PG 105Josephus Hymnographus
Theotokia from the Greek Paracletike
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1275–1276page 1 of 54
PG 105:1275ύμνητον ἐν σαρκὶ κυήσασα, τὸν μεγαλύναντα τους Ο ἀθλοφόρους, καὶ τὸν ἐχθρὸν καταπαλαίσαντα. Ἵνα θεώσῃ τὸ ἀνθρώπινον, ὁ Θεὸς ἐγένετο ἄνθρωπος ἐκ σοῦ, Παρθένε, τῆς ἁγνῆς, ὑπὲρ λόγον καὶ ἔννοιαν διὰ τοῦτό σε συμφώνως οἱ πιστοὶ μακαρίζομεν. Λυτρωθέντες τῷ τόκῳ σου, εὐλογημένη, τῆς πριν κατάρας εὐλογίαν ἀπειλήφαμεν, καὶ ζωὴν καὶ λύ τρωσιν, οἱ σὲ Θεοτόκον δοξάζοντες. Ινα Θεὸς τοῖς ἄνω συνάψειε τοὺς ὀλισθήσαντας παραβάσεως εἰς μέγα βάραθρον, τὴν σὴν γαστέρα ᾤκησε, πανάχραντε, καὶ σὰρξ ἐχρημάτισεν. Μετὰ τόκον ἀληθῶς ως πρό τόκου, Μαρία, τῇ δυνάμει τοῦ ἐκ σοῦ σαρκωθέντος Ἰησοῦ, διέμεινας παρθένος ὄντως, θαῦμα παράδοξον. Υψηλοτέρα ὤφθης οὐρανῶν, κυήσασα πάντων τὸν Δεσπότην καὶ Θεὸν, ὃν ἐκτενῶς καθικετεύουσα μὴ παύσῃ, παναγία ἄχραντε, σῶσαι τοὺς πίστει θερμῇ δοξολογοῦντάς σε. Ἰεζεκιήλ πύλην βλέπει κεκλεισμένην, Παρθένε, δι' ἧς διώδευσεν Ἰησοῦς ὁ σκηνώσας ἐν μήτρα σου, καὶ σάρκα ἐκ τῶν σῶν αἱμάτων φορέσας ἀσυγχύτως. Φῶς ἡ τεκοῦσα τὸ θεῖον, τὸ ἐκ Πατρὸς ἀναλάμψαν τὴν σκοτισθεῖσάν μου ψυχὴν ταῖς ἀπάταις τοῦ βίου, καὶ γεγονυίαν τῶν ἐχθρῶν, πανάμωμε, παίγνιον, οἰκτείρησον, καὶ φωτὶ μετανοίας σωτηρίου καταξίωσον, ἁγνή. ΘΕΟΤΟΚΙΑ ΕΚ ΤΗΣ ΠΑΡΑΚΛΗΤΙΚΗΣ. Ἐκ τοῦ κανόνος της δευτέρας εἰς τὸν ᾿Ορθρον. Ηχος ά. Τάξεις ἀσωμάτων σὺν ἡμῖν σε ἀνυμνοῦσι, Παρθένε πανύμνητε τὸν γὰρ ἀπερίληπτον ἐν τῇ γαστρὶ σω
col. 1277–1278page 2 of 54
PG 105:1277ματωθέντα τέτοκας, μείνασα παρθένος, ὡς πρὸ τοῦ τόκου, Θεόνυμφε. Αγία Θεόνυμφε ἁγνή, ἁγίων ἀπεκύησας τὸν ἐν ἁγίοις ἀναπαυόμενον, Υἱὸν καὶ Λόγον Πατρὶ συν άναρχον, τὸν καθαγιάζοντα ἐν ἁγίῳ Πνεύματι τοὺς αὐτὸν εὐσεβῶς ἁγιάζοντας. Ο πάλαι Πατρὸς ἐξ ἀγεννήτου Υἱὸς γεννηθεὶς γέννησιν ἔσχε χρονικὴν, ἐκ σοῦ, Παρθένε, γεννηθείς, τὸν χρόνιον πόλεμον τῶν γηγενῶν ἐξᾶραι θέλων ὡς εύσπλαγχνος, ὁ ἡμερῶν τε καὶ χρόνων ἐπέκεινα. Ρητορεῖον οὐ δυνήσεται στόμα τοῦ τόκου σου τὸ ἄῤῥητον διηγήσασθαι θαῦμα, Θεόνυμφε· τὸν γὰρ ἀνερμήνευτον τίκτεις καὶ φέρεις ἐν ἀγκάλαις χειρὶ κρατοῦντα τὰ σύμπαντα. Πυρίνων λειτουργῶν τὸ πῦρ κυήσασα ἐφάνης πανα μώμητος, καὶ τῆς κτίσεως ἁπάσης πρωτουργός, πάναγνε Παρθένε, ὑπερέχουσα, ἐν γυναιξὶν εὐλογημένη θεοχαρίτωτε
col. 1279–1280page 3 of 54
PG 105:1279ο ο Νόμοι ἐν σοὶ φύσεως καινίζονται. Τὸν νομοδότη γὰρ Χριστὸν δίχα νόμων τῶν σαρκικῶν τίκτεις, παν αμώμητε, πᾶσιν ἀπολύτρωσιν νομοθετοῦντα τοῖς μέλπουσιν· Ο αἰνετός τῶν πατέρων Θεὸς καὶ ὑπερ ένδοξος. Ἱεραί σε πόρρωθεν φωναί γενήσεσθαι μητέρα τοῦ πάντα ἐκτειναμένου προκατήγγειλαν Θεοῦ, ᾧ μέλο πομεν, ἄχραντε· Εὐλογεῖτε... Φέρεις τὸν τὰ πάντα φέροντα καὶ γαλουχεῖς τὸν πᾶσι τροφὴν παρέχοντα, μέγα καὶ φρικτὸν τὸ ὑπὲρ νοῦν σου μυστήριον, κιβωτὲ τοῦ σεπτοῦ ἁγιάσματος, Παρθένε Θεοτόκε, ὅθεν σε πίστει μακαρίζομεν. Ἐκ τοῦ διπλοῦ κανόνος τῆς τρίτης εἰς τὸν Ορθρον. Ως θρόνος πυρίμορφος φέρεις τὸν Κτίστην, ὡς έμψυχος θάλαμος καὶ τερπνὸν παλάτιον τὸν βασιλέα χωρεῖς, γενόμενον ὅπερ εσμέν, δίχα τροπῆς καὶ φυρμού. Ἡ μόνη τὸν ἄχρονον Υἱὸν ἐν χρόνῳ τεκοῦσα σαρκούμενον, παναγία Δέσποινα, πάντα τὰ χρόνια τῆς παναθλίας μου ψυχῆς πάθη θεράπευσον. Τίκτεις δν Πατὴρ ἐγέννησε πάντων προ αιώνων, τρέφεις τὸν τροφέα, πεῖραν ἀνδρὸς μὴ γνοῦσα, και ράδοξον τὸ θαῦμα, καινὸν τὸ μυστήριον, θεοχαρίτωτε· διὸ πᾶσα πιστῶν ψυχὴ δοξάζει σε. Ολον τὸν Ἀδὰμ ἐφόρεσεν ἐκ σοῦ, Θεοτόκε, ὅλος σαρκοφόρος προελθὼν ὁ Λόγος· αὐτὸν οὖν, Θεοτόκε, δυσώπει τοῦ ῥύσασθαι ἐκ πειρασμῶν παντοδαπών, καὶ τοῦ πυρὸς τοῦ αἰωνίζοντος. Ἐξέστησαν ὁρῶσαι ἀγγέλων στρατιαί, πῶς ὁ ἀθεώρητος μορφῇ τῇ καθ' ἡμᾶς ἐκ σοῦ ὡράθη, Παρθένε Θεοκυήτορ· ὃν ἐκδυσώπει σωτηρίας ἀξιῦσαι πάντας τοὺς πιστῶς σε δοξάζοντας. ο γνωρισθῶμεν καὶ κατοικητήριον Πνεύματος. Ναὸς ἡγιασμένος ἐδείχθης τοῦ Θεοῦ τοῦ ἐν σοὶ οἰκήσαντος, Παρθένε, ὑπὲρ νοῦν· αὐτὸν δυσώπει ἁμαρτιῶν ἡμᾶς ῥύπου ἀποκαθᾶραι, όπως οἶκος Ἐν δύο ταῖς θελήσεσι ἕνα τῆς σεπτῆς τέτοκας Τριάδος, πανάχραντε, φέροντα μίαν τὴν ὑπόστασιν, ὃν ἐκτενῶς δυσώπει πάντας ἡμᾶς σωθῆναι.
col. 1281–1282page 4 of 54
PG 105:1281Βασίλισσαν Παρθένον σε κηρύττει ὁ Δαβίδ, ἄχραντε ἁγνή· διὸ ἱκετεύω σε, τῆς οὐρανίου βασι λείας με ποίησον κληρονόμον, ἵνα σε μακαρίζω. Αγιάσματος σκηνή δεδειγμένη, Μαρία, μιαν θεῖσαν ἡδοναῖς τὴν ἀθλίαν μου ψυχὴν ἁγίασον, καὶ θείας δόξης μέτοχον ποίησον. Τὴν Μητέρα τοῦ Θεοῦ καὶ καλὴν ἐν γυναιξὶ δυσ ωπῶ σε ἐκτενῶς, μὴ παρίδῃς με, ἀγνή, ἀλλ' οίκτειρον, καὶ πάσης βλάβης σῶον συντήρησον. Ἐκ γενεῶν πασῶν σε ὁ Χριστός, πανύμνητε, μέσ την ᾑρετίσατο αὐτῷ, οἷα σεμνὴν καὶ καθαρὰν, εἰς κατ οικίαν, καὶ ἐκ σοῦ ὡς ἥλιος ἐξανατείλας τὴν γῆν πᾶσαν ἐφώτισεν. Ικετηρίαν, ἄχραντε, Θεῷ προσάγαγε, όπως παραβλέψηται ἡμῶν τὰ πταίσματα, καὶ τὰς ἀμέτρους ἁμαρτίας, καὶ διαιωνίζοντος ἐλευθερῶσαι ἡμᾶς πυρὸς κολάζοντος. Ως κρίνον κοιλάδεσι τοῦ βίου εὑρηκὼς ἐν σοὶ κατο εσκήνωσεν ὁ πάντων φυτουργός· όδμαῖς ἐναρέτοις καὶ σεμνότητος νῦν κατευωδίασον ἡμᾶς, Θεογεννῆτορ. Ῥῦσαί με ἀτόπου ἁμαρτίας καὶ φλογὸς ἁμαρτίας, σκότους κολάζοντος, καὶ βρυγμοῦ τῶν ὁδόντων, καὶ σκώληκος, Παρθένε, μόνη προστασία τοῦ γένους τῶν ἀνθρώπων. Φωτιστικαῖς λαμπηδόσι τοῦ ἀνατείλαντος Λόγου ἐκ τῆς ἁγίας σου γαστρός, Θεοτόκε Παρθένε, καὶ καταυγάσαντος τῆς γῆς τὰ πέρατα, φώτισον τὴν ψυχήν μου, ἡδονῶν ἀμαυρώσει σκοτισθεῖσαν, ἀμελείᾳ τῶν παθῶν, Φέρεις τὸν φέροντα πάντα, χερουβικός ὥσπερ θρό νος, τρέφεις τὸν τρέφοντα ἡμᾶς, ὃν ἀπαύστως δυ σώπει, θεοχαρίτωτε, ἡμᾶς σεισμοῦ καταπτώσεως, ἁλώσεω;, καὶ παντοίας ἀνάγκης, σοῦ τὴν ποίμνην ἐκλυτρώσασθαι ἀεί. Ἐκ τοῦ κανόνος τῆς τετάρτης, εἰς τὸν Ὄρθρον. Ρομφαία, πάναγνε, τέτρωσαι, τὸ πάθος τοῦ Υἱοῦ σου, ὡς ἔβλεψας αὐτὸν τῇ λόγχῃ νυττόμενον, καὶ τὴν ἐν παραδείσῳ κωλυτικὴν εἰργοντα ῥομφαίαν, μὴ διδοῦσαν τοῖς πιστοῖς τὴν θείαν εἴσοδον. Β. ο ο
col. 1283–1284page 5 of 54
PG 105:1283Ωρᾳ τῇ τοῦ πάθους τὸν ὡραῖον ἐν κάλλει ο εἰσβλέψασα, εἶδος, Παρθένε, οὐδὲ κάλλος κεκτημέν νον, ἐδέας πικρῶς, ἁγνὴ, ἀλαλάζουσα· Οι μο!! πῶς πάσχεις, Υιέ, ἐκ παθῶν πάντας θέλων φύσασθαι! Τὴν ἄδικον βλέψασα σφαγήν, Χριστέ, ἡ σὲ κυήσασα ὀδυρομένη ἀνεβόα σοι· Δικαιοκρίτα Υιέ, πῶς ἀξι χως κέχρισαι, θέλων δικαιοῦν τοὺς παραβάσει και τακριθέντας τὸ πρὶν καὶ πρὸς τὴν φθορὰν ὀλισθήσαντας; Θαμβεῖται ἐν ξύλῳ ὁρῶσα Χριστὸν ὑψωθέντα βουλήσει καὶ ἀμέμπτως, καὶ κλαίουσα ἐκραύγαζεν Υιέ μου καὶ Θεέ, ὠδῖνας ἐν τῷ τίκτειν μὴ λαβοῦσα, νῦν ὠδῖνας ὑπομένω, ἀδίκως ὑπὸ ἀνόμων σταυρουμένου σου. Σταύρωσιν τὴν σὴν ἡ πάναγνος βλέπουσα, ἐβόα Υι, τί τὸ δρώμενον ξένον θέαμα; Ο τὰ πάθη κα σούντων ἰώμενος, πῶς τὸ πάθος ὑπομένεις τὸ και νότατον; τί σοι οἱ ἐχθροὶ ἀπέδωκαν, εὐεργέτα, ἀνθ' ὧν εὐηργέτηνται; Ο τόκος σου, Παρθένε, τοὺς αἰῶνας παραδόξως ἔτεξε, καὶ ὑψωθεὶς ἐν τῷ σταυρῷ τοὺς πεσόντας συνανύψωσε, καὶ βοῶντας οὐρανοῦ πολίτας ἔδειξεν Ὁ τῶν πατέρων Θεός, εὐλογητὸς εἶ. Απειρόγαμο; Κόρη, μεθ' ἧς ἡ κτίσις πάσα δοξάζει σε, πάντων λυτρωτὰ Ἰησοῦ, εἰς τοὺς αἰῶνας, σταυρῷ ὁρῶσα σε ὑψωθέντα, ἐβόα, ἵνα σε παραπικραίνων ἄφρων δῆμος, ὡς ὑπέλαβεν, ἐκ γῆς ἐξᾶραι, Ατεκνος γεγένημαι, καὶ δονούμαι, καὶ μητρικώ; τὴν καρδίαν ὀδυνῶμαι. Φιλάνθρωπον Λόγον ἀῤῥήτως κυήσασα, ἂν ὁρῶσα πάσχοντα, Κόρη, ὑπὲρ ἀνθρώπων βουλήσει, Τί τοῦτο; ἐβόας. Θεὸς ἀπαθὴς πάθος ὑφίσταται, πλο θῶν ὅπως φύσηται τους πίστει προσκυνοῦντας αὐτόν. Ἐκ τοῦ κανόνος τῆς πέμπτης, εἰς τὸν ᾿Ορθρον. Νοός μου, πανάμωμε, τὰς ἀμαυρώσεις φωτί σου ἀπέλασον, καὶ τοῦ σκότους ῥῦσαί με τοῦ αἰωνίζον η τος, ὅπως ὑμνῶ διηνεκώς τὰ μεγαλεῖά σου. Ῥῦσαί με πάσης περιστάσεως, καὶ πολλῶν σκαν δάλων του όφεως, καὶ αἰωνίζοντος πυρὸς καὶ τοῦ σκότους, πανάμωμε, ἡ τὸ φῶς ἀποκυήσασα βροτοῖς τὸ ἀνέσπερον. Νοήσας ο προφήτης εν Πνεύματι Θεού, δρος σε προέγραψεν κατάσκιον, ἁγνὴ, ἡ τοὺς ἐκτακέντας φλογμῷ πολλῶν ἐγκλημάτων σαῖς εὐπροσδέκτοις μεσιτείαις Θεοτόκε, νῦν ἐπισκιάζουσε χάριτι. Φωτοειδές Χριστοῦ τέμενος, Κόρη Θεοχαρίτωτε, τοῦ Πατρὸς, Υἱοῦ καὶ Πνεύματος, ταῖς προσευχαίς σου, οἴκους ἡμᾶς ποίησον, τὰ ὅσια πράττοντας. Μεγαλειά σοι Χριστὸς ἐποιήσατο, ἁγνὴ, ὃν ἱκέτευε
col. 1285–1286page 6 of 54
PG 105:1285ἀεὶ μεγαλῦναι ἐν ἐμοὶ τὰ πλούσια αὐτοῦ ἐλέη, Θεοχαρίτωτε. ΣΕ, παναγία, ἄχραντε, ἁγνὴ, οἱ δοῦλοί σου πάν τοτε ἡμέρας καὶ νυκτὸς συντετριμμένη διανοία δυσωποῦμεν, λύτρωσιν ἁμαρτημάτων πολλῶν δίδου ἡμῖν, ἀγαθή. άτρευσον, δέομαι, τὰ πάθη τῆς ἐμῆς καρδίας, κυήσασα τὸν πάντων ἰατρὸν, καὶ τῆς τῶν δικαίων δεῖξον μέτοχον, Παρθένε, μερίδος, Χριστὸν ἐκδυσωποῦσα. Φῶς ἡ τεκοῦσα τὸν Θεὸν, ἐσκοτισμένον με πάσαις ταῖς μεθοδείαις τοῦ ἐχθροῦ, καὶ βαθύμως βιοῦντα, καὶ παροργίζοντα Θεόν, πανάμωμε, φώτισον, ὁδη γοῦσα πρὸς καλὰς ἐργασίας, ὡς αἰτία οὗτα πάντων τῶν καλῶν. Ἐκ τοῦ κανόνος τῆς Παρασκευῆς, εἰς τὸν *Ορθρον. Ὥσπερ ἀμνὸν ἐπὶ σταυροῦ καθορῶσα ἡ ἀμνὸς ἀπαρτηθέντα τὸν Χριστὸν, ἀλαλάζει καὶ βοᾷ· Ποῦ σου ἔθου τὸ κάλλος, μακρόθυμε Υἱὲ προάναρχε; Εὐλογημένος τῆς κοιλίας σου ὁ καρπὸς, Παρθένε πανύμνητε, ὁ τοὺς φθαρέντας τῷ καρπῷ, διὰ ξύλου σταυροῦ αὐτοῦ ἀφθαρσίας καταστήσας κοινωνούς θεία χάριτι. Οι μοι, τέκνον! πῶς βλέψω σε ἐπὶ τοῦ ξύλου ἀνηρτημένον, καὶ ἀδίκως θανατούμενον, τὴν ζωὴν παρέχοντα; ἡ Παρθένος κλαίουσα ἔλεγεν. Ράβδος ἡ ἔντιμος ἡ βλαστήσασα κλάδον ἀμάραν τον, ἀνυψούμενον αὐτὸν ὡς ἔβλεπεν ἐπὶ τοῦ ξύλου, Δέσποτα ἐκραύγαζε, μὴ ἄτεχνον δείξῃς με. Μετὰ τόκον, πανάμωμε, ὡς πρὸ τόπου διέμεινας Θεὸν γὰρ ἐχύητας ξύλῳ τὸν ἄνθρωπον σώσαντα. Σταυρούμενον ὁρῶσα τὸν Κύριον ἡ ἄμεμπτος
col. 1287–1288page 7 of 54
PG 105:1287Θεοτόκος ἔλεγεν· Οἱ μοι, Υιέ! πῶς θνήσκεις, ἡ ζωὴ καὶ ἐλπὶς τῶν πιστῶν Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα, ὑψωθέντα ἐν ξύλῳ καὶ καταράσσοντα τὰς ὑψώσεις ἐχθροῦ θεωρή σατα τὸν μόνον ὕψιστον, ἀνυμνει Χριστόν μεγα λυγώνως. Φέγγει, Παρθένε, τοῦ ἐκ σοῦ ἀνατείλαντος σαρκί, τὸν νοῦν μου καταύγασον, καὶ τὴν καρδίαν φώτισον, καὶ σκότος διώκουσα τῆς ἁμαρτίας, καὶ τῆς θυμίας μου ἅπασαν τὴν ἀχλὺν ἀπελαύνουσα. Ἐκ τοῦ κανόνος του Σαββάτου, εἰς τὸν ᾿Ορθρον. Γνώμῃ ὀλισθαίνοντα ἀεὶ καὶ λογισμοῖς πονηροῖς ἐξελκόμενον, καὶ δελεαζόμενον, φρενοβλαβῶς γάρ τοῖς ἐχθροῖς εὐχείρωτον ὅλον γεγονότα, μὴ ὑπερίδης με, Δέσποινα. ο Σκηνὴ πλατυτέρα οὐρανῶν, λαόν σου συνερχόμεν νον ἐν τῇ σκηνῇ σου ταύτῃ ὑμνῆσαι σε σκηνῶν ἀθε λων μέτοχον ποίησον τῇ θερμῇ δεήσει σου πρὸς Χρισ τὸν ἄν ἔτεκες, τὸν Δεσπότην ἀπάντων καὶ Κύριον. Ναόν σε τῆς δόξης επιστάμενοι, ἄχραντε, ἐν τῷ σεπτῷ συναθροιζόμενοι πιστῶς, τὴν σὴν ἐξαιτούμεθα θεοπρεπώς, ἁγνὴ Παρθένε, βοήθειαν, καὶ τῇ σεπτῇ σου πρεσβεία σωζόμεθα. Μητέρα σε τοῦ τὰ πάντα βουλήσει ποιήσαντος γινώσκοντες τῷ ναῷ σου τῷ θείῳ προστρέχομεν, ἐν αὐτῷ αἰτούμενοι τῇ μεσιτείᾳ σου, Παρθένε, λύσιν Ο σφαλμάτων κομίσασθαι. Μαρία, καθαρὸν τοῦ Λόγου σκήνωμα, παθῶν εναποκάθαρον τὴν καρδίαν μου, καὶ σκεῦος καθαρόν Πνεύματος τοῦ θείου ἀποτέλεσον, ἵνα ὑμνῶ καὶ μετ γαλύνω σε τήν πανύμνητον Πρὸς τὸν ἐκ σοῦ γεννηθέντα Κύριον γενοῦ μεσίτις ἀγαθὴ, τῆς γεέννης καὶ τοῦ πυρὸς ὅπως με λυ τρώσῃ, καὶ καταξιώσῃ με τῆς βασιλείας κραυγάζοντα· Ὁ αἰνετὸς τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος. Φωτοδότην τέξασα Θεὸν, ὀλέφωτε Παρθένε, τὰ όμματα τῆς καρδίας μου καταύγασον φωτὶ Θεοῦ ἐπιγνώσεως, εἰς τὸ μέλπειν, Πάντα τὰ ἔργα, τὴν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Φρίττει νοερά στρατεύματα τὸ τοῦ Πατρὸς ὁρῶντα θεῖον ἀπαύγασμά σου ἐν ταῖς χερσὶν ἀνερμηνεύτως κρατούμενον, καὶ τὸ σὲν κεκτημένον ὁμοίωμα, ἵνα βροτούς θεώσῃ, Παρθενομήτορ πανάμωμε. Ἐκ τοῦ κανόνος τῆς δευτέρας, εἰς τὸν ᾿Ορθρον. "Ηχος β'. Η τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα, τραυματι
col. 1289–1290page 8 of 54
PG 105:1289σθέντα πάθεσι, Κόρη, θεράπευσον, και πυρός αιω , νέου ἐξάρπασόν με, μόνη Θεοχαρίτωτε. Αρχὴν ὑπὸ χρόνον ειληφώς πιστεύεται ἐκ σοῦ ὁ χρόνων Δημιουργός, Μῆτερ ἀειπάρθενε. Σαρκοῦται ἐξ ἁγνῶν αἱμάτων σου, καὶ ἀνθρώποις ἀνονται θέλων ὁ Κύριος, ἄχραντε, καὶ δέχεται μετ τανοοῦντας τοὺς πρὶν ὑπαχθέντας ἁμαρτήμασι, ταῖς σαῖς λιταῖς ἀεὶ κατακαμπτόμενος. Νέον ὡς βρέφος ἡμῖν τὸν προαιώνιον Υἱὸν τέτο μας, θελητικαῖς δυσὶν ἐνεργείαις ὑπάρχοντα διπλοῦν, ὡς ἄνθρωπον ἅμα Θεόν τε, πανάμωμε. Ἐκ πασῶν γενεῶν ἐξελέξατε σε τήν καλλονήν Ἰακώβ, ἣν ἠγάπησεν ὁ Ποιητής, πανάμωμε, καὶ ἐκ τοῦ ἀνατείλας ἐπέφανεν. Αύλου φωτὸς οἰκητήριον ἡ σὴ μήτρα γεγένηται τοῦ φρυκτωρίαις θείας γνώσεως τὴν ἀθείαν μειών σαντος, ἄχραντε Θεόνυμφε Κόρη, ὃν ὑμνοῦντες κραυγάζομεν· Εὐλογητὸς εἶ, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. Εξασθενήσασαν πολλαῖς προσβολαῖς τοῦ πονηροῦ, Θεογεννήτορ, τὴν ἀθλίαν ψυχήν μου ταῖς ῥωστικαῖς σου λιταίς, Παρθένε, ὑγιῆ ἀπέργασαι, ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας. Φεῖσαί μου, Κύριε, φεῖσαι, ὅταν μέλλης με κρί ναι, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ σου ἐλέγξης με δυσωπεί σε Παρθένο; ἡ δὲ κυοφορήσασα, Χριστέ, τῶν ἀγγέλων τὰ πλήθη, καὶ τῶν μαρτύρων σύλλογος. Ἐκ τοῦ κανόνος τῆς τρίτης εἰς τὸν ᾿Ορθρον. Φλογοφόρα λαβές, ἣν Ησαΐας ἔβλεψε ποτέ, τὰ ὑλώδη τῆς ἐμῆς καρδίας πάθη, Θεογεννήτορ, φλέξον καὶ εἰς τέλος ἀφάνισον. Γαλουχείς μητροπρεπῶς τὸν τροφέα τοῦ παντὸς καὶ φέρεις τοῦτον ἐν ἀγκάλαις, γνὴ, τὸν τὰ σύμ παντα χειρὶ φέροντα πάντοτε. Μεμνημένος ἐν Πνεύματι προφητών, Θεοτόκε, ὁ περίδοξος χορὸς τὸ ὑπὲρ νοῦν σου μυστήριον ποικιλοτρόπως τοῦτο προχαράττει ἱεροῖς ἐν συμβόλοις, ὧν τὸ πέρας καθορῶμεν τηλαυγώς. Δανιήλ σε δρος μέγα ἐν πνεύματι θεώρει, Θεο τόκε, ἐξ οὗ λίθος ἀποτμηθεὶς ἐκλεπτύνει τῶν δαι μόνων τὰ γλυπτά. Ως τράπεζα τὸν ἄρτον χωρεῖς τὸν μυστικὸν ἐξ οὗ φαγόντες οὐκ ἔτι λιμώττομεν, πανύμνητε, οἱ ἰδόντες σε Χριστοῦ τοῦ πάντων Θεοῦ γεννήτριαν καὶ τροφὸν ὡς ἀληθῶς. ο ο
col. 1291–1292page 9 of 54
PG 105:1291ο ο Τα Χερουβὶμ δοξάζωσι, τὰ Σεραφίμ ἀνυμνοῦσι, Θρόνοι, καὶ Ἐξουσίαι, καὶ Κυριότητες ἀεὶ τὸν ὑπὲρ νοῦν σου Τόκον, Μαρία πανύμνητε, ὅτι μόνη θεὸν κυοφορεῖ; ἐν γαστρὶ, δν αἴτησαι, ἁγνὴ, πάντας ἡμᾶς σωθῆναι τοὺς πόθῳ σε τιμώντας. Ἵνα θεώσῃ ἡμᾶς, ὁ Θεὸς ἐσαρκώθη ἐξ ἁγνῶν σου αἱμάτων, καὶ ἐγένετο βροτός, Παρθένε Θεοτόκε, εν ἐκδυσώπει ἀεὶ ὑπὲρ τῶν σε τιμώντων. Φωτιστικαῖς αὐγαῖς τοῦ ἐκ γαστρός σου ἐξανατεί λαντο; ἡμῖν, καὶ ἀθείας τὴν νύκτα ἐξαφανίσαντος, Παρθενομήτορ Μαρία, φώτισον πάντας τοὺς πίστει σε τιμῶντας καὶ ἀφεγγους λύτρωσαι σκότους ἐν ὥρα κατακρίσεως. 'Εκ τοῦ ἑτέρου κανόνος τῆς τρίτης, εἰς τὸν ἅγιον Πρόδρομον. Τῆς ἁγνῆς Παρθένου συγγενής, μακαρ, έχρημάτ τισας, τῆς τὸν Θεὸν σωματωσάσης, Πρόδρομε, μεθ' ἧς σε γεραίρομεν, καὶ δεόμεθα οἱ τῷ θείῳ τεμένει σου νῦν περιπολοῦντες. οἴκους ἡμᾶς ποίησον τοῦ Πνεύματος. Αγάλλεται ὁ Πρόδρομος ἐν νηδύϊ φερόμενος μη τρώμ καὶ προσεκύνει τὸν Κύριον φερόμενον ἐν νηδύ, Θεοχαρίτωτε, δν καθικέτευε, ἀπὸ πάσης θλί ψεως λυτρωθῆναι με. Ἐπίβλεψον ἐπ' ἐμὲ τὸν νοσοῦντα, πανάμωμε, καὶ λῦσον τὰ πάθη μου τὰ χαλεπὰ καὶ δυσίατα, ὅπως μεγαλύνω σε τὴν μεγαλύνασαν ἅπαν τὸ ἀνθρώπινον. Ἐπιδουλαῖς καὶ ἐνέδραις τοῦ πλάνου ἐθανατών θην, Δέσποινα πανάμωμε, ζώωσόν με, ἡ τετοχνία τὴν ζωὴν τῶν ἁπάντων, Θεοτόκε, τὴν ἐνυπόστατον, ἵνα σε ὑμνῶ εὐσεβῶς τὴν πανάμωμον.
