PG 115Symeon Metaphrastes
Month of June
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, OCR-anchored) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.
col. 267–268page 1 of 21
PG 115:267αὐτοὶ τελευτᾶτε μεθ' ἡμέρας δώδεκα, καὶ ὁ δούξ μεθ' ἡμέρας εἴκοσι τέσσαρας ἁρπαγήσεται ὑπὸ τῶν ἐναντίων· καὶ μετὰ τρία ἔτη ἐλεύσονται οἱ ἡμέτεροι ἐπὶ τὸ ἆραι τὸ σῶμά μου· ἔχω γὰρ καὶ τὴν σορόν ἔκπαλαι ετοίμην· μὴ οὖν εἰς ἀλλοτρίαν τεθῶ, πα ρακαλον, μηδε κωλύσητε ἀρθῆναι τὸ λείψανον μου, ἵνα εἰς τὰ ἴδια ἀποκομισθῇ ἐν εἰρήνῃ. Ταῦτα εἰπόντος αὐτοῦ, καὶ εὐξαμένου, ἐκρούσθη τῷ ξίφει καὶ ἐξῆλθεν αἷμα καὶ γάλα, ώστε πάντας θαυμάσαι τοὺς περιεστῶτας. Πολλοὶ δὲ τῶν Ἑλλήνων θεωρήσαντες τὴν καρτερίαν καὶ ὑπομονὴν τῆς ἀκλινοῦς αὐτοῦ πίστεως, μεταβαλλόμενοι τὸν τρόπον, γεγό νασι Χριστιανοί. ᾿Ακούσαντες δὲ καὶ περὶ ὧν προείρηκεν, πλέον ἐστηρίχθησαν· πάντα γὰρ ὅσα προείμεθ' ἡμέρας ἑπτά οἱ ρήτορες τελευτήσωσι, καὶ ὑμεῖς πεν, ἐγένοντο, ὡς ἐκ τούτου πολλοὺς πιστεῦσαι τῷ Χριστῷ. Ετελειώθη δὲ ὁ ἅγιος καὶ καλλίνικος μάρ τυς τοῦ Χριστοῦ Βίκτωρ σὺν τῇ μακαρίᾳ Στεφανίδι μηνὶ Νοεμβρίῳ ἐνδεκάτῃ, ἐν πόλει Δαμασκῷ τῆς Ἰταλίας, ἐπὶ βασιλέως ᾿Αντωνίνου καὶ Σεβαστιανοῦ δουκός, εἰς δόξαν τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Τὰ γὰρ προοίμια τῶν λόγων αὐτοῦ ἁπτόμενα εὐθὺς τοῦ ὑποκειμένου, καὶ βαρύ τι προϊών, τον του συγγράμματος ἀναφαίνει σκοπόν· καὶ τὴν πά σαν ἐπ᾿ ἐνίοις τῶν λόγων ὑπόθεσιν κεφαλαιωσάμενος εὐθὺς κατά μέρη τέμνει, πρός τε τὰ πρόσωπα καὶ τοὺς καιροὺς μεθαρμόζεται. Καὶ τὸ μὲν χρώμα τοῦ λόγου τὸ αὐτὸ πᾶσι, καὶ ἡ ποιότης μία τῆς φράσεως, ἡ δέ γε τοῦ ἤθους μεταβολὴ ποικίλη, καὶ ὡς ἂν εἴπῃ τις, τεχνική, οὐ διὰ τὴν τέχνην τὰ πράγματα μεταβάλλουσα, ἀλλὰ τῷ ἑκάστῳ τῶν παραπιπτόντων πραγμάτων τε καὶ προσώπων οἰκεῖον ύφο ερμηνεύουσα· ὡς πρὸς ἀρχέτυπα δὲ τὰ ἀρχαιότερα τῶν πραγμάτων ἐνατενίζων, ἐκείνων τε οὐκ ἀφ ίσταται, ἵνα μὴ δόξῃ ἄλλο τι ποιῶν, καὶ παρὰ τὸ παράδειγμα, καὶ τὴν ὅλην ἰδέαν μετατυποῖ οὐκ ἐν αλλάττων τὴν ύλην, ἀλλὰ τὸ ἡμαρτημένον τῶν εἰδῶν διορθούμενος, οὐδὲ καινοτομῶν τὰς ἐννοίας, ἀλλὰ τὸ τῆς λέξεως σχήμα μετατιθεὶς, ανωμαλίαις τε περι
col. 269–270page 2 of 21
PG 115:269πίπτων διηγημάτων ὁ λόγος αὐτῷ, καὶ μεταλλαγαῖς ὑποθέσεων οὐ συγχεῖται, οὐδὲ ταράττεται. τι καὶ πραιποσίτων εἶχε χορός, καὶ ὃς μετῆλθε μὲν τὴν τοῦ Δρουγγαρίου τὴν τῶν πλωΐμων, μετῆλθε δὲ καὶ τὴν τοῦ Λογοθέτου τοῦ Δρόμου ἀρχήν. Γενομένῳ μοί ποτε κατὰ τὸν Πάρον· γέγονα δέ καὶ γὰρ ἐπὶ Κρήτην διέπλεον ὑπὸ τοῦ μακαρίτου Λέοντος ἐκεῖσε πεμφθείς· Λέοντος, φημί, τοῦ εὐτυχοῦς ὄντως βασιλέως, καὶ τὴν εὐτυχίαν Ρωμαίων τῷ τάφῳ ἀναθάψαντος· ἐπεμπόμην δὲ συστρατευόμενος Ἡμερίῳ τῷ πάνω, τῷ στρατηγικωτάτῳ δηλαδή, καὶ ἄρχοντι τοῦ τε δρόμου, καὶ τοῦ στόλου παντός. Ἐστελλόμην τοιγαροῦν τοῦτο μὲν ἐκείνῳ συστρατευόμενος, καὶ προβιβαζόμενος εἰς πεῖραν στρατηγικήν, οἷα πῶλος μητρὶ πρὸς τὰ γενναιότατα τῶν στρατηγημάτων συσκαίρων. Οὕτω γὰρ ἦν ὁ τοῦ μακαρίτου μου Βασιλέως σκοπός· πρεσβευόμενος πρὸς τοὺς τὴν Κρήτην ἔχοντας Ἄραβας.
col. 271–272page 3 of 21
PG 115:271Καὶ τὸ κατὰ πάντων ἀσύγκριτον κράτος καὶ ἀπαράμιλλον, ἦν μὲν εὐθὺς τὸ ἐκ πρώτης, ὡς εἰπεῖν, γενέσεως, καὶ ἐξ ἀνθούσης ἤδη τριχος, ὥσπερ οἱ τῶν λεόντων σκύμνοι, εὐθὺς τὴν ὀφρὺν παραδεικνύοντες, καὶ τῶν ἐπαυχενίων τριχῶν τὸ λάσιον. Ὑπήνθει γὰρ αὐτῷ τὰ τῆς συνέσεως ἄνθη, καὶ τὸ φρόνημα ῥίζαν τινὰ εἶχε βαθεῖαν, καὶ ὁ νοῦς ἐξήστραπτέ τι θαυμάσιον. Ταῦτα δὲ τοῖς μὲν ἄλλοις ἀρκοῦντα ἐτύγχανεν εἰς τελείωσιν, ἐκείνῳ δὲ προχαράγματα τῆς τελείας ἐγνωρίζετο φύσεως. Σφόδρα δὲ οὗτος Ῥωμανῷ βασιλεῖ τῷ ἐπιεικεῖ τε καὶ χρηστῷ προσῳκείωτο, ὃν καὶ ἴσασι πάντες, υἱὸν Κωνσταντίνου γενέσθαι, τοῦ, τὰ πάντα συνελόντα εἰπεῖν, βασιλικωτάτου.
col. 273–274page 4 of 21
PG 115:273τοῦ ἔργου και θεραπείας, τῆς πρὸς τὸν μέγαν Σαμ Πατρὸς ἡμῶν Σαμψών του ξενοδόχου « Ανήρ τις θεοσεβὴς ἐν τοῖς ἄνω χρόνοις, Σαμψών ὄνομα. Ὁ τῆς ὁσίας μνημες Σαμ «Ξενὼν τοῦ Σαμψών ὁ μέγας ἐκαύθη, καὶ ἀπώλοντο οἱ ἐν αὐτῷ ἀνακείμενοι ἄῤῥωστοι. «Τῷ ἐξ ἔτσι γέγονεν ἐμπυρισμός μέγας, καὶ ἐκαύθη τελείως ο ξενών του Σαμ
col. 275–276page 5 of 21
PG 115:275τυρος Μωκίου. νη· τὸ δὲ λείψανον αὐτοῦ ἐτέθη ἐν τῷ ναῷ τοῦ ἁγίου μάρ Ξενοδόχον τοῦ Σαμψών Εξῆγεν ὁ πρὶν ἐν γνάθου Σαμψών ὕδωρ, Ὁ νῦν δὲ Σαμψὼν ἐκ τάφου βλύζει μύρους. Ὑμνῶ σε, Σαμψών, πίστεως θείοις λόγοις. ΙΩΣΗΦ. Σαμψὼν ἐν ἁγίοις Πατὴρ ἡμῶν, ὑπῆρχε μὲν ἐκ τῆς παλαιᾶς Ῥωμης, συγγενής τοῦ μεγάλου Κωνσταντίνου. Παρασχόμενος τὸν πλοῦτον αὐτοῦ πάντα τοῖς πτω χοῖς καὶ πτωχικός διὰ Χριστὸν, Κωνσταντινούπολιν κατέλαβε, καὶ τοῖς ναοῖς τῶν ἁγίων Προφητῶν ἐν αὐτοῖς προσευχόμενος διετέλει. Ησυχίας δὲ λαβόμεν νος, καὶ ταῖς θεοπνεύστους Γραφαῖς ἐμμελετήσας, φανερὸς ἐγένετο δι' ἀρετὴν τῷ ἁγιωτάτῳ πατριάρχη Μηνά, καὶ χειροτονεῖται παρ' ἐκείνου πρεσβύτερος τῆς μεγάλης Ἐκκλησίας. Καὶ λοιπὸν ἦν λιμὴν σωτής ριος τοῖς πενομένοις καὶ ἀσθενοῦσι, μετέχων καὶ τέχνης ἰατρικῆς. Θεραπεύσας δὲ καὶ τὸν βασιλέα Ἰουστινιανὸν ἀπὸ πάθους δυσιάτου ἐφιλοφρονήθη παρ' ἐκείνου τὰ μέγιστα. Καὶ κτίσας ξενῶνα εἰς ἀνά παυσιν τῶν πτωχῶν καὶ ἀσθενῶν, καὶ πολλὰ κατ ορθώματα και θαύματα ποιήσας, ἐκοιμήθη ἐν εἰρή Σαμψών Ομόρρους ἐτροποῦτο μὲν πάλαι. Σαμψὼν δὲ θραύει δαίμονας ἄρδην νέος. Ξεινοδόχος δ' ἐνὶ εἰκάδι ἑβδομάτη θάνε Σαμψών. Οὗτος ὁ ἅγιος [Σαμψών] ὑπῆρχε Ῥωμαῖος τὸ γένος· ὃς διασκορπίσας τὸν καταλειφθέντα αὐτῷ πλοῦτον ὑπὸ τῶν γο νέων τοῖς πένησι καὶ πτωχοῖς, τὴν βασιλεύουσαν κατέλαβε καὶ τοὺς εὐκτηρίους οἴκους καὶ σεβασμίους καταλαβών, καὶ ὁσιότητος αὐτῶν καταπολαύσας, ἡσυ χίαν λαβόμενος, ταῖς θεοπνεύστοις Γραφαῖς ἐντρυφᾷ, μόνῳ Θεῷ προσανέχων. Οθεν κατάδηλος γενό μενος τῷ τιμιωτάτω πατριάρχη Μηνά, χειροτονεῖται ὑπ' αὐτοῦ πρεσβύτερος, εἷς τῶν τοῦ κλήρου γενό μένος. Καὶ ἦν σωτήριος λιμὴν τοῖς πενομένοις καὶ χρηζουσι βοηθείας· καὶ τῆς ἰατρικῆς ἐπιστήμης ὧν ἐν πείρᾳ αὐτὸς, καὶ τὸν βασιλέα Ἰουστινιανὸν ἀνιάτῳ πάθει περιπεσόντα ἐλευθέρωσεν. Ἐκ τούτου ὁ βασι
col. 277–278page 6 of 21
