PG 105Anonymous
Anonymous
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 863–864page 1 of 32
Vita S. Nicolai Studitæ
PG 105:863Βίος τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Νικολάου, ἡγουμένου τῆς εὐαγεστάτης μονῆς τῶν Στουδίου. Οἱ τοὺς Ὀλυμπίους ἀγῶνας κρατοῦντες, και τού τοις ἐκθειάζειν ἐθέλοντες, ῥητορικοῖς ἔπεσι προς ὕψος αίρειν φιλονεικοῦσι τὸν ἔπαινον, τῇ δεινότητα τῶν λόγων, καὶ τῇ εὐεπείᾳ τῆς φράσεως τὸ πᾶν χαρι ζόμενοι· ὡς ἂν ὁ τῆς παιδείας ἤπερ ὁ ἀληθῆς μᾶλ λον τῶν πραγμάτων νόμος δι' ἀκριβείας ἐγκωμιάζηται. Πέφικε γὰρ ἰδίως ἔχειν πᾶν τὸ ποθούμενον φέρεσθαι τῶν ἄλλων ὑπεραλλόμενον. Οἱ δὲ τὰς τῶν μεγίστων ἀνδρῶν ἀριστείας ἀποθαυμάζοντες, καὶ τούτοις καταγεραίρειν βουλόμενοι, οὗ ταῖς ῥητορικαῖς πιθανότησι, ἢ τοῖς τῆς φιλοσοφίας τεχνολογήμασι, τὸ τῆς ἀνδραγαθίας αὐτῶν συνιστῶσι παγκράτιον μόνην δὲ τὴν ἀλήθειαν ὑφαπλώσαντες, καὶ ταύτῃ τὴν πρᾶξιν οὕτω πως σχεδιάσαντες, ἀνιστορούσι τὴν ἀρετὴν, τῶν ἀγώνων ἔνθεν ἀπογυμνοῦντες τὸ μέσ γεθος. Φέρε οὖν καὶ ἡμεῖς, ἐπείπερ ὑπόθεσιν ὁ λόγος, τὸν μέγαν τῆς εὐσεβείας λαμπτῆρα, καὶ κοινὸν ἡμῶν Πατέρα Νικόλαον διὰ τοῦ λόγου μέσον προτίθεται, μικρά τινα τῶν αὐτοῦ καθόσον οἷόν τε διαζω γραφήσωμεν, μνήμης ἐμπόρευμα πρὸς τὴν τῶν ἐν τυγχανόντων ὠφέλειαν, τὰ μακρῷ τῷ χρόνῳ τῇ σιωπῇ καλυπτόμενα, καὶ λήθης βυθοῖς ἀμαυρούμενα, χρεωστικῶς ἀνιμώμενοι, καὶ φανεροποιοῦντες, εἰ καὶ ἀτέχνως, πλὴν φιλαλήθως, τοῖς μετέπειτα. Οὐ γὰρ ἐνίνησι τῷ δικαίῳ τι, εἰ καὶ τὰ μάλιστα διηγη
col. 865–866page 2 of 32
PG 105:865ματικῶς ὁ παρὰ τῶν πολλῶν ἐξηγούμενος καθέστηκεν ἔπαινος· εὐφραίνονται δὲ οἱ λαοὶ, τὸ ἐκ τῆς ἀκοῆς τῇ ψυχῇ παραπέμποντες όφελος. Μνήμη γὰρ δικαίου εὐφρανθήσονται λαοί πολλοί καὶ μάλιστα ἡμεῖς ὁ Χριστοῦ λαός· ἡ ἁγία ποίμνη· οἱ φιλοπάτορες ὁμοῦ, καὶ φιλόθεοι χρηματίζοντες, καὶ καθ' ἑκάστην ταύτης τῆς πανδαισίας τὴν εὐφροσύνην, τῇ τε παρεδρεύσει τῶν τάφων, καὶ τῇ ἐπαφῇ τῶν ἱερῶν καὶ πνευματικῶν ἐνδαλμάτων ἐπαπολαύοντες, οἷς ἀπόχρη καὶ μόνον πρὸς ἀρετῆς εἰκόνα, τούτοις τῶν ἄλλων ἡμᾶς ἐναβρύνεσθαι. Αλλ' ηγείσθω Χριστὸς ὁ Θεὸς δ' τοῦ Πατρὸς Λό γος, καὶ Θεοῦ σοφία καὶ δύναμις, τῆς ἐμπαθούς ἡμῶν διανοίας τὸ ἀναπεπτωκός τε καὶ ῥᾴθυμον διορ θούμενος, καὶ λόγον ἐν ἀνοίξει προτεινέτω τοῦ στό ματος, καὶ τὴν χεῖρα πρὸς τὴν γραφίδα κινείτω τῶν τοῦ Πατρὸς διηγήσεων, τὴν εἰρεσίαν τοῦ λόγου παν ταχόθεν ὡς λόγος προσλαμβανόμενος. Οὗτος, ἵνα μικρὸν τῇ ἐκθρεψαμένῃ τοῦτον πατρίδι προσδιατρίψωμεν, ἔφυ μὲν οὖν ἐκ τῆς τῶν Κρητῶν εὐκλεεστάτης νήσου, τότε τῇ Χριστοῦ πυκαζομένης ἐλευθερία - ῥώμῃ τε λοιπὸν, καὶ μεγέθει κτισμάτων αὐχούσης, εἰ καὶ τὰ νῦν ἐπ' αὐτῇ τὰ πάλαι μυ σαρὰ τῆς ᾿Αγαρ ἀμβλώματα, καὶ ὁ τῆς παιδίσκης τοῦ Ἰσραὴλ πονηρότατος γόνος, τὴν ἐκ τοῦ Ἰσαὰκ εἰς Χριστοῦ τύπον προελθοῦσαν ποίμνην νεόλεκτον, ὁ τῆς μαστιγίας [[σ. μαστιγίου] οἰκέτης κατεδουλώσατο, τοῖς ὅπλοις τῶν ἡμετέρων κακῶν, καθ᾿ ἡμῶν στρατευσάμενος. Τῇ γὰρ ἀθετήσει τῶν ἐντο λῶν, τὴν ἄνωθεν οπὴν ἀπωσάμενοι, καὶ τῇ ἐπιμιξία τῶν ἡδονῶν τὸ εὐγενὲς τῆς ψυχῆς ἀλλοιώσαντες, παρεδόθημεν, Γραφικῶς εἰπεῖν, ἐπ᾿ ἔθνει ἀσυνέτῳ, τῇ ἀλλήλων αἱματοχυσίᾳ καταδουλούμενο.. Ινα δὲ καθ' εἱρμὸν ὁ λόγος προβαίνων ἔχει τὸ χρήσιμον, ἀγέσθω τοίνυν εἰς μέσον ὁ πρῶτος τῆς εὐσεβείας ταύτης διειλημμένος τοὺς οἵακας, Τίτος ὁ μέγας ἀπόστολος, καὶ δεικνυέτω τί πρὸς αὐτὸν, τὸ σκεῦος τῆς ἐκλογῆς περὶ τῶν αὐτῆς οἰκητόρων διέξεισι, τυπῶν τῷ λόγῳ τὸν νόμον τοῦ Πνεύματος. Ἐπειδὴ γὰρ ἑώρα δι᾿ ἀκρασίας ἐπιμόνως τούτους Εγκωμιαζομένου δικαίου εὐφρανθήσονται οἱ λαοί ἐν ἀγαθοῖς δικαίων κατώρθωσε ἡ πόλις, εὐφρανθήσονται πόλεις, ἀγαλλιάσονται,
col. 867–868page 3 of 32
PG 105:867/ ἐν πάσῃ κακίᾳ βακχεύοντας, τόδε πρὸς αὐτὸν οὐτασί πώς φησι· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γε στέρες ἀργαί. Οὐ πάντως τῇ σημασίᾳ τῆς λέξεως, ἔνθεν ταύτῃ τὸ τῶν Κρητῶν εὐσεβές ἅπαν ἔθνος υποφαινόμενος· τοὺς τῇ αὐτονομίᾳ δὲ, καὶ μόνον δίκην ἀλόγων ζώων, τὸ τῆς ψυχῆς καθαρὸν τῇ ἀντι θέτῳ τῆς γαστρός αἰσχρότητι καθυβρίζοντας διὰ τῆς τῶν παθῶν πρὸς γῆν κατανεύσεως, οὕτω πως ἀντι στρόφως ὁ λόγος αινίσσεται. Οἶδε γὰρ ἡ Γραφὴ τρο πικῶς διὰ τὸ ἀπόκρυφον, καὶ ἀόρατον τῆς ψυχῆς, ποτὲ μὲν γαστέρα, ποτὲ δὲ καὶ κοιλίαν ἀποκαλεῖν, ὡς χωρητικὴν καὶ αὖθις ἀναδοτικὴν τῶν τοῦ λόγου γεγενημένων τροφῶν· εἰ καὶ ἄλλως ὧδε, τὸ τῆς αργίας σαθρὸν προσλαμβάνεται. Καὶ γὰρ ἀληθῶς αἱ τῶν τοιούτων ψυχαί, γαστέρες ἀργαὶ τῷ ᾿Απο στόλῳ, καὶ κακὰ θηρία προσαγορεύονται, ὡς ἀναῖο τικαὶ ἀσελγείας μᾶλλον, ἢ χωρητικαὶ τῶν τοῦ Πνεύ ματος χαρισμάτων ὑπάρχουσαι. Ούκουν τῶν σημανθέντων ὁ μέγας Νικόλαος πόρρω δὲ τούτων, φιλοτιμία μᾶλλον τῆς ἐνεγκαμέν νης γενόμενος, κατὰ πάντων τὸ κλέος ηνέγκατο. ὡς γὰρ ἀπεναντίας τῷ φωτὶ τὸ σκότος, καὶ ὁ θάνα τος τῇ ζωῇ· οὕτως αἱ ἀρεταὶ ψυχαῖς βεβήλοις έναν τίαι, καὶ τὸ ἔμπαλιν. Δῆλον δὲ ὡς οὐ τοῦ ᾿Αποστόλου Επιμενίδου δὲ τοῦ Κρητός τε καὶ μάντεως ἡ παρα μία καθέστηκεν. Πλὴν ὡς ἐν παράδῳ περὶ τούτων διεξελθόντες, ἐπ' αὐτὸν ἤδη τὸν κάλαμον τρέψωμεν Θεοῦ διδόντος λόγον ἐν ἀνοίξει τοῦ στόματος. Πατρὶς μὲν οὖν, ὡς ἤδη φθάσαντες είπομεν, τὸ τῶν Κρητῶν αὐτῷ κεχρημάτικεν ἔδαφος· χωρίον δὲ, Κυδωνία οὕτω καλούμενον· τῇ εὐδοξία τῆς κλήσεως εφεπομένην ἔχον τῶν ἀγαθῶν τὴν πηγὴν ὑπερβλύζουσαν. Ρείθροις γὰρ καθαροῖς πανταχόθεν τοῖς νάμασι ἀρδευόμενον, σίτῳ καὶ οἶνῳ, καὶ διαφόροις καρποῖς τῶν ἄλλων ὑπεραντλούμενον. Ενθεν γὰρ καὶ τῆς τιμία; τῶν μαρτύρων δεκάδος ὁ ἐνδοξότατος μάρτυς Βασιλίδης ἐξώρμητο· ἐν ᾧ καὶ οἱ τούτου γεννήτορες τὴν κατοίκησιν ἔχοντες, οὐ δι' εὐκληρίαν τοῦ γένους, ἢ δι᾽ εὐσέβειαν ἐν τοῖς ἀπάνω των ἐμεγαλύνοντο στόμασιν. Ὡς γὰρ ὁ σίδηρος μας γνίτην, οὕτως ὁ παρὰ τῶν πολλῶν ἐπακολουθεῖν τοῖς ἐναρέτοις εἴωθεν ἔπαινος. Τῇ εὐσεβείς δὲ καλῶς τῆς εὐτεχνίας τὸ δῶρον δρεψάμενοι, τὸν μέγαν τοῦτον ἀποτετόκασι· καὶ ὡς ἐν Χριστῷ νηπιάζοντα σὺν τοῖς λοιποῖς αὐτοῦ εὐ Στήσε ται δὲ καὶ ἡ παρ' ὑμῖν ἀοίδιμος των μαρτύρων δεκάς, καὶ τοῖς ἑαυτῶν πάθεσιν εξιλάσεται, τὸν σώζειν ἐκ θανάτου δυνάμενον Κύριον
col. 869–870page 4 of 32
PG 105:869κλεεστάτοις ὁμαίμοσι, πρὸς τὴν ἐν πνεύματι λειτουργείαν τὴν τοῦ σώματος] ἡλικίαν ἀνάγοντες ἐξε επαίδευον. Τὸ γὰρ ἐκ βρέφους τῆς φύσεως ἀπαλόν τε καὶ ἔκλυτον, ἥκιστα τῷ καθοδηγοῦντι ἐκτραχυνθείη πρὸς ὅπερ καὶ βούλεται. Διὰ τοῦτο πολλῆς τῆς νή ψεως πρὸς τὰ κρείττω· πλειοτέρας δὲ καὶ τῆς προσ οχῆς, τοῦ μὴ ἑτεροίως, ἢ ὡς ἐχρῆν ἀνάγειν τὸν παιδευόμενον. Πλὴν ὡς τῆς Ἐκκλησίας τρόφιμοι, δι' αὐτῆς καὶ τοῦτον ἀνέτρεφον γράμμασιν αὐτὸν, καὶ τοῖς τῆς εὐσεβείας θεσμοῖς ἐκδιδάσκοντες. Όθεν τὴν ἀρχὴν ἀρίστως οὕτως ὑπὸ τῶν φυσάντων αὐτῷ αὐτόν] διαπλάττεται πλάσιν τὴν ἀρίστην τε καὶ καθαρωτάτην ἣν ἡμερινὴν ὁ θεῖος Δαβὶδ καλῶς ὀνομάζει, καὶ τῆς νυκτερινῆς ἀντίθετον Ὡς δὲ λοιπὸν ἡ τῆς ἡλικίας ἀκμὴ τὴν πρώτην δεκάδα τῶν χρόνων ἠρίθμησε, καὶ ἡ τῶν στοιχείων κατάληψις ἀρκοῦσαν τῷ νέῳ τὴν προπαιδείαν τῶν μαθημάτων ἐγνώρισεν, ἔδει δὲ αὐτὸν ἄνωθεν, ὑπὸ τοῦ Πατρὸς τῶν φώτων καλούμενον, τὴν πρώτην αὖθις βαθμίδα τῶν μακαρισμῶν ἐπιβήσεσθαι, καὶ πτωχεῦσαι τῷ πνεύματι, καὶ συνταπεινῶσαι τῷ σώ ματι· ἐπὶ τὸ Βυζάντιον ἔνθεν τῇ πασῶν προκαθε ξομένῃ τῶν πόλεων εἴσεισι, καὶ πρὸς τὸ περιφανές, καὶ περίδοξον τῆς ἀρετῆς παιδευτήριον· τὸ μέγα φημὶ κοινώδιον τῶν τοῦ Στουδίου· πρὸς τὸν ἐκ πα τρὸς αὐτοῦ θεῖον τούνομα Θεοφάνην, ὡς αὐτὸν κατα αψόμενος, ὑπὸ τῶν γεννητόρων ἐξαποστέλλεται. Ην γὰρ οὗτος ἐκεῖσε τῆς ἀσκητικῆς παλαίστρας καὶ γυμνάσιον μετερχόμενος· ἄρτι τοῦ παμφαοῦς φω στῆρος, καὶ μεγάλου τῆς ἀληθείας προμάχου καὶ κήρυκος Θεοδώρου, τὴν πνευματικὴν ἐκείνην ὁλκάδα δόγμασι τὴν οἰκουμένην ἅπασαν καταστράπτοντος. Ο οὖν τῆς θεοφανείας ἐπώνυμος, φιλοφρόνως τὸν ἀδελφιδοῦν προσλαβόμενος, κατησπάσατο, καὶ πρὸς τὸ φερώνυμον τοῦ τῆς Ἐκκλησίας δῶρον εὐλο γηθῆναι τὸν παῖδα προσήνεγκεν. Ὁ δὲ πυρσολαμ πῆς τῆς εὐσεβείας ἐκεῖνος σπινθήρ, τὸ ἀστεῖον τοῦ νέου, καὶ τὸ πρὸς τὴν τῆς ἀρετῆς ἐπανάληψιν χρή σιμον τῷ προορατικῷ ὄμματι θεασάμενος, εὐλογήσας τοῦτον, ἐκέλευσε διὰ τὸ νέον τῆς ἡλικίας, πρὸς τὸ ἔναγχος τῆς μονῆς καταγώγιον τῶν παίδων, τοῖς ἐμίληξι συναυλίζεσθαι, τὴν τῶν γραμμάτων ἐκπαι δενόμενον μάθησιν. Ηρτηντο γὰρ ἰδίως οὐ πόρρω που τῆς μονῆς ὑπὸ τοῦ μεγάλου ἐν ἑνὶ δωματίῳ οἱ ταῖδες ἀεὶ διατρίβοντες, τὴν ἐκ τούτων ἐγγινομένην τοῖς ἀσκηταῖς ὄχλησιν, κἀντεῦθεν ὡς ἄριστος τῶν τῶν ἀδελφῶν διιθύνοντος, καὶ τοῖς τῆς εὐσεβείας ἡμέρας· κατά, ἡμέρας πλασθήσονται· ἡμέρας μαθήματα προπαιδεία, προπαιδεία
col. 871–872page 5 of 32
