PG 107Leo VI Roman Emperor
Epigrams of Leo the Philosopher
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

ProemProoemium

Constitution LXXVII - LXXVIIIConstitutio LXXVII - LXXVIII

col. 657–658page 1 of 3
Leonis Philosophii Epigrammata
PG 107:657ἐνώπιον Κυρίου. Οὕτως οὖν ἐνδόξως παραγίνεσθαι ἐν τῇ καθέδρᾳ, ἐν ᾗ ἐκληρώθη· εἶτα οἴκοι ἐπαναστρέφειν μετὰ τῆς ἑαυτοῦ δόξης, συμποσιάζειν τε τὸ τηνικαῦτα μετὰ τῶν συμπαρόντων καὶ συνευφραίνεσθαι, ΔΙΑΤΑΞΙΣ ΡΙΖ'. Νεκρὰ νομοθεσία Λέοντος καὶ Ἀλεξάνδρου περί τ τοῦ ἀπὸ πρώτου γίνεσθαι πάσας τὰς ἐκδόσεις. Γέγονε δὲ αὕτη ἐν ἔτει συχζ' 4. Εναποτέθη ἐν τῷ ὀρφανοτροφείῳ ". Πάσα κήνσευσις ἀπὸ Αὐγούστου Καίσαρος εκτε θεῖσα ὑποτελεῖς πάντας τοὺς ὁμογενείς παρεσκεύασεν, ὅθεν καὶ τὰ δημόσια τέλη ἀνεφύησαν. Από οὖν τῶν τελουμένων δημοσίων εμφυτευτικῶν τελετ σμάτων ἐν ταύτῃ τῇ θεοφυλάκτῳ πόλει ὁ πρὸ ἡμῶν βασιλεὺς Ἰουστίνος “ἐν τῷ τῶν κορυφαίων ἀποστόλων εὐαγεί σεκρέτῳ τοῖς ὀρφανοτροφείοις δ' σὺν ταῖς ἄλλαις αὐτοῦ δωρεαῖς καὶ υμγ' νομισμάτων ἐτήσιον δημόσιον τέλος προσαφιέρωσεν ", εντάξας ταῖς ῥός γαις, κατὰ τὴν ἐναποκειμένην αὐτοῦ ἱερὰν νομοθεσίαν ἐν τῇ τοῦ Θεοῦ μεγάλη Εκκλησίᾳ, τὰ τοῦ ἐρφα νοτροφείου δημόσια ο ανεκποίητα εἶναι, καὶ ἐπὶ προσώποις τρισὶν ἐκδίδοσθαι. Ὕστερον δὲ πρὸς τὰ τῆς ζωῆς αὐτοῦ τέλη» καὶ τὸν τῆς δωρεᾶς τῶν υμγ' νομισμάτων χρυσόβουλλον λόγον ἐξέθετο, καὶ δι' αὐ τοῦ καλῶς καὶ δικαίως τοῖς παροίκοις χρήσεως τι καὶ νομῆς χρόνον. Ον καὶ εἰς χεῖρας λαβοῦσα ἡ γαλη νότης ] ἡμῶν, τὰ παρ' ἐκείνου καλῶς διορισθέντα εἰς νόμον ἐξέθετο, καὶ κρατεῖν αὐτὸν εἰς τοὺς ἑξῆς ἅπαντας καὶ διηνεκείς χρόνους παρεκελεύσατο. Εν Δεν τοι καὶ διορίζεται, ἀπὸ πρώτου προσώπου εἰς πρῶτον κατέχεσθαι τὰ ἐκδιδόμενα, καὶ δεσπόζειν & ἀκωλύτως, καὶ μετὰ τὴν ἐκπλήρωσιν τῶν ἀπὸ πρώ του προσώπου εἰς πρῶτον, ἀνακάμπτειν τὸν κατ ἔχοντα, καὶ παρέχειν διπλοῦν τὸ τελούμενον ἐμφυ τευτικὸν τέλος, καὶ τὴν συνήθειαν. ΔΙΑΤΑΞΙΣ ΡΙΠ. οι Κατάκρισις έντεθεῖσα εἰς τοὺς κριτάς, παρὰ Λέοντος καὶ Ἀλεξάνδρου, τῶν εὐσεβῶν βασι λέων. Οίμαι δὲ τῶν κρίνειν λαχόντων, οὐδένα ποτὲ πρὸς τοσαύτην ἀποκλίναι σκαιότητα, ὥστε παρὰ τοὺς Εγκειμένους νόμους δοκιμάσαι καὶ τὰς ψήφους έχε φέρειν. Εἰ δὲ εἰς τοσοῦτον τῆς ματαιότητος ὀλισθήσει, ἁλοὺς μὲν, τὴν ἐν νόμοις κειμένην ἀποίσεται δίκην, ἡμᾶς δὲ λαθών, ἥκιστα λήσεται τὸν ἀκοίμητον ὀφθαλμόν, ὅμως καὶ ἀραῖς ἐμπεδώσαι τοῦτο, λίαν ἀσφαλὲς εἶναι ᾠήθημεν. Εὔροι Θεὸν μαχόμενον οὗ τος, καὶ τὰς οὐρανίους καὶ ἀσωμάτους δυνάμεις, που λεμούτας αὐτῷ, ἐκπέσοι ἀόρως, καὶ τῆς παρούσης ζωῆς, καὶ προσζημιωθήσεται καὶ τὴν μέλλουσαν παρά. συιζ, καὶ ἐναπ. τῷ ὀρφ. τούτῳ τῷ ἔτει ἤρξατο κτίζειν ὁ Ἰουστίνος τὴν ἐκκλησίαν τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου ἐν ὀρφανοτροφείῳ. 8 τῆς ὀρφα νοτροφείου.: τοῖς ὀρφανοτροφείου. προαφ το. μόνα, τά τέλει. τῷ — τέλει. * τον περὶ τῆς κατοχῆς. το μά γαληνίτης ρο.

