PG 109Scriptores post Theophanem ex edit. Fr. Combefisii.
Theophanes Continuatus, Chronicle (Books I-VI)
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (TLG4153.001 Theophanes Continuatus) — full work across span, upgraded from OCR — PG column chips mark the printed columns.
PG 109:389κατόπιν δὲ ἀποστείλας ἐξετύφλωσεν αὐτὸν καὶ ἐξώρισεν εἰς Ἀνατολήν. χρόνων δὲ παρῳχηκότων πολλῶν ἐκ τῆς ἐξορίας αὐτὸν ἀνεκαλέσατο καὶ ἐν τῇ πόλει εἰσήγαγεν, προστάξας σιτηρέσια τοῦτον ἐκ τῆς νέας ἐκκλησίας λαμβάνειν· ὃς καὶ τελευτᾷ ἐπὶ Κωνσταντίνου καὶ Ζωῆς τῆς αὐτοῦ μητρός. 6 Ἐν ταῖς ἡμέραις δὲ Λέοντος ὁ Λογγίβαρδος δούξ, γαμβρὸς δὲ τοῦ ῥηγὸς Φραγγίας γεγονώς, ἀντῇρε τῷ βασιλεῖ καταστασιάσας καὶ πᾶσαν τὴν χώραν ὑφ’ ἑαυτῷ ποιησάμενος. τοῦτο γνοὺς ὁ βασιλεὺς Κωνσταντῖνον τὸν τῆς τραπέζης σὺν πᾶσι τοῖς δυτικοῖς ἐξαπέστειλεν θέμασιν ὥστε καταπολεμῆσαι Ἐγίωνα. συμβολῆς δὲ γενομένης οἱ μετὰ Κωνσταντίνου ἡττήθησαν καὶ κατεσφάγησαν, μόγις ἐκείνου περισωθέντος. γέγονε δὲ τηνικαῦτα καὶ ἡλιακὴ ἔκλειψις, ὥρᾳ τῆς ἡμέρας ἕκτῃ, ὥστε καὶ τοὺς ἀστέρας φαίνεσθαι, ἀνέμων τε βιαία φορὰ καὶ ἀστραπαὶ καὶ βρονταί, ὥστε καὶ ἐν τοῦ φόρου ἀναβαθμοῖς τοῦ ἁγίου Κωνσταντίνου ἀνθρώπους κεραυνωθῆναι ἑπτά. 7 Ἐπολιορκήθη δὲ ὑπὸ Ἀγαρηνῶν ἡ Σάμος, συμπαραληφθέντος καὶ τοῦ στρατηγοῦντος ἐν αὐτῇ Πασπαλᾶ, Λέων δὲ ὁ βασιλεὺς βασιλεοπάτορα τὸν Ζαούτζαν τιμᾷ, αὐτὸς καινουργήσας τὸ ὄνομα· ἤδη γὰρ Ζωῇ τῇ αὐτοῦ θυγατρὶ συνεφιλιώθη, τοῦ ταύτης ἀνδρὸς Θεοδώρου, ᾧ Γουνιατζίτζης ἐπώνυμον, ἀναιρεθέντος φαρμάκῳ. 8 Στεφάνου δὲ πατριάρχου τὸν βίον ἀπολιπόντος, Ἀντώνιος ὁ τὴν ἐπωνυμίαν Καυλέας πατριάρχης ἀντ’ αὐτοῦ προχειρίζεται. 9 Ἀγγελία δὲ κατέλαβεν ὡς ὁ ἄρχων Συμεὼν Βουλγαρίας βούλεται κατὰ Ῥωμαίων ἐκστρατεύσασθαι, πρόφασιν ἔχων τῆς μάχης ταύτην. εὐνοῦχον εἶχε δοῦλον ὁ βασιλεοπάτωρ Ζαούτζας· Μουσικὸς ἦν ὄνομα τούτῳ. οὗτος συνεφιλιώθη ἀνδράσιν ἐμπορικοῖς καὶ φιλοκερδέσι καὶ φιλοχρύσοις, ἐξ Ἑλλάδος οὖσι, Σταυρακίῳ τε καὶ Κοσμᾷ· οἵ τινες μεσιτείᾳ τοῦ Μουσικοῦ κερδαίνειν βουλόμενοι τὴν μετὰ Βουλγάρων πραγματείαν ἐν τῇ πόλει ἐν Θεςσαλονίκῃ μετέστησαν, κακῶς κουμερκεύοντες τοὺς Βουλγάρους. τῶν δὲ Βουλγάρων ταῦτα τῷ Συμεὼν ἀναγγειλάντων, αὐτὸς δῆλα ταῦτα τῷ βασιλεῖ κατέστησε Λέοντι. ὁ δὲ πάντα ὡς λῆρον ἐλογίζετο, τῇ πρὸς Ζαούτζαν προσπαθείᾳ νικώμενος. μανεὶς οὖν ὁ Συμεὼν ἦρε κατὰ τῶν Ῥωμαίων τὰ ὅπλα. ὁ δὲ βασιλεὺς τὸν Κρηνίτην ἀποστέλλει κατ’ αὐτοῦ στρατηλάτην ὄντα, λαῷ πολλῷ καὶ ἄρχουσι καθοπλίσας αὐτόν. συμβολῆς δὲ ἐν Μακεδονίᾳ γενομένης ἡττῶνται Ῥωμαῖοι, καὶ κατασφάττεται αὐτός τε ὁ Κρηνίτης καὶ ὁ Ἀρμένιος Κουρτίκης καὶ ἄλλοι πολλοί. ἐπεὶ δὲ καὶ Χαζάρους κατέσχεν ὁ Συμεὼν τῶν ἐκ τῆς ἑταιρείας τοῦ βασιλέως Λέοντος, τὰς αὐτῶν ῥῖνας ἀποτεμὼν εἰς αἰσχύνην τῶν Ῥωμαίων ἐν τῇ πόλει ἀπέστειλεν· οὓς ἰδὼν ὁ βασιλεύς, καὶ θυμοῦ πλησθείς, Νικήταν τὸν ὀνομαζόμενον Σκληρὸν ἐν τῷ Δανουβίῳ ποταμῷ μετὰ δρομώνων ἐξαπέστειλεν, δοῦναι δῶρα τοῖς Τούρκοις ὥστε τὸν Συμεὼν καταπολεμῆσαι. ὁ δὲ τούτοις συντυχὼν καὶ πείσας κατὰ Συμεὼν ὅπλα ἄρασθαι, ὁμήρους λαβὼν παρ’ αὐτῶν πρὸς βασιλέα ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς διά τε γῆς καὶ θαλάττης διέγνω τοὺς Βουλγάρους πολεμεῖν. καὶ διὰ μὲν θαλάσσης Εὐστάθιον δρουγγάριον ἀποστέλλει, διὰ γῆς δὲ πατρίκιον Νικηφόρον τὸν Φωκᾶν, δομέστικον τῶν σχολῶν μετὰ τὴν τελευτὴν Ἀνδρέου γενόμενον. ὧν μέχρι Βουλγαρίας καταλαβόντων, ὁ βασιλεὺς τὸν κυαίστωρα Κωνσταντινάκιν πρὸς Συμεὼν ἐξαπέστειλεν, ἔτι τὴν εἰρήνην στέργων καὶ βουλόμενος σπείσασθαι πρὸς αὐτόν· ὃν Συμεὼν κατασχὼν ἐν φρουρᾷ κατακλείει, δόλῳ πρὸς αὐτὸν ὑποπτεύσας παραγενέσθαι. τοῦ Συμεὼν οὖν ἐπὶ τὸ στράτευμα Νικηφόρου ἀσχολουμένου, οἱ Τοῦρκοι καταδραμόντες πᾶσαν τὴν Βουλγαρικὴν ἐληί̈σαντο γῆν. ὃ Συμεὼν ἐκμαθὼν κατὰ τῶν Τούρκων ἐτράπετο. οἱ δὲ ἀντιπεράσαντες πόλεμον πρὸς Βουλγάρους συμβάλλουσι καὶ νικῶσι τούτους κατὰ κράτος, ὡς μόλις τὸν Συμεὼν ἐν τῇ Δίστρᾳ περισωθῆναι. ᾐτήσαντο οὖν οἱ Τοῦρκοι τὸν βασιλέα τοὺς Βουλγάρων αἰχμαλώτους ὠνήσασθαι· ὃ δὴ καὶ πεποίηκεν, τοὺς πολίτας ἐξαποστείλας εἰς τὴν τούτων ἐξώνησιν. ὁ δὲ Συμεὼν δι’ Εὐσταθίου δρουγγαρίου τὸν βασιλέα περὶ τῆς εἰρήνης ἱκέτευεν· πρὸς ἢν ὑπεῖξεν ὁ βασιλεύς, καὶ τὸν Χοιροσφάκτην Λέοντα πρὸς τὸ ταύτην ποιήσασθαι ἐξαπέστειλεν. ὁ δὲ δομέστικος Νικηφόρος καὶ ὁ δρουγγάριος Εὐστάθιος ὑποστρέψαι μετὰ λαοῦ ἐκελεύσθησαν. Λέοντα δὲ Χοιροσφάκτην οὐδὲ λόγου ἠξίωσεν ὁ Συμεών, ἀλλ’ ἐν εἱρκτῇ ἐστραγγαλίσατο. ἐκστρατεύσας δὲ κατὰ τῶν Τούρκων πάντας κατέσφαξεν, μὴ δυνηθέντας παρὰ Ῥωμαίοις βοήθειαν δέξασθαι. ὑποστρέψας δὲ ἐπὶ τῇ νίκῃ γαυριῶν πρὸς τὸν Λέοντα ἔφη εἰ μὴ πρότερον πᾶσαν τὴν αἰχμαλωσίαν Βουλγάρων λάβω, εἰρήνην οὐ ποιῶ. ἐπένευσεν οὖν ὁ βασιλεὺς ταύτην ἀποδοῦναι. ἦλθεν οὖν μετὰ Λέοντος ὁ Βούλγαρος Θεόδωρος, οἰκεῖος ὢν τῷ Συμεών, καὶ παρέλαβεν αὐτούς. 10 Τοῦ δὲ δομεστίκου Νικηφόρου πρὸς τοῦ βασιλέως ἐξόχως ἀγαπωμένου, ὁ βασιλεοπάτωρ Ζαούτζας τοῦτον ὡς δυνάστην προεβάλλετο, γαμικὸν μετ’ αὐτοῦ ποιῆσαι συνάλλαγμα βουλόμενος. τοῦ δὲ πρὸς τοῦτο ἀπαναινομένου, μήποτε δῷ ὑπόνοιαν τῷ βασιλεῖ Λέοντι, μανεὶς ἐπὶ τούτῳ ὁ Ζαούτζας αἰτίας ἐκίνησε κατ’ αὐτοῦ καὶ τῆς ἀρχῆς τοῦτον μετέστησεν. προεβλήθη δὲ ἀντ’ αὐτοῦ δομέστικος τῶν σχολῶν ὁ μάγιστρος Κατακαλών. ἐπὶ πολὺ δὲ σχολάσας ὁ Νικηφόρος αὖθις στρατηγὸς ἐν τῷ τῶν Θρᾳκησίων θέματι προχειρίζεται. πολλὰς δὲ καὶ γενναίας ἀνδραγαθίας διὰ πάσης αὐτοῦ ἐν τοῖς πολέμοις καταπραξάμενος βιοτῆς, καὶ πολλὰ κατὰ τῶν Ἀγαρηνῶν καὶ τῶν ἄλλων ἐθνῶν στησάμενος τρόπαια, τελευτᾷ τὸν βίον ἐν γήρᾳ καλῷ, υἱοὺς καταλιπὼν Βάρδαν καὶ Λέοντα, ὧν ὁ Βάρδας οἰκειότατος ὢν τῷ βασιλεῖ Λέοντι ἐστέργετό τε καὶ ἠγαπᾶτο καὶ δουλείαις ἐξυπηρετεῖτο ταῖς ἀνηκούσαις τῷ βασιλεῖ. ὁ δὲ βασιλεύς, καθὼς εἴρηται, τὸν Κατακαλὼ προχειρισάμενος εἰς δομέστικον κατὰ τοῦ Συμεὼν τοῦτον ἐξαποστέλλει, συνεξαποστείλας αὐτῷ καὶ Θεοδόσιον πατρίκιον καὶ πρωτοβεστιάριον. διαπερασάντων δὲ πάντων τῆς ἀνατολῆς θεμάτων τε καὶ ταγμάτων, καὶ πολέμου μετὰ Βουλγάρων συγκροτηθέντος περὶ τὸ Βουλγαρόφυγον, τρέπονται Ῥωμαῖοι κακῶς, καὶ πάντες ἀπώλοντο· οἷς συναπώλετο καὶ ὁ πρωτοβεστιάριος Θεοδόσιος. ἐπὶ τούτου καὶ οἱ τῆς Χερσῶνος οἰκήτορες τὸν αὐτῶν ἀπέκτειναν στρατηγὸν Συμεὼν τὸν τοῦ Ἰωνᾶ. παρελήφθη δὲ καὶ τὸ Κόρον ἐν τῇ Καππαδοκίᾳ ὑπὸ τῶν Ἀγαρηνῶν. 11 Ὁ δὲ βασιλεὺς εἰς τὰ Δαμιανοῦ ἐξελθὼν εἶχεν μεθ’ ἑαυτοῦ καὶ τὴν Ζωὴν τὴν τοῦ Ζαούτζα θυγατέρα καὶ αὐτὸν τὸν Ζαούτζαν. Θεοφανὼ δὲ ἡ τοῦ βασιλέως γαμετὴ οὐ παρῆν ἐκεῖσε, ἀλλ’ ἐν τῇ ἁγίᾳ σορῷ τῇ ἐν Βλαχέρναις προσεκαρτέρει εὐχομένη. δόξαν δὲ τῷ βασιλεῖ μεῖναι ἐν τοῖς Δαμιανοῦ, συμβούλιον οἱ τοῦ Ζαούτζα ποιησάμενοι, ὅ τε υἱὸς αὐτοῦ ὁ Ταύτζης καὶ οἱ λοιποί, τῇ νυκτὶ τὸν βασιλέα διαχειρίσασθαι ἐβουλεύσαντο. ἡ δὲ Ζωὴ τῷ βασιλεῖ συγκαθεύδουσα καὶ τὸν θροῦν ἐνωτισθεῖσα, διὰ τῆς θυρίδος προκύψασα κατεσίγασεν. ὡς δὲ τοῦ δεινοῦ τῆς ἐπιβουλῆς ᾔσθετο ἀκριβῶς, τὸν βασιλέα διυπνίσασα τὸ πραττόμενον κατεσήμανεν· ὃς ἐν πλοίῳ εὐθὺς εἰσελθὼν εἰς Πηγὰς διεπέρασεν, πάντας ἐκεῖσε καὶ αὐτὸν τὸν Ζαούτζαν καταλιπών. ταχὺ δὲ πρωὶ̈ εἰς τὸ παλάτιον εἰσελθὼν Ἰωάννην μὲν τὸν βίγλης δρουγγάριον διεδέξατο, Πάρδον δὲ υἱὸν Νικολάου ἑταιρειάρχου ἀντ’ αὐτοῦ προεβάλετο· ὁ γὰρ Νικόλαος οὗτος φίλος ἦν τῷ βασιλεῖ καὶ πιστός, καὶ [περὶ] τὰ ἀπόρρητα πάντα τοῦ Ζαούτζα δῆλα τούτῳ καθίστη καὶ ἔκπυστα. ἔκτοτε οὖν ὁ βασιλεὺς εἰς τὸ τοῦ Ζαούτζα κελλίον οὐκ εἰσήρχετο, εἰ μὴ Λέων ὁ μάγιστρος, ᾧ Θεοδοτάκης ἐπώνυμον, τούτους ἀλλήλοις διήλλαξεν. 12 Τελευτᾷ δὲ Αὐγοῦστα Θεοφανὼ ἔτη βασιλεύσασα δώδεκα, ἥτις καὶ θαυματουργὸς ἀνεδείχθη, ἀνωτέρα τοῦ τῆς ζηλοτυπίας πάθους φανεῖσα καὶ πραῶς τὴν παρευδοκίμησιν ὑπενεγκοῦσα Ζωῆς, καὶ ἐν ἐλεημοσύναις καὶ προσευχαῖς τὸν ἅπαντα βίον διανύσασα. 13 Στέφει Λέων ὁ βασιλεὺς τὴν θυγατέρα τοῦ Ζαούτζα Ζωήν, καὶ εὐλογεῖται παρὰ τοῦ κληρικοῦ τοῦ παλατίου, ᾧ ἐπίκλην Σινάπης. ὁ μὲν οὖν εὐλογήσας καθῃρέθη, ἡ δὲ ἔτος ἓν καὶ μῆνας ὀκτὼ βασιλεύσασα ἐτελεύτησεν. λάρνακα δὴ ἐφεῦρον ἐφ’ ᾧ ἀποτεθῆναι τὸ σῶμα αὐτῆς ἐν αὐτῇ, ἥτις τοιάνδε εἶχεν ἐγκεκολαμμένην γραφήν θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος. 14 Διεβλήθησαν δὲ τῷ βασιλεῖ Μουσικὸς καὶ Σταυράκιος, ὡς παρὰ τῶν στρατηγῶν δῶρα λαμβάνοντες, ἀλλὰ καὶ παρὰ τῶν ἀρχόντων, μεσιτεύουσι τούτοις τῷ βασιλεοπάτορι. καί ποτε τοῦ Σταυρακίου μετὰ γραμμάτων τινὸς τῶν στρατηγῶν εἰς τὸν βασιλεοπάτορα εἰσεληλυθότος, ὡς εἶδεν αὐτὸν ὁ βασιλεὺς ἐν τῷ ἡλιακῷ ἑστηκώς, κατόπιν αὐτοῦ εἰσῆλθεν καὶ τοῦ τένοντος αὐτὸν λαβόμενος ἔξω ἐξήγαγεν ὡς δῆθεν περὶ τῶν στρατηγῶν ἐρωτήσων, καὶ εἰς τὸ Μονόθυρον ἀγαγὼν καὶ τὰ γράμματα ἐξάρας ἀπεσφενδόνησε τοῦτον καὶ τοῖς προστυχοῦσιν ἔδωκεν τοῦ παλατίου ἐξαγαγεῖν καὶ μοναχὸν ἀποκεῖραι. μαθὼν δὲ τοῦτο ὁ Μουσικὸς ἐν ἀπογνώσει γέγονεν. εἰσελθὼν δὲ ὁ βασιλεὺς ἔνθα ὁ Μουσικὸς παρίστατο τῷ Ζαούτζᾳ, τοῦτον παρὰ τὸν τράχηλον ὠθήσας ἐξήγαγεν, διορισάμενος Χριστοφόρον κοιτωνίτην ἐν τοῖς Στουδίοις ἀποκεῖραι αὐτόν. μετ’ ὀλίγον δὲ Ζαούτζας τελευτᾷ ἐν τῷ παλατίῳ, καὶ διὰ τοῦ Βουκολέοντος κατενεγκόντες αὐτὸν ἐν τῇ μονῇ τοῦ Καυλέου κατέθαψαν. 15 Συμφιλιοῦται δὲ ὁ ἐπείκτης Βασίλειος τῷ κουβικουλαρίῳ Σαμωνᾷ τῷ ἐξ Ἀγαρηνῶν, τοῦ τῆς βασιλείας ὀρεγόμενος ἀξιώματος. ἐθάρρησεν δὲ τῷ Σαμωνᾷ ὅτι τῆς θείας ἡμῶν τελευτησάσης Ζωῆς ἑτέρᾳ γυναικὶ πάντως ὁ βασιλεὺς συζευχθήσεται, καὶ ἡμᾶς ἐκποδὼν καταστήσει. δὸς οὖν μοι λόγον ὡς φυλάξεις τὸ ἀπόρρητον, κἀγώ σοι πάντα θαρρήσω τὰ ὑφ’ ἡμῶν βουλευόμενα. ὁ δὲ τοῦτο πεποιηκὼς πᾶσαν παρ’ αὐτοῦ τὴν συσκευὴν ἐδιδάσκετο. ὁ δὲ Σαμωνᾶς εἰς βασιλέα εἰσελθὼν ἔφη θέλω σοί τι, δέσποτα, ἰδίᾳ εἰπεῖν, ὅπερ ἐμοὶ μὲν λεγόμενον θάνατον προξενεῖ, σοὶ δὲ σιωπώμενον. καὶ διεξῆλθε πρὸς τὸν βασιλέα πᾶσαν Βασιλείου ἐπιβουλήν. τοῦ δὲ βασιλέως τοῖς ῥηθεῖσι διαπιστήσαντος, καὶ εἰπόντος μήποτε ὡς ἐξ ὑποβολῆς τινὸς ταῦτα εἰρήκει, ὁ δὲ Σαμωνᾶς εἰ βούλει πληροφορηθῆναί φησιν, οὓς βούλει εἰς τὸ ἐμὸν κελλίον ἀπόστειλον, καὶ ἀποκρύψω τούτους ἐν ἀποκρύφῳ, καὶ ὅσα παρὰ Βασιλείου καὶ παρ’ ἐμοῦ λέγωνται, γράψωσι, καὶ τηνικαῦτα βεβαιωθήσῃ ὡς οὐδὲν ψεῦδός ἐστι τῶν παρ’ ἐμοῦ σοι ῥηθέντων. ἀποστέλλει οὖν ὁ βασιλεὺς Χριστοφόρον πρωτοβεστιάριον ἅμα Καλοκῦρι κοιτωνίτῃ· οἳ ἐν τῷ τοῦ Σαμωνᾷ κελλίῳ ἀνελθόντες ἐκρύβησαν. ὁ δὲ Σαμωνᾶς τὸν Βασίλειον δελεάσας καὶ λόγον ἔνορκον δοὺς ἔπεισε πάλιν πᾶσαν αὐτῷ τὴν ἐπιβουλὴν φανερῶς ἐξειπεῖν καὶ τοὺς μετ’ αὐτοῦ βουλευομένους· ἅπερ Καλοκῦρις καὶ Χριστοφόρος ἀκούοντες διὰ γραφῆς ἐσημήναντο. τούτων δὲ ἀριστευόντων οὗτοι κατελθόντες τὴν γραφὴν τῷ βασιλεῖ ὑπεσήμηναν καὶ ἀνέγνωσαν. καὶ παρευθὺ Βασίλειον μὲν προσκαλεσάμενος δέδωκε μιλιαρήσια χιλιάδας κδ ὡς δῆθεν ψυχικὰ τῆς αὐτοῦ θείας Ζωῆς ὁρισθέντα, καὶ ἐν Μακεδονίᾳ ἀπέστειλεν· Πάρδον δὲ δρουγγάριον τῆς βίγλης αὐτῷ κεκοινωνηκότα πρὸς τὸν Στυπιώτην ἀποστέλλει τοῦ δῆθεν ἀγαγεῖν αὐτόν, ὃς προμηνυθεὶς διὰ βασιλικῆς γραφῆς τοῦτον ἐδέσμευσεν· Νικόλαον δὲ ἑταιρειάρχην τῆς πόλεως ἐξήγαγεν. ἀγαγὼν δὲ ἐκ Μακεδονίας Βασίλειον καὶ ἀνακρίνας αὐτὸν καὶ τύψας σφοδρῶς καὶ τρίχας αὐτοῦ καταφλέξας καὶ ἐν μέσῃ θριαμβεύσας τῇ πόλει ἐν Ἀθήναις ἐξώρισεν. πάντας δὲ τοὺς μαγίστρους καὶ τοὺς ἐν τέλει ὁ βασιλεὺς προσκαλεσάμενος ἐνώπιον αὐτῶν τὰ ὑπὸ Σαμωνᾶ μηνυθέντα ἀνέγνω. οἱ δὲ τοῦτον ὑπερεπῄνεσαν ὡς τῆς τοῦ βασιλέως παραίτιον καταστάντα ζωῆς, καὶ ἄξιον μεγίστης εἶναι τιμῆς προσειρήκασιν. ὁ δὲ τοῦτον παρευθὺ τῇ τοῦ πρωτοσπαθαρίου τιμῇ ἠξίωσεν καὶ οἰκεῖον ἑαυτῷ κατεστήσατο.
PG 109:39816 Ἐτελεύτησεν δὲ ὁ πατριάρχης Στέφανος, καὶ ἀντ’ αὐτοῦ πατριάρχης ὁ μυστικὸς ἐχειροτονήθη Νικόλαος, ὁ πολλὰ μὲν κατὰ τῆς σοφίας προτερήματα σὺν εὐσχήμονι καταστάσει. παρελήφθη δὲ ἡ πόλις Δημητριάς, ἡ ἐν τῷ θέματι Ἑλλάδος, ὑπὸ τῶν Ἀγαρηνῶν. 17 Λέων δὲ ὁ βασιλεὺς στέφει Ἄνναν θυγατέραν Ζωῆς τὴν ἀπὸ τοῦ Ζαούτζα, διὰ τὸ μὴ δύνασθαι ποιεῖν τὰ κατὰ τύπον κλητόρια, Αὐγούστας μὴ οὔσης. ἠγάγετο δὲ ὁ βασιλεὺς κόρην ἐκ τοῦ Ὀψικίου θέματος, ὡραίαν τε καὶ περικαλλῆ· ὄνομα δὲ αὐτῇ Εὐδοκία. ἔγημέν τε αὐτὴν καὶ ἔστεψεν· ἐξ ἧς παῖδα ἐποίησεν ἄρρενα, ἐφ’ ᾧ καὶ αὐτὴ καὶ τὸ γεννηθὲν ἐτελεύτησεν. 18 Ἔκτισεν δὲ πλησίον τοῦ τῶν ἁγίων ἀποστόλων ναοῦ ἐκκλησίαν ὁ βασιλεὺς ἐπ’ ὀνόματι τῆς προτέρας αὐτοῦ γυναικὸς Θεοφανοῦς. ἔκτισεν δὲ καὶ τὴν τοῦ ἁγίου Λαζάρου ἐκκλησίαν τῶν λεγομένων Τόπων, καὶ μονὴν ἀνδρῶν εὐνούχων ἐν αὐτῇ κατεσκεύασεν· ἔνθα καὶ τὸ τοῦ ἁγίου Λαζάρου σῶμα καὶ τῆς ἀδελφῆς αὐτοῦ Μαγδαληνῆς ἀνακομίσας ἀπέθετο. τοῦ δὲ στόλου ἐν τοῖς τῶν ἐκκλησιῶν τοιούτων ἔργοις ἀσχολουμένου, τὸ ἐν Σικελίᾳ Ταυρομένιον ὑπὸ τῶν Ἄφρων παρελήφθη καὶ πολὺς τῶν Ῥωμαίων φόνος ἐγένετο. κατεσχέθη δὲ καὶ Λῆμνος ὑπὸ τῶν Ἀγαρηνῶν, καὶ πλεῖστος ᾐχμαλωτίσθη λαός. 19 Προέλευσιν δὲ τοῦ βασιλέως πεποιηκότος τῇ ἡμέρᾳ τῆς Μεσοπεντηκοστῆς εἰς τὸν ἅγιον Μώκιον, ἐν τῷ εἰσοδεύειν καὶ πλησίον τῶν ἁγίων γενέσθαι θυρῶν ἐκπεπηδηκώς τις τοῦ ἄμβωνος ῥάβδῳ παχείᾳ καὶ ἰσχυρᾷ τούτου ἔπαισε κατὰ κεφαλῆς. καὶ δὴ ἂν ἐθανάτωσεν παρευθύ, εἰ μὴ προνοίᾳ τινὶ τὸ τῆς ῥάβδου ἄκρον τῷ πολυκανδήλῳ προσκεκρουκὼς τῆς βιαίας μικρὸν ἀνεσχέθη φορᾶς. τοῦ δὲ αἵματος σφοδρῶς ἐκ τῆς τοῦ βασιλέως καταρρέοντος κεφαλῆς ταραχή τε καὶ φυγὴ τῶν ἀρχόντων ἐγένετο. ὁ δὲ ἀδελφὸς αὐτοῦ Ἀλέξανδρος νόσον προφασισάμενος οὐ κατῆλθεν ἐν τῇ εἰσόδῳ, ὡς ἐκ τούτου ὑποπτευθῆναι αὐτὸν τὴν τοιαύτην ἐπιβουλὴν κατεργάσασθαι. ὁ δὲ τὸν βασιλέα πλήξας κατασχεθεὶς καὶ πολλὰς βασάνους ὑπομεμενηκώς, ἐπεὶ μηδένα συνειδέναι καθωμολόγει, τέλος χεῖρας καὶ πόδας ἐκκοπεὶς ἐν τῇ τοῦ ἱππικοῦ σφενδόνῃ ἐκάη. ἔκτοτε δὲ ἡ τοιαύτη ἐξεκόπη προέλευσις. μετὰ δέ τινα καιρὸν Μάρκος ὁ σοφώτατος μοναχός, οἰκονόμος ὢν τῆς αὐτῆς ἐκκλησίας, ὃς καὶ ἐν μεγάλῳ σαββάτῳ τετραῴδιον τοῦ μεγάλου Κοσμᾶ ἀνεπλήρωσεν, ἐν τῇ τραπέζῃ τῷ βασιλεῖ συνεστιώμενος ἐλιπάρει τούτῳ μὴ τὴν τοιαύτην ἐκκοπῆναι προέλευσιν. τοῦ δὲ βασιλέως ἀπαναινομένου ὁ Μάρκος ἔφη μὴ ὀργίζου μηδὲ χαλέπαινε, ὦ βασιλεῦ, ἐπεὶ προγεγραμμένον ἦν παρὰ τοῦ προφήτου Δαβὶδ τοῦτό σε καθυποστῆναι· προείρηκε γὰρ τοῦτο, λέγων ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ ἑορτῆς σου.3 δεῖ οὖν σε, δέσποτα, ἀπὸ τοῦ νῦν ἔτη δέκα τὴν βασιλείαν κατασχεῖν. ὃ καὶ γέγονεν· μετὰ γὰρ τὴν ἐκπλήρωσιν τῶν δέκα ἐνιαυτῶν, τῇ αὐτῇ ἡμέρᾳ ἐν ᾗ καὶ ἐπλήγη, τετελεύτηκεν. 20 Ἦν δὲ Ζωὴ ἡ τετάρτη γυνὴ τοῦ βασιλέως ἐν τῷ παλατίῳ μετὰ τοῦ βασιλέως ἀστεφής. τῶν δὲ Βουλγαρικῶν ἐφόδων Ῥωμαίους ἐπιτριβόντων, οἱ ἐξ Ἄγαρ μαθόντες τοῦτο στόλος ἐξῄσαν ναύμαχος, ἐπιστήσαντες στρατηγὸν Τριπολίτην Λέοντα, Ἀττάλου μὲν ἐξωρμημένον τῆς πόλεως, τῆς δὲ Χριστιανῶν εὐσεβείας ἀποστήσαντα. καὶ Τρίπολις μὲν ὠνόμασται ἡ κατὰ Φοινίκην τρισὶ διαιρεθεῖσα ταῖς γενεαῖς ἐξ Ἀραδίων καὶ Τυρίων καὶ Σιδονίων ἀποίκων. τοῦ δὲ βασιλέως ἐξελθόντος ἐν τῷ τοῦ Βουτίου ἐμπορίῳ πρὸς τὸ τὴν μονὴν ἐγκαινίσαι τοῦ πρωτοβεστιαρίου αὐτοῦ Χριστοφόρου, ἡ ἀγγελία αὕτη κατέλαβεν ὡς Τριπολίτης μετὰ στόλου τῶν Σαρακηνῶν κατὰ Κωνσταντινουπόλεως ἀνέρχεται. ἀποστέλλει οὖν ὁ βασιλεὺς τὸν Εὐστάθιον τὸν τηνικαῦτα δρουγγάριον μετὰ στόλου κατὰ τοῦ Τριπολίτου· ὃς μὴ δυνηθεὶς ἀντιτάξασθαι τούτῳ ἀντεστράφη κενός. κατόπιν δὲ αὐτοῦ ὁ Τριπολίτης ἐλθὼν ἐντὸς Ἀβύδου εἰσελήλυθεν καὶ μέχρι Παρείου κατέλαβεν. τοῦτο τῷ βασιλεῖ ἀγγελθὲν εἰς μεγάλην αὐτὸν ἀθυμίαν καὶ ἀμηχανίαν περιέστησεν. Ἡμερίῳ οὖν πρωτασηκρῆτις τὴν ναυτικὴν δύναμιν ἐγχειρίσας κατὰ τοῦ Τριπολίτου ἀπέστειλεν· ὃς Ἄβυδον διελθὼν τὴν καθ’ Ἑλλήσποντον, ἣν Μιλησίων κατῴκισαν ἄποικες, Ἑλλήσποντον τὸν ἀπὸ Ἕλλης τῆς Φρίξου ἀδελφῆς τῷ ἐκεῖσε πελάγει ῥιφείσης οὕτως ἀγορευόμενον, καὶ Αἰγαῖον πέλαγος, ὃ τὴν κλῆσιν ἀπείληφεν ἀπὸ τῆς τῶν ὑδάτων φορᾶς ἀϊσσούσης κατὰ τρόπον αἰγός, ἑξῆς δὲ προσωρμικὼς Στροβήλῳ τῇ κατὰ Κιβύρραν (καὶ Στρόβηλος μὲν ἀπὸ τῆς τοπικῆς θέσεως, Κιβύρρα δὲ ἀπὸ Κιβύρρου ἀδελφοῦ Μαρσοῦ τε καὶ Κιδράμου) καὶ Λαμψάκῳ, ἀπὸ φωτὸς λάμψεως ὠνομασμένῃ, ὅπερ νυκτὶ Φωκαέων θεμελιούντων ταύτην εὐξαμένων θεόθεν ἐπέλαμψεν, καὶ ἡ τῶν θεμελίων βάσις καλῶς κεκραταίωτο, μετὰ ταῦτα τῇ Ἴμβρῳ διεληλυθώς, ἥτις ἀπὸ Ἴμβρου κέκληται υἱοῦ Ἄνθου, οὗ γενέτης Στάφυλος Διονύσου φίλτατος ἔγγονος, Σαμοθρᾴκην δὲ διαβὰς καὶ τῇ Θάσῳ προσπελάσας, ἣν Χρυσῆν οἱ πρὶν διεφημίζοντο, Σαμοθρᾴκην δὲ ἐν Θρᾴκῃ χερόνησον τὴν πρότερον Θηριοῦσαν διὰ τὸ θηρίων πεπληρῶσθαι, ἱερὰν Νυμφῶν οὖσαν, μετέπειτα τοῦ ῥοῦ συρραγέντος εἰς νῆσον συστῆναι καὶ ὑπὸ Σαμίων μετοίκων ἐν κατασχέσει γενέσθαι καὶ Σαμοθρᾴκην κληθῆναι, τοὺς πολεμίους κατέλαβεν. πλὴν οὐδὲ πλησιάσαι τούτων τῷ στόλῳ τετόλμηκεν. αὐθόρμητος δὲ ὁ Τριπολίτης θεοῦ τοῦτον ἀπελαύνοντος ἀντεστράφη, καὶ ἐν Θεσσαλονίκῃ, καταλαβὼν ταύτην, καὶ Λέοντα τὸν ταύτης στρατηγόν, ᾧ ἦν ἐπώνυμον Κατζιλάκιος, κατασχών, σφαγὴν πολλὴν καὶ χύσιν αἱμάτων εἰργάσατο. 21 Ῥοδοφύλης δέ τις κουβικουλάριος ἔτυχεν ἐν Σικελίᾳ διά τινα χρείαν ἀποσταλείς, χρυσίου λίτρας ἐπιφερόμενος ἑκατόν· νόσῳ δὲ περιπεσὼν ἐν Θεσσαλονίκῃ εἰσῆλθεν ὥστε λούσασθαι καὶ ἀπολαῦσαι ἀνέσεως. τοῦτον ὁ Τριπολίτης κατασχών, καὶ μαθὼν ὡς χρυσίον ἐπιφέρεται, πολλὰ βασανίσας ἀπέκτεινεν μηδὲν ἔχειν διατεινόμενον· ἔτυχεν γὰρ τοῦτο ἐν τῇ ὁδῷ ἀπολιπών, ὅπερ Συμεὼν ἀσηκρῆτις διερχόμενος ἀνείλετο, ὃς μετὰ ταῦτα πατρίκως καὶ πρωτασηκρῆτις ἐγένετο. τοῦ δὲ Τριπολίτου καταστρέψαι τὴν πόλιν βουληθέντος, δηλοῖ αὐτῷ Συμεὼν χρυσίον λαβεῖν καὶ τῆς καταστροφῆς ἀποσχέσθαι· ὃ καὶ γέγονεν. ὀπισθόρμητος πάλιν ὁ τῶν Σαρακηνῶν στόλος ἀπῄει. ὁ δὲ Ἡμέριος ταῦτα διεγνωκὼς πρὸς τὴν κατ’ αὐτῶν διανίσταται δίωξιν. οἱ δὲ τῇ Κρήτῃ προςβάλλουσι, καὶ τοῖς ἐν αὐτῇ ἀπόμοιραν τῆς λείας ἀπένειμαν, κἀκεῖθεν τῇ παυρίδι παλινοστήσαντες ἀπρακτεῖν κατὰ Λῆμνον ἐῶσιν τὸν Ἡμέριον. 22 Ὁ δὲ βασιλεὺς εἶχε τῶν Ἀνατολικῶν ὑποστράτηγον Εὐστάθιον πατρίκιον, ὃς ἐκ τῆς καλλίστης καὶ ἀγαθῆς γενεᾶς τῶν Ἀργυρῶν ἐκπεφώνηται· ὃς τοῖς Ἰσμαηλίταις κατεστράτει καὶ ἔτρεπεν οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις, ῥώμῃ καὶ ἰσχύϊ καὶ συνέσει καὶ ἀνδρίᾳ καὶ φρονήσει καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ τετιμημένος καὶ ἐπειλημμένος, ἔχων καὶ Ἀνδρόνικον τὸν ἐκ τοῦ Δουκός. Εὐστάθιον Ἀργυρὸν οἱ Ἀγαρηνοὶ ἐδεδίεσαν, ὡς τὸ τούτου ὄνομα ἔκπληξιν καὶ φόβον αὐτοῖς λέγεσθαι. Σαμωνᾶς δὲ προφασισάμενος ἐν τῇ μονῇ αὐτοῦ, ᾗ ἐπώνυμον τὰ Σπειρά, ἐξελθεῖν, ἐν τῷ Δαματρὺ οὖσαν, φυγῇ ἐχρήσατο ἅμα χρήμασι καὶ ἵπποις αὐτοῦ, τοὺς δημοσίους ἵππους τοὺς ἐν ἑκάστῃ ἀλλαγῇ ἀγκυλοκοπῶν. ἀποστέλλει οὖν ὁ βασιλεὺς ὄπισθεν αὐτοῦ διῶξαι αὐτὸν Βασίλειον ἑταιρειάρχην τὸν Καματερὸν καὶ τὸν Κρηνίτην τὸν Γεώργιον. ἐπεὶ δὲ τὸν Ἅλυν ὁ Σαμωνᾶς ἔμελλεν περᾶν, κατέλαβεν αὐτὸν ὁ Νικηφόρος δρουγγάριος ὁ Καλλωνᾶς καὶ κατέσχεν. ὁ δὲ πολλὰ ἱκέτευεν καὶ ὑπισχνεῖτο διδόναι. ὡς δὲ οὐκ ἔπειθεν, εἰς τὸν ἐν τῷ Σιριχᾷ καταφεύγει σταυρόν, εὐχῆς δῆθεν χάριν ἐληλυθέναι προφασισάμενος. καταλαβὼν οὖν ὃ Κωνσταντῖνος ὁ τοῦ Ἀνδρονίκου ὁ Δουκὸς υἱὸς καὶ τοῦτον ἀναλαβὼν ἐν τῇ πόλει ὑπέστρεψεν. προσέταξεν δὲ ὁ βασιλεὺς αὐτὸν μὲν ἐν τῇ τοῦ Καίσαρος Βάρδα οἰκίᾳ φυλάττεσθαι. ἠρώτησεν δὲ Κωνσταντῖνον εἰ ἀληθῶς ἐν Συρίᾳ φεύγων ἐτύγχανεν· καὶ μαθὼν τοῦτο ἀληθὲς εἶναι, παρήγγειλε Κωνσταντίνῳ μὴ τοῦτο εἰπεῖν ἐνώπιον τῆς συγκλήτου ἐρωτωμένῳ, ἀλλ’ ὅτι ἐν τῷ Σιριχᾷ χάριν εὐχῆς παρεγένετο· ἤθελε γὰρ ὁ βασιλεὺς συγγνώμης τυχεῖν τὸν Σαμωνᾶν. καὶ προσκαλεσάμενος τὴν σύγκλητον καὶ εἰς τὸ μέσον παραγαγὼν τὸν Κωνσταντῖνον οὕτως ἠρώτησεν. πρὸς τοῦ θεοῦ καὶ τῆς ἐμῆς κεφαλῆς, ἔφευγεν ἐν Συρίᾳ ὁ Σαμωνᾶς; ναὶ ἢ οὔ; ὁ δὲ τοὺς ὅρκους εὐλαβηθείς (εἶπεν γὰρ πρότερον μὴ ὁρκιζόμενος, ἀλλ’ οὕτως ἁπλῶς ἐρωτώμενος, μὴ τὸ ὂν ἐξειπεῖν) ὡμολόγησε πάντων ἐνώπιον ὅτι εἰς Συρίαν ἔφευγεν. μετ’ ὀργῆς δὲ τοῦτον τοῦ βασιλέως ἀποπεμψαμένου, ἐποίησε Σαμωνᾶς ἀπὸ ὄψεως μῆνας τέσσαρας ἐν τῷ τοῦ Καίσαρος καθήμενος, καὶ μετὰ ταῦτα τῆς βασιλικῆς ὄψεως καὶ ὁμιλίας κατηξιώθη. 23 Ἐγέννησε δὲ Λέων Κωνσταντῖνον υἱὸν ἀπὸ Ζωῆς τῆς τετάρτης αὐτοῦ γαμετῆς, οὗ ἐν τῇ γεννήσει ἐφάνη κομήτης ἀστήρ, τὰς ἀκτῖνας ἐπ’ ἀνατολὰς ἀφιεὶς καὶ ἐν ἡμέραις καὶ νυξὶ φαινόμενος τεσσαράκοντα. ὃς ἐβαπτίσθη ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, ὑπὸ Νικολάου πατριάρχου ἐν τῇ ἁγίᾳ τῶν φώτων ἡμέρᾳ, ἀναδεξαμένων αὐτὸν ἀπὸ τοῦ ἁγίου βαπτίσματος Ἀλεξάνδρου τοῦ αὐταδέλφου τοῦ βασιλέως καὶ Σαμωνᾶ πατρικίου καὶ τῶν ἐν τέλει ἁπάντων. γέγονε τότε καὶ ἡ Κύφη γηροκομεῖον, τῶν ἐκεῖσε ἑταιρίδων ἐκδιωχθέντων. εὐλογήθη δὲ Λέων ὁ βασιλεὺς μετὰ Ζωῆς ὑπὸ Θωμᾶ πρεσβυτέρου, ὅστις καὶ καθῃρέθη· καὶ βασίλισσαν αὐτὴν ἀνηγόρευσεν. διὰ ταύτην οὖν αἰτίαν ὁ πατριάρχης τὸν βασιλέα εἰς τὴν ἐκκλησίαν εἰσέρχεσθαι διεκώλυσεν, ὅθεν διὰ τοῦ δεξιοῦ μέρους διήρχετο εἰς τὸ μητατόριον. 24 Προεβλήθη δὲ Σαμωνᾶς παρακοιμώμενος διὰ τὸ συνεργὸς καθεστάναι τῷ βασιλεῖ πρὸς παρανομίαν καὶ κακίαν ἅπασαν. καὶ κατὰ τῆς ἐκκλησίας ἤρξαντο μελετᾶν. προσκαλεσάμενος γὰρ τὸν πατριάρχην Νικόλαον (πρώτη ἦν τοῦ Φεβρουαρίου μηνὸς) καὶ πολλὰ λιπαρήσαντες δεχθῆναι, ἐπεὶ πεῖσαι οὐκ ἠδυνήθησαν, ἀπὸ κλητορίου ἀπὸ τοῦ Βουκολέοντος πλοίῳ μικρῷ ἐμβιβάσαντες ἐν τῇ Ἱερείᾳ διεπέρασαν, ἀφ’ ἧς μέχρι Γαλακρηνῶν μόλις ἀπῄει χιόνος ἐπικειμένης πολλῆς. χειροτονεῖται ὁ σύγκελλος Εὐθύμιος πατριάρχης, ἀνὴρ ἱεροπρεπὴς ἐγκρατής τε καὶ θεοσεβής, ὅν φασιν ἐκ θείας ἀποκαλύψεως τὴν ἀρχιερωσύνην καταδέξασθαι· καὶ γὰρ διενοεῖτο ὁ βασιλεὺς νόμον πονηρὸν ἐκθεῖναι τοῦ ἔχειν γυναῖκας ἄνδρα τρεῖς καὶ τέσσαρας, πολλῶν λογιωτάτων ἀνδρῶν εἰς τοῦτο αὐτῷ συνεργούντων. 25 Ἰουνίῳ δὲ μηνὶ προσεκλήθη Λέων ὁ βασιλεὺς παρὰ Κωνσταντίνου τοῦ Λιβὸς ἐν τῇ μονῇ αὐτοῦ πλησίον τῶν ἁγίων ἀποστόλων τοῦ τὰ ἐγκαίνια ἐπιτελέσαι καὶ ἀριστῆσαι. καὶ γέγονεν ἄνεμος ὁ λεγόμενος λίψ, φυσήσας ἕως τρίτου σφοδρῶς, συσσείσας καὶ οἰκήματα καὶ ἐκκλησίας, ὥστε πάντας φεύγειν ἐν τόποις ὑπαίθροις, λέγοντας συντέλειαν εἶναι κοσμικήν, εἰ μὴ ἡ τοῦ θεοῦ φιλανθρωπία δι’ ὄμβρων ἔστησεν τὴν τοιαύτην καταιγίδα. 26 Στόλου δὲ τῶν Ἀγαρηνῶν κατὰ Ῥωμαίων ἐξελθόντος, ὁ βασιλεὺς Ἡμέριον λογοθέτην τοῦ δρόμου τοῦ στόλου παντὸς ἀρχηγὸν προβάλλεται. ἐδέξατο καὶ Ἀνδρόνικος ὁ δοὺξ συνεισελθεῖν τῷ Ἡμερίῳ καὶ τοὺς Ἀγαρηνοὺς καταπολεμῆσαι. ὁ δὲ Σαμωνᾶς ἀδιάλλακτος ἐχθρὸς ὢν Ἀνδρονίκῳ βόθρον αὐτῷ ὑπώρυττεν καὶ τοῖς ποσὶ παγίδας ὑπετίθει, δυσμενῶς ἔχων αὐτῷ διὰ τὴν ὑπέρθεσιν τῆς φυγῆς· ὑπέβαλε δέ τινα γράψαι λαθραίως Ἀνδρονίκῳ μὴ ἐν τοῖς πλοίοις εἰσελθεῖν, ὅτι, φησίν, παραγγελίας ὁ Ἡμέριος εἴληφεν παρὰ βασιλέως, ὑποβληθέντος παρὰ Σαμωνᾶ, κατασχεῖν καὶ τυφλῶσαί σε. πολλὰ δὲ τοῦ Ἡμερίου προτρεπομένου τὸν Ἀνδρόνικον ἐν τοῖς πλοίοις εἰσελθεῖν τῶν Ἀγαρηνῶν ἐπικειμένων, ἀπεσκίρτησε, μὴ τοῦτο ποιῆσαι καταδεξάμενος. Ἡμέριος δὲ μόνος τῇ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ μνήμῃ συμβαλὼν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν μεγάλην νίκην εἰργάσατο.