col. 1293–1294page 10 of 54
PG 105:1293Νυσταγμῷ ἀμελείας συνεχομαι, ύπνος ἁμαρτίας & βαρεῖ τὴν καρδίαν μου, τῇ σῇ ἀγρύπνῳ, πάναγνε, μεσιτείᾳ ἐξέγειρον, σῶσόν με. Στειρεύουσα φέρει σε νηδύς Παρθένον, ἐγγάστριον φέρουσαν τὸν Λόγον σωματούμενον, δν θείοις σκιρτήμασιν ὁ μέγας Πρόδρομος, στείρας ὁ πανάγιος καρπός, ἐπέγνω χαίρων, καὶ προσεκύνησε. Υψιστον Θεὸν σαρκὶ ἀποτελοῦσα, ἀπὸ κοπρίας με ἀνάστησον παθῶν τῶν θλιβόντων με, καὶ δεινῶς ὅλον πτωχεύσαντα ταῖς θείαις καταπλούτισον, πάν αγνε, ἀρεταῖς με, ὅπως ὑμνῶ σε σωζόμενος. Φερόμενον ἅπαντα τὸν φέροντα τῷ νεύματι ἐν γαστρὶ προσεκύνεις τῆς Θεομήτορος μεθ᾿ ἧς ἐκδυσε ώπει, προφῆτα, τὴν ταπεινὴν σώζεσθαι ψυχήν μου πολλοῖς περιπίπτουσαν καθ' ἡμέραν πλημμελήμασιν. Ἐκ τοῦ κανόνος τῆς τετάρτης εἰς τὸν ᾿Ορθρον. Ἱερὸς ἐκάλει σε χορὸς πύλην ἀδιόδευτον, γῆν ἐκλεκτὴν, καὶ ὄρος αλατόμητον, παναγία Δέσποινα τὸν Δεσπότην γὰρ τῶν ἁπάντων ἐκύησας, τὸν ἐθε λουσίως σταύρωσιν σαρκὶ καταδεξάμενον. Υψούμενον ἐν ξύλῳ, τὸν ζωοδότην βλέπουσα, καὶ ἑκουσίω; θνήσκοντα, καὶ τοῖς πᾶσι ζωὴν παρέχοντα, ἐδονεῖτο τὰ σπλάγχνα ή πανάμωμος. Ανέτειλεν ἐκ γαστρός σου Πατρὸς τὸ ἀπαύγασμα Χριστὸς, καὶ ἐφώτισεν τὴν οἰκουμένην σταυρούμενος, Κόρη ἀπειρόγαμε, καὶ τῶν δαιμόνων τὸ σκότος ἐξηφάνισεν. Πράξης, ἁγνή, μετὰ τόκον ἄφθορος Θεὸς γὰρ ἐκ σοῦ ἐτέχθη ὡς ἄνθρωπος, ὃν κατανοήσασα σταυρούμενον τὴν τῶν σπλάγχνων οδύνην μὴ φέρουσα ηλά λαζες. Υμνοῦμέν σε, πανύμνητε, ὡς Θεὸν κυήσασαν τὸν ὑπερύμνητον ἐν ξύλῳ τὸν ἀρχέκακον δυνάμει τῇ αὐτῇ ὀλέσαντα τύραννον, εἰς ἡμῶν σωτηρίαν καὶ καύχημα. Τὸν βότρυν τὸν πέπυρον ἀγεωργήτως, ἁγνή, δν ἐβλάστησας, ἐν ξύλῳ ὡς ἑώρακας κρεμάμενον, κρα ζες- Τέκνον μου γλυκύτατον, γλεύκος ἐναπόσταξον, δι᾽ οὗ παθῶν ἡ μέθη ἀνασταλήσεται. Σάρκα ἐκ τῆς σῆς γαστρός λαμβάνει θέλων, καὶ καθορᾶται ὁ ἀόρατος, καὶ σταύρωσιν δέχεται, καὶ κατάρα ὀνομάζεται κατάρας εξαιρούμενος ἅπαντας ὁ Υιός σου, Θεοχαρίτωτε. Φθαρεῖσαν ἐκαίνισας τὴν φύσιν τοῦ προπάτορος, ὑπὲρ φύσιν τεκοῦσα καὶ παρθενεύουσα, φύσεως ο ο
col. 1295–1296page 11 of 54
PG 105:1295ἁπάσης τὸν Πλάστην, ὃν ἐν σταυρῷ κρεμάμενον πά ο ο η Θα ο και ηλάλαζες βλέπουσα, παναγία Μητροπάρθενε. Ἐκ τοῦ κανόνος τῆς Παρασκευῆς εἰς τὸν ᾿Ορ θρον. Τῆσις σεπτοῦ προφήτου πεπλήρωται· ρομφαία γὰρ τὴν καρδίαν τὴν σὴν διῆλθεν, ὅτε ἐν σταυρῷ λογχευθέντα, Δέσποινα, τὸν σὸν Υἱὸν ἔβλεψας. Γεραίρουσι σε τάξεις τῶν ἀσωμάτων· τὸν πάν των γὰρ Δεσπότην σωματοφόρον εκύησας τὸν λύσαντα διὰ ξύλου δεσμίους ἅπαντας, Κόρη Θεόνυμφε, καὶ πιστοὺς συνδήσαντα τῇ στοργῇ αὐτοῦ. Σεσάρκωται ἐξ ἁγνῶν σου αἱμάτων ὁ Ὕψιστος ἐν βλέπουσα, πάναγνε, ξύλῳ ἀδίκως όψούμενον ἔστενες δακρύουσα, καὶ τὴν αὐτοῦ εὐσπλαγχνίαν ἔμεγά λυνες. Ο νώτοις Χερουβὶμ ἐν οὐρανοῖς θεοπρεπῶς ὡς ἀληθῶς ὀχούμενος, ταῖς ἀγκάλαις σου επιχεί, στην ρωθεὶς πάντας φθοράς διέσωσεν. Ἵνα θεώσῃ τὸν ἄνθρωπον, ἐκ σοῦ, Παρθένε, τι κτεται Θεὸς, καὶ σταυροῦται, καὶ θανάτου γεύεται ἀποκτείνων τὸν ἐμὲ τὸ πρὶν ἀποκτείνοντα. Παλάτιον ἔμψυχον τοῦ βασιλέως, καὶ θράνος πυ ρίμορφος, Παρθένε, ἀναδέδειξαν, ἐν ᾧ καθεζόμενος πάντας ἐξήγειρε τοῦ προτέρου πτώματος βροτούς, καὶ συνεδρίᾳ Πατρὸς ἐτίμησας. Ἡ ἄμωμος ἀμνάς, προφητῶν τε καὶ μαρτύρων ἡ ώραιότης, ὥσπερ ἀμνόν σε ανηρτημένον ἐπὶ ξύλου θεασαμένη έκλαιε πικρῶς καὶ ἔλεγεν· Η οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας. Φωστήρων κάλλος δρόμου του συνήθους ἀπέστη, ὅτε σε είδεν, Ηλια τῆς δικαιοσύνης, ἐπηρμένον ἐπὶ τοῦ σταυροῦ θελήματι, ἡ δὲ Παρθένος σὺν μαθητῇ παρθένῳ ηλάλαζε πικρώς, οίμοι! ἀναβοῦσε, Τί τοῦτο τὸ ξένον θέαμα; Ἐκ τοῦ κανόνος τοῦ Σαββάτου εἰς τὸν ᾿Ορθρον. Αἱ ἀσκήσει στέρξῶς ἡγωνισμέναι καὶ ἀθλητικῶς καθελοῦσαι τὸν ἐχθρὸν σεμναὶ γυναῖκες, Θεοκυήτορ, σὲ περιεστῶσαι εὐφραίνονται. Μετά πάντων προφητῶν καὶ γυναίων ἱερῶν θεόν, Παρθένε, τὸν τεχθέντα ἐκ σοῦ ἐκδυσώπει ἐκτενῶς τοῦ οἰκτειρῆσαι ἡμᾶς. Όρος κατάσκιον βλέπει σε ἀρεταῖς ὁ προφήτης, Θεοτόκε, ᾿Αββακούμ, ἐξ οὗ ἐπέφανε Θεὸς ἀγρά στως ἀρετῇ καλύψας οὐρανῶς, καὶ τὸ γένος ἀνθρώπων διασώσας ἐκ φθορᾶς. Παναγία Παρθένε, τὸ καύχημα τῶν μαρτύρων, καὶ ὁσίων, καὶ δικαίων πάσης ἡμᾶς τυραννίδος ἐξελοῦ τῶν πειρασμῶν.
col. 1297–1298page 12 of 54
PG 105:1297ο Αγία Θεοτόκε, ἁγίασον ἡμῶν τοὺς λογισμούς, καὶ τὸ φρόνημα στήριξον, καὶ σῶσον ἐκ τῶν βελῶν τοῦ πονηροῦ ἀτρώτους ἡμᾶς δοξάζοντάς σου τὸ ἔλεος, ἁγνή. Μετά μαρτύρων, ἄχραντε, καὶ ὁσίων Πατέρων, καὶ προφητῶν, πασῶν τε καὶ τῶν ὁσίων γυναικών, τὸν ἐν ἁγίοις μόνον ἐπαναπαυόμενον ἐκδυσώπει ἡμᾶς καθαγιάσαι, ἁγνὴ, ἁγίαις ἐν φωναῖς τοὺς δου ξολογοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας. Θεικνῆτερ ἁγνὴ, μετά πάντων μαρτύρων, προφη τῶν, καὶ ὁσίων, καὶ ἁγίων γυναικῶν καὶ ἱερομαρτύ ρων, κατοικτειρῆσαι ἡμᾶς τὸν Σωτῆρα δυσώπει. Φιλοικτίρμονα Θεὸν ἡ κυήσασα σαρκί, μετά πάν των ἁγίων καθικέτευε ἀεὶ κινδύνων ἡμᾶς σῶσαι, Μητροπάρθενε άγνή. ΗΧΟΣ Γ. Ἐκ τοῦ κανόνος τῆς δευτέρας εἰς τὸν ᾿Ορθρον. Παναγία ἄχραντε, ἁμαρτωλῶν βοήθεια, πιπτόντων Επανόρθωσις, μετάνοιαν δίδου μοι κατανύξεως πολλὰ ἡμαρτηκότα. Μαρία κυριώνυμε πολλοῖς κυριευθέντα με πάθεσι ψυχοφθόροις ἐλευθέρωσον πρεσβείαις σου. Δίδου μοι, ἁγνὴ, ἀληθῆ μετάνοιαν, παῦσον τῶν παρ θῶν μου τὸν σάλον, ἁμαρτανόντων ἡ προστασία. Η μόνη διὰ λόγου ἐπὶ γῆς τὸν Λόγον τέξασα καὶ παρθενεύουσα, τῶν ἀλόγων με ῥῦσαι πράξεων λόγοις πεπτοῖς ὅπως ἀνυμνώ σε. Τὴν κιβωτὸν τῆς Διαθήκης, τὴν ἁγίαν ὄντως τρά πεζαν, τὸ ἱλαστήριον ἡμῶν, τὸν ναὸν Θεοῦ τὸν ἔμ ψυχον, τὴν πάγχρυσον λυχνίαν, τὴν ἀληθῆ Μητέρα τοῦ πλαστουργοῦ ἀνυμνοῦμεν. Ἡ κρήνη ἡ τὸ ὕδωρ τῆς ἀφέσεως βρύουσα, τὰς ἐκκλύσεις τῶν ἐμῶν πταισμάτων ξήρανον, παρεχομένη με όμβρους δακρύων, όπως σε ἀεὶ ὡς Θεοτό τον ὑμνῶ. Ὑπερβολῇ ἀσωτείας τῷ ᾅδῃ νυνί προσήγγισα ὑπερβάλλουσαν, Κόρη, εὐσπλαγχνίαν ἔχουσα, ὡς Θεὸν τὸν εὐσπλαγχνον ἀῤῥήτως τεκοῦσα, οικτείρασά με σῶσον. Φωκεινὸν τοῦ Δεσπότου παλάτιον, οἶκον δεῖξόν με φωτός· ἀδιόδευτα πύλη, ὑπάνοιξόν μοι μετανοίας ὁδούς - γῇ ἁγία, προς γῆν με πραέων οδήγησαν ο Δέσποινα, πάσης με δείξον δεσποτείας παθῶν ἀπὸ ελεύθερον. Ἐκ τοῦ κανόνος τῆς τρίτης εἰς τὸν ᾿Ορθρον. Αθανασίας μάννα Χριστὸν φέρουσα, στάμνος λε γική, πικρίας ψυχοφθόρων παθῶν ἐκλύτρωσα! με, Παρθένε παναγία, όπως πίστει δοξολογώ σε εύσε βως. Παρθενομήτορ ἄχραντε, μετανοοῦντας ἡμᾶς καὶ τῷ Χριστῷ προστρέχοντας καὶ τῶν πταισμάτων λύσιν Ο ο
col. 1299–1300page 13 of 54
PG 105:1299πάντων Δέσποινα. θέλοντας λαβεῖν, τοῦτον ἵλεον τοῖς πᾶσιν ἀπέργασαι, ο ο ο ο Πολυώνυμε Κόρη, χαῖρε, ἐξ ἧς Λόγος ετέχθη, ἀλογίας ἡμᾶς λύων ἀτόπων πράξεων, χαῖρε, νεφέλη φωτεινὴ ἡ σκεδάζουσα τὰ νέφη τῆς ἡμῶν ἀθυμίας. Τῷ τόκῳ σου ἀπεστειρωσας, Κόρη, τὴν τοῦ προ πάτορος ἀρὰν, καὶ ἐπήγασας ἡμῖν ευλογίας ποτα μούς, τοῖς εὐλογοῦσί σε καὶ δοξάζουσι πίστει. Ἡ θύρα τῶν πιστῶν σωζομένων, ή πύλη ήν δι ώδευσε μόνος ὁ σαρκωθεὶς δι' ἡμᾶς, πύλας ἡμῖν δι καιοσύνης ὑπάνοιξαν, τοῖς πιστῶς σε ὑμνοῦσιν. ὡς τὸν πάντων τεκούσα συνεχέα, τοῦ συνέχοντος ζόφου τῆς ἀγνοίας καὶ ἁμαρτίας ἀνάλλαξόν με, ἁγνὴ Αειπάρθενε. Τοῦ Ἰακὼβ τὴν καλλονήν ὁ ὡραῖος κάλλει Κύριος Αγαπηκώς, τὴν νηδύν, παναμώμητε, κατώκησεν ἀνθρώπων τὴν οὐσίαν ταῖς καλλοναῖς φαιδρύνοντα τῶν ὑπὲρ νοῦν δωρημάτων. Φωτοειδή νεφέλην σε ὁ προφήτης προορᾷ, ἐξ ἧς μέγας ήλιος επέφανεν ἡμῖν Χριστὸς ὁ Θεὸς, καὶ ἐφώ τισε τὰ πρὶν ἐσκοτισμένα. Αὐτὸν οὖν δυσώπει, ἀγαθὴ, τὰ τῶν παθῶν μου νέφη ἐκδιώξαι καὶ φωτὶ θεία φαιδρυνθῆναι. Εκ του κανόνος τῆς τετάρτης εἰς τὸν ᾿Ορθρον. Υπερτέρα τῶν ἄνω ὤφθης ταγμάτων, τεκοῦσα ἐπὶ τῆς γῆς Θεὸν Λόγον, τὸν ἡμᾶς, ἄχραντε, πρὸς τὰ οὔτ ράνια, τούτου τοῖς παθήμασι καὶ τῷ σταυρῷ τῷ τι μίῳ, ἐπαναβιβάσαντα δι' ἀγαθότητα. Αναρτηθέντα ὁρῶσα ἐν τῷ σταυρῷ Χριστόν, ἀπειρόγαμε, όδυρομένη έλεγες• δυς, δόξης Ηλιε, ἐξ ὀφθαλμῶν μου, φωτίζων τοὺς ἐν σκότει. Τόμον σέ ποτε ὁ προφήτης, Κόρη, τεθέαται, ἐν ᾧ τῷ δακτύλῳ τοῦ Πατρὸς ἐναπεγράφη Λόγος σαρ κούμενος, καὶ τὸ προπάτορος λόγχῃ σηγνύει, ἄχραντε, χειρόγραφον. Ῥεύσασαν πρὶν παραβάσει τὴν φύσιν, τὴν καθ' ἡμᾶς, ὡς ἀρρεύστως τεκοῦσα Χριστόν, ἀνέπλασας, παναγία Δέσποινα, προστασία τῶν ψυχῶν ἡμῶν. Νέκρωσιν ὁρῶσα τοῦ ἐκ τῶν σῶν αἱμάτων λόγου σαρκωθέντος, πανάμωμε, μητρικῶς ἐλάλαζες, καὶ ζωῆς ὄντα αίτιον ἐμεγάλυνες, Μητροπάρθενε Δέσ σποινα. Ίστασο βλέπουσα Χριστὸν σταυρῷ ἀνυψούμενον, ὃν ἐκύησας, ἄχραντε, καὶ ἐβόας· Μὴ ἄτεχνον με δεί ξῃς ἐν ἐτήρησας ἁγνὴν καὶ μετὰ τόκον. Ἐπὶ τοῦ βήματος Χριστοῦ, ὅταν μέλλω κρίνεσθαι, ὡς ὑπεύθυνος, ἄχραντε, φάνηθι μοι ἐκ πάσης με βασάνου βυομένη τῇ θερμῇ σου προστασία. Ἐν χρόνῳ ἀπεκύησας τὸν χρόνον ἐπέκεινα, λύοντα τὰ χρόνια δεσμὰ τοῖς δεσμοῖς αὐτοῦ, ἄχραντε, Αδάμ
col. 1301–1302page 14 of 54
PG 105:1301τοῦ πρωτοπλάστου, καὶ συνδεσμοῦντα αὐτὴν τοῖς δεσμοῖς τῆς γλυκείας αὐτοῦ ἀγαπήσεως. Φέρον βρότειον μορφὴν τὸ ἀπαύγασμα τοῦ Πατρὸς, Παρθένε, τέτοκας, ὃν ὑψούμενον σταυρῷ ὁ ἥλιος μὴ φέρων ὁρᾷν ἐμελαίνετο, καὶ ζόφῳ ἐμειοῦτο τῆς εἰδω λολατρίας· διὸ σὺν ἐκείνῳ σε μεγαλύνομεν. Ἐκ τοῦ κανόνος τῆς πέμπτης εἰς τὸν Ὄρθρον. Τὴν κιβωτὸν τὴν θείαν τὴν χωρήσασαν τὸν τοῦ νόμου πάροχον, ἡμῶν τὰς ἀνομίας πάσας ἀφαιρούμενον δι' εὐσπλαγχνίας θείας, ἀδιήγητον πέλαγος, Μαριάμ τὴν πανάχραντον συμφώνως μακαρίσωμεν. Νοῦς ἐννοεῖν οὐ δύναται τὸν ὑπὲρ νοῦν τοκετὸν τῆς θαυμαστῆς Λοχείας σου, Θεογεννήτορ μητροπάρθενε, διδ, ἱκετεύω σε, τὸν νοῦν μου, χαρίτωσον, τοῦ ἀεὶ δοξάζειν σε. Σαρκωθέντα τὸν Λόγον ὑπερβολῇ εὐσπλαγχνίας ἀῤῥήτως ἀπεκύησας, αὐτὸν δυσώπει, ἄχραντε, τῶν σαρκικῶν πάντας μολυσμῶν ἐκλυτρώσασθαι, καὶ πάντων δυσχερῶν τῶν τοῦ βίου. Ως μόνη τῶν ἀγγέλων χαρμονὴ χαρᾶς μου πλή ρωσον, Θεοχαρίτωτε, τὴν διάνοιαν σκυθρωπάζουσαν, καὶ ἀμελείᾳ βεβυθισμένην. Οἰκήσας ὁ Λόγος ἐν γαστρί σου, τὴν πάλαι ἐν ἀν θρώποις οἰκοῦσαν τῇ παραβάσει φθοράν, Μῆτερ ἁγνή, ὡς μόνος Θεὸς ἐξώκησε, διὰ σπλάγχνα ελέους. Ἐμὲ τὸν ἀμελείᾳ τὴν ψυχὴν σκοτιζόμενον φωτο αγώγησον, ἁγνὴ τὸν τῆς καρδίας μου προσεπανά πτουσα λύχνον, ἐν προθυμίᾳ ἀγαθῇ ὅπως δοξάζω σε. Ἰσχὺς καὶ ὕμνησις υπάρχει ὁ ἐκ σοῦ τεχθεὶς, πανάμωμε, ὃν ἐκδυσώπει ἐκτενῶς παρειμένον με τοῖς πάθεσι, Παρθένε, ἐνισχύσει τοῦ ἐκτελεῖν τὰς σωτηρίους αὐτοῦ διατάξεις. ο Φωτισμός μου σωτήριος φάνηθι, ἡ κυήσασα τὸ φῶς, τῆς ψυχῆς μου τὰ νέφη διώκουσα τὰ πολλὰ καὶ χαλεπά, ὅπως υἱὸς ἡμέρας εὐχαῖς σου γεννήσομαι, πράττων τὰ ὅσια, καὶ ὑμνολογίαις ἀεὶ μακαρίζω σε. Ἐκ τοῦ κανόνος τῆς Παρασκευῆς εἰς τὸν ᾿Ορο θρον. Ἡ περικαλλὴς καὶ Παρθένος Δέσποινα, ὃν ἐκύησ Β.
