PG 113PG 113 (anthology)
Addendacorrigenda
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 585–586page 1 of 3
PG 113:585πρωτοστράτηγος ΙΙ, 183. πυργοδρόμους ουλαμούς 1, 52. πυρεκβόλος, ους φλεγμονάς 1, 217; 49. ῥοδόχρου ἡμέρας 1, 187. σκηπτροκράτωρ ΙΙ, 2, 271. στεφηφόρος 11, 186. στομάω. ἐστομωμένος κίνδυνος 1, 216. στόνυξ πλατύς ΙΙ, 246. στρατάρχαι 1, 200, 11, 135. στρατικῶς ΙΙ, 204, 223. στροφουργία ΙΙ, 132; 56. συμποδισμός 102. συμποδιστές 1, 243. συνταπεινόω ν, 111. συστρατάρχης Ι, 233. σφαγίπλουτος 33. σφίγμα τοπαρχία 11, 95. τῶν πλοκῇ ΙΙΙ, 177. τρίκογχα Ν, 54. τρισέμφατον κράτος ΙΙΙ, 148. ὑπέρξεαις καρδίας 11, 90. ὑπουργία 17, 136. φαλαγγάρχης 6. φαλαγγοσώστης ΙΙ, 136. φαλαγγίω ΙΙ, 110. φάλκων ΙΙΙ, 187. φερέχλοιος, φονευτής 11, 248. ων πλήθος Ι, 231. φανουργία 11, 69, 211; 111, 33. χελωνόπους ὄνος ΙΙ, 182. χιλίανδρον πλῆθος Ι, 146. χριστολάτρης 11, 72. Χριστομίμητος 111, 22. ψευδολάτρης ΙΙ, 73. ψευδοπλόκος Ι, 67. ψυχοκρύσταλλος, ων τόπων 16. Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ρωμανός πιστός βασιλεὺς καὶ αὐτοκράτωρ ῾Ρωμαίων. Ὁ πάντων τῶν ἀγαθῶν παρασχεὺς καὶ τῆς ὁρατῆς καὶ ἀοράτου κτίσεως τεχνουργός κατ' ἀρχὰς ἔπλασε τὸν ἄνθρωπον ὡς ἀθάνατον· αὐτὸς γὰρ ὁ τούτῳ σχο πὸς, ἵν᾿ οὗτος, σύνθετος ὤν, ἐν ὁμοίῳ τῶν ἁπλουστέρων ἀγγέλων εὑρίσκηται καὶ δοξάζῃ τὸν εὐεργέ την, οὐχ ὅτι δόξης ὁ Πλάστης ἐδεῖτο παρὰ τοῦ πλά σματος, ἀνενδεής γὰρ, ἀλλ᾽ ἵνα τὸ πλάσμα δόξαν ὀφει λομένην ἐπιτρέπον τῷ πλάστῃ δικαίας πληρωθῇ δόσ ξης καὶ τοῖς ἀγγέλοις ὅμοιον γένηται. Ἀλλ᾽ ἐπειδὴ τῆς οὐρανίου άντυγος επεπτώκει ὁ πρώτως δημιουργηθεὶς, ὁ τέως τῇ ἁπλότητι χαίρων, οὐκ ἀνέσχετο βλέπειν τῇ αὐτῇ ἁπλότητι σεμνύνεσθαι τὸν ἄνθρωπον καὶ πλασάμενο; ἀντιστρόφους αἰτίας υποψιθυρίσας αὐτὸν γενέσθαι Θεὸν διὰ τοῦ ξύλου τῆς γνώσεως ὑπο σκελίσας έρριψεν εἰς γῆν. Καὶ ὁ πεσὼν ἐλεεινὸν Έκειτο πτῶμα καὶ λύπης ἄξιον οὐ σμικρᾶς, ὡς τούτῳ μήτε δύναμις ἦν ἐπανορθώσεώς ποτε. Τριῶν γὰρ ἐδεῖτο μέσων ἐλθεῖν εἰς τὸ πρῶτον ἀξίωμα, ταπεινώσεως μὲν ἀντὶ προτεραίας ἀλαζονείας, όπω κοῆς δὲ πάλιν ἀντὶ προτεραίας παρακοῆς, καὶ τελευταῖον τοῦ θανεῖν ἑτοίμως ὑπὲρ τοῦ γένους, καθ᾽ οὗ πρότερον αὐτὸς ἀπατηθεὶς ἔπραξεν ὁ
col. 587–588page 2 of 3
PG 113:587δρῖν οὐ μόνον αὐτὰ, ἀλλ' οὐδ᾽ ἀποστῆναι τῆς ἁμαρ τίας ἠδύνατο. Δι' ὅπερ ὁ κατ' ἀρχὰς αὐτὸν πλάσας Θεὸς τρισυπόστατος πάλιν αὐτοῦ ἐς ὕστερον έμνη μόνευσε καὶ κατελθὼν αὐτὸς ὁ τοῦ Θεοῦ μονογενής Υἱὸς ἐκ τῶν πατρικῶν ἀπεριγράπτων κόλπων ὑπὲρ ἀνθρώπων ἄνθρωπος γίνεται. Ο καὶ παντὶ τῷ εὐσεβοῦντι χρέος ἐστὶν ἀπαραίτητον τὴν λατρευτικήν ἀπονέμειν προσκύνησιν καὶ παντοίαις ἀμείβεσθαι δωρεαῖς κατὰ δύναμιν στόματι καὶ ψυχῇ καὶ καρδίᾳ στόματι μὲν ὁσημέραι καὶ κοινῇ καὶ ἰδίᾳ ὑμνεῖν, εὐλογεῖν καὶ δοξάζειν τὴν πρὸς τὸ ἀνθρώπειον φῦλον μακροθυμίαν τε καὶ κηδεμονίαν, ψυχῇ δὲ τοῦτον ἀδιαλείπτως ὡς Θεὸν λατρεύειν, καὶ καρδίᾳ τὸ κάλο λιστον ὧν ἔχει καὶ τιμιώτατον αὐτῷ αὐτοπροαιρέτως προσάγειν, ὡς τῶν ἀγαθῶν ἁπάντων μόνῳ αἰτίῳ καὶ ';, χορηγῷ. Διὰ τοῦτο καὶ ὁ σοφὸς τοῦ πάλαι Ἰσραὴλ ἔλεγε νομοθέτης· Ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρ ³; δίᾳ σου καὶ ἐν ταῖς χερσί σου καὶ πάλιν, ὡς ἐκ προσώπου τοῦ Θεοῦ, Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κε νός, ο δηλῶν ὡς διὰ τούτων ἀνάγκη τὸν θεὸν δοξά ζεσθαι, ἐπεὶ καὶ τούτων αὐτὸς μόνος αλάθητος ἐξω εταστής. Τοιγαροῦν εἴπερ τουτί χρέος εὐσεβέσιν ἅπασιν ἀπαραίτητον, πολλῷ μᾶλλον τοῖς δι᾽ αὐτοῦ βεβασιλευκόσι, καὶ ταῦτα δυοῖν ἔνεκα, τῷ μὲν ὡς πολυπλασίους ὀφείλουσι χάριτας τῷ τῶν ἁπάντων Δεσπότῃ, ἅτε καὶ τῶν ἄλλων εἰς πλάτος παρ' αὐτοῦ τιμωμένοις, τῷ δὲ καὶ ὡς τῶν ἄλλων ἐσομένοις ἀρετῆς κανόνες καὶ εὐσεβείας ὑπογραμμοί. Τοῖς αὐτ τοῖς δὲ καὶ τὴν αὐτοῦ ὑπέραγνον μητέρα καὶ παρθένον τὴν θεοτόκον Μαρίαν τιμᾶσθαι χρεών, ώς πάν- « των οὖσαν πρόξενον