PG 109:406τοῦτο μαθὼν Ἀνδρόνικος, καὶ ἀπογνούς, ἅμα συγγενέσι καὶ δούλοις αὐτοῦ πόλιν κατέσχεν τὴν λεγομένην Καβάλαν, εἰς ἀποστασίαν ὁρμήσας. ὁ δὲ Σαμωνᾶς πάλαι ποτὲ τοιούτου ἐπιλαβέσθαι καιροῦ ἐπιθυμῶν πρὸς βασιλέα ἔλεγεν οὐκ ἀεί, δέσποτα, ἔλεγον ὅτι ἀντάρτης καὶ ἀποστάτης ἐστὶν ὁ δοὺξ καὶ τῇ βασιλείᾳ σου πολέμιος; παραυτίκα γοῦν ἀπέστειλεν Γρηγορᾶν Ἰβηρίτζην λεγόμενον, δομέστικον ὄντα τῶν σχολῶν καὶ συμπένθερον Ἀνδρονίκου, καταπολεμῆσαι αὐτόν. μαθὼν δὲ τοῦτο Ἀνδρόνικος, καὶ πῶς ὁ πατριάρχης Νικόλαος τῆς ἐκκλησίας ἐξεδιώχθη, τοῖς Ἀγαρηνοῖς ἐξέφυγεν πανοικί, τηνικαῦτα κατὰ Ῥωμαίων ἐξεληλυθόσιν· ὃν ἀμερμουμνῆς ἐντίμως καὶ μεγαλοπρεπῶς προσεδέξατο. ἐλυπεῖτο δὲ ὁ βασιλεὺς διὰ τὸν Ἀνδρόνικον, καὶ ἐβούλετο λόγον αὐτῷ ἐνυπόγραφον ἀποστεῖλαι τοῦ πρὸς Ῥωμαίους ὑποστρέψαι. συνεβούλευσαν δέ τινες τῷ βασιλεῖ φιλοφρονηθῆναί τινα τῶν τοῦ πραιτωρίου Σαρακηνῶν καὶ ἀποσταλῆναι ἐν Συρίᾳ μετὰ λόγου ἐνυπογράφου. ὃ δὴ καὶ πεποίηκεν, διὰ κινναβάρεως γράψας καὶ βούλλῃ σφραγίσας χρυσῇ καὶ ἔνδον βραχέος φατλίου τράκτου κατακλείσας αὐτό. τοῦ δὲ Σαρακηνοῦ ἀπὸ βασιλέως ἐξελθόντος, προσκαλεσάμενος τοῦτον ὁ Σαμωνᾶς εἶπεν οἶδας ὃ κατέχεις; τοῦτο εἰπὼν δὴ ὃ ἐκράτει κηρόν, ὡς τῆς Συρίας εἴη ἀπώλεια. δοὺς αὐτῷ χρήματα παρήγγειλεν τοῦτο εἰς τὰς χεῖρας τοῦ Οὐζὴρ ἐμβαλεῖν. ὁ δὲ ἀπελθὼν τοῦτο πεποίηκεν. ἐκρατήθη δὲ Ἀνδρόνικος καὶ ἐδεσμήθη μετὰ πάντων τῶν αὐτοῦ συγγενῶν· καὶ μαθὼν διὰ δόλου τοῦ Σαμωνᾶ ταῦτα γεγονέναι, ἀναγκασθεὶς τὴν ἰδίαν πίστιν αὐτός τε καὶ οἱ σὺν αὐτῷ ἐξωμόσαντο. Κωνσταντῖνος δὲ ὁ υἱὸς αὐτοῦ, εἰδὼς ὡς ἀδύνατόν ἐστιν ἐκεῖθεν ἐξελθεῖν, βουλῇ αὐτοῦ φυγῇ χρησάμενος ἀπὸ Συρίας ἐξῆλθεν, καὶ πρὸς βασιλέα ἐπάνεισι σὺν τοῖς μετ’ αὐτοῦ, ὃν δώροις πλείστοις ὁ βασιλεὺς δαψιλευσάμενος τάδε φησὶ πρὸς αὐτόν, στὰς ἐν τῇ πρὸς ἀνατολὰς τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν εἰκόνι, μὴ πεπλάνησο καθ’ ἑαυτὸν τῷ παρὰ πολλοῖς εἶναι ᾀδόμενον Κωνσταντῖνον βασιλεύσοντα Ῥωμαίων. ὄμνυμί σοι εἰς τὴν παντέφορον δίκην καὶ εἰς τὴν τοῦ κυρίου ἡμῶν εἰκόνα ὅτι οὐκ ἔστι σὸν τὸ βασίλειον διὰ τὸ κατονομασθῆναί σε Κωνσταντῖνον, ἀλλὰ τῷ φιλτάτῳ μου υἱῷ θεόθεν διὰ προγόνων δεδώρηται, καθὼς παρὰ πολλῶν ἁγίων ἀνδρῶν πεπληροφόρημαι. εἰ γὰρ πειραθείης τοῦτον διαχειρίσασθαι, τῇ πύλῃ ταύτῃ ἡ κεφαλή σου σώματος ἐκτὸς εἰσελεύσεται. ὃ καὶ γέγονεν· μετὰ γὰρ τὸ ἆραι αὐτὸν τυραννικῶς χεῖρας ἡ κεφαλὴ αὐτοῦ αἵματι καὶ λύθρῳ καὶ κόνει ἀμαυρωθεῖσα διὰ τῶν αὐτῶν πυλῶν εἰσελήλυθεν. 27 Ὁ δὲ βασιλεὺς διεδέξατο τὸν Εὐστάθιον ἐπονομαζόμενον Ἀργυρὸν ἀπὸ τοῦ δρουγγαράτου τῆς βίγλης δι’ ὑπόνοιάν τινα, καὶ τοῦτον εἰς τὸν οἶκον αὐτοῦ ἀπέστειλεν εἰς τὸ Χαρσιανόν. καθ’ ὁδοῦ δὲ εἰς τὸ Ἄραν φάρμακον παρὰ ἀνθρώπου αὐτοῦ λαβὼν τέθνηκεν, καὶ θάπτεται εἰς τὸ Σπυνὶν τοῦ Ἄρα τὴν κορυφήν. εἶθ’ οὕτω οἱ υἱοὶ αὐτοῦ Πόθος καὶ Λέων, οἱ τῇ τοῦ μαγγλαβίτου ἀξίᾳ τετιμημένοι, ἄραντες αὐτὸν θάπτουσιν αὐτὸν εἰς τὸ γονικὸν αὐτῶν μοναστήριον τὸ ὂν εἰς τὸ θέμα τοῦ Χαρσιανοῦ τῆς ἁγίας Ἐλιζάβετ, τὸ ἀνιερωθὲν παρὰ Λέοντος τουρμάρχου τοῦ πάππου αὐτῶν· ὃς καὶ τὸ ὄνομα τῶν Ἀργυρῶν εἴληφεν, εἴτε διὰ τὸ καθαρὸν καὶ ἁγνὸν τοῦ σώματος, εἴτε διὰ τὸ κάλλος καὶ γενναῖον τῆς ὄψεως, εἴτε διά τινα τρόπον τῆς γενεᾶς καὶ ἀνδρίας αὐτοῦ· καὶ γὰρ τοιοῦτος ἦν ὁ ἀνὴρ οἷος ἕτερος ἐπὶ Μιχαὴλ βασιλέως οὐχ εὑρέθη στρατιώτης, ὡς πολλάκις τοῖς Ἀγαρηνοῖς τῆς Τεφρικῆς μετὰ τοὺς ἀνθρώπους αὐτοῦ μιγνύμενον εἰς τροπὴν καὶ φροῦδον καὶ ἀπώλειαν παρέχειν, καὶ τὸ ὄνομα αὐτοῦ φημιζόμενον καταπτήσσειν καὶ τρέμειν. 28 Ἀλλαγίου δὲ ἕνεκεν ἀπὸ Ταρσοῦ ἐξῆλθεν ὅ τε Ἀβελβάκης ἐκεῖνος καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ· καὶ τούτους ὁ βασιλεὺς ἐδέξατο, κόσμῳ πολλῷ τὴν Μαγναῦραν κατακοσμήσας. ἐκαλλώπισεν δὲ καὶ τὴν μεγάλην ἐκκλησίαν παντελῶς, καὶ ὑπέδειξεν ἄπαντα τὰ τίμια σκεύη τοῖς Ἀγαρηνοῖς· ὅπερ ἀνάξιον ἦν Χριστιανικῆς καταστάσεως, ἀθεμίτοις καὶ ἀλλοεθνέσιν τὰ τῆς τοῦ θεοῦ λειτουργίας σκεύη καταθέσθαι. ὁ δὲ τοῦ Σαμωνᾶ πατὴρ ἠθέλησεν συνεῖναι τῷ υἱῷ· ὁ δὲ οὐ κατεδέξατο τοῦτο, ἀλλὰ μᾶλλον παρῄνει εἰς τὰ οἰκεῖα ὑποστρέφειν καὶ τῆς ἰδίας ἀντέχεσθαι πίστεως. κἀγὼ δέ φησιν, εἴπερ δυνηθῶ, τάχιον πρὸς σὲ ἐπανελεύσομαι. 29 Τῇ δὲ τῆς πεντηκοστῆς ἡμέρᾳ στέφει ὁ Λέων ὁ βασιλεὺς τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον διὰ Εὐθυμίου πατριάρχου. ὁ δὲ Σαμωνᾶς Κωνσταντῖνον ἄνθρωπον αὐτοῦ, τὸν πρότερον Βασιλείῳ μαγίστρῳ καὶ κανικλείῳ δουλεύσαντα, τῇ Αὐγούστῃ ἐπιδέδωκεν πρὸς τὸ ταύτῃ ὑπηρετεῖσθαι· ὃς τοσοῦτον ἠγαπήθη παρά τε τοῦ Λέοντος καὶ τῆς βασιλίσσης αὐτῆς ὥστε καὶ τὸν Σαμωνᾶν διαφθονεῖσθαι αὐτὸν καὶ λοιδορεῖσθαι τοῦτον ὡς τῇ Αὐγούστῃ στνόντα· ὅπερ ὁ βασιλεὺς ἀληθὲς εἶναι ὑπονοήσας, ἀποστείλας ἀπέκειρεν αὐτὸν ἐν τῇ τοῦ ἁγίου Ταρασίου μονῇ, αὐτῷ τῷ Σαμωνᾷ ἐπιτρέψας τοῦτο ποιῆσαι. μετ’ ὀλίγον δὲ βουλόμενος τοῦτον ἀναλαβέσθαι, ἐκέλευσεν τῷ Σαμωνᾷ ἐν τῇ τῶν Σπειρῶν μονῇ τοῦτον ἀπαγαγεῖν. ἐν τῷ Δαματρὺ οὖν ὁ βασιλεὺς ἐξελθών, καὶ ἐν τῇ τοῦ Σαμωνᾶ ἀριστήσαντος μονῇ, εἶδεν Κωνσταντῖνον, καὶ παρευθὺ διεκελεύσατο, καὶ ἐνέδυσαν αὐτὸν ἱμάτια κοσμικά, καὶ ἐπέδωκαν εἰς χεῖρας τὸ τοῦ βασιλέως ποτήριον ἐν τῷ ἀρίστῳ, καὶ ὑπέστρεψεν μετὰ τοῦ βασιλέως ἐν τῷ παλατίῳ. ὁρῶν δὲ Σαμωνᾶς τὴν τοῦ βασιλέως ἀγάπην πρὸς Κωνσταντῖνον αὐξανομένην, πιττάκιον συντίθησι μετὰ μεγίστου κοιτωνίτου καὶ Μιχαὴλ Τζιρήθωνος λοιδορίας κατὰ βασιλέως ἔχον ἀπείρους, διὰ τοῦ Ῥοδίου Κωνσταντίνου τοῦ αὐτοῦ ὑπογραφέως τοῦτο συντάξαντες· ὅπερ ἐν τῷ μητατορίῳ ἔρριψαν. τοῦ δὲ βασιλέως εἰσεληλυθότος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ καὶ ἐν αὐτῷ τῷ μητατορίῳ γενομένου, καὶ ἐν ᾧ ηὔχετο τόπῳ τοῦτο εὑρηκὼς καὶ ἀναγνοὺς πολλῇ θλίψει κατεσκεδάσθη, καὶ ἐζήτει τὸν τοῦτο πεποιηκότα. [] γέγονε δὲ ἔκλειψις σεληνιακή. ὁ δὲ βασιλεὺς τὸν μητροπολίτην Συννάδων Πανταλέοντα προσεκαλέσατο, μαθεῖν παρ’ αὐτοῦ τὸ τῆς ἐκλείψεως ἀποτέλεσμα· ὃν προσερχόμενον πρὸς τὸν βασιλέα ὁ Σαμωνᾶς ἠρώτησεν εἰς τίνα ἡ κάκωσις; ὁ δὲ ἔφη εἰς σέ· καὶ ἐὰν τὴν Ἰουνίου τρισκαιδεκάτην διέλθῃς, οὐδὲν ἔκτοτε πείσῃ κακόν. πρὸς δὲ τὸν βασιλέα εἶπεν ὡς εἰς τὸ δεύτερον πρόσωπον ἡ ἔκλειψις ἀποσκήψει. ὁ δὲ βασιλεὺς ὑπώπτευσεν τοῦτο εἰς Ἀλέξανδρον τὸν ἑαυτοῦ ἀδελφὸν ἀποβήσεσθαι. ὁ δὲ Τζιρήθων ἰδίᾳ τῷ βασιλεῖ μετὰ ταῦτα καθωμολόγησεν ὡς ὁ Σαμωνᾶς εἴη τὸ πιττάκιον πεποιηκώς. παρευθὺ οὖν καταβιβάζει Σαμωνᾶν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀποκείρει μοναχὸν καὶ ἀπάγει αὐτὸν εἰς τὴν τοῦ Μαρτινακίου μονήν. ἐποίησεν δὲ Κωνσταντῖνον παρακοιμώμενον, καὶ ἔκτισεν αὐτῷ μονὴν ἐν Νοσιαῖς, καὶ παραγενόμενος ἅμα Εὐθυμίῳ πατριάρχῃ ἐνεκαίνισεν αὐτήν. 31 Ὀκτωβρίῳ δὲ μηνὶ ναυμαχία γέγονεν Ἡμερίου λογοθέτου μετὰ Δαμιανοῦ καὶ Λέοντος τῶν Ἀγαρηνῶν, στρατηγοῦντος ἐν Σάμῳ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος. ἡττήθη Ἡμέριος καὶ μόλις διεσώθη, σχεδὸν ἁπάντων τῶν μετ’ αὐτοῦ κεκινδυνευκότων. 32 Κοιλιακῷ δὲ νοσήματι περιπεπτωκὼς Λέων ὁ βασιλεὺς εἰς ἀδυναμίαν ἦλθεν ἐσχάτην, ὥστε μόλις δυνηθῆναι αὐτὸν κατὰ τὸν βασιλικὸν τύπον ἐν τῷ τῆς ἐγκρατείας δημηγορήσαντα· ὁρᾶτε κατεσκληκότα με καὶ νόσῳ τρυχόμενον· οὐκέτι τάχα μεθ’ ὑμῶν καταλήψομαι τὴν τοῦ Χριστοῦ ἀνάστασιν. γέγονε δὲ καὶ ἐμπρησμὸς εἰς τὰ τῆς μεγάλης ἐκκλησίας κηρουλάρια, καέντων τῶν τοποθεσιῶν καὶ χαρτοθεσιῶν τῆς πατριαρχικῆς σακέλλης. Μαί̈ῳ δὲ ια, ἡμέρᾳ γ, ἰνδικτιῶνος ιε, τελευτᾷ Λέων ὁ βασιλεύς, Ἀλεξάνδρῳ τῷ αὐτοῦ ἀδελφῷ τὴν βασιλείαν παραδούς· ὃν ἰδών, ὥς φασι, πρὸς αὐτὸν ἐρχόμενον ἔφη ἰδὲ ὁ κακὸς καιρὸς μετὰ δεκατρεῖς μῆνας. πολλὰ δὲ τούτῳ ἐνέσκηψεν ἐκλιπαρήσας τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον φυλάττειν. ΒΑΣΙΛΕΙΑ ΑΛΕΞΑΝΔΡΟΥ ΥΙΟΥ ΒΑΣΙΛΕΙΟΥ. Ἀλέξανδρος ἐβασίλευσεν ἔτος ἓν ἡμέρας κβ σὺν Κωνσταντίνῳ τῷ υἱῷ Λέοντος. ἀποστείλας δὲ ἤγαγεν Νικόλαον ἐκ Γαλακρηνῶν, καταγαγὼν τοῦ πατριαρχείου Εὐθύμιον, καὶ ἐνεθρονίασεν τὸν αὐτὸν Νικόλαον τὸ δεύτερον. ποιήσας δὲ σελέντιον ἐν τῇ Μαγναύρᾳ Ἀλέξανδρος κατήγαγεν ἀπὸ τῶν Ἀγαθοῦ Εὐθύμιον, καὶ ἅμα Νικολάῳ καθεσθεὶς τὴν αὐτοῦ καθαίρεσιν ἐποιήσαντο. εὐθὺς δὲ ὥσπερ ἀνήμεροι θῆρες ἐμπεπηδηκότες τοῦ ἱεροπρεποῦς ἀνδρὸς τὴν σεβασμίαν γενειάδα ἀπέτιλλον καὶ ἐπὶ τράχηλον ὤθουν καὶ ἄλλας ἀνυποίστους ποινὰς τούτῳ ἐπέφερον, ἐπιβάτην ἀποκαλοῦντες καὶ μοιχὸν καὶ ἀλλοτρίᾳ ἐπιπηδήσαντα γυναικί. ὁ δὲ ἱερὸς ἐκεῖνος ἀνὴρ καὶ αἰδέσιμος πράως πάντα καὶ ἡσύχως ὑπέφερεν. ὑπερόριος οὖν ἐν τοῖς Ἀγαθοῦ σταλείς, καὶ τέλει τοῦ βίου χρησάμενος, ἐν τῇ πόλει θάπτεται εἰς τὴν αὐτοῦ μονήν. ὁ δὲ τοῦ πατριάρχου κληρικὸς ὁ τὰς πολιὰς αὐτοῦ τίλας εἰς τὴν Μαγναύραν ἐν τῷ ἐξορίζεσθαι αὐτόν, ὑποστρέψας εἰς τὴν οἰκίαν αὐτοῦ, τὴν αὐτὴν τὴν ὥραν ὁ οἶκος αὐτοῦ πυρκαϊᾷ παρεδόθη ἀοράτῳ. εὗρε δὲ καὶ τὴν θυγατέρα αὐτοῦ ἐπειλημμένην καὶ κρατηθεῖσαν καὶ τὰς χεῖρας καὶ τὸ στόμα καὶ τὴν λαλιάν· ἥτις καὶ κλινήρης οὖσα διήρκεσε τὴν ἐφήμερον τροφὴν ζητοῦσα μέχρι Νικηφόρου βασιλέως τοῦ Νικητοῦ. 2 Ὁ οὖν Ἀλέξανδρος καὶ πάλαι τοῦτο ἔργον ἔχων, τὸ ἁβροδίαιτος εἶναι καὶ τοῖς κυνηγεσίοις προσέχειν διὰ τὰς ὑπεροψίας τοῦ ἀδελφοῦ αὐτοῦ Λέοντος, καὶ μηδὲν βασιλέως ἔργον διαπράττεσθαι, ἀλλὰ τὸ τρυφᾶν καὶ ἀσελγείαις σχολάζειν ἠγαπηκώς, μονώτατος ἄρξας οὐδὲν γενναῖον ἢ λόγου ἄξιον κατεπράξατο. ἅμα γὰρ τῷ γενέσθαι μονοκράτωρ Ἰωάννην παπᾶν (Λαζάνης τούτῳ ἐπώνυμον) ῥαίκτωρα πεποίηκεν· ὃς καὶ κακῶς τὸ ζῆν ἀπέρρηξεν μετὰ θάνατον Ἀλεξάνδρου ἐν τῷ Ἑβδόμῳ σφαιρίζων. [] ὡσαύτως οὖν καὶ Γαβριηλόπουλον καὶ Βασιλίτζην τὸν ἀπὸ Σκλαβισίαν σφοδρῶς κατεπλούτισεν καὶ τοῖς τοῦ παλατίου περιήντλησε χρήμασι. φασὶ δὲ καὶ βεβουλεῦσθαι αὐτὸν πολλάκις τὸν αὐτὸν Βασιλίτζην εἰς βασιλέα προχειρίσασθαι, τὸν δὲ Κωνσταντῖνον τοῦ Λέοντος υἱὸν εὐνουχίσαι· ἥτις βουλὴ καὶ διεσκεδάσθη παρὰ τῶν εὐνοούντων τῷ Λέοντι, ποτὲ μὲν ὡς νήπιός ἐστι ποτὲ δὲ ὡς ἀσθενὴς ὑποτιθεμένων. ἐπὶ τούτου ἀστὴρ ἐφάνη κομήτης ἐκ δύσεως· ξιφίαν αὐτὸν ἐκάλουν, ὃν αἱμάτων χύσιν προσημαίνειν ἐν τῇ πόλει γενέσθαι ἔφασαν. 4 Οὗτος Ἀλέξανδρος πλάνοις ἑαυτὸν καὶ γόησιν ἐκδεδωκὼς ἐπείσθη ὑπ’ αὐτῶν ὡς ὁ ἐν τῷ ἱππικῷ σύαγρος χαλκοῦς ἑστηκὼς στοιχεῖον αὐτοῦ εἴη· λέοντι γὰρ τῷ αὐτοῦ, φασίν, ἀδελφῷ ἀντιμάχεται, χοιρόβιον τὸν ἀνόητον ὑπεμφαίνοντες. ὁ δὲ τούτοις ἀπατηθεὶς αἰδοῖα καὶ ὀδόντας τῷ χοίρῳ προσανενέωσεν ὡς λειπομένους αὐτῷ. τῇ τοιαύτῃ οὖν πλάνῃ πεποιθὼς ἱππικὸν πεποίηκεν, καὶ τοὺς ἱεροὺς τῶν ἐκκλησιῶν πέπλους καὶ τοὺς λαμπτῆρας ἀναλαβὼν τὸ ἱππικὸν κατεκόσμησεν, τὴν τοῦ θεοῦ τιμὴν τοῖς εἰδώλοις ὁ δείλαιος παρασχών. διὸ καὶ τὴν τιμὴν παρὰ θεοῦ ἀφῃρέθη ὡς τάχιστα. 5 Ἡμερίου δὲ λογοθέτου ἐκ τῆς ἥττης τῶν Ἀγαρηνῶν ὑποστρέψαντος, ἀποστείλας περιώρισεν αὐτὸν ἐν τῇ μονῇ τοῦ παλατίου ᾗ ἐπώνυμον Καμπᾶ, διαπειλησάμενος αὐτὸν ὡς ἐχθρὸν φανέντα ἐν ταῖς ἡμέραις τῆς βασιλείας τοῦ ἀδελφοῦ αὐτοῦ Λέοντος. ὁ δὲ περιωρισμένος ἐπὶ μῆνας ἓξ ἐτελεύτησεν δεινῶς ὑπὸ θλίψεως κατεργασθείς. 6 Ὁ δὲ ἄρχων Βουλγαρίας Συμεὼν πρέσβεις πρὸς Ἀλέξανδρον ἐξαπέστειλεν περὶ τῆς εἰρήνης, μηνύων ὡς ταύτην ἀσπάζοιτο, καὶ τοῦ φιλοφρονεῖσθαι αὐτὸν καὶ τιμᾶσθαι, ὥσπερ δὴ καὶ ἐπὶ τοῦ βασιλέως Λέοντος. ὁ δὲ ἀνοίᾳ καὶ ἀφροσύνῃ κρατηθεὶς τοὺς πρέσβεις ἀτίμως ἐξέπεμψεν, ἀπειλαῖς χρώμενος κατὰ Συμεὼν καὶ καταπλήττειν οἰόμενος. τῆς οὖν εἰρήνης διαλυθείσης ὅπλα κατὰ Χριστιανῶν κινῆσαι Συμεὼν ἐβουλεύετο.
PG 109:4157 Ἀλέξανδρος δὲ ἀριστήσας καὶ οἰνωθεὶς ἐν τοῖς ὑπὸ κύνα καύμασιν κατῆλθεν τῇ τῆς σφαιρᾶς χρήσασθαι παιδιᾷ. ῥομφαίᾳ δὲ θεηλάτῳ πληγεὶς καὶ ἀνελθών, αἵματος αὐτοῦ πολλοῦ ἐκ τῶν ῥινῶν καὶ αἰδοίων καταφερομένου, μετὰ δύο ἡμέρας ἐτελεύτησεν, μηνὶ Ἰουνίῳ 2, ἡμέρᾳ κυριακῇ, ἰνδικτιῶνος πρώτης, ἐπιτρόπους καταλιπὼν Νικόλαον πατριάρχην καὶ Στέφανον μάγιστρον καὶ Ἰωάννην μάγιστρον τὸν Ἐλαδᾶν καὶ Ἰωάννην ῥαίκτωρα καὶ Εὐθύμιον καὶ τὸν Βασιλίτζην καὶ τὸν Γαβριηλόπουλον, τὴν βασιλείαν τῷ υἱῷ Λέοντος Κωνσταντίνῳ παραδούς. ἀπέθεντο δὲ Ἀλέξανδρον ἐν τοῖς τάφοις τῶν βασιλέων, καὶ ἐτέθη μετὰ τοῦ πατρὸς αὐτοῦ Βασιλείου. ΒΑΣΙΛΕΙΑ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΥΙΟΥ ΛΕΟΝΤΟΣ. Κωνσταντῖνος δὲ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος Λέοντος παῖς ἴτε τυγχάνων (ἕβδομον γὰρ εἶχεν τῆς ἡλικίας ἔτος) ὑπὸ Ἀλεξάνδρου θείου αὐτοῦ ἐν τῇ βασιλείᾳ καταλέλειπτο, ὑπὸ ἐπιτρόπους τελῶν. ἐβασίλευσεν οὖν ὑπὸ τῶν αὐτοῦ ἐπιτρόπων καὶ σὺν τῇ μητρὶ ἔτη ἑπτά, ἅμα δὲ Ῥωμανῷ πενθερῷ αὐτοῦ, ὢν ἐν ὑποταγῇ, ἕτερα ἔτη κ, μονοκράτωρ δὲ ἔτη πεντεκαίδεκα, ὡς εἶναι τὸν πάντα χρόνον τῆς βασιλείας αὐτοῦ ἔτη νε. λαβόμενος οὖν τῆς τοῦ παλατίου ἐξουσίας ὁ πατριάρχης Νικόλαος, ὥστε καὶ αὐτὸς ἐπίτροπος ὢν σὺν τῷ μαγίστρῳ Στεφάνῳ καὶ τῷ Ἐλαδᾶ Ἰωάννῃ μαγίστρῳ καὶ αὐτῷ, τὴν τοῦ κοινοῦ πρόνοιαν ἐποιεῖτο καὶ τὴν φροντίδα εἶχεν τῶν τῇ βασιλείᾳ πραγμάτων ἀνηκόντων ὁσημέραι. 2 Ἐν τούτοις οὖν τῆς βασιλείας οὔσης, δηλοῦται Κωνσταντίνῳ τῷ Δουκί, δομεστίκῳ τυγχάνοντι τῶν σχολῶν, παρά τινων τῶν ἐν τῇ πόλει μεγιστάνων φιλούντων αὐτὸν ὡς ἀνδρεῖον καὶ νουνεχῆ καὶ καλῶς δυνάμενον τὴν βασιλείαν κυβερνᾶν, εἰσελθεῖν καὶ ταύτης ἐγκρατὴς γενέσθαι ἀπονητί. ὡς δέ τινες, καὶ Νικόλαος πατριάρχης ἠγνοηκὼς ὡς κατ’ ἐπιτροπὴν Ἀλεξάνδρου αὐτῷ ἐγκεχείριστο τὰ τῆς ἐξουσίας ἐπιτροπεῖν, Ἀρταβάσδῳ ἐγχειρίσας, ᾧ τὸ ἱερατεύειν ἐνείργητο, ἐξαπέστειλε πρὸς τὸν τοῦ Δουκὸς Κωνσταντῖνον, παρακελευόμενος εἰσεληλυθέναι τῇ βασιλίδι, ὡς τῆς βασιλείας ἐπιλάβηται· ὃς διὰ τὴν τοῦ γράμματος διαπόρθμευσιν τῆς περιωνύμου Σοφίας πρῶτος τῶν ἱερωμένων κεκλήρωται. οὗτος γὰρ γεννήτωρ Ἀνδρέου τοῦ ἐν χρόνοις τοῖς καθ’ ἡμᾶς τὴν ζωγραφικὴν τέχνην εἰς ἄκρον ἐλάσαντος, ἤπερ Ἀπελλῖς καὶ Ἀγάθαρχος Ἡρακλείδης τε καὶ Φίλοινος οἱ Βυζάντιοι, καθεστήκει. [] ὁ δέ, ἅτε καὶ πρότερον αὐτὴν ὀνειροπολῶν καὶ τοῦ στέφους ἀεὶ ἐφιέμενος, ὡς εἶχε τάχος τὴν βασιλεύουσαν κατέλαβεν ἅμα τοῖς σὺν αὐτῷ τῶν στρατευμάτων ἐγκρίτοις, ἱκανοῖς οὖσι. καὶ νυκτὸς διὰ παραπυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μιχαήλ, οὔσης πλησίον ἀκροπόλεως, ἐν τῷ οἴκῳ τοῦ πενθεροῦ αὐτοῦ Γρηγορᾶ ἄϋπνος μετὰ τῶν συνόντων αὐτῷ διετέλεσεν. Νικήτας δὲ ἀσηκρῆτις, ὁ μετὰ ταῦτα πρωτονοτάριος γεγονώς, τὴν Κωνσταντίνου ἄφιξιν τῷ πατρικίῳ Κωνσταντίνῳ καὶ μοναχῷ τῷ Ἐλαδικῷ κατεμήνυσεν· καὶ ἄμφω τῇ αὐτῇ νυκτὶ πρὸς τὸν Δοῦκα Κωνσταντῖνον παρεγένοντο, καὶ βουλὴν ποιησάμενοι οὔπω τῆς ἡμέρας καταλαβούσης μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ ὄχλου τὴν τοῦ ἱπποδρόμου πύλην καταλαμβάνουσιν, Κωνσταντῖνον εὐφημοῦντες ὡς βασιλέα· ἔνθα δὴ ὁ τούτου ἱπποκόμος λογχευθεὶς παρὰ τῶν ἐντὸς τῶν τοῦ ἱπποδρόμου πυλῶν ἀνῃρέθη. μὴ δεχθεὶς οὖν ἐκεῖσε ὁ Κωνσταντῖνος ἀλλ’ ἀποσοβηθείς, ὥσπερ ὑπό τινος ἐκβακχευόμενος δαίμονος καὶ μὴ ἐφεστηκότα ἔχων τὸν λογισμὸν τῷ τῆς βασιλείας ἔρωτι, ἐν τῷ ἱπποδρομίῳ ὑπεχώρησεν στυγνός τε καὶ κατηφής, κακὸν οἰωνὸν τὴν τοῦ ἱπποκόμου κρίνας σφαγήν. ἐκεῖθεν οὖν εὐφημούμενος ἦλθεν μέχρι τῆς Χαλκῆς, καὶ διὰ τῆς Σιδηρᾶς πόρτης τῆς αὐτῆς Χαλκῆς εἰσεληλυθώς, μέχρι τῶν Ἐξκουβίτων παρεγένετο. ὁ οὖν μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς ἐκλογὴν τῶν τε τῆς ἑταιρείας καὶ τῶν ἐλατῶν ποιησάμενος μεθ’ ὅπλων τούτους ἀπέστειλεν κατὰ τοῦ Δουκός. ἐλθόντων οὖν μέχρι τῆς Χαλκῆς, καὶ πολέμου συστάντος, πολλοὶ ἐξ ἀμφοτέρων ἔπεσον τῶν μερῶν, ἔργον ἐκεῖσε μαχαίρας γενόμενοι, καὶ τοσοῦτον ὥστε τὸν τόπον ἐνλιμνασθῆναι τῷ αἵματι ποταμηδὸν καταρρέοντι. ἀνῃρέθη δὲ καὶ Γρηγορᾶς ὁ υἱὸς τοῦ Δουκὸς καὶ Μιχαὴλ ὁ ἐξάδελφος αὐτοῦ καὶ ὁ Κουρτίκης ὁ ἐξ Ἀρμενίων. ταῦτα ὁ Δοὺξ Κωνσταντῖνος μαθών, ταραχῆς ὅτι πλείστης γενομένης, τοῦ ἱππικοῦ ἐξήλαυνεν. ὁ δὲ ταῖς ἐκεῖσε ὑπεστρωμέναις κατολισθήσας πλαξὶν εἰς γῆν τὸν ἐπιβάτην κατέβαλεν. ἐπεὶ δέ τις αὐτὸν κατὰ γῆς ἐρριμμένον καὶ μεμονωμένον κατέλαβεν (οἱ γὰρ ἄλλοι διεσκεδάσθησαν ἅπαντες), ξίφει τὴν τούτου ἀπέτεμε κεφαλήν, ἥτις τῷ βασιλεῖ προσενήνεκτο καταφανὴς ἅπασι τῆς ἀπάτης εἰς ἀποτρόπαιον. τὸ δὲ τοιοῦτον αὐτοῦ ἐγχείρημα κατά τινα καὶ ἄλλον τρόπον ἐδεδήλωτο. Νικόλαος γάρ τις τὰς ἐν Χαλδίᾳ τῶν δημοσίων εἰσπράξεις ἐμπεπιστευμένος εἰς Συρίαν ἀφίκετο, τῆς καθ’ ἡμᾶς εὐσεβείας ἔξαρνος γεγονώς· ὃς ἐκεῖσε διατρίβων ἀστρονομίας ἢ ἀστρολογίας τινὸς μᾶλλον μετεποιεῖτο. οὗτος ἐν μελανεμβαφεῖ γράψας ὑφάσματι ἀπεστάλκει τοῦτο πρὸς τὸν λογοθέτην Θωμᾶν, οὗ δὴ ῥυφθέντος ἐν ὕδατι παρὰ Μανουὴλ τοῦ τῶν Ἀγαρηνῶν ἑρμηνέως τὰ ἐν αὐτῷ πεφανέρωται γράμματα, μὴ φοβήθητε ἀπὸ τοῦ πυρροῦ πετεινοῦ τοῦ Δουκός· νεωτερισθήσεται γὰρ ἀφρόνως, καὶ εὐθέως ὀλοθρευθήσεται. 4 Τούτων οὖν οὕτω τελεσθέντων, Γρηγορᾶς τούτου πενθερὸς μετὰ Λέοντος, ὃν Χοιροσφάκτην ὠνόμαζον, τῇ ἁγίᾳ σοφίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ προσέφυγον· οὓς καὶ βίᾳ ἐκεῖσε ἀποσπάσαντες ἀπέκειραν μοναχοὺς ἐν τῇ τῶν Στουδίου μονῇ. Κωνσταντῖνον δὲ τὸν Ἐλαδικὸν βουνεύροις τύψαντες ῥάκη τε περιβαλόντες καὶ ὄνῳ καθίσαντες διὰ μέσης τῆς πόλεως ἐθριάμβευσαν, καὶ ἐν τῇ τοῦ Δαλμάτου ἀπαγαγόντες μονῇ ἐγκατάκλειστον τῇ καταδίκῃ πεποιήκασιν. Λέοντα δὲ τὸν Κατακαλίτην καὶ Ἀβεσσαλὼμ τὸν τοῦ Ἀροτρᾶ ἐκτυφλώσαντες ἐν ἐξορίᾳ παρέπεμψαν. Κωνσταντῖνον δὲ τὸν τοῦ Εὐλαμπίου υἱὸν καὶ ἑτέρους σὺν αὐτῷ Φιλόθεος ὕπαρχος ὁ τοῦ Λαμπούδη ἐν τῇ τοῦ ἱππικοῦ σφενδόνῃ ἀπέτεμεν. οὐ μικρὸν δὲ διερευνησάμενοι περὶ Νικήτα ἀσηκρῆτις καὶ Κωνσταντίνου τοῦ Λιβὸς οὐχ εὗρον αὐτοὺς ὡς χρησαμένους φυγῇ. τὸν δὲ Αἰγίδην ἐκεῖνον καὶ τοὺς σὺν αὐτῷ πολλοὺς καὶ ἀνδρείους ὄντας ἀπό τε τῆς ἐν Χρυσοπόλει δαμάλεως καὶ μέχρι τοῦ Λευκάτου διδύμοις ξύλοις πάντας ἀνεσκολόπισεν. καὶ πολλοὺς ἂν τῶν ἐν τέλει τότε ἀνηλεῶς καὶ ἀναιτίως οἱ λεγόμενοι οὗτοι ἐπίτροποι ἀπέκτειναν, εἰ μή τινες τῶν δικαστῶν τούτους τῆς ἀδίκου ὁρμῆς ἀνεχαίτισαν, εἰπόντες αὐτοῖς ὡς παιδὸς ὄντος τοῦ βασιλέως, πῶς ἂν ἄνευ τῆς αὐτοῦ κελεύσεως τοιαῦτα τολμᾶτε διαπράττεσθαι; τὴν τῶν Δουκὸς οὖν γυναῖκα ἀποκείραντες εἰς τὸν ἐν Παφλαγονίᾳ οἶκον αὐτῆς ἐξαπέστειλαν, εὐνουχίσαντες καὶ τὸν υἱὸν αὐτῆς Στέφανον. 5 Αὐγούστῳ δὲ μηνὶ Συμεὼν ὁ Βουλγαρίας ἄρχων ἐκστρατεύσας κατὰ Ῥωμαίων σὺν ὄχλῳ βαρεῖ κατέλαβεν τὴν Κωνσταντινούπολιν, καὶ δὴ παρακαθίσας αὐτῇ χάρακα περιέβαλεν ἀπό τε Βλαχερνῶν καὶ μέχρι τῆς λεγομένης Χρυσῆς πόρτης, ἐλπίσι μετέωρος ἦν ὡς ἀπονητὶ ταύτην ἑλεῖν. ἐπεὶ δὲ τήν τε τῶν ταχῶν κατέμαθεν ὀχυρότητα τήν τε ἐκ τοῦ πλήθους καὶ τῶν ὁπλιτῶν καὶ τῶν πετροβόλων καὶ τοξοβόλων ὀργάνων ἀσφάλειαν, τῶν ἐλπίδων σφαλεὶς ἐν τῷ λεγομένῳ Ἑβδόμῳ ὑπέστρεψεν, εἰρηνικὰς σπονδὰς αἰτησάμενος. τῶν δὲ ἐπιτρόπων ἀσμενέστατα ἀποδεξαμένων, ἀποστέλλει Συμεὼν Θεόδωρον μάγιστρον αὐτοῦ συλλαλῆσαι τὰ τῆς εἰρήνης. ἀναλαβόμενοί τε ὅ τε πατριάρχης Νικόλαος καὶ Στέφανος καὶ Ἰωάννης ὁ μάγιστρος τὸν βασιλέα ἦλθον μέχρι τῶν Βλαχερνῶν, καὶ εἰσήγαγον τοὺς δύο υἱοὺς τοῦ Συμεών, καὶ συνεστιάθησαν τῷ βασιλεῖ ἐν τῷ παλατίῳ. Νικόλαος δὲ ὁ πατριάρχης ἐξῆλθε πρὸς Συμεών, ᾧ τινὶ τὴν κεφαλὴν ὑπέκλινε Συμεών. εὐχὴν οὖν ὁ πατριάρχης ποιήσας ἀντὶ στέμματος, ὡς φασί, τὸ ἑαυτοῦ ἐπιρριπτάριον τῇ αὐτοῦ ἐπέθετο κεφαλῇ. δώροις οὖν ἀμέτροις καὶ μεγίστοις φιλοφρονηθέντες ὅ τε Συμεὼν καὶ οἱ τούτου υἱοὶ εἰς τὴν ἰδίαν χώραν ὑπέστρεψαν, ἀσύμφωνοι ἐπὶ τῇ εἰρημένῃ εἰρήνῃ διαλυθέντες. 6 Τοῦ βασιλέως οὖν Κωνσταντίνου ἅτε παιδὸς ὄντος καὶ τὴν ἰδίαν μητέρα ἐπιζητοῦντος (ἤδη γὰρ ταύτην κατήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς) ἀναβιβάζουσιν αὐτὴν πάλιν. αὕτη οὖν περικρατὴς γενομένη τῆς βασιλείας ἀναβιβάζει εἰς τὸ παλάτιον Κωνσταντῖνον παρακοιμώμενον καὶ Κωνσταντῖνον καὶ Ἀναστάσιον αὐταδέλφους τοὺς Γογγυλίους λεγομένους· καὶ τῇ βουλῇ Ἰωάννου τοῦ Ἐλαδᾶ καταβιβάζουσι τοὺς οἰκείους τοῦ Ἀλεξάνδρου βασιλέως, Ἰωάννην τὸν ῥαίκτωρα καὶ τὸν λεγόμενον Γαβριλόπουλον καὶ Βασιλίτζην καὶ τοὺς λοιπούς. προχειρίζεται δὲ ἡ Αὐγοῦστα Δομίνικον ἑταιρειάρχην. μάγιστρος δὲ ὁ Ἐλαδᾶς νόσῳ προσπεσὼν καὶ ἀπαγορευθεὶς παρὰ τῶν ἰατρῶν, κατελθὼν ἐκ τοῦ παλατίου καὶ ἐν ταῖς Βλαχέρναις παραγενόμενος, ὑπὸ τῆς νόσου βαρυνθεὶς τελευτᾷ. συμβουλῇ Δομινίκου ἑταιρειάρχου καταβιβάζει Ζωὴ Νικόλαον πατριάρχην ἅμα τοῖς μετ’ αὐτοῦ, μετ’ ὀργῆς τὰ τῆς ἰδίας ἐκκλησίας φροντίζειν εἰποῦσα. [οὐ] μετ’ οὐ πολὺ Κωνσταντῖνος παρακοιμώμενος διαβάλλει τῇ Αὐγούστῃ Δομίνικον ἑταιρειάρχην ὡς τὴν βασιλείαν σφετεριζόμενον εἰς τὸν ἑαυτοῦ ἀδελφόν. καὶ τοῦτον ἐν προφάσει πατρίκιον ποιήσαντες, κατελθόντα εἰς τὴν ἐκκλησίαν, ὡς ἔθος, εὐχὴν λαβεῖν, οἴκοι μένειν παρεκελεύσαντο, προεβάλετο δὲ Ζωὴ Ἰωάννην τὸν Γαριδᾶν ἑταιρειάρχην καὶ Δαμιανὸν εὐνοῦχον τῆς βίγλης δρουγγάριον. Δομίνικος δὲ ἀπῆλθεν ἐν τῷ οἴκῳ αὐτοῦ ἀνόνητα ὀλοφυρόμενος. 7 Τοῦ δὲ Βουλγάρου Συμεὼν τὴν Θρᾴκην πάλιν ληϊζομένου, ἐν φροντίδι οὔσης τῆς Αὐγούστης καὶ τῶν ἐν τέλει ὅπως αὐτὸν τῆς ἀλαζονείας παύσωσιν, ᾐτήσατο Ἰωάννης ὁ Βογᾶς γενέσθαι πατρίκιος, ὑποσχόμενος κατ’ αὐτοῦ ἀγαγεῖν Πατζινάκας. τῆς αἰτήσεως δὲ τυχὼν δῶρά τε λαβὼν εἰς τὴν Πατζινάκων ἀπῄει χώραν· καὶ δὴ σπεισάμενος, ὁμήρους ἐκεῖθεν λαβὼν ἤγαγεν ἐν τῇ πόλει, συνθεμένων Πατζινάκων διαπερᾶσαι καὶ τὸν Συμεὼν καταπολεμῆσαι. παρεγένετο δὲ τότε ἐν τῇ πόλει καὶ Ἀσώτιος, ἀνὴρ ἐπὶ ῥώμῃ ὀνομαστότατος, υἱὸς ὢν τοῦ ἄρχοντος τῶν ἀρχόντων, ὅν φασι σιδηρᾶν ῥάβδον ἐκ τῶν ἄκρων ἑκατέραις κρατοῦντα χερσὶ τῇ ὑπερβαλλούσῃ δυνάμει διακάμπτειν καὶ πρὸς τὸ κυκλικὸν σχῆμα μετάγειν, τῆς ἀντιτύπου τῆς σιδήρου φύσεως τῇ βίᾳ τῶν χειρῶν ὑπεικούσης. ὃν παραγενόμενον ἡ δέσποινα καὶ μετὰ πολλῆς τιμῆς ὑπεδέξατο καὶ πάλιν εἰς τὴν ἰδίαν χώραν ἐξέπεμψεν. 8 Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος τρίτης, Παγκρατούκας ὁ Ἀρμένης τὴν Ἀδριανούπολιν τῷ Συμεὼν προδέδωκεν, ἥτις τὸ πρὶν μὲν Ὀρεστιὰς ἐκαλεῖτο, ἐξ Ὀρέστου υἱοῦ Ἀγαμέμνονος, ὃς ζήλῳ δικαίῳ διὰ τὴν πρὸς τὸν πατέρα Κλυταιμνήστρας δολοφονίαν ταύτην σὺν Αἰγίσθῳ ἀποκτείνας λίαν ἐκμέμηνεν καὶ ἐν τῇ συνελεύσει Ἕβρου Ἄρζου τε καὶ Ἀρτάκου τῶν τριῶν ποταμῶν γε λουσάμενος τῆς νόσου ἀπήλλακτο· ἔνθα ταύτην οἰκοδομήσας ἐπὶ τῷ ἰδίῳ ὀνόματι κέκληκεν· Ἀδριανὸς δὲ Καῖσαρ εὐκτίστοις οἰκήμασιν αὐτὴν μεγαλύνας πόλιν Ἀδριανοῦ μετακέκληκεν. αὕτη τρίτης ἡμέρας παρὰ ἀνδρὸς εὐπετοῦς ἐν διόδῳ Φιλιππουπόλεως σταδιάζεται, ἠγκαλισμένη τῷ ὄρει τῷ Αἵμῳ, παρ’ ᾧ οἱ τρεῖς ποταμοὶ συμβάλλονται τὸ ὀμβρινὸν ὕδωρ. μετ’ οὐ πολὺ ἀπεστάλη Βασίλειος πατρίκιος καὶ κανίκλης καὶ Νικήτας πρωτοσπαθάριος ὁ Ἐλαδικὸς παρὰ Ζωῆς μετὰ δώρων πολλῶν, καὶ ἀντεπαρέλαβεν πάλιν αὐτήν. 9 Ἦλθεν δὲ ὁ Δαμιανὸς ἀμηρὰς εἰς Στρόβηλον νῆσον μετὰ πλοίων πολεμικῶν καὶ πολλῆς τῆς δυνάμεως· καὶ ταύτην παρέλαβεν ἄν, εἰ μὴ νοσήσας ἐτελεύτησεν, ὑποστρεψάντων διὰ κενῆς τῶν Σαρακηνῶν. οἱ δὲ τῆς Ἑλλάδος καὶ τῶν Ἀθηνῶν οἱκήτορες συνεχῶς ἐπηρεαζόμενοι παρὰ Χασὲ υἱοῦ τοῦ Ἰούβη, τὴν αὐτοῦ ἀσωτίαν καὶ ἀπληστίαν μὴ ἐνεγκόντες, λίθοις τοῦτον βάλλοντες ἀνεῖλον κακῶς ἔνδοθεν τοῦ θυσιαστηρίου τοῦ ἐν Ἀθήναις ναοῦ.