Constitution LXXIX - LXXXConstitutio LXXIX - LXXX

col. 659–660page 2 of 3
PG 107:659πῦρ καταφάγεται θεμέλια οίκων αὐτοῦ, καὶ ἔσται δι' αἰῶνος ήτιμωμένον τὸ σπέρμα αὐτοῦ, καὶ ζητοῦν άρτους, ἀνθ' ὧν τὴν τῶν νόμων ἐλευθερίαν δούλην παραπεποιημένων κρίσεων ἀπειργάσατο. ΑΠΟΛΟΓΙΑ ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ ΚΑΘ' ΗΝ ΧΡΙΣΤΟΝ ΜΕΝ ΣΕΒΕΙ, ΤΑ ΕΛΛΗΝΩΝ ΔΕ ΦΑΥΛΙΖΕΙ. Πολλοί με τωθάζουσι γλώσσῃ κερτόμα Τοιαῦτα χλευάζοντες· Εύγε τοῦ λόγου, Ὡς ἐσθλὰ τίνεις τῶν μαθημάτων γέρα, Καλά τροφεία πατρί σου τῷ δευτέρω Παρέσχες, ὦ βέλτιστε, τῶν διδαγμάτων Στήλην βοῶσαν εἰς τὸν αἰῶνα χρόνον Ως μωρός, ὡς βλάσφημος, ὡς ἀποστάτης Τῆς Χριστιανῶν ἐστι πίστεως Λέων. Αλλοι δέ με σκώπτουσιν, ἁγνῶτες τάχα Τῶν ἀτρεκῶν μου καὶ βεβηκότων τρόπων Τολμωσί τ' εἰπεῖν ψεῦδος εἶναι τὸν λόγον Ἐκ δυσμενῶν ῥαφέντα βασκάνῳ τρόπῳ, Ὑφ' ὧν μ' ὑποφθαρέντα τοῦ διδασκάλου Μάτην κατειπεῖν ἐκλιπόντος τὸν βίον. Ἐγὼ δ᾽ ἀκούων τῶνδε τῶν ληρημάτων, "Εως ἐνῆν μὲν εὐλαβῶς ἑκαρτέρουν Καὶ πρός γε τούτους ἐκρατῆναι μὴ θέλων, Τὴν Ἱπποκλείδου ῥῆσιν ἀντεφθεγγόμην Λαλῶν μάλιστα τὴν ἀλήθειαν φίλει, "Ως φησι Δαβὶδ ἔνδον ἐν τῇ καρδίᾳ, ΝΟΤΑ. 19. Εριτ.