PG 105:871ψυχῶν κηδεμών προμηθούμενος. Προέκοπτε τοίνυν σοφίᾳ, καὶ ἡλικίᾳ, καὶ χάριτι, πάντι τὰς ἐκ τῶν ἐμοειδῶν παιδειάς ἐναποστρεφόμενος. "Ην γὰρ ἐκ παιδὸς λίαν ἐντρεχής, και νηφάλιος. Ἡ γὰρ ἄνωθεν τῇ διαφορᾷ τῶν χαρισμάτων στεφηφορεῖσθαι τοὺς βροτοὺς εὐδοκήσασα πρόνοια, οἰκεῖον ἦθος ὡς τὰ πολλὰ συγγενὲς ἡμῖν πρὸς τὴν τῶν ὁρώντων διάγνωσιν ἐδωρήσατο· εἴπερ ὅς τις ἔφη σοφός· Στολὴ καὶ βῆμα, καὶ γέλως ἀνδρὸς, τὰ περὶ αὐτοῦ ἀναγ γέλλουσιν. Ἐπεὶ δὲ καθ᾽ ἡλικίαν προβαίνων, τὰς εἰσαγωγι κας μαθήσεις εὐφυῶς ἄγαν καὶ φιλοπόνως ἐξήσκησεν, ἐχρῆν δὲ λοιπὸν, καὶ γραμματικῆς ὅσον πρὸς τὸ γράφειν ὀρθῶς τὴν ἐπιστήμην πορίσασθαι· καὶ μέντοι, καὶ ταύτην προσείληφε, ταχογράφος ἀποφανθείς χρησιμώτατος ὠκύτητι φύσεως, δι' ἧς μάσ λιστα τοῖς πολλοῖς τὰ τοιαῦτα κατορθούσθαι πεφύκασιν. "Οθεν ἐν ὀλίγῳ πεῖραν τοῖς πολλοῖς τῆς αὐτοῦ, ἐν Χριστῷ ἀναστροφής παρεχόμενος, ἐθαυμάζετο μὲν ὑπὸ πάντων· παρὰ δὲ τῷ κοινῷ καθηγητῇ τῷ ἀρότρῳ τῶν ἐντολῶν ὡσημέραι τὴν τῆς ψυχῆς αύλακα γεωργούμενος, ἐκαρποφόρει τὴν ἀρετὴν, πολυειδεῖς τοὺς καρποὺς προβαλλόμενος. Πρὸ πάντων τῶν ὁμηλίκων, ἐν ᾧπερ ηὐλίζοντο τῷ θείῳ ναῷ τοῦ Θεοῦ εἰσερχόμενος, καὶ ὕστατος πάντων ἐκπερου όμενος· τήν τε ἀκοὴν προσεχῶς ὑποκλίνων ταῖς τῶν Πατέρων ἱεραῖς διηγήσεσι, καὶ τούτων τοὺς βίους ἀνελίττων ἑκάστοτε, ἐφωτίζετο λοιπὸν πρὸς τὴν τοῦ κρείττονος ἀναγόμενος εἴδησιν. Ὡς γὰρ αἴτιον τῷ φυτῷ ἡ ἀρδεία, καὶ τῷ πυρὶ πρὸς ὑπόστασιν ἡ ἀφθονία τῆς ὕλης, οὕτως ἀποτέρως ἂν λάβοις αἰτία τῶν ἑπομένων, ἡ τῶν κυβερνώντων καθέστηκεν ἐπι μέλεια. Ηδη δὲ πρὸς ἄνδρας ἐξ ἀγενείων τελῶν, καὶ τῆς ἀτελοῦς ἡλικίας τὸ τέλειον προσλαβόμενος, καὶ τὸ φρόνημα τῆς σαρκὸς τὸ ἀντιστρατευόμενον τὸν να μον τοῦ πνεύματος καταβαλεῖν ἐπειγόμενος, τὸ τῆς σωτηρίας ἱμάτιον ἔνθεν ἀποκαρθεὶς ἐνδιδύσκεται, ὑπ' αὐτῶν τῶν χειρῶν τοῦ ὁσίου Πατρὸς ἡμῶν. καὶ ὁμολογητοῦ Θεοδώρου τῷ ἀγγελικῷ τῶν μοναχῶν κατακοσμηθεὶς ἀμφιάσματι. Εδει γὰρ τοὺς ἄμφω, πολλὰ τελεῖν μέλλοντας ὑπὲρ τῆς ἐμφερούς παναχράντου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ὁμοιώσεως, ὡς ἄλλον τινὰ κατὰ Παῦλον ἀνα γεννηθῆναι τούτῳ τῷ θαυμασίῳ πύκτῃ Τιμόθεον, ΐν' οὕτω δι' ἀμφοτέρων κατ' ἐκείνους, καὶ ὧδε τρέχη τὰ καθ' ἡμᾶς Εὐαγγέλιον. Ολον γὰρ ἑαυτὸν ἐκδε δωκώς ούτωσὶ ὁ πανόλβιος τῷ ἐκείνου θελήματι, και θάπερ τις ἀθέλητος ἄνθρωπος ἦν τό γε εἰς αὐτὸν ἧκον, πόῤῥω καὶ μακρὰν τῶν οἰκείων θελημάτων γινόμενος. Οὐ πρὸς αὐτὸν δὲ, ἀλλὰ καὶ πρὸς τοὺς ἐφεξῆς μικρούς τε καὶ μεγάλους, τὴν αὐτὴν εὐπείθειαν καὶ ὑπακοὴν πράως μετὰ τῆς τοῦ φρονήματος συστολῆς ἐπεδείκνυεν· οἷόν τις άψυχος ἀπὸ μιὰς ἑστη λωμένος τῷ θείῳ φόβῳ πρὸς ἅπαντας· ἄπρακτος δὲ διαμένων πρὸς πᾶν ὃ περπερεία καὶ ζῆλος, θυμός τε καὶ ὀργὴ, καὶ ἀπέχθεια· ὡς καὶ τοὺς συνασκου
col. 873–874page 6 of 32
PG 105:873μένους καταπλήττειν, δι᾿ ὧν ἕδρα προδήλως, μεη γάλην αὐτοῖς τοῦ ἀφανοῦς ἀνθρώπου προτιθῶν τὴν ἀπόδειξιν. Ο γὰρ τῆς εὐσεβείας ἔρως οὐ δίδωσι κόρον ὅλως τὴν ἁλοῦσαν ἐφ᾽ ἑαυτὸν ψυχὴν τῇ ἀκούσῃ ψυχῇ ] τῆς ἐφέσεως· πῦρ δὲ πυρί, καὶ πόθῳ πόθον προστιθεὶς, ἐγκαίει τὸν ἐραστὴν, καὶ αήττητον πρὸς πᾶν ὁτιοῦν ἀπεργάζεται. Τίς γὰρ ἐκείνου μᾶλλον τὴν ἀρετὴν κατησπάσατο, πλουτοποιὸν ταπείνωσιν ἐν ὑπερέχοντι τῷ φρονήματι, καὶ φρόνημα εὐτελὲς ἐν ὑψηλῇ τῇ ταπεινώσει κτησάμενος; Τίς τὰς αἰ. σθήσεις οὕτω καλῶς ἐξεπαίδευσε, τῶν αἰσθητῶν εἰς τὰ ὑπὲρ αἴσθησιν ταύτας φιλοσοφείν παρασκευασάμενος; Τίς τὴν φρόνησιν μετὰ τῆς ἀνδρείας, ὡς φίλας δυνάμεις αρίστως [ ὡς οὗτος, εκ οὕτω | οἶμαι συζεύξας, διὰ Λύδιον ἅρμα θέειν, ποιητικῶς εἰπεῖν, ἑαυτῷ κατειργάσατο; Ως φρόνιμος οἰκονόμος, ἢ καὶ πιστὸς δοῦλος ἑκατέρας τὸ πρόσφορον ἐν δικαιοσύνῃ, τῇ μὲν τῇ σαρκί, τῇ δὲ τῷ πνεύματι διεμέρισεν. Ἐγκρατείας δὲ τὴν ποιότητα, καὶ ἀγρυπνίας τὴν νῆψιν, καὶ προσευχῆς τὸ ἀκρότατον, καὶ δακρύων τὸν φωτισμὸν, τίς ἂν τῶν πολλῶν μίαν, ὡς οὗτος μόνος ἀπάσας διήμειψεν; ὧν τῆς μὲν τὴν σωφροσύνην, τῆς δὲ τὴν θεωρίαν, τῆς δὲ τὴν κατάνυξιν, τῶν δὲ τῆς ἁγνείας τὸν ἁγιασμὸν ἐπορίσατο. Ενθεν κατὰ τὸν Σολο μῶντα, τῷ γέλωτι μὲν παραφορὰν τὴν δὲ λοιπήν τοῦ σώματος εὐφροσύνην, πένθος ὠνόμασεν· ἐπ' αὐ δενὸς τῶν δοκούντων ἡδέων τοῦ παρόντος αἰῶνος ἐπι τερπόμενος. Κλείδας γὰρ ὥσπερ τὸ τριμερὲς τῆς ψυχῆς τὸν τοῦ Θεοῦ φόβον διὰ τῆς ἀπαθείας περι στοιχήσας καλῶς, οὐκ εἴασε διὰ τῶν αἰσθήσεων τάς ἐμπαθεῖς ἐρέξεις ἀποσυλῆσαι τὸν πλοῦτον τοῦ πνεύματος. Οθεν ἀπερίτρεπτος ὑπῆρξε λοιπόν, πρὸς τὸ ὄντως ἐφετὸν ἐναποκρεμάμενος· καὶ οὐκ ἔστιν, ἵνα συντόμως εἴπω, τῶν ἁπάντων οὐδὲν, ὥς τις Εφη σοφός, ἐφ' ὅτῳ οὐχὶ τῶν ἁπάντων εκράτησεν. Ω, τί περ ἔδει τοιοῦτον ὄντα, καὶ ἐν τῇ φύσει, τὰ ὑπὲρ ταύτην διαπραξάμενον· καὶ ἄρτιον τῇ καθ' ἡμᾶς γενεᾷ χρηματίζοντα ἄνθρωπον, ἐπὶ τὸ τελιών τερον ἀναχθῆναι, καὶ ἐπὶ τὴν λυχνίαν τεθῆναι, γέ ρας τῶν πόνων τὰ τῶν ἀρετῶν ὕψος μέγα δὴ τὴν ἱερωσύνην ἀποληψόμενον. Καὶ δὴ προήχθη μὲν κατ' ἀξίαν, καὶ οὐ καθώς τινες ἐπιδραμών, ἢ ἐμπορευσάμενος τῷ δωρήματι· κελεύσει δὲ μόνον τῆς παν τρικῆς ἐντολῆς, καὶ παρακλήσει τῆς κοινῆς ἀδελφή τητος. Ήρκεσε γὰρ αὐτῷ πρὸς τὴν τοιαύτην εὐπείθειαν, ἡ τῶν πολλῶν θεραπεία, καὶ τῶν ὑπὲρ δύ ναμιν ἐπιβήσεσθαι. Οὐδὲ γὰρ ὁ τῆς ὑπακοῆς ἐραστής παραφο περι φοράν, περι φοράν, παραφοράν εἰκὴ
col. 875–876page 7 of 32
PG 105:875κίνδυνον ὑφυρᾶται ποτε· τῷ κρίματι ἑαυτοῦ εἰς ἅπαν τῷ καθοδηγοῦντι ἀνατιθέμενος. Ει Καὶ τίς ἂν τούτου τὴν μετὰ τὴν ἱερωσύνην τῶν ἀγώνων παραστήσῃ ἀκρίβειαν; Παῦλος 8 μέγας προλαβὼν ἀνεγράψατο, ἐν οἷς τὸν ἀρχιερέα τὸν μέγαν τὸν διεληλυθότα τοὺς οὐρανοὺς διαζωγραφῶν τῷ λόγῳ ὑπεσημήνατο· ὃν καθ' ὅσον οἷόν τε τῇ ἀνα θρωπίνη φύσει ἀπεμιμήσατο. Καὶ οὐ θαυμαστόν, είπερ θέσει θεὸς, καὶ κατὰ χάριν υἱὸς Υψίστου γε γένηται. Καὶ γοῦν πρὸς τῇ ἐμπράκτῳ πολιτείς τε καὶ διαγωγῇ, οὐδὲ τῆς ἐκ τῶν ἔργων κοινωνίας τοῖς ἀδελφοῖς ἐπίσης ἀπελιμπάνετο· ἀλλ᾽ ἦν ταῖς χερσὶ κοπιῶν, καὶ δέλτους ἄριστα συρμεογραφων εἰ και τις ἄλλος, οἶμαι, τῇ ὠκύτητι χειρῶν, τὸν Ἀσαὴλ ἐκεῖνον ἐπὶ τῇ τῶν ποδῶν ἐξισούμενος. Καὶ μαρτυροῦσιν αἵ τε βίβλοι, καὶ τὰ ἐκείνου πονήματα. Αμέλει καλῶς αὐτὸν ταῖς τοῦ Πνεύματος διευθη νούμενον χάρισι, κατέλαβε Τίτος ὁ κατὰ σάρκα γνήσιος ἀδελφὸς αὐτοῦ, πλανήτης περιαγόμενος τὴν τῆς πατρίδος ἅλωσιν, καὶ τὴν τῶν γεννητόρων ἐκεῖσε κατάσχεσιν· καὶ τῆς κατ' εἰκόνα Θεοῦ πολυπαθούς τραγῳδίας | τὴν πολυπαθῆ τραγῳδίαν] ὑπὸ τῶν ἀγρίων συῶν γενομένης σφαγῆς τῶν ἀθέων Ισμαηλιτών, μετὰ πολλῶν τῶν δακρύων ἐκδιηγούμενος Καὶ πέρας ἔνθεν ειλήφει λοιπόν, τὸ ὑπὸ τοῦ προφήτου Σοφονίου πόρρωθεν ἐπ' αὐτῇ προβλεπτικοῖς τοῖς ὄμμασι κλειόμενον. Οὐαὶ γὰρ, φησίν, οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν· λόγος Κυρίου ἐφ' ὑμᾶς· καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας. Καὶ ἔσται Κρήτη νομή ποιμνίων, καὶ μάνδρα προβάτων. Στιλβονται μὲν γὰρ ἡ μάχαιρα ταῖς νι άσι τῶν πειρασμῶν, καὶ τὸ τόξον τῆς παιδείας ἡμῖν πολυτρόπως εντείνεται, τὴν ἐκ τῆς ἁμαρτίας ἐπιστροφὴν προβαλλόμενα. Όταν δὲ μὴ βελτιωθέντες ἐκ τούτων χείρους γινώμεθα, τότε φιλανθρώπως στελλόμενα, δεινὸν τὸν πρὸς εὐεργεσίαν ἡμῖν κατεργάζονται θάνατον. Ἐπείπερ τὸ ποτήριον Κυρίου, οἴνου ακράτου πλήρες
col. 877–878page 8 of 32
PG 105:877υπάρχει κεράσματος. Πλὴν τὸν ἀδελφὸν ὁ μέγας ούτοσι προσηκάμενος, καὶ ἀποκαρθῆναι καλῶς βου λευσάμενος, σύνδρομα θέειν αὐτῷ παρεσκεύασεν ἀλλὰ καὶ τοῖς τρόποις αὐτοῖς ἀναδείξας αὐτάδελφον. Εἶχε μὲν οὖν ὁ κοινὸς ἡμῶν Πατὴρ καὶ τοῦ Χρι στοῦ θεράπων Νικόλαος, καὶ τὸν οἰκεῖον βίον σιωπῶσαν παραίνεσιν· εἶχε δὲ καὶ τὸν ἀδελφὸν ὥσπερ τι ἀπηκριβωμένον τῶν αὐτοῦ· κατορθωμάτων είχή νισμα· εἶχον δὲ πάντες ὡς ἄλλον τινὰ μέσον αὐτοῖς ταῖς τῶν ἀρετῶν ἐπιστολαῖς καταστράπτοντα ήλιον, τὸ θεοδώρητον χρῆμα καὶ ψυχωφελή εστιάτορα τὸν μέγαν Θεόδωρον· καὶ ἦν ὡς ἀληθῶς τὸ τῆς ἀρετῆς παιδευτήριον, ἄλλος τις παράδεισος πολυειδέσι τοῖς ἄνθεσ: πυκαζόμενος. Καὶ γοῦν πρὸς τούτοις, καὶ Ἰωσὴφ ὁ τοῦ πανσόφου Πατρὸς ἡμῶν ὁμαίμων, ὕστερον τῆς μεγαλωνύμου Θεσσαλονίκης χρηματίσας ἀρχιεπίσκοπος, ἀλλὰ μὴν καὶ Τιμόθεος, Αθανάσιος τε καὶ Ναυκράτιος, καὶ ἄλλοι πολλοί, οὓς διὰ τὸ πλῆθος παρίημι, ἐν τῷ ἐπιγείῳ τούτῳ διέτριβον οὐρανῷ. Οὓς γὰρ συνάπτει τρόπος, καὶ τόπος συνίστησιν· καὶ οὓς ὁ τρόπος διίστησι, καὶ τύπος ἅπας ἀφίσταται. Δοξάζεται γὰρ τόπος ἐν τρόπῳ, καὶ ἀντιδοξάζεται τρόπος ἐν τόπῳ στεργόμενος. Οἶδε δὲ πολλάκις καὶ τόπων συνήθων ἀπό τευξις, ὡς καὶ προσώπων συντρόφων διάζευξις, πολλὴν τὴν κατ' ἀρετὴν μαστώνην ἐργάζεσθαι. ᾿Αλλὰ γὰρ οὕτω καλῶς ὧδε τοῦ ἀμπελῶνος Κυρίου Σαβαώθ εὐκληματοῦντος, καὶ τῷ καρπῷ βρίθοντος, Έρη τε κοσμικής προσπαθείας, τῶν τοῦ νοῦ, φημε, κινημάτων τὸ ἐμπαθές, καὶ μετέωρον ὑπὸ τὴν αὐτοῦ σκιάν κατακρύπτοντος, καὶ ὥς τισι παραφυάσι, τὸ διάφορον καὶ ποικίλον τῶν ἀρετῶν πρὸς τὰ τοῦ κάτ σμου τέρματα διαπέμποντος· καὶ τῆς τοῦ Χριστοῦ Εκκλησίας εὐπρεπῶς ἤδη μεγεθυνομένης ἐν παντὶ βαθμῷ καὶ τάγματι, καὶ ἐν αἰθρίᾳ τῶν ὀρθοτόμων δογμάτων πυκαζομένης τῆς πίστεως, ἀθρόον ὥσπερ τι νέφος ἐκ τῶν ἑῴων μερῶν ἀπροόπτως, καὶ παρ' ἐλπίδας ἀναφανὲν, πάντα σκοτοδεινίας επλήρωσεν. Λέων [γάρ] τις, ἐκ τῆς τῶν ᾿Αρμενίων βλάστης ανα φανείς· ἀνὴρ τῷ ὄντι ἀλιτήμων καὶ πονηρότατος μύθῳ, οὐκ ἀληθείᾳ, τὸ τῆς εὐσεβείας κατέχων μυ στήριον πρωτοπαγής Σαταν δῆλος τοῖς πολλοῖς, καὶ ῶν, καὶ ὀνομαζόμενος· ἄρτι Μιχαὴλ εὐσεβῶς τὰ τῆς βασιλείας σκήπτρα διέποντος, καὶ τῶν Ούνων ἤδη κατὰ τὸν Λίβα ληϊζομένων τὰς χώρας χειροτονεῖ στρατηγὸν τοῦτον πρῶτον τὸν ἀλιτήριον, καὶ πρὸς τὸ εἰρημένον ἔθνος σὺν πολλοῖς ἄλλοις εἰς συμμαχίαν τοῦ κράτους ἐκπέμπεται. "Οστις θηρώνυμον ἐπίσης τῇ κλήσει καὶ τὴν προαίρεσιν επαγόμενος, χρυσιογνω μῶν τε τὸ τῆς καρδίας ἐνδόμυχον, καὶ τὴν τοῦ πα τρὸς Κωνσταντίνου τοῦ Κοπρωνύμου, Λέοντος καὶ αὐτοῦ, καὶ Λεοντίδου τοῦ τούτου υἱοῦ τὴν αἵρεσιν
col. 879–880page 9 of 32
