PG 106Leo Choerosphactes
Leo the Patrician
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

Epitome of Interpretation on Genesis from Various FathersEpitome interpretationis in Genesim e variis Patribus

col. 1019–1020page 1 of 2
Notitia
PG 106:1019ΛΕΟΝΤΟΣ ΠΑΤΡΙΚΙΟΥ ΕΡΜΗΝΕΙΑΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΑΠΟ ΔΙΑΦΟΡΩΝ ΠΑΤΕΡΩΝ. Οι προτέταχε θεολογίαν ο Μωσης διὰ τὴν νηπιότητα αὐτῶν, ἀλλὰ τὴν κτίσιν λέγει γενητήν, διὰ τὸ θεὸν αὐτὴν μὴ ἔχειν τοὺς ἀνθρώπους· διὰ τοῦτο περὶ ἀγγέ λων οὐκ εἶπε κτίσεως, ἵνα μὴ θεοποιηθῶσιν αὐτούς οὐδὲ μέχρι τοῦ 'Αβραάμ εὑρήσεις άγγελον πεμφθέντα που. Ὅτι οἱ μὲν προϋπάρχειν λέγουσιν ἀγγέλους ούρα νοῦ καὶ γῆς· οἱ δὲ σὺν αὐτῷ γεγενήσθαι, ἐπεὶ καὶ ἐν τόπῳ εἰσί· καὶ ἄνευ τύπου εἶναι τούτους οὐκ ἂν ἐκ δέχοιτο· περιγραπτοὶ γὰρ εἰσιν. Ὅτι οὐ διδάσκει ὅτι καὶ τὰ ὕδατα ἐποίησεν ὁ θεὸς ἐνταῦθα· ἐν δὲ τῷ Σαββάτῳ, φησίν, ὅτι ἐν ἐξ ἡμέ ραις ἐποίησε Κύριος ὁ Θεὸς τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. Οτι εἰ τὸ φῶς ὁ Θεὸς ἐδημιούργησεν, οὐκ αὐτὸς τὸ σκότος· ἐναντία γάρ· οὐκ ἔστι δὲ ἐναντίω, ἀλλὰ τὸ μὲν οὐσία, τὸ δὲ ' συμβεβηκός ἐστιν· οὐρανοῦ γὰρ καὶ γῆς ἐστιν ἀποσκίασμα· ὡς δὲ οἱ ἔξω, σκιέ γῆς. Ὅτι τὸ Πνεῦμα δ ἐπεφέρετο, ἀὴρ ἐστιν ὁ φυσικός ἐπάνω ὑδάτων ὤν· δικαίως δὲ καὶ τὸ ἐπεφέρετο τότε ἐπάνω δηλοῖ καὶ κινητικὸν αὐτοῦ καὶ ἄστατον· ὅτι δὲ Θεοῦ αὐτὸ λέγει, ἄκουε τοῦ Δαβίδ· Πνεύσει τὸ Πνεῦμα αὐτοῦ, ήγουν τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ βυήσεται ὕδατα. Και· Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα. Και· Ο οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυ ρίῳ. Ἡ δὲ, περὶ τοῦ παναγίου Πνεύματος τούτο νοοῦσι· τὸ δὲ ἐπεφέρετο, ἀντὶ τοῦ, ὥσπερ ἐπωάζον περιέθαλπε καὶ ἐζωογόνει τὰ ὕδατα. Οτι διὰ τοῦτο πρόσκειται, ὅτι εἶδεν ὁ Θεὸς ὅτι καλὰ, ἵνα μηδεὶς δύνηται ψέξαι ἃ ἡ θεία ψήφος εἶπε καλά. Οτι δύο οὐρανοί εἰσιν, εἷς ὁ ἐν ἀρχῇ γεγονώς, καὶ ἕτερος ὁ ἐξ ὑδάτων συνεστώς· ὥστε ὁ μὲν ἐξ οὐκ ὄν των, ὁ δὲ ἐξ ὄντων. Οτι τὸ, Εὐλογεῖτε, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν, οὐ πολλοὺς οὐρανοὺς λέγει, ἀλλὰ ἡ Ἑβραίων γραφὴ τόν τε οὐρανὸν καὶ τὸ ὕδωρ οὐκ οἶδεν ἐνικῶς ὀνομάζειν· ὥσπερ οὐδὲ οἱ Ελλη νες τὸ Ἀθῆναι, καὶ τὸ θήβαι· καὶ τὴν Δελφὸν πόλιν νὲς οὐδεὶς λέγει, ἀλλὰ Δελφοὺς λέγει· ἐπεὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ ἐν ἄλλῳ κυμοῖ τὴν ἀλήθειαν.
