μάριος, φησίν, ὑπὸ Σκιπίωνι πάλαι στρατευόμενος, καὶ πολυπραγμονοῦντι περί τε τῶν ὅπλων καὶ τῶν ὑποζυγίων τὸν στρατιώτην προσήγαγεν ἵππον τε κάλλιστα τεθραμμένον καὶ ἡμίονον εὐεξίᾳ καὶ πρᾳότητι καὶ ῥώμῃ διαφέροντα πολὺ τῶν ἄλλων. Ἡσθέντος δὲ τοῦ στρατηγοῦ τοῖς τοῦ Μαρίου θρέμμασι καὶ πολλάκις αὐτῶν 431

μνησθέντος, οὕτως ἄρα τοὺς σκώπτοντας ἐν ἐπαίνῳ τὸν ἐνδελεχῆ καὶ τλήμονα καὶ φιλόπονον Μαριανὸν ἡμίονον προσαγορεύειν. Ὅτι Τεύτονας Μαρίου καταπολεμήσαντος, μυριάδας δέκα, Μασσαλιῶται τοῖς ὀστέοις λέγονται περιθριγκῶσαι τοὺς ἀμπελῶνας· τὴν δὲ γῆν, τῶν νεκρῶν καταναλωθέντων ἐν αὐτῇ καὶ διὰ χειμῶνος ὄμβρων ἐπιπεσόντων, οὕτως ἐκλιπανθῆναι καὶ γενέσθαι διὰ βάθους ἀνάπλεω τῆς σηπεδόνος ἐνδύσης, ὥστε καρπῶν ὑπερβάλλον εἰς ὥρας πλῆθος ἐξενεγκεῖν, καὶ μαρτυρῆσαι τῷ Ἀρχιλόχῳ λέγοντι πιαίνεσθαι πρὸς τοῦ τοιούτου τὰς ἀρούρας. Ἐπιεικῶς δὲ ταῖς μεγάλαις μάχαις ἐξαισίους ὑετοὺς ἐπικαταρρήγνυσθαι λέγουσιν, εἴτε δαιμονίου τινὸς τοῖς καθαροῖς καὶ διιπέτεσιν ἁγνίζοντος ὕδασι καὶ κατακλύζοντος, εἴτε τοῦ φόνου καὶ τῆς σηπεδόνος ἐξανιείσης ὑγρὰν καὶ βαρεῖαν ἀναθυμίασιν, ἣ τὸν ἀέρα συνίστησιν, εὔτρεπτον ὄντα καὶ ῥᾳδίως μεταβάλλειν ἐπὶ πλεῖστον ἀπὸ σμικροτάτης ἀρχῆς. Ὅτι ἄξιον θαυμάσαι τοὺς Κουρνούτου θεράποντας. Πολλῶν γὰρ ἐν στασιαζούσῃ τῇ πόλει θανάτῳ καὶ τῶν ἀναιτίων καταψηφισαμένων, καὶ μυρίων σφαγῶν καὶ ποικίλων προελθόντων, οὗτοι τὸν δεσπότην ἀποκρύψαντες, νεκρὸν δέ τινα τῶν πολλῶν ἀναρτήσαντες ἐκ τοῦ τραχήλου καὶ περιθέντες αὐτῷ χρυσοῦν δακτύλιον ἐπεδείκνυον τοῖς Μαρίου δορυφόροις, καὶ κοσμήσαντες ὡς ἐκεῖνον αὐτὸν ἔθαπτον. Ὑπενόησε δὲ οὐδείς, ἀλλ' οὕτω λαθὼν ὁ Κουρνοῦτος ὑπὸ τῶν οἰκετῶν εἰς Γαλατίαν διεκομίσθη. Ἐκ τοῦ Ἀράτου. Ὅτι ὁ Ἄρατος (φησί) λαμπρῶς κατὰ Ἀριστίππου τοῦ τυράννου καὶ κατὰ τῶν σὺν αὐτῷ ἀριστεύσας, πεσόντος καὶ αὐτοῦ τοῦ τυράννου ὑπὸ Κρητός τινος Τραγίσκου τοὔνομα, καὶ τοῦ πλήθους τῶν ἄλλων ὄντων αφʹ 245.α τῶν ἀναιρεθέντων, καὶ μηδένα τῶν αὑτοῦ στρατιωτῶν ἀποβαλών, ὅμως οὐκ ἔλαβε τὸ Ἄργος οὐδὲ ἠλευθέρωσε τοὺς ἐν αὐτῷ τῶν περὶ Ἄγιν καὶ τὸν νεώτερον Ἀριστόμαχον μετὰ δυνάμεως βασιλικῆς παρεισπεσόντων καὶ κατασχόντων τὰ πράγματα. Τὸ μὲν οὖν πολὺ τῆς διαβολῆς καὶ λόγους καὶ σκώμματα καὶ βωμολοχίας παρείλετο τῶν κολακευόντων τοὺς τυράννους, καὶ διεξιόντων, ἐκείνοις χαριζομένων, ὡς τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν ἐκταράττοιτο μὲν ἡ κοιλία παρὰ τὰς μάχας, κάρος δὲ καὶ ἴλιγγος προσπίπτοι ἅμα τῷ παραστῆναι τὸν σαλπιγκτήν, ἐκτάξας δὲ τὴν δύναμιν καὶ τὸ σύνθημα παρεγγυήσας, καὶ πυθόμενος τῶν ὑποστρατήγων μή τις αὐτοῦ χρεία παρόντος, βεβλῆσθαι γὰρ τοὺς ἀστραγάλους, ἀπέρχοιτο καραδοκήσων πόρρωθεν τὸ συμβησόμενον. Ταῦτα γὰρ οὕτως ἴσχυσεν ὥστε καὶ τοὺς φιλοσόφους ἐν ταῖς σχολαῖς ζητεῖν εἰ τὸ πάλλεσθαι τὴν καρδίαν καὶ τὸ χρῶμα τρέπεσθαι καὶ τὴν κοιλίαν ἐξυγραίνεσθαι παρὰ τὰ φαινόμενα δεινὰ δειλίας ἐστὶν ἢ δυσ κρασίας τινὸς περὶ τὸ σῶμα καὶ ψυχρότητος· τὸν γὰρ Ἄρατον ἀεὶ μὲν ἀγαθὸν ἡγεῖσθαι στρατηγόν, ἀεὶ δὲ ταῦτα πάσχοντα παρὰ τοὺς ἀγῶνας. Ὅτι νόμου, φησίν, ὄντος ἀρχαίου μηδένα θάπτεσθαι τειχῶν ἐντός, ἰσχυρᾶς τε τῷ νόμῳ δεισιδαιμονίας προσούσης, ἔπεμψαν εἰς Δελφοὺς ὑπὲρ τούτων ἐρησόμενοι τὴν Πυθίαν· ἡ δὲ ἐπέτρεπε. Καὶ οἵ τε Ἀχαιοὶ ἅπαντες ἥσθησαν, καὶ διαφερόντως οἱ Σικυώνιοι, μεταβάλλοντες εἰς ἑορτὴν τὸ πένθος, εὐθὺς ἐκ τοῦ Αἰγίου τὸν νεκρὸν Ἀράτου ἐστεφανωμένοι καὶ λευχειμονοῦντες ὑπὸ παιάνων καὶ χορῶν εἰς τὴν πόλιν ἀνῆγον, καὶ τόπον ἐξελόμενοι περίοπτον, ὥσπερ οἰκιστὴν καὶ σωτῆρα τῆς πόλεως ἐκήδευσαν· καὶ καλεῖται μέχρι νῦν Ἀράτειον. Ἡ δὲ τελευτὴ αὐτῷ ἐν φιλοφροσύνης δόλῳ γέγονε, Ταυρίωνος μὲν τοῦ στρατηγοῦ σχήματι φαρμάκῳ καὶ ὑπηρετησαμένου τῷ φόνῳ, Φιλίππου δὲ τοῦ Πελοποννησίου τυράννου, ὡς ἄδειαν ἔχοι πράττειν ἃ βούλοιτο τῶν ἐκθέσμων, προστάξαντος. Ἐκ τοῦ Ἀρτοξέρξου. Ὅτι ἡ τοῦ Ἀρτοξέρξου μητὴρ Παρύσατις θυμόσοφος ἦν γυνὴ καὶ δεινή, φησί, κυβεύειν. Ὅτι ἡ δειλία, φησί, φονικώτατόν ἐστιν ἐν ταῖς τυραννίσιν. Ἐκ τοῦ Ἄγιδος. Ὅτι Ἀντίγονος, φησίν, ὁ Μακεδονίας βασιλεύς, ἐπικαλεσαμένων αὐτὸν ἐπὶ βοήθειαν κατὰ Κλεομέ νους Ἀχαιῶν, μάχῃ ἐνίκησεν, καὶ ἐξ ἐφόδου φυγόντος 432

Κλεομένους τὴν πόλιν παραλαβών, καὶ τοῖς Λακεδαιμονίοις φιλανθρώπως χρησάμενος, καὶ τὸ ἀξίωμα τῆς Σπάρτης οὐ προπηλακίσας οὐδὲ ἐνυβρίσας, ἀλλὰ καὶ νόμους καὶ πολιτείαν ἀποδούς, ἀνεχώρησεν εἰς Μακεδονίαν ἡμέρᾳ τρίτῃ, πολέμων αὐτῷ φυέντων ἐκεῖσε καὶ παρεῖναι βιαζομένων. Ἤδη δὲ καὶ τὸ νόσημα κατεῖχεν αὐτόν, εἰς φθίσιν ἐκβεβηκὸς ἰσχυρὰν καὶ κατάρρουν συντεῖνον. Οὐ μὴν ἀπεῖπεν, ἀλλ' ἀντήρκεσε πρὸς τοὺς οἰκείους ἀγῶνας, ὅσον ἐπὶ νίκῃ μεγίστῃ καὶ φόνῳ πλείστῳ τῶν βαρβάρων εὐκλεέστερος ἀποθανεῖν, ὡς μὲν εἰκός ἐστι καὶ λέγουσιν οἱ περὶ Φύλαρχον, αὐτῇ τῇ περὶ τὸν ἀγῶνα κραυγῇ τὸ σῶμα προσαναρρήξας· ἐν δὲ ταῖς σχολαῖς ἦν ἀκούειν ὅτι βοῶν μετὰ τὴν νίκην ὑπὸ χαρᾶς· Ὢ καλῆς ἡμέρας, πλῆθος αἵματος ἀνήγαγε καὶ πυρέξας συντόνως ἐτελεύτησεν. Ὅτι Κλεομένους Αἰγύπτῳ προσπεφευγότος μετὰ τὴν ὑπ' Ἀντιγόνου ἧτταν, τὰ μὲν πρῶτα ὁ βασιλεὺς Αἰγύπτου ἐν τιμῇ καὶ δεξιώσεσι περιεῖπε τὸν ἄνδρα, μετ' οὐ πολὺ δὲ μηδὲν ἀδικοῦντα, ἐξ ὑποψιῶν ἀλόγων καὶ συκοφαντιῶν κακούργων ὑπορρυϊσκόμενος τῆς περὶ αὐτὸν διαθέσεως, ἐν φρουρᾷ κατεῖχεν ἀδέσμῳ, μελετῶν κατ' αὐτοῦ θάνατον. Ὁ δὲ μετά τινων ἑκκαίδεκα τῶν αὑτοῦ ἑταίρων ἐκπηδήσας μετὰ ξιφῶν τοῦ οἰκήματος ἔθει μὲν διὰ τῆς ἀγορᾶς, καὶ τοὺς πολίτας καὶ τοὺς ἄλλους εἰς ἐλευθερίαν ἐκάλει· οἱ δὲ ἐπῄνουν μὲν τὴν γνώμην καὶ ἐθαύμαζον τὸ γενναῖον, οὐδεὶς μέντοι διὰ τὸν ἐκ τῆς τυραννίδος φόβον ἐτόλμα συνεπιλαβέσθαι. Ἀνελόντες δ' οὖν τοὺς εἰς χεῖρας ἐλθόντας καὶ δύο τῶν ἐχθίστων, πολλοῦ συρρυέντος ἐπ' αὐτοὺς πλήθους, καὶ πολλοὺς ἀνε λόντες, καὶ αὐτοὶ κατεκόπησαν, εἶτα ἀνεσταυρώθησαν. Ὀλίγαις δὲ ὕστερον ἡμέραις οἱ τὸ σῶμα τοῦ Κλεομένους ἀνεσταυρωμένον παραφυλάττοντες εἶδον εὐμεγέθη δράκοντα τῇ κεφαλῇ περιπεπλεγμένον καὶ ἀποκρύπτοντα τὸ πρόσωπον, ὥστε μηδὲν ὄρνεον ἐφίπτασθαι σαρκοφάγον. Ἐκ δὲ τούτου δεισιδαιμονία προσέπεσε τῷ βασιλεῖ καὶ φόβος, ὡς ἀνδρὸς ἀνῃρημένου θεοφιλοῦς καὶ κρείττονος 245.α τὴν φύσιν. Οἱ δὲ Ἀλεξανδρεῖς καὶ προσετρέποντο φοιτῶντες, ἥρωα τὸν Κλεομένην καὶ θεῶν παῖδα προσαγορεύοντες, ἄχρις οὗ κατέπαυσαν αὐτοὺς οἱ σοφώτεροι διδόντες λόγον ὡς μελίττας μὲν βόες, σφῆκας δὲ ἵπποι ἀποσαπέντες ἐξανθοῦσι, κάνθαροι δὲ τὸ αὐτὸ παθόντων ὄνων ζῳογονοῦνται, τὰ δὲ ἀνθρώπινα σώματα περὶ τὸν μυελὸν ἰχώρων συρροήν τινα καὶ σύστασιν ἐν ἑαυτοῖς λαβόντων ὄφεις ἀναδίδωσι. Καὶ τοῦτο κατιδόντες οἱ παλαιοὶ μάλιστα τῶν ζῴων τὸν δράκοντα τοῖς ἥρωσι συνῳκείωσαν. Ἐκ τοῦ Τίτου. Ὅτι Ἰσθμίων ἀγομένων πλῆθος μὲν ἀνθρώπων ἐν τῷ σταδίῳ καθῆστο τὸν γυμνικὸν ἀγῶνα θεωμένων, ἅτε διὰ χρόνων πεπαυμένης μὲν πολέμων τῆς Ἑλλάδος ἐν ἐλευθερίᾳ δὲ σαφεῖ καὶ εἰρήνῃ πανηγυριζούσης· τῇ σάλπιγγι δὲ σιωπῆς εἰς ἅπαντας διαδοθείσης, προελθὼν εἰς μέσον ὁ κῆρυξ ἀνεῖπεν ὅτι Ῥωμαίων ἡ σύγκλητος καὶ Τῖτος Κόϊντος στρατηγὸς ὕπατος, καταπολεμήσαντες βασιλέα Φίλιππον καὶ Μακεδόνας, ἀφιᾶσιν ἀφρουρήτους καὶ ἐλευθέρους καὶ ἀφορολογήτους τοὺς Ἕλληνας, νόμοις χρωμένους τοῖς πατρίοις, Κορινθίους, Λοκρούς, Εὐβοέας, Φωκεῖς, Ἀχαιούς, Φθιώτας, Μάγνητας, Θετταλούς, Περρεβούς. Τὸ μὲν οὖν πρῶτον οὐ πάντες οὐδὲ σαφῶς ἤκουσαν, ἀλλ' ἀνώμαλος καὶ θορυβώδης κίνησις ἦν ἐν τῷ σταδίῳ θαυμαζόντων καὶ διαπυνθανομένων καὶ πάλιν ἀνειπεῖν κελευόντων. Ὡς δ' ἅπαξ ἡσυχίας γενομένης ἀναγαγὼν ὁ κῆρυξ τὴν φωνὴν προθυμότερον εἰς ἅπαντας ἐγεγώνησε καὶ διῆλθε τὸ κήρυγμα, κραυγὴ μὲν ἄπιστος τὸ μέγεθος διὰ χαρὰν ἐχώρει μέχρι θαλάσσης, ὀρθὸν δὲ ἀνειστήκει τὸ θέατρον, οὐδεὶς δὲ λόγος ἦν τῶν ἀγωνιζομένων, ἔσπευδον δὲ πάντες ἀναπηδῆσαι καὶ δεξιώσασθαι καὶ προσειπεῖν τὸν σωτῆρα τῆς Ἑλλάδος καὶ πρόμαχον. Τὸ δὲ πολλάκις λεγόμενον εἰς ὑπερβολὴν καὶ μέγεθος τῆς φωνῆς ὤφθη τότε· κόρακες γὰρ περιπετόμενοι κατὰ τύχην ἔπεσον εἰς τὸ στάδιον. Αἰτία δὲ ἡ τοῦ ἀέρος ῥῆξις· ὅταν γὰρ ἡ φωνὴ πολλὴ καὶ μεγάλη φέρηται, διασπώμενος ὑπ' αὐτῆς οὐκ ἀντερείδει τοῖς 433

πετομένοις, ἀλλ' ὀλίσθημα ποιεῖ καθάπερ κενεμβατοῦσιν, εἰ μὴ νὴ Δία πληγῇ τινι μᾶλλον ὡς ὑπὸ βέλους διελαυνόμενα πίπτει καὶ ἀποθνῄσκει. Δύναται δὲ καὶ περιδίνησις εἶναι ἀέρος οἷον ἑλιγμὸν ἐν πελάγει καὶ παλιρρύμην διὰ μέγεθος λαβόντος. Ὁ δ' οὖν Τῖτος εἰ μὴ τάχιστα τῆς θέας διαλυθείσης ὑπειδόμενος τὴν φορὰν τοῦ πλήθους καὶ τὸν δρόμον ἐξέκλινεν, οὐκ ἂν ἐδόκει περιγενέσθαι τοσούτων αὐτῷ περιχεομένων. Ὅτι Πλούταρχος, ὡς αὐτὸς κἀν τῷ παρόντι παραλλήλῳ καὶ ἐν ἄλλοις φησίν, ἐπὶ Νέρωνος ἦν. Ἀνεγνώσθη Ἀριστείδου ὁ Παναθηναϊκός, ἐκλογὴν ὑπέχων ῥημάτων τε καὶ ὀνομάτων καὶ περιόδων, ἀλλὰ καὶ νοημάτων εἰς δεινότητα καὶ κάλλος διεσκευασμένων. Ἔρρωτο μὲν ἡ γῆ πρὸς ἁπάσας γονάς. Λαβόντες δὲ οὕτω τὰς παρὰ [_τ_ῶ_ν] θεῶν δωρεάς, οὕτως εὖ τοὺς δόντας ἐμιμήσαντο, ὥστε αὐτοὶ τοῖς ἄλλοις ἀνθρώποις ἀντὶ τῶν θεῶν κατέστησαν. Καὶ πεῖραν ταύτην πρώτην ἔδοσαν τοῦ κατ' ἀξίαν τυχεῖν, τὸ χρήσασθαι τοῖς ὑπάρχουσιν ὡς προσῆκεν. Οὐ γὰρ ἠξίωσαν αὐτὸ δὴ τοῦτο γῇ κρύψαντες ἐξαρκεῖν, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ φοβηθῆναι μὴ ἄρα τοὺς ἄλλους ἐξ ἴσου σφίσι ποιήσωσιν, ὥστε οὐκ εἶναι κάλλιον ᾠήθησαν ὅσῳ τῶν ἄλλων προέχουσιν ἐνδείξασθαι, ἢ εἰ πάντας εὖ ποιοῦντες ὀφθήσονται. Ἀλλ' ὁ λόγος γὰρ ὥσπερ ῥεῦμα φέρων ὑπήνεγκε βίᾳ· ἀναχωρεῖν οὖν ὅθεν ἐξέβην καιρός. Πέμπουσι δὴ θείᾳ πομπῇ γῆν ἐπὶ πᾶσαν ἀφορμὰς τοῦ βίου, καθάπερ θεωρικοῦ τινος διάδοσιν. Εὖ γὰρ ποιοῦντες ἔφθανον τὴν ἐπιθυμίαν τῶν εὖ παθεῖν δεομένων. Οὐ γὰρ ἔστι γένος οὐδὲν τῆς Ἑλλάδος, ὡς ἔπος εἰπεῖν, ὃ τῆσδε τῆς πόλεως ἀπείρατόν ἐστιν. Ὧν ἁπάντων μὲν ἀμήχανον καὶ μνημονεῦσαι πρῶτον καὶ τῆς μνήμης τοὺς λόγους συμμέτρους ἀποδοῦναι. Ἃ δέ ἐστι τῶν παλαιῶν ἐντιμότατα καὶ ὥσπερ ἀρχὴ τοῖς πολλοῖς διηγεῖσθαι· Ἡρακλέους ἐξ ἀνθρώπων ἀπελθόντος ἡ μὲν πόλις καὶ νεὼς καὶ βωμοὺς ἱδρύεται πρώτη. κατὰ ἔλλειψιν ἡ προκειμένη φράσις, ἔχουσά τι ἐπαγωγόν· πολλαχοῦ δὲ αὐτῇ κέχρηται. Καὶ νῦν εἰσὶ Μεσσήνιοι διὰ τὴν πόλιν· Μόνη γάρ, ὡς εἰπεῖν, διαγέγονε πρὸς τὴν ἁπάντων τύχην ἁμιλλωμένη καὶ πειρωμένη περιτρέπειν πᾶσι τὰς συμφορὰς ἐπὶ θάτερα. Καὶ τὴν παροιμίαν ἐνήλλαξεν· οὐ γὰρ ἐκποδὼν εἶναι κατέδειξε φίλου κακῶς πράσσοντος, ἀλλὰ πολλοὺς καὶ τῶν πρόσθεν διαφόρων ἐπὶ τοῖς ἀτυχήμασι φίλους πεποίηται. Οὐδ' εὖ μὲν πράττουσι κέχρηται, 246.α κακῶς δ' ἀπαλλάξαντας ἠτίμακε, τῇ τύχῃ μετροῦσα τὴν φιλανθρωπίαν. Ἀλλὰ τοὺς τοῦ δυστυχεῖν καιροὺς τοῦ πράττειν εὖ πεποιήκει, τοῖς πολλοῖς τὰ παρ' αὑτῆς ἀγαθὰ προσθεῖσα, καὶ ποιησαμένη κοινωνοὺς ὧν ὅτε κάλλιστα ἔπραττον οὐδὲ ἐλπὶς ἦν αὐτοῖς. Καὶ νῦν ἐπ' ἀμφοτέροις τοῖς πέρασι τῆς γῆς ἡμετέρων παίδων παῖδες οἰκοῦσι, οἱ μὲν ἄχρι Γαδείρων ἀπὸ Μασσαλίας παρήκοντες, οἱ δὲ ἐπὶ τῷ Τανάϊδι καὶ τῇ λίμνῃ μεμερισμένοι. Ἐκδέχεται ἡ πάλαι τοῦ λόγου προσδοκωμένη μοῖρα, ὡς ἐμοὶ δοκεῖ, [_κ_α_ὶ_ _ὑ_π_ὲ_ρ_ _π_ο_λ_λ_ῶ_ν], αἱ μετὰ τῶν κινδύνων πράξεις· ἃς ἐγὼ δέδοικα μὴ τῷ λέγοντι κίνδυνον ἔχωσιν εἰπεῖν μᾶλλον ἢ τῇ πόλει τῶν ἔργων ὅτε ἐπραγματεύετο. Οὐ μὴν ἀλλ' ἀναγκαῖον ἅψασθαι καὶ τούτων ἤδη. Καὶ μὴν αὐτὸ τοῦτο πρῶτον, τὸ πάντας τοὺς ἐν χρείᾳ βοηθείας καταφεύγειν ἐπὶ τὴν πόλιν ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς καὶ μηδεμίαν τῶν ἄλλων πόλεων ὁρᾶν, μέγα καὶ φανερὸν σύμβολόν ἐστι καὶ στήλης ἄμεινον, τοῦ προέχειν εὐθὺς ἐξ ἀρχῆς οὐχ ὅσον λανθάνειν καὶ μαρτύριόν [_γ_ε] δυεῖν τοῖν καλλίστοιν, ἀνδρείας καὶ φιλανθρωπίας, εἰ δὲ βούλει λέγω δικαιοσύνης ἀντὶ τῆς φιλανθρωπίας. Ὥσπερ γὰρ κήρυκες ἅπαντες οὗτοι περὶ αὐτῆς γεγόνασι, καὶ τὴν ἀνάρρησιν ἀπ' αὐτῶν τῶν ἔργων πεποίηνται μήτε μέλειν τισὶ τοῦ δικαίου μᾶλλον τῶν Ἀθηναίων, μήτε ἀμείνους εἶναι κωλύειν ὅσα ἂν ἔξω τοῦ καλοῦ γίγνηται, ἀλλ' εἶναι τὰς μὲν ἄλλας πόλεις τῶν Ἀθηναίων δεομένας, αὐτὰς δ' ἐφ' ἑαυτῶν ἀριθμὸν πληρούσας τῇ Ἑλλάδι, τὴν δὲ ὡς ἀληθῶς ὥσπερ πόλιν ἐν χωρίοις ἀνέχουσαν ὁμοίαν τῇ κατασκευῇ καὶ τοῖς λογισμοῖς, τῶν μὲν τὰ δίκαια τιμώντων ὀχυρωτέραν, τῶν δὲ τὰς δυνάμεις ἐχόντων 434

ἐπιεικεστέραν, μᾶλλον δὲ τῶν μὲν τὰ δίκαια τιμώντων ἀκριβεστέραν εἰς αὐτὸν τὸν τοῦ δικαίου λόγον, τῶν δὲ ἐπὶ τοῦ βιάζεσθαι δυνατωτέραν εἰς τέλος, ὥστε ἄμφω τὼ γένη δι' ἀμφοῖν νικᾶν. [__Τ_α_υ_τ_ὶ_ _μ_ὲ_ν_ _ο_ὖ_ν_ _κ_ο_ι_ν_ὰ_ _δ_ε_ί_γ_μ_α_τ_α_.] τὸ προκείμενον τοῦ λόγου σχῆμα διαφόροις ὀνόμασι κέ κληται· καὶ γὰρ στρεπτόλυτον καλεῖται καὶ διάλληλον, ἐναγώ νιον, διαγώνιον, χῖ, χιαστόν, πλεκτὸν καὶ λυτόν, παρακειμένου κακοῦ ἀναίρεσις· στρεπτόλυτον μὲν παρὰ τὸ ἐκ τῶν ἀντιστρό φων λύειν τὰ λεγόμενα, ἐναγώνιον δὲ διὰ τὸ δοκεῖν ἔχειν ἀγῶνα τῇ ἐπαγωγῇ τῶν νοημάτων, χῖ δὲ καὶ χιαστόν, διότι δύο προτάσεων οὐσῶν τοῦ δικαίου καὶ τοῦ δυνατοῦ, ὃ μὲν ἔδει τῷ δικαίῳ δοῦναι, τοῦτο ἀπένειμε τῷ δυνατῷ, ὃ δὲ ἔδει τῷ δυνατῷ ἀνέθηκε τῷ δικαίῳ πάλιν, ἐναλλάξας τὰς ἐννοίας. Πα ρακειμένου δὲ κακοῦ ἀναίρεσις λέγεται, ἐπειδὴ παράκειται ὡς δίκαιοις τὸ εὐχερῶς πάσχειν καὶ ἀδικεῖσθαι, ὡς δὲ ἀνδρείοις τὸ ἀδικεῖν, ἀνεῖλε τὴν ἑκατέρου κακίαν, οἷον δικαία οὖσα καὶ οὐ πάσχουσα, καὶ ἀνδρεία οὖσα καὶ οὐκ ἀδικοῦσα. Εἰ γὰρ καὶ ἐν τέλει ἔθηκε τὸ συγκριτικὸν τοῦ ὀνόματος, ἀλλ' οὐκ ἔστι τὸ σχῆμα συγκριτικόν, ἀλλ' ὡς εἴρηται παρακειμένου κακοῦ με θοδεύει ἀναίρεσιν. Ἀμαζόσι μὲν γάρ, αἳ παρῆλθον τοῖς ἔργοις τὴν φύσιν, ἱππομαχίᾳ συνάψαντες πανωλεθρίᾳ διέφθειραν, οὐδενὸς ἀνταίροντος [_τ_ῶ_ν] μέχρι τῆς Ἀττικῆς· ἀλλ' ἐξισώκεσαν ἤδη τὰς ἠπείρους ὥσπερ ἀπὸ σημείου τοῦ Θερμώδοντος [_ὁ_ρ_μ_ώ_μ_ε_ν_α_ι]. Ἐντεῦθεν δέ, ὥσπερ κάλω ῥαγέντος, ἐχώρησεν ὀπίσω· καὶ διελέλυτο Ἀμαζόσιν ἥ τε ἀρχὴ καὶ ὁ δρόμος, [_κ_α_ὶ_ _ἡ_ _π_ό_λ_ι_ς] κἀνταῦθα ἐβοήθησε τῇ κοινῇ φύσει, καὶ νῦν εἰς ἄπιστον περιέστηκεν εἴ ποτε ἐγένοντο. Νῦν δ' ἐξ ἴσου καθεστῶτος τοῦ τε εὑρεῖν ἃ χρὴ παραλιπεῖν καὶ τοῦ ὡς ἀξίαν εἰπεῖν τὰ νικήσαντα, καὶ οὐδενὸς μὲν οὐδ' ἐν ἁπλῇ διηγήσει πάντα πω διελθόντος, πλεῖστα δὲ ὑπὲρ μιᾶς πόλεως ταύτης ἁπάντων εἰρηκότων, μᾶλλον δὲ ὑπὲρ μόνης πλείω σχεδὸν ἢ τῶν ἄλλων ἁπασῶν, οὐκ ἐνδέχεται διεξιέναι καθ' ἕκαστον ἀκριβῶς, ἀλλ' ἀνάγκη τὰ πλεῖστα παραλιπεῖν, ἵνα δὴ τοῖς μεγίστοις χρησώμεθα. Ἐπεὶ τίς οὐκ ἂν ἄσμενος καὶ ταῦτα εἰς μέσον ἤνεγκεν; Ὅτε γὰρ τοῖς Ἕλλησι καὶ βαρβάροις τὰ πράγματα ἐκρίνετο καὶ μικρὸν πρὸς πολὺ μέρος τῆς γῆς ἠγωνίζετο, ὁ δὲ ἀγὼν ἦν ὑπὲρ σωτηρίας ἅμα καὶ ἀρετῆς, τότε ἐνίκησεν ἡ πόλις ἄμφω τὼ γένη κάλλιον εὐχῆς, ὡς τὸ μὲν προσθήκην αὐτῆς μικρὰν ἀποφανθῆναι, τὸ δὲ πλεῖον χεῖρον ἢ ὅσῳ πλεῖον ἐδόκει. Ἐν ἐκείνοις μέντοι τοῖς καιροῖς ἔργα λόγων ἡττήθη, –λέγω δὲ τὰ τῶν ἄλλων ἔργα λόγων τῶν παρ' ἡμῖν· καὶ ψήφισμα τροπαίου κρεῖττον εἰς μνήμην ἐνίκησεν, ἅμα λόγῳ καὶ ἔργῳ νικῆσαν. Εὐθὺς γὰρ ἐν χεροῖν κύριον ἦν, οὐ τῇ χειροτονίᾳ μόνον ὡς νόμος, ἀλλὰ καὶ τῷ διαφθεῖραι τοὺς ἀγγέλους. 246.α Τῷ δὲ ἑρμηνεύσαντι τὰ γράμματα διαχειροτονίαν μὲν ἀπέδοσαν, ἵνα ἐπειδήπερ Ἕλλην ἦν, ἔχοι πλέον τὴν τῆς κρίσεως εἰκόνα, ἀπέκτειναν δὲ καὶ τοῦτον ὡς οὐδ' ἄχρι φωνῆς διακονῆσαι προσῆκον τοῖς βαρβάροις, καὶ τὸ ἰσχυρὸν περιῆλθεν αὐτῷ. Τὸν γὰρ τῆς πόλεως ἄποικον οὐκ ἠξίουν κατὰ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ἑρμηνέα τῷ φύσει πολεμίῳ γίνεσθαι. Καὶ οὕτω δὴ ῥίπτουσιν εἰς τὸ βάραθρον, ὥστε ἄλλους ἀναγγεῖλαι τῷ βασιλεῖ τὰς ἀποκρίσεις. Ὁ ἑρμηνεὺς ὁ ἀναιρεθεὶς Σάμιος μὲν ἦν τὸ γένος, τοὔνομα δὲ Μῦς. Ἡ δὲ πόλις πομπὴν ἀγούσῃ προσεῴκει μᾶλλον ἢ πρὸς ἀγῶνα κοσμουμένῃ· ἱερά τε γὰρ πάντα ἀνέωγε, καὶ τὰ τῶν ἱερέων γένη συνῆγε, καὶ διεπρεσβεύετο πρὸς τοὺς θεοὺς τὸν ἀρχαῖον τρόπον. Καὶ πρῶτον μὲν τοὺς ἐν τοῖς στεφανίταις δρόμους ἀπέκρυψαν, ὅσῳ περὶ καλλιόνων [_τ_ῶ_ν] ἄθλων ἠγωνίζετο τοσούτῳ θαυμαστότερον τὴν προθυμίαν ἐπιδειξάμενοι. Τοσαύτη δ' ἦν ὑπερηφανία τῆς παρασκευῆς καὶ τῶν ποιουμένων, ὥστε ἐξαρκεῖν ἐδόκει τοῖς βαρβάροις ὀφθῆναι μόνον· ᾤοντο γὰρ ὥσπερ ἐν ἄθλοις ἅπαντας εὐθὺς ἀπογνώσεσθαι καὶ δώσειν ἑαυτοὺς ἀκονιτί. Αὕτη πρώτη δημοτελὴς κρίσις ἐν τῷ μέσῳ κατὰ ἀνθρώπους ἐγένετο ἀρετῆς πρὸς πλοῦτον καὶ φρονήματος Ἑλληνικοῦ πρὸς βαρβάρων πλῆθος 435

καὶ κατασκευήν, οὐ λόγων εὐφημίᾳ κριθεῖσα, ἀλλ' ἔργων ἀποδείξει καὶ τῷ καλοῦντι τοῦ καιροῦ. Οὐ γὰρ εἰς φόβον τὴν θέαν ἔτρεψαν οὐδ' ἐξεπλάγησαν τῶν ὁρωμένων τὴν ἀήθειαν, ἀλλ' ἥσθησαν ὁρῶντες ὅσων κρείττους γενήσονται, καὶ νομίσαντες ὥσπερ ἀφορμὴν εἰληφέναι παρὰ τῆς τύχης ὑπερβάλεσθαι πάντας ἀνθρώπους ἀνδραγαθίᾳ, καὶ τοῦτ' εἶναι πλέον τῆς τοσαύτης στρατιᾶς, ἔχειν ὥσπερ χρήμασιν ἀφθόνως χρήσασθαι, καὶ διανοηθέντες ὅτι νῦν ὥσπερ ἑστιάσονται λαμπρῶς ὑπὸ τῶν βαρβάρων καὶ τῆς ἀρετῆς ἀξίως τῆς ἑαυτῶν. Καὶ γὰρ ἵπποι καὶ βέλη καὶ νῆες καὶ ψέλλια καὶ στρεπτοὶ καὶ κύνες καὶ πάντα χρήματα δῶρα τῆς τύχης ἐστὶ προκείμενα τοῖς κρείττοσι. Ταῦτα καὶ στρατηγοὶ πρὸς ἑαυτοὺς εἰπόντες, καὶ πρὸς αὑτοὺς ἕκαστοι διαλεχθέντες, ἐκ θεῶν ἀρξάμενοι καὶ τοῦ φίλου παιῶνος ἐχώρουν δρόμῳ καθάπερ διὰ ψιλοῦ τοῦ πεδίου θέοντες, καὶ τοῖς βαρβάροις οὐκ ἔδωκαν ἰδεῖν ὅ τι ἔστι τὰ γινόμενα, ἀλλ' ἅμα τάξεις ἐρρώγεσαν καὶ ἄνδρες ἐκτείνοντο καὶ ἵπποι συνελαμβάνοντο καὶ νῆες εἵλκοντο καὶ χρήματα ἤγετο καὶ χορεία Πανὸς ἦν τὰ ποιούμενα. [_ _ _Η_δ_η_ _δ_έ_ _τ_ι_ς_ _κ_α_ὶ_ _τ_ε_λ_ε_υ_τ_ή_σ_α_ς_ _ε_ἱ_σ_τ_ή_κ_ε_ι_ _π_ε_ρ_ι_τ_ο_ξ_ε_υ_θ_ε_ὶ_ς_ _ὑ_π_ὸ_ τῶν βαρβάρων, φοβῶν τοὺς λοιποὺς ὥσπερ ἀθάνατος ὤν.] Ἀλλὰ τότε ὡς ἀληθῶς ὄχλος ὄντες ᾐσθάνοντο, καὶ μέγιστον ἐναντίωμα ἑαυτοῖς, καὶ τοῖς πλείοσιν ἥττους ἐγένοντο ἢ ὅσοις ἄν τις ἐξ ἀρχῆς ἐθάρρησεν ἀντιστῆναι. Ὥστ' εἰκότως εἰπεῖν εἶναι τὴν μὲν πόλιν τὸν ἐλευθέριον Δία τιμᾶν ἐπὶ τοῖς πραχθεῖσι προσήκειν, τοῖς δ' ἄλλοις Ἕλλησι τὴν πόλιν, καὶ νομίζειν τὸν Ἀθηναίων δῆμον ὥσπερ ἐλευθέριον τοῖς ἄλλοις εἶναι. Ὥστε εἰ τὸ μὴ ἔχειν ἐξ ἴσου γενέσθαι τῶν ἡττόνων ἐστίν, ἅπαντας ἀνθρώπους νενικήκασιν. Ὁ δὲ πάντας βασιλέας παρενεγκὼν ταῖς ἐπινοίαις, καὶ μηδὲν καταλιπὼν ἄτοπον νομίσαι, Ξέρξης ὁ Δαρείου καταγνοὺς μὲν τοῦ πατρὸς ὡς ἐνδεῶς ἐπιχειρήσαντος, ὑπεριδὼν δὲ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ὡς οὐδαμοῦ φανησομένων, ἀγῶνα διπλοῦν ἀγωνίζεται τὸν μὲν ὑπερβαλέσθαι, τὴν δὲ τιμωρήσασθαι μετὰ πολλοῦ τοῦ κρείττονος. Δοκεῖ δέ μοι καὶ πρὸς τὰς διοσημείας τότε Ξέρξης ἁμιλλήσασθαι, καὶ πρὸς ἅπασαν ὄψιν τε καὶ ἀκοὴν ἀνθρώποις ἀνέλπιστον, ὥσπερ ἐνδείξασθαι βουλόμενος ὅτι αὐτοῦ βεβαίως ἐστὶν ἡ γῆ. Ὅτι Ἰσοκράτης ἀνθηρότερον εἶπεν, οὕτω τὴν πρᾶξιν ἀπαγ γείλας· Καθάπερ πρὸς τὸν Δία τὰ ὄντα διανειμάμενος, καὶ τῷ μὲν Διὶ παραχωρήσας τοῦ οὐρανοῦ, ἑαυτῷ δὲ τὴν γῆν. Ποίους φόβους ἐγγείους ἢ θαλαττίους οὐχὶ συνέστειλε τοῖς παρ' αὐτοῦ; Οὗ τὰς ἀπειλὰς πρῶτον οὐκ ἦν ἑστῶσι τοῖς ὠσὶν ἀκοῦσαι. Ἀλλ' ἀπῆγον εἰς ἔσχατα γῆς, καὶ προὔλεγεν ἃ μηδενὸς ἦν εὑρεῖν πλὴν ἐκείνου [_μ_ό_ν_ο_υ]. Ἔτι δὲ Ἀτλαντικοῦ πελάγους κληρουχίας ἀτίμους ἠπείλει, καὶ γῆς ποίησιν ἔξω τῆς οἰκουμένης, ἣν ἀναγκάσειν ἠκρωτηριασμένους προσχοῦν εἰς τὸ πέλαγος, [_ὕ_δ_ω_ρ_ _μ_ὲ_ν_ _ἀ_ν_τ_λ_ο_ῦ_ν_τ_α_ς_ πέτρας δὲ ὀρύττοντας], τοσαῦτα ἔχοντας τοῦ σώματος, ὅσα τοῖς ἔργοις ἀρκέσει. Καὶ οὐκ ἠπείλει μὲν οὕτως ἀήθη καὶ ὑπερόρια καὶ φόβου μείζονα, ἐτελεύτησε δ' ἐνταῦθα· ἀλλ' ἀπέκρυψε τοῖς ἔργοις τὰς ἀπειλάς, ἄνευ τοῦ τι δυνηθῆναι λέγω δὴ χρήσασθαι τῇ πόλει. Καὶ ὁ Ἄθως «.α ἀντὶ στήλης τῷ ἔργῳ λέλειπται. Κάμηλοι δὲ χρυσοῦ καὶ ἀργύρου κατέλαμπον, ὅσον μήκιστον ἀνύσαι, τοσοῦτον ὑπέχουσαι, εἰ δ' ἐπιθυμήσειε σκιᾶς, δένδρον ἦν αὐτῷ χρυσοῦν ἡ σκιά. Ὥστε νύκτωρ μὲν ἤστραπτεν ἀργύρῳ καὶ χρυσῷ, μεθ' ἡμέραν δὲ νύκτα ἐπῆγεν ὁσαχοῦ τοξεῦσαι κελεύσειεν. Ἀλλὰ τούς [_τ_ε] Ἕλληνας συνεκάλει πρὸς τὸν ἀγῶνα τὸν κοινόν, αἰσχυνομένη, δοκεῖ μοι, μόνη φανῆναι τῷ βαρβάρῳ καθάπερ πρότερον Μαραθῶνι. Οὐ γὰρ αὐτή γε ἐν ἄλλοις εἶχε τὰς ἐλπίδας τῆς σωτηρίας, ἀλλὰ πάντες εἶχον ἐν αὐτῇ τὰς ὑπὲρ αὑτῶν. [__Κ_α_ί_τ_ο_ι] τίς προθυμία λαμπροτέρα, τίς εὐψυχία φανερωτέρα τίνων Ἑλλήνων ἢ καθάπαξ εἰπεῖν ἀνθρώπων ἐξετάζοντι φανήσεται; Οἳ τῆς γῆς ἐξέστησαν ὑπὲρ τοῦ μήτε ἐν γῇ μήτε ἐν θαλάσσῃ δουλεῦσαι, τὸ μὲν τηρεῖν τὰ ὑπάρχοντα δουλείας ἀρχὴν νομίσαντες εἶναι, τὴν δὲ τῶν ὄντων »

στέρησιν ἀφορμὴν τῶν μελλόντων ἀγαθῶν ποιησάμενοι, καὶ τοὺς ἔχοντας τὰ ἑαυτῶν ἔσωζον ἀφ' ὧν αὐτοὶ πρόοιντο τὴν ἑαυτῶν. [__Π_ρ_ὸ_ς_ _τ_α_ῦ_τ_α_ _α_ἱ_ρεῖσθε ὁπότερα] ἆρ' ἢ τῷ δικαίῳ λόγους οὐχὶ συμβαίνοντας ἢ ταῖς παρούσαις ἀνάγκαις οἵους ἐγχωρεῖ παριδεῖν, εἶπον ἄν, εἰ τούτοις ἐχρῶντο; Ἀλλ' εἰ κοινὰ μὲν πάντα ἦν, μηδεὶς δὲ ὑπερεῖχε μηδενός, πάντες δ' ἐξ ἴσου συνετέλουν, οἱ δὲ ναύαρχοι παραπλησίως εἶχον τὰς φύσεις [_ἀ_λ_λ_ή_λ_ο_ι_ς], ἔρανος δ' ἦν, ἔδει δ' ἐκ τῶν ὑπαρχόντων σκεψαμένους τοὺς ἡγησομένους καταστῆσαι, πῶς οὐκ ἐκεῖνοι διὰ πάντων ἐξέλαμπον ὥσπερ ἄστερες; Οὐ μὴν ὥσπερ τοῖς ψηφίσμασι καὶ τῷ κέρᾳ τῆς παρατάξεως, οὕτω κἀν ταῖς πράξεσι τὴν ἡγεμονίαν ἑτέροις παρεῖσαν, πόθεν; Ἀλλ' οἱ μὲν ὄνομα ἡγεμόνων, οἱ δὲ ἔργα παρείχοντο. Καὶ τοσούτῳ κάλλιον αὐτοῖς τὸ σχῆμα καθίστατο, ὅσῳ τῶν ἡγεμόνων αὐτῶν εἶχον τὴν ἡγεμονίαν. Ὅ τι γὰρ Ἀθηναίων μὴ δόξειεν ἑνί, πάντ' ἦν τῶν ἄλλων Ἑλλήνων ἄκυρα, [_ὥ_σ_θ_'_ _ὁ_ _μ_ὲ_ν_ __Λ_α_κ_ε_δ_α_ι_μονίων ναύαρχος τῶν ἀφ' ἑκάστων ἀρχόντων ἦρχεν, ὁ δὲ τῶν Ἀθηναίων ἄρχοντος ἀρχόντων]. Ἀλλὰ γὰρ ἡ περὶ τὰς ἀποδείξεις σπουδὴ καὶ λόγῳ λόγος παραδιδοὺς ἡμᾶς παρήνεγκε περαιτέρω. Εἶμι δὲ ἐπ' αὐτὰς πάλιν τὰς πράξεις, ἐπειδὴ περὶ ὧν ἐβουλόμην ἐν τῷ μέσῳ διέλαβον. Τίνες οὖν ἀρετῆς ἀγωνισταὶ καλλίους; ἢ τίνες τῶν πώποτε διαρκέστερον τὴν ἐπίδειξιν αὐτῆς ἐποιήσαντο; Οἳ καὶ χρυσῷ καὶ ἀργύρῳ καὶ σιδήρῳ καὶ τοῖς πᾶσιν ἀήττητοι διεγένοντο, καὶ πάντα ἀπέφηναν ὁμοίως ἄχρηστα τῷ βασιλεῖ, ὥσπερ ἂν εἰ ἐκρύπτετο ὑπὸ γῆς ἔτι, πενίαν μὲν ἀντὶ πλούτου τιμήσαντες, κινδύνους δὲ ἀντ' ἀσφαλείας ἑλόμενοι, δικαιοσύνην δὲ ἀντὶ τῆς βασιλέως τοσαύτης φιλανθρωπίας. Ἀλλ' ἵνα μὴ πλέον τῶν ἀναγκαίων παραιτούμενος αὐτῷ τούτῳ μηκύνω, πρὸς τοὺς ἑξῆς τῶν λόγων καὶ συνεχεῖς καὶ δὴ τρέψομαι. Ἀλλὰ γὰρ ἐνταῦθα μὲν ὥσπερ ἄκων ἐνέπεσον, καὶ καθ' ὁδὸν τοῦ λόγου [_μ_ᾶ_λ_λ_ο_ν] ἢ προειδόμενος· οὐ γὰρ εἰς τοῦτο ὁρῶν ἠπειγόμην. Τὸ καθ' ὁδὸν ἢ κατ' ἀξίαν λέγει, ὥσπερ ἐστὶν εὐθεῖα ἡ ὁδός, ἢ ὥσπερ συμβαίνει ἐν ὁδῷ γενέσθαι· πολλάκις γάρ τις ἀπερχόμενος τήνδε τὴν ὁδόν, ἄλλην ἕλκοντος αὐτὸν βαδίζει φίλου. Ὁμοῦ δὲ πρὸς πᾶσαν τὴν τῶν Περσῶν ἀρχὴν διακινδυνεύοντες [_ἐ_ν_ _τ_ῇ_ _γ_ῇ] ἀντ' ἀριθμοῦ σωμάτων ἐθνῶν ἀριθμοὺς διαφθείροντές τε καὶ λαμβάνοντες. Ἤδη δὲ καὶ δύο τρόπαια εἰς μίαν ἡμέραν ἦλθε, καὶ ναυμαχία πεζομαχίᾳ παρισώθη. Μόνοι δ' ἀνθρώπων τῶν εἰς κοινὸν πολιτευσαμένων τὴν μὲν οἰκείαν ὥσπερ ἀλλοτρίαν ἐνόμισαν, τὴν δ' ἀλλοτρίαν οὐχ αὑτῶν ἀλλοτρίαν ἀλλὰ τῶν σὺν κακίᾳ νεμομένων. Φυλάκων δ' ἐβίωσαν βίον, οὐδὲ τούτων ἱδρυμένων, οὐδέ γε ἑνὸς τόπου τινὸς περιπόλων. Ἀλλὰ τοῦ διὰ πάσης γῆς Ἑλληνικοῦ περιπόλους ἐκείνους χρὴ καλεῖν. Ἕως ἔγνω βασιλεὺς ἀνταίρων τῇ πόλει παραπλήσιον ποιῶν ὥσπερ ἂν εἰ πρὸς φλόγα πολλὴν ἐπιοῦσαν ὕλην ἐπηρμένος ἠγωνίζετο. Οὐδὲν γὰρ [_ἦ_ν] ὅ τι οὐκ ἔπασχεν, ἀλλ' ἀνηλίσκετο αὐτὸς ἐξ αὑτοῦ, καὶ τὴν χώραν ἐπιτείχισμα τῆς ἑαυτοῦ σωτηρίας ἔχων ᾔσθετο. Τὴν ἰδίαν χώραν καθ' ἑαυτοῦ· ἐξ αὐτῆς γὰρ οἱ Ἀθηναῖοι ἤτοι τῆς Ἀσίας ὡς ἐξ ὁρμητηρίου ἀφορμῶντες ἔβλαπτον αὐτόν. Εἶχε μέν [_γ_ε] πρὸ τοῦ τὸν μέχρι Πηνειοῦ τόπον. Καίτοι τὸ θαυμαστὸν ἀφεῖλον, ὡς ἤδη τι θαυμαστὸν λέγων. Εἶχε πάντα τὸν μέχρι τῆς Ἀττικῆς, ἕως ἐνέτυχε 246.α τοῖς ἐκ τῆς Ἀττικῆς ἐν τῇ θαλάττῃ· τοσοῦτον παρελήλυθε τὸν ὀμφαλὸν τῆς γῆς τε καὶ τῆς Ἑλλάδος τοὺς Δελφούς. Ἐκ δὲ τῶν τῆς πόλεως ἀγώνων καὶ ἀποστόλων τοσοῦτον κατῆλθεν, ὥστε ὡμολόγησε δυοῖν μὲν ὅροιν εἴσω μηκέτι πλευσεῖσθαι, πρὸς μεσημβρίαν μὲν Χελιδονέας, πρὸς δὲ ἄρκτον Κυανέας θέμενος, θαλάσσης δ' ἀφέξειν ἴσον πανταχῇ σταδίους πεντακοσίους· ὥστ' εἶναι τὸν κύκλον τοῦτον ἀντ' ἄλλου τινὸς στεφάνου τοῖς Ἕλλησιν ὑπὲρ κεφαλῆς, καὶ τὴν φρουρὰν ἐξ αὐτῆς τῆς χώρας τοῦ βασιλέως. Καίτοι τί κάλλιον εἴποι τις εἰρήνης ἢ πολέμου κεφάλαιον, ἢ πρὸς Ἕλληνας ἢ πρὸς βαρβάρους, ᾧ κατέκλεισε τότε τὰς πράξεις ἡ πόλις, καὶ ταῦτα μέντοι τοσαῦτα καὶ τοιαῦτα διῆλθε σὺν πολ λοῖς ὅμως ἐναντιώμασι τῶν Ἑλλήνων, καὶ πάντων ὥσπερ 437