PG 105:879κατέχων, ὁ δείλαιος, κατὰ τοῦ εὐερνέτου Θεοῦ τοῦ παντάνακτος, καὶ τῆς αὐτοῦ βασιλείας κατεξανίσταται. Καὶ δὴ τὰς ὑπ' αὐτὸν τελούσας στρατιωτικές φά λαγγας δώροις πολλοῖς φαινακίσας ὁ μάταιος, καὶ πρὸς τὰ Θρᾳκώα μέρη γεγονώς τοῦ ἄστεως θύ ραθεν, ἀναγορεύεται κατά Χριστιανῶν εὐσεβῶν ἀσεβῶς ἄναξ ὁ μιαρός· καὶ εἴσεισιν εἰς τὰ βασίλεια διαρρήδην Εἰκονοκλάστης βασιλεὺς φημιζόμενος. Βραχὺ δέ τι κατασιγήσας, καὶ τοῦτο ὑπούλως, ὡς ἂν ἐπ' ἀσφαλείᾳ πρὸς ἑαυτὸν τὰ τῶν ἀνακτόρων διά θηται· ὅσον οὔπω, καὶ πρὸς οὐρανὸν τὸ στόμα ἀνέῳξε, βλασφημίαν κατὰ Χριστοῦ τοῦ τῶν ὅλων Θεοῦ ἐρευ γόμενος), μὴ δεῖν λέγων τὰς ἱεροτύπους ἀναστηλοῦσθαι μορφές, ὡς τῶν τοιούτων εἰκόνων εἰδωλικῶν Ινδαλμάτων ὑπαρχουσῶν. Ὢ τῆς παραπληξίας! Οὐ γὰρ συνῆκε τὸ τῆς αἰ σχύνης ἄγαλμα, ὡς ὧν τὰ πρωτότυπα προδήλως τὴν αντικειμένην ὑπόληψιν ἔχουσι, τούτων δῆλον καὶ τὰ παράγωγα. Τὰ γὰρ ἐναντίως ἀλλήλων, ἐναντίαν πάντως καὶ τὴν κοινωνίαν εἰσφέρει πρὸς ἄλληλα. Η γὰρ ἑτερότης θατέρου προς θάτερον, εἰδώλου τε, φημὶ, καὶ εἰκόνος, ὥσπερ ἡ τοῦ Χριστοῦ καὶ Βε ίαρ, δι' ἑκατέρων γνωρίζεται· εἴδωλον μὲν γὰρ ὡς 80 λιοῦν [τα] καὶ αὐτὴν τὴν τοῦ ἀρχετύπου ἐμφέρειαν εἰκὼν δὲ, ὡς ἐοικυία ταύτῃ μᾶλλον ἐκείνου κυρίως προσονομάζεται. Οὐδὲν δὲ τούτων συνιδείν ἠβουλήθη ὁ τάλας οὗτος καὶ θηριώνυμος· ἀλλὰ κορυβαντιών, ἵν' οὕτως εἴπω, καὶ κατὰ Χριστοῦ καὶ τῆς τούτου παναχράντου μορφής βακχευόμενος, εὑρών τινας ἄνδρας τῷ ὄντι διεφθαρμένους τὸν νοῦν, καὶ κατά πάντα συνίστορας τῶν αὐτοῦ πονηρῶν βουλευμάτων ὑπάρχοντας, δι' αὐτῶν κατακερτομεῖν δῆθεν ως ο ἡμῶν τὸ τῆς εὐσεβείας μυστήριον. Αλλ' οὐκ ἴσχυ σιν, εἰ καὶ τὰ μάλιστα προσβαλών ὡς βέλος· στερ μοτέρως προσκρούων τοῖς τῆς Ἐκκλησίας προμάχοις, ἐναποκρούετο. * Επειδὴ γὰρ τῶν ἀνακτορικῶν ἔν τινι τῶν θείων, τῶν ἱερέων καὶ τῶν καθ᾿ ἡμᾶς Πατέρων συναγεί γερκεν όμιλον, τῶν στρατευμάτων αὐτῷ κυκλόθεν παρισταμένων· αὐτὸς ἐν μέσῳ προὐκάθητο, σε βαρι καὶ βρέμοντι τῷ φρονήματι, καταδημηγορῶν τῶν ἀμφὶ τὸν μέγαν ιεράρχην, ὡς ἐσφαλμένως προς η καμένων, τῶν σεπτῶν ἐνδαλμάτων τὴν ἀναστήλωσιν. Εἶτ᾽ ἐνορῶν εἰσαῦθις τούτους τῇ τοῦ Πνεύματος μαχαίρα ποικίλως τὴν λέσχην κατ᾿ ἄμφω τῶν φάη νάφων αὐτοῦ διακόπτοντας, οὐμενοῦν πρὸς τοῖς ἀπὸ τοῦ τέλους, τοῦ ἀπὸ γενικῶν Νικη
col. 881–882page 10 of 32
PG 105:881ἄλλοι; ὅσον τοῦ ἦρωος, καὶ μεγάλου Πατρός Θεοδώ που καταπλήξας τὸν εὐτολμον, μανεὶς ἔνθεν κατὰ φρένα ὁ ἀλιτήριος, ἄρδην πάντας μετὰ πολλοῦ τοῦ θυμοῦ τῶν βασιλείων ἀπεώσας, ἢ τάχος τὴν ὑπερ όμιον ἑκάστῳ περιγραφὴν καθυπέγραψεν Ενθεν ἐξόριστος μὲν ὁ ἀρχιερεὺς, καὶ τῆς νίκης ἐπώνυμος· ἐξόριστοι δὲ καὶ πάντες οἱ Χριστοῦ τὴν εἰκόνα σχετικῶς σεβαζόμενοι. Εξόριστοι δὲ πρὸ πάντων, ἵνα τὰ πολλὰ παραθετῶ, καὶ τὸ κοινὸν τοῦτο, καὶ πυρσολαμπές, τὸ θεοδώρητόν φημι τῆς Ἐκκλησίας ἐντρύφημα, σὺν τῷ μαθητῇ, καὶ γενναίῳ προμάχῳ, καὶ ὁμολογητῇ Πατρὶ Νικολάῳ γεγένηνται. Μόλις γὰρ πρὸς ἑαυτὸν δι' ἀσθενείας ὧδε και κεῖσε τὸν λόγον οὗτος πλαζόμενον, χεῖρα προτείνας συμπαθῶς, ἀνεκτήσατο· εἰ καὶ μὴ περιεκτικώς ίδια κήν τινα τὴν ὑπόθεσιν· κοινοὺς δὲ κατ᾽ ἄμφω τώ διδασκάλω τοὺς ἀγῶνας, τούτου τῇ ἱστορία παρο έστησιν. Ἀλλὰ μηδεὶς ἡμᾶς ἐν τούτῳ νεμεσάτω. Οὐ γὰρ τεχνικαῖς πιθανότησι, τῇ ἀληθείᾳ δὲ καὶ μόνον τὰ περὶ τούτου σεμνῦναι προεθυμήθημεν. Μείζω δὲ λοιπὸν ἐκ τοῦ πατρὸς αὐξήσομεν αὐτῷ τὸ ἐγκώ μιον, εἴπερ μὴ παρέργως τὴν δοκιμὴν τῶν ἔργων κατευτελίζων ὁ λόγος, ἐξ ἰδιωτείας ἀδόκιμον ἀποδείξειε. Πρὸς γὰρ τῇ ξενιτείᾳ, καὶ τὸν παρὰ τῶν ἀσε βῶν κατὰ χώραν τοῦ γεννάδος ἀκήρυκτον πόλεμον, καὶ συμπαρέμενε τῷ Πατρὶ θεραπεύων, ταῖς σωμα τικαῖς ἐνδείαις εγκαρτερῶν ὅτι μάλιστα, καὶ κατὰ πάντα σύμβουλος ἀγαθὸς, καὶ δεξιὸς παραστάτης αὐτῷ γνωριζόμενος. ᾿Αλλὰ περὶ τούτων, τῷ πανευφήμῳ Πατρὶ Θεοδώρα καταλειπτέον, ποικίλως αὐτῷ δι' ἐπιστολῶν τῆς ἀνδραγαθίας τὸν στέφανον πλέξαντι. Ἡμεῖς δὲ τὰ νῦν τῶν προκειμένων τέως ἐχώμεθα. Ἐπειδὴ γὰρ ἀκρατῶ;, καὶ κατὰ τῶν ἀκρίτων τούτων καὶ μακαρίων ὁ κατακεκριμένος ἄναξ τὴν ψῆφον ἐξήνεγκε, καὶ ὑπερόριοι εἰς τι φρούριον
col. 883–884page 11 of 32
PG 105:883πρὸς τὴν ᾿Απολλωνιάδα λίμνην τὰ ἐπονομαζό Γ. μενον. Μέτωπα, ὅλον ἐνιαυτὸν ἄμφω καθειρχθέντες ἐτύγχανον, τῆς φήμης πανταχόσε τούτων διαθεούσης, καὶ τῶν μαθητῶν ὡς αὐτὸς αὐτούς] ἄλλων τε πολλῶν κρυφοποιούντων τὴν εἴσοδον, καὶ πάντων σχεδόν μεταπλαττομένων πρὸς τὴν ὀρθόδοξον τῆς πίστεως ἅμιλλαν· οὐκ οἶδ' ὅπως διαγνοὺς ὁ νέος Αμαληκίτης, καὶ τῆς ἀλουργίδος ἀνάξιος βασι λεὺς, στέλλει παραυτὰ καὶ μετατίθησι τούτους ἐν τῷ τῶν ἀνατολικῶν θέματι πρὸς ἕτερον φρούριον καλούμενον Βόνιτα παρεγγυήσας μηδένα μηδαμῶς καθορᾶν αὐτοὺς, μήτε μὴν εἰσηγεῖσθαι τὰ περὶ πίστεως. Ἵνα δὲ μὴ δόξωμεν ἔξω τοῦ δέοντος φέρεσθαι τὴν λόγον μηκύνοντες, δεῦρο τὰ πολλὰ τῶν κυμάτων πρύμνα κρουσάμενοι, τῆς πονηρᾶς καταιγίδος τὴν βίαν ἐξείπωμεν. Ὡς γὰρ οὐ τοὺς ἔναγχος, ἀλλὰ μὴν καὶ τοὺς πόρξω που ὀπίσω τῆς δυσσεβοῦς ἀπαχθέντα: αἱρέσεως, πρὸς τὴν τῆς εὐσεβείας τρ! ον βαίνειν ταῖς ἐπιστολαῖς μεθείλκεν ὁ μέγας Θεό δωρος, μιᾶς τούτων ἁπροόπτως οὐκ οἶδ' ὅπως εἰς χεῖρας παρεμπεσούσης τοῦ θυμολέοντος, ἰδικῶς πρὸς τοὺς Χριστοῦ ὁμολογητὰς τὴν τῶν ἁγίων εἰκή. νων ἄνωθεν διαζωγραφούσης προσκύνησιν, καὶ τὴν δύσερον αὐτοῦ καὶ καινοποιὸν τοῦ δόγματος στηλο γραφούσης παράνοιαν· ἐξαφθεὶς τῷ θυμῷ, καὶ φερωνύμως βρύξας ὡς λέων 5 αλιτήριος, ἐκπέμπει σὺν τάχει πολλῷ τὸν τὰ τῆς κακώσεως ἐνεργήσοντα. Ο; ἐπιστὰς βρενθυνόμενος, ἐξάγει τοὺς ὁσίους ἐξ οὗπερ καθείργνυντο· καὶ παρανόμως, τοῦ παρανόμου βα σιλέως ὑπάρχων παρανομώτερος, σφαδάζοντι θυμῷ, ἐν ἑκατὸν βουνεύροις ἔμπροσθεν τοῦ Πατρὸς Θεοδώρου τὸν μέγαν καταξάνας Νικόλαον, ἐκείνόν τε αὖθις τοῖς αὐτοῖς αἰκισάμενος, τίθησιν ἐν εἰρκτῇ σχεδόν ἀφώνους τοὺς συμμακαρίους υπάρχοντας, καὶ τὴν θύραν ἀναφράξας, κατέλιπε· τὸν διὰ τοῦ λιμού τούτους ὁποῖσαι θάνατον παρακελευσάμενος. Καὶ τὶς ἂν συνεπαρθῇ τῶν ἀγώνων τῷ ὕψει. τὴν βίαν ἔνθεν τῶν ἁγίων ἐκδιηγούμενος; Τίς τὰς ἐκ τῶν πονηρῶν φυλάκων ενέδρας, καὶ τὴν θηριώδη μανίαν, καὶ τὴν ἐκ τῆς ἐνδείας ἀνάγκην καθυπο γράψειεν; Οὐ γὰρ είμιον τοῖς ἀσεβέσι τὸ γῆρας πρὸς ἔλεον· ὡς οὐδὲ τὸ τῆς νεότητος σώφρον ὑπελαμβάνετο· μίσει δὲ τῷ πρὸς αὐτοὺς ὥσπερ κύνες νύκτωρ, καὶ μεθ' ἡμέραν καθυλακτούντες οἱ τάλανες, καὶ Απολλω νιάτις
col. 885–886page 12 of 32
PG 105:885τῆς ἀναγκαίας αὐτῆς ἀπεστέρουν τροφῆς βδελυπτό μενοι, διὰ δύο ἢ καὶ τεττάρων ἡμερῶν ἔσθ' ὅτε καὶ διάλης τῆς ἑβδομάδος, μόλις ἄρτου βραχύ τι λείψανον ἐπιρρίπτοντες, καὶ αὐτὸ τὸ ὕδωρ τούτους ἀφυστε ροῦντες οἱ δείλαιοι. Καὶ οὐκ ἔστιν ὡς ἀληθῶς λόγῳ καθυποβαλεῖν τὸ τῆς βίας ἀπόῤῥητον. "Αρ' οὖν ἡλάτ τωνται μὲν ἥκιστα τῶν δογμάτων διὰ ταῦτα τὴν ἔνστασιν, ἢ τοῖς ἀγῶσι δὲ μειοῦν τὴν παῤῥησίαν ὑφέντες ἐφάνησαν; Οὐμενοῦν. Σκόπει δὲ τὴν ἀν δρίαν ἐντεῦθεν, καὶ τὸν φθόγγον τοῦ κηρύγματος μείζονα. οὕτω γὰρ τὴν ὑγια τῶν τραυμάτων οὐλὴν καλῶς εδραμένων τούτων τῶν σωμάτων, ἕτερος πονηρός τοῦ δυσσεβοῦς βασιλέως δυσσεβέστερος άγγελος φο νῶν, καὶ σεσοβημένος ἐφίσταται, βιβλίον μετ' αὐτοῦ συνεπιφερόμενος· καὶ τῆς εἰρκτῆς καθελὼν τὸ περί φραγμα, μετὰ βοῆς ἀτάκτου τοὺς θεοφόρους ἐξ ἔπησι· καὶ τὴν παρ' αὐτῶν δῆθεν κατὰ τοῦ ἄνακτος κρατηθεῖσαν γραφεῖσαν] ἐπιστολὴν ταῖν χεροίν κρατῶν, ὑπεδείκνυεν· πηνίκα δὲ ταύτην, καὶ ὅπως, [.λείπ. πρὸς τίνας] καὶ ὑπ' αὐτῶν σταλῆναι τούτους ἐξειπεῖν ἐβιάζετο. Αθρει τοιγαροῦν τῶν γεννάδων πάλην ἑτέραν καὶ κάματον. ὡς γὰρ καὶ σχεδιασθῆναι, καὶ πρὸς αὐτῶν ἀποστολῆναι ταύτην, καὶ ὅτου χάριν διωμο λέγηγτο· ἀλλοιωθεὶς ὁ παμμίαρος, κελεύει παρευθὺς τὸν καρτερὸν τῆς Ἐκκλησίας ἀδάμαντα, τὸν μέγαν ἐν πρώτοις ἀφιματῶσαι Νικόλαον. "Ανδρες δὲ τούτου [σ. τοῦτον] κατ' ἄμφω τώ χεῖος ἀπεωρή σαντες, ἀνηλεῶς τοῖς βουνεύροις κατήκιζον ἕτεροι. Εβδει δὲ πρὸς γῆν τὸ αἷμα τοῦ μάρτυρος, καὶ ἐφ' ἱκανὰς τὰς ὥρας τυπτόμενον ἄναυδον καταθρήσας ὁ μιαρός, ἐχθηριωθεὶς τὴν ψυχὴν ὁ ταλαίπωρος, προσο τάσσει γυμνόν οὕτω καὶ πεφυρμένον τῷ αἵματι, αἴθριον πρὸς τῷ κρύει παρεαθέντα τεθνήξεσθαι. Ην γὰρ χειμέριος ὁ καιρὸς· κατὰ τρίτην τοῦ ἐνεστῶτος μηνός, ὅτε τοῖς ἁγίας τοῦτο συνέβαινε. Καὶ εὐθέως σφαδάζων τῷ θυμῷ, πρὸς τὸν τῆς εὐσεβείας στύλον Θεόδωρον μέτεισι· κἀκεῖνον διαρ κῶς καταξάνα; ταῖς μάστιξι, ἀνθυποστρέψας εἰς αὖθις πρὸς τὸν μέγαν Νικόλαον, ἔπια δ᾽ ἐπίσης νιφάδεσσι χειμερίοις ταῖς τῶν λόγων ἀκτῖσι βάλλων, τῆς πατρικῆς στοργής ἀποστρακίσαι πειρώμενος. Ο δὲ ἔφεπε κλονέων τὸν ἀλιτήριον ἀπωθούμενος. 'Αλλ᾿ ὁ μὲν ὡς ἀσπὶς τοῦ θυμοῦ τὸν ἰὸν τεθηγμένον φέρων τοῖς χείλεσι, κελεύει τούτου καὶ τά τε τῶν βραχιόνων, καὶ τῶν ὠλενῶν ταῖς λεγομέναι; ῥέκαις αὖθις μαστίζεσθαι. ᾿Αλλὰ μὴν καὶ κά βουνεύροις, ῥακίδες ὁρόδαμνοι. Οι
col. 887–888page 13 of 32