col. 1021–1022page 2 of 2
PG 106:1021Οτι πῶς καὶ μία ἡ ὑδάτων συναγωγὴ καὶ πολλαί; Τὸ μὲν, ὅτι ἠνωνται· τὸ δὲ, ὅτι κοῖται καὶ πελάγη κεχωρισμένα εἰσίν. Οτι τὰς οὐκ ἐδωδίμους βοτάνας βλαστήσαι προσ έταξεν ὁ Θεὸς, καὶ τὰ ἰοβόλα διά τε τὰς μελλούσας ἐκ τῆς ἁμαρτίας ἀρρωστίας εγγίνεσθαι, καὶ διὰ τὸ ἐπισ φόβους ἡμᾶς εἶναι ἐν παντὶ καὶ τόπῳ καὶ χρόνῳ, καὶ συστέλλεσθαι, καὶ τὸν Θεὸν ζητεῖν ἐκ τούτου. Ὅτι ἐκ τοῦ πρώτου φωτὸς ὁ ἥλιος ἔλαβε, καὶ ἡ σε λήνη, καὶ οἱ ἀστέρες, καὶ εἴ πού ἐστι πῦρ ἄλλον ὥσπερ καὶ τὸ ὕδωρ εἴς τε τους ποταμούς, καὶ τὰς πηγὰς, καὶ τὰς λίμνας, καὶ τὰς θαλάσσας εἰς τὰ ὑπερῆμα τοῦ δευτέρου οὐρανοῦ διενεμήθη. Ὅτι τὰ φυτὰ πρὸ τῶν φωστήρων ἐποίησε, δει κνύων ὅτι τὴν ζωογόνον δύναμιν πρὸ ἡλίου ἔχουσιν. Ὅτι τὰ θηρία ἔσχατον τοῦ φωτὸς ἐποίησεν· οὐ γὰρ ἂν ἤνεγκεν ἀθρόως τοῦ φωτὸς τὴν ἔλλαμψιν. Ὅτι τὰ μὲν φυτὰ οὐκ εὐλόγησεν, ἐπειδὴ εὐθὺς τὴν γῆν τούτων ἐπλήρωσε πάντων κατακύρως· τὰ δὲ θηρία καὶ τὰ κτήνη ἀνὰ δύο παρήγαγεν· εἰκότως οὖν τὸ Αὐξάνεσθε εἶπεν. Ὅτι το, Ποιήσωμεν άνθρωπον κατ' εἰκόνα ήμε τέραν, ἡμεῖς μὲν τὸν Υἱόν, οἱ δὲ Ἰουδαῖοι οἱ μὲν, τοὺς ἀγγέλους, οἱ δὲ, πρὸς ἑαυτόν· ἄλλοι δέ τινες τῶν αἱρετιζόντων, Αττικὴν εἶπον τὴν σύνταξιν· καὶ γὰρ οἱ τὰς μεγίστας πεπιστευμένοι ἀρχὰς, Γράφο μεν, λέγουσι, και, Προστάττομεν· οἱ δὲ ἀπολογούμενοι λέγουσιν, ὅτι τὰ πλεῖστα ὁ Θεὸς μονοπροσ όπως λέγει ἐν πάσῃ τῇ Γραφῇ ὧδε δὲ, καὶ εἰς τὸ, Δεῦτε, καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας, δύο προσώπων παράστασιν ποιεῖται ὥστε τὸν Υἱὸν καὶ τὸ Πνεῦμα δεῖ ἐννοεῖν. Τί ἐστι τὸ κατ' εἰκόνα; οἱ μὲν τὸ ἀόρατον τῆς ψυχῆς· οἱ δὲ τὸν νοῦν, διὰ τὸ πανταχοῦ διήκειν· οἱ δὲ τὸ ἄρχειν τῶν κάτω, ὥσπερ Θεὸς, καὶ τῶν ἄνω· οἱ δὲ διὰ τὸ ἐργά ζεσθαι αὐτὸν, καὶ οἷα Θεὸν δημιουργεῖν· οἱ δὲ διὰ τὸ νοῦν λόγον καὶ πνεῦμα ἔχειν, οἷα ὁ δημιουργήσας τοῦτον Θεός. Η
Page scan enlarged

Notebook

Full View