PG 115:277λεὺς ὑπεραγασθεὶς τὴν ἀρετὴν τοῦ ἀνδρὸς, καὶ σέβας αὐτῷ ἀπονέμων, τὸν μέγιστον οἶκον καὶ περιβόητον δι' αὐτοῦ ἀνεγείρας, ξενώνα κατεσκεύασε, καὶ σκευοφύλακα τῆς Μεγάλης Ἐκκλησίας τὸν Ἅγιον τοῦτον κατέστησεν. Αὐτὸς δὲ καλῶς καὶ θεοφιλῶς πολιτευσάμενος, καὶ πολλοῖς πρόξενος σωτηρίας γενόμενος, καὶ πολλοὺς πρὸς ζῆλον καὶ μίμησιν τοῦ αὐτοῦ ἀραιφνοῦς βίου διαναστήσας, ἐκεῖ μὲν ἀνεπαύσατο, κατετέθη δὲ τὸ τίμιον αὐτοῦ λείψανον ἐν τῷ μεγίστῳ ναῷ τοῦ ἁγίου Μωκίου, καθ' ἑκάστην βρύον ἰαματοφόρα νάματα εἰς δόξαν καὶ αἶνον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Δ΄. Ἀλλὰ μὴν χάριτος ἔργον καὶ θεραπείας, τῆς πρὸς τὸν μέγαν Σαμψὼν ἐκπληροῦντες, ἅμα δὲ καὶ μέμψιν τὴν ἐξ ἀνθρώπων ἐκκλίνοντες, εἰς τὸν παρέντα λόγου καθήκαμεν ἑαυτοὺς, καὶ τὸν ἐκείνου συντάξασθαι βίον εὐγνωμόνως ὑπέστημεν. Καὶ πῶς γὰρ οὐ μέμψις εὔλογος καὶ δικαία, εἰ πολλῶν ἑτέρων ἁγίων, τῶν μὲν μαρτύρων, τῶν δὲ καὶ ἄλλως εὐαρεστηκότων Θεῷ, τῶν μὲν ἄθλους καὶ πόνους, τῶν δὲ καὶ βίους καὶ πράξεις κατὰ σπουδὴν συνταξάμενοι, τούτου δὴ τοῦ μεγάλου Σαμψὼν φαινοίμεθα κατολι-
col. 279–280page 7 of 21
PG 115:279καὶ ὅσον ἀπὸ τοῦ παραδοξοποιοῦ τάφου γειτονοῦντος ἡμῖν· καὶ ταῦτα, μηδένα τῶν πρὸ ἡμῶν εὑρόντες τῆς αὐτῆς ἡμῖν γενόμενον διανοίας, καὶ τὸν ἐκείνου βίον συγγραψάμενον φιλοπόνως. Καί με οὐ λέληθε τὸ τοῦ θεοφιλοῦς ἀνδρὸς καὶ ἀρχιερέως, ἀλλὰ καὶ παιδείας οὐ μικρὸν ἔχοντος, εἰς τὸν Μέγαν συντεθεν ἐγκώμιον· ἐγὼ δὲ βίον λέγω, κατά μέρος συντεταγμένον, καὶ τὰ ἐκείνου διαλαμβάνονται πρὸς ἀκρίβειαν, πρὸς δὲ καὶ τῶν θαυμασίων μνήμην ἀρκούντως ποιούμενον. Τοῦτο γὰρ οὔθ᾽ ἑτέρους ἔγνωμεν ἄχρι καὶ νῦν δράσαντας, οὔθ᾽ ἡμεῖς ποιῆσαι δυνατοὶ τυγχάνομεν ὄντες, πάμπολυ τοῖς χρόνοις ἀπολειπόμενοι· καὶ ἀκριβώσασθαι τά γε τοῦ βίου καλῶς μὴ δυνάμενοι, πλὴν ὅσον ἐπιμελέστερον αὐτὰ διελθεῖν, καὶ ὀλίγα τῶν θαυμάτων εἰς δόξαν Θεοῦ παραθέσθαι τοῖς φιλοθέοις· ᾧ γὰρ ἐνετύχομεν ἐκ τοῦ κλήρου λαβόντες μικρῷ συντάγματι Βίου, τοῦτο δὲ οὔτε ῥᾳθύμως μόνον ἔδοξε συντετάχθαι, ἀλλὰ καὶ παιδείας τὸν συνθέμενον ἐνδεῶς ἔχοντα μαρτυρεῖ, μᾶλλον δὴ ταῦτα περὶ ὧν πεποίηται τὴν ἐξήγησιν, οἱ μὲν οὖν ἐντελῶς ἔχουσιν οὐδ᾽ ἀκριβωμένως, πολλῷ δὲ μᾶλλον ἀκριβείας ἀπολιμπάνονται· πρὸς δὲ καὶ ᾧ συντάγματι πάλιν ὡμιληκότες ἐσμεν, παραπλησίως εὑρομεν ἔχον καὶ τῆς, ὡς φασι, κεραμείας πεποιημένον ἐγκώμιον μὲν εἶναι τοῦ θείου Σαμψών ἐπιγεγραμμένον καὶ μερικὴν ἔχον τινὰ διήγησιν τῶν ἐκείνῳ βεβιωμένων, πάνυ δὲ φειδωλῶς καὶ μικρολόγως τῶν αὐτοῦ θαυμάτων ἀπογεύων τοὺς φιλοκάλους. Ὃ δὲ πλέον ἐστὶ πάντων, τὸ ταράττον ἡμᾶς, ὅτι καὶ αὐτοὶ γωροῦντες, καὶ μάλιστα οὕτως ἐγγυτάτω κειμένου ὅσον ἀπὸ τῆς τῶν πεπραγμένων ἐξηγήσεως (οὐδὲ γὰρ παρὸν ἄλλοθεν) ἀκολουθεῖν αὐτοῖς μέλλομεν. ταύτῃτοι καὶ συγγνώμην ἀπὸ τῶν ἐντυγχανόντων τοῖς πεπονημένοις ἡμῖν αἰτοῦμεν, ὥστε μὴ ἀμέλειαν, μηδ᾽ ὀλιγωρίαν τῆς ἀβασανίστου ταύτης καταψηφίζεσθαι διηγήσεως· οὐδὲ γὰρ ἡμέτερον, ὥσπερ ἔφημεν, τὸ προκείμενον ἔργον, ἀλλ᾽ ἰχνῶν ἑτέρων παρακολούθημα. Τοιγαροῦν κἀνταῦθα τὸ Ἡροδότειον ἐκεῖνο λέγεσθαι χώραν ἔξει, Ἰστιαίου τὸ ὑπόδημα μᾶλλον εἶναι, εἰ καὶ Ἀρισταγόρας αὐτὸ ἐπεδύσατο. Ἔχει μέντοι τόδε οὕτως. Β΄. Ὁ μέγας οὗτος καὶ διὰ πάσης βεβοημένος τῆς οἰκουμένης Σαμψών, εἷλκε μὲν τὸ γένος ἐκ τῆς περιωνύμου καὶ διαφανοῦς Ῥώμης, προῆλθε δὲ οὐκ ἐξ ἀσήμων ἄρα τινῶν, οὐδὲ τῶν ἐπιτυχόντων, ἀλλὰ καὶ λίαν εὐγενῶν τε καὶ περιδόξων πλούτου μὲν περιουσίαν βαθέως ἐχόντων, βασιλικῷ δὲ αἵματι κατὰ γένος φαιδρυνομένων. Πλὴν ἀλλὰ τῶν θύραθεν ὁ Παμμέγας οὕτως ἔχων, οὐδὲ τῶν οἰκείων ἡμέλει πόθεν· καὶ γὰρ ἀρετῆς ἐφρόντιζε λίαν, καὶ τῇ τῆς θείας Γραφῆς ἐντεύξει σπουδῇ προσέκειτο, καὶ ὡς
col. 281–282page 8 of 21
PG 115:281τινος ἡδίστης τροφῆς ἐμμελῶς εἴχετο, καὶ δι' ὀλίγου πρὸς πᾶσαν αὐτῆς τὴν γνῶσιν ἀφίκετο. Μηδὲ ἰατρικῆς, τῆς φιλανθρώπου τέχνης, ὁ φιλανθρωπότατος ἀμελήσας. Ἀλλὰ καὶ αὐτῇ φιλοπόνως προσενεχθείς, καί τοι ὀλίγα μὲν ὑπῆρχε τῇ τέχνῃ χρώμενος, τῶν δ' ἄλλων παρεχώρει τῷ θεουργῷ τῆς χάριτος νοσήματα καὶ πάθη ἀνίατα θεραπεύων, καὶ ὡς προκάλυμμα τῆς χάριτος ἐπιχειρῶν τῇ τέχνῃ διὰ ταπεινοφροσύνης ὑπερβολήν. Γ΄. Ὡς δὲ καὶ οἱ πατέρες αὐτοῦ τὸν βίον ἀπέλιπον, οὐκ ἔτι μέλλων ἦν, οὐδ' ἀναβαλλόμενος, ἀλλ' ὡς καιροῦ λαβόμενος ἐπιτηδείου, ἅτε μηδενὸς ὑπάρχοντος τοῦ κωλύσοντος, τὰ κατὰ γνώμην ἐποίει, καὶ πλούτου μὲν φθαρτοῦ καὶ προσκαίρου πλοῦτον αἰώνιον ἀντηλλάττετο κατὰ τὴν θείαν τοῦ Δεσπότου φωνήν, ἣ τὰ ὑπάρχοντα πωλῆσαι κελεύει καὶ παρασχεῖν ἐλεημοσύνην, ἐντεῦθεν τε βαλάντια μὴ παλαιούμενα κτήσασθαι. Ἐδίδου δὲ τὸν πλοῦτον, οὐ κατὰ μικρὸν οὐδὲ φειδομένως, οὔτε μὴν κατὰ στράγγα ῥέων, ἀλλὰ καὶ λίαν χύδην καὶ ἀνειμένως, ἀμφοῖν χειροῖν, τὸ τοῦ λόγου, πρὸς τὰς τῶν πενήτων ἢ πεινώντων ἀπαντλῶν γαστέρας, καὶ τοῦτο οὐχ ἅπαξ, οὐδὲ δίς, ἀλλὰ διὰ παντὸς τοῦ βίου ποιούμενος· ἡλικιῶτις γὰρ αὐτῷ καὶ σύντροφος ἄχρι τέλους ἡ ἐλεημοσύνη. Τὰς δὲ τῶν δούλων ἀγέλας οὐκ ὅτι μένειν παρ' ἑαυτῷ ἠξίου, οὐδὲ τῶν ὁμοδούλων ὑπερηφάνως κατ' αὐθεντίαν, ἀλλ' ἐλευθερίας μᾶλλον εὐγενῶς ἠξίου, αὐτάρκεις αὐτοῖς παρέχων καὶ τὰς πρὸς τὸ ζῆν ἀφορμάς. Τί γὰρ ἐδεῖτο τῆς ἐξ ἀνθρώπων δουλείας ὁ δοῦλον ἑαυτὸν τῷ Κυρίῳ γνήσιον ἀφιερωσάμενος; Οὕτω γοῦν περὶ τὰ ὄντα διατεθείς, τῶν προσκαίρων καὶ οἱονεὶ δεσμῶν τινων ἀναθείς, κοῦφος ἦν ἀτεχνῶς καὶ εὔζωνος, καὶ τῷ ἑνὶ μὲν χιτῶνι ἑνὶ δὲ τῶν οἰκετῶν ἀρκούμενος. Εἶτα καὶ τὴν Ῥώμην ἀπολιπὼν ὁ Γεννάδας, πρὸς τὴν νέαν ταύτην ἀφανεῖται Ῥώμην, τὴν τοῦ θείου Κωνσταντίνου, φημί· ἀφ' ἧς μὲν αἰτίας κινηθείς πρὸς τοῦτο λέγειν οὐκ ἔχω πλὴν οὐκ ἀθεεὶ πάντως, οὐδ' ἀλυσιτελῶς τῇ λαμπρᾷ ταύτῃ καὶ βασιλίδι τῶν πόλεων ἐνδεδημηκώς, ᾧ καὶ τὸ ἱερὸν αὐτοῦ ἐναπόκειται σῶμα, θησαυρὸς ἄσυλος, πλοῦτος ἀδάπανος, νοσημάτων πάντων ἀλεξιτήριον. Δ΄. Ὁ γοῦν τὰ πάντα μέγας Σαμψὼν τὴν μεγάλην τήνδε πόλιν καταλαβών, ἐν σμικρᾷ μέν τινι φαύλῃ διήγεν οἰκίᾳ, ἐν δὲ τῷ πλησίον κήδεσθαι πολὺς ἦν· τὴν γὰρ οἰκίαν ταύτην φιλανθρωπίας ὑπόθεσιν καὶ ἰατρεῖον ἄμισθον ποιησάμενος, τοὺς νόσῳ πιεζομένους ξενίζων ἦν καὶ φιλαδέλφως ὑποδεχόμενος, καὶ μὴ μόνον ἐπιμελείας ἀξιῶν πάσης, ὥσπερ οἱ τῆς τέχνης βούλονται νόμοι, ἀλλὰ καὶ τροφῆς κοινωνῶν καὶ στρωμνῆς, ἀκολούθως ταῖς τοῦ Χριστοῦ ἐντολαῖς, καὶ τοῦτο μὲν τὰ τῆς τέχνης, τοῦτο δὲ μᾶλλον καὶ τὰ τῆς χάριτος ἐνδεικνύμενος. Ποῦ γὰρ τέχνης ἔργον δαίμονας ἀπελαύνειν, καὶ παθῶν ἀνιάτων θαυματουργεῖν ἴασιν, ὁ ἐκείνῳ δρᾶσαι, οἷα δὴ καὶ τὸ θελῆσαι ῥᾴδιον καὶ ἁπλῶς;
col. 283–284page 9 of 21