PG 105:887λους προσδήσας, ὁ σαρκοβόρος κύων τούτου τῶν χειρῶν ἑκατέρωθεν, ἐπὶ πολλαῖς ταῖς ὥραις τείνων, Ο αὐτὸν ἐβασάνιζεν. Εἶτα καὶ θωπείαις τὰς ἀπειλάς προσμιγνύων ὁ ἔχθιστος, μεταπείθειν ἐπείρα, καὶ τὴν πίστιν ἐξόμνυσθαι. ὡς δὲ πρὸς πέτραν κρούων θαλαττίων δίκην κυμάτων εἰς ἀφρὸν διελύετο, ἀπε ρηκὼς εἰς ἅπαν ὁ τύραννος, κλείει σὺν τῷ Πατρὶ τῆς εἰρατῆς ἔνδον τὴν θύραν ἀναφράξας ὁ δείλαιος, καὶ κατησχυμμένος λοιπὸν, καὶ αὐτὸς ἀπελήλυθεν. Ἐκ δὴ τοῦ τοιούτου δαρμοῦ, ἦν ἰδεῖν τοὺς τοῦ μάρ τυρος Νικολάου βραχίονας κεκαυμένων δαλῶν οὐδὲν ἐλάττονας. Τῇ τῶν μαστίγων γὰρ ἐκδάρσει, καὶ τῇ τάσει τῶν κάλων τανυσθέντων τῶν νεύρων, βίᾳ τῆς φυσικῆς πρὸς τὰ ἔνδον ἀπαρνηθέντων κινήσεως, ἔκειτο φόρτος ὥσπερ δυσβάστακτος, θέαμα ἐλεεινὸν τοῖς ὁρῶσι σταυροτύπως θριαμβευόμενος. Καὶ ἔμει νεν ἂν τῇ τοιάδε θέσει σχηματιζόμενος, εἰ μὴ τὸ θηριώδες μικρὸν οἱ φύλακες ὑπαλλάξαντες, ὑπὲρ τὴν φύσιν καθορῶντες την βίαν οὖσαν τῆς φύσεως, σὺν ὕδατι χλιαρῷ, καὶ στέαρ δι᾿ ἀπορίαν συχνοτέρως αἰτοῦντι τῷ Πατρὶ Θεοδώρῳ, προςένεμον· δς τῇ εὐχῇ σὺν τῇ σπογγίᾳ μετρίως καταψήχων, καὶ καθ᾿ ἑκάστην ἐπαλείφων τοῖς τραύμασιν, ἐν ὀλίγαις ἡμέραις τὴν ἀνίατον ἐκείνην τῶν χειρῶν ἀχθηδόνα διέλυσε, καὶ τὴν ὑγείαν τελείως τῷ μαθητῇ ἐδωρήσατο. ᾿Αλλὰ μὴν καὶ αὐτὸς ὁ μέγας Νικόλαος ταυτό τῷ Πατρὶ θεραπεύων ἐφαίνετο, τὰς νεκρωθείσας ἐκ τῶν βασάνων σάρκας, δίκην μανδήλων ἐκκρεμαμένας τούτου τῷ σώματι, εὐφυῶς κατατέμνων, καὶ πανταχόθεν τῷ Πατρὶ προμηθούμενος. Οἷας δὲ καὶ ὅσας ἀνάγκας ἐν ὅλοις τρισὶν ἔτεσιν ἐν τῷ στενωπῷ τούτῳ, καὶ ζοφώδει τῆς εἰρητῆς χωρίῳ ὑπήνεγκαν, οὐδέ ἐστι ῥᾴδιον διηγήσασθαι. Τίς γὰρ ἂν καὶ διεξοδικῶς ἀναγράψοιτο τὴν ἐκ τῶν βασάνων ἐγγινομένην δεινήν ὄντως αὐτοῖς καὶ ἀν επιμέλητον τοῦ σώματος οἴδησιν; Οὐ γὰρ πρὸς βα σιλέα μόνον παράνομον, καὶ πρὸς δυσσεβεῖς ἡγεμόνας ἀντηγωνίζοντο· ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν τῆς φύσεως νόμον ἐξεβιάζοντο, λιμῷ τε καὶ δέψει, ψύξει τε καὶ γυμνότητι προσπαλαίοντες. Καὶ γοῦν οὐκ ὀλίγου χρόνου παριππεύσαντος δια στήματος, πάλιν ὁ μιαιφόνος ἄναξ πρὸς τὴν τῆς Σμύρνης ἐκεῖθεν μητρόπολιν μετατίθησιν· εἱρκτὴ δὲ τούτους καὶ μάστιγες διεδέχοντο, καὶ ξύλῳ κατ' ἄμφω Ο τώ πόδε καθείργνυντο. Εἴκοσι δὲ μησὶ κάν τῇδε
col. 889–890page 14 of 32
PG 105:889τῇ φρουρᾷ διατρίψαντες, καὶ τῶν τοῦ σώματος πα θῶν ὑπεράνω γενόμενοι, τήν τε ἀρετὴν ὡς ἐν πυρί τῶν βασάνων, οὕτω καὶ αὐτοῦ τοῦ θανάτου κατα τολμῶν ἐπιδείξαντες αὐτὸς τόξον ἐνδίκως τῆς ὀργῆς ἐπιτείνων, καὶ τοὺς ὑπεναντίους ἐξαίρων, ᾗ φησιν ὁ Προφήτης· ὁ μὴ τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπαρεὶς τῷ κλήρῳ τῶν δικαίων εγκαταπαίζεσθαι· ἐμνήσθη [ μνησθεὶς ] τοῦ στεναγμοῦ τῶν πεπεδημένων, καὶ τὸν καταφαγόντα τουτονί λεοντώνυμον θῆρα, τὸν Ἰακώβ. Οθεν εὐδόκησεν ἐν τόποις ἐν οἷς αὐτὸς τὴν θείαν τοῦ Ἐμμανουὴλ ἐφαύλισεν ἐνανθρώπησιν, ἐν τούτοις αὐτὸν στραττόμενον ἐλεεινῶς ἀποῤῥῆξαι τὴν ψυχήν, ὡς οὐκ ᾤετο· καὶ τέλος εἶχε σαφῶς τὸ τοῦ Σολομῶν. της ἐπ' αὐτὸν ῥηθησόμενον· "Αφρων γάρ, φησί, περιέλαβε τὰς χεῖρας αὐτοῦ, καὶ ἔφαγε τὰς σάρκας αὐτοῦ. Προσφόρως δὲ τούτῳ, καὶ ἱερὰ τοῦ Ησαίου σάλπιγξ υποφωνήσειεν· Ον τρόπον, λέ γουσα, ἐν αἵματι πεφυρμένον, καθαρὸν οὐκ ἔσται Ιμάτιον οὕτως οὐδὲ σὺ καθαρὸς ἔσῃ, διότι τὴν γῆν μου ἀπόλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας. οὕτω οὖν, τῷ ἐξαισίῳ τούτῳ θανάτῳ, ἐν τῷ τοῦ Θεοῦ νεῷ, ἐλεεινῶς καταπεπτωκότος τοῦ ἄνακτος, ἀντανίσχει, οὐκ ἐξ ἐπιτολῆς αὖγος πρωϊνὸν εἰς φαύ σιν τῆς ἡμέρας ὁ ἥλιος· ἀλλ' ὡς εἴ τις εἴποι, ἐξ ἀφεγγοῦς τῆς νυκτὸς ἀστὴρ ἑωθινός, ἡμέραν καὶ οὐχ ἡμέραν τοῖς πιστοῖς παρεχόμενος. Μιχαὴλ γὰρ ὁ ἐκσκούβιτος τὰ τῶν Ῥωμαίων σκῆπτρα δραξάμενος, εἰ καὶ τὰ μάλιστα τῇ τῆς αἱρέσεως ζύμῃ σιτευθείς ἐγνωρίζετο· ἀλλ᾽ οὖν ἀνῆκε τοῖς Χριστοῦ ὁμολογη ταῖς τῆς τοῦ προβεβασιλευκότος ἀνυποίστου κολά σεως, ἐσθλὸν κατὰ πάντα τούτοις ἑαυτὸν χαριζόμεν νος. Καὶ ἦν ἰδεῖν ὁμαδὲν τοὺς ἐκτακέντας διαφόροις ταῖς θλίψεσι, καὶ τῇ χρονία καθείρξει ταλαιπωρήσαντας, ἐπὶ τὸ αὐτὸ σκιρτώντας πρὸς ἀλλήλους πνευματ τικῶς, τοῖς ἄθλοις ἀθρύνεσθαι, ὥσπερ ἐκ δεσμῶν ἀνειμένα μοσχάρια. Τότε δὴ καὶ οἱ μεγάλοι τῆς εὐσεβείας στύλοι Θεό δωρός τε καὶ Νικόλαος, της Σμύρνης ἀπάραντες, τῇ μακτηρίᾳ καὶ μόνον δηλαδὴ σκηριπτόμενοι, πεζοβα εἶται τόπον ἐκ τόπου ἀμείβοντες, πρὸς τὰ τῆς Πρού της μέρη κατέστησαν· κἀκεῖθεν ἐν Χαλκηδόνι γενό μένοι, καὶ τὸν τροπαιώνυμον πατριάρχην λοιπὸν κατα αθρήσαντες, ἐφ᾽ ἱκανόν τε χρόνον μετὰ πολλῆς τῆς εὐφροσύνης τούτῳ συναυλιζόμενοι. Ορῶν ὁ κοινὸς [ ἔξαρον ἀντίδικον, περιέβαλε Ἐφαύλισέ τοῦ Ἐμμανουὴλ τὴν ἐνανθρώπησιν,
col. 891–892page 15 of 32
PG 105:891ἐκεῖνος ποιμὴν ἐν ὅλῳ τῷ σώματι τούτους τοῦ Ἰη σοῦ τὰ στίγματα περιφέροντας, ἐτιμᾶτο καὶ ἐσέβετο, καὶ ἐπὶ πᾶσι καθ᾿ ὥραν τοῖς ἐκ τῶν λόγων ἐράνοις ἐγέραιρεν. Εῤῥέτω φθόνος ὁ κατὰ τούτων κινούμενος καὶ χεῖρα ἐπὶ στόμα τὸ ἑαυτῶν τιθέτωσαν οἱ ἐμβρόντητοι, οἱ τῇ σφῶν κακία, τοὺς τῆς οἰκουμένης φωστῆρας, κατ' ἀλλήλων μέχρι τοῦ νῦν ἀθυ ροττομοῦντες ἐνδιαβάλλουσι. Πλήν καλοῖς συμβούλοις καλούς συμβούλους τούτους] ὁ ἀρχιερεὺς σὺν τοῖς λαγάσι τούτοις τῶν μητροπολιτῶν προσλαβόμενος, εἰς θέαν τοῦ κρα τοῦντος ἐλθεῖν ὑπειλήφασι, τὰ παρεισελθόντα κώλα τῇ Ἐκκλησίᾳ καθελεῖν προσδοκήσαντες. Καὶ δὴ τῶν ἐν τέλει τινὶ μεσίτῃ χρησάμενοι, πρὸς τὸν βασιλέα εἰσεληλύθεσαν, καὶ περὶ πάντων τὴν εὐχαριστίαν, ὡς εἶχε δυνάμεως ἕκαστος αὐτῶν τῷ βασιλεῖ ἀφοσιωσάμενος, τοῦ μεγάλου Θεοδώρου τὸν λόγον ἤδη περὶ τῶν τῆς Ἐκκλησίας δογμάτων προτείναντος· τοῦτον γὰρ εἰσηγεῖσθαι τὰ περὶ πίστεως ὁ τῆς νίκης φερώ νυμος προετρέψατο· καταβροντηθεὶς ὁ ἄναξ τούτου τοῖς ῥήμασι, καὶ, ἵν᾽ εἴπω, λύσιν τῇ Ἐκκλησίᾳ παρ ρασχεῖν μὴ βουλόμενος· ἐπείπερ ὡς ἀρχηγὸς καὶ ὁ άδοξος τῶν Εἰκονομάχων ἐτύγχανε· Σύ, φησί, πρὸς τὸν θεοφόρον Θεόδωρον, ἐξ ἔθους ἔχεις τοῖς σκή πτροις ἀνθίστασθαι, ὡς ὀνειδισάμενός πως τῆς παρ ῥησίας τὸν ἔλεγχον, ὃν ἐπὶ Κωνσταντίνου καὶ Νικη φόρου τοῖν δυοῖν βασιλέοιν, κατὰ τὸν ζηλωτὴν Φινεές, ὁ κοινὸς οὗτος τῆς Ἐκκλησίας πυρσός κατειργάσατο. Ναὶ γὰρ ἀπ' ἐναντίας εἶχε, καὶ τὸν τῷ ἄνακτι Νικηφόρῳ διὰ τὴν τῆς μοιχοζευξίας ἀλόγιστον ἔνστασιν ἐν Βουλγαρία προφητευθέντα οἴκτιστον θάνατον καὶ φόβῳ βαλλόμενος, ἐπείπερ ἀνδρὸς ἀρετὴν αἰ δοῦνται, φησὶ, καὶ πολέμιοι· τούτοις μετρίως ηφίει τοῖς ῥήμασι. Αμέλει μετὰ πλείστης ὅτι τῆς εὐφρο
col. 893–894page 16 of 32
PG 105:893σύνης τῷ ἱερῷ τῶν Πατέρων θιάσῳ ὁ ἄναξ ὁμηρευ σάμενος, τῶν ὀρθοτόμων δεγμάτων κενούς, τῶν ἀνακτόρων ἐξέπεμψε, Αλλ' ἐφαρμοζόντως ὧδε τῷ λόγῳ γενόμενος, ψυχ ωφελές τι προσθεῖναι δὴ ἔκρινα τῷ συντάγματι, ὅπερ ἐν Βουλγαρία, ὡς ἐν τοῖς ἔμπροσθεν ἔφθην, ἐπὶ τοῦ ἄνακτος Νικηφόρου τότε πραχθὲν, τὰ γῆν δια γράψαι κεκέλευσμαι, παρ' αὐτοῦ τοῦ τὸν ἀνάξιον ἐμὲ ἀποκείραντος, καὶ χρόνοις πολλοῖς τὴν καθ᾿ ἡμᾶς μονὴν διιθύνοντος, καὶ κοινοῦ τῆς ἀρετῆς εἰσηγήτο ρος, καὶ ἐν μοναχικοῖς ἀριστεύμασιν αὔξοντος ἡμῖν τὸ ἐγκώμιον. Ανατόλιον οἶδ' ὅτι τὸν ἡμέτερον ποιμένα πάντες ἐπίστασθε, δς τὴν ψυχοτρόφον παρα τιθέμενος τράπεζαν, ούτωσί πως ποιεῖσθαι τῆς πνευ ματικῆς πανδαισίας τὴν εὐφροσύνην ἀπήρξατο. Μαθητής, φησί, τοῦδε τοῦ ὁσίου Πατρὸς ἡμῶν Νικολάου Κυπριανὸ; τοὔνομα, ἐξ ἔθους εἶχε κατ' ἔτος τοῦ παραβάλλειν πρός τινα γέροντα κατὰ τὴν τῆς ἀτρών, ὑπουργίαν ποιούμενον τὴν οἴκησιν· ἀξίαν τε του γήρως την πολιτείαν ἰσάγγελον φέροντα, ὡς προβαίνων ὁ λόγος διδάξει τὸ χρήσιμον ἐς τὴν ἐξ αὐτῆς νηπιότητας χρονίαν σχέσιν τοῦ Κυπριανοῦ πρὸς ἑαυτὸν ὁ γέρων ἀγάμενος, ὥσπερ τινὰ κλήρον τὸ ἐξ οἰκείου βίου ἀγώνισμα τοῦτο τῷ νέῳ κατα λέλοιπε τὸ διήγημα· κοινοποιήσας πᾶσι δι' αὐτοῦ τὴν ὠφέλειαν. Ελεγε γάρ' ὡς ὅτι ο Νέος ὑπάρχων, ἐν τῇ τῶν σχολαρίων στρατεία κατεληλεγμένος ἐτύγχανον· καὶ τοῦ ἄνακτος Νικηφόρου πανστρατὶ κατὰ τῶν Σκυθών ἐξορμήσαντο;, ἔτυχεν ἐμὲ διά τινα βιωτικὴν περι πέτειαν οἷα δὴ συμβαίνει καταλειφθῆναι μονώτατον, καὶ ὄπισθεν τοῦ στρατοῦ κατακολουθοῦντα πορεύεσθαι. Καὶ ἔν τινι χωρίῳ πρὸς τὰ Θρᾳκῷα μέρη τῆς ἑσπέρας καταλαβούσης τὴν μονὴν ποιῆσαι βουλόμενος, ὑπεδέχθην παρά τινι γυναικὶ λίαν εὐπόμῳ οὔσῃ, καὶ ειωθυία, ὡς εἶμαι, φιλοξενεῖσθαι τοὺς παραβάλλοντας. Η καὶ δαψιλήν μοι προσθεῖσα τὴν τράπεζαν, καὶ σὺν θυμηθείᾳ πολλῇ τὸ δεῖπνον ἐκτείνουσα, ἐδείκνυ τὴν πρός με φιλοφροσύνην ἀκόρεστον. "Οθεν καὶ μετὰ τὴν ἑστίαν, ἐφ' ὑψηλῆς στρωμνῆς καθευδῆσαι με παρασκευάσασα, πολλήν μοι τὴν ἀνάπαυλαν ἐχαρίσατο, τέλεον τὸν ἐκ τῆς ὁδοιπορίας διαλύ σιτα κάματον. 4 Αλλ' ὁ ἀεὶ τοῖς ἀγαθοῖς βασκαίνων διάβολος, οὐκ εἴασε κὰν τῷδε τῷ ἀγαθῷ προβῆναι ἀνεύθυνον πονηρὰν δὲ τῇ γυναικὶ τὴν ἡδονὴν ὑπενσπείρας ὁ μάταιος, προς μυσαράν μίξιν τῆς πρός με συνουσίας κατήπειγε. Καὶ ἀναστᾶσα τῆς κλίνης ἧσπερ ἐκάθευδεν, ἐπέρχεται λοιπὸν κοιμωμένῳ μοι, τοῖς τῆς αἰσχύνης λόγοις, πρὸς τὸ ἀθέμιτον ἐφελκομένη τῆς μίξεως. Ἐγὼ δὲ ταύτην ὡς οἷόν τε ἦν ἀπωθούμενος,
col. 895–896page 17 of 32
PG 105:895Δίκαιον, ἔλεγον, ὦ γύναι, εἰ καὶ μὴ ἐπὶ ξυροῦ τῶν Οι βαρβάρων ὑπῆρχεν ὁ πόλεμος, τήν γε σωφροσύνην ἔδει κατὰ τοὺς τοῦ Θεοῦ νόμους διαφυλάξασθαι ἄτρω τον. Εἰ δὲ καὶ ὅπλα πολέμου δικαιοσύνη, εἴπερ ἔνθεν καταβληθεὶς τῷ ξίφει τῆς ἡδονῆς τὴν ἐμαυτοῦ ψυχὴν κατασφάξω ὁ δείλαιος, πῶς πρὸς τὴν τῶν ἐναντίων πάλην πορεύσομαι, αὐτὸς νεκρὸς ἤδη καὶ πρὸ τοῦ πολέμου γενόμενος; Ἡ δὲ τούτων ᾐσθεῖσα τῶν λόγων, καὶ μικρὸν ἀναχωρήσασα, αὖθις πάλιν ἐφίσταται μοι τοῖς προτέροις λόγοις τὸν ἔρωτα ὑποκνίζουσα. Αλλ' ὁμοίως ταύτην, καὶ πάλιν ἀποσεισάμενος, τοῖς τῆς ἁγνείας κατήρδευον ρήμασιν. ὡς δὲ καὶ τρίτον ἐπιστᾶσαν, καὶ πρὸς πέταυρον ᾅδου κατασῦραί με βουλομένην ἑώρακα, τότε σφοδρῶς ἐπεμβριμησά μενος, καὶ τῇ μαχαίρᾳ μου κατ' αὐτὴν τὴν ὥραν γενέσθαι τὸν θάνατον ἐπαπειλησάμενος, διαναστὰς ἐκεῖθεν καὶ ἐπιβάς μου τῷ ἵππῳ, τάχος τὴν προκειμένην τρίβου διήνυον. Τότε δὲ ἐκείνη θριαμβευθῆναι παρ' ἐμοῦ τὸ δράμα ὑποτοπάσασα, ὀπισθόπους πρός με φωνοῦσα, τοὺς δούλους αὐτῆς ἐξαπέστειλε, παρακαλεσαμένη πάντως τοῦ θανατώσαί με. Θεὸς δὲ φιλανθρωπευθεὶς, τῆς θνητοφόρου τούτων, ὡς καὶ τῆς ἐκείνης με ψυχοφθόρου βλάβης ἀπήλλαξε· καὶ δι' άλλης παραδόξως εὐθυπορῆσαι πεποίηκεν. Ως δὲ τῶν τῆς Βουλγαρίας ὁρίων οὐ μετ' οὐ πολὺ καθαψάμενος, καὶ ἔνδον τούτων ἐκτὸς οἰασοῦν συν οδίας μονώτατος ὤδευον, ἐπ᾿ ὅρους [μέ] τινος ἐνα ασχολουμένῳ ταῖς λογισμοῖς πλησιάσαντι ἐνασχολούμενος