col. 1303–1304page 15 of 54
PG 105:1303σεν Υἱὸν θεωρήσασα ἐν ξύλῳ ὑψωθέντα βουλήσει, ηλάλαζε βοῶσα ἐν ἐδύνῃ· Θεὲ τῶν ὅλων εύσπλαγχνε, Κύριος ὢν τῆς δόξης, πῶς ταῦτα πάσχεις, Δέσποτα; Συντετήρησαι καὶ μετὰ τόκον παρθένος, ἡ Θεὸν, ἁγνὴ, τέξασα σεσαρκωμένον, τὴν σταυρῷ προσηλωθέντα βουλήματι. Τὸν ἄνθρακα ὡς λαβὶς τὸν θεῖον δέδεξαι, οὐ κατα φλέγοντα ὅλως, δροσίζοντα δὲ μᾶλλον, Μητροπάρθενε τὴν ἄφθορον καὶ θείαν νηδύν σου, ὃν βλέπουσα σαρκὶ ὑψούμενον ἐθελουσίως ἐν ξύλῳ ὑμνοῖς ἐδόξαζες. Σταυρούμενον ἐν ξύλῳ καὶ τὴν πλευρὰν τῇ λόγχῃ ὀρυττόμενον τὸν ἐκ πλευράς πάλαι δημιουργήσαντα τὴν Εὔαν, ἁγνὴ Παρθένε, θεωροῦσα, ἀνεβόας μητρικῶς· Πῶς θνήσκεις, Υιέ μου, ἡ ζωὴ ἡ ἀθάνατος; Νοεῖν οὐ σθένει τὸ ὑπὲρ φύσιν τοῦ τοκετοῦ σου, πανύμνητε, νοῦς ἀνθρώπων, Κόρη· ὑπὲρ νοῦν γὰρ σὺ τίκτεις. Κύησιν, ἁγνή, ἀσύγκριτον καὶ τόκον ἀνερμήνευτον μόνη ἔσχες, τὸν Δεσπότην σωματίσασα τον σαρκί σταυρωθέντα, ὃν ὑμνοῦντες βοῶμεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. Στάμνον σε χρυσῆν καὶ λυχνίαν, τράπεζαν και βά ίδον, θεῖον ὄρος καὶ νεφέλην, παλάτιον τοῦ Βασιλέως καὶ θρόνον πυρίμορφον, Θεοτόκε, πάντες πιστοὶ όνο μάζομεν, τὴν μετὰ τὸν τόκον παρθένον φυλαχθεῖσαν. Φωστήρες τὴν σὴν ὁρῶντες, Υιέ μου, σταύρωσιν ἔδυσαν, καὶ πῶς Εβραίων δῆμος οὐ κατέδυσεν ὁ ἀπαθεὶς, παραδιδούς σε θανάτῳ τὸν ἀρχηγὸν τῆς ζωῆς, ἡ Θεοτόκος ἐβόα, ἣν ἀπαύστως μεγαλύνομεν. Εκ του κανόνος του Σαββάτου εἰς τὸν ᾿Ορθρος. Ὣς Θεὸν τεκοῦσα σαρκί, πάναγνε, γνώμῃ εὐσεβεῖ τιμῶντες σε ἀπαύστως μετά σεμνῶν γυναίων ἀσκή σει λαμπρυνθέντων, καὶ ἀθλήσει καταβαλόντων τὸν ἐχθρόν. Οἱ σεσωσμένοι, πάναγνε, σοῦ τῷ σεπτῷ τοκετῷ, τοῦ Γαβριήλ βοῶμέν σοι πιστῶς τὸ Χαῖρε, καὶ δεόμεθα 267 ταῖς σαῖς παρακλήσεσι πταισμάτων συγχώρησιν πάσιν αἴτησαι. ο
col. 1305–1306page 16 of 54
PG 105:1305Τῶν μαρτύρων τὴν δόξαν, ἱεραρχῶν καὶ ὁσίων τὸ θεῖον ἐγκαλλώπισμα, τῶν προφητῶν τὸ κήρυγμα, καὶ τῶν γυναίων σεμνολόγημα, ἀνυμνήσωμεν ἀξίως τοῦ Θεοῦ τὴν Μητέρα. Ἐκ σοῦ Θεὸς σεσάρχωται, ἁγνὴ, καὶ ἀνωτέραν σε νῦν ἀγγέλων ἀνέδειξεν, ποιημάτων σε υπερέχουσαν πάντων· διό σε ὑμνολογούμεν, Μαρτύρων, προφητῶν τε ἁγίων τῶν πάντων ἀπ' αἰῶνος δικαίων καύχημα σὺ εἶ, ἁγνή· ἔθεν φωναῖς σαφῶς ἱερεῖς τιμῶμέν σε σὺν αὐτοῖς εἰς αἰῶνας. Μαρτύρων, καὶ ὁσίων, προφητῶν τε, πανάμωμε, γυναικῶν καὶ πάντων τῶν Ἱεραρχῶν, τῶν ἱερῶς βιωσάντων σὺ εἶ τὸ κλέος ἀληθῶς, μεθ' ὧν τιμῶ μέν σε. Η πολύμνητος Παρθένος, προφητῶν τὸ περιήχημα, ἱεραρχῶν καὶ ἀθλητῶν, καὶ ὁσίων ἐγκαλλώπισμα, γυναίων τε ἁγίων ή χαρμονή, ὑμνείσθω χρεω στικῶς εἰς αἰῶνας. Φοβερὸς οὗτος τόπος, ἐξόησεν όπηνίκα Ἰακώβ σου τὸν τύπον ἐν κλίμακι έβλεψε, Θεοτόκε, ἀψευδῶν, τῶν μαρτύρων ή δόξα, ὁσίων τὸ καύχημα, ἀγγέλων ἀγλάϊσμα, πάντων προφητῶν καὶ πιστῶν τὸ διά σωσμα. ΗΧΟΣ Δ'. Εκ του κανόνος τῆς δευτέρας εἰς τὸν “Ορ θρον. Υπέρφωνε λαμπὰς τοῦ Ἡλίου τῆς δόξης, τῆς ψυχῆς μου τὸν πυρσὸν σβεννύμενον ἀεὶ ῥαθυμία προτο άναψαν θείων έργων τῷ ἐλαίῳ, παναγία ἐπάρ δουσα, ἵνα πίστει καὶ πόθῳ δοξάζω σε. Μαρία Κυρία, ὡς οὖσα του παντὸς τὸν Κύριον γεννήσασα, κυριευθέντα πάθεσι τὸν νοῦν μου καὶ και κέρ μελανωθέντα ἐλεύθερον ποίησον, καὶ καταλάμε πρυνον. Ἐπὶ σὲ καθάπερ όμβρος τῆς σοφίας ἡ ἄβυσσος Ἰησοῦς κατῆλθε, μόνην καθαράν σε εὑράμενος, Θεογεννήτορ Παρθένε, καὶ κατέκαυσεν ἁμαρτίας χειμάρρους δεινῆς θείᾳ χάριτι. Σοῦ τὰ θαυμάσια προφητικαὶ ἔφησαν φωναί, δρος καλοῦντές σε καὶ πύλην, ἄχραντε, καὶ λυχνίαν, φαενὴν, ἐξ ἧς τὸ φέγγος ἀληθῶς τὸν θαυμαστόν φρυκτωρεῖ, ἁγνὴ, κόσμον ἅπαντα. Τὴν ἀμαυρωθεῖσάν μου καρδίαν ταῖς σκοτειναῖς ἐφόδοις, θεονύμφευτε, τῆς ἁμαρτίας, τῷ φωτισμῷ τῷ ἐν σοὶ καταύγασον, ἡ τὸν "Ηλιον κυήσασα. Μόνη μένεις μετὰ τόκον, Δέσποινα, παρθενικῷ κάλλει διαλάμπουσα μόνη τὰς μητέρων διέδρας Θεὸν γὰρ μόνη ἔτεκες Αυτρωτὴν τῶν ψυχῶν ἡμῶν.
col. 1307–1308page 17 of 54
PG 105:1307Εὐλογεῖ πᾶσα κτίσις τὸν τόκον σου εὐλογίαις ἡμᾶς στεφανώσαντα, καὶ τὴν ἀρὰν ἐξάραντα, παντευλόγητε μόνη δεδοξασμένη, ἡ τὸ γένος ἡμῶν χαριτώσασα. Φωτὸς τοῦ ἐν σοὶ μαρμαρυγαίς, Θεόνυμφε, την ψυ χήν μου φωταγώγησον, κείμενον βόθρῳ ἀπωλείας ἀνάστησον ἐχθροὺς καταράσσουσα τοὺς θλίβοντας ἀεὶ τὴν καρδίαν μου, καὶ πρὸς τὰ πάθη συνωθοῦντας με. Ἐκ τοῦ κανόνος τῆς τρίτης εἰς τὸν ᾿Ορθρον. Τὴν σκηνὴν τὴν ἄχραντον, καὶ κιβωτόν, καὶ τρά πεζαν, τὸ ὄρος οὗ ἐτμήθη ἄνευ χειρὸς ἀνθρώπου λέ θος, ὁ τοῦ παντὸς Κύριος, Μαριάμ τὴν Παρθένον ύμνοις τιμήσωμεν. Νεφέλη φωτεινή, τῆς ψυχῆς μου τα νέφη τὰ πολ λὰ καὶ χαλεπά ταῖς σαῖς φωτιστικαῖς μεσιτεία:ς διάλυσον, ὅπως ἴδω τὰς ἀκτίνας τοῦ ἐκ σοῦ ἀνατείλαντος, καὶ φωτὶ φῶς προσλάβωμαι ἄδυτον. των προπατόρων ἔλυσας την λύπην, χάριν ἡμῖν κυήσασα, τὸν ζωοδότην καὶ Λυτρωτήν, παναγία Θεο τόκε, ὃν ἐκτενῶς ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. Κόσμος διὰ σοῦ ἠλέηται ὁ τῇ παραβάσει ἄχρειω θεὶς, Μητροπάρθενε· διὰ τοῦτο ᾠδαῖς ᾀσμάτων και Σωτηρίαν ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἐπικαλούμας, μὴ παρίδης με, πανάμωμε, ή Θεὸν κυήσασα τὸν Λυ ο τρωτὴν ὁμοῦ καὶ Σωτῆρά μου. Πλασμὸς ἡμῖν καὶ λύτρωσις εγνωρίσθη ὁ σας Υιός, Παρθένε, ὃν ἱκέτευε σῶσαι τοὺς ἐν κατανύξει σε ψυχῆς μακαρίζοντας.
col. 1309–1310page 18 of 54
PG 105:1309Ανάτειλόν μοι, Δέσποινα, ἐκτίνα τοῦ ἐλέους σου, τῷ ἐν τῷ σκότει τῶν πταισμάτων ὑπάρχοντι, Παρ θένε, καὶ πρὸς φῶς ὁδήγησον μετανοίας, ἄχραντε ένα πίστει σε ὑμνῶ. Τὴν καλλονὴν ἡγάπησεν Θεός σε τοῦ Ἰακώβ, Παρ θένε Κόρη, ἐπικαλλωπίζων πάντας διὰ σοῦ ἀμαυ ρωθέντας παραβάσει τὸ πρότερον. Παναγία Παρθένε, ἡ προστασία ὰ πάντων τῶν πιο στῶν, πρόστηθι, ῥῦσαί με ἀπειλῆς καὶ σκότους τοῦ φρικτοῦ κριτηρίου ἐν ὥρᾳ τῆς κρίσεως, ἵνα πίστει ἀεὶ ὑμνῶ σε. Νόμου διατράνωσαν εἰκόνες τὴν σὴν φρικτήν λου χείαν, Θεονύμφευτε, ὧν τὰς ἐκβάσεις ἡμεῖς νῦν καθο ορώντες, Δέσποινα, επαξίως σε δοξάζομεν. Τον Σωτῆρα καὶ Θεὸν, καὶ Λυτρωτήν, καὶ Δεσπό την σαρκὶ τεκοῦσα, πάναγνε Δέσποινα, τοῦτον ἀεὶ, ἄχραντε, δυσώπει, ὅπως λύσιν τῶν δεινῶν καὶ πολύ λῶν ἁμαρτιῶν τὴν ἄφεσιν λαβόντες ὑμνολογούμεν αὐτοῦ τοὺς ὑπὲρ νοῦν οἰκτιρμούς Απαγωγής πονηρᾶς, καὶ προνομῆς, Παρθένε, καὶ τῆς δουλείας τοῦ ἀλάστορος τοὺς δούλους σου φύλαττε, τούς σε ψυχῇ καὶ γλώσσῃ ἀεὶ δοξολογοῦντας. Η κοιλία σου, πανάμωμε, δημονία σεπτῆς ἅλω νος ἐδείχθη κόσμῳ σίτον φέρουσα ζωῆς τὸν τρέ φοντα τὰ πάντα· διό σε ὡς αἰτίαν ἁπάντων τῶν κατ λῶν οἱ πιστοὶ συμφώνως ἀνυμνοῦμεν. Ως πηγὴ τῆς ἡμῶν ἀναπλάσεως, συντριβέντα με ὅλον ἀνάπλασον ταῖς προσβολαῖς τοῦ ὄφεως, ὅπως πίστει καὶ πόθῳ σε μακαρίζω, Θεοτόκε Παρθένε πανύμνητε. Φιλάγαθε Κόρη, τον φιλάγαθον Θεόν κυήσασα, ἀγάθυνον, βοῶ σοι, κεκακωμένην δεινῶς καὶ ἀθλίαν μου ψυχὴν τοῖς πάθεσι καὶ ταῖς πονηραῖς ἐπιβουλαῖς τοῦ πλάνου, ἵνα πίστει σε ύμνῶ τὴν ἐλπίδα πάντων. Φιλάγαθον τέξασα Θεόν, φιλάγαθε Θεοτόκε, τοῦτον αίτησαι πάσης με δύσασθαι κακίας, καὶ τοῦτον καρ ο Ο
col. 1311–1312page 19 of 54
PG 105:1311διῶσαι τῷ ἔρωτι σαρκὸς ἡδυπαθείας μισήσαντα, ο ο όπως ὑμνω σε τὴν πανύμνητον. Ἐκ τοῦ κανόνος τῆς τετάρτης εἰς τὸν Ὄρθρος. Παρθένος μετὰ τὸν τόκον ἄφθορος διαμεμένηκας, τὸν ὑψωθέντα, ἄχραντε, σταυρῷ ὑπὲρ λόγων κυή ὅθεν πιστοί σε ἅπαντες μεγαλοφώνως μα σασα καρίζομεν. Ἡ ἄμωμος σε ἀμνὰς ἀναρτηθέντα ἐν σταυρῷ βλέπουσα, οδονηρῶς, Δέσποτα, ἔκλαιεν, ὑμνοῦσα τὸ κράτος σου. Ἡ τὸν ἄχρονον ἐν χρόνῳ ἀποτελοῦσα καὶ παρθενίαν ἄμωμον ἢ μόνη κεκτημένη, ξύλῳ ἀναρτηθέντα ὡς ἔγνως τὸν Κύριον, πόνοις τὴν ψυχὴν κατεμέ ρίζες. Ὁ μόνος ἀγαθὸς ὑποδὺς μήτραν άφθορον σαρχού μενος καθωράθη, καὶ σταυρούμενος, όπως φθοράς ἡμᾶς λυτρώσηται. Ηλοις σε ὁ παράνομος δῆμος προσήλωσε, καὶ λύ πης νῦν τῇ ῥομφαία τὴν ἐμὴν καρδίαν σπαράττομαι, Το Ποιητά μου, ἡ Παρθένος ἐβόα δακρύουσα. Τὸν ἐν καμένῳ δρόσον ὀφθέντα Χριστὸν τὸν Θεόν, Κόρη, μηδαμῶς δὲ φλέξαντα τὴν νηδύν την σήν βλέ πουσα γὰρ κρεμάμενον ξύλω εδόξαζες τὴν ὑπὲρ νοῦν αὐτοῦ συγκατάβασιν. Νεκρούμενον βλέπουσα Χριστόν, καὶ τὸν νεκρώ Δέσποινα ὡς Δεσπότην ὑμνεῖ κλαίουσα, καὶ τὸ μα. σαντα βροτούς νεκροῦντα ἐχθρῶν, ἡ πολύμνητος κράθυμον αὐτοῦ ἀποθαυμάζουσα ἀνεβόα - Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον. Φώτισον, ἁγνή, την ψυχήν μου τῇ ἁμαρτία σκου τισθεῖσαν, λῦσον τῶν κακῶν μου τα νέφη, φωτός νεφέλη ή σκοτιζόμενον ἥλιον πάλαι βλέψασα, ἐν τῷ σταυροῦσθαι τὸν ἀθάνατον. Ἐκ τοῦ κανόνος τῆς πέμπτης εἰς τὸν ᾿Ορθρον. Ακοίμητον, ἁγνὴ, κεκτημένη πρεσβείαν, κατα κοίμησον ἡμῶν τὰ πάθη τῆς ψυχῆς, ἱεραῖς μεσι τείαις σου, θείαν καὶ σωτηριώδη διορουμένη εγρή γορσιν πρὸς Θεοῦ θελημάτων ἐκπλήρωσιν. Σε προστασίαν, παναγία Παρθένε, κεκτήμεθα, μεταποίησον ἡμῶν εἰς χαρμονήν την κατήφειαν, καὶ θλίψεως λύτρωσαι γεννώσης θάνατον. Στρατηγίαι τῶν ἀγγέλων καταπλήττονται, πάν αγνε, ἀνυμνολογοῦσαι μέγεθος τῆς θείας λοχείας του, μεθ' ὧν δυσώπει, Παρθένε, πάντας σώζεσθαι τοὺς ἐν πίστει σε ειλικρινεί μακαρίζοντας. Νοεροῖς τοῖς ὄμμασι, Παρθένε, σὲ ὁρῶν Ησαΐας ἀναβος Ἰδοὺ μέλλει τίκτεσθαι κόρης Θεόπαιδος Ἰησοῦς ὁ Κύριος εἰς ἀνθρώπων ἀναγέννησιν. Λαός σου καὶ ἡ πόλις δυσωπεί σε τὴν τοῦ Θεοῦ Μητέρα, ἐξελοῦ ἡμᾶς πάσης ἀνάγκης, καὶ τῆς ἐκεῖ, παναγία Δέσποινα, αιωνίου κατακρίσεως. Κοίμησον ἐπαναστάσεις παθῶν τῆς ἐμῆς ψυχῆς
col. 1313–1314page 20 of 54
PG 105:1313ἀγρύπνῳ δεήσει σου, δίδου μου εγρήγορσιν, Κόρη, τῆς ῥαθυμίας πόρρω τὸν νυσταγμὸν ἀπελαύνουσα. Συμπαθείας τῆς σῆς με αξίωσον, συμπαθέστατον Λόγον αυήσασα, εὐλογημένη Παρθένε, καὶ ἐν ὥρα τῆς δίκης πρόστηθι ῥῦσαι τῆς ἐκεῖ με, ἁγνὴ, κατα κρίσεως. Φωνήν σοι τοῦ θείου Γαβριήλ προσάγομεν χαρ μοσύνως, καὶ κραυγάζομεν· Χαῖρε, Παράδεισε, τὸ ξύλον ἐν μέσῳ τῆς ζωῆς ἔχων πάντοτε περίδοξον τοῦ Λόγου παλάτιον· χαῖρε, Παρθένε παναμώμητε. Ἐκ τοῦ κανότος τῆς Παρασκευῆς εἰς τὸν 'Ορ θρον. Ρομφαία, ὡς ἔφησεν ὁ Συμεών, τὴν καρδίαν σου διήλθεν, ὡς ἔβλεψας Χριστόν σταυρούμενον μόνον, η Δέσποινα, νυττόμενον τῇ λόγχῃ· ὅθεν ἀλαλάζουσα πόνους ὑπέφερες. Ἐκ σοῦ ἡ ἀνάπλασις τῆς Ενας ὡράθη, Παρθένε, ἀληθῶς Θεός, σαρκὶ τικτόμενος, καὶ ἐν σταυρῷ ὑψούμενος, καὶ καταράσσων δαίμονας, Θεοχαρίτωτε Δέσποινα. Ρήγνυται χειρόγραφον τὸ τοῦ Ἀδάμ, λόγχη αυτο τημένου σου, Δέσποτα, ἡ Θεοτόκος ἀνεβόα τῷ σταυ ρῷ παρισταμένη, Κύριε, καὶ ὀδυνηρῶς ἀλαλάζουσα. Σαρκὶ ἐν ἐκύησας Χριστόν, Θεοχαρίτωτε, ξύλῳ ἀναρτούμενον ὡς εἶδες, θρήνων ἐπλήσθης, καὶ τὸ μακρόθυμον τούτου κατεπλήττου ἀληθῶς· ὅθεν ἐμεγάλωνες τὴν αὐτοῦ συγκατάβασιν. Διμὴν γενοῦ μοι, πανάρκωμα, πελάγει τῶν δε νῶν θαλαττεύοντι, ή ναυαγήσασαν πᾶσαν τὴν φύσιν τῷ τόπῳ σου, Θεογεννήτορ Κόρη, νῦν διασώσασα. Νύμφη ἄμωμος, παλάτιον τοῦ Κτίσαντος, γῆ ἀγεώργητος, θρόνος πυρίμορφος ἐδείχθης, παν άμωμε· ὅθεν βοῶμέν σοι· Χαῖρε, Δέσποινα, ἢ τοὺς βροτούς θεώσατε θεϊκη κυοφορία. Ἰδοῦσα ὑπνώσαντα ἐν ξύλῳ τὸν πᾶσιν ἐγρηγορόσιν παρέχοντα θείαν καὶ σωτήριον, Μήτηρ ή παν άμωμος ἀλαλαγμῷ ὠδύρετο, καὶ ἀνεκραύγαζε· Τί τοῦτο καινότατον θαῦμα; ὁ ζωοποιήσας τὰ πάντα, θνήσκει θέλων. Φώτισον, ἁγνή, τοὺς πόθῳ ὑμνοῦντάς σε, καὶ μετ γαλύνοντας λύσον τῶν παθῶν ἡμῶν τὸ σκότος, Κόρη· παῦσον τὸν κλύδωνα· τοῦ πονηροῦ τὰ σκάν δαλα ἐκ μέσου ποίησον· τοὺς τῆς ᾿Αγαρ γόνους καθ υπόταξον βασιλεῖ εὐσεβεῖ ταῖς πρεσβείαις σου. Ἐκ τοῦ κανόνος του Σαββάτου εἰς τὸν ᾿Ορθρον. Ρυόμενος ἡμᾶς καταδίκης ἀρχαίας ὁ Υἱὸς ὁ τοῦ Θεοῦ ηὐδόκησεν, ἁγνὴ, καὶ Υἱός χρηματίσαι σου ο
col. 1315–1316page 21 of 54
PG 105:1315& ὅθεν υἱοτεθέντες δι' αὐτὸν τὸν οὐράνιον εὐλογοῦμεν Πατέρα, ὑμνοῦντές σε. Αἶνον τῷ Θεῷ προσάξωμεν, τῷ ἐκ τῆς Παρθένου ἀποτεχθέντι βουλήματι, γυναικῶν τε χοροῖς ἀγω γέλων τοὺς χορούς επισυνάψαντι. Ο Παρθένον σε φυλάξας μετὰ τόπον ἀμώμητον, τὰς παρθένους πάσας σε περιεστώσας ἐδόξασεν, μεθ' ὧν ἀπαύστως δυσώπει διασώζεσθαι πάσης θλίψεως καὶ πειρασμῶν τὰς ψυχὰς ἡμῶν, Ὁ Κύριος ἐν σοὶ κατοικήσας, πανάχραντε, εἰργάσατο τοὺς ἀνθρώπους τῆς αὐτοῦ θείας δόξης, Παρ θένε, οἰκητήρια. Στόματι καὶ γλώσσῃ καὶ καρδίᾳ ὁμολογῶ σε, Κόρη, τοῦ Θεοῦ ἡμῶν ἁγνὴν Μητέρα· ἀλλὰ τῇ σῇ Ο Ου μεσιτεία ῥῦσαί με αἰωνίου κατακρίσεως. Φλόγα τὴν βάτον πάλαι μὴ πυρπολούσαν βλέπων, ὁ νομοθέτης ἐδιδάσκετο τὸν τύπον τοῦ τόχου σου, Θεοκυήτορ μόνη ἀεὶ εὐλογημένη. Συμπαθείας τῆς σῆς με ἀξίωσον, συμπαθέστατον Λόγον κυήσασα, Θεογεννήτορ πάναγνε, καὶ βοῶντα με σώσον· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον. Φανεῖσα τῶν ἄνω Χερουβίμ, πανάμωμε, ἀνωτέρα, ὡς βαστάσασα τὸν συνοχέα τῶν ἁπάντων, ἀνώτερον τὸν νοῦν μου ἀπέργασαι παθῶν τῶν τῆς σαρκός, δυναμοῦσα με τὸ τοῦ Δεσπότου πράττειν θέλημα. ΗΧΟΣ ΠΛΑΓΙΟΣ Α΄. Ἐκ τοῦ κανόνος τῆς δευτέρας εἰς τὸν ᾿Ορθρον. Πύλη τῆς θείας δόξης, μετανοίας μοι πύλας ανα πέτασον, καὶ ἐκ πυλῶν τοῦ ᾅδου ἐξάρπασον, δέομαι, τὴν ταπεινήν μου ψυχήν. Παρθενομήτορ, ή Θεὸν σωματώσασα, τὰς φωνὰς πρόσδεξαι βοώντων σοι πάντοτε, καὶ λύτρωσαι ἡμᾶς τῶν ποικίλων περιστάσεων. Σαρκοῦται ἐξ ἁγνῶν αἱμάτων σου Κύριος μετά νοιαν τοῖς τιμῶσι σε διδούς, πανύμνητε, τῇ σῇ χρησ στῇ μεσιτείᾳ, ὡς εὐσπλαγχνος καὶ μόνος φιλάνθρωπος. Παρθένε ἐν γυναιξὶν εὐλογημένη, τὰ σὰ ἐλέη και ράσχου τῷ λαῷ σου· τοῦ ἐλεήμονος γὰρ ἐδείχθης Ο Μήτηρ. Β.