σωτηρίας· Ἀλλὰ δὴ καὶ μετ' ³. αὐτὴν τὸ τοῦ ζωοποιοῦ σταυροῦ πανσεβάσμιον ξύλον τιμητέον τε καὶ προσκυνητέον· περὶ τούτου καὶ γάρ φησιν ὁ προφητάναξ Δαυίδ. Υψοῦτε Κύριον τὸν Θεὸν ὑμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιόν ἐστιν ο α΄. Διὰ ταῦτα δὴ καὶ ἡ εὐσεβὴς βασιλεία μου, κη δομένη τοῦ ὑπηκόου καὶ τῶν περὶ αὐτὴν ἁπάντων. ποιουμένη πρόνοιαν, ἐπεὶ νόμος Ελληνι καὶ βαρβάρω παντὶ μέχρις αἷματος ὑπὲρ τῶν ὁμοφύλων ἀγωνία ζεσθαι, νόμος δὲ Θεοῦ πάλιν τούτου θεοειδέστερος καὶ λαμπρότερος ἕκαστον ἑαυτὸν παρακελευόμενος ὑπὲρ ἑτέρου διδόναι· ηὐδόκησεν ἡ βασιλεία μου ὑπὲρ τῶν ἀξιωτάτων τῆς περὶ τῷ ᾿Αθω σεβασμία, μονῆς τῆς ἀοιδίμου βασιλίδος Πουλχερίας τῆς παρ θένου ἀνανεώσασθαι τὰ τείχη· καὶ γὰρ εὗρον αὐτὴν τοσοῦτον κατηδαφισμένην καὶ πάντη διαλελυμένην, ὡς τὰ ἐν ὕδασι τείχη φαινόμενα· τοιαύτη τε ἦν καὶ ἡ τῶν θεοσέπτων ἀθλητῶν ἁγίων μου τεσσαράκοντα σεβασμία μονή, ἡ ἔκπαλαι μὲν τοῦ Χειμάρρου, νῦν δὲ Ξηροποτάμου ἐπικαλουμένη, ὥστε μηδὲ ὁμοίωμα τείχους φαίνεσθαι πρὸς τῆς παλαμναίας χειρὸς Ισο μαηλίτιδος. 'Αλείτπῃ δὲ καὶ συνεργῷ εἰς τοῦτο χρη σαμένη ἡ ἐμὴ βασιλεία τῷ ὑπάτῳ τῶν φιλοσόφων Παύλῳ τῷ ὁσιωτάτῳ ἐπιλεγομένῳ Ξηροποταμηνῷ, Θεοῦ συνάρσει καὶ χάριτι ᾠκοδόμησα ναὸν παμμεγέθη τε καὶ περικαλλῆ, καὶ ἐνδύτας χρυσοϋφάντους καὶ πολλὰ χρυσόπαστα ἀμφία καὶ ἱερὰ καλύμματα καὶ ἐκ χρυσοῦ ἅγια δισκοπότηρα ἐν αὐτῷ ἀπεχαρι
σάμην· καὶ περὶ αὐτὸν οἴκους εὐμεγέθεις, ξενώνας δηλαδὴ καὶ κραββατοστρώσια διὰ τοὺς εἰσερχομένους, ἔτι δὲ καὶ τείχη ὑψιπετῆ καὶ πύργους καὶ προμαχώνας πολλούς, οὐκ ἐν ὁμοίῳ τῶν πάλαι, ἀλλὰ πολύ βελτίονα καὶ θαυμασιώτερα, ὥστε είναι μονα χοῖς καὶ εὐσεβέσιν ἀνδράσιν ἀσφάλεια· μεγαλοπρεπῆ μὲν τῇ θέᾳ, τῇ δὲ ἀκοῇ ἀτεχνῶς χαριέστατα διὰ τὴν ἐν αὐτοῖς εὐδοκιμοῦσαν ἀρετήν. Μάνδρα καὶ γὰρ Χριστοῦ ἐστιν, ἧς οἱ αἰσθητοὶ καὶ νοητοὶ λύκοι ἀδυνατοῦσι σπαράξαι τὰ ἐν αὐτῇ πρόβατα, ὑπὸ τοῦ ῥηθέντος ὡσιωτάτου