πλησιάσας]· ναὶ γὰρ δὴ κατ' αὐτὴν τὴν ὥραν ἤμην ἀληθῶς ὁ τάλας τὴν τοῦ Θεοῦ ἐπισκοπὴν, καὶ τὴν ἐπελθοῦσαν μοι συμφορὰν ἀναλογιζόμενος, ὅλος συγκεχυμένος τοῖς δάκρυσιν· ᾐσθόμην ἀθρόως φωνῆς τινος ἄνωθεν ἀπὸ τῆς ἀκρωρείας καλούσης με. Φόβῳ δὲ βληθείς, ἐπεί περ ὑπῆρχον μονώτατος ἀσθμαίνων τε καὶ ὑπότρομος πρὸς τὸν καλοῦντα τὸ πρόσωπον ἀνθυπέστρεφον· καὶ προσερείσας τοῖς όμμασι, ξένον κατενόουν ὑπὲρ τὴν φύσιν εἶναι τὸ θέαμα· ἄνδρα λευκοφόρον γιγανταῖον τὴν ἡλικίαν καὶ γηραιόν· ου τὰ ἱμάτια ἀπέστιλβον ὡς ὁ ἥλιος τὴν χεῖρά τε προτείνοντα, καὶ διὰ τάχους ὡς αὐτὸν ἀνελθεῖν παρακελευόμενον. Ἐγὼ δὲ παρευθὺς τῆς δειλίας τὸ ἄχθος ἐπαπωσάμενος, χαρᾶς τε σύμμικτος γενόμενος, ἄνειμι· καὶ πρὸς γῆν εὑρὼν ἐφεζόμενον, πρηνής γεγονώς, προσεκύνησα. "Ος χαριέντως ἐπευ ξάμενος, ἐκέλευσεν ἀναστάντα στῆναί με πρὸς τοῖς δεξιοῖς αὐτοῦ μέρεσιν. Εἶχε δὲ τοὺς πόδας οὕτω πως ἐφηπλωμένους πρὸς τοῦδαφος· τῇ τε χειρὶ τὸ ὑπο κάτω με τοῦ ὄρους πεδίον πλῆρες σωμάτων ὑπάρχον καταθρεῖν ὑπεδείκνυς, καὶ τὴν ἐν αὐτῷ τῶν στρατευμάτων καθεστηκυῖαν πληθὺν σὺν τῷ ἄνακτι· τάς τε τῶν ἀλλοφύλων, καὶ τὰς ἡμετέρας παρεμβολές ἰδίᾳ γινώσκειν με ήρετο. Ἐμοῦ δὲ ταῦτα σαφῶς καθομολογήσαντος· Ορα, φησὶ πρός με, μὴ δεδιττόμενος. Καὶ ὡς πρὸς ἄμυ ναν ἐκεῖνοι τῆς ἀλλήλων μάχης τοῖς ὅπλοις [σ. τὰ ὅπλα] κραδαίνοντες παρετάσσοντο, τὸν δεξιὸν οὗτος τοῖν ποδοῖν τὸν ἕτερον κουφίσας, ἐπάνω τοῦ ἀριστε τοῦ ἐπιτίθησι. Τότε θεωρῶ τὴν ἡμετέραν παρεμ
col. 897–898page 18 of 32
PG 105:897βολὴν μετ' Ισχύος πολλῆς πρὸς τὴν τῶν ἐναντίων ἐφαλλομένην, καὶ πᾶσαν αὐτὴν διακόπτουσαν. Καὶ δὴ φροῦδον τῶν Σκυθῶν διαφθειρομένων, καὶ νῶτα μελλόντων διδόναι τοῖς αὐτῶν [σ. αὐτοὺς] κατα σφάττουσιν. Αὖθις οὗτος τῶν ποδῶν τὸν ἀριστερὸν κουφίσας, ἐπάνω τοῦ δεξιοῦ λοιπὸν ἐπιτίθεται· καὶ ἐξαναστάντες ἔνθεν οἱ βάρβαροι, ἐλεεινῶς τοῖς ἡμε τέροι; ἐπέκειντο κταίνοντες. Ἐγὼ δὲ ὥσπερ ἐξεστηκώς, καὶ ἀχανῆς γεγονὸς τῷ παραδόξῳ τούτῳ θεά ματι, ἱστάμην ἀποσκοπῶν τὰ τελούμενα· καὶ τούτου μὲν τῶν ποδῶν τὴν ὑπαλλαγὴν καὶ ἐπίβασιν, κἀκείνων δὲ τὸν ὀδυνηρὸν ἐν μαχαίρᾳ πικρότατον θάνατον. Καὶ οὕτω μέχρι δυσμὰς ἡλίου τοιούτῳ τρόπῳ καὶ σχήματι, κατ' ἄμφω τοῖν ποδοῖν τὴν νίκην ἑκάστῳ μέρει βραβεύοντος· ὡς ἐφαρμόσας τούτους, ἐπίσης κεῖσθαι τῷ λοιπῷ παρεσκεύασε σώματι, τῆς ἀλλή λων μάχης καὶ οὗτοι παυσάμενοι, τὸν φοβερὸν ἐκεῖ τον διέλυσαν πόλεμον. Τότε διαναστάς οὗτος καὶ γενόμενος όρθιος, ήρετο πρός με, τῶν πεπτωκότων τὸ πλῆθος εἰ δυν ναίμην ἀπαριθμήσασθαι, καὶ εἰ κενός που τόπος ἐγκαταλέλειπται νεκροῦ ὑπάρχων άμοιρος σώματος. Ἐμοῦ δὲ τὴν ἀδυναμίαν προτείνοντος, καὶ τόπον οὐδ' ὅλως με καθορᾷν σαφῶς διομολογήσαντος, μικρόν δέ τι πεδίον, ὅσον εἰκάσαι τοῦτο κοίτην βοός, τῶν Εσφαγμένων μέσον ὑπονοοῦντος, καὶ πρὸς αὐτὸν δακτυλοδεικτοῦντος, αὐτὸς ἀπεκρίνατο· Θρᾷς τοῦτο, φησί, τὸ πραεθὲν θνητοῦ ὑπάρχον άμοιρον σώματος; σὸν, καὶ οὐκ ἄλλου καθέστηκεν. Ἐν αὐτῷ γὰρ σὺν τοῖς λοιποῖς τεθνήξεσθαι ἔμελλες, βοράν τοῖς ὀρνέοις παραδιδόμενος· ἀλλ᾽ ἐπειδή σου τὸ σῶμα διεφύλαξας ἄφθορον, καὶ πάθει αἰσχύνης τὴν ψυχὴν οὐκ ἐμόλυνας· τοῦ χάριν τῆς φοβερᾶς καὶ φρικώδους ἀνάγ κης μετὰ καὶ τοῦ πικροῦ σε θανάτου ὁ Θεὸς ἠλευθέρωσε. Καὶ ταῦτα λέξας, ἀφανὴς ἐκ τῶν ἐμῶν ἐγέ νετο ὀφθαλμῶν. Τότε μετὰ φρίκης πολλῆς ἐγὼ καὶ ἐκστάσεως ὑποκλίνας τὴν κεφαλὴν τῷ φόβῳ κλονούμενος, καὶ προσκυνήσας τὸ ἅγιον ἔδαφος, ἐν ᾧπερ οἱ πόδες τούτου προσήγγιζον· τοῦ ὄρους ἀπάρας, καὶ δι᾽ ὅλης τῆς νυκτὸς τὴν πορείαν πρὸς τούπίσω ποιούμενος, δι᾽ ὀλίγων ἡμερῶν τὰ ἐνταῦθα κατέλαβον, Θεῷ τῷ σεσωκότι διὰ τοῦδε τοῦ σχήματος, εἰ καὶ ἀνάξιος ὁ ταπεινός, δουλεῦσαι προθέμενος. Καὶ σὺ οὖν, τέκνον Κυπριανέ, πειρασμῶν ἐπερτ χομένων σοι, μὴ σκυθρώπαζε· ἀλλ' ἀνδρείως ἐγκαρτερῶν, καὶ τὸ τῆς σωφροσύνης ἀεὶ καλὸν μνηστευόμενος, ἕξεις τὸν Θεὸν σύμμαχον, ὃς οὐ παρορᾷ τους εἰς αὐτὸν ἐλπίζοντας. • Ημᾶς δὲ λοιπὸν, εἰ καὶ παρεκβατικώτερόν πως, ὠφέλιμον οὖσαν τὴν διο ήγησιν, ὧδε περάναντες, πρὸς τοὺς κοινοὺς ἡμῶν Πατέρας τὸν κάλαμον τρέπωμεν. Τοῦ γὰρ Καίσαρος Μιχαήλ, ὡς ἐν τοῖς ἀνώπιν, εἰ καὶ μικρὸν ὑπεξελθόντες εἰρήκαμεν, μὴ ἑλομένου σύμμαχον ἔχειν τὸ κράτος τῆς πίστεως· τούνεκα δὲ δι' ἀγροικίαν πολλὴν ὡσάνπερ βούλοιτο ἕκαστος δου ξάζειν θεσπέσαντος μὴ ἐξεῖναι δὲ ὅλως τους
col. 899–900page 19 of 32
PG 105:899τὴν σεπτήν τῶν εἰκόνων ἀντεχομένους προσκύνησιν ἔνδον καθεῖσθαι τοῦ ἄστεος· οἱ καθ' ἡμᾶς ὅσιο τέρες Θεόδωρος τε καὶ Νικόλαος, τοῖς ἀμφὶ τὸν ἁγιώτατον πατριάρχην ἅπασι συνταξάμενοι, εἰς τὴν προσημανθέντα παρακόλπιον τόπον τῆς Προύσης ἐξελθόντες ηυλίζοντο. ᾿Αλλὰ τοῦ λαοπλάνου Θωμᾶ κατὰ τῆς οἰκουμένης λυττήσαντος, κελεύσει τοῦ κρατοῦντος αὖθις, καὶ μὴ βουλόμενοι, τὴν βασιλίδα κατέλαβον· καὶ ταύτης μετ' ὀλίγον ἀπάραντες, τὴν προσπελάζουσαν το Ακρίτα χερρόνησον, τὴν ἐπώνυμον τοῦ μεγάλου μάρτυρος κατειλήφασι Τρύφωνος· κἀκεῖσε λοιπὸν τῷ πολυάθλει Πατρὶ καὶ παμμάκαρι Θεοδώρῳ τὸ κοινὸν τοῦ βίου τέλο; ἐφέστηκεν, ἐνδεκάτῃ τοῦ Νοεμβρίου μηνός, εὐκλεῶς πρὸς Κύριον ἐκδημήσαντος. Οὗ τὸ μακάριον σκήνος μετακομισθὲν πρὸς τῇ γείτονι νήσῳ τῇ καλουμένῃ Πριγκίπῳ, τῇ εὐκλεεῖ καὶ ὁσία ταφῇ παραδίδοται. ᾿Αλλὰ περὶ τούτου ἔνιοι τῶν τῆς Ἐκκλησίας ἱερομυστῶν ἀνεγράψαντο, δῶρον ὥσπερ τι φερωνύμως τὰς αὐτοῦ ἀριστείας κοινωφελές διαζωγραφήσαντες. Ὁ δὲ πυρσολαμπής τῆς Ἐκκλησίας στύλος Νική λαος ἀπορφανισθεὶς τοῦ κατὰ πνεῦμα γεννήτορος, προσεκαρτέρει τῷ τάφῳ, ταῖς ἀγῶσι ἀγῶνας, καὶ τοῖς ἱδρῶσιν ἱδρῶτας προστιθεὶς τῆς ἀσκήσεως, καὶ τὴν κοσμικήν ζημίαν τοῦ Πατρὸς καθ' ἑκάστην ολο φυρόμενο;· ἔνθα δὴ πολλοὶ μὲν τῆς Βυζαντίδος, καὶ μάλιστα τῶν ἐκ τῆς συγκλήτου· πολλοὶ δὲ καὶ τῶν πέριξ χωρῶν ὡς αὐτὸν ἐκεῖσε συνέῤῥεον, κάτο οπερὸν συμπαθές αὐτὸν ἐπιστάμενοι, τῇ διαφόρῳ τῶν ἀρετῶν στιλπνότητι πυκαζόμενον. Οΰς ευθύτητε καρδίας προσλαμβανόμενος, καὶ σπλάγχνοις πατρι τοῖς ἐναγκαλιζόμενος, τὴν ἰατρείαν ἑκάστῳ μέλει προσέφερεν, ὑπὸ πάντων ὡς δόκιμος τῶν ψυχικῶν παθημάτων ἀκέστωρ στεργόμενος, καὶ ὡς ὁμολογη τῆς Χριστοῦ σεβαζόμενος. ᾿Αλλὰ τοῦ ἄνακτος Μιχαήλ τῶν τῇδε μεταναστεύσαντος, καὶ Θεοφίλου τοῦ υἱοῦ αὐτοῦ τῆς βασιλείας τὰ σκῆπτρα κρατήσαντος, πάλιν ὁ κατὰ τῶν εὐσεβῶν ἀνεκαινίζετο πόλεμος, καὶ μάστιγες βαρεῖαι κατ' αὐτῶν προετείνοντο· ὅτε καὶ τοὺς ἐκ Μωαδίτιδος του παρακόλπιον Ισραηλίτιδος. Τοῦτον ἤνεγκε μὲν ἡ Παλαιστίνη, ἣν ὁ Θεὸς τῷ Αδρααμ κλῆρον διδοὺς, γῆν ἐπαγγελίας καλώς προσ ηγόρευσε πόλις δὲ Ἱερουσαλήμ· ἦταν πάντως ἀρκέσει πρὸς ἔπαινον, εἰ καὶ μηδὲν ἄλλο τῶν ἐπαί νων εἶχεν, ὅτι καὶ Χριστὸς ἐκεῖθεν τὸ κατὰ σάρκα, καὶ δὴ καὶ προφητῶν ἐξ αὐτῆς καὶ πατριαρχών που λὺς προῆλθε χορός· καὶ αὐτὴ δὲ τῶν ἀποστόλων ή χαριεστάτη λογὰς ἐκεῖθεν ἔσχε την γένεσιν. Επι
col. 901–902page 20 of 32
PG 105:901κατ' ἐκείνῳ τῷ καιρῷ δύο φωστῆρας ὡς ἡμᾶς ἀνα τείλαντας, καὶ τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν ταῖς τῶν δογμάτων ἀκτῖσι καταπυρσεύσαντας, τοὺς θεοφόρους Πατέρας καθ᾿ ἡμᾶς χρηματίζοντας, Θεόδωρον τέ φημι καὶ Θεοφάνην τοὺς αὐταδέλφους τὴν φύσιν, εἴπερ δὴ καὶ τὴν πίστιν ὁμαίμονας, οὑτοσὶ ὁ τοῖς ἔρ γοις Θεὸν φιλεῖν ἐξαρνούμενος, καὶ παρωνύμως Θεόφιλος προσαγορευόμενος, διὰ τὸ προσκυνεῖν ἐν εἰκότι Χριστόν, καὶ τοῦτον σεβάζεσθαι, κρατήσας αὐτοὺς, μετὰ πολλὰς τὰς βασάνους, τούτων τὰς ὄψεις δυσσεβῶς ἐνεκόλαψε, καὶ ξένον τῷ κόσμῳ κοι νὰν ἀνθρώποις προἐτέθεικε θέατρον. Τότε δὴ καὶ τὸν ἡμέτερον Πατέρα Νικόλαον, διὰ τὴν ἐπικρατοῦσαν σκοτόμαιναν τῆς αἱρέσεως, τόπον ἐκ τόπου κατατρυχόμενον, γυνή τις εὐσεβής κατ αθρήσασα, καὶ ὡς ἄλλη Σουναμίτης κατὰ τὸν μέγαν Ελισσαίον ξεναγωγῆσαι τοῦτον θελήσασα, οὐ πόρρω τοῦ ἄστεος πρὸς τὰ Θρακῷα μέρη ήσυχον πάνυ κεκτημένη προάστειον, προσάγει τοῦτο τοῦ Χριστοῦ τῷ θεράποντι, φερωνύμως εφαρμοσαμένη τῇ κλήσει τῷ πράγματι [Ισ. τὸ πρᾶγμα], καὶ μεστὴν ἐλέους αὐτῷ, δῶρον ὡς μέγα, τὴν εἰρήνην, ὥσπερ δὴ καὶ Εἰρήνη, μετὰ καὶ τοῦ κτήματος ἐμπαράξασα. Κάτ κεῖσε τοίνυν διέτριβε, τὰς τῶν αἱρετικῶν λαβὰς ὑφε ορώμενος. Εἶθ᾽ ὕστερον τοῦτο τῇ ἑαυτοῦ μονῇ προσα εκύρωσε, τὴν ἐπωνυμίαν φέρον τῆς Φίρμου πόλεως. Θεοφίλου δὲ τελευτήσαντος, καὶ δυστυχῶς τῷ τύμβῳ καταξίαν, ὡς οἶμαι, συμπεριγραφὲν αὐτῷ, καὶ τὸ τῆς αἱρέσεως, καὶ Θεοδώρας τῆς αὐτοῦ φιλοχρίστου συνεύνου σὺν τῷ υἱῷ Μιχαήλ κομιδῇ νέῳ τὰ @ τῶν Ῥωμαίων κατασχούσης βασίλεια, καὶ Ἱαννοῦ τοῦ δυσσεβοῦς, προοίμιον τῆς αἰωνίου δίκης τὴν ἐν ταῦθα τῶν θείων κληρωσαμένου ἀπόπτωσιν, καὶ Μεθοδίου τοῦ μεγάλου τῆς ἀρχιερωσύνης άμπεχο μένου τοὺς οἵακας, συνδρομῇ τῶν θεοφόρων Πατέρων γέγονεν ἡ τῆς ὀρθοδοξίας πανήγυρις, αιθρίας κατα λαβούσης ἤδη τὰ πέρατα, καὶ ἀστέρων δίκην, τῶν Χριστοῦ ὁμολογητῶν, ἅπαν τὸ τῆς Ἐκκλησίας κατα κοσμούντων. Τότε δὴ καὶ ὁ κοινὸς ἡμῶν Πατὴρ καὶ τοῦ Χριστοῦ θεράπων Ναυκράτιος, τῆς ἐξορίας ἀπάρας, κατο έλαβε τὸ Βυζάντιον, καὶ πρὸς τῆς βασιλίδος κατ' ἀξίαν τῶν ἄθλων, καὶ ὑπ' αὐτοῦ τοῦ ἀρχιερέως, μετὰ πολλῆς τῆς τιμῆς εἰσδεχθεὶς ὁ ἀοίδιμος, παρακλήσει τούτων, τῆς κατ' αὐτὸν ἱερᾶς ἀδελφότητος εἰς ταὐτὸ συνελθούσης τότε ἐν τῇ εὐαγεστάτῃ τῶν Στου δίου μονῇ, τὴν ἀρχὴν προσλαμβάνεται· ήνπερ ὁ μέγας Θεόδωρος, πόνοις πολλοῖς πρώην ἐκθρέψας ἐπλήθυνε, καὶ τὸν χιλιοστὸν ἀριθμὸν ἐξισωθῆναι μια κροῦ δεῖν τὴν πληθὺν κατεσκεύασε. Καὶ ἦν αὖθις τὸ τοῦ Χριστοῦ ποίμνιον νεοθαλές, ὥσπερ τις παρά
col. 903–904page 21 of 32