Constitution LXXXIConstitutio LXXXI

col. 661–662page 3 of 3
PG 107:661Ησπερ τὰ νεῦρα τῶν λαλούντων ὀργάνων Ῥέων ὁ μακρὸς οὐ διαφθείρει χρόνος. Ἐπεὶ δὲ μαργαίνουσιν ἐκ πονηρίας, Πέτρους όλοιτρόχους τε μεστοὺς πικρίας, Λόγους καθ' ἡμῶν σφενδονοῦσι μακρόθεν, Τέττιγος ἱδράξαντο τοῦ πτεροῦ τάχα, Νύξαντες ἡμᾶς, εἴ τι δεῖ καὶ κομπάσαι, Κακὸν κακῷ μὲν ἐξιέμενος πάλαι, Ο μητροραίστης φησὶν 'Ατρείδου γόνο;, Αχρηστον εὗρεν ἐν βίῳ παροιμίαν Ἐγὼ δὲ καλῷ καλὸν ἐγγράφων λόγον, Τὸν εὐσεβῆ λείπω γε μῦθον ἐν βίῳ Ο πατροραίστης δυσσεβοῦς διδασκάλου, Κἂν εἰ διαῤῥαγεῖεν Ελληνες μέσον, Μανέντες ἐν λόγοισι Τελχίνων μέτα. Καὶ πρῶτα μὲν ζήλῳ γε ῥωσθεὶς ἐνθέῳ Χριστὸν κριτὴν τίθημι τὸν Θεὸν Λόγον, ὡς ὄντα πηγὴν τῆς ἀληθείας μόνον Καὶ τῷ λόγῳ θρόνον τε καὶ βῆμα γράφω Τάξεις παρεστώτων γε σεπτῶν ἀγγέλων, Καὶ συγκαλῶ θέατρον ἀνθρώπων μέγα, Καὶ προσκαλοῦμαι τοὺς ἐμοὺς κατηγόρους, Μέσον παρελθὼν ὥς τις ὁπλίτης νέος, Οὐκ εἰς ἀγῶνα φημι τῶν Ὀλυμπίων, Ἐκκλησιῶν δὲ τῶν ἄνω καὶ τῶν κάτω, Μέτειμι λοιπὸν ἐν κονίστρᾳ τῶν λόγων. Εῤῥοιεν οἱ τὸ θεῖον ἐξηρνημένοι, Μανεῖεν οἱ Μάνεντι συμμεμηνότες, Φθαρεῖεν οἱ σέβοντες Ελλήνων θεού;, Θεοὺς ἔρωτι καὶ πάθει συνημμένους, Θεοὺς ὑπ' ἀνδρῶν εὐτελῶν τετρωμένους, Θεούς τε μοιχοὺς καὶ θεὰς καστωρίδας, Θεὰς ὑπ' ἀνδρῶν βουκόλων γαμουμένας, Θεούς τε χωλούς, καὶ παραβλῶπας θεάς. Πέσοιεν εἰ μὴ προσκυνοῦντες ἐμφρόνως Θεῷ προσώποις ἐν τρισὶ νοουμένῳ, Ὑμνουμένῳ δὲ τῇ μιᾷ μόνῃ φύσει Θάνοιεν οἱ τὴν σάρκα τοῦ Θεοῦ Λόγου Μὴ σὺν φόβῳ σέβοντες ἐκ ψυχῆς ὅλης Χριστὸς καταργήσεις τὰς βλασφημίας, Σωτὴρ ὁλοθρεύσεις πάσας αἱρέσεις, Χριστὸς δ' ἀμερδύνεις καὶ τῶν σχισμάτων Βλάβην ἅπασαν καὶ πονηρίαν φθόνου Σωτὴρ ἀἱστώσεις τοὺς δόξης χάριν Ἐκκλησίαν τέμνοντας εἰς διαιρέσεις. Ταῦτα φρονῶ ζῶν, καὶ θανὼν ἐκεῖ πάλιν Καυχώμενος λέξαιμι πρόσθεν ἀγγέλων» Τί σοι χρεωστῷ τοῦ νοὸς κατὰ πλέον, Ο παντεπόπτα, καὶ νεφροὺς καὶ καρδίας, Τὰ τοὺς λογισμοὺς ἐξερευνῶν ἐννόμως; Οἷον δὴ καὶ τοῦτο τὸ ἡρωϊκος.λεγεῖον αὐτοῦ. ρε μοι, ὦ τριτάλαινα Πολύμνια, έρετε, μούσαι, Αὐτὰρ ἐγὼν ἀπὸ νῦν ῥητορικῆς ἔραμαι Φώτιον ἀρχιερῆα γεροντοδιδάσκαλον εὑρών, πτέρος. ΝΟΤΕ, νεφρών.
Page scan enlarged

Notebook

Full View