ἀνθελκόντων. Τὸ γὰρ ἐν πολέμῳ καὶ φιλονεικίᾳ τῶν Ἑλλήνων πρὸς αὐτὴν καθεστηκότων τῆς ὑπὲρ τῶν Ἑλλήνων προνοίας μηδὲν μᾶλλον ἀφεῖσθαι, ἀλλ' ὑπὲρ τῶν κοινῇ συμφερόντων βασιλεῖ πολεμεῖν διὰ γῆς ἁπάσης καὶ θαλάττης, ποσῇ τινι [_χ_ρ_ὴ] τῇ μεγαλοψυχίᾳ προσθεῖναι; Χωρὶς τοῦ τοσαῦτα μερισθῆναι, καὶ πάντων ὡς μόνων ἑκάστων ἐφικέσθαι, τῆς μὲν γνώμης τὴν ἀνδρείαν, τῆς δὲ παρασκευῆς τὴν ὑπερβολὴν παρέχειν θαυμάσαι; Τά τε γὰρ πρὸς τοὺς βαρβάρους ὡς πᾶσαν ἄγουσα ἀπὸ πάντων σχολήν, οὕτω διῳκήσατο, καὶ τοῖς ἐνοχλοῦσι τῶν Ἑλλήνων οὐδὲν μᾶλλον ὑπῆρχε χρήσασθαι τῷ καιρῷ, ἀλλὰ καὶ τούτοις οὕτως ἀπήντησεν, ὥστε σὺν πέντε καὶ σὺν πλείω ταῦτ' ἔχειν ἀριθμεῖν, ὥσπερ ἄλλα ἄττα συλλήβδην ἀριθμούμενα. Ἐνίκων μέν [_γ_ε] ναυμαχίᾳ Πελοποννησίους ἐπὶ Κεκρυφαλίᾳ, ἐνίκων δ' Αἰγινῆτας πρὸς Αἰγίνῃ, καὶ Πελοποννησίους αὖθις. Μεγαρεῦσι δ' ἔστησαν τεῖχος μέχρι θαλάσσης, καὶ τὴν ἐλευθερίαν ἅμα καὶ [_τ_ὴ_ν] χώραν διεφύλαξαν. Ἐνίκων δὲ Κορινθίους πρὸ Μεγαρέων· καὶ πρὶν δώδεκα ἐξήκειν ἡμέρας ἐνίκων αὖθις ἑτέραν, οὐ καλῶς τὸ τρόπαιον ὑφαρπάζοντας. Καὶ οὔπω ταῦτα μεγάλα· ἀλλ' εἰρήσεται γάρ, κἂν ἐπείγωμαι· ἡ γὰρ προσθήκη δείξει τὸ πᾶν. Ἀπῆσαν μὲν γὰρ αἱ δυνάμεις τῇ πόλει, ἡ μὲν [_κ_α_τ_ὰ_ _τ_ὴ_ν_ _τ_ῶ_ν] Αἰγυπτίων χρείαν, [_ν_ῆ_ε_ς_ _π_λ_ε_ί_ο_υ_ς_ _ἢ_ _τ_ο_τ_'_ _ἦ_σ_α_ν_ _ἐ_ν_ _τ_ο_ῖ_ς_ _ _ _Ε_λ_λ_η_σιν αἱ σύμπασαι σχεδόν], ἡ δ' Αἰγίνη προσεκάθητο, ὅπερ καὶ τοὺς ἐναντίους μᾶλλον ἐπῆρεν ὁρμῆσαι πρὸς τὰ Μέγαρα· ᾤοντο γὰρ εἶναι σχολὴν Ἀθηναίων εἰς τὸ ἔργον ἑαυτοῖς. Εἰ δ' ἄρα καὶ τὰ δεύτερα νικῴη, ἀλλ' ἑτέραν πολιορκίαν λύσειν τῆς Αἰγίνης· οὐ γὰρ ἄλλοθέν γε λοιπὸν ἥξειν αὐτούς. Οἱ δὲ τοσοῦτον κατεγέλασαν τοῦ σοφίσματος, ὥστε οὐδὲν μᾶλλον οἱ πρὸς Αἰγίνῃ τότε ἐκινήθησαν τῶν ἐν Αἰγύπτῳ καὶ μηδὲν πεπυσμένων. Ἀλλὰ μὴν μόνη μὲν ἁπασῶν πόλεων ἰδίοις κινδύνοις κοινὴν ἅπαντι τῷ γένει τὴν ὠφέλειαν ἐπορίσατο, μόνη δὲ ἐκ τῶν κοινῶν εὐεργεσιῶν τὴν ἡγεμονίαν ἐκτήσατο, καὶ μετέθηκε τὸν θεσμόν· οὐ γὰρ ἐξ ὧν κατεδουλώσατο τὰς πόλεις ἔσχε τὴν ἀρχήν, ἀλλ' ἐξ ὧν ἐποίησεν ἐλευθέρας. Ὥστε συμβῆναι τοὺς αὐτοὺς χρόνους τοῖς μὲν Ἕλλησι τὸ τῆς ἐλευθερίας, τῇ δὲ πόλει τὸ τῆς ἀρχῆς κέρδος ἐνεγκεῖν. Μόνοι γὰρ ἑκόντων ἦρξαν, καὶ μόνος οὗτος δήμων ὥσπερ εἷς ἄρχων αἱρετὸς ἐξ ἁπάντων ἐνίκησε, τοὺς μὲν βαρβάρους τοῖς ὅπλοις βιασάμενος, τοὺς δ' ὁμοφύλους οὐ πείσας ἀλλ' ὑπ' αὐτῶν ἄρχειν πεισθείς, σύμβολον δικαιοσύνης ἔχων τὴν ἀρχήν, ἀλλ' οὐκ ἀδικίας. Εἰ δὲ δεῖ διελόντα εἰπεῖν, μόνη πόλεων τῶν μὲν βαρβάρων ἀκόντων, τῶν δὲ Ἑλλήνων ἑκόντων ἔσχε τὴν ἀρχήν. Ποίᾳ ταῦτ' ἔστι ψυχῇ παραβάλλειν ἀνθρωπίνῃ, καὶ τίνος οὐκ εὐτυχίας μᾶλλον θαυμάσαι; Γενομένου δὲ τοῦ μεγάλου πάθους· οὐ γὰρ [_ο_ὖ_ν] σιωπήσομαι, ἀλλὰ καὶ τοῦτο ἔτι μείζω μοι δοκεῖ δεικνύναι τὴν πόλιν. Οὕτω γὰρ τοῖς ὑπολοίποις προσηνέχθη πράγμασιν, ὥσπερ ἂν εἰ πᾶσαν εἰλήφει τὴν Σικελίαν. Οὐ γὰρ ἐστερημένῃ δυνάμεως ἐῴκει, ἀλλ' ἄρτι προσκε κομμένῃ. Καὶ τὴν μὲν τῶν τρόπων εὐκολίαν καὶ σωφροσύνην καὶ τάξιν διαίτης, ἣν ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν συγχωρῆσαι προείλοντο, οὐδ' ἂν εἷς ἀξίως εἴποι. Περιστάτων δ' αὐτοὺς τῶν Ἑλλήνων ἁπάντων, καὶ τῶν μὲν ὑπαρχόντων πολεμίων τότε πρῶτον λαβόντων ἐλπίδας καὶ παροξυνθέντων ὑπὸ τῆς τύχης, ἐπελθόντων δὲ τῶν ἐκ Σικελίας, μεταστάσης δὲ τῆς συμμαχίας ὀλίγου δεῖν ἁπάσης, καὶ νήσων καὶ ἠπείρου καὶ πάντων ὡς εἰπεῖν πολεμίων καταστάντων, καὶ πανταχόθεν κεκυκλωμένοι, ἔτι δ' ἀγνωμοσύνης ἀπροσδοκήτου συμβάσης ὥστε καὶ βασιλέα κληθῆναι κατὰ τῆς πόλεως ὑπὸ τῶν ἀπ' ἐκείνου σωθέντων ταῖς ἀπὸ τῆς πόλεως πράξεσιν, προσγενομένου δὲ [_κ_ἀ_κ_ε_ί_ν_ο_υ] μάλα ἀσμένως, καὶ 246.α συμπολεμοῦντος καὶ σώμασι καὶ ναυσὶ καὶ χρυσῷ, καὶ τίνα γῆς ἢ θαλάττης οὐ παρέχοντος ἀφορμὴν τῷ πολέμῳ; Ἦν μὲν οὖν οὐδεὶς ὅστις οὐκ ἂν ἤλπισεν, ἔξωθεν οὑτωσὶ σκοπῶν, ἀναρπασθήσεσθαι νῦν ἤδη τὴν πόλιν [_ο_ὕ_τ_ω_ _π_ο_λ_έ_μ_ῳ_ _β_α_ρ_β_ά_ρ_ω_ν_ _τ_ε_ _κ_α_ὶ_ _ _κ_ο_ι_ν_ῷ_ 438

_̔_Ε_λ_λ_ή_ν_ω_ν_ _σ_υ_ν_εχομένην]· οἱ δὲ οὕτω μετέστησαν τὰ πράγματα, ὥσπερ ἁπάντων τούτων ὑπὲρ αὐτῶν ἀλλ' οὐ κατ' αὐτῶν γινομένων, ἢ στρατηγούντων σφίσι τῶν πολεμίων. Διέλαβον δὲ τροπαίοις τὸν Ἑλλήσποντον ἄλλους ἄλλοσε καταδιώκοντες, ὥσπερ μελέτας μᾶλλον ἐν σφίσιν αὐτοῖς ἢ ναυμαχίας πρὸς τοὺς ἐντυγχάνοντας ἀεὶ ποιούμενοι. Εἴρηταί τε, καὶ ἐνεθυμήθην ὡς ἑτέρῳ προείρηται. Τέλος δ' ἐπὶ Κυζίκῳ συμπεσόντες ὁμοῦ Λακεδαιμονίοις καὶ τοῖς ἀπὸ τῆς Ἑλλάδος καὶ τοῖς ἀπὸ τῆς Ἀσίας βαρβάροις καὶ Φαρναβάζῳ λαμβάνουσι τὰς ναῦς παρὰ τοσοῦτον οὐ πάσας, παρ' ὅσας διέφθειραν. Ὥστε ἡ μὲν τοσοῦτον ὑπερβληθεῖσα ὑπὸ τῆς συστάσεως πόλις οὐδ' ὄνομα εἰρήνης ἐπ' ἐκείνων τῶν χρόνων ἐνενόησεν, οἱ δ' ἀπὸ τοσούτων καὶ τηλικούτων πλεονεκτημάτων ὁρμώμενοι πληγέντες κατέφευγον εὐθὺς ἐπὶ τὴν εἰρήνην. Ἔτι δὲ αὕτη μὲν πρὸς ἅπαντας ὁμοῦ πολεμεῖν ἠνάγκασται τοὺς ἐπιόντας ἢ κινοῦντας, τῶν δ' ἐναντίων οἱ πλεῖστοι πρὸς μέρος αὐτῆς ἀντήρκασιν, ἀθρόας δὲ τῆς δυνάμεως ἤ τις ἢ οὐδεὶς ἐπειράθη. Ὥστε ἡ τῶν Ἀθηναίων πόλις νενίκηκε μὲν πολλὰ δὴ πολλάκις, αὐτὴ δ' ἴσα καὶ ἀήττητός ἐστι. Τὸ δὲ πάντων μέγιστον, ὅτι αὐτῆς μὲν οὐδεὶς ἐκράτησεν (οὐδεὶς γὰρ αὐτῆς τὴν γνώμην παρεστήσατο, ἀλλὰ στρατιᾶς γέγονε πάντα τὰ τοιαῦτα ἀτυχήματα), αὕτη δὲ τὰς γνώμας [_τ_ῶ_ν_ _ἐ_ν_α_ν_τ_ί_ω_ν] ἅμα τοῖς ἔργοις δεδούλωται, Ξέρξην μὲν φεύγειν ἀπὸ τῶν πραγμάτων ποιήσασα ἐν εὐχῆς μέρει, Λακεδαιμονίους δὲ ἀνακλίνασα οὐχ ἧττον τοὺς ἀκούοντας ἢ τοὺς ἐν ταῖς μάχαις παρόντας καὶ πταίσαντας αὐτῶν. Εἰς τί ἀνέκλινεν; Ἢ εἰς τὸ ἐπιθυμῆσαι εἰρήνης; Εἰρήνην γὰρ Λακεδαιμόνιοι ἀπηξίωσαν ποιήσασθαι πρὸς Θηβαίους, μόνῃ τῇ τῶν Ἀθηναίων πόλει νομίζοντες εἴκειν εὐπρεπῆ συμφορὰν εἶναι. Ἀναμιχθέντες δὲ τοῖς ἄλλοις πολεμίοις οὐ μᾶλλον σῴζειν ἑτέρους εἶχον, ἢ τῶν ἄλλων ἐδέοντο σῴζειν σφᾶς. [__Ο_ἵ_ _γ_ε_ _ὀ_λ_ί_γ_ω_ν_ _μ_ὲ_ν_ _π_λ_ε_ί_ο_υ_ς_ _ὄ_ν_τ_ε_ς_ _ἢ_ _π_ε_ν_τ_ή_κ_ο_ν_τ_α_ _ο_ἱ_ πρῶτοι] ταῦτα δὲ βουλεύσαντες ὁμοῦ πρός τε τὴν Λακεδαιμονίαν ἀρχὴν γῆς καὶ θαλάττης οὖσαν, καὶ πρὸς τοὺς ἐν αὐτῇ τῇ πόλει κινδυνεύειν ὑπέστησαν, οἰόμενοι δεῖν ἢ ζῆν ἐν ἐλευθερίᾳ ἢ μὴ προσορᾶν τὸν ἥλιον κακίας μάρτυρα ἑαυτοῖς γενόμενον. Ἐνόσησε μὲν γὰρ τῇ τῶν πάντων ἀνθρώπων φύσει, ἰάθη δὲ τῇ ἑαυτῆς, ὥστε καὶ τοῦτο ζῆλον αὐτῇ μᾶλλον ἐνήνοχεν ἢ συμφοράν. Κρατήσαντες δὲ εὐψυχίᾳ τοὺς ἐχθρούς, ἐπιεικείᾳ τοὺς οἰκείους ἐνίκησαν. Χρησάμενοι δὲ ἀμφοτέροις, καὶ τῇ παρὰ τοὺς ἀγῶνας ἀνδρείᾳ καὶ τῷ μετὰ τὰς πράξεις ἃ δεῖ βουλεύσασθαι, οὕτως ἀνεκτήσαντο τὴν πόλιν. Ὥστ' εἴ τις βούλοιτο μὴ πάντα διηγεῖσθαι, ἐνεῖναι κλέψαι τὴν σύμπασαν ἐπὶ τοῦ πολέμου συμφοράν· οὕτως ἀκολούθως ταῖς ἄνω πράξεσι τὰς ἐφεξῆς καὶ προείλοντο καὶ κατώρθωσαν. [__Π_ό_σ_ῃ_ _τ_ι_ν_ὶ_ _τ_ῇ_ _π_ε_ρ_ι_ο_υ_σ_ί_ᾳ_ _χ_ρ_ὴ_ _ν_ο_μ_ί_ζ_ε_ι_ν_ _τ_α_ύ_τ_η_ν_ _ὑ_π_ε_ρ_αίρειν]; Ὁ δὲ οὐδενὸς ἧττον τῶν ὑπ' ἐκείνων πραχθέντων ἄξιον εἰπεῖν τε καὶ τιμῆσαι· Λακεδαιμονίων γὰρ ἃ τοῖς Τριάκοντα ἐδάνεισαν ἐπὶ τὸν δῆμον ἀπαιτούντων, ἐπειδὴ συνέβησαν, συνέτισεν ὁ δῆμος, ἵν' ἔργῳ τὰς συνθήκας βεβαιώσηται. Παράδειγμα δὲ ἀνθρώποις τῶν ἐν τοῖς δεινοῖς ἐλπίδων ἐγένοντο. Ὁ δῆμος ἤδη συνειλεγμένοι ἅμα τε εἰς χεῖρας παρῆσαν καὶ σχεδὸν εἰς λόγους, ὥσπερ ὑπὲρ ἀλλήλων, οὐχ ὑπὲρ ἑαυτῶν πολεμήσαντες ἑκάτεροι· ὥστε μὴ εἶναι διελέσθαι, πότερον τῶν ἐναντίων ἦν καταρᾶσθαι τὴν στάσιν, ἢ τῶν εὔνων συνεύξασθαι τῇ πόλει τοῦτόν γε λυθεῖσαν τὸν τρόπον. Ἐπεὶ δὲ τῆς εἰρήνης ἐμνήσθην, πάλιν ἐνταῦθα ἐπανελθεῖν βούλομαι βραχύ τι. Ὥστε καὶ πρώτη τοὺς βαρβάρους καὶ μόνη ἐνίκησε· καὶ σὺν ἄλλοις γενομένη οὐκ ἔλαττον τοὺς συμπαρόντας ἢ τοὺς ἀντιπάλους ἐνίκα. Ὥσπερ οἱ θηρᾶν ἀδύνατοι τὸ ληφθὲν ἀπροσδοκήτως οὐ μεθιᾶσιν, οὐδ' ἂν ἀποδόσθαι τις ἀξιώσῃ, τῆς ἀξίας τιμήσαιντ' ἄν, ἀλλὰ τὴν αὑτῶν ἀδυναμίαν προστιθέντες πλεονάζουσιν. Ἡ δέ, οἶμαι, συνειδυῖα ἑαυτῇ κρείττων οὖσα τοῖς ὅλοις, οὐδὲ πώποτε ἐμικρολογήσατο, ἐξ ἴσου τοῖς παροῦσι τὰ ἀπόντα ἐλπίζουσα. 246.α Διὸ πάντα ῥᾷον τοῖς πολεμίοις 439

ἀπέδωκεν ἢ ἐκεῖνοι τὰ σφέτερα αὐτῶν ἀπῄτησαν. Ἴσως μὲν οὖν κἀγώ τισιν ἄτοπον ποιεῖν δοκῶ, μεμφόμενος μὲν τοὺς συγκρίνοντας Ἀθηναίοις Λακεδαιμονίους, αὐτὸς δὲ εἰς τοὺς ὁμοίους λόγους προεληλυθώς, καὶ δι' αὐτά γε ταῦτα εἰρηκὼς αὐτούς, δι' ἅ φημι δεῖν μὴ λέγειν. Οὐ μὴν ἀλλ' ἐξ αὐτῶν γε τούτων καὶ μάλιστα ἄν τις κατίδοι ὡς οὔτε ἡ χάρις θαυμαστή, ἣν οἴονται τῇ πόλει κατατίθεσθαι, οὔτε ἐξεπίτηδες τά γε τοιαῦτα ἀγωνιστέον, ἀλλὰ κατὰ τὸ πάρεργον οἷον ὥσπερ νῦν ἐγώ. Ὥστε εἴ τις ἀξιοῖ καὶ ἡμῖν ἄρρητα ταῦτα εἶναι, σχεδὸν τούτου χάριν εἴρηται. Καὶ Λακεδαιμόνιοι τῶν Ἑλλήνων προέχοντες καὶ [_π_ρ_ο_κ_ι_ν_δ_υ_ν_ε_ύ_ο_ν_τ_ε_ς_ _ἐ_ν_ _τ_α_ῖ_ς_ _χ_ρ_ε_ί_α_ι_ς] παῖδες τῇ πόλει παραβάλλειν εἰσίν. Ὥστε ἐβουλόμην ἂν καὶ τὰ τρό παια ἃ μέλλω λέγειν ἀπ' ἄλλων ὑπάρχειν ἀνακείμενα τῇ πόλει, καὶ μὴ ἀναγκαῖον εἶναι προστιθέναι τοῖς πολλοῖς ὅτι ἀπὸ Λακεδαιμονίων. Νῦν δὲ αὐτὰ τὰ πράγματα ταύτην ἄγει, ὥστε οὐ τοῦ παρεξετάσαι χάριν εἰρήσεται, ἀλλὰ τοῦ μὴ παντάπασιν τὰς πράξεις παρελθεῖν· καὶ γάρ εἰσιν ἃς παρεξέλιπον. Δεῖ δέ, ὡς ἔοικεν, οὐ τοῦ τυχόντος δρόμου. Καὶ οὐχ ἓν εἶδος εὐεργεσίας ἐπεδείξαντο, ἀλλ' οὐδὲν εἶδος εὐεργεσίας ἀπέλιπον. Περιΐσταται δέ με παντοδαπὰ ὥσπερ ἐν συγγραφῇ τῶν αὐτῶν χρόνων, ἃ μὴ ὅτι πάντα διεξελθεῖν εὔπορον, ἀλλ' οὐδενὸς στρατηγοῦ πάντα ἑξῆς. Ὧν τί παρεὶς τίνος μνησθῶ; Ὃ δὲ δεῖ μάλιστα τῆς ἐκείνων φύσεως ἀγασθῆναι καὶ κρεῖττον ἢ κατὰ ἄνθρωπον ἡγήσασθαι· ἑξὸν γὰρ ἑαυτοῖς ἀκολουθοῦντας ἔχειν Λακεδαιμονίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἢ περιϊδεῖν ἐπὶ κεφαλὴν ὠσθέντας, συμμάχων, περιοίκων, οἰκετῶν [_ἁ_π_ά_ν_τ_ω_ν] ἐπανεστηκότων, ἐπὶ τοῖς ἴσοις ἐδέξαντο. Καὶ πορευομένης ὥσπερ φλογὸς τῆς Θηβαίων δυνάμεως ἐπὶ τὴν πόλιν τὴν Λακεδαιμονίων καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου, μόνοι καὶ Ἑλλήνων καὶ βαρβάρων προστάντες ἐκώλυσαν. Ἐξ ὧν οὕτως ὑπὸ πάντων ἑωρῶντο ὥστε καταστῆναι τὴν πόλιν συνέδριον τῆς συμμαχίας ἁπάσης. Ἔτι τοίνυν πότερον τῆς πόλεως ἢ τῶν συμβάντων κατηγοροῦσιν; Εἰ μὲν γὰρ τῆς πόλεως, οὐδέν, ὡς ἔοικε, τῶν μεγίστων ἐπίστανται, ἀλλ' ἐκπέφευγεν αὐτοὺς ἀφ' ὧν ἡ πόλις γνωρίζεται. Εἰ δὲ τὰ συμβάντα μέμφονται, οὐχ ὅμοια τοῖς ἄλλοις, ὡς ἔοικεν, οἷς προείληπτο ἡ πόλις νομίζοντες, οὕτω μέμφονται· ὥστε ἐξ ὧν τὸ πρᾶγμα κακίζουσι, τὴν πόλιν ἐγκωμιάζουσι. Τότε γὰρ κακία καὶ πόλεως καὶ ἰδιώτου δείκνυται, ὅταν ἢ μόνα τῳ προσῇ τὰ ὑπαίτια, ἢ πλείω τὰ φαῦλα τῶν ἐπιεικῶν ἐλέγχῃ τις ἢ μείζω· προσκείσθω γάρ. Ὅταν δ' ἐξετάζων διὰ πάντων ἑνὸς ἢ δυεῖν λαμβάνῃ, λέληθας ἐπαινῶν οἷς ἀφίης, ἄλλως τε εἰ μὴ δι' ἰδιώτου ποιῇ τὴν κρίσιν, ἀλλὰ πόλεως, [_κ_α_ὶ_ _τ_α_ύ_τ_η_ς] πρεσβυτάτης τῶν Ἑλληνίδων καὶ ᾗ πλεῖστα ὑπάρχει τὰ δέοντα συμβάντα. Ἅπασα γὰρ δήπουθεν ἀρχὴ τῶν κρειττόνων ἐστὶ καὶ παρ' αὐτὸν τὸν τῆς ἰσότητος νόμον. Εἰ δὲ μή, πῶς ἴσον ἢ ποῦ δίκαιον ἢ φόρους ἐκλέγειν ἀπὸ τῆς ἀλλοτρίας, ἢ νόμους τιθέναι τοῖς οὐδὲν δεομένοις, ἢ κρίνειν τὰ ἐκείνων, ἢ προστάττειν, ἢ πολεμεῖν, ἢ κτᾶσθαι τὰ μὴ προσήκοντα; Ὅλως γὰρ οὐδὲν τούτων ἀπὸ τοῦ ἴσου γίνεται. Ὥστ' εἴ τις ἀκριβολογεῖται περὶ τῶν δικαίων, καὶ σοφιστὴς εἶναι μᾶλλον βούλεται ἢ τῇ τῶν πραγμάτων φύσει συγχωρεῖν, οὐκ ἂν φθάνοι διαγράφων πάσας ἀρχὰς καὶ δυνάμεις ἁπλῶς, ὡς ἅπαντά γε ταῦτά ἐστιν ἐν τῷ θεσμῷ τοῦ κρείττονος. Εἶτα ὑπὸ σοφίας ἄνεισι μέχρι τῶν θεῶν ἐλέγχων, καὶ λέγων ὡς οὐδὲ οὗτοι τοῖς ἀνθρώποις ἐξ ἴσου προσομιλοῦσιν, ἄλλ' ᾕρηνται κρείττους εἶναι. Ἀλλ' οἶμαι ταῦτ' ἐστὶ γωνίας ἀξίων ἀνθρώπων, καὶ τὸν ἤλιον οὐχ ἑωρακότων, ὃς ἀφαιρεῖται τοὺς ἄλλους ἀστέρας τὸ φαίνεσθαι. Εἰ δὲ ἀναγκαῖον τὸ πάσῃ δυναστείᾳ καὶ πάσῃ περιουσίᾳ τὰ τοιαῦτα προσεῖναι, καὶ οὗτός ἐστιν ἀρχῆς θεσμός, μὴ ἀπὸ τοῦ ἴσου πρὸς τοὺς ὑπηκόους κρίνεσθαι, τότε νικῶν ἀπίτω τις ὅταν δείξῃ τῶν ἄλλων εἴτε Ἑλληνικῶν δυνάμεων εἴτε καὶ βαρβαρικῶν βασιλειῶν ἡντιναοῦν ἐλάττονι τῷ τῆς πλεονεξίας γιγνομένῳ χρησαμένην, ἢ τὸν τῶν Ἀθηναίων δῆμον ἔστιν εὑρεῖν. Φανήσεται γάρ, ἃ μὲν διαφερόντως ἐβουλεύσατο, ἑνὸς ἀνδρὸς ἤθει κεχρημένος τοῦ βελτίστου, ἃ δὲ 440

ἐγκαλοῦσί τινες, οὐ τῇ κοινῇ φύσει τῶν ἀνθρώπων ἐξαμαρτών, ἀλλὰ τῇ τῆς ἀρχῆς ἀκολουθήσας ἀνάγκῃ, καὶ δυνάμει μὲν ἄρχων καταστὰς τὸ ἐξ ἀρχῆς, φιλανθρωπίᾳ δὲ τὸ τῆς ἀρχῆς δεδοικὸς ἑκὼν μεθείς, καὶ σχε.α δὸν τῶν ἐγκλημάτων αἴτιος αὑτῷ γεγονώς. Πλείστῳ γὰρ τῷ κοινῷ καὶ μετρίῳ πρὸς ἅπαντα χρησάμενος, καὶ τρόπον τινὰ τῆς πολιτείας μᾶλλον κοινωνοὺς ποιησάμενος ἢ δυναστείας νόμῳ κατέχων, ταὐτὸν τοῖς χρηστοῖς ἔπαθε τῶν δεσποτῶν· οὐ γὰρ διὰ τὴν ἄλλην ἐπιείκειαν χάριτος παρ' ἐνίων ἔτυχεν, ἀλλ' εἴ τι προσηνάγκασεν, ἐπιφανῶς ἔδοξε βιάζεσθαι. Καὶ μὴν εἰ μὲν ἔχοντας τὸ τῶν ὑπηκόων σχῆμα ταῦτα εἰργασμένος φαίνεται, δῶμεν τοῖς ἐθέλουσι βλασφημεῖν· εἰ δὲ τοὺς μὲν ἀποστάντας καὶ παρ' ἀξίαν ὑβρίσαντας εἰς αὐτόν, τοὺς δὲ ἐκ τοῦ φανεροῦ πολεμίους ὄντας, ποτέροις ἄξιον ἐγκαλεῖν; Οἶμαί [_γ_ε] τοῖς τὴν ἀνάγκην παρασχοῦσιν. Ἐπεὶ κἀκεῖνοί μοι δοκοῦσιν ὥσπερ ἐνέχυρον αὐτὸ τοῦτο ἔχοντες ἐπαρθῆναι, καὶ τούτῳ μάλιστα πιστεύσαντες ἁμαρτεῖν, οὐ τῷ διὰ τέλους κρατήσειν τῆς πόλεως, ἀλλὰ τῷ μηδ' ἂν ληφθῶσι μηδὲν δεινὸν πείσεσθαι, ὡς Ἀθηναίους γε πεφυκότας σῴζειν. Δῆλον δέ· ἃ γὰρ περὶ Μιτυληναίων μετέγνωσαν, τίς ἔχει νικῆσαι πόλις οἷς ἐξ ἀρχῆς ἐβουλεύσατο; Ἐκεῖνοι γὰρ ἃ μὲν τῇ προτεραίᾳ διέγνωσαν, τῆς κρίσεως ἦν καὶ ὧν ἠδίκηντο· ἃ δὲ τῇ ὑστεραίᾳ μετέγνωσαν, τῆς πόλεως ἦν μόνης. Καὶ ἡ τριήρης τὴν τριήρη κατειλήφει. Θαυμάζω δὲ εἰ τῶν [_μ_ὲ_ν] ἰδιωτῶν τὴν ἔργῳ πάντες ἀπολογίαν τιμῶσι, τῆς πόλεως δὲ οὐχ ὁρῶσιν οἱ σεμνοί [_τ_ὰ_ ἔργα] δι' οἵων καὶ ὅσων ἀπολογεῖται περὶ τούτων. Καὶ ἡλίου μὲν καὶ σελήνης οὐχ ὅσα βλάπτουσι κατηγοροῦμεν, ἀλλ' ὅσων ἀγαθῶν αἴτιοι γίνονται θαυμάζομεν· τὴν πόλιν δ' ἐξ ὧν ἐνίοις προσέκρουσεν, ἀλλ' οὐκ ἐξ ὧν ἅπασιν ὡμίλησεν οὐδὲ ἐκ τῆς ὅλης φύσεως κρινοῦμεν; Οὐκ οἴομαί γε· ὥσπερ καὶ τῶν θεῶν εἴ τις ἂν κατηγοροίη τοὺς σκηπτοὺς καὶ τὰς βροντὰς, [_κ_ἂ_ν_ _ε_ἴ_ _τ_ι_ _σ_ε_ι_σ_θ_ῇ] τὰς ὅλας καὶ κοινὰς αὐτῶν εὐεργεσίας ἀμελήσας σκοπεῖν. Ἔχων δὲ πολλὰ καὶ τῶν ὕστερον εἰπεῖν, καὶ μάχας ἀτόπους καὶ τολμήματα θαυμαστὰ καὶ καρτερίας ὑπερφυεῖς, οὐκέθ' ὁρῶ τὸν καιρὸν ἀρκοῦντα. Τοσοῦτον δ' ἔτι προσθεὶς τοῖς περὶ τούτων λόγοις ἀπαλλάττομαι. Ὥσπερ γὰρ προειδυῖα ἐξ ἀρχῆς ἡ φύσις περὶ τῆς πόλεως, ὅσον τοῖς ἔργοις προέξει τῶν ἄλλων, κατεσκευάσατο αὐτῇ πρὸς ἀξίαν τοὺς λόγους, ἵνα αὐτή τε κοσμοῖτο ὑπὸ τῶν ἑαυτῆς ἀγαθῶν, κἄν τισι τῶν ἄλλων δέῃ, καὶ τοῦτ' ἔχῃ μετὰ τῶν ἄλλων χαρίζεσθαι. Πρότερον μὲν οὖν τοὺς καταφεύγοντας ἐφ' ὑμᾶς τῶν Ἑλλήνων διεσώζετε· νυνὶ δ' ἀτεχνῶς πάντας ἀνθρώπους καὶ πάντα γένη τῇ καλλίστῃ τῶν εὐεργεσιῶν ἀνέχετε, ἡγεμόνες παιδείας καὶ σοφίας ἁπάσης γινόμενοι. Ἀλλὰ μὴν πέντε μέν ἐστι μνήμη βασιλειῶν· μὴ γένοιτο δὲ πλειόνων. Τούτων δ' ἐπὶ μὲν τῶν Ἀσσυρίων τῆς πρεσβυτάτης αἱ πρῶται τῆς πόλεώς εἰσι πράξεις, καὶ ὅσα τῶν θείων εἰς τοῦτον ἐμπίπτει τὸν χρόνον· ἐπὶ δὲ τῆς δευτέρας ᾔρετο ἡ πόλις· τὴν δὲ τρίτην διὰ τέλους ἐνίκησεν· ἐν δὲ τῇ τετάρτῃ μόνη μὲν ἀντέσχεν, ἄριστα δ' ἀπήλλαξε τῶν ἄλλων· ἐπὶ δὲ τῆς πάντα ἀρίστης καὶ μεγίστης, τῆς νυνὶ καθεστηκυίας, τὰ πρεσβεῖα παντὸς ἔχει τοῦ Ἑλληνικοῦ, καὶ πέπραγεν οὕτως ὥστε μὴ ῥᾳδίως ἄν τινα αὐτῇ τὰ ἀρχαῖα ἀντὶ τῶν παρόντων συνεύξασθαι. Γνοίη δ' ἄν τις ὅσον τῇ πόλει περίεστιν ἐκ τοῦ παντὸς αἰῶνος εἰ τὰ ὑπάρχοντα αὐτῇ, πάντα μὲν οὐκ ἴσως δυνατόν, μᾶλλον δὲ σαφῶς ἀδύνατον, ἀλλ' ὅσα γε ἐγχωρεῖ, μερίσας, ἄλλο ἄλλῃ πόλει καὶ χώρᾳ προσθείς, εἶτα ἀγῶνα τῷ λόγῳ ποιήσειε καθάπερ ποιητῶν ἢ χορῶν· οὐ γάρ μοι δοκεῖ τὴν νικῶσαν εὑρεῖν [_ἂ_ν] ῥᾳδίως. Οἷον εἰ φιλοτιμοῖτο ἡ μὲν ὡς πρώτη τεκοῦσα τὸ τῶν ἀνθρώπων γένος, ἡ δὲ ὡς πρώτη δείξασα τοὺς καρπούς, ἡ δὲ ὡς πλείστοις μεταδοῦσα, ἡ δέ τις ὡς νόμους καταδείξασα, ἡ δὲ πανηγύρεις, ἡ δὲ ὡς ἐν καλλίστοις κεῖται γῆς ἅμα καὶ θαλάσσης, ἡ δὲ τοῖς τῆς σοφίας ἀγαθοῖς ἀγάλλοιτο, ἡ δὲ τὰς ἐν τοῖς πολέμοις πράξεις καταλέγοι, ἄλλη δὲ ὅσους ὑπεδέξατο τῶν Ἑλλήνων, ἡ δὲ τὰς ἀποικίας ἃς ἀπέστειλεν, ἡ δὲ ὅτι καὶ δοίη τις αὐτῇ τῶν ὑπαρχόντων τῇ πόλει, φήμ' 441

ἔγωγε μάλιστ' ἂν οὕτω γενέσθαι καταφανὲς ὁπόσοις τισὶ τοῖς κρείττοσιν ἡ πόλις ἡμῖν τὰς ἄλλας παρελήλυθεν. Ἃ γὰρ ἐξαρκεῖ νειμαμένη τῇ Ἑλλάδι, ταῦτα μόνη συλλήβδην ἔχει. Καὶ μὴν τῶν γε δωρεῶν [_ὡ_σ_α_ύ_τ_ω_ς] τὴν μεγίστην οὐ ῥᾴδιον εὑρεῖν, ἁμιλλάσθω δὲ καὶ περὶ τούτων ἄλλη πρὸς ἄλλην πόλις, ἡ μὲν τοὺς Δήμητρος καρποὺς κομίζουσα, ἡ δὲ τοὺς τοῦ Διονύσου, καὶ τούτους οὐ μόνον τοὺς ἀπὸ τῆς ἀμπέλου, ἀλλὰ καὶ τῶν ἄλλων ἡμέρων· ἡ δὲ τρίτη λεγέτω τὴν τῆς Ἀθηνᾶς δωρεάν, καὶ ταύτην διπλῆν. Ἆρ' οὐ πολ.α λαῖς πόλεσι μεριζόμενα ἐξαρκεῖ τὰ ἐκ τῶν θεῶν ἑκάστῃ φιλοτιμεῖσθαι ὡς ἐχούσῃ τὸ κάλλιστον; [__Ε_ἶ_ε_ν_·_ ἀλλὰ ταῦτα μὲν τοιαῦτα]. Τὰ δ' αὖ τοῦ μεγέθους καὶ τῆς ἄλλης κατασκευῆς τίς ἂν οὐκ ἄξια τῆς ὅλης τύχης εἴποι καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος; Τοῦτο μὲν αὐτὸν τὸν κύκλον τοῦ ἄστεως, μέγιστον μὲν τῶν Ἑλληνικῶν, κάλλιστον δὲ τῶν πανταχοῦ. Καὶ σιωπῶ τείχη καθήκοντά ποτε ἐπὶ τὴν θάλατταν, [_ἡ_μ_ε_ρ_η_σ_ί_α_ς_ _ὁ_δ_ο_ῦ_ _μ_ῆ_κος τὰ σύμπαντα], καὶ πρὸς τῇ θαλάττῃ κύκλους ἑτέρους ἀντιστρόφους τῶν περὶ τὴν πόλιν. Ἀλλὰ τοὺς δήμους πάρεστι δήπου θεωρεῖν, ὧν ἔνιοι λαμπρότερον τῶν ἀλλαχοῦ πόλεων κατεσκευασμένοι εἰσί, καὶ πάντα δὴ τὸν κόσμον καὶ τὸν παρὰ τῆς φύσεως καὶ τὸν παρὰ τῆς τέχνης ἐφάμιλλον κἀν τῇ πόλει κἀν τῇ χώρᾳ. Τῶν μὲν αὐ τοφυῶν ἀήρ τε οὗτος ἐξαίρετος τοῦ πολλοῦ, καὶ λιμένες τοσοῦτοι, ὧν εἷς ἕκαστος ἀντάξιος πολλῶν, ἔτι δὲ αὐτῆς τῆς ἀκροπόλεως ἡ θέσις, καὶ τὸ ὥσπερ αὔρας εὔχαρι προσβάλλον πανταχοῦ. Ὃ δὲ καὶ ἐν αὐτοῖς τούτοις ἄξιον ἐπισημήνασθαι. Ταῖς μὲν [_γ_ὰ_ρ] ἄλλαις πόλεσιν, ὅπως ἂν ἔχωσι τοῦ οὐρανοῦ, τῆς γε αὑτῶν χώρας ἐπιεικῶς ἡττᾶσθαι συμβέβηκε. Τοῦ δὲ πάσης Ἀττικῆς ἀέρος οὕτως ἔχοντος, ἄριστος καὶ καθαρώτατός ἐστιν ὁ τῆς πόλεως ὑπερέχων. [__Γ_ν_ο_ί_η_ς_ _δ_'_ _ἂ_ν_ _α_ὐ_τ_ὴ_ν_ _ἐ_π_ὶ_ _τ_ῇ_ _π_ό_ρ_ρ_ω_θ_ε_ν_ _ὥ_σ_π_ε_ρ_ αὐγῇ τῷ ὑπὲρ κεφαλῆς ἀέρι.] Καὶ τὰ μὲν [_π_α_ρ_ὰ] τῆς φύσεως τοιαῦτα, πολλὰ τῶν ὄντων ἀφελόντι· τῶν δ' αὖ τῆς τέχνης τί [_χ_ρ_ὴ] πρῶτον εἰπεῖν ἢ μέγιστον θεῖναι; Νεῴ τε γὰρ [_ἐ_ν_τ_α_ῦ_θ_α] οἱ αὐτοὶ μέγιστοι καὶ κάλλιστοι τῶν πανταχοῦ, καὶ ἀγάλματα, ἄνευ τῶν οὐρανίων, τῆς πρώτης τέχνης τὰ πρῶτα, καὶ παλαιὰ καὶ καινά. Πρὸς δὲ τούτοις βιβλίων ταμιεῖα οἷα οὐχ ἑτέρωθι γῆς φανερᾶς, καὶ μάλα τῶν Ἀθηναίων κόσμος οἰκεῖος, καὶ οἷα δὴ τῆς παρούσης ἐξουσίας [_τ_ε] καὶ διαίτης, λουτρά τε σεμνότητι καὶ τρυφῇ νικῶντα καὶ δρόμοι καὶ γυμνάσια. Ὥστε εἴ τις περιέλοι τῆς πόλεως τοὺς Ἐριχθονίους, τοὺς Κέκροπας, τὰ μυθώδη, τὰ τῶν καρπῶν, τὰ τρόπαια, τὰ ἐν τῇ γῇ καὶ τῇ θαλάττῃ, τοὺς λόγους, τοὺς ἄνδρας, πάντα δι' ὧν τὸν αἰῶνα διεξελήλυθε, σκοποῖτο δ' αὐτὴν ὥσπερ τὰς νῦν φρονούσας ἐφ' ἑαυταῖς, ἐξαρκεῖν αὐτὴν τοῖς ὁρωμένοις νικᾶν. [_ _̓_Α_λ_λ_ὰ] μόνη δὴ πόλεων τὰ μὲν παλαιὰ τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς καινοῖς· εἰ δὲ βούλει, τὰ μὲν παλαιὰ τοῖς καινοῖς, τὰ δὲ καινὰ τοῖς παλαιοῖς, τοῖς ἑαυτῆς λέγω τὰ τῶν ἄλλων. Ὅτι πολλάκις σχηματίζεται· σχηματίσαις δ' ἂν τὸ χωρίον μεταλαμβάνων καὶ οὕτω. Τὰ μὲν παλαιὰ τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς παλαιοῖς. Μᾶλλον δὲ ἀντὶ τοῦ· εἰ βούλει καὶ ἑξῆς, καὶ ἔτι τὰ μὲν παλαιὰ τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς καινοῖς. Εἶτα, πῶς εἶπον; Ἀλλὰ καὶ τὰ παλαιὰ τοῖς καινοῖς καὶ τὰ καινὰ τοῖς παλαιοῖς. Ἔτι δὲ εἴποι ἄν τις ἄμεινον, ἢ διέλοι δ' ἄν τις οἰκειότερον λέγων, ἢ οὐκ ἂν δια μάρτοις, καὶ πολλαχῶς ἄλλως. Ὡς δ' εἰπεῖν, ἅπαντα ἢ παρ' ὑμῖν ἐστι μόνοις ἢ καὶ παρ' ὑμῶν. Καὶ τριῶν ἕν γέ τι συμβέβηκε· τὰ μὲν γὰρ παρ' ὑμῶν ἤρξατο, τὰ δὲ ὡς κάλλιστα παρ' ὑμῖν ἐστι, τὰ δ' ὡς πλεῖστα. Εἰσὶ τοίνυν οἳ μηδὲν ἔχοντες φανερὸν δεῖξαι μηδὲ εἰπεῖν ἔργον ἑαυτῶν, μηδὲ ἐφ' ὅτῳ ἂν δικαίως φρονοῖεν, ἐπὶ τοὺς τρωϊκοὺς καταφεύγουσι χρόνους καὶ φιλοτιμίας ἀμφισβητοῦσιν οὐδ' οὕτω λέγοντες οὐδὲν κοινὸν ἑαυτῶν, ἀλλ' ἑνὸς ἀνδρὸς δόξης ἐξαρτώμενοι, ὥσπερ τινὲς γεωπεῖναι δι' ἑνὸς τῶν πλουσίων ἑαυτοὺς ποιούμενοι. Ἡ πόλις δὲ πρὸς τῷ μηδὲν δεῖσθαι τοιαύτης κατασκευῆς, οὐδὲ τούτου στέρεται τοῦ ἡδύσματος, ἀλλ' 442

ὁ κοινὸς τῶν Ἑλλήνων ποιητὴς ἐν τῷ καταλόγῳ τῶν νεῶν τε καὶ πόλεων τῶν Ἀθηναίων στρατηγὸν εἰς ἄκρον ἔφησεν ἐλθεῖν κοσμῆσαι ἵππους [_τ_ε] καὶ ἀνέρας ἀσπιδιώτας. Εἰς Μενεσθέα Ἀλέξανδρον ἀποτείνεται. Εἰ γὰρ δεῖ τῶν ἄλλων ἀποστάντα ὑπὲρ τῆς δημοκρατίας μόνον εἰπεῖν, φανήσονται τοῖς μὲν βουλήμασι καὶ ταῖς ἐπιθυμίαις πολλῷ προπετέστεροι καὶ ὑβριστότεροι πάντες οἱ τοῦ σχήματος τούτου μετασχόντες, τῷ δ' ἀξιώματι καὶ τῇ λαμπρότητι μηδὲ τοῖς ἀπὸ τῆς πόλεως γεγενημένοι. Καὶ μὴν ἐκεῖνό γε ἡ πόλις πρώτη κατέδειξε, μὴ τίθεσθαι πλούτῳ μηδὲ θαυμάζειν. Οὔτε γὰρ τοὺς ὑπερέχοντας ταῖς οὐσίαις οὐδὲ πώποτε ἐπῆρεν, ἀλλ' ὅσον μὴ ἀδικεῖσθαι διὰ τοῦτο, τοσοῦτον αὐτοῖς [_ἠ_ξ_ί_ο_υ] παρ' αὐτῆς ὀφείλεσθαι· οὔτε τοῖς ἀρετῇ μὲν ὑπερφέρουσι χρήμασι δ' ἡττημένοις οὐδαμοῦ πώποτε τὸ ἔλαττον ἔνειμεν, 246.α αἰσχρὸν οἶμαι νομίζουσα τῶν μὲν οἰκετῶν οὐ τοὺς εὐπορωτάτους ἀλλὰ τοὺς πιστοτάτους βελτίστους νομίζειν, τῶν δὲ ἐλευθέρων φασκόντων εἶναι τὴν ἀξίαν ὡρίσθαι χρήμασιν, ἀλλὰ μὴ ὁποῖός τις ἂν αὐτὸς ἕκαστος ᾖ, τοιοῦτον καὶ νομίζεσθαι. Ἐμοὶ μὲν οὐδὲ πένταθλοι δοκοῦσιν οἱ πάντα νικῶντες τοσοῦτον τοῖς πᾶσι κρατεῖν. [__Π_ρ_ά_γ_μ_α_τ_α_ _ε_ἶ_π_ε_ν_ _ἀ_ν_τ_ὶ_ _π_ρ_ο_σ_ώ_π_ο_υ_·_ _δ_έ_ο_ν_ _γ_ὰ_ρ_ _ε_ἰ_π_ε_ῖ_ν_ _ο_ἱ_ _τ_ο_ὺ_ς_ πεντάθλους νικῶντες, ὁ δὲ εἶπεν οἱ πένταθλοι.] Ἀντὶ τοῦ ἆθλος ἔχων πέντε ἀγωνίσματα, πάλην, δρόμον, ἀκόντιον, δίσκον, παγκράτιον, ἢ ἀντὶ τοῦ οἱ πέντε ἀγωνιζόμενοι. Ἢ οἱ ἐν τοῖς πέντε ἀγωνίσμασι νικῶντες. Οὐχ ὅτι δὲ οἱ πένταθλοι πάντα νικῶ σιν· ἀρκεῖ γὰρ αὐτοῖς τρία τῶν πέντε πρὸς νίκην. Λέγεται δὲ Πηλεύς, ὅτε ἦν μετὰ τῶν Ἀργωναυτῶν, τοῦτον θεῖναι τὸν ἀγῶνα πρῶτος· τὰ δὲ πέντε ἆθλα ἦν ἃ προείρηται· οἱ δὲ ἀντὶ τοῦ παγκρατίου τὸ ἅλμα συναριθμοῦσι. Καὶ τίς δήμων αὐτὸς ὀξύτερος καὶ πραότερος; Ἢ τίνες δημαγωγοὶ μᾶλλον ἄξιοι θαυμάσαι; Ἀετόν τε ἐν νεφέλαις αὐτὴν ὁ θεὸς καλεῖ πρὸς τὰ ἄλλα πολίσματα. Μόνη δ', ὡς ἔοικε, ταύτῃ πόλεων δύο τἀναντία συμβέβηκε· πλεῖστά τε γὰρ καὶ κάλλιστα [_ἀ_ν_θ_ρ_ώ_π_ο_ι_ς] εἴρηται περὶ ταύτης, καὶ οὐκ ἔστιν ἥτις ἐλαττόνων τετύχηκε. Πρὸ μὲν γὰρ τῶν ἄλλων τεθαύμασται, ἄξιον δ' αὑτῆς οὐδὲν ἤκουσε. Πρότερον μὲν οὖν ἠγάμην τὸ τῆς σοφίας ἀκούων πρυτανεῖον καὶ τὴν τῆς Ἑλλάδος ἑστίαν καὶ τὸ ἔρεισμα, καὶ ὅσα τοιαῦτα εἰς τὴν πόλιν ᾔδετο· νῦν δέ μοι δοκεῖ ταῦτα πάντα εἴσω πίπτειν. Ἀλλ' εἴ τινα χρὴ πόλιν θεῶν ὕπαρχον ἢ συγγενῆ προσειπεῖν, ἢ τῆς φύσεως τῆς ἀνθρωπείας εἰκόνα καὶ ὅρον, ἥδ' ἄν μοι δοκεῖ δικαίως κληθῆναι. Ἀνθ' ὧν, ὦ ἄνδρες Ἕλληνες, οὔτε φθόνον εἰκὸς ἔχειν τῇ πόλει οὔθ' ὑποχωροῦντας αἰσχύνεσθαι, ἀλλὰ συναύξειν ἐκ τῶν ἐνόντων καὶ φιλοτιμεῖσθαι. Τῶν γὰρ Ἀθηναίων νικώντων παρ' ὑμῖν ἐστι τὸ νικᾶν. Πάντας μὲν γὰρ πάντων ἂν εἶναι ἀρίστους ἀδύνατον· ὥσπερ δὲ ὅταν στρατηγὸς προέχῃ, μετέχει τῆς δόξης ἡ πόλις, οὕτω τῆς ἡγουμένης πόλεως τὰ εἰκότα τιμωμένης ἅπασι μέτεστι τῆς φιλοτιμίας. Οἶμαι δ' οὐδ' αὐτοῖς Ἀθηναίοις φέρειν αἰσχύνην, ἄν τις αὐτοῖς πρεσβεύῃ τὴν ἀκρόπολιν. Ἀντὶ τοῦ τιμιωτέραν καὶ ἐνδοξοτέραν τῆς πάσης Ἀττικῆς εἴ τις λέγοι τὴν ἀκρόπολιν. [__Χ_ρ_ὴ_ _τ_ο_ί_ν_υ_ν_ _κ_α_ὶ_ _ὑ_μ_ᾶ_ς_ _ὥ_σ_π_ε_ρ_ _ἀ_κ_ρ_ό_π_ο_λ_ί_ν_ _τ_ι_ν_α_ _ἢ_ _κ_ο_ρυφὴν νομίσαντας τῆς Ἑλλάδος καὶ τῶν ὁμοφύλων τὴν πόλιν, καὶ ἔργῳ καὶ λόγῳ κοσμεῖν, καὶ μετέχειν τῆς δόξης ἀλλ' οὐκ ἀποστερεῖσθαι νομίζοντας. Εἴργασται καὶ ἡμῖν ὁ λόγος ἀντὶ τοῦ πέπλου κόσμος Παναθηναίων τῇ θεωρίᾳ· δοῦναι δὲ χάριν τῆς αὐτῆς θεοῦ, ἧσπερ καὶ ὁ λόγος καὶ ἡ πόλις]. Ἀνεγνώσθη ἐκ τῶν Ἀριστείδου πρὸς Πλάτωνα ὑπὲρ ῥητορικῆς λόγοι τέσσαρες, τὴν αὐτὴν τῷ προειρημένῳ παρεχόμενοι χρείαν. Οἶμαι δεῖν, ὅστις μέλλει τὰ δέοντα ἐρεῖν ἢ ψήφου κύριος [_ὀ_ρ_θ_ῶ_ς_ _ἔ_σ_ε_σ_θ_α_ι], μὴ τοῦτο σκοπεῖν μηδὲ βασκαίνειν, εἴ τινι τῶν πρότερον καὶ δόξαν ἐχόντων ἑτέρως εἰρῆσθαι περὶ τῶν αὐτῶν συμβέβηκεν, ἀλλ' οὗ πανταχοῦ πλεῖστον εἰκός ἐστι λόγον εἶναι, τοῦτο κἀν τῷ παρόντι ζητεῖν ὁποτέρωθι τἀληθές, καὶ τοῦτο συμβούλεσθαι νικᾶν. Ἄτοπον γὰρ ἐν μὲν ταῖς ἐκκλησίαις μὴ τὸν πρῶτον εἰπόντα πιστεύεσθαι, μηδὲ ἐν 443