PG 109:42310 Βλέπουσα δὲ Ζωὴ βασίλισσα τὴν ἔπαρσιν Συμεὼν καὶ τὴν κατὰ τῶν Χριστιανῶν αὐτοῦ ἐπίθεσιν, βουλὴν μετὰ τῶν ἐν τέλει βουλεύεται, ἀλλάγιον καὶ εἰρήνην μετὰ τῶν Ἀγαρηνῶν διαπράξασθαι, διαπερᾶσαι δὲ πάντα τὸν τῆς ἀνατολῆς στρατὸν πρὸς τὸ καταπολεμῆσαι καὶ ἀφανίσαι τὸν Συμεών. ἀπεστάλη οὖν ἐν Συρίᾳ ἐπὶ τὸ ποιῆσαι ἀλλάγιον Ἰωάννης πατρίκιος ὁ Ῥωδινὸς καὶ Μιχαὴλ ὁ Τοξαρᾶς· οὗ γεγονότος τὴν συνήθη τῆς ῥόγας διανομὴν ποιησάμενοι ἐν τοῖς τάγμασι, ταῦτα δὲ ἀναλαβόμενοι σὺν τοῖς θέμασι πρὸς τὴν Θρᾳκῴαν γῆν διεπέρασαν, Λέοντος μαγίστρου τοῦ Φωκᾶ δομεστίκου τῶν σχολῶν τυγχάνοντος, ᾧ ἀνδρία μᾶλλον ἢ ἐπιστατικὴ φρόνησις προσανέκειτο. ἐξαγαγόντων οὖν τὰ σεβάσμια καὶ ζῳοποιὰ ξύλα Κωνσταντίνου πρωτοπαπᾶ τοῦ παλατίου, τοῦ Κεφαλᾶ λεγομένου, καὶ Κωνσταντίνου τοῦ Βαλελίας ἐν τῇ Θρᾴκῃ, ἅπαντες προσκυνήσαντες καὶ ἐπομοσάμενοι συναποθνήσκειν ἀλλήλοις, πανστρατὶ κατὰ Βουλγάρων ἐξώρμησαν. ἦρχον δὲ τοῦ τάγματος Ἐξκουβίτων Ἰωάννης ὁ Γράψων, τοῦ δὲ ἱκανάτου ὁ τοῦ Μαρούλη υἱός· Ῥωμανὸς δὲ ὁ Ἀργυρὸς ἐστρατήγει καὶ Λέων ὁ ἀδελφὸς αὐτοῦ καὶ Βάρδας ὁ Φωκᾶς, οἷς συνῆν μὲν καὶ ὁ Μελίας μετὰ τῶν Ἀρμενίων καὶ οἱ ἄλλοι πάντες στρατηγοὶ τῶν θεμάτων, συνῆν δὲ καὶ πρὸς τοῖς ἄλλοις ὁ Κωνσταντῖνος πατρίκιος ὁ Λὶψ Λέοντι δομεστίκῳ, σύμβουλος αὐτοῦ ἐν πᾶσι τοῖς ἀνήκουσιν ὤν. μηνὶ δὲ Αὐγούστῳ εἰκάδι, ἰνδικτιῶνος ε, ὁ πόλεμος μεταξὺ Ῥωμαίων τε καὶ Βουλγάρων πρὸς τῷ Ἀχελῴῳ συγκεκρότηται ποταμῷ· καὶ οἷα τὰ τοῦ θεοῦ κρίματα, ὡς ἀνεξερεύνητα καὶ ἀνεξιχνίαστα, τρέπονται Ῥωμαῖοι πανστρατὶ καὶ γέγονε φυγὴ παντελὴς καὶ φρικώδης ὀλολυγή, τῶν μὲν ὑπ’ ἀλλήλων συμπατουμένων, τῶν δὲ ὑπὸ τῶν πολεμίων ἀναιρουμένων, αἵματός τε χύσις οἵα ἐξ αἰῶνος οὐ γέγονεν. ὁ δὲ Λέων ἐν Μεσημβρίᾳ διεσώθη φυγών. ἐσφάγη δὲ πρὸς τοῖς ἄλλοις ἐν τῇ τοῦ πολέμου συμβολῇ καὶ Κωνσταντῖνος ὁ Λὶψ καὶ Ἰωάννης ὁ Γράψων καὶ ἄλλοι τῶν ἀρχόντων ἱκανοί. ἀπεστάλη δὲ καὶ Ῥωμανὸς πατρίκιος δρουγγάριος ὢν τῶν πλωί̈μων μετὰ παντὸς τοῦ στόλου ἐν τῷ Δανουβίῳ ποταμῷ βοηθῆσαι Λέοντι τῷ Φωκᾷ· ἀλλὰ καὶ Ἰωάννης ὁ Βογᾶς καταγαγεῖν Πατζινάκας, ὡς εἴρηται. κελευσθέντος δὲ τοῦ δρουγγαρίου Ῥωμανοῦ τούτους διαπερᾶσαι κατὰ Βουλγάρων ὥστε συμμαχῆσαι Λέοντι τῷ Φωκᾷ, Ῥωμανοῦ δὲ καὶ Ἰωάννου εἰς ἔριδας καὶ λογομαχίας ἐλθόντων, ὁρῶντες αὐτοὺς οἱ Πατζινάκαι πρὸς ἀλλήλους διαμαχομένους καὶ συστασιάζοντας ὑπεχώρησαν εἰς τὰ ἴδια. τοῦ πολέμου δὲ τέλος λαβόντος, καὶ ὑποστρεψάντων ἐν τῇ πόλει τοῦ τε Ῥωμανοῦ καὶ τοῦ Βογᾶ, τὰ καθ’ ἑαυτῶν ἐκινήθησαν· καὶ εἰς τοσοῦτον κίνδυνον τὸν δρουγγάριον Ῥωμανὸν περιέστησαν, ὥστε καὶ καταδικάζουσαν ψῆφον ἐξήνεγκαν τῶν ὀφθαλμῶν στερηθῆναι ὡς ἀμελείᾳ, μᾶλλον δὲ κακουργίᾳ μὴ διαπεράσαντα τοὺς Πατζινάκας, ἀλλ’ ὑποχωρήσαντα τάχιον καὶ μηδὲ τοὺς φεύγοντας Ῥωμαίων ἐν τοῖς πλοίοις ὑποδεξάμενον. καὶ τοῦτο ἂν ἐπεπόνθει, εἰ μὴ παρὰ Κωνσταντίνου πατρικίου τοῦ Γογγύλη καὶ Στεφάνου μαγίστρου, ὡς δυναμένων παρὰ τῇ Αὐγούστῃ πολλά, τὰ τῆς καταδίκης ἀνετράπη. τῶν δὲ Βουλγάρων τῇ νίκῃ κατεπαρθέντων καὶ ἐκστρατευσάντων μέχρι τῆς πόλεως, ἐξῆλθε Λέων ὁ δομέστικος τῶν σχολῶν καὶ Ἰωάννης ὁ ἑταιρειάρχης καὶ Νικόλαος ὁ υἱὸς τοῦ Δουκὸς εἰς χῶρον Θρᾳκῷον οὕτω λεγόμενον Κατασύρτας ἅμα πλείστῳ λαῷ κατὰ Βουλγάρων. τῇ δὲ νυκτὶ ἀδοκήτως ἐπιπεσόντων αὐτοῖς τῶν Βουλγάρων, καὶ τοῦ δομεστίκου φυγόντος, ἐσφάγη Νικόλαος ὁ υἱὸς τοῦ Δουκὸς καὶ πολλοὶ ἕτεροι μετ’ αὐτοῦ. 11 Θεόδωρος οὖν ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδαγωγός, ὁρῶν Κωνσταντῖνον παρακοιμώμενον εἰς Λέοντα τὸν ἴδιον γαμβρὸν τὴν βασιλείαν σφετεριζόμενον, ὑπέθηκεν Κωνσταντίνῳ τῷ βασιλεῖ Ῥωμανὸν τὸν δρουγγάριον προσλαβέσθαι ὡς πατρικὸν αὐτοῦ δοῦλον καὶ εὔνουν τὰ πρὸς αὐτόν, ὡς ἂν ᾖ σὺν αὐτῷ, καὶ διαφυλάττειν αὐτόν, καὶ ἐν οἷς ἂν δέῃ, σύμμαχον ἔχειν καὶ βοηθόν. περὶ τούτου οὖν πολλάκις λαληθεὶς Ῥωμανὸς ἀπείπατο. γραμμάτιον οὖν ὁ βασιλεὺς Κωνσταντῖνος αὐτοχείρῳ διαπράξας γραφῇ καὶ ὑπογραφῇ διασφαλισάμενος ἀπέστειλεν αὐτῷ· ὅπερ αὐτὸς ἐπὶ χεῖρας λαβὼν ὑπέσχετο τὴν κατὰ τοῦ παρακοιμωμένου Κωνσταντίνου καὶ τῶν συγγενῶν αὐτοῦ ἐπίθεσιν, ὡς δέει, ποιήσασθαι. τῆς φήμης οὖν ταύτης διαθεούσης, καὶ τοῦ παρακοιμωμένου καταναγκάζοντος Ῥωμανὸν ἀποκινῆσαι μετὰ τοῦ στόλου τὴν νενομισμένην ῥόγαν λαβόντος, ἐν τῇ ἐξαρτύσει δὲ ὄντος τοῦ Ῥωμανοῦ καὶ τὰ πλοῖα εὐτρεπίζοντος, ἐξῆλθεν Κωνσταντῖνος παρακοιμώμενος ὡς ἐπισπουδάζων αὐτὸν τοῦ ἐκπλεῦσαι. ὁ δὲ τούτῳ δουλικῷ τῷ σχήματι προϋπήντησεν, καὶ προθύμως ποιήσειν τὸ κελευόμενον ἐπηγγέλλετο· καὶ εἰ ἔχει ἄνδρας εὐειδεῖς καὶ γενναίους ἐπιτηδείους τὴν βασιλικὴν ἐρέττειν τριήρη εἰπόντος πρὸς Ῥωμανόν, οὗτος εὐθὺς ἔνευσεν τούτοις τῇ χειρὶ ἑτοίμοις οὖσι πλησίον ἐλθεῖν. οἱ δὲ τὰ τῆς βουλῆς εἰδότες, ἔγγιστα ἤδη τοῦ δρόμωνος Ῥωμανοῦ γεγονότος, ἐπειδὴ οὗτος ὀπίσω τοῦ παρακοιμωμένου Κωνσταντίνου περιπατῶν ἀνήρπασεν αὐτὸν ταῖς χερσὶ καὶ ἄρατε αὐτὸν ἀνεφώνησεν, παραχρῆμα οὗτοι τοῦτον ἁρπάσαντες εἰς τὴν τοῦ δρουγγαρίου Ῥωμανοῦ τριήρη εἰσήγαγον καὶ ἐν τῇ ἀσφαλείᾳ κατεῖχον. οὐδεὶς οὖν ὁ ὑπερασπίζων ἦν ἢ κατοικτείρων τὸν ἄνθρωπον, πάντων τῶν συνόντων αὐτῷ χρησαμένων φυγῇ. ταῦτα Ζωὴ Αὐγούστα μαθοῦσα προσκαλεῖται τὸν πατριάρχην Νικόλαον καὶ τοὺς αὐτῆς μεγιστάνους, καὶ ἀποστέλλει πρὸς Ῥωμανὸν τὸ γεγονὸς θέλουσα μαθεῖν. τούτων οὖν διαπερασάντων, λίθοις ὁ λαὸς αὐτοὺς ἐξήλασαν βάλλοντες. ἕωθεν οὖν ἐξελθοῦσα Ζωὴ ἐν τῷ τοῦ Βουκολέοντος ἡλιακῷ ἐπεφώνει τῷ υἱῷ καὶ πᾶσι, πῶς ἄρα γέγονεν ἡ ἀνταρσία αὕτη; ἔφησε δὲ πρὸς αὐτὴν ὁ παιδαγωγὸς τοῦ βασιλέως Κωνσταντίνου Θεόδωρος ὅτι διὰ τὸ ἀπολέσαι Λέοντα τὸν Φωκᾶν τοὺς Ῥωμαίους καὶ Κωνσταντῖνον παρακοιμώμενον τὸ παλάτιον ταῦτα γεγόνασι. προσελάβετο δὲ ὁ βασιλεὺς Νικόλαον τὸν πατριάρχην καὶ Στέφανον μάγιστρον συνεῖναι αὐτῷ ἐν τῷ παλατίῳ, τὴν ἐξουσίαν εἰς ἑαυτὸν ἀπὸ τῆς μητρὸς ἐπισπώμενος. τῇ δὲ ἐπαύριον ἀπέστειλεν Ἰωάννην τὸν Τουβάκην Ζωὴν Αὐγούσταν τοῦ παλατίου καταβιβάσαι. ἡ δὲ μετ’ ὀλολυγῆς καὶ δακρύων τῷ ἑαυτῆς προσπλακεῖσα υἱῷ πρὸς συμπάθειαν μητρικὴν καὶ οἶκτον τὸν υἱὸν ἐκίνησεν, ὡς τὸν βασιλέα εἰπεῖν πρὸς τοὺς ἄγοντας ἐάσατε μετ’ ἐμοῦ εἶναι τὴν μητέρα μου. οἱ δὲ ταύτην ἅμα τῷ λόγῳ ἀφῆκαν. προσκαλεσάμενος δὲ ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης Ἰωάννην τὸν Γαριδᾶν προεβάλοντο δομέστικον τῶν σχολῶν, δεδιότες μὴ εἰς ἀνταρσίαν χωρήσῃ ὁ Φωκᾶς Λέων. ὁ δὲ οὔτ’ ἔνευσε τοῦτο γενέσθαι, εἰ μὴ Θεόδωρον τὸν γυναικάδελφον αὐτοῦ τὸν Ζουφινεζὲρ καὶ Συμεὼν τὸν υἱὸν αὐτοῦ προεβάλετο ἑταιρειάρχας. ὅρκοις οὖν βεβαιωθεὶς ὑπ’ αὐτῶν κατῆλθεν ἐν τῷ οἴκῳ αὐτοῦ. οἱ δὲ παραυτίκα τοὺς συγγενεῖς αὐτοῦ τοῦ παλατίου καταβιβάζουσιν. τούτων οὖν πρὸς αὐτὸν ἐλθόντων, ὡς ἐθεάσατο αὐτούς, τρόμος αὐτὸν ἔλαβεν καὶ φρενῶν ἔκστασις. εὐθὺς οὖν ἐξῆλθε πρὸς Ῥωμανόν, καὶ διηγήσατο αὐτῷ οἷα πέπονθεν. συμφιλιωθεὶς οὖν αὐτῷ, καὶ ὅρκους δοὺς καὶ λαβὼν ὥστε μίαν ἔχειν ἀμφοτέρους ψυχήν, σύμφρων αὐτῷ καὶ σύμπνους ἐγένετο, ὥστε καὶ γαμικὸν συνάλλαγμα ποιήσασθαι συνεφώνησαν, πλέον ἐκ τούτου τὸν τῆς ἀγάπης δεσμὸν ἐπισφίγγοντες. 12 Τῇ εἰκάδι οὖν τετάρτῃ τοῦ Μαρτίου μηνὸς ἀποστέλλει Ῥωμανὸς Ἰωάννην πρεσβύτερον, οἰκεῖον αὐτῷ καὶ πιστότατον ὄντα, καὶ Θεόδωρον τὸν Ματζούκην εἰς τὸ παλάτιον ὑπεραπολογουμένους, ὡς οὐκ ἐπ’ ἀνταρσίας γέγονε τὸ παρ’ ἐμοῦ διαπραχθέν, ἀλλὰ τὴν τοῦ Φωκᾶ ἐπίθεσιν ὑφορώμενος, καὶ δεδιὼς μή τι νεωτερισθείη παρ’ αὐτοῦ εἰς τὸν βασιλέα, τούτου ἕνεκα ἀνελθεῖν ἐν τῷ παλατίῳ βεβούλευμαι καὶ τὴν φυλακὴν ποιεῖσθαι τοῦ βασιλέως. μὴ συνευδοκοῦντος δὲ Νικολάου πατριάρχου ἐν τούτῳ, ἐμηνύθη Ῥωμανὸς παρὰ Θεοδώρου τοῦ ῥηθέντος παιδαγωγοῦ ἐλθεῖν μετὰ στόλου παντὸς μέχρι τοῦ Βουκολέοντος. ὃς μετὰ τῶν σὺν αὐτῷ βουλευσάμενος (τὸ γὰρ ἄγον ἦγεν αὐτὸν) τῇ ἡμέρᾳ τοῦ εὐαγγελισμοῦ τῆς ὑπεραμώμου παρθένου καὶ θεοτόκου (πέμπτη δὲ ἦν) ἦλθεν ἔνοπλος ἅμα τῷ στόλῳ παντὶ ἐν τῷ Βουκολέοντι. καὶ παρευθὺ Στέφανος μὲν μάγιστρος ἐξῆλθε τοῦ παλατίου, Νικήτας δὲ πατρίκιος ὁ συμπενθερὸς Ῥωμανοῦ ἀνελθὼν ἐν τῷ παλατίῳ ἐξήγαγεν ἐκεῖθεν τὸν πατριάρχην Νικόλαον. ὅρκοις οὖν βεβαιωθέντες οἱ τοῦ παλατίου παρὰ Ῥωμανοῦ ἀπέστειλαν πρὸς αὐτὸν τὸν ζῳοποιὸν καὶ τίμιον σταυρὸν καὶ προσκυνήσας αὐτὸν καὶ ὅρκοις βεβαιώσας αὐτοὺς ἀνῆλθε μετ’ αὐτῶν ἐν τῷ παλατίῳ καὶ ὀλίγων τινῶν, προσκυνήσων τὸν βασιλέα. καὶ εἰσελθὼν μετ’ αὐτοῦ ἐν τῷ ναῷ τῷ ἐν τῷ Φάρῳ, καὶ πίστεις αὐτῷ δοὺς καὶ λαβών, παρευθὺ προχειρίζεται παρ’ αὐτοῦ μάγιστρος καὶ μέγας ἑταιρειάρχης. αὐτίκα γοῦν θεία κέλευσις πρὸς Λέοντα τὸν Φωκᾶν, παρεγγυωμένη μηδαμῶς στάσιν τινὰ ἐννοῆσαι. ὡσαύτως καὶ γράμματα ἐκελεύσθη Κωνσταντῖνος παρακοιμώμενος γράψαι, τὰ ὅμοια αὐτῶν παραγγέλλοντα καὶ μηδὲν ἐναντίον βουλεύσασθαι, ἀλλ’ ἐν ὑποταγῇ εἶναι βασιλέως Κωνσταντίνου. ἀναλαβόμενος οὖν ταῦτα Ἀνδρέας πριμικήριος τοῦ βασιλικοῦ βεστιαρίου ἀπεκόμισεν αὐτῷ ταῦτα ἐν Καππαδοκίᾳ ὄντι· καὶ δεξάμενος ταῦτα καὶ ἀναγνούς, ἀπελθὼν ἐν τῷ ἰδίῳ οἴκῳ ἡσύχαζεν. 13 Τῇ δὲ πέμπτῃ ἑβδομάδι τῶν ἁγίων νηστειῶν, Ἀπριλλίῳ μηνί, δίδοται ἀρραβὼν γαμικοῦ συναλλάγματος παρὰ Κωνσταντίνου βασιλέως Ἑλένῃ τῇ θυγατρὶ Ῥωμανοῦ, ᾗ πρὸς κάλλος σωματικὸν προσήκμαζεν καὶ σύνεσις· καὶ τῇ τρίτῃ τοῦ πάσχα, λεγομένῃ τῆς Γαλιλαίας, εὐλογεῖται καὶ στεφανοῦται ἅμα αὕτη παρὰ Νικολάου πατριάρχου, Ῥωμανὸν βασιλεοπάτορα προβαλόμενος· ἀντ’ αὐτοῦ δὲ Χριστοφόρον υἱὸν αὐτοῦ ἑταιρειάρχην κατέστησε. μετ’ οὐ πολὺ δὲ Λέων ὁ Φωκᾶς ἀπατηθεὶς παρά τε τινῶν ἀρχόντων καὶ τῶν αὐτοῦ ταγμάτων πρὸς ἀνταρσίαν κινεῖται. καὶ ἀνελάβετο σὺν αὐτῷ τόν τε παρακοιμώμενον Κωνσταντῖνον, καὶ Κωνσταντῖνον καὶ Ἀναστάσιον τοὺς Γογγυλίους καὶ αὐταδελφούς, καὶ Κωνσταντῖνον πρωτασηκρῆτιν τὸν Μαλελίας, πληροφορῶν ἅπαντας καὶ βεβαιῶν ὡς ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου τὴν αὐτὴν ποιεῖται κίνησιν. Ῥωμανὸς δὲ ὁ βασιλεοπάτωρ χρυσοβούλλια ποιήσας ἐνυπόγραφα ὡς ἐκ προσώπου τοῦ βασιλέως Κωνσταντίνου, τῆς τοιαύτης ἐπιβουλῆς ἀνατροπὴν περιέχοντα, καὶ ὡς οἱ τὸν Φωκᾶν καταλιμπάνοντες τῷ βασιλεῖ δὲ προσφεύγοντες ὑπὲρ τοῦ βασιλέως εἰσίν, δοὺς αὐτὰ Ἄννῃ γυναικὶ ἀναιδεῖ καὶ θρασείᾳ, ἣν καὶ Βασιλικὴν προσηγόρευσαν, καὶ κληρικῷ τινὶ Μιχαήλ, ἐν τῷ αὐτοῦ στρατοπέδῳ ἐξέπεμψεν. οἱ δὲ ταῦτα ἀναλαβόμενοι λάθρα διέσπειραν παντὶ τῷ στρατῷ. καὶ ὁ μὲν Μιχαὴλ φωραθεὶς παρὰ τοῦ Φωκᾶ, ἀνηλεῶς τυφθείς, τήν τε ῥῖνα καὶ τὰ ὦτα ἀπετμήθη· ὃς μετὰ ταῦτα παρὰ Ῥωμανοῦ τῆς προσηκούσης ἔτυχεν ἀμοιβῆς· ὡσαύτως καὶ ἡ σὺν αὐτῷ σταλεῖσα γυνή. πρῶτος οὖν ὁ τοῦ Βαρυμιχαὴλ υἱὸς Κωνσταντῖνος, τοῦ τάγματος ἄρχων τῶν ἱκανάτων, καταλιπὼν τὸν Φωκᾶν τῷ Ῥωμανῷ προσέδραμεν, ἀρχὴ γεγονὼς καταλύσεως τῆς τοιαύτης ἀποστασίας. σὺν αὐτῷ δὲ καὶ ὁ Βαλάντιος καὶ ὁ λεγόμενος Ἄτζμωρος, τουρμάρχαι ὄντες καὶ ἀμφότεροι. Λέων οὖν ὁ Φωκᾶς μετὰ λαοῦ πλείστου ἰσχυρῶς καθωπλισμένου ἐν Χρυσοπόλει καταλαβὼν διέστησε παρατάξεις ἀπὸ τῆς λιθίνης δαμάλεως μέχρι Χαλκηδόνος, τοὺς ἐν πόλει φοβῶν. ἀποστέλλεται οὖν μετὰ δρόμωνος παρὰ Ῥωμανοῦ Συμεὼν ὁ ἐπὶ τοῦ κανικλείου, λόγον ἐνυπόγραφον τοῦ βασιλέως Κωνσταντίνου ἐπιφερόμενος, τάδε διαγορεύοντα, [] ὡς ἐγὼ φύλακα τῆς ἐμῆς δεσποτείας καὶ βασιλείας ἐγρηγορώτατον καὶ εὐνούστατον καὶ πιστότατον οὐδένα τῶν ὑπὸ χεῖρα ἢ Ῥωμανὸν εὑρηκὼς τούτῳ τὴν ἐμὴν φυλακὴν μετὰ θεὸν ἐπίστευσα καὶ ἀντὶ πατρὸς αὐτὸν ἔκρινα, σπλάγχνα πατρικὰ καὶ διάθεσιν γονικὴν πρὸς ἐμὲ ἐνδειξάμενον.
PG 109:432Λέοντα δὲ τὸν Φωκᾶν ἀεὶ τῇ ἐμῇ βασιλείᾳ ὑποπτεύων ἐπιβουλεύειν νῦν μὲν ἔργοις αὐτοῖς ἐπίβουλον εὕρηκα καὶ τῆς ἐμῆς ἀρχῆς τυραννικῶς κατεξανιστάμενον. διὸ οὔτε δομέστικον αὐτὸν ἀπὸ τοῦ νῦν εἶναι βούλομαι· οὔτε γὰρ ταύτην τὴν ἀνταρσίαν μετὰ βουλῆς ἐμῆς πεπραχέναι φημί, ἀλλ’ αὐθαιρέτῳ γνώμῃ ταύτην ποιήσασθαι τὴν ἐπίθεσιν, ἑαυτῷ τὴν βασιλείαν σφετεριζόμενον. τούτων οὖν τῷ λαῷ ἀναγνωσθέντων ἤρξαντο πάντες ἀναχωρεῖν καὶ τῷ βασιλεοπάτορι προσρύεσθαι Ῥωμανῷ. τοῦ Φωκᾶ δὲ εἰς ἀμηχανίαν περιστάντος καὶ ἀπογνόντος ὡς πάσης ἐλπίδος ἠστοχηκότος, καὶ χρησαμένου φυγῇ καὶ πρὸς τὸ κάστρον Ἀτεοῦς παραγενομένου καὶ μὴ δεχθέντος, ἐν χωρίῳ ὀνομαζομένῳ Γοηλέοντι καταστήσαντος καὶ συλληφθέντος, ἀπέστειλεν Ῥωμανὸς Ἰωάννην τὸν Τουβάκην καὶ Λέοντα τὸν αὐτοῦ συγγενῆ ὥστε εἰσαγαγεῖν αὐτὸν ἐν τῇ πόλει. οἱ δὲ τοῦτον κρατήσαντες ἀπετύφλωσαν, καίτοι μηδεμίαν περὶ τούτου δεξάμενοι ἐντολὴν καὶ αὐθαιρέτῳ γνώμῃ τοῦτο πεποιηκότες, ὡς ἀγανακτῆσαι ἐπὶ τούτῳ καὶ τὸν βασιλεοπάτορα Ῥωμανόν. 15 Αὐγούστῳ δὲ μηνὶ κατεμηνύθη τὰ τῆς ἐπιβουλῆς Κωνσταντίνου Κτηματινοῦ καὶ Δαβὶδ Καμουλιανοῦ καὶ Μιχαὴλ κουράτωρος τῶν μαγγάνων· καὶ τυφλωθέντες οὗτοι διὰ μέσης διῆλθον τῆς πόλεως καὶ ἐξορίᾳ παρεπέμφθησαν. ἤγαγον δὲ καὶ Λέοντα μάγιστρον καὶ δομέστικον τῶν σχολῶν ἐν τῇ πόλει, καὶ διῆλθεν ἐν μέσῃ τῇ ἀγορᾷ ἡμιόνῳ καθεζόμενος. 16 Ἐφωράθη δὲ καὶ Ζωὴ Αὐγοῦστα ἐπιβουλεύουσα Ῥωμανῷ διὰ πεφαρμαγμένων βρωμάτων, ὑπὸ Θεοκλήτου νοταρίου τῆς ὑπουργίας σκευασθέντων· καὶ ταύτην τοῦ παλατίου καταβιβάζουσιν καὶ εἰς τὸ Πετρίον ἀπάγουσιν ἐν τῇ τῆς ἁγίας Εὐφημίας μονῇ ἀποκείραντες. προσεκλήθη δὲ παρὰ Θεοφυλάκτου πατρικίου καὶ κόμητος τοῦ στάβλου εἰς ἄριστον ὁ παιδαγωγὸς Κωνσταντίνου βασιλέως Θεόδωρος καὶ Συμεὼν ὁ αὐτοῦ ἀδελφός· ἐσθιόντων δὲ αὐτῶν εἰσῆλθεν Ἰωάννης δρουγγάριος τῆς βίγλης ὁ Κουρκούας λεγόμενος μετὰ πλείστου λαοῦ, καὶ τούτους ἀναρπάσας εἰς τὸ Ὀψίκιον ἐξώρισεν ἐν τοῖς ἑαυτῶν προαστείοις ὡς κατὰ Ῥωμανοῦ μελετῶντας. 17 Εἰκάδι δὲ τετάρτῃ Σεπτεμβρίου μηνὸς τιμᾶται Ῥωμανὸς τῇ τοῦ Καίσαρος ἀξίᾳ· καὶ Δεκεμβρίῳ μηνί, ιζ τοῦ μηνός, τῇ τῶν προπατόρων κυριακῇ, τῷ τῆς βασιλείας στέφεται διαδήματι παρὰ Κωνσταντίνου βασιλέως καὶ Νικολάου πατριάρχου. ΒΑΣΙΛΕΙΑ ΡΩΜΑΝΟΥ. Ἐν ἔτει υκη, ἰνδικτιῶνος η καὶ Ἰανουαρίῳ 2, τῇ τῶν ἁγίων φώτων ἡμέρᾳ στέφει Θεοδώραν τὴν γυναῖκα αὐτοῦ. Μαί̈ῳ δὲ μηνὶ ιζ στέφει Χριστοφόρον τὸν υἱὸν αὐτοῦ διὰ βασιλέως τῇ τῆς ἁγίας πεντηκοστῆς ἡμέρᾳ, καὶ μόνοι δύο ἐν τῇ αὐτῇ προελεύσει προῆλθον. Ἰουλίῳ δὲ μηνί, ἰνδικτιῶνος η, ἡμέρᾳ κυριακῇ, ἡ τῆς ἐκκλησίας παρὰ Ῥωμανοῦ γέγονεν ἕνωσις, ἁπάντων ἑνωθέντων μητροπολιτῶν τε καὶ κληρικῶν τῶν ἀπὸ Νικολάου πατριάρχου καὶ Εὐθυμίου διεσχισμένων. 2 Ὀγδόῃ δὲ Φεβρουαρίου μηνός, ἰνδικτιῶνος θ, ἀποστείλας Ῥωμανὸς ὑπερορίζει Στέφανον τῆς Καλομαρίας εἰς τὴν Ἀντιγόνου νῆσον, ὡς τῆς βασιλείας ἐφίεσθαι κατηγορηθέντα, μοναχὸν αὐτὸν ἀποκείρας ἅμα Θεοφάνει Τειχιώτῃ καὶ Παύλῳ Ὀρφανοτρόφῳ ἀνθρώποις αὐτοῦ. 3 Ἐποίησεν δὲ Ῥωμανὸς βασιλεὺς πρόκενσον ἐν τῷ τριβουναλίῳ, συνηγμένων ἁπάντων μεθ’ ὅπλων ἐκεῖσε. ἀδνουμίου δὲ γενομένου αἰφνίδιον Ῥωμανὸς καὶ Κωνσταντῖνος τάχει πολλῷ εἰς τὸ παλάτιον ὑποστρέφει. ἐμηνύθη γὰρ παρὰ Λέοντος ἀνθρώπου τοῦ Ἀρσενίου ἡ αὐτοῦ Ἀρσενίου ἐπιβουλὴ καὶ Παύλου μαγγλαβίτου· οἳ τυφθέντες καὶ δημευθέντες ἐξωρίσθησαν. ἦν δὲ τότε παραδυναστεύων ὁ πρεσβύτερος Ἰωάννης ὁ ῥαίκτωρ, ὃς Λέοντα τὸν τοῦ Ἀρσενίου ἐποίησεν ἑβδομαδάριον, τῷ βασιλεῖ τοῦτον προσοικειώσας. Ῥωμανὸν δὲ τὸν υἱὸν Λέοντος, ὡς ἔφθην εἰπών, τοῦ Ἀργυροῦ, Ῥωμανὸς ὁ βασιλεὺς γαμβρὸν ἐποιήσατο, ἄνδρα ὄντα ὑπερώμιον, καὶ κάλλει σώματος καὶ ἰδέᾳ καὶ συνέσει καὶ μάλιστα τῇ ἐλεημοσύνῃ καὶ ἐπιδόσει καὶ τῇ ἀγαθότητι καὶ ἁπλότητι κοσμούμενον, δοὺς αὐτῷ τὴν θυγατέρα αὐτοῦ Ἀγάθην. 4 Ἐγένετό τις Ῥεντάκιος Ἑλλαδικός, συγγενὴς ὢν Νικήτα τοῦ πατρικίου, ἀπαίδευτος δὲ καὶ πατραλοίας· ὃς τὸν ἑαυτοῦ πατέρα καταδιώκων φονεῦσαι, ἐπειδήπερ ἐκεῖνος φεύγων αὐτοῦ τὴν ἐπίθεσιν ἐν πλοίῳ εἰσελθὼν ἐξέπλει καὶ παρὰ Σαρακηνῶν τῶν Κρητῶν κατεσχέθη, οὗτος ὁ Ῥεντάκιος ἄδειαν εὑρὼν πάντα τὰ τοῦ πατρὸς ἐληί̈σατο, καὶ ἐν τῇ πόλει ἐλθὼν τῇ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ προσέφυγεν. Ῥωμανὸς δὲ ὁ βασιλεὺς τὰς αὐτοῦ ἀταξίας καὶ λεηλασίας ἀναμαθὼν τοῦτον τῆς ἐκκλησίας ἐξαγαγεῖν ἐβουλεύσατο καὶ παιδεῦσαι. ὁ δὲ ψευδεῖς ἐπιστολὰς πρὸς Βουλγάρους πλασάμενος πρὸς αὐτοὺς αὐτομολῆσαι ἐβούλετο. κρατηθεὶς δὲ καὶ ἐλεγχθεὶς τῆς τε οὐσίας καὶ τῶν ὀφθαλμῶν στερεῖται. 5 Τῶν δὲ Βουλγάρων πάλιν ἐξελασάντων μέχρι Κατασύρτων μετὰ τὴν τοῦ δομεστίκου Ἀδραλέστου τελευτήν, προεβλήθη Πόθος ὁ τοῦ Ἀργυροῦ, ἀνὴρ κάλλιστος καὶ ἐμπειρότατος, δομέστικος τῶν σχολῶν· καὶ μέχρι Θερμοπόλεως μετὰ τῶν ταγμάτων ἐξελθὼν ἀπέστειλε Μιχαὴλ τὸν τοῦ Μωρολέοντος υἱόν, τοποτηρητὴν ὄντα, τοὺς Βουλγάρους κατασκοπῆσαι. ὁ δὲ ἀπροόπτως τῷ λόχῳ αὐτῶν ἐμπεσὼν πολλοὺς μὲν τῶν Βουλγάρων ἀνεῖλεν, πληγεὶς δὲ καὶ αὐτὸς ἐν τῇ πόλει εἰσελθὼν ἐτελεύτησεν. 6 Ἐμηνύθη δὲ τότε διὰ Θεοκλήτου νοταρίου τῆς ὑπουργίας ἡ κατὰ Ῥωμανοῦ βασιλέως ἐπιβουλὴ Ἀναστασίου σακελλαρίου καὶ ἄρχοντος τοῦ χρυσοχέστου, καὶ Θεοδωρήτου κοιτωνίτου, καὶ Δημητρίου βασιλικοῦ νοταρίου τοῦ εἰδικοῦ, καὶ Νικολάου τοῦ Κουβάτζη καὶ Θεοδότου πρωτοκαράβου, οἳ ὑπὲρ Κωνσταντίνου βασιλέως δῆθεν ἐσπούδαζον· καὶ διελεγχθέντες ἐτύφθησαν καὶ ἐν τῇ μέσῃ διῆλθον καὶ ὑπερόριοι κατέστησαν. ὁ δὲ Θεοδώρητος ἰδίᾳ ἐν τῷ Τρικόγχῳ τοῦ παλατίου τυφθεὶς καὶ αὐτὸς ἐξωρίσθη. τὸν δὲ Ἀναστάσιον σακελλάριον ἀπέκειραν ἐν τῇ μονῇ τῶν Ἐλεγμῶν, ἔνθα καὶ τελευτᾷ. 7 Τῆς τοιαύτης δὲ προφάσεως λαβόμενος Ῥωμανὸς τὸν βασιλέα Κωνσταντῖνον ὑποβιβάζει καὶ δεύτερον καθίστησιν, ἑαυτὸν δὲ προάγει εἰς τοὔμπροσθεν, τῷ τὰς ἐπιβουλὰς καὶ τὸν ἐξ αὐτῶν θάνατον δεδοικέναι, τῇ ἐπιορκίᾳ, φεῦ τῶν ἀνθρωπίνων πραγμάτων περιπεσών· προησφαλίσατο καὶ γὰρ μὴ ἑαυτὸν ἀναγορεῦσαι τούτου ἔμπροσθεν αὐτοκράτορα. 8 Ἐκστρατεύει δὲ πάλιν Συμεὼν κατὰ Ῥωμαίων· καὶ πλῆθος Βουλγάρων ἀποστείλας ἅμα καὶ Χαγάνῳ καὶ Μηνικῷ καὶ ἑτέροις ἐκέλευσεν κατὰ τῆς πόλεως ὅτι τάχιστα ἐξελαύνειν. διελθόντες οὖν διὰ τῶν ὀρῶν ἦλθον μέχρι τῶν Μαγγλαβᾶ. τὴν αὐτῶν δὲ ἔφοδον μαθὼν ὁ βασιλεὺς Ῥωμανός, λογισάμενος μὴ τὰ τῶν Πηγῶν παλάτια καὶ τὸ Στενὸν κατελθόντες ἐμπρήσωσιν, Ἰωάννην ῥαίκτωρα ἀποστέλλει ἅμα Λέοντι καὶ Πόθῳ τοῖς Ἀργυροῖς, ἔχοντας μεθ’ ἑαυτῶν πλῆθος ἱκανὸν ἔκ τε τῶν βασιλικῶν καὶ τῆς ἑταιρείας καὶ τῶν ταγματικῶν· οἷς συνῆν καὶ Ἀλέξιος πατρίκιος δρουγγάριος τῶν πλωί̈μων ὁ Μουσελὲ μετὰ τοῦ λαοῦ αὐτοῦ. ἦν δὲ πέμπτη τῶν νηστειῶν ἑβδομάς. διατάξαντες οὗτοι τὸν λαὸν ἐν τοῖς πεδινοῖς καὶ χθαμαλωτέροις τόποις τῶν Πηγῶν, τῶν Βουλγάρων ἄνωθεν ἀναφανέντων ἐνόπλων, βοῇ χρησαμένων ἀσήμῳ καὶ φοβερᾷ καὶ σφοδροτάτως παρελασάντων κατ’ αὐτῶν, παρευθὺ μὲν φεύγει Ἰωάννης ὁ ῥαίκτωρ, σφάττεται δὲ ὑπὲρ τούτου ἀγωνιζόμενος Φωτεινὸς ὁ τοῦ Πλατυπόδη υἱὸς καὶ πολλοὶ ἕτεροι. μόλις οὖν ὁ ῥαίκτωρ διασωθεὶς εἰσῆλθεν εἰς τὸν δρόμωνα. ἦλθεν δὲ φεύγων ἔνοπλος καὶ Ἀλέξιος δρουγγάριος ὁ Μουσελέ, καὶ μὴ ἰσχύσας τέλεον ἀνελθεῖν ἐν τῇ τοῦ δρόμωνος ἀποβάθρᾳ, πεσὼν ἐν τῇ θαλάσσῃ σὺν τῷ αὐτοῦ πρωτομανδάτορι ἀπεπνίγη. Ἀργυροὶ δέ, ὅ τε Πόθος καὶ Λέων πατρίκιος, ἐν τῷ καστελλίῳ φυγόντες διεσώθησαν. πλώϊμοι δὲ καὶ τὸ ἅπαν πλῆθος, οἱ μὲν τὰς τῶν πολεμίων χεῖρας φεύγοντες ἐν τῇ θαλάσσῃ ἀπεπνίγησαν, οἱ δὲ σιδήρου γεγόνασι παρανάλωμα, οἱ δὲ χερσὶ Βουλγαρικαῖς συνελήφθησαν. οἱ δὲ Βούλγαροι μηδένα τὸν διακωλύοντα ἔχοντες τά τε τῶν Πηγῶν παλάτια ἐπυρπόλησαν καὶ τὸ Στενὸν ἅπαν κατέκαυσαν. οὕτως ἄρα δεινὸν ἀβουλία καὶ ἀπειρία θρασύτητα σύμμαχον ἔχουσα. 9 Εἰκάδι δὲ Φεβρουαρίῳ μηνί, ἰνδικτιῶνος δεκάτης, Θεοδώρα σύμβιος Ῥωμανοῦ τελευτᾷ, καὶ κατετέθη τὸ σῶμα αὐτῆς ἐν τῷ οἴκῳ αὐτοῦ τοῦ βασιλέως Ῥωμανοῦ τῷ ὑπ’ αὐτοῦ μοναστήριον ἀμειφθέντι. τῷ δὲ αὐτῷ μηνὶ στέφεται Σοφία ἡ τοῦ βασιλέως Χριστοφόρου γυνή. τηνικαῦτα δὲ καὶ ὁ κουροπαλάτης Ἴβηρ ἐν τῇ πόλει παρεγένετο, καὶ διὰ μέσης τῆς ἀγορᾶς διελθών, κεκοσμημένης λαμπρῶς, μετὰ δόξης πολλῆς καὶ τιμῆς ὑπεδέχθη· ὃν καὶ ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ σοφίᾳ ἀπήγαγον, τὸ κάλλος αὐτῆς καὶ τὸ μέγεθος θεασόμενον καὶ τὸν πολυτελῆ κόσμον. καλλωπίσαντες γὰρ ταύτην καὶ περιστείλαντες πέπλοις χρυσοϋφέσι καὶ κόσμῳ παντοίῳ, οὕτως αὐτὸν εἰσήγαγον ἐν αὐτῇ. ὁ δὲ τὸ θαυμαστὸν καὶ ὑπερμέγεθες τοῦ ναοῦ ἔργον καταπλαγεὶς καὶ τὸν πολυτελῆ κόσμον ὑπερθαυμάσας, καὶ ἀληθῶς θεοῦ κατοικίαν εἶναι τὸν ἱερὸν χῶρον τοῦτον εἰπών, αὖθις ὑπέστρεψεν εἰς τὰ ἴδια. 10 Τῶν δὲ Βουλγάρων πάλιν ἐκστρατευσάντων καὶ μέχρι τῆς ἁγίας Θεοδώρας ἐλθόντων παλατίων καὶ ταῦτα πυρὶ παραδιδόντων, εἰς ἄριστον ὁ βασιλεὺς Ῥωμανὸς τῶν ταγμάτων ἄρχοντας συνεκάλεσεν, συνόντος αὐτοῖς καὶ τοῦ λεγομένου Σακτίκη. καὶ παρῄνει τούτοις καὶ προὐτρέπετο κατὰ τῶν ἐναντίων ἐξελθεῖν καὶ τῆς πατρίδος ὑπεραγωνίσασθαι. οἱ δὲ συνέθεντο ἑτοίμως τῆς αὐτοῦ βασιλείας καὶ τῶν Χριστιανῶν ὑπεραποθνήσκειν. τῇ οὖν ἐπαύριον καθοπλισθεὶς παρὰ τοῦ βασιλέως ὁ εἰρημένος Σακτίκης ἀληθῆ οὖσαν τὴν αὐτοῦ πίστιν καὶ ἀνδρίαν ἀπέδειξεν· ὄπισθεν γὰρ τῶν Βουλγάρων γενόμενος καὶ εἰς τὸ στρατόπεδον αὐτῶν εἰσελθὼν πάντας τοὺς ἐκεῖ εὑρεθέντας κατέσφαξεν. μαθόντες οὖν οἱ Βούλγαροι τὸ γεγονὸς ὑποστρέφουσιν ἐν τῷ στρατοπέδῳ, καὶ πολέμου συγκροτηθέντος τρέπουσι τὸν Σακτίκην σὺν ὀλίγων ὑπάρχοντα. ὁ δὲ ἐπειδὴ γενναίως ἀγωνισάμενος καὶ πολλοὺς ἀνελὼν οὐκέτι ἀντέχειν ἠδύνατο πρὸς τὸ πλῆθος τῶν πολεμίων, μεθίησι τοῦ ἵππου τὸν χαλινὸν καὶ εἰς φυγὴν ἤλαυνε. ποταμὸν δέ τινα παραρρέοντα διαπερῶν, τοῦ ἵππου αὐτοῦ ἐν τῇ τούτου ἰλύϊ ἐμπαγέντος, τιτρώσκεται κατὰ τῆς ἕδρας καὶ τοῦ μηροῦ. μόλις οὖν τοῦ ἵππου ἐκ τῆς ἰλύος ἀνασπασθέντος συνεργείᾳ τῶν ὑπὸ χεῖρα διασώζεται μέχρι τῶν Βλαχερνῶν· καὶ τεθεὶς ἐν τῇ ἁγίᾳ σορῷ, καιρίας τῆς πληγῆς οὔσης, τῇ νυκτὶ ἐτελεύτησεν. 11 Τηνικαῦτα δὲ καὶ Πετρωνᾶς αἰδεσιμώτατος προστάξει Ῥωμανοῦ βασιλέως ἤγαγεν λαρνακίδιον ἔνδοξον ἓν καὶ ἕτερα δύο γλυφῆς ἀμοιροῦντα ἐκ τῆς τοῦ ἁγίου Μάμαντος ἀνδρείας μονῆς, τῆς πλησίον οὔσης τῆς Ξηροκέρκου λεγομένης πόρτης, ἐν οἷς φασὶ συναποκεῖσθαι Μαυρίκιον σὺν τοῖς παισίν· ἃ καὶ ἀπετέθη ἐν τῇ τοῦ βασιλέως Ῥωμανοῦ μονῇ ἤτοι εἰς τὸ Μυρέλαιον. 12 Ἀδριανὸς δέ τις Χάλδος, πρὸς δὲ Τατζάκης Ἀρμένιος πλούσιος πάνυ, τῇ ὑποθήκῃ καὶ συμβουλῇ Βάρδα τοῦ Βοήλα στρατηγοῦντος ἐν Χαλδίᾳ τυραννίδα καὶ ἀνταρσίαν κατὰ Ῥωμανοῦ βασιλέως σκευάζουσι, τὸ Παί̈περτε λεγόμενον ὀχύρωμα κατασχόντες· οὓς ὁ τῶν σχολῶν δομέστικος Ἰωάννης ὁ Κουρκούας καταπολεμήσας καὶ κατασχὼν τοὺς μὲν περιφανεστέρους ἀποτυφλοῖ, τὰς οὐσίας αὐτῶν δημεύσας, τοὺς δὲ πενιχροὺς καὶ ἀσήμους ἀθῴους κελεύσας ὅπη βούλοιντο ἀπιέναι. Τατζάκης δὲ ἐν ἑτέρῳ ὀχυρωτάτῳ καστελλίῳ φυγών, καὶ λόγον τοῦ μή τι κακὸν παθεῖν δεξάμενος, ἐν τῇ πόλει εἰσεληλύθει, καὶ τῇ τοῦ μαγγλαβίτου ἀξίᾳ τιμηθεὶς ἐν τῷ οἴκῳ τῶν Μαγγάνων διῃτᾶτο τηρούμενος. δρασμὸν δὲ βουλευσάμενος ἁλίσκεται καὶ τῶν ὀμμάτων στερεῖται. Βάρδαν δὲ τὸν Βοήλαν ἀπέκειραν μοναχόν, τοῦ βασιλέως αὐτὸν κατοικτείροντος φίλον τυγχάνοντα. 13 Τοῦ δὲ πατρικίου τοῦ οὕτως ἐπονομαζομένου Μωρολέοντος, ἢ μᾶλλον εἰπεῖν οἰκειότερον Θυμολέοντος, Ἀδριανουπόλεως στρατηγοῦντος, κρατίστου τὰ πολεμικὰ καὶ περιδεξίου τυγχάνοντος, ὃς πλείστας κατὰ Βουλγάρων ἀνδραγαθίας ἐπεδείξατο, ὁ Βούλγαρος Συμεὼν τὴν εἰρημένην πόλιν σὺν παντὶ τῷ στρατεύματι περιεκύκλωσεν, καὶ χάρακα περιβαλὼν ἰσχυρῶς ταύτην ἐπολιόρκει.