Παύλου μοναχοῦ καὶ πρεσβυτέρου εὐσεβῶς ποιμαινόμενα, καὶ ὑπὸ τῆς τοῦ Χριστοῦ τοῦ Θεοῦ ἀντιλήψεως αυλιζόμενα, εἰς τὸν ἱερὸν καθ' ἑτέραν ἐπιβολὴν μελιττῶνα τοῦτον περιβομβεῖν ἐμμελέστατα, τὸν τῆς ἀρετῆς ἐργαζόμενα καρπὸν ὑπὲρ μέλι γλυκάζοντα, καὶ ἐπὶ τὰ τῆς ὑπερουσίου θεότητος κρίματα ἐξεγειρόμενα καὶ ὁσίας χεῖρας ἐν ταῖ; νυξι επαίροντα, χωρὶς ἐνθυμήσεων πονηρῶν καὶ ματαίων διαλογισμῶν. Τὸν χοῦν κενοῦντα, τὸν νοῦν πτε ροῦντα, τῷ πνεύματι ζέοντα, τῷ Κυρίῳ δουλεύοντα, τῇ ἐλπίδι χαίροντα, τῇ θλίψει ὑπομένοντα, τῇ προσ ευχῇ προσκαρτεροῦντα, ταῖς χρείαις τῶν ἁγίων και νωνοῦντα, τὴν φιλοξενίαν διώκοντα» κατὰ τὰ ἱερὰ λόγια. Ἔτι δὲ γηροτροφεία τε καὶ νοσοκομεία μετά καὶ δύο καὶ δέκα παρεκκλησιών συνέστησα, καὶ ἀναθήμασι πολλοῖς ὡς εἰκὸς τὴν ῥηθεῖσαν μονὴν τῆς βασιλείας μου κατεπλούτισα. ᾿Αλλὰ καὶ μετὰ πατριαρχικῆς παρουσίας τὸν ἐγκαινιασμὸν αὐτῆς ἐδόξασα. β'. Ἐπεὶ δὲ μετὰ τὸν ἐγκαινιασμὸν καὶ τὴν καθιέρωσιν τοῦ ἁγίου ναοῦ καὶ τὴν ἐπάνοδον τοῦ ἁγιω τάτου πατριάρχου κυροῦ Θεοφυλάκτου, ποθεινοτάτου υἱοῦ τῆς βασιλείας μου καὶ τοῦ πνευματικοῦ μου πατρὸς, τὸ κατὰ θυμὸν ἐκπληρῶσαι εὐλόγως διενοήθην, ἐπειδὴ ταῖς τούτου θεοπειθέσιν εὐχαῖς πρότριτα ὑγιάσθην καὶ κλινήρης ὢν ἀνέλαβον ἐμαυτὸν, ὅ πρὸ μικροῦ τὸν οὐδὸν ἐπιβὰς τοῦ ᾅδου διεκρίνατο ποιη τέον, εἰσῆλθον μετά τινων τῆς συγκλήτου ἐν τῷ θησαυροφυλακίῳ τῆς κραταιάς μου βασιλείας καὶ τῶν τιμίων ξύλων τοῦ ζωοποιοῦ σταυροῦ τὸ μέγιστον πάντων καὶ θαύματος ἄξιον εὑρὼν (φέρει καὶ γὰρ εἰσέτι ἐν ἑαυτῷ τὰ τοῦ Δεσποτικοῦ πάθους μνημόσυνα, μίαν τῶν ἤλων ἐπὴν, ἀφ᾽ ὧν ἡ τεθεωμένη σάρξ τοῦ Κυρίου μου περιεπάρη καὶ τὸ καθάρσιον τῶν ἁμαρτιῶν ἡμῶν ἐδωρήσατο ἤτοι ἡ. λιβὰς τοῦ παν αγίου κατεκενώθη αίματος), ὕψος ἔχον μετὰ τῶν εγκαρσίων καὶ τοῦ ἱστοῦ ὡσεὶ ἑνὸς πήχεως καὶ μιᾶς παλαιστῆς, πλάτος δὲ ὡσεὶ δύο δακτύλων καὶ βάθος ὡσεὶ ἑνὸς δακτύλου, ὁλκὴν δὲ τὸ πᾶν αὐτοῦ ὡσεὶ δραχμὰς