τοῖς δικαστηρίοις, ἀλλὰ τοῦτό γε εὖ εἰδέναι πάντας, ὅτι εἰ ταύτῃ ταῦτα κριθήσεται, τῶν φευγόντων οὐδεὶς ἀποφεύξεται· πάντες γὰρ δήπουθεν ὕστεροι τοῦ διώκοντος λέγουσιν· ἐν δὲ τοῖς λόγοις αὐτοῖς καὶ τῇ περὶ τούτων κρίσει τοὺς τῷ χρόνῳ προλαβόντας κρατεῖν, ἀλλὰ μὴ τοὺς ἀποδείξοντας περὶ ὧν ἀγωνίζονται. Καίτοι πῶς οὐκ ἀλογία πολλὴ τοὺς μὲν ἃ τῆς τοῦ σώματος τύχης ἔχεται μελετῶντας ἢ τιμῶντας οὕτω σφόδρα καὶ πρότερον τὸ τοῦ λόγου καλὸν καὶ δίκαιον τετιμηκέναι, [_ἤ_τ_ο_ι_ _τ_ῆ_ς_ _ε_ὐ_τ_α_ξ_ί_α_ς_,_ _ἐ_π_ε_ι_δ_ὴ_ _π_ᾶ_ν_ _τ_ὸ_ _ε_ὔ_τ_α_κ_τ_ο_ν_ _κ_α_τ_ὰ_ _λ_ό_γ_ο_ν_ γίνεται, τὸ δὲ ἄτακτον ἀλόγως], τοὺς δὲ ἐπὶ τῶν λόγων ἀνέχοντας, καὶ χωρὶς τῆς ἐν τούτοις διατριβῆς οὐδ' ἂν ζῆν δεξαμένους οὕτως ἀργῶς, μᾶλλον δὲ ἀδίκως ἔχειν, ὥστε ἑνὶ πιστῷ χρῆσθαι περὶ πάντων, ἄν τις φθάσῃ γενόμενος, καὶ τὰ ὀνόματα ἀντὶ τῆς ἀληθείας θαυμάζειν ᾑρῆσθαι, ὥσπερ νομίσαι δέον, οὐχ εὑρεῖν τὸ βέλτιον, καὶ τοὺς μὲν νόμους 247.α αὐτοὺς ἂν συμφέρῃ κινεῖν, τοὺς δὲ περὶ τῶν ἀεὶ μενόντων τῇ φύσει λόγους ἐπὶ τοῖς πρώτοις μὴ δέχεσθαι, ἀλλ' ὥσπερ ὅρους ἢ στήλας τοὺς προκατεσχηκότας πρεσβεύειν, καὶ ταῦτα οὐ λύειν ὥσπερ ἐν τοῖς νόμοις τοὺς προτέρους διὰ τῶν ἐναντίων δέον, ἀλλὰ τῆς αὐτῆς χώρας καὶ ἑτέρους ἀξιοῦν αὐτοῖς, καὶ τοῖς μὲν ὅρκοις τοῖς κοινοῖς προσπαραγράφειν ἐξεῖναι ἀνελεῖν καὶ προσθεῖναι ὅ τι ἂν σκοπουμένοις ὕστερον συνδοκῇ, οὓς δὲ ἀπὸ τῆς αὐτῆς ἐξουσίας ἀεὶ καὶ διὰ παντὸς ἐξετάζειν δεῖ λόγους, τῷ παρελθόντι χρόνῳ μόνῳ προσθεῖναι, ὥσπερ ἂν εἴ τις καὶ ὑγιαίνειν φάσκοι χρῆναι μόνους τοὺς πρώτους γενομένους, καὶ μηδὲ ἐκεῖνο ὁρᾷ, ὅτι ἡ τοιαύτη κρίσις καὶ ὁ λογισμὸς ὁ τοιοῦτος αὐτοῖς πρώτοις οὓς τιμῶσιν οὐ λυσιτελεῖ. Εἰ γὰρ τῷ χρόνῳ δεῖ συγχωρεῖν καὶ τὴν ἀξίαν ἀπὸ τούτου μετρεῖν οὐκέτ' ἔχει τόπον ἡ [_ν_ῦ_ν] παρὰ πάντων εἰς ἐκείνους αἰδώς. Ἴασος γὰρ [_ἂ_ν] οὕτω νικῴη [_π_ε_ρ_ὶ_ _λ_ό_γ_ο_υ_ς], καὶ Κρίασος καὶ Κρότωπος [_κ_α_ὶ_ __Φ_ο_ρ_ω_ν_ε_ύ_ς], καὶ εἴ τις Ἀργεῖος ἐκ μύθου, [_κ_α_ὶ_ __Δ_ε_υ_κ_α_λ_ί_ω_ν_ _ἀ_ν_τ_ὶ_ _τ_ῶ_ν_ νῦν βεβοημένων]. Ἐὰν οὕτω κρίνωμεν, ὡς οὐ Κόδρῳ γε μετέσται τῆς φιλοτιμίας, ἀλλὰ καὶ οὗτος παῖς οἷς εἶπον συμβαλεῖν καὶ οὐκ ἀρχαῖος· καὶ κατὰ μικρὸν οὕτω ζητήσομεν εἴ τις ἦν πρὶν σελήνην εἶναι. Ὁμήρου δὲ καὶ Ἡσιόδου καὶ τῶν εἰς ἡμᾶς νενικηκότων, Πλάτωνος, εἰ βούλει, καὶ Δημοσθένους καὶ τῶν ὀλίγον πρὸ τούτων οὐδ' εἰς πολλοστὸν χρόνον ἐλπὶς ὁμοίαν ἐγγενέσθαι δόξαν, συμπροιόντος ἴσου τοῦ πρὸ αὐτῶν ἐκείνοις ἀεί. Εἰ δὲ τοῦτο εὔδηλον ἅπασιν, ὅτι καὶ οὗτοι φύσει καὶ δυνάμει διενεγκόντες τοὺς πρὸ αὑτῶν ἀπέκρυψαν οὐδὲ τοὺς ὕστερον παντάπασιν ἅπαντας ἀπείργειν εἰκός, οὐδ' ἀπιστεῖν, εἴ τις καὶ τοῦ νυνὶ χρόνου μετεσχηκὼς ἔχει συμβαλέσθαι γνώμην περὶ ὧν πρόκειται λόγος, [_ἀ_λ_λ_ὰ_ _π_α_ρ_'_ _α_ὐ_τ_ῶ_ν_,_ _ὡ_ς_ ἔοικεν, ὧν τιμῶμεν ὑπάρχειν εἰδότας τὸ προσιέσθαι καὶ προσέχειν ὁπόσον διαφέρει]. Ἅπαντας μὲν οὖν τοὺς παλαιοὺς αἰδεῖσθαι μὲν ἴσως δίκαιον, φρίττειν δὲ οὐκ ἄξιον, εἴπερ μὴ τοὺς ἐπὶ τοῖς λόγοις ὀνομασθέντας μᾶλλον ἢ τοὺς λόγους αὐτοὺς δεῖ δοκεῖν τιμᾶν· [_ὅ_τ_ι_ _δ_'_ _ε_ἰ_ _π_ρ_ὸ_ς_ ἄλλον τινά, χρὴ γνώμης οὕτως ἔχειν καὶ πρὸς Πλάτωνα, οὐκ ἄλλου δέομαι μάρτυρος, ἀλλ' αὐτὸς ἐξαρκεῖ οὐ μόνον οἷς ἁπανταχοῦ βοᾷ καὶ παρακελεύεται μηδὲν πρότερον ποιεῖσθαι τῆς ἀληθείας, ἀλλὰ καὶ ὀλίγῳ τῷ παραδείγματι]. Εἰ γὰρ ἐκεῖνος Ὁμήρῳ τῷ τοσοῦτον πρὸ αὐτοῦ περὶ πολλῶν ἐπιτιμῶν οὐκ ἀπεστέρηται λόγου, ἀλλ' ἔχει πρὸς τοὺς ἀγανακτοῦντας ὅ τι εἴπῃ, κατ' αὐτόν, ὡς ἔοικε, Πλάτωνα καὶ τοὺς ἐκεῖνον ἐπαινοῦντας καὶ πάσης αἰτίας ἀφιέντας ἔστι, κἂν ἄλλος τις ἐκείνῳ δοκῇ τι λέ γειν ὑπεναντίον, τολμᾶν ἀκροᾶσθαι μήπω τοῦτο ἔγκλημα ποιουμένους, ἀλλ' ἐὰν τοῖς περὶ τῶν πραγμάτων λόγοις ἀπολειφθῇ. Καὶ γὰρ ἂν εἴη δεινόν, εἰ ἐκεῖνος μὲν ὑποστὰς κατηγορεῖν ἐκ προφανοῦς οὐκ ἀπεστέρησε τρόπον γέ τινα αὐτὴν τῶν ὑπὲρ ἑαυτῆς λόγων, ἀλλ' ἀπέδωκε δυσὶ καὶ τρισὶν ἀντειπεῖν ὡς γοῦν ἐν σχήματι διαλόγων, ἡμεῖς δὲ οἱ τὸ ὅλον βοηθεῖν ἔχοντες καὶ προῃρημένοι μὴ 444

τολμήσομεν, ὥσπερ τοσαῦτ' ἀντιλέγειν Πλάτωνι δέον, ὁπόσα ἂν αὐτὸς πρὸς αὑτὸν βουληθείη. Ἄτοπον δέ μοι δοκεῖ, εἰ Πλάτων μὲν οὐκ ᾐδέσθη ψέγων ῥητορικήν, ἧς ἴσως γε καὶ αὐτῷ μετῆν, ἡμεῖς δ' αἰσχυνόμεθα ὑπὲρ ῥητορικῆς λέγοντες, μή τις δι' ἐκεῖνον ἀχθεσθείη. Χωρὶς δὲ τούτων, εἰ μὲν μηδὲν ἀντειπεῖν δεῖ ἀλλ' ἐρήμην ἑαλωκέναι καθάπερ ἐν δικαστηρίῳ, καὶ ταῦτα λόγων τέχνην οὖσαν, ἄλλο τι τοῦτ' ἂν εἴη τὸ ἐπίταγμα. Εἰ δ' ἔστιν ὅντινα δεῖ, σχεδὸν ἡμῖν ἂν πρέποι, ἵνα καὶ τὸ δίκαιον εὐθὺς ἐν αὐτῷ τούτῳ πρώτῳ δείξωμεν, οὗ προεστήκαμεν· ὡς ἔστιν οὐ λόγον σῷζον, παρ' ἧς τὸ τοῖς ἄλλοις συναγορεύειν ἔστι, ταύτῃ τῶν παρ' αὐτῆς μὴ μεταδοῦναι, ἀλλὰ δυεῖν θάτερον, ἢ τοιοῦτον εἶναι δοκεῖν αὐτὴν οἷον Πλάτων βεβούληται, ἢ τοιοῦτον εἶναι δοκεῖν ποιῆσαι. Οὐ γάρ ἐστιν ἓν τοῦτο ὃ πανταχοῦ, ὅτι τὰς αἰτίας ἡ σιωπὴ βεβαιοῖ· ἀλλ' ἅμα τῶν τε δικαίων οὐ τεύξεται, καὶ τὸ σεμνὸν αὐτῆς ἐπ' αὐτῆς ἐξελήλεκται· δόξει γὰρ οὐχ οἵα τε εἶναι σῴζειν τὰ δίκαια. Ἐνταῦθα ἀπόδειξις μὲν οὐδ' ἡτισοῦν ἐστιν, οὐδ' ἔλεγχος ἀνάγκῃ προεληλυθώς· ὑπόκειται δὲ ἁπλῶς ὥσπερ ἐξόν, οὗ πολὺς ἱδρὼς πρότερον, οὐδὲν διαφερόντως ἢ εἰ χάριν ᾔτει τοὺς ἀκούοντας ταῦτα συγχωρῆσαι. Καίτοι εἰ τὰ ζητούμενα ὡς ὁμολογούμενα ὑποτίθεσθαι γέλως, πῶς εἰκός, ἅ γε ζητεῖν γέλως ταῦτα ἐξ ἀρχῆς ὑποτίθεσθαι; Πῶς γὰρ οὐ γέλως, εἰ τῆς αὐτῆς φύσεως ῥητορικὴ καὶ ὀψοποιητική, ζητεῖν; Ὁ δὲ ὥσπερ ὁμολογούμενον εἴ.α ληφεν αὐτό. Γνοίη δ' ἄν τις ἐκείνως, εἰ τὸ τῆς ῥητορικῆς ὄνομα ἐξελὼν τὸ τῆς φιλοσοφίας ἀντ' ἐκείνου ὄνομα μεταλάβοι καὶ ἐπὶ τούτῳ πᾶσι τοῖς αὐτοῖς χρήσαιτο. Καὶ μηδεὶς μήτ' ἀγροικίαν μήτε ψυχρότητα καταγνῶ τοῦ λόγου. Μάλιστα μὲν γὰρ οὐ δήπου δυοῖν ἐπιστήμαιν ἢ δυνάμεοιν τοῖς μὲν τὴν ἑτέραν προϊσταμένοις οὐδ' ἂν ὁτιοῦν βλασφημῶσιν εἰς τοὺς ἑτέρους, οὐδὲν ἄγροικον ὑπεῖναι φήσομεν, τοῖς δ' οὐδὲ τοῖς αὐτοῖς ἀμύνεσθαι δώσομεν· ἔπειτ' οὐ τοῦ φορτικοῦ χάριν εἰρήσεται, ἀλλὰ τῆς ἀποδείξεως, ἣν οὐδαμοῦ τούτοις εἶναί φαμεν. [__Π_ο_λ_λ_ῷ_ μέντ' ἂν πλέον ἐκείνων ἐλλείποιμεν τοῦ σωφρονεῖν.] Οὐκοῦν παρὰ πάντων ὡς εἰπεῖν τῶν θεῶν μαρτυρία καὶ ψῆφος ἐπῆκται τοῦ μηδενὸς ἄξιον εἶναι τὸν τοιοῦτον λόγον, ὅστις ἢ τὴν τέχνην ζητεῖ ἢ φαυλίζει τὸ μὴ σὺν ταύτῃ πανταχοῦ. Εἶτ' οὖν, ὦ πρὸς Διός, ἐν μέτρῳ μὲν εἰπεῖν μουσοληπτούμενον ἄνευ τέχνης οὐ δεινόν, ἀλλὰ καὶ θεῖον πολλάκις, [_ὥ_σ_π_ε_ρ_ _ο_ἱ_ _ῥ_ή_τ_ο_ρ_ε_ς], οὑτωσὶ δὲ εἰπεῖν τὰ βέλτιστα δεινόν, ἐὰν μὴ σὺν τέχνῃ; Ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ τὴν ἀνάγκην. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ ὁ μὲν ποιητὴς ἄνευ τέχνης ποιῶν ὀρθῶς τὸν ῥήτορα μιμήσεται καὶ τὰ βέλτιστα ἐρεῖ, ὁ ῥήτωρ δ' αὐτὸς οὐκ ἐρεῖ τὰ βέλτιστα, ἐὰν μὴ [_σ_ὺ_ν] τέχνῃ; Εἰ τοίνυν, ὦ Ζεῦ καὶ θεοί, μανία τίς ἐστιν ἀμείνων σωφροσύνης καὶ παρὰ θεῶν ἀνθρώποις γινομένη, πῶς ἄξιόν γε πᾶν τὸ μὴ τέχνῃ γινόμενον ψέγειν, ἢ πῶς ῥητορικὴν [_ἁ_π_λ_ῶ_ς] αἰσχρὸν ἡγεῖσθαι; Ὅτι Πλάτων αὐτὴν οὐ τέχνην νομίζει. Καίτοι αὐτὸς Πλάτων [_ἤ_δ_η] διορίζεται τὸ μὴ δεῖν ἐπὶ τῶν μεγίστων τέχνην ζητεῖν. Καὶ μὴν εἰ μὲν ἀξιόπιστος Πλάτων, αὐτός ἐστιν ὁ μὴ διδοὺς τῇ τέχνῃ τὰ πρεσβεῖα. Εἰ δὲ [_τ_ὸ_ _ἀ_ξ_ι_ό_πιστον ἦν ἂν] οὐδὲ τοῦτό τις συγχωρεῖ, πῶς ῥητορικὴ διὰ τοὺς ἐκείνου λόγους αἰσχρόν; Ἐγὼ δὲ ἀξιόπιστον μὲν τοῖς ὅλοις οὐδενὸς ἧττον τῶν Ἑλλήνων ἡγοῦμαι, ἡδέως δ' ἂν ἐροίμην τοὺς πρὸς ἐκείνου πότερον αὐτῷ μᾶλλον πιστεύειν ἄξιον ταῦτα ἢ κεῖνα. Καὶ μὴν εἰ τὰ μάλιστα σεμνός ἐστι, φαίνεται μαρτυρῶν ἡμῖν, ὥστε ὑπὲρ ἡμῶν σεμνός ἐστιν. Ὅταν γὰρ ἡμεῖς μὲν καὶ ἡμῖν αὐτοῖς ταὐτὰ λέγωμεν κἀκείνῳ, ἐκεῖνος δὲ μήθ' αὑτῷ μηδὲ ἡμῖν, οὐκ ἀντιλέγει μᾶλλον ἢ μαρτυρεῖ κατ' αὐτὸ τοῦτο μὴ τἀληθῆ λέγειν. Περὶ δέ γε τούτου τοῦ μέρους οὐκέτι ἐκ λόγου πρὸς Πλάτωνα ἀγωνιοῦμαι ὡς ἄρα πολλοὶ διὰ θείας μοίρας ἐσώθησαν. Οὐδέ μοι νεμεσήσει δήπουθεν οὔτε Αἰσχίνης ὁ Λυσανίου οὔτε ἄλλος οὐδείς, εἰ φαίην αὐτὸς ἔχειν μαρτυρῆσαι μᾶλλον τοῖς ῥήμασιν ἢ τῆς παρ' ἐκείνου πρὸς δὴ ταῦτα προσδεῖσθαι μαρτυρίας. Ἀλλ' ὡς ἀληθῶς ὥσπερ οἱ θεομάντεις οἱ τοῖς τῶν πραγμάτων ἐπωνύμοις τετελεσμένοι, παρ' αὐτῶν τῶν θεῶν ἔχω τὸ μάθημα· ὑφ' ὧν 445

ἃ μηδεὶς ἰατρῶν μήτε οἶδεν ὅτι χρὴ προσειπεῖν, μὴ ὅτι ἰάσασθαι, μήτε εἶδεν [_ἐ_ν] ἀνθρώπου φύσει συμβάντα, ἄλλοτε ἄλλαις παραμυθίαις τε καὶ συμβουλαῖς, ἐκ τοῦ θεοῦ διαφεύγω ζῶν παρὰ πᾶν τὸ ἐκ τῶν παρόντων εἰκός. Καίτοι τέχνης μὲν ἡμῶν οὐδ' ὁτιοῦν εἰς ταῦτα μέτεστιν οὐδενὶ δήπουθεν τῶν ἰωμένων, ἀλλὰ καὶ τοῦ καταφυγεῖν ἐπὶ τοὺς θεοὺς σχεδὸν ἀρχὴ τὸ τῆς τέχνης ὑπεριδεῖν ἐστιν. Ὅμως δὲ σὺν αὐτοῖς εἰπεῖν, οὔθ' οἱ θεοὶ τὸν τοιοῦτον ἡμῶν λογισμὸν ἀτιμάζουσιν, οὔτε πολλοὶ μετέγνωσαν τῶν πρὸ τῆς τέχνης τὴν παρὰ τῶν θεῶν τύχην ἑλομένων. Ὥστε καὶ τοὺς ἰατροὺς οὐδὲν κωλύει φρίττειν, ἐπειδὰν ἀκούσωσι πολλὰ τῶν ἔργων. Πότερ' οὖν τὰ ὀνείρατα ποιεῖ θεοῖς ἀνακεῖσθαι τὰ ἀνθρώπινα; Ἢ τὸ θεοὺς ἀνθρώπων κήδεσθαι ποιεῖ καὶ δι' ὀνειράτων ἀνθρώπους σῴζεσθαι; Ἐγὼ μὲν οἶμαι τοῦτο. Τί οὖν, ὦ μεγίστη σὺ γλῶττα τῶν Ἑλληνίδων, [_ἔ_φ_η_ __Κ_ρ_α_τῖνος ποιῶν; [Ἀλλ' οὕτω σφόδρα ταῦτ' οἰκεῖα τῷ Σωκράτους ἤθει καὶ προσήκοντα ἐκρίθη, ὥστε καὶ ταύτῃ τῇ δόξῃ γενέσθαι χώραν]. Δοκεῖ δέ μοι καὶ Σωκράτης αὐτός, εἰ καὶ μηδεὶς λόγος αὐτοῦ γραφῇ σῴζεται, οὐχ ἧττον οὔτε Πλάτωνος τοῦ σεμνοῦ οὔτε Αἰσχίνου τοῦ κομψοῦ μαρτυρεῖν, ἀλλ' ἔτι κάλλιον καὶ ὡς ἀληθῶς εἰς τὸ μέσον. Ὁμολογεῖται μὲν γὰρ λέγειν αὐτὸν ὡς ἄρα οὐδὲν ἐπίσταιτο, καὶ πάντες τοῦτό φασιν οἱ συγγενόμενοι· ὁμολογεῖται δὲ αὖ καὶ τοῦτο, σοφώτατον [_ε_ἶ_ν_α_ι] εἰρηκέναι τὴν Πυθίαν Σωκράτη. Πῶς οὖν ταῦτ' ἔχει; Οὐ γὰρ ἂν τόν γε τοῦ παντὸς ἐσφαλμένον ὡς ἀνέλοι σοφώτατον ἀνθρώπων πιστεῦσαι θεμιτὸν περὶ τοῦ θεοῦ. Τέχνην δέ, ὡς ἔοικεν, οὐκ ἔφασκεν ἀσκεῖν, ἀληθῆ λέγων· ᾧ γοῦν συν.α εγένετο Ἀναξαγόρᾳ οὐ τἀκείνου τιμήσας φαίνεται. Ἔτι δὲ εἰ μηδὲν ἐπίστασθαι τῶν δεόντων ἀμήχανον, ᾧ [_γ_ε] παρηκολούθει τὸ δαιμόνιον. Ὅτι δὲ οὐδὲν ἐπίσταιτο, αὐτὸς ἔλεγε. Λέγων δὲ οὐκ ἐψεύδετο, εἴπερ γε μηδ' ὁ θεὸς σοφώτατον αὐτὸν εἰρηκώς. Λοιπὸν οὖν, τί ποτέ ἐστι τὸ φάσκειν αὐτὸν οὐκ εἰδέναι; Οἶμαί γε τὸ μὴ τέχνῃ [_τ_ί_ _π_ο_τ_ε_ _ἐ_π_ί_σ_τ_α_σ_θ_α_ι]. Ἀλλὰ [_μ_ὴ_ν_ _ε_ἰ] μηδετέρως γ' ἂν σοφώτατος ἦν ἔτι μήτε ψευδόμενος περὶ αὑτοῦ, εἴπερ ἕν τι τῶν αἰσχρῶν τὸ ψεύδεσθαι, μήτε ἀληθῆ λέγων, εἰ τὸ μὴ χρῆσθαι τέχνῃ τῶν ἁπλῶς αἰσχρῶν ἦν, ἅμα Σωκράτης [_τ_ε] δι' ἀμφοτέρων μαρτυρεῖ τῷ λόγῳ καὶ ὧν ἔξαρνος ἦν καὶ ὧν ὡμολόγει, καὶ διὰ τοῦ Σωκράτους ὁ θεὸς μεμαρτύρηκε περὶ ἀμφοῖν, χρήσας ἐκεῖνον σοφώτατον εἶναι, ὥστε διπλῆν οὖσαν τὴν τοῦ Σωκράτους μαρτυρίαν ἑτέρᾳ κυρίᾳ τῇ παρ' αὑτοῦ βεβαιοῖ. Τὸ μὲν παρὸν ἐπιχείρημα διλήμματόν ἐστι, νοῦν δὲ τοιοῦτον δηλοῖ. Εἶπε (φησίν) ὁ Σωκράτης μηδὲν ἐπίστασθαι. Εἰ μὲν ἀληθῆ δῶμεν λέγειν αὐτόν, οὐ σοφὸς Σωκράτης, εἰ δὲ ψευδῆ, πάλιν οὐ σοφός· αἰσχρὸν γὰρ τὸ ψεύδεσθαι. Εἰ τοίνυν κατ' ἀμφότερα οὐ σοφός, καὶ κατ' ἀμφότερα σοφός, καὶ δι' ὧν ἀρνεῖταί τι εἰδέναι (οὐ γὰρ ᾔδει τέχνῃ, καὶ ἠλήθευε λέγων μὴ εἰδέναι) καὶ δι' ὧν ὁμολογεῖ τὸ δαιμόνιον αὑτῷ λέγειν. Καὶ διπλῆ δὲ μαρτυρεῖ Σωκράτης, μιᾷ μὲν ὅτι τὸ δαιμόνιον αὑτῷ προλέγειν φάσκει, δευτέρᾳ δὲ ὅτι λέγοι μὴ εἰδέναι. Καὶ ἑκατέραν μαρτυρίαν ἐπισφραγίζεται ὁ Ἀπόλλων, σοφώτατον εἶναι λέγων, τουτέστι μήτε ψευδόμενον, μήτ' αἰσχρὸν εἶναι τὸ μὴ εἰδέναι τέχνῃ. Εἰ δὲ δεῖ καὶ ποιητῶν παρασχέσθαι μαρτυρίας, ἔστι μὲν ἔργον ἢ τὰς ἁπάντων ἢ τὰς τῶν προκριθέντων διὰ πάντων παρασχέσθαι, ὅμως δέ, ὡς ἄν τις ἔχοι τῶν γνωριμωτάτων ἐκλέξας εἰπεῖν, ῥᾳθυμία παραλιπεῖν. Κοινῇ μὲν οὖν πάντες ποιηταὶ μαρτυροῦσι τὴν ἔργῳ μαρτυρίαν, εἴπερ εἰσὶ ποιηταὶ τῷ κρατοῦντι [_τ_ῷ_ _ὑ_π_ὲ_ρ_ _τ_ὴ_ν_ τέχνην] λόγῳ τῆς τέχνης. Ἀλλ' οὐ ταύτης δέομαι τὰ νῦν (ἔστι γὰρ ἐν τοῖς εἰρημένοις) ἀλλὰ τῆς κατὰ ῥῆμα. Οὐδὲ τοῦτο πάρεργον προσθεὶς οὐδὲ εἰκῇ οὐδὲ ἐφόλκιον [_ἄ_λ_λ_ω_ς_ _ἐ_π_ὶ_ _τ_ο_ῖ_ς_ _ἄ_ν_ω_,_ _ἀ_λ_λ_'_ _ἐ_ν_δ_ε_ι_κ_ν_ύ_μ_ε_ν_ο_ς_ _κ_α_ὶ_ _π_ρ_ὸ_ς_ _ἓ_ν_ σημαινόμενος ὅτι τοῦτο τὸ ἐν κόσμῳ καὶ λαμπρῶς οὐκ ἐκ τέχνης ἀλλ' ἐπινοίᾳ θεῶν παραγίνεται]. Εὑρεῖν οὖν, φησίν, ὦ Πλάτων κρεῖττον ἢ μαθεῖν; Καὶ τέχνη φύσεως δεύτερον, εἰκότως ὁ Ἡσίοδος καὶ φρονῶν οὕτω καὶ λέγων, καὶ τῆς δάφνης οὐκ ἀμνημονῶν, ἣν ἅμα τῷ 446

λαβεῖν ποιητὴς ἦν [_γ_ε_γ_ο_ν_ὼ_ς] ἐκ ποιμένος· ἐπεὶ καὶ τὰς τέχνας αὐτὰς καὶ τὰ ἐπιτηδεύματα φύσει δήπου διενεγκόντες ἄνθρωποι καὶ νικήσαντες ἀνεῦρον τὸ ἐξ ἀρχῆς. [__Ο_ὐ_ _γ_ὰ_ρ_ _α_ἱ_ _τ_έ_χ_ν_α_ι_ _τ_ὰ_ς_ _φ_ύ_σ_ε_ι_ς_ _ἐ_π_ο_ί_η_σ_α_ν_,_ _ἀ_λ_λ_'_ _α_ἱ_ _κ_ρ_ά_τ_ι_σ_τ_α_ι_ φύσεις τὰς βελτίστας τῶν τεχνῶν εὗρον. Ὥστε καὶ τῇ τάξει καὶ τῇ δυνάμει παρὰ τῇ φύσει τὰ πρεσβεῖα εἶναι.] Εἰ δὲ [_δ_ὴ] μηδ' ἁπλῶς ἀνθρώποις τὴν εὕρεσιν προστίθεμεν [_τ_ῶ_ν_ _τ_ε_χ_ν_ῶ_ν], ἀλλὰ θεοὺς ἡγήσασθαί φαμεν αὐτοῖς καὶ καταδεῖξαι, πῶς οὐκ εὔδηλον ὅτι πολλῷ τινος εἶναι νικῶντος δεῖ προσθήκην τὴν τέχνην; Καὶ μὴν εἰ τοῦτο δῆλον ἅπασι, καὶ πάντες ἂν συμφαῖεν μὴ θεοὺς παρ' ἀνθρώπων λαβεῖν τὰς ἐπιστήμας [_ἀ_λ_λ_'_ _ἀ_ν_θ_ρ_ώ_π_ο_υ_ς_ παρὰ θεῶν], καὶ διδασκάλων μὲν ἐκείνους μαθητῶν δ' ἡμᾶς τάξιν ἔχειν, τοσούτῳ κρεῖττον, ὡς ἔοικεν, εὑρεῖν ἢ μαθεῖν, ὅσῳ κρείττων ἀνθρώπου θεός. Οἱ μὲν γὰρ εὑρήκασιν ἅμα πάντα, ἡμεῖς δέ, οἶμαι, λαβόντες χρώμεθα. Ὀρθῶς ἄρα καὶ δικαίως ὁ τοῦ Ἑλικῶνος πρόσοικος, [_κ_α_ὶ_ _ὡ_ς_ _ε_ἰ_κ_ὸ_ς_ _ἦ_ν_ _τ_ὸ_ν_ _α_ὐ_τ_ὸ_ν_ _ἐ_κ_ _θ_ε_ῶ_ν_ _ἐ_π_ι_ν_ο_ί_α_ς_ λέγειν εἰληφότα, τὸν μὲν τοιοῦτον ἄνδρα ὡς θεὸν καὶ θεῷ ἐγγὺς πρῶτον καὶ] κράτιστον μὲν ἔφη, ὃς αὐτὸς πάντα νοήσει, τὸν δ' ἀκούσαντα καὶ μαθόντα δεύτερον. Εἰ γὰρ ἦν τὸ μαθεῖν ἄριστον καὶ πρῶτον, οὐδ' [_ἂ_ν] αὐτὸ [_π_ρ_ῶ_τ_ο_ν] τὸ μαθεῖν ἦν. Ἐχρῆν μὲν γὰρ [_δ_ή_π_ο_υ] μαθεῖν παρ' ἑτέρου, ὥστε οὐκ ἂν ἦν ὁ διδάσκων πρῶτος, εἰ τὸ μαθεῖν κρεῖττον καὶ πρῶτον ἦν. Παρὰ τοῦ γάρ, ὦ καὶ σὺ τὴν ποικίλην στοὰν κοσμήσας, ἀκούσῃ, τίσι πεισθῇ, εἰ κρείττων ὁ μαθών ἐστι τοῦ [_τ_ὸ] πρῶτον εὑρόντος, καὶ μὴ ἀνάγκῃ δεύτερος, εἴπερ τι μέλλοι μαθήσεσθαι; Πᾶς γὰρ ὁ μανθάνων ὡμολόγηκε δήπουθεν εἶναι χείρων αὐτῷ γε τῷ δεῖσθαι μαθεῖν. [_ _̔_Ω_ς_ _ε_ἴ_γ_ε_ _μ_ὴ_ _π_ε_ί_σ_ε_ι_ε_ν_ _α_ὑ_τ_ὸ_ν_ _δ_ε_ῖ_σ_θ_α_ι_ πρότερον, πῶς ἂν μάθοι; Ἢ πῶς ἄλλῳ γ' ἂν εἰπόντι πεισθείη]; Οὐκοῦν ἄτοπον τόν [_γ_ε_ _α_ὐ_τ_ὸ_ν] ὡμολογηκότα ‹.α εἶναι χείρω, τοῦτον ἀμείνω καλεῖν, καὶ ταῦτα δι' αὐτὸ τοῦτ' ἐπαινούμενον, ὅτι ὡμολόγηκεν οἷς ἐζήτησε μαθεῖν χείρων εἶναι. Ἄτοπον δὲ [_κ_α_ὶ] μηδ' ἐκεῖνο ὁρᾶν, ὅτι οὐ μόνον ἐξ ἀρχῆς αἱ φύσεις τὰς τέχνας συνεστήσαντο ἀλλὰ καὶ περὶ αὐτὰς τὰς τέχνας οἱ τῇ φύσει νικήσαντες διενηνόχασιν. Ἕνεκα μὲν γὰρ τῆς τέχνης πάντας ἔδει παραπλησίους τοὺς τὰ αὐτὰ μαθόντας εἶναι οἶμαι δὲ καὶ χείρους τοὺς δευτέρους ἀεὶ τῶν προτέρων, ἕως εἰς τὸ λυθῆναι τὴν τέχνην ἀφίκετο· οὐ γὰρ ἂν ἦν πάντα λαβεῖν ἀκριβῶς παρ' ἑτέρου λαμβάνοντα, ἀλλ' ἔδει διαφυγεῖν ἀεί τι. Ῥώμῃ δέ, οἶμαι, φύσεως καὶ περιουσίᾳ τὴν δόξαν οἱ κρατήσαντες εἰλήφασι· καὶ οὐδεὶς τὸν Δαίδαλον οὐδὲ τοὺς ἄνω θαυμάζει παρὰ τὸν Φειδίαν, ἀλλὰ τοὐναντίον ἐκ μικρῶν καὶ φαύλων τὸ κατ' ἀρχὰς εἰς τὸ μεῖζον καὶ τελειότερον αἱ τέχναι κατέστησαν. Αὐταῖς τοίνυν, ὡς ἔοικε, ταῖς τέχναις οὐ λυσιτελοῦν φαίνεται τὴν τέχνην πρὸ τῆς φύσεως τετιμῆσθαι. Οὔκουν προελθεῖν γ' ἂν αὐταῖς ἦν οὐδὲ τυχεῖν τοῦ νῦν σχήματος οὐδὲ σεμνύνεσθαι. Ἀλλ' οἶμαι οὐχ αἱ τέχναι τοὺς ἄνδρας ἦραν μεγάλους, ἀλλ' οἱ τῇ δυνάμει πρωτεύσαντες ἐντίμους τὰς τέχνας ἐποίησαν, οὐ μείναντες ἐφ' ὧν παρέλαβον. Εἰ δὲ τοῦθ' ἅπασιν εὔδηλον, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν γε εἰρημένον, οἱ μέγιστοι τῶν ἐν ταῖς τέχναις οὐχ ᾧ μετεσχήκασι τῆς τέχνης μέγιστοι γεγόνασιν, ἀλλ' ᾧ τὴν τέχνην παρεληλύθασιν. [_ _̓_Α_λ_λ_'_ _ἐ_ν_δ_ι_δ_ό_ν_τ_ε_ς_ _τ_ῇ_ _φ_ύ_σ_ε_ι_ _τ_ῶ_ν_ _λ_ό_γων], οἱ δὲ τῶν πραγμάτων, παῖδας τοὺς πρὸ αὑτῶν δυνάμει φύσεως ἀπέδειξαν. Ἀλλὰ πάσας τὰς τέχνας, ὅπερ εἶπον, ἡ φύσις εὗρεν. Εἰ γὰρ αἱ τέχναι τὰς τέχνας ἔμελλον εὑρήσειν, οὐκ ἂν ἦν λαβεῖν τὴν ἀρχήν. Οὐ γάρ πω τεχνῶν οὐσῶν οὐκ ἂν ἦν τέχνην εὑρεῖν· τῇ γὰρ μὴ οὔσῃ πῶς ἐνῆν εὑρεῖν; Οὐκοῦν καὶ κατὰ τοὺς εὑρόντας τὰς τέχνας ἐξ ἀρχῆς καὶ κατὰ τοὺς ὑπερέχοντας ἐν αὐταῖς ἡ φύσις νικᾷ. Φαίνεται τοίνυν [_κ_α_ὶ_ κατὰ τοῦτον τὸν λόγον] ἡ μὲν φύσις ἄρχοντος λόγον ἔχουσα, ἡ δὲ ἐκ τοῦ μαθεῖν τέχνη διακόνου καὶ πειθομένου τῷ κρείττονι. Ἃ μὲν οὖν, ›

εἰ καὶ μὴ τέχνην εἶναι δοίημεν τὴν ῥητορικήν, ἔχοι τις ἂν λέγειν ὑπὲρ αὐτῆς, πολλὰ ἀφελόντι τῶν ἐπιόντων τοσαῦτα καὶ τοιαῦτά [_ἐ_σ_τ_ι_ν]. Ἴσως δέ τις οἰήσεται, τούτων οὕτως ἀποδε δειγμένων, τὸ φαυλότερον σπεύδειν ἡμᾶς λοιπόν, ἐὰν ὅτι καὶ τέχνῃ διδάσκειν πειρώμεθα. Ἐγὼ δὲ οὔτε τῶν εἰρημένων οὐδὲν μετατίθεμαι, οὔτε Πλάτωνι συγχωρῶ τὸ μηδὲν μετεῖναι ῥητορικῇ τέχνης, ἀλλ' ὅσον αὐτῇ τέχνης [_χ_ρ_ή_σ_ο_μ_α_ι_ _γ_ὰ_ρ_ _τ_ο_ῖ_ς_ _τ_ο_ῦ_ __Π_λ_ά_τ_ω_ν_ο_ς_ _α_ὐ_τ_ο_ῦ_ _ῥ_ή_μ_α_σι], τοῦτ' ἐπέξειμι. Καίτοι πῶς οὐχ ὑπεναντίον φάσκειν μὲν στοχάζεσθαι τὴν ῥητορικήν, λέγειν δὲ ὡς οὐ χρῆται λόγῳ δι' αὐτὸ τοῦτο; Πάντες γὰρ οἱ στοχαζόμενοι δήπου τῷ λόγῳ προσάγοντες ἑαυτούς, οὕτω στοχάζονται. Οὐ γὰρ ἔστι μὴ λόγῳ χρώμενον στοχάζεσθαι, ἀλλ' ὁ τοῦ πράγματος λόγος οὗτός ἐστιν ὁ ποιῶν στοχάζεσθαι. Ἔστι δὲ στοχάζεσθαι τὸ τυχεῖν τοῦ πράγματος, ὡς οἵ γε ἀποτυγχάνοντες ἀρχὴν οὐδὲ στοχάζονται. Οὐκοῦν οὐχ ᾧ στοχάζεται ἁμαρτάνει τις, ἀλλ' ᾧ διήμαρτεν οὐκ ἐστοχάσατο. Εἰκότως· οὐδεὶς γὰρ ἁμαρτάνει λόγῳ χρώμενος, ἀλλ' ἅμα ἐσφάλη καὶ τὸν λόγον οὐ διεσώσατο. [__Τ_ὸ_ _μ_έ_λ_λ_ο_ν_ _ἑ_κ_ά_σ_τ_ῳ_ συνοίσειν ἐκλέγοντες]. Καὶ ταῦτα, ὦ Πλάτων, ταῖς σαῖς ἀδαμαντίναις ἀνάγκαις ἀποδείκνυται. [__Τ_ί_ _δ_ὲ_ _π_ε_ρ_ὶ_ ῥητορικῆς, εἰ στοχάζεται, θαυμάζεις]; Φαίνεται δ' ἡ ῥητορικὴ ὁμοίως διακειμένη τῇ μαντικῇ, πλὴν ὅσον μαντικὴ μὲν ἀπήλλακται στοχασαμένη, ῥητορικὴ δὲ οὐ στοχάζεται μόνον τῶν πραγμάτων, ἀλλὰ καὶ πράττει διὰ τῶν ὑπηρετῶν ἅττα ἂν εὑρίσκῃ βέλτιστα. Ὥστε καὶ τὸν τῆς μαντικῆς ἐπέχει λόγον καὶ τὸν τῆς στρατηγικῆς, ἣν μηδὲν προσήκειν τῇ πολιτικῇ Πλάτων οὐκ ἐρεῖ. Πῶς οὖν ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, εἰ μὴ οὕτως; Ἀλλὰ μὴν οὕτω γε οὐκ εἴδωλον. Κατ' εἰρωνείαν τὸ οὕτως, οἷον εἰ μὴ κατὰ τὸ ἐοικέναι τῇ στρατηγικῇ, καὶ λοιπὸν ἐξ ἐπικρίσεως, ὅτι οὔτε κατὰ τοῦτο δύναιτ' ἂν εἴδωλον εἶναι. Ὅτι τοίνυν [_ὅ_λ_ω_ς] ἐστὶ σόφισμα τὸ φάσκειν τὰ δοκοῦντα τοῖς πλήθεσι, ταῦτα συμβουλεύειν τοὺς ῥήτορας καὶ τούτου μόνου στοχάζεσθαι, εἰ καὶ μὴ παῖς ἐλέγξειεν, ἄλλ' ὅστις γε εὖ φρονεῖ. Ἐμοὶ μὲν γὰρ τοὐναντίον πᾶν φαίνεται, μήτε ἐν τῇ τῆς ῥητορικῆς φύσει πλεῖον εἶναι μηδὲν 247.α ἢ τὸ μὴ τὰ δοκοῦντα τοῖς πλήθεσιν [_ε_ὐ_θ_ὺ_ς] ἐᾶν γίνεσθαι, μήτε τοὺς ῥήτορας ἄλλο [_τ_ι_ _μ_ᾶ_λ_λ_ο_ν] σκοπεῖν ἢ τὰ βέλτιστα, μήτε τοὺς δήμους αὐτοὺς τοῦτό γε ἐκφυγεῖν, ὡς οὐκ ἀμείνους σφῶν οἱ ῥήτορες λογίσασθαι περὶ τῶν πραγμάτων καὶ πᾶσαν ὅλως τὴν τοῦ βίου σχέσιν καὶ τὴν τύχην, καὶ τοῦτο ἐξ αὐτῶν τῶν τιμῶν εἶναι δῆλον ὧν αὐτοῖς ἀπονέμουσιν. Εἰ δὲ τοὺς ῥήτορας τοῖς πλήθεσιν ὑπείκειν φῂς καὶ ποιεῖν τὰ κελευόμενα ἀλλ' οὐ κελεύειν, τὴν θεράπαιναν εἴληφας ἀντὶ τῆς δεσποίνης, καὶ τοὺς δημοσίους ψέγων ἀδικεῖς τοὺς ῥήτορας. Ἀλλ' οὔθ' οἱ δημόσιοι μέγα φρονοῦσιν ἐφ' ἑαυτοῖς, ὅτι δουλεύουσι τοῖς τῆς πόλεως βουλήμασι, καὶ τοῖς ῥήτορσι τοῦ φρονεῖν αὐτὸ τοῦτο αἴτιόν ἐστι τὸ μὴ τὰ δοκοῦντα τοῖς δήμοις λέγειν, ἀλλ' ἃ δοκοῦσιν αὐτοὶ βέλτιστα εἶ ναι. [__Ε_ἰ_ _δ_ὲ_ _ἦ_σ_α_ν_ _δ_ι_ά_κ_ο_ν_ο_ι_ _τ_ῆ_ς_ _τ_ῶ_ν_ _π_ο_λ_λ_ῶ_ν_ _ἐ_π_ι_θ_υ_μ_ί_α_ς_ καὶ τὰ δοκοῦντα τοῖς καθημένοις ἐδημηγόρουν, οὐδ' ἂν παρρησιάσασθαί ποτ' αὐτοῖς ἐξῆν, οὐχ ὅπως ὑπὲρ τοὺς ἄλλους φρονεῖν.] Ἀλλ' οἶμαι συνίσασιν ἑαυτοῖς οὐ τὰς ἡδονὰς θεραπεύουσιν, ἀλλὰ τῶν δήμων τὰς ἐπιθυμίας σωφρονίζουσιν· [_ο_ὐ_δ_ὲ_ _ὁ_ρ_ῶ_σ_ι_ν_ _ε_ἰ_ς_ _τ_ο_ὺ_ς_ _π_ο_λ_λ_ο_ὺ_ς_,_ _ἀ_λ_λ_ὰ_ _π_ο_λ_λοὶ ὁρῶσιν εἰς τούτους]· οὐδ' ἀρχομένοις ὑπὸ τῶν ἰδιωτῶν ἀλλ' ἄρχουσιν αὐτοῖς τῶν πολλῶν. Καὶ τὴν ἐπωνυμίαν διὰ τοῦτο εἰλήφασι παρ' αὐτῶν ἀντ' ἄλλου συμβόλου μαρτύριον τῆς ἐξουσίας, λέγω τὴν τῶν δημαγωγῶν, οὐκ ἐπειδήπερ ὑπὸ τῶν δήμων ἄγονται, ὦ πάντα ἄνω καὶ κάτω ποιῶν, ἀλλ' ὅτι τοὺς δήμους ἄγουσιν, ὥσπερ [_γ_ε] δὴ καὶ τοὺς παιδαγωγοὺς οἶμαι καλοῦμεν οὐκ ἐπειδή περ ὑποπεπτώκασι τοῖς παισίν, ἀλλ' ὅτι αὐτοῖς ἡγοῦνται. Ὅ τι γὰρ ἂν φαίης, ἁρμόττει τὸ τοιοῦτον [_ἀ_κ_ο_ῦ_σ_α_ι] τῷ ῥήτορι, ἄρχων, προστάτης, διδάσκαλος. Πάντα ἐστὶ τοῦ ῥήτορος τὰ ὀνόματα.