PG 105:903δεισος, πολλὴν τοῖς ὁρᾷν βουλομένοις τὴν ροδωνίαν τῶν ἀρετῶν, καὶ τὴν ὀσμὴν τοῦ Πνεύματος παρ εχόμενον. Ὁ δὲ Πατὴρ ἡμῶν Νικόλαος, τὴν ἐκ τῶν ἄθλων χρονίαν ἐν τῇ εἱρκτῇ φίλην ἡσυχίαν ἑαυτοῦ πανταχόθεν προμνηστευόμενος, καὶ ταύτη καθ' ἑκάστην νυττόμενος, εἰ καὶ τὰ μάλιστα νόμῳ φιλίας επίσης τοῖς ἀδελφοῖς συνδιατρίβειν ἐβούλετο· ἀλλ᾽ οὖν οὐ παρεᾶτο τῷ κρείττονι, συγκακουχεῖσθαι τῇ ἡσυχία διὰ παντὸς ἐφιέμενος. Οθεν τὰ πλείω τὴν διαγωγήν πρὸς τῷ προῤῥηθέντι καταγωγίῳ ποιούμενος, σπα νίως ὧδε τοῖς Πατράσι παρέβαλλε. Κατὰ τοῦτον τὸν χρόνον, καὶ ἡ τοῦ ὁμολογητοῦ καὶ ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου πανευκλεής και εὐφρόσυνος, ἐκ Πριγκίπου πρὸς τὸ καθ᾿ ἡμᾶς μου Γ. ναστήριον μετάθεσις γέγονε, προνοίᾳ τῆς εὐσεβεστάτης Αὐγούστης, τοῦ τε μεγάλου ἀρχιερέως, καὶ συνδρομῇ παντὸς τοῦ τῆς Ἐκκλησίας πληρώματος κατατεθεὶς ἐνδόξως τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ 12 νουαρίου μηνός, πρὸς τῷ ἐκ μητρὸς αὐτοῦ θείῳ ἀο δίμῳ καὶ θεοφόρῳ Πλάτων, ἅμα τῷ συγγόνῳ καὶ ἀρχιερεῖ Ιωσήφ, ἐκ δεξιῶν κατ᾿ ἀνατολὰς τοῦ προσ δρομικοῦ τεμένους· ὅπου δὴ καὶ τὰ τῶν καλλινίκων μαρτύρων ἱερὰ κατάκεινται λείψανα. Μεθοδίου δὲ, τοῦ τῆς εὐσεβείας προμάχου, και κήρυκος πρὸς τὴν ἐκεῖθεν λῆξιν μεταναστεύσαντος, καὶ Ἰγνατίου τῆς ἀρχιερωσύνης ὑπειλημμένου τους οἴακας, ὁ θαυμάσιος καὶ πολύαθλος ὄντως Ναυκράτ τιος, τῇ ὀκτωκαιδεκάτῃ τοῦ Ἀπριλλίου μηνός, ἐπὶ τὸ αὐτὸ ἐκοιμήθη καὶ ὕπνωσε· διάδοχον ἑαυτοῦ τὸν ὁμολογητήν, καὶ πολύτλαν Πατέρα καταλείπων Νι κόλαον. ὺς τῆς ἀξίας τὸ μέγεθος, καὶ τὸ ταύτης φορτικὴν ἀναλογιζόμενος, σύνοικόν τε αὐτῷ τὴν τῶν ἀρετῶν ἀκρόπολιν τὴν ταπείνωσιν ἀεὶ συνεπιφερόμενος, ἐδυσφόρει τῷ πράγματι κατολοφυρόμενος. Όμως ὑπείξας ταῖς τῶν Πατέρων πολλαῖς παρακλήσεσι, δέχεται ταυτηνὶ τὴν καθίδρυσιν, εἰδὼς τοῦτο κυρίως ὑπάρχειν ταπείνωσιν, τὸ ὑπὸ τῶν πολλῶν πρὸς τὸ κρεῖττον τοῦ πρὸς δ ἔξω τοῦ θελήματος ψηφιζόμενον. Ἐπὶ τριετῆ δὲ χρόνον εὐπρεπῶς ἄγαν τὴν τιμίαν τῶν ἀδελφῶν ὁλκάδα μᾶλλον πρὸς τὴν τῶν ἀρετῶν επανάληψιν ταῖς τοῦ Πνεύματος αὔραις οἰακίζεσθαι παρασκευασάμενος, ἐπείπερ, ὡς προλαβὼν ὁ λόγος ἐδήλωσε, φιλήσυχος εἰ καί τις ἄλλος γενόμενος, καὶ τῷ πόθῳ τούτῳ ἰέμενος, οὐκέτι οἷός τε ἦν τῶν λογι σμῶν τοῖς τόξοις κραδαίνεσθαι, τοῖς Πατράσι μικρά τινα περὶ ταύτης διεξελθὼν τῆς ὑποθέσεως ἕνεκα, προβάλλεται λοιπὸν ἀντ᾿ αὐτοῦ τὴν τούτοις καθηγη σύμενον, Σωφρόνιον μὲν ἐπονομαζόμενον, καὶ τῷ τοῦ πρεσβυτερίου κατακοσμούμενον ἀξιώματι τῆς κλήσεως δὲ τὸ χαρίεν τῇ σωφροσύνῃ τοῖς ἔργοις ἐπισφραγίζοντα. Καὶ γὰρ ὡς λόγος ἔχει περὶ αὐτοῦ, οἷα δὴ συμβαίνει πολλάκις ἁπλότητι γνώμης φερά μενον, αὐτὸν δι' ἑαυτοῦ πρὸς τὴν τῶν ἀκουόντων ἀφέλειαν ὑποφθέγγεσθαι τὸν μακάριον, ὡς Ἐξ ἔτε τοῦ μοναχοῦ τὸ σχῆμα ἡμφίεσμαι, ἄρτου ή οίνου, η
col. 905–906page 22 of 32
PG 105:905τῆς οἱασοῦν λιπαινούσης τροφῆς ἐν πλησμονῇ γα στρὸς γεγένημαι. Τοῦτον τούτῳ] τοίνυν πρὸς τοῦ ἀρχιερέως καταλείψας τὸ ποίμνιον, ὁ πανόσιος αὐτὸς ἐξελθών, ἐν τῷ προῤῥηθέντι καταγωγίῳ τῆς Φέρμου πόλεως ἐκαθέζετο. Ηδετο γὰρ τῷ τόπῳ, τὸν τρόπον μᾶλλον δι' οὗπερ ὁ τόπος κατασχεῖν ἐπειγόμενος. Ἀλλὰ τοῦ ἀοιδίμου Σωφρονίου καλῶς τὴν μονὴν ἐπὶ τέσο σαρας χρόνους αὐξήσαντος, καὶ γέρας τῆς ἁγχι νοίας τὴν ἀγαθοεργίαν καταπλουτήσαντος, καὶ τρίτη τοῦ Νοεμβρίου πρὸς Κύριον ἐκδημήσαντος, οἱ τῶν μοναχῶν φιλοπάτορες οὐκέτι στέγειν δυνάμενοι την τοῦ ὁσίου διάζευξιν, πρὸς τὸ οἰκεῖον αὐτῷ τῆς ἡσυχίας ἀπάραντες ἐνδιαίτημα, ἐπὶ τὴν πειθὼ τῆς ἀρχῆς ὡς φιλότεχνον καὶ αὖθις τοῦτον ἑλκύσαντες, ἐν τῷ μοναστηρίῳ εἰσήνεγκαν· καὶ ἦν ὁ Πατὴρ τοῖς τέ κνοις καθ' ἑκάστην ἐπευφραινόμενος. Τοιγαροῦν τῆς φερωνύμως ὡς δῶρον τῇ τοῦ Χριστοῦ Ἐκκλησία παρασχεθείσης, τῆς φιλοχρίστου, φημὶ, καὶ πανευσεβοῦς βασιλίδος, ὑπὸ Μιχαὴλ τοῦ ἑαυτῆς υἱοῦ ἤδη λοιπὸν τὰ τῆς νηπιότητος ἐπαποθε μένου ψελλίσματα, τῶν ἀνακτόρων ἐκεῖθεν κατενεχθείσης, κακῷ συμβούλῳ δηλαδή Βάρδᾳ τῷ ἑαυτῆς ἀδελφῷ ὁ νέος ἄναξ χρησάμενος, καὶ κατ' ἄμφω τῶν δύο, τὴν αὐτοκρατορίαν ὁ ἕτερος, ὁ δὲ τὴν Καί προς τιμὴν πρὸς ἑαυτοὺς ἀμφεπόμενοι, οὐ μικρόν, ὡς οὐκ ᾤοντο, τὴν κατ' ἀλλήλων τῶν γνωμῶν ἐντεῦθεν τῷ ὑπηκόῳ σύγχυσιν κατειργάσαντο· τοὺς τοῦ Θεοῦ νόμους ἐφ' ἑαυτοὺς καθυβρίσαντες. Ὁ μὲν γὰρ αίρει τὴν ὀφρῦν κατὰ τῆς μητρός· ὁ δὲ, πρὸς τούτῳ, καὶ εἰς αὐτὴν τὴν φύσιν ἐξήμαρτεν, ὑπὲρ τὴν φύσιν τὴν πρᾶξιν σχεδιάσας τῆς φύσ σεως. Ορα γὰρ τὸ ἐσόμενον. Κατὰ γὰρ τῆς τοῦ υἱοῦ κοίτης ὁ Καίσαρ Βάρδας παρανόμως ἐπιμανεὶς ὁ ταλαίπωρος, ξένος σύνευνος πρὸς τῇ ἰδίᾳ νύμφῃ, καὶ ἑτερόμοιον ζεῦγος ἐκβακχευθεὶς ἐγνωρίζετο. Ο οὖν τοῦ Θεοῦ ἀρχιερεὺς, καὶ τοῦ θεοφόρου ἐπώνυμος, ὡς οἷόν τε τουτὶ τὸ δράμα διορθώσασθαι προμηθούμενος, οὐ διελίμπανεν, ὥσπερ δὴ τοῦ Θεοῦ νόμος, ὑπο[μι]μνήσκων, παρακαλῶν, νουθετῶν· ἐκ τούτων ἐλπίζων τὴν ἐκκοπὴν τοῦ μύσους πάντως γενήσεσθαι. Αλλ' ὁ τῆς παρανόμου μίξεως έρως οὐκ εἴα τὸν ἐλεεινὸν ἀνανῆναι τὸ σύνολον. Πλὴν ὡς εἶδε ἐκκεκυφότα τὸν ἄθλιον, καὶ δοῦλον τῆς κάτω κύπτειν, κατ' εξοχήν,
col. 907–908page 23 of 32
PG 105:907κλησίας οὐδῶν, ἐντεῦθεν τὴν διόρθωσιν αὐτῷ προ βαλλόμενος. Ὁ δὲ τῷ θυμῷ παραλόγως τῇ ἐπισ θυμίᾳ συμπεριπείρεται, καὶ τὴν δυναστείαν εἰς το ραννίδα σοβαρῶς μετατίθησι· καὶ πανδημεὶ βρέμων τὸν νεὼν κατειληφὼς ἐν ὑπερέχοντι τῷ φρονήματι, τῶν τε ἀδύτων ἔνδον γενόμενος, τὴν τῶν φρικτών μυστηρίων πρὸς τοῦ ἀρχιερέως ἐξῄτει μετάληψιν. ἁμαρτίας εἰς τέλος γινόμενον, είργει τῶν τῆς ἐκ Ὁ δὲ ζηλωτὴς ἐκεῖνος τῷ σειρομάστῃ τῶν λόγων δημοσίᾳ τῆς παρανομίας αὐτῷ προτείνας τὸν ἔλεγ χον, κατα φρένα δεινῶς ἐξεκέντησε, καὶ κενὸν καὶ κατῃσχυμμένον τῆς ἐκκλησίας ἀπήλασεν. Ὁ δὲ μανείς καταφρένα, τέλος πείθει τὸν ἄνακτα κατελευ σθῆναι καθαιρεθῆναι] τοῦ θρόνου τὸν μέγαν Ιγνάτιον, ὅπερ οὐ μετ᾿ οὐ πολὺ καὶ συνέβαινεν. Εἶτα τί; Εκείνου τυραννικῶς ἐξωσθέντος, οὗτοι προβάλο λονταί τινα, Φώτιον μὲν προσαγορευόμενον πρωτο σηκρήτης τότε ὑπάρχοντα, ἐπ᾿ εὐλαβείᾳ δὲ καὶ γνώσει πολλῇ φημιζόμενον· ὅνπερ εὐθὺς ἀποχαρ θῆναι κελεύσαντες, τὰ τῆς ἀρχιερωσύνης πρεσβεία μεταχειρίζονται. Καὶ τί ἂν λέγοιμι τὰ καθ' ἔκα στον ἐντεῦθεν ἀναφυέντα ζιζάνια, δῆλα πᾶσι τοῖς τῆς Εκκλησίας τροφίμοις υπάρχοντα; Μεθαρμοστέον δὲ τὴν ὑπόθεσιν πρὸς τὸν ἡμέτερον ποιμένα Νικόλαον. Οὗτος τοίνυν ὁ τῷ Χριστῷ καὶ Θεῷ ἑαυτὸν ὁλι κῶς ἀναθέμενος, καὶ πανταχόθεν ταῖς αὐτοῦ ἐντη λαῖς ῥυθμιζόμενος· ὁ ἐν ἀκμῇ τῆς νεότητος πάροικος ὑπάρξας καὶ παρεπίδημος, καὶ ταῖς ἀποστολικαῖς ἀσθενείαις συγκακουχεῖσθαι πανταχόθεν αἱρούμενος, ὥσπερ τὸ κατ' εἰκόνα τε καὶ ὁμοίωσιν, οὕτω κὰν τῷ κοινῷ ἀπαράτρωτον διαφυλαττόμενος την ἀκρίβειαν, ἀποῤῥήγνυσιν ἑαυτὸν τῆς ἀθέσμου τῶν ἀσυνθέτων συνέσεως, καὶ σὺν τῷ οἰκείῳ ὁμαίμονι τῆς μονῆς ἀπάρας, πρὸς τῷ ἐν Πραινέτῳ ταύ της καταγωγίῳ διέτριβεν. ὡς δὲ διεβοήθη τοῦτο, καὶ πανδημί πλατυνθὲν πάνπιστον ἐπετύγχανεν, ὁ Καίσαρ πάλαι τῆς τοῦ ἀνδρὸς ἀρετῆς τὸ ὑψηλὸν ἐπι στάμενος, καὶ ὡς ἐν τοῖς ἁπάντων ᾄδεται στόμα::, καταβροντηθεὶς ἔνθεν εἰς ὅτον αὐτῷ τῆς παροινίας ἐπαύξει τὸν ἔλεγχον, τὴν τοῦ κράτους. ἰσχὺν πρὸς εὕρεσιν χειρισάμενος, καὶ καταμαθὼν ἐφ᾽ ᾧπερ ηύ λίζετο, τῇ τῶν λόγων ἑαυτοῦ πειθανότητι πρὸς ἔλκυ συμμύστῃ καὶ συνομίλῳ καταγώγια, νι μέτατα
col. 909–910page 24 of 32
PG 105:909σιν τοῦ Πατρὸς ὁ σικός [γρ. σικχὸς] ὀνειροπολούμενος, ἐν τοῖς τῶν Πυθίων θερμοῖς δῆθεν τὸν ἄνακτα Μιχαὴλ προσλαβόμενος· οἱ τάχος ποντοποροῦντες, ἐν Πραινέστῳ τὸν ὅσιον κατειλήφασι λόγους τε κολακείας ὡς τόξα προτείνοντες (δεινὴ γὰρ τούτων ἡ τυραννίς, καὶ ψυχὰς ἀνδρείας εὐχερῶς μεταθεῖναι δυναμένη), ᾤοντο τούτοις μεταπείθειν τὸν ἅγιον. Τότε κοινοτέρως πως τὸν λόγον τούτοις ὁ μέγας ποιούμενος, Ἐχρῆν μὲν ὑμᾶς, φησίν, εἰς θεὸν καὶ τοὺς αὐτοῦ θείους νόμους ἐξαμαρτήσαντας, δράξασθαι τῆς τεύτου παιδείας, καὶ μὴ ἐν θυμῷ τὴν ὀργὴν ἐφ' ἑαυτοὺς ἐπισπάσασθαι· ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται. Επεὶ δὲ τῶν τραυμάτων τὴν σηπεδόνα τοὺς τῆς μετανοίας φαρμακεῖς ἐπιῤῥῶσαι οὐ βούλεσθε, τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς Κακὸν κατάμφω τὸ τέλος ὑμῖν ἀποβήσεται. Τοίνυν τραχυνθέντες τούτοις τοῖς βήμασι, κενοὶ τῶν ἐκεῖσε ἀπώχοντο, εἰς ἑτέραν ῥοπὴν τὰς ἑαυτῶν ἐλπί δας ταμιευσάμενοι. Στέλλουσι γὰρ εἰς τοὺπίσω τινὰ πρὸς τὸν ὅσιον, τοῦ μὴ δεῖν σε, φησίν, δηλοποιοῦντε; ἔν τινι τῶν τῆς μονῆς σου καταγωγίων αὐλίζεσθαι. Καὶ ὡς πρὸς ἄμυναν δῆθεν εὐθὺς χειροτονοῦσιν ἀντ᾿ αὐτοῦ καθηγούμενον, Αχιλλῶν μὲν οὖν ὀνομαζόμενον, χρηστὴν δὲ τοῖς τρόποις πανταχόθεν ὑπάρ χοντα. Αὐτοὶ δὲ, τὸ δὴ λεγόμενον, πάντα κάλων ἐκβ. νουν τοῦ ζωγρῆσαι τὸν ὅσιον. Ὁ δὲ τοῦ Χριστοῦ θεράπων Νικόλαος, τῶν οἰκείων ἀπελασθείς, καὶ τούτοις πλησιάζειν εἰργόμενος, δι ετέλει τόπον ἐκ τόπου τῇ ἐνδείᾳ τῷ γήρᾳ συμπιεζό μενο;· ὑφ' ὧν τις ἀνὴρ κατατρυχόμενον θεασάμενος, Σαμουὴλ μὲν ἐπίσης τῷ προφήτῃ καλλωπιζόμενος τῷ ὀνόματι· ἐπιποθῶν δὲ τὴν κλῆσιν ούπερ συγκοινωνεῖν καὶ τῷ πράγματι, καὶ λύτρον ψυχῆς τὸν πλοῦτον δαψιλῶς τοῖς χρήσουσι παρεχόμενο;, ἔνδον τῆς πό λεως πρὸς τὰ τοῦ Λίσα μέρη τόπον ἀπῳκισμένον, καὶ ἤσυχον ἐκπριάμενος, προσφέρει τῷ ἁγίῳ μετὰ πολλῆς τῆς εὐθύτητος, ἁρμόδιον ἔνθεν τὴν ἡσυ χίαν στέργοντι χαριζόμενον· ἐν καὶ τῇ τοῦ Χριστοῦ χάριτι περιφανὲς ἀσκητήριον ἐναπεκατέστησεν, ἀρί στην ἐξ ὑπαρχῆς τὴν βάσιν ἐν τούτῳ πηξάμενος. ΝΟΤΑ. Τὸν μὲν οὖν νεκρὸν αὐτῆς κομίσαντες εἰς Βυζάντιον, ἐν τῇ τοῦ Λιβὸς ἔθαψαν μονῇ μεγαλοπρεπῶς καὶ βασιλικώς.