ἑκατόν· καὶ ἀνὰ χεῖρας λαβὼν τοῦτον τὸν ἅγιον θησαυρὸν, τὴν φρικτὴν σημαίαν τοῦ ἐπουρανίου βασιλέως, τὸ ἐν οὐρανῷ φανησόμενον σημείον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου τοῦ μέλλοντος ἔρχεσθαι κρι ναι ζῶντας καὶ νεκρούς· τοῦτο δη (τό) θειότατον δρο γανον τῆς σωτηρίας ἡμῶν εὐλαβῶς ἐπέθηκα ταῖς τοῦ Οσιωτάτου Παύλου του Ξηροποταμηνοῦ ἁγίαις χερσίν, ὅπως εἴη ἕως ἀνέλθῃ Κύριος ἀναφαίρετον ἀνάθημα τῇ ῥηθείσῃ σεβασμιωτάτῃ μονῇ τῆς βασιλείας μου, ἐφοδιάσαντες αὐτὰ μετὰ ἐκκλησιαστικῆς καὶ στρατ τιωτικῆς προπομπῆς, ἵνα ἀποθέσωσι τοῦτο ἐν τῷ τῆς
col. 589–590page 3 of 3
PG 113:589μονῆς ἁγίῳ βήματι πρὸς ἁγιασμὸν καὶ στηριγμόν τῆς αὐτοκρατορικῆς ἡμῶν μονῆς. Ἀλλ' ἐπειδὴ τού του χάριν ἱκανῶς ἤ τε σύγκλητος καὶ ἅπαν τὸ δη μέσιον ἐδέετο ταύτης με αποτυχεῖν τῆς χάριτος τῆς οὐρανίου, ἰδιόμισεν ἡ βασιλεία μου, ἵνα κατὰ πᾶσαν τριετίαν ἀποστέλλωνται παρὰ μὲν τῆς κραταιάς βα σιλείας τῶν Ρωμαίων δύο σεκρετάριοι μυστικοί μετά καὶ ἑνὸς ἑκατοντάρχου, παρὰ δὲ τῆς συνόδου τοῦ οἱ κουμενικοῦ πατριάρχου δύο κληρικοί· καὶ δημοσίως αὐτὸ μεταστέλλεσθαι μετὰ στρατιωτικῆς δορυφορίας καὶ προπομπῆς συγκλητικῶν ἀρχόντων κατὰ τὴν πρώτην τοῦ Αὐγούστου μηνός, καὶ μεταπέμπεσθαι τοῦτο μετὰ καὶ τῶν ἐγκρίτων μοναχῶν τῆς ἡμετέρας σεβασμίας μονῆς τοῦ Ξηροποτάμου, χάριν τῆς αὐτοῦ προσκνυνήσεως καὶ παγκοσμίου ὑψώσεως, είθ' οὕτω συστέλλεσθαι καὶ μετακομίζεσθαι πρὸς τὴν βηθεῖσαν μονὴν μετὰ τῆς προσηκούσης προπομπῆς καὶ εὐλα βείας. Τούτου χάριν κελεύει το κράτος τῆς βασ σιλείας μου, δίδοσθαι ἐτήσιον σολέμνιον τοῖς Ξηροπο ταμηνοῖς Πατράσι ὑπὲρ ψυχικῆς ἡμῶν σωτηρίας διὰ Τὴν τῶν ἐνοικούντων ἐπ' ἀρετῇ διαβεβοημένων μου ναχῶν δαπάνην τῶν ἀναγκαίων, τῶν Πατέρων ἐκ τούτων ἀποζώντων. Εἰ γὰρ τοὺς ἐν τῷ Ὀλύμπῳ καὶ τῷ Κυμινᾷ καὶ τῷ τοῦ Λάτρους μοναστάς δια χρυσοβούλλων ἡ ἐμὴ ἐλέησε βασιλεία, πολλῷ μᾶλλον χρεωστικῶς τῶν οἰκείων εὐχετῶν εἰς ἀεὶ τὴν