Πάντες μὲν οὖν ἄρχοντες ἐν ἑκάστῃ πράξει κρείττους φύσει τῶν ὑφ' ἑαυτοῖς· εἰ δέ τις μετ' ἐξουσίας καὶ χαρίζεται πείθων, οὐκ ἀναγκάζων, καὶ πρὸς τὸ σῴζειν τὴν ἑαυτοῦ τάξιν στοχάζεται καὶ τῆς ἐπιθυμίας τῆς τῶν ὑφ' ἑαυτῷ, οὗτος ἐκεῖνός ἐστιν ὁ τῷ ὄντι πολιτικός. Μὴ δὴ τοῦτο λέγε ὡς ὄνειδος κατὰ τῶν ῥητόρων, εἰ χαρίζονται, ἀλλ' εἰ μετὰ τοῦ βελτίστου καὶ τῆς χάριτος στοχάζονται. Καὶ κατὰ τοῦτο ἀπόδος τῇ ῥητορικῇ τὴν πρέπουσαν εὐφημίαν, [_ἵ_ν_α_ _τ_ο_ῖ_ς_ _ὁ_μ_ο_ί_ο_ι_ς_ αὐτὴν ἀμειβόμενος φανείης]. Πῶς δέ τις καὶ διακονήσεται μυρίαις γνώμαις δήμου καὶ ἀλλήλαις μαχομέναις [_τ_α_ῖ_ς_ _ἐ_π_ι_θ_υ_μ_ί_α_ι_ς_;_ _ _ _Ο_τ_α_ν_ _γ_ὰ_ρ_ _δ_έ_ῃ_ _μ_ὲ_ν_ _δ_ι_α_κ_ο_ν_ε_ῖ_ν_ πολλοῖς, οὗτοι δ' ὡς μὴ κατὰ ταὐτὰ γινώσκοντες, πᾶσι δὲ] ἀμήχανον τοῖς τοιούτοις ἐκ τῶν αὐτῶν τὰ αὐτὰ χαρίζεσθαι, πῶς οὖν ὁ ῥήτωρ χαριεῖται ταῖς ἐπιθυμίαις αὐτῶν; Ἅμα γὰρ χαριεῖται τοῖς ἑτέροις καὶ τοὺς ἑτέρους ἀνιάσει, ὥστε οὐ μᾶλλον πρὸς ἡδονὴν ἢ πρὸς ἀηδίαν ἐρεῖ. Οὐκοῦν εἰ μὲν ἡ ῥητορικὴ πειθοῦς δημιουργὸς καὶ τὸ πείθειν τῶν ῥητόρων, οὐ κολακεύουσιν οἱ ῥήτορες· οὐ γὰρ διακονοῦσι τοῖς πολλοῖς, ἀλλὰ πείθουσιν· εἰ δ' οἱ ῥήτορες τὰ δοκοῦντα λέγουσι τοῖς πολλοῖς, οὐ δημιουργὸς ἡ ῥητορικὴ πειθοῦς· πειθομένους γὰρ τοῖς πολλοῖς, ἀλλ' οὐ πείθοντας παρέχεται. Πρὸς ταῦτα ἑλοῦ ὁποτέρωθι τὸ ψεῦδος. Πλάτων γὰρ ἡμῖν ἐλέγχει Πλάτωνα, καὶ τὸ κάλλιστον, οὐ πόρρωθεν, ἀλλ' ἐκ τῶν αὐτῶν λόγων καὶ τοῖς αὐτοῖς τούτοις λόγοις ἀναμίξ. [__Ο_ὐ_δ_ὲ_ _μ_ε_θ_'_ _ὧ_ν_ _ἀ_ρ_τ_ί_ω_ς_ διεξῄειν τεχνῶν εἶναι τῶν πολλῶν ἀλλὰ καὶ] ὅτι τοίνυν πλεῖστον λόγου μετέχον ἡ ῥητορική, μᾶλλον δ' αὖ πᾶν ἐν λόγοις, καὶ μέγιστον καὶ πρῶτον τῶν ἐν ἀνθρώποις καὶ τελεώτατον καὶ πέρας, εἰ οἷόν τ' εἰπεῖν, εὐχῆς, ἄξιον δεῖξαι. Οἶμαι τοίνυν ἅπαντας τοὺς ἀνθρώπους οἷς δυνατόν, συμφῆσαι τὸ μὴ κατ' αὐτὰ φῦναι τοὺς ἀνθρώπους, ἀλλὰ δυοῖν μερίδοιν τὴν μὲν οἵαν βιάζεσθαι [_κ_α_ὶ_ _π_λ_ε_ο_ν_ε_κ_τ_ε_ῖ_ν_ εἶναι, ἣν τῶν κρειττόνων τις ἂν εἴποι, λέγω δ' οὐκ ἀρετῇ βελτιόνων, ἀλλ' ἰσχυροτέρων], τὴν δὲ οἵαν ἐλαττοῦσθαι [_κ_α_ὶ_ _π_α_ρ_ὰ_ _γ_ν_ώ_μ_η_ν_ _σ_υ_γ_χ_ω_ρ_ε_ῖ_ν_ _ἀ_π_ε_ι_ρ_ί_ᾳ_ _τ_ο_ῦ_ _κ_ω_λ_ύ_ε_ι_ν_,_ ἣν τῶν ἀσθενεστέρων οὖσαν γινώσκομεν]. Τοῦτο οὖν ἦν αἴτιον τὸ ποιῆσαν ἀνθρώπους εὑρεῖν τι τοιοῦτον ὑπὲρ αὑτῶν ἢ θεούς γε ὑπὲρ [_τ_ῶ_ν] ἀνθρώπων, ὃ τὴν μὲν ἰσχὺν ἐπισχήσει, τοῦ δὲ ἴσου καὶ δικαίου πᾶσιν ὥσπερ ἐνέχυρον γενήσεται, ταὐτὸν τοῖς τε πολλοῖς συμφέρον καὶ τοῖς πρὸς τὸ βιάζεσθαι πεφυκόσιν αὐτοῖς. Οὐδὲ γὰρ ἐκεῖνοι ἔμελλον ἐκφεύξεσθαι τῶν ἀδίκων καὶ κακῶν ἔργων τὰ ἐπίχειρα, ἀλλὰ τῶν ἀσθενεστάτων πρώτων ἀναιρεθέντων ἄλλων ὑπ' ἄλλων, κατὰ μικρὸν οὕτως ἀεὶ τῶν λοιπῶν ὑπεξαιρουμένων, ἔμελλε τελευτῶντας αὐτοὺς ἐφ' ἑαυτοὺς ἐλθεῖν, ὥσπερ φασὶ τοὺς Σπαρτούς, εἰ ἄρα καὶ ὁ μῦθος τοῦτο αἰνίττεται. Ἔδει δὴ κοινόν τι φάρ.α μακον εὑρεθῆναι τῷ γένει, ταὐτὸν ἅπασι συμφέρον, τοῖς ἰσχυροῖς, τοῖς ἥττοσι, τοῖς ἐπιεικέσιν, ὡς τοὺς μὲν [_ἢ] κωλῦσαι πρὸ τῶν ἀδικημάτων ἢ παρ' αὐτὰ τιμωρήσασθαι, τοῖς δὲ ἄδειαν τοῦ βίου παρασκευάσαι, τοῖς δὲ χάριν τὴν πρέπουσαν, ὅσοι τὸ δίκαιον ἐτίμων ἑκόντες. Εὑρέθη τοίνυν ἐκ τούτων ῥητορική, καὶ παρῆλθε φυλακτήριον δικαιοσύνης καὶ σύνδεσμος τοῦ βίου τοῖς ἀνθρώποις, ὅπως μὴ ταῖς χερσὶ μηδὲ τοῖς ὅπλοις [_μ_η_δ_ὲ_ _τ_ῷ_ _π_ρ_ο_λ_α_β_ε_ῖ_ν_ _μ_η_δ_ὲ_ _π_λ_ή_θ_ε_ι_ _κ_α_ὶ_ _μ_ε_γ_έ_θ_ε_ι], μηδ' ἄλλῳ τινὶ τῶν ἀνίσων κρίνοιτο τὰ πράγματα, ἀλλ' ὁ λόγος τὸ δίκαιον ἐφ' ἡσυχίας διαιροῖ. Ἀρχὴ μὲν [_ο_ὖ_ν] αὕτη καὶ φύσις ῥητορικῆς, καὶ βούλημα τοῦτο, σῶσαι πάντας ἀνθρώπους καὶ τὴν βίαν διὰ τῆς πειθοῦς ἀπώσασθαι. Φαίνεται τοίνυν ἡ ῥητορικὴ τῇ νομοθετικῇ τῆς αὐτῆς μετειληφυῖα φύσεως, [_ε_ἴ_π_ε_ρ_ _τ_ό_ _γ_ε_ _ἀ_κ_ρ_ι_β_ὲ_ς_ ἐπ' ἀμφοτέρων δεῖ θεωρεῖν], μᾶλλον δὲ μέρος οὖσα [_τ_ῆ_ς_ _ῥ_η_τ_ο_ρ_ι_κ_ῆ_ς] ἡ νομοθετική, καὶ τοῖς πᾶσι δευτέρα. Πῶς; πρῶτον μὲν ὅτε καὶ περὶ αὐτῶν ἔδει τῶν νόμων λόγου τοῦ πείθοντος. [__Ε_ἰ_ _γ_ά_ρ_ _ἐ_σ_τ_ι_ν_ _ε_ὔ_δ_η_λ_ο_ν_ _ὅ_τ_ι_ _ο_ἱ_ 449

_ν_ό_μ_ο_ι_ μὲν ὑπὲρ τοῦ πάντας τὸ προσῆκον ἔχειν ἔμελλον τεθήσεσθαι, τοῦτο δὲ οἱ τῇ χειρὶ κρείττους ἔμελλον συμβουλήσεσθαι, πῶς οὐκ ἀναγκαίως ἔδει λόγου τοῦ πείθοντος ἤδη]; Οὐ γὰρ βιάσασθαι ἐνῆν τοὺς τὴν ἐκείνων ἰσότητα μὴ αἱρουμένους, οὐδ' ἦν αὕτη νόμων ἀρχή· ὑπὲρ γὰρ αὐτοῦ τοῦ μὴ βιάζεσθαι τοὺς νόμους ἔδει θέσθαι. Οὔκουν ἦν τιθέναι βιασάμενον, ἀλλὰ τοῦτ' ἦν πρῶτον παρὰ τοὺς νόμους. Φαίνεται τοίνυν [_κ_ἀ_ν_τ_α_ῦ_θ_α] ἡ ῥητορικὴ βουλομένη μὲν ταὐτὰ τῇ δικαστικῇ, τοσοῦτον δὲ νικῶσα ὅσον ἀμφοτέρας [_τ_ὴ_ν_ _ν_ο_μ_ο_θ_ε_τ_ι_κ_ὴ_ν_ _κ_α_ὶ_ _δ_ι_κ_α_σ_τ_ι_κ_ὴ_ν] συνέχει μόνη βεβαίως. Βουλομένη γὰρ ἡ δικαστικὴ καθάπερ ἐν μάχῃ τῇ νομοθετικῇ βοηθῆσαι, ταὐτὸν ἔπαθεν τῇ νομοθετικῇ. Ἐκείνη τε γὰρ πρότερον ῥητορικῆς ἐδέησεν, ὥστε ταύτῃ ἔχειν πάροδον τοὺς νόμους· ἥ τε δικαστικὴ σχῆμα ἐπικούρου λαβοῦσα τοῖς νόμοις· αὕτη πρότερον ἐδεήθη τῆς παρὰ τῆς ῥητορικῆς βοηθείας. Ἔδει γὰρ δυνηθῆναι βοηθῆσαι, τοῦτο δ' οὐκ ἦν ἄνευ ῥητορικῆς. Πότερον οὖν πολιτικῆς μορίου εἴδωλον ἡ ῥητορική, ἢ τὰ τῆς πολιτικῆς, ὡς σὺ φῄς, μόρια ὑπὸ τῆς ῥητορικῆς συνέχεται; Ἐμοὶ μὲν γὰρ ὡς ἀληθῶς οὐ ῥητορικὴν ἐν τούτοις κακίζειν φαίνεται, οὐδὲ πολιτικῆς μορίου εἴδωλον δεικνύναι, ἀλλ' οὕτως ὥσπερ εἴδωλον ἀπολαβὼν ῥητορικῆς ἐπὶ τούτῳ σπουδάζειν, αὐτῆς δὲ οὐδ' ἅπτεσθαι, ὥσπερ οἱ Στησιχόρου Τρῶες οἱ τὸ τῆς Ἑλένης εἴδωλον ἔχοντες ὡς αὐτήν. Διαφέροι δ' ἂν τοσοῦτον, ὅτι οὐδὲν ὅμοιον τὸ εἴδωλον τῇ ῥητορικῇ. Οὐκοῦν ὁπότε μήτ' ἀδικεῖν μήτ' ἀδικεῖσθαί φησι βούλεσθαι, δῆλον ὅτι ἀδικεῖσθαι κακὸν ἡγεῖται ἄμεινον δ' ὅμως τοῦ ἀδικεῖν οὐ μὴν τοῦ μήτ' ἀδικεῖν μήτ' ἀδικεῖσθαι, [_ὀ_ρ_θ_ῶ_ς_ _ο_ἶ_μ_α_ι_ _κ_α_ὶ_ _γ_ι_ν_ώ_σ_κ_ω_ν_ _κ_α_ὶ_ _λ_έ_γ_ω_ν]. Εἰ τοίνυν ἡ ῥητορικὴ ἀδικεῖσθαι μὲν ἐκώλυεν, ἀδι κεῖν δὲ προσηνάγκαζεν, οὐδ' οὕτω μὲν [_ἴ_σ_ω_ς_ _ἂ_ν] καθάπαξ πονηρὸν ἦν, πονηρόν γε ὂν κωλύουσα τὸ ἀδικεῖσθαι, χεῖρον δ' ἂν ἴσως βελτίονος, [_ὅ_π_ε_ρ_ _ἀ_δ_ι_κ_ε_ῖ_σ_θ_α_ι_ κρεῖττον ἢ ἀδικεῖν]. Εἰ δ' οὔτ' ἐκεῖνο ἐπαναγκάζει καὶ τοῦτο κωλύει, κατ' ἐκεῖνο μὲν οὔτε ἀγαθὸν οὔτε κακόν πω (δῶμεν γὰρ ὡς ἐν τῷ παρόντι), κατὰ τοῦτο δὲ κυρίως ἀγαθόν. Καὶ μὴν ὁ μὲν μὴ ἀδικεῖν ἐγνωκὼς οὐχ ἅμα αὐτός τε τοῦ κακουργεῖν ἀπέχεται καὶ τὸ ἀδικεῖσθαι πέφευγεν· αὐτὸ γὰρ τοῦτο ἦν ἀδικεῖν, τὸ κακῶς ὃν οὐ προσῆκε ποιεῖν. Ὥσθ' ἕως ἂν ἐν ἀνθρώποις ᾖ τὸ κακουργεῖν, ἀδικήσεται. Ὁ δὲ τὴν τοῦ μὴ ἀδικεῖσθαι φυλακὴν ἔχων ἅμα καὶ τὸ ἀδικεῖν που κωλύει· ὥσπερ γὰρ ἅμα ἠδίκηκε καὶ ἠδίκηται ἕτερος, οὕτως ὁ τὴν τοῦ μὴ ἀδικεῖσθαι δύναμιν ἔχων τὴν αὐτὴν τοῦ μὴ ἐᾶν ἀδικεῖν ἔχει. Ὥστε εἰ τὸ μὲν μὴ ἀδικεῖσθαι τῆς ῥητορικῆς τίθησι, τὸ δὲ μὴ ἀδικεῖν τῆς φιλοσοφίας, τοσούτῳ χείρων φιλοσοφίας ῥητορική, ὅσῳ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν. Ὁπότε δ' αὖ πρὸ τούτου τίθησι τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, τούτῳ βελτίων αὖ γίνεται ῥητορικὴ φιλοσοφίας, ἐπειδή [_γ_ε] ὁμοῦ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν ἀναιρεῖ, ἐπεὶ καὶ οἱ νόμοι κωλύοντες ἀδικεῖσθαι ἅμα τε ἀδικεῖν δήπου κωλύουσιν. Ταῦτα πιθανῶς μᾶλλον ἢ ἀναγκαίως λέγει Ἀριστείδης. Ἃ γὰρ περὶ τοῦ μὴ ἀδικεῖσθαι καὶ τῆς ῥητορικῆς στωμυλεύεται, κρείττω δεικνύναι φιλοσοφίας φιλοτιμούμενος τὴν ῥητορικήν, 247.α ταῦτα περὶ τοῦ μὴ ἀδικεῖν καὶ τῆς φιλοσοφίας ἀπαραλ λάκτως μεταλαβὼν τὴν φιλοσοφίαν ἀμείνω τῆς ῥητορικῆς ἐπιδεί ξειέ τις. Εἰ δὲ [_δ_ὴ_ _κ_α_ὶ_ _ὅ_λ_ω_ς_ _β_ο_η_θ_ε_ί_α_ς_ _ἕ_ν_ε_κ_α_ _τ_ῷ_ _δ_ι_κ_α_ί_ῳ_ τὴν ῥητορικὴν δείκνυμεν εὑρεθεῖσαν], καὶ τὴν [_α_ὐ_τὴν καθαρῶς] τάξιν [_ἔ_χ_ο_υ_σ_α_ν] τοῖς νόμοις, ὡς δέδεικται, ἔχει τὴν αὐτὴν οὐ μόνον, ὡς ἔοικεν, ὁ ῥήτωρ· οὐ τὸ μὲν ἀδικεῖσθαι φεύξεται, τὸ δ' ἀδικεῖν βεβαιώσει, ἀλλ' οὐδὲν οὕτως ὡς τὸ ἀδικεῖν κωλύσει. Οὐ γὰρ μόνον τῶν εἰς αὑτὸν σχήσει προνοίαν, ἀλλ' ὅπως μηδ' ἄλλος πείσεται κακῶς, εἴπερ ὧν τοὺς νόμους χάριν, τούτων καὶ τὴν ῥητορικὴν εὑρέσθαι νενίκηκεν. Ἀλλὰ μὴν ὅ γε ἑτέρους τὰ δίκαια πράττειν ἐπαναγκάζων πολύ που πρότερον αὐτός [_γ_ε] παρασκευάσεται. Οὐ γὰρ ἐγχωρεῖ βοηθεῖν μὲν τῷ δικαίῳ, τοῦ δὲ καταλύειν τὸ δίκαιον αὐτὸν πρῶτον ὑπάρχειν. [__Ο_ὐ_ _μ_ὴ_ν] ἀλλ' 450

εἰ τοῦτο Πλάτων διϊσχυρίζεται ὡς οὐ πολλήν τινα [_ο_ὐ_δ_'_ _ἀ_ξ_ί_α_ν_ _σ_π_ο_υ_δ_ῆ_ς_ _ο_ὐ_δ_ὲ_ _λ_ό_γ_ο_υ] χρείαν ἡ ῥητορικὴ παρέχεται, ὅτι οὐ τηλικοῦτόν ἐστι τὸ ἀδικεῖσθαι κακὸν ἡλίκον τὸ ἀδικεῖν, τί κωλύει καὶ τοὺς νόμους αὐτὸν ἅπαντας τοῖς αὐτοῖς τούτοις διαγράφειν λόγοις; [_ _̓_Α_λ_λ_'_ _ὥ_σ_π_ε_ρ_ _ἑ_τ_α_ι_ρ_ε_ί_α_ς_ _κ_α_τ_α_γ_ν_ω_σ_θ_ε_ί_σ_η_ς_,_ _μ_ε_τ_ὰ_ _κ_α_ὶ_ _τ_ῶ_ν_ ταῦτα συμβουλομένων νόμων ἐξελαθήσεται.] Καὶ τότε ῥη τορικὴν ἐκπέμψομεν καὶ προπηλακιοῦμεν, ὅταν καὶ τοὺς νόμους [_σ_υ_ν_ε_κ_π_έ_μ_ψ_α_ι_ _κ_α_λ_ῶ_ς_ _ὑ_μ_ῖ_ν_ _ἔ_χ_ῃ] ἐκβάλλωμεν τῆς πόλεως καὶ τοῦ βίου. Ἀλλ' ὦ δαιμόνιε καὶ πάντα σὺ θαυμαστὰ εὑρίσκων, εἰ μηδέν [_ἐ_σ_τ_ι] πρᾶγμα τὸ ἀδικεῖσθαι, μηδ' ἡ τοῦτο κωλύουσα δύναμις [_μ_η_δ_ε_ν_ὸ_ς_ _ἀ_ξ_ί_α_ _λ_ό_γ_ο_υ_,_ μηδ' ὁπόσα ἐστὶ καὶ γίνεται μὴ δι' αὐτῆς μηδὲν χρηστόν, ἀλλ' οὕτως ἄτιμον καὶ ἀνελεύθερον ὥστ' εἶναι μόριον κολακείας καὶ σκιᾶς], τοῦ χάριν ταύτην οἰκίζων τὴν ἐν τῇ βίβλῳ πόλιν καθίστης αὐτῇ πολιτείαν, ἀφ' ἧς μηδ' ὁτιοῦν πείσεται καὶ τὸ μάχιμον χωρὶς τῶν ἄλλων ἱδρῦσθαι κελεύεις, τιμὴν τὴν πρώτην ἀποδούς, ἵνα μή τι πάθῃ μηδ' ὑπό τινων ἀδικηθῇ πολεμίων; Εἰ γὰρ ἐξαρκεῖ μὴ ἀδικεῖν, τί δέδοικας, [_ε_ἰ_ _π_ρ_ὸ_ς_ _τ_ο_ῦ_τ_ό_ _τ_'_ _α_ὐ_τ_ὴ_ν_ _π_α_ρ_ε_σ_κ_ε_ύ_ασας]; Εἰ δὲ δὴ καὶ χεῖρον τοῖς ἀδικοῦσιν, ὅταν μὴ δίδωσι δίκην, καὶ χρὴ κατά σε καὶ αὐτὸν ἑαυτοῦ κατήγορον, ὅταν ἀδικήσῃ, γίνεσθαι καὶ παίδων καὶ πατρὸς αὐτοῦ, τοὺς δ' ἐχθροὺς ἐᾶν, τί οὐ συνεύχῃ τοῖς πολεμίοις ἐπελθεῖν καὶ λαβεῖν τὴν πόλιν, καὶ νὴ Δία τοὺς μὲν ἐν ἡλικίᾳ πάντας κατακόψαι, καὶ ταῦτα πρὸς τοῖς βωμοῖς, παῖδας δὲ καὶ γυναῖκας ἐξανδραποδίσασθαι καὶ ἱερὰ πάντα καὶ τάφους συλῆσαι καὶ κατασκάψαι [_π_ά_ν_τ_α_,_ _μ_ὴ_ _λ_ι_π_ε_ῖ_ν_ _δ_ὲ_ _μ_η_δ_ὲ_ _τ_ο_ὺ_ς_ _τ_ά_φ_ο_υ_ς_ _ἀ_θ_ώ_ο_υ_ς_ _τ_ῆ_ς_ _ἑ_α_υ_τῶν πλεονεξίας], ἵν' ἀδικήσαντες τὰ μέγιστα ἐν τοῖς με γίστοις δὴ κακοῖς ὦσι, μὴ δόντες δίκην. Ἀλλὰ τοσοῦτον ἀπέχεις τοῦ ταῦτα συμπράττειν, ὥστε κωλύεις καὶ βίον ἐν τοῖς ὅπλοις εὕρηκας, ἵνα μὴ τοιοῦτόν τι γένοιτο· κἄν τις ἐγγένηται προδότης, τοῦτον οὐ στεφανοῦν κελεύεις, [_ο_ὐ_δ_ὲ_ _κ_η_ρ_ύ_τ_τ_ε_ι_ν] ἀλλὰ ταὐτὰ τοῖς ἄλλοις περὶ τούτων νομίζεις. Εἰπέ, πρὸς Διὸς τεραστίου, τί χρὴ περὶ τούτων νομίζειν ἡμᾶς; [__Ε_ἶ_ε_ν_,_ _ὦ_ _γ_ε_ν_ν_α_ῖ_ε_,_ _ν_ό_μ_ο_υ_ς_ _δ_ὲ_ δὴ τοῦ χάριν ἡμῖν ἐτίθης]; Εἰ γάρ, ὦ τᾶν, τὸ δίκην λαμβάνειν καὶ τὸ μὴ ἐᾶν ἀδικεῖν οὐχ ἕν τι τῶν σπουδαίων ἦν, τοῦ χάριν νόμους εἰσφέρεις, καὶ σκοπεῖς ὅπως μηδείς που τῶν ἐν τῇ πόλει ἀδικήσεται; Καὶ μὴν ἐν μὲν οἷς ἡμεῖς λέγομεν, καὶ τοῖς ἄλλοις συνδοκοῦν ἐστι καὶ τῷ Πλάτωνι πρόσεστιν· ἃ δ' οὗτος ἐνταῦθα εἴρηκεν, οὐ μόνον τοῖς τῶν πραγμάτων λόγοις ἀλλὰ καὶ τοῖς αὐτοῦ Πλάτωνος ἐξελέγχεται καὶ λόγοις καὶ βουλήμασιν. Ἐκείνων μὲν ὀρθῶς ἔχειν συγχωρουμένων, καὶ ἡ παρὰ τῶν ἄλλων μαρτυρεῖ δόξα καὶ ψῆφος ὀρθή· ταῦτα δὲ εἰ δοίημεν κρατεῖν, ἄπεστι τὸ ὁτῳοῦν συνδοκεῖν τῶν ἄλλων. Ἰσχυρότερον δὲ τὸ καὶ ἅπασι καὶ Πλάτωνι τοῦ μηδενὶ καὶ μηδὲ Πλάτωνι συνδοκεῖν, [_ὡ_ς_ _ο_ὗ_τ_ο_ς_ ἀλλαχοῦ. Οὐκοῦν οὐ τὴν παρὰ τούτου μαρτυρίαν διὰ τὴν παρὰ τῶν ἄλλων φευξόμεθα, ἀλλὰ τῇ τῶν ἄλλων τὴν παρὰ τούτου προσθήσομαι]. Ἡγοῦμαι μὲν τοίνυν κἀν τούτοις τὴν ἔργῳ μαρτυρίαν παρέχεσθαι. Τὸ γὰρ δὴ λόγοις πρὸς λόγους ἀγωνιζόμενον λόγοις ἑτέροις σπουδαίοις μαρτυροῦντα ἀποφαίνειν τὸν ἀντίπαλον τὴν ἔργῳ μαρτυρίαν παρέχεσθαί ἐστιν. Οὐ μὴν ἀλλ' ἔτι καὶ προσωτέρω προελθεῖν βούλομαι, ἵνα, ἐπειδὴ τιμᾷ τὸ ἕνα ἐπιψηφίζειν καὶ αὐτὸν πρὸς ὃν ἂν οἱ λόγοι γίγνωνται, καὶ λόγῳ καὶ ἔργῳ σύμψηφον ὄντα αὐτόν μοι δείξω. Σὺ μὲν ξένου χάριν Συρακουσίου, κοινοῦ τῆς πατρίδος ἐχθροῦ, ἔπλεις οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ τρὶς ἐν γήρᾳ, πέλα.α γος τοσοῦτον, καὶ τῷ τυράννῳ συνεῖναι δοκεῖν οὐκ ἔφυγες, ὡς ἔχων παραμυθίαν τὸ σχῆμα τῆς διατριβῆς, ὃ Δίωνα μένειν οἴκοι καὶ τῆς οὐσίας κρατεῖν ἦν. Τὴν δ' αὑτοῦ τις οἰκῶν καὶ τοῖς αὑτοῦ πολίταις καὶ γονεῦσι καὶ ἀδελφοῖς εἰ τὴν ὅπως μὴ 451

ἀδικήσωνται φυλακὴν ἔχοι, καὶ σῴζοι καὶ τούτους καὶ ἑαυτόν, καὶ νὴ Δία γε εἰ τοῦτ' αὐτὸ τύραννον ἔσεσθαί τινα μέλλοντα καὶ Διονυσίῳ προσόμοιον οἷός τε εἴη κωλῦσαι καὶ παρελέσθαι λόγῳ τὰς πράξεις, καὶ τὴν ἐκ τῶν νόμων ἄδειαν πᾶσι βεβαιῶσαι, ἔπειτ' οὐδὲν σπουδαῖον τοῦτ' εἶναι φήσομεν, οὐδ' ἐπαινεῖν χρὴ τὴν τοιαύτην εἴτε τέχνην εἴτε μηδὲ τέχνην [_ε_ἰ_π_ε_ῖ_ν] δεῖ; Ὅτι νὴ Δία ἓν μέγα [_τ_ο_ῦ_τ_'_ _ἦ_ν] κακὸν τὸ ἀδικεῖν, τὸ δὲ ἀδικεῖσθαι πρᾶγμα οὐδέν. Ἐγὼ γὰρ οὔτ' αὐτὸς ἐπέγκλημα [_δ_ή_π_ο_υ] τοῦτο ποιοῦμαι, εἴ ποι καὶ ὁπωσοῦν ᾠήθη δεῖν εἰς Σικελίαν Πλάτων ἐλθεῖν ἡστινοσοῦν ἕνεκα αἰτίας, οὔθ' ὅστις ἄλλος προφέρει τι τοιοῦ τον εὖ φρονεῖν ἡγοῦμαι, οὔθ' ὅλως ἔξω τῶν εἰς τὸν λόγον ἡκόντων οὐδὲν περιεργάζομαι· μὴ τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον. Ἀλλ' ἃ αὐτὸς ἔπραξε καὶ ἅ τινων ἔπραξε χάριν αὐτὸς καθαρῶς εἴρηκε, ταῦτα συμβαίνειν φημὶ τοῖς ὑπὲρ τῆς ῥητορικῆς λόγοις. Καὶ μὴν ὅσῳ κάλλιον φρόνησις ἀνδρείας, τοσούτῳ ῥητορικὴ τῆς κατὰ πόλεμον εὐψυχίας. Εἰ γὰρ δεῖ συνελόντα εἰπεῖν, οὐδέν ἐστιν ἄλλο ῥητορικὴ ἢ φρόνησις λόγων δύναμιν προσειληφυῖα, [_ὡ_ς_ _μ_ὴ_ _μ_ό_ν_ο_ν_ _α_ὐ_τ_ὸ_ς_ _ἔ_ρ_δ_ε_ι_ν_ _τ_ὰ_ βέλτιστα ἀλλὰ καὶ ἑτέρους πείθειν ἔχοι]. Ἡγοῦμαι μὲν οὖν καὶ ταῦτα πίστεις ἱκανὰς ἔχειν τῆς ἀληθείας, εἰ μὴ καὶ πλείους ἄρα τῶν ἱκανῶν· εἶμι δ' ἐπ' αὐτὸν ἤδη τὸν κολοφῶνα [_τ_ο_ῦ] Πλάτωνος, ὡς ἄν τις εἴποι, ῥήματι. Οὐ γὰρ μόνον ἐξ ὧν ἐλέγχεται βούλομαι φανῆναι μαρτυροῦντα αὐτόν, ἀλλὰ καὶ ὥσπερ ἂν εἰ καὶ παραστὰς αὐτὸς ἐμαρτύρει τῇ ἑαυτοῦ φωνῇ. Οὐκοῦν [_ὅ_τ_'_ _ἀ_δ_ι_κ_ε_ῖ_ν_ μὲν οὐκ ἐπηνάγκαζεν, ἀδικεῖσθαι δ' οὐκ ἐᾷ, ὡς δ'] ἐκ τοῦ λόγου συνέβαινε τὴν ῥητορικὴν μήτ' ἀδικεῖν μήτ' ἀδικεῖσθαι ἐᾶν, εἰ μὲν καὶ τῆς φιλοσοφίας ὁ αὐτός ἐστιν ὅρος, φιλοσοφία τις οὖσα ἡ ῥητορικὴ φαίνεται· εἰ δὲ ἐξαρκεῖ τῇ φιλοσοφίᾳ μηδ' ἀδικεῖν, ἡ ῥητορικὴ τελεώτερον. Τίς δ' οὐκ οἶδεν ὅτι ῥητορικὴ καὶ τυραννὶς τοσοῦτον ἀλλήλων κεχώρισται, ὅσον τοῦ πείθειν τὸ βιάζεσθαι; [_ _̓_Α_λ_λ_ὰ_ _μ_ὴ_ν_ _τ_α_ῦ_τ_ά_ _γ_ε_ _ο_ὐ_δ_ε_ὶ_ς_ _ἔ_σ_τ_ι_ν_ _ὃ_ς_ _ἂ_ν_ _τ_ὴ_ν_ _ἐ_ν_α_ν_τ_ί_α_ν_ _φ_ύ_σ_ι_ν_ εἰπὼν ἔχειν αἰσχυνθείη]. Πῶς δ' ὁμοῦ μὲν κολα κεύουσιν οἱ ῥήτορες, ὁμοῦ δ' ἐν τοῖς δυνασταῖς εἰσίν; Καίτοι τοσοῦτον ἀπέχουσιν οἱ τύραννοι τοῦ κολακεύειν ὥστε βίᾳ πάντας ὠθοῦσι, καὶ οὐδενός ἐστι παρ' αὐτῶν τυχεῖν οὐδὲ τῶν μετρίων, μή τι γε δὴ τῆς ὑπὲρ τὸ προσῆκον θεραπείας· [_ὥ_σ_θ_'_ _ὁ_ _τ_ύ_ρ_α_ν_ν_ο_ς_ _μ_ι_κ_ρ_ο_ῦ_ _δ_ε_ῖ_ν_ _κ_α_ὶ_ τὸ τοῦ δεσπότου μέτρον παρελήλυθε]. Καὶ κόλακος μὲν οὐδέν ἐστι δήπου ταπεινότερον, [_ο_ὐ_δ_'_ _ὅ_ _τ_ι_ _μ_ᾶ_λ_λ_ο_ν_ ᾑρῆσθαι δουλεύειν], τυράννου δὲ οὐδὲν ἂν εἴποις ἀγριώτερον, οὐδ' ὅ τι μᾶλλον πρὸς τὸ δεσπόζειν ἐθέλειν ἐστίν. Ὥστε εἰ [_μ_ὲ_ν] κολακεία ἡ ῥητορική, τὰ τῶν τυράννων ἐγκλήματα οὐ πρὸς αὐτήν. Εἰ δ' ὁμοῦ τῇ τυραννίδι τὴν κολακείαν μεγάλοις τοῖς ὁρίοις παρελήλυθεν, οὐκοῦν τά γε ἕτερα ψευδῆ. Τοσοῦτον δ' ἡ ῥητορικὴ κεχώρισται δυναστείας ὅσον, εἰ καὶ τοῦτ' εἰπεῖν δεῖ, Πλάτων Διονυσίου. Φαίνεται δ' ὅπου ῥητορικὴ σῴζεται οὐδαμοῦ τύραννος ἐγγενόμενος, [_μ_έ_χ_ρ_ι_ς_ ἂν σῴζεται λόγῳ] οὔτ' αὖ ἐν οἷς τυραννὶς κρατεῖ, ῥητορικὴ περιοῦσα· ἀλλ' ὅ τε ῥήτωρ πάντα πράττων ὥστε μηδεὶς τύραννος ἐγγενήσεται, [_τ_ό_ _τ_ε_ _α_ὑ_τ_ο_ῦ_ _κ_α_ὶ_ _τ_ὸ_ _κ_ο_ι_ν_ὸ_ν_ ὁμοῦ προορῶν, ὅπως μηδεὶς αὐτὸν τῷ λόγῳ πείθειν παρελόμενος αὐτὸς ἄγῃ κατ' ἀρχὴν τὰ πράγματα], οἵ τε τύραννοι σκοποῦντες καὶ φοβούμενοι τῶν πάντων οὐδὲν μᾶλλον ἢ μή τις ἐγγένηται λέγειν καὶ πείθειν δυνατός, ὅστις συναγαγὼν τὰ πλήθη καὶ σύμβουλος καὶ μηνυτὴς τοῦ προσήκοντος γινόμενος ὁμοῦ τῆς ἀρχῆς καὶ τῆς ἐξουσίας ἀκύρους αὐτοὺς καταστήσῃ. Διόπερ τὴν ἔχθραν ἀναγκαίως ἀλλήλοις ἔχουσιν· ἡ γὰρ τῶν ἑτέρων σωτηρία καὶ δύναμις μὴ εἶναι τοὺς ἑτέρους ἐστὶ τὴν ἀρχήν. Πῶς οὖν τἀναντία, φησίν, ἀλλήλοις οἱ ῥήτορες λέγουσιν; Ἔστι μὲν [_ο_ὐ_κ_έ_τ_ι_ _τ_ο_ῦ_τ_'_ _ἐ_ν_ _τ_ο_ῖ_ς_ _ε_ἰ_ρ_η_μ_έ_ν_ο_ι_ς_ _ὑ_π_ὸ_ __Π_λ_ά_τωνος· ὅμως δὲ ὑπὲρ τοῦ πανταχῇ διακαθᾶραι τὸν λόγον μηδὲ τοῦθ' ἡμῖν ἀνεξέταστον ἀφείσθω. Καὶ τοῦτ'] 452

οὖν ἰσχυρότατον πάντων, ὡς ἐν ψεύδεσιν [_ὂ_ν_ _σ_χ_ε_δ_ό_ν], ὧν ὁ Πλάτων 247.α εἴρηκεν, [_ὅ_τ_ι_ _ο_ἶ_μ_α_ι_ _κ_α_ὶ_ _ἡ_μ_ῖ_ν_ _α_ὐ_τ_ο_ῖ_ς_ _ἀ_π_α_ν_τ_ῶ_μ_ε_ν_ _ἐ_ν_ τῷ λόγῳ αὐτὸ τοῦτο κἀγὼ νῦν πεποίηκα]. Ἀλλ' οὐδὲν μᾶλλον ὅ γε ἐξ ἀρχῆς λόγος διαφθείρεται, ἐπεὶ καὶ οἱ φιλοσοφεῖν οὕτω λεγόμενοι οὐ τοῖς αὐτοῖς λόγοις ἅπαντες δήπου χρῶνται, ἀλλὰ καὶ τοῖς ἐναντίοις ἀλλήλοις· ἀλλ' οὐδὲν κωλύει κατὰ τοὺς τυγχάνοντας τῆς ἀληθείας φιλοσοφίαν εἶναι καλόν. Οὐ δή που διπλοῦν ἐστιν οὐδ' ἐναντίον αὐτὸ ἑαυτῷ. Πῶς οὖν, ἂν φαίη τις; ἢ φιλοσοφεῖν ἀμφοτέρους φήσομεν τἀναντία λέγοντας, ἢ τὸ φιλοσοφεῖν εἶναι καλόν; οὕτως ὡς ἔφην. Ἴδοις δ' ἂν καὶ κυβερνήτας ἀλλήλοις ἐναντία ναυμαχοῦντας· ἀλλ' ὅμως τῆς κυβερνητικῆς ἐστι σῴζειν τὴν ναῦν. Οὕτω τοίνυν καὶ ὅταν οἱ ῥήτορες ἀλλήλοις ἐναντία, ὡς ἄν τις φαίη, λέγωσιν, οὐ κωλύεται τὸ ἐξ ἀρχῆς κεφάλαιον τῆς ῥητορικῆς, ἀλλὰ τὸ συμβαῖνον τῷ λόγῳ χρὴ σκοπεῖν, μεμνημένους ὧν ἕνεκα εὑρέθη. Εὑρέθη δὲ τὸ λέγειν ὑπὲρ τῶν δικαίων. [_ _̔_Ο_ _μ_ὲ_ν_ _ο_ὖ_ν_ _ὑ_π_ὲ_ρ_ _ῥ_η_τ_ο_ρ_ι_κ_ῆ_ς_ λόγος οὗτος.] [_ _̔_Ο_ _μ_ὲ_ν_ _α_ʹ_ _λ_ό_γ_ο_ς_ _ὑ_π_ὲ_ρ_ _ῥ_η_τ_ο_ρ_ι_κ_ῆ_ς_ _μ_ό_ν_ο_ν_ _ἦ_ν_·_ _ο_ὗ_τ_ο_ς_ _δ_ὲ_ καὶ ὑπὲρ ῥητορικῆς καὶ ὑπὲρ ῥητόρων.] Ἐκ τῶν Ἀριστείδου πρὸς Πλάτωνα ὑπὲρ ῥητορικῆς. Τὸ προοίμιον τοῦ δευτέρου λόγου. Ἐπεὶ δὲ καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους καθήψατο καὶ Κίμωνος καὶ Περικλέους, οὐ πρὸς τὸ βέλτιστον φάσκων προστῆναι τῆς πόλεως, ἔστι μὲν οὖν ἴσως οὐδὲν κατεπεῖγον περὶ τούτων νῦν διαφέρεσθαι. Οὗτοι μὲν γάρ, εἰ δίκαια Πλάτων αὐτῶν κατηγόρηκε, δικαίως ἂν φαῦλοι νομίζοιντο· ῥητορικὴ δέ, εἰ καὶ πάντων μοχθηροτάτους τούτους θείημεν, οὐδὲν μᾶλλον ἐλέγχεται. Συγχωρούντων μὲν οὖν ἡμῶν, ὅ γε ὑπὲρ ῥητορικῆς οὐκ ἀπόλωλε λόγος. Εἰ δὲ δὴ καὶ περὶ τούτων ἐλέγχοιτο, οὐ παντάπασιν εὐγνωμόνως τῷ λόγῳ κεχρημένος, πανταχῇ δειχθήσεται φιλονεικῶν. Τοῦτ' ἐστὶ προύργου τὸ καὶ περὶ τούτων εἰπεῖν. Αὐτοὶ παράδειγμα τοῖς ἄλλοις γινόμενοι τοῦ πῶς δεῖ καρτερεῖν, ἐν αὐτοῖς τοῖς δεινοῖς καὶ ταῖς ἀκμαῖς τῶν κινδύνων τὴν ἡμετέραν αὐτῶν, εἰ συγχωρεῖς εἰπεῖν, ἀρετὴν ἐπιδεικνύμενοι. Τί οὖν ἡμῖν προφέρεις κολακείαν καὶ διακονίαν καὶ τοὺς ἰδίᾳ τροφεῖα μὴ ἐκτίνοντας φαύλους ἂν εἶναι συμφήσας αὐτὸς ἡμῖν οὐ καλὴν χάριν ἐκτίνεις τῆς κοινῆς τῶν Ἑλλήνων σωτηρίας καὶ τροφῆς, ἣν σύ τε καὶ οἱ ἄλλοι δι' ἡμᾶς ἐν ἐλευθερίᾳ τέτραφθε. Εἰ ταῦτα λέγοιεν οἱ ἄνδρες, ποίους λαβυρίνθους σοφίας ἀνελίττων ἢ τί λέγων τῶν πάντων οἷός τε γένοιτ' ἂν ἀντειπεῖν; Πᾶσι τοίνυν προτέροις ἐστὶ λόγος [_π_ρ_ὸ_ς_ _τ_α_ῦ_τ_α] ἢ Πλάτωνι. Διὰ τί; Διότι ἐν αὐτοῖς τούτοις ἃ πρὸς τοὺς Δίωνος ἔγραψεν ἑταίρους καὶ ἐν οἷς ὁ Δίων αὐτῷ τετελευτηκὼς ὑπόκειται λέγων ὡς ἔμπνους, ἔνεστι ταυτί. Τὸ δὲ πάντων ἀτοπώτατον, ὅτι χρῆται μὲν τούτοις ἐν ἐλέγχῳ τοῦ κολακείαν εἶναι τὴν ῥητορικήν, ὡς δὴ τούτους ὄντας ῥήτορας, πάλιν δ' αὐτὸς αὐτοὺς ἀφίησι τῆς κολακείας, οὔκουν φησί γε αὐτοὺς ταύτῃ χρῆσθαι, ἐν οἷς περὶ ὧν ἔπαθον λέγει. Κἀν τούτοις οὖν ἀνάγκη θάτερα ἐψεῦσθαι. Εἰ μὲν γὰρ ἡ ῥητορικὴ κολακεία, πάντως δεῖ κόλακας τούτους εἶναι, ῥήτοράς γε ὄντας, ὥς φησιν. Εἰ δὲ οὐδὲν οὗτοι κολακείᾳ προσήκουσι, πῶς ῥητορικὴ κολακεία διὰ τούτους, ἢ τί τούτων ἔδει τῶν παραδειγμάτων; Ὤιμην δὲ οὐδὲ τοῦτο τῶν δικαίων εἶναι, τὰς προαιρέσεις τὰς ἐκείνων ἐξετάζοντας τὰς συμφορὰς αἷς ἐχρήσαντο ὑπολογίζεσθαι. Οὐ γὰρ εἰ μὴ κατὰ νοῦν ἀπήλλαξαν, φαῦλοι γεγόνασιν, ἀλλ' εἰ μὴ τὰ βέλτιστα ἐβουλεύσαντο τοῖς πράγμασιν. Ἐκεῖνο μὲν γάρ ἐστι τῆς τύχης κατηγορεῖν, τοῦτο δὲ τὴν γνώμην ἐλέγχειν. Ἐνθυμοῦμαι δὲ ἔγωγε πῶς ἀνέχεσθαι χρή, ὅταν Ἀλκιβιάδην μὲν καὶ Κριτίαν Σωκράτει συγγενομένους, οἳ τοσαύτας καὶ τηλικαύτας αἰτίας ἐσχήκασι [_κ_α_ὶ_ _ὑ_π_ὸ_ _τ_ῶ_ν_ πολλῶν καὶ ὑπὸ τῶν ἐπιεικῶν, ὥστε Κριτίου γε οὐδ' ἐπινοῆσαι ῥᾴδιον ἐξωλέστερον, ὃς ἐν τριάκοντα τοῖς πονηροτάτοις τῶν Ἑλλήνων πρῶτος ἦν], τοὺς μὲν οὔ φασι δεῖν ἐν τεκμηρίῳ ποιεῖσθαι ὅτι Σωκράτης τοὺς νεοὺς διέφθειρεν, 453

[_ο_ὐ_δ_'_ _ε_ἶ_ν_α_ι_ _τ_ὰ_ _ἐ_κ_ε_ί_ν_ω_ν_ _ἁ_μ_α_ρ_τ_ή_μ_α_τ_α_ _ο_ὐ_δ_'_ _ὁ_τ_ι_ο_ῦ_ν_ πρὸς Σωκράτην τὸν οὐδὲ αὐτὸν ἔξαρνον ὄντα τὸ μὴ οὐ διαλέγεσθαι τοῖς νέοις]. Εἰ δ' Ἀθηναίων δῆμος ἐν πολλοῖς καὶ μεγάλοις οἷς καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τῶν Ἑλλήνων διεχείρισεν, ἔσθ' ἃ μὲν ὀρθῶς [_κ_α_ὶ_ _π_ρ_ο_σ_τ_η_κ_ό_ν_τ_ω_ς] ἐβουλεύσατο, ἔστι δὲ ἃ καὶ ἐξήμαρτεν εἰς τοὺς προεστηκότας, ταῦτ' ἀξιοῦσιν αὐτοῖς τοῖς προστάταις λογίζεσθαι. Ὥσπερ εἴ τις καὶ τοῦ θείου κατηγοροίη [_τ_ο_ῖ_ς_ _α_ὐ_τ_ο_ῖ_ς_ λόγοις] ὅτι χρῆν αὐτοῦ τὴν πρόνοιαν εἶναι τοιαύτην ὥστ' ἀδικίαν καὶ ἀγνωμοσύνην ἀνελεῖν παντάπασιν 247.α ἐξ ἀνθρώπων [_κ_α_ὶ_ _μ_η_δ_ὲ_ν_ _ἁ_μ_α_ρ_τ_ά_ν_ε_ι_ν_ _μ_η_δ_έ_ν_α_ς_ _ἀ_ν_θρώπων μηδαμῇ. Νῦν δὲ πῶς, εἰ προνοιεῖν αὐτοὺς χρὴ νομίζειν, ὅταν μὴ παύωνται] πλημμελοῦντες [_ὧ_ν_ _ἄ_ρ_χ_ο_υ_σ_ι_ μὴ δικαίως] ὑπ' ἐνίων ἀμελεῖσθαι; Καὶ ὁ μὲν ἡνίοχος παραλαβὼν λακτίζοντας τοὺς ἵππους πραΰνει καὶ τιθασσεύει, [_κ_α_ὶ_ _τ_ε_λ_ε_υ_τ_ῶ_ν_ _ἐ_π_'_ _α_ὐ_τ_ῶ_ν_ _ἀ_σ_φ_α_λ_ῶ_ς_ _κ_α_τ_ὰ_ _π_ο_λ_λ_ὴ_ν_ ῥᾳστώνην εἶσιν ὅποι βούλεται]· οἱ θεοὶ δὲ οὔπω καὶ νῦν ἐξῃρήκασιν ἀδικίαν ἐξ ἀνθρώπων ἐκ τοσούτου, καὶ ταῦτα ἐκ τοῦ αἰῶνος παντὸς πολιτευσάμενοι, [_κ_α_ὶ_ _π_ρ_ο_σ_έ_τ_ι_ _ε_ἰ_ς_ ἑαυτοὺς ἁμαρτάνοντας ὁρῶντες ἔστιν οὓς αὐτῶν]. Ἀλλὰ μὴν εἰ ταῦτα οὐδ' ἂν εἷς ὑγιαίνων εἴποι σπουδῇ, πλὴν ὡς ἡμεῖς μὲν νῦν εἰς ἔλεγχον λόγου, πῶς οὐ κομιδῇ Πλάτων συκοφαντεῖ; Εἰ γὰρ ἃ μηδ' οἱ θεοὶ πώποτε πεποιήκασι, μηδὲ παρ' αὐτῆς τῆς Ἀθηνᾶς τῆς πολιάδος εἶχεν ἀπαιτῆσαι, ταῦτα παρὰ Θεμιστοκλέους καὶ Περικλέους ἀπαιτεῖ, αὐτὸν ἐρωτῶ πῶς οὐ συκοφαντεῖ; Ἀλλ' οἶμαι τὴν μὲν τοῦ δήμου φύσιν οὐκ ἠδυνήθησαν μεταποιῆσαι· ἔστι δ' αὕτη μηδέποτε γενέσθαι πάντα χρηστὸν μηδ' ἀναμάρτητον· ὅσα δὲ κινδυνεύοντας ἔδει προνοήσασθαι, ἐν οἷς ἅμα καὶ τῶν πολλῶν καὶ τῶν ἐπιεικῶν [_ἦ_ν] εὐεργέτας εἶναι, ἢ κατ' ἐξουσίαν πράττοντας ἀπάγειν ἀπὸ τῶν δυσχερεστάτων ἀεὶ καὶ εἰς ἐλάχιστον τρέπειν τὰ τῆς φύσεως ἁμαρτήματα, ταῦτα οὐκ ἔστιν ὅπως οὐ παρὰ τούτοις ὄντα φανήσεται, καὶ ταῦτα πρὸς τῷ λόγῳ τῷ παρ' ἡμῶν καὶ ταῖς ἀποδείξεσι Πλάτων αὐτὸς ἐπισφραγίζεται, καὶ ἔστιν ἡμῖν κἀνταῦθα μάρτυς ὑπὸ τῆς αὐτῆς δεξιότητος, ἧσπερ κἀν τοῖς ἄνω κατὰ τὴν χρείαν ἀεί. Καίτοι πῶς οὐκ ἄτοπον [_ἦ_ν] τὰ ἔργα κοσμεῖν ὧν τὴν πολιτείαν φαυλίζειν ἔστι· καὶ ἃ τῆς τῶν πεισθέντων ἀρετῆς τίθεταί τις δείγματα, ταῦτα μὴ τῆς τῶν πεισάντων πρῶτον ἡγεῖσθαι; Ἔγκειται μὲν [_γ_ά_ρ_ _π_ο_υ] ταῦτα μεταξὺ τοῦ μύθου [_χ_ω_ρ_ί_ς_ _τ_ι_ν_ο_ς_ _π_ρ_ο_φ_ά_σεως] οὐκ ἀσκέπτως ἐμοὶ δοκεῖν [_ο_ὐ_δ_ὲ_ _φ_α_ύ_λ_ω_ς] οὐδ' ὡς ἐξέπεσεν, ἀλλ' ὅπως συγκρυφθείη τε ὡς δυνατὸν μάλιστα, καὶ εἴ τις εὑρὼν χρῷτο, μηδ' αὐτὸς δοκῇ παρελθεῖν [_ἀ_λ_λ_'_ _ἐ_κ_ε_ί_ν_η]· οὕτω μέσην τινὰ εὗρε τάξιν, καὶ ἅμα πρὸς τῇ τελεύτῃ τοῦ λόγου τοῦ παντός, ἃ θεὶς ἐν ἀρχῇ, τοῖς ἐφεξῆς οὐκ ἔμελλεν ἕξειν οἶμαι χρῆσθαι. Οὐ γὰρ εἰ ῥᾴδιον ἢ μὴ τῷ ὄντι γενέσθαι ῥήτορα προὔκειτο σκοπεῖν, ἐπεὶ τοῦτό γε καὶ ἡμεῖς, εἰ βούλει, μαρτυροῦμεν, κἂν εἰ τὴν Στέντορος φωνὴν κτησαίμεθα, φθεγξαίμεθ' ἂν ὡς οὐ ῥᾴδιον, κἂν ὁ Νεῖλος, ὦ μακάριε, τοῖς ἑπτὰ στόμασιν εἰ λάβοι φωνήν, ὥσπερ ὁ Σκάμανδρος καθ' Ὅμηρον. Ἀλλ' εἰ δυνατὸν ἢ μή, καὶφύσιν ἔστ' ἔχον συμβῆναι, τοῦτ' ἦν ἐκ τοῦ λόγου. Φανήσεται δ' οὐχ ἁπλῶς, οὐδ' ὡς νῦν μόνον [_δ_ε_ί_κ_ν_υ_μ_ε_ν] εἰς τοὺς ἐναντίους ἐληλυθὼς αὐτὸς ἑαυτῷ, ἀλλὰ καὶ ἐξ ὧν ἐκείνους ᾐτιᾶται Ἀριστείδην ὃν ἐπῄνεσεν ἐπαινεῖν οὐκ ἔχων, ἢ εἴπερ ὀρθῶς ἐπαινεῖ τοῦτον, διὰ τὸ αὐτὸ τοῦτο οὐδ' ἐκείνους ἔχων αἰτιάσασθαι. Πῶς; Ὅτι σύμβολον οἶμαι ποιεῖ τοῦ κακῶς Ἀθηναίων ἐκείνους προστῆναι τὸ παθεῖν αὐτοὺς ὑπ' Ἀθηναίων κακῶς, ὡς οὐκ ἂν τούς [_γ_ε] βελτίους ὑπ' αὐτῶν γενομένους ἁμαρτόντας εἰς τούτους, ὑφ' ὧν μηδ' εἰς τοὺς ἄλλους ἁμαρτάνειν ἐπαιδεύθησαν. Ταῦτα δὲ οὕτω θείς, καὶ ἡνιόχους καὶ τὰ τοιαῦτα ἐπεισαγαγὼν ἐνταυθοῖ, τόν [_γ_ε] Ἀριστείδην οὐ μόνον οὐδὲν φαῦλον εἴρηκεν, ἀλλὰ καὶ σαφῶς ἐξαίρετον τῶν ἄλλων πεποίηκε. Καίτοι εἰ τὸ 454