col. 1317–1318page 22 of 54
PG 105:1317Παρθένε, τῶν πιστῶν ἡ προστασία, ῥυσθῆναι ἀπὸ 1 0 πάσης ἁμαρτίας δυσώπει τὸν Κύριον τοὺς δούλους σου. Εὐλογητὸς εἶ, ὁ Θεὸς, ὁ μήτραν Παρθένου καθυποδὺς, καὶ σώσας τὸν ἄνθρωπον, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος. Ἐκ σοῦ Θεὸς ἀνέτειλε, καὶ θεογνωσία κατελάμπρυνε τοὺς ἐσκοτισμένους, πανύμνητε Παρθένε. Φέρεις ὥσπερ θρόνος πύρινος νεύματι τὸν πάντα φέροντα, καὶ θηλάζεις, Παρθένε, τὸν πάντα διατρέφοντα. Ἐκ τοῦ κανόνος τῆς τρίτης εἰς τὸν Ὄρθρον. Ῥῦσαι συνηθείας με, ἁγνή Παρθένε, πονηρᾶς, στήριζον ἐπὶ πέτραν ἐντολῶν περιτρεπόμενον μετ Θοδείας, Δέσποινα, τοῦ παλαιοῦ πτερνιστοῦ, καὶ ἀξίωσον ἐμὲ Χριστῷ εὐαρεστήσαι καλῶς ᾄδοντα καὶ ψάλλοντα ἐπινίκιον ᾠδήν. Τέτοκας ἀποῤῥήτως ὠδίνων ανευθεν ἐν Πατὴρ πρὸ αἰώνων ἀῤῥεύστως απεγέννησε, πανύμνητε Δέσποινα, δν δυσώπει σώζεσθαι ἀπὸ πάσης βλάβης τους σοι προστρέχοντας. Τῆς μετανοίας πύλας νῦν μοι ὑπάνοιξον, πύλη φωτός, Παρθένε, καὶ εἰσόδους τῶν παθῶν ἀπόκλεισον τῆς ταπεινῆς μου ψυχῆς. 'Αγία Παρθενομήτορ, μόνη πανύμνητε, ἐγκλημάτων μώμου ἡμᾶς ἀπάλλαξον, φώτισον ἡμῶν τὸν λογισμὸν, ἁγίασον καρδίαν, καὶ αἰωνίας ἡμᾶς πάντας λύτρωσαι καταδίκης δεόμεθα. Η πάναγνος Δέσποινα, ἁμαρτανόντων ή προ στασία, τῶν πιπτόντων ἡ θεία επανόρθωσις, ὡς Θεὸν τεκοῦσα δοξάζεται. Ελέησόν με, μόνη πανύμνητε, τὸν ἐλεήμονα Θεὸν ὑπερβολῇ ἀγαθότητος ανερμηνεύτως τεκοῦσα, καὶ ῥῦσαι αἰωνίου κολάσεως. Πύλη ἀδιόδευτε τῆς δόξης, ἄχραντε, διάνοιξόν μοι τῆς μετανοίας πύλας, προξενήσας μοι τὰς θείας εἰσόδους καὶ τὴν ἐκεῖ κατάπαυσιν. Θεὸν ἀῤῥήτῳ λόγῳ, Παρθενομήτορ, ἐκύησας ἡμῖν πᾶσι μετάνοιαν δίδοντα τοῖς πολλὰ πταίουσι διὰ μεσιτείᾳ; σου τῆς ἀγαθῆς, καταφυγὴ τῶν πιστῶν καὶ λιμήν. Θεοχαρίτωτε σκηνή, τοῦ ἁγιάσματος σεπτή κιβω τέ, λυχνία θείου φωτός, ἄρτου ζωῆς τράπεζα, Λόγου παλάτιον ἔμψυχον, οἶκον Πνεύματός με δείξον. Καταιγίς χείμαζί με ἁμαρτίας, ἄχραντε ἁγνὴ, σπεῦσον ἐξελέσθαι με εἰσάγουσα μετανοίας πρὸς τοὺς λιμένας, πανάμωμε. Λιμὴν σωτήριος ἐδείχθης πᾶσιν, ἁγνὴ, παθῶν τὸ κλυδώνιον καταπραΰνουσα, πρὸς γαλήνην τε πάντας μετάγουσα τῆς μετανοίας, σεμνή, τοὺς ἐν γῇ τα πεινούς. ο ο ο
col. 1319–1320page 23 of 54
PG 105:1319ο Νέον ἀπεκύησας παιδίον, πανάμωμε, Χριστὸν τὴν ἀνάπλασιν ἡμῶν ἐργαζόμενον τῶν παπαλαίω μένων τῇ ἀρχαίᾳ παραβάσει. Αγγέλων καύχημα, βροτῶν διάσωσμα, έγγυη της μου γενοῦ, Μῆτερ Θεοῦ, ὅπως ἐπιστρέψω και κομίσωμαι λύσιν τῶν προημαρτημένων ἐν γνώσει καὶ ἀγνοίᾳ. Ὕψωσας ἡμᾶς τῷ ὑψηλῷ σου τόκῳ βαράθριν συμπτώσεως, Θεοχαρίτωτε, ἔθεν φωναῖς σε χαρι στηρίοις πίστει, Κόρη, ἀνυμνοῦμεν, εἰς πάντα; τοὺς αἰῶνας. Φωτοειδής νεφέλη, προηγουμένη νέου λαοῦ πρὸ; γῆν ἐπαγγελίας ἀληθῶς, Θεοχαρίτωτε, ἀνεδείχθης, καὶ πύλη εἰσάγουσα πρὸς ζωήν· διό σε, Θεοτόκε, μεγαλύνομεν. Φωτοφόρον όχημα τοῦ Ἡλίου ὤφθης ἀληθῶς τοῦ λάμψαντος ἐκ τῶν σῶν, ἄχραντε ἁγνή, λαγόνων, καὶ λύσαντος τῆς ἀπάτης σκότος χαλεπόν· ὅθεν ἐν πίσ στει σε καταχρέως μεγαλύνομεν. Ἐκ τοῦ κανόνος τῆς τετάρτης εἰς τὸν Ορθρον. Ὅτε τὸν ἐκ γαστρός σου τεχθέντα Κύριον κατ ενόησας ξύλον ἀδίκως ἀνυψούμενον, Παρθένε, ἐδάκρυσας, καὶ τούτου ὕμνησας ὄντως τὴν ἄπειρον συγκατάβασιν. Ὑμνοῦσιν ἀγγελικοί χοροί σε, πανύμνητε, ἀσυγ κρίτως τούτους τὴν ὑπερέχουσαν· τέτοκας γὰρ θεὸν ἐν σαρκί, τὸν ξύλῳ τὴν κατάραν τὴν διὰ ξύλου ἀφανίσαντα, καὶ τὴν εὐλογίαν πηγάσαντα. Ρομφαία, Θεομήτορ, διῆλθέ σου, εὐλογημένη, την ψυχήν, ηνίκα είδες σταυρούμενον τὸν σὸν Υἱὸν, καὶ εἰς χεῖρας ψυχὴν τὰς πατρικές παραθέμενον. Σὲ τὴν παναμώμητον Θεοῦ Δοχεύτριαν, δι' ἧς ἡ καταρὰ ἀπεστειρώθη, καὶ ἡ ἀπολύτρωσις καὶ ἡ εὐω λογία ἐδόθη, μακαρίζομεν. Θαυμαστὸς ὁ τόπος σου, ο μεγάλα θαύματα ποιών, καὶ ἐν τοῖς ἁγίοις δοξαζόμενος, Θεοτόκε, μόνη παν θαύμαστε Δέσποινα.. Ξένη σου ή γέννησις υπάρχει, πανάμωμε θεον γὰρ ἐκύησας τὸν ξύλῳ μαράναντα την φλόγα της κακίας, καὶ φωτίσαντα τὸν κόσμον. Ιστατο σταυρῷ, κατανοοῦσα, Κόρη, πηγνύμενον, Δέσποινα, Χριστὸν ἂν ἔτεκες· ὅθεν ἐβόας· Μὴ ἄτεχνόν με δείξῃς, ἄναρχε ἀνάρχου Πατρὸς Υἱὲ καὶ Λόγε. ο Φυτουργὸν ἐκύησας εὐσεβείας, τὸν Δημιουργόν φυτεύοντα ἐπὶ γῆς γνῶσιν ἀληθῆ καὶ τὴν ἐκβλαστή σασαν ἀπὸ φυτοῦ λύοντα ἀρὰν, ἐν μεγαλύνοντες, σε Παρθένε, μακαρίζομεν.
col. 1321–1322page 24 of 54
PG 105:1321Ἐκ τοῦ Κανόνος τῆς πέμπτης, εἰς τὸν ᾿Ορθρον. Πάλαι τῶν προφητών σε χορὸς ἐκάλεσεν ὄρος θεῖο, Παρθένε, καὶ πύλην ἀδιόδευτον, ὅθεν, δυσωποῦμεν, μετανοίας πύλας, Παρθενομήτορ, ἡμῖν ὑπάνοιξον. Παρέστης ἐκ δεξιῶν Χριστοῦ, ὡς βασίλισσα προσ σωτοῖς χρυσέοις, θεοχαρίτωτε, περιβεβλημένη άλη θῶς, ἡμῖν τὴν βασιλείαν τῶν οὐρανῶν τῇ μεσιτεία σου, Κόρη, προξενοῦσα πρεσβείαις σου. Αγία Θεοτόκε, βοήθει μοι ταῖς ἡδοναῖς διηνεκώς βυθιζομένῳ τοῦ σώματος, καὶ ῥᾳθυμίας ἐν κλίνῃ ἀεὶ κατακειμένῳ καὶ στένοντι. Ὁ ἀπερινόητος, θεοχαρίτωτε, περιοχή σωματο φόρος γενόμενος, ἔχει με, βροτούς ἀπαλλάττων περι εχούσης θλίψεως. Κυοφόρος άνανδρος, Θεομήτορ, πέφηνας ἀγνή· διὰ τοῦτο πίστει ἱκετεύωσε, τῆς ψυχῆς μου τὴν ῥαθυμίαν ἀπέλασον. Ἐκ σοῦ ἡμῖν ἔλαμψεν ἀνέσπερος ήλιος, νεφέλη ἐλόφωτε, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει ἀγνωσίας, Θεοτόκε. Σάρκα δι' ἡμᾶς ἐκ σοῦ Θεὸς φορέσας, ἁγνήν σε πανάμωμον παντὸς τοῦ γένους ἡμῶν θείαν, Παρθένε, δεικνύει προστασίαν· ὅθεν, σὲ ὑμνοῦμεν πιστοί μεγαλοφώνως. Φαεινὴν λυχνίαν σε ὁ προφήτης ἔβλεψεν, ἁγνή, λαμπάδιον νοητὴν φέρουσαν Χριστὸν, δι' οὗ ἐφωτίσθημεν οἱ ἐν σκότει κείμενοι κακῶν, σε μακαρίζοντες, ο Θεοτόκε 'Αειπάρθενε. Ἐκ τοῦ Κανόνος τῆς παρασκευῆς, εἰς τὸν ᾿Ορ θρον. Νέον βρέφος ἡμῖν τὸν παλαιὸν ἡμερῶν, ἁγνὴ Παρθένε, ἀπεκύησας παλαιωθεῖσαν τὴν φύσιν ἀνα καινίσαντα ἀνθρώπων, πανάμωμε, τῷ θείῳ πάθει αὐτοῦ. Ζωῆς ἡμῖν πρόξενος, ἁγνὴ, θανὼν ἐν ξύλῳ ἀναδέ δειχται ὁ σὸς Υιός τε καὶ Κύριος, ὁ δοξάζων τοὺς ὑμνοῦντάς σε. Ὡς ἑώρακας ἐν τῷ σταυρῷ Χριστὸν ὅν ἔτεκες, ἁγνὴ, ἀπεθαύμαζες τὴν ἄφατον αὐτοῦ μακροθυμίαν ὅθεν σὺν αὐτῷ σε δοξάζομεν. Ἰδοῦσα ἐπὶ ξύλῳ ὑπνώσαντα τὸν Δεσπότην, θρη- 1 νοῦσα ἐλάλαζες, Παρθενομήτορ πανάμωμε. Ρομφαία τὴν καρδίαν σου διῆλθεν, ἡνίκα σταυρούμενον τὸν Κτίστην τεθέασαι, Παρθένε πανάμωμε, καὶ λόγχῃ θείαν πλευρὰν ἐξορυττόμενον. Ο
col. 1323–1324page 25 of 54
PG 105:1323Μετὰ τόκον, ἁγνὴ, ὡς πρὸ τόκου διαμένεις· Θεὸς γὰρ ἦν ὁ τεχθεῖς, ἵνα θεώσῃ βροτούς. ο ο Νυμφαγωγός σοι Γαβριήλ, Παρθένε, ἀποστελλόμενος, Χαῖρε, ἐβόησε λέγων, φωτεινότατον παλάτιον τοῦ παμβασιλέως Χριστοῦ, ἐν ᾧ οἰκήσας βροτοὺς θεώσει πάντας. Φῶς ἡμῖν ἐκ σοῦ, ἁγνὴ, ἀνατέταλκεν Ἰησοῦς, καὶ ἐφαίδρυνε τὴν κτίσιν σταυρούμενος, καὶ δαιμόνων τὸ σκότος ἀπεδίωξεν. Ἐκ τοῦ Κανόνος του Σαββάτου, εἰς τὸν Ὄρθρος. Χαῖρε, σοὶ κραυγάζομεν τῇ κυησάσῃ τὴν χαρὰν, πανύμνητε, φωταγώγησον ἡμῶν τὸν νοῦν καὶ τὴν ψυχὴν, καὶ πρὸς τρίβους γνώσεως πάντας οδήγησον, ο ο καὶ πταισμάτων ἱλασμὸν δοθῆναι πᾶσιν αἴτησαι, Δέσποινα ἄχραντε, τὸν Υἱόν σου καὶ Θεόν. Ευλογημένη γυναικῶν, σὲ ὡς ἔβλεψε κατάλογος γυναικῶν, ἐνήθλησε καὶ τῷ σῷ Υἱῷ προσενέγκεναι, Παρθενομήτορ. ῾Ο ἄχρονος γέγονε νῦν ὑπὸ χρόνον ἐκ σοῦ, Παρ θένε, τοῦτον αἴτησαι διαλῦσαι ἅπαντα τῆς ψυχῆς μου τὰ χρόνια πταίσματα. Ὑμνοῦμέν σε, Παρθένε, δι' ἧς ἐφάνη ὁ Θεὸς ἐπὶ γῆς, βροτός γενόμενος· Χαῖρε, γή εὔκαρπε, ἡ καρ ποφοροῦσα στάχυν μυστικὸν τὸν διατρέφοντα πᾶσαν πνοήν. Ο διαπλάσας κατ᾿ ἀρχὰς τὴν Εὔαν, Κύριε, παρ θένου νηδύν καθυποδὺς τὴν ἐμὴν ἐργάζῃ ἀνάπλασιν, δούλου σχῆμα ἐνδυσάμενος ὁ Δεσπότης τῶν ἁπάντων. Ως Θεοτόκον σε φρονοῦντες γνώμῃ εὐθεῖ, πυρὸς αἰωνίζοντος καὶ σκότους, Δέσποινα, βυσθείημεν τῇ μεσιτεία σου, μεσιτεία σου, καὶ ἀοράτων ἐχθρῶν πολεμούντων ἡμᾶς. Ως πύλην φέρουσαν πρὸς θείαν εἴσοδον, ὡς εὐ διάβατον τὴν κλίμακα Θεοῦ, τῶν σωζομένων ἁπλανή ὁδηγίαν, τὴν κεχαριτωμένην ὑμνήσωμεν Παρθένον. Φρενοβλαβῶς, Παρθένε, ἁμαρτίας πράξας πολλάς, τὴν κόλασιν ἐκδέχομαι λοιπόν, ἀφ' ἧς με λύτρωσαι τὸν ἀδιστάκτῳ καρδίᾳ τῇ θείᾳ σκέπη σου προστρέχοντα, τῆς μόνης προστασίας τῶν πιστῶν. ΗΧΟΣ ΠΛΑΓΙΟΣ Β. Ἐκ τοῦ Κανόνος τῆς δευτέρας, εἰς τὸν Ὄρθρος. Μετὰ μαρτύρων, ἁγνή, μετὰ τῶν πάντων ἀγγέλων, τὸν κτίστην τῶν ἁπάντων ἐκδυσώπει σωθῆναι τοὺς πιστῶς σε δοξάζοντας. Νέος ἡμῖν παράδεισος ἐδείχθης ζωῆς, ἀγνή, τὸ
col. 1325–1326page 26 of 54
PG 105:1325ξύλον μέσον ἔχων, ἐξ οὗ φαγών, ἄχραντε, τῆς νε κρώσεως Αδάμ τῆς πονηρᾶς ἀπολύεται. Βαθύμως μου τὴν ζωὴν ἐκδαπανήσας, ἁγνή, πρὸς τὴν σὴν προστρέχω ἀντίληψιν, οίκτειρον, σῶτον με. Τὴν οὐράνιον πύλην ὑμνήσωμεν, δι ἧς πάντες εἰσ έρχονται ἁμαρτωλοὶ πρὸς ὁδοὺς συγχωρήσεως. Αγία μήτερ Θεοῦ, τήν βεβηλωθεῖσαν καρδίαν μου πράξεσιν ἐναγέσι συμπαθείᾳ σου ἁγίασον. Δούλου μορφὴν ὑποδύντα Δεσπότην, Κόρη, τίκτεις, ὃν ἱκέτευε τῶν παθῶν τῆς δουλείας, ἁγνὴ, ἐλευθερῶσαι με. Ὑπάρχουσα ἀγγέλων τιμιωτέρα, Θεὸν τὸν ἅγιον τέτοκας ὑπερβαλλόντως ἁγιασθεῖσα, Θεοτόκε Παρ θένε· διό μου τὴν ψυχὴν καθοδήγησον. Φώτισόν με ἁμαρτίᾳ σκοτισθέντα, ἀπαθείας τὸ φῶς ἡ κυήσασα, ἵνα ὑμνῶ σε, ἁγνὴ 'Αειπάρθενε. Ἐκ τοῦ Κανόνος τῆς τρίτης, εἰς τὸν ᾿Ορθρον. Ωφθης πύλη τῆς ζωῆς, θανάτου πύλας τῷ τοκετῷ σου λύσασα, ἁγνή· ὤφθης γῆ ἐκλεκτή δι᾿ ἧς ἀνυψώθη ἀπὸ γῆς εἰς οὐρανοὺς τὸ τῶν ἀνθρώπων φύραμα. Δόλῳ ἀπαύστως ὁ ἐχθρὸς θηρεύει με ὁ πονηρός, τῆς αὐτοῦ μὲ ἐνέδρας, πανάμωμε, ἐξάρπασον, καὶ ποιεῖν τοῦ Δεσπότου, Θεοτόκε, εὐόδευσον τὸ θέλημα. Συνέλαβες, ἄχραντε, τὸν συνοχέα παντὸς τοῦ κόσμου· διὰ τοῦτο, ἱκετεύω σε, λύτρωσαί με πάσης συνεχούσης κολάσεως. Θρόνος Θεοῦ ἐδείχθης, Θεοτόκε, ἐν ᾧ σαρκὶ καθ ἴσας τοῦ ἀρχαίου ἐξήγειρε πτώματος τοὺς ἀνθρώπου; ἐν φωναῖς χαριστηρίοις ὑμνοῦντάς σε. Επτάφωτόν σε λυχνίαν τὸ πῦρ τῆς θεογνωσίας φέρουσαν, Κόρη, ὁ προφήτης πάλαι προεώρακε, φαίνων τοῖς ἐν σκότει κινδυνεύουσι, πανάμωμε, τῆς ἀγνωσίας· διὸ βοῶ σοι, φώτισόν με, δέομαι. Μη κρίνῃς με, Κύριε, κατὰ τὰ ἔργα μου, δυσωπώ σε, ἀλλὰ ἴλεώς μοι φάνηθι, δυσωπεί σε σὺν τῷ Βαπτιστῇ ἡ τεκοῦσά σε. Πύλη ἀδιόδευτε, διάνοιξον πύλας μοι, δέομαι, μετα νοίας ἀληθοῦς, καὶ δεῖξόν μοι τὴν τρίβον τῆς σωτη ρίας, ἁγνὴ, ἡ πάντων ὁδηγία. Πεποικιλμένη θείαις ἀγλαΐαις τὸν ὡραῖον ἐν κάλλει ἐκύησας, Παρθένε. Αὐτὸν οὖν ἀεὶ ἐκδυσώπει σωθῆναι ο Ο ο
col. 1327–1328page 27 of 54
PG 105:1327ἡμᾶς ἐκ φθορᾶς, τοὺς ἐν πίστει καὶ πόθῳ σε δοξά ο ο ζοντας. Ναὸς Θεοῦ ἐδείχθης, πανάμωμε, ἐν ᾧ οἰκήτας ἱερῶς τὴν βροτῶν οὐσίαν ἐθέωσεν, ποιήσας τοὺς πιστοὺς ναοὺς ἑαυτοῦ παραδόξως. Ὕμνον σοι, Παρθένε, εὐχαριστίας προσάγομεν νῦν, διὰ σοῦ, ἁγνὴ, οἱ σεσωσμένοι ἐκ τῆς ἀρχαίας κατάρας, καὶ πᾶσαν εὐλογίαν καρπούμενα. Ἐβλάστησας ἄνευ σπέρματος δν ἐγέννησε Πατήρ ἀῤῥεύστως, ἔμεινας μετὰ τόκον παρθένος ὡς πρὸ τόκου· διὸ μεμαχάρισαι καὶ δεδόξασαι, ἄχραντε, ἀπαύστως, ὡς Μήτηρ οὖσα Θεοῦ. Ο παρειστήκεισαν τρόμῳ τὰ ἐπουράνια τάγματα, τοῦτον τίκτεις, ἁγνή, ἐνωθέντα τοῖς βροτοῖς ἀγαθός τητι, ὃν ἐκτενῶς ἱκέτευε οἰκτειρῆσαι τοὺς δούλους σου. Νέον ἡμῖν βρέφος ἀπεκύησας τὸν Παλαιὸν ἡμερῶν νέας ἐπὶ γῆς τρίβους ὑποδεικνύντα, καὶ τὴν παλαιωθεῖσαν φύσιν καινουργοῦντα, ἀνύμφευτε εὐλογημένη. Συντήρησόν μου τὴν διάνοιαν ἐν ταπεινώσει, Κόσ ρη θεοχαρίτωτε, ἡ τῷ τόκῳ σου συντρίψασα, επάρσεις τῶν δαιμόνων, καὶ ὕψωσόν με ἀπὸ τῆς κοπρίας τῶν παθῶν, καὶ πεινώντα τὴν χάριν του χόρεσον μελῳδοῦντα· Τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα, καὶ ὑπερ υψούτε εις πάντας τοὺς αἰῶνας. Φωνήν σοι προσάγομεν τὴν τοῦ Γαβριὴλ ἀγγέ λου, πάναγνε, εὐλογημένη· Χαῖρε, ἡ χωρήσατα Θεὸν τὸν ἀχώρητον· χαῖρε, κατάρας λύσις, καὶ εὐλογίας εισαγωγή· χαῖρε, μόνη παραδείσου ἡ τὴν θύραν ἀνεῴξασα. Φανεῖσα τῶν Χερουβίμ ἁγιωτέρα, Παρθένε, ὡς τὸν Θεὸν τεκοῦσα τὸν ὑπεράγιον, πάντας ἡμᾶς καθ αγίασον, τοὺς ἐν φωναῖς ἁγίαις πίστει ἐν νυκτὶ καὶ ἡμέρᾳ σε ἁγιάζοντας. Ἐκ τοῦ Κανόνος τῆς τετάρτης, εἰς τὸν ᾿Ορθρον. ἵνα ἀπάθειαν πᾶσι τοῖς ἐξ ᾿Αδάμ προξενήσης, Δέσποτα, πάθος φέρεις ἐν σταυρῷ, καὶ ὁρῶσα σείε ται ἡ γῆ, θρηνωδούσα μητρικῶς ἐβόας, Δέσποινα. Ὡραῖον κάλλει σε, Υιέ, ὑπὲρ πάντας ἀνθρώπους ἐν τῷ τίκτειν ἐπέγνων, καὶ πῶς σταυρούμενος ναν κάλλος οὐκ ἔχεις, Χριστέ, ἡ Παρθένος έλεγε δα κρύουσα. Ρομφαία τέτρωσαι τοῦ πάθους, Δέσποινα, τοῦ ἐκ σου σαρκωθέντος, ὅταν αὐτὸν ἔβλεψας σταυρούμενον καὶ λόγχῃ ἄχραντον πλευρὰν δι' ἡμᾶς ἐξορυττό μενον. Πατρί χωρήσασα Χριστὸν μόνον τὸν ἀχώρητου παντὶ ὠδίνων ἄνευθεν τέτοκας, νῦν δὲ ὀδυνῶμαι ἐν τῷ σταυροῦσθαί σε, Χριστέ, ἡ Θεοτόκος κλαίουσα έλεγεν.