κηδεμονίαν ποιήσει. γ. Οθεν καὶ τὸν παρόντα χρυσόβουλλον λόγον ἐπιχορηγεῖ καὶ ἐπιβραβεύει τῇ ψηθείση μονῇ, δι' οὗ εὐδοκεῖ καὶ θεσπίζει, ἵνα τῇ τούτου ἐμφανείᾳ οἱ τῆς μονῆς ταύτης μοναχοὶ τοῦ ὁσιωτάτου Παύλου τοῦ Ξηροποταμηνοῦ διὰ τὸ προνόμιον τοῦ ζωοποιοῦ τι μίου ξύλου λαμβάνωσιν ἐκ τοῦ ταμείου τῆς κρατ ταιᾶς τῶν Ῥωμαίων βασιλείας κατὰ πᾶν ἔτος ἀνὰ χιλίους ὀκτακοσίους χρυσοῦς τῆς ἐμῆς χαραγῆς, διά τε τοὺς ῥηθέντας ξενώνας καὶ τὰ νοσοκομεῖα, καὶ διὰ τὸ ἑορτάζειν πανηγυρικῶς μετὰ φιλοτιμίας καὶ παννύχου στάσεως τρεῖς ἐτησίους ἑορτάς· τὰ τῆς Θεοτόκου ἐν ναῷ τῷ νομικῷ ἅγια εἰσόδια, κλῆρος καὶ γὰρ αὐτῇ ἄνωθεν ἐδόθη τὸ ἀγιώνυμον ὄρος· τὴν τῆς παγκοσμίου ὑψώσεως τοῦ τιμίου ξύλου τοῦ παν αγίου σταυροῦ, ὅτι παρὰ τοῦ κράτους τῆς εὐσεβοῦς ἡμῶν βασιλείας ταύτην πεπλούτικε χάριτα· καὶ τὸ μαρτύριον τῶν ἁγίων θεοσέπτων μεγάλων μαρτύρων μου τεσσαράκοντα, ὅτι πάντα τὰ τῶν ἁγίων τούτων σεβάσμια λείψανα ἐν τῇ μονῇ ταύτῃ διὰ χρυσοβούλλου τεθησαύρισται παρὰ τῆς πρώτης κτητορίασης ἐκείνης τῆς ἀοιδίμου βασιλίσσης Πουλχερίας τῆς παρθένου, καθ᾿ ὃν χρόνον αὐτῇ τῇ μακαρίᾳ βασιλίδι κατ' ὄναρ οἱ μεγαλομάρτυρες Χριστοῦ ἅγιοι τεσ σαράκοντα ενεφανίσθησαν. Προς τούτοις δὲ προς εκληρώθησαν καὶ ἀφιερώθησαν ὡς ἀδιάσπαστα με τόχια καὶ οἱ ἐν τῇ βασιλευούσῃ τῶν πόλεων εὐαγεῖς τρεῖς οἶκοι, ὅ τε ἐν τῷ Νεωρίῳ ἐκ βάθρων ἀνεγερ Θεἰς ἅγιος ναὸς τῆς ὑπεραγίας Θεοτόκου παρὰ τῆς βασιλείας μου, καὶ τὸ συγκείμενον αὐτῷ παλατιών μου τὸ πατρικὸν μετὰ τῶν πέριξ ἐργαστηρίων και τῆς λοιπῆς περιοχῆς, ἤτοι τὸ Μυρέλαιον, καὶ ὁ ἐν Κωσταντινιαναῖς περιώνυμος ναὸς τῶν ἁγίων μου τεσσαράκοντα μετὰ καὶ τῶν ἐνοικειῶν αὐτοῦ ἐσπτ τίων καὶ ἐργαστηρίων, ἵνα δεσπόζωνται καὶ κυριεύ