παθεῖν κακῶς ὑπ' Ἀθηναίων ἦν τι δεῖγμα τοῦ μὴ καλῶς Ἀθηναίων προστῆναι, οὐδ' Ἀριστείδης προὔστη καλῶς· οὐδὲ γὰρ οὗτος ἀθῶος δήπου διέφυγεν, ἀλλ' ἐξέπεσε. Προσθήσω δὲ ὅτι οὗτός γε οὐδ' ἐν δικαστηρίῳ δυστυχήσας ὥσπερ Μιλτιάδης καὶ Περικλῆς, οὐδ' ὑπὸ τούτων οἷς προσέκρουσεν ὑπὲρ τῶν πολλῶν, ἀλλ' ἐξοστρακισθεὶς ὑπ' αὐτοῦ τοῦ δήμου. Ἔστι δὲ καὶ κυβερνήτῃ καὶ παντὶ συνιδεῖν ὅτι κυβερνήτης μὲν ὅστις πλείστους ἀθρόως ἔσωσεν [_ὑ_π_ὲ_ρ] χιλίους, τὸ δὲ τοῦ ῥήτορος πλήρωμα ὃ σῴζει οὐ κατὰ ναῦν ἐστιν αἰγυπτίαν, οὐδέ γε ὅλως μετρεῖται στόλῳ, ἀλλὰ καὶ λιμένες [_α_ὐ_τ_ο_ὶ] καὶ πόλεις οὐ μυρίανδροι μόνον ἀντὶ τῶν μυριοφόρων, ἀλλὰ καὶ μετρῆσαι χαλεπαί, τῇ τῆς ῥητορικῆς ὑποπίπτουσι τύχῃ τε καὶ προστασίᾳ. Καὶ ὁ μέν [_γ_ε] κυβερνήτης κατάρας οὐκ ἔχει τί χρήσεται τῇ τέχνῃ· τοῦ δὲ ῥήτορος οὐδέν ἐστι χωρίον ἐξαίρετον. Ἀλλ' ἵνα μὴ λόγος ἡμῖν λόγον ἐκδέξηται, ἀγαπητὸν ὂν εἰ καὶ τοῖς ἐπικαίροις ἐξαρκέσαιμεν, ἐῶ τὸ νῦν εἶναι τὴν ὑπὲρ τούτου 247.α διαφοράν. Ὅτι ἡ ῥητορικὴ διὰ πάντων τῶν τῆς ἀρετῆς μορίων διήκει, φρονήσει μὲν εὑρεθεῖσα, εὑρεθεῖσα δὲ ὑπὲρ δικαιοσύνης, σωφροσύνῃ δὲ καὶ ἀνδρείᾳ φυλαττομένη. Τοῦτο δὲ καὶ κατὰ τούτους τοὺς λόγους [_ο_ὓ_ς_ μέλλω εἰπεῖν αὐτῆς] ἰδεῖν ἔστιν. Ἔστι μὲν γὰρ [_δ_ή_π_ο_υ] ῥητορεύειν τὸ τὰ δέοντα εὑρεῖν καὶ τάξαι καὶ τὰ πρέποντα ἀποδοῦναι μετὰ κόσμου καὶ δυνάμεως. Φαίνεται δὲ ἡ μὲν εὕρεσις κατὰ τὴν φρόνησιν ἔχουσα, [_ε_ἴ_π_ε_ρ_ ἀμήχανον φρονήσεως ἀπολειπόμενον τῶν χρησίμων εὑρεῖν ὁτιοῦν], ἡ δὲ σωφροσύνη κατὰ τὴν διαχείρισιν οὖσα καὶ τὴν τῶν ἡγουμένων τε καὶ εἰκότων συμφωνίαν· [_ἀ_ν_τ_ὶ_ _δ_'_ _α_ὐ_τ_ῆ_ς_ _δ_ι_κ_α_ι_ο_σ_ύ_ν_η_ς_ _τ_ὸ_ _π_ρ_έ_π_ο_ν_ _τ_ι_θ_ε_ῖ]. Τοῦτο δέ ἐστιν ὁποῖα ἄττα ἢ ὁπόσα προσήκει ἑκάστῳ σῶσαι τῷ πράγματι. Ἀλλὰ μὴν ἀνδρείας ἐκ τοῦ εὐθέος οὐδ' οὕτω μετέχειν ὡς ὁ λόγος βούλεται· τὸ γὰρ ταπεινὸν καὶ ἀγεννὲς οὐδὲν οὕτως, ὡς ὁ λόγος, ἐξορίζει καὶ ὑπεφρονεῖ. [__Ε_ἶ_ε_ν_._ __Ο_ὗ_τ_ο_ς_ _ὁ_ _ν_ο_υ_θ_ε_τ_ῶ_ν_ _ἀ_ν_ύ_τ_ε_ι_,_ _ο_ὗ_τ_ο_ς_ _ὁ_ _κ_α_τ_η_γορῶν πιστεύεται.] Καὶ μὴν ὅστις γε ἃ προσῆκε λέγειν οἶδεν, οἶδεν ἃ πράττειν προσήκει. Οὐδεὶς γάρ ἐστιν ὅστις ἃ προσήκει πράττειν εἰπεῖν εἰδώς, ἃ προσήκει πράττειν ἀγνοεῖ, οὐδ' ὅστις ἀγνοῶν ἃ προσήκει πράττειν, εἰπεῖν ἔχει. Ὅσῳ δ' ἄρχειν βέλτιον ἢ διακονεῖν, τοσούτῳ λέγειν τὰ δέοντα βέλτιον ἢ πράττειν. Ὁ μὲν γάρ, οἶμαι, πολλοῖς σύμβουλος γίνεται, ὁ δὲ ἀνθ' ἑνὸς ἄλλου τινὸς γίνεται. Ὥσπερ οὖν τοὺς ἀρχιτέκτονας τῶν τεκτόνων ἀνάγκη προέχειν, ὄντας ὅμως περὶ ταὐτὰ ἃ [_κ_α_ὶ] τῆς τῶν τεκτόνων ἐστὶν ἐμπειρίας, οὕτω καὶ τοὺς ἐν ταῖς ἀγοραῖς καὶ τοῖς λόγοις προέχοντας τῶν τούτοις ὑπηρετούντων βελτίους ὁ ποιητὴς ἔθηκε καὶ προσεῖπεν ἀριπρεπεῖς μάλα ὀρθῶς προσειπών. Εἰ δὲ δεῖ καὶ μῦθον λέγειν, δέδοικα μὲν ἐγὼ μὴ καὶ ταῖς γραυσὶν ἡμᾶς ἐξούλης ὀφλεῖν ἐπισκώπτων φῇ τις ἀνὴρ κωμικός, ἐρῶ δὲ οὐ μῦθον ἄλλως αὐτὸν εἰς αὑτὸν τελευτῶντα, ἀλλὰ καὶ ἐνταῦθα ἡ παρὰ τῶν πραγμάτων πρόσεστι πίστις. Ὁ μὲν οὖν Προμηθεὺς καθ' ἕκαστον ἅπασι τάς τε αἰσθήσεις καὶ τὰ μέλη τοῦ σώματος πεπλακὼς ἦν [_π_ρ_ό_τ_ε_ρ_ο_ν]· τὸν δὲ Ἑρμῆν οὐχ οὕτως ἐκέλευσεν ὁ Ζεὺς ὥσπερ θεωρικοῦ διάδοσιν διελεῖν, ἵνα πάντες ῥητορικῆς ἐφεξῆς μετέχοιεν ὥσπερ ὀφθαλμῶν καὶ χειρῶν καὶ ποδῶν, ἀλλ' ἐπιλεξάμενον τοὺς ἀρίστους καὶ γενναιοτάτους καὶ τὰς φύσεις ἐρρωμενεστάτους, τούτοις ἐγχειρίσαι τὸ δῶρον ἵνα ὁμοῦ σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους σῴζειν ἔχοιεν. Ἀφικομένης δὲ ῥητορικῆς ἐκ θεῶν οὕτως εἰς ἀνθρώπους, ἠδυνήθησαν [_μ_ὲ_ν] ἄνθρωποι τὴν μετὰ τῶν θηρίων δίαιταν χαλεπὴν ἐκφυγεῖν, ἐπαύσαντο δὲ ἐχθροὶ πάντες ὄντες ἀλλήλοις ἐν κύκλῳ, κοινωνίας δὲ εὗρον ἀρχήν. Καταβάντες δὲ ἐκ τῶν ὀρῶν ἄλλοι κατ' ἄλλα μέρη τῆς οἰκουμένης ἐπλησιάσαντό γε πρῶτον ὕπαιθροι, μετὰ δὲ τοῦτο ἤδη λόγου νικήσαντος πόλιν τε κατεσκευάσαντο [_κ_α_ὶ_ _δ_ι_ε_κ_ρ_ί_θ_η_σ_α_ν_,_ _ο_ὐ_χ_ _ὥ_σ_π_ε_ρ_ _π_ρ_ό_τ_ε_ρ_ο_ν_,_ _ὡ_ς_ _ἔ_τ_υ_χ_ε], καὶ εἰς τὸ νῦν σχῆμα καὶ ἀξίωμα χρόνῳ τε καὶ κατὰ μικρὸν 455

ἀνήχθησαν. Καὶ ὁ μῦθος μὲν ἡμῖν ταύτην ἐχέτω τὴν τελευτήν, οἶμαι, κεφαλὴν οὐδὲ ἄτιμον εἰληφώς. Ὅτι δὲ οὐκ ἄλλως μῦθος [_τ_α_ῦ_τ_α] οὐδ' ὄναρ, ἀλλ' ὕπαρ καὶ ὁ τῶν πραγμάτων αὐτῶν ἐστι λόγος, δῆλον ἐξ αὐτῶν. Ἐὰν τοίνυν ἔτι τούτων ἐγγυτέρω προσαγάγω τὸν λόγον, ἦ που τρυφή τις ἂν εἴη τῆς ἀποδείξεως, καὶ οὔτε ἔννοιαν οὔτε ἐλπίδ' ἐλέγχων ἰσχυροτέρων οὐδ' ἂν εἷς ἔτι δή που λάβοι. Οὐ γὰρ μόνον αὐτὸς Πλάτων, ὡς πολλάκις ἐδείξαμεν πρότερον, ἀλλὰ καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις τῷ παραδόξῳ δὴ συγγράμματι διαρρήδην ὁμολογεῖ [_τ_ῇ_ _ῥ_η_τ_ο_ρ_ι_κ_ῇ] τὰ κάλλιστα εἶναι πράττειν. Τὰ μὲν οὖν ἄλλα ἢ ψυχαγωγίαν ἢ χρείαν, ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν, ἔχει, μόνον δὲ τὸ τῆς ῥητορικῆς μάλιστά γε ἄμφω πληροῖ, καὶ μετὰ τῶν ὠφελειῶν τὴν χάριν θαυμαστὴν ἔχει, ὥστε καὶ ὅταν εἰς πολέμους ἀλλήλοις ἔλθωσιν ἄνθρωποι, τοὺς παρὰ τῶν αὐτοχείρων πρέσβεις ἀφικνουμένους δέχονται καὶ ἀποπέμπουσιν, ἐνθυμούμενοι τὸ τῶν ῥητόρων φῦλον, ὑπεξαιρούμενοι τὴν τοῦ λόγου φύσιν, αἰδούμενοι ὅτι ἐξ ἀρχῆς ἐπὶ σωτηρίᾳ καὶ κοινῇ χρείᾳ τοῦ γένους εἰσῆλθεν. Εἰ δέ τις ἡμῖν περὶ Πλάτωνος ὑπολάβοι ὅτι οὐ ταύτην κακῶς εἴρηκε [_τ_ὴ_ν_ ῥητορικὴν] ὑπὲρ ἧς νῦν ἡμεῖς τοὺς λόγους ποιούμεθα, ἀλλὰ δύο οὐσῶν τὴν ἑτέραν κακίζει, πρῶτον μὲν οὐδὲν μᾶλλον τά γε ἡμῖν εἰρημένα φαύλως ἔχοντα ἐλέγχονται, 247.α [_ἀ_λ_λ_ὰ_ _κ_α_τ_'_ _α_ὐ_τ_ὸ_ _τ_ο_ῦ_τ_ο_ _κ_α_λ_ῶ_ς_ _κ_α_ὶ_ _π_ρ_ο_σ_η_κ_ό_ν_τ_ω_ς_ ἅπαντα ταῦτα ἠνύσθαι μαρτυρεῖ]· ὥσπερ γὰρ ἐκεῖνος τὴν φαύλην δικαίως ψέγει, τί κωλύει τήν γε ἐναντίαν ἡμᾶς ἐπαινοῦντας ὀρθῶς ποιεῖν; Ἔπειτα οὐκ ἀναιρεῖ τοὺς παρ' ἡμῶν ἐλέγχους ἡ παραίτησις αὕτη, ἀλλὰ καὶ οὕτως ἐναντία φαίνοιτ' ἂν εἰρηκὼς αὐτὸς ἑαυτῷ εἰ διττὴν εἶναι τὴν ῥητορικὴν ἀξιῶν εἶθ' ὡς μιᾶς καὶ ἁπλῆς τινος οὔσης τὴν κατηγορίαν πεποίηται. Δῆλον γὰρ ὅτι εἰ τοῦτ' ἐστὶν ἀληθές, τὴν μὲν φαυλίζειν τὴν δ' ἐπαινεῖν προσῆκεν αὐτῷ διελομένῳ, ὥσπερ ἐν τοῖς περὶ ἔρωτος λόγοις φαίνεται πεποιηκώς, καὶ πολύ γε μειζόνων εὐφημιῶν τὸν χρηστὸν ἠξιωκὼς ἢ οἵων τὸν ἕτερον βλασφημιῶν. Ὁ δ' οὖν [_α_ὐ_τ_ὸ_ς] λόγος καὶ περὶ πάσης φιλοσοφίας καὶ περί γε τῶν τῆς ἀρετῆς, εἴ τις βούλοιτο διαιρούμενος πρῶτον μὲν σοφίας δύο προσαγορεύειν, τὴν μὲν ᾗ τὰ βέλτιστα συνίεμεν, τὴν δὲ ἑτέραν ᾗ κακουργοῦσιν, ἔπειτα σωφροσύνην διπλῆν, τὴν μὲν σπουδῆς ἀξίαν καὶ πολιτικήν, τὴν δὲ νωθράν τε καὶ ὑπτίαν, καὶ δικαιοσύνην διπλῆν καὶ ἀνδρείαν ὁμοίως, τὴν μὲν σὺν νῷ καὶ φρεσί, τὴν δὲ ἀπόνοιαν καὶ μανίαν οὖσαν. Ἀλλ', οἶμαι, πάντα ταῦτα τῶν φυρόντων ἐστὶ τὰ ὀνόματα, [_κ_α_ὶ_ _δ_ι_ῄ_ρ_η_τ_α_ι_ _σ_ο_φ_ί_α_ _κ_α_ὶ_ _κ_α_κ_ο_υ_ρ_γ_ί_α_,_ _σ_ω_φροσύνη καὶ βλακεία, δικαιοσύνη τε καὶ εὐήθεια, ἀνδρεία καὶ θρασύτης· οὐδέτερον δέ γε οὔτε καλὸν χαλεπὸν οὔτε προσῆκον]. Πολλῷ γὰρ ταῦτα ἀπ' ἀλλήλων διῄρηται, καὶ οὐ δεῖ κακίας ὑποκορίζεσθαι τοῖς τῆς ἀρετῆς ὀνόμασιν οὐδὲ τὰς ἀρετὰς φαυλίζειν τὰ τῆς κακίας ἑκάστῃ παρατίθεντας. Εἰ δ' ὅτι μάλιστα οὕτω Πλάτων διενοεῖτο, ὥσπερ ἔγωγε οὐκ ἀντιλέγω, ἀλλ' ὑπεξῄρηται τὴν καθαρὰν καὶ τῷ ὄντι ῥητορικήν, ἄξιον μὴ παρακρουσθῆναι, μηδ' ἀγνοῆσαι τοῦτο [_α_ὐ_τ_ὸ] τοὺς πολλούς, μήδ' ὡς ψήφῳ καθαρᾷ προσέχοντας θᾶττον ἢ συμφέρει βουλεύσασθαι περὶ [_τ_ῶ_ν] τηλικούτων. Πανταχῇ δὴ καὶ διὰ πάντων ἐκπίπτουσιν ἡμῖν αἱ ψῆφοι. Πρῶτος δὲ Πλάτων αὐτὸς ψηφίζεται καὶ μέσος [_φ_α_σ_ὶ] καὶ τελευταῖος. Καὶ κινδυνεύω δοκῶν ἀντιλέγειν Πλάτωνι παντὸς μᾶλλον συναγορεύειν. Εἰ δὲ δεῖ τι καὶ παῖξαι, δοκῶ μοι κατὰ τοὺς κωμῳδοποιοὺς ὥσπερ ἀποδιδράσκοντα αὐτὸν ἕλξειν εἰς τοὺς ῥήτορας, ὅτι μαθὼν καλλωπίζεται. Ἀριστείδου ἐκ τοῦ ἐπιγραφομένου λόγου Πλατωνικὸς τρίτος πρὸς Καπίτωνα τὸ προοίμιον. Νῦν σε καὶ μᾶλλον φιλοῦμεν, οὕτως ἐρωτικῶς τοῦ Πλάτωνος ἔχοντα, ὃν ἐγὼ φαίην [_ἂ_ν_ _τ_ι_μ_ῶ_ν] καθ' Ὅμηρον ἴσον ἐμῇ κεφαλῇ. Εἰ γάρ [_τ_ο_ι] καὶ πάντες φαῦλοι πρὸς ἐκεῖνον, ἀλλ' ἕκαστος τιμιώτατος αὐτὸς ἑαυτῷ, φασί. Καίτοι, τί λέγω; Οὐκ οἶδα μὲν γὰρ εἰ πιστεύεις, ἀλη θὲς δ' ἐρῶ. Εἰ δὲ μὴ ἐγγὺς ἐκεῖνον ἔφησας 456

ἡμῶν εἶναι, οὐκ ἂν οὕτω με ηὔφρανας, ὡς ὅτι προκατείληψαι δείξας· οὕτως ἐμοὶ φίλος ἀνὴρ καὶ φίλων ἐπέκεινα. [__Σ_υ_ν_έβη δέ μοι καὶ περὶ Δημοσθένην τοιοῦτον ἕτερον· φράσω δὲ καὶ πρός σε.] Ἀνὴρ τῶν ἐκ τῆς γερουσίας τῆς Ῥωμαίων, Λίβυς τὰ ἀρχαῖα, Μάξιμος τοὔνομα, ἄξιος ὅτου βούλει [_(_φ_α_σ_ὶ_ _δ_ὲ_ _ο_ἱ_ _τ_α_ῦ_τ_α_ _δ_ε_ι_ν_ο_ὶ_ _κ_α_ὶ_ _ῥ_ή_τ_ο_ρ_α_ _α_ὐ_τ_ὸ_ν_ ἐν πρώτοις εἶναι Ῥωμαίων), οὗτος] τοῖς τε Δημοσθένους λόγοις προσέκειτο ὑπερφυῶς, καὶ οὐκ οἶδ' ὅντινα τρόπον καὶ τοῖς ἡμετέροις ἑάλω τούτοις. Ἔτυχε δέ μοι λόγος τις πεποιημένος ἐκ τρίτων πρὸς Λεπτίνην [_ἐ_ξ_ ἀρχῆς τοιᾶσδε]. Εἶχον μὲν γὰρ ἐν χερσὶ τὸν τοῦ Δημοσθένους λόγον, καὶ ὡς ἐγενόμην ἐπὶ τῶν κεφαλαίων ἃ τοῦ Λεπτίνου μέλλοντος ἐρεῖν ὑποτέμνεται, ἀποστήσας ἐμαυτὸν τοῦ Δημοσθένους ὑπ' ἐμαυτοῦ τι συνεώρων. Ὡς δὲ εὗρον καὶ δύο καὶ τρία τῶν χρησίμων, ἐνταῦθα πάλιν αὖ ἐπ' ἄλλο τι ἐχώρουν. Καί μοι πειρωμένῳ τὸ αὐτὸ ἀεὶ συνέβαινε. Καὶ οὕτω δὴ ἀπὸ τοῦ κρασπέδου θοἰμάτιον, εἰ δὲ βούλει, τὸν λέοντα ἀπὸ τοῦ ὄνυχος ἀπειργασάμην. Τοῦτον αὐτῷ τὸν λόγον δεῖξαι ἐπεχείρησα· καὶ [_μ_έ_λ_λ_ω_ν_ _δ_ε_ί_ξ_ε_ι_ν], προεῖπον [_ὅ_τ_ι_ _π_ρ_ὸ_ς_ __Λ_ε_π_τ_ί_ν_η_ν_ _ἐ_φ_ε_υ_ρ_η_μένα σὺν τῷ πρὸς Λεπτίνην ἐφευρήσει]. Ἆρα μὴ ἀδικῶ [_σ_ε_;_ _ἔ_φ_η_ν_ _ἐ_γ_ώ]. Καὶ ὃς μὰ Δία εὐγενῶς τε καὶ ὡς ἂν πᾶς ἠράσθη τε καὶ ἠγάσθη ὅστις φιλόλογος, οἶσθα, ἔφη, ὅτι κάθημαι πρὸς τοῖς Δημοσθένους; Κἀγώ· τὸν αὐτὸν ἄρα, ἔφην, μοι βουκολεῖς, ὥστε εἰ νικῴη μ', οὐκ ἐχθρὸς ὁ στεφανούμενος, ἀλλ' ᾧ σύ γε κἀγὼ συσπεύδομεν. Ὡς ‹.α δὲ ἐκέλευσε τὰ βιβλία ἐν μέρει δεικνύναι καὶ τὸ πρᾶγμα πανταχῇ σπουδὴ ἦν, οὑτωσί τοι, ἔφην ἐγώ, σοι ταὐτὰ γινώσκω περὶ Δημοσθένους, καὶ ἡγοῦμαι μηδὲν εἶναι ὃ ῥᾴδιον παρελθεῖν ἐκεῖνον τὸν ἄνδρα. Καὶ ὃς ἥσθη τε ἀκούσας, ὥσπερ ἐγὼ ἐκείνου ἀκούσας ἥσθην ὅτι τῷ Δημοσθένει συνεστήκοι, [_κ_α_ὶ_ _ἔ_δ_ω_κ_ε_ν_ _ἄ_δ_ε_ι_α_ν_ _δ_ε_ῖ_ξ_α_ι_ τὸν λόγον]. Ὡς δ' ὁ λόγος ἐδείχθη, ὅπως διετέθη τὰ ἐπὶ τούτοις, αὐτὸς ἂν εἰδείη. Πάρεστι δέ σοι γνῶναι [_ὅ_τ_ι] καὶ ἡμῖν τι προσήκει Πλάτωνος, εἰ καὶ μὴ τοσοῦτον ὅσον τοῖς σοφοῖς, ἀλλ' ὅσον ἐπίστασθαι χαίρειν τῷ ἀνδρί. Φέρε δὴ [_σ_α_φ_έ_σ_τ_ε_ρ_ο_ν] κατίδωμεν, τί ποτε ἦν ὅ σοι προέστη τῶν λόγων, οὓς δὴ πρὸς αὐτὸν ἡμῖν φασί τινες πεποιῆσθαι. Ἐγὼ μὲν γὰρ ἐπειρώμην αὐτὸν πανταχοῦ σύμψηφον [_ὄ_ν_τ_α] ἐμαυτῷ δεικνύναι, εἴτε γάρ τι ἡμῖν λελήρηται, οὐδὲν δεῖ τῆς Στησιχόρου παλινωδίας, ἀλλὰ σπογγιὰ ἰάσεται, εἴτε τι κρεῖττον ἐν τοῖς λόγοις ἔνεστιν ἢ ὡς τοῦτο τὸ ἆθλον πρέπειν αὐτοῖς. Σὺ δὲ ἐπαίνει μέν, εἴ σοι μὴ δοκεῖ, μηδὲν μᾶλλον, συγγίνωσκε δὲ ὅμως· εἰ καὶ μὴ τιμῆς ἀξιοῖς, ἀλλὰ τούτου γε ἂν ἀξιοῖς. Ἔφησθα δυσχεραίνειν, ὡς ἐγὼ πυν θάνομαι, ὅτι ἦν ἐν τοῖς λόγοις μνήμη τῆς εἰς Σικελίαν ἀποδημίας αὐτοῦ, καὶ ὅτι δὴ τοῦ βίου τοῦ Πλάτωνος ἐν τούτοις ἐδοκοῦμεν καθάπτεσθαι· ἐχρῆν δὲ ἄρα τοῦτο μὲν χωρίς που εἶναι, τὸν λόγον δὲ ἐλέγχειν. Καὶ ταῦτά [_γ_ε] οὐκ ἐραστοῦ μόνον ὄντα ἐγκλήματα, ἀλλὰ καὶ σωφρονοῦντος περὶ λόγους. Ὅρα δὲ μὴ ἀναίτιόν με αἰτιᾷ. Ἐγὼ γὰρ οὐκ ἔλεγον δὴ Πλάτωνα κακῶς, ὥσπερ ἐν δικαστηρίῳ τινὶ κρίνων, οὐδ' ᾐτιώμην τὰς ἀποδημίας, ἵνα χείρων νομίζοιτο, ἀλλὰ κἀν τούτοις μαρτυρεῖν ἔφασκον ἐμαυτῷ τε καὶ ῥητορικῇ. [_ _̓_Α_λ_λ_ὰ_ _μ_ή_ _π_ω_ _π_ε_ρ_ὶ_ τούτων.] Ἀλλὰ τί με χρῆν, ὦ πρὸς Διὸς, ποιεῖν; Πότερον μὴ μνησθῆναι τὸ παράπαν τῆς ἐς Σικελίαν [_ἀ_π_ο_δ_η_μ_ί_α_ς] ὥσπερ τι τῶν ἀπορρήτων μέλλοντα ἐρεῖν; Ἀλλ' οὔτε ψήφισμα συνῄδειν ἀπαγορεῦον καὶ τῷ λόγῳ συνέφερε, καὶ ἅμα ἀληθὲς ἦν· καὶ γὰρ ἔπλευσεν οὐχ ἅπαξ καὶ ὑπὲρ τοῦ Δίωνι γενέσθαι τὰ δίκαια. Ἀλλὰ νὴ Δία ἀνιαρὸν τοῦτο τοῖς Πλάτωνος ἑταίροις. Ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ, ἀλλὰ πρὸς ὁντιναδήποτε. Ἢ καὶ τοῦτο ἀδικῶ ὅτι τὰ ἐκ τῶν νόμων αὐτοῦ παρεγραψάμην; Καὶ ὅπως γε [_κ_ἀ_κ_ε_ῖ_ν_ο] ἐπιδείξουσιν, ἐπεὶ καὶ δυσχεραίνουσιν, ὡς οὐ τοῖς αὐτὸς ἑαυτοῦ περιπίπτει λόγοις, ἐπειδάν τι λέγῃ Τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη πρῶτον τὸ μὴ ἀδικεῖν ἄλλους, μήτε αὐτοὺς ὑφ' ἑτέρων ἀδικεῖσθαι καὶ ἑξῆς. [_ _ _Η_ _κ_α_ὶ] τοῦτο ἀδικοῦμεν καὶ ›

περιεργαζόμεθα, ὅτι προσηγάγομεν εἰς μέσον ταῦτα, καὶ οὐ προσκυνοῦμεν ὥσπερ οἱ κύστιν ἀπόρρητα φέρουσαν; Ἐγὼ δὲ οὐ τοῦτο ᾤμην [_ε_ἶ_ν_α_ι] τὸ τὰ ἀπόρρητα ἐκφέρειν καὶ ἄλλα ἄττα τοιαῦτα. Διὰ ταῦτα ἠξίουν ἀκροᾶσθαι διὰ τέλους, ὅστις μέλλει τὸ ἀγώνισμα πᾶν ὄψεσθαι καὶ ψῆφον ὀρθὴν καὶ δικαίαν ἐποίσειν. Ὅτι ὁ Ἀριστείδης τὴν ἀνακεφαλαίωσιν τῶν προειρημένων ἐπάνοδόν φησιν. Ἐρεῖς δ' ἂν καὶ συγκεφαλαίωσιν καὶ ἐπίλο γον καὶ σύνοψιν καὶ ἀνάμνησιν, καὶ συλλογίσασθαι τὰ εἰρη μένα, ὡς ὁ Δημοσθένης, καὶ συναγαγεῖν καὶ συντόμως εἰπεῖν καὶ ἀριθμῆσαι καὶ ἀπαριθμήσασθαι, καὶ ἄλλ' ἄττα τοιαῦτα, καὶ ἐπαναλαβεῖν καὶ ἀνακεφαλαιῶσαι. Οὕτω πᾶσαν [_α_ἰ_δ_ῶ_ _κ_α_ὶ] τιμὴν ἀπεδώκαμεν αὐτῷ, ὥστε εἰ αὐτὸς πρὸς ἑαυτὸν ἔμελλεν ἀντερεῖν, οὐκ ἄν μοι δοκεῖν μᾶλλον ἑαυτοῦ φείσασθαι. Ἀτάρ, ὦ ἄριστε Καπίτων, ἐνεθυμήθην καὶ τοῦτο μεταξὺ τῶν λόγων, ὅτι πάντα εἴδωλά ἐστι τῷ ἀνδρί, καὶ τοῦτο μὲν οἱ ποιηταὶ μιμηταὶ εἰδώλων ἀρετῆς, τοῦτο δὲ ἡ ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον. [_"_«__Ε_ἰ_δ_ώ_λ_ω_ν_ _δ_ὲ_ _π_λ_έ_ο_ν_ _π_ρ_ό_θ_υ_ρ_ο_ν_"_»_ φαίη ἂν εἰς αὐτὸν Ὅμηρος]. Πότερον ταῦτα θρασύτερα καὶ προπετέστερα ἢ τἀμά; Ἐν οἷς φημὶ Πλάτωνα ἀποδημῆσαι [_ὑ_π_ὲ_ρ_ _α_ὐ_τ_ῶ_ν], καί φημι ταῦτα λέγειν οὐ τὴν ἀποδημίαν κακίζων ἀλλὰ τῇ ἀποδημίᾳ τὸν λόγον πιστούμενος. Ναί, ἀλλ' ἀπεστερήκαμεν αὐτὸν δόξης φιλοσοφίας, ὥσπερ ἐκεῖνος τοὺς μὲν τῆς τραγῳδίας ποιητὰς οὐδὲ ἐν ὀλίγῳ τίθησιν, Ὅμηρον δὲ τραγῳδοποιὸν προσείρηκεν οὐ τοῦτον τούτῳ κοσμῶν, ἀλλὰ τούτους μὲν διὰ τούτων κολούων, τοῦτον δὲ ᾧ τιμᾷ καθαιρῶν. Οὐκοῦν δεινόν, εἰ οὗτος μὲν καὶ τραγῳδοποιοὺς καὶ κωμῳδοποιοὺς καὶ πολιτείαν καὶ πόλιν [_κ_α_ὶ_ _ν_ό_μ_ο_υ_ς] ἑαυτῷ καθίστησιν, ἡμῖν δὲ μηδὲ λόγου [_τ_ι_ν_ὸ_ς] ἐξέσται πρὸς αὐτὸς ἀμφισβη.α τῆσαι, καὶ ταῦτα οὐ μύρῳ ἐπαλείφουσιν αὐτόν, ἀλλὰ λόγοις τοῖς εὐφημοτάτοις καὶ ὧν οὐδ' ἂν αὐτὸς ἠξίωσε μείζους ἀκούειν ὑπὲρ ἑαυτοῦ. Ἀνεγνώσθη τοῦ αὐτοῦ ὑπὲρ τῆς κοινῆς ἀπολογίας τὸν ὅμοιον διὰ τῆς ἐκλογῆς περιηνθισμένος τρόπον. [_ὑ_π_ὲ_ρ_ __Π_ε_ρ_ι_κ_λ_έ_ω_ς]. Ἐκ τοῦ Ἀριστείδου πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων τὸ προοίμιον. Παραιτεῖσθαι μὲν οὖν οὐκ οἶδ' ὅτι δεῖ περὶ τῶν αὐτῶν πολλάκις, ἄλλως τε καὶ οὐ πρὸς ἄνδρας μέλλοντα ἐρεῖν μᾶλλον ἢ ὑπὲρ ἀνδρῶν καλῶν καὶ ἀγαθῶν, καὶ τούτων οὐκ ὀλίγων, οὐδὲ ἧττον παλαιῶν ἢ Πλάτων, ὅτι μὴ καὶ πρεσβυτέρων ἐκείνου, εἴ τῳ καὶ τοῦτο αἰδοῦς ἄξιον εἶναι δοκεῖ. Ὥστε ὅταν ὡμολόγητο καὶ συγκεχώρητο ὑπὲρ οὗ πᾶς ἤνυστο ὁ λόγος καὶ πρὸς ὃ πάντα ταῦτ' εἶχε τὴν ἀναφοράν, τίς ἦν ζημία τῶν ἀνδρῶν μὴ προσκαθάπτεσθαι; Νῦν δ' ὥσπερ ὠδίνων, καὶ περιβαλλόμενος κύκλῳ τὴν ἐπ' ἐκείνους ὁδόν, οὕτως ἐπιβούλως ἐλθὼν ἐπὶ τοὺς [_κ_α_τ_'_ _ἐ_κ_ε_ί_ν_ω_ν_ _τ_ο_ὺ_ς] λόγους φαίνεται. Καὶ μὴν τὸ μὲν διάφορον οὐχὶ μικρόν· ἐκεῖνο μὲν γὰρ ἦν ὑπὲρ αὐτῆς τῆς ἀληθείας ἀγωνίζεσθαι, τοῦτο δὲ ἐγὼ μὲν οὐδέποτε ἂν φήσαιμι, ἄλλος δ' ἄν τις εἴποι διαβάλλων οὐ πόρρω κακοηθείας εἶναι. Περικλῆς τοίνυν τά τε ἄλλα τὸν βίον ἦν ἄριστος, καὶ οὐδὲ γελῶν πώποτε ὑπό τινος ὤφθη. Καὶ τῇ μὲν τῆς πολιτείας φυλακῇ, καὶ τῷ τὸ ἴσον τοῖς ἄλλοις ἔχων ἀνέχεσθαι, κοινός (εἴπερ τις ἀνθρώπων) ἐσπούδαζεν εἶναι, τῷ δὲ ἀξιώματι τῆς γνώμης καὶ τῷ μὴ τῶν αὐτῶν ἡττᾶσθαι τοῖς πολλοῖς, ὀλίγοις καταλιπεῖν ἐγγὺς ἐλθεῖν ἑαυτοῦ. Ὃ δέ φασιν ὑπάρξαι σοφιστῶν Σωκράτει διαφερόντως, τοῦτ' ἐκείνῳ δημαγωγῶν· ἐπαρθέντα μὲν γὰρ τὸν δῆμον καὶ μείζονα φρονήσαντα δεινότατον εἶναι συστεῖλαι καὶ καθελεῖν, ἀθυμήσαντα δὲ καὶ ταπεινωθέντα ἀναγαγεῖν αὖ τοῖς λόγοις καὶ μεστὸν ἐλπίδων ποιῆσαι, ὅπερ ἐκεῖνος εἰώθει περὶ τοὺς νέους ποιεῖν. Συνελόντι δ' εἰπεῖν, σχῆμα τῆς πόλεως ἦν Περικλῆς, οὐ δουλεύων ταῖς τῶν πολλῶν ἐπιθυμίαις, ἀλλ' αὐτὸς ἄρχων τῶν πολλῶν, οὐδ' ὅ τι δόξειεν ἐκείνοις τοῦτο λέγειν ἀξιῶν, ἀλλ' ὅ τι δόξειεν αὐτῷ τοῦτ' ἐκείνους πράττειν ἐπαναγκάζων, [_ο_ὐ_δ_'_ ἐν κόλακος μοίρᾳ προσκείμενος, ἀλλ' οὐδαμοῦ τοῖς κόλαξι πάροδον τὸ καθ' αὑτὸν διδούς], τῇ μὲν χρηστότητι καὶ ἐπιεικείᾳ ἐν πατρὸς ὢν τάξει 458

τῷ δήμῳ, τῷ δὲ κατείργειν ἅπαντας καὶ πάνθ' ὑφ' ἑαυτὸν ἔχειν πλέον ἢ τύραννος. Ἐξ ὧν, ὡς ἔοικεν, ἔξεστι σαφῶς ἰδεῖν ὅτι, εἴ τις ἄλλος, καὶ Περικλῆς ἑκὼν δίκαιος. Οὐδαμοῦ γὰρ τὴν πλεονεξίαν ἀντὶ τῶν νόμων ἠγάπησεν, οὐδ' ὅπως ἔσται μείζων τῆς τάξεως προὐνοήθη, παρὸν αὐτῷ μᾶλλον παντὸς Πεισιστράτου· ἀλλ' ἦν παραπλήσιος κατέχοντι τὴν ἀκρόπολιν ἐπὶ τῷ σῴζειν τοὺς νόμους καὶ τῷ πάντας εὖ ποιεῖν ἐκ μέσου [_τ_ο_ῦ_ δημοσίου]. Οἷον ἴσως· τὸ γὰρ ἐκ μέσου φερόμενον ἴσον ἐπὶ πάν τας ὥσπερ ἐπὶ κύκλου φέρεται. Ἢ ὅτι ἡ ἀκρόπολις μέση κεῖ ται τῆς πόλεως. Ἐπειδὴ δὲ ἐτελεύτησεν ἐκεῖνος, ὠνειροπόλουν μὲν Σικελίαν, ἐφίεντο δὲ Ἰταλίας, ὠρέγοντο δὲ Καρχηδόνος καὶ Λιβύης, πάντας δ' ἀνθρώπους περιεσκόπουν, ἤρκει δ' αὐτοῖς οὐδέν, [_μ_α_κ_ρ_ο_τ_έ_ρ_α_ν_ _δ_ὲ_ _τ_ο_ῦ_ πολέμου τὴν παρενθήκην ἐποιήσαντο]. Ὁ δὲ ταῦτα πείθων ἦν, ὦ Πλάτων τε καὶ Σώκρατες, ὁ ὑμέτερος κοινωνὸς μὲν οὐκ ἔστιν εἰπεῖν, ἑταῖρος δὲ καὶ αὐτὸς ἂν φαίης, μᾶλλον δ' εἴρηκας. Πῶς οὖν ἄν τις [_τ_α_ῦ_τ_α] δικαίως κατηγοροίη Περικλέους, ἢ πῶς οὐκ ἀναγκαίως Ἀλκιβιάδου, ὅστις παραλαβὼν τὴν πόλιν εἰδυῖαν ἀκούειν συμβούλων, εἶθ' οὕτως ἐξέμηνεν; Οὐκοῦν τῷ μὲν ἅπαντος κέρδους κρείττω παρέχειν ἑαυτὸν δικαιοσύνην ἀσκῶν δῆλος ἦν, τῷ δὲ τὸν ἐν τάξει βίον προῃρῆσθαι τοῦ πρὸς ἡδονὴν σωφροσύνης πίστιν παρείχετο ἐμφανῆ. Καὶ μὴν ἀνδρείας γε ἐν οἷς οὐ πρὸς χάριν οὐδ' ὑποπεπτωκώς, ἀλλ' ὡς οἷόν τε μάλιστα ἐλευθέρως ὡμίλει τῷ δήμῳ. Μόνος τοίνυν καὶ τὰ μέλλοντα ἔσεσθαι προειδὼς καὶ τοῖς παροῦσι χρῆσθαι δυνηθεὶς, πῶς οὐκ ἂν σοφίας δικαίως δόξαν φέροιτο τῆς γέ που χρησιμωτάτης, εἴ τις ἀνθρωπίνως ἐθέλοι λογίζεσθαι; Εἶθ' ὃν ἐξ ἁπάντων τῶν τῆς ἀρετῆς μορίων ὑπάρχει προσειπεῖν ἀνδρεῖον, δίκαιον, φρόνιμον, σώφρονα, τοῦτον Πλάτων μετὰ τῶν κολάκων ἠρίθμησε; [__Λ_ά_λ_ο_υ_ς_ _γ_ά_ρ_,_ _φ_η_σ_ί_ν_,_ _ _̓_Α_θ_η_ν_α_ί_ο_υ_ς_ _ἐ_π_ο_ί_η_σ_ε_ _κ_α_ὶ_ _ἀ_ρ_γ_ο_ὺ_ς_ 248.α καὶ δειλοὺς καὶ φιλαργύρους, εἰς μισθοφορὰν καταστήσας]. Περὶ μὲν δὴ λάλων, ὦ Πλάτων, καὶ ἀργῶν καὶ δειλῶν αὐτόθεν κατάβαλε, μή πού τις καὶ Τρῶας ἐγείρῃσι θεός. Κατάβαλε κατάθου, πέπαυσο, σίγα. Σὺ δὲ Μαντινικὴν μὲν ξένην καὶ Μιλησίαν ἐπίστασαι κοσμεῖν, [_κ_α_ὶ_ _ο_ὕ_σ_τ_ι_ν_α_ς_ _ἄ_ν_ _σ_ο_ι_ _δ_ο_κ_ῇ_,_ _π_ά_ν_υ_ _ῥ_ᾳ_δ_ί_ω_ς_ _μ_ε_γάλων ἠξίωσας]· τῶν δὲ Ἑλλήνων τοὺς ἄκρους καὶ παρὰ πᾶσι βεβοημένους ἐν φαύλῳ καθαιρεῖς; Αἴτιον δ' οὐ τὸ ἀγνοεῖν τὴν ἀξίαν, ἀλλὰ πῶς ἂν εἴποιμι εὐπρεπῶς; Σφόδρα τῶν λόγων γίνῃ. Ἀντὶ τοῦ λέσχης γίνῃ καὶ οὐ τῆς τῶν πραγμάτων ἀληθείας. Πῶς ἂν εἴη λάλους πεποιηκὼς Ἀθηναίους Περικλῆς, ὅς γε κἀν τοῖς λόγοις αὐτοῖς τὸ μηδὲν φαύλως μηδ' εἰκῆ τιμήσας φαίνεται; Τοὐναντίον γὰρ ἔμοιγε πᾶν αὐτοὺς ἐθίσαι δοκεῖ, μήτε λέγειν ὅπως ἔτυχε μηδὲν μήτε ποιεῖν ἀπὸ τοῦ πρώτου παραστάντος. Ἔτι δ' ἄλλου μέν τινος πράγματος σκήπτεσθαι μάρτυρι κωμῳδοδιδασκάλῳ τάχα ἂν οὐκ ἰσχυρὸν ἦν· εἰς δὲ λόγων κρίσιν μήποτε οὕτω σεμνὸς γενοίμην ὥσθ' ὑπεριδεῖν τῶν ἀνδρῶν τούτων ὡς οὐδενὸς ἀξίων. γίστην ὁ μὲν αὐτοῦ τὴν γλῶτταν εἶπε, λέγων μὲν ἴσον τι καὶ φωνήν, ἀναμίξας δέ τι τῆς παρὰ τῆς τέχνης πικρίας τοῖς ἀπὸ τῆς ἀληθείας. Ὅμως δ' οὐκ ἐξέφυγε τὸ μὴ οὐ τὰ πρῶτα δοῦναι τῷ ἀνδρὶ μηδ' ἐνδείξασθαι τὴν μεγαλοπρέπειαν τὴν περὶ τοὺς λόγους αὐτοῦ. Ὁ δὲ ἀστράπτειν καὶ βροντᾶν αὐτὸν καὶ μυκᾶν φησι δημηγοροῦντα. Μὴ γάρ μοι τοῦτο, εἴ τι μέμφεται αὐτοῦ· ἀλλ' ὅσον εἰς τὸν παρόντα προσήκει λόγον τῆς μαρτυρίας λάβωμεν. Ἆρ' οὐ πολλῇ τινι τῇ περιουσίᾳ χρώμενος οὕτω διεγίνετο, πόρρω μὲν αὐτὸς ὢν τοῦ ληρεῖν, πλεῖστον δὲ τοὺς ἄλλους ἐθίζειν ἀπέχων. Πῶς οὖν ὁ τοσοῦτον ὑπερέχων καὶ μόνος πᾶσι τοῖς κριταῖς νικῶν τὴν τοῦ φλυαρεῖν εἰκῇ καὶ παρὰ καιρὸν Ἀθηναίους ἀνεῖναι φέροιτ' ἂν δόξαν; Ἐγὼ μὲν γὰρ τοὐναντίον ἡγοῦμαι, σιωπῆς [_α_ἴ_τ_ι_ο_ν] αὐτὸν πλείονος ἢ προπετείας καταστῆναι. Ἴσμεν γοῦν ὅτι κἀν ταῖς ἄλλαις δήπου δυνάμεσιν, οὗ μὲν πολλοὶ παραπλήσιοι καὶ ἐφάμιλλοι πρὸς ἀλλήλους, πολλὰ τὰ πράγματα καὶ πλείων ἡ ἔρις, ἐπειδὰν δέ τις 459

[_ε_ἷ_ς] ὑπερσχῇ λαμπρῶς, ἅπαντες ἤδη συγκεχωρήκασιν. Οὕτω δὴ καὶ λέγειν ἐπειδάν τις ἄκρος ἐγγένηται, στέργειν ἀνάγκη τοὺς πλείους καὶ μὴ πολυπραγμονεῖν, ἀλλ' ὡς οἷόν τε μάλιστα εὐλαβεῖς καὶ κοσμίους εἶναι περὶ τοὺς λόγους. Οὐ γὰρ ἂν ᾧ γέ τίς ἐστι βέλτιστος, τούτῳ χείρους ἀπεργάζοιτο, ἄλλως τε καὶ πρὸς αὐτὰ ταῦτα ἃ βέλτιστός ἐστιν. Ἀλλὰ μὴν ὡς αὐτό γε οὐκ ἄτιμον τὸ δύνασθαι λέγειν, οὐδ' εἰς ὄνειδος φέρον, οὐδέ [_γ_ε] κατηγορίας ἄξιον οὐδὲ συγγνώμης ἀλλά τινος κρείττονος, αἰσχυνοίμην ἂν τοὺς λογίους θεοὺς εἰ ζητοίην ἀποδεικνύναι. Πλήν γε τοσοῦτ' ἂν εἴποιμι–[_ἐ_μ_ο_ὶ_ _γ_ὰ_ρ_ _ε_ἴ_η_,_ _ε_ἴ_ τις ἄλλος δυσχεραίνει, καὶ τρέπει τὸ ἅπαν εἰς ἐμέ· καὶ οὐ μέμψομαι τῷ δαίμονι–ὡς ἐγὼ δεξαίμην ἂν δύνασθαι λέγειν μετὰ χρηστοῦ βίου καὶ σώφρονος, εἰς ὅσον οἷόν τε, κάλλιστα ἀνθρώπων μᾶλλον ἢ μυριάκις Δαρεῖος ὁ Ὑστάσπου γενέσθαι· καὶ μικρά μοι πάνθ' ὡς ἀληθῶς πρὸς τοῦτο ἤδη φαίνεται]. Οἶδα δὲ καὶ τὰ Πλάτωνος πράγματα, εἰ μὴ τετυφώμεθα, οὐδὲν ἄλλο σχεδὸν ὄντα ἢ λόγους, καὶ συγχαίρω τῆς λέξεως αὐτῷ· κἄν με προσπαίζων οὑτωσὶ πείθῃ μὴ πάνυ τούτου φροντίζειν, οὐ πάνυ πείσομαι, ἀλλ' εἴσομαι σφόδρα σπουδάζοντα, καὶ τηνικαῦτα μάλιστα, ἡνίκα ἂν ὡς παίζων λέγῃ. Ὥστε τὸν οἴκοι θησαυρὸν διαβάλλοιμεν ἄν, εἰ ταῦτα διασύροιμεν. Παροιμία. Τάττεται δὲ ἐπὶ τῶν τὰ οἴκοι διαβαλλόντων. Ἀλλ' ὑπὲρ τούτων οὐδὲ λέγειν ἄξιον, ἀλλὰ τοσούτῳ ἧττον, ὅσῳ περ ἂν ᾖ κρεῖττον τὸ δύνασθαι λέγειν. [__Ε_ἶ_ε_ν]. Εἶτα τὸν οὕτως ὀξὺν καὶ ἄγρυπνον καὶ ἥδιστα ἂν εἶπον ὑπόπτερον, τοῦτον ἢ ἀργεῖν αὐτὸν ἢ ἑτέρους ἐθίζειν [_ἐ_γ_ὼ] πεισθῶ; Οὐκ ἄρα ἐπίστασθαι δόξω τῶν πραγμάτων οὐδέν· ὅστις γε μὴ ὅτι Ἀθηναίοις ἀλλ' οὐδὲ τοῖς πολεμίοις ἀργεῖν ἐπέτρεπεν, ἀλλὰ κἀκείνους ἐποίησε μεταβαλεῖν τοὺς τρόπους· τοσαύτας ἀνάγκας αὐτοῖς περϊίστη [_τ_ο_ῦ_ _κ_ι_ν_ε_ῖ_σ_θ_α_ι] καὶ τὸ δικαίως προσῆν ἔφη Δημοσθένης. Ἀλλ' ὅμως Πλάτων ᾐτιάσατο αὐτὸν ἀργοὺς καὶ δειλοὺς πεποιηκέναι. Ὁ Κρὴς [_δ_ὴ] τὸν πόντον, φήσει τις. Παροιμία ἐπὶ τῶν προσποιουμένων ἀγνοεῖν· οἱ γὰρ Κρῆ τες ἐμπειροθάλασσοι. Λέγεται δὲ καὶ ὁ νησιώτης ἀγνοεῖν τὴν θάλασσαν, καὶ ὁ Σικελὸς τὴν θάλασσαν. Ὥσθ' οἱ μὲν ἄλλοι τοῖς παροῦσι τούτοις ἠθύμουν, ὁ δὲ καὶ 248.α τοῦτ' αὐτὸ προσειλήφει μεῖζον, τὸ τοὺς πολίτας οὕτως ἔχοντας ὁρᾶν ὥστε ἀπόρους εἶναι χρῆσθαι, καὶ ταῦτα οὐχ ὅσον τοῖς πολεμίοις ὑποπεπτωκέναι ἀλλὰ κἀκείνῳ δυσμεναίνειν ὡς τῶν παρόντων πραγμάτων αἰτίῳ. Πρὸς δυοῖν τοῖν ἀπὸ τῆς τύχης [_τ_ῷ_ _π_ο_λ_έ_μ_ῳ_ _κ_α_ὶ_ _τ_ῇ_ _ν_ή_σ_ῳ] δύο ταῦτα προσειληφότας ὁρῶν αὐτούς, λύπην καὶ παροξυσμὸν εἰς αὐτόν, ἐν μέσοις τοῖς δεινοῖς ἐμβεβηκὼς καὶ πανταχόθεν μεμονωμένος ὡς εἰπεῖν οὐκ ἔδεισεν, οὐδ' ὑπεχώρησεν, οὐδ' ὥσπερ χροιὰν τὴν γνώμην μετέβαλε, τοῖς τε πολίταις καὶ τοῖς πολεμίοις ὁμοῦ ἀντιτεταγμένος. Ἀλλ' ὥσπερ ἂν ἄλλο τι μάθημα διδάσκων αὐτούς, κατὰ ταὐτὰ ἃ καὶ πρότερον διεξῄει, καὶ οὐ διέφθειρε τὰ δόγματα ἐπὶ τῶν κινδύνων, οὐδὲ ἐπὶ τῆς ἐξουσίας ἐφιλοσόφησε μόνον, ἀλλ' ὥσπερ ἀριθμὸν ἢ μέτρον ἐρωτηθεὶς ταὐτὸν ἀπεκρίνατο ἂν καὶ ὕστερον καὶ πρότερον, οὕτω καὶ τότε τὰς αὐτὰς ἠφίει φωνὰς ὑπὲρ τῶν ὅλων πραγμάτων, οὔτε τοῖς δεινοῖς εἴκειν ἀξιῶν οὔτε ἑαυτῷ μέμφεσθαι, αἰσχύνεσθαί τε ὑπὲρ αὑτῶν ἅμα καὶ τοῖς καιροῖς ἑτέρων γεγονότων. Μὴ δὴ τοῦτο λέγωμεν, ὡς οὐκ ἐξῆγεν· ἀλλ' εἰ προσῆκον ἐξάγειν καὶ μάχεσθαι παρεώρα, τοῦτο σκοποῦμεν, ἐπεὶ καὶ Λακεδαιμονίους ἀκούομεν δήπου προσκειμένων αὐτοῖς ποτε Θηβαίων, καὶ κελευόντων ἐξιέναι καὶ μάχεσθαι ἢ χείρους ὁμολογεῖν εἶναι σφῶν, ἀποκρίνασθαι περὶ μὲν τοῦ πότεροι βελτίους τὰς πράξεις κρίνειν τὰς ὑπὲρ τῶν Ἑλλήνων ἑκατέροις πεπραγμένας, μαχεῖσθαι δὲ οὐκ ἐν τῷ τῶν πολεμίων καιρῷ οὐδ' ὅτε ἐκεῖνοι κελεύουσιν, ἀλλ' ἡνίκα ἂν αὐτοῖς δοκῇ, καὶ οὐ χρήσασθαι περὶ τούτου συμβούλοις Θηβαίοις. Ἐγὼ μὲν οὖν, ὅπερ λέγω περὶ τούτων, οὕτω καὶ χαίρω τῇ μεγαλοπρεπείᾳ παντὸς μᾶλλον, ὥς γε ἐμαυτὸν πείθω. Ὁρῶ δὲ ὅτι πολλὰ τῶν πόλεών ἐστιν ὥσπερ ἐφόλκια, οἷς ἀνάγκη συγχωρεῖν ὥσπερ ἐν σώματι. Καὶ γὰρ τὰ 460