PG 109:440ἐπεὶ δὲ ὅ τε σῖτος τοὺς ἐν τῇ πόλει ἐπελελοίπει καὶ λιμὸς ἐπίεζε κραταιός (οὐδαμόθεν γὰρ εἶχον ἐπισιτίσασθαι), τῇ ἐνδείᾳ πιεζόμενοι προδεδώκασιν ἑαυτοὺς καὶ τὸν στρατηγὸν τοῖς Βουλγάροις· ὃν χειρωσάμενος Συμεών, καὶ δεσμὰ καθ’ ὅλου τοῦ σώματος περιβαλὼν καὶ μυρίαις αἰκίαις τοῦτον τιμωρησάμενος, τελευταῖον ἀπέκτεινε θανάτῳ πικρῷ ἀξίῳ τῆς ἑαυτοῦ ἀπηνεστάτης καὶ ὠμοτάτης ψυχῆς. Βουλγάροις οὖν τὴν τῆς πόλεως φυλακὴν παραδοὺς ὑπεχώρησεν· οἳ τὴν κατ’ αὐτῶν τοῦ Ῥωμαίων στρατοῦ ἔφοδον ἀκηκοότες, ταύτην καταλιπόντες ἀπῆλθον, καὶ πάλιν ὑπὸ Ῥωμαίους αὐτὴ ἐγένετο. 14 Λέοντος δὲ τοῦ Τριπολίτου μετὰ δυνάμεως πολλῆς καὶ πλοίων πολεμικῶν κατὰ Ῥωμαίων ἐξελθόντος καὶ ἐν τῇ νήσῳ Λήμνῳ καταλαβόντος, Ἰωάννης πατρίκιος καὶ δρουγγάριος τῶν πλωί̈μων ὁ Ῥαδινὸς κατονομαζόμενος αἰφνιδίως ἐπέθετο αὐτῷ· καὶ πολέμου γεγονότος, θεοῦ συνεργίᾳ οἱ ὑπ’ αὐτὸν τρέπονται Ἀγαρηνοί, μόλις δὲ μόνος ὁ Τριπολίτης φυγῇ διασώζεται. 15 Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος δευτέρας, Συμεὼν ἄρχων Βουλγαρίας πανστρατὶ κατὰ Κωνσταντινουπόλεως ἐκστρατεύει, καὶ ληί̈ζεται μὲν Θρᾴκην καὶ Μακεδονίαν, ἐμπυρίζει δὲ πάντα καὶ καταστρέφει καὶ δενδροτομεῖ. μέχρι δὲ Βλαχερνῶν ἐπιγενόμενος ἐπεζήτησεν ἀποσταλῆναι αὐτῷ τὸν πατριάρχην Νικόλαον καί τινας τῶν μεγιστάνων ὥστε περὶ εἰρήνης αὐτοῖς συντυχεῖν. ἔλαβον οὖν ὁμήρους παρ’ ἀλλήλων ἀμφότεροι, καὶ ἐξῆλθε πρότερον μὲν ὁ πατριάρχης Νικόλαος, ἔπειτα ὁ Μιχαὴλ πατρίκιος προσαγορευόμενος ὁ Στυπιώτης, καὶ Ἰωάννης ὁ μυστικὸς καὶ παραδυναστεύων· ἤδη γὰρ Ἰωάννης ὁ ῥαίκτωρ διαβληθεὶς πρὸς τὸν βασιλέα, ἀσθένειαν προφασισάμενος τοῦ παλατίου κατεληλύθει καὶ ἐν τῇ αὐτοῦ μονῇ πλησίον Γαλακρηνῶν ἀπεκάρη. οἱ μὲν οὖν μετὰ Συμεὼν περὶ εἰρήνης διελέγοντο, ὁ δὲ αὐτοὺς μὲν ἀπεπέμψατο, αὐτὸν δὲ τὸν βασιλέα Ῥωμανὸν ἐπεζήτει θεάσασθαι· παρὰ πολλῶν δὲ πεπληροφόρητο περί τε τῆς αὐτοῦ φρονήσεως καὶ ἀνδρίας καὶ συνέσεως. ὁ τοίνυν βασιλεὺς ἐπὶ τούτου σφόδρα ἠγαλλιάσατο· ἐπόθει γὰρ τὴν εἰρήνην καὶ τὸ στῆναι τὰς γινομένας τῶν αἱμάτων ἐκχύσεις ὁσημέραι. ἀποστείλας οὖν ἐν τῷ τοῦ Κοσμιδίου αἰγιαλῷ κατεσκεύασεν ἐν τῇ θαλάσσῃ ὀχυρωτάτην ἀπόβασιν, ὥστε τὴν βασιλικὴν τριήρην διεκπλέουσαν ἐν αὐτῇ προσορμίζεσθαι. περιφράξας οὖν αὐτὴν πάντοθεν διατείχισμα μέσον γενέσθαι προσέταξεν, ἔνθα ἀλλήλοις ἔμελλον ὁμιλεῖν. ἀποστείλας οὖν Συμεὼν τὸν τῆς ὑπεραγίας θεοτόκου ναὸν ἐνέπρησεν τὸν ἐν τῇ Πηγῇ, ὃν Ἰουστινιανὸς ὁ βασιλεὺς ἐδομήσατο, καὶ τὰ πέριξ αὐτοῦ σύμπαντα, δῆλος ὢν ἐντεῦθεν μὴ τὴν εἰρήνην ἐθέλων, ἀλλ’ ἐλπίσι μετεώροις τοῦτον ἐξαπατῶν. παραγενόμενος δὲ ἐν Βλαχέρναις ὁ βασιλεὺς ἅμα Νικολάῳ πατριάρχῃ ἐν τῇ ἁγίᾳ εἰσῆλθε σορῷ καὶ τὰς χεῖρας ἐξέτεινεν εἰς εὐχήν, εἶτα πρηνὴς πεσὼν δάκρυσι κατέβρεχε τὸ ἅγιον ἔδαφος, τὴν πανύμνητον καὶ ἄχραντον θεοτόκον ἀντιβολῶν τὴν ἀκαμπῆ καὶ ἀμείλικτον τοῦ ὑπερηφάνου Συμεὼν καρδίαν μαλάξαι καὶ πεῖσαι τὰ πρὸς εἰρήνην συνθέσθαι. τὸ ἅγιον οὖν κιβώτιον διανοίξαντες ἐν ᾧ τὸ σεπτὸν τῆς ἁγίας θεοτόκου τεθησαύριστο ὠμοφόριον, καὶ τοῦτο ὁ βασιλεὺς ἀνελόμενος καὶ ὥσπερ τινὰ θώρακα ἀδιάρρηκτον περιβαλόμενος, καὶ τὴν πίστιν τὴν εἰς τὴν ὑπεράμωμον θεοτόκον οἷα περικεφαλαίαν τινὰ περιθέμενος, ἐξῄει τοῦ ναοῦ ὅπλοις ἀσφαλέσι φραξάμενος. τὸν σὺν αὐτῷ οὖν στόλον ἀσπίσι τε καὶ ὅπλοις κατακοσμήσας τὸν ὡρισμένον τόπον κατέλαβεν συνομιλῆσαι τῷ Συμεών. πέμπτη δὲ ἦν ἡμέρα ὅτε ταῦτα ἐγένετο, ἐννάτη τοῦ Νοεμβρίου μηνός, τετάρτη δὲ τῆς ἡμέρας ὥρα. παρεγένετο δὲ καὶ ὁ Συμεών, πλῆθος ἐπαγόμενος εἰς πολλὰς διῃρημένον τὰς παρατάξεις, τῶν μὲν χρυσασπίδων καὶ χρυσοδοράτων, τῶν δὲ ἀργυρασπίδων καὶ ἀργυροδοράτων, τῶν δὲ πάσῃ ὅπλων χροιᾷ κεκοσμημένων, πάντων καὶ κατακεκοσμημένων σιδήρῳ· οἳ μέσον αὐτῶν εἰληφότες Συμεὼν ὡς βασιλέα εὐφήμουν τῇ τῶν Ῥωμαίων φωνῇ. πάντες δὲ τῆς συγκλήτου βουλῆς τοῖς τείχεσιν ἐφεστῶτες κατεθεῶντο τὰ δρώμενα. ἦν οὖν ἰδεῖν τότε ψυχὴν βασιλικὴν τῷ ὄντι καὶ μεγαλόφρονα, καὶ θαυμάσαι τὸ τοῦ φρονήματος ἀκατάπληκτον καὶ τὸ τῆς ἀνδρίας παράστημα, ὅπως τοσαύτην πολεμίων βλέπων ἐπιφορὰν οὐ κατεπλάγη καὶ συνεστάλη καὶ ὑπεχώρησεν, ἀλλ’ ὥσπερ εἰς φίλων πλῆθος χωρῶν, οὕτως ἀτρέμας ἀπῄει, μόνον οὐχὶ τὴν ψυχὴν τοῖς πολεμίοις τῶν ὑπηκόων διδοὺς ἀντίλυτρον. πρῶτος οὖν ἐν τῇ ἀποβάθρᾳ τῇ ῥηθείσῃ καταλαβὼν τὸν Συμεὼν ἐξεδέχετο. ἐπεὶ δὲ ὅμηροι ἐξ ἀμφοτέρων ἐλήφθησαν τῶν μερῶν, καὶ τὴν ἀποβάθραν οἱ Βούλγαροι διηρευνήσαντο ἀκριβῶς, μή πού τις δόλος ἢ ἐνέδρα τυγχάνει, κατῆλθε Συμεὼν τοῦ ἵππου καὶ πρὸς τὸν βασιλέα εἰσῆλθεν. ἀσπασάμενοι οὖν ἀλλήλους εἰρήνης λόγους ἐκίνησαν. εἰπεῖν δὲ λέγεται τὸν βασιλέα πρὸς Συμεὼν ἀκήκοά σε θεοσεβῆ ἄνθρωπον καὶ Χριστιανὸν ὑπάρχοντα ἀληθινόν, βλέπω δὲ τὰ ἔργα τοῖς λόγοις μὴ συμβαίνοντα. ἴδιον μὲν γὰρ ἀνθρώπου θεοσεβοῦς καὶ Χριστιανοῦ τὸ τὴν εἰρήνην καὶ τὴν ἀγάπην ἀσπάζεσθαι, εἴπερ ὁ θεὸς ἀγάπη ἔστι τε καὶ λέγεται· ἀσεβοῦς δὲ καὶ ἀπίστου τὸ χαίρειν σφαγαῖς καὶ αἵμασιν ἀδίκως ἐκχεομένων. εἰ μὲν οὖν ἀληθὴς Χριστιανὸς ὑπάρχεις, καθὼς πεπληροφορήμεθα, στῆσόν ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς τῶν ἀνοσίων αἱμάτων ἐκχύσεις, καὶ σπεῖσαι μεθ’ ἡμῶν τῶν Χριστιανῶν εἰρήνην Χριστιανὸς καὶ αὐτὸς ὢν καὶ ὀνομαζόμενος, καὶ μὴ θέλε μολύνεσθαι Χριστιανῶν δεξιὰς αἵμασιν ὁμοπίστων Χριστιανῶν. ἄνθρωπος εἶ καὶ αὐτός, θάνατον προσδοκῶν καὶ ἀνάστασιν καὶ κρίσιν καὶ ἀνταπόδοσιν· καὶ σήμερον ὑπάρχεις, καὶ αὔριον εἰς κόνιν διαλυθήσῃ. εἷς πυρετὸς κατασβέσει τὸ φρύαγμα. τίνα οὖν λόγον δώσεις τῷ θεῷ ἐκεῖ ἀπελθὼν ὑπὲρ τῶν ἀδίκων σφαγῶν; ποίῳ προσώπῳ τῷ φοβερῷ καὶ δικαίῳ ἐνατενίσεις κριτῇ; εἰ πλούτου ἐρῶν ταῦτα ποιεῖς, ἐγώ σε κατακόρως τοῦ ἐπιθυμουμένου ἐμπλήσῳ· μόνον ἐπίσχες τὴν δεξιάν. ἄσπασαι τὴν εἰρήνην, ἀγάπησον τὴν ὁμόνοιαν, ἵνα καὶ αὐτὸς βίον ζήσῃς εἰρηνικὸν καὶ ἀναίμακτον καὶ ἀπράγμονα, καὶ οἱ Χριστιανοὶ παύσωνταί ποτε τῶν συμφορῶν καὶ στήσωνται τοῦ Χριστιανοὺς ἀναιρεῖν· οὐ θέμις γὰρ αὐτοὺς αἴρειν ὅπλα καθ’ ὁμοπίστων. τοσαῦτα οὖν εἰπὼν ὁ βασιλεὺς ἐσίγησεν. αἰδεσθεὶς οὖν Συμεὼν τὴν τούτου ταπείνωσιν καὶ τοὺς λόγους αὐτοῦ κατένευσεν τὴν εἰρήνην ποιήσασθαι. ἀσπασάμενοι οὖν ἀλλήλους διεχωρίσθησαν, δώροις μεγαλοπρεπέσι τοῦ βασιλέως δεξιωσαμένου τὸν Συμεών. 16 Ὃ δὲ τότε συμβέβηκεν διηγήσομαι τεράστιόν τι καὶ τοῖς ταῦτα εἰδόσι συγκρίνειν παράδοξον. δύο φασὶν ἀετοὺς τῶν βασιλέων ὁμιλούντων ἄνωθεν αὐτῶν ὑπερπτῆναι, κλάγξαι τε καὶ πρὸς ἀλλήλους συμμῖξαι καὶ παραυτίκα διαζευχθῆναι ἀλλήλοις, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν, τὸν δὲ πρὸς Θρᾴκην διαπτῆναι. τοῦτο οἱ ἀκριβῶς τοιαῦτα σκοποῦντες οὐ καλὸν ἔκριναν οἰωνόν· ἀσυμβάτους γὰρ ἐπὶ τῇ εἰρήνῃ ἀμφοτέρους διαλυθήσεσθαι ἔφησαν. Συμεὼν δὲ τὸ ἑαυτοῦ στρατόπεδον καταλαβὼν τοῖς ἑαυτοῦ μεγιστᾶσι τὴν τοῦ βασιλέως ἀπήγγειλε σύνεσιν καὶ ταπείνωσιν, ἐξεθείαζεν δὲ αὐτοῦ τό τε εἶδος τήν τε ῥώμην καὶ τὸ ἀκατάπληκτον τοῦ φρονήματος. 17 Δεκεμβρίῳ δὲ μηνὶ κέ ἔστεψε Ῥωμανὸς τοὺς υἱοὺς αὐτοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, Στέφανόν τε καὶ Κωνσταντῖνον· ἀλλὰ καὶ Θεοφύλακτον υἱὸν αὐτοῦ ὁ πατριάρχης Νικόλαος ἀπέκειρεν κληρικόν, χειροτονήσας ὑποδιάκονον σύγκελλόν τε προχειρισάμενος, διελθόντα πρότερον ἐν τῷ τῶν ὑποδιακόνων τάγματι εἰς τὰ ἅγια. 18 Ἀπριλλίῳ δὲ μηνί, ιθ τοῦ μηνός, ἐτίμησεν Ῥωμανὸς Ἰωάννην μυστικὸν καὶ παραδυναστεύοντα πατρίκιον καὶ ἀνθύπατον, ὥστε καὶ δι’ αὐτὸ τοῦτο φθόνον κινηθῆναι αὐτῷ καὶ κατηγορηθῆναι ἀπό τινων. 19 Μαί̈ῳ δὲ μηνὶ ιε, ἰνδικτιῶνος ιγ, τελευτᾷ ὁ πατριάρχης Νικόλαος, κρατήσας ἐν τῇ δευτέρᾳ ἀναβάσει τοῦ πατριαρχείου ἔτη τριακαίδεκα· καὶ ἀπετέθη τὸ σῶμα αὐτοῦ ἐν τῇ ὑπ’ αὐτοῦ κτισθείσῃ μονῇ τῶν Γαλακρηνῶν. Αὐγούστῳ δὲ μηνὶ πατριάρχης καθίσταται Στέφανος ὁ Ἀμασείας μητροπολίτης, εὐνοῦχος ὑπάρχων. Ὀκτωβρίῳ μηνὶ κατηγορήθη ὁ μυστικὸς Ἰωάννης καὶ παραδυναστεύων ὡς τῆς βασιλείας ἐφιέμενος ὑποθήκῃ τοῦ πατρικίου Κοσμᾶ καὶ λογοθέτου, διδόντος εἰς γυναῖκα τὴν θυγατέρα αὐτῷ. τούτου ἕνεκεν καταβιβάζεται μὲν τοῦ παλατίου, συγχωρεῖται δὲ τὸ προσέρχεσθαι καὶ τῷ βασιλεῖ ὑπηρετεῖν καὶ σὺν αὐτῷ τὰ ἀνήκοντα διοικεῖν· στοργὴν γὰρ ὅτι πλείστην ἐκέκτητο πρὸς αὐτὸν ὁ βασιλεὺς Ῥωμανὸς ὡς ἐν πᾶσιν αὐτὸν θεραπεύειν δυνάμενον, καὶ τελέως τοῦτον ἀπώσασθαι οὐκ ἠβούλετο. τῶν κατηγόρων οὖν κατεπειγόντων τὸν βασιλέα καὶ σαφῆ ἀποδεικνύντων τὰ κατηγορούμενα, ἐρευνήσας ὁ βασιλεὺς καὶ ἀληθῆ ταῦτα εἴναι ἀναμαθὼν ἔμελλεν τοῦτον κατασχὼν ἐξετάζειν. ὁ δὲ τοῦτο προγνοὺς χρῆται φυγῇ, καὶ τὴν Μονοκάστανον καταλαβὼν ἀποκείρεται μοναχός. πέφευγε δὲ καὶ Κωνσταντῖνος τοῦ Βοί̈λα ὁ τῆς τραπέζης, οἰκεῖος καὶ φίλος ὢν αὐτῷ, καὶ τὸν Ὄλυμπον καταλαβὼν τὸ μοναχικὸν σχῆμα ἐνδύεται· ἐδεδοίκει γὰρ καὶ αὐτὸς ἅτε συμμύστης ὑπάρχων τοῦ μυστικοῦ καὶ τῶν ἀπορρητοτέρων αὐτοῦ κοινωνός. τὸν δὲ πατρίκιον Κοσμᾶν ἐν τῷ ὡρολογίῳ τοῦ παλατίου τύψας ὁ βασιλεὺς διεδέξατο. προβάλλεται δὲ ἀντὶ τοῦ μυστικοῦ Ἰωάννου Θεοφάνην πρωτοβεστιάριον παραδυναστεύοντα. ἐγένετο δὲ καὶ τηνικαῦτα σεισμὸς φοβερὸς ἐν τῷ θέματι τῶν Θρᾳκησίων, καὶ χάσμα γῆς μέγα καὶ καταπληκτικόν, ὥστε πολλὰ χωρία καὶ ἐκκλησίας αὐτάνδρους καταποθῆναι. 20 Μαί̈ῳ δὲ μηνί, εἰκάδι ἑβδόμῃ, ἰνδικτιῶνος ιε, Συμεὼν ἄρχων Βουλγαρίας κατὰ Χρωβάτων ἐκίνησε στράτευμα, καὶ συμβαλὼν μετ’ αὐτῶν πόλεμον, ἡττηθεὶς τοὺς ὑπ’ αὐτὸν ἅπαντας ἄρδην ἀπώλεσεν. 21 Τὸ δὲ βασιλέα Ῥωμανὸν Ἰωάννης ἀστρονόμος θεασάμενος οὕτως λελάληκεν. δέσποτα, ἡ στήλη ἡ ἱσταμένη εἰς τὴν καμάραν ἐπάνω τοῦ Ξηρολόφου, ἐπὶ δυσμὰς βλέπουσα, τοῦ Συμεών ἐστι· καὶ εἰ ταύτης τὴν κεφαλὴν ἐκκόψῃς, τῇ αὐτῇ ὥρᾳ ὁ Συμεὼν τελευτᾷ. ὁ δὲ βασιλεὺς Ῥωμανὸς ἀποστείλας τῇ νυκτὶ τὴν κεφαλὴν τῆς στήλης ἐξέκοψεν· καὶ αὐτῇ τῇ ὥρᾳ ὁ Συμεὼν εἰς Βουλγαρίαν ἐτελεύτησεν, ἀνοίᾳ συσχεθεὶς καὶ νόσῳ κατακαρδίᾳ ἁλούς, διέφθαρτο, ἀνομήσας διὰ κενῆς, Πέτρον υἱὸν αὐτοῦ προβαλόμενος ἄρχοντα, ὃν ἐκ τῆς δευτέρας αὐτοῦ γυναικὸς ἔσχεν, τῆς ἀδελφῆς Γεωργίου Σουρσουβούλη, ὃν καὶ ἐπίτροπον τοῖς ἑαυτοῦ παισὶν ὁ Συμεὼν καταλέλοιπεν. Μιχαὴλ δὲ τὸν ἐκ τῆς προτέρας αὐτοῦ γυναικὸς γενόμενον ἀπέκειρεν μοναχόν· Ἰωάννης δὲ καὶ Βενιαμὶν οἱ τοῦ Πέτρου ἀδελφοὶ ἔτι στολῇ ἐκοσμοῦντο Βουλγαρικῇ. 22 Τὰ κύκλῳ οὖν ἔθνη τοῦ Συμεὼν μαθόντα τελευτήν, οἵ τε Χρωβάτοι οἱ Τοῦρκοι καὶ οἱ λοιποί, ἐκστρατεύειν κατὰ Βουλγάρων ἐβουλεύοντο. λιμοῦ δὲ μεγίστου σὺν ἀκρίδι τὸ Βουλγαρικὸν ἔθνος ἰσχυρῶς ἐκπιέζοντος, ἐδεδίεσαν μὲν καὶ τῶν ἄλλων ἐθνῶν ἔφοδον, ἐδεδίεσαν δὲ πλέον καὶ τὴν τῶν Ῥωμαίων ἐπέλευσιν. βουλὴν οὖν ποιησάμενοι κατὰ Ῥωμαίων ἐκστρατεύουσιν καὶ ἐν Μακεδονίᾳ καταλαμβάνουσιν, φόβον, ὡς εἰκός, τοῖς Ῥωμαίοις ἐμποιήσοντες. ἔπειτα μαθόντες ὅτι μέλλει κατ’ αὐτῶν ὁ βασιλεὺς Ῥωμανὸς ἐκστρατεύειν, ἀποστέλλουσι Πέτρος τε καὶ Γεώργιος κρυφίως τινὰ μοναχὸν Καλοκύριν ὀνομαζόμενον, τῷ γένει Ἀρμενιακόν, χρυσοβούλλιον ἐπιφερόμενον. διηγόρευε δὲ τὰ ἐν αὐτῷ ὡς τὴν μετὰ Ῥωμαίων εἰρήνην ἀσπάζονται καὶ πρόθυμοι ταύτην συνθέσθαι εἰσίν, οὐ μόνον δέ, ἀλλ’ εἴγε βούλωνται, καὶ γαμικὸν ποιῆσαι συνάλλαγμα. τὸν τοιοῦτον οὖν μοναχὸν ὁ βασιλεὺς ἀσμενέστατα ἀποδεξάμενος, παρευθὺ ἀπέστειλεν μετὰ δρόμωνος τὸν μοναχὸν Θεοδόσιον τὸν Ἀβούκην καὶ Κωνσταντῖνον βασιλικὸν κληρικὸν τὸν Ῥόδιον τὰ εἰς εἰρήνην συλλαλῆσαι τοῖς Βουλγάροις ἐν Μεσημβρίᾳ, τὸ πρὶν μὲν Μενεβρίᾳ καλουμένῃ, ἀπὸ Μένου Θρᾳκὸς τοῦ ταύτην οἰκίσαντος καὶ Βρίᾳ τὸ παρά τισι Θρᾳκῶν πόλισμα λεγόμενον·
PG 109:449πρὸς δὲ τὸ εὐφραδέστερον Μεσημβρία ὀνομάζεται. οἱ δὲ παραγενόμενοι καὶ τὰ εἰκότα συλλαλήσαντες ἐξῆλθον ἅμα Στεφάνῳ Βουλγάρῳ διὰ τῆς ξηρᾶς· καὶ ὄπισθεν αὐτῶν κατέλαβον καὶ Γεώργιος ὁ Σουρσουβούλης καὶ Συμεὼν ὁ Καλουτερκάνος καὶ Οὔσαμψος καὶ Συμεὼν τοῦ ἀρχηγοῦ Βουλγαρίας ἀδελφὸς πρὸς γυναῖκα, πρὸς δὲ τούτοις ὁ ἀγχιστεὺς αὐτοῦ Στέφανος, καὶ μὴν καὶ Μαγοτῖνος Κρόνος τε καὶ Μηνικὸς διεκρατύναντο πρὸς τὸν ἄνακτα Ῥωμανόν. θεασάμενοι δὲ τὴν θυγατέρα βασιλέως Χριστοφόρου Μαρίαν, καὶ μεγάλως ἐπ’ αὐτῇ ἀρεσθέντες, ἔγραψαν τῷ Πέτρῳ διὰ τάχους παραγενέσθαι, σύμφωνα ποιήσαντες πρότερον περὶ τῆς γεγονυίας εἰρήνης. ἀπεστάλη δὲ Νικήτας ὁ μάγιστρος ὁ συμπενθερὸς Ῥωμανοῦ βασιλέως ὑπαντῆσαι καὶ ἀγαγεῖν Πέτρον μέχρι τῆς πόλεως. τοῦ Βουλγάρου οὖν Πέτρου καταλαβόντος, τριήρει ὁ βασιλεὺς Ῥωμανὸς ἐπιβὰς ἐν Βλαχέρναις παρεγένετο, καὶ τὸν Πέτρον ὡς αὐτὸν ἀφικνούμενον ἐθεάσατό τε καὶ κατησπάσατο. ἐπεὶ δὲ ἀλλήλοις εἰκότα συνωμίλησαν, ὑπογράφονται τά τε σύμβολα τῆς εἰρήνης καὶ τὰ γαμικὰ συναλλάγματα, μεσολαβοῦντος ἐν τούτοις καὶ νουνεχῶς διευθύνοντος μεταξὺ Ῥωμαίων τε καὶ Βουλγάρων πρωτοβεστιαρίου Θεοφάνους. [] ὀγδόῃ δὲ τοῦ Ὀκτωβρίου μηνὸς ἐξῆλθεν ὁ πατριάρχης Στέφανος ἅμα Θεοφάνει πρωτοβεστιαρίῳ καὶ Μαρίᾳ τῇ τοῦ βασιλέως Χριστοφόρου θυγατρὶ καὶ πάσῃ τῇ συγκλήτῳ εἰς τὸν ναὸν τῆς ὑπεραγίας θεοτόκου τῆς Πηγῆς, καὶ εὐλόγησεν Πέτρον τε καὶ Μαρίαν, καὶ τοὺς νυμφικοὺς στεφάνους ταῖς αὐτῶν ἐπέθηκε κεφαλαῖς, παρανυμφευόντων Θεοφάνους πρωτοβεστιαρίου καὶ Γεωργίου Σουρσουβούλη. λαμπρᾶς δὲ καὶ πολυτελοῦς γεγονυίας τραπέζης, καὶ πάντων τῶν εἰθισμένων τοῖς γάμοις φαιδρῶς ἐπιτελεσθέντων, εἰσῆλθεν Θεοφάνης πρωτοβεστιάριος ἅμα Μαρίᾳ τῇ θυγατρὶ τοῦ βασιλέως ἐν τῇ πόλει. τῇ τρίτῃ δὲ τοῦ γάμου ἡμέρᾳ ἐποίησεν ὁ βασιλεὺς Ῥωμανὸς εὐωχίαν λαμπρὰν ἐν τῇ τῶν Πηγῶν ἀποβάθρᾳ, περικοσμήσας αὐτὴν ὑφάσμασι σηρικοῖς, παρ’ αὐτῇ τῇ ἀποβάθρᾳ τοῦ βασιλικοῦ δρόμωνος ἑστηκότος· ἔνθα συνέστη Ῥωμανὸς Πέτρῳ Βουλγάρῳ ἅμα Κωνσταντίνῳ γαμβρῷ καὶ Χριστοφόρῳ υἱῷ. τῶν δὲ Βουλγάρων ἔνστασιν οὐ μικρὰν ποιησαμένων πρότερον εὐφημισθῆναι Χριστοφόρον, εἰθ’ οὕτω τὸν Κωνσταντῖνον, ὑπεῖξε τῇ ἐνστάσει τούτων Ῥωμανὸς ὁ βασιλεύς, καὶ γέγονεν ὅπερ ᾐτήσαντο. ἐπεὶ δὲ πάντα τὰ ἐν γάμοις συνετελέσθησαν, ἔμελλε δὲ ἡ Μαρία ἤδη τὴν πρὸς Βουλγαρίαν σὺν τῷ ἀνδρὶ Πέτρῳ ὁδεύειν, οἱ ταύτης γονεῖς μέχρι τοῦ Ἑβδόμου συνεξῆλθον αὐτῇ ἅμα Θεοφάνει πρωτοβεστιαρίῳ. ἐπειδὴ ἀπαίρειν ἔμελλεν, περιχυθέντες τῇ θυγατρὶ καὶ πυκνὰ καταχέοντες δάκρυα, καὶ ὅσα εἰκὸς ἐπὶ στερήσει σπλάγχνου περιποθήτου, τόν τε αὐτῶν γαμβρὸν ἀσπασάμενοι καὶ ταύτην ταῖς τούτου χερσὶν παραθέμενοι ἐν τοῖς βασιλείοις ὑπέστρεψαν. Μαρία δὲ Βουλγαρικαῖς παραδοθεῖσα χερσὶ τὴν ἐπὶ Βουλγαρίαν ἀπῄει, χαίρουσά τε ἅμα καὶ λυπουμένη, λυπουμένη μὲν ἐν οἷς γονέων φιλτάτων ἐστέρητο καὶ βασιλείων οἴκων καὶ συνηθείας τῶν γένει προσηκόντων, χαίρουσα δὲ ἐν οἷς βασιλεῖ προσήρμοστο ἀνδρὶ καὶ δέσποινα Βουλγάρων προσηγορεύθη. ἀπῄει τοίνυν πλοῦτον κομιζομένη παντοδαπῆ καὶ ἀποσκευὴν ἀναρίθμητον. 24 Τότε δὲ καὶ Ἰωάννης μάγιστρος καὶ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας, καλῶς διοικῶν τὸν Ῥωμαϊκὸν στρατὸν σχεδὸν ἀπὸ τῆς ἀναρρήσεως Ῥωμανοῦ βασιλέως, καὶ καταπολεμῶν καθ’ ἑκάστην τοὺς Ἀσσυρίους, καὶ πόλεις καὶ κάστρα καὶ κώμας καὶ χώρας αὐτῶν πορθήσας καὶ αἰχμαλώτους ποιήσας, μεθ’ ὧν καὶ τὸ ἐπίσημον καὶ ἐξάκουστον καὶ πάνυ ὀχυρὸν καὶ δυνατὸν κάστρον τῆς Συρίας, Μελιτινὴν ὀνομαζόμενον, διαφόρως καταπολεμήσας καὶ πραιδεύσας, καὶ εἰς φροῦδον ἀπωλείας τοῦτο ποιήσας, καὶ τὰς πέριξ κώμας καὶ χώρας πυρικαύστους ἐργασάμενος, αὐτὸ τὸ ἀήττητον καὶ ἀμάχητον κάστρον παρακαθίσας καὶ ἑλεπόλεις μηχανικὰς στήσας, καὶ εἰς παντελῆ ἀπορίαν καὶ ἀμηχανίαν ἐμβαλὼν αὐτοὺς ὅ τι πράξαιεν, καὶ ἅπαξ καὶ πολλάκις πρέσβεις πρὸς τὸν δομέστικον στελλόντων καὶ λόγον αἰτούντων, ὁ συνετὸς καὶ ἐχέφρων Ἰωάννης ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας τὰ τῶν δακρύων καὶ ἐλεεινολογιῶν καὶ τὰ τῆς τύχης σκοπήσας, οἷα τὰ ἀνθρώπινα, ὑπεῖξεν, καὶ λόγον δοὺς αὐτοῖς, ὁ Ἀπόχαψ ὁ τοῦ Ἄμερ ἔκγονος ἀμηρᾶς ὢν Μελιτινῆς, καὶ ὁ Ἀποσαλὰθ στρατηγὸς εὐγενέστατος ὢν καὶ πλούσιος ἐν Μελιτινῇ, παρεγένοντο. ἀποδεχθέντες οὖν παρὰ τοῦ δομεστίκου τῶν σχολῶν Ἰωάννου, πρὸς τὸν αὐτοκράτορα τούτους ἀπέστειλεν· καὶ σύμφωνα εἰρήνης ποιήσαντες ὑπέστρεψαν πρὸς τὰ ἴδια. ἔκτοτε δὲ συνεξεστράτευον τοῖς Ῥωμαίοις κατὰ τῶν ὁμοφύλων Ἀγαρηνῶν, ἔν τε τοῖς ἐπινικίοις συνεισήρχοντο τοῖς Ῥωμαίοις ἐν τῇ πόλει αἰχμαλώτους ἄγοντες Ἀγαρηνούς, ὅπερ ἦν θαυμαστὸν καὶ παράδοξον καὶ δεῖγμα τῆς ἀθέων Σαρακηνῶν δυστυχίας. τελευτήσαντος δὲ τοῦ Ἀπόχαψ, ἀνδρὸς φρονίμου καὶ συνετοῦ, διέλυσαν τὴν εἰρήνην οἱ τὴν Μελιτινὴν κατοικοῦντες. ἐκστρατεύουσιν οὖν κατ’ αὐτῶν πάλιν ὅ τε δομέστικος τῶν σχολῶν ὁ Κουρκούας Ἰωάννης μετὰ τῶν θεμάτων καὶ ταγμάτων καὶ ὁ Μελίας μετὰ τῶν Ἀρμενίων· καὶ πολλὰς προνομὰς καὶ πραίδας καθ’ ἑκάστην ποιούμενοι, καὶ ταῖς συνεχέσιν ἐπιδρομαῖς αἰχμαλωτίζοντες τούτους καὶ ληϊζόμενοι, εἰς τοσαύτην στένωσιν τὴν Μελιτινὴν περιέστησαν ὥστε αὐτὴν συντομώτατον ἐκπορθῆσαι καὶ ἕως ἐδάφους καταστρέψαι, οὐ μόνον δὲ ταύτην ἀλλὰ καὶ τὰς ὁμόρους αὐτῇ πόλεις καὶ χώρας πολυφόρους τε καὶ πιοτάτας οὔσας καὶ οἵας πολλὰς παρέχειν προσόδους. ταύτην οὖν τὴν Μελιτινὴν εἰς κουρατωρίαν ἀποκαταστήσας ὁ βασιλεὺς πολλὰς χιλιάδας χρυσίου καὶ ἀργυρίου ἐκεῖθεν δασμοφορεῖσθαι ἐτησίως πεποίηκεν. 25 Κατηγορήθη δὲ Νικήτας ὁ μάγιστρος καὶ πενθερὸς Χριστοφόρου βασιλέως ὡς ὑποτιθέμενος αὐτῷ κατὰ τοῦ ἰδίου γενέσθαι πατρὸς καὶ τῆς βασιλείας αὐτὸν ἐξεῶσαι. τοῦτον οὖν ἐξαγαγόντες τῆς πόλεως ἀπέκειραν μοναχόν, ὑπερορίσαντες τῷ ἑαυτοῦ προαστείῳ. 26 Μηνὶ δὲ Ἰουλίῳ ιε, ἰνδικτιῶνος 2, τελευτᾷ Στέφανος πατριάρχης, πατριαρχεύσας ἔτη δύο μῆνας ἕνδεκα. Δεκεμβρίῳ δὲ μηνί, τῇ τεσσαρεσκαιδεκάτῃ, ἄγουσι Τρύφωνα μοναχὸν ἐν τῷ Ὀψικίῳ μονάζοντα, ἐπ’ εὐλαβείᾳ καὶ ἁγιότητι μαρτυρούμενον, καὶ χειροτονοῦσι πατριάρχην ἐπὶ χρόνῳ ῥητῷ, μέχρις ἂν εἰς μέτρον ἡλικίας φθάσῃ Θεοφύλακτος ὁ τοῦ Ῥωμανοῦ υἱός, ὃν ἔμελλον πατριάρχην χειροτονεῖν Κωνσταντινουπόλεως. 27 Εἰκάδι δὲ πέμπτῃ τοῦ αὐτοῦ μηνὸς χειμὼν ἀφόρητος γέγονεν, ὥστε κρυσταλλωθῆναι τὴν γῆν ἐπὶ ἡμέρας ρκ. ὅθεν καὶ γέγονεν ὁ μέγας λιμός, τοὺς πώποτε γενομένους ὑπερβαλλόμενος, καὶ θάνατος ἐκ τούτου πολύς, ὡς μὴ δύνασθαι τοὺς ζῶντας ἐκκομίζειν τοὺς τεθνεῶτας. ὁ δὲ βασιλεὺς Ῥωμανὸς τὴν ἀφόρητον ἐκείνην βίαν κατανοήσας ἀξίαν τῆς ἑαυτοῦ συμπαθοῦς καὶ ἐλεήμονος φύσεως πρόνοιαν ἐποιήσατο, πολλαῖς ἐλεημοσύναις τὴν ἐκ τοῦ λιμοῦ παραμυθησάμενος ἔνδειαν· ἀνέφραξέν τε θυρίσι καὶ σανιδώμασι τὰς τῶν ἐμβόλων στοάς, ὡς μὴ τὴν χιόνα καὶ τὸ ψῦχος ἐκεῖθεν ἐπεισιέναι τοῖς πένησι. τότε καὶ τὰς λεγομένας ἄρκλας ἐν πᾶσι κατεσκεύασε τοῖς ἐμβόλοις, ἀργύριά τε κατὰ μῆνα τοῖς ἐν ταύταις κατακειμένοις πένησι δίδοσθαι διετάξατο καὶ τὰ μηνιαῖα τριμίσια ἐν ταῖς ἐκκλησίαις τοῖς πένησι διανέμεσθαι, ὡς εἶναι τὰ διδόμενα τοῖς τε ἐν ταῖς ἄρκλαις πτωχοῖς καὶ τοῖς ἐν ταῖς ἐκκλησίαις ἀργύρου ἐγκεχαραγμένου χιλιάδας δώδεκα. οὐ μόνον δὲ ταῦτα ἡ συμπαθὴς αὐτοῦ ψυχὴ διετύπωσεν τῶν πενήτων προνοουμένη, ἀλλὰ καὶ καθ’ ἡμέραν αὐτῷ τρεῖς συνεσθίειν πένητας διετάξατο, οἳ ἀνὰ ἓν ἐλάμβανον νόμισμα. τετράδι δὲ καὶ παρασκευῇ τρεῖς πένητες μοναχοὶ τούτῳ συνήσθιον, τὸ τετυπωμένον ἕκαστοι λαμβάνοντες νόμισμα. ὅπερ δὲ ἐν τοῖς μοναστηρίοις εἴωθεν γίνεσθαι ἐν τῷ καιρῷ ἀνὰ τῆς ἑστιάσεως, τοῦτο αὐτὸς ἐποίει, διπλῆν ἑαυτῷ καὶ τοῖς δαιτυμόσι τὴν τράπεζαν παρατιθείς, ὥστε τὸ μὲν σῶμα τρέφεσθαι τῇ συνήθει τροφῇ, τῇ δὲ ψυχῇ καταλλήλῳ τῶν λόγων ἐπεντρυφᾶν ἡδονῇ, οἷς ἐκεῖνος ἐπιμελῶς προσέχων τὸν νοῦν κατένυσσε τὴν ψυχὴν καὶ πολλὰς δακρύων ὑφίει πηγάς. τὴν δὲ πίστιν ὅσην ἐκέκτητο πρὸς πάντας μὲν μοναχούς, μάλιστα δὲ τοὺς ἐπ’ ἁγιοσύνῃ διαβοήτους καὶ εὐλαβείᾳ, τίς ἂν διηγήσαιτο; οὐκ ἐθεάσατο γάρ ποτε μοναχὸν ἀρετῆς ἀντεχόμενον, ᾧ τινὶ τὰς ἑαυτοῦ πράξεις σὺν πολλοῖς δάκρυσιν οὐκ ἐξηγόρευε πιστότατος δὲ ὢν καὶ ὀρθοδοξότατος πάσας τὰς τῆς πόλεως ἐκκλησίας πέπλοις διαφανέσι καὶ φωταγωγίαις λαμπρῶς κατεκόσμει καὶ κατεφαίδρυνεν. ἀλλὰ καὶ τοῖς ἐν ὄρεσι μοναχοῖς, τῷ τε Ὀλύμπῳ καὶ τῷ Κομινᾷ καὶ τῇ Χρυσῇ κατονομαζομένῃ Πέτρᾳ καὶ τοῦ Βαραχαίου ὄρει, οὐ διέλιπεν ἐτησίως ῥόγας ἐξαποστέλλων καὶ φροντίζων τούτων καὶ προνοούμενος, καὶ τοὺς ὀνομαστοὺς ἐπὶ πράξει καὶ θεωρίᾳ μετακαλούμενος ὡς αὐτόν, καὶ τῶν εὐχῶν αὐτῶν τὰς εὐλογίας τρυγῶν. οὐ μόνον δέ, ἀλλὰ καὶ τοῖς διὰ θεὸν ἐγκλείστοις καὶ στενωτάτοις οἰκίσκοις καθείρξασι καὶ πᾶσι τοῖς μοναστηρίοις τὰς ἐτησίους ῥόγας, ἃς διετύπωσεν, οὐ διέλιπεν ἐπιχορηγῶν. ταῦτα ὡς ἐκ πολλῶν ὀλίγα τῶν αὐτοῦ κατορθωμάτων καὶ ἐλεημοσυνῶν διεξήλθομεν. 28 Πέτρῳ δὲ τῷ Βουλγάρῳ ἐπέθετο Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ μετὰ καὶ ἑτέρων μεγιστάνων τοῦ Συμεών· καὶ φωραθέντων αὐτῶν ὁ μὲν Ἰωάννης τύπτεται καὶ ἐγκλείεται φυλακῇ, οἱ δὲ λοιποὶ τιμωρίαις οὐ ταῖς τυχούσαις ὑποβάλλονται. ταῦτα δὲ δῆλα Πέτρου ποιήσαντος τῷ βασιλεῖ Ῥωμανῷ, ἀπέστειλεν ὁ βασιλεὺς τὸν μοναχὸν Ἰωάννην, ὃς ἐγεγόνει ῥαίκτωρ, προφάσει μὲν τοῦ ποιῆσαι τὸ ἀλλάγιον τῶν κρατουμένων αἰχμαλώτων, τῇ ἀληθείᾳ δὲ Ἰωάννην κατασχεῖν καὶ ἐν Κωνσταντινουπόλει ἀγαγεῖν. ὃ δὴ καὶ γέγονεν· εἰσελθὼν γὰρ ἅμα Ἰωάννῃ εἰς πλοῖον ἀπὸ Μεσημβρίας ἦλθεν ἐν τῇ πόλει. καὶ μετ’ οὐ πολὺ τούτου τὸ μοναχικὸν σχῆμα ἀπορρίψαντος καὶ γυναῖκα ἐπιζητήσαντος, δέδωκεν αὐτῷ ὁ βασιλεὺς οἶκον καὶ κτήματα πάμπολλα καὶ γυναῖκα ἐκ τῆς ἑαυτοῦ πατρίδος τῆς τῶν Ἀρμενιακῶν ὁρμωμένην, γάμον τε λαμπρὸν ἐν τῇ τοῦ Καίσαρος οἰκίᾳ πεποίηκεν, Χριστοφόρου βασιλέως καὶ Ἰωάννου μοναχοῦ τοῦ γεγονότος ῥαίκτορος παρανυμφευσάντων. 29 Ἀλλὰ καὶ Μιχαὴλ μοναχός, αὐτὸς ὁ ἀδελφὸς Πέτρου, κατὰ σπουδῆς ἔχων τῆς Βουλγαρικῆς ἐξουσίας ἐπιλαβέσθαι, ἰδιοστασίασεν ἔν τινι Βουλγαρικῷ κάστρῳ· καὶ τούτῳ προσερρύησαν οἱ τῆς Πέτρου ἀρχῆς διεστηκότες Σκύθαι. οὗ μετὰ τὴν τοῦ βίου καταστροφὴν ἐπῆλθον οὗτοι ταῖς Ῥωμαϊκαῖς χώραις, ὥστε συμβῆναι τούτους ἀπὸ Μακέτιδος διὰ Στρυμόνος πρὸς Ἑλλάδα καὶ τὴν Νικόπολιν προσχωρῆσαι καὶ τὰ ἐκεῖσε πάντα ληί̈σασθαι. Νικόπολις δὲ ἐπωνόμασται κατὰ τὸ ἐπώνυμον τῆς νίκης, ἣν Αὔγουστος Σεβαστὸς κατὰ Ἀντωνίου καὶ Κλεοπάτρας εἰργάσατο καὶ τὴν Αἰγυπτίων ἀρχὴν τοῖς Ῥωμαίοις ὑπέκλινεν. 30 Μαρτίῳ δὲ μηνί, δευτέρᾳ ἡμέρᾳ, κοσμήτης ἔπεσεν ἐν τῷ φόρῳ ἐκ τῶν ἐν τοῖς στιχηδὸν ἱσταμένοις ἐκεῖσε κίοσιν ἐπικειμένων, καὶ ἀπέκτεινεν ἄνδρας ἕξ. γέγονε δὲ καὶ ἐμπρησμὸς μέγας καὶ φοβερὸς εἰς τὸν τοῦ φόρου ἔμβολον, πλησίον τοῦ ναοῦ τῆς ὑπεραγίας θεοτόκου, ὥστε κατακαῆναι τά τε κηροπωλεῖα καὶ τὰ γουνάρια τοῦ φόρου μέχρι τῶν Ψιχῶν. 31 Ἐτελεύτησε δὲ Χριστοφόρος βασιλεὺς μηνὶ Αὐγούστῳ ἰνδικτιῶνος τετάρτης, πολλὰ κοψαμένου καὶ θρηνήσαντος αὐτὸν τοῦ πατρός, μεῖζον ἢ κατ’ Αἰγυπτίους, ὡς ἤδη εἰς γῆρας αὐτοῦ ἐληλακότος καὶ τῶν υἱῶν αὐτοῦ ἔτι νηπίων ὄντων. καὶ ἐτέθη τὸ λείψανον αὐτοῦ ἐν τῇ ῥηθείσῃ μονῇ τοῦ πατρὸς αὐτοῦ. 32 Κατήγαγον δὲ καὶ Τρύφωνα πατριάρχην Αὐγούστῳ μηνὶ ἰνδικτιῶνος τρίτης, τὸν ῥητὸν χρόνον τελέσαντα·