ωνται παρὰ τῆς σεβασμίας μονῆς τῆς βασιλείας ωνύμων ναῶν ὡς ἴδια αὐτῆς κτήματα καὶ μετόχια, πατριαρχοῦ ἢ καὶ κοσμικοῦ ἀξιώματος ἀτελής τε καὶ μου, ἕως ὁ ἥλιος ὑπὲρ γῆν ἐφορᾷ· οὗτος καὶ γὰρ ἔκπαλαι μητρικὴν κτῆμα ἦν τοῦ ἐσιωτάτου Παύλου τοῦ πνευματικοῦ πατρὸς τῆς βασιλείας μου, υἱοῦ χρηματίσαντος ἐκείνης τῆς ἀοιδίμου Αὐγούστης Προκοπίας, θυγατρός Νικηφόρου καὶ συζύγου Μι χαὴλ τῶν ἀειμνήστων καὶ ὀρθοδόξων βασιλέων τῶν πρὸ ἡμῶν. Ο τοίνυν πειραθησόμενος ἀνατρέψαι τὴν ἐν τῷ παρόντι μου πρᾶξιν καὶ ἀποστερῆσαι τοῦ ῥη θέντος σολεμνίου τὴν ἐμὴν μονὴν, ἢ καταδηλῶσαι ἢ ὑποτάξαι αὐτήν τινι ἀξιωματικῷ προσώπῳ, ἢ καὶ ἀποξενῶσαι τῆς ῥηθείσης μονῆς τῆς βασιλείας μου τὸ προσκυνητὸν καὶ πανάγιον ξύλον τοῦ ζωοποιοῦ σταυροῦ, τὸ τοῦ οὐρανίου βασιλέως ἅγιον ὑποπόδιον, εἰς δ παρεγγυᾷ ἡμῶν ὁ προφητάναξ Δαυίδ προσ κυνεῖν λέγων· «Εἰσέλθωμεν εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ·, ὁ τοιοῦτος ὡς ἱερόσυλος ευπορήσαιτο της ἀσθενείας τοῦ Κάϊν καὶ τῆς Γιεζῆ λέπρας καὶ τῆς τοῦ Ἰούδα ἀγχόνης, καὶ ἡ μερὶς αὐτοῦ μετὰ τῶν σταυρωσάντων τὸν Κύριον τῆς δόξης. Τῇ γοῦν ἰσχύει καὶ ἐμφανείᾳ τοῦ παρόντος χρυσοβούλλου λόγου της βασιλείας μου ὀφείλει λαμβάνειν ἀκωλύτως ἡ δηλω θεῖσα σεβασμία μεγίστη μονὴ τῆς βασιλείας μου ή επικεκλημένη Ξηροποτάμου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς τὸ ῥηθὲν σολέμνιον παρὰ τοῦ ταμείου τῆς κρατ ταιᾶς βασιλείας τῶν Ῥωμαίων, ἵνα ποιῇ λειτουργίαν κατὰ πᾶν Σάββατον ὑπὲρ τῆς μακαρίας ψυχῆς τῆς ερασμιωτάτης μοι ἀοδίμου Αὐγούστης βασιλίσσης Ο Θεοδώρας, ἔχῃ δὲ καὶ τὴν δεσποτείαν, ἐπικαρπίαν τε καὶ πᾶν εἰσόδημα τῶν ῥηθέντων τριῶν ἁγίων περι διατηρουμένη καθάπαξ ἐκ παντὸς βασιλικοῦ τε καὶ ἀνεπηρέαστος. Εἰς γοῦν μόνιμον καὶ διηνεκἢ τὴν ἀσφάλειαν τού του ἐγένετο καὶ ὁ παρὼν χρυσόβουλλος λόγος τῆς εὐ σεβοῦς ἡμῶν βασιλείας, ἀπολυθεὶς κατὰ μῆνα Φευρουάριον τῆς ἐνισταμένης [ιβ'] ινδικτιώνος τοῦ ἔτους συλβʹ, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλη τον ὑπεσημήνατο κράτος. Ρωμανὸς ἐν Χριστῷ τῷ Θεῷ πιστὸς βασιλεύς καὶ αὐτοκράτωρ Ρωμαίων.
Page scan enlarged

Notebook

Full View