σώματα, καὶ τὰ χείριστα καὶ τὰ κάλλιστα, ἀκούω ἐκ τῶν αὐτῶν κεκρᾶσθαι· τῷ δὲ ἢ πλείονος ἢ ἐλάττονος τούτων [_ἑ_κ_ά_σ_τ_ο_υ] μετέχειν, τούτῳ κρίνεσθαι τό τε χεῖρον καὶ τὸ βέλτιον. Οὕτω δὴ καὶ τὰς πόλεις ἀνάγκη τῆς φύσεως τῆς ἀνθρωπείας ἀπολαύειν, κἂν ὡς βέλτιστα οἰκεῖσθαι δοκῶσιν. Ἐπεὶ κἀν τῷδε τῷ παντὶ τοσούτων καλῶν καὶ τοσαύτης [_ἀ_γ_α_θ_ῆ_ς] τύχης μετειληφότι καὶ οὐδὲν ἔξω δήπουθεν αὑτοῦ λελοιπότι τῶν καλῶν, πολλὰ ἂν εὕροις, οἷς ἥκιστα ἂν ἡσθείης. Ἀλλ' οὐ κατηγορεῖς διὰ ταῦτα τοῦ παντὸς οὐδὲ τοῦ ποιήσαντος, οὐδὲ νομίζεις ἄλλον τινὰ δήπου [_β_ε_λ_τ_ί_ω] γενέσθαι ποτὲ ἂν αὖθις δημιουργὸν τῶν ὅλων· ἀλλὰ δίδως τῇ φύσει ταῦτα ἐφελκύσθαι, καὶ οὐ πολυπραγμονεῖς. Τί δὴ θαυμαστόν, εἰ καὶ Ἀθήνῃσί τι τῶν πάντων οὕτως ἔσχεν ὥσπερ ἴσως [_ἄ_ν_ _π_ο_υ] καὶ ἄλλοθι, καὶ συνεχώρησαν οἱ προεστῶτες ἅμα μὲν τὴν τῶν πολλῶν πενίαν καὶ χρείαν ἐπανορθούμενοι, δι' ἣν οὐκ ἐλάχιστα τῶν ἁμαρτημάτων συμβαίνει, ἃ κωλύειν μᾶλλον οὕτως ἡγοῦντο, ἅμα δὲ εὐλαβούμενοι μή τι καὶ χεῖρον ἐξεργάσαιντο τῷ κατείργειν παντελῶς [_α_ὐ_τ_ο_ύ_ς]. Τί γὰρ οὐκ ἦν προσδοκῆσαι ποιήσειν ἀνθρώπους τοσούτους τὸ πλῆθος καὶ οὕτως ὀξεῖς, καὶ χρημάτων τοσού των παρόντων, εἰ μηδεὶς αὐτοῖς μετεδίδου τὰ μέτρια; Ἆρ' οὐ πάντ' ἂν αὐτοῖς ἐπιχειρῆσαι λαβεῖν; Οὐκ ἔστι ταῦτα, ὦ Πλάτων, ἀλλὰ δυοῖν θάτερον· ἢ οὐκ ἦσαν Ἀθηναῖοι τοιοῦτοι οἵους σὺ κατῃτιάσω, ἢ πάντες μᾶλλον ἢ Περικλῆς αἴτιος, εἴπερ γε μήτε φαύλως ἐδείκνυ τὰ παλαίσματα, μήτε ἀσαφεῖς τινας ἢ κιβδήλους ἢ σκολιὰς παρεῖχε τὰς γραμμάς. Ἐκ τῶν περὶ Κίμωνος. Ὅτι ὁ Κίμων Μιλτιάδου μὲν ἔφυ πατρός, εὐήθης δὲ τὰ πρῶτα δόξας ὕστερον ἐν πολλοῖς καὶ στρατηγῶν εὐδοκίμησεν. Ἐξοστρακισθεὶς δὲ κατῆλθε, καὶ στρατηγήσας ἐνίκησεν ἐπ' Εὐ ρυμέδοντι [_π_ο_τ_α_μ_ῷ] καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. Τέθ νηκε δὲ τὸ Κίτιον τῆς Κύπρου πολιορκῶν. Ἐβουλόμην δ' ἂν καὶ πρὸς ἄλλον τινά μοι τὸν ἀγῶνα τυγχάνειν ὄντα καὶ μὴ πρὸς Πλάτωνα, καὶ περὶ τούτου λέγω καὶ περὶ τῶν ἄλλων, ἵνα πᾶσιν οἷς εἶχον ἐχρώμην θαρρούντως, καὶ μὴ συνέβαινέ μοι παραπλήσιον ὥσπερ ἂν εἰ πλέων, καὶ παρὸν ἐξ οὐρίας κομίζεσθαι, εἶτα ὑφιέμην ὑπὸ δειλίας, ἢ καὶ ἵπποις ἀγωνιζόμενος, ἐξὸν καὶ ταχὺ καὶ τοσοῦτον ὅσον βούλομαι παρενεγκεῖν, εἶτ' ἀνεῖχον ἐξεπίτηδες φειδοῖ τοῦ προειληφότος· οὕτω πολὺ πλέον ποιοῦμαι [_λ_ό_γ_ο_ν] μηδὲν ἀπηχὲς εἰς Πλάτωνα τυχεῖν εἰπὼν μηδ' ὡσπερεὶ θρασύνεσθαι δοκεῖν ἢ ἐκείνων ἕκαστον ἐπαινέσαι, εἰκότως· 248.«α οὐδὲ γὰρ ἐλάττονος ἄξια χάριτός μοι τὰ πρὸς τοῦτον. Οὐ μὴν ἀλλ' εἴ γε ἄμφω συμβήσεται καὶ τὰς κατ' ἐκείνων αἰτίας ἀπολύσασθαι καὶ Πλάτωνι πᾶν ὅσον αἰδοῦς καὶ τιμῆς ἔξεστι σεσωκέναι, καὶ προσέσται τὸ δίκαιον ἀμφο τέροις μετρίως ἂν ἔχοι τὸ δίκαιον πανταχῇ. Εἰ γὰρ τἀναντία τοῖς ἐναντίοις ὁριούμεθα, πῶς ἕκαστον ἔθ' ἡμῖν σώσει τὴν ἑαυτοῦ φύσιν; Εἰ γὰρ ἡ ἀρχὴ δουλεία, σχολῇ γ' ἂν ἄλλο τι δουλείαν ἐκφύγοι. Κἂν εἴ γε τὴν ἀρχὴν δουλείαν εἶναι τιθείημεν, τί κωλύει καὶ τὴν δουλείαν ἀρχὴν τοῖς αὐτοῖς τούτοις τιθέναι λόγοις; Κἀκ τούτου περίεισιν ἡμῖν ἡ θέσις καὶ οὐδέποτε ἐν τῷ αὐτῷ μένει, ἀλλ' ἡ μὲν ἀρχὴ δουλεία πρότερον γενομένη δι' ἐκείνης πάλιν ἀρχὴ γίνεται, ἡ δ' αὖ δουλεία πρότερον ἀρχὴ νομισθεῖσα ὑπ' αὐτῆς τῆς ἀρχῆς ἐπάνεισι δουλεία πάλιν εἶναι. [__Κ_α_ὶ_ _ο_ὕ_τ_ω_ _π_λ_α_ν_ή_σ_ε_τ_α_ι] καὶ μεταχωρήσει τὰ ὀνόματα ταῦτα, τῶν ἐναντίων πραγμάτων ὄντα, εἰ δὲ βούλει, τὰ ἐναντία τοῦ πράγματος. Τοῦ πράγματος εἶπε, δεινῶς ἐπειδὴ ἓν καὶ ταὐτὸν εἶναι τὴν ἀρχὴν καὶ τὴν δουλείαν κατεσυλλογίσατο. Τοιούτους ἐπικούρους, ὦ Πλάτων, τοῖς Ἕλλησι παρέσχετο, ὥστε ἕως ἔζη Κίμων, τεθνάναι περιῆν τοῖς βαρβάροις τῷ φόβῳ τοὺς Ἕλληνας. Δημοσθενικὸν τὸ σχῆμα· ἔφη γὰρ· τεθνᾶσι τῷ δέει τοὺς ἀποστόλους. Τῷ δὲ φόβῳ τοὺς Ἕλληνας ἀντὶ τῷ φόβῳ τῶν Ἑλλήνων, ἢ ὅτι κατέπτηξαν τοὺς Ἕλληνας οὕτως ὡς ἐγγὺς τοῦ τεθνάναι γενέσθαι. Νὴ Δί', ἀλλ' ἐξωστράκισαν αὐτόν, ὅπως αὐτοῦ [_δ_έ_κ_α_ ἐτῶν] τὴν φωνὴν μὴ ἀκούσειαν. Καὶ πάλιν γε κατήγαγον, πρὶν τὰ δέκα »

ἐξήκειν ἔτη, ἵνα αὐτοῦ τὴν φωνὴν ἀκούσειαν· οὕτως ἐπόθησαν. Σὺ δὲ ὡς μὲν κατέγνωσαν, λοι δορῇ, ὡς δὲ μετέγνωσαν, οὐκ ἐνθυμῇ. Καὶ ἃ μὲν οὐ δικαίως ἐψηφίσαντο κατ' ἀμφοτέρων λέγεις, ἃ δὲ ὀρθῶς ἐβουλεύσαντο, οὐχ ἡγῇ τοῖς μὲν προαχθεῖσι παραίτησιν τῷ δὲ ἀφεθέντι μεγάλην πίστιν τῆς ἀρετῆς ἔχειν. Καὶ ὡς ἔοικεν, οἱ μὲν καταγνόντες αὐτοὶ μετέγνωσαν καὶ οὐκ ἔμειναν ἐφ' ὧν ἔγνωσαν ἐξ ἀρχῆς, σὺ δὲ ὥσπερ τι κύριον ἐγκέκληκας, καὶ οὐκ ἠξίωσας ταύτῃ μιμήσασθαι τοὺς Ἀθηναίους, ἀφεὶς τὸν ἄνδρα τῆς αἰτίας, ἀλλ' ὃ μὲν ἦν χαλεπώτερον αὐτῶν ἐμιμήσω, τὸ δὲ λοιπὸν εἴασας. Καὶ μὴν πολὺ μεῖζον καὶ κάλλιον εἰς ἀρετῆς λόγον ἐκπεσόντα κατελθεῖν ἢ μὴ φυγεῖν ὅλως. Τὸ μὲν γὰρ καὶ τοῖς τυχοῦσιν ὑπάρχει δήπου, τοῦτο δὲ οὐ κατὰ τοὺς πολλοὺς ἄνδρας ἦν· κἀκεῖνο μὲν ἂν τῇ τύχῃ τις εἶχε λογίζεσθαι, τοῦτο δὲ τῷ κρείττονα ἢ κατὰ τοὺς ἄλλους ὄντα γινώσκεσθαι. Τοῦ μὲν γὰρ ἐκπεσεῖν καὶ φεύγειν φθόνος αἴτιος καὶ τάχα ἄν τι καὶ ἄλλο [_τ_ο_ι_ο_ῦ_τ_ο] φανείη, τῆς δὲ πρὸ τοῦ χρόνου κλήσεως καὶ παρακλήσεως οὐδὲν ἔσθ' ἕτερον πλὴν τῆς ἀρετῆς αἰτιᾶσθαι, δι' ἣν καὶ ἀπόντα ᾐσχύνοντο καὶ παρεῖναι λυσιτελεῖν αὐτοῖς ὑπελάμβανον, καὶ τὸ μέγιστον σφῶν αὐτῶν καταγινώσκειν μᾶλλον ἠξίουν ἢ ἐκείνου. Ὥστε εἰ μὲν αὐτὸν ἐφ' ἑαυτοῦ δεῖ σκοπεῖν, τί δεῖ λέγειν, εἴ τις εἰς ἐκεῖνον ἐξήμαρτεν; Εἰ δὲ ἀπὸ τῶν ἄλλων αὐτὸν δεῖ θεωρῆσαι, διαφερόντως οὗτος τιμηθεὶς φαίνεται. [_ _̓_Α_λ_λ_ὰ_ _μ_ή_ _π_ω_ _τ_α_ῦ_τ_α_,_ αὐτίκα γὰρ μᾶλλον ἴσως ἁρμόσει.] [_ἤ_γ_ο_υ_ν_ _ἐ_ν_ _τ_ῇ_ _κ_ο_ι_ν_ῇ_ _ἀ_π_ο_λ_ο_γ_ί_ᾳ]. Μιλτιάδης, τὸ προοίμιον. Περιήκει δ' ἡμῖν ὁ λόγος εἰς αὐτὸν Μιλτιάδην, ὃν ἐγὼ μᾶλλον αἰσχυνοίμην ἐπαινῶν ἢ ψέγων· οὕτω μοι δοκῶ πάντα ἂν ἔλαττον εἰπεῖν ἢ βούλομαι. Μιλτιάδης δὲ πάλαι πεπεικὼς ἦν Ἀθηναίους μηδένα δεσπότην πλὴν τῶν νόμων ἡγεῖσθαι, μηδὲ τοῦ καλοῦ καὶ δικαίου μηδένα κρείττω νομίσαι φόβον, μηδ' οὕτως ἀνάγκην ἰσχυρὰν δι' ἣν προσήκειν γενέσθαι χείροσι. Διὰ ταῦτα εἶχεν ὅ τι χρῷτο αὐτοῖς. Ἀλλ' ὥσπερ οἱ γεωργοὶ πολλοστῷ μηνὶ τῶν σπερμάτων τὴν ἐπικαρπίαν κομίζονται, καὶ οὐχ ἅμα τῷ καταβαλεῖν, οὕτω καὶ ἐκείνους Μιλτιάδης παλαιαῖς ὁμολογίαις κατειληφὼς εἶχεν ἐν καιρῷ χρησίμους οὐκ ἐπὶ τῆς χρείας λαμβάνοντας τὰ μαθήματα [_α_ἰ_σ_χ_ρ_ῶ_ς_ _γ_ὰ_ρ_ _ἂ_ν_ οὕτω γε χορὸς ἠγωνίσατο αὐτῷ] ἀλλ' ἐπὶ τῆς ἐξουσίας εἰς τὴν χρείαν ἠσκημένους. Οἵου τοίνυν καὶ Μιλτιάδου προεστῶτος τοὺς μὲν ὡς πλεῖστον τῆς ἐκείνου δυνάμεως ἀπολαῦσαι, τοὺς δὲ μέσως· κἀν τῷ μέσῳ τὸ παραλλὰξ [_α_ὖ] τίθει. Γένοιτο δ' ἄν τις ἐν πλήθει καὶ περὶ ὦτα ἀτυχέστερος· οὔ τοι πάντας οὐδ' ὁ ἥλιος οἷός τέ ἐστι θερμαίνειν, ἀλλ' ἤδη τις ἐν καθαρῷ τῆς μεσημβρίας ἐρρίγωσε, τῆς καταβολῆς ἐπελθούσης. Ἀλλ' ἐκεῖνος ὁ καιρὸς ὥσπερ κῆρυξ ἐκάλει τῶν Ἑλλήνων τὸν ἀνδρειότατον καὶ τὸν ἐκ πλείστου τοῖς ἀρίστοις λογισμοῖς ὡμιληκότα, 248.α καὶ ὅστις οἶδεν ὅπως δεῖ σῴζειν τε καὶ σῴζεσθαι. Εἰ δ' ἀπ' αὐτῶν τῶν κηρύκων ἀρξάμενοι καὶ τῆς ἀποκρίσεως προηγόρευον Ἀθηναίοις ὅτι δεῖ μελετᾶν τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα καὶ μὴ λιπεῖν τὴν τοῦ φρονήματος τάξιν καὶ οὐ τὰ ὅπλα ῥίψαν τας οὐδὲ τοῖς φόβοις εἴξαντας, ἀλλ' ἀναλαβόντας τὰ ὅπλα καὶ τῶν φόβων κρείττους γενομένους, μᾶλλον δὲ ἕνα τοῦτον φόβον καὶ δεινὸν καὶ ἀφόρητον νομίσαντας, εἶξαι τοῖς χείροσι καὶ παραχωρῆσαι τοῦ πατρίου σχήματος, εἰ ταῦτα λέγοντας καὶ οὕτω παρεσκευασμένους ἠξίουν ἀπαντᾶν ἐπὶ τὴν κρίσιν τὴν περὶ τῶν ὅλων καὶ δέχεσθαι τὸ ἐκβησόμενον ὡς ἐπ' ἀμφότερα ὁμοίως κερδανοῦντας, οὐχ ὁρῶ τίνα ταῦτ' ἔχει διακονίαν ἀγεννῆ, ἢ πῶς ἔοικε τοῖς τοῦ κυβερνήτου λογισμοῖς. Ὁρᾷς ὅσῳ τὸν κυβερνήτην παρελήλυθε. Καὶ γάρ τοι ὅσοι μὲν τοῦτ' ἐπείσθησαν αὐτῷ, σεμνοὶ σεμνῶς κεῖνται, κάλλιστα δὴ πάντων Ἑλλήνων καταλύσαντες τὸν αἰῶνα, μνημεῖον τῆς ἀρετῆς τὸν τάφον κεκτημένοι, καὶ ὑπὸ γῆς ὄντες τὴν γῆν φυλάττοντες αὐτήν, ἀλλ' οὐχ ὑπ' αὐτῆς ἐχόμενοι, τῆς Ἡσιόδου προσρήσεως ἐγγύτατα ἥκοντες μετέχειν, ἣν ἐκεῖνος εἰς τὴν τοῦ χρυσοῦ γένους τελευτὴν 462

ἐποίησεν εἰπών· οἱ μὲν δαίμονες ἁγνοὶ ὑποχθόνιοι καλέονται, ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων. Κἀκείνους πλὴν ὅσον οὐ δαίμονας ἀλλὰ δαιμονίους καλῶν, θαρρούντως ἂν ἔχοις [_λ_έ_γ_ε_ι_ν] ὑποχθονίους τινὰς φύλακας καὶ σωτῆρας τῶν Ἑλλήνων ἀλεξικάκους καὶ πάντα ἀγαθούς, καὶ ῥύεσθαί γε τὴν χώραν οὐ χεῖρον ἢ τὸν ἐν Κολωνῷ κείμενον Οἰδίπουν, ἢ εἴ τις ἄλλοθι που χώρας ἐν καιρῷ τοῖς ζῶσι κεῖσθαι πεπίστευται. Καὶ μὴν τεχνικόν γε εἶναι περὶ λόγους Πᾶνα τὸν Ἑρμοῦ Πλάτωνος ἡ φωνή. Σκέψαι δὴ καὶ τοῦτο, ὁπόσον τι τῆς ἐκείνου σωφροσύνης τεκμήριον, καὶ ὅτι, εἰ χρυσῆν ἐτύγχανεν ἔχων τὴν ψυχήν, οὐκ ἂν αὐτῇ καλλίω βάσανον προσήνεγκεν. Οἶμαι δὲ κἂν ἐν θεῶν δικαστηρίῳ κρινόμενον Μιλτιάδην ἁπάσας ἀποφυγεῖν, οὐχ ὥσπερ τὸν Ὀρέστην φασὶ τὰς ἡμισείας μεταλαβόντα. Εἰκότως· ὁ μὲν γὰρ τὴν μητέρα ἀπέκτεινε δικαίως, ὁ δὲ τὴν Ἑλλάδα ἔσωσε δικαίως, καὶ τὰ τροφεῖα κάλλιστα ἀνθρώπων ἐξέτισεν οὐ μόνον τῇ πατρίδι ἀλλὰ καὶ τῇ κοινῇ φύσει τοῦ γένους τοῦ Ἑλληνικοῦ. [__Κ_α_ὶ_ _γ_ά_ρ_ τοι κατὰ πόλεις μὲν ἄλλους ἄλλοι νομίζουσιν ἀρχηγέτας, κοινὸν δὲ τῆς Ἑλλάδος ἀρχηγέτην ἐκεῖνον δικαίως ἄν τις ἡγοῖτο.] Νομίζω δ' ἔγωγε καὶ τὴν αἰτίαν, ἣν ὕστερον ἔσχεν, εἰ δεῖ τι καὶ περὶ ταύτης εἰπεῖν, ἤδη μέγιστον σύμβολον εἶναι τοῦ πολλῷ τινι τῶν ἄλλων ἐκεῖνον διενεγκεῖν. Ἅπαντας γὰρ ἠξίουν ἡττᾶσθαι τῆς ἀρετῆς τῆς ἐκείνου, καὶ μηδὲν ἀήττητον εἶναι μήδ' ἀνάλωτον ὅπου Μιλτιάδης παρείη. Εἶτ' ἐγὼ τὸν οὕτως ἀνδρεῖον καὶ φρόνιμον καὶ σώφρονα, τὸν διὰ βίου μελετήσαντα ἀρετήν, τοῦτον κολακείας μορίῳ σχολάσαι δοκῶ; Τὸν οὐδ' ὅτε ἐκρίνετο, οὐδὲν πλέον τοῖς δικασταῖς δείξαντα τοῦ τραύματος, οὐ δακρύσαντα, οὐ παιδία ἀναβιβασάμενον, ὄντος αὐτῷ Κίμωνος, τοῦτον ἐγὼ κόλακα [_ο_ὑ_τ_ω_σ_ὶ] προσείπω [_μ_ε_γ_α_λ_ο_π_ρ_ε_π_ῶ_ς_;_ __Κ_α_ὶ_ _τ_ο_ῦ_τ_'_ _ἦ_ν_ _τ_ὸ_ _κ_ε_φ_ά_λ_α_ι_ο_ν_ _τ_ῶ_ν_ ἐκείνῳ πεπολιτευμένων καὶ βεβιωμένων, κολακεία;] Καὶ πῶς οὐ δικαίως ἄν τις ἡμᾶς αἰτιῷτο αὐτοὺς κολακεύειν, καὶ διακόνων ἔργον οὐκ ἐλευθέρων ποιεῖν, εἰ τὴν ἑτέρου χάριν διώκοντες τἀληθὲς ἑκόντες διαφθείροιμεν; Θεμιστοκλῆς τὸ προοίμιον. Λοιπὸς τοίνυν Θεμιστοκλῆς, ἥκιστα δὴ πάντων ἄξιος ἐκ δευτερείων τὰ πρωτεῖα ἔχειν, εἰ τὰ μάλιστα καὶ τοῦτο [_α_ὐ_τ_ὸ] ἐκείνῳ μόνῳ τῶν πάντων ὑπάρξαν φαίνεται. Ἀλλὰ μᾶλλον ὅστις ἐκείνου δεύτερος, τοῦτο ἴσως ἔργον εὑρεῖν. Τοσούτῳ γὰρ ἡμῖν τὸν Μαραθῶνα, τὸν πάνυ, τὸν ὡς βούλει λέγε, τοσούτῳ δ' οὖν ἐκεῖνον ὑπερεβάλλετο πᾶσι τοῖς εἰς αὐτὸν ἐλθοῦσι πῶς ἂν εἴποιμι ὁμολογουμένως, ὅσῳ Ξέρξης Δαρεῖον ταῖς παρασκευαῖς ἅπασι δῆλός ἐστιν ὑπερβαλλόμενος. Καὶ μὴν ὁ μὲν τοὺς ὑπάρχους τοῦ βασιλέως, ὁ δὲ αὐτὸν ἐνίκα βασιλέα. Καὶ μετὰ μέν [_γ_ε] τὴν Μαραθῶνι μάχην αὖθις ἐπεστράτευσε, μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν φεύγων ᾤχετο. Πρὸς μὲν γὰρ ἐκείνην [_τ_ὴ_ν_ _ἧ_τ_τ_α_ν] παρωξύνθη, πρὸς δὲ ταύτην ἀπεῖπεν, ὡς ἱκανὸν κέρδος ἡγεῖτο, ἂν σωθῇ. Ἤιδει γὰρ τότε μὲν πολλοστὸν μέρος τῆς πάσης ἐλθὸν δυνάμεως, νῦν δὲ σχεδὸν μετὰ πάντων ἀνθρώπων ἡττώμενος. Μιλτιάδῃ μὲν οὖν εἰς ἓν κεφάλαιον ἡ τῆς ἀνδρείας ἀπόδειξις ἧκεν, εἰ καὶ τὰ μάλιστα ἐχρῆτο αὐτῇ παρὰ πᾶσαν τὴν πολιτείαν· Θεμιστοκλέα δὲ ἀεὶ τὰ δεύτερα τῶν προτέρων μείζονα ἐξεδέχετο, καὶ τὸ τῆς παροιμίας αὐτῷ περιειστήκει· τὸ μὲν γὰρ ἔλειπεν αὐ.α τὸν κῦμα, τὸ δὲ ἐγκατελάμβανεν, ἕως διεξῆλθε διὰ τῶν τρικυμιῶν νικῶν. Τί οὖν κωλύει δεῖξαι διὰ βραχέων ἐν ποίοις τισὶ πράγμασι ποῖός τις ἦν ὁ Θεμιστοκλῆς; Καίτοι [_τ_ο_ῦ_τ_ό] γε οὐδὲν ἴσως προὔργου. Ἃ γὰρ οὐκ ἔστιν ἐνδείξασθαι τῷ λόγῳ, πῶς ἄν τις ἐκ τούτων ἐκεῖνον θεωρήσειε; Πλὴν εἰ τοῦτό γε αὐτὸ ἐνθυμηθείς, ὅτι ὑπὲρ ὧν οὐδ' εἰπεῖν ὡς βούλεταί τις ἐγχωρεῖ, ταῦτ' ἐκεῖνος μετεχειρίζετο ὡς ἐβούλετο. Δέκα μὲν γὰρ ἑξῆς ἔτη ὤδινεν ἅπασα ἤπειρος, φιλονεικοῦντες ἅπαντες ἄνθρωποι δίκην τῆς Μαραθῶνι μάχης λαβεῖν· ἡτοιμάζετο δὲ ἐκ πάσης γῆς καὶ θαλάττης πάντα. Αἰγύπτου δὲ ἀποστάσης ἐν τῷ διὰ μέσου βασιλεὺς οὐδὲν 463

σπουδάσας αὖθις ἦν ἐν τοῖς αὐτοῖς· οὕτω ῥᾳδίως ἐκείνην παρεστήσατο. Δεκάτῳ δὲ ἔτει συνῆλθον ἐσχατιαὶ πᾶσαι καὶ γένη πάντα, ὥσπερ μετανισταμένης ἑτέρωσε τῆς οἰκουμένης, καὶ βασιλεὺς ἀπῄει δεδοικὼς μὴ οὐ δέξαιτο τὸ πλῆθος ἡ Ἑλλάς, ὥσπερ ἀρχὴ γῆς [_π_ά_σ_η_ς] τοῦ στρατοπέδου γινόμενος, καθὸ βούλοιτο, ἀεί. Καὶ οὐ τοσοῦτόν [_γ_'_ _ἂ_ν] αὐτοὺς ἡ τοῦ ἡλίου συμβᾶσα ἔκλειψις ἐξέπληξεν ὅσον ἡ τῆς γῆς καὶ θαλάττης ἔκλειψις γινομένη πρὸς τὴν τοῦ βασιλέως, ἐμοὶ δοκεῖν, ἐπιθυμίαν μᾶλλον ἢ χρείαν. Πρὸς δὲ τούτοις τείχη μὲν ᾠκοδομεῖτο, ὅπως ἀριθμοίη κατὰ μυρίους, ὁ δὲ ἥλιος συνεκρύπτετο τοῖς τοξεύμασιν, ἦν δὲ πλήρης ἡ μὲν θάλαττα νεῶν, ἡ δὲ γῆ πεζῶν, ὁ δὲ ἀὴρ βελῶν. Παρεῖναι δὲ καὶ μέλλειν ἴσον ἦν ὥστε ἔχεσθαι πάντας· πάντα δὲ ὥσπερ τοῦ Ποσειδῶνος κατιόντος ἐσείετο. Πάντα δὲ τὰ ἐπιόντα Θεμιστοκλῆς εἰς ἑαυτὸν ἀναδεξάμενος, καὶ τὴν αὑτοῦ γνώμην ὑποθεὶς ἀντ' ἄλλου του φυλακτηρίου, καὶ μόνος ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἀντισχὼν ἅπασι καὶ τοῖς παροῦσι καὶ τοῖς ἐπιοῦσι πράγμασιν, οὐκ ἀποστραφεὶς ὥσπερ οἱ πρὸς τὸν ἥλιον βλέποντες, ὃ πᾶσι μικροῦ δεῖν συνέβη τοῖς τότε, οὐκ ἂν εἴποιμι ὡς οὐκ ἔψευσε τῆς ἐλπίδος τοὺς Ἕλληνας, ἀλλὰ καὶ πολὺ τὴν προσδοκίαν ἐνήλλαξεν αὐτοῖς. Οὐδὲν γὰρ τῶν ἐσχάτων ὅ τι οὐ πείσονται τῶν πολλῶν νομιζόντων, [_κ_α_ὶ_ _β_λ_ε_πόντων εἰς αἰσχρὰς μηχανὰς καὶ ἀπόρους καταφυγάς,] τοσοῦτον μετέστησε τὰ πράγματα ὥστε, εἴ τις ὕστερον αὐτοὺς ἀπελθόντων τῶν βαρβάρων ἤρετο εἰ βούλοιντ' ἂν μήτ' ἐκείνους ἐπιστρατεῦσαι μήτε σφίσι ταῦτα πεπράχθαι μήτε τοὺς κινδύνους σφίσι μηδὲ τὰς πράξεις γεγενῆσθαι, τεθνάναι πάντας ἂν εἰπεῖν [_ἐ_θ_έ_λ_ε_ι_ν] μᾶλλον ἢ ταῦτα ἄπρακτα αὐτοῖς εἶναι. Μικροῦ δεῖν, παρ' ὀλίγον, σχεδόν, ἐγγὺς ἧκεν, οὐ πόρρω ἦν, οὐ πόρρω εἰπεῖν, ὡς εἰπεῖν, ὡς ἔπος φάναι, ὡς τὸ ἔπος φάναι, ὀλίγου δεῖν, ὀλίγου δέω φάναι, μονονουχί. Οὕτως οὐ μόνον τὰς ἐλπίδας, ὅσοι γε [_κ_α_ὶ] τὰ μήκιστα ἤλπισαν αὐτῶν, ἀλλὰ καὶ τὰς εὐχὰς τῶν πλείστων ὑπερεβάλλετο. Εἰπὲ γάρ, ὦ πρὸς θεῶν, εἰ δὲ μή, ἄλλος τις κληρονομείτω τοῦ λόγου, λεγέτω, δεικνύτω, τί χρῆν πράττειν τὸν Θεμιστοκλέα τότε καὶ πῶς χρήσασθαι τοῖς παροῦσι· πότερον εἰς τὴν Πνύκα συλλέξαντα Ἀθηναίους περὶ τῶν ἰδεῶν αὐτοῖς διαλέγεσθαι, καὶ διδάσκειν τί αὐτοδίκαιον καὶ τί αὐτόκαλον, καὶ τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον; Ταχέως μέντ' ἂν αὐτοὺς καὶ γένεσις καὶ τὸ εἶναι καὶ πάντα ἐπέλιπεν. Ἀλλ' ὅθεν ἀνδρεία ἐκλήθη [_τ_ὸ_ _π_ρ_ῶ_τ_ο_ν] καὶ ὅθεν δειλία ζητεῖν, καὶ πότερον ῥεῖ τὰ πάντα ἢ οὔ; Ἔγνωσαν μέντ' ἂν κακῶς ῥέοντα τὰ πάντα αὐτοῖς. Ἀλλὰ τί μὴν ὅλως ἔδει λέγειν ἢ ποιεῖν; Τρίτον γὰρ ἤδη αὐτὸ τὸ ἐρώτημα ὥσπερ σύνθημα περιήκει. Πόθεν ἐξετάσομεν τὸν Θεμιστοκλέα; [__Π_ό_τ_ε_ _σ_ύ_μ_β_ο_υ_λ_ο_ς_ _τ_ῷ_ _ὄ_ν_τ_ι_ _κ_α_ὶ_ προστάτης καὶ ἡγεμὼν ἦν, ἢ τί καὶ ἄλλο πρέπον ἀκοῦσαι]; Καὶ μὴν δυοῖν γε θάτερον, ἢ τὰ πραχθέντα ὑπ' αὐτοῦ μέμψασθαι τίνα ἔχει, ἢ δεῖξαι τί δέον πρᾶξαι παρέλιπε, τὸ ῥᾷον [_κ_α_ὶ] ἥδιον ἀντὶ τοῦ καλοῦ προελόμενος. Καίτοι τήν γε ὕστερον τῶν πραγμάτων σοφίαν καὶ τοὺς ἐπὶ τῆς ἀδείας ἐλέγχους οὐδὲν ἔχειν λαμπρόν φασιν οὐδ' ὑπερήφανον. Ἐγὼ δ' οὖν καὶ τοῦτο συγχωρῶ, κἄν τις ἀμείνω τινὰ πρᾶξιν ἢ λόγους βελτίους ἢ προαίρεσιν δικαιοτέραν ἢ τοῖς πᾶσι βελτίω δείξῃ τότε ἐγχωροῦσαν, παρ' ἣν ἐκεῖνος ἐνεστήσατο, ἕτοιμος αὐτὸς τῆς αἰτίας κληρονομεῖν. Ἢ οὕτως ἐρεῖς, οὐδέν φασι λαμπρὸν οὐδ' ὑπερήφανον· πολλὰ γὰρ ἃ κατὰ μελέτην ἔδοξεν ἄριστα βεβουλεῦσθαι, ἐπὶ τῶν καιρῶν ἐδείχθη τῶν ἀτυχημάτων αἴτια φανέντα. Ἢ καὶ οὕτω, πολλὰ γὰρ ἐν ταῖς βουλαῖς τὴν κρίσιν τοῦ νικᾶν λα βόντα, ἐπὶ τῆς χρείας τὴν αἰτίαν ἀπηνέγκατο τῆς ἀτυχίας. Καὶ οὐκ ὀλίγα ἄλλα τοιαῦτα. Ἀλλὰ μήποτε τὰ τοιαῦτα καὶ τὰ περιφανῶς οὐκ εὖ πεπραγμένα οὐδὲ βεβουλευμένα τοῖς αἰ τιωμένοις οὐ πολλὴν παρέχοι τὴν παρρησίαν. Ἢ οὕτω τοῖς αἰτιωμένοις δόξειεν ἂν εἰς οὐκ εὔλογον ποιεῖν ἀποβλέπειν 248.α αἰτιολογίαν· ἀλλὰ γάρ πως ἀπαντήσει ταῦτα τοῖς μὴ ὀρθῶς προελθοῦσιν, ὥσπερ τοῖς οὐ φαύλως. Ἐν ἐκείνοις μὲν γὰρ ἐνῆν τὸ δέον, ἐξ οὗ προήγετο τὸ 464

ἐνθύμημα· ἐν τούτοις δὲ τὸ μὴ δέον προφαινόμενον καὶ αὐτὴν ἐπέχει τὴν γένεσιν τοῦ ἐπιχειρήματος. Συνιδὼν ἐκεῖνος ὁ πάντα ἄριστος ὡς εἰ τὸ δίκαιον ἀκριβῶς ἐξετάζοι καὶ στάσις ἐγγένοιτο ὑπὲρ τῆς ἡγεμονίας, ἅπαντα ἀπολεῖται κακῶς καὶ οὐχ ἕξουσιν ὅ τι χρήσονται, πείθει τοὺς Ἀθηναίους ὑφίεσθαι καὶ συγχωρῆσαι τοῖς Λακεδαιμονίοις ἐν τῷ τότε τὴν ἡγεμονίαν ὑποσχόμενος παρ' ἑκόντων αὐτοῖς τῶν Ἑλλήνων ταύτην ἀνακτήσασθαι· καὶ οὐκ ἐψεύσατο. Σχεδὸν δέ τι καὶ τοὔνομα τῆς ἡγεμονίας, ἀλλ' οὐκ αὐτὴν ἔπεισε παρεῖναι ἐπεί, τό γε ἀληθὲς εἰπεῖν, αὑτοῖς μὲν τὴν ἡγεμονίαν ἐκείνοις δὲ τὴν ἐπωνυμίαν ἀνέθεσαν, καὶ περιεγένετο αὐτοῖς, ἄνευ τῆς σωτηρίας τῆς κοινῆς καὶ τοῦ τῶν μὲν πολεμίων ἀνδρείᾳ τῶν δὲ συμμάχων πραότητι κρατῆσαι, καὶ τὸ σχῆμα τῷ παντὶ κάλλιον καὶ σεμνότερον· ἡγεμόνων γὰρ ἡγεμόνες κατέστησαν. Τοῦτο τὸ ψήφισμα οὐ κόλαξ (ἐμοὶ δοκεῖν) ἄνθρωπος, οὐδὲ κάτω βλέπων, οὐδ' ὑποπεπτωκὼς τοῖς ἀκούουσιν, ἀλλὰ θεῶν τις διὰ τῆς Θεμιστοκλέους γλώσσης ἐφθέγξατο. Ὥστε ὁρῶν μὲν αὐτοὺς δακρύοντας, ἀκούων δὲ παίδων καὶ γυναικῶν ποτνιωμένων, ἔτι δὲ ὑπολειπομένων τινῶν ἀναγκαίως, παραπλησίου δὲ μάλιστά πως ὄντος ὥσπερ ἂν εἰ ἑαλωκυίας τῆς πόλεως κατὰ κράτος, εἰκότως (τὸ μὲν γὰρ μέλλον ἦν ἅπασιν ἐν ἀφανεῖ, λεπτὴν καὶ ἄπιστον ἔχον τὴν ἐλπίδα, τὰ δὲ παρόντα στέρησις πόλεως καὶ κτημάτων καὶ διαίτης ἁπάσης τῆς πρότερον), [_κ_α_ὶ_ _π_α_ρ_α_λ_α_β_ὼ_ν_ _α_ὐ_τ_ο_ὺ_ς_ ὥσπερ παῖδας], ἀτρεμιζούσῃ τούτους ἐξῆγε τῇ ψυχῇ καὶ τοῖς λογισμοῖς ἑστῶσιν, οὐ μόνον τοῖς ὀφθαλμοῖς. Οὐκοῦν δεινόν, ὦ γῆ καὶ θεοὶ καὶ λόγων καὶ ἔργων ἡγεμόνες (ἐξάγομαι γὰρ εἰπεῖν) Σωκράτη μὲν καὶ τῆς φυγῆς ἐπαινεῖν, καὶ φάσκειν ἐκεῖνον ἀναχωρεῖν κάλλιον Λάχητος, Θεμιστοκλέα δέ, ὃς διώκων, οὐ φεύγων τοὺς πολεμίους τὴν ἀνδρείαν ἐπεδείκνυτο, καὶ οὗ τῆς ἀρετῆς ἀπέλαυσεν ἅπασα ἡ Ἑλλάς, ἃ τῆς δειλίας καὶ τῆς ἀνανδρίας ἐστὶν ὀνόματα, τούτοις καλοῦντα μὴ φροντίζειν; Ὃς καὶ ὅτ' ἀπ' Εὐβοίας ἀνεχώρει νενικηκώς, τοιαῦτα τἀν μέσῳ διεπράττετο, οἷα ἂν οὐδείς πω τῶν ἐπειγομένων [_ὁ_π_ω_σ_ο_ῦ_ν_ _ἀ_π_ε_λ_θ_ε_ῖ_ν]. Εἶτα λέγεις ὡς οὐ πολλοῦ τινος ἡ σωτηρία ἄξιον. Τί οὖν κωλύει καὶ τοῖς σωτῆρσι θεοῖς, οἳ καὶ καθ' ἕνα ἡμᾶς σῴζουσι καὶ τότε ἐκεῖνα κατεργάσασθαι τοῖς Ἕλλησι παρέσχον. Ἀλλ' ἐγὼ μὲν ἐάσω τὸ βλάσφημον· ὑπονοεῖν δέ ἐστι τό γε ἐκ τοῦ λόγου συμβαῖνον. Ἦ που σφόδρα ἄν τι δόξειε λέγειν. Ἀντὶ τοῦ οὐδαμῶς μὲν παραλαμβάνεται τὸ ἦ που· ἐνταῦθα δὲ ὁ Ἀριστείδης ἀντὶ τοῦ πολλῷ πλέον ἔλαβεν. Εἰρωνικῶς δὲ τὸ πολλῷ πλέον εἶπεν, οἷον οὐδ' ὅλως. Καὶ πολλάκις οὗτος τῷ ἦ που ἀντὶ τοῦ πολλῷ πλέον χρῆται, μᾶλλον δὲ σχεδὸν ἀεί. Καὶ μὴν οὐχ ὅμοιον ἐν μέσῃ τῇ θαλάττῃ περὶ τῶν ἐν τῷ πλοίῳ λέγειν καὶ τὴν εὐψυχίαν [_τ_ὴ_ν] αὑτοῦ δει κνύναι, καὶ καθήμενον ἔξω τῆς ζάλης ὑπὸ τειχίῳ· [_ἃ_ __Π_λ_ά_τ_ω_ν_ _π_α_ν_τ_ὸ_ς_ _μ_ᾶ_λ_λ_ο_ν_ _κ_α_λ_ῶ_ς_ _ε_ἰ_δ_ὼ_ς_ _ἑ_κ_ὼ_ν_ _ὑ_π_ε_ρ_βαίνει, καὶ κατηγορεῖ Θεμιστοκλέους ἐμβιβάσαντος Ἀθηναίους εἰς τὰς τριήρεις]. Παροιμία· τάττεται δὲ ἐπὶ τῶν ἄλλα ἀντ' ἄλλων ποιούντων ἢ ἐωμένων. Παρῆκται δὲ ἀπὸ τοῦ τὸν Πρίαμον καὶ τὴν Ἑλέ νην ἐκ τοῦ τείχους θεωροῦντας τοὺς Ἕλληνας περὶ αὐτῶν διαλέγεσθαι. Ἐγὼ δ' εἰ μὲν ἦν ἕτερον τρόπον νικῆσαι ἢ καὶ σωθῆναι τὸ πρῶτον, τάχ' ἄν τι τούτους ᾤμην τοὺς λόγους εἶναι. Ὅτε δ' ἦν αἵρεσις ἢ ναυμαχοῦντας κρατεῖν ἢ κατὰ γῆν ἀπολωλέναι, πῶς ἦν ἴσον, ἢ τίς ἡ θαυμαστὴ φιλοσοφία τεθνάναι μάτην, ἐξὸν μετὰ τῆς μεγίστης εὐδοξίας σωθῆναι; Ἀρχὴν δ' ἔγωγε οὐκ ἐπινοῶ ποῦ διακέκριται κατὰ γῆν μὲν νικῆσαι καλὸν εἶναι, ἐν θαλάττῃ δ' αἰσχρόν, ἢ τὴν μὲν κρανίαν καὶ τὴν βύρσαν πολλοῦ τινος ἀξίαν εἶναι, τὰ δὲ νήϊα καὶ τοὺς κωπέας τοῦ μηδενός. Λείπει τὸ δεῖ νομίζειν. Κρανίαν τὴν περικεφαλαίαν λέγει, βύρσαν δὲ τὸ ὅπλον παρὰ τὸ ἔχειν βύρσαν περὶ αὐτὸ, νήϊα δὲ τὰ σχοινία, κωπέας δὲ τὰ ξύλα τὰ πρὸς κώπας ἐπιτήδεια. Εἰ δ' ἅπασα μὲν ἡ γῆ κατείληπτο, ἐπέρρει δὲ ὥσπερ θαλάττης ἐπίκλυσις ἡ στρατιά, πάντα δὲ ἄρδην ἀνηρπάζετο, ἀναβλέπειν δὲ οὐκ ἦν, ἀλλ' ἐν τοῖς στενοῖς οὐ τῆς Πελοποννήσου μόνον ἀλλὰ καὶ τῶν ἐλπίδων ἐκάθηντο, 465

ἀπέκειτο δὲ μήτε γῆς μήτε θαλάττης εἶναι μηδαμοῦ, τί ταῦτα τοὺς Ἀχαιοὺς ἀπὸ τοῦ πύργου κρίνομεν; Παροιμία· [_ὥ_σ_π_ε_ρ_ _ὁ_ __Π_ρ_ί_α_μ_ο_ς_ _ἐ_κ_ _τ_ο_ῦ_ _τ_ε_ί_χ_ο_υ_ς_ _κ_α_ὶ_ _ _̔_Ε_λ_έ_ν_η]. Μόνος δέ μοι δοκεῖ πάντων ἀνθρώπων ἢ κομιδῇ [_γ_ε] ἐν ὀλίγοις δεῖξαι Θεμιστοκλῆς ἀληθῆ τὸν λόγον 248.α ὄντα, ὃν πάλαι μὲν Ἀλκαῖος ὁ ποιητὴς εἶπεν, ὕστερον δὲ οἱ πολλοὶ παραλαβόντες ἐχρήσαντο, ὡς ἄρα οὐ λίθοι οὐδὲ ξύλα οὐδὲ τέχνη τεκτόνων αἱ πόλεις εἶεν, ἀλλ' ὅπου ποτ' ἂν ὦσιν ἄνδρες αὑτοὺς σῴζειν εἰδότες, ἐνταῦθα καὶ τείχη καὶ πόλεις. Εἰ μὲν οὖν αὑτοῦ γνώμῃ [_μ_ό_ν_ο_ν] περὶ τούτων ἐκέχρητο Θεμιστοκλῆς, ἐκείνου τις ἂν εἶπεν αὐτὸν τὴν κατηγορίαν πεποιῆσθαι· ἐπεὶ δὲ καὶ θεὸς ταῦτα ἀνελὼν φαίνεται, ἐγὼ μὲν ὀκνῶ λέγειν, πᾶς δ' ἄν τις συνίῃ τὸ λοιπόν, ὁ δ' οὖν Θεμιστοκλῆς λαμπρῶς ἀποφεύγει τὴν αἰτίαν. Τουτὶ γὰρ ἐμοὶ τῆς ἀπορίας διαλύσαντες, σταθήτωσαν παρὰ τὸν τρίποδα τὸν ἐν Δελφοῖς [_ἕ_ω_ς_ _ἐ_χ_έ_τ_ω_σ_α_ν_ _τ_ι_μ_ὰ_ς_ _τ_ὰ_ς_ _α_ὐ_τ_ὰ_ς_ _τ_ῷ_ _ _̓_Α_π_ό_λ_λ_ω_ν_ι]. ὃν οἱ Ἕλληνες ἀπὸ τῶν βαρβάρων ἀνέστησαν [_ἕ_ω_ς_ _ἐ_κ_ _τ_ο_ῦ_ _τ_ο_ὺ_ς_ _β_α_ρ_β_ά_ρ_ο_υ_ς_ _κ_α_τ_α_π_ο_λ_ε_μ_ῆ_σ_α_ι_ _κ_α_ὶ_ _τ_ὰ_ _ἐ_κ_ε_ί_ν_ω_ν_ _λ_α_β_ε_ῖ_ν]. Ὁ μὲν τοίνυν θεὸς θείαν προσεῖπε τὴν Σαλαμῖνα, ὡς ἐν αὐτῇ μελλόντων ἔργων ἔσεσθαι κρειττόνων ἢ κατὰ πάντα τἀνθρώπινα. Πλάτων δὲ τὸν ταῦτα κατειργασμένον καὶ τὸν κομίσαντα αὐτοὺς εἰς τὴν Σαλαμῖνα λυμήνασθαί φησι τοῖς πράγμασι καὶ τῶν πρὸς ἡδονὴν ὑπηρετούντων οὐδὲν γενέσθαι βελτίω. Καὶ γάρ τοι μετὰ τὴν ναυμαχίαν συλλεγέντων εἰς τὸν ἰσθμὸν ἁπάντων, καὶ φερόντων τὴν ψῆφον ἀπὸ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος περὶ τῶν ἀριστείων, ἔξεστι μέν τι καὶ ἄγνωμον [_ἐ_ν_τ_α_ῦ_θ_α] κατηγορῆσαι τῶν Ἑλλήνων, ἔξεστι δὲ τὸ λοιπὸν τῆς εὐγνωμοσύνης ἐπαινέσαι καὶ λαβεῖν ὑπὲρ Θεμιστοκλέους. Ἕκαστος γὰρ ἑαυτὸν πρῶτον φέρων, δεύτερον συνεξέπιπτον ἅπαντες φέροντες Θεμιστοκλέα. Ἡ μὲν οὖν τοῦ πρωτείου ψῆφος, οἶμαι, τοῦ πᾶσι φύσει συμβεβηκότος ἀνθρώποις ἦν· τοῦτο δέ ἐστι μηδένα ἑαυτοῦ μᾶλλον φιλεῖν· ὥστε οὔτε ἰσχυρὸν εἶχεν οὐδὲν οὔτε συγγνώμης ἀπήλλακτο. Ἡ δὲ ὑπὲρ τῶν δευτέρων σαφῶς ἤδη σύμβολον ἦν τῆς ἀληθείας, καὶ ὅτι οὐκ εἶχον ἑτέρως θέσθαι. Ὥστε εἰ προσείρητο ἐξ ἀρχῆς μηδένα ἑαυτὸν φέρειν ἀλλ' ἕτερον, Θεμιστοκλέα πάντες οἴσειν ἔμελλον, ὅν γε καὶ παντὸς [_ἄ_λ_λ_ο_υ] πᾶς τις προὔκρινεν αὐτῶν, καὶ ὁμοίως ἂν τότε πρῶτος ἐγίγνετο ὥσπερ τότε δεύτερος. Οὕτω καὶ νῦν δεύτερον εἶναι ψηφισάμενοι, προσόμοιον ἐποίουν ὥσπερ ἂν εἰ πρῶτον ἐψηφίσαντο. Οὐ μὴν οὐδ' οὕτως ἔλαττον ἔχων ἀπῆλθεν, ἀλλ' ἀμφοτέροις ἐνίκησε. Τὰ μὲν γὰρ πρῶτα καὶ παρὰ τῆς ἀληθείας καὶ παρ' αὑτοῦ λαβὼν εἶχε (τὸ γὰρ αὐτὸ τοῖς ἄλλοις ἐποίησε μόνος τῶν ἄλλων δικαίως) τὰ δὲ δεύτερα ἤδη συνεκεχώρητο ὥστε ἐξ ἁπάντων πρῶτος ἦν. Ἔχων δὲ λέγειν πολλὰ καὶ περὶ τῶν ὕστερον αὐτοῦ συμφορῶν, καὶ ὅπως ἂν ἅπαν τὸ πρᾶγμα συνεσκευάσθη, καὶ ὁποῖόν τινα κἀν τούτοις παρέσχεν ἑαυτόν, ἐβουλόμην ἂν ἐν τούτῳ χρείας εἶναι τὸν λόγον ὥστε καὶ περὶ τούτων ἐπείγειν εἶναι διελθεῖν· οἶμαι γὰρ [_ο_ὐ_δ_ὲ_ _φ_α_υ_λ_ό_τ_ε_ρ_α_ οὐδ'] ἐλάττω τῶν εἰρημένων ἤδη εἰπεῖν ἂν περὶ αὐτοῦ. Ἐπεὶ δὲ ἅμα τε ἔξω τῆς ὑποθέσεώς ἐστι καὶ μῆκος ἐπεισέρχεται τοῖς λόγοις, παραλείψω ταῦτα, τοσοῦτον ἐπιφθεγξάμενος καὶ περὶ τούτου τοῦ μέρους, ὅτι ἐπεὶ ἔδει στρατεύειν ἐπὶ τὴν Ἑλλάδα, προὔκρινε τελευτᾶν, ἔργῳ μὲν λύσας πᾶσαν αἰτίαν, δείξας δὲ ὁπόσου τιμᾶται τὰς πρότερον πράξεις καὶ τὰ πολιτεύματα, καὶ ὅτι οὐδέποτε ἑκὼν εἶναι τοῦ καλοῦ καὶ τοῦ προσήκοντος οὐδὲν πρότερον ποιήσεται, [_ο_ὐ_ _π_λ_ο_ῦ_τ_ο_ν], οὐ παῖδας, οὐκ ἐλπίδας, οὐ τὴν σωτηρίαν αὐτήν. Ἐγὼ μὲν οἶμαι καὶ ἱερέας καὶ ἱερείας, καὶ ὅστις ἄλλος Ἀθήνῃσιν εὔχεται δημοσίᾳ τοῦτ' ἂν εἰκότως πρὸς ἅπασι τοῖς ἄλλοις προσεύχεσθαι, κατ' ἔτος ἕκαστον, κατὰ γοῦν ἐκείνους τοὺς χρόνους, καὶ ἕως ἐξῆν, φῦναί τινα αὐτοῖς ἄνδρα ὅμοιον Θεμιστοκλεῖ, καὶ μετὰ τῆς ἄλλης φορᾶς καὶ τοῦτ' ἐνεγκεῖν τὴν γῆν τἀγαθόν. [__Ο_ὔ_κ_ο_υ_ν_ _ἐ_λ_ά_τ_τ_ω_ _γ_'_ _ἂ_ν_ 466