PG 115:283τι· Σαμψὼν δὲ ἡ ξενοδοχία καὶ φιλανθρωπία καὶ ὁ περὶ τοὺς ἐνδεεῖς οἴκτος τὸ ἰδιαίτατον, ὡς μικροῦ καὶ εἰς φύσεως ἀποβαίνειν ἀναγκαιότητα, οἷον ἡλίῳ μὲν τὸ φωτίζειν, πυρὶ δὲ τὸ καίειν. Εντεῦθεν καὶ τῷ τηνικαῦτα ἀρχιερεῖ τοῦ Χριστοῦ δῆλος γίνεται (ἀρετὴ γὰρ πρᾶγμα ἴσα φωτί λάμπον, ὅθεν καὶ ταχύ λίαν ἀνακηρύττει τοὺς μετιόντας). Μήνας οὗτος ἦν ὁ τὴν ἀρετὴν οὐκ ἄδηλος, καὶ ἱερεύς· ὑπ' ἐκείνου χειροτονείται τριάκοντα ἤδη γεγονὼς ἔτη, καὶ μικρόν τι πρός. Εἶτα καὶ τῷ τὴν βασιλείαν διέποντι φανερός γίνεται· παρ' αἰτίαν δὲ τοιαύτην. Ε΄. Ἰουστινιανὸς μὲν ἦν ὁ κρατῶν, οὗ καὶ ὁ τῆς ἀρχῆς χρόνος πολὺς, καὶ ὁ βίος ἐπιφανής. Τούτῳ νόσος ἐνσκήπτει μάλα βαρεῖα τῶν αἰδοίων αὐτῷ πονηρῶς ἐχόντων, καὶ τῆς κύστεως ἕλκει χαλεπῷ κακωθείσης. Ο μὲν οὖν ἔπασχέ τε καὶ ἔκαμνε καὶ τὰς ὀδύνας φέρειν οὐ δυνατὸς ἦν· ἱατρῶν δὲ σμήνος αὐτῷ περιεκέχυτο καὶ περὶ αὐτὸν, ὥσπερ ἔθος, σπουδαιολογούμενοι παρήσαν, οἱ ἐπαγγείλασθαι μὲν καὶ ἀγαθῶν ἐλπίδων πληρῶσαι κομιδὴ πρόχειροι, ἅτε δὴ καὶ τὴν χεῖρα τοῦ κάμνοντος ἐντεῦθεν ὑποκινούντες, καὶ προθυμοτέραν εἰς ἐπιδόσεις εἶναι παρασκευάζοντες· εἰς ἔργον δὲ τὸ ἐπαγγελθὲν ἀγαγεῖν, καὶ τοῦ λυποῦντος ἀπαλλάξαι τὸν πιεζόμενον, οὐ μόνον οὐκ ἐν ὀλίγῳ δυνατοὶ ποιεῖν, ἀλλ᾽ οὐδὲ τριβῇ καὶ μελλήσει πολλάκις, οὐδὲ τὸν μακρὸν χρόνον λαμβάνοντες εἰς βοήθειαν· ἀλλ᾽ ἕτοιμοι μᾶλλον τοὺς πάσχοντας αἰτιᾶσθαι τῆς βραδύτητος, ἢ καὶ τὰς πρὸς τὸ χεῖρον συμβαινούσας περιπετείας, ὡσεὶ μὴ τοῖς παραγγέλμασιν εἴκοντας, ἢ περὶ τὰς βρώσεις ἢ πόσεις ἀφυλάκτως ἔχοντας· ἑαυτοῖς δὲ καὶ οἷς κέχρηνται εἰς θεραπείαν φαρμάκοις, μέμψιν οἱ βέλτιστοι προσάπτουσιν οὐδεμίαν. Τί οὖν ὁ βασιλεύς; ἐπὶ πολλὰ μὲν αὐτοὺς λέγοντας ἑώρα καὶ μεγαλορρημονούντας, οὐδὲν δὲ πρὸς θεραπείαν ἀνύοντας, ὅτι μὴ καὶ βλάπτοντας καὶ ἀκεσίαν ἅπαντας ἀποδεικνυμένους, αὐτός τε ὀδύναις ἐβάλλετο μέν, φέρειν δὲ οὐκ ἠδύνατο. ἰατρῶν μὲν ἐπ' ἴσης πάντων τὸ ἀνωφέλητον καταγνούς, οἰμώζειν ἔφασκε· προσφεύγει δὲ μᾶλλον Θεῷ, καὶ αὐτοῦ λίαν ἐμμελῶς περιέχεται, καὶ τὴν ἐκεῖθεν ζητεῖ βοήθειαν. Ἔστι γὰρ ὅτε δὴ καὶ ἡ ἀπορία διδάσκαλος ἡμῖν τοῦ λυσιτελοῦντος γίνεται, καὶ ὅθεν ἡ ἀψευδὴς ἥκει βοήθεια, μανθάνειν ποιεῖ. «Ἡ γὰρ βοήθειά μου, φησί, παρὰ Κυρίου.» ΣΤ΄. Θερμῶς τοιγαροῦν αἰτήσας, οὐ βραδέως ἐπιτυγχάνει, ἀλλὰ κατ᾿ ὄναρ αὐτῷ δείκνυται ἰατρῶν πλῆθος στιχηδὸν παριστάμενοι, τὴν μέν τοι στολὴν ἱεροπρεπῶς περικείμενοι· εὐνοῦχον δέ τινα παρελθόντα ἑώρα, χρυσουφῇ μὲν περιβεβλημένον, Πραιποσίτῳ δὲ τὴν ἀναβολὴν ὅμοιον, ὃς καὶ ὑποδεικνύειν αὐτῷ ἐῴκει τῶν ἰατρῶν ἕκαστον, ὅπως ἔχει προσώπου καὶ ἡλικίας καὶ παραστήματος, ἐφ' οἷς ἕνα
col. 285–286page 10 of 21
PG 115:285ὄντα τὸ πρόσχημα ταπεινήν, τὴν πολιὰν τὴν ἔνδυσιν εὐσταλή, γνωρίσαι τε τοῦτον τῷ βασιλεῖ ἐμμελέστερον καὶ οἷος ἐστι πάντων παρασκευάσαι καταμαθεῖν, καὶ ὡς αὐτὸς μόνος, οὐ μέν τοι τῶν ἄλ λων οὐδεὶς, φάναι, δυνατός σοι δοῦναι τοῦ πάθους ἀπαλλαγήν. Ἐπεὶ οὖν καὶ ὕπνου ἀνείθη ὁ βασιλεὺς, ἀληθῆ κρίνας τὸν ὄνειρον (ἐποίει γὰρ πιστεύειν καὶ ταῦτα οἰκονομήσας ἰδεῖν καὶ μέλλων ἐξ ἔργου τὰ ὁρα θέντα πιστώσασθαι), χαρᾶς μεν πληρούται· μετα καλεῖται δὲ τοὺς ἱατροὺς εὐθέως. Καὶ οἱ μὲν συνῆλθον καὶ εἰς ὄψιν αὐτῷ παρέστησαν ἅπαντες· ὁ δ᾽ ἐπῄει ἕκαστον φιλοπραγμονῶν ἐσχάτως, καὶ βασα νίζων οὐχ ἧττον, ἢ τὸν χρυσὸν ἡ Λυδία λίθος, πρόσ ωπόν τε καὶ σχῆμα καὶ ἡλικίαν κατὰ τὰ ὑποδειχθέντα παράσημα διὰ τῶν ὀνείρων. Ὡς δὲ οὐδὲν τῶν παρόντων ἑώρα τοιόνδε γνώρισμα, λύπη καὶ ἀπορίᾳ συνείχετο, καὶ οἷα διψητικώτερος ἔτι καθ ίστατο τοῦ ἐπαγγελθέντος ἀποτυγχάνων. Ἐντεῦθεν πολλή τε καὶ θερμὴ καὶ ὀξεῖα ζήτησις, ἐπαγγελία τε δωρεῶν καὶ τιμῶν μεγίστων, ἃς ὁ τὸν ἄνδρα τὸν ζητούμενον ἐμφανίσων, ἀκολούθως οἷς εἶδε συμβόλοις ὁ βασιλεὺς, ἔμελλεν εὐθὺς λήψεσθαι. Ὁ μὲν οὖν ἐζητεῖτο λίαν ἐκθύμως, καὶ τὸ γνώρισμα ἦν, οὐ κατὰ τοῦ Πέλοπος, ὥσπερ οἶδεν ὁ μύθος, ἀπὸ τοῦ ὤμου, ἀλλ' ἀπὸ τοῦ περιόντος τῆς ἀρετῆς καὶ προσ ηγουμένως ἀπὸ τοῦ μετριοπαθοῦς καὶ συνεσταλμένου. Ζ΄. Ἐπεὶ δὲ καὶ ἔτι δυσχερὴς ἦν ἡ εὕρεσις (ἐκρύπτετο γὰρ οὐ τὴν μορφὴν μεταβάλλων, οἷα δὴ καὶ τὸν Πρωτέα πλάττουσιν, ἀλλ' οἰκονομίᾳ τινὶ θειοτέρᾳ τούτου συμβαίνοντος, ἵνα καὶ ἡ βραδεία δήλωσις ἔτι μᾶλλον αὐτὸν ἐπιπόθητον καταστήσῃ) ὀψὲ καὶ μόλις τῶν ἱατρῶν τις τῶν βασιλικῶν, τῷ μὲν βασιλεῖ γνώ ριμος, συνήθης δὲ τῷ Μεγάλῳ, καὶ τὰ ἐκείνου ἄρι στα συνειδώς, οὐ τὰ τῆς ἀρετῆς μόνον, ἀλλὰ καὶ τὰ τῆς χάριτος τε καὶ τῶν θαυμάτων, ἔνθεν αὐτῷ καὶ συμβαλεῖν ῥᾴδιον ἦν, ἐκεῖνον εἶναι τὸν ἰασόμενον, αὐτὸς οὗτος δῆλον εὐθὺς τὸν Μέγαν τῷ βασιλεῖ καθ ίστησι καὶ χαρᾶς αὐτῷ γίνεται πρόξενος, ὅσης οἱ πάθει σωματικῷ κάμνοντες καὶ ἀπαλλαγῆς ἐφιέμενοι, δυνατοὶ μόνον συνεῖναι. Εὐθὺς μὲν οὖν εἰς ὄψιν ὁ θαυμαστὸς αὐτῷ παρῄει Σαμψών· οὐδὲ γὰρ οὐδὲ βραχὺ τὸ μέσον ἀκοῆς φημι, καὶ τῆς θέας γενέσθαι παρῆκεν· οὕτως αὐτὸν ἡ τοῦ ἰδεῖν ἰσχυρῶς εἷλεν ἐπιθυμία. Ἰδὼν οὖν ἀνέγνω καλῶς ἀπὸ τῶν νυκτὸς ὁραθέντων τὰ μεθ' ἡμέραν φαινόμενα, οἷον ὀφθαλμῶν ἡμερότητα, μορφῆς ἱλαρότητα, ἠθῶν εὐ κοσμίαν, πώγωνος αὐχμηρίαν, ὀμμάτων κατήφειαν, σύμβολά τε αὐτῷ ἐπιτρέποντα μετριοφροσύνης. Ταῦτα ἐκεῖνος, προσιόντος τοῦ θαυμαστοῦ, θεασάμενος, οὐδὲ καθεκτὸς ἦν ἔτι, ἀλλ' ἀναστὰς ἐξ ἀμέτρου περιχαρείας περιβάλλει τε τὸν εὐτελῆ τὸ φαινόμενον, ὁ τὴν βασιλείαν περίβλεπτος, καὶ φιλεῖ ἀγαν ἡδέως, οὐ στόμα μόνον, ἀλλὰ καὶ κεφαλήν. Ἦ μὴν αὐτὸς εἶ, λέγων, Πάτερ, αὐτὸς εἶ, ὁ κατ᾿ ὄναρ μοι παραδόξως ἐπιφανείς, ἀλλὰ καὶ τὸ πάθος τὸ ἐμὸν ἐπαγγελθεὶς ἰάσασθαι. Οὕτως εἰπὼν, εὐθὺς εἰς τὰ προσωτέρω συνεισῄει τῶν βασιλείων ἐγκρατής ὡς
col. 287–288page 11 of 21