col. 911–912page 25 of 32
PG 105:911Ένα γὰρ τῶν αὐτοῦ μαθητῶν Εὐάρεστον τούνομα εἰς ὕστερον τοῦτον μεταπεμψάμενος, οὐ τοῖς ἀγῶσι μόνος ἐκεῖνος τῆς ἀσκητικῆς παλαίστρας ἐδείχθη Εὐάρεστος· ἀλλὰ μὴν καὶ αὐτὸ τὸ χωρίον διὰ τῶν ἐν αὐτῷ τῷ θείῳ εὐαρεστούντων, εὐάρεστον κατειργάσατο, μέχρι τῆς σήμερον ταῖς αὐτοῦ εὐαρέστοις πρεσβείαις, βρίθου τοῖς ἀγαθοῖς κατορθώμασι, καὶ σχεδόν ὑπὸ πάσης τῆς γῆς σεβαζόμενον· ἄνωθεν τῇ προσωνυμία τῶν Κοκοριβίου ἐπιφερόμενον. Αμέλει καλῶς ἐν τῷδε τῷ εὐαγεῖ τόπῳ τῷ ὁσίῳ ἐφησυχάζοντι, δ ἀρχιερεὺς Φώτιος παντοίως πρὸς ἑαυτὸν σὺν τοῖς κρακῦσιν ἐλκῦσαι τοῦτον πραγματευόμενος, καὶ ὡς αὐτὸν ἀφικέσθαι πειρώμενος. Εθήρα γὰρ αὐτοῦ τὴν δόξαν ὑπὲρ τοὺς ἄλλους γε· καταμαθὼν ὁ θαυμάσιος, καὶ τὰς τούτων ἐνέδρας διαδράσαι βουλόμενος, φυγάς ἀπαίρει πρὸς τὴν Προκόνησον [γρ. Προικόννησον], ἐκεῖθεν δὲ πρὸς Μιτυλήνην ἀπῴχετο· ἐφ᾽ ἱκανὸν δὲ ταύτῃ προσδιατρίψας, ἀνῆκται πρὸς τὴν Χερρόνησον, σὺν τῷ οἰκείῳ ἀδελφῷ ἐν τῷ Ξαμηλίῳ οἰκισθησό μενος. Ο δὲ προῤῥηθεὶς ᾿Αχιλλᾶς ἐν τῇ μονῇ τοῦ ὁσίου ἐπὶ πέντε χρόνους ιθύνας τὸ ποίμνιον, ἀρχιεπίσκο πως εἰς Νακόλιαν ἐν τοῖς τῆς ἀνατολῆς προχειρίζεται μέρεσιν· δν τῆς ἀρχῆς διαδεξάμενος Θεοδόσιος, καὶ ἐνιαύσιον χρόνον κρατήσας τὸ μοναστήριον· τοῦτον Εὐγένιος τελευτήσαντα διαδέχεται. Ἀλλὰ καὶ τοῦτον ἐπὶ τέσσαρας μῆνας ποιησάμενον τὴν κατάσχεσιν, Θεόδωρος ὁ ἐκ χωρίου τοῦ Σανταβαρέως ἐξορμώμενος, καὶ διὰ τοῦτο Σανταβαρινος παρωνύμως ὑπό τίνων ἐπονομαζόμενος, διεδέξατο. υνπερ ἐνιαυτὸν όλον ἀντιπροσωποῦντα τὸ μοναστήριον, ὁ ἐκ Καλλη στράτου Σάβας χειροτονηθείς, αὐτὸν διαδέχεται, μαθητής ὑπάρχων τοῦ τὴν ἀρχιερωσύνην τότε κρατ τοῦντος. Επταετίαν δὲ τοῦ μεγάλου Πατρὸς Νικολάου ἐν τῷ προῤῥηθέντι τόπῳ διαμείβοντος, καὶ ταῖς ἀνάγκαις τῆς φύσεως, καὶ αὐτῷ τῷ γήρα συγκακουχούμενος, Προικόννησον χρη στὸν τοῖς τρόποις πανταχόθεν, ἀντιπροσωποῦντα τὴ μοναστήριο,
col. 913–914page 26 of 32
PG 105:913δέσμιος ἔνθεν ὑπὸ τοῦ Καίσαρος πρὸς τὴν ἑαυτοῦ μονὴν ἐπανάγεται, καὶ τῷ προῤῥηθέντι Σαβα παρα δοθεῖς, ἐμφρούριο; ἐναποκαθίσταται ἐπὶ δύο έτη ἀπρονόητος, ἐν τηρήσει πολλῇ διαφυλαττόμενος. Αλλ' ἐπειδὴ αἱ τῶν ἁμαρτωλῶν ὁδοὶ σκοτειναὶ, καὶ οὐκ οἶδασι πῶς προσκόπτουσιν· ἵνα κατ' ἄμφω τοῖν δυοῖν Καισάρκιν ὑπὸ τοῦ ὁσίου προφητευθὲν τέλος προκαταλάβηται, ἐπὶ Κρήτην ὁ ἄναξ Μιχαὴλ σὶν τῷ Καίσαρι κατὰ τοῦ Ἰσραὴλ ἐκστρατεύουσιν· ἐκεῖτέ τε κατὰ τὴν ὁδὸν ἐπιμανέντες ἀλλήλοις ὁ Και σαρ ἐπιβουλευθεὶς ἐλεεινῶς ἐν μαχαίρα διαμερι σθεὶς κατασφάττεται. Ο δὲ ὑποστρέψας, οὐ μετὰ πολὺ καὶ αὐτὸς ἐπίσης ἐκείνῳ τῆς ὀργῆς τὸ ποτήριον πέπωκεν, ἐν καὶ τὸ αὐτὸ τέλος κατὰ τὴν τοῦ δικαίου πρότασιν ἐφευράμενος. Καὶ εὐθέως ὁ Καίσαρ Βασίλειος τὰ τῶν Ῥωμαίων σκήπτρα μεταχειρίζεται· ὅ; ἱερὰν γενέσθαι σύνοδον παρακελευσάμενος, μετὰ τὸ ἀποδοῦναι τὸν οἰκεῖον τῆς ἀρχιερωσύνης θρόνον τὸν θεοφόρον Ἰγνάτιον [γρ. τῷ θεοφόρῳ Ἰγνατίῳ], ἐπιζητήσας τὸν κοινὸν ἡμῶν Πατέρα, καὶ τῆς Ἐκκλησίας φωστῆρα Νικόλαον, κατασχεῖν παρεκάλει καὶ αὐτὸν τὸ οἰκεῖον αὐτοῦ μοναστήριον - συμπρεσβευτήν ἐν τούτῳ πρὸς τὴν παράκλησιν καὶ τὸν ἀρχιερέα ἐπιφερόμενος. Ο δὲ ἀπωθεῖτο τὴν τοιαύτην ἐγχείρησιν ἐγχείρισιν ], τήν τε τοῦ γήρως ἀδυναμίαν, καὶ τὴν ἐκ τῶν προ ηγησαμένων ἐν αὐτῷ συντριβὴν προβαλλόμενος. Εχεις με, φησίν, ὦ βασιλεῦ, σὺν πολλῇ προθυμίᾳ, ὡς ἂν κελεύοις, κατὰ πάντα τῷ σῷ ὑπηρετοῦντα θελήματι· ἀλλὰ καὶ τὴν παρρησίαν τε καὶ ἀποστολὴν ἀκώλυτον εἶναι παρακελεύομαι· μέγα κέρδος ἡγούμενος, τὸ ὑπὸ τῆς σῆς ὁσιότητος δηλοποεῖσθαί τε καὶ ἐπισκέπτεσθαι. Ἐν τούτοις ὁ ἄναξ φιλοφρονησάμενος τὸν μακάριον, καὶ πείσας τὴν ἰδίαν ἀρχὴν ἀναδέξασθαι, σὺν θυμηδία πολλῇ τῶν βασιλείων ἐξαπέστειλεν, εἰ καὶ μάλιστα συχνοτέρως πρὸς ἑαυτὸν μετεστέλλετο, ἡδόμενος αὐτοῦ τῇ ἁπλό της.. μι ᾿Αλλ' ἐνταῦθα δίκαιον ᾠήθην διά βραχέων, τοῖς τόνοις τούτου τὴν ἐπικαρπίαν προσενεῖραι τῷ διηγή. ματι, καὶ μικρά τινα τῶν αὐτοῦ θαυμάτων ὑπο μνῆσαι τοῖς ἐντυγχάνουσι· ὡς ἂν ἄρτιον εἴη τῆς ὑφηγήσεως τὸ ὠφέλιμον. Εἰ γὰρ καὶ σημεῖα τοῖς ἀπίστοις, ὡς γέγραπται· ἀλλ᾽ οὖν εἰς μείζονα δόξαν τῶν αὐτοῦ θεραπόντων ὁ Κύριος, ἐν τοῖς πιστοῖς τὰ πρὸς εὐεργεσίαν τῆς φύσεως διανέμει τούτων χαρί σματα· οὐκοῦν μετ' εὐφροσύνης τὰ τοῦ Πνεύματος ἐξείπωμεν θαύματα. Εὐδοκία γὰρ ἡ τοῦ φιλοχρίστου μέδοντος σύνευ νας, κατ' αὐτὰς τὰς ἡμέρας πάθει δεινῷ περιπέπτωκε· καὶ τῆς ἐκ τῶν ἰατρῶν ἑπομένης βοηθείας ἑστέρητο,ἐπεὶ καὶ τὰ τοῦ πάθους πρὸς θάνατον ἔβλεπε. Τοῦ δὲ βασιλέως ἀθυμοῦντος, καὶ περὶ τούτου δεινῶς ποτνιωμένου καὶ στένοντος, ὀπτασία τις παρεμπε τ
col. 915–916page 27 of 32
PG 105:915σοῦσα μέσον, εὐθυμεῖν παρεσκεύαζεν. Εδόκει γὰρ ἐκείνη μικρὸν καθευδήσασα, καθορᾷν τινα γηραιόν, μοναχὸν μὲν ὑπάρχοντα, καὶ δόξῃ πολλῇ σεμνυν μενον· οὕτω δέ πως αὐτῇ προσδιαλεγόμενον· θάρ σει, φησίν, ὡς οὐ τεθναίεις τὰ νῦν· ἔξεις δὲ λοιπών ἐκ τῆς δεῦρο τῆς σοι φίλης ὑγείας τὸ χρήσιμον. Η καὶ μετὰ τὸν ὄνειρον τοῦτο παρευθύς τἀνδρὶ δια νείματα, σθένει τοῦ κράτους πρὸς ἑαυτὴν τοὺς ἀνὰ τὴν πόλιν ἐπ᾿ εὐλαβείᾳ προύχοντας, ἐπισκέψεως χάριν ἀνελθεῖν παρεσκεύασεν. Ενθεν ὁ μέγας συν ανιών τοῖς Πατράσι, δεδοξασμένον φέρων κατὰ Μωσέα τὸ πρόσωπον, γνώριμος τῇ βασιλίδι γεγένηται, ὡς αὐτὸς εἴη ὁ ἐν τῇ ὀπτασίᾳ αὐτῇ ὁμηρευσάμενος φής ματα. "Οθεν μεγάλη τῇ φωνῇ διὰ τῆς εὐχαριστίας τοῦτον ἀναφανδὸν ἐθριάμβευσε, τὰ εἰς αὐτὴν δι' αὐτ τοῦ ἔνδοξα τοῦ Θεοῦ μεγαλεῖα ἀνακηρύττουσα. Ον ὁ βασιλεὺς, καὶ πάντες οἱ συμπαρόντες θαυμάζοντες ταῖς πρεπούσαις τιμαῖς ἀπεσέμνυνον. συμβολικῶς οἶμαι τῷ ἐπωνύμονι Νικολάῳ ἐφάμιλλον, ὁ τοῦ Χριστοῦ θεράπων κατ' ἐκεῖνον τὸ θαῦμα τερατευσάμενος, ἐν ὀνείρῳ πάλαι δειματώσας τῷ ἄνακτι, τῆς ἀδίκου δίκης τοὺς ἄνδρας ἐξείλατο. Αλλά θαύματι συνάπτοντες θαύματα, τὴν τοῦ Πατρὸς ἀρεσ τὴν καταμάθωμεν. Ελένη γὰρ ἡ τοῦ πατρικίου Μανουὴλ ὑπάρξασα σύμβιος, ἐπίσης τῇ βασιλίσσῃ ταῖς τοῦ ᾅδου πυλῶσι δι' ἀῤῥωστίας ἐγγίζουσα, καὶ πρὸς τὴν ἐξόδιον τῶν αὐτῆς εὐτρεπιζομένων συνήθειαν· ἐπιστὰς ὁ μέγας τῇ χειρὶ τῇ τῆς καμνούσης κορυφῇ ἐφαψάμενος, τῷ σταυρικῷ συμβόλῳ ἀερίως ύπερθεν ταύτης ἐπισφραγίσας τῷ σώματι, τὸν τοῦ θανάτου μυχὸν ἀνεζώ χρησεν. Εῤῥωτο γὰρ εὐθέως, καὶ τῆς κατεχούσης ὀδύνης ἀπήλλακτα. Ταυτὸ δὲ συμβεβηκέναι καὶ τῷ προβληθέντι ταύ τῆς ἀνδρὶ διηγόρευται· 8; ἐπὶ τοῦ σκίμποδος ἀνακείμενος, καὶ πρὸς τῶν ἰατρῶν τὴν τελευταίαν τοῦ θα νάτου ἀπόφασιν προσλαβόμενος, ἐπιστάντα παρ εκάλει τὸν ἅγιον, τῷ ἀγγελικῷ τῶν μοναχῶν κατακοσμῆσαι τοῦτον ἐπιβοώμενος σχήματι. Ού, φησί, προς αὐτὸν ὁ ὅσιος ἀπεφθέγγετο. Οὐ γὰρ λυσιτελή σοι, τέκνον, συμβήσεται, μέλλοντι συντόμως τῆς ἀῤῥωστίας τῆσδε διαδράντι τὰ σύμβολα, τῶνδε τῶν ἀξιωμάτων τῇ τοῦ Χριστοῦ χάριτι τὰς ἀρχὰς διοικήσασθαι ᾗ δ᾿ ἂν τοί νυν τοῦτο γενήσεται, τότε σοι [ γρ. τότε σε ] λοιπὸν αποκαρθέντα πρὸς τὴν ἐκεῖσε λῆξιν κομῶντα ταῖς ἀγαθοεργίαις προσλάβοιμι. Εἶχε δὲ τέλος ἡ πρόῤῥησις, καὶ τὴν προφητείαν ἐπηκολούθει τὰ πράγματα. Τῇ γὰρ εὐνῇ ὁ ἀνὴρ τὴν νόσον ἐπαποθέμενος, καὶ τοῖς διαφόροις ἐκείνοις ὑπεισελθὼν ἀξιώματι, τέλος μια χρόν νοσήσας, κατὰ τὴν τοῦ δικαίου ἀπόφασιν, ἀπο καρθείς, πρὸς Κύριον ἐξεδήμησε. Θεόφιλος δὲ ὁ κατὰ τοὺς Μελισηνούς Λυδιάτης και λούμενος (γαμβρὸς γὰρ αὐτῶν ὁ ἀνὴρ ἐχρημάτισε, καὶ τὸ ἐκ γένους ἐκείνοις παρωνύμως ἐπιτεθέν, εἰκότως καὶ οὗτος καταχρηστικῶς ἐπεφέρετο· καὶ γὰρ καὶ τῷ τοῦ πρωτοσπαθαρίου ἐτετίμητο ἀξιώ ματι), τὰ παρ' αὐτοῦ νήπια, τοῦ ζῆν αὐθωρὸν ἀπηλ λάττοντο, καὶ τῆς ἡδίστης τούτων χαρμοσύνης τε
col. 917–918page 28 of 32
PG 105:917καὶ διαβιώσεως ἄμφω τὼ συμβίω ἐστέρηντο. Θέλγει γὰρ ὄντως τὰ τῶν νηπίων ψελλίσματα, ἐκ τῆς ἀτέχνου γλώσσης μάλιστα προϊέμενα. Καὶ δὴ βου λὴν καλὴν βουλευσάμενος σὺν τῇ γαμετῇ, τῷ μετ γάλῳ τούτῳ φωστῆρι καταλαβόντες προσπίπτουσι, καὶ τὴν τῆς ἀπαιδείας ὀδύνην μετὰ πολλῶν δακρύων διαγορεύουσι· καὶ ὥσπερ θυρεῷ τινι ἑαυτοὺς πρὸς τὴν ἀπρόοπτον τοῦ θανάτου τῶν ἐμβρύων φορὰν κατασφαλιζόμενοι, αὐτὸν τὸν μέγαν τὴν ἐκ τῆς ἀνα γεννήσεως τοῦ θείου βαπτίσματος παρεκάλουν ἀνα δοχὴν τούτοις δωρήσασθαι. Ὁ δὲ πρὸς τοῦτο μὲν οὐκ ἐπένευσε· τὴν κάραν δὲ τούτου βρέφους, ούπερ ἐκέκτηντο, τῇ λαιᾷ χειρὶ καθαψάμενος, τήν τε ἑτέραν ἀπεωρίσας ἄνω, καὶ ἱκανῶς προσευξάμενος, "Απιτε, φησίν, οἴκαδε· τάδε γὰρ λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι Ζήσεται τὸ θυγάτριον (θῆλυ γὰρ ἐπείπερ ἐτύγ χανε), καὶ τοῖς ὀφθαλμοῖς ὑμῶν υἱοὺς τῶν αὐτῆς υἱῶν καταθρήσετε, καὶ οὕτω μετ᾿ εὐφροσύνης καὶ ὑμεῖς τῶν ἐνθένδε μεταναστεύσητε. ἐπηκολούθει δὲ καὶ ὧδε τοῖς τοῦ Πατρὸς λόγοις τῶν πράγ μάτων ἡ ἔκβασις, καὶ πολύπαιδες τῇ ἀτεκνίᾳ τοῦ παιδὸς Καὶ τί ἂν λέγοιμι τὰ καθέκαστον; Δέδεικται δή που τῷ προφητικῷ χαρακτῆρι [σ. ἅμα τῇ τῶν θαυμάτων διόπτρα πανταχόθεν τὸν μέγαν κατακοσμούμενον, εἰ καὶ τοῦ χρόνου τῷ μήκει τὰ πλεῖστα τούτων ὁ τῆς λήθης βυθὸς ἐθησαύρισεν. Αλλ' ἐπεὶ δι' ἀσθενείας ὁ λόγος ἀμυδρῶς πως τὰς αὐτοῦ ἀρι στείας ὑπεσημάνατο, φέρε καθόσον οἷόν τε, τοῖς πα λαιοῖς τὰ ἐκείνου συνάψαντες, κάντεῦθεν τὸν ἄνδρα γνωρίσωμεν. Οὐ γὰρ μερικά τοῦ Πνεύματος τὰ χαρίσματα, εἰ καὶ διάφορος ἡ τούτων ενέργεια. Μόνοι γὰρ εἰς ἀλλήλους διαμερίζομεν, τὸ προσπαθὲς ἡμεῖς ἑκάστῳ τὰ ἀμερῆ ἐν μέρει μερικῶς συν ιστώντες της σχέσεως. Ούτωσὶ δὲ σκοπήσωμεν. οἱ ἄπαιδες ἐχρημάτιζον. Θαυμάζεις "Αβελ τὴν τῆς καρδίας εὐθύτητα καὶ τὰ ἀρτιγενῆ τῶν δώρων πρωτότοκα, ἐπεὶ καὶ πρὸς Θεοῦ τὸν ἔπαινον ἀπειλήφασι· τήν τε τοῦ Ἐγὼς ἐλα πίδα, καὶ Ἐνώχ τὴν μετάθεσιν· θαύμασον, εἰ βούλει, τὴν ἐξ αὐτῆς νηπιότητος καὶ τούτου τὴν ἀρτιγενή τῶν φρενῶν πρὸς τὸ θεῖον ἀλλοίωσιν· τήν τε γενι κὴν τῶν ἡλικιῶν ἀπαρχὴν, τῆς λογικῆς, φημί, θυ σία; ἐκ πνεύματος συντετριμμένου, τιμιωτέραν τῶν δώρων ἀνάθεσιν, καὶ τὴν ἐντεῦθεν ἐλπίδα, καὶ τὴν τοῦ νοὸς πρὸς τὰ ὑπὲρ' αἴσθησιν καθεκάστην ἐγγινομένην μετάθεσιν· ὅσον ἐκεῖ μὲν, ἐκ τῶν περὶ αὐτῶν, ἐκ τῶν κατ' αὐτὸν δὲ τούτῳ τῆς προσφορά; ἡ τελείωσις. Εἰ δὲ τὴν τοῦ πρωτοπάτορος ἐν χειρὶ Θεοῦ γενομένην διάπλασιν, καὶ τὴν ἐν παραδείσῳ διατριβὴν, καὶ τὴν πρώτην νομοθεσίαν ἀντεπεξάγοις τῷ ἡμετέρῳ Πατρί, μεῖζον, ἢ ἔλαττον εὑρήσεις τῆς ἀρετῆς τὸ ἐγκώμιον, τὴν τῆς ἐντολῆς ὑφαίρεσιν ἄρτιον ἐντεῦθεν προσλαμβανόμενος, τήν τε ἐν παρ ραδείσῳ τρυφὴν ὅσον οὔπω μετὰ δικαίων ἀπο ληψόμενος· ἐπεὶ μὴ οἷόν τέ τινα τελειωθῆναι κατὰ τὸν μέγαν ᾿Απόστολον.