_ὄ_ν_α_σ_θ_α_ί_ _μ_ο_ι_ _δ_ο_κ_ο_ῦ_σ_ι_ν_ _ἢ_ _ε_ἰ_ πάντα εἰς ἑκατὸν καὶ ἔτι πλείω τῆς χώρας αὐτῆς ἐξενεγκούσης]. Ἄλλως μὲν τοίνυν ᾐσχυνόμην ἔγωγε ἐπὶ τοσούτοις καὶ τοιούτοις τοῖς εἰρημένοις μάρτυσι προσχρώμενος. Ἔστι δέ τι προὔργου μιᾶς μαρτυρίας, ἣν δεῖ παρασχέσθαι. Σκεψώμεθα δὴ ποῖα ἄττα λέγει περὶ Θεμιστοκλέους ἡμῖν [__Α_ἰ_σ_χ_ί_ν_η_ς] ὁ Σωκράτους μὲν ἑταῖρος, Πλάτωνος δὲ συμφοιτητής· Ἐπειδὴ τοίνυν τοῦ Θεμιστοκλέους βίου ἐπιλαμβάνεσθαι ἐτόλμησας, σκέψαι οἵῳ ἀνδρὶ ἐπιτιμᾶν ἐτόλμησας· ἐνθυμήθητι δὴ ὁπόθεν ὁ ἥλιος ἀνίσχει [_κ_α_ὶ_ _ὅ_π_ο_υ_ _δ_ύ_ε_τ_α_ι]. Ἀλλ' οὐδέν, ἔφη, [_χ_α_λ_ε_π_ό_ν], ὦ Σώκρατες, τὰ τοιαῦτα εἰδέναι. Καὶ μετὰ πολλὰ ἄλλα ἐγκώμια ἐπάγει καὶ ταῦτα· [__Τ_ο_σ_ο_ῦ_τ_ο_ν_ _α_ὐ_τ_ο_ῦ_ _ἐ_κ_ε_ῖ_ν_ο_ς_ _τ_ῷ_ _φ_ρ_ο_ν_ε_ῖ_ν_ _π_ε_ρ_ι_ε_γ_έ_ν_ε_τ_ο]. Τοιγάρτοι φυγάδι ποτὲ αὐτῷ τῆς πόλεως γενομένῳ ὡς 248.α σεσωσμένος ὑπ' αὐτοῦ χάριν ἀπέδωκε, καὶ ἄλλα τε δῶρα πολλὰ ἐδωρήσατο καὶ Μαγνησίας ὅλης ἀρχὴν ἔδωκεν, ὥστε [_κ_α_ὶ] φεύγοντος αὐτοῦ τὰ πράγματα μείζω ἦν ἢ πολλῶν Ἀθηναίων, καὶ καλῶν καὶ ἀγαθῶν εἶναι δοκούντων, οἴκοι μενόντων. Τίς οὖν ἐν ἐκείνῳ τῷ χρόνῳ δικαίως ἂν αἰτίαν ἔχοι μέγιστον δύνασθαι ἄλλος ἢ Θεμιστοκλῆς, ὃς τὸν [_τ_ῶ_ν] ἀφ' ἡλίου ἀνίσχοντος μέχρι ἡλίου δυομένου βασιλεύοντα, στρατηγήσας τῶν Ἑλλήνων, κατεστρέψατο; Ἐνθυμοῦ οὖν, ἔφην ἐγώ, ὦ Ἀλκιβιάδη, ὅτι ἐκείνῳ τοιούτῳ ὄντι οὐχ ἱκανὴ ἡ ἐπιστήμη τοιαύτη οὖσα ἐγένετο ὥστε φυλάξασθαι μὴ ἐκπεσεῖν μηδὲ ἀτίμῳ ὑπὸ τῆς πόλεως γενέσθαι, ἀλλ' ἐνεδέησε. Καὶ μὴν ἐξ ἴσου ἔγωγε οὐδέποτ' ἂν θείην Αἰσχίνην Πλάτωνι, μήποτε οὕτω φιλονεικήσαιμι, ἀλλ' ἀφείσθω τοῖς ἀτόποις τῶν σοφιστῶν ἡ κρίσις αὕτη. Φημὶ δὲ ὅσῳ μείζων καὶ τελεώτερος Πλάτων εἰς λόγους, τοσούτῳ μᾶλλον ὑπέρ γε Θεμιστοκλέους ἐκεῖνα προσήκει δέχεσθαι. Τὸν μὲν γὰρ ἃ ἤκουσεν εἰκὸς λέγειν, ἢ ὅτι ἐγγυτάτω ἐκείνων· ὁ δὲ τῆς φύσεως οἶμαι κέχρηται τῇ περιουσίᾳ, ὥσπερ καὶ ἄλλα δή που μυρία διεξέρχεται ἐπὶ τῷ Σωκράτους ὀνόματι, περὶ ὧν ὁμολογεῖται μηδὲν ἐκεῖνον πραγματεύσασθαι, [_δ_ί_καια μὲν οἶμαι ποιῶν κατ' αὐτό γε τοῦτο, καὶ ἀνδρὸς ἀρίστου τὸ τὸν διδάσκαλον ἀξιοῦν κοσμεῖν, πλήν γε ὅτι καὶ τὸ μηδ' ἄλλους τῶν οὐκ ἀξίων καταισχύνειν ἐθέλειν προσεῖναι προσήκει.] Ἐκ τῆς κοινῆς ἀπολογίας τὸ προοίμιον. Ἃ μὲν οὖν περὶ τῶν ἀνδρῶν εἰκὸς ἦν εἰπεῖν μήτε τῶν ἀναγκαίων εἰρῆσθαι μηδὲν παριέντας, μήτε πάντα ἐφεξῆς οἰομένους δεῖν λέγειν, ὡς ἂν μή τῳ δοκοίημεν ἀπειροκάλως ἔχειν, ταῦτά ἐστιν. Ἰσχυρίζεται δ' οἷς προσέπταισαν πρὸς τὸ δημόσιον, ὥσπερ εἴ τινες χεῖρον ἔγνωσαν περὶ αὐτῶν, [_α_ὐ_τ_ο_ὺ_ς] χείρους ἡγεῖσθαι προσῆκον, ἢ τῷ καὶ ἄλλους τινὰς εἰς αὐτοὺς ἐξαμαρτεῖν, οὐδ' ἡμᾶς τοῦ προπηλακίζειν ἀπέχεσθαι δέον. Ἀλλὰ μὴν ὅπου γε καὶ τοῖς ἁμαρτάνουσιν [_α_ὐ_τ_ο_ῖ_ς] εἰκὸς εἶναι συγγνώμην, ἤ που τοῖς γε ἄγουσιν αὐτοὺς πρὸς τὸ βέλτιον, καὶ οἷς ὅθ' ἡμάρτανον οὐκ ἐπείθοντο, δεινὸν εἰ μὴ φήσομεν. Πλάτων τοίνυν ὡς μὲν ἐκείνοις χρώμενοι κατώρθουν, οὐκ ἐᾷ σκοπεῖν· ἃ δ' εἰς αὐτοὺς ἐκείνους ἐξήμαρτον, τοσοῦτον ἀπεῖχον τοῦ δοκοῦντά γε ἐκείνοις ποιεῖν, ὡς ταῦτα κατηγορεῖν. Καὶ ἃ μὲν τῆς παιδείας αὐτῶν ἀπέλαυσαν ὑπερβαίνει· ἃ δὲ οὐχ ὧν ἐπαιδεύθησαν ἦν, ἀλλὰ τῆς ἀνθρωπείας φύσεως ἐμμεμενηκότα, ταῦτ' ἐπ' ἐκείνους ἄγει τοὺς ὅπως μηδὲν ἁμαρτήσονται πᾶν ὅσον ἦν ἐν αὑτοῖς πράττοντας, ὥσπερ ἂν εἴ τις τοὺς γραμματιστάς, τοὺς παραδείξαντας τοῖς παισὶ τὰ γράμματα καὶ δείξαντας γράφειν ἐκ τῶν δυνατῶν, αἰτίους εἶναι φάσκοι τῶν περὶ αὐτὰ ἁμαρτημάτων, εἴ τι μὴ καλῶς ὕστερον μηδὲ ὡς χρὴ γράφοιεν ἐφ' ἑαυτῶν. Εἰ δὲ μὴ πάντας ἐπαίδευσαν, μηδὲ ὡς οἷόν τε ἀκριβέστατα, μηδ' ὡς μάλιστα ἐβουλήθησαν, τί τό γε ἐκπεφευγὸς τῆς ἐκείνων προστασίας ἄν τις τιθείη; Οὐ γὰρ τῆς ἐκείνων ὁμιλίας τοῦτο ἀπώναντο, ἀλλ' οὐκ ἀπώναντο ἐκείνων ἔτι τι τοῦτό γε. Οὔκουν ἐξ ὧν προσεῖχον αὐτοῖς, ἐκ τούτων ἥμαρτον, ἀλλ' ἐξ ὧν οὐ προσεῖχον, ἐπλημμέλησαν. Οὕτως ἅ γε ἐπείθοντο σαφῶς ἄρ' οἱ πείθοντες ἔπειθον καλῶς. Τὴν δὲ πολιτικὴν εἰ 467

μὴ πάντας ἐπαίδευσαν Ἀθηναίους Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Μιλτιάδης καὶ Κίμων, μηδ' ἅπαντας ἐφεξῆς βελτίους ἐποίησαν κατὰ φυλὰς καὶ κατ' ἄνδρα ὥσπερ θεωρικὸν τὴν ἐπιστήμην διανέμοντες, εἶθ' ὑπερφυές τι φήσομεν κατ' αὐτῶν εὑρηκέναι, ὡς οὐδ' αὐτοὶ βελτίους ἦσαν οὐδενὸς εἰς ταῦτα; Καὶ οὐκ ἀγαπᾷς τὸ τοῦ σοῦ Πρωταγόρου, εἰ [_κ_α_ὶ] καθ' ὁσονοῦν προὐβίβασαν τοὺς πολλοὺς εἰς τὸ βέλτιον, ἀλλ' εἰ μὴ πάντα ὁ δῆμος ἀνεγκλήτως καὶ ὥσπερ εἷς ἀνὴρ μετεχείρισε, τοῦτ' ἤδη κατὰ τῶν προστατῶν ἔστι σοι. Τί οὖν θαυμαστόν, εἰ κἀκεῖνοι πολλὰ καὶ χρηστὰ συμβουλεύσαντες Ἀθηναίοις, καὶ πολλὰ τῶν δυσχερῶν κωλύσαντες, μὴ διὰ τέλους αὐτοὺς ἐδυνήθησαν κατασχεῖν μήδ' ἀθάνατα ἰάσαντο, ἀλλ' ἡττήθησαν τῆς δήμου φύσεως, εἴτε καὶ τῆς κοινῆς τῶν ἀνθρώπων δεῖ λέγειν, καὶ μὴ ἐδυνήθησαν ἐκ τῆς πόλεως ἐξελεῖν ἀδικίαν, ὥσπερ γεωργοὶ τὰ λυμαινόμενα τῇ χώρᾳ καθ' ἕκαστον ἐνιαυτὸν ἐκκόπτοντες, εἶτ' οὐκ ἐφικνούμενοι διὰ παντὸς τοῦ [_λ_υ_μ_α_ι_ν_ο_μ_έ_ν_ο_υ_ _τ_ὴ_ν_ χώραν] σπέρματος. Εἰ τοῦτον τὸν τρόπον κἀκείνους ἐθέλοντας καθαίρειν τὴν πόλιν ἐξέφυγε καὶ ἐνέμεινε 248.α σπέρμα ἀναγκαῖον ἀδικίας καὶ ἀγνωμοσύνης, καὶ οὐ πάντα ὑπήκουσεν αὐτοῖς, ἀλλ' ἔστιν ἃ καὶ καθ' αὑτὸν ὁ δῆμος ἐβουλεύσατο, τίνα τοῦτο τοῖς ἀνδράσιν ἔχει φαυλότητα; Ἢ τί δεῖ τὰ ἐκείνων ἑτέροις λογίζεσθαι, ὥσπερ [_ἂ_ν] εἰ καὶ στάσεως οὔσης ἐν τῇ πόλει, καὶ τούτων τῆς ἑτέρας ἡγουμένων τῆς τῶν ἐπιεικῶν, εἶτα τὰ τῶν ἑτέρων ἁμαρτήματα καὶ τῶν εἰς τούτους πλημμελούντων αὐτοῖς τούτοις τις προσετίθη. Καὶ τίνα ἔχει φύσιν, οἳ μήτε ἔδρων ταῦτα καὶ προσέτι κωλύειν ἠξίουν; Ἀλλὰ μὴν εἴ [_γ_ε] μηδὲ κακῶς ἀκούσασι καλῶς ἔχειν οἰήσεταί τις ταῖς αὐταῖς χρήσασθαι λαβαῖς, καὶ ταύταις μὴ ἐπὶ τῷ κακῶς ἀντειπεῖν ἀλλ' ἐπὶ τῷ διὰ τῶν ἐκείνου τὰ ἑαυτῶν ἀπολύσασθαι, πῶς εἰρηκέναι αὐτὸν πρότερον κακῶς, ἃ μηδεὶς ἐπηνάγκαζε καὶ δι' ὧν χείρους ᾤετο ἐκείνους ἀποφῆναι, δεξιόν τι νομίζειν κελεύσει; Ἐλελήθεις ἄρα σαυτὸν ἁπάσαις ταῖς παροιμίαις ἐνεχόμενος, εἰς πῦρ ξαίνων καὶ λίθον ἕψων καὶ σπείρων τὰς πέτρας. Τί γὰρ τῶν σῶν νουθεσιῶν καὶ λόγων ἀπήλαυσαν ἐκεῖνοι; Τί τῶν θείων ἢ τῶν ἀνθρωπίνων ἄμεινον μετεχειρίσαντο Διονύσιος ἢ Δίων μετ' ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σοι τὰ ὦτα ὑπέσχον; Τοσοῦτον ἡμεῖς ἀμείνους τοὺς ἡμῖν χρωμένους, ὦ Πλάτων, ἀπεδείξαμεν ἢ σὺ τοὺς σοί. Εἰ δ' ἐρεῖς ὅτι βελτίους οὗτοι τὴν φύσιν, καὶ ταύτῃ φρονιμωτέρους ἡμᾶς ἀποδεικνύεις, εἴ τινας ἐν τούτοις ἔχομεν ἐλπίδας, οὐχ ὥσπερ σὺ τοῦ παντὸς διήμαρτες, ἐκείνοις διαλέγεσθαι προὔργου τι δόξας εἶναι. Ἔπειτα [_ὥ_σ_π_ε_ρ] ἐν οἷς βελτίους ἑτέρων γεγόνασι τὴν φύσιν αἰτιᾷ, οὕτως εἴ τι καὶ προπετέστερον εἰργάσθαι [_σ_ο_ι] δοκοῦσιν, τῆς φύσεως αὐτὸ θὲς τῆς ἑαυτῶν, καὶ μὴ λάμβανε ἐφ' ἡμᾶς, μήδ' ἃ μὲν [_ἡ_μ_ῶ_ν] ἡγουμένων κατέπραξαν, ἀποστέρει τοὺς συμβουλεύσαντας καὶ τοὺς συγκατεργασαμένους [_ἡ_μ_ᾶ_ς] τῷ δοκεῖν τὰ βέλτιστα παραινέσαι, ἃ δὲ ἐπὶ σφῶν αὐτῶν ἐξήμαρτον εἰς ἡμᾶς, ταῦτα ὡς ἡμεῖς ἀδικοῦμεν λέγε· ἐκείνων [_μ_ὲ_ν] γὰρ καὶ ἡμεῖς αἴτιοι τὸ μέρος, τούτων δὲ οὐδὲ μικρόν. Καὶ ὁ Πόλλις [_α_ὖ_ _π_ά_λ_ι_ν] παραλαβὼν Πλάτωνα, Διονύσιον μὲν καὶ ἀπὼν ᾐσχύνετο καὶ ὧν ἐπέσκηψεν ἐμέμνητο, σὲ δὲ ὁρῶν καὶ συνὼν παρ' οὐδὲν ἐποιεῖτο, καὶ ἡ θαυμαστή [_σ_ο_υ] δύναμις καὶ πειθὼ κατὰ τοὺς λόγους ἡττᾶτο τῶν ἐντολῶν τοῦ Διονυσίου· καὶ Πόλλις ἐκείνῳ μὲν συνεβάλλετο, καὶ ταῦτα τοιαῦτα ἐπιτάξαντι, σοὶ δὲ οὐδέν. Προσθῶμεν δὲ ὅτι καὶ Σπαρτιάτης ὤν, καὶ τεθραμμένος ἐν νόμοις καὶ πολιτείᾳ δεύτερα [_τ_ῶ_ν_ _ _ πασῶν] λαχούσῃ παρά σοι κριτῇ, μᾶλλον δὲ πρῶτα τῶν οὐσῶν· καί σοι μάτην, ὡς ἔοικε, τὰ πολλὰ [_ἐ_κ_ε_ῖ_ν_α] εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν ὕμνηται. [_ _̔_Ο_ _γ_ο_ῦ_ν_ τῶν Λακεδαιμονίων ποτὲ ναύαρχος τοσοῦτον διήμαρτε τῆς σῆς ἀξίας, ὅσον οὐδ' ἂν εἷς Περσῶν ἢ Σκυθῶν οἷς οὐκ ἦν συνεῖναι τῆς σῆς φωνῆς τὸ παράπαν.] Καίτοι γε εἰ μὲν ἠξίους τὸν ναύαρχον τῶν Πελοποννησίων Πόλλιν ἀμείνονα γενέσθαι Διονυσίου περί σε καὶ βουλεύσασθαί τι βέλτιον, ὁ δὲ οὐ προσεῖχέ σοι τὸν 468

νοῦν, ἀλλὰ μὴ τοῦ παρόντος ἦν καὶ τοῦ τὰ αἴσχιστα ἐντειλαμένου, πῶς οὐχ ἥττω πάμπολυ τοῦ τυράννου; Καὶ ποῦ δίκαιος εἶ προφέρειν, εἴ τινά τις πείθειν ἐπιχειρῶν ἀπέτυχεν; Εἰ δὲ σὺ μὲν στέργειν ἠξίους τοῖς παροῦσιν, ὁ δὲ οὐκ ᾐδεῖτό σου τὴν σιωπήν, οὐδ' ἁπάντων λόγων ἡγεῖτο ἱκανωτέραν εἶναι τοὺς προσήκοντας αὐτῷ λογισμοὺς περὶ σοῦ παραστῆσαι, πῶς τῶν εἰκότων ἐτύγχανες, ἢ πῶς τὰ πρέποντα ἀπέλαβες τῆς φύσεως τῆς σεαυτοῦ; Νὴ Δί' ἀλλ' οὐδὲν σὺ χείρων, εἰ παρέπαιε Πόλλις καὶ Διονύσιος. Οὐδέ γε ἡμεῖς, ὦ μακάριε, εἴ τις πρὸς ἡμᾶς Ἀθηναίων φαῦλος ἐγένετο. Καὶ πωλοῦντος Πόλλιδος Ἑλλήνων μὲν οὐδεὶς ὠνεῖτό σε τὴν ἱερὰν κεφαλήν (οὕτω πάντες κατείχοντο ὑπὸ τῶν σῶν λόγων), Λίβυς δὲ ἄνθρωπος Ἀννίκερις ὄνομα, ὃν οὐδ' ἠπίστατο ἀνθρώπων οὐδείς, εἰ μὴ ταῖς σαῖς συμφοραῖς ἀπεχρήσατο. Νῦν δὲ οὐ Πλάτωνα ἐπρίατο, ἀλλὰ δόξαν ἑαυτῷ καὶ τὸ γινώσκεσθαι. Μὴ τοίνυν νομίσῃς ἡμᾶς ἀγνοεῖν τοὺς σοὺς λόγους ἢ μὴ συγχωρεῖν ἀληθεῖς εἶναι, ὡς οὐ θέμις ἀνδρὶ βελτίονι ὑπὸ χείρονος οὔθ' ὑβρίζεσθαι οὔτε βλάπτεσθαι. Σύνισμεν ταῦτα, καὶ μαρτυροῦμεν ὡς ἀληθῆ λέγεις. Ὅμως δέ [_γ_ε] ὁ θαυμαστὸς ἐκεῖνος ἐραστής σου οὐδ' ὁτιοῦν ὕβρεως καὶ ἀσελγείας ἀπέλιπε. Καὶ σὺ μὲν οὐδὲν ὑβρίσθης ἴσως· ὁ δέ [_γ_ε] οἷς ἡγεῖτο ὑβρίζειν, πλείω ταῦτα ἔπραττεν ἢ δι' ὧν ᾔδει τιμήσων. Ἀλλ', ὦ [_π_ά_ν_τ_ω_ν] θαυμάσιε Πλάτων, μὴ δι' ἀμφοῖν ὤθει, καὶ ταῦτα οὐ διὰ τῶν φίλων ἑνὸς 248.α [_κ_α_ὶ_ _τ_ῶ_ν_ _ἐ_χ_θ_ρ_ῶ_ν] ἀλλὰ διὰ σαυτοῦ [_τ_ε] καὶ τούτων 248.α οὓς μᾶλλον φίλους ἦν εἰκὸς ἡγεῖσθαι. Εἰ δὲ μή, σκόπει μὴ ὅ τι ἐγκαλέσεις, ἀλλ' ὅ τι ἀπολογήσῃ πρότερον· τοσαῦτά ἐστι καὶ τὰ σά. Εἰ δ' αὐτὴν ἐφ' ἑαυτῆς δεῖ τὴν προαίρεσιν ἐξετάζειν, ἀναίτιον μὲν τὸ σὸν εἰκότως, ἀναίτιον δὲ ἐκ τῶν αὐτῶν καὶ τὸ ἡμέτερον. Καὶ πρόσεστι καὶ τὸ κρατῆσαι τῶν πραγμάτων, καὶ τὸ μείζω ταῦτα εἶναι τῶν τε ὑπό σου σπουδαζομένων ὧν τε αὐτοὶ προσεκρούσαμεν. Σὺ μὲν τοίνυν ἐλέγχειν ἡμᾶς ἀξιῶν κατὰ σαυτοῦ λέγεις, ἡμεῖς δὲ ὑπὲρ ἡμῶν αὐτῶν λέγοντες καὶ τὸ σὸν θεραπεύομεν. Μᾶλλον δὲ τῆς μὲν σῆς ἀπολογίας καὶ ἡμεῖς μετέσχομεν, σοὶ δ' οὐχ ὅσον ἡμῖν ὑπάρχει. Ὥστε εἰ μὲν ἡμῶν τις φείσεται, ἄδηλον εἰ καὶ σοῦ· εἰ δὲ σοῦ τις καταγνοίη, τάχα ἂν ἡμῖν γε συγ γνοίη· εἰ δ' αὖ μὴ ἡμῶν [_φ_ε_ί_σ_ε_τ_α_ι], σχολῇ γ' ἂν σοῦ. Οὕτω τὸ νικᾶν ἡμᾶς ὑπὲρ σοῦ γίνεται. Πρὸς ταῦτα σκόπει μὴ τοὐμὸν ἀλλὰ καὶ τὸ σόν, Τεῦκρος ἔφη τινί· τῷ Ἀγαμέμνονι ὀνειδίσαντι τὸ γένος ὅτι νόθον. Καὶ μὴ βούλου πάντα ἀκριβῶς ἐξετάζειν, μηδὲ τριῶν ὄντων εἰς ἅ τις ἂν βλέψειε, τῆς γνώμης, τῶν ἔργων, τῆς τύχης, ἀφεὶς τὼ δύω τοῦ τρίτου λαμβάνου καὶ ταῦτα καὶ τούτου τοῦ πλείστου μέρους μεθ' ἡμῶν ὄντος. Εἰ γὰρ ἡμᾶς ἔδει ταῦτα προειδότας ἐξ ἀρχῆς ἐξεπίτηδες ὑπὲρ τῆς Ἑλλάδος ἡμᾶς αὐτοὺς ἐπιδοῦναι, οὐκ ἂν ὠκνήσαμεν, οὐδ' ἡττήθημεν τοῦ Κόδρου τοσοῦτον· καὶ σύ γ' ἂν οἶμαι ταῦτα συνεβούλευσας. Ἐπεί, φέρε πρὸς Φιλίου, πότερ' ἂν μᾶλλον ἐβουλήθης, μήτε τὰ πραχθέντα δι' ἡμῶν πεπράχθαι τῇ πόλει, μήτε εἰς ἡμᾶς μηδένα τῶν πολιτῶν ἐξαμαρτεῖν; Οὐκοῦν ἕτεροι καὶ εἰς ἡμᾶς καὶ εἰς ἐκείνους ἔμελλον· ἢ ἐκείνων γε ἕνεκα ὥστε πραχθῆναι, καὶ ταῦτα εἰ δέοι συμβῆναι; Ἐγὼ μὲν οἶμαι ταῦτα. Οὐκοῦν ὅτε ἀμφότερ' ἂν φαίης ἐθέλειν μᾶλλον ἢ μηδέτερα, ὁμολογεῖς καὶ τοῖς πεπολιτευμένοις ἡμῖν ἅπαντα ἃ προσήκει προσεῖναι, καὶ μειζόνως [_τ_ὰ_ _π_ρ_ὸ_ς_ _ε_ὐ_δ_ο_ξ_ί_α_ν] τῇ πόλει τῆς αἰτίας εἶναι. Πῶς οὖν οὐ δίκαιος ἦσθα μᾶλλον ἐπαινεῖν ἢ ψέγειν; [_ _̔_Ω_ς_ _δ_'_ _ἁ_π_λ_ῶ_ς_ _ε_ἰ_π_ε_ῖ_ν], ποῦ δίκαιον καὶ μόνους ἀπαιτεῖν εὐθύνας τοὺς οὐ μόνους τῶν πραγμάτων αἰτίους; Οὔκουν τούς γε ἡνιόχους αἰτιώμεθα τοὺς ἐξ ἀρχῆς, ἂν ἕτερος τοὺς αὐτοὺς ἵππους παραλαβὼν κακίους ἀποδείξῃ· ἀλλὰ καὶ ἡνίοχοι καὶ πωλοδάμναι καὶ διδάσκαλοι μειζόνως εὐδοκιμοῦσιν, ὅταν τῶν αὐτῶν ἕτεροι κύριοι καθεστῶτες μὴ τῶν ἴσων ἄξιοι γένωνται, καὶ νὴ Δία γε καὶ κατὰ τοὺς αὐτοὺς χρόνους. Φέρε δὴ καὶ περὶ τῶν συμβεβηκότων αὐτῶν τοῖς ἀνδράσι σκεψώμεθα καὶ διέλθωμεν. Οὐ γὰρ ἁπάντων ὁ δῆμος οὑτωσὶ κατεψηφίσατο, οὐκ ἀπὸ κοινοῦ δόγματος ταῦτα ἔπαθον, ἀρχὴν δὲ 469

οὐδὲ ταῦτα πάντες· πόθεν; Ἀλλὰ καὶ Θεμιστοκλῆς μὲν καὶ Κίμων ἐξωστρακίσθησαν· τοῦτο δ' ἦν οὐ μῖσος [_ο_ὔ_τ_'_ _ἀ_λ_λ_ο_τ_ρ_ί_ω_σ_ι_ς] τοῦ δήμου πρὸς αὐτούς, ἀλλ' ἦν νόμος αὐτοῖς περὶ ταῦτα, ἔχων μὲν ὁπωσδήποτε (ἐῶ γὰρ, εἰ μὴ σφόδρα ἄν τις ἐπαινέσαι τὸν νόμον), τὸ δ' οὖν ἁμάρτημα οὐκ ἀπαραίτητον αὐτῶν ἀλλ' ἔχον ὡς ἐν τούτοις εὐπρέπειαν· νόμῳ γὰρ, ὥσπερ εἶπον, ἐγίνετο. Ἦν δὲ οὗτος ὁ νόμος· ἐκόλουον τοὺς ὑπερέχοντας μεθιστάντες ἔτη δέκα, ἄλλο δὲ οὐδὲν ἔγκλημα προσῆν, [_ο_ὐ_δ_'_ ὡς ἐπὶ ἐλέγχῳ πραγμάτων ὀργή]. Καίτοι πῶς οὐ δεινόν, εἰ οὓς οὐδ' αὐτοὶ οἱ μεθιστάντες εἶχον αἰτιάσασθαι, τούτους αἰτιασόμεθα ἡμεῖς διὰ τοὺς μεταστήσαντας; [_ _ _Ω_σ_π_ε_ρ_ _ο_ἱ_ _β_έ_β_α_ι_ο_ν_ _μ_ὲ_ν_ _ο_ὐ_δ_'_ _ὁ_τ_ι_ο_ῦ_ν_ _ἐ_π_ι_σ_τ_ά_μ_ε_ν_ο_ι_,_ _ἀ_κ_ο_ὴ_ν_ _δ_έ_ τινα κατηγοροῦντες, καὶ ταῦτ' οὐδ' αὐτὴν σαφῆ τὴν ἀκοήν. Ἀλλ' ἐκεῖσε ἐπάνειμι]. Ὑπὲρ δὲ [_τ_ο_ῦ] τὰ φρονήματα ἐπισχεῖν τοῦτο τὸ εἶδος τῆς φυγῆς ἐνόμισαν. Οὐκοῦν τούτῳ μεγίστῳ δῆλόν ἐστιν ὅσον κολακείας οἱ ἄνδρες ἀπεῖχον, οὕς γε ὅπως ὑφεῖντο τοῦ φρονήματος διὰ τοῦτο μεθίστασαν, οὐδενὸς ἄλλου τῶν πάντων ἕνεκα. Ὥστε τοῦτό γε οὐ κατ' αὐτῶν ἀλλ' ὑπὲρ αὐτῶν ἔλαθες εἰρηκώς, ὡς δεινὸς σὺ τηρεῖν τὰ λεγόμενα καὶ τοὺς ἄλλους ἐλέγχειν. Δοκοῦσι γάρ μοι τὰς συμφορὰς [_ἐ_ν_θ_υ_μ_ο_ύ_μ_ε_ν_ο_ι] τὰς ἐπὶ τῶν Πεισιστρατιδῶν γενομένας [_ἑ_α_υ_τ_ο_ῖ_ς] μηδένα βούλεσθαι μεῖζον [_ἐ_ᾶ_ν] τῶν πολλῶν φρονεῖν, ἀλλ' ἐξ ἴσου εἰς δύναμιν εἶναι. Δίκαια ἄρα ἐποίουν ἐλαύνοντες Κίμωνα καὶ Θεμιστοκλέα; Οὐ λέγω ταῦτα, ἀλλ' οὐδ' ἀναίσχυντά γε παντελῶς, ἀλλὰ καὶ αὐτοῖς ἔχοντα παραίτησιν κἀκείνοις οὐκ ἀσχήμονα τὴν συμφοράν. Περικλῆς δέ, ἕως μὲν εἰρήνην ἡ πόλις ἦγεν, οὐδεμίαν οὔτε μείζω οὔτε ἐλάττω παρ' αὐτοῖς αἰτίαν ἔσχεν, ἀλλ' ἐξ ἴσου τοῖς θεοῖς ἐθαυμάζετο. [__Κ_α_ὶ_ _ἔ_τ_ι_ _π_ρ_ό_τ_ε_ρ_ο_ν_ _σ_τ_ρ_α_τ_ι_ὰ_ς_ _π_ο_λ_λ_ὰ_ς_ _ἐ_ξ_α_γαγὼν Ἀθηναίων ἐπὶ τοὺς οὐκ ἐθέλοντας τοῖς δικαίοις 248.α ἐμμένειν, οὐκ ἄμεμπτος μόνον ἀλλὰ καὶ πολλῷ τινι πρῶτος ἦν]. Ἐπεὶ δ' ἅμα τῆς τε χώρας ἠναγκάζετο στέρεσθαι, καὶ ὁ λοιμὸς ἅπαντα φθείρων ἐπέκειτο, καὶ κακῶν ἀνάπαυσις οὐκ ἦν, οὕτω δὴ τῶν συμφορῶν ἡττηθέντες ἐτραχύνθησαν πρὸς αὐτόν. Καί μοι τοῦ παραδείγματος ἐνταῦθ' ἀναμνήσθητι τοῦ τῶν ἡνιόχων· τάχα ἂν γὰρ ἁλοίης τοῖς ἅρμασι τοῖς σαυτοῦ, καὶ οὐ τοῖς πτεροῖς. Ἀλλ' οὐδ' εἶχεν [_ο_ὔ_θ_'_ _ὁ_ __Ν_έ_σ_τ_ω_ρ] ὅ τι χρήσαιτο μὴ ὅτι ἐκείνῳ τῷ τὴν πληγὴν λαβόντι, ἀλλ' οὐδὲ τοῖς ἄλλοις ἵπποις τεταραγμένοις ὑπὸ τοῦ πάθους. Ἀλλ' οὐδ' ἀπολῦσαι τὸν ῥυτῆρα ἐν τῷ θορύβῳ ῥᾳδίως ἐδύνατο, ἀλλ' ὥσπερ ἐπὶ χαλκοῦ ζεύγους εἰστήκει [_μ_έ_ν_ω_ν] ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν. Οἴκοι πονηρῶς ἐπεπράγεσαν (ἀντὶ τοῦ ἀτυχῶς). Ἀπεσείσαντο μὲν τὸν ἡνίοχον, ἀποσεισάμενοι δὲ οὕτως εὖ καὶ καλῶς ἤχθησαν ὑπ' αὐτοῦ τὸν ἄνω χρόνον, ὥστε ἔγνωσάν τε ὃ ἔδρασαν, καὶ μετέγνωσαν, καὶ ὑποκύψαντες ἐξ ἀρχῆς παρεῖσαν ἄρχειν καὶ ἄγειν ὅποι βούλοιτο ἑαυτούς. Ἀλλὰ μὴν ὅτε καὶ τὸν ἔμπροσθεν χρόνον εὐδοκίμει πολλὰ ἑξῆς ἔτη καὶ μετὰ τὴν καταδίκην μέγιστος πάλιν ἦν τῶν πολιτῶν, πῶς οὐκ ἀμφοτέρων ἕνεκα ζηλωτός ἐστι, καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους; Οὐ γὰρ τὸ προσκροῦσαι τοῖς ἔμπροσθεν ἐπεσκότησεν, ἀλλὰ τὸ τιμᾶσθαι μετὰ τοῦτο πᾶσαν παρεγράψατο τὴν συμφοράν. Οὐ γὰρ τὸ μέσον κύριόν ἐστιν ἑκατέρων τῶν καιρῶν, ἀλλὰ κρατεῖ τὸ συναμφότερον τοῦ μέσου. Εἴτε γὰρ τοῖς πρώτοις δεῖ διδόναι τὴν ψῆφον, ἐτιμᾶτο ἀπ' ἀρχῆς· εἴτε τοῖς ὕστερον, οὐκ ἐν οἷς κατέγνωσαν ἔστησαν, ἀλλὰ προσεῖχον πάλιν ὡς αὐτῶν βελτίονι. Καὶ μὴν οὐχ ὅσον δύο ἀνθ' ἑνός ἐστιν, ἀλλ' ὅτι καὶ τὸ πλῆθος ἑκάστου χρόνου οὐκ ἴσον οὐδὲ ἐγγύς. Καὶ μὴν οὐδὲ τοὺς λαχόντας ἅπαντας οἴεσθαι χρὴ καταγνῶναι τὴν γραφὴν αὐτοῦ, ἀλλ' εἶναί τινας οἳ καὶ τῷ Περικλεῖ καλῶς ποιοῦντες ἔθεντο. Οὐκοῦν τούτους βελτίους τε καὶ βελτίστους ἦν πεποιηκώς; Καίτοι τί φήσομεν, ὦ τῶν Ἑλλήνων ἄριστε, πότερον δικαίως εἰς σὲ τότε ἐκείνους ταῦτα τολμᾶν, ἢ σὲ τῆς ἐκείνων μανίας ὑπεύθυνον εἶναι; Ἐγὼ μὲν γὰρ οὐδέτερον ἂν φαίην. Καὶ μὴν ἔχοι γ' 470

ἄν τις τοὺς σοὺς λόγους ἀμυνόμενος διπλᾶ στρέ φειν κατὰ σοῦ καὶ κατὰ Σωκράτους, ὡς εἰ καὶ τὰ μάλιστα ἀδίκως ὑμῖν ταῦτα συνέβαινε, τρόπον γέ τινα τὰ προσήκοντα ἐπάσχετε, εἴπερ γε τοιούτους ἀπεδείκνυτε οὓς ἐπαιδεύετε. Οὐκοῦν εἰ μὲν τὰ τῶν ὁμιλητῶν ἁμαρτήματα τῶν προεστηκότων ἐστὶ κατηγορήματα, σαυτοῦ καὶ τοῦ ἑτέρου μᾶλλον κατηγόρηκας ἢ Περικλέους [_τ_ε] καὶ ὧν οἴει. Καὶ νὴ Δί', εἰ βούλει, τὸ μᾶλλον ἀφίημί [_σ_ο_ι]. Ὅτι δὲ οὐχ ἧττον, ἀρκεῖ. Εἰ δ' ὑμεῖς ἀθῷοι, κἀκείνους ἐκ τῶν αὐτῶν εἰκός ἐστιν εἶναι, εἴπερ [_γ_ε] τοῦ ἴσου μέμνησαι καὶ μὴ ὑπερβαίνεις τὴν γεωμετρίαν ἑκών. Εἶθ' ὃν αὐτὸς ἀφῆκες ἂν τῆς αἰτίας, τοῦτον διαβάλλεις ἐκ τῆς αὐτῆς ταύτης αἰτίας. Καὶ πῶς οὐκ ἄτοπον ἄλλῳ μὲν [_ἂ_ν] λέγοντι μὴ πιστεύειν, αὐτὸν δὲ κατηγορεῖν; Καὶ δι' ἃ τὸν λέγοντα ἡγοῦ χείρω, διὰ ταῦτα Περικλέα ἀξιοῦν φαῦλον νομίζεσθαι; Καὶ τοὺς καταψηφισαμένους αἰτιώμενον ἡμᾶς πείθειν συγκαταγινώσκειν, ὥσπερ χρηστοῦ τινος πράγματος μεθέξειν μέλλοντας, ἀλλ' οὐχ ὃ μηδ' ἐκείνοις καλῶς εἶχε ποιῆσαι; Κἀκεῖνοι μὲν αὐτοὶ τὴν ἑαυτῶν καταδίκην οὐχ ὑπελογίσαντο, ἀλλ' ἐτίμων πάλιν ὡς χρηστὸν καὶ δίκαιον· ἡμεῖς δὲ οὗ μηδὲν ἄλλο κατηγορεῖν ἔχομεν, τοῦτον ἀτιμάσομεν διὰ τὴν δίκην; Καὶ τῶν αὐτῶν ἀνδρῶν ὃ μὲν ἥμαρτον, ἰσχυρὸν ποιησόμεθα, ἃ δὲ εὖ φρονοῦντες ἔπραττον ἐν οὐδενὸς μοίρᾳ θήσομεν, καὶ ταῦτα ὁμολογοῦντες ὡς ἥμαρτον, μᾶλ λον δὲ κατηγοροῦντες; Καὶ τίνα τοῦτ' εἶχε λόγον; Ἐγὼ μὲν οὐκ ἐπινοῶ. Πλάτων δὲ τὴν συμφορὰν ὡς ἀδίκημα κατηγόρηκε, τὴν μὲν τύχην ἀντὶ γνώμης ἐξετάζων, τὴν δ' ἑτέρων ἁμαρτίαν ὡς ἐκείνων οὖσαν τιθείς. Εἰ δὲ τοὺς καταψηφιζομένους τοῖς ἵπποις ἀπεικάζων τοῖς λακτίζουσιν ἰσχυρόν τι λέγειν καθ' ὧν ἡ ψῆφος οἴεται, ταχύ γ' ἂν εἰ τοῖς δώδεκα θεοῖς ἔσχεν εἰκάσαι τοὺς καταγνόντας, ἀπέσχετ' ἂν τῶν ἁλόντων τὸ μὴ οὐ κακῶς εἰπεῖν. Εἰ δ' ἐπ' ἀμφότερα Πλάτων αἰτιάσεται τοὺς ἄνδρας, ὥσπερ σοφοῦ τινος ἐπειλημμένος, τί κωλύει τινὰ τὰς ὁμοίας ἀνταποδιδόντα ἐπ' ἀμφότερα [_α_ὖ] φιλονείκως ὑπολαμβάνοντα διαλύειν ὡδὶ τὸν λόγον, ὅτι εἰ καλῶς καὶ τὰ δίκαια αὐτῶν Ἀθηναῖοι κατέγνωσαν, οὐκ ἦσαν ὑπ' αὐτῶν διεφθαρμένοι· τὰ γὰρ δίκαια ἐποίουν. Οὐκοῦν οὐδὲ ἐκεῖνοι διεφθάρκεσαν· ὥστε εἰ δικαίως ἑάλωσαν, οὐδὲν ταύτῃ γε χείρους ἦσαν. 248.α Εἰ δὲ ἀδίκως αὐτῶν ἐκεῖνοι κατεψηφίσαντο, ἀδικεῖσθαι τοῖς ἀνδράσι περίεστιν, ἀδικεῖν δὲ οὐδαμῶς· τοῖς δ' ἀδικηθεῖσι βοηθεῖν, οὐκ ἐγκαλεῖν εἰκός ἐστιν. Εἰ δέ τοι καὶ μὴ δυνατὸν βοηθεῖν, ἀλλ' οὐχὶ καὶ δίκαιον ἐγκαλεῖν. Ἐγὼ δὲ ταῦτα μὲν τοῖς κομψοτέροις παρίημι· αὐτὸς δὲ τί φημι καὶ πῶς δέχομαι λόγον; Οὐκ ἔστι δίκαιον ἅμα ἀμφοῖν κατηγορεῖν, καὶ τοῦ δήμου κἀκεί νων· ἢ σαφῶς τοὺς ἑτέρους συκοφαντήσομεν. Εἰ μὲν γὰρ ὀρθῶς ἐκεῖνα κατεγνώσθη, ἠδίκουν μέν (ὡς ἔοικεν) ἐκεῖνοι, τῷ δήμῳ δ' ἃ προσήκει πέπρακται, ὥστε οὐχὶ δήπου ταῦτά γε δίκαιον κατηγορεῖν αὐτοῦ. [__Π_ῶ_ς_ _ο_ὖ_ν_ _τ_ο_ῖ_ς_ ἀγριαίνουσι τῶν ζῴων αὐτὸν ἀπεικάζοντες ὀρθῶς φήσομεν ποιεῖν;] Εἰ δ' ἥμαρτεν ὁ δῆμος, ἅμα τε ἐκείνῳ ἡμάρτηται καὶ τοῖς ἀνδράσι τοὔνειδος λέλυται. [__Α_ὐ_τ_ὸ_ _γ_ὰ_ρ_ τοῦτό φαμεν δήπουθεν ἁμαρτεῖν Ἀθηναίους, τιμήσαντας ἐκείνοις φυγῆς ἢ χρημάτων ἢ ὁτουδήποτε ἐτίμησαν ἑκάστῳ. Οὗτος δὲ ὁ λόγος τί λέγει; Μηδενὸς τούτων ἐκείνους ἀξίους εἶναι. Καὶ μὴν εἴ γε ἠδίκουν, ἄξιοι τούτων ἦσαν· ὅτε δὲ οὐ τούτων ἄξιοι, σαφῶς οὐκ ἠδίκουν. Τοὺς δ' οὐκ ἀδικοῦντας κακῶς λέγειν καὶ συκοφαντεῖν οὐχὶ δίκαια ποιεῖν ἐστιν]. Ἡμεῖς τοίνυν ἀντὶ τοῦ κατηγορεῖν ἀμφοτέρων ὑπὲρ ἀμφοτέρων τὰ πρέποντα ἀπολογούμεθα, οὔτε τοῦ δήμου τὴν αἰτίαν πάντως εἶναι φάσκοντες, οὔτε ἐκείνους προσήκειν, εἰ ὅτι προσέπταισαν, χείρους νομίζεσθαι. Καὶ οὐκ ἐπὶ μὲν τῶν ἀθλητῶν οὕτω συμβαίνει, τὰ δὲ τῆς μουσικῆς ἑστηκυίαν ἔχει τὴν νίκην τοῖς κρείττοσιν, ἀλλὰ κἀνταῦθα τὸ τοῦ Πινδάρου κρατεῖ· πάνυ γὰρ μετ' ἀληθείας τοῦτ' ἐκεῖνος ὕμνησεν· ἐν ἔργμασι νικᾷ τύχα οὐ σθένος. Ὥστε ἰδὼν τὸν Εὔμηλον Ἀχιλλεὺς τοῦ ἅρματος ἐκπεσόντα ᾤκτειρέ τε καὶ λέγει· Λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους. Ἆρ' οὖν οὐ παράδοξον 471

ἑξῆς οὕτω θεῖναι παράλληλα, καὶ τὸν αὐτὸν λοῖσθόν τε καὶ ἄριστον προσειπεῖν; Ἀλλ' ὅμως τοιαῦτα, φησί, τὰ ἀνθρώπεια (τοῦτο γάρ μοι δοκεῖ τῶν ῥημάτων τὸ βούλημα εἶναι) ὁ αὐτὸς ἀνὴρ ἄριστός τε καὶ ἔσχατος. Ὅπερ περὶ τοῦ δακτύλου φασί ποτ' εἰπεῖν Ὀρόντην τὸν Πέρσην, ὡς ὁ αὐτὸς ὢν τῇ θέσει ποτὲ μὲν τὰ μυρία σημαίνει, ποτὲ δ' οὐ πλέον ἢ ἕν. Ὥστε μοι μὲν ἀντικρὺς [_ε_ἰ_ς_ _τ_ὸ_ __Π_λ_ά_τ_ω_ν_ο_ς_ _π_α_ρ_ά_δ_ε_ι_γ_μ_α] ὁ Εὔμηλος τείνειν δοκεῖ, κατά τε ἄλλα, καὶ οὐχ ὅσον τῆς νίκης ἐστερήθη, ἀλλὰ καὶ ἀγκῶνάς τε περιεδρύφθη στόμα τε ῥῖνάς τε ὑπὸ τῶν ἵππων τῶν ἀρίστων καὶ ὑφ' ὧν οὐδέποτε ἐσφάλη. Ὀρόντης ὁ Περσὴς ἐκπεσὼν τῆς ἀρχῆς. Καὶ ὁ δάκτυλος ἔφη ποτὲ μὲν ἕν ποτε δὲ μυρία σημαίνει. Εἰ φίλοις ἰσχύεις, εἰ χρήμασιν, εἰ δόξαν ἔχεις ἐν τῇ πόλει, μηδενὶ τούτων ἐπαρθῇς, μηδὲ μεῖζον φρονήσῃς τῇ ἐξουσίᾳ. Εἰ πάντων κρατήσεις ἡττήσῃ τῆς τύχης. Ταῦτ' ἐστιν ὁ ἀγὼν οὗτος, ταῦθ' Ὅμηρος λέγει. Οὐδὲν τῶν ἀνθρωπίνων ἀσφαλὲς οὐδ' ὁμαλὸν οὐδ' αὐταρκές. Ἀλλ' ἡττήσεται μὲν ὁ ἰσχυρὸς τοῦ ἀσθενοῦς ὅταν καιρὸς ᾖ τούτου, ἁλώσεται δὲ Βαβυλὼν αὐτοῖς τείχεσι, πάλιν δὲ τοὺς Πέρσας πορθήσουσιν ἕτεροι· πάντα ταῦτα ἐναλλὰξ περιέρχεται. Εἰ δὲ ἔσωζον μὲν οἱ κυβερνῆται πάντες ἅπαντας τοὺς ἐμπλέοντας, ἔσωζον δ' οἱ ἰατροὶ ἅπαντες ἅπαντας τοὺς κάμνοντας, ἐνίκων δὲ οἱ κρείττονες, ἐνίκων δὲ οἱ μείζονες, τὸ δ' ἀεὶ τούτοις πᾶσι προσῆν, μηδεὶς δ' ἐσφάλλετο τῶν ἀρξαμένων κατορθοῦν, εὐχὴ δὲ καὶ δύναμις μηδὲν διέφερεν, ἀθάνατα πάντ' ἂν ἦν τὰ τῶν ἀνθρώπων πράγματα, καὶ οὐδὲν ἂν ἴσως εὐχῆς προσέδει, οὐδ' ἂν κατέκλυζεν ἡμᾶς τῶν πίθων ἅτερος ὥσπερ νῦν. Μὴ τοίνυν θαυμάσῃς εἰ Περικλῆς ἔχων ἐπιστήμην καὶ τέχνην τοῦ θεοῦ καὶ τῆς τύχης ἡττᾶτο. Μηδ' ἀμνημόνει τῶν καιρῶν, οὓς αὐτὸς φῂς οὐκ ὀλίγον δύνασθαι, οἷς οὐ πρᾳοτάτοις ἐκεῖνος τότε χρησάμενος φαίνεται. Πολλὰ καὶ παράδοξα κατ' ἀνθρώπους καὶ γέγονε καὶ γενήσεται· ὧν ἔστι καὶ τὰ τούτοις τοῖς ἀνδράσι συμβάντα. Τίς δ' οὐκ ἂν φαίη; Ἀλλ' οὔπω ταῦτά ἐστιν ἔλεγχος κατ' αὐτῶν ὡς οὔτε ἠπίσταντο χρηστὸν οὐδέν, οὔτε ἐδύναντο βελτίους [_π_ο_ι_ε_ῖ_ν]. Ἀλλ' ἐξῆν αὐτοῖς τήν γε τέχνην δήπουθεν ἔχειν καὶ τὸ χρηστοὺς εἶναι, εἰ καὶ τῶν μειζόνων ἐπικουριῶν ἔν γε τῷ τότε ἐστέρηντο. Ἡδέως δ' ἂν ἐροίμην, ὅστις βούλοιτο δέξασθαι τὸ ἐρώτημα ὑπὲρ Πλάτωνος, αὐτὸς [_δ_ὲ] δὴ τί μαθὼν ἡμῖν ὁ Πλάτων οὐκ ἐπολιτεύσατο; Ἆρ' οὖν ἄλλο τι φήσειεν ἂν ὁστισοῦν ἢ τὸ αὐτὸ τοῦτο, ὅπερ καὶ Σωκράτης λέγων ἐκείνῳ φαίνεται; Τί μὴν ἕτερον; Εἶθ' ἃ φοβηθεὶς μὴ πάθῃς οὐκ ἐδημηγόρεις; ταῦτ' εἴ τις ἐκείνων πέπονθεν, ὡς οὐ τὰ βέλτιστα συνεβούλευεν ἰσχυρίζῃ; Καὶ μὴν εἰ μὲν οὐδεὶς ἐπῆν 248.α κίνδυνος, τοῦ χάριν οὐδὲν ὤνησας τὴν πατρίδα; Εἰ δ' ἕτοιμον ἦν ἀπολωλέναι, τί θαυμάζεις εἴ τις ἐκείνων ἐχρήσατο συμφορᾷ, καὶ τῷ τὰ βέλτιστα λέγειν τιθεὶς αὐτὸς ἕπεσθαι τὸ κινδυνεύειν, ἐκείνους ἐξ ὧν ἠτύχησαν ἀποστερεῖς τὸ λέγειν τὰ βέλτιστα; Οὐκοῦν ὅτ' ἐκεῖνοι φαίνονται μηδὲν τῶν μελλόντων αὐτοῖς ἔσεσθαι δυσχερῶν ὑπολογισάμενοι πρὸς τὸ δίκαιον, ἀλλ' ἀφειδῶς καὶ ἁπλῶς δόντες αὑτοὺς ὑπὲρ τοῦ κοινῇ βελτίστου, τῷ Σωκράτους κέχρηνται λόγῳ. Ὥστε ἢ δεικτέον ἐστὶν ὡς οὔτε δίκαια οὔτε ἀγαθῶν ἀνδρῶν ἦν ἔργα ἃ προείλοντο καὶ οἷς ἐνεχείρησαν, ἢ συγχωρητέον χρηστοὺς εἶναι τοὺς ἄνδρας, εἰ καὶ ὁτιοῦν ἀπήντησε καὶ τοσούτῳ μᾶλλον καὶ μειζόνως ὅσῳ τὴν δυσκολίαν τοῦ πράγματος οὐκ ἔδεισαν· φαῦλοι γὰρ ἂν τῷ γε Σωκράτους λόγῳ εἶεν. Ἔπειτα τοσούτου ἐδέησε τῆς ὑπαρχούσης δόξης ἐκείνοις ἀφελεῖν ἐπιχειρεῖν, ἵνα δὴ μείζων αὐτὸς φανείη, ὥστε τὴν αὑτοῦ πολιτείαν εἰς τὴν ἐκείνων ἀνενήνοχεν. Ἔπειθ' ὅτι οὐδὲ τὰ τῶν ἀντιπάλων παραπλήσια, ἀλλὰ πρὸς ἄνδρας ὀξεῖς καὶ δεινοὺς ἦν τὸν Δημοσθένην παρατάττεσθαι, καὶ συγκεκροτημένους καὶ τοῖς Ἀθηναίοις ὁμόρους καὶ προσοικοῦντας, καὶ ἅμα τῷ κηρυκείῳ καὶ τῷ σιδήρῳ χρωμένους, καὶ τὰ πλεῖστα τῶν πραγμάτων ἐξ ἀφανοῦς ἀφαιρουμένους. Διὰ γὰρ τῶν προδοτῶν τὰ πολλὰ Φίλιππος ἴσχυεν. Ὥσπερ ἐπεισόδιον χρηστὸν ἐπεισήγαγε, 472