PG 115:287ἐκείνου τῆς τε Ὁσίου χειρός, οὐδὲ γὰρ μέγα τί ποιεῖν ἐκείνην τιμῶν, ἧς ἀπολαῦσαι θαυματουργούσης ἔμελλεν. Η΄. Ἐπεὶ δὲ καὶ εἰσῆλθεν ἔνδον βασιλεύς, καὶ συγκαθήμενον αὐτὸν εἶχεν, οὔπω κόρον δεχόμενος τῆς φιλοφροσύνης, ἔτι καὶ πλέον ἐποίει, λαμβάνων αὐτοῦ τὰς χεῖρας, ὄμμασιν ἐτίθει τοῖς ἑαυτοῦ καὶ καταφιλῶν μεθ' ὅσης εἴποι τις ἡδονῆς, καὶ δάκρυα καταστάζων αὐτῶν ἡδετο· ἡ γὰρ τοῦ πιέζοντος πάθους ἀνάγκη ἄνθρωπον αὐτὸν ἐποίει μᾶλλον ἢ βασιλέα δείκνυσθαι καὶ ἀνθρωπίναις καλυπτόμενον ἀθλιότησινμεγαλοπρεπείαις βασιλικαῖς ἐπαιρόμενον. Πλὴν ἀλλ᾽ ἡ πολλὴ αὕτη τοῦ βασιλέως μετριοπάθεια καὶ τὸ σέβας βαρύτητα καὶ λύπην ἐμβέβληκεν τῷ Ὁσίῳ, καὶ ὥσπερ ἄδικόν τι πάσχων, καὶ εἰς μετριοφροσύνην πλεονεκτούμενος οὐκ ἤνεγκε σιωπάν· ἀλλὰ, Μὴ οὕτω ποίει, ὦ βασιλεῦ, μὴ οὕτως ἡρέμα καὶ ταπεινῶς, ὑπεφώνει, μηδὲ τῷ ἀμέτρως ἐθέλειν αὐτὸν ταπεινῶσαι, ἐμοὶ κρῖμα προξενήσας ὑπεροψίας. Τί γάρ πλέον ἔχω ἐγὼ τῶν κοινῶν ἀνθρώπων, ταλαίπωρος ὢν καὶ ἁμαρτίαις ὑπεύθυνος, καὶ πολλῆς τῆς παρὰ Χριστοῦ χρηστότητος καὶ φιλανθρωπίας ἐπιδεής; Πλὴν ἀλλὰ τὸ ἄφθονόν σου τοῦτο τῆς πίστεως καὶ θερμὸν ἀγγελός σοι γίνεται ἀψευδὴς τῆς ἀπὸ Χριστοῦ βοηθείας, τοῦ Βασιλέως δὴ τῶν βασιλευόντων καὶ πάντα δυναμένου ποιεῖν. Οὕτως εἰπών, χεῖρα ἐπετίθει τῷ πάσχοντι μέρει· καὶ ἡ μὲν ἐνήργει τὰ ἑαυτῆς· ὁ δὲ κρύπτειν ἐθέλων ταπεινοφροσύνης περιουσία χάριτος ἀφθονίαν, ἐπιθέμασί τισι τοῖς ἐκ τέχνης, ἃ τῷ ἀλγούντι μέρει ἐπέβαλλεν, ἐπιγράφειν ἐπειρᾶτο τὴν ἴασιν. Ἀλλ' ἐνίκα ἐπιπλαττομένην οὕτω θεραπείαν ἡ ὑποκρυπτομένη ἀλήθεια, καὶ ὁ ἐν πολλοῖς καὶ ἄλλοις θαυματουργὸς γνωρισθεὶς κἀν τούτῳ δὲ θαυματουργῶν ἐγνωρίζετο. Οὐ πολλαὶ παρῆλθον ἡμέραι καὶ ὁ βασιλεὺς ὅλως ἀπηλλάγη τοῦ πάθους καὶ καθαρᾶς ἀπέλαυσεν ὑγιείας, πλήρης τε ἦν εὐφροσύνης καὶ θαύματος, τῆς μὲν διὰ τὴν ἀνάστρωσιν, τοῦ δὲ διὰ τὴν τοῦ ὑγιάσαντος πρὸς Θεὸν οἰκείωσιν. Θ΄. Ἔπειτα καὶ ὡς ἀμειψόμενος τὸ μέγα τῆς θεραπείας δωρήμασιν ἐπικαίροις, χρυσόν τε ἐδίδου μεγαλοψύχως, καὶ ἄλλα ὅσα δὴ ἐπιθυμίαν οἶδε παρακαλεῖν, τοῦ κατὰ σάρκα ζῶντος φημί· ἐκείνῳ δὲ τὸ λιτῶς οὕτω καὶ ἡμελημένως ζῆν, αὐθαίρετον ἀγαθόν, παντὸς μὲν πλούτου μακαριώτερον, πάσης δὲ δόξης ἀξιωματικώτερον· ἀμέλει καὶ τὸ τοῦ βασιλέως φιλότιμόν τε καὶ μεγαλόδωρον εὐκαίροις καὶ ἰσχυραῖς διεκρούσατο ἀπολογίαις. Ἐκεῖνά μοι δίδως, ὦ βασιλεῦ, εἰπών, ὧν αὐτὸς ἡδέως ἐξέστην διὰ Χριστόν, πολλὰ μὲν ἐν κτήμασι, πλεῖστα δὲ καὶ ἐν χρήμασι κεκτημένος. Πῶς οὖν ἐγὼ λήψομαι ταῦτα, ὧν τὸ ζῆσαι χωρὶς φανερῶς εὗρον ὠφελιμώτατον, καὶ ὧν τὸ ἀποστῆναι φρονίμως Θεῷ οἰκειωθῆναι καθαρῶς ἀποδέδεικται; Εἰ δὲ βούλει διὰ πολλὴν χρηστότητα καὶ φιλανθρωπίαν κεχαρισμένον ἡμῖν τί γίνε-
col. 289–290page 12 of 21
PG 115:289σθαι, μᾶλλον θεῷ γενέσθω καὶ οὕτω δὴ καὶ πρὸς ἡμᾶς τὸ γεγονὸς διαβήσεται. Ἔσται δὲ τοῦτο, εἰ πλησίον του ἐμοῦ οἰκίσκου, ὃν τε αὐτὸς οἰκῶ, καί τινας τῶν νοσήματι κατόχων εἰσάγων ἐπιμελείας ὡς ἐμὴ δύναμις ἀξιῶ, οἶκον τοῖς νόσῳ κάμνουσιν ἐπιτήδειον αὐτὸς ἐγερεῖς. Τοῦτο γάρ σοι ἀοίδιμον ὄνομα θήσει καὶ προξενήσει μισθὸν ἀναφαίρετον. Ἤκουσεν ὁ βασιλεὺς, καὶ τὸ αἰτηθὲν ὡς δωρεάν μᾶλλον ἢ αἴτησιν ἀσμένως προσήκατο. Καὶ παραχρήμα (καὶ γὰρ ἦν τότε καὶ τὸν θεῖον ἐπ' ὀνόματι τῆς τοῦ Θεοῦ σοφίας ναόν κατασκευασόμενος) καὶ αὐτὸν ἐπέταττε συνοικοδομεῖσθαι προθυμίᾳ τε ψυχῆς, καὶ οἰκοδομούντων πολυχειρίᾳ, καὶ δαψιλείᾳ παντὸς ἀναλώματος, αὐτοῦ μὲν παρέχοντος φιλοτίμως, κατὰ δὲ τὸ ἀρέσκον τῷ Μεγάλῳ τῆς οἰκοδομίας τελευτουργουμένης. Ἐπεὶ δὲ καὶ ᾠκοδόμητο λίαν φιλοκάλως καὶ μεγαλοπρεπώς, καὶ ὀνόματος αὐτοῦ ἠξιοῦτο, εὐθὺς ἐκείνῳ τε ἐπετράπετο, καὶ αὐτὸς ἦν ὁ θεῖος Σαμψών, ὁ τὴν τοῦ οἴκου προστασίαν πεπιστευμένος. Ι΄. Προστίθησιν ὁ βασιλεὺς καὶ ἕτερον, βασιλικῆς ἄξιον μεγαλοδωρίας, ἀπόμοιραν οὐκ ὀλίγην, οὐδ' ἐξ ὀλίγης προαιρέσεως τῷ ἁγίῳ τούτῳ οἴκῳ καθιερούν, ἐκ προνομῆς δήπου διαιρεθεῖσαν, ἧς ὁ θαυμαστὸς Βελισάριος ἀπὸ τῆς τῶν Ἀσσυρίων γῆς ἐκείνῳ προσαγαγών ἦν, λαμπρᾶς τῷ ὄντι καὶ φιλοτίμου. Εἶτα καὶ κτημάτων δωρεαῖς κρατύνει τὸν οἶκον, ἱκανῶς ἐχόντων εἰς τε ἄλλας αὐτοῦ δαπάνας καὶ πρὸς ἰατρῶν σιτηρέσια, καὶ τῶν ἑτέρας ἐπιτετραμμένων αὐτοῦ λειτουργίας. Ἐπὶ πολλοῖς οὖν τοῖς χρόνοις οὕτως ὁ Μακάριος διαρκέσας ἐν ταῖς τῶν καμνόντων ἐπιμελείαις, καὶ πατρικῶς πάντων καὶ λίαν κηδεμονικῶς, προμηθούμενος, ἐπεὶ καὶ εἰς βαθὺ γῆρας ἤδη παραδὺς ἦν, καὶ ἀδυνάτως ἔχον αὐτῷ τὸ σῶμα τὴν τελευτὴν ἔδινε, νοσοῦν μὲν ὀλίγα καὶ οἷα προοίμια δείκνυσθαι ταῦτα καὶ ἀφορμὴ θανάτου. Θνήσκει δὲ οὐκ ἀθυμῶν, οὐδὲ βαρυνόμενος, οὐδὲ τὴν μετάθεσιν δυσχεραίνων κατὰ τὰς φιλοσωμάτους ψυχάς τε καὶ φιλοκόσμους, ἀλλὰ πράως καὶ ἱλαρῶς, ἅτε γοῦν δ' ἀκριβῶς ἐπιστάμενος ὑφ' οὗ καλεῖται, καὶ ἐξ οἵας περιφορᾶς εἰς οἵαν κατάστασιν μεταβαίνει, καὶ οἷαι τὴν μακαρίαν αὐτοῦ ψυχὴν ἀπολαύσεις ἐκδέξονται· ἐκ γὰρ τῶν πόνων τὰς ἀντιδόσεις, ἐκ τῶν σπερμάτων τε ᾔδει καὶ τοὺς καρπούς. Ἡ μὲν οὖν ἀξιόθεος ἐκείνου καθαρὰ ψυχὴ πρὸς οὐρανίους οἰκήσεις μεταφοιτᾷ· τὸ δὲ ἱερὸν σῶμα καὶ ἅγιον τῷ
col. 291–292page 13 of 21
PG 115:291ἅτε δὴ καὶ συγγένειαν ἕλκειν ἐκεῖθεν τοῦ Μεγάλου φημιζομένου, καὶ οἰκείως ἔχειν, οὐ κατὰ σῶμα μόνον, ἀλλὰ καὶ πλέον κατὰ ψυχὴν δηλαδὴ καὶ τοὺς τρόπους. Ὅσοις δὲ τοῖς θαύμασιν ἐδοξάσθη ὁ τὰ πάντα θαυμασιώτατος, οὐ κατὰ τὴν ἐνταῦθα ζωὴν ἁπλῶς, ἀλλὰ μετὰ τὸν θάνατον πολλῷ μᾶλλον, οὔτε γλῶττα δυνατὴ λέγειν, οὔτε ἀκοὴ παραδέχεσθαι. Πῶς γὰρ, οὐ μηδὲ μέχρι καὶ νῦν οἱ τῶν θαυμάτων ἔστησαν ῥύακες· μᾶλλον δὲ οὐδὲ στήσονται, ἕως ἂν ἐκεῖνος ὁ αὐτὸς ᾖ, καὶ τοῖς αὐτοῖς χρῆται σπλάγχνοις ὑπὲρ ἀνθρώπων πρὸς Θεὸν διαπρεσβευόμενος· Ὀλίγα τοίνυν, εἰ δοκεῖ, πρὸς δόξαν Θεοῦ καὶ τὴν ἀκουόντων ἡδονὴν καὶ ὠφέλειαν, τῶν μετὰ τὴν ἐντεῦθεν αὐτοῦ μετάθεσιν γενομένων τῷ λόγῳ μεταληπτέον. μεγίστῳ ναῷ Μωκίου τοῦ μάρτυρος πανσέπτως ἐγωΙΔ΄. Καὶ πρῶτον γα τοῦτο, ὁ καὶ γλῶτται πολλαὶ ᾄδουσι, καὶ βίβλοι φέρουσι, καὶ πάντες πιστεύουσι, καὶ ὁ κατὰ τὴν τοῦ μεγάλου, φημί, καὶ μέγα ἐν βασιλεῦσι λάμψαντος Ἰουστινιανοῦ τοῦ δήμου τοῦ ράν, ἥτις γε κατ' αὐτοῦ συνέστη, γενέσθαι συνέβη· καὶ ὅπως πάντολμοί τινες χεῖρες καὶ φιλοκίνδυνοι, πῦρ ἀνάψασαι, τοῖς λαμπροῖς τῶν οἴκων καὶ πολυχρύσοις, κατὰ τὸ ἐξαίρετον ἐπιτίθενται. Ἄρχεται μὲν οὖν τὸ κακὸν ἀπὸ τοῦ μεγίστου ναοῦ τῆς τοῦ Θεοῦ Σοφίας, καὶ τὰ κύκλῳ διανεμηθὲν ἅπαντα, εἶτα καὶ μέχρι τοῦ λαμπροῦ τοῦδε οἴκου τοῦ θείου Σαμψὼν ἔρπον ἔρχεται, καὶ τῆς ὀροφῆς ὀξέως ἐπιλαμβάνεται καὶ τὸ προσωτέρω βρέμον ἐπῄει, ἐπίδοξον τε ἦν ὅσον οἴπω, καὶ παντελῶς θέσθαι τῷ οἴκῳ φθοράν. Τί τοίνυν τὸ μετὰ ταῦτα; πολλαὶ μὲν ἀντιστρόφως ταῖς προλαβούσαις ἐκινοῦντο περὶ αὐτὸν χεῖρες φιλοχάριστοι καὶ φιλάνθρωποι, τί μὴ ποιοῦσαι, καὶ τί τῶν γενέσθαι δυναμένων οὐ μηχανώμεναι πρὸς ἐπίσχεσιν τῆς τοῦ πυρὸς ῥύμης· ἀλλὰ τὸ δεινὸν ἄμαχον ἦν, καὶ πάσης ἰσχυρότερον βοηθείας· ἡττᾶται δ' οὖν ὅμως, καὶ κρείττων ἡ τοῦ Μεγάλου προστασία γίνεται. Ἦσαν γάρ, ἦσαν, οἱ τὸν θεῖον τότε Σαμψὼν ἠξιοῦντο θεωρεῖν, κύκλῳ τῆς ὀροφῆς περιθέοντα, ἐπιτιμῶντά τε τῷ πυρὶ, καὶ οἱονεὶ ἐμβριμώμενον, καὶ τῆς ὁρμῆς αὐτῷ παραδόξως ἀναχαιτίζοντα, οὗ καὶ τὴν θέαν ἐκεῖνο ὥσπερ καταπλαγέν, εἰς τοὐπίσω τε ἐχώρει, καὶ ἀνεκόπτετο· ἔπειτα βροντῆς ἀθρόον καταῤῥαγούσης, ὄμβρος, οἷος δαψιλὴς ἐπεῤῥύη, ὡς ἐντεῦθεν, τὸ μὲν πῦρ ἀποσβέσαι, διασωθῆναι δὲ καὶ τὸν οἶκον πλὴν τῆς ὀροφῆς ἀπαθῆ.