col. 919–920page 29 of 32
PG 105:919Ἐπαινεῖς Νῶς τὴν ἐν δικαιοσύνῃ τοῦ κατακλυσμοῦ φυγαδείαν, καὶ τὴν ἐν λάρνακι ξυλίνῃ τῶν ἀλόγων ζώων κατάσχεσιν· τοῦ τε Ἀβραὰμ τὴν φιλοξενίαν, καὶ τὴν τοῦ μονογενούς καινὴν θυσίαν, Θεῷ τὸν ἐκ τῆς ἐπαγγελίας θύμα προσάγοντα ἐπαίνει καὶ τούτου τὴν ἐκ τῆς αἱρετικῆς κατακλύσεως πρὸς αὐτὸν [ἴσ. πρὸς αὐτὸν πίστιν, ἢ, και ταφυγήν], καὶ γένη πολλὰ τῶν λογικῶν διασώσαντα, τήν τε τοῦ νοὸς κάθαρσιν, καὶ τὴν ἐκ τῆς ἱερωσύνης ἑτοιμασθεῖσαν αὐτῷ τῷ Χριστῷ τῷ Θεῷ φιλόξενον τράπεζαν· ἐπεὶ καὶ ὅλον ἑαυτὸν, ἱερὰν τρά πεζαν, καὶ πνευματικὸν ὁλοκάρπωμα κατειργάσατο. θαυμαστὴ ἀληθῶς ἡ τοῦ Ἰσαὰκ ἐπαγγελία, καὶ πρὸ γεννήσεως· ὁ δὲ αὐτεπάγγελτος εὐθὺς ὑπῆρξε καὶ μετὰ γέννησιν. Θαυμαστὴ καὶ τοῦ Ἰακώβ κλίμαξ, ὡς παραδόξου μυστηρίου προτύπωσις· καὶ ἡ περὶ τὰ θρέμματα τοῦ ἀνδρὸς εὐμηχανία· καὶ ἡ ἐκ τῆς ὀσφύος δωδε καστέλεχος τῶν τέκνων εὐημερία· θαυμαστὴ δὲ καὶ τούτῳ [ἴσ. τούτου] τῶν ἀρετῶν ἡ κλίμαξ πρακτικῶς ἐξεγένετο, καὶ ἡ ποιμαντικὴ τῶν λογικῶν ἐμπειρίᾳ, καὶ ἡ ἐκ τῆς ὀσφύος πλήθουσα πνευματική τῶν τέκνων ἀπότεξις. Ἰὼβ ἐπὶ κοπρίᾳ, καὶ τῇ περὶ τὰ δεινὰ καρτερία, ἐν τοῖς ἁπάντων καταγεραίρεται στόμασιν· ὁ δὲ τὴν ἐκ τῶν ἄθλων ἀνδρείαν, καὶ τῶν τραυμάτων τὰ ἕλκη καταβαλλόμενος· τήν τε ἐκ τόπου εἰς τόπον χρονίαν κάθειρξιν ὡς κοπρίαν ἐπιφερόμενος, ἐπίσης τὴν καρτερίαν ἐξήσκησε. Μέγας Μωσῆς ὡς θεὸς Φαραώ, και ξένος δημο αγωγός, καὶ νομοθέτης πράος, εἰ καί τις ἄλλος, γενό μενος· ὁ δὲ, θέσει μὲν θεὸς κατ' ἐκεῖνον, καὶ νομο θέτης πραότατος, παρεγγυῶν ἅπασι τῶν φαύλων ἀπέχεσθαι πράξεων· καὶ ῥάβδῳ τῆς ἀπαθείας θαυματουργοῦν διαφόροις τοῖς θαύμασιν. ἐμιμήσατο Δαβὶδ τὸ ἐν πολέμοις ἀκαταμάχητον, τὰς τῶν αἱρε τικῶν ἀνδρείως κατατροπούμενος φάλαγγας. Επ λέγειν Φινεὲς τὸν ζῆλον, καὶ Ἠλιοῦ τὸν Κάρμηλον, καὶ Ελισσαίου τὴν ἐν μηλωτῇ διπλῷ τῷ χαρίσματι τοῦ Πνεύματος δύναμιν· ὧν ὁ μέγας τῷ περιόντι τῆς ἀρετῆς, ὡς οἷόν τε, κατ' ἀμφότερα τούτοις ἀπεμιμήσατο. Η ὅσον ούπω, ἄρτιον ἐντολῆς ὑφαίρεσιν,
col. 921–922page 30 of 32
PG 105:921Εἰ δὲ καὶ τὴν ἐν Αἰγύπτῳ τοῦ Ἰωσὴφ σιτοδείαν ἐπιζητοίης ἐκβήσεσθαι, πρόβηθι λοιπὸν, καὶ ὄψει μείζω τῶν σοι ἐξητασμένων τὴν ὑπαρξιν. Ἐπεὶ γὰρ ἔδε: τοῦτον, κατὰ τὸν μέγαν Απόστολον, τῆς ἀθλητικῆς παλαίστρας καλῶς τὸν ἀγῶνα ἀγωνισάμενον, τὸ κοι νὸν ἀποτῖται χρέος τῆς φύσεως (ἦν δι᾿ ἀῤῥωσίας ἐπὶ τοῦ σκίμποδος ἀνακείμενος, τῶν τέκνων στοιχηδόν ήδη παρισταμένων αὐτῷ, καὶ τὰ τοῦ πάθους σχετλιαζόντων ἐξόδια), εἰπεῖν λέγεται τὸν μακάριον, μή τι τῶν καθηκόντων ἐφυστεροῖντο, ἐντεῦθεν τὴν ἀθυμοῦσαν αὐτῶν, ὡς οἶμαι, ψυχὴν κατεγγυιζόμενος. Οἱ δὲ, θρυλληθέντες τῷ παραδόξῳ τοῦ Πατρὸς ἐρωτήματι, ἀνεδίδαξαν τὴν προσφάτως αὐτοῖς χρειώδη τοῦ σί του ένδειαν παραστήσαντες. Τότε στενάξας ὁ μέγας, καὶ ἔνθους ὥσπερ γενό μενος, Εγὼ μὲν ἄπειμι, φησὶ, καὶ μεταναστεύω πρὸς τοὺς πατέρας μου. Οἶδα γὰρ ὅτι τοῦτό μοι τὰ νῦν ἀποκείσεται· ὑμῖν δὲ, ὁ τῷ Ἰσραὴλ πά και τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ τὸ ὕδωρ ἐκ πέτρας δαψιλευσάμενος, μετὰ τρίτην ἡμέραν τῆς ἐμῆς ἀπ' ὑμῶν διαζεύξεως, αὐτὸς ὑμῖν τὸν σῖτον εἰς κόρον παράσχηται. Κα!... τῷ λόγῳ ὑποσημᾶναι τοῖς ἀδελφοῖς τὰ τοῦ ξύλου κρούσματα παρακελευσάμενος, ὡς τῷ ἱερῷ τῷ μοναχῶν συν στήματι [γρ. τὸ ἱερὸν σύστημα], ἐπὶ τὸ αὐτὸ συναθροισθὲν ἐθεάσατο, ὡς οἷόν τε, τούτῳ τὰ ἐξέδια προσφθεγξάμενος ῥήματα, προχειρίζεται μετὰ τῆς τούτων βουλῆς τὸν καθηγησόμενον. Κλήμης δὲ ἦν ὁ θαυμάσιος, ὁ φερωνύμως ὡς κλῆμα κατάκαρπον, ἀειθαλεῖς τοὺς τῶν ἀρετῶν ἐπιφερόμενος βότρυας, ο τὸν τοῦ οἰκονόμου τότε βαθμόν μετερχόμενος. Αὐτὸς δὲ μικρὸν κατατρυχωθεὶς τῷ νοσήματι, Εκδημος όλος καὶ πρὸ τῆς ἐκδημίας τῇ τοῦ νοὸς μεταθέσει τῶν ἔνθεν γενόμενος, ἐξάρας τοὺς πόδας, καὶ σταυρικῷ τὰς χεῖρας τυπώσας τῷ σχήματι, τοῖς ἀπάγουσιν αὐτὴν ἁγίοις ἀγγέλοις μετὰ πολλῆς τῆς παρρησίας τὴν ψυχὴν ἐναπέθετο, τῷ ἑβδομηκοστῷ καὶ πέμπτῳ τῆς ζωῆς αὐτοῦ χρόνῳ, ἐξακισχιλιοστῷ δὲ τριακοσιοστῷ ἑβδομηκοστῷ ἔκτῳ τῆς τοῦ κό σμου συστάσεως, τετάρτῃ τοῦ Περιτίου μηνός, τῆς πρώτης ινδικτιῶνος, ὅς ἐστι Φεβρουάριος. Τὸ δὲ πολύστικτον αὐτοῦ καὶ πολύαθλον σκῆνος, μετὰ Ναυκρατίου τοῦ μάκαρος κατετέθη, πρὸς τῷ δεξιῷ μέρει, ἐν τῷ κατ᾿ ἀνατολὰς τοῦ Προδρομικοῦ τεμένους πανενδόξῳ καὶ ἱερῷ τῶν μαρτύρων σηκῷ ἔνθα δὴ καὶ τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου ή πανευκλεής καὶ πανσέβαστος τιμία θήκη καθίδρυται. ᾿Αλλὰ τί τὸ ἐντεῦθεν Αρα οὖν μεταβὰς τῶν προφητευθέντων ἐλάττω [ῖσ. ἐλάθετο] ἢ οὐχ ὡς ἐχρῆν τὰς ἐκβάσεις, ἢ τῶν Επαγγελιῶν πόρρω τῷ χρονικῷ πεποίηκε διαστήματι; Οὐδαμῶς. Μετὰ γὰρ τρίτην ἡμέραν τῆς αὐτοῦ ἐνδόξου μεταναστεύσεως, πλήρες σίτου τῶν βασιλικῶν πλοίων ἐκ Βασιλείου τοῦ φιλοχρίστου μέδοντος πέπομφε, καὶ τοὺς τῆς μονῆς σιτῶνας ἐπλήρωσεν ὡ; μετὰ πολλῆς τῆς ἐκστάσεως τῷ θάμβει κατα
col. 923–924page 31 of 32
PG 105:923βληθέντα Κλήμεντα τὸν μακάριον ἀποφθέγξασαι Ιδού γάρ, φησί, Πατέρες, ὁ κοινὸς ἡμῶν Πατήρ μετὰ τὴν τρίτην ἡμέραν, ὡς ἐπηγγείλατο, τῆς πρὸς ἡμᾶς διαθέσεως τὸ ὀφείλημα εκπεπλήρωκε, κοινὸν τῆς πρὸς Θεὸν αὐτοῦ παρρησίας ἡμῖν τὸ θαῦμα ταμιευσάμενος. Εχεις τοῦ ζητουμένου τὴν λύσιν, τὴν ἐν Αἰγύπτῳ τοῦ Ἰωσὴφ σιτοδείαν εὐμαρῶς διασώζουσαν, εἰ καὶ δεῦρο πλεονεκτεῖ τὸ θαῦμα τοῦ θαύματος. Επ' άλλο δὲ τέρας τῷ λόγῳ τετράψομαι. Κλήμεντος γὰρ τοῦ ἀοιδίμου ἐφ' ἱκανοὺς τοὺς χρόνους τὴν μονὴν κυβερνήσαντος, καὶ πρὸς Κύριον τῇ ἑπτακαιδεκάτῃ τοῦ Ιουλίου μηνὸς ἐκδημήσαντος, καὶ Ἰλαρίωνος τοῦ κατὰ πάντα τῇ τῶν ἠθῶν ἱλαρότητι οἰκείως ἔχοντος τῷ ὀνόματι, τὴν ἡγεμονίαν ἄρτι κρατύνοντος· ὁ τοῦ ὁσίου Πατρὸς ἡμῶν Νικολάου μαθητής Αντώνιος τούνομα, ὁ τῷ συμβεβηκότι παρωνύμως τῇ προσηγορίᾳ Μαῦρος παρά τισιν ἐπονομαζόμενος, ἐν πολλοῖς ἔτεσι τῇ τῆς αἱμορροίας νόσῳ ἐκπιεζόμενος, τῇ φορά τοῦ νοσήματος τὴν παρὰ τῶν ἰατρῶν ἀπόγνωσιν κου μισάμενος, επετράπη λοιπὸν ὑπὸ τοῦ προῤῥηθέντος Πατρὸς Ιλαρίωνος, πρὸς τῇ κέλλῃ ἐν ᾗ πρώην δ τοῦ Χριστοῦ θεράπων καθείρκτο Νικόλαος, ἐπανα κλιθέντα τὴν τοῦ σώματος ὑποῖσαι διάζευξιν· ἐν ᾗ μετὰ πολλῆς τῆς χαρᾶς τὴν οἰκησιν ποιησαμένου, φαίνεται καθ' ὕπνους ὁ ἅγιος ούτωσί πως αὐτῷ προσφθεγγόμενος· Ταπεινέ Αντώνιε, τί τὸ παρενοχλοῦν σοι ἀρρώστημα;— Ὡς δὲ τὸ πάθος ἀπήγ γειλα, φησί, καὶ τούτου τὸ ἀνίατον οὐκ ἀπ έκρυψα· Μηκέτι φοβοῦ, φησὶν ὁ μέγας· ἔσῃ γὰρ ὑγιὴς ἀπὸ τῆς δεῦρο, τῷ τοιούτῳ νοσήματι μὴ παρενοχλούμενος. Καὶ εἰς ἑαυτὸν γεγονώς, οὐκ ότι καθ' ύπνους, ὀφθαλμοφανῶς δὲ τούτου το θέαμαι τὰ ὀπίσθια τῆς κέλλης υπεξερχομένου. Οθεν ἡ μὲν ῥύσις εὐθὺς τοῦ αἵματος ἀνεστέλλετο· εὐωδία δὲ πολλὴ τὴν κέλλαν περιστοιχή σασα, τὴν ταπεινήν μου καρδίαν χαρᾶς ἀγάτου ἐπλήρωσεν. Ἔκτοτε οὖν τεσσαρακοστὴν ἔτος ἦν καὶ προσδιαμείβων ἀπαρενόχλητος ἐγεγόνει χάριτι Θεοῦ τοῦ τοιούτου νοσήματος. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Παραλειπτέον γὰρ τὰ πολλὰ τῷ τῆς βραχυλογίας νόμῳ ὑπείκοντα;· ἐπεὶ καὶ ὁ λόγος, δι᾿ ἀσθενείας, τῶν θαυμάτων τὸ σθένος άδρανεῖ διηγήσασθαι, τῆς ἀπιστουμένης ἀκοῆς ἐν ταυτῷ τὸ χρήσιμον κατεγγυιζόμενος. Ἡμεῖς μὲν οὖν, ὦ μακάριε, τὰ ἐν μακρῷ τῷ χρόνῳ, τῆς σιωπῆς τῷ χρόνῳ, τῆς σιωπῆς τῷ βυθῷ καλυπτόμενα, πόθῳ πολλῷ τῆς ταπεινῆς ἡμῶν διανοίας τὸν ἐμπαθῆ καὶ συντετριμμένον κάλαμον παρεκτείναντες, ὡς ἐκ πελάγους τῶν σῶν κατορθωμάτων, μικρόν θαυματουργός
col. 925–926page 32 of 32
PG 105:925ΝΟΤΙΤΙΑ. τι μνήμης ἐμπύρευμα. ἢ καὶ ὀψώνιον εὐτελές, τοῦ τόν σου τῇ πανευκλεεῖ καὶ ἁγίᾳ μνήμῃ ἀναγαγόντες τὸν λόγον, ἀνεθέμεθα. Αὐτὸς δὲ ἄνωθεν ἡμᾶς ἐποπτεύοις ίλεως, καὶ τὴν παρεπόμενον τῆς σαρκὸς ἡμῶν πόλεμον κατευμαρίζοις ἑκάστοτε, καὶ διεξα ἄγοις αἰσίως τῆς ταλαιπώρου ζωῆς ἡμῶν τὴν οὐθένειαν, ὅτι πολλὰ τὰ παρ' ἐλπίδα ταύτης συμπτώματα, καὶ κυβερνήσεις πόρξω τῆς πονηρᾶς τῶν παθῶν καταιγίδος, τὴν τοῦ νοὸς εἰρεσίαν διεξαγόμενος, καὶ βραβεύσαις εἰρήνην τῆς Ἐκκλησίας τῷ συστήματ:· ὁρᾷς γὰρ ὅσην, καὶ ὡς καλύπτουσαν ἀμεταστρεπτὶ τῆς ἡμέρας τὴν ὀργὴν ἐπιδείκνυται καὶ καταβάλοις ἐθνῶν ἀτιθάσσων θρασείαν ὁρμὴν καὶ ἀλλόκοτον φρόνημα. Ιδε γὰρ οἷα νῦν τὰ τολ μώμενα. Ἐκκλησίαι κατεμπιπρῶνται, καὶ γῆ Χρι στιανῶν τοῖς αίμασι σπένδεται· καὶ πείσαις ταῖς πρεσβείαις, ἢ πρὸς τὴν ἀρχαίαν διὰ τῆς πίστεως ἐπανελθεῖν τῆς δόξης εὐγένειαν, ἢ παμπληθεί κρο τα ί[ζεσθαι, ὡς ἔθνη πόλεμον θέλοντα. Καὶ μὴν καὶ παράσχοις ἀγαθαῖς ἐλπίσι ταῖς πρὸς τὸ θεῖον ἡμᾶς πρακτικῶς ἐναβρύνεσθαι, δοξάζοντας Πατέρα, Υιν, καὶ ἅγιον Πνεῦμα, τὴν ἀμερῆ οὐσίαν τε καὶ θεότητα, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΝΟΤΙΤΙΑ
Page scan enlarged

Notebook

Full View