PG 109:457καὶ ἀπελθὼν ἐν τῇ ἰδίᾳ μονῇ τελευτᾷ, χηρευσάσης ἐκκλησίας χρόνον ἕνα καὶ μῆνας ε διὰ τὸ τῆς ἡλικίας ἀτελὲς Θεοφυλάκτου υἱοῦ Ῥωμανοῦ βασιλέως· αὐτὸν γὰρ ἔμελλεν, ὡς ἤδη εἴρηται, πατριάρχην καθιστᾶν. 33 Βασίλειος δέ τις Μακεδὼν πλάνος Κωνσταντῖνον Δοῦκα ἑαυτὸν ἐπιφημίσας πολλοὺς μεθ’ ἑαυτοῦ συνεπήγετο. οὗτος συσχεθεὶς ὑπὸ Ἐλεφαντίνου τουρμάρχου, ἐκ τοῦ Ὀψικίου ὄντος, ἤχθη ἐν Κωνσταντινουπόλει, καὶ ὑπὸ Πέτρου ὑπάρχου τῆς μιᾶς ἀλλοτριοῦται χειρός. εἶτα καιροῦ λαβόμενος καταλαμβάνει πάλιν τὸ Ὀψίκιον, καὶ χεῖρα χαλκῆν ἀντὶ τῆς κοπείσης προσαρμοσάμενος καὶ σπάθην ὑπερμεγέθη κατασκευάσας διήρχετο, πλανῶν αὖθις τῶν ἀγυρτευόντων πολλοὺς ὡς εἴη αὐτὸς Κωνσταντῖνος ὁ τοῦ Δουκός. οὓς καὶ συνεφελκόμενος μεγάλην κατὰ Ῥωμανοῦ ἀνταρσίαν κινεῖ. καὶ φρούριον κατασχὼν ὃ Πλατεῖα πέτρα κατονομάζεται, πᾶν εἶδος ἐδωδίμων ἐν τούτῳ ἀπέθετο· ἀφ’ οὗ ἐξορμῶν ἐλεηλάτει καὶ τοὺς παρατυγχάνοντας προενόμευεν. ἀποστείλας οὖν ὁ βασιλεὺς κατ’ αὐτοῦ αὐτόν τε συνέλαβεν καὶ τοὺς σὺν αὐτῷ· ὃν καὶ ἀγαγόντες ἐν τῇ πόλει ἀνέκρινόν τε καὶ πολλὰς πληγὰς ἐπετίθεσαν, τοῦ τοὺς συστασιώτας, εἴ τινες εἶεν, εἰπεῖν. ὁ δὲ πολλοὺς τῶν ἐν τέλει ἐσυκοφάντει ψευδῶς ὡς συνόντας αὐτῷ. μηδὲν δὲ ἀληθὲς κατ’ αὐτῶν λέγειν ἐξελεγχθεὶς ἐν τοῖς Ἀμαστριανοῦ πυρὸς παρανάλωμα γίνεται. 34 Χειροτονεῖται δὲ πατριάρχης ὁ ῥηθεὶς τοῦ βασιλέως υἱὸς Θεοφύλακτος, Φεβρουαρίῳ μηνὶ δευτέρᾳ ἰνδικτιῶνος ἕκτης, τοῦ πατρῴου φρονήματος ἐφ’ ἅπασιν ἐξερχόμενος, ἀλλὰ καὶ τοῖς πρόσω παρεκτεινόμενος κατορθώμασι μετὰ καὶ τῆς προσούσης ἐλλογιμότητος, τοποτηρητῶν ἐκ Ῥώμης ἀνελθόντων καὶ τόμον συνοδικὸν ἐπιφερόμενοι περὶ τῆς αὐτοῦ χειροτονίας διαγορεύοντα· οἳ καὶ πατριαρχικῷ θρόνῳ τοῦτον ἐνίδρυσαν. 35 Ἡ εἰρημένη βασιλέως Ῥωμανοῦ ἐγγόνη ἡ Μαρία, γυνὴ Πέτρου Βουλγάρου, πολλάκις ἀπὸ Βουλγαρίας ἐν τῇ πόλει εἰσῆλθεν τοῦ τὸν ἴδιον πατέρα καὶ τὸν πάππον αὐτῆς ἐπισκέψασθαι. τελευταῖον δὲ μετὰ παίδων εἰσῆλθεν τριῶν, ἤδη Χριστοφόρου τοῦ πατρὸς αὐτῆς τελευτήσαντος. πλοῦτον οὖν πολὺν παρὰ τοῦ πάππου λαβοῦσα ἐντίμως ὑπέστρεψεν. 36 Ῥωμανὸς δὲ ὁ βασιλεὺς τῷ υἱῷ Στεφάνῳ γυναῖκα ἠγάγετο θυγατέρα οὖσαν τοῦ Γαβαλᾶ, ἐγγόνην δὲ Κατάκυλα, Ἄνναν ὄνομα. ἅμα δὲ τῷ νυμφικῷ στεφάνῳ καὶ ὁ τῆς βασιλείας αὐτῇ στέφανος ἐπετίθετο. 37 Ἐγένετο δὲ ἐκστρατεία πρώτη τῶν Τούρκων κατὰ Ῥωμαίων ἰνδικτιῶνος ἑβδόμης Ἀπριλλίῳ μηνί· οἳ καὶ καταδραμόντες μέχρι τῆς πόλεως ἐληί̈σαντο πᾶσαν Θρᾳκῴαν ψυχήν. ἀπεστάλη οὖν ὁ πατρίκιος Θεοφάνης ὁ πρωτοβεστιάριος καὶ παραδυναστεύων ποιῆσαι ἀλλάγιον· ὃς θαυμασίως καὶ συνετῶς αὐτοῖς μετελθὼν ὅσαπερ ἐβούλετο κατεπράξατο, πολλὰ παρ’ αὐτῶν ἐν τῇ φρονήσει καὶ εὐβουλίᾳ ἐπαινεθείς τε καὶ θαυμασθείς· ὅτε καὶ τὸ μεγαλόψυχον αὐτοῦ καὶ φιλάνθρωπον ὁ βασιλεὺς Ῥωμανὸς ἐπεδείξατο, μηδενὸς φεισάμενος χρήματος πρὸς τὴν τῶν αἰχμαλώτων ἀνάρρυσιν. 38 Ἠγάγετο δὲ γυναῖκα ὁ βασιλεὺς Ῥωμανὸς τῷ τελευταίῳ υἱῷ Κωνσταντίνῳ, ἐκ γένους τῶν Ἀρμενιακῶν τοὔνομα Ἑλένην, τοῦ πατρικίου Ἀδριανοῦ θυγατέρα· ἧς καὶ τελευτησάσης Φεβρουαρίῳ μηνὶ δευτέρᾳ ἑτέραν τούτῳ συνέζευξεν γυναῖκα ὀνόματι Θεοφανώ, ἐκ γένους τοῦ Μάμαντος ἐκείνου καταγομένην. 39 Δεκάτης καὶ τετάρτης ἰνδικτιῶνος, Ἰουνίῳ δὲ μηνὶ ἑνδεκάτῃ, κατέπλευσαν οἱ Ῥὼς κατὰ Κωνσταντινουπόλεως μετὰ πλοίων χιλιάδων δέκα, οἱ καὶ Δρομῖται λεγόμενοι, οἳ ἐκ γένους τῶν Φράγγων καθίστανται. ἀπεστάλη οὖν κατ’ αὐτῶν μετὰ τριήρων καὶ δρομώνων, ὅσα καὶ ἔτυχον ἐν τῇ πόλει, ὁ πατρίκιος· καὶ τόν τε στόλον προευτρεπίσας τε καὶ ἑτοιμασάμενος, καὶ νηστείᾳ καὶ δάκρυσιν αὐτὸν κατοχυρώσας ὡς μάλιστα, τοὺς Ῥὼς προσδέχεται καταναυμαχῆσαι μέλλων αὐτούς. ἐπεὶ δὲ ἐκεῖνον κατέλαβον καὶ πλησίον τοῦ Φάρου ἐγένοντο (Φάρος δὲ καλεῖται ἀφίδρυμά τι, ᾧ πυρσὸς ἐπιτίθεται εἰς ὁδηγίαν τοῖς ἐν νυκτὶ παροδίταις), οὗτος πρὸς τῷ τοῦ Εὐξείνου πόντου στόματι παρεδρεύων (ὃς κατὰ ἀντίφρασιν κέκληται· κακόξεινος γὰρ διὰ τὰς συνεχεῖς τῶν ἐκεῖσε λῃστῶν πρὸς τοὺς ἐπιξενουμένους καταδρομάς, οὕς, ὡς φασίν, ἀνελὼν Ἡρακλῆς, καὶ ἀδείας τυχόντες οἱ παροδῖται, τοῦτον Εὔξεινον ἐπωνόμασαν) ἐν τῷ Ἱερῷ λεγομένῳ ἀθρόον τούτοις ἐπίθετο, ὃ τὴν ἐπωνυμίαν εἴληφεν διὰ τὸ τῆς Ἀργοῦς πλωτήρων ἐκεῖσε διερχομένων αὐτόθεν ἀνίδρυσαν ἱερόν. καὶ δὴ πρῶτος τῷ οἰκείῳ δρόμωνι διεκπλεύσας τήν τε σύναξιν τῶν Ῥουσικῶν πλοίων διέλυσεν καὶ τῷ ἐσκευασμένῳ πυρὶ πλεῖστα κατέφλεξεν, τὰ δὲ λοιπὰ τούτων ἐτρέψατο εἰς πληγὴν καὶ φυγήν· ᾧ ἀκολούθως καὶ οἱ λοιποὶ δρόμωνες καὶ αἱ τριήρεις ἐπεκδραμοῦσαι τελείαν εἰργάσαντο τὴν τροπήν, καὶ πολλὰ μὲν πλοῖα κατέδυσαν αὔτανδρα, πολλοὺς δὲ κατέστρωσαν, πλείστους δὲ ζῶντας συνέλαβον. οἱ περιλειφθέντες οὖν εἰς τὸ τῆς ἀνατολῆς μέρος εἰς τὰ Σγόρα λεγόμενα καταπλέουσιν. ἀπεστάλη δὲ τότε καὶ Βάρδας πατρίκιος ἀπὸ στρατηγῶν ὁ Φωκᾶς διὰ γῆς μετὰ ἱππέων καὶ ἐκκρίτων ἀνδρῶν τοῦ παρατρέχειν αὐτούς. καὶ δὴ τούτων σύνταγμα ἱκανὸν ἀποστειλάντων πρὸς τὰ τῆς Βιθυνίας μέρη ὥστε τὰ πρὸς τροφὴν καὶ ἄλλην χρείαν πορίσασθαι, περιτυχὼν τῷ τοιούτῳ συντάγματι ὁ εἰρημένος Βάρδας ὁ Φωκᾶς κακῶς τούτους διέθηκεν, τρεψάμενος καὶ κατασφάξας αὐτούς. κατῆλθε δὲ καὶ ὁ συνετώτατος καὶ ἐχέφρων Ἰωάννης ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας μετὰ παντὸς τοῦ τῆς Ἀνατολῆς στρατεύματος, καὶ πολλοὺς τούτων διέφθειρεν ἀποσπάδας τῇδε κἀκεῖσε καταλαμβάνων, ὥστε συσταλέντας αὐτοὺς δέει τῆς αὐτοῦ ἐπιθέσεως μένειν ἐπὶ τὸ αὐτὸ παρὰ τὰ οἰκεῖα πλοῖα καὶ μηδαμοῦ παρεκτρέχειν κατατολμᾶν. πολλὰ δὲ καὶ μέγιστα κακὰ οὗτοι διεπράξαντο πρὸ τοῦ τὸ Ῥωμαϊκὸν στράτευμα κατελθεῖν. τό τε γὰρ Στενὸν ἅπαν λεγόμενον ἐνέπρησαν, καὶ οὓς συνελάμβανον αἰχμαλώτους, τοὺς μὲν ἐσταύρουν, τοὺς δὲ τῇ γῇ προσεπαττάλευον, τοὺς δὲ ὥσπερ σκοποὺς ἱστάντες βέλεσι κατετόξευον. ὅσους δὲ τοῦ ἱερατικοῦ κλήρου κατελάμβανον, ὄπισθεν τὰς χεῖρας δεσμοῦντες ἥλους σιδηροῦς κατὰ μέσης τῆς κεφαλῆς αὐτῶν κατεπήγνυον. πολλοὺς δὲ ἁγίους ναοὺς τῷ πυρὶ παρέδωκαν. χειμῶνος δὲ ἐνισταμένου καὶ τροφῶν ἀποροῦντες, τό τε ἐπελθὸν στράτευμα τοῦ δομεστίκου τῶν σχολῶν τοῦ Κουρκούα καὶ αὐτὸν τὸν ἐχέφρονα καὶ νουνεχῆ εὔβουλον δεδιότες, τάς τε ναυμαχίας καὶ τὰ ἐσχηματισμένα πολέμια τοῦ πατρικίου Θεοφάνους, ἐβουλεύσαντο τὰ οἰκεῖα καταλαβεῖν. καὶ δὴ λαθεῖν τὸν στόλον σπουδάζοντες, Σεπτεμβρίῳ μηνὶ ἰνδικτιῶνος πέμπτης καὶ δεκάτης νυκτὸς ἀντιπλεῦσαι ὡρμηκότες ἐπὶ τὰ Θρᾳκῷα μέρη, παρὰ τοῦ ῥηθέντος πατρικίου Θεοφάνους ὑπηντήθησαν· οὐδὲ γὰρ ἔλαθον τὴν αὐτοῦ ἐγρηγορωτάτην καὶ γενναίαν ψυχήν. εὐθὺς οὖν δευτέρα ναυμαχία συνάπτεται, καὶ πλεῖστα πλοῖα ἐβύθισεν καὶ πολλοὺς τούτων ἀπέκτεινεν ὁ εἰρημένος ἀνήρ. ὀλίγοι δὲ μετὰ πλοίων περισωθέντες καὶ ἐν τῇ τῆς Κύλης παραπεσόντες ἀκτῇ νυκτὸς ἐπελθούσης διέφυγον. Θεοφάνης δὲ ὁ πατρίκιος μετὰ νίκης λαμπρᾶς καὶ μεγίστων ὑποστρέψας τροπαίων ἐντίμως καὶ μεγαλοπρεπῶς ὑπεδέχθη καὶ παρακοιμώμενος ἐτιμήθη. 40 Ἐπειδὴ δὲ ὁ ῥηθεὶς Ἰωάννης μάγιστρος καὶ δομέστικος τῶν σχολῶν ἄριστος ἐγένετο εἰς τὰ πολέμια, καὶ πολλὰ καὶ μεγάλα ἀνέστησε τρόπαια, καὶ τὰ Ῥωμαϊκὰ ἐπέκτεινεν ὅρια, πλείστας τε πόλεις ἐπόρθησεν τῶν Ἀγαρηνῶν, καὶ διὰ τὸ περιφανὲς τῆς τοῦ ἀνδρὸς ἀρετῆς, ἠβουλήθη ὁ βασιλεὺς Ῥωμανὸς εἰς τὸν ἑαυτοῦ ἔκγονον Ῥωμανὸν τὸν ἐκ Κωνσταντίνου τοῦ υἱοῦ αὐτοῦ θυγατέρα ἀναλαβεῖν. ἡ οὖν θυγάτηρ τοῦ Κουρκούα ἦν ἡ Εὐφροσύνη, ὁ δὲ υἱὸς τοῦ Κωνσταντίνου ἦν Ῥωμανὸς ὁ εὐνουχισθεὶς παρὰ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, καὶ ἐτιμήθη πατρίκιος καὶ πραιπόσιτος. φθόνου δὲ αὐτῷ τῆς τοιαύτης ἕνεκεν ὑποθέσεως τῶν λοιπῶν βασιλέων κινηθέντος, παύει τῆς ἀρχῆς, εἴκοσι καὶ δύω χρόνους καὶ μῆνας ἑπτὰ δομέστικος ἀδιάδοχος τελέσας. [] πλὴν οὖν ἄξιον εἰπεῖν τό τε γένος καὶ τὴν ἀγωγὴν αὐτοῦ καὶ τὸ ἐπιτήδευμα καὶ τὸ φύσει τῆς ψυχῆς καὶ τοῦ σώματος αὐτοῦ καὶ τὴν πρᾶξιν, καὶ ὁποῖος πιστὸς καὶ ὀρθὸς ἀνεφάνη τῇ γενεᾷ ἡμῶν. οὗτος ἐκ γένους τῶν Ἀρμενιακῶν ἦν ἀπὸ Δόκιαν χωρίου Δαρβιδοῦν, πατρὸς μὲν τῶν οὐκ ἀσήμων, παλατίνου πάνυ πλουσίου υἱοῦ Ἰωάννου δομεστίκου τῶν ἱκανάτων. λέγεται δὲ καὶ τὰ ἱερὰ γράμματα ἐκπεπαιδεῦσθαι παρὰ Χριστοφόρου μητροπολίτου Γαγγρῶν τοῦ συγγενοῦς αὐτοῦ. ὡς ᾄδεται δὲ ὁ λόγος, ὅτι ἔφη ὁ ἀρχιερεὺς οὗτος ὁ Ἰωάννης εἰς λύτρωσιν καὶ ἄνεσιν τῶν Ῥωμαίων γενήσεται. πολλὰς γὰρ καὶ πλείστας πόλεις καὶ κάστρα καὶ χώρας καὶ καστέλλια καὶ τόπια τῶν Ἀγαρηνῶν ἐχειρώσατο, καὶ τὴν Ῥωμανίαν διπλῆν κατεστήσατο, πρότερον οὖσαν καὶ κατεχομένην ὑπὸ τῶν ἀρνητῶν τοῦ Χριστοῦ μέχρι τοῦ Χαρσιανοῦ κάστρου καὶ τῆς Ὑψηλῆς καὶ τοῦ Ἅλυ ποταμοῦ. ὁ δὲ πιστὸς καὶ σπουδαῖος πρὸς Ῥωμανὸν αὐτοκράτορα Ἰωάννης δομέστικος τῶν σχολῶν μέχρι τοῦ Εὐφράτου καὶ τοῦ Τίγρη τὰ ὅρια τῶν Ῥωμαίων ἐστήσατο καὶ προῖκα καὶ δῶρα τῇ Ῥωμανίᾳ προσήνεγκεν, καὶ λαὸν καὶ στρατὸν ὁ βασιλεὺς ἐκεῖθεν προσεκτήσατο, καὶ φόρους πολλοὺς ἐτησίως λαμβάνειν ἐτύπωσεν, καὶ πολλῶν λαφύρων καὶ ἁρμάτων καὶ αἰχμαλώτων Ἀγαρηνῶν ἐκεῖθεν ἀπήνεγκεν. μεγίστοις γὰρ ἀγῶσιν ἑαυτὸν παραθεὶς τὰς πόλεις τῶν ἀρνητῶν Χριστοῖ ἐπόρθησεν· καὶ τίς ἂν ἐξείπῃ κατ’ ὄνομα ταύτας ἃς χειρωσάμενος ὑποφόρους τοῖς Ῥωμαίοις Ἰωάννης ὁ Κουρκούας καὶ δομέστικος τῶν σχολῶν [ἐποιήσατο;] τοῖς εἴκοσι καὶ δύο χρόνοις πόλεις χιλίας σχεδὸν καὶ πλέον κατεστήσατο καὶ τῇ Ῥωμανίᾳ προσήγαγεν· καὶ ἦν ἰδεῖν τὸν ἄγρυπνον Ἰωάννην τὸν Κουρκούαν ἐπὶ παρατάξεως πολεμικῆς διαλαλιαῖς καὶ παραινέσεσι πιθαναῖς τοῖς Ῥωμαίοις χρώμενον, καὶ ἄλλον Τραϊανὸν ἢ Βελισάριον εἰκάσαι καὶ ὀνομάσαι τοῦτον. καὶ εἴ τις πρὸς τούτους παραθήσει τὸν ἄνδρα, εὑρήσει πλείονας τὰς τοῦ Κουρκούα ἀνδραγαθίας καὶ ἀριστείας. οἱ δὲ λαμπρῶς ποθοῦντες καὶ θέλοντες μαθεῖν τὰς τοῦ Ἰωάννου Κουρκούα ἀριστείας καὶ συγγραφὰς εὑρήσουσιν ἐν ὀκτὼ βιβλίοις ἐκτεθείσας παρὰ Μανουὴλ πρωτοσπαθαρίου καὶ κριτοῦ. 42 Ἄξιον δὲ διηγήσασθαι καὶ τὰς τοῦ αὐταδέλφου μαγίστρου καὶ δομεστίκου τῶν σχολῶν Ἰωάννου τοῦ πατρικίου καὶ στρατηγοῦ Χαλδίας Θεοφίλου ἀριστείας καὶ ἀνδραγαθίας. οὗτος εἰς Χαλδίαν μονοστράτηγος γεγονὼς οὐκ ἐνέδωκεν αὐτόν, οἷα οἱ πολλοὶ τῇ τρυφῇ καὶ σπατάλῃ καὶ ἡδυπαθείᾳ χρῶνται· ἀλλ’ ἑαυτὸν ἐκδοὺς πρὸς κόπους καὶ σκληρότητας, πρὸς τὸ τὰς κώμας καὶ χώρας τῶν Ἀγαρηνῶν ληί̈ζεσθαι, ὥστε καὶ τοὺς οἰκοῦντας Ἀγαρηνοὺς εἰς τὸ κάστρον τὸ ἀνδρειότατον καὶ πανθαύμαστον Θεοδοσιόπολιν καὶ τὰ πέριξ αὐτοῦ κάστρα αἰχμαλώτους ἀγαγέσθαι καὶ τῷ μαγίστρῳ Ἰωάννῃ φορολογῆσαι καὶ ὑποτάξαι ἐποίησεν. ἀλλὰ καὶ ἐν τῇ Μεσοποταμίᾳ ἄριστος στρατηγὸς ἀνεφαίνετο, καὶ οὐκ ἐφαίνετο μόνον ἀλλὰ καὶ ἐδείκνυτο καὶ ἄλλος Σολομὼν ὁ ἐπὶ Ἰουστινιανοῦ ἀνεφαίνετο καὶ ἐγνωρίζετο. ὃς καὶ τοῖς μετέπειτα καταλιπὼν τὸν ἔκγονον αὐτοῦ Ἰωάννην τὸν λεγόμενον Τζιμισκήν· καὶ τῇ εὐφυί̈ᾳ καὶ ἀνδρίᾳ καὶ ἀοκνίᾳ τοῦ ἀνδρὸς πατρίκιος καὶ στρατηγὸς διαφόρων θεμάτων τιμηθείς, ἔπειτα καὶ ἐπὶ Νικηφόρου τοῦ Νικητοῦ βασιλέως τοῦ λεγομένου Φωκᾶ μάγιστρος καὶ δομέστικος τῶν σχολῶν ἀνεφάνη. ἀλλὰ καὶ περὶ αὐτῶν ἐν τῷ ῥυθμῷ καὶ τῇ τάξει αὐτῶν διηγητέα· ὡσαύτως καὶ περὶ Ῥωμανοῦ πατρικίου καὶ στρατηγοῦ διαφόρων θεμάτων, τοῦ υἱοῦ τοῦ μαγίστρου Ἰωάννου τοῦ λεγομένου Κουρκούα, ὃς καὶ αὐτὸς ἄριστος καὶ ἀνδρεῖος ἀνεφαίνετο. 43 Τούτων οὕτως ἀκμαζόντων καὶ ὑπὲρ τῆς τῶν Χριστιανῶν πίστεως ἀντεχομένων καὶ μαχομένων καὶ πόλεις καὶ χώρας καὶ κώμας τῇ βασιλείᾳ τῶν Ῥωμαίων προσαγόντων, καὶ ὑποφόρους τοὺς ἀρνητὰς τοῦ Χριστοῦ τῷ βασιλεῖ Ῥωμανῷ ποιοῦντες, ὁ ἀεὶ τὸ γένος τῶν πιστῶν καὶ ὀρθῶν δούλων μαχόμενος Βελίαρ, μὴ φέρων τὴν πολλὴν καὶ ἄπειρον εὐχαριστίαν τῶν Χριστιανῶν, ὑπέβαλέ τισι, καὶ πρὸς τὸν βασιλέα Ῥωμανὸν καὶ τῷ μαγίστρῳ δομεστίκῳ Ἰωάννῃ διέβαλλον, ὡς τῆς βασιλείας τῶν Ῥωμαίων ἐφιέμενος καὶ λαὸν ἐμπαράσκευον ἔχων, καὶ ὅτι πλείστας ἀδικίας καὶ ἁρπαγὰς ἐποιήσατο τοπίων καὶ χωρίων.
PG 109:466ὁ δὲ Ῥωμανὸς ἀποστείλας καὶ ζητήσας οὐδὲν ἐφεῦρεν, καὶ μεταδοὺς τῆς ἀρχῆς ἀποκατέστησεν. φθόνῳ δὲ αὐτῷ τῶν τοιούτων ὑποθέσεων παρὰ τῶν λοιπῶν κινηθέντων, ἐκπίπτει τῆς ἀρχῆς, καὶ δομέστικος ἀντ’ αὐτοῦ προχειρίζεται Πανθήριος, συγγενὴς τοῦ βασιλέως Ῥωμανοῦ. 44 Ὁ δὲ βασιλεὺς Ῥωμανὸς πάντα τὰ χρέη τῆς πόλεως ἀπό τε πλουσίων μεγιστάνων πτωχῶν καὶ πενήτων, ὅσα ἂν ἐν φανερῷ ἀπεδείκνυντο, ἀπέδωκεν· ὥς φασί τινες ὅτι δέδωκεν κεντηνάρια ἐννεακαίδεκα· τὰς δὲ ὁμολογίας κατέκαυσεν εἰς τὸ πορφυροῦν ὀμφάλιον τῆς Χαλκῆς, πάντων ἐπευχομένων τὸν βασιλέα. τῷ δὲ εἰκοστῷ δευτέρῳ αὐτοῦ χρόνῳ δέδωκε τὰ ἐνοικικὰ πάσης τῆς πόλεως, ἀπὸ μικροῦ ἕως μεγάλου. τετράδην καὶ παρασκευὴν ἐξερχόμενος εἰς τὰ μεταστασίματα ἐδίδει πᾶσαν πολιτικὴν ἀνὰ ἀργυρῶν δύο· καὶ τοὺς ἐγκλείστους καὶ τὰς ἐγκλείστας ἐρόγευεν ἀνὰ νομισμάτων τριῶν. ἐκκλησίας δὲ καὶ μοναστήρια πολλὰ ἔκτισεν· ἀλλὰ καὶ ἐνδύτας χρυσοϋφάντους καὶ δισκοποτήρια ἀπεχαρίσατο. καὶ ξενοδοχεῖον καθίδρυσεν εἰς τὰ Μαβριανοῦ, καὶ στάβλους ποιήσας καὶ ὀσπήτια κάλλιστα καὶ κραββατοστρώσια διὰ τοὺς εἰσερχομένους πάντας ἐξωτικοὺς καὶ δίκας λαμβάνοντας κατεσκεύασεν. ἀλλὰ καὶ ὑπὲρ διατροφῆς αὐτῶν τε καὶ τῶν ἀλόγων αὐτῶν καὶ τῶν ἀνθρώπων αὐτῶν διωρίσατο καὶ προσέταξεν. καὶ οἰκήματα προσεκύρωσεν, τὸ ἀνελλιπῶς δίδοσθαι. τοῦτο δὲ ἐποίησεν διὰ τοὺς ἔχοντας δίκας ἐξωτικοὺς καὶ εἰσερχομένους, ἵνα διατρέφωνται καὶ διοικοῦνται ἐξ αὐτοῦ. εἰς δὲ τὸν τάφον αὐτοῦ διωρίσατο ἵνα καθ’ ἑκάστην ἡμέραν δίδωνται ψωμία μυριάδες γ’, καὶ τετράδην καὶ παρασκευὴν ἵνα δίδωται εἰς τὸ πραιτώριν καὶ εἰς τὴν Χαλκῆν καὶ εἰς τὰ Νούμερα ἕνα ἕκαστον ἄνθρωπον ἀνὰ φωλέας δεκαπέντε, καὶ τῇ μεγάλῃ παρασκευῇ πάντας τοὺς φυλακίτας ἀνὰ νομίσματος ἑνός. διωρίσατο δὲ τοὺς μοναχοὺς τοῦ Ὀλύμπου, τοῦ Κυμινᾶ, τοῦ Ἄθωνος, τοῦ Βαραχέως καὶ τοῦ Λάτρους, καὶ πάντας λαμβάνειν ἀνὰ νομίσματος ἑνός· ταῦτα δὲ λαμβάνειν αὐτοὺς ἐκ τῆς ἰδίας αὐτοῦ μονῆς. 45 Ἰνδικτιῶνος πρώτης Ἀπριλλίῳ μηνὶ ἐπῆλθον πάλιν οἱ Τοῦρκοι μετὰ πλείστης δυνάμεως. ὁ δὲ πατρίκιος Θεοφάνης ὁ παρακοιμώμενος ἐξελθὼν σπονδὰς εἰρηνικὰς ἐποίησε μετ’ αὐτῶν, ὁμήρων ἐμφανῶν ἀναλαβόμενος· ἐξ οὗ συνέβη ἐπὶ χρόνους πέντε τὴν εἰρήνην διαφυλαχθῆναι. ὁ δὲ βασιλεὺς Ῥωμανὸς πλείσταις πόλεσι κατὰ Μακεδονίαν τε καὶ Θρᾴκην, τὰς μὲν ἐκ βάθρων ἀνῳκοδόμησεν, τισὶ δὲ καινισμοὺς ἐπενόησεν. οὐ μὴν ἀλλὰ κατὰ τὴν βασίλειον πόλιν περιφανῆ παλάτια ἐκαινούργησεν, ἔτι καὶ λειμῶνας ἀμφιλαφεῖς καὶ εὐκάρπους, ἐξ ὧν οὐ τυχοῦσα τέρψις ἐγγίνεται· ναὶ δὴ καὶ γερόντων τροφεῖα ξενουμένων τε καταγώγια, ἀρρωστούντων ἐνδιαιτήματα, τῶν κατὰ ψυχὴν ἕνεκεν ἀντιδόσεων. 46 Δευτέρας δὲ ἰνδικτιῶνος ὁ Ῥωμανὸς βασιλεὺς Πασχάλιον πρωτοσπαθάριον καὶ στρατηγὸν Λογγιβαρδίας πρὸς τὸν ῥῆγα Θραγγίας Οὔγωνα ἐξαπέστειλεν, τὴν αὐτοῦ θυγατέρα ἐπιζητῶν εἰς νύμφην Ῥωμανῷ τῷ τοῦ γαμβροῦ αὐτοῦ Κωνσταντίνου υἱῷ· ἓν καὶ ἀναλαβὼν ὁ εἰρημένος Πασχάλιος μετὰ πλούτου πολλοῦ ἐν τῇ πόλει ἀνήγαγεν. γέγονε δὲ ὁ γάμος Σεπτεμβρίῳ μηνὶ ἰνδικτιῶνος τρίτης. ἥτις καὶ ζήσασα μετὰ τοῦ ἀνδρὸς ἔτη πέντε ἐτελεύτησεν ταῖς ἡμέραις τῆς αὐτοκρατορίας Κωνσταντίνου τοῦ αὐτῆς πενθεροῦ. 47 Ἀνέμου δὲ βιαίου καὶ σφοδροῦ καταπνεύσαντος Δεκεμβρίῳ μηνὶ οἱ λεγόμενοι ἐν τῷ ἱππικῷ δῆμοι κατέπεσον, οἳ ἀπ’ ἐναντίας τοῦ βασιλικοῦ θρόνου ἐτύγχανον, καὶ συνέτριψαν τά τε ὑποκάτωθεν αὐτῶν βάθρα καὶ τὰ στηθεῖα λεγόμενα. χρόνου δὲ περικυκλώσαντος τῷ αὐτῷ μηνὶ τὸν βασιλέα Ῥωμανὸν οἱ υἱοὶ αὐτοῦ τοῦ παλατίου κατήγαγον. 48 Τῆς δὲ πόλεως Ἐδέσης, ἐν ᾗ τὸ τίμιον τοῦ Χριστοῦ ἐκμαγεῖον ἀπέκειτο, παρὰ τοῦ Ῥωμαϊκοῦ πολιορκουμένης στρατεύματος καὶ εἰς ἀνάγκην μεγίστην περιισταμένης, ἀπέστειλαν οἱ αὐτῆς οἰκήτορες πρὸς τὸν βασιλέα Ῥωμανὸν διαπρεσβευόμενοι τὴν πολιορκίαν λυθῆναι, τὸ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον παρέχειν ἐπαγγελλόμενοι· ὑπὲρ δὲ τῆς τοιαύτης χάριτος δεσμίους ᾐτήσαντο τῶν ἐπιφανῶν ἀντιλαβεῖν, χρυσοβούλλιόν τε λαβεῖν ὥστε μηκέτι τὴν τούτων χώραν παρὰ τοῦ Ῥωμαίων στρατοῦ ληί̈ζεσθαι. ὃ δὴ καὶ γέγονεν. τοῦ ἁγίου δὲ ἐκμαγείου ἤτοι μανδηλίου ἀποσταλέντος καὶ ἤδη τῇ Κωνσταντινουπόλει πλησιάζοντος, Θεοφάνης πατρίκιος ὁ παρακοιμώμενος ἐν τῷ ποταμῷ Σαγάρῳ ἐξελθὼν ὑπήντησεν αὐτῷ μετὰ λαμπρᾶς φωταγωγίας καὶ τῆς δεούσης τιμῆς τε καὶ ὑμνῳδίας· καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ Αὐγούστου μηνὸς σὺν αὐτῷ ἐν τῇ πόλει εἰσῆλθεν, τοῦ βασιλέως ἐν Βλαχέρναις ὄντος κἀκεῖ αὐτὸ προσκυνήσαντος. καὶ τῇ ἐπαύριον ἐξῆλθον ἐν τῇ Χρυσῇ πόρτῃ οἵ τε βασιλέως δύο υἱοὶ Στέφανός τε καὶ Κωνσταντῖνος καὶ ὁ γαμβρὸς αὐτοῦ Κωνσταντῖνος σὺν τῷ πατριάρχῃ Θεοφυλάκτῳ· καὶ μετὰ τῆς δεούσης τοῦτο ἀναλαβόντες τιμῆς, τῆς συγκλήτου πάσης προπορευομένης καὶ φωταγωγίας μεγίστης προαγούσης, μέχρι τοῦ ναοῦ τῆς ἁγίας Σοφίας πεζῇ διεκόμισαν, καὶ προσκυνηθὲν ἐκεῖσε ἐν τῷ παλατίῳ ἀνήγαγον. 49 Ἐν ταύταις δὴ ταῖς ἡμέραις Ἀρμένιόν τι τέρας τῇ πόλει ἐπεφοιτήκει, παῖδες συμφυεῖς ἄρρενες ἐκ μιᾶς προελθόντες γαστρός, ἄρτιοι μὲν πάντα τὰ μέλη τοῦ σώματος, ἀπὸ δὲ στόματος τῆς γαστρὸς καὶ μέχρι τῶν ὑπὸ γαστέρα συμπεφυκότες, καὶ ἀλλήλοις ὑπάρχοντες ἀντιπρόσωποι· οἳ ἐπὶ πλεῖστον τῇ πόλει ἐνδιατρίψαντες, καὶ ὑπὸ πάντων ὡς ἐξαίσιόν τι τέρας ὁρώμενοι, τῆς πόλεως ὡς πονηρός τις οἰωνὸς ἐξηλάσατο. ἐπὶ δὲ μονοκρατορίας βασιλείας Κωνσταντίνου πάλιν εἰσήλθοσαν. ἐπεὶ δὲ ὁ ἕτερος αὐτῶν ἐτεθνήκει, ἰατροί τινες ἔμπειροι τὸ συγκεκολλημένον μέρος διέτεμον εὐφυῶς ἐλπίδι τοῦ τὸν ἕτερον ζήσεσθαι· ὃς τρεῖς ἡμέρας ἐπιβιοὺς ἐτελεύτησεν. 50 Καὶ ἐν πᾶσι μὲν μοναχοῖς, ὡς ἀνωτέρω εἴρηται, πίστιν ἐκέκτητο ἄμετρον ὁ βασιλεύς, διαφερόντως δὲ ἐτίμα καὶ ὑπερέσεβε Σέργιον τὸν ἐν μονασταῖς διαλάμποντα, ὃς ἀδελφὸς ἐπεφύκει τοῦ μαγίστρου Κοσμᾶ τοῦ πρώτου τῶν κριτηρίων. ἀνεκαίνισε καὶ τὴν μονὴν τοῦ Μανουῆλος, ὡσαύτως καὶ τὴν ἐκκλησίαν καὶ τὸ μοναστήριον ἐκ βάθρου κτίσας τοῦ ἁγίου Παντελεήμονος, ᾧ ἐπώνυμον Ὀφροῦ λιμήν. ἀπέκειρε δὲ καὶ ἐκεῖσε μοναχοὺς ὀκτακοσίους, τυπώσας καὶ σελέμνια τοῦ λαμβάνειν αὐτοὺς ὑπὲρ διατροφῆς αὐτῶν, δοὺς ταῦτα τῷ μοναχῷ Σεργίῳ τῷ πνευματικῷ αὐτοῦ πατρί. πάντας δὲ τοὺς ἐν ἐξορίᾳ συμπαθήσας, καὶ δοὺς αὐτοῖς χρήματα πολλά, ὥστε ἐν τῷ κατέρχεσθαι αὐτὸν ἐκ τοῦ παλατίου εἷς καὶ μόνος ἐξόριστος οὐχ εὑρέθη. οὗτος δὲ ὁ Σέργιος ἀνεψιὸς τοῦ πατριάρχου Φωτίου ἐτύγχανεν· ὃν πλέον τῆς σαρκιχῆς συγγενείας ἡ κατὰ ψυχὴν ἐτίμα εὐγένεια. ἀρετῆς γὰρ εἰς ἄκρον καὶ γνώσεως ἤλασεν, ὡς δυσχερὲς εἶναι διακρίνειν ποτέρῳ μᾶλλον πλεονεκτεῖ· οὕτως εἰς ἄκρον ἑκατέραν ἐξήσκησεν. ἐπήνθει δὲ αὐτῷ πρὸς τοῖς ἄλλοις καὶ τὸ τῆς διακρίσεως ἔρευθος καὶ τὸ χαρίεν τοῦ ἤθους καὶ τὸ μέτριον τοῦ φρονήματος· οὐδὲ γὰρ ἀνέσπα τὰς ὀφρῦς κατὰ τοὺς νῦν σοφούς, οὐδὲ ἀλαζών τις ἐδόκει καὶ ὑπερήφανος, ἀλλὰ τὸν λόγον μὲν εἶχεν γλυκύτερον μέλιτος ἀποστάζοντα, τὸ ἦθος δὲ πάγιον καὶ σταθερόν, ταπεινὸν δὲ τὸ φρόνημα. τοῦτον οὖν ἀοίδιμον ἀδιαλείπτως μετ’ αὐτοῦ εἶχεν ὁ βασιλεύς, κανόνα ὄντως καὶ σταθμὴν τὸν αὐτοῦ βίον ῥυθμίζοντα· ὃς πολλὰ παρῄνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ μὴ ἀπαιδεύτους ἐᾶν εἰς πονηρίαν ἐκκλίνοντας, μήποτε καὶ αὐτὸς πάθῃ τὸ τοῦ Ἠλί, τιμωρίαν ὑπὲρ τῆς τῶν παίδων παρανομίας ἐκτίσας. ὃ καὶ γέγονεν. 51 Ἐπεὶ δὲ τοῦ παλατίου τοῦτον οἱ παῖδες κατήγαγον καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξώρισαν, πάλιν τοῦτον εἶχεν τῶν συμφορῶν παραμυθίαν καὶ τῶν θλίψεων ἀκεσώδυνον φάρμακον. ᾧ συνῆν τότε καὶ Πολύευκτος μοναχὸς εὐλαβέστατος, οὐκ ἔλαττον τὸν τοῦ εἰρημένου τρόπον καὶ αὐτὸς τὰ εἰκότα παραμυθούμενος· ὃς μετὰ ταῦτα διὰ τὸν εἰλικρινῆ αὐτοῦ βίον, τοῦ πατριάρχου Θεοφυλάκτου τελευτήσαντος, πατριάρχης ὑπὸ τοῦ βασιλέως Κωνσταντίνου προχειρίζεται. 52 Ὁ δὲ βασιλεὺς Ῥωμανὸς μακρῷ γήρει καὶ νόσῳ τρυχόμενος τὰ τῆς βασιλείας κατὰ διαθήκας ἀπακριβάζεται καὶ ἄνακτα πρῶτον κατὰ διαθήκας τὸν πορφυρογέννητον Κωνσταντῖνον προσδιορίζεται, ἐν ἔτει ἑξάκις χιλιοστῷ τετρακοσιοστῷ πεντηκοστῷ τρίτῳ, καὶ καθεξῆς ἐν δευτέρῳ καὶ τρίτῳ τοὺς τούτου υἱούς, τὰ πρὸς αὐτοὺς ῥητῶς διασφαλισάμενος, ὡς εἴπερ τῷ πρώτῳ βασιλεῖ κατά τι προσπταίσειαν, καθαιρεῖσθαι παραυτίκα τῆς βασιλείας. 53 Ἐπεὶ δὲ πολλοῖς τρόποις ὁ θεὸς βούλεται σώζειν τὸν ἄνθρωπον, συνεχώρησε Ῥωμανὸν βασιλέα συμφορᾷ ἀδοκήτῳ προσπεσεῖν, ἵνα δι’ αὐτῆς σωφρονισθεὶς καὶ τῶν οἰκείων ἐν συναισθήσει παραπτωμάτων γενόμενος σωτηρίας ἀξιωθῇ. συνεχώρησε γὰρ ἐπαναστῆναι αὐτῷ τὸν υἱὸν αὐτοῦ Στέφανον, ὥσπερ ποτὲ Ἀβεσσαλὼμ ἐπανέστη Δαβὶδ τῷ οἰκείῳ πατρί. συμβούλοις οὖν οὗτος πρὸς τοῦτο χρησάμενος τῷ τε ἀπὸ μοναχῶν Μαριανῷ τῷ Ἀργυρῷ καὶ Βασιλείῳ τῷ πρωτοσπαθαρίῳ τῷ Πετεινῷ καὶ Μανουὴλ τῷ Κουρτίκῃ, συνειδότων αὐτῷ καὶ τῶν ἄλλων βασιλέων, τοῦτον τοῦ παλατίου κακῶς κατήγαγεν καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξορίσας ἀπέκειρεν μοναχόν. ΑΥΤΟΚΡΑΤΟΡΙΑ ΚΩΝΣΤΑΝΤΙΝΟΥ. Ὑπελείφθη οὖν αὐτοκράτωρ Κωνσταντῖνος ὁ τούτου γαμβρὸς μηνὶ Δεκεμβρίῳ εἰκάδι, ἰνδικτιῶνος τρίτης, ἐν ἔτει ἑξάκις χιλιοστῷ τετρακοσιοστῷ πεντηκοστῷ τετάρτῳ· ὃς αὐτίκα Βάρδαν τὸν τοῦ Φωκᾶ τῇ τοῦ μαγίστρου ἀξίᾳ τιμήσας, ὡς χρόνῳ πολλῷ τὴν ἐν τοῖς πολέμοις ἀνδραγαθίαν πολλάκις ἐπιδειξαμένου, δομέστικον τῶν σχολῶν προχειρίζεται, καὶ Κωνσταντῖνον τὸν Γογγύλην ναυμαχίας ἡγήτορα, καὶ στρατιάρχας τινὰς τῶν εὐχρήστων. εἶτα Βασίλειον, ᾧ ἐπίκλην Πετεινός, πατρίκιον καὶ μέγαν ἑταιρειάρχην, τὸν δὲ ἐκ τοῦ γένους τῶν Ἀργυρῶν Μαριανὸν τὰ μοναχικὰ ἀποδύσας πατρίκιον καὶ κόμητα τοῦ στάβλου πεποίηκεν. ὡσαύτως καὶ Μανουὴλ τὸν ἐπιλεγόμενον Κουρτίκην πατρίκιον καὶ δρουγγάριον τῆς βίγλης ἐποίησεν. οὕς τινας τρεῖς οὐ μετὰ πολὺν χρόνον ἡ τοῦ θεοῦ δικαία κρίσις, ὡς εἰς Χριστὸν τοῦ κυρίου παροινήσαντας καὶ χεῖρας ἀδίκως ἐπιβαλόντας, τῆς βασιλείας ὀρεγομένους μετῆλθεν· ἐπὶ καθοσιώσει γὰρ καταληφθέντες ἑκάτεροι οἰκτίστῳ θανάτῳ τὸ ζῆν ἀπέρρηξαν. τὰ δὲ περὶ αὐτῶν πλατύτερόν τε καὶ ἐπεξεργαστικώτερον ἐν τῇ προηγουμένῃ ἐξηγήσει ἐκθήσομαι. 2 Μετὰ δὲ τεσσαράκοντα ἡμέρας, τῇ εἰκάδι ἑβδόμῃ τοῦ Ἰανουαρίου μηνός, ὑποπτεύσας Κωνσταντῖνος τόν τε βασιλέα Στέφανον καὶ Κωνσταντῖνον τὸν αὐτοῦ ἀδελφόν, μή ποτε καὶ κατ’ αὐτοῦ τὰ ὅμοια διαπράξωνται, καὶ λογισάμενος ὅπερ ἦν εἰκός, ὅτι εἰ τοῦ ἰδίου πατρὸς οὐκ ἐφείσαντο, πῶς αὐτοῦ φείσωνται, ἑστιάσας αὐτούς, ἤδη ἐν τῇ τραπέζῃ καὶ καθεζομένους, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, ἀνήρπασαν οὗτοι οἱ λεγόμενοι Τορνίκιοι καὶ ὁ πατρίκιος Μαριανὸς καὶ οἱ λοιποὶ οἱ πρὸς τοῦτο ηὐτρεπισμένοι, καὶ τοῦ παλατίου κατήγαγον καὶ ἐν ταῖς πλησιαζούσαις νήσοις τούτους περιώρισαν καὶ κληρικοὺς ἀπέκειραν. [] μετ’ ὀλίγον οὖν οὗτοι αἰτησάμενοι τὸν ἴδιον πατέρα θεάσασθαι ἐν τῇ Πρώτῃ νήσῳ παρεγένοντο, καὶ τοῦτον ἐν τῷ μοναχικῷ σχήματι θεασάμενοι πένθει κατεσχέθησαν ἀφορήτῳ· οἷς ἐπιδακρύσας ὁ πατὴρ ἔφη υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. εἶθ’ οὕτως ἐξωρίσθησαν, ὁ μὲν Στέφανος εἰς Προικόννησον (ἥν τινα Νεβρίαν ὠνομασμένην ἐκ τῆς κατὰ χρησμὸν δεδομένης προχόου ἄποικοι Σαμίων μετωνόμασαν, οἷς ἀφικομένοις πρὸς νῆσον καὶ τῷ θεῷ ἱλασκομένοις ἀριστοποιουμένοις τε ἀωρία ἐτύγχανεν ὁπόθεν ὕδωρ κομίσοιντο. γυνὴ δέ τις ἔφη αὐτοῖς, εἰ ἔχετε πρόχοον, δώσω ὑμῖν ὕδωρ. ὅπερ λαβόντες, ὡς ὁ χρησμός, καὶ γῆν ἐξῃτήσαντο.