col. 293–294page 14 of 21
PG 115:293ΙΒ΄. Προσκείσθω καὶ ἕτερα τῶν θαυμάτων, οὐ τὰ πολλοῖς προτερον γενόμενα χρόνοις, δι᾿ ἀπορίαν καινῶν καὶ προσφάτων οὐδὲ γὰρ ἐκλείπουσιν ἄχρι καὶ νῦν τῶν ποταμῶν μιμούμενα τοὺς ρέοντας αεννάως), ἀλλὰ τὰ μικρῷ πρόσθεν γεγενημένα, ἵνα καὶ πλέον οὕτω πιστὰ εἴη, τὰ μὲν αὐτοὺς ἐκείνους διηγουμένους ἔχοντα, τοὺς τῶν χαρίτων ἀποναμένους, γλώτας φιλαλήθεις καὶ τῷ ψεύδει παντάπασιν ἀπεχθανομένας· τὰ δὲ τοὺς γένει προσήκοντας ἢ ὑπηρετήσαντας ή άλλως ᾠκειωμένους αὐτοῖς ἐκείνοις τοῖς των θαυμάτων πεπειραμένοις. Αὐτίκα γοῦν Θεοδώριτος, ὁ τῷ Σπαθαροκουβικουλαρίων διαπρέπων τάγματι, ᾧ πολλὴ γε ἡ ἀρετὴ μαρτυρεῖται, χρηστότης μετὰ τῆς ἀληθείας, καὶ μετριοπαθὴς ἐπιείκεια· Οὗτος ὑπηρέτης ἦν, καὶ ὑπηρετῶν οἰκειότατος Λέοντος ἐκείνου φημὶ, ὂν ὁ τῶν Πατρικίων τε καὶ πραιποσίτων είχε χορός, καὶ ὃς μετῆλθε μὲν τὸν του Δρουγγαρίου τῶν πλωίμων, μετῆλθε δε καὶ τὴν του Λογοθέτου τοῦ δρόμου ἀρχὴν, ἐφ᾽ ᾧ καὶ τέθνηκεν οὐ πλέον μετὰ τὸν ἐκείνου θάνατον, ἢ μήνες τὸ μέγιστον, πέντε. Τούτῳ τοιγαροῦν τῷ Θεοδωρίτῳ, καὶ ἕτερος ἦν [Λέων τοὔνομα] τῶν συνυπηρετούντων τῷ περιφανεῖ Λέοντι, ἀλλὰ καὶ οἰκείως ἐχόντων καὶ τις, πρωτοσπαθάριος τε γὰρ ἦν, καὶ ὡς σύνηθες ὀνομάζειν, ἐπὶ τοῦ Μαγκλαβίου, φίλος τῷ τῷ Θεοδωρίτῳ ἐς τὰ μάλιστα καὶ συνυπηρέτης ὁμόψυχος. Τούτῳ τοίνυν τῷ Λέοντι ἡ Δρουγγάριος κατά τινα πρόφασιν χαλεπήνας, ἐξ όψεώς τε ἔθετο, καὶ παρρησίας αὐτὸν ἀπέστησε τῆς συνήθους, χρόνον οὐχὶ βραχύν. Μάρτυς εἰμὶ και αὐτὸς τῆς πρὸς τὸν Λέοντα χαλεπότητος τοῦ ἀνδρὸς, καὶ τὴν ἀποστροφὴν οἶδα, καὶ τὴν χρονίαν ἀπόστασιν. Καὶ γὰρ καὶ αὐτὸς ἠξίουν ὑπὲρ τοῦ Λέοντος, φίλος ὧν καὶ συνήθως τῷ Δρουγγαρίῳ. Ηνιᾶτο τοίνυν ὁ Λέων μάλα σφοδρῶς καὶ ἀθυμίᾳ συνείχετο, καὶ τὴν λύπην εἶχε, καὶ αὐτῶν ὀστέων απτομένην καὶ μυελῶν, καὶ ἰσχυρῶς τήκουσαν. Εν δὲ τὸ λυποῦν οὐ μόνον τοῦ Λέοντος, ἀλλὰ μὲν καὶ Θεοδώριτος τὸν αὐτὸν εἷλκε ζύγου του λόγου, καὶ συνήλγει αὐτῷ καὶ συνέπασχε, νόμοις εἴκων φιλανθρωπίας, ἅτε δὴ φίλος ὧν καὶ συνυπηρέτης, ὥσπερ ὁ λόγος φθάσας ἐδήλωσεν. ΙΓ΄. Ταύτη τοίνυν μηδὲ φέρων οὕτω πάσχοντα τὸν Λέοντα καθορᾷν, ἀπετολμα δηλαδὴ καὶ παρεκινδύνευε τοῖς λόγοις τοῖς πρὸς τὸν ἑαυτῶν δεσπότην (σφόδρα γὰρ δυσπρόσιτος τε καὶ δυσομίλητος ὁ ἀνὴρ, και μάλιστα ἐν ὑπηρέταις) καὶ ἠξίου περὶ αὐτοῦ τρόπον τὸν ἔμφρονα· Οἴχεται, λέγων, ο Λέων οίχεται· δέος μὴ καὶ δρᾶσαι μέν τι τῶν χαλεπῶν, ὅπερ ἄντικρυς οὐ βουλόμεθα, μηδὲ θανάτου καταστώμεν
col. 295–296page 15 of 21
PG 115:295αἴτιοι· τέτηκε γὰρ ὁ δυστυχής ἤδη καὶ διαδαπάνηται, τὴν ἀποστροφὴν οὐ φέρων τὴν σὴν, καὶ ὅσον οὔπω ἀποβάλλει καὶ τὴν ψυχήν. Τοῦτο οὐχ ἅπαξ εἰρηκώς, ἀλλὰ καὶ πολλάκις. τῷ συνεχεῖ καὶ εὐκαίρῳ πείθει, καὶ τὴν καταλλαγὴν πρεσβεύει καλῶς τῷ Λέοντι. Εἶτα καὶ εἰς ὄψιν αὐτὸν ἀγαγεῖν κελευσθεὶς, ἐκεῖνος ἐκ τῶν ἄγαν περιχαρείας (κλίμακα οὕτω συμβάν κατιών) καὶ τῷ τάχει συμποδισθεὶς, διάστροφος τὸ καὶ ἔξεδρος τὴν τοῦ ποδὸς ἁρμογὴν γίνεται· καὶ εὐθὺς ἀφωνός τε καὶ ἀκίνητος ἦν, ὑπὸ τῆς περιωδυνίας ἀποῤῥαγείς, ἡ κλίνη τε εἶχε τοῦτον, μόγις πρὸς αὐτὴν ἐκκεκομισμένον. Τρεῖς παρῆλθον ἡμέραι, καὶ αὐτὸς οὕτως ἔκειτο ύπτιος, ἄφωνος ἄυπνός τε καὶ ἀχανῆς καὶ ἄσιτος, οὐδὲ ὕδατος προσιέμενος οὐδαμῶς, οὐδὲ κινηθεὶς ὅλως· ἀλλ' οἱονεὶ τῇ κλίνῃ προσηλωμένος καὶ τῆς ἀψύχου διαφέρων οὐδέν. Δεόμενος μέντοι καὶ σιωπῶν τοῦ Ἁγίου, ὁρᾷ τοῦτον παρὰ τοὺς πρόποδας ἑστηκότα τῆς κλίνης, τοῦ ἀστραγάλου τὸν ἐπαφώμενον τοῦ πεπονθότος ποδός, καὶ Ἔγειραι, εἰρηκότα, κακόν γάρ ἐστί σοι τὸ παράπαν οὐδέν· ἅμα τε ἔφη τοῦτο, καὶ ἅμα ἐξῄει, βλεπόντων τοῦ Θεοδωρίτου τῶν ὀφθαλμῶν. τοῦ στόματος μηδὲ φθέγγεσθαι δυναμένου. Ἐπειδὴ καὶ ὁ Μέγας πόῤῥω τῶν ὀφθαλμῶν ἦν, ἐπάνεισι μὲν εἰς ἑαυτὸν ὁ Θεοδώριτος, καὶ οἱονεὶ ψυχοῦται, καὶ κινουμένῳ παρόμοιος δείκνυται, φωνὴν δὲ καὶ τὸ στόμα ὥσπερ πρότερον εἶχε, δοξάζων τε ἦν τὸν Θεόν, φωνῇ φαιδροτέρᾳ, ὡς δὲ καὶ ὑποφθεγγόμενος, Ὁ ἅγιος ἐστι Σαμψών. Καὶ αὐτίκα πρὸς τὸν ὑπηρετούμενον, Ἀνάστα, ἔφη, Βασίλειε (οὕτω γὰρ ἐκαλεῖτο), καὶ τὸ ἱμάτιον μοι δὸς ἐπενδύσασθαι. Καὶ ἅμα τοῦ ποδός ἥπτετο, καὶ ὑγιὰ τοῦτον ὁρῶν, θατέρῳ τὴν χεῖρα προσῆγε τῷ ἐξ ἀρχῆς ἀπαθεῖ· ἐδείκνυ γάρ αὐτὸν μικροῦ καὶ ἔκφρονα ἡ παραδοξοποιία τοῦ πράγματος, καὶ ὥσπερ ἐκλαθόμενος ἑαυτοῦ, καὶ ἀμφιγνοῶν διέκειτο, καὶ ἀπορουμένῳ ἐοίκει. Ἄλλως τε δὲ καὶ ἡ περιχαρεία καὶ τὸ ἀδόκητον ἀγαθόν, οἶδεν ἐξιστᾶν οὐ μετρίως. Ὡς οὖν καὶ ἀμφοτέρους ἐῤῥῶσθαι διέγνω, αὐτίκα πρόθυμος προθύμοις ποσί, πρὸς τὸν τοῦ θεραπεύσαντος τάφον, ὁμολογεῖ τε τὴν χάριν, καὶ τὴν εὐχαριστίαν, ὥσπερ οἶδεν εὐγνώμων ψυχή, θεοφιλῶς ἀποδίδωσι. ΙΔ΄. Τῷ Θεοδωρίτῳ δὴ τούτῳ καὶ ἑτέρῳ θαύματι, ὅ περὶ τὸν ἑαυτοῦ πέπρακται κύριον (δῆλος δὲ ἤδη, τίς οὗτός ἐστιν) ἐξεγένετο ὑπουργῆσαι, ἀλλ' ὅπως ἄρα καὶ ἐξεγένετο. Τοῦ Δρουγγαρίου Λέοντος, τοῦ δὲ ἱππαζομένου ποτέ, συμβαίνει τὸν ἵππον τοίχῳ προσαῤῥάξαντα τὸν ἐκείνου πόδα πλῆξαι χαλεπῶς. Εἶχε τοιγαροῦν πονηρῶς ὁ ποὺς, οὐ παρ' ὀλίγον, ἀλλ' ἐν ἡμέραις συχναίς. Εἶτα καὶ τοῖς ἰατροῖς οὕτως ἔχων ἐπιδεικνύμενος, πρὸς τομὴν αὐτοὺς ἀναγκαίως παρεκάλει καὶ χειρουργίαν. Ἡ μὲν οὖν ἡμέρα τετράς, ὅτι οὕτω δέδοκται τοῖς ἰατροῖς ὁρᾶν· καὶ ὁ Νικόλαος (εἷς δὲ καὶ αὐτὸς τούτων ἦν, τῷ Δρουγγαρίῳ τε ὑπηρετούμενος καὶ τὸν αὐτοῦ οἶκον συμπληρούν) ὡρίζετο ἐπενεγκεῖν αὐτὸς τὴν τομήν. Κατὰ δὲ τὴν νύκτα ἐκείνην, ἐπιφαίνονται τῷ Θεοδωρίτῳ ἄνδρες τρεῖς, τὸν οἶκον εἰσιόντες τοῦ Δρουγγαρίου, τὸ σχῆμα Ῥωμαῖοι καὶ τὴν περιβολήν. Οἷς ὑπαντήσας, Ποῦ δὲ ἡ ἄφιξις; ἤρετο· Καὶ αὐτοὶ πραείᾳ ἅμα φωνῇ, πράῳ δὲ καὶ τῷ βλέμματι, Πρὸς τὸν κύριόν σου