col. 1329–1330page 28 of 54
PG 105:1329Πατρὸς τὸ ἀπαύγασμα, πῶς ἐπήρθη ἐν σταυρῷ, φωταγωγῶν τὰ σύμπαντα, καὶ παταράσσων σκότους τὸν ἀρχηγόν; ἡ πάναγνος Δέσποινα μητρικώς θρην ῳδοῦσα ἀπεφθέγγετο. Ο ὑπάρχων ἀναλλοίωτος θεότητι ήλλοίωσας κρε μάμενος σταυρῷ κτίσιν ἅπασαν, ἡ Παρθένος έλεγεν, ΥΠ, καὶ βλέπουσα ταῦτα θρηνωδῶς ἐκπληττομένη τὴν φρικτὴν οἰκονομίαν σου. Ιακώβ σε προείδε, Παρθένε, κλίμακα πρὸς οὐ ράνιον ύψος ἡμᾶς ἀνάγουσαν; τοὺς εἰς τὸν βυθὸν τῶν κακῶν ὀλισθήσαντας· ὅθεν σε ὑμνοῦμεν, ἁγνὴ, εἰς τοὺς αἰῶνας. ο Φρικτὴν λοχείαν ὑπέστης, Δέσποινα, ἐν τῷ φρι- Β' κτῶς σε τίκτειν, ἐν ἡ κτίσις σταυρούμενον ἐν ξύλῳ θελήσει, μακρόθυμε, έφριξε καθορῶσα, πάλαι ή άμεμπτος ἔκλαιε βοῶσα μητρικῶς ἣν μεγαλύνομεν. Ἐκ τοῦ Κανόνος τῆς πέμπτης, εἰς τὸν Ὄρθρον. Ο συνυπάρχων Πατρί, ὁ συναΐδιος Υἱὸς ἐπ' ἐσχά των βουληθείς κατῴκησε την μήτραν σου, Θεοτόκε, εἰς ἡμῶν τῶν πιστῶν ἀναγέννησιν, ὅθεν ὑμνοῦ. μέν σε. Λύσιν ἡμῖν, ἀγνή, ἁμαρτημάτων τὸν Λυτρωτὴν δοθῆναι ἐκδυσώπει, τὸν σκοτασμόν, ἄχραντε, τῶν ψυχῶν ἡμῶν ἀεὶ ταῖς σαῖς πρεσβείαις σκεδάζουσα. Ανύμφευτε Δέσποινα, εὐλογημένη Θεοκυήτορ, τοὺς ὑμνοῦντάς σε περίσωζε πάσης βλάβης, μόνη τῶν ἀνθρώπων βοήθεια. Ὁ τὸ εἶναι ἡμῖν παρεχόμενος, σοῦ τὴν μήτραν κατῴκησε, Θεοτόκε, ὃν αἴτησαι σωθῆναι ἡμᾶς. Παρθένε μόνη αγνή, κεχαριτωμένη βοήθειά μοι ἀεὶ χειμαζομένῳ ταῖς τοῦ βίου περιστάσεσιν. Δέσποινα πάντων τῶν ἀνθρώπων, ἁγία Θεοτόκε, τῆς δουλείας με τῶν παθῶν σαῖς πρεσβείαις τελείως ἐλευθέρωσον. Υμνοῦμέν σε, Παρθένε Θεοκυήτορ, δι' ἧς ἀρὰ ἀπεστείρωται, καὶ εὐλογία πᾶσιν ἐπῆλθε τοῖς εἰδόσι σε μόνην Μητέρα τοῦ Θεοῦ ἡμῶν ἄνανδρον. Ο Μ
col. 1331–1332page 29 of 54
PG 105:1331Φῶς τεκοῦσα, τῆς καρδίας μου τὰς κόρας άλλες πτούσας, πανύμνητε, φώτισον, ἵνα ὑμνῶ σε διὰ σοῦ ο σωζόμενος. Ο Β. Ἐκ τοῦ Κανόνος τῆς Παρασκευῆς, εἰς τὸν Ὅρο θρον.. Κάλλος ἐν τῷ πάσχειν ὡραῖον ἐν κάλλει οὐκ εἶδος ἔχοντα ἡ ἀπειρόγαμος κατανοοῦσά σε Κόρη, τῶν πι στῶν τὸ ἐγκαλλώπισμα, μητρικῶς ἐλάλαζε, καὶ πόθῳ σε ἐδόξαζεν. Σὺ τὸν ἐκ σοῦ τεχθέντα ὡς ἔβλεψας τιτρωσκόμενον λόγχῃ, ἐτρώθης τὴν καρδίαν, ὑπεραγία παν άμωμε, καὶ θαμβουμένη ἔλεγες· Τί σοι ἀπέδωκε, τέτ κνον, δῆμος ὁ παράνομος; Εκτός σε πάθους ἀπεκύησα, καὶ πῶς βλέπω σε νῦν πάθει προσομιλοῦντα; πῶς φέρεις τοῦτο; ἔκρα ζεν, άναρχο Υιέ, ἡ Παρθένος, δοξάζω σου τὸ μακρόθυμον. Ἐκ ρίζης, Κόρη, Ἰεσσαὶ βλαστάνεις, καὶ ὡς ἄνθος προσφέρεις τὸν φυτουργὸν τοῦ κόσμου, παραφυάδας ξηράναντα θείῳ φυτῷ τοῦ σταυροῦ, εν σαρκί κατεδέξατο. Τὸν ποιμένα πρῶτον καὶ Δεσπότην ξύλῳ ὁρῶσα ἡ ἀμνὸς ἐναπωρημενον θρηνωδοῦσα μητρικῶς ἐδόπ Τί τοῦτο, τέκνον, τὸ καινὸν μυστήριον; πῶς ἀθάν νατος τὸ κατ' οὐσίαν ὑπάρχων, θάνατον δέδεξαι, τους βροτοὺς θέλων ἐκ φθορᾶς ἀπολυτρώσασθαι; Σταυροῦσαι θέλων, ἡ Θεοτόκος ἐκραύγαζε· καὶ ὁρῶσα, ἄναρχε Υιέ, λύπῃ τὴν ψυχὴν νῦν καταβαπτί ζομαι· θνήσκεις γὰρ παρέχων ζωὴν τοῖς μελῳδοῦσι Λυτρωτὰ ὁ Θεὸς, εὐλογητὸς εἶ. Ύψιστε, ἄναρχε Υιέ, φέρεις ἐμπτύσματα, καὶ ἀνείδη, καὶ σταυρὸν, καλάμῳ παικτικῶς τυπτόμενος, ή Θεοτόκος ἐβόα· δοξάζω τὴν σὴν μακροθυμίαν, ἐν παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ύπερ υψοῦσιν εἰς πάντας τοὺς αἰῶνας. Φέρεις τὸν φέροντα πάντα, καὶ κατέχεις ὡς βρέφος ἐν ταῖς χερσὶ τὸν ἐκ χειρὸς φυσάμενον ἡμᾶς πολε μίου ἐχθροῦ, ἄχραντε Δέσποινα, καὶ ὁρᾷς ἐπὶ ξύλου ὑψούμενον σταυροῦ τὸν ἐκ βόθρου κακίας ἡμᾶς φυ Ο σάμενον. Ἐκ τοῦ κανόνος τοῦ Σαββάτου, εἰς τὸν ᾿Ορθρον. Ἱερωτέρα, ἁγνὴ, τῶν Χερουβὶμ καὶ Σεραφίμ
col. 1333–1334page 30 of 54
PG 105:1333ἀνεδείχθης τεκοῦσα τὸν Ποιητὴν τῆς κτίσεως, ἂν ο ἀναπαύστως δυσώπει οίκτειρῆσαι τοὺς δούλους σου, τους σε δοξάζοντας. Δὲ τὸν Χριστὸν ποθήσασαι γυναῖκές σε τὴν αὐτὸν ἀποῤῥήτως τετοκυῖαν, πανάχραντε Δέσποινα, γεγηθότι λογισμῷ περιεστῶσαι χορεύουσιν. Ο Κύριος, ἄχραντε, ἐκ σοῦ ἀῤῥήτως σάρκα φορ ρέσας, τῶν γυναίων τὸν κατάλογον ἐν ἀνδρείᾳ διηγω νισμένον προσήκατο. Ρυομένη ἡμᾶς πάσης φάνηθι τοῦ ἐχθροῦ βλάβης, Δέσποινα, δυσωποῦσα Χριστὸν τὸν μόνον εὔσπλαγχνον. Σαρκὶ τεκοῦσα Χριστὸν τῆς σαρκός μου τὰ πάθη θανάτωσον, καὶ ζώωσον, Παρθένε, τὴν ψυχήν μου μεσιτεία σου. Ο σὲ παρθένον δείξας ἁγνὴν καὶ μετὰ τόκον, τῶν ἁγίων τε γυναικῶν τὰς χορείας ἀκολουθούσας ἔσχηκας. Ολην σε πλησίον Θεοῦ, Παρθένε, χορός γυναικῶν ἠγάπησεν, καὶ σοῦ ὀπίσω προσηνέχθη τῷ Δεσπότῃ τῶν ὅλων συμφώνως μακαρίζων σε, ἄχραντε. Φῶς τεκοῦσα φωταγώγησον, Παρθένε, τῆς ψυχῆς μου το σκότος, διώκουσα τῆς ἁμαρτίας, ἁγνὴ, τὸ βαρύτατον. ΗΧΟΣ ΒΑΡΥΣ. Ἐκ τοῦ Κανόνος τῆς δευτέρας, εἰς τὸν Ὄρθρον. Η προστασία τῶν πιστῶν, ἡ τῶν ἁμαρτανόντων ἐπιστροφὴ πρὸς Θεὸν, Παρθένε πανάμωμε, τῇ πρεσ σβεία σου, σῶσόν με. Μόνη τεκοῦσα τὸν οὐράνιον βασιλέα, Παρθένε, ἐν ἐμοὶ τὴν βασιλεύουσαν ἁμαρτίαν κατάβαλε, καὶ οἰκτείρασα σῶσόν με.. Παρθένε ἁγνὴ, θεοχαρίτωτε, χαριτώσασα τὸν νοῦν μου τοῦ σκοτασμοῦ τῆς ἀγνοίας τελείως ἐλευθέρωσον. Διὰ σοῦ, παναγία, σοὶ ποιήσας μεγαλεῖα ὁ Θεὸς ὑπὲρ λόγον ἐκ σοῦ ἐσωματώθη. Αὐτὸν οὖν ἱκέτευε ἐκτενῶς ὑπὲρ πάντων. Υμνοῦμέν σε, ὑπερύμνητε Κόρη, κυήσασαν ὑπερ ύμνητον Λόγον, ὃν πᾶσαι αἱ δυνάμεις ἀνυμνοῦσιν οὐρανῶν ἀσιγήτοις φωναῖς. Βάτος σε προεικόνιζεν, ἁγνή, μὴ φλεγομένη· τὸ πῦρ γὰρ ἀπεκύησας τὸ ἄστεκτον, Παρθένε, διὸ βοῶ σοι· Κατάφλεξόν μου τὰ ὑλώδη παθήματα. Ἐλύθη τῆς κατάρας τῷ τόκῳ σου, Παρθένε, τὸ ἀνθρώπινον φύραμα· τὸν γὰρ παντευλόγητον εύλο γίαις τὰ πάντα κοσμοῦντα ἐκύησας. Φωτιστικαῖς φρυκτωρίαις τοῦ ἀνατείλαντος Λόγου ἐκ σοῦ, Παρθένε ἁγνή, καταύγασόν με ἁμαρτιῶν καὶ παθῶν ἐν τῷ σκότει καλυπτόμενον. ο Ο Ο ο
col. 1335–1336page 31 of 54
PG 105:1335Ἐκ τοῦ Κανόνος τῆς τρίτης, εἰς τὸν Ὄρθρος. Ο ο ο Τὴν πολλαῖς κεκακωμένην ἁμαρτίαις τὴν ψυχήν, Θεογεννήτορ Παρθένε, θεράπευσον, ὅπως ἐν φωναίς εὐχαριστίας ἐκτενῶς ἀεὶ δοξάζω αι. Τέτοκας, παναγία, τὸν ἀπερίληπτου λόγου παρχί καθ' ὑπόστασιν ἡμῖν προσομιλήσαντα· τοῦτον πάν τοτε δυσώπει σῶσαι τοὺς πιστῶς σε ἀεὶ μακαρίο ζοντας. Πύλην Θεοῦ προεἶδεν ὁ προφήτης, δι' ἧς αὐτὸς διῆλθε καθώς οἶδε, Παρθένε ἄχραντε διό σε ἐκδυσωπῶ, μετανοίας πύλας αὐτή μοι ἄνοιξον. Εὐλογημένη, ἡ Θεὸν ἀνερμηνεύτως τεκοῦσα, σὺν τῷ θείῳ τούτου βαπτιστῇ δυσώπει, ἁγνὴ, ἀπαύστως, Δέσποινα, ὑπὲρ ἡμῶν τῶν συμφοραῖς περιπιπτόντων τοῦ βίου καὶ συνεχομένων αμαρτήμασιν. Σετάρχεται ἐξ αἱμάτων σου ἁγνῶν ὁ Κύριος τὴν μετάνοιαν βροτοῖς δωρούμενος πᾶσι μεσιτείαις του. Νόμου σκιαὶ πολυειδῶς τὴν τεξαμένην τὸν Θεὸν ἐδήλωσαν, ὃν ἱκέτευε, πανάμωμε, πάσης ἀνομίας με καὶ παθῶν ῥυσθῆναι τοῦ σώματος. Ἡ τοῦ ἡλίου νεφέλη φωτεινή, λάμψον μοι φῶς νοερὸν τῆς ἀληθοῦς μετανοίας, καὶ ἀπέλασον σκότος τῶν πονηρῶν λογισμῶν, ἵνα πίστει ὑμνῶ σε ὡς σω τηρίαν πιστῶν. Νέκρωσον τῆς σαρκός μου τὸ γεώδες φρόνημα, Θεοτόκε, ζωὴν ή κυήσασα, θανάτῳ τὸν θάνατον παν τελῶς θείᾳ δυναστεία, ἄχραντε σεμνή, ἀφανίσασα. Βυθού με ῥαθυμίας τῶν ἀμετρήτων παθῶν, ἡ τὸν βυθὸν εὐσπλαγχνίας τεκοῦσα, ἀνάγαγε, ἀγαθὴ, καὶ δακρύων πηγήν μου δώρησαι. Ὡς ὑετὸς ἐν γαστρί σου ὁ Λόγος κατέβη, ὃν αίτη σαι, παναγία Παρθένε, τὰ ρεύματα ξηρᾶναι τῶν ἀμέτρων μου κακῶν, ἱκετεύω σε. Τόμον καινόν σε προφήτης έβλεψεν, ἐν ᾧ λόγος γέγραπται Πατρός· ὅθεν, ἁγνή, ἐκδυσωπώ, βίβλω με ζώντων γραφῆναι ἱκέτευε τὸν καινουργὸν τοῦ παντὸς ἐκδυσωπῶν Ἰησοῦν. Νενεκρωμένην ψυχήν κεκτημένος ταῖς χαλεπαῖς παραβάσεσι, σὲ τὴν νεκρώσασαν ᾄδην τῷ τόκῳ σου ἱκετεύω, Δέσποινα, μετανοίας τρόποις με ζώωσον. Θεοτόκε ή βεβαία προστασία καὶ ἐλπὶς Χριστιανῶν, ἐν τῇ ἡμέρᾳ τῇ φρικτῇ πρόστηθί μοι ἐπταικότι πολλὰ, καὶ ῥῦσαι τῆς γεέννης τῆς φοβεράς, προβά τοις με δεξιοῖς ἀριθμήσασα. Ὑπῆρξας ἄφλεκτος δεξαμένη ἐν σπλάγχνοις τὸ πῦρ τὸ ἄστεκτον, ὦ Παρθένε· διό με εξάρπασον τοῦ
col. 1337–1338page 32 of 54
PG 105:1337πυρὸς τοῦ ἀσβέστου, δροσίζουσά με νῦν γνησίας μετανοίας περικαλλέσι τρόποις. Φορέσας με ὁ Κύριος ἐκ σοῦ προῆλθεν, ἁγνή. Αὐτὸν οὖν ἐκδυσώπησον στολὴν φεδρῦναι με φωτός, Παρ θένε, ἐκδυθέντα τῶν παθῶν νῦν τὸν σάκκον τὸν βα ρύτατον. Φῶς ἡ τεκοῦσα τὸ θεῖον, θεοχαρίτωτε, τὴν σκοτισθεῖσάν ψυχήν μου ταῖς παραβάσεσι φώτισον, δέο μαι, καὶ σκότους αἰωνίου Ελεύθερόν, με δείξον, ὅπως σε μεγαλύνω καὶ δοξάζω, ἀειμακάριστε. ο Ἐκ τοῦ Κανόνος τῆς τετάρτης, εἰς τὸν Ὄρθρον. Ρήγνυται γραμματεῖον τὸ τοῦ ᾿Αδάμ, ἀνεβόα ή πάναγνος Δέσποινα, λόγχῃ, Υιέ, τρωθέντος σου· ὅθεν ὑμνω σου τὸ πάθος πᾶσι τὸ πηγάσαν ἀπάθειαν, Δέσποτα. Τὸν ἐθελόθυτον ἀμνὸν ἐπὶ τὸ πάθος ἐλθόντα καθ ὁρῶσα, μήτηρ καὶ ἀμνάς, δακρύων πηγὰς προχέεις λέγουσα· Τί τοῦτο, τέκνον ἱερόν; πῶς θανατοῦται, ζῶσαι πάντας τους θανέντας προμηθούμενος; Ικετηρίαν ὑπὲρ ἡμῶν τῶν σε ὑμνούντων, Θεο τόκε, ποίησον, ὅπως εύρωμεν βοήθειαν καιρῷ περι στάσεως, οἱ αὐτοῦ τὸ πάθος δοξάζοντες. Ποίοις όμμασι βλέψω ὄμμα τὸ ξηραῖνον πάσας ἀδύσσους, Υιέ μου, σβεννύμενον, σταυρῷ κρεμαμένου σου; ἡ ἁγνὴ Παρθένος ἐβόα, θρήνοις ἑαυτὴν συντα ράσσουσα. Νέον βρέφος τίκτεις τὸν πρὸ τῶν αἰώνων ἀχρόνως Πατρὶ συν[εν]ούμενον, Θεοτόκε, νεοποιοῦντα σταυρῷ τὸ ἀνθρώπινον πεπαλαιωμένον ἁμαρτίαις, τῇ τοῦ ἀρο χεκάκου συμβουλή, πανάμωμε. Πῶς οὐ πενθήσω, γλυκύτατον τέκνον, ἐπὶ σταυροῦ θεωροῦσά σε; πῶς οὐ θρηνήσω, ἀδίκως σου πά σχοντος, κριτὰ δικαιότατε; ἡ Παρθένος Μήτηρ ἐφθέγγετο. Νόμου σε πάλαι κιβωτός προδιετύπου, οὐ πλάκας ἔνδον φορέσατα, ἀλλὰ Χριστὸν τὸν νομοδότην, ἁγνή, ὃν ἄνομος ἐν σταυρῷ λαὸς προσήλωσεν, ἡμᾶς βοῶντας σώζοντα. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Φῶ; νοητὸν ἐν σταυρῷ ἀπήστραψεν ὁ σὸς, παν άχραντε, Υιός, καὶ ἀρχὰς τὰς τοῦ σκότους παρεδει γμάτισε, πανάμωμε, τοῦ ἡλίου ἡμαύρωσε φέγγος, καὶ πιστῶν τὸ πλήρωμα, ἁγνὴ, κατεφώτισεν. Ἐκ τοῦ Κανόνος τῆς πέμπτης, εἰς τὸν ᾿Ορθρον. *Αχραντε Θεοτόκε, σὺν ἀσωμάτοις ἀγγέλοις, προς φήταις, καὶ μάρτυρσι, καὶ ἀποστόλοις πρέσβευε, δίπως ἄφεσιν πταισμάτων λάβωμεν, Παρθένε, καὶ πλούσιον ἔλεος. Ο τοὺς ἀθλους λειτουργούς, Θεοτόκε, ποιήσας ἐκ σοῦ γεγέννηται δι᾿ ἔλεον ἄφατον ἀνθρώποις καθ ορώμενος. Ο
col. 1339–1340page 33 of 54
PG 105:1339Ο τὰς δυνάμεις οὐρανῶν καθυποστήσας τῷ λόγῳ, ὁ προφήταις χάριν παρασχών, καὶ τοῖς μαθη ταῖς, καὶ πᾶσι μάρτυρσι, τούτων πρεσβείαις, ὁ Θεὸς, καὶ τῆς ἀχράντου Μητρός σου, σῶσον πάντας, οἴκτειρον ὡς εὐσπλαγχνος. Ἡ λαβὶς ἡ τὸν θεῖον ἄνθρακα δεξαμένη ἐν τοῖς θείοις σου σπλάγχνοις, μηδ' όλως φλεχθεῖσα, κατά φλεξον ἡμῶν, πάναγνε, τὰ πταίσματα. Ἐκύησας ἐν σαρκὶ τὸν ἄχρονον, ὃν δυσώπει τῶν χρονίων παθῶν ἡμᾶς λυτρώσασθαι ὑμνοῦντάς σε, πανάμωμε. Κύριε ὁ Θεός μου, ὁ τεχθεὶς ἐκ κόρης ἀπειρογάμου, ταύτης παρακλήσεσι καὶ τῶν ἀποστόλων σου, ἱλασμὸν πταισμάτων μοι δίδου, καὶ μελλούσης ῥῦσαι κολάσεως. Μαρία Κυρία πάσης κτίσεως, ἐχθροῦ ἀναιδώς κυριεύειν ζητοῦντος τὴν ταπεινὴν καρδίαν μου, Θεογεννήτορ, λύτρωσαι. Ἡ τὸ φῶς τεκοῦσα, φώτισον τὴν ἐσκοτισμένην ψυχήν μου τοῖς πάθεσι, καὶ δυσώπει σὺν ἀποστόλοις, προφήταις, καὶ μάρτυρσι, πάσης ἁμαρτίας, πάσης βλάβης, πάσης τῆς κακίας τοῦ ἐχθροῦ ῥυσθῆναι με. Ἰάτρευσαν ἀνιάτως νοσούσαν, πανάμωμε, την ἀθλίαν ψυχήν μου τοῦ βίου ταῖς ἀπάταις, καὶ πολ λῶν ἁμαρτιῶν ἐπικλύσεσιν. Μετά μαρτύρων ἀγγέλων, καὶ ἀποστόλων, παν άμωμε, τὸν σὸν Υἱὸν ἐκδυσώπει, καὶ Κύριον, σωθῆναι τοὺς δούλους σου πειρασμῶν, κινδύνων καὶ θλί ψεων. Απασα γλώσσα πίστει δοξάζει σε, ἁγνή, δόξαν χρηματίζουσαν καὶ καύχημα τοῦ γένους ἡμῶν, καὶ ὁδηγίαν τῶν πλανωμένων, Θεοτόκε πανύμνητε. *Αφλεκτος τεκοῦσα τὸ πῦρ διεφυλάχθης, Παρο θένε ἀπειρόγαμε· διὸ ἱκέτευε ὃν ἔτεκες, σὺν ἀσω μάτων χοροῖς, σὺν ἀποστόλοις, τοὺς πιστῶς σωθῆναι ψάλλοντας· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Υμνεί σε πᾶσα γλῶσσα δοξάζουσα, Θεὸν τὸν ὑπερ χχιν,
col. 1341–1342page 34 of 54
PG 105:1341ύμνητον τέξασαν, Παρθένε θεόνυμφε, ἂν δυσώπει; ἀπαύστως σῶσαι τὰς ψυχὰς ἡμῶν. Φωτεινοτάτην λαμπάδα μέσον σε ἔχουσαι χοροστασίαι μαρτύρων, καὶ ἀποστόλων, ἁγνή, φῶς ἀπαστράπτουσαν ἐνθέων χαρισμάτων φωτίζονται ἄλλως, καὶ πάντας τοὺς ἐν πίστει μεγαλύνοντάς σε φωτίζουσιν. Φέρεις τὸν φέροντα πάντα ἐν ταῖς ἁγίαις χερσί σου, ὃν ἐκδυσώπει, ἁγνὴ, τοῦ ἀλλοτρίου τῆς κακουργίας ἡμᾶς ἀχειρώτους περισώζεσθαι. Ἐκ τοῦ κανόνος τῆς παρασκευῆς, εἰς τὸν Ορο θρον. Τὸν ἀνατείλαντα ἐκ σοῦ ὑπερβολῇ εὐσπλαγχνίας ἐν σταυρῷ καθορῶσα θρηνῳδεῖς, Δέσποινα, τοῦτον δοξάζουσα. Λύσιν ἡμῖν ὀφλημάτων, ἁγνὴ Παρθένε, δίδου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἡ τὸν σταυρῷ πα γέντα, ἄνθρωπον γενόμενον, Θεόν Λόγον κυήσασα. Απεκύησας ἄνευ σπορᾶς, Παρθένε, τον Λόγον, τὸν σταυρῷ ἐξαφανίσαντα τὴν φθορὰν ἀγαθότητι. Ἡγίασεν ὁ Θεὸς τὴν μήτραν σου, ἁγία σεμνή, κατοικήσας ἐν αὐτῇ, καὶ ἐν σταυρῷ ὑψούμενος τήν κτίσιν συνανύψωσεν. Ὑμνολογεῖς τὸν ἐκ σοῦ σαρκωθέντα, καὶ θρην φθεῖς ἐν σταυρῷ ὑψωθέντα, αὐτὸν κατανοοῦσα, Μητροπάρθενε ἁγνή, παναμώμητε. Η παναγία πανάγιον Λόγον τὸν ἐξ αὐτῆς ἀνατείλαντα, ἐν τῷ ἁγίῳ σταυρῷ ἀνυψούμενον, καὶ καθ αγιάζοντα τους βροτοὺς ὁρῶσα, ὠδύρετο. Αγίων τάγματα λιτανεύουσι, Κόρη, τὸν ἐκ γα στρός σου προελθόντα Δεσπότην, τὸν δείξαντα ἐν σταυρῷ τούτοις τρίβον ἀθλήσεως, ἁγνὴ, καὶ δοξολογοῦσιν ὡς πάντων βασιλίδα. Φιλάγαθε τῶν Χερουβὶμ ἁγιωτέρα, ἡ Θεοῦ Θεὸν Λόγον σαρκὶ ἀποτεκοῦσα, τὸν ἀνυψωθέντα σαρκί σταυρῷ ἐθελουσίως, ὑπὲρ πάντων ἐκτενῶς τοῦτον πρέσβευε. Ἐκ τοῦ κανόνος του Σαββάτου, εἰς τὸν ᾿Ορθρον. Ὑπεραγία ἡ Θεὸν ὑπεράγιον Λόγον ἀποκνήσασι, ἁγίασον ἅπαντας τους πίστει σε δοξάζοντας. Μὴ κενώσας τοὺς κόλπους τους πατρικοὺς ὁ Λόγος, ο ο ο ο