PG 109:474τῆς δὲ καὶ ταύτην δεδωκυίας, Πρόχοον τὴν νῆσον ὠνόμασαν καὶ τοῖς ἀργυροῖς νομίσμασιν πρόχοον εἰκόνιζον), ἀπὸ δὲ Προικοννήσου εἰς Ῥόδον, ἀπὸ δὲ Ῥόδου εἰς Μιτυλήνην, ὁ δὲ Κωνσταντῖνος εἰς Τένεδον, ἐκεῖθεν εἰς Σαμοθρᾴκην· ἐν ᾗ καὶ ἀνταρσίαν μελετήσας, καὶ τὸν ἐκ βασιλικῆς κελεύσεως τὴν αὐτοῦ φυλακὴν πεπιστευμένον Νικήταν πρωτοσπαθάριον ἀναιρήσας, καὶ αὐτὸς παρὰ τῶν αὐτὸν φυλασσόντων ἀνεσφάγη. οὗ τὸ σῶμα παρακομισθὲν ταφῇ παραδίδοται μεγαλοτίμως, ἐν ᾗ περὶ τούτῳ ἡ πρώτη αὐτοῦ σύμβιος ἀπέκειτο Ἑλένη τοὔνομα. Μιχαὴλ δὲ τὸν τοῦ βασιλέως Χριστοφόρου υἱόν, τὰ βασιλικὰ πέδιλα Κωνσταντῖνος ὁ πορφυρογέννητος ἀφελόμενος, κληρικὸν καὶ μάγιστρον καὶ ῥαίκτωρα πεποίηκεν. ὅσοι δὲ ἐπέβαλον χεῖρας ἐπὶ τῇ καταβάσει Ῥωμανοῦ βασιλέως, ταῦτα πεπόνθασιν. ὁ μὲν Βασίλειος μάγιστρος εἰσκομισθεὶς καὶ πομπευθεὶς καὶ ἐξορισθεὶς στένων καὶ τρέμων τὸν βίον αὐτοῦ ἐν ἐξορίᾳ ἐτέλεσεν· τὸν Μαριανὸν γυνὴ ἀπὸ ὕψους ῥίψασα πλάκα τὴν ἑαυτοῦ κεφαλήν, τὸν μόρον Ἰούδα ἐχρήσατο· ὁ δὲ Διογένης καὶ στρατηγὸς λογχευθεὶς παρὰ δύο ἀτζυπάδων τοῦ Μαλελεί̈νου κακὸν θάνατον ἔδωκεν· ὁ δὲ Κουρτίκης ἀπερχόμενος εἰς Κρήτην μετὰ τοῦ δρομωνίου ἐποντίσθη· ὁ δὲ Κλάδων εὑρεθεὶς εἰς μοῦλτον ῥινοτομηθεὶς καὶ τὰ ὦτα αὐτοῦ ἐκτμηθείς· ὡσαύτως καὶ ὁ Φίλιππος καὶ οἱ λοιποί. 4 Ὁ δὲ βασιλεὺς Ῥωμανὸς ὁρᾷ κατ’ ὄναρ δύο εὐνούχους λευκοφοροῦντας, καὶ κρατήσαντες αὐτὸν τῶν χειρῶν ἤγαγον αὐτὸν εἰς τὴν Τρικύμβαλον ὁλόγυμνον. τὸ δὲ τζυκανιστῆριν ἦν πεπληρωμένον πυρός, συνεδαβελίζετο δὲ ὑπὸ ἀτζυπάδων πολλῶν. καὶ ὁρᾷ τὴν θεοτόκον ἐλθοῦσαν πρὸς αὐτὸν καὶ λαλήσασαν τοῖς εὐνούχοις διὰ τὴν ἐλεημοσύνην αὐτοῦ. ἐνδύσασα αὐτῶν ἡ θεοτόκος εἰσήγαγεν αὐτὸν εἰς Τροπικήν. διῆλθεν δὲ δεδεμένος ὁ κῦρ Κωνσταντῖνος ὁ σφαγεὶς καὶ ὁ μητροπολίτης Ἀναστάσιος Ἡρακλείας, ἀγόμενοι παρὰ ἀτζυπάδων· καὶ παρέδωκαν αὐτοὺς καὶ ἐνέβαλον εἰς τὸ πῦρ ἐκεῖνο. τῇ ἡμέρᾳ δὲ ἐν ᾗ ἐθεάσατο ὁ βασιλεὺς τὸ ὄναρ, τῇ αὐτῇ ἡμέρᾳ ἐτελεύτησαν καὶ οἱ δύο. ὁ δὲ βασιλεὺς Ῥωμανὸς ἀποστείλας εἰς πάντα τὰ μοναστήρια καὶ τὰς λαύρας, ὡσαύτως καὶ εἰς τὴν ἁγίαν πόλιν καὶ εἰς Ῥώμην, προσεκαλίσατο μοναχοὺς ἁγίους τὸν ἀριθμὸν τριακοσίους· καὶ τῇ μεγάλῃ πέμπτῃ ἐκδυσάμενος τὸν χιτῶνα καὶ τὴν στολήν, ἣν περιεβέβλητο, ἐνώπιον πάντων σταθεὶς εἰς τὴν ἐκκλησίαν, ὅτε ἔμελλεν ὁ πρεσβύτερος ὑψώσειν τὸν θεῖον καὶ ἅγιον ἄρτον, ἔχων ἐν χαρτίῳ γεγραμμένας τὰς ἑαυτοῦ ἁμαρτίας πάσας ἐστηλίτευσεν αὐτὰς κατενώπιον πάντων. τῶν δὲ μοναχῶν κραζόντων τὸ κύριε ἐλέησον καὶ δακρυρροούντων, ἑνὶ ἑκάστῳ βαλὼν μετάνοιαν συγχώρησιν ᾔτει. καὶ πάντων τῶν μοναχῶν συγχώρησιν δόντων αὐτῷ, καὶ κοινωνίας τυχών, ἀνερχομένων αὐτῶν ἐν τῇ τραπέζῃ δοὺς σχοινίον μειρακίῳ καὶ ῥέκαν, ἔτυπτεν τοὺς πόδας αὐτοῦ λέγων οὕτως εἴσελθε κακόγηρε ἐν τῇ τραπέζῃ. καὶ πάντων καθεσθέντων ἐκαθέσθη ὁ βασιλεὺς κλαίων καὶ ὀδυρόμενος. τὸ δὲ πιττάκιον ὃ ἦν γεγραμμένον ἔχον τὰς ἁμαρτίας αὐτοῦ, βουλλώσας ἀπέστειλεν εἰς τοὺς καλογήρους τοὺς ἀπολειφθέντας, ὡσαύτως καὶ εἰς τὸν ἐν ἁγίοις Δερμοκαί̈την, ἀποστείλας καὶ δύο κεντηνάρια εἰς τοὺς μοναχοὺς ἐν τῷ Ὀλύμπῳ, ἵνα εὔξωνται ὑπὲρ ψυχικῆς αὐτοῦ σωτηρίας. ὁ Δερμοκαί̈της ἀναλαβόμενος τό τε χαρτίον καὶ λογάριον ὥρισε πάντας τοὺς μοναχοὺς τοῦ νηστεῦσαι δύο ἑβδομάδας καὶ εὔξασθαι ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ. τοῦ Δερμοκαί̈του δὲ ἱσταμένου ἐν μιᾷ νυκτὶ καὶ εὐχομένου φωνὴ ἐγένετο πρὸς αὐτὸν ἀοράτως, ἐνίκησεν ἡ φιλανθρωπία τοῦ θεοῦ. ταύτης δὲ φωνῆς ἐκ τρίτου ἀκούσας, τὸ χαρτίον λαβὼν καὶ λύσας εὗρεν αὐτὸν καθαρὸν μὴ ἔχον γράμμα ἓν καὶ μόνον. προσκαλεσάμενος δὲ πάντας τοὺς μοναχοὺς καὶ ὑποδείξας αὐτό, ἐδόξασαν τὸν θεὸν πάντες. καὶ ποιήσαντες ἀφέσιμον πάντες οἱ μοναχοὶ ἀπέστειλαν αὐτὸ πρὸς τὸν βασιλέα Ῥωμανόν, καὶ συνετάφη μετ’ αὐτοῦ. 5 Ὄντος δὲ τοῦ βασιλέως Ῥωμανοῦ ἐν τῇ νήσῳ, ὁ πατριάρχης Θεοφύλακτος καὶ Θεοφάνης πατρίκιος καὶ παρακοιμώμενος βουλὴν ἐβουλεύσαντο ὥστε τοῦτον πάλιν ἐν τῷ παλατίῳ ἀγαγεῖν· ἣν καὶ αὐτῷ ἀνακοινωνησάμενοι καὶ παραπείσαντες τοῦτον ἐκαιροσκόπουν πότε τὸ πέρας τῇ τοιαύτῃ βουλῇ ἐπιθήσουσιν. ἐπεὶ δὲ τὰ τῆς βουλῆς ἐφωράθη καὶ κατεμηνύθη τῷ βασιλεῖ Κωνσταντίνῳ, τοὺς συνεργοὺς αὐτῆς ἠμύνατο· τὸν μὲν γὰρ πατρίκιον Θεοφάνην ἐξώρισεν, τὸν δὲ πρωτοσπαθάριον Γεώργιον καὶ πιγκέρνην καὶ Θωμᾶν πριμικήριον δείρας καὶ κουρεύσας οὕτως ὑπερορίᾳ παρέπεμψεν. 6 Δεκεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος 2, ἐπιβουλήν τινες κατὰ τοῦ βασιλέως Κωνσταντίνου ἐμελέτησαν, βουλόμενοι τὸν βασιλέα Στέφανον ἐν τῇ νήσῳ ὄντα ἐν τῷ παλατίῳ ἀγαγεῖν. ταύτης οὖν μηνυθείσης Κωνσταντίνῳ διὰ Μιχαὴλ τοῦ Διαβολίνου λεγομένου, τοὺς ἐπιβούλους κρατήσας ὁ βασιλεὺς τῶν μὲν τὰς ῥῖνας καὶ τὰ ὦτα ἀπέτεμεν, τοὺς δὲ δαρμῷ ἀφορήτῳ ὑπέβαλεν καὶ ὄνοις ἐπικαθίσας διὰ μέσης τῆς πόλεως ἐθριάμβευσεν καὶ ἐξορίᾳ παρέπεμψεν. 7 Πεντεκαιδεκάτῃ δὲ Ἰουνίου μηνὸς ἰνδικτιῶνος ἕκτης Ῥωμανὸς ὁ βασιλεὺς ἐν τῇ νήσῳ τῇ ἐπονομαζομένῃ Πρώτῃ τελευτᾷ· καὶ τὸ σῶμα αὐτοῦ ἐν τῇ πόλει ἀποκομισθὲν ἐν τῇ αὐτοῦ ἀπετέθη μονῇ. 8 Διήγημα δὲ μέγα καὶ θαυμαστὸν παρέδραμον τοῦ λεχθῆναι. Στεφάνου καὶ Κωνσταντίνου τῶν βασιλέων κατενεχθέντων ἀπὸ τοῦ παλατίου προτροπῇ Κωνσταντίνου τοῦ πορφυρογεννήτου, χωννουβαριασμὸς γέγονεν ἐν τῷ οἴκῳ τοῦ μαγίστρου Ἰωάννου τοῦ Κουρκούα τοῦ ἀποδομεστίκου τῶν σχολῶν καὶ εἰς τὸν τοῦ μαγίστρου Ῥωμανοῦ Σαρωνίτου καὶ εἰς ἑτέρους καὶ διαφόρους οἴκους, καὶ διαρπαγὴν καὶ πτωχείας αὐτοῖς προεξένησαν. ὁ δὲ βασιλεὺς Κωνσταντῖνος κατοικτείρας τὸ ἐξαίφνης καὶ ἀθρόως ὁρᾶσθαι αὐτοὺς πένητας, διωρίσατο τῷ ἐπάρχῳ Θεοφίλῳ ταῦτα σωρευθῆναι καὶ ἀποδοθῆναι. ὁ δὲ πρωτοκαγκελλαρίῳ αὐτοῦ σὺν τῷ λεγομένῳ Ζωναρᾷ προσδιορισάμενος, ὃς ἅτε εὐφυὴς κλέπτης καὶ μοχθηρός, καὶ κατέχων τὰ τούτων οἰκήματα καὶ πολλὴν σπουδὴν καταβαλών, πάντα ἐσφετερίσατο καὶ τῆς ἀπλήστου αὐτοῦ γνώμης ἐνεφορήσατο καὶ μόλις τὴν δεκάτην μοῖραν αὐτοῖς ἀπέδωκεν. καὶ τίς τὴν πολλὴν καὶ ἄπειρον δολιότητα καὶ κακίαν τοῦ δολίου ἀνδρὸς διηγήσεται; ὃς λύμη καὶ νόσος τῇ πολιτείᾳ Ῥωμαίων γέγονεν. ἢ ἐν ποίῳ κακῷ πρώτιστος ὁ ἀνὴρ οὐχ εὑρίσκετο; τῇ πιθανολογίᾳ καὶ τοῖς ὅρκοις βεβαιῶν ὡς ἅτε πιστὸν καὶ ὀρθὸν εἶναι πᾶσι. ὡς δὲ λόγος ᾄδεται, οὗτος βοηθείας δαιμόνων προσκαλούμενος ἐν πᾶσιν εὐδοκίμει, ὡς καὶ αὐτὸν τὸν βασιλέα Κωνσταντῖνον βουληθέντα διαφόρως ἀποκινῆσαι τοῦτον οὐκ ἴσχυσεν, ἀλλὰ μᾶλλον εὐποιίαις καὶ δωρεαῖς προεξένησεν. περὶ δὲ τῆς τούτου θωπείας καὶ κολακείας καὶ πολλῆς ἀναιδείας, καὶ τὴν ἄπιστον διάθεσιν καὶ τὴν μοχθηρὰν καὶ ἀνείκαστον αὐτοῦ πλεονεξίαν, πλατύτερόν τε καὶ ἐπεξεργαστικώτερον ἐν τῇ προηγουμένῃ ἐπεξηγήσει ἐκθήσομαι. 9 Μετὰ δὲ τὸ μόνον καταλειφθῆναι αὐτοκράτορα Κωνσταντῖνον, προεχειρίσατο Βασίλειον τὸν πρωτοβεστιάριον αὐτοῦ, τὸν ἀπὸ παλλακῆς φυσικὸν υἱὸν Ῥωμανοῦ τοῦ πρὸ αὐτοῦ βασιλέως, πατρίκιον καὶ παρακοιμώμενον καὶ παραδυναστεύοντα τῆς συγκλήτου. οὗτος δὲ ἦν ἐχέφρων καὶ λόγιος, καὶ τῷ βασιλεῖ ἐν πᾶσιν ὑπηρέτει αἰσίως καὶ πρεπόντως. ὁ δὲ φιλάνθρωπος Κωνσταντῖνος διενοήθη ἀλλάγιον ποιῆσαι μετὰ τοὺς Ταρσίτας καὶ τοὺς ἐν αἰχμαλωσίᾳ Ῥωμαίους ὑπὸ τῶν ἀρνητῶν τοῦ Χριστοῦ ἀναρρύσασθαι διὰ τὸ ἐπὶ πολλοῖς χρόνοις κακουχεῖσθαι αὐτοὺς ἐν δεσμοῖς καὶ θλίψεσι. καὶ ἀποστείλας τὸν προμνημονευθέντα μάγιστρον καὶ γεγονότα δομέστικον τῶν σχολῶν Ἰωάννην τὸν λεγόμενον Κουρκούαν, ἄνδρα συνετὸν καὶ εὔβουλον καὶ πεπειραμένον πρὸς τὰ πολιτικὰ διοικήματα, καὶ Κοσμᾶν μάγιστρον σοφὸν καὶ νομομαθῆ καὶ τῶν πολιτικῶν κριτηρίων πρώτιστον· καὶ εἰς τὸν ποταμὸν τὸν Λάμον τὸ ἀλλάγιον ἐποιήσαντο, μὴ συμβάν τι ἐναντίον ἢ δολερόν. καὶ τοῦτο ποιήσαντες ὑπέστρεψαν, φιλαγάθως παρὰ τοῦ πορφυρογεννήτου Κωνσταντίνου ἀποδεχθέντες. 10 Ὁ δὲ βασιλεὺς ἔναυλον ἔχων τῶν ἀδικιῶν καὶ ζημιῶν ὧν ὑπέστησαν οἱ ἐλεεινοὶ καὶ ἄθλιοι πένητες παρὰ τῶν στρατηγῶν καὶ πρωτονοταρίων καὶ στρατιωτῶν καὶ ἱπποτῶν ἐπὶ τοῦ πενθεροῦ αὐτοῦ Ῥωμανοῦ, ἄνδρας εὐσεβεῖς καὶ ἐναρέτους ἀπέστειλε πρὸς τὸ κουφίσαι τὸ πολὺ βάρος τῶν κατὰ καιρὸν ἀκαίρων ἀπαιτήσεων τῶν ταλαιπώρων πτωχῶν. καὶ εἰς μὲν τὸν Ἀνατολικὸν Ῥωμανὸν μάγιστρον τὸν Σαρωνίτην, εἰς δὲ τὸ Ὀψίκιον τὸν Μουσελὲ Ῥωμανὸν μάγιστρον, εἰς δὲ τὸν Θρᾳκήσιον Φώτιον πατρίκιον, εἰς δὲ τὸν Ἀρμενιακὸν Λέοντα τὸν Ἀγέλαστον, καὶ εἰς τὰ λοιπὰ ἐφεξῆς θέματα· οἵτινες τῇ προτροπῇ τοῦ αὐτοκράτορος μικρὰν ἀνακωχὴν τοῖς πένησιν ἐδωρήσαντο. καὶ τοῦτο ἆθλον καὶ προτερήματα τοῦ θεοῦ συνεργοῦντος τῷ ἄνακτι. οὕτως γὰρ περιεῖπεν τὸ ὑπήκοον ὡς ἀετὸς σκέπων τὴν αὐτοῦ· οὐδενὶ γὰρ τῶν ἀρχόντων ἢ τῶν μέσων ἢ τῶν χυδαίων ὠργίσθη πώποτε, καίτοι μεγάλας ἀτοπίας εὗρε πολλοὺς εἰς τὸ κοινὸν καὶ εἰς αὐτὸν ἁμαρτήσαντας, ἀλλὰ χριστομίμητος ὢν μᾶλλον εὐποιίαις καὶ δωρεαῖς ἀπένειμεν καὶ τῷ κρίνοντι δικαίως ἀπεδίδου. τὸν δὲ ἔπαρχον τῆς πόλεως Θεόφιλον, ἄνδρα λόγιον καὶ πρὸς τοὺς πολιτικοὺς νόμους ἱκανόν, πατρίκιον προέκρινεν καὶ ἐτίμησεν καὶ κοιαίστωρα προεβάλετο, καὶ ἀντ’ αὐτοῦ προεχειρίσατο ἔπαρχον Κωνσταντῖνον πρωτοσπαθάριον, τὸν τηνικαῦτα μυστικὸν καὶ καθηγητὴν τῶν φιλοσόφων, λόγῳ καὶ ἔργῳ ἀξιέπαινον, ὡς μὴ ἕτερον τῆς γνώσεως καὶ σοφίας τοῦ ἀνδρὸς εἶναί τινα τῆς συγκλήτου· καὶ οὕτως τὴν ἐπαρχίαν εὐνομίᾳ καὶ δικαιοσύνῃ διέπρεψεν. 11 Ὁ δὲ πατριάρχης Θεοφύλακτος ἀρρωστήσας καὶ πρὸς τὸ θανεῖν ἐγγίσας καὶ μικρὸν ῥωσθεὶς οὐκ ἐνέδωκεν ἑαυτὸν τῆς πονηρᾶς μοχθηρίας καὶ τοῦ μετὰ δώρων χειροτονεῖν τοὺς ἀρχιερεῖς καὶ ἐπιμελεῖσθαι τῶν ἵππων καὶ βλακειῶν. καὶ αὖθις ὑπὸ τῆς νόσου κυριευθεὶς τέλει τοῦ βίου χρᾶται, πατριαρχεύσας χρόνους εἴκοσι καὶ τέσσαρσι. χειροτονεῖται δὲ ἀντ’ αὐτοῦ Πολύευκτος μοναχὸς ἀσκητικὸν βίον διαλάμπων, καὶ μονάσας ἐξ ἁπαλῶν ὀνύχων καὶ διαπρέψας ἐν πάσῃ ἀρετῇ καὶ ὀρθῷ δόγματι· καὶ ὡς ἄλλος Ἰωάννης Χρυσόστομος παρὰ πολλῶν ἐγνωρίζετο καὶ ἐλέγετο, καὶ οὐκ ἐλέγετο μόνον ἀλλὰ καὶ ἐφαίνετο. τοῦτον ὁρῶν ὁ φιλόκαλος Κωνσταντῖνος ἔχαιρε καὶ ἠγαλλιᾶτο ὡς τοιοῦτον ἄνδρα ἐπιτυχὼν ἐπὶ τῶν ἡμερῶν αὐτοῦ. 12 Ὁ δὲ φιλόθεος καὶ φιλόκαλος βασιλεὺς Κωνσταντῖνος ὁμοιότροπον εὑρὼν Ἰωσὴφ πατρίκιον καὶ πραιπόσιτον, καὶ πρὸς τὰς πολιτικὰς λειτουργίας ἐχέφρονα καὶ πτηνοῦ ταχύτερον, σακελλάριον προχειρίζεται, ἔπειτα δρουγγάριον πλωί̈μου, καὶ πᾶσαν τὴν ἐξουσίαν αὐτοῦ πρὸς αὐτὸν ἀνατέθεικεν. 13 Τὴν δὲ τοῦ πορφυρογεννήτου Κωνσταντίνου φιλοκαλίαν καὶ καλλιεργίαν καὶ τὴν πρὸς πάντα διόρθωσιν καὶ βελτίωσιν μέλλων διηγεῖσθαι, καὶ ὅπως εὐσεβῶς καὶ δικαίως τὸ ὑπήκοον περιέσωσεν, καὶ τὸ κατ’ ἀξίαν τοῦ ἀνδρὸς μὴ εὐπορῶν, ἐπαινέσαι δεδοικώς, σιγῆσαι μᾶλλον ἄξιον· πλὴν οὖν ἐκ τῶν πολλῶν σποράδην ἄξιον εἰπεῖν. 14 Οὗτος πάντα ἐφευρὼν εἰς ἀχρειότητα καὶ ἀμέλειαν, καὶ τῶν ἐναρέτων ἀνδρῶν χυδαιωθέντων καὶ καταφρονηθέντων, ὡς φιλόθεος καὶ φιλόκαλος προέκρινεν τῶν δειλῶν καὶ ἀνάνδρων τοὺς εὐτόλμους καὶ ἀνδρείους, καὶ τούτους τῷ μαγίστρῳ καὶ δομεστίκῳ τῶν σχολῶν Βάρδᾳ τῷ Φωκᾷ παραδοὺς νίκην τῇ Ῥωμαϊκῇ ἀρχῇ προεξένησεν. πολλῶν δὲ ἐν τῇ πολιτείᾳ ἡμῶν καλῶν καὶ ἀξιεπαινέτων γνώσεις καὶ λογικαὶ τέχναι καὶ ἐπιστῆμαι, τούτων οὐκ οἶδ’ ὅπως ἀμεληθέντων καὶ παροραθέντων τί σοφίζεται ὁ φιλοσοφώτατος ἐκεῖνος νοῦς; ἐπεὶ γὰρ ἠπίστατο πρᾶξιν καὶ θεωρίαν πρὸς θεὸν ἡμᾶς οἰκειοῦντα, καὶ τὴν μὲν πρᾶξιν πολιτικοῖς προςαρμόζουσαν πράγμασιν, τὴν θεωρίαν δὲ τοῖς λογικοῖς, ἀλλήλοις δι’ ἀμφοτέρων βοηθεῖ, τὸ μὲν πρακτικὸν διὰ ῥητορικῆς τέχνης ἀσκεῖσθαι παρασκευάζων, τὸ δὲ θεωρητικὸν διὰ φιλοσοφίας καὶ φυσικῆς τῶν ὄντων διαγνώσεως.