col. 297–298page 16 of 21
PG 115:297πονδε παρεμεν, εἶπον. Πρὸς ταῦτα τῷ Θεοδωρίτῳ λέγειν ἐπῄει· Ἀλλ' ἠγνόηται καὶ ὑμῖν τοῖς κυρίοις, οἷα λύπη τῷ δρουγγαρίῳ τῷγε νῦν ἔχει, καὶ ὡς τήμερον μέλλον τοῖς ἰατροῖς τομὴν τῷ ποδὶ ἐκείνου ἐπενεγκεῖν; Οἱ δέ, Οὔ, φασίν, ἀλλὰ τοῦτό σοι μὴ παραδεκτέον· ἡμεῖς γὰρ πρὸς αὐτὸν ἐλευσόμεθα τῆς Παρασκευῆς, καὶ αὐτὸν ἐποψόμεθα. Ἑωθεν οὖν τοὺς ἰατροὺς ἔργου ἔχεσθαι βουλομένους, καὶ τῷ ποδὶ ἐπαγαγεῖν τὴν τομήν, εἶργεν ὁ Θεοδώριτος, ἐπιμνησθεὶς αὐτίκα τῆς ὄψεως, κἀκείνοις ὅπως εἶχεν ἐξηγησάμενος· καὶ αὐτοὶ δὲ μαθόντες, καὶ οὐ παροπτέαν εἶναι τὴν ὄψιν εὐσεβῶς κρίναντες, ἐπεῖχον. Ὡς δὲ καὶ ἡ Παρασκευὴ παρῆν (ὦ Χριστέ, τῶν σῶν μεγαλείων, ὡς θαυμαστὸς εἶ ὁ Θεὸς ἐν τοῖς σοῖς ἁγίοις!) ὁ ποὺς ἦν, οἷος πρὸ τοῦ παθεῖν, ἀκραιφνὴς καὶ ὅλος ὑγιεινότατος, οὐχ ὅπως τομῆς, ἀλλ' οὐδέ τινος ἄλλης ἐπιμελείας δεόμενος. ΙΕ΄. Οὐ ταύτης μόνον οὗτος ὁ περιφανὴς Λέων, ἀλλὰ καὶ ἑτέρας ἀπέλαυσε τοῦ μεγάλου θαυματουργίας· νόσῳ τῶν βαρυτάτων περισχεθείς, τοῖς τε ἄλλοις τοῦ σώματος μέρεσιν ἀδυνάτοις, τοῖς δὲ γόνασι μᾶλλον ὡς σχεδὸν ἀχρήστοις αὐτοῖς, καὶ μηδὲ ἐνεργοῖς οὖσιν, ἐκέχρητο· ἐν μὲν γὰρ ὁμαλεῖ τόπῳ καὶ πεδινῷ βαδίζειν ἴσως αὐτῷ κατὰ σχολὴν οὐκ ἀδύνατον, κλίμακα δὲ ἀνελθεῖν, ἢ ὁδεῦσαι πρὸς ἄναντα, ἐν τῶν Ἡρακλείων ἄθλων αὐτῷ τὸ ἐγχείρημα. Ἰατρῶν οὖν πάντων καὶ τῶν ἄλλων βοηθειῶν ἐπαγγελλομένων, οὐδὲν πλέον τῶν ἐπαγγελιῶν ἀπέλαυσε καὶ ταῖς ἐλπίσιν ἐνησθῆναι μόναις. Εἶτα τῆς τοῦ Ἁγίου μνήμης ἐπιλαβούσης, φρονεῖ τι θεοσεβέστερον καὶ πρὸς τὸ ὠφελεῖν ἀληθέστερον, τῶν ἄλλων πάντων ὡς ἀνοήτων ὑπεριδὼν τῷ ἐκείνου προσεὶς τάφῳ, ἐν ᾧ γενόμενος πραγματείαις μὲν οὐ χρῆταί τισιν, οὔτε πολυημέροις ἄλλως προσεδρίαις, εὐχῇ δὲ μόνῃ τότε καὶ ἀλοιφῇ τοῦ ἐκεῖθεν βλύζοντος μύρου ἐπὶ τοῖς γόνασιν αὐτοῦ τοῖς πεπονηκόσιν οὐ γενομένου, ἀποβάλλεται μὲν εὐθέως τὰς τῆς νόσου πέδας, ῥώννυται δὲ τοὺς πόδας ῥῶσιν ἐντονωτάτην. Ἔπειτα καὶ ὑγιαίνοντι ὅλῳ σώματι καὶ ἡδομένῃ ψυχῇ πρὸς τὸν οἶκον ἐπάνεισι τὸν οἰκεῖον. Πλὴν ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι μὴ πρὸς ράθυμον ψυχήν, περὶ τὰς χάριτας ἡ εὐεργεσία, ἀλλὰ πρὸς εὐγνώμονα μᾶλλον καὶ θεραπευτικήν, ἐπείπερ ὁ τοῦ θείου τοῦδε Σαμψὼν οἶκος κάμνων ἦν τότε καὶ εἰς γόνυ κλιθείς, ὅσον ἐν χρήματι καὶ ἀναλώμασι τοῖς εἰς δέον, αἰτεῖται τὸν χρηστὸν Κωνσταντίνου (ἐκεῖνος γὰρ ἦν ὁ τότε κρατῶν) ἐγχειρισθῆναι οἱ τοῦ οἴκου τοῦδε τὴν προστασίαν. Ὁ μὲν οὖν ἐδίδου, ᾔδει γὰρ οἷος τὴν ἐπιμέλειαν ὁ ἀνήρ· αὐτὸς δὲ λαβών, οὐκ ἀνίει, καὶ χειρί, τὸ τοῦ λόγου, καὶ ποδὶ συμβαλλόμενος, καὶ πᾶσαν εἰσάγων ἐκεῖ τὴν σπουδήν, ἕως ἀνέστησέ τε καὶ ἀρκούντως ἔχειν καθ' ἑαυτὸν παρεσκεύασεν.
col. 299–300page 17 of 21
PG 115:299Ις΄. Οὐδὲ τοῦτο παραλιπεῖν ἄξιον, ὁ καὶ τὸν ἰασάμενον καὶ τὸν αὐτὸν ἐπὶ ἄμφω ἰαθέντα σημαίνει· ὁ μὲν γὰρ ἦν ὁ περιφανὴς Λέων, Σαμψὼν δὲ ὁ θεῖος ὁ ἱασάμενος. Τέλωψ τὸ πάθος ἓν ἐστι καὶ τοῦτο τῶν ὀφθαλμοὺς ἀνθρώπων ἐπισαινόντων, ὅ, καὶ τῷ ἐκείνου κανθῷ ἐπισκήψαν, ἐπίεξεν ἰσχυρῶς. Τοῦτο ἰατρῶν τις ἐκκόψας, βλάπτων ὑπῆρχε μᾶλλον ἢ ὠφελῶν, καὶ τούτῳ μόνῳ, δηλαδὴ μὴ πονηρευόμενος, ὅτι μὴ ἐκὼν ἐπῆγε τὴν βλάβην· μεγίστη γὰρ ἡ τομὴ γίνεται καὶ ἄκρως ἐπισφαλής, ἂν καὶ αὐτὴν ὁ θεῖος ἱᾶται Σαμψών, τῷ ἐκείνου θαμινώτερον ἐπιχρισμένῳ, μικρᾶς τινος ἄγαν ὑπολειφθείσης ὁπῆς, καὶ αὐτῆς κατὰ πρόνοιαν δηλαδὴ καὶ τοῦ ὠφελεῖν ἔνεκεν· διὰ τῆς αὐτῆς γὰρ ἰκμάς τις εὐχερῶς ἀποῤῥέουσα, τὰ μεθ' ὅλα τῷ τε ὀφθαλμῷ καὶ τῇ κεφαλῇ συνέτεινε. Ιζ΄. Προσθήτω καὶ τὸ τοῦ Γενεσίου τοῖς ἄλλοις τοῦ Μεγάλου θαύμασιν· ἔχει γάρ μετὰ τοῦ φοβεροῦ καὶ τὸ χαρίεν, καὶ ἔστιν ἐπιεικῶς ἀξιάκουστον. Ο τοίνυν Γενέσιος οὗτος ἦν μὲν εἷς τῶν τοῦ κλήρου, ἦν δὲ καὶ ὑπουργῶν περὶ τὰς τοῦ ξενῶνος τοῦδε λειτουργίας, ἔτη συχνά· καὶ γὰρ οὐκ ἐλάττων ἢ χρόνοι τριάκοντα ἡ ὑπηρεσία. Ἐτύγχανε δὲ ὢν ἀμελὴς περὶ αὐτὴν καὶ ἀτέχνως ράθυμος. Ταύτῃ τοι καὶ μιᾷ τῶν νυκτῶν, ἐπιστὰς αὐτῷ ὁ Ἅγιος, πληγὰς ἐντείνει πολλάς, Διὰ τί μή, λέγων, παρέχεις ὧν χρείαν οἱ κάμνοντες ἔχουσι, καὶ διὰ τί περὶ ταύτην σου τὴν διακονίαν ὀλιγώρως ἔχεις; Ταῦτα δὲ οὐκ ὄναρ οὐδὲ μέχρι καὶ ψιλῆς φαντασίας ἔτυχεν εἰργασμένα, ἀλλ' ἐπ' αὐτῶν ἄντικρυς τῶν ἔργων καὶ ἡ ὑπόδειξις φανερά· ἔωθεν γὰρ ἄφωνον μὲν ἦν τῷ Γενεσίῳ τὸ στόμα, μελανίαι δὲ καὶ πελιδνώσεις περὶ τὸ σῶμα διαφανεῖς, γλώττης οὐκ ἔλαττον ἀπαγγέλλουσαι τὰ πραχθέντα. Ἐπεὶ οὖν καὶ ἐρωτώμενος ὁ πεπονθὼς διασαφῆσαι ἀδύνατος ἦν, χάρτης αὐτῷ δίδοται, καὶ τούτῳ, ὅπως εἶχεν, ἐντίθησι τὰ γεγενημένα. Τρεῖς τὸ μεταξὺ παρῆλθον ἡμέραι, καὶ ὁ μὲν ἄγλωττος· τῷ δὲ δρουγγαρίῳ τῶν πεπραγμένων ἀκουστῶν ἤδη γενομένων, οἷος ἐκεῖνος οὐδὲ καθεκτὸς ἦν ἔτι, ἀλλὰ πρὸς τὸν ἱερὸν οἶκον τὸ παραυτίκα γίνεται. Καὶ διψῶν μὲν διὰ πεύσεως καὶ ἀποκρίσεων ἀκοῦσαι τρανέστερον τὰ γεγενημένα· ἀπορῶν δὲ διὰ τὰς ἐγκειμένας ἔτι πέδας τῇ γλώσσῃ τοῦ πεπονθότος, εὐχὴν τὰ τοῦ πράγματος ἐπιτρέπει· Ἅγιε τοῦ Θεοῦ, λέγων, εἴ μου σύνοιδας τὴν πίστιν ὅση πρὸς σέ, καὶ ὅπως ἐμμελέστατος ἐγὼ περὶ τὴν λειτουργίαν, δὸς αὐτῇ γλώττῃ μοι τὸν Γενέσιον ὃ πέπονθεν ἀπαγγεῖλαι. Οὕτως ἐκεῖνος εὐξάμενος, οὐ διήμαρτε τῆς αἰτήσεως, ἀλλ' ἐρωτώμενος ὑπ' αὐτοῦ ὁ Γενέσιος, πρῶτα μὲν ὑποβαταρίζων ἦν, ἀμυδρῶς τε καὶ διακεκομμένως ὑποφθεγγόμενος καὶ ἧττον συνετὰ λέγων· κατ' ὀλίγον δὲ ἀνεθείσης αὐτῷ τῆς γλώττης πάντα διασαφεῖ, προσθεὶς καὶ τὰ περὶ τῆς τοῦ Μεγάλου οἰκίας. Δι' ἐκείνην γὰρ καὶ μᾶλλον ἡ ἀγανάκτησις, ἥτις ζῶντι μὲν τῷ Ἁγίῳ, καὶ ἔτι περιόντι τῷ βίῳ, φαύλως εἶχε καὶ ἱκανῶς ἐξουδενοῦντο· μεταστάντος δὲ