col. 1343–1344page 35 of 54
PG 105:1343Α' ἐν τοῖς κόλποις σου ὡς βρέφος κρατούμενος ὡράθη, ἀρχὴν ἐκ σοῦ λαβὼν, ἄχραντε, ὁ ἄναρχος. ο ο Ἱκέτευε ὃν ἐκύησας Θεόν, πανύμνητε, πειρασμῶν παντοδαπών καὶ θλίψεων βύσασθαι τὴν ποίμνην σου. Νυμφῶν ἀκατάλυτος ὀφθεῖσα Θεοῦ, δυσώπει αὐτ τόν, παναγία Παρθένε, νυμφῶνός με οικήτορα τοῦ νοητοῦ γενήσεσθαι. Αγίασον, παναγία Παρθένε, τοὺς δούλους σου, τὸν πανάγιον Αὐγον σαρκὶ ἀποτελοῦσα, ὃν ὑμνεῖ πᾶσα πνοὴ ἁγιάζουσα. Ως τῶν ἀγγέλων τιμιωτέραν τὴν Θεοτόκον ὑμνολογοῦμεν. Ὁ τῶν γυναίων ἁπάντων κατάλογος, ὁ ἀσκήσει καὶ ἀθλήσει, πανάμωμε, ζητήσας τὸν Κύριον, λιτο ἀνεύει ἀπαύστως τὸ θεῖόν σου πρόσωπον. Φιλαμαρτήμων ὑπάρχων, τὸ δικαστήριον τρέμω τὸ φοβερὸν τοῦ ἐκ σοῦ, ἁγνὴ, τεχθέντος, ἐν ᾧ με, ἀγαθή, ακατάκριτον συντήρησον. ΗΧΟΣ ΠΛΑΓΙΟΣ Δ'. Ἐκ τοῦ κανόνος τῆς δευτέρας, εἰς τὸν ᾿Ορθρον. Ιασαι νοσοῦντά με χαλεπῶς τῆς θανατηφόρου ἀσθενείας τῶν σαρκικῶν, ἁγνή, ψυχικῶν τε παθη μάτων, ὅπως ἐν πίστει ἀεὶ μακαρίζω σε. Σὲ φρουρόν, παναγία, ἐν πειρασμοῖς κέκτημαι, σὲ μετὰ Θεὸν προστασίαν ἔχω ἀκοίμητον, σὲ βυομένην με ἐν τῇ ἡμέρᾳ τῆς δίκης πάσης κατακρίσεως εύροι μοι, πάναγνε. Σὲ τὸ καθαρὸν δοχεῖον τοῦ Δεσπότου πίστει δυσωπῶ, καθάρισόν με πάσης, Θεογεννήτορ, κηλίδος, καὶ οἶκον δείξον τοῦ καθαροῦ καὶ θείου Πνεύματος. Νέκρωσον, ἁγνή, τῶν παθῶν μου τὰ κινήματα, ἡ νεκρώσασα τῷ τόκῳ σου τὴν ζῶσαν, Κόρη, ἁμαρτίαν τοῦ προπάτορος. Ἵνα φωναῖς εὐχαρίστως πάντοτε, πανάμωμε, δοξάζω σε, ψυχῆς μου δίωξον τὸ σκότος, καὶ μετα νοίας φωτὶ τὰ ζοφερά λυσόν μου ἐγκλήματα. Ο Θεοῦ Θεὸς Λόγος ἐν γαστρί σου σκηνώσας, Θεοχαρίτωτε, ἁπάντων προστασίαν τῶν καταπονουμένων καὶ βοώντων δεικνύει σε· Ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶν Ἱσταμένων βεβαίωσις ὑπάρχεις, καὶ πεσόντων
col. 1345–1346page 36 of 54
PG 105:1345ἀνόρθωσις, Παρθένε· διὸ καταπτωθέντα με ἀνάστησον, ίνα σε δοξάζω την κεχαριτωμένην. Φώτισον, πύλη τοῦ φωτός, τῆς καρδίας μου τὰ όμματα, δέσμαι, καὶ ἀπημαύρωσε τῆς ἁμαρτίας σκότος βαθύτατον, καὶ μετανοίας μου αὐγὴν κατά πέμψον, Δέσποινα, καὶ αἰωνίου πυρὸς μεσιτείαις σου, ἁγνὴ, ἐλευθέρωσον. Ἐκ τοῦ Κανόνος τῆς τρίτης, εἰς τὸν ᾿Ορθρον. Μετανοίας μοι, Παρθένε, καθυπόδειξον ὁδοὺς, καὶ τῆς ἀπαγούσης με πρὸς ἁμαρτίαν ἐπίστρεψον τρί τον, ἵνα σε ὑμνῶ τὴν πολυύμνητον καὶ παμμακάριστον. Κατεῤῥαγμένων επανόρθωσις, Θεοτόκε, πτωθέντα ἔγειρον ἐκ βόθρου τῶν κακῶν μου, καὶ ἑδραίωσον, Δέσποινα, ἐν πέτρᾳ τῶν τοῦ Θεοῦ ἐντολῶν. Πανύμνητε, Δέσποινα, μεγαλοφώνως σε ἀνυμνοῦ μεν, πλήρωσον πάσης χαρᾶς τὴν ἐμὴν διάνοιαν, παρεχομένη μοι πένθος ἀγαθὸν, καὶ μετανοίας ἀφορ μᾶς, καὶ γνῶσιν σωτήριον. Αγία Θεοτόκε, ἡ τὸν ἅγιον Λόγον ἀποτελοῦσα, σαρκὶ ἀναπαυόμενον μόνον ἐν πᾶσι τοῖς ἁγίοις, ἁγία σόν μου τὸν νοῦν ταῖς πονηραῖς ἐργασίαις ἀεὶ ἐπι μένοντα. Η μανναδόχος σε στάμνος, Θεοτόκε, ποτέ προεικόνιζε Χριστὸν γὰρ ἐβλάστησας τὸ μάννα της γνώσεως. ἐπομβρίζοντα πᾶσι τοῖς τιμῶσι σε. Ὑπὲρ αἰτίαν τίκτεις τοῦ παντὸς τὸν αἴτιον, ὑπερ Καλῇ χρηστότητας βροτόν γεγενημένον· ὅθεν συμ φώνως σε, ἁγνή, μακαρίζομεν. Κυματούμενον σάλῳ με τῆς ἁμαρτίας, ἁγνὴ, τῇ σῇ μεσιτεία πρὸς σωτηρίαν μετανοίας, βοῶ, ίθυνον, Δέσποινα, παγγαλήνους λιμένας, όπως βλέψω φῶς τῆς σωτηρίας ὁ ἐσκοτισμένος ἀεὶ τῇ ῥᾳθυμίᾳ. Φωτιστικαῖς, πανάμωμε, ἀστραπαῖς τοῦ ἐκ τῆς σῆς προελθόντος μήτρας Υἱοῦ καὶ Θεοῦ, τοὺς πίστει ὑμνοῦντάς σε φαίδρυνον, καὶ σκότους ἡμᾶς τοῦ ἀφεγγοῦς καὶ τῆς αἰωνιζούσης ἐξελοῦ κολάσεως τῇ σῇ μεσιτεία. ο Ἐκ τοῦ Κανόνος τῆς τετάρτης, εἰς τὸν ᾿Ορθρον. Παρισταμένη τῷ σταυρῷ σου, Κύριε, ἡ ἀπειρόγαμος, καὶ τὰς ἐν σοὶ τρώσεις καθορῶσα, Δέσποτα, τιτρωσκομένη ἔλεγεν· Οίμοι, τέκνον! ὠδῖνας ἀπο φυγοῦσα τῷ τάχῳ σου, νῦν ὀδυνηρῶς κατατρύχο μαι Η πολύμνητος ἀμνὰς τὸν ἄρνα θεασαμένη πρὸς ἑκούσιον ἑλκόμενον πάθος, καὶ σταυρούμενον σαρκί, ηλάλαζε δακρύουσα, καὶ τὴν μακροθυμίαν υμνει τὴν τούτου δοξάζουσα. Τὸν ἑαυτῆς μόσχον ἡ ἄμεμπτος δάμαλις κατιδοῦσα ξύλῳ ἀναρτώμενον, Τέχνον, ἐβόα ἀλαλαγμῷ, πως σε πανάμωμον δῆμος οὐδ' ὅλως ᾠχείρησεν αὐτὸν οἰ κτειρηκότα, ἀλλὰ σκέψει δολία θανατώσαι ἀδίκως προείλετο; Ο
col. 1347–1348page 37 of 54
PG 105:1347ο ο Ο ο Ξένον θέαμα βλέπω, έκραξες, πανύμνητε, πῶς ὁ τῷ βλέμματι πᾶσαν γῆν σαλεύων, ἐπὶ ξύλου ὑψού μενος ὕπνωσας, τοὺς ὑπνοῦντας μέλλων ἐκ τοῦ αἰῶνος ἀνυπνίζειν; προσκυνῶ σου, Υιέ, τὸ μακρόθυμον. Κύριόν σε τῆς ζωῆς καὶ ὡραῖον ἀπεκύησα κάλλει ὑπὲρ υἱοὺς ἀνθρώπων, ἡ Παρθένος ἐκραύγαζε, καὶ πῶς θνήσκεις νῦν, Υἱὲ, κάλλος οὐκ ἔχων ἐν τῷ σταυροῦσθαι, ὁ καλλωπίζων πάντα νεύματι; Ὁ ἄδυτος ἥλιος, πῶς ἔδυς ξύλῳ, Λόγε, τεινόμενο;; ἡ Παρθένος ἐβόα· καὶ βλέπων ἔστη τοῦ δρόμου ήλιος, φαίνειν μὴ σθένων, σοῦ πάσχοντος, Δέσποτα; Υμνος λογῶ, προσκυνῶ τὸ θεῖον κράτος σου. Οδυνηρῶς στενάζουσα, μητρικῶς ἀλαλάζουσα, καὶ τὴν ἐκ τῶν σπλάγχνων συνοχὴν μὴ φέρουσα, σταυρῷ ἐνητένιζες τῷ ἐκ τῆς σῆς τεχθέντι γαστρός, Τέκνον, ἐκβοῶσα, τί τὸ ὅραμα τοῦτο; πῶς πάσχεις, ὁ τῇ φύσει ἀπαθὴς, πᾶν ἔτε θέλων τὸ γένος τῶν ἀνθρώπων φθορᾶς ἐλευθερῶσαι; Φυγοῦσα τὰς ὠδῖνας τὰς μητρικὰς τῷ καιρῷ τῆς λοχείας, μακρόθυμε, ἐν τῷ δὲ νῦν πάθει ἑκουσίως προσομιλεῖν, καὶ ἄλγος καθυφίστασθαι, ήλγησα τὰ σπλάγχνα, καὶ τὴν ψυχὴν ὀδύνης ἐπληρώθην, ή πάνω αγνος ἐβόα, ἣν ἐπαξίως μεγαλύνομεν. Οι Ἐκ τοῦ Κανόνος τῆς πέμπτης, εἰς τὸν ᾿Ορθρον. Νομίμων δίχα τῆς φύσεως τέτοκας τὸν νομοδότην καὶ Θεὸν ἄνθρωπον γενόμενον· αὐτὸν ὡς ἀγαθὸν ἱκέτευε, πανάμωμε, ἡμῶν τὰς ἀνομίας παριδεῖν τῶν βοώντων πάντοτε· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται. Λύσιν δωρηθῆναι μοι, ἄχραντε, ἁμαρτιῶν αἴτη σαι τὸν ἀγαθὸν, καὶ τῶν ἐν τῷ βίῳ χαλεπῶν περ ριστάσεων. Γεωργείν με νοήματα, ἄχραντε, οὐράνια ἐνδυνάμωσον, καὶ τῆς ψυχῆς μου κατεύθυνον πρὸς ζωῆς εἰσόδους τὰ κινήματα. Ναμάτων ζωηῤῥύτων ἀνάπλεος οὖσα, Κόρη, πάν τας ἡμᾶς πότισον εὐσεβοφρόνως ὑμνοῦντάς σε. Παλάτιον ὑψηλού βασιλέως, καὶ πυρίμορφος γε γένησαι θρόνος, τῶν Χερουβὶμ ανωτέρα, Παρθένε, καὶ Σεραφίμ ὑπὲρ νοῦν χρηματίσασα· ἐντεῦθεν σε πᾶσα πνοὴ ὡς Μητέρα δοξάζει τοῦ Κτίσαντος. Έστησας ῥύμην τοῦ θανάτου, τὸν ἀθάνατον Θεὸν ἀποκυήσασα· ὃν δυσώπει, ἁγνή, τὰ πάθη θανατώσες τοῦ ταπεινοῦ μου σώματος, καὶ ζωῆς με ἀξιῶσαι. Ικετηρίαν προσάγαγε Κυρίῳ κατοικτειρῆσαι καὶ σῶσαι τοὺς ἐπὶ τοὶ καταφεύγοντας, παναγία Παρθένε, ἀνθρώπων βοήθεια. Φωτὸς οὖσα δοχεῖον, φώτισον, Παρθένε, την σκου
col. 1349–1350page 38 of 54
PG 105:1349τισθεῖσαν ψυχήν μου τοῖς πάθεσιν, ὅπως ἐν πίστει καὶ πόθῳ ἀεὶ δοξάζω σε. Ἐκ τοῦ κανόνος τῆς Παρασκευῆς, εἰς τὸν Ορθρον. Ως ἔβλεψε σε σταυρῷ τὸν τὰ πάντα βλέποντα ἡλούμενον ἡ ἄμεμπτος, ὀδυρομένη ἔλεγε· Τί τοῦτο, τέκνον ἐμόν; Τί σοι ἀνταπέδωκαν οἱ ἀπολαύσαντες πολλῶν σου δωρημάτων; πῶς ὑποίσω τὸν πόνον; Δόξα τῇ σῇ, εὐσπλαγχνε καὶ μακρόθυμε, οἰκονομία φρικτῇ. Νομίμων δίχα τῶν ἀνθρωπίνων σε τέκνον έτεκον, καὶ πῶς ἄνομοι ὑψοῦσί σε ξύλῳ μέσον ἀνόμων, τὸν μόνον νόμους ζωῆς ἐκτιθέμενον; ἡ Θεοτόκος θρην ᾠδοῦσα ἀπεφθέγγετο. Νέον βρέφος ἐκύησας τὸν πρὸ τῶν αἰώνων ὄντα παντέλειον, καὶ σταυρῷ, Κόρη πανάμωμε, τελειοῦντα πάντα ἀγαθότητι. Νενοσηκότας, Παρθένε, τῇ ἁμαρτίᾳ ἡμᾶς ἰατρεύσας, κυήσασα τον Σωτῆρα Ιατρόν τε τῶν ὅλων, ἐν ξύλῳ τοῦ σταυροῦ τραυματισθέντα, ἄχραντε, τὸν παρέχοντα ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν. Ρομφαία τὴν σὴν διῆλθε καρδίαν, καθορώσης σὲν Υιόν, ἄχραντε Κόρη, ἡλωμένον ἐν ξύλῳ, καὶ πάθη φέροντα, καὶ λόγχῃ θείαν πλευρὰν ἐξορυττόμενον θελήματι, καὶ κατασφάττοντα ἐν αὐτῇ τὸν πολέμιον δράκοντα· ὅθεν θρηνωδοῦσα μητρικῶς τοῦτον ἐμε γάλυνες. Λύπῃ πεπλήρωμαι, ὁρῶσά σε, Υἱὲ, ἀδίκως πά σχοντα, τέτρωμαι ψυχήν, λόγχῃ τρωθέντος σου τὴν πλευρὰν, ἡ Θεοτόκος ἐβόα κλαίουσα καὶ ὀδυρομένη, μόνη Δέσποινα - ἣν ἐπαξίως πάντες μακαρίζομεν, καὶ εὐσεβῶς κραυγάζομεν· Ὁ ὑπερύμνητος τῶν πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ. Νοητὴν νεφέλην, καὶ σκηνὴν ἁγιάσματος, θρόνον Θεοῦ καὶ πύλην, φωτὸς λυχνίαν, καὶ ἀνατολὴν τοῦ Λόγου οἱ πιστοί σε πάντες κατονομάζομεν, πάναγνε Παρθένε, τοῦ πάντα τεκτηναμένου Μήτηρ υπάρ χουσα εὐλογημένη. Φωτοειδής παστὰς ὡράθης, Παρθένε, τοῦ οἰκήσαντος σου τὴν ἄφθορον νηδύν, καὶ πάθος μακάριον καθ υπομείναντος ἐθέλοντι, καὶ πᾶσι τὴν ἀπάθειαν παρασχόντος δι' ἄφατον ἔλεος, ἐν πίστει προσκυνοῦντες σε εὐσεβῶς μεγαλύνομεν.
col. 1351–1352page 39 of 54
PG 105:1351Ἐκ τοῦ κανόνος του Σαββάτου, εἰς τὸν Ὄρθρον. Κύριον τετοκυίαν γυναικῶν χορός σε επιστάμενος, σοῦ ὀπίσω, Παρθένε, ἀναθλήσας αὐτῷ προσενέγκεναι. Ο μηδαμοῦ χωρούμενος Ἰησοῦς ἀστενοχωρήτως τὴν σὴν κατῴκησεν ἡγιασμένην γαστέρα, ἄχραντε Παρθένε, καὶ Κύριος. Νόμου θεῖον τὸν πάροχον φύσεως νομίμως ἄνωθεν τέτοκας ἀναπλάττοντα, πανάμωμε, τῶν βροτῶν τὴν φύσιν ὀλισθήσασαν. Επαυσας, ἁγνή, προπατόρων τὸ κατάκριμα, τὸν τοὺς πάντας δικαιώσαντα σαρκὶ τεκοῦσα, Ἰησοῦν τὸν μόνον Κύριον. Ἐσκήνωσεν ἐπὶ σοὶ Πατρὸς, ἁγνὴ, τὸ ἀπαύγασμα, καὶ ταῖς ἀθλοις αὐγαῖς αὐτοῦ τῆς Θεότητος τὸ σκό. τος διέλυσε τῆς πολυθείας, καὶ τὸν κόσμον κατα εφώτισεν. Ολη ὡς καθαρὰ καθυπεδέξω ἐν μήτρα τὸν λόγον σωματούμενον· αὐτὸν ἐκδυσώπει καθάραι πταισμάτ των με, καὶ ψυχῆς καὶ σώματος, πάναγνε, τὸν ἐπὶ σοὶ καθαρᾷ πίστει προστρέχοντα. Επιφανεῖσα, Παρθένε, τῆς ψυχῆς μου τὰ σκοτει νότατα νέφη τῷ φωτισμῷ σου ἀπέλασον, ἡ τῆς δι καιοσύνης τεκοῦσα τὸν Ἥλιον. Φέρουσα τὸ πλήρωμα τῶν ἀγαθῶν ἐν ταῖς ἀγκάλαις, πλήρωσον ἡμῶν, πανάμωμε, τὰς ἐντεύξεις τῶν δούλων σου, καὶ τὰς πρὸς Θεὸν ἡμῶν πορείας 119 εύθυνον ἐναρέτως, ἐνδυναμούσα πολιτεύεσθαι. ΕΚ ΤΟΥ ΤΡΙΩΔΙΟΥ. 'Εκ τοῦ Κανόνος τῆς Κυριακῆς ἐν ᾗ αναγνώ σκεται τὸ Εὐαγγέλιον τῆς παραβολῆς τοῦ ἀσώτου.
col. 1353–1354page 40 of 54
PG 105:1353Παναγία Παρθένε, κεχαριτωμένη, ἡ τὸν ἱλασμὸν Ο (30-40), πάντων τέξασα, τῶν ἐμῶν ἐγκλημάτων τὸ βαρύ φορτίον σοῦ ταῖς ἱκεσίαις ἐλάφρυνον. Σωτήρα καὶ Δεσπότην κυήσασα Χριστόν, τῆς σωτηρίας με, Κόρη, ἀξίωσον πτωχεύσαντα ἐκ πάντων ἀγαθῶν, Παρθένε ἁγνή, ἵνα ὑμνῶ τὰ σὰ μεγαλεῖα. Τῶν Χερουβὶμ φανεῖσα καὶ Σεραφίμ, Θεοτόκε, καὶ πάσης λαμπροτέρα ἐπουρανίου στρατιάς, σὺν τούτοις ἐκδυσώπει ὅνπερ ἐσωμάτωσας θεῖον Λόγον, πανάμωμε, ἀνάρχου Πατρός, όπως τῶν ἀγαθῶν τῶν αἰωνίων πάντες ἀξιωθῶμεν. Θεογεννήτορ ἁγνὴ, ἡ τῶν κατεῤῥαγμένων ἐπι ανόρθωσις μόνη, ἐπανόρθωσον κἀμὲ, παντοίαις ἁμαρτίαις συντετριμμένον ὅλον καὶ τεταπεινωμένον.
col. 1355–1356page 41 of 54
PG 105:1355ο ο Ο ο ο Φωτιστικαῖς πρεσβείαις σου, Παρθένε, τοὺς νοερούς μου ὀφθαλμοὺς ἐσκοτισμένους κακία φώτισον, δέομαι, καὶ πρὸς ὁδοὺς μετανοίας εἰσάγαγε, ὅπως χρεωστικώς σε ύμνολογῶ τὴν ὑπὲρ λόγον τὸν λόγον σωματώσασαν. Ἐκ τοῦ Κανόνος τῆς Κυριακῆς τῆς Ἀποκρέω, ἑσπέρας. Νυκτί παραπτώσεων ἡμαυρωμένος, πρὸς σὲ τὴν κυήσασαν τοῖς ἐν σκότει Ἥλιον δικαιοσύνης Χριστὸν, νῦν καταφεύγω ἐκτενῶς, Δέσποινα, σῶσόν με. Νενίκηνται, Πάναγνε, ἐν σοὶ οἱ ὅροι, Παρθένε, τῆς φύσεως· μένεις γὰρ τέξασα ἄνευ ἀνδρὸς τὸν Θεόν, ὡς πρὸ τοῦ τόπου, σεμνή, πάλιν ἀπήμαντος. Παρθένε πανύμνητε, ἡ μόνη πρὸς Θεὸν πιστῶν ἐνυπάρχουσα βοήθεια στερρά, τοῦ σκότους με ῥῦσαι καὶ κολάσεως τῆς ἀποκειμένης τοῖς πονηρῶς βιοῦσιν. Ὑπὲρ ἡμῶν δυσωποῦσα τὸν ᾿Αγαθὸν μὴ ἐλλίπης τὸν τὴν ἀσθένειαν ἡμῶν ἐπιστάμενον μόνον, λοιμού, λιμοῦ τε, καὶ σεισμοῦ, καὶ πάσης κακώσεως λυτρώσασθαι τὴν τιμῶσαν σε πόλιν, Θεοτόκε, ἡ ἐλπὶς τῶν γηγενών. Ἐκ τοῦ Κανόνος τῆς τρίτης τῆς Τυροφάγου. Παρθένε πανύμνητε, ὁδὸς ἡμῖν γενοῦ τῆς μετα νοίας, σωτηρίας ὁδηγοῦσα πρὸς τὰς πύλας. Ἡ οὐρανώσασα ἡ ῶν τὸ γεώδες, Κόρη, τὸ φύραμα, τὴν γεωθεῖσαν καὶ καταφθαρεῖσαν τῆς ψυχῆς μου αὔλακα τῷ ὄμβρῳ τῶν οἰκτιρμῶν καρποφόρον ἀρε ταῖς ἀνάδειξον, βοῶσαν καὶ ὑπερυψοῦσαν Χριστὸν εἰς τοὺς αἰῶνας. Σὲ τὴν κραταιὰν προστασίαν καὶ βεβαίαν ἐλπίδα ἀνυμνοῦντες εὐσεβῶς ἐκδυσωποῦμεν· Τὸν Υἱόν σου δυσώπει, Παρθένε, τοῦ σωθῆναι ἡμᾶς. Ἐκ τοῦ Κανόνος τῆς τετάρτης, εἰς τὸν ᾿Ορθρον. Κατεύνασιν τὸν τάραχον τῶν παθῶν μου, θερά παυσον τὰ τραύματα τῆς ψυχῆς μου, ἐξέγειρον ἐξ ύπνου με βαθυμίας τῇ μεσιτείᾳ σου, τῇ προστασία σου, παναγία Δέσποινα, Μητροπάρθενε. Άνοιξον κρούουσιν ἡμῖν, καὶ τὸ ἔλεος τὸ σὸν προσκαλουμένοις, ταχινὴ τῶν ἀνθρώπων καταφυγή, καὶ στεριὰ ἐν πᾶσι βοήθεια, Παρθένε, καὶ τῶν ἐν ἀνάγκαις βεβαία προστασία. Τῇ ὀξυτάτη σου πρεσβείᾳ, τῇ ἀγρύπνῳ σου σκέπη, τῇ κραταιᾷ σου, Δέσποινα ἁγνὴ, νῦν βοηθεία συν τήρησον τους πιστούς σου οἰκέτας ἐκ πάσης έναν τίας προσβολῆς, καὶ παθῶν, καὶ πταισμάτων, καὶ πειρασμῶν διάσωσον. Ἐκ τοῦ Κανόνος τῆς τετάρτης, ἑσπέρας. Συνέλαβες ὑπὲρ λόγον καὶ ἔτεκες ὑπὲρ φύσιν, Θεογεννήτορ, τὸν Δεσπότην τῆς κτίσεως, ἂν ἀπαύ στων πρέσβευε ῥυσθῆναι ἡμᾶς ἐκ πάσης ὀργῆς τούς σε ἀεὶ μακαρίζοντας. Ἡ πάντων δεσπόζουσα τὰς ἱκεσίας δεχομένη, Δέ σποινα, τῶν δούλων σου, ἁγία Θεοτόκε, τοῦ σκότους με λύτρωσαι, καὶ πυρὸς τοῦ ἀσβέστευ, τῶν κακῶν μου τὰ πλήθη ἐξαλείψασα τῇ ἐν τῇ μεσιτείᾳ, καὶ μόνο τῇ θείᾳ σου πρεσβεία.