PG 109:483παιδευτὰς δὲ ἀρίστους προκέκρικεν· εἰς Κωνσταντῖνον πρωτοσπαθάριον τὸν τηνικαῦτα μυστικὸν τὸ τῶν φιλοσόφων παιδοτριβεῖον δέδωκεν, εἰς δὲ τὸ τῶν ῥητόρων Ἀλέξανδρον μητροπολίτην Νικαίας, εἰς δὲ τὸ τῆς γεωμετρίας Νικηφόρον πατρίκιον τὸν γαμβρὸν Θεοφίλου ἐπάρχου τοῦ Ἐρωτικοῦ, εἰς δὲ τὸ τῶν ἀστρονόμων Γρηγόριον ἀσηκρῆτιν. καὶ πολλὴν ἐπιμέλειαν καὶ σπουδὴν εἰς τοὺς φοιτητὰς ὁ αὐτοκράτωρ ἐποιεῖτο, ὁμοδιαίτους καὶ ὁμοτραπέζους τούτους καθ’ ἑκάστην ποιῶν καὶ ἀργύρια παρέχων καὶ ὁμιλίας μετ’ αὐτῶν προσηνεῖς ποιούμενος. καὶ οὐ πολὺς χρόνος διελθών, τὰς μεγάλας ἐπιστήμας καὶ τέχνας τῇ θωπείᾳ καὶ συνέσει τοῦ αὐτοκράτορος κατωρθώσαντο, καὶ κριτὰς καὶ ἀντιγραφεῖς καὶ μητροπολίτας ἐξ αὐτῶν ἐκλεξάμενος τετίμηκεν, καὶ τὴν πολιτείαν Ῥωμαίων τῇ σοφίᾳ κατεκόσμησεν καὶ κατεπλούτισεν. 15 Ἀλλὰ καὶ τὰς βασιλικὰς στολὰς καὶ τὰ ἔκπαλαι στέμματα καὶ διαδήματα φθαρέντα εἰς ἀνακαίνισιν διωρθώσατο, καὶ τὸν Βουκολέοντα ζῳδίοις, ἐκ διαφόρων τόπων ἀγαγών, ἐκαλλώπισεν, κἀκεῖσε ἰχθυοτροφεῖον ἐποίησεν. ἀλλὰ καὶ τῶν ἐν τῇ φυλακῇ τῶν ἐν τῇ πόλει καὶ τῶν ἔξωθεν θεμάτων κατεχομένων δεσμίων ἠρεύνησε καὶ ἐπεσκέψατο καὶ τῶν δεσμῶν ἐλυτρώσατο, ὡς πάντας σωτήρια ἐπευφημοῦν τὸν ἀγαθὸν καὶ χριστομίμητον ἄνακτα Κωνσταντῖνον. τὴν δὲ ἀρετὴν καὶ τὴν γνῶσιν οὕτως ἐτίμησεν ὡς ἄλλος οὐδεὶς τῶν βεβασιλευκότων· καὶ ὅντινα γνῶσιν ἔχοντα καὶ πρὸς τοὺς νόμους φύσιν καὶ ἐπιτηδειότητα εὑρηκὼς ἦν, προανεβίβασεν καὶ εἰς ὑψηλότερον θρόνον ἀποκατέστησεν. καὶ ἦν ἰδεῖν δικαιοδοσίαν καὶ εὐνομίαν ἐν πᾶσιν, ὡς τοῦ πορφυρογεννήτου ταύτην φιλοσοφοῦντος καὶ κατασπαζομένου. καὶ νόμον ὁ αὐτοκράτωρ ἐξέθετο· ἰδὼν γὰρ πολὺ πλεονεκτικὸν παρὰ τῶν ἀκορέστων ἐκχυθὲν καὶ τῶν ἐν μέσῳ τῶν ἐπαρχιῶν καὶ χωρίων ὑπεισελθόντων ἀρχόντων καὶ τοὺς ταλαιπώρους πένητας καταδυναστευόντων, καὶ καθ’ ἁρπαγὴν τῶν δυνατῶν προάστεια προσκτησαμένων διὰ ποικίλης τῆς μεθόδου αἰτίας, ἔγνωσεν ποιήσασθαι τὴν τούτων ἀφαίρεσιν. τί ποιεῖ ὁ σοφὸς ἐν πᾶσιν; συναγαγὼν τῇ ὑπὸ χεῖρα βουλευτικῇ ποιεῖται μεθόδῳ, τοὺς ἀπὸ τῆς ἀναρρήσεως αὐτοῦ ὑπεισελθόντας πλουσίους καὶ ἐξωνησαμένους ἢ δωρησαμένους καὶ κατακρατήσαντας τόπια ἢ ἀγροὺς εἰς χωρία ἀναργύρους ἐκδιώκεσθαι, καὶ μικρόν τι τῆς λώβης καὶ τῆς πλεονεξίας τῶν ἀκορέστων ἀπερράπισεν. 16 Ὁ δὲ ἐπιεικὴς καὶ γαληνὸς δεσπότης οὐδὲ τὰς τῶν προσιόντων ἀμφισβητήσεις καὶ δικαιολογίας καὶ στάσεις ἀπέγραφεν τοῦ δικάζειν δι’ ἑαυτοῦ, ἀλλὰ καὶ τοῖς δικασταῖς συνδικάζων οὐκ ἀνεβάλλετο. παρισταμένων τῷ ἐκείνου βήματι τῶν τε δικαζόντων τῶν τε συνηγορούντων τῶν δικαζομένων, ἀπεκρούετο τὰς τούτων δικαιολογίας καὶ τὰς ἀπάτας αὐτῶν· οὐδὲν γὰρ τὴν ἀγχίνοιαν αὐτοῦ διέφυγεν, οὐ ψεῦδος ἀληθείᾳ συγκείμενον, οὐ τὶ πιθανὸν τῇ διηγήσει συγκεραννύμενον, οὐ περίεργοι συγγραφαὶ καὶ κρύβδην συντεθειμέναι, αἵτινες καὶ τοὺς ἄγαν δραστηρίους διέλαθον ἐν ἀληθείας παραπετάσματι. ἐντεῦθεν τῷ φόβῳ πρὸ τῆς κρίσεως παιδαγωγηθέντες, δικαστὴς δι’ ἑαυτοῦ ἕκαστος τῆς δίκης τῷ ἠδικηκότι ἐγένετο. 17 Χρὴ οὖν περὶ κοινῶν φροντίδων τοῦ ἄνακτος καὶ τῶν ἀπείρων διορθωμάτων καὶ διοικημάτων αὐτοῦ ἐξειπεῖν. τῶν ἁπανταχοῦ γὰρ στρατηγῶν καὶ βασιλικῶν πρωτονοταρίων καὶ τῶν ἐν κώμαις ἐπαρχίαις τε καὶ πόλεσιν, ἔτι μὴν καὶ εἰς ἀρχηγοὺς ἐθνῶν ἀποστελλομένων γραμμάτων, καὶ τούτων παρ’ αὐτοῦ ἀναγινωσκομένων, εὐθὺς τὸ φρόντισμα αὐτῶν διωρίζετο τί μὲν δέον περὶ τῶν ἐξ Ἀνατολῆς γεγενῆσθαι τί δὲ περὶ τῶν ἀφ’ Ἑσπέρας, καὶ τούτοις ὡς τὰ πολλὰ ὥσπερ πτηνὸς διήρχετο, πρεσβείας δεχόμενος, ἄρχουσιν ἐπιστέλλων, τὰς προπετῶς γεγενημένας μεταβολὰς ἐπανορθούμενος. ὁ αὐτὸς Κωνσταντῖνος βουλευτής, φροντιστής, στρατηγός, στρατιώτης, στρατίαρχος, ἡγεμὼν ἀνεφαίνετο. καὶ τίς ἂν τὰ τοιούτου προτερήματα ἐξείποι ἢ φράσῃ; 18 Χρὴ οὖν καὶ περὶ τοῦ νοσοκομείου τοῦ ὁσίου ἐξειπεῖν. ὁ βασιλεὺς Κωνσταντῖνος θεασάμενος αὐτὸ σμικρότατον οἰκοδομαῖς μακροτάταις κατασκευάζει, ὡς ἐπισυνάγεσθαι πάντας τοὺς τοιᾷδε νόσῳ κυριευομένους, καὶ ἀλείμμασι τὰς σάρκας αὐτῶν περιχρίων, χορηγίας ἀνελλιπεῖς αὐτοῖς παρέχων, εἰς αἰωνίζουσαν μνήμην τοῖς μεθ’ ἡμᾶς κατέλιπεν. 19 Δεῖ δὲ λέγειν καὶ περὶ τοῦ μετασκευασθέντος στάβλου εἰς γηροκομεῖον. ὄπισθεν γὰρ καὶ πλησίον τῆς πανθαυμάστου ἐκκλησίας τῆς μεγάλης στάβλος ἦν τῶν ἱππαρίων τοῦ πατριάρχου Θεοφυλάκτου· καὶ τοῦτον ἰδὼν ὁ ἀγαθός, οὐ δίκαιον κρίνας οἰκητήριον μετεποιήσατο καὶ γηροκομεῖον τοῦτο κατεσκεύασεν, καὶ πρὸς χορηγίαν τροφῶν καὶ περιβολαίων τοὺς ἐκεῖσε ἐτύπωσεν ἐτησίως λαμβάνειν. 20 Δεῖ οὖν καὶ περὶ τῆς στεγῆς τῶν δεκαεννέα ἀκουβίτων διηγήσασθαι· ὁρῶν γὰρ ταύτην σεσαθρωμένην καὶ καταπίπτουσαν καὶ εἰς ἀκοσμίαν πολλὴν οὖσαν, ταύτην ἀνακαινίζει. τῆς γὰρ κεχρυσωμένης αὐτῆς ὀροφῆς τῷ χρόνῳ διερρυηκυίας, αὐτὸς ταύτην προελὼν νεοφανῆ καὶ λαμπρὰν ἀνέδειξεν. κοιλότητας γὰρ ὀκταγώνους συντέθεικεν, καὶ ταύτας ὀπαῖς καὶ σχήμασι ποικίλοις διαγλύφοις κεκοσμηκώς, εἰς ἀμπέλων ἕλικας καὶ φύλλα καὶ δένδρον ἰδέας σχηματιζομένας, καὶ ταύτας χρυσῷ περιραντίσας, τοσοῦτον εὐπρεπὲς παρέσχεν ὡς ἐξίστασθαι τοὺς πρὸς θεωρίαν ὁρῶντας. 21 Τῷ δὲ βασιλεῖ Ῥωμανῷ τῷ υἱῷ αὐτοῦ παλάτια κατεσκεύασεν πλείονα τῶν παλαιῶν βασιλέων, οἴκους ἐκ βάθρων ἐγείρας· ὧν τινῶν δόμων τὸ πολυσχημάτιστον καὶ εἰς πολλὰ τὸν νοῦν καὶ τὴν διάνοιαν ἐκπλῆττον καὶ διαμερίζον θαῦμα τοῖς βλέπουσιν ἐντίθησιν. τὸν δὲ Τετράκογχον τοῦ ἀποστόλου Παύλου εἰκονίσματα διάφορα ἐξετύπωσεν, καὶ τὴν παλαιὰν καλλονὴν ἀποβεβληκέναι, νέαν δὲ ἐγκαινίσασθαι, πολλὰ ἐν αὐτῇ ἀπὸ χρυσοῦ σχήματα καὶ εἰκονίσματα ἐξέθετο. 22 Τὴν δὲ τῆς ζωγραφίας τέχνην τοσοῦτον ἀκριβῶς ὁ ἀνὴρ ἠπίστατο ὡς οὐκ οἶμαι τῶν πρὸ αὐτοῦ ἢ τῶν μετ’ αὐτόν. πολλοὺς γὰρ τῶν περὶ αὐτῆς πονούντων ἐπηνώρθει, καὶ διδάσκαλος ἄριστος ἀνεφαίνετο, καὶ οὐκ ἐφαίνετο μόνον ἀλλὰ παρὰ πᾶσιν ἐθαυμάζετο, καὶ θάμβος μέγας τοῖς ὁρῶσιν, ὧν οὐ μεμάθηκεν, ἐχρημάτιζεν. τῶν δὲ τεχνιτῶν ἐπιδιορθώσεις τοῦ πορφυρογεννήτου τίς ἐξείποι; λιθοξόους καὶ τέκτονας καὶ χρυσοστίκτας καὶ ἀργυροκόπους καὶ σιδηροκόπους ἐπανώρθου, καὶ πάντα ἐν πᾶσιν ἄριστος ὁ ἄναξ ἀνεφαίνετο. 23 Τὰς δὲ ἀργυρᾶς πύλας τοῦ Χρυσοτρικλίνου ὁ φιλόκαλος Κωνσταντῖνος ἐδείματο, καὶ τράπεζαν ἀργυρᾶν ἡ ἐκείνου φιλοπονία πρὸς ὑποδοχὴν τῶν δαιτυμόνων καὶ καλλωπισμὸν τοῦ ἀριστητηρίου κατεσκεύασεν, πολυχρόοις ὕλαις καὶ πλαξὶ καὶ αὐτοφυεῖ χροιᾷ καλλύνας, πλείονα τῆς ἐκ τῆς τῶν βρωμάτων γλυκύτητος τοῖς κεκλημένοις τὴν τέρψιν παρέχουσαν. 24 Καὶ πορφυρᾶν φυλακὴν ἔμπροσθεν τοῦ κοιτῶνος αὐτοῦ ἐδείματο, δοχεῖον τῶν ὑδάτων δημιουργήσας, ἣν στύλοις μαρμαρέοις περιεκύκλωσεν λειότητος αὐτοῖς ὑπαυγαζούσης. τί οὖν ἡ μεγαλόφρων ψυχή; ἀετὸν ἐξ ἀργύρου τῇ τοῦ ὕδατος ἐφίστησιν αὐλῷ, οὐκ ὀρθὸν βλέποντα ἀλλ’ ἀπεστραμμένον καταπλάγιον, ὑψαυχενοῦντα καὶ σοβαρευόμενον ὡς ἀπό τινος θήρας, ὄφιν δὲ τοῖς ποσὶ περιειληθέντα καὶ πνίγοντα. καὶ μουσοστίκτων εἰκόνων ἐντέχνων τῶν ἐκ χρωμάτων ὑλῶν καὶ μορφῶν τὸ διάφορον ἐν τοῖς προπυλαίοις τοῦ βασιλικοῦ κοιτῶνος ἐδείματο. 25 Ἀλλ’ οὐδὲ ναυπηγίας ἄπειρος ἦν ὁ αὐτοκράτωρ· διωρίζετο γὰρ πολεμικῶν νηῶν κατασκευήν, καὶ οἷς ξύλοις ἁρμόζειν καὶ κλείσεις αὐτῶν καὶ ἁρμονίας, καὶ ὅπως πρὸς ἄλληλα ἔχουσι. 26 Περὶ δὲ τῶν παλατίων τῶν Ἠρία ἀναλογίζομαι τῇ διανοίᾳ ὁποίοις ὁ πορφυρογέννητος ἐδείματο ἡδέσι καὶ τερπνοῖς, πρότερον οὖσαν τοῖς Χαλκηδονίοις εἰς ταφήν. νῦν δὲ τέτρασιν ἁψῖσιν ἐπιβεβηκυῖα, καὶ τὰς τούτων γωνίας ἑτέρας βασιλικὰς οἰκίας ἀποτελοῦσα, ταῖς τῶν θερινῶν ἀνέμων καὶ πνευμάτων περικυκλουμένων πνοιαῖς, οὐκ ἔστιν εἰπεῖν εἰς πόσην θυμηδίαν καὶ χαρὰν ἐμβάλλει τὸν ἐκεῖσε ἐναπαυόμενον. 27 Τί ἂν εἴποι τις περὶ τῶν ἐν ἑτέρῳ τόπῳ τῆς τῶν βασιλίδων οἰκοδομῆς; καὶ ταῦτα γὰρ τῆς Ἠρίας τοῦ σχήματος καὶ τῆς φιλοκαλίας τῷ ὑπερβάλλοντι καὶ ἀποστίλβοντι καὶ τῆς ἐκ τοῦ ἐδάφους τέρψεως ἀναδιδομένης εὐωδίᾳ, διὰ τὸ ἐπανορθοῦν αὐτῶν κάλλος, καὶ κατὰ πολὺ διαφέροντα καὶ ὑπερκείμενον, οἷος ὁ τῶν ἀποστόλων πλησίον νεουργηθεὶς ναός, καλὸς μὲν ἰδεῖν, ὡραῖος δὲ θαυμάσαι. εἰ γὰρ καὶ τοῦ μεγέθους τῆς παλαιότητος ἀποδεῖ, ἀλλά γε τῆς ἔνδον φαιδρότητος πόρρω καθέστηκε. τί δὲ ὁ πιστὸς βασιλεύς; πατρίκιον τὸν Βελωνᾶν Θεόδωρον ὡς συνεργὸν τοῦ λαμπροῦ καὶ κατηγλαϊσμένου ναοῦ ἐποίησεν. 28 Τῶν δὲ ἱερῶν καὶ πέπλων ὧν παρεῖχεν εἰς τὸ κοινὸν ἱλαστήριον τὸ μέγα καὶ πανθαύμαστον τίς ἐξείποι; ὁσάκις ἀφίκετο, οὐκ ἔδοξεν ἐναντίον θεοῦ ὀφθῆναι κενός, ἀλλ’ ἀναθήμασι μεγάλοις καὶ χρυσοτεύκτοις καὶ μαργαρίταις καὶ λίθοις καὶ ὑφάςμασιν ἐδεξιοῦτο καὶ ἀντημείβετο· ἃ καὶ τὰ τῶν ἁγίων ἅγια κατακοσμοῦσι καὶ καταγλαί̈ζουσι καὶ τῷ προσενηνοχότι Κωνσταντίνῳ κηρύττεται. 29 Τοῦ δὲ πατρικίου Βασιλείου Ἑξαμιλίτου καὶ στρατηγοῦ τῶν Κιβυραιωτῶν ταξείδιον χρὴ διηγήσασθαι. οὗτος ὁ πατρίκιος Βασίλειος στρατηγὸς ὢν τῶν Κιβυραιωτῶν, νέος τῷ σώματι, πολιὸς τῇ φρονήσει καὶ μείζω τῆς ἡλικίας τὴν πολυπειρίαν ἐνδεικνύμενος, πολεμικῶν καραβίων ἀπὸ Ταρσοῦ ἐξωρμημένων καὶ Ἀγαρηνῶν ἐν αὐτοῖς ὄντων περιφανῶν, ἐπειδὴ αὐτοὺς ὁ στρατηγὸς ἑώρα πρὸς τὰς Ῥωμαϊκὰς χώρας προσβάλλοντας, λογιζομένους ὡς νοσσιὰν περιλαβεῖν αὐτάς, ὁ στρατηγὸς τὰς οὕτως αὐτῷ νῆας ἀντιπαραταξάμενος, καὶ ταύτας ὀλιγοστὰς οὔσας καὶ πρὸς τοσοῦτον οὐκ ἀρκούσας τὸ πλῆθος· ἀλλ’ ἐπειδὴ τὴν γνώμην καὶ τὴν προαίρεσιν εἶχεν τοῦ πλήθους τῶν πολεμικῶν καραβίων κραταιοτέραν καὶ τὴν μετὰ φρονήσεως τόλμαν πολλῶν συμμάχων ἰσχυροτέραν, συγγίνονται ἄμφω, καὶ συμβολὴ τῶν καραβίων ἀνεφαίνετο, καὶ παρ’ ἀλλήλων πόλεμος ἀνεκρούετο, καὶ βίαιός τις ἀλαλαγμὸς καὶ ὠθισμὸς ἐξ ἀμφοτέρων τῶν καραβίων ἐκρούετο, ἕως αὐτὸς ὁ στρατηγὸς Βασίλειος μέσον τῶν ἀρνητῶν τοῦ Χριστοῦ γενόμενος, ἔνδον εἰσπηδήσας, οὗ γεγονότος καὶ πυρὸς ἐνύγρου πάντοθεν τῶν ἀρνητῶν τοῦ Χριστοῦ περικυκλώσαντος αὐτίκα ἡττῶντο καὶ κατεσφάττοντο καὶ δέσμιοι εἰς δουλείαν συνελαμβάνοντο, αὐτῶν πρὸ πάντων τῶν ἡγεμόνων καὶ ἀρχόντων καὶ καϊτῶν ζωγρηθέντων. καὶ τούτους ἐπὶ τῆς πόλεως πρὸς τὸν εὐτυχῆ βασιλέα Κωνσταντῖνον ἐξαπέστειλεν καὶ ἐν τῷ ἱππικῷ ἐθριάμβευσεν. 30 Ὁ δὲ αὐτοκράτωρ Κωνσταντῖνος στρατιωτικὴν δύναμιν κατὰ τῶν Λογγιβάρδων καὶ Νεαπολιτῶν ὁρίσας, καὶ ἀρχηγὸν αὐτῶν τὸν πατρίκιον Μαριανὸν ἀποστείλας, διὰ τὸ στασιάσαι τὰ Ἑσπέρια καὶ τῆς Ῥωμαϊκῆς ζεύγλης τοὺς δεσμοὺς διαρρῆξαι. καὶ γὰρ κατεθρασύνθησαν ὅσοι τὴν Λαγγοβαρδίαν ἐκληρώσαντο χώραν εἰς κατοικίαν, καὶ ὅσοι τὴν Καλαβρίαν, τοῦτο θαρροῦντες διὰ τὸ πόρρω καὶ μακρὰν εἶναι τῆς βασιλίδος. διὰ τοῦτο συνεχῶς τὰς ἀποστασίας ποιούμενοι εἰς τοσοῦτον ἀνυποταξίας ἔφθασαν ὡς καὶ πρὸς τοὺς Ἀγαρηνοὺς πάκτα διδόναι καὶ τὰς πόλεις καὶ κάστρα καὶ κώμας τὰς πλησιαζούσας μαχαίρᾳ καὶ ξίφει ἀνελεῖν. ἀλλὰ καὶ οἱ Νεαπολῖται τῆς ὑποταγῆς τοῦ Χριστοῦ ἀπορρυέντες τὰ δοῦλα πράττειν ὡμολόγησαν, πρὸς φανερὰν ἀποστασίαν τραπέντες. ἵν’ οὖν μήτε τὸ στασιάσαν πλῆθος ἐπιπλεονάσωσι τὸ ἀλαζονικὸν ὡς τὰ ὑπήκοα Ῥωμαίων ἔθνη δουλωσάμενοι, οὐκ ἐνεγκὼν ὁ πορφυρογέννητος στρατεύμασι Θρᾳκικοῖς καὶ Μακεδονικοῖς τούτους ἀμύνεται, καὶ ναυσὶ πολεμικαῖς μετὰ ὑγροῦ πυρὸς τὴν τούτων ἀναστέλλει αὐθάδειαν καὶ μωρίαν·
PG 109:491καὶ ἀπὸ γῆς καὶ θαλάττης τὴν Νεάπολιν ὁ πατρίκιος Μαριανὸς ὁ Ἀργυρὸς ἐπιπεσὼν μετὰ τοῦ Ῥωμαϊκοῦ στρατοῦ, ὅσα μὲν πρὸς τὴν γῆν πάντα κατέκαυσαν, ὅσας δὲ ἐκβολὰς ἀπὸ τῆς θαλάσσης ἠσφαλίσαντο, καὶ πάντοθεν αὐτοὺς περικυκλώσαντες, τῷ λιμῷ καὶ τῇ αἰχμαλωσίᾳ πιεζόμενοι καὶ ταπεινούμενοι, πρὸς δεήσεις καὶ ἱκεσίας τῷ ἄνακτι Κωνσταντίνῳ ἀνέπεμπον, ὑποδουλούμενοι ὡς ἐξ ἀρχῆς. τοῦτο καὶ οἱ Λογγίβαρδοι καὶ οἱ Καλαβροὶ ἐποιοῦντο· διὸ καὶ οἱ βάρβαροι τῆς Σικελίας σύμφωνα εἰρηνικὰ ἐπετέλουν. 31 Καὶ δεῖ θαυμάσαι καὶ τὸν πρὸς τῶν Ἀφρικῶν πόλεμον, αὐτίκα συνεπλέκοντο καὶ συνερρήγνυντο, καὶ τῶν νηῶν πρὸς ἀλλήλων συμπλοκήν· καὶ δὴ ἀνέμου βιαίου πνεύσαντος, ἡμῖν μὲν συμμαχοῦντος καὶ βοηθοῦντος, τοῖς δὲ βαρβάροις πολεμοῦντος καὶ ἀνθισταμένου, τὴν ἧτταν εἶχον ἀκόλουθον, σὺν τοῖς αὐτῶν ὅπλοις καὶ ταῖς ναυσὶ τῷ βυθῷ παραδιδομένων. καὶ δὴ ὁ ἀμηρᾶς αὐτῶν σπονδὰς εἰρηνικὰς τῷ βασιλεῖ ἐξελιπάρει. καὶ οὐ μόνον οὖτοι τὴν δούλωσιν πρὸς τὸν βασιλέα ὡμολόγησαν, ἀλλὰ καὶ οἱ τὰς Γαλλίας οἰκοῦντες πανοικὶ βάρβαροι παρεῖχον πρὸς τὸν πορφυρογέννητον ἄνακτα τὴν εὐγνωμοσύνην, καὶ δώροις μεγαλοπρεπέσι πρὸς τὸν αὐτοκράτορα μετὰ ὄψιδας αὐτῶν ἔστελλον· καὶ πάντας εἰς ὑποταγὴν ἡ τύχη τοῦ πορφυρογεννήτου εἰς δουλείαν καὶ ζυγὸν ἤγαγεν. 32 Ὁ δὲ ἀμηρᾶς Αἰγύπτου τὴν μεγάλην νίκην τῶν Ῥωμαίων ἀκηκοὼς καὶ τὴν πολεμικὴν ναυμαχίαν καὶ ἧτταν τῶν ἀρνητῶν τοῦ Χριστοῦ, γράμμασιν αὐτίκα φιλικοῖς τὸ μάχιμον αὐτοῦ ἀποβάλλεται καὶ ὑπισχνεῖται εἰς ἑνότητα. ὁ δὲ τῆς Περσίδος ἀμηρᾶς, ἐπειδὴ διαφόρως τοῖς Ῥωμαϊκοῖς ἐνέτυχεν στρατεύμασι καὶ προσβολαῖς καὶ πολέμοις διαφόροις ἡττήθη, ἀγάπης δεσμῷ καταλλάσσεται πρὸς τὸν βασιλέα. καὶ ὁ αὐτοκράτωρ ὄψιδας πρὸς αὐτὸν ἐκπέμπει· οἵτινες πρὸς τὴν κατάξηρον γῆν ἐκείνην ἀφικόμενοι, τοῦ ἀποστόλου Θωμᾶ τὸν τάφον προσκυνήσαντες καὶ κατασπασάμενοι, καὶ τὰς βασιλικὰς κατασταλείσας λαμπάδας ὑπανάψαντες, καὶ ἐμπορευσάμενοι λίθων τιμίων καὶ μαργαριτῶν. εἰς τοσοῦτον γὰρ μετὰ τῶν ἄλλων μεγάλων κατορθωμάτων ὁ αὐτοκράτωρ κεχάριστο, ὡς ἄλλα ἐξ ἄλλων συλλέγων καὶ συναθροίζων καὶ πρὸς τὸ ἀξιέραστον μεταφέρων. 33 Χρὴ οὖν καὶ περὶ τοῦ Χρυσοτρικλίνου διηγήσασθαι· ὃ μηχανικώτατος ἄναξ πολυανθῆ τινὰ καὶ εὔοδμον ῥοδωνιὰν εἶναι, τῶν πολυχρόων [ἀνθῶν] καὶ λεπτοτάτων διαφόρων ψηφίδων ἀνθῶν ἀρτιφυῶν χροιὰς μιμουμένων· οἳ μέσοι τῶν ἑλικοειδῶν συμπλοκῶν περικλειόμενοι καὶ τῇ συνθέσει διαμορφούμενοι τὸ ἀσύγκριτον ἀποφέρονται. ἀργύρῳ τοῦτο ἐστεφάνωσε, καὶ δίκην ἄντυγος τοῦτο περιλαβὼν τοῖς ὁρῶσιν ἀκόρεστον ἐπιχορηγεῖ τὴν τέρψιν. 34 Ὁ δὲ αὐτοκράτωρ τοὺς πολίτας ἠγάπησεν ὡς οἰκεῖα αὐτοῦ ἔκγονα, καὶ πλέον, καὶ αὐτοὺς περὶ πολλοῦ ἐποιεῖτο. καὶ τοὺς ἐξ εὐγενοῦς φύντας ἐκλογὴν ἐποιεῖτο. καὶ τοὺς μὲν ἀξιωμάτων καταλαμπρύνει τιμαῖς, τοὺς δὲ μεγαλοπρεπέσι φιλοτιμεῖται δωρεαῖς, καὶ συνεστίους καὶ ὁμοδιαίτους ποιεῖται, καὶ τὸ φίλτρον μᾶλλον ἐπηύξει τῆς ἐκείνου εὐνοίας, καὶ ἀντὶ πολλῶν σωματοφυλάκων καὶ φρουρῶν καὶ σωτήρων τούτους μᾶλλον προέκρινεν ὡς πιστοὺς καὶ φιλοδεσπότας, καὶ τῆς οἰκείας σωτηρίας προκρίνειν τὸν ἄνακτα. 35 Τὴν δὲ δεξίωσιν τοῦ βρουμαλίου τοῦ πορφυρογεννήτου δεῖ ἐξειπεῖν. ἔθος γὰρ τοῖς πάλαι βασιλεῦσι τελούμενον, καὶ ὁ πορφυρογέννητος εἰς ἔργον τοῦτο ἐξήνεγκεν. τὴν γὰρ ἡμέραν ἐν ᾖ τὸ τῆς κλήσεως αὐτοῦ στοιχεῖον κάππα ἀποκεκλήρωται λαμπροτάτην ἑορτάζων πανήγυριν, πολυάνθρωπον ταύτην δεικνύει. καὶ ταῖς γὰρ πολυτελέσι καὶ πολυόψοις ἐκείναις τραπέζαις τὴν σύγκλητον ἅπασαν δεξιούμενος χορηγίαις εὐεργετικωτέραις τὸ φαιδρὸν τῆς ἑορτῆς ἐπολλαπλασίαζεν, σηρικῶν περιβολαίων ἐπιδίδων, ἀργυρίων πολλῶν καὶ ἀπείρων, ἐσθημάτων ἁλουργῶν, ξύλων Ἰνδικῶν εὐωδίας, ἃ οὔ τις ἀκήκοεν ἢ γεγονότα τεθέαται. 36 Τὴν μουσικὴν οἶδεν πᾶς τις ὡς θεῖον τί ἐστιν εὕρημα καὶ τῇ ἀνθρωπίνῃ φύσει συντελοῦν. τί οὖν ὁ εὐσεβὴς καὶ μεγαλοφρονέστατος ἄναξ; ταύτης ἀντεποιεῖτο, καὶ δι’ αὐτῆς ὑμνεῖν τὸ θεῖον οὐκ ἔληγεν. ἐντεῦθεν πανηγύρεις φαιδραὶ κατεφαιδρύνοντο, καὶ τῶν μαρτύρων ἑορταὶ κατελάμποντο, ποιμένων ἱερῶν καὶ διδασκάλων μνῆμαι περιηστράπτοντο. τοσοῦτον γὰρ ὁ ἀνὴρ ἐχαριτώθη ὡς χοροὺς ὑμνῳδῶν συγκροτεῖν καὶ ἀρχηγοὺς τούτοις ἐπινοεῖν, αὐτὸς πρὸ πάντων τούτοις συνὼν καὶ τῶν ψαλλομένων ἐπακροώμενος καὶ τὴν ψυχὴν ἡδυνόμενος καὶ χαιρόμενος. 37 Οὕτως ἠγάπησεν ὡς ἄλλος οὐδεὶς τῶν πρὸ αὐτοῦ πιστῶν, καὶ μνήμῃ λαμπροτάτῃ τετίμηκεν καὶ τὸ εὐφυὲς τοῦ Χρυσοστόμου, ἐπαινῶν τὴν συνθήκην τῶν λόγων καὶ περιβολῶν καὶ τὰ τῶν κύκλων σχοινοτενῆ καὶ ἐνθυμημάτων, ἐν οἷς τὸν τῆς μετανοίας κήρυκα λαμπρῶς καὶ ἀγλαῶς ἐμεγάλυνεν. 38 Τὸν δὲ βασιλέα Ῥωμανὸν τὸν υἱὸν αὐτοῦ οὕτως ἐφίλησεν καὶ ἠγάπησεν ὡς ἄλλος οὐδείς, καὶ τοῦτον πρὸ πάντων παρῄνει ἔχειν τὴν κατὰ θεὸν εὐσέβειαν, ἔπειτα καὶ λόγον καὶ ἦθος καὶ βάδισμα καὶ γέλωτα καὶ στολὴν καὶ καθέδραν καὶ στάσιν βασιλικὴν ἐξεπαίδευεν. διὸ καὶ θείων ἐμφανειῶν ὁ πορφυρογέννητος ἠξιοῦτο, καὶ πρὸς αὐτὸν προέφησεν εἰ ταῦτα φυλάξῃς, μακρόβιος τῇ βασιλείᾳ Ῥωμαίων ἔσῃ. 39 Καὶ γυναῖκα τῷ βασιλεῖ Ῥωμανῷ τῷ υἱῷ αὐτοῦ δέδωκεν οὖσαν ἐξ εὐγενῶν προγόνων, καλὴν μὲν τῷ σώματι, ὡραίαν δὲ τῇ ὄψει, κοσμίαν δὲ τῇ ψυχῇ, ὀνόματι Ἀναστασίαν, τὴν τοῦ Κρατεροῦ θυγατέρα· ἣ καὶ ὀνομασθεῖσα παρὰ τοῦ πορφυρογεννήτου Θεοφανὼ κατ’ ἀξίαν, ὡς ἐκ τοῦ θεοῦ φανεῖσαν καὶ ἐκλεχθεῖσαν. καὶ νυμφικὴ παστὰς ἐγνωρίζετο καὶ ἐτελεῖτο ἐν τῷ πανθαυμάστῳ τρικλίνῳ τοῦ Ἰουστινιανοῦ τοῦ ῥινοτμήτου, καὶ χαρὰ καὶ εὐφροσύνη τῷ πορφυρογεννήτῳ περιελάμπετο ἅμα Ἑλένῃ τῇ Αὐγούστῃ, ὡς τοιαύτης ἀρχαίας κόρης τῷ αὐτοῦ μνηστεῦσαι. 40 Ἡ δὲ Αὐγοῦστα Ἑλένη νόσῳ τρυχομένη, ὁ φιλάγαθος ἄναξ οὐκ ἐνέδωκεν τῇ πρὸς αὐτὴν διαθέσει καὶ στοργῇ, ἀλλὰ πάντα ἐν πᾶσι τὰ καταθύμια αὐτῆς ἐπλήρου. καὶ γὰρ ἡ Αὐγοῦστα ἠξίου παρὰ τοῦ νεωστὶ παρ’ αὐτῆς κατασκευασθέντος ξενῶνος καὶ γηροτροφείου εἰς τὸ παλαιὸν Πετρίν, τὸ λεγόμενον τὰ Ἑλένης, διορίσασθαι τὸν ἄνακτα προάστεια καὶ χρυσοβούλλια καὶ ἐξόδους· ἄτινα μετὰ χαρᾶς ὁ πορφυρογέννητος ἐξεπλήρου. καὶ ἦν ἰδεῖν αὐτὴν τῇ ψυχῇ καὶ τῷ σώματι ἡδυνομένην καὶ χαιρομένην, ὡς ἀπείρου πόθου καὶ πλούτου ταύτην παρέχων. ἔχαιρεν δὲ πλεῖστον ὁρῶσα Ῥωμανὸν τὸν υἱὸν αὐτῆς βασιλέα καὶ τὰς θυγατέρας αὐτῆς Ζωὴν καὶ Θεοδώραν καὶ Ἀγάθην συνούσας καὶ συνευφραινομένας αὐτῇ καὶ τῷ βασιλεῖ Κωνσταντίνῳ. καὶ γὰρ καὶ αὐτὸς ἐτίμα καὶ ἐφίλει, ἐν ἐξαιρέτῳ δὲ τῇ Ἀγάθῃ ὡς ἀόκνως λειτουργοῦσα τῷ βασιλεῖ εἰς τὰς ἀρρωστίας αὐτοῦ, καὶ καταμηνύεσθαι δι’ αὐτῆς τὸν βασιλέα τῶν σεκρέτων καὶ τῶν ἀρχόντων τὰ διοικήματα· ἥτις καὶ μεσῖτις ἀνεφαίνετο, καὶ οὐκ ἀνεφαίνετο μόνον, ἀλλὰ καὶ ἐγνωρίζετο καὶ ἐγένετο. 41 Ὁ δὲ πορφυρογέννητος διὰ τὸ τὸν μάγιστρον καὶ δομέστικον τῶν σχολῶν Βάρδαν τὸν λεγόμενον Φωκᾶν ἀδυνάτως ἔχειν καὶ εἰς γῆρας ἐλάσαι τοῦ δομεστικάτου ἀποκινεῖ, καὶ ἀντ’ αὐτοῦ προβάλλεται δομέστικον Νικηφόρον πατρίκιον καὶ στρατηγὸν τῶν Ἀνατολικῶν, τὸν φίλτατον υἱὸν αὐτοῦ, ἄνδρα ἐν πολλοῖς καὶ διαφόροις πολέμοις εὐδοκιμήσαντα καὶ ἄριστον ἀναφανέντα· καὶ τῇ ἡδυτάτῃ διαλαλιᾷ καὶ θωπείᾳ αὐτοῦ κοσμήσας τὰ στρατεύματα καὶ πρὸς τοὺς πολεμίους Ἀγαρηνοὺς ἐχώρει, ὡς πάντα τὰ στρατεύματα θαρρεῖν καὶ ὡς ἐν ἰδίῳ χώρῳ παροικίαν ποιήσασθαι· καὶ μήτε κρυπτομένων ἢ βακχευόντων ἢ ὑποστρεφόντων, ὡς ἔθος ἦν αὐτοῖς· ἀλλὰ πάντες τομῶς ἐχώρουν πρὸς τοὺς πολεμίους ταῖς ἀσπίσι περιφραξάμενοι καὶ τοῖς δόρασιν ἀμυνόμενοι καὶ κατὰ κράτος τοὺς Ἀγαρηνοὺς ἀφανίζοντες. καὶ ἦν ἰδεῖν θάμβος καὶ ἔκπληξιν τοῖς ὁρῶσιν τὸν νικητὴν Νικηφόρον τὰς παρατάξεις καὶ δυνάμεις καὶ τὰ φοῦλκα τοῦ ἀθέου Χαμβαδᾶ συγκόπτοντα καὶ ἀπορραπίζοντα, καὶ τὴν τύχην τοῦ νικητοῦ ἀριστέως θαμβεῖσθαι καὶ μεγαλύνειν τοῖς ὁρῶσιν, ὡς τὰς πόλεις καὶ κώμας καὶ χώρας πυρὶ κατατεφρῶσαι καὶ αἰχμαλώτους ἄγειν καὶ ὑποσπόνδους τῇ βασιλείᾳ Ῥωμαίων προσφέρειν. καὶ δὴ πρὸς τὸν πιστὸν Κωνσταντῖνον ἀφικόμενος ἐπαίνων καὶ τιμῶν παρ’ αὐτοῦ ἠξιώθη, οἷον ἐν τοῖς πάλαι χρόνοις οἱ Ῥωμαίων στρατηγοὶ ἂν ἐκτήσαντο. 42 Ὁ δὲ ἄναξ Κωνσταντῖνος μηδὲν τῶν πατρῴων αὐτοῦ οἰκοδομημάτων συγχωρῆσαι πεσεῖν, οὐδὲ τοῦτο τὸ μέγα λουτρόν, τὸ παρὰ Λέοντος τοῦ πατρὸς αὐτοῦ παρασκευασθὲν εἰς τὰ Μαρίνης εὐρύχωρόν τε καὶ τῆς καθ’ ἡμᾶς πολιτείας θαῦμα, τὸ πρότερον παροραθὲν ὡς ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ πρὸς πᾶσαν ἀμορφίαν καὶ ἀκοσμίαν ἐλάσαι καὶ μηδὲν ἄλλο αὐτὸ σκοπεῖσθαι ἢ θεμελίους. οὗτος ὁ Κωνσταντῖνος τοῖς πατρικοῖς ἔργοις ὡς οἰκείοις ἐπιγαννύμενος καὶ τερπόμενος ἀνακαινισμὸν ἐν αὐτῷ ἐπιδίδωσιν, αὖθις ἀποκαθιστῶν, οὐ μόνον εἰς τὸν πρότερον κόσμον ἀναφέρων ἀλλὰ πλέον κρείττονα δημιουργήσας, πάντοθεν περικαλλύνων καὶ τὴν προτέραν ἀποδιδοὺς τοῖς λουομένοις εὐπάθειαν. τοῦτο καὶ ξένους εἰς θάμβος εἰσάγει καὶ τοὺς ἐνδίκους ἐκπλήττει. 43 Ὁ δὲ βασιλεὺς Κωνσταντῖνος πατρίκιον Θεόδωρον τὸν Βελωνᾶν λεγόμενον ἔπαρχον καὶ πατέρα πόλεως προχειρίζεται, ἄνδρα ἱκανὸν καὶ λόγιον, πρὸς τοὺς νόμους πολυπειρίαν καὶ εὐφυί̈αν ἔχοντα· καὶ πρὸς τὸ κοινωνὸν τροφὴν ἀνήροτον τοῖς δικαζομένοις τῇ εὐκοσμίᾳ καὶ δικαιολογίᾳ αὐτοῦ παρεῖχε. 44 Τὸν δὲ πατρίκιον καὶ παρακοιμώμενον Βασίλειον ὁ πορφυρογέννητος κατὰ τοῦ ἀθέου Χαμβαδᾶ μετὰ ἐκστρατείας καὶ δυνάμεως λαοῦ καὶ πολλῆς ἐξοπλίσεως ἀποστέλλει. καὶ δὴ ταῖς ἐκείνου θεοπνεύστοις βουλαῖς καθοπλισθείς, τῆς βασιλικῆς οἰκίας καὶ τοῦ Βυζαντίου ἀπάρας, πρὸς τὰς τῶν ἀρνητῶν τοῦ Χριστοῦ γίνεται χώρας, καὶ πρῶτα μὲν πόλιν πορθεῖ Σαμοσάτων, Σύροις κάλαι κατῳκισμένην καὶ πρὸς τὴν ὄχθαν τοῦ Εὐφράτου παρακειμένην, δυσπόρθητον οὖσαν καὶ πολυάνθρωπον καὶ πλούτῳ πολλῷ ἐπιβρίθουσαν, ταύτῃ τὰ τοῦ στρατοῦ ἐχώρει, καὶ κατ’ αὐτῶν τῶν βαρβάρων ἡγεμονεύοντος· οἵτινες τῇ συντρόφῳ ἀλαζονείᾳ ἐπαιρόμενοι ἀμαχὶ τὰ τῆς νίκης αὐτῶν ἐφρυάττοντο. ἐπεὶ δὲ οἱ βάρβαροι τῷ Ῥωμαϊκῷ στρατῷ συνεδέθησαν, καὶ μηδὲ τὴν αὐτῶν ὁρμὴν φέροντες εἰς φυγὴν ἐτρέποντο, καὶ σώζειν ἑαυτὸν ἕκαστος ὅπως δύναιτο ἠγωνίζετο, τότε σκυλεύονται μὲν οἱ νεκροί, δεσμοῦνται δὲ καὶ οἱ ζωγρηθέντες, καὶ λαφύρων πολλὴ γίνεται συναγωγή· καὶ ἅπαντα τὸ κοινὸν θέατρον καὶ ὁ θρίαμβος τοῦ ἱπποδρομίου ὑπεδέξατο. 45 Ὁ δὲ βασιλεὺς τὸν πατρίκιον Λέοντα τὸν υἱὸν Βάρδας μάγιστρον τοῦ Φωκᾶ στρατηγὸν εἰς Ἀνατολικοὺς ἀντὶ τοῦ ἀδελφοῦ αὐτοῦ Νικηφόρου προχειρίζεται, ἄνδρα ἄριστον καὶ πρὸς τοὺς Ἀγαρηνοὺς καὶ πολεμίους μαχιμώτατον. καὶ ἦν ἰδεῖν τοὺς αὐταδέλφους ὑπὲρ τῶν Χριστιανῶν ἀγωνιζομένους καὶ πρὸς τοὺς πολεμίους χωροῦντας καὶ κατασφάττοντας, καὶ τὴν αὐτῶν ὁρμὴν μὴ φέροντας. 46 Γέγονε δὲ καὶ ἐμπρησμὸς μέγας καὶ φοβερὸς πλησίον τοῦ ναοῦ τοῦ ἁγίου Θωμᾶ, ὥστε κατακαῆναι τὸν ἔμβολον τὸν ἀπερχόμενον πρὸς τὴν Σιδηρᾶν πόρταν. ὁ δὲ αὐτοκράτωρ τῇ πολλῇ αὐτοῦ ἀγαθότητι, καὶ ὡς οἰκεῖα ἔγγονα τοὺς πολίτας φιλῶν καὶ κηδόμενος, πάντας παρεθυμήσατο εἰς ἀνοικοδομὴν τῶν πυρκαϊθέντων αὐτῶν οἰκημάτων· καὶ τὸν ἄνακτα οἱ πολῖται ὡς θεὸν δεύτερον καὶ εὐεργέτην ἐπῄνουν καὶ εὐχαρίστουν. 47 Τῶν δὲ Τούρκων ἐκστρατείας ποιησάντων κατὰ Ῥωμαίων, καὶ καταδραμόντων μέχρι τῆς πόλεως τῇ ἑορτῇ τοῦ ἁγίου πάσχα, καὶ ληϊσαμένων πᾶσαν Θρᾳκῴαν ψυχὴν καὶ πραῖδαν πολλήν, ὁ βασιλεὺς εὐθὺς τὸν πατρίκιον καὶ δομέστικον τῶν Ἐξκουβίτων Πόθον τὸν Ἀργυρὸν μετὰ τοῦ τάγματος αὐτοῦ καὶ τοῦ στρατηγοῦ τῶν βουκελαρίων καὶ τοῦ ὀψικίου καὶ τοῦ Θρᾳκήση, κατὰ πόδας αὐτῶν περάσας, ἐξαπέστειλεν·
PG 109:500οἳ τῇ εὐπροσδέκτῳ πρὸς θεὸν εὐχῇ τοῦ πορφυρογεννήτου νυκτὸς ἐπιπεσόντες κατέσφαξαν καὶ κατεπολέμησαν, λαβόντες τὴν πραῖδαν καὶ αἰχμαλωσίαν. αὐτοὶ δὲ ὑπὸ τῆς ἄγαν ἥττης καὶ τροπῆς αἰσχυνθέντες εἰς τὴν ἰδίαν γῆν ὑπέστρεψαν. 48 Ἄξιον γάρ ἐστιν ἐξειπεῖν καὶ τὸ φοβερὸν ἐκ θεοῦ φανὲν σημεῖον καὶ προάγγελμα τῆς μεταθέσεως Κωνσταντίνου τοῦ πορφυρογεννήτου. φασὶν γὰρ εἰς τὴν γέννησιν τοῦ ἄνακτος ἀστέρα λαμπρὸν κομήτην φανῆναι ἡμέρας τεσσαράκοντα, νῦν δὲ πάλιν εἰς τὴν νόσον καὶ ἔξοδον αὐτοῦ ἀστέρα κατ’ οὐρανὸν δειχθῆναι, θολερὸν δὲ καὶ ἀμαυρὸν φῶς ἔχοντα, καὶ τοῦτον ἐπὶ ἱκανὰς ἡμέρας φαινόμενον, δεικνύοντα τῇ κρείττονι δυνάμει δεδημιουργημένον τὸν πορφυρογέννητον Κωνσταντῖνον. καὶ τοῦτο ἴσασι πολλοὶ τῶν εὐγνωμόνων καὶ τὸ θαῦμα τοῖς οὐκ εἰδόσι παραπεμψαμένων, ἵνα καὶ τὰ στοιχεῖα τὸ τοῦ πορφυρογεννήτου συμπενθήσῃ τέλος. Ἀλλ’ εἰ καὶ τὰ πλείω τῶν βασιλικῶν πρακτέων διαφεύγει τὸν νοῦν, ἓν δὲ τοῦτο τὸ τελευταῖον τοῖς εἰρημένοις προσθεὶς τὸ τοῦ λόγου πέρας ἀφίξομαι. [] ἐτρέφετο πόθος καὶ ἔφεσις τῷ ἄνακτι τῷ ὄρει τοῦ Ὀλύμπου καταλαβεῖν καὶ τοὺς ἐν αὐτῷ ἁγίους πατέρας ἐπόψεσθαι καὶ τῶν τιμίων αὐτῶν ἐπαπολαῦσαι εὐχῶν καὶ τῇ μεταβάσει τῶν τόπων καὶ τῇ τῶν ἀέρων εὐκρασίᾳ τὸ ὑγιὲς αὐτῷ περιποιήσασθαι· ὑπεσμύχετο γὰρ αὐτῷ νόσος κρυφία, δι’ ἣν καὶ ἰατρικαῖς ἐπιμελείαις ἔκδοτος ἐδείκνυτο, καὶ τῆς πρὸς τὸν Ὄλυμπον ἐξελεύσεως ἐδεῖτο τὸ μάλιστα. τούτῳ τῷ πόθῳ κάτοχος γεγονὼς αὐτίκα τοῦ δρομωνίου ἐπέβαινεν καὶ πρὸς χώρας τῶν Βιθυνῶν ἐπεφοίτα καὶ πρὸς Πρίετον, ἥτις Πραίνετος παρὰ τῶν ἐγχωρίων ἐπωνόμασται, ἔκ τινος πατρίου θεοῦ Βιθυνῶν τὴν κλῆσιν ἐπιτεθεῖσα. ἐκεῖθεν πρὸς Νικαίαν ἐφίσταται, πόλιν ἀρχαιόπλουτον καὶ πολύανδρον. ἀπὸ δὲ ταύτης εἰς φροντιστήριον μοναχῶν πρὸς τὰς ἐπορείας κείμενον ἀφίκετο τοῦ ἐκεῖσε δοξαζομένου μάρτυρος Ἀθηνογένους· καὶ διὰ κιναβάρεως τοῦ πατρὸς αὐτοῦ γράμματα ὁ ἐκεῖσε καθηγουμενεύων ὑπέδειξε τῷ ἄνακτι. φασὶ γὰρ ὅτι Λέων ὁ εὐσεβὴς βασιλεὺς ἐκεῖσε διερχόμενος, τὴν πορείαν ποιούμενος πρὸς τὰς τοῦ Ὀλύμπου ἀκρωρείας αἰτήσεως χάριν τοῦ δοθῆναι αὐτῷ υἱὸν διάδοχον τῆς βασιλείας αὐτοῦ, καὶ ὁ τηνικαῦτα ἡγούμενος τῆς μονῆς Πέτρος προέφησεν αὐτῷ υἱὸν γεννῆσαι διάδοχον τῆς βασιλείας αὐτοῦ· καὶ αὐτὸς μέλλει ἐξελθεῖν εἰς τὸν Ὄλυμπον εἰς τὰ τέλη τοῦ βίου αὐτοῦ. τὴν δὲ γραφὴν ὁ πορφυρογέννητος ἰδίαν εἶναι Λέοντος τοῦ πατρὸς αὐτοῦ γνωρίσας ἀληθινὴν ἔφησεν εἶναι τὴν πρόρρησιν τοῦ μοναχοῦ. ἀπὸ δὲ ταύτης πρὸς τὰς ἐπορείας τοῦ Ὀλύμπου γίνεται, Ὀλύμπου ἐκείνου οὗ καὶ Μυσίων πρόπαλαι γραφῇ παραδέδωκεν, Μυσῶν τὸ παλαιὸν ἐν τούτῳ οἰκούντων. ἐκ δὲ τούτων ἐπὶ τὰς παραλογὰς καὶ δυσκολίας καὶ ἑλικοειδεῖς καὶ κρημνώδεις ἀναβάσεις μόλις διελθὼν ὁ ἄναξ, ταῖς κέλλαις τῶν ἱερῶν πατέρων καταλαβών, οὓς ἰδὼν κατασπασάμενος καὶ τὰς τούτων ψυχωφελεῖς εὐχὰς ἐφόδιον λαβὼν πρὸς τὴν Προῦσαν μετανίσταται, πόλιν ἀνδρὸς τὸ πάλαι Βιθυνῶν βασιλεύσαντος, ὃς ἀνδραγαθίας καὶ πολέμων τῶν τηνικάδε βασιλέων ὑπεραρθέντων σύμβολον μνήμης τὴν τοιάνδε πόλιν ἐξειργάσατο. ἧς οὐ πολλῷ ἄποθεν καὶ ὑποβρύχιος γέγονε, θερμῶν ἀναδόσεις βλέπων, ἐν οἷς μῦθοί φασιν Ἡρακλῆν κατὰ ζήτησιν Ὕλη περιπλανώμενον τὸν ἐξ Ὕλου φόνον τῷ λύθρῳ ἐναποσμήξασθαι. [] ὁ δὲ ἄναξ παρὰ τῶν ἱερῶν πατέρων διδαχθεὶς ἐν τῇ κορυφῇ τοῦ Ὀλύμπου ἀσκητὴν εἶναι σημειοφόρον γέροντα ἐν σπηλαίῳ, πόθῳ τῷ πρὸς αὐτὸν ἠπείγετο. καὶ δὴ θείᾳ ἐκλάμψει ὁ γέρων ἐμφανισθεὶς ὡς τοῦ βασιλέως πρὸς αὐτὸν ἀφικομένου, τῆς κέλλης αὐτοῦ ἀπιών, μετάνοιαν δὲ βαλών, τὸ εὐλόγησον ἔφησεν. ὁ δὲ βασιλεὺς ἐρωτήσας τίς τε ὢν καὶ πόθεν καὶ πῶς καὶ ποῦ παραγίνῃ; ἔφησιν τὴν πρόοδον τῆς βασιλείας σοῦ πρός με γνοὺς μᾶλλον πρὸς σὲ παραγίνομαι. ὁ δὲ θείαν ἀποστολὴν τὸν γέροντα ὑπονοήσας, τὰς τούτου εὐχὰς ἐφόδιον λαβὼν καὶ τὴν τῆς ζωῆς αὐτοῦ μετάστασιν μαθών, πρὸς τὰς κέλλας τῶν ἱερῶν πατέρων ὑπενόστησεν καὶ συνεστιαθεὶς αὐτοῖς τὸ τάχος πρὸς τὴν θάλασσαν κατῆλθεν. καὶ τοῖς πολλοῖς ἐλάνθανεν ὡς εἴη νοσῶν· ἔνδον δὲ κατεδαπανᾶτο καὶ κατηνάλωτο ὑπό τε τοῦ κοιλιακοῦ νοσήματος καὶ τοῦ πυρετοῦ. 51 Ἀλλ’ ὦ θνητῆς φύσεως νόμοι καὶ τύχης μεταβολαί, πρὸς οἵους συνεπείγομαι καὶ ἐλαύνομαι θρήνους ἐξ οὗ μεταβὰς καὶ κατευθὺ τείνας τὸν πλοῦν πρὸς τὴν βασιλίδα πόλιν κατέλαβεν, τῇ συνεχούσῃ νόσῳ κατατρυχόμενος καὶ βαλλόμενος. ἐπεὶ γὰρ ἡττᾶτο ὁ φοβερὸς βασιλεὺς παρὰ τῆς νόσου καὶ αἱ περὶ τοῦ ζῆν ἐλπίδες προεχώρουν, οὐκ ἦν ὅστις τὸν πορφυρογέννητον μὴ ἀπωλοφύρετο καὶ ἀπωδύρετο τὸν καλὸν ἄνακτα, τὸν γλυκύν, τὸν εὐπροσηνῆ, τὸν εὐπρόσιτον, τὸν γαληνόν, καὶ ὅσοις ἄλλοις χρὴ ὀνόμασι καλέσαι τὸν ἄνδρα πρὸς οὓς τῷ πόθῳ συνδέδεται. ἐπεὶ δὲ τὰ τελευταῖα πνέων ὡρᾶτο ὁ πορφυρογέννητος Κωνσταντῖνος, Ῥωμανὸν τὸν υἱὸν αὐτοῦ αὐτοκράτορα βασιλέα ἐποίησεν, παραδοὺς καὶ ὁρκώσας Ἰωσὴφ πατρίκιον καὶ πραιπόσιτον τοῦ διαφυλάξαι αὐτὸν τῇ αὐτοῦ ἐντρεχείᾳ καὶ πυκνώσει· καὶ γὰρ τοιοῦτος ἦν ὁ ἀνήρ, πυκνὸς καὶ ὀρθὸς καὶ πιστὸς καὶ πρὸς τὰ πολιτικὰ διοικήματα ἀετοῦ ταχύτερος, εἰς δὲ τὸ ἀπροσωπόληπτον καὶ εὐσεβὴς καὶ δίκαιος, ὡς τοιοῦτον ἕτερον μὴ γνωρίζεσθαι. 52 Αὐγοῦστα Ἑλένη σὺν καὶ τοῖς τέκνοις αὐτῆς καὶ τῷ πατρικίῳ καὶ παρακοιμωμένῳ Βασιλείῳ καὶ τοῖς κοιτωνίταις, ὡς ἑώρων τὸν ἄνακτα Κωνσταντῖνον ψυχορραγοῦντα καὶ συγκοπτόμενον, περιχυθέντες τῇ κλίνῃ κλαυθμοῖς καὶ ὀδυρμοῖς ἀμέτροις περιρραίνοντες ἀπωλοφύροντο καὶ ἀπωδύροντο τοιοῦτον δεσπότην, καὶ πλέον οὐδὲν ὠφέλησαν ἢ κωφοῖς καὶ κενοῖς δάκρυσι καταπλύνοντες τὸ βασιλικὸν ἐκεῖνο σῶμα. καὶ δὴ τὴν κλίνην αὐτοῦ ἀμφοτέρων περικυκλούντων καὶ ταῖς πολλαῖς οἰμωγαῖς κοπτομένων, καὶ πρὸς τὰ τέλη πάντη ὢν ὁ γλυκὺς καὶ πλουτοδότης βασιλεύς, χοροστασίαι ἁγίων καὶ δικαίων μοναχῶν τε καὶ μαρτύρων καὶ ἱεραρχῶν παρίσταντο, καὶ τὸ πανάγιον αὐτοῦ πνεῦμα χερσὶν ἀγγελικαῖς παρέθεντο. καὶ τάχιον τοῦτον ἀποσμήξαντες προέθηκαν ἐν τοῖς δεκαεννέα ἀκουβίτοις. καὶ ψαλμοῖς τοῦτον τελέσαντες παρευθὺ ἐξήγαγον, καὶ πρὸς τὴν Χαλκῆν ἀποθέντες, τελευταῖον ἀσπασμὸν ὁ ἀρχιερεὺς καὶ οἱ ἱερεῖς καὶ οἱ μάγιστροι καὶ οἱ πατρίκιοι καὶ ἡ πᾶσα σύγκλητος κατησπάζοντο· καὶ ὁ τῆς καταστάσεως, ὡς ἔθος ἦν, ἀνακράξας ἔξελθε, βασιλεῦ· καλεῖ σε ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, καὶ τοῦ πλήθους τοῦ ὄχλου βοὴν καὶ κωκυτὸν καὶ ὀδυρμὸν βαλλόντων, καὶ τοῦ τρίτου τοῦτο φωνήσαντος, παρευθὺ ἄραντες τὸν ἄνακτα ἐξήγαγον ἀπὸ τῶν βασιλικῶν δόμων ἐπὶ τὴν λεωφόρον, καὶ πρὸς τὸν ναὸν τῶν ἁγίων ἀποστόλων ἔφερον, τῆς συγκλήτου πάσης προπεμπούσης, καὶ ᾄσμασι προπομπίοις τὴν ἔξοδον μεγαλύνοντες. [] καὶ τί δεῖ λέγειν εἰς τὸν συνελθόντα λαὸν καὶ ὄχλον τῆς πολιτείας, τῶν μὲν ἀφ’ ὕψους τὸ βασιλικὸν ἐκεῖνο σκῆνος κατοπτευόντων, τῶν δὲ πλησίον παραθεωρούντων, καὶ ἄλλων μὲν ἐξ οἰκοδομῶν καὶ οἰκημάτων μετεώρων καὶ ὑψηλῶν προκυπτόντων καὶ πρὸς τὴν θέαν τῆς κλίνης ἐπιρριπτόντων, τῶν δὲ κρυφίως μυρομένων καὶ στεναγμοῖς ἐγκαρδίοις κλονουμένων, καὶ ἄλλων ὀδυρμοῖς καταξαινομένων, καὶ ἄλλων τινῶν ὀξύτερον ἐπικωκυόντων, καὶ συνθλιβόμενοι καὶ ἀπολοφυρόμενοι τῷ κοινῷ δυστυχήματι, τινῶν δὲ καὶ τὰ δάκρυα κρουνηδὸν προχεόντων καὶ τὴν χρυσοκόλλητον κλίνην καταρδευόντων καὶ καταρραινόντων. ὡς δὲ τῷ ναῷ τῶν ἁγίων ἀποστόλων προσήγγισαν καὶ ἔσω τὸ βασιλικὸν δορυφορούμενον ἐφαίνετο σῶμα, ὁ πατρίκιος καὶ παρακοιμώμενος Βασίλειος τὸ πανάγων αὐτοῦ σῶμα ταῖς οἰκείαις, ὡς ἔθος τοῖς νεκροῖς ποιεῖν, λαζαρώσας, καὶ τοῦ τάφου ἤτοι τοῦ λάρνακος εὐτρεπισθέντος καὶ σηκωθέντος, κατέθετο μετὰ Λέοντος βασιλέως τοῦ πατρὸς αὐτοῦ. τὴν δὲ πατρικὴν ἑνότητα καὶ ἀγάπην οὐδὲ μετὰ θάνατον καὶ ταφὴν ὁ φίλτατος υἱὸς ἀπέστρεψεν. 54 Ἦν τῇ ἰδέᾳ ὁ πορφυρογέννητος Κωνσταντῖνος ὁ βασιλεὺς εὐμήκης τῇ ἡλικίᾳ, λευκὸς τῇ χροιᾷ ὡσεὶ γάλα, εὐόφθαλμος, χαροποιοὺς ἔχων ὀφθαλμούς, γρυπὸς ἤτοι ἐπίριν, μακροπρόσωπος, ῥοδινός, μακροτράχηλος, τῇ ἡλικίᾳ ὄρθιος ὡσεὶ κυπάρισσος, εὐρὺς τοῖς ὤμοις, καλότροπος, προσηνὴς τοῖς πᾶσι καὶ ὡς τὰ πολλὰ δειλός, φιλοτράπεζος καὶ φίλοινος, ἡδὺς τοῖς λόγοις, καὶ τοῖς δώροις καὶ ταῖς ἀντιλήψεσι πλούσιος. οὗτος ἀπὸ τῆς γεννήσεως αὐτοῦ μέχρι θανάτου αὐτοῦ ἔζησεν χρόνους πεντήκοντα πέντε μῆνας δύο ἡμέρας ..... ἐτελεύτησεν δὲ μηνὶ Νοεμβρίῳ πεντεκαιδεκάτῃ ἰνδικτιῶνος τρίτης, ἔτους ἀπὸ κτίσεως κόσμου ἑξακισχιλιοστῷ τετρακοσιοστῷ ἑξηκοστῷ ἐννάτῳ, καταλείψας αὐτοκράτορα τὸν Ῥωμανὸν καὶ Ἑλένην Αὐγούσταν τὴν μητέρα Ῥωμανοῦ. ΒΑΣΙΛΕΙΑ ΡΩΜΑΝΟΥ ΥΙΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΥ. Ῥωμανὸς ὁ βασιλεὺς κατελείφθη αὐτοκράτωρ παρὰ τοῦ πατρὸς αὐτοῦ τοῦ πορφυρογεννήτου Κωνσταντίνου ἐτῶν ὡς εἴκοσι καὶ ἑνός, τοῦ πορφυρογεννήτου Βασιλείου ἐνιαυσιαίου ὄντος, ἅμα καὶ τῇ μητρὶ αὐτοῦ Ἑλένῃ καὶ Θεοφανῷ τῇ συνεύνῳ αὐτοῦ, μηνὶ Νοεμβρίῳ ἕκτῃ ἰνδικτιῶνος ἕκτης, ἔτους ἀπὸ κτίσεως κόσμου ἑξακισχιλιοστῷ τετρακοσιοστῷ ἑξηκοστῷ ἐννάτῳ· καὶ παρευθὺς τοὺς κοιτωνίτας καὶ ἀνθρώπους τοῦ πατρὸς αὐτοῦ πατρικάτα καὶ πρωτοσπαθαράτα τιμήσας καὶ ἐν ἑτέροις ἀξιώμασιν ὑπερβιβάσας καὶ δώροις καταπλουτίσας τῶν βασιλικῶν δόμων τοῦ παλατίου κατήγαγεν. ἐξελέξατο δὲ καὶ προέκρινεν παραδυναστεύοντας καὶ πρώτους τοὺς τῆς συγκλήτου Ἰωσὴφ πατρίκιον πραιπόσιτον καὶ δρουγγάριον τῶν πλωί̈μων, ὅντινα καὶ μετὰ βραχὺ παρακοιμώμενον προανεβίβασεν, καὶ πᾶσαν ἐξουσίαν καὶ φροντίδα τοῦ ὑπηκόου ἀνατέθεικεν. τὸν δὲ πρωτοσπαθάριον Ἰωάννην λεγόμενον τὼ Χοιρινᾶν πατρίκιον καὶ μέγαν ἑταιρειάρχην προεβάλετο τοῦ φυλάττειν τὸν ἄνακτα ἀπὸ τῶν ὑποπτευομένων προσώπων. καὶ τὸν πρωτοσπαθάριον Σισίνιον τὸν ἀπὸ σακελλίου ἔπαρχον πόλεως ἐχειροτόνησεν, ἄνδρα λόγιον καὶ πρὸς τὸ κοινὸν ἐπιτήδειον, ὅντινα καὶ μετὰ βραχὺ πατρίκιον καὶ γενικὸν λογοθέτην προεβάλετο, καὶ ἀντ’ αὐτοῦ ἔπαρχον πόλεως τὸν πατρίκιον Θεόδωρον τὸν ἀπὸ στρατιωτικῶν τὸν λεγόμενον Δαφνοπάτην ἐποίησεν· ὅστις Σισίνιος τῇ ἐπαρχίᾳ διέπρεψεν εὐνομίᾳ καὶ δικαιοσύνῃ καὶ τὸ ἱερὸν πραιτώριον κατηγλάϊσεν. καὶ ἦν ἰδεῖν παρισταμένων τῷ ἐκείνοι βήματι, καὶ ἀποκρούων καὶ ἀπορραπίζων τὰς παλινδικίας καὶ παλιμβολίας τῶν δικαζομένων· καὶ δικαστὴς δι’ ἑαυτοῦ ἕκαστος τῆς δίκης τῷ ἠδικηκότι ἐγίνετο. ἀλλὰ καὶ συμπόνους τῷ ἐπάρχῳ ὁ αὐτοκράτωρ δέδωκε, τῇ ἐκλογῇ καὶ μαρτυρίᾳ Ἰωσὴφ πατρικίου καὶ παρακοιμωμένου καὶ τοῦ ἐπάρχου Σισινίου, Θεοφύλακτον ἀσηκρῆτιν τὸν λεγόμενον Ματζίτζικον καὶ Ἰωσὴφ σπαθαροκανδιδάτον καὶ κριτήν, ὅντινα λογοθέτην τοῦ πραιτωρίου ἐποίησεν· οἵτινες τῇ εὐβουλίᾳ τοῦ ἐπάρχου καλῶς τῇ πολιτείᾳ ἐνήργουν. 2 Χρὴ οὖν καὶ περὶ τῶν κοινῶν φροντίδων τοῦ ἄνακτος ἐξειπεῖν. εὐθὺς πρὸς πάντα ἀρχηγὸν Ῥωμαίων καὶ βασιλικὸν στρατηγὸν καὶ τῆς Βουλγαρίας καὶ τῆς δύσεως καὶ ἑῴας ἐθνῶν ἀποστελλομένων φιλικῶν γραμμάτων αὐτοῦ, πάντες τῇ τύχῃ καὶ φιλίᾳ αὐτοῦ τοῦ αὐτοκράτορος κράτιστον ἀνύμνουν καὶ φιλικὰς σπονδὰς ὡμολόγουν. δεῖ οὖν καὶ περὶ τῶν πολιτῶν ἐξειπεῖν. ὁ βασιλεὺς Ῥωμανὸς οὕτως ἐφίλησε τὴν ἐνεγκαμένην ὡς τὴν γεννησαμένην, καὶ ἐν αὐτῇ γένη περὶ πολλοῦ ἐποιήσατο. διά τοι τοῦτο καὶ τὰ εὐγενῆ καὶ καθαρὰ τῶν γενῶν ποιεῖται δι’ ἐκλογῆς, καὶ οὓς μὲν ἀξιωμάτων καταλαμπρύνει τιμαῖς, οὓς δὲ μεγαλοπρεπέσι φιλοτιμεῖται δωρεαῖς.