καὶ τοῦ τε Περικλέους αὐτοὺς ὑπεμίμνῃσκε καὶ ἄλλων. Πότερος [_κ_α_ὶ] τὴν ὅλην γνώμην φιλανθρωπότερος, καὶ περὶ αὐτοὺς τοὺς λόγους δεξιώτερος κατὰ τοῦτο τὸ μέρος, πότερ' ὅστις, αὐτῷ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης, κακῶς λέγειν εἵλετο τοὺς ἄνδρας, ἢ ὅστις, ὄντος μὲν τοῦ παροξύνοντος, οὐ προήχθη οὐδ' ἠξίωσεν ἑαυτὸν σεμνύνειν ἐν οἷς ἑτέρους ἔμελλε κακῶς ἐρεῖν; Ἔχε δὴ πρὸς θεῶν. Πῶς ἄν τις μᾶλλον ἁλοίη τἀναντία λέγων αὐτὸς ἑαυτῷ; Ὅστις λέγων μὲν ὡς ἦσαν κόλακες, καὶ τοῦτ' ἀγωνιζόμενος, εἶτ' αὐτὸς αὖ φησιν ὡς οὐκ ἐχρῶντο τῇ κολακικῇ· πάλιν δὲ ὧν ἀφῆκεν αὐτοὺς ταῦτα κατηγορεῖ. Καὶ δι' ὧν μὲν ἐλέγχειν προὐθυμεῖτο, διὰ τούτων ἀφεῖναι ἠναγκάσθη· διὰ δ' ὧν ἀφῆκαν οὓς ᾐτιάσατο τῆς κολακείας, διὰ τούτων ῥητορικὴν ὡς κολακείαν ἐλέγξειν ἀξιοῖ. Καὶ μὴν εἰ μὲν ἔμελλε (τοῦτο γάρ ἐστιν ἤδη τὸ ἰσχυρότατον) κόλακας τρόπον τινὰ αὐτοὺς ἐκ τῶν αἰτιῶν δόξειν ἀποφαίνειν, κἀνταῦθα στήσεσθαι τοῦ λόγου, τάχα ἄν, εἰ καὶ τὰ μὴ ὄντα μὴ ὄντα κατηγόρησεν, ἀλλ' οὖν ἐδόκει γ' ἄν τι προὔργου τῶν λόγων εἶναι. Ὅτε δὲ εἰπὼν ἅπανθ' ὅσα εἶχε κατ' αὐτῶν, εἶτα ὥσπερ δικαστὴς ἑτέρου λέγοντος ἀκηκοὼς ἀφῆκε τῆς αἰτίας αὐτούς, τίς ἔσθ' ἡ χρεία τῶν λόγων; Ἢ πῶς οὐχ ἅμα τε ψευδῆ καὶ μάτην ἅπαντα εἴρηται; Φέρε δὴ τί αὖ φησιν ἐνταῦθα; Προστάτης γὰρ πόλεως οὐδ' ἂν εἷς ποτε ἀδίκως ἀπόλοιτο ὑπ' αὐτῆς ταύτης τῆς πόλεως ἧς προστατεῖ. Ταῦτ', ὦ πρὸς Διός, πῶς τις εἶναι φῇ τῆς αὐτῆς γνώμης ἢ πρὸς τὸ αὐτὸ τελευτᾶν; Ἅμα μὲν τὸν τῷ δικαίῳ βοηθοῦντα ἀναγκαίως ἔχειν ἀπολέσθαι ὑπὸ τῆς πόλεως ἧς προστατεῖ, ἅμα δ' ἂν ἀπό ληται, οὐκ ἄν ποτε τοῦτ' ἀδίκως παθεῖν ὑπὸ τῆς πόλεως ἧς προστατεῖ. Ποῦ ταῦτ' ἐστιν ἐοικότα, ἢ πῶς εἰς ταὐτὸν τελεῖ; Σκοπῷ δὲ κἀκεῖνο, ὡς εἰ μέν ἐστιν ἡ ῥητορικὴ κολακεία, καθάπαξ δεῖ τῇ κολακείᾳ χρωμένους αὐτοὺς φαίνεσθαι, ἐπειδή γε ἦσαν ῥήτορες ὥστε πῶς ἢ ἐκείνους ἀπολύει τῆς αἰτίας, ἢ ῥητορικὴν προσείρηκέ τινα ἀληθινήν; Εἰ δ' αὖ χρηστὸν ἢ σπουδαῖον ἡ ῥητορική, δεῖ τοῦ βελτίστου δοκεῖν μέλειν αὐτοῖς· ὥστε πῶς ἢ ἐκείνους μὴ πρὸς τὸ βέλτιστον λέγειν αἰτιᾶται, ἢ τὴν ῥητορικὴν κολακείαν καλεῖ; Εἰ δ' αὖ διπλοῦν τι τὸ τῆς ῥητορικῆς [_ἐ_σ_τ_ι], καὶ τὸ μὲν αὐτοῦ κολακεία [_τ_ε_ καὶ αἰσχρὰ δημηγορία] τὸ δ' ἕτερον προστασία τοῦ δικαίου, ἀναγκαῖον ἐκείνοις τοῦ [_γ_'] ἑτέρου μετεῖναι σαφῶς γε οὑτωσί. Πῶς οὖν ἀμφοτέρων ἀποστερεῖς αὐτούς; Καὶ μὴν εἴ γε καὶ δικαίως ἀποστερεῖς ἀμφοτέρων, τρίτη τις ἂν εἴη παρ' ἀμφοτέρας ταύτας ῥητορικὴ πάλιν. Ὥστε οὔτε διπλοῦν ἔτι τούτῳ τῷ λόγῳ τὸ τῆς ῥητορικῆς· οὐδὲ ἔδειξε δήπου Πλάτων ἥτις ἐστὶν ἡ τρίτη. Εἰ μὲν γὰρ ἄλλως ταῦτ' ἐστι λόγου χάρις [_τ_ε] καὶ ἡδονή, τί τῆς ῥητορικῆς ταῦτα κατηγορεῖ; Καὶ τί τῶν κολάκων εἷς γίνεται, λέγων τὰ ἡδίω πρὸ τῶν ἀληθῶν, καὶ ταῦτα μηδεμιᾶς ἀνάγκης ἐπούσης; Εἰ δὲ ἐφ' ἅπασι δικαίοις καὶ μετὰ τῆς ἀληθείας εἴρηται, τίνι χρὴ μείζονι λῦσαι τὰς βλασφημίας; Ἢ τίνα καλλίω ποιήσασθαι μαρτυρίαν αὐτοῦ Πλάτωνος, ὅταν ἐνταῦθα μὲν καὶ παραχρῆμα ἀφιεὶς φαίνηται τῆς αἰτίας αὐτούς, ἑτέρωθι δὲ καὶ καθά 248.‹α παξ ἐγκωμιάζων, καὶ τὸν Στησίχορον μιμούμενος τῇ παλινῳδίᾳ; Ἀλλὰ γὰρ ὡς μὲν οὐκ ἄριστος τῶν Ἑλλήνων Πλάτων, κάκιστος ἂν εἴη καὶ Ἑλλήνων καὶ βαρβάρων ὅστις οὐκ ἐθέλει λέγειν. Ἔοικε δέ τι καὶ τῆς φύσεως ἀπολαύειν, ὥσπερ οἱ βασιλεῖς τῆς ἐξουσίας, οἷον καὶ περὶ αὐτὴν τὴν λέξιν ἔστιν οὗ φανήσεται ποιῶν, ἀδείᾳ λόγων πλείονι χρώμενος, καὶ περί γε αὐτὰς τὰς ὑποθέσεις. Ὅτι ὀνοματοποιεῖ, καὶ ὅτι καὶ ἀποβεβιωκότας ὡς ἔτι πα ρόντας εἰσάγει τοῖς ἐπαΐσουσι διαλεγομένους. Οὐδέ γε Εὐριπίδου φήσομεν τὸ ἰαμβεῖον εἶναι τὸ σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ, [_ο_ὐ_δ_'_ _ε_ἴ_ _τ_ι_ς_ _ο_ὕ_τ_ω_ _τ_ῶ_ν_ _σ_ο_φ_ῶ_ν_ _ε_ἴ_ρ_η_κ_ε_ν]· ἔστι γὰρ ἐξ Αἴαντος Σοφοκλέους, Αἴαντος τοῦ Λοκροῦ. Ἀλλ' ἔστι ταῦτα ἀπὸ τῆς τῶν διαλόγων ἐξουσίας καὶ συνηθείας ὡρμημένα. Τῷ γὰρ ἅπαντας αὐτοὺς εἶναι ἐπιεικῶς πλάσματα, καὶ πλέκειν ἐξεῖναι δι' ὧν ἄν τις βούληται, ἔνεστί τι κἀν τοῖς λόγοις αὐτοῖς οὐ σφόδρα τηροῦν τὴν ἀλήθειαν· καὶ ἅμα ἐμοὶ δοκεῖν ἐφέλκεταί [_τ_ι] τῆς ἐλευθερίας καὶ τῆς ›

μεγαλοπρεπείας, καὶ οὐ παντάπασιν ἀκριβολογεῖται, ἀλλ', ὥσπερ ἔφην, συγχωρεῖ τῇ φύσει. Ἔπειτα ταῦθ' ἡμεῖς ἁπλῶς οὕτω παραδεξόμεθα; Οὐκ ἄρα εἰδέναι τὰ ἐκείνου δόξομεν. Τὸ ἀμέλει Ἀριστείδης πολλάκις ὡς παρέλκον λαμβάνει. Οὔτοι φιλαθηναίου γέ ἐστι τὴν Ἀκαδημίαν μόνην θαυμάζειν τῆς Ἀττικῆς, τὴν δ' ἄλλην ἅπασαν ὥσπερ ἐχθρὰν κρίνειν καὶ πολεμίαν. Οὐδὲ γὰρ καταγελάστους ἀποφήναντα τοὺς ἄλλους ἅπαντας, οὕτω καὶ τότε χρὴ Πλάτωνα θαυμάζειν ἀναμεῖναι. Τοῦτο γὰρ οὐ Πλάτωνος ἂν εἴη τιμή, ἀλλ' ἀτιμία τῶν ἄλλων μᾶλλον, σχεδὸν δέ τι καὶ αὐτοῦ Πλάτωνος. Τὸ γὰρ ἡγεῖσθαι χρηστοῦ τινος ἄλλου κριθέντος μὴ εἶναι τούτῳ πλείονος ἀξίῳ δόξαι, πῶς οὐ τοιοῦτόν ἐστιν; Οὐ δεῖ τὴν πρὸς τοὺς ἑτέρους ἀπέχθειαν νομίζειν ἀφορμὴν τῆς πρὸς τοὺς ἑτέρους πίστεως εἶναι. Εἰ γὰρ τοῦ Πλάτωνα κακόν τι λέγειν ἀφέμενοι τοῖς ἀνδράσι τὰ πρέποντα ἀπεδώκαμεν, οὐκ ἀδικοῦμεν, οἶμαι. Ταῦτα γὰρ [_κ_α_ὶ_ _π_ο_λ_ι_τ_ι_κ_ὰ] καὶ ἀνθρώπινα καὶ θεοῖς ἀρέσκοντα ἐκ τοῦ παντὸς χρόνου. Ἀλλ' εἴ τοί γε φαῦλόν γε ἡ τραγῳδία καὶ φαύλων ἀνθρώπων, πῶς σε φῶμεν τραγῳδίαν ποιεῖν; Οὐ γὰρ τό γε ὅλως αἰσχρὸν οὐδαμῶς ἔνι δή που ποιῆσαι καλῶς. Καὶ λέγεις μὲν ὡς οὐ χρὴ μιμεῖσθαι τοὺς φαύλους, [_ο_ὐ_δ_'_ _ἀ_φ_ο_μοιοῦν τοῖς χείροσιν], αὐτὸς δ' οὐ πάνυ χρῇ τούτῳ διὰ τέλους, ἀλλὰ μιμῇ σοφιστάς, μιμῇ συκοφάντας, μιμῇ Θρασύμαχον τὸν οὐδέποτε ἐρυθριάσαντα, θυρωρούς, παιδία, μυρίους. Ἀλλ' οἶμαι τὸ τῆς φύσεως Ἑλληνικὸν καὶ εὔκολον καὶ εὔχαρι καὶ ποικίλον καὶ θεῖον, ἐφ' ἅπαντα ταῦτα ἄγον σε, ποιεῖ μαρτυρεῖν ὅτι καὶ τούτων ἑκάστου χρῆσίς ἐστι καιρὸν ἔχουσα καὶ χάριν ἐμμελῆ. Εἶτα λέγεις ὅτι πάντες οὗτοι [_τ_ο_ῦ] πρὸς ἡδονὴν ἐξήρτηνται. Πότερον οὖν σε φῶμεν ἔλαττον τοῦ δέοντος λέγειν ἢ πλέον; Ὅτι μὲν γὰρ καὶ τοῦ πρὸς ἡδονὴν φροντίζουσιν οἱ ποιηταί, ὁμολογεῖται· ὥσθ' ὅσον προσθεῖναι προσῆκε, τοῦτ' ἀφελὼν ἔλαττον παρὰ τοῦτο εἴρηκας. Ὅτι δὲ αὐτοῖς κολακείαν ἐπενηνόχεις ἐκ τούτου, πῶς οὐκ ἔξω τοῦ δέοντος εἴρηκας, ἢ πῶς οὐ ταύτῃ πλέον αὖ τοῦ δέοντός ἐστιν ἔχων ὁ λόγος; Ἐξῆν γάρ, ὦ γενναῖε, καὶ τοὺς νέους δικαίους εἶναι προτρέπειν καὶ τοῖς πρεσβυτέροις τὰ πρέποντα ἀποδοῦναι. Καὶ γὰρ εἰ μηδὲν εἴχομεν ἐπαινεῖν αὐτούς, ἀλλ' ἐξῆν γε δήπου σιωπῇ παρελθεῖν, καὶ οὐκ ἔμελλες ὀφλήσειν ἀλογίου. Ἀλλὰ γὰρ οὐχὶ Πλάτων ὁ τῶν Ἑλλήνων τοσοῦτον ὑπερφέρων καὶ δικαίως μέγιστον ἐφ' ἑαυτῷ φρονῶν κατηγορῆσαί τινων ἠξίωσε μεγέθει τινὶ καὶ ἐξουσίᾳ φύσεως, τοῦτο καὶ μάλιστ' ἄν τις ἀγανακτήσειεν, ἀλλ' ὅτι καὶ τῶν κομιδῇ τινες οὐδενὸς ἀξίων ἀφορμῇ ταύτῃ χρώμενοι μελέτην ἤδη τὸ πρᾶγμα πεποίηνται, καὶ τολμῶσι καὶ περὶ Δημοσθένους (ὃν ἐγὼ φαίην ἂν Ἑρμοῦ τινος λογίου τύπον εἰς ἀνθρώπους κατελθεῖν) ὅ τι ἂν τύχωσι βλασφημεῖν. Καίτοι τίς ἂν εἰς ζῶντας τελῶν τούτων ἀνάσχοιτο; Οἳ πλείω μὲν σολοικίζουσιν ἢ φθέγγονται, ὑπερορῶσι δὲ τῶν ἄλλων ὅσον αὐτοῖς ὑπερορᾶσθαι προσήκει. [__Κ_α_ὶ_ _τ_ο_ὺ_ς_ _μ_ὲ_ν_ ἄλλους ἐξετάζουσιν, αὑτοὺς δὲ οὐ πώποτε ἠξίωσαν]. Καὶ σεμνύνουσι μὲν τὴν ἀρετήν, ἀσκοῦσι δ' οὔ, περιέρχονται δὲ ἄλλως βροτῶν εἴδωλα καμνόντων, Ἡσιόδου κηφῆνες, Ἀρχιλόχου πίθηκοι, δύο μορφὰς ἔχοντες ἀντὶ τριῶν τῆς τραγικῆς βοός. Οἳ τοῦ μὲν Διὸς οὐδὲν χείρους φασὶν εἶναι, τοῦ δὲ ὀβολοῦ τοσοῦτον ἡττῶνται. Ὀνειδίζουσι δὲ τοῖς ἄλλοις, οὐ τῶν πραγμάτων κατεγνωκότες, ἀλλὰ φθονοῦντες ὅτι αὐτοὶ ταῦτα πράττειν οὐ δύνανται. Εἰ δέ 248.α τις αὐτῶν περὶ τῆς ἐγκρατείας διαλεγομένων ἀντικρὺ σταίη ἔχων ἔνθρυπτα καὶ στρεπτούς, ἐκβάλλουσι τὴν γλῶτταν ὥσπερ ὁ Μενέλεως τὸ ξίφος. Αὐτὴν μὲν γὰρ ἐὰν ἴδωσι τὴν Ἑλένην, Ἑλένην λέγω; Θεράπαιναν μὲν οὖν ὁποίαν ἐποίησε Μένανδρος τὴν Φρυγίαν, τῷ ὄντι παιδιὰν ἀποφαίνουσι τοὺς σατύρους τοῦ Σοφοκλέους. Οἳ τῷ μὲν ἀποστερεῖν κοινωνεῖν ὄνομα τίθενται, τῷ δὲ φθονεῖν φιλοσοφεῖν, τῷ δ' ἀπορεῖν ὑπερορᾶν χρημάτων. Ἐπαγγελλόμενοι δὲ φιλανθρωπίαν ὤνησαν μὲν οὐδένα πώποτε, ἐπηρεάζουσι δὲ τοῖς χρωμένοις. Καὶ τοὺς μὲν ἄλλους οὐδ' ἀπαντῶντας ὁρῶσι, τῶν 474

δὲ πλουσίων ἕνεκα εἰς τὴν ὑπερορίαν ἀπαίρουσιν, ὥσπερ οἱ Φρύγες οἱ τῶν ἐλαιῶν ἕνεκα τῆς συλλογῆς, [_ο_ἳ_ _κ_α_ὶ_ _π_ρ_ο_σ_ι_ό_ν_τ_ω_ν_ εὐθὺς ὤσφροντο]. Οὗτοι [_γ_ά_ρ] εἰσιν οἱ τὴν [_μ_ὲ_ν] ἀναισχυντίαν ἐλευθερίαν νομίζοντες, τὸ δ' ἀπεχθάνεσθαι παρρησιάζεσθαι, τὸ δὲ λαμβάνειν φιλανθρωπεύεσθαι. Εἰς τοῦθ' ἥκουσι [_τ_ῆ_ς] σοφίας, ὥστε ἀργύριον μὲν οὐ πράττονται, ἀργυρίου δ' ἀξίως λαμβάνειν ἐπίστανται. Κἂν μέν γε τύχῃ τις ἔλαττον πέμψας, ἐνέμειναν τῷ δόγματι· ἂν δὲ ἁδρότερον τὸ σακκίον [_α_ὐ_τ_ο_ῖ_ς] φανῇ, Γοργόνα Περσεὺς ἐχειρώσατο. __Π_α_λ_α_ι_σ_τ_ί_ν_ῃ_ _δ_υ_σ_σ_ε_β_έ_σ_ι_ [__Τ_ο_ῖ_ς_ _ἐ_ν_ _π_α_ρ_α_π_λ_ή_σια τοὺς τρόπους. Καὶ γὰρ ἐκείνοις τοῦτ' ἐστι σύμβολον τῆς δυσσεβείας, ὅτι τοὺς κρείττους οὐ νομίζουσι. Καὶ οὗτοι τρόπον τινὰ ἀφεστᾶσι τῶν Ἑλλήνων, μᾶλλον δὲ καὶ πάντων τῶν κρειττόνων], τὰ μὲν ἄλλα ἀφωνότεροι τῆς σκιᾶς τῆς ἑαυτῶν, ἐπειδὰν δέ τινας εἰπεῖν κακῶς δέῃ καὶ διαβαλεῖν, τῷ Δωδωναίῳ μὲν οὐκ ἂν εἰκάσαις αὐτοὺς χαλκείῳ· μὴ γάρ, ὦ Ζεῦ, ταῖς δὲ ἐμπίσι ταῖς ἐν τῷ σκότῳ βομβούσαις. Συγκαταπρᾶξαι μέν τι τῶν δεόντων [_ἁ_π_ά_ν_τ_ω_ν] ἀχρηστότατοι, διορύξαι δὲ οἰκίαν καὶ ταράξαι, καὶ συγκροῦσαι τοὺς ἔνδον πρὸς ἀλλήλους, καὶ φῆσαι πάντ' αὐτοὺς διοικήσειν, πάντων δεινότατοι. Καταδύντες δὲ εἰς τοὺς χηραμοὺς ἐκεῖ τὰ θαυμαστὰ σοφίζονται, σκιᾷ τινι λόγους ἀνασπῶντες, ἔφη Σοφοκλῆς, τὸν ἀνθέρικα θερίζοντες, τὸ ἐκ τῆς ἄμμου σχοινίον πλέκοντες, οὐκ οἶδ' ὅντινα ἱστὸν ἀναλύοντες· ὅσον γὰρ ἂν προκόψωσι τῆς σοφίας, τοσοῦτον ἀνταφαιροῦσι μεγάλα φρονοῦντες, ἐὰν ῥητορικὴν εἴπωσι κακῶς, ὥσπερ οὖν καὶ τοὺς δούλους τοῖς δεσπόταις [_ὑ_π_'_ _ὀ_δ_ό_ν_τ_α] πολλάκις καταρωμένους, καὶ μάλιστα τοὺς μαστιγίας αὐτῶν. Ἤδη δέ τις καὶ Σάτυρος τῶν ἐπὶ σκηνῆς κατηράσατο τῷ Ἡρακλεῖ, εἶτά γ' ἔκυψε προσιόντος κάτω. Εἰκότως δὲ κακῶς ἅπαντας λέγουσι· πολὺ γὰρ αὐτοῖς τοῦ πράγματος περίεστι, οἵ γε κἂν μηδενὸς ἀν θρώπων μεμνήσωνται, λέγουσι δ' ἃ λέγουσι κακῶς. Ὥστε ἀφ' ὧν ἔχουσι χαρίζονται. Εἶτα τὸ κάλλιστον τῶν ὀνομάτων αὑτοῖς τέθεινται, φιλοσοφίαν, ὥσπερ θέαν προκατειληφότες. Ἐγὼ μὲν οὖν καὶ Πλάτωνι τὴν προσήκουσαν τιμὴν ἀπένειμα, καὶ τοῖς ἀνδράσι τὰ πρέποντα ἐβοήθησα, καὶ οὐχὶ προηκάμην. Εἰ δέ τις ἀντειπεῖν ἔχει τούτοις, φυλάττων ἐμοὶ τὴν ἴσην εὐφημίαν ὅσην περ ἐγὼ Πλάτωνι, τοῦτον ἐγὼ καὶ νῦν καὶ ὕστερον φίλον, οὐκ ἐχθρὸν κρίνω. Ἀνεγνώσθη Πυθαγόρου βίος. Ὅτι ἔνατος ἀπὸ Πυθαγόρου διάδοχος γέγονε, φησι, Πλάτων, Ἀρχύτου τοῦ πρεσβυτέρου μαθητὴς γενόμενος, δέκατος δὲ Ἀριστοτέλης. Τῶν δὲ Πυθαγόρου οἱ μὲν ἦσαν περὶ τὴν θεωρίαν καταγινόμενοι, οἵπερ ἐκαλοῦντο σεβαστικοί, οἱ δὲ περὶ τὰ ἀνθρώπινα, οἵπερ ἐκαλοῦντο πολιτικοί, οἱ δὲ περὶ τὰ μαθήματα, γεωμετρικὰ καὶ ἀστρονομικά, οἵπερ ἐκαλοῦντο μαθηματικοί. Καὶ οἱ μὲν αὐτῷ τῷ Πυθαγόρᾳ συγγενόμενοι ἐκαλοῦντο Πυθαγορικοί, οἱ δὲ τούτων μαθηταὶ Πυθαγόρειοι, οἱ δὲ ἄλλως ἔξωθεν ζηλωταὶ Πυθαγορισταί. Ἀπείχοντο δὲ ἐμψύχων, καὶ κατὰ καιρὸν μόνον θυσιῶν ἐγεύοντο. Ὅτι ἑκατὸν καὶ τεσσάρων λέγεται ἐτῶν ἐζηκέναι τὸν Πυθαγόραν. Καὶ ὁ μὲν Μνήσαρχος εἷς τῶν υἱῶν αὐτοῦ λέγεται νεώτερος τελευτῆσαι, Τηλαυγὴς δὲ ὁ ἕτερος διεδέξατο, καὶ Αἰσάρα καὶ Μυῖα αἱ θυγατέρες. Καὶ ἡ Θεανὼ δὲ λέγεται οὐ μαθητρία μόνον ἀλλὰ καὶ μία τῶν θυγατέρων αὐτοῦ εἶναι. Ὅτι διαφέρειν ἔλεγον οἱ ἀπὸ Πυθαγόρου μονάδα καὶ ἕν. Μονὰς μὲν γὰρ παρ' αὐτοῖς ἐνομίζετο ἡ ἐν τοῖς νοητοῖς οὖσα, ἓν δὲ τὸ ἐν τοῖς ἀριθμοῖς· ὁμοίως δὲ καὶ δύο τὸ ἐν τοῖς ἀριθμητοῖς· ἔλεγον δὲ τὴν δυάδα ἀόριστον, ὅτι ἡ μὲν μονὰς κατὰ τὴν ἰσότητα καὶ τὸ μέτρον λαμβάνεται, ἡ δὲ δυὰς καθ' ὑπερβολὴν καὶ ἔλλειψιν· μεσότης μὲν οὖν καὶ μέτρον οὐ δύναται μᾶλλον καὶ ἧττον 249.α γενέσθαι· ἡ δὲ ὑπερβολὴ καὶ ἔλλειψις ἐπειδὴ ἐπ' ἄπειρον προχωρεῖ, διὰ τοῦτο ἀόριστον αὐτὴν ἔλεγον δυάδα. Καὶ ἐπειδὴ πάντα εἰς τοὺς ἀριθμοὺς ἀνῆγον ἔκ τε τῆς μονάδος καὶ τῆς δυάδος, καὶ τὰ ὄντα πάντα ἀριθμοὺς προσηγόρευον, ὁ δὲ ἀριθμὸς συμπληροῦται τοῖς δέκα, ὁ δὲ δέκα σύνθεσις 475

τῶν τεσσάρων κατὰ τὸ ἑξῆς ἀριθμούντων ἡμῶν, καὶ διὰ τοῦτο τὸν ἀριθμὸν πάντα τετρακτὺν ἔλεγον. Ἔλεγον δὲ τὸν ἄνθρωπον αὐτὸν ἑαυτοῦ βελτίω κατὰ τρεῖς τρόπους γίνεσθαι, πρῶτον μὲν τῇ ὁμιλίᾳ τῇ πρὸς τοὺς θεούς (ἀνάγκη γὰρ προσιόντας αὐτοῖς κατ' ἐκεῖνο καιροῦ χωρίζεσθαι αὐτοὺς πάσης κακίας, εἰς δύναμιν ὁμοιοῦντας ἑαυτοὺς τῷ θεῷ), δεύτερον ἐν τῷ εὖ ποιεῖν (θεοῦ γὰρ τοῦτο καὶ θείας μιμήσεως), τρίτον ἐν τῷ ἀποθνῄσκειν· εἰ γὰρ κατὰ ποσόν τι ἡ ψυχὴ τοῦ σώματος ἐν τῷ ζῆν τὸ ζῷον χωριζομένη βελτίω γίνεται ἑαυτῆς, ἔν τε τοῖς ὕπνοις κατὰ τοὺς ὀνείρους καὶ ἐν ταῖς ἐκστάσεσι τῶν νόσων μαντικὴ γίνεται, πολλῷ μᾶλλον βελτιοῦται, ὅταν τέλεον χωρισθῇ ἀπὸ τοῦ σώματος. Ὅτι τὴν μονάδα πάντων ἀρχὴν ἔλεγον οἱ Πυθαγόρειοι, ἐπεὶ τὸ μὲν σημεῖον ἀρχὴν ἔλεγον γραμμῆς, τὴν δὲ ἐπιπέδου, τὸ δὲ τοῦ τριχῇ διαστατοῦ ἤτοι σώματος. Τοῦ δὲ σημείου προεπινοεῖται ἡ μονάς, ὥστε ἀρχὴ τῶν σωμάτων ἡ μονάς· ὥστε τὰ σώματα πάντα ἐκ τῆς μονάδος γεγένηται. Ὅτι οἱ Πυθαγόρειοι τῶν ἐμψύχων ἀπείχοντο, τὴν μετεμψύχωσιν ἀφρόνως ὡς ἀληθῆ ὑπολαμβάνοντες, καὶ ὅτι τὰ τοιαῦτα τῶν βρωμάτων παχύνει τὸν νοῦν, τροφιμώτερα ὄντα καὶ πολλὴν ἀνάδοσιν ποιοῦντα. Διὰ τοῦτο καὶ τοῦ κυάμου ἀπείχοντο, ὅτι φυσώδης καὶ τροφιμώτατος. Καὶ ἄλλας δέ τινας αἰτίας πλείους ἀποδιδόασιν αἳ αὐτοὺς ἐνῆγον ἀπέχεσθαι τῶν κυάμων. Ὅτι τὸν Πυθαγόραν πολλά φησι προειπεῖν, καὶ πάντα ἐκβῆναι. Ὅτι τὴν μὲν θεωρητικὴν καὶ φυσικὴν Πλάτωνά φασι παρὰ τῶν ἐν Ἰταλίᾳ Πυθαγορείων ἐκμαθεῖν, τὴν δὲ ἠθικὴν μάλιστα παρὰ Σωκράτους. Τῆς δὲ λογικῆς σπέρματα καταβαλεῖν αὐτῷ Ζήνωνα καὶ Παρμενίδην τοὺς Ἐλεάτας· καὶ οὗτοι δὲ τῆς Πυθαγορείου ἦσαν διατριβῆς. Ὅτι ἡ ὄψις, κατὰ Πυθαγόραν καὶ Πλάτωνα καὶ Ἀριστοτέλην, τῶν δώδεκα χρωμάτων ἐστὶ κριτική, λευκοῦ καὶ μέλανος καὶ τῶν μεταξύ, ξανθοῦ, φαιοῦ, ὠχροῦ, ἐρυθροῦ, κυανοῦ, ἁλουργοῦ, λαμπροῦ, ὀρφνίνου· ἡ δὲ ἀκοὴ κριτική ἐστιν ὀξέος καὶ βαρέος φθόγγου· ἡ δὲ ὄσφρησις κριτικὴ εὐωδῶν καὶ δυσωδῶν ὀσμῶν καὶ τῶν μεταξὺ ἐκ σηπομένων τε καὶ βρεχομένων ἢ τηκομένων ἢ θυμιαζομένων· ἡ δὲ γεῦσις κριτική ἐστι γλυκέων τε καὶ πικρῶν χυμῶν καὶ τῶν μεταξὺ πέντε· ἑπτὰ γάρ εἰσιν οἱ χυμοὶ πάντες, γλυκύς, πικρός, ὀξύς, δριμύς, σομφός, ἁλυκός, στρυφνός. Ἡ δὲ ἁφὴ πλειόνων ἐστὶ κριτική, οἷον βαρέων, κούφων καὶ τῶν μεταξύ, θερ μῶν τε καὶ ψυχρῶν καὶ τῶν μεταξύ, τραχέων καὶ λείων καὶ τῶν μεταξύ, ξηρῶν καὶ ὑγρῶν καὶ τῶν μεταξύ. Καὶ αἱ μὲν δʹ αἰσθήσεις ἔν τε τῇ κεφαλῇ εἰσι καὶ ἰδιάζουσι περικλείονται ὀργάνοις· ἡ δὲ ἁφὴ καὶ διὰ τῆς κεφαλῆς καὶ δι' ὅλου τοῦ σώματος κεχώρηκε, καὶ ἔστι κοινὴ πάσης αἰσθήσεως, μᾶλλον δὲ κατὰ τὰς χεῖρας δηλοτέραν παρέχεται τὴν κρίσιν. Ὅτι δώδεκα τάξεις φησὶν εἶναι ἐν τῷ οὐρανῷ, πρώτην καὶ ἐξωτάτω τὴν ἀπλανῆ σφαῖραν, ἐν ᾗ ἐστιν ὅ τε πρῶτος θεὸς καὶ οἱ νοητοὶ θεοί, ὡς Ἀριστοτέλει δοκεῖ, κατὰ δὲ Πλάτωνα αἱ ἰδέαι· μετὰ δὲ τὴν ἀπλανῆ ὁ τοῦ Κρόνου τέτακται ἀστὴρ καὶ οἱ ἐφεξῆς πλάνητες ἕξ, ὁ τοῦ Διός φημι, ὁ τοῦ Ἄρεος, ὁ τῆς Ἀφροδίτης, ὁ τοῦ Ἑρμοῦ, ὁ τοῦ ἡλίου, ὁ τῆς σελήνης, εἶτα ἡ τοῦ πυρὸς σφαῖρα, ἑξῆς ἡ τοῦ ἀέρος, μετ' αὐτὸν ἡ τοῦ ὕδατος, Λοιπὴ καὶ ἐπὶ πᾶσιν ἡ γῆ. Δώδεκα δὲ τάξεων οὐσῶν ἐν τῇ ἀπλανεῖ τὸ πρῶτον αἴτιόν ἐστι· καὶ ὅ τι ἂν ᾖ ἐγγὺς αὐτοῦ, τοῦτό φασι τετάχθαι βεβαίως καὶ ἀρίστως, τὰ δὲ πόρρωθεν ἧττον· τὴν δὲ τάξιν μέχρι σελήνης σῴζεσθαι, τὰ δὲ ὑπὸ σελήνην οὐκέτι ὁμοίως. Ἐξ ἀνάγκης δέ ἐστι καὶ ἡ κακία εἰς τὸν περὶ γῆν τόπον ἅτε δὴ πυθμένος λόγον ἐπεχούσης τῆς γῆς πρὸς πάντα τὸν κόσμον, καὶ πρὸς ὑποδοχὴν ὑποστάθμης οὔσης ἐπιτηδείας. Καὶ πάντα μὲν τὰ ἄλλα μέρη κατὰ τὴν πρόνοιαν καὶ τὴν βεβαίαν τάξιν καὶ τὴν εἱμαρμένην τοῦ θεοῦ ἑπομένην αὐτῷ φασι διοικεῖσθαι, τὰ δὲ μετὰ τὴν σελήνην τέσσαρσιν αἰτίαις, κατὰ θεόν, καθ' εἱμαρμένην, κατὰ προαίρεσιν ἡμετέραν, κατὰ τύχην· οἷον τὸ μὲν εἰσελθεῖν εἰς τὴν ναῦν ἢ μὴ εἰσελθεῖν ἐφ' ἡμῖν ἐστι, τὸ μέντοι ἐν εὐδίᾳ χειμῶνα καὶ 249.α ζάλην ἐξαίφνης ἐπιγενέσθαι ἐκ τύχης, τὸ μέντοι βαπτιζομένην τὴν ναῦν παρ' ἐλπίδα 476

σωθῆναι προνοίας θεοῦ. Τῆς δ' εἱμαρμένης πολλοί εἰσι τρόποι καὶ διαφοραί, διαφέρει δὲ τῆς τύχης, ὅτι ἡ μὲν εἱρμὸν ἔχει καὶ τάξιν καὶ ἀκολουθίαν, ἡ δὲ τύχη τὸ αὐτόματον καὶ τὸ ὡς ἔτυχεν· οἷον τὸ ἐκ παιδὸς εἰς μειράκιον ἐλθεῖν καὶ τὰς καθεξῆς ἡλικίας οἰκείως διελθεῖν, τοῦτο ἑνὸς τρόπου τῆς εἱμαρμένης. Ὅτι ὁ ζῳδιακὸς λοξῶς κινεῖται, ὡς ζητήσας εὑρεῖν ἔδοξεν Ἀριστοτέλης, ἕνεκεν τῆς γενέσεως τῶν περὶ γῆν τόπων πρὸς ἀναπλήρωσιν τοῦ παντός. Εἰ γὰρ καταπαραλλήλως ἐκινεῖτο, ἀεὶ ἂν μία ὥρα ἦν τοῦ ἔτους, ἤτοι θέρος ἢ χειμὼν ἢ ἄλλη τις. Νῦν δὲ ἐκ τοῦ τὸν ἥλιον καὶ τοὺς ἄλλους πλάνητας μεταβαίνειν ἀπὸ ζῳδίου ἐπὶ ζῴδιον, γίνονται αἱ μεταβολαὶ τῶν ὡρῶν τέσσαρες, καὶ ἐκ τῆς τούτων εἰς ἄλληλα μεταβολῆς οἵ τε καρποὶ φύονται καὶ αἱ ἄλλαι γενέσεις τῶν ζῴων γίνονται. Ὅτι ὁ μὲν ἥλιος, ὡς οὗτος οἰκείαν ἀποφαίνεται δόξαν, ἣν καὶ ἀληθῆ λέγει, ἑκατονταπλασίων ἐστὶ τῆς γῆς. Οἱ δὲ πολλοὶ οὐκ ἐλάττονα τοῦ τριακονταπλασίονα αὐτῆς φασιν. Ὅτι μέγαν ἐνιαυτὸν καὶ τὴν τοῦ Κρόνου περίοδόν φασιν ὅτι τῶν λοιπῶν ἓξ πλανωμένων ἐν ἐλάττονι χρόνῳ οὗτος ἐν τριάκοντα τὸν οἰκεῖον δρόμον ἀπαρτίζει. Καὶ γὰρ ὁ μὲν τοῦ Διὸς ἐν ιβʹ ἔτεσι τὸν ἴδιον διαπεραίνει κύκλον, ἐν δυσὶ δὲ ὁ Ἄρης, ὁ δ' ἥλιος ἐνιαυτῷ· Ἑρμῆς δὲ καὶ Ἀφροδίτη ἰσοταχεῖς τῷ ἡλίῳ, σελήνη δὲ προσγειοτάτη καὶ ἐλάχιστον κύκλον περιιοῦσα ἐν μηνί. Ὅτι πρῶτος Πυθαγόρας τὸν οὐρανὸν κό σμον προσηγόρευσε διὰ τὸ τέλειον εἶναι καὶ πᾶσι κεκοσμῆσθαι τοῖς τε ζῴοις καὶ τοῖς καλοῖς. Ὅτι καὶ Πλάτων, φησι, καὶ Ἀριστοτέλης ἀθάνατον ὁμοίως λέγουσι τὴν ψυχήν, κἄν τινες εἰς τὸν Ἀριστοτέλους νοῦν οὐκ ἐμβαίνοντες θνητὴν αὐτὴν νομίζουσιν αὐτὸν λέγειν. Ὅτι ὁ ἄνθρωπος μικρὸς κόσμος λέγεται οὐχ ὅτι ἐκ τῶν τεσσάρων στοιχείων σύγκειται (τοῦτο γὰρ καὶ ἕκαστον τῶν ζῴων καὶ τῶν εὐτελεστάτων), ἀλλ' ὅτι πάσας ἔχει τὰς τοῦ κόσμου δυνάμεις. Ἐν γὰρ τῷ κόσμῳ εἰσὶ θεοί, ἔστι καὶ τὰ τέσσαρα στοιχεῖα, ἔστι καὶ τὰ ἄλογα ζῷα, ἔστι καὶ φυτά· πάσας δὲ ταύτας τὰς δυνάμεις ἔχει ὁ ἄνθρωπος. Ἔχει γὰρ θείαν μὲν δύναμιν τὴν λογικήν, ἔχει τὴν τῶν στοιχείων φύσιν, τὴν θρεπτικὴν καὶ αὐξητικὴν καὶ τοῦ ὁμοίου γεννητικήν. Ἐν ἑκάστῃ δὲ τούτων λείπεται, καὶ ὥσπερ ὁ πένταθλος πάσας ἔχων τὰς δυνάμεις τῶν ἀθλημάτων ἐν ἑκάστῃ ἥττων ἐστὶ τοῦ ἕν τι ἐπιτηδεύοντος, οὕτω καὶ ὁ ἄνθρωπος πάσας ἔχων τὰς δυνάμεις ἐν ἑκάστῃ λείπεται. Ἧττον μὲν γὰρ ἔχομεν τὴν λογικὴν δύναμιν ἤπερ οἱ θεοί, καὶ τὰ τῶν στοιχείων ὁμοίως ἧττον ἢ ἐκεῖνα, καὶ τὸν θυμὸν καὶ ἐπιθυμίαν ἐνδεέστερα τῶν ἐν τοῖς ἀλόγοις, καὶ τὴν θρεπτικὴν καὶ αὐξητικὴν δύναμιν ἐλαττουμένας τῶν ἐν τοῖς φυτοῖς. Ὅθεν ἐκ ποικίλων δυνάμεων συνεστῶτες δύσχρηστον τὸν βίον ἔχομεν. Ἕκαστον γὰρ τῶν ἄλλων ὑπὸ μιᾶς φύσεως οἰακίζεται, ἡμεῖς δὲ ὑπὸ τῶν διαφόρων δυνάμεων ἀντισπώμεθα, οἷον ποτὲ μὲν ὑπὸ τοῦ θείου ἀναγόμεθα ἐπὶ τὰ κρείττω, ποτὲ δὲ τοῦ θηριώδους ἐπικρατήσαντος ἐπὶ τὰ χείρω· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων. Ἐὰν οὖν τις θεραπεύσῃ τὸ ἐν ἡμῖν θεῖον, ὥσπερ ἡνίοχον ἐγρηγορότα καὶ ἐπιστήμονα ἐπιστήσας, δυνήσεται ἑκάστῃ τῶν ἄλλων δυνάμεων εἰς δέον χρήσασθαι, τῇ τε κράσει φημὶ τῶν στοιχείων καὶ τῷ θυμῷ καὶ τῇ ἐπιθυμίᾳ καὶ τῇ ὀρέξει. Τὸ γοῦν γνῶθι σαυτόν, δοκοῦν ῥᾷστον εἶναι, πάντων ἐστὶ χαλεπώτατον· ὃ καί φασι τοῦ Πυθίου εἶναι Ἀπόλλωνος, εἰ καὶ εἰς Χίλωνα τῶν ἑπτὰ σοφῶν ἕνα τὸ ἀπόφθεγμα ἀναφέρουσι. Παραινεῖ δ' ἡμῖν γνῶναι τὴν ἑαυτῶν δύναμιν. Τὸ δὲ γνῶναι ἑαυτὸν οὐδὲν ἄλλο ἐστὶν ἢ τὴν τοῦ σύμπαντος κόσμου φύσιν γνῶναι. Τοῦτο δὲ ἀδύνατον ἄνευ τοῦ φιλοσοφεῖν· ὅπερ ἡμῖν ὁ θεὸς παραινεῖ. Ὅτι γνώσεως ὀκτώ φασιν ὄργανα, αἴσθησιν, φαντασίαν, τέχνην, δόξαν, φρόνησιν, ἐπιστήμην, σοφίαν, νοῦν. Τούτων κοινὰ μέν ἐστιν ἡμῖν πρὸς τὰ θεῖα τέχνη καὶ φρόνησις καὶ ἐπιστήμη καὶ νοῦς, πρὸς δὲ τὰ ἄλογα αἴσθησις καὶ φαντασία· ἴδιον δὲ ἡμῶν μόνον ἡ δόξα. Ἔστι δὲ αἴσθησις μὲν γνῶσις ψευδὴς διὰ σώματος, φαντασία δὲ κίνησις ἐν ψυχῇ, τέχνη δὲ ἕξις ποιητικὴ μετὰ λόγου (τὸ δὲ μετὰ λόγου πρόσκειται, ὅτι καὶ ὁ ἀράχνης ποιεῖ, ἀλλ' οὐ 477

μετὰ λόγου), φρόνησις δὲ ἕξις προαιρετικὴ τῆς ἐν τοῖς πρακτοῖς ὀρθότητος, ἐπιστήμη δὲ ἕξις τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων, σοφία δὲ ἐπιστήμη τῶν πρώτων αἰτιῶν, νοῦς δὲ ἀρχὴ καὶ πηγὴ πάντων τῶν καλῶν. Ὅτι τρία μέρη εὐμαθίας, ἀγχίνοια, μνήμη, ὀξύτης. Μνήμη μὲν οὖν 249.α ἐστι τήρησις ὧν ἔμαθέ τις, ὀξύτης δὲ ἡ ταχύτης τῆς διανοίας, ἀγχίνοια δέ, ἐξ ὧν ἔμαθέ τις, ἃ μὴ ἔμαθε θηρεύων. Ὅτι ὁ οὐρανὸς τριχῶς λέγεται, ἓν μὲν αὐτὴ ἡ ἀπλανὴς σφαῖρα, δεύτερον τὸ ἀπὸ τῆς ἀπλανοῦς σφαίρας μέχρι τῆς σελήνης διάστημα, τρίτον ὁ σύμπας κόσμος, ὁ οὐρανός φημι καὶ ἡ γῆ ἅμα. Ὅτι πέφυκέ φησι τὰ τελεώτατα καὶ τὰ χείριστα ἀεὶ ἐνεργεῖν. Ταῦτα δέ ἐστι θεὸς καὶ φυτά. Ὅ τε γὰρ θεὸς κατὰ τὸν νοῦν καὶ τὸν λόγον ἀεὶ ἐνεργεῖ, καὶ τὰ πλησίον αὐτοῦ ὄντα, καὶ πάλιν τὰ φυτὰ ἀεὶ ἐνεργεῖ· τρέφεται γὰρ νύκτωρ τε καὶ μεθ' ἡμέραν. Ὁ δὲ ἄνθρωπος οὐκ ἀεὶ ἐνεργεῖ, οὐδὲ τὰ ἄλογα ζῷα, ἀλλὰ σχεδὸν τὸν ἡμίση χρόνον καθεύδει τε καὶ ἡσυχάζει. Ὅτι οἱ Ἕλληνες ἀεὶ ἀμείνους τὰ ἤθη τῶν βαρβάρων, ὡς τὴν εὔκρατον οἰκοῦντες. Σκύθαι δὲ καὶ Αἰθίοπες, οἱ μὲν ὑπὸ κρύους ἐνοχλούμενοι, οἱ δὲ ὑπὸ θάλπους πυκνουμένης τῆς ἐπιφανείας τοῦ σώματος, καὶ ἀπολαμβανομένου ἐντὸς τοῦ θερμοῦ πολλοῦ καὶ τοῦ ὑγροῦ, τὸ δύσκρατον ἐκληρώσαντο· συμβαίνει οὖν ἰτητικοὺς καὶ θρασεῖς εἶναι τοὺς οἰκοῦντας ἐν ἐκείνοις τοῖς τόποις. Ἀναλόγως δὲ καὶ οἱ τοῦ μέσου καὶ τῶν ἄκρων ἐγγυτέρω ὄντες τῆς κράσεως τῶν παρακειμένων αὐτοῖς μετέχουσι. Διὸ καί, ὡς ὁ Πλάτων φησίν, ὅ τι ἂν καὶ παρὰ βαρβάρων μάθημα λάβωσιν οἱ Ἕλληνες, τοῦτο ἄμεινον ἐκφέρουσι, μάλιστα δὲ τῶν ἄλλων Ἑλλήνων οἱ Ἀθηναῖοι. Διόπερ καὶ στρατηγικοὶ γεγένηνται ἀρχῆθεν καὶ γραφικῆς εὑρετικοὶ καὶ πάσης τέχνης βαναύσου τε καὶ πολεμικῆς, ἔτι δὲ καὶ λόγων καὶ μαθημάτων. Διὸ καὶ οὐδ' ἐπείσακτός ἐστιν, ὡς εἰπεῖν, ἡ παιδεία ἐν ταῖς Ἀθήναις, ἀλλ' ἐκ φύσεως ὑπάρχουσα, τοῦ τοιούτου ἀέρος ἰσχνοτάτου ὄντος καὶ καθαρωτάτου, ὡς μὴ μόνον τὴν γῆν λεπτύνειν (δι' ἣν αἰτίαν καὶ λεπτόγεως ἡ Ἀττική) ἀλλὰ καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων· συμβαίνει γὰρ τὸν λεπτὸν ἀέρα τὴν μὲν γῆν βλάπτειν, τὰς δὲ ψυχὰς ὠφελεῖν. Ὅτι οἱ ἐτήσιαι πνέουσι κατὰ τὸν καιρὸν τοῦ ἀκμαιοτάτου θέρους δι' αἰτίαν τοιαύτην. Ὁ ἥλιος μετεωρότερος καὶ ἀπὸ τῶν μεσημβρινῶν τόπων ἀρκτικώτερος γινόμενος λύει τὰ ὑγρὰ τὰ ἐν ταῖς ἄρκτοις· λυόμενα δὲ ταῦτα ἐξαεροῦται, ἐξαερούμενα δὲ πνευματοῦται, καὶ ἐκ τούτων γίνονται οἱ ἐτήσιαι ἄνεμοι, ἐκ τῶν πνευμάτων τῶν ἀπὸ τῆς λύσεως τῶν ἀρκτικῶν ὑγρῶν γινομένων. Φέρονται γοῦν ἐπὶ τοὺς ἐναντίους τόπους, τοὺς μεσημβρινούς. Ἐκεῖ δὴ ταῦτα ἐκφερόμενα προσπίπτει τοῖς ὑψηλοτάτοις ὄρεσι τῆς Αἰθιοπίας, καὶ πολλὰ καὶ ἀθρόα γινόμενα ἀπεργάζεται ὑετούς· καὶ ἐκ τῶν ὑετῶν τούτων ὁ Νεῖλος πλημμυρεῖ τοῦ θέρους, ἀπὸ τῶν μεσημβρινῶν καὶ ξηρῶν τόπων ῥέων. Καὶ τοῦτο Ἀριστοτέλης ἐπραγματεύσατο· αὐτὸς γὰρ ἀπὸ τῆς φύσεως ἔργῳ κατενόησεν, ἀξιώσας πέμψαι Ἀλέξανδρον τὸν Μακεδόνα εἰς ἐκείνους τοὺς τόπους καὶ ὄψει τὴν αἰτίαν τῆς τοῦ Νείλου αὐξήσεως παραλαβεῖν. Διό φησιν ὡς τοῦτο οὐκέτι πρόβλημά ἐστιν· ὤφθη γὰρ φανερῶς ὅτι ἐξ ὑετῶν αὔξει. Καὶ τὸ παράδοξον, ἐν τοῖς ξηροτάτοις τόποις τῆς Αἰθιοπίας, ἐν οἷς οὔτε χειμὼν οὔτε ὕδωρ ἐστί, ξυμβαίνει τοῦ θέρους πλείστους ὑετοὺς γίνεσθαι. Ἀνεγνώσθη Ἀγαθαρχίδου λόγοι δύο, ὁ πρῶτος καὶ ὁ πέμπτος περὶ τῆς ἐρυθρᾶς θαλάσσης καὶ ἑτέρων παραδόξων ἔργων ἐν κεφαλαίῳ διαλαμβάνοντες. Ἐκ τοῦ αʹ λόγου τοῦ περὶ τῆς ἐρυθρᾶς θαλάσσης. Ὅτι Πτολεμαῖόν φησι τὸν μετὰ τὸν Λάγου πρῶτον ἐλεφάντων θήραν συστήσασθαι ἀλλὰ γὰρ καὶ τῶν ὁμοιοτρόπων· καὶ τὰ τῇ φύσει κεχωρισμένα τῇ προνοίᾳ συναγαγεῖν ὑπὸ μίαν οἴκησιν. Σκεπτέον δὲ τί φησιν ἐνταῦθα ὁ ἱστορικός. Καὶ γὰρ καὶ πρὸ τῶν Πτολεμαίων ἐλέφασι πολλοὶ χειροήθεσι καὶ ἐν πολέμῳ ἐχρῶντο, ὡς Πῶρός τε ὁ Ἰνδὸς ὁ πρὸς Ἀλέξανδρον πολεμήσας καὶἄλλοι οὐκ ὀλίγοι. Ἢ ὅτι Πτολεμαῖος οὗτος πολὺς πρῶτος περὶ ταύτην ὤφθη τὴν σπουδήν, ἢ πρῶτος τῶν μετὰ Ἀλέξανδρον, ἢ τῶν Αἰγύπτου βασιλέων πρῶτος. Ὅτι 478

Page scan enlarged

Notebook

Full View