col. 1357–1358page 42 of 54
PG 105:1357Ότι ἀνέδειξε σε Θεός, Παρθένε ἁγνὴ, βοήθειαν τοῦ γένους τῶν βροτῶν, μὴ ἐλλίπης ἐκτενῶς καθικετεύουσα αὐτὸν ὑπὲρ ἡμῶν τῶν πιστῶν. Ἐκ τοῦ κανόνος τῆς πέμπτης, ἑσπέρας. Αγία Παρθένε, ἡ τῶν πιστῶν ἀντίληψις μόνη, τὴν πρεσβείαν σου συνεργὸν καιρῷ τῆς νηστείας πᾶσι δίδου τοῖς Θεοτόκον ἀγνήν σε γινώσκουσι. Ὡς αἰτίαν σε πάντων τῶν ἀγαθῶν, Δέσποινα, πάντες ἐκτενῶς δυσωποῦμεν συνεισελθεῖν ἡμᾶς τῇ μεσιτείᾳ σου τῷ τῆς νηστείας ἀγῶνι, καὶ πέρας δωρήσασθαι τούτου σωτήριον. Καθαρὸν ὑλαστήριον τῶν ἁμαρτανόντων, ἁγία Δέσποινα, μεσιτεία σου διάῤῥηξον τῶν ἁμαρτιῶν μου τὸ χειρόγραφον. Τῆς νηστείας πύλας μέλλοντες εἰσέρχεσθαι, έχου σωποῦμέν σε, τοῦ Θεοῦ τὴν πύλην, συνελθεῖν τοῖς εἰκέταις σου, Δέσποινα, καὶ πλατῦναι πάντως τοὺς λογισμούς, καὶ διανοίας τὰ σωτήρια πράττειν τὰ θελήματα. Ταῖς φωτοβόλοις σου ἀστραπαῖς, Δέσποινα τοῦ κόσμου ἀγαθὴ, τὸ τῆς ψυχῆς μου ἀπέλασον σκότος, καὶ τὴν νύκτα τῆς ἁμαρτίας μου, προθύμως ἵνα ψάλλω καὶ μακαρίζω σε. Η μόνη τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης ὑπάρξεως τῷ θείῳ σου τοκετῷ, ἀγνή, ἐπιῤῥώτατα, συνεργός μοι φάνηθι πρὸς τὸ τῆς νηστείας εἰσιόντι θεῖον στάδιον. Ο Μόνη βοήθεια ἀνθρώπων, βοηθὸς ἡμῖν καιρῷ τῆς ἐγκρατείας τοῖς σοῖς δούλοις γενοῦ, ὅπως ἐν μετα νοίᾳ εὐαρεστοῦντες λάβωμεν οὐρανῶν τὴν βασιλείαν. Θεοκυήτορ πάναγνε, ἐπὶ σὲ καταφεύγομεν, οἴκτειρον ἡμᾶς τῇ ἀγαθῇ πρεσβείᾳ σου, καὶ δίδου εὐλατον τὸν Υἱόν σου καὶ Κύριον ἅπασιν ἡμῖν ἐν τῷ καιρῷ τῆς νηστείας, τῆς νῦν εἰσαγομένης εἰς πιστῶν σω τηρίαν τῶν σε ὑμνολογούντων εἰς πάντας τοὺς αἰῶνας. Καταπιπτόντων ἐπανόρθωσις, ἁμαρτωλῶν μετ σίτις, ξένων ἀνάψυξις, λυπουμένων παράκλησις, παναγία Παρθένε, τὴν τῆς ψυχῆς μου λύπην δια σκέδασον, ἁγνή, καὶ παράκλησιν ἄνωθεν ἐκ Θεοῦ μοι δοθῆναι δυσώπει, μελῳδοῦντι προθύμως, καὶ ὑπερυψοῦντι σε εἰς πάντας τοὺς αἰῶνας. Φιλάγαθε Παρθένε, τὸν ἀγαθὸν ἡ τεκοῦσα Σωτήρα, ἀγάθυνον πάντας ἡμᾶς, πάθεσιν ἀμέτροις καὶ λογι σμοῖς κεκακωμένους, Δέσποινα, καὶ βεβαρυμένους ἁμαρτιῶν φορτίοις δυσβαστάκτοις, ἵνα σε καταχρέως ὡς Θεοτόκον μεγαλύνωμεν. Η προστασία πάντων τῶν εἰς σὲ πεποιθότων, ἡ ἐν ἀνάγκαις ἄγρυπνος ὑπάρχουσα προστάτις, Θεο τόκε, τῆς αἰωνιζούσης λύτρωσαι ἡμᾶς γεέννη, καὶ τῶν ἀποκειμένων κολάσεων πικρών, όπως χρεωστι χῶς ὑμνοῦμεν τὰ μεγαλεῖά σου. Ἦχος β'. Ἐκ τοῦ κανόνος τῆς δευτέρας τῆς ἑβδομάδος α'. Ἡ τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα τραυ ματισθέντα πάθεσι, Κόρη, θεράπευσον, καὶ πυ ο
col. 1359–1360page 43 of 54
PG 105:1359ρός αἰωνίου ἐξάρπασόν με, μόνη Θεοχαρίτωτε. ο Ἡ οὐρανώσασα ἡμῶν τὴν γεώδη καὶ φθαρτην, ἁγνὴ, οὐσίαν, τῇ θερμῇ σου πρεσβεία κατευθυνθῆναι ἡμῶν ἐντεύξεις καὶ δεήσεις ποίησον πρὸς τὸν σὸν καὶ πάντων Θεὸν καὶ βασιλέα. Εξασθενήσασαν πάσαις προσβολαῖς τῶν κακίστων δαιμόνων τὴν ἀθλίαν μου ψυχὴν ἴασαι, ἄχραντε Δέσ σποινα, ἰατρὸν τετοκυῖα Χριστὸν τὴν ἀπολύτρωσιν ἡμῶν, τῶν εἰδότων σε κόρην Παρθένον ἀδιάφθορον. ΗΧΟΣ Β'. Ἐκ τοῦ Κανόνος τῆς τρίτης τῆς αὐτῆς ἑβδομάδος. Η αγεώργητος ἡ γῆ ἡ βλαστήσασα τὸν τοῦ παν τὸς Τροφία τὸν ὑπανοίγοντα χείρα, καὶ εὐδοκίᾳ τῇ αὐτοῦ ἐμπιπλοῦντα πᾶν ζῶον ἰσχύϊ θείκῃ, στήριξον ἄρτῳ ζωτικῷ παρειμένας καρδίας τῷ κύρῳ τῶν δυσχερῶν ἡμῶν παραπτώσεων. Θεογεννήτορ ἁγνή, τῆς ψυχῆς μου τὰ ἔλκη καὶ καρδίας τὰ πάθη, καὶ νοὸς τὰς ἐκτροπάς θεράπευσον, ὡς μόνη ἁμαρτωλῶν βοηθὸς καὶ πορθουμένων τείχος. Τίς ἀκούσας ποιήσει τὰς αἰνέσεις σου τῆς τεκούσης ὑπὲρ νοῦν τὸν αἰνετὸν καὶ Δεσπότην, ἁγνὴ, καὶ Κύριον, ὃν ὑπεραινοῦσιν ἀγγέλων ταξιαρχίαι; Αὐτὸν οὖν ἐκδυσώπει ὑπὲρ λαοῦ ἡμαρτηκότος, Παρθένε ἀπειρόγαμε. ΗΧΟΣ Β'. Ἐκ τοῦ Κανόνος τῆς τετάρτης τῆς αὐτῆς ἑβδι μάδος. Δεσπόζουσα ἁπάντων τῶν ποιημάτων, Δέσποινα, ὡς τὸν Δεσπότην τέξασα, τῆς δουλείας με ἐλευθέρωσον τοῦ δολίου τοῦ μόνου πολεμήτορος. Σὲ τὴν φαεινὴν λαμπάδα καὶ λυχνίαν, ἐν ᾗ τὸ πῦρ τῆς Θεότητος οἰκήσαν ἐφώτισε τοὺς νυκτώδει ὦ,
col. 1361–1362page 44 of 54
PG 105:1361συσχεθέντας φθορά, ἄχραντε, γεραίρομεν ἅπαντες μι εὐλογοῦντες, εὐλογημένη, τὸν τόκον σου. Κριτὴν δικαιότατον καὶ μόνον εὐδιάλλακτον ή τεκοῦσα, Παρθένε, Χριστὸν τὸν Κύριον, ῥῦσαι με τῆς κρίσεως, Κόρη, καὶ τοῦ πυρὸς καὶ τῆς τιμωρίας, ἦν μοι προξένησεν ἁμαρτίας ἡ ἀπόλαυσις. 'Εκ τοῦ Κανόνος τῆς πέμπτης, τῆς αὐτῆς ἑβδο μάδος. Κράξομαι ἐν νυκτὶ καὶ ἡμέρᾳ θλιβόμενος προς σέ, καὶ σωθήσομαι, καὶ ἡδονῶν ὑπερβήσομαι τείχος βοηθείᾳ καὶ τῇ σῇ, Παρθένε, δυνάμει τειχιζόμενος. Ανέμεινα, άφλεκτος τὸ πῦρ τεκοῦσα τῆς Θεότητος, Παρθένε, ἀλλὰ κατάφλεξαν πάθη ψυχῶν, τῶν πίστει βοώντων σοι τὴν φωνὴν τοῦ ἀγγέλου, χαρᾶς μόνη πρόξενε. Η οὐρανώσασα τὸ ἡμῶν γεῶδες φύραμα τῇ ἐν τοὶ τοῦ Θεοῦ, πανάμωμε, ἐνοικήσει, ῥῦσαι πάντας κινδύνων. 'Εκ τοῦ Κανόνος τῆς παρασκευῆς τῆς αὐτῆς ἑβδομάδος. Ο φωτισμὸς τῆς ἐμῆς ἀσθενείας, ἡ σωτηρία τῆς ἀμαυρωθείσης, ἁγνή, ψυχῆς μου, σῶσόν με, σῶσον ἀπολλύμενον, Κόρη, καὶ χιτῶνα τῆς ἀφθαρσίας με Ένδυσον φθαρέντα δεινοῖς πλημμελήμασι. Ἐν ἀμελείᾳ τὴν ζωὴν δαπανήσας, νυσταγμῷ τῆς ἁμαρτίας τὴν ψυχὴν ἐβαρύνθην τῇ δὲ ἀκοιμήτῳ σου πρεσβεία προστρέχω, μὴ δῴης με εἰς θάνατον, Κόρη πανάχραντε, ὑπνώσαι. ο Ο Ἐκ τοῦ Κανόνος τῆς δευτέρας τῆς ἑβδομάδος β'. Αμόλυντε σκηνή, παναγία Παρθένε, μολυνθέντα με δεινῶν παθῶν ἐπαγωγαῖς τῇ πηγῇ τοῦ ἐλέους σου κάθαρον, καὶ δός μοι όμβρους κατανύξεως, Δέσποινα, ἁμαρτίας βυθὸν ἀφανίζουσα. Ἐν γαστρί σου σκηνώσας ὁ Ὕψιστος, οὐρανῶν πλατυτέραν σε έδειξε, καὶ προστασίαν ἄμαχον τῶν βοώντων, Παρθένε· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον. Μαρία Κυρία τοῦ παντὸς, παντοίοις με δουλωθέντα ἁμαρτήμασι σὺ ἐλευθέρωσον, Παρθένε· τὸν γὰρ ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν αὐτὴ ὑπὲρ λόγον ἐκύησας τὴν οὐσιώδη ἀγαθότητα. Ἐκ τοῦ Κανόνος τῆς τρίτης τῆς ἑβδομάδος β'. Η μόνη κυήσασα τὸν ἄναρχον Λόγον, πανάμωμε, ο Ο
col. 1363–1364page 45 of 54
PG 105:1363ἐκ σοῦ σαρκωθέντα μή τραπέντη, και μείνασα Παρθένος, μετά τόκον, ἀνύμφευτε, ἱκέτευε ὑπὲρ πάντων λυτρωθῆναι ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν. Τὸ ἀλατόμητον δρος τὴν Παρθένον, τὴν φωτοφόρον λυχνίαν, τὴν εὐδιάβατον κλίμακα, τοῦ Θεοῦ χωρίον, πιστοί, μακαρίσωμεν. Το βασιλικὸν ὄχημα, τὴν φαιδρὰν νεφέλην, δρος τὸ πιότατον, δρος τετυρωμένον, ἀπειρόγαμε, σὲ δυσωποῦμεν, Παρθένε, ἴασαι τὰ πάθη τῶν ψυχῶν ἡμῶν. Εκ του Κανόνος τῆς τετάρτης τῆς ἑβδομάδος Β', εἰς τὸν Ὄρθρον. Ο Καταπιπτόντων ἐπανόρθωσις, ἡδονῶν χρημνώ ο συμπτωθέντα με, καὶ ἁμαρτίαις χαλεπαῖς ἐμπεσόντα εἰς βάραθρα ἐξανάστησον, ἁγνὴ, καὶ πρὸς ζωὴν καθ οδήγησον. Ἡ ἀγεώργητος βλαστήσασα τὸν ἐπουράνιον στάχυν, τὸν διατρέφοντα θεϊκῇ δυναστείᾳ τὰ σύμπαντα, Παρθένε, ἔμπλησον πεινώσαν τὴν ταπεινὴν ψυχήν μου. Ὅτι εἰς βάθος κακίας ἀπέῤῥιμμαι, καὶ λογισμοί, ἐναντίοις χειμάζομαι, δαίμοσι πειθόμενος, ἡδοναίς δουλούμενος, βοήθησόν μοι, ἁγνὴ Παρθενομήτορ, πρὸς σωτηρίαν ὁδὸν ὁδηγοῦσά με. Ἐκ τοῦ Κανόνος τῆς πέμπτης, εἰς τὸν Ὄρθρος. Σάρκα τῷ Χριστῷ ἐκ τῆς σῆς δανείσασα, νέκρωσον σαρχός μου τὰ πάθη, ζωοκυῆτερ ἁγνὴ Παρθένε. Βάτον πυρὶ καιομένην Μωσής σε προσθεώρει, Θεομήτορ Παρθένε· διό μου κατάσβεσον τῶν παθῶν τὰς καμίνους, καὶ πυρὸς γεέννης ἐξάρπασον καὶ σώσον. Παρθενία καὶ τόχος συνέδραμον ὑπὲρ φύσιν ἐπὶ σὲ, κιβωτὲ τοῦ σεπτοῦ ἁγιάσματος, Μητροπάρθενε ἁγνὴ· διὸ πίστει βοῶ σοι· Ολον με ἁγίασον, ὅλον ἐκλύτρωσαι πάσης ἐνεργείας παθῶν τῶν θλιβόν των με Ἐκ τοῦ Κανόνος τῆς παρασκευῆς τῆς ἑβδομάδος β'. Τὴν ἁγνὴν ἀγνεύοντι τιμήσωμεν τοί, καλλονὴν την τοῦ Ἰακὼβ ταῖς ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν. Η πύλη Θεοῦ ἡ κεκλεισμένη, ἢν μόνος διώδευσεν ὁ Κύριος, ίθυνον πρὸς τρίβους με θείας, καὶ διάνοιξον τῆς σωτηρίας πύλας μοι, θεοχαρίτωτε· πρὸς σὲ γὰρ καταφεύγω, Παρθένε, μόνη προστασία τοῦ γέν νους τῶν ἀνθρώπων. Φεῖσαί μου, Χριστέ, ὅταν ἔλθῃς κρῖναι τὸν κόσμον μετὰ δόξης, λῦσον τὴν ἀχλὺν τῶν κακῶν μου ταῖς ἱκεσίαις τῆς κνησάσης σε, καὶ κληρονόμον ποίησον τῆς οὐρανίου βασιλείας σου.
col. 1365–1366page 46 of 54
PG 105:1365Ἐκ τοῦ Κανόνος του Σαββάτου τῆς ἑβδομάδος β'. Νηστεύειν με καὶ ἀπέχεσθαι πάσης ἁμαρτίας ἐνδυνάμωσον, Κόρη, τὸν δυνατόν, ἀναμάρτητον Λόο γον σωματωθέντα αρρήτως κυήσασα, καὶ δίδου μοι καθαρτικὸν μολυσμάτων, Πανάμωμε, δάκρυον. Ὕμνον προσάγω σοι, Παρθένε, μὴ παρίδης με κακοῖς κεκρατημένον, ἀλλὰ δίδου, ἁγνή, διόρθωσιν τελείαν διὰ νηστείας πάσης τε ἀγωγῆς ἀγαθοτρόπον. Ἰεζεκιήλ σε πύλην ἀδιόδευτον, ἁγνή, προείδε, μετανοίας πύλας πᾶσιν ὑπανοίγουσαν ἀπεγνωσμένοι;· ὅθεν δυσωπῶ σε τρίβους μοι ὑπάνοιξον τὰς πρὸς τὰ; ἐκεῖθεν φερούσας καταπαύσεις. Φάνηθι, ἄχραντε Δέσποινα, θεῖος συνεργὸς τοῖς ἀχρείοις οἰκέταις σου, καιρῷ τῆς ἐγκρατείας τὰς προσευχὰς ἡμῶν προσάγουσα Κυρίῳ τῷ τῶν αἰών των βασιλεύοντι. Ἐκ τοῦ Κανόνος τῆς δευτέρας τῆς ἑβδομάδος γ', εἰς τὸν ᾿Ορθρον. Χαίροις ὁ πανάγιος ναός, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγὴ τοῦ ἀθανάτου ρείθρου, τὴν ποί μνην σου, Δέσποινα, φύλαττε ἐκ παντοίων πολε μίων ἀπολιορκήτως. Τὸν ἀγεώργητον βότρυν συλλαβοῦσα ἐσκοτισμένον με μέθῃ τῆς ἁμαρτίας σωφρόνισον, Θεοτόκε Παρ θένε, ἐλπὶς τῶν ψυχῶν ἡμῶν. Σὺ εἶ, Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, σὺ εἶ ἡ ἀντίληψις τῶν εἰς σὲ προσερχομένων· σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχ θρῶν ἡμῶν. Θεοχαρίτωτε ἁγνὴ καὶ εὐλογημένη, μετὰ τῶν ἄνω δυνάμεων καὶ ἀρχαγγέλων, καὶ τῶν πάντων ἀπω μάτων, πρέσβευε ἀτελευτήτως ὑπὲρ πάντων ἡμῶν, τὸν ἐκ σοῦ γεννηθέντα δι' εὐσπλαγχνίας, ἵνα δίδοται ἡμῖν, πρὶν ἢ τέλος ἔλθῃ, συγχώρησιν καὶ ἱλασμὸν τῶν ἁμαρτημάτων, καὶ ἐπανόρθωσιν τοῦ βίου, ὅπως οἰκτειρμὸν εὑρεῖν δυνηθώμεν. Ἐκ τοῦ Κανόνος τῆς τρίτης τῆς ἑβδομάδος γ'. Τὰς χεῖρας σου τὰς θείας, αἷς τὸν Κτίστην Αβά στασας, Παρθένε παναγία, σαρκωθέντα χρηστότητι, προτείνασα δυσώπησον αὐτὸν λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν, καὶ κινδύνων, τοὺς πόθῳ ἀνευφημοῦντάς σε, καὶ βοῶντάς σοι· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου. Σωσόν με, σώσόν με, ἡ τὸν Σωτῆρα τέξασα· ἴδε τὴν θλίψιν μου, ἁγνή, ἣν ἡ πληθὺς τῶν ἀμετρήτων μου κακῶν ἐμποιεῖ καθ' ἡμέραν τῇ ἀθλίᾳ μου ψυχῇ, ἐξ ἀπογνώσεως. Κριτὴν ὅν ἐγέννησας, Παρθένε Μαρία, δυσώπει ἐν ὥρᾳ τῆς κρίσεως με, ἁγνή, οἰκτεῖραι καὶ σῶσαι Ο
col. 1367–1368page 47 of 54
PG 105:1367τὸν κατάκριτον, μόνη προστασία τοῦ γένους των ἀνθρώπων. Τὸ ἀλατόμητον ὄρος, τὴν ἀδιόδευτων πύλην, την ἀνωτέραν οὐρανοῦ, καὶ τῆς κτίσεως πάσης, την καλλονὴν τοῦ Ἰακώβ, τὴν στάμνον τὴν πάγχρυσον, καὶ γέφυραν, καὶ Μητέρα τοῦ Κτίστου, τὴν Παρθέ τον μακαρίσωμεν, πιστοί. Ἐκ τοῦ Κανόνος τῆς τετάρτης τῆς ἑβδομάδος Γ', εἰς τὸν ᾿Ορθρον. Σωματούμενος ἐκ σοῦ, Κόρη, προῆλθεν ὁ Λόγος, τὴν ἔκπτωσιν, ἄχραντε, τῶν προπατόρων διὰ σπλάγχνα οἰκτιρμῶν διορθούμενος. ο θορος ἀφθάρτου εἰς κατοικίαν Λόγου. Ἐκ σοῦ τοῦ Θεοῦ ἡ Σοφία οἶκον ἑαυτῇ δομησαμένη εσαρκώθη ἀποῤῥήτῳ συγκαταβάσει, Κόρη απειρό γαμε· σὺ γὰρ μόνη πασῶν· γενεῶν ἐκλέλεξαι άφ ο Ἐκ σοῦ τὴν ἡμῶν πτωχείαν, Παρθένε, θέλων ἐφόρεσεν ὁ πλούσιος τῇ φύσει· ὁρατὸς δὲ γέγονεν ἡμῖν ὁ ἀοράτως τοῖς ἄνω χοροῖς ὑμνούμενος, τὴν συντριβεῖσαν εἰκόνα ἀναπλάττων αγαθότητι. Ἐκ τοῦ Κανόνος τῆς πέμπτης τῆς ἑβδομάδος γ', εἰς τὸν ᾿Ορθρον. Αγία Δέσποινα, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Μῆτερ, ὡς τὸν ἁπάντων ποιητὴν ἀποῤῥήτως τεκοῦσα, ἱκέ τευς, σὺν ἀποστόλοις ἱεροῖς ἑκάστοτε, τὴν ἀγαθότητα αὐτοῦ παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν δοῦναι ἁμαρτημάτων. Λυχνία άσβεστος, νυμφών ολόφωτε, Σεραφίμ ὑπερτέρα, Χερουβικὴν ὄχημα, πανάμωμε, ἁμαρτιῶν με χαλεπῶν καὶ κινδύνων ἐλευθέρωσον. Γενεαὶ γενεῶν σε, θεομακάριστε, μακαρίζουσι, ὡς πάλαι προεφήτευσας μόνη γὰρ βροτοῖς τὸν μακά ριον τέτοκας Λόγον ἀποῤῥήτως ἐκ σοῦ σωματωθέντα. Φωτὶ τῷ θείῳ με φωταγώγησον, ἡ τοῦ φωτός, Παρθένε, Θεοτόκε, λοχεύτρια, καὶ ψυχῆς μου τὸν ζόφον ἀπέλασον, ὅπως σε μακαρίζω, ἣν μακαρίζουσι πᾶσαι τῶν ἀνθρώπων γενεαὶ, ὡς προεφήτευσας. Ἐκ τοῦ Κανόνος τῆς παρασκευῆς, τῆς ἑβδο μάδος γ', εἰς τὸν ᾿Ορθρον. Νέον ἀπεκύησας ὡς βρέφος, πάναγνε, τὸν πλαστουργὸν μου, ὃν δυσωποῦσα πεπαλαιωμένον με ἐν πολλῇ κακίᾳ ἀνακαινίσαι δέομαι. Παῦσον τῆς ἐμῆς πολυωδύνου πᾶσαν καρδίας τὴν κάκωσιν, Μήτερ Χριστοῦ τοῦ Θεοῦ· θραῦσον δαιμόνων τὰ βέλη καὶ τὰ τόξα τῶν ἐκπολεμούντων τὴν ταπεινὴν ψυχήν μου. Παναγία Δέσποινα, ἡ ἐλπίς μου, καὶ καταφυγὴ, τὰ τραύματα τῆς ἐμῆς ἴασαι ψυχῆς, τὸν νοῦν μου εἰρή νευσον, ἵνα κἀγὼ χαίρων ἀνυμνῶ τὰ μεγαλεία σου, Θεοτόκε ἀειπάρθενε.
