PG 106Athanasius of Corinth
Athanasius, Bishop of Corinth
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

Fragment from the Four Books of Zotus the JacobiteFragmentum e quatuor libris Zoti Jacobiti

Notitia
PG 106:1023ΑΘΑΝΑΣΙΟΥ ΚΟΡΙΝΘΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΤΕΤΡΑΒΙΒΛΟΥ ΖΩΤΟΥ ΙΑΚΩΒΙΤΟΥ. Ζητοῦμεν εἰ ἡ πλήρωσις τῶν βρωμάτων ἐπὶ Χρισ στοῦ ἐκέκτητο καὶ κένωσιν. Εἰ οὖν λέγετε κεκτή. σθαι κένωσιν, Νεστοριανοί έστε, ψιλήν άνθρωπον ὑποτιθέμενοι τὸν Χριστόν· εἰ δὲ ἐρεῖτε μὴ κεκτήσ σθαι κένωσιν, πῶς ἂν νοηθείη ἄνθρωπον προσλαβί σθαι πληρούμενον, καὶ μὴ κινούμενον; — Ἀπόκρισις. - Ο Απόστολος τὴν ἄκραν ἔνωσιν θέλων δηλών σαι θεότητος καὶ ἀνθρωπότητος, κατά πάντα όμοιον ἡμῖν ἀναλαβέσθαι ἄνθρωπον χωρὶς ἁμαρτίας φησίν ἀλλ' ἐκεῖνος μὲν διὰ τὴν ἄκραν ἔνωσιν τοῦτο εἶπεν ἡμεῖς δὲ καὶ ὑπὲρ ἄνθρωπον γεγενῆσθαι αὐτὸν και ταλαμβάνομεν. Τὸ γὰρ ἐκ Παρθένου γεννηθῆναι, το Θεὸν αὐτὸν εἶναι, καὶ ὑπὲρ ἄνθρωπον, δείκνυσι καὶ ἔδει κατὰ τὸν τῆς ἁγίας Γραφῆς κανόνα μὴ ἐχε κλίναι δεξιὰ ἢ ἀριστερά, ἀλλὰ στοιχεῖν τοῖς γεγραμμένοις, καὶ μηδὲν πλέον περιεργάζεσθαι· ὅμως ένα μὴ δόξωμεν ἀποκρίσεως ἀποροῦντες σιγάν, ἐροῦμεν ὅτι τοῦ κρείττονος ἐκνικήσαντος, ἄλλο εἶναι σῶμα τὸ ἐκείνου θεοειδέστερον, ὅπερ ἐν μὲν τῇ πληρώσει καθ' ἡμᾶς ἦν, ἐν δὲ τῇ κενώσει ὑπὲρ ἡμᾶς. Δηλοῖ δὲ καὶ πρὸ τῆς σαρκώσεως ή μακαρία Τριὰς παρὰ τῷ ᾿Αβραὰμ ἐσθίουσα, καὶ πλήρωσιν δεχομένη, καὶ μὴ κενουμένη· ὁμοίως καὶ μετὰ τὴν ἀνάστασιν ὁ Σωτήρ ἡμῶν πλήρωσιν δεχόμενος, κενώσεως μὲ ὑπαρχούσης, ἀλλ' ὑπὸ τῆς ἐνοικούσης θείας φύσεως τῆς πληρώσεως εκδαπανωμένης· ταῦτα μὲν ἡμεῖς κατὰ τὴν ἡμετέραν τῆς γνώσεως ἀσθένειαν· αὐτὸς δὲ ὁ σαρκωθείς ἐπίσταται τοὺς οἰκείους τρόπους τῆς πληρώσεως καὶ τῆς κενώσεως· καθὼς οἶδε καὶ τὸν τρόπον τῆς ἀποφα βήτου τῶν δύο φύσεων μίξεώς τε καὶ κράσεως ἐν ἐνὶ προσώπω.
Page scan enlarged

Notebook

Full View