PG 109:508ἔσθ’ ὅτε καὶ συνεστίους ποιούμενος, ἀργύρια παρέχων, τὸ φίλτρον μᾶλλον ἐνηύξει καὶ ὑπανέφλεγεν, καὶ τὴν ἐκείνων εὔνοιαν ἀντὶ πολλῶν φρουρῶν καὶ φυλάκων προέκρινεν. 3 Τὰς δὲ ἀδελφὰς αὐτοῦ Ζωὴν καὶ Θεοδώραν καὶ Ἀγάθην καὶ Θεοφανὼ καὶ Ἄνναν ἐκ τῶν βασιλικῶν δόμων εἰς τὰ Κανικλείου, ἐν οἷς Σοφία ἡ Αὐγοῦστα ἡ τοῦ Χριστοφόρου καὶ τοῦ βασιλέως ἦν ἀποκεκαρμένη μοναχή, κατήγαγεν καὶ μοναχὰς ἀπέκειρεν, πολλὰ καὶ τῆς Ἑλένης τῆς μητρὸς Ῥωμανοῦ καὶ αὐτῶν ἀπολοφυρομένων καὶ ἀποκλαιουσῶν, καὶ τῇ χειρὶ παρ’ ἀλλήλων σφιγγουσῶν καὶ τῷ τραχήλῳ ἐπικειμένων, πλέον οὐδὲν ὠφέλησαν ἡ κωφοῖς καὶ κενοῖς δάκρυσι. πάλιν δὲ αὐτὰς μετὰ διίππευσιν ἡμερῶν ἀπ’ ἐκεῖσε ὁ αὐτοκράτωρ μετέθηκεν, καὶ τὴν μὲν Ζωὴν καὶ Θεοδώραν καὶ Θεοφανὼ εἰς τὰ Ἀντιόχου ἐκλήρωσεν, τὴν Ἀγάθην εἰς τὸ ἱδρυνθὲν καὶ κατασκηνωθὲν φροντιστήριον παρὰ Ῥωμανοῦ τοῦ τηνικαῦτα βασιλεύσαντος καὶ πάππου τοῦ αὐτοκράτορος ἀπέστειλεν· καὶ διωρίσατο χορηγεῖσθαι αὐτὰς ἃ καὶ ἐν τῷ παλατίῳ ἐδίδοντο. 4 Τὸν δὲ Νικηφόρον καὶ δομέστικον τῶν σχολῶν τὸν τοῦ Φωκᾶ μάγιστρον ἐτίμησεν καὶ κατὰ τῶν ἀρνητῶν τοῦ Χριστοῦ ἐν τῇ ἑῴᾳ ἐξέπεμψεν· καὶ τὸν ἀδελφὸν αὐτοῦ πατρίκιον τὸν Λέοντα στρατηγὸν προεβάλετο, ὅντινα καὶ μετ’ οὐ πολὺ μάγιστρον καὶ δομέστικον τῆς δύσεως ἐποίησεν. καὶ ἦν ἰδεῖν τὸν ἄνακτα εὐφραινόμενον, καὶ ἐν κυνηγίοις καὶ θήραις δι’ ὅλου ἀγροδιαιτοῦντα, ὡς τὸν βασιλικὸν δόμον πάντη ἀποστρεφόμενον καὶ τὴν φροντίδα τοῦ στρατοῦ τοῖς αὐταδέλφοις καταπιστεύσαντα, αὐτὸς ἔχαιρεν καὶ ἠγαλλιᾶτο τοῖς κυνηγίοις ἔξω τοῦ Βυζαντίου, μετὰ τῶν ὁμηλίκων καὶ κολάκων καὶ κακοσυμβούλων μαστρωπῶν συναναστρεφόμενος. 5 Τί δὲ ἂν εἴπῃ τις περὶ τῆς ἀοκνίας καὶ εὐθύτητος καὶ ἀνδραγαθίας ἀνδρίας τε καὶ ἀγαθότητος τοῦ ἄνακτος; ἐν μιᾷ ἡμέρᾳ καὶ ἐν τῷ ἱππικῷ καθεσθεὶς καὶ τῇ συγκλήτῳ συνεστιαθεὶς καὶ τὴν δόσιν τῶν ἀργυρίων παρασχών, καὶ τῇ δείλῃ ἐν τζυκανιστηρίῳ σφαιρίσας μετὰ τῶν δοκίμων καὶ ἐμπείρων καὶ πολλάκις τούτους νικήσας, εἰς μεταστάσιμον εἰς Ἀνωράτας μετέβη, κἀκεῖσε θηρεύσας παμμεγέθεις χοίρους τέσσαρας καὶ κυνηγήσας πρὸς τὰ βασίλεια τῇ ἑσπέρᾳ ἀντεπέρασεν. ἦν γὰρ τῇ ἡλικίᾳ νέος, σφριγῶν τῷ σώματι, σιτόχροος, εὐόφθαλμος, ἐπίριν, ῥοδινοπρόσωπος, χαροποιὸς καὶ γλυκὺς τοῖς ῥήμασιν, ὄρθιος τῇ ἡλικίᾳ ὡσεὶ κυπάρισσος, εὐρὺς τοῖς ὤμοις, ἥσυχος καὶ προσηνής, ὡς πάντας θαμβεῖσθαι καὶ ἐκπλήττεσθαι τὸν ἄνδρα. συνέχαιρεν δι’ αὐτὸν ἡ πολιτεία ὡς εὐτυχοῦντα καὶ τῶν ἐθνῶν κρατοῦντα. καὶ τῷ Βυζαντίῳ πλούσιαι αἱ σιτήσεις καὶ αἱ τροφαὶ χορηγούμεναι. 6 Ὁ δὲ βασιλεὺς Ῥωμανὸς καὶ ἕτερον υἱὸν μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ ἀπεγέννησεν, Κωνσταντῖνον τοῦτον ὀνομάσας. καὶ [οὐ] μετ’ οὐ πολὺ στέφεται παρὰ Πολυεύκτου πατριάρχου ἐν τῷ ἄμβωνι τῆς ἁγίας Σοφίας. ἡ δὲ Αὐγοῦστα Ἑλένη ἐν τῷ παλατίῳ οὖσα κλινήρης καὶ συναγαλλομένη τῷ ἄνακτι, καὶ ἐπὶ ἱκανοὺς χρόνους ἀρρωστοῦσα, εὐσεβῶς τέθνηκεν κατὰ τὴν ἐννεακαιδεκάτην τοῦ Σεπτεμβρίου μηνός· καὶ ταύτην βασιλικῶς τιμήσας, καὶ ἐν τῇ χρυσοκολλήτῳ καὶ διὰ μαργαριτῶν καὶ λίθων κλίνῃ τεθεῖσα, τῆς συγκλήτου προπεμπούσης, ἐν τῷ μοναστηρίῳ τῷ παρὰ τοῦ πατρὸς αὐτῆς Ῥωμανοῦ βασιλέως συσταθέντι, τῷ ὄντι εἰς τὸ Μυρέλαιον, θάπτεται ἐν λάρνακι πλησίον καὶ σύνεγγυς τοῦ πατρὸς αὐτοῦ. 7 Τὸν δὲ μάγιστρον καὶ δομέστικον τῶν σχολῶν Νικηφόρον τὸν τοῦ Φωκᾶ ὁ ἄναξ ὁ χρηστός, ὁ ἡδύς, ὁ προσηνής, καὶ ὅσοις ὀνόμασι χρὴ καλεῖσθαι καλοῖς καὶ τὸν ἄνδρα ὀνομάζειν, μετὰ ἐκστρατείας καὶ δυνάμεως πολλῆς καὶ ἐξοπλίσεως καραβίων πολεμικῶν καὶ ὑγροῦ πυρὸς εἰς Κρήτην διωρίσατο ἀπελθεῖν· οἱ γὰρ Κρητικοὶ πολλὰ δεινὰ καὶ κακὰ καὶ αἰχμαλωσίας καθ’ ἑκάστην εἰς τὴν Ῥωμαίων γῆν ἐποιοῦντο, ἀφ’ ὅτου ταύτην τὴν μεγάλην νῆσον ἐπόρθησαν. ἐπὶ γὰρ Μιχαὴλ τοῦ Ἀμορραίου τοῦ πατρὸς Θεοφίλου ταύτην ἐκράτησαν, καὶ τῶν στρατευμάτων εἰς τὴν στάσιν καὶ τυραννίδα τοῦ Μωροθωμᾶ τοῦ συντρόφου τοῦ Μιχαήλ (καὶ γὰρ ἐπὶ τρισὶ χρόνοις σχεδὸν καὶ πλεῖον τὴν Θρᾳκικὴν καὶ Μακεδονικὴν ἐκράτησεν ὁ τύραννος) εὐκαιρίαν εὑρόντες οἱ ἀπὸ Σπανίας ἀνελθόντες Σαρακηνοὶ μετὰ πολλοῦ στόλου πολεμικῶν καραβίων κατέσχον ταύτην, ὡς εἶναι τὴν τούτων διακράτησιν καὶ κατάσχεσιν ἕως τῆς ἡμέρας ἧς ἐπορθήθησαν παρὰ τοῦ μαγίστρου καὶ δομεστίκου Νικηφόρου τοῦ Φωκᾶ ἔτη ἑκατὸν πεντήκοντα ὀκτώ. [] ὅθεν ὁ αὐτοκράτωρ Ῥωμανὸς ζήλῳ θείῳ κινηθείς, τῇ συμβουλῇ καὶ εὐβουλίᾳ τοῦ παρακοιμωμένου Ἰωσήφ, ἐκ παντὸς τόπου ναῦς καὶ πλοῖα πολεμικὰ συναθροίσας μετὰ ὑγροῦ πυρὸς καὶ ἐπιλέκτου στρατοπέδου Θρᾳκικῶν Μακεδονικῶν καὶ Σθλαβησιάνων εἰς Κρήτην ἐκπέμψαι ἔδοξεν. ἐκ δὲ τῆς συγκλήτου οἰκείων δούλων αὐτοῦ ἐδυσχέραινον περὶ τῆς ἐκστρατείας τῆς Κρήτης, ἀναμιμνήσκοντες τὸν ἄνακτα τῶν ἐπὶ τῶν παρελθόντων βασιλέων ἐξόδων καὶ καινοτομιῶν καὶ χρημάτων ἀπείρων κατακενωθέντων καὶ μηδὲν ἀνυσάντων, μάλιστα ἐπὶ τοῦ εὐσεβοῦς τῇ θείᾳ λήξει Λέοντος βασιλέως καὶ τοῦ πορφυρογεννήτου Κωνσταντίνου, ὅσα χρήματα καὶ λαὸς ἀνήλωτο καὶ ἀπώλετο, δεδοικότες τὸν κίνδυνον τῆς θαλάσσης καὶ τὴν μεγάλην συμμαχίαν τῶν ὁμορούντων Σαρακηνῶν καὶ τὸν στόλον τῶν Σπάνων καὶ Ἀφρικῶν καὶ τὴν διατρέχουσαν φήμην, ὅτι δι’ οὗ ἡ Κρήτη πορθηθῇ βασιλεύσει καὶ τῶν σκήπτρων καθέξει τῆς Ῥωμαϊκῆς ἀρχῆς. [] ὁ δὲ παρακοιμώμενος Ἰωσήφ, ὁ χρηστὸς καὶ ὀρθὸς καὶ ἄϋπνος νοῦς, εἰς μέσον σταθεὶς ἔφη ἡμεῖς μέν, δέσποτα, ἴσμεν πάντες ὅσα δεινὰ Ῥωμαίοις συνέβησαν παρὰ τῶν ἀρνητῶν τοῦ Χριστοῦ εἰς ἡμᾶς· καὶ δίκαιόν ἐστι λογίσασθαι τὰς σφαγὰς καὶ τὰς τῶν παρθένων φθορὰς καὶ τὰς τῶν ἐκκλησιῶν καταστροφὰς καὶ τὰς τῶν παραλίων θεμάτων αἰχμαλωσίας, καὶ πρέπον ἐστὶν ὑπὲρ τῶν Χριστιανῶν καὶ ὁμοφύλων ἀγωνίσασθαι, καὶ μὴ δεδιέναι τῆς ὁδοῦ τὸ μῆκος καὶ τὰ τῆς θαλάσσης πελάγη καὶ τῆς νίκης τὸ ἄδηλον καὶ τῆς φήμης τὸ ἀδύνατον. καὶ χρὴ μάλιστα τῇ θεοσυνεργήτῳ βουλῇ καὶ προστάξει σου πειθαρχεῖν ἡμᾶς, ὡς ἐκ θεοῦ σοι τοῦτο τὸ ἐνθύμημα. καὶ γὰρ καρδία βασιλέως ἐν χειρὶ θεοῦ· μάλιστα διὰ τὸν ὀρθὸν καὶ πιστὸν δοῦλον στέλλεσθαι τὸν δομέστικον τῶν σχολῶν παρὰ τῆς θεοκυβερνήτου βασιλείας σου. [] ταῦτα ἀκούσας ὁ αὐτοκράτωρ κατέχειν τὴν διάνοιαν οὐκέτι ἠδύνατο· καὶ ἐξοπλίσας καὶ ῥογεύσας τὸν στρατόν, καὶ τῷ μαγίστρῳ χρήματα δούς, ἀπεκίνησεν μετὰ τοῦ κοιτωνίτου Μιχαὴλ τοῦ ἐπιστάτου, μηνὶ Ἰουλίῳ ἰνδικτιῶνος πέμπτης. νῆες γὰρ ὑπῆρχον μετὰ ὑγροῦ πυρὸς δισχίλιαι, δρόμωνες χίλιοι, καράβια καματηρὰ σιτήσεις ἔχοντα καὶ ὅπλα πολεμικὰ τριακόσια ἑπτά. ὁ δὲ δομέστικος Νικηφόρος ἀπάρας τῆς βασιλίδος ἐν Φυγέλοις κατέλαβεν, καὶ τοῦτο ἐφρόντιζεν ὅπως ὁ σύμπας πλοῦς ἐπὶ τὸ αὐτὸ εἶναι καὶ προςορμίζοιτο. ἔμπροσθεν δὲ ὁ συνετὸς ταχυδρόμους γαλέας ἀποστείλας κατασκοπῆσαι καὶ κρατῆσαι γλῶσσαν προσέταξεν. καὶ τούτων ἀφικομένων καὶ κρατησάντων, ἤγαγον πρὸς τὸν μάγιστρον. καὶ ζητητικώτερον τούτους ἐξετάσας, μαθὼν τὸν ἀμηρᾶν τῆς Κρήτης καὶ τοὺς πρώτους τοῦ κάστρου ἔξω εἶναι εἰς τὰ οἰκεῖα προάστεια, εὐθὺς τῷ δρόμῳ καὶ τῇ σπουδῇ κατέλαβεν καὶ προςώρμισεν. καὶ ἀποβὰς τῶν νηῶν χάρακα καὶ τάφρον βαθεῖαν κατεσκεύασεν, καὶ πρὸς κοῦρσον ἐχώρει, καὶ πάντας παρῄνει ἐπὶ τὸ αὐτὸ εἶναι καὶ μὴ ἐξελαύνειν, πρὶν ἂν τὴν δύναμιν αὐτοῦ γνώσωνται. πρὸς δὲ κάστρον χωρήσας πάντας τοὺς Κρητικοὺς τοὺς ἔξω ὄντας τοῦ κάστρου μετὰ φόβου ἔσω ἐπέκλεισεν. ἔκτοτε δὲ πολλοὶ καθ’ ἑκάστην ηὐτομόλουν πρὸς τὸν μάγιστρον. μαθὼν δὲ ὁ Νικηφόρος ὅτι οἱ ἔξω τοῦ κάστρου ἀποκλεισθέντες εἰς τὰ στενώματα καὶ κλεισούρας καὶ ῥυάκια καὶ ἕλη καὶ ὄρη προσέφυγον, διακοσμήσας οὖν στρατὸν καὶ ἱπποτοξότας καὶ Ῥὼς καὶ Ἀνατολικοὺς ἄρχοντας καὶ Θρᾳκικοὺς καὶ Μακεδονικοὺς ἀπέστειλεν, αὐτὸς δὲ ὁ συνετὸς καὶ ἀνδρεῖος δομέστικος ὄπισθεν Σάκα κατελείφθη· καὶ πάντες τῇ εὐβουλίᾳ τοῦ ἀνδρὸς ὡς ἐν οἰκείῳ χώρῳ ἐλογίζοντο εἶναι. οἱ δὲ καταλαβόντες καὶ καταδραμόντες ἐν ᾧ τὰ κτήνη καὶ τὰ θρέμματα καὶ ἡ ὕπαρξις αὐτῶν κατεκρύπτετο καὶ αὐτοὶ ηὐλίζοντο, πάντα ληϊσάμενοι μετὰ χαρᾶς καὶ νίκης ὑπενόστησαν. ἔκτοτε δὲ οἱ Ῥωμαῖοι ἀδεῶς καὶ ἀφόβως ἡπλίκευον ἐν ᾧ ἦσαν αἱ διειδεῖς κρῆναι καὶ τῶν παντοδαπῶν ὀπωρῶν τὸ πλῆθος, καὶ ἕκαστος τὴν καλύβην αὐτοῦ ἐν δένδροις ὀπώρας εἶχον, καὶ τῶν καρπῶν ῥεόντων καὶ πάντων ἀπολαυόντων ἔχαιρον, καὶ ἐπηύχοντο τὸν καλῶς στρατηγοῦντα αὐτοῖς μάγιστρον. 11 Ὁ δὲ ἀμηρᾶς τῆς Κρήτης, ὁ λεγόμενος Κουρούπας, τὰ συμβάντα πρὸς τοὺς ὁμόρους Ἀγαρηνοὺς τῆς Σπανίας καὶ Ἀφρικῆς ἐδηλοποίησεν καὶ βοήθειαν καὶ συμμαχίαν ᾔτει. οἱ δὲ ἀποστείλαντες γαλέας εὐθυδρόμους τοῦ μαθεῖν τὸν ἀρχηγὸν καὶ τὸν στρατὸν καὶ τὴν κατάστασιν καὶ ὑποταγὴν τοῦ στρατοῦ πρὸς τὸν ἀρχηγὸν αὐτῶν, καὶ δὴ μετὰ πολλοῦ τοῦ τάχους πρὸς τὴν Κρήτην ἀφίκοντο, καὶ διὰ τῆς νυκτὸς διὰ σχοινίου εἰς τὸ κάστρον εἰσῄεσαν, καὶ τὸν ἀμηρᾶν τὸν Κουρούπαν καὶ τοὺς προύχοντας τοῦ κάστρου ἐντυχόντες, ἐν ἀμηχανίᾳ καὶ ῥᾳθυμίᾳ καὶ ἀπογνώσει εἰδότες τὸ ὅ τι πράξαιεν κατὰ τοῦ Ῥωμαϊκοῦ στρατοῦ καὶ τοῦ μαγίστρου, περιπλακέντες τῷ τραχήλῳ τοὺς ἀποσταλέντας οὐδὲν ἕτερον προσεφθέγγοντο, τῇ χειρὶ σφίγγοντες, καὶ ἔκλαιον ὀδυρόμενοι, ἱκετεύοντες ἐκστρατεῦσαι τοὺς ἀμηράδας πρὸς συμμαχίαν καὶ βοήθειαν αὐτῶν, καὶ τὸ τάχος αὐτοὺς ἀπέστειλαν. οἱ δὲ παλινδρομήσαντες, πρὸς τοὺς ἀμηράδας ἀφίκετο ἕκαστος, καὶ τῆς πολλῆς ἐξοπλίσεως καὶ ἐκστρατείας καραβίων, καὶ τὴν ἐκ τῶν διαφόρων ἐθνῶν συμμαχίαν καὶ συγκρότησιν καὶ τοῦ στρατηγοῦ τὴν διέγερσιν καὶ σύνεσιν καὶ τὴν πρὸς θεὸν πίστιν καὶ δικαιοσύνην καὶ ἀποστροφὴν παντοίων παθῶν ἔφησαν. οἱ δὲ θάμβους πλησθέντες οὐδαμῶς ἠθέλησαν βοήθειαν ἢ συμμαχίαν αὐτοῖς δοῦναι. 12 Τοῦ δὲ στρατοῦ παρακαθεζομένου ἐν τῇ νήσῳ καὶ ἀπείρου χειμῶνος καὶ ὑετοῦ καὶ κρύου γενησομένου, καὶ τῶν σιτίων καὶ τροφῶν δαπανηθέντων καὶ τῶν περιβολαίων διαλυθέντων καὶ γυμνωθέντων καταναρκήσαντες οἱ τοῦ στρατοῦ οἴκαδε ἠβουλήθησαν ἀναστρέψαι. ὁ δὲ ἀνδρεῖος καὶ συνετὸς ἡγεμὼν Νικηφόρος τῇ διαλαλιᾷ καὶ τῇ ἡδύτητι τῶν λόγων αὐτοῦ πάντας κατέσχεν. ἔφη γὰρ πρὸς αὐτούς ἄνδρες ἀδελφοί μου καὶ συστρατιῶται, λάβωμεν εἰς νοῦν τὸν τοῦ θεοῦ φόβον· ἀγωνισώμεθα τὴν τοῦ θεοῦ ὕβριν ἐκδικῆσαι· στῶμεν γενναίως ἐν τῇ Κρήτῃ κατ’ ἐχθρῶν δυσσεβῶς ὡπλισμένων· λάβωμεν πίστιν τὴν τῶν φόβων φονεύτριαν· ἀναλογισώμεθα ὅτι ἔνδον ἐσμὲν τῆς Συριακῆς νήσου. μέγαν κίνδυνον ἡ φυγὴ ἀπὸ τῶν ὧδε φέρει. ἐκδικήσωμεν τὰς φθορὰς τῶν παρθένων· τὰ τετιμημένα μέλη βλέποντες τετρωμένα ὀδυνηθῶμεν τὰς καρδίας. οὐκ ἔστιν ἄμισθος ὁ κόπος καὶ ὁ κίνδυνος. στῶμεν καὶ καρτερήσωμεν εἰς ἀντιπαράταξιν τῶν ἀρνητῶν τοῦ Χριστοῦ, καὶ Χριστὸς ὁ θεὸς συνεργήσει ἡμῖν, καὶ ὀλέσει τοὺς ἐχθροὺς ἡμῶν, καὶ πορθήσεται τὸ κάστρον τῶν ἀλαζόνων τοῦ Χριστοῦ. καὶ ἄλλα πολλὰ πρὸς αὐτοὺς παραινέσαντος ἀπεκρίθη εἷς ὑπὲρ πάντων ἤνοιξας ἡμῶν τὰς καρδίας, μάγιστρε. ἐστόμωσαν καὶ ὤξυναν οἱ λόγοι τὰς δυνάμεις καὶ προθέσεις ἡμῶν. ἀνεπτέρωσας τὰς διανοίας ἡμῶν, καὶ ἑπόμεθα τῇ σῇ βουλῇ καὶ προστάξει, καὶ σὺν σοὶ ἀποθανοῦμεν. 13 Ἐν δὲ τῷ Ὀκτωβρίῳ μηνὶ τοῦ δευτέρου ἔτους τῆς βασιλείας Ῥωμανοῦ ἐγένετο σπάνη σίτου καὶ κριθῆς ἐν τῇ πόλει· ἐκράθη γὰρ ὁ σῖτος τῷ νομίσματι μόδιοι δ καὶ ἡ κριθὴ μόδιοι 2. καὶ ἦν θεάσασθαι τὸν ἐγρήγορον νοῦν Ἰωσὴφ προνοούμενον τὸ κοινόν. εὐθὺς οὖν ἐξαποστέλλει εἰς τὴν ἀνατολὴν καὶ δύσιν τοῦ ἐξελάσαι συνωνὰς καὶ ἐμπορευτικὰ πλοῖα καὶ τοῦ κωλῦσαι τοὺς σιτοκαπήλους ἀποτιθέναι τὸν σῖτον·
PG 109:517ἦν γὰρ ὁ ἀνὴρ δίκαιος καὶ ἀκροσωπόληπτος καὶ πιστός. οὐ πολὺς οὖν ἐν μέσῳ χρόνος παρῆλθεν, ἑπτὰ ἢ ὀκτὼ τῷ νομίσματι ἐπράθη. τοιοῦτος γὰρ ἐν ὁ ἀνήρ, σπουδαῖος καὶ θερμός, ὡς ἄλλον τῶν πρὸ αὐτοῦ ἢ μετ’ αὐτοῦ μὴ ἐξισωθῆναι. 14 Μαρτίῳ δὲ μηνὶ ὁ λεγόμενος Πετεϊνὸς μάγιστρος κατηγορήθη Βασίλειος ὀνομαζόμενος, ὑποθήκῃ τινῶν κακοσυμβούλων μοῦλτον μελετῆσαι· καὶ τοῦτον ὁ βασιλεὺς ἐξορίᾳ πέμπει, κἀκεῖσε τελευτᾷ. ὁ δὲ πατρίκιος καὶ δομέστικος τῆς Ἑῴας ἐκ προσώπου τοῦ ἀδελφοῦ αὐτοῦ πεμφθεὶς ἐν τῇ ἀνατολῇ διὰ τὸ μὴ εὑρεῖν τὸν ἄθεον Χαμβδᾶν ἀσκέπαστον τὴν ἀνατολὴν καὶ ἐλάσαι κοῦρσα καὶ αἰχμαλωτίσαι καὶ πραιδεῦσαι τὴν Ῥωμαϊκὴν γῆν. καὶ ἑνωθεὶς τῷ στρατηγῷ Καππαδοκίας Κωνσταντίνῳ τῷ πατρικίῳ Μαλεί̈νῳ καὶ τοῖς λοιποῖς στρατηγοῖς μετὰ τῶν ταγμάτων, καὶ τὴν ἐκστρατείαν τοῦ ἀλαζόνος ἐπιτυχὼν εἰς τὸν τόπον Ἀνδρασσὸν λεγόμενον, συμβαλὼν κατὰ κράτος νενίκηκε, καὶ καταπολεμήσας καὶ εἰς φυγὴν τρέψας. ἦν τότε θεάσασθαι νεκροὺς σκυλευομένους, καὶ ἀναιρουμένους τοὺς ἀλαζόνας Ἀγαρηνούς, καὶ εἰς φυγὲν τρεπομένους, καὶ ἐν ἀνδραπόδων λόγῳ τούτους ζωγρουμένους καὶ μήτε ἁρμάτων [ἢ ἵππων] ἢ φαρίων ἢ χρημάτων ἢ συγγενῶν μεταποιουμένους· ἀλλ’ ἕκαστος ἀπὸ τῆς οἰκείας συμφορᾶς ἑαυτὸν περιέσωζεν. τότε δὴ τότε ὁ ἀλαζὼν καὶ ὑπερήφανος Χαμβδᾶς ἐχειροῦτο σταθέντος καὶ ὀκλάσαντος τοῦ φάρα οὗ τινὸς ἐπέβαινεν, εἰ μὴ ὁ μαγαρίτης Ἰωάννης ὁ ἄνθρωπος αὐτοῦ ἀποβὰς τοῦ ἰδίον φάρα ἐπέδοτο, αὐτοῦ κρατηθέντος καὶ τοῦ ἀλαζόνος περισωθέντος. πάντα δὲ τοῦ πολέμου κρατηθέντος λάφυρα ἅμα τῶν ζωγρηθέντων ἀρνητῶν τοῦ Χριστοῦ εἰς τὸ Βυζάντιον ἀπηνέγκατο καὶ ἐν τῷ θριάμβῳ ἐπόμπευσεν. 15 Τῶν δὲ Τούρκων ἐκστρατείαν ποιησάντων κατὰ τῆς Θρᾴκης, καὶ τοῦ πατρικίου Μαριανοῦ τοῦ Ἀργυροῦ μονοστρατηγοῦντος ἐν τῷ θέματι τῆς Μακεδονίας καὶ κατεπάνω ὄντος τῆς δύσεως, συνήντησεν καὶ κατεπολέμησεν, καὶ πλείστους ζωγρήσας μετ’ αἰσχύνης εἰς τὴν ἰδίαν χώραν ὑπονοστῆσαι ἐποίησεν. 16 Τοῦ δὲ αὐτοκράτορος Ῥωμανοῦ μαθόντος τὴν στενοχωρίαν καὶ γύμνωσιν καὶ ἔνδειαν τῶν τροφῶν τοῦ στρατοπέδου, τῇ εὐβουλίᾳ τοῦ παρακοιμωμένου Ἰωσὴφ παρευθὺ τὰ πρὸς χορηγίαν αὐτοῖς ἀπέστειλεν. οἱ δὲ βραχὺ ψυχαγωγηθέντες καὶ ἐπὶ μησὶν ὀκτωκαίδεκα σχεδὸν καὶ πλέον παρακαθίσαντες, καὶ τῆς τροφῆς καὶ δαπάνης τῶν Κρητικῶν δαπανηθείσης, καὶ εἰς ἀνάγκην προχωρούντων καὶ καθ’ ἑκάστην πρὸς τὸν μάγιστρον αὐτομολούντων, καὶ τῇ τὰ πάντα θεοῦ ἡνιοχοῦντος προστάξει τῇ τοῦ Μαρτίου μηνὸς τῆς ἕκτης ἰνδικτιῶνος ὁ δομέστικος τῶν σχολῶν τὸν στρατὸν πρὸς πολεμικὰς ὤτρυνε παρατάξεις, διαφόρους συστησάμενος φάλαγγάς τε καὶ ἀσπίδας καὶ σάλπιγγας. ἐπεὶ δὲ ταῦτα συνέστησεν, τῶν ταγμάτων καὶ τῶν θεματικῶν ἀρχόντων καὶ Ἀρμενίων καὶ Ῥὼς καὶ Σθλαβησιάνων καὶ Θρᾳκικῶν ἐπελθεῖν τῷ κάστρῳ ἐκέλευσεν. καὶ ἦν ἰδεῖν ὠθισμοὺς καὶ ἀντωθισμοὺς καὶ συγκρούσματα πρὸς ἀλλήλους, καὶ πετρῶν βολὰς καὶ βέλη καὶ μηχανικῶν ἑλεπόλεων πρὸς τὸ τεῖχος καὶ τὰς ἐπάλξεις τοῦ κάστρου, καὶ τοῖς ἀλαζόσι θάμβος καὶ ἔκπληξις καὶ φόβος ἐπιπεσών. καὶ βραχὺ τοῦ πολέμου κρατοῦντος τὸ κάστρον παρέλαβον. καὶ ἐν θεάσασθαι τοὺς Σαρακηνοὺς γυναῖκας καὶ παῖδας
PG 109:17
PG 109:19
PG 109:21
PG 109:23
PG 109:25
PG 109:27
PG 109:29
PG 109:31
PG 109:33
PG 109:35
PG 109:37
PG 109:39
PG 109:43
PG 109:45
PG 109:47
PG 109:51
PG 109:53
PG 109:55
PG 109:57
PG 109:59
PG 109:61
PG 109:63
PG 109:65
PG 109:67
PG 109:69
PG 109:71
PG 109:73
PG 109:77
PG 109:79
PG 109:81
PG 109:85
PG 109:87
PG 109:89
PG 109:91
PG 109:93
PG 109:95
PG 109:97
PG 109:99
PG 109:101
PG 109:103
PG 109:105
PG 109:107
PG 109:111
PG 109:113
PG 109:115
PG 109:119
PG 109:121
PG 109:123
PG 109:125
PG 109:127
PG 109:129
PG 109:131
PG 109:133
PG 109:135
PG 109:137
PG 109:139
PG 109:141
PG 109:145
PG 109:147
PG 109:149
PG 109:153
PG 109:155
PG 109:157
PG 109:159
PG 109:161
PG 109:163
PG 109:165
PG 109:167
PG 109:169
PG 109:171
PG 109:173
PG 109:175
PG 109:179
PG 109:181
PG 109:183
PG 109:187
PG 109:189
PG 109:191
PG 109:193
PG 109:195
PG 109:197
PG 109:199
PG 109:201
PG 109:203
PG 109:205
PG 109:207
PG 109:209
PG 109:213
PG 109:215
PG 109:217
PG 109:221
PG 109:223
PG 109:225
PG 109:227
PG 109:229
PG 109:231
PG 109:233
PG 109:235
PG 109:237
PG 109:239
PG 109:241
PG 109:243
PG 109:247
PG 109:249
PG 109:251
PG 109:255
PG 109:257
PG 109:259
PG 109:261
PG 109:263
PG 109:265
PG 109:267
PG 109:269
PG 109:271
PG 109:273
PG 109:275
PG 109:277
PG 109:281
PG 109:283
PG 109:285
PG 109:289
PG 109:291
PG 109:293
PG 109:295
PG 109:297
PG 109:299
PG 109:301
PG 109:303
PG 109:305
PG 109:307
PG 109:309
PG 109:311
PG 109:315
PG 109:317
PG 109:319
PG 109:323
PG 109:325
PG 109:327
PG 109:329
PG 109:331
PG 109:333
PG 109:335
PG 109:337
PG 109:339
PG 109:341
PG 109:343
PG 109:345
PG 109:349
PG 109:351
PG 109:353
PG 109:357
PG 109:359
PG 109:361
PG 109:363
PG 109:365
PG 109:367
PG 109:369
PG 109:371
PG 109:373
PG 109:375
PG 109:377
PG 109:379
PG 109:383
PG 109:385
PG 109:387
PG 109:391
PG 109:393
PG 109:395
PG 109:397
PG 109:399
PG 109:401
PG 109:403
PG 109:405
PG 109:407
PG 109:409
PG 109:411
PG 109:413
PG 109:417
PG 109:419
PG 109:421
PG 109:425
PG 109:427
PG 109:429
PG 109:431
PG 109:433
PG 109:435
PG 109:437
PG 109:439
PG 109:441
PG 109:443
PG 109:445
PG 109:447
PG 109:451
PG 109:453
PG 109:455
PG 109:459
PG 109:461
PG 109:463
PG 109:465
PG 109:467
PG 109:469
PG 109:471
PG 109:473
PG 109:475
PG 109:477
PG 109:479
PG 109:481
PG 109:485
PG 109:487
PG 109:489
PG 109:493
PG 109:495
PG 109:497
PG 109:499
PG 109:501
PG 109:503
PG 109:505
PG 109:507
PG 109:509
PG 109:511
PG 109:513
PG 109:515
Page scan enlarged

Notebook

Full View