col. 1369–1370page 48 of 54
PG 105:1369Ἐκ τοῦ Κανόνος του Σαββάτου τῆς δος γ', εἰς τὸν Ορθρον. ἑβδομά Ἵνα σε φωναῖς διαπρυσίοις ἀνευφημοῦμεν, Κόρη, τὰς φωνὰς ἡμῶν ταύτας προσδέχου, καὶ ἱλασμόν ὀφλημάτων λήψεσθαι τὸν Υἱόν σου καθικέτευε. Τέτοκας νομίμων δίχα φύσεως τὸν Πλαστουργόν γενόμενον ἄνθρωπον, ἄχραντε· αὐτὸν οὖν δυσώπει πάντων τὰς ἀνομίας νῦν παριδεῖν καὶ τὰ πταίσματα. Ως τεκοῦσα Θεὸν ἀναμάρτητον, τὰς ἡμῶν ἁμαρ τίας ἐξάλειψον ταῖς μητρικαῖς πρεσβείαις σου, Θεοτόκε, καὶ σῶζε ἀναβοῶντας· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου, τον Κύριον. Φωτὸς οἰκητήριον ἡ σὴ γεγένηται, παναγία, μή τρα, πάναγνε· ὅθεν πιστῶς ἀναβοῶ σοι· τὰς κόρας τῆς ψυχῆς μου καταύγασον, καὶ τρίβον τὴν εὐθεῖαν ὑπόδειξον τῷ σε γνησίως μακαρίζοντα. Ἐκ τοῦ Κανόνος διπλοῦς τῆς τρίτης τῆς ἑβδο μάδος δ', εἰς τὸν Ὄρθρον. Σάρκα γενόμενον ἀναλλοιώτως τὸν Χριστὸν, Παρ θένε, κυοφορεῖς, ἐν ἐκτενῶς ἱκέτευε σαρκικών παθῶν ἀπαλλάξαι τοὺς προσκυνοῦντας σταυρὸν δν καθυπέμεινε σαρκί. Αῤῥητον τὸ θαῦμα τῆς σῆς κυήσεως, μητροπάρθενε πῶς γὰρ λοχεύεις καὶ ἀγνεύεις ἐν ταυτῷ; πῶς παιδοτοκεῖς, καὶ ἀγνοεῖς πεῖραν ὅλως ἀνδρός; δ εἶδεν ὁ ὑπὲρ φύσιν ἐξ ἐμοῦ καινοπρεπῶς Λόγος Θεοῦ γεννηθείς. Νοητὸν ὡς ἁγίασμα τὸν ἐν ἁγίοις Θεὸν ἀναπεπαυμένον τίχτεις, ἁγία Θεομήτορ ἁγνὴ, πάντα τὰ πέρατα ἁγιάζοντα θείᾳ προσκυνήσει σήμερον, Παρ θένε, ξύλου παναγίου, ἐν ᾧ σαρκὶ ἐπάγη. Μόνη άφθορος κύεις, μόνη θηλάζεις βρέφος μὴ λοχεύουσα, μόνη τὸν Κτίστην τίκτεις, καὶ Δεσπότην σου, εἰ καὶ δούλη καὶ Μήτηρ σέ, Παρθενομήτορ, ὑμνοῦμεν εἰς αἰῶνας. δ Αι γενεαί σε ἅπασαι μακαρίζουσιν, ἁγνὴ· Ἰησ σους γὰρ μόνος ὁ τεχθεὶς ἐκ τῆς σῆς νηδύος, αὐτὸς ὡς ἐπίσταται, ἐποίησε, Κόρη, μετὰ σοῦ, Παρθένε, μεγαλεῖα, ὃν δυσώπει σώζεσθαι ποίμνην καὶ λαόν σου. σε Ἐν τῷ σταυρῷ ὡς ἵστατο ἡ ἀμνάς σου, Ἰησοῦ, τὴν ποιμένα καὶ Δεσπότην αὐτῆς σὲ ὁρῶσα πικρώς ἐπωδύρετο, καὶ σπλάγχνα κινοῦσα ἐπὶ σοῦ, Χριστέ, ἀνεκαλεῖτο· Τί τὸ ξένον θέαμα; ἡ ζωὴ πῶς θνήσκεις; ο ο ο η ο ο
col. 1371–1372page 49 of 54
PG 105:1371Ἐκ τοῦ Κανόνος διπλοῦς τῆς πέμπτης τῆς μέσ ο Ο σης Εβδομάδος, εἰς τὸν Ὄρθρος. Μαρία, τὸ σεπτὸν τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων, καὶ θλίψεων· σὺ γὰρ πέφυκας ἀμερ τωλῶν σωτηρία καὶ βοήθεια, καὶ κραταιὰ προ στασία, καὶ σώζεις τοὺς δούλους σου. Μῆτερ Θεοῦ τοῦ ἀγαθοῦ, ἀγαθυνόν μου τὴν ψυχήν, ἣν ὁ Πονηρὸς συνηθεία πονηρᾷ ἐκάκωτεν, ἀθλίως δελεάσας με, ὅπως ὡς αἰτίαν σωτηρίας υμνολογώ σε ἀεὶ τὴν πολυύμνητον. Εκύησας, Κόρη άνανδρε, Θεόν, πανάμωμε, την κατέχοντα δραχὶ τὰ πέρατα, καὶ πάντων ἀρχαιότερον. Κόλπων οὐκ ἐκστὰς τῶν πατρῴων ἐν κόλπεις ἀνεκλίθης Παρθένου, ἐπ' ἀνακλήσει τοῦ γένους, οὗ εφόρεσας διὰ σπλάγχνα, Ἰησοῦ, τὸ ὁμοίωμα. Όθεν σε ὑμνοῦμεν βροτοὶ εἰς τοὺς αἰῶνας. Χαρὰν συλλαβοῦσα τοῦ ἀρχαγγέλου τῇ φωνῇ, τῆς ἐμῆς νῦν καρδίας τὴν λύπην ἀφάνισον τὴν ψυχοφθόρον, καὶ δίδου, ἁγνὴ, χαροποιὸν πένθος, ὅπως ευρω ἐκεῖ τὴν θείαν παράκλησιν. Σὲ τὴν ἔνδοξον καὶ μόνην Θεοτόκον, τὴν τὸν ἀχώ ρητον Λόγον ἐν γαστρὶ χωρήσασαν καὶ τεκοῦσαν σαρκὶ ὕμνοις μεγαλύνομεν. Ἐκ τοῦ κανόνος τῆς Παρασκευῆς τῆς μέσης ἑβδομάδος, εἰς τὴν τοῦ τι μίου σταυροῦ προσκύνησιν. Ἐκ τοῦ κανόνος τοῦ Σαββάτου τῆς μέσης ἑβδο μάδος εἰς προσκύνησιν τοῦ τιμίου σταυροῦ. Οτε σε, Τέκνον, ἀποῤῥήτως ἔτεκον, ὠδῖνας ἔφυ γον, καὶ πῶς νυνὶ ὅλη ὀδυνῶν πεπλήρωμαι; ὁρῶ γάρ σε κρεμάμενον ὡς κακουργὸν τῷ ξύλῳ, τὴν γῆν ασχέτως κρεμάσαντα, ἔλεγεν ή πάναγνος κλαίουσα. Νενεκρωμένην τὴν ζωὴν ἐπὶ σταυροῦ θεωροῦσα, καὶ μὴ φέρουσα τῶν σπλάγχνων τὸν πόνον, ἐδονεῖτο ή σεμνὴ Παρθένος ἀνακράζουσα· Οι μοι, Υιέ μου, τί σοι δῆμος ἀνόμων ἀπέδωκεν; Παρθενικῆς, Τέκνον, ἐκ μήτρας σε ἔτεχον, καὶ βρῶσα ξύλῳ σε κρεμάμενον ἐξαπορῶ, καὶ οὐ συνορῶ ὕψος τοῦ μυστηρίου, καὶ βάθος πολλῶν κριμάτων σου, ή πάναγνος ἐβόα, ἣν φωναῖς ἀσιγήτοις ὡς Μητέρα Θεοῦ μακαρίζωμεν. Ἐν σταυρῷ καθορῶτα τὸν δι᾿ ἀγαθότητα ἐκ σοῦ, πανάμωμε, ὑπὲρ νοῦν τεχθέντα, ἐτιτρώσκου τα σπλάγχνα καὶ ἔλεγες· Οι μοι, θεῖον Τέκνον, πώς ὑπὲρ πάντων ὀδυνᾶσαι; προσκυνῶ σου τὸ εὔσπλαγχνον· Κύριε, σοὶ ἡ δόξα. Νηστεύειν ἡμᾶς, ἁγνὴ, κακίας πάσης επίσχυσον, καὶ φαύλων καὶ πονηρῶν ἀπέχεσθαι πράξεων ἀεὶ ἐνδυνάμωσον, προστασία πάντων τῶν ἀνθρώπων χρηματίζουσα. Νοός μου τὴν στένωσιν τῇ σῇ πρεσβεία Πλάτυνον, Δέσποινα, ἡ στενώσασα πάσας τας μεθοδείας τοῦ πολεμήτορος, καὶ δι' ὁδοῦ με στενῆς κατευόδω
col. 1373–1374page 50 of 54
PG 105:1373σου πρὸς πλατυσμὸν τῆς ζωῆς βαδίζειν, Μῆτερ Θεοῦ. Νῦν ὡς ἀρνίον ἄκακον καθορῶ σε κρεμάμενον, καὶ ὑπὸ ἀνόμων τῷ σταυρῷ πηγνύμενον, Υιέ μου προάναρχε, τοῖς ὀδυρμοῖς συγκόπτομαι καὶ ταῖς μητρικαῖς περιστατοῦμαι ὀδύναις, ἡ πάναγνος ἐβόα, ἣν φωναῖς ἀσιγήτοις ὑμνοῦμεν καταχρέως, εἰς πάντας τοὺς αἰῶνας. Φθοράς σε δίχα τέτοκα ἐκ γαστρός, πρὸ αἰώνων Πατὴρ ὃν ἐγέννησε, καὶ πῶς φθορεῖς ἄνθρωποι σπαράττουσί σε, Υιέ, καὶ τὴν πλευρὰν ὁρύττουσι λόγχῃ, καὶ τὰς χεῖρας σὺν τοῖς ποσὶν ἡλοῦσιν ἀπανθρώπως; ή πάναγνος ἐβόα, ἣν ἐπαξίως μεγαλύνωμεν. 'Εκ τοῦ Κανόνος του Σαββάτου τῆς μέσης εβδο μάδος, εἰς τὸν ᾿Ορθρον. Ο Θεοῦ Θεός Λόγος ζητῶν θεῶσαι τὸν ἄνθρωπον, ἁγνὴ, ἐκ σοῦ σαρκοῦται καὶ βροτὸς ὁρᾶται, ὃν ἀπαύ στις δυσώπει, εὑρεῖν ἡμᾶς ἔλεος ἐν καιρῷ τῆς ἀπου λογίας. Σὲ τὴν μόνην ἀγαθὴν ἐκδυσωποῦμεν, Παρθένε, κεκακωμένους ἡμᾶς ἀγάθυνον, καὶ ἐκτενῶς τὸν Χριστὸν δυσώπει φύσει ὄντα ἀγαθὸν, ἐγκρατείας τὸν καιρὸν τὰ ἀγαθὰ πράττοντας ἀποπληρῶσαι ἡμᾶς ὑμνολογοῦντας αὐτόν. Τὸν σταυρὸν Χριστοῦ τὸν τίμιον, Θεοτόκε ἁγνὴ, βλέψαντας, καὶ ἐκ καρδίας προσκυνήσαντας ἡμᾶς, ταῖς σαῖς πρὸς τὸν Δεσπότην ἀξίωσον πρεσβείαις ἰδεῖν καὶ τὰ πάθη τὰ σεπτὰ αὐτοῦ, παθῶν κεκαθαρμένους. Σαρκός μου τις κινήσεις ἀπονέκρωσον, ἡ Θεὸν σαρκὶ ἀποτελοῦσα ὑπὲρ νοῦν, καὶ παράσχου φωτισμὸν τῇ διανοίᾳ μου, ἁγνή, νεφέλη οὖσα φω τής. Ἐκ τοῦ Κανόνος τῆς δευτέρας τῆς ἑβδομάδος Β', εἰς τὸν ᾿Ορθρον. Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρ λαμπρον τὸ τῆς ἁγνείας σου ὁ Γαβριήλ καταπλαγείς ἐβόα σοι, Θεοτόκε· Ποιόν σοι ἐγκώμιον προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε, ἀπορῶ καὶ ἐξίσταμαι. Διδ, ὡς προσετάγην, βοῶ σοι· Χαῖρε, ἡ κεχαριτωμένη. Πολυώνυμε Κόρη, χαίροις, ἁγία Παρθένε, Θεο κυῆτορ Μαρία, τῶν πιστῶν καύχημα, κατάρας λύτρωσις, κλίμαξ ἐπουράνιε, ἀκατανόητον θαῦμα, βάτε ἀκατάφλεκτε, γῆ ἀγεώργησε. Η μετὰ τόκον άφθορος μείνασα, πανάμωμε, λύο τρωσαι, δεόμεθα, ἁγνή, καταφθορᾶς τοὺς δούλους σε πιστῶς τοὺς μελωδοῦντας ἐν ὁμονοίᾳ ψυχῆς· Εὐλο γεῖτε, τὰ ἔργα. Μετὰ μαρτύρων, μετὰ προφητῶν τὴν τεκοῦσαν σε, μετὰ ὁσίων πάντων, Χριστέ, δυσωποῦσαν πρόσ δεξαι ἀεὶ, ὑπὲρ δούλων τῶν παροργισάντων σε τὸν μόνον φιλάνθρωπον Δεσπότην, ὃν ἐπουράνιαι τάξεις τρέμουσι. Ο
col. 1375–1376page 51 of 54
PG 105:1375111 Εκ τοῦ κανόνος τῆς τρίτης τῆς ἑβδομάδος ε', εἰς τὸν ᾿Ορθρον. Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομήτορ, τῇ καθαρότητι ἀγγέλους υπερ άρασα, τὸν ὑπὲρ πάντας ἐμὲ ῥερυπωμένον σαρ κὸς πλημμελήμασιν ἀποκάθαρον πρεσβείαις σου, τοῖς ἐνθέοις νάμασι παρέχουσα, σεμνή, τὸ μέγα Έλεος. Επανεπαύσατο Χριστὸς ἐν σοὶ τῇ μόνη εὐλογημένη, καὶ σάρκα τὴν ἑαυτοῦ ἐκ σοῦ ἐφόρεσεν. Τῶν οἰκτιρμῶν σου καὶ ῥανίσιν, Αειπάρθενε ἀμός λυντε, τοὺς μολυσμούς τοὺς ἐμπαθεῖς τῆς καρδίας μου ἀπόπλυνον, δακρύων οχετούς μοι παρεκτικούς καθάρσεως ψυχικής δωρουμένη. Εκ τοῦ κανόνος τῆς τετάρτης τῆς ἑβδομάδος Ε', εἰς τὸν ᾿Ορθρον. Τὸν ἐξ αἱμάτων σου ἁγνῶν σωματωθέντα, καὶ ὑπὲρ ἔννοιαν ἐκ σοῦ, σεμνή, τεχθέντα, ἐπὶ ξύλου κρεμάμενον μέσον τῶν κακούργων ὁρῶσα, τὰ σπλάγχνα ήλγεις, καὶ μητρικῶς θρηνοῦσα ἐβόας· Οι μοι, τέχνον, τίς ἡ θεία καὶ ἄφατος οικονομία σου, δι' ῆς ἐζώωσας τὸ πλάσμα σου; ἀνυμνῶ σου τὸ εὔο σπλαγχνον. Η σωτήριος πύλη, ἡ πρὸς Θεὸν γέφυρα, τον Χριστιανῶν ἡ προστάτις, πάναγνε, Δέσποινα, περι στατούμενον ταῖς συμφοραῖς με τοῦ βίου καὶ κλυδωνιζόμενον, Κόρη, κυβέρνησον. Θεογεννήτορ πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, πηγαίς ἀποσμήχουσα ταῖς ἐκ πλευρᾶς τοῦ τόκου σου, καὶ τοῖς ἐξ αὐτῆς ἀποκαθαίρουσα ῥεῖθροις· πρὸς σὲ γὰρ ἀνακράζω, καὶ σὲ καταφεύγω, καὶ σὲ ἐπικαλοῦμαι τὴν κεχαριτωμένην. Συνέλαβες, Παρθένε, δίχα σπορᾶς τὸν τὰ σύμ παντα δημιουργήσαντα Λόγον Θεοῦ ἄνευ θελημάτων τῶν τῆς σαρκὸς, ἄνευ φθορᾶς δὲ τέτοκας, ἄνευθεν ὠδίνων τῶν μητρικῶν· διό σε Θεοτόκον καὶ γλώσση καὶ καρδίᾳ ὁμολογοῦντες μεγαλύνομεν. Ἐκ τοῦ Κανόνος τῆς παρασκευῆς τῆς ἑβδομάδος 8', εἰς τὸν ᾿Ορθρον. Ορῶσά σε ἐν σταυρῷ ἡρτημένον ἡ παναγία, ήλφ λαζε τετρωμένη τὰ σπλάγχνα καὶ ἔλεγε· Διὰ σπλάγχνα, Κύριε, σῶν οἰκτιρμῶν παθεῖν ἡνέσχου, πᾶσι παρέχων ἀπάθειαν. Στάμνον σε τὸ θεῖον μάννα κεκτημένην τῆς Θεό τητος ἔγνωμεν, Κόρη, κιβωτόν, καὶ τράπεζαν, καὶ λυχνίαν, θρόνον Θεοῦ, καὶ παλάτιον, γέφυραν μετα άγουσαν πρὸς θείαν ζωὴν τοὺς ἀναμέλποντας - Εύλο γείτω ἡ πᾶσα κτίσις τὸν Κύριον. παν Πάντων ὑπερτέρα, Δέσποινα, τῆς τῶν παθῶν κακίας δεῖξον ὑπέρτερον τὸν δοξάζοντα αληθῆ σε Θεοτόκον, καὶ ὑμνοῦντα τὸν τόκον σου, ἄχραντε, τὸν ἀκαταληψίᾳ, Θεοχαρίτωτε, τιμώ μενον.
col. 1377–1378page 52 of 54
PG 105:1377Ἐκ τοῦ Κανόνος του Σαββάτου τῆς ἑβδομάδος ε', Λ εἰς τὸν ᾿Ορθρον. Η τοῦ νόμου τὸν Δοτῆρα, Αειπάρθενε κυήσασα, ἱκέτευε τὰς ἀνομίας ὑπεξᾶραι πάσας ἐν καιρῷ τῷ νῦν ἐνεστῶτι τοῖς καλῶς προαιρουμένοις ἐξασκεῖν θείας νηστείας σπουδήν. Ικεσίαις οἰκτίρμων τῆς κυησάσης σε, καὶ ἁγίων μαρτύρων, καὶ ἀποστόλων σου, φώτισον ἡμῶν τὰς ψυχὰς τοῦ δοξάζειν σε ἐν ἀγαλλιάσει ψυχῆς εἰς τοὺς αἰῶνας. Φωνῇ ἀγγέλου βουλῆς τὸν ᾿Αγγελον τῆς τοῦ Πατρὸς ἀῤῥήτως Θεόν, Θεοτόκε, εκύησας· τὰς φωνὰς οὖν τῶν δούλων σου πρόσδεξαι, ἃς ἐν τῷ τῆς νηστείας χρόνῳ προσάγομεν, καὶ ταύτας προσάγαγε Θεῷ, ὥσπερ θυμίαμα. Ἐκ τοῦ Κανίνος τῆς τρίτης τῶν Βαΐων, εἰς τὸν Ορθρον. Αρχὴ σωτηρίας ἡ τοῦ Γαβριὴλ προσηγορία προς τὴν Παρθένον γέγονεν· ἤκουσε γὰρ τὸ Χαῖρε, οὐκ ἀπέφυγε τὸν ἀσπασμὸν, οὐκ ἐδίστασε ὡς ἡ Σάββα ἐν τῇ σκηνῇ, ἀλλ᾽ οὕτως ἔλεγεν Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Χαῖρε, σοὶ βοῶμεν, τῇ κυησάσῃ τὴν χαρὰν, ἡ κεχαριτωμένη Θεοτόκε Παρθένε, Θεὸν ἂν ἔτεκες δυσα ώπει λυτρωθῆναι κινδύνων καὶ φθορᾶς τοὺς ἀν υμνοῦντάς σε ἀεί. Παναγία Παρθένι, σύ με διάσωσον, τῆς ἐμῆς ἀσθενείας γενοῦ βοήθεια, ἡ τὸν θελητὴν τοῦ ἐλέους κυήσασα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Ἐκ σοῦ, Παρθένε θεοχαρίτωτε, τοῖς ἐν νυκτὶ παθῶν κεκρατημένοις ἀνέτειλε τοῦ φωτὸς καὶ εἰρή νης Χριστός χορηγές, τὴν ἐξ ἀπροσεξίας λύων πα ράβασιν, καὶ τὴν ἀπολύτρωσιν ἡμῖν σαφῶς δωρούμενος. Ἐκ τοῦ Κανόνος διπλοῦ τῆς τετάρτης τῶν Βαΐων, εἰς τὸν Ὄρθρον. Τῷ τιμίῳ σταυρῷ τοῦ Υἱοῦ σου φυλαττόμενοι, Δέσποινα ἁγνὴ Θεοτόκε, πᾶσαν προσβολὴν τοῦ πολε μήτορος ἅπαντες ῥᾳδίως εκτρεπόμεθα· διό σε κατα χρέως δοξάζομεν ὡς Μητέρα τοῦ φωτὸς καὶ μόνην ἐλπίδα τῶν ψυχῶν ἡμῶν. Μὴ φλαχθεῖσα τῷ πυρὶ τῆς θεότητος, ἁγνή, κατά φλεξόν μου τὰς ὑλώδεις ὁρμᾶς τῶν παθῶν, ὅπως πιστῶς, ἁγνὴ, δοξάζω σε. Παρθενομήτορ ἄχραντε, ἡ ῥίζα τοῦ Ἰεσσαὶ, ἐξ ἧς Χριστὸς ἀνέτειλε, τὸ ζωηφόρον ἄνθος τῶν γηγενών, δι' ἧς ἐλυτρώθημεν φθορᾶς καὶ θνητότητος, σὲ ὑμνοῦ μεν πάντες, ἁγνή. Εν σοι, Παρθένε ἁγνὴ, ἐθεωρήθησαν πᾶσαι τοῦ Θεοῦ αἱ πορεῖαι, τοῦ φυλάξαντος τὴν σὴν ἁγνείαν μετὰ τόκον ἐσφραγισμένην σαφῶς εἰς πάντας τοὺς αἰῶνας. Ἰδοὺ πᾶσαι γενεαὶ μακαρίζομέν σε, ἄχραντε, τὰ μεγαλεῖα τὰ σὰ καθορῶντες· σὺ γὰρ τίκτεις υπερ φυῶς τὸν τοῦ κόσμου παντός Ποιητήν, Θεὸν ὄντα καὶ βροτόν. ο
col. 1379–1380page 53 of 54
PG 105:1379Ἐν γυναιξὶ σὺ μόνη ὡραιώθης, ὦ ὑπερθαύμαστε ἁγνὴ, ὡραιότατον τὸν Λόγον ἀποκυήσασα, τὸν ὑπὲρ πάντας φανέντα βροτοὺς ὡραῖον. Αὐτὸν οὖν ἐκδυσώ. πει τὸ εἰδεχθὲς καθωραἶσαι, Παρθένε, τῆς καρδίας μου. Παιδοτόκον παρθένον τίς ήκουσε, καὶ μητέρα πλὴν ἀνδρός; Μαρία, ἐκτελεῖς τὸ τεράστειον, ἀλλὰ φράζε μοι τὸ πῶς; Μὴ ἐρεύνα τὰ βάθη τῆς θεοτοκίας μου· τοῦτο πανάληθες, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψης. Ἐκ τοῦ Κανόνος τῆς πέμπτης των Βαΐων, εἰς τὸν ᾿Ορθρον. Τῆς ψυχῆς μου τὰ πάθη τὰ πολυώδυνα, καὶ σαρ κός μου τὰς νόσους ἐν τάχει ἴασαι, τὰς τοῦ νοός μου ἐκτροπὲς στῆσον, πανάμωμε, καὶ ἐν γαλήνῃ λογισμοῦ εὐχὰ; προσφέρειν καθαρὰς τῷ βασιλεῖ τῶν ἁπάντων ἀξίωσον, Θεοτόκε, καὶ ἐξαιτεῖσθαι πται σμάτων ἄφεσιν. Ἐκ σοῦ τὸ θεῖον ὕδωρ ἀνέβλυσεν ἀθανασίας καὶ ζωῆς, Θεοκυήτορ πανάμωμε, οὗ οἱ γενόμενοι, δίψης ἁγνὴ, θανατηφόρου ῥυσθήσονται. Πύλην σε φωτός πεφωτισμένην βλέπει ὁ προφήτ της, πανάμωμε· τὸν φωτοδότην γὰρ τίκτει, ἀφράστως ἡμῖν ὁμοιωθέντα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Ἐν δυσὶ θελήσεσι καὶ οὐσίαις τέτοκας ἡμῖν Υἱὸν τὸν μονογενῆ, Κόρη, τοῦ Πατρός, γενόμενον ἄνθρωπον, ἵνα ἡμᾶς δείξῃ κοινωνούς φύσεως, ἄχραντε, θείας ὁ ὑπέρθεος. Εκ τοῦ Κανόνος τῆς παρασκευῆς τῶν Βαΐων, εἰς τὸν ᾿Ορθρον. Παρθένε πανάμωμε, Μήτερ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχὴν, ἡνίκα σταυ ρούμενον ἔβλεψας εκουσίως τὸν Υἱὸν καὶ Θεόν σου, δν, εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων καιρῷ νηστείας δωρήσασθαι. Ρανίσι τοῦ ἐλέους σου κατάρδευσον, πανάχραντε, τὴν ἐκτακεῖσαν μου καρδίαν φλογμῷ τῆς ἁμαρτίας, καὶ τὸν ἐσβεσμένον μου τῆς καρδίας ἄναψον λύχνον, πύλη τοῦ φωτός. Ἱεραί σε τῶν προφητῶν κηρύττουσι φωναί συμ βολικῶς πύλην καὶ ὄρος, καὶ σκηνὴν τὴν ἁγίαν, φωτ τὸς νεφέλην, ἐξ ἧς τοῖς ἐν σκότει καὶ σκιᾷ καθημέν νους ἀνέτειλεν ἥλιος, Παρθένε, ὁ μόνος φωτοδότης. ο Φρικτή σου ἡ λοχεία, Θεοτόκε Μῆτερ Χριστοῦ· διό σε μακαρίζομεν πιστῶς, καὶ δοξάζομεν σεπτῶς αἱ γενεαὶ γενεῶν εἰς τοὺς αἰῶνας. Ἀμήν. Β.
col. 1381–1382page 54 of 54

Sive Allocutiones ad beatam Virginem Deiparam. Ex canone fariœ 11 hebd. 11 (a), Cum Christum ex mortuis secundum carnem re‐ surgentem vidisses, o Dei genitrix, gaudebas. Sed nunc cum affectu ad te clamo, o casta, gratula „bundus, ut eumdem depreceris ut mihi concedat in futuro sæculo divinam tuain advocationem ac patrocinium reperire. In ulnis ferens Christum ex te corporatum, Virgo, ipsum roga ut ulnis me colligat nunc errantem per omnia abrupta vitæ, ac passim quotidie per negli gentiam offensantem. 323 Obstupescit universus orbis, Domina, ad cogitatione superius mysterium partus tui. Paris enim Emmanuelem vere Deum immaculatissima eumdemque propter nos hominem, qui cruce sua solvit tyrannidem mortis. Ex canone feriæ 111 hebd. 11. 0 miracula! o stupore plenum nuntium! Paris enim carne Deum, qui solvit mortis vincula, et cor ruptione homines liberavit, Virgo apud Deum gra tiosissima. Viso quem peperisti Deo cum resurgeret ex mor tuis, apparuisti gaudio plena, Virgo Maria: illum igitur ora, Virgo, ut ex corde nostro dolorem pe. nitus omnem abstergat. In pervetusto codice pergamenaceo Græce ms. celeberrimæ bibliothecæ Barberinæ n. 118, præ ter Triodium (de quo supra diximus) a pag. 217 et deinceps, exstat aliud Triodium, quod incipit ab Antipaschate (seu ab octava Paschæ, nimirum a feria 2 post Dominicam in Albis) usque ad Domi nicam omnium Sanctorum, quæ apud Græcos est prima post Pentecostem, cum sua hebdomada se quenti: et, præterquam quod in ipso titulo præfert auctorem Josephuin, canon feriæ 2 hebdomadis 2, hane habet acrostichidem: Canit ista Joseph. Hoc Triodium (quod tanquam pretiosissimum thesau rum mihi detexit vir clarissimus, a me alias, licet non pro meritis, laudatus Leo Allatius et D. Caro Jus Moronus, eminentissimi D. Francisci Barberini S. R. E. cardinalis vice cancellarii bibliothecarius, vir eruditissimus, et non solum de me, sed de plu mis hominibus eruditis oprime meritus, et merens, mihi bumanissime communicavit) præter canones trium odarum (a quibus Triodium denominatur), habet etiam canones tetraodios, id est quatuor, ne canones integros, novem odarum. Et licet in eo quædam sint folia abscissa, atque alicubi cha racter ob antiquitatem ita consumptus, ut vix legi possit, Theotociis tamen, quæ remanserunt, et legi potuerunt, Lectorem fraudari non sum passus, sed ea, ut Marianis cultoribus prodessent, ex prædi ctis canonibus fideliter excerpta, et partim a P. Petro Possino soc. Jesn theologo viro doctissimo ac eruditissimo, partim vero a P. Ludovico Marac cio fratre meo, de Græco in Latinum sermonem translata, supra in hoc opere exhibui Licet vox immaculata, sæpissime a Jo sepho nostro B. Virgini tributa, et quod sit nega tiva, et juxta suæ significationis amplexum, totius ac cujuslibet macula carentiam comprehen Lumen inocciduum splendens ex mortuis cum vidisses, gaudio repleta es magno, et congavisa es, Virgo, sanctissimis discipulis, eum quibus nobis impetra remissionem innumerabilium culparum, Deipara tutela fidelium. Ex canone feriæ ¡v hebd. 11. Spectata es superior angelis, cum Deum corpo rasses crucifixum sepultum, et mortuig incorru ptionem, o Virgo, largientem: Quem deprecare ut servet nos laudantes te. Mortificato tuus, o Virgo, Filius inferno, sicus prædixerat, e mortuis surrexit. Hlum ora, ut a pec cati et supplicii pernicie liberet omnes qui ad te in fide clamant. Lætissimum totum, forma incomparabilem, ul Sponsa conspicata, Virgo e tumuli thalamo in carne procedentem, gaudio repleta es. Quem sup plica ut corruptione ac pœna nos liberet. 324 Ex canone ſeriæ v hebd. 11. Qui te ut templum pulcherrimum condidit Je sus Rex maximus, descendcus in inferos tene hendat frequenter tamen idem Josephus ipsam B. Virginem etiam immaculatissimæ titulo appel lavit, ut perspicue intelligatur, eamdem B. Virgi nem fuisse in omni genere puram, ac omnem puri tatem possibilem attigisse, quam nequaquam attingere, si impuritatem originalem admisisset. Huic Matthæus Cantacuzenus imperator in Canti cum canticorum firmiter alhærens B. Virginis totali puritati Super immaculatam, quasi dicere voluerit ascendisse supra omnem puritatem crea tam, adhuc ultra justitiam etiam originalem, si fieri posset. Favet S. Eustachius Antiochenus in Hexaemeron, dum ibi Virginem appellat Acranios quæ dictio est totius puritatis ac omnis macula exclusionis significativa. Quapropter vir eruditis simus Leo Allatius ejus interpres et commentator dicit quod significat, quod Tota pulchra est, nec ullam admittit отніко maculum. Et Lexicon locupletatum a Budeo ducit, quod significat: Nulla aspersus macula, nulla labecula notatus. Vide Nierembergium in Exceptionibus cap. 6 et 13. Si B. Virgo ut ¡emplum pulcherrimum a Deo est condita, nullo pacto dum conderetur, idest, dum conciperetur, contraxit originale pecca tum, quod non solum omnem amovet ab anima pulchritudinem, sed eam macula inficit atque de turpat. Hine Thomas de Kempis serm. 25 ad Novi tios ait: ‹ Spirituale Dei Templum, quod est B. Virgo Maria ab omni labe pura, supra omnia templa sanctorum prænitet. Sed optime S. Gre gorius Nazianzenus in Epist. ad Nemesium, dum inquit: «In multorum hominum ore hic sermo versatur, Deum hominem, id est, Christum, ex Vir ginis sinu ortum esse, quem, id est sinum Virginis, Spiritus sanctus, cum Dei magni templo coagmen (a) Hic canon, ut alii infra nonnulli, Græce non exstat in Pentecostario Græcorum.

Page scan enlarged

Notebook

Full View