col. 301–302page 18 of 21
PG 115:301Θεόν, καὶ ἤδη φανεροῦ γενομένου τὴν ἁγιότητα, ἔδει πάντως αὐτὴν καὶ τιμῆς ἀξιοῦσθαι, καὶ ὡς ἐκείνου οἰκίαν λογίζεσθαι· ὁ δὴ καὶ γέγονεν εὐσεβῶς τε καὶ φιλοθέως· εἰς γὰρ ναόν μεταβέβληται, καὶ ἁγιστείας ἀξιοῦται τῆς προσηκούσης. ΙΗ΄. Ἀλλ᾽ οὐδὲ τὸ πρὸς τὸν Εὐστράτιον θαῦμα, ὅς τοῦ καταλόγου μὲν τῶν πρωτοσπαθαρίων ἐστί (ἔτι δὲ καὶ περιὼν δείκνυται), μικρόν οἷον καὶ τὸ τυχὸν καὶ οὐδὲ μνήμης ἄξιον. Ἤλγει μὲν γὰρ ἐκεῖνος ὀφθαλμῶν δὴ καὶ ἕτερον, καὶ λίαν σφοδρῶς· φίλος δὲ ἦν αὐτῷ καὶ συνήθης ὁ πρωτοσπαθάριος Λέων, ὃν καὶ ὑπηρετεῖσθαι τῷ δρουγγαρίῳ φθάσαντες ἐδηλώσαμεν, ὃς καὶ τὴν τοῦ ξενῶνος προστασίαν ἐπιτετραμμένος ἦν ἐξ ἐκείνου, ὀδύναις οὕτω βαλλόμενον ταῖς ἐκ τοῦ ὀφθαλμοῦ ἐπιδών· Εἰ ποιήσεις, ἔφη, φίλε Εὐστράτι, ὅπερ ἐγώ σοι ὑπόθωμαι, οὐδὲν ἕξεις τὸ κωλύον, ἔχων τὸν ὀφθαλμὸν ὑγιά. Ἐρομένου δὲ τοῦ Εὐστρατίου· Τί ποτε ἐστιν ὁ ποιήσω; Ἐλαίου δεῖται ὁ ξενών, ἔφη, καὶ εἰ παρέξεις τὸ πρὸς τὴν χρείαν, ἀναμφιλέκτως ὑγιανεῖς· ὅμως, εἰ βούλει, καὶ ἐγγράφους σου τούτου παρέξω τὰς πίστεις. Οὕτως ἔφη, καὶ οἱ λόγοι οὐ μέχρι καὶ λόγων ἔστησαν, ἀλλ᾽ ἤδη καὶ εἰς ἔργον ἐξέβαινον· ἐπιθαρσήσας τῇ τοῦ Μεγάλου δυνάμει, καὶ οἷς ἑώρα ὑπ᾽ αὐτοῦ θαυματουργουμένοις ὁ Λέων πιστοῖ τὸν Εὐστράτιον διὰ γραφῆς, οὕτως ἐχούσης· Ἐγὼ Λέων πεποιθὼς ἐπὶ τῇ τοῦ Ἁγίου δυνάμει, καὶ τῇ πρὸς αὐτὸν ἐμβεβαιωμένῃ πίστει, ἐγγυῶμαί σοι τῷ Εὐστρατίῳ, παρέχοντι γάρ σοι τό γε πρὸς τὴν χρείαν τοῦ οἴκου ἔλαιον, παρέξει σοι καὶ ὁ Μέγας τὴν ἐκ Θεοῦ ἔλεον καὶ τὸν ὀφθαλμὸν ἀλγήσεις οὐκέτι. Ὁ μὲν οὖν Ἅγιος ἔφθανε τὰ παρ᾽ ἑαυτοῦ, ποιῶν τὴν ἐκείνου δόσιν, καὶ ἀπαθῆ καὶ ἀνάλγητον εἶχε τὸν ὀφθαλμόν ὁ Εὐστράτιος. Ἐκεῖνος δέ, κατὰ τὸ ἀδόμενον, ἅμ᾽ ἠλέητο, καὶ τέθνηκεν ἡ χάρις· ὠλιγώρησε γὰρ ὧν ἐπηγγείλατο, μετὰ τὸ τυχεῖν ὧν ἐβούλετο λίαν ἀναξίως καὶ σφαλερῶς, χορηγός τε ἐλαίου τοῦ πρὸς τὸν ἱερὸν οἶκον οὐδὲ βραχέως ἦν. Ἀλλ᾽ ὁ Μέγας νυκτὸς ἐκείνῳ ἐπιστάς (δεῖ δὲ χρήσασθαι τοῖς αὐτοῦ λόγοις), Ἐμοὶ, ἔφη, ἐμπαίζεις; Φρενοῖ τὸν Εὐστράτιον ἡ ἀληθὴς αὕτη ὄψις, καὶ δέους αὐτὸν ἐμπίπλησιν· ἅμα γάρ φωτὶ τὸ ἔλαιον ἅπαν πρὸς τὸν Λέοντα ἐπιπέμψας, Ἀπέτισά σοι, φησίν, ἤδη τὸ χρέος· αὐτὸς δέ μοι ἐξίλεον τὸν Ἅγιον, οὔτε γὰρ δυνατὸς ἐγὼ φέρειν τὰς παρ᾽ αὐτοῦ ἀπειλάς. ΙΘ΄. Τὸ δὲ περὶ τὸν πρωτοσπαθάριον Βάρδας γεγονὸς μικροῦ καὶ πίστεως ἐστι κρεῖττον, ὃς ἐτύγχανε μὲν ἀδελφός ὢν Ἰωάννου, φημί, τοῦ πατρικίου, τοῦ ἐκ Μακεδόνων τὸ γένος ἕλκοντος· σφόδρα δὲ οὗτος Ῥωμανῷ βασιλεῖ τῷ ἐπιεικεῖ τε καὶ χρηστῷ προσῳκειοῦτο, ὃν καὶ ἴσασι πάντες υἱὸν Κωνσταντίνου γενέσθαι, τοῦ, τὰ πάντα συνελόντα εἰπεῖν, βασιλικωτάτου. Τούτῳ τοιγαροῦν τῷ Βάρδᾳ πάθος
col. 303–304page 19 of 21
PG 115:303καὶ τὸ πάθος ἰατρῶν παῖδες κατονομάζουσιν), ὁ καὶ ἅπασαν αὐτοῦ τὴν πλευρὰν μικροῦ περιέσχε, καὶ εἰς πέντε μὲν ἐπὰς διατέτρητο, ὀδύνας δὲ ἀφορήτους ἐδίδου τῷ πάσχοντι· καὶ γὰρ οὐ μέχρις ἐκείνου τὸ τῆς κακίας πικρὸν ἔστη· ἀλλὰ μὴν καὶ εἰς τὸν μαστὸν ἐκ τῆς πλευρᾶς διεδόθη, ἢ καὶ ἑτέρα τις ἀνεδόθη πικροτάτη παραφυάς, καὶ μέγαν αὐτὸν καὶ ἐξωῳδηκότα διέθηκε· καὶ τὸ πάθος ηὔξετο καὶ ἰσχυρὸν ἦν, ὡς καὶ τοῖς ἰατροῖς κρεῖττον ἰάσεως εἶναι δόξαι, καὶ τὰς τῆς ζωῆς αὐτῷ ἐλπίδας ἀπαγορεῦσαι. Ἐπεὶ δὲ καὶ ἡ τοῦ Ἁγίου μνήμη ἐγγίζουσα ἦν, ἰατροὶ πάντες, καὶ οἱ οὕτω καλούμενοι χαρτουλάριοι, καὶ ὅσοι ἕτεροι ἔμελλον εἰς τὴν ἐπιοῦσαν, ὥσπερ εἰθισμένον αὐτοῖς, εἰς τὸν τοῦ λαμπροῦ μάρτυρος Μωκίου ναὸν ἀφικέσθαι, καὶ τὴν συνήθη λιτὴν ἐκτελέσαι· τήνδε τὴν ἑσπέραν ἀπολιπόντες αὐτὸν ἤδη ἀπειρημένον, καὶ ἀγαθῶν ἐλπίδων ἔρημον, ἀπιόντες ᾤχοντο. Ἑωθεν δὲ οὗτος μετακαλεῖταί τινὰ τῶν χαρτουλαρίων· ὁ ὀστιάριος Μιχαὴλ οὗτος ἦν, ὃς καὶ ταῦτά μοι διηγήσατο· ξενοδόχος δὲ τηνικαῦτα ὁ Βάρδας, ὁ τῷ πάθει τούτῳ κατειλημμένος, ἐτύγχανεν ὤν. Ἐπεὶ οὖν οὗτος ἀφίκετο πρὸς αὐτὸν, ἑστηκότα ὁρᾷ, καθαρά τε ἱματισμένον, καὶ ὑγιεινῶς διακείμενον· οὕτως ἰδὼν ἔχοντα, πληρούται μὲν θάμβους, παραφρονεῖν δὲ αὐτὸν οἰόμενος καὶ ἐξεστηκέναι, Οὐαί μοι, φησί, τί σοι γέγονεν; Καὶ ὅς· Ἀλλὰ σύ γε ἀπολιπών, ἔφη, τὸ δόξαν, ὥσπερ ἄρα χρὴ, τῷ Θεῷ προσάγειν, οἰμώξεις μᾶλλον, καὶ ὅμοια τοῖς θρηνοῦσι βοᾷς; Πλὴν ἀλλ᾽ ὁ Μιχαήλ, καὶ ἔτι πλέον τῷ παρ᾽ ἐλπίδα θεάματι ξενιζόμενος, ἠρώτα τε καὶ διεπυνθάνετο ἐμμελῶς, καὶ ἐδίψα μαθεῖν τὸ γεγονός· ὁ δὲ λέγειν εὐθὺς ἤρξατο λαμπροτέρᾳ γλώττῃ καὶ πομπικῶς· τοιοῦτον ὄντως ἡ περιχάρεια. Κ΄. Ἐπεί με, φησί, καταλιπόντες οὕτως ἔχοντα, οἴκαδε αὐτοὶ ἐχωρεῖτε, ἐγώ, ὑπό τε τῶν τοῦ πάθους ὀδυνῶν βαλλόμενος, ὑπό τε τοῦ ἀπεγνῶσθαί μοι τὰς τῆς ζωῆς ἐλπίδας ἀθυμίᾳ νικώμενος, καὶ μᾶλλον ὅτι μὴ καὶ αὐτὸς ἠξίωμαι σὺν τοῖς ἄλλοις εἰς τὸν τοῦ Ἁγίου τε τάφον οἴχεσθαι, καὶ τὰ τῆς μνήμης συνεορτάσαι, ἄγρυπνος μετὰ ἅπασαν τὴν νύκτα διῆλθον. Οὕτω δὲ κείμενος, ὁρῶ γέροντά τινα τοῦ ναοῦ τοῦ οἴκου μου ἐξεληλυθότα· ἐῴκει δὲ καὶ μοναχός εἶναι· οὗτος μέσον τῆς οἰκείας ταύτης παραστάς, καὶ ἀπιδὼν πρός με· Σοὶ λέγω, φησί, ἔγειραι. Ἐμοῦ δέ· Πῶς τοῦτο ἔφης; οὐδὲ γὰρ δύναμαι, φθεγξαμένου· ἐκεῖνος καὶ δὶς καὶ τρὶς προσετίθει, οὕτωσὶ λέγων. Τελευταίον δέ, Ἐγώ σοι λέγω, φησί, ἔγειραι καὶ εἰς τὸν τοῦ ἁγίου Σαμψὼν τάφον ἄπελθε προστάχους. Οὕτως εἰπόντος, εὐθὺς ἐγὼ μικρόν τι τῆς κλίνης ἐμαυτὸν ἀνέσχον· κἀκεῖνον ἐθεώμην εἰς τὸν ναόν, ὅθεν μοι ἐξελθὼν ἐφάνη, αὖθις ἐπανελθόντα, καὶ τέλος, ἀφανῆ γενόμενον. Καὶ τότε δὴ ὅλος ἐξανέστη, καὶ ἐῴκειν ὀδύνης ἀπηλλάχθαι πάσης· τότε οἴδημα τοῦ μαστοῦ ἀμφοῖν ἐπισφίγγων, πνεύματος ἠσθόμην ἀπὸ τῆς πλευρᾶς ὄπισθεν ὑπαφιεμένου.
col. 305–306page 20 of 21
PG 115:305Εἶτα καὶ τὴν σύνοικον ἡδέως φωνήσας, Δοκῶ μοι, ἔφην, μηδὲ ὀδυνᾶσθαι, ἀλλὰ σὺ τοὺς ἐπικειμένους τῇ πληγῇ δεσμούς λύσον ἡρέμα. Καὶ αὐτὴ οὕτως ἐποίει, καὶ ἀηδία πολλὴ ταύτην εἶχε, καί, Οίμοι [ἔφη], τις οὗτος ὁ ἀμανίτης ὁ τῇ πληγῇ ἐπικείμενος; Τὸ δὲ ἦν διασεσημμένη σὰρξ καὶ ἀπόβλητος τοῖς ἀμφίοις συνεκσπαθεῖσα. Οὕτως ἰαθεὶς ἐγὼ καὶ παραδόξως ἀναῤῥωσθεὶς, οὐκ ἔτι οἷός εἰμι ἐμαυτὸν ἐπέχειν, ἀλλὰ τῇ τοῦ ἱασαμένου πειθόμενος ἐντολῇ, πρὸς τὸν αὐτοῦ ἄπειμι τάφον, τοῖς ἄλλοις συνεορτάσων. Οὕτως εἰπὼν, οὕτω δὴ καὶ παραχρῆμα ἐποίει, καὶ πρὸς τον Αγιον πλήρης ἡδονῆς καὶ χαρᾶς ἀπῄει, τοῖς συναντῶσι μέντοι καὶ ἀπιστόν τι χρῆμα ἐδόκει, καὶ τὴν ὄψιν ἀμφισβητήσιμον. ΚΑ΄. Συντετάχθω τοῖς προλαβοῦσι καὶ αὐτὸ τοῦ Γεωργίου τὸ θαῦμα· οὐ φαύλον γάρ, οὐδὲ τὸ τυχόν, οὐδ᾿ ὥστε καὶ παριδεῖν ἄξιον. Οὗτος οἰκέτης μὲν ἐτύγχανεν ὢν μοναχού τινος καὶ ἱερέως, Εφραίμ τούνομα, τῷ τοῦ ὕδρωπος δὲ περισχεθεὶς πάθει, καὶ τῷ ἱερῷ οἴκῳ τοῦ Μεγάλου ἀνακλιθείς· ἔπειτα τὴν χρονίας κατάκλισιν δυσχεράνας, ἀπολιπών τὸν ἱερὸν τοῦ δεσπότου οἰκίσκον ἄπεισιν. Ὁ μὲν οὖν δεσπότης οὐκ ἀνίει παραινῶν αὐτῷ καὶ ὑποτιθέμενος ἀνελθεῖν αὖθις καὶ τῷ τοῦ ᾿Αγίου οἴκῳ προσμεῖναι· ἐπεὶ δὲ μὴ ἔπειθεν (ἐφείδετο γὰρ αὐστηροτέρων ῥημάτων διὰ τὴν τοῦ πάθους βαρύτητα)· Κἂν γοῦν εἴσω τοῦ εὐκτηρίου εἴσελθε, ἔφη, αὐτὴν τοῦ ῾Αγίου προσκυνήσων εἰκόνα· εἶτα τοῦ ἐλαίου λαβών τε καὶ ἀλειψάμενος τῇ κοίτῃ τῇ σῇ, ἀνακλίθητι. Καὶ ὃς ἐποίει τὸ κελευσθέν. Ἐπεὶ δὲ καὶ ἡμέρα ἦν, ἐκελεύετο μὲν παρὰ τοῦ δεσπότου καὶ ἔτι τὰ ὅμοια ποιεῖν· ὁ δέ, Ἀλλ' ἐγώ, φησίν, ἔῤῥωκα, καὶ τῇ τοῦ Ἁγίου δυνάμει καθαρᾶς ἀπέλαυκα ὑγιείας· ταύτης γὰρ τῆς νυκτός κατ᾿ ὄναρ ἐπιφανείς μοι ὁ ῞Αγιος τῆς τε κοιλίας μου ἥψατο, καὶ εἴρηκέ μοι· Ἄπιθι ὑγιαίνων, οὐδὲν γὰρ ἔτι σου τῶν κακῶν ἐνοχλεῖ. Οὐδ᾽ ἄρκει πρὸς πίστιν αὐτὰ τῷ δεσπότῃ· ἀλλὰ καὶ πείραν προσήγε, καὶ περιειργάζετο πρόσωπόν τε ἐκείνου, καὶ κοιλίαν, καὶ πόδας, καὶ τὰ λοιπὰ μέλη τε καὶ μέρη, καὶ ἐπεὶ οὐδὲ λείψανόν τε ἑώρα οὐδὲ ἴχνος τοῦ πάθους οὐδὲν, δόξῃ τῇ πρὸς Θεὸν ἐχρῆτο καὶ εὐχαριστίᾳ τῇ πρὸς τὸν ᾿Αγίου, ἱατροῦ τε τυχὼν ἀμίσθου καὶ ἀψευδούς, καὶ ὑγιῶς ἔχοντα τὸν οἰκέτην ὁρῶν. ΚΒ. Ἀλλὰ καὶ τὸ τῆς Εἰρήνης πάθος ὁμοίως ἦν ἔχον· δρῶν γὰρ καὶ αὐτὸ πάθος τὸ χαλεπώτατον, καὶ ἀστείας δὴ καὶ θαυμασιωτέρας ἔτυχε τῆς ἰάσεως. Ἡ μὲν οὖν Εἰρήνη γυνή τις ἦν ἑνὸς τῶν τῷ ἱερῷ οἴκῳ διακονούντων, ἐφ᾽ ᾧ καὶ ἀνακλιθεῖσα, πρὸς μὲν τῶν ἰατρῶν ἀπείρητο τὴν ὑγίειαν. Ὁ δὲ ῞Αγιος νυκτὸς ἐπιστὰς μετά τινων καὶ ἑτέρων δύο, μεθ' ὧν μὲν εἴωθεν ὡς τὰ πολλὰ ἐπιφαίνεσθαι, τοὺς θείους τε ἀναργύρους εἶναι τούτους φασί·
col. 307–308page 21 of 21
PG 115:307σμᾶν καὶ Δαμιανόν, ἤρετο πρῶτον αὐτὴν ὁ Ἅγιος, τί ἂν καὶ πάσχουσα εἴη. Ἡ δὲ ὑποδεικνύναι ἐδόκει· καὶ ὁ Ἅγιος ἐνὶ τούτων προσλαβὼν ὑπεραίνετο· Τοῦ μὴν αὐτῆς δεῖ τῷ μηρῷ ἐπιθεῖναι. Καὶ ὁ μὲν οὕτως ἐποίει. Ἡ δὲ, ὥσπερ ὀδύνης αἰσθομένη τινός, διυπνί ζετο, ἔγνω δὲ οὐδὲν ὧν πέπονθεν. Ὡς δὲ καὶ ἡμέρα ἦν, ἡ ὑπηρέτης αὐτῇ προσελθοῦσα, καὶ ὕδωρ ὑπὸ τῇ κλίνῃ κεχυμένον ἰδοῦσα, οὐράν τε αὐτὸ εἶναι, ὡς τὸ εἰκός, οἰηθεῖσα, τὸ ἄκοσμον αὐτῇ ὠνείδιζε, καὶ ἀτε χνῶς ἄσχημον, ὅτι μὴ ἀνέστη, καὶ μὴ ἐκάλεσε μη δεμίαν τῶν ὑπηρετουμένων, ἀλλὰ καὶ τὰ ἱμάτια ᾔσχυνεν οὕτω μετὰ τῶν στρωμάτων. Ἡ δὲ ἠρνεῖτο μηδὲν τοιοῦτον εἰργάσθαι, λέγουσα· Μηδαμῶς. Ἔπειτα τοῦ χιτῶνος ἀνασταλέντος, τῆς τομῆς τε διαφανείσης, καὶ τοῦ ὑγροῦ καταῤῥέοντος, ὁ μὲν ἰατρὸς δῆλος ἦν, αὐτή τε ὑγιὴς ἐδείκνυτο, καὶ οἴκαδε καλῶς ἐπανήρχετο. ΚΓ'. Ἀρκεῖ τούτοις γεύματος τὴν ὅλην ἀποδειχθῆναι τοῦ Μεγάλου χάριν. Τί γάρ, κατὰ τὴν τραγῳδίαν, ἀναρίθμητα μετρήσασθαι δεῖ; καὶ γὰρ οὐδέποτε ταῦτα λεγόμενα λήγουσιν· ἀλλὰ τοῖς τῶν ποταμῶν ρεύμασιν ἔχουσιν ὁμοίως· ἄλλως δέ τε καὶ ἑνὸς ἀντὶ πάντων ἀρκοῦντος, τοῦ θεοῤῥύτου, φημὶ, νάματος, ὃ πρόεισι μὲν τοῦ τάφου, καὶ τοῦτον ἔχει γένεσιν καὶ πηγήν· πρόεισι δὲ οὐκ ἀεὶ, ἀλλ' ὀλίγαις μεν πρότερον ἡμέραις τῆς τοῦ θαυματουργοῦ ἑορτῆς, οἷα να τὶς ὑποφαίνεται· ἔπειτα καὶ τὸ ὀλίγον αὔξεται, καὶ διαμένει μετὰ τὴν ἑορτὴν, οὕτωσὶ πηγάζον, ἕως καὶ τινες ἡμέραι παρέλθοιεν, εἶτα παύεται. Πλὴν οἶμαι ταύτῃ θαυμαζόμενον καὶ τιμιώτερον, ἢ εἰ διηνεκῶς καὶ ἀλήκτως διετέλει ῥέον· ἐπεὶ τόγε συντηρεῖν οὕ τως ἀπλανῆ τε καὶ ἀδιάψευστον τὸν καιρὸν τὸν τῆς ἐπιῤῥοῆς, φημὶ, καὶ τὸν τῆς ἐκλείψεως μετὰ τοῦ θαυμασιώτερον καὶ χαριέστερον εἶναι, μᾶλλον ἐστι καὶ σεβασμιώτερον· τὸ γὰρ διηνεκὲς ἴσως καὶ προσκορές· ὁ δὲ κόρος πρᾶγμα φέρον εἰς κατα φρόνησιν. ΚΔ'. Τοῦτό τοι τὸ παρ' ἡμῶν προσαγόμενον δώ ρημα, μέγιστε Πατρῶν, Σαμψών, οὐκ οἶδα μὲν, εἰ κατὰ γνώμην τὴν σὴν, κατὰ δύναμιν δὲ πάντως τὴν ἡμετέραν, ὃ καὶ δέχοιο προσηνῶς τε καὶ φιλανθρώπως, ὁ πανταχοῦ φιλάνθρωπος, καὶ τῶν παθῶν καὶ νόσων τῶν ἡμετέρων, καὶ μᾶλλον τῶν ψυχικῶν, ἰα τρὸς εἴης χρηστός, ἡγεμὼν καὶ φύλαξ παντὸς τοῦ καθ' ἡμᾶς βίου· λεών μοι τιθεὶς τὸν Χριστὸν, ὃν αὐτὸς μὲν διαφερόντως ἠγάπησας, ἐγὼ δὲ πλήθει ἁμαρτιῶν, οἴμοι, ἀδιηγήτως παρώργισα· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Continue reading PG 115: Mensis Julius →≣ entire volume
Page scan enlarged

Notebook

Full View